74 2 0 1 0 V-IV a. C. Esametri Hippocrates Jusjurandum metricum Heiberg, J.L., Leipzig, Teubner, 1927. 0

Hippocrates - Jusjurandum metricum

[124]

Αὐτὸν ἐν ἀχράντοισι μέγαν θεὸν αἰὲν ἐόντα (ὄμνυμι)·

οὔτε τινὰ ξείνων δηλήσομαι ἀνέρα νούσῳ

οὔτε τιν' ἐνδήμων ὀλοφώια ἔργα τελείων,

οὔτε τις ἂν δώροις με παραιβασίην ἀλεγεινὴν

   5ἐκτελέειν πείσειε καὶ ἀνέρι φάρμακα δοῦναι

λυργά, τάπερ κακότητα θυμοφθόρον οἶδεν ὀπάζειν,

[οὔτε χάριν φιλίης ἑτέρῳ κατανεῖμαι ὑποστῶ]

ἀλλ' ὁσίας μὲν χεῖρας ἐς αἰθέρα λαμπρὸν ἀείρων

καὶ κακίης ἀμόλυντον ἔχων κατὰ πάντα λογισμὸν

  10μήσομαι ἔρδειν κεῖνα, τάπερ σόον ἀνέρα θήσει,

πορσύνων πάντεσσι φίλην βιόδωρον ὑγείην.