871 34 6 4 2 0 II d. C. Medicina Galenus Quomodo morborum simulantes sint deprehendendi Deichgräber, K., Berlin, Akademie-Verlag, 1960. 0

Galenus - Quomodo morborum simulantes sint deprehendendi

ΓΑΛΗΝΟΥ ΠΩΣ ΧΡΗ ΕΞΕΛΕΓΧΕΙΝ ΤΟΥΣ ΠΡΟΣΠΟΙΟΥΜΕΝΟΥΣ ΝΟΣΕΙΝ.

[469]    Διὰ πολλὰς αἰτίας ἄνθρωποι πλάττονται νοσεῖν. δοκεῖ δ' ἰατρῷ προσήκειν ἡ τῆς ἀληθείας εὕρεσις ἐν τοῖς τοιούτοις ἅπασι, καὶ τοῦτον οἱ ἰδιῶται ἀξιοῦσι διακρίνειν τοὺς ψευδομένους τῶν ἀληθευόντων. καὶ γὰρ φλεγμονὴν καὶ ἐρυσίπελας καὶ οἰδήματα γεγονότα ἐξεπίτηδες ὑπό τινος τῶν ἔξωθεν [470] φαρμάκων ἔνεστι φωρᾶσαι καὶ διακρῖναι τοῖς ἰατροῖς ἀπὸ τῶν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμωμένων παθῶν, οὕτως δὲ καὶ πτύσιν αἵματος ἐκ τῶν κατὰ τὸ στόμα χωρίων γιγνομένην ἀπὸ τῆς ἐκ στομάχου καὶ κοιλίας ἤ τινος τῶν ἀναπνευστικῶν ὀργάνων. ἐφωράθησαν γοῦν ἤδη τινὲς ἀναβήττοντες ἐπὶ τῇ τελευτῇ τῆς βηχὸς ἀναπτύοντες αἷμα, φλεβὸς αὐτοῖς ἑτοίμως ἀναστομουμένης κατά τι μέρος τῶν οὔλων, ἣν ὁπότε βουληθεῖεν μυζήσαντες τῇ γλώττῃ καὶ βήξαντες δῆθεν ἀπέπτυον ὡς κάτωθεν ἀνηνεγμένον αἷμα. καὶ ‹ἄλλοι› παραληρεῖν προσεποιήσαντο καὶ †μωραίνεσθαι †καὶ μωραίνειν ἕτερα τοιαῦτα. ἅπαντα δὲ προσήκειν τοῖς ἰατροῖς ἐξευρίσκειν τε καὶ διακρίνειν ἀλλήλων οἱ ἰδιῶται νομίζουσιν, ἐν δὲ δὴ τούτοις καὶ πόνον ἰσχυρόν, ὃς δὴ δοκεῖ †δυσέκδυτος †εἶναι. καὶ καλούμενόν γέ τινα παρὰ τῶν πολιτῶν εἰς ἐκκλησίαν οἶδα πλασάμενον ὀδύνην κωλικήν, ὅπως μὴ παραγένοιτο, δόξαν αὐτῷ συμφέρειν οὕτως. ἐφ' οὗ κατὰ μὲν αὐτὸν τὸν καιρὸν ὑπενόησα ψεύδεσθαι τὸν ἄνθρωπον, ὕστερον δὲ καὶ αὐτὸς ὡμολόγησέ μοι. πυριάματα δ' οὖν ἑαυτῷ προσφέρειν [471] ἐκέλευσε, πλὴν οὐκ ἐδεῖτό μου λιπαρῶς βοηθεῖν αὑτῷ καίτοι φοβερώτατος ἔμπροσθεν ὢν ἐπὶ τοῖς μικροτέροις. καὶ ἠπίστατο μὲν πρὸ ἡμερῶν ὀλίγων ὀδυνώμενόν τινα κωλικῶς, εἶτα πιόντα τοῦ Φιλωνείου φαρμάκου γενόμενον ἀνώδυνον, ὅπερ ᾔτησέ με πάντως, εἴπερ ὠδυνᾶτο. τούτῳ δ' ἐμαρτύρησε καὶ τὰ μετὰ ταῦτα· παυσαμένης τῆς ἐκκλησίας ἐπαύσατο κεκραγώς, ὡς οὐκ ἔτι ὀδυνώμενος. καὶ μέντοι καὶ ἡ προηγησαμένη δίαιτα τοιαύτη τις ἦν, ὡς μὴ δύνασθαι κωλικὴν ἐν αὐτῇ συστῆναι διάθεσιν. ἐξ ἀπεψιῶν γὰρ καὶ ψύξεων εἴωθε γίνεσθαι τὰ τοιαῦτα παθήματα, τῷ δὲ οὐδὲν τοιοῦτον προηγήσατο. τὸ μὲν οὖν γνῶναι τὰ παθήματα μὴ κατὰ λόγον εἶναι τῆς ἔμπροσθεν διαίτης ἰατρικῆς ἐμπειρίας ἔργον ἐστί, τὸ δ' ὑπονοῆσαι διὰ τὴν ἐκκλησίαν αὐτὸν οὕτω πλάσασθαι οὐκέτι τῆς ἰατρικῆς ἴδιον, ἀλλὰ τοῦ καλουμένου κοινοῦ λόγου, ὃν καίτοι κοινὸν ‹ὄντα› πᾶσιν ὀλίγοι τέλεον ἔχουσιν, ὡς εὐπορεῖν ἐφ' ἑκάστῳ πράγματι [472] τῶν ποιητέων καὶ λεκτέων. ἀναμνηστέον δὲ τῶν εἰρημένων ὡς ἐμπειρία μετὰ τῆς εὐπορίας εὑρίσκει μὲν καὶ τοὺς ἄλλα τινὰ πλαττομένους, εὑρίσκει δὲ καὶ τοὺς ἀλγεῖν προσποιουμένους σφοδρῶς. ἐφ' ἑτέρου γοῦν αὖθις φάσκοντος ὀδυνᾶσθαι σφοδρότατα γόνυ ‑ δοῦλος ἦν οὗτος τῶν παρατρεχόντων ἐν ταῖς ὁδοῖς τῷ δεσπότῃ ‑ τὸ προσποιητὸν τῆς ὀδύνης ἐφώρασα, τὴν μὲν ὑπόνοιαν λαβὼν ἔκ τε τοῦ τὸν δεσπότην αὐτοῦ κατ' ἐκείνην τὴν ἡμέραν ἐξορμᾶν καὶ τοῦ ἤθους τοῦ νεανίσκου ‑ τοιοῦτος γὰρ ἦν οἷος καὶ ψεύσασθαι τὰ τοιαῦτα ‑ καὶ μὴν καί τινος τῶν μὴ φιλούντων αὐτὸν ὁμοδούλων ἐρόμενος, εἴ τις ἐρωτικὴ συνήθεια πρός τι γύναιον ἦν τῷ νεανίσκῳ, δι' ἣν εἰκὸς ἦν αὐτὸν εἰς ἀποδημίαν μακροτέραν κατὰ χώραν τοῦ δεσπότου στελλομένου θελῆσαι μεῖναι· καὶ ἦν οὕτως ἔχον. ἔξωθεν μὲν οὖν εὐπορεῖτο ταῦτα· κατὰ δὲ αὐτὸ τὸ γόνυ μέγιστος ἦν ὄγκος ἰδιώτην ἐκπλῆξαι δυνάμενος, ἐμπείρῳ δὲ τοῦ [473] πράγματος ἐναργῶς φαινόμενος ὑπὸ θαψίας γεγενημένος. τοῦτο δὴ τῆς ἰατρικῆς ἐμπειρίας ἔργον ἐστίν, οὐκ ἐκ τῶν ἔξωθεν εὐπορουμένων. [ἐκ] τῆς αὐτῆς ἐμπειρίας καὶ τὸ μηδὲν αὐτῷ προηγήσασθαι τῶν τοιοῦτον ὄγκον ἐξαίφνης ἐργάσασθαι δυναμένων. οὔτε γὰρ ἐδεδραμήκει πλέον τοῦ δέοντος οὔτ' ἐπλήγη πρός τινος οὔθ' ἁλλόμενος [ἢ ἀναπηδῶν] τάφρον ἐπεπόνθει, πληθώρας τε σημεῖον οὐδὲν ἦν αὐτῷ πρὸς τῷ οὐδὲν διῃτῆσθαι πρόσθεν ἀργῶς καὶ πλησμονωδῶς. ἀλλὰ καὶ τὸ τῆς ὀδύνης εἶδος ἐρωτῶσιν ἡμῖν, ὁποῖόν ἐστιν, οὐκ εὐθέως οὐδ' ἑτοίμως οὐδ' ἑαυτῷ συμφώνως ἀπεκρίνατο. καὶ τοίνυν ἐξελθόντος τοῦ δεσπότου φάρμακον ἐπιθεὶς οὐδὲν μὲν ἀνώδυνον ἔχον, ψῦξαι δὲ τὴν ἀπὸ θαψίας ποι‹ουμένην θερμ›ότητα δυνάμενον, μετὰ μίαν ὥραν ἔσχον ὁμολογοῦντα τελέως ἀνώδυνον εἶναι. ὅπερ, εἴπερ ἦν ὄντως ἄλγημα διὰ φλεγμονήν, οὐ μόνον οὐκ ἂν ἐπαύσατο διὰ φαρμάκου ψύχοντος, ἀλλὰ καὶ σφοδρότερον ἂν ἐγένετο. εὔδηλον οὖν ἤδη, πῶς τὰ τῆς ἰατρικῆς ἐμπειρίας μιγνύμενα τοῖς [474] εὐπορουμένοις λογικῶς ‑ ὅπερ ταὐτόν ἐστι τῷ "τοῖς ὑπονοουμένοισ" ‑ εἰς διάγνωσιν ὀδύνης ἰσχυρᾶς ἐστιν ἐπιτήδεια. δύναται δέ τις καὶ τὴν εὐφορίαν γνώρισμα τίθεσθαι τοῦ μὴ σφοδρῶς ὀδυνᾶσθαι· γίνεταί γ' ἀμέλει καὶ τοῦτο πολλάκις, οὐκ ἐννοησάντων τῶν προσποιουμένων ὀδυνᾶσθαι σφοδρῶς μεταρρίπτειν ἑαυτοὺς ἄλλοτε εἰς ἄλλο σχῆμα δυσφοροῦντας δῆθεν ἐπὶ τῷ μεγέθει τῆς ὀδύνης. ἔτι δὲ ἐὰν μὲν σφοδρῶς ὀδυνῶνται, πᾶν ὑπομένειν ἕτοιμοι γίνονται βοήθημα, καὶ πρότερον αὐτοὶ παρακαλοῦσι τοὺς ἰατρούς, ὅ τί περ ἂν βουληθεῖεν, πράττειν ἕνεκα τοῦ θεραπευθῆναι τὸ πάθος. ἐὰν δὲ μετρίως ἢ μηδ' ὅλως ὀδυνῶνται, τὰ τοιαῦτα τῶν βοηθημάτων ἀποδιδράσκουσιν οὔτ' ἀσιτίας μακρὰς ὑπομένοντες οὔτε δριμέων φαρμάκων προσαγωγήν, ἃ χρὴ λέγειν ἡμᾶς αὐτοῖς ὡς ἰασόμενα μόνα τὰς τοιαύτας διαθέσεις, ἡνίκα φασὶν ὀδυνᾶσθαι σφοδρῶς, καὶ πρὸς τούτοις ἐκτομὰς καὶ καύσεις καὶ παντὸς ἀποχὴν πόματός τε καὶ ἐδέσματος, οὗπερ ἂν ἴδωμεν αὐτοὺς ἡττημένους. τοὺς τοίνυν σκηπτομένους ὀδυνᾶσθαι σφοδρῶς ‹.....› †τὸ μέγεθος [475] τοῦ πόνου † καὶ τοῖς ἀπὸ τῆς ἰατρικῆς ἐμπειρίας γνωρίσμασιν, ἐν οἷς ἐστι καὶ τὸ δυσφορεῖν καὶ καταψύχεσθαι τὰ ἄκρα καὶ ὠχριᾶν, ἐνίοτε δὲ καὶ ψυχρὸν ἐφιδροῦν καὶ σφυγμοὺς ἔχειν οὐ μόνον ἀνωμάλους, ὅπερ καὶ τοῖς μετρίως ὀδυνωμένοις ὑπάρχει, ἀλλὰ καὶ πλείους τοὺς μικροὺς τῶν μεγάλων καὶ τοὺς ἀμυδροὺς τῶν σφοδρῶν, ἐρωτωμένους τε τὸ τῆς ὀδύνης εἶδος οἰκεῖον ἀποκρίνασθαι τῷ πεπονθότι μορίῳ. τινὰ μὲν γὰρ αὐτῶν εἰς πολὺ διατείνοντας ἔχει τοὺς πόνους, τινὰ δὲ οἷον ἐμπεπαρμένους τε καὶ καθ' ἓν μέρος ἐρηρεισμένους, ἔνια δὲ νυγματωδῶς σφύζει, ἀλλὰ καί τινα διασπᾶσθαι δοκεῖ, τὰ δὲ οἷον ναρκώδη φαίνεται, τὰ δὲ βαρέα, καὶ τὰ μὲν ἐμέτους ἐπιφέρει, τὰ δὲ γαστρὸς ταραχήν, τὰ δὲ σκοτόδινον.