[1] Ὁκόταν ἐπικυΐσκηται γυνὴ, ἢν μὲν ἐν τῷ μέσῳ τῆς μήτρης τὸ πρῶτον ἔχῃ παιδίον, τὸ ἐπικύημα προσπίπτει ὑπὸ τοῦ ἀρχαίου ἐξωθεύμενον· ἢν δὲ ἐν τῷ κέρατι τῷ ἑτέρῳ τὸ κύημα ἔχῃ, ἐπιτίκτει ὕστερον οὐ γόνιμον, ἐπὴν χαλάσῃ ἡ μήτρη καὶ ὑγρανθῇ, τοῦ γονίμου ἀπολυθεῖσα. Ἢν δὲ μὴ αὐτίκα ἀποχωρέῃ τὸ ἐπικύημα, ὀδύνας τε παρέχει καὶ ῥεῦμα δυσῶδες καὶ πυρετὸν, καὶ οἰδεῖ τὸ πρόσωπον καὶ τὰς κνήμας καὶ τοὺς πόδας καὶ τὴν νηδὺν, καὶ ἀσιτέει ἕως ἂν ἐκπέσῃ. Ἐπικυΐσκονται δὲ τῶν γυναικῶν ὧν ἂν ὁ στόμαχος μετὰ τὸ πρῶτον κύημα ξυμμεμύκῃ οὐ κάρτα ἢ μὴ ἐπιφαινομένων τῶν σημηΐων ξυμμεμύκῃ. Τὰ δὲ ἐπικυήματα τὰ ἐπιτικτόμενα ὕστερον, ἢν μήπω διάκρισιν ἔχῃ, ἀλλὰ σὰρξ ᾖ, οἰδέει μὲν οὒ, ἀλλὰ κατασήπεται μέχρι ἂν ἐξέλθῃ τῆς μήτρης.
[2] ᾟ τινι ἂν ἐκδύῃ τὸ παιδίον τοῦ χορίου ἐν τῇσι μήτρῃσι, πρὶν ἔξω ἄρχεσθαι χωρέειν τὸ παιδίον, δυστοκέει μᾶλλον καὶ ἐπικινδύνως, ἢν μὴ ἡ κεφαλὴ ἡγέηται. ᾟ τινι δὲ ἂν χωρέῃ ἔξω σὺν τῷ χορίῳ τὸ παιδίον καὶ προχωρῆσαν ἐς τὸν στόμαχον ἐκδύῃ τοῦ χορίου ῥαγέντος, εὐτοκέει μᾶλλον· καὶ τὸ μὲν παιδίον θύρῃφι χωρέει· τὸ δὲ χόριον ἴσχεται καὶ ἀνασπᾷ ἑωυτὸ καὶ μένει αὐτοῦ.
[3] Ὁκόταν [οὐ] γόνιμον γένηται τὸ παιδίον, τουτέου ἡ σὰρξ ὑπερέχει τῶν ὀνύχων, οἱ δὲ ὄνυχες ἐλλείπουσι τῶν χειρῶν καὶ τῶν ποδῶν.
[4] Ὁκόταν γονίμου γενομένου τοῦ παιδίου χεὶρ ὑπερέχῃ, πρῶτον ἀνωθέειν ὀπίσω μέχρις ἂν ἀπώσῃς· καὶ ἢν ἀμφότεραι, ἀμφοτέρας ἀνῶσαι· καὶ ἢν τὸ σκέλος ὑπερέχῃ, ἀνωθεῖν καὶ τοῦτο· ὁκόταν δὲ ἀμφότερα τὰ σκέλεα προφανέντα μείνῃ καὶ μηδετέρωσε προχωρέῃ, πυριήματι δέον χρῆσθαι, ἀπὸ τεῦ ὑγροτάτη ἔσται ἡ ὑστέρη· ὀδμὴν δὲ ἐχέτω τὸ πυρίημα. Καὶ ὁκόταν ἡ μὲν κεφαλὴ προφανῇ, τὸ δ' ἄλλο σῶμα ἐνῇ, καὶ ὧδε πυριῇν· καὶ ὁκόταν τὸ μὲν ἐν τῇσι μήτρῃσι τοῦ σώματος ᾖ, τὸ δὲ ἐν τοῖσιν αἰδοίοισι, τὸ δὲ ἔξω τῶν αἰδοίων οἰδέῃ καὶ μείνῃ, καὶ οὕτως πυριῇν· καὶ ἢν μὲν ἀπὸ τῆς πυριήσιος ἀποχωρήσῃ· εἰ δὲ μὴ, περιαλείψας τὸ στόμα τῆς μήτρης ἐλατηρίῳ παχεῖ, διεὶς ὕδατι, ὅκως ὠδῖνα ἐμποιήσῃ· καὶ ἀπὸ τῶν ποτῶν καὶ ἐδεστῶν ὠδῖνα ἐμποιέειν· καὶ τὰ αἰδοῖα αὐτὰ ἀλείφειν κηρωτῇ, ἤν σοι δοκέῃ ξηροτέρη εἶναι τοῦ καιροῦ.
[5] Ὁκόταν τοῦ παιδίου τῆς κεφαλῆς προφανείσης ἐκ τοῦ στομάχου μηκέτι ἐθέλῃ τὸ ἄλλο σῶμα προχωρεῖν, τὸ δὲ παιδίον τεθνήκῃ, τοὺς δακτύλους βρέξας ὕδατι, μεταξὺ τοῦ στομάχου καὶ τῆς κεφαλῆς παραβύσας τὸν δάκτυλον, ἐν κύκλῳ περιάγειν· εἶθ' ὑποβάλλων τὸν δάκτυλον ὑπὸ τὸ γένειον, διαβύσας ἐς τὸ στόμα, ἔξω ἕλκειν.
[6] Ὁκόταν δὲ τὸ μὲν ἄλλο σῶμα θύρῃφι ᾖ τῶν αἰδοίων, ἡ δὲ κεφαλὴ εἴσω, ἐπὶ πόδας φερομένου τοῦ ἐμβρύου, ἐπὴν περιάγῃς τὸν δάκτυλον ἐν κύκλῳ, ἀμφοτέρας τὰς χεῖρας παρεὶς μεταξὺ τοῦ στομάχου καὶ τῆς κεφαλῆς, βρέξας ὕδατι, ἐξελκύσαι. Ἢν δὲ τοῦ στομάχου ἔξω ᾖ, τῶν δὲ αἰδοίων εἴσω, παρεὶς τὰς χεῖρας, περιλαβὼν τὴν κεφαλὴν, ἐξέλκειν.
[7] Ἢν δὲ τὸ ἔμβρυον ἔνδον μένῃ τετελευτηκὸς καὶ μὴ δύνηται μήτε αὐτόματον μήτε διὰ φαρμάκων ἐκπεσεῖν κατὰ φύσιν, χρίσας τὴν χεῖρα κηρωτῇ, ἥτις ὀλισθητικὴ μάλιστα, ἔπειτα ἐνείρας ἐς τὴν μήτρην, διελεῖν τοὺς ὤμους ἀπὸ τοῦ τραχήλου ἐπερείσαντα τῷ μεγάλῳ δακτύλῳ· ἔχειν δὲ χρὴ πρὸς τὰ τοιαῦτα καὶ ὄνυχα ἐπὶ τῷ δακτύλῳ τῷ μεγάλῳ· καὶ διελόντα ἐξενεγκεῖν τὰς χεῖρας, ἔπειτα πάλιν ἐσείραντα τὴν κοιλίην ἀνασχίσαι, καὶ ἀνασχίσαντα ἡσυχῇ ἐξελεῖν τὰ ἐντοσθίδια, ἔπειτα ἐξελόντα συντρῖψαι τὰ πλευρία, ὅκως ξυμπεσὸν τὸ σωμάτιον εὐσταλέστερον γένηται καὶ ῥᾷον ἐξίῃ, μὴ ὀγκῶδες ἐόν.
[8] Τὸ δὲ χόριον ἢν μὴ ῥηϊδίως ἐκπίπτῃ, μάλιστα μὲν ἐᾷν πρὸς τὸ ἔμβρυον προσκρέμασθαι, καὶ τὴν λεχὼ προσκαθῆσθαι ὥσπερ ἐπὶ λασάνου· ἔστω δὲ κατεσκευασμένον ὑψηλόν τι, ἵνα τὸ ἔμβρυον ἐκκρεμάμενον συνεπισπᾶται τῷ βάρει ἔξω· ἡσυχῇ δὲ τοῦτο ποιέειν, μὴ πρὸς βίην, ὅκως μὴ ἀποσπασθέν τι παρὰ φύσιν φλεγμονὴν ἐμποιήσῃ· ὑποκεῖσθαι οὖν δεῖ τῷ ἐμβρύῳ εἴρια ὡς ὀγκωδέστατα νεόξαντα, ἵνα κατὰ μικρὸν ἐνδιδοίη ἀσκία δύο ζευγμένα ὕδατος μεστά· ἐπάνω δὲ τῶν ἀσκίων εἴρια· ἐπάνω δὲ τούτων τὸ ἔμβρυον· ἔπειτα τρυπῆσαι ἑκάτερον τῶν ἀσκίων ῥαφίῳ, ὅκως ῥυῇ κατὰ σμικρὸν τὸ ὕδωρ· ἐκρέοντος δὲ τοῦ ὕδατος ἐνδιδόασιν οἱ ἀσκοί· ἐνδιδόντων δὲ ἐπισπᾶται τὸ ἔμβρυον τὸν ὀμφαλὸν, ὁ δὲ ὀμφαλὸς ἐφέλκει τὸ χόριον. Ἢν δὲ μὴ δύνηται καθῆσθαι ἐπὶ τοῦ λασάνου, ἐπ' ἀνακλίτου δίφρου τετρυπημένου καθήσθω. Ἢν δὲ ἀσθενέῃ τὸ σύνολον καθῆσθαι, τὴν κλίνην ὡς ὀρθοτάτην ἀπὸ τῶν πρὸς τῆς κεφαλῆς μερῶν ἀείραντας, ἵνα κάτω ῥέπῃ ὡς μάλιστα καὶ ξυνεπισπᾶται τὸ κάτω βάρος, ὑπὸ τὰς μασχάλας δῆσαι τὴν λεχὼ ἔξωθεν τῶν ἱματίων πρὸς τῇ κλίνῃ ἢ κηρίῃ ἢ ἱμάντι πλατεῖ καὶ μαλθακῷ, ὅκως μὴ ὀρθῆς ἐούσης τῆς κλίνης κάτω τὸ σῶμα φέρηται. Τὸν αὐτὸν δὲ τρόπον κἢν ἀποῤῥαγῇ ὁ ὀμφαλὸς, κἢν ἀποτάμῃ τις πρὸ τοῦ καιροῦ, βάρεα ξύμμετρα ἐκκρεμανῦντα, τὴν ἐξαγωγὴν τοῦ χορίου ποιέεσθαι· βελτίστη γὰρ αὕτη ἡ θεραπείη τῶν τοιῶνδε γίνεται καὶ ἥκιστα βλάπτει.
[9] Ἢν δέ τινι ἐναποθάνῃ τὸ παιδίον ἐν τῇ μήτρῃ καὶ μὴ ἐξέλθῃ, ὑγρῆς ἐούσης τῆς μήτρης καὶ μὴ ἐχούσης ἔτι τὸ ὑποκείμενον, ἀλλὰ ξηρανθῇ ἡ μήτρη, πρῶτον μὲν οἰδίσκεται αὐτό· ἔπειτα τήκεται καὶ σήπεται τὰς σάρκας, καὶ ῥέει θύρῃφι· ὕστατα δὲ τὰ ὀστέα χωρέει· καὶ ῥόος ἐνίοτε λαμβάνει, ἢν μὴ πρότερον ἀποθάνῃ.
[10] Ὁκόταν τὸ παιδίον ἐντεθνήκῃ, καὶ τοῖς ἄλλοισι τεκμαίρεσθαι σημηΐοις, καὶ κελεύειν τοτὲ μὲν ἐπὶ δεξιὰ κεῖσθαι, τοτὲ δὲ ἐπ' ἀριστερὰ μεταβάλλειν· μεταπίπτει γὰρ ἐν τῇ μήτρῃ τὸ παιδίον ὁποτέρωθι ἂν καὶ ἡ γυνὴ, ὥσπερ λίθος ἢ ἄλλο τι, ἢν τεθνήκῃ, καὶ τὸ ἦτρον ψυχρὸν ἔχει· ἢν δὲ ζώῃ, τό τε ἦτρον θερμὸν ἔχει, καὶ ἡ μὲν γαστὴρ ὅλη μεταπίπτει τεταμένη μετὰ τοῦ ἄλλου σώματος, ἐν αὐτέῃ δὲ οὐδὲν μεταπίπτει χωρὶς τοῦ ἄλλου σώματος.
[11] ᾟ τινι ἂν ὠδινούσῃ πρὸ τοῦ παιδίου ῥοὸς πολλὸς αἱματώδης γένηται ἀνώδυνος, κίνδυνος τὸ παιδίον τεθνηκὸς ἀπολυθῆναι, ἢ οὐ βιώσιμον γενέσθαι.
[12] Κυουσέων τῶν γυναικῶν ὁ στόμαχος τῶν πλείστων ἐγγὺς τυγχάνει ἐὼν πρὸ τοῦ τόκου.
[13] Κυέουσα ἡ γυνὴ, ἢν μὴ λαγνεύηται, ῥηΐτερον ἀπολυθήσεται τοῦ τόκου.
[14] Ἡ τὰ δίδυμα κυέουσα τίκτει τῇ αὐτῇ ὡς καὶ συνέλαβεν· ἔχει δὲ ἑνὶ χορίῳ τὰ παιδία ἀμφότερα.
[15] Γυναικὶ δυστοκεούσῃ, ἢν τὸ παιδίον ἐν τῇσι γονῇσιν ἐνέχηται καὶ μὴ εὐπόρως ἐξέλθῃ, ἀλλὰ ξὺν πόνῳ καὶ μηχανῇσιν ἰητροῦ, ταῦτα τὰ παιδία ἀρτίζωα. Τουτέων οὐ χρὴ τὸν ὀμφαλὸν ἀποτάμνειν, πρὶν ἂν οὐρήσῃ, ἢ πτάρῃ, ἢ φωνήσῃ, ἀλλὰ ἐᾷν, προσχωρῆσαι δὲ τὴν γυναῖκα ὡς ἐγγυτάτω τοῦ παιδίου, καὶ ἢν διψῇ, πινέτω μελίκρητον. Καὶ ἢν ὁ ὀμφαλὸς ἐμφυσῆται ὥσπερ στόμαχος, κινηθήσεται, ἢ πταρεῖ τε τὸ παιδίον καὶ φωνὴν ῥήξει, καὶ τότε ἀποτάμνειν ἀναπνέοντος τοῦ παιδίου. Ἢν δὲ μὴ φυσῆται ὁ ὀμφαλὸς μηδὲ κινῆται, χρόνου ἐγγενομένου, οὐ βιώσεται.
[16] Κυέουσαν γυναῖκα, ἢν μὴ ἄλλως γινώσκῃς, ἀλλ' οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι γίνονται, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος, ἀλλὰ πελιδνότερα.
[17] Ἤν τις ἐπίτοκος ἐοῦσα κοιλοιδιᾷ τοὺς ὀφθαλμοὺς, καὶ ὑποιδέῃ τὸ πρόσωπον καὶ ὅλη αὐτὴ, καὶ τοὺς πόδας οἰδέῃ, καὶ ὥσπερ ὑπὸ φλέγματος λευκοῦ ἐχομένη φαίνηται, καὶ τὰ ὦτα λευκὰ καὶ ἡ ῥὶς ἀκρὴ λευκὴ καὶ τὰ χείλεα πελιδνὰ αὐτέῃ ᾖ, τεθνηκότα τίκτουσιν, ἢ ζῶντα πονηρὰ καὶ οὐ βιώσιμα καὶ ἄναιμα ὡς νοσηλεύοντα, ἢ προέτεκον οὐ γόνιμα. Ταύτῃσι τὸ αἷμα ἐξυδατώθη· δεῖ οὖν αὐτῇσι μετὰ τὸν τόκον τὰ εὐώδεα προστιθέναι, καὶ πίνειν τὰ εὐώδεα, καὶ σιτίοισιν ἀνατρέφειν. Καὶ πρῶτον τοῦ προσώπου ἡ ῥὶς ἔνσημος γίνεται ἄκρη, καὶ χρῶμα λαμβάνει.
[18] Ἤν τις κυϊσκομένη γῆν ἐπιθυμέῃ ἐσθίειν ἢ ἄνθρακας καὶ ἐσθίῃ, ἐπὶ τῆς κεφαλῆς τοῦ παιδίου φαίνεται, ὁκόταν τεχθῇ, σημεῖον ἀπὸ τῶν τοιούτων.
[19] Γυναικὶ χρὴ εἰδέναι τῶν μαζῶν ὁκότερός ἐστιν αὐτέῃ μέζων, κεῖθι γὰρ τὸ ἔμβρυον· ὁμοίως δὲ καὶ τὸν ὀφθαλμόν· ἔσται γὰρ μέζων καὶ λαμπρότερος τὸ πᾶν εἴσω τοῦ βλεφάρου, ὁκοτέρωθι καὶ μαζὸς μέζων.
[20] ᾟ τινι ἂν ἀπὸ προσθέτων μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ ἄρθρα ἀφικνέωνται καὶ βρυγμὸς ἔχῃ, καὶ σκορδινέηται, καὶ χασμᾶται, ἐλπὶς ταύτην κυῆσαι μᾶλλον ἢ ἥ τις ἂν τουτέων μηδὲν πάσχῃ.
[21] Γυνὴ ἥτις παχέα παρὰ φύσιν ἐγένετο καὶ πίειρα καὶ φλέγματος ἐπλήσθη, οὐ κυΐσκεται τούτου τοῦ χρόνου· ἥτις δὲ φύσει τοιαύτη ἐστὶ, κυΐσκεται τουτέων ἕνεκεν, ἢν μή τι ἄλλο κωλύῃ αὐτήν.
[22] Τῶν γυναικῶν τῇσι πλείστῃσιν ὅταν τὰ ἐπιμήνια μέλλῃ φαίνεσθαι, ὁ στόμαχος αὐτὸς ἑωυτὸν ἀνέσπακε μᾶλλον ἢ ἄλλοτε.
[23] Γυνὴ ἥτις ἀρικύμων ἐοῦσα πέπαυται κυϊσκομένη, φλεβοτομείσθω δὶς τοῦ ἐνιαυτοῦ ἀπὸ τῶν χειρέων καὶ τῶν σκελέων.
[24] ᾟ τινι ὀδύναι ἐν ἰσχίῳ ἢ ἐν κεφαλῇ ἢ ἐν χερσὶν, ἢ ἄλλοθί που τοῦ σώματος, ὅταν δὲ κύῃ, ἐκλείπουσιν, ὁκόταν δ' ἀπολυθῇ ἀπὸ τῶν μητρέων, ἔνεισι, ξυμφέρει τὰ εὐώδεα καὶ πίνειν καὶ προστίθεσθαι πρὸς τὸ στόμα τῆς μήτρης.
[25] Ὅταν τινὰ ἰητρεύῃς γυναῖκα κυήσιος ἕνεκεν, ὁκόταν δοκέῃ κεκαθάρθαι, καὶ τὸ στόμα καλῶς ἔχῃ τῆς μήτρης, λουσάσθω, καὶ σμηξάσθω τὴν κεφαλήν· μὴ ἀλειψάσθω δὲ μηδενί· ἔπειτα ὀθόνιον ἄνοδμον περιθεῖσα περὶ αὐτὰς τὰς τρίχας πεπλυμένον, κεκρυφάλῳ πεπλυμένῳ ἢ μηδενὸς ὄζοντι καταδησάσθω τὸ ὀθόνιον ἐπιθεῖσα πρῶτον· ἔπειτα ἀναπαυέσθω προσθεμένη χαλβάνην πρὸς τὸν στόμαχον, ἑψήσασα καὶ μαλθάξασα πρὸς πῦρ καὶ μὴ ἥλιον· ἔπειτα πρωῒ ἀπολυσαμένη τὸν κεκρύφαλον μετὰ τοῦ ὀθονίου, ὀσφρανθῆναι παρεχέτω τινὶ τὴν αὐτῆς κορυφήν· καὶ ἢν μὲν ὀζέσῃ, καλῶς ἔχει τῆς καθάρσιος· ἢν δὲ μὴ, κακῶς· ἄσιτος δὲ ταῦτα ποιείτω. Καὶ ἢν μὴ τεκνοῦσα ἦ, οὐδέποτε ὀζέσει, οὔτε καθαιρομένη οὔτ' ἄλλως· οὐδ' ἢν κυέουσα προσθῇ, οὐδ' οὕτως ὀζέσει· ἥτις δὲ κυΐσκεται θαμέως καὶ ἀρικύμων ἐστὶ καὶ ὑγιαίνει, ἢν προσθῇς μηδὲ καθῆρας, ὀζέσει αὐτῆς ἡ κορυφὴ, ἄλλο δὲ οὐδέν.
[26] Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν καὶ δέῃ παρὰ τὸν ἄνδρα ἐλθεῖν, ἡ μὲν γυνὴ ἄσιτος ἔστω, ὁ δὲ ἀνὴρ ἀθώρηκτος, ψυχρῷ λελουμένος καὶ σιτηθεὶς τὰ ξύμφορα· καὶ ἢν γνῷ ξυλλαβοῦσα τὴν γονὴν, μὴ ἔλθῃ τοῦ πρώτου χρόνου πρὸς τὸν ἄνδρα, ἀλλ' ἡσυχαζέτω· γνώσεται δὲ ἢν μὲν ὁ ἀνὴρ φῇ ἀφιέναι, ἡ δὲ γυνὴ ἀγνοῇ ὑπὸ ξηρότητος· ἢν δὲ ἀποδῷ πάλιν ἡ μήτρη τὴν γονὴν ἐς τὰ αἰδοῖα καὶ γένηται ὑγρὴ, πάλιν ξυμμιγέσθω μέχρις ἂν συλλάβῃ.
[27] Γυνὴ ἢν κυΐσκηται μὲν, διαφθείρῃ δὲ δίμηνα τὰ παιδία ἀκριβῶς ἐς τὸν αὐτὸν χρόνον καὶ μήτε πρότερον μήθ' ὕστερον, καὶ τοῦτο πάθῃ δὶς ἢ τρὶς κατὰ ταὐτὰ, καὶ πλέονα ἤν τε τρίμηνα ἤν τε τετράμηνα ἤν τε πλέονα χρόνον γεγονότα διαφθείρῃ κατὰ τὸν αὐτὸν τοῦτον τρόπον, ταύτῃσιν αἱ μῆτραι οὐκ ἐπιδιδόασιν ἐπὶ τὸ μέζον, τοῦ παιδίου αὐξανομένου καὶ ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἢ ὁπηλίκου δήποτ' οὖν· ἀλλὰ τὸ μὲν αὐξάνεται, αἱ δὲ μῆτραι οὐκέτι εἰσὶν ἱκαναὶ, ἀλλὰ κατὰ τοῦτο διαφθείρεται ἐς τὸν αὐτὸν χρόνον. Ταύτῃ χρὴ κλύσαι τὴν μήτρην, καὶ φυσῆσαι ὡς μάλιστα προσθέτοισι φαρμάκοις τοῖσιδε· τῆς σικύης τὴν ἐντεριώνην κόψαντα διασῆσαι· ἔπειτα ἐν μέλιτι ἑφθῷ μῖξαι ὀλίγην πλείονι ὄντι τῷ μέλιτι καὶ σιλφίου ὀλίγον· τὸ δὲ μέλι κάθεφθον ἔστω· τοῦτο περιπλάσαι περὶ μήλην, τὸ πάχος ποιέοντα ὁκόσον παραδέξεται ὁ στόμαχος· προστιθέναι δὲ πρὸς τὸ στόμα τῆς μήτρης καὶ ὦσαι ὅκως ἂν περήσῃ ἐς τὸ εἴσω τῆς μήτρης· ὅταν δὲ ἀποτακῇ τὸ φάρμακον, ἐξελεῖν τὴν μήλην. Καὶ τὸ ἐλατήριον ὧδε ποιέων προστιθέναι, καὶ τῆς κολοκυνθίδος τῆς ἀγρίης ὡσαύτως. Καὶ ἐσθιέτω τοῦτον τὸν χρόνον σκόροδα ὡς πλεῖστα καὶ καυλὸν σιλφίου καὶ ὅ τι φῦσαν ἐμποιέει ἐν τῇ κοιλίῃ. Προστιθέσθω δὲ τὸ προσθετὸν διὰ τρίτης ἡμέρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν, καὶ πλῆθος ὁκόσον προσίεται· τὰς δὲ μεταξὺ μαλθακτηρίοισι χρῆσθαι. Ἐπειδὰν δὲ καταστῇ τοῖσι μαλθακτηρίοισι τὸ στόμα τῆς μήτρης, μετὰ τὸ ἐπιφανῆναι ἐπιμείνασαν, ὁκόταν ἤδη ξηρὴ ᾖ, μίγνυσθαι.
[28] ᾟ τινι ἂν ἡ μήτρη ἔμπυος γένηται ἢ μετὰ τόκον ἢ ἐκ διαφθορῆς ἢ ἄλλως πως, καὶ μὴ ἐν τεύχει ἑτέρῳ καὶ χιτῶνι τὸ πῦον ὥσπερ ἐπὶ φύματος ᾖ, ξυμφέρει ταύτῃ μήλην ὑπαλειπτρίδα καθιέναι ἐς τὸ στόμα τῆς μήτρης· ἧσσον γὰρ δεήσεται κλύσιος, εἰ χωρήσειε πρὸς τὴν μήλην· ἔπειτα κάμπας τὰς ἀπὸ τῆς τιθυμαλίδος ξυλλέξας, αἳ δὴ κέντρα ἔχουσιν, αὐτὰς ἀποτάμνειν ἡσυχῇ, ὅκως ἂν ἡ φορβὴ μὴ ἐκρυῇ· ἔπειτα ξηραίνειν αὐτὰς ἐν ἡλίῳ καὶ τρίβειν· καὶ τοὺς σκώληκας δὲ τοὺς κοπρίνους ὡσαύτως ξηραίνειν ἐν τῷ ἡλίῳ, ἔπειτα τρίβειν· καὶ τῆς μὲν κάμπης δύο ὀβολοὺς σταθμῷ αἰγιναίους, τῶν δὲ σκωλήκων διπλάσιον, καὶ ἀννήσου ὀλίγον παραμῖξαι, ἢ τῶν τοιουτοτρόπων τινός· κακῶδες γὰρ γίνεται· ταῦτα δὲ τρίψας λεῖα, δίες οἴνῳ λευκῷ εὐώδει· καὶ ἐπὴν πίῃ, βάρος ἐπιγίνεται καὶ νάρκη ἐμπίπτει ἐν τῇ γαστρί· ἢν οὖν ἐπιγένηται, μελίκρητον ἐπιπινέτω ὀλίγον.
[29] Κυήσιος δὲ καὶ παιδοποιΐης ἥτις δεῖται καὶ ἄτεκνος ἐοῦσα καὶ ἤδη κυήσασα, ἐοῦσα δὲ τεκνοῦσα, ὅταν ὁ στόμαχος σκληρὸς ᾖ, ἄκρος ἢ ὅλος, ἢ ξυμμεμύκῃ, καὶ μὴ ὀρθὸς ᾖ, ἀλλὰ πρὸς τὸ ἰσχίον ἀπεστραμμένος τὸ ἕτερον, ἢ ἐς τὸν ἀρχὸν κεκύφῃ ἢ ἀνεσπάκῃ ἑωυτὸν, ἢ τὸ χεῖλος ἐπιβάλλῃ τοῦ στομάχου ἐφ' ἑωυτὸ, ὁκόθεν οὖν ἢ τρηχὺς καὶ πεπωρωμένος ᾖ, σκληρὸς δὲ γίνεται καὶ ἀπὸ συμμύσιος καὶ ἀπὸ πωρώσιος, ταύτῃσι τὰ ἐπιμήνια οὐ φαίνεται, ἢ ἐλάσσονα τοῦ δέοντος, καὶ διὰ πλέονος χρόνου ἐπιφαίνεται. Ἔστι δὲ ἐν ᾗσι τὰ ἐπιμήνια κατὰ ὑγιείην τοῦ σώματος καὶ τῶν μητρέων τὴν ἔξοδον εὑρίσκεται· καὶ κατά γε τὸ ξύμφυτον καὶ δίκαιον, καὶ ὑπὸ θερμότητος καὶ ὑγρότητος τῶν ἐπιμηνίων τοῦ στομάχου μὴ κάρτα βεβλαμμένου· τὴν δὲ γονὴν διὰ τοῦτο οὐ δέχεται κατὰ τὴν βλάβην, ἥτις ἂν κωλύῃ ἀπὸ τοῦ στομάχου μὴ καλῶς ἔχοντος τοῦ δέχεσθαι. Ταύτῃ χρὴ, πυριήσαντα τὸ σῶμα ὅλον, δοῦναι πιεῖν φάρμακον, καὶ καθαρὴν ποιήσασθαι τοῦ σώματος πρῶτον, ἤν τε ἄνω καὶ κάτω δέηται, ἤν τε ἄνω μοῦνον· καὶ ἢν μὲν ἄνω διδῷς τὸ φάρμακον, μὴ πυριῇν πρότερον τῆς καθάρσιος· πυριήσας δὲ μεταπῖσαι κάτω· ἢν δὲ μὴ δοκέῃ δεῖσθαι ἀνωτερικοῦ, προπυριήσας, κάτω πῖσαι. Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν καθάρσιος τὸ σῶμα, μετὰ τοῦτο πυριῇν τὰς μήτρας, ἐγκαθίζοντα αὐτὰς πυκνὰ ἐν ὅτῳ ἂν δοκέῃ ξυμφέρειν· ἐπιβάλλειν δὲ ἐς τὸ πυρίημα κυπαρίσσου ῥινήματα καὶ δάφνης φύλλα κόψας· καὶ λούειν πολλῷ καὶ θερμῷ. Ὅταν δὲ νεόλουτος ᾖ καὶ νεοπυρίητος, ἀνευρύνειν τὸ στόμα τῆς μήτρης τῇ μήλῃ τῇ κασσιτερίνῃ, καὶ ἀνορθοῦν ὅπη ἂν δέηται, ἢ μολιβδίνῃ, ἀρξάμενος ἐκ λεπτῆς, εἶτα παχυτέρῃ, ἢν παραδέχηται, ἕως ἂν δοκέῃ καλῶς ἔχειν· βάπτειν δὲ τὰς μήλας ἐν ἑνὶ τῶν μαλθακτηρίων διειμένῳ ὅ τι ἂν δοκέῃ ξυμφέρειν, ὑγρὸν ποιήσας· τὰς δὲ μήλας ποιέειν ὄπισθεν κοίλας, εἶτα περὶ ξύλοισι μακροτέροισιν ἁρμόσαι, καὶ οὕτω χρῆσθαι. Τὸν δὲ χρόνον τοῦτον πινέτω, καθεψοῦσα ἐν οἴνῳ εὐώδει λευκῷ καὶ ὡς ἡδίστῳ γλυκεῖ, δαῖδα ὡς πιοτάτην κατασχίσασα λεπτὰ, καὶ σελίνου καρπὸν κόψασα καὶ κυμίνου αἰθιοπικοῦ καρπὸν καὶ λιβανωτὸν ὡς κάλλιστον· τουτέου πινέτω νῆστις ὁκόσον ἂν δοκέῃ μέτριον εἶναι πλῆθος, ἡμέρας ὁκόσας ἂν δοκέῃ ἅλις ἔχειν· καὶ ἐσθιέτω σκυλάκια ἑφθὰ καὶ πουλύποδα ἐν οἴνῳ ἑφθὸν ἢ γλυκεῖ· καὶ τοῦ ζωμοῦ πινέτω, καὶ κράμβην ἑφθὴν, καὶ οἶνον λευκὸν ἐπιπινέτω, καὶ μὴ διψήτω· καὶ λουέσθω θερμῷ δὶς τῆς ἡμέρης· σιτίων δὲ ἀπεχέσθω τοῦτον τὸν χρόνον. Μετὰ δὲ τοῦτο, ἢν μὲν χωρέῃ κατὰ τὸν στόμαχον καὶ φαίνηταί τι ἔξω καθάρσιος, πίνειν τε ἔτι τοῦ πόματος ἡμέρην μίην καὶ δύο, καὶ τῇσι μήλῃσι παύεσθαι χρεομένους, καὶ πειρῆσθαι καθαίρειν τὰς μήτρας προσθέτοισι φαρμάκοισιν. ᾟτινι δὲ τοῦ στομάχου ὀρθοῦ καὶ μαλθακοῦ καὶ ὑγιέος ἐόντος καὶ καλῶς ἔχοντος καὶ ἐν τῷ δέοντι κειμένου τὰ ἐπιμήνια μὴ φαίνεται πάμπαν ἢ ἐλάσσονα καὶ διὰ πλείονος χρόνου καὶ μὴ ὑγιεινὰ, τὴν νοῦσον ἀνευρὼν ἥν τινα ἔχουσιν αἱ μῆτραι, ἤν τε καὶ τὸ σῶμα ξυμβάλληταί τι, ἐξευρὼν τὸ αἴτιον ἀφ' οὗπερ οὐ κυΐσκεται· καὶ ὅτε οὕτως ἔχει, τὴν ἴησιν ποιέεσθαι προσφέρων ἣν δέχεται θεραπηΐην, ἀρχόμενος ἐξ ἰσχυρῶν, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, τελευτᾷν δὲ ἐς μαλθακώτερα, ἕως ἂν δοκέῃ καλῶς ἔχειν καθάρσιος ἡ μήτρη καὶ ὁ στόμαχος καθεστηκέναι ὀρθῶς ἔχων καὶ ἐν τῷ ἐξαρκέοντι κείμενος. Ἢν δὲ ἀπὸ τοῦ ποτοῦ καὶ φαρμάκου μὴ προχωρήσῃ, μηδὲ πινούσης χρόνον τὸν μέτριον, τουτέου μὴ παύεσθαι τοῦ πόματος· ὅταν δὲ καλῶς ἔχῃ τοῦ ἀπὸ τῶν μηλέων ἔργου, μαλθάξαι τὸ στόμα τοῦ στομάχου, καὶ ποιῆσαι ὅκως ἀναχανεῖται ἐς ὁδὸν τῷ προσθέτῳ, ἀπὸ θυμιητῶν τε φαρμάκων καὶ μαλθακτηρίων. Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν μαλθάξιος καὶ θυμιήσιος, προστιθεὶς φάρμακον, κάθαρσιν ποιέεσθαι τῆς μήτρης ὡς ἂν δοκέῃ καλῶς ἔχειν, ἀρχόμενος ἐκ μαλθακῶν ἐπὶ ἰσχυρότερα, τελευτῶν δὲ αὖθις ἐς μαλθακὰ εὐώδεα· τῶν γὰρ ἰσχυρῶν φαρμάκων τὰ πλεῖστα ἑλκοῖ τὸν στόμαχον καὶ δάκνει· ἔπειτα τόν τε στόμαχον καθιστᾷν ἐς ὀρθὸν καὶ ὑγιέα καὶ καλῶς ἔχοντα πρὸς τὴν δέξιν τῆς γονῆς, καὶ τὴν μήτρην ξηρὴν ποιέειν καὶ φῦσαν ἐμποιέειν. Ἢν γυνὴ δοκέῃ ὑπὸ πιμελῆς τὰς μήτρας βεβλάφθαι ἐς τὴν κύησιν, λεπτύνειν ὡς μάλιστα καὶ ἰσχναίνειν πρὸς τοῖσιν ἄλλοισιν.
[30] Ὥρη δὲ ἐαρινὴ ἀρίστη κυήσιος· ὁ δὲ ἀνὴρ μὴ μεθυσκέσθω, μηδὲ οἶνον λευκὸν πινέτω, ἀλλ' ὅστις ἰσχυρότατος καὶ ἀκρητέστατος· καὶ σιτία ὡς ἰσχυρότατα· καὶ μὴ θερμολουτείτω· ἰσχυέτω δὲ καὶ ὑγιαινέτω· καὶ σιτίων ἀπεχέσθω τῶν μὴ ξυμφερόντων τῷ πρήγματι.
[31] Ὅταν βούληται ἄρσεν φυτεύειν, τῶν ἐπιμηνίων ἀποληγόντων ἢ ἐκλελοιπότων μίγνυσθαι· καὶ ὠθέειν ὡς μάλιστα ἕως ἂν ἐκμιαίνηται· ὅταν δὲ θῆλυ βούληται γενέσθαι, ὅταν πλεῖστα ἐπιμήνια ἔῃ τῇ γυναικὶ, καὶ ἔτι δ' ἐόντων, τὸν δὲ ὄρχιν τὸν δεξιὸν ἀποδῆσαι ὡς ἂν μάλιστα καὶ ἀνέχεσθαι δύνηται· ἐπὴν δὲ ἄρσεν βούληται φυτεύειν, τὸν ἀριστερὸν ἀποδῆσαι.
[32] Στόμαχος μήτρης ἀπὸ μὲν θυμιημάτων ξυμμεμυκὼς ἀναχάσκει· ἀπὸ δὲ τῶν μαλθακτηρίων μαλθάσσεται. Θυμιῇν δὲ λωτοῦ φλοιὸν, σπέρμα δάφνης καὶ φύλλα χλωρὰ κεκομμένα, λιβανωτὸν, σμύρναν, ἀρτεμισίης καρπὸν ἢ φύλλα· καὶ ἄννησον κόψας ἢ στέαρ καὶ κηρὸν καὶ θεῖον καὶ κυπαρίσσου σπέρμα, πευκεδάνου ῥίζαν, μυρσίνης φύλλα χλωρὰ κεκομμένα, κάστορος ὄρχιν, ὀνίδας ἄρσενος ὄνου, σκόροδα, στύρακα, ὑὸς στέαρ· κἂν ἀπεστραμμένον ᾖ τὸ στόμα, τουτέοισι θυμιῇν· ἀναχάσκει μὲν οὖν οὕτως καὶ στρέφεται. Μαλθάσσειν δὲ ἀπὸ τουτέων τὸ στόμα τῆς μήτρης· σανδαράκην, στέαρ αἰγὸς, ὀπὸν συκέης, ὀπὸν σιλφίου, κυκλαμίνου χυλὸν, θαψίην, ὀπὸν τιθυμάλου, καρδάμου καρπὸν, ποίην ἣ καλεῖται πέπλος, κάστορος ὄρχιν, λίνου καρπὸν, λίτρον, ἄρου ῥίζαν, σταφίδα ἀγρίην, καλαμίνθης φύλλα χλωρὰ, στρουθίου καρπὸν, σκίλλης τὸ ἐκ τοῦ μέσου.
[33] Φάρμακα μαλθακτήρια, καὶ πρὸς τὸ ἰσχυρὴν κάθαρσιν γενέσθαι ἀνακινῆσαι· θαψίης ῥίζαν, μυελὸν βοὸς, χήνειον στέαρ, ῥόδινον· ταῦτα τρίψασα καὶ ἀναζέσασα προστιθέσθω ἡμέρας τέσσαρας· καὶ πινέτω πράσου χυλὸν, καὶ οἶνον γλυκὺν λευκόν· καὶ ῥητίνην, καὶ ἔλαιον χλιερὸν, καὶ κύμινον, λίτρον, μέλι ἐν ῥυπαρῷ εἰρίῳ χρήσθω ἡμέρας τέσσαρας, πίνουσα σελίνου καρπὸν, καὶ λιβανωτοῦ πυρίνας πέντε, καὶ κύμινον αἰθιοπικὸν ἐν οἴνῳ λευκῷ ἀκρήτῳ γλυκεῖ· καὶ λουέσθω δὶς τῆς ἡμέρης. Σμύρνα, λίβανος, βοὸς χολὴ, ῥητίνη τερεβινθίνη ἢ νέτωπον· τουτέων ἴσον ἑκάστου μίξασα προστιθέσθω ἐν εἰρίῳ καθαρῷ ἢ ῥάκει λεπτῷ· βάψασα δὲ τὸ ῥάκος ἐν μύρῳ λευκῷ αἰγυπτίῳ εὐώδει καὶ ἀποδήσασα λίνῳ, λουσαμένη, προστιθέσθω. Καὶ πώλυπον φλάσασα ἐσθιέτω, καὶ πινέτω σελίνου καρπὸν καὶ ἀσπαράγου, καὶ οἶνον λευκὸν τρὶς τῆς ἡμέρης νῆστις ἐοῦσα. Σμύρνα, κασίη, λιβανωτὸς, κιννάμωμον, νέτωπον· τουτέων ἑκάστου ἴσον ἐν εἰρίῳ ἢ βαλάνους ποιέουσα προστιθέσθω. Ἄλλο· κολοκύνθης ἀγρίης τὸ ἔνδον, κύμινον πεφρυγμένον, ἀνήθου καρπὸν, κυπαρίσσου ῥίζαν, ταῦτα τρίψας λεῖα, μέλιτι ἑφθῷ φυρήσας, βαλάνους ποιέων, δίδου προστιθέναι· καὶ πινέτω γλυκυσίδης ῥίζαν, σελίνου καρπὸν, ὀπὸν σιλφίου, οἶνον. Τὸ βόλβιον δὲ καὶ αὐτὸ καθαίρει προστιθέμενον. Καὶ σμύρναν πρώτην, ἄνθος ὀλίγον ἐν οἴνῳ λευκῷ εὐώδει προστίθει. Φάρμακα προσθετὰ εἰς τὸ μήτρην καθῆραι ἐπιτηδειότατα· λαβὼν ἄνθος χαλκοῦ καὶ λίτρου τρίτον μέρος, μέλιτι ἑφθῷ φυρήσας, βαλάνους ποιῆσαι, ὁκόσαι ἂν δοκέωσι μέτριαι εἶναι μέγεθος καὶ πάχος, οὕτω προστίθει πρὸς τὸ στόμα τῆς μήτρης· ἢν δὲ βούλῃ ἰσχυρότερον εἶναι, ἐλατήριον παραμῖξαι καὶ τὸ ἄνθος μοῦνον, καὶ οὕτω ποιέων δίδου προστίθεσθαι· καὶ κράδης παραμιγνύναι φλοιὸν ξύων καὶ τρίβων λεῖον, ὅταν τὸ στόμα δοκέῃ ξηρότερον εἶναι τῆς μήτρης, τὸ ἥμισυ ὡσαύτως. Ἄλλο· τρίψας ἐλατήριον καὶ ἄνθος χαλκοῦ λεῖα, δύο μοίρας ἄνθους, ἐλατηρίου δὲ μίαν, ταῦτα δίεσθαι· κυκλαμίνου τρίψας, ταύτῃ ἀναμῖξαι, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι· καὶ ποιησαμένην προσθετὰ προστίθεσθαι ἐν εἰρίῳ. Προσθετὸν λευκὰ καθαῖρον· ἀρτεμισίην τὴν ποίην, λίτρον, κυκλάμινον ἡμίξηρον, κύμινον. Ἕτερον, τὰ αὐτὰ καθαίρει· ἀρτεμισίην ποίην χλωρὴν τρίψας καὶ σμύρνης τρίτον μέρος, οἴνου ἀναμίξας εὐώδεος, εἰρίῳ λευκῷ περιελίξας αὐτὸ, ἐν οἴνῳ τε βρέξας, δὸς προστίθεσθαι. Ὅταν δὲ χαλῶσιν αἱ μῆτραι, λίτρον, σικύης ἐντεριώνην, κυκλάμινον ἡμίξηρον ἐν εἰρίῳ προστίθει. Προσθετὰ παντοῖα καθαίρειν δυνάμενα· σταφίδα ἀγρίην τρίψας χλωρὴν, περιπλάσας, ἀρτεμισίης ποίης τρίψας τὰ φύλλα, ἐν μέλιτι ἑφθῷ πλάσας, καὶ ξηρήνας ἐν σκιῇ, ἀπὸ τουτέου ποιέει προσθετὰ, καὶ δίδου τῇ γυναικὶ προστίθεσθαι. Ἄλλο· ἄνθος μιγνὺς χαλκοῦ ἢ στυπτηρίην αἰγυπτίην, διεὶς τῇ κυκλαμίνῳ, ὥσπερ τὰ πρότερα ἐν μέλιτι ἑφθῷ πλάσας, ἢ ἐν ἰσχάδι ποιήσας, καὶ σμύρνην ὀλίγην. Ἄλλο· τὴν κυκλάμινον τρίψας, λευκῷ οἴνῳ εὐώδει παραμίξας, ἐν ῥάκει δήσας ὡς λεπτοτάτῳ καθαρῷ, δίδου προστίθεσθαι. Ἄλλο· κυκλάμινον ἡμίξηρον, λίτρον, κανθαρίδας, στέαρ, σανδαράκην.
[34] Περὶ παρθένου· παρθένῳ ὁκόταν, τὰ ὡραῖα μὴ γένηται, χολᾷ καὶ πυρεταίνει καὶ ὀδυνᾶται, διψῇ καὶ πεινῇ, καὶ ἐξεμεῖ, καὶ μαίνεται καὶ πάλιν σωφρονέει, κινέονται αἱ μῆτραι, καὶ ὁκόταν μὲν πρὸς τὰ σπλάγχνα τράπωνται, ἐξεμεῖν καὶ πυρέσσειν καὶ παραφρονεῖν αὐτῇ ἔρχεται· ὅταν δὲ ἀπολίπωσιν, πεινῇ καὶ διψῇ, καὶ ἠπίαλος πυρετὸς ἔχει. Χρὴ ταύτῃσιν ἀρνακίδας προστιθέναι θερμὰς πρὸς τὴν γαστέρα, καὶ ὑποκαπνίζειν ἐς αὐτὰ τὰ αἰδοῖα ὅτι μάλιστα ἐπ' ἀμφορέως αὐχένι καθίσας· σμύρνης ὅσον κύαμον, λιβανωτὸν δὶς ὅσον, τοῦτο μίξας καὶ ζέας ἐρηριγμένας, ὁμοῦ θυμιῇν, καὶ ἐπὶ τὸ πῦρ ἐπιβάλλων, νῆστις ὡς μάλιστα, καὶ λούειν πολλῷ θερμῷ.
[35] Προσθετόν· αἰγυπτίην στυπτηρίην μαλθακῷ εἰρίῳ περιειλήσασα προστιθέσθω. Ἄλλο· ἀρτεμισίην τρίψας ἐν οἴνῳ τε λευκῷ δεύσας δίδου προστιθέναι.
[36] Νεοτόκῳ γυναικί· ῥόδινον, σμύρναν, κηρὸν μίξαντα ἐν εἰρίῳ δοῦναι προστίθεσθαι· ὅταν δέ οἱ προσπέσωσιν αἱ μῆτραι, τὰ ξηρὰ καὶ στρυφνὰ προσφέρειν καὶ πίνειν καὶ προσέχειν.
[37] Σῦκον μέλαν, σκόροδον, λίτρον, κύμινον, ταῦτα πάντα τρίψας λεῖα, ἐν εἰρίῳ δοῦναι προστίθεσθαι. Ἕτερον· σηπίης ὄστρακον κόψας λεῖον, ἐς οἶνον δεύσας, ἐν λαγωοῦ θριξὶ καὶ εἰρίῳ προστίθεσθαι.
[38] Ἢν δὲ μετὰ τόκον τὰς ὑστέρας ἀλγέῃ, πτισάνην καὶ πράσα καὶ στέαρ αἴγειον ἑψήσασα, ῥοφείτω τούτου ὡς ὀλίγιστον.
[39] Προσθετόν· λίτρον, κύμινον, σύκου τὸ ἴσον. Καθαρτήριον προσθετὸν καὶ μαλθακτήριον· νέτωπον, ῥόδινον μύρον, χηνὸς ἄλειφαρ, ἐς ὀθόνια λεπτά.
[40] Ἢν τὰ ἐπιμήνια πολλὰ γένηται, γλυκυσίδης κόκκους τοὺς μέλανας δὶς ἑπτὰ πίνειν ἐν οἴνῳ δυσὶ κυάθοις.
[41] Ἢν δὲ ἐξέρχωνται αἱ μῆτραι πυκνὰ, βρέξας ὕδατι χλιερῷ τὰς μήτρας, ὑπτίην ἀνακλίνας, μίξας σίδιον, κηκίδα, ῥοῦν τὴν ἐρυθρὴν, ἐν οἴνῳ λευκῷ διατρίψας, τούτῳ χρίσας, ἐντιθέναι· ἔπειτα πῖσαι δάφνης φύλλα ἐν οἴνῳ αὐστηρῷ.
[42] Ὅταν γυνὴ κύουσα προσρέηται, ὀνίδα ξηρὴν καὶ μίλτον καὶ ὄστρακον σηπίης τρίψασα λεῖα, ἐν ῥάκει ἀποδήσασα, προστιθέναι.
[43] Ἢν δὲ μὴ καθαρθῇ, ἐλατήριον ἐν οἴνῳ λευκῷ ὅσον κυάθῳ τρίψας ὀβολὸν ἀττικὸν, διδόναι πίνειν, καὶ καθαριεῖται.