504 31 0 0 0 0 V-IV a. C. Medicina Hippocrates De purgantibus (= De remediis) Schöne, H. 1924. 0

Hippocrates -

Ἐκ τοῦ περὶ φαρμάκων    Ἱπποκράτους.

   Τὰ δὲ περὶ φαρμάκων πρήγματα οὐχ οἷα νομίζεται ἔστι. τῷ γὰρ αὐτῷ φαρμάκῳ καθαίρονται καὶ οὐ καθαίρονται· ἔσθ' ὅτε δὲ ἄλλα καθαίρει ἢ οἷα εἴωθε καθαίρειν· ἐσοκότε δὲ ὑπερεκάθηρεν· ἔστι δὲ ὅτε καὶ τὰ δέοντα ἐποίησεν· ὥστε οὐχ οἷόν τε πεποιθότα τοῖσι φαρμάκοισιν εἰκῇ διδόναι. ὑπολαμβάνειν γὰρ χρὴ καὶ τὰ σιτία τὰ τρέφοντα ἡμᾶς φάρμακα εἶναι, ἧσσον δ' ἐκείνων· οἱ γὰρ ἄνθρωποι ταῦτα ὀρθῶς μὲν σιτευόμενοι ὑγιαίνουσι, μὴ ὀρθῶς δέ, κάμνουσιν, ὑπερβαλλόντως δέ, καθαίρονται ὥσπερ ἀπὸ τῶν εἰλικρινέων φαρμάκων. δῆλον οὖν ὅτι ἔστι τε καὶ ταῦτα φάρμακα, ἧσσον δὲ καὶ βραδύτερον τῶν εἰλικρινέων φαρμάκων. ὅμως δὲ ταῦτα βραδύτερα καὶ ξυνήθη ἐόντα ἡμῖν ἑκάστην ἡμέρην ἐσιόντα ἐς τὸ σῶμα εἰκῇ καὶ ἀμελῶς διδόμενα ἐκεῖ ταράσσει τοὺς ἀνθρώπους καὶ νοσοποιεῖ πως. καὶ τὰ εἰλικρινέα καὶ τὰ ὀξέα ἢν ἀπαθῶς καὶ ἀπερισκέπτως διδῷ τις, οὐ μέλλει διαπράξασθαί τι σύμφορον.

   χρὴ οὖν πρῶτον διδόναι τοῖσι μὲν χολώδεσιν ὅ τι χολὴν καθαίρει, τοῖσι δὲ φλεγματώδεσιν ὅ τι φλέγμα, τοῖσι δὲ ὑδρωποειδέσι ὅ τι ὕδωρ, τοῖσι δὲ μελαγχολώδεσιν ὅ τι μέλαιναν χολήν. ἢν δὲ τούτων ἔξω καθαίρῃς, τὰ μὲν δέοντα οὐ καθαίρεις, τὰ δὲ μὴ δέοντα κενώσεις, ὥστ' ἐς ἀμφότερα ἁμαρτάνειν.

   Ὅταν οὖν μέλλῃς τινὶ φάρμακον διδόναι ἤν τε κάτω ἤν τε ἄνω, ἐπερωτᾶν αὐτὸν χρή, εἰ δή τι ἔπιε φάρμακον καὶ πότερον ἡ κοιλίη ἐν τοῖσι κατωτερικοῖσι φαρμάκοισι ὀξεῖα καὶ ὑπακούει ταχέως ἢ σκληρή. καὶ ἢν φῇ ὀξεῖαν καὶ εὔλυτον εἶναι, μαλακωτέρων τε καὶ ἐλασσόνων τῶν φαρμάκων δεῖται· ἢν δὲ σκληρὴ εἴη, ἰσχυροτέρων δεῖται. ὁ αὐτὸς δὲ τρόπος καὶ πρὸς τὰ ἀνωτερικά. ἢν δὲ μηδέποτι φῇ μήτε ἄνω μήτε κάτω κεκαθάρθαι ἢ πεπωκέναι φαρμάκων, ἐγνωκέναι χρὴ εἰ πρὸς τὰ ἐσιόνται ὑγιαίνοντι εὔλυτος ἡ κοιλίη πρὸς τὰ κάτω ἢ εὐήμετος πρὸς τὰ ἄνω καὶ εἰ, πρὸς πλησμονήν τινα γινόμενος, ἡ διάρροια ἐπιγίνεται αὐτῷ· ταῦτα πάντα ἀνερέσθαι χρή, ὅπως δυνηθῇς ὀρθῶς βουλεύεσθαι. αἰσχρὰ γὰρ ἡ ξυμφορὰ φάρμακον δόντα ἀνθρώπῳ ἀποκτεῖναι.

   Ὁκόσοι μὲν οὖν ὑπὸ πυρετῶν ἰσχυρῶν λαμβάνονται, οὐ χρὴ τούτοισι φάρμακα διδόναι καθαρτήρια, ἔστ' ἂν μεθῇ ὁ πυρετός· εἰ δὲ μή, μὴ ἐντὸς τεσσαρεσκαίδεκα ἡμερῶν. θερμαὶ γὰρ αἵ τε σάρκες ἐοῦσαι αὐτέων καὶ αἱ κοιλίαι ἀναλαμβάνουσι τὸ φάρμακον καὶ ἀποκαθαίρονται οὐδέν, καὶ ὅ τε πυρετὸς γίνεται πλείων καὶ τὸ χρῶμα ἐκτρέπεται καὶ ἰκτερώδεις γίγνονται· κινηθείσης γὰρ τῆς χολῆς καὶ μὴ καθαρθείσης οὔτε ῥυφέειν θέλει οὔτε πίνειν, ἀλλὰ πάντα βδελύσσεται καὶ ὡς τὰ πολλὰ ἀπόλλυται· ἢν δὲ κατάσχῃ τὸ φάρμακον, τὸ μὲν πρὸ μέσου ἡμέρης οὐθὲν καθαίρεται, ἐκ μέσου δὲ ἡμέρης καθαιρόμενος ὑπέρινος γίνεται καὶ ἀπόλλυται· ἢν δὲ ταύτην τὴν ἡμέρην περιγένηται καὶ ἅμα τῇ καθάρσει μεθῇ ὁ πυρετός, ὑγιὴς γίνεται· ἢν δὲ ὁ πυρετὸς πάλιν ἐπιλάβηται αὐτοῦ, ἀπόλλυται. οὐκοῦν οὐ χρὴ τοῖς ἰσχυροῖσι τῶν πυρετῶν φάρμακα καθαρτήρια προσφέρειν, ἀλλ' ἤν τινα δέῃ, ὑποκλύζειν χρή, ὁποσάκις ἂν βούλῃ, ἀκινδυνότερον γάρ. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἐν τῇ θερινῇ ὥρῃ ἀπὸ κυνὸς ἀνατολῆς ἡμέρας πεντήκοντα φυλάσσεσθαι χρὴ μὴ διδόναι φάρμακον, ἀλλὰ κλυσμοῖσι χρέεσθαι. ὁ γὰρ αὐτὸς κίνδυνος.