[806] Οὐκ ἄλλα μέν, ὦ Θρασύβουλε, παραχρῆμα περὶ τοῦ προβληθέντος ὑπὸ σοῦ ζητήματος εἶπον, ἄλλα δὲ συγγράψασθαι τοῖσδε τοῖς ὑπομνήμασιν ἔχω· πάντως γάρ που γιγνώσκεις, ὡς ἀεί τε τὰ αὐτὰ περὶ τῶν αὐτῶν διεξέρχομαι καὶ ὡς εἰς οὐδὲν ἐπιχειρῶ λέγειν, ὧν οὔτε μέθοδον ἔμαθον οὔτ' ἐγυμνασάμην πω κατ' αὐτήν. ἀρχὴ τοίνυν εὑρέσεως οὐ τούτῳ μόνῳ τῷ νῦν [807] προκειμένῳ σκέμματι τὸ γνῶναι, τί ποτ' ἐστὶ τὸ ζητούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν. αὐτὸ δὲ δὴ τοῦτο τὸ γνῶναι διττόν ἐστιν· ἢ γὰρ τὴν ἔννοιαν μόνην τοῦ πράγματος ἢ καὶ τὴν οὐσίαν γιγνώσκομεν. ὅτῳ δ' ἀλλήλων ταῦτα διαφέρει, γέγραπται μὲν ἐπὶ πλέον ἐν τοῖς περὶ ἀποδείξεως, ἵναπερ καὶ τὰς ἄλλας ἁπάσας μεθόδους ἐκτιθέμεθα, γένοιτο δ' ἂν καὶ νῦν δῆλον ἐξ αὐτῆς τῆς χρήσεως.
Ὄντος γὰρ τοῦ προβλήματος τοῦδε, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ καλούμενον ὑγιεινόν, καὶ σοῦ διὰ ταῦτ' ἀξιώσαντος ἀκοῦσαι τὴν ἐμὴν ὑπὲρ αὐτοῦ δόξαν, ὅτι πολλάκις ἰατροῖς τε καὶ γυμνασταῖς ἔφησθα παραγεγονέναι διαμφισβητοῦσιν, ἀποκρίνεσθαί μοι πρότερον ἠξίωσά σε, τίνα ποτὲ τὴν ἔννοιαν ἑκάστου τῶν ὀνομάτων ἔχεις, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, μή που σὺ μὲν ὑπὲρ ἄλλων πραγμάτων ἀκούειν ποθῇς, ἐγὼ δ' ὑπὲρ ἄλλων σοι διαλέγωμαι, κἄπειτα πρὸς τοὔνομα μόνον ὁ λόγος ἡμῖν [808] οὐ πρὸς αὐτὸ γίγνηται τὸ πρᾶγμα. σὺ μὲν οὖν πρὸς τοῦτ' ἀπεσιώπησας οἰόμενος ἐμὲ χρῆναι λέγειν αὐτὸν ὑπὲρ ἁπάντων ἅπαντα, τὸ δ' ἀληθὲς οὐχ ὧδ' ἔχει· πολλὰ γὰρ ἂν εἴης οὐχ ἓν προβεβληκώς, πρῶτον μὲν τί ποτ' ἐστὶν ἰατρική, δεύτερον δὲ τί ποτε γυμναστικὴ καὶ τρίτον ἐπὶ τούτοις τί ποτε τὸ ὑγιεινόν, ἢ τοῦτο δὴ τὸ μάλιστα προβεβλημένον, ὁποτέρας αὐτῶν εἴη. καίτοι τοῦτ' αὐτὸ τὸ τέταρτον οὐχ ἁπλῶς ἔφασκον δεῖν οὕτω προβάλλειν, [ὁποτέρας εἴη αὐτῶν τῶν τεχνῶν τὸ ὑγιεινόν] ἀλλ' εὐθὺς προστιθέντας, εἴτ' ἴδιον εἴτ' οἰκεῖον εἴτε μέρος εἴθ' ὁπωσοῦν ἄλλως ἐθέλοι τις· ἔσεσθαι γάρ τινα κἀνταῦθ' ἀρχὴν τῆς εὑρέσεως τῷ ζητουμένῳ. προβληθέντος γὰρ αὐτοῦ τελέως ὧδέ πως καὶ νὴ Δί' ἐρωτηθέντος, ἆρά γε τῆς ἰατρικῆς ἐστιν ἢ τῆς γυμναστικῆς οἰκεῖον τὸ ὑγιεινόν, ἐπειδὰν ἑκάστου τῶν τριῶν ἐκείνων ὀνομάτων εἴπωμεν τὸ σημαινόμενον, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, δεήσει τέταρτον ἐπ' αὐτοῖς ἐξηγήσασθαι τὸ οἰκεῖον ὅ τι σημαίνει καὶ τίς ὁ κανὼν αὐτοῦ τῆς διαγνώσεως. ἀλλὰ τοῦτο μὲν ἴδιον αὐτοῦ τοῦ προβλήματος ὑπάρχει, τὸ δ' ἰατρικὴν [809] ἐξηγήσασθαι τί ποτ' ἐστὶ καὶ γυμναστικὴν καὶ ὑγιεινὸν οὐκ ἴδιον μὲν τοῦ προβλήματος [ὑπάρχει], ὁμολογεῖσθαι δ' ἀναγκαῖον. ὅθεν, ἐπειδὴ τοῦθ' ἓν μόνον, ὃ προὔβαλες, σὺ διελθεῖν ἐβουλήθης τότε καί σε κινδυνεύειν ἐν ταῖς ἀποκρίσεσιν ἑώρων ὀκνοῦντα, τῶν τινα γεγυμνασμένων ἐν λογικῇ θεωρίᾳ φιλοσόφων ἐπιφανέντα πως τοῖς λόγοις κατὰ τύχην ἠξίουν ἀποκρίνασθαί μοι. προθύμως δ' ἐκείνου τοῦτο ποιήσαντος καὶ πάντ' ὀρθῶς ἀποκριναμένου ῥᾳδίως, ὡς οἶσθα, διεπεράνθη τὸ πρόβλημα.
Καὶ μὴν κατάδηλος ἦσθα καὶ τότε μὲν εὐθὺς ἱκανῶς χαίρων ἐπὶ τῇ τῶν λόγων μεθόδῳ· καὶ γὰρ θᾶττον ἢ κατὰ τὴν προσδοκίαν εὑρέθη τὸ ζητούμενον· ἐξ ὑστέρου δὲ προσκείμενος ἀεὶ λιπαρῶς ἐβιάσω τε καὶ κατηνάγκασας οὐ πάνυ τί με πρόθυμον ὄντα γράψασθαι τοὺς λόγους· οὔτε γὰρ ἓν τουτὶ τὸ πρόβλημα μόνον ἀκριβῶς ἐρευνηθὲν ᾤμην χρῆναι διασώζειν ἐν γράμμασιν οὔθ' ὁμοίως τῷδε τὰ λοιπὰ πάντα [810] διεξέρχεσθαι σχολὴν ἦγον. ὅθεν, ὅπερ αὐτὸς ἐπ' ἐμαυτοῦ πράξας ἔτυχον, ἱκανὸν ᾤμην ἔσεσθαι καὶ πρὸς ὑμᾶς τοὺς φίλους, δεῖξαι τὴν ὁδόν, ᾗ χρώμενος ἄν τις οὐ τοῦτο μόνον ἀλλὰ καὶ τἆλλα πάντα διαιροῖτο προβλήματα.
Τὴν γὰρ λογικὴν ὀνομαζομένην παρὰ τοῖς φιλοσόφοις θεωρίαν ὅστις ἂν ἱκανῶς ἀσκήσῃ, πᾶν οὗτος ὁμοίως δυνήσεται μεταχειρίζεσθαι ζήτημα· τὸ δ' ἄνευ ἐκείνης ἀναγιγνώσκειν ὑπομνήματα προβλημάτων οὐδὲν ἄλλ' ἢ χρόνον ἀπολλύειν ἐστὶν οὔτε κρίνειν εἰδότα, τίνα μὲν ἐν αὐτοῖς ἀληθῶς εἴρηται, τίνα δὲ ψευδῶς, οὔτε πάντων τῶν γεγραμμένων μνημονεύειν δυνάμενον. ἀλλ' ἐπειδὴ κατέστην ἅπαξ εἰς τὸ λέγειν περὶ τοῦ προβλήματος, ὅθενπερ ὀλίγον ἔμπροσθεν ὁ λόγος ἔδειξεν, ἄρχεσθαι δεῖ.
Καὶ νὴ Δι' εἴ τις ἐρωτηθείς, ὅ τί ποτ' ἐστὶν ἰατρική, φαίη τέχνην εἶναι θεραπευτικὴν μὲν νοσούντων, φυλακτικὴν δ' ὑγιαινόντων, ἄντικρυς ἂν οὗτος δοκοίη τὸ ζητούμενον εἰληφέναι μέρος αὐτῆς [811] ἀποφαίνων τὸ ὑγιεινόν· ὥσπερ αὖ καὶ ὅστις ἰατικὴν ἀρρωστούντων μόνον εἶναι λέγει τὴν ἰατρικήν, ἑτέρῳ τρόπῳ καὶ οὗτος ἐξ ἑτοίμου λαμβάνει τὸ ζητούμενον ἀφαιρῶν αὐτῆς τὸ ὑγιεινόν. οὕτω δὲ καὶ τὴν γυμναστικὴν εἴ τις ὑγιείας φυλακτικὴν εἶναι φήσειεν, ἐκ προχείρου τὸ ζητούμενον λήψεται, ὥσπερ γε καὶ ὃς ἂν εὐεξίας αὐτὴν ἀποφαίνηται δημιουργόν, ἑτέρῳ τρόπῳ καὶ ὅδε τὸ ζητούμενον ὡς ὁμολογούμενον θήσεται. χρὴ γάρ, εἴθ' ὁρισμόν τις τῆς τέχνης εἴθ' ὑπογραφὴν ἐγχειρήσειεν ἀποδιδόναι, μὴ τὸ ζητούμενον ἀναποδείκτως τοῦτον ἀναιρεῖν ἢ τίθεσθαι ἀλλ' ἑτέρωθέν ποθεν ἐξ ὁμολογουμένων ἀρξάμενον ἀποδεικνύναι πειρᾶσθαι. ἆρ' οὖν ἄμεινον ἰατρικὴν μὲν εἶναι λέγειν, ἧς τέλος ἡ ὑγίεια, γυμναστικὴν δ', ἧς τέλος ‹ἡ› εὐεξία, καὶ ταύτας τὰς ὑπογραφὰς ἀρχὰς τίθεσθαι τῆς ζητήσεως; ἀλλά τοι καὶ οὕτως ἐκ προχείρου μὲν τῆς γυμναστικῆς ἀφαιρησόμεθα τὸ ὑγιεινόν, ἐπὶ δ' αὖ τῆς ἰατρικῆς ἔτ' ἄδηλόν τε καὶ ζητούμενον ἀπολείψομεν· εἰ γὰρ δὴ τέλος ἡ ὑγίεια τῆς τέχνης ἐστὶ ταύτης, τάχ' ἂν ἔχοι [812] λαβὴν ὁ λόγος εἰς διορισμόν, οὐ φυλακὴν τῆς οὔσης ἀλλὰ ποίησίν τε καὶ γένεσιν τῆς οὐκ οὔσης τέλος εἶναι τιθέμενος αὐτῆς. εὐπορία γὰρ εἰς ἑκάτερον ἐντεῦθεν ἐπιχειρεῖν ἐπαγωγαῖς χρωμένους, εἰ μὲν τῆς αὐτῆς τέχνης τό τε ποιῆσαί τι πρότερον οὐκ ὂν καὶ τὸ φυλάξαι σῶον, ἐπειδὰν γένηται, δεικνύναι βουληθείημεν, οἰκοδομικῆς τε καὶ ναυπηγικῆς καὶ τεκτονικῆς τε καὶ χαλκευτικῆς μνημονεύοντας, εἰ δ' ἄλλης μὲν τὸ δημιουργεῖν, ἄλλης δὲ τὸ διαφυλάττειν σῶον, ὑφαντικῆς τε καὶ ῥαπτικῆς καὶ πρὸς ταύταις σκυτοτομίας τε καὶ νευρορραφίας· οὕτω γὰρ ὀνομάζουσι τὴν τὰ πεπονηκότα τῶν ὑποδημάτων ἐπανορθουμένην. ἄλλου μὲν γὰρ εἶναι δοκεῖ τεχνίτου ποιεῖν ἱμάτιον, ἄλλου δ' ἠπήσασθαι ῥαγέν, ὥσπερ αὖ καὶ ὑπόδημα δημιουργῆσαι μὲν τοῦ σκυτοτόμου, πονῆσαν δ' ἐπανορθώσασθαι τοῦ νευρορράφου. δέδεικται δ' ἡμῖν ἐν τοῖς περὶ ἀποδείξεως, ὡς οὐ χρηστέον ἐπαγωγαῖς εἰς ἀποδείξεις [813] ἐπιστημονικάς· ὥσθ' ὅστις ἐν ἐκείνοις ἐγυμνάσατο, καταφρονήσει μὲν τῆς τοιαύτης ὁδοῦ, ζητήσει δ' ἑτέραν βελτίω, ὁ μὴ γυμνασάμενος δὲ θάτερον τῶν μερῶν ἑλόμενος, ὁπότερον ἂν βουληθῇ, δι' ὅλης ἡμέρας ἐρίζειν ἕξει.
Καὶ γὰρ αὖ καὶ ζήτημ' ἄλλο πρὸς τοῖς εἰρημένοις οὐ σμικρὸν ἀναφυήσεται τῆς μὲν ἰατρικῆς ὑγιείας ποίησιν, οὐ σωτηρίαν τε καὶ φυλακὴν ὑποθεμένοις τὸ τέλος, τῆς γυμναστικῆς δὲ [τὴν] εὐεξίαν· ἀναγκασθήσεται γάρ τις, οἶμαι, καθάπερ ἐπὶ τῆς ὑγιείας οὕτω κἀπὶ τῆς εὐεξίας ἑτέραν μὲν τὴν φυλακτικὴν αὐτῆς τέχνην ἀποφαίνειν, ἑτέραν δὲ τὴν δημιουργικήν. ἀλλ' εἰ τοῦτο, δύο ἄλλας τέχνας ἐξ ἀνάγκης ζητήσομεν, ἑτέραν μὲν τῆς ἰατρικῆς, τὴν τῆς ὑγιείας φυλακτικήν, ἑτέραν δὲ τῆς γυμναστικῆς, τὴν τῆς εὐεξίας διασωστικήν. καὶ μὲν δὴ καὶ διττῆς οὔσης τῆς εὐεξίας, ὡς ἐν ἄλλοις ἀποδέδεικται, ποτέρας αὐτῶν ἡ γυμναστικὴ δημιουργός ἐστιν, χαλεπὸν ἔσται διελεῖν, ἆρά γε τῆς κατὰ φύσιν ἢ τῆς ἀθλητικῆς· ἢ δῆλον, ὡς δύο ἄλλας ἡμῖν τέχνας ἀναγκαῖόν ἐστι ζητεῖν; καὶ δὴ καὶ ‹αἱ› σύμπασαι τὸν ἀριθμὸν ἓξ γενήσονται, τρεῖς μὲν [814] αἱ δημιουργοῦσαι τὰ τέλη, τρεῖς δ' αἱ φυλάττουσαι. τριῶν γὰρ ὑποκειμένων τελῶν, ὑγιείας, εὐεξίας τῆς κατὰ φύσιν, εὐεξίας τῆς τῶν ἀθλητῶν, εἰς τοσοῦτον ἀνάγκη τὸν ἀριθμὸν ἐξήκειν τὰς τέχνας. καὶ μὴν εἴπερ τῷ διαφέρειν τὰς εὐεξίας ἀλλήλων τε καὶ τῆς ὑγιείας διαφόρων δεήσεται τῶν τεχνῶν, ἀνάγκη πᾶσα καὶ τῆς ὑγιείας οὔσης διττῆς, ἑτέρας μὲν τῆς καθ' ἕξιν, ἑτέρας δὲ τῆς κατὰ σχέσιν ὀνομαζομένης, διττὰς εἶναι καὶ τὰς τέχνας. οὐ γὰρ δὴ πλέονι μὲν ἡ εὐεξία τῆς καθ' ἕξιν ὑγιείας, ἐλάττονι δὲ τῆς κατὰ σχέσιν ὑπερέχει.
Γνοίης δ' ἂν ἐναργῶς ἑκάστης αὐτῶν ἐπιμελῶς ἀνασκεψάμενος τὴν φύσιν, ἀνασκέψῃ δὲ τόνδε τὸν τρόπον. ἡκέτω τις εἰς ἔννοιάν σοι νῦν ὧν ἐθεάσω πολλάκις ἀρρώστων ἰσχυρῶς μὲν διανοσησάντων, ἀπηλλαγμένων δ' ἄρτι τοῦ νοσεῖν, οὕτως ἰσχνός τε καὶ ἀδύνατος εἰς τὰς κινήσεις, ὡς ἑτέρων δεῖσθαι τῶν μετακομιούντων. οὗτος ἰάσεως μὲν οὐκέτι χρῄζει μηκέτι γε νοσῶν, ἀναθρέψεως δέ τινος καὶ ῥώμης, ἵν' ἰσχυρός [815] θ' ἅμα [καὶ] πρὸς τὰς κατὰ φύσιν ἐνεργείας γένηται καὶ φέρειν ἱκανὸς τὰ προσπίπτοντα. δῆλον γὰρ ὡς ὁ οὕτω διακείμενος, ὡς διάκειται νῦν, ὁπότε πρότερον ἀπήλλακται τοῦ νοσεῖν, οὔτε θάλπος οὔτε κρύος οὔτ' ἀγρυπνίαν οὔτ' ἀπεψίαν οὔτ' ἄλλο τῶν πάντων οὐδὲν ἐνεγκεῖν ἱκανός ἐστιν, ἀλλ' ἐκ τοῦ ῥᾴστου νοσήσει πάλιν, ὡς ἂν οὐκ ἀσφαλῆ τε καὶ μήπω πεπηγυῖαν κεκτημένος τὴν ὑγιεινὴν κατάστασιν. ἀλλ' εἴπερ δύσλυτος γένοιτο καὶ καθ' ἕξιν, οὔπω μέν ἐστιν εὐεξία ‑ τὸ γὰρ εὖ προσλαβοῦσα τότ' ἂν εὐεξία γένοιτο ‑ τοῦ μέντοι μεμπτή τις εἶναι καὶ ἄχρηστος διάθεσις ἀπήλλακται. τὸ γὰρ μήτ' ἐνεργεῖν δύνασθαι κατὰ τὸν βίον ἱκανῶς ἑτοίμως τε βλάπτεσθαι μεμπτὴ καὶ ἄχρηστος διάθεσις. εἰ δὲ μήτ' εἰς τὰς πράξεις ἐμποδίζοιτο μήθ' ἑτοίμως βλάπτοιτο, τοιαύτη δ' ἐστὶν ἡ καθ' ἕξιν ὑγίεια, τοῦ μὲν μηκέτ' εἶναι μεμπτὴ καὶ ἄχρηστος εἰς τὰς κατὰ τὸν βίον ἐνεργείας ἀπήλλακται, τὸ δ' ἐπαινετὸν οὔπω κέκτηται, κτήσαιτο δ' ἄν, εἰ καὶ πρὸς τῷ [816] μηκέτ' ἀσθενῶς ἐνεργεῖν ἔτι καὶ ῥώμην τιν' ἀξιόλογον προσλάβοιτο. μέση γὰρ ἡ καθ' ἕξιν ὑγίεια ταῖς ἐνεργείαις ἐστὶ τῆς τε κατὰ σχέσιν ὑγιείας καὶ τῆς εὐεξίας. ἡ μὲν γὰρ κατὰ σχέσιν ἀρρώστους ἔχει τὰς ἐνεργείας, ἡ δ' εὐεξία ῥωμαλέας, ἡ δ' αὖ καθ' ἕξιν οὔπω μὲν εὐρώστους, ἀρρώστους δ' οὐκέτι. κἀν τῷδε δῆλον, ὡς, εἰ καὶ μέση τέτακται, πλέον τῆς κατὰ σχέσιν ὑγιείας χρήσιμος εἰς πάσας τοῦ βίου τὰς πράξεις ἐστὶν ἡ καθ' ἕξιν, οὐ μὴν ἤδη τὸ κατ' ἀρετὴν ἔχουσα· μόνῃ γὰρ τοῦθ' ὑπάρχει τῇ εὐεξίᾳ. καί μοι νόει κατὰ στίχον τινὰ τὸ μὲν βλάβην ἐνεργείας, ὅπερ ἐν τῷ νοσεῖν γίγνεται, ἕτερον δ' ἔξω μὲν τῆς βλάβης, ἄχρηστον δ' ὑπ' ἀσθενείας, ὅπερ ἐν τῷ κατὰ σχέσιν ὑγιαίνειν, ἄλλο δὲ τρίτον ἀσθενείας μὲν ἀπηλλαγμένον, εὐρωστίαν δ' οὔπω κεκτημένον, ὅπερ ἐν τῷ καθ' ἕξιν, ἐφ' ᾧ τέταρτον οἷον ἀρετή τίς ἐστι τῶν ἐνεργειῶν ἡ εὐεξία. [καὶ ἡ ἀκρότης τε καὶ ἡ τελειότης αὐτῶν ἡ ἐπ' ἄκρον ἐστὶν αὐτῶν εὐεξία.] ἡ τοίνυν εἰς ἕξιν ὑγιεινὴν ἄγουσα τέχνη [817] τὸν ἄνθρωπον ἑτέρα δηλονότι τῆς ἰασαμένης αὐτὸν ὑπάρξει, συγκεχωρημένου γ' ἅπαξ τοῦ τε δεῖν ἐπὶ διαφόροις τέλεσι διαφόρους εἶναι τὰς τέχνας τοῦ τε δύο καθ' ἕκαστον ἑτέραν μὲν τὴν δημιουργοῦσαν, ἑτέραν δὲ τὴν διαφυλάττουσαν. ᾧ καὶ δῆλον, ὡς ἡ περὶ τέλους ἔννοια περιείληφεν ἅπασαν τὴν νῦν ἡμῖν προκειμένην ζήτησιν, καὶ διὰ τοῦθ' ὅσοι τῶν ὁρισμῶν ἀπὸ τοῦ τέλους τὴν σύστασιν ἔχουσιν, οὐ σμικρὰς γεννῶσιν ἀπορίας.
Ἴσως οὖν ἄμεινον ἐπ' αὐτὴν ἀφικόμενον τὴν οὐσίαν τῆς τέχνης ἀρχὴν τῆς ζητήσεως ἐκείνην ποιήσασθαι. τί οὖν ἐστιν ἰατρική; εἴποι ἄν τις εἶναι ἐπιστήμην ὑγιεινῶν τε καὶ νοσερῶν. ἀλλὰ κἀν τούτῳ δόξει προχείρως εἰλῆφθαι τὸ ὑγιεινὸν ὡς μέρος δηλονότι τῆς ἰατρικῆς ὑπάρχον. ὅθεν οἶμαι τῶν τἀναντία τιθεμένων ἔνιοι μόνων τῶν νοσερῶν ἐπιστήμην εἶναι συγχωρήσουσι τὴν ἰατρικήν. ἀλλ' οὗτοί γε πρῶτον μὲν ἀγνοοῦσιν, ὡς ἔστι μία τῶν ἐναντίων ἁπάντων ἐπιστήμη καὶ ὅστις γιγνώσκει τὰ νοσερά, τοῦτον ἀνάγκη πᾶσα μὴ ἀγνοεῖν τὰ ὑγιεινά. τουτὶ μὲν ὡς μεῖζον ἢ κατ' ἐκείνους παρείσθω, λεγέσθω δ' ἤδη τὸ [818] δεύτερον ὧν ἀγνοοῦσιν, ᾧ τάχ' ἂν ἴσως ἀκολουθήσειεν, ὅτι μὴ περιλαμβάνεται κατὰ τὸν ὅρον τῆς ἰατρικῆς ἐξ ἀνάγκης τὸ ζητούμενον· ἔνεστι γάρ τινι διαστειλαμένῳ τὴν ὁμωνυμίαν, εἶτα δείξαντι σωμάτων μὲν τῶν ἐχόντων ὑγίειαν καὶ σημείων τῶν δηλούντων καὶ αἰτίων τῶν ποιούντων ἐπιστήμην εἶναι τὴν ἰατρικήν, οὐ μὴν τῶν γε φυλαττόντων αὐτήν, ἀντιλαμβάνεσθαι κατὰ τἀναντία τοῦ προβλήματος. ἐοίκασιν οὖν οἱ τὰ τοιαῦτα σοφιζόμενοι μήτε τὸ ζητούμενον ἀκριβῶς ἐπίστασθαι μήθ' ὅτι καὶ σημεῖον ὑγιεινόν τι λέγομεν, ὃ τοῖς νοσοῦσιν ἐπιφαινόμενον ὑγιείας μελλούσης ἐστὶ γνώρισμα, μήτ' αἴτιον, ὃ τοῖς νοσοῦσι προσαγόμενον ὑγιείας ἐστὶ ποιητικόν, ὥσπερ ἀμέλει τὰ βοηθήματα σύμπαντα, μήθ' ὡς καὶ τὸ δεδεγμένον ὑγίειαν σῶμα καλοῦμεν ὑγιεινόν, ὧν πάντων ἐπιστήμην ὁ ἰατρὸς ἔχει μηδὲν κοινωνούντων τῷ προβλήματι πλὴν ὀνόματι. καὶ γὰρ εἰ τῆς τῶν ὑγιαινόντων φυλακῆς ὁ ἰατρὸς ἐπιστάτης ἐστὶν ἢ γυμναστοῦ τὸ τοιοῦτον ἴδιον, ἐξ ἀρχῆς ἡμῖν προὔκειτο ζητεῖν, ὅπερ, ὡς ὀλίγον ἔμπροσθεν [819] ἐδείχθη, τὴν κρίσιν ἐν τῇ τοῦ τέλους ἔχει ζητήσει. πότερον γὰρ ἁπλῶς ὑγίεια τὸ τέλος ἐστὶ τῆς ἰατρικῆς οὐδὲν διαφέρον εἴτε ποιοῦντός τινος αὐτὴν οὐκ οὖσαν εἴτε φυλάττοντος οὖσαν ἢ τὸ ποιῆσαι μὲν μόνον ἰατρικῆς ἐστι, τὸ φυλάξαι δὲ τῆς γυμναστικῆς [αὐτῆς]; οὕτω δὲ καὶ περὶ τῆς γυμναστικῆς, ἆρά γ' εὐεξία τὸ τέλος ἐστὶν ἢ ὑγίεια ἢ ποίησις ὁποτέρας τούτων ἢ φυλακή.
Κινδυνεύσομεν γάρ, ὡς ὁ λόγος ἔδειξεν, ἐὰν ὑπερβῶμεν τὴν μίαν, ἑπτὰ ποιῆσαι περὶ τὸ σῶμα τὰς τέχνας, τὴν μὲν πρώτην καὶ σαφεστάτην καὶ σχεδὸν μόνην ἀναμφισβήτητον ἰωμένην τὰ νοσήματα, δύο δ' ἄλλας, τὴν μὲν ἐκ τῆς κατὰ σχέσιν ὑγιείας εἰς τὴν καθ' ἕξιν ἄγουσαν, τὴν δ' ἐν ταύτῃ φυλάττουσαν καὶ δύο ἄλλας ὁμοίως περὶ τὴν εὐεξίαν, δημιουργικὴν μὲν τὴν ἑτέραν, φυλακτικὴν δὲ τὴν ἑτέραν, ἔτι τε πρὸς ταύταις ἄλλας δύο περὶ τὴν ἀθλητικὴν εὐεξίαν. ἁπλῶς μὲν γὰρ τὴν ἑτέραν τὴν κατὰ φύσιν ὀνομάζομεν εὐεξίαν, [820] οὐχ ἁπλῶς δὲ τὴν οὐ φύσει, τὴν ἀθλητικήν, ἀλλ' ἀεὶ μετὰ προσθήκης, ὥσπερ καὶ Ἱπποκράτης ὁτὲ μὲν ὡδί πως λέγων· 'διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων', ὁτὲ δ' αὖ πάλιν· 'ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ' ἄκρον εὐεξίαι σφαλεραί' ... ἀλλ' ἐν τοῖς ἀθλητικοῖς τε καὶ γυμναστικοῖς σώμασιν· ἀκούειν γάρ σε χρὴ γυμναστικὰ σώματα λέγεσθαι νῦν οὐ τὰ τῶν ὁπωσοῦν γυμναζομένων, οἷον ἤτοι σκαπτόντων ἢ ἐρεσσόντων ἢ ἀμώντων ἤ τι τῶν ἄλλων, ὅσα κατὰ φύσιν ἀνθρώποις ἔργα, πραττόντων, ἀλλ' οἷς αὐτὸ τοῦτ' ἔστιν ἀγώνισμα τὸ γυμνάζεσθαι καταβλητικὴν τῶν ἀντιπάλων ἰσχὺν ἐπασκοῦσιν. διὰ τί μὲν οὖν ἡ τοιαύτη διάθεσις οὐ φύσει, δι' ἑτέρων ἐξηγήμεθα· τὸ δ' οὖν ἐκ τοῦ λόγου χρηστὸν εἰς τὰ παρόντα τοῦτ' ἔστιν αὐτὸ τὸ νῦν εἰρημένον, ὡς ἑπτὰ γενήσονται περὶ τὸ σῶμα τέχναι τὴν μίαν ὑπερβᾶσιν ἢ καὶ νὴ Δι' ἐννέα. τί γὰρ οὐ χρὴ δύο ἄλλας τέχνας τίθεσθαι, ἑτέραν μὲν τῆς ἄκρας εὐεξίας δημιουργόν, [821] ἑτέραν δὲ τῆς αὐτῆς ταύτης φυλακτικήν; ἐπὶ μὲν γὰρ τῆς τῶν γυμναστικῶν εὐεξίας ὅτι χρὴ φεύγειν τε καὶ δεδιέναι τὴν ἀκρότητα, πρὸς Ἱπποκράτους εἴρηται σαφέστατα· τῆς δ' ἁπλῶς λεγομένης εὐεξίας τῆς κατὰ φύσιν οὐχ ὅπως φυλάττεσθαι προσήκει τὸ ἄκρον ἀλλὰ καὶ παντὶ τρόπῳ σπουδάζειν. οὕτως οὖν αἱ σύμπασαι γένοιντ' ἂν ἐννέα περὶ τὸ σῶμα τέχναι καὶ τούτων ἑπτὰ μέν, ἃς ἂν καὶ ἐπαινέσειέ τις, αἱ δύο δ' αἱ λοιπαὶ κακοτεχνίαι δηλονότι καθάπερ καὶ ἡ κομμωτική. ταύτας μὲν οὖν, εἰ βούλει, παραλίπωμεν, ἐπέλθωμεν δ' αὖθις τὰς ἑπτά, τὴν μὲν πρώτην ἁπασῶν, ἣν ἰᾶσθαι τὰς νόσους ἐλέγομεν, ἄλλας δ' ἐφεξῆς αὐτῇ, δύο μὲν περὶ τὴν καθ' ἕξιν ὑγίειαν, δύο δὲ περὶ τὴν εὐεξίαν καὶ δύο ἄλλας περὶ τὴν ἄκραν εὐεξίαν. ἤδη μὲν οὖν κἀκ τούτων εὔδηλον, ὡς, εἰ μή τις θείη περὶ τὸ σῶμα τέχνην ἓν ἔχουσαν δηλονότι καὶ τὸ τέλος, ἀναγκαῖόν ἐστι τοῦτον μέχρι τῶν ἑπτὰ προϊέναι καὶ ὡς οὐδὲν ἄλλο τὸ τέλος τοῦτ' ἔστι παρὰ τὴν ὑγίειαν.
Ἄμεινον δ' ἴσως ἀκριβέστερον ἐπεξελθεῖν τῷ λόγῳ πρῶτον μὲν τοῦτ' ἀναμνήσαντας, ὃ μηδεὶς [822] ἀγνοεῖ, τὰς μὲν κακοτεχνίας τὸ φαινόμενον ἀγαθὸν ἐκποριζομένας ἑκάστῳ τῶν ὄντων, τὰς τέχνας δὲ τὸ κατ' ἀλήθειαν ἐν αὐτοῖς ὑπάρχον, ἐφεξῆς δὲ τούτῳ λέγοντας, ὡς, εἴπερ ἡ κομμωτικὴ καλουμένη νόθου κάλλους ἐστὶ δημιουργός, αὕτη μὲν ἂν εἴη κακοτεχνία τε καὶ κολακεία, τέχνη δέ τις ἑτέρα συστήσεται περὶ τὸ γνήσιόν τε καὶ ὄντως ἀληθινὸν κάλλος, ὅπερ ἐστὶν εὔχροιά τε καὶ εὐσαρκία καὶ συμμετρία τῶν μορίων, ἃ τῇ κατὰ φύσιν εὐεξίᾳ συμβέβηκεν, ἣν καὶ δι' ἄλλου μὲν λόγου τῆς γυμναστικῆς διωρισάμεθα, καὶ νῦν δ' ἂν ἴσως ἐπὶ κεφαλαίων οὐδὲν ἂν εἴη χεῖρον ὑπὲρ αὐτῶν εἰπεῖν ἀρχὴν τῷ λόγῳ τήνδε ποιησαμένους.
Ἤτοι γὰρ τὸ κατὰ φύσιν ἐνεργεῖν ἑκάστῳ τῶν μορίων ὑγιαίνειν ἐστὶν ἢ τοῦτο μὲν ἐξ ἀνάγκης ἕπεται τῇ κατὰ φύσιν τοῦ σώματος κατασκευῇ, τὸ δ' ὑγιαίνειν αὐτὸ τοῦτ' ἔστι τὸ κατὰ φύσιν κατεσκευάσθαι. τούτων ὁπότερον ἂν ἐθελήσῃς ὑποθέμενος ὑγίειαν, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, τῶν ἑξῆς [823] λόγων οὕτως ἄκουε προσέχων τὸν νοῦν. πότερα τοῦ κατεσκευάσθαι κατὰ φύσιν ἕκαστον τῶν μορίων ἢ τῆς ἐνεργείας αὐτοῦ χρῄζομεν; ἐμοὶ μὲν πάντες δοκοῦσιν οὐδ' ἂν ὅλως θελῆσαι μόριον ἔχειν οὐδὲν ἀργὸν ἔργου τινός, οὔτ' οὖν ὀφθαλμοὺς μὴ βλέποντας οὔτε ῥῖνας ὀσμᾶσθαι μὴ δυναμένας οὔτε σκέλη μὴ βαδίζοντα οὔτ' ἄλλο τῶν πάντων οὐδὲν ἢ μηδ' ὅλως ἐνεργοῦν ἢ κακῶς ἐνεργοῦν. οὐδενὸς γὰρ ἁπάντων, ὧν χρῄζομεν, ἀτελοῦς χρῄζομεν οὔτ' οἰκίας οὔθ' ὑποδήματος οὔτε σκίμποδος οὔθ' ἱματίου, ἀλλ' ἅμα τε χρῄζομεν καὶ τελείου χρῄζομεν. οὕτως οὖν οὐδὲ τοῦ περιπατεῖν ἀσθενῶς καὶ ἀρρώστως οὐδὲ τοῦ βλέπειν ἢ ἀκούειν ἀμβλέως οὔτ' ἄλλου τῶν πάντων οὐδενὸς ἐλλιποῦς ὀρεγόμεθα. τίς γὰρ εὔχροιαν ἢ εὐσαρκίαν ἢ κάλλος ἁπλῶς τοῦ σώματος ἢ ῥώμην ἐλλιπῆ σχεῖν εὔχεται; καὶ μὴν εἴπερ οὐκ ἐλλιποῦς ἐνεργείας ἀλλὰ τελέας χρῄζομεν, οὐδὲ τῆς κατασκευῆς τοῦ σώματος, ἀφ' ἧς ἐνεργοῦμεν, ἐλλιποῦς δεησόμεθα. τούτων δ' ἦν θάτερον ὑγίεια· δῆλον οὖν, [824] ὡς οὐδεὶς ἀτελοῦς ὑγιείας ἀλλ' ὡς ἔνι μάλιστα τελειοτάτης ἅπαντες χρῄζομεν.
Εἰ μὲν οὖν ἄλλο τι τὴν εὐεξίαν οἴεταί τις εἶναι παρὰ τὴν τελείαν ὑγίειαν, ἄλλην μὲν τέχνην ὑγιείας, ἄλλην δ' εὐεξίας ζητείτω· εἰ δ' ἓν καὶ ταὐτόν ἐστιν ἄμφω, μίαν ἀνάγκη καὶ τέχνην εἶναι. πῶς οὖν ἓν καὶ ταὐτόν ἐστιν εὐεξία τε καὶ ἡ παντελὴς ὑγίεια; πρῶτον εἴπερ τὴν ταύτης αἰτίαν κατασκευὴν τὴν αὐτὴν δήπου καὶ τῆς εὐεξίας εἶναι πεπιστεύκαμεν, ἄμφω ταὐτὸν ἔσται· δεύτερον δ' ἐξ αὐτῆς τῆς οὐσίας. εὐεξία μὲν γὰρ οὐδὲν ἄλλ' ἐστὶν ἢ εὖ ἔχουσα ἕξις, ἡ δ' ἕξις διάθεσίς ἐστι μόνιμος, ὥστε, οὗπερ ἕξις, τούτου καὶ εὐεξία, πρός τι δ' ἄμφω. λέγεται δ' οὖν τις ἕξιν ἔχειν ἐν γραμματικῇ καὶ ἄλλος ἐν ἀριθμητικῇ καὶ ἄλλος ἐν γεωμετρίᾳ καὶ ἄλλος ἐν ἀστρονομίᾳ καὶ καθ' ἕκαστον τῶν ὄντων, ὅταν ἡ διάθεσις δύσλυτος ᾖ, ἕξις ὀνομάζεται. διαφερέτω δὲ μηδὲν ἔν γε τῷ παρόντι διάθεσιν ὀνομάζειν ἢ σχέσιν. εἴπερ οὖν, οὗπερ ἕξις, τούτου [825] καὶ εὐεξία, τινὸς δ' ἡ ἕξις, δῆλον, ὅτι καὶ ἡ εὐεξία τινὸς καὶ τοῦ αὐτοῦ γε, οὗ καὶ ἡ ἕξις. ἀλλ' ἡμῖν νῦν οὐ περὶ τῆς γεωμετρικῆς ἕξεως ἢ μουσικῆς ἢ γραμματικῆς, ἀλλὰ περὶ τῆς ὑγιεινῆς ὁ λόγος ἐστίν. οὐκοῦν, ὅταν εἴπωμεν εὐεξίαν, οὐ γραμματικὴν ἢ μουσικὴν ἢ γεωμετρικὴν ἀλλ' ὑγιεινὴν λέγομεν. εὐθὺς δ' αὐτὸ τοῦτο παρορῶσιν οἱ πολλοὶ καὶ νομίζουσι τὸ τῆς εὐεξίας ὄνομα τῷ τῆς ὑγιείας ὁμοίως λέγεσθαι. καίτοι τὸ μὲν τῆς ὑγιείας ὄνομα διαθέσεώς τινός ἐστι, τὸ δὲ τῆς εὐεξίας οὐχ ἁπλῶς τὴν διάθεσιν, ἀλλὰ τὸ κατ' αὐτὴν ἄριστόν τε καὶ μόνιμον ἐνδείκνυται· ἀρίστη γάρ ἐστιν ἕξις ἐκείνης τῆς διαθέσεως, ἣν ὑγίειαν ὀνομάζομεν, ἡ εὐεξία. οὔκουν ‑ αὖθις γάρ που καὶ αὖθις ἀνάγκη ταὐτὸν εἰπεῖν, εἰ μέλλοι τις ἐξαιρήσεσθαι τῶν πολλῶν ἄγνοιαν παλαιάν ‑ οὔτε διαθέσεως οὔτε κατασκευῆς οὔτ' ἐνεργείας ἐστὶ τὸ τῆς εὐεξίας ὄνομα δηλωτικόν, ὥσπερ οὖν οὐδὲ τὸ τῆς ἕξεως, ἀλλὰ τοῦτο μὲν αὐτοῦ [826] μόνου τοῦ δυσλύτου τε καὶ μονίμου τῆς διαθέσεως, ἡ δ' εὐεξία πλέον οὐδὲν αὐτῷ προστίθησι τοῦ εὖ. σύγκειται γοῦν ἐκ τοῦ τῆς ἕξεως ὀνόματος τὸ εὖ προσλαβόντος, ὅπερ εἰώθαμεν ἐπαινοῦντες ἅπασιν ἐπιφέρειν, ὅσα καλῶς καὶ κατὰ τὴν οἰκείαν ἀρετὴν διάκειται. τίνος οὖν ὀρεγόμεθα καὶ τί τῷ σώματι διὰ παντὸς ὑπάρχειν βουλόμεθα; πότερον διάθεσιν ὑγιεινὴν αὐτὸ τοῦτο μόνον ἴσχειν ἢ τοῦτό γε παραπλήσιον τῷ ζητεῖν, ἆρά γ' οἰκίας μοχθηρᾶς καὶ μελλούσης ὅσον οὔπω καταπεσεῖν χρῄζομεν ἢ καὶ πρὸς τὴν χρείαν, ἧς ἕνεκα γέγονεν, ἄριστα διακειμένης καὶ ὡς ἔνι μάλιστα πολυχρονιωτάτης; οὐδεὶς γάρ ἐστιν οὔτ' ἐλλιπῶς οὔτ' ὀλιγοχρονίως ὑγιαίνειν βουλόμενος. ἀλλ' οὐδ' ἐστί τις ὅλως τέχνη σκοπὸν ἔχουσα τὸ χεῖρόν τε καὶ ὀλιγοχρονιώτερον, ἀλλ' ὅπερ ἂν ἐκ τῆς αὐτῆς ὕλης ἄριστόν τε μέλλῃ καὶ πολυχρονιώτατον ἔσεσθαι, τοῦτο ταῖς ποιητικαῖς ἁπάσαις τέχναις ὁ σκοπός. οὐ μὴν οὐδὲ τέλος ἄλλο τι παρὰ τὴν ἐπιτυχίαν ἐστὶ τοῦ σκοποῦ [827] καὶ δῆλον ἐκ τῶν εἰρημένων, ὡς καὶ τέλος ἕν ἐστι τῆς περὶ τὸ σῶμα τέχνης καὶ σκοπὸς εἷς. εἴτ' οὖν ἀρτιότητά τις ἐθέλοι τὸν σκοπὸν τοῦτον ὀνομάζειν εἴτ' εὐεξίαν εἴθ' ὑγίειαν εἴτε τὴν κατὰ φύσιν κατασκευὴν τοῦ σώματος εἴτε τὴν κατὰ φύσιν ἐνέργειαν εἴτε διάθεσιν ἢ κατασκευήν, ἀφ' ἧς ἐνεργοῦμεν τελέως ταύτας τὰς κατὰ φύσιν ἐνεργείας, οὐδὲν εἴς γε τὰ παρόντα δέομαι διαιρεῖν.
Ἓν γάρ μοι πρόκειται δεῖξαι τὸ πᾶσαν τέχνην καὶ σκοποῦ καὶ τέλους ἐφίεσθαι. τέλος δ' ἐν ἑκάστῳ τῶν ὄντων ἕν, ὅπερ οὐδὲν ἄλλ' ἐστὶν ἢ τὸ κατ' ἐκείνην τὴν οὐσίαν ἀγαθόν. ἀμπέλου γοῦν οὐκ ἄλλο μὲν τελειότης, ἄλλο δὲ τὸ ἀγαθόν, οὐ μὴν οὐδ' ἄλλο τι παρὰ τοῦτο πρόκειται σκοπεῖσθαι τῇ περὶ τὰς ἀμπέλους τέχνῃ, καθάπερ οὐδὲ τῇ περὶ τὰς ἐλαίας, ἀλλὰ καὶ ἥδε τὴν τελειότητα τῆς ἐλαίας φύσεως ἔχει τὸν σκοπόν. ἓν δή τι τῶν ὄντων ἐστὶ τὸ τἀνθρώπου σῶμα καὶ τίς ἐστι καὶ τοῦδε πάντη τελειότης, ἣν καὶ [828] παροῦσαν φυλάττειν καὶ ἀποῦσαν ἀνασώζεσθαι πρόκειταί τινι τέχνῃ. ταύτης δ' εἴπερ τι κατωτέρω ποιήσομεν ἕτερον τέλος, ὁ προειρημένος ἡμᾶς ἐκδέξεται λόγος. ἔσται γὰρ ἡ μὲν τῆς εὐεξίας, ἡ δ' ἄκρας εὐεξίας, ἑτέρα δὲ τῆς ὑγιεινῆς ἕξεως καὶ τετάρτη τις ἄλλη τέχνη σχέσεως ὑγιεινῆς δημιουργὸς ἔξωθέν τε τούτων ἄλλη πέμπτη τῆς ἀθλητικῆς εὐεξίας. εἰ δὲ καὶ δημιουργεῖν μὲν ἄλλαις τὰ τέλη, φυλάττειν δ' ἄλλαις ἐπιτρέψομεν, οὐ ταύτας μόνον ἀλλὰ καὶ σὺν αὐταῖς ἄλλας τοσαύτας ἐπιζητήσομέν τε καὶ συστησόμεθα περὶ τὸ σῶμα τέχνας.
Ὧι καὶ δῆλον, ὡς οὔτε πολλὰ τὰ τοῦ σώματος ἀγαθὰ χρὴ ποιεῖν οὔτ' ἄλλην μέν τιν' αὐτοῦ δημιουργόν, ἄλλην δὲ φύλακα. τῷ μὲν δὴ σκοπεῖσθαι δυναμένῳ διὰ κεφαλαίων τὸ σύμπαν οὐδὲν ἔτι προσδεῖ· τῷ δὲ τοῦτο μὴ δυναμένῳ δρᾶν ἢ καὶ πάντ' ἐξαλεῖψαι τῆς διανοίας, ὅσα τοῖς κακῶς ὑπειλημμένοις ἕπεται, δεομένῳ παμπόλλων ἔθ' ἡγοῦμαι δεῖν. ὅτι τε γὰρ οὐχ ἕν ἐστι τὸ τοῦ σώματος ἀγαθόν, ἀλλ' ὑγίειά τε καὶ ῥώμη καὶ κάλλος ὅτι τε δυνατὸν ἑτέραν μὲν [829] εἶναι δημιουργὸν τούτου τέχνην, ἑτέραν δὲ φυλακτικὴν ὅσα τ' ἄλλα τούτοις ἑπόμενα κακῶς ἐγνώκασιν ἔνιοι, διελέγξαι χρή. καὶ πρῶτόν γε, ὅτι τοῦ σώματος ἓν ἀγαθόν ἐστι, διελθεῖν ἄμεινον πρώτως τε καὶ κυρίως λεγόμενον, ἐφ' ὃ πάντα τὴν ἀναφορὰν ἔχει. τὰ δ' ἄλλα τὰ λεγόμενα σώματος ἀγαθὰ τὰ μὲν ὡς μόρια ἐκείνου λέγεται, τὰ δ' ὡς αἴτια, τὰ δ' οἷον καρπός τις. ὥσπερ γὰρ τὸ κάλλος ἥ τ' εὔχροια καὶ ἡ εὐσαρκία καὶ ἡ συμμετρία καθάπερ καὶ ἄλλα τινὰ συμπληροῖ, τί κωλύει καὶ τὸ τοῦ σώματος ἀγαθὸν ἐξ ὑγιείας καὶ ῥώμης καὶ κάλλους συμπληροῦσθαι; τί δὲ κωλύει πάλιν αὐτοῦ μὲν τοῦ σώματος ἀγαθὸν εἶναι τὴν ὑγίειαν, οἷον δὲ καρπόν τινα τὸ κάλλος αὐτοῦ καὶ τὴν ἐνέργειαν ὑπάρχειν; τί δὲ κωλύει τὴν μὲν ἐνέργειαν εἶναι τὸ πρῶτον ἀγαθὸν τοῦ σώματος, αἰτίαν δ' αὐτοῦ τὴν ὑγίειαν; οὐ γὰρ ἐξ ἄλλων μέν τινων ὑγιαῖνον ἀκριβῶς ἔσται ‹τὸ› σῶμα, δι' ἄλλων δ' ἰσχυρὸν ἢ καλόν· αὐτὸ μέλλει ποιήσειν, εὐθὺς [δὲ] τοῦτο καὶ ἀκριβῶς ὑγιεινόν.
[830] Ὥστε καὶ διὰ τοῦτο μία τέχνη περὶ τὸ σῶμα. τὰ γὰρ αὐτὰ πράττοντες ἰσχυροί θ' ἅμα κατὰ τὰς ἐνεργείας ἐσόμεθα καὶ καλλίους ὀφθῆναι καὶ ὑγιεινότεροι καὶ εὐεκτικώτεροι, καθάπερ εἰ καὶ σφαλείημέν τι περὶ τὸ σῶμα, καὶ τῶν ἐνεργειῶν τὴν ῥώμην καταλύσομεν καὶ τῷ κάλλει λυμανούμεθα καὶ τὴν εὐεξίαν καθαιρήσομεν καὶ τὴν ὑγίειαν μειώσομεν· ἅπαντα γὰρ ταῦτα συναυξάνεταί τε καὶ συμμειοῦται προσηκόντως. ἡ γάρ τοι κατὰ φύσιν ἐνέργεια δεῖται τῆς κατὰ φύσιν τοῦ σώματος κατασκευῆς, ὑφ' ἧς γίγνεται, λόγον αἰτίας ἐχούσης πρὸς αὐτήν. ὥστ' οὐκ ἐνδέχεται πρότερον τὸ μὲν ἕτερον αὐτῶν εἶναι, τὸ δ' ἕτερον μὴ παρεῖναι. καὶ μὲν δὴ καὶ συναυξάνεται καὶ συμμειοῦται ταῦτ' ἀμφότερα. βελτίω μὲν δὴ γενόμενα τὸ μὲν εὐεξία, τὸ δὲ ῥώμη κέκληται. τὸν αὐτὸν γὰρ καὶ ἡ ῥώμη πρὸς τὴν ἐνέργειαν ἔχει λόγον, ὅνπερ ἡ εὐεξία πρὸς τὴν ὑγίειαν· ἑκάτερον γὰρ ἑκατέρῳ γίγνεται καὶ ὥσπερ ἡ εὐεξία τινός ἐστιν, οὕτω καὶ ἡ ῥώμη.
[831] τῆς μὲν γὰρ κατὰ φύσιν εἴτε κατασκευῆς εἴτε διαθέσεως ὀνομάζειν ἐθέλοις ἀρετή τις ἡ εὐεξία, τῆς δ' ἐνεργείας ἡ ῥώμη. ταὐτὸν δ' ἀρετή τε καὶ τελειότης ἐστὶ καὶ τὸ καθ' ἕκαστον τῶν ὄντων ἀγαθόν, ὅπερ αὐτοῦ πρώτως τε καὶ ἁπλῶς ἀγαθὸν ὀνομάζεται. καὶ μὲν δὴ καὶ χείρω γίγνεται διὰ τῶν αὐτῶν ἀμφότερα. καὶ ἡ μὲν ὑγιεινὴ διάθεσις, ὥσπερ ἔμπροσθεν εἴπομεν, εὐεξία προσαγορεύεται, εἰ δ' αὖ τις ἐνεργεῖ ἀσθενῶς, ῥώμης ἀρρωστία τε καὶ ἀσθένεια. καὶ δὴ καὶ κάλλος μὲν τοῖς προτέροις, αἶσχος δὲ τοῖς δευτέροις ἐξ ἀνάγκης ἕπεται. πάντ' οὖν ταῦτα καὶ συναύξεται καὶ συμμειοῦται καὶ τελειοῦται καὶ καθαιρεῖται πάνθ' ἅμα καὶ τὸ βλάπτον ὁτιοῦν ἓν ἐξ αὐτῶν εὐθὺς καὶ τἆλλα σύμπαντα βλάπτει τό τ' ὠφελοῦν ὡσαύτως ἅπαντ' ὠφελεῖ. καὶ δῆλον, ὡς καὶ διὰ τοῦτο μίαν ἀνάγκη τέχνην εἶναι περὶ σύμπαντα ταῦτα. τί δὴ τούτων ἐστὶ τὸ πρῶτόν τε καὶ ἁπλῶς ἀγαθὸν τοῦ σώματος, οὐδὲν μὲν ἐπείγει τό γε νῦν εἶναι λέγειν, ἵνα δὲ μηδὲ τοῦτ' ἐνδέῃ, [832] προσθήσω. σώματος ἀγαθὸν ἁπλῶς καὶ πρῶτον, οὗ μάλιστα δεόμεθα, τελειότης τῆς ἐνεργείας ἐστίν, ὅπερ δὴ ῥώμην τε καὶ ἰσχὺν ὀνομάζουσιν ἐλλειπτικῶς ἑρμηνεύοντες· ἐχρῆν γὰρ αὐτοὺς οὐ ῥώμην ἁπλῶς ἀλλ' ἐνεργείας ῥώμην οὐδ' ἰσχὺν ἁπλῶς ἀλλ' ἐνεργείας ἰσχὺν εἰπεῖν. ἑξῆς δὲ τούτῳ δεύτερον οὐχ ἁπλῶς οὐδὲ καθ' ἑαυτὸ τοῦ σώματος ἀγαθόν, ἀλλ' ὅτι γε τὸ πρῶτόν τε καὶ καθ' ἑαυτὸ τοιούτου δεῖται πάντως εἰς γένεσιν, ἡ τῆς ὑγιείας ἐστὶν εὐεξία, ἣν καὶ αὐτὴν πάλιν ἐλλειπτικῶς ὀνομάζοντες ἀφορμὴν σοφισμάτων παρέχουσιν· δέον γὰρ εὐεξίαν ὑγιείας εἰπεῖν, οὐχ οὕτως ἀλλ' ἁπλῶς εὐεξίαν ὀνομάζουσιν. ἕπεται δ' ἐξ ἀνάγκης τῇδε τὸ κάλλος [ἄλλο τι γένος· ἕπεται ἐκείνοις], τρίτον ἀγαθὸν σώματος, ὥστ' οὔθ' ὁμογενῆ τὰ τοῦ σώματος ἀγαθὰ καθάπερ οὐδὲ τὰ τῆς ψυχῆς οὔθ' ὁμοίως λέγεται ἅπαντα, ἀλλὰ τὸ μὲν ὡς πρῶτόν τε καὶ καθ' ἑαυτό, τὸ δ' ὡς αἴτιον ἐκείνου, τὸ δ' ὡς ἐξ ἀνάγκης ἑπόμενον. τίνος οὖν τούτων τῶν τριῶν ἡ περὶ τὸ σῶμα [833] τέχνη πρώτως ἐστὶ δημιουργός; ἆρά γε τῆς ὑγιείας ἢ τῆς ἐνεργείας ἢ τοῦ κάλλους; ὅτι μὲν γὰρ ἐξ ἀνάγκης ὠφελήσει τε καὶ ποιήσει τὰ τρία, κἂν ἓν ἐξ αὐτῶν ὁτιοῦν ὠφελῇ, πρόδηλον ἤδη γέγονεν· εἴτε γὰρ τὴν ἐνέργειαν, ἐξ ἀνάγκης καὶ τὴν ὑγίειάν τε καὶ τὸ κάλλος· ἡ μὲν γὰρ οὐχ οἵα τ' ἐστὶ χωρὶς τῆς ποιούσης αὐτὴν αἰτίας γενέσθαι, τὸ κάλλος δ' ἐξ ἀνάγκης ἕπεται· εἴτε τὴν ὑγίειαν, εὐθὺς καὶ τὴν ἐνέργειαν καὶ τὸ κάλλος· ἄμφω γὰρ ἦν ταύτης ἔγγονα. καὶ μὴν εἰ τὸ κάλλος ποιεῖ, πάντως που καὶ τὴν ὑγίειαν προπεποίηκεν, εἰ δὲ τοῦτο, καὶ τὴν ἐνέργειαν.
Ἀλλὰ τί τὸ πρώτως ἐστὶν ὑπὸ τοῦ τεχνίτου γιγνόμενον, ὁ λόγος ἐπόθει θηρᾶσαι. καὶ δὴ φαίνεται σαφῶς ἤδη διὰ τῶν εἰρημένων ἡ μὲν τέχνη τὴν ὑγίειαν ἐργαζομένη, ταύτῃ δ' ἐξ ἀνάγκης ἐνέργειά τε καὶ τὸ φυσικὸν κάλλος ἀκολουθεῖ. ὅπου γὰρ πρῶτον ἐνεργῶν ὁ τεχνίτης ἵσταται, τοῦτ' ἔστιν αὐτοῦ τὸ τέλος, ἵσταται δ' ἐν τῷ τὴν κατὰ φύσιν ἐργάσασθαι [834] διάθεσιν, ἀφ' ἧς ἐνεργοῦμεν, ὅπερ ἦν ὑγίεια· ταύτην δ' ἐργασάμενος οὐδὲν ἔτι πονεῖ περὶ τὴν ἐνέργειαν ἢ τὸ κάλλος, ἕπεται γὰρ ἐξ ἀνάγκης ἐκεῖνα, κἂν ὁ τεχνίτης μὴ θέλῃ, καὶ κωλῦσαί γ' αὐτὰ τῷ τεχνίτῃ παντάπασιν ἀδύνατον ἅπαξ γε τὴν ὑγίειαν ἐργασαμένῳ, αὐτὴν μέντοι τὴν ὑγίειαν ἐπ' αὐτῷ κωλύειν ἐστίν. εἰ δέ γέ πῃ διαφθείρειεν αὐτήν, οὐκ ἔστιν ἐπ' αὐτῷ τὴν κατὰ φύσιν ἐνέργειαν ἢ τὸ κάλλος ἐκπορίσαι τῷ σώματι. τὴν οὖν περὶ τὸ σῶμα τέχνην, ἥτις ἂν ᾖ, περὶ μὲν τὴν ὑγίειαν ἁπάντων πρώτην τε καὶ καθ' ἑαυτὴν πραγματεύεσθαι φατέον, ἐφεξῆς δὲ κατά τι συμβεβηκὸς τήν τ' ἐνέργειαν καὶ τὸ κάλλος, οὐ μὴν ἀτελές γέ τι τούτων οὐδὲν οὐδ' ἐλλιπές, ἀλλὰ τέλεά τε καὶ πλήρη καὶ ἄκρα. ὅπως μὲν οὖν ἐστι πολλὰ τοῦ σώματος ἀγαθὰ καὶ πῶς ἓν ὅτι τε μὴ πάντων ὡσαύτως ἡ περὶ τὸ σῶμα τέχνη πεφρόντικεν, ἀλλὰ τοῦ μὲν καθ' αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός, αὐτάρκως δέδεικται.
Διὰ τί δ' οὐκ ἐνδέχεται κατ' οὐδεμίαν ὕλην ἄλλην μὲν τέχνην τοῦ τέλους δημιουργόν, [835] ἑτέραν δ' εἶναι τὴν φυλάττουσαν, ἤδη καὶ ταῦτα πειράσομαι δεικνύναι. καὶ πρῶτον μὲν ὡς οὐδὲ τὸ παράδειγμα αὐτοῖς ὁμολογεῖ τὸ σφέτερον, ἐπιδείξω, μετὰ ταῦτα δ' ὡς οὐδ' ἡ τῶν πραγμάτων αὐτῶν φύσις. εἴπερ γὰρ ἄλλης μέν ἐστι τέχνης ὑπόδημα ποιήσασθαι, τὸ δ' ἠπήσασθαι τοῦτο παθὸν ἑτέρας, οὔπω τὴν τρίτην ἐνταῦθα τέχνην ἐπέδειξαν ἡμῖν τὴν φυλακτικήν. ὡσαύτως δὲ κἀπὶ τῶν ἱματίων, εἴπερ ἑτέρας μέν ἐστι τέχνης ἠπήσασθαι, δημιουργῆσαι δ' ἑτέρας, ἡ τρίτη κἀνταῦθα τίς ἐστιν ἡ φυλακτική, λέγειν οὐχ ἕξουσιν. ἐπὶ μὲν γὰρ τῶν ἡμετέρων σωμάτων καὶ ὅλως τῶν ὑπὸ φύσεως διοικουμένων ἡ μὲν οἷον δημιουργὸς ἡ φύσις ἐστὶν ἀνάλογον ὑφαντικῇ τε καὶ σκυτοτομικῇ, τὸ πονῆσαν δ' ἐπανορθοῦται γεωργός τε καὶ ἰατρός, ἀνάλογον αὖ καὶ οἵδε τῷ ῥάπτοντι τὰ ἱμάτια καὶ τῷ τὰ παλαιὰ τῶν ὑποδημάτων ἐπανορθουμένῳ. τὸ δὲ φυλάττειν ἱμάτιον ἢ ὑπόδημα καταθέμενον ἐπὶ τῆς οἰκίας, ὅπως μὴ κλαπείη πρός τινος ἢ ὑπὸ μυῶν καταβρωθείη, τάχα μὲν οὐδὲ τέχνης ἐστὶν οὐδεμιᾶς [836] ἀλλ' ἐπιμελείας μόνης. εἰ δ' ἄρα καὶ τέχνην τινὲς εἶναι βούλονται φυλακτικὴν αὐτῶν, αἱ τοιαῦται τέχναι τοῖς ἀνθρώποις ἡ στρατηγική τ' εἰσὶ καὶ ἡ πολιτικὴ καὶ πρὸς ταύταις ἥ τε τῶν θυρωρῶν, εἰ βούλει, καὶ τῶν ἄλλων φυλάκων. ἵνα γὰρ μήτ' ἐπὶ τοῖς πολεμίοις ὦμεν ἢ ὅλως τοῖς πονηροῖς ἀνθρώποις μήτ' ἐπὶ τοῖς θηρίοις, οἰκίας τε καὶ πόλεις οἰκοδομησάμεθα καὶ τείχη περιεβαλόμεθα καὶ στρατηγοὺς καὶ ἄρχοντας ἀπεδείξαμεν, ἀλλ' οὐ τοιαύτην τιν' ἐζητοῦμεν τέχνην ὑγιείας φυλακτικήν, ἀλλ' ἥτις οἶμαι περὶ τὸ σῶμα τοῦ ἀνθρώπου πραγματευομένη τι, μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ' αὑτό, σῶον αὐτὸ καὶ ὑγιαῖνον ἀποδείκνυσιν. ἑκάστη δὲ τῶν νῦν εἰρημένων οὐκ αὐτὴ καθ' αὑτὴν ὑγιείας ἐστὶ φύλαξ, ἀλλ' ἐπειδὴ συμβέβηκεν τῷ μὴ σφαγέντι μηδ' ὑπὸ θηρίου καταβρωθέντι φυλάττεσθαι τὴν ὑγίειαν, ὥσπερ οὖν καὶ ὅλην τὴν ζωήν, διὰ τοῦτο κατά τι συμβεβηκός, οὐ πρώτως οὐδὲ κατὰ τὸν ἴδιον λόγον, ἑκάστη τῶν τοιούτων τεχνῶν ὑγιείας γίγνεται φύλαξ.
Ἡ πρώτη οὖν ὑγίειαν φυλάττουσα [837] κατὰ τὸν ἑαυτῆς λόγον ἐν τίσιν ἕξει τὴν πραγματείαν; ἐμοὶ μὲν δοκεῖ μήτ' ἐν τοῖς οὐκ ἐξ ἀνάγκης ὁμιλοῦσι τῷ σώματι μήτ' [ἐξ ἀνάγκης] ἐν τοῖς οὐδὲν διατιθεῖσιν, ἀλλ' ἐν οἷς διατρίβει πάντως τὸ σῶμα, κἂν ἡμεῖς μὴ βουλώμεθα, καὶ τούτων τοῖς ὠφελεῖν ἢ βλάπτειν δυναμένοις, ἐν τούτοις τε καὶ περὶ ταῦτα πραγματεύεσθαι. ξίφεσι μὲν οὖν καὶ θηρίοις καὶ κρημνοῖς καὶ βρόχοις οὐκ ἐξ ἀνάγκης περιπίπτει τὸ σῶμα, ἀλλὰ τῷ περιέχοντι ἀέρι κατὰ διττὸν τρόπον ἐξ ἀνάγκης ὁμιλεῖ καὶ πάντη περικεχυμένῳ καὶ διὰ τῆς εἰσπνοῆς ἑλκομένῳ. καὶ μὲν δὴ καὶ ὕπνος καὶ ἐγρήγορσις ἡσυχία τε καὶ κίνησις ἐκ τῶν τοιούτων ἐστίν· ἀνάγκη γὰρ ἢ ὑπνοῦν ἢ ἐγρηγορέναι ἢ ἡσυχάζειν ἢ κινεῖσθαι, ὥσπερ οὖν καὶ λιμώττειν ἢ ἐσθίειν καὶ διψῆν ἢ πίνειν ἤ τινα μεταξὺ τούτων ἔχειν κατάστασιν. αἱ δὲ τῆς κοίτης διαφοραὶ καὶ τῶν ἱματίων οὐκ ἀναγκαῖαι πᾶσαι· κλίνη γὰρ ἐλεφαντόπους οὐδὲν οὔτ' ὠφελεῖ τὴν ὑγίειαν οὔτε [838] βλάπτει, κατὰ ταὐτὰ δὲ καὶ σκίμπους εὐτελὴς ἢ ἱματίοις εὐτελέσιν ἢ πολυτελέσιν ἢ τοῖς σκεύεσιν ὑαλίνοις ἢ χρυσοῖς ἢ ἀργυροῖς ἢ ξυλίνοις χρῆσθαι καὶ παῖδας ἔχειν εὐμόρφους ἢ αἰσχροὺς τοὺς ὑπηρετουμένους ἢ μηδ' ὅλως ἔχειν ἀλλ' ἑαυτῷ διακονεῖσθαι. ταῦτα μὲν γὰρ οὐδὲν οὔτ' ὠφελεῖν οὔτε βλάπτειν ἡμᾶς πέφυκεν οὔτε καθ' ἑαυτὰ καὶ πρώτως οὔτε κατὰ συμβεβηκός. ἀὴρ δὲ θερμὸς ἢ ψυχρὸς ἐδέσματά τε καὶ πόματα καὶ ἠρεμία καὶ κίνησις ἐγρήγορσίς τε καὶ ὕπνος ἐξ ἀνάγκης ὠφελεῖ καὶ βλάπτει κατὰ τὴν ἑαυτῶν δύναμιν· ἱμάτιον δὲ τρύχινον ἐν χειμῶνι καὶ βαρὺ καὶ πνιγῶδες ἐν [τῷ] θέρει βλάπτει μὲν ‹οὐκ› ἐξ ἀνάγκης ἀλλὰ κατὰ συμβεβηκός, ὅτι κρύει καὶ θάλπει τιμωρεῖται.
Ταῦτ' οὖν, ὅσα καθ' αὑτὰ δύναμιν ἔχει βλάβης τινὸς ἢ ὠφελείας, ὁ τῆς ὑγιείας προνοούμενος ἐπισκοπεῖται. πῶς καὶ τίνα τρόπον; ἐπειδὰν μὲν ἱκανῶς ἤδη τὸ σῶμα κενώσεως ἔχῃ καὶ κίνδυνος ἥκῃ βλάβης αἰσθητῆς, τρέφεσθαι κελεύων, ἐπειδὰν δὲ ξηραίνηται [839] μᾶλλον τοῦ μετρίου καὶ κίνδυνος ᾖ κἀντεῦθεν ἤδη βλαβῆναι, πίνειν ἀξιῶν· οὕτω δὲ καὶ γυμνάζων μέν, ἐπειδὰν ῥῶσαι μὲν βούληται τὴν διοικοῦσαν ἡμᾶς δύναμιν, ἐκκαθῆραι δὲ τοὺς κατὰ λεπτὸν πόρους, ἡσυχάζειν δὲ προστάττων, ἐπειδὰν ἤτοι κάμνειν πρὸς τῶν γυμνασίων αἴσθηται ἢ διαφορεῖσθαι τὸ σῶμα πέρα τοῦ προσήκοντος, ἀλλὰ καὶ τὴν γαστέρα λαπάττων μέν, ἢν ἴσχηται, κατέχων δέ, ἢν ἐκταράττηται, καὶ τἆλλα δὴ πάντα κατὰ τὸν αὐτὸν τρόπον ἕκαστα πραγματευόμενος, ἐν κεφαλαίῳ τῷδε προσέχων τὸν νοῦν, ἐπειδὰν μὲν ἀκριβῶς ὑγιεινῶς ἔχῃ τὸ σῶμα, μηδὲν νεωτερίζειν, ἐπειδὰν δὲ κατά τι τῆς ἀκριβοῦς ἐξιστῆται συμμετρίας, εὐθὺς ἀντεισάγειν τὸ λεῖπον, πρὶν μεγάλην γενέσθαι τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπήν, ὥσπερ ἂν εἰ τὰς κρόκας ἐκρεούσας ἱματίου τινὸς οὐχ ἅμα πάσας οὐδ' ἀθρόας ἀλλὰ καθ' ἑκάστην ἡμέραν μίαν ὁ τοῦτ' ἔργον πεποιημένος ἰῷτο παρεδρεύων, ὡς λανθάνειν τοὺς πολλοὺς τὴν ἐπανόρθωσιν ὑπὸ σμικρότητος. τοιοῦτον γάρ τινα χρὴ καὶ τὸν τοῖς ὑγιαίνουσιν ἐφεστῶτα [840] τεχνίτην εἶναι σμικρᾶς διαφθορᾶς καὶ βλάβης αἰσθητικόν θ' ἅμα καὶ ἐπανορθωτικόν. εἰ δέ γ' ἀπαθὲς ἔμενε πάντη τὸ σῶμα καὶ τοιοῦτον, οἷόνπερ ὁ ποιήσας αὐτὸ τεχνίτης ἀπέλιπεν, οὐκ ἂν ἐδεῖτο τοῦ διὰ παντὸς ἐπανορθουμένου. νυνὶ δ' ἐπειδὴ διαρρεῖ τε καὶ φθείρεται, δεῖταί τινος ἐπιστάτου παρεδρεύοντος, ὃς καὶ γνωριεῖ τὸ κενούμενον ὁποῖόν τ' ἐστὶ καὶ ὁπόσον ἰάσεταί τε παραχρῆμα τοιοῦτόν τε καὶ τοσοῦτον ἕτερον ἀντεισάγων. ἀπορρεῖ τὸ κατὰ φύσιν ὑγρόν· ἐπάρδειν χρὴ τὴν ἴσην ὑγρότητα πόμα παρέχοντα. διαφορεῖται τὸ θερμόν· ἀντεισάγειν χρὴ τοσοῦτον ἕτερον. ἐκκενοῦται τὸ ξηρόν· ἤδη καιρὸς τρέφειν· ἑνὶ λόγῳ τὸ διαφορούμενον καὶ ἀπολλύμενον ἐπανορθοῦσθαι κατὰ βραχὺ πρὸ τοῦ τοῖς πολλοῖς γενέσθαι κατάφωρον.
Ὥσπερ οὖν εἰ δύο τινὲ πίθω νοήσαις τετρημένω πολλαχόθι, μεστὼ μὲν ἄμφω τὰ πρῶτα, κενουμένω δ' ὁμοίως ὑπὸ τῶν ἐκροῶν, εἴη δὲ τῷ μὲν ἐπιστατῶν τις ἀεὶ προσεδρεύων· ἐπαντλῶν ἴσον ἑκάστοτε [841] τῷ κενουμένῳ, θατέρῳ δέ, πρὶν ‹ἂν› ἱκανῶς ἐκκενωθῇ, μηδεὶς παρείη, τηνικαῦτα δ' ἐξαίφνης ἐπιστάς τις ἀθρόως πληρώσειεν, εὔδηλον, ὡς τὸν μὲν ἕτερον τῶν πίθων οὐδέποτε ἐκκενοῦσθαί τε καὶ πληροῦσθαι, τὸν δ' ἕτερον ἄμφω ταῦτα πάσχειν οἱ πολλοὶ τῶν θεωμένων ἐροῦσιν, οὕτως ἔχει κἀπὶ τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωμάτων. ἐπανορθοῦται μὲν ἄμφω ταῦτα μία τέχνη καθ' ἕνα τρόπον ἀντεισάγουσα τὸ λεῖπον, ἡ διαφορὰ δ' ἐν τῷ ποσῷ τῆς ἐπανορθώσεως, οὐκ ἐν τῷ ποιῷ.
Καὶ μὴν ἡ κατὰ τὸ ποσὸν ἐν τοῖς γιγνομένοις διαφορὰ μιᾶς ἐστι τέχνης· εἰ δέ γ' ἄλλης ἔσεσθαι μέλλοι, πάντως χρὴ παραλλάξαι τῷ ποιῷ. εἰ δ', ὅτι τοῦ μὲν ἔφθασεν ἐκρυῆναι πολλά, πρὶν ἀφικέσθαι τὸν τεχνίτην, ὁ δ' ἕτερος ἀεὶ παρεδρεύοντος εὐτυχήσας αὑτῷ μεστὸς διαφυλάττεται, τούτου χάριν ἡγῇ διττὸν εἶναι τὸν τρόπον τῆς ἐπανορθώσεως, οὐκ ὀρθῶς ἔγνωκας· οὐ γὰρ ἄλλη μὲν τέχνη μίαν [842] ἀντεισάγει κρόκην ἐκρυεῖσαν, ἄλλη δὲ τρεῖς ἢ τέτταρας ἢ πεντακοσίας οὐδ' ἄλλη μὲν τέχνη σμικρόν τι τοῦ τοίχου πονῆσαν ἐπανορθοῦται, μεῖζον δ' αὐτοῦ πάθος ἑτέραν ἐπιζητεῖ τέχνην· καθόλου γὰρ ᾧ τρόπῳ γέγονεν ἕκαστον τῶν ὄντων, τούτῳ καὶ φθειρόμενον ἐπανορθοῦται. κρόκαι στήμοσι διαπλακεῖσαι ποιοῦσιν ἱμάτιον. ἆρ' οὖν ἢ παθεῖν ἔξω τούτων ἱμάτιον ἢ ἰαθῆναι δυνατόν; δεῖ δὴ πάντως, εἴ γε πάσχει τι πάθος, ἤτοι στήμονα παθεῖν ἢ κρόκην ἢ συναμφότερα ἴασίν τε μίαν εἶναι τῆς κρόκης ἀεὶ διαπλεκομένης τῷ στήμονι μιμήσει τῆς γενέσεως.
Ἀλλ' αἱ κατὰ μέρος ἐνέργειαι τοὺς πολλοὺς ἐξαπατῶσιν οὐ δυναμένους θεάσασθαι τὸ καθόλου· μεθόδου γὰρ ἤδη λογικῆς τὸ τοιοῦτον, ἣν οὔτ' ἔμαθον οὔτ' ἤσκησαν οἱ τολμῶντες ἑκάστης ἡμέρας εἰς τὰ προβλήματα λέγειν. ἄμεινον γὰρ ἦν, εἴπερ ᾔδεσαν ἐκείνην, διδάξαι τοὺς μαθητὰς ἅπαξ, οὐ μυρία προβλήματα διέρχεσθαι. ὁ μὲν γὰρ ἐκείνην μαθὼν οὐδὲν ἔτι δεῖται τῶν μυρίων ἑαυτῷ γε πάντα καλῶς [843] διαιρεῖσθαι δυνάμενος, ὁ δ' ἀγνοῶν ἔτι τὴν μέθοδον πρὸς τῷ μὴ γιγνώσκειν, εἰ κακῶς εἴρηται τὰ μυρία, παμπόλλων ἔτι προβλημάτων, ὧν οὐκ ἀκήκοεν, ἐπιδεής ἐστιν. ἀλλὰ τοῦτο μὲν ὁδοῦ τι πάρεργον ἡμῖν εἰρήσθω πρός γε τοὺς ἑκάστης ἡμέρας εἰς τὰ προβλήματα λέγοντας τοῖς μαθηταῖς, οὔτε δ' αὐτοὺς εἰδότας, ὅ τι λέγουσιν, ἔστ' ἂν ἀμαθεῖς θ' ἅμα καὶ ἀγύμναστοι θεωρίας ὑπάρχωσι λογικῆς, ἐξαπατῶντάς τε τοὺς μαθητὰς ἀγνοίᾳ τοῦ κριτηρίου. καὶ γὰρ οὖν κἀνταῦθα πότερον ταῖς κατὰ μέρος ἐνεργείαις ἢ ταῖς καθόλου διακριτέον ἐστὶ τὰς τέχνας ἀπ' ἀλλήλων, ἢ τοῦτο μὲν οὐχί, τοῖς σκοποῖς δὲ καὶ τοῖς τέλεσιν ἢ μηδὲ τούτοις, ἀλλὰ ταῖς ὕλαις τε καὶ τοῖς ὀργάνοις καὶ ταῖς ἀρχαῖς καὶ τῇ θεωρίᾳ, μηδ' ὅλως σκεψάμενοι ληροῦσιν ὑπὲρ ὧν οὐκ ἴσασιν. ἄμεινον οὖν ἴσως ἐστὶ καὶ ἡμᾶς, ἐπειδήπερ ἅπαξ ὑπέστημέν σοι τὸν ἆθλον τοῦτον ἐκτελέσαι, διελθεῖν τι καὶ περὶ τῶν ῥηθέντων ἁπάντων ὡς οἷόν τε διὰ βραχυτάτων ἀρξαμένους αὖθις ἀπὸ τῶν κατὰ μέρος ἐνεργειῶν.
Ἔστιν οὖν τις ἐνέργεια κατὰ μέρος, ᾗ χρώμενοι τὰ βλέφαρα τῶν ὀφθαλμῶν ἀναρράπτομεν, [844] ἑτέρα δὲ τῇδε μηδὲν ἐοικυῖα, δι' ἧς ὑποχύματα παράγομεν, ἄλλαι δὲ τρίτη καὶ τετάρτη μήτ' ἀλλήλαις τι μήτε ταῖσδε προσεοικυῖαι, καθ' ἃς ὀστοῦν κατεαγὸς ἐκ μὲν τῆς κεφαλῆς ἐκκόπτομεν, ἐν ἄλλῳ δὲ μέρει τοῦ σώματος, οἷον βραχίονι καὶ πήχει, κατατείναντές τε καὶ διαπλάσαντες ἐπιδοῦμεν. ὧν ἁπασῶν ἐνεργειῶν ἀποκεχώρηκε πάμπολυ κήλης χειρουργία καὶ ταύτης ἡ τῶν κιρσῶν καὶ πασῶν ὁμοῦ τῶν εἰρημένων ἡ τοῦ κατὰ τὴν κύστιν λίθου. καὶ τούτων μὲν ἔτι τὰ πλεῖστα μετὰ σμίλης ἐνεργοῦμεν· ὑπαλεῖψαι δ' ὀφθαλμὸν ἢ ἄρθρον ἐμβαλεῖν ἢ καταπλάσαι τι μέρος ἢ καθετῆρι χρῆσθαι καλῶς ἢ σικύαν κολλῆσαι γίγνεται μὲν ἄνευ σμίλης, ἀποκεχώρηκε δὲ καὶ ἀλλήλων πάμπολυ καὶ τῶν προειρημένων, ὥσπερ γε καὶ τὸ φλέβα τεμεῖν καὶ ἀρτηρίαν διελεῖν καὶ ἀποσχάσαι τὸ δέρμα καὶ παρακεντῆσαι τοὺς ὑδεριῶντας ἀλλήλων διενήνοχε καὶ συμπάντων τῶν προειρημένων. καὶ αὗται μὲν ἔτι καὶ πρὸς ταύταις ἕτεραι μυρίαι χειρουργίαι τινὲς ἐνεργοῦνται [845] δι' αὐτῶν ‹τῶν χειρῶν›. τῶν δὲ φαρμακευόντων ὅλως ἕτερον τὸ γένος ἀλλήλων τε καὶ προσέτι τῶν κατὰ χειρουργίαν· οὐδὲν γὰρ ἔοικεν ἑλλεβόρου πόσις καὶ ἐδωδὴ σιτίων οὐδ' ἀσιτία κλυστῆρι καὶ τρῖψις λουτρῷ. τούτων δ' ἐπὶ πλέον ἀποκεχώρηκεν ἕλκος πλῦναί τε καὶ καθῆραι καὶ φάρμακον ὑγρὸν ἐπιθεῖναι καὶ αὖθις ξηρὸν αἰωρηθῆναί τε καὶ περιπατῆσαι καὶ παλαῖσαι καὶ σκαμμωνίαν ἢ μελίκρατον πιεῖν. οἷς ἅπασιν οὐδὲν ἔοικεν ἡ τῶν σφυγμῶν τε καὶ τῆς θερμασίας διάγνωσις, καίτοι δι' ἄκρων τῶν χειρῶν ἐνεργοῦμεν, καθάπερ οἶμαι καὶ ἡ τῶν ἐν τοῖς ἀφισταμένοις μέρεσι περιεχομένων ὑγρῶν ἢ τῶν ὄγκων τῶν ὑδερικῶν ἢ γαγγλίων ἢ ἀθερωμάτων ἢ μελικηρίδων ἢ στεατωμάτων· οὐ γὰρ ταῖς αὐταῖς ἐπιβολαῖς τε καὶ κινήσεσι τῶν δακτύλων καὶ μεταγωγαῖς καὶ θλίψεσιν ἀλλ' ἐνίοτε πάμπολυ διαφερούσαις ἐπὶ τῶν εἰρημένων χρώμεθα. κινδυνεύομεν γοῦν ὅλης ἡμέρας οὐδὲν ἄλλο λέγειν ἢ τῶν ἐνεργειῶν τὰς διαφοράς· οὕτω πάμπολυ τὸ πλῆθος αὐτῶν ἐστιν.
[846] Ἀλλ' ἤδη κἀκ τούτων ἱκανῶς ἄν τις γνωρίζοι, πηλίκον ἁμαρτάνουσιν, ὅσοι ταῖς κατὰ μέρος ἐνεργείαις ἡγοῦνται χρῆναι διακρίνειν τὰς τέχνας. οὐδεὶς γοῦν οὕτως ἠλίθιος οὐδ' ἔμπληκτός ἐστιν, ὃς ἀφαιρήσεται μὲν τῆς ἰατρικῆς τὰς εἰρημένας ἐνεργείας, ἄλλην δέ τινα καθ' ἑκάστην αὐτῶν ἐπιστήσει τέχνην ἤτοι κηλοτομικήν, ὡς νῦν ὀνομάζουσί τινες, ἢ λιθοτομικὴν ἢ παρακεντητικήν. εἰ γὰρ καὶ ὅτι μάλιστα τόνδε μέν τινα κηλοτόμον εἶναί φασι, παρακεντητὴν δὲ τόνδε, λιθοτόμον δὲ τόνδε, πάντας γοῦν ἰατροὺς αὐτοὺς ὀνομάζουσιν, ὥσπερ οἶμαι καὶ τοὺς ἀπὸ μορίων τινῶν ὠνομασμένους, ὧν ἐξαιρέτως προνοοῦνται. καὶ γὰρ οὖν καὶ τούτους ὀφθαλμικούς τε καὶ ὠτικοὺς καὶ ὀδοντικοὺς ἰατροὺς ὀνομάζουσιν, ἑτέρους δ' ἀπὸ τῆς ὕλης προσηγόρευσαν ἤτοι διαιτητικοὺς καὶ φαρμακευτικοὺς ἢ καὶ νὴ Δία βοτανικούς· εἰσὶ δ' οἳ καὶ οἰνοδότας καὶ ἑλλεβοροδότας ἰατρούς τινας ἐκάλεσαν ἐκ τοῦ πολλάκις αὐτοὺς θεάσασθαι ταῖς τοιαύταις ὕλαις [847] χρωμένους. ἔχουσι γὰρ οἶμαι λογικὰς ἀρχὰς ἅπαντες ἄνθρωποι φύσει καὶ γιγνώσκουσιν οἱ μὲν μᾶλλον, οἱ δ' ἧττον, ὡς ἔστι μέν τι καὶ ταὐτὸν ἐν ταῖς ἐνεργείαις, ἔστι δέ τι καὶ διαφέρον. οὗ μὲν οὖν ἕνεκα γίγνονται, ταὐτόν [ὑγεία παρὰ πᾶσιν ὁ σκοπός], ὁ τρόπος δ' οὐχ εἷς ἁπασῶν, ἀλλ' εἰς ἀριθμὸν ἐξήκει πάμπολυν. εἰ μὲν δή τις, ὥσπερ καὶ Πλάτων ἑκάστου τὸν τρόπον τε καὶ καθόλου σκοπὸν μίαν ἐπιστήσας τέχνην, εἶτ' εἰς εἴδη τε καὶ διαφορὰς τέμνων αὐτὴν αὖθις ἐκείνων τῶν τμημάτων ἕκαστον ὀνομάζει τέχνην, οὕτω καὶ αὐτὸς ἐθελήσειε διαιτητικήν τινα καὶ φαρμακευτικὴν καὶ χειρουργικὴν ὀνομάζειν τέχνην, οὐκ ἂν ἔχοιμι τούτῳ γ' οὐδὲν ἐγκαλεῖν. οὕτω δὲ κἂν εἰ τῶν εἰρημένων ἕκαστον τέμνων, οἷον τὴν δίαιταν εἴς τε τὰ προσφερόμενα καὶ κενούμενα καὶ ποιούμενα καὶ ἔξωθεν προσπίπτοντα, καθ' ἕκαστον αὐτῶν ἰδίαν τινὰ τέχνην ἐπιστήσειεν, οὐδ' ἂν τούτῳ τι μεμψαίμην. οὐδὲ γὰρ οὐδ' εἰ πάλιν αὐτὰ ταῦτα κατατέμνοι πολυειδῶς ἄχρι τῶν κατὰ μέρος, οὐκ ἂν κωλύσαιμι λέγειν αὐτόν, ὡς [848] ἐν τοῖς προσφερομένοις ἄλλη μέν ἐστι τέχνη φαρμάκων, ἄλλη δ' ἐδεσμάτων, ἄλλη δὲ πομάτων, καὶ καθ' ἕκαστον αὐτῶν ἐδέσματος τοῦδε καὶ τοῦδε καὶ πόματος τοῦδε καὶ τοῦδε καὶ φαρμάκου τοῦδε καὶ τοῦδε συγχωρήσαιμ' ἂν ἰδίαν εἶναι λέγειν τὴν τέχνην· εἰ δ' οἴεται ταύτας ἀλλήλων διαφέρειν τὰς τέχνας, ὡς ἀριθμητικήν, εἰ τύχοι, ῥητορικῆς ἢ ταύτην οἰκοδομικῆς τε καὶ τεκτονικῆς, οὐκ ἂν ἔτι συγχωρήσαιμι. ταύταις μὲν γὰρ οὐδείς ἐστι σκοπὸς κοινός, ἐκείναις δὲ ταῖς ὀλίγον ἔμπροσθεν εἰρημέναις εἷς κοινὸς ἁπάσαις πρόκειται σκοπός, ὑγίεια. ὥσπερ οὖν ἐπὶ τῆς ῥητορικῆς, μιᾶς οὔσης τέχνης, ἄλλην μέν τινα προοιμίου, διηγήσεως δ' ἄλλην καὶ πίστεών γε καὶ τῶν καλουμένων ἐπιλόγων ἄλλην εἶναι συγχωρήσω τέχνην, εἴ μοι μόνον ἕν γε τοῦτο φυλάττοιτο, μιᾶς εἶναι τέχνης αὐτά, εἴτ' εἴδη βούλει καλεῖν εἴτε μέρη, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἔχει κἀπὶ τῆς ἰατρικῆς· ἄλλην μέν τινα τέχνην ἐρῶ χειρουργικήν, ἄλλην δὲ διαιτητικήν, ἄλλην δὲ φαρμακευτικήν, εἰ τοῦθ' ἕν μοι φυλάττοιτο μόνον, ὡς εἷς ταύταις ἁπάσαις σκοπός, δι' ὃν ἀναγκάζονται [849] μιᾶς εἶναι τέχνης μόρια. τὰ γοῦν ἀνομοιότατα συνάγειν οὗτος φαίνεται καὶ συνδεῖν καὶ ἀναγκάζειν εἰς μίαν ἅπαντα τέχνην συντελεῖν. ἐκκόπτει τις ἢ ἀποκόπτει τὸ σεσηπός, ἄλλος δ' ἀνατρέφει τε καὶ σαρκοῖ τὸ κοῖλον. ἐναντία μὲν οὕτως καὶ πάντη διαφέροντα δόξει τὰ πράγμαθ' ὑπάρχειν. αἵ τε γὰρ ἐνέργειαι διαφέρουσι πολὺ καὶ τὸ γιγνόμενον ὑπ' αὐτῶν ἐναντίον. ὁ μὲν γὰρ [καὶ] τῶν ὄντων ἀφαιρεῖ τι, τῷ δ' ἔργον γεννῆσαί τιν' οὐσίαν οὐκ οὖσαν. ἀλλ' οὐδετέρῳ γε τοῦτ' αὐτὸ πρόκειται καθ' αὑτό, τῷ μὲν ἐκκόψαι τι, τῷ δὲ γεννῆσαι, ὥσπερ οὐδὲ καῦσαί τι καὶ τεμεῖν οὐδ' ἄλλο τῶν πάντων οὐδὲν αὐτὸ δι' ἑαυτὸ μεταχειρίζεταί τις, ἀλλ' ὡς ἄνευ τούτου τυχεῖν ὑγιείας οὐ δυνάμενος, ἐφ' ἣν ἐπείγονται μὲν ἅπαντες, οὐ μὴν ταῖς αὐταῖς ὁδοῖς χρώμενοι. διὰ μὲν δὴ τὸ κοινὸν τοῦ σκοποῦ πάντες ἰατροὶ καλοῦνται, διὰ δὲ τὸ τῆς ἐνεργείας ἢ τῆς ὕλης ἢ τοῦ μορίου διάφορον ἤτοι χειρουργὸς ἢ φαρμακευτὴς ἢ ὀφθαλμικός, χειρουργὸς μὲν ἀπὸ τῆς ἐνεργείας, φαρμακευτὴς δ' ἀπὸ τῆς ὕλης, [850] ὀφθαλμικὸς δ' ἀπὸ τοῦ μορίου. τῷ γὰρ καὶ τὰ μόρια θεραπευόμενα διαφέρειν ἀλλήλων οὐκ ὀλίγον αὐτούς τε τοὺς θεραπεύοντας ἐνεργείαις τε καὶ ὕλαις χρῆσθαι διαφόροις οἱ μὲν ἀπὸ τῶν ἐνεργειῶν, οἱ δ' ἀπὸ τῶν μορίων, οἱ δ' ἀπὸ τῶν ὑλῶν ὠνομάσθησαν ὀφθαλμικοί τε καὶ χειρουργικοὶ καὶ φαρμακευταί, κοινῇ δ' ἅπαντες ἀπὸ τοῦ τέλους ἰατροί. δέδεικται γὰρ ἔμπροσθεν, ὡς ἅπασα τέχνη περὶ τὸ τῆς ὑποβεβλημένης οὐσίας ἀγαθὸν ἔσπευκεν, ἔνθ' ἕν τι καθ' ἑκάστην αὐτῶν ἐστι τὸ πρῶτον ἀγαθόν. εἰ δ', ὅτι καλῶς ἀναρράπτων ὅδε τις τὰ βλέφαρα κακῶς, εἰ τύχοι, φαρμακεύει καί τις ἄριστος ὢν ἐν φαρμακείᾳ διαιτᾶν ὀρθῶς οὐκ ἐπίσταται καὶ τοῦτ' ἄλλος ἠσκηκὼς οὐκ ἐγυμνάσατο τὰς χεῖρας, ἑτέρας ἀλλήλων πάντη τὰς τέχνας ὑποληψόμεθα, πρῶτον μὲν οὐ τρεῖς μόνον ἀλλὰ καὶ τριακοσίας οὕτω γε ποιήσομεν· ὁ μὲν γάρ τις καθετῆρι χρῆται καλῶς, ὁ δὲ κλυστῆρι, φλεβοτομεῖ δ' ἄλλος, ἀρτηριοτομεῖ δ' ἕτερος· εἶθ' ὅταν εὑρεθῇ τις ἅπαντα καλῶς ποιῶν, οὕτως αὖ πάλιν ἅπασαι μία γενήσονται.
[851] καὶ μὴν ἑκατέρως μοχθηρόν, ἢ διὰ τὴν ἀφυΐαν τῶν τεχνιτῶν εἰς πολλὰς κατακερματίζειν τὴν μίαν ἢ διὰ τὴν εὐφυΐαν εἰς μίαν ἀνάγειν τὰς πολλάς. ὁ μὲν γὰρ πρότερος λόγος οὔτε τὴν ῥητορικὴν ἐάσει μίαν εἶναι τέχνην οὔτε τὴν ἀριθμητικὴν ἢ γεωμετρίαν ἢ μουσικὴν οὐδ' ἄλλην τινὰ τῶν ἀξιολόγων, ἃς διὰ τὸ μέγεθος οἱ πολλοὶ τῶν μεταχειριζομένων ἀδυνατοῦσιν ὅλας ἐκμανθάνειν· ὁ δὲ δεύτερος εἰς μίαν ἀνάξει τέχνην ἐνίοτε τὰς μηδαμῶς κοινωνούσας· εἰ γὰρ ὁ αὐτὸς ἄνθρωπος ἀριθμητικός θ' ἅμα καὶ γραμματικὸς εἴη καὶ φιλόσοφος, ἐξέσται τινὶ μιᾶς εἶναι νομίζειν ἁπάσας μόρια.
Μὴ τοίνυν μήτε τῷ πλήθει τῶν ἐργαζομένων τὰς τέχνας ἀλλὰ τοῖς προκειμένοις σκοποῖς διαιρώμεθα μήτ' εἰς τὰς κατὰ μέρος ἐνεργείας ἀποβλέπωμεν ἀλλ' εἰς τὰς καθόλου. κοινὸν γὰρ ἓν ἐπὶ πάσαις ταῖς κατὰ μέρος ἐνεργείαις ἑκάστῃ τῶν τεχνῶν εὑρήσεις τι· διὸ καίτοι πάμπολυ δοκοῦσαι διαφέρειν ὅμως οὐ κεκώλυνται μιᾶς εἶναι τέχνης μόρια. τὸ γοῦν [852] ὑφαίνειν ἱμάτιον οὐδὲν ἄλλ' ἐστὶν ἢ κρόκας στήμοσι διαπλέκειν. ἆρ' οὖν ἕτερόν τι τοῦδε τὸ ῥάπτειν ἐστίν; οὐδαμῶς, ἀλλὰ κἀν τούτῳ διαπλέκονται κρόκαι στήμοσιν. ὡς εἴ γε καὶ κατ' ἀρχὰς εὐθὺς ἐβούλετό τις ἄνευ τῆς ὑφαντικῆς ἐνεργείας ἑτέρῳ τρόπῳ διαπλέξαι τὰς κρόκας τοῖς στήμοσιν, ἤτοι καθ' ὃν νῦν ἠπῶνται τὰ ῥαγέντα τῶν ἱματίων ἢ καθ' ὃν τοὺς ταλάρους ἢ τὰς σπυρίδας ἢ τὰ δίκτυα πλέκουσιν, ἐποίησε μὲν ἂν οὐδὲν ἧττον ἱμάτιον, ἀλλ' ἐν χρόνῳ παμπόλλῳ. στοχαζόμενοι τοίνυν οὐχ ἁπλῶς τοῦ τέλους, ἀλλὰ τοῦ θᾶττον ἐξικέσθαι πρὸς αὐτὸ τὴν διὰ τῶν ἱστῶν ἐπενόησαν ὑφαντικὴν οὐκ ἐν τῷ καθόλου τῶν εἰρημένων διαλλάττουσαν ἀλλ' ἐν τῷ κατὰ μέρος. οὕτω δὲ κἀπὶ τῆς ἰατρικῆς ἀνάριθμα μὲν οὖν ὡς οὕτω φάναι τὰ κατὰ μέρος, ἀλλὰ τό γε καθόλου πᾶσιν ἔργον κοινόν· ὅ τε γὰρ ἀφαιρῶν τι τοῦ σώματος ὡς περιττὸν ὅ τε προστιθεὶς ὡς λεῖπον ἓν ἄμφω ποιοῦσι καθόλου τὴν κατὰ φύσιν ἐκπορίζοντες τῷ σώματι συμμετρίαν, ἥτις ἦν ὑγίεια· οὕτω δὲ καὶ ὁ θερμαίνων καὶ ὁ ψύχων καὶ ὁ ξηραίνων καὶ ὁ ὑγραίνων.
[853] Ὡς γάρ, εἰ καὶ κατ' ἀρχὰς εὐθὺς οἷόν τ' ἦν ἡμῖν γεννῆσαι ζῷον, οὐκ ἄλλῳ μὲν [οὖν] ἄν τινι λόγῳ τὴν γένεσιν αὐτοῦ τὴν πρώτην, ἄλλῳ δ' ἂν ἐποιούμεθα τὴν ἐπανόρθωσιν, οὕτως, ἐπεὶ μηδέτερον τούτων αὐτοὶ πρώτως ποιοῦμεν, ἀλλ' ἡ φύσις ἐστὶν ἡ καὶ δημιουργοῦσα πρώτη τὸ ζῷον καὶ νῦν ἰωμένη νοσοῦν, οὐκ ἄλλῳ μὲν τρόπῳ σάρκα πρότερον ἐδημιούργησεν, ἄλλῳ δὲ νῦν, οὐδ' ἄλλῳ μὲν τρόπῳ τὴν τροφὴν ἐπὶ τῶν κυουμένων, ἄλλῳ δὲ νῦν ἐπισπᾶται, ἀλλὰ καὶ ταῦθ' ὁμοίως ἐργάζεται καὶ τρέφει καὶ διακρίνει καὶ ἀποκρίνει καὶ πάνθ' ἁπλῶς εἰπεῖν ὡσαύτως ἐργάζεται νῦν τε καὶ τότε. ὅτι δ' ὁ ἰατρὸς τῆς φύσεώς ἐστιν ὑπηρέτης [οὐδὲ πρώτη τέχνη τις ἐκείνης] καὶ ὅτι καλῶς εἴρηται 'φύσις ἐξαρκεῖ πάντα πᾶσιν', ἀλλὰ καὶ ὡς τὰς νόσους αὐτὴ κρίνει καὶ ὡς εἰσὶν αἱ φύσεις τῶν νούσων ἰατροί, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἰρημένα, τί ἂν ἔτι δεοίμην ἐγὼ διέρχεσθαι; τὸ γὰρ εἰς τὰ παρόντα χρήσιμον ἀναμιμνήσκω μόνον, ὡς οὐκ ἄλλης μὲν τέχνης [854] τὸ ποιεῖν, ἄλλης δ' ἐπανορθοῦσθαι τὸ πεπονθὸς ἀλλὰ τῆς αὐτῆς· εἰ δὲ καὶ μὴ τῆς αὐτῆς, ἀλλὰ τὴν ἰατρικὴν ἐδείξαμεν ἔμπροσθεν οὐχ ὥσπερ τὴν ἱματιουργικὴν εἰς οὐσίαν ἄγουσαν ὃ πρότερον οὐκ ἦν, ἀλλὰ τῇ τὰ πεπονηκότα τῶν ἱματίων ἐπανορθουμένῃ προσεοικυῖαν. ἐδείξαμεν δὲ καί, ὡς τὸ φυλάττειν ὁτιοῦν διττόν ἐστι καὶ ὡς θάτερον αὐτοῦ γένος, ἐξ οὗπέρ ἐστι καὶ τὸ προκείμενον ἡμῖν νῦν τὸ ὑγιεινόν, ἐπανορθοῦται κατὰ βραχὺ τὰ πονοῦντα καὶ ταύτῃ λανθάνει τοὺς πολλοὺς ὡς ἕτερον ὂν τῷ γένει τοῦ θεραπευτικοῦ.
Τὸ δ' οἴεσθαι τέλος εἶναί τινι τοῦτ' αὐτὸ τὸ ποιεῖν οἰκίαν ἢ ἱμάτιον ἢ σκεῦος ἢ ὑγίειαν, ἀνθρώπων ἐστὶ μὴ δυναμένων ἀπὸ τοῦ τέλους αὐτοῦ διακρῖναι τὴν πρὸ τοῦ τέλους ἐνέργειαν· οὐ γὰρ οἰκοδομεῖν οἰκίαν αὐτὸ δὴ τοῦτο τέλος ἐστὶ τῆς οἰκοδομικῆς, ἀλλ' οἰκία, καθάπερ οὐδ' ὑφαίνειν ἐσθῆτα καὶ ναῦν συμπήττειν καὶ σκίμποδα καὶ τῶν ἄλλων ἕκαστον, ἀλλ' αὐτὸ τὸ δημιουργηθέν, ὃ δὴ καὶ παυσαμένων τῆς ἐνεργείας τῶν τεχνιτῶν ἔτι διαμένει. καὶ ταύτῃ γε [855] διήνεγκαν αἱ ποιητικαὶ τέχναι τῶν μόνον πρακτικῶν, ὅτι τῶν μὲν πρακτικῶν, ὅταν ἐνεργοῦσαι παύσωνται, πέπαυται καὶ τὸ τέλος. οὐδὲν γοῦν ἔστι δεῖξαι τῆς ὀρχηστικῆς παρ' αὐτὴν τὴν ἐνέργειαν, οἷον τῆς τεκτονικῆς τὸν σκίμποδα καὶ τῆς οἰκοδομικῆς τὴν οἰκίαν καὶ τῆς ἰατρικῆς τὴν ὑγίειαν. οὐκ οἰκοδόμησις οὖν, ὥσπερ ὄρχησις, ἐστὶ τὸ τέλος τῆς οἰκοδομικῆς, ἀλλ' οἰκία, τῆς ἐνεργείας ἕτερόν τι· κατὰ ταὐτὰ δὲ καὶ τῆς ὑφαντικῆς οὔθ' ὕφανσις οὔθ' ὑφαίνειν οὔτ' ἐσθῆτος ποίησις ἢ γένεσις, ἀλλ' ἐσθής. ὡσαύτως δ' οὐδὲ ποίησις ἢ γένεσις ἢ ἐπανόρθωσις ὑγιείας ἐστὶ τὸ τέλος τῆς ἰατρικῆς ἀλλὰ ταῦτα μὲν ἐνέργειά τις ἥ γε καθόλου τοῦ τεχνίτου, καθάπερ αἱ κατὰ μέρος ἦσαν ἐν τῷ τέμνειν καὶ καίειν καὶ κατατείνειν ἄρθρα καὶ κῶλα καὶ διαπλάττειν καὶ ἐπιδεῖν καὶ τούτων ἔτ' ἀνωτέρω καὶ γενικώτεραι χειρουργεῖν καὶ φαρμακεύειν καὶ διαιτᾶν, ἀλλ' ὑγίεια τὸ τέλος ἐστίν, ὃ καὶ παυσαμένου τῆς ἐνεργείας τοῦ τεχνίτου δεικνύειν ἔχομεν. οὐδ' οὖν οὐδὲ τὸ φυλάττειν ὑγίειαν ἢ ἐπανορθοῦσθαι τέλος οὐδ' ὅλως τὸ ὑγιάζειν, ἀλλὰ ταῦτα μὲν ἐνέργεια, τέλος [856] δ' ‹ἡ› ὑγίεια. τὴν δὲ κοινὴν καὶ γενικὴν ἐπὶ πάσαις ταῖς κατὰ μέρος ἐνεργείαις ἄλλος μὲν ἄλλως ὀνομάζει, δηλοῦσι δ' ἅπαντες ἓν καὶ ταὐτὸν ὅ θ' ὑγιάζειν λέγων ὅ θ' ὑγίειαν ποιεῖν ὅ τε ποίησιν ὑγιείας ὅ θ' ὑγίανσιν. ἑτέρῳ δὲ τρόπῳ καὶ οἵδε ταὐτὸν τούτοις λέγουσιν ὅ τε τὴν ἴασιν τῶν νοσημάτων εἰπὼν ἢ τὴν θεραπείαν ἢ τὴν θεράπευσιν τῶν νοσούντων ἢ τὸ ἰᾶσθαι νὴ Δί' ἢ τὸ τὰς νόσους ἐκκόπτειν ἢ τὸ τὴν ὑγίειαν ἀντεισάγειν ὅ τε πάντα τὰ δέοντα πράττειν ὅ τε τὰς νοσοποιοὺς αἰτίας ἐξάγειν. οὐδεὶς γὰρ τούτων τὸ τέλος ἀλλὰ τὴν πρὸ τοῦ τέλους ἐνέργειαν λέγει, καθάπερ εἰ καὶ πρακτική τις ἦν ἡ τέχνη περὶ τὸ σῶμα παραπλησίως ὀρχηστικῇ τε καὶ ὑποκριτικῇ.
Ἐπεὶ τοίνυν πολυειδῶς ἀποδέδεικται τὸ μὴ δεῖν κρίνειν τὰς τέχνας ταῖς κατὰ μέρος ἐνεργείαις ἀλλ' εἰς τὰς καθόλου τε καὶ πλησίον τοῦ τέλους ἀνάγειν, εἶτ' αὐτῶν ἐκείνων πειρᾶσθαι διορίζειν τὸ τέλος, [857] ἑξῆς ἴδωμεν, εἰ καὶ περὶ τὰς ὕλας αὐτῶν ὁμοίως ἔχει. φαίνεται γοῦν ὕλη τε μία πολλαῖς ὑποβεβλημένη τέχναις καὶ τέχνη μία παμπόλλαις ὕλαις χρωμένη. ξύλον μὲν γὰρ ὕλη κοινὴ καὶ ναυπηγῷ καὶ τέκτονι καὶ μηχανοποιῷ καὶ οἰκοδόμῳ καὶ ἄλλοις μυρίοις καὶ πηλὸς δὲ πολλῶν τεχνῶν ἐστιν ὕλη καὶ λίθοι καὶ τἆλλα σύμπαντα. ἰατρικῆς δ' αὖ τέχνης μιᾶς οὔσης ὗλαι μυρίαι, τό τε σῶμα αὐτὸ τὸ τὴν ὑγίειαν δεχόμενον ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα σύμπαντα καὶ διαιτήματα. ταυτὶ μὲν οὖν ἰατρῶν ὗλαι, τὸ σῶμα δ' ὡς ἐξ οὗ τὸ τέλος ἢ ἐν ᾧ. δῆλον οὖν, ὡς οὐδ' ἐκ τῶν ὑλῶν χρὴ κρίνειν τὰς τέχνας. οὐδὲ γὰρ εἴ τις ἑτέρας μὲν τὰς κοινὰς ὕλας καὶ ὡς ἂν εἴποι τις κατὰ συμβεβηκός, ἑτέρας δὲ τὰς οἰκείας τε καὶ προσεχεῖς ὑποθέμενος ἑκάστῃ τῶν τεχνῶν, ᾗ μέν ἐστι φυσικὸν σῶμα τὸ ἡμέτερον, ὕλην αὐτὸ φαίη τῆς φυσικῆς ἐπιστήμης ὑπάρχειν, ᾗ δ' ὑγιαστόν ἐστι, τῆς ἰατρικῆς, ᾗ δ' εὐεκτικὸν ἢ εὐεξίας δεκτικόν, τῆς γυμναστικῆς, [858] οὐδ' οὕτως ἑτέρῳ τινὶ πλὴν τῷ τέλει διακρίνει τὰς τέχνας· τὸ γὰρ ὑγιαστὸν τόδε τι λέγειν σῶμα γιγνώσκοντός ἐστιν ἤδη τὸ τέλος. οὐ μὴν οὐδ' εἰ τοῖς θεωρήμασι διακρίνει τις τὰς τέχνας, ἑτέρωθέν ποθεν ἄρχεται, τῇ δυνάμει τοῦ τέλους· τὰ γὰρ οἰκεῖα τῶν τεχνῶν ἑκάστης θεωρήματα τὸ τέλος ὁρίζει τε καὶ κρίνει. ταῦτα γοῦν οἰκεῖα τῆς τέχνης ἐστίν, ἃ γιγνώσκων τις εἰς τὸ τέλος ὠφελεῖται· καὶ γραμματικῆς δὲ καὶ μουσικῆς καὶ τεκτονικῆς καὶ τῶν ἄλλων ἑκάστης ὅσα μὲν ἂν ἢ αὐτὸ τὸ τέλος ἄντικρυς ἢ αὐτὸ τὸ βέλτιον ἢ τὸ θᾶττον ἐν αὐτῷ δύνηται παρέχειν, οἰκεῖα τῆς τέχνης ἐστίν, ὅσα δ' οὐδὲν ὠφελεῖ πρὸς τὴν τοῦ τέλους ποίησιν, οὐκ οἰκεῖα.
Πανταχόθεν οὖν ὁ λόγος ἐπὶ τὸ τέλος ἔρχεσθαι κελεύει καὶ τούτῳ κρίνειν τὰς τέχνας· διὰ τοῦτο γὰρ ἐν ταῖς ἐνεργείαις ταῖς καθόλου καὶ τοῖς οἰκείοις θεωρήμασι καὶ ταῖς ἀρχαῖς ‹διαλλάττουσιν›. ἐξαλλάττονται γὰρ οὖν καὶ αἵδε κατὰ τὰ τέλη τῶν τεχνῶν. ἡ γὰρ ὑγίεια τὸ τέλος ἐστίν, ἐν θερμοῖς δ' [859] αὕτη καὶ ψυχροῖς καὶ ξηροῖς καὶ ὑγροῖς. ἐν τούτοις δηλονότι καὶ ἡ τῆς ὕλης ἀρχὴ καὶ ἡ τῆς θεωρίας ἀρχὴ περὶ τὴν τούτου γνῶσιν, ἀλλ' οὐχ ὡσαύτως ἰατρῷ τε καὶ φυσικῷ. καὶ τοῦτο δ' αὐτὸ τὸ οὐχ ὡσαύτως ἀπὸ τοῦ τέλους τῶν ἐπιστημῶν ἐγνώσθη τε καὶ διεκρίθη καὶ προσηκόντως ἀεὶ τὸ τέλος ὁ λόγος ἐξευρίσκει κανόνα τε καὶ κριτήριον ἁπάντων τῶν κατὰ τὰς τέχνας. ἡ γάρ τοι σύστασις ἁπάσης τέχνης τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. οὔτε γὰρ ἰατρικὴν ἄν τις ἔσπευσε συστήσασθαι, μὴ προποθέσας ὑγιείας, οὔτ' οἰκοδομικήν, εἰ μὴ κἀνταῦθα οἰκίας ὠρέχθη, οὔθ' ὑφαντικήν, εἰ μὴ πρότερον ἐσθῆτος. ἀλλὰ μὴν καὶ ἡ τὰς τέχνας ἁπάσας συνιστᾶσα τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. ἐπιδέδεικται δ' ἑτέρωθι, πῶς ἄν τις ὑποκειμένου τοῦ τέλους τὴν τέχνην αὐτοῦ κατὰ μέθοδον ἐξευρίσκοι, καὶ χρὴ πρότερον ἐν ἐκείνῳ γυμνάσασθαι τῷ λόγῳ τὸν ἀκριβῶς θέλοντα τοῖς ἐνεστῶσιν ἀκολουθεῖν. εἴσεται γὰρ ἐναργῶς ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν θεωρίαν ἄμφω πίπτοντα τὰ μόρια τὸ ὑγιεινὸν καὶ τὸ θεραπευτικόν. ἐγὼ δ' ἂν εἰς τόδε [860] τὸ γράμμα πάντα μεταφέρων τὰ δι' ἑτέρων ἐπὶ πλεῖστον ἠκριβωμένα λάθοιμ' ἂν ἐμαυτὸν ὑπὲρ τὰς Μενεμάχου καὶ Μηνοδότου βίβλους ἀποτείνας αὐτό.
Ἀλλ' ὅτι μὲν ἡ περὶ τὸ τοῦ σώματος ἀγαθὸν τέχνη μία πάντως ἐστίν, ἔκ τε τῶν εἰρημένων ἔμπροσθεν αὐτάρκως οἶμαι δεδεῖχθαι κἀκ τῶν ἑξῆς ῥηθησομένων οὐδὲν ἧττον δειχθήσεται. οὐ μὴν ὅ τί γε προσῆκεν ὀνομάζειν αὐτήν, ἤδη πω πέφανται· τάχα γὰρ οὔτ' ἰατρικὴν οὔτε γυμναστικὴν ἀλλ' ἕτερόν τι. τάχα δ' οὐκ ἔστιν ὅλως ὄνομα τῆς τέχνης ἐκείνης ὥσπερ οὐδ' ἄλλων πολλῶν. ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον ἐπισκεψόμεθα. τὸ δ' οὖν ἓν μὲν εἶναι τὸ τοῦ σώματος ἡμῶν ἀγαθόν, ὅ τί περ ἂν ᾖ, καθάπερ καὶ τῶν ἄλλων ἁπασῶν οὐσιῶν, εἶναι δὲ καὶ τέχνην αὐτοῦ μίαν, εἴπερ τι καὶ ἄλλο τῶν πάντων, ἀληθὲς εἶναί φημι καὶ τὴν αὐτήν γε μέθοδον ἀμφοῖν ὑπάρχειν. μιᾶς οὖν οὔσης περὶ τὸ τοῦ σώματος ἀγαθὸν τέχνης ἤδη σκοπώμεθα σύμπαντ' αὐτῆς τὰ μόρια· πάντως γάρ [861] που κατοψόμεθα καὶ τὸ καλούμενον ὑγιεινὸν ἥντιν' ἔχει τὴν δύναμιν. ἵνα δὲ κἀνταῦθα μεθόδῳ τινὶ ποιώμεθα τὴν τομήν, ἐπισκεψώμεθα τὸ γένος τῆς περὶ τὸ σῶμα τέχνης. ὅτι μὲν οὖν οὐκ ἐν αὐτῷ μόνῳ τῷ θεωρῆσαι τὸ τέλος αὐτῆς ἐστιν ὥσπερ τῆς ἀριθμητικῆς τε καὶ ἀστρονομικῆς καὶ φυσικῆς, ἀλλά τι καὶ πράττει περὶ τὸ σῶμα, παντὶ δῆλον· ὅτι δ' οὐδ' ἐν αὐτῷ τῷ πράττειν τελευτᾷ καθάπερ ἡ ὀρχηστική, μηδέν, ὅταν ἐνεργοῦσα παύσηται, δεῖξαι δυναμένη, καὶ τοῦτ' εὔδηλον εἶναι νομίζω. δῆλον οὖν, ὡς ἤτοι τῶν ποιητικῶν ἢ τῶν κτητικῶν ἐστι τεχνῶν, ἐπειδὴ μήτε τῶν θεωρητικῶν εὑρέθη μήτε τῶν πρακτικῶν. ἀλλ' οὐκ ἔστι τῶν κτητικῶν ὥσπερ ἡ ἀσπαλιευτική τε καὶ ἡ ἀγκιστρευτικὴ καὶ τὸ σύμπαν εἰπεῖν ἡ θηρευτική· χειροῦνται γὰρ αὗται τῶν ὄντων τι καὶ κτῶνται, ποιοῦσι δ' οὐδὲν [αὗται] πρότερον οὐκ ὄν. ἐκ λοιπῶν οὖν τῶν ποιητικῶν ἐστιν ἡ περὶ τὸ σῶμα τἀνθρώπου τέχνη. διττὸν δὲ καὶ τούτων ἐστὶ τὸ ἔργον· ἢ γὰρ ὅλον τι [862] ποιοῦσι πρότερον οὐκ ὂν ἢ κατὰ μέρος ἐπανορθοῦνται πεπονηκός. ἀλλ' ἡ ζητουμένη νῦν τέχνη ποιεῖν μὲν ἀδύνατος ὅλον ἀνθρώπου σῶμα, κατὰ μέρη δ' ἐπανορθοῦσθαι δύναται παραπλησίως τῇ τῶν ἱματίων ἀκεστικῇ καὶ οὐδ' ἐνταῦθα πάντα τὸν αὐτὸν ἐκείνῃ τρόπον. ἡ γὰρ φύσις οὕτω γε καὶ ποιεῖ τὸ σῶμα καὶ αὖθις ἐπανορθοῦται κάμνον ὡς ἡ περὶ τὴν ἐσθῆτα τέχνη. ταύτης δ' ὑπηρετική τίς ἐστιν ἡ νῦν ζητουμένη. συγχωρείσθω οὖν, ἵν' ὁ λόγος προΐῃ, καλεῖν ἡμᾶς αὐτὴν ἐπανορθωτικήν. ἀλλ' ἤτοι κατὰ μεγάλα τὴν ἐπανόρθωσιν ἢ κατὰ σμικρὰ ποιεῖται. τὸ μὲν δὴ κατὰ μεγάλα μόρια αὐτῆς ἰατρικόν τε καὶ θεραπευτικὸν ὀνομαζέσθω, τὸ δὲ κατὰ σμικρὰ φυλακτικόν. ἔστι μὲν οὖν καὶ αὐτοῦ τοῦ κατὰ μεγάλα παμπόλλη τις ἡ διαφορά· πᾶν γὰρ ποσὸν εἰς ἀνάριθμόν τι πλῆθος ἐγχωρεῖ τέμνειν. ἀλλ' ἐπειδὴ μὴ πρόκειται νῦν ὑπὲρ αὐτῶν λέγειν, ἀφείσθω μὲν τοῦτο, τεμνέσθω δὲ τὸ κατὰ σμικρά. δοκεῖ δὲ καὶ τοῦτο τέμνεσθαι διαφοραῖς ἐπισήμοις τριχῶς. ἢ γὰρ τὸν ἄκρως τε καὶ τελέως ὑγιαίνοντα παραλαβὸν [863] ἐν τούτῳ φυλάττει καὶ τουτὶ μὲν αὐτὸ τὸ τμῆμα προσαγορεύουσιν εὐεκτικόν· ἕτερον δ' ἀναθρεπτικὸν τῶν νενοσηκότων, ὃ δὴ καὶ καλοῦσιν ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἀναληπτικόν· ἐν τῷ μέσῳ δ' ἀμφοῖν ἐστι τὸ καλούμενον ὑπ' αὐτῶν ἰδίως ὑγιεινόν· κοινῶς γὰρ καὶ τοῦτο φυλακτικὸν ἅμα καὶ ὑγιεινὸν ὀνομάζεται. ταῦτ' οὖν τὰ τρία μόρια τοῦ φυλακτικοῦ τὰ νῦν εἰρημένα τὸ ἀναληπτικόν, τὸ ὑγιεινόν, τὸ εὐεκτικόν ἐστι μὲν τοῦ κατὰ σμικρὰ ἐπανορθωτικοῦ μέρους τῆς τέχνης, ἀλλήλων δὲ διαφέρει τῷ μᾶλλόν τε καὶ ἧττον· μᾶλλον μὲν γὰρ κατὰ σμικρὰ τὸ εὐεκτικόν, ἧττον δ' αὐτοῦ τὸ ὑγιεινόν, ἐκείνου δ' ἧττον κατὰ σμικρὰ τὴν ἐπανόρθωσιν ποιεῖται τὸ ἀναληπτικόν. ἔνιοι δὲ καὶ τέταρτον ἐν τούτῳ τῷ φυλακτικῷ τμῆμα προστιθέασι, τὸ καλούμενον ὑπ' αὐτῶν ἰδίως προφυλακτικόν, ἀντίστροφον ἔχον δύναμιν τῷ τοὺς ἐκ νοσημάτων ἄρτι πεπαυμένους ἀνακομίζοντι. δῆλον δ', ὡς ἄμφω ταῦτ' ἐπαμφοτερίζει πως τοῖς ἐναντίοις μορίοις ὅλης τῆς τέχνης, λέγω δὲ τὸ κατὰ μεγάλα καὶ τὸ κατὰ σμικρά. τὸ μὲν γὰρ θεραπευτικὸν ὅτι κατὰ μεγάλα, πρόδηλον [864] παντί, τὸ δ' εὐεκτικόν τε καὶ ὑγιεινὸν ὅτι κατὰ σμικρά, καὶ τοῦτ' εὔδηλον. ἐν τῷ μέσῳ δ' ἀμφοῖν ἐστι τὸ ἀναληπτικὸν ὀνομαζόμενον καὶ τὸ προφυλακτικόν, ὡς μὲν πρὸς τὸ ὑγιεινὸν οὐ κατὰ σμικρὰ τὴν ἐπανόρθωσιν ποιούμενον, ὡς δὲ πρὸς τὸ θεραπευτικὸν οὐ κατὰ μεγάλα. καί μοι δοκοῦσιν οὐδ' ὅσοι ταῦτ' ἄμφω τὰ μόρια προσαγορεύουσιν οὐδέτερα, κακῶς δοξάζειν. ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος.
Ἐν δὲ τῷ νῦν προκειμένῳ σκέμματι τοῦ φυλακτικοῦ μέρους τῆς περὶ τὸ σῶμα τέχνης ὑποκείσθω τριττὰ τμήματα, τὸ μὲν ἐπὶ τῶν κατὰ σχέσιν ὑγιαινόντων σωμάτων τεταγμένον, τὸ δ' ἐπὶ τῶν καθ' ἕξιν, τὸ δ' ἐπὶ τῶν εὐεκτούντων· καὶ τὸ μὲν ἀναληπτικὸν ὀνομαζέσθω, μηδὲν γὰρ ὑπὲρ ὀνόματος αὐτοῖς νῦν διαφερώμεθα, τὸ δ' ὑγιεινόν, τὸ δ' εὐεκτικόν, ἐπὶ μὲν τὸ βέλτιον ἄγοντα τὰ πρότερα δύο, φυλάττον δ' ἐν αὐτῷ τὸ εὐεκτικόν· καὶ τούτων οὕτως ἐχόντων ἀναμνησθῶμεν τοῦ προκειμένου σκέμματος. ἦν δ', ὡς οἶμαι, [865] τοιόνδε, πότερον ἰατρικῆς ἐστιν ἢ γυμναστικῆς μόριον τὸ καλούμενον ὑγιεινόν. εὐλόγως οὖν εὐθὺς ἀπ' ἀρχῆς ἔφαμεν, ὡς εἰς ὁρισμὸν ἐμπίπτει τὸ σύμπαν ζήτημα. τί ποτε γάρ ἐστιν ἰατρικὴ καὶ τί ποτε γυμναστικὴ γνόντες οὐκ ἂν ἔτι χαλεπῶς εὕροιμεν, ὁποτέρας αὐτῶν ἐστι τὸ ὑγιεινόν. αὐτὸ μὲν γὰρ ὅ τί ποτ' ἐστὶ τὸ ὑγιεινόν, ἤδη μοι δοκῶ πεφάνθαι σαφῶς· ἢ γὰρ τὸ φυλακτικὸν ἅπαν ἢ τῶν τούτου μορίων τριῶν ὑπαρχόντων τὸ ἐν τῷ μέσῳ, ὃ περὶ τὴν καθ' ἕξιν ὑγίειαν ἀναστρέφεται. ἐμοὶ μὲν οὖν δοκεῖ λοιπὸν ὑπὲρ ὀνόματος ἡ ζήτησις εἶναι, τὸ δὲ πρᾶγμ' αὐτὸ μηκέτ' ἀμφισβήτησιν ἔχειν, ἔστ' ἂν ὁμολογῆταί τε καὶ μένῃ τὰ προαποδεδειγμένα· καὶ δὴ διελθὼν αὐτὰ διὰ κεφαλαίων ἐπὶ τὴν τῶν ὀνομάτων ἐξήγησιν οὕτω τρέψομαι. φημὶ δή, καθάπερ ἀμφιεσμάτων ἀγαθῶν καὶ οἰκίας τε καὶ ὑποδημάτων, οὕτω καὶ τοῦ σώματος εἶναί τινα τέχνην, ἧς μιᾶς οὔσης δύο ταῦθ' ὑπάρχειν [866] μόρια, δημιουργοῦν μὲν τὸ ἕτερον, ἐπανορθούμενον δὲ θάτερον, καὶ ταῦθ' ὑπάρχειν ἄμφω τῇ φύσει πρώτως, συνεργάζεσθαι δ' εἰς τὸ ἕτερον αὐτῶν, τὸ ἐπανορθωτικόν, ἀνθρωπίνην τέχνην, ἧς εἶναι διττὰ μόρια, θεραπευτικὸν μὲν καὶ ἰατρικὸν τὸ ἕτερον, φυλακτικὸν δὲ θάτερον. ὀνομάζεσθαι δὲ τὸ φυλακτικὸν τοῦτο καὶ ὑγιεινόν· εἶναι δ' αὐτοῦ τρία τμήματα, τὸ μὲν ἀναληπτικόν, τὸ δ' εὐεκτικόν, τὸ δ' ὁμωνύμως τῷ παντὶ προσαγορευόμενον ὑγιεινόν. εἴτ' οὖν τὸ σύμπαν φυλακτικὸν εἴτε τὸ μόριον αὐτοῦ ζητεῖ τις ὁποτέρας ἐστὶ τέχνης, ἆρ' ἰατρικῆς ἢ γυμναστικῆς, ὅλον αὐτὸν χρὴ τὸ πρᾶγμα διελθόντα, καθάπερ ἐγὼ νῦν ἐποίησα, λέγειν οὕτως ἐφεξῆς, ὡς μιᾶς οὔσης τῆς περὶ τὸ σῶμα τέχνης ἔξεστιν, ὦ τάν, εἰ βούλει, καλεῖν αὐτὴν ἰατρικήν, εἰ δ' οὐκ ἐθέλεις οὕτω, γυμναστικήν· εἰ δ' οὐδὲ τοῦτο, τὴν ὅλην ἀνώνυμον εἰπὼν εἶναι τὸ μὲν ἕτερον αὐτῶν τμῆμα κάλει ἰατρικήν, τὸ δ' ἕτερον γυμναστικήν· εἰ δὲ μηδ' οὕτως ἐθέλεις, ὑγιεινήν τινα τέχνην, τὴν ἀντιδιαιρουμένην τῇ θεραπευτικῇ, καὶ ταύτης, εἰ [867] βούλει, μέρη διαιτητικὴν εἰπὲ καὶ γυμναστικήν. εἰ γὰρ καθ' ἕκαστον ἐξηγήσῃ τῶν ὀνομάτων, οὕτως ἀκολουθήσει σοι τὸ σύμπαν.
Ἰώ, φασί τινες ἐπὶ τούτοις, ἀλλ' οὐχ, ὡς ἂν ἐγὼ φάναι βουληθῶ, διαιρεῖσθαι χρὴ περὶ τῶν ὀνομάτων, ἀλλ' ὡς ὀρθῶς ἔχει διελθεῖν. αὖθις οὖν ἡμῖν ἐστι καὶ τούτοις ἀποκριτέον ὡδί πως· εἰ μέλλεις μνημονεύειν, ὦ οὗτος, ὡς οὐκέτι περὶ πραγμάτων ἡ σκέψις, ἀλλ' ἐξήγησιν ὀνομάτων μοι προβέβληκας, οὐδὲ τοῦτ' ἀναδύομαι. φημὶ δή σοι καθόλου περὶ τῶν ὀνομάτων οὐ μόνον τούτων ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἔχειν εἰπεῖν σοφόν, ἀλλ' εἴτ' ἐκ τῆς τῶν Ἀσσυρίων εἴη φωνῆς τοὔνομα, παρὰ τῶν Ἀσσυρίων αὐτῶν μανθάνειν χρῆναι τὸ πρᾶγμα, καθ' οὗ τὸ ὄνομα λέγουσιν, εἴτ' ἐκ τῆς τῶν Περσῶν ἢ Ἰνδῶν ἢ Ἀράβων ἢ Αἰθιόπων ἢ ὅλως ὡντινωνοῦν, ἐκείνων πυνθάνεσθαι. τὸ γὰρ ὄνομα ῥηθὲν αὐτὸ καθ' αὑτὸ μόνον οὐδὲν ἐνδείκνυται. τὸ μὲν οὖν ἐμὸν ἀκήκοας. εἰσὶ δ' οἳ λέγουσιν ἐνδείκνυσθαι σφίσι τοὔνομα [868] καὶ τούτους ἐγὼ πάμπολλα συναθροίσας ὀνόματα Κελτῶν καὶ Θρᾳκῶν καὶ Μυσῶν καὶ Φρυγῶν ἐκέλευον ἐφ' ἑκάστου λέγειν τὸ δηλούμενον πρᾶγμα· τῶν δ' ἐν τῇ τῶν Ἑλλήνων φωνῇ μόνῃ δύνασθαι τοῦτο ποιεῖν εἰπόντων, ἑξῆς προὔτεινα λιμένα· τῶν δ' εἰπόντων, ἵναπερ αἱ νῆες ὁρμοῦσιν, ἀλλὰ Θετταλούς γ' ἔφην τὴν ὑφ' ἡμῶν προσαγορευομένην ἀγορὰν οὕτως ὀνομάζειν. οἱ δ' ἠρνοῦντο τὴν τῶν Θετταλῶν ἐπίστασθαι διάλεκτον, ὥσπερ οὐκ αὐτὸ δὴ τοῦθ' ὁμολογοῦντες, ὅπερ ἐξ ἀρχῆς ἐλέγετο, μηδὲν τῶν ὀνομάτων, ἐφ' οὗ κεῖται πράγματος, ἄλλως δύνασθαι μαθεῖν ἢ παρ' αὐτῶν τῶν θεμένων διδαχθέντα. πρὸς μὲν δὴ τοὺς οὕτως ἐμπλήκτους ἕτερός μοι γέγραπται λόγος ἰδίᾳ, τῷ δὲ τὰ πράγματ' αὐτὰ μαθεῖν ἐθέλοντι μάλιστά τε καὶ πρῶτα καὶ τοῦθ' ὡς ἔργον χρηστὸν σπουδάζοντι, τὰ δ' ἐπ' αὐτοῖς ὀνόματα τῆς πρὸς ἀλλήλους ἕνεκα διαλέκτου μαθεῖν ἐπιποθοῦντι τὴν τῶν Ἑλλήνων ἐξηγήσομαι χρῆσιν οὐδ' οὖν τούτων ἁπάντων ἐπὶ πᾶσιν ὀνόμασιν [869] ‑ τουτὶ μὲν γὰρ ἑρμηνευτικῆς τινός ἐστιν ἢ γραμματικῆς ἐμπειρίας ‑ ἀλλὰ τῶν Ἀττικῶν μὲν μάλιστα, δεύτερον δ' ἤδη καὶ τῶν Ἰωνικῶν ἔχειν ἐμπειρίαν ὁμολογήσω τινὰ καὶ τῶν Δωρικῶν ὀνομάτων ὥσπερ γε καὶ τῶν Αἰολικῶν. ἀλλ' ἐν ταύταις μὲν ταῖς διαλέκτοις ἀγνοεῖν μᾶλλον ἢ γιγνώσκειν τὰ πλεῖστα, τῆς Ἀτθίδος δ' αὖ γιγνώσκειν τὰ πλείω ἢ ἀγνοεῖν ὁμολογήσαιμ' ἄν. εἰ δὲ βούλει σὺ καὶ περὶ τῶν ὀνομάτων εἰπεῖν, Ὅμηρος μὲν οὕτω φησίν·
'ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
ἰούς τ' ἐκτάμνειν ἐπί τ' ἤπια φάρμακα πάσσειν'.
ἑτέρωθι δέ φησι·
'φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά·
ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων'
ὡς τῆς ἰατρικῆς τέχνης ἰωμένης τὰ κάμνοντα σώματα διά τε φαρμάκων καὶ χειρουργίας.
Εἰ δ' ἔτι καὶ τρίτον ἄλλο μόριον ἰάσεως ὑπῆρχε τὸ διαιτητικὸν ἐν τοῖς καθ' Ὅμηρον χρόνοις, ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν, ὁ δ' ἐμοῦ πρεσβύτερος θ' ἅμα καὶ τὰ τῶν Ἑλλήνων πράγματα πιθανώτερος ἐπίστασθαι Πλάτων ὁ φιλόσοφος οὐ πάνυ [870] τι χρῆσθαί φησι τοὺς παλαιοὺς Ἀσκληπιάδας τούτῳ τῷ μέρει τῆς τέχνης. ἀλλ' ὅτι γε τῆς ἰατρικῆς ἐστι μέρη ταῦτα τὰ τρία καὶ ὡς ἡ τὰ παρὰ φύσιν ἔχοντα σώματα θεραπεύουσα τέχνη πρὸς ἁπάντων Ἑλλήνων ἰατρικὴ καλεῖται, σχεδὸν οὐδεὶς ἀντιλέγει. γυμναστικῆς δὲ τέχνης οὔπω μὲν ἦν τοὔνομα καθ' Ὅμηρον οὐδὲ καλεῖταί τις ὅλως γυμναστής, ὥσπερ ἰατρός, ὅπου γε καὶ παρὰ Πλάτωνι τὸ μὲν τῆς γυμναστικῆς ὄνομα οὐ πολλάκις εὑρεῖν ἔστι, παιδοτρίβην μέντοι καλεῖ μᾶλλον ἢ γυμναστὴν τὸν τεχνίτην αὐτῆς. ἤρξατο γὰρ ὀλίγον ἔμπροσθεν τῶν Πλάτωνος χρόνων ἡ τέχνη τῶν γυμναστῶν, ὅτε περ καὶ τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα συνέστη. πάλαι μὲν γὰρ εἷς ἀνὴρ ἐργάτης τῶν κατὰ φύσιν ἔργων ἀληθῶς εὐεκτικὸς εἰς ἀγῶνα καταβαίνων οὐ πάλην μόνον ἀλλὰ καὶ δρόμον ἠγωνίζετο καί τις ἐνίκα πολλάκις εἷς ἄμφω τε ταῦτα καὶ ἀκοντίζων καὶ τοξεύων καὶ δισκοβολῶν καὶ ἅρματος ἐπιστατῶν, ὕστερον δὲ διεκρίθη καὶ οἷόνπερ ἕνα πεποίηκεν Ὅμηρος Ἐπειὸν εἰς μὲν πάντα τὰ κατὰ φύσιν ἔργα πάντων ὕστατον, ἀγαθὸν [871] δὲ πυγμήν, ἧς ἐν ἄθλοις μόνοις ἡ χρεία, τοιοῦτοι πάντες ἐγένοντο, μήτ' ἀρόσαι μήτε σκάψαι μήθ' ὁδὸν ἀνύσαι μηδ' ἄλλο μηδὲν εἰρηναῖον ἔργον, ἔτι δὲ μᾶλλον πολέμιον ἐργάσασθαι καλῶς δυνάμενοι.
Τὴν τούτων τῶν ἀνθρώπων εὐεξίαν ἔμπροσθεν ἐμεμψάμεθα καὶ τὴν ἐπιστατοῦσαν αὐτοῖς ὁμοίως γυμναστικήν, ἄλλην δ' εὐεξίαν ἐπῃνέσαμεν ἀσφαλῆ θ' ἅμα καὶ πρὸς τὰς κατὰ φύσιν ἁπάσας ἐνεργείας χρηστήν, ἧς ὗλαι ποιητικαί θ' ἅμα καὶ φυλακτικαὶ δύο ἐστόν, ἥ θ' ὑγιεινὴ προσαγορευομένη δίαιτα καὶ γυμνάσια. τεττάρων γὰρ οὐσῶν τῶν πασῶν ὑλῶν κατὰ γένος, ὑφ' ὧν ἀλλοιοῦται τὸ σῶμα, χειρουργίας καὶ φαρμακείας καὶ διαίτης καὶ γυμνασίων, ἡ μία μὲν ἄχρηστος τοῖς νοσοῦσιν, αἱ δύο δὲ τοῖς κατὰ φύσιν ἔχουσιν. ὁ μὲν γὰρ νοσῶν εἰς πολλὰ καὶ φαρμάκων καὶ χειρουργίας καὶ διαίτης δεόμενος εἰς οὐδὲν δεῖται γυμνασίων, ὁ δ' ὑγιαίνων ἀκριβῶς γυμνασίων μὲν χρῄζει καὶ διαίτης τινός, οὔτε δὲ φαρμάκων οὔτε χειρουργίας προσδεῖται.
[872] Τῆς οὖν ὑγιεινῆς τέχνης μέρος ἐστὶν ἡ γυμναστικὴ καὶ αὐτάρκως ὑπὲρ ἀμφοῖν ἡμᾶς ἐδίδαξεν Ἱπποκράτης, ὅσα τε χρὴ γιγνώσκειν ἀέρων τε πέρι καὶ χωρίων καὶ ὑδάτων καὶ ἀνέμων καὶ ὡρῶν, ὡσαύτως ἐδεσμάτων τε πέρι καὶ πομάτων καὶ ἐπιτηδευμάτων ἀκριβέστατα γράψας ἅπαντα· συμπληροῦται γὰρ ἐκ τούτων ἡ δίαιτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑπέρ τε καιροῦ καὶ ποσότητος καὶ ποιότητος οὐ γυμνασίων μόνον ἀλλὰ καὶ τρίψεως αὐτάρκως διεξῆλθεν. ἔοικε δὲ Πλάτων ἀπὸ μέρους ὀνομάζειν τὸ σύμπαν [μόριον] οὐχ ὑγιεινὴν τέχνην ἀλλὰ γυμναστικὴν προσαγορεύων, ὅτι τ' ἐξαίρετον ἴδιον ὑπάρχει τοῖς ὑγιαίνουσιν, ὡς ἂν μηδ' ὅλως αὐτῷ χρωμένων τῶν νοσούντων, ὅτι τε τοῦτο μόνον ἐνόμιζεν ἐπιστάτου δεῖσθαι. τὸ γὰρ ὑγιαῖνον ἀκριβῶς σῶμα ταῖς κατὰ φύσιν ὀρέξεσι χρώμενον οὔτ' ἐν ταῖς ποιότησιν οὔτ' ἐν τῷ καιρῷ τῆς χρήσεως ἐξαμάρτοι ἄν τι περὶ τὰ σιτία. περὶ μὲν δὴ τούτου λόγος ἕτερος. ἀλλ' ὅτι γε καὶ Πλάτων ἑτέραν μὲν οἶδε τὴν ὡς μέρος τῆς περὶ τὸ σῶμα τέχνης γυμναστικήν, ἑτέραν δὲ τὴν νῦν εὐδοκιμοῦσαν, [873] ἐκ τῶνδ' ἂν μάλιστα μάθοις· ὑπογράψω γάρ σοι τὰς ῥήσεις αὐτοῦ, πρώτην μὲν τὴν ἐκ Γοργίου τόνδε τὸν τρόπον ἔχουσαν· 'δυοῖν ὄντοιν ‹τοῖν› πραγμάτοιν δύο λέγω τέχνας· τὴν μὲν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δ' ἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δ' οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δ' ἰατρικήν'. ἐνταῦθα μὲν οὖν ὅτι τε μία τοῦ σώματός ἐστιν ἡ θεραπευτικὴ τέχνη δύο ἔχουσα τὰ πρῶτα μόρια, σαφῶς ἐδήλωσεν ὁ Πλάτων· ὅτι δὲ τῶν μὲν μορίων αὐτῆς ἐστιν ὀνόματα, τῆς δ' ὅλης οὐκ ἔστιν ὅτι τε καὶ πρὸς τὸ βέλτιστον ἀποβλέπει καὶ ὡς ἡ εὐεξία τοῦτ' ἔστιν, ἐκ τῶν τοιῶνδε φανερόν, ὧν ἕκαστα ἐν ταὐτῷ βιβλίῳ διῆλθε· 'Σῶμά που καλεῖς τι καὶ ψυχήν; Πῶς γὰρ οὔ; Οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν; Ἔγωγε. Τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δ' οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις, ὅτι οὐκ εὖ ἔχουσιν, ἄλλος ἢ ἰατρός τε καὶ [874] τῶν γυμναστικῶν τισ'. ἔν τε τοῖς ἑξῆς ὅτι τε πρὸς τὸ βέλτιστον μὲν ἀποβλέπουσιν οἵδε, πρὸς δ' αὖ τὸ ἥδιστον ὀψοποιός τε καὶ κομμωτής, αὐτός γε διεξέρχεται.
Τὴν μὲν τῶν τοὺς ἀθλητὰς γυμναζόντων γυμναστικήν, ὑποδυομένην μὲν ὀνόματι σεμνῷ, κακοτεχνίαν δ' οὖσαν, οὔπω μὲν εἰς τοσοῦτον ἀποκεχωρηκυῖαν τοῦ κατὰ φύσιν, εἰς ὅσον αὐτὴν νῦν προήχασιν, ἤδη δ' ἀρχομένην οὐ πρὸς τὸ βέλτιον ἀποβλέπειν, [ἀλλ' ἁπλῶς] ὡς ἰσχὺν τῶν ἀντιπάλων καταβλητικὴν ἐν τῷ τρίτῳ τῆς Πολιτείας ἐμέμψατο λέγων ὡδί· 'ναὶ μὰ τὸν Δία, ἦ δ' ὅς, σχεδόν γέ τι πάντων μάλιστα ἥ γε περαιτέρω γυμναστικῆς ἡ περιττὴ αὕτη ἐπιμέλεια τοῦ σώματος· καὶ γὰρ πρὸς οἰκονομίας καὶ πρὸς στρατείας καὶ πρὸς ἑδραίους ἐν πόλει ἀρχὰς δύσκολος. τὸ δὲ δὴ μέγιστον, ὅτι καὶ πρὸς μαθήσεις ἁστινασοῦν καὶ ἐννοήσεις τε καὶ μελέτας πρὸς ἑαυτὸν χαλεπή, κεφαλῆς τινας ἀεὶ διατάσεις καὶ ἰλίγγους [875] ὑποπτεύουσα καὶ αἰτιωμένη ἐκ φιλοσοφίας ἐγγίγνεσθαι, ὥστε, ὅπῃ ταύτῃ ἀρετὴ ἀσκεῖται καὶ δοκιμάζεται, πάντη ἐμπόδιος· κάμνειν γὰρ οἴεσθαι ποιεῖ ἀεὶ καὶ ὠδίνοντα μήποτε λήγειν περὶ τοῦ σώματοσ'. ἔτι δὲ σαφέστερον ἐν τοῖς ἑξῆς, ὡς οὐκ ἰσχὺν καταβλητικὴν οἴεται τέλος εἶναι τῆς γυμναστικῆς, ἀλλὰ τὴν πρὸς τὰς κατὰ φύσιν ἐνεργείας χρείαν, ἐνεδείξατο λέγων ὡδί. 'αὐτὰ μὴν τὰ γυμνάσια καὶ τοὺς πόνους πρὸς τὸ θυμοειδὲς τῆς φύσεως βλέπων κἀκεῖν' ἐπεγείρων πονήσει μᾶλλον ἢ πρὸς ἰσχύν, οὐχ ὥσπερ οἱ ἄλλοι ἀθληταὶ ῥώμης ἕνεκα σιτία καὶ πόνους μεταχειρίζονται'. δῆλος οὖν ἐξ ἁπάντων ὁ Πλάτων ἐστὶ τὴν Ἱπποκράτους ἀκριβῶς φυλάττων γνώμην ὑπὲρ τῆς γυμναστικῆς τέχνης ταύτης, ἧς τὸ τέλος ἐστὶν ἡ τῶν ἀθλητῶν εὐεξία· μέμφεται γὰρ αὐτὴν ὡς ἄχρηστον εἰς τὰς πολιτικὰς πράξεις ἁπάσας, ὅπερ ἑνὶ λόγῳ περιλαβὼν ἐκεῖνος ὡδί πως ἀπεφήνατο· 'διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων'.
[876] ὅτι δὲ καὶ σφαλερὰ πρὸς ὑγίειαν ἡ μάλιστα κατωρθωμένη διάθεσις αὐτῶν ἐστιν, ἐφ' ἣν σπεύδουσι, καὶ ὡς καὶ τοῦτ' ἐγίγνωσκον Ἱπποκράτης τε καὶ Πλάτων, εἴρηται μὲν καὶ δι' ἄλλων.
Οὐ μὴν ἀλλ' ἐπειδήπερ ἅπαξ κατέστην εἰπεῖν τι περὶ τῆς μοχθηρᾶς εὐεξίας τε καὶ γυμναστικῆς, ὑπομνησθήσομαι καὶ τούτων ὡς ἔνι μάλιστα διὰ βραχυτάτων. τῆς ὑγιείας ἐν συμμετρίᾳ τινὶ τεταγμένης ἀμετρίας ἐστὶ δημιουργὸς ἡ τοιαύτη γυμναστικὴ πολλὴν καὶ πυκνὴν αὔξουσα σάρκα καὶ πλῆθος αἵματος ὡς ἔνι μάλιστα γλισχροτάτου παρασκευάζουσα. βούλεται γὰρ οὐ τὴν ἰσχὺν αὐξῆσαι μόνον ἀλλὰ καὶ τὸν ὄγκον τε καὶ τὸ βάρος τοῦ σώματος, ὥστε καὶ ταύτῃ χειροῦσθαι τὸν ἀνταγωνιστήν. οὔκουν ἔτι χαλεπὸν οὐδὲν ἐξευρεῖν, ὡς διὰ τοῦτ' ἄχρηστός τε πρὸς τὰς κατὰ φύσιν ἐνεργείας ἐστὶ καὶ ἄλλως σφαλερά. ὅπερ γὰρ ἐν ἁπάσαις ταῖς ὄντως τέχναις ἀγώνισμά ἐστι μέγιστον εἰς ἄκρον ἀφικέσθαι τοῦ σκοποῦ, τοῦτ' ἐν ταύτῃ μοχθηρότατόν ἐστιν, ὡς οὐ φυσικήν τινα [877] διάθεσιν, ἀλλ', ὡς Ἱπποκράτης ἔλεγεν, οὐ φύσει κατασκευαζούσῃ. τὰ μὲν γὰρ τῆς φύσεως ἀγαθὰ προϊόντα τε καὶ ἐπιδιδόντα καὶ αὐξανόμενα γίγνεται βελτίω, τὰ δ' οὐ φύσει πάντα τοσούτῳ χαλεπώτερα ὅσῳ καὶ μείζω. ὅθεν ἄφωνοί τινες αὐτῶν ἐξαίφνης, ἕτεροι δ' ἀναίσθητοι καὶ ἀκίνητοι καὶ τελέως ἀπόπληκτοι γίγνονται τοῦ παρὰ φύσιν ὄγκου τοῦδε καὶ τοῦ πλήθους ἀποσβέσαντός τε τὴν ἔμφυτον θερμασίαν ἐμφράξαντός τε τὰς διεξόδους τοῦ πνεύματος. ὅσοι δ' ἂν αὐτῶν τὰ πρᾳότατα πάθωσιν, ἀγγεῖον ῥήξαντες ἐμοῦσιν ἢ πτύουσιν αἷμα. τοὺς μὲν δὴ τῆς τοιαύτης εὐεξίας δημιουργούς, ὧν ἐστι τὰ θαυμαστὰ ταυτὶ συγγράμματα νῦν ὑπὸ τῶν τὰ ὦτα κατεαγότων περιφερόμενα, τελέως ἤδη τοῦδε τοῦ γράμματος ἀποδιοπομπησόμεθα. γιγνώσκεις γὰρ δήπου καὶ σύ, Θρασύβουλε φίλτατε, μηδ' ἀποκρίσεως αὐτοὺς ἀξιουμένους ὑπ' ἐμοῦ. τί γὰρ ἂν καὶ πλέον εἴη τοῖς χθὲς μὲν καὶ πρώην πεπαυμένοις τοῦ παρὰ φύσιν ἐμπίπλασθαί τε καὶ κοιμᾶσθαι, τόλμης δ' εἰς τοσοῦτον ἥκουσιν, ὥσθ' ὑπὲρ ὧν οὐδ' οἱ [878] ἱκανῶς ἠσκηκότες ‹τὴν› ἀκολούθων τε καὶ μαχομένων διάγνωσιν ἔχουσιν εὐπετῶς ἀποφήνασθαι, περὶ τούτων ἀναισχύντως διατείνεσθαι; τί μάθοιεν ἂν οὗτοι βαθὺ καὶ σοφὸν καὶ ἀκριβὲς ἀκούσαντες θεώρημα; θαυμαστὸν μέντ' ἂν ἦν, εἰ τοῖς μὲν ἐκ παίδων ἀσκουμένοις ἐν τοῖς ἀρίστοις μαθήμασιν οὐχ ἅπασιν ὑπάρχει κριταῖς ἀγαθοῖς εἶναι τῆς τοιαύτης θεωρίας, ὅσοι δ' ἀσκοῦνται μέν, ὥστ' ἐν ἄθλοις νικᾶν, ἀφυεῖς δ' ὄντες κἀκεῖ στεφάνων μὲν ἠτύχησαν, ἐξαίφνης δ' ἀνεφάνησαν γυμνασταί, τούτοις ἄρα μόνοις ὑπάρξει νοῦς περιττός. καὶ μὴν ἐγρήγορσις μᾶλλον καὶ φροντὶς οὐκ ἀμαθὴς ἢ ὕπνος ὀξὺν τὸν νοῦν ἀπεργάζονται καὶ τοῦτο πρὸς ἁπάντων σχεδὸν ἀνθρώπων ᾄδεται, διότι πάντων ἐστὶν ἀληθέστατον, ὡς γαστὴρ ἡ παχεῖα τὸν νοῦν οὐ τίκτει τὸν λεπτόν. ἴσως οὖν ἡ κόνις ἔτι μόνη σοφίαν αὐτοῖς ἐδωρήσατο. τὸν μὲν γὰρ πηλόν, ἐν ᾧ πολλάκις ἐκυλινδοῦντο, τίς ὑπολαμβάνει σοφίας εἶναι δημιουργὸν ὁρῶν γε καὶ τοὺς σῦς ἐν αὐτῷ διατρίβοντας; ἀλλ' [879] οὐδ' ἐν τοῖς ἀποπάτοις εἰκός, ἐν οἷς διημέρευον, ἀγχίνοιαν φύεσθαι. καὶ μὴν παρὰ ταῦτ' οὐδὲν ἄλλο πρότερον ἔπραττον· ὅλον γὰρ ἑωρῶμεν αὐτῶν τὸν βίον ἐν ταύτῃ τῇ περιόδῳ συστρεφόμενον ἢ ἐσθιόντων ἢ πινόντων ἢ κοιμωμένων ἢ ἀποπατούντων ἢ κυλινδουμένων ἐν κόνει τε καὶ πηλῷ.
Τούτους οὖν ἀποπέμψαντες ‑ οὐ γὰρ κακοτεχνίας ἀλλὰ τέχνας ἥκομεν ἐπισκεψόμενοι ‑ τοὺς τῆς ὄντως γυμναστικῆς ἐπιστήμονας ἤδη καλῶμεν, Ἱπποκράτην τε καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιμον Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον ὅσοι τ' ἄλλοι τὴν ὅλην περὶ τὸ σῶμα τέχνην ἐξέμαθον. ἤκουσας δήπου ἀρτίως Πλάτωνος λέγοντος, ὡς οὐδέν ἐστιν ἴδιον ὄνομα. μὴ τοίνυν ζήτει ἓν ὄνομα κατὰ πάσης τῆς περὶ τὸ σῶμα τέχνης, οὐ γὰρ εὑρήσεις· ἀλλ' εἴπερ ποτὲ κατασταίης ὑπὲρ αὐτῆς εἰπεῖν, ἀρκείτω σοι Πλάτωνα μιμησαμένῳ διελθεῖν, ὡς μιᾶς οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δ' ἰατρικήν, ὑγιαινόντων μὲν δηλονότι τὴν γυμναστικήν, [880] νοσούντων δὲ τὴν ἰατρικήν. ἀλλ' ἐκεῖνο μᾶλλον ἐπισκέψεως ἄξιον, ὅτι μὴ τὴν ὑγιεινὴν τέχνην ὁ Πλάτων ἀντιδιεῖλε τῇ ἰατρικῇ, καθάπερ ἐποίησαν οἱ προειρημένοι πάντες ἄνδρες, ὧν, εἰ βούλει, μνημονεύσωμεν ἑνός, ἐπειδὴ καὶ πρόχειρα πᾶσίν ἐστιν αὐτοῦ τὰ συγγράμματα. λέγει τοίνυν Ἐρασίστρατος ἐν τῷ προτέρῳ τῶν Ὑγιεινῶν· 'οὐδὲ γὰρ ἰατρὸν εὑρεῖν ἔστιν, ὅστις δέδωκεν αὑτὸν εἰς τὴν [περὶ] τῶν ὑγιεινῶν πραγματείαν'. εἶτ' ἐφεξῆς· 'αἱ μὲν γὰρ παρά τι πάθος γιγνόμεναι ἀπεψίαι καὶ αἱ τούτων θεραπεῖαι εἰς ἰατρικὴν καὶ οὐκ εἰς τὴν τῶν ὑγιεινῶν πραγματείαν πίπτουσιν'. εἶτ' αὖθις ἔτι προελθών· 'εἰ δέ τις εἴη φαυλότης περὶ τὸ σῶμα, δι' ἣν τὰ προσφερόμενα αἰεὶ διαφθαρήσεται, καὶ οὕτως εἰς τὴν αὐτὴν κακοχυμίαν τοῖς προϋπάρχουσιν ἥξει, τὴν τοιαύτην διάθεσιν ἰατροῦ καὶ οὐχ ὑγιεινοῦ λύειν'. εἶτ' ἐφεξῆς· 'τὸ λέγειν περὶ τούτων ἢ λύειν ταύτας ἰατροῖς καὶ οὐχ ὑγιεινοῖς ἐπιβάλλει'. φαίνεται γὰρ οὗτος οὐ μόνον ὑγιεινήν τιν' ὀνομάζων [881] τέχνην ὁμοίως τοῖς ἄλλοις ἅπασιν, ἀλλὰ καὶ τὸν τεχνίτην αὐτῆς ὑγιεινόν, ὥσπερ οἶμαι καὶ τὸν τῆς ἰατρικῆς ἰατρόν, ἵνα τῆς περὶ τὸ σῶμα θεραπευτικῆς τέχνης, ἧς οὐδὲν ἦν ὄνομα τοῖς Ἕλλησιν ἴδιον, εἰς δύο τὰ πρῶτα τμηθείσης, ὥσπερ αὐτὰς τὰς τέχνας ἰατρικήν τε καὶ ὑγιεινήν, οὕτω καὶ τοὺς τεχνίτας αὐτῶν ὀνομάζωμεν ὑγιεινόν τε καὶ ἰατρόν· ὡσαύτως δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ἐχρήσαντο τοῖς ὀνόμασιν.
Ἀλλ', ὡς ἔοικεν, οὔπω κατὰ Πλάτωνα σύνηθες ἦν τοῖς Ἕλλησιν οὔθ' ὑγιεινὴν τὴν τέχνην οὔτε τὸν ἐπιστήμονα καλεῖν ὑγιεινόν· οὐδὲ γὰρ οὐδὲ τὸ τοῦ Ἱπποκράτους ὑγιεινὸν ὑγιεινόν, ἀλλὰ τὸ μέν τι περὶ διαίτης ἐπιγέγραπται, τὸ δέ τι περὶ ὑδάτων τε καὶ ἀέρων καὶ τόπων. τάχα δ', ὡς ἔφην, οὐδὲ χρείαν εἶναι διαίτης ὁ Πλάτων ἐνόμιζε τοῖς ὑγιαίνουσιν, ἀλλ' ἀρκεῖν μόνην γυμναστικήν. οὐδὲ γὰρ τὸ ἀναληπτικὸν μόριον ἢ τὸ προφυλακτικὸν ἴσως ἡγεῖται προσήκειν τῇ γυμναστικῇ· μέσα γάρ, ὡς ἔφην, αὐτὰ τεταγμένα δυνατόν ἐστιν, ὁποτέρῳ τις βούλεται, προσνέμειν. ἀλλ' εἰ καὶ ταῦτά τις τοῖς ἰατροῖς ἐπιτρέψειεν, [882] ὀλίγον ἐστὶ τὸ ὑγιεινὸν ἀέρων τε πέρι καὶ ὑδάτων καὶ χωρίων καὶ γυμνασίων καὶ σιτίων ἐπισκοπούμενον· καίτοι γ' οὐδὲ περὶ σιτίων ἁπάντων, ἀλλ' ὅσα τοῖς ὑγιαίνουσιν ἁρμόττει μόνον. τάχα δ', ἐπειδὴ καὶ τὰ τῶν ἀέρων τε καὶ χωρίων καὶ ὑδάτων ἔφθανεν ἤδη γιγνώσκεσθαι τοῖς ἰατροῖς, ὡς ἂν καὶ πρώτου τοῦ θεραπευτικοῦ μορίου συστάντος, οὐδὲν ἔτι προσεπιμαθεῖν αὐτῶν ἐνέλιπεν εἰς τὸ μὴ μόνον ἰατροῖς ἀλλὰ καὶ ὑγιεινοῖς γενέσθαι πλὴν τῆς περὶ τὰ γυμνάσια τέχνης. οὔκουν οὐδ' ἀπεικὸς οὐδ' ἀπὸ μορίου τοῦ προσαγορευθέντος ὀνομασθῆναι τὸ σύμπαν. ἀλλὰ τοῦτο μὲν ὑπὲρ ὀνόματός ἐστιν, οὐ περὶ πράγματος σκοπεῖσθαι.
Καὶ εἴ τις, ὅπερ καὶ πρόσθεν εἶπον, αὐτὸ δὴ τοῦτο γιγνώσκων, ὅτι μὴ [καὶ] περὶ πράγματος ὁ λόγος ἀλλ' ὀνόματός ἐστιν, ἐμὲ κελεύσειεν ἀποφαίνεσθαί τι καὶ περὶ τοῦδε, βέλτιον ὀνομάζειν ἐρῶ τοὺς δύο τὰ πρῶτα μόρια φάσκοντας τῆς ὅλης τέχνης ὑγιεινόν τε καὶ θεραπευτικόν, εἴ γ' ἐν ταῖς μεθόδοις [883] ταῖς διαιρετικαῖς ἐμάθομεν ἀντιδιαιρεῖν ἀλλήλοις ὁμογενῆ πράγματα. τῷ γάρ, εἰ τύχοι, τῶν ζῴων εἰπόντι τὰ μὲν ἐναέρια, τὰ δ' ἔνυδρα προσθεῖναι τούτοις τὰ λογικὰ προφανῶς ἄτοπον. ἡ μὲν γὰρ προτέρα διαίρεσις ἔμπυρά τε καὶ ἔγγεια προσκεῖσθαι ποθεῖ· ταῦτα γὰρ ἀνάλογόν ἐστι τοῖς ἐναερίοις τε καὶ ἐνύδροις· ἡ δ' αὖ δευτέρα τοῖς λογικοῖς ἀντιδιαιρεῖσθαι βούλεται τὰ ἄλογα, κατὰ ταὐτὰ δὲ καὶ τῷ μὲν θνητῷ τὸ ἀθάνατον, ἀγρίῳ δὲ τὸ ἥμερον καὶ πεζῷ τὸ πτηνὸν καὶ τὸ νηκτόν· ἐσχάτη γὰρ ἀτοπία τῶν ζῴων, εἰ τύχοι, τὰ μὲν ἀθάνατα λέγειν εἶναι, τὰ δὲ πεζά, τὰ δὲ δίποδα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς περὶ τὸ σῶμα τέχνης εἴ τις ἐθέλοι τέμνων ἐξευρίσκειν τὰ μόρια, τὸ μὲν τοὺς νοσοῦντας ἰώμενον ἰατρικῆς τέχνης λεχθήσεται, τὸ δὲ τῶν ὑγιαινόντων προνοούμενον ὑγιεινῆς. καὶ τούτου γ' ἔτι κάλλιον, ὡς ἡμεῖς ἔμπροσθεν ἐλέγομεν, τῆς περὶ τὸ σῶμα τέχνης ἐπανορθωτικῆς τινος οὔσης τὸ μὲν κατὰ μεγάλα τὴν ἐπανόρθωσιν ποιούμενον ἰατικόν τε καὶ ἰατρικὸν ὀνομασθήσεται, τὸ δὲ κατὰ σμικρὰ καὶ διὰ τοῦτο λανθάνον, εἰ [884] τὴν ἀρχὴν ἐπανορθοῦται, φυλακτικόν. ἔτι δὲ κάλλιον ὀνομάσεις ἀπὸ τῶν ὑλῶν αὐτά, νοσερὸν μὲν τὸ ἕτερον, ὑγιεινὸν δὲ θάτερον. εἰ δ' αὖ πάλιν ἐθέλοις τέμνειν τὸ ὑγιεινὸν ἢ φυλακτικόν ‑ εἴρηται γάρ, ὡς ἑκατέρως ἐγχωρεῖ προσαγορεύειν ‑ ἀπὸ μὲν τῆς ὑποκειμένης ὕλης εἰς τρία τεμεῖς, ὡς ἔμπροσθεν εἴρηται, τό τ' ἀναληπτικὸν ὀνομαζόμενον καὶ τὸ κατ' εἶδος ὑγιεινὸν καὶ πρὸς τούτοις τὸ εὐεκτικόν. ὑποβέβληται γὰρ ἡ ἴδιος ἑκάστῳ τῶν εἰρημένων ὕλη, τῷ μὲν τὸ κατὰ σχέσιν ὑγιαῖνον σῶμα, τῷ δὲ τὸ καθ' ἕξιν, τῷ τρίτῳ δὲ τὸ καλούμενον εὐεκτικόν· συμβέβηκε γὰρ ὁμωνύμως λέγεσθαι τοῖς μορίοις τῆς τέχνης αὐτὰ τὰ σώματα. κατὰ δὲ τὰς ὕλας τῶν βοηθημάτων εἴπερ ἡ τομή σοι γίγνοιτο, τετραχῇ διαιρήσεις τὴν φυλακτικήν τε καὶ ὑγιεινὴν ταύτην τέχνην. ἔσται γὰρ αὐτῆς ἡ μὲν ἐν προσφερομένοις, ἡ δ' ἐν ποιουμένοις, ἡ δ' ἐν κενουμένοις, ἡ δ' ἐν τοῖς ἔξωθεν προσπίπτουσιν ἀναστρεφομένη· διὰ τούτων γὰρ ἡ ὑγίεια φυλάττεται. τὸ μὲν οὖν ἐν τοῖς προσφερομένοις τῆς ὑγιεινῆς τέχνης μέρος ἐδεσμάτων [885] τ' ἐστὶ καὶ πομάτων ἐπιστήμη τῶν εἰς ὑγιείας φυλακὴν ἀνηκόντων, τὸ δ' ἐν τοῖς κενουμένοις ἱδρώτων τε καὶ διαχωρημάτων οὔρων τε καὶ ὅλως ἁπάντων τῶν ἐκ τοῦ σώματος ἡμῶν ἐκκενοῦσθαι δεομένων, τὸ δὲ τῶν ἔξωθεν προσπιπτόντων, ἀέρος ὕδατος, ἅλμης θαλάττης, ἐλαίου τῶν τ' ἄλλων ἁπάντων τῶν τοιούτων. ἔτι δὲ τὸ τέταρτόν τε καὶ λοιπὸν ὅπερ ἐν τοῖς ποιουμένοις ἐτέτακτο μέρος τῆς τέχνης ἐν γυμνασίοις ἐστὶ καὶ τοῖς καλουμένοις ἐπιτηδεύμασι. καὶ γὰρ ἐγρήγορσις καὶ ἀγρυπνία καὶ ὕπνος καὶ ἀφροδίσιά τε καὶ θυμὸς καὶ φροντὶς καὶ λουτρὸν ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ χρὴ διαγιγνώσκειν τὸν ὑγιεινὸν ἑκάστου τῶν εἰρημένων ποσότητά τε καὶ ποιότητα καὶ καιρόν.
Πολλοστὸν οὖν μέρος γίγνεται τῆς ὑγιεινῆς τέχνης ἡ περὶ τῶν γυμνασίων ἐπιστήμη· δικαιότερον γὰρ οἶμαι καλεῖν ἐστι γυμναστικὴν τέχνην, ἥτις ἂν ἐπιστήμη τῆς ἐν ἅπασι τοῖς γυμνασίοις ᾖ δυνάμεως, ὡς τό γε περὶ τῶν κατὰ παλαίστραν ἐπίστασθαι μόνον ἐσχάτως τε μικρόν ἐστι καὶ πᾶσιν ἥκιστα [886] χρήσιμον. ἐρέσσειν γοῦν ἄμεινόν ἐστι καὶ σκάπτειν καὶ θερίζειν καὶ ἀκοντίζειν καὶ τρέχειν καὶ πηδᾶν καὶ ἱππάζεσθαι καὶ κυνηγετεῖν ὁπλομαχεῖν τε καὶ σχίζειν ξύλα καὶ βαστάζειν καὶ γεωργεῖν ἅπαντά τε τἆλλα κατὰ φύσιν ἐργάζεσθαι κρεῖττον ἢ κατὰ παλαίστραν γυμνάζεσθαι. καί σοι πάρεστιν ἤδη σκοπεῖν, οὐ μόνον ὅτι πολλοστόν ἐστι μόριον ‹τῆς› ὑγιεινῆς τέχνης ἡ γυμναστική, ἐλάχιστον δ' αὖ πάλιν ἐστὶ τῆς γυμναστικῆς τὸ περὶ τῶν κατὰ παλαίστραν μόριον ὅτι τε τούτῳ παράκειται τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα, [καὶ] διαθέσεώς τινος ἀπεργαστικὸν οὐ φύσει καὶ κακοτεχνίαν ἐπιστατοῦσαν ἔχον, ὑποδυόμενον μὲν τέλει χρηστῷ τῆς εὐεξίας, ἄλλο δέ τι μᾶλλον ἢ εὐεξίαν ἐργαζόμενον. ἀλλὰ τῆς μὲν τοιαύτης κακοτεχνίας οἱ δυστυχῶς ἀθλήσαντες ἐξαίφνης ἐπιστήμονες ἀναφαίνονται, τῆς δ' ὄντως γυμναστικῆς Ἱπποκράτης καὶ ὁ προειρημένος ἅμ' αὐτῷ χορὸς ἐπιστήμων ἐστίν. ὥσπερ δ' ἐν τοῖς κατ' ἰατρικὴν οὐχ ἅπασιν ὀρθῶς [ἅμα] εἴρηται πάντα, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ περὶ γυμνασίων. ἀλλὰ νῦν οὐ πρόκειται διελέγχειν τοὺς κακῶς ὑπὲρ [887] αὐτῶν ἐγνωκότας, ἀλλ' ἐξηγεῖσθαι τοὔνομα τῆς γυμναστικῆς, ὡς ἔστιν ἐπιστήμη τις ἥδε τῶν ἐν γυμνασίοις δυνάμεων, ὥσπερ ἡ φαρμακευτικὴ τῶν ἐν φαρμάκοις· ἄμφω γὰρ ταῦτα τὰ μόρια τὴν κλῆσιν ἀπὸ τῶν ὑλῶν ἔσχηκεν ὁμοίως τοῖς ἄλλοις, οἷς ὀλίγον ἔμπροσθεν εἶπον.
Ὧι καὶ δῆλον, ὡς ὅσοι τὴν γυμναστικὴν ἀντιδιαιροῦσι τῇ ἰατρικῇ, κακῶς γιγνώσκουσιν· ἡ μὲν γὰρ ἀπὸ τῆς ὕλης, ἡ δ' ἀπὸ τῆς καθόλου τε καὶ γενικῆς ἐνεργείας ὠνόμασται. πρῶται μὲν γάρ εἰσιν αἱ κατὰ μέρος ἐνέργειαι, καθῆραι δι' ἑλλεβόρου καὶ σκαμμωνίας, εἰ τύχοι, καὶ τεμεῖν φλέβα καὶ ὀστοῦν ἐκκόψαι καὶ ἀσιτῆσαι προστάξαι καὶ δοῦναι τροφήν· ἐπ' αὐταῖς δ' ἕτεραι γενικώτεραί τε καὶ ἤδη καθόλου, φαρμακεῦσαι καὶ χειρουργῆσαι καὶ διαιτῆσαι καὶ τούτων ἁπασῶν κοινή, τὸ ἰάσασθαι, καθάπερ οἶμαι πάλιν ἐπὶ ταῖς περὶ τὰ ὑγιαίνοντα γιγνομέναις ἐνεργείαις ἁπάσαις κοινὴ ἡ φυλακή. καὶ ὅστις ἀντιδιαιρεῖται τῷ [888] ἰατρικῷ τὸ φυλακτικόν, ὁμογενῶν ποιεῖται τὴν ἀντίθεσιν. ἄμφω γὰρ ἀπὸ τῆς ἐνεργείας ὠνόμασται, καθάπερ αὖ πάλιν ἀπὸ τῆς ὑποκειμένης ὕλης τό τε νοσερὸν καὶ ὑγιεινόν, ἀπὸ δὲ τῆς τῶν βοηθημάτων ὕλης τό τε φαρμακευτικὸν [ὠνόμασται] καὶ τὸ γυμναστικόν· τὸ μὲν γὰρ τοῦ νοσεροῦ τε καὶ ἰατρικοῦ μέρος ὑπάρχει, τὸ δὲ τοῦ ὑγιεινοῦ τε καὶ φυλακτικοῦ.
Προσέχειν δ' ἐνταῦθα τὸν νοῦν χρή, μή πῃ λάθωμεν τὸν αὐτὸν ἀποδείξαντες τῷ γυμναστικῷ τὸν ἐπιστάτην τῶν παλαισμάτων καὶ μόριόν τι ποιήσαντες ὅλης τῆς γυμναστικῆς τὴν ὡς ἂν εἴποι τις παλαιστρικήν· ὁ γὰρ ἐπιστάμενος τά τε παλαίσματα σύμπαντα καὶ τῶν τρίψεων ἁπάσας καλῶς ἐργάζεσθαι τὰς κατὰ μέρος ἐνεργείας ἀνάλογόν ἐστι σιτοποιῷ καὶ μαγείρῳ καὶ οἰκοδόμῳ, δημιουργεῖν μὲν ἐπισταμένοις ἄρτους τε καὶ ὄψα καὶ οἰκίας, οὐ μὴν ἐπαΐουσί γ' οὐδὲν οὐδὲ γιγνώσκουσιν, ὅ τί τε χρηστὸν ἐν αὐτοῖς καὶ μὴ χρηστὸν ἥντινά τε δύναμιν ἔχον ἕκαστον αὐτῶν ἐστι πρὸς ὑγίειαν. ἡ μὲν οὖν προνοουμένη τοῦ σώματος [889] ἡμῶν τέχνη μία, καθάπερ εἴρηται πολλάκις, αἱ δ' ἄλλαι τὰς ὕλας ταύτῃ παρασκευάζουσιν. οὔτε γὰρ οἷς ἄμεινόν ἐστιν ὑποδεδέσθαι [μὲν] καὶ ἀνυποδέτοις εἶναι σκυτοτόμος οἶδεν οὔθ' οἷς ὑποδεδέσθαι μέν, ἀλλὰ τοῖον ἢ τοῖον ὑπόδημα. τοῦτο μὲν γὰρ Ἱπποκράτης γιγνώσκει καὶ κελεύει γε τῷδέ τινι φορεῖν ἀρβύλας τὰς πηλοπάτιδας, οὐ μὴν αὐτός γε δημιουργήσει τὰς ἀρβύλας, οὐ μᾶλλον ἢ ὁ στρατηγὸς τὸ κράνος καὶ τὸν θώρακα καὶ τὸ δόρυ καὶ τὴν ἀσπίδα καὶ τὴν μάχαιραν καὶ τὰς κνημῖδας. οὐδὲ γὰρ ὁ οἰκοδόμος οἶδεν ὑψηλῆς πέρι καὶ ταπεινῆς οἰκήσεως οὐδὲ τῆς πρὸς ἀνατολὴν ἢ δύσιν ἐστραμμένης οὐδέ γε τῆς πρὸς βορρᾶν τε καὶ ψυχρᾶς ἢ νοτίου καὶ θερμῆς οὐδὲ σκοτεινῆς ἢ φωτεινῆς οὐδὲ καταγαίου τε καὶ ὑπερῴου καὶ νοτερᾶς καὶ ξηρᾶς, ἀλλ' ὅλως ἀγνοεῖ, τίνα μὲν ὠφέλειαν ἕκαστον τούτων ἔχει, τίνα δὲ βλάβην, ὥσπερ γε καὶ ὁ σιτοποιὸς οὐκ οἶδεν, ὅτῳ χρὴ καθαρὸν ἄρτον διδόναι καὶ ὅτῳ συγκομιστὸν οὐδ' ὅτῳ πολὺν ἢ ὀλίγον οὐδ' ἐν [890] ὅτῳ καιρῷ, κατασκευάζει μέντοι καλῶς αὐτούς. ὡσαύτως δὲ καὶ ὁ μάγειρος ἢ φακῆν ἢ πτισάνην ἢ χόνδρον ἢ τεῦτλον ἤ τι τῶν ἄλλων ἐπίσταται σκευάζειν οὐκ εἰδὼς οὐδενὸς αὐτῶν τὴν δύναμιν. αἱ μὲν δὴ τοιαῦται τέχναι τὰς ἁπάσας ὕλας παρασκευάζουσι τῇ θεραπευτικῇ τοῦ σώματος, ὥσπερ αὐταῖς ταύταις ἕτεραι, τῷ μὲν σιτοποιῷ τοὺς πυροὺς ὁ γεωργὸς καὶ κρίβανον ὁ ἰπνοπλάστης καὶ ὁ ὑλοτόμος τὰ ξύλα καὶ ὁ τέκτων τὸν ἄβακα, τῷ τέκτονι δ' αὐτῷ πάλιν ἄλλος μὲν ἀξίνην, ἄλλος δὲ στάθμην, ἄλλος δ' αὖ τὰ ξύλα, καὶ σκυτοτόμῳ δὲ κατὰ ταὐτὰ τὴν μὲν σμίλην ἡ χαλκευτική, τὰ σκύτη δ' ἡ βυρσοδεψική, τὸν καλόποδα δ' ἡ τεκτονική· καὶ οἰκοδόμῳ δὲ λατύποι τε καὶ λιθοτόμοι καὶ πλινθουργοὶ καὶ τέκτονες, οἱ μὲν λίθους, οἱ δὲ πλίνθους, οἱ δ' ἐπιτήδεια ξύλα προπαρασκευάζουσιν. αἱ μὲν οὖν τοιαῦται τέχναι σύμπασαι προσδέονταί τ' ἀλλήλων καὶ παρασκευάζουσι ταῖς τελεωτέραις τάς θ' ὕλας αὐτάς, ἐξ ὧν ἐργάζονται τὸ τέλος, ὄργανά τε χρηστά, δι' ὧν ἐκείνας κοσμοῦσιν.
Ἁπάσαις δ' αὐταῖς ἐφέστηκεν οἷον ἀρχιτεκτονική τις ἡ θεραπευτικὴ τοῦ σώματος καὶ [891] κελεύει τῇ μὲν οἰκοδομικῇ τοιάνδε τινὰ τὴν οἰκίαν ποιῆσαι, τῇ δὲ σκυτοτομικῇ τὸ ὑπόδημα καὶ τῇ μὲν σιτοποιητικῇ τὸν ἄρτον, τῇ δ' αὖ μαγειρικῇ τοὖψον ἑκάστῃ τε τῶν ἄλλων, ὡς ἑκάστη πέφυκεν. ἀλλὰ ταύτης τῆς περὶ τὸ σῶμα θεραπευτικῆς ἡ ὑγιεινὴ μόριον ἦν καὶ ταύτης τετραχῇ τεμνομένης ἑνὸς τῶν μορίων ἡ γυμναστικὴ μόριον. αὕτη τοίνυν οἷον ἀρχιτεκτονική τίς ἐστι τοσῶνδε τεχνῶν, ἱππευτικῆς μέν, ὅταν ἱππάζεσθαι δέῃ, διδάσκουσα μέτρον καὶ καιρὸν καὶ ποιότητα, κυνηγετικῆς δὲ καὶ συμπάσης θηρευτικῆς, ὅταν αὖ τούτων ἡ χρεία καλῇ, κατὰ ταὐτὰ δὲ καὶ σκαπτόντων καὶ θεριζόντων καὶ ὑλοτομούντων καὶ ἐρεσσόντων καὶ ὀρχουμένων καὶ πᾶν ὁτιοῦν ἐνεργούντων ἐπιστατεῖ τε καὶ ἄρχει καὶ προστάττει.
Μία τῶν τοιούτων ἐστὶ τεχνῶν καὶ ἡ περὶ τὰ παλαίσματα ‑ καλῶμεν δ' αὐτήν, εἰ βούλει, παιδοτριβικήν ‑ αὕτη μὲν οὐδ' ἐπαΐουσα τῶν πρὸς ὠφέλειάν τε καὶ βλάβην τοῦ σώματος, εὐσχήμονας δὲ καὶ πολυειδεῖς καὶ καταβλητικὰς καὶ ἀπόνους ἐξευρίσκουσα [892] λαβάς θ' ἅμα καὶ κινήσεις οὐδὲν ἧττον τῆς ὀρχηστικῆς. ἀλλ' ἐκείνη μὲν οὐκ ἀντιποιεῖται τῆς περὶ τὸ σῶμα θεραπείας· ἡ παιδοτριβικὴ δ' οὐκ οἶδ' ὅπως ὑπ' ἀναισθησίας ἐσχάτης οἷον ἔμπληκτός τις οἰκέτης ἐπανίσταται δεσπότῃ χρηστῷ, τῇ γυμναστικῇ, καθάπερ εἰ καί τις ὁπλίτης ἢ ἱππεὺς ἢ τοξότης ἢ σφενδονήτης ἢ ἀκοντιστὴς ἀντιλέγοι τῷ στρατηγῷ παρατάττοντί τε καὶ ὁπλίζοντι καὶ πρὸς τὸν πόλεμον ἐξάγοντι καὶ αὖθις ἡσυχάζειν κελεύοντι· μαίνοιτο γὰρ ἄν που κἀκεῖνος, εἰ τὸν στρατηγὸν εἰς τὰς κατὰ μέρος ἐνεργείας προκαλούμενος, εἶτα βελτίων εὑρισκόμενος ἢ κοινωνεῖν ἀξιοῖ τῆς ἀρχῆς ἢ μέρος ἀποφαίνοι τὴν αὑτοῦ τέχνην τῆς στρατηγικῆς. μαίνοιτο δ' ἂν οὐδὲν ἧττον, οἶμαι, καὶ ὁ παιδοτρίβης ἢ κοινωνεῖν γυμναστικῆς ἢ μέρος ἔχειν αὐτῆς οἰόμενος· ὑπηρέτης γάρ ἐστι μόνον, ὥσπερ γ' ὁ στρατιώτης τῆς στρατηγικῆς, οὕτω καὶ ὁ παιδοτρίβης [αὐτὸς γάρ], ᾗ μὲν γυμνάζει, τῆς γυμναστικῆς, ᾗ δ' ἀσκεῖ τέχνην παλαισμάτων, ἑτέρας αὖ τινός ἐστιν [893] ἐπιτηδεύσεως ὑπηρέτης, ἣν ἐγὼ μὲν ὀνομάζω καταβλητικήν, οὐ μήν γ' αὑτοὺς οὕτω καλοῦσιν οἱ τοὺς ἀθλητὰς ἀσκοῦντες, ἀλλὰ γυμναστὰς ὀνομάζουσι. καίτοι κατά γε τὴν ἀλήθειαν ἕτερον μέν ἐστι παιδοτριβικὴ καθάπερ ἡ τοξευτική, καταβλητικὴ δ' οἷόνπερ ἡ στρατηγική, γυμναστικὴ δ' οἷον ἡ ἰατρική, καὶ διτταῖς ὑπηρετεῖ τέχναις ἐφεστώσαις ἑκάστη τῶν τοιούτων. οὕτω γὰρ καὶ ἡ σκυτοτομικὴ τὸ μὲν ὡς στρατιώτῃ τῷδέ τινι χρηστὸν ὑπόδημα παρὰ τῆς στρατηγικῆς ἐκδιδάσκεται, τὸ δ' ὡς εἰς ὑγίειαν ἐπιτήδειον ὑπὸ τῆς περὶ τὸ σῶμα τέχνης ἐργάζεσθαι κελεύεται. ὡσαύτως δὲ καὶ ἡ μαγειρικὴ τὸ μὲν εἰς ὑγίειαν ὄψον ἰατρῷ τε καὶ ὑγιεινῷ παρασκευάζει, τὸ δ' εἰς ἡδονὴν τέχνῃ μὲν οὐκέτι τοῦτό γ' οὐδεμιᾷ, κολακείᾳ δέ τινι τὸ τέλος οὐ τὴν ὑγίειαν, ἀλλὰ τὴν ἡδονὴν πεποιημένῃ. καὶ δὴ οὖν καὶ ‹ἡ› παλαιστικὴ τὸ μὲν εἰς ὑγίειαν χρηστὸν ὑγιεινοῖς τε καὶ γυμνασταῖς παρασκευάζει, τὸ δ' εἰς διάθεσιν ἀθλητικὴν ἐκείνῃ τῇ κακοτεχνίᾳ τῇ πολλάκις εἰρημένῃ, τῇ καλούσῃ μὲν ἑαυτὴν γυμναστικήν, κάλλιον δ' ἂν ὀνομασθείη καταβλητική. καὶ γὰρ οὖν καὶ ὀνομάζουσιν αὐτὴν οἱ Λάκωνες καββαλικὴν καὶ καββα[894]λικώτερον ἑαυτῶν γέ φασιν εἶναι τὸν ἐν ταύτῃ τεθραμμένον, οὐκ ἰσχυρότερον.
Ὅπου γε καὶ ἡ ὑγιαίνουσα πολιτεία μισεῖ τοῦτο τὸ ἐπιτήδευμα καὶ βδελύττεται, πάσης μὲν τῆς εἰς τὸν βίον ἰσχύος ἀνατρεπτικὸν ὑπάρχον, εἰς οὐκ ἀγαθὴν δὲ τοῦ σώματος ἄγον διάθεσιν. ἐγὼ γοῦν ἐπειράθην ἐμαυτοῦ πολλάκις ἰσχυροτέρου τῶν ἀρίστων εἶναι δοκούντων καὶ πολλοὺς στεφανίτας ἀγῶνας ἀνῃρημένων ἀθλητῶν. ἔν τε γὰρ ὁδοιπορίαις ἁπάσαις ἄχρηστοι τελέως ἦσαν ἔν τε [ταῖς] πολεμικαῖς πράξεσιν, ἔτι δὲ μᾶλλον ἐν πολιτικαῖς τε καὶ γεωργικαῖς, εἰ δέ που καὶ φίλῳ νοσοῦντι παραμεῖναι δέοι, πάντων ἀχρηστότατοι συμβουλεῦσαί τε καὶ συσκέψασθαι καὶ συμπρᾶξαι, ταύτῃ μέν, ᾗπέρ γε καὶ οἱ σύες. ἀλλ' ὅμως οἱ τούτων ἀτυχέστατοι καὶ μηδεπώποτε νικήσαντες ἐξαίφνης ἑαυτοὺς ὀνομάζουσι γυμναστάς, εἶτ' οἶμαι καὶ κεκράγασιν οὐδὲν ἧττον τῶν συῶν ἐκμελεῖ καὶ βαρβάρῳ φωνῇ. τινὲς δ' αὐτῶν καὶ γράφειν ἐπιχειροῦσιν [895] ἢ περὶ τρίψεως ἢ εὐεξίας ἢ ὑγιείας ἢ γυμνασίων, εἶτα προσάπτεσθαι τολμῶσι καὶ ἀντιλέγειν οἷς οὐδ' ὅλως ἔμαθον, οἷος καὶ ὁ πρώην μὲν Ἱπποκράτει ἐγκαλῶν ὡς οὐκ ὀρθῶς ἀποφηναμένῳ περὶ τρίψεως. ἐπεὶ δ' ἡμᾶς ἀφικομένους ἠξίωσάν τινες τῶν παρόντων ἰατρῶν τε καὶ φιλοσόφων ἅπαντα διελθεῖν αὐτοῖς τὸν λόγον, εἶτ' ἐφαίνετο ἁπάντων πρῶτος ὑπὲρ αὐτῆς Ἱπποκράτης ἀποφηνάμενος ἄριστα, παρελθὼν εἰς τὸ μέσον ἐξαίφνης ὁ αὐτοδίδακτος ἐκεῖνος γυμναστὴς ἐκδύσας παιδάριον ἐκέλευσεν ἡμᾶς τρίβειν τε τοῦτο καὶ γυμνάζειν ἢ σιωπᾶν περὶ τρίψεως καὶ γυμνασίων, εἶτ' ἐφεξῆς ἐβόα· ποῦ γὰρ Ἱπποκράτης εἰσῆλθεν εἰς σκάμμα; ποῦ δ' εἰς παλαίστραν; ἴσως οὐδ' ἀναχέασθαι καλῶς ἠπίστατο. οὗτος μὲν οὖν ἐκεκράγει τε καὶ ἄλλως οὐδὲ σιωπῶν ἀκούειν ἐδύνατο καὶ μανθάνειν τὰ λεγόμενα, ἡμεῖς δὲ κατὰ σχολὴν τοῖς παροῦσι διελέχθημεν, ὡς ὅμοιον ὁ κακοδαίμων ἐκεῖνος ἐργάζοιτο μαγείρῳ τε καὶ σιτοποιῷ περὶ πτισάνης ἢ ἄρτου διαλέγεσθαι τολμῶντι κἄπειτα [896] φάσκοντι· ποῦ γὰρ Ἱπποκράτης ἐν μαγειρείῳ διέτριψεν ἢ ἐν μυλῶνι; σκευασάτω γοῦν μοι πλακοῦντα καὶ ἄρτον καὶ ζωμὸν καὶ λοπάδα, ἔπειθ' οὕτως ὑπὲρ αὐτῶν διαλεγέσθω.
Τί ποτ' οὖν, φήσεις, ἰατροὺς ὀνομάζομεν Ἱπποκράτην τε καὶ τὸν ἀπ' αὐτοῦ χορόν, εἴπερ οὐ κατὰ πάσης τῆς περὶ τὸ σῶμα τέχνης τοὔνομα φέρομεν, ἀλλὰ κατὰ μόνου τοῦ μέρους αὐτῆς, ὃ τοὺς κάμνοντας ἰᾶται; φαίνονται μὲν γὰρ ὅλην μεταχειρισάμενοι τὴν τέχνην, ὡς μηδὲ τὸ περὶ τὰ γυμνάσια μέρος αὐτῆς ἀπολιπεῖν. ὅτι πρώτου συστάντος ὅλης τῆς τέχνης μέρους τοῦ θεραπευτικοῦ, διότι καὶ μάλιστα κατήπειγεν, ὕστερον δὲ κατὰ πολλὴν σχολὴν αὐτῷ προστεθέντος τοῦ φυλακτικοῦ τε καὶ ὑγιεινοῦ προσαγορευομένου, τὴν ὅλην τέχνην ἀπὸ τοῦ μέρους ὀνομασθῆναι συνέβη, καθάπερ ἐπ' ἄλλων πολλῶν ἐγένετο· καὶ γὰρ γεωμέτρας ὀνομάζομεν οὐ τοὺς περὶ τῶν ἐπιπέδων σχημάτων μόνον, ἀλλὰ καὶ τοὺς περὶ τῶν στερεῶν ἐπισταμένους οὐδ' ἔστιν οὐδεὶς νῦν ὥσπερ γεωμέτρης οὕτω καὶ στερεομέτρης ὀνομαζόμενος, ἀλλ' [897] ἐκλέλοιπε τοὔνομα, καθάπερ καὶ τὸ τῶν ὑγιεινῶν, οὐ τῶν σωμάτων οὐδὲ τῶν διαιτημάτων λέγω τῶν ὑγιεινῶν, ἀλλὰ τῶν ἐπισταμένων ἀνδρῶν ταῦτα, τῶν ὑπ' Ἐρασιστράτου τοῖς ἰατροῖς ἀντιδιῃρημένων. ὡσαύτως δὲ καὶ τριηράρχας μὲν ὠνόμαζον οἱ παλαιοὶ τοὺς ἄρχοντας τῶν τριήρων, νῦν δ' ἤδη πάντας οὕτω καλοῦσι τοὺς ὁπωσοῦν ἡγουμένους στόλου ναυτικοῦ, κἂν μὴ τριήρεις ὦσιν αἱ νῆες. ὅμοιόν τι τούτῳ περὶ τὴν ἰατρικὴν ἐγένετο καὶ τοὺς ἰατρούς· ἀπὸ γὰρ τοῦ πρώτου συστάντος μέρους ὅλην τε τὴν περὶ τὸ σῶμα τέχνην ὀνομασθῆναι συνέβη τοῦ χρόνου προϊόντος ἰατρικὴν αὐτόν τε τὸν ἐπιστήμονα τῆς τέχνης ἰατρόν. οὔκουν οὐδ' ἀπεικός ἐστιν ἐρωτηθέντα τινὰ νῦν, ἧστινός ἐστι τέχνης μέρος τὸ ὑγιεινόν, ἀποκρίνασθαι τῆς ἰατρικῆς· ἐκταθείσης γὰρ ἐπὶ πλέον τῆς προσηγορίας καὶ μηκέτι τὸ μέρος ἀλλ' ὅλην τὴν περὶ τὸ σῶμα τέχνην σημαινούσης Ἱπποκράτης τε δικαίως καὶ οἱ νῦν ἅπαντες ἰατροὶ ὀνομάζονται· ἴσασι γὰρ μόρια τῆς τέχνης αὐτῆς δύο τὰ μέγιστα, θεραπευτικόν τε καὶ ὑγιεινόν. αὐτοῦ δ' αὖ πάλιν τοῦ ὑγιεινοῦ μέρους [898] ἴσασι τὸ γυμναστικόν, ὡς καὶ πρόσθεν ἐπιδέδεικται. καθάπερ οὖν Ἱπποκράτης καὶ Διοκλῆς καὶ Πραξαγόρας καὶ Φιλότιμος καὶ Ἡρόφιλος ὅλης τῆς περὶ τὸ σῶμα τέχνης ἐπιστήμονες ἦσαν, ὡς δηλοῖ τὰ συγγράμματα αὐτῶν, οὕτως αὖ πάλιν οἱ περὶ Θέωνα καὶ Τρύφωνα τὴν περὶ τοὺς ἀθλητὰς κακοτεχνίαν μετεχειρίσαντο, καθάπερ αὖ καὶ τὰ τούτων δηλοῖ συγγράμματα, παρασκευήν τέ τι γυμνάσιον ὀνομαζόντων καὶ αὖθις ἕτερόν τι μερισμόν, ἔπειτ' ἄλλο τι τέλειον, ἀποθεραπείαν δ' ἄλλο, καὶ ζητούντων, εἴτε κατὰ τὴν τοιαύτην περίοδον ἀσκητέον ἐστὶ καὶ γυμναστέον τὸν ἀθλητὴν εἴτε κατ' ἄλλον τινὰ τρόπον. ᾗ καὶ θαυμάζειν ἐπέρχεταί μοι τῶν νῦν τοὺς ἀθλητὰς γυμναζόντων, ὅταν ἀμφισβητούντων ἀκούσω μέρος εἶναι τῆς ἑαυτῶν τέχνης τὸ ὑγιεινόν. ὅπου γὰρ οὐδὲ τῆς ὄντως γυμναστικῆς μέρος ἐστὶν ἀλλ' ἔμπαλιν ἐκείνη μέρος ὑγιεινοῦ, τί χρὴ περὶ τῆς τούτων κακοτεχνίας ἀμφιβάλλειν, ἣ μήτε μέρος ἐστὶν ὅλως τῆς περὶ τὸ σῶμα τέχνης ἐπιτηδεύματός τε προέστηκεν οὐχ ὑπὸ Πλάτωνος μόνον ἢ Ἱπποκράτους, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων ἀτιμαζομένου;