2330 144 0 0 0 0 V-IV a. C. Medicina Hippocrates De humoribus Littré, E., Paris, Baillière, 1844 Rist. 1962, Amsterdam, Hakkert. 0

Hippocrates - De humoribus

ΠΕΡΙ ΧΥΜΩΝ.

[1]    Τὸ μὲν χρῶμα τῶν χυμῶν, ὅκου μὴ ἄμπωτίς ἐστι τῶν χυμῶν, ὥσπερ ἀνθέων· ἀκτέα, ᾗ ῥέπει, διὰ τῶν ξυμφερόντων χωρίων, πλὴν ὧν οἱ πεπασμοὶ ἐκ τῶν χρόνων· οἱ πεπασμοὶ ἔξω ἢ ἔσω ῥέπουσιν, ἢ ἄλλῃ ὅπη δεῖ. Εὐλαβείη· ἀπειρίη· δυσπειρίη· μαδαρότης· σπλάγχνων κενότης, τοῖσι κάτω, πλήρωσις, τοῖσιν ἄνω, τροφή· ἀναῤῥοπίη, καταῤῥοπίη· τὰ αὐτόματα ἄνω καὶ κάτω, ἃ ὠφελέει καὶ βλάπτει· ξυγγενὲς εἶδος, χώρη, ἔθος, ἡλικίη, ὥρη, κατάστασις νούσου, ὑπερβολὴ, ἔλλειψις, οἷσιν ὁκόσον λείπεται, ἢ οὔ· κάθαρσις καὶ κένωσις, ἄκη· ἔκκλισις· παροχέτευσις ἢ ἐς τὴν κεφαλὴν, ἢ ἐς τὰ πλάγια, ᾗ μάλιστα ῥέπει· ἢ ἀντίσπασις, ἐπὶ τοῖσιν ἄνω, κάτω, ἄνω, ἐπὶ τοῖσι κάτω· ἢ ξηρῆναι· ἢ οἷσι τὰ κάτω, ἢ ἄνω ἐκπλύνεται, ἢ οἷσι παρηγορήσεται· μὴ τὰ ἐκκεχυμωμένα ἐς τὸ ἔσω ἀπολαμβάνειν, ἀλλὰ τὰς ἀφόδους ξηραίνειν. Τάραξις, κατάκλυσις, διάνιψις, οἷσιν ἀποστήσεται πρὸς ἕδρην, ὅθεν ἀθέλγεται, ἢ φάρμακον, ἢ ἕλκος, ἢ χυμός τις συνεστηκὼς, ἢ βλάστημα, ἢ φῦσα, ἢ σῖτος, ἢ θηρίον, ἢ καῦμα, ἢ ἄλλο τι πάθος.

[2]    Σκεπτέα ταῦτα· τὰ αὐτόματα λήγοντα, ἢ οἷον αἱ ἀπὸ καυμάτων ἐπεγειρόμεναι φλυκτίδες, ἐφ' οἷσιν οἷα βλάπτει ἢ ὠφελέει, σχήματα, κίνησις, μετεωρισμὸς, παλινίδρυσις, ὕπνος, ἐγρήγορσις, ἁλύκη, χάσμη, φρίκη, ἅτε ποιητέα ἢ κωλυτέα, φθάσαι. Παίδευσις ἐμέτου, κάτω διεξόδου, πτυάλου, μύξης, βηχὸς, ἐρεύξιος, λυγμοῦ, φύσης, οὔρου, πταρμοῦ, δακρύων, κνησμῶν, τιλμῶν, ψαυσίων, δίψης, λιμοῦ, πλησμονῆς, ὕπνων, πόνων, ἀπονίης, σώματος, γνώμης, μαθήσιος, μνήμης, φωνῆς, σιγῆς.

[3]    Τῇ ὑστερικῇ καθάρσεις, τὰ ἄνωθεν καταῤῥηγνύμενα, καὶ στροφοῦντα, λιπαρὰ, ἄκρητα, ἀφρώδεα, θερμὰ, δάκνοντα, ἰώδεα, ποικίλα, ξυσματώδεα, τρυγώδεα, αἱματώδεα, ἄφυσα, ὠμὰ, ἑφθὰ, αὖα, ἅσσα περιῤῥέοι, εὐφορίην καθορέων ἢ δυσφορίην, πρὶν κίνδυνον εἶναι, οἷα οὐ δεῖ παύειν. Πεπασμὸς, κατάβασις τῶν κάτω, ἐπιπόλασις τῶν ἄνω, καὶ τὰ ἐξ ὑστερέων, καὶ ὁ ἐν ὠσὶ ῥύπος· ὀργασμὸς, ἄνοιξις, κένωσις, θάλψις, ψύξις, ἔσωθεν, ἔξωθεν, τῶν μὲν, τῶν δ' οὔ. Ὁκόταν ἔῃ κάτωθεν ὀμφαλοῦ τὸ στρέφον, βραδὺς, μαλθακὸς ὁ στρόφος, ἔμπαλιν δὲ ἐς τοὐναντίον.

[4]    Τὰ διαχωρέοντα, ᾗ ῥέπει, ἄναφρα, πέπονα, ὠμὰ, ψυχρὰ, δυσώδεα, ξηρὰ, ὑγρά. Μὴ καυσώδεσι δίψα πρόσθεν μὴ ἐνεοῦσα, μηδὲ καῦμα, μηδὲ ἄλλη πρόφασις, οὖρον, ῥινὸς ὑγρασμός. Τὴν ἔῤῥιψιν, καὶ τὸν αὐασμὸν, καὶ τὸ ἀσύμπτωτον, καὶ τὸ θολερὸν πνεῦμα, ὑποχόνδριον, ἄκρεα, ὄμματα προσκακούμενα, χρώματος μεταβολὴ, σφυγμοὶ, ψύξιες, παλμοὶ, σκληρυσμὸς δέρματος, νεύρων, ἄρθρων, φωνῆς, γνώμης, σχῆμα ἑκούσιον, τρίχες, ὄνυχες, τὸ εὔφορον, ἢ μὴ, οἷα δεῖ. Σημήϊα ταῦτα, ὀδμαὶ χρωτὸς, στόματος, ὠτὸς, διαχωρήματος, φύσης, οὔρου, ἕλκεος, ἱδρῶτος, πτυάλου, ῥινὸς, χρὼς ἁλμυρὸς, ἢ πτύαλον, ἢ ῥὶς, ἢ δάκρυον, ἢ ἄλλοι χυμοί· πάντη ὅμοια τὰ ὠφελέοντα, τὰ βλάπτοντα. Ἐνύπνια οἷα ἂν ὁρέῃ, καὶ ἐν τοῖσιν ὕπνοισιν οἷα ἂν ποιέῃ, ἢν ἀκούῃ ὀξὺ, καὶ πυθέσθαι προθυμέηται, ἐν τῷ λογισμῷ μέζω καὶ ἰσχυρότερα τὰ πλείω, ἐπίκαιρα, σώζοντα· μὴ ἐπίκαιρα, τῶν ἑτέρων· ἢν αἰσθάνωνται πάσῃ αἰσθήσει πάντων, καὶ φέρωσιν, ὁκοῖον ὀδμὰς, λόγους, ἱμάτια, σχήματα. Τοιαῦτα εὐφόρως, ἅπερ καὶ αὐτόματα ἐπιφαινόμενα ὠφελέει, καὶ ὁκότε κρίσιν τὰ τοιαῦτα ἐμποιέει, καὶ τοσαῦτα, καὶ τοιαῦτα, οἷον φῦσαι, οὖρον, οἷον καὶ ὁκόσον καὶ ὁκότε· ὁκόσα δ' ἐναντία, ἀποτρέπειν, μάχεσθαι αὐτοῖσιν. Τὰ ἐγγὺς καὶ τὰ κοινὰ τοῖσι παθήμασι πρῶτα καὶ μάλιστα κακοῦται.

[5]    Κατάστασιν δὲ τῆς νούσου ἐκ τῶν πρώτων ἀρχομένων ὅ τι ἂν ἐκκρίνηται, ἐκ τῶν οὔρων ὁκοῖα ἂν ἔῃ, καὶ οἵη τις σύμπτωσις, χροιῆς ἀπάλλαξις, πνεύματος μινύθησις, καὶ τἄλλα μετὰ τούτων ἐπιθεωρέειν. Τὸ μὲν, εἰ ὅμοια τὰ ἀπιόντα, δεῖ εἰδέναι, διέξοδοι, οὖρα, καθ' ὑστέρας, πτύαλα, κατὰ ῥῖνας, ὄμματα, ἱδρὼς, ἐκ φυμάτων, ἢ τρωμάτων, ἢ ἐξανθημάτων, ὁκόσα αὐτόματα, ὁκόσα τέχνῃσιν, ὅτι ὅμοια ἀλλήλοισι πάντα τὰ κρίνοντα, καὶ τὰ ὠφελέοντα, καὶ τὰ βλάπτοντα, καὶ τὰ ἀπολύοντα, ὡς τὰ μὲν περιφεύγων ἀποτρέπῃ, τὰ δὲ προσκαλέων καὶ ἄγῃ καὶ δέχηται. Καὶ τἄλλα δὲ οὕτω, δέρματος, ἀκρέων, ὑποχονδρίων, ἄρθρων, ὄμματος, στόματος, σχημάτων, ὕπνων, οἷα κρίνει, καὶ ὅτε τὰ τοιαῦτα δεῖ μηχανάασθαι. Καὶ ἔτι ὅσαι τοιαῦται ἀποστάσιες γίνονται, οἷαι ὠφελέουσι, βρώμασι, πόμασιν, ὀδμῇσιν, ὁράμασιν, ἀκούσμασιν, ἐννοήμασιν, ἀφόδοισιν, θάλψει, ψύξει, ὑγροῖσι, ξηροῖσιν, ὑγρῆναι, ξηρῆναι, χρίσμασιν, ἐγχρίσμασιν, ἐπιπλάστοισιν, ἐμπλάστοισιν, ἐπιπάστοισιν, ἐπιδέτοισιν, ἐπιθέτοισι, σχήματα, ἀνάτριψις, ἴησις, πόνος, ἀργίη, ὕπνος, ἀγρυπνίη, πνεύμασιν ἄνωθεν, κάτωθεν, κοινοῖσιν, ἰδίοισι, τεχνητοῖσιν, ἐν τοῖσι παροξύσμοισι μήτε ἐοῦσι, μήτε μέλλουσι, μήτ' ἐν ποδῶν ψύξει, ἀλλ' ἐν καταῤῥόπῳ τῇ νούσῳ.

[6]    Τοῖσιν ἐν τῇσι περιόδοισι παροξυσμοῖσι τὰ προσάρματα μὴ διδόναι μηδὲ ἀναγκάζειν, ἀλλ' ἀφαιρέειν τῶν προσθεσίων πρὸ τῶν κρισίων. Τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀπαρτὶ μὴ κινέειν, μήτε νεωτεροποιέειν μήτε φαρμακείῃσι, μήτε ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ' ἐᾷν. Τὰ κρίνοντα ἐπὶ τὸ βέλτιον μὴ αὐτίκα ἐπιφαίνεσθαι. Πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, εἰ μὴ ὀργᾷ· τὰ δὲ πολλὰ οὐκ ὀργᾷ. Ἃ δεῖ ἄγειν, ὅπη ἂν μάλιστα ῥέπῃ διὰ τῶν ξυμφερόντων χωρίων, ταύτῃ ἄγειν. Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ' ὡς ἂν χωρέῃ οἷα δεῖ, καὶ φέρῃ εὐφόρως· ὅκου δὲ δεῖ, γυιῶσαι, ἢ λειποθυμῆσαι, ἕως ἂν τοῦτο ποιηθῇ, οὕνεκα ποιέεται· εἴ τι ἄλλο τότε δεῖ, ἐπ' ἄλλο ῥέψαι, ἢ ξηρῆναι, ἢ ὑγρῆναι, ἢ ἀντισπάσαι, ἢν ἐξαρκέῃ ὁ νοσέων· τούτοισι τεκμαίρεσθαι· τὰ μὲν ξηρὰ, θερμὰ ἔσται, τὰ δὲ ὑγρὰ, ψυχρά· διαχωρητικὰ δὲ τἀναντία, ὡς ἐπὶ τὸ πολὺ δὲ ταῦτα. Ἐν τῇσι περισσῇσιν ἄνω, ἢν καὶ αἱ περίοδοι καὶ ἡ κατάστασις τοιαύτη ἔῃ τῶν παροξυσμῶν· γίνεται δὲ τὰ πλεῖστα ἐν τῇσιν ἀρτίῃσι κάτω· οὕτω γὰρ καὶ αὐτόματα ὠφελέει, ἢν αἱ περίοδοι τοὺς παροξυσμοὺς ἐν τῇσιν ἀρτίῃσι ποιέωνται· ἐν δὲ τοῖσι μὴ τοιούτοισιν, ἐν μὲν ἀρτίῃσιν ἄνω, ἐν δὲ περισσῇσι κάτω· ὀλίγαι δὲ τοιαῦται, αἱ δὲ τοιαῦται δυσκριτώτεραι καταστάσιες. Ἀτὰρ καὶ τὰ πρόσω χρόνου προήκοντα ἀνάγκη οὕτως, οἷον τρισκαιδεκαταῖα, τεσσαρεσκαιδεκαταῖα, τρισκαιδεκάτῃ μὲν κάτω, τεσσαρεσκαιδεκάτῃ δὲ ἄνω (πρὸς γὰρ τὸ κρίσιμον οὕτω ξυμφέρει), καὶ ὁκόσα εἰκοσταῖα, πλὴν ὁκόσα κάτω. Πολλὰ δὲ δεῖ καθαίρειν, ταῦτα δὲ μὴ ἐγγὺς οὕτω κρίσιος, ἀλλὰ προσωτέρω· δεῖ δὲ ὀλιγάκις ἐν ὀξέσι πολλὰ ἄγειν.

[7]    Τοῖσι κοπώδεσι τὸ σύμπαν, ἐν τοῖσι πυρετοῖσιν ἐς ἄρθρα καὶ παρὰ γνάθους μάλιστα ἀποστάσιες γίνονται, ἐγγύς τι τῶν πόνων ἑκάστου, ἐπὶ τὸ ἄνω μᾶλλον καὶ τὸ σύμπαν· ἢν ἀργὸς ἡ νοῦσος ἔῃ καὶ κατάῤῥοπος, κάτω καὶ αἱ ἀποστάσιες· μάλιστα δὲ πόδες θερμοὶ κάτω σημαίνουσι, ψυχροὶ δὲ ἄνω. Οἷσι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων, αὐτίκα δὲ χερσὶν ἢ ποσὶ πονήσασιν, ἐν τούτοισιν ἀφίστανται· ἀτὰρ καὶ ἤν τι προπεπονηκὸς ἔῃ, πρὶν ἢ νοσέειν, ἐς ταῦτα ἀποστηρίζεται, οἷον καὶ τοῖσιν ἐν Περίνθῳ βηχώδεσι καὶ κυναγχικοῖσιν· ποιέουσι γὰρ καὶ αἱ βῆχες ἀποστάσιας, ὥσπερ οἱ πυρετοί· ταῦτα κατὰ τὸν αὐτὸν λόγον συμβαίνει ἢ ἀπὸ χυμῶν, ἢ σώματος συντήξιος καὶ ψυχῆς.

[8]    Τοὺς μὲν οὖν χυμοὺς εἰδέναι, ἐν ᾗσιν ὥρῃσιν ἀνθέουσι, καὶ οἷα ἐν ἑκάστῃ νουσήματα ποιέουσι, καὶ οἷα ἐν ἑκάστῳ νουσήματι παθήματα. Τὸ δὲ σῶμα τὸ ἄλλο, ἐς ὅ τι μάλιστα νόσημα ἡ φύσις ῥέπει· οἷόν τι σπλὴν οἰδέων ποιέει, τούτων τι καὶ ἡ φύσις· σχεδόν τι καὶ χρώματα κακίω, καὶ σώματα σειρέει, καὶ εἴ τι ἄλλο, ταῦτα διαγεγυμνᾶσθαι.

[9]    Ψυχῆς, ἀκρασίη ποτῶν καὶ βρωμάτων, ὕπνου, ἐγρηγόρσιος, ἢ δι' ἔρωτάς τινας, οἷον κύβων, ἢ διὰ τέχνας ἢ δι' ἀνάγκας καρτερίη πόνων, καὶ ὧντινων τεταγμένη ἢ ἄτακτος· αἱ μεταβολαὶ ἐξ οἵων ἐς οἷα. Ἐκ τῶν ἠθέων, φιλοπονίη ψυχῆς, ἢ ζητέων, ἢ μελετέων, ἢ ὁρέων, ἢ λέγων, ἢ εἴ τι ἄλλο, οἷον λῦπαι, δυσοργησίαι, ἐπιθυμίαι· τὰ ἀπὸ συγκυρίης λυπήματα γνώμης, ἢ διὰ τῶν ὀμμάτων, ἢ διὰ τῆς ἀκοῆς· οἷα τὰ σώματα, μύλης μὲν τριφθείσης πρὸς ἑωυτὴν, ὀδόντες ᾑμώδησαν, παρά τε κοῖλον παριόντι σκέλεα τρέμει, ὅταν τε τῇσι χερσί τις, ὧν μὴ δεῖται, αἴρῃ, αὗται τρέμουσιν, ὄφις ἐξαίφνης ὀφθεὶς χλωρότητα ἐποίησεν. Οἱ φόβοι, αἰσχύνη, λύπη, ἡδονὴ, ὀργὴ, τἄλλα τοιαῦτα, οὕτως ὑπακούει ἑκάστῳ τὸ προσῆκον τοῦ σώματος τῇ πρήξει, ἐν τούτοισιν ἱδρῶτες, καρδίης παλμὸς, καὶ τὰ τοιαῦτα τῶν δυναμίων.

[10]    Τὰ ἔξωθεν ὠφελέοντα ἢ βλάπτοντα, ἄλειψις, κατάχυσις, κατάχρισις, κατάπλασις, ἐπίδεσις ἐρίων καὶ τῶν τοιούτων, καὶ τὰ ἔνδοθεν ὑπακούει τούτων ὁμοίως ὥσπερ τὰ ἔξω τῶν ἔσω προσφερομένων· ἀτὰρ καὶ τάδε, ἐν ἐρίοισι κοίτη πινώδεσι, καὶ τὸ παρὰ βασιλεῖ λεγόμενον κύμινον, ὁρῶσιν, ὀσφραινομένοισιν· ὅσα κεφαλῆς ἀγωγὰ, ταρακτικὰ, λόγοι, φωνὴ, καὶ τὰ τοιαῦτα· μαζοὶ, γονὴ, ὑστέρη, σημήϊα ταῦτ' ἐν τῇσιν ἡλικίῃσι, καὶ ἐν τοῖσι πνιγμοῖσι, καὶ βηξὶ, τὰ πρὸς ὄρχιν.

[11]    Ὥσπερ τοῖσι δένδρεσιν ἡ γῆ, οὕτω τοῖσι ζώοισιν ἡ γαστήρ· καὶ τρέφει, καὶ θερμαίνει, καὶ ψύχει, ψύχει μὲν κενουμένη, θερμαίνει δὲ πληρουμένη· ὥσπερ γῆ κοπρευομένη χειμῶνος θερμὴ, οὕτω καὶ ἡ κοιλίη. Δένδρεα φλοιὸν λεπτὸν ξηρὸν ἔχει, ἔσωθεν δὲ ξηρόσαρκα, ὑγιηρὰ, ἄσηπτα, χρόνια, καὶ ζώων, οἷον χελῶναι, καὶ ὅ τι τοιοῦτον. Ἡλικίῃσιν, ὥρῃσιν, ἐνιαυτοῖσιν ὅμοια τὰ ζῶντα· οὐ τρίβεται, χρωμένοισι μετρίως βελτίω· ὥσπερ ὑδρήϊον νέον διαπηδᾷ, παλαιούμενον στέγει, οὕτω καὶ ἡ γαστὴρ διίει τὴν τροφὴν, καὶ ὑποστάθμην ἴσχει ὥσπερ ἀγγεῖον.

[12]    Οἱ τρόποι τῶν νούσων, τὰ μὲν συγγενικά ἐστιν εἰδέναι πυθόμενον, καὶ τὰ ἀπὸ τῆς χώρης (οἰκέονται γὰρ οἱ πολλοὶ, διὸ πλέονες ἴσασι), τὰ δὲ ἐκ τοῦ σώματος, καὶ τῶν διαιτημάτων, καὶ καταστάσιος τῆς νούσου, ἢ ἀπὸ ὡρέων. Αἱ δὲ χῶραι πρὸς τὰς ὥρας κακῶς κείμεναι τοιαῦτα τίκτουσι νουσήματα, ὁκοίη ἂν ἡ ὥρη, ταύτῃ ὁμοίως, οἷον ἀνώμαλον θάλπος ἢ ψῦχος τῆς αὐτῆς ἡμέρης, ὅταν τοιαῦτα ποιέῃ, φθινοπωρινὰ ἐν τῇ χώρῃ τὰ νουσήματα· καὶ ἐν τῇσιν ἄλλῃσιν ὥρῃσι κατὰ λόγον. Τὰ μὲν ἀπὸ ὀδμέων βορβορωδέων ἢ ἑλωδέων, τὰ δὲ ἀπὸ ὑδάτων, λιθιῶντα, σπληνώδεα, τὰ τοιαῦτα δ' ἀπὸ πνευμάτων χρηστῶν τε καὶ κακῶν.

[13]    Ὥρης δὲ οἷαι ἔσονται αἱ νοῦσοι καὶ καταστάσιες, ἐκ τῶνδε· ἢν αἱ ὧραι ὡραίως, εὐτάκτως, εὐκρινέας νούσους ποιέουσιν· αἱ δὲ ἐπιχώριοι τῇσιν ὥρῃσι νοῦσοι δῆλαι τοὺς τρόπους· ὅ τι δ' ἂν ἐξαλλάξῃ ἡ ὥρη, ὅμοια ἢ ἀνόμοια ἔσται τὰ νουσήματα, οἷα ἐν τῇ ὥρῃ ταύτῃ γίνεται· ἢν δ' ὁμοίως ἄγῃ, τοιουτότροπα καὶ ἐπὶ τοιοῦτο εἱλκυσμένα, οἷον ἴκτερον φθινοπωρινόν· ψύχεα γὰρ ἐκ θαλπέων, καὶ θάλπος ἐκ ψύχεος· καὶ ἢν τὸ θερινὸν χολῶδες γένηται, καὶ αὐξηθὲν ἐγκαταλειφθῇ, καὶ ὑπόσπληνοι. Ὅταν οὖν καὶ ἦρ οὕτως ἀγάγῃ, καὶ ἦρος γίνονται ἴκτεροι· ἐγγυτάτω γὰρ αὕτη ἡ κίνησις τῇ ὥρῃ κατὰ τοῦτο τὸ εἶδός ἐστιν. Ὅταν δὲ θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτες ἐν τοῖσι πυρετοῖσι, καὶ εὔτροποι, καὶ οὐ κατόξεες, οὐδὲ κατάξηροι γλώσσῃσιν. Ὅταν δὲ χειμέριον γένηται ἦρ καὶ ὀπισθοχειμὼν, χειμεριναὶ καὶ αἱ νοῦσοι, καὶ βηχώδεες, καὶ περιπλευμονικαὶ, καὶ κυναγχικαί. Καὶ φθινοπώρου, ἢν μὴ ἐν ὥρῃ καὶ ἐξαίφνης χειμάσῃ, μὴ ξυνεχέως τοιαύτας νούσους ποιέει διὰ τὸ μὴ ἐν ὥρῃ ἦρχθαι, ἀλλὰ ἀνώμαλα γίνεται· διόπερ καὶ αἱ ὧραι ἄκριτοι καὶ ἀκατάστατοι γίνονται, ὥσπερ καὶ αἱ νοῦσοι, ἐὰν προεκρηγνύωνται, ἢ προκρίνωνται, ἢ ἐγκαταλείπωνται· φιλυπόστροφοι γὰρ καὶ αἱ ὧραι γίνονται, οὕτω νοσοποιέουσαι. Προσλογιστέον οὖν, ὁκοίως ἂν ἔχοντα τὰ σώματα αἱ ὧραι παραλαμβάνωσιν.

[14]    Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί· ὅταν οὗτος δυναστεύῃ, τοιουτότροπα ἐν τῇσι νούσοισι πάσχουσιν· ἕλκεα μαδαρὰ, μάλιστα στόμα, αἰδοῖον, καὶ τἄλλα. Ἢν δὲ βόρειον, βῆχες, φάρυγγες, κοιλίαι σκληρότεραι, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων, στηθέων, ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα προσδέχεσθαι μᾶλλον τὰ νουσήματα. Ἢν μᾶλλον πλεονάζῃ, αὐχμοῖσιν οἱ πυρετοὶ ἕπονται καὶ ὄμβροισιν, ἐξ ὁποίων ἂν οἱ πλεονασμοὶ μεταπέσωσι, καὶ ὅκως ἂν ἔχοντα τὰ σώματα παραλάβωσιν ἐκ τῆς ἑτέρης ὥρης, καὶ ὁκοιουτινοσοῦν χυμοῦ δυναστεύοντος ἐν τῷ σώματι. Ἀτὰρ ἀνυδρίαι νότιαι, βόρειαι· διαφέρει γὰρ καὶ τἄλλα οὕτω· μέγα γὰρ καὶ τοῦτο· ἄλλος γὰρ ἐν ἄλλῃ ὥρῃ καὶ χώρῃ μέγας, οἷον τὸ θέρος χολοποιὸν, ἦρ ἔναιμον, τἄλλα ὡς ἕκαστα.

[15]    Αἱ μεταβολαὶ μάλιστα τίκτουσι νουσήματα, καὶ αἱ μέγισται μάλιστα, καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταλλαγαὶ, καὶ ἐν τοῖσιν ἄλλοισιν· αἳ δ' ἐκ προσαγωγῆς γίνονται, αἱ ὧραι αὗται ἀσφαλέσταται, ὥσπερ καὶ δίαιται καὶ ψῦχος καὶ θάλπος μάλιστα ἐκ προσαγωγῆς, καὶ ἡλικίαι οὕτω μεταβαλλόμεναι.

[16]    Φύσιες δὲ ὡς πρὸς τὰς ὥρας, αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ καὶ κακῶς πεφύκασιν, αἱ δὲ πρὸς χώρας καὶ ἡλικίας καὶ διαίτας καὶ τὰς ἄλλας καταστάσιας τῶν νούσων ἄλλαι πρὸς ἄλλας εὖ καὶ κακῶς πεφύκασι, καὶ ἡλικίαι πρὸς ὥρας καὶ χώρας καὶ διαίτας καὶ πρὸς καταστάσιας νούσων· καὶ ἐν τῇσιν ὥρῃσι, δίαιται, καὶ σιτία, καὶ ποτὰ, ὁ μὲν γὰρ χειμὼν ἀργὸς ἔργων, καὶ πέπονα τὰ ἐσιόντα καὶ ἁπλᾶ, μέγα γὰρ καὶ τοῦτο· αἱ ὀπῶραι δὲ ἐργάσιμοι, ἡλιώσιες, τὰ πινόμενα πυκνὰ, ἀκατάστατα σιτία, οἶνοι, ἀκρόδρυα.

[17]    Ὥσπερ δὲ ἐκ τῶν ὡρέων τὰς νούσους ἐστὶ τεκμήρασθαι, ἔστι ποτὲ καὶ ἐκ τῶν νούσων ὕδατα καὶ ἀνέμους καὶ ἀνυδρίας προγινώσκειν, οἷον βόρεια, νότια· ἔστι γὰρ εὖ μαθόντι καὶ ὀρθῶς, ὅθεν σκεπτέα, οἷον καὶ λέπραι τινὲς καὶ περὶ τὰ ἄρθρα πόνοι, ὕδατα ὅταν μέλλῃ, κνησμώδεές εἰσι, καὶ ἄλλα τοιαῦτα.

[18]    Καὶ ὑσμάτων οἷα ἢ διὰ τρίτης, ἢ ἑκάστης, ἢ διὰ περιόδων ἄλλων, καὶ τὰ συνεχέα· καὶ ἀνέμων οἱ μὲν πολυήμεροι πνέουσι, καὶ ἀντιπνέουσι ἀλλήλοισιν, ἄλλοι δὲ διὰ βραχυτέρων, οἱ δὲ καὶ αὐτοὶ κατὰ περίοδον, ταῦτα ἔχει τῇσι καταστάσεσιν ὁμοιότητας, ἐπὶ βραχύτερον δὲ τὰ τοιαῦτα. Καὶ εἰ μὲν ἐπὶ πλέον τὸ ἔτος τοιοῦτον ἐὸν τὴν κατάστασιν ἐποίησε τοιαύτην, ἐπὶ πλέον καὶ τὰ νουσήματα τοιαῦτα καὶ μᾶλλον ἰσχυρότερα καὶ μέγιστα νουσήματα οὕτως ἐγένετο καὶ κοινότατα καὶ ἐπὶ πλεῖστον χρόνον. Ἐκ τῶν πρώτων ὑδάτων, ὅταν ἐξ ἀνυδρίης πολλῆς μέλλῃ ὕδωρ ἔσεσθαι, ἔστι περὶ ὑδρώπων προειπεῖν, καὶ ὁκόταν τἄλλα σμικρὰ σημήϊα φανῇ ἐν νηνεμίῃ, ἐν μεταβολῇ, ξυνακτέον, ὅσαι μὲν ἐφ' οἵοισιν ὕδασιν ἢ ἀνέμοισι νοῦσοι ἐπισημαίνουσι, καὶ ἀκουστέον εἴ τις οἶδε, τοιοῦδε χειμῶνος προγενομένου, οἷον ἦρ ἢ θέρος ἔσται.

[19]    Τὰ χρώματα οὐχ ὅμοια ἐν τῇσιν ὥρῃσιν, οὐδὲ ἐν βορείοισι καὶ νοτίοισιν, οὐδ' ἐν τῇσιν ἡλικίῃσιν αὐτὸς πρὸς ἑωυτὸν, οὐδ' ἄλλος ἄλλῳ οὐδενί. Σκεπτέον δὲ ἐξ ὧν ἴσμεν καὶ παρεόντων καὶ ἀτρεμεόντων περὶ χροιῶν, καὶ ὅτι αἱ ἡλικίαι τῇσιν ὥρῃσιν ἐμφερέες εἰσὶ καὶ χροιῇ καὶ τρόπῳ.

[20]    Οἱ αἱμοῤῥοΐδας ἔχοντες οὔτε πλευρίτιδι, οὔτε περιπνευμονίῃ, οὔτε φαγεδαίνῃ, οὔτε δοθιῆσιν, οὔτε τερμίνθοισιν ἁλίσκονται, ἴσως δὲ οὐδὲ λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἀλφοῖσιν· ἰητρευθέντες γε μὴν ἀκαίρως, συχνοὶ τοιούτοισιν οὐ βραδέως ἑάλωσαν, καὶ ὀλέθρια οὕτως· καὶ ὅσαι ἄλλαι ἀποστάσιες, οἷον σύριγγες, ἑτέρων ἄκος· ὅσα δὲ, ἐφ' οἷσι γενόμενα ῥύεται, τούτων προγενόμενα κωλύματα· οἱ ὕποπτοι τόποι ὑποδεξάμενοι πόνῳ ἢ βάρει, ἢ ἄλλῳ τινὶ ῥύονται· ἄλλοισιν αἱ κοινωνίαι· διὰ τὴν ῥοπὴν οὐκ ἔτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν ξυγγένειαν τοιαῦτα πτύουσιν· ἔστιν οἷσιν αἷμα ἀφίεσθαι ἐν καιρῷ ἐπὶ τοῖσι τοιούτοισιν, ἐπ' ἄλλοισι δὲ ὥσπερ ἐπὶ τούτοισι τοῦτο οὐκ εἰκὸς, κώλυσις, ἐπὶ τοῖσι δὲ δὴ αἱματώδεα πτύουσιν ὥρη, πλευρῖτις, χολή. Τὰ παρὰ τὸ οὖς οἷσιν ἀμφὶ κρίσιν γενόμενα μὴ ἐκπυήσει, τούτου λαπασσομένου, ὑποστροφὴ γίνεται· καὶ κατὰ λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γενομένης, αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ, ἐν ὁμοίῃ περιόδῳ· ἐπὶ τούτοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι. Οὖρον παχὺ, λευκὸν, οἷον τῷ τοῦ Ἀντιγένεος, ἐπὶ τοῖσι κοπιώδεσι τεταρταίοισιν ἔστιν ὅτε ἔρχεται, καὶ ῥύεται τῆς ἀποστάσιος, ἢν δὲ πρὸς τούτῳ καὶ αἱμοῤῥαγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς, καὶ πάνυ. ᾯ τὸ ἔντερον ἐπὶ δεξιὰ ἀρθριτικῷ πάθει ἐγένετο, ἦν ἡσυχαίτερος, ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος.