[1] Ὕδωρ ποτὸν, ἁλμυρὸν, θάλασσα. Ποτὸν μὲν, κατ' ἰητρεῖον κράτιστον· καὶ γὰρ σιδηρίοισι καὶ χαλκείοισι κράτιστον, καὶ φαρμάκοισι τοῖσι πλείστοισι παλαιουμένοισι κοινότατον. Ἐς δὲ χρῶτα γνῶναι δεῖ, ὅτι τοῦτο ἢ τέγξει ἢ ψύξει ἢ θέρμῃ, ἄλλῳ δὲ οὐδενὶ ὠφελέει ἢ βλάπτει ποτόν. Ὅπου ὀλίγου ποτοῦ, σπόγγῳ· χρῆσις, ἄριστον ὀφθαλμοῖσι, [εἰ] αὐτὸ τὸ δέρμα ἐφήλκωται. Θερμῷ, αἰόνησις, πυρίη τοῦ σώματος ἅπαντος ἢ μέρεος, δέρματος σκληροῦ μάλθαξις, συντεταμένου χάλασις, νεύρων συστελλομένων πάρεσις, σαρκῶν πλαδαρῶν ἐκχύμωσις, ἱδρῶτος ἄφοδος· ὑγρῆναι, προσκλύσαι οἷον ῥῖνας, κύστιν, φύσας, σαρκῶσαι, ἁπαλῦναι, τῆξαι, μινυθίσαι, χροιὴν ἀνακαλέσαι, χροιὴν ἀνασκεδάσαι. Ὑπνικὸν καὶ κατὰ κεφαλῆς καὶ ἄλλων· σπασμῶν, τετάνων παρηγορικόν· ὀδύνας κωφοῖ ὠτὸς, ὀφθαλμῶν, ὅσα τοιαῦτα. Τὰ ψυχρὰ θερμῆναι, οἷον πίσσα ἐν ἕλκεσι, πλὴν τοῖσιν αἱμοῤῥαγεῦσιν ἢ μέλλουσι, κατήγμασιν, ἐκπτώμασι, τοῖσιν ἄλλοισι, οἷσιν ἂν ὀθόνια ἰητρός· καρηβαρίῃ. Τὸ μέτριον ἑκάστῳ, μὴ πρόσω, οἴδαμεν βασανίζειν, οἷον τὸ θερμὸν τῷ χρωτὶ, ἐξ ὑπερβολῆς ἐφ' ἑκάτερα, ὡς ἀμφοῖν μὴ ἁμαρτάνῃ, σημαινόμενος ταῖς βλάβαις ἢ οὐκ ὠφελείαις, οἷον χλιαροῦ· δεῖ γὰρ τῇσι βλάβῃσιν ἢ τῇσιν ὠφελείῃσιν, κἂν ὦσι, χρῆσθαι μέχρι τοῦ ὠφελέοντος ἢ μέχρι τοῦ βλάπτοντος. Τέγξις μὲν οὖν, ἀσθενές· ψύξις δὲ καὶ θάλψις, ἰσχυρὸν, ὡς ἐξ ἡλίου· τὸ δὲ ψυχρὸν, θερμὸν ἐὸν ὡς ποτὸν, ἀσθενέον τι. Ἀλλὰ τὸ μὲν θερμὸν, μὴ πρόσω καίειν, κρίνει δ' αὐτὸς, πλὴν τοῖσιν ἀφώνοισιν, ἢ παραπληγικοῖσιν, ἢ νεναρκωμένοισιν, ἢ οἷα ἐπὶ τρώμασι κατεψυγμένοισιν ἢ ὑπερωδύνοισι, τούτοισι δὲ ἀναίσθητα· λάθοις γὰρ ἂν κατακαύσας· καὶ τὰ ἐκπτώματα δὲ τὰ βαθέα καὶ τὰ μεγάλα· ἤδη καὶ πόδες ἀπέπεσον, καταψυχθέντες, ἐκ καταχύσιος θερμοῦ· ἀλλὰ τούτοισιν ὁ τοῦ καταχέοντος χρὼς, κριτής. Καὶ ψυχροῦ δὲ ὡσαύτως. Τούτων δ' αὐτῶν τὸ ὀλίγον ἑκατέρου, ἀσθενές· τὸ δὲ πολὺ, ἰσχυρόν· ἀλλὰ μὴν ἐᾷν, μέχρι γένηται οὗ ἕνεκα ποιέεται· τὸ ἔσχατον προπαύειν πρὶν γενέσθαι· τούτων δὲ ἑκάτερον βλάπτει. Βλάπτει δὲ ταῦτα τὸ θερμὸν πλέον χρεομένοισι, σαρκῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμοῤῥαγίας, λειποθυμίας, ταῦτα ἐς θάνατον· τὸ δὲ ψυχρὸν, σπασμοὺς, τετάνους, μελασμοὺς, ῥίγεα πυρετώδεα. Αἱ μὲν μετριότητες ἐκ τούτων. Τὰ δ' ἄλλα βλάπτει καὶ ὠφελέει τὰ εἰρημένα ἡδονῇσι καὶ εὐφορίῃσι καὶ ἀχθηδόσι καὶ δυσφορίῃσιν, αἳ καθ' ἓν ἕκαστον αὐτῶν ὁμολογοῦσαι φαίνονται.
[2] Ὑγιὲς σῶμα, τὸ μὲν ἐν σκέπῃ εἰθισμένον, ὅτι ἄηθες, ὅτι προσωτάτω τοῦ οἰκείου θάλπεος, ἐγγύτατα δὲ τοῦ ἀλλοτρίου ψύχεος, διὰ ταῦτ' ἄρα τῷ θερμῷ ἥδεται καὶ φέρειν δύναται. Ἐγκέφαλος καὶ ὅσα ἀπὸ τούτου, ψυχρῷ μὲν ἄχθεται, θερμῷ δ' ἥδεται, καὶ ἢν ἄρα ᾖ ψυχρότερον καὶ στερεώτερον φύσει. Καὶ πρόσω τοῦ οἰκείου θάλπεος, καὶ πλεῖστα αὐτῶν· διὰ τοῦτο ὀστέοισιν, ὀδοῦσι, νεύροισι τὸ ψυχρὸν πολέμιον, τὸ δὲ θερμὸν φίλιον, ὅτι ἀπὸ τούτων σπασμοὶ, τέτανοι, ῥίγεα πυρετώδεα, ἃ τὸ μὲν ψυχρὸν ποιέει, τὸ δὲ θερμὸν παύει. Διὰ τοῦτο καὶ γονῇ ἀπὸ τοῦ θερμοῦ ἡδοναὶ καὶ προκλήσιες, ἀπὸ δὲ τοῦ ψυχροῦ ἀλγηδόνες καὶ ἀποτρέψιες· διὰ τοῦτο ὀσφὺς, στῆθος, νῶτον, ὑποχόνδρια μᾶλλον ψυχρῷ ἄχθεται, θερμῷ δ' ἥδεται καὶ φέρειν δύναται· διὰ τοῦτ' ἄρα ὀσφὺς, νῶτον, στῆθος, ὑποχόνδρια τὰ ἐναντία πέπονθεν, ὅτι ἐναντιαῖα· διὰ τοῦτ' ἄρα τούτῳ τῷ χωρίῳ ἀσῶδες ἐνταῦθα χρωμένοισι τὸ θερμὸν, τὸ δὲ ψυχρὸν παύει· διὰ τοῦτ' ἄρα ποτῷ ψυχρῷ ἥδεται, διὰ τοῦτ' ἄρα βρώμασι τοῖσι θερμοῖσιν ἥδεται. Διὰ τοῦτ' ἄρα καὶ κατὰ ἀκρέων ἐν λειποθυμίαις τὸ ψυχρὸν καταχεόμενον ὠφελέει. Ὅτι δὲ τὰ ὄπισθεν τῶν ἔμπροσθεν τὸ θερμὸν μᾶλλον ἀνέχεται, τὰ εἰρημένα αἴτια· ὅτι δὲ καὶ τὰ ψυχρὰ, ὀρθῶς· τά τε γὰρ ἄκρεα, ἔμπροσθεν, καὶ οὐκ ἐν σκέπῃ εἰθισμένα, ὥσπερ τὸ ἔνδον τοῦ ἔξω. Μνηστέον δὲ καὶ ὅτι ἑκάτερον ἐφ' ἑκατέρου τοῦ σώματος κρέσσον τοῦ δέρματος τοῦ ἔξω, ὅτι συνεχές τε ἑωυτῷ καὶ νεύρῳ ἐναίμῳ· διὰ τὸ ἔξω τοῦ οἰκείου θερμοῦ ἐν τῷ ἔξω ψυχρῷ εἶναι, ἐπ' ἀμφοῖν πυκνὰ κρατέεται, καὶ ἑκατέρων πυκνὰ δεῖται, πυκνὰ δὲ μᾶλλον θερμοῦ ἐς ἡδονήν. Πάσχει δὲ καὶ ἄκρεα τοιοῦτο, ὥστε ταχέως ἐνακούειν πολλῶν· βραδέως δὲ πρῶτον ἐπαείρεται, καὶ φλεβῶν δῆλον, αἳ πρότερον καὶ ὕστερον· οὕτως πάντα φαίνεται, ὅκου τε ψύχεται ἄκρεα, ὅκου τε θερμαίνεται, ἐν κενεαγγικοῖσιν, ἐν λειποθυμικοῖσι, καὶ κατὰ λόγον· εἰκότως ἄρα φλέβας, καὶ τὰ ἀπὸ τουτέων ἕπεται, καὶ θερμαίνει πρῶτον τὸ θερμὸν, οἷον τῶν χειρῶν τὰ εἴσω. Τὰ δ' ἕλκεα θερμῷ ἥδεται ὁμολογουμένως, ὅτι ἐν σκέπῃ εἴθισται, εἰκότως ἄρα τῷ ἑτέρῳ ἄχθεται. Εἰκότως ἄρα καὶ αὐταὶ αἱ φλέβες, ὅτι ἐν θερμῷ εἰσιν. Εἰκότως ἄρα καὶ αὐτὸς ὁ θώρηξ, καὶ αὐτὴ ἡ κοιλίη κρατουμένη ὑπὸ τοῦ ψυχροῦ μάλιστα ἀγανακτεῖ καὶ θανατοῖ, ὅτι μάλιστα ἀήθεα· ἀλλὰ πλεῖστον ἀπέχει τοῦ παθεῖν τοῦτο· ἐγγύτατα γὰρ τοῦτο τὸ δεῖσθαι· εἰκότως ἄρα ποτῷ ψυχρῷ ἥδεται· οὕτως ὁμολογέει ταῦτα πάντα. Ὅτι δὲ μάλιστα πάντα τὰ ἀποσύρματα καὶ τὰ ἐπικαύματα ἐπιπολῆς, οὐ μάλιστα εἰθισμένα ἐν σκέπῃ, μάλιστα ἐν ψυχρῷ ἀγανακτεῖ· εἰκότως· τάχιστα γὰρ κρατέεται, καὶ τὰ βαθύτατα εἰ κρατοῖτο, μάλιστ' ἂν ἄχθοιτο· ἔπειτα καὶ τῆς φύσιος τῆς νευρώδους μετέχει. Ὅτι ὑπογάστριον ἥδεσθαι δοκέει θερμῷ, σκεπτέον τὸ χωρίον, καὶ μετέχει· καὶ ἄκρεα, καὶ κύστις, καὶ γονὴ, καὶ ἄλλος γόνος ὁ γυμνός· ἔστι τε φύσει ψυχρότερος, ἢ ὥς τις οἴεται· ἄνω γὰρ, οὐ κάτω θερμὸν ἀΐσσει· διὰ ταῦτα ἥδεται. Ὅτι μετὰ τὸ θερμὸν ψύχεται τὸ σῶμα διαχυθὲν μᾶλλον, μετὰ δὲ τὸ ψυχρὸν ἀναθερμαίνεται μᾶλλον συσταλέν· οἷον καὶ τὰ ὕδατα, ψυκτέα, θερμαντέα, διὰ λεπτότητα· ὅτι μετὰ τὸ θερμὸν σκληρύνεται μᾶλλον ἐπιξηρανθὲν, οἷον ὀφθαλμοὶ μετὰ τὸ ψυχρόν· τὸ μὲν γὰρ ὅμοιον τῷ περιέχοντι, τὸ δὲ οὔ.
[3] Θάλασσα δὲ, τοῖσι κνησμώδεσι καὶ δακνώδεσι, καὶ λούειν καὶ πυριῇν θερμῇ, τοῖσι μὲν ἀήθεσιν ὑπολιπαίνονται, πρὸς ἕλκεα δὲ πυρίκαυτα καὶ ἀποσύρματα καὶ ὅσα τοιαῦτα πολέμιον, ἐπιτήδειον δὲ τοῖσι καθαροῖσιν, ἀγαθὸν καὶ ἰσχναίνειν εὖ, ὡς τὰ τῶν ἁλιέων ἕλκεα· ταῦτα γὰρ οὐδ' ἐκπυεῖ, ἢν μὴ ψαύῃ· καὶ πρὸς ὑποδεσμίδας· καὶ τὰ νεμόμενα παύει καὶ ἵστησιν, ὡς ἅλες καὶ ἁλμυρίδες καὶ λίτρον· πάντα δὲ ταῦτα σμικρῷ μὲν χρωμένῳ ἐρεθιστικὰ, προσνικῶντι δὲ ἀγαθά· βέλτιον δὲ θέρμη πρὸς τὰ πλεῖστα.
[4] Ὄξος δὲ χρωτὶ μὲν καὶ ἄρθροισι παραπλήσιον θαλάσσῃ καὶ δυνατώτερον καταχέειν καὶ πυριῇν· καὶ ἕλκεσι τοῖσι νεοτρώτοισι, θρόμβοισιν, οὗ μέλασμα αἰδοίων, καῦσις οὐάτων ἢ καὶ ὀδόντων· θερμῷ δὲ ταῦτα, τά τε ἄλλα· καὶ τῇ ὥρῃ συντεκμαίρεσθαι· ἐκ τήξεως ἅλες· καὶ πρὸς ἄλλα δὲ ὅσα λειχῆσι, λέπρῃσιν, ἀλφοῖσι, συντείνει παχυνθὲν ἐν ἡλίῳ θερμῷ, μάλιστα δὲ ὄνυξι λεπροῖσι, κρατέει γὰρ μετὰ χρόνον. Μυρμηκίας ἁπαλύνει, καὶ τοὺς ἐν ὠσὶν ἰᾶται ῥύπους, μαλάσσει δὲ καὶ χρῶτα, πολλαχῆ δὲ καὶ ἄλλῃ, εἰ μὴ ὀδμῇ ἔβλαπτε, καὶ μάλιστα γυναῖκας· ἐδύνατο δ' ἂν καὶ ποδαγρίῃ, εἰ μὴ ὁ χρὼς ἐτιτρώσκετο. Ταῦτα καὶ τρὺξ ὄξους ποιέει.
[5] Οἶνος δὲ γλυκὺς, ὅσα χρόνια τρώματα, συνεχέως χρωμένῳ αὔταρκες, ἀτὰρ καὶ ἐς φαρμακοποσίην. Αὐστηρὸς δὲ ὁ λευκὸς καὶ μέλας οἶνος ψυχρὸς ἐπὶ τὰ ἕλκεα ἐνδέχεται, ψυχρὸς διὰ τὴν θέρμην. Ὅρια δὲ, ὅσα μὲν ψύξιος εἵνεκα ἢ καταχεῖται ἢ ἐνίεται ἢ ἐμβάπτεται, ὡς ὕδωρ ψυχρότατον· ὅσα δὲ στύψιος, ὁ μέλας οἶνος, καὶ εἴρια καταῤῥῆναι, οἷον καὶ φύλλα τευτλίων ἢ ὀθόνια βάπτεται ἐπὶ τὰ πλεῖστα· ὅσα δέ τι στύψιος, οἷον κισσοῦ φύλλα, ὁ λευκὸς, καὶ ὅσα στρυφνότερα ἢ ψαθυρώτερα, οἷον κίστος τε καὶ βάτος, ῥοῦς σκυτοδεψικὴ, ἐλελίσφακος, καὶ ὅσα μαλθάσσειν δεῖ, οἷον ἄλητον ἑφθόν.
[6] Τὸ ψυχρὸν ὠφελέει τὰ ἐρυθρὰ, οἷα ἄλλῃ καὶ ἄλλῃ ἐκθύει ὑποπλάτη, οἷα οἱ τοὺς σπλῆνας ὀγκηροὺς [ἔχοντες] ἀνίσχουσιν, εὐσάρκοισί τε καὶ ἁπαλοσάρκοισιν, ὑπέρυθρα δὲ μέλασι, καὶ οἷαι στρογγύλαι ἐοῦσαι, αἰθόλικας λέγουσι, καὶ ἐν αὐτῇσι τῇσι θερμολουσίῃσιν ἀνίσταται γενόμενα, καὶ γυναιξὶν ἐκ γυναικείων ἀναδρομῆς ὑπὸ χρῶτα, καὶ ὑπὸ ἐρεθισμοῦ δέρματος, ἢ ἱματίων τρηχείων ἀήθει φορήσει, καὶ ἐξ ἱδρώτων ἐξόδου, ἢ ἐκ ψύχεος ἐξαίφνης πρὸς πῦρ ἐλθόντι ἢ λουτρὰ θερμὰ, ταῦτα ἢν ὕστερον ποιήσῃ, ἔτι οὐδαμῶς ἐκθύει. Ἐπεὶ ὁκόσα γε ἐκ ψύχεος γίνεται, ἢ ὁκόσα τρηχύνεται κεγχρώδεα, εἶτ' ἐφελκοῦται, τὸ μὲν ψυχρὸν βλάπτει, τὸ δὲ θερμὸν ὠφελέει. Ἃ δὲ ἄμφω ὠφελέει, τὰ ἐν ἄρθροισιν οἰδήματα, καὶ ἄνευ ἕλκεος ποδαγρικὰ, καὶ σπάσματα πλεῖστα, τοῦτο ψυχρὸν πολλὸν καταχεόμενον ῥηΐζει, ἰσχναίνει καὶ ὀδύνην ναρκοῖ, νάρκη δὲ μετρίη ὀδύνης ληκτικόν· καὶ τὸ θερμὸν ἰσχναίνει καὶ μαλθάσσει. Τοῖσι δὲ ποδαγρικοῖσι, παρέσεσι, τετάνοισι, σπασμοῖσι, τὰ τοιαῦτα· συντάσιες, τρόμοι, παραπληγίαι, τὰ τοιαῦτα· χαλάσιες, νάρκαι, ἀναυδίαι, τὰ τοιαῦτα· κάτωθεν ἀπολήμψιες, φυλάσσεσθαι δὲ ἐν τῇ ψυχρᾷ χρήσει, ψυχροῖσι χρεόμενος μᾶλλον ἢ τἀναντία. Τὰ δὲ ἐς τὰ ἄρθρα ἐσκληρυσμένα ἢ ὑπὸ φλεγμονῆς ποτε γενομένης ἢ ἀγκύλης, προυργιαίτατα, ἐς ἀσκίον θερμὰ ἐγχέοντας, τὴν χεῖρα ἐναποδῆσαι. Καὶ ὄμματα, δακρύου παρηγορικὸν καταλείφοντα, πρὸς τὰ δριμέα λίπος προσηνὲς, ὥστε μὴ ἅπτεσθαι τὸ ἁλμῶδες, καὶ τοῖσι βοθρίοισι διάνιψις καὶ πλήρωσις ἐς φύσιν ἄγουσα. Ὀφθαλμοῖσι θερμὸν, ὀδύνῃσιν, ἐμπυήσεσι, δακρύων δακνωδέων, ξηροῖσιν ἅπασιν. Τὸ ψυχρὸν, ἀνωδύνοισιν, ἐξερύθροισι· τοῖσι δὲ εἰθισμένοισι συστροφὰς κατὰ φλέβας ποιέον, οἷα χοιραδώδεα, κατὰ θώρηκα, καὶ ἄλλα σκληρά· ἀρχῷ δὲ καὶ ὑστέρῃσιν οὐ πάνυ ἐνδέχεται, αἷμα ἐν ψύχει οὐρέουσιν. Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει, ὀδυνώδεα ἀνεκπύητα ποιέει, πελιαίνει, μελαίνει, ῥίγεα πυρετώδεα, σπασμοὺς, τετάνους. Ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιέει· θέρμη δὲ ταῦτα ῥύεται, τὰ δὲ ἐν κεφαλῇ καὶ καρηβαρίας. Τὸ θερμὸν ἐκπυητικὸν, οὐκ ἐπὶ παντὶ ἕλκει, μέγιστον σημεῖον ἐς ἀσφάλειαν, δέρμα μαλθάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν· τὸ δ' ἐν κεφαλῇ, καὶ καρηβαρίαν λύει· πλεῖστον δὲ διαφέρει ὀστέων κατήγμασι, μᾶλλον δὲ τοῖσιν ἐψιλωμένοισι, τούτων δὲ μάλιστα τῶν ἐν κεφαλῇ τρώμασιν ἑκουσίοισι καὶ ἀκουσίοισι, καὶ ὅσα ὑπὸ ψύχεος ἢ θνήσκει ἢ ἑλκοῦται, ἔτι ἑλκώμασιν ἑκουσίοισί τε καὶ ἀκουσίοισιν, ἀποσύρμασιν, ἕρπησιν ἐσθιομένοισι, μελαινομένοισιν ἐν νούσοισιν, ἀκοῇ, ἕδρῃ, ὑστέρῃ, τούτοισι πᾶσι τὸ θερμὸν φίλιον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον, πλὴν ὁκόσα αἱμοῤῥαγέειν ἐλπίς.
[7] Οὕτω κατάχυσις ὑγρῶν, ἐπίχρισις ἀλειπτῶν, ἐπίθεσις φύλλων ἢ ὀθονίων, κατάπλασις, ὁκόσα ἢ ψύξις ἢ θέρμη ὠφελέει ἢ βλάπτει.