16348 794 0 0 0 0 II d. C. Medicina Galenus Synopsis librorum suorum de pulsibus Kühn, C.G., Leipzig, Knobloch, 1825 Rist. 1965, Hildesheim, Olms. 1

Galenus - Synopsis librorum suorum de pulsibus

ΓΑΛΗΝΟΥ ΣΥΝΟΨΙΣ ΠΕΡΙ ΣΦΥΓΜΩΝ ΙΔΙΑΣ ΠΡΑΓΜΑΤΕΙΑΣ.

[431]   Οἱ πολλοὶ τῶν ἀνθρώπων ὀρέγονται μὲν ἐπιστήμης ἀκριβοῦς ὧν ἑκάστοτε μανθάνουσι, τὴν δὲ ἐπ' αὐτὴν ἄγουσαν ὁδὸν ὀκνοῦσιν ἰέναι, καὶ διὰ τοῦτο τοὺς κατὰ διέξοδεν ἑρμηνευομένους λόγους ἀποδιδράσκοντες ὡς μακροὺς ἔνιοι μὲν εἰς ἀγωγὰς ἢ ὑπογραφὰς ἢ ὑποτυπώσεις ἀναγινώσκουσιν, ἔνιοι δὲ ἐπιτομὰς ἢ συνόψεις ἢ ἐπιδρομάς· εἶθ' ὕστερόν ποτε προσπίπτοντες ἀντιλογικοῖς ἀνθρώποις, οὐ δυνάμενοί τε [432] διαλύεσθαι τὰ πρὸς αὐτῶν λεγόμενα, διὰ τὸ μηδὲ θελῆσαι μαθεῖν αὐτῶν τὰς λύσεις, ἀφίστανται τῶν ἀληθῶν. χρὴ τοίνυν γινώσκοντας αὐτοὺς τοῦτο μάλιστα τὴν διεξοδικὴν διδασκαλίαν τῶν ἄλλων πλεονεκτοῦσαν, ὅτι μὴ μόνα τἀληθῆ διδάσκει, προστίθησι δ' αὐτοῖς τὰς ἀποδείξεις καὶ τὰς ἀντιλογίας καὶ τὰς λύσεις αὐτῶν, ὅταν ἀποστῶσι τῆς τοιαύτης μαθήσεως, ἀφίστασθαι καὶ τοῦ διαλέγεσθαι τοῖς πέλας ὑπὲρ τῆς ἀληθείας ὧν ἔμαθον. οὐ μὴν ποιοῦσιν οὕτως· καὶ διὰ τοῦτο συμβαίνει δι' ὅλου τοῦ βίου σαλεύειν αὐτῶν τὰς γνώμας ὥσπερ ἐν κλύδωνι ναῦν ὁρμοῦσαν· ὡς γὰρ ἄγκυραι τοῦ βεβαίως ὁρμεῖν καὶ μὴ μετακινεῖσθαι τὰς ἐπιστήμας αἱ ἀποδείξεις εἰσίν. ἐγὼ τοίνυν προτρέπω μανθάνειν μὲν ἅπαντα τελέως, ἤτοι γε εὐθὺς ἐξαρχῆς, ἢ δι' ὑποτυπώσεως τινὸς ἢ συνόψεως προσεισαχθέντας· ἐὰν δ' ἀκριβῶς μάθωσι, τηνικαῦτα καὶ τὰς ἐπιτομὰς ἀναγινώσκειν, ἐπειδὰν βουληθῶσιν ἀναμνησθῆναι δι' ὀλίγων ῥημάτων ἃ πρόσθεν ἔμαθον μακρῶς. ὅλως μὲν γὰρ οὐδὲ προῃρούμην ἐμῆς πραγματείας ἐπιτομὴν ποιεῖσθαι, βέλτιον ἡγούμενος εἶναι τοὺς τὰς διεξόδους [433] ἀκριβῶς ἀναλεξαμένους ἑαυτοῖς ἐπιτέμνεσθαι· χρήσιμοι γὰρ οὕτως αἵ τ' ἐπιτομαὶ καὶ αἱ συνόψεις γίνονται, κατὰ τὴν ἰδίαν ἕξιν ἑκάστῳ γραφόμεναι. ἐπειδὴ ἄλλους ἔγνων ἐπιτομὰς ποιουμένους τῶν ἐμῶν πραγματειῶν οὐκ ὀρθῶς, αἷς ἐντυγχάνοντες οἱ τὰς διεξόδους ἀναγινώσκειν ὀκνοῦντες βλάπτονται, διὰ τοῦτ' αὐτὸς ἠναγκάσθην ἐπὶ τήνδε τὴν πρᾶξιν ἀφικέσθαι παρὰ τὴν ἐξαρχῆς γνώμην, καὶ πρώτην γε πασῶν τὴν περὶ σφυγμῶν πραγματείαν εἰς σύνοψιν ἤγαγον. ἦν δ' αὐτῆς ἡ πᾶσα διέξοδος εἰς τέτταρα μέρη διηρημένη, πρῶτον μὲν τὸ τῆς διαφορᾶς αὐτῶν, δεύτερον δὲ τὸ τῆς διαγνώσεως, καὶ τρίτον τὸ τῶν αἰτίων, καὶ τέταρτον τὸ τῆς προγνώσεως. ἐν μὲν οὖν τῷ περὶ διαφορᾶς τῶν σφυγμῶν μέρει, πῶς ἂν εὕροι μεθόδῳ τὸν ἀριθμὸν τῶν σφυγμῶν πάντων, διδάσκεται· κατὰ δὲ τὸ δεύτερον μέρος, ὅπως ἄν τις ἕκαστον αὐτῶν διαγνοίη· τινὲς μὲν γὰρ τούτων δυσδιάγνωστοι, τινὲς δὲ ἀδιάγνωστοι πρός γε τὴν ἁφήν εἰσι· τὸ δὲ τρίτον μέρος, ὑπὸ τίνων αἰτίων ἕκαστος σφυγμὸς γίνεται, διδάσκει· τὸ δὲ τέταρτον, οὗ χάριν ἅπαντα ταῦτα ἀσκεῖται, περὶ τῆς δι' αὐτῶν προγνώσεως ἐστί.

[434]    Γεγονότων οὖν ἡμῖν καθ' ἕκαστον μέρος τεττάρων βιβλίων, ὡς εἶναι τὰ σύμπαντα ἑκκαίδεκα, νῦν, ὡς ἔφην, ἐν τῷδε σύνοψιν αὐτῶν ποιήσομαι, ἀρξάμενος ἀπὸ τοῦ πρώτου περὶ τῆς διαφορᾶς· ἐν ᾧ προτέτακται τὸ προοίμιον, ἐπιδεικνύον ἄμεινον εἶναι τοῖς πράγμασιν αὐτοῖς προσέχειν τὸν νοῦν, καταφρονοῦντας τῶν ὀνομάτων. ὅπερ οὐκ ἐν ταύτῃ τῇ πραγματείᾳ μόνον, ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις ἁπάσαις ἀξιῶ πράττειν. ὁ μὲν γὰρ ἀπὸ τῆς τοῦ πράγματος οὐσίας εὑρίσκων μεθόδῳ τὰς ἐν αὐτῷ διαφορὰς ἐπιστήμην ἴσχει βεβαίαν τοῦ μήτε παραλελεῖφθαί τι τῶν πραγμάτων μήτε περιττῶς εἰρῆθαι· τοῖς δ' ἀπὸ τῶν ὀνομάτων ἀρχομένοις ἄδηλον, εἴτε παραλέλειπταί τι, εἴτε ἐκ περιττοῦ πρόσκειται. πολλάκις μὲν γὰρ ἓν ὄνομα πλείω σημαίνει πράγματα, πολλάκις δὲ ἓν πρᾶγμα πλείονας ἔχει προσηγορίας· ἔνια δ' οὐδ' ὅλως ὠνόμασται τὴν ἀρχὴν, ἢ διὰ τὸ μὴ γνωσθῆναι τοῖς ἔμπροσθεν, ἢ διὰ τὸ παντάπασιν ὀλίγοις. κίνδυνος οὖν ἐστι τῶν ὁμωνύμως λεγομένων παραλειφθῆναί τι πρᾶγμα, κατὰ [435] δὲ τὰ πολυώνυμα τῷ πλήθει τῶν ὀνομάτων ἴσον εἶναι τὸ πρᾶγμα. καὶ διὰ τοῦτο τὴν ἀπὸ τῶν ὀνομάτων ἀρχὴν ἐάσαντας ἄμεινόν ἐστιν ἀπ' αὐτοῦ τοῦ πράγματος ἀρξαμένους ἐπὶ τὴν ζήτησιν ἔρχεσθαι τοῦ πλήθους τῶν ἐν αὐτῷ διαφορῶν.

   Ἔστι δὴ τοῦ προκειμένου πράγματος οὐσία κοίλου καὶ προμήκους σώματος αἰσθητὴ διαστολή τε καὶ συστολή. τὸ μὲν οὖν κοῖλον σῶμα τοῦτο καλεῖται πρὸς τῶν ἰατρῶν ἀρτηρία, τὴν δ' εἰρημένην αὐτοῦ κίνησιν ὀνομάζουσι σφυγμὸν οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι. καὶ εἰ μὴ τοῦτο καλεῖν ἐθέλοι τις σφυγμὸν, οὐδὲν ἂν εἴη πρὸς ἡμᾶς· οὐ γὰρ ὑπὲρ ὀνομάτων ἀμφισβητήσοντες ἥκομεν, ἀλλ' ὅπως ἄν τις ἐκ τῆς τῶν ἀρτηριῶν αἰσθητῆς κινήσεως προγινώσκοι τὰ μέλλοντα. εἴτ' οὖν σφυγμὸν εἴτε παλμὸν εἴθ' ὁτιοῦν ἄλλο καλεῖν ἐθέλει τις τὴν κίνησιν αὐτῶν, οὐ διοίσει, τῆς προγνώσεως ἐξ αὐτῆς γινομένης ὀρθῶς, ἐφ' ἣν ἐσπεύδομεν ἐξαρχῆς. τίνα τοίνυν ἐστὶ τὰ τῇ κινήσει τῶν ἀρτηριῶν ἐξ ἀνάγκης ὑπάρχοντα, πρῶτον ἐπισκέψασθαι δεήσει· [436] κἄπειθ' ἑξῆς εἴ τι τῶν ἄλλων προσέρχεται τῶν οὐκ ἐξ ἀνάγκης. ὑπάρχει δὴ τῇ κινήσει τῶν ἀρτηριῶν κατὰ τὸν ἴδιον αὐτῆς λόγον δύο τὰ πρῶτα, διάστημά τε καθ' ὃ φέρεται τὸ κινούμενον καὶ χρόνος ἐν ᾧ κινεῖται. τὸ μὲν οὖν διάστημα τῆς κινήσεως ἐπειδὴ κατά τε τὸ μῆκος καὶ πλάτος καὶ βάθος τῆς ἀρτηρίας γίνεται, τρεῖς ποιήσει τὰς ἁπλᾶς τε καὶ πρώτας διαφοράς· μίαν μὲν κατὰ τὸ μῆκος, ἑτέραν δὲ κατὰ τὸ πλάτος, καὶ τρίτην κατὰ τὸ βάθος ἢ ὕψος· ἑκατέρως γὰρ ὀνομάζεται. ἐὰν μὲν οὖν τοῦ κατὰ φύσιν ὁ νῦν φαινόμενος σφυγμὸς εἰς ὕψος ἀνίῃ πλεῖον, ὑψηλὸς κληθήσεται· καθάπερ γε κἂν εἰς πλάτος ἐκτείνηται μᾶλλον τοῦ κατὰ φύσιν, πλατύς· οὕτω δὲ καὶ ἐὰν κατὰ μῆκος πλεῖον τοῦ κατὰ φύσιν ὑποπίπτῃ τοῖς ἁπτομένοις, μακρός. εὔδηλοι δὲ καὶ οἱ ἐναντίοι τούτοις ὁ ταπεινὸς καὶ στενὸς καὶ βραχύς. ὁ δὲ καθ' ἑκάστην τῶν τριῶν καταστάσεων κατὰ φύσιν ἔχων σφυγμὸς σύμμετρος ὀνομασθήσεται καὶ κατ' ἐκείνην τὴν διάστασιν. ἀνάγκη τοίνυν [437] εἶναι τὰς πάσας διαφορὰς τῶν σφυγμῶν ἑπτὰ καὶ εἴκοσι τὰς ὑπογεγραμμένας.

       μῆκος       πλάτος      βάθος

   α΄    μακρὸς      πλατὺς      ὑψηλὸς      μέγας

   β΄    μακρὸς      πλατὺς      σύμμετρος

   γ΄    μακρὸς      πλατὺς      ταπεινὸς

   δ΄    μακρὸς      σύμμετρος   ὑψηλὸς

   ε΄    μακρὸς      σύμμετρος   σύμμετρος

   Ϛ΄    μακρὸς      σύμμετρος   ταπεινὸς

   ζ΄    μακρὸς      στενὸς      ὑψηλὸς

   η΄    μακρὸς      στενὸς      σύμμετρος

   θ΄    μακρὸς      στενὸς      ταπεινὸς

   ι΄    σύμμετρος   πλατὺς      ὑψηλὸς

   ια΄    σύμμετρος   πλατὺς      σύμμετρος

   ιβ΄    σύμμετρος   πλατὺς      ταπεινὸς

[438]           μῆκος       πλάτος      βάθος

   ιγ΄    σύμμετρος   σύμμετρος   ὑψηλὸς

   ιδ΄    σύμμετρος   σύμμετρος   σύμμετρος

   ιε΄    σύμμετρος   σύμμετρος   ταπεινὸς

   ιϚ΄    σύμμετρος   στενὸς      ὑψηλὸς

   ιζ΄    σύμμετρος   στενὸς      σύμμετρος

   ιη΄    σύμμετρος   στενὸς      ταπεινὸς

   ιθ΄    βραχὺς      πλατὺς      ὑψηλὸς

   κ΄    βραχὺς      πλατὺς      σύμμετρος

   κα΄    βραχὺς      πλατὺς      ταπεινὸς

   κβ΄    βραχὺς      σύμμετρος   ὑψηλὸς

   κγ΄    βραχὺς      σύμμετρος   σύμμετρος

   κδ΄    βραχὺς      σύμμετρος   ταπεινὸς

   κε΄    βραχὺς      στενὸς      ὑψηλὸς

   κϚ΄    βραχὺς      στενὸς      σύμμετρος

   κζ΄    βραχὺς      στενὸς      ταπεινὸς    μικρός.

[439] οὕτω δὴ τούτων ἑπτὰ καὶ εἴκοσι σφυγμῶν ὄντων κατὰ τὸ ποσὸν ἐν ταῖς τρισὶν ἅμα διαστάσεσι συνισταμένων, δύο μὲν ἐξ αὐτῶν ἔχουσιν ὀνόματα πρὸς ἁπάντων ὁμολογούμενα τῶν ἰατρῶν, ὅ τε πρῶτος ἐν αὐτοῖς γεγραμμένος καὶ ὁ ἔσχατος· ὁ μὲν γὰρ μέγας, ὁ δὲ μικρὸς καλεῖται· τὸ δὲ ἄλλο πᾶν πλῆθος οὐκ ἔχει. οὐδὲ γὰρ οἱ ἰσχνοὶ καὶ ἁδροὶ λεγόμενοι σφυγμοὶ ἕνα τινὰ τῶν ἐκ τοῦ διαγράμματος δηλοῦσιν, ἀλλὰ κατὰ πολλῶν ἅμα γενικῶς κατηγοροῦνται. ἐφ' ὧν γὰρ ἂν ἡ κατὰ τὸ μῆκος διάστασις πλεονεκτῇ τῶν λοιπῶν δυοῖν, τούτους πάντας ἰσχνοὺς καλοῦσιν· ἐφ' ὧν δ' ἂν αἱ λοιπαὶ δύο, τούτους ἅπαντας ἔμπαλιν ἐκείνοις ἁδρούς. ὥστε καὶ τὸν ε΄ ἐν τῷ διαγράμματι καὶ τὸν στ΄, ἔτι τε πρὸς αὐτοῖς τὸν η΄ καὶ τὸν θ΄ καὶ τὸν ιη΄ ἰσχνοὺς καλεῖσθαι· ἔμπαλιν δὲ τούτοις ἁδροὺς τόν τε δέκατον ἐν τῷ διαγράμματι καὶ τὸν ιθ΄ καὶ τὸν κ΄, καὶ προσέτι τὸν κβ΄ καὶ κγ΄· ὥστε γενικώτερα ταῦτα τὰ ὀνόματα καὶ πλειόνων κοινά. καλοῦσι δὲ τοὺς αὐτοὺς τούτους σφυγμοὺς καὶ ἑτέρως, λεπτὸν μὲν τὸν ἰσχνὸν, παχὺν δὲ τὸν ἁδρόν· ἀλλ' οὐδὲ τοῦ συμμέτρου κατὰ τὰς [440] τρεῖς διαστάσεις, ὅσπερ μόνος ἐστὶ τῶν κατὰ φύσιν ἐν τοῖς ἑπτὰ καὶ εἴκοσιν, ἔχομεν ἴδιον ὄνομα, λόγῳ δὲ καὶ τοῦτον δηλοῦμεν, ἤτοι σύμμετρον εἶναι λέγοντες ἐν ταῖς τρισὶ διαστάσεσιν, ἢ μέσον μεγάλου τε καὶ μικροῦ, ἢ κατὰ φύσιν ἐν τῷ ποσῷ τῆς διαστολῆς, ἢ σύμμετρον ἐν τῷ ποσῷ τῆς διαστολῆς, ἢ ὅπως οὖν ἄλλως μάλιστα σαφὲς ἐλπίσωμεν ἔσεσθαι τὸ λεγόμενον. τὰς δὲ κατὰ τὸν χρόνον τῆς διαστολῆς οὐχὶ ἑπτὰ καὶ εἴκοσιν, οὐδ' ὅλως πολλὰς, ἀλλ' ὅσαι παρ' ἑκάστης τῶν κατὰ μίαν διάστασιν γενικῶς τε νοουμένων εἰσὶ διαφοραὶ, τοσαύτας εὑρήσεις. ὥσπερ γὰρ ἐπ' ἐκείνων κατὰ μῆκος μὲν ὅ τε σύμμετρος ἦν καὶ ὁ μακρὸς καὶ ὁ βραχὺς, κατὰ πλάτος δ' ὅ τε σύμμετρος καὶ ὁ πλατὺς καὶ ὁ στενὸς, κατὰ βάθος δ' ὅ τε σύμμετρος καὶ ὁ ὑψηλὸς καὶ ὁ ταπεινὸς, οὕτως ἐπὶ τοῦ χρόνου τῆς διαστολῆς ὅ τε σύμμετρος ἐν τούτῳ τῷ γένει καὶ ὁ ταχὺς καὶ ὁ βραχύς. ἄλλο δ' ἐπὶ τοῖς γενομένοις ἐστὶ γένος διαφορᾶς σφυγμῶν τὸ κατὰ τὸν τόνον, ἐν ᾧ πάλιν εὔτονοί [441] τε καὶ ἄτονοι γίνονται σφυγμοὶ, καί τις ἀμφοῖν τρίτος ὁ μέσος, οὐκ ἔθ' ὅμοιος τοῖς ἔμπροσθεν εἰρημένοις κατὰ φύσιν τε καὶ σύμμετρος. ὁ γὰρ εὔτονος ἐν τούτῳ τῷ γένει κατὰ φύσιν ἐστὶν, αὐξανόμενος δὲ ἐπὶ τροφῇ καὶ οἴνου πόσει καὶ θυμῷ τοῦ κατὰ φύσιν ἐξίσταται. αὐτὸν δὲ τοῦτον τὸν σφυγμὸν καὶ σφοδρὸν ὀνομάζομεν, ἑπόμενοι τῇ συνηθείᾳ τῶν ἰατρῶν· ἐπεί τοι συνηθέστερον ἴσμεν ἅπασι τοῖς Ἕλλησι λεγόμενον ἐπὶ τοῦ ταχέος καὶ εὐτόνου τὸν σφοδρόν. τέταρτον γένος διαφορᾶς σφυγμῶν ἐν τῇ διαστολῇ τῆς ἀρτηρίας γίνεται κατ' αὐτὸ τὸ σῶμα τοῦ ἀγγείου, σκληρότερον ἢ μαλακώτερον φαινόμενον τοῦ κατὰ φύσιν. ἔσονται τοίνυν κἀνταῦθα τρεῖς διαφοραὶ σφυγμῶν, σύμμετρός τε καὶ σκληρὸς καὶ μαλακός.

   Ἄλλο δ' οὐδὲν οὔτ' ἐπινοῆσαι δυνατὸν οὔτε τῇ πείρᾳ γνῶναι γινόμενον ἡμῖν αἰσθητὸν πάθος ἐκ τῶν κινουμένων σωμάτων· ὥστ' ἐν τοῖς εἰρημένοις τέτταρσι γένεσι περιγράφεσθαι τὰς κατὰ τὴν διαστολὴν τῆς ἀρτηρίας ἁπάσας διαφορὰς τῶν σφυγμῶν. τὸ γὰρ ἐγκεχυμένον αὐταῖς οὔθ' [442] ὁπόσον ἐστὶν οὔθ' ὁποῖον αἰσθήσει διαγνῶναι δυνατὸν, ἢ πάντως ἂν ἐπέπαυτο περὶ τοῦ κενὰς αἵματος εἶναι τὰς ἀρτηρίας ἡ ζήτησις, εἴ γε ἦν οἷόν τε μὴ μόνον ὅτι μετὰ πνεύματος αἷμα περιέχουσιν εἰπεῖν, ἀλλὰ καὶ ὁποῖόν τι, πότερον ὀῤῥῶδες καὶ λεπτὸν, ἢ παχὺ καὶ γλίσχρον, ἢ μέσον τούτων, ὅπερ ἐστὶ τὸ κατὰ φύσιν αἷμα. καί τοι τινὲς ἐπηγγείλαντο καὶ τὴν τούτου διάγνωσιν αἰσθητὴν εἶναι, καθάπερ γε καὶ τὴν τοῦ πνεύματος, ὁποῖόν τι κατὰ τὴν δύναμίν ἐστι περιεχόμενον ἐν ταῖς ἀρτηρίαις. ἔνιοι δ' ἔτι τούτων ἀλλοκώτερα γράφουσιν, ἐπεισάγοντές τινα τοῖς εἰρημένοις σφυγμοῖς, ὃν αὐτοὶ προσαγορεύουσι πλήρη, καὶ τούτου τοῦ γένους τρεῖς ποιοῦσι διαφορὰς, ὀνομάζουσι δὲ τὸν μέν τινα πλήρη, τὸν δὲ κενόν· ὁ γὰρ μέσος ἀμφοῖν οὐδὲν ἴδιον ὄνομα κέκτηται. τούτοις οὖν εἴπερ ἐλέγχειν βούλοιο, διχῆ διαιρήσεις τὸν πρὸς αὐτοὺς λόγον· εἰς πρῶτον μὲν τὸ σημαινόμενον ἐκ τῆς πληρότητος, ἐφεξῆς δ' αὐτῷ τὸ τῆς διαγνώσεως. ἐν ἑκατέρῳ γὰρ ἐδείχθησαν οὐ μικρὰ σφαλλόμενοι· περὶ μὲν τὸ σημαινόμενον [443] οὐκ ἐν τούτῳ τῷ γένει μόνον τῶν σφυγμῶν, ἀλλὰ κἀν τοῖς ἄλλοις κατὰ τὸ δεύτερον καὶ τρίτον περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν· περὶ δὲ τὴν διάγνωσιν ὅσα μὲν ἐν τῇ πληρότητι σφάλλονται, κατὰ τὸ δ' εἴρηται γράμμα τῆς τῶν σφυγμῶν διαγνώσεως, τὰ δὲ ἄλλα πάντα διὰ τῶν ἔμπροσθεν. νυνὶ δ' ἐπειδὴ τὸ χρήσιμον εἰς τὴν τέχνην διδάσκω μόνον, ἄνευ τοῦ πρὸς τοὺς ἐσφαλμένους τι κατ' αὐτὴν ἐλέγχου· τούτου γὰρ, ὡς ἔφην, ἐν ταῖς ἐπιτομαῖς καὶ συνόψεσι στοχαζόμεθα· μεταβῆναι καιρὸς ἐπὶ τὰς ἄλλας τῶν σφυγμῶν διαφορὰς, ὅσαι χρήσιμοι.

   Διαδέχεται δ' ἡμᾶς μεγίστη διαφωνία τῶν ἰατρῶν, ἐνίων μὲν ἡγουμένων αἰσθητὴν εἶναι τὴν συστολὴν τῆς ἀρτηρίας, ἐνίων δὲ ἀναίσθητον. ὅσοι μὲν οὖν ἂν αἰσθητὴν εἶναι νομίζουσιν αὐτὴν, ἐν τῷ μεταξὺ τοῦ πέρατος τῆς διαστολῆς καὶ τῆς ἀρχῆς τῆς συστολῆς ἡσυχάζειν χρόνῳ βραχεῖ φασὶ τὴν ἀρτηρίαν, ἀνάλογον τῇ μετὰ τὴν εἰσπνοὴν ἡσυχίᾳ τῶν ἀναπνευστικῶν ὀργάνων πρὸ τῆς ἐκπνοῆς· ὡσαύτως δὲ καὶ μετὰ τὴν συστολὴν πρὸ τῆς διαστολῆς ἡσυχάζειν αὖθις, [444] ὡς κἀπὸ τῆς ἀναπνοῆς ἠρεμία τις γίνεται τῶν ἀναπνευστικῶν ὀργάνων ἐν ταῖς ἐκπνοαῖς πρὸ τῶν εἰσπνοῶν. εἰ μὲν οὖν μείζους εἶεν οἱ τῶν ἡσυχιῶν χρόνοι τοῦ κατὰ φύσιν, ἀραιὸν ὀνομάζουσι τὸν σφυγμόν· εἰ δ' ἐλάττους, πυκνόν. ὡς εἶναι δύο ἀραιότητας καὶ πυκνότητας, τὴν μὲν ἑτέραν ἐκτὸς ἐπὶ τῇ διαστολῇ πρὸ τῆς συστολῆς, τὴν δ' ἑτέραν ἔνδον ἐπὶ τῇ συστολῇ πρὸ τῆς διαστολῆς. ὅσοι δ' ἂν ἑαυτοῖς ἀναίσθητον εἶναι λέγουσι τὴν συστολὴν ἅπαντα τὸν χρόνον τοῦτον, οἷος ἂν ᾖ μεταξὺ τῶν αἰσθητῶν κινήσεων, παραβάλλοντες τῷ κατὰ φύσιν, εἰ μὲν ἐλάττων εἴη, πυκνὸν, εἰ δὲ μείζων, ἀραιὸν ὀνομάζουσι τὸν σφυγμὸν, εἰ δ' ἴσος τῷ κατὰ φύσιν, σύμμετρον. εἴρηται δέ μοι κατὰ τὸ πρῶτον τῆς διαγνώσεως αὐτῶν ἱκανῶς περὶ τῆς διαφωνίας ταύτης, ὅτι τε πάντων τῶν σφυγμῶν οὐκ ἐστὶν αἰσθητή. δέδεικται δὲ καὶ ὧν τινων ἐστὶν αἰσθητὴ καὶ ὧν τινων οὔ· καὶ πρὸς τούτοις, ὅπως ἄν τις ἑαυτὸν ἀσκήσειεν εἰς τὴν τῆς συστολῆς διάγνωσιν. ἀλλὰ ταῦτα μὲν ὀλίγον ὕστερον εἰρήσεται.

[445]    Νυνὶ δὲ τὰς ὑπολοίπους διαφορὰς τῶν σφυγμῶν ἐπέξειμι· πρώτην μὲν τὴν τοῦ ῥυθμοῦ, κοινωνοῦσαν κατά τι τῇ τῶν μουσικῶν θεωρίᾳ· δευτέραν δὲ τὴν τῆς ὁμαλότητός τε καὶ ἀνωμαλίας· καὶ τρίτην τὴν τῆς ἀταξίας τε καὶ τάξεως. ἡ μὲν οὖν τοῦ ῥυθμοῦ θεωρία παραβαλλομένων ἀλλήλοις τῶν χρόνων γίνεται τοῦ τε τῆς διαστολῆς καὶ συστολῆς· ἡ δὲ τῆς ἀνωμαλίας, διαφθειρομένης κατά τι τῆς ἐφεξῆς ἰσότητος ἄλλοτε κατ' ἄλλο γένος τῶν σφυγμῶν ἢ καὶ δύο ἢ καὶ πλείω. ἐπεὶ δ' ἐνίοτε διαφθείρεται μὲν ἡ ἐφεξῆς ἰσότης, καὶ διὰ τοῦτ' ἀνώμαλος ἡ κίνησις φαίνεται, καθάπερ ἐπὶ τῶν πλανήτων ἀστέρων, εὑρίσκεται μέντοι τις ἐν περιόδοις ἰσότης, ὥσπερ ἐπ' αὐτῶν ἐκείνων, καὶ διὰ τοῦτο τετάχθαι μὲν ὥσπερ τὴν τῶν πλανήτων κίνησιν, οὕτω καὶ (τὴν) τῶν κατὰ περιόδους ἴσων σφυγμῶν ἐροῦμεν, ἄτακτον δὲ ὑπάρχειν, ὁπόταν μηδὲ τὴν κατὰ περίοδον ἰσότητα τηρῇ δι' ἴσου πλήθους σφυγμῶν γινομένην. οἷον εἰ μετὰ τρεῖς μεγάλους σφυγμοὺς ὁ τέταρτος φαίνοιτο μικρὸς, καὶ τοῦτο ἐφεξῆς [446] ἀεὶ, τεταγμένον μὲν ἐρεῖς εἶναι τὸν τοιοῦτον σφυγμὸν, ἀνώμαλον μέντοι· διεφθαρμένης γὰρ τῆς ἰσότητος τάξις τις σώζεται, ἐν οἷς δ' ἂν σφυγμοῖς μηδ' αὐτὴ διασώζηται, τούτους οὐ μόνον ἀνωμάλους, ἀλλὰ καὶ ἀτάκτους ὀνομάζομεν. ὅτι μὲν οὖν ἡμεῖς ὀρθῶς κεχρήμεθα τοῖς τῶν σφυγμῶν ὀνόμασι, διασώζοντες ὥσπερ ἐν τοῖς ἄλλοις, οὕτω κἀν τούτοις τὸ τῶν Ἑλλήνων ἔθος, ἐν τῷ β΄ καὶ γ΄ περὶ τῆς διαφορᾶς αὐτῶν ἐπιδέδεικται· συγχωροῦμέν γε μὴν ὡς ἂν ἐθέλοι τις ὀνομάζειν, φυλαττομένης τῶν πραγμάτων τῆς διαφορᾶς ἑρμηνευομένης τε λόγῳ χάριν τοῦ διηρθρωμένην τε καὶ σαφῆ γίνεσθαι τὴν διδασκαλίαν. εἴρηνται δὲ ἐν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν καὶ αἱ κατὰ μίαν κίνησιν ἀνωμαλίαι, τινὲς μὲν συνεχοῦς μενούσης αὐτῆς γιγνόμεναι, τινὲς δὲ ἡσυχίᾳ διακοπτομένης, ὑπὲρ ὧν καὶ μετὰ ταῦτα ῥηθήσεται. νυνὶ δ' ἐπὶ τὸν τῆς συστολῆς ἀφίξομαι λόγον, τῶν ἀναγκαιοτάτων ὄντα πρὸς τὰς προγνώσεις· ἐπειδὴ καὶ ἡ περὶ τοῦ πυκνοῦ καὶ ἀραιοῦ σφυγμοῦ διδασκαλία μετὰ τῆς περὶ τῶν ῥυθμῶν ὑπαλλάττεται καὶ συμμεταβάλλεται. τούτων πολλῶν οὖν εἰρημένων [447] ἐν τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν, ἐξ αὐτῶν ἐνταῦθα λεχθήσεται τὰ χρησιμώτατα· δι' ὧν ἀσκηθείς τις ἔργῳ μαθήσεται τὴν δύναμιν τῆς διδασκαλίας, ὅταν αὐτὸς μὲν προγινώσκῃ τὰ κατὰ τοὺς κάμνοντας ἐσόμενα, τῶν δ' ἄλλων ἰατρῶν ἕκαστος ἐκ μαντικῆς τινος, οὐκ ἰατρικῆς θεωρίας ἡγεῖται γίγνεσθαι τὴν πρόγνωσιν αὐτῶν.

   Ἄρξαι δὴ πρῶτον ἀπὸ τοῦ διαγινώσκειν τὴν ποσότητα τῆς διαστολῆς. ὑπάρξει δέ σοι τοῦτο τὴν ἐπιβολὴν τῶν δακτύλων ἐπιπολῆς ποιουμένῳ, καὶ μᾶλλον ἐκ τῶν κατὰ μερῶν τῆς ἀρτηρίας. ἄνωθεν μὲν γὰρ ἐπιβάλλων τὴν ἁφὴν, ἴσως που βαρυνεῖς ἐνίοτε καὶ θλίψεις αὐτὴν, εἰ μὴ πάνυ σφόδρα προσέχεις τὸν νοῦν, ὡς ἀκριβῶς θεωρεῖν τοὺς δακτύλους ἄνευ θλίψεως πάσης. ἡ δ' ἐκ τῶν κάτω μερῶν ἐπιβολὴ μᾶλλον δύναται στοχάσασθαι, τῷ μηδ' ὅλως θλίβεσθαι τὴν ἀρτηρίαν. εἰς ὅσον δ' ἂν αὐτὴν θλίψῃς, εἰς τοσοῦτον κωλύσεις τὸν ὄγκον τῆς διαστολῆς· καὶ μάλισθ' ὅταν ἄτονος ὁ σφυγμὸς ᾖ, καθάπερ ἐπὶ τῶν ληθαργικῶν· [448] ὧν ἂν ἐπιθλίψῃς τὴν ἀρτηρίαν τοῖς δακτύλοις, ἀντὶ μεγίστου μικρότατος φανεῖται. ἐὰν δὲ, ὡς εἴρηται, τελέως ἀσθενὴς ἡ ζωτικὴ δύναμις ᾖ, τὸ δ' ἐναντίον ἐπὶ τῶν εὐτόνων γίνεται σφυγμῶν, οὓς καὶ σφοδροὺς ὀνομάζομεν, ἀντιβαίνει γὰρ ἡ ἀρτηρία θλιβόντων μᾶλλον ἢ μετρίως ἐπιβαλλόντων τοὺς δακτύλους, ἐνδεικνυμένη τῆς κινούσης τὴν ῥώμην αὐτὴν δυνάμεως. ὥσθ' ὅταν τό τε δέρμα τοῦ κάμνοντος ᾖ σκληρὸν ὅ τε τῆς ἀρτηρίας χιτὼν ὁμοίως διακείμενος, οἱ εὔτονοι σφυγμοὶ τὴν τῶν ἐπιβαλλομένων δακτύλων ἀνατρέπουσι σάρκα μετὰ τοῦ δέρματος, ὥσπερ εἰ καὶ τῶν ἐκτός τι προσενέγκαις σκληρὸν σῶμα μαλακῷ χρωτί· κατ' αὐτὸ γάρ τοι τοῦτο διακρίνεται τοῦ μαλακοῦ τὸ σκληρὸν, ἐγκαταβαίνοντος τῷ μαλακωτέρῳ τοῦ σκληροτέρου. τὸ δ' εὔτονον ἁπλῶς ἄνευ τοῦ σκληρὸν εἶναι τὸ μὲν ἀνατρέπειν ἔχει, τὸ δ' οἷον πιλεῖν καὶ θλᾷν οὐκ ἔχει. νοήσεις δ' ὀλίγῳ σαφέστερον ἐπ' ἀνέμου τε βιαίας προσβολῆς καὶ λιθιδίου μετρίας ἐπιθέσεως. ὁ μὲν γὰρ ἄνετος ἀνατρέπει ἡμᾶς καὶ δένδρα πολλάκις οὐ σμικρά· λιθίδιον δὲ [449] ἐπιτεθὲν τῷ δέρματι πιλεῖν μὲν αὐτὸ καὶ θλίβειν πέφυκεν, ἀνατρέπειν δὲ τὸ κῶλον ὅλον οὐ δύναται. τὸ μὲν ἀνατρεπόμενον ἄνευ τοῦ θλίβεσθαι τὴν χώραν ἐν ᾗ πρόσθεν ἦν καταλείπει, τὸ δ' ὑπὸ σκληροτέρου πιλούμενον εἶκον εἰς ἑαυτὸ δέχεται τὸ σκληρὸν ἄνευ τοῦ καταλείπειν ἣν εἶχεν ἔμπροσθεν ἕδραν. οὕτως οὖν κἀπὶ τῆς ἀρτηρίας διάκρινε τὸν σκληρὸν σφυγμὸν τοῦ σφοδροῦ. τὸν μὲν γὰρ σκληρὸν ὡς λίθον ἢ ξύλον αἰσθήσῃ προσπίπτοντα, νικώμενον ὑπὸ τῆς ἐπερείσεως, ἐὰν μὴ καὶ σφοδρὸς ᾖ· τὸν σφοδρὸν δ' ἔμπαλιν εὐτονώτερον, ἐὰν ἐπερείσῃς, φαινόμενον. ὅταν οὖν τούτους διακρῖναι ἀσκηθῇς, ἐπὶ τὴν τῆς συστολῆς διάγνωσιν ἧκε, προασκήσας ἑαυτὸν πρῶτον ἐπὶ σφυγμῶν ὅσοι μεγάλοι τέ εἰσι καὶ σφοδροὶ καὶ σκληροί. τούτους γὰρ ἔξεστί σοι μετρίως θλίβοντι τὴν αἴσθησιν ἴσχειν τὸ πρῶτον τῆς συστολῆς. ὅσον οὖν εἴκοντος τοῦ σοῦ δέρματος ἀνετρέπετο, καὶ οἷον ἐκοιλαίνετο προσπιπτούσης τῆς ἀρτηρίας, τοῦτ' ἀποχωρούσης ἕπεται μέχρι τῆς κατὰ φύσιν ἕδρας τε καὶ καταστάσεως. ὥστε αἰσθήσῃ [450] τοσούτῳ χρόνῳ τῆς συστολῆς ἐν ὅσῳ τοῦτο γίνεται· τὸ δ' ἄλλο πᾶν ἀδιάγνωστον αὐτῆς ἔσται σοι. μετὰ δὲ τὸ προγυμνάσασθαι κατὰ τοὺς τοιούτους σφυγμοὺς ἐπὶ τοὺς μεγάλους ἅμα καὶ σφοδροὺς μετάβαινε, κἂν ὦσι μὴ σκληροί· κἄπειτα ἐπὶ τοὺς σφοδροὺς, κἂν ὦσι μὴ μεγάλοι. μαλακὴν δ' ἔχειν σε χρὴ τὴν ἁφὴν εὐαίσθητόν τε φύσει. καὶ γὰρ ἀνατρέπεται θᾶττον ὑπὸ τῆς ἀρτηρίας ἐμπιπτούσης βιαίως ἡ τοιαύτη, καὶ τῶν ἐν αὐτῇ παθημάτων αἰσθάνεται μᾶλλον. εἴρηται δ' ἐπὶ πλεῖστον ἐν τῷ πρώτῳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως, ὅπως ἂν μάλιστα περὶ τὴν τῆς συστολῆς διάγνωσιν ἀσκηθείης. ἐὰν δὲ μηδέποτε πείσῃς σεαυτὸν ἀκριβῶς αἰσθέσθαι τῶν πρώτων τῆς συστολῆς, ἀλλ' ἀδιάγνωστος τελείως σοι φαίνηται, σκληρὸν ἢ δυσαίσθητον ἔχοντι τὸ δέρμα, γίγνωσκε μὲν ὡς εἰς πολλὰς προγνώσεις ἐκ τούτου βλαβησόμενος, ἃς ἀκούσῃ τοῦ λόγου προϊόντος. ὅμως οὖν ἐγώ σοί τινα ποριοῦμαι παραμυθίαν εἰς τὴν ἐπὶ τῶν ἔργων χρείαν. ὅλον γάρ σε δεήσει τὸν χρόνον ἐκεῖνον, ἐν ᾧ μηδεμιᾶς αἰσθάνῃ κινήσεως, ἐπὶ τῇ μνήμῃ παραθέσθαι, πηλίκος τίς ἐστι καθ' ἑκάστην ἡλικίαν. [451] οὔσης δ' οὐ σμικρᾶς διαφορᾶς τοῖς ἀνθρώποις πρὸς ἀλλήλους ἐν τῇ ποσότητι τοῦ χρόνου τῆς ἡσυχίας, ἀξιῶ σε τῶν συνηθῶν, οὓς προσδοκᾷς ποτε νοσοῦντας ἐπισκέπτεσθαι, πολλάκις ὑγιαινόντων ἧφθαι κατ' ἐκεῖνον τὸν χρόνον ἐν ᾧ μηδεμίαν ἔξωθεν ἔχει τὸ σῶμα κίνησιν ἐκ περιπάτων ἢ δρόμων ἢ λουτροῦ ἢ πάλης ἢ ἐδωδῆς ἢ πόσεως ἢ ἀγωνίας ἢ θυμοῦ τινος ἢ φόβου, παραθέμενόν τε τῇ μνήμῃ τὴν ποσότητα τοῦ τῆς ἠρεμίας χρόνου, παραβάλλειν αὐτῷ τὸν ἑκάστοτε φαινόμενον· εἶτ' εἰ μὲν πλείων εἴη, καλεῖν ἀραιὸν τὸν σφυγμόν· εἰ δ' ἐλάττων, πυκνόν· εἰ δ' ἴσος τῷ κατὰ φύσιν, σύμμετρον. ὥσπερ δὲ τοῦ χρόνου τῆς συστολῆς οὐκ ἐνὸν αἰσθέσθαι παντὸς, οὕτως οὐδὲ τῆς διαστολῆς· ἐπιδέδεικται δὲ καὶ τοῦτο κατὰ τὸ πρῶτον τῆς διαγνώσεως τῶν σφυγμῶν. ἀλλὰ τόν γε ταχὺν καὶ βραδὺν σφυγμὸν ἔνεστι διαγνῶναι κἀκ τοῦ φαινομένου τῆς διαστολῆς. εἴρηται δὲ καὶ περὶ τοῦδε καὶ διὰ τοῦ δευτέρου μὲν ἐν ἀρχῇ τῆς διαγνώσεως τῶν σφυγμῶν, καὶ διὰ τοῦ τρίτου δ' ἐπιπλεῖστον, ἐν ᾧ καὶ τὴν τῶν ῥυθμῶν διδασκαλίαν ἐδείκνυον ἄχρηστον· ἀρκεῖν γὰρ ἡμῖν εἰς τὰς [452] προγνώσεις τὸ τάχος μόνον ἢ τὴν βραδυτῆτα διαγνῶναι τῶν κινήσεων τῆς ἀρτηρίας· ὥσπερ γε καὶ τῶν ἡσυχιῶν τὸν χρόνον ὁπηλίκος τίς ἐστι καθ' ὃν ἀραιὸς καὶ πυκνὸς ὁ σφυγμὸς γίνεται· μαθήσῃ δὲ τοῦτον διὰ τῶν ἑξῆς, ἔνθα περὶ τῆς τῶν σφυγμῶν προγνώσεως ὁ λόγος ἔσται μοι.

   Νυνὶ δὲ περὶ τοῦ μεγάλου καὶ μικροῦ σφυγμοῦ καὶ τῶν ἄλλων ὅσοι κατὰ τὸ ποσὸν τῆς διαστολῆς νοοῦνταί τε καὶ διαγνώσκονται προσθεὶς ὅσον χρήσιμον, ἐπὶ τὰς αἰτίας αὐτῶν μεταβήσομαι. καὶ γὰρ ἐπὶ τούτων τῶν σφυγμῶν τὸ μέν τι κοινόν ἐστι μέτρον ἐν πλάτει συχνῷ λαμβανόμενον, τὸ δέ τι καθ' ἕκαστον ἄνθρωπον ἴδιον. ἐν μὲν τῷ κοινῷ σύμμετρος καθ' ἡντιναοῦν διάστασιν ὁ σφυγμὸς ἔσται, καὶ διαγνωσθήσεται ἐν τῷ τῆς ἀρτηρίας ὄγκῳ παραμετρούμενος· ὀνομάζω δὲ νῦν ὄγκον αὐτὴν τὴν κατὰ κύκλον περιγραφήν. ὁμοίως δὲ τούτῳ καὶ οἱ τῶν συμμέτρων καθ' ἑκάστην διάστασιν ὑπερέχοντες ἢ ἐλλείποντες· ἰδίᾳ δὲ καθ' ἕκαστον ἄνθρωπον ἐκ τῆς κατ' ἐκεῖνον ἁφῆς προεγνωσμένης τε καὶ μνημονευομένης. εἴρηται δὲ καὶ περὶ τῶν τοιούτων σφυγμῶν [453] ἐν τῷ δευτέρῳ τῆς διαγνώσεως αὐτῶν, ἥντινα πραγματείαν οὐδεὶς ἔγραψε πρὸ ἐμοῦ, αὐτὴν καθ' αὑτὴν ἀποτεμνόμενος ἰδίᾳ καὶ μόνην, ἀλλ' ὀλίγα που πράγματα κατὰ τὸ πάρεργον αὐτῆς ἄλλος ἄλλο προχειρισάμενος διεφώνησαν ἐν αὐτοῖς. τὸν γοῦν τοῦ παιδὸς σφυγμὸν ὁ μὲν Ἡρόφιλος ἱκανὸν τῷ μεγέθει φησὶν ὑπάρχειν, ὁ δ' Ἀρχιγένης μικρόν. οὕτω δὴ καὶ τὸν μυρμηκίζοντα ταχὺν εἶναι φησὶν ὁ Ἀρχιγένης, Ἡρόφιλος δὲ οὐ ταχύν. ἐῤῥήθησαν δὲ καὶ αἱ τῶν σφαλμάτων αἰτίαι κατὰ τὴν πραγματείαν ἐκείνην· ὥστε σοι παντὸς μᾶλλόν ἐστι προσεκτέον αὐτῇ τὸν νοῦν, εἰ διαγινώσκειν τε καὶ προγινώσκειν ἐθέλοις διαφορὰς σφυγμῶν ὅσα περὶ ἡμᾶς εἶδες. οὐδὲν γὰρ οὕτως ὃ οὔτε πλείονος εἰς ἄσκησιν δεῖται χρόνου τῶν κατὰ τὴν τέχνην, οὐδὲ μείζονα δύναμιν ἔχει τῆς τῶν σφυγμῶν διαγνώσεως. ὅπου γὰρ Ἀρχιγένης ἐδείχθη σφαλλόμενος οὐ μόνον ἐν τῇ τοῦ τάχους, ἀλλὰ καὶ ἐν τῇ τοῦ μεγέθους διαγνώσει, τίνα δυνήσῃ σχεῖν ἐλπίδα σὺ τῆς ἐπιστήμης αὐτῶν ἄνευ τοῦ λόγῳ μὲν πρῶτον ἐν τοῖς τέτταρσι περὶ διαγνώσεως βιβλίοις, ὕστερον δὲ καὶ τριβῇ τὴν ἐν αὐτοῖς [454] ἀλήθειαν ἐκμαθεῖν; ὡς οὖν οὕτως πράξαντός σου τὰ κεφάλαια τῶν ἐν ἐκείνοις εἰρημένων ὥσπερ ἐπὶ τῶν προειρημένων διαφορῶν, οὕτως καὶ τῶν ἄλλων ἐρῶ. τῆς γάρ τοι διαστολῆς αἰσθητὴν ἐχούσης ἅπασι τὴν κίνησιν, ὅταν μὲν ἐπιπολῆς ψαύσῃς περιλαβὼν ἀβιάστως τὴν ἀρτηρίαν, καὶ μᾶλλον ὅταν ἐκ τῶν κάτω μερῶν, ἡ τοῦ μεγέθους διάγνωσις ἀκριβὴς γίνεται. πότερα δὲ σφοδρῶς ἢ ἀμυδρῶς καὶ ὁμαλῶς ἢ ἀνωμάλως ἐκινήθη, γνῶναι βεβαίως τε καὶ ἀκριβῶς ἀδύνατόν ἐστι κατὰ τὴν εἰρημένην ἐπιβολὴν τῆς ἁφῆς. ἀλλὰ χρὴ θλίβειν ἠρέμα τὴν ἀρτηρίαν· οὕτως γὰρ αἰσθήσῃ πλείονι χρόνῳ τῆς διαστολῆς ἤπερ ὅτε ἀβιάστως ἐπέβαλες αὐτῇ τοὺς δακτύλους. οὐ μὴν οὐδὲ τοῦ τάχους οὐδὲ τῆς βραδυτῆτος ἡ διάγνωσις ἐναργῶς φαίνεται χωρὶς τοῦ κἂν ἐπιβραχὺ θλῖψαι τὸ κατὰ τὰς ἀρτηρίας ἐπικείμενον δέρμα. πράξαντι δὲ οὕτως ἐνίοτε μὲν ἰσοταχῶς, ἐνίοτε δὲ ἀνωμάλως σοι φανεῖται κινουμένη, καὶ ποτὲ μὲν τὰ πρῶτα τῆς κινήσεως ἢ τὰ μέσα βραδύτερα ποιουμένη, ποτὲ δ' ἔμπαλιν. οὕτως δὲ καὶ ὠκυτέρως ποτὲ μὲν τὰ [455] τελευταῖα, ποτὲ δὲ τὰ πρὸ αὐτῶν, ἢ τὰ πάντων πρῶτα· καὶ δὴ καὶ σφοδρότερα καὶ ἀμυδρότερα κατὰ τὸν αὐτὸν λόγον. καὶ τοίνυν καὶ διακοπτομένην ἡσυχίᾳ τὴν ἄνοδον αἰσθήσῃ τῆς ἀρτηρίας, ὡς δοκεῖν ἵστασθαι, καὶ τὴν δευτέραν δὲ προσβολὴν ἐπὶ τῇ στάσει ποτὲ μὲν ἰσχυροτέραν ἢ θάττω, ποτὲ δὲ ἀσθενεστέραν ἢ βραδυτέραν τῆς προτέρας. πολλῶν δὲ οὐσῶν κἀν τούτῳ τῷ γένει τῶν κατὰ μέρος διαφορῶν, ἁπάσας ἔχεις ἐν τῷ πρώτῳ τῆς περὶ σφυγμῶν πραγματείας γεγραμμένας. ἀλλὰ κἀνταῦθά σοι τὸ χρήσιμον ἅμα τοῖς ἐξ αὐτῶν δηλουμένοις εἰπεῖν πειράσομαι διὰ βραχυτάτων ἐν τοῖς ἑξῆς λόγοις. ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ὅσα νῦν παραλέλειπται περιεργότερον ἐζητημένα τοῖς ἰατροῖς, ἐν τῷ προγνωστικῷ μέρει τῆς πραγματείας ἀκούσῃ. νυνὶ δ' ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς ὅστις ἀναγινώσκει τὸ βιβλίον τοῦτο πρὸ τῆς μεγάλης πραγματείας, ἐγχωρεῖ μὲν αὐτῷ πρὸς τὰ τῆς τέχνης ἔργα μήτε τοῦ πρώτου μέρους αὐτῆς τοῦ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν δεηθῆναι μήτε τούτου περὶ τῶν αἰτιῶν· [456] ἕξει γὰρ αὐτῶν κἀνταῦθα περιεχομένην τὴν δύναμιν. ἡ μέντοι διαγνωστικὴ καὶ ἡ προγνωστικὴ πραγματεία χρησιμώταται πρὸς τὰ τῆς τέχνης ἔργα εἰσὶ κατὰ διέξοδον, οὐκ ἐπιτομὴν, ἀναγινωσκόμενα. καλῶς οὖν ποιήσεις μὴ θαῤῥήσας μόνῃ ταύτῃ τῇ διδασκαλίᾳ, πρὸς ἀνάμνησιν πρόχειρον οὔσῃ χρησίμῃ τοῖς ἐπιμελῶς μεμαθηκόσι τὰ κατὰ διέξοδον ἐν ἐκείναις γεγραμμένα. περὶ δὲ τῆς τοῦ τάχους διαγνώσεως τοῦ σφυγμοῦ, ἐν ᾗ τὸν Ἀρχιγένην σφαλλόμενον ἐδείξαμεν, οὐχ οἷόν τε βεβαίαν διάγνωσιν λαβεῖν ἄνευ τοῦ περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν ἀναγνῶναι μὴ κατὰ τὸ πάρεργον, ἐν οἷς δείκνυται μὴ ψιλῷ καὶ μόνῳ χρῆναι τῷ χρόνῳ τῆς κινήσεως διακρῖναι τὸ τάχος ἀπὸ τῆς βραδυτῆτος, ἀλλὰ καὶ τὸ τῆς ἀνόδου ποσὸν ἐπισκοπεῖν. ὡς ἐάν γε μόνῳ τῷ χρόνῳ προσέχῃς τὸν νοῦν, τὸν μυρμηκίζοντα καλούμενον σφυγμὸν ταχὺν εἶναι δόξεις, οὐκ ὄντα ταχὺν, ἀλλ' ὀλιγοχρόνιον, ὡς ἅτε μικροτάτην ἔχοντα διαστολήν. οὐ γὰρ ἐνδέχεται πολλῷ χρόνῳ διεξέρχεσθαι βραχὺ διάστημα, κἂν βραδὺ τὸ κινούμενον ᾖ· χελώνη γοῦν ἐν ἐλάττονι χρόνῳ διεξέρχεται πῆχυν ἢ παρασάγγην ἵππος, [457] ἀλλ' ὁ τῆς φορᾶς ῥοῖζος οὐκ ἴσος τῶν ζώων ἀμφοτέρων. ἐθισθῆναι δ' οὖν σε χρὴ ταύτῃ διαγινώσκειν καὶ βραδυτῆτα χρόνου. περὶ μὲν οὖν τούτου, καθάπερ ἔφην, ἔν τε τῷ τρίτῳ περὶ διαγνώσεως ἐπιπλεῖστον εἴρηται καὶ κατὰ τὰ πρῶτα τοῦ δευτέρου· περὶ δὲ τῆς συστολῆς ἐν τῷ πρώτῳ τελεώτατα γέγραπται, δεικνύντος μου κατὰ τοὺς ἀμυδροὺς σφυγμοὺς ἀδιάγνωστον αὐτὴν εἶναι, καὶ μάλισθ' ὅταν ὁ χιτὼν τῆς ἀρτηρίας ᾖ μαλακός· ἐπὶ δὲ τῶν σφοδρῶν σφυγμῶν διαγινώσκεσθαι κἀπὶ τῶν μέσων κατὰ σφοδρότητα καὶ μέγεθος. περὶ δὲ μαλακότητος τῆς ἀρτηρίας οὐδὲν χρὴ προσδιορίζεσθαι κατὰ τοὺς σφοδροὺς σφυγμούς. οὐδέποτε γὰρ ὁ αὐτὸς σφυγμὸς ἅμα σφοδρός τέ ἐστι καὶ μαλακὸς, ἀλλ' ἤτοι σκληρὸς ἢ σύμμετρός τε καὶ κατὰ φύσιν ἐν τούτῳ τῷ γένει. κατὰ τοὺς σφοδροὺς οὖν σφυγμοὺς θλίβων ἀτρέμα τὴν ἀρτηρίαν αἰσθήσῃ, πότερον εὐθέως ἀποχωρεῖ πρὸς τὴν συστολὴν βραχυχρόνιον ποιοῦσα τὴν ἐκτὸς ἠρεμίαν, ἢ πλέονι χρόνῳ τῆς κατὰ φύσιν ἡσυχάζει· καὶ πότερον ἡ κίνησις αὐτῆς συστελλομένη ὠκυτέρα τῆς κατὰ φύσιν κινήσεως ἐστὶν ἢ βραδυτέρα. [458] μέγιστα γὰρ ἐκ τῆς τοιαύτης διαγνώσεως εἰς τὸ προγινώσκειν ὠφεληθήσῃ, ὃ ἔχεις ἐν τέτταρσι βιβλίοις.

   Τὰς δὲ ποιούσας καὶ τὰς ἀλλοιούσας τοὺς σφυγμοὺς αἰτίας ἑτέρωθι διῆλθον· ἐπιδείκνυμι δ' ἐν αὐτοῖς πρώτας μὲν τὰς οἷον συνεκτικὰς αὐτῶν αἰτίας, δευτέρας δὲ τὰς προηγουμένας, καὶ τρίτας τὰς προκαταρχούσας, ἃς δὴ καὶ προκαταρκτικὰς ὀνομάζουσιν. εὔδηλον δ' ὅτι διαφέρει μηδὲν ἢ θηλυκῶς εἰπεῖν αἰτίας, ἢ οὐδετέρως αἴτια. μεμνῆσθαι μέντοι χρὴ πρὸ πάντων ὅπως ἔφαμεν ὀνομάζειν ἐνίοτε συνεκτικὸν αἴτιον, ὅτι μὴ κυρίως, ἀλλὰ καταχρώμενοι τῇ προσηγορίᾳ. τὸ μὲν γὰρ κυρίως λεγόμενον αἴτιον συνεκτικὸν οὔτ' ὠνόμασέ τις ἄλλος πρὸ τῶν Στωϊκῶν οὔτ' εἶναι συνεχώρησε· τὰ δὲ καὶ πρὸ ἡμῶν οἷον συνεκτικὰ λεγόμενα γενέσεώς τινος, οὐχ ὑπάρξεως αἴτια. δέδεικται γὰρ οὔτ' ἄλλου τινὸς αἴτιον πρότερον οὐδὲν, ὅτι μὴ γενέσεως· ἀλλ' οὐ πᾶν τὸ γενέσεως αἴτιον ὀνομάζομεν, ὡς ἔφην, καταχρώμενοι, συνεκτικὸν, [459] ἐκεῖνο δὲ μόνον ὃ ποιητικόν ἐστι τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι κτωμένων, οἷον ὀρχήσεως, πυγμῆς, πάλης, δρόμου, πασῶν τῶν ἐνεργειῶν· κινήσεις γάρ εἰσι δραστικαὶ, διὰ ταύτας δὲ καὶ παθητικαὶ κινήσεις ἐν τῷ γίνεσθαι τὴν ὕπαρξιν ἔχουσι. τοιαύτης μὲν οὔσης καὶ τῆς κατὰ τοὺς σφυγμοὺς ὑπάρξεως, αἰτίαι ποιητικαὶ τρεῖς ἐδείχθησαν, ἥ τε δύναμις ἡ κινοῦσα τὰς ἀρτηρίας καὶ αὐτὸ τὸ σῶμα τοῦ ἀγγείου καὶ ἡ χρεία δι' ἣν κινεῖται, δέδεικται δ' ἐν τῷ περὶ χρείας σφυγμῶν γράμματι, τὸ σύμπαν εἰπεῖν ἐν κεφαλαίῳ περιλαβόντα, φυλακὴν τῆς ἐμφύτου θερμασίας τὴν χρείαν τῶν σφυγμῶν ὑπάρχειν. ὄντων γὰρ δυοῖν μερῶν τοῦ σφυγμοῦ, διαστολῆς τε καὶ συστολῆς, τὴν μὲν διαστολὴν ἐμψύξεως ἕνεκεν ἐδείξαμεν γίγνεσθαι τὰ πολλὰ, σπανίως δέ ποτε καὶ ῥιπίσεώς τε καὶ ἀναψύξεως, ὥσπερ γε καὶ μορίου τινὸς αὐτῆς βραχέος ἕνεκα τοῦ κατὰ τὸν ἐγκέφαλον πνεύματος· τὴν συστολὴν δὲ ἀποχύσεως οἷον αἰθαλωδῶν καὶ καπνωδῶν περιττωμάτων. τὰ μὲν γὰρ ἐκ τῶν ψυχροτέρων τε χυμῶν καὶ ὑγροτέρων, κατεργαζομένων ὑπὸ τῆς ἐμφύτου θερμασίας ἢ σηπομένων ὑπὸ [460] τῆς παρὰ φύσιν, εἰς τὸ περιέχον ἀποῤῥέοντα κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν ἔοικε καπνῷ, τὰ δὲ ἐκ τῶν θερμῶν ἢ ξηρῶν αἰθάλῃ τε καὶ λιγνύι. ψυχρὸς μὲν οὖν χυμὸς ὁ ἰδίως καλούμενος ὠμὸς, ὑγρὸς δὲ καὶ ψυχρὸς τὸ φλέγμα. συλλαμβάνοντες δὲ ὡς τὰ πολλὰ μιᾷ προσηγορίᾳ τοὺς χυμοὺς ἀμφοτέρους ὀνομάζομεν φλεγμώδεις καὶ φλεγματικούς. ξηρὸς δὲ χυμός ἐστιν ὁ τῆς μελαίνης χολῆς, ὁ δὲ τῆς ὠχρᾶς τε καὶ ξανθῆς χολῆς οὐ ξηρὸς μόνον, ἀλλὰ καὶ θερμός· ἡ δὲ ἰώδης χολὴ μεταξὺ τούτων ἐστίν. οὔσης δὲ καὶ τῆς μελαίνης διττῆς, κατά τε τὴν γένεσιν καὶ τὴν δύναμιν, ἐπειδὴ καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης γίνεται καὶ τοῦ παχέος τε καὶ ἰλυώδους αἵματος, ὅπερ ἀνάλογόν ἐστι τῇ κατὰ τοὺς οἴνους τρυγὶ, τῆς δὲ ἰώδους χολῆς ἡ γένεσις ἐν τῇ τῆς ὠχρᾶς μεταβολῇ γίνεται.

   Ὅταν μὲν οὖν ἡ θερμασία πλείων αὐξηθῇ κατὰ τὸ σῶμα τοῦ ζώου, τῆς διαστολῆς τῶν ἀρτηριῶν ἡ χρεία γίνεται μείζων· ὅταν δὲ τὸ καπνῶδες ἢ λιγνυῶδες περίττωμα, τῆς συστολῆς. ἔνθα δὲ ἡ χρεία τὴν αὔξησιν ἴσχει, τὸ τάχος [461] ἐνταῦθα καὶ τὸ μέγεθος αὐξάνεται τοῦ διαστήματος, ὃ διεξέρχεται τὸ σῶμα τῆς ἀρτηρίας ἢ διαστελλόμενον ἢ συστελλόμενον. ὥστε μείζων μὲν ὁ σφυγμὸς ἔσται διαστελλομένης αὐτῆς, αὐξηθείσης ἁπλῶς τῆς θερμασίας· ἐπιπλεῖστον δὲ ἀποχωρήσει κατὰ τὰς συστολὰς, ἔνθα καπνῶδες ἢ λιγνυῶδες ἀποχεῖται περίττωμα. τὸ μὲν οὖν τῆς διαστολῆς μέγεθος αἰσθήσει διαγνῶναι ῥᾷστόν ἐστι, τὸ δὲ τῆς συστολῆς ἀδύνατον. ἐδείχθη γὰρ ἐν τοῖς περὶ διαγνώσεως σφυγμῶν ἐκφεῦγον αὐτὴν τὸ πλεῖστον τῆς συστολῆς. τὸ τάχος οὖν μόνον τῆς ἀποχωρήσεως ἅμα τῇ βραχύτητι τῆς ἐντὸς ἠρεμίας ἐνδείξεταί σοι τὸ πλῆθος τῶν ἐν ταῖς ἀρτηρίαις περιττωμάτων. ἐδείχθη γὰρ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπειγομένη πρὸς τὴν τῆς συστολῆς ἐνέργειαν ἡ φύσις, ἐπειδὰν καταπνίγηται τοῖς περιττώμασιν· ἡ δὲ ἔπειξις καὶ τὴν ἐκτὸς ἡσυχίαν αὐτῆς συντέμνει, καὶ τὸ τάχος τῆς συστολῆς αὐξάνει. δέδεικται δὲ καὶ ὅτι μετρίως ἔχουσα τῆς τοῦ σώματος συστάσεως ἡ ἀρτηρία πρῶτον μὲν τὸ μέγεθος αὐξάνει τῆς θερμασίας ἐπιτεινομένης, δεύτερον δὲ τὸ τάχος. ὅταν δ' ἱκανῶς ἐκπυρωθῇ, μεγάλους ἅμα καὶ [462] ταχεῖς ἐργάζεται τοὺς σφυγμούς· εἰ δ' ἐπιπλεῖστον, καὶ πυκνούς. ἔνθα δὲ τὸ μὲν πλῆθος οὐδέπω τῆς θερμασίας ηὔξηται, τὰ δὲ καπνώδη τε καὶ λιγνυώδη περιττώματα πλεονάζει, τάχος, μὲν οὐ δὲ μέγεθος προσέρχεται, συναιρεῖται δὲ ἡ πυκνότης, καὶ σαφῶς ὠκυτέρα φαίνεται κατὰ τὴν εἰς ἑαυτὴν σύνοδον ἡ κίνησις τῆς ἀρτηρίας. καὶ τοῦτ' ἐστὶν ἀψευδέστατον σημεῖον ἀρχομένης εἰσβολῆς παροξυσμοῦ τοῦ πρόσθεν ὄντος ἐν τῷ κάμνοντι. σαφεστάτη μὲν οὖν ἐφ' ὧν προεπιστάμεθα τοὺς σφυγμοὺς γίνεται, δυσκολωτέρα δ' ἐπ' ἄλλων, καὶ πολλῶν δεομένη πρὸς τὴν μνήμην τῶν κοινῶν μέτρων ἐκείνων τῶν σωμάτων, ὧν ἡψάμεθα τῶν σφυγμῶν. ἅτε γὰρ ἐν ποσότητι κειμένης τῆς γνώσεως, οὐχ ἡ αὐτὴ πᾶσίν ἐστι.    Προσέχειν οὖν χρὴ τὸν νοῦν μέτροις κοινοῖς τῶν ὑγιαινόντων, ὥσθ' ὅταν ὑπὲρ ταῦτα φαίνηταί τι γένος σφυγμοῦ, παρὰ φύσιν τε νομίζειν αὐτὸ καὶ σημεῖον ἡγεῖσθαι τῆσδέ τινος εἶναι διαθέσεως. ἐπεὶ δὲ πλάτος ἔχει τὸ κοινὸν τῶν ἀνθρώπων μέτρον, ἄμεινον οὐχ ἁπλῶς ἐπὶ πάντων, [463] ἀλλὰ κατ' εἴδη τε καὶ διαφορὰς ἐπεσκέφθαι τὰ κοινὰ μέτρα πλειόνων ἀνθρώπων ἐφ' ἑκάστου γένους σφυγμῶν. ἔστι δὲ καθ' ὅλου μὲν εἰς θερμότητα καὶ ψυχρότητα καὶ ἰσχνότητα καὶ τάχος ἡ τῶν κοινῶν μέτρων ἀναγωγὴ, τούτων δὲ αὐτῶν ἐν μέρει καθ' ἡλικίας καὶ φύσεις καὶ τὴν τοῦ περιέχοντος ἀέρος ἀποκατάστασιν ἐν ὥραις καὶ χώραις. ἔμαθες δὲ περὶ τούτων ἐν τῷ γεγραμμένῳ βιβλίῳ τοῖς εἰσαγομένοις περὶ σφυγμῶν, ὃ καὶ αὐτὸ βέλτιόν ἐστι προανεγνῶσθαι τοῦδε. λεχθήσεται δὲ καὶ νῦν τὰ κατ' αὐτὸ χάριν τοῦ μηδὲν ἐλλείπειν τῶν ἀναγκαίων τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ, ἀλλ' ἔχειν τοὺς φιλοπονεῖν βουλομένους ἐν ἐλαχίστῳ μὲν τὰ πρῶτα καὶ ἀναγκαιότατα κατὰ τὴν εἰσαγωγὴν, ἐν διεξόδῳ δὲ τελεωτάτῃ τὰ κατὰ τὴν μεγάλην πραγματείαν, ἐν τῷ μέσῳ δ' ἀμφοῖν τὰ νῦν λεγόμενα.

   Γέγραπται μὲν οὖν καὶ Ἡροφίλῳ τὰ κατὰ τοὺς χρόνους μετὰ τῆς διαστολῆς τε καὶ συστολῆς, ἕνεκα τῶν ἡλικιῶν εἰς ῥυθμοὺς ἀνάγοντι τὸν λόγον. [464] ὥσπερ γὰρ ἐκείνους οἱ μουσικοὶ κατά τινας ὡρισμένας χρόνων τάξεις συνιστῶσι παραβάλλοντες ἀλλήλαις ἄρσιν καὶ θέσιν, οὕτως καὶ Ἡρόφιλος ἀνάλογον μὲν ἄρσει τὴν διαστολὴν ὑποθέμενος, ἀνάλογον δὲ θέσει τὴν συστολὴν τῆς ἀρτηρίας, ἀρξάμενος ἀπὸ τοῦ νεογενοῦς παιδίου τὴν τήρησιν ἐποιήσατο, πρῶτον χρόνον αἰσθητὸν ὑποθέμενος ἐν ᾧ διαστελλομένην εὕρισκε τὴν ἀρτηρίαν, ἴσον δ' αὐτῇ καὶ τὸν τῆς συστολῆς εἶναι φησὶν, οὐ πάνυ τι διοριζόμενος ὑπὲρ ἑκατέρας τῶν ἡσυχιῶν. οἷς γὰρ ἀναίσθητός ἐστιν ἡ τῆς ἀρτηρίας συστολὴ, τούτοις εἰς δύο χρόνους τοὺς πάντας ὁ ῥυθμὸς τοῦ σφυγμοῦ μερίζεται, τόν τε τῆς αἰσθητῆς κινήσεως, ἡνίκα πλήττει τὴν ἁφὴν ἡμῶν ἡ ἀρτηρία διαστελλομένη, καὶ τὸ λοιπὸν ἅπαντα συγκείμενον ἔκ τε τῆς ἐκτὸς ἠρεμίας καὶ τῆς μετ' αὐτὴν συστολῆς, καὶ τῆς ἐπ' ἐκείνῃ πάλιν ἠρεμίας καὶ τῶν πρώτων τῆς διαστολῆς, ἅπέρ ἐστιν ἀναίσθητα καὶ αὐτά. καὶ διὰ τοῦτο εἰς πληγὴν καὶ διάλειμμα μερίζουσι τὸν σφυγμὸν, ἐν τῷ τοῦ διαλείμματος ποσῷ πυκνότητα καὶ ἀραιότητα τιθέμενοι, καθάπερ ἐν τῷ τῆς πληγῆς τάχος καὶ βραδυτῆτα. [465] καθ' ὅσον μὲν οὖν δι' ἴσου τὸν τοῦ ῥυθμοῦ σφυγμὸν εἶναί φησιν ἐπὶ τῶν ἀρτιγενῶν ὁ Ἡρόφιλος, κατὰ τοσοῦτο διαγινώσκειν ἔδοξέ μοι τὴν ἀρχὴν τῆς συστολῆς· καθ' ὅσον δὲ πάλιν ἄχρι δέκα χρόνων τῶν πρώτων ἐκτείνει τὴν συστολὴν τῆς τῶν γερόντων ἀρτηρίας, κατὰ τοσοῦτο μηκέτι διαγινώσκειν, ἀλλὰ τὴν διαστολὴν ταῖς αἰσθηταῖς κινήσεσι γνωρίζειν, ἃς ἐκ τοῦ πλήττεσθαι τοὺς δακτύλους ἡμῶν διαγινώσκομεν, τὴν συστολὴν δὲ πᾶν τὸ λοιπὸν τίθεσθαι καθ' ὃ κινήσεως οὐκ ᾐσθάνετο. ἀλλὰ περὶ μὲν τῆς Ἡροφίλου περὶ τοὺς σφυγμοὺς τέχνης ἐατέον.

   Νυνὶ δ' ὅσον εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον ἐκ μακρᾶς πείρας μνήμης ἕνεκα λαβεῖν, εἰρήσεται. παιδίων γὰρ ἁψάμενος πάνυ ἀρτιγενῶν, ἐπ' ὀλίγων ἠδυνήθην ἐναργῶς διαγνῶναι τὴν ἀρχὴν τῆς συστολῆς, ὅπερ ἀποχώρησίν τε καὶ ἀπόστασιν τῆς ἀρτηρίας ὀνομάζω. τηνικαῦτα γὰρ ἀφισταμένη τῆς ἡμετέρας ἁφῆς, εἰς τὸ βάθος ἀποχωρεῖ τοῦ σώματος. ἐφ' ὧν δ' οὐκ ἠδυνήθην ἐναργῶς διαγνῶναι τὴν ἀποχώρησιν, ἐπὶ τούτων ὁ χρόνος τῆς αἰσθητῆς κινήσεως, ἣν ἐν τῷ [466] προσπίπτειν ἡμῖν ἡ ἀρτηρία ποιεῖται προστιθεμένου καὶ τοῦ τῆς ἐκτὸς ἡσυχίας, ποτὲ μὲν ἴσος ὑπάρχειν ἔδοξέ μοι τῷ λοιπῷ παντὶ, ποτὲ δὲ ἐλάττων. ἐφ' ὧν δὲ οὐδ' ὅλως ἦν ἡ συστολὴ διαγνωστὴ, σαφέστατα μείζων ἦν τοῦ κατὰ τὴν αἰσθητὴν διαστολὴν χρόνου (μόνου) σύμπας ὁ λοιπὸς, ὃν ὀνομάζουσι διάλειμμα. ἐφεξῆς δ' ἀεὶ κατὰ τὸν μεταξὺ χρόνον ἅπαντα τῆς τε πρώτης ἡμέρας, ἐν ᾗ τὸ παιδίον ἐγεννήθη, καὶ τῆς ἐσχάτης, ἐν ᾗ διεξελθὸν ἁπάσας τὰς ἡλικίας ἀπέθανεν, οἱ χρόνοι πάντες ηὐξάνοντο, τέτταρες μὲν ὄντες, οὐ μὴν οἱ αὐτοί γε καθ' ὕπαρξίν τε καὶ πρὸς τὴν ἡμετέραν αἴσθησιν. οἱ μὲν οὖν κατ' αὐτὴν τῶν πραγμάτων τὴν φύσιν ὑπάρχοντες χρόνοι τέτταρες ἐκ δυοῖν κινήσεων καὶ δυοῖν ἠρεμιῶν σύγκεινται· κινήσεων μὲν διαστολῆς τε καὶ συστολῆς καὶ τῆς ἐντὸς ἐπὶ τῇ συστολῇ πρὸ τῆς διαστολῆς. οἱ κατ' αἴσθησιν δὲ τέτταρες καὶ οἵδε εἰσὶ, πρῶτος μὲν ὁ τοῦ πλείστου τῆς διαστολῆς, ἐπειδὴ τῆς ἀρχῆς αὐτῆς ἔδειξα κατὰ τὰ περὶ τῶν διαγνώσεων ὑπομνήματα [467] μὴ δυναμένην αἰσθέσθαι τὴν ἁφήν· ἐφεξῆς δ' ὁ τῆς ἐκτὸς ἡσυχίας ὅλος αἰσθητὸς, ἐάν γέ τις αἰσθάνηται ἀποχωρήσεως· εἶτ' ἐπ' αὐτῶν τρίτος ὁ τοῦ τῆς συστολῆς αἰσθητός· τὰ γὰρ μετὰ τὴν ἀποχώρησιν αὐτῆς ἐδείχθη πάντα ἀναίσθητα· τέταρτος δ' ἐστὶν ἐπὶ τούτοις χρόνος συγκείμενος ἔκ τε τῶν ὑστέρων τῆς συστολῆς καὶ τῆς ἐντὸς ἡσυχίας καὶ τῶν πρώτων τῆς διαστολῆς. πάντες οὖν, ὡς ἔφην, οἱ χρόνοι μηκύνονται προβαινούσης τῆς ἡλικίας· οὓς διὰ μακρᾶς μὲν τριβῆς ἔνεστι τῇ μνήμῃ παραθέσθαι, λόγῳ δ' ἑρμηνεύειν ἀδύνατον. οὐ γὰρ ὁπηλίκος ἐστὶν ὁ πρῶτος χρόνος, ὃν ἐπὶ τῶν ἀρτιγενῶν ἔφην εὑρεῖν ἡμᾶς, οὔθ' ὁπόσον αὐξάνεται προϊούσης γε τῆς ἡλικίας, οἷόν τε λόγῳ διδάσκειν· ἀλλὰ τῆς ἑκάστου φιλοπονίας ἐστὶ τοῦτ' ἔργον, ἵνα πολλῶν μὲν παίδων ἅψηται, πολλῶν δὲ μειρακίων, πολλῶν δὲ ἀκμαζόντων, καὶ παρακμαζόντων, καὶ δὴ καὶ γερόντων. οὕτω γὰρ μόνος δυνήσεται τὸ κοινὸν πλάτος τῶν μέτρων τῇ μνήμῃ παραθέσθαι· μεθ' ὃ μέτρον, εἰ καὶ μήπω πρότερον ἡμμένος εἴη τοῦ [468] κάμνοντος, εἰπεῖν δυνήσεται παρὰ φύσιν ἔχειν αὐτόν. συναιρεῖται γὰρ ἥ τ' ἐκτὸς ἡσυχία καὶ τὰ τῆς ἐπισημασίας ὅ τε τῆς ἀποχωρήσεως χρόνος. ἥ γε μὴν διαστολὴ κατὰ ταύτας εἰσβολὰς τῷ χρόνῳ φαίνεται βραδεῖα ..... καὶ ὅταν ταῦθ' εὕρῃς, πλῆθος νόει μοι θερμασίας κατὰ τὴν καρδίαν εἶναι, τὰ δ' οἷον καπνώδη περιττώματα πολλὰ, δι' ἃ βραχύνει τὴν ἐκτὸς ἡσυχίαν ἡ φύσις, ἐπειγομένη πρὸς τὴν ἀπόκρισιν αὐτῶν αὐτήν τε τὴν συστολὴν, καθ' ἣν ἡ ἀπόστασις. τῶν δὲ πικροχόλων πυρετῶν, ὁποῖός ἐστι καὶ ὁ ἀκριβὴς τριταῖος, εἰς μέγεθός τε καὶ τάχος ἡ διαστολὴ πολὺ τοῦ κατὰ φύσιν ἐξίσταται· τὴν δ' ἐκτὸς ἠρεμίαν καὶ τὸ τάχος τῆς ἀποχωρήσεως οὐκ ἀνάλογον ἴσχει τῷ μεγέθει καὶ τάχει τῆς διαστολῆς, ἀλλ' ἀπολείπεται πάμπολυ. ὥστε σοὶ τὴν ἀρχὴν τῆς συστολῆς ἐθισθέντι διαγινώσκειν οὐ μόνον ὑπάρξει γνωρίζειν εἰσβολὰς παροξυσμῶν πυρετικῶν, ἀλλὰ καὶ τὸ τῶν σηπομένων χυμῶν εἶδος, ἐφ' οἷς τοὐπίπαν αἱ πυρετώδεις νόσοι συνίστανται. σπάνιοι γὰρ οἱ ἑκτικοὶ, μεταξὺ δ' ἀμφοτέρων κατὰ τὸν ἀριθμόν εἰσιν οἱ ἐφήμεροι καλούμενοι ὑφ' Ἱπποκράτους· ἐφ' ὧν, [469] ὡς ἔφην, μάλιστα τὴν ἀρχὴν τῆς συστολῆς γνωρίζων, ἐπὶ λουτρὸν ἄξεις αὐτίκα τὸν κάμνοντα.

   Περιττὸν οὖν ἐστι παραβάλλειν τὸν χρόνον τῆς διαστολῆς τῷ χρόνῳ τῆς συστολῆς, ἐάν τε αἰσθάνηταί τις ἐάν τε μὴ τῶν πρώτων τῆς συστολῆς. ἐπιστάμενος γὰρ ἑτέραν μὲν εἶναι τῷ ζώῳ τῆς διαστολῆς χρείαν, ὥσπερ γε καὶ τῆς εἰσπνοῆς, ἑτέραν δὲ τῆς συστολῆς, ὥσπερ γε καὶ τῆς ἐκπνοῆς, ἐκ τῶν ἑκατέρας ἀλλοιώσεων εὑρήσεις τὴν διάθεσιν τοῦ σώματος. οὕτω γοῦν καὶ ἐπὶ τῶν γυμναζομένων, ἢ ὁπωσοῦν ἄλλως κινηθέντων σφοδρῶς, ἡ διαστολὴ μείζων τε γίνεται καὶ θᾶττον. ἐμάθομεν γὰρ αὐξάνεσθαι τὴν χρείαν τῆς διαστολῆς τῶν ἀρτηριῶν ἐν τοῖς σφυγμοῖς, ὥσπερ γε καὶ τὴν τοῦ θώρακος ἐν ταῖς εἰσπνοαῖς, ὅταν ἤτοι δαπάνη γίνηται πλείων τοῦ πνεύματος, ἢ θερμασία δαψιλὴς ἀθροισθῇ καθ' ὅλον τὸ ζῶον, ἢ κυριώτατα καὶ πλεῖστα μέρη, καὶ μάλιστα δηλονότι κατὰ τὴν καρδίαν. οὕτω δὲ καὶ τῆς συστολῆς ἐν τοῖς σφυγμοῖς ἐπιτείνεσθαι τὴν χρείαν ἔμαθες, ὥσπερ καὶ τοῦ θώρακος ἐν ταῖς ἐκπνοαῖς. ἀποχέαι γὰρ ἡ φύσις ἐν ἀμφοτέραις [470] ταῖς κινήσεσιν ἐπείγεται τὸ τεθολωμένον πνεῦμα, ποτὲ μὲν οἷον καπνώδεσι, ποτὲ δὲ οἷον λιγνυώδεσι περιττώμασι προσεοικός. λιγνυῶδες μὲν οὖν περίττωμα τὸ ἀπὸ τῶν λύχνων ἀναφερόμενον, καπνῶδες δὲ τὸ ἀπὸ τῶν χλωρῶν ξύλων. καὶ γίγνεται μὲν λιγνυῶδες ἐκ τοῦ κεκαῦσθαι τὴν εἰς φλόγα δαπανωμένην ὕλην, ὥσπερ γε καὶ τὸ ἀτμῶδες ἐξ ὑγρᾶς οὐσίας χρηστῆς λεπτυνομένης· τὸ δὲ καπνῶδες ἐξ ἀμφοῖν μιχθεισῶν, ὕλην μὲν ἔχον ἐκ γεώδους τε καὶ ὑδατώδους οὐσίας συμμιγῆ, τὴν μεταβολὴν δ' οὐκ ἀκριβῆ, καθάπερ ἡ λιγνὺς, ἀλλ' ἔτι ἀρχομένην. ὅτι δ' οὐδὲν διήνεγκεν αἰθάλην ἢ λιγνὺν ὀνομάζειν, ἢ αἰθαλῶδες ἢ λιγνυῶδες, οἶμαί σε γινώσκειν, εἴπερ ἐν Ἑλλάδι φωνῇ τέθραψαι. ἐν δὲ τῷ παραβάλλειν τὸν χρόνον τῆς διαστολῆς τῷ χρόνῳ τῆς συστολῆς, ὡς Ἡρόφιλος ἠξίου, τὸ μὲν ὅτι παρὰ φύσιν ὁ κάμνων ἔχει δυνατόν ἐστι γνωσθῆναι, καὶ πρὸς τούτῳ γε ὅτι μεγάλως παρὰ φύσιν ἢ μικρῶς. αἱ μὲν γὰρ μεγάλαι τῶν κατὰ φύσιν ῥυθμῶν εἰς τὸ παρὰ φύσιν ἐκτροπαὶ μεγάλην σημαίνουσι τὴν βλάβην, αἱ δ' ἥττους μικροτέραν.

[471] βραχεῖαν μὲν οὖν ἐκτροπὴν οἱ παράρυθμοι δηλοῦσι σφυγμοὶ, μείζονα δὲ οἱ ἑτερόῤῥυθμοι, μεγίστην δὲ οἱ ἔκρυθμοι. μέμνησθε γὰρ ἐν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν εἰρημένων, ἐκρύθμους μὲν ὀνομάζεσθαι σφυγμοὺς τοὺς μηδεμιᾶς ἡλικίας ἔχοντας ῥυθμὸν, παραρύθμους τοὺς πλησίον, ἑτεροῤῥύθμους δὲ τοὺς ἑτέρας τινὸς, οὐ πλησίον. ἐκ τούτων μὲν οὖν τέως ἔστι διαγνῶναι τὸ μέγεθος τῆς βλάβης, οὐ μὴν τίς γ' ἐστιν ἡ διάθεσις ἐφ' ἧς ἡ τροπὴ γέγονε τῶν σφυγμῶν, ἐκ ταύτης οὖν τῆς θεωρίας ἔνεστι γνωρίσαι, μετὰ καὶ τοῦ χαλεπὴν εἶναι τὴν ἐξαρίθμησιν τῶν κατὰ τὸν ῥυθμὸν χρόνων. ἣν δ' ἐγὼ νῦν ὁδὸν ὑφήγημαι, καὶ ῥᾳδία γνωσθῆναι καὶ διδάσκει τὴν φύσιν τῆς διαθέσεως τίς ἐστιν, οὐ μόνον τὸ μέγεθας τῆς βλάβης, ἀλλὰ καὶ εὕρεσις γίνεται τῶν βοηθημάτων, ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ δέδεικται.

   Τούτων οὖν ἡμῖν προδιωρισμένων, εἴπωμεν ἤδη τὰ κατὰ τὴν εἰσαγωγὴν γεγραμμένα περὶ τῆς κατὰ φύσιν ἐν τοῖς σφυγμοῖς διαφορᾶς. ἔστι δὲ τάδε. ἄνδρες μὲν [472] οὖν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ καὶ σφοδρότερον ὡσαύτως πολλῷ τὸν σφυγμὸν ἔχουσι, καὶ βραδύτερον ὀλίγῳ καὶ ἀραιότερον ἱκανῶς. οἱ δὲ φύσει θερμότεροι μείζονα καὶ ὠκύτερον καὶ πυκνότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ. οἱ δὲ ἰσχνότεροι μείζονα μὲν καὶ ἀραιότερον ἱκανῶς. οἱ δὲ φύσει θερμότεροι μείζονα καὶ ὠκύτερον καὶ ἀραιότερον πολλῷ, βραδύτερον δὲ καὶ σφοδρότερον ὀλίγῳ. φύσει μὲν οὖν οὕτως διαφέρουσι. τρέπονται δὲ κατὰ μὲν τὰς ἡλικίας ὧδέ πως. ὁ μὲν τοῦ νεογνοῦ παιδίου πυκνότατος, ὁ δὲ τοῦ γέροντος ἀραιότατος, οἱ δ' ἐν τῷ μεταξὺ πάντες ἀνάλογον, ἐφ' ὅσον ἂν ἢ παιδίου ἢ γέροντος ἐγγύτεροι τυγχάνωσιν ὄντες. ὡσαύτως δὲ ταχύτατος μὲν ὁ τοῦ παιδίου, βραδύτατος δὲ ὁ τοῦ γέροντος, οἱ δὲ τῶν ἄλλων ἡλικιῶν μεταξύ. πολλῷ δὲ μείζων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς κατὰ τὸ τάχος. ἐν δὲ τῇ κατὰ μέγεθος καὶ σφοδρότητα διαφορᾷ μέγιστος μὲν ὡς ἐν ἡλικίαις ὁ τῶν ἀκμαζόντων, μικρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ, βραχεῖ μείζων, ὁ τῶν παιδίων· καὶ σφοδρότατος μὲν ὁ τῶν ἀκμαζόντων, ἀμυδρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ αὐτῶν [473] ὁ τῶν παιδίων. οὕτως μὲν οὖν ἐν ταῖς ἡλικίαις οἱ σφυγμοὶ τρέπονται. κατὰ δὲ τὰς ὥρας, ἦρος μὲν τὰ μέσα μεγίστους δὴ καὶ σφοδροτάτους ὡς ἐν ὥραις, τάχει δὲ καὶ πυκνότητι συμμέτρους. ὡσαύτως δὲ καὶ φθινοπώρου τὰ μέσα. προϊὸν δὲ τὸ μὲν ἔαρ ἀφαιρεῖται τοῦ μεγέθους καὶ τῆς σφοδρότητος, προστίθησι δὲ τῷ τάχει καὶ τῇ πυκνότητι· καὶ τέλος ἡνίκα ἂν ἐπιλάβῃ τὸ θέρος, ἀμυδροὶ καὶ μικροὶ καὶ ταχεῖς καὶ πυκνοὶ γίνονται. τὸ δὲ φθινόπωρον προϊὸν ἁπάντων ἀφαιρεῖ, μεγέθους, τάχους, σφοδρότητος καὶ πυκνότητος· ὥστε τοῦ χειμῶνος ἐπελθόντος, εἰς μικρότητα καὶ ἀμυδρότητα καὶ βραδυτῆτα καὶ ἀραιότητα τετράφθαι. ἔοικε δὲ τὰ μὲν πρῶτα τοῦ ἦρος τοῖς ὑστάτοις τοῦ φθινοπώρου, τὰ δὲ ὕστατα τοῦ ἦρος τοῖς πρώτοις τοῦ φθινοπώρου, καὶ τὰ μὲν πρῶτα τοῦ θέρους τοῖς ὑστάτοις τοῦ θέρους, τὰ δὲ πρῶτα τοῦ χειμῶνος τοῖς ὑστάτοις τοῦ χειμῶνος· ὥστε ὅσα μέσου θέρους καὶ μέσου χειμῶνος ἴσον ἀφ' ἑκατέρων ἀφέστηκεν, ὁμοίως τρέπειν· μέσου δὲ θέρους πὴ μὲν ὡσαύτως ἐστὶ, πὴ δὲ ἐναντίως ἔχει [474] μέσῳ χειμῶνος. μικροὶ μὲν γὰρ καὶ ἀμυδροὶ καθ' ἑκάτερον, ὠκεῖς δὲ καὶ πυκνοὶ θέρους καὶ βραδεῖς καὶ ἀραιοὶ χειμῶνος, οὐ μὴν οὕτω μικροὶ θέρους ὡς χειμῶνος, ἀλλ' ἧττον θέρους, οὐδ' οὕτως ἀμυδροὶ χειμῶνος ὡς θέρους, ἀλλ' ἧττον χειμῶνος. αὗται μὲν οὖν αἱ μετὰ ὥρας τῶν σφυγμῶν τροπαί. κατὰ δὲ τὰς χώρας ὡσαύτως ταῖς ὥραις· ἐν μὲν ταῖς ἄγαν ψυχραῖς οἱ μέσου χειμῶνος, ἐν δὲ ταῖς ἄγαν θερμαῖς οἱ μέσου τοῦ θέρους, ἐν δὲ ταῖς εὐκράτοις οἱ μέσου τοῦ ἦρος, ἀνάλογον δὲ κἀν ταῖς μεταξύ· καὶ τῶν ἄλλων δὲ καταστάσεων τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ μὲν θερμαὶ ταῖς θερμαῖς, αἱ δὲ ψυχραὶ ταῖς ψυχραῖς, αἱ δὲ μέσαι τοῖς μέσοις τοῦ ἦρος ἐοίκασιν.

   Ὅταν οὖν ἐπ' ἄῤῥωστον ὃν οὐ πρόσθεν ἐθεάσω μετακληθεὶς εἰσέλθῃς, ἐπισκόπει πρῶτον μὲν εἰ ἄῤῥην ἢ θήλεια· δεύτερον δ' ἐπὶ τούτοις τὴν ἡλικίαν· εἶτα τὸ περιέχον ὁποῖον· εἰς γὰρ τοῦτ' ἀνάγεται τὸ καθ' ὥραν καὶ χώραν καὶ κατάστασιν· ἐφεξῆς δὲ τὴν οἰκείαν φύσιν αὐτοῦ· καὶ συνθεὶς ἅπαντα καὶ στοχασάμενος ὁποῖόν τινα [475] σφυγμὸν εἰκὸς ἦν ἔχειν αὐτὸν, ὁπόθ' ὑγίαινε, γνώσῃ τὸ μέγεθος τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς· ἐὰν δὲ καὶ τἄλλα ὅσα κατὰ τὰ περὶ κρίσεων ὑπομνήματα λέλεκται προστιθῇς τῇ ἰδίᾳ τῶν σφυγμῶν ὁμοιώσει, πλησίον ἀφίξῃ τῆς ἀκριβεστάτης γνώσεως ὅλης τῆς κατὰ τὸν κάμνοντα διαθέσεως· οἷον εὐθέως ἐν ταῖς ἐπισημασίαις· ὅταν οὖν πρῶτον ἐπισκέψῃ τινὰ, τὴν ἀμφιβολίαν ἐπιδιόριζε τοῖς ἄλλοις σημείοις· ὧν ἓν μὲν ἐστὶ καὶ πρῶτον τὴν χεῖρα κατὰ τοῦ θώρακος ἐπιτιθέντα, συμμέτρως οὖσαν θερμὴν, ἐπισκέψασθαι τῆς θερμασίας τὴν ποιότητα. δακνώδη γὰρ εὑρών τινα, πυρέττειν φήσεις τὸν κάμνοντα, καὶ μήπω διὰ τοῦ σφυγμοῦ τοῦτο βεβαίως γνωρίσῃς. εἰ δὲ κατεψυγμένος πως ὁ θώραξ φαίνοιτο· συγκαταψύχεται γὰρ ἐνίοτε τῷ πάντι σώματι κατά τινας ἐπισημασίας· οὐ χρὴ παραχρῆμα, βαστάσαντα τὴν χεῖρα, κατὰ φύσιν ἔχειν ἀποφήνασθαι τὸν ἄνθρωπον, ἀλλ' ἐπὶ πλέον ἐᾶσαι κατὰ τοῦ θώρακος ἐπικειμένην, ἐν τούτῳ τε προσέχειν, εἴ τις ἐκ τοῦ βάθους ἀνέρχεται δριμεῖα θερμασία· μόνον γοῦν ἤρκει [476] Θεμίσωνι τεκμήριον εἶναι τοῦ πυρέττειν τὸν ἄνθρωπον ἡ ἐκ τοῦ βάθους ἀναφερομένη θερμασία· καὶ βηχίον δέ τι σμικρὰ ὑπότραχυ συνεισβάλλον τῇ καταψύξει καὶ χάσμα καὶ σκορδινισμὸς ἄλγημα τέ τι καὶ καταφορὰ πρὸς ὕπνον οὐχ ἁπλῶς εἰσβολὴν ἐπισημασίας εἶναι δηλώσει· ταῦτα μὲν οὖν ἔξωθεν. τοῖς δὲ σφυγμοῖς οὐ μόνον τὰ προειρημένα σημεῖα γνωρίσματά εἰσι πυρετῶν εἰσβολῆς, ἀλλὰ καὶ τὸ διαλείπειν ἢ ἄλλην ἀνωμαλίαν ἔχειν ἢ ἀταξίαν.    Δυοῖν δ' οὐσῶν κατὰ γένος ἀνωμαλιῶν, τῆς μὲν ἑτέρας κατὰ μίαν διαστολὴν σφυγμοῦ, τῆς δ' ἑτέρας ἐν ἀθροίσματι, πολλῶν ἐφεξῆς σφυγμῶν ἀλλήλοις παραβαλλομένων, περὶ τῆς προτέρας ἐρῶ τῆς ἐν ἀθροίσματι, καλουμένης δὲ ὑπὸ τῶν πλείστων ἰατρῶν συστηματικῆς· σαφεστέρα γὰρ ἐστὶ διαγινώσκεσθαι καὶ κατὰ τὰ πλεῖστα τῶν ἐπισημασιῶν φαίνεται· τεττάρων δ' οὐσῶν ἐν τῇ διαστολῇ τῆς ἀρτηρίας διαφορῶν τοῦ σφυγμοῦ, μιᾶς μὲν τῆς κατὰ μέγεθος καὶ μικρότητα, δευτέρας δὲ τῆς κατὰ τάχος καὶ βραδυτῆτα, τρίτης τῆς κατὰ σφοδρότητα καὶ ἀμυδρότητα, καὶ τετάρτης κατὰ [477] σκληρότητα καὶ μαλακότητα, κατὰ μὲν τὴν ὑστάτην εἰρημένην διαφορὰν οὐδέποτ' ὤφθη σφυγμὸς ἀνώμαλος, ἐν δὲ ταῖς ἄλλαις τρισὶν αἱ πλεῖσται τῶν ἐπὶ χυμοῖς σηπομένοις πυρεττόντων ἀνωμαλίαι συνίστανται. καὶ ἡ κατὰ πυκνότητα δὲ καὶ ἀραιότητα διαφορὰ σφυγμῶν καὶ αὕτη πάνυ πολλάκις ἐπὶ τῶν ἀῤῥώστων ὁρᾶται. καὶ μία γ' αὐτῶν ἰδέα μεταπίπτει ῥᾳδίως εἰς τὸν διαλείποντα σφυγμὸν, ἐπ' ἀμφοτέρων οὐδὲν ἧττον τῶν ἀνωμαλιῶν, ἀτάκτων τε καὶ τεταγμένων. ἔστω γάρ τις ἀνωμαλία τοῦ κατὰ πυκνότητα καὶ ἀραιότητα γένους, ἐπὶ τέτταρσι πυκνοῖς ἢ συμμέτροις τὸν πέμπτον ἀραιὸν ἔχουσα· καὶ τοῦτ' ἐφεξῆς γιγνέσθω, φυλαττομένης ἀεὶ τῆς τάξεως, αὐξανομένου δὲ τοῦ χρόνου τῆς ἀραιότητος. ὁ τοιοῦτος σφυγμὸς ἄτακτος μὲν ἢ τεταγμένος ὢν, οὐ μετὰ πολλὰς περιόδους ἐστὶ διαλείπων, οὐ πολλῷ δέ τινι διαφέρει τὸ τετάχθαι τὴν ἀνωμαλίαν ἢ ἄτακτον εἶναι πρὸς τὸ σωθῆναι τὸν ἄνθρωπον ἢ ἀπολέσθαι. πολλάκις γοῦν ἐθεασάμεθα μετὰ τέσσαρας σφυγμοὺς ἤτοι πυκνοὺς ἢ μέσους ἀραιοῦ καὶ πυκνοῦ τὸν πέμπτον ἀραιὸν γιγνόμενον, εἶτ' ἐφεξῆς κατὰ τὴν αὐτὴν [478] περίοδον τὸν δέκατόν τε καὶ ιε΄ καὶ κ΄. ἔτι δὲ μᾶλλον τοῦ ε΄ γεννηθέντος ἀραιοῦ, τὸν θ΄ εἴδομεν ἀραιὸν ἢ τὸν ιδ΄ ἤ τινα ἄλλον, οὐ διασωζομένης τῆς κατὰ τὴν περίοδον ἰσότητος, ἀλλ' ἀτάκτως παρεμπίπτοντος τοῦ ἀραιοῦ· τοῖς οὖν τοιούτοις οὔθ' ἡ πεῖρα σαφῆ διαφορὰν εἰς σωτηρίαν ἢ θάνατον ἢ νόσου μῆκος ἢ βραχύτητα κατὰ τὰς ἀτάκτους τε καὶ τεταγμένας ἀνωμαλίας ἐδίδαξεν, οὔθ' ὁ λόγος. ἐπὶ μέντοι τῶν ὁμαλῶν οὐ σμικρὰ διαφορὰ πρὸς τοὺς ἀνωμάλους ἐστὶ σωτηρίας ἕνεκα. μᾶλλον δ' οὐ παραβάλλειν χρὴ τὰς τηλικαύτας διαφοράς· ὁ μὲν γὰρ ὁμαλὸς κατὰ φύσιν ἐστὶν, ὁ δὲ ἀνώμαλος οὐ μόνον παρὰ φύσιν, ἀλλ' ἤδη καὶ χαλεπός. ἐν μὲν οὖν ταῖς ἐπιδόσεσι μᾶλλον· ἔτι δὲ μᾶλλον ἐν ταῖς ἀκμαῖς τῶν παραξυσμῶν, ἐν δὲ ταῖς παρακμαῖς χείριστος. ἀλλὰ τόν γε πλεῖστον χρόνον ἡσυχάζοντα σφυγμὸν ὁ διαλείπων δέχεται, τῆς ἀραιότητος αὐξανομένης, εἴτ' οὖν ἀτάκτως εἴτε καὶ τεταγμένως· οὐδεμίαν γὰρ ἐνθάδε ἔφην μεγάλην εἶναι διαφορὰν οὔτε τῇ πείρᾳ κατοφθεῖσαν οὔτε τῷ λόγῳ. λέγω δὲ λόγῳ νῦν τῷ [479] δογματικῷ, καθ' ὃν ἐκ τῆς τῶν πραγμάτων φύσεως ὁρμώμενοι τὰς προγνώσεις ποιούμεθα. προείρηται δὲ ὅτι τοῖς τοιούτοις λόγοις οὐ πάνυ τι χρὴ κατὰ τὰς ἐπιτοματικὰς πραγματείας ἀπαιτεῖν· ὡς εἰ σὺν τοῖς εἰς τὸ προκείμενον χρησίμοις καὶ τὰς αἰτίας τῶν γινομένων ἀκούειν ἐθέλοι τις, οὐδὲν ἀφαιρεθήσεται τῆς μεγάλης πραγματείας· ἐν ᾗ τέτταρα μὲν ἐστὶ βιβλία τῶν τοὺς σφυγμοὺς ἀλλοιούντων αἰτίων, τέτταρα δὲ τῆς ἐξ αὐτῶν προγνώσεως. οὐκ ἀγαθὸν μὲν οὖν ἡ ἀραιότης ἐστὶ τῶν σφυγμῶν, εἴθ' ὁμαλὴ εἴτ' ἀνώμαλος εἴη· πολὺ δὲ χείρων, ὅταν διαλείπῃ. γίγνεται γὰρ, ὡς ἐδείχθη, βαρυνομένης τῆς δυνάμεως τῆς ζωτικῆς ὑπὸ πλήθους χυμῶν, ἤ τινων ἀρτηριῶν ἐμπεφραγμένων ὑπὸ πάχους ἢ γλισχρότητος χυμῶν· γίνεται δὲ καὶ διὰ φλεγμονὴν μεγάλην, στενουμένων τῶν ἐν αὐταῖς κοιλοτήτων, ἢ θλίβοντος τινὸς ἔξωθεν ἢ βαρύνοντος ἢ στενοχωροῦντος ὁπωσοῦν. καὶ διὰ τοῦτο κατὰ τὰς ἐπισημασίας μάλιστα γίγνονται πολλοῖς ἀεὶ κατὰ τοὺς σφυγμοὺς ἀνωμαλίαι, πρὸς τὸ βάθος ὑποχωροῦντος τοῦ αἵματος. οὗτοι μὲν [480] οὖν οἱ σφυγμοὶ τὰς ἄρτι εἰρημένας διαθέσεις ἐνδείκνυνται, κατάψυξιν δὲ ἰσχυρὰν ὁ ἀραιός· ὥστ' ἄλλως μὲν γενόμενος οὐκ ἔστιν ὀλέθριος· ὑπό τε γὰρ τοῦ περιέχοντος ἐν χειμῶνι τοιοῦτοι γίνονται σφυγμοὶ καὶ διὰ τροφὴν ἐν κοιλίᾳ φλεγματωθεῖσαν ἐν ἅπασι τοῖς βουλιμιῶσι· τὸ δ' ἐπὶ πυρετοῖς οὐκ ἀκινδύνοις ἀραιότητα γενέσθαι σφυγμοῦ σβεννυμένης τῆς ἐμφύτου θερμασίας ἐστὶ σημεῖον. ἔνιοι δὲ τῶν οὕτως διακειμένων ὀρέγονται τροφῆς, καὶ εἰ προσενέγκῃς, ἐσθίουσι προθύμως, ὡς δόξαι τοὺς ὁρῶντας ὑγιεινῶς ἔχειν αὐτούς· ἀπόλλυνταί γε μὴν εὐθέως, ἔνιοι μὲν κατὰ τὸν καιρὸν τῆς ἐπισημασίας ἐν καταφορᾷ γενόμενοι, τινὲς δ' ἄνευ καταφορᾶς ψυχθέντες σφοδρῶς, οὐκέτι ἐξεθερμάνθησαν. οὐ μόνον δὲ, ὡς ἔφην, τὸ γένος τοῦτο ἀνωμαλίας συμπίπτει κατὰ τὰς εἰσβολὰς τῶν πυρεκτικῶν παροξυσμῶν, ἀλλὰ καὶ τὸ κατὰ μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδυτῆτα σφοδρότητά τε καὶ ἀμυδρότητα. προσέχειν δ' ἀκριβῶς ἐν ἅπασιν αὐτοῖς, ὁπότεροι πλείους εἰσίν. εὔδηλον γὰρ ὅτι χαλεπώτερον ἔχουσιν οἱ πλείους τὸν κίνδυνον, οἷον ὅταν ἀμυδροῖς τέτταρσιν ὁ πέμπτος [481] ἕπηται σφοδρὸς ἢ μετρίως εὔτονος. ἄμεινον γὰρ πολλῷ τέτταρσι σφοδροῖς τὸν πέμπτον παρεμπίπτειν ἀμυδρόν. ὅταν γε μὴν ἐφεξῆς ἀμυδροὶ φαίνωνται πάντες, ἐὰν μὲν ἔν τινι τῶν ἄλλων γενῶν ἢ τισὶν εὑρίσκῃς ἀνωμαλίαν, ἄχρι πολλοῦ ψαῦε τῆς ἀρτηρίας, ἐπιτηρῶν, εἴ που κἂν εἷς φανείη σφοδρός. ὅταν δὲ ὁμαλῶς μοχθηρὸς ὁ σφυγμὸς ἐν ἅπασι τοῖς γένεσιν ᾖ, οὐ πόῤῥῳ θανάτου γίνωσκε τοὺς τοιούτους ἥκοντας· ὁμαλῶς δὲ μοχθηρός ἐστι σφυγμὸς ὅ τ' ἀμυδρότατος καὶ ὁ πυκνότατος. ὁ μὲν γὰρ τάχιστος οὐδὲ γίγνεταί ποτε μετ' ἀμυδροτάτου, βραδύτατος δ' ἅμα καὶ ἀμυδρὸς εἰ γένοιτο, θαυμάζοιμ' ἂν, εἰ μὴ ψυχροῖς ἤδη τοῖς ἄκροις διακείμενος ὁ ἄῤῥωστός ἐστιν. ὅ γε μὴν ἀμυδρὸς ἅμα καὶ μέγας ἐξ ἀνάγκης μέν ἐστι καὶ μαλακὸς, εἴωθε δὲ ληθάργοις τε καὶ ταῖς ἄλλαις καταφοραῖς συνεῖναι, δι' ὑγρότητα πολλὴν ἤτοι τῆς γαστρὸς καὶ μάλιστα τοῦ στόματος αὐτῆς ἢ ἐγκεφάλου τοιοῦτος ἀποτελούμενος, ἤ τινος ἄλλου κυρίου μορίου, ἢ καὶ παντὸς τοῦ σώματος. εὐΐατος μὲν οὖν ἐστιν ὁ ἐπὶ γαστρὶ καὶ στομάχῳ, χαλεπώτατος δὲ ὁ [482] διὰ τὸν ἐγκέφαλον ἀμυδρὸς ἅμα καὶ μαλακὸς γιγνόμενος, ἔτι δὲ μᾶλλον ὁ δι' ὅλην τὴν ἕξιν τοῦ σώματος εἰς οἰδηματώδη διάθεσιν ἀφικνουμένην ἤ τι τῶν κυρίων σπλάγχνων. ἐνίοτε δὲ πολλοῖς ἐφεξῆς ἀραιοῖς εἷς ἕπεται πυκνὸς, ἢ τεταγμένος ἢ ἄτακτος. καὶ γίνεται πολλάκις ὁ τοιοῦτος σφυγμὸς, ὃν ἰδίως ὀνομάζομεν παρεμπίπτοντα, κατὰ τὸν ἐναντίον τρόπον τῷ διαλείποντι συνιστάμενος. ἐκεῖνος μὲν γὰρ ἐκτεινομένης τῆς ἀραιότητος, οὗτος δὲ συστελλομένης γίγνεται τῆς πυκνότητος· καὶ ὅταν γε μετὰ σφοδρότητος τοιοῦτος γένηται, κρίσιμόν ἐστι σημεῖον. ἄκουε δέ μου κρίσιν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις ὀξύῤῥοπον ἐν νόσῳ μεταβολὴν, οὐκ ἐξάπαντος εἰς ἀγαθὸν τελευτῶσαν, γίγνεται δὲ ἡ τοιαύτη κρίσις ἤτοι δι' ἐκκρίσεως ἢ ἀποσκήματος. ἥντινα κρίσιν ἐξ ἄλλων σημείων διαγνώσῃ τῶν ἐν τοῖς περὶ κρίσεων εἰρημένοις, εἴτε τῶν ἀγαθῶν ἐστὶ, εἴτε τῶν μοχθηρῶν. οὗτοί τε οὖν ἅπαντες οἱ σφυγμοὶ κατὰ τὰς ἐπισημασίας γίγνονται καὶ τῶν κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας ἔνιοι. περὶ ὧν ἤδη λεγέσθω.

[483]    Τῶν ἀνωμάλων διαστολῶν τῆς ἀρτηρίας ἔνιαι μὲν ἡσυχίᾳ διακοπτομένην ἔχουσι τὴν κίνησιν, ἔνιαι δὲ συνεχῆ μὲν, οὐχ ὁμοιομερῆ δέ. περὶ πρώτης οὖν ἐρῶ τῆς ἡσυχίᾳ διακοπτομένης. καὶ γὰρ καὶ σαφὴς ἡ διάγνωσις αὐτῆς ἐστι, παντὸς οὑτινοσοῦν, εἴ γε μὴ παντάπασιν ὀνώδης εἴη, δυναμένου γνωρίζειν, ὅταν ἐν τῷ διαστέλλεσθαι στῆναι βραχὺ συμβῇ τὴν ἀρτηρίαν, εἶθ' οὕτως προσθεῖναι τὸ λοιπὸν τῆς διαστολῆς· ὅπερ ἐν μικροῖς ἢ ταπεινοῖς σφυγμοῖς οὐ δύναται γενέσθαι. δῆλον οὖν ἐστιν ἐξ αὐτοῦ τοῦδε μήτε τὸν χρόνον τῆς διαστολῆς ἐκλελύσθαι μήτε τὴν δύναμιν ἀῤῥωστεῖν, ἐν αὐτῷ γε τούτῳ μόνῳ τῷ νῦν εἰρημένῳ τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γενομένης. ὅπερ οὐχ ἥκιστα κἀπὶ τῶν ἄλλων ἁπάντων μεμνῆσθαί σε χρή. κατὰ γὰρ τὸ διδασκόμενον ἑκάστοτε μόνον ἡ διάγνωσίς τε καὶ πρόγνωσις γίνεται, τῶν ἄλλων ἁπάντων ἐχόντων κατὰ φύσιν ἢ μικρὰν πάνυ μεταβολὴν ἐσχηκότων· αὐτίκα γέ τοι τὸ νῦν ἡμῖν εἰρημένον ἀληθές ἐστιν, ὅταν ὁ χιτὼν τῆς ἀρτηρίας κατὰ φύσιν ἔχῃ. μαλακοῦ γὰρ ἀμέτρως αὐτοῦ γενηθέντος, ὁποῖος ἐν ληθάργοις [484] καί τισιν ἄλλαις φαίνεται καταφοραῖς, οὐκ ἔστιν ἀληθὲς ὑπὸ ῥώμης τε καὶ δυνάμεως ἀποτελεῖσθαι τὸν μέγιστον σφυγμὸν, καὶ τῆς χρείας ἤτοι αὐξανομένης ἢ μειουμένης γε πάντως. εἰ μὲν γὰρ ὑπὸ δυοῖν τοῦτ' ἐγένετο μέγας σφυγμὸς, αὐξήσεως χρείας καὶ ῥώμης δυνάμεως, οὐδεμιᾶς ἂν ἔδει προσθεῖναι τῷ λόγῳ· νυνὶ δὲ, ἐπειδὴ προσεπισκέπτεσθαι χρὴ τὸν χιτῶνα τῆς ἀρτηρίας, οὐκ ἀληθὴς ὁ λόγος ἔσται λεγόμενος ἁπλῶς. μεμνῆσθαι γάρ σε χρὴ τῶν εἰρημένων ἐν τῷ πρώτῳ τῶν ἐν σφυγμοῖς αἰτίων, ὃ πολλάκις ἀναγινώσκειν προσήκει, τὰ θεμέλια τῆς περὶ σφυγμῶν ἁπάσης θεωρίας ἐχόντων· ὧν χωρὶς οὐδὲν τῶν ἄλλων δύναται συστῆναί τε καὶ γνωσθῆναι. τὰς γὰρ ὡς ἂν εἴποι τις αἰτίας συνεκτικὰς ἢ προσεχεῖς τῶν σφυγμῶν τῆς γενέσεως, ἐν τρισὶ τούτοις γένεσιν οὔσας ἔδειξα, τῇ χρείᾳ δι' ἣν αἱ ἀρτηρίαι κινοῦνται, τῇ κινούσῃ δυνάμει, τῷ χιτῶνι. τὰ γὰρ ἄλλα πάντα, ὅσα τοὺς σφυγμοὺς ἀλλοιοῖ, διὰ τούτων μέσων ἐργάζονται τὴν μεταβολήν. ὅταν μὲν οὖν ὁ χιτὼν τῆς ἀρτηρίας κατὰ φύσιν ἔχῃ, κατὰ δὲ τὴν διαστολὴν ἡσυχία τις γενομένη τὴν ἀνωμαλίαν ἐργάζηται, ῥώμη τε δυνάμεως [485] ἐστὶ καὶ χρεία διαστολῆς μεγάλης. ἐδείχθη δὴ χρεία τῆς τῶν σφυγμῶν γενέσεως αὐξανομένη διὰ πλῆθος θερμασίας, ἢ κένωσιν πνεύματος ψυχικοῦ. κενοῦται δὲ τοῦτο τοῖς γυμναζομένοις εἰς ὑπηρεσίαν τῶν κατὰ τοὺς μῦς κινήσεων. ὅταν οὖν, ὡς ἔφην, ἥ τε χρεία τῆς τῶν σφυγμῶν γενέσεως αὐξηθῇ δι' ἥντινα αἰτίαν, ἥ τε κατὰ τὴν καρδίαν δύναμις ἡ τὰς ἀρτηρίας κινοῦσα κατὰ τὸν ἑαυτῆς λόγον ἐῤῥωμένη (διαμένῃ e margine), βαρύνηται δ' ὑπὸ πλήθους χυμῶν ἢ πάχους ἐμφράττοντος ἢ θλίβοντος τὰς ἀρτηρίας μεγάλως, αἱ καθ' ἕνα σφυγμὸν ἀνωμαλίαι γίνονται, διακοπτούσης ἡσυχίας τὸ συνεχὲς τῆς διαστολῆς. ἔνθα δή σε προσέχειν ἀκριβῶς ἀξιῶ τοῖς δύο μέρεσι τῆς κινήσεως, ἐπισκοπούμενον ἑαυτῷ ἀμυδρότητά τε καὶ σφοδρότητα καὶ τάχος καὶ βραδυτῆτα. γίνονται μὲν γὰρ θ΄ διαφοραὶ καθ' ἑκάτερον τούτων, ὡς κἀν τῷ πρώτῳ τῆς περὶ τῶν σφυγμῶν διαφορᾶς ἔμαθες. ἐνδείκνυται δὲ πρὸς τοῖς κατὰ τὰς διαθέσεις εἰρημένοις, ὅπως ἡ ζωτικὴ δύναμις ἔχει. ἀῤῥώστων μὲν γὰρ ἀμφοτέρων τῶν κινήσεων οὐσῶν ἐν τοῖς σφυγμοῖς, ἔσχατος κίνδυνος· εὐῤῥώστων δὲ, σωτηρίας ἐλπίς. [486] εἰ δ' ἀμφότεραι μέσως πως ἔχοιεν εὐῤῥωστίας τε καὶ ἀῤῥωστίας, ἐν τῷ μέσῳ δηλοῦσι καθεστάναι τὸν ἄνθρωπον ὀλέθρου τε καὶ σωτηρίας· ἐὰν δὲ, τῆς προτέρας κινήσεως ἀμυδρᾶς οὔσης, ἡ μετὰ τὴν ἡσυχίαν εὔῤῥωστος φαίνηται, χεῖρον μὲν τοῦτο τοῦ τὰς δύο κινήσεις ἰσχυρὰς ὑπάρχειν, ἧττον δὲ χεῖρον ἀμυδρῶν οὐσῶν. εἰ δ' ἔμπαλιν τοῦδε φαίνοιτο, τῆς προτέρας οὔσης ἰσχυρᾶς, ἡ μετὰ ταύτην ἄτονος, οὐκ ἀγαθόν· βέλτιον γάρ ἐστι τὴν δευτέραν κίνησιν ἀμείνονα φαίνεσθαι τῆς προτέρας.

   Ἐφεξῆς οὖν ἐρῶ τὴν τάξιν τῶν θ΄ τούτων ἀνωμαλιῶν, ἀπὸ τῆς ἐπιεικεστάτης αὐτῶν ἀρξάμενος· εἶτα κατὰ βραχὺ διὰ τῶν μέσων ἐπὶ τὴν χειρίστην ἀφικόμενος. ἐπιεικεστάτη μὲν οὖν ἁπασῶν ἐστιν ἡ τὰς κινήσεις ἀμφοτέρας εὐτόνους ἔχουσα. δευτέρα δὲ ἡ τὴν προτέραν μέσην, εὔῤῥωστον δὲ τὴν δευτέραν. τρίτη δὲ ἡ τὴν μὲν προτέραν εὔτονον, μέσην δὲ τὴν ὑστέραν. τετάρτη δὲ ἡ ἀμφοτέρας ἔχουσα μέσας. πέμπτη δὲ ἡ τὴν μὲν προτέραν ἀσθενῆ, τὴν δὲ ὑστέραν ἰσχυράν. ἕκτη δὲ ἡ τὴν μὲν προτέραν ἀσθενῆ, [487] μέσην δὲ τὴν δευτέραν. ἑβδόμη δὲ ἡ τὴν μὲν προτέραν εὔῤῥωστον, ἄῤῥωστον δὲ τὴν δευτέραν. ὀγδόη δὲ ἡ τὴν μὲν προτέραν ἄῤῥωστον, μέσην δὲ τὴν δευτέραν. ἐννάτη δὲ ἡ χειρίστη πασῶν, ἡ ἀμφοτέρας ἀῤῥώστους ἔχουσα. ἀνάλογον δὲ ταῖς κατὰ τὴν ῥώμην καὶ ἀῤῥωστίαν συζυγίαις τῶν εἰρημένων δύο μορίων τῆς κινήσεως αἱ κατὰ τάχος εἰσὶ καὶ τὴν βραδυτῆτα. βέλτιον μὲν γὰρ ἐν τοῖς τοιούτοις σφυγμοῖς τὸ τάχος τῆς βραδυτῆτος, οὐ μὴν τοσούτῳ βέλτιον ὅσῳ σφοδρότης ἀμυδρότητος. ἄντικρυς γὰρ αἱ ποιότητες αὗται τῶν σφυγμῶν ἐνδείκνυνται τὰς διαφορὰς τῆς δυνάμεως κατὰ ῥώμην τε καὶ ἀῤῥωστίαν. εὔδηλον δ' ὅτι μεγίστη μὲν ἐλπὶς εἰς σωτηρίαν ἐπὶ τῇ ῥώμῃ τῆς δυνάμεως, ἐλαχίστη δὲ ἐπὶ ταῖς ἀῤῥωστίαις. ἀλλὰ κατ' ἀναλογίαν γέ τινα τοῖς εἰρημένοις ἐπὶ τῶν κατὰ βραδυτῆτα καὶ τάχος διαφορῶν ἡ παραβολή σοι γινέσθω· πρώτης μὲν συζυγίας γενομένης, καθ' ἣν αἱ κινήσεις ἀμφότεραι ταχεῖαι. δευτέρα δὲ, καθ' ἣν ἡ μὲν προτέρα μέση, ταχεῖα δὲ ἡ δευτέρα. τρίτη δὲ, καθ' ἣν ἡ μὲν προτέρα ταχεῖα, μέση δὲ ἡ δευτέρα. τετάρτη δὲ, καθ' ἣν ἀμφότεραι μέσαι. [488] καὶ πέμπτη, καθ' ἣν ἡ μὲν προτέρα βραδεῖα, ταχεῖα δὲ ἡ δευτέρα. καὶ μετ' αὐτὴν ἡ ἕκτη, καθ' ἣν τῆς προτέρας βραδείας οὔσης ἡ δευτέρα μέση γίνεται. τῆς δὲ ἑβδόμης συζυγίας ἡ μὲν προτέρα κίνησις ὠκεῖα, βραδεῖα δὲ ἡ δευτέρα. τῆς δὲ ὀγδόης μέση μὲν ἡ προτέρα, βραδεῖα δὲ ἡ δευτέρα. τελευταία δ' αὐτῶν ἐστιν ἡ ἐννάτη, βραδείας ἀμφοτέρας ἔχουσα τὰς κινήσεις.

   Ἀποβλέπειν οὖν σε χρὴ πρὸς ἀμφοτέρας τὰς διαφορὰς, καὶ σκοπεῖσθαι τῷ νῷ τὰς ἐπιπλοκὰς αὐτῶν. ἔσθ' ὅτε γὰρ ἡ μὲν κατὰ βραδυτῆτα καὶ τάχος συζυγία χαλεπὴ γίνεται, βελτίων δὲ ἡ κατὰ ῥώμην τε καὶ ἀῤῥωστίαν. ἐκ τῆς τοιαύτης οὖν ἐπιπλοκῆς καὶ ὁ δορκαδίζων ὀνομαζόμενος γίνεται σφυγμός. ἐφ' οὗ τὸ δεύτερον μόριον τῆς κινήσεως εὐτονώτερόν τε καὶ θᾶττόν ἐστι τοῦ προτέρου. καὶ εἴη ἂν οὗτος ὁ μετριώτατος τῶν διακοπτομένων ἡσυχίᾳ κατὰ τὴν διαστολὴν τῶν τῆς ἀρτηρίας σφυγμῶν, καὶ ὅταν γε αὐτῷ συνέλθῃ πέψις τις νοσήματος, ἐπαγγέλλεται κρίσιν ἀγαθήν. ὥσπερ δὲ τὰς κατὰ σφοδρότητα καὶ ἀμυδρότητα καὶ [489] τάχος καὶ βραδυτῆτα συζυγίας ἐπισκοπεῖσθαι κατὰ τοὺς τοιούτους σφυγμοὺς ἀναγκαιότατόν ἐστιν εἰς πρόγνωσιν, οὕτως καὶ τὴν κατὰ μέγεθός τε καὶ ὕψος. ὅτι μὲν γὰρ οὐκ ἐνδέχεται τῶν ταπεινῶν εἶναι σφυγμῶν τὸν ἡσυχίᾳ διακοπτόμενον, εἴρηται πρόσθεν. εἰς ὅσον δ' ὕψους ἥκει, σκοπεῖσθαι προσήκει. δύναται γάρ τις ἀποκεχωρηκέναι μὲν τῶν ταπεινῶν, ἔτι δὲ μέσος ὑπάρχων ἢ ὑψηλότερος τοῦ μέσου βραχὺ, μὴ μέντοι τέλεον ἔχων ὕψος. ὅπερ ἂν ἔχῃ, πάντως ἐπαγγέλλεται πρὸς κρίσιν ἐξορμᾶν τὴν φύσιν. οὐ μὴν ἀγαθήν γε πάντως ἔσεσθαι δηλοῖ τὴν κρίσιν ταύτην, ἐὰν μὴ καὶ τοὺς ἄλλους ῥυθμοὺς ἔχῃ τὸ νόσημα πρὸς ἀγαθὴν κρίσιν, οὓς ἐν τῷ περὶ κρίσεων εἴπομεν. ἐν οἷς ἐστιν ὁ μέγιστός τε καὶ ἀσφαλέστατος σκοπὸς ἀπὸ τῆς τοῦ νοσήματος πέψεως λαμβανόμενος· μετ' αὐτὸν δὲ ὁ ἀπὸ τῆς ῥώμης τοῦ κάμνοντος. δύο δὲ τούτους ἔμαθες ἔχειν σκοποὺς ἐν ταῖς περὶ σωτηρίας καὶ θανάτου προγνώσεσιν, εὐῤῥωστίαν δυνάμεως καὶ πέψιν νοσήματος. ἀκινδυνότατα μὲν γὰρ οἱ κάμνοντες ἔχουσιν, ἔνθα ταῦτ' ἐστὶν [490] ἄμφω· ὀλεθριώτατα δὲ, ἔνθα μηδ' ἕτερον· ἐν τῷ μέσῳ δ', ὅταν θάτερον. αἱ δὲ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον αὐτῶν συζυγίαι καὶ τὴν ἐλπίδα τῆς σωτηρίας ἢ τὴν τοῦ θανάτου προσδοκίαν αὐξάνουσί τε καὶ μειοῦσιν. ὅπερ οὖν ἔλεγον, ὡς εἰς ἀμυδρότητα καὶ σφοδρότητα καὶ τάχος καὶ βραδυτῆτα τῶν μερῶν τῆς κινήσεως ἐν τοῖς τοιούτοις σφυγμοῖς σε βλέπειν ἐστὶ χρήσιμον, οὕτως καὶ τὸ μέγεθος αὐτῶν ὁρᾶν καὶ τὴν μικρότητα, καὶ μᾶλλόν γε ταπεινότητά τε καὶ ὕψος, εἰ καὶ μὴ χωρὶς τῶν ἄλλων διαστάσεων γένοιντο. διὰ τοῦτο οὖν οὐδ' ἐν ταῖς καταψυχούσαις ἱκανῶς εἰσβολαῖς τῶν παροξυσμῶν οἱ τοιοῦτοι φαίνονται σφυγμοί· ταπεινοῦνται γὰρ ἐν τούτῳ τῷ καιρῷ καὶ σμικρύνονται. τὰ μὲν οὖν ἐπείγοντα πρὸς τὰ τῆς τέχνης ἔργα τοῖς τὰς διεξόδους ἀναγινώσκουσιν εἴρηται.

   Νυνὶ δὲ πάλιν ἀναλαβόντες ἀπ' ἀρχῆς τὸν λόγον, ἐροῦμεν ὁπόσοι τέ εἰσιν οἱ κατὰ τὴν διαστολὴν τῆς ἀρτηρίας φαινόμενοι σφυγμοὶ, τίς τε καθ' ἕκαστον αὐτῶν ἐστι διάθεσις ὑφ' ἧς γίνεται, τίς τε ἡ πρόγνωσις ἐξ ἑκάστης αὐτῶν. ἐπιβάλλειν δέ σε βούλομαι κατὰ τὰς ἀρτηρίας τοὺς [491] δακτύλους ἁπαλοὺς ὄντας, οὔτ' ἐπιπολῆς ψαύοντας τήν γε πρώτην οὔτε θλίβοντας βιαίως. εἶτ' ἂν μὲν ἰσχυρῶς αἰσθάνῃ πληττόμενος ὑπὸ τῆς ἀρτηρίας διαστελλομένης, ἔτι καὶ μᾶλλον ἐπιθλίβειν· ἐὰν δὲ αὐτὸ πράττοντος ἀναίσθητος ἡ κίνησις γίγνηται, παντάπασιν ἐπιπολῆς ψαύειν. ἰσχυρὰν μὲν γὰρ ἐνδείκνυται τὴν δύναμιν ὁ πρὸς τὴν θλίψιν ἀντιβαίνων σφυγμὸς, ἀσθενῆ δὲ ὁ καταπίπτων τε καὶ νικώμενος. ἐνίους γοῦν εὑρήσεις μεγίστους, ἐπιπολῆς ψαυόντων, μικροὺς δ', εἰ θλίψαις, φαινομένους· ἐνίοτε δ' οὐδ' ὅλως ἔτι σωζομένους, ἀλλ' ἀπολλυμένους παντάπασιν. ὥστ' ἐκ τοῦ κατὰ τὴν θλίψιν ποσοῦ τὸ ποσὸν τῆς κατὰ τὴν δύναμιν ἀσθενείας τε καὶ ῥώμης διαγινώσκεσθαί σοι, μέγιστον ἀγαθὸν τῶν ἐν τοῖς σφυγμοῖς ὑπάρχον. ἐὰν γοῦν ποθ' εὕρῃς ἐπ' ἀνθρώπου πυρετῶδες νόσημα νοσοῦντος ἅμα τοῖς τῆς πέψεως σημείοις ἰσχυρὰν τὴν δύναμιν, ἀκινδυνότητα τοῦτον ἔχειν ἴσθι, διὰ ταχέων δὲ λύεσθαι τὴν νόσον. ἐὰν δὲ ἰσχυρὰ μὲν ἡ δύναμις ᾖ, τῆς δ' ἐν τοῖς χυμοῖς πέψεως μηδὲν σημεῖον, ἐν χρόνῳ πλέονι νοσήσας σωθήσεται, μεμνημένων ἡμῶν, ἃ καὶ χωρὶς ἀναμνήσεως [492] τῆς ἐμῆς οἱ νοῦν ἔχοντες ἴσασιν, ὡς ἅπαντα τὰ κατὰ τὰς προγνώσεις λέγεται χωρὶς τοῦ τοὺς νοσοῦντας ἁμαρτεῖν, ἤ τινα βλάβην ἔξωθεν γενέσθαι. μεγάλην δὲ ἔφην ἔχειν ἰσχὺν ἐν τοῖς πυρετώδεσι νοσήμασι τὴν ῥώμην τῆς τὰς ἀρτηρίας κινούσης δυνάμεως, ἣν καὶ ζωτικὴν ὀνομάζομεν, ἐπειδὴ πολλάκις, ὅταν ὁ κίνδυνος ᾖ διὰ τὸ νευρῶδες γένος, οὐδὲν μέγα συμβάλλονται τῆς ζωτικῆς δυνάμεως ὁ τόνος· ἀλλ' ἐπισκεπτόμεθα τηνικαῦθ' ὅπως ἔχει ῥώμης ἡ ψυχικὴ δύναμις. ἄμεινον μὲν οὖν ἀμφοτέρας ἐῤῥῶσθαι καὶ πρὸς αὐταῖς γε τρίτην τὴν φυσικὴν ὀνομαζομένην, ἧς ἀρχὴ τὸ ἧπάρ ἐστιν· ὥσπερ τῆς μὲν ζωτικῆς ἡ καρδία, τῆς ψυχικῆς δ' ὁ ἐγκέφαλος. ἐπικρατεῖ δὲ καθ' ἕκαστον εἶδος νοσήματος εἰς τὸ τῆς προγνώσεως βέβαιον ἡ τῆς οἰκείας δυνάμεως τῶν πεπονθότων μορίων ῥώμη. τοῦ μὲν οὖν ἰσχυροῦ σφυγμοῦ τὸν τόνον, ὁποῖός τις ἐστὶ, θλίβων διαγνώσῃ, συνεμφαινομένου μὲν αὐτῷ καὶ τοῦ μεγέθους τῆς διαστολῆς ἀκριβῶς τε διαγινωσκομένου. βεβαία δὲ καὶ ἡ γνῶσις γίνεται τῶν μεγάλων σφυγμῶν, ἐξ ἐπιπολῆς ψαυόντων· ἴσθι δὲ μέγιστον σφυγμὸν ἐκεῖνον, ὃς ἂν κατὰ πολλὰ [493] μέρη τῆς ἀρτηρίας ψαύῃ, ἤτοι μήκους, πλάτους καὶ βάθους· ὡς καὶ μακρὸν, ὃς ἂν κατὰ τὸ μῆκος ἐπικρατοῖ, καὶ πλατὺν, ὃς ἂν κατὰ τὸ πλάτος, καὶ ὑψηλὸν παραπλησίως, ὅταν κατὰ τὸ ὕψος· εἴρηται δὲ καὶ βάθος. ὥσπερ δ' ἐν ὅλῳ τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν ὑπὲρ τοῦ κατὰ τὴν συστολὴν αἰσθητοῦ τε καὶ ἀναισθήτου, οὕτως ἐν τῷ δευτέρῳ περὶ τῆς κατὰ τὸ μέγεθός τε καὶ μικρότητα διαφορᾶς ἐπιδέδεικται, δεικνύντος μου παραβάλλειν χρῆναι τὸ ποσὸν τῆς κατὰ τὸν κύκλον διαστολῆς τῆς ἀρτηρίας, τὸ κατὰ τὸ περιὸν εὑρεῖν, καὶ ζητεῖν εἰς ὅσον ἐξαίρεται (C. ἐξαιρεῖται) μέγεθος ἀρτηρία εὐρυτάτη τῇ στενοτάτῃ (F. add. συμβαλλομένη V. L. collata). κατὰ ταὐτὸν οὖν κἀπὶ τῶν παίδων ἔνιοι τὸν σφυγμὸν εἶναι μικρὸν λέγουσι, οὐ τῇ κατὰ τὴν ἀρτηρίαν εὐρυχωρίᾳ παραβάλλοντες τὴν διαστολὴν, ἀλλὰ τῇ τῶν ἀκμαζόντων· ὡς ἐάν γε λογίσηταί τις, ὁπηλίκη κατὰ κύκλον οὖσα τῶν παίδων ἡ ἀρτηρία τὸν σφυγμὸν πηλίκον ἐργάζεται, γνώσεται ὅτι καλῶς ὁ Ἡρόφιλος ἔφη τὸν σφυγμὸν αὐτῶν ἱκανὸν εἶναι τῷ μεγέθει. δύο μὲν δή σοι ταῦτα γένη σφυγμῶν ἐν τῇ διαστολῇ [494] τῆς ἀρτηρίας ὑποπεσεῖται καθ' ὃν εἴρηται τρόπον ἐπιβάλλοντι τοὺς δακτύλους, τὸ μὲν ἕτερον ἐν ποσότητι μήκους καὶ πλάτους καὶ βάθους, τὸ δ' ἕτερον ἐν τῷ τῆς πληγῆς εὐτόνῳ. καὶ καλεῖν γ' ἔξεστί σοι τὸν ἰσχυρῶς πλήττοντα τὴν ἁφὴν ὅτῳ περ ἂν ἐθέλῃς ὀνόματι. καὶ γὰρ ἰσχυρὸν καὶ σφοδρὸν εὔτονόν τε καὶ ῥωμαλέον ὀνομάζων οὐδὲν βλάψεις τὰ τῆς τέχνης ἔργα. καλοῦμεν δ' ἡμεῖς αὐτὸν σφοδρὸν τοῖς πρὸ ἡμῶν ἑπόμενοι ὁμοίως σφυγμόν· καὶ ὅτι μάλιστα σύνθετός ἐστιν ἡ τῆς σφοδρότητος νόησις ἐξ ἰσχύος τε καὶ τόνου. ἐπεὶ δὲ τὸ προγινώσκειν ὀρθῶς οὐκ ἐκ τῆς τῶν ὀνομάτων, ἀλλ' ἐκ τῆς τῶν πραγμάτων ἀκριβοῦς γνώσεως γίνεται, χρήσθω μὲν ἕκαστος ὡς ἂν βούληται τοῖς ὀνόμασι, σπουδαζέτω δὲ τὴν τῶν πραγμάτων ἐπιστήμην. ὥσπερ δὲ ὁ σφοδρὸς σφυγμὸς ἀεὶ ῥώμην ἐνδείκνυται δυνάμεως, οὕτως ὁ σκληρὸς ἤτοι τετάσθαι τὴν ἀρτηρίαν ἢ σκληρὰν γεγονέναι, εἰ μὴ ἄρα καὶ τὸ τεταμένον σῶμα φαίη τις ἐξ αὐτοῦ τετάσθαι γεγονέναι σκληρόν· οὕτως γὰρ ὁ σκληρὸς ἀεὶ δηλώσει τὴν κατάστασιν τοῦ χιτῶνος τῆς ἀρτηρίας ποιότητα. φαίνεται δ' οὖν ὁ τοιοῦτος σφυγμὸς ἐπὶ φλεγμοναῖς [495] ἢ ἐμφράξεσιν ἢ πληρώσεσιν ἢ τάσεσι τῶν νευρωδῶν μορίων, ἢ ἐπὶ σκίῤῥοις οὐ μόνον τῶν νευρωδῶν, ἀλλὰ καὶ τῶν ἄλλων, ἐὰν ᾖ κύρια. καὶ γὰρ ἧπαρ καὶ γαστὴρ καὶ σπλὴν καὶ μήτρα τοιοῦτον ἐργάζονται τὸν σφυγμὸν, ὅταν σκιῤῥωθῶσι. γίνεται δὲ καὶ διὰ ψύξιν ἰσχυρὰν καὶ ξηρότητα, καὶ ὅταν γέ σοι κατὰ πρώτην εἴσοδον ὁ σφυγμὸς φανῇ τὸ μαλακὸν οὐκ ἔχων τῆς προσβολῆς τοιοῦτον ὁποῖον ἐν τῷ κατὰ φύσιν ἔχει, τῶν εἰρημένων τι παθῶν ἐννόει κατὰ τὸν ἄνθρωπον εἶναι. διακρινεῖς δὲ τί ποτ' ἐστὶν ἔκ τε τῶν ἄλλων συμπτωμάτων καὶ τῶν προηγησαμένων αἰτίων, οἷον εἰ ψυχρὸν πόμα παρὰ τὸ ἔθος, ἢ ἐν ὕδατι ψυχρῷ διατριβὴ πολυχρόνιος, ἢ ἐν ἀέρι τοιούτῳ, καὶ μάλιστα μὴ προηραιωμένου τοῦ σώματος. ἀλλὰ καὶ δοῦλόν τις πλήξας τῇ χειρὶ, καὶ θλάσας τοῦ μέσου δακτύλου τὸν κατὰ τὸ πρῶτον ἄρθρον τένοντα, κατὰ συντυχίαν ἑτέρων αἰτίων ἐπύρεξεν. εὑρὼν δ' ἐγὼ τὸν σφυγμὸν αὐτοῦ σαφῶς ἐνδεικνύμενον τετάσθαι τὴν ἀρτηρίαν, ἰδὼν δὲ καὶ τὴν χεῖρα περιβεβλημένην ἐρίῳ, τί ποτ' ἐστὶ κατ' αὐτὴν ἠρόμην. [496] ὁ δὲ οὐδὲν ἔφη πρᾶγμα κατά γε τοῦθ' ὑπάρχειν αὐτῷ· πληγεὶς γὰρ ἐκ τοῦ πατάξαι τινὰ, κηρώτιον ἐπιτεθεικέναι σύνηθες αὐτῷ. ἐγὼ μὲν οὖν οὐδεμίαν ἑτέραν αἰτίαν εὑρίσκων τῆς κατὰ τὸν σφυγμὸν τάσεως, ἐκέλευον ὑπαλλάξαι τὴν θεραπείαν τοῦ δακτύλου, καὶ χρῆσθαι τῇ πρὸς τὰ τοιαῦτα πάθη τῶν νεύρων ἀγωγῇ. καταφρονήσας δέ μου τῆς συμβουλῆς ὁ ἄνθρωπος ἐσπάσθη διὰ τῆς ἐπιούσης νυκτός. καὶ πλευριτικοῖς τε καὶ φρενιτικοῖς καὶ ὅσοις αἱ φρένες φλεγμαίνουσι σκληρὸς ὁ σφυγμὸς φαίνεται, τετάσθαι τὴν ἀρτηρίαν ἐνδεικνύμενος. ὥσθ' ὅταν ἀμφίβολος ᾖ τῶν παθῶν τούτων ἡ διάγνωσις ἔτ' ἀρχομένων, οὐ σμικρὰν ἕξεις μοῖραν ἐπὶ διάγνωσιν αὐτῶν ἐκ τῶν τοιούτων σφυγμῶν. εἰ δὲ πρὸς ἤδη νοσοῦντα χρονίως παραγένοιο νῦν πρῶτον εἰσαχθεὶς, ἐὰν ὁ σφυγμὸς αὐτοῦ φαίνοιτό σοι σκληρὸς, ἐπισκέπτου σκιῤῥουμένην ἤδη φλεγμονὴν σπληνός. ἐνδείξεται δ' αὐτὴν καὶ ἡ χροιὰ τοῦ προσώπου, καθάπερ γε κἂν ἧπαρ ᾖ τι τοιοῦτον πεπονθὸς, ἴδιον γὰρ ἐφ' ἑκατέρων τῶν σπλάγχνων γίνεται τὸ χρῶμα, τῷ τετριμμένῳ σαφῶς ἐνδεικνύμενον, ὃ πρότερον πέπονθεν. [497] ἀλλ' οὐ νῦν ὁ περὶ τούτου λόγος· ὅσα γὰρ ἐκ σφυγμοῦ εἰς πρόγνωσίν ἐστι χρήσιμα, ταῦτα νῦν ἡμῖν πρόκειται διελθεῖν. ἐὰν οὖν ἴδῃς οὐ προτεθεαμένος τὸν ἄῤῥωστον ἐν πυρετώδει νοσήματι καθεστῶτα, χωρὶς τοῦ πεπονθέναι τὴν ἄνωθεν ἀρχὴν, ἐπανελθόντος δὲ ὁ σφυγμὸς φαίνηται σκληρὸς, ἢ ὕδωρ ψυχρὸν οὗτος ἔπιεν ἢ ὀπώραν ψύχουσαν ἐν τῷ μεταξὺ χωρισθέντος σου προσηνέγκατο. ταυτὶ μὲν οὖν ἴσθι γενόμενα. σφοδρὸν δὲ ὅταν εὑρίσκῃς ὁμαλόν τε καὶ μέγαν σφυγμὸν, ἅμα τῷ κατὰ φύσιν ἔχειν τὸν χιτῶνα τῆς ἀρτηρίας, μέγιστον τοῦτο σημεῖον εἰς σωτηρίαν τοῦ κάμνοντος ἔστω. τὸ γάρ τοι τοῦ τάχους ἢ τῆς βραδυτῆτος ἐπὶ τῶν οὕτως ἐχόντων οὐδὲν μέγα νῦν ἐνδείξεται πρὸς σωτηρίαν ἢ θάνατον· ἀλλὰ τὸ μὲν τάχος ἐπὶ θερμασίᾳ μείζονι γιγνόμενον εὕρῃς, τὴν βραδυτῆτα δὲ ἐπὶ ψύξει. ταυτὶ μὲν οὖν ἐν πυρετώδει νοσήματι κατὰ τὸν εἰρημένον σφυγμὸν οὐχ οἷόν τε γενέσθαι. τὸ τάχος δὲ συνεχέστατα γίνεται, καὶ τὰ πολλὰ δὲ ἐν τοῖς ἀκινδυνοτάτοις πυρετοῖς, ὧν εἰσὶ καὶ οἱ γνήσιοι τριταῖοι. μεγάλοι γάρ εἰσιν ἐπ' [498] αὐτῶν οἱ σφυγμοὶ καὶ ταχεῖς κατὰ τὴν ἀκμὴν τῶν παροξυσμῶν, γίνεται δὲ διὰ τὸ πλῆθος τῆς θερμασίας. εἴρηται δὲ ἐν τοῖς περὶ διαγνώσεως σφυγμῶν κατὰ τὸ τρίτον καὶ τοῦ δευτέρου τὰ πρῶτα περὶ τῆς τοῦ τάχους διαγνώσεως, ἐπιδεικνύντος μου σφαλλομένους τοὺς ἄνευ τοῦ συνεπιβλέπειν τὸ μέγεθος τῆς διαστολῆς ἐκ τοῦ χρόνου μόνου τῆς κινήσεως ἀποφαινομένους τι περὶ βραδυτῆτος ἢ τάχους σφυγμῶν· οὐ γὰρ ἁπλῶς ὁ ἐν ἐλάττονι χρόνῳ διαστελλομένης τῆς ἀρτηρίας γινόμενος σφυγμὸς ὠκύτερός ἐστι τοῦ πλέονι χρόνῳ διαστελλομένης ἀποτελουμένου· δυνατὸν γὰρ ἐν βραχυτάτῃ διαστολῇ, καίτοι μὴ ταχέως κινουμένης τῆς ἀρτηρίας, ὀλιγοχρόνιον γενέσθαι τὸν σφυγμόν· ὥσπερ αὖ πάλιν ἐν μεγίστῃ μὲν, ἀλλὰ κινουμένης ταχέως, πολυχρόνιον. ἄμεινον οὖν ἔφην εἶναι τῷ ῥοίζῳ τῆς κινήσεως προσέχειν, οὐ ποσότητι χρόνου τῆς ὅλης διαστολῆς. ὁ μὲν οὖν ταχὺς ἐπὶ πλήθει γίνεται θερμασίας, ἐῤῥωμένης δηλονότι τῆς δυνάμεως, ὁ δὲ βραδὺς ἐπὶ ψύξει· καὶ ὅταν γε βραδὺς ἅμα καὶ σμικρὸς καὶ ἄτονος ὁ σφυγμὸς ᾖ, πλησίον ἥκουσι θανάτου· μέμνησο δ' ἐν πᾶσι τοῖς οὕτω λεγομένοις [499] τῆς κατὰ τὰς ἡλικίας διαφορᾶς· οὐ γὰρ μόνον φλεβοπαλία παιδικὴ γέροντι κακὸν, ἀλλὰ γεροντικὴ παιδί. δέκα γοῦν χρόνων τῶν πρώτων, ὡς Ἡρόφιλος ἐμέτρει τοὺς σφυγμοὺς, εἰ παιδίῳ γεννηθείη ποτὲ τὸ μεταξὺ δύο πληγῶν διάστημα, ψύξεως ἐσχάτης καὶ διὰ τοῦτο καὶ νεκρώσεώς ἐστι σημεῖον· ὡσπερεὶ γέροντι πάλιν παιδίων σφυγμὸς, ἐν ᾧ τῆς διαστολῆς ὁ χρόνος ἴσος ἐστὶ τῷ τῆς συστολῆς, ἐκπεπυρῶσθαι σημαίνει τὴν φύσιν. ἀλλὰ τοῦτο μὲν οὐδ' εἶδον ποτὲ, παιδίῳ δὲ πολλάκις ὁ τοιοῦτος ὤφθη σφυγμός. ὅ γε μὴν τοῦ γέροντος ὅταν οὕτω γένηται ταχὺς, ὡς τὸν μεταξὺ τῶν δυοῖν πληγῶν χρόνον διπλάσιον εἶναι τοῦ τῆς πληγῆς, ἔστι μὲν οὖν καὶ τοῦτο σπάνιον, ἀλλ' οὐ προσωτέρω γ' ἔτι προέρχεται· φθάνει γὰρ ἀποθνήσκειν. εἰς τοῦτο δ' ἀφικνούμενος, εἰς τὸν ἴδιον μὲν ἔρχεται τῆς τοῦ κάμνοντος ἡλικίας σφυγμὸν, ἐφεξῆς δὲ ἐπὶ τὸν ἀραιότερον. ἔνθα τις καὶ ἀπάτη γίνεται τοῖς ἀγυμνάστοις περὶ τοὺς σφυγμούς. ὅταν ὑπὸ θερμασίας παμπόλλης εἰς τάχος ἄμετρον ὡς πρὸς τὴν ἡλικίαν ὁ σφυγμὸς ἀφίκηται, [500] ξηρανθείσης ἐν τῇ τοιαύτῃ διαθέσει τῆς καρδίας εἰς τοσοῦτον ὡς καὶ θανατώδη δυσκρασίαν ἔχειν, ἀναγκαῖόν ἐστι τὴν θερμασίαν ταύτην ἐναποσβεσθῆναι τῇ κατὰ φύσιν· εἰκότως οὖν ἐν τούτῳ τῷ καιρῷ βραδύτερος ὁ σφυγμὸς γίνεται, καί τις, ὡς ἔφην, δόξει πρὸς τὸ κατὰ φύσιν αὐτὸν ἐπανέρχεσθαι, καίτοι γε ὁδοιποροῦντα πρὸς νεκρώδη ψύξιν, οὐ γεροντικὴν κρᾶσιν. ὅ γε μὴν διορισμὸς τῶν τε πρὸς τὸ κατὰ φύσιν ἐπανερχομένων σφυγμῶν καὶ τῶν ἐπὶ θάνατον ἰόντων οὐ χαλεπός. ἀμυδρότερος γὰρ τοῦ ἔμπροσθεν ἀεὶ καὶ μᾶλλον τῶν ὀλεθρίως ἐχόντων ἀποτελεῖται σφυγμός. καὶ τούτῳ μάλιστα πρόσεχε τῷ γνωρίσματι κατὰ τὰς ἀμφιβόλους ἁπάσας διαθέσεις, μὴ τρεῖς ἢ τέτταρας μόνας διαστολὰς τῆς ἀρτηρίας σκοπούμενος, ἀλλ' ὅταν ἐν τοσαύταις ἀμυδρὸς ᾖ, περιμένων ἑτέρας. ὁρᾶται γὰρ ἔσθ' ὅτε ὁ πέμπτος ἢ ὁ στ΄ ἐπ' αὐταῖς εὔτονος· ὅπερ ὅταν εὑρήσεις, γίνωσκε τὴν δύναμιν οὐ κατὰ τὸν ἑαυτῆς λόγον ἀῤῥωστοῦσαν, ἀλλ' ὑπὸ πλήθους ἢ ἐμφράξεως ἢ θλίψεως ἤ τινος ὅλως στενοχωρίας ἢ βάρους κωλυομένην εὐῤῥώστως κινεῖσθαι, [501] παραπλησίως τοῖς ἰσχυροῖς ἀνθρώποις, ἐπειδὰν ἤτοι γ' ἐμποδίζωνται διὰ δεσμῶν ἢ ὑπὸ μεγεθῶν φορτίου βαρύνωνται. καὶ ὅταν γε τὴν μίαν ἐκείνην διαστολὴν εὔτονόν τε καὶ ὑψηλὴν ποιῆται, γίγνωσκε τηνικαῦτα πρὸς τὴν τῶν λυπούντων ἔκκρισιν ἐπεγειρομένην τὴν φύσιν. ἐὰν μὲν οὖν ἱκανῶς ἰσχυρὸς ὁ ε΄ ἢ στ΄ παρεμπίπτῃ σφυγμὸς ἅμα τοῖς διὰ τῶν οὔρων φαινομένοις τῆς πέψεως σημείοις, ἐγχωρεῖ σωθῆναι τὸν ἄνθρωπον· ἐὰν δὲ χωρὶς πέψεως ἐπὶ τὴν ἔκκρισιν ἡ φύσις ἐξορμήσῃ, τεθνήξεται κρινόμενος. ἐν περιπνευμονίαις δὲ μάλιστα τοιοῦτοι φαίνονται σφυγμοί· λέγω δ' οὐ τὴν κατὰ σφοδρότητα καὶ ἀμυδρότητα μόνην ἀνωμαλίαν, ἀλλὰ καὶ τὴν κατὰ μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδυτῆτα. καὶ χρὴ διδόναι πλέον ὀξιμέλιτος αὐτοῖς, ὀξυτέρου τὴν κρᾶσιν, ἅμα τοῖς ἄλλοις ὅσα χωρὶς τοῦ τὸν πυρετὸν ἐξάπτειν τέμνει τάχος χυμῶν. ὑπὸ τοιούτων γὰρ αἱ πλησίον τῆς καρδίας ἀρτηρίαι φραττόμεναι τοὺς ἀνωμάλους ἐργάζονται σφυγμοὺς, οὐ μόνον τὴν συστατικὴν ἀνωμαλίαν, ἀλλὰ καὶ κατὰ μίαν [502] διαστολήν· ὑπὲρ ἧς εἴρηται μὲν ἤδη καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἀναμνήσομεν ὑμᾶς αὐτούς. ὡς περὶ τῶν ἐν εἰσβολαῖς πυρεκτικῶν παροξυσμῶν καὶ ἀναβάσεσι συνεδρευόντων σφυγμῶν ὄντος ἡμῖν τοῦ λόγου, καὶ τῶν ἀνωμαλιῶν ἐμνημονεύσαμεν, ὅσαι γίνονται πολλάκις ἐν τοῖς τοιούτοις καιροῖς κατὰ μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδυτῆτα καὶ σφοδρότητα καὶ ἀμυδρότητα.

   Ἡ δὲ διὰ τὸν χιτῶνα τῆς ἀρτηρίας διαφορὰ σφυγμῶν, καθ' ἣν ὅ τε μαλακὸς καὶ ὁ σκληρὸς εὑρίσκονται, κατ' οὐδέτερον τῆς ἀνωμαλίας φαίνεται. λέγω δὲ οὐδέτερον, τό τε ἐν ἀθροίσματι πολλῶν ἐφεξῆς σφυγμῶν καὶ τὸ καθ' ἕνα μόνον. ὅμως γε μὴν διὰ τὸν χιτῶνα σκληρυνθέντα γίνεταί τις ἀνωμαλία κατὰ διαφέροντα μόρια τῆς ἀρτηρίας, ὅταν ἥ τε χρεία τῆς γενέσεως τῶν σφυγμῶν ἐπείγῃ καὶ ἡ δύναμις εὔῤῥωστος ᾖ. βιαζομένης μὲν γὰρ αὐτῆς διαστέλλειν τὸν χιτῶνα τῆς ἀρτηρίας ὄντα σκληρὸν, ὁ κλονώδης ἀποτελεῖται σφυγμός. [503] ὁ δ' αὐτὸς οὗτος γίνεταί ποτε καὶ δίκροτος, ὅταν τὸ φαινόμενον μέρος τῆς ἀρτηρίας, ἅτε μὴ βαρυνόμενον ὑπὸ τῶν ἐπικειμένων σωμάτων, εἰς ὕψος ἀρθῇ πρότερον, ὑπὸ δὲ τῶν ἑκατέρωθεν αὐτοῦ βραδυνόντων περὶ τὴν ὁδὸν ἐκείνων ἀντισπασθῇ πάλιν εἴσω διὰ τὴν σκληρότητα τοῦ χιτῶνος, εἶτ' αὖθις συνανενεχθῇ. διὸ καὶ μάλιστα φαίνεται γινόμενος ὁ τοιοῦτος σφυγμὸς ἐφ' ὧν τὸ μῆκος συνῄρηται· μακροῦ δ' ὄντος αὐτοῦ δίκροτος ὁ σφυγμὸς οὐδέποτε ὤφθη, καθάπερ οὐδ' ὁ κλονώδης βραχέος. ὁ γάρ τοι κλονώδης ἔοικε τῇ τῶν ἀκοντίων καὶ ῥάβδων φορᾷ, κατὰ τὰ σμικρὰ μόρια τῆς ἀρτηρίας οὕτως κινουμένων. κλονώδης δ' ὑποπίπτει σφυγμὸς ἤτοι τοῖς τέτταρσι δακτύλοις ἢ πάντως γε τοῖς τρισίν· ὅταν δὲ εἷς ἢ δύο μόνον αἰσθάνωνται δάκτυλοι τῆς κινήσεως, ἡ τῶν ἑκατέρωθεν μερῶν τῆς ἀρτηρίας ἀνωμαλία λανθάνει· πρὸς τούτῳ δὲ καὶ τὸ μηδ' ἀντισπᾶσθαι τὸ φθάσαν ἀναφέρεσθαι μέρος ὑπὸ τῶν βαρυνόντων συμβαίνει. πάντα γὰρ ὁμοίως ἔκκειται, πάνθ' ὁμοίως ἠλευθέρωται τοῦ βάρους τῶν ἐπικειμένων [504] σωμάτων. ἅτε οὖν ἐνδεικνύμενος ὁ σφυγμὸς οὗτος καὶ ῥώμην δυνάμεως καὶ πλῆθος θερμασίας, εἰκότως ἐνίοτε κρίσιν ἐσομένην ἀγγέλλει· καὶ ὅσῳ γ' ἂν μᾶλλον ᾖ κλονώδης, τοσούτῳ μᾶλλον ἔλπιζε τὴν κρίσιν· πότερον δ' ἀγαθὴν ἢ κακὴν, ἀεὶ γὰρ τούτου μέμνησο, διὰ δὲ τῆς περὶ κρίσεων πραγματείας μαθήσῃ. κυριώτατον δ' ἐν αὐτοῖς ἐστιν ἡ πέψις τῶν νοσοποιῶν χυμῶν, ἔν γε τοῖς πυρετώδεσι νοσήμασι· καὶ γὰρ καὶ τούτου μέμνησο διαπαντὸς, ὡς εἰς τὰ τῆς ἄνωθεν ἀρχῆς νοσήματα πέψις τῶν κατὰ τὰς φλέβας χυμῶν οὐδὲν μέγα συμβάλλεται. τὸν μὴν ἐπ' ἐκείνοις κίνδυνον ὅπως χρὴ προγινώσκειν, ἔν τε τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν ἔχεις κἀν τοῖς περὶ κρίσεων εἰρημένοις. ἐκ σφυγμῶν δὲ τοσοῦτον εἰς τὴν ἐκείνων τῶν νοσημάτων διάγνωσίν τε καὶ πρόγνωσιν ὄφελος, ὅσον ἐκ σκληροῦ καὶ μαλακοῦ λαβεῖν ἐστι, καὶ λέλεκταί μοι πρόσθεν ὑπὲρ αὐτῶν· ἔστι δέ τις τῷ κλονώδει σφυγμῷ κατὰ μὲν τὴν ἐν διαφέρουσι μορίοις ἀνωμαλίαν ὁμοιότατος, ἐναντίος δὲ κατὰ τὴν τοῦ χιτῶνος ποιότητα. [505] σκληρὸς μὲν γὰρ ὁ κλονώδης, οὐ σκληρὸς δ' ἐκεῖνός ἐστιν, ἀλλ' ἔτι καὶ τοῦ κατὰ φύσιν αὐτοῦ μαλακώτερος. ὀνομάζομεν δὲ αὐτὸν κυματώδη, διότι κύμασιν ἐοικυῖαν ἔχει τὴν ἀνωμαλίαν. φαίνεται δὲ ἐνίοτε μὲν εὔτονος μετρίως, ἐνίοτε δὲ τῶν εὐτόνων τε καὶ ἀσθενῶν μεταξύ. εἴρηται δὲ ὅτι τὸν εὔτονον σφυγμὸν σφοδρὸν ὀνομάζομεν, τοῖς ἔμπροσθεν ἑπόμενοι, ὥσπερ καὶ τὸν ἄτονον ἀμυδρόν. οὗτος οὖν ὁ σφυγμὸς ὁ κυματώδης ἱδρῶτα τὸ ἐπίπαν ἀγγέλλει, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ περ ἂν ᾖ μαλακώτερος μὲν, οὐκ ἄτονος δέ. παρεμπίπτοντος δ' αὐτῷ τοῦ ὑψηλοῦ, βεβαιότατον ἕξεις ἱδρῶτος σημεῖον. ἀεὶ γὰρ οὗτος σημαίνει τινὰ ἔκκρισιν, μετὰ μὲν τοῦ κυματώδους ἢ ἁπλῶς μεγάλου, οὐ μὴν σκληροῦ, κρισίμων ἱδρώτων· μετὰ δὲ τοῦ κλονώδους ἢ ἁπλῶς σκληροῦ καταμηνίων μᾶλλον ἢ αἱμοῤῥαγίας ἐκ ῥινῶν, ἢ δι' αἱμοῤῥοίδος, ἢ γαστρὸς ἐκταραχθείσης. ἥτις δὲ τῶν ἐκκρίσεων ἔσται μᾶλλον, ἐκ τῶν γεγραμμένων ἐν τοῖς περὶ κρίσεων διορίζου. ὅταν δὲ ὁ κυματώδης οὗτος σφυγμὸς ἀμυδρὸς ᾖ, σκωληκίζων γίνεται, [506] τὴν ὀνομασίαν εἰληφὼς ταύτην ἀπὸ τῆς κατὰ τὴν ... ὁμοιότητος τῆς πρὸς σκώληκα. τρεῖς γὰρ τούτους σφυγμοὺς οἱ πρὸ ἡμῶν παρωνόμασαν ζώοις, δορκαδίζοντα, σκωληκίζοντα καὶ μυρμηκίζοντα, διὰ τὸ τῆς κινήσεως ὅμοιον οὕτω θέμενοι τὰς προσηγορίας. ἀλλὰ περὶ μὲν τοῦ δορκαδίζοντος ἐν τῇ τελευτῇ τοῦ λόγου δεδήλωται· περὶ δὲ τοῦ σκωληκίζοντος ἄρτι λελέξεται, διότι μικρότερος μέν ἐστι τοῦ κυματώδους, ἀμυδρὸς δὲ ἀεὶ, καὶ διὰ τοῦτο μεταπίπτει ῥᾳδίως εἰς τὸν μυρμηκίζοντα, τελειοτάτην ἀῤῥωστίαν δυνάμεως ἐνδεικνύμενον, ὥσπερ γε καὶ ὁ κατὰ τὸ πρότερον μόριον τῆς ἀρτηρίας τὴν κίνησιν ἔχων προτέραν, φαινομένην ὡς θηριδίου διέρποντος. ἀλλὰ τούτῳ γ' οὐδὲν ἴδιον ἐξαίρετον ὄνομα τίθεται. γίνεται δ' οὖν καὶ αὐτὸς ἀσθενούσης τῆς δυνάμεως, καὶ εἰ μὴ φθάσει ῥωσθῆναι, μεταπίπτει ῥαδίως εἰς τὸν μυρμηκίζοντα, πάντων σφυγμῶν ἀμυδρότατον καὶ μικρὸν ὄντα, καὶ τοῦτο καὶ χείριστον, ὡς ἀῤῥωστίαν δυνάμεως οἰκείαν ἐνδεικνύμενον, οὐ διὰ πλῆθος βαρῦνον ἢ θλίψιν ἢ ἔμφραξιν. ἔστω δέ σοι μέγιστον γνώρισμα [507] πρὸς διορισμὸν δυνάμεως ὑπὸ θλίψεως ἢ ἐμφράξεως ἢ πλήθους ἀδυνατούσης ἐξαίρειν εἰς μέγεθος τὴν ἀρτηρίαν ἡ κατὰ τὴν ὁμαλότητα καὶ ἀνωμαλίαν διαφορά. διὰ μὲν γὰρ τὸν ἴδιον λόγον ἀῤῥωστούσης αὐτῆς, ὁμαλὸς ὁ σφυγμὸς διαμένων κατὰ πάσας ἐφεξῆς τὰς διαστολάς· ὑπ' ἄλλης δ' αἰτίας ἐμποδιζόμενος κινεῖσθαι τὴν κατὰ φύσιν κίνησιν, κίνησις ἀνώμαλος γίνεται. ὅ γε μὴν σκωληκίζων καὶ πολὺ μᾶλλον ὁ μυρμηκίζων οὐδ' ὤφθησάν ποτε τὴν συστηματικὴν ἀνωμαλίαν ἀνώμαλοι δι' οἰκείαν ἀῤῥωστίαν δυνάμεως γινόμενοι. καθάπερ γε καὶ ὁ φαντασίαν ἐκπέμπων θηριδίου διέρποντος· ὁποῖον ἐχρῆν διαφαίνεσθαι τὸν σφυγμὸν, εἰ τὸ παρὰ καρδίας ἐπιπεμπόμενον πνεῦμα, διὰ τῶν ἀρτηριῶν φερόμενον, αἴτιον ἐγίγνετο τῆς διαστολῆς. ἐδείχθη δὲ ὅτι δυνάμεως, οὐχ ὕλης πνευματικῆς, ἀπὸ τῆς καρδίας διάδοσις γίνεται τῶν χιτώνων τῶν ἀρτηριῶν· καὶ ταύτης ἅπασαι μεταλαμβάνουσαι παραπλησίως τῇ καρδίᾳ διαστέλλουσιν ἑαυτὰς, ἕλκουσαι πανταχόθεν ὅθεν ἂν δύνωνται τὸ πληρῶσον αὐτῶν τὴν διαστολήν. ὡς δὲ Ἐρασίστρατος ἔλεγεν, ὁ σφυγμὸς γίνεται φορᾷ τοῦ παρὰ καρδίας ἐπιπεμπομένου [508] πνεύματος διὰ τῶν ἐν ταῖς ἀρτηρίαις κοιλοτήτων. ὄντων δὲ ζ΄ καὶ κ΄ σφυγμῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς, εἷς ἐξ αὐτῶν, ὃς ἂν ἐλάχιστος ᾖ, μυρμηκίζων ὀνομάζεται. συμβέβηκε δ', ὡς ἔφην, αὐτῷ καὶ ἀμυδροτάτῳ πάντων εἶναι σφυγμῶν, καὶ δι' αὐτό γε τοῦτο καὶ μικροτάτῳ· καὶ διότι μικρότατός ἐστι, διὰ τοῦτο καὶ πυκνότατος γίνεται. τῆς γὰρ δυνάμεως ἀῤῥωστούσης ἐσχάτως, ἐλαχίστη κατὰ τὰς τρεῖς διαστάσεις ἡ διαστολὴ γίνεται, συναιρουμένου τοῦ μήκους καὶ πλάτους καὶ βάθους αὐτῆς εἰς ἐλάχιστον. εἴρηται δὲ ἡ αἰτία δι' ἣν ἐν τοῖς μικροῖς σφυγμοῖς τοὐπίπαν ἕπεται πυκνότης, ὡς διὰ τὸ κατά τε τὴν δύναμιν καὶ τὴν χρείαν τῶν ὀργάνων ἐλλιπές. ὥσπερ δὲ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον οὐκ ὀλίγη ἡ διαφορὰ κατὰ τὸν μικρὸν γίνεται σφυγμὸν, οὕτως καὶ κατὰ τοὺς ἄλλους ἓξ καὶ κ΄, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἰρήσεται.

   Νυνὶ δὲ προσθῶμεν τοὺς κατὰ μίαν διαστολὴν σφυγμοὺς, ἐν διαφέρουσι δὲ μορίοις τῆς ἀρτηρίας τὴν ἀνωμαλίαν ἔχοντας. ὧν εἰσι καὶ οἱ μύουροι καλούμενοι, κατὰ [509] μὲν τὸ πλησιέστερον τῆς καρδίας μέρος εἰς ὄγκον ἐξῃρμένην τὴν διαστολὴν ποιούμενοι, κατὰ δὲ τὰ πόῤῥω μεμειωμένην· ὥστε τριῶν ἐπιβεβλημένων αὐτῇ δακτύλων, ὅσῳ τοῦ πρώτου δακτύλου κατὰ τὸν δεύτερον ἡ κίνησις ἐλάττων φαίνεται καὶ πλάτει καὶ βάθει, τοσούτῳ τοῦδε κατὰ τὸν τρίτον, ἐκλυομένου δηλονότι τοῦ τόνου τῆς κινούσης τὴν ἀρτηρίαν δυνάμεως, ἣν ἡ καρδία χορηγεῖ ἁπάσαις αὐταῖς. ἐνίοτε δὲ παραπλησίως μὲν ὑποπίπτει τοῖς ἐπιβεβλημένοις δακτύλοις ὁ σφυγμὸς, ἀλλ' ἡ δευτέρα κίνησις τῆς πρώτης ἀμυδροτέρα φαίνεται, καὶ μετ' αὐτὴν ἡ τρίτη πάλιν ἀμυδροτέρα τῆς δευτέρας, εἶθ' ἑξῆς ἡ τετάρτη καὶ πέμπτη, καὶ πᾶσαι κατὰ τὸ ἑξῆς ἀφαιροῦσι μέχρις ἂν εἰς ἀκινησίαν ἀφίκωνται τελείαν ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν. εἶτ' ἀράντων τοὺς δακτύλους, καὶ βραχὺ διαλειπόντων ἐπιτιθέντων τε πάλιν, αἴσθησις γίνεται κινήσεως. ἐνίοτε δὲ καὶ χωρὶς τῆς ἄρσεως αὐτῶν ἐπανέρχεται πάλιν ἡ κίνησις, ὡς αἰσθητὴν γίγνεσθαι. συμβαίνει δὲ καὶ τὰ τοιαῦτα περὶ τοὺς σφυγμοὺς διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, μὴ φερούσης αὐτῆς τὴν ἐπιβολὴν τῶν δακτύλων, ἀλλ' ὡς [510] ὑπὸ φορτίου νικωμένης τε καὶ καταπιπτούσης. διὸ καὶ μετριώτατα προσήκει ψαύειν τηνικαῦτα, μᾶλλον ἐκ τῶν κάτω μερῶν τῆς ἀρτηρίας ἐπιβάλλων τοὺς δακτύλους, περιστρέφοντος τὴν χεῖρα τοῦ κάμνοντος. εἰ δ' αὖ πάλιν ἐπιπολῆς ἀκριβῶς ψαύοις, κατὰ θάτερον τρόπον οὐκ αἰσθήσῃ τῆς κινήσεως διὰ τὴν σμικρότητα τῆς διαστολῆς. ἀκριβῶς οὖν σε χρὴ τηνικαῦτα τῷ ποσῷ τῆς διαστολῆς, ὃ κατὰ τὴν ἐπιβολὴν τῶν δακτύλων ἐποιήσω· καὶ οὕτως ἐν μέρει ποτὲ μὲν ἀνιέναι καὶ κουφίζειν βραχὺ, ποτὲ δὲ θλίβειν, τῆς διαγνώσεως τῶν τοιούτων σφυγμῶν κατορθουμένης ἐν ἀκριβεῖ συμμετρίᾳ τῆς τῶν δακτύλων ἐπιβολῆς, διὰ τὸ τὴν μὲν ἐπιπολῆς ψαῦσιν οὐδέπω διαγινώσκειν τὴν διαστολὴν τῆς ἀρτηρίας, ὅταν ἐπὶ βραχὺ γίγνηται, τὴν δὲ ταύτης βιαιοτέραν ἀφανίζειν τε καὶ τελέως ἀπολλύναι τὴν διάγνωσιν τῆς κινήσεως. ἔνιοί γε μὴν τῶν τοιούτων σφυγμῶν, ὅταν ἀπόλλυνται μειωθείσης κατὰ βραχὺ τῆς διαστολῆς, αὖθις ἐπανέρχονται, καὶ καλοῦμεν αὐτοὺς μυούρους παλινδρομοῦντας. ἂν μὲν οὖν εἰς ἐσχάτην βραχύτητα κινήσεως ἀφικόμενοι πάλιν αὐξήσωσιν αὐτὴν, αὐτὸ [511] τοῦτο νῦν εἰρημένον ἔχουσιν ὄνομα, μύουροι παλινδρομοῦντες. ἐὰν δὲ εἰς ἀκινησίαν πάντη τελευτήσαντες ἐνταῦθα στῶσι, μηκέτι αἰσθητὴν κίνησιν ποιησάμενοι, τοὺς τοιούτους ἐκλείποντας ὀνομάζομεν· ἐὰν δὲ καὶ μετὰ τὴν ἀκινησίαν αὖθις ἄρξονται κινεῖσθαι πάλιν, καὶ αὐτοὺς ὀνομάζομεν ἐκλείποντας παλινδρομοῦντας. εὔδηλον δ' ὅτι πάντες οἱ τοιοῦτοι σφυγμοὶ γίνονται δι' ἀῤῥωστίαν δυνάμεως, ἐνίοτε μὲν αὐτῆς μόνης κατὰ τὸν ἴδιον ἀῤῥωστούσης, ἐνίοτε δὲ καὶ διά τι πλῆθος ἢ θλίψιν ἢ ἔμφραξιν τῶν πλησίον τῆς καρδίας ἀρτηριῶν, ὡς μικτὴν ἀποτελεῖσθαι διάθεσιν. καὶ εἰ μὴ παντάπασιν ὁ σφυγμὸς ἐπ' αὐτῶν ἀμυδρός τε καὶ μικρὸς ἐγένετο, σαφῶς ἂν ἐφαίνετο κατὰ μίαν διαστολῆς ἀνωμαλίαν· νῦν δὲ οὐ φαίνεται διὰ τὴν ταπεινότητα τῆς κινήσεως, ἣν ποιεῖται κατὰ τὴν διαστολὴν ἡ ἀρτηρία. διὸ καὶ πυκνοὶ τοὐπίπαν εἰσὶν οἱ τοιοῦτοι σφυγμοὶ κατ' ἐκεῖνο τὸ γένος τῆς πυκνότητος, ὃ τοῖς ἀναίσθητον ἔχουσι τὴν συστολὴν φαίνεται. διττῶς γὰρ ἔφαμεν γίνεσθαί τε καὶ λέγεσθαι πυκνὸν τὸν σφυγμὸν, ἤτοι τῆς συστολῆς τῶν πρώτων μερῶν αἰσθανομένων ἡμῶν ἢ μηδ' ὅλως [512] αἰσθητῆς οὔσης αὐτῆς. ἐὰν οὖν αἰσθανώμεθα τῶν πρώτων τῆς συστολῆς, ὁ μεταξὺ χρόνος τοῦ τε τῆς διαστολῆς πέρατος καὶ τῆς ἀρχῆς τῆς συστολῆς, ἀραιὸν ἢ πυκνὸν ἐργάζεται τὸν σφυγμόν, ἐπεὶ δὲ καὶ χρόνου τὶ καὶ μεγέθους διαστολῆς ἔχειν χρὴ τὴν ἀρτηρίαν εἰς αἴσθησιν τῶν πρώτων τῆς διαστολῆς, ἀδύνατόν ἐστιν ἐπὶ τῶν ἀμυδρῶν τε καὶ μικρῶν σφυγμῶν ἄγεσθαί ποθ' ἡμᾶς αὐτούς· ὥστ' ἐπὶ τούτων ὁ τῆς ἐντὸς ἠρεμίας χρόνος ἀδιάγνωστος ἔσται. καὶ διὰ τοῦθ' ὅλος ὁ συγκείμενος ἔκ τε τούτου καὶ τοῦ τῆς συστολῆς καὶ τῆς μετ' αὐτὴν ἡσυχίας καὶ τῶν πρώτων τῆς αἰσθητῆς συστολῆς ἀναίσθητος γινόμενος, ἤτοι πυκνὸν ἢ ἀραιὸν ἐργάζεται τὸν σφυγμόν. ἀλλὰ περὶ μὲν τοῦ διὰ τὴν ποσότητα τῆς ἐκτὸς ἠρεμίας ἀραιοῦ καὶ πυκνοῦ κατὰ τὸ πρὸ τούτου δεδήλωται γράμμα· περὶ δὲ τοῦ νῦν εἰρημένου πυκνοῦ καὶ ἀραιοῦ λέγειν ἤδη καιρὸς, ἀναμνησθέντων ἡμῶν πρότερον τῶν δεδειγμένων ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ. τὴν γὰρ ὡς ἂν εἴποι τις αἰτίαν συνεκτικὴν πυκνότητος σφυγμῶν ἐδείκνυμεν εἶναι τὸ τῆς διαστολῆς ἐλλιπές· ἐπειδή περ, ὅταν μὲν ᾖ [513] χρεία τῆς ἐνεργείας, ταύτης πληρωθείσης σύμμετρον ἡσυχάζει χρόνον ἡ ἀρτηρία, μὴ πληρωθείσης δὲ τῆς χρείας διὰ τὸ τῆς διαστολῆς ἐλλιπὲς ἀναγκάζεται τῆς δευτέρας κινήσεως πρωϊαίτερον ἄρχεσθαι. ἐπεὶ τοίνυν ἐν τοῖς μικροῖς πάνυ σφυγμοῖς ἀπλήρωτος ἡ χρεία γίνεται τῆς διαστολῆς, ὅσον ἐνδεῖ, τοῦθ' ἡ φύσις ἐκπληροῦν ἀναγκαζομένη τῆς δευτέρας κινήσεως ἄρχεται πρωϊαίτερον. εἰς ὅσον δὲ ὁ μεταξὺ χρόνος τῶν διαστολῶν γίνεται βραχύτερος, εἰς τοσοῦτο πυκνότερος ὁ σφυγμὸς φαίνεται. ἐλλιπὴς δὲ τῆς διαστολῆς ἡ χρεία γίνεται κατὰ τοὺς μικροὺς σφυγμοὺς διὰ τὴν μικρότητα. καὶ τοῦτ' ἐξ ἀνάγκης ἕπεται διαπαντός· οὐχ ὥσπερ ἐπὶ τῶν μεγάλων ἔστιν ὅτε. πλῆθος γὰρ ἐπὶ τούτων εἶναι χρὴ θερμασίας ἢ δαπάνην ψυχικοῦ πνεύματος, ἵνα ὁ σφυγμὸς γένηται πυκνός. ᾧ λόγῳ πάλιν, ἐφ' ὧν αἰσθητὴ τῆς ἀρτηρίας ἐστὶν ἡ συστολὴ, βραχὺς μεταξὺ χρόνος γίνεται τοῦ τε τῆς ἀποχωρήσεως αἰσθητοῦ πέρατος καὶ τῆς ἀρχῆς τῆς διαστολῆς. οὗτος μὲν οὖν ὁ χρόνος συναναιρεῖται σπευδούσης τῆς φύσεως ἐπὶ τὴν διαστολὴν, ἔνθα χρεία τῆς ἀρτηρίας ἐστὶν ἐπισπᾶσθαι πλέονα τὸν ἔξωθεν [514] ἀέρα· καὶ γίνεται τοῦθ', ὡς ἔφην, διὰ πλῆθος θερμασίας ἢ δαπάνην πνεύματος. ὁ δ' ἕτερος χρόνος ὁ τῆς ἐκτὸς ἠρεμίας βραχύνεται κατ' ἐκείνας τὰς διαθέσεις, ἐν αἷς ἡ φύσις ἐπείγεται λιγνυώδη τε καὶ καπνώδη περιττώματα κατὰ τὰς ἀρτηρίας ἠθροισμένα κενῶσαι. καὶ διὰ τοῦτ' ἐν τῷ πρὸ τούτου γράμματι βεβαιότατον ἔφην εἶναι σημεῖον εἰσβολῆς παροξυσμῶν πυρεκτικῶν ἐπὶ σήψει χυμῶν γιγνομένων ὀλιγοχρόνιον μὲν εἶναι τὴν ἐκτὸς ἡσυχίαν, ταχυτέραν δὲ τὴν κίνησιν τῆς συστολῆς.

   Περὶ μὲν οὖν ἀραιότητός τε καὶ πυκνότητος ἱκανὰ ταῦτα· πρὸς δὲ τοὺς ὁμογενεῖς τοῖς ὀλίγον ἔμπροσθεν εἰρημένοις σφυγμοῖς ἐπανέλθωμεν. ἔστι δή τις ὑψηλότερον ἔχων τὸ μέσον, ὡς κατὰ μῆκος σκοποῦντι, τὰ δὲ ἑκατέρωθεν αὐτοῦ ταπεινότερα· καλοῦμεν δ' αὐτὸν ἐπινενευκότα τε καὶ περινενευκότα. φαίνεται δ' ὁ σφυγμὸς οὗτος ἐπ' ἀῤῥώστοις δυνάμεσι γιγνόμενος, ὅταν ἡ κατασκευὴ τοῦ σώματος ᾖ τοιαύτη τὴν φύσιν ὡς ὀλίγον μέν τι δέρμα κοῦφον ἐπιβεβλῆσθαι τῷ μέσῳ τοῦ μήκους τῆς ἀρτηρίας, τὰ δ' ἑκατέρωθεν [515] τοῦδε κατὰ τὸ μῆκος ἐκ τῶν ἄνω καὶ κάτω μερῶν βαρύνεσθαι. δι' αὐτὸ γάρ τοι τοῦτο καὶ τῶν παχέων ὁ σφυγμὸς τῷ μήκει βραχὺς φαίνεται, κἂν εὔῤῥωστος ᾖ· τῶν δ' ἰσχνῶν μακρὸς, κἂν ἀῤῥωστότερος ὑπάρχη.

   Καί πως πάλιν ὁ λόγος ἤδη πρὸς τὸ μικρῷ πρόσθεν ἀναβληθὲν ἥκει περὶ τῶν ἐν τῷ διαγράμματι ζ΄ καὶ κ΄ σφυγμῶν, ὧν ἡ γένεσις ὡς ἐπὶ στοιχείοις ἐστὶ τοῖς ἐννέα σφυγμοῖς, τρισὶ μὲν τοῖς κατὰ τὸ μῆκος τῆς ἀρτηρίας θεωρουμένοις, τρισὶ δὲ κατὰ τὸ πλάτος, καὶ τρισὶν ἄλλοις τοῖς κατὰ τὸ βάθος. ἐκ γὰρ τῆς τούτων πρὸς ἀλλήλους ἐπιμιξίας ἅπασαι συζυγίαι γίνονται τῶν σφυγμῶν ἑπτὰ καὶ εἴκοσιν· ὧν μία μὲν κατὰ τὸ μῆκος, περὶ ἧς ἀρξάμεθα λέγειν ἄρτι, δεικνύντες αὐτὴν φαίνεσθαι διά τε τὴν ἐν πάχει καὶ λεπτότητι διαφορὰν τοῦ σώματος, ἀῤῥωστίαν τε καὶ ῥώμην δυνάμεως, ἐκ τούτου δὲ πρὸς τοῖσδε θερμασίαν πολλήν· εἰ δὲ εἰς δύο κεφάλαια τὸν λόγον ἀναγαγεῖν ἐθέλεις, διά τε τὴν κατὰ κύκλον τῆς ἀρτηρίας γινομένην ἧττον ἢ μᾶλλον διαστολὴν καὶ [516] διὰ λεπτότητα καὶ πάχος τοῦ σώματος. ὅσον μὲν γὰρ ἐπ' αὐτῇ τοῦ πράγματος τῇ φύσει πάντων οἱ σφυγμοὶ γίνονται κατὰ τὸ μῆκος ἴσοι, πλὴν εἴ ποτ' ἤδη τῶν ἀποθνησκόντων ἀπέψυκται τὰ κῶλα· φαίνονται δ' οὐκ ἴσοι διὰ τὸ τῶν ἐπικειμένων σωμάτων ταῖς ἀρτηρίας ἄνισον. τῶν γοῦν ἐκτετηκότων ἐν χρονίοις νοσήμασιν ἡ κατὰ ῥάχιν ἀρτηρία φαίνεται σφύζουσα, τῆς χειρὸς ἐπιβαλλομένης τῷ καθ' ὑπογάστριον δέρματι· καὶ μᾶλλόν γε τοῖς ἰσχνοῖς φύσει συμβαίνει τοῦτο, καὶ πολὺ μᾶλλον, ὅταν πυρέξωσιν ἢ οἶνον πίωσιν, ὡς ἂν εἰς μέγεθος αὐτοῖς ἐξαιρομένης τῆς διαστολῆς. ἔμπαλιν δὲ τοῖς παχέσι, κἂν ἰσχυροὶ τὴν δύναμιν ὦσι καὶ ὑπέρθερμοι, βραχὺς ὁ σφυγμὸς γίνεται κατὰ τὸ ἀρτηρίας μῆκος. ὥσθ' ἡ μὲν ἰσχνότης τοῦ σώματος εἰς τὸ μῆκος τοῦ σφυγμοῦ συντελεῖ τῶν ἄλλων ἁπάντων μάλιστα, δευτέρα δ' ἐπ' αὐτῇ ῥώμη δυνάμεώς ἐστι καὶ τρίτη θερμασία. τὰ δ' ἐναντία τῶνδε τὸν ἐναντίον ποιεῖ σφυγμὸν, ὃν ἔφην καλεῖσθαι βραχύν. ὁ δὲ στενὸς σφυγμὸς γίνεται διὰ στενοχωρίαν τῶν περικειμένων χωρίων [517] τῆς ἀρτηρίας, ἀῤῥωστίαν τε δυνάμεως καὶ ψύξιν ὀργάνου τε σκληρότητα καὶ δέρματος ῥυσότητα καὶ πάχος. ὁ δὲ ὑψηλὸς τὰ ἐναντία, ῥώμην δυνάμεως, θερμασίαν πολλὴν, ὀργάνου μαλακότητα, δέρματος λεπτότητα καὶ τάσιν. εὔδηλον δ' ἐκ τῶν εἰρημένων ὅτι τοῦ τεσσαρεσκαιδεκάτου κατὰ τὸ διάγραμμα σφυγμοῦ, τοῦ καὶ τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ βάθος ἔχοντος σύμμετρον, ἤτοι πάντα κατὰ φύσιν ἐστὶν, ἢ καί τις ἐξ ὑπεναντίων μίξις εἰς μέσην κατάστασιν ἄγει τὴν διαστολήν. ἐγχωρεῖ γὰρ τῷ κάμνοντι τοσοῦτον τὴν δύναμιν ἀσθενεστέραν εἶναι κατά τινα καιρὸν ὅσον καὶ τὴν τοῦ σώματος ἕξιν ἰσχνοτέραν, ὥσθ' ὅσον εἰς βραχύτητα διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ἧκεν ὁ σφυγμὸς, τοσοῦτον ἐκ τῆς ἰσχνότητος προστίθεσθαι. δυνατὸν δὲ καὶ διὰ πλῆθος θερμασίας ὅσον τούτοις ἐκλέλοιπεν ἀναπληροῦσθαι, πάλιν δ' αὖ κατὰ τἀναντία τῆς δυνάμεως εὐῤῥωστοτέρας γενομένης, ὅσον εἰς τὸ μῆκος ἂν ἐπέδωκεν ὁ σφυγμὸς, τοσοῦτον καὶ πολυσαρκίαν ἀφαιρεῖσθαι. δυνατὸν δὲ καὶ τὸν εἰς μῆκος ηὐξημένον ὅσον ἐπὶ τοῖς ἄλλοις αἰτίοις βραχύτερον γενέσθαι [518] διὰ ψύξιν. ὑπολογιστέον δέ τι καὶ τῇ τοῦ χιτῶνος σκληρότητι κατὰ τὰς τοιαύτας ἐπισκέψεις. ἀλλ' ἐὰν ὅσον ἐπὶ τοῦτο κατὰ φύσιν ἔχῃ, καὶ μήτε εἰς εὐσαρκίαν ἢ ἰσχνότητα φαίνηται μεταβολὴ γεγονυῖα, μήτε εἰς ἀμυδρότητα καὶ σφοδρότητα τροπή τις, ἀλλ' ἐν τούτοις ἔχῃ κατὰ φύσιν, ἐὰν σύμμετρος φαίνηται καὶ μῆκος καὶ βάθος καὶ πλάτος, ἐνδείξεταί σοι μήτε θερμασίαν εἶναι πλείονα κατὰ τὸ σῶμα μήτε δαπάνην πνεύματος ψυχικοῦ. ταυτὶ μὲν οὖν κἀξ αὐτοῦ τοῦ μηδεμίαν ἐνέργειαν ἰσχυρὰν ἐνεργηκέναι τὸν κάμνοντα διαγνῶναι ῥᾷστόν ἐστιν· ἐν γὰρ ταῖς προαιρετικαῖς κινήσεσι δαπανᾶται τὸ πνεῦμα· τὴν δὲ τῷ βάθει τοῦ σώματος αὐξανομένην θερμασίαν, ἐὰν τἄλλα πάντα συμμέτρως ἔχῃ, διὰ τοῦ σφυγμοῦ μόνου προγνῶναι δυνατόν ἐστιν. ἡ γὰρ τῆς ἀναπνοῆς μεταβολὴ οὐ σαφὴς γίνεται κατὰ τὰς τοιαύτας διαθέσεις, ἐν αἷς ὀλίγον πλέον ἤθροισται τῆς κατὰ φύσιν θερμασίας ἐν τῇ καρδίᾳ, τῶν ἄλλων ὡσαύτως ἐχόντων. ἀλλὰ προσέχειν ἐνταῦθα χρὴ τῷ μεγέθει καὶ τῷ τάχει τοῦ σφυγμοῦ. πρῶτον μὲν γὰρ εἰς μέγεθος [519] ἐπιδίδωσιν. ὅταν ὁ χιτὼν τῆς ἀρτηρίας ἤτοι μαλακώτερος ᾖ τοῦ κατὰ φύσιν ἢ σύμμετρος· ἔπειτα δὲ εἰς τάχος, αὐξανομένης τῆς θερμασίας. ὅταν δὲ ὑπὸ σκληρότητος ὁ χιτὼν τῆς ἀρτηρίας εἰς μέγεθος ἀξιόλογον ἀδυνατῇ διαναστῆναι, τηνικαῦτα καὶ ἡ εἰς τάχος ἐπίδοσις τοῦ σφυγμοῦ γίνεται πρωϊαίτερον. ἡ γάρ τοι χρεία τῆς τῶν σφυγμῶν γενέσεως αὐξανομένη, μέχρι μὲν ἂν ἱκανὸν αὐτῇ τὸ μέγεθος τῆς διαστολῆς ᾖ, οὐδὲν ὅλως αἰσθητὸν εἰς τάχος ἀλλοιοῖ τὴν κίνησιν, ἢ παντάπασιν ὀλίγον· ὅταν δὲ μείζονος μὲν ἡ χρεία δέηται διαστολῆς, μὴ δύνηται δὲ ὁ χιτὼν τῆς ἀρτηρίας ἐκτείνεσθαι διὰ σκληρότητα, τηνικαῦτα τῷ τάχει πολλὴ προσθήκη γίνεται. καὶ ὅταν δὲ μηδὲ τοῦτο ἐξαρκῇ, κλονώδης ὁ σφυγμὸς ἀποτελεῖται, διαμενούσης γε δηλονότι τῆς δυνάμεως εὐῤῥώστου.

   Πάντων μὲν οὖν τῶν ἐν τῷ διαγράμματι σφυγμῶν διέρχεσθαι καθ' ἕκαστον ἰδίᾳ μακρὸν ἂν εἴη, μέθοδον δ' ἐπ' αὐτοῖς ἄμεινον ὑφηγήσασθαι μετὰ γυμνασίας· ὅπερ κἀν τῷ πρώτῳ περὶ τῆς τῶν σφυγμῶν προγνώσεως ἐποίησα. πρὸ τοῦ δ' ἐπὶ ταύτην ἐλθεῖν βέλτιόν ἐστιν ἐγνῶσθαί τι [520] περὶ αὐτῶν, ὡς ἐνίοτε βραχυτάτη μὲν ἐπίδοσις ἤτοι γε εἰς πλάτος ἢ εἰς ὕψος ἢ εἰς τἀναντία γίγνεται, πολλὴ δὲ φαίνεται διὰ τὸ παραβάλλειν ἡμᾶς τὸν νῦν φαινόμενον σφυγμὸν τῷ πρόσθεν ὑπάρχοντι. τοῦτο οὖν ὁρᾶται κἀπὶ τῶν κρίσεων συμβαῖνον, ὅταν ἐφ' ὑψηλῷ φανέντι τῷ σφυγμῷ πολλῶν ἱδρώτων ἐκραγέντων εἰς τὴν ἐναντίαν ἰδέαν ἡ μετάπτωσις γένηται καὶ φαίνηται ταπεινός τε ἅμα καὶ πλατὺς ὁ σφυγμός. διότι καί τισι τῶν ἰατρῶν γέγραπται τὸν πλατὺν σφυγμὸν ὁρᾶσθαι πολλάκις ἐπὶ τῶν ὑπόγυιον κεκριμένων. αὐτὸς γὰρ φαίνεται τοῖς, ὡς εἴρηται, κριθεῖσι πλατύτερος, οὐ μὴν τοσούτῳ γε κατὰ ἀλήθειαν ἐν τούτῳ τῷ καιρῷ γίνεται πλατύτερος ὅσῳ φαίνεται διὰ τὸ πρόσθεν μὲν ηὐξῆσθαι τὸ ὕψος ἐπὶ πλέον τοῦ κατὰ φύσιν, ἐν δὲ τῷ μετὰ τὴν κρίσιν χρόνῳ μηδὲ τὸ κατὰ φύσιν ἔτι φυλάττεσθαι. διὰ μὲν γὰρ τὴν κένωσιν αἱ περικείμεναι ταῖς ἀρτηρίας χῶραι χαλαραὶ γίνονται, στενοχωροῦσαι πρότερον αὐτάς· καὶ διὰ τοῦτο πλατύτερος ὄντως ὁ σφυγμὸς φαίνεται. φαίνεται δὲ πολὺ πλατύτερος ἢ κατὰ ἀλήθειαν ἐστὶν, εἰς ταπεινότητα μεταπεσόντος τοῦ [521] ὕψους, διά τε τὸ μηδ' ὅλως εἰς ὄγκον ἀξιόλογον αἴρεσθαι τὴν διαστολὴν καὶ διὰ τὸ χαλαρόν τε καὶ ῥυσὸν γίνεσθαι τὸ ἐπικείμενον αὐταῖς δέρμα. καθ' ὃν καιρὸν εἰ περιστρέψας τὸ κῶλον ἐν τοῖς κάτω μέρεσιν αὐτοῦ ποιήσαις τὴν ἀρτηρίαν, οὔθ' οὕτως ἔτι ταπεινὸς ὡς ἔμπροσθεν οὔθ' οὕτω πλατὺς ὁ σφυγμὸς φαίνεται. καὶ κατὰ τὸν ὕδερον δὲ τὴν ὅλην ἕξιν ἐξοιδίσκοντα καθάπερ (ἐν) νεκροῖς σώμασι, διαφέροντα πολὺ τοῦ τε τυμπανίου καλουμένου καὶ τοῦ ἀσκιτοῦ, πλατεῖς οἱ σφυγμοί· καὶ μάλισθ' ὅταν τῆς ἀρτηρίας ἁπτώμεθα, κατὰ τὸ ἄνω μέρος, οὐ τὸ κάτω, τοῦ κώλου τεταμένου. ὁρᾶται δὲ τοιοῦτος ἐνίοτε κἀπὶ τῶν κάκιστα διακειμένων ληθαργικῶν. ἐκθηλύνεται γὰρ ἐπὶ τούτοις ἡ τοῦ σώματος ἕξις, ὡς διὰ τὴν πολλὴν ὑγρότητα καὶ μαλακότητα χαλαρὸν καὶ ἀστήρικτον γίνεσθαι, καὶ τὸν νῶτον τῆς ἀρτηρίας μὴ δυνάμενον σχεῖν ἑαυτὸν μηδὲ ὑψηλὸν ἀνέχειν, ὡς ὅτε εἶχε κατὰ φύσιν. ἐπὶ τούτων οὖν, ὡς ἔφην, ἐὰν ἐκ τῶν κάτω μερῶν τοῦ κώλου ψαύῃς, οὐκέτι σοι φανεῖται πλατὺς ὁ σφυγμός. τούτῳ δὲ δεῖ σε προσέχειν ἀκριβῶς καὶ διορίζεσθαι καὶ σκοπεῖσθαι, πῶς ἐσχηματισμένου [522] τοῦ κώλου τὴν ἐπιβολὴν ἐποιήσω τῆς χειρός. ὡς τὰ πολλὰ μὲν γὰρ ἁπτόμεθα τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἐνίοτε δὲ ἤ τινα τῶν κροτάφων ἢ βραχίονα. συνεπινοεῖν δὲ δεῖ τὰ τῶν ὑπαρξάντων πρὸς τὰ παρόντα νῦν παραβάλλειν, καὶ σκοπεῖσθαι μή τι δι' ἐκεῖνα πλέον μεταβέβληκεν ἢ κατὰ ἀλήθειαν ὁ σφυγμὸς ἀλλοιούμενος φαντάζεται. τούτων οὖν σοι μεμνημένῳ τῶν ἐφεξῆς ποιήσομαι λόγον.

   Ἔστω τινὸς ἀῤῥώστου νῦν πρῶτον ἡμῖν ὁρωμένου τὸν ἐν τῷ καρπῷ τῆς χειρὸς φαίνεσθαι σφυγμὸν μακρότερον, ὡς εἰς ἓξ δακτύλων ἢ πλειόνων ἐπιβολὴν αἰσθητὴν εἶναι τὴν κίνησιν. ἤδη μὲν οὖν δῆλον ὡς ἀναγκαῖόν ἐστιν ἰσχνὸν εἶναι τὸν ἄνθρωπον τοῦτον· ἀδύνατον γὰρ εὐσάρκου τοῦ σώματος ὄντος εἰς τοσοῦτον γενέσθαι μακρὸν τὸν σφυγμόν. ἐφεξῆς οὖν σκόπει τὴν σύστασιν τοῦ χιτῶνος τῆς ἀρτηρίας, ὡς πρὸς τὴν ἡλικίαν τε καὶ τὴν ἕξιν τοῦ σώματος ἀποβλέπων τοῦ κάμνοντος. ὁ μὲν γὰρ ἐν τοῖς παιδίοις μαλακώτερός ἐστι τοῦ τοῖς τελείοις ὑπάρχοντος, ὁ δ' ἐν ταῖς γυναιξὶ τοῦ τοῖς ἀνδράσιν, ὁ δ' ἐν τοῖς φύσει μαλακοσάρκοις [523] τε καὶ λεπτοῖς τοῦ τοῖς ἐναντίοις. ἐὰν οὖν σοι φαίνεται (C. φανεῖται) πολλῷ σκληρότερος τοῦ κατὰ φύσιν ὁ σφυγμὸς γεγονέναι, σκόπει τὸν ὄγκον τῆς διαστολῆς. ὀνομάζω δὲ ἄρτι ὄγκον τὴν κατὰ κύκλον ὅλης τῆς ἀρτηρίας κίνησιν, ἧς ὕψος τε καὶ πλάτος ἐπινοίᾳ τέμνομεν· οὐ γὰρ διώρισται καθάπερ ἐν τοῖς κυβικοῖς σώμασι τὸ πλάτος τοῦ ὕψους ἐπὶ τῆς ἀρτηρίας. τοιούτου δὲ ὄντος τοῦ σφυγμοῦ πάντως μὲν ἀναγκαῖον εἶναί τινα διάθεσιν τῶν σκληρὸν ἐργαζομένων αὐτόν. ἔμαθες δὲ τὰς διαθέσεις, ψύξιν ἰσχυρὰν ὡς πηγνύναι τὸ σῶμα τῆς ἀρτηρίας, ἢ ὑπερβάλλουσαν ξηρότητα καθάπερ ἐν τοῖς μαρασμοῖς, ἢ σκίῤῥον σπλάγχνου τινὸς, ἢ μεγίστην φλεγμονὴν σπασμώδη κατασκευὴν ἔν τινι τῶν νευρωδῶν μορίων. ἀλλὰ τό γε πρόσωπον εὐθέως ἐνδείξεταί σοι, πότερα μαρασμός ἐστιν, ἤ τι τῶν ἄλλων· προσήκει γὰρ τὸν μαρασμὸν ὡς ἀνίατον ὑπάρχειν, ὁπόταν δι' αὐτὸν ἀρτηρία τοσαύτην λάβῃ ξηρότητα. κοίλους τε οὖν ὄψει τοὺς ὀφθαλμοὺς τῶν οὕτως ἐχόντων, ὡς ὑπερέχειν ἐν κύκλῳ τὰ περιγράφοντα τοὺς χιτῶνας [524] αὐτῶν ὀστᾶ, καὶ τἄλλα ὅσα κατὰ τὸ περὶ τοῦ μαρασμοῦ βιβλίον ἔμαθες. ἀλλὰ καὶ τοὺς μὲν οὕτω διακειμένους καὶ πρὶν ἅψασθαι τῶν σφυγμῶν ἔνεστί σοι διαγινώσκειν ἐκ μόνου τοῦ προσώπου. μὴ φαινομένου δ' αὐτοῦ τοιούτου, τὴν σκληρότητα τοῦ σφυγμοῦ τοὐπίπαν μὲν εὑρήσεις διὰ σπλῆνα γεγονυῖαν ἐσκιῤῥωμένον· ἤδη δὲ καὶ δι' ἄλλο τι μόριον κύριον, ὃ καὶ διὰ τῆς ἁφῆς ἑτοίμως γνώσῃ. καὶ συμπτώματα δ' ἕπεται διορίζοντα σαφῶς ἀπὸ τῶν ἄλλων αὐτά. τοῦ μὲν γὰρ ἥπατος εἰς τηλικοῦτον ἥκοντος σκίῤῥον ὡς τὸν σφυγμὸν οἷον εἶπον ἐργάζεσθαι, τὰ τῶν ὑδέρων συμπτώματα παρὰ πρόσωπον ἤδη σοι φανεῖται. τῶν δὲ κατὰ γαστέρα τε καὶ κύστιν ἤ τι τῶν ἐντέρων πασχόντων αἱ διάῤῥοιαι δηλώσουσιν· ὥσπερ γε διαφράγματος ἢ ὑπεζωκότος πασχόντων αἱ τούτων ἴδιαι δύσπνοιαι. μεμάθηκας δ' αὐτῶν τὴν ἰδέαν ἐν τοῖς περὶ δυσπνοίας ὑπομνήμασιν. ἐὰν δὲ μηδὲν τούτων φαίνεται, σκόπει μή τις εἴη σπασμώδης διάθεσις. ἐπί τε γυναικῶν ἐπισκέπτου μὴ τὸ σκιῤῥῶδες τοῦτο πάθος ἐν ταῖς μήτραις ἐστί. μηδενὸς δὲ τοιούτου φαινομένου, ψύξις ἰσχυρὰ καὶ πρόσφατος [525] ἢ ἐξ ὕδατος ψυχροῦ ἢ οἴνου πόσεως· ἐπ' ἐκείνων γὰρ ἡ ἀρτηρία φαίνεται νεναρκηκυῖα περὶ τὴν κίνησιν. ἔοικε δὲ τῶν οὕτως ἐχόντων ὁ ἄκρατος ξηραίνειν τὴν ἕξιν αὐτῶν, ὥσπερ τὸ ψυχρὸν ὕδωρ πηγνύναι. καὶ ὀπῶραι δὲ ψυχραὶ κατὰ τὴν ἁφὴν καὶ τὴν δύναμιν ἐργάζονται σκληρὸν σφυγμόν. ἀλλ' αἱ μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων βλάβαι ταχὺ συναποκαθίστανται, θερμαινόντων ἡμῶν τὸν κάμνοντα, καὶ διὰ τοῦτο καὶ οἱ σφυγμοὶ συναποκαθίστανται· παραμένουσι δὲ ταῖς ἐπὶ τῷ σώματι διαθέσεσι δυσιάτοις οὔσαις. ὅταν οὖν ὁ μακρὸς σφυγμὸς ἅμα καὶ σκληρὸς ᾖ, τὰς ἐπισκέψεις, ὡς εἴρηται, ποιήσῃ. συμμέτρου δὲ ὄντος αὐτοῦ κατὰ τὴν ἐν σκληρότητι καὶ μαλακότητι διαφορὰν, προεπισκέπτου τὸ ποσὸν τῆς διαστολῆς. ἂν μὲν γὰρ ἀξιολόγως διαστέλλεται καθ' ἑκατέρας τὰς διαστάσεις ἡ ἀρτηρία, τήν τε εἰς μῆκος καὶ τὴν εἰς ὕψος, καὶ μήτε διὰ πρόσφατον τροφὴν ἢ οἴνου πόσιν ἢ λουτρὸν ἤ τινα ἄλλην κίνησιν τοῦτο γέγονεν, εὔδηλον δήπου πυρέττειν τὸν ἄνθρωπον. ἐὰν δὲ καὶ τάχος ἅμα τῇ τοιαύτῃ σφοδρότητι καὶ πυκνότης προσῇ, δῆλον ὅτι καὶ ὁ πυρετὸς μείζων ἐστί. ἐὰν δὲ [526] κατὰ μὲν ὕψος τε καὶ πλάτος ᾖ σύμμετρος ὁ σφυγμὸς, ἐπὶ δέ γε τῷ τάχει καὶ προσέτι καὶ πυκνὸς ἱκανῶς ᾖ, πολλὴν μὲν ἐνδείκνυται θερμασίαν, ἀσθενῆ δὲ τὴν δύναμιν. εἰ γὰρ ἦν ἰσχυρὰ, μέγεθος ἂν ὑπῆρχε τοῖς σφυγμοῖς. ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο ταχὺς ἱκανῶς γίνεται καὶ πυκνὸς, ὅτι μὴ πληροῦται διὰ μακρότητα τῆς διαστολῆς ἡ χρεία. φανεῖται δέ σοι πάντως ὁ τοιοῦτος ἀμυδρός. ἴδιον γὰρ ἀχώριστον τοῦτο σημεῖον ἐν σφυγμοῖς ἐστιν ἀῤῥωστούσης δυνάμεως· ὥστ' ἐκ περιουσίας ἅπαντα τἄλλα τὰ τῆς δυνάμεως ἀσθένειαν ἢ ῥώμην σημαίνοντα σκοπεῖσθαι· πρός γε μὴν ἐπιστήμην ἀκριβῆ τῆς κατὰ τοὺς σφυγμοὺς θεωρίας γίνεται χρήσιμα μαρτυρούμενά τε καὶ μαρτυροῦντα τῇ διὰ τῶν ἀμυδρῶν τε ἔθος τοὺς μὲν εὐτόνους ὀνομάζω σφοδροὺς, τοὺς δὲ ἀτόνους ἀμυδρούς. φέρε γάρ τινι συμμέτρως ἔχοντι σαρκώσεως τὸν σφυγμὸν φαίνεσθαι σύμμετρον κατὰ μέγεθος, τοῦ χιτῶνος τῆς ἀρτηρίας καὶ αὐτοῦ συμμέτρως ἔχοντος ἐν τῇ κατὰ σκληρότητα καὶ μαλακότητα [527] διαφορᾷ, καλουμένῃ δὲ ὀνόματι κοινῷ κατάστασιν τοῦ χιτῶνος. ἐπὶ τοῦ τοιούτου σφυγμοῦ τὴν δύναμιν ἐῤῥῶσθαι πάντως ἐρεῖς, πρὶν γνῶναι σφοδρότητος ὅπως ἔχει. οὐ γὰρ δὴ κατά γε πᾶσαν ἐπιβολὴν τῆς ἁφῆς εὐθὺς ὁ σφοδρὸς διαγινώσκεται σφυγμὸς, ἀλλὰ μόνον ὅταν θλίψωμεν τὴν ἀρτηρίαν. ἡ γὰρ ἐπιπολῆς ψαῦσις ἀκριβῶς μὲν διαγινώσκει τὸ μέγεθος, οὐδ' ὅλως δὲ τὴν σφοδρότητα. θλιψάντων μέντοι γε σαφῶς ἡ μὲν σφοδρότης φαίνεται, καθάπερ γε καὶ ἡ ἀμυδρότης. συνεκφαίνεται δὲ καὶ τὸ μέγεθος. ἀνιέναι γὰρ εἰς ὕψος ἡ ἀρτηρία κωλυομένη διὰ τὴν θλίψιν, ἅμα μὲν εὔτονον ποιεῖται τὴν ἀντίβασιν, ἅμα δὲ ἔμφασίν τινα τῆς εἰς τὸ πλάτος ἐκτάσεως. ἐν οἷς ἔνδειξις γίνεται τῆς κωλύσεως διὰ τὴν θλίψιν τῆς εἰς ὕψος ἀνόδου ἀλλ' ὅταν γε σκληρὸς ὁ χιτὼν ᾖ τῆς ἀρτηρίας, οὐδὲ γίγνεταί πω μεγίστη διαστολή. καὶ διὰ τοῦθ' ὅταν ᾖ κυρίου σπλάγχνου φλεγμονὴ καὶ δι' αὐτὴν ὁ σφυγμὸς σκληρὸς, ἐὰν πρὸς τούτοις ἡ διαστέλλουσα τὰς ἀρτηρίας δύναμις εὔῤῥωστος ᾖ, κλονώδης ὁ σφυγμὸς ἀποτελεῖται. ὅταν γὰρ ἥ τε [528] χρεία τῆς διαστολῆς αὐξήσῃ καὶ ῥώμη παρῇ τῇ ζωτικῇ δυνάμει, βιαίως διαστελλομένης τῆς ἀρτηρίας, ὁ κλόνος ἀποτελεῖται. τὰ πολλὰ δὲ ἐν ταῖς τοιαύταις διαθέσεσιν οὐκ ἔστιν εὔῤῥωστος ἡ δύναμις· ἀλλ' ἀγαπήσειεν ἄν τις ἐν ἰσχνῷ σώματι διὰ μῆκος νόσου γεγονότι μετρίως ἔχειν τόνου τὴν δύναμιν. διὰ τοῦτ' οὖν οὐδὲ κλονώδεις αὐτοῖς οἱ σφυγμοὶ γίνονται. πιοῦσι γε μὴν οἶνον ἀκρατέστερον ἢ πλέον κλονώδεις αὐτοῖς ἐνίοτε φαίνονται, τῆς τε δυνάμεως ῥωννυμένης καὶ τῆς πυρετώδους θερμασίας αὐξανομένης. οὗτοι μὲν οὖν οἱ σφυγμοὶ πολλάκις φαίνονται, σπάνιοι δὲ οἱ τὸ μὲν ὕψος φυλάττοντες ἅμα τῷ πλάτει, τῷ μήκει δὲ βραχεῖς, σπανιώτατοι δ' αὐτῶν οἱ καὶ τὸ μῆκος ἅμα τῷ πλάτει συστέλλοντες. τούτων δ' ἔτι σπανιώτερος ὁ ὑψηλὸς ἅμα καὶ στενὸς καὶ βραχὺς, ἐν μὲν τοῖς μακρὸν ἔχουσι τὸν σφυγμὸν, ὅθ' ὑγίαινον, οὐδὲ γενέσθαι δυνάμενος· ἐν δὲ τοῖς βραχὺν, ἐπὶ πλήθει συνιστάμενος, ἐῤῥωμένης τῆς δυνάμεως. διὸ καὶ τοὐπίπαν ἀνώμαλος φαίνεται κατὰ τὰ δύο γένη τῆς ἀνωμαλίας. ὥσπερ γάρ ἐστι σημεῖον ἐῤῥωμένης δυνάμεως ὁ σφοδρὸς σφυγμὸς, οὕτω μετ' ἐκεῖνον ὁ ὑψηλὸς, [529] ὅταν ἐν τῷ μήκει βραχύνηται. δῆλος οὖν ἐστι τηνικαῦτα μήτε διὰ λεπτότητα τοῦ σώματος εἰς ὕψος ἀνιὼν μήτε διὰ μαλακότητα τοῦ χιτῶνος τῆς ἀρτηρίας· εἰ γὰρ διὰ τούτων παρεῖτο, βραχὺς ὁ σφυγμὸς οὐκ ἂν ἦν. ὡς τὸ πολὺ μὲν οὖν ὁ ὑψηλὸς σφυγμὸς εὐθὺς καὶ πλατύς ἐστιν· εἰ δὲ μὴ, σύμμετρος κατὰ τὸ πλάτος. ἐστενῶσθαι δὲ τὸν αὐτὸν καὶ ὑψηλότερον εἶναι τοῦ συμμέτρου χωρὶς ἀνωμαλίας συστηματικῆς ἀδυναμία ἐστίν· καὶ ταύτης ἐλάττους ἀριθμῷ τοὺς ὑψηλοὺς σφυγμοὺς ἐχούσης τῶν συμμέτρων κατὰ τὸ βάθος. ἀλλὰ καὶ κατὰ μίαν διαστολὴν ὁ τοιοῦτος ἀνωμαλίας χωρὶς μὴ πάνυ τι φαίνεσθαι. καὶ μέντοι κἂν κολουθῇ κατὰ μῆκος ὁ ὑψηλὸς σφυγμὸς, ἀλλ' εἰς τοσοῦτόν γε εἰς ὅσον ἐν τῷ μυρμηκίζοντι οὐ κολουθήσεται. δακτύλου γοῦν ἑνὸς ἐπιβολὴν ἐκπληροῖ, τοῦ μυρμηκίζοντος οὐδὲ τὸ τρίτον μέρος τοῦ ὅλου πληροῦντος. ὁ δ' οὖν ὑψηλός τε ἅμα καὶ βραχὺς τῷ μήκει σφυγμὸς, ὅταν σκληρότερός τε ἅμα γένηται δηλονότι. τὴν δ' ἀρχὴν οὐδὲ ὤφθη ποτέ μοι μακρὸς ἅμα καὶ δίκροτος. ἀλλ' ὅ γε μῆκος προσλαβὼν [530] ἐπὶ τοῖς εἰρημένοις αἰτίοις κλονώδης γίνεται· τὰ δ' αἴτια πλῆθος θερμασίας καὶ ῥώμη δυνάμεως καὶ ὀργάνου σκληρότης. ἐνίοτε δὲ καὶ διὰ πάθος ἐν νόσοις ἡ θέσις ἡ τῆς ἀρτηρίας ὑπαλλάττεται καὶ διαστρέφεται, δυσκρασίας τινὸς ἀνωμάλου κατὰ τοὺς χιτῶνας αὐτῆς ἢ τὰ πέριξ σώματα γινομένης· ὡς τὸ μὲν ἐξηράνθαι μέρος, τὸ δὲ μὴ, καὶ τὸ μὲν ἐσκληρύνθαι, τὸ δὲ μὴ, καὶ τὸ μὲν ὑπό τινος τῶν περικειμένων σωμάτων ἑλκόμενον τετάσθαι, τὸ δὲ ἐξεῶσθαι τῆς θέσεως. ἀλλὰ ταῦτα μέν ἐστι σπάνια, τὰ δὲ διὰ θερμασίαν ἢ ψύξιν ὅλου τοῦ κώλου σὺν τοῖς περικειμένοις ἢ ὑγρότητα καὶ πλῆθος ἢ ἔνδειαν ἢ ξηρότητα πολλάκις συμβαίνει. μεμνῆσθαι μέντοι χρὴ καὶ τῶν σπανίως γιγνομένων· ὥστ' ἐπειδὰν ἀφίκῃ πρὸς ἄῤῥωστον ὃν οὔπω πρότερον εἶδες, ἀπὸ τῶν ὡς ἐπιπολὺ γιγνομένων ἀρξάμενον μεταβαίνειν ἐπὶ τὰ μὴ πάνυ πολλάκις ὁρώμενα, κἄπειθ' οὕτως ἐπὶ τἄλλα μέχρι τῶν σπανιωτάτων, ὥσπερ ἀμέλει κἀπὶ τοῦ βραχέος μὲν κατὰ τὸ μῆκος, ὑψηλοῦ δὲ κατὰ τὸ βάθος σφυγμοῦ παράδειγμα γινόμενος τῆς ἀπὸ τῶν [531] πολλάκις ὁρωμένων ἐπὶ τὰ σπανιώτερα μεταβάσεως. εὔλογον οὖν ἐστιν, ὅταν ὁ σφυγμὸς οὗτος ὀφθῇ θεάσασθαι πρότερον ὅπως ἔχει παχύτητος ὁ ἄνθρωπος. εἰ μὲν γὰρ εὔσαρκός τε καὶ πίων ἱκανῶς εἴη, κατὰ λόγον ὁ σφυγμὸς φαίνεται· μικρὸς γὰρ ἔσται. διότι ἐν ταῖς ἀμετρωτέραις σαρκώσεσιν ἡ σὰρξ ἀποχεομένη κωλύει διαστέλλεσθαι τὸ ἀγγεῖον, εἰς ὅσον ἐπεφύκει· ἀλλὰ καὶ τὸ μῆκος αὐτοῦ βραχύτερον γίνεται καὶ τὸ πλάτος στενώτερον, τῷ πλήθει τῆς σαρκὸς θλιβόμενον. τῶν δ' ἰσχνῶν μὲν τὴν ἕξιν, τἄλλα δὲ εὐῤῥώστων, ἱκανὸν μὲν τό γε πλάτος καὶ τὸ μῆκος ὁ σφυγμὸς ἔχει, ἀξιόλογον δὲ καὶ τὴν εἰς ὕψος ἀνάβασιν. ἔτι δὲ μᾶλλον ἐφ' ὧν χαλαρόν ἐστι τὸ δέρμα, κατάδηλον γίνεται τὸ τοῦ διαστήματος αὐτοῦ τε καὶ τοῦ τῆς ἀρτηρίας χιτῶνος. ᾧ δῆλον ὅτι τὰ μὲν κουφότερα σώματα ῥᾳδίως συνεξαίρουσιν αἱ ἀρτηρίαι διαστελλόμεναι, τὰ δὲ βαρύτερα δυσχερέστερον· ὅσα δ' ἱκανῶς βαρέα, ταῦτα οὐδ' ὅλως κινοῦσι.

[532]    Νῦν δὲ περὶ τῶν σφυγμῶν εἴπωμεν, διὰ τί ἐπὶ ταῖς μετρίαις βλάβαις τῆς τε δυνάμεως ἅμα καὶ τῆς θερμασίας πυκνοὶ μὲν γίνονται, μικροὶ δὲ οὐκέτι οὐδὲ βραδεῖς, ἀλλὰ σύμμετροι. τέσσαρες γοῦν συζυγίαι διάφοροι γίνονται. ἢ μὲν γὰρ διὰ θερμασίαν μόνην ἢ διὰ ψύξιν ἀλλοιοῦνται. καὶ κατὰ μὲν τὴν ἀῤῥωστοτέραν ἅμα καὶ θερμὴν, εἰ μὲν ἐπὶ πλέον ὑπ' ἀμφοτέρων τῶν αἰτίων δυναστεύοιτο, ἥ τε δύναμις ἱκανῶς ἄῤῥωστος εἴη, καὶ τὸ θερμὸν πυρῶδες, μικροὶ μὲν καὶ βραδεῖς οἱ σφυγμοὶ καὶ πυκνότατοι γίνονται. μετρίας δ' οὔσης τῆς βλάβης, πυκνοὶ μὲν ὁμοίως, σύμμετροι δὲ κατὰ τὴν διάστασίν τε καὶ κίνησιν. δευτέρα δὲ συζυγία ἐξ ἀῤῥωστίας τε καὶ καταλήψεως σύγκειται. ἐν αὐτῇ ἀμυδρὸς μὲν εἰς τοσοῦτον εἰς ὅσον ἂν καὶ τὰ τῆς δυνάμεως ἔχοι κακῶς ὁ σφυγμὸς γίνεται, μικρὸς δὲ καὶ βραδὺς, ὥσπερ καὶ οἱ ἐπὶ τῆς προτέρας συζυγίας. οὐ μὴν ὁμοίως γε ἐκείνοις εἰς ἔσχατον ἀφικνεῖται. πλὴν εἰ ἡ δύναμις ἐσχάτως εἴη κεκμηκυῖα, δῆλον ὡς μικρότατος ἐπὶ τῶν τοιούτων ὁ σφυγμὸς ἔσται, καὶ διαλείπων καὶ ἐκλείπων τὰ πολλά. τρίτη δὲ συζυγία σφυγμῶν ἀλλοιώσεως, αὐξανομένης [533] ὁμοῦ θερμασίας τε καὶ δυνάμεως· ἐν ᾗ σφοδρότατοι μὲν καὶ μέγιστοι, τάχιστοι δὲ οὐκέτι ὁμοίως οἱ σφυγμοὶ γίνονται, πυκνότατοι δὲ τὰ πολλὰ μὲν οὐκ ἐναργῶς, ἔστιν ὅτε (δὲ) καὶ σαφῶς ὑπὲρ τὸ κατὰ φύσιν εἰσίν. καὶ γίνεται τοῦτο, ὅταν ἐπὶ πλεῖστον αὐξηθῇ τὰ τῆς θερμασίας. λοιπὴ δὲ συζυγία τῆς κατὰ τοῦτο τὸ γένος τῶν σφυγμῶν ἀλλοιώσεως, ὅταν εἰς ταὐτὸν ἀφίκηται ῥώμη τε δυνάμεως καὶ θερμασίας ἔνδεια. γίνονται δ' οὗτοι σύμμετροι μὲν τῷ μεγέθει, βραδύτεροι μέντοι καὶ ἱκανῶς ἀραιοὶ, καὶ μάλιστα, ὅταν ἐπὶ πλέον ἡ ψύξις κρατῇ. τὸ μέντοι τῆς διαστάσεως αὐτῶν ποσὸν οὐ κωλύεται σαφῶς οὐδ' ἐναργῶς διὰ τὴν εὐῤῥωστίαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ βραδυτὴς ἐπὶ πολὺ κρατεῖ διὰ τὴν αὐτὴν αἰτίαν. ἐῤῥωμένη γὰρ ἡ δύναμις ‑ (Cetera desunt).