50007 3152 0 0 9 0 V-IV a. C. Medicina Hippocrates De mulierum affectibus I-III Littré, E., Paris, Baillière, 1844 Rist. 1962, Amsterdam, Hakkert.

Hippocrates - De mulierum affectibus I-III

ΓΥΝΑΙΚΕΙΩΝ ΠΡΩΤΟΝ.

   Τὰ δὲ ἀμφὶ γυναικείων νούσων· φημὶ γυναῖκα ἄτοκον ἐοῦσαν ἢ τετοκυῖαν χαλεπώτερον καὶ θᾶσσον ἀπὸ τῶν καταμηνίων νοσέειν· ὁκόταν γὰρ τέκῃ, εὐροώτερά οἱ τὰ φλέβιά ἐστιν ἐς τὰ καταμήνια· εὔροα δέ σφιν ποιέει γίνεσθαι ἡ λοχίη κάθαρσις καὶ ἡ καταῤῥαγὴ τοῦ σώματος· τὰ πλησιάζοντα δὲ μάλιστα τῆς τε κοιλίης καὶ τῶν μαζῶν καταῤῥήγνυται· καταῤῥήγνυται δὲ καὶ τὸ ἄλλο σῶμα· ὑφ' ὅτευ δὲ γίνεται, εἴρηταί μοι ἐν τῇ φύσει τοῦ παιδίου τοῦ ἐν τόκῳ· καταῤῥαγέντος δὲ τοῦ σώματος, ἀνάγκη τὰς φλέβας μᾶλλον στομοῦσθαι καὶ εὐροωτέρας γίνεσθαι ἐς τὰ καταμήνια, καὶ τὰς μήτρας μᾶλλον στομοῦσθαι, οἷα τοῦ παιδίου χωρήσαντος διὰ σφέων καὶ βίην καὶ πόνον παρασχόντος· καὶ τουτέων ὧδε ἐχόντων, τὰ καταμήνια ἀκαματώτερον ἀποκαθαίρεται ἡ γυνὴ, ἐπὴν λοχίων ἔμπειρος γένηται. Εἰ δὲ καί τι πάθημα τῇ γυναικὶ γένοιτο τῇ ἤδη τετοκυίῃ, ὥστε τὰ καταμήνια μὴ δύνασθαι καθαρθῆναι, ῥηϊτέρως τὸν πόνον οἴσει ἢ εἰ ἄτοκος ἦν· ἠθάδες γὰρ αἱ μῆτραι καὶ τὸ σῶμα ἐπιτήδειον πληροῦσθαι, ἅτε ἐν γαστρὶ ἐχούσῃ, καὶ ἅμα εὐρυχωρίη ἐστὶν ἐν τῷ σώματι πλείων τῷ αἵματι, ἐπὴν τέκῃ, οἷα τοῦ σώματος καταῤῥαγέντος, καὶ ἐν εὐρυχωρίῃ ἐὸν τὸ αἷμα ἀπονώτερον γίνεται, ἢν μὴ ὑπερπιμπλῶνται αἱ φλέβες καὶ ὑπερτονέωσιν. Ἀτόκῳ δὲ ἐούσῃ, τοῦ τε σώματος οὐ ξυνήθεος ἐόντος, ἐπὴν πληρωθῇ, ἰσχυροτέρου τε καὶ στερεωτέρου καὶ πυκνοτέρου ἐόντος, ἢ εἰ λοχίων ἔμπειρος γένοιτο, καὶ τῶν μητρέων ἀστομωτέρων ἐουσέων, τὰ ἐπιμήνια ἐπιπονωτέρως χωρέει, καὶ τὰ παθήματα προσπίπτει πλείονα, ὥστε τὰ καταμήνια ἀποφράσσεσθαι, ἐπὴν ἄτοκος ᾖ. Ἔχει δὲ ὧδε ὥς μοι καὶ πρὶν εἴρηται· φημὶ τὴν γυναῖκα ἀραιοσαρκοτέρην καὶ ἁπαλωτέρην εἶναι ἢ τὸν ἄνδρα· καὶ τουτέου ὧδε ἔχοντος, ἀπὸ τῆς κοιλίης ἕλκει τὴν ἰκμάδα καὶ τάχιον καὶ μᾶλλον τὸ σῶμα τῆς γυναικὸς ἢ τοῦ ἀνδρός. Καὶ γὰρ εἴ τις ὑπὲρ ὕδατος ἢ καὶ χωρίου ὑδρηλοῦ δύο ἡμέρας καὶ δύο εὐφρόνας θείη εἴρια καθαρὰ καὶ εἷμα καθαρὸν καὶ βεβυσμένον εὐστάθμως ἴσον τοῖσιν εἰρίοισιν, ἀνελὼν εὑρήσει στήσας πολλῷ βαρύτερα τὰ εἴρια ἢ τὸ εἷμα· ὅτι δὲ τοῦτο γίνεται, αἰεὶ ἀποχωρέει ἐς τὸ ἀνεκὰς ἀπὸ ὕδατος ἐν ἀγγείῳ εὐρυστόμῳ ἐόντος, καὶ τὰ μὲν εἴρια, ἅτε ἀραιά τε καὶ μαλθακὰ ἐόντα, ἀναδέξεται τοῦ ἀποχωρέοντος πλέον, τὸ δὲ εἷμα, ἅτε πλῆρες ἐὸν καὶ βεβυσμένον, ἀποπληρώσεται τὸ πολλὸν οὐκ ἐπιδεχόμενον τοῦ ἀποχωρέοντος. Οὕτω δὴ καὶ ἡ γυνὴ, ἅτε ἀραιοτέρη ἐοῦσα, εἵλκυσε πλέον ἀπὸ τῆς κοιλίης τῷ σώματι τῆς ἰκμάδος καὶ θᾶσσον ἢ ὁ ἀνὴρ, καὶ ἅτε ἁπαλοσάρκῳ ἐούσῃ τῇ γυναικὶ, ἐπὴν πλησθῇ τοῦ αἵματος τὸ σῶμα, ἢν μὴ ἀποχωρήσῃ ἀπ' αὐτέου, πληρευμένων τῶν σαρκῶν καὶ θερμαινομένων, πόνος γίνεται· θερμότερον γὰρ τὸ αἷμα ἔχει ἡ γυνὴ, καὶ διὰ τοῦτο θερμοτέρη ἐστὶ τοῦ ἀνδρός· ἢν δὲ τὸ πλεῖον ἐπιγενόμενον ἀποχωρέῃ, οὐ γίνεται ὁ πόνος καὶ ἡ θέρμη ὑπὸ τοῦ αἵματος. Ὁ δὲ ἀνὴρ στερεοσαρκότερος ἐὼν τῆς γυναικὸς οὔτε ὑπερπίμπλαται τοῦ αἵματος τόσον, ὥστε, ἢν μὴ ἀποχωρέῃ τι τοῦ αἵματος καθ' ἕκαστον μῆνα, πόνον γίνεσθαι, ἕλκει τε ὁκόσον ἐς τροφὴν τοῦ σώματος, τό τε σῶμά οἱ οὐχ ἁπαλὸν ἐὸν οὐχ ὑπερτονέει, οὐδ' ὑπερθερμαίνεται ὑπὸ πληθώρης ὡς τῇ γυναικί· μέγα δὲ ξυμβάλλεται ἐς τοῦτο τῷ ἀνδρὶ, ὅτι ταλαιπωρέει μᾶλλον τῆς γυναικός· ἡ γὰρ τωλαιπωρίη ἀπάγει τῆς ἰκμάδος.

[2]    Ἐπὴν οὖν γυναικὶ ἀτόκῳ ἐούσῃ κρυφθῇ τὰ ἐπιμήνια καὶ μὴ δύνηται ὁδὸν ἔξω εὑρεῖν, νοῦσος γίνεται, τοῦτο δὲ ξυμβαίνει, ἢν τῶν μητρέων τὸ στόμα μεμύκῃ ἢ ἰδνωθῇ, ἢ ξυστραφῇ τι τοῦ αἰδοίου· ἢν γὰρ τουτέων τι ᾖ, οὐ δυνήσεται ἔξοδον εὑρεῖν τὰ ἐπιμήνια, πρὶν ἂν αἱ μῆτραι ἐς τὴν φύσιν τὴν ὑγιεινὴν μεταστέωσι. Γίνεται δὲ τὸ νούσημα τοῦτο μάλιστα, αἵτινες στενοστόμους τὰς μήτρας ἔχουσιν, ἢ τὸν αὐχένα πρόσω τοῦ αἰδοίου κείμενον· ἢν γὰρ τουτέων θάτερον ᾖ, καὶ μὴ μίσγηται ἡ γυνὴ τῷ ἀνδρὶ, καὶ κενωθῇ ἡ κοιλίη μᾶλλον τοῦ καιροῦ ὑπό τευ παθήματος, στρέφονται αἱ μῆτραι· οὔτε γὰρ ἰκμαλέαι εἰσὶ κατὰ σφέας, οἷα μὴ λαγνευομένης, εὐρυχωρίη τε σφίσιν ἐστὶν, ἅτε τῆς κοιλίης κενοτέρης ἐούσης, ὥστε στρέφεσθαι ἅτε ξηροτέρης καὶ κουφοτέρης ἐούσης τοῦ καιροῦ. Καὶ ἔστιν ὅτε στρεφομένων σφέων τυγχάνει τὸ στόμα πρόσω παραστραφὲν, ἅτε τοῦ αὐχένος πρόσω τοῦ αἰδοίου κειμένου· ἢν γὰρ ἰκμαλέαι ἔωσιν αἱ μῆτραι ἀπὸ λαγνείης καὶ ἡ κοιλίη μὴ κενῶται, οὐ ῥηϊδίως στρέφονται. Τοῦτ' οὖν αἴτιον γίνεται ὥστε αὐτὰς ξυμμύειν, οἷα μὴ λαγνευομένης τῆς γυναικός. Ἐν δὲ τοῖσι τρίτοισιν ἄριστα μὲν πείσεται, ἤν οἱ κατελθόντα ἐξαγάγῃ τὰ προϋπάρχοντα· εἰ δὲ μὴ, πείσεται τάδε ἡ γυνή· πνίξ τέ οἱ ἄλλοτε καὶ ἄλλοτε ξυμπεσεῖται, καὶ πῦρ λήψεται ἄλλοτε καὶ ἄλλοτε καὶ φρίκη καὶ ὀσφύος ἄλγημα. Ταῦτα πείσεται ἐν τοῖσι τρίτοισιν ἐπιμηνίοισιν, ἢν μή οἱ ἐξίῃ· ἐν δὲ τοῖσι τετάρτοισιν, ἢν μή οἱ ἐξίῃ τοῖσί τε προτέροισιν ἔξοδον ποιήσῃ, τά τε μὴν τρίτα πονήματα πάντα μᾶλλον πονήσει, καὶ μάλιστα ἐν τῷ χρόνῳ τῶν καταμηνίων, ἔπειτα ἧσσον, πολλάκις δὲ καὶ δόξει ἄπονος εἶναι· ἔσται δὲ ἐπὶ τοῖσι καὶ τάδε ἕτερα σημήϊα· οὐρήσει τε πουλὺ παχὺ ἄλλοτε καὶ ἄλλοτε, καὶ ἡ γαστὴρ αὐτῆς σκληρὴ ἔσται καὶ μέζων ἢ τοπρόσθεν, καὶ βρύξει τοὺς ὀδόντας, καὶ ἀσιτήσει, καὶ ἀγρυπνήσει. Τοιαῦτα δὲ πείσεται ἐπὶ τοῖσι τετάρτοισι καταμηνίοισι· μελεδαινομένη δὲ καὶ ἐν τουτέοισιν ὑγιαίνει. Καὶ ἐν τοῖσι πέμπτοισιν, ἢν μή οἱ πολλὰ τὰ ἐπιμήνια κατίῃ, καὶ ὁ πόνος ἰσχυρότερος προσπίπτει. Ἐν δὲ τοῖσιν ἕκτοισιν ἤδη ἀνίητος ἔσται. Καὶ τὰ μὲν πρότερα σημήϊα μᾶλλον πονήσει, ἐπέσται δὲ ἐπ' αὐτοῖσι καὶ τάδε· ἀλύξει τε καὶ ῥίψει ἑωυτὴν ἄλλοτε καὶ ἄλλοτε, καὶ λειποθυμήσει, καὶ ἐμέσει φλέγμα, καὶ δίψα ἰσχυρή μιν λήψεται, ἅτε καιομένης τῆς κοιλίης ὑπὸ τῶν μητρέων ἐουσέων πληρέων αἵματος, καὶ ψαυομένη ἀλγήσει, καὶ μάλιστα τὸ ἦτρον, καὶ πυρέξει ἄλλοτε καὶ ἄλλοτε ὀξέως, καὶ βορβορύξουσιν αἱ μῆτραι ἄλλοτε καὶ ἄλλοτε, ἅτε τοῦ αἵματος ἐγκλονευμένου καὶ οὐ διαχωρέοντος ἐν αὐτῇσι, καὶ ἡ κοιλίη οὐ διαχωρήσει κατὰ τρόπον, οὔτε ἡ κύστις διηθήσει τὸ οὖρον, ἐπήν οἱ αἱ μῆτραι προσπέσωσι πρὸς τὸν στόμαχον νευρώδεα ἐόντα, καὶ ἐς τὴν κοιλίην ἐμβάλωσιν· ἀλγέει τὴν ῥάχιν καὶ τὸ νῶτον πᾶν, καὶ τὴν γλῶσσαν αὐτῆς χαλινοῦται, καὶ ἀσαφῆ ταύτην ἔχει, καὶ λειποθυμίη, ἔστι δ' ᾗσι καὶ ἀφωνίη, καὶ δάκνεται τὸν στόμαχον, καὶ ξανθὴ χολὴ ἔξεισι, καὶ πνεῦμα προσπταῖον, καὶ ἀλύει, καὶ ῥίπτει ἑωυτὴν, καὶ ἐμπίπραται. Ἐπὴν δὲ μεταστέωσι καὶ εἰρύσῃ ἡ κύστις τὸ λεπτὸν τοῦ αἵματος τοῦ ἀπὸ τῶν μητρέων, τότε τὸ οὖρον διουρέεται ἐρυθρὸν, καὶ πονέει μὲν τὸ ἄλλο σῶμα, μάλιστα δὲ τὸν τράχηλον καὶ τὴν ῥάχιν καὶ τὴν ὀσφὺν, τούς τε βουβῶνας, καὶ ἐς τοῦτο ἐλθούσῃ αὐτῇ ἥ τε γαστὴρ ἀείρεται, καὶ τὰ σκέλεα ὑπὲρ τὸ χρεὼν διοιδίσκεται καὶ αἱ κνῆμαι καὶ οἱ πόδες, καὶ ὁ θάνατος ἔπεισι. Καὶ περὶ μὲν ταύτης οὕτω τελευτᾷ ἐς ἓξ μῆνας τὰ ἐπιμήνια ἀδηλεύμενα. Γίνεται δὲ καὶ ταῦτα· ἔστιν ᾗσι τῶν γυναικῶν, ἐπὴν δίμηνα ᾖ τὰ καταμήνια ἐν τῇσι μήτρῃσι πολλὰ ἐόντα, ἔρχεται ἐς πλεύμονα, ἐπὴν ἀποληφθῇ, καὶ πάσχει πάντα ἅπερ ἐν φθινάδι εἴρηται, καὶ οὐχ οἵη τέ ἐστι περιεῖναι. Γίνεται δὲ καὶ τάδε· ἔστιν ᾗσι διάπυα γίνεται τὰ ἐπιμήνια χρονίσαντα, ἐπὴν γένηται δίμηνα ἢ τρίμηνα· τοῦτο δὲ μάλιστα γίνεται, ἢν ξυγκαῇ ὑπὸ τοῦ πυρός. Σημεῖα δέ ἐστιν, ἢν διάπυα ᾖ· ὀδύναι τε γὰρ ἐμπίπτουσιν ἐς τὸ ἦτρον ἰσχυραὶ καὶ σφύξιες, καὶ ψαυομένη οὐκ ἀνέχεται, καὶ ἢν μέλλῃ βελτιόνως ἔχειν, ῥήγνυται αὐτῇ τὰ ἐπιμήνια κατὰ τὸ αἰδοῖον, καὶ χωρέει πῦον καὶ αἷμα· ὀζόμενον δὲ χωρέει ἐπὶ ἡμέρας ἑπτὰ ἢ ὀκτὼ ἢ ἐννέα· ἐν δὲ τῷ πρὶν χρόνῳ πονέεται, ὡς εἴρηται ἔμπροσθεν· ἐπὴν δὲ ἀποκαθαρθῇ, ἄριστον μὲν εἰ μὴ γένοιτο ἕλκεα· ἢν δὲ ὑπολίπηται ἕλκεα, πλέονος δεήσει θεραπηΐης ὅκως τὰ ἕλκεα μὴ μυδήσει καὶ κάκοδμα ἔσται· ἄφορος δὲ ἔσται καὶ ἢν ῥαΐσῃ, ἢν μεγάλα ᾖ τὰ ἕλκεα γενόμενα ἐν τῇσι μήτρῃσιν. Ἢν δὲ μή οἱ κατὰ τὸ αἰδοῖον χωρήσῃ τὰ ἐπιμήνια διάπυα γενόμενα, ξυμβήσεται ὑπὲρ τοῦ βουβῶνος κατὰ τὴν λαπάρην ῥαγῆναι, ἄτερ φύματος, ἅτε τοῦ πύου διαφαγόντος, καὶ κείνῃ χωρήσει πυώδεα ὀδμαλέα· καὶ ἢν τοῦτο γένηται, οὐ περιγίνεται ἡ γυνή· ἢν δὲ καὶ περιγένηται, αἰεὶ ἄφορος ἔσται· ταύτῃ γάρ οἱ τὸ λοιπὸν ἡ ὁδὸς γίνεται τοῖσιν ἐπιμηνίοισιν ἔξω· τὸ γὰρ στόμα τῶν μητρέων πρὸς τοῦτο τὸ χωρίον προσπέπτωκε. Γίνεται δὲ καὶ τόδε· ἔστιν ᾗσιν, ἐπὴν δίμηνα ἢ τρίμηνα ἢ χρονιώτερα ᾖ τὰ ἐπιμήνια καὶ προσπέσῃ πρὸς τὴν λαπάρην, μὴ διαπύων τῶν καταμηνίων ἐόντων, ὡς φῦμα γίνεται ὑπὲρ τοῦ βουβῶνος ἀκέφαλον, μέγα, ἐρυθρόν. Καὶ τῶν ἰητρῶν πολλοὶ ἤδη οὐκ εἰδότες τοῦτο ὁκοῖόν τί ἐστιν ἔταμον καὶ ἐς κίνδυνον ἤγαγον οὕτως. Τὸ δὲ ὡς φῦμα γενόμενον γίνεται τρόπῳ τοιῷδε· ἐπαυρίσκεται τοῦ αἵματος ἡ σάρξ, ἅτε προσκειμένου τοῦ στόματος τῶν μητρέων τῇ λαπάρῃ, καὶ ἐμπίπλαται ἀπ' αὐτέου, καὶ ἐξίσταται ἅτε πληρευμένη τοῦ αἵματος ἡ σάρξ· καὶ ἔστιν ὅτε, ἢν μεταστῇ τὸ στόμα τῶν μητρέων καὶ γένηται κατὰ τὸ αἰδοῖον, καὶ χωρήσῃ διὰ τοῦ αἰδοίου τὰ καταμήνια, καθίσταται τὸ ἐξεστηκὸς κατὰ τὴν λαπάρην, διαδιδοῖ γὰρ ἐς τὰς μήτρας, αἱ δὲ ἔξω ἐχάλασαν· ἢν δὲ μὴ στραφῇ κατὰ τὸ αἰδοῖον τὸ στόμα τῶν μητρέων, διαπυέει κατὰ τὴν λαπάρην, καὶ ταύτῃ ὁδὸς γίνεται τοῖσι καταμηνίοισι, καὶ οἱ κίνδυνοι οἱ αὐτοί εἰσιν οἱ καὶ πρόσθεν εἰρημένοι. Τρέπεται δὲ καὶ ἐς ἔμετον· ἔστιν ᾗσι καὶ κατὰ τὴν ἕδρην, ὥσπερ μοι εἴρηται ἐν τῇσι παρθενίῃσι νούσοισι, καὶ σημήϊα καὶ πόνους τοὺς αὐτοὺς δείκνυσι τοῖσι κεῖθι εἰρημένοισιν· ἧσσον δὲ ταύτην τὴν ὁδὸν ποιέεται τὰ ἐπιμήνια τῇσι γυναιξὶν ἢ τῇσι παρθένοισιν.

[3]    Ὁκόταν δὲ τὰ ἐπιμήνια κρυφθῇ, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα, καὶ δοκέει τι ἐγκεῖσθαι βάρος, καὶ τὰς ἰξύας ἐκπάγλως πονέει καὶ τοὺς κενεῶνας. Ἢν δὲ τὰ ἐπιμήνια παντάπασι μὴ γίνηται ὑπὸ νούσου ἢ παχέα καὶ γλίσχρα καὶ κολλώδεα ἔῃ, πρῶτον χρὴ τὴν κοιλίην καθῆραι ἄνω τε καὶ κάτω· ἔπειτα τὰς ὑστέρας προσθέτῳ, ὑφ' οὗ αἷμα καθαίρεται, καὶ διαλιπεῖν, καὶ πῖσαι ὑφ' οὗ τὸ αἷμα καθαίρεται· πινέτω δὲ καὶ κρῆθμον ἐν οἴνῳ τῷ ἀπὸ δαιδός. Ἢν δέ οἱ ῥόος μὴ γίνηται, ἔσται ὥστε δοκέειν ἐγκύμονα εἶναι, καὶ μισγομένη ἀνδρὶ ἀλγέει, ὥστε δοκέειν ἐγκεῖσθαί τι, καὶ βρῖθος ἐν τῇ γαστρὶ ἐγγίνεται, καὶ ἡ γαστὴρ πρόκειται, καὶ ἱμείρεται ἠδελφισμένως ἐν γαστρὶ ἐχούσῃ, καὶ καρδιώσσει, ἐπὴν ἡμέραι πεντήκοντα μάλιστα ἔωσι, καὶ πόνος ἔχει ἄλλοτε καὶ ἄλλοτε τῆς γαστρὸς τὸ κατὰ τοῦ ὀμφαλοῦ, τόν τε τράχηλον καὶ τοὺς βουβῶνας καὶ τὴν ὀσφύν. Καὶ ἐπὴν μῆνες δύο ἢ τρεῖς γένωνται, ἔστιν ὅτε ἐῤῥάγη οἱ κατὰ τὸ αἰδοῖον τὰ καταμήνια ἀθρόα, καὶ δοκέει ὥσπερ σαρκία εἶναι τὰ ἀπιόντα ὡς ἐκ διαφθορῆς καὶ μέλανα. Ἔστι δ' ᾗσι καὶ ἕλκεα γίνεται ἐν τῇσι μήτρῃσι, καὶ δεήσεται προσέχειν τῇ μελέτῃ. Πολλῇσι δὲ ξυμβαίνει ὥστε δοκέειν ἓξ μῆνας ἔχειν ἐν γαστρὶ ἢ ὀλίγῳ ἐλάσσονα χρόνον, καὶ ἡ γαστὴρ πρόκειται, καὶ τἄλλα οἱ δοκέει γίνεσθαι ὡς τῇ ἐν γαστρὶ ἐχούσῃ· ἔπειτα ἔστι μὲν ᾗσι διαπύοντα ἐῤῥάγη ὑπὲρ τοῦ βουβῶνος ἅμα τῷ πέμπτῳ ἢ ἕκτῳ μηνὶ καὶ ὁδὸν ταύτῃ ἐποιήσατο· ἔστι δὲ καὶ ᾗσιν ἕλκεα γίνεται ἐν τῇσι μήτρῃσι κατὰ τὸ ὑπὲρ τοῦ βουβῶνος, καὶ κινδυνεύσει ἀποθανεῖν, ἢν δὲ καὶ περιγένηται, ἄφορος ἔσται. Ἔστι δὲ ᾗσι κατὰ τὸ αἰδοῖον ῥήγνυται, καὶ χωρέει αὐτέῃσι σεσηπότα καὶ πυώδεα, καὶ ἀπὸ τουτέων ἕλκεα ἐγγίνεται ἐν τῇσι μήτρῃσι, καὶ κινδυνεύσει, καὶ χρὴ, ὅκως μὴ τὰ ἕλκεα παλαιὰ γένηται, ἰητρεύειν προσέχοντα· ἄφορος δὲ καὶ αὐτὴ γίνεται, ἤν γε καὶ ἰηθῇ. Ἢν δὲ μή οἱ καταῤῥαγῇ τὰ καταμήνια διενεχθέντα ἐς ἓξ μῆνας, πείσεται πάντα ἅπερ τῇ ἀτόκῳ τὰ καταμήνια ὑδὸν οὐ δυνάμενα ἐφευρεῖν· καὶ ἢν μὲν θεραπευθῇ, ὑγιὴς ἔσται· ἢν δὲ μὴ, διαρκέσασα καὶ ἐς ὀκτὼ μῆνας ἀποθνήσκει. Πολλῇσι δὲ γίνεται, ἢν τὰ καταμήνια φλεγματώδεα χωρέῃ, ἐπὶ πολλὸν χρόνον χωρέειν καὶ ἐλάσσονα εἶναι τῶν ὑγιηρῶν· ὑγιὴς δὲ γίνεται ἐν κόσμῳ ἰηθεῖσα.

[4]    Ἢν δὲ τὰ ἐπιμήνια γυναικὶ χωρέῃ μὲν, ἐλάσσονα δὲ τοῦ δέοντος χωρέῃ, ἅτε τοῦ στόματος τῶν μητρέων παρακεκλιμένου ὀλίγον τοῦ αἰδοίου ἢ ἁρμοῖ μεμυκότος ἐς τοῦτο, ὥστε χωρέειν μὲν, ἀποφράσσεσθαι δὲ ἀπ' αὐτέων καὶ αἱ δίοδοι αἱ περαιοῦσαι, ἐπὴν κατέλθῃ ἐς τὰς μήτρας, ἅτε τοῦ αἵματος ἐπικειμένου τῷ στόματι αἰεὶ, προέρχεται δὴ κατ' ὀλίγον· ἔπειτα δὲ ἐπὴν αἱ ἡμέραι παρέλθωσιν ᾗσι καθαίρεσθαι μεμαθήκει, καὶ ἑρχθῇ τὸ αἷμα ἐν τῇσι μήτρῃσι τὸ ὑπολειφθὲν, καὶ ἕτερα ἐπικατιόντα ἐπιμήνια μὴ ἐξωθῇ τὸ ἑρχθὲν αἷμα, ἀλλ' αἰεὶ βαρύνῃ κατιὸν, ἔσται τῇ γυναικὶ ὥστε τοὺς πρώτους μῆνας ἢ ἐπὶ δύο ἢ ἐπὶ τρεῖς μὴ ἐσαΐειν κάρτα. Ἐπὴν δὲ οἱ μῆνες πλέονες γένωνται, ἔτι μᾶλλον πονήσεται, καὶ οὐχ ἕξει ἐν γαστρὶ μέχρις ἂν οὕτως ἔχῃ, καὶ πῦρ λήψεταί μιν μάλιστα τὰς ἡμέρας ἐν ᾗσι καθαίρεσθαι μεμαθήκει, ἠπεδανόν· εἰκὸς δέ ἐστι καὶ ἐν τῷ μεσηγὺ χρόνῳ πυρεταίνειν καὶ φρίσσειν καὶ καρδιώσσειν καὶ ἀνάγειν ἐπὶ τὸ πλῆθος ἀνὰ πᾶσαν ἡμέρην· καὶ ἀλγέει ἄλλοτε καὶ ἄλλοτε τὸ σῶμα, καὶ μάλιστα τὴν ὀσφὺν καὶ τὴν ῥάχιν καὶ τοὺς βουβῶνας, τά τε ἄρθρα τῶν χειρῶν καὶ τῶν σκελέων. Ταῦτα δὲ οὐχ ὁμοῦ ἀλγέει, ἀλλ' ἄλλοτε ἄλλο, ὅπη ἂν βρίσῃ τὸ αἷμα ἀποκεκριμένον καὶ μὴ δυνάμενον εἶναι ἐν τῇσι μήτρῃσι· καὶ ὅπη ἂν στηρίξῃ τοῦ σώματος, οἴδημα ἔστιν ὅτε γίνεται καὶ σπασμὸς ἰσχυρὸς τῶν ἄρθρων τοῦ σώματος, καὶ τῶν ἄλλων σημείων τῶν προειρημένων φαίνεταί οἱ ἄλλοτε ἄλλο. Αὕτη ἢν μὲν θεραπευθῇ κατὰ τρόπον, ὑγιὴς ἔσται· εἰ δὲ μὴ, ἡ νοῦσος ἑπτάμηνος ἢ καὶ χρονιωτέρη γενομένη θανατώσειεν ἂν, ἢ χωλεύσειεν, ἢ ἀκρατέα τινὰ τῶν μερέων ποιήσειεν, ἢν ὑπὸ ῥίγεος καὶ ἀσιτίης τὸ αἷμα, ἔνθα ἂν ἐπέλθῃ, πῆξιν ἴσχῃ περὶ τὰ νεῦρα. Τοῦτο δὲ τὸ νούσημα γίνεται μᾶλλον τῇσιν ἀνάνδροισιν· ἢν δὲ ἐμπειροτόκῳ ταῦτα τὰ νοσήματα ἐμπέσῃ τὰ εἰρημένα ἢ ἅσσα μέλλει εἰρήσεσθαι, πουλυχρονιώτερα ἔσται καὶ ἧσσον ἐπίπονα· τὰ δὲ σημεῖα ταὐτὰ καὶ τελευταὶ αἱ αὐταὶ γίνονται τῇ τε ἀτόκῳ καὶ τῇ λοχίων ἐμπείρῳ, ἢν μὴ θεραπεύωνται· χρὴ δὲ αὐτίκα τὴν θεραπηΐην ποιέεσθαι· εἰ δὲ μὴ, ἐπιφαίνεται τὰ νουσήματα.

[5]   Ἢν δὲ τὰ ἐπιμήνια πλέονα τοῦ δέοντος χωρέῃ καὶ παχύτερα, οἷα τοῦ σώματός τε φύσει εὐρόου ἐόντος καὶ τοῦ στόματος τῶν μητρέων πλησίον τοῦ αἰδοίου κειμένου, καὶ ἐπὶ τουτέοισιν ἀνδρί τε ξυνίῃ πολλὰ καὶ εὐωχέηται ἐσάπαξ ποτὲ, πολλὰ ἄλεα κατελθόντα καὶ χωρεῦντα βύζην ἐπευρύνει μᾶλλον τὸ στόμα τῶν μητρέων βιησάμενα· καὶ ἢν ἐπὶ τουτέοισι μὴ ἐπιπέσῃ κενεαγγείη, ἀλλ' αὖθις πολλὰ ἐσθίῃ ἄλεα, καὶ τὸ στόμα εὐρὺ ποιέῃ, καὶ τὸ σῶμα, ἅτε εὐωχεομένης καὶ ἱμειρομένης τε καὶ συνιούσης ἀνδρὶ, εὔροον ᾖ ἐπὶ τὰς μήτρας, καὶ ἄλεα ἐπιφέρηται, ἄχροός τε ἔσται μέχρις ἂν οὕτως ἔχῃ, καὶ ἢν ὕστερόν τι νόσημα ἢ πάθημα ἐπιπέσῃ ὥστε τρυχωθῆναι τὸ σῶμα, ὁμοίως αἵ τε μῆτραι κατὰ τὸ εἰωθὸς εὐρύστομοί εἰσι καὶ τὸ σῶμα εὔροον ἐπ' αὐτάς ἐστιν· καὶ μετὰ ταῦτα πῦρ ἔχει, καὶ ἀσιτέει, καὶ ἀλυκτέει, καὶ λεπτὴ καὶ ἀμενηνὴ ἐκ τῶν ἐπιμηνίων, καὶ τὴν ὀσφὺν πονήσει, καὶ τοῦ χρόνου προϊόντος, ἢν μὴ θεραπευθῇ, πάντα μιν μᾶλλον πονήσει ἐν τῷ μεταξὺ χρόνῳ, καί οἱ ἔσται κίνδυνος ἀφόρῳ γενέσθαι ἢ τρυχωθείσῃ ὑπὸ χρόνου τε καὶ τῆς νούσου, ἤν τί οἱ ξυμπέσῃ καὶ ἄλλο νόσημα, ἐπὶ τουτέῳ θανεῖν.

[6]    Χωρέει δὲ τὰ καταμήνια παχύτατα καὶ πλεῖστα τῶν ἡμερέων τῇσιν ἐν μέσῳ, ἀρχόμενα δὲ καὶ τελευτῶντα ἐλάσσονα καὶ λεπτότερα. Μέτρια δ' ἐστὶ πάσῃ γυναικὶ χωρέειν, ἢν ὑγιαίνῃ, τὰ ἐπιμήνια ἐλθόντα ὅσον κοτύλαι δύο ἀττικαὶ ἢ ὀλίγῳ πλέονα ἢ ἐλάσσονα, ταῦτα δὲ ἐφ' ἡμέρας δύο ἢ τρεῖς· ὁ δὲ πλείων χρόνος ἢ ἐλάσσων ἐπίνοσος καὶ ἄφορός ἐστι. Τεκμαίρεσθαι δὲ χρὴ ἐς τὸ σῶμα τῆς γυναικὸς ἀφορέοντα, καὶ ἐρωτᾷν πρὸς τὰ πρότερον ξυμβαλλόμενον, εἴτε ἐπίνοσα ἴοι εἴτε μὴ ἐπίνοσα· ἢν γὰρ ἐλάσσονας ἢ πλέονας ἡμέρας τοῦ μάθεος φοιτέῃ, ἢ αὐτὰ ἐλάσσονα ἢ πλείονα ἔῃ, ἐπίνοσά ἐστιν, ἢν μὴ ἡ φύσις αὐτὴ νοσηρὴ καὶ ἄφορος ᾖ· ἢν δὲ τοῦτο ᾖ καὶ μεθίστηται ἐπὶ τὸ ὑγιηρότερον, ἄμεινον. Χωρέει δὲ αἷμα οἷον ἀπὸ ἱερείου, καὶ ταχὺ πήγνυται, ἢν ὑγιαίνῃ ἡ γυνή. ᾟσι δὲ ἐν φύσει ἐστὶ πλέονας καθαίρεσθαι τεσσάρων ἡμερέων καὶ πολλὰ κάρτα χωρέει τὰ ἐπιμήνια, αὗται λεπταὶ γίνονται, καὶ τὰ ἔμβρυα αὐτέων λεπτὰ καὶ ἀμαλδύνεται. ᾟσι δὲ τριῶν ἡμερέων ἔλασσον ἡ κάθαρσις γίνεται ἢ ὀλίγα χωρέει, αὗται παχεῖαι καὶ εὔχροοι ἀνδρικαί τε, οὐ μνησίτοκοι δέ εἰσιν, οὐδὲ κυΐσκονται.

[7]    Ἢν δὲ πνὶξ προστῇ ἐξαπίνης, γίνεται δὲ μάλιστα τῇσι μὴ ξυνιούσῃσιν ἀνδράσι καὶ τῇσι γεραιτέρῃσι μᾶλλον ἢ τῇσι νεωτέρῃσι· κουφότεραι γὰρ αἱ μῆτραι σφέων εἰσί· γίνεται δὲ μάλιστα διὰ τόδε· ἐπὴν κενεαγγήσῃ καὶ ταλαιπωρήσῃ πλέον τῆς μαθήσιος, αὐανθεῖσαι αἱ μῆτραι ὑπὸ τῆς ταλαιπωρίης στρέφονται, ἅτε κενεαὶ ἐοῦσαι καὶ κοῦφαι· εὐρυχωρίη γάρ σφίν ἐστιν ὥστε στρέφεσθαι, ἅτε τῆς κοιλίης κενεῆς ἐούσης· στρεφόμεναι δὲ ἐπιβάλλουσι τῷ ἥπατι, καὶ ὁμοῦ γίνονται, καὶ ἐς τὰ ὑποχόνδρια ἐμβάλλουσι· θέουσι γὰρ καὶ ἔρχονται ἄνω πρὸς τὴν ἰκμάδα, ἅτε ὑπὸ τῆς ταλαιπωρίης ξηρανθεῖσαι μᾶλλον τοῦ καιροῦ· τὸ δὲ ἧπαρ ἰκμαλέον ἐστίν· ἐπὴν δὲ ἐπιβάλωσι τῷ ἥπατι, πνίγα ποιέουσιν ἐξαπίνης ἐπιλαμβάνουσαι τὸν διάπνοον τὸν περὶ τὴν κοιλίην. Καὶ ἅμα τε ἄρχονται ἔστιν ὅτε προσβάλλειν πρὸς τὸ ἧπαρ, καὶ ἀπὸ τῆς κεφαλῆς φλέγμα καταῤῥέει ἐς τὰ ὑποχόνδρια οἷα πνιγομένης, καὶ ἔστιν ὅτε ἅμα τῇ καταῤῥύσει τοῦ φλέγματος ἔρχονται ἐς χώρην ἀπὸ τοῦ ἥπατος, καὶ παύεται ἡ πνίξ. Κατέρχονται δὲ καθελκύσασαι ἰκμάδα καὶ βαρυνθεῖσαι· τρυσμὸς δὲ ἀπ' αὐτέων γίνεται, ἐπὴν χωρέωσιν ἐς ἕδρην τὴν σφέων αὐτέων· ἐπὴν δὲ κατέλθωσιν, ἔστιν ὅτε ἡ γαστὴρ μετ' ἐκεῖνα ὑγροτέρη γίνεται ἢ ἐν τῷ πρὶν χρόνῳ· χαλᾷ γὰρ ἤδη ἡ κεφαλὴ τοῦ φλέγματος ἐς τὴν κοιλίην. Ἐπὴν δὲ πρὸς τῷ ἥπατι ἔωσιν αἱ μῆτραι καὶ τοῖσιν ὑποχονδρίοισι, καὶ πνίγωσι, τὰ λευκὰ τῶν ὀφθαλμῶν ἀναβάλλει, καὶ ψυχρὴ γίνεται· εἰσὶ δὲ αἳ καὶ πελιδναὶ γίνονται ἤδη· καὶ τοὺς ὀδόντας βρύχει, καὶ σίελα ἐπὶ τὸ στόμα ῥέει, καὶ ἐοίκασι τοῖσιν ὑπὸ τῆς ἡρακλείης νούσου ἐχομένοισιν. Ἢν δὲ χρονίσωσιν αἱ μῆτραι πρὸς τῷ ἥπατι καὶ τοῖσιν ὑποχονδρίοισιν, ἀποπνίγεται ἡ γυνή. Ἔστι δ' ὅτε, ἐπὴν κενεαγγήσῃ ἡ γυνὴ καὶ ἐπιταλαιπωρήσῃ, αἱ μῆτραι στρεφόμεναι πρὸς τῆς κύστιος τὸν στόμαχον προσπίπτουσι καὶ στραγγουρίην ποιέουσιν, ἄλλο δὲ οὐδὲν κακὸν ἴσχει, καὶ ἐν τάχει ὑγιαίνει θεραπευομένη, ἔστι δ' ὅτε καὶ αὐτομάτη. Ἔστι δ' ᾗσιν ἐκ ταλαιπωρίης ἢ ἀσιτίης πρὸς ὀσφὺν ἢ πρὸς ἰσχία προσπεσοῦσαι πόνους παρέχουσιν.

[8]    Ἢν δὲ γυνὴ τὸ σῶμα φλαύρως ἔχῃ καὶ ἴῃ χολώδεα τὰ καταμήνια, εὔγνωστά ἐστι τῷδε· μέλανά ἐστι κάρτα, ἔστι δ' ὅτε μέλανα λαμπρὰ, καὶ κατ' ὀλίγιστα ἔρχεται, καὶ οὐ ταχὺ πήγνυται, καὶ ὁ γόνος ἀμαλδύνεται ἀμφοῖν, τοῦ τε ἄρσενος καὶ τοῦ θήλεος, καὶ οὐκ ἴσχει ἐν γαστρὶ, καὶ ἀρχομένης μὲν τῆς νούσου, καθαίρεται τὰς ἡμέρας ἃς μεμαθήκει, οὐ πλέονας· προϊόντων δὲ τῶν ἐπιμηνίων, πλέονάς τε ἡμέρας καθαίρεται καὶ ἐλάσσονα τὰ καταμήνια καθ' ἑκάστην ἡμέρην φαίνεται, πυρετοί τε ἐπιγίνονται πλανῆται ὀξέες ξὺν φρίκῃ, καὶ ἀσιτίη ἄλλοτε καὶ ἄλλοτε, καὶ καρδιωγμὸς, καὶ πονήσει μάλιστα ἐπὴν πλησιάζῃ τὰ καταμήνια αὐτέῃ· ἐπὴν δὲ ἀποκαθαρθῇ, ῥηΐσει ἐπ' ὀλίγον χρόνον πρὸς τὰ πρόσθεν, ἔπειτα δὲ αὖθις ἐς τωὐτὸ καταστήσεται· μελεδαινομένη δὲ ἐν τάχει ὑγιαίνει. Ἢν δὲ μὴ θεραπεύηται καὶ ὁ χρόνος προΐῃ, πάντα μιν μᾶλλον πονήσει τὰ πρόσθεν εἰρημένα, καὶ ὀδύνη λήψεται, τοτὲ μὲν τῆς γαστρὸς τὸ κάτω τοῦ ὀμφαλοῦ, τοτὲ δὲ τοὺς βουβῶνας, τοτὲ δὲ τὴν ὀσφύν τε καὶ κοχώνην, τοτὲ δὲ τὸν τράχηλον, τοτὲ δὲ πνὶξ προσπεσεῖται ἰσχυρὴ, καὶ πρὸ τῶν ὀφθαλμῶν ζόφος ἔσται οἱ καὶ δῖνος, οἷα τῆς καθάρσιος ἄνω στελλομένης καὶ ἀνιούσης. Ἢν γὰρ τὸ σῶμα φλαύρως ἔχῃ, γυναικὶ τὰ καταμήνια ἐλάσσονα γίνεται, καὶ ᾗσιν ἂν τὸ σῶμα ἔμπλεον ᾖ, τὰ καταμήνια ταύτῃσι πλέονά ἐστι· τῇ δὲ χολώδεα τὰ καταμήνια ἢν ἔχηται, ὀλιγοψυχίη ἐμπίπτει, καὶ ἀποσιτίη ἄλλοτε καὶ ἄλλοτε, καὶ ἀλύκη, καὶ ἀγρυπνίη, καὶ ἐρυγγάνει θαμινὰ, καὶ οὐκ ἐθέλει περιπατέειν, καὶ ἀθυμέει, καὶ ἐμβλέπειν οὐ δοκέει, καὶ δέδιεν. Καὶ ἢν μελεδαίνηται, ἐκ τουτέων ὑγιὴς ἔσται· ἢν δὲ ὁ χρόνος προΐῃ, ἔτι μᾶλλον πονήσει· ξυμβαίη δ' ἂν ἄριστα, ἢν ἔμετος χολώδης ἐπιγένηται, ἢ ἡ κοιλίη ταραχθῇ μὴ ἰσχυρῶς καὶ ὑπίῃ χολώδεα, ἢ ῥόος ἐπιγένηται αὐτέῃ μὴ ἰσχυρός· ἢν γάρ τι τουτέων ἐπιπέσῃ ἰσχυρὸν ἐπὶ σῶμα τετρυχωμένον, κινδυνεύσει· ἢν δὲ ἠρεμέως ἀποκαθαίρηται τοῦ χολώδεός τι ἢ πᾶν τὸ λυπέον, ὑγιὴς γίνεται. Ἢν δὲ μήτε μελεδαίνηται μήτε μηδὲν τουτέων γίνηται, ἀποθνήσκει ἡ γυνή· ὡς δὲ ἐπὶ τὸ πλεῖστον ξυμβαίνει ῥόον ἐμπίπτειν χολώδεα ἐκ τοιουτέου νοσήματος. Ἢν ῥόος γένηται, τὰ μὲν πρῶτα ὀλίγα οἱ τὰ φαινόμενα ἔσται, ἀνὰ πάσας δὲ τὰς ἡμέρας ὡς ἐπίπαν πλέονα ξυμβαίνει· ὁκόταν δὲ ὁ χρόνος προΐῃ, ὡς ἐπιτοπλέον καὶ ἡ νοῦσος ὀξέη γίνεται, καὶ αἱ μῆτραι δάκνονται ὑπὸ τῆς καθάρσιος τῆς χολώδεος χωρεούσης καὶ ἑλκοῦνται. Ἔτι δὲ καὶ ἐν τούτῳ ὑγιαίνει μελεδαινομένη, ἤν οἱ ἑρχθῇ ὁ ῥόος· ἢν δὲ φλεγμαίνωσιν αἱ μῆτραι ὑπὸ τῶν ἑλκέων, ἔτι ὀξυτέρη οἱ ἡ νοῦσος ἔσται, καὶ πολλά τε καὶ ὀδμαλέα καὶ πυώδεα ἐλεύσεται ἀπ' αὐτέων τῶν μητρέων, ἤδη ἀπιόντα καὶ ἑκάστοτε οἷον ἀπὸ κρεῶν ἴχωρ, καὶ τὰ πρότερον εἰρημένα ἅπαντά μιν μᾶλλον πονήσει, καὶ τὰ ἕλκεα ἔτι μᾶλλον ἀγριώτερα ἔσται μέχρι μιν ἀπενείκῃ· ἢν δὲ καὶ ἰηθῇ, ἄφορος ἔσται ἀπὸ τῶν οὐλέων.

[9]    Ἢν δὲ γυνὴ τὸ σῶμα φλαύρως ἔχῃ καὶ ἢν φλεγματώδης ᾖ, τὰ ἐπιμήνια χωρήσει οἱ φλεγματώδεα· γνωστὸν δέ ἐστιν ἢν χωρέῃ φλεγματώδεα· ὑμενώδεά τε γὰρ φαίνεταί οἱ, καὶ ὥσπερ ἀράχνια ἐνδιατείνεται, καὶ ὑπόλευκά ἐστι. Τοῦτο δὲ γίνεται, ἢν οἱ τὸ σῶμα καὶ ἡ κεφαλὴ φλέγματος πεπληρωμένα ᾖ, καὶ τοῦτο μὴ ὑποκαθαίρηται μήτε κατὰ τὰς ῥῖνας μήτε κατὰ τὴν ἕδρην μήτε κατ' οὐρήθρην, ἀλλ' ἐν τοῖσι καταμηνίοισι καὶ ἐν τῷ ταράχῳ τοῦ αἵματος σὺν τῇ καθάρσει ἔξω ἴῃ· καὶ ἢν ταῦτα ὧδε ἔχῃ, ἐπὶ μὲν δύο ἢ τρεῖς μῆνας οὐκ ἐσαΐει, ἐπὴν δὲ ὁ χρόνος πλέων γένηται καὶ μὴ μελεδαίνηται, μᾶλλον πονήσει, καὶ πυρετὸς ἐπιλήψεται πλάνος, καὶ ἀσιτήσει ἄλλοτε καὶ ἄλλοτε, καὶ καρδιώξει, καὶ πονήσει μάλιστα ἐπήν οἱ πλησιάζῃ τὰ ἐπιμήνια· ὁκόταν δὲ ἀποκαθαρθῇ, ῥηΐζει ἐπ' ὀλίγον χρόνον πρὸς τὰ πρόσθεν, ἔπειτα ἐς τωὐτὸ καθίσταται, καὶ ἢν μὴ μελεδαίνηται καὶ ὁ χρόνος προΐῃ, γενήσεται πάνθ' ὅσα περ εἰ χολώδεα ἐχώρεε τὰ καταμήνια, ἄχρις οὗ ὁ ῥόος οἱ εἴχετο. Ἕπεται δὲ ταύτῃ καὶ ῥόον φλεγματώδεα γίνεσθαι, ἢ ἄλλα ἅσσα ἐγὼ ἐρέω ὀλίγῳ ὕστερον· καὶ ἢν προσεπιγένηται, αἰεὶ πορεύεται ἀνὰ πάσας τὰς ἡμέρας, ὁτὲ μὲν ἀθρόα, ὁτὲ δὲ ὀλίγα, καὶ ἔστιν ὅτε οἷον ἀπὸ κριθέων ὕδωρ χωρέει, ὁτὲ δὲ οἷον ἰχὼρ, καὶ ἐν αὐτέῳ θρόμβοι πολλοὶ αἵματος ἐγγίνονται, καὶ ξύει τὴν γῆν ὡς ὄξος, καὶ δάκνει τῆς γυναικὸς ᾗ ἂν ἐπιψαύσῃ, καὶ ἑλκοῖ τὰς μήτρας. Καὶ ἐλθοῦσα ἐς τοῦτο τὰ μὲν ἄλλα πάσχει τὰ αὐτὰ ὡς ἡ προτέρη· ἧσσον δὲ τὴν κεφαλὴν ἐκείνης πονήσει, καὶ τὰ ἕλκεα οὔτε δυσειδέα οὔτε μεγάλα οὔτε πυώδεα οὔτε ὀδμαλέα ὁμοίως κείνῃ γίνεται, ἀλλὰ ταύτῃ ἧσσον· ἐπιμελεδαινομένη δὲ ὑγιαίνει καὶ προεληλυθυίης τῆς νούσου, καὶ οὐ μάλα ἀποθνήσκει, φορὸς δὲ οὐ δύναται εἶναι ὧδε ἔχουσα.

[10]    Ὁκόσαι δὲ ξυνοικεῦσαι οὐ δύνανται ἐν γαστρὶ ἔχειν, πυθέσθαι χρὴ εἴ σφιν ἐπιφαίνεται τὰ καταμήνια ἢ οὒ, καὶ εἰ αὐτίκα ἄπεισιν ἡ γονὴ ἢ τῇ ὑστεραίῃ ἢ τῇ τρίτῃ ἢ τῇ ἕκτῃ ἢ τῇ ἑβδόμῃ· ἢν μὲν οὖν φῇ αὐτίκα ἀπιέναι ὅταν εὐνασθῇ, τὸ στόμα οὐκ ὀρθόν ἐστι τῆς μήτρης, ἀλλ' ἰδνοῦται καὶ οὐ λάζυται τὴν γονήν· ἢν δὲ φῇ δευτέρῃ ἢ τρίτῃ, ἡ ὑστέρη ἐξυγρασμένη ἐστὶ καὶ ἡ γονὴ ἐκπλύνεται· ἢν δὲ ἕκτῃ καὶ ἑβδόμῃ, ἡ γονὴ κατασήπεται, κατασαπεῖσα δὲ ἀπέρχεται. Τοῦ μὲν οὖν ἀρχὴν μὴ προσδέχεσθαι τὴν γονὴν, τῆς ὑστέρης τὸ στόμα θεραπευτέον πρῶτον, ὅκως ὀρθὸν ἔσται· τοῦ δὲ καταπλύνεσθαι δευτεραίῃ καὶ τριταίῃ, ἡ ὑστέρη καὶ ἡ κεφαλή· τοῦ δὲ κατασήπεσθαί τε καὶ ἀπέρχεσθαι, καὶ ἡ ὑστέρη καὶ τὸ σῶμα ἅπαν ἔνυγρον ὄν. Τουτέων ἕκαστα γινώσκειν ὧδε χρή.

[11]    Ὁκοίης δὲ χρῄζει καθάρσιος, γνώσῃ ὧδε· ὅταν τὰ ἐπιμήνια γίνηται, ῥάκος πτύξας ὅσον σπιθαμῆς, ἐπιτανύσαι ἐπὶ σποδιὴν λεπτήν· κἄπειτα ποιέειν ὡς ἐπὶ τοῦτο ἐπιῤῥυῇ τὰ ἀπιόντα· εἶναι δὲ δύο τὰ τρυχία χωρὶς ἑκάτερα, τὰ μεθ' ἡμέρην τε καὶ νύκτωρ· καὶ τὰ μὲν ἡμερήσια πλύνειν χρὴ τῇ ὑστεραίῃ, τὰ δὲ νύκτωρ, ὁκόταν αὐτέοισιν ἡμέρη καὶ νὺξ γένηται, ἐπὶ τῇσι σποδιῇσι κειμένοισιν· ἐν δὲ τῇ πλύσει σκέπτεσθαι ὁκοῖα ἅσσα γίνεται τὰ ῥάκεα πλυθέντα, ὅταν ἐν ἡλίῳ τέρσηται· κράτιστον δὲ ἐν σκοταίῳ χωρίῳ. Ἢν μὲν οὖν φλέγμα ᾖ τὸ κωλῦον, μυξώδεα τὰ ῥάκεα ἔσται· ἢν δὲ ἅλμη τε καὶ χολὴ, πυῤῥά τε καὶ ὑποπέλιδνα. Ταῦτ' οὖν ἐσιδὼν, καὶ γνώμῃ σκεθρῇ βασανίσας, ὅλον τὸ σῶμα ἀθρέειν, ἤν τε πολλῆς καθάρσιος δοκέῃ δεῖσθαι, ἤν τε μὴ, ἀποσκεψάμενος ἐς τὴν χροιὴν καὶ τὴν ἡλικίην καὶ ῥώμην καὶ ὥρην καὶ οἵῃ διαίτῃ χρέονται· ἰητρείη δὲ καὶ τοῦ σώματος παντὸς προνοεῖσθαι, καὶ τὰς ὑστέρας καὶ τὸ στόμα ἰῆσθαι· καὶ ἢν μὲν μεμυκὸς ᾖ, ἀναστομῶσαι· ἢν δὲ λοξωθέωσιν, ἐξιθύνειν χρή· ἢν δὲ ὑγραὶ ἔωσιν, αὐαίνειν, καὶ τἄλλα δρῇν ἐναντίον. Σχεδὸν δὲ πάσῃσιν ἡ πολλὴ θεραπείη ἡ αὐτή ἐστι, πλὴν τοῦ κατασπάσαι τὰ ἐμμήνια· ὅσῃσι γὰρ γίνεται, οὐδὲν δεῖ ταύτῃσι κατασπᾷν, ἀλλ' ὅ τι κακὸν ἐν τοῖσιν ἐπιμηνίοισιν ἔνι, τοῦτο ἀφαιρέειν χρὴ, ὅταν φλεγματώδεα καὶ ὑμενώδεα ἴῃ καὶ χολώδεα καὶ ἰχωροειδέα καὶ λεπτὰ ἢ λευκὰ καὶ θρομβοειδέα, καὶ ὅταν μέλανά τε καὶ ἀνθρακώδεα, ἢ ζοφοειδέα, ἢ δριμέα, ἁλμυρὰ, θολερὰ, πυώδεα. Αὗται πᾶσαι αἱ προφάσιες ὑπεξαιρετέαι· κωλύουσι γὰρ λαμβάνειν ἐν γαστρί. Ὁκόσα μὲν οὖν φλεγματώδεα καὶ ὑμενοειδέα τῶν ἐπιμηνίων ἐστὶ, καὶ αὗται σαρκώδεές εἰσι, ταύτῃσι τὸ στόμα ἔξυγρον, καὶ πτύελον πουλὺ καὶ γλίσχρον, καὶ ἢν ὀξέος γεύηται ἢ δριμέος, τὸ πτύελον ἐν τῷ στόματι πλαδωδέστερόν τε ἔσται καὶ ἄναλτον, καὶ πρὸς πᾶν ὅ τι ἂν φάγωσιν ἢ πίωσιν ὄχλος προσίσταται αὐτέῃσι, καὶ ἀείρεται ἡ κοιλίη, καὶ ναυσίη, καὶ ἀλυσμὸς πουλύς· ἀπό τε κεφαλῆς ῥεῦμα καταῤῥέει, καὶ πάντ' ἐμπλάσσεται, καὶ πολλὴν ὑγρασίην ἐπάγεται, καὶ τὰ ὑποφθάλμια πελιδνὰ καὶ πεφυσημένα. Ταύτας χρὴ ὅλας πυριῇν, καὶ πυκνὰ ἐμέειν καὶ ἀπὸ σιτίων καὶ ἀπὸ νηστείης· μαλάσσειν δὲ τὴν κάτω κοιλίην φαρμάκοισι πάμπαν κούφοισιν, ὁκόσα ἥκιστα χολὴν ἄγει, καὶ μονοσιτέειν, καὶ γυμνάζεσθαι συχνὰ, καὶ ὡς ξηροτάτῃ τροφῇ διαιτᾶσθαι, καὶ ποτῷ ἐλαχίστῳ ἀκρητεστέρῳ· κοιλίη δὲ εὔλυτος ἀμείνων διαφυλάσσεσθαι. Τὰς δὲ ὑστέρας χρὴ, ἢν μὴ πρὸς ταύτην τὴν διαίτην ἐνακούωσι, καθαίρειν φαρμάκοισιν ἀδήκτοισι προσθέτοισιν· προπυριῇν δὲ πρὸ τῶν καθαρσίων αἰεὶ, πρότερον μὲν τῇ πυρίῃ τῇ ἐκ τῶν μαράθρων, ἔπειτα δὲ τῇ ἐκ τῶν θυμιημάτων. Τὰς δὲ πυρίας ποιέεσθαι καὶ τὰς προσθέσιας τεκμαιρόμενον ὅκως ἅπαντα πεποιήσεται καὶ κατὰ τρόπον ἔσται, ἐν ᾧ χρόνῳ τὰ ἐπιμήνια εἴη. Ἢν μὲν οὖν καθαρά τε καὶ ἀκραιφνέα καὶ ἔναιμα γίνηται, οὕτως ἴτω παρὰ τὸν ἄνδρα ἐν ἀρχομένοισι τοῖσιν ἐπιμηνίοισιν· ἄριστον δὲ ἐν ἀπολείπουσι καὶ ἔτι ἰόντων μᾶλλον ἢ ἀφανέων. Ὅταν δὲ μέλλῃ ἰέναι παρὰ τὸν ἄνδρα, ὑποθυμιήσθω τι τῶν θυμιημάτων τῶν στυπτικῶν· θυμιήσθω δὲ διὰ τοῦ κανείου καὶ τοῦ καλάμου, ἐπὶ σποδιὴν θερμὴν ἐπιπάσσουσα τὸ φάρμακον· ὅταν δὲ ἐπιπάσσῃ, καὶ τὸ κανεῖον περιθεῖναι καὶ τὸν κάλαμον, καὶ καθεζομένην πυριῆσθαι. Ὁκόταν δὲ δέῃ αὐτὴν θυμιῆσθαι, τῷ μολυβδίῳ χρήσθω, ὡς ἀνεωγμένῳ τῷ στόματι θυμιῆται· εἶτα ὅταν ἀνίστηται, πάλιν ἐν τῇ κλίνῃ προσθέσθω τὸ μολύβδιον· εἶτα ἀφελομένη, αὐτίκα ξυνευναζέσθω τῷ ἀνδρὶ, καὶ ἢν τὰ ἀπὸ τοῦ ἀνδρὸς μὴ δῆλά οἱ ᾖ, ἐκτείνασα τὰ σκέλεα καὶ ἐπαλλάξασα ἠρεμείτω. Νηστείη δὲ ὄφελος ἐν ταύτῃ τῇ ἡμέρῃ, πλὴν κυκεῶνα, ἢν ἐθέλῃ, ἄναλτον ἐφ' ὕδατι· τοῦτο δὲ πιέειν τότε, ὁκόταν μέλλῃ θυμιῆσθαι. Ἢν δὲ ξυγγενομένη τῷ ἀνδρὶ κατάσχῃ τῇ ὑστεραίῃ τὴν γονὴν καὶ μηδὲ ἐς τὴν ἑτέρην ἀπίῃ ἡμέρην, σιτίων μὲν εἴργεσθαι καὶ λουτρῶν, πίνειν δὲ ἄλφιτον ἐν ὕδατι ἄναλτον καὶ δὶς καὶ τρὶς τῆς ἡμέρης. Αὕτη δὲ ἡ δίαιτα ἔστω ἡμέρας ἓξ, ἀμείνων δὲ καὶ ἑπτὰ, ἢν μὴ ἀπίῃ τὰ ἀπὸ τοῦ ἀνδρὸς ὅταν ξυγγένηται. Ἀλουτείτω δὲ πάντα τὸν χρόνον, καὶ ἀκινητέειν ἐπιτηδευέτω· ἢν δὲ βούληται περιπατεῖν, περιπατείτω ἐν ὁμαλῷ χωρίῳ καὶ λείῳ, πρὸς ἄναντες δὲ μηδὲν, μηδὲ κάταντες· καθέζεσθαι δὲ ἐπὶ μαλθακὰ, ἢν ξυλλάβῃ· τὴν δ' ἄλλην δίαιταν τὴν αὐτὴν ποιέεσθαι μέχρις ἡμερέων τριήκοντα. Ἀλουτεέτω δὲ, ἢ καὶ, ὅτε δέοι, λουθῆναι ὀλίγῳ καὶ μὴ λίην θερμῷ· τὴν δὲ κεφαλὴν μὴ βρέχειν. Σιτίοισι δὲ χρεέσθω καὶ ἄρτοισι καὶ μάζῃ, ἤν γε βούληται· κρεῶν δὲ φάσσῃ καὶ τοῖσι παραπλησίοισι, θαλασσίων δὲ ὁκόσα κοιλίην ἵστησιν· εἴργεσθαι δὲ λαχάνων δριμέων· οἴνῳ δὲ μέλανι χρεέσθω, κρέασι δὲ ὀπτοῖσι μᾶλλον ἢ ἑφθοῖσι, καὶ τῶν ἡμέρων καὶ τῶν θηρείων.

[12]    Καὶ ταύτην, ἢν μὲν ξυλλάβῃ, οὕτω χρὴ ποιέειν· ἢν δὲ μὴ ξυλλάβῃ, ἀλλ' οἴχηται δευτεραῖα ἢ τριταῖα τὰ τοῦ ἀνδρὸς ῥεόμενα παμπόλλῃ ὑγρασίῃ, δῆλον ὅτι ὑγρότεραί εἰσιν αἱ ὑστέραι. Θεραπεύειν οὖν χρὴ κατὰ τὸν ὑφηγημένον τρόπον, μέχρις ἂν ξηραὶ γένωνται· ὁκόταν δὲ δοκέωσι ξηραὶ εἶναι, ἰητρείη ἥδε ἀρίστη, φάρμακον μαλθακτήριον κατόπιν τε καὶ ἐς τοὔμπροσθεν, ἄχρις οὗ αὗται κατὰ φύσιν γένωνται· καὶ αὖθις ἴτω παρὰ τὸν ἄνδρα, ὅταν τὰ ἐπιμήνια μηκέτι πολλὰ ᾖ, ἀλλ' ὀλίγα καὶ εὔχροα, καὶ ὀργᾷ. Καὶ ἐν τῇσιν ἄλλῃσιν ἡμέρῃσιν ἱμεροῦσθαι χρὴ τοῦ ἀνδρὸς, ἢν ἄριστα ἔχωσιν αἱ ὑστέραι. Ὅταν δὲ ξυγγένηται ἐν τῇσιν ἡμέρῃσι τῇσιν εἰρημένῃσιν, ἢν εὐτρεπισθῶσιν αἱ ὑστέραι, ἢν κατάσχῃ τὴν γονὴν ἡμερέων δέκα ἢ δυοκαίδεκα, μὴ ἰέναι ὡς τὸν ἄνδρα. Ἢν δὲ μὴ ξυλλάβῃ, ὑγιέες δὲ ἔωσιν αἱ μῆτραι, γίνεται γὰρ δὴ καὶ τοῦτο πολλῇσιν, ἐπειδὰν ἀκιδναὶ αἱ μῆτραι, εὔτροφοι ἐοῦσαι, ὑπὸ πάθεος γένωνται ἢ ὑπὸ φαρμακείης τε καὶ πυρίης πολλῆς, οὐ δύνανται φέρειν τὴν γονὴν, πρὶν ἢ ἐθάδες γίνωνται καὶ ἰσχύωσιν· γνωστὸν δὲ τοισίδ' ἐστὶν ὧδε· ὁκόταν ἀπίῃ οἱ, ἄπεισι δὲ δευτεραίῃ ἢ καὶ τριταίῃ καὶ ἔτι ἀνωτέρω, ἀπέρχεται δὲ παχέα τε καὶ ξυνεστεῶτα οἷον βλένναι, ἢν μὴ κακόν τι ᾖ καὶ διὰ νοῦσον ἑτέρην ὑστερέων ἡ γονὴ ἀπαλλάσσηται. Ὅταν οὖν τοιαῦτα φανθῇ, θεραπηΐης μὲν ἀπόχρη ὑστερέων· τοῦ δ' ἄλλου σώματος ἐπιμελείην ἔχειν, ὡς εὐεξίη τοιαύτη οἱ ᾖ, ὡς ξυνεσταλμένον τε ἅμα τὸ σῶμα εἶναι καὶ εὔογκον, λουτροῖσιν ὀλίγοισι, πόνοισι πρηέσι πλέοσι· δριμέων καὶ ἁλμυρῶν εἴργεσθαι· ἐμέτοισι χρῆσθαι πρὸ τῶν ἡμερέων ὧν μεμαθήκει τὰ ἐπιμήνια γίνεσθαι, καὶ αὖθις λιμοκτονέεσθαι, καὶ τἄλλα ἐπιτελεῖν ἅσσα εἴρηται. Αὕτη μὲν θεραπηΐη ἀμφὶ τῶνδε.

[13]    Ὅσῃσι δὲ, ὅταν ξυγγένωνται, αὐτίκα διαῤῥέει τὰ ἀπὸ τοῦ ἀνδρὸς, ταύτῃσι τὸ στόμα τῶν ὑστερέων πρόφασις. Θεραπεύειν δὲ δεῖ οὕτως· ἢν μὲν σφόδρα μεμυκὸς ᾖ, ἀναστομῶσαι τοῖσι δαιδίοισι καὶ τοῖσι μολιβδίοισι· πυριῇν δὲ μαλθακῇ πυρίῃ, τῇ ἐκ τοῦ μαράθρου, καὶ καθαίρειν προσθέτοισιν ὅσα λεπτύνει τὰς ὑστέρας καὶ ἐς ἰθὺ καθίστησι· μετὰ δὲ τὰς καθάρσιάς τε καὶ τὰς πυρίας κλύζειν τοισίδε ἅσσα ἐναντία τῇ προφάσει. Ὅσῃσι δὲ τὸ στόμα ἀπεστραμμένον ἐστὶ καὶ προσπεπτωκὸς πρὸς τὸ ἰσχίον, γίνεται γὰρ καὶ τοιαῦτα διακωλύοντα τὴν ὑστέρην τὴν γονὴν προσδέχεσθαι, ὅταν οὖν τι τοιοῦτον ξυμβῇ, πυριῇν χρὴ τῇσιν εὐώδεσι τῶν πυριῶν· μετὰ δὲ τὴν πυρίην παραφασσαμένην τῷ δακτύλῳ ἀποσπᾷν τοῦ ἰσχίου· ὅταν δὲ ἀποστήσῃ, ἐξορθοῦν τοῖσι δαιδίοισι καὶ τῷ μολιβδίῳ κατὰ τὸν ἔμπροσθεν λόγον· ὅταν δὲ ἐξωρθωμέναι τε καὶ ἀνεστομωμέναι γένωνται, προσθέτοισι μαλακοῖσι καθαίρειν, καὶ τἄλλα ποιέειν κατὰ τὸν ὑφηγημένον λόγον. Ὅταν ἀνεστομωμέναι μᾶλλον τοῦ δέοντος αἱ ὑστέραι ἔωσι, καθάρσιος δέονται· μετὰ δὲ τὰς καθάρσιας, κλυσμῶν καὶ θυμιημάτων. Ἢν δὲ ἐγγύτερον ἔωσι τοῦ δέοντος, ἐμέτων δέονται αἱ ὑστέραι καὶ πυρίης δυσώδεος, μέχρις ὅτου ἐς χώρην ἔλθωσι· τῇ διαίτῃ δὲ τῇ ὑφηγημένῃ χρῆσθαι. Ἢν δὲ τὸ στόμα πιμελῶδες ᾖ καὶ πάχετον, καὶ διὰ τοῦτο μὴ κυΐσκηται, νᾶπυ ἑφθὸν ἐσθίειν νῆστιν, καὶ ἄκρητον ἐπιπίνειν· πρόσθετον δὲ νίτρον ἐρυθρὸν καὶ κύμινον καὶ ῥητίνην· ἄριστον δ' ἐν ὀθονίῳ· ἢ νίτρον ξὺν σμύρνῃ καὶ ῥητίνῃ καὶ κυμίνῳ καὶ μύρῳ λευκῷ· ἢ ἐλάφου κέρας καῦσαι καὶ μίξαι ὠμήλυσιν διπλασίην, ἐν οἴνῳ ἐπὶ ἡμέρας τέσσαρας πινέτω. Ἢν δὲ μὴ ῥηΐζῃ, πράσα ἑψεῖν καὶ ἀμφικαθίζεσθαι· ἢ φηγὸν τρίβουσα προστιθέσθω· σκόροδά τε τρώγειν νεαρὰ, καὶ μελίκρητον ἐπιπίνουσα ἐμεέτω.

[14]    Ὅσῃσι δὲ ἐμμένει καὶ ἐνσήπεται καὶ ὄχλον ποιέει, ἀνδραφάξιος ἀγρίης καρπὸν ἢ χυλὸν ξὺν μέλιτι ἢ ξὺν κυμίνῳ ἐκλεικτὸν διδόναι.

[15]    Ὅταν δὲ δύσοδμα ἔῃ, καὶ οὐ κυΐσκηται, ἀνδράχνην καὶ χηνὸς ἔλαιον μίσγειν καὶ προστιθέναι.

[16]    Ὅσῃσι δὲ ἑκταῖα καὶ ἑβδομαῖα τὰ ἀπὸ τοῦ ἀνδρὸς κατασηπόμενα χωρέει, ταύτῃσιν εἰκὸς γίνεσθαι ὑπ' ἀμφοῖν ἐπιῤῥοῇ, χολῆς καὶ ἅλμης· θεραπεύειν δὲ χρὴ ὧδε ἐλλεβόρῳ ἢ σκαμμωνίῃ καὶ πεπλίῳ· καθαίρουσι γὰρ ἄνω τε καὶ κάτω φλέγμα τε καὶ χολὴν, καὶ φύσας ἄγει· πρὸ δὲ τῶν καθαρσίων τῇσι πυρίῃσι χρῆσθαι τῇσιν ἐκ τῶν θυμιημάτων· ὅταν δὲ πυριήσῃς, καθαίρειν προσθέτοισι τὸν αὐτὸν τρόπον ὡς ἐν τῇσι πρόσθεν, καὶ μετὰ τὰς πυρίας καὶ καθάρσιας τοῖσι μαλθακτηρίοισι χρέο, καὶ τὸ ἐκ τῆς λινοζώστιος πρόσθετον, καὶ ἀρτεμισίης ποίης καὶ ἀνεμώνης καὶ ἐλλεβόρου λευκοῦ ἢ μέλανος. Τὰ μὲν τῶν φαρμακηΐων ταύτῃσιν ὧδε χρή· τὴν δὲ δίαιταν ἀποσκεπτόμενον τῆς ἀνθρώπου ἐς τὸ οὖλον σῶμα ποιέειν, ἤν τε αὐχμηροτέρη δοκέῃ εἶναι, ἤν τε σαρκωδεστέρη· κἢν μὲν αὐχμηροτέρη, λουτροῖσι πλείοσι καὶ ἑφθοῖσι πᾶσι τοῖσιν ὄψοισιν, εἴτε θαλασσίοισιν εἴτε κρέασιν, οἴνῳ δὲ ὑδαρέϊ, λαχάνοισιν ἑφθοῖσι καὶ λιπαροῖσι πᾶσι καὶ γλυκέσι· ταῦτα γὰρ ὡς ἐπιτοπουλὺ ποιέει ὑγρηδόνα εἶναι καὶ ἐν τῷ ἄλλῳ σώματι καὶ ἐν τῇσιν ὑστέρῃσιν. Ἢν δὲ ὑγροτέρη ᾖ, δέονται αἱ τοιαῦται ὑστέραι τούτων οὐδὲν, ἀλλὰ τἀναντία· οὐ χρὴ ψαύεσθαι οὐδὲ κλύζεσθαι νεοχμῶς οὐδὲ θυμιῆσθαι· πρὸς γὰρ τὸ κινεύμενον φιλέει ἰέναι. Καὶ ἢν ἐξυγρανθέωσι μᾶλλον τῆς φύσιος, χρὴ δὴ ξηραίνειν καὶ θυμιῇν· ἢν δὲ χολώδεα ἴῃ ἐπὶ σφέας, ὅ τι χολὴν καθαίρει διδόναι· ἢν δὲ ἁλμυρώδεα, γάλα ὄνειον καὶ οἶνον καὶ τἄλλα ἀλεξητήρια.

[17]    Χρὴ δὲ σκεψάμενον τῶν νοσημάτων τὰς δυνάμιας καὶ ὑφηγεύμενον τὰς προφάσιας ὡς χρὴ ἐξ ὧν αἱ νοῦσοι γίνονται, ἐπὶ τὰ ἄλλα ἰέναι ὧδε καὶ τὰ ἀμφὶ τὰ χωρία ἰῆσθαι. Καὶ ὅσαι μὲν διὰ τὴν τῶν στομάτων αἰτίην διακωλύονται μὴ ἴσχειν ἐν γαστρὶ, τούτων εὐτρεπίζειν τὰ στόματα, ὡς εὐκρινέα ᾖ. Ὅσων δὲ ἡ ὑγρηδὼν εἴργει, ταύτην ἐσορῇν ὡς μὴ διακωλύῃ, σκεπτόμενον ἐς ὅλα τὰ πρήγματα τῶν γυναικῶν, ἤν τε ἐξ ἅπαντος τοῦ σώματος δοκέῃ τι κινέεσθαι, ἤν τε ἀπ' αὐτέων τῶν ὑστερέων, ἤν τε ἀπ' ἄμφω. Τὰς δὲ ὑστέρας ὧδε μελεδαίνειν, ὅκως μήτε ὑγραὶ ἔωσι μήτε λίην αὖαι· ἀλλὰ τὰς μὲν ξηροτέρας εὐχύλως, ὅσῳ αὐχμηρότεραί εἰσι, τοιαύτῃ ἰκμάδι, ὡς πιαλέαι μᾶλλον ἔσονται ἢ ἰσχναλέαι· τὰς δὲ ἐξυγρασμένας καὶ διαβρόχους ξηραίνειν ὑπολειπόμενον ἐνίκμους εἶναι καὶ μὴ λίην ἀπεξηράνθαι· αἱ γὰρ ὑπερβολαὶ τουτέων πάνυ φευκτέαι. Λαμβάνει δὲ ἐν γαστρὶ οὔτε ἡ ὑγρηδόνα ἔχουσα, ἀτὰρ οὐδὲ ἡ αὐαινομένη, ἢν μὴ ᾖ ἐν τῇ ἀρχαίῃ φύσει τουτέων τι. Ἰέναι δὲ χρὴ παρὰ τὸν ἄνδρα, ὅταν τὰ ὑπὸ τῆς θεραπείης καλῶς ἔχῃ, ληγόντων ἢ ἀρχομένων τῶν ἐπιμηνίων· ἄριστον δὲ καὶ ἐπὴν παύσηται· μάλιστα δὲ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσι πειρηθῆναι, ἢν δύνηται κυΐσκεσθαι· αὗται γὰρ κυριώταται. Ἢν δὲ μὴ αὐτίκα ξυλλάβῃ, τἄλλα δὲ καλῶς ἔχῃ, οὐδὲν κωλῦον ἐν τῇσιν ἄλλῃσι τῶν ἡμερέων ξυνιέναι τῷ ἀνδρί· προθυμίην γὰρ σφίσι ποιέει ἡ μελέτη, καὶ ἀναχαλᾶται τὰ φλέβια, καὶ ἢν τὰ ἀπὸ τοῦ ἀνδρὸς ἀπιόντα ὁμοῤῥοθῇ κατ' ἴξιν τῷ ἀπὸ τῆς γυναικὸς, κυήσει· καὶ γὰρ τόδε ἄρτιον ἔστιν ᾗσιν, ἤν τε αὐτίκα ἤν τε ἐν ὑστέρῳ χρόνῳ. Ταῦτα μὲν ἀμφὶ τούτων λέλεκται.

[18]    Ἢν δὲ ὑγρότερον ᾖ τὸ στόμα τῶν ὑστερέων, οὐ δύνανται εἰρύσαι τὸν γόνον· προσθέτοισι δὲ χρέεσθαι δριμέσι· δηχθεὶς γὰρ καὶ φλεγμήνας ὁ στόμαχος στεῤῥὸς ἔστιν ὅτε γίνεται· κατὰ δέ τι ἠδέλφισται, ἢν σκιῤῥωθέωσιν· ἄρειον γὰρ τὰ δριμέα προστιθέναι· ἀδαξῶντα γὰρ, λεπτὰ καὶ πυρώδεα ἐόντα, τὸν σκίῤῥον διαχέει· ἢν δὲ λαπαχθῇ ὁ σκίῤῥος, μαλθακοῖσιν ἰῆσθαι καὶ ὅ τι μὴ δήξεται.

[19]    Ἢν δὲ διὰ πολλοῦ μὴ κυΐσκηται τῶν καταμηνίων ἐπιφαινομένων, ὅταν ᾖ τριταίη ἢ τεταρταίη, στυπτηρίην λείην τρίψας, διεὶς μύρῳ, εἰρίῳ ἀνασπογγίζων προστίθει, καὶ ἐχέτω ἡμέρας τρεῖς· τῇ δὲ τετάρτῃ, χολὴν βοὸς αὔην ἐν ἐλαίῳ ἀναζέσας, καὶ ἄχνην ἀναδεύσας πρόσθες, καὶ ἐχέτω ἐπὶ ἡμέρας τρεῖς· τῇ δὲ ὑστεραίῃ ἐξελέσθω, καὶ τῷ ἀνδρὶ ξυνίτω.

[20]    Ἢν τὴν γονὴν μὴ δέχηται ἡ γυνὴ τῶν γυναικηΐων κατὰ φύσιν ἐρχομένων, μῆνιγξ ἐπὶ πρόσθεν ἔσται· γίνεται δὲ καὶ ἐξ ἄλλων· γνώσῃ δὲ τόδε τῷ δακτύλῳ εἰ ἅψῃ τοῦ προβλήματος. Πρόσθεμα δὲ ποιῆσαι ῥητίνην καὶ ἄνθος χαλκοῦ, ἐν μέλιτι διεὶς, ὀθόνιον ἀρδαλώσας, πρόσθες ῥάμμα ἐκδήσας ἐκ τοῦ ἄκρου ὡς ἐσωτάτω· ὅταν δὲ ἐξελκύσῃς, τὴν μυρσίνην ἐν οἴνῳ ἀφεψῶν, τῷ οἴνῳ χλιερῷ διανιζέσθω· περιελεῖν δὲ τὸν χιτῶνα ἄμεινον.

[21]    Εἰσὶ δὲ γυναῖκες αἵτινες λαμβάνουσι μὲν ῥηϊδίως ἐν γαστρὶ, ἐξενεγκεῖν δὲ οὐ δύνανται, ἀλλὰ σφέων τὰ παιδία διαφθείρονται ἅμα τῷ τρίτῳ μηνὶ ἢ τῷ τετάρτῳ, οὐδεμιῆς βίης ἐπιγενομένης, οὐδὲ βορῆς ἀνεπιτηδείου. Καὶ ταύτῃσιν αἴτιόν ἐστιν ἓν τῶν εἰρημένων· καὶ μάλιστα ἐπὴν παραμεθίωσι τῆς αὔξης τῷ ἐμβρύῳ αἱ μῆτραι. Κοιλίη σφιν ταράσσεται, καὶ ἀσθενείη καὶ πυρετὸς σφοδρὸς καὶ ἀσιτίη ἐμπίπτει τῷ χρόνῳ τούτω, ᾧ ἂν τὰ παιδία φθείρωσιν. Ἔστι δὲ καὶ τόδε αἴτιον, ἢν αἱ μῆτραι ἔωσι λεῖαι ἢ φύσει ἢ ἑλκέων αὐτέῃσιν ἐγγενομένων· ἢν γὰρ λεῖαι ἔωσιν, ἔστιν ὅτε οἱ ὑμένες ἀπ' αὐτέων ἀφίστανται, ἐπὴν τὸ παιδίον ἄρχηται κινέεσθαι, οἱ περιισχόντες αὐτὸ, ἅτε ἡσσόνως ἐχόμενοι τῶν μητρέων ἢ ὡς δεῖ, οἷα λείων ἐουσέων. Εἰδείη δ' ἄν τις τουτέων ἕκαστα, εἰ ἐρωτῴη ἀτρεκέως ταῦτα· περὶ δὲ τῆς λειότητος, εἰ ἑτέρη γυνὴ ψαύσειε τῶν μητρέων κενεῶν ἐουσέων, οὐ γὰρ ἄλλως διάδηλον γίνεται. Ἢν δὲ ἴῃ τὰ καταμήνια ταύτῃσιν, ἁλέα ἔρχεται. Ἔστι δ' αὐτέων ᾗσι γίνεται, ὥστε ἐκφέρειν τὰ ἔμβρυα· μελεδαινομένῃσι δὲ ἐλπίδις εἰσὶ τόκου. Ἀμφὶ δὲ τῶνδε ὧδε ἔχει.

[22]    Ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν τοκήεσσαν ἐθέλῃς γενέσθαι, χρὴ τὰ ἐπιμήνια σκέψασθαι, ἤν τε φλεγματώδεα ἤν τε χολώδεα ᾖ. Γνώσῃ δὲ τῷδε· ψάμμον ὑποβαλεῖν λεπτὴν καὶ ξηρὴν, ὅταν οἱ τὰ ἐπιμήνια γίνηται, καὶ ἐν τῷ ἡλίῳ ἐπιχέαι τοῦ αἵματος, καὶ ἐᾷν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδης ᾖ, ἐν τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν ἔσται, ἢν δὲ φλεγματώδης ᾖ, οἷον μύξαι. Τούτων ὁκότερον ἂν ᾖ, καθῆραι τὴν κοιλίην, ἤν τε ἄνω δέῃ ἤν τε κάτω· ἔπειτα τὰς ὑστέρας καθαίρειν.

[23]    Ἢν δὲ θέλῃς ξυλλαβεῖν, τοῦ κισσοῦ ἑπτὰ κόκκους, ἢ τῶν φύλλων κατὰ μῆνα πίνειν ἐν οἴνῳ παλαιῷ, παυομένων τῶν ἐπιμηνίων· ἢ σίδιον ἑψήσας ἐν οἴνῳ εὐώδει ἀκρήτῳ, βάλανον ποιήσας, προσθεῖναι ἔς τε μεσημβρίην· ἢ στυπτηρίην αἰγυπτίην τρίψας λείην, ἐς εἴριον ἐνδήσας προστίθεσθαι, ἦμος ἥλιος δύνῃ, εἶτα ἀφελομένη διανιζέσθω οἴνῳ εὐώδει· ποιέειν δὲ ταῦτα, παυομένων τῶν ἐπιμηνίων.

[24]   Ἔχει δὲ καὶ τόδε οὕτως· ἐπὴν ἀποκαθαρθέωσιν αἱ γυναῖκες, μάλιστα ἐν γαστρὶ λαμβάνουσιν ἱμερωθεῖσαι, καὶ ὁ γόνος σφίσι ῥώννυται, ἢν μιγέωσιν ὅτε χρὴ, καὶ ὁ τοῦ ἀνδρὸς ῥηϊδίως μίσγεται, καὶ ἢν ἐπικρατήσῃ, τῷδε ἠδέλφισται· τότε γὰρ μάλιστα τὸ στόμα τῶν μητρέων κέχηνε, καὶ τετανόν ἐστι μετὰ τὰς καθάρσιας, καὶ αἱ φλέβες τὴν γονὴν σπῶσιν· ἐν δὲ τῷ πρὶν χρόνῳ τό τε στόμα τῶν μητρέων μέμυκε μᾶλλον, καὶ αἱ φλέβες πλέαι αἵματος ἐοῦσαι οὐχ ὁμοίως σπῶσι τὴν γονήν. Ἢν δὲ ὁ γόνος ἀποῤῥέῃ διιπετὴς, καὶ μὴ λήγῃ, οὐ μίσγεται ἀσπασίως τῷ ἀνδρὶ, οὐδὲ κυΐσκεται, καὶ ἰξύες ἐπώδυνοι, καὶ πῦρ ἔχει βληχρὸν, καὶ ἀδυναμίη, καὶ ἀψυχίη· καὶ ἔστιν ὅτε αἱ ὑστέραι ἐν τῇ σφέων αὐτέων μὴ εἰσὶν ἕδρῃ. Ἢν μὲν οὖν ὑπὸ πλησμονῆς ἴῃ, ἐᾷν ἄριστον· ἢν δὲ ἡ ὑστέρη χαλάσῃ, δίαιτα χόνδρος, κρέας ὕειον ἢ φάσσης, οἶνος μέλας, ποτήματα ὅσα πρὸς ῥόον γεγράψεται.

[25]    Νῦν δὲ ἐρέω ἀμφὶ νουσημάτων τῶν ἐν γαστρὶ ἐχουσέων. Φημὶ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ δίμηνον ἢ τρίμηνον καὶ περαιτέρω, ἢν τὰ ἐπιμήνια χωρέῃ αὐτῇ κατὰ μῆνα ἕκαστον, ἀνάγκη λεπτήν τέ μιν γενέσθαι καὶ ἀσθενέα· ἔστι δ' ὅτε καὶ πῦρ ἐπιλαμβάνει τὰς ἡμέρας ἕως ἂν χωρέῃ τὰ ἐπιμήνια, καὶ ἐπὴν χωρέῃ· καὶ μετὰ τὴν χώρησιν χλωρὴ γίνεται, χωρέει δὲ ὀλίγα. Ταύτῃσι κεχήνασιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ, παραμεθίασί τε τῆς αὔξης τοῦ ἐμβρύου· κατέρχεται γὰρ, ἐπὴν ἐν γαστρὶ ἔχῃ ἡ γυνὴ, ἀπὸ παντὸς τοῦ σώματος αἷμα ἐπὶ τὰς μήτρας κατ' ὀλίγον, καὶ περιιστάμενον κύκλῳ περὶ τὸ ἐν τῇσι μήτρῃσιν ἐὸν αὔξει κεῖνο· ἢν δὲ χάνωσιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ, παραμεθίασι τοῦ αἵματος κατὰ μῆνα, ὥσπερ εἴωθε χωρέειν, καὶ τὸ ἐν τῇσι μήτρῃσιν ἐὸν λεπτόν τε καὶ ἀσθενὲς γίνεται. Μελεδαινομένης δὲ τῆς γυναικὸς, ἄμεινόν τε τὸ ἔμβρυον, καὶ αὐτὴ ἡ γυνὴ ὑγιαίνει· ἢν δὲ μὴ μελεδαίνηται, φθείρεται τὸ ἔμβρυον, κινδυνεύει δὲ καὶ αὐτὴ τὸ νούσημα χρόνιον ἔχειν, ἤν οἱ ἡ κάθαρσις πλεῖον τοῦ δέοντος χωρέῃ μετὰ τὴν διαφθορὴν, οἷα τῶν μητρέων μᾶλλον ἐστομωμένων. Καὶ κίνδυνος ἔσται, ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἡ κεφαλὴ φλεγματώδης ᾖ, καὶ καταβαίνῃ τὸ φλέγμα δριμὺ ἐς τὴν κοιλίην, καὶ καταῤῥήσῃ ἀπὸ τῆς κεφαλῆς τὴν κοιλίην, καὶ πὺρ ἐπιλαμβάνει αὐτὴν βληχρὸν, καὶ παλμοὶ ἔστιν ᾗσιν ἀσθενέες, ὑπεκλυόμενοι, ἐπαναδιδόντες, ὀξέες· ἢν δὲ καὶ ἀσιτίη ἔχῃ καὶ ὠδυναμίη, κίνδυνος ἐν τάχει φθαρῆναι τὸ ἔμβρυον, καὶ αὐτὴ ἐν κινδύνῳ ἔσται ἀπενεχθῆναι, ἢν μὴ μελεδαίνηται, ἐπὴν ἀποφύγῃ, ἅτε τῆς κοιλίης εὐρόου ἐούσης, ἀλλ' αὐτίκα δεῖ καταλαμβάνειν. Πολλοὶ δὲ καὶ ἄλλοι εἰσὶ κίνδυνοι, ἐν οἷσι τὰ ἔμβρυα φθείρονται· καὶ γὰρ ἢν ἡ γυνὴ ἐν γαστρὶ ἔχουσα νοσήσῃ καὶ ἀσθενὴς ᾖ, καὶ ἄχθος βίῃ ἀείρῃ, ἢ πληγῇ, ἢ πηδήσῃ, ἢ ἀσιτίῃσιν ἢ λειποθυμίῃσιν ἔχηται, ἢ πλέονα ἢ ὀλίγην τροφὴν λαμβάνῃ, ἢ διδίσσηται καὶ πτύρηται, ἢ κεκράγῃ ἢ ἀκρατήσῃ· καὶ τροφὴ δὲ αἰτίη φθορῆς καὶ τὸ αἷμα πουλύ. Καὶ αὐταὶ δὲ αἱ μῆτραι ἔχουσι φύσιας ᾗσιν ἐξαμβλέεται, οὖσαι πνευματώδεες, πυκιναὶ, μαναὶ, μεγάλαι, σμικραὶ, καὶ ἀλλὰ ὅσα ἔοικεν. Ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα τὴν κοιλίην ἢ τὴν ὀσφὺν πονέῃ, ὀῤῥωδέειν χρὴ τὸ ἔμβρυον ἀμβλῶσαι, ῥαγέντων τῶν ὑμένων, οἳ αὐτὸ περιέχουσιν. Εἰσὶ δὲ αἳ φθείρουσι τὰ ἔμβρυα, ἢν δριμύ τι ἢ πικρὸν φάγωσι παρὰ τὸ ἔθος ἢ πίωσι, νηπίου τοῦ παιδίου ἐόντος· ἢν γὰρ τῷ παιδίῳ παρὰ τὸ ἔθος τι γένηται, καὶ ἢν σμικρὸν ἔτι ᾖ, θνήσκει, καὶ ἢν τοιαῦτα φάγῃ ἢ πίῃ ἡ γυνὴ, ὥστε οἱ ἰσχυρῶς ταραχθῆναι τὴν κοιλίην, νηπίου ἐόντος τοῦ παιδίου· ἐπαΐουσι γὰρ αἱ μῆτραι τοῦ ῥεύματος χωρέοντος ἐκ τῆς κοιλίης. Καὶ ἢν ταλαιπωρήσῃ ἡ γυνὴ πλέονα τοῦ καιροῦ καὶ οἱ ἡ κοιλίη ἑρχθῇ ἢ καὶ μεγάλη γένηται, ἀπογίνεται καὶ οὕτω τὸ παιδίον οἷα θερμανθὲν ὑπὸ τῆς ταλαιπωρίης καὶ πιεζεύμενον ὑπὸ τῆς κοιλίης· κάρτα γὰρ τὰ πολλὰ, σμικρὰ ἐόντα, ἔστιν ἄγυια. Τὰ δὲ καὶ μεγάλα φθείρεται παιδία· ὥστε οὐ χρὴ θαυμάζειν τὰς γυναῖκας, ὅτι διαφθείρουσιν ἄκουσαι· φυλακῆς γὰρ καὶ ἐπιστήμης πολλῆς δεῖ ἐς τὸ διενεγκεῖν καὶ ἐκθρέψαι τὸ παιδίον ἐν τῇσι μήτρῃσι, καὶ ἀποφυγεῖν αὐτὸ ἐν τῷ τόκῳ.

[26]    Εἰ δὲ γυνὴ ἐν γαστρὶ ἔχουσα τὸ σῶμα φλαύρως ἔχοι, καὶ εἴη χολώδης καὶ ἐπίπονος, καὶ πυρεταίνοι ἄλλοτε καὶ ἄλλοτε, καὶ τὸ στόμα ἐκπικράζοιτο, γλῶσσα χλωρὴ, ὄμματα ἰκτερώδεα, ὄνυχες χολώδεες, οὖρον δριμὺ, ἄλλως τε καὶ εἰ πυρεταίνοι, ταύτῃ ξυμβήσεται, ἐπὴν τέκῃ, τὴν κάθαρσιν χολώδεα εἶναι, καὶ τὸ παιδίον ἀσθενές· καὶ ἢ χολώδεα τὰ λοχεῖα ἢ μέλανά ἐστι κάρτα, καὶ ἐπιπολῆς λῖπος ἐπιγίνεται, καὶ ἔρχεται κατ' ὀλίγον, καὶ οὐ ταχὺ πήγνυται· καὶ τὸν μὲν πρῶτον χρόνον ῥηϊτέρως οἴσει, ἔπειτα χαλεπώτερον, καὶ ἐπικαθαίρεται ἐλάσσονα τοῦ δέοντος· ἢν γὰρ τὸ σῶμα φλαύρως ἔχῃ, καὶ τὰ λοχεῖά οἱ ἐλάσσονα χωρήσει καὶ πονηρότερα. Πείσεται δὲ ταὐτὰ πάντα καὶ ᾗ τὰ καταμήνια χωρέει χολώδεα, ἐλάσσονα δὲ χρόνον νοσήσει, καὶ κινδύνους τοὺς αὐτοὺς ἕξει ἡ νοῦσος, καὶ σημήϊα, καὶ μεταλλαγάς· ἢ γὰρ ἔμετος ταύτῃσι χολώδης ἢ κατὰ τὴν κοιλίην κάθαρσις γίνεται, καὶ ἑλκοῦνται αἱ μῆτραι. Φυλακῆς δὲ πολλῆς δέεται ἡ γυνὴ, ὅταν τοιοῦτόν τι γένηται, ὅκως μὴ θανεῖται ἢ ἄφορος ἔσται. Ἢν δὲ μηδὲν τουτέων γένηται καὶ μὴ μελεδαίνηται, ἀλλά οἱ τὰ λοχεῖα κρυφθῇ, θνήσκει ἐν τριήκοντα καὶ μιῇ ἡμέρῃ ὡς ἐπιτοπολύ. Ταύτην φάρμακον πῖσαι χοληγὸν, καὶ ἄνησον ἀρήγει, καὶ ὅσα ἐς οὔρησιν· ἐμέειν δὲ, καὶ ἱδρῶτας ἄγειν, καὶ τὴν κοιλίην κλύζειν χυλῷ πτισάνης ἢ μέλιτι καὶ ὠοῖσι καὶ μαλάχης ὕδατι.

[27]    ᾟσιν ἐν γαστρὶ ἐχούσῃσι περὶ τὸν ἕβδομον ἢ ὄγδοον μῆνα ἐξαπίνης τὸ πλήρωμα τῶν μαζῶν καὶ τῆς γαστρὸς ξυμπίπτει, καὶ οἱ μαζοὶ ξυνισχναίνονται, καὶ τὸ γάλα οὐ φαίνεται, φάναι τὸ παιδίον ἢ τεθνηκὸς εἶναι ἢ ζώειν τε καὶ εἶναι ἠπεδανόν.

[28]    Ὅσῃσιν ἐχούσῃσιν ἐν γαστρὶ ἐπιφαίνεται τὰ ἐπιμήνια, τρωσμοὶ γίνονται, ἢν πλέονα ἦ καὶ κάκοδμα, ἢ νοσώδεα τὰ ἔμβρυα γίνεται.

[29]    Ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα φλεγματώδης ᾖ, καὶ τὴν κεφαλὴν ἀλγέῃ, καὶ πυρεταίνῃ ἄλλοτε καὶ ἄλλοτε, ἐν τῇ κεφαλῇ εἰλέεται τὸ φλέγμα, καὶ βάρος ἔχει καὶ ψύξις, καὶ ἐς τὸ σῶμα διαχωρέει καὶ ἐς τὰς φλέβας ὅταν ἡ κεφαλὴ ᾖ πλήρης· γίνεται δὲ καὶ μολίβῳ τὴν χροιὴν ἴκελος, καὶ ἐμέει φλέγμα, γλῶσσα λευκὴ καὶ οὔρησις, κοιλίης ἔκλευκος ψυχρὴ τάραξις, δυσκινησίη. Ἐπὴν δὲ τέκῃ, χωρήσει οἱ ἡ κάθαρσις φλεγματώδης, καὶ φανεῖται ὑμενώδης, καὶ ὥσπερ ἀράχνια διατεταμένα ἐν ταύτῃ ἔσται· καὶ πείσεται μὲν τὰ αὐτὰ πάντα καὶ ᾗ τὰ καταμήνια ἐχώρεε φλεγματώδεα, ἐλάσσονα δὲ χρόνον νοσήσει, καὶ κινδύνους τοὺς αὐτοὺς ἡ νοῦσος ἕξει, καὶ σημήϊα, καὶ μεταλλαγάς· ξυμβήσεται γὰρ αὐτῇ, ἔμετον γενέσθαι φλεγματώδεα καὶ παθήματα ὅμοια ἐκείνῃ χρονίσαντα. Ἐξήρτηται γὰρ τῷ αὐτέῳ τρόπῳ τὰ λοχεῖα καὶ τὰ καταμήνια τὰ φλεγματώδεα, ἐλάσσονα δὲ χρόνον μένει τῶν καταμηνίων. Καὶ ἢν μὴ ῥαγῇ αὐτῇ ἡ κάθαρσις χρονισθεῖσα, θνήσκει ἐν πέντε καὶ τεσσαράκοντα ἡμέρῃσι· καὶ ἤν οἱ φλεγματώδης ἡ λοχίη κάθαρσις χωρέῃ, ἐλάσσονα τῶν ὑγιηρῶν χωρήσει, μελεδαινομένη δὲ ἡ γυνὴ ὑγιὴς ἔσται, καὶ φυσηθήσεται ἐξ ἀρχῆς μέχρις ἂν ὑγιανθῇ· χαλεπὸν γάρ. Ταύτῃ χρὴ διδόναι φάρμακον, ὅ τι φλέγμα ἄγει, καὶ ἐπιπίνειν γάλα ἑφθὸν αἴγειον ξὺν μέλιτι· ἢν δὲ μὴ ἐσακούῃ, κάρδαμον ἢ κνῆκον ἢ κνέωρον ἢ πουλυπόδιον ἢ ὀῤῥὸν, ἢ τὸ ἀπὸ ἁλῶν ξυντιθέμενον διδόναι, καὶ ὅσα φλέγμα χαλᾷ καὶ ἄγει.

[30]    Ἢν δὲ γυνὴ ἐν γαστρὶ ἔχουσα σπληνώδης ᾖ ὑπὸ παθημάτων ὧν εἴρηται ἐν τῇ νούσῳ τῇ τὰ καταμήνια τὰ ὑδρωποειδέα καὶ φλεγματοειδέα ἀφιείσῃ, τὰ λοχεῖα χωρήσει ὑδρωποειδέα, καὶ ἐλεύσεται ὁτὲ μὲν πολλὰ, ὁτὲ δὲ ὀλίγα, καὶ γίνεται ὁτὲ μὲν ὥσπερ ἀπὸ κρεῶν ὕδωρ, ὡς εἴ τις κρέα αἱματώδεα ἀποπλύνοι, ὁτὲ δὲ ὀλίγῳ παχύτερα, καὶ οὐ πήγνυται. Καὶ πείσεται ταὐτὰ πάντα καὶ ᾗ τὰ καταμήνια τὰ ὑδατοειδέα ἐχώρεε, καὶ κινδύνους τοὺς αὐτοὺς ἡ νοῦσος ἕξει καὶ μεταλλαγάς· ξυμβήσεται γάρ οἱ ῥόον γενέσθαι ὑδατώδεα, ἢ κρυφθῆναι τὴν κάθαρσιν καὶ τραπέσθαι περὶ τὴν κοιλίην καὶ τὰ σκέλεα ἢ ἐς τὸ στέρνον ἤ τι τούτων, καὶ κίνδυνοι ἔσονται οἱ αὐτοὶ, οἳ καὶ πρόσθεν εἴρηνται.

[31]    Ἢν κύουσα οἰδέῃ, κνίδης καρπὸν ὡς πλεῖστον καὶ μέλι καὶ οἶνον κεκρημένον εὐώδεα διδόναι ποτὸν δὶς τῆς ἡμέρης. Ἢν κύουσαν χολὴ λυπέῃ, πτισάνης χυλὸν δίδου, ῥόον ἐπιπάσσων τὸν ἐρυθρὸν ἢ τὸν ἐκ τῆς συκαμίνου, ψυχρὸν δὲ ῥοφεέτω, καὶ καταστήσεται.

[32]    Ἢν δὲ πνὶξ προσπέσῃ ἐξαπίνης ἐχούσῃ ἐν γαστρί, γίνεται δὲ τοῦτο μάλιστα ἐπὴν ἡ γυνὴ ταλαιπωρήσῃ καὶ ἀσιτήσῃ, θερμανθεισέων τῶν μητρέων ὑπὸ τῆς ταλαιπωρίης καὶ ἐλάσσονος τῆς ἰκμάδος γενομένης τῷ ἐμβρύῳ, ἅτε τῆς μητρὸς κενεωτέρης τὴν κοιλίην τοῦ καιροῦ ἐούσης, ἰθύει τὸ ἔμβρυον πρὸς τὸ ἧπαρ καὶ τὰ ὑποχόνδρια, ἅτε ἰκμαλέα ἐόντα, καὶ πνίγα ποιήσει ἰσχυρὴν ἐξαπίνης. Ἐπιλαμβάνει γὰρ τὸν διάπνοον τὸν ἀμφὶ τὴν κοιλίην, καὶ ἀναυδίη ἴσχει τὴν γυναῖκα, καὶ τὰ λευκὰ ἀναβάλλει τοῖν ὀφθαλμοῖν, καὶ τἄλλα πάσχει πάντα ὅσα περ εἴρηται, ἥν τινα ἔφησα τὰς μήτρας πνίγειν. Καὶ ἅμα ἄρχεταί τε ἡ πνὶξ γίνεσθαι τῇ ἐν γαστρὶ ἐχούσῃ γυναικὶ, καὶ ἀπὸ τῆς κεφαλῆς καταῤῥεῖ φλέγμα ἐς τὰ ὑποχόνδρια, οἷα τοῦ σώματος μὴ δυναμένου τὴν ἀναπνοὴν ἕλκειν. Καὶ ἢν μὲν ἅμα τοῦ φλέγματος τῇ κατελεύσει ἴῃ τὸ ἔμβρυον ἐς χώρην τὴν ἑωυτοῦ, οἷα τὴν ἰκμάδα ἑλκύσαν καὶ κατενεχθὲν ὑπὸ τοῦ φλέγματος, ὑγιὴς γίνεται ἡ γυνή· τρυσμὸς δὲ γίνεται, ἀπιόντος τοῦ ἐμβρύου ἐς χώρην τὴν ἑωυτοῦ, καὶ ἡ γαστὴρ ὑγρὴ γίνεται ὡς ἐπὶ τὸ πλεῖον τῆς γυναικός. Ἢν δὲ μὴ ἴῃ τὸ ἔμβρυον ἐν τάχει ἐς χώρην τὴν ἑωυτοῦ, δύο γίνεται ἤδη τὰ πονέοντα τὸ ἔμβρυον, τὸ φλέγμα τὸ καθελθὸν ἀπὸ τῆς κεφαλῆς, βαρύνει τε γὰρ καὶ ψύχει ἐπιμένον, καὶ ἡ ἀηθείη τοῦ χωρίου· καὶ κινδυνεύσει, ἤν γε μή τις ἐν τάχει ἐπιτηδειοτέρως διαιτῴη, ἀποπνιγείη γὰρ ἂν ἡ γυνή. Καὶ τὰ μὲν ἀμφὶ τούτων ὧδε ἔχει.

[33]    Ἢν δὲ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὁ χρόνος ἤδη τοῦ τόκου παρῇ, καὶ ὠδὶς ἔχῃ, καὶ ἐπὶ πολλὸν χρόνον ἀποφυγεῖν ἡ γυνὴ τοῦ παιδίου μὴ οἵη τε ᾖ, ὡς ἐπίπαν ἔρχεται πλάγιον ἢ ἐπὶ πόδας, χρειὼ δ' ἐπὶ κεφαλὴν χωρέειν. Ὧδε δὲ γίνεται τὸ πάθημα· ὥσπερ εἴ τις ἐς λήκυθον σμικρόστομον πυρῆνα ἐμβάλοι, οὐκ εὐφυὲς ἐξελεῖν πλαγιεύμενον, οὕτω δὴ καὶ τῇ γυναικὶ χαλεπὸν πάθημα τὸ ἔμβρυον, ἐπειδὰν λοξωθῇ, οὐκ ἔξεισι γάρ. Χαλεπὸν δὲ καὶ ἢν ἐπὶ πόδας χωρήσῃ, καὶ πολλάκις ἢ αἱ μητέρες ἀπώλοντο, ἢ τὰ παιδία, ἢ καὶ ἄμφω. Ἔστι δὲ καὶ τόδε μέγα αἴτιον τοῦ μὴ ῥηϊδίως ἀπιέναι, ἢν νεκρὸν ἢ ἀπόπληκτον ἢ διπλόον ᾖ.

[34]    Ἐπὴν ἐν γαστρὶ ἡ γυνὴ ἔχῃ, χλωρὴ γίνεται πᾶσα, ὅτι αὐτέης τοῦ αἵματος αἰεὶ τὸ ἀκραιφνὲς καθ' ἡμέρην ὑπολείβεται ἐκ τοῦ σώματος, καὶ κατέρχεται ἐπὶ τὸ ἔμβρυον, καὶ αὔξη οἱ γίνεται, καὶ ἐλάσσονος τοῦ αἵματος ἐόντος ἐν τῷ σώματι ἀνάγκη εἶναι χλωρὴν, καὶ ἱμείρεσθαι ἀλλοκότων αἰεὶ βρωμάτων, καὶ ἐπ' ὀλίγοισιν ἐμετώδεα ἀσᾶται, καὶ ἀσθενεστέρη γίνεται, ὅτι τὸ αἷμα μινύθει. Φημὶ δὲ γυναῖκα, ἢν ἐπίτεξ ᾖ, πνεῦμα πυκνὸν ἀφιέναι, καὶ ἢν ἡ κάθαρσις ἄρχηται, ἡ κοιλίη πλήρης ἐστὶ καὶ θερμὴ πιεζομένη. Μάλιστα δὲ ἀναπνέει πυκινὸν, ἐπὴν τόκου πελάζῃ, καὶ τὴν ὀσφὺν τότε μάλιστα πονέεται· φλᾶται γὰρ καὶ ἡ ὀσφὺς ὑπὸ τοῦ ἐμβρύου· καρδιώσσει δὲ ἐν τῷ μεταξὺ ξύμπαντι χρόνῳ ἄλλοτε καὶ ἄλλοτε, ἅτε τῆς κοιλίης περιστελλομένης ἀμφὶ τὸ ἔμβρυον, μάλιστα δὲ τῆς ὑστέρης. Καὶ ἢν τεκούσῃ ἡ ὑστέρη ἐξανεμωθῇ, ἧπαρ ὄϊος ἢ αἰγὸς ἐς τέφρην κρύψαι, καὶ μετέπειτα ἑψεῖν, καὶ λαμβάνειν, καὶ οἶνον, ἢν μή τι κωλύῃ, πίνειν ζωρότερον παλαιὸν ἐπὶ τέσσαρας ἡμέρας, ἢν ποῤῥωτέρω ᾖ ἀπὸ τῆς τέξιος. Ἢν δὲ τὰς ἰξύας ἀλγέῃ, ἄννησον καὶ κύμινον αἰθιοπικὸν πινέτω, καὶ τῷ θερμῷ λουέσθω. Ἢν δ' ἆσθμα λάζηται, θείου ὅσον κύαμον καὶ καρδαμώμου ἴσον καὶ πηγάνου καὶ κυμίνου αἰθιοπικοῦ, ταῦτα τρίψας καὶ διεὶς οἴνῳ, δίδου πιεῖν νήστει πυκινά· καὶ σιτίων ἀπεχέσθω. Ἢν ἐν τόκῳ κάθαρσις ἴῃ πολλὴ, ἡ ὑστέρη ξυνέλκεται καὶ ἡ κύστις καὶ τὸ ἔντερον, καὶ οὔτε τὸ κόπριον κατέχουσιν οὔτε τὸ οὖρον, προΐενται δέ· ὠὰ οὖν ῥοφεῖν δίδου, καὶ ἄρτον ἐγκρυφίην τρώγειν καὶ ἅσσα λοιπὰ γέγραπται. Ἢν δὲ ᾖ ἐν τόκῳ ξηρὴ καὶ δύσικμος, ἔλαιον πίνειν, καὶ καταιονᾷν τὰ χωρία ἐλαίῳ θερμῷ, μαλάχης ὕδατι, κηρωτῇ τε ὑγρῇ διαχρίειν, καὶ ἔγχυτον χηνὸς ἄλειφα ξὺν ἐλαίῳ. Ἢν δὲ μὴ δύναιτο τίκτειν, ὑποθυμία ῥητίνην ἢ κύμινον ἢ πίτυος φλοιόν· καὶ τούτῳ ὑποθυμία. Ἅσσα δὲ οἰδήματα γίνεται ὑστερικὰ ἐν τόκῳ ἢ ἐκ τόκου, οὐ χρὴ στύφειν, οἷα οἱ ἰητροὶ ποιέουσιν· φάρμακα δὲ τάδε ἄριστα προσφέρειν, κύμινον αἰθιοπικὸν, ὅσον τοῖσι τρισὶ δακτύλοισι, καὶ τοῦ ἀννήσου, καὶ τοῦ σεσέλιος πέντε ἢ ἓξ, γλυκυσίδης χηραμύδος ἥμισυ τῆς ῥίζης, ἢ καὶ τοῦ σπέρματος, ταῦτα ἐν οἴνῳ λευκῷ ἡδυόδμῳ μάλιστα νήστει διδόναι· ἢ δαύκου ῥίζην αἰθιοπικοῦ, σέσελι, γλυκυσίδης ῥίζην τὸν αὐτὸν τρόπον· ἢ ἱπποσελίνου καὶ δαύκου αἰθιοπικοῦ καρπὸν ὡσαύτως· ἢ κρήθμου ῥίζαν, ἢ κυμίνου αἰθιοπικοῦ ἀττικὸν τετρώβολον, ἢ πέπερι, ἄννησον, δαῦκος, ἀκτέα, γλυκυσίδης ῥίζα· ταῦτα ἐν οἴνῳ τρίβειν καὶ διδόναι πίνειν· ἢ μυρτιδάνου κλωνία δύο ἢ τρία, καὶ κύμινον αἰθιοπικὸν, γλυκυσίδης ῥίζην, ἢ λίνου σπέρμα ὁμοίως, ὃ καὶ τὰ παιδία βήσσοντα ψωμίζουσι ξὺν ὠῷ ὀπτῷ λεκίθῳ, ξὺν σησάμῳ πεφρυγμένῳ. Ἢν παιδοῦσα ἀφθᾷ τὰ αἰδοῖα, ἀμύγδαλα τρίψας καὶ βοὸς μυελὸν ἐν ὕδατι ἑψεῖν, καὶ ἄλητον ἐμβαλὼν σμικρὸν, διαχρίειν τὰ αἰδοῖα, καὶ διακλύζειν τῷ ὕδατι τῷ ἀπὸ τῶν μύρτων.

[35]    Νῦν δὲ ἐρέω ἀμφὶ λοχείων καὶ τῶν μετὰ τὸν τόκον ἰόντων. Ὅταν γυνὴ ἢ τὰ λοχεῖα μὴ καθαρθῇ, ἢ τὰ ἐπιμήνια μὴ ἴῃ, ἢ καὶ ἡ ὑστέρη σκληρὴ ᾖ, ὀδύνη ἔχει τὴν ὀσφὺν, καὶ τοὺς μὲν κενεῶνας καὶ βουβῶνας καὶ μηροὺς καὶ πόδας ἀλγέει πικρῶς, καὶ ἡ γαστὴρ ἐπαίρεται, καὶ φρῖκαι διὰ τοῦ σώματος διαΐσσουσιν, ἐκ δὲ τῶν τοιουτέων πυρετοὶ γίνονται ὀξέες. Ταύτην τὴν οὕτως ἔχουσαν, ἢν μὲν ἄπυρος ᾖ, διαιτᾷν λουτροῖσι, λιπαίνειν δὲ καὶ τὴν κεφαλὴν ἐλαίῳ ἀνθινῷ· ἑψεῖν δὲ μαλάχην, ἢ ἔλαιον κύπρινον ἐς ὕδωρ ἐγχέειν καὶ ἐγκαθίζεσθαι παρηγορικῶς· ἐν πάσῃσι δὲ τῇσι νούσοισιν, ἐφ' ὧν πυρίη ἀρήγει, ἄμεινον ὕστερον χρίεσθαι λίπα· ἢν δὲ πῦρ ἔχῃ, λουτρῶν ἀπέχεσθαι· πυριᾷν δὲ καὶ χλιάσμασι τὴν νειαίρην γαστέρα καὶ τὴν ὀσφὺν θεραπεύειν· διδόναι δὲ πίνειν τῶν φαρμάκων τῶν ὑστερικῶν, παραμίσγοντα ἢ τῆς σηπίης τῶν ὠῶν ἢ τοῦ καστορίου· μετὰ δὲ τοῦτο ῥοφέειν διδόναι ἄλητον ξὺν πηγάνῳ ἑφθὸν ἢ πτισάνης χυλόν.

[36]    Ἢν δὲ γυναικὶ μετὰ τοῦ παιδίου ἐν τῷ τόκῳ μὴ ἴῃ τὸ ὑγρὸν ὡς χρὴ, ἀλλὰ μεῖον, ἢν μὲν ἐν τῇ κεφαλῇ ἔχῃ τὸ ὑγρὸν ὑπὸ θέρμης εἰρυσθὲν ἐν τόκῳ καὶ πρὶν ὀλίγον, κεφαλαλγήσει· ἢν δὲ ἐς τὴν κοιλίην ἔλθῃ ἅλες, ἐπειδὰν συθῇ, διαταράξειεν αὐτὴν καὶ οὐχὶ πόῤῥω. Τιμωρέειν δὲ ὡς μὴ ἐκ τούτου διάῤῥοια ἐπιγενομένη σώματι φλαύρως ἔχοντι πονήσει μιν. Ἢν δὲ ἀπὸ κεφαλῆς ἐλθὸν τὸ ῥεῦμα ἐς τὴν λοχείην κάθαρσιν τραπῇ καὶ πολλὰ συθῇ, ῥηΐζει· ἢν δὲ πλέον τοῦ μετρίου, μελεδαίνειν· ἢν δὲ ἐς τὴν κοιλίην, ῥηϊτέρη ἂν ἡ ἔξοδος τῷ παιδίῳ γένοιτο. Εἰ δὲ ἡ κάθαρσις τῇ γυναικὶ ὀλίγη χωρέοι, πόνος λάζυται ἰσχυρὸς ἰξύας τε καὶ τὸν ἀμφὶ τὰ αἰδοῖα πάντα χῶρον, καὶ οἰδέει, καὶ οἱ μηροὶ πίμπρανται, καὶ ἐκ τοῦ στόματος καὶ ἐκ τῶν ῥινέων ῥέει φλέγμα ὑδαρὲς, καὶ ἀλγέει κεφαλὴν, καὶ πῦρ ἔχει, καὶ φρίκη, καὶ ἰδίει, καὶ οἱ ὀδόντες βρύχουσι, καὶ ἀψυχέει, καὶ ἡ γαστήρ οἱ στεγνὴ ἔσται καὶ ἡ κύστις, καὶ τὤμματα ἀναδινέει, καὶ ζοφοειδὲς ὁρῇ. Γυναικὶ δὲ ἐκ τόκου ἐούσῃ ἡ κάθαρσις ἐπὴν ᾖ, οὐκ εὐμαρέως χωρέει, οἷα τῶν μητρέων ἐν φλογμῷ γενομένων, καὶ τοῦ στόματος σφέων μύσαντος· περιιδνοῦται γὰρ ὁ στόμαχος τοῦ αἰδοίου μετὰ τὸ παιδίον ποιήσασθαι τὴν ἐκχώρησιν· ἢν γὰρ τούτων τι ᾖ, οὐ χωρήσει οἱ ἡ κάθαρσις· ἢν δὲ μὴ χωρέῃ οἱ ἡ κάθαρσις, ξυμβήσεται ὥστε μιν πυρεταίνειν, καὶ φρίκην ἔχειν, καὶ τὴν γαστέρα μεγάλην εἶναι· ἢν δὲ ψαύσῃ αὐτῆς, ἀλγέειν πᾶν τὸ σῶμα, μάλιστα ἤν τις τῆς γαστρὸς ψαύσῃ, καὶ καρδιώσσει ἄλλοτε καὶ ἄλλοτε, καὶ ὀσφὺν πονέει, καὶ ἀσιτίη καὶ ἀγρυπνίη καὶ νυγμός. Ἔπειτα ἡμέρῃ πέμπτῃ ἢ ἑβδόμῃ ἔστιν ὅτε ἡ κοιλίη ταράσσεται, καὶ ὑποχωρέει μέλανα καὶ κάκοδμα κάρτα, ἄλλοτε καὶ ἄλλοτε καὶ ὡς ὄνειον οὖρον, καὶ ἢν ὑπέλθῃ, δοκέει οἱ ῥηΐτερον εἶναι, καὶ μελεδαινομένη ἐν τάχει ὑγιὴς γίνεται· ἢν δὲ μὴ, κινδυνεύσει διαῤῥοίης αὐτῇ ἰσχυρῆς ἐπιπεσούσης, καὶ τὰ λοχεῖά οἱ κεκρύψεται. Ἢν δὲ ἡ κοιλίη οἱ μὴ ταράσσηται, μηδὲ ἡ κάθαρσις χωρέῃ αὐτομάτη, μηδέ οἱ προσφέρηται ἐν τάχει τὰ ἐπιτήδεια, ὁ δὲ χρόνος προΐῃ, πονήσει τὰ προειρημένα μᾶλλον, καὶ ἐπὶ τουτέοισι κινδυνεύσει πελιδνὴ γενέσθαι ὡς μόλιβδος, καὶ ὑδερωθῆναι, καὶ ὁ ὀμφαλὸς ἐκστήσεται αὐτῇ, ἀειρόμενος ὑπὸ τῶν μητρέων, καὶ ἔσται μελάντερος τῶν πέριξ. Καὶ ἐπὴν ταῦτα γένηται, οὐχ οἵη τέ ἐστι περιγενέσθαι ἡ γυνή· θνήσκουσι δὲ ἄλλαι ἄλλῳ χρόνῳ, ὅκως ἂν καὶ τὰ τοῦ σώματος ἔχωσι καὶ τὰ τῆς πάθης· μιῆς δὲ καὶ εἴκοσιν ἡμερέων οὐχ ὑπερβάλλουσιν, ὡς ἐπὶ τὸ πλέον οὕτω ξυμβαίνει. Ἢν δέ οἱ ῥαγῇ ἡ κάθαρσις εἴτε καὶ ὑπὸ φαρμάκων εἴτε καὶ αὐτομάτη, γίνεται γὰρ καὶ τοῦτο, ἢν χαλάσωσι τὸ στόμα αἱ μῆτραι βιασθεῖσαι ὑπὸ τοῦ αἵματος ἀλέως ἐξαπίνης κατελθόντος, καὶ ἢν ῥαγῇ, ἀποκαθαίρεται δύσοδμα καὶ πυώδεα, ἔστι δ' ὅτε καὶ μέλανα, καὶ ῥηΐτερον ἔσται, καὶ μελεδανθεῖσα ὑγιαίνεται. Γίνεται δὲ καὶ ἕλκεα ἐν τῇσι μήτρῃσιν οἷα τῶν λοχείων σαπέντων· καὶ ἢν γένηται, πλέονος μελεδώνης δεήσεται, ὅκως μή οἱ τὰ ἕλκεα μεγάλα καὶ σηπεδονώδεα ἔσται· κίνδυνος δὲ ἢ θανεῖν ἢ ἄφορον γενέσθαι. Σημήϊα δὲ ταῦτα γίνεται ἢν ἕλκεα ἐνῇ· ἐπὴν χωρέῃ ἡ κάθαρσις, δοκέει ὡς ἀκάνθια διὰ τῶν μητρέων ἰέναι, καὶ πῦρ λάζεται τὴν κοιλίην. Φιλέει δὲ ταῦτα ἐπιλαμβάνειν· ἀλγέει ἐπαφωμένη τὸ κάτω τοῦ ὀμφαλοῦ, ὡς ἕλκεος καθαροῦ νευρώδεος εἰ θίγοις· ἔπειτα ὀδύναι ἰσχυραὶ ἄλλοτε καὶ ἄλλοτε ἐμπίπτουσιν ἐς τὰς μήτρας, καὶ πυρετὸς, ἔστι δ' ὅτε πρὸς χεῖρα βληχρὸς, καὶ ἄλλοτε καὶ ἄλλοτε ὑποκακοήθεα χωρέει τὰ λοχεῖα, πυώδεα, δύσοδμα. Ταῦτα σημήϊά ἐστιν, ἢν ἕλκεα ἐν τῇσι μήτρῃσιν ᾖ, καὶ δέεται πολλῆς μελεδώνης. Ταύτης μὲν οὖν ἀμφὶ τῆς νούσου τόσαι τελευταί εἰσιν. Ἢν δὲ ἡ κάθαρσις ἡ λοχείη τὰς μὲν πρώτας ἡμέρας τρεῖς ἢ τέσσαρας χωρήσῃ, ἔπειτα ἀπόληται ἐξαπίνης, αὕτη πάσχει παθήματα τῇ προτέρῃ ἀδελφέα, ἧσσον δέ· καὶ ἢν μεταπίπτῃ ἡ νοῦσος, ἐς τωὐτὸ μεταπείσεται· χρονίη δὲ καὶ βληχροτέρη ἔσται τῆς προτέρης. Διαιτεομένη δὲ ἡ γυνὴ περιγίνεται, ἢν ἁρμοῖ μελεδαίνηται. Ἀμφὶ δὲ τῆς νούσου ταύτης ὧδε ἔχει.

[37]    Ἢν δὲ ἐκ τόκου μὴ καθαρθῇ, οἰδέει ἡ γαστὴρ καὶ ὁ σπλὴν καὶ τὰ σκέλεα, καὶ πῦρ ἔχει, καὶ ῥῖγος λαμβάνει, καὶ ὀδύναι ἀΐσσουσι πρὸς τὰς ἰξύας, ἔστι δ' ὅτε καὶ πρὸς τὰ σπλάγχνα, καὶ ἀποψύχεται, καὶ πῦρ ἔχει, σφυγμοὶ βληχροὶ, ἔστι δ' ὅτε καὶ ὀξέες, ἄλλοτ' ἀειρόμενοι, ἄλλοτε ἐλλείποντες. Ταῦτα πάσχει ἀρχομένης τῆς νούσου, καὶ ὧδε ἔχει· ἢν δὲ προΐῃ τοῦ χρόνου, τὰ κῦλα τοῦ προσώπου ἐρυθρὰ γίνεται. Ὅταν ὧδε ἔχῃ, διδόναι κοῦφα σιτία· κἢν ὀργᾷ, φάρμακον πῖσαι κάτω· ἢν μὲν χολώδης ᾖ, ὅ τι χολὴν καθαίρει, ἢν δὲ φλεγματώδης, ὅ τι φλέγμα· μετὰ δὲ τοῦτο πυριῆσθαι τὰς ὑστέρας εὐώδεσι, καὶ προσθεῖναι μαλθακτήριον τὴν ἡμέρην. Ἢν δὲ στερεὸν ᾖ τὸ στόμα, πυριῇν ἅπασαν ἡμέρην, καὶ τὰ μαλθακτήρια προστιθέναι· ἔπειτα λοῦσαι θερμῷ ὕδατι, καὶ ἐντιθέναι τοὺς μολίβδους· μετέπειτα δὲ ἁλὸς χόνδρους καὶ σμύρναν ἐς τρυχίον ἀποδήσας καὶ τὴν πίσσην τὴν ἑφθὴν ἐν εἰρίῳ, ἡδύσματα ξυμμίξας, ἴσον ἑκάστου, ποιέειν ἴσον κικίδι σμικρῇ· προσκείσθω δὲ ἡμέρην καὶ εὐφρόνην· μετὰ δὲ τοῦτο διαλείπειν ἡμέρας τρεῖς, καὶ πυριῆσθαι τοῖσιν αὐτέοισιν· προστιθέναι δὲ καὶ κόκκους ἐκλέψας ὅσον δύο πόσιας καὶ πεπέρεος, τρίψας λεῖα, παραμίξας ἔλαιον αἰγύπτιον λευκὸν καὶ μέλι ὡς κάλλιστον, ἐμπλάσας ἐν εἰρίῳ, περιελίξας περὶ πτερὸν, προστιθέναι ἡμέρην καὶ εὐφρόνην, καὶ ἤν σοι δοκέῃ κεκαθάρθαι, ἄμεινον ἐᾷν· ἢν δὲ δοκέῃ ἔτι δέεσθαι καθάρσιος, δύο ἡμέρας διαλείπειν, καὶ αὖθις τὸ ξὺν τῇ σικύῃ ἡμέρην καὶ εὐφρόνην προστιθέναι· κἄπειτα νέτωπον καὶ ῥόδινον ἔλαιον ὡς εὐωδέστατον καὶ ἐλάφου στέαρ τήξας, ἐν εἰρίῳ προστιθέναι μίην ἡμέρην, καὶ λούειν πολλῷ τῷ θερμῷ, ὡς οἷόν τε ᾖ εὐμενές· καθαρτηρίοισι δὲ αὐτίκα καὶ θερμῷ καθηραμένη τὰ πονεύμενα χωρία, ἐναλειφέσθω τὸ στόμα τῶν μητρέων χηνείῳ στέατι καὶ σμύρνῃ καὶ ῥητίνῃ χλιαρῇ, καὶ θάλπειν· κλυζέτω δὲ τὰς ὑστέρας τῷ οἴνῳ καὶ τῷ ναρκισσίνῳ ἐλαίῳ τῇ ὑστεραίῃ· ἢν δὲ μὴ ᾖ ναρκίσσινον, οἴνῳ μόνῳ· ταῦτα ὅκως σοι πρὸ τῶν ἐπιμηνίων ἡμέρῃ μιῇ πρόσθεν πεποιήσεται. Ἐπὴν δὲ τὰ ἐπιμήνια γενήται, τὰς μὲν ἐν ἀρχῇ ἡμέρας τρεῖς, τρίβουσα μέλαν τὸ κύπριον, καὶ ἁλὸς χόνδρον ἐπιχέασα, εἰρίῳ ἀναφορύξαι· τοῦτο ἐν τῷ σώματι ἐχέτω ἐπ' ὀλίγον, καὶ νῆστις οἶνον ἄκρητον εὐώδεα ἐπιῤῥοφεέτω. Ἐπὴν δὲ παύσηται τὰ ἐπιμήνια, τὴν ἡμέρην τὸ ξὺν τῇ γλήχωνι προστιθεῖσα, πρὸς τὸν ἄνδρα ἴτω· κἢν ἐν γαστρὶ σχῇ, ὑγιὴς γίνεται. Σιτίοισι δὲ χρήσθω ἐν τῇ καθάρσει. Πρὸς τούτοις ἀρήγει ἑψεῖν τὴν λινόζωστιν, καὶ ξυμμίσγειν πράσα καὶ σκόροδα καὶ κράμβην κόκκωνά τε, καὶ τὸν χυλὸν ῥοφεέτω· τοῖσι δ' ἄλλοισι, θαλασσίοισι μᾶλλον ἢ κρέασι χρήσθω· τῶν δὲ γλυκέων εἰργέσθω καὶ ἐλαιηρῶν· πίνειν δὲ αἰεὶ νῆστιν τὸ ἀπὸ τῆς δαΐδος, ἔστ' ἂν καθαίρηται· ἐν δὲ τοῖσιν ἐπιμηνίοισι μάλα πινέτω.

[38]    Ἢν δὲ ὀλίγῳ ἐλάσσονα τοῦ δέοντος χωρήσῃ γυναικὶ τὰ λοχεῖα, οἷα τῶν μητρέων στενοστόμων ἐουσέων καὶ παρεστραμμένων, ἢ τοῦ αἰδοίου ἐπιμεμυκότος κάρτα ὑπὸ φλεγμασίης, ἡ γυνὴ πυρεταίνει ὀξέως, καὶ καρδιώσσει, καὶ ἀλγέει τὸ σῶμα πᾶν, καὶ σφαδάζει, καὶ ἐς τὰ ἄρθρα τῶν χειρέων καὶ τῶν σκελέων καὶ τῆς ὀσφύος ἡ ὀδύνη φοιτᾷ, καὶ τὸν ἀμφὶ τὴν δειρὴν χῶρον καὶ ῥάχιν καὶ βουβῶνας ἀλγήσει, καὶ ἀκρατέα τινὰ τῶν μελέων τοῦ σώματος γενήσεται· ἔπειτα πῦρ ἠρεμαῖον, φρίκη πάνυ φανερή· ἐμέουσι δὲ καὶ φλεγματώδεα, πικρὰ, δριμέα. Καὶ ἀμφὶ τῆσδε ὧδε ἔχει· καί οἱ ξυμβήσεται, ἢν μελεδανθῇ, ὑγιέα γενέσθαι· ἢν δὲ μὴ, χωλὴν καὶ ἀκρατέα τῶν μελέων γενέσθαι τοῦ σώματος. Ἄφορος δὲ ἡ νοῦσος οὐ πάνυ. Ἢν μὲν αἱ μῆτραι ἑλκωθέωσι καὶ τὰ λοχεῖα μὴ παρῇ, ὡς χρὴ, πάντα πονήσει, καὶ ἢν μὴ μεγάλα ᾖ τὰ ἕλκεα, μελεδαινομένη ἐν τάχει ὑγιαίνει. Χρὴ δὲ τὴν μελέτην ἀτρεκέως ποιέεσθαι ἑλκέων τῶν ἐν τῇσι μήτρῃσιν· ἅτε γὰρ ἐν ἁπαλῇ ἐόντα καὶ εὐεπαισθήτῳ καὶ νευρώδει κοιλίῃ, πολλὰ δὲ τὰ κοινωνέοντα, βρέγμα, στόμαχος, γνώμη, αὔξεται, καὶ κακοτροπέει, καὶ οὐ ῥηϊδίως ἐθέλει ξυνιέναι. Ἢν δέ οἱ αἱ μῆτραι στενόστομοι γενοίατο, καὶ μὴ παραχαλάσωσι τὴν λοχείην κάθαρσιν, καὶ φλεγμήνωσιν, ἢν μὴ μελεδαίνηται ἐν τάχει, πάντα μιν μᾶλλον πονήσει, καὶ ὀδμὴ πονηρὴ, καὶ οἰδίσκεται ἡ ἔξοδος· καὶ ἢν μὴ φλεγμήνωσιν αἱ μῆτραι, αὐτόματον ἔξεισι κακὸν ὀζόμενον καὶ πελιδνὸν ἐὸν ἢ μέλαν ἐὸν θρομβοειδὲς, καὶ ἡ γυνὴ καθαίρεται τὰ λοχεῖα· ἔστι δ' ὅτε οὐκ ἔξεισιν, ἀλλὰ τῇ γυναικὶ θάνατον σημαίνει, εἰ μή τις ἐν τάχει φλέβα τάμοι ἢ τὴν κοιλίην μαλθάξειεν· ἄμεινον δὲ καὶ κλύσμα ποιῆσαι· ἢν δὲ εὐήμετος ᾖ, καὶ ἐς ἔμετον ἄγειν· κρέσσον δὲ διουρέειν καὶ ἰδίειν· τουτέων δὲ καιρὸς, ὅτε δέοι, ἄριστος.

[39]    Ἢν δὲ ἐκ τόκου γυνὴ καθαρθῇ ὀλίγῳ πλέονα ὧν χρὴ, γίνεται γὰρ καὶ τοῦτο, ἢν αἵ τε μῆτραι εὐρύστομοι γενοίατο καὶ τῶν φλεβῶν τινες καταῤῥαγέωσιν, αἳ τείνουσιν ὑπὸ τὰς μήτρας, ὑπὸ βίης τῆς ἐξόδου τοῦ ἐμβρύου, πυρετὸς ἕξει αὐτὴν λεπτὸς, θέρμη τε ἀνὰ πᾶν τὸ σῶμα, ἔστι δ' ὅτε καὶ φρίκη καὶ ἀσιτίη, καὶ βδελύξεται πάμπαν, καὶ λεπτὴ ἔσται καὶ ἀσθενὴς καὶ χλωρὴ καὶ οἰδαλέος, καὶ ἀσιτιεῖ· ἢν δέ τι φάγῃ ἢ πίῃ, οὐ πέσσεται· ἐνίῃσι δὲ καὶ κοιλίη καὶ κύστις καταῤῥήγνυται, καὶ φρίκη ἔχει μᾶλλον. Ἀμφὶ δὲ ταύτης ὧδε ἔχει.

[40]    Ἢν δὲ ἐκ τόκου ἐούσῃ συμφραχθῇ τι τοῦ αἰδοίου, ἤδη δὲ καὶ τοῦτο εἶδον, ἢν ἑλκωθῇ τὸ στόμα τοῦ αἰδοίου, καὶ ἐπειδὰν ἑλκωθῇ ἐν τῷ τόκῳ βιησθὲν ὑπὸ τῆς ἐξόδου τοῦ παιδίου, ἐγένετο ἴκελόν τι ἄφθῃ, καὶ ἐφλέγμηνε κάρτα, καὶ τὰ χείλεα ὑπὸ τῆς φλεγμάνσιος ξυνέπεσε πρὸς ἄλληλα καὶ ἐλάβετο ἀλλήλων, ἅτε ἡλκωμένα ἐόντα. Καὶ θίξις γίνεται καὶ μύκης, ὃς ἄμφω τὰ χείλεα ἔχει ξυνδήσας, ἅτε τῆς καθάρσιος ἀπολελαμμένης· εἰ δὲ ἐχώρεεν ἡ κάθαρσις, οὐκ ἂν ἐμυκώθη τὰ ἕλκεα· νῦν δὲ ἐπιῤῥεῖ, καὶ παχύνεται ἀλλοκότῳ σαρκί. Ἰῆσθαι οὖν ὡς τὰ ἐν τῷ ἄλλῳ σώματι, καὶ ἐς ὠτειλὰς ἄγειν· τὸ δὲ χωρίον λεῖον ἔστω καὶ ὁμόχροον. Ἡ Φροντὶς ἔπασχε ταῦτα ἃ πάσχουσιν αἱ μὴ ἀποκαθαιρόμεναι τὰ λοχεῖα, καὶ ἐπὶ τουτέοισιν ἤλγει τὸ αἰδοῖον, καὶ ψηλαφῶσα ἔγνω ὅτι οἱ ξυνεπέφρακτο καὶ ἔφρασε, καὶ μελεδαινομένη ἀπεκαθήρατό τε καὶ ὑγιὴς ἐγένετο καὶ φορός· εἰ δὲ μὴ ἐμελεδάνθη, μηδέ οἱ ἡ κάθαρσις ἐῤῥάγη αὐτομάτη, τὸ ἕλκος μέζον ἐποίησεν ἂν, καὶ ἐκινδύνευσεν, εἰ μὴ ἐμελεδάνθη, καρκινωθῆναι τὰ ἕλκεα.

[41]    Εἰ δ' ὁρμηθείη γυναικὶ λοχείη κάθαρσις ὡς ἐς κεφαλὴν, θώρηκά τε καὶ πλεύμονα, γίνεται γὰρ καὶ τοῦτο, θνήσκουσι πολλάκις αὐτίκα, ἢν ἴσχηται· εἰ δὲ χωρέοι κατὰ στόμα ἢ ῥῖνας καλῶς, ἐξάντης γίνεται· εἰ δὲ ὀλίγον ἡ νοῦσος χρονιωτέρη γένοιτο, πάσχοι ἂν ἡ γυνὴ ὁκοῖα εἴρηται ἀμφὶ τῆς παρθένου, ᾗ τὰ ἐπιφαινόμενα πρῶτα ὤρουσεν ἄνω· ἡ δὲ γυνὴ πλέονα χρόνον περιέσται τῆς παρθένου, καὶ βληχρότερα τὰ παθήματα ἔσται οἱ, μέχρις οὗ ὁ πλεύμων διάπυος γένηται. Ἢν δὲ μὴ χωρέῃ οἱ ἡ λοχείη κάθαρσις κατὰ τὸ στόμα, ἀλλ' ἄνω ὁρμηθεῖσα τράπηται, κεκρύψεται τὰ λοχεῖα καὶ οὐ χωρήσει, κατά γε δίκην, καὶ βὴξ ὑπολήψεται καὶ ἄσθματα, καὶ πληρευμένου τοῦ πλεύμονος ὑπὸ τοῦ αἵματος πονήσει τὸ πλευρὸν κάρτα καὶ τὸ μετάφρενον, καὶ ὅταν βήξῃ, ξηρὸν ἀποβήξεται, ἄλλοτε δὲ ἀφρῶδες πτύσεται· τοῦ δὲ χρόνου προϊόντος, πτύαλον ἐπιφαίνεται ὑπόμελαν ἐὸν καὶ θολερὸν, καὶ τὰ στήθεα πῦρ ἔχει τοῦ ἄλλου σώματος πλέον, οἷα τοῦ αἵματος θερμήναντος αὐτά· καὶ πυρεταίνει ἡ γυνὴ, καὶ ἡ γαστήρ οἱ στεγνὴ ἔσται, καὶ ἀσιτήσει καὶ ἀγρυπνήσει, καὶ βδελύξεται, καὶ οὐ περιγίνεται, ἀλλὰ θανεῖται ἐν μιῇ καὶ εἴκοσιν ἡμέρῃσιν ὡς τὰ πολλά. Ἢν δέ οἱ ἡ κάθαρσις ἄνω ὁρμηθεῖσα κατὰ τὸ στόμα μὴ ἔλθῃ, μηδὲ ἐς τὸν πλεύμονα τράπηται, τρέψεταί οἱ ἐς τὸ πρόσωπον τὰ λοχεῖα, καὶ ἔσται ἐρυθρὸν κάρτα, καὶ ἡ κεφαλὴ βαρέη, οὐδὲ κινῆσαι αὐτὴν ἔσται πόνων ἄτερ, καὶ οἱ ὀφθαλμοὶ ἐρυθροὶ κάρτα ἔσονται, καὶ ἐκ σφέων αἷμα ῥεύσεται λεπτόν· καὶ ἐκ τῶν ῥινῶν ἔστιν ᾗσιν αἷμα ῥέει, καὶ ἢν τοῦτο ἴῃ, ὧδε χρονιωτέρη ἡ νοῦσος γίνεται· τοῖσί τε οὔασιν οὐκ ὀξέως ἔστι τὸ ἀκούειν ἐκ τῆς νούσου· καὶ καρδιώξει, καὶ ἐρεύξεται, καὶ ἀλλοφάσσει, καὶ παράνοιαι γίνονται μανιώδεες· ἔστι δ' ᾗσι θράσος ὀμμάτων ἰλλωδέων· καὶ τἄλλα πάντα πονήσει, ὅκως καὶ ἐς τὸν πλεύμονα, ὡς εἴρηται, ἢν ἡ κάθαρσις τράπηται, πλὴν οὐ βήξει οὐδὲ πτύσεται τοιαῦτα, οὐδὲ τὸ μετάφρενον ἀλγήσει ὁμοίως. Μελεδαινομένη μὲν ἥδε ὑγιαίνει· οὐ πολλαὶ δὲ ἐλπίδες εἰσὶ περιγενέσθαι· ἢν δὲ ἄρα καὶ περιγένηται, κώφωσις ἔσται ὀφθαλμῶν ἢ ἀκοῆς τὸ ἐπίπαν. Ἀμφὶ τῆσδε τῆς νούσου ὧδε τελευτῇ.

[42]    Ἢν ἐκ τόκου ῥόος λαμβάνῃ καὶ τὰ σιτία ἐν τῇ γαστρὶ μὴ ἐμμείνῃ, ἀσταφίδα μέλαιναν καὶ ῥοιῆς γλυκείης τὰ ἔνδον τρίψας, οἴνῳ διεὶς μελανιχρόῳ, τυρὸν ἐπιξύσας αἴγειον, καὶ ἄλφιτα πύρινα πεφρυγμένα ἐπιπάσας, εὔκρητον δίδου.

[43]    Ἢν δὲ αἷμα ἐκ τόκου ἐμέσῃ, τοῦ ἥπατος θρὶξ τέτρωται, καὶ ὀδύνη πρὸς τὰ σπλάχνα φοιτᾷ, καὶ τὴν καρδίην σπᾶται. Ταύτην χρὴ λούειν πολλῷ θερμῷ, καὶ τῶν χλιασμάτων ἃ μάλιστα προσδέχεται προστιθέναι, καὶ πιπίσκειν ὄνου γάλα ἑπτὰ ἡμέρας ἢ πέντε· μετὰ δὲ ταῦτα πιπίσκειν βοὸς μελαίνης γάλα ἄσιτον ἐοῦσαν, εἰ οἵη τε εἴη, ἡμέρας τεσσαράκοντα· ἐς δὲ τὴν ἑσπέρην σήσαμον τριπτὸν πιπίσκειν. Ἡ δὲ νοῦσος κινδυνώδης.

[44]    Τὸ δὲ γάλα ὅκως γίνεται, εἴρηταί μοι ἐν τῇ γενέσει τοῦ παιδίου τῇ ἐν τόκῳ καὶ τἄλλα παραπλησίως. Ἢν δὲ γάλα σβεσθῇ, πράσα τρίψας, διεὶς ὕδατι, δίδου πιεῖν· καὶ τῷ θερμῷ λουέσθω, καὶ πράσα καὶ κράμβην ἐσθιέτω· συνεψεῖν δὲ καὶ κυτίσου φύλλα, καὶ τοῦ χυλοῦ ῥοφέειν· πιπίσκειν δὲ τοῦ μαράθρου τὸν καρπὸν καὶ τὰς ῥίζας, καὶ κριθὰς ἐπτισμένας καὶ βούτυρον ἑψήσας ὁμοῦ καὶ ψύξας, δίδου πίνειν. Ἀγαθὸν δὲ καὶ τὸ ἱππομάραθρον καὶ τὸ ἱπποσέλινον καὶ κύτισος· ὁμοῦ ταῦτα πάντα γάλα πουλὺ ποιέει καὶ αὔξει· σκυρίαι αἶγες, τυροὶ δὲ μάλιστα· ἀγαθὸν καὶ τὸν ἐλελίσφακον ἑψεῖν, ἀρκευθίδων ἢ κεδρίδων ἀποχέουσα τὸν χυλὸν καὶ οἶνον ἐπιχέουσα πινέτω, καὶ ἐς τὰ λοιπὰ ἔλαιον ἐπιχέουσα ἐσθιέτω· καὶ τῶν δριμέων καὶ τῶν ἁλμυρῶν καὶ ὀξέων καὶ ὠμῶν λαχάνων πάντων εἰργέσθω. Τὸ δὲ κάρδαμον ἐν οἴνῳ πινόμενον ἀγαθόν· καὶ γὰρ τὸ γάλα καθαίρει· καὶ τῷ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω. Καὶ ἄγνου καρπὸν ἐν οἴνῳ διδόναι πίνειν· καὶ γάλα πουλὺ ποιέει τεύτλου χυλὸς καὶ σησάμου ἀπλύτου καὶ κριθέων τριμηνιαίων, ἐμβαλὼν ἐς θυείαν, τρίψας πάντα, δι' ὀθονίου ἐκχυλίσας, παραμίξας μέλι ἢ ἀμαμηλίδας, εἶτα ἐπ' οἴνῳ μέλανι διδόναι πίνειν.

[45]    Ὅταν γυνὴ τέκῃ καὶ τοῦ ὑστέρου ἀπαλλαγῇ, διδόναι ἄμεινον, ὑφ' ὧν μάλιστα καθαίρεται τὰ λοχεῖα, σκόροδα ἑφθὰ ἢ ὀπτὰ ἐν οἴνῳ καὶ ἐλαίῳ μετὰ πουλυποδίων καὶ σηπιδίων ἐπ' ἀνθράκων, ὅ τι ἂν βούληται τουτέων· κάστορα δὲ ἢ νάρδον πινέτω· πίνειν δὲ καὶ πήγανον ἐν οἴνῳ μέλανι γλυκεῖ, νῆστις ἢ ἄνευ οἴνου· ἢν δὲ μὴ γλυκὺς ᾖ, ἄμεινον μέλι παραμίσγειν· καὶ κράμβην ἑφθὴν ὁμοῦ πηγάνῳ καὶ λινοζώστει, καὶ τῶν σπερματίων τι πίνειν τῶν ὑστερικῶν. Ἢν δὲ θρομβωθῇ καὶ πόνος ἐν νειαίρῃ τῇ γαστρὶ γένηται, διδόναι πράσα ἑφθὰ, καὶ ὅσα ἄγρια καὶ ἥμερα· λιπαρὰ δὲ ποιέειν ἅπαντα· λούεσθαι δὲ καὶ διὰ τρίτης ἡμέρης ἐν εὐδίῃ, τὸ γὰρ ψῦχος ταύτῃσιν ἐναντίον· καὶ μετὰ τὸ λουτρὸν ἐπαλείφειν· ἄμεινον μὴ πολλῷ θερμῷ χρῆσθαι.

[46]    Ὅταν τὸ ὕστερον μὴ αὐτίκα ἀπίῃ μετὰ τὸν τόκον, τῆς νειαίρης γαστρὸς γίνονται πόνοι καὶ ἐν κενεῶσι, καὶ ῥίγεα καὶ πυρετοί· κἢν ἀπαλλάσσηται τὸ ὕστερον, ὑγιαίνει καὶ ἡ γυνή· σήπεται δὲ ἐπὶ τὸ πουλύ· ἀπαλλάσσεται δὲ ἑκταίῃ ἢ ἑβδομαίῃ ἢ καὶ ἀνωτέρω ἔτι. Τῇ τοιαύτῃ χρὴ διδόναι φάρμακα, ὧν ἂν ἐγὼ γράψω, καὶ πνεῦμα κατέχειν· ἄριστον δὲ πάντων ἀρτεμισίη βοτάνη, καὶ δίκταμνον, καὶ λευκοΐου ἄνθος· καὶ ὀπὸς σιλφίου, κράτιστον ἐν ὕδατι πινόμενος ὅσον κύαμος ἑλληνικός. Ἢν τὰ ὕστερα μὴ δύνηται ἀποφυγεῖν, ἀσιτέειν· κἄπειτα πέταλα τῆς ἄγνου τρίψας ἐν οἴνῳ καὶ μέλιτι καὶ ἔλαιον ἐπιχέας, χλιάνας, δίδου πίνειν ὅσον κοτύλην, καὶ ἔξεισιν. Ἢν δὲ γυναικὶ τὸ χορίον ἐλλειφθῇ ἐν τῇσι μήτρῃσι, τοῦτο δὲ γίνεται, ἢν ῥαγῇ βίῃ ὁ ὀμφαλὸς ἢ ἀμαθίῃ ὑποτάμῃ ἡ ὀμφαλητόμος τὸν ὀμφαλὸν τοῦ παιδίου πρόσθεν ἢ τὸ χορίον ἐξιέναι ἐκ τῶν μητρέων, αἱ μῆτραι ἀνασπῶσι τὸ ὕστερον ἄνω, ἅτε ὀλισθηρὸν ἐὸν καὶ χεόμενον, καὶ κατίσχουσιν ἐν ἑωυτῇσι· τέταται γὰρ τὸ χορίον ἐκ τοῦ ὀμφαλοῦ τοῦ παιδίου, καὶ ὕστερος ἔξεισιν ὁ ὀμφαλὸς ἐκ τῶν μητρέων· ἢν γὰρ πρότερος ἐξίῃ, δι' αὐτοῦ οὐκ ἂν διέλθοι τῷ παιδίῳ ἡ τροφὴ, ὅτι ἐξήρτηται ἐξ αὐτέου.

[47]    Ὅταν δὲ ἐν γαστρὶ ἔχουσα φθείρῃ τὸ ἔμβρυον μηνιαῖον ἢ διμηνιαῖον ἐὸν, καὶ ἐξιέναι μὴ δύνηται, ᾖ δὲ λεπτὴ, ταύτης χρὴ τηνικαῦτα καθῆραι τὸ σῶμα καὶ πιᾶναι· οὐ γὰρ πρότερον ἔξεισι τὰ ἔμβρυα σαπέντα, ἢν μὴ ἰσχυραὶ αἱ μῆτραι ἔωσι καὶ εὐπηγέες.

[48]    Ἢν γυναικὶ τὸ χορίον ἐλλειφθῇ, ἢν μὴ εὐρύστομοι αἱ μῆτραι ἔωσιν, χωρέει ἡ κάθαρσις ἔλασσον τοῦ καιροῦ, καὶ ἡ γαστὴρ σκληρὴ γίνεται καὶ μεγάλη, καὶ περίψυξις γίνεται, καὶ πυρετὸς ὀξὺς, καὶ πόνος καθ' ἅπαν τὸ σῶμα, γαστρὸς δὲ τὸ κατώτερον τοῦ ὀμφαλοῦ, καὶ βρῖθος γίνεται ἐν τῇσι μήτρῃσι, καὶ στροφὴ ὡς ἐμβρύου ἐόντος, καὶ μελεδανθεῖσα ἐκβάλλει τὸ χορίον ἐν τάχει σεσηπὸς, καὶ ὑγιαίνεται.

[49]    Ἢν ἐκ τόκου ἡ μήτρη ἑλκωθῇ, ῥόδων ἄνθῃ ἰῆσθαι· διακλυζέσθω δὲ καὶ στρυφνοῖσιν. Ἢν δὲ ἑλκωθῇ τὸ στόμα καὶ φλεγμήνῃ, σμύρναν καὶ στέαρ χήνειον καὶ κηρὸν λευκὸν καὶ λιβανωτὸν λαγωῇσι θριξὶ τῇσιν ὑπὸ τὴν γαστέρα μίσγειν, καὶ προστιθέναι ἐν εἰρίῳ λεῖα ποιεῦντα.

[50]    Ἢν ἐκ τόκου φλεγμήνωσιν αἱ ὑστέραι, πυρετὸς ἴσχει τὸ σῶμα βληχρὸς, καὶ ἀχλύς· ἐκ δὲ τῆς κοιλίης οὐδέκοτε ἐκλείπει τὸ πῦρ· καὶ διψῇ, καὶ τὰ ἰσχία ἀλγέει, καὶ οἰδέει τὴν γαστέρα τὴν νειαίρην ἰσχυρῶς, καὶ ἡ κοιλίη ταράσσεται· ὑποχώρημα δὲ κακὸν καὶ ὀζόμενον, καὶ λάζεται τὸ πῦρ σφοδρὸν, καὶ ἀσιτίη ἔχει, καὶ κατὰ τὸ βρέγμα ὀδύνη, καὶ οὐ δύναται εἰρύσαι τῆς κοιλίης ὁ στόμαχος ποτὰ καὶ σιτία, καὶ ἀδυνατέει πέσσειν· καὶ ἢν μὴ θεραπεύωνται εὐθέως, αἱ πλεῖσται θνήσκουσιν, ἡ κοιλίη δὲ αἰτίη. Τῆς ἀκτῆς οὖν τὰ φύλλα ὡς ἁπαλώτατα ἐν πυρῶν κριμνοῖσιν ἑψήσας σιτανίοισιν, ἀκροχλίερον ῥοφέειν, καὶ διδόναι μελίκρητον καὶ οἶνον ὑδαρέα, καὶ τὸ ἦτρον καταπλάσσειν τοῖσι ψυκτικοῖσι, σιτίον δὲ ὡς ἐλάχιστον προσφέρειν, καὶ τὴν γαστέρα ἵστασθαι, καὶ τὴν κεφαλὴν ἰῆσθαι, ὑποχόνδριον δὲ καταπλάσσειν.

[51]    Μητρέων ποτόν· ἢν ἀλγέῃ ἐκ τόκου, ὁκόταν ἀλγέῃ τὴν ἕδρην ἢ ἄλλο τι, ἀρκεύθου καρπὸν ἢ λίνου σπέρμα καὶ κνίδης τρίβειν, καὶ διδόναι πίνειν. Ἢν ἐκ τόκου ἀλγέῃ, ῥητίνην τερεβινθίνην καὶ μέλι καὶ οἶνον χλιερὸν διδόναι ῥοφέειν, καὶ ἢν φλεγμήνωσιν αἱ μῆτραι, τοῦτο παύσει. Ἢν δὲ ἀλγέῃ τῶν μητρέων τόπον, ἀμυγδαλῆς τρίψας πικρῆς καὶ ἐλαίης τὰ ἁπαλὰ φύλλα, καὶ κύμινον καὶ δάφνης καρπὸν ἢ τὰ φύλλα, καὶ ἄννησον καὶ ἐρύσιμον καὶ ὀρίγανον καὶ νίτρον, ταῦτα μίξας καὶ τρίψας λεῖα, κολλούρια ποιέειν μητρέων. Ἢν φλεγμήνωσι καὶ ὀδύνη ἔχῃ, ῥόδων φύλλα, κινάμωμον, κασσίην τρίψας ἐν τῷ αὐτῷ λεῖα, ἐπιχέειν νέτωπον, καὶ ποιήσας φθοΐσκους ὅσον δραχμιαίους, ὀστράκινον κυθρίδιον καινὸν διάπυρον ποιήσας, περικαθίσας, καὶ περιστείλας ἱματίοισι, θυμιῇν ἐς τὰς μήτρας· τοῦτο ὀδύνας παύσει.

[52]    Ἢν δὲ ἐκ τόκου αἱ ὑστέραι πονήσωσι, βληχρὸν ἔχει τὸ πῦρ, ἔνδοθεν δὲ ἡ κοιλίη ἡ νειαίρη πυριφλεγέθης ἐστὶ, καὶ ἐς τὸ ἰσχίον ἐνίοτε ἀποιδέει, καὶ ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τοὺς κενεῶνας, καὶ τὰ ὑποχωρεῦντα χολώδεα καὶ κάκοδμα· καὶ ἢν μὴ σταθῇ ἡ κοιλίη, ἐξαίφνης θνήσκει. Ὅταν οὖν ὧδε ἔχῃ, χρὴ ψύχειν τὴν κοιλίην, φυλασσόμενον ὅκως μὴ φρίξῃ· πινέτω δὲ, ἢν μὴ ἵστηται, τὸ ἀπὸ τοῦ κρίμνου ἢ ἄρτου, ἢ ἄλητον· ῥοφέειν δὲ, σίδης οἰνώδεος τὸν χυλὸν κεράσας ὕδατι, ἐπίπασσε λέκιθον φακῶν καὶ τοῦτο ἕψει, μίσγων φακὸν καὶ κύμινον καὶ ἅλας καὶ ἔλαιον καὶ ὄξος, τοῦτο διδόναι ῥόφημα ψυχρὸν, καὶ φακῆν ὀξέην, καὶ ἐπιπίνειν οἶνον οἰνώδεα πράμνιον· τῶν δὲ ἄλλων σιτίων ἀπέχεσθαι χρὴ ἔστ' ἂν ὁ πυρετὸς λυθῇ· ἢν δὲ δοκέῃ, καὶ λουέσθω· ἢν δὲ ἀσθενὴς ᾖ, πίνειν πάλην ἀλφίτων· ἢν δὲ ἀκιδνοτέρη ᾖ, ἐν ὕδατι ψυχρῷ· σιτίον δὲ προσφέρεσθαι κοῦφον, ὅ τι μὴ ἰνήσεται, ὅταν τὸ πῦρ μεθῇ. Ἡ δὲ νοῦσος ὀξέη τε καὶ θανατώδης.

[53]    Ἢν δὲ φλεγμήνωσιν αἱ ὑστέραι λεχοῖ, πίμπραται ἡ κοιλίη καὶ μεγάλη γίνεται, καὶ πρὸς τὰ ὑποχόνδρια πνὶξ ἔχει. Ὅταν ὧδε ἔχῃ, καταπλάσσειν βρύῳ τῷ θαλασσίῳ, ὃ ἐπὶ τοὺς ἰχθύας ἐπιβάλλουσι, κόψαι δὲ ἐν ὅλμῳ· καὶ ξυμμίσγειν ὠμήλυσιν καὶ σποδιὴν κληματίνην καὶ λίνον φώξαντα, ἀλεῖν δὲ ταῦτα καὶ ἀναφορύξαι ὄξει καὶ ἐλαίῳ, ποιέειν δὲ οἷον κυκεῶνα παχύν· ταῦτα ἑψεῖν ἕως οἷον στέαρ γένηται, καὶ τούτῳ καταπλάσσειν ὡς θερμοτάτῳ, καὶ, ἢν χρήζῃ, ἐγκαθιννύσθω.

[54]    Ἢν δὲ λεχοῖ φλεγμήνωσιν αἱ ὑστέραι, οἰδέουσι, καὶ ὁκόταν τὰ λοχεῖα ἐμμείνῃ, κρύβδην τείνονται, γίνεται δὲ ἐπὴν πυκνωθέωσιν ὑπὸ ψύχεος. Ταύτῃσιν ἢν μὲν ἐπιψύχωνται, ἀλεαίνειν· ἢν δὲ πυριφλεγέες ἔωσιν καὶ τὸ ψῦχος ἀφῇ, προσθετὸν ποιέειν ὅ τι φλεγμασίῃ ἐναντιοῦται, καὶ λούειν, καὶ πυριῇν, καὶ φάρμακα προσάγειν, ὧν ἂν ἐγὼ γράψω, ἕλκειν τε ἀτμίδα ἐς τὸ στόμα καὶ ἐς τὰς ῥῖνας.

[55]    Ἢν δὲ πνίγωσι, φακοὺς ἑψεῖν ἐν ὄξει καὶ ἁλὶ καὶ ὀριγάνῳ πολλῷ, καὶ ὁλκὴν ποιέεσθαι, καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ ἐν τῷ χυλῷ λεπτὸν ἄλητον ῥοφεέτω.

[56]    Ὅταν δὲ τάχιστα τέκῃ, πρὶν τὴν ὀδύνην ἔχειν, πρότερον διδόναι τῶν φαρμάκων, ὅσα τὰς ὑστέρας παύει τῆς ὀδύνης, καὶ σιτία διαχωρητικὰ προσφερέσθω. Ἢν δὲ ἡ γαστὴρ θερμαίνηται, ὑποκλύζειν ὅτι τάχος.

[57]    Ἢν αἱ μῆτραι φλέγματος ἐμπλησθέωσι, φῦσαι ἐγγίνονται ἐν τῇσιν ὑστέρῃσι, καὶ τὰ ἐπιμήνια προέρχεται ἐλάσσονα, λευκὰ, φλεγματώδεα· ἔστι δ' ὅτε αἷμα λεπτὸν, ἀκραιφνὲς, ὑμένων ἀνάπλεον, καὶ ἔστιν ᾗσιν κυρκανᾶται, καὶ τρὶς τοῦ μηνὸς ἐπιφαίνεται, καὶ τῷ ἀνδρὶ ὑπὸ τῆς ὑγρότητος οὐκ ἐθέλει μίσγεσθαι, οὐδ' ὀργᾷ τοῦτο δρᾷν, καὶ λεπτὴ γίνεται· ὀδυνῆται δὲ τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς βουβῶνας· καὶ εἰ δάκνοι τὸ ῥέον καὶ ἑλκοῖ τὰ ἀμφίδεα, χρόνιον φάναι τὸ ῥεῦμα. Καὶ ἢν πολὺ ἴῃ, φάκιον ξὺν ἑλλεβόρῳ δοῦναι ἐμέσαι· ἔπειτα ἐς τὰς ῥῖνας ἐγχέαι, καὶ φάρμακον πῖσαι κάτω· σιτίων δὲ εἰργέσθω δριμέων· ἢν δὲ βαρύνηται καὶ ψύχηται καὶ νάρκη ἔχῃ, γάλα διδόναι καὶ οἶνον εὐώδεα· πινέτω δὲ νῆστις ὑπερικὸν, λίνου σπέρμα, ἐλελίσφακον ἐν οἴνῳ εὐώδει ὑδαρεῖ· καὶ κλύσαι τὰς ὑστέρας τῷ ξὺν τῇ τρυγί· καὶ ἢν μὴ ἡλκωμέναι ἔωσι, διαλιπόντα ἡμέρας δύο ἢ τρεῖς, κλύσαι τῷ ξὺν τῷ κόκκῳ· μετὰ δὲ τοῦτο, στρυφνοῖσιν· ἢν δὲ ἡλκωμέναι ἔωσι, νίπτεσθαι τῷ ἀπὸ τῆς μυρσίνης καὶ δάφνης ἀφεψήματι, καὶ ἐγχριέσθω τῷ ξὺν τῷ ἀργυρέῳ ἄνθει. Ἡ δὲ νοῦσος χαλεπὴ, καὶ ὀλίγαι ἐκφεύγουσιν.

[58]    Ἢν δὲ αἱ κοτυληδόνες φλέγματος περίπλεαι ἔωσι, τὰ ἐπιμήνια γίνονται ἐλάσσονα, καὶ ἢν ἐν γαστρὶ ἴσχῃ, διαφθείρει, ἐπειδὰν ἰσχυρότερον τὸ ἔμβρυον γένηται· οὐ γὰρ ῥώννυται, ἀλλ' ἀποῤῥεῖ. Γνοίης δ' ἂν τῷδε· ὑγρὴ γίνεται, καὶ τὸ ἀποῤῥέον μυξῶδες καὶ γλίσχρον οἷα ἀπὸ κοιλίης φέρεται, καὶ οὐ δάκνει, καὶ ἐν τοῖσιν ἐπιμηνίοισιν, ἐπὴν παύσηται τοῦ αἵματος καθαιρομένη, καὶ δύο ἡμέρας καὶ τρεῖς βλένναι ἴασιν ἐκ τῶν ὑστερέων, καὶ φρίκη ἔχει, καὶ θέρμη οὐκ ὀξέη, πλὴν οὐκ ἐκλείπει. Ταύτην κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων καὶ ὑφ' ὧν ὕδωρ καθαίρεται, καὶ δὶς καὶ τρίς· ἐπὴν δὲ καθαρθῇ, στρυφνοῖσι τὸ λοιπὸν χρήσθω· προστιθέναι δὲ τὰ μαλθακὰ, ὑφ' ὧν καθαίρεται φλέγμα, καὶ πυριῇν τὰς ὑστέρας τῷ ξὺν τῇ δάφνῃ, καὶ κλύζειν τῷ ξὺν τῷ ὄξει, καὶ θυμιῇν, ἐπὴν παύσηται τὰ ἐπιμήνια, τοῖσιν ἀρώμασι· κἄπειτ' ἀσιτέειν χρὴ, καὶ ἀλουτέειν, ξυνίτω δὲ τῷ ἀνδρὶ, καὶ σιτία καὶ οἶνον ὀλίγα λαμβάνειν, καὶ ἀλεαίνειν, καὶ ῥήνικας ἀμφὶ τὰ σκέλεα ἑλίσσειν, καὶ ἐλαίῳ ἀλείφειν.

[59]    Ἢν δὲ ὕδερος ἐν τῇσι μήτρῃσιν ἐγγένηται, τὰ ἐπιμήνια ἐλάσσονα καὶ πονηρὰ γίνεται καὶ προαπολείπει, καὶ ἡ νειαίρη γαστὴρ οἰδέει, καὶ οἱ μαζοὶ στεῤῥοὶ, οὐ μαλθακοὶ, καὶ τὸ γάλα πονηρὸν, καὶ δοκέει ἐν γαστρὶ ἔχειν, καὶ ἐν τούτοισι γνώσῃ ὅτι ὕδερός ἐστι· σημαίνει δὲ καὶ ἐν τῷ στόματι τῇσιν ὑστέρῃσι, ψαυούσῃ γὰρ ἰσχνὸν καὶ ὑγρὸν φαίνεται· καὶ ῥῖγος καὶ πῦρ λαμβάνει. Ὅσῳ δ' ἂν ὁ χρόνος πλείων γίνηται, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας καὶ τοὺς βουβῶνας. Αὕτη ἡ νοῦσος ἐκ τρωσμοῦ γίνεται, καὶ ἐξ ἄλλων δὲ προφασίων, καὶ ὅταν τὰ ἐπιμήνια κρυφθῇ. Λούειν χρὴ πολλῷ καὶ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ἢν ἡ ὀδύνη ἔχῃ· ἐπὴν δὲ παύσηται, φάρμακον χρὴ πῖσαι κάτω, καὶ πυριῆσαι τῷ ξὺν τῷ βολίτῳ τὰς ὑστέρας· ἔπειτα προσθεῖναι τὸ ξὺν τῇ κανθαρίδι, καὶ διαλείπειν δύο ἡμέρας ἢ τρεῖς· καὶ ἢν ῥώμη ἴσχῃ, νετώπῳ κλύσαι· καὶ ἢν ἡ γαστὴρ λαπαρὴ γένηται, καὶ οἱ πυρετοὶ παύωνται καὶ τὰ καταμήνια προχωρέῃ κατὰ λόγον, τῷ ἀνδρὶ ξυγκοιμάσθω, καὶ ἐν τοῖσι προσθέτοισι μενέτω, καὶ μεσηγὺς ἡμέρης πινέτω κρήθμου φλοιὸν, γλυκυσίδης τοὺς μέλανας κόκκους πέντε, ἀκτῆς καρπὸν ἐν οἴνῳ νῆστις· καὶ τὴν λινόζωστιν ἐσθιέτω ὡς πλείστην, καὶ σκόροδα ὠμὰ καὶ ἑφθὰ, καὶ τοῖσι μαλθακοῖσι πρὸς ὕπνον χρήσθω, καὶ πουλύποσι, καὶ τοῖσιν ἄλλοισι μαλθακοῖσι, θαλασσίοισι μᾶλλον ἢ κρέασι· καὶ ἢν τέκῃ, ὑγιαίνει.

[60]    Ἢν ὕδρωψ γένηται ἐν τῇσι μήτρῃσι, τὰ ἐπιμήνια ἐλάσσω γίνεται καὶ κακίω καὶ διὰ πλέονος χρόνου· καὶ κύει δίμηνον ἢ μικρῷ πλέον· καὶ οἰδέει ἡ κοιλίη, καὶ τὸ ἐπικτένιον, καὶ αἱ κνῆμαι, καὶ ἡ ὀσφύς· ἐπειδὰν δὲ συχνὸς χρόνος γένηται, καὶ ἐν γαστρὶ ἔχῃ, διαφθείρει καὶ ἐκβάλλει, καὶ ὕδωρ ξὺν αὐτῷ ἐκχέεται, καὶ ἡ γυνὴ θνήσκει ὡς ἐπὶ τὸ πουλύ· τὸ δὲ αἷμα φθείρεται, καὶ ὑδεροῦνται. Ταύτην γαλακτοποτέειν, καὶ τῶν μηκώνων πίνειν, ἔστ' ἂν τὸ ἔμβρυον κινέεσθαι δύνηται· ἔτι δὲ πρὸ τούτου ὡς ἐπιτοπουλὺ διαφθείρεται καὶ ἐξαμβλίσκεται, καὶ αἵματος καὶ ὕδατος ῥέουσιν αἱ μῆτραι· ταῦτα δὲ πάσχει οὐδέν τι μᾶλλον ἐκ πόνου ἢ ἄλλως. Τούτῳ δ' ἂν γνοίης ὅτι ὕδρωψ ἐστὶν, εἰ ἀφάσσων τῷ δακτύλῳ ὄψει τὸ στόμα αὐτέων ἰσχνὸν καὶ περίπλεον ὑγρασίης. Ἢν δὲ αὕτη τὸ ἔμβρυον μὴ κατ' ἀρχὰς, ἀλλ' ἤδη δίμηνον, διαφθείρηταί τε καὶ ἀποπνίγηται, ἥ τε γαστὴρ ἡ νειαίρη ἐπανοιδέει, καὶ ἁπτομένη ἀλγέει ὡς ἕλκος, καὶ πυρετὸς μέγας αὐτὴν καὶ βρυγμὸς λαμβάνει, καὶ ὀδύνη ἰσχυρὴ τοῦ αἰδοίου, καὶ τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ τοὺς κενεῶνας καὶ τὴν ὀσφὺν ὀξέη τε καὶ σπερχνή. Ὅταν οὕτως ἔχῃ, λούειν αὐτὴν θερμῷ, ἢν ἡ ὀδύνη ἔχῃ, καὶ χλιάσματα προσάγειν, πειρεόμενον ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ φάρμακον καθαρθήριον κάτω· διαλιπεῖν δὲ χρόνον, ὅσον αὐτῇ δοκέει ἱκανὸς εἶναι, καὶ κλύσαι, καὶ πυριῆσαι, καὶ τὴν κυκλάμινον ἐν ῥάκει μέλιτι δεύων προσθεῖναι πρὸς τὸ στόμα τῶν μητρέων· καὶ τῆς κυπαρίσσου καταξύσας καὶ τέγξας ἐν ὕδατι, προσθεῖναι ὡσαύτως, ἐλάσσονι δὲ χρόνῳ καὶ διὰ πλέονος τοῦτο, ὅσῳ μᾶλλον δάκνει καὶ ξαίνει, καὶ μήλην ποιησάμενος κασσιτερίνην ἐγκαθιέναι, καὶ τῷ δακτύλῳ ὡσαύτως, καὶ τὰ ποτήματα ὅ τι ἂν μάλιστα προσίηται πιπίσκειν, καὶ ξυγκοιμάσθω τῷ ἀνδρὶ ὡς μάλιστα τῶν καιρῶν παρόντων· ἢν γὰρ ξυλλάβῃ τὴν γονὴν καὶ κυήσῃ, ὑπεκκαθαίρεται καὶ τὰ πρόσθεν ὑπόντα ξὺν αὐτοῖσι, καὶ οὕτως ἂν μάλιστα ὑγιὴς γένοιτο.

[61]    Ἢν δὲ γυνὴ ὑδρωπιήσῃ, οἷα τοῦ σπληνὸς ὑδατώδεος καὶ μεγάλου ἐόντος, γίνεται δὲ ὁ σπλὴν ὑδατώδης ἀπὸ τοῦδε τοῦ παθήματος, ἐπὴν πῦρ ἔχῃ καὶ μὴ ἀφίῃ τὴν ἄνθρωπον, καὶ δίψα μιν λαμβάνῃ καρτερὴ, καὶ πίνῃ, καὶ μὴ ἀπεμέῃ· τὸ μὲν γὰρ ἐς τὴν κύστιν διελθὸν διουρέεται, τὸ λοιπὸν δὲ ὁ σπλὴν ἕλκει ἐς ἑωυτὸν ἀπὸ τῆς κοιλίης ἅτε ἀραιὸς ἐὼν καὶ σπογγοειδὴς κείμενός τε κατὰ τὴν κοιλίην· καὶ ἢν τούτων οὕτως ἐχόντων μὴ ἱδρώσῃ, μηδέ οἱ ἡ κύστις διηθῇ, μηδὲ ἡ κοιλίη χαλᾷ, διαίρεται ὁ σπλὴν ὑπὸ τοῦ ποτοῦ, καὶ μᾶλλον ἢν ὕδωρ ᾖ τὸ ποτὸν, καί μιν ἤν τις ἐπαφήσαιτο, μαλθακὸς ὡς μνοῦς ἐστιν, ἔστι δ' ὅτε ἀντιτυπεύμενος· ἀερθεὶς δὲ καὶ ὑπερπιμπλάμενος ἐκδιδοῖ κατὰ τὰς φλέβας τῷ σώματι, καὶ μάλιστα ἐς τὸ ἐπίπλοον καὶ τοῖσιν ἀμφὶ τὴν κοιλίην ἐοῦσι χωρίοισι καὶ τοῖσι σκέλεσιν· ἕτερον γὰρ ἑτέρῳ διεκδιδοῖ ἐν τῷ σώματι, ἐπὴν πλέον ἑκάστῳ τοῦ καιροῦ ᾖ καὶ μὴ δύνηται κατέχειν. Ἐπιγίνεται δὲ ἀπὸ τούτου ὕδρωψ αἰεὶ, ἐπὴν μάθῃ ὁ σπλὴν ἕλκειν ἐς ἑωυτὸν φύσει ἀραιὸς ὢν καὶ μανός. Γίνεται δὲ ἔστιν ᾗσιν ἀρχὴ αὕτη τῆς νούσου καὶ ἄτερ πυρετοῦ, ἢν καῦμα ἐν τῇ κοιλίῃ ἐνστῇ οἷα φλέγματος ἐς αὐτὴν κατιόντος, καὶ ἢν ἡ ἄνθρωπος τὴν δίψαν μὴ κατέχῃ, μηδ' ἡ κύστις μηδ' ἡ κοιλίη διηθέωσιν οὖρόν τε καὶ κόπρον κατά γε δίκην, μηδὲ ἐπιτηδείῃ διαίτῃ χρέηται ἡ ἄνθρωπος. Ἢν δὲ ὑδρωποειδὴς ᾖ, ἔρχεται τὰ καταμήνια πολλὰ ἐξαπίνης, ὁτὲ δὲ ὀλίγα, καὶ γίνεται ὁτὲ μὲν ὡς ἀπὸ κρεῶν ὕδωρ, εἴ τις αἱματώδεα ἀποπλύνειεν, ὁτὲ δὲ ὀλίγῳ ἰσχυρότερα, καὶ οὐ πήγνυται, καὶ ἆσθμά μιν λαμβάνει, πρὶν ἢ τὰ καταμήνια χωρέειν, καὶ ὀδύνη ἐν τῷ σπληνὶ, καὶ μᾶλλον ἐπήν τι γλυκὺ φάγῃ, καὶ ἡ γαστὴρ ἐξαείρεται καὶ μεγάλη ἐστί· καὶ ἐπὴν πλέονα τοῦ μάθεος φάγῃ, πονέεται τὴν γαστέρα, καὶ τὴν ὀσφὺν ἀλγέει ἄλλοτε καὶ ἄλλοτε, καὶ πῦρ μιν ἐπιλαμβάνει δι' ὀλίγου. Ἐπὴν δὲ ἀποκαθαρθῇ, ῥάϊον δοκέει ἔχειν πρὸς τὰ πρόσθεν, ἔπειτα ἐς τωὐτὸ καθίσταται, καὶ ἢν μελεδαίνηται ὡς χρὴ, ὑγιὴς ἔσται· ἢν δὲ μὴ, ὁ ῥόος ἐπιφανεῖται, καὶ διὰ παντὸς τοῦ χρόνου αἰεὶ ῥεύσεται κατ' ὀλίγον οἷον ἰχὼρ, ἐπιμελείης δὲ πλείονος δέεται. Ἢν δὲ μὴ ὁ ῥόος ἐπιγένηται, ἀλλ' αἱ μῆτραι ὑπὸ τῶν πρόσθεν παθημάτων ἀερθεῖσαι μὴ χαλάσωσι τὰ ἐπιμήνια, ἥ τε γαστήρ οἱ μεγάλη ἔσται, καὶ βρῖθος ἐνέσται ὡς τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ δοκέει ὡσεὶ παιδίον ἐν τῇ γαστρὶ αὐτῆς κινέεσθαι, ἅτε τῶν μητρέων ὕδατος πλέων ἐουσέων καὶ τοῦ ὕδατος κινεομένου, ἄλλοτε γὰρ καὶ ἄλλοτε κλυδάζεται αὐτῇσι τὸ ὕδωρ ὡς ἐν ἀσκῷ· καὶ ἀλγεῖ ψαυομένη τὸ κάτω τοῦ ὀμφαλοῦ, καὶ αἱ κληῗδες καὶ ὁ θώρηξ καὶ τὸ πρόσωπον καὶ τὰ ὄμματα καταλεπτύνεται, καὶ αἱ θηλαὶ ἀείρονται. Ἔστι δὲ ᾗσι μὲν ἥ τε κοιλίη καὶ τὰ σκέλεα πλήθει ὕδατος, ᾗσι δὲ ἐς θάτερον τουτέων· καὶ ἢν μὲν ἄμφω πλησθῇ, οὐδεμία ἐλπὶς περιγενέσθαι τὴν ἄνθρωπόν ἐστιν· ἢν δὲ θάτερον τούτων, ἐλπίδες ὀλίγαι, ἢν μελεδαίνηται καὶ μὴ λίην τετρυχωμένη ᾖ. Χρονίη δὲ αὕτη ἡ νοῦσος.

[62]    Γίνεται δὲ πάντα μᾶλλον μὲν τῇσιν ἀτόκοισιν, γίνεται δὲ πολλάκις καὶ τῇσι τετοκυίῃσιν· ἐπικίνδυνα δέ ἐστιν, ὡς εἴρηται, καὶ τοπουλὺ ὀξέα καὶ μεγάλα καὶ χαλεπὰ ξυνιέναι, διὰ τοῦθ' ὅτι αἱ γυναῖκες μετέχουσι τῶν νούσων, καὶ ἔσθ' ὅτε οὐδ' αὐταὶ ἴσασιν τί νοσέουσιν, πρὶν ἢ ἔμπειροι νούσων γένωνται ἀπὸ καταμηνίων καὶ ἔωσι γεραίτεραι· τότε δὲ σφέας ἥ τε ἀνάγκη καὶ ὁ χρόνος διδάσκει τὸ αἴτιον τῶν νούσων, καὶ ἔστιν ὅτε τῇσι μὴ γινωσκούσῃσιν ὑφ' ὅτευ νοσεῦσι φθάνει τὰ νοσήματα ἀνίητα γινόμενα, πρὶν ἂν διδαχθῆναι τὸν ἰητρὸν ὀρθῶς ὑπὸ τῆς νοσεούσης ὑφ' ὅτου νοσέει· καὶ γὰρ αἰδέονται φράζειν, κἢν εἰδῶσι, καί σφιν δοκέουσιν αἰσχρὸν εἶναι ὑπὸ ἀπειρίης καὶ ἀνεπιστημοσύνης. Ἅμα δὲ καὶ οἱ ἰητροὶ ἁμαρτάνουσιν, οὐκ ἀτρεκέως πυνθανόμενοι τὴν πρόφασιν τῆς νούσου, ἀλλ' ὡς τὰ ἀνδρικὰ νοσήματα ἰώμενοι· καὶ πολλὰς εἶδον διεφθαρμένας ἤδη ὑπὸ τοιούτων παθημάτων. Ἀλλὰ χρὴ ἀνερωτᾷν αὐτίκα ἀτρεκέως τὸ αἴτιον· διαφέρει γὰρ ἡ ἴησις πολλῷ τῶν γυναικηΐων νοσημάτων καὶ τῶν ἀνδρώων.

[63]    Ἢν δὲ αἱ μῆτραι ἑλκωθέωσιν, αἷμα καὶ πῦα καθαίρεται, καὶ ὀσμὴ βαρέη γίνεται, καὶ ὀδύνη ὀξέη λαμβάνει ἐς τὰς ἰξύας καὶ ἐς τοὺς βουβῶνας καὶ ἐς τὴν νειαίρην γαστέρα, καὶ ἄνω φοιτᾷ ἡ ὀδύνη ἐς τοὺς κενεῶνας καὶ ἐς τὰς πλευρὰς καὶ ἐς τὰς ὠμοπλάτας, ἐνίοτε δὲ καὶ ἐς τὰς κληῗδας ἀφικνέεται, καὶ δάκνεται, καὶ κεφαλὴν ἀλγέει σφοδρῶς, καὶ παρανοεῖ· τῷ δὲ χρόνῳ ἀνοιδίσκεται πᾶσα, καὶ ἀσθενείη μιν λαμβάνει, καὶ ἀψυχίη, καὶ πυρετὸς λεπτὸς, καὶ περίψυξις· οἰδίσκεται δὲ μάλιστα τὰ σκέλεα. Ἡ δὲ νοῦσος λαμβάνει ἐκ τρωσμοῦ, ἥτις ἂν διαφθείρασα τὸ παιδίον ἐγκατασαπὲν μὴ ἐκκαθαρθῇ, καὶ τὸ στόμα πῦρ ἔχει· λαμβάνει δὲ καὶ ἐκ τῶν ῥόων, καὶ ἢν ἐπὶ σφέας δριμέα ᾖ καὶ χολώδεα, δάκνει. Ἢν οὕτως ἐχούσῃ ἐπιτυγχάνῃς, ἐπὴν μὲν αἱ ὀδύναι ἔχωσι, λούειν τε πολλῷ καὶ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ὅκου ἂν ἡ ὀδύνη ἔχῃ· καὶ ἢν μὲν ἄνω αἱ ὀδύναι ἔωσιν, ἢν μὲν ἰσχυρὴ ἡ γυνὴ ᾖ, πυριήσασθαι ὅλην καὶ φάρμακον δοῦναι κάτω πιεῖν· καὶ ἐπὴν ὥρη ᾖ τοῦ ἔτεος, ὀῤῥὸν ἀφεψῶν, διδόναι ἐπιπίνειν ἡμέρας πέντε, ἢν δυνατὴ ᾖ· ἢν δὲ μὴ ᾖ ὀῤῥὸς, ὄνου γάλα ἑψεῖν, καὶ διδόναι πίνειν ἡμέρας τρεῖς ἢ τέσσαρας· μετὰ δὲ τὴν γαλακτοποσίην, ὕδατι ἀνακομίσαι αὐτὴν καὶ σιτίοισιν ἐπιτηδείοισι, κρέασι μηλείοισιν, ἁπαλοῖσι, νέοισι, καὶ ὀρνιθείοισι, καὶ τευτλίῳ, καὶ κολοκύντῃ· ἀπεχέσθω δὲ τῶν ἁλμυρῶν καὶ δριμέων καὶ τῶν θαλασσίων πάντων καὶ κρεῶν χοιρείων καὶ βοείων καὶ αἰγείων· ἄρτους δὲ ἐσθιέτω· ἢν δὲ ἀψυχίαι ἔχωσι καὶ μὴ ἰσχύῃ καὶ περιψύχηται, ῥόφημα λαμβάνειν. Εἰσὶ δέ τινες, οἳ ταύτῃσι κεφαλὴν ἀλγεούσῃσι πιπίσκουσι γάλα, ὅτι κεφαλὴν ἀλγέουσιν, οἱ δὲ ὕδωρ, ὅτι λειποθυμέουσι· τἀναντία δὲ οἴομαι· εἰ κεφαλὴν ἀλγέοιεν καὶ φρενῶν εἴη ἅψις, ἀρμόσσον ὕδωρ, ὅτε δὲ δάκνεται καὶ δριμέα ἐστὶ, γάλα ταύτῃσιν εὐμενές. Ἐπὴν δέ σοι δοκέῃ ἰσχύειν, κλύζειν τὰς ὑστέρας, πρῶτα μὲν τῷ ἀπὸ τῆς τρυγὸς, μετὰ δὲ ταῦτα διαλιπὼν ἡμέρας τρεῖς ἢ τέσσαρας κλύζειν τῷ ξὺν τῷ κραμβίῳ χλιερῷ, καὶ αὖθις διαλιπὼν ἡμέρας τρεῖς κλύσαι τῷ ξὺν τῷ πικερίῳ· καὶ ἢν ταῦτα ποιήσαντι ὑγιάζωνται αἱ ὑστέραι, κλύσαι τῷ ξὺν τῷ σιδίῳ· ἐπὶ δὲ τὰ ἕλκεα ἐπιχρίειν ἀργύρεον ἄνθος, καὶ κικίδα, καὶ σμύρναν, καὶ λιβανωτὸν, καὶ τοῦ αἰγυπτίου ἀκάνθου τὸν καρπὸν, καὶ οἰνάνθην τὴν ἀγρίην, καὶ χρυσοκόλλην, καὶ λεπίδα, καὶ λωτοῦ πρίσματα, καὶ κρόκον, καὶ στυπτηρίην αἰγυπτίην κατακεκαυμένην· τούτων ἓν ἔστω ἴσον ἑκάστου, τὴν δὲ στυπτηρίην καὶ τὴν κικίδα καὶ τὸν κρόκον ποιῆσαι μίαν μοῖραν πάντων· τρίψας δὲ καὶ ξυμμίξας πάντα λεῖα, διεῖναι ἐν οἴνῳ λευκῷ γλυκεῖ· ἔπειτα ἑψεῖν, ἔστ' ἂν παχὺ γένηται οἷόν περ μέλι· τούτῳ δὲ ἐπαλείφειν δὶς τῆς ἡμέρης διδόναι, νιψαμένην ὕδατι χλιερῷ· ἑψεῖν δὲ ἐν τῷ ὕδατι καὶ κισθὸν καὶ ἐλελίσφακον. Καὶ ἐπήν σοι δοκέῃ ταῦτα ποιέοντι ῥᾴων εἶναι, προπιεῖν γάλα ἑφθὸν αἴγειον μίην ἡμέρην, ἔπειτα διδόναι γάλα βόειον, τὸν αὐτὸν τρόπον οἷον ἐπὶ τῇσι προτέρῃσι· μετὰ δὲ τὴν γαλακτοποσίην παχῦναι σιτίοισιν ὡς μάλιστα, καὶ ποιέειν ὅκως ἐν τῇ γαστρὶ ἔχῃ· ὑγιὴς γὰρ γενήσεται. Ὡς δὲ τὰ πολλὰ ἐκ τῆς νούσου ταύτης ἐκφεύγουσι, καὶ ἄτοκοι γίνονται· αἱ δὲ γεραίτεραι οὐ πάνυ τι. Πίνειν δὲ μετὰ τὰ φάρμακα λίνου σπέρμα ἀποπεφωσμένον, καὶ σήσαμον, καὶ κνίδης καρπὸν, καὶ γλυκυσίδης ῥίζαν τὴν πικρὴν τρίβων ἐν οἴνῳ εὐώδει μέλανι κεκρημένῳ.

[64]    Ἢν αἱ μῆτραι ἑλκωθέωσι, καὶ αἷμα καὶ πῦον ῥέει καὶ ἰχώρ· σηπομένων γὰρ τῶν μητρέων, νόσημα ἀπ' αὐτέων γίνεται, καὶ ἡ γαστὴρ ἡ νειαίρη ἐπαείρεται, καὶ λεπτὴ γίνεται, καὶ ἀλγέει ψαυομένη, ὡς ἕλκος, καὶ πῦρ ἔχει καὶ βρυγμὸς αὐτὴν, καὶ ὀδύνη ὀξέη καὶ σπερχνὴ ἔς τε τὰ αἰδοῖα καὶ ἐς τὸ ἐπίσειον καὶ ἐς τὴν γαστέρα τὴν νειαίρην καὶ ἐς τὸν κενεῶνα καὶ ἐς τὰς ἰξύας· ἡ δὲ νοῦσος λαμβάνει μάλιστα μὲν ἐκ τόκου, ἢν αὐτῇσί τι διακναισθὲν ἐνσαπῇ, καὶ ἐκ τρωσμοῦ, καὶ ἄλλως ἀπὸ ταὐτομάτου. Ταύτῃσιν ἢν ἐπιτυγχάνῃς, λούειν ἐν ὕδατι πολλῷ καὶ θερμῷ, καὶ ὅκου ἂν ἡ ὀδύνη ἔχῃ, τὰ χλιάσματα προστιθέναι καὶ σπόγγον ἐξ ὕδατος θερμοῦ, καὶ κλύζειν, τὰ δριμέα καὶ τὰ στρυφνὰ ἀπεχομένην· τῶν δὲ μαλακωτέρων διάμισγε ὅκως ἂν δοκέῃ σοι καιρὸς εἶναι· τοῦ τε λίνου τὸν καρπὸν κόψας καὶ τῆς ἀκτῆς, ξυμμίξας δὲ ἐν μέλιτι καὶ ποιήσας φάρμακον, τούτῳ χρῶ· λοῦσον δὲ ὕδατι θερμῷ, καὶ λαβὼν σπόγγον ἢ εἴριον μαλθακὸν βάπτων ἐς θερμὸν ὕδωρ διακάθαιρε τά τε αἰδοῖα καὶ τὰ ἕλκεα· εἶτα ἐς οἶνον ἄκρητον ἐμβάπτων πάλιν τὸν σπόγγον ἢ τὸ εἴριον τὸν αὐτὸν τρόπον χρῶ· ἔπειτα τῷ φαρμάκῳ τούτῳ ἐνάλειφε, ὁσάκις ἂν δοκέῃ σοι καιρὸς εἶναι· ἔπειτα ῥητίνην καὶ στέαρ ὕειον μίξας ὁμοῦ τῷ φαρμάκῳ, διαλείφειν τῷ δακτύλῳ πολλάκις μεθ' ἡμέρην καὶ τῆς νυκτός· μετὰ δὲ ταῦτα λίνου σπέρμα φώξας καὶ κόψας καὶ σήσας, μήκωνα λευκὴν κόψαι ἐν ἀλφίτοισι καὶ σῆσαι, καὶ τυρὸν αἴγειον ὀπτᾷν περιξύσας τὸ ῥῦπος καὶ τὴν ἅλμην, καὶ τὸ πικέριον ξυμμίξαι καὶ πάλην ἀλφίτου, εἶτα ἓν τοῦ φαρμάκου μέτρον καὶ τοῦ τυροῦ καὶ τοῦ ἀλφίτου ποιῆσαι, καὶ τοῦτο διδόναι πίνειν ἐξ ἠοῦς νήστει ἐν οἴνῳ αὐστηρῷ κεκρημένῳ· ἐς δὲ τὴν ἑσπέρην μίσγων καὶ παχὺν κυκεῶνα διδόναι, καὶ τῶν γυναικείων ὅ τι ἂν μάλιστα προσδέχηται πιπίσκειν. Καὶ μέχρι μὲν ἂν τὸ αἷμα πουλὺ ῥέῃ, καὶ ὀδύναι ὀξέαι ἔχωσι καὶ ὀλίγον χρόνον διαλείπωσι, ταῦτα ποιέειν· ἐπὴν δὲ τὸ ἕλκος ἔλασσον ᾖ, καὶ ὀδύναι βληχραὶ προσλαμβάνωσι καὶ διὰ πλέονος χρόνου, φάρμακα πιπίσκειν, ὑφ' ὧν μέλλει καθαίρεσθαι κάτω μᾶλλον ἢ ἄνω, διαλείπων χρόνον ὁκόσον ἂν δοκέῃ καιρὸς εἶναι· καὶ πυριῇν βληχρῇσι πυρίῃσιν, ἀνακαθίζοντα ὑψόθι, ἢν δοκέῃ ἑκάστοτε καιρὸς εἶναι. Ταῦτα ποιέουσα ὑγιὴς γίνεται· ἡ δὲ νοῦσος βληχροτέρη καὶ θανατώδης, καὶ διαφεύγουσιν αὐτὴν παῦραι.

[65]    Ἢν δὲ ἑλκωθέωσι σφοδρῶς, αἷμα καὶ πῦον καθαίρεται, καὶ ὀδμὴ γίνεται βαρέη, καὶ ὁκόταν ἡ ὀδύνη προσλάβῃ, ὡς ὑπὸ ὠδῖνος τὸ πλῆθος τὰ περὶ τὸν ῥόον γίνεται, καὶ ὁκόταν ὁ χρόνος ᾖ, τὰ σκέλεα καὶ οἱ πόδες οἰδέουσι, καὶ ἰῶνται οἱ ἰητροὶ ὡς ὕδρωπα· τὸ δὲ οὐ τοῖον. Ταύτην ἢν λάβῃς, λούειν πρῶτα θερμῷ, καὶ χλιαίνειν, καὶ κλύζειν δριμέσι καὶ μαλθακοῖσι καὶ στρυφνοῖσιν, ὕδατί τε καὶ οἴνῳ· καὶ πουλύκαρπον καὶ πουλύκνημον καὶ μέλι ἑψῶν ὁμοῦ, εἶτα εἴριον ἐς τοῦτο βάπτων, διαχρίειν τὰ αἰδοῖα, καὶ ῥητίνην καὶ μέλι καὶ συὸς ἔλαιον ἐγχρίειν· καὶ πιπίσκειν λίνου καρπὸν, καὶ σήσαμον φώξας καὶ βούτυρον καὶ τυρὸν αἴγειον καὶ ἄλφιτον ἐφ' ἅπασι πιπίσκειν ἐν οἴνῳ νῆστιν, ἐς ἑσπέρην δὲ μέλι ἐπιχέων πουλύ· καὶ ἕως μὲν ἂν τὸ αἷμα καθαίρηται, καὶ ὀδύναι ὀξέαι ἔχωσι, καὶ ὀλίγον διαλείπωσι, τοῦτο ποιέειν· ὅταν δέ οἱ ἔλασσον ἴῃ καὶ ὀδύναι βληχρότεραι ἴσχωσι διὰ πλέονος χρόνου, φάρμακον πιπίσκειν κάτω, καὶ διαλείπειν. Ταῦτα ποιέουσα, ὑγιὴς γίνεται· γενεὴ δὲ οὐκ ἔτι.

[66]    Ὅσα δὲ ἑλκώματα γίνεται ἐν τῇσιν ὑστέρῃσιν ἀπὸ τρωσμοῦ ἢ ὑπ' ἄλλου τινὸς, ταῦτα χρὴ ἀποσκεπτόμενον εἰς τὸ οὖλον σῶμα θεραπεύειν πάντα, ὁκοίης ἂν δοκέῃ δέεσθαι θεραπείης, ἤν τέ σοι δοκέῃ ἐξ ἅπαντος τοῦ σώματος ἡ ἄνθρωπος θεραπευτέη εἶναι, ἤν τε ἀπ' αὐτέων. Γνώσῃ δὲ εἰ ἀπ' αὐτέων τῶν ὑστερέων ἐστὶν ὧδε· τὰ μὲν ἀπ' αὐτέων τῶν ἑλκωμάτων τὴν κάθαρσιν παρέχει πυοειδέα τε καὶ ξυνεστηκυίην, τὰ δὲ μὴ ἀπ' αὐτέων λεπτήν τε καὶ ἰχωροειδέα. Ὅσα μὲν οὖν ἐστι λεπτὰ τῶν ῥευμάτων, ταύτας μὲν χρὴ θεραπεύειν ἐν φαρμάκῳ, καὶ διδόναι καὶ ἄνω καὶ κάτω, πρῶτον δὲ ἄνω· καὶ ἢν μὲν μετὰ τὴν φαρμακείην τὰ ῥεύματα ἐλάσσω γίνηται καὶ εὐπετέστερα ᾖ, διαλείποντα αὖθις φαρμακεύειν τὸν αὐτὸν τρόπον· μετὰ δὲ τὴν φαρμακείην διαιτῇν διαίτῃ τοιαύτῃ, ἐν ὁποίῃ ἂν εἴη μάλιστα ξηροτάτη ἡ ἄνθρωπος· ἔσται δὲ, ἢν αὐτὴν πυριῇς δι' ἡμέρης τρίτης ἢ τετάρτης ὅλον τὸ σῶμα, καὶ ἐμέτους ποιέῃς ἐκ τῶν πυριέων εὐθύς· μετὰ δὲ τοὺς ἐμέτους καὶ τὰς πυρίας διαιτῇν ἀλουσίῃσί τε καὶ ὀλιγοποσίῃσι καὶ ἀρτοσιτίῃσιν· ποτῷ δὲ μηδενὶ, ἀλλ' ἢ οἴνῳ ἀκρήτῳ μέλανι, λαχάνῳ δὲ μηδενί· ὅταν δὲ τὸν ἔμετον παρασκευάζῃς, τότε χρὴ λαχάνων πολλῶν καὶ δριμέων ἐμπιπλάναι καὶ σιτίων πολλῶν καὶ ὄψου ὁκοίου ἂν βούλωνται, καὶ οἴνου πολλοῦ ἐμπιπλάναι ὑδαρέος, καὶ λούειν ἐκ τῶν πυριῶν πολλῷ θερμῷ. Αὕτη μὲν ἡ θεραπείη τῶν τοιουτοτρόπων ῥευμάτων· ἄμεινον δὲ ἄμφω φαρμακεύειν, καὶ ἐμέειν καὶ ἄνω ἕλκειν· δίαιτα δὲ ξηραντικὴ κρέσσων καὶ ἀλουσίη. Τὰς δὲ ὑστέρας χρὴ θεραπεύειν ὧδε· πρῶτα μὲν πυριῇν ὕδατι ἀκτῆς ἀφεψῶντα τὰ φύλλα· ἔπειτα μετὰ τὴν πυρίην κλύζειν ἐκ τῆς ἰλύος τῷ σμήγματι· ἢν μὲν σηπεδὼν ἐν τοῖς ἕλκεσιν ᾖ καὶ τὰ ἀπιόντα δυσώδεα, ἀκρητεστέρῳ τῷ σμήγματι· ἢν δὲ μηδὲν ᾖ τοιοῦτον, ὑδαρεστέρῳ· μετὰ δὲ τὴν ἰλὺν, ὕδατι· ἐν δὲ τῷ ὕδατι ἐναφεψεῖν μυρσίνην καὶ δάφνην καὶ ἐλελίσφακον· μετὰ δὲ τοῦτο οἴνῳ κλύζειν ἀκρήτῳ λευκῷ χλιαρῷ. Ὁκόταν δὲ δάκνηται ἤδη ὑπὸ τῶν κλυσμάτων, τότε ἤδη καθαρά ἐστι τὰ ἕλκεα· κλύζειν οὖν χρὴ ὑδαρεστέρῃ τῇ ἰλύϊ καὶ οἴνῳ μέλανι· μετὰ δὲ τὸν οἶνον πιμελὴν ὑὸς τήξαντα νεηρὴν, ἔλαιον παραμίξαντα, ἢν μὲν ᾖ, χηνὸς, ἢν δὲ μὴ, ἄλλου του, μάλιστα ὄρνιθος, εἰ δὲ μὴ, τὸ ἐκ τῶν ἐλαιῶν παλαιὸν, τούτῳ χλιαρῷ κλύζειν, μετὰ δὲ τῷ οἴνῳ ἐς ἕτερον κλυστῆρα ἐγχέαντα· ἐς δὲ τὸ στόμα, κἢν ᾖ εἱλκωμένον, κἢν μὴ, μοτοὺς ποιεῦντα τῶν μαλθακτηρίων προστιθέναι, καὶ ἢν καῦμα παρέχωσι προσκείμενοι, ἀφελομένην τὴν γυναῖκα κελεύειν νίψασθαι ὕδατι χλιαρῷ τοιούτῳ οἵῳ περ ἐκλύζετο. Ἢν δὲ πρὸς τὴν δίαιταν τήνδε τὰ ῥεύματα μὴ ἀπαλλάσσηται, ἐλάσσω δὲ γίνηται καὶ δάκνηται σφοδρῶς, καὶ τὰ ἀποῤῥέοντα χολή τε εἴη καὶ ἅλμη, καὶ μὴ μόνον τὰ ἔνδον, ἀλλὰ καὶ τὰ ἔξω ἑλκοῖ, μεταβάλλειν χρὴ τὴν δίαιταν, καὶ ἐξυγραίνειν πᾶσαν, ὅκως τὰ ῥεύματα ὡς ὑδαρέστατα ἔσται καὶ ἥκιστα δηκτικὰ, λουτροῖσι θερμοῖσι πουλλοῖσι, μάζῃ, λαχάνοισιν ἑφθοῖσι πᾶσι λιπαροῖσιν, ἰχθύσι τοῖσι σελάχεσι, σὺν κρομύοισι καὶ κορίοισιν ἕψοντα ἐν ἅλμῃ γλυκείῃ, ἑψεῖν δὲ λιπαρῶς, κρέασιν ἑφθοῖσι πᾶσι, πλὴν βοὸς καὶ αἰγὸς, διέφθοισιν ἐν ἀνήθοισι καὶ μαράθροισιν, οἴνῳ μελιχρόῳ, κιῤῥῷ, ὑδαρεῖ, πλέονι, γαλακτοποσίῃ μετ' οἴνου γλυκέος· τὰ δ' ἄλλα περὶ τῶν κλυσμάτων ποιέειν κατὰ τὸν ὑφηγημένον λόγον. Αὕτη μὲν νῦν τῶν τοιούτων ἡ θεραπείη. Ὅσα δὲ πυοειδέα τε καὶ ξυνεστεῶτα ἄπεισι, τούτων τὸ μὲν οὖλον σῶμα οὐδὲν δεῖ κινέειν, κλύζειν δὲ καὶ ἀπὸ τούτων τὴν θεραπείην πᾶσαν ποιέεσθαι, κλύζειν δὲ τοῖσιν αὐτέοισι κλύσμασιν οἷσι πρόσθεν εἴρηται τὸν αὐτὸν τρόπον. Γεγράψεται δὲ καὶ ἄλλα κλύσματα. Ἑλκέων ἴησις· ἐλάφου στέαρ χλωρὸν προσθετόν· κλύζειν δὲ χρὴ αὐτίκα οἴνῳ σιραίῳ, κράτιστον δὲ ψιμυθίῳ, ἢν ἕλκεα ᾖ, καὶ ἐλαίῳ ναρκισσίνῳ· σιτίοισι δὲ μαλθακωτάτοισι χρῆσθαι καὶ μὴ δριμέσιν. Ἢν δὲ ῥερυπωμένα ᾖ καὶ νέμηται, καὶ τὸν πελαστάτω χῶρον διακναίῃ, καθαίρειν, καὶ νέην σάρκα φύειν, καὶ ἐς ὠτειλὰς ἄγειν τὴν σάρκα, ῥηϊδίως γὰρ ἀναχαλᾶται καὶ κακοήθεα οὐ γίνεται, καὶ λούειν συχνῶς.

[67]    Ἢν δὲ γυνὴ ἐκ τρωσμοῦ τρῶμα λάβῃ μέγα, ἢ προσθέτοισι δριμέσιν ἑλκωθῇ τὰς μήτρας, οἷα πολλὰ γυναῖκες ἀεὶ δρῶσί τε καὶ ἰητρεύουσι, καὶ τὸ ἔμβρυον φθαρῇ, καὶ μὴ καθαίρηται ἡ γυνὴ, ἀλλά οἱ αἱ μῆτραι φλεγμήνωσιν ἰσχυρῶς καὶ μεμύκωσι καὶ τὴν κάθαρσιν μὴ οἷαί τε ἔωσι παραμεθιέναι, εἰ μὴ τὸ πρῶτον ἅμα τῷ ἐμβρύῳ, αὕτη ἢν μὲν ἰητρεύηται ἐν τάχει, ὑγιὴς ἔσται, ἄφορος δέ. Ἢν δέ οἱ ῥαγῇ αὐτόματα τὰ λοχεῖα καὶ τὰ ἕλκεα ὑγιανθῇ, καὶ ὧδε ἄφορος ἔσται. Ἢν δέ οἱ ἡ μὲν κάθαρσις γένηται, τὰ δὲ ἕλκεα μὴ μελεδαίνηται, κίνδυνος σηπεδονώδεα εἶναι. Ἢν δέ οἱ ἡ κάθαρσις ἴῃ τετρυχωμένῃ, θνήσκει. Κἢν ἐν τῷ τόκῳ κάρτα ἑλκωθέωσιν αἱ μῆτραι τοῦ ἐμβρύου μὴ κατὰ φύσιν ἰόντος, πείσονται τὰ αὐτὰ τῇ ἐκ διαφθορῆς ἑλκωθείσῃ τὰς μήτρας, καὶ μεταλλαγὰς καὶ τελευτὰς τὰς αὐτὰς ἡ νοῦσος ἴσχει, ἤν τε ἐκ διαφθορῆς ἤν τε ἐκ τόκου αἱ μῆτραι ἑλκωθῶσι, καὶ εἰ τὰ λοχεῖα πάντα παρήϊσαν, ἧσσον πονήσει, εἰ μὴ μεγάλα ἕλκεα εἴη, καὶ μελεδαινομένη ἐν τάχει ὑγιαίνει. Χρὴ δὲ τῇ μελέτῃ προσέχειν ἐν τάχει, ἢν ἕλκεα ἐν τῇ μήτρῃ ἐνῇ· ἅτε γὰρ ἐόντα ἐν ἁπαλῷ αὔξεται, καὶ σαπρὰ ταχὺ γίνεται. Ἰῆσθαι δὲ τὰ ἕλκεα, ὡς καὶ τὰ ἐν τῷ ἄλλῳ σώματι, καὶ ἀφλέγμαντα χρὴ ποιέειν καὶ ἀνακαθαίρειν καὶ ἀναπιμπλάναι καὶ ἐς ὠτειλὰς ἄγειν· διδόναι δὲ ὕδωρ, οἶνον δὲ μὴ, σιτία ἀφαυρότερα, πολλὰ δὲ μή.

[68]    Ὁκόσα δὲ τρωσμῶν γινομένων μὴ ἀπαλλάσσεσθαι δύναται μεζόνων ὅλων τε ἢ τῶν μελέων τῶν ἐμβρύων ἐόντων, ἢ ἐλασσόνων καὶ πλαγίων καὶ ἀδυνάτων, τὰ τοιαῦτα ἢν μὲν κατὰ φύσιν ἴῃ, διδόναι τῶν φαρμάκων τι ὧν ἐγὼ φράσω, προλούοντα θερμῷ παμπόλλῳ· κἢν ἐθέλοντα προϊέναι μὴ εὐλύτως ἀπίῃ κατὰ φύσιν ἐόντα, τῇσι τοιαύτῃσι τοῦ πταρμικοῦ προσφέρειν, ἐπιλαμβάνειν δὲ τὸν μυκτῆρα καὶ πτάρνυσθαι, καὶ τὸ στόμα πιέζειν, ὅκως ὁ πταρμὸς ὅτι μάλιστα ἐνεργήσει. Χρῆσθαι δὲ καὶ σεισμοῖσι· σείοις δ' ἂν ὧδε· κλίνην λαβεῖν ὑψηλὴν ῥωμαλέην καὶ ὑποστορέσαντα ἀνακλίνειν τὴν γυναῖκα ὑπτίην, τὰ δὲ στήθεα καὶ τὰς μασχάλας καὶ τὰς χεῖρας προσκαταλαμβάνειν ταινίῃ ἢ ἱμάντι πλατεῖ μαλθακῷ πρὸς τὴν κλίνην καὶ ζωννύειν, καὶ τὰ σκέλεα ξυγκάμψαι καὶ κατέχειν τοῖν σφυροῖν· ὅταν δὲ εὐτρεπίσῃς, φρυγάνων φάκελον μαλθακῶν ἤ τι τῷδε ἐοικὸς εὐτρεπίζειν ὅσον τὴν κλίνην οὐ περιόψεται ἐπὶ τὴν γῆν ῥιπτευμένην, ὥστε ψαῦσαι τοῖσι πρὸς κεφαλὴν ποσὶ τῆς γῆς· καὶ κελεύειν αὐτὴν λαβέσθαι τῇσι χερσὶ τῆς κλίνης, καὶ μετέωρον πρὸς κεφαλὴν τὴν κλίνην ἔχειν, ὡς κατάῤῥοπος ᾖ ἐπὶ πόδας, φυλασσόμενος ὅκως μὴ προπετὴς ἔσται ἡ ἄνθρωπος· ὅταν δὲ ταῦτα ἐνεργῆται καὶ μετάρσιος ᾖ ἡ κλίνη, ἐκ τῶν ὄπισθεν ὑποθεῖναι τὰ φρύγανα, κατορθοῦσθαι δὲ ὡς μάλιστα, ὅκως οἱ πόδες μὴ ψαύσουσι τῆς γῆς, ῥιπτεομένης τῆς κλίνης, καὶ τῶν φρυγάνων ἔσωθεν ἔσονται, αἴρειν δὲ ἐξ ἑκατέρου τοῦ ποδὸς ἄνδρα τῇδε καὶ τῇδε, ὡς κατ' ἰθὺ πεσεῖται ἡ κλίνη ὁμαλῶς καὶ ἴσως καὶ μὴ σπασμὸς ᾖ· σείειν δὲ ἅμα τῇ ὠδῖνι μάλιστα· καὶ ἢν μὲν ἀπαλλάσσηται, αὐτίκα πεπαῦσθαι, εἰ δὲ μὴ, διαλαβόντα σείειν, καὶ αἰωρέειν ἐπὶ τῆς κλίνης φερομένην. Ταῦτα μὲν οὖν οὕτω ποιέεται, ἢν ὀρθά τε καὶ κατὰ φύσιν ἀπαλλάσσηται. Χρὴ δὲ κηρωτῇ ὑγρῇ προχρίειν, ἐπὶ πάντων δὲ τῶν ἀμφὶ τὴν ὑστέρην τοιῶνδε παθέων ἄριστον τόδε, καὶ μαλάχης ὕδωρ καταιονᾷν, καὶ βουκέρας, ἢ πτισάνης πυρίνης μᾶλλον χυλός· χρὴ δὲ ἄχρι βουβῶνος ἕδρην καὶ αἰδοῖον πυριῇν, καὶ ἐνίζεσθαι δὲ, ὅταν αἱ ὠδῖνες σφόδρα ὀχλέωσι μάλιστα, καὶ μηδὲν ἐν νόῳ ἕτερον ἔχειν. Τὴν δὲ ἰητρεύουσαν τὰ στόματα μαλθακῶς ἐξανοίγειν, καὶ ἠρέμα τοῦτο δρᾷν, ὀμφαλὸν δὲ ξυνεφέλκεσθαι τῷ ἐμβρύῳ.

[69]    Ὅσα δὲ δίπτυχα πτύσσεται καὶ ἔγκειται ἐν τῷ στόματι τῶν ὑστερέων, ταῦτα δὲ, ἤν τε ζώοντα ἤν τε τεθνεῶτα ᾖ, προώσαντα ὀπίσω πάλιν στρέφειν, ὅκως κατὰ φύσιν ἴῃ ἐπὶ κεφαλήν. Ὅταν δὲ ἀπωθέειν βούλῃ ἢ στρέφειν, ἀνακλίναντα χρὴ ὑπτίην ὑπὸ τὰ ἰσχία ὑποστορέσαι τι μαλθακὸν, καὶ ὑπὸ τοὺς πόδας τῆς κλίνης, ὅκως ὑψηλότεροι ἔσονται οἱ πρὸς ποδῶν πόδες συχνῷ, ὑποτιθέναι χρή τι· καὶ ἀνωτέρω δὲ τὰ ἰσχία τῆς κεφαλῆς ἔστω, προσκεφάλαιον δὲ μηδὲν ὑπέστω τῇ κεφαλῇ· προμηθεομένοισι δὲ ταῦτα· ὅταν δὲ ἀπώσηται τὸ ἔμβρυον καὶ περιδινῆται τῇδε καὶ τῇδε, κατὰ φύσιν καθίστασθαι καὶ τὴν κλίνην καὶ τὰ ἰσχία, ὑπεξελὼν τὰ ὑπὸ τοὺς πόδας τῆς κλίνης καὶ τοὺς λίθους καὶ τὸ ὑπὸ τῶν ἰσχίων· πρὸς κεφαλὴν δὲ ὑποθεῖναι ὑποκεφάλαιον· τὰ τοιαῦτα τούτῳ τῷ τρόπῳ θεραπεύειν. Ὅσα δὲ ζῶντα τῶν ἐμβρύων τὴν χεῖρα ἢ τὸ σκέλος ἔξω προβάλλεται ἢ καὶ ἄμφω, ταῦτα χρὴ, ὅταν τάχιστα προσημήνῃ, εἴσω ἀπωθέειν τῷ προειρημένῳ τρόπῳ, καὶ στρέφειν ἐπὶ κεφαλὴν, καὶ ἐς ὁδὸν ἄγειν. Καὶ ὅσα πτύσσεται τῶν ἐμβρύων πεπτηότα ἢ ἐς τὸν κενεῶνα ἢ ἐς ἰσχίον ἐν τῷ τόκῳ, χρὴ ταῦτα ἀπορθοῦσθαι, καὶ στρέφειν, καὶ προσκαθίννυσθαι ἐς ὕδωρ θερμὸν, ἄχρις ἂν ἰαίνηται.

[70]    Ὁκόσα δὲ τεθνεῶτα τῶν ἐμβρύων ἢ τὸ σκέλος ἢ τὴν χεῖρα ἔξω ἔχει, ταῦτα ἄριστον μὲν, ἢν οἷόν τε, ἀπώσαντα ἔσω ἐπὶ κεφαλὴν στρέφειν· ἢν δὲ μὴ οἷόν τε ᾖ, ἀνοιδίσκηται δὲ, τάμνειν τῷδε τῷ τρόπῳ· σχίσαντα τὴν κεφαλὴν μαχαιρίῳ ξυμφλάσαι, ἵνα μὴ θράσσῃ, τῷ πιέστρῳ, καὶ τὰ ὀστέα ἕλκειν ὀστεολόγῳ, καὶ τῷ ἑλκυστῆρι, παρὰ τὴν κληῗδα καταθέντα ὡς ἂν ἔχηται, ἕλκειν, μὴ κατὰ πουλὺ, ἀλλὰ κατ' ὀλίγον, ἐξανιέντα καὶ αὖθις βιώμενον. Ὅταν δὲ ταῦτα μὲν ἔξω εἰρύσῃς, ἐν δὲ τοῖσιν ὤμοισιν ἔῃ, τάμνειν τὰς χεῖρας ἄμφω ἐν τοῖσιν ἄρθροισι μετὰ τῶν ὤμων· καὶ ὅταν ταῦτα κομίσῃς, ἢν μὲν οἷόν τε ᾖ ἰέναι, καὶ τἄλλα εὐπετέως ἕλκειν· ἢν δὲ μὴ ἐνακούσῃ, τὸ στῆθος πᾶν μέχρι τῶν σφαγέων σχίζειν, φυλάσσεσθαι δὲ ὡς μὴ κατὰ τὴν γαστέρα τάμῃς, καὶ ψιλώσῃς τι τοῦ ἐμβρύου, ἔξεισι γὰρ ἡ γαστὴρ καὶ τὰ ἔντερα καὶ κόπρος· ἢν δέ τι τουτέων ἐκπέσῃ, πραγματοειδέστερον ἤδη γίνεται· ξυμφλάσαι δὲ τὰ πλευρὰ, καὶ τὰς ὠμοπλάτας ξυναγαγεῖν, καὶ ῥηϊδίως μετὰ ταῦτα χωρήσει τὸ λοιπὸν ἔμβρυον, ἢν μὴ ἤδη οἰδαλέον ᾖ τὴν κοιλίην· ἢν γὰρ ᾖ τι τοιοῦτον, ἄμεινον τὴν γαστέρα τοῦ ἐμβρύου τρῆσαι πρηέως, ἔξεισι γὰρ φῦσα μοῦνον ἐκ τῆς γαστρὸς, καὶ εὐπετέως οὕτω χωρήσει. Ἢν δὲ ἐκπεπτώκῃ ἡ χεὶρ ἢ τὸ σκέλος τεθνεῶτος τοῦ ἐμβρύου, ἢν μὲν δυνατὸν ᾖ, εἴσω ἀπῶσαι ἄμφω, καὶ εὐτρεπίσαι τὸ ἔμβρυον, ταῦτα ἄριστα· ἢν δὲ μὴ οἷόν τε ᾖ τοῦτο ποιῆσαι, ἀποτάμνειν ὅ τι ἂν ἔξω ᾖ ὡς ἂν δύνηται ἀνωτάτω, καὶ τοὐπίλοιπον ἐσμασάμενος προῶσαι καὶ στρέψαι τὸ ἔμβρυον ἐπὶ κεφαλήν· ὅταν δὲ στρέφειν ἢ κατατάμνειν μέλλῃς τὸ παιδίον, τὰς ἰδίας χεῖρας χρὴ ἀπονυχίσασθαι, τὸ δὲ μαχαίριον, ᾧ ἂν κατατάμνῃς, καμπυλώτερον ἔστω ἢ ἰθύτερον, καὶ τοῦτο κατὰ κεφαλὴν ἀμφικαλύπτειν τῷ λιχανῷ δακτύλῳ, ἐσματευόμενον καὶ ὁδηγεῦντα καὶ ὀῤῥωδέοντα, ὅπως μὴ ψαύσῃς τῆς ὑστέρης.

[71]    Περὶ δὲ μύλης κυήσιος τόδε αἴτιον· ἐπὴν πολλὰ τὰ ἐπιμήνια ἐόντα γονὴν ὀλίγην καὶ νοσώδεα ξυλλάβωσιν, οὔτε κύημα ἰθαγενὲς γίνεται, καὶ ἡ γαστὴρ πλήρης ὥσπερ κυούσης, κινέεται δὲ οὐδὲν ἐν τῇ γαστρὶ, οὐδὲ γάλα ἐν τοῖσι τιτθοῖσιν ἐγγίνεται, σφριγᾷ δὲ τοὺς τιτθούς. Αὕτη οὖν δύο ἔτεα, πολλάκις δὲ καὶ τρία οὕτως ἔχει. Καὶ ἢν μὲν μία σὰρξ γένηται, ἡ γυνὴ ἀπόλλυται· οὐ γὰρ οἵη τέ ἐστι περιγενέσθαι· ἢν δὲ πολλαὶ, ῥήγνυται αὐτέῃ κατὰ τὸ αἰδοῖον αἷμα πουλὺ καὶ σαρκῶδες· καὶ ἢν μὲν μετριάζῃ, σώζεται· ἢν δὲ μὴ, ὑπὸ ῥόου ἁλοῦσα ἀπόλλυται. Τὸ μὲν νούσημα τοιοῦτόν ἐστι· κρίνεσθαι δὲ χρὴ τῷ πληρώματι, καὶ ὅτι οὐ κινέεται ἐν τῇ γαστρί· τὸ μὲν γὰρ ἄρσεν τρίμηνον, τὸ δὲ θῆλυ τετράμηνον τὴν κίνησιν ἔχει· ἐπὴν οὖν τοῦ χρόνου παρελθόντος μὴ κινέηται, δηλονότι τοῦτό ἐστιν· ἔστι δὲ καὶ τόδε τεκμήριον μέγα· ἐν τοῖσι τιτθοῖσι γάλα οὐκ ἐγγίνεται. Ταύτην μάλιστα μὲν μὴ ἰῆσθαι· εἰ δὲ μὴ, προειπόντα ἰῆσθαι· καὶ πρῶτα μὲν πυρίησον ὅλον τὸ σῶμα, ἔπειτα κατὰ τὴν ἕδρην κλύσον, ὅκως αἷμα καταῤῥαγῇ πουλύ· καὶ γὰρ ἴσως ἂν κινήσαις τὸ ἔμβρυον τὸ δοκεῦν εἶναι τὸ ξυνεστηκὸς, διαθερμανθείσης τῆς γυναικὸς ὑπὸ τοῦ φαρμάκου· κλύζειν δὲ καὶ κατὰ τὰς μήτρας, ὅκως αἷμα ἀπαγάγῃς· εἰ δὲ μὴ, προσθέτοισι χρῆσθαι τοῖσιν ἀπὸ τῆς βουπρήστιος ἰσχυροτάτοισι, καὶ πιπίσκειν τὸ δίκταμνον τὸ Κρητικὸν ἐν οἴνῳ· εἰ δὲ μὴ, καὶ τὸν καστόριον ὄρχιν· καὶ ὄπισθεν αὐτῇ σικύην προσβάλλειν πρὸς τοὺς κενεῶνας, καὶ ἀφαιρέειν ὅτι πλεῖστον αἷμα· πρόσβαλλε δὲ καὶ ὅτι μάλιστα τεκμαιρόμενος κατὰ τὰς μήτρας.

[72]    Καὶ τοσοῦτον μὲν περὶ τῶν νοσημάτων τῶν ἀπὸ λοχείων γινομένων εἴρηται· εἰσὶ δὲ οἱ κίνδυνοι ἐν αὐτοῖσιν οὐ σμικροί· ὀξέα γάρ ἐστι καὶ ταχὺ μεταλλάσσοντα, καὶ μᾶλλον πονέονται αἱ πρωτοτόκοι ἢ αἵτινές εἰσιν ἔμπειροι τόκων. Χωρέει δὲ τὰ λοχεῖα τῇ ὑγιηρῇ γυναικὶ ἱκανὸν ὅσον ἀττικὴ κοτύλη καὶ ἡμίσεια τὸ πρῶτον ἢ ὀλίγῳ πλέονα, ἔπειτα ἐπὶ ἐλάσσονα κατὰ λόγον τούτου, μέχρις ἂν παυσήται· χωρέει δὲ οἷον αἷμα ἀπὸ ἱερείων, ἢν ὑγιηρὴ, ὡς ἔφην, ἡ γυνὴ καὶ μέλλῃ ὑγιαίνειν, καὶ ταχὺ πήγνυται. Καὶ καθαίρεσθαι μετὰ τὸν τόκον ὡς ἐπὶ τὸ πλέον τὴν ὑγιηρὴν ξυμβαίνει, ἐπὶ μὲν τῇ κούρῃ ἡμέρας τεσσαράκοντα καὶ δύο τὴν χρονιωτάτην κάθαρσιν, ἀκίνδυνος δέ ἐστι καὶ εἴκοσι καὶ πέντε ἡμέρας καθαιρομένη· ἐπὶ δὲ τοῦ κούρου ἡμέρας τριήκοντα ἡ κάθαρσις γίνεται ἡ χρονιωτέρη, ἀκίνδυνος δέ ἐστι καὶ εἴκοσιν ἡμέρας γενομένη. Καὶ τῶν διαφθαρεισέων τὰ ἔμβρυα κατὰ λόγον ἡ κάθαρσις γίνεται τούτων τῶν ἡμερέων, καὶ ἐπὶ τοῖσι νεωτέροισι φθαρεῖσιν ἐλάσσονας ἡμέρας, ἐπὶ δὲ τοῖσι γεραιτέροισι πλέονας. Παθήματα δὲ τὰ αὐτά ἐστι περὶ λοχείων φθαρείσῃ τε τὸ ἔμβρυον καὶ τεκούσῃ, ἢν μὴ νήπιον φθείρῃ τὸ παιδίον· καὶ κινδυνεύουσιν αἱ φθείρουσαι μᾶλλον· αἱ γὰρ φθοραὶ τῶν τόκων χαλεπώτεραί εἰσιν· οὐ γάρ ἐστι μὴ οὐ βιαίως φθαρῆναι τὸ ἔμβρυον ἢ φαρμάκῳ ἢ ποτῷ ἢ βρωτῷ ἢ προσθέτοισιν ἢ ἄλλῳ τινί· βίη δὲ πονηρόν ἐστιν· ἐν γὰρ τῷ τοιούτῳ κίνδυνός ἐστι τὰς μήτρας ἑλκωθῆναι ἢ φλεγμῆναι· τοῦτο δέ ἐστιν ἐπικίνδυνον.

[73]    Τὸ δὲ γάλα ὅκως γίνεται, εἴρηταί μοι ἐν τῇ φύσει τοῦ παιδίου τοῦ ἐν τόκῳ· ἐπὴν δὲ κυΐσκηται ἡ γυνὴ, καταμήνια οὐ μάλα χωρέει, πλὴν ἔστιν ᾗσιν ὀλίγα· τρέπεται γὰρ ἐς τοὺς μασθοὺς τὸ γλυκύτατον τοῦ ὑγροῦ ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν, καὶ ἐκθηλάζεται· καὶ ἀνάγκη ἐστὶ τὸ ἄλλο σῶμα κεκενῶσθαι μᾶλλον, καὶ ἧσσον πλῆρες γίνεται τοῦ αἵματος· τοῦτο οὕτω γίνεται. Εἰσὶ δὲ αἵτινες φύσει ἀγάλακτοί εἰσι, καὶ σφέας ἐπιλείπει τὸ γάλα πρὸ τοῦ καιροῦ· αὗται φύσει στεῤῥαί εἰσι καὶ πυκνόσαρκοι, καὶ οὐ διέρχεται ἐπὶ τοὺς μαζοὺς ἀρκέουσα ἰκμὰς ἀπὸ τῆς κοιλίης, πυκνῆς τῆς ὁδοῦ ἐούσης.

[74]    Ἐπιμήνια κατασπάσαι· ἐλατηρίου δύο πόσιας, ξυμμίσγεται δὲ καὶ στέαρ ὄϊος ἀπὸ τῶν νεφρῶν, ὅσον τὸ ἐλατήριον, μὴ διαθρύπτεσθαι, ποιέειν δὲ δύο προσθετά· ἢ μελάνθιον τὸ ἐκ τῶν πυρῶν τρίψας ὕδατι φορύξαι καὶ προσθετὰ δύο ποιῆσαι· προστιθέναι δὲ ταῦτα πρὸ τῶν ἡμερέων ᾗσι μέλλει ἐπέρχεσθαι· ποιέει δὲ, μὴ ἐξερχόμενα, ῥίγεα καὶ πυρετούς. Μαλθακὰ ὑφ' ὧν καθαίρεται ὕδωρ καὶ ψάμμος, καὶ ἄγει ἐπιμήνια, ἢν μὴ πολυχρόνια ᾖ, καὶ τὸ στόμα μαλθάσσει· νάρκισσον, σμύρναν, κύμινον, λιβανωτὸν, ἀψίνθιον, κύπειρον, ἴσον ἑκάστου, ναρκίσσου δὲ μοίρας τέσσαρας, ἐπικτένιον ὠμοῦ λίνου ξυμμίξας, ταῦτα τρίβειν ὀριγάνου ἡψημένου ξὺν ὕδατι, καὶ ποιέειν βάλανον, καὶ προστιθέναι· ἢ καὶ κυκλαμίνου μίσγε ὅσον ἀστράγαλον· καὶ ἄνθος χαλκοῦ ὅσον κύαμον τρίψας, μέλιτι δεῦσαι καὶ ποιῆσαι βάλανον, καὶ προστιθέναι· ἢ γλήχωνα, σμύρναν, λιβανωτὸν, ὑὸς χολὴν καὶ βοὸς ἐν μέλιτι ἀναταράσσειν καὶ ἀναπλάσσειν βάλανον. Ἢν τὰ ἐπιμήνια μὴ γίνηται, χηνὸς ἔλαιον καὶ νέτωπον καὶ ῥητίνην ξυμμίσγουσα προσθέσθω, εἰρίῳ ἀναλαμβάνουσα. Προσθετὸν καθαρτικὸν μαλθακόν· ἰσχάδα λαβὼν δίεφθον ποιέειν, καὶ ἀποπιέσας τρίβειν ὡς λειοτάτην, εἶτα πρόσθες ἐν εἰρίῳ καὶ ῥοδίνῳ μύρῳ. Τὸ δριμύ· κράμβης, πηγάνου, ἑκατέρου ἥμισυ τρίψας, τὸν αὐτὸν τρόπον χρέο. Καθαρτικόν· χηνὸς μυελὸν, ἢ βοὸς, ἢ ἐλάφου, ὅσον κύαμον, παραχέοντα μύρον ῥόδινον καὶ γάλα γυναικὸς, τρίβειν ὡς φάρμακον τρίβεται, εἶτα τούτῳ ἐναλείφειν τὸ στόμα τῆς μήτρης. Ἕτερον προσθετὸν μαλθακόν· χηνὸς μυελὸν ὅσον κάρυον, κηρὸν ὅσον κύαμον, ῥητίνης σχινίνης ἢ τερεβινθίνης ὅσον κύαμον, ταῦτα τήξας ἐν μύρῳ ῥοδίνῳ ἐπὶ πυρὸς μαλθακοῦ, ποίησον ὡς κηρωτήν· εἶτα τούτῳ χλιερῷ ἐναλείφειν τὸ στόμα τῆς μήτρης, καὶ τὸν κτένα καταβρέχειν. Ἕτερον καθαρτικόν· ἄλευρον σιτάνιον, σμύρνης τριώβολον, κρόκου τὸ ἴσον, καστορίου ὀβολὸν, ταῦτα τρίψας μύρῳ ἰρίνῳ προστιθέσθω· ἢ κνίδης καρπὸν καὶ μαλάχης χυλὸν καὶ χηνὸς στέαρ ἅμα συμμίξαντα προσθεῖναι. Προσθετὸν ἄλλο καθαρτικὸν, ἢν τὰ γυναικεῖα μὴ φαίνηται· στύρακα καὶ ὀρίγανον τρίψας λεῖον καὶ ξυμμίξας, ἐπίχεε χηνὸς ἔλαιον, καὶ προστίθει. Ἕτερον καθαρτικὸν προσθετὸν, ὥστε μήτρας ἐκκαθαίρειν καὶ αἷμα ἐκκενοῦν· ἀψινθίου ῥίζαν τρίψας λείην, μέλιτι καὶ ἐλαίῳ χηνὸς μίξας, προστίθει. Ἕτερον προσθετὸν καθαρτικόν· βουπρήστιος ἀφελεῖν κεφαλὴν καὶ πόδας καὶ πτερά· τὰ δ' ἄλλα τρίβειν, καὶ ξυμμίσγειν τοῦ σύκου τὸ ἔνδον· διπλάσιον δὲ τὸ πῖον ἔστω· τοῦτο φυσᾷ τὰς ὑστέρας, τοῦτο καὶ τῇσιν ἀπαυδώσῃσιν ἄριστον. Ἢ λινοζώστιος τὰ φύλλα λεῖα προσθετὰ ποιέειν· τοῦτο λεπτὴν ἄγει καὶ χολώδεα κάθαρσιν. Καὶ ἡ ἀρτεμισίη ποιέει ὡς ἡ λινόζωστις, καὶ καθαίρει ἄμεινον. Ἐλλέβορος μέλας ἐν ὕδατι λεῖος, ἄγει καὶ οὗτος οἷον ἀπὸ κρεῶν ὕδωρ. Καὶ ἡ στυπτηρίη δὲ καὶ ἡ ῥητίνη τωὐτὸ δρᾷ. Κύπειρος, ἀψίνθιον, ἀριστολοχία, κύμινον, ἅλες, μέλι, ταῦτα πάντα ἐν τωὐτῷ τρίβειν καὶ προστιθέναι. Καὶ ἐλλέβορος ἐν οἴνῳ γλυκεῖ, αἰρῶν ἄλευρον καὶ πύρινον μέλιτι φυρήσας, ἐν εἰρίῳ προστιθέναι. Προσθετὰ, ἢν μὴ τὰ κατάποτα καθαίρῃ· λινόζωστιν, σμύρναν, λευκόϊον, κρόμμυον ὡς δριμύτατον, καὶ μελάνθιον, καὶ τὸ ἡδύοσμον, ἢν ὑποφέρῃ, ξυμμίξας, προστίθει. Προσθετὰ δριμέα ἄγοντα αἷμα· κανθαρίδας πέντε, πλὴν τῶν ποδῶν καὶ πτερῶν καὶ κεφαλῆς, καὶ σμύρναν καὶ λιβανωτὸν ἅμα ξυμμίσγειν καὶ μέλι, ἔπειτα βάψας ἐς ἄλειφα ῥόδινον ἢ αἰγύπτιον προσθέσθω τὴν ἡμέρην, καὶ ἐπὴν δάκνῃ, ἀφαιρέεσθαι· καὶ βάπτειν πάλιν ἐς γάλα γυναικὸς καὶ μύρον αἰγύπτιον, προστίθεσθαι δὲ τοῦτο ἐς νύκτα, καὶ διανίζεσθαι ὕδατι εὐώδει, προστιθέναι δὲ στέαρ. Ἁρμόζοι δ' ἂν βούπρηστις, ἢν μὲν σμικρὴ ᾖ, ἄνευ πτερῶν καὶ ποδῶν καὶ κεφαλῆς· ἢν δὲ μεγάλη, ἥμισυ, μίσγειν δὲ τὰ αὐτὰ ἃ καὶ τῇσι κανθαρίσι, καὶ προστιθέναι ὁμοίως· ἢν δὲ μαλθακωτέρου δέηται, τῇ βουπρήστει μῖξαι οἶνον καὶ κύμινον αἰθιοπικὸν, ἀσταφίδα τε καὶ πάλην σεσέλιος καὶ ἀννήσου, καὶ ἀναζέσαι τὸν οἶνον· ἀποχέας δὲ τρῖψαι λεῖον, καὶ πλάσαι φθοΐσκους ὅσον δραχμιαίους· τούτων προστιθέναι, σμύρναν καὶ λιβανωτὸν μίσγοντα, ποιέειν δὲ τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῇσι κανθαρίσιν. Ἢ τὸ μελάνθιον τὸ ἐκ τῶν πυρῶν τρίβοντα λεῖον ξὺν μέλιτι, ποιέειν οἷον βάλανον· πτερῷ δὲ περίπλασσε. Προσθετὸν ἐνεργόν· ὀπὸν μανδραγόρου καὶ κολοκύντης ἀγρίης ξὺν γάλακτι γυναικείῳ πρόσθες. Ἢ τρύγα ξηρὴν ἐξ οἴνου παλαιοῦ λευκοῦ καίειν, καὶ οἴνῳ σβέσαι. Καὶ κολοκύντη ἀγρίη, λινόζωστις, νίτρον καὶ ἐρύσιμον. Θᾶσσον κατασπᾷ καὶ μανδραγόρου ῥίζα, κανθαρὶς, ἕρπυλος, δάφνης καρπὸς, μύρον ἴρινον, δάφνινον· τιθυμάλου τὸν ὀπὸν μίσγειν, καὶ ἀνακινέειν, καὶ τὸν ἰξὸν ἀφαιρέειν, καὶ διδόναι ὅσον ὄροβον, καὶ προσθετὸν ποιῆσαι ἄριστον· εἰ δὲ πλέον ἴοι, οἴνῳ προσκλυζέσθω. Ἢ ὀπτοῦ χαλκοῦ ἐκδιεὶς, χλιερὸν ἀναλαμβάνειν εἰρίῳ, καὶ προστιθέναι.

[75]    Κυητήριον· κεδρίης ἐμβάφιον, στέατος βοείου δραχμὰς τέσσαρας, λεῖα τρίψας καὶ ἐς τωὐτὸ μίξας, πεσσοὺς ποιέων, προστίθει νήστει, καὶ προσκειμένη ἐκνηστευέτω τὴν ἡμέρην· προστιθέσθω δὲ δὶς, πρωῒ καὶ δείλης, μετὰ τὰ καταμήνια, καὶ μετὰ τὸ δεῖπνον λούσθω, καὶ κοιμάσθω ξὺν τῷ ἀνδρί. Ἢ μελάνθιον φλάσαι, καὶ ἐς ῥάκος ἐνδῆσαι, καὶ χηνὸς ἔλαιον ἐμβαλεῖν, καὶ δοῦναι προσθέσθαι. Ἕτερον κυητήριον· γυναῖκα θεραπεῦσαι, ὥστε ξυλλαβεῖν ἐν γαστρί· οὖρον λαβὼν παλαιὸν καὶ σιδήρου σκωρίην ὅσην δὴ παλαστὴν τὰ θρύμματα, ἔπειτα καθίσας τὴν γυναῖκα ἐπὶ δίφρου, καὶ ξυγκαλύψας καὶ τὸ σῶμα καὶ τὴν κεφαλὴν, ὑποθεὶς ποδανιπτῆρα, ἐμβαλεῖν κατὰ τρία διάπυρα τὰ θρύμματα· ἔστω δὲ τὸ οὖρον ὅσον χοῦς· καὶ ἐν τούτοις πυριῇν αὐτὴν ὅσον τριήκοντα πυρίας· ἐπὴν δὲ πυριήσῃς, σμῆχε τὴν κεφαλὴν τῷ οὔρῳ, ᾧ ἂν πυριηθῇ, ἐναποσβεννύων πάλιν τοὺς λίθους καὶ τὴν πυρίην πάλιν θερμήνας· μετὰ ταῦτα λοῦε κατὰ κεφαλῆς ὡς πλείστῳ, ἕψων ἐν τῷ ὕδατι πόλιον καὶ τῆς ἄγνου ὡς πλεῖστα· ταῦτα δὲ ποίεε ἡμέρας ἑπτά· τρὶς δὲ ὑποθυμιῇν τούτων ἑκάστην πυρίην πρὸ τοῦ σμήχεσθαι· χριέσθω δὲ ἐκ τοῦ λουτροῦ ἐλαίῳ δαφνίνῳ. Μετὰ δὲ τὸ δεῖπνον φαγοῦσα κρόμμυα ἐμβάπτουσα ἐς μέλι, καὶ μελίκρητον χλιερὸν ὅσον κοτύλας τέσσαρας πιοῦσα, ἔπειτα, ἐπὴν φάγῃ, σμικρὸν ἐπισχοῦσα, ἀπεμεέτω· καὶ ἀνακλιθεῖσα ὑπτίη, τοῦ πηγάνου ἐχέτω καὶ ἐν τοῖσιν ὠσὶ καὶ ἐν τῇσι ῥισί· καὶ ἄρτον ζυμίτην, ὅσον ἕκτον μέρος χοίνικος, ἐς ζωμὸν ἐνθρύψασα ὄρνιθος, ἔχοντα σελίνου ὅσον χήμην, προσφερέσθω· καὶ πάλιν δίδου τὸ ἴσον ἐπὶ τῷ δείπνῳ· τωὐτὸ δὲ ποίεε τὰς ἑπτὰ ἡμέρας. Ἔπειτα δὲ τὴν κοιλίην κλύζε ἡμέρας ἑπτά· ἔστω δὲ κλύσμα ῥητίνης δραχμαὶ τέσσαρες, μέλιτος ὀξύβαφον τῶν πλατέων, ἔλαιον ἴσον, πυρῶν σητανίων χυλὸς, νίτρου ἀφρὸς, ὠὰ ἑπτά· κοτύλαι δὲ ὀκτὼ τοῦ κλύσματος, τουτέων αἱ τρεῖς πτισάνης χυλοῦ· κλυζέτω δὲ πλαγίην, καὶ λοῦε ὀλίγῳ. Προστιθέσθω δὲ καὶ βαλάνους ἑπτὰ, τῆς ἡμέρης, κατεχέτω δὲ ἔστ' ἂν κατατακῇ· ἔστωσαν δὲ λιβάνου, νίτρου, χαλβάνης, μέλιτος ἑφθοῦ· σίτῳ δὲ χρήσθω τῷ αὐτῷ. Ὑποθυμία δὲ πόλιον, ὄνου τρίχας, λύκου κόπρον, ἐπίβαλλε δὲ ὡς πλεῖστον ἐπὶ ἀνθρακιὴν, καὶ περικαθίσας αὐτὴν καὶ περιστείλας θυμία, φυλασσόμενος μὴ κατακαύσῃς. Ἢν δὲ γυνὴ μὴ δύνηται τίκτειν πρόσθεν τίκτουσα, νίτρον καὶ ῥητίνην καὶ σμύρναν καὶ κύμινον αἰθιοπικὸν καὶ μύρον τρίβειν ἐν τωὐτῷ, καὶ προστίθεσθαι. Ἢ γλήχωνα ξηρὴν ἐν ὀθονίῳ προστιθέσθω· πίνειν δὲ τὴν γλήχωνα, ἐπὴν εὕδειν μέλλῃ. Ἕτερον κυητήριον· διαιτᾷν δεῖ τὴν γυναῖκα ἥτις δέεται κυήσιος, καὶ διδόναι αὐτῇ ἅπερ λεχοῖ καὶ ἐσθίειν καὶ πίνειν, τῷ δὲ ἀνδρὶ τῆς γυναικὸς τἄλλα πλὴν σκορόδου, καὶ κρομμύου, καὶ ἔτνους, καὶ ὀποῦ σιλφίου, καὶ ὅσα φυσητικά· τούτων δὲ ἀπεχέσθω. Ἔγχυτον κυητήριον, εἰ μὴ κυΐσκεται· γάλα γυναικὸς κουροτρόφου, σίδης νεαρῆς τοὺς κόκκους τρίψας, καὶ ἐκπιέσας τὸν χυλὸν, καὶ χελώνης θαλασσίης τὸν περίνεον κατακαύσας, τρίψας, ἐγχέαι ἐς τὸ αἰδοῖον. Ἔγχυτον κυητήριον μὴ κυούσῃ· γάλα καὶ ῥητίνην καὶ σίδης γλυκείης χυλὸν, ταῦτα ξὺν μέλιτι μίξας, ἐγχεῖν πάντα. Κυητήριον· βολβοῦ τοῦ λευκοῦ καρπὸν ἢ τὸ ἄνθος τρίψασα ξὺν μέλιτι, ἐν εἰρίῳ ἑλίξασα, προσθέσθω πρὸς τὴν μήτρην ἡμέρας τρεῖς· τῇ δὲ τετάρτῃ, μαλάχην ἀγρίην τὴν πλατύφυλλον τρίψασα, μῖξαι γυναικὸς γάλακτι, καὶ ἐς εἴριον ἑλίξασα, προσθέσθω· εἶτα κοιμάσθω μετὰ ἀνδρός· προῤῥοφεέτω δὲ γλήχωνα ἐπ' ἀλεύροισιν ἑφθὴν, καὶ πινέτω γλήχωνα ἐν οἴνῳ λεπτήν. Ἢν δὲ τούτου μὴ ἐσακούῃ, λαβὼν κόνυζαν εὔοδμον, ξυγκόψας καὶ ἐκθλίψας τὸν χυλὸν καὶ μίξας οἴνῳ, πινέτω νῆστις. Ἕτερον κυητήριον· ἀσπαράγου καρπὸν πινέτω ὁμοίως ἐν οἴνῳ. Ἕτερον κυητήριον· χορίον γυναικὸς καὶ τῶν εὐλέων τὰς κεφαλὰς τρίψας, διεὶς στυπτηρίην αἰγυπτίην ἐν χηνὸς στέατι, ἐν εἰρίῳ προσθέσθω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον ἐπὶ τοῦ αὐτοῦ· ἰὸν χαλκοῦ, ἄνθος, ἡμιωβόλιον ἑκατέρου, λιβανωτὸν ἄρσενα, στυπτηρίην σχιστὴν, οἰνάνθην ἀμπέλου, κικίδα, σμύρναν, σίδιον, ῥητίνην, πόλιον, ὀβολὸν ἑκάστου, ἐν μέλιτι τρίψασα, προσθέσθω ἐπὶ τρεῖς ἡμέρας δὶς τῆς ἡμέρης· ἢν δ' ἴσως δριμύτερον ᾖ, παραμίσγειν χηνὸς στέαρ καὶ νίτρον ὀπτόν· διδόναι δὲ οἶνον, φεύγοντα τὸ ἐν αὐτῷ μένος. Ἕτερον κυητήριον· εὐλὴν ἥτις ἔχει τὴν κέρκον, λαβὼν αὐτῶν τρεῖς ἢ τέσσαρας μοίρας καὶ ὀρίγανον λεπτὴν, τρίψας ἐν ῥοδίνῳ μύρῳ, προσθέτω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον κυητήριον· ἀνδράχνην τρίψας μετὰ στέατος χηνὸς καὶ σμύρνης καὶ πράσου σπέρματος καὶ βοὸς χολῆς, ἐν εἰρίῳ ἐνελίξας προστιθέναι πρὸς τὸ στόμα τῆς μήτρης. Ἢν τὰ μὲν καταμήνια γίνηται πολλὰ, μὴ ξυλλαμβάνῃ δὲ, κυητήριον· χαλκοῦ ἄνθος, ὀβολοὺς δύο, καὶ στυπτηρίης σχιστῆς ὡσαύτως, τρίψας λεῖα ἐν μέλιτι, εἶτα ἐν εἰρίῳ ἀνασπογγίσας, ἐνδήσας τὸ εἴριον ἐς ὀθόνιον λίνῳ, προσθέτω ὡς ἐσωτάτω· τὸ δὲ λίνον ὑπερεχέτω· εἶθ' ὅταν καλῶς καθαρθῇ, ἀφελέτω, καὶ οἶνον ἀναζέσας εὐώδεα, μυρσίνης φύλλα ἐμβαλὼν, τούτῳ προσκλυσάσθω, καὶ ἴτω πρὸς τὸν ἄνδρα. Κυητήριον προσθετόν· μέλι, σμύρναν, μυρίκης τὸν καρπὸν, ῥητίνην ὑγρὴν, χηνὸς ἄλειφα, τρίψας ἅπαντα ἐν τῷ αὐτῷ, εἰρίῳ ἐνελίξασα προστιθέσθω. Κυητήριον προσθετὸν σφόδρα ἀναστομῶσαι μήτρην δυνάμενον, ὅταν μεμύκῃ καὶ μὴ δύνηται κυῆσαι, καὶ ὕδωρ ἐκκαθῆραι· λαβὼν σχεδιάδα τὴν μικρὴν, καὶ σχῖνον, καὶ κύμινον, καὶ κύπειρον, καὶ ἀγρίην κολοκύντην, καὶ νίτρον ἐρυθρὸν, καὶ ἅλας αἰγύπτιον, καὶ σχεδιάδα τὴν μεγάλην, ταῦτα πάντα λεῖα ποιήσας, δι' ὀθονίου διηθῆσαι· λαβὼν δὲ μέλι, ἕψησον ἐπὶ πυρὶ μαλθακῷ· ἐπειδὰν δὲ ζέσῃ, παράμιξον κηρὸν, ῥητίνην· ἔπειτα ξυμμίξας πάντα, ἔλαιον ἐπιχέας, ἀφελὼν, χλιήνας, εἴριον ἐγκυλίωτον ἐνελίξας προστίθει τῇ μήτρῃ, μέχρις ἂν καθαρθῇ. Ἕτερον κυητήριον· ἢν γυναῖκα βούλῃ κυῆσαι, καὶ τοῖσι καθαρτηρίοισι νῆστις χρῆσθαι, καὶ εἰ δεῖ πρὸς τὸν ἄνδρα ἰέναι, δαφνίδας μελαίνας δέκα, λιβανωτοῦ δραχμίδας τρεῖς, καὶ κύμινον ὀλίγον τρίψας ἐν μέλιτι, ἐς εἰρίον πινῶδες ἐγκυλίων, ἅπαξ τῇ ἡμέρῃ τῇ αὐτῇ προστιθέσθω, καὶ ἀφαιρείσθω ἅπαξ ἕως ἡμερῶν τεσσάρων, καὶ ἔπειτα ἀσιτείτω τὰς ἴσας ἡμέρας.

[76]    Ἀτόκιον· ἢν μὴ δέῃ κυΐσκεσθαι, μίσυος ὅσον κύαμον διεὶς ὕδατι, πίνειν διδόναι, καὶ ἐνιαυτὸν, ὡς ἔπος εἰπεῖν, οὐ κυΐσκεται.

[77]    Ὠκυτόκια δυστοκεύσῃ· δάφνης ῥίζην ξύσας ἢ τοὺς κόρους ὅσον ἥμισυ ὀξυβάφου, ἐφ' ὕδατι δὸς πιεῖν θερμήνας. Ὠκυτόκιον· δικτάμνου ὅσον δύο ὀβολοὺς τρίψας ἐν ὕδατι θερμῷ πινέτω. Ἢ ἀβροτόνου δραχμὴν καὶ κεδρίδας καὶ ἄννησον ἐντρίψας ἐν γλυκέος οἴνου κυάθῳ, παραχέας ὕδατος παλαιοῦ κύαθον, δὸς πιεῖν· τοῦτο καλὸν δίδοται, ἢν πρὸ τῶν ὠδίνων δοθῇ. Ἢ δικτάμνου ὀβολὸν, σμύρνης ὀβολὸν, ἀννήσου δύο ὀβολοὺς, νίτρου ὀβολόν· ταῦτα τρίψας λεῖα, γλυκέος οἴνου ἐπιχέας κύαθον καὶ ὕδατος θερμοῦ κυάθους δύο, δὸς πιεῖν, εἶτα λοῦσον θερμῷ. Ὠκυτόκιον· ῥητίνην τερμινθίνην, μέλι, ἔλαιον διπλάσιον τούτων, οἶνον εὐώδεα ὡς ἥδιστον, ταῦτα ξυμμίξας, χλιήνας, διδόναι ἐκπιεῖν πλεονάκις· καταστήσει δὲ καὶ τὰς μήτρας, ἢν φλεγμήνωσιν. Ἕτερον ὠκυτόκιον· τοῦ σικύου τοῦ ἀγρίου, ὅστις ἂν ἤδη λευκὸς ᾖ, τὸν καρπὸν ἐμπλάσας κηρῷ, εἶτα εἰρίῳ ἐνελίξας φοινικέῳ, περίαψον περὶ τὴν ὀσφύν. Ἢν δὲ ἡ κύουσα πουλὺν χρόνον ἐπέχηται καὶ μὴ δύνηται τεκεῖν, ἀλλ' ὠδίνῃ πλείους ἡμέρας, νέη δ' ἔῃ καὶ ἀκμάζῃ καὶ πουλύαιμος, τάμνειν χρὴ τὰς ἐν τοῖσι σφυροῖσι φλέβας καὶ ἀφαιρέειν τοῦ αἵματος, πρὸς τὴν δύναμιν ὁρέων· καὶ μετὰ ταῦτα λοῦσαι θερμῷ ὡς ὑπὸ θερμοῦ διαφλύωνται· πιεῖν δὲ δοῦναι ἄγνου καρπὸν καὶ δίκταμνον κρητικὸν ἴσον ἑκατέρου ἐν οἴνῳ λευκῷ ἢ ἐν ὕδατι· προσθετὸν δὲ ποιήσας πρόσθες χαλβάνην καὶ δαφνίδας καὶ ῥόδινον ἔλαιον, ἐν εἰρίῳ ἐνειλίξας. Ὠκυτόκιον· τῆς δρυοπτέριδος τὴν ῥίζαν τρίψας ἐν οἴνῳ, δὸς πιεῖν· ἢ καὶ ἀδίαντον τρίβειν ἐλαίῳ, καὶ διεῖσα πίνειν ἐν οἴνῳ ἀκρήτῳ.

[78]    Λεχοῖ τὰ λοχεῖα καθαίρει ἄμεινον· χελώνης θαλασσίης ἧπαρ χλωρὸν ἔτι ζώου ἐν γάλακτι γυναικείῳ τρίβειν, καὶ ἴρινον μύρον, καὶ οἶνον ἀναδεῦσαι καὶ προστιθέναι· ἢ λινόζωστιν τριπτὴν ἐν εἰρίῳ πρόσθες· ἢ ἀρτεμισίην τρίβων ὁμοίως ἐν εἰρίῳ προστιθέναι· καὶ λινοζώστιος καὶ σικύης ὀλίγον τρίψας, οἴνῳ τε καὶ μέλιτι δεύσας, προστιθέναι. Ἐκ τόκου καθαρτήριον λοχείων· πυροὺς τριμηνιαίους ἐρείκειν ὅσον ἥμισυ χοίνικος, ἕψειν δὲ ἐν ὕδατι κοτύλῃσι τέσσαρσιν· ὅταν δὲ ζέσῃ, δὶς ἢ τρὶς δοῦναι ῥοφῆσαι. Ἕτερον· τῆς ἀκτῆς τὰ φύλλα ἑψήσας ἐν ὕδατι, ἀποχέαι καὶ πίνειν· τρωγέτω δὲ καὶ κράμβας ἑφθὰς καὶ πράσα καὶ μάραθρον καὶ ἄννησον καὶ πουλύποδας καὶ καράβους· ἢ τοῦ ῥοῦ τὰ φύλλα καὶ ἐρύσιμον ἐν οἴνῳ, ἄλφιτα παλύνων, δοῦναι πίνειν· ἢ μίσυ ὅσον δύο ὀβολοὺς τρίψας, ἐν οἴνῳ φορύξας, προστιθέναι. Καθαρτήριον ἐπιμηνίων καὶ λοχείων μάλιστα, καὶ ὕδωρ ἄγει καὶ τὰ ἄλλα· στρουθίου ῥίζαν λεῖον κεκομμένην, ὅσον τοῖσι τρισὶ δακτύλοισιν, ἐν μέλιτι δεύσας, προσθεῖναι· φύεται δὲ οἷον τὸ ἐν Ἄνδρῳ ἐν τοῖσιν αἰγιαλοῖσιν. Ἕτερον καθαρτήριον ὁμοίως· ἐρύσιμον ἑψεῖν ἐν ὕδατι, καὶ ἐπιχέειν ἔλαιον, ὅταν ἀναβλύῃ, καὶ ψύχειν, καὶ ὑποθυμιῇν· ἀγαθὸν δὲ καὶ τὸν χυλὸν, καὶ σιτίοισι μαλθακοῖσι χρῆσθαι. Λοχεῖα καθαίρει· ἐρύσιμον τρῖβε ἡσύχως, καὶ ἀναφυσᾷν θέλε τὸ κέλυφος· ὅταν δὲ καθαρὸν ποιήσῃς, τρίβειν λείως, καὶ ὕδωρ παραστάζειν, καὶ ἅλας καὶ ἔλαιον μίσγειν· ὅταν ἐπιπάσῃς ἄλητα, ἕψε, καὶ ῥοφείτω. Ἢν μὴ κατίῃ ἡ κάθαρσις ἡ λοχείη, λαβὼν σικύης ἐντεριώνης ὅσον τριώβολον, καὶ ἀρτεμισίην ποίην, καὶ λιβανωτοῦ ὅσον ὀβολὸν, τρίψας, ἐν μέλιτι μίξας, ἐς εἴριον ἐνειλίξας, πρόσθες πρὸς τὸ στόμα τῆς μήτρης, νυκτὸς ἀεὶ καὶ ἡμέρης, ἄχρις ἡμερέων πέντε τοῦτο ποιέειν. Ἢ τὸ ἀμπέλιον τρίβειν χλωρὸν, καὶ μέλιτι μίσγων, ἐς εἴριον ἐνειλίξας, προστιθέναι τὸν αὐτὸν τρόπον. Ἢ τῆς κυπαρίσσου τὸν καρπὸν καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ διεὶς καὶ μέλιτι, ἐς εἴριον ἐνειλίξας, προστιθέσθω. Ἢ ἀβρότονον ὅσον δραχμὴν, καὶ σικύης ἐντεριώνην ὅσον ὀβολὸν τρίψας ἐν μέλιτι, ἐς εἴριον ἐνειλίξας, προστιθέναι. Ἢ ἐλατηρίου ὀβολὸν καὶ σμύρνης τρίψας ἐν μέλιτι, ἐς εἴριον ἐνειλίξας, προστιθέσθω. Ἢ κυπαρίσσου καρπὸν καὶ σικύης ἐντεριώνην καὶ λιβανωτὸν μέλιτι μίξας, ἐν εἰρίῳ προστιθέσθω. Καθαρτήριον, ἢν ἐκ τόκου μὴ καθαρθῇ· τοῦ τριφύλλου ἐν οἴνῳ λευκῷ πίνειν, καὶ τὰ καταμήνια καταῤῥήγνυσι τωὐτὸ προσθετὸν καὶ ἔμβρυον ἐκβάλλει. Μητρέων καθαρτικὸν, ὅταν τοῦ παιδίου ἐναποθανόντος αἷμα ἐμμείνῃ· κολοκύντην ἀγρίην τρίψασα ἐν μέλιτι λειχέτω, ἢ προστιθέσθω. Λοχείης πάσης, ἢν μὴ καλῶς ἴῃ· ἐρύσιμον ἑψεῖν καὶ ἄλφιτον, καὶ ἔλαιον ἐπιχέας, ὅταν ᾖ ἑφθὸν, ῥοφεέτω, καὶ σιτίοισιν ὡς μαλθακωτάτοισι χρεέσθω. Ἢ σκαμμωνίην τρίψας ἐν γάλακτι γυναικείῳ, εἰρίῳ ἀνασπογγίσας, προσθεῖναι· ἢ τῆς γλυκυρίζης μέλιτι δεύσας καὶ ῥοδίνῳ μύρῳ ἢ αἰγυπτίῳ ἐν εἰρίῳ προσθέσθω· ἢ ἄλητον πλυτὸν ὁμοίως προστιθέσθω· πινέτω δὲ κρήθμου καρπὸν καὶ σεσέλιος, καὶ πηγάνου καρπὸν, ἑκάστου ὀβολοὺς δύο τρίβειν ὁμοῦ, καὶ ἐν ἀκρήτῳ, ἢν μὴ πυρεταίνῃ, διδόναι. Προσθετὸν ἐκβάλλον χορίον ἀπολελειμμένον· τῆς ἀκτῆς τὸ φύλλον, προπυριῇν δὲ καὶ προστιθέναι ξὺν τῇ κανθαρίδι τοῦτο καὶ ὅσα ἠπεδανά· ἢν δὲ ἀμύσσηται καὶ δάκνῃ, αὐτίκα ἀφαιρέειν, καὶ ἐς ῥόδινον εἴριον ἀποβάπτουσα προσθέσθω. Προσθετὸν δυνάμενον χορίον ἐξαγαγεῖν, καὶ ἐπιμήνια κατασπάσαι καὶ ἔμβρυον ἀπόπληκτον· κανθαρίδας πέντε ἀποτίλας τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον παραθαλάσσιον κόψας ξὺν τῇ ῥίζῃ καὶ τοῖσι φύλλοισιν ὅσον κόγχην, καὶ τὸ βοάνθεμον χλωρὸν τρίψας τὸ ἔξω σκληρὸν ὅσον κόγχην, καὶ σελίνου σπέρμα τὸ ἴσον, καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐπ' οἴνῳ γλυκεῖ κεκρημένῳ προσθεῖναι, καὶ ἐπὴν ὀδύνη ἔχῃ, ἐν ὕδατι θερμῷ καθήσθω, καὶ μελίκρητον ὑδαρὲς πινέτω, καὶ οἶνον γλυκὺν, καὶ τοῦ τετριμμένου ὅσον στατῆρα αἰγιναῖον ἐν οἴνῳ πίνειν γλυκεῖ· ἐπὴν δὲ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ σταφίδας ἑψήσας ἐν ὕδατι ψῦξαι καὶ διδόναι πίνειν, καὶ ὅταν ἡ στραγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ ἐγκαθήσθω. Ἐκβόλιον ὑστέρων· σικύου ἀγρίου τὸν ὀπὸν ὅσον ποιεῖν ὡς μαζίον ἐμπλάσασα προστιθέναι, προνηστεύσασα ἐπὶ δύο ἡμέρας, οὐκ ἂν εὕροις τούτου ἄμεινον. Πειρητήριον· μώλυζαν σκορόδου ἀποζέσας προσθεῖναι. Ἕτερον πειρητήριον· νέτωπον ὀλίγον εἰρίῳ ἐνελίξας προσθεῖναι, καὶ ὁρῇν ἢν διὰ τοῦ στόματος ὄζῃ. Προσθετά· σκορπίου θαλασσίου τὴν χολὴν ἐν εἰρίῳ τιθεὶς καὶ ξηρήνας ἐν σκιῇ προστίθει· ἢ γλήχωνα ξηρήνας, λείην ποιήσας, ἐν μέλιτι δεύσας, ἐν εἰρίῳ προστιθέναι· ἢ ἄνθος χαλκοῦ ἐν μέλιτι ἐς ὀθόνιον ἐνδήσας προσθεῖναι· ἢ σικύου σπέρμα καὶ ὄστρακον κατακαύσας, ἐν οἴνῳ τε δεύσας, ἐν λαγωῇσι θριξὶν ἢ εἰρίῳ προστιθέναι. Ἄλλο προσθετόν· στυπτηρίην αἰγυπτίην ἐν εἰρίῳ κατελίξας προσθεῖναι. Ἢ κανθαρίδας τρίψας οἴνῳ τε δεύσας, ἐν εἰρίῳ προστίθει. Ἢ τὴν ἀρτεμισίην ποίην οἴνῳ δεύσας προστίθει. Ἢ μελάνθιον τρίψας ἐν οἴνῳ ἐν εἰρίῳ προστίθει. Ἢ βόλβιον τὸ ἐκ τῶν πυρῶν τρίψας ἐν οἴνῳ τε δεύσας, ἐν εἰρίῳ προστίθει. Ἢ οἴνου παλαιοῦ λευκοῦ τὴν τρύγα κατακαῦσαι, καὶ κατασβέσαι οἴνῳ λευκῷ, καὶ τρῖψαι, καὶ προσθεῖναι ἐν ὀθονίῳ. Ἢ χαλβάνην καὶ νέτωπον καὶ μίσυ ἐν ῥοδίνῳ μύρῳ, ἐν ὀθονίῳ προσθεῖναι. Ἄλλο προσθετόν· ἐλατηρίου δύο πόσιας καὶ κηρίον ἐν οἴνῳ δι' ὀθονίου προστίθει. Ἢ βούτυρον καὶ στυπτηρίην μέλιτι δεύσας ὁμοίως. Ἢ ὀπὸν σκαμμωνίης καὶ στέαρ ἐν μάζῃ ξυμμίξας οἴνῳ τε δεύσας, δι' ὀθονίου προσάγειν. Ποτὰ δυνάμενα χορίον τι κρατηθὲν ἐν τῇ μήτρῃ ἐξαγαγεῖν· κολοκυνθίδος ἀγρίης τρίψας τὸ ἔνδον ἐν γάλακτι γυναικείῳ ἐν ὀθονίῳ προστιθέσθω. Ἐπὶ τοῦ αὐτοῦ· σίλφιον ὅσον κύαμον ἐν οἴνῳ διδόναι πίνειν. Ἕτερον ἐκβόλιον· ὑπὸ τὰς μασχάλας λαβὼν σείειν ἰσχυρῶς. Ποτὰ δὲ διδόναι ἄγνου πέταλα ἐν οἴνῳ· ἢ δίκταμνον κρητικὸν ὅσον ὀβολὸν ἐν ὕδατι τρίβειν καὶ διδόναι· ἢ κονύζης τῆς δυσόσμου ὅσον χεῖρα πλείην διεῖναι πράσου χυλῷ, καὶ νέτωπον, ὅσον χήμην ἁδρήν· ταῦτα ἐν οἴνῳ δοῦναι πιεῖν τρίψαντα λεῖα. Ἢ δᾷδα πιοτάτην ξὺν γλυκεῖ οἴνῳ ἑψεῖν, ἐπιχέας ὅσον τρεῖς κυάθους, καὶ χαλβάνην ὅσον τριώβολον, καὶ σμύρναν, ἑψήσας, ἐπειδὰν παχὺ γένηται, δὸς πιεῖν χλιαρόν. Ἢ πράσου χυλὸν καὶ σμύρναν καὶ οἶνον γλυκὺν ὁμοῦ. Ἢ ἀνδράχνης καρπὸν λέαινε, δίδου δὲ ἐν οἴνῳ λευκῷ παλαιῷ. Ἢ αἰγείρου κρητικῆς κόκκους ἐννέα τρίψας ἐν οἴνῳ πινέτω. Ἢ βατραχίου τοῦ φύλλου καὶ τοῦ ἄνθεος τετριμμένου ὅσον δραχμὴν αἰγιναίην ἐν οἴνῳ πίνειν γλυκεῖ. Ἢν δὲ ἐνέχηται τὸ χορίον, λεβηρίδος ὅσον ὀβολὸν τρίβειν ἐν οἴνῳ καὶ πῖσαι. Ἢ σελίνου ῥίζαν καὶ μύρτα ἑψέτω, πίνειν δὲ ἡμέρας τέσσαρας. Ἢ κύμινον αἰθιοπικὸν, καὶ τὸ καστόριον ὁκόσον ὀβολὸν, καὶ κανθαρίδος σμικρόν· ταῦτα ἐν οἴνῳ διδόναι πίνειν. Ἢ μαράθρου ῥίζαν ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ μέλιτι ἀναζέσαντα πιπίσκειν. Ἢν τὸ χορίον μὴ ὑποχωρέῃ, κόνυζαν τρίψας ἐν εἰρίῳ πρόσθες, πίνειν δὲ ἄμεινον. Ἢ κονύζης ὅσον χανδάνει χεὶρ, πράσου τε χυλὸν καὶ νέτωπον ξυμμῖξαι ὅσον χηραμύδα, ταῦτα ἐν οἴνῳ πινέτω. Χορίον ἐξάγει, καὶ ἐπιμήνια κατασπᾷ, καὶ ἔμβρυον ἡμίεργον ἕλκει· κανθαρίδας πέντε, ἀποτίλας τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον τὸ παραθαλάσσιον κόψας ξὺν τῇ ῥίζῃ καὶ τοῖσι φύλλοισιν, ὅσον κόγχην, καὶ τὸ εὐάνθεμον τὸ χλωρὸν τρῖψον ἴσον πλῆθος, καὶ σελίνου σπέρμα, καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ ταῦτα ὁμοῦ, καὶ ἐπειδὰν ὀδύνη ἔχῃ, πίνειν· καὶ ἐν ὕδατι θερμῷ ἐγκαθιζέσθω, πινέτω δὲ μελίκρητον ὑδαρὲς καὶ γλυκὺν οἶνον λευκόν. Ὕστερον δύναται ἐκβάλλειν· ὁλοκωνίτιδος τῆς γλυκείης ῥίζα, ἔστι δὲ ὡς ὁ βολβὸς, σμικρὸν δὲ ὡς ἐλαίη, ταύτην τρίβειν ἐν οἴνῳ καὶ διδόναι πίνειν· ἢν μὲν ᾖ σμικρὴ, δύο, ἢν δὲ μείζων, μία ἀρκέει· παραμίσγειν δὲ τῶν σπερμάτων κύμινον αἰθιοπικὸν καὶ σέσελι μασσαλιωτικὸν, ἢ φύλλον τὸ λιβυκὸν ξηρὸν ἡμιχοινίκιον σὺν οἴνῳ κοτύλῃσι τρισὶν, ἑψεῖν καὶ ἄγειν ἐς τὸ ἥμισυ, καὶ ἀπὸ τούτου πινέτω. Ἄλλο· λύγου καρπὸν, σεσέλιος ἴσον, σμύρνης, τρίβειν ὁμοῦ, καὶ σὺν ὕδατι διδόναι πίνειν. Ἐκβόλια· ἄγνου λευκῆς νέης ὅσον ὀξύβαφον, ἐν οἴνῳ λευκῷ εὐώδει δὸς πιεῖν, τρίψας λεῖον. Ἕτερον· καστορίου ἢ σαγαπήνου ὀβολὸν, ἀσφάλτου δραχμὴν μίαν, νίτρου δύο, πάντα τρίψας ἐν γλυκεῖ οἴνῳ καὶ ἐλαίῳ ὅσον ἡμικοτύλιον, δὸς πιεῖν νήστει ὀβολοὺς δύο, καὶ λοῦσον θερμῷ καλῶς. Ἄλλο ὁμοίως ἔχον· ἐχίνους θαλασσίους τρεῖς τρίψας ὅλους λείους ἐν οἴνῳ εὐώδει, δὸς πιεῖν. Ἄλλο· μίνθης δεσμίδα σμικρὴν καὶ πηγάνου καὶ κοριάννου, καὶ κέδρου ἢ κυπαρίσσου πρίσματα, ἐν οἴνῳ εὐώδεϊ δὸς πιεῖν· καὶ τῶν ἐχίνων, ἢν ἔχῃ, ῥοφεέτω ἐπὶ τὸ πλεῖστον ὡσαύτως· ἔπειτα λοῦσον θερμῷ. Ἄλλο ὁμοίως· ἄννησον, κεδρίδας, σελίνου καρπὸν, αἰθιοπικὸν κύμινον, σέσελι, ἑκάστου ἥμισυ ὀξυβάφου δὸς ἐκπιεῖν οἴνῳ λευκῷ τρίψας λεῖον. Ἄλλο ὁμοίως· δικτάμνου δεσμίδα καὶ δαύκου καρποῦ δραχμὰς δύο, καὶ μελάνθιον ἴσον, ἐν οἴνῳ λευκῷ, τρίψας λεῖον, δὸς πιεῖν, καὶ λοῦσον θερμῷ πολλῷ· διδόναι δὲ πρὸς τὴν ἰσχὺν τοῦ νοσήματος. Ἄλλο· χαλβάνην ὅσον ἐλαίην τρίψας ἐν κεδρίνῳ ἐλαίῳ προσθέσθω· τοῦτο δύναται διαφθείρειν καὶ ἐκβάλλειν τὸ νωχελές. Ἄλλο ἐκβόλιον ἔγχυτον ὑστερέων· ὅταν σαπῇ νεκρωθὲν ὑπὸ ψύχεος, ὅταν ἄνεμος ψυχρὸς ᾖ, κρόκον τρίψας λεῖον ὅσον ὁλκὴν, ἐν στέατι χηνὸς ἐγχέαι, καὶ ἐᾷν ὡς πλεῖστον χρόνον. Ποτὸν συμβάλλον πρὸς τόδε καλῶς· κόνυζαν τὴν ἡδύοσμον, μέλι καὶ ῥητίνην τρίψας λείην ἐν οἴνῳ εὐώδεϊ, ἢ ἐν συρμαίῃ, δοῦναι πιεῖν, καὶ λοῦσαι θερμῷ. Ἄλλο ὁμοίως ποτὸν τοῦ παιδίου καὶ τῶν ἐνόντων κακῶν· ἰὸν χαλκοῦ ξυντρίψας ξὺν μέλιτι καὶ συρμαίῃ δὸς πιεῖν. Ἄλλο πρόσθετον ἐκβόλιον, ἢν ἀποθνήσκῃ· χαλκοῦ ῥινήματα ἐνθεὶς ἐς ὀθόνιον μαλθακὸν πρόσθες πρὸς τὸ στόμα τῶν μητρέων, καὶ ὠφελήσεις. Ἐκβόλιον προσθετὸν, ἢν ἐναποθνήσκῃ· ὄστρακον νέον, καὶ στέαρ χήνειον τρίψασα προσθέσθω. Ἄλλο προσθετόν· νίτρον ἑψήσας ξὺν ῥητίνῃ καὶ ποιήσας βάλανον, βάπτων ἐς ὄρνιθος στέαρ, προστίθει. Ἄλλο προσθετόν· χάριεν τὸ ἐπονομαζόμενον, τούτου ῥίζαν πρὸς τὸν ὀμφαλὸν πρόσθες μὴ πουλὺν χρόνον. Ἄλλο· ἀγρίην κολοκύντην καὶ μυῶν ἀπόπατον τρίψας λεῖα προστίθει. Ἄλλο ἐπιδετόν· ῥητίνην καὶ στέαρ ὄρνιθος τρίψασα ἅμα καὶ μίξασα ἐπιδησάσθω ἐπὶ τὸν ὀμφαλὸν καὶ τὴν γαστέρα. Ἄλλο προσθετόν· τοῦ κισσοῦ τοῦ λευκοῦ τὸν καρπὸν καὶ κέδρου πρίσμα τρίψασα καὶ βαλάνια ποιήσασα προστιθέσθω. Ἄλλο· χελώνης θαλασσίης τὸν ἐγκέφαλον καὶ αἰγύπτιον κρόκον καὶ ἅλας αἰγύπτιον τρίψας καὶ ξυμμίξας ποιέειν βαλάνους, καὶ προστιθέσθω. Ἐκβόλιον θυμίημα, δυνάμενον καὶ αἷμα γαστρὸς ἐξελάσαι· ἰτέης φύλλα ἐπὶ πῦρ ἐπιθεὶς θυμιῇν, καὶ περικαθίσας τὴν γυναῖκα ἐῇν ἄχρις ἂν ὁ καπνὸς ἐς τὴν μήτρην ἐνδύνῃ. Περὶ ἰάσιος ἐκτρωσμοῦ· ὅταν ἡ γυνὴ ἐκτρώσῃ καὶ τὸ παιδίον μὴ ἐξίῃ, ἤν τε σαπῇ καὶ οἰδήσῃ, ἢ ἄλλο τι πάθῃ τοιοῦτον, πράσα καὶ σέλινα ἐκθλίψας τὸν χυλὸν διὰ ῥάκεος ἀμφοτέρων, ῥοδίνου ἐλαίου κοτύλην, καὶ στέαρ χηνὸς ὅσον τεταρτημόριον, ῥητίνης τε ὀβολοὺς τρεῖς κατατήξας ἐν ἐλαίῳ, καὶ ποιήσας πρὸς ποδῶν ὑψηλοτέρην, ἔγχεον ἐς τὰς μήτρας· καὶ ἐχέτω κειμένη χρόνον ὅτι πλεῖστον· ἔπειτα κάθισον ἡμέρας τέσσαρας, καὶ ἐξέρχεται τὸ ἀποσαπὲν παιδίον· ἢν δὲ μὴ, λαβὼν ἅλας αἰγυπτίους καὶ κολοκύντην ἀγρίην χλωρὴν, μέλιτι μίξας, τρίψας, δοῦναι καταφαγεῖν, καὶ ἐπὴν φάγῃ, κινεέσθω τῇδε καὶ τῇδε. Ἐκβόλιον προσθετόν· ἅλας αἰγυπτίους, καὶ μυόχοδα, καὶ ἀγρίην κολοκύντην, καὶ μέλιτος ὅσον τεταρτημόριον ἐπιχεῖν ἡμίεφθον, καὶ λαβὼν ῥητίνης δραχμὴν μίην ἔμβαλε ἐς τὸ μέλι καὶ τὴν κολοκύντην καὶ τὰ μυόχοδα, ξυντρίψασα πάντα καλῶς, καὶ ποιήσασα βαλάνους, πρὸς τὴν μήτρην προσθέσθω, ἕως ἂν δοκέῃ καιρὸς εἶναι. Ἕτερον ἐκβόλιον, ὃ τὸ παιδίον βλητὸν γενόμενον ἐκβάλλει· ἑλξίνην ἐν οἴνῳ τρίψας πότισον. Ἕτερον ποτὸν ἐκβολῆς, ὃ τὸ παιδίον ἐκβάλλει πελιδνόν· τοῦ ἐκτόμου τὰς ῥίζας τρίψας λεπτὰ, τοῖσι τρισὶ δακτύλοισι, καὶ σμύρνης ὅσον κύαμον ἄρας, ἐν οἴνῳ γλυκεῖ πίπισκε. Ἐκβόλιον· κορίαννον ξὺν τῇ ῥίζῃ καὶ νίτρον καὶ νέτωπον προσθεμένη περιπατείτω. Ἔγχυτον ἐμβρύου, ἢν ἐναποθάνῃ, ὥστε ἐκβάλλειν· κρόκον τρίψας ἐπίχεε χηνὸς ἔλαιον, καὶ διηθήσας, ἔγχεε ἐς τὰς μήτρας, καὶ καταλίμπανε ὡς πλεῖστον χρόνον. Ἔμβρυον ἀκίνητον φθεῖραι καὶ ἐκβαλεῖν· στυπτηρίης σχιστῆς δραχμὴν μίαν, σμύρνης ἴσον, ἐλλεβόρου μέλανος τριώβολον τρίψας λεῖα ἐν οἴνῳ μέλανι, βαλάνια ποιέειν, καὶ προστιθέναι, ἄχρις ἂν κατ' ὀλίγον ἀπολυθῇ. Κλυσμοὶ καθαρτικοὶ μητρέων, ἢν ἐκ τόκου ἑλκωθέωσιν ἢ φλεγμασίης· ὀλύνθους χειμερινοὺς, ὕδωρ ἐπιχέας καὶ ζέσας, ἀφεῖναι, καταστῆναι, εἶτα ἔλαιον ἐπιχέαι χλιαρὸν καὶ μῖξαι, κλύσαι δὲ δύο κοτύλῃσι τὸ πλεῖστον· πάντα δὲ τὰ κλύσματα μὴ πλέονι κλύζειν. Καὶ σιδίοισι καὶ μάννῃ, ἐν οἴνῳ μέλανι αὐστηρῷ ἑψημένῳ, εἶτα ἀποχέας τὸν οἶνον, τούτῳ κλύζε. Ἄλλος κλυσμός· τρύγα οἴνου κατακαύσας τῆξον, καὶ ἐν ὕδατι κλύσον, εἶτα σίδια, μύρτα, σχοῖνον εὐώδεα, φακοὺς ἑψήσας ἐν οἴνῳ, ἀποχέας τὸν οἶνον, κλύζε. Ἄλλος κλυσμός· βούτυρον, λιβανωτὸν, ῥητίνην, μέλιτι τήξας ἐν τῷ αὐτῷ, οἶνόν τε ἐπιχέας, κλύζε χλιαρῷ. Ἢ ἀκτῆς καρπὸν ἑψήσας ἐν ὕδατι, ἀποχέας τὸ ὕδωρ, τρίψας ἐν τῷ αὐτῷ σέλινον, σμύρναν, ἄννησον, λιβανωτὸν, ἐπιχέας οἶνον ὡς εὐωδέστατον ἴσον τῷ ὕδατι, διηθήσας δι' ὀθονίου, χλιήνας, κλύσαι. Ἄλλο· κράμβην, καὶ λινόζωστιν, καὶ λίνου σπέρμα, καὶ χλωρὸν τὸ λίνον ἑψήσας ἐν ὕδατι, ἀπηθήσας, κλύσαι τῷ ὕδατι. Ἢ μυρσίνης τῶν φύλλων ὀξύβαφον, σμύρνης, ἀννήσου, μέλι, ῥητίνην, μύρον αἰγύπτιον, τρίψας πάντα καὶ ἑνώσας, ἐπιχέας οἴνου λευκοῦ ὡς εὐωδεστάτου κοτύλας δύο, διηθήσας, χλιήνας, κλύσον τούτῳ. Ἢ δάφνης καρπὸν καὶ γλήχωνα ἑψήσας ἐν ὕδατι, μύρον τε ῥόδινον ἐπιχέας, τούτῳ κλύζε χλιήνας. Ἢ χηνὸς στέαρ ῥητίνῃ μίξας, ἐπιχέας τε πρὸς τοῦτο οἶνον, καὶ χλιήνας κλύσαι. Ἄλλο· βούτυρον καὶ κέδρινον ἔλαιον ἐν μέλιτι ὀλίγῳ χλιήνας, ξυμμίξας, κλύσαι. Ἢ μέλι, βούτυρον, σχοῖνον, κάλαμον εὐώδεα, βρύον θαλάσσιον ἑψῆσαι ἐν οἴνῳ, εἶτα ἀπηθῆσαι, καὶ οὕτω κλύσαι. Ἢ σελίνου καρπὸν, σέσελι, σμύρναν, ἄννησον, μελάνθιον ἐν οἴνῳ, ἀπηθήσας τὸν οἶνον, κλύσαι. Ἢ κέδρον ἑψήσας ἐν οἴνῳ, κλύσαι τῷ οἴνῳ. Ἢ κισσὸν ἑψήσας ἐν ὕδατι, κλύσαι τῷ ὕδατι. Ἢ ἐλατήριον, ἢ κέστρον δύο πόσιας, ἑψεῖν ἐν ὕδατι ὅσον δύο κοτύλῃσι, καὶ κλύσαι χλιαρῷ. Ἢ σικύης ἐντεριώνην ὅσον διδάκτυλον ἑψήσας ἐν κοτύλῃσι δύο ὕδατος, ἐπὶ τὸ ὕδωρ ἐπιχέας μέλι καὶ ἔλαιον, τούτῳ κλύσαι. Ἢ θαψίης ῥίζης ὅσον δύο πόσιας τρίψας λεῖον, ἐπιχέας τε μέλι καὶ ἔλαιον, διεὶς ὕδατι χλιαρῷ ὅσον δυσὶ κοτύλῃσι, κλύσαι. Ἢ ἐλλεβόρου μέλανος, ὅσον δύο πόσιας διεὶς οἴνῳ γλυκεῖ καὶ ὕδατι, κλύζειν. Ἢ κόκκους κνιδίους ὅσον ἑξήκοντα τρίψας λείους, ἐπιχέας τε μέλι καὶ ἔλαιον καὶ ὕδωρ, κλύσαι. Κλυσμὸς κρατυντήριος, ἢν ἕλκεα ᾖ καθαρά· ὀλύνθους χειμερινοὺς τρίβειν, καὶ ἐπιχέειν ὕδωρ, βρέξον δὲ ὅλην ἡμέρην, καὶ ἔλαιον ἐπίχεε, καὶ κλύσαι. Ἢ σιδίοισι καὶ λωτοῦ πρίσμασιν, ἐν οἴνῳ δὲ μέλανι ἑψεῖν. Ὅταν δὲ ἀκάθαρτα φέρηται, τρύγα καίειν, καὶ οἴνῳ καὶ ὕδατι κλύζειν. Ἢ σιδίῳ, ῥόῳ βυρσοδεψικῆ, μυρσίνης φύλλοισι καὶ βάτου, ἐν οἴνῳ μέλανι ἑψεῖν, καὶ κλύζειν. Κλύσματα πρὸς τὰ παλαιὰ ἕλκεα· χυλῷ κράμβης ἑψημένης κλύζειν· καὶ λινόζωστιν ὁμοίως· καὶ νίτρον παράμισγε ἐρυθρὸν ὀλίγον. Σμύρνης ὀξύβαφον, λιβανωτὸν, σέσελι, ἄννησον, σελίνου σπέρμα, νέτωπον, ῥητίνην, μέλι, χήνειον στέαρ, ὄξος τὸ λευκὸν, μύρον τὸ λευκὸν αἰγύπτιον, ἐν τωὐτῷ τρίβειν ἴσον ἑκάστου λεῖα, εἶτα οἴνῳ διεὶς λευκῷ κοτύλῃσι δυσὶ, χλιηρῶς κλύζειν. Ἢ λινόζωστιν ἑψεῖν ἐν ὕδατι καὶ ἀπηθεῖν. Ἢ σμύρνης ὀξύβαφον, λιβανωτὸν, σέσελι, νέτωπον, ἴσον ἑκάστου, χλιαρῷ κλύζειν. Ἢ ἐλελίσφακον καὶ ὑπερικὸν, ἐν ὕδατι ἑψήσας, κλύζειν τῷ ὕδατι. Ἢ ἀκτῆς καρπὸν καὶ δαφνίδας ἑκατέρων ἐξ ἴσου ἕψε ἐν οἴνῳ, εἶτα τῷ οἴνῳ κλύζε. Ἢ γλήχωνος τῷ ὕδατι κλύσον. Ἢ χηνὸς ἔλαιον ἐν ῥητίνῃ τήξας, ὁμοίως κέδρινον ἔλαιον παραχέας ὀλίγον καὶ μέλιτι διατήξας, κλύζειν χλιερῷ. Ἢ ἀργύρου ἄνθος ἐν οἴνῳ καὶ μέλιτι καὶ κηρῷ τηκτῷ, καὶ κύπειρον καὶ σχοῖνον καὶ κάλαμον, ἅτινα δὴ ἐς μύρον μίσγεται, καὶ ἴριν, βρύον, ἐν οἴνῳ ἑψῶν, κλύζειν. Ἢ σελίνου καρπὸν, ἄννησον, σέσελι, σμύρναν, μελάνθιον ἐν οἴνῳ ἑψῆσαι, ἢ κέδρον κρητικὴν ἐν οἴνῳ ἑψεῖν, καὶ κλύζειν· ἢ κισσὸν κρητικὸν ἐν ὕδατι, ταὐτὸ δρᾷ. Ἢ ἐχέτρωσιν καὶ σμύρναν διεὶς ἐν ὕδατι κλύσαι. Ἢ ἐλατηρίου ὅσον δύο πόσιας ἐν ὕδατι κλύσαι. Ἢ κολοκυνθίδας ἀγρίας δύο ἐν οἴνῳ ἢ ἐν γάλακτι ἑφθῷ ἀποβρέξας ὅσον τέσσαρας κοτύλας, καὶ ἀπηθέειν, καὶ κλύζειν. Ἢ σικύης ἐντεριώνην ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατι κοτύλῃσι τέσσαρσι, μέλι τε καὶ ἔλαιον ἐπιχέαντα ἐνεργεῖν. Ἢ τῆς θαψίης ῥίζης ὅσον δύο πόσιας ἐν οἴνῳ γλυκεῖ διεὶς σὺν ὕδατος κοτύλῃσι δύο, κλύσαι χλιαρῷ. Ἢ ἐλλέβορον ὅσον δύο πόσιας ἐν οἴνῳ γλυκεῖ διεὶς ὡσεὶ δύο κοτύλῃσιν, ἢ θλάσπιος ὅσον ὀξύβαφον μέλιτι παραμίξας, ὕδατι διεὶς ὅσον δύο κοτύλῃσι, χρῶ χλιερῷ. Ἢ σικύης ὅσον παλαιστὴν, καὶ κνεώρου ὅσον μίαν πόσιν ἑψήσας ὕδατος κοτύλῃσι πέντε, μέλι παραχέας καὶ ἔλαιον κλύσαι. Ἢ κόκκους κνιδίους ὅσον ἑξήκοντα, μέλι, ἔλαιον ὕδατι διεὶς, κλύσαι. Ἢν ἐκ τόκου διαῤῥοίῃ ληφθῇ, πινέτω ἀσταφίδα μέλαιναν, καὶ σίδια γλυκείης ῥοιῆς τὸ ἔνδοθεν, καὶ πιτύην ἐρίφου, ταῦτα διεὶς οἴνῳ μέλανι, καὶ τυρὸν αἴγειον καὶ ἄλφιτα πύρινα ἐπιπάσσειν, καὶ διδόναι πίνειν· τοὺς πυροὺς δὲ ἐπ' ὀλίγον φῶξαι. Ἢν δὲ ἐκ τόκου αἷμα ἐμέῃ, ταύτῃ ἡ σύριγξ τοῦ ἥπατος τέτρωται· αὕτη πινέτω γάλα ὄνου, ἔπειτα βοὸς, εἰ εὐμαρὲς, τεσσαράκοντα ἡμέρας, καὶ σήσαμον τριπτὸν, ἄχρις ἂν εὖ ἔχῃ· πινέτω τὸ γάλα νῆστις. Ἢν ἐκ τόκου τὴν ἕδρην ἀλγέῃ, ἀρκεύθου καρπὸν, λίνου ῥίζαν ἑψεῖν, καὶ πίνειν ἡμέρας τέσσαρας· καὶ θρίδακος σπέρμα τρίψας σὺν χηνείῳ ἀλείφατι ἐσθίειν. Ἢν δὲ ἐκ τόκου αἱ μῆτραι φλεγμήνωσιν, στρύχνου χυλὸν ἐγχέειν ἢ τεύτλου ἢ ῥάμνου. Ἢν ἐκ τόκου τὸ σκέλος ὑπὸ ὑστερέων χωλωθῇ, ἀνίστασθαι δὲ μὴ δύνηται· πίνειν ὑοσκυάμου καρπὸν ὅσον χηραμίδα ἐν οἴνῳ μέλανι ἡμέρας τρεῖς· παραφέρεται δὲ ὁ πίνων· λύσις, γάλακτος ὀνείου πῖσαι ὅσον κύλικα, ἔπειτα τοῦ φαρμάκου, ὑφ' οὗ τὸ φλέγμα καθαίρεται· σανδαράκῃ δὲ καὶ κηρωτῇ καὶ λαγωοῦ θριξὶ θυμιήσθω τρεῖς ἡμέρας. Περὶ φλεγμονῆς ἐκ τόκου· ἢν ἐκ τόκου φλεγμήνωσιν αἱ ὑστέραι, στρύχνου χυλὸν ἐγχέαι αἰδοίων ἔσω, ἢ σελίνου, ἢ ῥάμνου, ἢ τεύτλου, ἢ κολοκύντης χυλὸν ἐκπιέσας ἐγχέαι· ἢ αὐτῆς τὸ μέσον καὶ ἁπαλώτατον περιξέσας μακρὸν ἔνθες. Ἢ ἀψινθίου ἐν ὕδατι τρίβειν, εἰρίῳ δὲ ἀνασπογγίζειν, ἢν δὲ φρίξῃ, ἀφαιρέειν. Ἢ κοτυληδόνος φύλλα καὶ πράσα ἑψεῖν ἐν πυρῶν κρίμνοισιν, ἔλαιον ἐπιχέας, δίδου.

[79]    Χολῆς καθαρτικὰ ἐκ μήτρης· σικύης τὴν ἐντεριώνην λείην τρίψας, καὶ μέλιτι φυρήσας, βάλανον ποιέων, προστίθει· φάρμακον δὲ χρὴ διδόναι καὶ ἄνω καὶ κάτω καθαίρειν, καὶ λούειν τῷ θερμῷ, προστιθέναι δὲ ἄννησον ἢ μελάνθιον. Ἢ κολοκυνθίδος ἀγρίης τὸ ἔνδον λεῖον ποιέειν, καὶ μέλιτι φυρῇν, καὶ προστιθέναι. Ἢ προστιθέναι ἐλατηρίου ὅσον πόσιας τέσσαρας, ξυμμίξας στέαρ χήνειον ἢ αἴγειον, βάλανον εὐμηκεστέρην ποιέειν, καὶ προστιθέναι. Ἢ νίτρον καὶ κύμινον καὶ σκόροδον καὶ σῦκον, λεῖα πάντα ποιήσας καὶ μέλιτι δεύσας, προστίθεσθαι· θερμῷ δὲ λουέσθω, καὶ ἀπὸ λουτροῦ πινέτω. Ἢ θλάσπιν λείην ποιέων καὶ μέλιτι φυρῶν, προστιθέναι. Ἢ σύκου παλαιοῦ τὸ πῖον ξύσας, ξυμμίσγειν πόσιας ἐλατηρίου δύο, καὶ νίτρον ὅσον τὸ ἐλατήριον, μέλιτι δεύσας, προστίθει. Ἢ πευκεδάνου ὁκόσον τρεῖς κυάθους δίδου πιεῖν. Ἢ ἄννησον καὶ μελάνθιον διεὶς οἴνῳ, δίδου πιεῖν. Ἐλατηρίου πόσιας τέσσαρας μίξαι στέατι μηλείῳ, ἀφελομένη δὲ διανιζέσθω ὕδατι εὐώδει, ἠρέμα στύφοντι. Ἢ ἐλατηρίου πόσιας τρεῖς, ξὺν μηλείῳ στέατι, βάλανον περίπτερον ποιέειν· ἢν δὲ ἀφέληται, διανιζέσθω ὕδατι εὖ ἱκανῷ. Ἢ θλάσπιος ὅσον πόσιν ξὺν μέλιτι δίδου.

[80]    Κλυσμὸς, ἢν χολώδης ᾖ· ἐλατηρίου ὅσον δύο πόσιας ὕδατι διεὶς, ἐπιχέαι ἔλαιον ναρκίσσινον, καὶ κλύζειν χλιερῷ. Ἢ κολοκυνθίδας ἀγρίας δύο ἀποβρέξας ἐν οἰνογάλακτι ἑφθῷ ὅσον τέσσαρας κοτύλας, μίαν ἀπηθέειν, καὶ ξυμμίσγειν ἔλαιον ναρκίσσινον, καὶ κλύζειν. Ἄλλος κλυσμὸς, χολώδης καὶ φλεγματώδης· σικύης ἐντεριώνης ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατι ποτῷ τέσσαρσι κοτύλῃσι, καὶ μέλι μίξας καὶ ἔλαιον ἄνθινον, κλύζειν. Φλέγμα καὶ χολὴν καθαῖρον· κόκκους κνιδίους ἑξήκοντα, μέλι τε καὶ ἔλαιον ἄνθινον μίξας, κλύζειν ἐν ὕδατι. Ἢ κνῆστρον ἑψήσας ἐν ὕδατι ποτῷ ἐν πέντε κοτύλῃσιν, ἀποχέας δύο κοτύλας, ξυμμίξαι μέλι καὶ ἔλαιον ἄνθινον σὺν ναρκισσίνῳ, καὶ κλύσαι. Κλυσμοὶ καθαρτήριοι· ὄλυνθοι χειμερινοὶ καυθέντες, καὶ βραχέντες ἐν ὕδατι· ἀποχέαι δὲ τὸ ὕδωρ, καὶ ἔλαιον ξυμμίσγειν, καὶ κλύζειν, καὶ μετακλύζειν σιδίοισι, κικίδι, λωτοῦ πρίσμασιν, ἐν οἴνῳ δὲ μέλανι χρὴ ἑψεῖν. Ἢ τρύγα καίων χρῆσθαι σὺν ὕδατι, μετακλύζειν δὲ τοῖσι τῆς μυρσίνης φύλλοισι καὶ ῥόῳ τῇ βυρσοδεψικῇ, ἑψεῖν δὲ οἴνῳ μέλανι εὐώδει· μετακλύζειν δὲ καὶ σχοίνου φύλλα καὶ ὑπερικὸν καὶ ἐλελίσφακον ἑψήσαντα σὺν οἴνῳ μέλανι εὐώδει, ἢ κράμβης ὕδατι, κἀν τῷδε ἑψεῖν λινόζωστιν, νίτρου ἐρυθροῦ ὀλίγον, καὶ κλύζειν. Ἐλατηρίου ὅσον πόσις, ξὺν ναρκισσίνῳ ἐλαίῳ, ἢ ἀνθίνῳ, καὶ κλύσαι χλιαρῷ. Ἢν δὲ χολώδης ᾖ, κολοκυνθίδας δύο ἀποβρέξαι ἐν γάλακτι ὀνείῳ ἑφθῷ ὅσον τέσσαρσι κοτύλῃσι, καὶ ἀπηθήσαντα κλύσαι, ξυμμῖξαι δὲ ἔλαιον ναρκίσσινον ἢ ἄνθινον. Ἢ τὸ διὰ τῆς σικύης· τῆς ἐντεριώνης ὅσον παλαιστὴν ἑψεῖν ἐν ὕδατι ποτῷ τέσσαρσι κοτύλῃσι, καὶ μέλι παραχέαι, καὶ ἔλαιον ἄνθινον· οὗτος ὁ κλυσμὸς φλεγματώδει καὶ χολώδει ξυμφέρει. Κλύσμα ἕλκον φλέγμα· κόκκον τρίβειν καὶ τοῦ μανδραγόρου ξὺν ὕδατι.

[81]    Κάθαρσις παμπόλλη τε καὶ παντοίη ὑπὸ τούτου γίνεται· σκορόδου μώλυζαν, νίτρον, σύκου τὸ ἔνδον τὸ πῖον, ἴσον τρίψας λεῖα, ὁκόσον κικίδα ποιέειν τὸ μέγεθος, καὶ προστιθέναι. Ἢ κυμίνου φύλλα ἐν οἴνῳ τρίψας, ἐν εἰρίῳ πρόσθες. Ἢ γῆς λευκῆς ὅσον πόσιν. Ἢ λευκὴν ῥίζαν τρίβειν λείην, καὶ μέλι ἐπιχέας καὶ ἀναζέσας, βάλανόν τε ποιήσας, προστίθει. Ἢ ὀπὸν σιλφίου μετὰ σύκων μαλάσσειν, καὶ βάλανον ποιέειν· ἀγαθὸν δὲ καὶ σικύης σπέρμα τρίβειν ὁμοίως. Ἢ χολὴν ταύρου καὶ νίτρον ἐρυθρὸν καὶ νέτωπον καὶ κυκλάμινον, τούτων ὅσον κικίδα, τῆς δὲ κυκλαμίνου πλέονα μοῖραν, μέλιτι ξυμμίξασα, ἡ θεραπευομένη προστιθέσθω. Προσθετόν· κυκλαμίνου τὴν κεφαλὴν καθαίρειν ὕδατι, τρῖψαι, καὶ ἐς ἄχνην ἀναφορύξαντα προστιθέναι. Ἢ σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου ξὺν μέλιτι ὁμοίως. Ἢ κόκκους ἐκλέψαντα ὅσον τρεῖς ἰνδικοῦ φαρμάκου, τοῦ τῶν ὀφθαλμῶν, ὃ καλέεται πέπερι, καὶ τοῦ στρογγύλου, τρία ταῦτα λεῖα τρίβειν, καὶ οἴνῳ παλαιῷ χλιηρῷ διεὶς, βαλάνιον περὶ πτερὸν ὄρνιθος τιθέναι, καὶ ὧδε προσάγειν. Ἢ τιθυμάλλου ὀπὸν μέλιτι ἀναδεύσας, ἢ σκίλλης ῥίζην ὅσον ἑξαδάκτυλον ἑλίξας δύο δακτύλους ἐν εἰρίῳ, πρόσθες. Ἢ αὐτὴν τὴν σκίλλαν ἄνευ ῥίζης τρίβειν, καὶ ὡσαύτως ἑλίσσειν εἰρίῳ, εἶτα προστιθέναι.

[82]    Κλυσμὸς, ἢν φλεγματώδης γυνὴ ᾖ· ἐλλεβόρου δύο πόσιας ἐν οἴνῳ διιέναι γλυκεῖ, ὅσον δύο κοτύλας, καὶ κλύζειν μίσγοντα. Ἢν καθάρσιος δέηται, πράσα δεῖ ἑψεῖν, ἢ ἀκτῆς καρπὸν, ἢ ἄννησον, λιβανωτὸν, σμύρναν, οἶνον, ταῦτα πάντα τρίβειν, καὶ τῷ χυλῷ τουτέων κλύζειν. Ἢ κράμβην ἑψήσας ἐν ὕδατι, ἐν τῷ χυλῷ ταύτης ἕψει τὴν λινόζωστιν, καὶ σμικρὸν ἀποχέας ἀπόκλυζε. Ἢ κνήστρου πόσιν ἐν μέλιτι διεὶς ἐνιέναι.

[83]    Σκέπτεσθαι δὲ χρὴ τὰ ἐπιμήνια, ἤν τε χολώδεα ἤν τε φλεγματώδεα ᾖ· ψάμμον ἐς τὸν ἥλιον ὑποβάλλειν λεπτὴν, ξηρὴν, καὶ ὅταν τὰ καταμήνια ἴῃ, τοῦ αἵματος ἐπιχέαι, καὶ ἐῇν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδεα ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται· ἢν δὲ φλεγματώδεα, οἷον μύξαι ὁρῶνται· ἢν οὖν φλεγματώδεα ᾖ, κνήστρου ὅσον πόσιν διιέναι ξὺν μελικρήτου κοτύλῃ, καὶ κλύσαι.

[84]    Καθαρτικὸν μαλθακὸν ὕδωρ ἄγει καὶ δέρματα καὶ ἰχῶρα ὕφαιμον, καὶ καταμήνια κατασπᾷ, ἢν μὴ πουλυχρόνια ᾖ, καὶ ὑστερῶν στόμα μαλθάσσει· μύρον ναρκίσσινον καὶ κύμινον ὃ ἐσθίεται, σμύρναν τε καὶ λιβανωτὸν, ἀψίνθιον, κύπριον ἅλας, ῥόδινον ἄλειφα, τούτων τὸ ἴσον τῶν ἄλλων ἑκάστου, τοῦ δὲ ναρκισσίνου τέσσαρας μερίδας, ἐπικτένιον ὠμοῦ λίνου ξυμμίξας, πάντα τρῖψον καὶ ποίησον βάλανον, περὶ πτερῷ ῥάκος λεπτὸν περιθεὶς, καταδῆσαι, καὶ ἐμβάψαι ἐς ἄλειφα λευκὸν αἰγύπτιον, καὶ προστιθέναι, καὶ ἐῇν ὅλην τὴν ἡμέρην· λουσαμένη δὲ καὶ ἀφαιρευμένη διανιζέσθω τῷ ὕδατι τῷ εὐώδει. Ἕτερον καθαρτικὸν, ὕδωρ ἄγει καὶ δέρματα καὶ μύξας καὶ ἰχῶρα ὕφαιμον· σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου, ταῦτα ξυμμίξας καὶ μέλιτι φυρήσας καὶ ἐς ῥάκος ἐνθεὶς προσθεῖναι, ἡμέρην δὲ ὅλην ἐντίθεσθαι, εἶτα λουσαμένη καὶ ἀφελομένη διανιζέσθω ὕδατι τῷ εὐώδει. Ἄλλο· ἅλες, κύμινον, χολὴν ταύρου μέλιτι ἀναφυρέειν, καὶ προστίθεσθαι, λουσαμένην, ἀφαιρεομένην, τῷ εὐώδει ὕδατι διανίζεσθαι. Ἢ σίλφιον σύκῳ μῖξαι καὶ προστίθεσθαι, εἶτα διανίψαι μύρῳ ῥοδίνῳ. Ἢ κόκκους ἐκλέψαντα ἑψεῖν, καὶ βάλανον ποιέειν, ἐπὴν δ' ἀφέληται, προστιθέσθω ῥόδινον. Ἢ σκόροδον καὶ νίτρον ἐρυθρὸν καὶ σῦκον, τούτων ἑκάστου ἴσον μίξας μέλιτι, δοῦναι προστίθεσθαι, κἀπειδὰν ἀφέληται, ἐλάφου στέαρ προστίθεσθαι, τήξας ἐν οἴνῳ. Ἢ πεπέρεος κόκκους πέντε ξὺν ἐλατηρίῳ ὀλίγῳ μῖξαι, παραστάζειν δὲ γυναικὸς γάλα ἐν εἰρίῳ, ἐς μύρον ἀποβάψασα, προστίθεσθαι δὲ ἀφελομένην ὡσαύτως. Ἢ σύκου τὸ πιότατον ξὺν ἐλατηρίου πόσει καὶ νίτρου ἐρυθροῦ τὸ ἴσον καὶ μέλιτος ἴσον, ὡσαύτως. Ἢ χολὴν ταύρου καὶ νίτρον ἐρυθρὸν, νέτωπον, κυκλαμίνου ὅσον κικίδα ἐν μέλιτι. Ἢ χολὴν ταύρου, ἐς αἰγύπτιον ἔλαιον βάψασα προστιθέσθω, καὶ ἀφελομένη, ῥοδίνῳ. Ἢ σικύης τῆς μακρῆς τὴν ἐντεριώνην τὸ σπέρμα ἐξελὼν ξὺν γάλακτι γυναικὸς κουροτρόφου, καὶ σμύρναν ἄκρητον καὶ μέλι ὀλίγον καὶ μύρον αἰγύπτιον, τρίβειν, καὶ προστιθέναι. Ἢ τὴν ἐντεριώνην τῆς σικύης αὐῆναι, κόψαι δὲ ἄνευ τοῦ σπέρματος καὶ μέλι ἐμβαλεῖν, καὶ ἀναζέσαι, καὶ βάλανον ποιέειν εὐμήκεα, καὶ βάπτειν ἐς ἔλαιον λευκόν. Ἢ τὴν ἀγρίην κολοκύντην ὡσαύτως· καὶ ἐλατηρίου τρεῖς πόσιας ἐν σταιτὶ τρίβειν, καὶ βάλανον ποιέειν. Ἄλλο ὁμοίως· κόκκους ἐκλέψας, τρῖψον ὅσον πόσιν, ἑψῆσαι, καὶ μέλι περιχέαι, καὶ προσθέσθαι, ἢ ῥόδινον ἄλειφα καὶ προσθέσθω· ὅσαι δὲ βάλανον προστίθενται, ἐμπήξαντα χρὴ τὸ πτερὸν ἐς τὴν βάλανον, ἔπειτα ῥάκος περιθεῖναι λεπτὸν ἐν εἰρίῳ, βάψασα ἐς ἄλειφα αἰγύπτιον προστίθεσθαι· ἄγει δὲ μάλιστα, καὶ δέρματα ἀφαιροῦνται. Προσθετὰ καθαρτικὰ ἰσχυρὰ, ὕδωρ ἄγειν δυνάμενα καὶ μύξας καὶ δέρματα μᾶλλον τῶν πρόσθεν· τοῦ πεπέρεος κόκκους τέσσαρας τῶν μεγίστων, ἢ δέκα τῶν μικρῶν, ἐλατηρίου πόσει ξυμμίξας, τρῖβε λεῖα, παραστάζων γυναικὸς γάλα, καὶ μέλι ὀλίγον, ἀναφυρήσας τοῦτο, ἐς εἴριον μαλθακὸν καθαρὸν περὶ πτερὸν περιελίξας ῥάκεα, καὶ καταλαβὼν προστιθέναι, ἐς λευκὸν ἄλειφα αἰγύπτιον βάπτων· προσκείσθω δὲ ἡμέρην, καὶ ἐπειδὰν ἀφέληται, προστιθέσθω τὸ στέαρ τοῦ ἐλάφου. Προσθετὰ καθαρτικὰ, ἢν μὴ ποτὰ καθαίρῃ· λινόζωστιν τρίψας καὶ σμύρναν, προστιθέναι. Προσθετὰ ὁμοίως καθαρτικὰ, χορία δυνάμενα ἐκβαλεῖν, καὶ καταμήνια κατασπᾷν, καὶ ἔμβρυον ἀπόπληκτον ὑπεξαγαγεῖν· κανθαρίδας πέντε ἀποτίλας καὶ τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον παραθαλάσσιον κόψας τῇσι ῥίζῃσι καὶ τοῖσι φύλλοισι καὶ τὸ χλωρὸν τὸ ἔξω, τρίψας ἴσον ὄγκον καὶ σελίνου σπέρματος καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ, καὶ ἐν ὕδατι θερμῷ καθιννύσθω, καὶ μελίκρητον ὑδαρὲς πινέτω καὶ οἶνον γλυκὺν καὶ τοῦ τετριμμένου ὅσον στατῆρα αἰγιναῖον ἐν οἴνῳ γλυκεῖ πίνειν· ἐπὴν δὲ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ ἀσταφίδας ἑψήσας ἐν ὕδατι καὶ ψύξας, διδόναι πιεῖν· ὅταν ἡ στραγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ καθήσθω, καὶ οἶνον πινέτω γλυκύν. Πάσης νούσου, δυνάμενον καὶ ἀναστομῶσαι καὶ καθῆραι· σμύρναν ὀλίγην καὶ ἐλελίσφακον καὶ ἄννησον τρίψας χρῶ.

[85]    Καθαρτικὸν δυνάμενον ἄτοκον καθῆραι, ἢν τὸ στόμα τῆς μήτρης ὀρθῶς ἔχῃ· πυριῇν βόλβιτον ξηρὸν κόψας καὶ διασήσας τέσσαρας χοίνικας, ὄξους δὲ κοτύλας δέκα, καὶ οὔρου βοείου ἕτερον τοσοῦτον, καὶ θαλάσσης κοτύλας εἴκοσι, πυριῇν δὲ βληχρῇσι πουλὺν χρόνον, εἶτα λουσαμένη φάκιον πιοῦσα καὶ μέλι καὶ ὄξος ξυμμίξασα ἐμεσάτω, καὶ ῥοφέειν ἄλευρον δοῦναι, καὶ ἐπιπιεῖν οἶνον εὐώδεα παλαιὸν ἐξηθριασμένον, σίτου δὲ μὴ γευέσθω τῇ ἡμέρῃ ταύτῃ, τῇ δὲ δευτέρῃ κόκκον δοῦναι κατάποτον, τῇ δὲ τρίτῃ δοῦναι διουρητικὸν, ἀσταφίδας καὶ ἐρεβίνθους λευκοὺς, δύο χοίνικας τῶν ἐρεβίνθων, χοίνικα δὲ τῶν ἀσταφίδων, καὶ ἐπιχέαι ὕδατος τρία ἡμίχοα, ἔπειτα ἀποχέας, πρὸς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν, καὶ τοῖσι προσθέτοισι χρέεσθαι.

[86]    Καθαρτικὸν καταμηνίων· τὸ βόλβιτον πλάσαι οἷον σκαφίδα, φυρῇν δὲ ξυμμίσγων τῆς κυπαρίσσου τὰ πρίσματα, ξηραίνειν δὲ ἐν τῷ ἡλίῳ, καὶ ἐς τοῦτο τὰ θυμιήματα ἐμβάλλειν.

[87]    Ἔγχυτον καθαρτικὸν, ἢν μὴ ἴῃ τὰ καταμήνια· ἀκάνθης λευκῆς τὰ φύλλα τρίψας καὶ ἐξηθήσας καὶ ἐπιχλιήνας ἐγχέειν.

[88]    Κατάχριστον καθαρτικὸν ὥστε μήτρας ἐκκαθαίρειν· πράσου σπέρμα καὶ καρδάμου τρίψας, ἐν οἴνῳ τε διεὶς καὶ γάλακτι ἑφθῷ, διαχρίειν τὴν νειαίρην γαστέρα. Κατάχριστον μαλθακτήριον, ὕδωρ δὲ ἄγει καὶ μύξας καὶ δέρματα, καὶ λοχεῖα φέρει, καὶ οὐχ ἑλκοῖ· σμύρνης ὡς ἀρίστης ἥμισυ, καὶ ἁλὸς χόνδρον ὁμοίως, πίσσαν ἡδυντὴν φλάσας, μίξας τε λεῖα, ἔστω δὲ τὸ τῆς σμύρνης τὸ ἥμισυ τοῦ ἁλὸς καὶ τῆς πίσσης, ἐμβαλεῖν δ' ἐς ῥάκος τῆς πεφλασμένης μέγεθος ὅσον κικίδα μεγάλην· δύο δὲ ἔστω, ὡς τὸ μὲν ἡμέρης ἔχειν, τὸ δὲ εὐφρόνης, ἔστ' ἂν κατατακῇ· λουέσθω δὲ θερμῷ, εἶτα ἀφαιρέουσα διανιζέσθω ὕδατι εὐώδει.

[89]    Καθαρτικὸν ἄτοκον καθῆραι ἢν τὸ στόμα ὀρθῶς ἔχῃ· ἢν ἄτοκον θεραπεύῃς, βόλβιτον αὖον ἡλίου διασήσας ὅσον τέσσαρας χοίνικας ἀττικὰς, ὄξους δὲ κοτύλας δέκα καὶ ὀροβίου χοίνικα καὶ θαλάσσης κοτύλας εἴκοσι, πυριῆσαι ἀλέα πουλὺν χρόνον· ἔπειτα φακίον ποιῆσαι, καὶ μέλι καὶ ὄξος μῖξαι, καὶ ἐμεέτω, καὶ ῥοφεέτω ἄλητον, καὶ ἐπιπινέτω οἶνον εὐώδεα· σίτου δὲ μὴ ἁπτέσθω ταύτῃ τῇ ἡμέρῃ· τῇ δ' ὑστεραίῃ κόκκον δοῦναι κατάποτον· τῇ δὲ τρίτῃ διουρητικὸν, ἐὰν δὲ βούλῃ, λευκὴν σταφίδα καὶ ἐρεβίνθους λευκοὺς δύο χοίνικας, ἐπιχέας ὕδατος τρία ἡμίχοα, ἀφελεῖν δὲ τὸ ἥμισυ, εἶτα ἐς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν ἐκ τούτου κατ' ὀλίγον, καὶ τοῖσι προσθέτοισι χρέεσθαι. Ἢν βούλῃ γυναῖκα κυῆσαι, καθῆραι αὐτὴν καὶ τὰς μήτρας, ἔπειτα δίδου ἄνηθον ἐσθίειν νήστει, καὶ οἶνον ἐπιπίνειν ἄκρητον, καὶ προστιθέναι νίτρον ἐρυθρὸν καὶ κύμινον καὶ ῥητίνην μέλιτι δεύσας, ἐν ὀθονίῳ πρόσθες· καὶ ὅταν τὸ ὕδωρ ἀποῤῥυῇ, τοὺς μέλανας πεσσοὺς προστιθέσθω μαλθακτήριον, καὶ τῷ ἀνδρὶ ξυνέστω. Ἢν δὲ τὸ στόμα μεμύκῃ, προστιθέσθω καὶ ὀπὸν συκῆς, μέχρι ἂν ἀναστομωθῇ· καὶ ὕδατι αὐτίκα ἀπονίζεσθαι· ἵρηκος δὲ ἄφοδον τρίβειν ἐν οἴνῳ γλυκεῖ καὶ πίνειν νῆστιν, καὶ τηνικαῦτα ξυνευναζέσθω τῷ ἀνδρί. Ἢ ὁκόταν τὰ καταμήνια παύηται, χηναλώπεκος ἄφοδον ἐν ῥοδίνῳ μύρῳ τρίβειν, καὶ τὸ αἰδοῖον χρίεσθαι, καὶ ξυνευνάζεσθαι.

[90]    Ἢν ἕλκεα ᾖ δριμέα καὶ ἢν φλεγμαίνῃ, χρῶ τῷδε κλυσμῷ· χηνὸς ἔλαιον καὶ ῥητίνην μίσγε, καὶ διεὶς ὕδατι χλιαρῷ κλύσαι. Ἢ μέλι, βούτυρον τῆξαι, καὶ κλύσαι. Ἢ ἐχετρώσιος ξύσαι ὅσον σκαφίδα σμικρὴν καὶ σμύρνης καὶ μέλιτος ὁμοίως, ταῦτα διεῖναι ἐν οἴνῳ μέλανι εὐώδει, καὶ κλύζειν χλιαρῷ. Ἢν ἑλκωθῇ ἢ φλυκταινῶν ἀνάπλεα ᾖ ἐν τῇ καθάρσει ἄκρα τὰ χείλεα, σάρκα βοὸς, ἢ πικέριον, ἢ χήνειον ἄλειφα, καὶ ἄννησον, ἢ κρόκον, ἢ σποδὸν κυπρίην, τρῖψαι ταῦτα πάντα, καὶ περιαλεῖψαι τὴν σάρκα, καὶ προστίθεσθαι. Ἢν ἕλκεα γένηται καὶ ὀδαξᾶται, βοὸς σάρκα, στέαρ ἐπαλείφειν, καὶ τὴν σάρκα προστιθέναι, καὶ ἐγκλύζειν. Ἢν ῥυπαρὰ ᾖ, καὶ πυριῇν συκῆς ἀπὸ ῥίζης, καὶ μετέπειτα ἄπιον ἐν γλυκεῖ πινέτω. Ἢν ἐν τοῖσιν αἰδοίοισιν ἕλκεα γένηται, βόειον στέαρ ἐπαλείφειν, καὶ μυρσίνην ἐν οἴνῳ καθεψῶν διακλυζέτω τῷ οἴνῳ, ἢ ἐλαίης φύλλα καὶ βάτου καὶ ῥοιῆς· ταὐτὰ δὲ ποιέει καὶ περσέης φύλλα καὶ οἶνος πράμνιος, τὰ φύλλα τρῖψαι λεῖα, καὶ πρὸς τὰ αἰδοῖα προστιθέναι. Ἢ ἀννήθου καρπὸν καὶ σελίνου τρίψας ἐπίχριε. Ἢν ἀφθήσῃ τὰ αἰδοῖα, ὧδε ἰῆσθαι· σάρκα βοὸς ὡσεὶ δύο παλαιστῶν μῆκος, πάχος δὲ ὡσεὶ στειλεὸς, προστιθέσθω μέχρις ἑσπέρης, τὴν δὲ νύκτα αἴρειν· τῇ δ' ὑστεραίῃ πάλιν προστίθεσθαι μέχρι μεσημβρίης, καὶ ἐπιπινέτω οἶνον γλυκὺν, μέλιτι τὸν οἶνον ξυμμίσγουσα. Κλύσμα ἢν ἡλκωμέναι ἔωσιν αἱ μῆτραι καὶ ἢν στραγγουρίη ἐπιλάβῃ· πράσα, ἀκτῆς καρπὸν, σέσελι, ἄννησον, λιβανωτὸν, σμύρναν, καὶ οἶνον ἴσον τῷ χυλῷ τούτων, μίξας ταῦτα καὶ ἀναζέσας, ψύχειν, καὶ μετρίως κλύζειν. Ἢ μέλι, βούτυρον, μυελὸν καὶ κηρὸν ἐνιέναι. Ἅσσα ἐν αἰδοίῳ ἕλκεα ἔνι καὶ φύεται, φύλλα ἐλαίης καὶ βάτου καὶ κισσοῦ καὶ ῥοιῆς γλυκείης τρίβειν λεῖα, διεὶς δὲ οἴνῳ παλαιῷ, εἰρίῳ προστίθεσθαι τῇ νυκτὶ πρὸς τὰ αἰδοῖα, καὶ καταπλάσσειν ἐν τούτοισιν· ὅταν δὲ ἡμέρη γένηται, εἰρύσαι, ἀφεψεῖν δὲ μύρτα ἐν οἴνῳ καὶ διακλύζεσθαι. Ἢ χηνὸς ἔλαιον καὶ ῥητίνην τῆξαι, καὶ κλύσαι. Ἢ βούτυρον καὶ κέδρινον ἔλαιον, μέλι παραμίσγειν σμικρὸν, καὶ κλύζειν. Ἕλκεα ἐν στόματι ἀποξηραίνει· ἀργύρου ἄνθος ἐν οἴνῳ τρῖψαι καὶ κλύσαι. Ἢ βούτυρον μετὰ μέλιτος κλύσαι. Ἢ ἐχέτρωσιν καὶ σμύρναν καὶ μέλι οἴνῳ διιέναι οἰνώδει μέλανι χλιερῷ, καὶ κλύζειν τῇ ὑστεραίῃ· σχίνου δὲ φύλλα ἑψήσας ἐν ὕδατι, τουτέῳ μετακλύζειν. Ἄλλο, ἢν ἑλκωθῇ τὸ στόμα τῶν μητρέων· βούτυρον, λιβανωτὸς, σμύρνη, ῥητίνη, μυελὸς ἐλάφειος, τουτέοισι κλύζειν. Ἢ φακῆν ἑψεῖν ἐν ὕδατι, καὶ ἀποχέαι, ἐν τουτέῳ κλύζε. Ὅταν δὲ ὕδωρ ἐκ τῶν ὑστερέων ῥέῃ καὶ ἕλκεα ᾖ καὶ δάκνηται, χηνὸς στέαρ καὶ ὠὸν διαχρίεσθαι. Ἢ ὄϊος στέαρ, ἢ συὸς, καὶ φακὸν ἐν οἴνῳ ἑψεῖν κεκρημένῳ ἴσον ὕδατι, τουτέῳ κλύζε· τὰ δὲ ἐν τῷ αἰδοίῳ ἕλκεα οἴνῳ καταιονᾷν· ἐπιπάσσειν δὲ μάνναν, βάτον, πίτυος φλοιὸν, καὶ τῷ ὕδατι τούτων νιψάσθω.

[91]   Διεκβόλιον, ἢν ἀποθάνῃ τὸ ἔμβρυον· χαλβάνης ὅσον ἐλαίην ἐνελίξασα ἐς ὀθόνιον, ἐς κέδριον ἐμβάψασα, προστιθέσθω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον· κάλαμον τὸν εὐώδεα καὶ σικύης ἐντεριώνην τρῖψαι ἐν χηνείῳ στέατι· ἐπίδησον δὲ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον· καὶ σμικρὸν ἀπ' αὐτέου ἐνστάξασα, ἐς εἴριον προστιθέσθω πρὸς τὸ στόμα τῆς μήτρης· ἐκ τούτου κατ' ὀλίγον ἔρχεται. Ἄλλο· ἐρευθεδανὸν κόψας καὶ κέδρου πρίσματα, ὕδωρ τε ἐπιχέας, θὲς ἐς τὴν αἰθρίην, εἶτα πρωῒ δὸς πρὸς τὰς ἀλγηδόνας. Ἄλλο· σιλφίου ὁκόσον δραχμὴν μίαν, καὶ πράσου χυλὸν ὁκόσον ὀξύβαφον, παραμίξας κέδρινον ἔλαιον ἥμισυ κυάθου σμικροῦ, δὸς πιεῖν. Ἄλλο· ταύρου χολὴν ὅσον ὀβολὸν, ἢ ἡμιωβόλιον, τρίβων ἐν οἴνῳ δός· ἢ σταιτὶ περιπλάσσων πάλιν καταπιεῖν δίδου. Ἄλλο· καρκίνους ποταμίους πέντε καὶ λαπάθου καὶ πηγάνου ῥίζαν, καὶ αἰθάλην ἀπὸ τοῦ ἰπνοῦ τρίψασα ὁμοῦ πάντα καὶ ἑνώσασα ἐν μελικρήτῳ, ὑπαίθριον θεῖσα, πινέτω νῆστις τρίς. Ἄλλο· σικύης ἐντεριώνην τρίψας λείην ἐν κεδρίνῃ πίσσῃ ἐς εἴριον ἐνελίξας, προσδήσας πρὸς τὸ πτερὸν λίνῳ, προσθέσθω ἔσω· τοῦ δὲ πτεροῦ τὸ σκληρὸν προεχέτω σμικρὸν ἔξω ἐκ τοῦ εἰρίου· ὅταν δὲ αἷμα φανῇ, ἀφελέσθω. Ἄλλο· ἐλλεβόρου μέλανος λαβὼν ῥαβδίον ὅσον ἓξ δακτύλων περιείλιξον ἐν εἰρίῳ, τὸ δὲ ἄκρον ἔα ψιλὸν εἶναι, εἶτα προσθέσθω ἔσω ὅτι μάλιστα· ὅταν δὲ αἱμαχθῇ τὸ ἄκρον, ἀφελέσθω. Ἄλλο· ἐλλέβορον μέλανα καὶ κανθαρίδας καὶ κόνυζαν τρίψας ἐν ὕδατι καὶ ποιήσας βάλανον μαλθακὸν, ὅσον ἑξαδάκτυλον, ξήρανον, κἀπειδὰν σκληρὸν γένηται, εἰρίῳ περιελίξασα προσθέσθω, τὸ δὲ ἄκρον κεδρίᾳ χρισάτω, καὶ ἔστω ψιλὸν, ὅταν δὲ αἷμα φανῇ, ἀφελέσθω. Ἐκβόλιον· ἢν ἔμβρυον τεθνεὸς ἔνδον ᾖ, ἢ ἀπόπληκτον, βατράχιον καὶ ἐλατηρίου σμικρὸν μῖξαι ἐν ὄξει εὐκρήτῳ, καὶ δοῦναι πιεῖν. Ἢ κράμβης ἁπαλὸς καυλὸς κατὰ τὸ ἄκρον νετώπῳ χριόμενος ἐμβαλέσθω.

[92]    Νόθα τῇ τελευτῇ τοῦ πρώτου περὶ γυναικείων βιβλίου προσκείμενα. Βηχὸς παιδίου· θαψίην ἐπ' ἀλφίτοισι ψωμίζειν. Ἕτερον· ὠὸν ὀπτήσαντα, τὴν λέκιθον ἐξελόντα, τρῖψαι· καὶ σήσαμον λευκὸν πεφρυγμένον καὶ ἅλες, ἐν μέλιτι ἐλλείχειν. Τὴν κοιλίην λῦσαι παιδίου· εἴριον ἄπλυτον ἐς μέλι βάψας ἐνθεῖναι· ἢν δὲ γεραίτερον ᾖ, κρομμύων τὰ ἔσωθεν τρίψας ἐντιθέναι· ἢν δὲ μὴ, κλύσαι γάλακτι αἰγὸς, συμμίξας μέλι· ἐὰν δὲ γάλα μὴ ᾖ, σητάνιον ἄλευρον ἐκπλύνας, μέλι καὶ ἔλαιον μίξας, χλιερῷ κλύσαι. Ἄσθματος παιδίου· λιβανωτὸν ἐν οἴνῳ γλυκεῖ, ἀλουσίη, καθαρτήριον· βαλανίδας ποιέειν, κοτύλην μέλιτος, ἀνίσου ὀξύβαφον, ἀσφάλτου δύο δραχμὰς, χολὴν βοὸς, σμύρνης τρεῖς δραχμὰς, πόσιν ἐλατηρίου· ἑψεῖν ἐν χαλκῷ, μίσγειν ἔλαιον χηνὸς, καὶ ὅταν μέλλῃ χρῆσθαι, ἀλείφειν τὰς βαλάνους τῷ χηνείῳ μαλακῷ· εἰρίῳ δὲ χρῆσθαι τῷ ὀΐῳ, ἐλαίῳ δὲ σχινίνῳ, τούτῳ μίσγειν κιννάβαρι.

[93]    Ἔμετον λύει· ὠκύμου χυλὸς ἐν οἴνῳ λευκῷ. Ἕτερον· ἀλήτου σητανίου κεχυλισμένου τὸ ὕδωρ, ἢ ῥοιὰς γλυκείας καὶ ὀξείας ἀποχυλώσας, εἶτα μέλι μίξας.

[94]    Τὸ σηπτικὸν ὧδε ποιέεται· ἐλλέβορος μέλας, σανδαράκη, λεπὶς χαλκοῦ, ἴσον ἑκάστου τρίβειν χωρίς· ὅταν δὲ λεῖον ᾖ, παραμῖξαι μιᾶς μερίδος διπλάσιον τίτανον, ἀναδεύσας κεδρίνῳ, χριέτω.

[95]    Ὀπτὸν φάρμακον ὧδε ποιέεται· ἄνθος κεκαυμένον καθαρῶς, ἄχρις οὗ φοινικοῦν γένηται, τρίψας λεῖον, τουτέῳ χρῶ.

[96]    Τὸ μέλαν φάρμακον· λεπὶς, ἄνθος, χωρὶς τρίβειν ἑκάτερον· ὅταν δὲ λεῖον τρίψῃς οὕτω, μίσγειν· ποιέειν δύο ἢ τρία εἴδη τοῦ φαρμάκου, τὸ μὲν ἰσχυρότατον τὸ ἄνθος τριτημόριον τῆς λεπίδος, τὸ δὲ δεύτερον, τεταρτημόριον, τὸ δὲ τρίτον, πεμπτημόριον· τοῦτο τὸ φάρμακον ἐπιπᾶν ἁρμόζει.

[97]    Διαλειπτὸν πρὸς τὴν συνάγχην· κάχρυς, ἀσταφὶς ἀγρία, ἀψίνθιον, ἐλατήριον, μέλι.

[98]    Ἐν τοῖσι ποδαγρικοῖσιν ὀδυνήμασι τὰ ἀφιστάμενα ἁλὶ καταπλάσσειν ὕδατι φύροντα λεῖον, καὶ μὴ λύειν τριῶν ἡμερέων· ὅταν δὲ λύσῃς, αὖθις νίτρον ὠμὸν, τοῦ ἐρυθροῦ τρίψαντα καὶ μέλι ὀλίγον, τουτέῳ ὥσπερ ἁλὶ χρέεσθαι τὸν ἴσον χρόνον· ἐς κύθραν ἅλας ἐμβάλλειν λείους, εἶτα στυπτηρίην ὀλίγην ἐπιπάσαι, εἶτα τιθέναι τὰ χαλκεῖα, καὶ αὖθις ἐπιπάσσειν τοὺς ἅλας καὶ τὴν στυπτηρίην, εἶτα καταλείψας ὑποκάειν νύκτα καὶ ἡμέρην.

[99]    Τὴν ἕδρην ἐμβάλλει· ἀσταφίδι λείῃ, τετριμμένῃ, ξηρῇ, ἐπαλείφειν τὴν ἕδρην.

[100]    Τὰ πεπωρωμένα διαχεῖ· σανδαράκην ἐν σταιτί.

[101]    Θρίδακος τῆς ἐρυθρῆς ὀπὸς ὀδύνην λύει πᾶσαν ἐν ὕδατι, σταθμὸς ἡμιωβόλιον ἀττικόν.

[102]    Ὀφθαλμικά· χαλκὸς κεκαυμένος, ἰὸς, σμύρνα χολῇ αἰγὸς λύεται· ταῦτα πάντα ὁμοῦ τρίψας λεῖα, οἴνῳ διιέναι λευκῷ· εἶτα ξηρᾶναι πρὸς τὸν ἥλιον ἐν χαλκείῳ· ἔπειτα ἐς κάλαμον ἐμβαλὼν, ξηρῷ χρῆσθαι.

[103]    Ἔμπλαστρον· μίσυ κατακαύσας, τρῖβε ἐν ἴγδῃ· ξυμμίσγειν δὲ αὐτῷ σποδὸν χρυσῖτιν πεπλυμένην· ἔστω δὲ τῆς σποδοῦ τρία, τοῦ μίσυος ἕν· τὸ μίσυ κατάκαιε ἐς μᾶζαν, φυλασσόμενος ὅκως μὴ ἐκρυῇ· ὀπτώμενον γὰρ ἐξυγραίνεται· ὅταν δὲ καλῶς ὀπτὸν ᾖ, φοινίκεον γίνεται. Ἔμπλαστρον· ψιμύθιον τὸν αὐτὸν τρόπον μισγόμενον τῷ μίσυϊ ὠπτημένῳ, ὥσπερ ἐν τῇ χρυσίτιδι σποδῷ τὸ μίσυ γίνεται. Ἕτερον ἔμπλαστρον ἰσχυρότερον τούτου· σποδὸς κυπρίη ἐκ τοῦ ἀσβόλου πεπλυμένη, καὶ ψιμύθιον, καὶ μίσυ ὀπτόν· εἶναι δὲ δύο μοίρια τῆς σποδοῦ καὶ τοῦ ψιμυθίου, ἓν τοῦ μίσυος.

[104]    Ὑγρὸν ἀνεμώνης, τὰ φύλλα κόψαντα, ἐκπιέσαι, καὶ ἐς τὸν ἥλιον θεῖναι ἐν χαλκῷ ἐρυθρῷ κατακαλύψαντα, ὅκως μηδὲν ἐμπεσεῖται· ὅταν δὲ παχὺ ᾖ, διαπλάσσειν φθόεις, εἶτα ξηραίνειν· ὅταν δὲ ξηρανθῇ, κατακαίειν ὡς δυνατὸν μάλιστα· εἶτα ἐπειδὰν ψυχθῇ, τρίβειν λεῖα, καὶ μίσγειν σποδὸν πεπλυμένην τὴν ἐκ τοῦ ἀσβόλου ἴσην πρὸς ἴσον, εἶτα παραστάζων νέτωπον σμικρὸν τρίβειν, εἶτα μέλιτι διιέναι· εἶτα ξηρήνας, ἐς χαλκῆν κιστίδα [ἐμβαλὼν,] τουτέῳ χρῶ. Ξηρὸν μαλακόν· σποδὸς κυπρίη, χαλκῖτις ἄπλυτος, λεῖα τετριμμένη, καὶ ἄνθος χαλκοῦ, ταῦτα ἴσα μίσγειν καὶ τρίβειν λεῖα. Ἕτερον ξηρόν· σποδὸς κυπρίη, χαλκῖτις λεῖα τετριμμένη, καὶ σποδὸς χρυσῖτις ἄπλυτος, ἐν ᾗ ἀφέψεται τὸ χρυσίον, ἴσα ἀλλήλοις λεῖα τρίβειν. Ἕτερον ξηρόν· σποδὸς πεπλυμένη, χρυσῖτις καὶ ἀφρὸς χαλκοῦ ἴσα λεῖα. Ἕτερον· ὀμφακὸς χυλὸς, καὶ σποδὸς κυπρίη· τὴν ὄμφακα ἀκμάζουσαν χρὴ ἐκπιέσαι τὸν χυλὸν δι' ὀθονίου ἐς χαλκὸν ἐρυθρὸν, καὶ μῖξαι ὄξεος τρίτον μέρος λευκοῦ ὡς ὀξυτάτου, καὶ οὕτω καθεψεῖν ἐν τῷ ἡλίῳ, καὶ ἀναταράσσειν πεντάκις τῆς ἡμέρης· ὅταν δὲ παχὺς γένηται ὁ χυλὸς, σποδὸν τῆς κυπρίης τῆς χαλκίτιδος λείην ἐμβαλεῖν καὶ ἀναμῖξαι, ἐμβάλλειν δὲ τὴν σποδὸν, ὅταν ἑκταῖος ἢ ἑβδομαῖος ὁ χυλὸς ἐν τῷ ἡλίῳ κείμενος ᾖ, ἐς κοτύλην ἀττικὴν τοῦ χυλοῦ τῆς σποδοῦ δραχμὰς ὀκτώ· ἐὰν δὲ βούλῃ δριμύτερον εἶναι, ἐλάσσω τὴν σποδόν· ἐὰν δὲ μαλθακώτερον, πλέω· μετὰ δὲ ταῦτα ξηραίνειν, ἄχρις οὗ δυνατὸν διαπλάσαι φθόεις· εἶτα ἐγξηραίνειν, κρεμάσας ἄνω ὑπὲρ καπνοῦ, καὶ οὕτω ξηραίνειν μέχρις οὗ ὀστρακῶδες γένηται, ὥστε τριβόμενον μὴ ξυστρέφεσθαι, εἶθ' οὕτως χρῶ· κείσθω δὲ ὅκου ἰκμάδα μὴ ἕξει. Ἕτερον ξηρόν· σποδὸς, χαλκῖτις ὄξει πεφυρμένη λευκῷ, εἶτα φθόεις ποιήσας ξηρῆναι· ὅταν δὲ ξηρανθῇ, λεῖον τρίβειν.

[105]    Ὑπαλείφειν ὀφθαλμόν· μέλι ὡς κάλλιστον καὶ οἶνον παλαιὸν γλυκὺν ἑψεῖν ὁμοῦ. Πρὸς ἄργεμον· αἰγείρου δάκρυον, γάλα γυναικεῖον μίξας χρῶ. Ἐὰν ὀφθαλμὸς δακρύῃ καὶ ὀδύνη ἔχῃ· ῥοιῆς γλυκείης τὸν χυλὸν ἐκπιέσας, ἐν χαλκείῳ ἑψεῖν ἐν πυρὶ μαλθακῷ, μέχρι οὗ παχὺ γίνηται καὶ μέλαν ὥσπερ πίσσα· ἐὰν δὲ θέρος ᾖ, ἐς τὸν ἥλιον τιθέναι· εἶτα ὑγρῷ ὑπαλείφειν. Ἐὰν δὲ δακρύῃ καὶ γλαμυρὸς ᾖ ὁ ὀφθαλμὸς, ὅταν ἡ σταφυλὴ ἡ λευκὴ πέπειρος ἰσχυρῶς καὶ ἰσχνὴ ἐπὶ τῇ ἀμπέλῳ ᾖ, ἐπιδρέψας ἐξηθῆσαι, εἶτα ξηραίνειν ἐν τῷ ἡλίῳ· ὅταν δὲ ξηρὸν ᾖ, ἀποξέσαι, μῖξαι δὲ ἴου ἡμιωβόλιον ἀττικῷ σταθμῷ· εἶτα τούτῳ ὑπαλείφειν. Παράπαστον· μόλιβος κεκαυμένος καὶ σποδὸς ἴσα, σμύρνης δέκατον μέρος, ὀποῦ μήκωνος σμικρὸν, οἶνος παλαιός· ξηρὰ τρίψας χρῶ. Σκίλλα, καὶ σποδοῦ τρίτον μέρος, καὶ ψιμυθίου, τρίτον μέρος χάρτου κεκαυμένου, μέρος δέκατον σμύρνης.

[106]    Εἰ βούλει ἐκ τοῦ σώματος τρίχας ἀπελάσαι· δακρύῳ ἀμπέλου ἀλείφειν ἐλαίῳ· ἢν δὲ καὶ τὸν ὀφθαλμὸν βούλῃ, ἀποδρέψας ἀλείφειν. Ἀλκυόνιον κατακαύσας, ἔπειτα τρίψας λεῖον, οἴνῳ διεὶς, ἐπαλείφειν· καὶ ἄπεισι σὺν λεπτῷ δέρματι, καὶ ἔσται ἐρυθρὸν καὶ εὔχροον.

[107]    Λειεντερίης· φακοὺς, πυροὺς σιτανίους ὅσον δύο χοίνικας βρέξας, ἐπειδὰν μαλθακοὶ ὦσι διατρωγόμενοι, ἰσχυρῶς ποιῆσαι λείους ἐν ὅλμῳ ἢ ἐν θυΐῃ· ἔπειτα ἐπιχέαι ὕδατος κοτύλας ἓξ, καὶ ἀνακινῆσαι ἰσχυρῶς· ὅ τι δ' ἂν ἀπέλθῃ, ἐγχέας ἐς χύτρην, ἑψεῖν, μέλι ὀλίγον παραχέας· ἐπειδὰν δὲ ἑφθὸν ἰσχυρῶς γένηται, φρύξας διδόναι ἐσθίειν τούτου· ἢν δὲ διψῇ, οἶνον πινέτω ὡς παλαιότατον· τουτέῳ χρήσθω, ἄχρις ἂν ὑγιὴς γένηται.

[108]    Ἢν δὲ κόρυζαν ἔχῃ, σμύρναν τρίψας λεῖα, καὶ μέλι μίξας, ὀθόνιον ἀναποιήσας, τὰς ῥῖνας τρίβειν.

[109]    Κλυσμὸς φλέγμα ἄγων· θαψίης πόσιν, ἢ ἀσταφίδος ὅσον τεσσαράκοντα κόκκους, ἢ κνιδίου πόσιν, ἢ κνήστρου· μίσγειν δὲ μέλιτος ἡμικοτύλιον, ἐλαίου ἴσον, διιέναι θαλάσσῃ, πίτυρα ἐναφεψήσας ἢ πτισάνην, μέχρις οὗ λιπαρὰ γένηται, ἢ στέατος, ἢ τεύτλου χυλῷ μούνῳ, ἢ γάλακτι ἑφθῷ, ἢ ἀκτῆς χυλῷ, ἢ λινοζώστιος χυλῷ· παραμίσγειν δὲ νίτρου ὅσον δέκα δραχμὰς, ἢ ἁλὸς τρυβλίον, πλὴν ἐς θάλασσαν. Ἢν δὲ θέλῃς χολὴν ἄγειν· ὀποῦ πόσιν, ἐλατηρίου ὁλκὴν καὶ ἥμισυ, κολοκυνθίδος τρῖψαι δραχμὴν σταθμόν· διιέναι τοῖς αὐτοῖς οἷς καὶ πρότερον. Ἢν δὲ σφοδρότερον θέλῃς ἄγειν, σικύης ἐντεριώνην, τέσσαρας δραχμὰς ἀποβρέξας ἐν ὕδατος ἡμικοτυλίῳ, τουτέῳ κλύσαι, καὶ ἐὰν ἐξελθὼν δάκνῃ, μετακλύσαι πτισάνης χυλῷ. Ἕτερον· ἐν γάλακτι ἑφθῷ ὀνείῳ, ἢ ἐν τεύτλου χυλῷ τρισὶ κοτύλαις ἀποβρέχειν τὴν ἐντεριώνην, παραμίσγειν δὲ ἅλας καὶ μέλι καὶ ἔλαιον, μετακλύζειν δὲ πτισάνης χυλῷ. Ἕτερον· κολοκυνθίδος δραχμὴν τρίψας καὶ προβρέξας ἐν γάλακτι ὀνείῳ, μίσγειν τὰ αὐτά. Ἕτερον· ἐντεριώνης δραχμὴν, ἐλατηρίου πόσιν, σολόμης ὅσον τοῖσι τρισὶ δακτύλοις, μέλι, ἔλαιον, διιέναι θαλάσσῃ. Ἢν δὲ κόπριον θέλῃς ἀγαγεῖν, μηδὲν πίνειν φάρμακον, τοῖσι δὲ ἄλλοισι χρῶ. Δυσεντερίης κλυσμός· ἐν οἴνῳ σίδια ῥοιῆς γλυκείης ἑψῆσαι ὡς πλεῖστα, ἑψεῖν δὲ μέχρις οὗ τὸ ἥμισυ λειφθῇ, μίσγειν δὲ μέλι, ἔλαιον, τεταρτημόριον κοτύλης ἑκατέρου. Τεινεσμοῦ· λιβανωτοῦ τέσσαρας δραχμὰς, μύρου ῥοδίνου ἡμικοτύλιον, πτισάνης χυλὸς, θάλασσα ἑφθή. Ἐλλεβόρου δύο πόσιας τρίψας, ὕδατος διεὶς ἡμικοτυλίῳ, ἐλαίου ἴσον κλύζειν. Χυλὸν ἐγχέας ἐς σκαφίδα, μῆλα κυδώνια κατατάμνειν, καὶ ἐᾷν ἐκβρέχεσθαι· ἐπειδὰν δὲ τὸ ὕδωρ τὴν ὀσμὴν ἔχῃ, διδόναι πίνειν. Πτισάνης λέκιθον ἐμβαλὼν ἐς χοέα ὕδατος, ἕψε μέχρι λιπαρὸς γένηται, ψύξας δὲ, τὰ μῆλα κατατάμνειν, κηρίον δὲ καταβρέξαι ἐν ὕδατι, καὶ ἅμα τρίβειν, ἔστ' ἂν ὑπόγλυκυ ᾖ, καὶ διηθήσας, ἐμβάλλειν σελίνου φύλλα. Ἕτερον· ἀσταφίδα λευκὴν ἐς ὕδωρ ἐμβαλὼν, καλαμίνθην ἢ κορίον ἀνατρίβειν ἐς ὕδωρ ὑπόγλυκυ.

ΓΥΝΑΙΚΕΙΩΝ ΤΟ ΔΕΥΤΕΡΟΝ.

[110]    Ῥόος λευκὸς ἐν τῇσι γεραιτέρῃσι τῶν γυναικῶν μᾶλλον γίνεται ἢ ἐν τῇσι νεωτέρῃσι· ῥόος πυῤῥὸς ἐν ἀμφοτέρῃσι· ῥόος ἐρυθρὸς ἐν τῇσι νεωτέρῃσιν. Καὶ ῥόος ἐρυθρὸς μὲν γίνεται ἐκ πυρετοῦ, μᾶλλον δὲ ἐκ τρωσμοῦ· γίνεται δὲ καὶ ἐξ ἀπολήψιος ἐπιμηνίων, ὅταν ἀποκλεισθέντα ἐξαπίνης καταῤῥαγῇ· γίνεται δὲ καὶ ἐκ τόκων. Αἷμα ῥέει πάμπολυ, καὶ θρόμβοι ἐκπίπτουσι, καὶ ὀδύνη γίνεται τῶν κληΐδων καὶ τῶν τενόντων, καὶ νάρκη τοῦ σώματος ἀπόψυξίς τε τῶν σκελέων· ἐνίοτε δὲ καὶ ἤρεισε τοὺς ὀδόντας, ἢν πλέον ᾖ τὸ αἷμα τὸ ἀπιὸν, καὶ ἄναυδοι γίνονται, καὶ ἱδρὼς καταχεῖται πουλύς· πρὸς δὲ τούτοις καρδιωγμοί τε γίνονται, καὶ περιψύξιες, καὶ πυρετοὶ ἀκρητόχολοι καὶ ἀλυσμώδεες, καὶ τῆς αὐτῆς ἡμέρης πολλάκις ῥιγέουσι, καὶ αὖθις ἱδροῦσι, καὶ ἄλλοτε μὲν ἀπὸ τῶν ἄνω χωρίων σπασμοὶ γίνονται σφίσιν, ἄλλοτε δὲ ἀπὸ τῶν κάτω, καὶ ἐς τοὺς βουβῶνας ὀδύναι ὀξεῖαι ἐμπίπτουσι καὶ ἰσχυραὶ, φοιτέουσαι ὥσπερ ὠδῖνες· ἐνίοτε δὲ καὶ στραγγουρίη· καὶ τὸ στόμα ξηρὸν, καὶ δίψα πιέζει, καὶ ἡ γλῶσσα τρηχείη, καὶ οἱ δάκτυλοι ξυνέλκονται τῶν ποδῶν οἱ μεγάλοι, καὶ τὰς γαστροκνημίας αἰεὶ τῷ μηρῷ ξυντιταίνεται, καὶ τῆς ὀσφύος περιωδυνίαι, καὶ τῶν χειρέων ἀκρασίη. Ὁκόταν δὲ τοιαῦτα γίνηται, τότε καὶ τέτανοι φιλέουσι γίνεσθαι ἀπὸ τῶν κληΐδων κατὰ τὰς σφαγὰς ἐς τὰς γνάθους καὶ τὴν γλῶσσαν, ἐκ δὲ τῶν τοιουτέων ὀλίγῳ ὕστερον ὄπισθεν ἀπὸ τῶν τενόντων κατὰ τὴν ῥάχιν, καὶ ὧδε ἀπόλλυνται κατὰ βίην. Προλέγειν οὖν δεῖ ἀρχομένων τῶν ῥόων, διαιτῇν δὲ τόνδε τὸν τρόπον· πρωῒ μὲν διδόναι πρὸς τοὺς ῥόους φάρμακον πίνειν, ὧν ἂν ἐγὼ γράψω, οὗ ἂν δοκέῃ δεῖσθαι μάλιστα, διδόναι δὲ καὶ τρὶς καὶ τετράκις· καὶ ἢν πουλὺ ἀπίῃ τὸ αἷμα, διαιτῇν οὖν, ἢν μὲν ἀπύρετοι ἔωσι, σιτίοισιν· ἢν δὲ πυρεταίνωσι, ῥοφήμασιν. Ἔστι δὲ τῶν μὲν ῥοφημάτων τάδε ἐπιτηδειότατα· ἔλυμος, φακῆ, ἄλητον ἑφθὸν σητάνιον, χόνδρος κάθεφθος ῥοφητὸς, ζειὰ κάθεφθος· τῶν δὲ πομάτων, πάλη ἀλφίτου ἐφ' ὕδατι, καὶ τὰ κνήσματα τὰ ἀπὸ τῶν ἄρτων κεκομμένα, καὶ ἄλφιτα προκώνια λεπτὰ βεβρεγμένα ἐν ὕδατι, ἐλλείχειν ἄναλτα· τῶν δὲ σιτίων, ἄρτος ἔξοπτος ἐν σποδιῇ· ὄψον δὲ λαγωοῦ κρέας, πελιάδος, φάσσης, καὶ ἑφθὰ καὶ ὀπτὰ, ἐρίφου κρέας ὀπτὸν, μηδενὶ περιπεποιημένον, ἐς ὄξος ἐμβάπτων, ἧπαρ ἐν σποδιῇ ὀπτὸν αἰγὸς ἢ βοὸς, ὠῶν ὀπτῶν λέκιθοι, τυρὸς ἄναλτος· λαχάνων δὲ μηδέ τινος γεύεσθαι, μήτε ἑφθῶν μήτε ὠμῶν, καὶ λουτρῶν ἀπέχεσθαι, καὶ ἐπιδέειν τὼ χέρε εἰρίῳ ῥερυπωμένῳ στρέψαντα καὶ παχετὸν ποιήσαντα ὑπὲρ τῶν ἀγκώνων καὶ τῶν ἰγνύων ὑπὲρ τῶν γουνάτων, καὶ σικύας ἀείρειν ἐπάρας μαζοὺς ὑπ' αὐτέους, ἄλλοτε μὲν ἐς τὰ δεξιὰ, ἄλλοτε δὲ ἐς τὰ λαιά· ἢν δὲ δύσπνοια γένηται πρὸς τὴν πρόσβλησιν τῆς σικύης, ἀφαιρέειν τὴν σικύην· αἷμα δὲ μὴ ἀπάγειν· προσθέτοισι δὲ χρῆσθαι, οἷσιν ἂν ἐγὼ γράψω τῶν στασίμων τοῦ αἵματος προσθετὰ ποιέοντα τῇσι τοιαύτῃσιν. Ἢν μὲν περιγένηται ἐκ τῶν ῥόων, ἀπιόντος πολλοῦ αἵματος, τό τε χρῶμα ἀφυῶδες, καὶ τὸ πρόσωπον μετάρσιον, καὶ ἐν τοῖσιν ὑποφθαλμίοισιν οἰδήματα, καὶ τὰ σκέλεα ἐπηρμένα, καὶ ἡ ὑστέρη ὑγρὴ, καὶ αἰεὶ ἀνεστόμωται παρὰ λόγον, καὶ τὰ ἀπιόντα ὑδαρέα, οἷον ἀπὸ κρεῶν ὠμῶν χυμός. Τῇσι τοιαύτῃσι χρὴ, ὅταν ἰσχύῃ, καὶ ἐμέτους ποιέειν νήστιας, καὶ μετὰ τοὺς ἐμέτους ἄριστον διδόναι. Ταύτῃσι ξυμφέρει ὀλιγοποσίη, οἶνος μέλας ἀκρητέστερος, ἀλουσίη, ψυχρολουσίη, περίπατοι, μονοσιτίη, πᾶσα ξηρασίη. Ἢν δὲ πρὸς ταῦτα μὴ καθιστέωνται μηδὲ ξυμπίπτωσιν αἱ ὑστέραι, μηδὲ τῶν ῥευμάτων ἀπαλλάσσωνται, ἀποσκεπτόμενον χρὴ ἐς τὴν δύναμιν τοῦ σώματος, ἢν ᾖ δυνατὴ, ἐλλεβορίζειν· ἢν δὲ μὴ ἐνακούσῃ, τὴν κεφαλὴν καθαίρειν· καθήραντα δὲ τὰ λοιπὰ διαίτῃ θεραπεύειν τὸν αὐτὸν τρόπον, ὅνπερ τὰς ἀτέκνους.

[111]    Σκεπτέον δὲ καὶ τὰς φύσιας τῶν γυναικῶν καὶ τὰς χρόας καὶ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τοὺς τόπους καὶ τὰ πνεύματα. Αἱ μὲν γὰρ ψυχραὶ ὑγραὶ καὶ ῥοώδεες, αἱ δὲ θερμαὶ ξηρότεραί τε καὶ στάσιμοί εἰσιν· αἱ μὲν γὰρ ὑπέρλευκοι ὑγρότεραί τε καὶ ῥοωδέστεραι, αἱ δὲ μέλαιναι ξηρότεραί τε καὶ στρυφνότεραι· αἱ δὲ οἰνωποὶ μεσηγύ τι ἀμφοῖν ἔχουσιν. Καὶ ἀμφὶ τῶν ἡλικιῶν ὡσαύτως ξυμβαίνει· αἱ μὲν γὰρ νέαι ὑγρότεραι καὶ πολύαιμοι ὡς ἐπὶ τὸ πουλύ· αἱ δὲ πρεσβύτεραι ξηρότεραι καὶ ὀλίγαιμοι· αἱ δὲ μέσαι μέσον τι ἀμφοῖν ἔχουσιν, ἰσενύουσαι. Δεῖ δὲ τὸν ὀρθῶς ταῦτα διαχειριούμενον διαγινώσκειν ἑκάστοτε τὰς φύσιας τῶν γυναικῶν καὶ τοὺς καιροὺς καὶ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τοὺς τόπους καὶ τὰ πνεύματα.

[112]    Ἢν ῥόος ἐν τῇσι μήτρῃσιν ἐγγένηται, αἷμα ῥέει πολλὸν, καὶ θρόμβοι πεπηγότες ἐκπίπτουσι, καὶ ὀδύνη ἴσχει ἐς τὰς ἰξύας καὶ τοὺς κενεῶνας καὶ τὴν νειαίρην γαστέρα, καὶ σκληρή ἐστι, καὶ θιγγανομένη ἀλγέει, καὶ ῥῖγος καὶ πυρετὸς ὀξὺς λαμβάνει, καὶ ἀσθενείη ἐπιγίνεται, καὶ πάντα πλὴν ὤμων καὶ ὠμοπλατέων ἀλγέει, καὶ θέρμη ἔχει, καὶ ἐρευθιᾷ, καὶ τὰ φλέβια σκληρὰ ἀντιτυπεόμενα. Ἡ δὲ νοῦσος γίνεται μάλιστα ἐκ τρωσμῶν· γίνεται δὲ καὶ ὁκόταν τὰ ἐπιμήνια μὴ γινόμενα πολλοῦ χρόνου ἐξαπίνης καταῤῥαγῇ. Ταύτῃ, ὁκόταν ὧδε ἔχῃ, ὄλυνθον ξηρὴν κόψας καὶ διασήσας ἐς ὀθόνιον ἐνδῆσαι καὶ προσθέσθαι· καὶ ἐπὶ τὴν νειαίρην γαστέρα ψύγματα ἐπιτιθέναι, φυλασσόμενος μὴ φρίξῃ. Ἐπειδὰν δὲ τὸ ῥεῦμα στῇ, ἀγριελαίης φύλλα ἑψήσας ἐν ὄξει ὡς ὀξυτάτῳ, διανιψάσθω τὰ αἰδοῖα· πινέτω δὲ γίγαρτα καὶ ῥοῦν τὴν ἐρυθρὴν ἑψήσας ἐν ὕδατι ὅσον ἡμικοτύλιον· ἢ μόρα τὰ ἀπὸ τοῦ βάτου τὰ ἐρυθρὰ ξηρήνας, καὶ τρίψας λεῖα μετὰ ἀλήτου σητανίου μίσγων ἴσον ἴσῳ, νήστει διδόναι πίνειν· ἢν δὲ θέλῃς ἰσχυρότερον, τιτάνου ξυμμίξας δύο μοίρας, ἀλήτου ἐπιβαλὼν, πῖσαι· καὶ μὴ λουέσθω· σιτίοισι δὲ χρήσθω ξηροῖσι, καὶ οἴνῳ μέλανι οἰνώδει. Ἢν δὲ οἰδέῃ πεπαυμένου ἤδη τοῦ ῥόου, φάρμακον πῖσαι κάτω· μετὰ δὲ τὸ φάρμακον τὰς ὑστέρας κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων, καὶ μετακλύζειν στρυφνοῖσιν· ἢν ταῦτα παθοῦσα ὑγρανθῇ, θυμιήσθω ἕως ἂν ἀποξηραίνῃ.

[113]    Ῥόος ἐρυθρός· ῥέει τοιόνδε οἷον αἷμα νεοσφαγέος, καὶ θρομβία διαλάμποντα, ἄλλοτε δὲ καὶ ῥόον ἐρυθρὸν ἐκβράσσει, καὶ ἡ γαστὴρ ἡ νειαίρη ἐπαίρεται, καὶ λεπτύνεται, καὶ νηπελεῖ, καὶ σκληρύνεται, καὶ ἀλγέει ψαυομένη ὡς ἕλκεος, καὶ πῦρ ἔχει καὶ βρυγμός· ὀδύνη τε ἐς αὐτὰ τὰ αἰδοῖα καὶ τὸ ἐπίσειον καὶ ἐς τὸν κενεῶνα καὶ τὰς ἰξύας καὶ τένοντα καὶ κοιλίην καὶ στῆθος, καὶ τὰς ὠμοπλάτας καὶ τἄλλα πάντα ἀλγέει, καὶ ἀδυναμίη καὶ ὀλιγοψυχίη ἔχει, καὶ ὁ χρὼς τρέπεται. Καταρχὰς τῆς νούσου τάδε ἐπιλαμβάνει· ἢν δὲ μηκύνῃ, ταῦτα πάντα ἐπὶ μᾶλλον ἀνθέει, καὶ δῆλος ἡ νοῦσος, καὶ τὰ κοῖλα ἐπανίσταται, καὶ οἱ πόδες οἰδέουσιν. Ἡ δὲ νοῦσος λάζεται ἐκ τόκου μάλιστα, ἤν τι ἐν αὐτέῃ διακναισθὲν μὴ ἴῃ, ἄλλ' ἐνσαπῇ τε καὶ τρυχωθῇ τὸ ἔμβρυον. Ταύτῃ κατ' ἀρχὰς ἢν ἐπιτυγχάνῃς, σπόγγον κατατέγγοντα προστιθέναι ὁκόταν ᾖ ὀδύνη, καὶ ὀθόνιον λεῖον μαλθακὸν κνηστὸν ὕδατι τέγγοντα ψυχρῷ ἐπὶ τὴν γαστέρα ἐπιβάλλειν, καὶ ὕδατι ψυχρῷ καταχεῖν, καὶ τὴν κλίνην ἀπὸ τῶν ποδῶν ὑψηλοτέρην εἶναι, καὶ στορέσαι ὧδε· καὶ τῶν γυναικείων πειρώμενος, ὅ τι ἂν μᾶλλον προσίηται πιπίσκειν· τοῦ σελίνου τὸν καρπὸν κόψαι καὶ φῶσαι σήσαντα, καὶ ἐρύσιμον ὡσαύτως καὶ μήκωνος καρπὸν ξὺν ἀλφίτοισι σήσας, καὶ κνίδης καρπὸν ὡσαύτως· καὶ τῆς ψώρας τῆς ἀπὸ ἐλαίης, καὶ κικίδα, καὶ πήγανον, καὶ ὀρίγανον, καὶ γλήχωνα ἐν ἀλφίτοισι σῆσαι καὶ φυρῆσαι, καὶ κρίμνα ἀπ' ἀλφίτων ἁδρὰ φῶξαι, καὶ πύανα καταλέσας, καὶ τυρὸν αἴγειον περιξύσας τὸ αἶσχος, τῶν μὲν ἄλλων ἴσον ἑκάστου μίσγε, ὀριγάνου δὲ καὶ πηγάνου καὶ ψώρας καὶ κικίδος ἥμισυ, ταῦτα πίνειν νῆστιν πρωῒ πρὸ τῆς κινήσιος· κιρνάναι δὲ χρὴ καὶ ἐς χρῆσιν· ἢν δριμέα ἴῃ, καὶ κυκεῶνα διδόναι, ἓν μὲν τοῦ φαρμάκου μέρος ἔστω, ἓν δὲ τοῦ τυροῦ, ἓν δὲ τῶν ἀλφίτων· ἐς ἑσπέρην δὲ τοῦ μέλιτος ξυμμίσγοντα πιπίσκειν. Καὶ ἄχρι μὲν ἐν ἀρχῇ ἔχηται τῇ νούσῳ, καὶ τὸ αἷμα συχνὸν ἴῃ, καὶ διαλείπῃ ὀλίγον χρόνον, καὶ ὀδύναι ὀξεῖαι ἴσχωσι, ταῦτα χρὴ ποιέειν. Ἢν δὲ τὸ αἷμα ἔλασσον ῥυῇ καὶ δι' ἐλάσσονος χρόνου, πιπίσκειν ἃ δὴ κάτω ὑποχωρέει ἢ ἄνω, καὶ πυριῇν τὰ αἰδοῖα βληχροῖσι πυριήμασιν, ὡς ἂν δοκέῃ ἑκάστοτε καιρὸς εἶναι, καὶ ζειὰς ἐρίξαντα ξὺν τοῖσι κελύφεσι, καὶ ὀλύνθους ἐρινεοὺς αὐήναντα κόψαι, καὶ σῆσαι, καὶ ἐλαίης φύλλα ὁμοίως, ἴσον ἑκάστου, καὶ καταπλάσσειν, καὶ γάλα πιπίσκειν βόειον, ἢ ἑφθὸν, ἢ ὠμὸν, πρὸς τὸ ὀρθῶς ἔχον ὁρῶν, καὶ ὡς ἂν καιρὸς δοκέῃ εἶναι. Ἡ δὲ νοῦσος δοκέει βληχρὴ εἶναι καὶ θανατώδης· ὀλίγαι δὲ διαφεύγουσιν.

[114]    Ὁκόταν γυναικὶ αἷμα ῥέῃ ἐκ τῶν ἄρθρων ὑπὸ τόκου διεφθορυίῃ ἢ ὑπὸ νούσου· οἴονται δ' ἔνιοι τοῦτο τῶν ἰητρῶν ῥόον εἶναι, τὸ δ' ἐστὶν ἑτεροῖον· τοῦτο μὲν ἐκ τῶν ἄρθρων κἀκ τῆς ὀσφύος καὶ ἰσχίου κολλῶδες ὁμοῦ τῷ αἵματι· κεῖνο δὲ ἀπὸ ὑστερέων καὶ κοίλων φλεβῶν, καθαρὸν αἷμα. Ταύτην χρὴ ὑποθυμιῇν, ζειὰς κατερίξαντα ὅσον ἡμίεκτον, ὄξει φυρῆσαι ὀλίγῳ, ὅκως μὴ κατὰ πᾶν ὑγρήνῃς τὰς μήτρας, καὶ τοῦ θείου ὁκόσον ἡμιωβόλιον μίξας πρὸς τὰς ζειὰς τετριμμένας καὶ τῷ ὄξει φυρήσας, τὴν νύκτα τίθει· πρωῒ δὲ πῦρ πολλὸν κατακαύσας, ἐπιτιθέναι· καὶ φλόμου βύσματα ἀπὸ ἐλαιηρῶν κεραμίων, καὶ ἀπὸ τοῦ κνάφου τῶν κναφέων ξύμμισγε καθαρσίων, καὶ τοῦ καρποῦ τοῦ ὄφιος· ἀφαιρέειν δὲ τὸ πολλὸν τοῦ πυρὸς, καὶ καίειν, καπνίσαις γὰρ ἂν μάλιστα. Δίφρον δὲ χρὴ ὀπήεντα εἶναι καὶ ἀμφιίζεσθαι τὴν γυναῖκα περιστειλαμένην εἵμασιν, ὡς μὴ παραπνέῃ· ἐπὶ δὲ τὸ πῦρ ἐπιπάσσειν τὸ ξὺν τῷ ὄξει, καὶ τοῦ καρποῦ τοῦ ὄφιος. Καὶ σμύρνα δὲ μισγομένη ἐνεργὸν, καὶ παύει τὰ αἰδοῖα τὸ θυμιητὸν αἱμάσσεσθαι. Ἢν δὲ ἅλις ἔχῃ, ἐρυσίμου καρπὸν πεφωσμένον τρῖψαι καὶ ἐν οἴνῳ διδόναι.

[115]    Ῥόος πυῤῥὸς ῥέει, οἷον ἐξ ὠοῦ εἰδεχθέος πουλύ τε καὶ δύσοδμον, καὶ φλεγμαίνουσιν αἱ ὑστέραι, καὶ ὀδύνη ἐκ τῆς ὀσφύος καὶ τῶν βουβώνων, καὶ τὰ ἐπερχόμενα πολλὰ, καὶ ἢν μὴ ἀπαλλάσσηται, ταχὺ ῥέοντα· ἀλλ' ἢν καὶ χρόνος ἐγγένηται, τὰ ἀπιόντα σήπει ὡς οἷόν τε μάλιστα· ῥεῖ γὰρ οἷον ἀπὸ κρεῶν ὀπτῶν χυμός· ἅμα δὲ τουτέοισι πυρετοὶ ἰσχυροὶ καὶ ῥίγεα· ἐκ δὲ τῶν τοιούτων ῥόων αἱ μὲν πολλαὶ ἀπόλλυνται, ὀλίγαι δὲ διαφεύγουσιν. Κἢν μὲν ἐν ἀρχῇ παραλάβῃς, θεραπεύειν ὧδε χρή· ἢν μὲν ἀπύρετοι ἔωσι καὶ ἰσχύωσιν, ἐλλεβορίζειν· ὅταν δὲ γένηται, διαλιπόντα ἡμέρας τρεῖς ἢ τέσσαρας κάτω πῖσαι φάρμακον. Μετὰ δὲ τὴν κάθαρσιν διαιτῇν ὧδε, ὅκως τὰ ῥεύματα ὑδαρέα ἔσται καὶ λιπαρά· πρωῒ μὲν νήστει διδόναι τῶν φαρμάκων τι πίνειν ἐπ' οἶνον ἐπιπάσσων, ὧν ἂν ἐγὼ γράψω πρὸς ῥόον· μετὰ δὲ τὸ φάρμακον ἐν τῇ ἄλλῃ διαίτῃ θεραπεύειν, τὰς δὲ ὑστέρας θεραπεύειν ὧδε· ἢν μὲν φλεγμαίνωσι καὶ ξυμμεμύκωσι, πυριῇν χρὴ μαλθακῇσι τῇσι πυρίῃσι, μέχρις οὗ τὸ στόμα τῶν μητρέων μαλθακὸν γένηται· μετὰ δὲ τὰς πυρίας, κλύζειν τῶν κλυσμάτων ὁκοίοισιν ἂν δοκέῃ δεῖσθαι, ἤν τε καθαρτικωτέροισιν ἤν τε μαλθακωτέροισι· μετὰ δὲ τοὺς κλυσμοὺς μαλθακτήρια προστιθέναι· ἢν δὲ μὴ εὔλυτον τὸ στόμα γίνηται, πυριῇν καὶ μαλθάσσειν προσθέτοισιν ὧν ἂν ἐγὼ γράψω, μέχρις ἂν ἀναστομωθῇ. Ἢν δὲ μὴ πρὸς ταῦτα παύηται τὰ ῥεύματα, καθαίρειν τὴν κεφαλὴν, καὶ οὕτω διαιτῇν· ἢν μὲν δυσουρέῃ, ὄνου γάλα πίνειν· λαχάνοισιν ἑφθοῖσι καὶ ἡμέροισι καὶ ἀγρίοισι, πλὴν σκορόδων καὶ πράσων καὶ κράμβης καὶ ῥεφάνου τῆς μακρῆς· θαλασσίων βάτῳ τῷ λείῳ, σκορπίῳ, γόγγρῳ, νάρκῃ, ἐγχέλυϊ, ψήσσῃ, κωβιῷ, ἑψεῖν δὲ χρὴ ἐν κρομμύοισι καὶ κοριάννοισιν, ἐν ἅλμῃ γλυκείῃ καὶ λιπαρῇ δίεφθα· κρεῶν δὲ μάλιστα μὲν συὸς, δεύτερον δὲ ἀρνὸς, ἢ ὄϊος, ἑφθοῖσι μᾶλλον ἢ ὀπτοῖσι, καὶ ζωμοῖσιν· οἴνῳ λευκῷ μελιχρῷ ὑδαρεῖ· λουτροῖσιν ἄνευ τῆς κεφαλῆς, μὴ λίην θερμοῖσι μηδὲ πολλοῖσιν. Ἢν δὲ πρὸς ταύτην τὴν δίαιταν τῆς μὲν ἑλκώσιος καὶ τῆς φλεγμασίης ἀπαλλάσσωνται, ὑγραὶ δὲ ὦσιν αἱ μῆτραι, ἀντὶ μὲν λουτρῶν ἀλουσίῃσιν, ἀντὶ δὲ κιῤῥῶν οἴνων μέλασιν, ἀντὶ δὲ ὑδαρεστέρων ἀκρητεστέροισιν, ἀντὶ δὲ ἀλφίτων ἄρτοισι, ἀντὶ δὲ ἰχθύων κρέασιν ὀπτοῖσι καὶ σιτίοισι πᾶσι τοῖσι ξηραντικοῖσιν, οἷσιπερ ἐπὶ τῇσι διαῤῥοίῃσι χρεόμεθα· κλυσμῶν ἀπηλλάχθαι πάντων, πλὴν οἴνου καὶ ὕδατος· θυμιῆσθαι δὲ τοῖσι στυπτικοῖσιν· ἄριστον δὲ ἐν γαστρὶ ἔχειν. Ἢν δέ τις νεῆνις ᾖ, ἐμέτους νήστιας, πυκνὰ δὲ ἐπεμέειν, καὶ μετέπειτα ἀριστίζεσθαι σμικρόν. Αὕτη τῶν ῥόων τῶνδε τυγχάνει δίαιτα.

[116]    Ῥόος λευκός· ῥέει λευκὸν ὡς ὄνου οὖρον, καὶ ἐν τῷ προσώπῳ οἰδήματα, καὶ τὰ ὑποφθάλμια οἰδέει ἄμφω, ὑδρωποειδέα τε καὶ οὐ πάνυ εὐειδέα τὰ τῶν ὀφθαλμῶν, καὶ τὸ λαμπρὸν ἄπεστι, καὶ γλαμυροὶ οἱ ὀφθαλμοὶ καὶ ἀμβλυώσσοντες, καὶ τὸ χρῶμα ἀφυῶδες καὶ φλυκταινοειδὲς, καὶ ἡ γαστὴρ ἐπανοιδέουσα ἡ νειαίρη, καὶ ἐν τῇσι γνάθοισι κατὰ σμικρὸν ἐρυθροειδέα τε καὶ σμικρὰ καὶ ὑδαρέα καὶ πονηρὰ, καὶ ἐν τοῖσι σκέλεσιν οἰδήματα, καὶ ἢν πιέζῃς τῷ δακτύλῳ, ἐμπλάσσεται ὥσπερ ἐν σταιτὶ, καὶ τὸ στόμα σιέλου ἐμπίπλαται· καρδιωγμοί τε, ὁκόταν νήστιες ἔωσιν, καὶ ἐμέουσιν οἷον ὕδωρ ὀξύ· καὶ ἢν πρὸς ἄναντες πορευθῇ, θᾶσσον ἆσθμα ἔχει, καὶ πνὶξ, καὶ σκελέων ἀπόψυξις, καὶ γουνάτων ἀκρασίη, καὶ ἐν τῷ στόματι ἄφθαι, καὶ ὑστέρη παρὰ λόγον ἀνεστόμωται, καὶ ἐμπέπτωκεν ἐν τῷ στόματι βαρέη ὥσπερ μόλιβδος· καὶ διὰ τῶν μηρῶν διατείνουσιν ὀδύναι, καὶ ἀποψύχεται πάντα τὰ κάτω, τὰ ἀπὸ νειαίρης γαστρὸς ἀρχόμενα ἄχρι ποδῶν, καὶ τὰ θέναρα τῶν ποδῶν ναρκῶσι, καὶ ἐπιβαίνειν οὐ δύνανται. Τὰς τοιαύτας χαλεπὸν ἀπαλλάσσειν τῶν νοσημάτων· αἵ τε γὰρ ἡλικίαι προβεβήκασιν, οἵ τε κάματοι ξυγκαταγηράσκουσιν, ἢν μή τι εὐτύχημα τῶν αὐτομάτων λύσῃ γενόμενον. Ταύτῃσι χρὴ ἀπαρύσαι, ὅταν πλεονάζῃ, φαρμάκοισιν ἅσσα χολὴν ξανθὴν μὴ καθαίρει, ἀλλὰ τὰ οὐρητικὰ ταύτῃσι ξυμφέρει πινόμενα, καὶ κεφαλῆς καθάρσιες, καὶ ἀλουσίαι, καὶ τὸ λευκὸν ἐπίθυμον ποιέει, καὶ περίπατοι, καὶ πᾶσα ξηρασίη ἐν τῇ διαίτῃ. Ταῦτα δρῶσαι ὑγιέες μὲν παντελῶς οὐ γίνονται, εὐπετέστερον δὲ διάγουσιν.

[117]    Ῥόου λευκοῦ θεραπείη· καθαίρεται λευκὸν ὑπόχλωρον, καὶ ὅταν οὐρέῃ, δάκνει καὶ ἀμύσσει, καὶ ἑλκοῖ τὴν ὑστέρην, καὶ πυρετὸς ἔχει ὀξὺς, καὶ θέρμη πολλὴ, δίψα, ἀγρυπνίη, καὶ ἔκφρονες γίνονται, καὶ ὅταν σπουδάσῃ, ἆσθμά μιν ἔχει, καὶ τὰ γυῖα λύονται. Ταύτην μήκωνα πιπίσκειν λευκὴν, καὶ κνίδης καρπὸν, ἄμεινον καὶ ῥοιῆς γλυκείης ῥίζαν καὶ φύλλα καὶ ῥόον καὶ κικίδα· ταῦτα ἐν οἴνῳ στρυφνῷ πιπίσκειν, καὶ ῥοιῆς χυλὸν, καὶ ξυμμίσγειν τυρὸν αἴγειον· ὑποκάπνιζε δὲ ζειὰς καὶ ὀλύνθους χειμερινοὺς καὶ ἐλαίης πέταλα καὶ ψώρας, καὶ σικύης λέμματα τρίτον μέρος, τὰ δ' ἄλλα ἴσον· καὶ τῶν ἑψανῶν ῥοφέειν, καὶ τὰ δι' ἀμυγδάλων καὶ σησάμου ῥοφήματα, καὶ αἰωρέεσθαι καὶ ὀχέεσθαι καὶ μὴ ἠρεμεῖν.

[118]    Ῥόος ἄλλος· καθαίρεται ὁκοῖον προβάτου οὖρον πολὺ, χροιὴ λευκὴ, καὶ οἰδέει πᾶσα, καὶ ἐν τῇσι κνήμῃσι πόμφοι ἀνίστανται, καὶ ἢν ἐπαφήσῃ τῷ δακτύλῳ, τῇσι κνήμῃσι καὶ τοῖσι ποσὶν ἐμπλάσσεται βοθροειδέα, καὶ ἤν τι φάγῃ, ἐμπίπλαται, καὶ φλεγμαίνει, καὶ ἐπειδὰν ὁδοιπορήσῃ καὶ ἔργον τι δράσῃ, ἆσθμά μιν λαμβάνει καὶ πόνος, καὶ ἡ χροιὴ λευκὴ, ἐνίοτε ὑπόχλωρος. Ταύτῃ, ἢν ἰσχύῃ καὶ ᾖ νέη, καὶ τἄλλα φαίνηται, καταρχὰς δίδου ἄνω φάρμακον καὶ κάτω· καὶ τὴν κεφαλὴν κάθαιρε, ἢν μὲν φλεγματώδης ᾖ, δι' ὧν φλέγμα καθαίρεται, ἢν δὲ χολώδης, δι' ὧν χολή· καὶ ἢν ὥρη ᾖ τοῦ ἔτεος καὶ ἢν μὴ φύσει ᾖ σπληνώδης, καὶ ἤν τι τῶν εἰρημένων ᾖ, ὀῤῥὸν διδόναι, ἀφεψεῖν δὲ καὶ πίνειν ὡς πλεῖστον χρόνον· καὶ ἐς ἑσπέρην οἶνον γλυκὺν ὑδαρέα, ἢν δέῃ, σίτου δὲ μὴ ἅπτεσθαι· ἢν δὲ ἀσθενὴς ᾖ, ῥοφήματι ὡς ἐλαχίστῳ, καὶ ἀλουτεέτω· ἐπειδὰν δέ σοι καιρὸς δοκέῃ εἶναι, τῆς πόσιος παυέσθω, καὶ μετὰ τὴν κάθαρσιν σιτίοισι χρεέσθω, ἀπεχομένη λιπαρῶν καὶ δριμέων καὶ γλυκέων, καὶ ἁλμυρῶν, καὶ λαχάνων δριμέων, χρῆσθαι δὲ ἰχθύσι πετραίοισι καὶ κρέασι μηλείοισιν, ἢ ὀρνιθίοισιν, ἢ λαγωοῖσιν, ἄρτῳ σποδίτῃ ἢ ἐρικτοῖσι, καὶ λαχάνοισιν ἑφθοῖσι χρεέσθω, καὶ ἀγρίοισι τρωκτοῖσι καὶ ἡμέροισιν ἄτερ δριμέων· καὶ περιπατείτω πρωῒ καὶ ἀπὸ τοῦ σίτου. Ἐπὴν δέ σοι δοκέῃ ταῦτα ποιέοντι ξηροτέρη εἶναι, κλύζειν τὰς ὑστέρας τῇ τρυγί· τρεῖς δὲ ἢ τέσσαρας ἡμέρας διαλιπὼν, μετέπειτα στρυφνοῖσι κλύσαι, καὶ ἐπισχόντα, ἢν μὲν ᾖ ξηρὴ, ἡσυχίην ἄγειν, καὶ ἢν φύσει ᾖ χολώδης ἢ φλεγματώδης, ὑπὸ δὲ τῆς διαίτης καὶ τῆς φαρμακοποσίης λεπτυνθεῖσα, ἢν μὴ δύνηται ἀναλαβεῖν, γάλα πινέτω τεσσαράκοντα ἡμέρας βόειον, θερμὸν ἀπὸ βοός. Τὴν δέ γε φλεγματώδεα ἄμεινον σιτίοισιν ὡς ἐλαχίστοισι χρέεσθαι, ἕως ἂν γαλακτοποτέῃ, ἔστω δὲ μέτρον ὅσον ἓξ κοτύλαι ἀττικαὶ, ἄρχεσθαι δὲ ἀπὸ δύο, καὶ προσθέτω κοτύλην ἑκάστης ἡμέρης, ἄχρις ἂν ἓξ γένωνται, κἀκ τοῦ κατ' ὀλίγον ἐπὶ τὸ ἔλασσον, καὶ μετὰ τὴν γαλακτοποσίην ἀνακόμιζε σιτίοισι καὶ διαίτῃ. Καὶ μετὰ τὴν τοῦ γάλακτος πόσιν πινέτω πρωῒ νῆστις ἀδίαντον, ξηρήνας, κοψάτω, καὶ διασήσας διὰ κρησέρης, τοῦτο διδόναι ἐν οἴνῳ μέλανι εὐώδει κεκρημένῳ. Ἢν δὲ ὑποστρέφῃ ἡ νοῦσος, πυριῆσαι αὐτὴν ὅλην, καὶ αὖθις φαρμάκοισι καθῆραι κάτω, καὶ μετὰ τοῦτο κλύσαι τὰς ὑστέρας, ἢν μὲν φύσει ᾖ φλεγματώδης, τῷ κόκκῳ τῷ κνιδίῳ, ἢ τῇ ῥίζῃ τῆς θαψίης, ἢν δὲ χολώδης ᾖ, τῆς σκαμμωνίης τῷ ὀπῷ, ἢ κολοκυνθίδι τῇ ἀγρίῃ, κόψας, ἐπιχέας δύο κοτύλας ὕδατος, ἀφεψεῖν ἐς τὸ ἥμισυ, τουτέῳ ξυμμίσγειν μέλι καὶ ἔλαιον ναρκίσσινον ἢ ἄνθινον· ἔστω δὲ τοῦ μὲν μέλιτος τεταρτημόριον κοτύλης, τοῦ δὲ ἐλαίου μέτρον ἡμιόλιον τοῦ μέλιτος· μετακλύζειν δὲ τῷ μέλιτι καὶ τῷ οἴνῳ καὶ τῷ ἐλαίῳ μούνῳ, καὶ θυμιῆσθαι, καὶ ἐπισχεῖν ἡμέρας τρεῖς ἢ τέσσαρας· ἀδίαντον δὲ πινέτω. Καὶ ἢν μὴ ἐν γαστρὶ λάβηται, ὑποστρέφει, καὶ ὑποστρεφομένης τῆς νούσου ἀπόλλυται. Ὁκόσας γεραιτέρας λαμβάνει ἡ νοῦσος αὕτη, κατασήπονται αἱ ὑστέραι, ἐκφεύγουσι δὲ πάνυ ὀλίγαι.

[119]    Ῥόος ἄλλος· καθαίρεται οἷόν περ ἐξ ὠοῦ ὠμοῦ, χλωρὸν ὑπόλευκον, καὶ ἑλκοῖ τὸ αἰδοῖον, καὶ οἰδίσκεται τούς τε πόδας καὶ τὰς κνήμας, καὶ τὰ κοῖλα τῶν ὀφθαλμῶν ἐπανοιδέει, καὶ οἱ ὀφθαλμοὶ ὑγροὶ γλαμυροὶ, καὶ ἢν βαδίζῃ, ἆσθμά μιν λαμβάνει, καὶ ἀσθενείη γίνεται. Ἡ δὲ νοῦσος φύσει φλεγματώδης· καὶ ἢν μὴ καθαρθῇ, πυρετήνῃ δὲ χολῆς κινηθείσης, φλαῦρον· γεραιτέρας δὲ ἡ νοῦσος αὕτη λαμβάνει μᾶλλον ἢ νεωτέρας. Ὁκόταν δὲ ὧδε ἔχῃ, ἢν μὲν ἀνοιδήσῃ σφόδρα, διδόναι κάτω φάρμακον πιεῖν ὅ τι φλέγμα καὶ χολὴν ἰνήσεται· ἢν δὲ μὴ ἰσχυρῶς οἰδέῃ καὶ τὸ φλέγμα αὐτὴν πιέζῃ, ἄνω δοῦναι φάρμακον· καὶ ἢν μὲν ᾖ δυνατὴ, ἐλλεβόρῳ καθαιρέσθω· ἢν δὲ μὴ, ὅ τι χολὴν καὶ φλέγμα ἄγει· μετὰ δὲ τὰ φάρμακα ὀῤῥὸν ἑφθὸν διδόναι πίνειν ὡς πλείστας ἡμέρας ξὺν ἁλὶ ὀλίγῳ· ἐπιτρωγέτω δὲ ἡδύοσμον, ἑσπέρην δὲ σίτου μὴ ἁπτέσθω, ῥοφεέτω δὲ ὀλίγον, καὶ ἐπιπινέτω οἶνον γλυκὺν, ἢν χρήζῃ· ἢν δὲ μὴ παρῇ, ὀῤῥόν· γάλα τε ὄνειον ἀφεψῆσαι, καὶ διδόναι τέσσαρας ἡμέρας· ἑσπέρην δὲ ταῦτα ποιέειν, ἢν μὴ πῦρ ἔχῃ νύκτωρ. Ἢν δὲ ᾖ φύσει σπληνώδης, πνευματώδης, λείφαιμος, μήτε ὀῤῥὸν μήτε γάλα διδόναι, ἢν φυσῇ· ἢν δὲ μὴ, κατωτερικοῖσι καθαίρειν. Καὶ ἐπειδάν σοι δοκέῃ καιρὸς εἶναι, κλύσαι τὰς μήτρας, πρῶτον μὲν τῷ ἀπὸ τῆς τρυγὸς δὶς ἢ τρὶς, μετὰ δὲ τοῦτο τῷ ὀπῷ τῆς σκαμμωνίης, οἶνον δὲ ἐπιχέαι γλυκὺν ὅσον κοτύλην ἀττικὴν καὶ ἐλαίου τέταρτον μέρος κοτύλης, μάλιστα μὲν ναρκισσίνου, εἰ δὲ μὴ, ἀνθίνου· μετακλύσαι δὲ τῇ ὑστεραίῃ οἴνῳ κοτύλῃ, καὶ μέλιτι τετάρτῳ κοτύλης, καὶ ῥητίνῃ τρίτην μοίρην μέλιτος, ἔλαιον δὲ ἴσον μέλιτι. Ἢν δὲ τὰ ἀπὸ τοῦ κλυσμοῦ ἀποχωρεῦντα ἴῃ φλεγματώδεα, κλύσαι αὖθις ἐπισχόντα ἡμέρας τρεῖς ἢ τέσσαρας, ἐκλέψαντα τοῦ κόκκου δύο πόσιας· μετακλύζειν δὲ τοῖσιν αὐτέοισιν· ἢν δὲ μὴ παρῇ κόκκος, τῇ ῥίζῃ τῆς θαψίης πόσιν μίαν, καὶ μετακλύζειν τοῖσιν αὐτέοισιν· ἐπὴν δὲ καθαρθῇ τὰ ὑποχωρεῦντα πρὸς τούτους τοὺς κλυσμοὺς, καὶ ἢν γίνηταί τι αἱματῶδες, οἷον ἀφ' ἕλκεος, μετακλύζειν τοῖσι στρυφνοῖσιν. Καὶ ἢν μετὰ ταῦτα αὐτὴ ἐρωτηθεῖσα φῇ τὸ στόμα τῶν ὑστερέων σκληρὸν εἶναι καὶ ὀδύνην ἔχειν, κλύζειν τὸν αὐτὸν τρόπον τῷ ξὺν τῷ πικερίῳ, ἔστ' ἂν ἀποξηρανθέωσιν αἱ ὑστέραι καὶ δοκέῃ ὑγιὴς εἶναι· τὰς δὲ μεταξὺ ἡμέρας τῶν κλυσμῶν πινέτω ἀκτῆς καρπὸν καὶ λαγωοῦ πυτίην καὶ μήκωνος τὸ κέλυφος καὶ κνίδης καρπὸν, ῥοιῆς τε γλυκείης τὸν φλοιὸν, τρίβων ἴσον ἑκάστου· ἄλφιτον δὲ ξυμμίσγειν καὶ ἀδίαντον, ἐν οἴνῳ μέλανι εὐώδει νῆστις· σιτίοισι δὲ χρεέσθω μαλθακοῖσι μὴ ἁλμυροῖσι, μηδὲ δριμέσι· κρέα δὲ ἀμείνω ἰχθύων, ἤγουν ὀρνίθια, ἢ λαγῶα, καὶ λουέσθω θερμῷ μὴ πολλῷ. Ἢν δὲ μὴ λωφήσῃ ὁ ῥόος, ἀλλ' ὑπολείπηται, καὶ ὑγράζωνται αἱ ὑστέραι, θυμιῆσαι τῷ ξὺν τῷ σιδίῳ, καὶ ἔπειτα παρὰ τὸν ἄνδρα ἴτω· κἢν ἐν γαστρὶ ἴσχῃ, ὑγιὴς γίνεται. Αἱ δὲ γεραίτεραι οὐ δύνανται ἀναφέρειν, ἀλλ' ἀπόλλυνται ὑπὸ ἀσθενείης.

[120]    Ῥόος ἄλλος· ῥέει ὑπόχλωρον οἷον ἐξ ὠοῦ, καὶ γλίσχρον, καὶ ἡ γαστὴρ ἀνίσταται ἡ νειαίρη, καὶ σκληρὴ γίνεται, καὶ ἢν ψαύσῃς, ἀλγέει, καὶ βρύχει, καὶ πῦρ ἔχει, καὶ ὀδύνη ἐς τὸ ἐπίσειον, καὶ ἐς τὰ αἰδοῖα, καὶ ἐς τὴν νειαίρην γαστέρα, καὶ ἐς τὰς ἰξύας, καὶ λιποθυμίη, ἀλυσμοί τε καὶ περιψύξιες καὶ ἱδρὼς πουλὺς, σφυγμοὶ πρὸς χεῖρα ψαίροντες, βληχροὶ, ἐκλείποντες, καὶ αὐτίκα ὄλλυνται. Ἢν δὲ περιῇ, καὶ ἡ χροιή οἱ τρέπεται, καὶ γίνεται οἷόν περ κηρίον, καὶ ὁ χρὼς τῷ δακτύλῳ πιεζεύμενος μαλθάσσεται, καὶ ἐμπλάσσεται οἷόν περ ἐν σταιτὶ, καὶ οἰδέουσιν οἱ πόδες καὶ τὰ σκέλεα. Ἡ δὲ νοῦσος γίνεται μάλιστα, ἢν ἐν αὐτῇσί τι διακναισθῇ ἢ ἐνσαπῇ ἐν τῷ τόκῳ· αἱ δ' ἀφηλικέστεραι μᾶλλον πάσχουσιν, οὐ πάνυ δὲ ἡ τοιαύτη νοῦσός ἐστιν εὐήθης.

[121]    Ἄλλος ῥόος· καθαίρεται οἷον ἀπὸ κρεῶν ὀπτῶν χυμὸς, καὶ ἑλκοῦται τὸ αἰδοῖον καὶ ὅπη ἂν ἄλλῃ τοῦ χρωτὸς ἐπιστάξῃ, καὶ ῥῖγος καὶ πῦρ ὀξὺ πυκινὸν, μέγα, καὶ φρίκη ὁμοῦ λάζεται· ὀδύναι δὲ αἱ ἐν πᾶσι τοῖσι ῥόοισιν· αὕτη πᾶσα ἀνοιδίσκεται καὶ τὸ κάτω τοῦ ὀμφαλοῦ, καὶ τὰ σκέλεα, καὶ ἡ χροιὴ ἰκτεριώδης γίνεται. Ὁ δὲ τοιοῦτος ῥόος γίνεται ἀπὸ τοῦδε, ἐπειδὰν τὸ αἷμα ἐξεραθὲν ὑπόχολον γένηται καὶ μὴ καθαρθῇ. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον δεῖ πίνειν, ἢν μὲν ἰσχυρὴ ᾖ, ἐξ ἐλλεβόρου, ἢν δὲ ἀσθενὴς, ῥίζαν τε καὶ ἐλατήριον, καὶ ὑστέρῳ χρόνῳ γάλα αἰγὸς, ἢ κάτω φαρμακεύειν ὅ τι χολὴν καὶ φλέγμα καθαίρει· κλύσαι δὲ τὰς ὑστέρας τῷ ξὺν τῷ κραμβίῳ· πίνειν δὲ ἐλελίσφακον, ὑπερικὸν, λίνου σπέρμα, ἴσον ἑκάσπου ἐν οἴνῳ μέλανι αὐστηρῷ, νήστει δὲ διδόναι πίνειν. Ἢν δὲ ἡλκωμένον ᾖ τὸ αἰδοῖον, μετακλύσαι τῷ πικερίῳ, ἔπειτα φάρμακον πῖσαι, καὶ ἐπιχρίειν τὰ ἕλκεα πικέριον, ῥητίνην, σμύρνην, ἀργύρου ἄνθος· διανιζέσθω δὲ ὕδατι ἀπὸ μυρσίνης καὶ ἐλελισφάκου χλιερῷ· σιτίοισι δὲ χρήσθω μήθ' ἁλμυροῖσι μήτε δριμέσιν, ὡς μὴ δακνῶδες τὸ οὖρον γένηται, καὶ τῶν θαλασσίων εἴργεσθαι, καὶ κρεῶν βοείων, καὶ ὀΐων, καὶ χοιρείων· τοῖσι δὲ ἄλλοισι κρέασι χρέεσθαι ἑφθοῖσι, καὶ σιτείσθω ἄρτον, καὶ οἶνον εὐώδεα παλαιὸν πινέτω μέλανα. Ἢν δὲ ταῦτα ποιέῃ καὶ μὴ ὑγιὴς γίνηται, πυριῆσαι ὅλην καὶ φάρμακον δοῦναι τῇ ὑστεραίῃ ἄνω, ἔπειτα διαλιπὼν αὖθις κάτω· καὶ ἢν μὲν ᾖ ὀῤῥὸς, μετὰ τὰ φάρμακα ἀφεψήσας δοῦναι πιεῖν ἑκάστης ἡμέρης, ἑσπέρην δὲ ῥοφήμασιν· οἴνῳ δὲ γλυκεῖ λευκῷ· ἢν δὲ μὴ ᾖ ὀῤῥὸς, γάλα ὄνου ἑφθὸν πινέτω ἐπὶ τέσσαρας ἡμέρας, ἑσπέρην δὲ τοῖσιν αὐτέοισι χρήσθω· μετέπειτα δὲ πινέτω ἐπὶ τεσσαράκοντα ἡμέρας γάλα βοὸς θερμὸν, καὶ τῆς ἡμέρης μηδὲν ἐσθιέτω ὡς ἔπος εἰπεῖν, ἄριστον γὰρ τοῦτο, καὶ γὰρ καθαίρεται καὶ τρέφεται καὶ ἀμβλύνεται ὑπὸ τοῦ τοιοῦδε γάλακτος· ἑσπέρην δὲ δειπνείτω κρέας ὄρνιθος ὀπτὸν ὀλίγον, καὶ ἄρτον σμικρὸν ἐγκρυφίην· ἐπιπίνειν δὲ οἶνον μέλανα παλαιὸν οἰνώδεα, ἔστ' ἂν τὸ γάλα πίνῃ, ἢν πολλὰ ἴῃ καὶ ταράσσηται τὸ δριμύ. Καὶ ἢν ταῦτα ποιήσασα ἐν γαστρὶ ἴσχῃ, ὑγιὴς γίνεται. Ὅσαι δὲ γεραίτεραί εἰσιν, ἐνίοτε ὑποστρέφει ἡ νοῦσος, καὶ ἀπόλλυνται· τῇσι δὲ νέῃσιν οὐ θανατώδης· χρονίη δέ.

[122]    Ῥόου ἰχωροειδέος θεραπείη· ῥέει ὕφαιμον, οἷόν περ ἀπὸ κρεῶν ὀπτῶν χυμὸς, καὶ δάκνει ὡς ἅλμη, καὶ ἐσθίει καὶ ἐξελκοῖ τὰ αἰδοῖα, καὶ ἡ ὑστέρη ἀνελκοῦται, καὶ τὰ πέριξ καὶ τοὺς μηροὺς καὶ τὰ ἄλλα· ἐπειδὰν ἐπιστάξῃ ἐπὶ τὰ ἱμάτια, βάπτεται, καὶ δύσπλυτα ἐμμένει· καὶ ἡ γαστὴρ ἐπαείρεται καὶ σκληρὴ γίνεται, καὶ ἀλγέει ἢν ψαύσῃ, καὶ θέρμη ἔχει, καὶ ἐς τὰ αἰδοῖα καὶ ἐς τὴν ἕδρην ὀδύνη καὶ ἐς τὴν νειαίρην γαστέρα καὶ κενεῶνας καὶ ἰσχία καὶ ἰξύας, ἀδυναμίη ψυχρὴ, καὶ ἡ χροιὴ τρέπεται ὡς ἰκτερώδης. Ἢν δὲ ὁ χρόνος μηκύνῃ καὶ ἡ νοῦσος, ταῦτα πάντα πολὺ μᾶλλον ἐπιλαμβάνει, καὶ τὰ κῦλα ἐπανίσταται, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ σκέλεα ἀπὸ τῶν ἰξύων. Ἡ δὲ νοῦσος λάζεται, ἐπὴν διακναισθῇ τι τοῦ ἐμβρύου ἐν τόκῳ ἢ τρωσμῷ. Χρὴ δὲ πυριῇν καὶ θυμιῇν καὶ πιπίσκειν· ταῦτα πάντα ἀεὶ ἴσχει τὸν ῥόον· καὶ ὄνειον γάλα καὶ τὰ ἄλλα προσάγειν, καὶ ἐμέειν, ἢν δέῃ· ἢν δὲ ἄπυρος μὴ ᾖ καὶ βληχρῶς ἔχῃ, ἄμεινον ξηρὴ πυρίη.

[123]    Ὁκόταν ἐς τὴν κεφαλὴν τραπῶσιν αἱ ὑστέραι καὶ τῇδε λήγῃ ὁ πνιγμὸς, κεφαλὴν βαρύνει, ἄλλῃσι δὲ ἄλλῃ πη τέκμαρ ἴσχεται. Σημήϊον δὲ τόδε· τὰς φλέβας τὰς ἐν τῇ ῥινὶ καὶ τὰ ὑπὸ τοῖσιν ὀφθαλμοῖσιν ἀλγέειν φασὶ, καὶ κῶμα ἴσχει, καὶ ἀφρίζει ὅταν ῥαΐσῃ. Ταύτην χρὴ λούειν πολλῷ θερμῷ· ἢν δὲ μὴ ἐνακούῃ, ψυχρῷ, καὶ κατὰ κεφαλῆς, δάφνην τε καὶ μυρσίνην ἐνεψῶν ἐν τῷ ὕδατι καὶ ψύχων· καὶ ῥοδίνῳ μύρῳ τὴν κεφαλὴν χριέσθω· καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, τὰ δὲ κακώδεα ὑπὸ τὰς ῥῖνας· καὶ τὴν κράμβην ἐσθιέτω, καὶ τὸν χυλὸν ῥοφεέτω.

[124]    Ἢν δὲ πρὸς τὴν καρδίην προσιστάμεναι πνίγωσιν αἱ ὑστέραι, καὶ ἀνάσσυτος ἴῃ ὁ ἠὴρ βιώμενος, ἀλησθύει καὶ εἰλέει, καὶ ἔστιν ᾗσιν αὐτίκα ἐλυσθεῖσα κάτω χωρέει καὶ φῦσα ἔξεισιν, ἢ καὶ ἐμέει ἀφρώδεα, ἡ δὲ παῦλα ἥδε γίνεται. ᾟσι δὲ οὐκ ἀφίστανται, πράσου τὸν καρπὸν καὶ μήκωνα τρίψας, διεὶς ὕδατος κυάθῳ δίδου πίνειν· καὶ ὄξους λευκοῦ ἀρήγει πόσις κύαθος· ἢ ἀρκεύθου καρπὸν καὶ ἐλελίσφακον, ὄξος σὺν τοίσδεσιν ἢ οἶνον· ἀλεαίνεσθαι δὲ χρὴ, ἢ ἄλειφα χηνὸς, κηρωτὴν ἐῤῥητινωμένην, καὶ πίσσαν ἐν αὐτέῳ τῆξαι, καὶ προσθετὰ ποιέειν.

[125]    Ὅταν δὲ ὡς πρὸς τὰ ὑποχόνδρια προσπέσωσι, πνίγουσιν· ἐπὴν ἐνθάδε τὸ τέρθρον ᾖ τοῦ πάθεος, καὶ ἐπιλαμβάνει ἔμετος πυρώδης δριμὺς, καὶ ῥᾴων γίνεται ὀλίγον χρόνον, καὶ ἐς τὴν κεφαλὴν καὶ ἐς τὸν τράχηλον ὀδύνη διαμπερής. Χλιάσματα προστιθέναι, ἢν ἄνω πνίγωσιν· ὑπὸ δὲ τὰς ῥῖνας θυμιῇν τὰ κάκοδμα ἐκ προσαγωγῆς, ἢν γὰρ ἀθρόα ᾖ, μεθίστανται αἱ ὑστέραι ἐς τὰ κάτω καὶ ὄχλος γίνεται· εὔοδμα δὲ κάτω· καὶ πιεῖν διδόναι τὸ καστόριον καὶ τὴν κόνυζαν· ἐπὴν δὲ κάτω ἑλκυσθῶσιν, ὑποθυμιῇν τὰ εἰδεχθέα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα. Ἢν δὲ αἱ ὀδύναι παύσωνται, φάρμακον πῖσαι κάτω, καὶ μεταπιπίσκειν γάλα ὄνου ἢ ὀῤῥὸν, ἢν μὴ σπληνώδης ᾖ ἀπὸ γενέσιος ἢ λείφαιμος ἢ ἄχροος, ἢ τὰ οὔατα ἠχώδεα ἔχῃ διὰ ξυγγενείην, ἢ ᾗσιν ἠθάδες ἀπὸ νεότητος αἱ νοῦσοι· τὴν δὲ ἄνω κοιλίην μὴ κινέειν, ὅσαι ἀμβλυώσσουσιν ἢ ᾗσιν ἀμφὶ τὴν φάρυγγα ὄχλοι καὶ τἄλλα· διδόναι δὲ πτισάνης χυλόν· ἢν σφόδρα δὲ εὐημὴς ᾖ, καὶ ἐμεέτω· κλυσμὸς δὲ ἄριστος ὁ διὰ ναρκίσσου· προσθετὸν, τὸ διὰ κανθαρίδων.

[126]    Ἢν προστῶσιν αἱ ὑστέραι πρὸς τὰ ὑποχόνδρια, πνίγεται ὡς ὑπὸ ἐλλεβόρου, καὶ ὀρθόπνοος γίνεται, καὶ καρδιωγμοὶ σθεναροί· αἱ δὲ καὶ ἐμέουσιν ἐνίοτε σίελον ὀξὺ, καὶ τὸ στόμα ὕδατος ἐμπέπλησται, καὶ τὰ σκέλεα ἀποψύχονται. Αἱ τοιαῦται, ἢν μὴ ταχὺ ἀφιστῶνται ἀπὸ τῶν ὑποχονδρίων αἱ ὑστέραι, ἄναυδοι γίνονται, καὶ τὰ ἀμφὶ τὴν κεφαλὴν καὶ τὴν γλῶσσαν νάρκη ἔχει. Τὰς τοιαύτας ἢν ἀναύδους καταλάβῃς καὶ τοὺς ὀδόντας συνηρεισμένας, πρὸς μὲν τὰς ὑστέρας προσθεῖναι εἴριον πρὸς αὐλὸν, ὡς ὠθεῖν μάλιστα, τοῦ πτεροῦ περιελίξας, βάψας ἢ λευκῷ αἰγυπτίῳ ἢ μυρσίνῳ ἢ βακχαρίῳ ἢ ἀμαρακίνῳ· ἐς δὲ τὰς ῥῖνας, τοῦ φαρμάκου τοῦ μέλανος, τοῦ τῆς κεφαλῆς, λαβόντα τῇ μήλῃ ἐμπλάσαι· ἢν δὲ μὴ ᾖ τοῦτο, τῷ ὀπῷ διαλεῖψαι τὰς ῥῖνας, ἢ πτερὸν ὄξει βάψαι καὶ καθεῖναι, διαλεῖψαι δὲ τὰς ῥῖνας, ἢ τοῦ πταρμικοῦ προσθεῖναι· ὅταν δὲ κλεισθῇ τὸ στόμα καὶ ᾖ ἀναυδίη, δοῦναι πιεῖν τοῦ καστορίου ἐν οἴνῳ· τὰς δὲ ῥῖνας διαλεῖψαι βάψας τὸν δάκτυλον ἔλαιον φώκης· τὸ δὲ εἴριον ἐᾷν προσκεῖσθαι, μέχρι οὗ καταστέωσιν· ὅταν δὲ παύσηται, ἀφελέσθαι χρή. Ἢν δὲ ἀφαιρεθέντος αὖθις ἀναχωρήσωσι, τὸ εἴριον αὖθις προσθεῖναι τὸν αὐτὸν τρόπον, ὑπὸ δὲ τὰς ῥῖνας θυμιῇν, κέρας μέλαν αἰγὸς ἢ ἐλάφου κνήσας, ἐπιπάσσων ἐπὶ σποδιὴν θερμὴν, ὅκως μάλιστα θυμιήσεται, καὶ εἰρυσάτω τὴν ὀδμὴν ἄνω διὰ τῶν ῥινῶν, ὡς ἂν δύνηται μάλιστα· ἄριστον δὲ θυμιῇν φώκης ἔλαιον, ἐπ' ὄστρακον ἐπιτιθέντα ἄνθρακας περικαλύψαι, καὶ τὴν κεφαλὴν ὑπερίσχειν, ὡς μάλιστα ἡ ὀδμὴ ἐσίῃ, καὶ ἐπιστάζειν τοῦ λίπεος, καὶ ἄνω ἑλκέτω τὴν ὀδμήν· τὸ δὲ στόμα ξυμμεμυκέναι χρή. Ἢν ἄνω προσπίπτωσι, ταῦτα χρὴ ποιέειν.

[127]    Ἢν αἱ μῆτραι πρὸς τὸ ἧπαρ τραπῶσιν, ἄφωνος ἡ γυνὴ ἐξαπίνης γίνεται, καὶ τοὺς ὀδόντας ξυνερήρεισται, καὶ ἡ χροιὴ πελιδνὴ γίνεται· ἐξαπίνης δὲ ταῦτα πάσχει, ὑγιὴς ἐοῦσα. Γίνεται δὲ μάλιστα παρθένοισι παλαιῇσι καὶ χήρῃσιν ὁκόσαι λίην νέαι ἐοῦσαι χηρεύουσι· γίνεται δὲ μάλιστα τῇσιν ἀφόροισι πάμπαν καὶ στείρῃσιν, ὅτι ἐκ τῶν τόκων εἰσίν· οὐ γὰρ γίνεται ἡ λοχείη κάθαρσις, καὶ οὐκ ἀνοιδίσκεται ἡ ὑστέρη, οὐδὲ μαλθάσσεται, οὐδὲ ἐμέει. Ὅταν ὧδε ἔχῃ, τῇ χειρὶ ἀπώσασθαι ἀπὸ τοῦ ἥπατος παρηγορικῶς τὸ οἶδος ἐς τὸ κάτω, καὶ ἀποδῆσαι ταινίῃ τὰ ὑποχόνδρια, καὶ τὸ στόμα διανοίγειν, οἶνον δὲ ὡς εὐωδέστατον κεκρημένον ἐγχέειν, ὅτε χρὴ, καὶ προσέχειν πρὸς τὰς ῥῖνας τὰ κάκοδμα, καὶ ὑποθυμιῇν, πρὸς δὲ τὰς ὑστέρας τὰ εὐώδεα καὶ ὅσα θυώματα· καὶ ἐπὴν ἰήσῃ, κάθαιρε, φάρμακον δὲ πῖσαι κάτω χρὴ, ἢν μὲν χολώδης ᾖ, ὅ τι χολὴν καθαίρει, ἢν δὲ φλεγματώδης, ὅ τι φλέγμα· κἄπειτα πιπίσκειν γάλα ὄνου ἑφθὸν, καὶ τὰς ὑστέρας πυριῆσαι εὐώδεσι, καὶ προστίθεσθαι τὸ ξὺν τῇ βουπρήστει· τῇ δὲ ὑστεραίῃ νέτωπον, διαλιπὼν δὲ ἡμέρας δύο κλύσαι τὰς ὑστέρας εὐώδεσιν· ἔπειτα διαλιπὼν μίην ἡμέρην, θυμιῆσαι τοῖσιν ἀρώμασιν. Ταῦτα ποιέειν τὴν χήρην· ἄριστον δὲ ἐν γαστρὶ ἔχειν. Τὴν δὲ παρθένον πείθειν ξυνοικέειν ἀνδρί· πρὸς δὲ τὰς ῥῖνας ἀείρειν [μηδὲν], μηδὲ τὸ φάρμακον πίνειν, νῆστιν δὲ τὸν κάστορα καὶ κόνυζαν ἐν οἴνῳ ὡς εὐωδεστάτῳ πίνειν ἐς εἴκοσιν ἡμέρας, καὶ τὴν κεφαλὴν μὴ ἀλείφεσθαι εὐώδει, μηδ' ὀσφραίνεσθαι εὐωδέων.

[128]    Ἢν δὲ αἱ μῆτραι φλεγμήνωσι παρὰ τὸ πλευρὸν, ἢν ψαύσῃς, σκληρὸν φαίνεται, καὶ ὅταν προσπέσωσι [πρὸς] τὰ ὑποχόνδρια, πνίγουσι, καὶ ἐμέει φλέγμα ὀξὺ, καὶ τοὺς ὀδόντας αἱμωδέειν ποιέει, καὶ ἐπειδὰν ἐμέσῃ, ῥᾷον ἔχειν δοκέει. Ὅταν δὲ κάτω ὁρμήσωσιν, ἀφίστανται ἀπὸ τῆς γαστρὸς ἄλλοτε ἄλλῃ, μάλιστα δὲ ἐς τοὺς κενεῶνας, ἔστι δ' ὅτε ἐμπίπτουσι καὶ ἐς τὴν κύστιν, καὶ στραγγουρίη ἐπιλαμβάνει, καὶ ἐς τὴν ἕδρην, καὶ δοκέει ἀποπατέειν· καὶ τὰ ἐπιμήνια πρότερον ἢ ὕστερον τοῦ μεμαθηκότος γίνεται, ἢ οὐκ ἐπιφαίνεται. Ταύτῃ αὐτίκα τῆς νούσου, ἢν τὰ ἄνω πνίγωσι, χλιάσματα προστιθέναι, καὶ ὑποθυμιῇν τὰ κάκοδμα πρὸς τὰς ῥῖνας, πρὸς δὲ τὰς ὑστέρας τὰ εὐώδεα, καὶ πίνειν κόνυζαν τὴν θηλείην καὶ κάστορα ἐν οἴνῳ νῆστιν· ἐπὴν δὲ τῇ φύσει καθιστεῶσι, θυμιῆσαι ἠρεμέως· πινέτω δὲ διουρητικά. Ταῦτα ποιέειν, ἕως ἂν αἱ ὀδύναι ἔχωτιν· ἐπὴν δὲ παύσωνται, πυριῆσαι ὅλην, ἔπειτα πῖσαι φάρμακον κάτω, ἢν μὲν χολώδης ᾖ, ὅ τι χολὴν καθαίρει, ἢν δὲ φλεγματώδης, ὅ τι φλέγμα ἄγει· καὶ πιπίσκειν γάλα ὄνειον ἢ ὀῤῥὸν αἴγειον ἀφεψῶν· ἢν δὲ σπληνώδης ᾖ, μὴ πιπίσκειν τὸ γάλα μηδὲ τὸν ὀῤῥόν· καὶ ἐν τοῖσι καθαρμοῖσι σιτίοισι χρέεσθαι μαλθακοῖσι καὶ ὑποχωρητικοῖσιν· ἰχθύες δὲ ἀμείνους κρεῶν· καὶ πυριῇν τὰς ὑστέρας, καὶ καθαίρειν προσθετοῖσι, καὶ κλύσαι αὐτάς· καὶ ὑποθυμιησαμένη παρὰ τὸν ἄνδρα ἴτω· λύσις δὲ τῆς νούσου, ἐπὴν λάβῃ ἐν γαστρί.

[129]    Ἢν αἱ μῆτραι πρὸς τὰς πλευρὰς προσπέσωσι, βὴξ ἴσχει, καὶ ὀδύνη ὑπὸ τὸ πλευρὸν, καὶ προσίσταται σκληρίη ὡς σφαίρη, καὶ ἁπτομένη πονέει ὡς ἀπὸ ἕλκεος, καὶ καταφθίνει, καὶ δοκέει οἷον περιπλευμονίη εἶναι, καὶ εἰρύεται, καὶ κυφὴ γίνεται· καὶ τὰ ἐπιμήνια οὐ φαίνεται, ἐνίῃσι δὲ καὶ ἀπόλλυται προφανέντα, τότε δὲ γενόμενα ἀσθενέα καὶ ὀλίγα καὶ κακήθεα, ἢν ἴδῃς· καὶ ἡ γονὴ οὐ γίνεται τουτέου τοῦ χρόνου. Ὅταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω ἐλατήριον, καὶ λούειν πολλῷ θερμῷ, καὶ τῶν χλιασμάτων ἃ ἂν προσδέχηται προσίσχειν, καὶ προστιθέναι, ὑφ' ὧν καθαίρεται τὸ αἷμα, καὶ λίνου σπέρμα φῶσαι, κόψαι καὶ σῆσαι, καὶ μήκων ὁ λευκὸς ὠφελέουσι καὶ ἐλελίσφακος σὺν ἀλφίτοισι λεπτοῖσι, καὶ τυρὸν αἴγειον ἐπιξύσας τὴν ἅλμην, ταῦτα μίσγε, μίαν μοῖραν τυροῦ καὶ τῶν ἀνάλτων ἀλφίτων μοῖραν, καὶ νήστει πίνειν δίδου ἐν οἴνῳ· ὅταν δὲ ἕσπερος ᾖ, κυκεῶνα παχὺν μέλι ἐπιχέων δίδου πιεῖν· καὶ τῶν ποτημάτων ἃ δεῖται πιπίσκειν, καὶ πυριῇν πυκνὰ, καὶ τῷ θερμῷ καταιονᾷν, καὶ τῇ χειρὶ ἡσύχως καὶ μαλθακῶς καὶ ὁμαλῶς ἀπωθέειν ἀπὸ τοῦ πλευροῦ τὰς μήτρας, καὶ ἀναδεῖν τὸ πλευρὸν ταινίῃ πλατείῃ, καὶ γαλακτοποτέειν βόειον γάλα ὡς πλεῖστον ἐπὶ ἡμέρας τεσσαράκοντα· σιτίοισι δὲ χρῆσθαι ὡς μαλθακωτάτοισιν. Ἡ δὲ νοῦσος σπερχνή τε καὶ θανατώδης, καὶ ὀλίγαι ἐκφεύγουσιν ὧδε μελεδαινόμεναι.

[130]   Ἢν δὲ ἐν τῇ ὀσφύϊ αἱ ὑστέραι ἐνῶσιν ἢ ἐν τῷ κενεῶνι, καὶ ἴῃ πνεῦμα μετάρσιον, καὶ πνῖγος ἔχῃ, ἆσθμά μιν λάζυται πυκινὸν, καὶ οὐκ ἐθέλει κινέεσθαι· τρίψας θεῖον ἢ ἄσφαλτον ἢ κώνειον ἢ σμύρναν, μέλι ἑφθὸν παραχέας, ποιέειν βάλανον μακρὴν πάχετον, καὶ ἐντιθέναι ἐς τὴν ἕδρην.

[131]    Ἢν αἱ μῆτραι εἰλέωσι σφέας ἐς τὸ μεσηγὺ τῶν ἰξύων, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα, καὶ τὰ σκέλεα εἰρύαται, καὶ τὰς κοχώνας ἀλγέει, καὶ ὁκόταν ἀποπατήσῃ, ὀδύναι ἴσχουσιν ὀξέαι, καὶ ὁ ἀπόπατος προέρχεται ὑπὸ βίης σμικρὸς, καὶ τὸ οὖρον στάζει, καὶ ὀλιγοψυχίη λαμβάνει. Ὁκόταν ὧδε ἔχῃ, χρὴ προσδῆσαι τῇ κύστει αὐλίσκον, καὶ ἐγκλύζειν ἔλαιον θερμὸν ἐς τὰς ὑστέρας, καὶ πυριῇν ἢ λοῦσαι πολλῷ καὶ θερμῷ ὕδατι, καὶ ἐς ἔλαιον καὶ ὕδωρ καθίζειν· ὑποθυμιῇν δὲ ὑπὸ τὰ αἰδοῖα κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας εὐώδεα· ἐπὴν δὲ ἡ ὀδύνη παύσηται, φάρμακον διδόναι ἄνω, τὴν δὲ κάτω κοιλίην οὐ χρὴ ταράσσειν. Ἐπὴν δὲ αἱ ὑστέραι καταστέωσι, φάρμακον πῖσαι κάτω καὶ γάλα ὄνου, ἢν μὴ σπληνώδης ᾖ· ἔπειτα πυριῆσαι καὶ καταιονῇν τὰς ὑστέρας τῷ ξὺν τῇ δάφνῃ, προστιθεὶς προσθετὸν καθαρτήριον ὃ μὴ δήξεται· κἄπειτα θυμιωμένη τοῖσιν ἀρώμασι, παρὰ τὸν ἄνδρα ἴτω, καὶ ἢν ἐν γαστρὶ ἴσχῃ, ὑγιὴς γίνεται· ἄτοκοι δὲ πολλαὶ καὶ πηραὶ τὰ σκέλεα πολλάκις γίνονται.

[132]    Ὁκόσῃσι δὲ τὸ στόμα κλίνεται ἑτέρωσε καὶ προσπίπτει τῷ ἰσχίῳ, γίνεται γὰρ καὶ τοιαῦτα διακωλύοντα τὴν ὑστέρην καθαίρεσθαι καὶ τὴν γονὴν δέχεσθαι καὶ μὴ παιδοποιέειν· ταύτην πυριῇν χρὴ τοῖσιν εὐώδεσι, καὶ μετὰ τὴν πυρίην, ἢν παρασημήνῃ, τῷ δακτύλῳ ἀποστῆσαι ἀπὸ τοῦ ἰσχίου· κἄπειτα ἐξιθύνειν τοῖσι δαιδίοισί τε καὶ τῷ μολίβδῳ· οὐ γὰρ βιήσεται θοῶς, ὡς εἴρηται. Ὅταν δὲ κατὰ φύσιν ᾖ καὶ ἀνεστομωμέναι γίνωνται, προσθέτοισι μαλθακοῖσι καθαίρειν, καὶ τἄλλα προσηκόντως ποιέειν.

[133]    Ὁκόσῃσιν αἱ ὑστέραι προσπίπτουσι πρὸς τὸ ἰσχίον, ἢν μὴ ταχέως ἀφιστέωνται καὶ πάλιν ἐς χώρην καθιστέωνται, προσαυαίνονται πρὸς τῷ ἰσχίῳ, ἀνάγκη δὲ τὸ στόμα ἀπεστράφθαι καὶ ἀνωτέρω οἴχεσθαι, ὅταν δὲ ἀποστραφῇ, ξυμμύσαι, ἐκ δὲ τοῦ ἀπεστράφθαι τε καὶ ξυμμύσαι, σκληρὸν γενέσθαι, καὶ ξυμμύειν, καὶ πεπηρωμένον τὸ στόμα τῶν ὑστερέων εἶναι· καὶ ἀποκλεισθέντα ἐπαναπέμπει τὰ ἐπιμήνια ἐς τοὺς μαζοὺς, καὶ βεβρίθασιν οἱ τιτθοί· καὶ ἡ γαστὴρ ἡ νειαίρα ἐπῆρται, καὶ δοκέουσιν αἱ ἄπειροι ἐν γαστρὶ ἔχειν· πάσχουσι γὰρ τοιαῦτα οἷά περ αἱ κύουσαι μέχρι μηνῶν ἑπτὰ ἢ ὀκτώ· ἥ τε γὰρ κοιλίη ἐπιδιδοῖ κατὰ λόγον τοῦ χρόνου, καὶ τὰ στήθεα ἐπαίρεται, καὶ γάλα δοκέει ἐγγίνεσθαι· ὁκόταν δὲ οὗτος ὁ χρόνος ὑπερπέσῃ, οἵ τε τιτθοὶ ξυνισχναίνονται καὶ ἐλάσσονες γίνονται, καὶ ἡ κοιλίη τωὐτὸ πάσχει, καὶ τὸ γάλα ἀποδέδρηκεν ἄδηλον, καὶ ἡ κοιλίη ἐπ' ἐκεῖνον τὸν χρόνον, ὃν χρὴ τίκτειν, ἐπειδὰν ἔλθῃ, ἀπόλωλε καὶ ξυμπίπτει. Τοιούτων δὲ γινομένων, αἱ ὑστέραι ἰσχυρῶς ἐς ὀλίγον χρόνον ξυνέρχονται, καὶ τὸ στόμα αὐτέων ἐξευρεῖν οὐχ οἷόν τε, οὕτω πάντα ξυνειρύονταί τε καὶ ξυναυαίνονται, καὶ ἐν τοῖσι τιτθοῖσι φυμάτια ἐγγίνεται σκληρὰ, τὰ μὲν μέζω, τὰ δὲ ἐλάσσω· καὶ οὐκ ἐκπυοῦνται, σκληρότερα δὲ αἰεί· εἶτα ἐξ αὐτέων φύονται καρκῖνοι κρυπτοί. Μελλόντων δὲ καρκίνων ἔσεσθαι, πρότερον τὰ στόματα ἐκπικραίνονται, καὶ ὅ τι ἂν φάγωσι πάντα δοκεῦσι πικρὰ εἶναι, καὶ ἤν τις πλείονα δῷ, ἀναίνονται λαβεῖν, καὶ σχέτλια δρῶσι· παράφοροι δὲ τῇ γνώμῃ, καὶ οἱ ὀφθαλμοὶ σκληροὶ, καὶ βλέπουσιν οὐκ ὀξέα, καὶ ἐκ τῶν τιτθῶν ἐς τὰς σφαγὰς ὀδύναι διαΐσσουσι καὶ ὑπὸ τὰς ὠμοπλάτας, καὶ δίψα ἴσχει, καὶ αἱ θηλαὶ καρφαλέαι, καὶ αὗται πᾶν τὸ σῶμα λελεπτυσμέναι εἰσὶ, καὶ αἱ ῥῖνες ξηραί τε καὶ ἐμπεπλασμέναι εἰσὶν, οὐκ ἀειρόμεναι· πνεῦμα μινυθῶδες, καὶ οὐκ ὀδμῶνται οὐδὲν, καὶ ἐν τοῖσιν οὔασι πόνος μὲν οὐκ ἐγγίνεται, πῶρος δὲ ἐνίοτε. Ὁκόταν οὖν ἐς τόσον προΐωσι τοῦ χρόνου, οὐ δύνανται ὑγιέες γίνεσθαι, ἀλλ' ἀπόλλυνται ἐκ τουτέων τῶν νουσημάτων· ἢν δὲ πρότερον ἢ ἐς τόσον ἀφικέσθαι θεραπευθῇ, καὶ λυθῇ τὰ ἐπιμήνια, ὑγιὴς γίνεται. Θεραπεύειν δὲ τὰς τοιάσδε ὧδε χρή· πρῶτον μὲν ἁπάντων, ἢν ἔτι ἰσχυρὴν ἐοῦσαν λαμβάνῃς, ἀποσκεψάμενος ἐς τὸ ἄλλο σῶμα φαρμακεύειν, ὁκοίης ἄν τινος δοκέῃ δεῖσθαι καθάρσιος· ὁκόταν δὲ καταστήσῃς τὸ σῶμα, οὕτως ἰέναι ἐς τὴν τῶν ὑστερέων θεραπείην. Ἢν δὲ μηδὲν δοκέῃ τὸ πᾶν σῶμα κινητέον εἶναι, μηδὲ αἱ προφάσιες ἐντεῦθεν ὡρμῆσθαι, ἀλλ' αἱ ὑστέραι ἐφ' ἑωυτέων τὸ νούσημα ἔχωσι, τῆς θεραπείης ἐνάρχεσθαι ὧδε· πυριῇν πρῶτον τὰς ὑστέρας ὧδε· χύτρινον λαβόντα ὅσον δύο ἑκτέας χωρέοντα, κάνειον ἐπιθεῖναι καὶ ξυναρτῆσαι, ὅκως παραπνεύσεται μηδέν· ἔπειτα δ' ἐκκόψαι τοῦ κανείου τὸν πυθμένα, καὶ ποιῆσαι ὀπήν· ἐς δὲ τὴν ὀπὴν ἐνθεῖναι κάλαμον, μῆκος ὅσον πηχυαῖον· ἐνηρμόσθαι δὲ χρὴ τὸν κάλαμον τῷ κανείῳ καλῶς, ὅκως μὴ παραπνεύσεται μηδαμῶς· ὁκόταν δὲ ταῦτα σκευάσῃς, ἐπίθες τὸ κάνειον ἐπὶ τὸν χύτρινον, περιπλάσας πηλῷ· ὅταν δὲ ταῦτα ποιήσῃς, βόθρον ὄρυξον, ὅσον δύο ποδῶν βάθος, μῆκος δὲ ὅσον χωρέειν τὸν χύτρινον· ἔπειτα χρὴ ἐγκαίειν ξύλοις, ἕως τὸν βόθρον διάπυρον ποιήσῃς· ὅταν δὲ διάπυρος γένηται, ἐξελεῖν χρὴ τὰ ξύλα καὶ τῶν ἀνθράκων οἳ δὴ ἁδρότατοι ἔσονται καὶ διάπυροι, τὴν δὲ σποδιὴν καὶ τὴν μαρίλην ἐν τῷ βόθρῳ καταλιπεῖν· ὁκόταν δὲ ὁ χύτρινος ζέσῃ καὶ ἡ ἀτμὶς ἐπανῇ, ἢν μὲν ᾖ λίην θερμὴ ἡ πνοιὴ, ἐπισχεῖν, εἰ δὲ μὴ, καθίζεσθαι ἐπὶ τὸ ἄκρον τοῦ καλάμου, καὶ ἐνθέσθαι ἐς τὸν στόμαχον, ἔπειτα πυριῆσαι· ἢν δὲ ψύχηται, ἄνθρακας διαπύρους παραβάλλειν, φυλασσόμενος, ἵνα μὴ ὀξέην ποιήσῃς τὴν πυρίην· ἢν δὲ παραβαλλομένων τῶν ἀνθράκων ὀξείη γένηται ἡ πυρίη μᾶλλον τοῦ δέοντος, ἀφαιρέειν τῶν ἀνθράκων· τὴν δὲ πυρίην χρὴ κατασκευάζειν ἐν εὐδίῃ τε καὶ νηνεμίῃ, ὡς μὴ ψύχειν, ἀμφικεκαλύφθαι δὲ χρὴ ἀμφιέσμασιν, ἐς δὲ τὸν χύτρινον χρὴ βάλλειν σκόροδα τῶν αὔων, καὶ ὕδωρ ἐπιχέαι, ὥστε δύο δακτύλους ὑπερίσχειν, καὶ καταβρέξαι ὡς ἄριστα, ἐπιχέαι δὲ καὶ φώκης ἔλαιον· καὶ οὕτω θερμαίνειν, πυριῇν δὲ χρὴ πουλὺν χρόνον. Μετὰ δὲ τὴν πυρίην, ἢν ᾖ δυνατὴ, λουσάσθω τὸ μὲν ὅλον σῶμα πρὸς ἡδονὴν, τὴν δὲ ὀσφὺν καὶ τὰ κάτω τοῦ ὀμφαλοῦ πλέονι· δειπνεῖν δὲ δοῦναι μᾶζαν ἢ ἄρτον καὶ σκόροδα ἑφθὰ, τῇ δὲ ὑστεραίῃ, ἢν μὲν διαλελυμένη ᾖ πρὸς τὴν πυρίην, διαλιπεῖν τὴν ἡμέρην ταύτην· ἢν δὲ μὴ, πυριῇν ὀπίσω· πυριωμένη δὲ, ἢν δύνηται σκέψασθαι, κελεύειν ψαῦσαι τοῦ στόματος. Ἡ πυρίη αὕτη φύσης ἐμπίπλησι τὰς ὑστέρας καὶ ἐς ὀρθὸν μᾶλλον ἄγει καὶ ἀναστομοῖ. Ὡς οὖν τοιαύτης ἐούσης τῆς πυρίης καὶ ταῦτα ποιέειν δυναμένης, οὕτω πυριῇν δεῖ. Ὅταν δὲ πυριήσῃς, ἐπεμβάλλειν χρὴ τῶν σκορόδων, καὶ τῆς φώκης τοῦ ἐλαίου ἐπιχέειν· δρῇν δὲ ταῦτα, ἄχρις ἂν δοκέωσιν αἱ ὑστέραι πεφυσῆσθαι, καὶ τὸ στόμα ἄνω εἱλκύσθαι ἰσχυρῶς· πρὸς γὰρ τὴν πυρίην ταύτην τοιάδε ἔσται· διαιτῇν δὲ μετὰ τὰς πυρίας, ὡς ὅτε τὸ πρότερον ἐπυριῆτο. Ὁκόταν δὲ ἀνακινηθέωσιν αἱ ὑστέραι καὶ εὔλυτοι γένωνται, πυριῇν μαράθρου ῥίζῃσιν, ἕτερον χύτρινον κατασκευάσας τὸν αὐτὸν τρόπον, τὰς δὲ ῥίζας τῶν μαράθρων ἀμφιπλύναντα φλᾶσαι, καὶ ἐς τὸν χύτρινον ἐμβαλεῖν, καὶ ἐπιχέας ὕδωρ τὸν αὐτὸν τρόπον πυριῇν. Μετὰ δὲ ταῦτα λούειν, καὶ ἐς ἑσπέρην δειπνεῖν μᾶζαν· ἢν δὲ ἄρτον βούληται καὶ βολβίδια καὶ σηπίδια τῶν σμικρῶν, ἐν οἴνῳ ἑψεῖν καὶ ἐλαίῳ, καὶ παρέχειν ἐσθίειν. Ἐν δὲ τῇ πυρίῃ πειρῆσθαι τοῦ στόματος ψαύειν· αὕτη ἡ πυρίη ἄγει τὰς ὑστέρας ἄγχιστα· ταῦτα δὲ χρὴ ποιέειν ἐφ' ἡμέρας πέντε ἢ ἓξ, σκεπτόμενον ἐς τὴν ἄνθρωπον· κἢν μὲν διαλύηται καὶ ἀσθενὴς γίνηται, διαλαμβάνειν ἐς ὅσον δεῖ χρόνον· ἢν δὲ μὴ διαλύηται, πυριῇν ἀνὰ πᾶσαν ἡμέρην. Μετὰ δὲ τὰς πυρίας πειρῆσθαι προστιθέναι τῶν προσθέτων τῆς σιάλου δαιδὸς τῆς πιοτάτης, χρίσμα δὲ λίπα ἔστω, ποιέειν δὲ μῆκος μὲν δακτύλων ἓξ, πλῆθος δὲ πέντε ἢ ἓξ, εἶδος δὲ ἔξουρα· εἶναι δὲ θάτερον θατέρου σμικρῷ παχύτερον· τὸ δὲ παχύτερον εἶναι ὁκόσον δάκτυλος ὁ λιχανὸς, καὶ τὸ εἶδος ὅμοιον τῷ δακτύλῳ ἐξ ἄκρου λεπτότατον, ἀγόμενον δὲ παχύτερον· ποιέειν δὲ ὡς λειότατόν τε καὶ στρογγυλώτατον, φυλασσόμενον ὅκως σχινδαλμὸς μηδεὶς ἔσται· προστιθέναι δὲ πρῶτον τὸ λεπτότατον· ὅταν δὲ προσθῆται, ἀναπαυέσθω ὅκως μὴ ἐκπέσῃ φυλάσσουσα· προστιθέσθω δὲ πρῶτον τὸ ἄκρον, εἶτα αἰεὶ μᾶλλον, ὁμοῦ τε ἐπιστρέφειν καὶ ἀπωθέειν κυκλόσε τὸ δαίδιον· καὶ ὁκόταν σμικρὸν προσδέξηται, ἐπισχεῖν ἐπὶ τῷ σμικρῷ τουτέῳ, φυλάσσουσα ὡς μὴ ἐκπέσῃ· εἶτα αὖθις ἀπωθέειν τὸν αὐτὸν τρόπον, ἄχρις οὗ τεσσάρων δακτύλων ἔσω τοῦ στόματος τῶν ὑστερέων γένηται· ὅταν δὲ τοῦτο προσδέξηται, τὸ μετὰ τοῦτο προστιθέναι, ὁμοῦ τὸ προσκείμενον ἀφαιρέουσα, ὅκως, πρὶν ξυμπεσεῖν τὸ στόμα, προσκείσεται θάτερον δαίδιον ἔτι ὀρθοῦ ἐόντος καὶ ἀνεῳγμένου· οὕτω δὲ τοῦτο ἔσται, ἢν τὸ μὲν ἐξαιρέηται, τὸ δὲ προστίθηται. Χρὴ δὲ καὶ μόλυβδον ἴκελον ἐξελάσαντα ποιῆσαι τὸ εἶδος τῷ δαιδίῳ τῷ παχυτάτῳ, κοῖλον δὲ ὅκως ξυνέξει· τοῦ δὲ μολύβδου εἶναι τὸ εὖρος ἐληλασμένον οἷον ἐπὶ τὰ ἕλκεα ἐξελαύνεται· ὅκως δὲ τὸ στόμα τοῦ μοτοῦ λεῖον ἔσται καὶ μὴ τρώσει, ποιέειν ταῦτα ὡς καὶ τῶν δαιδίων· ὁκόταν δὲ ποιηθῇ ὁ μοτὸς ὁ μολύβδινος, στέατος αὐτὸν ἐμπλῆσαι ὄϊος τετριμμένου· ὁκόταν δὲ παρεσκευασμένος ᾖ, τὸ μὲν δαίδιον ὑφελεῖν, τὸ δὲ μολύβδιον ἐνθεῖναι. Ἢν δὲ τὸ μολύβδιον καῦμα παρέχῃ προστεθὲν, τὸ μὲν μολύβδιον ἀφαιρέειν, τὴν δὲ δαῖδα ὀπίσω προστιθέναι, καὶ τὸ μολύβδιον ἀποβάψαι ἐς ὕδωρ ψυχρόν· ἔπειτα ὀπίσω προσθεῖναι, τὴν δὲ δαῖδα ἀφελεῖν· προσκεῖσθαι δὲ χρὴ αἰεί τι· τὴν ἡμέρην ἄμεινον τὴν δαῖδα ἔχειν, νύκτωρ δὲ τὸ μολύβδιον. Ἢν δ' ἀναστῆναι θέλῃ, φυλασσομένη τοῦτο δράτω, ὅκως ὁ μοτὸς ἀτρεμέῃ· ἢν δὲ μὴ, αὐτίκα κατόπιν προστιθέναι. Ἢν δὲ τῶν δαιδίων, ἃ δὴ προσέκειτο, μηδὲν προσδέχηται, λεπτότερον ποιέειν, μέχρις εὐπιθὲς ᾖ. Ἢν δὲ τὸ στόμα μὴ δύνηται ἀνοίγεσθαι, μηδὲ αἱ ὑστέραι ἀγχοῦ προσίωσιν, αὖθις ἐπαναχωρέειν ἐπὶ τὴν ἀρχαίην πυρίην· ἀπὸ δὲ τῆς πρώτης ἐπὶ τὴν δευτέρην, μέχρις ὅτου μαλαχθέωσι καὶ πελαστάτω προσίωσι· κἀπειδὰν ἀναστομωθέωσι, προστιθέναι προσθετὰ ποιήσαντα δύο, εἶναι δὲ τὸ μέγεθος ὅσον ἐλαίη, τούτων δὲ τὸ ἕτερον προσκεῖσθαι, μέχρις ὅτου ἐκτακῇ, κἄπειτα θάτερον προστιθέναι· ὁκόταν δὲ προστίθεσθαι μέλλῃς, βάψαι τὸ προσθετὸν τὸ ἐκ τῆς ῥητίνης, ἀφίστησι γὰρ ἀπὸ τοῦ στόματος τῶν ὑστερέων, ἐς ἔλαιον ῥόδινον ἢ ἴρινον. Πρὶν δὲ τὸ μολύβδινον προσκέεσθαι χρὴ, ὅκως ἐν ὀρθῷ τῷ στόματι ἐρηρείσεται ἐς τὸ ἔσω τοῦ σώματος· ἔπειτα μαλθακτήρια προστιθέναι, λούεσθαι δὲ θερμῷ καὶ πρὸ τῶν προσθετῶν καὶ ὕστερον, καὶ δεῖπνον διδόναι τῶν θαλασσίων. Ὅταν δὲ ἡμέραι γένωνται δύο ἢ τρεῖς ἀπὸ προσθέσιος, σκεψάμενος, ἢν μὲν τὸ στόμα καλῶς ἔχῃ τῶν ὑστερέων καὶ καθαρὸν ᾖ, παύεσθαι τουτέου τοῦ προσθετοῦ, μετὰ δὲ τοῦτο μαλθακτήρια· ὅταν δὲ ἀποφλεγμήνῃ, αἰεὶ προσκείσθω τὸ δαίδιον ἢ τὸ μολύβδιον· ἢν δὲ μήπω καθαρὸν ᾖ τὸ στόμα τῶν ὑστερέων, αὖθις προστιθέναι τὸν αὐτὸν τρόπον τὰ φάρμακα, καὶ τἄλλα ποιέειν, ὡς εἴρηται, καὶ τὸ στόμα ἀναφυσῇν δεῖ καὶ τὰς ὑστέρας ὧδε, προσθετὸν ποιήσαντα τὸ ξὺν τῷ σύκῳ προσθεῖναι· ποιέειν δὲ δύο καὶ ταῦτα· πρὸ δὲ τοῦ προσθεῖναι πυριῆσαι τῇ πυρίῃ τῇ ἐκ τοῦ μαράθρου τῇ πρόσθεν εἰρημένῃ· μετὰ δὲ τὴν πυρίην τῇ ὑστεραίῃ προστιθέναι τὸ φάρμακον λούσαντα· λούειν δὲ καὶ ἐς ἑσπέρην· βάπτειν δὲ καὶ τοῦτο ἐς ἔλαιον, ὅταν προστίθηται· μετὰ δὲ τὴν κάθαρσιν τῇ ὕστερον ἡμέρῃ μαλθακτήρια ἀρήγει ἄχρις ἂν φλεγμήνωσι· μετὰ δὲ τὴν φλεγμασίην ποιέειν τὴν δαΐδα κατὰ τὸν ἔμπροσθεν λόγον. Ποιέειν δὲ καὶ περὶ τοῦ προσθέτου τούτου τοιαῦτα, οἷά περ καὶ περὶ τοῦ προτέρου· κἢν μὲν ἅπαξ προστεθὲν ἀρκεόντως δοκέῃ ἀναφυσῆσαι τὰς ὑστέρας, πεπαῦσθαι· ἢν δέ τι χρήζῃ, αὖθις προστιθέναι τὸν αὐτὸν τρόπον ὅνπερ τὸ πρότερον. Μετὰ δὲ ταῦτα, ὅταν δοκέῃ σοι καιρὸς εἶναι, τὴν πυρίην κατασκευάζειν τὴν ἐκ τῶν θυμιημάτων· σκευάζεται δὲ τόνδε τὸν τρόπον· κύπειρον κόψαντα κατασῆσαι ὅσον σκαφίδα, καὶ κάλαμον μυρεψικὸν ἕτερον τοσοῦτον, καὶ σχοίνου τῆς μυρεψικῆς ἴσον, καρδαμώμου τε ἴσον, καὶ κυμίνου αἰθιοπικοῦ, καὶ ἀννήσου, καὶ πηγάνου ξηροῦ, καὶ ὑπερικοῦ, καὶ μαράθου σπέρμα· ὅταν δὲ ταῦτα παρασκευάσῃς, ἐγχέας ἐς τὸν χύτρινον οἴνου αὐστηροῦ κοτύλας ἓξ ὡς εὐωδεστάτου λευκοῦ, ἐπιπάσαι τῶν κεκομμένων ὅσον τεταρτημόριον, καὶ ἀναταράξαι· εἶτα ἐπιχέαι ὅσον τριώβολον ὁλκὴν μύρον αἰγύπτιον ὡς βέλτιστον, ἢ ἀμαράκινον, ἢ ἴρινον ἄκρον· ὅταν δὲ ἐπιχέῃς, ἀναταράξαι· πυριῇν δὲ μαλθακῇ πυρίῃ πλεῖστον χρόνον· λούειν δὲ πρὸ τῆς πυρίης, καὶ πυριῇν ἡμέρας δύο ἢ τρεῖς· ὅταν δὲ παύσηται πυριωμένη, ἐπίθεμά τι χρὴ ἐπικέεσθαι ἐπὶ τῇ πυρίῃ, ὅκως μὴ ἀποπνέῃ· μετὰ δὲ τοῖσι δαιδίοισι καὶ τοῖσι μολύβδοισι χρέο· ὅταν δὲ πυριήσῃς ἡμέρας δύο ἢ τρεῖς, ἑτέρας διαλιπεῖν δύο ἢ τρεῖς· τὰς δὲ μεταξὺ ἡμέρας λούειν δὶς τῆς ἡμέρης. Ἐσθίειν δὲ πράσα ἑφθὰ καὶ ὠμὰ καὶ ῥαφανῖδας καὶ κάρδαμα καὶ σκόροδα ὀπτὰ καὶ ἑφθὰ, καὶ τὸ πόμα ἀκρητέστερον, καὶ τοῖσι θαλασσίοισι τοῖσι προειρημένοισι χρέεσθαι. Ὅταν δὲ αἱ ἡμέραι διαλιπόμεναι παρέλθωσι, πυριῇν χρὴ ἐπιπάσαντα ὀλίγιστα ἑκάστου τῶν κεκομμένων ἐς τὴν ὑπάρχουσαν πυρίην, καὶ οἶνον ἐπιχέαι· ἢν δοκέῃ δεῖσθαι, καὶ ἔλαιον, καὶ τούτῳ πυριῆσθαι. Ὁκόταν δέ σοι δοκέῃ καλῶς ἔχειν τῶν πυριῶν, καὶ τὸ στόμα μαλθακὸν εἶναι καὶ ἀνεστομωμένον ὡς χρὴ, καὶ αὗται αἱ ὑστέραι ἐγγὺς, μετὰ τὴν πυρίην τὴν ὑστέρην ἡμέρην προστιθέναι τὸ φάρμακον τὸ ξὺν τῇ σμύρνῃ· προσθετὰ δὲ εἶναι δύο· μετὰ δὲ τὴν κάθαρσιν τῇ ὑστεραίῃ ἡμέρῃ τὰ μαλθακτήρια προστιθέναι, μέχρις ὅτου ἀποφλεγμήνωσιν αἱ ὑστέραι· μετὰ δὲ τοῦτο τοῖσι δαιδίοισι καὶ μολυβδίοισι χρῆσθαι· τὴν δὲ δύναμιν τεκμαιρόμενον τοῦ σώματος, αὖθις ἀναπυριῇν ὡς γέγραπται· ἢν μὲν δοκέῃ [ἡ] ἔτι ὑπάρχουσα πυρίη ἱκανὴ εἶναι, ἐς ταύτην ἐμβαλὼν τῶν θυμιαμάτων ὥσπερ τὸ πρότερον, καὶ οἶνον ἐπιχέων καὶ ἔλαιον· ἢν δοκέῃ δὲ ἄχρηστος εἶναι αὕτη ἡ πυρίη, ἑτέρην ἐξ ἀρχῆς κατασκευάζειν. Ὅταν δὲ προπυριάσῃς αὖθις τὸν αὐτὸν τρόπον, ὅνπερ πρότερον προεπυρίασας, προστιθέναι τὸ φάρμακον τὸ σὺν τῷ στέατι· ποιεῖν δὲ δύο τὰ προσθετὰ, καὶ προστιθέναι τὸν αὐτὸν τρόπον, ὅνπερ πρότερον· μετὰ δὲ τὰς προσθέσιας τῇ ὕστερον ἡμέρῃ κατὰ τὸν ἔμπροσθεν λόγον τὰ μαλθακτήρια προστιθέναι· τούτῳ δὲ τῷ φαρμάκῳ χρῆσθαι δι' ἡμέρας τετάρτης προπυριῶντα· αἰεὶ δὲ νεοχμὸν ποιέειν τὸ φάρμακον ἐφ' ἑκάστῃ προσθέσει, μέχρις ὅτου ὕφαιμα καθαίρηται· ὅταν δὲ τοιαῦτα καθαρθῇ, πεπαύσθω. Διαιτῇν δὲ τῷδε τῷ τρόπῳ· ἀνερωτᾷν ἐν ὁκοίῃσιν ἡμέρῃσιν αὐτέῃ ἐγίνετο τὰ καταμήνια· ἀπὸ τουτέων ἀρξάμενος διαιτῇν τῇδε τῇ διαίτῃ· πρῶτον μὲν λουέσθω πολλῷ θερμῷ, πλὴν τῆς κεφαλῆς· ὅταν δὲ παύσηται, δοῦναι τυρὸν δριμὺν καὶ πήγανον οἴνῳ διέντα μέλανι, ἴσον ἴσῳ κεκρημένον· ἔπειτα αὐτὸν ἄλφιτα ἐπιπάσαντα δοῦναι πιεῖν ἐκ τοῦ λουτροῦ εὐθέως· εἶτα ἄριστον δοῦναι ἐν καιρῷ, ἐσθίειν δὲ μάζην ἢ ἄρτον καὶ πράσα ἑφθὰ ἢ ὠμὰ, καὶ τῶν ὁμοιοτρόπων δριμέων πάντων τῶν προγεγραμμένων, καὶ ἔτνος ἄλλοτε καὶ ἄλλοτε, τὸν δὲ ἀφρὸν μὴ ἀφαιρέειν, καὶ σίλφιον πουλὺ ἐγκλῶντα, καὶ σκόροδα ἐγκαθεψῶντα πολλὰ, ὄψοισι δὲ χρῆσθαι τῶν ἰχθύων τοῖσι σελάχεσι πᾶσιν ἑφθοῖσιν ὀξυγλύκεσι, βολβιδίοισι, σηπιδίοισιν ἐν οἴνῳ καὶ ἐλαίῳ, φύλλον ὑποτετριμμένον πίνειν ὡς πλεῖστα, καὶ ἐσθίειν ὡς πλεῖστα καὶ ἐπ' ἀρίστῳ καὶ ἐπὶ δείπνῳ· λούεσθαι δὲ μετὰ τὸ δεῖπνον, ὅταν μέλλῃ ἀναπαύεσθαι. Ταύτῃ τῇ διαίτῃ μέχρι ἡμερῶν πέντε ἢ ἓξ χρεέσθω μετὰ δὲ ταύτας τὰς ἡμέρας πρωῒ μὲν διδόναι νήστει ἀκτῆς καρπὸν ὅσον πυρῆνας ἓξ ἐν οἴνῳ ἀκρήτῳ καὶ σηπίης ὠὰ ὅσον δέκα ἢ δυοκαίδεκα· ταῦτα τρίψαντα ὁμοῦ λεῖα πρωῒ διδόναι νήστει πίνειν, καὶ μετὰ τὴν πόσιν ἐπισχοῦσαν λούεσθαι, καὶ πιεῖν τὸ πήγανον καὶ τὸν τυρὸν, καὶ οὕτως ἀριστᾷν τι τῶν προγεγραμμένων· δειπνεῖν δὲ ὀψιαίτερον, λούεσθαι δὲ χρὴ δὶς τῆς ἡμέρης· αὕτη ἡ δίαιτα ἴτω μέχρις ἡμερέων τρισκαίδεκα ἢ τεσσαρεσκαίδεκα. Ὅταν δὲ αὗται αἱ ἡμέραι παρέλθωσι, κατάποτα ποιέειν ἐκ τοῦ ὀποῦ τοῦ σιλφίου, ὅσον κύαμον, καὶ διδόναι τοῦτο πρῶτον· μετὰ δὲ τοῦτο τἄλλα τὰ προγεγραμμένα ποιέειν. Ὅταν δὲ ἡμέραι γένωνται πέντε καὶ εἴκοσιν ἐν ταύτῃ τῇ διαίτῃ, τὰ μὲν ἄλλα ποιέειν κατὰ ταὐτὰ, πρὸ δὲ τοῦ ἀρίστου, ὅταν μέλλῃ ἀριστᾷν, προτρῖψαι σκορόδου ἄγλιθας ὅσον τέσσαρας, καὶ τυρὸν δριμὺν ὅσον ἀστράγαλον, καὶ ἄλφιτα παραμῖξαι ὀλίγα, καὶ ποιῆσαι μαγίδα, καὶ ταύτην πρῶτον καταφαγεῖν, πρὸ δὲ τοῦ δείπνου ἄκρητον ἐπιῤῥοφέειν, καὶ οὕτω σιτεῖσθαι· τὰ δ' ἄλλα τὴν αὐτὴν διαίτην διαιτῇν. Ὅταν δὲ ἐννέα ἡμέραι ἢ δέκα γένωνται διάλοιποι ἐς τὸν χρόνον, διδόναι καὶ μετὰ τῶν ὠῶν καὶ τῆς ἀκτῆς κύμινον αἰθιοπικὸν, καὶ τοῦ κάστορος ὅσον ὀβολόν. Ὅταν δὲ ἡμέραι λοιπαὶ δύο ἔωσι, τουτέων μὲν ἀπαλλαγῆναι πάντων τῶν πομάτων καὶ τῶν καταποτίων, τὸ δὲ ξὺν τῇ δαιδὶ φάρμακον διδόναι λουσαμένῃ νήστει· μετὰ δὲ τὴν πόσιν τοῦ φαρμάκου διδόναι λινόζωστιν καὶ κράμβην ὁμοῦ ἑψῶντα ἐν ὕδατι, ἡδύναντα ἐν ὀξυγλύκει καὶ ἁλσὶ καὶ σιλφίῳ καὶ ἐλαίῳ ἐπὶ τῷ ἀρίστῳ· ταῦτα δίδου καὶ αὐτὰ τρώγειν καὶ αὐτὸν τὸν χυλὸν ῥοφέειν, καὶ τὸ πόμα ἀκρητέστερον πίνειν· ὄψοισι δὲ χρῆσθαι πουλυποδίῳ ἑφθῷ, ἢ σηπιδίοισι. Ταῦτα μὲν ἐπὶ τῷ ἀρίστῳ, ἐπὶ δὲ τῷ δείπνῳ κρέας αἰγὸς, ἢ ὄϊος, ἢ ἀρνὸς δίεφθα, καὶ πράσα, καὶ τῶν ἄλλων δριμέων ὅ τι ἂν βούληται· λουσάσθω δὲ ἀπὸ τοῦ δείπνου. Αὕτη ἡ δίαιτα τὰς δύο ἡμέρας τὰς ὑστάτας. Ἢν δὲ πρὸς τὴν δίαιταν ταύτην μὴ κατασπασθῇ τὰ ἐπιμήνια, τὸν ἐπιόντα μῆνα τὴν αὐτὴν δίαιταν ἐξ ἀρχῆς διαιτῇν ἄχρι τῶν ὑστάτων δύο ἡμερέων· ταύτας δὲ τὰς δύο τῇ πρότερον ἡμέρῃ τῆς ὑστάτης προσθετὰ ποιήσας, προσθεῖναι κατὰ τὸν ἔμπροσθεν λόγον, φαρμάκου τοῦ ἐν τῷ ὕδατι ποιευμένου· προστιθέσθω δὲ προλούσας. Σκέψασθαι δὲ χρὴ καὶ τῶν ὑστερέων ὅκως ἔχουσι, καὶ αἰεὶ παρὰ πάντα τὸν χρόνον ὅκως καλῶς ἕξουσι, καὶ τὸ στόμα ὀρθόν τε καὶ ἀνεστομωμένον εἴη. Καὶ ἢν δοκέωσι πρὸ τῆς προσθέσιος προπυριατέαι εἶναι· ἢν δὲ καταῤῥαγῇ τὰ ἐπιμήνια, ἢν μὲν συχνὰ, ἐλάσσοσι τοῖσι λουτροῖσι κεχρῆσθαι· ἢν δὲ ἐλάσσω, πλέοσιν· ἢν δὲ προσημήναντα μὴ ἴῃ, αὖθις τῇ διαίτῃ τῇ αὐτέῃ ἐκθεραπεύειν, ἄχρις ὅτου ἂν φανῇ τὰ ἐπιμήνια· ὅταν δὲ ἅπαξ ἔλθῃ, τῇσι τοιαύτῃσιν ἄριστον ἐν γαστρὶ λαμβάνειν. Αὕτη πασέων τῶν ὁμοιοτρόπων νούσων ἡ θεραπείη.

[134]    Ἢν αἱ μῆτραι ψαύσωσι τοῦ ἰσχίου καὶ προσκέωνται, στεῤῥὸν γίνεται ἐπὶ τὸν κενεῶνα, καὶ ὀδύναι νειαίρης γαστρὸς, καὶ ἐς αὐτὸν τὸν κενεῶνα καὶ ἐς τὰς ἰξύας καὶ ἐς τὰ σκέλεα ἡ ὀδύνη ἐμπίπτει, καὶ τιταίνεται, καὶ ἐκπυΐσκονται, καὶ ἔμμοτοι γίνονται, αἵδε ῥεόμεναι ὄλλυνται, ἢν μὴ τάμῃς ἢ καύσῃς. Ὅταν οὕτως ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ λούειν πολλῷ θερμῷ, καὶ πυριῇν τὰς ὑστέρας, καὶ ἐγχέαι οὖρον παλαιὸν ἀναζέον ἐς τὸ κοῖλον τῆς πυέλου, καὶ ἀμφικαθίζεσθαι περικαλύψας εἵματι τὴν γυναῖκα, ὡς μὴ παραπνέῃ· ἐπειδὰν δὲ ἀποψύχηται τὸ οὖρον, ἐμβάλλειν μύδρους διαπύρους ἐς τὸ οὖρον, καὶ πυριῇν μέχρις οὗ ἂν φῇ ἀμαυρὰ βλέπειν καὶ λιποθυμέειν· λοῦσαι δὲ ἀπὸ τῆς πυρίης θερμῷ ὕδατι· κἄπειτα ἁψαμένην τῷ δακτύλῳ ἕλκειν τὸ στόμα τῶν ὑστερέων πρὸς τὸ ὑγιὲς ἰσχίον, καὶ τὰς νύκτας προστίθεσθαι μαλθακτήρια· ἐπὴν δὲ φῇ κατ' ἰθὺ εἶναι, προπυριήσας τοῖσιν εὐώδεσιν, αὖθις προστιθέναι τὰ μαλθακτήρια, ἀλλὰ καὶ τοὺς μολύβδους ἡμέρας τρεῖς, ἕνα καθ' ἑκάστην ἡμέρην· μετὰ δὲ ταύτας τὴν ἐχέτρωσιν ἢ τὴν σκίλλην τρεῖς ἡμέρας. Μετὰ δὲ τοῦτο σκεψάμενος ἐν τοῖσιν ἐπιμηνίοισι μάνθανε, ἤν τε χολώδεα ᾖ, ἤν τε φλεγματώδεα, ἤν τε αἷμα διεφθορὸς ᾖ, καὶ ἢν δέῃ αὐτὴν αἷμα καθῆραι, προστιθέναι, ὅτου ἄν σοι δοκέῃ μάλιστα δεῖσθαι, καὶ μετακλύζειν τοιουτέοισι· προστιθέναι δὲ τὰ προσθετὰ, ἔστ' ἂν αἷμα καθαρὸν ἀνάγηται, καὶ ταῦτα ἐνεργεῖν τρεῖς ἡμέρας. Ἐλάφου δὲ στέαρ προστιθέσθω τηκτὸν ἐμβάπτων μαλθακὸν εἴριον, ἔπειτα γλήχωνα τὴν ἡμέρην θυμιωμένη τοῖσιν ἀρώμασιν, καὶ οὕτω παρὰ τὸν ἄνδρα ἴτω. Ἢν δὲ ἐκ τόκου ἡ νοῦσος γένηται, κεκαθαρμένης πάντα ἐκ τῆς πυρίης τοῦ οὔρου, αὐτίκα ἰέναι ἐς τὰ εὐώδεα, κἄπειτα λουσαμένην ἄλειφα λευκὸν αἰγύπτιον προστιθέσθω πρὸς τὸ ὑγιὲς ἰσχίον, καὶ κατακείσθω ἐπὶ τοῦτο. Ἢν δὲ μὴ πρὸς ταῦτα μεταστέωσιν αἱ ὑστέραι, πινέτω νῆστις τῆς γλυκυσίδης κόκκους τοὺς μέλανας πέντε, ἐν οἴνῳ εὐώδει, καὶ ἐπὶ τῷ σίτῳ τρωγέτω σκόροδα ὠμὰ καὶ ὀπτὰ καὶ ἑφθά· ὄψοισι δὲ χρήσθω ὡς ἐλαχίστοισιν· ἢν δὲ μὴ γένηται ὑγιὴς, ὡσαύτως καθαίρειν αὐτὴν ὡς ἐπὶ τῆς πρόσθεν. Ἐπὶ δὲ ταύτης τῆς νούσου, ἢν μὴ αὐτίκα σχῇ ἐν γαστρὶ, ἄτοκος γίνεται. Ἢν δὲ ὧδε ἐχούσῃ τὰ ἐπιμήνια μὴ γίνηται, καὶ πῦρ ἐπιλάβῃ, φαρμάκοισι πρῶτον καθαίρειν ἄνω μάλιστα, ἢν δὲ ἀσθενὴς ᾖ, κάτω· καὶ μετὰ τὴν φαρμακοποσίην, ἤν σοι δοκέῃ φλεγματώδης εἶναι, ἐμεέτω νῆστίς τε καὶ ξὺν τῷ σιτίῳ, καὶ ὡς τὰ πολλὰ ὑγιὴς ἔσται.

[135]    Ἢν δὲ αἱ μῆτραι πρὸς τὸ ἰσχίον λυθῶσι, τὰ ἐπιμήνια παχέα ἐόντα οὐ γίνεται· ὀδύνη δὲ ἐς τὴν νειαίρην γαστέρα ἀφικνέεται· ἀφικνεῖται δὲ καὶ ἐς τὸν κενεῶνα, καὶ δάκνεται. Ὅταν ὧδε ἔχῃ, λούειν πολλῷ θερμῷ, καὶ διδόναι σκόροδα τρώγειν ὡς πλεῖστα, καὶ γάλα πίνειν ἱκνεομένως, ἔπειτα οἶνον ἄκρητον, καὶ πυριῆσαι ὅλην, καὶ φάρμακον δοῦναι ἄνω· ἢν δὲ ἀσθενεστέρη ᾖ, κάτω. Ἢν δὲ ἰηθῇ, πυριῇν τὰς ὑστέρας μαράθρῳ, ξυμμίσγεται δὲ καὶ ἀψίνθιον· ἐπὴν δὲ νεοπυρίητος ᾖ, ἀφέλκειν τὸ στόμα τῷ δακτύλῳ ἠρέμα τῶν ὑστερέων πρὸς τὸ ὑγιὲς ἰσχίον, παρηγορικῶς μαλθάσσοντα τὸ στόμα τε καὶ τὰ ἀμφιπονεόμενα, καὶ προσθεῖναί τι μαλθακτήριον, μετὰ δὲ μολύβδους, καὶ αὐτίκα σκίλλαν, ἔπειτα ναρκίσσινον μίαν ἡμέρην διαλιπών. Ἐπὴν δέ σοι δοκέῃ καθαρή τις εἶναι, τὸ νέτωπον προσθέσθω ἐν εἰρίῳ· τῇ δὲ ὑστεραίῃ ἔλαιον ῥόδινον· τῶν ἐπιμηνίων δὲ ἰόντων, ἄμεινον μὴ προστίθεσθαι· ἢν δὲ μὴ ἴῃ, κανθαρίδας τέσσαρας, ἀπτέρους καὶ ἄποδας καὶ ἄτερ κεφαλῆς, καὶ γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας καὶ σηπίης ὠὰ, καὶ σελίνου σπέρμα ὀλίγον ἐν οἴνῳ διδόναι πίνειν· καὶ ἢν ὀδύνη ἐνῇ καὶ στραγγουρίη ἔχῃ, ἐν ὕδατι θερμῷ ἐγκαθήσθω, καὶ πινέτω μελίκρητον ὑδαρές· ἢν δὲ μὴ καθαίρηται, αὖθις τὸ φάρμακον πινέτω· ἢν δὲ ἴῃ, ἀσιτήσασα, [κυκεῶνα] πινέτω, καὶ ξυνίτω τῷ ἀνδρί. Ἢν δὲ μὴ γίνηται, διδόναι ὅ τι κατασπάσει, ὁρέων πρὸς τὴν δύναμιν τῆς γυναικὸς, καὶ τότε ἀσφαλὲς φοιτᾷν πρὸς τὸν ἄνδρα· ἢν γὰρ ἴσχῃ ἐν γαστρὶ, ὑγιὴς γίνεται. Ἐν δὲ τῇ καθάρσει, ἢν ἴῃ πολλὴ, λινόζωστιν ἐσθιέτω, καὶ πουλύποδας ἑφθοὺς ἁπαλοὺς, καὶ σιτίοισι μαλθακοῖσι χρεέσθω.

[136]    Ἢν ἐς τὸ ἰσχίον αἱ ὑστέραι ἢ ἐς τὸν κενεῶνα καταστηρίξωσι λεχοῖ, προστιθέναι ἐς θάτερον ἰσχίον αἰγύπτιον ἔλαιον λευκὸν ἢ ῥόδινον, ἐπὶ δὲ τὸ ὑγιὲς ἰσχίον ἄμεινον κατακεῖσθαι· πίνειν δὲ γλυκυσίδης κόκκους τέσσαρας τοὺς μέλανας, καὶ ἀκτῆς καρπὸν ἐν τοίσδεσιν ὅσον χηραμύδα, καὶ κάστορος ὡς κύαμον, καὶ σιτίοισι χρῷτο μαλθακοῖσι· λινόζωστις δ' ἂν ἁρμόζοι πρὸ τοῦ σιτίου ἑφθὴ ὡς κράμβη· ῥοφεέτω δὲ καὶ τοῦ ὕδατος· καὶ τὰ δριμέα τρωγέτω, πλὴν ῥαφανῖδος, καὶ κρομμύου, καὶ καρδάμου· ἄριστον δὲ θριδακίνη.

[137]   Ὁκόσα δὲ ἀπὸ τῶν ὑστερέων ξυμβαίνει γίνεσθαι νοσήματα, τάδε λέγω· ὁκόταν αἱ ὑστέραι ἐκ χώρης κινηθέωσι, προσπίπτουσιν ἄλλοτε ἄλλῃ· ὅκου δ' ἂν προσπέσωσιν, ὀδυνήματα καταστηρίζουσιν ἰσχυρά· καὶ ἢν ἅψηται τῆς κύστιος, ὀδύνην παρέχουσι, καὶ τὸ οὖρον οὐ δέχονται, οὐδὲ τὸν γόνον ἐπὶ σφέας ἕλκουσι, καὶ ἄμφω ἀλγέει· κἢν μὴ ταχέες λύσιες γίνωνται, διαπυΐσκονται αἱ ὑστέραι χρόνῳ ὕστερον κατὰ τὰ αὐτὰ χωρία, ᾗ ἂν προσαυανθῶσι· γίνεται δὲ κατὰ κενεῶνάς τε καὶ βουβῶνας καὶ ὑπὲρ τοῦ κτενός. Χρὴ δὲ ἐν ἀρχῇσιν, ὅταν ἡ ὀδύνη ἔχῃ, ὧδε θεραπεύειν· χλιάσματα προστιθέναι, καὶ ἐν ὕδατι θερμῷ εἶναι, ἀγαθὸν γὰρ καὶ τοῦτο· ἢ σπόγγοισιν ἐν ὕδατι θερμῷ ἐκπιεζομένοισι πυριῇν· καὶ πίνειν τῶν ὑστερικῶν φαρμάκων· ἢν δὲ μὴ πρὸς ταῦτα λύηται, φαρμακεύειν κάτω, ἢν δέῃ, καὶ ἄνω, ὁκοτέρου ἂν ἁρμόσῃ μᾶλλον δεῖσθαι. Τοῦτο δὲ διαγνώσῃ τῷδε τῷ τρόπῳ· ἢν μὲν ἐς τοὺς βουβῶνας καὶ κτένα καὶ κύστιν ἐγχρίμψῃ, αὗται χρήζουσιν ἄνω φαρμακείης· ἢν δὲ ἐς τοὺς κενεῶνάς τε καὶ τὰ ὑποχόνδρια, αὗται δέονται κατωτερικοῦ φαρμάκου· μετὰ δὲ ταύτας τὰς καθάρσιας εὐθὺς καθαίρειν τὰς ὑστέρας. Τὰ δὲ νουσήματα πάντα τὰ τοιουτότροπα γεραιτέρῃσι μᾶλλον γίνεται ἢ νεωτέρῃσι, πρὸς τὰς ἀπολείψιας τῶν ἐπιμηνίων· γίνεται δὲ καὶ νέῃσιν ἐούσῃσιν, ὁκόταν χηρεύσωσι πουλὺν χρόνον. Ἢν δὲ ἐς τὴν ἕδρην τράπωνται, τὰ ὑποχωρήματα κωλύονται, καὶ ὀδύναι ἴσχουσι τήν τε ὀσφὺν καὶ τὴν νειαίρην γαστέρα καὶ τὸν ἀρχόν. Ὅταν ὧδε ἔχῃ, λούειν χρή μιν τῷ θερμῷ, καὶ πυριῇν τὴν ὀσφὺν, καὶ ὑποθυμιῇν τὸ κατόπιν κακώδεσι, καὶ προστιθέναι ἅσσα καθαίρει τε καὶ ἐλαύνει τὰς ὑστέρας, καὶ πιπίσκειν ὅ τι ἂν προσδέχηται τῶν ξυμφερόντων μάλιστα. Ἢν δὲ κάτω ἐγκέωνται ἐς τοὺς βουβῶνάς τε καὶ οὐρητῆρα, ὀδύναι γίνονται ἰσχυραὶ, καὶ νάρκη ἐν τοῖσι σκέλεσι, καὶ ὁ οὐρητὴρ ἀποφράσσεται, καὶ τὸ οὖρον οὐ μεθίησι. Θεραπεύειν δὲ χρὴ ὧδε· πρὸς μὲν τὰς ῥῖνας προστιθέναι τὰ εὐώδεα καὶ μύρα, πρὸς δὲ τὰς ὑστέρας τὰ δύσοδμα θυμιῶντα.

[138]    Ἅπασα δὲ πρόφασις ἱκανὴ τὰς ὑστέρας παροτρῦναι, ἢν ἔχωσί τι φλαῦρον· καὶ γὰρ ἀπὸ ῥίγεος τῶν ποδῶν καὶ ὀσφύος, καὶ ἀπὸ τοῦ ὀρχέεσθαι καὶ πτίσαι καὶ κεάσαι καὶ δραμεῖν πρὸς ἄναντες χωρίον καὶ πρὸς κάταντες, καὶ ἀπ' ἄλλων. Ταῦτ' οὖν χρὴ σκέπτεσθαι ἐς οὖλον τὸ σῶμα καθορέοντα, ὅταν τὰ παρεόντα συθῇ νουσήματα· τὰ γὰρ τοιάδε ἀνάγκη ἐστὶ τῷ πλέονι ἢ τῷ ἐλάσσονι νοσέειν· καθ' ὃ δ' ἂν ἐκλάμψῃ μάλιστα, ταύτῃ τὰ ἐξαπιναῖα δῆλα τῶν νουσημάτων· ὁκόταν οὖν τὰ ἐξαπιναῖα ταῦτα συθῇ, ἀνωτέρω χρὴ λαμβάνεσθαι ἐκ τοῦ παντὸς ἀνθρώπου. Ὁκόσαι δὲ ἀποψύξιες σκελέων ἢ ναρκώσιες ψύξει γίνονται ἐν τοῖσιν ὑστερικοῖσι, ταῦτα πάντα μεταρσιοῖ τὰς ὑστέρας. Ἐν τοῖσι τοιουτέοισι καταχεῖν χρὴ θερμὸν ὕδωρ κατὰ τῆς ὑστέρης καὶ τῶν πέριξ χωρίων, καὶ ἐκθερμαίνειν αὐτὰς καὶ τὰ σκέλεα, καὶ ὅταν προσπεπτωκυῖαι ἔωσιν.

[139]    Ἢν περιστραφῶσιν αἱ μῆτραι ἐκ τόκου κατὰ τὰ δεξιὰ, τά τε λοχεῖα οὐ γίνονται, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, καὶ τὸ δεξιὸν σκέλος βαρύνεται, καὶ νάρκη ἔχει, καὶ τετρεμαίνει, καὶ οὐκ ἂν δύναιτο τοῦ στόματος θιγεῖν τῶν μητρέων, ἀλλ' ὄψει λείας τε καὶ ὁμαλὰς ἰσχυρῶς. Ὅταν δὲ ὧδε ἔχῃ, φάρμακον πῖσαι ὑφ' οὗ καθαίρεται καὶ ἄνω καὶ κάτω, κάτω δὲ μᾶλλον, καὶ πυριῇν ὅλον τὸ σῶμα καὶ τὰς ὑστέρας ὡς μάλιστα προσηνέως, καὶ λούειν τῷ θερμῷ δὶς τῆς ἡμέρης, καὶ τῶν ποτημάτων ὅ τι μάλιστα ἂν προσδέξηται πειρώμενος, καὶ τῷ ἀνδρὶ ξυνευδέτω θαμινὰ, καὶ τὴν κράμβην ἐσθιέτω.

[140]    Ἢν αἱ ὑστέραι κατὰ τὰ ἀριστερὰ κλιθέωσιν ἢ τὸ ἰσχίον, ὀδύνη ἴσχει ὀξείη τε καὶ σπερχνὴ τάς τε ἰξύας καὶ τοὺς κενεῶνας καὶ τὸ σκέλος, καὶ ἐπισκάζει. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πῖσαι ἐλατήριον, τῇ δὲ ὑστεραίῃ ὑποθυμιῇν· τῶν κριθέων χοίνικας δύο, καὶ ἐλαίης φύλλα κατακνῆσαι σμικρὰ, καὶ κικίδα κατακόψαι καὶ κατασῆσαι, καὶ ὑοσκυάμου τρίτον χοίνικος· ταῦτα μίξας, καὶ ἐλαίῳ περιποιήσας ὅσον ἡμικοτύλιον ἐν χύτρῃ καινῇ, ὑποθυμία τέσσαρας ἡμέρας· τῆς δὲ νυκτὸς γάλα βοὸς καὶ μέλι καὶ ὕδωρ πινέτω, καὶ τῷ θερμῷ λουέσθω.

[141]    Ἢν παραλοξαίνωνται αἱ μῆτραι καὶ δοχμοὶ ἔωσι καὶ τὸ στόμα σφέων, τἀπιμήνια ταύτῃ τὰ μὲν κρύπτονται, τὰ δὲ προφανέντα οἴχονται, καὶ οὐχ ὅμοια γίνονται, ἀλλὰ κακήθεα καὶ ἐλάσσονα ἢ πρὸ τοῦ, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τὸ ἰσχίον, καὶ ἐφέλκεται αὐτό. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πίνειν ἐλατήριον, καὶ λούειν θερμῷ, καὶ πυριῇν. Ὁκόταν δὲ νεοπυρίητος ἢ νεόλουτος ᾖ, τὸν δάκτυλον παραφάσασα, ἀπορθούτω, καὶ παρευθυνέτω τὸ στόμα τῶν μητρέων, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τῶν ποτημάτων δίδου ὅ τι ἂν μάλιστα προσδέχηται πειρεόμενος· σιτίοισι δὲ χρήσθω μαλθακοῖσι, καὶ σκόροδα ἐσθιέτω καὶ ὠμὰ καὶ ἑφθά· καὶ τῷ ἀνδρὶ ξυνευδέτω· καὶ ἐπὶ τὸ ὑγιὲς ἰσχίον κατακείσθω· ἐπὶ θάτερον καὶ πυριήσθω. Ἡ δὲ νοῦσος δυσαπάλλακτος.

[142]    Ἢν δὲ ἄγχιστα ἔωσιν, ἐμέειν θαμινά· τὰς δὲ ὑστέρας πυριῆσαι τοῖσι δυσόδμοισι, μέχρι ἂν ἐς χώρην ἱδρυθέωσιν· διαίτῃσι δὲ χρήσθω μὴ λαπακτικῇσιν.

[143]    Ἢν αἱ μῆτραι προΐωσιν ἐξωτέρω τῆς φύσιος, πυρετὸς ἔχει τὸ αἰδοῖον καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον στάζει θαμινὰ καὶ κατ' ὀλίγον, καὶ δάκνεται σφοδρῶς τὸ αἰδοῖον· πάσχει δὲ, ἢν ἐκ τόκου ἐοῦσα τῷ ἀνδρὶ ξυνευνάζηται. Ὅταν οὖν ὧδε ἔχῃ, μύρτα καὶ λωτοῦ ξύσματα ἑψῆσαι ἐν ὕδατι, καὶ θεῖναι τὸ ὕδωρ ἐς τὴν αἰθρίην· προσαιονῇν δὲ ὧδε ὡς ψυχρότατον τὸ αἰδοῖον· καὶ τρίβων λείως πρόσπλασσε· ἔπειτα πίνουσα ὕδωρ φακῶν ξὺν μέλιτι καὶ ὄξει ἐμεέτω, ἔστ' ἂν αἱ ὑστέραι ἀνελκυσθέωσι· καὶ τὴν κλισίην ἀνεκὰς χρὴ ποιέειν τὰ ἀπὸ τῶν ποδῶν· καὶ τὸ αἰδοῖον ὑποθυμιῇν τὰ κακώδεα, τὰς δέ γε ῥῖνας τὰ εὐώδεα· σιτίοισι δὲ χρεέσθω ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὸν οἶνον ὑδαρέα λευκὸν πινέτω, καὶ μὴ λουέσθω, μηδὲ τῷ ἀνδρὶ ξυνερχέσθω.

[144]    Ἢν παντάπασιν ἐκ τοῦ αἰδοίου ἐκπέσωσιν αἱ μῆτραι, ἐκκρίμναται οἷον ὄσχη, καὶ ὀδύνη λάζεται τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς βουβῶνας· καὶ ὁκόταν ἐπιγένηται χρόνος, οὐκ ἐθέλουσιν ἐς χώρην ἰέναι. Ἡ δὲ νοῦσος λαμβάνει, ὁκόταν ἐκ τόκου ταλαιπωρήσῃ, ὥστε ψαίρειν τὰς ὑστέρας, ἢ τῷ ἀνδρὶ ξυνίῃ ἐν τῇ λοχίῃ καθάρσει. Ὅταν ὧδε ἔχῃ, ψύγματα χρὴ προστιθέναι παρηγορικὰ πρὸς τὸ αἰδοῖον· καὶ τὸ ἔξω ἐὸν ἀποκαθήρας, σίδην ἐν οἴνῳ μέλανι ἑψήσας, τουτέῳ περιπλῦναι, καὶ ἔσω ἀπωθέειν· ἔπειτα μέλι καὶ ῥητίνην ξυντῆξαι ἴσον ἑκατέρου, καὶ ἐγχέειν ἐς τὸ αἰδοῖον, καὶ κατακείσθω ὑπτίη, ἄνω τοὺς πόδας ἔχουσα ἐκτεταμένη. Κᾄπειτα σπόγγους προσθεῖσα ἀναδῆσαι ἐκ τῶν ἰξύων. Ἔστ' ἂν δ' οὕτως ἔχῃ, σιτίων μὲν ἀπεχέσθω, ποτῷ δὲ ὡς ἐλαχίστῳ χρήσθω, μέχρις ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν. Καὶ ἢν μὲν οὕτως ἐθέλωσιν ἐνακούειν καὶ ἀπιέναι, ἅλις ἔστω· ἢν δὲ μὴ, ἄκρα περιξέσας τὰ λέγνα τῆς ὑστέρης καὶ ἀμφιπλύνας, χρῖσαι τῇ πισσηρῇ· ἔπειτα πρὸς κλίμακα δῆσαι τοὺς πόδας, τὴν δὲ κεφαλὴν κάτω ἔχειν, καὶ τῇ χειρὶ ἔσω ἀπωθέειν· ἔπειτα λύειν, καὶ ξυνδῆσαι αὐτῆς τὰ σκέλεα ἐναλλὰξ, καὶ ἐῇν νύκτα καὶ ἡμέρην οὕτω, καὶ διδόναι ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν. Τῇ δὲ ὑστεραίῃ κατακλίνας ἐπὶ τὸ ἰσχίον, σικύην προσβάλλειν ὡς μεγίστην, καὶ ἐῇν ἕλκειν πουλὺν χρόνον, καὶ ἐπὴν ἀφέλῃς, μὴ ἀποσχάσῃς, ἀλλὰ κατακλίνας ἔα καὶ μὴ πρόσφερε μηδὲν ἀλλ' ἢ τὸν χυλὸν, ἕως ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· ἢν δὲ δίψα ἔχῃ, ὕδωρ ἐλάχιστον πινέτω· ἐπὴν δὲ αἱ ἑπτὰ ἡμέραι παρέλθωσι, σιτίοισιν ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρεέσθω· ὁκόταν δὲ ἀποπατῆσαι θέλῃ, ἀνακειμένη ἀποπατείτω, ἕως ἂν τεσσαρεσκαίδεκα ἡμέραι γένωνται· ἔπειτα κλυζέσθω χλιαρῇσι πυρίῃσιν· ἄμεινον δὲ θερμῷ, ὡς ἐξ ἡλίου, καὶ περιπατείτω ὡς ἐλάχιστα, καὶ μὴ λουέσθω· κοιλίην δὲ μὴ λύσῃς· σιτίοισι δὲ ὀλιγίστοισι χρεέσθω, μήτε δριμέσι μήτε ἁλμυροῖσι· καὶ θυμιήσθω τὸ αἰδοῖον τοῖσι κακώδεσι· κἀπειδὰν ἄρξηται περιπατεῖν, τὴν σφενδόνην φορείτω.

[145]    Ἢν δὲ ἔξω τοῦ αἰδοίου τὸ στόμα τῶν μητρέων ἐκπέσῃ, οἷα τοῦ αὐχένος τῶν μητρέων πλησίον τοῦ αἰδοίου κειμένου καὶ εὐρέος ἐόντος· γίνεται δὲ τοῦτο μᾶλλον τῇσιν ἀτόκοισι, μάλιστα δὲ γίνεται ἐκ ταλαιπωρίης, ἐπὴν ταλαιπωρήσῃ ἡ γυνὴ, καὶ αἱ μῆτραι θερμανθέωσι καὶ ἱδρώσωσιν, ἐκτρέπεται τὸ στόμα αὐτέων διὰ τοῦ αὐχένος, ἅτε ἐν ὑγροτέρῳ καὶ ὀλισθηροτέρῳ καὶ θερμοτέρῳ χωρίῳ γενόμενον ἢ ἐν τῷ πρὶν χρόνῳ· καὶ ἐπὴν τοῦτο γένηται, θύουσιν ἔξω πρὸς τὸ ψῦχος, καὶ σφέων τὸ στόμα ἔρχεται ἔξω ἐκτραπέν. Καὶ ἢν μὲν ἐν τάχει θεραπευθῇ, ὑγιὴς γίνεται· ἄφορος δὲ πάντως καταλιμπάνεται· ἢν δὲ μὴ ἐν τάχει, ἔξω ἀεὶ ἔσται οἱ σκληρὸν τὸ στόμα, καὶ ῥεύσεται αὐτόθεν ἰχὼρ ἄλλοτε καὶ ἄλλοτε γλίσχρος καὶ κάκοδμος, καὶ ἢν τἀπιμήνια χωρήσῃ, ἢν ἔτι ἐν τῇ ἡλικίῃ ᾖ ἐν εὐνῇ εἶναι· χρόνου δὲ γενομένου, ἡ τοιήδε νοῦσος ἀνίητος γίνεται, καὶ ξυγκαταγηράσκουσιν ἔξω τὰς μήτρας ἔχουσαι. Ἢν δὲ αἱ μῆτραι ἐξίσχωσι, περινίψας αὐτὰς ὕδατι χλιηρῷ, καὶ ἀλείψας ἐλαίῳ καὶ οἴνῳ, πάλιν ἐνθεῖναι καὶ ἀναδῆσαι, καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα. Ἢν δὲ πλείονα χρόνον αἱ ὑστέραι ἐξίσχωσι καὶ περιψύχωνται ναρκωδέως, καταχέειν ὕδωρ θερμὸν πουλὺ, ὅκως διαπυριηθέωσιν. Ἢν δὲ ἤδη φυσέωνται, καὶ ὄξεος μίσγοντα, ξυμπυριῇν ἢ δάφνης ἢ μυρσίνης ὕδωρ, καὶ ἠρέμα προωθέειν, καὶ κηρωτῇ ἢ μύρῳ χρίειν, ἢν ἐσακούῃ· ἢν δὲ μὴ, περικλύσαι τῷ ὕδατι, καὶ ὄξεος ὀλίγον χλιήνας καταχέαι, εἶτα ἁλὶ ψαύειν· ὁκόταν δὲ ξυντακέωσι, περινίψας ὡς λέλεκται, ἐνθεῖναι, καὶ τἄλλα ποιέειν τὰ προειρημένα· ἔλαιον δὲ μὴ προσφέρειν, μηδ' ἄλλο τι πῖον, μηδὲ λίπα ἔχον.

[146]    Ἢν ὑποπτυχθῇ τι τῶν στομάτων τῆς ὑστέρης, τὰ ἐπιμήνια οὐ γίνονται, ἢ ὀλίγα καὶ πονηρὰ καὶ ἀλγεινὰ, καὶ ὁκόταν τῷ ἀνδρὶ ξυνεύδῃ, ἀλγέει, καὶ ὅ τι ἂν ὁ ἀνὴρ μεθίῃ, ἔξεισι, καὶ οὐ θέλει ψαύεσθαι, οὐδ' ἕλκουσι τὴν γονὴν, καὶ ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ τὸ στόμα τῶν ὑστερέων οὐ δῆλον ψηλαφήσει. Ὅταν τοίνυν ὧδε ἔχῃ, πυριῆσαι οὔρῳ παλαιῷ· ἔπειτα ἐμεσάτω τῷ φακίῳ ξυμμίξασα μέλι καὶ ὄξος· ἔπειτα λουέσθω ὕδατι θερμῷ· ἔπειτα ἐγχέασα ἐς φιάλην ἀργυρέην ἢ χαλκέην ἔλαιον λευκὸν αἰγύπτιον καὶ ἅλας, καλυψαμένη δὲ καθέζεσθαι ἀμφὶ τὴν φιάλην· κἢν μὲν ἴῃ ὀδμὴ αὐτῇ διὰ τοῦ στόματος τοῦ ἐλαίου, φάναι αὐτὴν τέξεσθαι, καὶ τὴν ὑστέρην ἔτι ὑγιῆ εἶναι. Ἢν δὲ μὴ ἴῃ ὀδμὴ, θαρσύνειν· κἀπειδὰν μέλλῃ εὕδειν, προστιθέσθω τὸ αἰγύπτιον ἔλαιον ἐν εἰρίῳ· τῇ δὲ ὑστεραίῃ σκεψάσθω ἤν τι μᾶλλον κατ' ἰθὺ ᾖ τὸ στόμα τῶν ὑστερέων· καὶ ἢν φῇ εἶναι, πυριῆσαι εὐώδεσιν ἡμέρας τρεῖς, καὶ προστιθέναι προσθετὰ ὁκοῖα μὴ ἀναδήξεται· καθαίρειν δὲ καὶ μετακλύζειν εὐώδεσι καὶ μαλθακοῖσιν, ἴσας ἡμέρας τῇσι πρόσθεν· ὁκόταν δὲ τὰ ἐπιμήνια γένηται, νηστεῦσαι, καὶ ἀλουτήσασα παρὰ τὸν ἄνδρα ἴτω, θυμιησαμένη τοῖσιν ἀρώμασιν. Ἄτοκοι δὲ πολλαὶ καὶ ἐκ ταύτης τῆς νούσου γίνονται, ἢν μὴ μελεδανθῇ.

[147]    Ἢν ἑλκωθέωσιν αἱ μῆτραι καὶ πρόσω χωρήσωσιν ἐξωτάτω, ἐλαίῳ χρίων λίπα τὰς χεῖρας ἐντιθέναι, καὶ δίδου καταπότιον σμύρνης ἀκρήτου, τρεῖς καταπιεῖν σπυράδας, καὶ πινέτω δάφνην χλωρὴν τετριμμένην, οἴνῳ διεῖσα, καὶ ὑγιὴς οὕτω γίνεται.

[148]    Ἢν ἔξουρα ᾖ τὰ αἰδοῖα, προσθετὸν, ἀννήσου καρπὸν καὶ σελίνου τρίψας λεῖα, πρόσθες πρὸς τὰ αἰδοῖα.

[149]    Ἢν μὴ κατὰ χώρην μένωσιν, ἀλλ' ὁτὲ μὲν ἔνθα, ὁτὲ δὲ ἔνθα ἴωσιν, ὀδύνας παρέχουσιν· αἱ δὲ ἀφανέες γίνονται, τοτὲ δὲ ἐξίασιν ὡς ἕδρη· καὶ ὁκόταν μὲν ὑπτίη ᾖ, κατὰ χώρην μένουσιν· ὁκόταν δὲ ἀναστῇ ἢ ἐξ ὕπνου ἔγρηται ἢ ἐπικύψῃ ἢ ἄλλο τι ποιήσῃ κίνημα, ἐξέρχονται, πολλάκις δὲ καὶ ἡσυχίην ἐχούσῃ. Ταύτην χρὴ ὡς μάλιστα ἠρεμέειν τε καὶ ἀτρεμέειν καὶ μὴ κινέεσθαι, καὶ τὸν κλισμὸν κεῖσθαι πρὸς ποδῶν ὑψηλότερον· καὶ τοῖσιν ἐμέτοισι χρέεσθαι, χρὴ γὰρ ἀντισπάσαι ἀνεκάς· καὶ τοῖσι δὲ στρυφνοῖσιν ἀπαιονᾷν, καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα· καὶ τῶν ῥοιῶν διὰ τοῦ ὀμφαλοῦ τρήσαντα μέσην, ἐν οἴνῳ χλιήναντα, ἥτις ἂν ἁρμόζῃ μάλιστα, καὶ μή τι κωλύῃ, προστίθει ὡς ἐσωτάτω· εἶτ' ἀναδῆσαι ταινίῃ πλατείῃ, καὶ ἀναλαβεῖν, ὡς μὴ ὀλισθάνῃ, ἀλλὰ μένῃ, καὶ ποιέῃ τὸ δέον· καὶ τῶν μηκώνων ξὺν τῷ τυρῷ καὶ τοῖσιν ἀλφίτοισι πιπίσκειν, καθάπερ ἐν τῇ πρὸς τὸ πλευρὸν προσπτώσει γέγραπται· καὶ τῶν ποτημάτων πειρώμενος ὅ τι ἂν μάλιστα προσδέχηται πιπίσκειν· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι χρήσθω, καὶ μετ' ἀνδρὸς οὐ χρὴ κοιμᾶσθαι, ἄχρις οὗ κατὰ χώρην οἵη τε ᾖ βαίνειν. Ἢν αἱ μῆτραι ἐκπέσωσι, κισσὸν ὡς ξηρότατον τρίψας λεῖον, ἐνδήσας τε ἐς ὀθόνιον, προσίσχειν, καὶ λιπαρὸν προσφέρειν μηδέν· πιεῖν δὲ διδόναι πυροὺς προκόψας, καὶ μήκωνα ὀπτὴν, καὶ ἐλελίσφακον, καὶ κύπερον, καὶ ἄννησον, ταῦτα τρίψας λεῖα, διεὶς οἴνῳ, καὶ τῶν κυρηβίων τῶν ἀπὸ τῶν κριθέων, διδόναι δὶς τῆς ἡμέρης, ἐφ' ἑκατέρου ἡμικοτύλιον.

[150]    Ἢν ἐς τὰ σκέλεα καὶ τὼ πόδε τραπῶσι, γνώσῃ ὧδε· οἱ μεγάλοι δάκτυλοι τοῖν ποδοῖν σπῶνται ὑπὸ τοὺς ὄνυχας, καὶ ὀδύνη ἔχει τὰ σκέλεα καὶ τὼ μηρὼ, καὶ ἔγκειται καὶ θλίβει τὰ ἀμφὶ τὸν μηρὸν νεῦρα. Ὅταν οὕτως ἔχῃ, λούειν χρὴ πολλῷ καὶ θερμῷ θαμινὰ, καὶ πυριῇν, ἢν ἁνδάνηται, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ τῷ μύρῳ τῷ ῥοδίνῳ ἀλειφέσθω λίπα.

[151]    Ἢν δὲ ἄναυδος γένηται ἐξαπίνης, τὰ σκέλεα ψυχρὰ εὕροις ἂν καὶ τὰ γούνατα καὶ τὰς χεῖρας· καὶ ἢν ψαύσῃς τῆς ὑστέρης, οὐκ ἐν κόσμῳ ἐστὶ, καὶ ἡ καρδίη πάλλεται, καὶ βρύχει, καὶ ἱδρὼς πουλὺς, καὶ τἄλλα ὅσα οἱ ὑπὸ ἱερῆς νούσου ἐπίληπτοι πάσχουσι, καὶ ἅσσα ἀπ' οὔατος δρῶσι. Ταύτῃσι καταχεῖν ὕδωρ ψυχρὸν χρὴ πουλὺ κατὰ τοῖν σκελοῖν τέως, τὰ δ' ἄλλα ποιέειν, ἢν δέῃ, καθὰ πρόσθεν εἴρηται.

[152]    Ἢν κινηθεῖσαί που προσπέσωσι καὶ ὀδύνην παρέχωσιν, ἐλαίης ψώραν καὶ δάφνης καὶ κυπαρίσσου πρίσμα ἑψήσας ἐν ὕδατι, ἐς εἴριον ἐμβαλὼν προστίθει.

[153]    Ὁκόταν δὲ γυνὴ ἐκ τόκου ἐοῦσα φορτίον αἴρηται μέζον τι τῆς φύσιος, ἢ πτίσσῃ, ἢ κεάσῃ ξύλα, ἢ δράμῃ, ἢ ἄλλα τινὰ τοιάδε δράσῃ, αἱ ὑστέραι ἐκπίπτουσι πρὸς ταῦτα μάλιστα· ἐνίοτε δὲ καὶ πρὸς πταρμόν· ὃ γὰρ βιᾶται, ἢν βίῃ πταρνυμένη ἐπιλάβηται τῆς ῥινός. Περιπλύνειν χρὴ τὰς ὑστέρας ὕδατι χλιερῷ, ἔπειτα τεύτλου χυλῷ ἀποζέσαντα ὁμοίως, εἶτα ἀκρήτῳ οἴνῳ μέλανι. Ἢν δὲ μὴ ἐσακούῃ, μαλθακτήρια ποιέειν χρή· ταῦτα δὲ ποιέειν χρὴ πρότερον ἢ ψυχθῆναι, καὶ ἐνθεῖναι εἴσω παρηγορικῶς· εἶτα ἐκτείνειν τὰ σκέλεα καὶ ἐπαλλάξαι, καὶ ὑπὸ ταῦτα ὑποτιθέναι τι μαλθακὸν, ποτοῦ δὲ εἴργειν χρὴ τὰς τοιαύτας ὡς μάλιστα, καὶ τὴν κοιλίην χρὴ φυλάσσειν, ὅκως μὴ ἐκταραχθῇ· πρὸς δὲ τὴν ῥῖνα τῶν εὐωδέων διδόναι τι. Τὰς τοιαύτας χρὴ ἐξ ὑστέρου, ἢν μὴ ἀτρεμίζωσιν, ἀλλὰ κινέωνται, ἐλλεβορίζειν· ἢν δὲ μὴ ἐξαρκέωσι, καὶ ἐμέτους ποιέειν, καὶ ἀλουτέειν, σιγῇν τε καὶ ἠρεμέειν.

[154]    Ἢν ἀγρησθῶσιν αἱ μῆτραι, ἡ γαστὴρ αἴρεται καὶ φυσᾶται καὶ σμαραγεῖ, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ κοῖλα τοῦ προσώπου, καὶ ἡ χροιὴ ἀειδὴς γίνεται, καὶ τὰ ἐπιμήνια κρύπτεται, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται ἐν τουτέῳ τῷ χρόνῳ, καὶ ἀσθμαίνει, ἀφρίζει τε καὶ ἀλύει, καὶ ὅταν ἔγρηται ἐξ ὕπνου, ὀρθοπνοίη μιν ἔχει, καὶ ὅ τι ἂν φάγῃ ἢ πίῃ λυπέει αὐτὴν, καὶ στένει, καὶ ἀθυμέει μᾶλλον ἢ πρὶν φαγεῖν, καὶ πνίγεται, καὶ τὰ νεῦρα ἕλκεται, καὶ αἱ μῆτραι καὶ αἱ κύστιες ἀλγέουσι, καὶ οὐκ ἔστι ψαῦσαι τῇ χειρί· οὐδὲ τὸ οὖρον προΐενται, οὐδὲ τὴν γονὴν δέχονται. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω, θερμῷ λούειν καὶ καθίννυσθαι, καὶ θαμινὰ οὖλον τὸ σῶμα, ἔστι δ' ὅτε ἄχρις ὀμφαλοῦ πυριῇν διαλείποντα, καὶ προστιθέναι τὰ ὑφ' ὧν καθαρισθήσεται καὶ μὴ ὀδαξήσεται· ὑποθυμιήσθω δὲ τὰ εὐώδεα ὑπὸ τὰ αἰδοῖα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ κάκοδμα· καὶ ποτήματα δίδου, ἃ καθαίρουσιν ὑστέρας καὶ ἐλαύνουσιν ἐς χώρην· καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ τὸ γάλα μεταπινέτω, ὡς ἐπὶ τοῦ πλευροῦ γέγραπται. Ἡ δὲ νοῦσος οὐ χρονίη.

[155]    Ἢν σκιῤῥωθέωσιν αἱ μῆτραι, τό τε στόμα τρηχύνεται, καὶ τὰ ἐπιμήνια κρύπτεται· ὁκόταν δὲ ἴῃ, ὡς ψάμμος φαίνεται τρηχεῖα· ἢν δὲ καὶ καθάψηται τῷ δακτύλῳ, τρηχὺ τὸ στόμα ὡς πῶρον εὕροις τῆς μήτρης, ὃ προφύεται αἰεί. Ὅταν ὧδε ἔχῃ, τῆς κυκλαμίνου χρὴ τρίψαντα, καὶ ἅλας, καὶ σῦκον ὁμοῦ μίσγειν, καὶ ἀναποιέειν μέλιτι βαλανίδας, καὶ πυριήσαντα κλύσαι τοῖσι καθαίρουσιν· ἐσθιέτω δὲ τὴν λινόζωστιν καὶ κράμβην ἑφθὴν, καὶ τὸν χυλὸν ῥοφεέτω καὶ πράσων, καὶ θερμῷ λουέσθω.

[156]    Ἢν αἱ μῆτραι σκιῤῥωθέωσι, τά τε ἐπιμήνια ἐπηλυγάζονται, καὶ τὸ στόμα αὐτέων ξυμμύει, καὶ οὐ κυΐσκεται, καὶ στεῤῥόν ἐστι, καὶ ἢν ψαύσῃς, ὡς λίθος δοκέει κεῖθι εἶναι, καὶ τὸ στόμα τρηχὺ καὶ πολύῤῥιζον καὶ οὐ λεῖον ἰδεῖν, καὶ τὸν δάκτυλον οὐκ ἐσίησιν, ὅς μιν καθορῇ· καὶ πῦρ λαμβάνει περίψυχρον, καὶ βρυγμὸς, καὶ τὰς μήτρας ὀδύνη ἔχει καὶ τὴν νειαίρην γαστέρα καὶ τοὺς κενεῶνας καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα, ἤν οἱ διαφθαρέντα τὰ ἐπιμήνια σαπῇ· ἔστι δ' ὅτε καὶ ἐκ τόκου καὶ ψύχεος ἢ πονηρῆς διαίτης καὶ ἄλλως. Φάρμακον οὖν χρὴ πιπίσκειν, καὶ λούειν πολλῷ τῷ θερμῷ, καὶ ὕδατι καὶ ἐλαίῳ πυριῇν. Ὁκόταν δὲ νεόλουτος ἢ νεοπυρίητος ᾖ, τὴν μήλην καθεὶς ἀναστομοῦν, καὶ ἀνευρῦναι τὸ στόμα αὐτέων καὶ τῷ δακτύλῳ ὁμοίως, καὶ προστιθέναι μαλθακτήρια ὡς εἴρηται, καὶ τῶν ποτημάτων ὡσαύτως πιπίσκειν καὶ θεραπεύειν.

[157]    Ἢν δὲ σκληρυνθέωσιν αἱ μῆτραι, τὸ στόμα σκληρὸν γίνεται τῶν ὑστερέων καὶ ξυμμέμυκε, καὶ τὰ ἐπιμήνια οὐ γίνεται, ἀλλ' ἐλάσσω καὶ κακίω, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, καὶ ὀδύνη ἐμπίπτει ἐς τὴν νειαίρην γαστέρα καὶ τὴν ὀσφὺν καὶ τοὺς κενεῶνας. Ὅταν ὧδε ἔχῃ, λούειν πολλῷ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ἢν ἡ ὀδύνη ἔχῃ, καὶ πυριῇν τὰς ὑστέρας βληχρῶς πουλὺν χρόνον, τῷ ἀπὸ τοῦ σικύου τοῦ ἀγρίου ὕδατι· ἔπειτα προστιθέσθω μαλθακτήρια. Τρεῖς ἡμέρας ταῦτα ποιέειν· καὶ ἢν ψαυούσῃ αὐτῇ μαλθακὸν τὸ στόμα τῶν ὑστερέων φαίνηται, μοτοῦν ὠμολίνῳ καθετῆρι, ᾧ τοὺς ἐμπύους, μοτοῖσι τρισί· τῷ μὲν πρώτῳ λεπτῷ, τῷ δὲ δευτέρῳ ὀλίγον παχυτέρῳ· ὁ δὲ παχύτατος ἔστω τῷ μεγέθει ὅσον ὁ σμικρὸς δάκτυλος, μῆκος δὲ πέντε δακτύλων· χρίων χηνείῳ ἀλείφατι, προστιθέναι, προπυριήσας τοῖσιν εὐώδεσι, καὶ βάλανον μαλθακτικὴν νίτρου ὅσον ἐπαλείφοντα, ὡς μὴ τρώσῃ, οὐ γὰρ κεντέειν δεῖ, καὶ προσκείσθω δύο ἡμέρας· ἀφίσταται δὲ οἷον λοπὸς καὶ δέρμα παχύ· διαλιπὼν δὲ τρεῖς ἡμέρας, τὴν κυκλάμινον καὶ τὸ ξὺν τῷ ναρκισσίνῳ. Ἢν δὲ ταῦτα μὴ καθήρῃ, κατανοῶν πολὺ προστιθέναι, τέως τὸ ξὺν τῇ βουπρήστει· προσκείσθω δὲ τὴν ἡμέρην· καὶ ἐπὴν δάκνῃ ἰσχυρῶς, ἕλκειν τὴν βάλανον, καὶ διανίζεσθαι τὸ αἰδοῖον ὕδατι θερμῷ, καὶ ἐν ἐλαίῳ ἵζεσθαι· τῇ δὲ ὑστεραίῃ λουσαμένη, ἐλάφου στέαρ τήξασα καὶ εἰς εἴριον μαλθακὸν ἀναφυρήσασα προστιθέσθω. Καὶ ἤν σοι δοκέῃ ἔτι καθάρσιος δεῖσθαι, διαλιπὼν τρεῖς ἡμέρας, προστιθέναι τὸ ξὺν τῷ ναρκισσίνῳ· τῇ δὲ ὑστεραίῃ τὸ νέτωπον· ἔπειτα πάλιν διαλιπὼν τρεῖς ἡμέρας, κλύσαι τὰς ὑστέρας εὐώδεσι καὶ λιπαροῖσι· τῇ δὲ ὑστεραίῃ τὴν γλήχωνα προστιθέναι μίην ἡμέρην· τῇ δὲ ἑπομένῃ πυριῇν τοῖσιν ἀρώμασι· σιτίοισι δὲ δριμέσι χρήσθω καὶ τοῖσι θαλασσίοισιν, ἢ κρέασιν. Ἐν δὲ τοῖσιν ἐπιμηνίοισι πινέτω τὸν κάστορα, καὶ ἀσιτέουσα ἀλουτείτω, θυμιωμένη, καὶ τὸν κυκεῶνα πίνουσα, παρὰ τὸν ἄνδρα ἡκέτω.

[158]    Ἢν δὲ μὴ ἐσδέχηται τὸ στόμα τῶν ὑστερέων τὴν γονὴν, ἀλλὰ στειρῶδες ᾖ καὶ ξυμμεμύκῃ, προστιθέσθω μολύβδιον, ὡς εἴρηται, τρεῖς ἡμέρας λουσαμένη θερμῷ, καὶ μαλθακτηρίοισι χρεέσθω, καὶ ἀνακεέσθω ὑπτίη, καὶ ἐφ' ὕδωρ θερμὸν ἱζέσθω, καὶ εἴριον ἐς μύρον ἀποβάπτουσα προστιθέσθω, καὶ τὴν νύκτα παρατιθέναι παρὰ τὰ ἰσχία εἵματα εἰρινέα ἢ μαλθακὰ λίνεα, ὡς μὴ περιῤῥηδὲς ᾖ τὸ σῶμα. Προσθέτοισι μαλθακοῖσι· σμύρναν πιοτάτην καὶ πίσσαν καὶ κηρὸν καὶ στέαρ χηνός· ἔστω δὲ τῆς σμύρνης μὲν τὸ ἥμισυ, τῶν δ' ἄλλων διπλάσιον· ἐν εἰρίῳ δὲ προστίθεσθαι· ἔστω δὲ δύο· προσκείσθω δὲ λουσαμένη τὴν ἡμέρην τὸ ἓν, τὸ δὲ ἕτερον ἐς τὴν νύκτα ἔστ' ἂν μαλθακὸν ᾖ, καὶ ἐπειδὰν ὑφέληται, τῷ εὐώδει ὕδατι περινιζέσθω. Ἢ ἐκλέψας κόκκους πεντεκαίδεκα, ἔστω δὲ καὶ ἰνδικοῦ ποσὸν, ἢν δοκέῃ δεῖν, ἐν γάλακτι δὲ γυναικὸς κουροτρόφου τρίβειν, καὶ παραμίσγειν ἐλάφου μυελὸν καὶ τἄλλα ὁκόσα εἴρηται, καὶ μέλιτι ὀλίγῳ μίσγειν· τὸ δὲ εἴριον μαλθακὸν καθαρὸν ἔστω, καὶ προστίθεσθαι τὴν ἡμέρην· ἢν δὲ βούλῃ ἰσχυρότερον ποιέειν, σμύρνης σμικρόν τι παραμίσγειν· ἄριστον δὲ ὠοῦ τὸ πυῤῥὸν καὶ αἰγὸς στέαρ καὶ μέλι καὶ ἔλαιον ῥόδινον, τουτέοισιν ἀναφυρῇν, παραχλιαίνειν δὲ παρὰ τὸ πῦρ καὶ τὸ ἀποστάζον εἰρίῳ ξυλλέγειν καὶ προστιθέναι. Ἢ στέαρ ἐρυθρὸν τὸ ἡδυντὸν χηνὸς, μύρον ῥόδινον, ταῦτα ξυμμίσγειν, καὶ προστιθέναι εἴριον ἀναδεύσασα. Ἄμεινον δὲ χηνὸς ἔλαιον, ἢ ὄϊος στέαρ, κηρὸς λευκὸς, ῥητίνη, νέτωπον, ἔλαιον ῥόδινον, ταῦτα ὁμοῦ τῆξαι καὶ μῖξαι· λουσαμένη δὲ προστιθέσθω χλιερὰ εἴσω πρὸς τὸ στόμα τῶν ὑστερέων. Ἢ ἐλάφου μυελὸν καὶ στέαρ χηνὸς τήξας ῥοδίνῳ ἢ ἰρίνῳ ἐλαίῳ ἀναφυρῇν· εἴριον δὲ μαλθακὸν ἄγαν προστιθέναι.

[159]    Γυναικὶ ὁκόταν αἱ ὑστέραι σκληραὶ γένωνται καὶ ἐς τὰ αἰδοῖα ἐξίωσι, καὶ οἱ βουβῶνες σκληροὶ γίνωνται, καὶ καῦμα ἐν τοῖσιν αἰδοίοισιν ἐνῇ, καρκινοῦσθαι φιλέει πάντα. Ὅταν ὧδε ἔχῃ, σικύου χρὴ τὸ ἔνδον τρῖψαι καὶ κηρίον, ὕδατος κοτύλην ἐπιχέας, ἐνεῖναι ἐς τὴν ἕδρην, καὶ καθαίρεται.

[160]    Ἢν τὸ στόμα τῶν ὑστερέων σκληρὸν γένηται ὑπὸ ξηρασίης, καὶ ἐν σχήματι ἑτέρῳ ᾖ ὁ αὐχὴν, τῷ δακτύλῳ γνώσῃ παραψαύσας· καὶ ἢν ἄνω ὡς ἐς τὸ ἰσχίον εἰληθέωσι, μὴ προσφέρειν δριμὺ μηδέν· ἢν γὰρ ἑλκωθῇ ἐπὴν φλεγμήνῃ, κίνδυνος τὸ πάμπαν ἄτοκον γενέσθαι· προστίθεσθαι δὲ ἅσσα μὴ ὀδάξεται, ὑφ' ὧν καθαρεῖται.

[161]    Ὅταν δὲ σκληραὶ ἔωσιν αἱ ὑστέραι καὶ τῇδε ἀλγέωσι, προσθετὰ τιθέναι οἷον ἐλάφου μυελὸν ἢ χήνειον στέαρ ἢ ὕειον, καὶ ἴρινον μύρον ξὺν μέλιτι, καὶ μαλθάσσειν ὠοῦ τὸ πυῤῥὸν καὶ κηρὸν λευκόν· ἐπίπλασμα, κρίθινον ἢ πύρινον ἄλητον ξὺν ὕδατι καὶ πηγάνῳ ἑψεῖν.

[162]    Ἢν αἱ μῆτραι ξυμμύσωσι, τὰ στόματα σκληρὰ γίνεται σφέων, καὶ τὴν γονὴν οὐκ ἔτι δέχονται, ἀλλ' αὐτόθι, ἐπὴν ξυνευνηθῇ τῷ ἀνδρὶ, καὶ ἢν κινήσῃ τὰ σκέλεα, χωρέει, καὶ ὀδύναι τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς βουβῶνας ἔχουσι, καὶ τὰ ἐπιμήνια παντάπασιν οὐ γίνεται· ἢν δὲ γίνηται, ὀλίγα καὶ πονηρὰ καὶ ἄχροα. Ὅταν ὧδε ἔχῃ, λούειν πολλῷ θερμῷ· μετὰ δὲ τὸ λοῦτρον διδόναι τοῦ κάστορος ξὺν τῇ ῥίζῃ γλυκυσίδης, ξυμμίσγειν χρὴ ἐν οἴνῳ μέλανι εὐώδει· σιτίοισι δὲ διαιτήσθω, ὡς λεχώ· καὶ ἢν δῆλα ᾖ τὰ ἐπιμήνια, ἐπισχεῖν μίην ἡμέρην, καὶ πυριῇν ὅλην, καὶ φάρμακον διδόναι ποτὸν, εἰ ἠθάδες εἶεν, ἄνω, ἢν δὲ δοκέῃ δεῖσθαι, κάτω, γάλα ὄνου ἢ ὀῤῥόν· καὶ πυριῆσαι βληχρῶς, καὶ μαλθακτήρια ὑστέρῃ προσφέρειν, καὶ κυκλάμινον καὶ ναρκίσσινον. Σικύων δὲ τῶν σμικρῶν λαβεῖν τὴν ἐντεριώνην, καὶ κατακνήσας, ἐξελὼν τὸ σπέρμα, παραστάζων γάλα γυναικὸς κουροτρόφου, τρίβειν, παραμιγνύων σμύρνην ἄκρητον, καὶ μέλι ὡς κάλλιστον, καὶ ἔλαιον λευκὸν αἰγύπτιον, καὶ ποιεῖν μὴ ὑγρὸν, ἀλλὰ ξηρότερον· τοῦτ' ἐμπλάσαι εἰς εἴριον μαλθακὸν καθαρὸν, καὶ ἐμβαψάτω ἐν λευκῷ ἐλαίῳ αἰγυπτίῳ, καὶ λουσαμένη προστιθέσθω· ὑποδείσθω δὲ καὶ ἐν σκέπῃ ἤτω, ὅταν καθαίρηται. Ἐπὴν δέ σοι δοκέῃ ἀρκούντως ἔχειν, παύσασθαι· ἢν δὲ μὴ, αὖθις προστιθέναι ἕτερον· μετὰ δὲ τοῦτο ἀμφιελίξασα εἴριον μαλθακὸν, στρογγύλον δὲ ποιέειν, καὶ ἐμβάπτειν ἐς νέτωπον, καὶ προστίθεσθαι μίην ἡμέρην, τῇ δ' ὑστεραίῃ ἔλαιον ῥόδινον ἐν εἰρίῳ· εἶτα πάλιν ἐλάφου στέαρ τήξας, καὶ αὐτὸ ἐν εἰρίῳ. Λουέσθω δὲ ἐν θερμῷ ὕδατι αἰεὶ πρὸ τῶν προσθετῶν, καὶ πυριήσθω εὐόδμοισι βληχρῶς πλεῖστον χρόνον· μετὰ δὲ, μίην διαλιπὼν ἡμέρην, κλύσαι, ἢν μὲν φλεγματώδης ᾖ, τῷ ξὺν τῷ κόκκῳ, ἢν δὲ χολώδης, τῷ ἀπὸ τῆς σκαμμωνίης· μετακλύζειν δὲ καὶ ἐπὶ τουτέοισιν ἀμφοτέροισι· τῇ δ' ὑστεραίῃ τῷ ναρκισσίνῳ ξὺν οἴνῳ γλυκεῖ· ἢν δὲ μὴ ᾖ ναρκίσσινον, ἀνθίνῳ, ἢ ἰρίνῳ ὡς καλλίστῳ· ἔστω δὲ τοῦ ἐλαίου τρίτη μοῖρα τοῦ οἴνου· ἔπειτα διαλιποῦσα δύο ἡμέρας, προσθέσθω τὸ ξὺν τῇ γλήχωνι ἡμέρην μίην. Ἢν δὲ γένηται τὰ ἐπιμήνια, πινέτω νῆστις τὸν κάστορα τρεῖς ἡμέρας ἐν οἴνῳ εὐώδει λευκῷ· ἐπὴν δὲ ἀπολήγῃ τὰ ἐμμήνια καὶ παραμόνιμα ᾖ, λουέσθω, καὶ διανιψαμένη ὕδατι ψυχρῷ κυκεῶνα πινέτω ἄναλτον, σίτου δὲ μὴ ἁψάσθω· ξυνευδέτω δὲ τῷ ἀνδρὶ δύο ἡμέρας ἢ τρεῖς. Ὁκόσον δ' ἂν χρόνον καθαίρηται, τὴν λινόζωστιν ἑψοῦσα ἐν ὕδατι, κἀπειδὰν ἑφθὴ γένηται, ἐκθλίψαι· ὑποτρίβειν δὲ σκόροδα καὶ κύμινον καὶ ἅλας, καὶ ἔλαιον ἀνακυκᾷν ἐν τουτέοισι, καὶ ὀλίγον ἐπιχέαντα τοῦ χυλοῦ ἀναζέσαι· τοῦτο πρὸ τῶν σιτίων ἐσθίειν· σκόροδα δὲ ἑφθὰ καὶ ὀπτὰ λαμβάνειν ὡς πλεῖστα· ἢν δὲ ἡ λινόζωστις μὴ ἁπαλὴ ᾖ λίην, ξυνεψεῖν χρὴ κράμβην, καὶ ἡδύνειν, καὶ προσηνὲς εἶναι, καὶ ἢν ἐν γαστρὶ λάβῃ, ὑγιὴς γίνεται, ἢν πάντα οἱ κατὰ κόσμον ἴῃ.

[163]    Ἢν δὲ τὸ στόμα τῶν μητρέων ξυμμύσῃ, γίνεται ἰσχυρὸν ὡς ἐρινέον· κἢν ἐπαφήσῃς τῷ δακτύλῳ, ὄψει σκληρόν τε καὶ ξυνιλλόμενον, καὶ τὸν δάκτυλον οὐκ ἐσίησι, καὶ τὰ ἐπιμήνια κεκρύφαται, καὶ τὴν γονὴν οὐ δέχεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὴν ὀσφὺν καὶ τοὺς κενεῶνας· ἔστι δ' ὅτε καὶ ἄνω προσίσταται καὶ πνίγει. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω, καὶ λούειν πολλῷ θερμῷ, καὶ προστιθέναι ἅσσα μαλθάσσει τὸ στόμα, καὶ ὑπάλειπτρον καθιέναι καὶ ἀναστομοῦν, τόν τε δάκτυλον ὡσαύτως, καὶ αἰονῇν. Ὅταν δὲ μαλθακὸν ᾖ, προστιθέναι ἅσσα καθαίρει αἷμα, καὶ τῶν ποτημάτων διδόναι, καὶ πειρηθῆναι ὅ τι ἂν προσδέχηται· τὴν κράμβην δὲ ἐσθιέτω, καὶ τὸν χυλὸν ῥοφεέτω.

[164]    Ἢν αἱ μῆτραι ξυμμύωσι καὶ τὰ ἐπιμήνια μὴ φαίνηται, κολοκυνθίδα ἀγρίην καὶ κύμινον αἰθιοπικὸν καὶ νίτρον καὶ ἅλας θηβαϊκὸν καὶ νεφρίδιον καὶ ἄλευρον καὶ σμύρναν καὶ ῥητίνην, ζέσας πάντα ὁμοῦ καὶ μίξας λεῖα, καὶ ποιήσας βάλανον, προστίθει.

[165]    Ἢν θρομβωθέωσιν αἱ μῆτραι, τὸ στόμα αὐτέων γίνεται οἷον ὀρόβων μεστὸν, καὶ ἢν ἐπαφήσῃ, ὄψει οὕτως ἔχον, καὶ τὰ ἐπιμήνια οὐ γίνεται, οὐδὲ ἡ γονὴ ἐμμένει. Τέως ἂν ὧδε ἔχῃ, τῆς κυκλαμίνου τὸν φλοιὸν περιλέψας, καὶ σκόροδα, καὶ ἅλας, καὶ σῦκον, καὶ μέλι ὀλίγον, ταῦτα τρῖψαι καὶ ξυμμῖξαι, καὶ ποιῆσαι βάλανον, καὶ προσθεῖναι πρὸς τὸ στόμα τῶν μητρέων, καὶ τῶν ἄλλων προσθετῶν, ὅσα τε δριμέα ἐστὶ καὶ ὑφ' ὧν καθαίρεται αἷμα, καὶ τῶν πομάτων ἅσσα ὑστέρας καθαίρει.

[166]    Ἢν παρὰ φύσιν αἱ μῆτραι χάνωσι, τὰ ἐπιμήνια χωρέει πλέονα καὶ γλίσχρα καὶ θαμινὰ, καὶ ἡ γονὴ οὐκ ἐμμένει, καὶ τὸ στόμα κεχηνός ἐστι, καὶ οὐχ οἷόν τε εἰρύεσθαι τὴν γονὴν, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, [καὶ ὀδύνη] τὴν κάτω κοιλίην καὶ τὰς ἰξύας. Ἡ δὲ νοῦσος λάζεται ἐκ ῥόου αἱματώδεος, γίνεται δὲ καὶ ὁκόταν τὰ ἐπιμήνια ἐξαπίνης ἱστάμενα ῥαγῇ. Ἡ δίαιτα γοῦν πρόσθεν εἴρηται. Χρὴ δὲ προσθέτοισι θεραπεύειν, ἐν ἀρχῇ μὲν καθαρτηρίοισιν ἅμα καὶ μαλθακοῖσιν, ἔπειτα ἠρέμα στύφουσι, καὶ σπόγγοισι τὰ κάτω τοῦ ὀμφαλοῦ πυριῇν μυρσίνης ὕδατι, ἢ βάτον ἐναφεψεῖν, ἢ ἐλαιῶν φύλλα, ἢ ῥόδων, ἢ οἰνάνθης, ἢ ἀμπέλου.

[167]    Ἢν τὸ στόμα τῶν μητρέων ἀναχάνῃ μᾶλλον ἢ ὡς πέφυκεν ἐν τοῖς ἐπιμηνίοις, τὰ ἐπιμήνια γίνονται πλείω καὶ κακίω πάντα καὶ ὑγρότερα καὶ διὰ πλείονος χρόνου, καὶ ἡ γονὴ οὐχ ἅπτεται, οὐδὲ μένει, ἀλλὰ πάλιν ἔξεισι· κἢν ἐπιμένῃ, τὸ στόμα εὑρήσεις διαπεπλιχὸς, καὶ ἀδυναμίη ἴσχει ὑπὸ τῶν ἐμμηνίων, καὶ κούφη ἐστὶ καὶ ἄτονος, καὶ πρόσω χωρέει, τὰ δὲ κράτεα χαλᾶται, καὶ πῦρ βληχρὸν, καὶ ῥῖγος, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τοὺς κενεῶνας καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα μάλιστα, ἤν τι ἐν αὐτῇ διαφθαρὲν σαπῇ καὶ παγῇ, πάσχουσι δὲ καὶ ἐκ τόκων ἔνιαι, αἱ δὲ καὶ ἄλλως. Ὅταν γοῦν ὧδε ἔχῃ, φάρμακον χρὴ πιπίσκειν, καὶ κρισιμωτέρη ἔσται· κἢν ὀδύνη ἔχῃ, τῶν χλιασμάτων προστιθέναι, καὶ τῷ ψυχρῷ λούειν, καὶ διαλείποντα κλύζειν, καὶ τῶν ποτημάτων διδόναι ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ ὑποθυμιῇν ὁκόσα ξηραίνει, καὶ πουλύποδας ἐσθιέτω καὶ τὴν λινόζωστιν. Ἢν δὲ μὴ μεμύκωσιν αἱ μῆτραι ὡς χρὴ, καθίννυσθαι ἐν ὕδατι μυρσίνης ἐναφεψημένης, ἢ σχίνου, ἢ ἀμπέλου, ἢ ἐλαίης φύλλοισιν, ἢ ῥόδων. Δίαιτα δὲ, ἣ λέλεκται ἐπὶ τοῦ ἐρυθροῦ ῥόου· ἄριστον δέ οἱ βοήθημα δίψα, ἔμετοι θαμέες, καὶ λουτρῶν εἴρξεις. Ὁκόταν ἀναστομωθέωσι μᾶλλον τοῦ δέοντος αἱ ὑστέραι καὶ μὴ μεμύκωσι, καθάρσιος δέονται καὶ κλυσμῶν καὶ θυμιημάτων.

[168]   Ἢν δὲ λειανθέωσιν αἱ μῆτραι, τὰ ἐπιμήνια πλείω γίνεται καὶ κακίω καὶ ὑγρότερα καὶ πυκνὰ, καὶ ἡ γονὴ οὐκ ἐμμένει, ἀλλὰ πάλιν οἴχεται, καὶ τὸ στόμα ἐπαφώμενος τῷ δακτύλῳ ὄψει λεῖον, καὶ ἀδυναμίη αὐτὴν λαμβάνει ὑπὸ τῶν ἐμμηνίων, καὶ πυρετὸς καὶ ῥῖγος ἴσχει, ὀδύνη τε ἐς τὴν νειαίρην γαστέρα, καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, μάλιστα δὲ ἤν τι ἐν αὐτῇ διαφθαρὲν σαπῇ, καὶ ἐκ τόκου καὶ ἄλλως. Ὅταν οὖν οὕτως ἔχῃ, θεραπεύειν χρὴ, ὅκου ἂν ἡ ὀδύνη ἔχῃ, ὡς ἐπὶ τῶν πρόσθεν γέγραπται.

[169]    Ἢν αἱ μῆτραι φλεγμήνωσι, τὰ ἐπιμήνια ἐπηλυγίζονται, καὶ ὁ τράχηλος ξυναρθμοῦται, καὶ πυρετὸς ὀξὺς καὶ γνώμης ἁπτόμενος, καὶ πονηρὰ καὶ ὀλίγα οἱ ἐπιφαίνεται, καὶ ὁκόταν νῆστις ᾖ, ἔμετος αὐτέῃ ἐπέρχεται· ὁκόταν δέ τι φάγῃ, ταῦτα ἐμέει· καὶ ὀδύνη τὴν νειαίρην γαστέρα ἴσχει καὶ τὰς ἰξύας, καὶ ἀποψύχει, καὶ περίψυξις ὅλου τοῦ σώματος· ἡ δὲ γαστὴρ τοτὲ μὲν σκληρὴ, τοτὲ δὲ μαλθακὴ, καὶ ἐμπίπραται, καὶ ἀείρεται, καὶ δοκέει ἐν γαστρὶ ἔχειν· ἔστι δ' ὅτε κενεὸν φαίνεται τὸ πλήρωμα τῆς γαστρὸς, καὶ ἐμπίπλαται ἡ κοιλίη ὕδατος, καὶ ὁ ὀμφαλὸς ἐξίσχει, καὶ τὸ στόμα ἰσχνὸν, καὶ ἐξαπίνης ἐφάνη τὰ ἐπιμήνια τρύζοντα, καὶ ὀλίγα καὶ πονηρὰ, καὶ λεπτύνεται τὰς κληῗδας καὶ τὴν δειρὴν, καὶ οἱ πόδες οἰδίσκονται καὶ αἱ πέζαι μάλιστα. Ὅταν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ πυριῆσαι τὰς ὑστέρας ὡς εὐώδεσι, τὰς ἡμέρας τοῖσι μολυβδίοισι, καὶ λοῦσαι θερμῷ ὕδατι πρὸ τῆς προσθέσιος μὴ δάκνοντι· καὶ μετὰ τὴν πρόσθεσιν κλύζειν τὰς ὑστέρας· δύο πόσιας κνήστρου ἑψῆσαι ἐν κοτύλῃ ὕδατος, καὶ ἀποχέαντα τὸ ὕδωρ κλύσαι, κοτύλην ξυμμίξαντα μέλιτος καὶ ἐλαίου ναρκισσίνου ἢ ἀνθινοῦ· μετὰ δὲ ταῦτα διαλιπεῖν ἡμέρας τρεῖς, εἶτα κλύσαι τῷ ξὺν τῷ ὄξει, καὶ πρὸ τοῦ σίτου τὴν λινόζωστιν ἑψοῦσα ξὺν οἴνῳ ποσῷ ἐσθιέτω ὡς κράμβην καὶ τὸν χυλὸν ῥοφεέτω. Ἢν δὲ ἐπιμένῃ, φάρμακα πιπίσκειν, ὑφ' ὧν ὕδωρ καθαίρεται τὰς ὑστέρας. Σιτίοισι δὲ χρεέσθω ἄρτοισι καὶ λαχάνοισιν ἑφθοῖσι τακεροῖσι, θαλασσίοισι δὲ μᾶλλον ἢ κρέασιν, ἢ ἀκροκωλίοισιν ἑφθοῖσι τακεροῖσι, καὶ ταλαιπωρέειν ὡς πλεῖστα καὶ πρὸ τοῦ σιτίου καὶ μετὰ τὰ σιτία, καὶ λουέσθω ὡς ἐλάχιστα ψυχρῷ, καὶ γλυκέων καὶ λιπαρῶν παντοίων εἰργέσθω· τὰς δὲ διὰ μεσηγὺ τῶν καθαρσίων ἀδίαντον πινέτω, ἐν ὄξει κεκρημένῳ νῆστις. Ἡ δὲ νοῦσος θανατώδης, ἐκφυγεῖν δὲ ὀλίγαι δύνανται, ἢν μὴ ἐν γαστρὶ ἔχωσιν.

[170]    Φλεγμασίης μητρέων· τὰ ἐπιμήνια ἐπηλυγίζονται, καὶ ὁκόταν ἄσιτος ᾖ, ἐμέει, ὁκόταν δὲ βεβρώκῃ, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ ὅλη ἡ κοιλίη ὁτὲ μὲν σκληροτέρη, ὁτὲ δὲ μαλθακὴ γίνεται, καθίσταται δὲ οὐ πάνυ· κοιλίη μεγάλη γίνεται καὶ οὐ καθαίρεται, καὶ δοκέει κυεῖν, καὶ πάσχει ὁκόσα περ καὶ αἱ ἐγκύμονες· καὶ ἢν θιγγάνῃς τῆς κοιλίης, κοῦφον τὸ οἴδημα γνοίης ὡς ἀσκοῦ, καὶ ὁκόταν δοκέῃ τόκου ὥρη εἶναι, αἱ μῆτραι ξυμπίπτουσι, καὶ τὰ ἐπιμήνια ὀλίγα καὶ κακίονα. Ταύτην φάρμακον χρὴ πιπίσκειν κάτω, καὶ προστιθέναι τῶν καθαρτικῶν, καθαρθεῖσα δὲ ὑγιὴς γίνεται.

[171]    Ἢν φλεγμαίνηται ἡ μήτρη, ψαύεται· ἢν δέ τι σφακελίζῃ καὶ παλιγκοταίνῃ, πῦρ ἔχει ὀξὺ καὶ μέγα, καὶ φρίκη σκληρή· τὰ ἀμφὶ τὰ αἰδοῖα ἐκπάγλως αἴθεται καὶ δάκνεται καὶ ὀργᾷ, καὶ εἴ τις ἐπαφήσει τῷ δακτύλῳ, καὶ αὖθις κάκιον ἴσχει καὶ ἀδάξεται, καὶ τὴν κεφαλὴν ἀλγέει καὶ τὸ βρέγμα, καὶ ἀχλὺς, καὶ ἱδρὼς μετωπίδιος, καὶ τὰ ἄκρεα ψύχονται καὶ τετρεμαίνουσι, καὶ κῶμα ἔχει ἄλλοτε καὶ ἄλλοτε, καὶ ἐσακούειν οὐκ ἐθέλει· οὐδὲ ἡ ὑστέρη ἐνεργεῖ· ἀσιτίη πολλὴ, καὶ στόμαχος οὐ πάμπαν εἰρύεται τὴν τροφὴν οὐδὲ ἡ κοιλίη, καὶ βοᾷ, καὶ ἀναΐσσει, καὶ ὀδυνᾶται τό τε ἦτρον καὶ τοὺς βουβῶνας καὶ τὰς ἰξύας καὶ παραφάσιας, καὶ ταχὺ θνήσκουσιν· ἢν δὲ αἱ ὀδύναι καταιγίζωσι, σπόγγοισι θερμοῖσιν ἐξ ὕδατος ἢ ἐλαίου ἐκπεπιεσμένοισι πυριῆσαι· καὶ προσθέτοισι μαλθακοῖσι, μυελὸν ἐλάφου καὶ χηνὸς ἄλειφα καὶ κηρὸν λευκὸν καὶ ὠοῦ τὸ πυῤῥὸν ἢ κηρωτὴν πισσηρὴν προστιθέναι ξὺν ῥητίνῃ· καθαίρειν δὲ ὀνείῳ γάλακτι ἢ αἰγείῳ, ἢ ζωμῷ ὄρνιθος· οἶνον δὲ μὴ πίνειν, καὶ πτισάνης χυλὸν ῥοφεέτω.

[172]    Μητρέων ὀδύνης ἔγχυτον· ἢν ὀδύνη μοῦνον ᾖ σπερχνὴ καὶ βίαιος, ἀχλὺς ἐν τῇσι μήτρῃσιν ἔνι, καὶ οὐκ ἔξεισι τὸ πνεῦμα, ἀλλ' αὐτόθι μένει, κακόν· δεῖ οὖν οὕτως θεραπεύειν· ἀνδραφάξιος ἀγρίης καρπὸν καὶ τεῦτλα τρίψας ὁμοῦ λεῖα, χλιήνας τε, ἔγχεον ἐς τὰς μήτρας. Ὑστερέων ὀδύνης παῦον· οἶνον ὡς ἥδιστον ἴσον ἴσῳ κεράσας τρία ἡμίχοα ἀττικὰ, μαράθου ῥίζας καὶ τοῦ καρποῦ τριτημόριον, καὶ ῥοδίνου ἐλαίου ἡμικοτύλιον· ταῦτα ἐμβαλεῖν ἐς ἐχῖνον καινὸν καὶ τὸν οἶνον ἐπιχέαι, εἶτα πυριῆσαι. Προστιθέναι δὲ καὶ σκίλλην, ἔστ' ἂν τὸ στόμα μαλθακὸν ᾖ καὶ φαρκιδῶδες.

[173]    Καὶ ὅταν ἐν τῇ καθάρσει φλύκταιναι ἀνὰ τὸ στόμα τῆς ὑστέρης θύωσιν, οὕτω θεραπεύειν· σάρκα βοὸς πικερίῳ ἢ χηνείῳ στέατι καὶ ἀννήσῳ χρίσασα λείοις, τὴν σάρκα ἐς τὸ αἰδοῖον ἐντιθέναι.

[174]    Ἢν ἐρυσίπελας ἔχῃ τὰς μήτρας, οἰδέει τοὺς πόδας καὶ τοὺς μαζοὺς καὶ τὸ σῶμα, καὶ πόνος αὐτὴν κατέχει, καὶ ὀρθόπνοια γίνεται, καὶ ἀλγέει τοὺς κενεῶνας καὶ τὸ ὑπογάστριον καὶ τὰ στέρνα καὶ τὴν κεφαλήν· τρόμος τε ἔχει, καὶ τὰς χεῖρας νάρκη καὶ τοὺς βουβῶνας, καὶ τὰς ἰγνύας τρέμει· ἐνίοτε δὲ καὶ ἐν τῇσιν ἰγνύῃσι πελιδναὶ γίνονται, καὶ κουφίζει ὀλίγον χρόνον, καὶ ἡ χροιὴ, μάλιστα δὲ καὶ οἱ μαζοὶ ἀείρονται κατὰ τὴν ὁμοεθνίην· ἀλλὰ γὰρ οὐ πάνυ τι ἀλγέει, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, καὶ ἐρυθρὸν τὸ πρόσωπον γίνεται, καὶ δίψα ἰσχυρὴ, καὶ τὸ ἴκταρ ξηραίνεται. Ταῦτα ἢν ἐγκύμονι περιπέσῃ, θνήσκει, καὶ οὐκ ἂν δυνήσεται διαφυγεῖν.

[174bis]    Ἢν ἐρυσίπελας ἐν τῇσι μήτρῃσι γένηται, οἰδήματα γίνεται πλεννωδέστατα ἀπὸ τῶν ποδῶν ἀρξάμενα ἐς τὰ σκέλεα πάντα καὶ ἐς τὴν ὀσφύν. Ὅσῳ δ' ἂν ὁ χρόνος πλείων γίνηται, καὶ ὁ θώρηξ ἐπαΐει, καὶ οἰδίσκεται, καὶ περιψύχεται πᾶσα, καὶ πῦρ ἔχει μέγα, καὶ ῥῖγος ἐπιλαμβάνει, καὶ πνεῦμα πυκνὸν, καὶ λιποθυμίη, καὶ ἀσθενείη, καὶ ὀδύνη παντὸς τοῦ σώματος· δυσθυμέει τε καὶ αἰολᾶται τῇ γνώμῃ, καὶ τὸ πάθος ἀνέρχεται ἐκ τῆς κάτω κοιλίης ἐς τὰς ἰξύας καὶ ἐς τὰ νῶτα καὶ τὰ ὑποχόνδρια καὶ τὰ στέρνα καὶ τὸν τράχηλον καὶ τὴν κεφαλὴν καὶ τὸν στόμαχον, καὶ δοκέει θανεῖσθαι· ὁκόταν δὲ λύηται ἡ ὀδύνη, νάρκη ἔχει τὰς ἰξύας καὶ τοὺς βουβῶνας καὶ τὰ σκέλεα, καὶ τὰ ἐν τῇσιν ἰγνύῃσι πέλια γίνεται, καὶ ὀλίγον χρόνον δοκέει ῥᾴων εἶναι· ἔπειτα αὖθις πονέεται, καὶ ὁ χρὼς φλυκταινέων καταπίμπλαται, καὶ τὸ πρόσωπον ἐρυθήματα λάζεται προφανέα καὶ δηλεόμενα, καὶ ὁ φάρυγξ αὖος, καὶ ἡ γλῶσσα τρηχείη. Αὕτη ἡ νοῦσος εἰ ἐγκύμονα σχοίη, κτείνει. Ἢν δὲ μὴ, ἰητρείην χρὴ προσάγειν· ὄνου γάλα πιπίσκειν καὶ καθαίρειν· ἢν δὲ μὴ λύηται ὧδε, ψύχειν τὴν κοιλίην ἐν μαλθακοῖσι ψύγμασι, καὶ προσθέτοισι μὴ περισκελέσι, καὶ καθῆραι κούφοισιν ἐκ τοῦ κατ' ὀλίγον, καὶ ἐμέειν· ἀγαθὸν δὲ ἀκτῆς φύλλα λαμβάνειν ἑφθὰ ξὺν ὀριγάνῳ ἢ θύμῳ ἢ πηγάνῳ· ἢν δὲ τὸ πῦρ μεθίῃ, καὶ οἶνον καὶ σιτία διδόναι γλυκέα. Παῦραι δὲ ὑγιαίνονται.

[175]   Ὕδερος δὲ γίνεται ἐν τῇσι μήτρῃσι· τὰ ἐπιμήνια χωρέει ἀσώδεα καὶ ὑδατώδεα καὶ οὐ πάνυ αἱματώδεα, οἰδέει καὶ ἡ ὑστέρη καὶ φλέβες καὶ ὅσα ἄγχιστα, καὶ οὐ κυΐσκεται, ἔπειτα πνίγεται· καὶ οἱ μαζοὶ ῥέουσι, καὶ ἡ νειαίρα γαστὴρ σκληρή ἐστι καὶ οἰδέει καὶ πᾶς ὁ ἀμφὶ πέριξ χῶρος, καὶ ἀλγέει, εἴ τις ψαύσειε· πυρετός τε καὶ βρυγμὸς ἴσχει, καὶ ὀδύνη σπερχνὴ ἐς τοὺς κενεῶνας καὶ ἐς τὰς ἰξύας, καὶ ἐξονειροῖ, καὶ κάκιον ἴσχει. Ταύτην λούειν δεῖ θερμῷ καὶ χλιαίνειν, φάρμακον δὲ πιπίσκειν, καὶ πυριῇν βληχρῇσι πυρίῃσι· καὶ κυκλάμινον τριώβολον ἐν ὀθονίῳ προστιθέσθω ἀποδήσασα, καὶ κυπαρίσσου χυλὸν βρέχειν ἐν ὕδατι, καὶ κανθαρίδας τρίβουσα προστιθέναι ὀλίγον χρόνον, καὶ διὰ πλείονος ἐνεργεῖ. Προσθετὸν, κύμινον ὅσον χήμη, ἀσταφὶς λευκή. Ἄλλο· κνίδης καρπὸς, ἄρου ῥίζα, τουτέων ὃ βούλει ἐπιεικέως προστιθέναι. Ἐπειδὰν δὲ καθήρῃς, καὶ ἀφαιρέειν καὶ ἐγκλύζειν τὰ αἰδοῖα, καὶ ξυγκοιμάσθω, καὶ ἢν διενέγκῃ τὸ ἔμβρυον, ἐκκαθαίρεται πᾶσα καὶ ὑγιὴς γίνεται.

[176]    Ὑδέρου μητρέων· ὕφαιμόν τι ῥέει ἰχωροειδὲς, καὶ καθαίρεται, καὶ δάκνει σφόδρα καὶ ἑλκοῖ ὥσπερ ἅλμη τὰ αἰδοῖα καὶ τὰ πέριξ, καὶ ὅκου ἂν ἐπιστάξῃ ἑλκοῖ, καὶ ἡ χροιὴ ἰκτερώδης· τὰ δὲ ἄλλα καθαίρεται πλῆθος, ὥσπερ ἐν τοῖσιν ἄλλοισι ῥόοισιν. Ἡ δὲ νοῦσος βληχροτέρη τε καὶ ἄλλως θανατώδης γίνεται, ἢν ἐξελκωθῶσιν αἱ μῆτραι. Ταύτην θεραπεύειν ὡς τὴν ὑπὸ λευκοῦ ῥόου ἐχομένην, καὶ γάλα ὄνειον πιπίσκειν, καὶ ἰσχναίνειν, καὶ ἰῆσθαι φαρμάκοισι τοῖσι προειρημένοισιν. Ὑδέρου ἐκλεικτά· ἢν ὕδωρ ἐκ τῶν μητρέων ῥέῃ, θεῖον, χηνὸς ἄλειφα, λείχειν.

[177]    Ἢν ἄνεμος ἐν τῇσι μήτρῃσιν ἐνῇ, φῦσα ἔξεισι καὶ τρύζει, καὶ οἰδέει πᾶσα, καὶ πῦρ ἔχει καὶ κάματος πρὸς τοίσδεσσι· καὶ ἀΐσσει σφόδρα ὑπὸ τῆς ὀδύνης, καὶ τὸν ἄνδρα οὐ προσίεται, καὶ σφόδρα ἄχθεται τὴν εὐνὴν, καὶ ὀρθοῦσθαι ἀδυνατέει, καὶ ὡς βαρέα μιν ἔγκειται ἐν τῇσι μήτρῃσι, καὶ κεφαλὴν ἀλγέει, καὶ ἀλύει, καὶ ἄναυδός ἐστιν· ἢν δὲ ἡ ὀδύνη προστῇ, βοᾷ τε καὶ ἀλγέει πάντα καὶ ἰξύας καὶ ἐπίσειον καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον ἴσχεται καὶ ἡ κοιλίη, καὶ πνίγεται, καὶ θανεῖν ἐρᾶται, καὶ ὑποχόνδριον τιταίνεται, καὶ στόμαχος δάκνεται, καὶ στόμα πικρὸν, καὶ ἐμέει ὀξέα καὶ ἄκρητα, καὶ ἐρεύγεται θαμινὰ, καὶ ῥαΐζει· ἢν δὲ μὴ, ἀνοιδίσκεται, καὶ ἢν ἐπαφήσῃ, ἀντιτυπέει καὶ ἀλγέει. Κλύζειν οὖν χρὴ τὴν μήτρην μελικρήτῳ καὶ ὀξυμέλιτι καὶ ἐλαίῳ· κύμινον τριπτὸν, ἢ ἄννησον, καὶ λίνου πέταλα τρίβειν, καὶ ὄρνιθος πάτον ξὺν ὠοῖς, καὶ ἐν ὕδατι ἐνιέναι· προσθέτοισι δὲ οἷς ἂν ἐγὼ γράψω, καὶ ποτήμασι χρεέσθω· καθίννυσθαι δὲ ἐν ἐλαίῳ θερμῷ, καὶ ἀρώματα ἐμβάλλειν, σχοίνου ἄνθος, ἢ ἐν ὕδατι δάφνης ἢ θαλάσσης· ἄριστον δὲ καθαίρειν κλυσμοῖσι μαλθακοῖσι τὴν κοιλίην· ἢ βάλανον προστιθέναι, ὡς νηπίῳ κοιλίη λύεται, εἴριον ἄπλυτον ξὺν μέλιτι· ἢν δὲ γεραιτέρη ᾖ, κρόμμυον ἐμβάπτειν ἐς ἔλαιον, ἢ ἐς μέλι, καὶ προστιθέναι· ἢ ταύρου χολὴν, ἢ νίτρον ξὺν μέλιτι, ἢ ῥοιῆς ὀξείης χοίνικα ξὺν μέλιτι καὶ ἀλήτῳ κριθίνῳ.

[178]    Εἰ δὲ μύλη ἐμφύεται ὑπὸ πάχεος γονῆς ἐνεχομένης, θύμβραν λειήνας ἐν ὄξει καὶ ὕδατι, τοῦτο δίδου πίνειν ἔνυγρον, ἢ ὑοσκυάμου τὸν καρπὸν λεῖον, καὶ κλύζειν ἅλμῃ καὶ ὀπῷ καὶ ὄξει· ἢν δέῃ, ξὺν ὕδατι· κράτιστον δὲ μελίκρητον ἐνιέναι ξὺν ὕδατι φακῶν, ἢ ὀρόβων, ἢ ἴου ἄνθεος. Ἢν δὲ καθαρθῇ οἷα τὰ πυριφλεγέθεα, μυρσίνην ἑψεῖν καὶ διανίζεσθαι, σμύρναν καὶ νέτωπον ἐν εἰρίῳ προστίθεσθαι.

[179]   Ἢν ἄνεμος ἐνῇ ἐν τῇσι μήτρῃσι καὶ δάκνῃ, τῇδε καὶ τῇδε διεξιὼν πῦρ ποιέει, καὶ οἰδέει καύματι, καὶ ὀδυνῇ, καὶ τὸν ἄνδρα ἀπαναίνεται, καὶ ἄχθεται σφόδρα τῇ συνουσίῃ, καὶ τείνεται, καὶ οἰδέει τὸ ἦτρον, καὶ οὐ δύναται ὀρθοῦσθαι, ἢ ἰθύνεσθαι. Ὅταν οὕτως εὕρῃς, γνῶθι ὅτι ἄνεμος καὶ γονὴ ἔνι ἐν τῇσι μήτρῃσι, καὶ ἡ γονὴ ἐμπέφυκε· διὰ τοῦτ' οὖν κάμνει. Λαβὼν μέλι, κηρὸν καὶ λίνου πέταλα, τρίψας λεῖα καὶ ὄρνιθος στέαρ, οἴνῳ εὐώδει, χλιήνας, ἔγχεον ἐς τὰς μήτρας κλυστῆρι· πινέτω δὲ λίνου πέταλα· ἢ τὸν καρπὸν τρῖψαι καὶ ἐς εἴριον ἐνελίξαι, πρὸς τὸ στόμα τῆς μήτρης· εἰ δὲ μὴ, ἐνεργοτέρῳ χρῆσθαι· λίριον καὶ κρόκον καὶ λίνου πέταλα, ὄρνιθος στέαρ τρίψας λεῖα, διεὶς γάλακτι γυναικείῳ, ἀποσπογγίσας ἄχνῃ ἀπὸ ὀθονίων λεπτῶν, ἐνδῆσαι· προστιθέσθω δὲ πρὸς τὸ στόμα τῆς ὑστέρης.

[180]    Κἢν ὑποφύηται πιμελὴ σαρκοειδεστέρη, τηκεδόνα ἐντιθέναι, καὶ λεπτύνειν μέσως· αἱ γὰρ λίην λεπτυνόμεναι ἀραιαί εἰσι καὶ ἐκτιτρώσκουσιν.

[181]    Εἰ δὲ οὐ δέχεται ἡ ὑστέρη, ἀλλὰ ἀφίησι καὶ θερμὸν οὐκ ἔχει ἐν ἑωυτῇ, ὄργανον χρὴ μηχανοποιέεσθαι, ἐφ' ὃ ἑζομένη εἴσεισιν ἀτμὸς ἐς τὰς μήτρας, ἀμφὶ δὲ τοῦτο εἵματα κυκλόσε τιθέναι· ὑποθυμιῇν δὲ κασίην, κιννάμωμον, σμύρναν, ἴσον ἑκάστου, ἐν οἴνῳ τε φυρῇν σιραίῳ καὶ ἐπιβάλλειν, ὀλίγον τε λούεσθαι, ὀλίγα σιτέεσθαι. Ἀρήγει δὲ καὶ προσθετὸν τοιόνδε· σμύρναν ἁπαλὴν ξὺν μέλιτι· ἔστω δὲ προμήκης ὡς βάλανος· καὶ ταῦτα ποιέειν πλειστάκις πρὸς τὴν δύναμιν ὁρέων. Καὶ οἱ ἐν σίτῳ πελεκῖνοι τριπτοὶ ξὺν σμύρνῃ ὠφελέουσιν. Ἑψεῖν δὲ μέλι, καὶ ξὺν τῇσι δαισὶν ἀνακυκᾷν, καὶ ὅσον αἰγύπτιον κύαμον προστιθέναι. Καὶ ταύρου χολὴν, καὶ ῥοὸς ἐρυθρῆς ἴσον κονύζῃ ποίῃ, ὅμοιον δέ ἐστι σελίνῳ οὐλῷ, φύεται δὲ ἄγχιστα θαλάσσης ἐν χωρίοισι ψαμμώδεσιν, ὀδμὴ δύσοιστος, ξὺν μέλιτι καὶ οἴνῳ πρόσθες. Ἢ βόλβιον, ἐν πυροῖσι δὲ θεωρεῖται, αἰγυπτίοισι δὲ μάλιστα, δριμὺ, ὅμοιον κυμίνῳ αἰθιοπικῷ· τοῦτο, σκόροδον, νίτρον ἐν τῷ αὐτῷ προστίθει, προλουέσθω δέ.

[182]    Ὅταν γυνὴ τὴν κεφαλὴν ἀλγέῃ τὸ βρέγμα τε καὶ τὸν τράχηλον καὶ ἰλιγγιᾷ πρὸ τῶν ὀμμάτων καὶ φοβῆται καὶ στυγνὴ ᾖ, καὶ οὖρα μέλανα καὶ δι' ὑστέρης ὅμοια, καὶ ἄση ἔχῃ καὶ δυσθυμίη, μέλαινα χολὴ ἐν τῇσι μήτρῃσιν ἔνι. Θεραπευέσθω δέ· ἐντεριώνην παλαιὴν ἐνιαυσίην, ταύρου χολὴν, ἄνθος χαλκοῦ τρίβειν ξὺν βακκάρει, καὶ προσθετὰ ποιέειν, καὶ φάρμακον πιπίσκειν, καὶ λούειν.

[183]    Ὁκόταν δὲ δάκνηται τὰς μήτρας γυνὴ καὶ ἀλγέῃ καὶ ἀδάξηται, καὶ χολὴν οὐρέῃ ξανθὴν, καὶ ἡ μήτρη χάνῃ, καὶ οἱ ὀφθαλμοὶ ἰκτερώδεες, ἴσθι ὅτι χολὴ ἐν τῇσιν μήτρῃσιν ἔνι. Ἄριστον γοῦν ἐκκαθαίρειν τό τε πᾶν σῶμα καὶ αὐτὰς προσθέτοισιν, ἃ χολὴν ἄγει.

[184]    Ψύχεται ἡ ὑστέρη, καὶ βάρος δοκέει ἐγκεῖσθαι, καὶ τὸ χρῶμα οὐ λαμπρὸν, καὶ πέπηγεν ἡ ὑστέρη. Ὅταν οὕτως ἔχῃ, καθαίρειν ὅ τι φλέγμα ἄγει, καὶ λεπτύνειν χρὴ καὶ πυκινὰ ἐμέειν.

[185]    Ὅταν γυναικὶ ὄζῃ κακὸν ἐκ τοῦ στόματος, καὶ τὰ οὖλα μέλανα ᾖ καὶ πονηρὰ, κεφαλὴν λαγωοῦ καὶ μύας τρεῖς κατακαῦσαι χωρὶς, καὶ τῶν δύο μυῶν ἐξελεῖν κοιλίην, ἧπαρ δὲ καὶ νεφροὺς μή· καὶ ἐν θυίῃ λιθίνῃ τρίβειν μάρμαρον ἢ λίθον λευκὴν, καὶ διασῆσαι· εἶτα μίσγειν ἴσον ἑκάστου, καὶ τοὺς ὀδόντας τρίβειν· χρὴ δὲ καὶ τὰ ἐν τῷ στόματι χωρία τρίβειν· κἄπειτα εἰρίῳ πινωδεστάτῳ τρίβειν, καὶ διακλύζεσθαι ὕδατι· βάπτουσα δὲ τὸ πινῶδες εἴριον ἐν μέλιτι, ἀνατριβέτω τοὺς ὀδόντας καὶ τὰ οὖλα καὶ τὰ ἔνδον καὶ τὰ ἔξω. Τρίβειν τε ἄννησον, καὶ ἀνήθου καρπὸν, καὶ σμύρνης ὁλκὴν ὀβολοὺς δύο, διιέναι οἴνῳ λευκῷ ἀκρήτῳ ἡμικοτυλίῳ, ἐν τουτέῳ διακλυζέσθω, καὶ ἐν τῷ στόματι πουλὺν κατεχέτω χρόνον, θαμινὰ δὲ τοῦτο δρᾷν, καὶ ἀναγαργαρίζεσθαι νῆστιν καὶ μετὰ τὴν τροφήν· ἄριστον δὲ ὀλιγοσιτίη, κράτιστα δὲ χρὴ προσφέρεσθαι. Τοῦτο τὸ φάρμακον ὀδόντας καθαίρει καὶ εὐώδεας ποιέει· καλέεται δὲ ἰνδικὸν φάρμακον.

[186]    Ὁκόταν γυναικὶ μαζὸς τριχιήσῃ, στοιβῆς καρπὸν, ἢ βάτου ἑψῇν ἐν ὕδατι καὶ ἐλαίῳ, καὶ τοὺς μαζοὺς καταπλάσσειν, καὶ τεύτλου φύλλα ἐπιῤῥίπτειν· ἔπειτα ῥάψαι ἐκ ῥάκους ὡς κυρβασίην, τεκμηράμενος ὅσον τὸν μαζὸν ἐκχωρήσει, καὶ οὕτως ἐντιθέναι τὸν τιτθόν· ἢν δὲ διαπύῃ, ἄμεινον τάμνειν, καὶ εἰρίῳ ῥερυπωμένῳ μοτῶσαι, καὶ ἐπιβάλλειν τωὐτό· μετέπειτα λύσαντα φακῷ ἑφθῷ ξὺν ἀλφίτῳ μῖξαι καὶ καταπλάσσειν.

[187]    Ἐπὴν γυναικὶ ἐν τῷ αἰδοίῳ ἢ ἐν τῷ ἀρχῷ ἀσκαρίδες γένωνται, λύγου καρπὸς μίσγεται ἢ φύλλα, καὶ βοὸς χολὴ παραμίσγεται ὅσον ὀβολός· κεδρίνῳ δὲ ἐλαίῳ φυρῇν, καὶ εἰρίῳ πινόεντι εὐειροτάτῳ ἀναλαβεῖν· ἐντιθέσθω δὲ διὰ τρίτης νύκτα καὶ ἡμέρην, τῇ δὲ ὑστεραίῃ ἀφελομένη λουέσθω θερμῷ, καὶ σκόροδα ἑφθὰ καὶ ὠμὰ ἐσθιέτω, καὶ αἱ ἀσκαρίδες ἐξίασι καὶ θνήσκουσιν· ἅλμῃ δὲ κλύζειν χρή.

[188]    Πρόσωπον ἀγλαΐζει ἧπαρ ταύρου, τρίβειν ξὺν ἐλαίῳ, ἀλείφειν δὲ ἐν ἀκρήτῳ οἴνῳ· χολὴ δὲ χλωροῦ φθείρει· ἀλλὰ καὶ ὁ χυλὸς τῆς πτισάνης ὁμοίως λαμπρύνει, καὶ ὠῶν τὸ λευκὸν, καὶ ἄλητον θέρμων καὶ ὀρόβων, καὶ σῦκον καταπλάσσειν, καὶ κράμβης ῥίζα καὶ σπέρμα· ταῦτα καὶ φακοὺς αἴρει, καὶ ἀλκυόνιον, καὶ κονιορτὸς ἢν λυπέῃ τὸ πρόσωπον, κηρωτῇ ὑγρῇ διὰ ῥοδίνου ὑποχρίειν, καὶ ὕδωρ ψυχρὸν προσχέειν. Καὶ ῥυτίδας ἐκτείνει, ἐν θυίῃ λιθίνῃ μολίβδαιναν τρίβειν, καὶ μηνιαῖον ὕδωρ παραχέοντα πλάσαι κυκλίσκους· κἀπειδὰν ξηρανθῶσιν, ἐλαίῳ διεὶς, χρῖε τὸ τὰς ῥυτίδας φέρον πρόσωπον.

[189]    Ἢν δὲ ῥέωσιν αἱ τρίχες, λήδανον μετὰ ῥοδίνου ἢ ἀνθινοῦ μύρου τρῖβε, καὶ μετ' οἴνου ἐγχριέτω· ἢ τὴν σμηκτρίδα γῆν ξὺν οἴνῳ, ἢ ῥοδίνῳ, ἢ ὀμφακίῳ, ἢ ἀκακίῃ, καὶ ἢν μαδήσῃ, κύμινον ἔμπλασσε, ἢ πελιάδων κόπρον, ἢ ῥάφανον τριπτὴν, ἢ κρομμύῳ τριπτῷ, ἢ τεύτλῳ, ἢ κνίδῃ.

[190]    Τὰς δ' ἐφηλίδας λεγομένας αἴρει, ὀρόβιον, τεύτλου χυλὸς, ὠῶν τὸ λευκὸν, πτισάνη, ἢ σικύου ἀγρίου ῥίζη ξηρὴ, μετ' οἴνου τρυγὸς τριφθεῖσα, καὶ ἐπαλειφομένη, ἢ συκῆς φύλλα προστιθέμενα· σησάμῳ τριπτῷ σμήχεσθαι, ἢ ἀμυγδάλαις πικραῖς· κνίδης τε σπέρμα, σκορόδων κέλυφος ἐπιδεόμενον, λεπίδιον.

[191]    Λειχῆνας ἐξάγει πάντας, ὄξος, μάννα, κίσσηρις, θεῖον μετ' ὄξους, κάρδαμον ἄγριον καὲν καὶ σποδωθὲν, ἐχίδνης λεβηρὶς, καὶ λαπάθου ἀγρίου ῥίζα· τρίβειν δὲ μετ' ὄξεος οἰνώδεος· φλυκταινοῦται, καὶ λιθαργύρου χρέο.

[192]    Ῥόου ἐρυθροῦ ποτὸν ἀγαθόν· ἐλάφου κέρας κατακαύσας, ὠμήλυσιν κριθέων ξυμμῖξαι διπλασίην, ἐπὶ οἶνον πράμνιον ἐπιπάσσουσα πινέτω, καὶ ἵσταται. Ἕτερον ὁμοίως ποτόν· ἀδιάντου ῥίζαν τρῖψαι, καὶ ἐρεβίνθους φῶξαι, καὶ λέκιθον ποιέειν, ἐν μέλιτι ὡς ποτὸν διδόναι. Ἢ ἀλήτου σητανίου ὀξύβαφον, κόμμεως λευκοῦ ἥμισυ, μάννης τρίτον μέρος, καὶ σχοίνου ὀλίγον, ἢ πίτυος, ἢ κυπαρίσσου διεὶς ὕδατι πίνειν δίδου δὶς τῆς ἡμέρης· ἢ ἐλάφου κέρας κατακαίειν, τρίβειν δὲ καὶ ὠμήλυσιν σὺν κεδρίσι πέντε· οἶνος σὺν τοίσδεσσιν αὐστηρὸς μέλας μίγνυται. Ἢ ῥοιὴν γλυκείην ὀπτήσας, τὸν χυλὸν ξὺν οἴνῳ μέλανι πίνειν. Ἢ κυπαρίσσου καρπὸν ὅσον τρία ἢ τέσσαρα, καὶ μύρτα μέλανα καὶ ὁμοῦ καὶ αὐτὰ καθ' ἑωυτὰ, πρὸς ἰσχὺν τοῦ σώματος ὀρέων τῆς γυναικὸς, ξὺν οἴνῳ δὲ ἡ πόσις γενέσθω. Ἢ καστορίου ὀβολὸν καὶ σμύρνης ὀβολὸν ἐν οἴνῳ τρίβειν αὐστηρῷ μέλανι καὶ πιπίσκειν. Ῥόου καὶ πάσης νούσου ποτὸν, ὅσαι ἀπὸ τῶν ὑστερέων γίνονται· γλυκυσίδης καρπὸν, καὶ τοῦ ῥόου τὰς ῥίζας, καὶ κύμινον αἰθιοπικὸν, καὶ μελάνθιον ἐν οἴνῳ λευκῷ διδόναι. Ἢ νάρθηκα ξύσας, ὅσον ὀξύβαφον, καὶ πράσου χυλὸν, ἐν οἴνῳ λευκῷ κεκρημένῳ, τοῦτο καὶ ἐκ ῥινῶν αἷμα ῥέον παύει. Ἢ σίδην ἑψῆσαι ἐν οἴνῳ μέλανι, καὶ περιλέψαι, καὶ τὰ ἔνδον τρῖψαι, ἐν οἴνῳ μέλανι ξὺν πάλῃ ἀλφίτου πιεῖν. Ἢ λίνου σπέρμα, ἢ ἐρυσίμου φῶξαι, καὶ ἐλαίης φύλλα χλωρῆς, καὶ μέλαιναν ῥίζαν, μήκωνα ἁδράν· ταῦτα τρίψας ἐν τῷ αὐτῷ, ἐν οἴνῳ κεκρημένῳ δίδου πίνειν. Ἢ τάμισον ὄνειον καὶ σίδης γλυκείης ῥίζην καὶ κικίδα ἐξ ἴσου πάντα, καὶ ῥοιῆς γλυκείης χυλὸν ξὺν οἴνῳ πίνειν. Ἢ λαπάθου καρπὸν, ξὺν τῷ τῆς κικίδος ἔξω περιεξυσμένῳ· ταῦτα τρίβειν ἄμφω, καὶ ἐν οἴνῳ πίνειν, καὶ μετέπειτα κυκεῶνα. Ἢν αἷμα ῥέῃ λαῦρον ἐξ ὑστερέων, ἄγνου φύλλα ξὺν οἴνῳ μέλανι· τὰ στρυφνὰ ῥόον ἵστησιν, οἴνῳ μέλανι μιγνύμενα. Ῥόου καὶ ὀδύνης· κάχρυος ῥίζαν ἐν οἴνῳ μέλανι πίνειν· ἢν δὲ πλέον ᾖ, τερμίνθου καρπὸς τριβόμενος, χρὴ δὲ οἴνῳ καὶ ὕδατι διιέναι καὶ πίνειν. Ἢν ῥόος γένηται, καρκίνους ποταμίους ἀποπνίξας ἐν οἴνῳ, πίνειν διδόναι τοῦ τοιούτου οἴνου μεθ' ὕδατος. Ἢν δ' ἔτι φέρηται ὁ ῥόος, πρόμαλον φώξας καὶ τρίψας ἐν οἴνῳ δίδου, ἢ πράσων χυλόν. Ἢν δὲ πουλὺς κατέρχηται ὁ ῥόος, ἡμιόνου ὀνίδα κατακαίειν, καὶ λειῆναι καὶ ξὺν οἴνῳ διδόναι. Ἢν δὲ πουλυχρόνιος ὁ ῥόος γένηται, σπόγγος κατακαεὶς ἀρήγει, τρίβειν δὲ λεῖον τὸν σπόγγον καὶ ξὺν οἴνῳ διδόναι εὐώδει.

[193]    Κατάπλασμα ῥόων· σκόροδα καὶ ἀνδράχνην καὶ σέλινον καὶ λωτοῦ πρίσματα καὶ κέδρου λεῖα ὁμοῦ μῖξαι, διεὶς δὲ ἐν μελικρήτῳ, κατάπλασμα ποιέειν. Ἢ βάτου φύλλα καὶ ῥάμνου καὶ ἐλαίης, ὁμοῦ λεῖα μῖξαι καὶ διιέναι ἐν μελικρήτῳ, καὶ ξὺν ἀλφίτοισι καταπλάσσειν. Ἢ ἀκτῆς καὶ μυρσίνης φύλλα κατάπλασσε. Ἢ λωτοῦ πρίσματα καὶ συκαμίνου φύλλα καὶ ῥοῦν ξὺν ἀσταφίδι. Πυριήσιες ῥόων· αἰρῶν ἄλευρα πεφωσμένα ἕψε ἐν ὀξυκρήτῳ ἀκρητεστέρῳ καὶ ἐς ὀθόνιον ἐγχρίων πυρία. Ἢ φακοὺς φώξας, καὶ περιπτίσας, ποιέειν ἄλευρα χονδρότερα, καὶ ἐν ὕδατι ἑψεῖν, καὶ ὁμοίως καταπλάσσειν· ἢ ὀρόβους ὡσαύτως. Ἀγαθὸν δὲ καὶ ἐλελίσφακος· ἢ ἄχυρα κριθέων ἐν ἀφεψήματι ἐλελισφάκου καὶ ὑπερικοῦ ἑψεῖν καὶ καταπλάσσειν. Λωτοῦ πρίσματα καὶ κυπαρίσσου ἐναφεψῶν ἐν ἀσταφίδος ἀποβρέγματι, ἐς ὀθόνιον ἐπιχρίων, πυριῇν. Ἢ ἐλαίης φύλλα, ἢ κισσοῦ, ἢ μυρσίνης, ἐν ἀφεψήματι τούτων κριθέων ἄχυρα ἑψεῖν. Ἢ ἀρωμάτων ὕδατι συναφεψεῖν πίτυρα πύρινα. Ἢ ἀσταφίδος ἀποβρέγματι πίτυρα πυρῶν ἑψεῖν, ἢ λευκοΐου καρπὸν, ἢ τὰς ῥίζας ἀφεψεῖν, καὶ τῷ ὕδατι ξὺν πιτύροισι πυρίνοισιν ἐπιῤῥίπτειν, ἢ τῷ ἀφεψήματι πίτυρα πυρῶν τοῦτο ποιήσασα, θερμῷ ἐνελιξαμένη εἰρίῳ, πυριήσθω· ἢ τῷ τῆς ἑρπύλλου ἀφεψήματι πίτυρα τὸν αὐτὸν τρόπον· πυριῇν δὲ καὶ σπόγγοισι θερμοῖσι καὶ εἰρίοισι μαλθακοῖσιν, ἢν περιωδυνέῃ, καὶ τοῖσιν ὀστρακίνοισιν ἀγγείοισιν, ὕδατος ἐγχέων· ἢ ἐν κύστεσιν ἐλαίῳ θερμῷ.

[194]    Κλυσμοὶ ῥόων· μυρσίνης φύλλα καὶ δάφνης καὶ κισσοῦ, ἐν ὕδατι ἀφεψεῖν· τουτέῳ κλύζε χλιαρῷ. Ἢ ἀκτῆς φύλλα καὶ σχοίνου ἀφεψεῖν ἐν ὕδατι, ἀποχέας, ἀκροχλιέρῳ κλύζειν. Ἢ οἰνάνθην καὶ κύπερον καὶ ἀσταφίδα ἀφεψεῖν ἐν μελικρήτῳ καὶ κλύζειν. Ἢ τήλεως ὕδατι, ἢ βάτου ἀφεψήματι, ἢ ἐλαίης χλωρῆς, ἢ κυπαρίσσου, ἢ ἑρπύλλου, ἢ ῥοιῆς, ἢ λευκοΐου ῥίζης, ἢ σχοίνου, ἀκροχλίερον, ἢ τὸ διὰ βουτύρου καὶ ῥητίνης καὶ χηνείου ἐλαίου, ἢ τὸ διὰ μυελοῦ καὶ στέατος ὑείου.

[195]    Ὑποθυμιήσιες ῥόων· κριθὰς πεφωσμένας ἐς ἄνθρακας ὑποθυμιῇν, ἢ ἐλάφου κέρας σὺν ἐλαίῃσιν ὀμφακίτισιν, ἢ ῥόον τὴν ἐρυθρὴν, καὶ ἄλφιτα πεφωσμένα ξὺν ἐλαίῳ καὶ οἴνῳ διπλασίῳ· ἢ ἄχυρα κριθέων, καὶ βόλβιτον ὁμοίως, ἢ λωτοῦ πρίσματα, ἢ ῥόον, ἢ κυπάρισσον ξὺν οἴνῳ μέλανι αὐστηρῷ ξηρὴν ὑποθυμιῇν· ἢ χαλβάνην, ἢ μάνναν, ἢ ῥητίνην οἴνῳ δεῦσαι, ἢ αἰγὸς κέρας καὶ κικίδα, καὶ ὁ ῥόος ἵσταται. Ἕτερα θυμιητά· ὀρύξαι χρὴ βόθρον, καὶ φῶξαι ὅσον δύο χοίνικας ἀττικὰς γιγάρτων, τῆς σποδιῆς ἐπιβαλὼν ἐπὶ τὸν βόθρον, οἴνῳ τε ἐπιψεκάσαι εὐώδει, καὶ ἀμφικαθεζομένη καὶ διαπλίξασα θυμιήσθω. Ἢ τὸ λεγόμενον οἰσύπη αἰγὸς ξηρὰ κόψαι καὶ φῶξαι ξὺν κριθέων ἐρίγματι, ἐλαίῳ φυρήσασα, θυμιῇν. Ἢ ἐς ἄνθρακας πόλιον, κριθέων ἄχυρα ὑποβάλλων, ἢ πρίσματα κυπαρίσσου, μύρῳ δεύων, θυμίη. Ἢ κώνειον, ἢ σμύρναν, ἢ λιβανωτὸν, τὸ μύρον περιχέων, θυμίη. Ἢ ἄσφαλτον καὶ κριθέων ἄχυρα ὁμοίως. Ἢ κυπαρίσσου ῥίζαν ἐν ἀλείφατι ῥοδίνῳ περιχέας θυμίη. Ἢ καλάμῳ, σχοίνῳ, κυπέρῳ, σελίνου σπέρματι, ἀννήσου, ῥόδινον ἔλαιον περιχέας, θυμίη. Ὁμοίως δὲ καὶ ῥητίνην ὑποβάλλειν καὶ κιννάμωμον καὶ σμύρναν ξὺν βάτων φύλλοις, ἢ ῥόδων φύλλοις ἡδυόδμοις ξὺν ποσῷ κρόκῳ καὶ στύρακι· ταῦτα πάντα ἐν τῷ αὐτῷ τρίβειν, καὶ θυμιῇν ὀβολῷ ἀττικῷ σταθμῷ ἐπὶ σποδιὴν οἰναρέην, ἢ ἐπὶ βολβίτου πλαστοῦ ὡς ἐμβάφιον· τὸ δὲ πῦρ κλημάτινον ἔστω· ἐπιτιθέναι δέ τι ἤδη πρότερον ὡς μὴ ὀδμὴ ᾖ· ἐπεὶ, εἰ ὀδμὴ ἔσται, ἄμεινον μὴ θυμιῇν.

[196]    Ῥόου ἐρυθροῦ προσθετά· σμύρνα καὶ βολβίον ξὺν μέλιτι τριφθὲν προσθετὸν ἄριστον. Ἢ ῥόδα ἑψήσας ἐν ὕδατι, καὶ τρίψας λεῖα ἐν μύρῳ ῥοδίνῳ, ἐν εἰρίῳ ἑλίξας, προστίθει. Ἢ τοῦ λωτοῦ τὸ ἄνθος ἑψῆσαι ἐν ὕδατι, κἄπειτα τρίβειν ἐν ῥοδίνῳ μύρῳ, καὶ ἐν εἰρίῳ πρὸς τὸ στόμα τῆς ὑστέρης προσάγειν. Ἢ κύπερον καὶ ἴριν καὶ ἄννησον ἴσον ἑκάστου ἐν μύρῳ ῥοδίνῳ, λεῖον, ἐν εἰρίῳ, μάλιστα πρὸς τὸν στόμαχον εἴσω. Ἢ μυρσίνης φύλλα μελαίνης ἐν οἴνῳ λευκῷ, πίτυος φλοιὸν παραμίσγειν, καὶ ὁμοίως ποιεῖν. Ἢ κυπαρίσσου καρπὸν καὶ λιβανωτὸν ἴσον ἑκατέρου τρίβειν ὁμοῦ ἐν μύρῳ ῥοδίνῳ, ἐν εἰρίῳ προστίθει. Ἢν ξηρῆναι δέῃ ῥόον, καλαμίνθην ἐν οἴνῳ μέλανι ἑψεῖν, καὶ ἐς ὀθόνιον βάπτοντα, ἐπιτιθέναι. Ἢ ὑοσκυάμου τῶν φύλλων καὶ κώνειον ἅμα ἑψεῖν. Ὡσαύτως πράσα καὶ μαλάχην καὶ κηρὸν καὶ χηνὸς ἄλειφα μῖξαι, εἶτα χλιερὸν προστιθέναι πρὸς τὰ αἰδοῖα. Ἢ οἶνον ἄκρητον ξὺν ῥητίνῃ καὶ σιδίῳ ἑφθῷ τρίβειν, καὶ προστιθέναι ὁμοίως. Ἢ κνῆκον ξὺν οἴνῳ τρίβων προστίθει. Ἢ λωτοῦ τὸ πρίσμα ὁμοίως. Ἢ σχίνου φύλλα ἢ ῥόον, μέλιτι καθέφθῳ, μίξας πρόσθες. Ἢν δὲ μὴ λήγῃ, σούσινον, ἢ βλίτον τὴν βοτάνην ὡς γλῶσσαν οὖσαν, ἐν εἰρίῳ ποιεῖν προσθετόν.

[197]    Ῥόου ὕδατος προσθετὸν καὶ ἔγχυτον· ἢν γυναικὶ ὕδωρ ῥέῃ ἐκ τῶν αἰδοίων, λαβὼν ῥητίνην ξηρὴν καὶ μυρίκης πέταλα καὶ λίνου καρπὸν τρῖψαι ἐν οἴνῳ, καὶ μῖξαι ἐν ὄρνιθος στέατι, καὶ ἐγχέαι ἐς τὰ αἰδοῖα κλυστῆρι. Ἄλευρα χηραμύδα ὡς καθαρώτατα, ἢ ἀμύλιον ἐν εἰρίῳ προστίθεσθαι πρὸς τὸν στόμαχον. Ἄλλο ἔγχυτον ὁμοίως· ὁκόταν ὕδωρ ἐκ τοῦ αἰδοίου ῥέῃ, μυρίκης πέταλα καὶ λιβανωτοῦ καρπὸν ἐν χηνὸς στέατι τρίψας καὶ ῥητίνην, ἐς τὰ αἰδοῖα κλυστῆρι ἐνεῖναι.

[198]    Ἢν ὑπὸ ῥόου ὑδατώδεος τὸ ἦτρον ἀλγέῃ, λίνου καρπὸν τρῖψαι ἐν μέλιτι, καὶ καταπλάττειν τὸ ἦτρον καλῶς.

[199]    Ἢν ῥόος αἱματώδης, ἢ λευκὸς, ἢ ὁποῖος ἂν ᾖ· θεῖον καὶ μανδραγόρου τὸ ἄκρητον ἀναλαβόντα εἰρίῳ προσθεῖναι, καὶ ὑπτίη εὑδέτω, καὶ ἀκίνητος μενέτω. Ἢ σίδια ξηρὰ τρίβειν ἐν οἴνῳ πραμνίῳ καὶ διδόναι πίνειν. Ῥόου λευκοῦ ποτόν· κισσοῦ λευκοῦ τὸ σπέρμα καὶ πίτυος φλοιὸν ἐν οἴνῳ αὐστηρῷ παρέχειν. Ἢ ἐλάφου κέρας κατακαῦσαι μοῖραν, ὠμηλύσιος δὲ δύο μοίρας καὶ κεδρίδας πέντε, τρίβειν ἐν ὕδατι, καὶ πίνειν.

[200]    Ὅταν πνίγηται ὑπὸ ὑστερέων· κάστορα καὶ κόνυζαν ἐν οἴνῳ χωρὶς καὶ ἐν ταὐτῷ πινέτω. Ἢ ἀσφάλτου ὅσον τριώβολον, ἢ φώκης στέαρ ὅσον δὴ τῷ δακτύλῳ λαβεῖν. Ῥίζης γλυκυσίδης ὅσον ἥμισυ πόσιος ἐν οἴνῳ εὐώδει διδόναι πίνειν. Ὅταν δὲ πνίγωσι καὶ ὁμοῦ βήσσῃ, σανδαράχης ὅσον ὀβολὸν καὶ θείου ἀπύρου ἴσον καὶ ἀμύγδαλα πικρὰ καθήραντα ξυμμίσγειν τρία ἢ τέσσαρα, καὶ διδόναι ἐν οἴνῳ εὐώδει. Ἢν δέ γε προσίσχωσιν αἱ ὑστέραι, κριθὰς τρίψας λεῖα ξὺν τοῖσιν ἀχύροισι καὶ κέρας ἐλάφου, ἐλαίῳ δεύσας, ὑποθυμιήσθω. Ὅταν δὲ ἄνω ᾖ, καὶ θλίβηται καρδίη καὶ στόμαχος καὶ ὑπομένωσι, σμύρνην, ἢ ῥητίνην, ἢ νέτωπον, ἢ κάστορα, ἢ ὀπὸν σιλφίου πῖσαι.

[201]    Ὅταν ὑστέρη πνίγῃ, πνεῦμα δὲ σεύηται ἄλες ἄνω, καὶ βάρος ἔχῃ, καὶ γνώμη καταπλὴξ, ἀναυδίη, περίψυξις, πνεῦμα προσπταῖον, ὄμματα ἀμαλδύνηται, τὴν κεφαλὴν ξυρῇν ὅτι τάχιστα, καὶ ταινίῃ ἀποδιωθέειν, ὑπὲρ ὀμφαλὸν δὲ εἰλέειν· διδόναι δὲ καστόριον καὶ κόνυζαν καὶ πηγάνου ὕδωρ, κύμινον αἰθιοπικὸν, ῥαφάνου σπέρμα, θεῖον, σμύρνην· πρὸς δὲ τὰς ῥῖνας τὰ κάκοδμα, εὔοδμα δὲ ἐς τὰς ὑστέρας· ἢν δὲ ἀνέχηται, κόκκου τὸ ἔνδον τὸ λευκὸν μέλιτι μίξας, ἀλείφειν τὴν ῥῖνα. Ἢ σχῖνον τριπτὴν, ἵνα δάκνηται. Ὅταν δὲ ὀδύνη ἔχῃ καὶ πνίγηται, μαλάχης ῥίζαν, ἢ ὀξύμελι ἢ φλοιὸν μαράθου καὶ κρῆθμον ἐν ὕδατι δοῦναι πίνειν, ἄριστον δὲ ἐρυγγάνειν καὶ διανακαθίζειν· ἢ ἐλλεβόρῳ πταρμὸν ποιέειν, καὶ προσίσχειν πρὸς τὰς ῥῖνας. Ἢν δὲ ὑπὸ τὰς φρένας δοκέωσιν ἵζεσθαι, ἐξαπίνης ἄφωνος γίνεται, ὑποχόνδρια σκληρὰ, καὶ πνίγεται, καὶ τοὺς ὀδόντας συνερείδει, καὶ οὐχ ὑπακούει καλεομένη· δεῖ οὖν ὑποθυμιῇν ὑπὸ τὰς ῥῖνας, εἴριον κατακαίων, ἄσφαλτον ἐς πῦρ ἐμβάλλων καὶ καστόριον καὶ θεῖον καὶ πίσσαν· βουβῶνας δὲ καὶ μηροὺς μύρῳ ἔνδοθεν εὐωδεστάτῳ χρίειν· ἢ ἀστέρας τοὺς θαλασσίους τοὺς μέλανας καὶ κράμβην μίξας ἐν οἴνῳ εὐώδει πινέτω. Ἢ σμύρνης τριώβολον, κορίανον ὀλίγον, ῥητίνην, γλυκυσίδης ῥίζαν, κύμινον αἰθιοπικὸν, ταῦτα τρίψας ἐν οἴνῳ λευκῷ, καὶ ὕδατι ἢ μελικρήτῳ διέντα, πίνειν ἀκροχλίερον. Βοηθέει δὲ καὶ τὸ πευκέδανον, ἀριστολοχία, κρομμύου δάκρυον, πάνακες, ἐν οἴνῳ ἢ ὕδατι, ἀκροχλίερον διδόμενον. Ὑστέρας ἐς χώρην ἄγει, τοῦ κρότωνος ῥίζα πινομένη, ἢ κύμινον αἰθιοπικὸν, ἢ σέλινον, ἢ μαράθρου σπέρμα καὶ ἀννήσου, πέπερι ἢ σμύρνα, καὶ ὀπὸς μήκωνος πινόμενος. Ἢν ἡ καρδίη πνίγηται ὑπὸ ὑστέρης, ἀναθλίβεται, καὶ πνεῦμα ἔχει καὶ ἆσθμα· δεῖ τὸν καρπὸν τῆς ἄγνου καὶ γλυκυσίδης ἐν οἴνῳ πίνειν, ἢ ἀβρότονον, καὶ πάνακες, καὶ ἀμμωνιακὸν, ἢ πήγανον, ἢ ὑπνωτικὸν μηκώνιον. Πάλιν οὖν εἰ ὁμοίως ἔχει, μελάνθιον τρίβειν λεῖον, καὶ μέλιτι δεύειν, καὶ ποιέειν οἷον βάλανον, καὶ πρὸς τῷ πτερῷ προστιθέναι· ἢ φιλίστιον ὁμοίως προστίθει· ἢ τηλέφιον, ἢ ἀνεμώνης φύλλα τρίψας, ἔνθες ἐς τρυχίον, καὶ σμύρνην σμικρὴν ξυμμίσγειν. Ἢν ἐς τὴν ὀσφὺν αἱ ὑστέραι καταστηρίξωσι, μὴ ψαύῃ δὲ τῆς κεφαλῆς ἡ πνὶξ, ἐσθιέτω πουλύποδας ἑφθοὺς, καὶ οἶνον πινέτω μέλανα εὐώδεα ἄκρητον ὡς πλεῖστον. Ὅταν δὲ ὡς πρὸς τὰ σπλάγχνα τραπεῖσαι πνίγωσιν, οἶνον κέδρινον καὶ κύμινον αἰθιοπικὸν πινέτω, καὶ θερμῷ λουέσθω, καὶ πυριήσθω τὰ εὐώδεα.

[202]    Ἢν ἀνεμωθῶσιν αἱ ὑστέραι, ἡδύσματα πάντα [ἃ] ἐς τὸ μύρον ἐμβάλλεται, καὶ δάφνη, καὶ μυρσίνη, καὶ ἐλελίσφακος, κέδρου τε πρίσματα καὶ κυπαρίσσου· ταῦτα κόψαι καὶ κατασῆσαι λεῖα, καὶ ἐπ' οἶνον εὔοδμον ἐπιπάσσειν, καὶ ἐπιχέαι ῥόδινον ἔλαιον.

[203]    Ὅταν δὲ μετακινηθεῖσαι θλίβωσιν αἱ ὑστέραι, κριθὰς ξὺν τοῖσι κυρηβίοισι καὶ πρόμαλον καὶ ἐλάφου κέρας οἴνῳ δεύσας, ὑποθυμιῇν. Ὅταν προσιστάμεναι πνίγωσιν, ἐλλύχνιον ἀνάψαι καὶ ἀποσβέσαι ὑπὸ τὰς ῥῖνας, ὡς λιγνὺς καὶ αἰθαλὸς εἰσίῃ· καὶ πίσσαν καὶ καστόριον καὶ πευκέδανον καὶ σμύρναν διεὶς μύρῳ, εἰρίῳ ἀναδήσασα, προστιθέσθω· πίνειν δὲ ῥητίνην ἐλαίῳ διέντα. Ἢν πνίγωσι λίην, διδόναι ποτὸν χελώνης παραθαλασσίης ὅσον τριώβολον τρίψας ἐν οἴνῳ λευκῷ, κοτύλην κυάθοις πίνειν· ἢ λύχνον, ἐπιχέας ὅσον ἔλαιον, ἅψαι τὸν λύχνον, καὶ ἐὰν ἀποσβεσθῇ, πρὸς τὰς ῥῖνας πρόσαγε· ἢ βόρβορον ὡς δυσωδέστατον ὁμοίως· ἢ εἴριον κατακαύσας· ἢ ἀσφάλτου ὀλίγον τρίψας ἐν οἴνῳ λευκῷ πινέτω· ἢ ἐρυσίμου κόγχην καὶ καστορίου ἐν οἴνῳ λευκῷ δὸς πιεῖν, καὶ λοῦσον. Ἢν δὲ βήσσῃ, σανδαράχης ὀβολὸν, θείου δύο ὀβολοὺς ἀπύρου, ἀμύγδαλα πικρὰ ἀποκαθήρας, καὶ καστορίου ὀβολὸν μίσγειν ξὺν οἴνῳ εὐώδει, καὶ πίνειν δίδου. Ἢν δὲ πνίγωσιν αἱ ὑστέραι, καὶ τῆς καρδίης ψαύσῃ τὸ πνίγμα, καὶ μεμύκῃ τὸ στόμα, ὄξος θερμὸν δίδου ῥοφεῖν· πασσαλίσκῳ ἢ κερκίδι διάνοιγε, ἢ οἶνον ὁμοίως ἄνοδμον καὶ ξὺν ὀξυμέλιτι. Ἢν λίην δὲ πνίγωσι, καὶ ἄφωνος ᾖ, κρόμμυον ἐν οἴνῳ χλιερῷ τρίψας, ἐνστάζειν ἐς τὰς ῥῖνας, καὶ ἀνεγείρειν. Ἢν δὲ ἄχρις ἥπατος ἀνίωσι, καὶ πνίγηται, ἄφωνος γίνεται, καὶ οὐδὲν ὁρᾷ, καὶ τοὺς ὀδόντας συνερείδει, καὶ σκληρὴ γίνεται, καὶ οὐδὲν φρονέει, καὶ ἀναπνεῖ πυκνὰ, καὶ οὐδὲν ἀκούει· ταύτην ὑπὸ τὰ ὑποχόνδρια λαβὼν τῇσι χερσὶ σείειν θαμινάκις, καὶ τοὺς ὀδόντας διαγαγὼν πασσάλῳ, οἶνον ἄκρητον χλιερὸν ἐγχέειν, ἢν μή τι κωλύῃ, καὶ αὐτίκα ῥαΐζει ὡς ταπολλά. Ἢν ἐγκέωνται ἐς τοὺς βουβῶνας καὶ ἐρείδωσιν, αἰγὸς σπυράθους καὶ λαγωοῦ τρίχας, ἐλαίῳ φώκης δεύσας, ὑποθυμία· ἢ τοῦ κυτισοῦ τὸν καρπὸν ἢ τὰ φύλλα αὐαίνειν, ἢ τὸν φλοιὸν καὶ δρυὸς φύλλα καὶ ῥητίνην μίξας, ἐλαίῳ δεύειν, καὶ ὑποθυμιῇν. Ἢ φώκης τῆς πιτύης τὸ δέρμα κόψας λεῖον, καὶ σπόγγον καὶ βρύα λεῖα μίσγειν τῷ ἐλαίῳ τῆς φώκης, καὶ ὑποθυμιῇν. Αἰγὸς σπυράθους, καὶ φώκης πλεύμονα, καὶ κέδρου πρίσματα ὑποθυμιῇν. Ἢ βόλβιτον, ἢ κεράτων ξύσματα βοὸς καὶ ἄσφαλτον, ἢ ἀκάνθης αἰγυπτίης καρπὸν καὶ κέδρου πρίσματα, καὶ μυρσίνης φύλλα ξηρὰ, μύρῳ μαλθακῷ ταῦτα δεύσας, ὑποθυμίη· ἀρώματα δὲ συχνὰ ἐς τὸ μύρον ἐμβάλλειν. Ἢ γίγαρτα κόψας λεῖα, καὶ κεδρίαν καὶ ῥητίνην πιτυΐνην ὁμοῦ μίξας, γλυκεῖ ἑφθῷ δεύσας, ὑποθυμιῇν. Πυριήσιες ὡς ἀπίωσιν· βολβίτου κεκομμένου καὶ ὄξεος ἥμισυ, καὶ ὀροβίου θαλάσσης ἢ ὕδατος ὁμοίως πυρία τὰς ῥῖνας· πυριῇν δὲ βληχρῶς, καὶ φάκιον πιεῖν, ἀπεμέειν δὲ, καὶ ῥοφέειν διδόναι ἄλητον καὶ ἔτι τὸν οἶνον· τῇ δ' ὑστεραίῃ κόκκος ἔστω κατάποτος· καὶ οὐρητικὸν δὲ ἀσταφίδα καὶ ἐρεβίνθους, δύο τρίψας σταφίδος τῆς ἀρίστης, ἐπιχέας χόεα, ἕψε, ἔπειτα ἀποχέας πρὸς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν, καὶ τὸ λοιπὸν ἐλελίσφακον, καὶ λίνου σπέρμα, καὶ ἄλφιτον διδόναι δὶς τῆς ἡμέρης ἐν οἴνῳ κεκρημένῳ, κοτύλας τέσσαρας. Ἐλαίου ἡμικοτύλιον, ἀκτῆς φύλλα χεῖρα πλέην, ταῦτα ἑψεῖν, καὶ πυρίῃν θερμῷ, ἢ ὀστράκοισι θερμοῖσιν, ἐπὶ δίφρου καθέζεσθαι, ἀμφικαλύπτειν δὲ εἵμασιν. Ἢ τῆς ἀκτῆς φύλλα ξὺν μυρσίνῃ ἑψεῖν, καὶ κριθέων ἄχυρα ἑψεῖν· καὶ εἰ οἷά τε εἴη ὑποφέρειν, ὄξος, ἔλαιον, μέλι, ὕδωρ, ταῦτα κεράσας καὶ ἀναμίξας, ἀναζέσας σφόδρα, ἐς κύστιν ἐγχέαι· ἢ τῆς πίτυος τὸν φλοιὸν καὶ τῆς ῥοιῆς τὰ φύλλα ἐμβάλλειν ἐς ὕδωρ, ἀφεψεῖν δὲ ἰσχυρῶς· καὶ ἐμβάλλειν δ' ἐς τὸ ὕδωρ καὶ κριθῶν ἄχυρα, ἑψεῖν, ἔλαιον ἐπιχέαντα· ἢ λωτοῦ πρίσματα καὶ κυπαρίσσου, ὕδωρ ἐπιχέας καὶ ἔλαιον, ἕψε εὖ μάλα, καὶ πυρία ξὺν ἀρώμασι· μύρον δὲ ἐγχέειν, καὶ κικίδα ἐμβάλλειν καὶ ῥάμνου φλοιὸν καὶ πύρινα ἄλφιτα ξὺν ὕδατι.

[204]    Ἢν δὲ προΐσχωσιν ἔξω, τὰ δὲ νεῦρα τὰ καλεόμενα ὄσχοι χαλᾶται, μύρτα, λωτοῦ πρίσματα, βάτου καὶ ἐλαίης φύλλα ἅμα ἕψειν, καὶ πυριῇν ἀκροχλιάρως· ἢ οἴνῳ μετὰ τουτέων καὶ κακωδέων, ὁμοίως· περιχρίειν δὲ τῷ λευκῷ τοῦ ὠοῦ τὰ ἔξω· ὅταν δὲ ψύχωνται καὶ πελιδναὶ ἔωσιν, ὕδατι θερμῷ.

[205]    Μαλθακτήρια ὑστέρης· ὄϊος στέαρ, ὠῶν λέκιθος, μέλι, ἔλαιον ῥόδινον, τούτοισιν ἀναφυρήσας ἄλητα, παραχλιαίνειν ἐν πυρὶ μαλθακῷ, τὸ ἀποσταζόμενον ἐς εἴριον ἀναμαλάσσειν, καὶ προστιθέναι· ἢ στέαρ ἡδυντὸν τὸ ἐρυθρὸν, χηνὸς ἄλειφα, ῥόδινον ἔλαιον, ξυντήξας καὶ ἐς εἴριον ἀναφυρήσας, προσθεῖναι· χηνὸς ἄλειφα ἢ μήλειον στέαρ, κηρὸν λευκὸν, νέτωπον, ῥόδινον ἔλαιον, ὡς ἄριστα ταῦτα ἀναμὶξ ποιέειν, καὶ ῥάκεα ἐγκατατίλλειν λεπτὰ, καὶ αὐτίκα λουσαμένη, προστιθέσθω χλιαρὰ πρὸς τὸ στόμα· ἢ ἐλάφου μυελὸν καὶ στέαρ τῆξαι ἐν ῥοδίνῳ ἐλαίῳ, ἀναφορύξασα εἴριον μαλθακὸν, προστιθέσθω. Μαλθακὰ προσθετὰ, ὕδωρ ἄγει καὶ μύξας καὶ δέρματα, καὶ οὐχ ἑλκοῖ· σμύρναν ὡς ἀρίστην, καὶ ἁλὸς χόνδρον καὶ πίσσαν ἡδυντὴν, τρίβειν λεῖα καὶ τιθέναι. Ἕτερον προσθετόν· ἐκλέψας κόκκους τριήκοντα, τὸ ἰνδικὸν, ὃ καλέουσιν οἱ Πέρσαι πέπερι, καὶ ἐν τουτέῳ ἔνι στρογγύλον, ὃ καλέουσι μυρτίδανον, ξὺν γάλακτι γυναικείῳ ὁμοῦ τρίβειν καὶ μέλιτι διιέναι· ἔπειτα εἴριον μαλθακὸν καὶ καθαρὸν ἀναφυρήσας, περὶ πτερὸν περιελίξας προσθεῖναι, καὶ τὴν ἡμέρην ἐῇν· ἢν δὲ ἰσχυρότερον βούλῃ ποιῆσαι, σμύρναν ὀλίγην παραμίσγειν ὅσον τριτημόριον, καὶ εἴριον μαλθακὸν καθαρὸν ἢ ἡμίῤῥυπον. Ἄγει ἐξ ὑστερέων καὶ τὸ στόμα μαλθάσσει· νάρκισσος, κύμινον, σμύρνα, λιβανωτὸς, ἀψινθίον, κύπειρος, αὐτὰ ταῦτα καθ' ἑωυτὰ καὶ ξὺν ῥοδίνῳ ἢ λευκῷ ἐλαίῳ, προσθέσθω δὲ λουσαμένη. Ἰχῶρα ὕφαιμον δυνάμενον ἄγειν· ξὺν τοίσδεσι μίσγειν σμύρναν, ἅλας, κύμινον, χολὴν ταυρείην, μέλι, ἐν εἰρίῳ προστιθέναι· καὶ κυμίνου φύλλα ἠδελφισμένως ἐν οἴνῳ· ἢ ὀπὸν σιλφίου σύκῳ μίσγειν, καὶ βάλανον ποιήσαντα προσθεῖναι· τὸ δ' αὐτὸ δρᾷ ἡ λευκὴ ῥίζα ξὺν μέλιτι, καὶ μετέπειτα χρίειν ῥοδίνῳ· ἐνεργεῖ δὲ καὶ σκορόδου μώλυζα, νίτρου ἐρυθροῦ, σύκου πίονος ἴσον, μίσγειν δὲ καὶ κικίδα μικρὴν, καὶ βάλανον ποιέειν, καὶ ἐμβάπτειν ἔς τι τῶν ὑγρῶν, καὶ προστιθέναι, κἄπειτα λουσαμένη ἐλάφου στέαρ ἐν εἰρίῳ ἐχέτω. Αἱματώδεα πάντα μᾶλλον τῶν πρόσθεν ἄγειν δύναται καὶ μαλθάσσειν· πέπερι, ἐλατήριον, ξυμμίσγειν δὲ καὶ γυναικὸς γάλα, καὶ τρίβειν ξὺν τοῖσδε καὶ μέλι καὶ ἄλειφα λευκὸν ἢ ἐλάφου στέαρ. Τρηχὺ μὲν, σφοδρὰ δὲ ἄγει παντοῖα· σύκου τὸ πῖαρ, ἐλατηρίου δύο πόσιας, νίτρον ἐρυθρὸν, ὅσον τὸ ἐλατήριον, μέλι ὀλίγον, ἐν ῥάκει ἢ ἐν εἰρίῳ, βάλανον ποιέειν. Ἕτερον· νέτωπον, χολὴν ταύρου, νίτρον, κυκλάμινον, κικίδα, τρίβειν ξὺν μέλιτι, μετέπειτα λουσαμένη στέαρ ἐχέτω ἢ γλήχωνα· καὶ χολὴν ταύρου, σμύρναν, μέλι προστιθέναι, καὶ λουσαμένη ἔλαιον ῥόδινον· ἢ χολὴν ταύρου τριπτὴν περιπλάσσειν πτερῷ, καὶ ἐς ἄλειφα ἐμβάψας αἰγύπτιον, προστιθέναι· ἢ κυκλάμινον ὅσον ἀστράγαλον ξὺν χαλκοῦ ἄνθει, ἢ ἀνεμώνης κεφαλὴν τρίψας ξὺν ἀλήτῳ, πτερῷ περιπλάσσειν, ἢ ἐς λευκὸν εἴριον ἐμβάπτεσθαι. Ἄγει πάντα· σικύης ἐντεριώνης τῆς μακρῆς ἐξελὼν τὸ σπέρμα ξὺν γάλακτι, καὶ σμύρναν, ξὺν αὐτοῖσιν ἄκρητον μέλι, ποσὸν ἔλαιον αἰγύπτιον, ἐν εἰρίῳ μαλθακῷ ἀναφορύξαι· ἢ τὴν ἐντεριώνην τῆς σικύης ξηραίνειν, καὶ μέλι παραχέαι, καὶ τρίβειν, καὶ βάλανον ποιέειν· ἐπὴν δὲ λούσηται, στέαρ προστιθέσθω· ἢ ἐλατηρίου τρεῖς πόσιας ἐν στέατι μαλθακτηρίῳ, ὠοῦ τὸ πυῤῥὸν, ἄλητον, μέλι, κηρὸν λευκὸν, ταῦτα ὁμοῦ χλιαίνειν, καὶ τὸ ἀποστάζον εἰρίῳ ἀνασπογγίσας, πρόσθες· ἢ χηνὸς ἄλειφα, κηρὸν λευκὸν, ῥητίνην, μύρον ῥόδινον· ἢ μυελὸν ἐλάφου τήκειν ἢ στέαρ ὄϊος ἢ αἰγὸς, ὠοῦ τὸ λευκὸν, ῥόδινον μύρον, ἢ βάλανον ποιέειν ἢ εἰρίῳ ἀναλαμβάνειν.

[206]    Πυρίαι δι' ὧν ὑστέραι καθαίρονται, ἢν σκληραὶ ἔωσιν· οἶνον χρὴ ὡς ἥδιστον ἴσον ἴσῳ κεράσαι, ὡς τρία ἡμίχοα ἀττικὰ, καὶ μαράθου ῥίζαν καὶ τοῦ καρποῦ, τεταρτημόριον, καὶ ῥοδίνου ἀλείφατος ἡμικοτύλην, ἐς ἐχῖνον ἐράσαι, οὗ τὸ ἐπίθεμα ὀπὴν ἔχει, καὶ ἐπιχέαι τὸν οἶνον, καὶ ἐνθέντα κάλαμον πυριῆσαι, καὶ μετέπειτα τὴν σκίλλην προστίθεσθαι. Ἢν ὀδύναι καταιγίζωσιν ἐξαπιναῖοι, καὶ ἀψυχίαι ἔωσι· ῥόδων φύλλα, κιννάμωμον, σμύρναν καθαρὴν, νέτωπον, ὀπὸν μήκωνος, τουτέων φθοΐσκους ποιήσας ὅσον δραχμιαίους, ἐπίθες ἐπὶ τρύφος ἀμφορέως, καὶ ἢν διαφανὲς ᾖ, χρῶ ὑποθυμιήματι· ἢ στύρακος, ὅσον ἐμβάλλουσιν ἐς τοὔλαιον, ὡς ἐπὶ τῆς προτέρης χρῆσθαι· ἅπαντα ὁκόσα ἐς τὰ μύρα ἐμβάλλεται, κόψαι καὶ κατασῆσαι· ἐπιβάλλειν δὲ ἐς τὸν βόλβιτον καὶ στύρακα, καὶ περιχρίειν νετώπῳ, ῥόδινον ἔλαιον ὡς ἄριστον, καὶ αἰγύπτιον λευκὸν, θυμία τοῦτο μετὰ τὰς καθάρσιας. Ἢ δάφνης καὶ μυρσίνης φύλλα κόψαι καὶ κυπείρου καρπὸν, ὀργάσασθαι αἰγυπτίῳ λευκῷ μύρῳ καὶ νετώπῳ, καὶ ἐπὶ βολβίτῳ θυμία. Ἀρήγει δὲ καὶ μάννα, κυπαρίσσου πρίσματα, καὶ κυπείρου ῥίζα κοπεῖσα, στῆσαι δὲ καὶ σχοῖνον τὸν ἡδύοσμον, καὶ κάρδαμον, καὶ ἴριν, ταῦτα πάντα μίσγειν, περιχέαι δὲ ῥόδινον ἔλαιον καὶ νέτωπον, καὶ χρέο ἐν κρίμνοισι πυρίνοισιν. Ἢ ῥητίνην ἐπὶ νεοπήκτου κεραμίδος θυμία, ἐπιβαλὼν καστόριον ἤ τι τῶν ἀρωμάτων· τὴν δὲ κεφαλὴν τέγγειν ἐλαίῳ ῥοδίνῳ, ἐς δὲ τὼ ὦτε μύρσινον ἢ μήλινον. Ἢ λευκοὺς ἐρεβίνθους καὶ ἀσταφίδας ἑψήσας δίδου πίνειν, καὶ ἐν ὕδατι θερμῷ καθέζεσθαι. Ἢ ἐλαίας λευκὰς, πρὶν ἂν ἔλαιον ἀνεῖναι, κατακνίσαι καὶ αὐῆναι, καὶ ἐς οἶνον τρίβειν εὐώδεα, καὶ ἐμβάφιον ἀττικὸν διδόναι. Ἢ κανθαρίδων τὰς γαστέρας, ἢ ἀδίαντον, καὶ νίτρον ἐρυθρὸν αἰγύπτιον, καὶ ῥίζαν νάρθηκος, καὶ σελίνου σπέρμα, ταῦτα διδόναι· ἢν δὲ ἐπιλάβῃ στραγγουρίη, ἐν ὕδατι καθιζέσθω, καὶ γλυκὺν πινέτω. Ὀδύνης ὑστερέων· οἶνον ὡς ἥδιστον ἴσον ἴσῳ κεράσας, ὡς τρία ἡμίχοα ἀττικὰ, καὶ μαράθου ῥίζας καὶ τοῦ καρποῦ τριτημόριον, καὶ ῥοδίνου ἐλαίου ἡμικοτύλιον, ταῦτα ἐμβάλλειν ἐς ἐχῖνον καινὸν, καὶ τὸν οἶνον ἐπιχέαντα πυριῇν, καὶ τὴν σκίλλην προστίθεσθαι, ἔστ' ἂν φῇ τὸ στόμα μαλθακὸν εἶναι καὶ φαρκιδῶδες καὶ εὐρύ· καὶ ἢν ἑλκωθῇ, καὶ ὁλοφλυκτίδες ἔωσιν, ἄμεινον στέατος χηνείου ἀλείφατι ξὺν λιβανωτῷ θεραπεύειν. Ὑπὲρ ὑστερέων ὀδύνης· πευκέδανον, ἀριστολοχίαν, πάνακες, ταῦτα ὁμοῦ μῖξαι ἐν γλυκεῖ οἴνῳ, καὶ χλιήναντα πῖσαι, καὶ μήκωνος λευκῆς ῥοφέειν, καὶ κνίδης σπέρμα. Ἄλλο· πυρίη θυμιητὴ, ἢν ὀδύνη ἔχῃ· σίδια ῥοιῆς γλυκείης, λωτοῦ πρίσματα, ἐλαίης φύλλα ξηρὰ κεκομμένα, ταῦτα ἐλαίῳ ὀργάσασθαι χρὴ καὶ ἐπὶ βόλβιτον πεπυρωμένον ἐπιῤῥίπτειν· ἢ χαλβάνην, σμύρναν, λιβανωτὸν, ἔλαιον λευκὸν αἰγύπτιον ἐπὶ οἰναρίδων. Ἑτέρη πυρίη ἡ δι' ἀσφάλτου στερεωτέρη· ἀσφάλτου ζακυνθίης, λαγωοῦ τρίχας, πήγανον, κόριον ξηρὸν, ταῦτα τρίψας πάντα, φθοΐδας πλασάμενον θυμιῇν. Ἢ πίσση, σανδαράκη, κόψας λείην, μῖξαι πρίσματα κυπαρίσσου, καὶ τούτοις κηρὸν, καὶ μύρον ἐπιχέας, φθοΐδας ποιέειν, καὶ ἐπὶ πυρὶ θυμιῇν. Ἢ αἰγὸς κέρας καταπρίσας, ἐλαίῳ ἀνακυκᾷν, ἐπὶ πυρὶ θυμιῇν. Ἢ ὀρύξας βόθρον, γίγαρτα φρύγειν, καὶ τὴν σποδιὴν ἐμβάλλειν ἐς τὸν βόθρον, καὶ οἴνῳ εὐώδει νοτίσας τὰ γιγάρτα, περικαθεζομένην πυριῆσθαι· ἔστωσαν δὲ τῶν γιγάρτων δύο μοῖραι, καὶ αὗται δὲ αὖαι ὡς μάλιστα.

[207]    Ἢν δὲ ὑστέρη ἀλγέῃ ἄχρι κύστιος, πράσου καρπὸν ξὺν ὕδατι τριπτὸν πίνειν· ἢ κυκλαμίνου ῥίζην ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω νῆστις, καὶ χλιάσματα προστιθέναι· ἢ σκορόδου μώλυζαν καὶ νίτρον ὀπτὸν καὶ κύμινον, λεῖα ποιήσας, μέλιτι δεύων προστίθει, καὶ τῷ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω.

[208]    Ὑστερέων πάσης νούσου θεραπευτικόν· λίνου τὸ σχιστὸν αὐτῇ τῇ καλάμῃ ὅσον δραχμὴν κόψας λεπτὰ, καταβρέξαι ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ τὴν νύκτα, ἔπειτα ἀπηθήσας, χλιαίνειν, εἴριον ὡς μαλθακώτατον ἐμβάπτων, καὶ τὸ μὲν προστιθέναι, τὸ δὲ ἀφαιρέειν. Βοηθεῖ δὲ καὶ κρόκος, σμύρνα, κάρυα ποντικὰ, ἄλευρον καθαρὸν, ἐν χηνὸς στέατι καὶ μύρῳ ἰρίνῳ προστιθέναι.

[209]    Ἢν περιωδυνίη ἔχῃ ἐκ προσθέτων καθαιρομένην, σμύρνης ἐμβάφιον, λιβανωτὸν ἴσον, μελάνθιον, κύπειρον, σέσελι, ἄννησον, λίνον, νέτωπον, μέλι, ῥητίνην, χηνὸς στέαρ, ὄξος λευκὸν, μύρον αἰγύπτιον, ἴσον ἑκάστου, τρίβειν ἐν οἴνῳ λευκῷ γλυκεῖ, δύο κοτύλῃσι, καὶ κλύζειν χλιεροῖσι κλυσμοῖσιν. Ἢν ὀδύνη ἔχῃ μετὰ κάθαρσιν, κύπειρος, κάλαμος, σχοῖνος καὶ ἴρις, ταῦτα ἐν οἴνῳ μέλανι ἑψῶν χρέο. Ἕτερος κλυσμὸς, ἢν περιωδυνίη καὶ στραγγουρίη ἔχῃ· πράσου χυλὸν, ἀκτῆς καρπὸν, σέσελι, ἄννησον, λιβανωτὸν, σμύρναν, οἶνον, χύλωσον καὶ μῖξον καὶ κλύσαι. Ἢ σμύρνης ὀξύβαφον, λιβανωτοῦ ἴσον, μελανθίου καὶ κυπείρου ἴσον, σέσελι, ἄννησον, σελίνου σπέρμα, νέτωπον, μέλι, ῥητίνην, χηνὸς στέαρ, ὄξος λευκὸν, μύρον αἰγύπτιον, τούτων ἴσον ἑκάστου διεῖναι οἴνῳ λευκῷ γλυκεῖ καὶ κλύζειν. Ἢ λινοζώστιος ὕδωρ ἀφεψήσας ξὺν σμύρνῃ, λιβανωτῷ, νετώπῳ, ἢ ἐλελίσφακον, ὑπερικὸν, ἑψεῖν ἐν ὕδατι καὶ κλύζειν. Ἢ λίνου καρπὸν, ἄννησον, μελάνθιον, σέσελι, σμύρναν, κασσίης καρπὸν ἐν οἴνῳ ἑψεῖν καὶ κλύζειν. Ἕτερος κλυσμὸς, ἢν ὀδύνη ἴσχῃ σφοδρὴ μετὰ κάθαρσιν· ἀκτῆς καρπὸν καὶ δαφνίδας ἑψεῖν ἐν οἴνῳ μέλανι καὶ κλύσαι, ἢ ἀκτὴν ἑψήσας ἐν ὕδατι ἀποχέειν τὸ ὕδωρ, οἶνον δὲ γλυκὺν παραχέας κλύσαι· κἢν μετὰ κλυσμὸν ὀδύνη ἐγγένηται, ἑψεῖν τὰ θυώματα ἃ ἐς τὸ μύρον ἐμβάλλεται, καὶ ἀποχέαι τοῦ ὕδατος δύο κοτύλας, μῖξαι δὲ ἔλαιον χηνὸς καὶ ῥόδινον, καὶ κλύζειν χλιαρῷ. Πλέον δὲ κλύσμα δύο κοτύλαι μηδενὶ ὡς ἔπος εἰπεῖν. Ἢ λινόζωστιν ἑψεῖν ἐν ὕδατι, καὶ μῖξαι χυλὸν μυρσίνης, λιβανωτὸν, νέτωπον ἴσον, καὶ κλύσαι χλιαρῷ. Ἢν δὲ ἀλγέῃ τὰς ὑστέρας, κυκλαμίνου ῥίζαν ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ τῷ θερμῷ λούεσθαι, καὶ ἀπόθερμον πινέτω.

[210]    Ἢν ἀφθῇ τὰ αἰδοῖα· μύρον θερμὸν ξὺν οἴνῳ κλύζεσθαι, καὶ μελίλωτον προστιθέναι, καὶ γλυκυσίδης ἐν οἴνῳ ἑψημένης τριπτῆς προστιθέσθω, καὶ σμύρναν καὶ ῥητίνην ὁμοῦ μίξας καὶ διεὶς οἴνῳ, ὀθόνιον ἐμβάπτων, προστιθέναι. Καὶ στραγγουρίη ἢν λάβῃ, πυριῇν καὶ χρίειν στέατι τὸ ἦτρον, ἐγκαθίννυσθαι δὲ ἐν ῥόδων ἀφεψήματι ἢ βάτου ἢ μυρσίνης ἢ ἐλαίης ἢ ἑλίκων ἀμπέλου ἢ ἀρκευθίδων ἢ ἐλελισφάκου.

[211]    Ἢν δὲ ἄνεμος ἐγγένηται ἐν τῇ μήτρῃ, πόνος ἔνι σπερχνὸς, καὶ φῦσα οὐκ ἔξεισιν· κύμινον προστιθέσθω· ἢ ἐλελίσφακον καὶ κύπειρον κόψας, καὶ τέγξας τὴν νύκτα ὅλην, ἕωθεν ἀπηθῆσαι, τὸ διαυγὲς δὲ ἐς ἄγγος ἐγχέαι, καὶ κρίμνα πύρινα ἐν οἴνῳ λευκῷ φορύξαι, καὶ ὀπὸν σιλφίου ὡς κύαθον, κρᾶμα ἑψεῖν, ἐνωμότερον διδόναι ῥοφέειν.

[212]    Ἢν κιὼν ἐν τοῖσιν αἰδοίοισιν ἐγγένηται, ὀδύνη ἴσχει, καὶ τῆς μὲν ὀδύνης σελίνου καρπὸς ἀλέξημα, καὶ κισσὸς, καὶ ῥοιῆς γλυκείης τριπτῆς ἐν οἴνῳ παλαιῷ ξὺν ποταινίῃ σαρκὶ προστίθεσθαι, καὶ ἐπιπλάσαι τὰ φύλλα· τὴν δὲ νύκτα ὅλην ἐχέτω κείμενα, κἄπειτα ἀφελομένη ἐν οἴνῳ διακλυζέσθω.

ΓΥΝΑΙΚΕΙΩΝ ΤΟ ΤΡΙΤΟΝ.

ΠΕΡΙ ΑΦΟΡΩΝ.

[213]   Περὶ μὲν τῶν γινομένων τῇσι γυναιξὶν ἐφ' ἑκάστοισι τῶν παθημάτων πρότερον εἴρηται· νυνὶ δὲ ἀποφανέω, δι' ἃς αἰτίας ἄφοροι γυναῖκες τὸ πάμπαν, καὶ διότι οὐ τίκτουσι πρὶν ἰηθέωσιν. Φημὶ δὲ τοῦτο αἴτιον εἶναι· ἢν στραφῇ τὸ στόμα τῶν μητρέων πάμπαν ἀπὸ τοῦ αἰδοίου, οὐ κυΐσκεται· οὐ γὰρ δέχονται αἱ μῆτραι τὴν γονὴν, ἀλλ' ἔξω αὐτίκα ἔρχεται. Γίνεται δὲ τοῦτο καὶ ἢν ὀλίγον παραστραφῇ τὸ στόμα τῶν ὑστερέων ἀπὸ τοῦ αἰδοίου παρὰ φύσιν· καὶ ἢν μεμύκῃ τὸ στόμα τῶν μητρέων πάμπαν, οὐδ' οὕτω δέχονται, οὐδ' ἢν ἁρμοῖ μεμύκῃ μᾶλλον ἢ δεῖ. Δῆλον δὲ τουτέων ἕκαστόν ἐστι τῶν εἰρημένων· ἢν μὲν γὰρ ἀπεστραμμένον ᾖ πάμπαν ἢ μεμυκὸς, τὰ καταμήνια οὐκ ἔρχεται τὸ παράπαν, ἢ ἔρχεται βιαίως ξὺν νούσῳ, ἢν βιάσηται τὸ αἷμα τὰς μήτρας στραφῆναι κατ' ἰθέα· κἢν ἀποκαθαρθῇ ἡ γυνὴ, ἔστιν ὅτε αὖτις ἀποστρέφεται τὸ στόμα τῶν μητρέων ἀπὸ τοῦ αἰδοίου· ἢν δὲ ὀλίγον παρακεκλιμένον ᾖ ἢ ἁρμοῖ μεμύκῃ, χωρέει μὲν τὰ καταμήνια, χωρέει δὲ βιαίως καὶ κατ' ὀλίγον ἐπὶ πολλὰς ἡμέρας. Ταῦτα δὲ πάντα δῆλα γίνεται, εἰ οὕτως ἔχει, ψηλαφώσῃ γυναικὶ, καὶ ἢν τούτων τι ᾖ, μελεδανθεῖσα ἡ γυνὴ φορὸς γίνεται· ἔστι δὲ καὶ ὅτε αὐτομάτη. Τούτων δὲ ἕκαστον διότι γίνεται εἰρήσεται, εἴρηται δὲ ἐν τοῖσι γυναικείοισι νουσήμασιν. Ἢν δὲ λεῖαι ἔωσιν αἱ μῆτραι, γίνεται δὲ τοῦτο καὶ φύσει ἐνίῃσι, καὶ ἢν ἕλκεα ἐγγενόμενα μεγάλας οὐλὰς ἐγκαταλίπῃ, καὶ ἢν λεῖαι ἔωσιν, οὐ λαμβάνει ἡ γυνὴ ἐν γαστρί· τὴν γὰρ γονὴν δέχονται μὲν αἱ μῆτραι, ἢν μή τι αἴτιον ἄλλο ᾖ, ξυλλαμβάνουσιν δὲ οὔ· ἀλλὰ τὸν σπόρον ἔξω χαλῶσι. Δῆλον δὲ μάλιστά ἐστι ψηλαφώσῃ, καὶ εἰρομένῃ εἴ ποτε ἐν τῇσι μήτρῃσιν ἕλκεά οἱ ἐγένοντο. Τὰ δὲ καταμήνια ὑγιηρῶς μὲν ἐν τουτέῳ τῷ νοσήματι χωρέει· ἀνίητος δὲ γίνεται ὡς ἐπὶ τὸ πλέον ἡ τοιαύτη. Γίνεται δὲ καὶ τοῦτο αἴτιον τοῦ μὴ συλλαμβάνειν ἐν γαστρὶ, ἢν ἕλκος γένηται ἐν τῇσι μήτρῃσιν ὑπὸ παθήματος τούτων τῶν εἰρημένων καὶ μὴ ταχὺ ὑγιανθῇ, ἀλλὰ μολυνθῇ. Παραμένει γὰρ τὸ ἕλκος ἐπὶ πουλὺν χρόνον, ὥσπερ καὶ τὸ ἐν ὠτὶ ἐὸν, καὶ ὄζει πονηρὸν ἡ γυνὴ, καὶ ἔστιν ὅτε ἰχὼρ ῥέει αὐτῇ ἐκ τοῦ αἰδοίου κάκοδμος, καὶ μέχρις ἂν ἔχῃ τὸ ἕλκος, οὐ λαμβάνει ἐν γαστρί· οὐ γὰρ συλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν. Ταύτῃ τὰ καταμήνια χωρέει ὑγιηρῶς· ἐν ψηλαφήσει δὲ μάλιστα γίνεται δῆλον καὶ ἐρωτήσει περὶ τῶν εἰρημένων· μελεδανθεῖσα δὲ φορὸς γίνεται· ὀλίγαι δὲ ἐλπίδες εἰσίν. Ἢν δὲ τῶν καταμηνίων ἐλλειφθέν τι ἐν τῇσι μήτρῃσι [μὴ] ἔκρηξιν ἔχῃ, θερμανθὲν δὲ καὶ αὖθις ψυχωθὲν περὶ τὸ στόμα [ᾖ] ἢ ὀλίγον ἐνδοτέρω, οὐδ' οὕτω λαμβάνει ἐν γαστρί· ἕργμα γὰρ τοῦτο ἐπικείμενον οὐ παρίησι τὴν γονὴν ἰέναι ὅκου δεῖ. Καὶ ἢν μὲν ἐν ἀρχῇ μελεδαίνηται, ὑγιαίνει καὶ φορὸς γίνεται· ἢν δὲ χρόνος ἐγγένηται, ἄφορος μένει· δῆλον δὲ τὸ πάθημα ψηλαφήσει μάλιστά ἐστι, σκληρὸν γάρ τι ἐγγίνεται. Καὶ ἢν χάνωσι μᾶλλον τοῦ καιροῦ αἱ μῆτραι, οὐδὲ οὕτω κυΐσκεται· οὐ γὰρ ξυλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν· δῆλον δὲ ἔσται καὶ τοῦτο ψηλαφήσει· καὶ τὰ καταμήνια ἔρχεται ἁλέα καὶ ἐπ' ὀλίγας ἡμέρας· γίνεται δὲ καὶ φύσει τὸ πάθημα τοῦτο καὶ ὑπὸ νοσημάτων τῶν εἰρημένων. Κἢν μὲν φύσει ᾖ, ἀνίητος ἡ νοῦσος· ἢν δὲ μὴ, οὔ. Ἢν μὴ ὑγιηρὰ χωρέῃ τὰ καταμήνια, οἷα τῆς γυναικὸς μὴ ὑγιηρῆς ἐούσης, οὐδὲ οὕτω κυΐσκεται· οὐ γὰρ πήγνυται ὑπὸ τοῦ αἵματος νοσεροῦ ἐόντος, ἀλλὰ διοῤῥοῖ τὴν γονὴν τὸ αἷμα τὸ κατιὸν ἀπὸ τοῦ σώματος νοσερὸν ἐόν· διοῤῥωθεῖσα δὲ ἡ γονὴ ἐξέρχεται ἔξω τῷ χρόνῳ ἢ ὀλίγῳ ἢ πολλῷ ξὺν ἰχῶρι. Δῆλον δέ ἐστι τῷ σώματι τῆς γυναικὸς καὶ τοῖσι καταμηνίοισι· χωρήσει γὰρ τὰ καταμήνια αὐτῇ οἷα εἴρηται, ἤν τε χολώδης ἤν τε φλεγματώδης ἤν τε ὑδρωποειδὴς ἔῃ· ἐν τάχει δὲ μελεδανθεῖσα φορὸς γίνεται· ἢν δὲ μὴ, οὔ. Ἢν δὲ γυναικὶ μὴ χωρέῃ τὰ καταμήνια πάμπαν ὑπὸ παθημάτων τῶν εἰρημένων, καὶ οὕτως οὐ ξυλλαμβάνει· αἱ γὰρ φλέβες τοῦ αἵματος πλήρεις ἐοῦσαι τὴν γονὴν οὐ δέχονται, καὶ ἐν τῇσι μήτρῃσιν αἵματος ἐνεῖναί τι χρονίου πᾶσα μηχανὴ, ὅ τι ἀποκωλύει τὴν γονὴν τρέφεσθαι. Ἢν δὲ ἐλάσσω τὰ καταμήνια χωρέῃ τοῦ δέοντος, οὐδὲ οὕτω κυΐσκεται· αἴτια δὲ τὰ ἐν τῇ προτέρῃ νούσῳ προειρημένα· δῆλον δὲ καὶ τοῦτο ἐν τῇ ἐρωτήσει. Κἢν μὲν φύσει ὀλίγα χωρέῃ τὰ καταμήνια, ἀνίητος γίνεται· ἢν δὲ ὑπὸ παθήματος τουτέων τινὸς τῶν εἰρημένων, μελεδανθεῖσα ἐν τάχει φορὸς ἔσται. Καὶ ἢν πλείονα τοῦ δέοντος χωρέῃ τῇ γυναικὶ τὰ καταμήνια, οὐδ' οὕτως ἐν γαστρὶ λαμβάνει· αἱ γὰρ μῆτραι, κεκενωμένου τοῦ αἵματος, οὐ ξυλλαμβάνουσι τὴν γονὴν ὑπὸ ἀσθενείης· ἂν δὲ ἄρα καὶ ξυλλάβωσιν, κατελθὸν τὸ αἷμα πολλὸν ἐξαπίνης ἐπὶ τὰς μήτρας τῆς γυναικὸς ἀποπνίγει τὴν γονήν. Δῆλον δὲ καὶ τόδε τοῖσιν ἐπιμηνίοισιν ὁκόσα πολλὰ χωρήσει· καὶ ἢν μὲν φύσει ἡ γυνὴ πολλὰ χαλᾷ τὰ καταμήνια, ἄφορος γίνεται· ἢν δὲ μὴ φύσει, ἀλλ' ὑπὸ παθήματός τινος τῶν εἰρημένων, μελεδανθεῖσα φορὸς ἔσται. Καὶ ἢν τὸ στόμα τῶν μητρέων ἐκπέσῃ τοῦ αἰδοίου, οὐδὲ οὕτω λαμβάνει ἐν γαστρί· τό τε γὰρ στόμα σκληρὸν γίνεται, καὶ οὐ δέχεται τὴν γονὴν, καὶ οἰδέει, καὶ ταύτῃ ἄφορος γίνεται τὸ πάμπαν· δῆλον δὲ τὸ πάθημα τοῦτο δι' ὅ τι γίγνεται. Καὶ ἢν μὴ χωρέῃ τὰ καταμήνια κατὰ τὸ προσῆκον, ἀλλὰ κάτω ὁρμῇ ἐς τὴν ἕδρην, οὐδὲ οὕτω λαμβάνει ἐν γαστρί· δῆλον γὰρ ὅτι τὸ στόμα τῶν μητρέων ἐκτέτραπται ἀπὸ τοῦ αἰδοίου ἢ μέμυκε· καὶ ἢν μὲν κατὰ τὴν ἕδρην ᾖ ἐστραμμένον τὸ στόμα ἢ μεμύκῃ, μελεδανθεῖσα φορὸς γίνεται· δῆλον δὲ ἑκάτερόν ἐστι τῇ ἐρωτήσει καὶ ἀποκρίσει· ἢν γὰρ τὰ καταμήνια ἑκάστω ὧδε εἴη, ἡ νοῦσος ταύτῃσι δῆλον ὅτι αἰτίη ἐστί. Τοσαῦτα καὶ τοιαῦτα τῇσι γυναιξίν ἐστι, δι' ἃ οὐ τίκτουσι πρὶν ἂν ἰηθέωσι, καὶ δι' ὅσα ἄφοροι γίνονται τὸ πάμπαν· ὥστε θαυμάζειν τὰς γυναῖκας οὐ χρὴ ὅτι εἰσὶν αἳ οὐ τίκτουσι πολλάκις.

[214]    Πειρητήρια δι' ὧν δηλοῦται ἡ γυνὴ εἰ κυήσει· γυναῖκα ἢν θέλῃς γνῶναι εἰ κυήσει· βούτυρον καὶ γάλα γυναικὸς κουροτρόφου διδόναι πίνειν νήστει, καὶ ἢν ἐρεύγηται, κυήσει· εἰ δὲ μὴ, οὔ. Ἄλλο· νέτωπον ὀλίγον προστίθεσθαι ἐν εἰρίῳ ἐνελίξασα, κἄπειτα ἕωθεν σκέψασθαι ἢν ὄζῃ διὰ τοῦ στόματος τὸ ἐπιτεθέν· κἢν μὲν ὄζῃ, κυήσει· ἢν δὲ μὴ, οὔ. Ἕτερον πειρητήριον ἐπὶ τοῦ αὐτοῦ· ᾕτινι ἂν γυναικὶ ἀπὸ τῶν προσθετῶν μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ ἄρθρα ἀφίκωνται, καὶ βρυγμὸς ἔχῃ, καὶ σκοτοδινῆται καὶ χασμῆται, ἐλπὶς ταύτῃ κυῆσαι μᾶλλον ἢ ἥτις τούτων μηδὲν πάσχει. Ἄλλο· μώλυζαν σκορόδου περικαθήραντα τὴν κεφαλὴν, ἀποκνίσαντα, προσθεῖναι πρὸς τὴν ὑστέρην, καὶ ὁρῇν τῇ ὑστεραίῃ, ἢν ὄζῃ διὰ στόματος· καὶ ἢν ὄζῃ, κυήσει· ἢν δὲ μὴ, οὔ. Ἢν θέλῃ γνῶναι ἡ γυνὴ εἰ κυήσει, πινέτω ἄννησον τετριμμένον ἐν ὕδατι ὡς λειότατον, καὶ εὑδέτω· καὶ ἢν μὲν κνησμὸς αὐτὴν λαμβάνῃ περὶ τὸν ὀμφαλὸν, κυήσει· ἢν δὲ μὴ, οὔ.

[215]    Κύουσαν γυναῖκα ἢν μὴ ἐν ἄλλῳ γινώσκῃς, ἐν τούτῳ γνώσῃ· ὁρῶνται οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος, ἀλλὰ πελιώτερα φαίνονται. Ὁκόσαι ἐν γαστρὶ ἔχουσιν, ἔφηλιν ἐπὶ τοῦ προσώπου ἴσχουσι, καὶ ἀρχόμεναι συλλαμβάνειν μίσοινοι γίνονται καὶ κακόσιτοι, καὶ καρδιωγμοῦ μεσταὶ, καὶ πτυαλίζουσιν. Μίλτον καὶ ἄννησον τρῖψαι ὡς λειότατα, εἶτα ἐν ὕδατι διεῖναι, καὶ δοῦναι, καὶ ἐᾶσαι ὑπνῶσαι· καὶ ἢν μὲν στρόφος γίνηταί οἱ περὶ τὸν ὀμφαλὸν, κύει· ἢν δὲ μὴ γίνηται, οὐ κύει· πάντων δὲ τουτέων ὕστερον πίνειν ἄλητον καὶ μέλι καὶ ὀρίγανον ἐν οἴνῳ καὶ ἐλαίῳ.

[216]    Ὅσαι ἐν γαστρὶ ἔχουσαι ἔφηλιν ἐπὶ τοῦ προσώπου ἴσχουσιν, θῆλυ κύουσιν· ὅσαι δὲ εὐχροοῦσαι διαμένουσιν, ἄῤῥεν ὡς ἐπιτοπουλὺ κύουσιν· ἢν αἱ θηλαὶ ἄνω ἔωσιν ἐστραμμέναι, ἄρσεν κύει· ἢν δὲ κάτω, θῆλυ. Λαβὼν τοῦ γάλακτος φυρῆσαι ἄλητον, καὶ ποιῆσαι ἀρτίσκον, καὶ ὀπτῆσαι ἐπὶ πυρὸς μαλθακοῦ· καὶ ἢν μὲν κατακαυθῇ, ἄῤῥεν κύει· ἢν δὲ διαχανῇ, θῆλυ. Τὸ αὐτὸ τοῦτο ἐπιτυλίξας ἐν φύλλοισιν ὀπτᾷν, καὶ ἢν μὲν πήγνυται, ἄῤῥεν κύει· ἢν δὲ διαχυθῇ, θῆλυ.

[217]    Θεραπεῖαι κυήσιος πειρητήριοι καὶ παιδογονίης, ἥτις δεῖται, καὶ ἄτεκνος ἐοῦσα, καὶ ἤδη κυήσασα ἐοῦσα δὲ τεκνοῦσα· ἐπὴν ὁ στόμαχος σκληρὸς ᾖ, ὅλος ἢ ἄκρος, καὶ ξυμμεμύκῃ, καὶ μὴ ὀρθὸς ᾖ, ἀλλὰ πρὸς τὸ ἰσχίον ἀπεστραμμένος τὸ ἕτερον, ἢ ἐς τὸν ἀρχὸν κεκύφῃ, ἢ ἀνεσπάκῃ ἑωυτὸν, ἢ τὸ χεῖλος ἐπιβάλλῃ τοῦ στομάχου ἐφ' ἑωυτὸ, ὁπόθεν οὖν ἢ τρηχὺς ᾖ, ἢ πεπωρωμένος, σκληρὸς δὲ γίνεται καὶ ἀπὸ ξυμμύσιος καὶ ἀπὸ πωρώσιος, ταύτῃσι τὰ ἐπιμήνια οὐ φαίνεται, ἢ φαίνεται πολλῷ ἐλάσσονα καὶ κακίονα τοῦ δέοντος, καὶ διὰ πλείονος χρόνου ἐπιφαίνεται. Καὶ τὰ μὲν ἐπιμήνια καθ' ὑγείην τοῦ σώματος καὶ τῶν μητρέων τὴν ἔξοδον εὑρίσκεται, κατά γε τὸ σύμφυτον καὶ τὸ δίκαιον, καὶ ἀπὸ θέρμης καὶ ὑγρότητος τῶν ἐπιμηνίων τοῦ στομάχου οὐ κάρτα βεβλαμμένου· τὴν δὲ γονὴν πάλιν οὐ δέχεται διὰ τὴν βλάβην, ἥτις ἂν κωλύῃ ἀπὸ τοῦ στομάχου μὴ καλῶς ἔχοντος τοῦ δέχεσθαι. Ταύτην χρὴ πυριήσαντα τὸ σῶμα ὅλον πιεῖν δοῦναι φάρμακον, καὶ κάθαρσιν ποιήσασθαι τοῦ σώματος πρῶτον, ἤν τε ἄνω καὶ κάτω ἤν τε κάτω μοῦνον· καὶ ἢν μὲν ἄνω διδῷς τὸ φάρμακον, μὴ πυριῇν πρότερον τῆς καθάρσιος, ἀλλ' ὕστερον· πυριήσας δὲ μεταπῖσαι κάτω· ἢν δὲ μὴ δοκέῃ δεῖσθαι ἀνωτερικοῦ, προπυριήσας κάτω πῖσαι· ὅταν δὲ δοκέῃ καλῶς ἔχειν τὸ σῶμα, μετὰ τοῦτο πυριῇν ἐγκαθίζων τὰς μήτρας αὐτὰς πυκνὰ, ἐν ὅτῳ ἂν δοκέῃ ξυμφέρειν· ἐπιβάλλειν δὲ ἐς τὰ πυριήματα κυπαρίσσου πρίσματα καὶ δάφνης φύλλα κεκομμένα, καὶ λούειν πολλῷ καὶ θερμῷ πολλάκις· ὁκόταν δὲ νεόλουτος καὶ νεοπυρίητος ᾖ, ἀνευρύνειν τὸ στόμα τῆς μήτρης μήλῃ κασσιτερίνῃ, καὶ ἀνορθοῦν ὁμοῦ, ἐὰν δέηται, ἢ μολυβδίνῃ, ἀρξαμένη ἐκ λεπτῆς, εἶτα παχυτέρῃ, ἢν παραδέχηται, ἕως ἂν δοκῇ καλῶς ἔχειν· βάπτειν δὲ καὶ τὴν μήλην ἐν τῷ μαλθακτηρίῳ διειμένῳ, ὅ τι δοκέει ξυνοίσειν, ὑγρὸν ποιήσας· τὰς δὲ μήλας ποιέειν ὄπισθεν κοίλας, εἶτα περὶ ξυληφίοισι μακροῖσι περιαρμόσαι, καὶ οὕτω χρῆσθαι· τὸν δὲ χρόνον τοῦτον ἑψοῦσα ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ γλυκεῖ δαῖδα πινέτω πιοτάτην κατασχίσασα λεπτὰ, καὶ σελίνου καρπὸν κόψασα, καὶ κυμίνου αἰθιοπικοῦ καρπὸν, καὶ λιβανωτὸν ὡς κάλλιστον· τούτου πινέτω νῆστις ὁκόσον δοκέει μέτριον εἶναι πλῆθος, ἡμέρας ὁκόσας ἂν δοκέῃ καλῶς ἔχειν, καὶ ἐσθιέτω σκυλάκια σιαλώδεα δίεφθα, καὶ πουλύποδα ἐν οἴνῳ ἑφθὸν γλυκυτάτῳ, καὶ τοῦ ζωμοῦ πινέτω, καὶ κράμβην ἑφθὴν καὶ οἶνον λευκὸν ἐπιπινέτω, καὶ μὴ διψήτω, καὶ λουέσθω δὶς τῆς ἡμέρης· σιτίων δὲ ἀπεχέσθω τοῦτον τὸν χρόνον. Μετὰ δὲ, ἢν προχωρήσῃ κατὰ τὸν στόμαχον καὶ φαίνῃ τινὰ κάθαρσιν ἔξω, πίνειν τ' ἔτι τοῦ πόματος ἡμέρην μίην ἢ δύο, καὶ τῇσι μήλῃσι παύσασθαι χρεόμενον, καὶ πειρᾶσθαι καθαίρειν τὰς μήτρας προσθέτοισι φαρμάκοισιν. ᾟτινι δὲ τοῦ στομάχου ὀρθοῦ καὶ μαλθακοῦ καὶ ὑγιέος καὶ καλῶς ἔχοντος καὶ ἐν τῷ δέοντι κειμένου τὰ ἐπιμήνια μὴ φαίνεται πάμπαν ἢ ἐλάσσονα καὶ διὰ πλείονος χρόνου καὶ μὴ ὑγιηρὰ, τὴν νοῦσον ἀνευρὼν ἥντινα ἔχουσιν αἱ μῆτραι, ἤν τε καὶ τὸ σῶμα ξυμβάλληταί τι, ἐξευρὼν τὸ αἴτιον ἀπὸ ὁτέου οὐ κυΐσκεται, ὅτε μὲν οὕτως ἔχει, τὴν ἴησιν ποιέεσθαι προσφέρων τὸ δέον, ἀρχόμενος ἐξ ἰσχυρῶν, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, τελευτᾷν δὲ ἐς μαλθακώτερα, ἕως ἂν δοκέῃ καλῶς ἔχειν καθάρσιος ἡ μήτρη καὶ ὁ στόμαχος καθεστάναι ὀρθῶς ἔχων ἐν τῷ ἐξαρκέοντι κείμενος. Ἢν δὲ ἀπὸ τοῦ φαρμάκου καὶ ἀπὸ τοῦ ποτοῦ μὴ προχωρήσῃ, μηδὲ πινούσης χρόνον τὸν μέτριον, τούτου μὴ παύσασθαι τοῦ πόματος· ὅταν δὲ καλῶς ἔχῃ τοῦ ἀπὸ τῶν μηλέων ἔργου, μαλθάξαι τὸ στόμα τοῦ στομάχου, καὶ ποιῆσαι ὅκως ἀναχανεῖται ἐς ὁδὸν τῷ προσθετῷ ἀπὸ τῶν τε θυμιητῶν φαρμάκων καὶ τῶν μαλθακτηρίων. Ὁκόταν δὲ δοκέῃ καλῶς ἔχειν μαλθάξιος καὶ θυμιήσιος, προστιθεὶς φάρμακα, κάθαρσιν ποιέεσθαι τῆς μήτρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν ἀρχόμενος ἐκ μαλθακῶν ἐς ἰσχυρότερα, τελευτᾷν δὲ αὖθις ἐς μαλθακὰ εὐώδεα· τῶν γὰρ ἰσχυρῶν φαρμάκων τὰ πλεῖστα ἑλκοῖ τὸν στόμαχον, καὶ εἴργει τοῦ καθεστάναι ὀρθὸν καὶ ὑγιᾶ καλῶς ἔχοντα πρὸς τῆς γονῆς τὴν ὑποδοχὴν, καὶ τὴν μήτρην ξηρὴν ποιέει. Ἢν δέ τις γυνὴ δοκέῃ τὰς μήτρας ὑπὸ πιμελῆς βεβλάφθαι ἐς τὴν κύησιν, λεπτύνειν ὡς μάλιστα καὶ ἰσχναίνειν πρὸς τοῖσιν ἄλλοισιν.

[218]    Ὥρη δὲ ἐαρινὴ κρατίστη κυήσιος· ὁ δ' ἀνὴρ μὴ μεθυσκέσθω, μηδὲ οἶνον λευκὸν πινέτω, ἀλλ' ὡς ἰσχυρότατον καὶ ἀκρητέστατον, καὶ σιτία σιτείσθω ἰσχυρότατα, καὶ μὴ θερμολουτείτω, καὶ ἰσχυέτω, καὶ ὑγιαινέτω, καὶ σιτίων ἀπεχέσθω τῶν μὴ ξυμφερόντων τῷ πρήγματι.

[219]    Ὅταν δὲ δοκέῃ ἡ γυνὴ ἐκκεκαθάρθαι καὶ τὸν στόμαχον καλῶς ἔχειν τῆς μήτρης, λουσάσθω, καὶ σμηξάσθω τὴν κεφαλὴν, καὶ μὴ ἀλείψηται μηδέν· ἔπειτα ὀθόνιον ἄνοδμον περιθεῖσα περὶ τὰς τρίχας πεπλυμένον, κεκρυφάλῳ πεπλυμένῳ μηδενὸς ὄζοντι καταδῆσαι, τὸ ὀθόνιον ὑποθεῖσα πρῶτον, ἔπειτα ἀναπαύεσθαι προσθεμένη χαλβάνην πρὸς τὸν στόμαχον, θερμήνασα πρὸς πῦρ ἢ πρὸς ἥλιον καὶ μαλθάξασα εὖ· ἔπειτα πρωῒ ἀπολύσασα τὸν κεκρύφαλον καὶ τὸ ὀθόνιον, ὀσφραίνεσθαι παρασχέτω τινὶ ἑωυτῆς τὴν κεφαλὴν, καὶ ὄζει ἢν καλῶς ἔχῃ τῆς καθάρσιος· εἰ δὲ μὴ, οὐκ ὄζει· ἄσιτος δὲ ταῦτα ποιείτω. Ἢν δὲ μὴ τεκνούσῃ προσθῇς, οὐδέ ποτε ὄζει οὔτε καθαιρομένη οὔτε ἄλλως· οὐδ' ἢν κυούσῃ προσθῇς, οὐδ' οὕτως ὀζέσει· ἥτις δὲ κυΐσκεται πολλὰ καὶ ἀρικύμων ἐστὶ καὶ ὑγιαίνει, ἢν προσθῇς μηδὲ καθήρας, ὀζέσει αὐτὴ τῆς κορυφῆς, ἄλλοτε δὲ οὔ.

[220]    Ὅταν δὲ γνῷς καλῶς ἔχειν, παρὰ τὸν ἄνδρα κέλευε ἰέναι, καὶ ἡ μὲν γυνὴ ἄσιτος ἔστω, ὁ δ' ἀνὴρ ἀθώρηκτος, ψυχρῷ δὲ λελουμένος καὶ εὐωχημένος σιτία ὀλίγα ξύμφορα. Καὶ ἡ γυνὴ ἢν γνῷ ξυλλαβοῦσα τὴν γονὴν, μὴ ἔλθῃ παρὰ τὸν ἄνδρα τοῦ πρώτου χρόνου, ἀλλ' ἡσυχαζέτω· γνώσεται δὲ, ἢν ὁ μὲν ἀνὴρ φῇ ἀφιέναι, ἡ δὲ γυνὴ ἀγνοῇ ὑπὸ ξηρότητος. Ἢν δὲ ἀποδῷ πάλιν ἡ μήτρη τὴν γονὴν τῆς αὐτῆς ἡμέρης, ἔσται ὑγρὴ, καὶ ἢν γένηται ὑγρὴ, αὖθις μιγνύσθω τῷ ἀνδρὶ μέχρις ἂν ξυλλάβῃ.

[221]    Ἄλλη θεραπείη· πυριήσας τὸ σῶμα ὅλον, πῖσαι, καθῆραι ἄνω καὶ κάτω, εἶτα ὄνειον γάλα μεταπίσαντα πυριῇν τὰς μήτρας δι' αὐλοῦ, δύο μὲν ἡμέρας οὔρῳ γυναικείῳ σαπρῷ καὶ λίτρον ἐμβάλλειν, τῇ δὲ τρίτῃ βοείῳ οὔρῳ· τῇ δὲ τετάρτῃ καὶ πέμπτῃ τρίψας μαράθρου σπέρμα καὶ ἀκτῆς φύλλα καὶ δάφνην καὶ κυπαρίσσου πρίσματα, ταῦτα ἑψῆσαι ὕδωρ ἐπιχέαντα· δεῖ δὲ μετὰ τὴν πυρίησιν λουσαμένην πολλῷ θερμῷ προστιθέναι στέαρ ἡδυντὸν ἐκ τῆς πυρίης εὐθὺς καὶ ἐς νύκτα· μετὰ δὲ σκευάζειν, ξυμμιγνὺς σμύρναν στακτὴν καὶ βούτυρον καὶ χηνὸς ἄλειφα καὶ ἐλάφου μυελὸν καὶ ῥητίνην καὶ νέτωπον· τουτέων ἴσον ἑκάστου ξυμμίξαντα, διατήξαντα, προστιθέναι ἐν εἰρίῳ μιλησίῳ μαλθακῷ ὡς εὐειροτάτῳ· μετὰ δὲ ἀναστομοῦν τὴν μήτρην μολιβδίοισιν ἐληλασμένοις ὀκτωδακτύλοισι πέντε· τὸ πρῶτον ἔστω λεπτὸν, τὸ δὲ δεύτερον παχύτερον, καὶ τἄλλα θάτερον θατέρου παχύτερον· ἀναστομοῦν δὲ πέντε ἡμέρας· αἰεὶ δὲ λουσαμένη προστιθέσθω, καὶ ἀναδείσθω ἐκ τῆς ὀσφύος, ὡς μὴ πίπτῃ, καὶ ὠθείτω τὰ μολύβδια αἰεὶ ἀνωτέρω, τὸ δὲ τελευταῖον ὡς ἀνωτάτω· ἐπὴν δὲ ἀναστομώσῃ, προσθεῖναι καθαρτικὸν, τρίψας κανθαρίδας πέντε καὶ σικυώνης μακρῆς σπόγγον καὶ σμύρναν· ταῦτα μέλιτι ἑφθῷ φορύξαντα καὶ φυρήσαντα βαλάνιον εἰρίῳ κατειλίξαι πλὴν τοῦ ἄκρου· ἔπειτα εἰς ἄλειφα βάψαντα ὡς ἥδιστον, προσθεῖναι· χρῆσθαι δὲ καθαρτικῷ καὶ τούτῳ τῇ χολῇ τοῦ ταύρου, καὶ ἄνθει ὀπτῷ καὶ λίτρῳ καὶ σμύρνῃ, μέλιτι ὀλίγῳ διέντα, ὀθόνιον λεπτὸν ἀποδήσαντα, καὶ ἄνω τὸ ὀθόνιον περιελίξαντα τῷ φαρμάκῳ, προστιθέναι· χρῆσθαι δὲ καὶ βουπρήστει ξὺν τῇ σμύρνῃ, καὶ ἐλατηρίῳ ξὺν τῷ μέλιτι ἑφθῷ, καὶ τῇσι κανθαρίσι ξὺν τῷ ἐλατηρίῳ τε καὶ τῇ σμύρνῃ. Ἐπὴν δὲ καθαρθῇ, τῇ ὑστεραίῃ λούσαντα κλύσαι τὴν μήτρην· κύμινον αἰθιοπικὸν τρίψας καὶ μελάνθιον καὶ ῥητίνην καὶ ἄλειφα καὶ μέλι καὶ οἶνον γλυκύν· ταῦτα μίξας καὶ ἀναχλιήνας κλύσαι· ἐπὴν δὲ κλύσῃς, ἀναστήσας, περιιέναι κελεύειν, ὅκως τὸ κλύσμα διασείηται. Προσθεῖναι δὲ κρόκον καὶ σμύρναν καὶ λιβανωτὸν ἐν ῥάκει λιναίῳ ἀποδέοντα ξηρὸν ἴσον ἑκάστου, ξυμμίσγοντα χηνὸς ἄλειφα, περιχρίοντα τὸ ῥάκος· τοῦτο δὲ προστιθέναι ἑπτὰ ἡμέρας· τῇ δὲ ὀγδόῃ θυμιῆσαι σμύρνῃ καὶ ἀσφάλτῳ καὶ κριθῇ, εὐώδει ἀλείφατι πεφυρημένα ἐπὶ μαλθακὸν πῦρ ἐπιβαλὼν, θυμιῆν δι' αὐλοῦ. Ἐπὴν δὲ θυμιήσῃς, τῇ ὑστεραίῃ τρῖψαι κάστορος ὄρχιν, οἶνον λευκὸν παραχέων, καὶ αὐτὸν μήλῃ ἀμφιπλάσας καὶ εἰρίῳ κατελίξας προσθεῖναι ἐς νύκτα· ὄρθρου δὲ ἀνελομένη καὶ διαμαλαξαμένη ἴτω παρὰ τὸν ἀνδρὰ, καὶ ξυγκοιμηθεῖσα ἀτρεμείτω· καὶ ἂν μὴ ἐπὶ τοῦ πρώτου κυήσῃ, αὖθις προσθεμένη αὐτὸ τοῦτο, παρὰ τὸν ἄνδρα ἐλθέτω. Ἄρχεσθαι δὲ χρὴ φαρμακεύοντα, ἐπειδὰν ἔλθῃ τὰ καταμήνια· ληγόντων δὲ χρὴ τὸ κυητήριον προσθεμένην ξυγκοιμᾶσθαι· τοῦ δὲ πρόσθεν χρόνου μήτε ἡ γυνὴ ἴτω ἆσσον τοῦ ἀνδρὸς, μήθ' ὁ ἀνὴρ παρὰ τὴν γυναῖκα.

[222]    Ὅταν δὲ ἡ γυνὴ μὴ κυΐσκηται εἰωθυῖα πρότερον κυΐσκεσθαι, τοῦ ἀνδρὸς δὲ τὴν γονὴν ἐσδέχωνται αἱ μῆτραι ἐς ἑωυτὰς, ἀνάγκη παχὺ οὐρέειν τὴν γυναῖκα ταύτην· ἐνίοτε μὲν γὰρ ἐν τῇσι μήτρῃσι τὸ πῦον ἐγγίνεται· τὸ δὲ πῦον τὸ ἐν τῇσι μήτρῃσιν ὑπὸ φυμάτων γίνεται· διὰ δὴ τοῦτο ἡ γονὴ τοῦ ἀνδρὸς ὅταν μίσγηται, οὐχ ἅπτεται τῆς μήτρης, ἵνα δεῖ πήγνυσθαι τὴν γονὴν τοῦ ἀνδρός· τὸ γὰρ πῦον ἀμαυροῖ, ὥστε μὴ προσφέρεσθαι· τέθνηκε γὰρ τὸ πῦον καὶ σήπει τὴν γονήν· δεῖ δὴ τό τε πῦον ἐκκαθῆραι τῶν μητρέων, καὶ τὸ φῦμα τὸ ἐν τῇ δελφύϊ καταστῆσαι, ὅκως τὸ λοιπὸν μὴ κωλύῃ τὴν γονὴν πήγνυσθαι καὶ προσφέρεσθαι· ταχύνειν δὲ χρὴ ἐκκαθαίροντα, πρὶν ἢ πωρωθῆναι τὸ πῦον ἐν τῇσι μήτρῃσι. Κλύσαι δὲ χρὴ τὰς μήτρας ὧδε· ἵππειον γάλα ἑψήσας, διεὶς διὰ κρησέρης ὡς λεπτοτάτης καὶ καθαρωτάτης, τούτῳ κλύζειν, κλυστῆρα ἐπιτήδειον ποιησάμενος· τὸ μὲν ἄκρον τοῦ κλυστῆρος λεῖον ἔστω, οἷόν περ μήλης, ἀργύρεον· καὶ παρ' αὐτὸ τετρυπήσθω τοῦ κλυστῆρος ἀπολεῖπον ὀλίγον τὸ τρῆμα· εἶναι δὲ καὶ ἄλλας ἐκτρήσιας, διαλειπέτω δὲ ἴσον ἑκάστη ἔνθεν καὶ ἔνθεν ἐκ τοῦ πλαγίου τοῦ κλυστῆρος, καὶ μὴ μεγάλας, ἀλλὰ στενάς· τοῦ δὲ κλυστῆρος ἡ μὲν κορυφὴ στερεὴ ἔστω, τὸ δὲ ἄλλο πᾶν κοῖλον ἔστω ὡς αὐλίσκος· δῆσαι δὲ χρὴ κύστιν συὸς θηλείης, ταύτην δὲ ψήσας εὖ μάλα· ἐπὴν δὲ προσδήσῃς, ἐγχέας τὸ γάλα ἐς τὴν κύστιν, ἐς τὰς τρήσιας ἐνθεὶς ῥάκος λεπτῆς ὀθόνης, ὅκως μὴ τὸ γάλα ῥέῃ· ἐπειδὰν δὲ πλήσῃς τὴν κύστιν, ἀποδῆσαι, καὶ δοῦναι τῇ γυναικὶ αὐτῇ, ἣν μέλλεις κλύζειν· κείνη δὲ ἐξελοῦσα τὸ βύσμα, ἐς τὴν μήτρην ἐνθέσθαι· αὐτὴ δὲ εἰδήσει ὅκου δεῖ· ἔπειτα δὲ πιέζειν τῇ χειρὶ τὴν κύστιν, ἔστ' ἂν τὸ πῦον ἐκρυῇ ἔξω πᾶν· δῆλον δὲ τοῦτο ἔσται, ἐπὰν μηκέτι ἐξίῃ τὸ πῦον ἅμα τῷ γάλακτι· δῆλον γὰρ ὅτι οὐκέτι ἔνεστι· τότε χρὴ παύεσθαι· καὶ μετὰ τοῦτο, ἐπὴν ἀναψυχθῇ ὀλίγον χρόνον, σικυώνης ξηρῆς πεφυκυίας τὸν πυθμένα ἀποτρήσας, καὶ τῆς κορυφῆς τὸ ἄκρον ὡς ἂν τετρημένον ᾖ, τοῦτο ὅμοιον ποιήσας τὸ ἄλλο πλὴν τὸ ἄκρον, καθάπερ τοῦ κλυστῆρος τὸν αὐτὸν τρόπον· πάχος δὲ λεπτότερον ὀλίγον ὡς ἀνδρὸς αἰδοῖόν ἐστιν· τοῦτο περιθεῖναι ἐς τεῦχος, οἴνου ἐμπλήσας τὸ τεῦχος· ὁ δὲ οἶνος ἔστω ἀνθοσμίης ὡς εὐωδέστατος καὶ ξηρότατος καὶ παλαιότατος· ἔπειτα λίθον μέλανα διαφανῆ ἐμβάλλειν ἐς τὸν οἶνον· ἔπειτα περιθεῖναι σικυώνην ποιήσας χαλκοῦ λευκοῦ, καὶ ἡ γυνὴ ἀμφικαθεζέσθω περὶ τὴν βάλανον τῆς σικύης, τὸ αἰδοῖον ποιήσασα ὁκοῖον δεῖ· ὅκως δὲ ὑπερέξει τὴν χαλκῆν καὶ ἔξωθεν σικυώνην, δύο δακτύλοιν ἔστω.

[223]    Ὅταν μὴ δύνηται ἡ γυνὴ γονὴν δέχεσθαι, πᾶσα ἀνάγκη μήνιγγα ἐπιπεφυκέναι ἐν τῷ στόματι τῶν μητρέων· δεῖ δὲ ἰὸν χαλκοῦ καὶ χολὴν ταύρου καὶ ὄφιος στέαρ, ταῦτα ξυμμῖξαι ὁμοῦ, εἶτα εἴριον λαβὼν ἀναδεῦσαι τῷ φαρμάκῳ, καὶ ἐνελίξαι ἐς ὀθόνιον βύσσινον, μέλιτι ὑποχρίσας τὸ ὀθόνιον, καὶ ποιῆσαι πρόσθετον ὅσον ἐλαίην τὴν μεγίστην· εἶτα προστιθέναι πρὸς τὸ αἰδοῖον νύκτα ὅλην· ὑπτίη δὲ κείσθω· τὴν δὲ ἡμέρην ἀφαιρείσθω, καὶ λουέσθω θερμῷ ὕδατι ἀπὸ μυρσίνης ὡς πλείστῳ· ἔπειτα δ' ἡμέρης προστιθέσθω ἐνεστυίης νυκτός· μετὰ δὲ συνέστω.

[224]    Ἄλλη θεραπείη· πρασίου τῶν φύλλων λαβόντα πλῆθος, ὥστε τὴν χεῖρα εὖ ἐμπλῆσαι, ἐμβαλεῖν ἐς ἀγγεῖον ἀττικὸν, καὶ ἐπιχέαι ὕδατος ποτοῦ κοτύλας ἀττικὰς τέσσαρας· καὶ προβρέξαντα ἐννέα ἡμέρας, πίνειν ἑτέρας ἐννέα ἡμέρας νῆστιν, λουσαμένην, δύο κυάθους τῆς ἡμέρης τοῦ ἀπὸ τοῦ πρασίου, γλυκέος λευκοῦ ἴσον μίσγουσα· ὅταν δὲ τριταίη ᾖ πίνουσα, πυριήσθω κωνείου φύλλοισιν ἐπὶ πῦρ ἐπιβάλλων ἐννέα ἡμέρας, καὶ μετὰ τὴν πυρίην λούεσθαι, καὶ οὕτω πίνειν εὐθὺς τούτων· ὅταν δὲ τὰς τρεῖς πεπυριημένη ᾖ, προστίθεσθαι τοῦ πρασίου αὐτέου τετριμμένου λείου δι' ἡμέρης, ἐπὶ τρεῖς ἡμέρας, λινόζωστιν λείην τετριμμένην, ἐν μέλιτι ἀττικῷ, δι' ἡμέρης· προβρεχέσθω δὲ ἐν οἴνου λευκοῦ τρυγὶ χοῒ καὶ ἱππομαράθρου καὶ μαράθρου ῥίζα, καὶ δᾳδὸς ὡς πιοτάτης ὄζοι, καὶ ἐρευθεδάνου τεταρτημόριον, καὶ μαράθρου σπέρμα, καὶ περιστερεῶνος ῥίζαι πολλαί· προβρεχέσθω δὲ ἡμέρας μὴ ἐλάσσω τῶν ἐννέα· πίνειν δὲ μετὰ ταῦτα, λουσαμένην κατὰ κεφαλῆς, κοτύλην τῆς ἡμέρης ἀκρήτου τοῦ βρεχομένου ἐν τῷ λουτρῷ ἐοῦσαν, καὶ μετὰ ταῦτα κατακλιθεῖσαν ἐκθερμαίνειν ἑωυτὴν, καὶ προστίθεσθαι· ἐνταῦθα διὰ τρίτης, μετὰ τὸ ποτὸν, τὸ ἐκ τῆς χολῆς δι' ἡμέρης, ἐπὶ ἡμέρας ἕξ. Ὅτε δὲ μέλλει ἤδη προσιέναι καλῶς καθάρσιος ἔχουσα, ὑοσκυάμου φύλλα καὶ ῥίζας ἀναζέσας ἐν ὕδατι, πυριήσθω τούτοισιν ὡς θερμοτάτοισιν ἐπὶ τρεῖς ἡμέρας ἐς νύκτας, καὶ λουσαμένη παρὰ τὸν ἄνδρα ἴτω. Μετὰ δὲ ταύτην τὴν πυρίησιν καὶ ἐλάφου αἰδοίου ὑποθυμιῆσαι, καὶ ὅταν ἴδῃς ἔχειν αὖον, τούτου ἐπ' οἶνον λευκὸν κεκρημένον ἐπιξύων, ἐπὶ τρεῖς ἡμέρας διδόναι πίνειν, καὶ ὅταν ὠδίνῃ, διδόναι πίνειν, καὶ γὰρ ὠκυτόκιόν ἐστι τοῦτο.

[225]    Ἄλλη θεραπείη· χολὴν ταύρου ἀναζέσαι καὶ στυπτηρίην μηλίην· ἐλάφου δὲ κέρας κατακαύσας τρῖψαι λεῖον, καὶ ξυμμίξας, βαλανίοις χρῆσθαι. Ἕτερον θεραπευτικόν· κύμινον ἐν οἴνῳ μέλανι ἑψήσας, τρίψας λεῖον, βάλανον ποιῆσαι, καὶ ἐς νύκτα προσθεῖναι· μετὰ δὲ ταῦτα κατακαύσας τρύγα οἴνου λευκοῦ, τὸ λεπτότατον δηλονότι τῆς τρυγὸς, ἐπειδὰν κατακαύσῃς, ἀφαιρέειν τοῦτο ἐν πτερῷ, ἔπειτα ἐς ὀθόνιον ἀποδήσας προσθεῖναι ἐς νύκτα, καὶ πράσα ἑφθὰ ἐσθιέτω· μετὰ δὲ τοῦτο τράγιον τρίβων καὶ μέλιτι διεὶς προσθεῖναι ἐς νύκτα· μετὰ δὲ τραγίου καρπὸν λεῖον τρίψας, ἐν οἴνῳ λευκῷ διεὶς, δᾷδα ἐπιξύων διδόναι πίνειν· μετὰ δὲ ὀρίγανον διὰ δευτέρης ὑποθυμιῇν, καὶ οὕτω πρὸς τὸν ἄνδρα ἴτω.

[226]    Ἄλλη θεραπείη ἐπὶ γυναῖκα μὴ δυναμένην τεκεῖν· ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν, τοκήεσσαν ἐθέλῃς ποιῆσαι, σκέψασθαι χρὴ ἐν τοῖσιν ἐπιμηνίοισιν εἴτε χολώδης εἴτε φλεγματώδης εἴη· γνώσῃ δὲ τῶνδε ὁπότερον μᾶλλον, ψάμμον ὑποβαλὼν λεπτὴν καὶ ξηρὴν, ὅταν τὰ ἐπιμήνια γίνηται, ἐν τῷ ἡλίῳ ἐπιχέαι ἀπὸ τοῦ αἵματος· καὶ ἢν μὲν χολώδης ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται· ἢν δὲ φλεγματώδης ᾖ, οἷον μύξαι. Τούτων ὁπότερον ἂν ᾖ, καθήρας τὴν κοιλίην, ἤν τε ἄνω ἤν τε κάτω δοκέῃ σοι δεῖσθαι· ἔπειτα διαλιπὼν ἡμέρας τινὰς, τὰς ὑστέρας καθαίρειν, καὶ ἢν ὑγρότερον τὸ στόμα τῶν ὑστερέων ᾖ, προστιθέναι τὰ δριμέα, ὅκως δηχθὲν καὶ φλεγμῆναν τὸ στόμα τῶν ὑστερέων σκληρὸν γένηται.

[227]    Ἢν δὲ γυνὴ μὴ πυρέσσῃ τὰ ἔνδοθεν, μηδὲ κυΐσκηται ὑπὸ τῶν ὑστερέων, μηδὲ ἀνδρὶ μίσγεσθαι δύνηται, ἀλλ' ὑπνώσσῃ τε καὶ ἀσιτέῃ, μέλιτι μίξας οἶνον ἐγχεέσθω ἐς τὰ αἰδοῖα, καὶ σμύρναν ὑποθυμιήσθω· ἐς δὲ τὴν ἕδρην βαλάνους προστίθεσθαι, μίσγουσα χηνὸς ἄλειφα, καὶ εἴσω ἐγχεῖν ἐς τὸ αἰδοῖον· εἶτα καὶ κλύζειν ἔλαιον, ἐν μέλιτι ἴσον μίξας.

[228]    Ἢν αἱ μῆτραι γυναικὶ ἰσχνωθῶσι, καὶ τρηχύνηται τὸ στόμα αὐτέων καὶ ξυμμεμύκῃ, καὶ τὰ ἐπιμήνια αὐτῇ μὴ φαίνηται, μηδὲ κυΐσκηται, ἀλλὰ πυρετὸς λαμβάνῃ μαλθακὸς, καὶ ὀδύναι αὐτέῃ ἐμπίπτωσιν ἐς τὰς ἰξύας καὶ τὴν νείαιραν γαστέρα· ἡ δὲ νοῦσος αὕτη γίνεται μάλιστα, ὅταν τι τῶν ἐν αὐτῇ διαφθείρῃ· γίνεται δὲ καὶ ἐκ τόκου. Ταύτην χρὴ λούειν θερμῷ καὶ πυριῇν· ὅταν δὲ λελουμένη καὶ πεπυριημένη ᾖ, τῇ μήλῃ ἀνευρῦναι τὸ στόμα τῶν μητρέων, καὶ προστιθέσθω σμύρναν τρίψασα καὶ νετώπου τὸ ἴσον, ἢ μύρον ῥόδινον ἐν ῥάκει, καὶ μολύβδου προστίθεσθαι ποιήσαντα ὡς βάλανον καταξύοντα, καὶ καταλείφειν βοὸς χολῇ, καὶ γνώσεται ἐν τέσσαρσιν ἡμέραις τὰς ἀγόνους, καὶ πυριῇν καὶ φαρμακεύειν.

[229]   Ἢν δὲ παχυνθῇ παρὰ φύσιν, οὐκ ἴσχει ἐν γαστρί· τὸ γὰρ ἐπίπλοον ἐπικείμενον παχὺ καὶ πουλὺ ἀποπιέζει τὸ στόμα τῶν μητρέων, καὶ τὴν γονὴν οὐ δέχονται. Ταύτην χρὴ λεπτύναντα φάρμακον πῖσαι κάτω, καὶ πρὸς τὰς ὑστέρας προσθεῖναι, ὃ καθαίρει τε καὶ φῦσαν ἐμποιέει.

[230]    Ἢν τὸ στόμα τῶν μητρέων σκληρὸν γένηται ἢ ὁ αὐχὴν, τῷ δακτύλῳ γνώσεται ψαύουσα, κἢν πρὸς τὸ ἰσχίον ἀπεστραμμέναι ἔωσιν. Ὅταν οὕτως ἔχῃ, μὴ προσφέρειν μηδὲν δριμύ· ἢν γὰρ ἑλκώσῃ τὸ στόμα τῶν ὑστερέων, ὅταν φλεγμαίνῃ, τὸ πάμπαν κίνδυνος ἄτοκον γενέσθαι· ἀλλὰ προστίθεσθαι ἃ μὴ δάκνει, ὑφ' ὧν φλέγμα καθαίρεται. Ὅταν γυναικὶ τὰ καταμήνια γένηται καὶ παρέλθῃ, πρῶτα μὲν χρὴ κεφαλὴν καθῆραι, ἔπειτα ἐλλεβορίσαι, ἤν τε ἅπαξ ἤν τε δὶς δέῃ· μετὰ δὲ πυριῆσαι πυριητήριον κατασκευάσας τὸ ἐκ τῆς σικύης· ὅταν δὲ πεποιημένον ᾖ, ἐγχέας ἐς ἐχῖνον θάλασσαν, καὶ πράσα ἐμβαλὼν, ἐπιθεῖναι τὸν αὐλὸν τῆς σικύης, καὶ περιαλεῖψαι πηλῷ ὡς βελτίστῳ, ὅκως μὴ διαπνέῃ· εἶτα διὰ σχοινοτόνου δίφρου τῶν τετραγώνων διάγειν τὸν αὐλὸν, ὅκως ὑπερέξει δύο δακτύλους τοῦ τόνου· εἶτα ὑποκαίειν ἄνθραξι, καὶ τὰς καθέδρας φυλάσσειν, ὅταν τε καθίζηται καὶ ὁκόταν ἀνίστηται, ὅκως μὴ κατακαυθῇ, ἀλλὰ καθίζειν ἔτι ψυχροῦ ἐόντος τοῦ πυριητηρίου καὶ ἀνίστασθαι ἕως ἂν καταψυχθῆναι τὸν αὐλόν· ἐπὶ δὲ τῇ πυρίῃ τὴν διατριβὴν ὅτι πλεῖστον τῆς ἡμέρης μέρος ποιέεσθαι. Καὶ τῇ μὲν τοιαύτῃ πυρίῃ ἐπὶ πέντε ἡμέρας χρῆσθαι, δέκα δ' ἀντὶ τῶν πράσων, τῶν σκορόδων· τάδε πυρία, καὶ αὐτὴν τὴν δέσμην κατακόψας, ἐς τὴν θάλασσαν ἐμβαλεῖν. Μετὰ δὲ τὰς λοιπὰς τῶν ἡμερέων αὐτῇ τῇ θαλάσσῃ μόνῃ πυριήσθω, καὶ ὅκως πρὸς ἄνδρα μὴ προσίῃ ἐν πάσῃ τῇ θεραπείῃ. Τὴν τελευταίην δὲ πυρίην, ὅταν μέλλῃς ἀφιέναι τῆς θεραπείης, σκυλάκιον ὅτι νεώτατον ἀνασχίσας, ἀρωμάτων παντοδαπῶν εἴδη ὅτι εὐωδεστάτων καὶ ξηροτάτων κόψας, τὰ ἐντοσθίδια ἐξελὼν τοῦ σκυλακίου ἐμπλῆσαι καὶ σάξαι ὅτι μάλιστα τῶν ἀρωμάτων, ξυλήφια δὲ ὑποθεὶς, ἐς τὸν ἐχῖνον ἐνθεὶς τὸ σκυλάκιον, οἶνον ὡς εὐωδέστατον ἐπιχέαι, καὶ πυριῇν διὰ τοῦ αὐλοῦ, καὶ ὅκως κατὰ δύναμιν εἶναι ὅλην τὴν ἡμέρην ἐπὶ ταύτης τῆς πυρίης, πυριῆσαί τε καὶ ἐρωτᾷν αὐτὴν, ἢν ἡ ὀδμὴ διὰ τοῦ στόματος δοκέῃ ὄζειν τῶν ἀρωμάτων· σημεῖον γὰρ οὐ σμικρὸν ἐς ξύλληψιν τῇ θεραπευομένῃ. Προσθέτοισι δὲ χρέο, κρόκου ὅσον ἂν βούλῃ, καὶ σμύρνης ὅσον δύο κυάμους, καὶ ἅλας συχνὸν παράμισγε, πρὸς ταῦτα τεκμαιρόμενος, καὶ ταύρου χολῆς ὅσον δύο κυάμους· ἢν δὲ πρηϋτέρῳ βούλῃ χρῆσθαι, ἔλασσον μίσγειν τῆς χολῆς· ἢν δὲ ἰσχυροτέρῳ, πλέον· ταῦτα τρίψας λεῖα, καὶ μέλιτος παραστάξας, τρῖβε ἄχρις ἄν σοι τριβόμενον γένηται, ὥστε δακτύλῳ ἐκμάξαι· ὅσῳ δ' ἂν πλείονα χρόνον τρίβῃς, τοσούτῳ ξηρότερον καὶ γλισχρότερον καὶ βέλτιον ἔσται. Ποιήσας δὲ παχύτερον ἢ βάλανον, καὶ τὸ ἄκρον ὀξὺ, ἐκ τοῦ μέσου παχύτερον, ἔπειτα δὲ ἀγόμενον ὅκως πρὸς τὴν ὑστέρην προστεθῇ, ἐς τοῦτο ἔμπηξον ξυλήφια ὀριγάνου δύο ποιήσας λεῖα· ἔστω δὲ ἑξαδάκτυλα· εἶτα κατέλιξον τὰ ξυλήφια εἰρίῳ ὡς μαλθακωτάτῳ· ἔπειτα ἄνωθεν ῥάμματι κατέλιξον λεπτῷ, καὶ ὑπερεχέτω τὸ ῥάμμα ὅσον τέσσαρας δακτύλους τῶν ξυληφίων. Προσχεαμένη δὲ καὶ καθαρὴν ἑαυτὴν ποιήσασα ὅτι μάλιστα προσθέσθαι αὐτὸ τὸ στόμα, ῥάκος ὑποβαλλομένη ὑπὸ τὰ ἰσχία, καὶ τὴν νύκτα προσκείσθω· ἔσται δὲ αὐτὴ ἡ κάθαρσις ὑδατώδης· τῇ δευτεραίῃ ἀναστᾶσα λουσάσθω, καὶ ἐπὶ τὴν πυρίην μὴ καθίσῃ ταύτῃ τῇ ἡμέρῃ. Ὅταν δὲ πυριῆται καὶ ἀναστῇ ἀπὸ τῆς πυρίης, κηρωτὴ ἔστω πεποιημένη ἀπὸ τῆς πρώτης ἡμέρης ὡς καλλίστη, καὶ ξυμμίξαι μάλιστα μὲν ἐλάφου μυελόν· εἰ δὲ μὴ, χηνὸς στέαρ· καὶ ὅταν ἀναστῇ ἀπὸ τῆς πυρίης, ἑκάστης ἡμέρης προσχεαμένη καὶ καθαρὴν ἑωυτὴν ποιήσασα ἐς τὴν κοίτην, τῇ κηρωτῇ ἀλειφέτω τὴν ὑστέρην ἑκάστης ἡμέρης· τὰ μὲν ἄλλα ταὐτὰ πάντα ξύμμισγε τοῖσιν ἔμπροσθεν ἐκτὸς τῆς χολῆς· ὀριγάνου δὲ τρίβων ὡς λειοτάτης, ξύμμισγε ἐς τὴν βάλανον καὶ προστιθέσθω. Ἄλλο· τὰ μὲν ἄλλα ταὐτὰ καὶ τὸν αὐτὸν τρόπον πεποιημένα, ἀντὶ δὲ τῆς ὀριγάνου ἀψίνθιον ξυμμίξας καὶ κατὰ τὸν αὐτὸν τρόπον ποιήσας προστιθέσθω. Ἄλλο· ἐκ τῶν πυρῶν ἐκλέξας τὸ μελάνθιον, τρίψας τε λεῖον ἰσχυρῶς, καὶ μέλι παραμίξας, καὶ σφαιροειδὲς ποιήσας, προστιθέσθω· πλὴν πυρετοὺς ἐμποιέει, καὶ τὸ ἄρθρον οἰδέει, καὶ δηκτικὸν ἰσχυρῶς ἐστι τοῦτο. Ἄλλο· μέλι ἑψήσας καὶ ἐλλεβόρου κόψας τοῦ μέλανος τὸ λεπτὸν, ἢν πλέον, ἰσχυρῶς δηκτικὸν ἔσται· ἔστι δὲ πυρετῶδες καὶ τοῦτο. Ἄλλο· τὸν αὐτὸν τρόπον τοῦτον ἑψήσας μέλι, ξυμμίξας τε ἐλατηρίου ὅσον πόσιν ἑψεῖν, καὶ ποιήσας βαλάνιον, τὸν αὐτὸν τρόπον διδόναι προστίθεσθαι· καὶ τοῦτο πυρετῶδες, ἄγει δὲ καὶ αἷμα, ἔνια δὲ τούτων καὶ δέρματα. Εἰ δὲ βούλοιο, καὶ τὸ δρακόντιον ξύων, ἐστὶ δὲ πρηῢ ἐν μέλιτι ἑφθῷ ἢ ὠμῷ, καὶ τοῦτο σφαιροειδὲς ποιέειν, ὁκόσον κικίδα μεγάλην. Πειρῶ δὲ φυσικὸς εἶναι, πρὸς τῆς ἀνθρώπου τὴν ἕξιν καὶ τὴν ἰσχὺν ὁρέων τούτων γὰρ οὐδεὶς σταθμός ἐστιν, ἀλλ' ἐξ αὐτέων τουτέων τεκμαιρόμενος πειρῶ, ὅλου τοῦ σώματος, κεφαλῆς καθάρσεσι, φαρμακείῃσι, καὶ πυρίῃσι τῆς ὑστέρης καὶ προσθέτοισι χρῆσθαι· στοιχεῖα δέ σοι ταῦτά ἐστιν· ἡ δὲ θεραπείη τουτέων ἐστὶν ἐν μέρει ἑκάστου, καὶ ὅ τι ἂν μὴ ποιῇς τουτέων, αἰεὶ ἐπὶ τῆς πυρίης διατριβέτω· αὕτη γάρ ἐστιν ἡ μαλθάσσουσα καὶ ἄγουσα τοὺς ἰχῶρας. Ὅταν δὲ καταπαύσῃ τῆς θεραπείης, ληγόντων τῶν κατὰ φύσιν, χρὴ αἷμα ἀφαιρέειν ἀπὸ τῆς χειρός· ἢν μὲν ἰσχύῃ, ἀπ' ἀμφοτέρων τῶν βραχιόνων, ἢν δὲ ἀσθενεστέρη ᾖ, ἀπὸ τοῦ ἑτέρου οὗ ἀπόχρη. Διαίτῃ δὲ οἵῃ χρῆσθαι δεῖ ἐν τῇσι θεραπείῃσι ταύτῃσιν ἑτέρωθί μοι δεδήλωται. Ὑποθυμιῇν δ' εἰ βούλει, τὰς αἴρας ἐκ τῶν πυρῶν ἐκλέξας, ἀλέσας λεπτὰ, καὶ κλημάτινον πῦρ ποιήσας ὅτι μαλθακώτατον, ἔπειτα ἐμβαλὼν ἐς τρυβλίον, ἔνθες ἐς ἡμίεκτον, καὶ ῥάκεα περιθεὶς ἵνα μαλθακῶς κάθηται, καθέζεσθαι αὐτὴν κελεύειν ἐπὶ τῷ ἡμιέκτῳ, ὅτι μάλιστα διάγουσαν τὰ σκέλεα. Ἡ δὲ θεραπείη ἢν μὲν ἱκανή σοι γένηται ἐν τετραμήνῳ· εἰ δὲ μὴ, πρὸς ταῦτα σκέπτου, καὶ ὅκως πρὸς ἄνδρα μὴ πρόσεισιν ἐν ᾧ θεραπεύεται χρόνῳ. Ἐν δὲ τῇσι θεραπείῃσι διδόναι δαῖδα ἐν ὕδατι καταβρέχων νήστει, ὅσον κύαθον, καὶ τὴν κασσιτερίνην ξυνεχῶς ἔχειν. Διδόναι δὲ κοτυληδόνας ἐν ὕδατι ἑψῶν, ἅλας, κύμινον συνεψῶν, καὶ χλιηρὸν ῥοφεῖν. Αἱ πλατεῖαι θηλύγονοι δοκεῦσιν εἶναι, αἱ δὲ σμικραὶ καὶ ξυμμύουσαι, ἀρσενόγονοι.

[231]    Ἐγκυητήριον ἄκρον· μελανθίου γυναικὶ διδόναι, ἐν οἴνῳ μέλανι στρυφνῷ.

[232]    Γυναικὶ νέῃ ἐούσῃ ῥόος ἐρυθρὸς ὀχλεῖ, καὶ φαρμακευομένη, κεφαλὴν καθαιρομένη, φλεβοτομουμένη, οὐδὲν ὠφελεῖ· δοκεῖ δὲ τοῦτό οἱ αἴτιον εἶναι, ὥστε μὴ ξυλλαμβάνειν· ἐδίδουν δὲ αὐτῇ ἀσπαλάθου τῶν ῥιζῶν ἐν οἴνῳ λευκῷ ἀποζεόμενον πρωῒ καὶ πρὸς δείπνου, ὅ τε ῥόος ἐπαύσατο, καὶ οὐ βραδέως ἐκύησεν, ἔτεκεν ἄρσεν· τὸ χρῶμα λευκόχρως, εὔσαρκος.

[233]    Περὶ μύλης. Περὶ δὲ μύλης κυήσιος τόδε αἴτιον· ἐπὴν πολλὰ τὰ ἐπιμήνια ἐόντα γονὴν ὀλίγην καὶ νοσώδεα ξυλλάβωσιν, οὔτε κύημα ἰθαγενὲς γίνεται, ἥ τε γαστὴρ πλήρης, ὥσπερ κυούσης· κινεῖται δ' οὐδὲν ἐν τῇ γαστρὶ, οὐδὲ γάλα ἐν τοῖσι τιτθοῖσιν ἐγγίνεται· σφριγᾷ δὲ τὸ στῆθος αὐτῇ· καὶ δύο ἔτεα, πολλάκις δὲ καὶ τρία οὕτως ἔχει. Καὶ ἢν μὲν μία σὰρξ γένηται, ἡ γυνὴ ἀπόλλυται· οὐ γὰρ οἵη τέ ἐστι περιγενέσθαι· ἢν δὲ πολλαὶ, ῥήγνυται αὐτέῃ κατὰ τὸ αἰδοῖον αἷμά τε πολὺ καὶ σαρκῶδες· καὶ ἢν μὲν μετριάσῃ, σώζεται· ἢν δὲ μὴ, ὑπὸ ῥόου ἁλοῦσα ἀπόλλυται. Τὸ μὲν νόσημα τοιοῦτόν ἐστι· κρίνεσθαι δὲ χρὴ τῷ πληρώματι, καὶ ὅ τι οὐ κινεῖται ἐν τῇ γαστρί· τὸ μὲν γὰρ ἄρσεν τρίμηνον, τὸ δέ γε θῆλυ τετράμηνον τὴν κίνησιν ἔχει· ἐπὴν οὖν τοῦ χρόνου παρελθόντος μὴ κινῆται, δηλονότι τοῦτό ἐστι· τὸ δέ τι τεκμήριον μέγα, ἐν τοῖσι τιτθοῖσι γάλα οὐκ ἐγγίνεται. Ταύτην μάλιστα μὲν μὴ ἰῆσθαι· εἰ δὲ μὴ, προειπόντα ἰῆσθαι. Καὶ πρῶτα μὲν πυριῆσαι τὴν γυναῖκα ὅλον τὸ σῶμα, ἔπειτα κατὰ τὴν ἕδρην κλύσαι ὅπως διακαθήρῃ· πουλὺ γὰρ ἴσως κλύσας ἂν κινήσειε τὸ ἔμβρυον τὸ δοκέον εἶναι τὸ ξυνεστηκὸς, διαθερμανθείσης τῆς γυναικὸς ὑπὸ τοῦ φαρμάκου. Κλύζειν δὲ καὶ κατὰ τὰς μήτρας, ὅκως αἷμα ἀγάγῃ· ἢν δὲ μὴ, προσθέτοισι χρῆσθαι τοῖσιν ἀπὸ τῆς βουπρήστιος ὡς ἰσχυροτάτοισι, καὶ πιπίσκειν τὸ δίκταμνον τὸ κρητικὸν ἐν οἴνῳ· εἰ δὲ μὴ, καὶ τὸν καστόριον ὄρχιν· καὶ ὄπισθεν αὐτῆς σικύην προσβάλλειν πρὸς τοὺς κενεῶνας, καὶ ἀφαιρέειν ὅτι πλεῖστον· πρόσβαλλε δὲ ὅτι μάλιστα τεκμαιρόμενος κατὰ τὰς μήτρας.

[234]   Καθάρσιος· ὅταν μὴ γίνηται, ἤν τε ἐκ τόκου ἤν τε καὶ ἄλλως, δαῖδα ὡς πιοτάτην κόψαντα λεπτὴν ἑψεῖν ἐν οἴνῳ λευκῷ, καὶ ἀποχρῆσθαι ὡς τρισὶ κυάθοισι. Γλυκυσίδης κόκκοι τέσσαρες, κυμίνου αἰθιοπικοῦ σμικρὸν καὶ σεσέλιος πλέον, ἢ κεδρίδα· ἢν δὲ πνιγμοὶ ἔωσι, κάστορος σμικρόν. Ἢν δὲ ἐκ τόκου καθάρσιος γινομένης μετρίης ἡ γαστὴρ μένῃ, ἢ καὶ φυσᾷ ἀποκεκλεισμένη καὶ ὀδυνώδης γίνηται, ἤν τε ξὺν πυρετῷ ἤν τε ἄνευ πυρετοῦ, ὀποῦ σκαμμωνίης πέμπτον μέρος πόσιος ἢ σεσέλιος ἢ ἄλλου τινος τῶν εὐωδέων, καὶ πήγανον ἐν οἴνῳ λευκῷ. Ἢν δὲ μὴ βούληται πιεῖν, πρὸς τὴν ἕδρην ἄλειμμα ποιέειν, οἷον ἐκ χολῆς ταυρείης καὶ μέλιτος καὶ λίτρου. Ἢν δ' ἐκ διαφθορῆς καθάρσιος ὀδυνώδης ᾖ, καὶ τῶν εὐωδέων διδομένων μηδὲν ὑπακούῃ, καὶ πυρετοῦ ἐόντος, γάλακτος αἰγείου δύο κοτύλας ἀφεψεῖν, εἶτα ψυχθέντος τὴν γρηῦν ἀφελεῖν, καὶ διηθήσας, μελικρήτου ὅσον τρίτον μέρος μῖξαι, ὅκως γλυκύτερον ἔσται· πιεῖν δὲ τρὶς νῆστιν. Ἢν δὲ μὴ παύηται ἡ ὀδύνη μηδὲ ἡ κοιλίη ὑποχωρήσῃ, ἐς τὴν δείλην ἐν σκάφῃ ἐς θερμὸν ὕδωρ ἐγκαθισάτω· ὅταν δὲ διαπυριηθῇ, ἐξαναστήσαντα κλύζειν ἐν οἴνῳ αὐστηρῷ μέλανι διεὶς καὶ ὕδατι ἅπαξ, ἐλαίου ἥμισυ τὸ ὕδωρ, χλιηρῷ κλύζειν, καὶ ἐπικοιμηθήτω.

[235]   Προσθετὸν ὑστερέων, ἢν ξυμμεμύκῃ ἢ σκληρὸν ᾖ τὸ στόμα· σῦκον λευκὸν ἐκκαθήρας, καὶ λίτρον αἰγύπτιον τὸ καθαρώτατον μίξας λεῖον τετριμμένον, πρόσθετον ποιῆσαι ὅσον κικίδα μὴ μεγάλην ἐν εἰρίῳ μαλθακῷ, ἐς ἴρινον μύρον ἐμβάψασα προσθέσθω, ἤν τε τρεῖς ἤν τε πλείους ἡμέρας δοκέῃ· πυρίησις μετὰ τοῦτο ξυμφέρει ἐν εὐώδει· μετὰ δὲ μαλθακόν τι δεῖ προσθετὸν, ὅ τι ἰχωροειδέα ἄξει μάλιστα· μετὰ δὲ λινόζωστις, ἢν ᾖ ἁπαλὴ, μύρῳ ῥοδίνῳ χρῆσθαι ἐν ὀθονίῳ ἐς ἡμέρην καὶ νύκτα. Ἐπὶ τοῦ αὐτοῦ· χολὴν ταύρου καὶ ἅλας ἀναζέσαι, καὶ θεῖον παραμίσγειν, ποιήσας πρόσμακρον μῆκος, ὡς μέγας πυρὴν, ψιλὸν προσθέσθαι ἐπὶ δύο ἡμέρας καὶ νύκτας, πρὸς αὐτὰς τὰς ὑστέρας· πάλιν λινόζωστιν μετὰ τοῦτο, ἐπιπάσσειν σμύρναν ἄκρητον μίξας, διεῖναι ῥοδίνῳ, καὶ μύρῳ ἰρίνῳ διαχρίεσθαι τὸ στόμα ὡς ἐσωτάτω. Θεραπεία ἐπὶ τὸ αὐτὸ νόσημα· ἴριν εὐώδεα κόψας καὶ διασήσας χωρὶς, κυπείρου ἴσον, καὶ ἔκμαγμα ὅσον μαγίδα, οἴνῳ ἀνθοσμίῃ διεῖναι· εἶτα ἀλειμματῶδες ποιέειν, καὶ ἐς σπλῆνας ἀλείψας μῆκος σπιθαμῆς, ἐς σμικρὴν σιπυΐδα ἐνθεὶς, ὅκως μὴ παραπνέῃ, προσθέσθω.

[236]    Ἢν δὲ ἑλκωθέωσιν αἱ μῆτραι, ἢ τρηχυνθῇ τὸ στόμα, ἢ ὑπὸ προσθέτου τινὸς δηχθῶσιν, ἐν εἰρίῳ χρῖσαι στέαρ, καὶ ῥόδινον ἀλεῖψαι, καὶ κηροῦ μικρόν.

[237]    Ὅταν ἴσχουσα ἐν γαστρὶ διαφθείρῃ, τὸ δὲ ἔμβρυον μηνιαῖον, καὶ ἐκφέρειν ἐς τέλος μὴ δύνηται, καὶ λεπτὴ παρὰ φύσιν γένηται, ταύτην χρὴ καθήραντα τὰς ὑστέρας καὶ αὐτὴν φαρμακεύσαντα παχύνειν, οὐ γὰρ δυνήσεται ἐκφέρειν ἐς τέλος, ἔστ' ἂν ἑωυτήν τε ἀναλάβῃ καὶ αἱ ὑστέραι ἰσχύωσιν.

[238]    Ἢν δὲ κυΐσκηται μὲν, διαφθείρῃ δὲ δίμηνα τὰ παιδία ἐς ἀκριβῶς τὸν αὐτὸν χρόνον καὶ μήτε πρότερον μήθ' ὕστερον, καὶ τοῦτο πάθῃ δὶς ἢ τρὶς κατὰ ταὐτὰ, ἢ καὶ πλείονα χρόνον γεγονότα κατὰ τὸν αὐτὸν τρόπον τοῦτον διαφθείρῃ, ταύτης αἱ μῆτραι οὐκ ἐπιδιδοῦσιν ἐπὶ τὸ μέζον τοῦ παιδίου ἐν αὐτέῃσιν αὐξανομένου καὶ ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἐς τὸ πλέον· ἀλλὰ τὸ μὲν αὔξεται, αἱ δὲ μῆτραι οὐδὲν ἐπιδιδοῦσι· διὰ δὴ τοῦτο διαφθείρουσιν αἱ πολλαὶ ἐς τὸν αὐτὸν χρόνον. Ταύτην χρὴ κλύσαι τὴν μήτρην, καὶ διαφυσῆσαι ὡς μάλιστα προσθέτοισι φαρμάκοισι τοῖσδε· τῆς σικυώνης τὴν ἐντεριώνην κόψαντα διασῆσαι, καὶ σίλφιον ὀλίγον, παραμῖξαι ὀλίγα ἐν πλείονι καὶ καθεφθοτέρῳ τῷ μέλιτι· τοῦτο περιπλάσαι περὶ μήλην, ποιέοντα τὸ πάχος ὅσον μέλλει παραδέξασθαι ὁ στόμαχος, πρὸς τὸ στόμα τῆς μήτρης, καὶ ὦσαι πόῤῥω, ἕως ἂν περήσῃ ἐς τὸ ἔσω τῆς μήτρης· ὅταν δὲ ἀποτακῇ τὸ φάρμακον, ἐξελεῖν τὴν μήλην, καὶ πάλιν οὕτω τὸ ἐλατήριον καὶ τῆς κολοκυντίδος τῆς ἀγρίης ποιέων ὡσαύτως τῷ προτέρῳ προστιθέναι. Ἐσθιέτω δὲ τοῦτον τὸν χρόνον σκόροδα ὡς πλεῖστα, καὶ καυλὸν σιλφίου, καὶ τῇ ἄλλῃ διαίτῃ χρῆσθαι, ὁκοίη ἂν μέλλῃ φῦσαν ἐμποιῆσαι μάλιστα ἐν τῇ κοιλίῃ. Προστιθέσθω δὲ τὸ πρόσθετον διὰ τρίτης ἡμέρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν· ἐνίοτε δὲ καὶ διὰ πλείονος· τὸ δὲ ὅλον, ὅκως ἂν προσίηται· τὰς δὲ μεταξὺ ἡμέρας μαλθακοῖσι χρῆσθαι. Ὅταν δὲ καταστήσῃ τοῖσι μαλθακτηρίοισι τὸ στόμα τῆς μήτρης, φανῇ τε τὰ ἐπιμήνια, ἐπιμείνασα, ὅταν ξηρὴ ἤδη ᾖ, μιγνύσθω τῷ ἀνδρί.

[239]    Ποιέειν δὲ φῦσαν ἐν τῇ μήτρῃ ὅταν βούλῃ, σκορόδου μώλυζαν καὶ ὀπὸν σιλφίου παραμιγνύναι πρὸς τὰ προσθετά.

[240]    Καὶ ἥτις ἂν μὴ δύνηται διατελεῖν τοὺς δέκα μῆνας κύουσα, ἀλλὰ διαφθείρῃ καὶ τοῦτο πάσχῃ πλεονάκις, ταύτης τὰς μήτρας καθαίρειν ὕδωρ, καὶ αὐτὴν φαρμακεύειν, ὅκως ὕδωρ καθαίρηται.

[241]    Ἢν δὲ κατέχουσα τὴν γονὴν μὴ κυΐσκηται, ξυμβαίνει δὲ τοῦτο πλείστῃσι τοῦ στομάχου χανόντος τῆς μήτρης παρὰ φύσιν, τὰ ἐπιμήνια πλείω γίνεται τοῦ προσήκοντος καὶ ὑγρότερα, ὥστε τὸ ἀπὸ τῆς γυναικὸς μὴ ξυλλαμβάνεσθαι πρὸς τὴν τέκνωσιν, τήν τε τοῦ ἀνδρὸς γονὴν ἐπιοῦσαν διαφθείρεσθαι· γίνεται δὲ ταῦτα τοῦ τε σώματος καὶ τῶν μητρέων νοσεόντων. Ἀλλὰ δεῖ ταύτῃ κατωτερικὰ διδόναι διαλείποντα, καὶ πυριῇν ὅλον τὸ σῶμα, καὶ τὰς μήτρας ὄξει καὶ θαλάσσῃ, μύλους διαπύρους ἐμβάλλοντα· ἐμβάλλειν δὲ ἐς τὸ πυρίημα κυπαρίσσου πρίσματα, καὶ δάφνης φύλλα κόψας χλωρῆς, καὶ πολυκνήμου αὐτοῦ φύλλα· πυριῇν δὲ ὁκοῖον ἂν δοκέῃ καιρὸς εἶναι χρόνον· μετὰ δὲ τοῦτο ἐκλούσθω, ὄξει ἐνεψῶν λωτοῦ τορνεύματα, καὶ ῥόδινον, καὶ πουλυκνήμου αὐτοῦ τὰ φύλλα· ἐπὶ τελευτῆς δὲ θυμιῇν, φλόμου φύλλα κόψας καὶ λωτοῦ τορνεύματα· ἔμπροσθεν δὲ πρὶν ἐκλούσασθαι, θυμιῆσαι σμύρνῃ καὶ λιβανωτῷ, τρίψας ἴσον ἑκατέρου, καὶ μυρσίνης καὶ δάφνης φύλλα, ταῦτα ἀναμίξας καὶ ἐπιβαλὼν ἐπὶ μαλθακὸν πῦρ, θυμιῇν νεοπυρίητον ἐοῦσαν δὶς τῆς ἡμέρης, πυριῇν νεόλουτον ἐοῦσαν, καὶ τῆς θυμιήσεως ὕστερον λουέσθω, καὶ τὸν στόμαχον καθιστάναι ἐς τὴν ἀρχαίην φύσιν· καὶ ἢν ἐξαρκέουσα ᾖ, πρόσθεν δὲ τούτων πάντων τάμνειν τὴν ἐν τῇ χειρὶ φλέβα τῇ ἀριστερῇ, καὶ οὕτω τἄλλα ποιέειν. Ἢν δὲ ὁ μὲν στόμαχος οὕτως ἔχῃ, τὰ δ' ἐπιμήνια μὴ ἴῃ, ἢ φλαύρως, ἢ ἐπὶ τοὔλαττον, πρὸς πλείονα κάθαρσιν τρέπεσθαι πρὸς τοῖσιν ἄλλοισιν ἅπασι, καὶ οὕτω θεραπεύειν, καὶ προστιθέναι, ἢν δέῃ, καὶ ἐκ τῶν πρόσθεν λούων καὶ θυμιῶν καὶ ξηραίνων.

[242]    Ἢν δὲ γυνὴ ἐκτιτρώσκῃ ἀέκουσα καὶ μὴ θέλῃ ἐκβάλλειν, πυροὺς πεφρυγμένους καὶ κατεληλεσμένους καὶ σταφίδα κεκομμένην λευκὴν, μελικρήτῳ γλυκερῷ ταῦτα διεὶς, ἐλαίου σμικρὸν παραχέων, νήστει πίνειν διδόναι· μετὰ δὲ, ῥαφάνου σπέρμα τρίψας καὶ ὄξος καὶ χηνὸς στέαρ, ταῦτα μίξας, ἐσθιέτω, καὶ προστιθέσθω δάφνης φύλλα τρίβουσα· μετὰ δὲ πινέτω ὀρίγανον καὶ γλήχωνα καὶ ἄλφιτον ἐν ὕδατι, ἐπιπάσσουσα δάφνης φύλλα κεκομμένα καὶ τετριμμένα λεῖα, κόμμι παραμίξας, καὶ διεὶς ὕδατι, πίνειν διδόναι. Ἄλλο· ὄϊος στέαρ καὶ χηνὸς ἄλειφα, καὶ μέλι ἐς τωὐτὸ μίξας καὶ τρίψας, ἐκλεικτὸν διδόναι. Ἄλλο· σταφυλῖνον τρίβων ὡς λειότατον, καὶ γάλακτος ὑπόστασιν ἐν τούτῳ μίξας, χηνὸς στέαρ τήξας, ταῦτα ἐνεψήσας, διδόναι ῥοφεῖν. Ἄλλο· ὀριγάνου φύλλα τρίψας ὡς λειότατα, ἢν μὲν ἔχῃ, χλωρῆς, εἰ δὲ μὴ, ξηρῆς, διεὶς ἐν ὕδατι, πίνειν διδόναι. Ἄλλο· δάφνης καρπὸν τρίψας ὡς λειότατον, καὶ ὑὸς θηλείης στέαρ τήξας, καὶ μέλιτι ταῦτα ὁμοῦ πάντα μίξας καὶ τρίψας, ἐκλεικτὸν διδόναι. Ἄλλο· σταφυλῖνον τρίβων ὡς λειότατον, ἐν οἴνῳ διεὶς κεκρημένῳ, πίνειν διδόναι.

[243]    Ἢν αἱ μῆτραι μὴ κατέχωσι τὴν γονὴν, μόλυβδον καὶ λίθον ἥτις τὸν σίδηρον ἁρπάζει, ταῦτα τρίψας λεῖα, ἐς ῥάκος ἀπόδησον, καὶ ἐς γάλα γυναικὸς ἐμβάψας προσθετῷ χρήσθω. Ἄλλο· χαλκοῦ ἄνθος τρίψας, μέλιτι διεῖναι, καὶ προστιθέναι τοῦτο.

[244]    Ὅταν αἱ μῆτραι τοῦ ἀνδρὸς τὴν γονὴν ἐξερεύγωνται τρίτῃ ἡμέρῃ, πᾶσα ἀνάγκη τῆς γυναικὸς, ἢν ταῦτα πάσχῃ, πώρου πεπληρωμένας εἶναι τὰς μήτρας, καὶ οὐ δύναται τοῦ ἀνδρὸς ἡ γονὴ ἐμμένειν ἐν τῇσι μήτρῃσιν, ἀλλὰ ἀποκλείεται, καὶ διὰ τοῦτο οὐ δύναται κυῆσαι ἕως ἂν ὁ πῶρος ἐνῇ ἐν τῇσι μήτρῃσι. Τοῦ δὲ πώρου ἥδε ἡ ἐξέλασις· πτερὰ λαβὼν ὡς ἐλάχιστα καὶ μαλθακώτατα, ξυνδήσας ὁμοῦ, τούτοισιν ἐπαλείφειν τὰς μήτρας, ὡς τοὺς ὀφθαλμοὺς ἐπαλείφουσιν, ὁμαλύνας τὰ πτερὰ, ἅμματι ὡς λεπτοτάτῳ καταδήσας τὰ ἄκρα, εἶτα ῥοδίνῳ πολλῷ χρίσας αὐτὰ, ὑπτίην ἀνακλίνας, ὑπὸ τὴν ὀσφὺν μέσην ὑποθεῖναι προσκεφάλαιον, προσθεῖναι τὴν μήλην, τὰ σκέλεα τανύσας τῆς γυναικὸς, καὶ διαστήσας τὸ μὲν ἔνθεν, τὸ δ' ἔνθεν, ἀναστρέφειν ἄνω καὶ κάτω τὴν μήλην, ἕως ἂν προκύψῃ· ἐπὴν δὲ ἴδῃς ἐν τῷ στόματι τῆς μήτρης, ἢν μὲν μὴ προσίσχηται ἐν τῷ ἰσχίῳ καὶ ἐθέλῃ ἐπακολουθῆσαι, πάντων ἄριστον τοῦτο· ἢν δὲ ἐνέχηται ἐν τῷ στόματι τῆς μήτρης, λαβίδι ὡς λεπτοτάτῃ προμηθευόμενος ἐξελκύσαι ἡσυχῇ καὶ μὴ βιαίως, καὶ μετὰ ταῦτα ξυγκοιμάσθω τῷ ἀνδρί.

[245]    Ἢν κυούσῃ ἐπιφαίνηται, ὀνίδα ξηρὴν, μίλτον, ὄστρακον σηπίης τρίψας λεῖα, ἐς ῥάκος ἀποδήσας, προστιθέναι. Ἄλλο· γλυκυσίδης τοὺς μέλανας κόκκους τρίβων ἐν οἴνῳ διδόναι πιεῖν κεκρημένῳ.

[246]    Ἢν δὲ συνοῦσα ἀλγέῃ τὴν νειαίρην γαστέρα καὶ αἷμά οἱ φανῇ νεαρὸν, λίνον κόψας καὶ θρύον ἁπαλὸν καὶ χήνειον ἔλαιον, ταῦτα μίξας, οἴνῳ λευκῷ ὑδαρεῖ διεὶς, διδόναι πίνειν.

[247]    Ἢν αἱ μῆτραι προέλθωσιν ἔξω τῆς φύσιος, πῦρ ἔχει μάλιστα μὲν τὰ αἰδοῖα καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον τρύζει κατ' ὀλίγον καὶ δάκνεται τὰ αἰδοῖα. Ταῦτα πάσχει, ἢν ἐκ τόκου ἐοῦσα τῷ ἀνδρὶ παρακοιμᾶται. Ὅταν οὕτως ἔχῃ, μύρτα καὶ λωτοῦ πρίσματα ἑψήσας ἐν ὕδατι, καταθεὶς τὸ ὕδωρ ἐς τὴν αἰθρίην, προσχείσθω ὡς ψυχρότατον ἐς τὰ αἰδοῖα, καὶ τρίβων λεῖα προσπλάσσειν· ἔπειτα ὕδωρ πίνουσα φακῶν, μέλι καὶ ὄξος ξυμμίσγουσα, ἐμείτω, ἕως ἂν αἱ μῆτραι ἀνασπασθῶσιν· καὶ τὴν κλίνην ὑψηλοτέρην πρὸς ποδῶν κεῖσθαι· ὑποθυμιῇν δὲ ὑπὸ τὰ αἰδοῖα κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας εὐώδεα· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὸν οἶνον ὑδαρέα λευκὸν πινέτω, καὶ μὴ λουέσθω, καὶ τῷ ἀνδρὶ ξυγκοιμάσθω.

[248]    Ἢν δὲ παντάπασιν ἐκ τῶν αἰδοίων ἐκπέσωσιν, ἐκκρέμανται οἷόν περ ὄσχη, καὶ ὀδύνη λαμβάνει· τοῦτο δὲ, ὅταν ἐκ τόκου ταλαιπωρήσῃ, ὥστε σεῖσαι τὰς ὑστέρας, ἢ τῷ ἀνδρὶ ξυγκοιμᾶται ἐν τῷ λοχείῳ. Ὅταν οὕτως ἔχῃ, ψύγματα προστίθεσθαι πρὸς τὰ αἰδοῖα, καὶ τὰ ἔξωθεν ὑποκαθήρας, σίδιον ἐν οἴνῳ μέλανι οἰνώδει ἑψήσας, οὕτω περιπλύνας, εἴσω ἀπωθέειν· ἔπειτα μέλι καὶ ῥητίνην ξυντήξας ἴσον ἑκατέρου, ἔγχει ἐς τὰ αἰδοῖα, καὶ κεῖσθαι ὑπτίην, ἄνω τὰ σκέλεα ἔχουσαν ἐκτειναμένην· κἄπειτα σπόγγον προσθεὶς, ἀναδῆσαι ἐκ τῶν ἰξύων· ἔστ' ἂν δ' οὕτως ἔχῃ, σιτίων δέον ἀπέχεσθαι, ποτῷ τε ὡς ἐλαχίστῳ χρέεσθαι, μέχρις ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν. Καὶ ἢν μὲν οὕτως ἐθέλωσιν ἰέναι· εἰ δὲ μὴ, ἄκρας περιξέσαι τὰς μήτρας καὶ ἀποπλῦναι τῇ πίτυϊ ἑφθῇ· ἔπειτα πρὸς κλίμακα δήσας τοὺς πόδας, κρούειν κατὰ τὴν κεφαλὴν, καὶ τῇ χειρὶ ἐσωθέειν· ἔπειτα ξυνδήσας τὰ σκέλεα ἐπαλλὰξ, ἐῇν ἡμέρην καὶ νύκτα ἀτρέμα· διδόναι δὲ ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν· τῇ δὲ αὔριον ἐγκατακλίνας ἐπὶ τὸ ἰσχίον, σικύην προσβάλλειν ὡς μεγίστην, καὶ ἐᾷν ἕλκειν πουλὺν χρόνον, καὶ ὅταν ἀφέλῃς, κατακλίνας, ἐᾷν κεῖσθαι, καὶ μὴ προσφέρειν ἄλλο μηδὲν ἢ τὸν χυλὸν, ἔστ' ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρήσθω· ἢν δὲ ἀποπατεῖν ἐθέλῃ, ἀποπατείτω ἀνακειμένη, ἕως ἂν τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν· ἔπειτα ἀνίστασθαι καὶ περιέρχεσθαι ὡς ἐλάχιστα, καὶ μὴ λουέσθω, σιτίοισιν ὀλίγοισι χρήσθω, τὰ αἰδοῖα τοῖσι κακώδεσι θυμιήσθω, καὶ ἐπὴν ἄρχηται περιχωρέειν, τὴν σφενδόνην φορείτω.

[249]    Ἐξαίρεσις τοῦ ἐμβρύου ἥδε· ἔμβρυον ἐπὴν ἐναποθάνῃ ἐν τῇσι γονῇσιν, ὀστεολογίῃ χρῆσθαι κατ' ὀλίγον, τὸ φαινόμενον κατὰ λόγον θραύοντα, δέρμα καταλείποντα προβολὴν τῷ σιδήρῳ.