C.
Medicina Galenus Linguarum seu dictionum exoletarum Hippocratis explicatio Kühn, C.G.
, Leipzig, Knobloch, 1830 Rist.
1965, Hildesheim, Olms.
0[62] Προοίμιον.
Τὰς παρ' Ἱπποκράτει γλώσσας, ὦ Τεῦθρα, βουληθέντι σοι διὰ βραχυτάτων ἡμᾶς ἐξηγήσασθαι, προθύμως ὑπήκουσα τοῖς τοιούτοις ἐπιθυμήμασιν ὑπηρετεῖσθαί τε κάλλιστα κάλλιστον εἶναι νομίζων.
ἔσται δὲ, ὡς αὐτὸς ἐκέλευσας, ἡ τάξις τῷ λόγῳ κατὰ τὴν τῶν γραμμάτων τάξιν, ἀφ' ὧν αἱ γλῶτται τὴν ἀρχὴν ἔχουσι, πρότερόν γε διορισαμένοις ἡμῖν ὅπη διαφέρει τοῦ πᾶσαν ἐξηγήσασθαι τὴν Ἱπποκράτους λέξιν τὸ τὰς γλώττας μόνας.
ὅσα [63] τοίνυν τῶν ὀνομάτων ἐν μὲν τοῖς πάλαι χρόνοις ἦν συνήθη, νυνὶ δ' οὐκέτι ἐστὶ, τὰ μὲν τοιαῦτα γλώττας καλοῦσι καὶ ταύτας ἐξηγησάμενος ἔρχομαι, τὰ δὲ ἄλλα πάντα ὅσα ζητήσεως μὲν οὐχ ἥττονος προσδεῖται, συνήθη δέ ἐστιν εἰς τάδε κατὰ τὰς τῶν συγγραμμάτων αὐτῶν ἐξηγήσεις ἄμεινον ἐπισκοπεῖσθαι.
τίς γὰρ ἡ κρίσις καὶ τί τὸ θεῖον καὶ τί τὸ ἀρτίως καὶ τίς ἡ ἐπ' ἄκρον εὐεξία καὶ πάνθ' ὅσα τοιαῦτα λόγου μὲν παμμήκους εἰς ἐξήγησιν δεῖται, συνήθη δέ ἐστιν οὐδὲν ἧττον ἢ βίος καὶ βραχὺς καὶ τέχνη καὶ μακρὰ καὶ καιρὸς καὶ ὀξὺς καίτοι καὶ τούτων ἔνια δεῖταί τινος ἐξηγήσεως· ὅθεν ἔμοιγε καὶ θαυμάζειν ἐπῆλθε τῶν ἅπασαν ἐξηγεῖσθαι τὴν Ἱπποκράτους λέξιν ἐπαγγειλαμένων, εἰ μὴ συνίασιν ὅτι πλείω παραλείπουσιν ὧν διδάσκουσι.
πολλὰ γοῦν βιβλία Διοσκουρίδης γράψας, οὐχ ὁ ἐπικληθεὶς Φακᾶς, ὁ Ἡροφίλειος, ἀλλ' ὁ νεώτερος ὁ κατὰ πατέρας ἡμῶν οὐχ ὅπως τὸ ἥμισυ μέρος, ἀλλ' οὐδὲ τὸ τρίτον ἢ τέταρτον ἐξηγήσατο [64] τῆς ὅλης λέξεως· τούτῳ μέν γε πρὸς τοῖς ἄλλοις καὶ δύο ταῦτα ἐξ ἐπιμέτρου καθ' ὅλον πεπλημμέληται τὸν λόγον· ὀνομάτων τε σαφεστάτων μνημονεύειν μὴ ὅτι πολλῆς, ἀλλὰ μηδὲ ἐλαχίστης ἐξηγήσεως δεομένων καὶ τούτων αὐτῶν πλεονάκις.
ταῦτά τε οὖν ἡμεῖς περιίδομεν καὶ πρὸς τούτοις ἔτι τὸ διηγεῖσθαι τὴν ἰδέαν ἑκάστου φυτοῦ καὶ βοτάνης καὶ τῶν μεταλλευομένων· ἤδη δὲ καὶ τῶν ἰχθύων καὶ τῶν ζώων ὅλων ὅσων ἂν ἑκάστοτε τύχῃ μεμνημένος ὁ Ἱπποκράτης, ἅπερ ὁ Διοσκουρίδης οὐκ αἰδεῖται μεταγράφων ἐκ τῶν Νίγρου τε καὶ Παμφίλου καὶ Διοσκουρίδους τοῦ Ἀναζαρβέως καὶ πρὸ τούτων Κρατεύα τε καὶ Θεοφράστου καὶ Ἡρακλείδου τοῦ Ταραντίνου καὶ ἄλλων μυρίων· οὕτως δὲ καὶ πόλεων ὀνόματα διηγεῖται γνωριμωτάτων καὶ ἄστρων ὁμοίως ἐπιφανεστάτων, ἃ μηδὲ ἂν παῖς ἀγνοήσειε· ταῦτα δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἐξηγησαμένων ἁμαρτάνουσιν.
εἰ τοίνυν ταῦτά τις περιέλοι πάντα, τὰς γλώττας ἂν [65] ἐξηγήσατο μόνας, ὥσπερ ὁ Ἡρόφιλος ἐποίησε καὶ Βακχεῖος, Ἀριστάρχου τοῦ γραμματικοῦ τὸ πλῆθος αὐτῷ τῶν παραδειγμάτων ἀθροίσαντος, ὥς φασιν.
ἡμεῖς δὲ, ὡς οἶσθα, πλείω κἀκείνων ἐκλείψαντες ἐν ὑπομνήμασιν ἔχομεν· ἃ τάχα ἂν εἰ βουληθείης, καὶ αὐτὰ διὰ μακροτέρας διεξόδου συνθείημέν σοι.
νυνὶ δὲ τὸ κεκριμένον καὶ δι' ἐκείνων τῶν μακρῶν ὑπομνημάτων ἀποδεδειγμένον ἀξιώσαντί σοι διὰ κεφαλαίων ἔχειν ὁ λόγος ὅδε σύγκειται περιέχων οὐ μόνον ὅσα τοῖς ἄλλοις παλαιοῖς ὑπάρχοντα συνήθη τῶν ὀνομάτων οὐκέτι ἐστὶν ἐν ἔθει νῦν, ἀλλὰ καὶ ὅσα κατά τινα τρόπον ἴδιον αὐτὸς ἐποίησεν ὁ Ἱπποκράτης ἢ μετενεγκὼν ἀπὸ τοῦ συνήθους ἢ σχῆμα περιθεὶς ἕτερον ἢ τὸ σημαῖνον ὑπαλλάξας.
ὅτι γὰρ ἐποίουν οἱ παλαιοὶ πολλὰ τῶν ὀνομάτων αὑτοῖς δέδεικται μὲν ἱκανῶς καὶ πρὸς Ἐρατοσθένους ἐν τοῖς περὶ ἀρχαίας κωμῳδίας, δείξαιμι δὲ ἄν σοι κἀγὼ νῦν διὰ βραχέων, ἐπὶ παραδειγμάτων ὀλίγων ὑπὲρ τοῦ γινώσκειν ἐναργέστερον, οἷον μέν τι ἡ γλῶττά ἐστιν, οἷον δέ τι καὶ τὸ παραπλήσιον αὐτῇ, τὸ γεγονὸς ὑπό τινος τῶν [66] παλαιῶν· νομίζω δή σοι τὰ ὑπὸ Ἀριστοφάνους ἀρκέσειν τὰ ἐκ τῶν Δαιταλέων, ὧδέ πως ἔχοντα.
πρὸς ταῦτά σοι λέξων Ὅμηρε γλώττῃ τινι καλοῦσι κόρυκα.
προβάλλει γὰρ ἐν ἐκείνῳ τῷ δράματι ὁ ἐκ τοῦ δήμου τῶν Δαιταλέων πρεσβύτης τῷ ἀκολάστῳ υἱεῖ πρῶτον μὲν τὰ κόρυκά τί ποτ' ἐστὶν ἐξηγήσασθαι, μετὰ δὲ τοῦτο τί καλοῦσιν ἀμενηνὰ κάρηνα· κἀκεῖνος μέντοι ἀντιπροβάλλει τὴν ἐν τοῖς Σόλωνος ἄξοσι γλῶτταν, εἰς δίκας διαφέρουσας ὡδί πως· ὁ μὲν οὖν σὸς, ἐμὸς δὲ οὗτος ἀδελφὸς, φρασάτω τί καλοῦσιν ἰδοῦσί τε.
ἐφεξῆς προβάλλει τί ποτέ ἐστι τὸ εὖ ποιεῖν.
ἐξ ὧν δῆλον ὡς ἡ γλῶττα παλαιόν ἐστιν ὄνομα τῆς συνηθείας ἐκπεπτωκός.
ὅτι δὲ καὶ αὐτὸς ἕκαστος τῶν περὶ λόγους ἐχόντων ἠξίου ποιεῖν ὀνόματα καινὰ δηλοῖ μὲν καὶ Ἀντιφῶν ἱκανῶς, ὅς γε ὅπως αὐτὰ ποιητέον ἐκδιδάσκει, δηλοῖ δὲ καὶ αὐτὸς οὗτος ὁ Ἀριστοφάνης ἐν ταὐτῷ δράματι διὰ τῶνδε, ἅλις ὀρέλη καὶ μύρον καὶ ταινίαι.
εἶτα ὁ πρεσβύτης ἐπισκώπτων, ἥδουσ' ὀρέλη· τοῦτο παρὰ Λυσιστράτου.
πάλιν δὲ αὐτοῦ τοῦ ἀκολάστου υἱέως εἰπόντος, ἡμῶν ἴσως οὐ [67] καταπληγήσῃ τῷ χρόνῳ· καὶ τοῦθ' υἱοῦ ὁ πρεσβύτης ἐπισκώπτων ἐρεῖ, τὸ καταπληγήσῃ τοῦτο παρὰ τῶν ῥητόρων.
εἶτ' αὖθις ἐκείνου φάντος, ἀποβήσεταί σοι ταῦτα ποῖ τὰ ῥήματα, πάλιν ὁ πρεσβύτης καὶ τοῦτο σκώπτει, παρ' Ἀλκιβιάδου τοῦτο ἀποβήσεται.
καὶ μέν γε καὶ ὁ υἱὸς οὐδέπω παυόμενος οὐδὲ αἰδούμενος τὸν γέροντά φησι, τί ὑποτεκμαίρῃ καὶ κακοὺς ἄνδρας λέγεις καλοκἀγαθίαν ἀσκοῦντας.
εἶτα ὁ πρεσβύτης, οἶμαι, ὦ Θρασύμαχε, τίς τούτων τῶν ξυνηγόρων σε ῥύεται.
δῆλον οὖν ἐκ τούτων οἶμαί σοι γεγονέναι, ὡς εἶπον, εἶναι τρόπον τῶν γλωττῶν ἢ τοῦ κοινοῦ πᾶσιν ὀνόματος ἐκπεσόντος τῆς ἐπικρατούσης συνηθείας ἢ τοῦ γενομένου πρός τινος τῶν παλαιῶν, μὴ παραδεχθέντος ὅλως εἰς τὴν συνήθειαν.
οὕτως οὖν καὶ Ἱπποκράτης τὰ μὲν ἐκ τῶν ὄντων οὐ συνηθῶν ὀνομάτων παραλαμβάνει, τὰ δὲ αὐτὸς ποιεῖ, τὰ δὲ καὶ τοῖς σημαινομένοις ὑπαλλάττει καὶ δίκαιον ἕκαστον αὐτῶν ἡμᾶς ἐξηγεῖσθαι μετὰ τῶν γλωττῶν, ὅταν γε φαίνηται τοῦ νῦν ἔθους ἐκπεπτωκός· οὕτως οὖν εἰ καί τινος ὄνομα φυτοῦ καὶ ζώου καὶ πόλεως ἀσαφὲς ἱκανῶς [68] εἴη καὶ τοῦτό σοι ἐν ταῖς γλώτταις ἐξηγησόμεθα καὶ καθόλου στοχασόμεθα, ὡς μή σοι μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις τοῖς τὰ πρῶτα γράμματα μεμαθηκόσι χρήσιμόν ἐστι τὸ βιβλίον· εἰ δέ τις οὐκ οἶδε τί ποτ' ἐστὶν, ἀνερήσομεν καὶ ἀπὸ πρόσω καὶ ἄμφω καὶ ἀμφίεσμα καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πρὸς Διοσκουρίδην τε καὶ τοὺς ὁμοίους ἀποπέμψομεν, ὡς ἂν οὐκ ἀξιοῦντας οὐδὲ ταῦτα ἐκδιδάσκειν.
διωρισμένου δὴ σαφῶς τί μέν ἐστι γλῶττα, τί δὲ λέξις, εἰρημένου δὲ ὅτι καὶ χωρὶς ἀποδείξεως αὐτὸ μόνον ἠξίωσα γραφῆναί σοι, τὸ κεκριμένον τε καὶ ἀποδεδειγμένον ἡμῖν ἐν ἑτέροις, ἐπὶ τὴν ἐξήγησιν ἤδη τῶν γλωττῶν ἀφιξόμεθα, πάντων τῶν Ἱπποκράτει ἐπιγεγραμμένων βιβλίων ἐκλέγοντες αὐτὰς, οὐκ ἐκ τῶν γνησίων μόνον· ὅτι δὲ πολλαὶ τῶν Βακχείῳ παραλελειμμένων ἐνταῦθά εἰσι γεγραμμέναι καὶ ὅτι μηδεμίαν ἡμεῖς γλῶτταν παρελίπομεν, αὐτὸ διδάξει τὸ βιβλίον, ὥσπερ καὶ ὅτι κατὰ τὴν χρείαν τοῦ λόγου ποτὲ μὲν παραγράφομεν αὐτὴν τὴν ῥῆσιν ἐξ ἧς ἂν ἐξηγησώμεθα τὴν γλῶτταν, [69] ἐν πλείστοις δὲ παραλείπομεν, ὅταν καὶ χωρὶς ἐκείνης ἐλπίζωμεν ἔσεσθαι σαφῆ τὴν ἐξήγησιν.
‑ ‑ ‑
ΑΡΧΗ ΤΩΝ ΛΕΞΕΩΝ ΤΟΥ Α.
Ἀγκυλίδωτον· ἀγκύλην ἔχον· εἴρηται δὲ ἐπὶ ἅρματος ἢ κυρτώματος.
ἀγκυρομήλη· ἄγκιστρον.
ἄγλιθες· τὰ μόρια τοῦ σκορόδου τῆς κεφαλῆς.
ἀγλίη· ἡ ἐν τοῖς ὀφθαλμοῖς ὑπόλευκος οὐλὴ, καθάπερ ἐν τῷ μείζονι προῤῥητικῷ, καὶ οἱ λευκανθίζοντες ἐπίπαγοι, ὡς ἐν Κωακαῖς προγνώσεσιν.
ἀγρίη κολοκύνθη· ἡ κολοκυνθὶς, ὡς καὶ Κρατεύας καὶ Διοσκουρίδης καὶ Πάμφιλος.
ἄγροφον· ὀρεινόν.
ἄγυια· ἀσθενῆ.
ἀγχόμενος· πνιγόμενος.
[70] ἀδάξασθαι· δάκνεσθαι κνησμωδῶς.
ἀδηνέως· ἀφροντίστως.
ἀέτωμα· τὸ εἰς ὕψος ἀνατεταμένον τῆς ὀροφῆς, ὥσπερ τρίγωνον.
ἀθέλγεται· παρίεται, διεκλύεται.
ἀθήρ· τό τε τῆς κριθῆς ὀξὺ, ὡς ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μικροτέρῳ καὶ τοῦ ἐν τῇ ἀκίδι πώγωνος τὸ ἄκρον, ὡς ἐν τῷ πέμπτῳ τῶν ἐπιδημιῶν.
ἀθώρηκτος· ὁ μὴ μεθύων.
αἰγοκέρας· ὅπερ καὶ βουκέρας καὶ τῆλις.
Αἰγύπτιον ἔλαιον· ὅπερ αὐτοὶ καλοῦσι κίκινον. (οἱ μέντοι παλαιοὶ ἐκ τῆς κίκεως καὶ κίκινον).
Αἰγύπτιον ἔλαιον λευκόν· τὸ ἀπὸ τῶν κρίνων σκευαζόμενον, ὅπερ καὶ κρίνινόν τε καὶ σούσινον ἔλαιον ὠνόμασται.
Αἰγύπτιον μύρον λευκόν· ὅπερ καὶ Μενδήσιον ὠνόμασται, σκευαζόμενον διά τε κρίνων καὶ ἀρωμάτων, διὰ τοῦτο καὶ [71] μύρον, οὐκ ἔλαιον προσαγορεύεται· τὸ δ' αὐτὸ καὶ κρινόμυρον καὶ σούσινον μύρον ὠνόμασται.
Αἰγύπτιον μύρον· τὸ μύρον διὰ τοῦ ἄνθους τῆς ἀκάνθης Αἰγυπτίας, ὅπερ καὶ μετώπιον ὠνόμασται.
Αἰγυπτίην στυπτηρίαν· ἣν δὴ καὶ σχιστὴν καὶ τρισχιστὴν ὀνομάζομεν.
αἰεί· σημαίνει ποτὲ παρὰ τῷ Ἱπποκράτει καὶ τὸ ἕως καὶ παρὰ πολλοῖς τῶν παλαιῶν.
αἰθάλη· ὅπερ καὶ λιγνύς.
Αἰθιοπικόν· ὑπακουστέον τὸ κύμινον.
αἰθόλικες· οἱ ἐπιπολῆς τοῦ δέρματος κύκλοι, ὅμοιοι τοῖς ἀπὸ πυρὸς συνισταμένοις ἐρυθροῖς κύκλοις, ἀπὸ τοῦ αἴθειν ὠνομασμένοι· καὶ αἰθολικώδεα δηλονότι τὰ τούτοις ὅμοια, ἃ οἱ πολλοὶ προσαγορεύουσιν αἱμάλωπας.
αἱματοφλοιβοιστάσιες· οὕτως μὲν οἱ περὶ τὸν Διοσκουρίδην γράφουσι, τὰς ἐπισχέσεις τοῦ ὑπεροιδοῦντος αἵματος ἡγούμενοι δηλοῦσθαι· ὅτι καὶ ἀλλαχοῦ φησιν, ἐν τῇσι [72] φλεξούσῃσι, αἱμοῤῥαγίῃσι σχῆμα εὑρετόν· οἱ πλείους μέντοι γράφουσιν αἱματοφλεβοιστάσιες, δηλοῦσθαι νομίζουσιν ἐκ τοῦ ὀνόματος τὰς πλήρεις αἵματος κεκυρτωμένας φλέβας.
αἱμοκέρχνα· ἐπὶ αἵματος ἐκχύσει κέρχνον ἐμποιοῦντα, τοῦτο δέ ἐστι δῆξίς τις ὑποτραχὺς ἐρεθίζουσα κατὰ τὴν τραχεῖαν ἀρτηρίαν.
Αἰνειάτης· ὁ ἀπὸ Αἰνείου τῆς ἐν Θράκῃ πόλεως· τὸν δὲ αὐτὸν καὶ Αἰνειοτικὸν ἔστιν ὅτε καλεῖ.
αἰολᾶσθαι· τὸ οἷον πλάζεσθαι καὶ πλανᾶσθαι.
αἰών· ὁ βίος.
ἀκαλήφη· ἥπερ καὶ κνίδη.
ἀκεστά· τὰ ἰατὰ, καὶ γὰρ ἄκη τὰ ἰάματα.
ἀκήρατος· ἀδιάφθορος.
ἀκίς· οὕτως ὀνομάζεται τὸ σίδηρον τοῦ βέλους.
ἀκόνην ἐν τοῖς προσκειμένοις τῷ περὶ διαίτης, οὕτως ὠνόμασε τὴν θυῖαν· ὡσαύτως δὲ αὐτῷ καὶ ὁ Θεόφραστος ἐν τῷ περὶ φυτῶν ὀγδόῳ.
[73]
ἄκουσα· πεπληρωμένη.
ἀκράλεα· ἄκρεα.
ἀκρέσπερον· ἄκρας ἑσπέρας, τουτέστι πρώτης καὶ ἀρχομένης.
ἄκρητον· τὸ ἄκρατον· οὕτως γὰρ ὀνομάζεται πᾶν τὸ ἀμιγὲς ἑτέρου καὶ τὴν αὐτοῦ φύσιν διασωζόμενον εἰλικρινῆ.
ἀκρητοχόλους· τοὺς ἄκρατον ἀθροίζοντας χολήν.
ἀκρητόχολον· οὕτως ὀνομάζει, ὅνπερ καὶ ἀκρόχολον.
ἄκριτον πάγος· τὸ οἷον ἀδιάκριτον· εἴρηται δὲ ἐν τῷ περὶ ἑβδομάδος ἐπὶ τοῦ μετὰ τὸν κόσμον ἤτοι ἀπείρου ἢ οἷον ἀδιατυπωτοῦ κενοῦ.
ἀκρόπλοα· τὰ ἐπιπολαίως, οἷον ἐπ' ἄκρου ἐμπλέοντα· οὕτως δὲ καὶ οἱ ἀκρόπλοοι.
ἀκροαπίς· γλῶσσα οὕτως εἴρηται ἐν τῷ ἑβδόμῳ τῶν ἐπιδημιῶν, ἡ οἷον ἄκρα ἑαυτῆς μὴ διατυποῦσα, τουτέστιν ἡ ἀδιάρθρωτος ὑπὸ δυσκινησίας.
ἀκροσαπές· τὸ ἐπιπολῆς μεταβεβληκός.
[74]
ἀκρόψιλον· τὸ ἐπὶ τοῦ ἄκρου ψιλὸν, τουτέστι γυμνόν.
ἀλαΐα φθίσις· οὕτως ὠνόμασται ἐν τῷ περὶ τόπων τῶν κατὰ ἄνθρωπον ἡ οἷον τυφλὴ καὶ ἀόρατος.
Ἀλάπτης· ὁ ἐξ Ἀλάπτων· χωρίον δέ ἐστι τῆς Θράκης τὰ Ἀλαπτά.
ἀλάστορες· αὐτοί τε οἱ ἄνθρωποι οἱ τὰ ἄληστα ἐργασάμενοι, παρὰ τὸ τὰ τοιαῦτα ἁμαρτάνειν ἐφ' οἷς ἐστιν ἀλαστῆσαι καὶ στενάξαι καὶ οἱ τιμωροὶ αὐτῶν δαίμονες.
ἀλγήματα· πολλάκις καὶ κατ' αὐτοῦ τοῦ νοσήματος ἐπιφέρει τοὔνομα· καὶ τὸ ἀλγεῖν ὁμοίως ἀντὶ τοῦ νοσεῖν τι καὶ πάσχειν καὶ τὰ ἄλλα τὰ ἀπ' αὐτοῦ.
ἀλεάζειν· θερμαίνειν.
ἄλιον ὕδωρ· τὸ ἠθροισμένον ἐξ ὄμβρου ἀθρόου.
ἀλέϊον· ἠθροισμένον, ἀθρόον.
ἀλεξητήρια· βοηθήματα· καὶ γὰρ τὸ ἀλέξασθαι βοηθεῖν ἐστιν.
ἀλέουσιν· ἀθροίζουσιν.
ἄλειφα· ἔλαιον ἢ στέαρ.
[75]
ἀλέως· ἀθρόως.
ἀλεότητα· ἄθροισιν.
ἀληθέωσι· πλανῶσιν· εἴρηται δὲ καὶ περὶ τὴν ἄλην.
ἀλθεῖν· ὑγιάζειν.
ἄλθεξις· ἡ ἴασις.
ἀλθίσκειν· ὑγιάζειν.
ἄλκαρ· βοήθημα.
ἀλλογνοῶν· ὁ παραφρονῶν, ὁ οἷον ἄλλα γινώσκων παρὰ τὰ ὄντα· οὕτω δὲ καὶ τὸ ἀλλοφρονήσας εἴρηται πρὸς αὐτοῦ.
ἀλλοιοτροπεῖται· τρέπεται ποικίλως.
ἀλλόκοτον· ἀσαφὲς καὶ ἄγνωστον.
ἀλλοφάσσοντες· παραπαίοντες, παραφρονοῦντες.
ἀλαοί· τυφλοὶ, ὅτι καὶ ἀλαὸς ὁ τυφλός.
ἁλυκόν· ἁλμυρόν.
ἀλύζει· ἀπορεῖ, ῥιπτάζεται· οὕτως δὲ καὶ τὸ ἀλύξει ἐπὶ τοῦ μέλλοντος εἴρηται.
ἀλυσμόν· ὅπερ καὶ ἄλυσίν τινα καὶ ἀπορίαν, ὃ δὴ καὶ ῥιπτασμὸν καλοῦσι, καὶ ἡ ἀλυχὴ δὲ ταὐτὸν τοῦτο.
[76]
ἄλφιτα· οὐ μόνον τὰ ἀπὸ τῶν κριθῶν οὕτως καλεῖται· ἔν τε γὰρ τῷ πρώτῳ τῶν γυναικείων ἄλφιτα πύρινα εἴρηται· ἐν δὲ τῷ περὶ νούσων δευτέρῳ τῷ μείζονι καὶ φακῶν καὶ ὀρόβων πεφρυγμένων· ἄλφιτα τοίνυν παντὸς ἀληλεσμένου καρποῦ τὸ σύμμετρον τῷ μεγέθει θραῦμα ὀνομάζεται. τὰ μὲν γὰρ μείζω κρίμνα, τὰ δὲ ἐλάττω ἄλευρα.
ἄλφιτα προκώνια· τὰ πρὸ τῆς τοῦ κώνου στάσεως, τουτέστι τὰ ἐκ τῶν νέων ἔτι καὶ ἁπαλῶν κριθῶν· κῶνος γάρ τις ἐν ταῖς ἁλῶσιν ἔτι καὶ νῦν ἵσταται καὶ μάλιστα ἐν ταῖς ἐπόμβροις χώραις ξύλον ὀρθὸν, ἐφ' ᾧ συντίθενται οἱ καρποὶ κωνοειδῶς.
ἀμαλδύνεται· αὐτῷ σύνηθες τὸ οἷον ἀφανίζεται καὶ τὸ οἷον ἀμαυροῦται· καθάπερ ἐν τῷ δευτέρῳ τῶν γυναικείων ὄμματα ἀμαλδύνεται.
ἁμαλῶς· τό τε ἁπαλῶς, ὅπερ ἴσον δύναται τῷ μετρίως, ὡς ἐν τῷ περὶ ἐμπύων· τοῦτο δὲ ἁμαλῶς ἐπαλέουσι, καὶ τὸ [77] ῥᾳδίως, ὥσπερ ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μείζονι, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ἁμαλῶς ὁρᾷ· καὶ ἐν τῷ δευτέρῳ μείζονι καὶ τὰ σιτία οὐχ ἁμαλῶς προσίεται.
ἀμαμηλίδας· εἶδός τι μεσπίλου πλεῖστον ἐν Ἰταλίᾳ γινόμενον, ὡς καὶ Διοσκουρίδης λέγει· τινὲς δὲ τὰς ἐπιμηλίδας φασὶν εἶναι μῆλα σμικρὰ ἄγρια.
ἄμβη· ὀφρυώδης ἐπανάστασις.
ἀμβλυωσμός· ἤτοι ἔκτρωσις παρὰ τὸ ἀμβλύσκειν· ἀλλὰ καὶ ἀμβλυωπία, ὡς ἐν τῷ μείζονι προῤῥητικῷ.
ἀμβλυωπότερα· τὰ ἀμβλύτερον ὁρώμενα, τουτέστιν ἀμυδρότερον.
ἀμείρων· ἀφαιρῶν καὶ λαμβάνων.
ἀμενηνόν· ἀσθενές.
ἄμη· κατά τινα τρόπον, ἔκ τινος μέρους, μετρίως.
ἀμήνας· ἐκπιάξας, ἀμύξας.
ἀμοίη· οὕτως ἐν τῷ κατ' ἰητρεῖον Διοσκουρίδης γράφει, ἀμοίη ὅτι πιέξει παραλλάξαν ἐκκλίνει ἐς τὴν αὔξησιν καὶ ἀνάπλασιν τῶν σαρκῶν ποιήσεται· οἱ δὲ ἄλλοι [78] γράφουσιν ἀλλοίη· φησὶ δὲ Διοσκουρίδης τὸ ἀμοίη μέτρια εἶναι, μαρτύριον δὲ οὐδὲν παρατίθεται.
ἀμυστί· ἀθρόως ἄνευ τοῦ μῦσαι τοῖς χείλεσι.
ἀμφιβραγχίων· τῶν περὶ τὰ παρίσθμια καλουμένων χωρίων.
ἀμφίδεον· τὸ τοῦ στόματος τῆς μήτρας, τὸ ἐν κύκλῳ ἄκρον, ὅπερ καὶ σικύας χείλεσιν ἔοικε, κατὰ μεταφορὰν ἀπὸ τῶν γυναικείων ψελλίων ὠνομασμένον, ἃ καὶ αὐτὰ ἀμφίδεα καλοῦνται ἀπὸ τοῦ περιλαμβάνειν ἐν κύκλῳ καὶ οἷον ἀμφιδεῖν.
ἀμφιδέξιος· ἡ οἷον ἀμφοτέρωθεν δεξιὰ, τουτέστιν ἡ ἀμφοτέραις ταῖς χερσὶν ὡς δεξιᾷ χρωμένῃ. τοιοῦτος γὰρ καὶ ὁ παρὰ τῷ ποιητῇ περιδέξιος. οὕτως δὲ καὶ ὁ Ἱππῶναξ ἔλεγεν·
ἀμφιδέξιος γάρ εἰμι καὶ οὐχ ἁμαρτάνω.
τινὲς δὲ ἀμφιδέξιον ἀκούουσιν οὐ καλῶς τὴν ἐν τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας κυουμένην.
ἀμφιμήτριον σημεῖον· οὕτως ὠνόμακεν ἐν τῷ β΄ τῶν ἐπιδημιῶν τὸ δηλωτικὸν τῶν περὶ τὰς μήτρας διαθέσεων.
[79]
ἀμῶς· κατά τινα τρόπον, ἔκ τινος μέρους, μετρίως.
ἀναγνῶναι· μεταπεῖσαι, μεταδίδαξαι.
ἀνάκαρ· εἰς τὸ ἄνω μέρος, ὥσπερ ἐπίκαρ ἐς τὸ κάτω ἐξ ὀρέων.
ἀνακικίουσιν· ἀναπηδῶσιν.
ἀνακῶς· φυλακτικῶς.
ἀνακωχή· ἀνωχὴ, ἀναβάσταξις.
ἀναλδές· ἄτροφον, ἀναυξές.
ἀνάλμυροι· ἄναλοι ἢ οὐχ ἁλμυροί. Διοσκουρίδης οὕτως, διαιροῦντες δὲ ἀναγινώσκουσιν οἱ πολλοί.
ἄναλτον· τό τε χωρὶς ἁλῶν καὶ οὐχ ἁλμυρόν.
ἀναπλάξεις· διαπλάξεις.
ἀναπρῆσαι· ἀνατρῆσαι, ἐκτρῆσαι.
ἀνάῤῥινον· τὸ διὰ τῶν ῥινῶν παλίσσυτον ἰὸν, ἔνιοι δὲ διαιροῦσιν ἀνὰ ῥινὸν εἶναι ἀνὰ τὸ δέρμα.
ἄναυδος· διαλέγεσθαι ἀδύνατος.
ἄφωνος δὲ ὁ φωνεῖν μὴ δυνάμενος. ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐφεξῆς ἀλλήλων [80] ἐπὶ Πυθίωνος εἴρηται. οὕτως ἔχει καὶ τὸ παρὰ τῷ ποιητῇ ἐπὶ τοῦ ἵππου.
αὐδήεντα δ' ἔθηκε θεὰ λευκώλενος Ἥρῃ.
ἀναφέρειν· δηλοῖ ποτε καὶ τὸ ὑπολύζειν ἀναπνέοντα, ὡς ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μικροτέρῳ, καὶ ἀναφέρειν ὥσπερ τὰ παιδία τὰ πεπαυμένα, κλαίοντά τε καὶ εἰς τὰς ῥῖνας ἀνέλκοντα τὸ πνεῦμα. τοῦτο ταὐτόν ἐστι τὸ πνεῦμα προσπίπτειν ἐν τῇ ἔξω φορῇ, ἔμπαλιν τῇ διπλῇ εἴσω ἐπανακλήσει.
ἀναχαίνεται· ἀναξαίνεται.
ἀναχελύνεται· ἀναξηραίνεται.
ἀνδρογένειαν· τὴν κατὰ ἄνδρας διαδοχὴν τοῦ γένους. ἡ μέντοι κατὰ τὰς γυναῖκας διαδοχὴ τοιοῦτο ἕτερον οὐδὲν ὄνομα κέκτηται ὅμοιον.
ἀμβήξατο· μετὰ βηχὸς ἀνέπτυσεν.
ἀνειλήματα· τοὺς στρόφους.
ἀνειλισθῶσιν· εἰς τὸ ἄνω εἱλισθεῖσαι συστραφῶσιν.
ἀνερυσθέωσιν· ἀνασπασθῶσιν.
[81] ἀνείσας· ἐν ὕψει ἀνωτάτω κρεμάσας· σύγκειται γὰρ ἐκ τοῦ ἄνω καὶ εἴσας.
ἀνεμοῦται· ἐμπνευματοῦται.
ἀνερίκτων· ἀδιασείστων.
ἀνεστραμμένα· ἀνατεταραγμένα, εἴρηται δὲ ἐπὶ οὔρων.
ἄνεως· ἄφωνος καὶ τὸν νοῦν ἐμπεπληγμένος.
ἀνήνιος· ἄλυπος καὶ ἀβλαβής.
ἀνηρείκτῳ· μὴ διῃρημένῳ εἰς λεπτὰ, ἀλλ' ἐξ ἄκρων κρίμνων συγκειμένῳ.
ἄνθεα· οὐ μόνον ταῦτα τὰ εἰς τὰ στέφανα, ἀλλὰ καὶ τὰ ἄλλα πάντα οὕτως ὀνομάζει καὶ τὰ σπέρματα δὲ ὡσαύτως ἐνίοτε καλεῖ, ὥσπερ καὶ ἐν τῷ δευτέρῳ τῶν γυναικείων, ἀλλὰ καὶ τὰ ἐρυθήματα, ὡς ἐν κωακαῖς· καὶ πτύσματα δὲ ἀνθηρὰ τὰ ἐρυθρὰ καὶ ὕφαιμα λέγει ἐν τῷ στ΄ τῶν ἐπιδημιῶν.
ἀνθίνην οἶνον· ἤτοι τὸν ἠνθισμένον ὀνομαζόμενον ἢ τὸν ἐκ τῶν ἀνθῶν ἡδυσμένον, ὥσπερ καὶ κυκεῶνα ἀνθινὸν ὠνόμασεν ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι.
[82] ἀνθινὸν ἔλαιον· τὸ κρίνινον καὶ ἴρινον λέγεται, τὸ δὲ αὐτὸ καὶ σούσινον καλεῖται.
ἀνθινὸν μύρον· ὅπερ καὶ σούσινον μύρον καὶ κρίνινον μύρον· διαφέρει δὲ τοῦ ἀνθινοῦ ἐλαίου τοῦ προγεγραμμένου τῇ ποικιλίᾳ τῶν ἀρωμάτων.
ἀνεύθυντο· ἤγουν εἰς τὸ ἄνω ἀπεύθυντο.
ἀνωργασμένον· τό τε ἀναμεμαλαγμένον, ἐπειδὴ καὶ τὸ μαλάξαι ὀργάσαι καὶ τὸ οἷον σπαργᾷν καὶ ὀργᾷν, ὡς ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι.
ἀντικοντώσιος· τῆς διὰ τοῦ κοντοῦ ἀντερείσεως, ὅπερ καὶ σκίμπων καλεῖται.
ἀντίῤῥινα· πόα τις ἣν καὶ βουκράνιον καὶ λυχνίδα ἀγρίαν ὀνομάζουσιν.
ἄορτρον· τὸ ἀπηρτημένον τοῦ πνεύμονος μέρος ἑκατέρωθεν, ὡς ἐν τῷ περὶ νούσων τῷ μείζονι· ἔτι δὲ καὶ ἄορτριν τὸ αὐτὸ τοῦτο ἐνίοτε καλεῖ, ὡς Διοσκουρίδης οἴεται, οὐ πάνυ δὲ σαφές ἐστιν.
ἀπαρτίως· ἀπηρτισμένως καὶ ἀκριβῶς. Διοσκουρίδης δὲ [83] ἔφη ὅτι καὶ πᾶν τὸ ἐναντίον δηλοῖ, ὡς ἐν τῷ περὶ διαίτης ὀξέων, ἐν οἷς φησι· καὶ ὡς ἐπὶ τὸ πολὺ ἀπαρτίως ἐν τοῖσι τοιούτοισι καιροῖσι μεταβάλλουσιν εἰς τὰ ῥοφήματα· ἐμοὶ δὲ καὶ ταύτῃ δοκεῖ τὸ ἀπηρτισμένως τε καὶ ἀκριβῶς δηλοῦν· τῷ δὲ καὶ οἱ Ἀττικοὶ τὸν αὐτὸν τρόπον χρῶνται τῷ ὀνόματι· μυρία δὲ παραδείγματα διὰ τῶν σμικρῶν ὑπομνημάτων ἔχεις.
ἀπεβράσσετο· ἐν τῷ πέμπτῳ τῶν ἐπιδημιῶν οὕτως Διοσκουρίδης γράφει, καί φησιν αὐτὸς δηλοῦσθαι τῷ ἀπεβράσσετο τὸ ἀπεβήσσετο, τῶν ἄλλων σχεδὸν ἁπάντων ἀπεβήσσετο γραφόντων· ὁ γάρ τοι Διοσκουρίδης οὗτος καὶ ὁ Ἀρτεμίδωρος καὶ ὁ ἐπικληθεὶς Καπίτων ἐκ τοῦ συνήθους τοῖς ἄλλοις ὀνόματα πολλὰ μετεκόμισαν, οὐδὲν ἀλλοιότερον δηλοῦντα τῆς ἀρχαίας γραφῆς, ὧν ἀνάγκην ἔχομεν καὶ ἡμεῖς μνημονεύειν.
ἀπιλλήθη· συνεκλείσθη, ἴλλειν γὰρ τὸ συγκλείειν.
ἀπερχθῇ· ἀποκλεισθῇ.
ἀπόγονα· τὰ γόνιμα, ἔνιοι δὲ ἤκουσαν τὰ ἄγονα.
[84] ἀποκεκαρπωκός· ἀποβεβλαστηκός.
ἀποκεκριμένῃσι· κεχωρισμέναις.
ἀποκηδέστερον· ἀφροντιστότερον.
ἀποκναίειν· μάλιστα μὲν τὸ ἀποξύειν, ἤδη δὲ καὶ τὸ καταφθείρειν καὶ τὸ κατισχναίνειν.
ἀπομυλήνας· προβάλλων τὰ χείλη συνημμένως.
ἀπονενοημένως· ἀνεπιστρέπτως.
ἀποπαλλήσιος· ἀποπάλσεως, ἐντεῦθεν καὶ τὸ ἀποπαλλώσεται, ποτὲ μὲν τὸ ἐνεργητικὸν τὸ ἀποπάλλειν σημαίνει, καθάπερ ἐν πρώτῳ τῶν γυναικείων· ἔστιν ὅτε δὲ καὶ τὸ παθητικὸν τὸ ἀποπαλλήσεται, ὡς ἐν τῷ περὶ φύσεως ἀνθρώπου.
ἀπορέγει· προτείνει.
ἀποσαείς· ἀποσβεσθείς.
ἀποσιτικά· ἀποσιτίας καὶ ἀνορεξίας ποιητικά.
ἀποσκήψεις· τὰς ἀποσχάσεις ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μείζονι.
ἀποσκληρύνει· σκελετεύει.
[85] ἀποσπαρθάζουσι· σπαίρουσιν ἢ σφύζουσιν, ἐν τῷ δευτέρῳ περὶ νούσων.
ἀπόσφαγμα· τὸ τρυγῶδες παρήθημα, ὃ καὶ ὑπόσφαγμα.
ἀπτίστων· ὁλοσχερῶν εἰς ὁλοσχερῆ ἄλευρα διῃρημένων, ἐλλιπῶς κεκομμένων, μὴ ἀποβεβρασμένων τὸ πιτυρῶδες.
ἀπυρομήλῃ· τῇ πυρῆνα μὴ ἐχούσῃ, τουτέστι τῇ μηλοτρίδι.
ἀρακίδας· πυρίνους ἀρακίσκους, εἶδος ὀσπρίου δέ ἐστιν ὁ ἄρακος.
ἀρβύλαι· ὑποδήματα τὰ βαθέα.
ἄργης· ὄφις τις οὕτως ὀνομαζόμενος.
ἄρδας· ῥύπος τις καὶ ἀκαθαρσία, καὶ ἀρδαλῶσαι τὸ ῥυπᾶναι.
ἀρθρικόν· τὸν τοῖς ἄρθροις ἁρμόττοντα.
ἀρικύμων· ἡ ταχέως ἐγκύμων γινομένη.
ἄρις· οὐ μόνον τὸ ὄργανον, ἀλλὰ καὶ βοτάνη τις οὕτως ὀνομάζεται.
ἄρκτιος· ὁ ἀπὸ τῆς ἄρκτου πνέων, ἔνιοι δὲ ἄρκτιον ἄντικρυς γράφουσιν.
[86] ἄρμης· τῆς ἐν τῇ κεφαλῇ ῥαφῆς.
ἀρμίως· παραχρῆμα, Δώριος δὲ ἡ λέξις.
ἀῤῥοίας· ἐποχῆς ἐμμήνων.
ἀρτίζωα· ὀλιγοχρόνια.
ἀρτίστομα· πανταχόθεν ὁμαλά.
ἀσκαρίδες· ἕλμινθες ἰσχναὶ καὶ μικραὶ ἐν τῷ ἀπευθυσμένῳ ἐντέρῳ γεννώμεναι.
ἀσκούς· κεράμεις οὓς καὶ πυριατοὺς καὶ φακοὺς ὀνομάζουσιν.
ἀσᾶται· τό τε πυροῦται ὡς ἐν πρώτῳ γυναικείων καὶ τὸ προσκόρως καὶ ἐπαχθῶς διατίθεται, ὡς ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι.
ἀτέραμνα· τὰ δυσκατέργαστα καὶ σκληρά.
ἄτρακτον· οὐ μόνον τὸν εἰς τὸ ἱερουργὸν χρήσιμον, ἀλλὰ καὶ τὸ ξύλον τοῦ βέλους.
Ἀττικὸν ἀγγεῖον· Ἀττικὴν χύτραν, καὶ μήν ποτε τὸν καλούμενον ἐχῖνον.
αὐαντὴ ἢ αὐαψή· τὶς ξηραντικὴ νόσος.
[87] αὐτίνην· οἶνον τὸν αὐτοετίτην, τὸν ἐκ τοῦ ἐνεστῶτος ἔτους.
αὐτόδρομον· αὐτοκίνητον, ὡς ἐν τῷ περὶ ἑβδομάδων.
αὕτως· ματαίως.
ἁφάς· τὰ ἅμματα παρὰ τὸ ἅψαι.
ἀφασσόμενα· ψηλαφώμενα καὶ ἀφησσαμένη, ψηλαφήσασα.
ἀφράζει· ἀφραίνει, ἀσυνετεῖ.
ἀφροῦντα· ἀφρίζοντα, πομφολυγώδη.
ἀφύει· ἀπολευκαίνεται καὶ ὥσπερ ἀφύης τὸ χρῶμα ἔχει· οὕτως δὲ καὶ ἀφυῶδες καλεῖ τὸ ἀφυεῖ χρώματι ἐοικός.
Ἀχιλληϊάδας κριθάς· τὰς εὐτραφεῖς καὶ μεγάλας ἀπό τινος Ἀχιλλέως ὠνομασμένας, ὥς φασι, γεωργοῦ Βαβρωνίου.
ἀψίῤῥοον· εἰς τοὐπίσω ῥέον.
ἀψυχεῖ· λειποθυμεῖ· καὶ ἀψυχίη ἡ λειποψυχία.
Β.
Βάχαρις· Λύδιόν τι μύρον.
βαλβίς· κοιλότης παραμήκης.
[88] Βαλοῖος· ὁ ἀπὸ Βαλοίας πόλεως Μακεδονικῆς.
βδέλλῳ· ἐν τῷ μείζονι προῤῥητικῷ καὶ δευτέρῃ πρός τινων ἐπιγραφομένων τὴν κιρσώδη φλέβα φησὶν οὕτως ὠνομάσθαι Διοσκουρίδης· ἐμοὶ δὲ δοκεῖ κυρίως εἰρῆσθαι τοὔνομα κατ' αὐτοῦ τοῦ ζώου· καὶ γὰρ παρέτυχόν ποτε τούτου κατὰ τὸ βιβλίον ἐκεῖνο λεγομένου καὶ ἀπορουμένων γε πολλῶν ἐπὶ τῶν γινομένων, προέγνων ἐγὼ μόνος ἐκ τοῦ γράμματος ὁρμηθεὶς τἀληθές.
βηκείοις· προβατίοις.
βησσιακή· τῇ ἀπὸ βησσῶν ἐν Θράκῃ.
βλακεύειν· ὀλιγωρεῖν.
βλαβεραί· ὑγραὶ, μυξώδεις.
βληχρόν· ὄσπριόν τι ὃ καὶ βλήχιον γράφεται.
βοάνθεμον· τὸ βούφθαλμον, τὸ δὲ αὐτὸ καὶ χρυσάνθεμον ὀνομάζεται.
βόλβιον· οἷόν ἐστι τὸ αὐτὸ, Ἱπποκράτης ἐν τῷ δευτέρῳ τῶν γυναικείων διδάσκει· κακῶς οὖν τινες τὸν νάρκισσον ᾠήθησαν δηλοῦσθαι διὰ τὸν βολβόν.
[89] βολβιτία· τὰ ὑπὸ τῶν πολλῶν βομβύλια προσαγορευόμενα, γένος δέ ἐστι τοῦτο μικρῶν πολυπόδων.
βόλιτον· βόλβιτον.
βομβύλιον· ἔκπωμά τι στενὸν ἔχον τὸ στόμα ἢ πῶμα παρὰ τὸ βομβεῖν ὠνομασμένον.
βοὸς θαλασσίου· σελαχώδης ἐστὶν ὁ ἰχθῦς οὗτος.
βοτράχου· τοῦ βατράχου λέγει, τινὲς δὲ ἄντικρυς βατράχου γράφουσι.
βουβάλιος· σίκυς ἄγριος.
βουκέρας· ἡ τῆλις. Μενηθεὺς ἐν ταῖς ὀνομασίαις τῶν φαρμάκων καὶ τὴν ἀναγαλλίδα οὕτως προσαγορεύεσθαί φησι.
βούπρηστις· τό τε ζῶον τὸ τῇ κανθαρίδι παραπλήσιον· ἔστι δὲ καί τι λάχανον ἄγριον, οὗ μέμνηται Διοσκουρίδης ἔν τε τῷ πρώτῳ τῶν ὑγιεινῶν καὶ ἐν τῷ περὶ λαχάνων.
βρῆγμα· τὸ μετὰ βηχὸς ἀναπτυόμενον ἐν τῷ πρώτῳ περὶ. νούσων τῷ μείζονι· καὶ βρήσσειν τὸ μετὰ βηχὸς ἀναπτύειν· ἔνιοι ταῦτα χωρὶς τοῦ ρ γράφουσι.
[90] βρόγχης· τῆς χονδρώδους ἀρτηρίας.
βρυγμός· ὁ ἀπὸ τῶν ὀδόντων συγκρουομένων ψόφος· καὶ βρύχειν τὸ οὕτως ψοφεῖν.
βύζην· ἀθρόως ἢ πυκνῶς.
Γ.
Γαλιάγκωνες· οἱ σμικρὸν μὲν καὶ ἄτροφον ἔχοντες τὸν βραχίονα, τὰ δὲ κατὰ τὸν ἀγκῶνα ὀγκωδέστερα, ὥσπερ καὶ αἱ γαλαῖ· οἱ δὲ φάσκοντες γαλλὸν τὸ χολὸν ὀνομάζεσθαι καὶ διὰ τοῦτο συγκεῖσθαι τοὔνομα, τάχα ἂν δόξειαν παρακούειν· οὐ γὰρ γαλιάγκωνας, ἀλλὰ γαλλοβραχίονας ἐχρῆν αὐτοὺς ὀνομάζεσθαι.
γαμψούς· καμπὰς ἔχοντάς τινας.
γαυσός· κυρτὸς εἰς τὰ ἔξω.
γιγγλύματα· ἀντεμβαίνουσιν εἰς ἀλλήλους, ὥσπερ καὶ ἐν ταῖς θύραις οἱ γιγγλυμοί.
γῇ σμηκτίδι· τῇ κιμωλίᾳ.
γῇ κεραμίτιδι· τῇ ἀργίλῃ.
[91] γῇ χαλκίτιδι· οὐδὲν πλέον δηλοῖ τοῦ χαλκίτεως.
γήχυτον· τὸ ἔξωθεν μέρος τῆς γῆς τὸ μαλακὸν καὶ ἥκιστα λιθῶδες.
γλαμυροί· γλημώδεις καὶ ὑγροί.
γλοιάζειν· τὸ ἐπιμύοντας παραδίνειν τοὺς ὀφθαλμοὺς καὶ τὸ γλοιωδῶς ἀνάλογον, ὡσεὶ καὶ νυστακτικῶς ἔλεγον.
γλυκύμης βοτάνης· τῆς γλυκυῤῥίζης καλουμένης.
γόγγρωνα· βρογχοκήλην ἀπὸ τῶν ἐν τοῖς πρέμνοις τῶν δένδρων ἐπιγινομένων στρογγύλων ἐξοχῶν, ὡς καὶ Θεόφραστος ἐν τῷ πρώτῳ περὶ φυτῶν ὡδὶ λέγων· ἔνια δὲ καὶ ἴσχει τοὺς καλουμένους ὑπό τινων γόγγρους ἢ τὸ ἀνάλογον οἷον ἡ ἐλαία.
γογγύλιον· στρογγύλον· καὶ γογγυλίδια τὰ σμικρὰ σφαιρία ὡσπερεὶ καταπότια.
γριφόμενα· ἐπανειλούμενα παρὰ τὸν γριφὸν τὸ ἁλιευτικὸν δίκτυον.
[92] Δ.
Δαιτίδες· μεγάλαι λαμπάδες καιόμεναί τε καλοῦνται· καταχρωμένοις δέ ποτε σημαίνει καὶ τὴν τοῦ σκορόδου κεφαλὴν διὰ τὸ ἐκ πολλῶν ἀγλίθων συγκειμένην παραπλησίως συνδεδέσθαι ταῖς λαμπάσι.
δακτύλιος· κύκλος τροχίσκος ἐν τῷ περὶ ἀφόρων.
δίεδρος· διαφανὴς, ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι.
διακνέει· ὅπερ καὶ ἀποκναίει, τὸ δὲ αὐτὸ καὶ διακναίει λέγεται.
διαπεπληγμένα· τὰ ἐπὶ πολὺ κατὰ τὴν πληχάδα διεστῶτα· πληχὰς δὲ τὸ μεταξὺ τῶν σκελῶν τῆς ἐκφύσεως.
διάστημα· τὴν ὥσπερ ἐρίοις ἐοικυῖαν αὐτῶν τῶν σωμάτων σύνθεσιν.
διαστομωτρίδα· μήλην τὴν διαστέλλουσαν.
διαφλύξιες· ὑπερβλύσεις.
διαφλυχθεῖσα· διαχυθεῖσα, ὑγρανθεῖσα.
διαφλυχθέν· ὑγρανθέν.
διαφλύοντα· ὑγραίνοντα.
[93] δίαφρος· ἀφρίζων.
διαχωρίου· ἀπὸ διαστήματος.
διδύμη· ῥίζα τῆς βοτάνης ἥτις καὶ ὄρχις ὀνομάζεται.
διεβλήθησαν· ἐξηπατήθησαν.
διῆσαι· διασεῖσαι, ἐν δευτέρῳ τῶν γυναικείων, δηλοῖ καὶ τὸ διηθῆσαι καὶ τὸ διελεῖν.
δίϊδρος· νοτηρὰ καὶ διϊδροῦσα.
δίκλειδος· διμερὴς, ὡς δύνασθαι τοῦ κάτω μέρους κεκλεισμένου τὸ ὑπερκείμενον ἀνοῖξαι.
δίκρουν· τὸ οἷον δίκρανον, ὅπερ καὶ δισχιδὲς ὀνομάζουσι· τὸ δὲ αὐτὸ καὶ ἥδικρον δηλοῖ.
δίοπτος· νεὼ ἐπιμελητὴς παρὰ τὸ διοπτεύειν ἢ διέπειν τὰ ἐν αὐτῷ.
διοῤῥώσιος· τῆς εἰς τὸ ὀῤῥῶδες καὶ ὑδατῶδες μεταβολῆς.
δίπνος· τρήματα τῶν εἰς τὰ κενὰ συντετρημένων καὶ οἷον κατὰ δύο στόματα ἀναπνεόντων.
δόρπου· τοῦ δείπνου.
[94] δραπτὰ· ἐσπαραγμένα.
δυσανίης· Κριτίας ἐν τῷ περὶ φύσεως ἔρωτος ἢ ἀρετῶν οὕτως ἐξηγεῖται τοὔνομα· δυσανίης δέ ἐστιν ὅστις ἐπὶ τοῖς σμικροῖς ἀνιᾶται καὶ ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι ἢ πλείω χρόνον.
δυσήνιος· ὁ μὴ εὐκόλως ἀνιώμενος· ἔστι δὲ καὶ ὁ δυσχαλίνωτος ἢ ὁ δυσκολώτατος.
Ε.
Ἐβλημάσθη· ἐμαλάχθη.
ἐγγαστρίμυθοι· οἱ κεκλεισμένου τοῦ στόματος φθεγγόμενοι, διὰ τὸ δοκεῖν ἐκ τῆς γαστρὸς φθέγγεσθαι.
ἐγκέλλῃ· ἐνερείσῃ.
ἐγκάμψει· ἐνερείξει, καὶ ἐγκεκαμμένοι, οἱ ἐνηρεικότες καὶ γρυποὶ, εἴρηται δὲ ἐπὶ ὀνύχων.
ἐγγενές· συγγεννημένον, οἰκεῖον.
ἐγκάς· ἐν βάθει.
[95] ἐγκεχαλίνωται· χαλινοῖς ἐμφερῶς περίκειται.
ἐκγεγλευκισμένος· ὁ ὑπόγειος, πεπαυμένος τοῦ γλεῦκος εἶναι.
ἔγρησις· ἡ ἐγρήγορσις.
ἐέρχαται· ἐναπολαμβάνονται.
ἔθρασσεν· ἔνυττεν, ἐκέντει.
ἐκβρήσσει· ἐκβάλλει, ἐκβράσσει.
ἔκδεξιν· διαδοχήν.
ἐκκολύψας· ἀπολεπίσας.
ἐκλουέσθω· σημαίνει ποτὲ καὶ τὸ προσκλυζέσθω, ὡς ἐν τῷ περὶ ἀφόρων καὶ τοῖς προσκειμένοις τοῖς περὶ τῶν ἐν κεφαλῇ τρωμάτων.
ἔκμαγμα· τό τε συνεστραμμένον φύραμα καὶ τὸ κροκόμαγμα, ὡς ἐν τῷ περὶ ἀφόρων.
ἐκμάξαι· καὶ τὸ ἀναπλάσαι. ἔστιν ὅτε καὶ ἀλλοιῶσαι ὡς ἐν τῷ περὶ ἀφόρων, δακτύλῳ ἐκμάξαι, τουτέστιν ὡς τὸν κυκλίσκον ἀναπλάσαι· ἀλλὰ καὶ τὸ ἐκθλίψαι, ὡς ἐν τῷ [96] περὶ νούσων τῷ πρώτῳ τῷ μείζονι, ἐπί τε σπόγγου καὶ τῆς λινοζώστιδος καὶ ἀκτῆς τῶν φύλλων.
ἐκματεῖσθαι· ἀναζητεῖν.
ἐκμιαίνεται· ἀποκρίνει τὸ σπέρμα.
ἐκνεφίας ὄμβρος· ὁ μετὰ ἡλίου γινόμενος.
ἐκνεφίας πυρετός· ὁ ὑγρὸς ἅμα καὶ πυρώδης, ὥσπερ καὶ ὁ ἥλιος ἐκνεφίας καλεῖται.
ἔκνυξεν· ἐψόφει. ὠνοματοπεποίηται δὲ ἀπὸ τοῦ ψόφου.
ἐκνύπη· ἐξηπλωμένη.
ἐκπεπληγμένον· ἐκτετραμμένον.
ἐκρήγμασιν· ἀποσχίσμασι ῥακῶν.
ἐκσυριγγοῦνται· ἀναστομοῦνται.
ἐκτόμου· ἐλλεβόρου μέλανος.
ἔκτριψιν· τὴν εἰς τὰ σπλάγχνα οὖσαν παράλλαξιν.
ἐκφινδάνει· ἐξορμᾷ.
ἐκβράσσει· οὕτω δὲ καὶ τὸ ἐκφλύει.
ἐκχύμωσις· χυμῶν ἔκχυσις.
[97] ἔλαιον ῥόδινον· τὸ μὴ ἠρωματισμένον.
ἐλατήριον· οὐ μόνον τὸ ἀπὸ τοῦ ἀγρίου σικύου γιγνόμενον, ἀλλὰ καὶ πᾶν τὸ τὴν κάτω κοιλίαν καθαῖρον.
ἔλαια· ἄγρια.
εἱληθερὲς· τὸ ὡς ἀπὸ ἡλίου θερμόν.
ἑληθερείσθω· ἡλιούσθω.
ἐλιννύειν· ἡσυχάζειν.
ἐλεσχηνευσάμην· ἐπὶ πλεῖστον διελέχθην.
ἑλκυστῆρι· ἐμβρυουλκῷ.
ἔλυτρα· σκεπάσματα.
ἐμβάφιον· ὀξύβαφον.
ἔμιαι· ἔμετοι, Ἀττικὸν τὸ ὄνομα.
ἔμπλην· πλησίον.
ἐμπύους μοτοὺς· τοὺς στρεπτοὺς ἢ τοὺς λημνίσκους.
ἐμυκώθη· Διοσκουρίδης μέν φησι, τὸ συνέμυσεν, οἱ πλεῖστοι δὲ τὸ ἐπιφύσεις ἔσχε πλαδαρὰς, ὥσπερ καὶ οἱ μύκητες.
[98] ἐμυλώθη· ἐσκληρύνθη.
ἐμυλήθη· κατεμαράνθη.
ἐνθλάσσει· ἐνθλᾷ.
ἐνθράσσει· ἐγκείμενον νύττει.
ἐξαλίπτης· κονιάτης, χρίστης.
ἐξαλίζοιτο· ἐκκενοῖτο.
ἐξάντης· ὑγιής.
ἐξάραγμα· σύντριμμα.
ἐξαρύαται· ἐκκενοῦται, ἐκθλίβεται· τινὲς δὲ τὸ ἐξορμᾶται, ἀπειλὴν ποιεῖται.
ἐξάρυσις· ἀπάντλησις.
ἐξαστίας· ἔνιοι μὲν τὰ ἐπανιστάμενα ἐξ ἄκρων τῶν σχισθέντων ὀθονίων λίνα καὶ ἀπὸ τῶν ῥακῶν τὰς κρόκας.
ἐμοὶ δὲ καὶ τὰ πρὶν σχισθῆναι προὔχοντα τὸν αὐτὸν τρόπον ὀνομάζειν δοκεῖ.
ἐξητριασμένον· τὸ διὰ ἠτρίου ἠθημένον· λεπτὸν δέ τι ὕφασμα τὸ ἤτριον καὶ ἄγριον.
ἐξινοῖ· ἐκκενοῖ.
[99] ἔξουρα· εἰς στενὸν συνηγμένα, ἃ δὴ καὶ μύοπα ὀνομάζουσιν.
ἔπακρα· τὰ εἰς στενὸν τελευτῶντα, ἅπερ καὶ ἔξουρα.
ἐπαλύνων· ἐπιπάσσων, ἐπιτάττεται καὶ ἐπὶ τοῦ μᾶλλον.
ἐπικέρας· τῆλιν· ἔνιοι δὲ ἄλλην τινὰ βοτάνην οὕτως ὀνομαζομένην.
ἐπικτένιον· ἐπὶ μὲν τῶν γυναικῶν τὸ ἐπίσειον καλούμενον, ἐπειδὴ ὑπὲρ τὸν κτένα ἐστίν· ἐπὶ δὲ τοῦ στυππείου ἢ τοῦ λίνου, τὸν τῷ κτενὶ προσιζάνοντα χνοῦν ἐν τῇ ἐργασίᾳ.
ἐπιμηλίδα· Διοσκουρίδης μὲν ἐν τῷ πρώτῳ περὶ ὕλης εἶδος μεσπίλου, τὸ καὶ σιτάνιον ὀνομαζόμενον· ἔνιοι δὲ τὰ μῆλα τὰ σμικρὰ τὰ ἄγρια, ἅπερ καὶ ἀμαμηλίδες ὀνομάζονται.
ἐπιμυλίδα· τὴν ἐπιγονατίδα, τὴν μύλην.
ἐπισκληροῖς· τοῖς κατεσκληκόσι.
ἐπίστημος· ἐπιστατικὴ, σύννους, ἐφεκτική.
ἐπίχνουν· ἐπίπαγον χνοώδη.
ἐπορεξάμεναι· ἐπεκταθεῖσαι.
[100] ἐπόσχιον· κλῆμα ἐξ οὗ πέφυκέ τι, ὥσπερ καὶ τῆς σικυώνης.
ἐπῶδες· δυσῶδες τὸ οἷον ἐπόζον.
ἐπωκεστέρη· τῷ ὄξει πλέονι κεχρημένη.
ἐρυγγάνει· ἀποβάλλει.
ἐρυγή· ἐρύγνιον, ἀπόβλημα.
ἐρίκιδες· αἱ ἁδρομερῶς διῃρημέναι κριθαὶ, τινὲς δὲ τὰς διχῇ διῃρημένας· καὶ γὰρ τὸν ἐρεγμὸν ἀπὸ τοῦ διχῇ διῃρῆσθαί φασιν ὠνομάσθαι· ἐμοὶ δὲ παρὰ τὸ ἐρείκειν πάντα τὰ τοιαῦτα δοκεῖ γεγονέναι, ὅπερ οὐ τὸ διχῇ διαιρεῖν ἐστιν, ἀλλὰ τὸ θραύειν ἁπλῶς· ὅθεν καὶ τὸ ἰτρίον ἐρείκιον ὀνομάζεται καὶ αὐτὸ, διότι εὔθραυστον.
ἔριξ· εἴρηται μὲν καὶ ἐπὶ τοῦ ἥπατος· γέγραπται δὲ ἐν τοῖς πλείστοις μὲν θρὶξ, δηλοῖ δὲ τὸ μέρος τοῦ ἥπατος τὸ ἄνω καθ' ὃ ἀπ' ἀλλήλων σχίζονται οἱ λοβοί.
ἐρυγματώδης· ἡ ἐρυγμῶν ἀπεργαστικὴ, νόσος ἡ πνευματοῦσα.
[101] ἐρυθροῦν στέαρ· τὸ ἔναιμον.
ἐσαφάσας· εἰς τὸ ἔσω χαλάσας, ὥστε μασᾶσθαι, ὅ ἔστι ζητεῖσθαι.
ἐσφηκωμένα· συνδεδεμένα, συνεσφιγμένα.
ἐς χεῖρα· δηλοῖ καὶ τὸ πλησίον.
ἔτνος· πᾶν τὸ ἀπὸ ὀσπρίου ἐρηρειγμένου ἕψημα.
εὐάνθεμον· ὅπερ καὶ ἀνθεμὶς λέγεται καὶ χαμαίμηλον.
εὐθεσίην· τὴν ἐγγενετὴν τοῦ σώματος ἕξιν, ὥς που καὶ ἐνιαυτὸς εὐθεσίης καλεῖται ὁ εὐφορίας ἀπεργαστικός.
εὐκάρδιον· εὐστόμαχον.
εὐνή· οὐ μόνον δηλοῖ τὴν κοίτην, ἀλλὰ καὶ τὴν συνουσίαν, ὡς ἐν τῷ δευτέρῳ τῶν γυναικείων καὶ ἄχθεται σφοδρότατα εὐνήν.
εὐοργητοτέρα· εὐτροπωτέρα· ὀργαὶ γὰρ οἱ τρόποι.
ἔφλυβον· ἐχαλάσθησαν.
ἐχέτρωσις· ἡ λευκὴ Βρυωνία.
[102] ἕψημα· ὅπερ καὶ σίραιον.
ἑψητὸν δὲ εἶδος ἰχθύων.
Ζ.
Ζείας· ὀλύρας.
Η.
Ἠγκίστρευται· ἐγκαταπέπλεκται.
ἠγκυροβόληται· ἐγκαταπέφυκεν ἀγκύρᾳ ὁμοίως.
ἠδέ· ἔτι δέ.
ἠδέλφισται· οἰκείωται.
ἡδυντὴν πίσσαν· τὴν ἠρωματισμένην.
ἕψεται δὲ ὕδατι καὶ ἀρώματι.
ἡδυντὸν στέαρ· τὸ ἐν ὕδατι καὶ ἀρώμασι ἑψηθὲν καὶ τὰ ἀρώματα καὶ ἡδύσματα.
ἡμίοπον· ἥμισυ.
ἡμιτύβιον· ὀθονίου παχέος μέρος.
[103] ἦναι· κόψαι· καὶ ἠνίων τῶν κεκομμένων.
ἠοίας· τὰς πρωΐας.
ἠραχνίωκεν· λεπτοῖς ἅμα καὶ πολλοῖς φλεβίοις, ὥσπερ ἀράχνης ὑφάσματα διαπέπλωκε.
ἡρμᾶσθαι· ἐρηρεῖσθαι ἢ ἡρμόσθαι.
ἤσας· ἠθίσας.
Θ.
Θαλερὸν πνεῦμα· θερμὸν ὡς ἀπὸ ἡλίου· παρὰ γὰρ τὸ θέρεσθαι γέγονε τοὔνομα.
θέρετρον· τόπος ἐνδιατρίβειν θέρους ἐπιτήδειος· ἔνιοι δὲ θέντρον γράφουσι.
θημών· ὁ σωρός.
θηρίον· τήν τε ἕλμινθα καὶ τὸ ἄγριον ἕλκος, ὡς ἐν τῷ περὶ τόπων τῶν κατὰ ἄνθρωπον· θηρίον ἐπὶ τὸ σῶμα ἐπέρχεται διὰ τόδε· καὶ ὁπόταν ἀφίκηται ὁ ἰχὼρ ἀποῤῥέων, σήπει καὶ μετεωρίζει· ἐν μέντοι τῷ περὶ χυμῶν ὅθεν ἀλθαίνεται προειπών· εἶτα ἐν τοῖς ἄλλοις καὶ τὸ [104] θηρίον εἰπὼν, τὰ ἐν τοῖς ἐντέροις συνιστάμενα, δηλοῖ τὰς ἕλμινθας δηλονότι καὶ τὰς ἀσκαρίδας· ὥσπερ καὶ ὅταν εἴπῃ, φθινοπώρων τὸ θηριῶδες, ἀπό τινος τῶν εἰρημένων ὀνομάζει· δοκεῖ δὲ ἐνίοτε καὶ τὸ φθινῶδες οὕτως προσαγορεύειν.
θλάστην· τὸν ἐμβρυοθλάστην, ὅπερ καὶ πίεστρον καλεῖται, τοὔνομα ἐν πρώτῳ τῶν γυναικείων.
θλασπόσιος· ἀντὶ τῆς θλάσπεως τῆς οὕτως ὀνομαζομένης βοτάνης.
θολερὸν πνεῦμα· μέγα καὶ δεδιωγμένον.
θράνον· δίφρον ἀμφοδευτικόν.
θράσσεται· νύσσεται, κεντᾶται.
θρίξ· γράφεται δὲ καὶ τρίξ· τρίχας δὲ καλοῦσιν οἱ θύται, ἐπειδὰν φανῇ κατὰ τὰ σιμὰ τοῦ ἥπατος ἐπὶ τοῦ δεξιοῦ λοβοῦ φλέβιον στενὸν, εὐθὺ, μέλαν.
θύη· θυμιάματα, ἀρώματα.
θύματα· θυμιάματα.
θυμβραίαν· οὕτως ὀνομάζει τὴν θύμβραν.
[105] θύμου· τοῦ ἀπὸ Θύμων· ἔθνος δέ ἐστι τοῦτο Θρᾳκικόν.
θώρηξις· οἴνωσις, ἤτοι ἡ μέθη.
Ι.
Ἰδνοῦται· λοξοῦται, συνιζάνει.
ἰθαγενὲς· τὸ γνήσιον, καθάπερ φησὶν ὁ σοφὸς, ἀλλά με ἶσον ἰθαγενέσιν ἐτίμα.
ἵκταρ· ἐγγὺς, παρὰ γοῦν τοῖς Ἀττικοῖς· παρὰ δὲ τῷ Ἱπποκράτει ἐν δευτέρῳ τῶν γυναικείων τὸ τῆς γυναικὸς αἰδοῖον καλεῖται.
ἰλλαίνειν· διαστρέφειν τοὺς ὀφθαλμούς.
ἱμερωθεῖσαι· ἀνδρὶ μιγεῖσαι, ἀντὶ τοῦ τῆς ἐπιθυμίας τυχοῦσαι· ἀνδρὶ μιγεῖσαι.
Ἰνδικόν· οἱ μὲν γράψαντες τὰς ὀνομασίας τῶν φαρμάκων, καθάπερ Μενεσθεύς τε καὶ Ἀνδρέας ὁ τοῦ Χρύσαρος καὶ Ξενοκράτης καὶ Διοσκουρίδης ὁ Ἀλεξανδρεὺς Ἰνδικὸν ὀνομάζουσι τὸ ζιγγίβερι, πλανηθέντες ἐκ τοῦ τινας οἴεσθαι ῥίζαν αὐτὸ τοῦ πεπέρεως ὑπάρχειν· ἀλλὰ Διοσκουρίδης [106] ὁ Ἀναζαρβεὺς σαφῶς διώρισέ τε καὶ ἀπεφήνατο
περὶ ζιγγιβέρεως καὶ πεπέρεως· ὁ τοίνυν Διοσκουρίδης ὁ νεώτερος ὁ γλωττογράφος, φυτὸν εἶναί φησιν ἐν Ἰνδίᾳ παραπλήσιον τῷ τοῦ πεπέρεως, οὗ ὁ καρπὸς ὀνομάζεται μυρτίδανον ὅτι μύρτῳ ἔοικεν.
ἰνέει· κενοῖ· καὶ ἰνηθμὸς, κένωσις· καὶ ἰνεῖται, κενοῦται.
ἰξάλην· τελείου αἰγὸς δέρμα.
ἰξίαι· κιρσοί.
ἴξιν· εὐθυωρίαν ἢ ἄφιξιν.
ἰξίον· φύλλον τοῦ λευκοῦ χαμαιλέοντος.
ἰξύας· τὸ μεταξὺ τῶν ἰσχίων καὶ τῆς ὀσφύος.
ἴπος· ἡ πόσις ἐν μοχλικῷ.
ἱππόφεως· τοῦτο οὐ μόνον ἱπποφαὲς ὀνομάζεται· ἀλλὰ καὶ κνάφον καὶ στύβον.
ἰσεννύουσαι· ἰσάζουσαι, μεσήλικες οὖσαι.
ἰσάλλην· διφθέραν, δέρμα.
ἰσχαλέαι· ἰσχναί· καὶ ἰσχαλέον τὸ ἰσχνόν.
ἰχθυήματα· λεπίσματα φλοιῶν.
[107] ἰχθύην· ῥίνης θαλαττίας δέρμα ξηρόν· δύναται δὲ καὶ τὸν σιδηροῦν ὄνυχα δηλοῦν, ᾧπερ εἰς τὰς ἐμβρυουλκίας καὶ ἐμβρυοτομίας χρώμεθα, διὰ τὴν πρὸς τὰς λεπίδας τῶν ἰχθύων ὁμοιότητα.
Κ.
Καθαπτόμενοι· αἰσθανόμενοι σφοδρῶς.
καθετῆρι· τῷ στρεπτῷ μοταρίῳ ἀπὸ τοῦ καθίεσθαι, ἐν δευτέρῳ γυναικείων, μοτοῦν ὠμολίνων καθετῆρι.
κακαγγελίη· κακορημοσύνη, κακολογία.
κακοήθεα· κακοήθη.
κακοσινώτατα· ἐπιβλαβέστατα.
καλλίφυτον· ὅπερ καὶ καλλίτριχον καὶ ἀδίαντον ὀνομάζεται.
καλλιωνύμου· ἰχθύος τινὸς οὕτως ὀνομαζομένου.
κάμμορον· τό τε τῇ σμικρᾷ καρίδι ἐοικὸς ζῶον καὶ ἀπὸ τῆς πρὸς τοῦτο τῶν ῥιζῶν ὁμοιότητος τὸ ἀκόνιτον, ἀλλὰ οὐδέτερον αὐτῶν ἀκοῦσαι δυνατὸν ἐν τῷ περὶ τόπων τῶν [108] κατὰ ἄνθρωπον, καυσομένων, παραλαμβανομένου τοῦ καμμόρου· ὅθεν καὶ Ἐρωτιανὸς οὐ μόνον αὐτὸ τὸ ζῶον κάμμορον, ἀλλὰ καὶ τὸ περικείμενον αὐτῷ βρύον, οὕτως ὀνομάζεσθαί φησι. Ζήνων δὲ ὁ Ἡροφίλειος τὸ κώνειον. Ζεῦξις δὲ φάρμακον ψυκτικόν.
κανονίαι· ὀρθοὶ καὶ προσεσταλμένοι τὰς γαστέρας.
καρικόν· καρικόν τι ἔδεσμα οὕτως ὀνομάζει, οὗ καὶ τὴν σκευασίαν ἐν τῷ περὶ ἑλκῶν γράφει.
καρυκοειδέα· ὕφαιμα· καλοῦσι δὲ αὐτὸ ἰδίως οἱ ἰατροί.
καρύκη· Λύδιον ἔδεσμα ποικίλον, ἐξ αἵματος σκευαζόμενον.
καρχήσιον· τῷ ἐπ' ἄκρῳ τῷ ἱστίῳ τῷ ἔχοντι τροχηλίαν· καὶ καρχήσιοι ἐπ' αὐτοῦ κάλοι οἱ τεταμένοι.
καταβλακεύουσιν· κατολιγωροῦσι.
κατάβλημα· περίβλημα ἐξ ἐπιμελήσεως, ἕνεκα τοῦ σφύγγειν τὰ ὑποκείμενα.
καταγυιοῖ· εἰς ἔσχατον ἀχρηστίας ἢ ἀσθενείας ἄγει.
κατακορέα· καλεῖ μὲν οὕτως καὶ τὰ ἀκρατοχολῆ διαχωρήματα καὶ στήθεα κατακορέα, τὰ τοῦ τοιούτου χυμοῦ [109] γεννητικά· τινὲς μέντοι τὰ λάσια ἤκουσαν.
ἀλλὰ καὶ κατακορεῖς ἀνθρώπους ὁμοίως ὀνομάζει· φάρμακον μέντοι κατακορὲς ἢ διὰ τὸν κενούμενον ὑπ' αὐτοῦ χυμὸν ἢ διὰ τὴν ἰδίαν χρόαν· ὀνομάζει δὲ καὶ δίψαν που κατακορῆ, τὴν ἤτοι διὰ τὸν τοιοῦτον χυμὸν γεγονυῖαν σφοδρὰν ἢ εἰς ἄκρον ἐπιτεταμένην, ὥσπερ οὖν καὶ ἐκλύειν κατακορεῖν.
κατακούρην· τοῦ ξυροῦ τὴν τομὴν, οὕτως ἄμεινον γράφειν ὁ Διοσκουρίδης φησὶ, τὴν κατὰ κορυφὴν κουριδίην τομὴν καὶ τὸ κείρειν ἐντεῦθεν· καὶ παρὰ τῷ Θεοφράστῳ ἡ κουριζομένη ἐλάτη, ἀντὶ τῆς τεμνομένης.
κατακρούειν· κατασχίζειν.
καταλείφειν· καταχρίειν.
καταμώσας· καθεὶς ἕνεκα τοῦ ζητῆσαι· γέγονε γὰρ ἡ λέξις παρὰ τὸ ματεύειν, ὥσπερ καὶ τὸ καταματούμενος.
καταναισιμοῦται· καταναλίσκεται.
κατάστημα· τὸ οἷον καταστήριγμα καὶ ἀπόσκημμα, ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν· καὶ καταστῆσαι τὸ ἀποσκῆψαι.
[110] καταφρονέοντα· τὸν ἀνετέως αἰσθανόμενον, ἐν τῷ μείζονι προῤῥητικῷ.
κατάχλοα· ἄγαν χλοώδη.
κατιλλόμεναι· συνδεδεμέναι.
κατενόει· ἐσωφρόνει, ᾐσθάνετο.
κατεπλήσσετο· ἀποπληκτώδης ἐγίνετο.
κατηβολῇσι· περιοδικαῖς ἀρχαῖς παροξυσμῶν.
κατήρτητο· καθειστήκει, ἐσωφρόνει.
κατ' ἰητρεῖον· τὰ κατὰ τὴν χειρουργίαν.
κατοπτῆρι· τῷ καλουμένῳ ἑδροδιαστολεῖ, ὥσπερ γε καὶ διόπτρα, ὁ γυναικῶν διαστολεύς.
κατωμοσαδέω· ὑπακουστέον κώμης ὥσπερ κατωσωσιλέω.
καυλὸς· ἡ μὲν ῥίζα τῆς πόας σίλφιον ἰδίως ὀνομάζεται, καυλὸς δὲ καὶ ὁ ὀπὸς, ὥσπερ καὶ τῶν ἄλλων· γράφει γοῦν αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἢ σίλφιον ἢ ὁ ὀπὸς ἢ καυλός.
καύσωμα· τὴν πύρωσιν, ἐν τῷ πρώτῳ περὶ νούσων τῷ σμικροτέρῳ.
[111] καυτῆρα χάλκεον· καλαμίσκον τινὰ τετρημένον κατὰ τὸν πυθμένα, δι' οὗ καίειν ἐστὶ καυτηρίδιον διαφανὲς καθιέν.
κάγχρυος ῥίζαν· τῆς λιβανώτιδος· ὅταν δὲ πληθυντικῶς εἴπῃ τὰς κάγχρυς τὰς πεφρυγμένας κριθὰς ἀκουστέον.
κέδματα· τὰς ἐκ ῥεύματος χρονίους διαθέσεις, ἤτοι περὶ τὰ ἄρθρα σύμπαντα ἢ ἐξαιρέτως περὶ τὰ κατ' ἰσχίον· ἰδίᾳ δέ σοι τοῦτο ἐξηγησάμεθα, ὥσπερ καὶ ἄλλας τινὰς λέξεις.
κεκωμῶσθαι· ἐν κώματι εἶναι.
κερχναλέον· κέρχνου ποιητικόν· οὕτως δὲ ἥ τε τραχύτης ὀνομάζεται τῆς φάρυγγος καὶ ὁ ἐν τῷ πνεύμονι ψόφος· καὶ τὸ κέρχνον δὲ καὶ τὸ κέρχνεται καὶ οἱ κερχνασμοὶ τὸ ἀνάλογον δηλοῦσιν.
κεφαλοειδοῦς· κεφαλὴν ἐχούσης.
κιγκλισμὸς· βραχεῖα συνεχὴς κίνησις, ἀπὸ τοῦ κίγκλου τοῦ ζώου.
κίθαρον· θώρακα.
κίων· τὸ ἐκ τῶν θηριδίων ἄθροισμα τῶν τὸν σῖτον διαβιβρωσκόντων, ὧν ἕκαστον κίων ὀνομάζεται· ἐπὶ τελευτῆς τοῦ δευτέρου τῶν γυναικείων τοὔνομα.
[112] κλήϊθρον· ὁ περὶ τὴν κατάποσιν τόπος ὑπὸ τοῖς παρισθμίοις.
κλιμακείου· τοῦ πλαγίου ἐν τοῖς κλίμαξι ξύλου· ἔνιοι δὲ κλιμακίου γράφουσι χωρὶς τοῦ ε΄ καὶ ἡ διὰ τοῦ κλιμακίου ἑτέρη τις τοιαύτη.
κλισμὸν· κλίνην, ἐν τῷ δευτέρῳ τῶν γυναικείων.
κνημαίου· τοῦ τῆς κνήμης.
κνήματα· ξύσματα· καὶ κνῆσαι τὸ ξύσαι.
κνῆστρον· ὅπερ καὶ κνέωρον.
κνήστρῳ· τῷ τυροκνηστεῖ· ἔστι δὲ μαχαίριόν τι ᾧ ξύεται ὁ τυρός.
κνιδώσιες· νύξεις τινὲς κνισμώδεις, οἷαι καὶ ἀπὸ κνίδης γίνονται.
κνιπότητα· κνησμόν· ἔνιοι δὲ τὴν ξηροφθαλμίαν ἤκουσαν.
κνῦμα· ὠνοματοπεποίηται μιμήσει τοῦ ψόφου· ἀλλὰ καὶ ὁ ἠρέμα στενάζων, κνυζόμενος, ἀπὸ τοῦ αὐτοῦ καὶ ὁ ἐπὶ τῶν κυνῶν κνυζηθμός.
[113] κόγχην· κεραμίδα, οὐδὲν πλέον δηλοῖ τῆς κεραμίδος.
κόγχον· τὴν κόγχην, τὴν χήμην.
κόκκαλον· οἱ μὲν πλεῖστοι τὸν πυρῆνα τοῦ στροβίλου· Διοσκουρίδης δὲ τὸν κνίδιον κόκκον ὑποκοριστικῶς.
κόκκωνα· κόκκον τὸν κοινῶς ὀνομαζόμενον, οὐ τὸν κνίδιον, ὃν καὶ αὐτὸν ἔστιν ὅτε κόκκον ἄνευ προσθήκης ὀνομάζει.
κόλλικας· τοὺς τροχίσκους· καὶ τὸ ἐν Ἀχαρνεῦσι, κολλικοφάγε βοιώτιε, ἐπὶ τῶν σμικρῶν ἀρτίσκων εἴρηται.
κολοκύνθην ἀγρίην· τὴν κολοκυνθίδα.
κοπρίων· μελικηρῶν· οἱ δὲ πλεῖστοι γράφουσι κηρίων, δηλοῖ δὲ τῶν ἀποπιεσμάτων τοῦ κηροῦ.
κορήν· τὴν πόαν, ἥτις καὶ ὑπερικὸν ὀνομάζεται, ἔχει δὲ τὸν καρπὸν κορίῳ ὅμοιον.
κορούς· τὰς ἀπὸ τῶν κλάδων παραφύσεις, τὰ νέα βλαστήματα.
κορυφάδων· τῶν κορυφῶν τῆς πρὸς τῷ ὀμφαλῷ συναγωγῆς.
κοτίδι· τῷ ἰνίῳ, τῇ παρεγκεφαλίδι.
[114] κότινον· ἀγρίαν ἐλαίαν.
κοτυλίδα· τὴν κοτύλην τοῦ ἰσχίου, ἔν τε τοῖς προκειμένοις τῷ μοχλικῷ, κἀν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι.
κοτυληδόνας δὲ τὰ στόματα τῶν εἰς τὰς μήτρας καθηκόντων ἀγγείων, ὡς κἀν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ἀποδέδεικται.
κοχώνην· τὴν σύζευξιν τὴν ἐν τοῖς ἰσχίοις τὴν πρὸς τὴν ἕδραν, δι' ἣν καὶ πᾶς ὁ περὶ τὴν ἕδραν τόπος οὕτως ὀνομάζεται.
κράδαι· συκῆς οἱ ἀκρέμονες.
κραίνουσι· λήγουσι.
κραμβίῳ· κράμβης ἀφεψήματι.
κρέκειν· ὠνοματοπεποίηται τὸ μισητὸν ἠχεῖν ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι.
κρήγυον· τὸ ἀγαθόν.
κρημνοί· τὰ χείλη τῶν ἑλκῶν, ὡς ἐν τῷ περὶ τόπον κατὰ ἄνθρωπον, καὶ τὰ πτερυγώματα τοῦ γυναικείου αἰδοίου.
[115]κρησέρα· ἡ τοῦ ἀλεύρου πτίσις ὀνομαζομένη· μάρσιππος δέ τίς ἐστιν αὐτὴ λινοῦς.
κρίμνα· τὰ ἁδρομερέστερα τῶν ἀλφίτων· ὅταν δ' εἴπῃ κρίμνα ἀλφίτου ἁδρὰ, τὰ μέγιστα τῶν ἀλφίτων δηλοῖ.
κρότωνας· τὰ ἐν τῷ πνεύμονι χονδρώδη βρόγχια· ἐν τῷ πρώτῳ περὶ νούσων.
κρότωνος ῥίζα· τοῦτο οἱ Αἰγύπτιοι κίκιον ὀνομάζουσι.
κυάμου καρπὸν· ὁ μὲν Διοσκουρίδης, ὑοσκυάμου φησὶ λέγειν αὐτόν· οὕτως ἐν τῷ πρώτῳ τῶν γυναικείων· ἔνιοι δὲ τοῦ Αἰγυπτίου ἀκούουσιν.
κύαρ· τὸ τῆς βελόνης τρῆμα.
κύβιτον· τὸ ὀλέκρανον, ὅπερ καὶ ἀγκών. Διοσκουρίδης δὲ τὸν κόνδυλον τοῦ βραχίονος οὕτως ὠνομάσθαι φησί.
κύκλοι προσώπου· τὰ μῆλα, ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μείζονι.
κυγχνίδα· τήν τε σμικρὰν κύλικα καὶ τὴν ἰατρικὴν πιθάκνην.
[116] κυρβασίην· πίλον ὀξὺν, ὅνπερ καὶ τιάραν.
κυρήβια· ἄχυρα· δηλοῖ δὲ καὶ τὰ πίτυρα καὶ τὰ τῶν κριθῶν ἀποβράσματα.
κυρίῃσιν· ἡμέραις, ταῖς τὰ τοιαῦτα κρίνειν πεπιστευμέναις.
κύρσεον· πρωκτόν.
κύστιγγα· κύστιν σμικράν.
κώδεις· κώδεια.
κωλεός· τὸ κῶλον ἐν τῷ τρώματι καὶ βέλτιον ἐξαιρέσιος.
κῶμα· καταφορά.
γέγραπται δὲ ὡς οἶσθα ἡμῖν περὶ τούτου βιβλίδιον.
κωνίαν· οἶνον τὸν πισσίτην· ἐσβάλλεται σὺν τῷ φλοιῷ τῆς πεύκης ἡμικοτύλιον εἰς τὸ κεράμειον καὶ οἱ μὲν ἀπηθοῦσι μετὰ τὸ ζέσαι, οἱ δὲ καταλείπουσιν.
κωφοί· οἱ ἀμαυροὶ καὶ ἀσθενεῖς· τὸ δὲ κατὰ τὴν τρίτην συζυγίαν ῥῆμα προσώπου τρίτου τὸ κωφοῖ ἀμαυροῖ καὶ ἀμβλύνει δηλοῖ.
Λ.
Λαβή· ἐπισημασία· μάλιστα δὲ ἡ ἐκ περιόδου.
[117] λαγνείη· δηλοῖ ποτε καὶ αὐτὸ τὸ σπέρμα, ὡς ἐν τῷ περὶ παίδων φύσεως· οὕτως δὲ καὶ τὸ λάγνευμα.
λαγώπυρος· ἡ λαγονάτη καλουμένη βοτάνη.
λαμπτήρ· ὃν οἱ πολλοὶ φανὸν ὀνομάζουσιν, ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι· παρὰ μέντοι τοῖς ἄλλοις καὶ μάλιστα τοῖς Ἀττικοῖς, ἐν ᾧ ξύλα τε κατεκαίετο παρέξοντα φῶς· ἀλλὰ καὶ ὁ δάδος καὶ ὁ λύχνος ἐστὶν ὅ τε λαμπτὴρ ὀνομάζεται.
λαπαχθῆναι· κυρίως μὲν τὸ κενωθῆναι, διὰ τοῦτο δὲ καὶ τὸ μαλαχθῆναι.
λαμπηρά· τὰ ἀφρώδη· λάμπει γὰρ ὁ ἀφρός.
λάσιον· σινδόνην.
λεβηρίδα· τὸ τοῦ ὄφεως γῆρας· ἔνιοι δὲ κόγχην κενήν.
λέγνα· τὰ ἄκρεα τοῦ στομίου τῆς ὑστέρας ἐκ μεταφορᾶς· οὕτως γὰρ τὰ περὶ τὰς ὤας καλεῖται τῶν ἱματίων· ὀνομάζει δὲ ἀλλαχόθεν τὰ ἄκρεα ταῦτα καὶ ἀμφίδεα.
λέκιθον· φακῶν τὸ ἔνδον τοῦ λέπους.
[118] λεπάδες· αἱ ταῖς πέτραις προσεχόμεναι κόγχαι.
λεπτά· οὕτως ἐνίοτε καλεῖ τὰ ἀραιὰ, ὡς ἐν τῷ περὶ τόπων τῶν κατ' ἄνθρωπον.
λευκὴν ῥίζαν· τὴν τοῦ δρακοντίου.
λευκοΐου καρπόν· τὸ τοῦ ἰοῦ λευκοῦ σπέρμα φησὶν οὕτως εἰρῆσθαι ὁ Διοσκουρίδης.
λεῶς· παντελῶς, ἅπαν.
λιβανωτοῦ καρπόν· αὐτὸν ἴσως τὸν ὀνομαζόμενον οὕτως λιβανωτὸν, ἐπεὶ τό γε σπέρμα τοῦ φυτοῦ οὐ γινώσκομεν εἰς χρῆσιν ἀγόμενον.
λιβηρῷ· ὑγρῷ.
λίβος· ἐπίσταγμά τι τῶν ὀμμάτων ἐγχυματιζόμενον, γέγονε δὲ ἀπὸ τοῦ λίβειν, ὃ κυρίως δοκεῖ τὸ στάζειν δηλοῦν.
λιγνυώδης· ἡ μελαίνουσα, καὶ γὰρ ἡ λιγνὺς μέλαινα.
λίθον μέλανα· ὃν καὶ μυλίτην ὀνομάζουσι κόχλακα.
λιμακώδεις· οἱ ὑγροὶ καὶ βοτανώδεις.
λίπα· τὸ ἔλαιον· ἐν δευτέρῳ τῶν γυναικείων.
[119] λίριον· τὸ κρίνον· τὸ δ' ἔλαιον τὸ ἀπ' αὐτοῦ οἱ μὲν λίρινον μετὰ τοῦ ν γράφουσιν, οἱ δὲ χωρὶς τοῦ ν λίριον· καλεῖται δὲ οὐ μόνον κρίνινον, ἀλλὰ καὶ σούσινον καὶ ἀνέθινον.
λοῦν· οὐ μόνον τὸ λούειν, ἀλλὰ καὶ τὸ αἰονᾷν· οὕτως δὲ καὶ τὸ λοῦσθαι δύο σημαίνει παρ' αὐτῷ· καὶ τὰ ἄλλα τὰ ὅμοια.
λυπρά· ψιλὰ καὶ ξηρὰ χωρία.
λύσιας· διαστάσεις καθ' ἃς ἀπολέλυται ἀλλήλων τὰ ἄρθρα.
λυῶδες· παρακοπτικόν.
Μ.
Μαγίδα· τό τε οἷον μάγμα καὶ φύραμα καὶ τὴν χειροπληθῆ μαγδαλιάν.
μακρόπνους· ἤτοι μακρὸν ἀναπνέων ἢ διὰ μακροῦ.
μαλακίοισιν· οὕτως καλεῖται ὅσα τῶν ἐνύδρων ἄκανθαν οὐκ ἔχει, καθάπερ ὁ πολύπους καὶ τευθὶς καὶ σηπία καὶ ἀκαλήφη· ταῦτα δὲ καὶ ἄναιμα καὶ ἄσπλαγχνά ἐστι.
[120] μαλθώδεα· μαλακτικὰ ἢ κηρώδη· μάλθη γὰρ ὁ κηρὸς καὶ μάλιστα ὁ μεμαλαγμένος.
μαρίλη· ἣν οἱ πολλοὶ θερμοσποδιὰν ὀνομάζουσιν.
μάσθλης· θέρμης.
μάσσειν· οὐ μόνον τὸ ἀναδεύειν ἢ φυρᾷν, ἀλλὰ καὶ τὸ ἐκθλίβειν, ὡς ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μείζονι.
μᾶσσον· πλέον, ὡς ἐν τῷ μείζονι προῤῥητικῷ.
μάτος· ἡ ζήτησις καὶ τὸ ζητεῖν, ματίσαι ἢ ματεῖσθαι.
μαχαιρίδι ὀξυβελεῖ· τῷ φλεβοτόμῳ.
μαχαιρίδι στηθοειδεῖ· τῷ σμιλίῳ ἰατρικῷ γαστρώδει.
μέλαινα· λέγεταί τε καὶ ἡ νόσος οὕτως ἀπὸ μελαίνης χολῆς συνισταμένη.
μέλαιναν ῥίζαν· τὴν τοῦ ἀσπαλάθου τοῦ ἀρωματικοῦ καλουμένου.
μελαῖνις· περισπωμένως ὁ Διοσκουρίδης ἀναγινώσκειν ἀξιοῖ, μελαῖνις αἶξ καὶ βοῦς μελαῖνις· καὶ δηλοῦσθαί φησι τὴν ἐκ Μελαινῶν· πόλις δὲ αὕτη κατὰ τὸ Κρισαῖον πεδίον [121] προκειμένη τῷ Κριφίῳ νομὰς ἀγαθὰς ἔχουσα καὶ εὐγαλάκτους, ὥς φησιν ὁ Διοσκουρίδης.
μελάνεον· τὸ ἐν τῷ προγνωστικῷ· τινὲς μὲν ὑφ' ἓν ἀναγινώσκουσιν, ἵν' ᾖ τὸ μελανοῦν· ἔνιοι δὲ διαιροῦσι, χλωρὸν ἢ μέλαν ἐὸν ἀντὶ τοῦ ὄν.
μέλανι φαρμάκῳ· τοῦτο πῶς σκευάζεται ἐν τῷ περὶ ἑλκῶν αὐτὸς ἐδίδαξεν.
μέλαν τὸ κύπριον· τὴν κυπρίαν σποδὸν, ᾗ πρὸς τοὺς ὀφθαλμοὺς χρώμεθα.
μελεδαίνοντι· ἐπιμελουμένῳ, θεραπεύοντι· καὶ μελεδὼν ἡ ἐπιμέλεια, οὐχ ὡς παρ' Ὁμήρῳ ἡ λύπη.
μελιηδέα· οὐ μόνον τὸν ἡδὺν, ἀλλὰ καὶ τῷ μέλιτι μεμιγμένον, ὡς ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μείζονι· ἐν δὲ τῷ αὐτῷ καὶ μελίχρουν ὀνομάζει καὶ τὸν τοιοῦτον οἶνον.
μεμύρηκεν· συνείληκεν ἀπὸ τῶν μυριομένων ἐρίων.
μεμιασμένον· μεμολυσμένον ὡς παρὰ τῷ ποιητῇ.
μεμολυσμένους· ἔνιοι μὲν τοὺς κατεψυγμένους, ἔνιοι δὲ τοὺς ἐσκιῤῥωμένους καὶ λιθώδεις ᾠήθησαν.
[122] μεμωρωμένα· τὰ ἀναίσθητα.
μεσόδμη· ἡ καθ' ἕνα οἶκον εἰς δύο μεμερισμένον διορίζουσα, τοῦ δοκοῦ εἶρξις, οἷον μεσοδομή τις οὖσα, τινὲς δὲ καὶ τὸ ὑπερκείμενον στέγος μεσόδμην καλοῦσι.
μεσόβλημα· ὡς εἰ καὶ μεσέντη ἔλεγεν.
μετακύρας· ἐν τῷ περὶ διαίτης ὀξέων, τὸ γαλακτῶδες σύγκραμα.
μηκώνιον· τὸν πεπλεὸν καλούμενον, ὃν καὶ μηκωνίτην ὀνομάζει.
μήλην διαστομωτρίδα· τὸν διαστολέα.
μήλην ἐξωτίδα· τὴν μηλωτίδα.
μήλην ἰσχυρήν· τὴν τραυματικὴν μήλην.
μήλῃ πλατείῃ· τῇ σπαθομήλῃ.
μήλης τῷ πλάτει· τῷ κυαθίσκῳ τῆς ὀφθαλμικῆς μήλης.
μῆλα· τὰ προβάτια.
μηλίας· ἡ ἀπὸ Μήλης τῆς νήσου.
μηλιάδος ὠμῆς· τῆς ἀπὸ Μήλου χαλκίτεως ἢ στυπτηρίας.
[123] μηλιάδα· ἐν τῷ πρώτῳ περὶ νούσων τῷ σμικροτέρῳ τῇ μιλιάδι λέγει τῇ ἀπὸ Μήλου τῆς νήσου.
μήτρη· κάλυμμα καὶ οἷον ἕλιγμά τι ἢ ἐπιδιδυμὶς ὀνομαζομένη· ἔστι δὲ κρισώδης τις ὄγκος κατὰ τὴν κορυφὴν ἐπικείμενος τῷ διδύμῳ.
μηνίειν· μασᾶσθαι, ἐσθίειν.
μύκη· μύσις.
μυοχάνη· ἐπίθετον χασκούσης. εἰ δὲ μυριοχαύνη γράφοιτο, ἡ ἐπὶ μυρίοις ἂν εἴη χαινουμένη.
μύῤῥαν· Αἰολεῦσι σμύρναν, δὶς τὸ ρ γράφεται.
μυρτίδανον· οἱ πλεῖστοι μὲν τὸ πέπερι. Διοσκουρίδης δὲ ὁ Ἀναζαρβεὺς ἐν τῷ πρώτῳ περὶ ὕλης, ἐπίφυσιν ἀνώμαλον καὶ ὀχθώδη, περὶ τὸ τῆς μυρσίνης πρέμνον. ὅ γε μὴν Ἱπποκράτης τὸν καρπὸν οὕτως ὀνομάζει ἐκ τοῦ φυτοῦ, ὅπερ αὐτός φησιν ὑπὸ ἑτέρων ὠνομάσθαι πέπερι.
Μύτις· καλεῖται μὲν οὕτως καὶ τὸ ἐν τῷ σηπίας στόματι μέλαν, ἀλλὰ καὶ ἰχθύς τις ὑπὸ τοῦ Ἱπποκράτους δηλοῦται.
[124] μυττωτόν· ὑπότριμμα, Διοσκουρίδης εἶναί φησι σκορόδων ἢ κρομμύου.
μώλυζα· σκόροδον ἁπλῆν τὴν κεφαλὴν ἔχον καὶ μὴ διαλυομένην εἰς ἄγλιθας· τινὲς δὲ τὸ μῶλυ.
μωλυόμενα· κατὰ βραχὺ ἀπομαραινόμενα.
Ν.
Ναυσιώσιες· αἱ παρεκχύσεις τοῦ αἵματος, ἃς δὴ καὶ ἐκχυμώσεις ὀνομάζει. μετενήνεγκται δὲ ἀπὸ τῶν ἐπὶ ταῖς ναυτίαις ἐμούντων αἷμα τοὔνομα.
νεῖον· τὸ νέον.
νεόμενον· τὸ νηχόμενον, παραγινόμενον ἀπὸ τοῦ νεῖσθαι· ἐν πρώτῳ τῶν γυναικείων ἄμφω, τὸ μὲν ἐπὶ τοῦ χορίου, τὸ δὲ ἐπὶ τοῦ ἐμβρύου.
νηπέλει· ἀδυνατεῖ.
νυκτάλωπες· οἱ τῆς νυκτὸς ἀλαοί.
[125] Ξ.
Ξηρῇ σηπεδονώδει· ἤτοι τῇ γαγγραίνῃ, ἤ τινι ταύτης γενικωτέρῳ.
ξύμη· ὃ καλεῖται κνησμός.
Ο.
Ὄα· τὰ πρὸς τῶν πολλῶν οὖα καλούμενα.
οἰναρίῳ· ἀμπέλῳ.
οἰναρίδων· ἀμπέλου κλημάτων.
οἴσπη αἰγός· ὁ παρὰ ταῖς θριξὶ τῆς αἰγὸς ἐγγινόμενος ἐν τῇ ἕδρᾳ ῥύπος καὶ μάλιστα ταῖς κατὰ τὴν ἕδραν συνιστάμενος ῥύπος.
οἰσοφάγος· ὁ τῆς γαστρὸς στόμαχος, οἷον εἰσοφάγος τις ὤν.
οἰσυπίδας· προβάτου ῥύπον, ἤγουν ἔριον ῥυπαρόν.
οἰσυπίδες· προβάτου ῥύποι συνεστραμμένοι, δηλοῖ δὲ καὶ ἐρίου ῥυπαροῦ μαλίον.
ὄκρις· ἐξοχὴ προμήκης.
[126] ὀλερόν· δυσῶδες ἢ μέλαν, ἀπὸ τοῦ τῶν σηπιῶν ὄλου.
ὀλισθράζοντα· ὀλισθαίνοντα.
ὀλοκωνίτης· βοτάνη τις ἀγρία λαχανώδης.
ὄλον· τὸ μέλαν τῆς σηπίας.
ὀλώδεα· θολερὰ ἢ μέλανα.
ὀλοφλυκτίδες· φλύκταιναι.
ὀνεύεσθαι· ἤγουν δι' ὄνων ἐπιστροφῆς τείνειν.
ὄνοι δὲ καὶ ὀνίσκοι οἱ ἄξονες. γράφεται δὲ κατονεύεσθαι.
ὅπλα· κάλοι ἀπὸ στύπου ἢ λίνου ἢ καννάβεως.
ὀπός· τοῦ σιλφίου κατ' ἐξοχὴν, ὥσπερ καὶ καυλός. καλεῖ δὲ σίλφιον τὴν ῥίζαν μόνην.
ὀποῦ καρπόν· σιλφίου σπέρμα, ὅπερ καὶ φύλλον ἑνικῶς καὶ μαγύδαρις ὑπό τινων καλεῖται.
ὀργάσασθαι· ἀναμίξαι, συγκεράσαι.
ὀρθοπρίονι· τῇ χοινικίδι.
ὀροκωνίτιδος· ἑτέρα γραφὴ τῆς ὀλοκωνίτιδος, περὶ ἧς ἔμπροσθεν εἴρηται. φησὶ δὲ Διοσκουρίδης τὴν ἐν ὄρει γενομένην ὀροκωνίτιδα ὀνομάζεσθαι.
[127] ὀῤῥωδέων· τῶν ἄχρι τοῦ ὄῤῥου ἐκτεινομένων.
ὄῤῥος δὲ τοῦ ἱεροῦ ὀστέου τὸ πέρας, ὅπερ καὶ ὀῤῥοπύγιον καλεῖται.
ὄρχεα· ὄσχεος.
ὀσχίῳ· τῇ περὶ τὸ στόμα τῆς μήτρας ἑλικοειδεῖ ἐπαναστάσει· ὄσχος γὰρ καὶ μόσχος τὰ κλήματα καὶ αἱ ἕλικες· τὸ δὲ αὐτὸ καὶ ἀμφίδεον ὀνομάζει καὶ λέγνα.
ὀτίδος· τοῦ ὀρνέου, ὃ Ἀριστοτέλης ὠτίδα διὰ τοῦ ω καλεῖ, Ξενοφῶν δὲ ἐν τῷ πρώτῳ Κύρου ἀναβάσεως ὀτίδα διὰ τοῦ ο γράφει.
Π.
Παλίνοπτα· τὰ ἀπὸ τοῦ ἡλίου ἀπεστραμμένα.
παλῦναι· ἐπιπάσαι.
παράλαμψις· ἡ ἐν τῷ μέλανι τῶν ὀφθαλμῶν ἐπιλάμπουσα οὐλὴ διὰ τὸ ἡσυχῆ παχυτέραν εἶναι τῆς αἰγίδος.
παράλιον· εἶδος τιθυμάλου, καλεῖται δὲ καί τι κράμβιον παράλιον.
[128] παραστάτας· τὰς ἐπιδιδυμίδας, ἐν τῷ περὶ φλεβῶν ὃ πρόκειται τῷ μοχλικῷ.
παραφᾶσαι· παράψασθαι μετὰ καθέσεως, ὥσπερ τὸ ἐσαφᾶσαι, εἰσβάλλοντα τὴν χεῖρα ἅψασθαι· ἐντεῦθεν δὲ καὶ τοὺς κρυπτοὺς τόπους τοὺς κατὰ τὸ γυναικεῖον αἰδοῖον παραφάσιας ὀνομάζουσι.
παφάσσειν· παραφρονεῖν, ὡς καὶ ἀλλοφάσσειν, ψιλῶς δ' ἀναγνωστέον, οὐχ ὥσπερ τὸ πρὸ αὐτοῦ παραφᾶσαι, ἔγκειται γὰρ ἐν ἐκείνῳ τὸ τῆς ἁφῆς ὄνομα.
παρθένιον· τὸ σμικρόφυλλον, καλεῖται δὲ παρθένιον καὶ ἡ ἀνθεμὶς καὶ ἡ ἑλξίνη καὶ ἡ λινόζωστις καὶ τὸ ἀμάρακον, ἀλλὰ καὶ Διοσκουρίδης μή ποτέ φησιν ἀκουστέον ἐστὶν ἤτοι τῆς ἑλξίνης ἢ τῆς λινοζώστεως τὸ εἶδος τὸ σμικρόφυλλον.
πασπαλέτης· ὁ κεγχραλέτης, πάσπαλος γὰρ ὁ κέγχρος.
πασσαλίσκῳ· τῷ σμικρῷ πασσάλῳ ὑποκοριστικῶς.
παφλάζουσιν· ὠνοματοπεποίηκε τοὺς πταίοντας καὶ ἐπαναλαμβάνοντας ἐν τῷ διαλέγεσθαι δηλῶσαι βουλόμενος.
[129] πέζαι· οἱ πόδες, ἐν τῷ δευτέρῳ τῶν γυναικείων οὕτως γέγραπται, καὶ οἱ πόδες οἰδίσκονται αἱ πέσαι μάλιστα. Ζηνόδοτος μὲν οὖν ἐν ταῖς ἐθνικαῖς λέξεσι πέζαν φησὶ τὸν πόδα καλεῖν Ἀρκάδας καὶ Δωριεῖς. ὁ δὲ Ἱπποκράτης ἔοικεν ἢ τὸ πεδίον καλούμενον τοῦ ποδὸς οὕτως ὠνομακέναι ἢ τὰ σφυρά.
πέλλα· πελία, ὑπόκιῤῥα. τὰ δὲ αὐτὰ καὶ πελιρὰ ὀνομάζει. Ζηνόδοτος δὲ ἐν ταῖς ἐθνικαῖς λέξεσι Σικυωνίους φησὶ τὸ κιῤῥὸν, πέλλον ὀνομάζειν.
πεμφιγώδεες· ἤτοι νοτίδος μεστοὶ καὶ ὑγρότητος ἢ καὶ πνευματώδεις.
πέπλιον· ὅπερ καὶ πέπλις καὶ ἀνδράχνη ἀγρία.
πέπλος· τὸ αὐτὸ καὶ χαμαισύκη καὶ μήκων ἀφρώδης καὶ μηκώνιον.
περητηρίῳ· τρυπάνῳ τῷ εὐθεῖ καὶ ὀξεῖ· ἔστι γὰρ καὶ ἕτερον ἡ χοινικίς.
περιστέλλετο· τοῖς περιβολαίοις ἑαυτὸν ἔσκεπεν.
περικεκαλμένοι· περικεκαμμένοι, γρυποὶ καὶ ἐπικαμπεῖς.
[130] περινήματα· περικλύσματα.
περινήματος· περικλύσματος.
περινεῖ· περικλύζει, περινήχεται.
περινῷ· περινέῳ. ἔστι δὲ ὁ τόπος ὁ μεταξὺ τοῦ ὀσχέου καὶ τῆς ἕδρας, ἔνθα τῆς κύστεως ὁ τράχηλος.
περιξύσας· ἐν κύκλῳ περιαμύξας.
περιποδίην· τὴν ἐν κύκλῳ ὑπὸ πόδας οὖσαν καὶ κάτω.
περιῤῥηδές· περικεκλασμένον ἐφ' ἑκάτερα.
περηναί· μελαίνουσαι, πελιδνοῦσαι.
περόνην· ποτὲ μὲν ὀστοῦν ὅλον κώλου, ποτὲ δὲ ἐπίφυσιν ὀστοῦ, ποτὲ δὲ ἐπιφύσεως ἐπανάστασιν.
περσύας· ὁ περισυνὸς οἶνος, οἷον περισύας τις ὢν, ὡς καὶ αὐτίτην ὀνομάζει, τὸν αὐτοετίτην.
πήρινα· τὸν περίναιον, ἐν δὲ τῷ περὶ αἱμοῤῥοΐδων καὶ συρίγγων καὶ τὴν ἕδραν λέγειν δοκεῖ.
πιέστρῳ· τῷ ἐμβρυοθλάστῃ καλουμένῳ.
[131] πικέριον· βούτυρον.
πιτυΐδι· πιτυΐνῃ ῥητίνῃ.
πιτύλοις· εἰρεσίαις ἢ κώπαις.
πλαταμών· ἔφαλος πέτρα λεία, ταπεινὴ, περὶ ἣν πλατύνεται τὰ κύματα.
πλεκτανέων· πλεγμάτων, ἀπαρτημάτων περιπλεκτικῶν.
πλεννεραί· μυξώδεις. καὶ πλέννα ἡ μύξα.
πλευμοῖ· πλευμώδης γίνεται ἢ φθίνει.
πλεῦμος· φθόη ἢ τὸ πλευμῶδες πάθος.
πλήμην· τροχοῦ χοινικίδα.
πλήστιγγας· νάρθηκας, παρὰ τὸ πλήσσειν.
πνευματώδεις· ὅ τε ἐμπεφυσμένος καὶ ὁ δύσπνους, λέγει γὰρ πολλάκις καὶ αὐτὴν τὴν δύσπνοιαν, πνεῦμα.
ποίη· τὰ πρωτογάλακτα τὰ ἐξ ἑαυτῶν πηγνύμενα.
ποίην· τὴν ἔχουσαν τὸ φύλλον ὅμοιον οἰκάρῳ τὴν φύσιν, ὡς τὸ τῆς κισσαμπέλου καλουμένης εἶδος.
[132] πολυγράῳ· πολυφάγῳ, καὶ γόνος αἰρηῶν ἔγρασε κηδεμόνα. Καλλίμαχος ἀντὶ τοῦ κατέφαγε.
πολύκαρπον· τὸ κραταιόγονον ὀνομαζόμενον.
πομφοί· ἐπαναστάσεις τοῦ δέρματος ὀχθώδεις τε ἅμα καὶ πλαδαραὶ καὶ ἐνερευθεῖς.
πόσῳ· ὀλίγῳ.
ποταίνια· τὰ πρόσφατα οἱ Δωριεῖς φασι.
ποτί· ποτέ.
πρός· πρὸς δέ.
πράμνιος· οἶνός τις οὕτως ὀνομάζεται μέλας καὶ αὐστηρός.
πρηνές· τὸ πρὸς τὴν γῆν νενευκός.
πρῆσμα· ἐμφύσημα, καὶ πρήσιος τῆς ἐμφυσήσεως, καὶ πρηστικώτατον, τὸ ἐμφυσητικώτατον.
προαυξέας· νόσους τινὰς οὕτως ὀνομάζει τὰς τοῖς προβεβηκόσι κατὰ τὴν ἡλικίαν γινομένας, ὅτι καὶ αὐτοὺς οὕτως ἐνίοτε καλεῖ τοὺς προβεβηκότας.
πρόκα· ἐξαίφνης.
[133] προκώνια· τὰ ἐκ τῶν νέων κριθῶν ἄλφιτα, τινὲς δὲ τὰ ἐκ τῶν ἀφρύκτων μόνα.
προκίδι μαχαιριδίῳ· τῷ φλεβοτόμῳ.
προμυλλαίνει· προεπεπτώκει, προέχει εἰς τοὔμπροσθεν.
προμυλλήνας· προτείνας ἔξω τὰ χείλη.
προσέχει ἡ νοῦσος· ἀντὶ τοῦ παραμένει, ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι.
προτρέπεσθαι· μεταβάλλειν.
προσωδέστερον· δυσωδέστερον ἄνευ τοῦ ι. τὸ δὲ μετὰ τοῦ ι προσῳδεστέρου παρὰ τὸ οἴδημα γεγονὸς τὸ ὀγκωδέστερον δηλοῖ, ὡς ἐν δευτέρῳ περὶ νούσων τῷ μείζονι.
προτιθέμενοι· προτείνοντες.
πρόφυσιν· βλάστημα.
πυθμενόθεν· οὐδὲ ὅλως. γέγονε δὲ τοὔνομα παρὰ τὸν πυθμένα τῶν ἀγγείων, ὡσεὶ καὶ ὁλοκλήρως ἔλεγεν ἢ τελέως ἢ παντάπασιν ἢ ἐξ ἀρχῆς ἢ παντελῶς.
πυρίας· τοὺς διαπύρους κόχλακας ἢ θρόμματα διακαῆ ἀπὸ σκωρίας σιδήρου.
[134] πυρήνας· τοὺς χόνδρους. εἴρηται δὲ ἐπὶ λιβανωτοῦ.
πυρὸς ἀγρίου· δηλονότι τοῦ ἐρυσιπέλατος.
Ρ.
Ῥαγεῖσα· δηλοῖ ποτε καὶ τὸ ἀθρόως ὁρμήσασα, ὡς ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι, ἀλλὰ καὶ ἡ αἱμοῤῥαγία αὕτη παρὰ τοῦτο σύγκειται.
ῥαιβοειδέα· καμπύλον.
ῥᾷον· ἑτοιμότερον καὶ εὐχερέστερον. ἔνιοι μέντοι τὸ εὐφορώτερον ἤκουσαν.
ῥαφίῳ· τῷ κεντηρίῳ, ᾧ διακεντοῦντες οἱ τεχνῖται τῶν τοιούτων ἐπιτηδείους ὀπὰς τῇ τοῦ λίνου διέρσει παρασκευάζουσι.
ῥέγξιν καὶ ῥέγκος· ὠνοματοπεποίηται παρὰ τὸν γινόμενον ψόφον, ὥσπερ καὶ τὸ ῥέγκειν.
ῥέμβει· πλανᾶται.
ῥέμβην· πλάνην. καί τινα ἄλλα παρὰ τὸ ῥέμβεσθαι.
ῥηγῇσι· σχίσμασι, ῥήγμασι.
[135] ῥημέσιν· ἄρνασι.
ῥίνεσιν· ἀρνείοις.
ῥήνικας· ἀρνακίδας.
ῥηνός· ἀρνός.
ῥηχίῃσι· οἷον πλημμυρῇσι. καὶ γὰρ καὶ ἡ ῥηχίη οἷον πλημμύρα τίς ἐστιν.
ῥίζα· οὕτως καλεῖται βοτάνιόν τι ἄκαυλον καὶ ἀνανθὲς καὶ ἄκαρπον ἔχον τρία φύλλα κατὰ πάντα προμήκη, κατὰ τῆς γῆς κείμενα, δυοῖν δακτύλοιν τὸ μέγεθος, ἐοικότα τοῖς τῆς ἀγχούσης, ῥίζαν δὲ λεπτὴν ἀσθενῶς καθαίρουσαν.
ῥίζαν λευκήν· τὴν τοῦ δρακοντίου.
ῥικνόν· ῥυσόν.
ῥοικά· καμπύλα.
ῥόμματος· ῥοφήματος ἢ ῥοφήσεως.
ῥόα· τὰ ἐκ τῆς συκαμίνου μόρα τὰ ἄωρα ξηρανθέντα καὶ κοπέντα τοῖς ὄψοις ἐπιπάττεται, καθάπερ καὶ ὁ κυρίως ὀνομαζόμενος ῥοῦς, ὡς καὶ ὁ Διοσκουρίδης ἐν τῷ πρώτῳ περὶ ὕλης λέγει.
[136] ῥοπτῶν· ῥοφημάτων ἢ πάντων τῶν ὁπωσοῦν ῥοφουμένων.
ῥύματα· παρὰ τὸ ῥύεσθαι, τὰ βοηθήματα.
ῥωγματίης· ὁ ἐῤῥωγός τι τῶν ἐντὸς ἔχων, ὃν δὴ καὶ ῥηγματίαν ὀνομάζει.
Σ.
Σαράπους· ἡ διασεσηρότας καὶ διεστῶτας ἔχουσα τοὺς δακτύλους τῶν ποδῶν.
σαρκάζειν· κυρίως μὲν τὸ διὰ τῆς τῶν χειλῶν δήξεως χλευάζειν. ὁ δὲ Ἱπποκράτης καὶ τὸ ἄκροις τοῖς χείλεσι συναγομένοις ἀποτίλλειν τι.
σατυρισμοί· οἱ περὶ τὰ ὦτα προμήκεις ὄγκοι τῶν ἀδένων. ἔνιοι δὲ τὰς τῶν αἰδοίων ἐντάσεις ἤκουσαν.
σαυρίδιον· ἡ καρδαμὶς βοτάνη ἀπὸ τῆς κατὰ τὸ σχῆμα ὁμοιότητος. ἡ αὐτὴ καὶ κάρδαμον ὀνομάζεται.
σελάχεσιν· οὕτως καλεῖται ὅσα ἰχθύων λεπίδας οὐκ ἔχει καὶ ζωοτοκεῖ.
[137] σεσηρός· τὸ ἐκτετραμμένον καὶ διεστηκὸς ἐπὶ πλεῖστον τοῖς χείλεσιν, ὅπερ καὶ ἐκπεπληγμένον ὀνομάζεται.
σηριγγώδη· χαῦνα, ἀραιὰ, πολλοῖς τρήμασι διῃρημένα. ταῦτα τὰ τρήματα σήριγγές τε καὶ σήραγγες ὀνομάζονται καὶ τὸ τοιοῦτον σῶμα σηριγγῶδές τε καὶ σηραγγῶδες.
σισαμίς· τῆς σισαμίδος ὀνομαζομένης.
σιτανίῳ· τῷ ἐκ τοῦ ἐνεστηκότος ἔτους πυρῷ, τουτέστι τῷ κατὰ τὸ ἔαρ ἐσπαρμένῳ.
σιτανώδει· ἤτοι ἐκ τῶν σιτανίων πυρῶν ἢ διασεσησμένων καὶ λεπτῶν ἀλεύρων, τουτέστι καθαρῶν.
σιάλου δαιδὸς καὶ σιάλου αἰγός· τοῦ λιπαροῦ.
σιαλώδεα· λιπαρὰ, πίονα.
σιδιοειδεῖς· ὠχρὰς, ὡς σίδιον.
σικύην ἄτμητον· κολοκυνθίδα ἀδιαίρετον.
σικυώνην· τέτταρα σημαίνει παρ' αὐτῷ, τὴν κολοκυνθίδα, τὴν ἀπιοειδῆ κολοκύνθην, τὴν ἰατρικὴν σικύαν, τὴν ἀπύθμενον καὶ κωνοειδῆ σικύαν.
[138] σικυώνης σπόγγον· κολοκυνθίδος τὸ ἔνδον.
σιπύϊδα· πυξίδα, δηλοῖ δὲ ἄλλως τοὔνομα καὶ κεραμεοῦν τι σκεῦος εἰς ὃ ἄλφιτον ἐμβάλλεται.
σινόμωρα· τὰ κακοήθη.
σιραίῳ· τῷ γλυκεῖ ἑψήματι.
σικανός· πονήρευμα ἐνεδρευτικὸν, αἴτιον κεκρυμμένον.
σκαφίδα· Ἀττικοὶ μὲν τὴν ποιμενικὴν σκάφην, καθώς που λέγουσι, γαυλοί τε σκαφίδες τε τετυγμένα τοῖσιν ἄμελγεν. Ἱπποκράτης δὲ τὴν θαλασσίαν κόγχην τὴν παραμηκεστέραν, ἣν πολλοὶ μύακα προσαγορεύουσι.
σκεθρῇ· ἀκριβεῖ.
σκολιφρός· ξηρὸς, προσεσταλμένος.
σκεπαρνηδόν· ἐκκεκλασμένως· καὶ γὰρ ὁ σκέπαρνος αὐτὸς ἐπίδεσμος, ἀπὸ τῶν τεκτονικῶν ὠνομάσθαι σκεπάρνων δοκεῖ.
σκῆμψις· ἀπόσκημψις ἐν τῷ ἕκτω τῶν ἐπιδημιῶν.
σκιαυγεῖ· ἀμβλυώττει.
σκιμπέσθω· κατακλειέσθω.
[139] σκίμφθη· δύο δηλοῖ παρ' αὐτῷ, τό τε διαιρέθη καὶ τὸ ἐμπελάσθη.
σκηλήματι· σκελετείᾳ, συμπτώσει.
σκληρά· κατεσκληκότα καὶ τὰ ἀπ' αὐτοῦ πάντα, κατὰ τὸν αὐτὸν λόγον.
σκληρύνει· σκελετεύει. καὶ σκληρύνεται, σκελετεύεται.
σκορδινᾶσθαι· διατείνεσθαι καὶ μάλιστα μετὰ χάσμης.
σκύρος· πῶρος, καὶ σκυρωθῶσι, πωρωθῶσι.
σκύμψαι· τύψαι, κατασχάσαι, διελεῖν.
σκύτα· τὰ κατὰ τὴν σκυταλίδα τοῦ αὐχένος.
σμηκτίδα γῆν· τὴν κιμωλίαν.
σμωδίκου· μωλωπικοῦ, τοῦ πρὸς τὰς σμώδικας, ὅπερ ἐστὶ μώλωπας, ἁρμόζοντος.
σπαδών· σπάσμα, θηλυκὸν τοὔνομα.
σπαργᾷ· ὀργᾷ.
σπατίλη· τὸ ὑγρὸν διαχώρημα.
σπέρμα· δηλοῖ καὶ τὸν καρπόν.
σπερχνή· ἐπείγουσα, συνεχής.
[140] σπόγγοι· οἱ κατὰ τὴν φάρυγγα ἀδένες, ὡς ἐν τῷ τετάρτῳ τῶν ἐπιδημιῶν.
σποδίτῃ ἄρτῳ· τῷ ἐγκρυφίᾳ καλουμένῳ.
σποράδες· διάφοροι, οὐχ ὁμογενεῖς, ἄλλαι ἄλλαις συμβαίνουσαι.
σταδιεύς· Διοσκουρίδης φησὶ, σταδίοις ἀναμετρῶν τὸν πε ρίπατον.
σταλαγμοῦ· καταστάξεως ἀπὸ τῆς κεφαλῆς.
στέαρ ἡδυντόν· τὸ ἐν ἀρώμασί τισι καὶ ὕδατι ἑψηθέν.
στεῖλαι· ἐπικαλύψαι, ἐπιχρῖσαι.
στενυγρῶσαι· στενῶσαι. τινὲς δὲ τῷ συναγαγεῖν τῶν ὑγρῶν τὰς διεξόδους καὶ ξηρᾶναι.
στηθοειδεῖ· μαχαιρίῳ σμιλίῳ.
στητῶδες· στεατῶδες.
στίον· ψηφὶς, λίθος. στίαι γὰρ αἱ παρὰ τῇ θαλάσσῃ ψηφίδες, καὶ στιῶδες ἐντεῦθεν τὸ σκληρόν.
στίφραι· ξηραὶ, προσεσταλμέναι.
[141] στοίβης καρπόν· τὸ Ἱππόφεως σπέρμα.
στολιδωδέστερον· ῥυσσότερον.
στομάργου· ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ὁ Διοσκουρίδης οὕτως γράφει καὶ δηλοῦσθαί φησι τοῦ λαλοῦντος μανικῶς. οἱ δὲ ἄλλοι στυμάργου γράφουσι καὶ ὄνομα κύριον ἀκούουσι.
στόμβον· βαρύηχον, βαρύφθογγον.
στρεβλοί· οὓς καὶ στραβοὺς ὀνομάζουσι.
στρέφει· στρόφον παρέχει.
στρέφεται· τὸ οἷον ἐνοικεῖ, ἐν τῷ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων.
στρογγύλον μήλην· τὴν σπαθομήλην.
στρογγύλου· τοῦ Μυρτιδάνου, αὐτὸς γὰρ οὕτως γράφει καὶ τὸ Ἰνδικὸν ὃ καλοῦσι Πέρσαι πέπερι. ἐν τούτῳ δέ ἐστί τι στρογγύλον, ὃ καλοῦσι μυρτίδανον.
στρυβλήν· στρεπτόν τι ἐν τῷ περὶ αἱμοῤῥοΐδων καὶ συρίγγων.
[142] στρυμάργου· οἶδε καὶ ταύτην τὴν γραφὴν ὁ Διοσκουρίδης, οὐ μόνον τὴν στομάργου, ἀλλὰ καὶ τοῦτο οὐχ ὡς κύριον ὄνομα ἐξηγεῖται, ἀλλὰ τὸν μανικῶς ἐπτοημένον, περὶ τὰ ἀφροδίσια δηλοῦσθαί φησιν. εἰρῆσθαι γὰρ παρὰ τῷ Ἱπποκράτει καὶ ἄλλα πολλὰ κατὰ τὸν αὐτὸν τρόπον ἐπίθετα, καθάπερ μυοχάνη, σαράπους, γρυπαλώπηξ. ἀλλὰ καὶ παρ' Ἐρασιστράτῳ φησὶν ὁ ῥινοκολοῦρος.
συπτηρίη χαλκίτις· ἣν ἁπλῶς οὕτως ὀνομάζομεν χαλκίτιν.
συγκομιστοὶ ἄρτοι· ῥυπαροὶ, διὰ τὸ πάντα ἅμα τὰ ἄλευρα συγκομίζεσθαι καὶ μὴ διακρίνεσθαι.
σύκα· ἐπαναστάσεις σαρκώδεις ἐν τοῖς τῶν βλεφάρων τόποις γινόμεναι.
συκίον· τὸ τῶν ἰσχάδων ἀφέψημα.
συκῆς· ἐν πρώτῳ τῶν γυναικείων καὶ πυρίαν συκῆς ἀπὸ ῥίζης. ἐν ἴσῳ τῷ σικύας, τουτέστι συκαμίνου, ὅπερ ἑτέρωθι ὥσπερ ἐξηγούμενός φησι μορέου ῥίζης.
[143] συλλοχίας· ἀθροίσματα. ἡ μεταφορὰ ἀπὸ τῶν εἰς τοὺς λόχους συνειλεγμένων.
σύναγμα· ἤτοι ἐπίπαγός τις ἢ ἐναιώρημα ἢ ὑπόστασις ἢ πῶρος καὶ ἄμεινον, ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν λέγει.
συναρθμοῦται· συναρμόζεται.
σύνδεσις· δηλοῦταί ποτε καὶ ἡ οἷον πυκνότης καὶ σφίγξις.
συνδεαίνεται· συνδιπλοῦται.
συνεκχυμοῦν· συμμιγνύειν καὶ κατακεραννύναι τοῖς ὑγιεινοῖς χυμοῖς.
συνέρξει· τῇ οἷον συγκλήσει.
συνηρεφές· ἐπικεκαλυμμένον, συνεσκιασμένον.
συνηρερωμένα· συνηρμοσμένα, ὡς κἀν τῷ μοχλικῷ.
συνηνωμένα· τὰ συνόντα.
συρμαία· ἡ μετρίως γινομένη τῶν περὶ τὴν γαστέρα κάθαρσις.
σύσταθμον· ἰσόσταθμον.
συστροφὰς· φύματα, σκληρίας.
σφαδάζει· δυσφορεῖ.
[144] σφάκελος· φθορὰ πᾶσα, καθ' ὃν ἂν γίγνηται τρόπον· οἶσθα δὲ ὅτι καὶ περὶ τούτου διὰ πλειόνων ἡμῖν ἀποδέδεικται.
σφάκερος· ἐν τοῖς προσκειμένοις τοῖς περὶ τῶν ἐν τῇ κεφαλῇ τρωμάτων. κεφαλαλγία δὲ καὶ σφάκερος ἢν ᾖ, κρόμμυα πολέμιον. ἐν δὲ τοῖς πλείστοις ἄντικρυς σφάλερος γράφεται.
σφενδόνην· ἐν μὲν τῷ περὶ ἄρθρων, τὸ ἀπὸ τῆς τοὺς λίθους βαλλούσης σφενδόνης ὠνομασμένον, εἰς ἀνάληψιν κώλου χρήσιμον· ἐν δὲ τῷ περὶ ἀφόρων τὸν καλούμενον φύλακα· δηλοῖ δὲ καὶ τὸ γυναικεῖον περίσφυρον, ὅσα τε τούτῳ παραπλήσια.
σπυράδες· τὰ τῶν αἰγῶν καὶ προβάτων ἀποπατήματα.
σχάσαι· τρία σημαίνει, ἀμύξαι, ἐκκρῖναι, χαλάσαι.
σχεδιάδα· τὴν ἄγχουσαν. λέγεται γὰρ καὶ οὕτως.
σχέσει· τῇ συνοχῇ ἐν παρέξει καὶ σχέσει καὶ ἐπιδέσει καὶ πιέξει. ὅταν δὲ εἴπῃ, διαφέρει μέντοι τι καὶ σχέσει σώματος, τὴν οἷον ἕξιν δηλοῖ.
[145] σχινδυλήσει· σχήματι καλάμου. οὕτως δὲ δοκεῖ καὶ ὁ σκινδαλμὸς εἰρῆσθαι παρὰ τὸ ἐσχίσθαι.
σχῖνον· οὐ μόνον τὸ θαμνῶδες φυτὸν, ἀλλὰ καὶ εἶδός τι σκίλλης, εἰ μὴ ἄρα καὶ πάσης σκίλλης τὸν βολβόν.
σχοῖνον· ἡδύοσμον, τὴν ἀρωματικὴν σχοῖνον.
Τ.
Τάμισον· πιτύαν.
τέγγειν· διαβρέχειν.
τελεῖν· ἀναλίσκειν, ὡς ἐν τῷ περὶ παθῶν λέγει.
τέλσον· τέλος καὶ ἔσχατον.
τέρμινθοι· οἱ τῷ τοῦ τερμίνθου καρπῷ παραπλήσιοι, κατὰ τὸ δέρμα συνιστάμενοι παρὰ φύσιν ὄγκοι.
τέρθρον· κυρίως μὲν οὕτως ὀνομάζεται τὸ ἄκρον τῆς κεραίας καὶ τέρθριοι οἱ κάλοι, ἐντεῦθεν ἐπὶ τὰ ἄκρα τοῦ ἱστίου παρήκοντες. ὁ δ' Ἱπποκράτης ἐν τῷ δευτέρῳ τῶν γυναικείων, ἐπὴν ἐνθάδε, φησὶ, τὸ τέρθρον ᾖ τοῦ πάθεος. [146] ἐν ἴσῳ τῷ, τὸ ἄκρον καὶ ἀνώτατον καὶ ἐπιμελείας μάλιστα δεόμενον.
τετάρσωνται· πεπλάτυνται, ταρσὸς γὰρ πᾶν τὸ πεπλατυσμένον.
τετράγωνα βέλη· τὰ τέσσαρας ἔχοντα γλωχῖνας.
τετραγώνῳ· τινὲς μὲν ταῖς εὑρισκομέναις κατὰ τὸ στίμμι πλαξὶ, τινὲς δὲ αὐτὸ τὸ στίμμι.
τετρεμαίνει· τρέμει.
τέτρομος· τρόμος ῥιγώδης.
τέως· τὸ ἕως καὶ τὸ τηνικαῦτα καὶ τὸ πρότερον.
τηλέφιον· εἶδος βοτάνης, ὅπερ καὶ ἀείζωον ἄγριον καὶ ἀνδράχνην ἀγρίαν ὀνομάζουσι, Ῥωμαῖοι δὲ ἰλλεκέβραν.
τὴν ἐν τῷ ἀλεύρῳ βοτάνην ῥοφέονται· τὴν λινόζωστιν ἔοικε λέγειν, ἐπειδὴ καὶ ἀλλαχοῦ ἔφη, ῥοφήσαντα δὲ λινόζωστιν.
τομεῖον· τομεὺς καλεῖται σιδηροῦν ἐργαλεῖον δίχειλον, ᾧ οἱ χαλκεῖς πρὸς ἄλλα τέ τινα καὶ πρὸς τὸ ἀναβάλλειν καὶ μοχλεῦσαι ἥλους χρῶνται.
[147] τοξεύματα· βέλη.
τορνεύματα· ξύσματα.
τροφείς· εὔτροφος, παχύς.
τροφιῶδες· ἔχον ἐμφερόμενά τινα πεπηγότα παρὰ τὸ τρέφεσθαι. ὅ ἐστι τὸ πήγνυσθαι.
τροχοί· δρόμοι.
τρυχνοῦν· καταπονεῖν, ἰσχναίνειν.
τρώειν· τιτρώσκειν, ἀποσχάζειν, ὡς ἐν τῷ δευτέρῳ τῶν γυναικείων.
τρωθῇ· βλαβῇ, κακωθῇ, καὶ τρῶμα ἡ βλάβη.
τρώσκεσθαι· ἐκτιτρώσκειν.
τρωκτοῖσιν· ὠμοῖς ἐσθιομένοις.
τύρσιν· πύργον καὶ μάλιστα τὸν ἐν τοῖς τείχεσι.
τυφώδης· ἐνεὸς, καθεζόμενος.
τυφωμανίη· μικτὸν ἐκ φρενίτιδος καὶ ληθάργου πάθημα.
[148] Υ.
Ὑβοί· κυρτοὶ καὶ ὕβωμα τὸ κύρτωμα.
ὑδαταινούσῃσιν· ὑδερώδεσιν ἢ ἐξυδατούσαις τὸ αἷμα καὶ ὑδατώδη καθαιρομέναις.
ὑδατόχλοα· ὡσεὶ καὶ ὑδατόχλωρα ἔλεγε.
ὑδατώδεας· ὑδρωπικάς.
ὕδριον· ἡ μικρὰ ὑδρία ὑποκοριστικῶς.
ὕδρωψ· Διοσκουρίδης ἐν δευτέρῳ τῶν ἐπιδημιῶν ὀξυτόνως ἀναγινώσκει καὶ δηλοῦσθαί φησι τὸν ὑδροποειδῆ.
ὑπάλειπτρον· ἐλασμάτιον ᾧ ἄν τις ὑπαλείψαιτο τοὺς ὀφθαλμούς.
ὑπάλειπτον· ἔγχριστον φάρμακον.
ὑπεζύγωται· ὑπέζευκται.
ὑπιλληθέωσιν· ὑποσυστραφῶσιν.
ὑπέρινος· ὁ ὑπερκεκαθαρμένος ἄνθρωπος, καὶ αὕτη ὑπερίνησις. οὕτως γοῦν ἐξηγήσαντό τινες καὶ τὸ ὑπερίνος [149] ἰσχναίνει. δοκεῖ δὲ καὶ τὸ μακρόπνους καὶ τὸ βραχύπνους διχῶς ὡσαύτως λέγεσθαι.
ὑπερτονεῖ· ὑπερτείνεται.
ὑπερυδρόν· ἄγαν πλήρη τοῦ παρακεχυμένου ὕδατος.
ὑπερχολήσει· πολλῆς πληρώσει χολῆς.
ὑπερψύχθη· μετρίως ὑπανῆλθε τῆς πυρεκτικῆς θερμότητος.
ὑπνοῦσα· ὑπνωτικῶς ἔχουσα, ὕπνῳ κοιμωμένη.
ὑπολείβεται· ὑποστάζει, ὑποῤῥεῖ.
ὕπομβρον· ὕφυγρον, ὑπόπυον.
ὑπομύσαρα· δυσώδη καὶ ἄξια τοῦ μυσάττεσθαι.
ὑπονησαμένη· ὑποκολυμβήσασα, ὑπελθοῦσα.
ὑπόξηρα· ὑπόκοιλα, ταπεινότερα.
ὑπόξυρος· γρυπὸς τὴν ῥῖνα, διὰ τὸ ταπεινότερα τὰ πέριξ εἶναι τοῦ ὑψώματος.
ὑποξύρους· ταπεινοτέρας, προσεσταλμένας. εἴρηται δὲ ἐπὶ γαστέρων ἐν τῷ μείζονι προῤῥητικῷ.
ὑπόσφαγμα· ὅλου τοῦ μέλανος τῆς σηπίας τὸ οἷον ὑπότρυγον.
[150] ὑποτροπή· οὐ μόνον ἡ ὑποστροφὴ, ἀλλὰ καὶ ἡ ἐναλλὰξ μεταβολὴ, ὥσπερ ὅταν εἴπῃ κωματώδης ἐν ὑποτροπῇ.
ὑποψέφαρα· ζοφοειδῆ, ὑπομέλανα.
ὑποψάφαρα· τραχύτερα. τὸ γὰρ ψαφαρὸν ἔγκειται τῷ ὀνόματι.
ὑπωμείη· τὸ ὑποκείμενον ἂν οὕτω λέγοιτο ἤτοι τῇ ἐπωμίδι ἢ καὶ τῷ ὤμῳ.
ὑφύδρους· τοὺς ὑδεριῶντας.
Φ.
Φαγεδαίνῃ· ἕλκει ἀναβιβρωσκομένῳ.
φαίνηται· σημαίνει καὶ τὸ διαφανὲς ἐν τῷ πυρὶ γίνηται, ὡς ἐν τῷ δευτέρῳ τῶν γυναικείων.
φαλαρά· τὰ στρογγύλα μετὰ λειότητος.
φαρκιδῶδες· ῥυτιδῶδες.
φαύσιγες· κυρίως μὲν οἱ ἀπὸ τοῦ πυρὸς ἐν ταῖς κνήμαις ἐπανιστάμενοι κύκλοι ἐρυθροί. καταχρηστικῶς δὲ καὶ οἱ λοιποί.
φέρβεται· βιβρώσκει, καταναλίσκει.
[151] φήρεα· αἱ περιμήκεις ὑπὸ τὰ ὦτα ἀδενώδεις ἐξοχαὶ, οἵας καὶ οἱ σάτυροι ἔχουσιν. ἔνιοι δὲ καὶ φῆρες καὶ θῆρες καλοῦνται, ἵν' ᾖ οἷον φηρεακτικῶς εἰρημένον.
φθίνει· δηλοῖ συντήκεται, ἰχναίνεται, μειοῦται, ἀτροφεῖ.
φθόεις· τροχίσκους.
φιάρην· λαμπρὸν ὑπὸ ὑγρότητος.
φιβάλιος· εἶδος συκῆς.
φιλεταίριος· ἣν καὶ ἀπαρίνην ὀνομάζουσι.
φιλίστιον· τὸ αὐτὸ καὶ τοῦτο ἔοικεν εἶναι τῇ ἀπαρίνῃ καὶ φιλεταιρίῳ.
φλάζουσιν· ἀσαφῶς καὶ ἀδιαρθρώτως φθέγγονται, πεποίηται τοὔνομα.
φλεβοτομίαν· οὐ μόνον τοῦ συνήθους τοῦτο, ἀλλὰ καὶ τὴν ἄλλην ὁπωσοῦν διῃρημένην τῶν φλεβῶν κένωσιν τοῦ αἵματος καὶ τὸ φλεβοτομηθῆναι ὡσαύτως.
φλέγμα· οὐ μόνον τὸν χυμὸν τοῦτον τὸν λευκὸν καὶ ψυχρὸν, ἀλλὰ καὶ τὴν φλόγωσιν δηλοῖ.
[152] φλεγυρόν· πυρῶδες, τὸ οἷον φλέγον.
φλεδονώδεα· φλύαρον, φλεδόνες γὰρ αἱ φλυαρίαι.
φλέου· φλογμῶδές τί ἐστι τοῦτο καὶ παπυρῶδες φυτὸν, ὅπερ καὶ πλεκόμενον περιτίθεται τοῖς ἐλαιηροῖς κεραμίοις.
φληνύουσα· φλυαροῦσα.
φληναφώδεις· φλύαροι.
φλιάς· ξύλα ὀρθὰ καταντικρὺ πεπηγότα, καθάπερ καὶ αἱ τῶν νεύρων φλιαί.
φλογεαί· ἐρυθραί.
φλογιᾷ ἢ φλογεῖται· πυροῦται μετὰ ἐρυθρήματος.
φλυδᾷ· ὑγραίνεται, μυδᾷ.
φλυδαρήν· ὑγράν.
φλύεται· ὑγραίνεται.
φλυζούσησι· βλυούσαις.
φλυζάκια· ψυδράκια.
φλύσιος· ἐξανθήσεως τῆς ἐπὶ πλεονεξίᾳ γινομένης τοῦ κατὰ τὸ σῶμα ὑγροῦ.
[153] φοινίκινος· ἀπὸ τοῦ χρώματος οὕτως εἰρῆσθαι τὴν ἐλεφαντίασιν ὑπονοήσειεν ἄν τις.
φοινικίη νόσος· ἡ κατὰ φοινίκην καὶ κατὰ τὰ ἄλλα ἀνατολικὰ μέρη πλεονάζουσα, δηλοῦσθαι δὲ κἀνταῦθα δοκεῖ ἡ ἐλεφαντίασις.
φολλικώδεα· τὰ οἱονεὶ θυλακώδεα καὶ σομφά.
φονᾷ· φονεῦσαι ἐπιθυμεῖ.
φορίνη· δέρμα.
φόρος· εὐσύλληπτος.
φορύξαντες· φυράσαντες.
φύλλα· τὰ κηπαῖα καὶ βοτανώδη χλωρὰ ἡδύσματα.
φύλλια· ἡδύσματα κηπαῖα, ἃ τοῖς ὠνουμένοις τὰ λάχανα προσεπιτιθέασιν, οἷον κορίαννον, ἡδύοσμον, πήγανον, σέλινον.
φύλλον· τὸ τοῦ σιλφίου σπέρμα διὰ τὸ πλατὺ εἶναι, ἐν τῷ δευτέρῳ τῶν γυναικείων. προστίθησι δὲ καὶ αὐτὸς ἐν τῷ λόγῳ ποτὲ μὲν Λιβυκὸν, ποτὲ δὲ Αἰθιοπικόν.
φύσιγγα· τὸ καλούμενον ἐκκαύλημα καὶ μάλιστα τὸ κοῖλον.
[154] φυτάνη· ὁ τοῦ φυτεύειν καιρός.
φυτευτηρίων· τῶν εἰς τὴν γῆν φυτευομένων ξύλων.
φωΐδες· αἱ φαύσιγγες ὑπὲρ ὧν εἴρηται.
φωνὴ περιπνευμονική· ἡ κερχνώδης.
Χ.
Χαλκίτις στυπτηρίη· ἶσον τῇ χαλκίτιδι.
χαραδρωθέωσι· διέκρουν ἔχωσιν.
χαράκτωρι· ὠξυσμένῳ ὑπὸ τοῦ χαρακτῆρος.
χασκῶν· περισπῶν ὁ Διοσκουρίδης ἀναγινώσκει καί φησιν οὕτως εἰρῆσθαι τὰς μήτρας διὰ τὸ ἀνεστομῶσθαι.
χειμίη· ψῦχος, ῥίγος.
χειμίουσα· ψυχομένη, ῥιγῶσα.
χελίσκιον ξηρόν· ὑποκοριστικῶς εἴρηται τὸ χελίσκιον τὸ βραχὺ βηχίον, ξηρὸν δέ ἐστιν, ὅταν μηδὲν ὑγρότητος ἀναχρεμπτομένης εἰς τὸ στόμα παραγίνεται.
χαραδέως· ἀθρόως.
γέγονε δὲ ἀπὸ χαράδρας.
[155] χῆς· καταχέας.
χηλήν· μήλην δίκρουν κατὰ τὸ ἄκρον ἐκτετμημένην ἐμφερῶς χήλῃ.
χήλωμα· τὴν δισχηλῆ γλυφίδα τοῦ βέλους, ᾗ προστιθέασιν ἐν τῷ τοξεύειν τῇ νευρᾷ τὸ βέλος.
χήμην χηραμίδα· τὴν κοιλοτέραν κόγχην καὶ μείζονα.
χλοηροῖσι λαχάνοις· τοῖς κηπαίοις ἡδύσμασι.
χλοιοῦνται· ὡσεὶ καὶ χλωραίνονται ἔλεγε.
χλοῦς· ἡ χλωρότης.
χλοῶδες· χλωρόν.
χλώρασμα· χλωρότης λαμπρὸν διαυγουμένη καὶ ἐπὶ τὸ ὑδαρῶδες ῥέπουσα.
χολήϊον· χολῆς ἀγωγόν.
χυτλάζηται· ὡσεὶ καὶ κλύζηται ἔλεγε.
χυτριδέαν· χύτραν.
χύτρινον· χύτραν.
χολεύσειεν· ἀνάπηρον κατά τι τῶν ἄρθρων ποιήσειεν.
[156] Ψ.
Ψάγδας· εἶδός τι μύρου.
ψαίρειν· ἐννήχεσθαι, προσψαύειν.
ψαιστὴν μᾶζαν· τὴν ἐν μέλιτι καὶ ἐλαίῳ πεφυραμένην, ὅτι καὶ τὰ ψαιστὰ οὕτως δεύεται.
ψαφαρόν· ψαθυρόν.
ψέφαρα· ψοφοειδῆ μελανειδοῦντα, ψέφος γὰρ τὸ σκότος.
ψόφου καθαπτόμενοι· ψόφου ῥᾳδίως αἰσθανόμενοι καὶ μέντοι καὶ πτοούμενοι ὡσεὶ καὶ ψοφώδεις ἔλεγεν.
Ω.
Ὤδει ἐπὶ τοῦ κακοῦ· Ἀρκεσιλάῳ δὲ καὶ κακὸν ᾤδει, δηλονότι χωρὶς τοῦ ι γράφεται οὐχ, ὡς τὸ μετ' αὐτὸ σὺν τῷ ι.
ᾠδεῖ· οἰδαίνει, δῆλον δὲ ὡς σὺν τῷ ι τοῦτο γράφεται, ὅτι καὶ τὸ οἰδεῖν.
ὠμήλυσιν· τὰ ἀπὸ τῶν ἀφρύκτων κριθῶν ἄλφιτά τε καὶ ἄλευρα· τὸ γὰρ οἷον ὠμὸν ἄλευρον κυρίως φασὶν ὠμήλυσιν [157] ὀνομάζεσθαι, καταχρηστικώτερον δὲ καὶ τὸ ἄλλο πᾶν ἄλευρον.
ὠρεόντων· φροντιζόντων, ὅτι καὶ ἡ φροντὶς ὤρα.
ὥρου· ἐνιαυτῷ.
ὤρουσαν· ὥρμησεν.
ὠτειλάς· οὐ μόνον τὰς οὐλὰς, ἀλλὰ καὶ τὰ ἕλκη.
ὠχέτευται· ἐκρύσεις καὶ διεξόδους κέκτηται.