47475 2312 16 92 27 0 II d. C. Medicina Galenus In Hippocratis prorrheticum I commentaria III Diels, H., Leipzig, Teubner, 1915. 91

Galenus - In Hippocratis prorrheticum I commentaria III

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΟΡΡΗΤΙΚΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ.

[489]   *  *  *  * οὐ μὴν οὐδὲ τὴν Ἡροφίλου νομοθεσίαν ἀποδεκτέον ἐπιχειροῦντος διωρίσθαι πρόγνωσιν προρρήσεως τῷ βεβαίῳ τε καὶ οὐ βεβαίῳ· καὶ γὰρ καὶ προγινώσκομεν ἑκατέρως καὶ προλέγομεν, ὥσπερ καὶ τἆλλα πάντα κατὰ πάσας τὰς τέχνας. ὄμβρους γοῦν καὶ αὐχμοὺς καὶ κρύος καὶ θάλπος ἀνέμους τε καὶ νηνεμίας ἔκ τινων σημείων προγινώσκουσιν καὶ κυβερνῆται καὶ γεωργοί, καὶ ποτὲ μὲν ἀκριβῶς τε καὶ βεβαίως, [490] ποτὲ δ' ἄχρι πιθανῆς ἐλπίδος. καὶ γέγραπται περὶ τῶν τοιούτων σημείων ἄλλοις τε πολλοῖς καὶ Ἀράτῳ κατὰ τὰ τελευταῖα τοῦ τῶν Φαινομένων βιβλίου. πῶς δ' ἂν δύναιτό τις ἑτέρως προειπεῖν ὁτιοῦν ὡς ἐσόμενον ἄνευ τοῦ πρότερον αὐτὸς γνῶναι; τοῦτο γοῦν αὐτὸ καὶ Ἱπποκράτης ἐδήλωσεν ἐν ἀρχῇ τοῦ Προγνωστικοῦ γράψας ὧδε· προγινώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσιν. ἀλλ' ἡ μὲν πρόγνωσις ἐν ταῖς ψυχαῖς ἡμῶν, ἡ δὲ τῶν προγνωσθέντων τοῖς πολλοῖς πρόρρησις διὰ τῆς φωνῆς γίνεται, καὶ δῆλον ὡς οὐκ ἄλλα μὲν ἐν τῇ ψυχῇ δοξάζομεν, ἄλλα δὲ προλέγομεν.

   ἀλλὰ γάρ, ὅπως ἂν ἔχῃ τὰ τῆς ἐπιγραφῆς τοῦ βιβλίου καταλιπόντες ἑτέροις ἐπιζητεῖν, ὅσοι τῶν ἔργων τῆς τέχνης οὐ πάνυ τι πεφροντίκασιν, αὐτοὶ τῶν γεγραμμένων κατὰ τὸ βιβλίον ἕκαστον ἐπισκεψώμεθα, καθότι κἀπὶ τῶν ἄλλων ἐποιήσαμεν ἃ προεξηγησάμεθα, τοῖς μὲν διορισμούς τινας ἀναγκαίους προστιθέντες οὐκ εἰρημένους ὑπὸ τοῦ γράψαντος, ἔνια δὲ δεικνύντες ὡς οὐκ ἔστι καθόλου, κἂν τῷ χαρακτῆρι τῆς λέξεως ὡς περὶ τοιούτων ὁ συγγραφεὺς φαίνηται διαλεγόμενος.

[491]    Οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες ἆρά γε φρενιτικοί εἰσιν; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ ἢν τεταρταίοισιν ἀρχομένοισιν.

   Τὰ πλεῖστα τῶν παλαιῶν ἀντιγράφων οὐκ ἔχει προσκείμενον τῷ φρενιτικοὶ τὸ εἰσίν. διὸ καὶ ζήτησις ἐγένετο, πότερον ἤδη φρενιτικούς τις ὀνομάσει τοὺς οὕτως ἔχοντας ἢ γενήσεσθαι προσδοκήσει. προσκειμένου μέντοι τοῦ εἰσὶ καὶ γεγραμμένης ὁμοῦ τῆς λέξεως ἆρά γε φρενιτικοί εἰσιν; ἡ ζήτησίς ἐστιν, πότερον εἰσὶν ἢ οὐκ εἰσὶν οἱ οὕτως ἔχοντες ἤδη φρενιτικοί.

   ταύτῃ δὲ τῇ ζητήσει καὶ ἄλλη τις οὐ σμικρὰ συνάπτεται ζήτησις, ἣν καὶ περὶ τῆς ἀρχῆς τῶν πυρεκτικῶν παροξυσμῶν ἐποιήσαντο. καὶ γὰρ ἐν ἐκείνοις εὔλογον εἶναι φαίνεται μὴ τὸν ἐσόμενον ὕστερόν ποτε παροξυσμὸν προγινώσκειν ἡμᾶς, ἀλλὰ τὸν ἀρχόμενον ἤδη διαγινώσκειν [492] ἐκ τῆς τῶν σφυγμῶν ἀλλοιώσεως, ἐπεὶ δὲ οὐδέπω μέγεθος ἀξιόλογον εἴληφεν, ὡς καὶ τῷ νοσοῦντι φαίνεσθαι σαφῶς, ἐκείνῳ μὲν ὡς μέλλον τι λέγεσθαι, γινώσκεσθαι δ' ὑφ' ἡμῶν ὡς ἤδη γεγενημένον, ὁμοίου τοῦ πράγματος ὄντος τῇ διαγνώσει τῶν ἄρτι τῆς γῆς ἀνισχόντων φυτῶν, ἃ γεωργὸς μέν τις ἢ διαγνωστικὸς ἁπάντων φυτῶν εὐθέως γνωρίζει, τοῖς δ' ἄλλοις ἄγνωστά ἐστι. πολλάκις γοῦν ὁρῶμεν ἀρούρας ὁμοιοτάτας τὴν βλάστησιν ἐχούσας πόας, ἃς ἡμεῖς μὲν οὐ διαγινώσκομεν, οἱ γεωργοὶ δὲ ἴσασι, τί μὲν ἐξ αὐτῶν ἐστι πόα, τί δὲ πυρὸς ἄρτι γεννώμενος, τί δὲ κριθή, τί δὲ ζειά, τί δὲ τῶν ἄλλων ἕκαστον. οὕτω δὲ κἀπὶ τῶν δένδρων ἔχει· καὶ γὰρ καὶ ταῦτα συμπεπληρωμένα πᾶσι τοῖς οἰκείοις μορίοις ἅπαντες γνωρίζομεν, ἀρχόμενα δὲ φύεσθαι παντάπασιν ὀλίγοις γνωρίζεται.

   τοῦτόν τε οὖν τὸν λόγον ὡς πάνυ πιθανὸν ἀποδεκτέον, ἐφεξῆς δὲ ζητητέον ἐστὶ περὶ τῆς κατὰ τὴν φρενῖτιν ἐννοίας. ἐν γὰρ τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις, ὡς ἐπιδέδεικταί μοι διὰ τῶν εἰς αὐτὰ γεγραμμένων [493] ὑπομνημάτων, ὁ Ἱπποκράτης φαίνεται τὴν ἐν ὀξεῖ πυρετῷ διηνεκῆ παραφροσύνην φρενῖτιν ὀνομάζων. διηνεκῆ δὲ εἶπον, ἐπεὶ ταῖς ἀκμαῖς τῶν σφοδρῶν πυρετῶν ἐνίοτε παραφροσύναι συνεμπίπτουσιν ἐν ταῖς παρακμαῖς εὐθέως παυόμεναι. μαίνεσθαι μὲν γὰρ ὀνομάζουσιν ἅπαντες ἄνθρωποι τοὺς ἄνευ πυρετοῦ παραφρονοῦντας, φρενιτίζειν δὲ τοὺς ἐν πυρετῷ. τὸ δ' ἐν ἀκμῇ σφοδροῦ πυρετοῦ [παραφρονῆσαι] παρακόψαι τε καὶ παραχθῆναι καὶ παραληρῆσαι καὶ αὐτὸ δὴ τοῦτο παραφρονῆσαι καλοῦσιν. φρενῖτιν δ' οὐκ ὀνομάζουσιν ἄνευ τοῦ πυρέττειν καὶ τοῦ διηνεκοῦς τῆς παραφροσύνης. τῷ διηνεκεῖ δὴ τῆς παραφροσύνης, ὅταν ἅμα πυρετῷ γένηται, τὴν φρενῖτιν γνωριοῦμεν. οὐδὲν δὲ ἧττον ἐροῦμεν εἶναι φρενιτικούς, ὅσοι κωματώδεις ὄντες οὐ σωφρονοῦσιν, ἀλλὰ παράφορά τε φθέγγονται καὶ πρὸς τῶν παρόντων διεγερθέντες ἐκτεθαμβημένοις ἐοίκασιν. οὕτω γοῦν κἀν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἔφη· οὐδ' ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς ὥσπερ ἐπ' ἄλλων, ἀλλ' ἄλλῃ τινὶ νωθρῇ καταφορῇ καρηβαρέες ἀπώλοντο. καὶ [494] τοῦτον οὖν τὸν λόγον ἐγὼ ὡς πιθανώτατον προσδέχομαι καὶ καλεῖσθαι πάντας ὑφ' Ἱπποκράτους ἡγοῦμαι φρενιτικούς, ὅσοι τὰς φρένας βεβλαμμένοι διηνεκῶς εἰσιν ὥσπερ οἱ μαινόμενοι, μόνῳ τῷ πυρέττειν αὐτῶν διαφέροντες. ἐπεὶ δ' ὡς τὰ πολλὰ τούτοις ὑπάρχει καὶ τῶν βλεφάρων ἀνεῳγότων ἀγρυπνεῖν, οἱ πλεῖστοι τῶν ἰατρῶν ἐν τοῖς παθογνωμονικοῖς φρενίτιδος καὶ τὴν τοιαύτην ἀγρυπνίαν ἔγραψαν. εἶπον δὲ τοιαύτην, ἐπεὶ καὶ μετὰ κώματος ἀγρυπνίαι γίνονται, καθάπερ αὐτὸς ἐδήλωσεν ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν εἰπών· ἦν δὲ ἢ τὸ κῶμα συνεχές, οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι, ὡς εἶναι τὸ κῶμα τὴν εἰς ὕπνον καταφορὰν οὐ δυναμένων τῶν ἐχομένων τῷ συμπτώματι τὰ τῶν ἐγρηγορότων πράττειν, ἀλλὰ κλείειν τε τὰ βλέφαρα δεομένων ἐλπιζόντων τε κοιμηθήσεσθαι. συμβαίνει δ' ἐνίοτε τούτων τισὶν μὴ δύνασθαι κοιμηθῆναι, κλεισθέντων τῶν βλεφάρων, ἀλλ' ἀγρυπνεῖν ἐπὶ πλεῖστον, ὅπερ ὠνόμασεν ὁ Ἱπποκράτης οὐχ ὑπνῶδες [495] κῶμα. περὶ μὲν οὖν τοῦ κατὰ κῶμα σημαινομένου βιβλίον ὅλον ἔχεις ἡμέτερον, ἐν ᾧ διὰ πλειόνων μαρτυριῶν ἐπιδέδεικται πᾶσαν ὀνομάζων καταφορὰν ὁ Ἱπποκράτης κῶμα, καὶ νῦν οὐδὲν θαυμαστὸν τοὺς αὐτοὺς ἅμα τε κωματώδεις εἰρῆσθαι καὶ ἀγρυπνοῦντας. ὡς εἴ γε κωματώδεις μὲν ἦσαν, ἀγρυπνίας δὲ χωρίς, οὐδ' ἂν ἐζήτησα, εἰ φρενιτικοὺς ὀνομαστέον αὐτοὺς εἴτε ὄντας ἢ γενησομένους· ἀεὶ γὰρ οὕτως ἄκουέ μου διὰ τὰ προηγούμενα τῆς πρώτης γενέσεως ἁπάντων πραγμάτων, οὐ μόνων τῶν παθῶν. οὐ μὴν οὐδ' εἰ τὰ νευρώδη μέρη κακῶς διέκειτο μετ' ἀγρυπνίας ἐν ἀρχῇ τοῦ νοσήματος, οὐκ ἂν οὐδ' οὕτως ἐζήτησα, εἰ φρενιτικοὺς ὀνομαστέον αὐτούς. οἵ τε γὰρ ἄνευ τῆς ἀγρυπνίας κωματώδεις οὐδ' ὅλως φρενιτικοί, οἵ τε ἄγρυπνοι χωρὶς κώματος, ὅταν ἐν ἀρχῇ τοῦτο πάσχωσι μετὰ τῆς τῶν εἰρημένων μορίων ὀδύνης, ἐξ ἀνάγκης φρενιτικοί. μιχθείσης δ' ἀγρυπνίας τῷ κώματι ἀμφιβολία γίνεται, καὶ διὰ τοῦτο τῷ λόγῳ τὸν ἆρα σύνδεσμον προσέθηκεν, ὃν περισπῶντες τῷ τόνῳ λέγομεν, ὅταν περί τινων πραγμάτων [496] ἀποροῦντες τύχωμεν.

   ὃ δὲ κἀν τοῖς ἐφεξῆς ἐστι μεμνῆσθαι χρήσιμον ἀκούσαντας ἅπαξ, ἀεὶ δεῖ πρόχειρον ἔχειν ἀφορίζοντας τὰ διά τι τῶν ἔξωθεν αἰτίων γεγονότα καὶ τὰ κατὰ τὸν τοῦ νοσήματος λόγον ἐπιφαινόμενα. ἐὰν γὰρ ὁδοιπορήσας τις συντόνως ἢ κατ' ἄλλας τινὰς ἐνεργείας κοπωθεὶς ἢ καὶ σὺν αὐτοῖς ἐκκαυθεὶς ἅμα τε πυρέττειν ἄρξηται καὶ κεφαλὴν ἀλγεῖν καὶ ὀσφὺν καὶ ὑποχόνδριον καὶ τράχηλον, μηδὲν ἐκ τούτων ἔλπιζε μέγα λήψεσθαι γνώρισμα πρὸς διάκρισιν τῶν ἐσομένων ἢ γεννωμένων ἤδη παθῶν. εἰ δ' ἄνευ τῆς ἔξωθεν αἰτίας ὀδύναι τῶν εἰρημένων εἶεν μορίων, εἰ μὲν ἀγρυπνίαι τῷ κάμνοντι χωρὶς καταφορᾶς συμβαίνοιεν, ἔλπιζε παραφρονήσειν αὐτόν· εἰ δὲ μετὰ κώματος, συμβάλλει κατὰ τὸ παρὸν ἀναμένειν ἡμέραν μίαν, ἐν ᾗ τὴν κίνησιν τοῦ νοσήματος διαγνώσῃ. φρενῖτις μὲν γὰρ ἡ ἀκριβὴς καὶ ἄμικτος ἑτέρῳ νοσήματι γίνεται χολῆς ξανθῆς καταλαβούσης τὸν τόπον, ἐν ᾧ τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐστιν· λήθαργος δὲ τὸν αὐτὸν τόπον ὑγράναντός τε [497] καὶ διαβρέξαντος φλέγματος· αἱ γὰρ ἐν ἑτέροις τισὶ μέρεσι δυνάμεναι εἰς συμπάθειαν ἀγαγεῖν τὸν ἐγκέφαλον ἐκ χολῆς καὶ φλέγματος βλάβαι τὸ διηνεκὲς οὐκ ἔχουσιν. ὅταν οὖν ὑπ' ἀμφοτέρων τῶν χυμῶν ἐνοχλεῖσθαι συμβαίνῃ τὸν ἐγκέφαλον, ἐναντία συμπτώματα καταλαμβάνει τὸν ἄνθρωπον, ὡς ἀγρυπνεῖν τε ἅμα καὶ καταφέρεσθαι κατ' ὀλίγον. ὅταν δὲ καὶ καταφέρηται ἅμα καὶ παραφρονῇ, τὴν μικτὴν διάθεσιν διαμένειν αὐτῷ νομιστέον. ἐνίοτε δὲ ἐπὶ θάτερον ἔρρεψεν, ὡς ἤτοι τὴν χολὴν ἢ τὸ φλέγμα νικῆσαι καὶ γενέσθαι τὸν ἄνθρωπον ἤτοι φρενιτικὸν ἀκριβῆ ἢ ληθαργικόν. ἐγὼ μὲν οὖν, ὅταν ἄχρι τέλους ἥ τε παραφροσύνη καὶ τὸ κῶμα διαμείνῃ, μικτὸν ὀνομάζω τοῦτο τὸ πάθος φρενίτιδός τε καὶ ληθάργου. τινὲς δὲ τυφομανίας ἐκάλεσαν, ὡς κἀν τῷ Περὶ νούσων Ἱπποκράτει γέγραπται, κατὰ μέντοι τὸ τρίτον τῶν Ἐπιδημιῶν, ὡς ἔφην ἀρτίως, ἅπαντας ὀνομάζει φρενιτικοὺς ὁ Ἱπποκράτης, ὅσοι διηνεκῶς παραφρονοῦσι πυρέττοντες.

   ὑπόλοιπον δέ ἐστι ζητῆσαι, διὰ τί τῆς ῥήσεως ἀρχόμενος μὲν [498] εἶπεν οἱ κωματώδεες ἐν ἀρχῇσιν, τελευτῶν δὲ πάλιν ἄλλως τε καὶ τεταρταίοισιν ἀρχομένοισι. τὸ γὰρ τῆς ἀρχῆς ὄνομα δηλοῖ μὲν καὶ τὴν πρώτην εἰσβολὴν τοῦ νοσήματος, δηλοῖ δὲ καὶ τὴν ἐν πλάτει νοουμένην ἄχρι τῆς τρίτης ἢ τετάρτης ἡμέρας, δηλοῖ δὲ καὶ τὸν πρῶτον καιρὸν τοῦ νοσήματος, ὅταν εἰς τέσσαρα μέρη διελόντες αὐτὸν εἴπωμεν ἐξ ἀρχῆς τε καὶ ἀναβάσεως ἀκμῆς τε καὶ παρακμῆς συγκεῖσθαι. περὶ μὲν οὖν τοῦ σημαίνεσθαι ταῦτα παρὰ τοῦ τῆς ἀρχῆς ὀνόματος ἐν τῷ πρώτῳ τῶν Περὶ κρίσεων ἐπιδέδεικται. νυνὶ δὲ ἐπισκεψώμεθα, κατὰ ποῖον αὐτῶν σημαινόμενον εἴρηται τοὔνομα. δοκεῖ δέ μοι κατὰ μὲν τὸ πρῶτον μέρος τῆς ῥήσεως ἀρχὴν εἰρηκέναι τὴν κατὰ πλάτος εἰσβολὴν ὅλου τοῦ νοσήματος, ἐπὶ δὲ τῆς τελευτῆς, ἔνθα φησίν ἄλλως τε καὶ τεταρταίοισιν ἀρχομένοισιν, ἄρχεσθαι τηνικαῦτα λέγειν μόνα τὰ προειρημένα συμπτώματα, φθάνοντος ἤδη πυρέττειν ἐκ τεττάρων ἡμερῶν τοῦ νοσοῦντος, ἵν' ἐν τῇ κατὰ πλάτος ἀρχῇ τὴν γένεσιν ἴσχῃ τό τε κῶμα καὶ ἡ ἀγρυπνία καὶ τὰ τῶν νευρωδῶν [499] μορίων ἀλγήματα. κατὰ μὲν γὰρ τὴν πρώτην ἢ δευτέραν ἡμέραν ἐκ πλήθους αἵματος ἔχοντός τινα δριμύτητα δακνώδη δι' ἐπιμιξίαν χολῆς δύναται γενέσθαι κωματώδης τε καὶ ἄγρυπνος ὁ αὐτὸς ἄνθρωπος, ὑπὸ μὲν τοῦ πλήθους τοῦ αἵματος βαρυνομένης τῆς κατὰ τὸν ἐγκέφαλον δυνάμεως, ὑπὸ δὲ τῆς χολῆς ἐρεθιζομένης, ὡς ὑπνοῦν κωλύεσθαι. κατὰ δὲ τὴν τετάρτην ἡμέραν τοῦ πλήθους ἤδη συνῃρημένου καὶ μάλιστα ἐὰν ὁ ἰατρὸς αὐτὸ φθάσῃ κενῶσαι καὶ τῆς δριμύτητος πεπεμμένης, χρὴ ἀμφότερα παύεσθαι τὰ συμπτώματα, καὶ τὸ κῶμα καὶ τὴν ἀγρυπνίαν. ὅταν οὖν ἐν ᾧ χρόνῳ πεπαῦσθαι ἐχρῆν αὐτά, γινόμενα φαίνηται, χολὴν ἢ φλέγμα δηλοῖ κατειληφέναι τὸν ἐγκέφαλον, οὐχ αἵματος πλῆθος.

   εἴρηται δὲ ἐν τῷ Περὶ κρισίμων ἡμερῶν ἡ τῆς τετάρτης δύναμις, ἐξηγουμένων ἡμῶν ἐν αὐτοῖς τὴν Ἱπποκράτους γνώμην, ὥσπερ κἀν τοῖς Εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν· 'ἐπίδηλον' γὰρ εἶναί φησιν αὐτὴν τῆς ἑβδόμης, ὅπερ ἔστι προδηλοῦν πεφυκέναι, ὁποία τις ἡ ἑβδόμη γενήσεται. μοχθηροῦ μὲν οὖν ἐν τῇ τετάρτῃ φανέντος σημείου μοχθηρὰν ἀναγκαῖον ἔσεσθαι καὶ τὴν ἑβδόμην, σωτηρίου δὲ καὶ ἀγαθοῦ [500] καὶ τὴν ἑβδόμην ἀγαθὴν γενήσεσθαι. κατὰ γὰρ τὴν ἀναλογίαν τῆς τοῦ σημείου δυνάμεως τὸ ἧττόν τε καὶ μᾶλλον ἀγαθὴν ἢ κακὴν γενέσθαι τὴν ἑβδόμην ἡμέραν ἀκόλουθον. δέδεικται γὰρ ἐν τῷ Προγνωστικῷ τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον ὀλέθριά τε καὶ σωτήρια τῶν σημείων. καὶ τὴν ἑβδόμην οὖν ἀνὰ λόγον κατὰ τὴν τετάρτην ἤτοι μᾶλλον ἢ ἧττον ἀγαθήν τε καὶ κακὴν γενέσθαι συμβήσεται.

   τῆς οὖν ἀπὸ τῶν ῥινῶν στάξεως οὔσης ἀεὶ κακοῦ σημείου τελειοτάτη κακία δηλοῦται τοῦ νοσήματος, ἐὰν ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γένηται. φαίνεται γὰρ ἐγκεχειρηκέναι μὲν ἡ φύσις ἀπορρίψασθαι τὸ κατὰ τὴν κεφαλὴν ἠθροισμένον πλῆθος, οὐ δεδυνῆσθαι δέ. πρόδηλον δ' ὅτι κάκιστόν ἐστι τὸ γένος τῶν τοιούτων σημείων. καὶ γὰρ ὅσα φύματα καὶ ἐξανθήματα πρὸς τὸ δέρμα τοῦ βάθους ἐξανθήσαντα παλινδρομεῖ, χαλεπώτατα πάντων ἐστί. καὶ οἱ ἀρξάμενοι μὲν ἱδρῶτες, εὐθέως δὲ παυσάμενοι, καὶ οὗτοι μοχθηροί, καὶ τὰ διαχωρήματα δ' ὁμοίως ὅσα τε δι' αἱμορραγιῶν ἢ μήτρας ἐπὶ γυναικῶν κενοῦται. [501] πάντα γὰρ ταῦτα χείρω τῶν μηδ' ὅλως ἐπιφανέντων, ὅταν ἀρξάμενα παύσηται. ἐνίοτε γὰρ συμβαίνει πέττουσαν ἔτι τὰ λυποῦντα τὴν φύσιν οὐδέπω τῆς ἀποκρίσεως αὐτῶν ἔχεσθαι. τῶν δ' ἀρξαμένων μέν, εὐθέως δὲ παυσαμένων ὥσπερ ὁρμή τις ἐμφαίνεται τῆς φύσεως ἐκκρῖναι τὰ λυποῦντα σπευδούσης καὶ οὕτως δι' ἀσθένειαν μὴ δυναμένης ὃ προὔθετο κατεργάσασθαι.

   Κοιλίης περίπλυσις ἐξέρυθρος κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖς προειρημένοις.

   Ὁ μὲν οὖν Ἱπποκράτης ἔν τε τῷ Προγνωστικῷ συγγράμματι τῶν σημείων ἑκάστου διδάσκει τὴν δύναμιν, ἐπὶ τέλει τε τοῦ βιβλίου συμβουλεύει τὰς δυνάμεις τῶν εἰρημένων σημείων 'ἐκλογιζόμενον', ὅπερ ἔστιν ἀλλήλοις παραβάλλοντα, τὴν πρόγνωσιν οὕτω ποιεῖσθαι. τινὰ [502] μὲν γὰρ ὁμοειδῆ τῶν σημείων ἐστίν· ἄκουε δέ μου νῦν οὕτως ὁμοειδῆ λέγοντος, ὡσεὶ καὶ ὁμογενῆ φθάσας εἶπον· ἔνια δὲ οὔτε γένος ἔχει ταὐτὸν οὔτε εἶδος. ὁμοειδῆ μὲν οὖν ἐστιν τὰ καθ' ἕν τι πάθος γιγνόμενα· τὰ μὲν ἀναπτυόμενα τῆς κατὰ πνεύμονα καὶ θώρακα καὶ τραχεῖαν ἀρτηρίαν καὶ λάρυγγα, συνελόντι δὲ φάναι τῶν ἀναπνευστικῶν ὀργάνων, διαθέσεώς ἐστι σημεῖα· τῶν δ' αὐτῶν τούτων ὅσα κἀπὶ τῆς ἀναπνοῆς πλημμελεῖται πρώτως· ἔξωθεν γὰρ αὐτῶν ἐστιν τὰ κατὰ συμπάθειαν. ἐγκεφάλου δὲ καὶ μηνίγγων, ὅπως διάκειται, σημεῖα διὰ μὲν τῶν ἐκκρινομένων, οἷ' ἅττα διὰ μυκτήρων ἢ ὑπερῴας κενοῦται, διὰ δὲ τῶν βεβλαμμένων ἐνεργειῶν ἐν καταφοραῖς ἢ ἀγρυπνίαις ἢ παραφροσύναις ἢ σπασμοῖς ἢ τρόμοις ὅλου τοῦ σώματος. ἐὰν οὖν ἅμα παραφρονῇ καὶ σπᾶταί τις, εὔδηλον ὅτι μείζων ἐστὶν ἡ διάθεσις ἢ εἰ τὸ ἕτερον ἦν μόνον· οὕτω δὲ κἂν δυσπνοῶν εὐθὺς καὶ πτύῃ μέλανα.

[503] καὶ ταῦτα μὲν οὖν ἴσως οὐκ ἄν τις ὀρθῶς ἀλλήλοις ἐπιπλέκοι διὰ τῆς ἐν βιβλίοις διδασκαλίας. ἀρκεῖ γὰρ ἑκάστου τὴν δύναμιν εἰπεῖν ἐπιτρέψαντα τῷ μανθάνοντι σκοπεῖσθαι πάντα ἐπὶ τῶν ἀρρώστων. ἡ δὲ τῶν ἑτερογενῶν σημείων ἐπιπλοκὴ παντάπασιν ἄχρηστος ἐν βιβλίοις τε γραφομένη καὶ διὰ τῆς ἐν τοῖς λόγοις συνουσίας εἰς γυμνασίαν ἥκουσα. μετὰ γὰρ τὴν τῶν ἁπλῶν ἑκάστου δύναμιν ὁρισθεῖσαν ἀρκεῖ μόνον ἐφεξῆς ἅπαξ εἰπεῖν, ὅπερ εἶπεν ὁ Ἱπποκράτης, ὡς ἐκλογίζεσθαι δεῖ τῶν σημείων τὰς δυνάμεις καὶ παραβάλλειν ἀλλήλοις εἰς τὴν περὶ τῶν καμνόντων ἀπόφασιν. ἐὰν δέ τις εἰπὼν κακὸν εἶναι σημεῖον οὖρα μέλανα προσθῇ τούτῳ κάκιον εἶναι, κἂν πτύῃ μέλανα, καὶ τούτου πάλιν ἐφεξῆς φήσῃ, κἂν διαχωρήσῃ δὲ μέλανα, εἰ δὲ καὶ κατ' ἀρχάς, ἔτι κάκιον, ἐφεξῆς τε πάλιν ἔτι κάκιον εἶναι φήσῃ τεταρταίῳ συμβῆναι τοῦτο, προσθῇ δὲ τούτοις καὶ τὸ κατ' ἀρχὴν τοῦ Προγνωστικοῦ γεγραμμένον καὶ τὸ πρόσωπον 'νεκρῶδεσ' ὅπερ ἰδίως ὀνομάζουσιν οἱ ἰατροί, ματαίαν ἐπιπλοκὴν γράψει σημείων. οὐδεὶς γὰρ οὕτως ἐστὶν [504] ἀδιανόητος, ὡς μὴ νοεῖν ἧττον μὲν ἔχειν κακῶς, ᾧ περὶ πνεύμονα μόνον ἢ θώρακα διάθεσίς ἐστι νοσώδης, ᾧ δ' ἐν ἀμφοτέροις, χεῖρον, ᾧ δὲ πρὸς τούτοις καὶ κατὰ γαστέρα, μᾶλλον, εἰ δὲ καὶ καθ' ἧπαρ ἢ ἐγκέφαλον, ἔτι καὶ μᾶλλον. ἅπερ οὖν ἅπαντες νοοῦσιν καὶ χωρὶς τοῦ γραφῆναι, μάτην ταῦτα γράφεται, πλὴν εἰ χάρτας τις ἢ χρόνον ἀπολλύναι βούλεται. τούτου μὲν οὖν ἀεί μοι μέμνησο. πρὸς δὲ τὸ προκείμενον ἐπανέλθωμεν.

   τοῖς κεφαλὴν ὀδυνωμένοις ὀσφύος μὲν ἀλγήματα καὶ τραχήλου καὶ ὑποχονδρίου προσθεῖναι λόγον ἔχει. πλειόνων γὰρ ὁμοειδῶν σημείων γενομένων ἅμα, οὐ μόνον τὸ τῆς διαθέσεως εἶδος ἢ γένος ἀσφαλέστερον, ἀλλὰ καὶ τὸ μέγεθος αὐτῆς γνωσθήσεται. προστεθέντος δὲ κώματος ἅμα παραφροσύνῃ καὶ αὐτῶν ἐνδεικνυμένων τὰ κατὰ τὸν ἐγκέφαλον ἔχειν κακῶς, ἥ θ' ἡμετέρα γνῶσις ἀσφαλεστέρα γενήσεται καὶ ἡ διάθεσις μείζων φανεῖται. προσελθούσης δὲ τῆς ἀπὸ ῥινῶν στάξεως οὐκ ἀσφαλεστέραν ἂν ἔτι φαίην ‹τὴν› διάγνωσιν εἶναι, ἀλλ' ἐπιστημονικὴν καὶ βεβαίαν, ἐνδεικνυμένων τῶν σημείων νενικῆσθαι τὴν [505] κατὰ τὸν ἐγκέφαλον δύναμιν ὑπὸ τοῦ νοσήματος. εἰ δὲ καὶ τὸ τῆς τετάρτης ἡμέρας προστεθείη, βεβαιότατα ἂν οὕτως εἰδείημεν ἐν μεγάλῃ μὲν εἶναι διαθέσει τὸν ἐγκέφαλον, ὀλεθρίως δὲ τὸν ἄνθρωπον ἔχειν. ἐὰν δέ τις τούτοις προσθῇ ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος, ὀλέθριον μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖς προειρημένοις, ἀληθὲς μέν τι φήσει, περιττὸν δὲ πρὸς τὴν ἐν συγγράμμασι διδασκαλίαν, ὥσπερ εἰ καὶ τούτοις προσθείη μέλανα πτύσματα· κακὰ μὲν γὰρ καὶ ταῦτα, διαθέσεως δ' ἄλλης ἐστὶ παρὰ τὰς προειρημένας γνωρίσματα, καθάπερ καὶ τὰ οὖρα. καὶ γὰρ καὶ ταῦτα μελαινόμενα φαῦλόν ἐστι σημεῖον, ἀλλ' ἑτέραν διάθεσιν ἐνδείκνυται.

   κατὰ μὲν οὖν τὸ Προγνωστικὸν ἑκάστου τῶν σημείων ἡ δύναμις ἰδίᾳ δηλοῦται καὶ σύνοδος αὐτῶν ἐνίοτε γέγραπται μίαν ἐνδεικνυμένων διάθεσιν, ὡς ἐν ἀρχῇ μὲν ἐπὶ τοῦ νεκρώδους προσώπου, κατωτέρω δὲ ἐπί τε τῶν ἐμπυημάτων καὶ ἐπὶ ὑδέρων καί τινων ἄλλων. ἐνταυθοῖ δὲ πολλάκις ἐν μιᾷ συνδρομῇ τῶν ἑτερογενῶν ἐπιπλέκεται πολλὰ [506] περιττῶς. ἐξέρυθρος οὖν περίπλυσις ἐν ταῖς ἡπατικαῖς διαθέσεσι γιγνομένη κακῶς ἔζευκται νῦν τοῖς κατὰ τὸν ἐγκέφαλον. ἔστι μὲν οὖν καὶ αὐτὴ καθ' αὑτὴν οὐκ ἀγαθὸν σημεῖον ἀρρωστίαν ἥπατος ἐνδεικνυμένη, προστεθεῖσα δὲ τῷ κατὰ τὸν ἐγκέφαλον πάθει κατὰ δύο διαθέσεις ἰσχυρὰς ἐνδείξεται τὸν ἄνθρωπον κινδυνεύειν. ἀλλὰ τί τοῦτο; καὶ γὰρ ἐὰν πλευρῖτις καὶ περιπνευμονία καθ' ἕνα γένηται χρόνον, ἐπικινδυνότερόν ἐστιν ἢ εἰ θάτερον ἐξ αὐτῶν μόνον ἐγεγόνει, κἂν δυσεντερικὸς ἐπὶ τούτοις ὁ αὐτὸς ἄνθρωπος γένηται ἔτι, κἂν ὁτιοῦν ἄλλο σὺν αὐτοῖς πάθῃ. ἀλλ' οὐδεὶς ἐν συγγράμματι τοιαύτας ἐπιπλοκὰς διδάσκει.

   περιπλύσεις δὲ ὀνομάζει κοιλίας τὰς τῶν λεπτῶν κατὰ τὴν σύστασιν ὑγρῶν διαχωρήσεις, ὡσεὶ καὶ πλύνας τις ὕδατι κοιλίαν ᾑμαγμένην ἐξέχει τὸ ὕδωρ. οὕτω δὲ καὶ χολώδης λέγεται περίπλυσις, ὅταν, οἷον ἂν ἐξ ὕδατος ἐγένετο καὶ χολῆς ὀλίγης μιχθέντων, τοιοῦτον φαίνηται διαχωρούμενον. ἀρρωστίᾳ δὲ τῆς καθεκτικῆς δυνάμεως τοῦ ἥπατος, ὡς τὰ πολλὰ δὲ σὺν αὐτῇ καὶ τῆς αἱματοποιητικῆς, τὸ σύμπτωμα [507] τοῦτο γίνεται τοῖς ἐμουμένοις περιττώμασιν ἀνὰ λόγον. ὅταν μὲν γὰρ ἡ κατὰ τὴν γαστέρα πέψις ἀμέμπτως γίνηται, τοιοῦτον οὐδὲν ἕπεται σύμπτωμα· βαρυνθείσης δὲ ὑπὸ πλήθους ἢ διαφθορᾶς αὐτῆς ἢ καὶ περιττῶν ὑγρῶν ὑπολειφθέντων ἐν τῷ στόματι τῆς κοιλίας οὐ πάνυ τι χρηστῶν, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν ἐξορμῶσα τοὺς ἐμέτους ἐργάζεται. τοιοῦτον δή τι καὶ κατὰ τὴν τοῦ αἵματος γένεσιν ἐν ἥπατι συμβαίνει. καὶ διὰ τοῦτο ποτὲ μὲν αἱματώδεις γίνονται διαχωρήσεις, ἐνίοτε δ' ἐξέρυθροι περιπλύσεις, ἐξ αὐτοῦ τοῦ ἥπατος ὑδατώδους ἅμα καὶ αἱματώδους ἰχῶρος εἰς τὴν γαστέρα συρρέοντος ἢ βραχέος αἵματος δριμέος καὶ δακνώδους ὡς ἂν ἡμιπέπτου λεπτοῖς καὶ ὑδατώδεσιν ὑγροῖς ἀναμεμιγμένου καὶ χρωννύντος αὐτάς.

   Αἱ δασεῖαι γλῶσσαι καὶ κατάξηροι φρενιτικαί.

[508]    Ἄμεινον ἦν 'τραχεῖαι' γεγράφθαι. σύμφυτον γὰρ ἐχούσης ὑγρότητα τῆς γλώττης τὴν ἐκ τῶν σιαλοχόων ὀνομαζομένων ἀγγείων τε καὶ ἀδένων ἡ μὲν πρώτη ταύτης ἔνδεια δασεῖαν αὐτήν, ἡ δ' ἐπὶ πλέον τραχεῖαν ἐργάζεται, ἡ δ' ἀμετροτέρα ξηρότης ῥήγνυσιν αὐτήν, ὥσπερ τὴν λιπαρὰν γῆν ὁ πολυχρόνιος αὐχμός. οὔκουν οἷόν τε κατάξηρον ἅμα καὶ δασεῖαν εἶναι τὴν γλῶτταν. ἀλλ' ἄμεινον, ὡς ἔφην, γεγράφθαι τραχεῖαν, ὥστε δυοῖν θάτερον, ἢ αὐτὸς ὁ συγγραφεὺς ἀμελῶς ἡρμήνευσεν ἢ ὁ πρῶτος ἐκγραφόμενος τὴν ῥῆσιν ἥμαρτεν. ἀλλά γε ἡ τοιαύτη γλῶττα ξηρότητός ἐστιν ἀμέτρου γνώρισμα· διὸ καὶ τοῖς καυσώδεσι πυρετοῖς ἐπιγίνεται. καὶ ἤρκει τοῦτο διδάξαι τῷ κατὰ τὸν ἐν τῷ Προγνωστικῷ νόμον ἐπὶ τὴν διδασκαλίαν ἀφικνουμένῳ. νοεῖ γὰρ ὁ μανθάνων κατὰ τὸν αὐτὸν λόγον ἔν τε τοῖς τοιούτοις πυρετοῖς γίνεσθαι κἀν τῷ φρενιτικῷ τὴν κατάξηρον γλῶτταν, ἐπειδὴ καὶ τὸ φρενιτικὸν πάθος ὑπὸ τῆς ξανθῆς χολῆς γιγνόμενον θερμὸν καὶ ξηρόν ἐστιν.

[509] ἐμοὶ μὲν οὖν ἄμεινον δοκεῖ τὴν λέξιν ἡμαρτῆσθαι φάναι, καθάπερ καὶ ἄλλας πολλὰς ἐν πολλοῖς τῶν παλαιῶν ἐπεδείξαμεν ἡμαρτημένας τῶν πρὸ ἐμοῦ γεγονότων οὐκ ἰατρῶν μόνον, ἀλλὰ καὶ φιλοσόφων καὶ γραμματικῶν καὶ ῥητόρων.

   ἔνιοι δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπεχείρησαν αὐτῷ βοηθεῖν γλώττας εἰρῆσθαι φάσκοντες δασείας τὰς ποιητικὰς τῆς δασείας φωνῆς. εἶναι γάρ τινάς φασιν οὕτως ὀνομαζομένας φωνάς, ἀφ' ὧν τοὺς φθεγγομένους ἀνθρώπους αὐτὰς δασυστόμους ὀνομάζεσθαι. τὰς οὖν τοιαύτας φωνὰς μετὰ καταξήρου γλώττης φρενιτικὰς εἶναί φασιν, ὥσπερ οὐ δυνηθέντος ἂν εἰρηκέναι τοῦ συγγραφέως 'αἱ δασεῖαι φωναὶ μετὰ καταξήρου γλώττης φρενιτικαί'. τὸ δ' ἀντὶ τῶν φωνῶν γλῶτταν εἰπεῖν ἀλλόκοτόν ἐστιν. οὕτω γὰρ ἄν τις εἴποι καὶ βαρείας καὶ ὀξείας καὶ μεγάλας καὶ μικρὰς γλώττας, ὅταν ὀξεῖαν ἢ βαρεῖαν ἢ μικρὰν ἢ μεγάλην ἐθέλῃ δηλῶσαι φωνήν, πρὸς τῷ μηδ' ἀκηκοέναι μέ τινας ὀνομαζομένας φωνὰς δασείας, ὥσπερ ἤκουσα μελαίνας τε καὶ λευκὰς ἐκ μεταφορᾶς ὀνομαζόντων ἐνίων, ὥστ' οὐδὲ τίνας λέγουσι δασείας [510] οἶδα. τὰς μὲν γὰρ βραγχώδεις καὶ μελαίνας ἐν τοῖς Περὶ φωνῆς ἔδειξα δι' ὑγρότητα τῶν φωνητικῶν ὀργάνων γιγνομένας, τὰς δασείας δέ, εἰ μὲν ἄλλας τινὰς παρὰ ταύτας λέγουσιν, ἐχρῆν ἑρμηνεύειν αὐτούς, εἰ δ' ἐκ τούτων τινάς, δι' ὑγρότητα μᾶλλον, οὐ διὰ ξηρότητα τοιαῦται γίνονται φωναί, καθάπερ ὀξεῖαι καὶ κλαγγώδεις ἐπὶ ξηρότητι τῶν φωνητικῶν ὀργάνων, ἅπερ ἐστὶ τὰ κατὰ τὸν λάρυγγα. τὴν γλῶτταν δὲ οὐ φωνητικόν, ἀλλὰ διαλεκτικὸν ὄργανον ἴσμεν οὖσαν, καὶ διὰ τοῦτο πασχούσης αὐτῆς τραυλίζειν τε καὶ ψελλίζειν συμβαίνει κατὰ τὰς διαλέκτους, οὐ βραγχώδη φωνὴν ἢ μέλαιναν ἴσχειν, οὗ γένους ὑπονοῶ τινας εἶναι νομίζειν ἃς αὐτοὶ καλοῦσι δασείας φωνάς. ἐγὼ μὲν γάρ, ὡς ἔφην, οὐκ ἤκουσα καλοῦντος οὕτως οὐδ' ἑνός, καίτοι πολλῶν ἀκούσας ἰατρῶν λεγόντων δασέα βλέφαρα τὰ τραχύτητα ἔχοντά τινα μετρίως, καθάπερ ἡ δασεῖα γλῶττα. τὰς γὰρ ὁλοκλήρους δασύτητας ἐν τοῖς βλεφάροις οὐκέτι δασύτητας, ἀλλὰ τραχύτητας καλοῦσιν. ἀνὰ λόγον οὖν πάλιν καὶ ταῦτα τῇ κατὰ τὴν γλῶτταν τραχύτητι.

[511]    Τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλανα, ἐναιωρούμενα ἐφιδρῶσι φρενιτικά.

   Σολοικώδεις κατὰ τὴν λέξιν εἰσὶν οὐκ ὀλίγαι τῶν ἐν τούτῳ τῷ βιβλίῳ ῥήσεις, ὡς καὶ διὰ τοῦθ' ὑποπτεύειν αὐτό τινας εὐλόγως Ἱπποκράτους οὐκ εἶναι. διὰ βραχυλογίαν μὲν γὰρ ἀποκεχώρηκε καὶ τὸ Μοχλικὸν τῆς ἰδίας ἑρμηνείας τῶν Ἱπποκράτους βιβλίων τῶν ὁμολογουμένων, οὐ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν Ἀφορισμῶν, καίτοι διὰ βραχυτάτης λέξεως ἑρμηνευομένων κἀκείνων· οὐ μὴν σολοικώδης γέ ἐστιν ἡ ἑρμηνεία κατ' αὐτὸ μετὰ τοῦ καὶ περιγίνεσθαι τῶν ἑρμηνευομένων ὡς λέγειν δεινὸν ὄντα τὸν γεγραφότα τὸ βιβλίον ἐκεῖνο. τουτὶ δὲ τὸ προκείμενον ἡμῖν ἀλλόκοτον ἐν πολλαῖς ῥήσεσιν ἔχει τὴν ἑρμηνείαν, ὥσπερ ἐπὶ τῶν οὔρων ἐν τῇδε τῇ νῦν προκειμένῃ. οὕτω γὰρ ἀκύρως λέλεκται τὸ 'ἐναιωρούμενα γίνεται τὰ οὖρα', τῶν ἐμφερομένων αὐτοῖς ὀνομαζομένων οὕτως, οὐκ αὐτῶν τῶν οὔρων.

[512] διὸ καί τινες ὑπαλλάξαντες τὴν λέξιν οὕτως ἔγραψαν· τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλασιν ἐναιωρούμενα. ἔνι δ' οὖν καὶ κατὰ τήνδε τὴν γραφὴν τὸ σολοικοφανές, κἂν ὅτι μάλιστα δοκῶσιν αὐτὸ φεύγειν ὑπαλλάττοντες τὴν λέξιν· τὸ γὰρ ἐναιωρούμενα φανερῶς ἐπὶ τὰ οὖρα τὴν ἀναφορὰν ἔχει.

   ταῦτα οὖν αὐτὰ καὶ φρενιτικὰ λέγεται, τουτέστιν ἤτοι σημαίνοντα φρενῖτιν ἢ ποιοῦντα. τὸ μὲν οὖν ποιεῖν οὐκ εὔλογον, τὸ δὲ σημαίνειν οὐκ ἄλογον. εἰ δέ, σημαίνει αὐτῇ τῇ ποιούσῃ αἰτίᾳ τὴν φρενῖτιν κατά τι κοινωνεῖν αὐτά. δέδεικται δὲ τὰ μέλανα διὰ τὸν ὀρρὸν τῆς μελαίνης χολῆς τοῖς ὑδατώδεσι συναπερχόμενον περιττώμασι γίνεσθαι. διττὴ δ' ἐστὶν ἡ γένεσις τῆς μελαίνης χολῆς ἤτοι τῆς ξανθῆς ὑπερωπτημένης ἢ τοῦ παχέος αἵματος· ὑπεροπτᾶται δὲ διὰ θερμασίαν ἰσχυράν. εἰκότως οὖν ἔν τε τοῖς καύσοις ὀνομαζομένοις πυρετοῖς οὐρεῖται κἀν ταῖς φρενίτισιν τὰ τοιαῦτα· θερμὰ γὰρ καὶ ξηρὰ τὰ πάθη ταῦτα. χείρω δὲ [513] τῶν οὔρων ἐστὶ τὰ δι' ὅλων αὐτῶν μέλανα τῶν ἐναιώρημα μόνον ἐχόντων μέλαν. ἀλλὰ κατὰ τὴν προκειμένην λέξιν οὐδὲ τοῦτο διήρθρωται σαφῶς, εἴθ' ὅλα λέγει τὰ οὖρα μέλανα εἴτε μόνα τὰ ἐναιωρήματα. βούλεται οὖν ὁ γράψας τὴν προκειμένην ῥῆσιν, ὅστις ἂν ᾖ, τὰ τοιαύτην ἔχοντα χροιὰν οὖρα γινόμενα ταραχώδεσί τε καὶ ἀγρύπνοις φρενῖτιν σημαίνειν, ταραχώδεις ἀκουόντων ἡμῶν τοὺς ἀλόγως ταραττομένους, ὃ γίνεται βεβλαμμένης ἐπ' ὀλίγον τῆς διανοίας. αὐξηθείσης δὲ τῆς ὀλίγης ταύτης βλάβης οὐ ταραχώδεις ἁπλῶς, ἀλλ' ἤδη παραφρονοῦντες λέγονταί τε καὶ γίνονται.

   περὶ δὲ τῆς ἀγρυπνίας τί δεῖ καὶ λέγειν ὡς ἕν τι τῶν φρενιτικῶν ἐστι συμπτωμάτων; ἐκ περιττοῦ δὲ πρόσκειται κατὰ τὴν ῥῆσιν τὸ ἄχροον ἐπὶ τῶν οὔρων· συνεδηλοῦτο γὰρ τῷ μέλασι. τὸ δ' ἐφιδρῶσι δηλοῖ μὲν ἱδρῶτας γίνεσθαι περὶ τὴν κεφαλὴν σημαίνοντας αὐτὴν ὑπὸ πλήθους ἐνοχλεῖσθαι· καὶ εἴη ἂν καὶ ἐν τοῖς ἄλλοις καὶ τοῦτο φρενιτικὸν σημεῖον. ἀκύρως δ' ἡρμήνευται, μὴ δυναμένων ἡμῶν [514] ἐφευρεῖν, τί νοῆσαι δεῖ ἐφιδρῶσι, πότερον οὖρα (πιθανώτατον γοῦν τοῦτο δόξειεν ‹ἂν› ἀκούεσθαι κατὰ τὴν ἀκολουθίαν τῆς ὅλης ἑρμηνείας) ἢ τὰ πεπονθότα σώματα καὶ πρὸς τούτοις ἔτι τὰ πάθη. ὅπως δ' ἄν τις ἀκούῃ, τό γε τῆς ἑρμηνείας ἄκυρον οὐκ ἔστιν ἐκφυγεῖν, ἀλλὰ καταλιπόντες ταύτην, ὅπως ἂν ἔχῃ, περὶ τῶν γεγραμμένων ἐπισκεψώμεθα.

   τὰ μὲν οὖν τῆς ἀγρυπνίας τε καὶ ταραχῆς τῶν καμνόντων ὄντως φρενιτικά, τὰ δὲ τῶν οὔρων τε καὶ τῆς ἐφιδρώσεως οὐδαμῶς. τῶν γὰρ κατὰ τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας χυμῶν ὅπως ἔχουσιν γνωρίσματ' ἐστὶν τὰ οὖρα, τὰ δὲ φρενιτικὰ σημεῖα τὴν περὶ τὸν ἐγκέφαλον ἐνδείκνυται διάθεσιν, ὥσπερ γε καὶ τὰ κατὰ τοὺς ἱδρῶτας ἄλλων μέν τινών ἐστι διαθέσεων γνωρίσματα, περὶ ὧν εἴρηται πολλάκις, οὐ μήν, ὅπως ἔχει τὰ κατὰ τὸν ἐγκέφαλον, ἱκανὰ δηλοῦν ἐστιν.

   ἔνιοι δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐκ τῶν ἐν ταῖς Ἐπιδημίαις γεγραμμένων ἀρρώστων ἐκλέγουσιν τοὺς παραφρονήσαντας, οἷς συνέβη ἴσχειν τι τῶν ἐνταῦθα λεγομένων συμπτωμάτων τε καὶ σημείων ἢ ἐν [515] διαχωρήμασιν ἢ ἐν οὔροις ἢ ἐμέτοις ἢ ἱδρῶσιν ἢ ἐξανθήμασιν ἢ πτύσμασιν ἢ κατά τι μέρος ἐνοχλούντων, ‹μὴ› μέντοι γ' ὄντων φρενιτικῶν τῶν τοιούτων σημείων, ὑπαρχόντων δὲ τοῖς ἀρρώστοις ἐξ ἀνάγκης. ἀδύνατον γὰρ ἦν ἐν αὐτοῖς μηδ' ὅλως εὑρεῖν μὴ ‹οὐ› τοῖον ἢ τοῖον οὐρεῖν· ὡσαύτως δὲ κἀπὶ τῶν διαχωρημάτων καὶ πτυσμάτων καὶ τῶν ἄλλων ἁπάντων. ἐὰν οὖν ἅμα τοῖς φρενιτικοῖς σημείοις ἐπ' ἀρρώστου τινὸς ὀφθῇ διαχώρημα τοῖον ἢ τοῖον ἄλλοτε, κἄπειτα φρενιτικὸς ὁ ἄνθρωπος γένηται, μοχθηρῶς ἄν τις ἀποφαίνοιτο τὰ γενόμενα σημεῖα πάντα φρενίτιδος εἶναι δηλωτικά. δυοῖν γὰρ θάτερον ὑπάρχειν δεῖ τοῖς ἰδίοις τῶν νοσημάτων σημείοις, ἤτοι διὰ παντὸς ἢ μόνοις συμβαίνειν. ὅταν δὲ μήτε μόνοις ὑπάρχῃ μήτε διὰ παντός, οὐκ ἔστιν ἐκείνων ἴδια. καὶ τοίνυν καὶ τὰ φρενιτικὰ σημεῖα βεβαιότατα μέν ἐστιν, ὅσα διὰ παντός τε καὶ μόνοις ὑπάρχει τοῖς φρενιτικοῖς, εἶθ' ἑξῆς ὅσα διὰ παντὸς μέν, ἀλλ' οὐ μόνοις.

   ὑφ' ἡμῶν μὲν οὖν ἐν ταῖς περὶ τούτων πραγματείαις διώρισται ταῦτα καὶ δέδεικται μήτ' ἐν οὔροις μήτ' ἐν διαχωρήμασι μήτ' ἐν ἱδρῶσι [516] μήτ' ἐν πτύσμασι μήτ' ἐν τοῖς ἐμουμένοις φρενιτικὰ γενέσθαι σημεῖα· τοῖς δ' ἐξηγησαμένοις τὸ βιβλίον ὀλίγου δεῖν ἅπασιν ἔθος ἐστίν, ὡς ἔφην, παραγράφειν τοὺς ἐκ τῶν Ἐπιδημιῶν ἀρρώστους οὐ μόνον ἐπὶ τῆς προκειμένης ῥήσεως, ἀλλὰ καὶ τῶν ὁμοίων αὐτῇ πασῶν. διὰ τοῦτ' οὖν αὐτῶν οἱ ζηλωταὶ πολυλόγοι μὲν γίνονται καθ' ἑκάστην ἡμέραν ἐπὶ τῶν ἀρρώστων, ἰδιώταις δὲ ὅμοιοι φαίνονται προγνώσεως ἕνεκα. τὸ γὰρ συνέχον ἐστὶν ἐν ἅπασι τοῖς προγνωστικοῖς τῆς τῶν νοσημάτων ἰδέας σημείοις, ἐν τῇ περὶ τῶν πεπονθότων τόπων μεθόδῳ γεγυμνάσθαι, περὶ ἧς ἰδίᾳ μοι γέγραπται, καθάπερ γε καὶ περὶ τῶν τὰς κρίσεις σημαινόντων, ὧν ἀγύμναστοί τινες ὄντες ἐξηγεῖσθαι τολμῶσιν τὰς τῶν παλαιῶν ἀνδρῶν βίβλους οὐκ εἰδότες, ὅτι τὸν ἀγαθὸν ἐξηγητὴν ἱκανὸν εἶναι χρὴ κρίνειν πρότερον αὐτόν, ὅσα καλῶς ἢ μὴ καλῶς εἶπεν ὁ συγγραφεύς, ἵνα μὴ τοῖς κακῶς εἰρημένοις συναγορεύων ἀγνοίας ἢ φιλονεικίας ἀπενέγκηται δόξαν. ἐπεὶ δὲ οὐ μόνον ἐν αὐτῇ τῇ ῥήσει τῇ νῦν προκειμένῃ παρατίθενται τοὺς ἐκ τῶν Ἐπιδημιῶν ἀρρώστους, [517] ἀλλὰ καὶ δι' ὅλου τοῦ βιβλίου τοῦτο πράττουσιν, ἄμεινον εἶναί μοι δοκεῖ τελέως ὅλον ἐκπληρῶσαι τὸν ἐνεστῶτα λόγον. ἐὰν δέ τις ἄχθηται τῷ μήκει νομίζων τῆς προκειμένης ῥήσεως ἴδιον αὐτόν, οὐ κοινὸν ὑπάρχειν ὅλου τοῦ βιβλίου, παρ' ἡμῶν ἀκούσας, ὡς τοῖς μὲν ἐξηγηταῖς ἐν ἁπάσαις σχεδὸν ταῖς ἐξηγήσεσιν, ἐξ ὧν κακῶς παρατίθενται ῥήσεων, οὐ μόνον μακρός, ἀλλὰ καὶ βλαβερὸς τοῖς μανθάνουσιν ὁ λόγος γίνεται, τὰ δ' ὑπ' ἐμοῦ νῦν ἅπαξ ῥηθέντα χρησιμώτατά ἐστιν καὶ τὴν τῶν μελλόντων ἁπάντων ἐξήγησιν σύντομον ποιεῖται, παύσεται μὲν ἐγκαλῶν τῷ μήκει, χάριν δ' εἴσεταί μοι τῆς τῶν διδαχθέντων ὠφελείας ἕνεκα καὶ τῆς τῶν μελλόντων λεχθήσεσθαι συντομίας. γενήσεται δ' ὁ λόγος ὡς ἐπὶ παραδείγματος τῆς φρενίτιδος, ἁπάντων νοσημάτων κοινὸς ὤν.

   ἐπεὶ τοίνυν πρόκειται μεθόδῳ τὰ φρενιτικὰ σημεῖα πάνθ' εὑρεῖν, ἀπὸ τῆς τοῦ πάθους ἐννοίας ἀρξώμεθα. δέδεικται γὰρ ἐν τοῖς Περὶ ἀποδείξεως ἀρίστη πάντων τῶν ῥηθήσεσθαι μελλόντων ἀρχὴ τοῦ ζητουμένου [518] πράγματος ἡ ἔννοια. φρενῖτιν οὖν ὀνομαζόντων πάντων ἀνθρώπων τὴν τοιαύτην διάθεσιν, ἐν ᾗ τὰς φρένας ὁρῶσι βεβλαμμένας, ἃς δὴ καὶ νοῦν καὶ διάνοιαν ὀνομάζουσιν, εὑρῆσθαι χρὴ πρότερον ἐν ᾧ τοῦ σώματος μορίῳ τὸ φρονοῦν τῆς ψυχῆς ἐστιν. ἐπιδέδεικται δ' ἡμῖν πρῶτον τοῦτο ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων, ὥστε ἀπ' αὐτοῦ νῦν ἀρξάμενοι διὰ κεφαλαίων εἴπωμεν οἷον ἐπιτομήν τινα τῶν ἐν τῇ Περὶ τῶν πεπονθότων τόπων πραγματείᾳ γεγραμμένων. ἀναγκαῖον γὰρ εἶναί φημι τῇ τε βλάβῃ τῶν ἐνεργειῶν τοῦ πεπονθότος μορίου καὶ τοῖς κατ' αὐτὸ φαινομένοις εὑρίσκεσθαι τὴν διάθεσιν ἤτοι γ' ἀρχομένην ἢ συντετελεσμένην. εἴρηται δέ μοι καὶ πρόσθεν, ὡς τὰ τῆς ἀρχομένης γνωρίσματα προγνωστικὰ σημεῖα τῆς ἤδη συμπεπληρωμένης ἐστί. τίνα τοίνυν ἔργα τοῦ ἐγκεφάλου κατὰ φύσιν ἔχοντός ἐστιν ὁ γνοὺς ἐκ τῆς βλάβης αὐτῶν εὑρίσκειν δυνήσεται πρῶτον μὲν ὅτι πέπονθεν, εἶθ' ὁποῖόν τι τὸ πάθος ἐστὶν αὐτό. εὑρέθη δὲ ἡμῖν ταῦτα ἥ τε κατὰ προαίρεσιν ἐνέργεια καὶ διανόησις αἴσθησίς τε καὶ μνήμη.

[519]    τούτων οὖν αἱ βλάβαι τὸν ἐγκέφαλον ἐνδείξονται πάσχοντα τοιοῦτον πάθος, οἷον ἂν εἴη τὸ τῆς βλάβης εἶδος. οἷον αὐτίκα τῶν κατὰ προαίρεσιν ἐνεργειῶν ὄργανα μὲν οἱ μύες εἰσίν· γίνονται δ' αὗται τοῖς διά τε τῶν χειρῶν καὶ σκελῶν ἐνεργοῦσιν καὶ τὴν κεφαλὴν καὶ ῥάχιν κινοῦσιν διαλεγομένοις τε καὶ φωνοῦσιν καὶ ἀναπνέουσιν. ἐδείχθη γὰρ καὶ ἥδε ἡ ἐνέργεια τὴν πρώτην ἀρχὴν τῆς κινήσεως ἔχουσα διὰ τῶν ἀπ' ἐγκεφάλου νεύρων ἐπὶ τοὺς τοῦ θώρακος μῦς ἀφικνουμένων. ὅταν οὖν τις ἐνέργεια τῶν εἰρημένων φαίνηται βεβλαμμένη, ζητητέον ἐστί σοι, πότερον ἴδιον τὸ πάθος ἐστὶ τῶν ἐργαζομένων αὐτὴν μυῶν ἢ διὰ τὴν ἀπὸ τῆς ἀρχῆς ἀφικνουμένην ἐν αὐτοῖς δύναμιν ἡ βλάβη γίγνεται· εἶτ' ἂν εὕρῃς, ὅτι διὰ τὴν ἀπὸ τῆς ἀρχῆς, ὑπόπτευε εὑρεθήσεσθαί τι νόσημα τῆς ἀρχῆς αὐτῆς, ἐὰν ἡ φαινομένη βλάβη μὴ μικρὰ καὶ τὴν αὔξησιν ἀξιόλογον ἔχῃ, οἷον, ἵνα σαφὴς ὁ λόγος γένηται, τῆς ἀναπνοῆς ὑπὸ τῶν κατὰ τὸν θώρακα μυῶν γιγνομένης, ὅταν ἀπαθεῖς ὦσιν οἱ τοιοῦτοι, ζήτησον, μή τι τῶν ἄλλων [520] μορίων πέπονθεν, δι' ὧν τὸ πνεῦμα κατὰ τὰς ἀναπνοὰς εἴσω τε καὶ ἔξω φέρεται, καὶ μηδὲν εὑρὼν ἐκείνων βεβλαμμένον ὑπόπτευε τὸν ἐγκέφαλον πεπονθέναι.

   ἵνα δὲ ἀκριβὴς ὁ διορισμὸς ᾖ, καὶ τὰ συγκινούμενα τῷ θώρακι μόρια συνεπίσκεψαι. δέδεικται γὰρ ἐν τοῖς Περὶ δυσπνοίας καὶ ταῦτα βλάπτοντα τὴν ἀναπνοήν. ἐὰν οὖν ἅπανθ' εὕρῃς αὐτὰ τελέως ἀπαθῆ, τηνικαῦτα τὸ τῆς δυσπνοίας εἶδος ἐπίσκεψαι, τίνα δύναται διάθεσιν ἐνδείξασθαι τῶν κατὰ τὸν ἐγκέφαλον, οἷον, ἵνα πλῆρες ᾖ τὸ παράδειγμα, φησὶν Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ. ὀνομάζει δὲ τὸ διὰ πολλοῦ τοῦτο πνεῦμα καὶ 'ἀραιὸν' αὐτός, ὡς ἐπιδέδεικταί μοι κατὰ τὰ Περὶ δυσπνοίας ὑπομνήματα. τὸ μὲν γὰρ ἀραιὸν ἴδιόν τε ἅμα καὶ ἀχώριστον παραφροσύνης σημεῖον. ἐπιδέδεικται δὲ καὶ κατὰ τὰ τῶν Ἐπιδημιῶν βιβλία, ὡς ἅπαντες οἱ μέγα καὶ ἀραιὸν ἀναπνέοντες παρεφρόνησαν.

[521]    εἰ μὲν οὖν τις ἐν οὔροις ἢ διαχωρήμασιν ἢ πτύσμασιν ἢ ἐμέτοις ἢ ἱδρῶσιν ἤ τινι τῶν ἄλλων δύναται δεῖξαί τι σημεῖον, εἴτε ἰδίᾳ μόνης τῆς παραφροσύνης ἐστὶν ἴδιον ἢ εἰ καὶ μὴ μόνης, ἀλλ' ἀχώριστον αὐτῆς, εἰκότως ‹ἂν› αὐτὸ τοῖς φρενιτικοῖς συναριθμήσειε σημείοις. εἰ δ' οὔτ' ἐκ τῆς τῶν πραγμάτων φύσεως ἀπόδειξιν εἰπεῖν αὐτῷ τινα δυνατόν ἐστιν οὔτ' ἐν τοῖς τῶν Ἐπιδημιῶν δεῖξαι παραφροσύναις ἁπάσαις ἤτοι διὰ παντὸς ὑπάρχον, ἢ εἰ καὶ μὴ διὰ παντός, ἀλλὰ μόναις ὑπάρχον αὐταῖς, οὐκ εὐλόγως τὸ τοιοῦτον σημεῖον ἐν τοῖς φρενιτικοῖς τάττει, τοῦτ' ἔχων ἓν μόνον εἰπεῖν, ὅτι τεθέαταί ποτε φρενιτικοῖς τισιν ὑπάρξαν αὐτό. κατὰ γοῦν τὸν λόγον αὐτῶν τἀναντία τοῖς φρενιτικοῖς νοοῦμεν σημεῖα εἶναι. φέρε γάρ· εἰκὸς ἡμῖν ἑωρᾶσθαι φρενιτικούς, ὧν τοῖς μὲν τὰ κατὰ τὴν κοιλίαν ἐπεσχῆσθαι, τοῖς δὲ ἄλλοις καὶ πλείω τῶν κατὰ φύσιν ἐκκρίνεσθαι (ἔγραψε δή πού τις σὺν τοῖς φρενιτικοῖς σημείοις καὶ τὴν τῆς γαστρὸς ἐπίσχεσιν), εἶτα τούτου μαρτύριον εἶναι νομίζειν τῶν φρενιτισάντων ἐκείνους, οἷς προσεπεσχέθη γαστήρ· προπετοῦς γάρ [522] τινος ἐν ταῖς ἀποφάσεσι γράψαντος ἐπισχεθεῖσαν κοιλίαν φρενιτικὸν εἶναι σημεῖον, ἔνεστιν ἄλλῳ προπετεῖ μὴ μαρτυρεῖν τῷ λόγῳ, φάσκοντι καὶ τούσδε φρενιτικούς, ὧν ἐκταραχθεῖσαν ἐθεάσατο τὴν γαστέρα.

   γράφοντος οὖν Ἱπποκράτους ἐπὶ τῶν Ἐπιδημιῶν ἅπαντα τὰ συμβαίνοντα τοῖς ἀρρώστοις ἀναγκαῖόν ἐστιν ὥσπερ τοῖς φρενιτικοῖς, οὕτω καὶ τοῖς περιπνευμονικοῖς καὶ τοῖς κυναγχικοῖς ἅπασί τε τοῖς ἄλλοις, ἤτοι γ' ἐπισχεθείσης τῆς γαστρὸς ἢ ὑπελθούσης ἐκεῖνον μὲν γράψαι σὺν τοῖς ἰδίοις τῶν παθῶν καὶ ταῦτα, τοὺς δ' ἐξηγητὰς ἡγεῖσθαι τοῦ νοσήματος αὐτὰ εἶναι σημεῖα μὴ γινώσκοντας ἄλλα μὲν εἶναι τὰ παθογνωμονικὰ καὶ προγνωστικὰ νοσήματος ἴδια, ἄλλα δὲ καὶ ἀχώριστα σημεῖα, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφην ἐπὶ τῆς ἀναπνοῆς μεγάλης καὶ ἀραιᾶς γιγνομένης. ὅταν δὲ τούτων μὴ εὐπορῶμεν τῷ μηδ' ἴδιόν τι ζητεῖν ἢ ἀχώριστον τοῦ πάθους γνώρισμα, ἀλλὰ πότερον ὀλεθρίως ἢ σωτηρίως ὁ κάμνων ἔχει, τότε πάντων τῶν κατὰ τὸ σῶμα φαινομένων αὐτῷ σημείων τε καὶ συμπτωμάτων ἡ ἐπίσκεψις ἀναγκαία γίγνεται.

[523] περιέχεται δ' ἐν αὐτοῖς καὶ τὰ τῶν κρίσεων δηλωτικά.

   πάλιν οὖν ἐπ' ἀρχὴν ἀναγαγόντες τὸν λόγον εἴπωμεν, ὡς κατὰ τὴν προκειμένην ῥῆσιν ὁ γράψας 'τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοις οὖρα ἄχροα, μέλασιν ἐναιωρούμενα, ἐφιδρῶσι φρενιτικά' τῶν μὲν ἰδίων τε καὶ ἀχωρίστων φρενίτιδος ἔγραψεν ἐν τῷ φάναι τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοις, τῶν δ' οὔτ' ἀχωρίστων οὔτε μόνης αὐτῆς ἰδίων τὴν ἐφιδρῶσιν, ἀλλ' ὅμως αὐτὴ κατὰ τὸν πεπονθότα γιγνομένη τόπον συνενδείκνυσθαι δύναται τοῖς προειρημένοις. τὰ δὲ περὶ τῶν οὔρων συνημμένα κεχώρισται μὲν τῶν φρενιτικῶν, εἰς γοῦν τὴν ἐπίσκεψιν τοῦ πότερον ὀλεθρίως ἢ σωτηρίως ὁ κάμνων ἔχει συντελεῖ, εἴ γε προσήκει πρῶτον ἁπάντων ἐν ταῖς πρὸς τοὺς ἀσθενοῦντας εἰσόδοις εὑρεῖν, εἴτε μιᾶς ἐκ τῶν τριῶν ἀρχῶν νοσούσης εἴτε δυοῖν ἢ καὶ πασῶν ὁ κάμνων ἔχει μοχθηρῶς, ἢ τῶν μὲν ἀρχῶν οὐδεμία πέπονθεν, τῶν δ' ἀπό τινος αὐτῶν ἐκπεφυκότων ἢ ὁπωσοῦν ᾠκειωμένων τι. ἐὰν οὖν ἐπὶ ταραχώδεσιν ἀγρύπνοις ἐπισκεπτομένῳ σοι τὰ οὖρα [524] μηδὲν ἐν αὐτοῖς σημεῖον μοχθηρὸν φαίνηται, ἀλλὰ μηδ' ἐν τοῖς σφυγμοῖς (ἕνεκα γὰρ ἀκριβεστάτης διαγνώσεως ἀναγκαῖόν ἐστι καὶ τοῦτο προσθεῖναι), φρενιτικὸν μὲν οὐδὲν ἧττον ἐγχωρεῖ γενέσθαι τὸν οὕτως διακείμενον ἄνθρωπον, ἐπειδὴ τὰ τῆς φρενίτιδος αὐτῷ πάρεστι σημεῖα, κινδυνεῦσαι δ' ἧττον ἐκείνων ἀβλαβεῖς τὰς κυριωτάτας ἐνεργείας τῶν ὑπολοίπων δυοῖν ἀρχῶν ἔχοντα. ταῦθ', ὡς ἔφην, ἅπαξ μὲν εἰρήσθω μοι, μνημονευέσθω δὲ καθ' ὅλον τὸ βιβλίον, ἵνα μὴ πολλάκις ἀναγκάζωμαι λέγειν τὰ αὐτά.

   Ἐνύπνια τὰ ἐν φρενιτικοῖσιν ἐναργέα.

   Τοῦτο Σάτυρος ὁ Κοΐντου μαθητής, ὃν ἐγὼ πρότερον ἔσχον διδάσκαλον Πέλοπος, οὕτως ἐξηγεῖτο· "τῶν ἐν τοῖς φρενιτικοῖς ἐναργῶς ὁρωμένων τε καὶ πραττομένων πρὸς αὐτῶν, ὅσα ὁρᾶσθαί τε καὶ πράττεσθαι δοκεῖ ἡμῖν, οὐκ ἔστιν κατ' ἀλήθειαν ὕπαρ, ἀλλ' ἐνύπνια πάντ' [525] ἐναργῆ". ὅτι μὲν οὖν καὶ ἄλλοι τινὲς ἐκ τῶν ὕπνων ἀνιστάμενοι περιέρχονται, κοιμώμενοι μέν, ἀναπεπταμένους δὲ τοὺς ὀφθαλμοὺς ἔχοντες ὁμοίως τοῖς ἐγρηγορόσιν, ἐν πολλοῖς ἱστόρηταί τε καὶ γέγραπται· εἰ δὲ τοιαῦτά ἐστι τοῖς φρενιτικοῖς τὰ πραττόμενα, τῶν ἀδήλων ἡμῖν ἐστιν. ὅπως δ' ἂν ἔχῃ τὸ ἀληθές, οὐδὲν εἰς πρόγνωσιν ὀνίνησιν ἡ ἐξήγησις αὕτη. εἰ δ' ἐγὼ τὰ προηγούμενα τῶν φρενιτικῶν ἐνύπνια λέγω βλέπεσθαι σαφῶς οὕτως, ὡς ἐκθροεῖσθαι τῶν ὕπνων αὐτοὺς ἀναπηδῶντας ἢ φθεγγομένους διὰ τὴν ἐνάργειαν τῶν φαντασμάτων, χρήσιμον εἰς τὴν τοῦ πάθους τούτου πρόγνωσιν· ἡ γὰρ ξηρότης αὐτὴ τῆς ἀγρυπνίας ἐστὶν αἰτία καὶ τῆς τῶν ὀνειράτων ἐμφάσεως. οὕτω γοῦν καὶ τοῖς μελαγχολικοῖς διὰ τὴν ξηρότητα πάντως ἐναργῆ φαίνεται τὰ κατὰ τοὺς ὕπνους φαντάσματα. καὶ τῶν ὑγιαινόντων δὲ τοῖς μὲν ἐνδεῶς διαιτηθεῖσιν ἐναργεῖς οἱ ὄνειροι γίνονται, τοῖς δ' ἐμπεπλησμένοις ἢ μεθύουσιν οὕτως, ὡς ἀφάνταστοι δοκεῖν εἶναι διαρρεόντων αὐτοῖς τῶν φαντασμάτων ὑπ' ἀμυδρότητος, ὡς μηδὲ ἴχνος αὐτῶν καταλιπεῖν [526] εἰς μνήμην. οὕτω καὶ τῶν παθῶν, ὅσα μεθ' ὑγρότητος ἐγκεφάλου γίνεται, κωματώδη τέ ἐστι καὶ ὑπνώδη καὶ ἀφάνταστα.

   μοχθηρὸς οὖν ἐστιν ὁ λόγος τῶν οἰομένων οὐδ' ἐνύπνιον ὁρᾶσθαι τοῖς φρενιτικοῖς ἐναργές, εἴ γέ φασιν, ὡς μηδ' ὅλως ὁρῶσιν ἐνύπνιον ὡς ἂν μὴ κοιμώμενοι. πρῶτον μὲν γὰρ ἑτοίμως λαμβάνουσι τὸ τὰ συμπεπληρωμένα σὺν τοῖς οἰκείοις μεγέθεσι πάθη μόνα καλεῖσθαι ταῖς ἰδίαις προσηγορίαις, ὑπεριδόντες οὐ σμικροῦ λόγου τοῦ κατ' ἀρχὰς ἡμῖν ῥηθέντος, ὡς οὐδὲ προγινώσκεταί τι τοῖς ἰατροῖς μέλλον πάθημα τῶν ἤδη μὲν ἀρχὴν γενέσεως ἐχόντων, οὐδέπω δὲ τοῖς πολλοῖς διὰ τὴν σμικρότητα γνωριζομένων, ἡ γενομένη δὲ τοῖς τεχνίταις διάγνωσις ἀπαγγελθεῖσα τοῖς ἰδιώταις πρόγνωσις ὡς πρὸς ἐκείνους ἐστίν, ὥστε καὶ τοὺς φρενιτικοὺς ἤδη τοῖς τεχνίταις γνωρίζεσθαι τῆς κατὰ τὸν ἐγκέφαλον διαθέσεως ἄρτι συνισταμένης. ἔπειτα δέ, εἰ καὶ μὴ συγχωρεῖ τις ὀνομάζειν φρενιτικοὺς ἤδη τοὺς μηδέπω σαφῶς παρακόπτοντας, ἀλλ' ὅτι γε φρενιτικοὶ γενήσονται, προγνῶναι δυνατόν ἐστιν ἐκ τῶν [527] ἐνυπνίων, ὡς κατὰ τὴν προκειμένην ῥῆσιν ἐγχωρεῖ λελέχθαι τὰ ἐν τοῖς φρενιτικοῖς ἐσομένοις ἐνύπνια προηγούμενα πᾶσιν αὐτοῖς ἐναργῶς ὁρᾶσθαι.

   Ἀνάχρεμψις πυκνή, ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ, φρενιτικά.

   Βέλτιον ἦν ἴσως προσκεῖσθαι τῷ λόγῳ τὸ 'μηδενὸς ἀποπτυομένου κατ' αὐτήν', ὡς, εἴ τι ἀποπτύοιτο, καθάπερ ἐν κατάρροις ἐνίοτε συμπίπτει, διὰ τὸ συρρέον εἰς τὸ στόμα διὰ τῶν εἰς τὴν ῥῖνα συντρήσεων εἴωθε γίνεσθαι τοῦτο. συμβαίνει δ' ἐνίοτε καί τινος ἔξωθεν τῇ ῥώμῃ τῆς ἀναπνοῆς ἑλχθέντος, εἶτ' ἐν αὐτοῖς τοῖς κατὰ τὴν σύντρησιν πόροις ἐμπλασθέντος ἢ σφηνωθέντος ἀνάχρεμψιν γίγνεσθαι πυκνήν. ἀλλ' ὅπερ ἔμπροσθεν ἔφην ὑπὲρ τῶν ἀμελέστερον ἢ ἁπλοϊκώτερον ἑρμηνευόντων ἄνευ διορισμοῦ, χρὴ μεμνῆσθαι τὰ λεγόμενα πάντα κατὰ [528] τὰς τοιαύτας διδασκαλίας ὑπεξῃρημένων τῶν ἔξωθεν αἰτίων λέγεσθαι. διὰ τοῦτο οὖν καὶ ἡ ἀνάχρεμψις ἕν τι τῶν προαιρετικῶν οὖσα ἔργων γίγνεται πυκνὴ βλαβέντος τοῦ λογισμοῦ καθάπερ καὶ ἄλλη τις τῶν προαιρετικῶν ἐνεργειῶν, ὡς ἔνιοι μέν γε μετὰ ψόφου φῦσαν ἐκκρίνουσιν, περὶ παντὸς τὸ φυλάττεσθαι δρᾶν τοῦτο ἔξωθεν ποιούμενοι, καὶ μάλιστα ἀκούοντός τινος, ἔνιοι δὲ χεῖρα κινοῦσιν ἀλόγως ἢ σκέλος ἢ ὁτιοῦν ἄλλο τοιοῦτον πράττουσιν ἢ λέγουσιν. κατὰ τὸν κοινὸν οὖν λόγον ἁπασῶν τῶν προαιρετικῶν ἐνεργειῶν ἀλόγως πλεοναζουσῶν ἢ ἐλλειπουσῶν καὶ ἡ ἀνάχρεμψις ἐν τοῖς φρενιτικοῖς σημείοις ἐστίν. οὐ μὴν οὕτω γε ἰσχυρὸν ὡς ἡ ἀγρυπνία, καὶ μάλιστα ἡ ταραχώδης· αὕτη γὰρ ἴδιος τῶν φρενιτικῶν. ἔστιν δὲ ταραχώδης, ὡς ἔφην, ἢν ἐν φαντασίαις ἐκβοῶσιν ἢ ἀναπηδῶσιν καὶ μόλις γνωρίζωσι τοὺς οἰκείους. καλῶς οὖν προσέθηκεν ἐπὶ τῆς ἀναχρέμψεως 'ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ'· μικρὰν γὰρ ἔχον τὴν δύναμιν τοῦτο τὸ σημεῖον ἑτέρων [529] δεῖται μαρτυρούντων αὐτῷ. γιγνομένης δέ ποτε πυκνῆς ἀναχρέμψεως καὶ διὰ γλίσχρον πτύελον ἐμπεφραγμένον τοῖς εἰς τὸ στόμα πόροις ἐκ τῆς ῥινὸς οὐκ ἀδύνατον οὐδ' οὕτως τισὶ τῶν φρενιτίζειν μελλόντων συμπίπτειν αὐτὴν διὰ τὴν κατὰ τὸν ἐγκέφαλον διάθεσιν ξηρὰν καὶ θερμὴν οὖσαν. τὸ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον οὐχ ἑνικῶς φρενιτικόν, ἀλλὰ πληθυντικῶς φρενιτικά πάντως μὲν πρὸς τὰ σημεῖα τὴν ἀναφορὰν ἢ πρὸς τὰ πάθη λήψεται, καθ' ἑκάτερον δὲ τὴν ἑρμηνείαν ἀλλόκοτον ἐργάζεται.

   Τὰ ἐγκαταλιμπανόμενα καύματα ἐν ὑποχονδρίῳ πυρετοῦ περιψυχθέντος κακόν, ἄλλως τε κἂν ἐφιδρῶσιν.

   Ἀσφαλῶς εἶπε· "πυρετοῦ περιψυχθέντοσ"· οὐ γὰρ ἀληθὲς ἦν φάναι 'πυρετοῦ παυσαμένου'. διαμένει γοῦν ἐν τοῖς κυρίοις μέρεσιν, [530] εἰ καὶ κατὰ τὴν ἐπιφάνειαν ἐπαύσατο, πυρέττειν ἡμῶν λεγόντων οὐ μόνον τὸν κατὰ τὸ δέρμα καὶ τὴν ἐκτὸς ἐπιφάνειαν ἔχοντα πυρώδη θερμασίαν, ἀλλὰ καὶ πολὺ μᾶλλον τούτου τοὺς ἐν τῷ βάθει τε καὶ τοῖς σπλάγχνοις. ὁ μὲν οὖν ὀλέθριος καῦσος τὰ μὲν ἔνδον ἐκκαίει, τὰ δ' ἔξωθεν οὐδὲ μετρίως θερμαίνει. καὶ μέμνηται τοῦ τοιούτου πυρετοῦ κατὰ τοὺς Ἀφορισμοὺς αὐτὸς ὁ Ἱπποκράτης, ἐν ᾧ φησιν· "ἢν ἐν μὴ διαλείποντι πυρετῷ τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δ' ἔνδον καίηται καὶ δίψαν ἔχῃ, θανάσιμον". τὸ δ' ἐφιδροῦν, ἐπειδὴ ποτὲ μὲν ἐπὶ ‹τῶν ἐν› τοῖς κατὰ κεφαλὴν ἢ θώρακα χωρίοις ἱδρώτων γιγνομένων εἰώθασι λέγειν, ἐνίοτε δὲ ἐπὶ τῶν δι' ὅλου μὲν τοῦ σώματος, ἀλλ' ὀλίγων, ὁποτέρως δἂν ᾖ νῦν εἰρημένον, οὐκ ἀγαθόν ἐστι σημεῖον· οἱ μὲν γὰρ δι' ὅλου τοῦ σώματος ἱδρῶτες †ἤτοι ἐπ' ὀλίγον οὕτω γιγνόμενοι, διότι μὴ λύουσιν τὴν καθ' ὑποχόνδριον φλόγωσιν, οὐκ ἀγαθόν, οἱ δ' ἐν τοῖς ἄνω μέρεσιν, ἐπειδὴ κατὰ διττὸν γίγνονται τρόπον ἢ ἀρρωστούσης τῆς δυνάμεως ἢ βαρυνομένης ὑπὸ πλήθους

[531]    Αἱ προεξαδυνατησάντων παραφροσύναι κάκισται, οἷον καὶ Θρασύνοντι.

   Οὕτως εἰσὶν αἱ προεξαδυνατησάντων παραφροσύναι κάκισται, ὡς οὐκ ἂν ἐλπίσαις σωθῆναί τινα ἐξ αὐτῶν· ἀκούειν δὲ δηλονότι περὶ τῶν παραφροσυνῶν ἐκείνων προσῆκον, ὅσαι κατὰ διάθεσιν νοσώδη γίγνονται τοῦ φρονοῦντος ἐν ἡμῖν μορίου. πρόσκαιροι γὰρ ἕτεραί τινες συμπίπτουσιν ἀπὸ τῶν ἔξωθεν αἰτίων, οἷον ἀνθράκων θέρμης ἢ οἴνου πόσεως ἢ οἴκου τὴν ἐκ τῆς τιτάνου διασῴζοντος ποιότητα· βλαβεραὶ μὲν γὰρ καὶ κινδυνώδεις εἰσὶν καὶ αἱ τοιαῦται προεξαδυνατηκόσι συμπίπτουσαι· παντάπασιν δ' ὀλέθριαι τῶν κατὰ διάθεσιν ἐγκεφάλου φρενιτικὴν παρακοπτόντων. μέγεθος γάρ τι τῆς κατὰ τὴν δύναμιν ἀρρωστίας ἐνδείκνυται τὸ προεξαδυνατησάντων ὄνομα προσκειμένης τῆς 'ἐξ' προθέσεως τῷ 'προαδυνατησάντων', ὃ καὶ αὐτὸ καθ' αὑτὸ βλάβην ἱκανὴν σημαίνει τῆς δυνάμεως, καὶ κατά τινα [532] τῶν ἀντιγράφων οὕτως εὑρίσκεται γεγραμμένον. οὐ μόνον δὲ αἱ παραφροσύναι δέονται δυνάμεως ἐρρωμένης, ἵνα ὁ κάμνων ἐξαρκέσῃ τῇ πέψει τοῦ νοσήματος, ἀλλὰ καὶ περιπνευμονία καὶ πλευρῖτις καὶ κυνάγχη καὶ τἆλλα τὰ μεγάλα πάθη. προσέρχεται δὲ ἐξ ἐπιμέτρου τῇ παραφροσύνῃ καὶ ἀγρυπνία καταλύουσα τὴν δύναμιν οὐδὲν ἧττον τῶν αἰσθητῶν ἐκκρίσεων ἥ τ' ἐν κινήσεσι πολλαῖς καὶ ἀτάκτως γινομέναις πλημμέλεια.

   τὸ δ' οἷον καὶ Θρασύνοντι μᾶλλον ὑπομνήματι πρέπον ἐστὶν ἢ συγγράμματι. κατὰ γοῦν τὸ Προγνωστικὸν καὶ τοὺς Ἀφορισμοὺς καὶ τὸ Περὶ ἀγμῶν καὶ ἄρθρων, ὁμοίως δὲ καὶ κατὰ τὸ Περὶ διαίτης ὀξέων, ἔτι τε τὸ Περὶ τῶν ἐν κεφαλῇ τραυμάτων οὐδαμόθι φαίνεται μεμνημένος ὀνόματος, ὥσπερ γε οὐδὲ ἐν τοῖς ἄλλοις, ὅτι μὴ μόνοις τοῖς τῶν Ἐπιδημιῶν, ἐν οἷς αὐτὸ τοῦτο μόνον προκείμενόν ἐστιν ἐξετάσαι τὰ καθόλου διδαχθέντα διὰ τῶν κατὰ μέρος φαινομένων ἐφ' ἑκάστης ἀρρωστίας.

[533]    Τὰ φρενιτικὰ νεανικῶς τρομώδεα τελευτᾷ.

   Τὸ νεανικῶς δηλονότι ἀντὶ τοῦ γενναίως ἢ σφοδρῶς ἢ ἰσχυρῶς εἴρηκε. μέσον δὲ τεταγμένον τοῦ τε φρενιτικά καὶ τοῦ τρομώδεα δύναται μέν, ὅσον ἐπὶ τῇ τάξει, μεθ' ἑκατέρου λέγεσθαι, κατὰ δὲ τὴν τῶν πραγμάτων ἀλήθειαν ἐξεταζόντων τὸν λόγον οὐ δύναται τῷ τρομώδεα συντάττεσθαι· γενήσεται γὰρ ἡ διάνοια τοιαύτη, ὅτι τὰ φρενιτικὰ πάθη τελευτᾶν εἴωθεν εἰς τρόμον σφοδρόν, ὃ προφανῶς ψευδές ἐστι, μόναις ταῖς σφοδροτάταις φρενίτισιν ἑπομένου τοῦ συμπτώματος· αἱ γὰρ εὐτονίαι τῶν νεύρων διὰ τὴν τοῦ πάθους ξηρότητα τοῖς φρενιτικοῖς ὑπάρχουσιν ἄχρι πλείστου, καταλυθείσης δὲ τῆς δυνάμεως ἀγρυπνίαις τε καὶ πολλαῖς κινήσεσιν, ἅμα δὲ καὶ τῶν νεύρων ὑπερξηρανθέντων οἱ τρόμοι γίγνονται.

[534]    Τὰ ἐν κεφαλαλγίῃσιν ἰώδεα ἐμέσματα μετὰ κωφώσιος ἀγρυπνώδεα ταχὺ ἐκμαίνει.

   Μεμνημένῳ σοι τῆς τῶν χυμῶν γενέσεως τῶν τε ἄλλων καὶ τῆς μελαίνης χολῆς οὐ χαλεπὸν ἐννοῆσαι περὶ τῶν ἰωδῶν ἐμεσμάτων, ὡς κατὰ τὴν ἐπὶ τὸν μέλανα χυμὸν ὁδοιπορίαν γίγνεται. μεμάθηκας γὰρ ἔκ τε τῆς ξανθῆς χολῆς ὑπεροπτηθείσης καὶ τοῦ παχέος αἵματος γεννᾶσθαι τὴν μέλαιναν. ἡ ξανθὴ χολὴ δ' ὑπεροπτωμένη πρῶτον μὲν εἰς τὸν ἰώδη τρέπεται χυμόν, ἔπειτα εἰς τὸν μέλανα· ὑπεροπτᾶται δὲ διὰ μέγεθος πυρετοῦ. κατειληφυίας οὖν τὸν ἐγκέφαλον χολῆς ξανθῆς ἐν τοῖς φρενιτικοῖς πάθεσιν, ὅταν ἡ τοῦ πυρετοῦ σφοδρότης ὀπτῶσα τὸν χυμὸν τοῦτον ἐργάζηται μελαγχολικόν, αἱ παραφροσύναι γίγνονται σφοδραὶ διὰ τὴν κακοήθειαν τῆς μελαίνης χολῆς, ἃς μανιώδεις κἀν τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις Ἱπποκράτης ὠνόμασεν. αὐτὸς οὖν ὁ ἰώδης [535] χυμός, ἄν τε δι' ἐμέτων ἄν τε διὰ τῆς κάτω γαστρὸς ἄν τε διὰ πτυσμάτων ἄν τε δι' οὔρων ἐπιφαίνηται, τόν τε χυμόν, ἐξ οὗ γεννᾶται, δηλώσει καὶ τὸ νόσημα θερμόν τ' εἶναι καὶ ξηρὸν ἰσχυρῶς. ἀδήλου δ' ὄντος, ὅσον ἐπὶ τῷ κενουμένῳ χυμῷ, πότερον ἄνευ τόπου πεπονθότος τινὸς ἐξαιρέτου ἢ μετά τινος κυρίου μορίου φλεγμονὴν ἐρυσιπελατώδη ἔχοντος ἡ γένεσις αὐτῷ γέγονεν, διαγινώσκεται καὶ διορίζεται τοῦτο τοῖς συνεζευγμένοις συμπτώμασι. καὶ γὰρ καὶ δι' ἧπαρ οὕτω φλεγμαῖνον ἰώδης γεννᾶται χυμός, οὗ νῦν μνημονεύει.

   τῇ κοινωνίᾳ γοῦν τῶν ἄλλων συμπτωμάτων, ὅσα τῶν εἰρημένων μορίων τε καὶ παθῶν ἐστιν ἴδια, τὴν διάγνωσιν αὐτῶν ποιητέον· ἥ τε γὰρ ἀγρυπνία καὶ ἡ κεφαλαλγία καὶ ἡ κώφωσις ἐν τῇ κεφαλῇ δηλοῖ τὴν διάθεσιν εἶναι· χαλεπῶς δ' ἔχοντος τοῦ ἐγκεφάλου, πρὸς ἔμετον ὁρμᾶν τὸ στόμα τῆς γαστρὸς ἴσμεν· εἴρηται γὰρ ὑπὲρ τούτων πολλάκις. εὔλογον οὖν ἐστιν παρακόψαι σφοδρῶς τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ ξηρᾷ καὶ θερμῇ κατὰ τὴν κεφαλὴν δυσκρασίᾳ διὰ ξανθῆς χολῆς [536] πλεονεξίαν ὑπεροπτωμένης. ἐν τάχει δὲ γενήσεσθαι τοῦτο διά τε τὸ μέγεθος τῆς διαθέσεως καὶ τὴν ἰδέαν τοῦ πλεονεκτοῦντος χυμοῦ. ὅσα μὲν γὰρ ἐπὶ ψυχροῖς ἢ παχέσιν ἢ γλίσχροις ἢ ὅλως δυσκινήτοις χυμοῖς παθήματα γίγνεται, βραδεῖαν ἴσχει τὴν ἐπὶ τὴν ἀκμὴν ἀνάβασιν· ὅσα δ' ἐν λεπτοῖς μὲν τῇ συστάσει, θερμοῖς δὲ τῇ κράσει, δακνώδεσι δὲ τῇ ποιότητι, χρόνον οὐ περιμένει πλείονα, καθάπερ οὐδὲ τὰ Φιλίστῳ γενόμενα τῷ γεγραμμένῳ κατὰ τὸ τρίτον τῶν Ἐπιδημιῶν, ὃν ἐμέσαι μὲν ἔφη χολώδεα ὀλίγα ξανθὰ πρότερον, μετὰ δὲ ταῦτα ἰώδεα πλείω· εἶτα εἰπών, ὅτι κώφωσις αὐτῷ συνέπεσεν, ἐφεξῆς φησιν 'ἐξεμάνη'. καὶ νῦν οὖν ὀρθῶς οὐ μόνον ὅτι παρακόψουσιν οἱ οὕτως ἔχοντες, ἀλλὰ καὶ ὅτι σφοδρῶς, ἐδήλωσε προσθεὶς τὸ ἐκμαίνει, μεγάλης παρακοπῆς δηλωτικὸν ῥῆμα.

   Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα ὀδυνώδεα ἰσχνά, σμικρά, πνιγώδεα, ὅτε χάνοι, μὴ ῥηϊδίως συνάγοντι [537] [καὶ κλείειν τὸ στόμα] παρακρουστικά· ἐκ τοιούτων φρενιτικοὶ καὶ ὀλέθριοι.

   Ὅτι μὲν οὖν ἐπὶ τοιούτοις συμπτώμασιν ἐνίοτε γίνεται φρενῖτις, ὅτι τε γιγνομένη πάντως ἐστὶν ὀλέθριος, ὀρθῶς εἴρηται· μὴ μέντοι παρυπονοήσῃς ἕπεσθαι τοῖς εἰρημένοις συμπτώμασιν ἐξ ἀνάγκης φρενῖτιν· οὐδὲν γὰρ πρόσκειται τῇ συνδρομῇ τῶν συνενδεικνυμένων πεπονθέναι τὸν ἐγκέφαλον. ἐκ δὲ τοῦ τὰ κατὰ τὸν φάρυγγα κακῶς διακείμενα τὸν τοιοῦτον ἄνθρωπον ἔχειν ἄνευ τινὸς ὄγκου παρὰ φύσιν οὐ δυνάμενον, ὁπότε χάνοι, συνάγειν ἑτοίμως τὴν γένυν καὶ κλείειν τὸ στόμα, τεκμαίροιτ' ἄν τις ἐνίοτε πεπονθέναι τὴν ἀρχὴν τῶν νεύρων. ἄρχεσθαι γὰρ εἰκός ἐστιν ὡς ἐπὶ τῶν φαινομένων μορίων τὰς διαθέσεις οὐκ ἀθρόως ὅλων ἤτοι φλεγμαινόντων ἢ οἰδισκομένων ἢ ἐρυσιπέλατα ἰσχόντων, ἀλλὰ ἐφ' ἑνός τινος αὐτῶν τόπου, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἐν τῷ βάθει κειμένων. μέγεθος οὖν ἀξιόλογον ἔχοντος [538] τοῦ ἐγκεφάλου καὶ πολλὰς νεύρων ἐκφύσεις εἰκός ἐστιν ἄλλοτ' ἀπ' ἄλλων αὐτῶν πρώτων ἄρχεσθαι τὴν φλεγμονὴν αὐτοῦ, καθ' ὅ τι δ' ἂν μέρος πάθῃ, κατ' ἐκεῖνο καὶ τὰς τῶν νεύρων ἐκφύσεις πασχούσας ἀδυνάτους γίνεσθαι κινεῖν τοὺς μῦς, εἰς οὓς ἐμφύονται. τὴν τοίνυν κάτω γένυν, ἑτέρων μὲν μυῶν ἀνοιγνύντων, ἑτέρων δὲ κλειόντων, ὅταν μὲν ἐν τοῖς τῶν διανοιγόντων μυῶν νεύροις ἡ διάθεσις γένηται, δυσκόλως ἀνοιγνύουσιν, ὅταν δὲ ἐν τοῖς τῶν κλειόντων, οὐ ῥᾳδίως κλείουσιν.

   ἐνδεχομένου δὲ ὄντος αὐτοὺς μόνους ἐνίοτε τοὺς μῦς πεπονθέναι χωρὶς τῆς τῶν νεύρων ἀρχῆς, οὐκ ἀναγκαῖόν ἐστιν τοῖς εἰρημένοις συμπτώμασιν ἀκολουθεῖν φρενῖτιν. οὐδὲ γὰρ ὃ μάλιστα αὐτὸν ἔπεισεν ὑποπτεῦσαι πεπονθέναι τὴν ἀρχὴν τῶν μυῶν (ἔστι δὲ τοῦτο τῶν κατὰ τὸν φάρυγγα χωρίων ἡ ἰσχνότης), τῶν ἀναγκαίων ἐστίν. ἐγχωρεῖ γὰρ τοὺς ἐν τῷ φάρυγγι μῦς φλεγμαίνοντας τὸ πνιγῶδες ἐργάζεσθαι σύμπτωμα μὴ δυναμένους φανῆναι, μηδ' ἂν ἐπὶ πλεῖστόν τις διανοίξῃ τὸ στόμα, ὡς εἴ γε χωρὶς τῆς τούτων φλεγμονῆς γίγνοιτο τὰ εἰρημένα [539] συμπτώματα, σκοπεῖσθαι χρή, μή τις τῶν μυῶν μόνων τῶν κινούντων τὴν κάτω γένυν ἰδία τίς ἐστιν διάθεσις. ἐὰν γὰρ μήθ' οὗτοί τι πεπονθότες ὦσι μήθ' οἱ τοῦ λάρυγγος, εὐλόγως ἄν τις αἰτιάσαιτο τὴν ἀρχὴν τῶν νεύρων· ἐὰν μέντοι διὰ τὴν ἀρχὴν ᾖ τὰ τοιαῦτα συμπτώματα γεγονότα, χαλεπωτάτην εὔλογον εἶναι τὴν διάθεσιν, ὡς καὶ σπασμὸν ἀκολουθῆσαι. μεμαθήκαμεν γὰρ ἐπὶ ταῖς τῶν μυῶν τάσεσι διὰ τὴν ἀρχὴν γινομέναις ἕπεσθαι σπασμόν. οὐκ ἐμνημόνευσα δὲ ἐν ᾧ διῆλθον λόγῳ τῶν ἐπὶ τοῖς τοῦ τραχήλου σπονδύλοις εἰς τὸ πρόσω ῥεύσασι κυναγχικῶν διά τε τὸ σπάνιον τῆς διαθέσεως, ὅτι τέ μοι δοκοῦσι καὶ τότε συμφλεγμαίνειν οἱ τοῦ λάρυγγος μύες.

   Ἐν τοῖσι φρενιτικοῖσιν ἐν ἀρχῇ τὸ ἐπιεικές, πυκνὰ δὲ μεταπίπτειν, κακὸν τὸ τοιοῦτον. καὶ πτυελισμὸς κακόν.

[540]    Οὐδὲν ἐξαίρετον ἐπὶ φρενίτιδος ὁ λόγος ἔχει· καὶ γὰρ κἀπὶ τῶν ἄλλων παθῶν, εἰ μεταπέσοι τὸ ἐπιεικές, ἐνδείκνυται τὴν δύναμιν ὑπὸ τοῦ νοσήματος νικᾶσθαι. τὸ δ' ἐν ἀρχῇ πρόσκειται, τάχα μηδ' ἄλλως γενήσεσθαι δυνάμενον. ἐν ἀρχῇ γὰρ ὁρῶνται συνεχεῖς μεταπτώσεις, οὐχ ὅταν χρονίζῃ τὰ νοσήματα, καὶ ταῦτ' εἰκὸς συμβαίνειν ἐν ταῖς κατὰ πλῆθος ἢ ποιότητα μοχθηρῶν χυμῶν διαθέσεσιν ἄλλοτ' εἰς ἄλλο μόριον, ἐνίοτε μὲν εἰς κύριον μεθισταμένων, ἐνίοτε δὲ εἰς ἄκυρον· αἱ μὲν οὖν εἰς τὰ κύρια μέρη μετάρροιαι διαφθείρουσι τὸ ἐπιεικές, αἱ δ' εἰς τὰ μὴ κύρια δηλοῦσιν, ἐν ᾧ καιρῷ μάλιστα χρὴ τὸν ἰατρὸν ἐπὶ τὰς κενώσεις ἰέναι τῶν λυπούντων χυμῶν ἢ κατὰ πλῆθος ἢ ποιότητα. τοῦτο μὲν οὖν, ὡς ἔφην, ἁπάντων νοσημάτων κοινόν.

   ὁ πτυελισμὸς δὲ γίνεται μὲν καὶ διὰ τὸ στόμα τῆς γαστρὸς ἀρρωστοῦν ἐφ' ὑγρότητι, γίνεται δὲ καὶ διὰ τὸν ἐγκέφαλον ἐμπεπλησμένον ὑγρῶν, ἐξ ὧν συρρεῖ τι καὶ εἰς τὸ στόμα παραπλησίως τῷ κατὰ τοὺς φλεγμαίνοντας ὀφθαλμοὺς δακρύῳ λεπτῷ. νῦν οὖν ἐπειδὴ τοῖς [541] φρενιτικοῖς ἔφη γίνεσθαι τὸν πτυελισμόν, ἐγκεφάλου κακοπραγοῦντός ἐστι σημεῖον.

   Ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις κακόν· ὡς καὶ Ἀρχεκράτει. ἆρά γε ἐπὶ τούτοις καὶ νωθρότης γίνεται; ῥῖγος ἐπὶ τούτοις κάκιστον.

   Αἱ λευκαὶ διαχωρήσεις, ὅτι καὶ δι' ἐδεσμάτων χρόαν γίνονται, πρόδηλον· ὁρῶμεν γάρ, ὅσοι γάλα προσηνέγκαντο μόνον ἢ ἄρτον καθαρὸν ἢ χόνδρον ἢ θέρμους ἤ τι τοιοῦτον, τὴν διαχώρησιν αὐτῶν λευκὴν γινομένην, εἰ παραβάλλοιτο τοῖς φακῆν ἐδηδοκόσιν ἢ κράμβας ἢ ἑφθὸν αἷμα λαγωῶν ἢ ζωμὸν μέλανα τῶν διὰ σιραίου πολλοῦ σκευαζομένων. ἀλλ' ὅμως καὶ τοῖς ἐδέσματα λευκὰ προσενεγκαμένοις προσαπερχόμενόν τι τῆς ξανθῆς χολῆς χρώννυσι τὴν διαχώρησιν, ὡς ὠχροτέραν φαίνεσθαι τῶν ἐδηδεσμένων. ὅταν οὖν ἀκούσῃς τινὸς τῶν ἰατρῶν [542] ἐπὶ τῶν ἰκτεριώντων λέγοντος λευκὰ γίνεσθαι τὰ διαχωρήματα, δεῖ πρὸς τὰ κατὰ φύσιν ἔχοντα αὐτοῦ παραβάλλειν καὶ πρὸς παραβολὴν τούτων γεγονέναι τὸν λόγον αὐτῷ. καὶ καθάπερ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ἔγραψαν λευκὰ διαχωρήματα γίγνεσθαι τοῖς ἰκτεριῶσιν, οὕτω καὶ νῦν οὗτος ἐπὶ τῶν φρενιτικῶν εἶπεν, ὡς εἰ καὶ μηδ' ὅλως ἔχοντα τὴν ξανθὴν χολὴν εἰρήκει. γίγνεσθαι δὲ τοῦτο μηκέτ' αὐτῆς εἰς τὴν γαστέρα συρρεούσης, ἀλλὰ τῷ πρὸς ὅλον τὸ σῶμα φερομένῳ κατὰ τὴν ἀνάδοσιν αἵματι συναναφερομένης διὰ στέγνωσίν τινα τοῦ καταφέροντος αὐτὴν εἰς τὴν γαστέρα πόρου, καθάπερ ἐπὶ τῶν ἰκτεριώντων, ἢ διὰ σφοδρὰν πύρωσιν ἐν τοῖς ἄνω τοῦ ἥπατος μορίοις ἀναρπάζουσαν τὸ αἷμα σὺν τῇ χολῇ. κατὰ μὲν οὖν τὸν πρῶτον τρόπον ἀναφερομένης εἰς ὅλον τὸ σῶμα τῆς χολῆς ἡ βλάβη γίγνοιτ' ἂν ἐξ αὐτῆς τοῖς κατὰ τὸν ἐγκέφαλον ἤδη καὶ πρόσθεν ἐκκεχολωμένοις, κατὰ δὲ τὸν δεύτερον τρόπον οὐ μόνον αἴτιον βλαβερὸν ἡ τῆς χολῆς ἀνάδοσις, ἀλλὰ καὶ σημεῖον ἔσται θερμασίας παμπόλλης ἐνδεικνυμένης ὑπάρχειν ἐν αὐτῷ.

[543]    τὸ δ' "ὡς καὶ Ἀρχεκράτει" πρόσκειται, συγγράμματι μὲν οὐ πάνυ προστιθέμενον, ὡς ἔφην, ὑπομνήματι δὲ πρέπον, καὶ μάλισθ' ὅταν ἑαυτὸν ὁ γράφων ἀναμιμνῄσκειν ἐθέλῃ. τῶν δ' ἑξῆς εἰρημένων τὸ μὲν "ἆρά γε ἐπὶ τούτοις καὶ νωθρότης γίνεται;" δοκεῖ μοι προσγεγράφθαι, ὡς τοῦ Ἀρχεκράτους οὕτως διατεθέντος. ἀλλ', ἐπειδὴ μὴ διὰ παντὸς ἥ τε πεῖρα δείκνυσιν ὅ τε λόγος ἐνδείκνυται λέγεσθαι δεῖν ἐπὶ τοῖς εἰρημένοις νωθρότητα, οὐ προσηκόντως· νωθρότης γὰρ ἐπὶ ψυχροῖς καὶ παχέσι καὶ γλίσχροις καὶ ὅλως δυσκινήτοις χυμοῖς, οὐκ ἐπὶ θερμοῖς καὶ λεπτοῖς καὶ δριμέσιν, οἷος ὁ τῆς ξανθῆς χολῆς, εἴωθε γίγνεσθαι, πλὴν εἰ θανάτου πλησίον ἥκοιεν, ὡς διὰ νέκρωσιν ἤδη τῆς δυνάμεως ἡσυχάζειν. ἀδύνατον δὲ τοὺς οὕτω γενομένους νωθροὺς σωθῆναι, καὶ κοινὸν τοῦτό ἐστι σύμπτωμα τῶν κατὰ δυσκρασίαν ἄμετρον ἀποθνῃσκόντων ἁπάντων, οὐκ ἴδιον τῶν φρενιτικῶν. εἴπερ οὖν ἐγένετο [544] νωθρότης τῷ Ἀρχεκράτει, κατὰ τοῦτον ἂν ἐγένετο τὸν λόγον καὶ πάντως ἀπέθανεν, οὐχ ὅτι λευκὰ διεχώρησεν ἢ τῆς νωθρότητος ἢ τοῦ θανάτου συμβάντων, ἀλλὰ διὰ τὸ μέγεθος τοῦ νοσήματος, οὗ σημεῖον ἡ λευκὴ διαχώρησις ἦν.

   τὸ μέντοι ῥῖγος αὐτοῖς εἶναι κάκιστον οὐχ ἁπλῶς ἀκουστέον. ἐπιφαίνεται γὰρ ἐνίοτε καὶ κρίσιμον ῥῖγος τοῖς φρενιτικοῖς ἱδρῶσι λῦον τὴν νόσον. ἀλλὰ καὶ τὸ κατ' ἐκεῖνον τὸν χρόνον ῥῖγος εἰρῆσθαι χρὴ νομίζειν ὀλέθριον, ἐν ᾧ διαχωροῦσιν λευκά· δέδεικται γὰρ ἐν τοῖς Περὶ κρίσεων ἐν ἀπέπτῳ νοσήματι μὴ δύνασθαι γενέσθαι κρίσιν ἀγαθήν· ἄπεπτον δέ ἐστιν ἐν ᾧ συναναφέρεται τῷ αἵματι χολή, καθ' ὃν ἂν χρόνον τοῦτο γίνηται, καὶ μᾶλλόν γε ὅταν ἀμετρίᾳ πυρώδους θερμασίας ἠθροισμένης ἐν ἐγκεφάλῳ συμβαίνῃ τι τοιοῦτον.

   Τοῖσιν ἐξισταμένοισιν μελαγχολικῶς, οἷσι τρόμοι ἐπιγίνονται, κακόηθες.

[545]    Μελαγχολικὴν ἔκστασιν ἀκουστέον τὴν σφοδρὰν καὶ θηριώδη· γίνεται δ' αὕτη διαβρεχούσης τὸν ἐγκέφαλον ξανθῆς χολῆς κατοπτηθείσης· ἐμάθομεν δὲ ἐν τῷδε τὴν μεταβολὴν αὐτῆς εἰς τὴν μέλαιναν ποιεῖσθαι. ὅταν οὖν ἐπὶ τῇ τοιαύτῃ διαθέσει τρόμος γίνηται, μεγάλως ὑπερεξηράνθαι δηλοῖ τὰ νεῦρα καὶ διὰ τοῦτο τὸν ἄνθρωπον ὀλεθρίως ἔχειν. οὐ καλῶς οὖν ἡρμήνευσεν εἰπὼν κακόηθες· ἐσχάτως γὰρ ὀλέθριον ὂν τὸ σύμπτωμα προσηγορίας ἑτέρας ἐδεῖτο. τὸν γοῦν ἐκστάντα μελαγχολικῶς ἐπιγινομένου τρόμου βεβαίως τις ἀποθανεῖσθαι λέγων οὐκ ἂν ἁμάρτοι. κακοήθη δὲ νοσήματα καλοῦμεν, ὅσα κίνδυνον ἀπειλοῦντα τοῖς κάμνουσιν οὐκ ἀποκόπτει τὴν τῆς σωτηρίας ἐλπίδα. βέλτιον οὖν εἰρῆσθαι τὴν γεγραμμένην συνδρομὴν ὀλέθριον ἢ θανατικὴν ἤ τι τοιοῦτον.

   Οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες σὺν ἱδρῶτι φρενιτικοὶ γίνονται.

[546]    Ἀσύμφωνον μὲν καλοῦμεν τὴν τοιαύτην ἑρμηνείαν. ἀσαφὴς δ' αὐτῆς ἡ διάνοια γίνεται δυναμένων ἀλλήλοις ἁπάντων τῶν ὀνομάτων συνάπτεσθαί τε καὶ χωρίζεσθαι· μία μὲν γάρ ἐστι σύνθεσις αὐτῶν οἱ ἐκστάντες ὀξέως, εἶτ' ἀπ' ἄλλης ἀρχῆς ἐπιπυρέξαντες ὀξέως. ἄλλη δ' αὖ πάλιν σύνθεσις τὸ σὺν ἱδρῶτι, ποτὲ μὲν τῷ πρὸ αὐτοῦ, ποτὲ δὲ τῷ μετ' αὐτὸ συνταττόμενον· δύναται γὰρ καὶ οὕτως ἡ ῥῆσις ἀναγνωσθῆναι ἐπιπυρέξαντες σὺν ἱδρῶτι, κἄπειτα ἀφ' ἑτέρας ἀρχῆς φρενιτικοὶ γίνονται· δύναται δὲ καὶ σὺν ἱδρῶτι φρενιτικοὺς αὐτοὺς γίνεσθαι λέγειν ὁ γράψας ταῦτα. δῆλον οὖν ἐστιν, ὅπερ ἀεὶ λέγω, τὰς ἀσαφεῖς ἑρμηνείας οὐδὲν διδάσκειν. ἐννοήσαντας γὰρ ἡμᾶς τὸ ἀληθὲς ἐφαρμόσαι χρὴ δυναμένῃ λέξει προέσθαι τὸν λόγον ἢ κατατριβῆναι μὲν χρόνου πάμπολυ, οὐδὲν δ' ἡμᾶς ἐπιμαθεῖν. ἐν ᾗ γὰρ χρήσει παρ' αὑτοῦ χρὴ φέροντα τὸ ἀληθὲς ἐφαρμόζειν πειρᾶσθαι ταῖς κατὰ μέρος λέξεσιν, ἐν ταύτῃ βοήθεια μέν τις ἐξ ἡμῶν τῇ ῥήσει γίνεται κινδυνευούσῃ [547] φανῆναι μοχθηρᾷ, διδασκόμεθα δὲ οὐδὲν ἐξ αὐτῆς. ἀλλὰ καίτοι τούτων οὕτως ἐχόντων καὶ φαινομένης ἐναργῶς τῆς τῶν ἀσαφῶν ἀχρηστίας, ὅμως οὐκ ὀλίγοι τῶν σαφῶν συγγραμμάτων ἥδιον ὁμιλοῦσι τοῖς ἀσαφέσι. μὴ τοίνυν ἐμὲ τοῦ μήκους τῆς ἐξηγήσεως μέμψηταί τις, ἀλλ' ἢ τὴν ἑαυτῶν ἄλογον ἐπιθυμίαν, ὅσοι τὰ τοιαῦτα βιβλία προθύμως ἀναγινώσκουσιν. ἐγὼ μὲν γὰρ ὅτι οὐχ ἑκὼν ἐπὶ τὰς ἐξηγήσεις αὐτῶν ἥκω, οἱ ἑταῖροι πάντες ἴσασιν καὶ μάλιστα οἱ τῶν νῦν γραφομένων αἴτιοι. μοχθηρῶς δὲ πάντων ἐξηγησαμένων τὸ σύγγραμμα τοῦτο κἀγὼ τοῖς ἀναγκάσασί με πεισθεὶς ἐπὶ τὴν ἐξήγησιν ἧκον, ἧς αὖθις ἀρξάμενοι λέγωμεν.

   ἐὰν μὲν συνάψαντες ἀλλήλοις τό τ' ἐκστάντες καὶ τὸ ὀξέως, ἔπειτα δὲ σιωπήσαντες εἴπωμεν ἐπιπυρέξαντες σὺν ἱδρῶτι καὶ πάλιν ἐφεξῆς φρενιτικοὶ γίνονται, τὴν ἐξήγησιν ποιησόμεθα τοιάνδε. πρῶτον μὲν ἐπισκεψόμεθα τὸ κοινὸν ἄπορον ἁπασῶν τῶν ἀναγνώσεων. ἐκστάντας γὰρ ὀξέως εἶπεν ἐν ἀρχῇ, οὓς κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ἔφη φρενιτικοὺς γίνεσθαι, ὥσπερ οὐχὶ καὶ τῶν ἐκστάντων [548] ἤδη φρενιτικῶν ὄντων. ἐροῦμεν οὖν κατεσπάσθαι τὴν λέξιν, ἐνδεικνυμένην διὰ τοῦ ἐπιπυρέξαντες τὸ δὴ καὶ πρότερον αὐτούς, οἵπερ ἐξέστησαν, ὀξέως πυρέττοντας ὕστερον παύεσθαι, κἄπειτα πάλιν ἐξ ὑποστροφῆς πυρέξαι σὺν ἱδρῶτι· τούτους οὖν φησι φρενιτικοὺς γίγνεσθαι, τὸ μὲν [οὖν], ὅτι γενήσονται φρενιτικοί, λογισάμενος ἐκ τῆς ἔμπροσθεν αὐτοῖς γενομένης παρακοπῆς σφοδρᾶς, ἣν διὰ τῆς ἐκστάντες ἐδήλωσε φωνῆς, ἐκ δὲ τοῦ σὺν ἱδρῶτι τὴν ὑποστροφὴν γίγνεσθαι βεβαιούμενος τὴν ὑπόνοιαν, ἐπειδὴ τὰς τοιαύτας εἰσβολὰς τῶν πυρετῶν, ἄν τ' ἐξ ἀρχῆς ἄν τε μεθ' ὑποστροφῆς γίγνωνται, πλῆθος ἴσμεν ἐνδεικνυμένας. ἐπεὶ τοίνυν, ὅσα περιττὰ κατὰ τοὺς χυμοὺς ἢ ἐν ποσότητι ἐν αὐτοῖς ἢ ἐν ποιότητι, ἀθροίζεται κατὰ τὸ σῶμα, ταῦτα ἐπὶ τοὺς πεπονθότας εἴωθε ῥεῖν τόπους, ἐπεπόνθει δὲ τούτοις ὁ ἐγκέφαλος (οὐκ ἂν γὰρ ἐξέστησαν ὀξέως, ἂν ἐπιπυρέξωσι καὶ μάλιστα μεθ' ἱδρῶτος), εὔλογόν ἐστιν ἐλπίσαι φρενιτικοὺς οὕτως ἔσεσθαι. γνωσθήσεται γὰρ ἡ διάθεσις [549] αὐτῶν ὅλη τοιάδε τις οὖσα· πλήθους χολωδῶν δριμέων εὐθὺς ἐν ἀρχῇ ῥυέντος ἐπὶ τὸν ἐγκέφαλον ἐκστῆναί τινι συμβαίνει, τούτου δ' αὖθις εἰς ἕτερόν τι μόριον μεταρρυέντος παύσασθαι τὴν ἔκστασιν, ἂν δ' ἐπιπυρέξωσιν οὗτοι μεθ' ἱδρῶτος, ἐπὶ τὸ πεπονθὸς αὐτοῖς παλινδρομῆσαι τὸ χολῶδες πλῆθος, ὡς γενέσθαι φρενιτικούς. ἐὰν δὲ τὸ ὀξέως τῷ ἐπιπυρέξαντες συντάξωμεν, ὁ λόγος ἔσται τοιοῦτος· 'οἱ ἐκστάντες εἶτα παυσάμενοι καὶ πάλιν ἐπιπυρέξαντες ὀξέως σὺν ἱδρῶτι φρενιτικοὶ γενήσονται', τῆς προρρήσεως καὶ ταύτης καὶ τῆς προειρημένης οὐκ ἐχούσης τὸ διηνεκές, ἀλλ' ὥσπερ καὶ ἄλλαι πολλαὶ τὸ πλειστάκις. ἐὰν δὲ τῷ σὺν ἱδρῶτι τὸ φρενιτικοὶ γίνονται συντάξωμεν, ὁ λόγος ἔσται καθ' ἑκατέραν ἀνάγνωσιν τῶν προειρημένων κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως τοιόσδε· κατὰ μὲν τὴν προτέραν 'οἱ ἐκστάντες ὀξέως, εἶτα ἐπιπυρέξαντες, φρενιτικοὶ σὺν ἱδρῶτι γίγνονται', κατὰ δὲ τὴν δευτέραν 'οἱ ἐκστάντες, ‹εἶτ' ὀξέως ἐπιπυρέξαντες,› φρενιτικοὶ σὺν ἱδρῶτι γίγνονται'. καὶ δύναται μὲν ὁ γράψας ταῦτα τοιοῦτον ἄρρωστον ἑωρακέναι, τὸ πολλάκις δὲ προειρημένον οὐχ ἕξει.

[550]    πολλὰ μέντοι καὶ ἄλλα τῶν κατὰ τὸ βιβλίον τοῦτο γεγραμμένων οὐκ ἔστιν ὡς ἐπὶ τὸ πολὺ γιγνόμενα, τοῦ γράψαντος αὐτὰ θεασαμένου μέν τινας ἀρρώστους τοιούτους, οὔπω δὲ γιγνώσκοντος εἴτε τὸ διηνεκὲς ἔχουσιν εἴτε τὸ πλειστάκις. ἔοικε γὰρ ἐκ τηρήσεως μᾶλλον, οὐ τῆς τῶν παθῶν οἰκείας κατασκευῆς ὁ γράψας ταύτας τὰς ἀποφάσεις ἐθέλειν ποιεῖσθαι. τῷ δ' οὕτως ἀθροίζοντι τὴν ἰατρικὴν θεωρίαν οὐχ ἑκατόν, ἀλλὰ χιλίων ἐτῶν ἐστι χρεία καὶ διὰ τοῦτο τὴν μικρὰν καὶ ταπεινὴν ὁ Ἱπποκράτης ηὔξησεν ἐπὶ πλεῖστον, οἷς ἔκ τε τῆς ἱστορίας ἔμαθε καὶ αὐτὸς ἐθεάσατο, τὴν λογικὴν κρίσιν προσθείς. ἐκ πολλῶν οὖν ὑπονοήσειεν ἄν τις οὐκ εἶναι τοῦ Ἱπποκράτους σύγγραμμα τὸ βιβλίον τοῦτο· πολυλογεῖ γὰρ ἐμπειρικῶς ‹ὁ› αὐτὸ συνθεὶς μὴ δυνάμενος εἰς τὸ καθόλου λογικῶς ἀναγαγεῖν τὰ θεωρήματα.

   Οἱ φρενιτικοὶ βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες.

[551]    Οὐκ 'αὐτοὶ ψόφου καθαπτόμενοι' βέλτιον ἦν εἰπεῖν, ἀλλ' 'ὧν ὁ ψόφος καθάπτεται'. τὸ μέντοι λεγόμενον ἀληθές ἐστιν· ὑπὸ γὰρ τῶν ψόφων θορυβοῦνται παραπλησίως τοῖς δειλοῖς, ὅταν ἐξαίφνης ἀκούσωσι μεγάλης βροντῆς ἢ θηρίον τι θεάσωνται πλησίον. ἀλλὰ καὶ βραχυπόται πάντες εἰσὶν οἱ φρενιτικοί, καίτοι διάθεσιν ἔχοντες θερμὴν καὶ ξηράν, ὥστε καὶ τὴν γλῶτταν ἔχειν διὰ τὴν πολλὴν ξηρότητα τραχεῖαν. ἐδίδαξε δὲ ὁ Ἱπποκράτης ἡμᾶς, ὅτι τούτοις ἡ γνώμη νοσεῖ, κατὰ τὸν Ἀφορισμόν, ἐν ᾧ φησιν· "ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων μὴ αἰσθάνονται, τουτέοισιν ἡ γνώμη νοσεῖ". καὶ μέντοι κἀν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐν τῇ λοιμώδει καταστάσει περὶ τῶν φρενιτικῶν αὐτὸς εἶπεν· "ἄδιψοι δὲ οὗτοι πάνυ ἦσαν". τρομώδεις δὲ οὐ πάντες ἐγίνοντο οἱ φρενιτικοί, ἀλλ' οἱ χείριστα διακείμενοι, καθάπερ εἴρηται καὶ πρόσθεν. ἔνιοι δὲ βραχυπόπται γράψαντες ἀξιοῦσιν ἀκούειν τοὺς ὑποτοπουμένους τὰ βραχύτατα· καὶ τοῦτο μαρτυρεῖν φασι τὸ ψόφου [552] καθαπτόμενοι, τουτέστι ταραττόμενοι διὰ τὸ καὶ βραχύτατα ὑποτοπεῖσθαι, τουτέστιν ὑποπτεύειν.

   Τὰ ἐξ ἐμέτου ἀσώδεος, κλαγγώδης φωνή, ὄμματα ἐπίχνουν ἔχοντα, μανικά· οἷον καὶ ἡ Ἑρμοζύγου ἐκμανεῖσα ὀξέως ἄφωνος ἀπέθανεν.

   Εἴ τινάς που θέρους ὥρᾳ καύματος ἰσχυροτάτου διὰ κόνεως ὁδοιπορήσαντας τεθέασαι ξηροὺς ἱκανῶς ἔχοντας τοὺς ὀφθαλμούς, ὡς δοκεῖν τοῦ καλουμένου χνοῦ μεστοὺς εἶναι, τούτους ἐν νῷ λαβὼν νοήσεις ὃ βούλεται δηλοῦν ἡ προκειμένη ῥῆσις· ἔστι γὰρ τῶν κατ' αὐτὴν εἰρημένων τὸ κυριώτατον τοῦτο, κοινὸν μὲν ὂν τῶν τε μαραινομένων καὶ τῶν σφοδρότατα φρενιτιζόντων, οὐ μὴν δυσχερῆ τὴν γνῶσιν ἔχον τῶν μαραινομένων ἑωρακότι ποτὲ κἂν ἕνα· τοῖς μὲν γὰρ μαραινομένοις ἐκτέτηκε πᾶν ὅσον ἐστὶ κατὰ τὸ πρόσωπόν τε καὶ τοὺς κροτάφους [553] σαρκῶδες ἅμα τῷ καὶ τοὺς ὀφθαλμοὺς κοίλους ἱκανῶς γεγονέναι, οἱ φρενιτικοὶ δὲ χωρὶς τούτων τὸν ὀφθαλμὸν ἐπίχνουν ἴσχουσιν πρὸς τῷ καὶ τὸ βλέμμα θρασὺ μὲν τοῖς φρενιτικοῖς, δειλὸν δ' εἶναι τοῖς μαραινομένοις. ὁ δὲ ἀσώδης ἔμετος κοινὸν μὲν σύμπτωμα τοῖς τοιούτοις ἐστὶ πρός τινας τῶν κακοήθων πυρετῶν ὥσπερ γε καὶ ἡ κλαγγώδης φωνή. γίνεται δὲ ὁ μὲν ἀσώδης ἔμετος ἐπί τε χολώδει καὶ δακνώδει χυμῷ, ἡ φωνὴ δὲ κλαγγώδης διὰ ξηρότητα τῶν φωνητικῶν ὀργάνων, ὡς ἐν τοῖς Περὶ φωνῆς ὑπομνήμασι δέδεικται. ὅταν οὖν τοῖς φρενιτικοῖς ταῦτα συμπέσῃ, μανιωδῶς παραπαίουσιν , ὅπερ ταὐτὸν βούλεται σημαίνειν τῷ σφοδρῶς· καὶ γίνεται τοῦτο διά τε τὴν κακοήθειαν τοῦ χυμοῦ καὶ τὴν ἄμετρον ξηρότητα· διὸ καὶ ἄφωνοι γίνονται.

   Ἐν πυρετῷ καυσώδει ἤχων προσγενομένων μετὰ ἀμβλυωσμοῦ καὶ κατὰ τὰς ῥῖνας προσελθόντος βάρεος ἐξίστανται μελαγχολικῶς.

[554]    Γίνεται μὲν ὁ καυσώδης πυρετὸς καὶ δι' ἄλλας αἰτίας, ὡσαύτως δὲ καὶ διὰ τὸν ἐγκέφαλον φλεγμαίνοντα. τούτῳ γὰρ ἕπεται καὶ ἡ διηνεκὴς παραφροσύνη ἐκ τῶν οἰκείων τῆς φρενίτιδος σημείων. ἐκ δὲ τοῦ πλεονάζοντος ὑγροῦ τῇ κεφαλῇ γεννᾶται πνεῦμα φυσῶδες· διὸ καὶ οἱ ἦχοι γίνονται. ὡσαύτως καὶ ὁ ἀμβλυωσμὸς παχέος τινὸς ὑγροῦ ἢ πνεύματος ἐμπίπτοντος τοῖς ὀφθαλμοῖς. ἀλλὰ καὶ κατὰ τὰς ῥῖνας ἐμπεσὸν ὑγροῦ πλῆθος αἴσθησιν ποιεῖ βάρους ἐν αὐταῖς. εἰκὸς δ' ἔσθ' ὅτε γίνεσθαι τὴν τῶν εἰρημένων συμπτωμάτων συνδρομὴν καὶ διὰ συνεχῆ πυρετὸν χολώδους ὕλης ἐμφερομένης ταῖς φλεψὶ καὶ στεγομένης ἐκεῖσε, ἐξ ἧς καὶ πνεύματα φυσώδη πρὸς τὴν κεφαλὴν πέμπονται πρὸς ὦτά τε καὶ ὀφθαλμούς, πλῆθός τε κατὰ τὰς ῥῖνας ὑγροῦ. εἰ δέ που ἐγκαυθῇ εἴτ' ἐν τῇ κεφαλῇ ἡ ξανθὴ χολὴ εἴτ' ἐν ὅλῳ τῷ σώματι, πρὸς τὸ μελαγχολικώτερον ῥέπει, κἀκεῖθεν πρὸς αὐτὸν ἐκπέμπεται, καὶ διὰ τοῦτο ἐξίστανται μελαγχολικῶς.

[555]    Αἱ παρακρούσιες σὺν φωνῇ κλαγγώδει, γλώσσης σπασμοὶ τρομώδεες, καὶ αὗται τρομώδεες γενόμεναι ἐξίστανται· σκληρυσμὸς τουτέοισιν ὀλέθριον.

   Ὅταν ἐπὶ φρενίτιδι παραφροσύνη γένηται θερμὸν οὔσῃ καὶ ξηρὸν πάθος, ἡ ἐν αὐτῇ δὲ ξηρότης μεταδοθῇ τῇ τραχείᾳ ἀρτηρίᾳ, γίνεται ἡ φωνὴ κλαγγώδης, ὥσπερ ἐπὶ ταῖς ὑγρότησιν ἀναποθείσαις βραγχώδης, ἀλλ' οὐχ ὡς ἴδια τῆς φρενίτιδος· γίνονται γὰρ καὶ ἑτέροις νοσήμασιν· οὐδὲ γὰρ συνυπάρχουσι διηνεκῶς τῇ φρενίτιδι. ὁ γοῦν τρόμος γίνεται τῇ γλώσσῃ διὰ τὴν ἐκ τοῦ προειρημένου πάθους ξηρὰν δυσκρασίαν ἀτονησάσης τῆς ψυχικῆς δυνάμεως. σπασμοὶ δὲ τῇ τῶν ἐν αὐτῇ μυῶν ξηρότητι ἕπονται τῇ κεφαλῇ συμπασχόντων, ὥσπερ καὶ ἡ φωνὴ τρομώδης δι' ἀτονίαν ὑπὸ τῆς αὐτῆς δυσκρασίας. ταῦτα δὲ σύμπαντα τὰ προειρημένα συμπτώματα δι' ἐπίτασιν γινόμενα τῆς ἐν τῇ κεφαλῇ ξηρότητος [556] ἔκστασιν δηλοῦσι γενέσθαι. τούτοις δὲ πᾶσι σκληρυνθεῖσιν ὀλέθριον διὰ τὴν ἐν τῷ ἐγκεφάλῳ ἄμετρον γεγονυῖαν ξηρότητα.

   Αἱ τρομώδεες γλῶσσαι σημεῖον οὐχ ἱδρυμένης γνώμης.

   Εἴρηταί μοι πολλάκις, ὡς αἱ τρομώδεις γλῶσσαι δι' ἀσθένειαν τῆς ψυχικῆς δυνάμεως γίνονται. σημεῖον δ' ἐστὶν οὐχ ἱδρυμένης γνώμης διὰ τὸ ἐπὶ τῇ φρενίτιδι γίνεσθαι· πάσχοντος γὰρ τοῦ ἐγκεφάλου καὶ τοῦ πάθους ὄντος θερμοῦ ἠρεμεῖν οὐ δύναται. ὥσπερ γὰρ τοῦ ψυχροῦ τὸ ποιεῖν στάσιμα δυσκίνητά τε καὶ ἀκίνητα, ἐν οἷς ἐμφιλοχωρήσει, οὕτως τοῦ θερμοῦ τὸ κινεῖν ἀεὶ καὶ μὴ ἐᾶν ἠρεμεῖν. μέλλων οὖν ὁ Ἱπποκράτης δηλῶσαι τὴν ἐν τῇ κεφαλῇ διάθεσιν, ὁποία τίς ἐστιν, οὐχ ἱδρυμένην γνώμην ὠνόμασεν. οὐκ ἔστι δὲ ἡ τρομώδης γλῶσσα τῶν οἰκείων τῆς φρενίτιδος σημείων ἐνταῦθα, ἀλλὰ τῶν κατὰ συμπάθειαν [557] πασχόντων ἑτέρῳ τινὶ πρωτοπαθοῦντι ἢ διὰ γειτνίασιν ἢ διὰ κοινωνίαν τῶν ἐν αὐτῇ μορίων.

   Ἐπὶ τοῖσι χολώδεσι ἀκρήτοισι διαχωρήμασι τὸ ἀφρῶδες ἐπάνθισμα κακόν, ἄλλως τε καὶ ὀσφὺν προηλγηκότι καὶ παρενεχθέντι.

   Ὅτι μὲν ὁ ἀφρὸς γίνεται διὰ ψύξιν καὶ διὰ θερμότητα δῆλον ἐκ τοῦ τοὺς ἀνέμους ἀφροὺς ἐμποιεῖν τοῖς ὕδασι καὶ τὴν ἐν τῷ λέβητι ζέουσαν θερμασίαν. τὸ γοῦν ἐν τοῖς χολώδεσι διαχωρήμασιν ἀφρῶδες ἐπάνθισμα οἷον ἄνθος ἄνωθεν ἐπικείμενον ζέσιν οὐ μικρὰν ἐνδείκνυται τῆς τοιαύτης χολῆς. προοδυνῶνται δὲ τὴν ὀσφὺν διὰ τὸ δριμεῖαν εἶναι καὶ δακνώδη τὴν ἐν τοῖς ἐντέροις διερχομένην χολήν. τοῦ γὰρ τοιούτου διαχωρήματος παρενεχθέντος τοῖς ἐντέροις, οὐ τοῖς κατ' ὀσφὺν μόνον, ἀλλὰ καὶ τοῖς λοιποῖς, ὀδύναι τούτοις ἐπακολουθοῦσιν.

[558]    Τὰ ἀραιὰ κατὰ πλευρὸν ἐν τουτέοισιν ἀλγήματα παραφροσύνην σημαίνει.

   Ἐλλιπῶς οὕτως καὶ ἀπροσδιορίστως ῥηθεὶς ὁ περὶ τῶν ἀλγημάτων τῶν πλευρῶν λόγος ἀσάφειαν οὐ τὴν τυχοῦσαν ἐμποιεῖ. ἀλλ' ἡμεῖς σπουδάζοντες ἐν σαφεῖ διδασκαλίᾳ τὰ πρὸς αὐτοῦ ἀσαφῶς εἰρημένα διδάξαι τῆς ἐξηγήσεως ἐφαψώμεθα. ἀραιὰ ὀδύνη γίνεται ἐν πλευραῖς, ὅταν τι φυσῶδες πνεῦμα γεννᾶται ἐν αὐταῖς. τοῦτ' οὖν καταλεπτυνθὲν καὶ διαφορηθὲν παύει τὴν ὀδύνην, εἶθ' ὕστερον πάλιν ἕτερον γεννηθὲν αὔξει ταύτην. ἡ γοῦν οὕτως ἀραιὰ γιγνομένη ὀδύνη παραφροσύνην οὐ σημαίνει. ὅταν δὲ φλεγμαίνῃ ἡ πλευρὰ καὶ ποτὲ μὲν συνεχοῦς αἰσθάνηται τῆς ὀδύνης ὁ κάμνων, ποτὲ δὲ διὰ χρόνου, δείκνυσι τὴν γνώμην νοσεῖν οὐχὶ παντελῶς· σημεῖον γοῦν τὸ τοιοῦτο παραφροσύνης.

[559]    Αἱ μετὰ λυγγὸς ἀφωνίαι κάκιστον.

   Ἀφωνίαι γίνονται μὲν καὶ διὰ τὴν τῶν φωνητικῶν ὀργάνων βλάβην καὶ διὰ τὴν ἀρχὴν τῶν νεύρων πεπονθυῖαν. ἡ δὲ λὺγξ οἷον σπασμώδης τίς ἐστιν τοῦ στόματος τῆς γαστρὸς διάθεσις ἐπὶ πλήθει ὑγρῶν βαρυνομένου ἢ δακνομένου ἢ διὰ ψύξιν ἀνιωμένου. τί παθόντων οὖν τῶν φωνητικῶν ὀργάνων λὺγξ ἐπηκολούθησε; λείπεται οὖν ἢ πλῆθος ὑγροῦ τοῦ καὶ τὴν ἀφωνίαν ἐμποιήσαντος παραρρυῆναι εἰς τὸ στόμα τῆς γαστρὸς ἢ διὰ τὸ εἶναι δριμὺ ἢ ψυχρόν

   Ἐν ἀφωνίῃ πνεῦμα οἷον τοῖσι πνιγομένοισι πρόχειρον πονηρόν. ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;

   *     *    *

[560]    πνίγονταί τε εἰκότως, διότι ἀέρος πλῆθος οὐχ ὑπάρχει, φαινόμενόν τε λέγειν αὐτῷ ἔθος ἐστὶν τὸ τοιοῦτον πνεῦμα. φαίνονται δ' οὖν οὗτοι πάντες οἱ τὴν τοιαύτην εἰσπνοὴν εἰσπνέοντες ὅλας κινεῖν τὰς ὠμοπλάτας, ὡς καὶ διὰ τῶν ἀμφιεσμάτων ἐναργῶς ὁρᾶσθαι τὴν κίνησιν, ὡς ἂν ἰσχυρῶς ἐνεργούντων αὐτῶν τοῖς ἄνω μέρεσι τοῦ θώρακος. εἰκότως οὖν ἐνταῦθα μὲν ὠνόμασε πρόχειρον τὸ τοιοῦτον πνεῦμα, κατὰ δὲ τὸ δεύτερον τῶν Ἐπιδημιῶν 'μετέωρον'· πρόχειρον μέν, ἐπειδὴ φαίνεται προχείρως (ὅπερ ἐστὶν ἑτοίμως τε καὶ ῥᾳδίως) τοῖς τὸν κάμνοντα θεωμένοις, εἰωθότων ἡμῶν ἀντιδιαιρεῖν τοῖς ἀποκεκρυμμένοις καὶ μὴ φαινομένοις τὸ πρόχειρον· μετέωρον δέ, ἐπειδὴ τὰ μετέωρα μέρη τοῦ θώρακος οἱ οὕτως ἀναπνέοντες φαίνονται κινοῦντες. δύναται τοιγαροῦν τὸ τοιοῦτον πνεῦμα καὶ διὰ τὴν τῶν ἀναπνευστικῶν ὀργάνων στενοχωρίαν γίγνεσθαι καὶ διὰ τὴν ἀρχὴν τῶν νεύρων πεπονθυῖαν, ἣν ἐδείξαμεν ὀρθῶς τὸν Ἱπποκράτην βλαβεῖσαν ἡγεῖσθαι μεγάλην ἀναπνοὴν ἐργάζεσθαι. δυναμένης οὖν καὶ τῆς ἀφωνίας αὐτῶν [561] τε τῶν φωνητικῶν ὀργάνων βεβλαμμένων καὶ διὰ τὴν ἀρχὴν τῶν νεύρων πεπονθυῖαν γίγνεσθαι, καὶ τοῦ προχείρου πνεύματος ὁμοίως, ἄδηλον ἦν, ὅσον ἐπὶ τούτοις, εἰ παραφρονήσουσι. καὶ διὰ τοῦτο ἀμφιβάλλων εἶπεν· ἆρα γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον; περὶ μέντοι τοῦ πονηρὸν εἶναι τὸ σημεῖον οὐχ ὡς ἀμφιβάλλων, ἀλλ' ὡς βεβαίως ἐπιστάμενος ἀπεφήνατο. εἰ γὰρ μὴ τῆς ἀρχῆς τῶν νεύρων πεπονθυίας, ἀλλ' αὐτῶν τῶν ἀναπνευστικῶν τε καὶ φωνητικῶν ὀργάνων βεβλαμμένων ἡ ἀναπνοὴ τοιαύτη μετ' ἀφωνίας ἐγγένηται, κίνδυνον οὐ τὸν τυχόντα φέρει πνιγομένων ἐν τάχει τῶν οὕτω διακειμένων.

   Αἱ ἐπ' ὀλίγον θρασεῖαι παρακρούσιες θηριώδεες.

   'Οὐ μόνον, ἐὰν ἐπ' ὀλίγον χρόνον γίνωνται αἱ θρασεῖαι παρακρούσιες, θηριώδεις εἰσίν', τάχ' ἂν εἴποι τις ἐγκαλῶν τῷ λόγῳ, τὰς ἐπὶ [562] πολὺ γινομένας θρασείας παρακρούσεις μᾶλλον τῶν ἐπ' ὀλίγον εἶναι θηριώδεις ἀξιῶν. ἀλλὰ ταύτας μὲν οὐ δεόμεθα ἐπιγνῶναι, τὰς δ' ἐπ' ὀλίγον γιγνομένας θρασείας, εἶτα παυσαμένας, ὑποπτεύειν συμβουλεύει καὶ μὴ πιστεύειν αὐταῖς ὡς οὐκ ἐπανελευσομέναις. αἱ μὲν γὰρ ἐπὶ πυρετοῖς θερμοῖς γινόμεναι παρακρούσεις οὐκ ἔχουσι τὸ θρασύ, ταῖς δὲ φρενιτικαῖς λεγομέναις τοῦθ' ὑπάρχει. δυνάμει τοιγαροῦν ὁ λόγος ἔσται τοιοῦτος· ὅταν ἴδῃς τινὰ θρασέως παρακρούσαντα, κἂν ὀλίγον ὕστερον παύσηται, γίνωσκε τοῦτον οὐ πυρετοῦ λόγῳ βλαβέντα τὴν γνώμην, ἀλλὰ τῷ φρενιτικὴν ὑποτρέφεσθαι διάθεσιν, ἥτις ὕστερον αὐξηθεῖσα θηριώδης σοι φανεῖται. θηριώδεις δ' ὀνομάζει παραφροσύνας, ἐν αἷς καὶ πατοῦσιν καὶ λακτίζουσι καὶ δάκνουσιν καὶ χολῶσιν ὡς ἐπιβούλους τοὺς εἰσιόντας νομίζοντες.

   Αἱ μετὰ καταψύξεως οὐκ ἀπυρέτῳ ἐφιδρώοντι [563] τὰ ἄνω δυσφορίαι φρενιτικαί, ὡς καὶ Ἀρισταγόρῃ, καὶ μέντοι καὶ ὀλέθριαι.

   Τινὰ μέν, ὡς καὶ πρόσθεν ἔφην, βέβαια γνωρίσματα τῶν ἀρχομένων γίνεσθαι νοσημάτων, τινὰ δ' ἐστὶ μὲν ὡς τὸ πολύ, ἀλλ' ἐγγὺς τῶν βεβαίων, ἔνια δ' οὐκ ἐγγὺς μέν, οὐ μὴν ἤδη γε πόρρω, τινὰ δ' ἀμφίδοξα καί τινα τούτων ἤδη κατωτέρω· περὶ ὧν ὅταν γράφῃ, ποτὲ μὲν ἀπορεῖν ὁμολογεῖ, ποτὲ δὲ ὀνομαστὶ μνημονεύει τῶν ἀνθρώπων, ἐφ' ὧν ἐθεάσατο γενόμενόν τι τοιοῦτον, ὥσπερ καὶ νῦν ἅπαντα ἃ διῆλθε συμπτώματα καὶ ἄλλων ἐστὶ πυρετῶν. ἐγχωρεῖ γε μὴν καὶ φρενῖτιν ἐπ' αὐτοῖς μάλιστα γενέσθαι διὰ τὴν ἐφίδρωσιν τῶν ἄνω. τὸ δ' ὀλεθρίας εἶναι τὰς τοιαύτας διαθέσεις, ἐάν τε φρενῖτιν ἐνέγκωσιν ἐάν τε μή, δῆλόν ἐστι τοῖς τε τῶν ἄχρι δεῦρο λελεγμένων μὴ παρέργως ἀκηκοόσι καὶ μεμνημένοις τῶν ἐν τῷ Προγνωστικῷ.

[564]    Τὰ ἐν φρενίτισι πυκνὰ μεταπίπτοντα σπασμώδεα.

   Ἔμπροσθεν μὲν εἴρηκεν τὸ ἐπιεικὲς ἐπὶ τῶν ἐν ἀρχῇ τῆς νόσου μεταπιπτόντων οὐκ ἀγαθὸν σημεῖον εἶναι, νυνὶ δὲ προέθετο περὶ τίνων μεταπιπτόντων ὁ λόγος ἐστὶν αὐτῷ διαρθρῶσαι· δύναται γὰρ καὶ συμπτώματα ταῖς δυνάμεσιν ἐναντία μεταβάλλειν εἰς ἄλληλα, καθάπερ ἐν τοῖς ἐφεξῆς αὐτὸς εἶπεν· "ἄκρεα ἐπ' ἀμφότερα ταχὺ μεταπίπτοντα κακόν, καὶ ἡ δίψα δὲ ἡ τοιαύτη κακόν". ἐπ' ἀμφοτέρων γὰρ ἀκουστέον, ἐπὶ μὲν τῶν ἀκρέων ἐκθερμαινομένων σφοδρῶς καὶ πάλιν ψυχομένων ἰσχυρῶς, ἐπὶ δὲ τῆς δίψης γιγνομένης σφοδρᾶς καὶ μετ' ὀλίγον οἰχομένης τελέως. οὐ ταὐτὸν δὲ τοῦτ' ἔστι τῷ 'τὸ ἐπιεικὲς ταχὺ μεταπίπτειν'. ἐπ' ἐκείνου μὲν γὰρ ἐξ ἀγαθοῦ πρὸς τὸ μοχθηρόν, αὖθις δ' ἐξ ἐκείνου πρὸς τὸ κατὰ φύσιν ἐπάνοδος γίνεται, κατὰ δὲ τὴν νῦν εἰρημένην ῥῆσιν [565] μετάπτωσις ἐκ μοχθηρῶν συμπτωμάτων εἰς μοχθηρὰ δηλοῦται. αἱ τοιαῦται δὲ ἅπασαι μεταπτώσεις ἐπὶ χυμοῖς μεταρρέουσι γίγνονται. τοῖς μὲν γὰρ ‹ἐν› ἑνὶ μορίῳ στηριχθεῖσιν ἓν εἶδος ἕπεται συμπτώματος οἰκεῖον τῇ τε τοῦ μορίου φύσει καὶ τῇ τοῦ χυμοῦ δυνάμει. καὶ μὴν ἐκ τοῦ διαμένειν ἐπ' αὐτῶν τὴν φρενῖτιν ἐστηρίχθαι τις ἂν ἐν τῇ κεφαλῇ τὸν τὸ πάθος ἐργαζόμενον ὑπονοήσειε χυμόν. ὄντως οὖν κατ' αὐτὸν τὸν ἐγκέφαλον ἡ μετάρρυσίς ἐστιν, ἄλλοτε κατ' ἄλλο μέρος αὐτοῦ τι γιγνομένη τὴν μὲν ἰδέαν τοῦ πάθους φυλάττουσα, κατὰ μέρος δ' ὑπαλλάττουσα τὰ συμπτώματα. καὶ νῦν ὁ γράψας τὸ προκείμενον βιβλίον ἐπὶ τῶν τοιούτων μεταπτώσεων ποιεῖται τὸν λόγον, ἵνα κροκυδίζοντες ἢ καρφολογοῦντες ἐφ' ἡσυχίας πολλῆς ὀλίγον ὕστερον ἀναπηδήσωσιν ἢ καί τι μανιῶδες πράξωσιν, εἶτ' αὖθις ἡσυχάσωσιν ἢ μέμψωνταί τι τῶν ἔξωθεν οὐ παρόν, ὥσπερ οὖν κελεύουσιν ἀπενεχθῆναι τοὺς σαλπιστὰς ἢ τοὺς αὐλητὰς οὐδ' ἑνὸς τοιούτου παρόντος. ὡς γὰρ τὸ κροκυδίζειν καὶ τὸ καρφολογεῖν βλάβη τῆς ὀπτικῆς ἐστιν αἰσθήσεως, οὕτω ταῦτα [566] τῆς ἀκουστικῆς. καὶ κατὰ τὴν ὀσφραντικὴν δὲ παραπλήσιον γίνεται σύμπτωμα, δυσώδεις τινὰς ὀσμὰς οὐ παρούσας αἰτιωμένων αὐτῶν. εἰσὶν δ' οἳ καὶ τῶν ἐπικειμένων τι κελεύουσιν αἴρειν ὡς βαρῦνον σφοδρῶς ἢ θερμαῖνον ἢ δάκνον ἢ ψῦχον βαστάζοντες, τῆς ἁπτικῆς αἰσθήσεως ἐν τοῖς τοιούτοις συμπτώμασι βεβλαμμένης. εἰκὸς οὖν ἐστι τὸν συγγραφέα τοῦ βιβλίου τούτου τὰς τῶν συμπτωμάτων μεταπτώσεις αἰτιᾶσθαι διαμένοντος τοῦ φρενιτίζειν. ἑώρανται γὰρ ἡμῖν οὐκ ὀλιγάκις αἱ τοιαῦται παρακοπαὶ διὰ παντὸς μὲν ἐν τῷ παρανοεῖν ἔτι ὄντος τοῦ κάμνοντος, ὑπαλλαττομένου δὲ τοῖς τρόποις κατὰ πάντα τὰ γένη τῶν ψυχικῶν ἐνεργειῶν. ὡς γὰρ ἐπὶ τῶν αἰσθητικῶν διῆλθον, οὕτω κἀπὶ τῶν κατὰ λόγον καὶ γνώμην μνήμην τε καὶ νόησιν ὁρῶμεν ἐνίοτε τοῖς φρενιτικοῖς μεταπτώσεις γιγνομένας, ὥστε ποτὲ μὲν ὀργίζεσθαι, ποτὲ δ' ἐνήδεσθαι ἢ σπουδαίου τινὸς ἔχεσθαι λόγου παραφρονοῦντας αὐτούς. καὶ γὰρ ῥήτορος ἤκουσα μελετῶντος ἐν παρακοπῇ καὶ γραμματικοῦ βιβλίον ἀναγινώσκειν οἰομένου Βακχυλίδειον ἢ Σαπφικόν, ἀριθμητικοῦ [567] δέ τινος ἢ γεωμέτρου θεωρήματα διερχομένου τῆς αὑτοῦ τέχνης. ἐὰν οὖν ταῦτα σεμνῶς λέγοντες ὀλίγον ὕστερον αἰσχρῶν καὶ ἀσέμνων πραγμάτων μνημονεύσωσιν, ὅπερ ἐν ταῖς Ἐπιδημίαις 'αἰσχρομυθεῖν' ἐκάλεσεν, ἡ μετάπτωσις οὐκ ἐκ φαύλων εἰς ἐπιεικῆ, ἀλλ' ἐκ μοχθηρῶν εἰς μοχθηρὰ γίνεται, καθάπερ ἐνίοτε θρασύτατοι κατά τινα καιρὸν ὀφθέντες οἱ παραφρονοῦντες ὀλίγον ὕστερον φαίνονται δειλοὶ καὶ κατεπτηχότες. ὁρᾶται γὰρ τὰ τοιαῦτα περὶ αὐτοὺς συμπτώματα ποτὲ μὲν μηδὲ τὰ φοβερώτατα φοβουμένους, ἐνίοτε δ' ἐπὶ τοῖς μικροτάτοις ἐκπληττομένους. τῶν γοῦν τοιούτων μεταπτώσεων δοκεῖ μοι †μηδὲν νῶ κατὰ τὴν ἑπομένην ῥῆσιν γεγραφὼς παράδειγμα, καθ' ἥν φησι· "τὰ οὐρούμενα μὴ ὑπομνησάντων ὀλέθρια". νόει οὖν μοί τινα τὰς εἰρημένας μεταβολὰς ἁπάσας ἐσχηκότα περί τε τὴν οὔρησιν καὶ τὰ ἄλλα, ὅσα κατὰ τὴν μνήμην σφάλλονταί τινες, νόησον δὲ καὶ κατὰ τὰς αἰσθητικὰς παρατυπώσεις ἁπάσας ἐν μέρει σφαλλόμενον, ὡσαύτως δὲ καὶ κατὰ τὰς διανοητικάς· ἐπὶ τοῦ τοιούτου κατὰ τὸν ἐγκέφαλόν ἐστι τὸ αἴτιον, ἀλλ' [568] ἄλλοτ' ἄλλον αὐτοῦ τόπον ἐνοχλεῖ μεταρρέον. ἐδείχθησαν δ' ἡμῖν αἱ τοιαῦται μεταρρύσεις γιγνόμεναι τῶν δεχομένων μορίων ἑκάστου τὸ περιττὸν ὠθοῦντος εἰς ἕτερον ἀφ' ἑαυτοῦ. καὶ τοίνυν εἰκός ἐστιν, ἐὰν ἄλλοτ' ἐξ ἄλλου μέρους τοῦ κατὰ τὸν ἐγκέφαλον εἰς ἄλλο καταρρέων ὁ λυπῶν χυμὸς ὑπὸ πάντων ὠθῆται, τοῖς ἀποπεφυκόσιν αὐτοῦ νεύροις ἐμπεσόντα ποτὲ σπασμὸν ἐπενεγκεῖν. εἴρηκεν γὰρ αὐτὸς ὁ Ἱπποκράτης ὑπό τε πληρώσεως καὶ κενώσεως τὸ πάθος τοῦτο γίγνεσθαι.

   Τὰ οὐρούμενα μὴ ὑπομνησάντων ὀλέθρια. ἆρά γε τούτοισιν οὐρέεται οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας;

   Ἐπὶ φρενιτικῶν ἄκουε τοῦ λεγομένου, παραβάλλοντος αὐτοῦ τοὺς μετὰ τῆς ὑπὸ τῶν παρόντων ἀναμνήσεως οὐροῦντας τοῖς χωρὶς ταύτης, οἵτινες οὐδὲ ἀγγεῖον αἰτοῦσιν, ἀλλ' ἀτάκτως καὶ ἀλόγως εἰς τὴν στρωμνὴν προΐενται τὸ οὖρον. εὔδηλον οὖν, ὅτι πολὺ χεῖρον ἔχουσιν οὗτοι τῶν [569] μηδ' ὅλως οὐρούντων, εἰ μή τις αὐτοὺς ὑπομνήσειεν. ἐπ' ἐκείνων μὲν γὰρ ἓν γοῦν τι σῴζεται τῶν κατὰ φύσιν ἔργων τῆς διανοίας, φυλαττομένων οὖρον εἰς τὴν στρωμνὴν ἀποκρίνειν, ἐπὶ τούτων δ' ἀπόλωλε καὶ τοῦτο. τὸ δὲ προσκείμενον ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως, ἔνθα φησίν· ἆρά γε τούτοισιν οὐρέεται οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας; διὰ τοῦτό μοι δοκεῖ προστεθηκέναι, διότι τοιαύτην ἰδέαν οὔρων ἐφ' ἑνὸς ἢ δυοῖν ἐθεάσατο τῶν οὕτως οὐρούντων. ἀδυνατῶν οὖν ἐκ τῆς τοῦ πράγματος φύσεως ἐνδεικτικῶς ἀποφήνασθαι τὸ καθόλου, μετὰ τοῦ μηδ' ἐκ τῆς ἐμπειρίας ἐσχηκέναι τι πιστὸν ὀλιγάκις ἑωραμένου τοῦ πράγματος, εἰκότως τὸν τῆς ἀπορίας δηλωτικὸν προσέθηκε σύνδεσμον τὸν ἆρα. τολμήσωμεν οὖν ἡμεῖς ἀποφήνασθαι τὸ καθόλου, καθάπερ ἔμπροσθεν ἐπ' ἄλλων ἐποιήσαμεν, ὡς τοῦ τῶν ὠμῶν χυμῶν πλήθους ἤτοι πεττομένων ἢ πνευματωθέντων ἡ τοιαύτη τῶν οὔρων ἰδέα σύμπτωμά ἐστιν, οὐ φρενίτιδος. ἀλλὰ καὶ τοῦτο καὶ γενέσθαι ποτὲ δύναται [570] τοῖς φρενιτικοῖς καὶ μὴ γενέσθαι, καθάπερ τι καὶ ἄλλο σύμπτωμα τῶν οὔτ' οἰκείων φρενίτιδος οὔτ' ἐναντίων αὐτῇ.

   Οἱ παλμώδεες δι' ὅλου ἆρά γε ἀφώνως τελευτῶσιν;

   Δῆλός ἐστι πάλιν ἐνταῦθα παλμώδη τινὰ τεθεαμένος ἤτοι δι' ὅλου τοῦ σώματος ἢ τῷ τυχόντι μέρει (ἄδηλον γὰρ πότερον εἶπε τὸ δι' ὅλου), κἄπειτα πλησίον τοῦ θανάτου γενόμενον ἄφωνον ἰδὼν ὄντα, οὐ δυνάμενος οὔτε ἐμπειρικῶς οὔτε λογικῶς εὑρεῖν ἐξ ἀνάγκης ἀφωνίαν ἑπομένην τῷ παλμώδει παθήματι καὶ διὰ τοῦτο ἐπιζητῶν καὶ ἀπορῶν, προστεθηκέναι τῷ λόγῳ τὸν ἆρα σύνδεσμον. ἡμεῖς οὖν πάλιν ἀποφαινόμεθα κἀνταῦθα τὸν παλμόν, καθότι δέδεικται, διὰ πνεῦμα φυσῶδες γιγνόμενον τοῦ φυσώδους ἀθροιζομένου πνεύματος διὰ ψύξιν. ὅταν οὖν ὅλον τὸ σῶμα παλμῶδες γένηται, δυνατὸν τὸν οὕτως ἔχοντα διὰ ψύξιν ἀποθανεῖν ἄφωνον μηκέτι τῶν τὸν λάρυγγα κινούντων μυῶν [571] ἢ τῶν εἰς τούτους ἐμβαλλόντων νεύρων ἐνεργεῖν δυναμένων. διὰ τοῦτ' οὖν αὐτὸ βέλτιόν ἐστιν ἀκούειν τοὺς δι' ὅλου τοῦ σώματος παλμώδη κίνησιν ἔχοντας· οὔτε γὰρ ἡ πεῖρα τοῦτο ἔδειξεν οὔτ' εὔλογόν ἐστιν τῷ τυχόντι μέρει παλμώδει γενομένῳ συμπάσχειν τὰ φωνητικὰ μόρια.

   Τὰ ἐν τοῖς φρενιτικοῖσι μετὰ καταψύξεως πτυελίζοντα μέλανα ἀνεμεῖται.

   Ἐπεὶ μηδὲν ἔστιν ἄλλο τι ὑπονοῆσαι σημαίνειν τὴν πτυελίζοντα φωνήν, ὅτι μὴ τὸ πτύειν πολλάκις ἢ πληροῦσθαι συνεχῶς πτυέλου τὸ στόμα, διὰ τοῦτο κἀγὼ καὶ οἱ ἄλλοι πάντες οὕτως ἤκουσαν, ὅσοι τὸ βιβλίον ἐξηγήσαντο. καὶ μέντοι καὶ φαίνεται πληρούμενον σιάλου λεπτοῦ τὸ στόμα τοῖς μέλλουσιν ἐμεῖν διὰ τὴν κοινωνίαν τοῦ χιτῶνος, ἑνὸς ὄντος αὐτοῦ συνεχοῦς τοῦ τε τὸ στόμα πᾶν ἔνδον ὑπαλείφοντος τῇ [572] φάρυγγι καὶ τοῦ κατὰ τὸν στόμαχόν τε καὶ τὴν γαστέρα· καὶ διὰ τοῦτο ἐνίοτε τὸ κάτω σείεται χεῖλος εἰς ἔμετον ὁρμῶντος τοῦ στόματος τῆς γαστρός. ἐνδείκνυται γὰρ ἡ σεῖσις τοῦ χείλους δάκνεσθαί τε καὶ σπαράττεσθαι καὶ κλονεῖσθαι τὸν ἐκτεταμένον ἀπὸ τοῦ στόματος ἐπὶ τὴν γαστέρα χιτῶνα. ἐπὶ μὲν οὖν τῶν δυναμένων εἰπεῖν ἃ πάσχουσι καὶ καρδιωγμός ἐστι σημεῖον οὐ σμικρὸν ἐμέτου μέλλοντος, ἀλγοῦσί τε καὶ κεφαλὴν καί τι καὶ τοῖς ὀφθαλμοῖς φαντάζονται ὀρφνῶδες. εἴρηται γοῦν ἐν τῷ Προγνωστικῷ ταῦτα· "ὅστις δ' ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ κεφαλὴν ἀλγέειν ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἢν καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται". τῶν φρενιτικῶν δ' οὐ δυναμένων ἃ πάσχουσι λόγῳ δηλοῦν, ἐξ ὧν αὐτοὶ θεώμεθα μόνων ἐπιχειροῦμεν τῇ προγνώσει. θεώμεθα δὲ ἐπὶ τῶν φρενιτικῶν τὸ λεπτὸν τῇ συστάσει πτύελον ἱκανώτατον ἐνδείξασθαι τὸν ἔμετον. οὐ γὰρ ἂν ἄλλως ἐν ξηρῷ νοσήματι φρενίτιδι, καθ' ὃ καὶ ἡ γλῶττα πολλάκις γίνεται ξηροτάτη, περιττεῦον ἐν τῷ στόματι φαίνοιτο [573] τὸ λεπτὸν ὑγρόν. ἡ δὲ κατάψυξις αὐτῷ προσερχομένη τὴν ποιότητα δηλοῖ τοῦ μέλλοντος ἐμεῖσθαι χυμοῦ. διὰ μὲν οὖν τὸν πτυελισμόν, ὅτι γενήσεταί τις ἔμετος, διὰ δὲ τὴν κατάψυξιν, ὅτι μελάνων, ἔνεστι προγνῶναι.

   Κώφωσις καὶ οὖρα ἀκατάστατα, ἐξέρυθρα, ἐναιωρούμενα, παρακρουστικά· τοῖσι τουτέοισιν ἰκτεροῦσθαι κακόν. κακὴ δὲ καὶ ἡ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώνους μέν, αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι. οἶμαι δὲ καὶ κοιλίαι καταρρήγνυνται τουτέοισιν, οἷον ἐγένετο Ἑρμίππῳ, καὶ ἀπέθανεν.

   Εἴρηταί μοι καὶ πρόσθεν, ὡς ἐν οἷς πάθεσιν οὔτε τήρησιν ἐπὶ πολλῶν εἶχεν ἀρρώστων οὔτε τῆς τοῦ πράγματος φύσεως ἔνδειξιν βεβαίαν, ἐπὶ τούτων εἴωθεν ἤτοι τοὺς ἀνθρώπους ὀνομαστὶ γράφειν, ἐφ' ὧν ἐθεάσατο τὰ συμπτώματα [ἢ] περὶ ὧν ἑκάστοτε πεποίηται τὴν διήγησιν, [574] ἢ ζητεῖν ἔτι καὶ ἀπορεῖν ὁμολογεῖν, πῇ ποτ' ἔχει τἀληθές. ἔοικεν οὖν καὶ νῦν ἐπί τινος Ἑρμίππου θεάσασθαι τὰ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα συμπτώματα παρακρούσαντός τε καὶ ἰκτερωθέντος ἐπὶ κωφώσει καὶ οὔροις ἐξερύθροις ἀκαταστάτοις. ἡ μὲν δὴ κώφωσις ἕν τι τῶν ἐνδεικνυμένων ἐστὶ πεπονθέναι τὸν ἐγκέφαλον. ἐξέρυθρα δὲ οὖρα διαφέρει μὲν δήπου τῶν 'ὑπερύθρων', ἃ κατὰ τὸ Προγνωστικὸν εἴρηται χρόνου μὲν εἶναι σημεῖα, μὴ μέντοι κινδύνου. τίνα δ' ‹ἂν› ἄλλα νοήσειέ τις ἐξέρυθρα ἢ τὰ καλούμενα πρὸς ἁπάντων αἱματώδη πολλοῖς τῶν νεφριτικῶν οὐρούμενα; καὶ εἴπερ ταῦτα βούλεται δηλοῦν, ἀνὰ λόγον τι σημαίνει τοῦ πρόσθεν εἰρημένου "κοιλίης περίπλυσις ἐξέρυθροσ". ὥσπερ οὖν ἐκείνην ἔφαμεν ἥπατος ἀρρωστοῦντος γίνεσθαι, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ νεφροῖς κακοπραγοῦσιν οὖρον ἐξέρυθρον ἐροῦμεν γίγνεσθαι. τὸ δ' ἀκατάστατον αὐτοῦ μετὰ τοῦ φαίνεσθαί τινα παχύτερα τῆς ὅλης οὐσίας τῶν οὔρων ἐναιωρούμενα ταραχὴν [575] ἐνδείκνυται κατὰ τὰς φλέβας ὑπάρχειν ἅμα θερμασίᾳ τινὶ παρὰ φύσιν οὐκ ὀλίγου πνεύματος ἠθροισμένου φυσώδους. ὥσπερ οὖν ἐνδεχόμενόν ἐστιν ἐπὶ τῶν εἰρημένων συνόδων παρακροῦσαι τὸν ἄνθρωπον, οὕτως οὐκ ἀναγκαῖον. ἡ γὰρ ἐπιπλοκὴ τῶν σημείων οὐχ ἁπάντων ἐστὶν ὁμογενής, τῆς μὲν κωφώσεως τὴν κεφαλὴν ἐνδεικνυμένης πεπονθέναι, τῶν δ' ἐξερύθρων οὔρων τοὺς νεφρούς, τῶν δὲ ἀκαταστάτων οὔρων ἐπὶ τοῖς ἐναιωρήμασι πρῶτον μὲν ἐν ταῖς φλεψὶν ἀπέπτων χυμῶν ταραχὴν ἐνδεικνυμένων, κατὰ συμβεβηκὸς δὲ καὶ τῇ τῆς παρακρούσεως γενέσει συντελούντων.

   τὸ δ' ἐφεξῆς τῶν εἰρημένων γεγραμμένον τὸ τοὺς τοιούτους ἰκτεροῦσθαι κακόν, ἀληθὲς μέν ἐστιν, ἀλλ' ὅτι συνδρομὰς ἑτερογενῶν σημείων οὐ χρὴ ποιεῖσθαι κατὰ τὰς τοιαύτας διδασκαλίας ἔμπροσθεν δέδεικται. καὶ μὲν δὴ καὶ περὶ τοῦ κακὸν εἶναι μώρωσιν ἐπὶ τοῖς ἰκτέροις εἴρηται πρόσθεν, ἡνίκα προειπών "ἐν φρενιτικοῖς λευκὴ διαχώρησις κακόν" ἐπήνεγκεν "ἆρά γε ἐπὶ τούτοισι καὶ νωθρότης γίνεται;" καὶ γὰρ μεταλαμβάνει τὸν λόγον εἰς ἑτέρας φωνὰς ἀντὶ μὲν τῆς λευκῆς διαχωρήσεως, ἥτις ἐστὶν ἴδιον τῶν ἰκτερικῶν σύμπτωμα, τοῦ πάθους [576] αὐτοῦ μνημονεύσας, ἀντὶ δὲ τῆς νωθρότητος τὴν μώρωσιν εἰπών. τούτους οὖν, φησίν, ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι. φαίνονται δὲ τῶν ἀφώνων ἐν ὀξέσιν νοσήμασι γιγνομένων ἔνιοι μὲν οὐδ' αἰσθανόμενοι διὰ τὸ τῆς ἀρχῆς πάθος, ἀμφοτέρων αὐτοῖς τῶν συμπτωμάτων ἑπομένων, ἔνιοι δὲ μόνον ἄφωνοι γιγνόμενοι, καὶ τούτων οἱ μὲν ἅμα τῷ καὶ τὰς ἄλλας κινήσεις ὅσαι κατὰ προαίρεσιν γίγνονται βεβλάφθαι πάσας, οἱ δὲ τὴν φωνὴν μόνην. ἐὰν οὖν ἅμα τῇ φωνῇ καὶ τῶν ἄλλων ἐνεργειῶν ἡ βλάβη γένηται, τῆς ἀρχῆς τῶν νεύρων ἐστὶ τὸ πάθος· ἐὰν δὲ μόνης τῆς φωνῆς, μόνων τῶν φωνητικῶν ὀργάνων. ἀλλ' ἐπί γε τῆς προειρημένης συνδρομῆς, ὅταν πλησίον ἤδη ἥκωσι τοῦ θανάτου, τὸ τῆς ἀφωνίας αὐτοῖς ἀκολουθεῖ σύμπτωμα. τὸ δ' ἐπὶ τῷ τέλει τῆς ὅλης ῥήσεως εἰρημένον καὶ κοιλίαι καταρρήγνυνται, οἷον ἐγένετο καὶ Ἑρμίππῳ, καὶ ἀπέθανεν οὕτως αὐτὸν εἰκὸς εἰρηκέναι, διότι μήτ' ἐτεθέατο πολλάκις ἑπόμενον τὸ σύμπτωμα τοῦτο τῇ προκειμένῃ συνδρομῇ μήτ' αὖ λογικῶς εὑρεῖν ἠδυνήθη.

[577]    Κώφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα κακόν.

   Γίνεται μὲν καὶ διά τινα χυμὸν κατὰ τοὺς ἀκουστικοὺς πόρους σφηνωθέντα κώφωσις οὐδὲν ἔχουσα κακόηθες. γίνεται δὲ ἐνίοτε καὶ τῆς ἀκουστικῆς δυνάμεως νενεκρωμένης, ἣν ἐν τοῖς ὀξέσιν ἅμα καὶ ταραχώδεσι νοσήμασιν ὁρῶμεν συμπίπτουσαν, ὑπὲρ ἧς νῦν ἀπεφήνατο, κακὸν εἶναι λέγων αὐτὴν σύμπτωμα, οὔτε τὸ 'ἆρα' προσθεὶς οὔτ' αὐτὸ τὸ ὄνομα τοῦ νοσήσαντος οὕτως, ἐπειδὴ ἓν ἔστιν ἀποφήνασθαι περὶ τῶν τοιούτων συμπτωμάτων.

   Αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες παρακρούσιες πάνυ φρενιτικαί, ὡς καὶ τῷ Διδυμάρχῳ ἐν Κῷ.

   Γίνεται καί τι τοιοῦτον παραφροσύνης εἶδος οὐκ ὀλιγάκις, ὡς [578] ἡσυχάζοντα κατακεῖσθαι τὸν νοσοῦντα, μὴ ὅτι θορυβωδῶς κεκραγότα καὶ ἀναπηδῶντα, καθάπερ ἔμπροσθεν, ἀλλὰ μηδὲ φθεγγόμενον ὅλως, μηδὲ τὸ τῆς κατακλίσεως σχῆμα μεταβάλλοντα. καὶ πολλάκις γε τοῖς οἰκείοις οὗτοι παρέσχον δόξαν, ὡς, εἰ γένοιτό τις σιγή, κοιμηθησόμενοι. συγκλείσαντες οὖν τὰς θυρίδας ἡσυχάζουσιν ἐπιτηροῦντες· ἐν τούτοις τε τρίβεται χρόνος ἐνίοτε μακρός, τῶν μὲν οἰκείων τῶν καμνόντων ἐκ τοῦ μὴ φθέγγεσθαί τι μηδὲ κινεῖσθαι τὸν νοσοῦντα τεκμαιρομένων κοιμᾶσθαι τὸν ἄνθρωπον, αὐτοῦ δὲ τοῦ νοσοῦντος μήτε κοιμωμένου καὶ τὰς χεῖρας κινοῦντος ἀτρέμα ὁμοίως τοῖς διὰ ψηλαφίας ἠρεμαίας ἅψασθαί τινος ἢ εὑρεῖν τι βουλομένοις. ἔπειτα τούτων οὕτως ἐχόντων ἔνιοι μὲν κεκλεισμένων τῶν βλεφάρων ταῦτα πράττουσιν, καὶ εἰ προσελθών τις αὐτοῖς διαλέγοιτο, τινὲς μὲν οὐδ' ὅλως ἀνοίγουσι τοὺς ὀφθαλμούς, ἔνιοι δὲ ἀνοίξαντες ἤτοι μικρὸν ὕστερον ἔκλεισαν ἢ ἀκινήτους φυλάττουσιν, ἔνιοι δ' οὐδ' ἂν ἐμβοήσῃ τις αὐτοῖς ἢ νύξῃ, τὰ βλέφαρα διανοίγουσιν. περὶ τοιούτων οὖν φρενιτικῶν ὁ Ἱπποκράτης κατὰ τὸ [579] γ τῶν Ἐπιδημιῶν οὕτως ἔγραψεν· "οὐδ' ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς ὥσπερ ἐπ' ἄλλοις, ἀλλ' ἄλλῃ τινὶ καταφορῇ νωθρῇ καρηβαρέες ἀπώλοντο".

   τοὺς δ' αὐτοὺς τούτους φρενιτικοὺς κατὰ τὴν προκειμένην ῥῆσιν ὠνόμασεν ἀσαφεῖς, ὡς εἰ καὶ δυσγνώστους εἶπε τοῖς πολλοῖς οὐ μόνον τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν. οἴονται γὰρ ἐκείνους μόνους εἶναι φρενιτικούς, ὅσοι κεκράγασιν ἢ ἀναπηδῶσιν, Ἱπποκράτους τοὺς βεβλαμμένους τὰς φρένας οὕτως ὀνομάζοντος, κἂν ‹εἰ› διὰ παντὸς ἐν καταφορᾷ τινι τύχοιεν ὄντες. συνεισβάλλει μὲν οὖν ἐξ ἀρχῆς ἐνίοτε παραφροσύνη κώματι. δέδεικται γὰρ ἐν τῷ Περὶ τοῦ παρ' Ἱπποκράτει κώματος ἐπὶ ταὐτὸν ἀναφέρων ἀμφοτέρας τὰς προσηγορίας, τήν τε τῆς καταφορᾶς καὶ τὴν τοῦ κώματος. ἀλλὰ τὸ μὲν τῆς ἡσυχίας ἀσαφὲς αἱ τοιαῦται φρενίτιδες οὐκ ἔχουσιν, τὸ δ', ὡς εἴρηται νῦν, ἀσαφὲς εἶδος φρενίτιδος ἐπὶ προήκοντι τῷ χρόνῳ γίνεται, καὶ πάντας, οὓς εἶδον οὕτω παθόντας, ἄρρωστον καὶ σκληρὸν καὶ στενὸν καὶ βραχὺν εἶχον τὸν σφυγμόν, ὡς τεκμαίρεσθαι κεκμηκυίας τῆς δυνάμεως αὐτοῖς [580] γίνεσθαι τὴν ἡσυχίαν, οὐ δυναμένοις ἰσχυρότερον κινεῖσθαι. τινὲς δ' αὐτῶν ὥσπερ τὰς χεῖρας ἠρέμα κινοῦσιν, οὕτω καὶ φθέγγονται βραχύτατα· καὶ τοῦτο λανθάνει τοὺς πολλοὺς καὶ μόνοις γίνεται κατάδηλον, ὅσοιπερ ἂν ἐγγυτέρω γενόμενοι κατακύψωσιν εἰς αὐτούς. ἔστι δ' ὅτε πειρᾶταί τις πρὸς τὸ κατακούειν σαφῶς πλησίον αὐτῶν τοῦ προσώπου καταθεῖναι τὸ οὖς. ἀλλὰ καὶ ἡ τῶν χειρῶν κίνησις αὐτοῖς βραχεῖα τρομώδης οὖσα λανθάνει τοὺς πολλοὺς μόνοις τοῖς ἀκριβῶς κατασκεψαμένοις φαινομένη. τεκμήριον μὲν οὖν τοῦτ' ἔστι τοῦ τὴν δύναμιν αὐτῶν ἀρρωστεῖν, ἑκτικὴν δέ τινα διάθεσιν εἶναι φρενίτιδος ὥσπερ ‹τῶν› πυρετῶν ἐκείνων, οὓς δι' αὐτὸ τοῦτο προσαγορεύομεν 'ἑκτικούσ'. εἴρηται δὲ περὶ αὐτῶν ἔν τε τοῖς Περὶ τῆς διαφορᾶς τῶν πυρετῶν ὑπομνήμασιν καὶ τοῖς τῆς Θεραπευτικῆς μεθόδου γράμμασιν καὶ μέντοι κἀν τῷ Περὶ μαρασμοῦ τὰ στερεὰ τοῦ ζῴου μόρια κατειληφέναι τοὺς τοιούτους πυρετοὺς ἐνδεικνυμένοις, οὐκ ἐπὶ χυμῷ σηπεδονώδει γίνεσθαι. καὶ τῆς φρενίτιδος οὖν ἐπὶ χολώδει χυμῷ τὴν γένεσιν ἐχούσης, ὅταν ἐπὶ τὸν ἐγκέφαλον οὗτος κατασκήψῃ, κατ' ἀρχὰς μὲν οὐδέπω τῆς ποιότητος αὐτοῦ [581] κεκραμένης ὅλῳ τῷ σώματι τοῦ ἐγκεφάλου θορυβώδεις παραφροσύναι γίνονται· προήκοντος δὲ τοῦ χρόνου παραπλήσιόν τι πάσχει τοῖς ὑπὸ τῶν καλουμένων βαφέων ἐρίοις βαπτομένοις· καὶ γὰρ καὶ ταῦτα δευσοποιὰ γίνεται τοῖς κατ' ἀρχὰς ἴδιον ἔχουσι τὸ χρῶμα παραπλησίως. καὶ ἡ τοιαύτη τοίνυν οἷον βαφὴ τοῦ ἐγκεφάλου τὴν παραφροσύνην ἑκτικὴν ἴσχει, καὶ διὰ τοῦτ' ἔστιν ἡ διάθεσις αὐτῶν μοχθηρὰ τοῖς ἑκτικοῖς πυρετοῖς ὡσαύτως, οὓς ἐδείκνυμεν ἀρχομένους μὲν συνίστασθαι μόγις λυομένους, συστάντας δὲ καὶ ἀκριβῶς ἐκπληρωθέντας οὐκέτι δύνασθαι λυθῆναι. ὀρθῶς οὖν εἴρηται τὰς τοιαύτας παρακρούσεις πάνυ φρενιτικὰς εἶναι.

   ταύτην τὴν ῥῆσιν, ὥσπερ καὶ ἄλλας τινὰς τῶν ἰατρικῶν παρατρέχοντες οἱ ἐξηγηταὶ χρονίζουσιν ἐν τοῖς σοφιστικοῖς ζητήμασιν. ὀνομάζω δέ, ὡς ἴστε, σοφιστικὰ τὰ μηδὲν εἰς τὸ βέλτιον ἰατρεύειν συντελοῦντα. τοιαῦτα δὲ οὐκ ὀλίγα καὶ κατὰ τὰς ἐξηγήσεις εὑρίσκεται, τινὰ μὲν μᾶλλον ἀποκεχωρηκότα τοῦ πρὸς τὰς θεραπείας χρησίμου, τινὰ δὲ ἧττον, ὥσπερ ἀμέλει καὶ τὸ ζητῆσαι τὴν αἰτίαν, δι' ἣν προσέθηκεν ἐπὶ [582] τῷ τέλει τῆς προκειμένης ῥήσεως· οἷον τῷ Διδυμάρχῳ ἐν Κῷ. δέδεικται γὰρ ἐν τῷ πρὸ τούτου λόγῳ προσγράφειν ὀνομαστὶ τοὺς νοσήσαντας ἐπ' ἐκείνων τῶν ῥήσεων, ἐν αἷς οὐ τολμᾷ καθ' ὅλου τοῦ πράγματος, ὑπὲρ οὗ ποιεῖται τὸν λόγον, ἕν τι κοινὸν ἀποφήνασθαι. νυνὶ δὲ ἀληθές γε φαίνεται λέγων, καθόλου κατὰ πάντων τῶν οὕτως ἐχόντων ἀποφαινόμενος, οὐχ ὡς ἀμφιβάλλων, ἀλλ' ὡς πάνυ πεπεισμένος. προσέθηκε γοῦν τῷ λόγῳ τὸ πάνυ φρενιτικαί, καίτοι δυνάμενος ἁπλῶς φρενιτικαὶ εἰπεῖν. δοκεῖ δέ μοι μαρτύριον τῷ λόγῳ προσγράψαι τὸν ἄρρωστον ὀνομαστὶ διὰ τὸ πολλοὺς οὐ μόνον τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν ἐπὶ τῶν τοιούτων ἐξαπατᾶσθαι. κἀμοὶ γοῦν ποτέ τις ἠμφισβήτησε περί τινος οὕτω φρενιτίζοντος οὔτ' ὀλεθρίως ἔχειν αὐτὸν οὔθ' ὅλως φρενιτικὸν εἶναι νομίζων. ἴσως δὲ καὶ αὐτῷ τῷ τὸ προρρητικὸν τοῦτο γράψαντι τοιαύτη τις ἀμφισβήτησις ἐγένετο πρός τινα· διὸ τοῦ παθόντος ἐμνημόνευσεν ὀνομαστί.

[583]    Αἱ ἐκ ῥίγεος νωθρότητες οὐ πάνυ παρ' ἑωυτοῖσιν.

   Οὐκ οἶδ' ὅπως ὃς ἔγραψε τοῦτο τὸ βιβλίον ἐν πολλαῖς ταῖς ῥήσεσιν ἀλλοκότῳ χρῆται τῇ λέξει μεταβαίνων ἐνίοτε μὲν ἀπὸ τῶν παθῶν ἐπὶ τοὺς πάσχοντας ἀνθρώπους, ἐνίοτε δὲ ἀπὸ τῶν πασχόντων ἐπὶ τὰ πάθη. καὶ νῦν γοῦν προειπὼν αἱ ἐκ ῥίγεος νωθρότητες ἐπήνεγκεν οὐ πάνυ παρ' ἑωυτοῖσιν, καίτοι δυνάμενος εἰπεῖν 'οἱ ἐκ ῥίγεος νωθροὶ οὐ πάνυ παρ' ἑωυτοῖσιν'. ὃ δ' οὖν λέγει τοιοῦτόν ἐστιν· ὅταν ἀκολουθήσῃ ῥίγει νωθρότης, οὐ πάνυ τὴν διάνοιαν οὗτοι ἀβλαβεῖς γίνονται· δηλοῦται γὰρ ἐκ τοῦ συμβάντος ἐψῦχθαι τὸ σῶμα μεγάλως. ἐμάθομεν δ' ὅτι ταῖς καθ' ὅλον τὸ σῶμα μεγάλαις δυσκρασίαις ἕπεται πολλάκις ἡ τῆς διανοίας βλάβη, παθόντος ὁμοίως τῷ παντὶ σώματι τοῦ ἐγκεφάλου.

[584]    Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον, περὶ κρίσιν δὲ τουτέοισι πνεῦμα ἅλις ξὺν τόνῳ διέρχεται· καὶ οἱ κατὰ γαστροκνημίην πόνοι ἐν τούτοισι γνώμης παράφοροι.

   Τινὲς οὐ μόνον ἅλις, ὅπερ ἀθρόον σημαίνει, γράφουσιν, ἀλλὰ καὶ τὸ συχνόν αὐτῷ προστιθέασιν, ἕτεροι δὲ τὸ τόνῳ διέρχεται διὰ τοῦ γ γράφουσιν, οὐ διὰ τοῦ τ, καὶ προστιθέασιν αὐτῷ τὸ εἴκελον ὅλην τὴν λέξιν ποιοῦντες τοιάνδε· γόνῳ εἴκελον διέρχεται. ἔνιοι δὲ ἀντὶ τοῦ πνεῦμα φλέγμα γράφουσιν. τὸν μὲν οὖν παλμὸν ἐδείξαμεν ὑπὸ φυσώδους πνεύματος γίνεσθαι· διὸ τοῦτο κατὰ μὲν τὸ διάφραγμα συστὰν παραβλάπτειν τι καὶ τὴν γνώμην, ἐπειδὴ τοῖς νευρώδεσι μορίοις ἡ ἀρχὴ συμπάσχειν εἴωθεν. ὅταν δὲ κατ' ἄλλο τι τῶν ἐνταῦθα μερῶν γένηται, τὰ μὲν τῆς γνώμης ἀβλαβῆ μένει, διέρχεται δ' αὐτοῖς κριτικῶς [585] φλέγμα συχνὸν κάτω μετὰ τόνου, τοῦτ' ἔστι μετὰ προθυμίας ἰσχυρᾶς, ὁποία κατὰ τοὺς τεινεσμοὺς γίνεται. τοιαῦται δὲ τάσεις εἰώθασι συμβαίνειν ἐπὶ τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς μόγις διερχομένοις εἰς τὰ εἴσω χωρία τῶν ἐντέρων· ἔν τισι δ', ὡς ἔφην, τῶν ἀντιγράφων οὐ διὰ τοῦ τ γέγραπται 'τόνῳ διέρχεται τὸ κενούμενον', ἀλλὰ διὰ τοῦ γ γόνῳ εἴκελον, τουτέστι γόνῳ ὅμοιον. εἴτε δὲ κατὰ τὴν σύστασιν εἴτε κατὰ τὴν χρόαν εἴτ' ἄμφω βούλεται γόνῳ παραπλήσιον εἶναι τὸ κενούμενον, ἄδηλον ὑπάρχον ἐστίν.

   ὅ γε μὴν ὑπὸ Πραξαγόρου καλούμενος ὑαλώδης χυμὸς ὅμοιος ὢν ὑάλῳ κεχυμένῃ τοιοῦτός ἐστιν, ὡς ὀδύνας μεγίστας τονώδεις παρέχειν, ὅταν διεξέρχηται τοὺς χιτῶνας τῶν ἐντέρων. ἔστι δὲ τῇ κράσει ψυχρότατος ἁπάντων τῶν κατὰ τὸ σῶμα γεννωμένων χυμῶν. ὅτι δὲ ἐκ τῶν παχυτέρων χυμῶν τὸ φυσῶδες πνεῦμα τὴν γένεσιν ἴσχει, καὶ τοῦτ' ἔμπροσθεν ἤκουσας ἐν τοῖς περὶ τοῦ παλμοῦ λόγοις. οὐ μὴν οἵ γε κατὰ γαστροκνημίαν πόνοι παραφροσύνην ἐν τούτοις σημαίνουσι· διὸ κελεύουσιν ἡμᾶς οἱ βοηθοῦντες τῇ ῥήσει προσυπακοῦσαι 'καταπαυσάμενοι', [586] τοῦτ' ἔστιν ἀλόγως ἐξαίφνης ἀφανισθέντες, καὶ παρατίθενται τὸν ἐγγεγραμμένον ἄρρωστον ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐν τῷ Δεάλκους κήπῳ κατακείμενον, ἐφ' οὗ προειπὼν Ἱπποκράτης, ὅτι "γούνατα καὶ κνήμας ἐπωδύνως εἶχε" λωφησάντων αὐτῶν ἀκολουθῆσαι παραφροσύνην φησίν. εἴρηται δέ μοι πρόσθεν, ὡς οὐ χρὴ διὰ τοιούτων ἀρρώστων παραθέσεως ἐξηγήσεις ποιεῖσθαι· πάντα γὰρ ἔσται πάντων σημεῖα κατὰ τοῦτον τὸν λόγον. ἀλλὰ καὶ τὸ τοὺς κατὰ γαστροκνημίαν πόνους γνώμης γενέσθαι παραφόρους, ἐπειδὰν ἀφανισθῶσιν, οὐ προκειμένου κατὰ τὴν ῥῆσιν τοῦ παύσασθαι τοὺς τοιούτους πόνους, ἀτοπωτάτην ἔχει τὴν ἐξήγησιν. οὕτω γὰρ ἔξεστι πᾶν ὅτι ἂν βουληθῶμεν εἰς τοὐναντίον ἕλκειν, ὥστε, κἂν κεφαλαλγίαν εὕρωμέν που γεγραμμένην, οὐ τὴν οὖσαν, ἀλλὰ παυσαμένην ἀκούειν ἡμᾶς, καὶ βῆχα καὶ δύσπνοιαν, κἂν ἦχον ὤτων κἂν ὁτιοῦν ἄλλο.

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΟΡΡΗΤΙΚΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ.

[587]   Ἢν ἐναιωρηθῇ τι τῷ οὔρῳ τοῦ κατὰ τὸν μηρὸν ἀλγήματος [ἀφανισθέντοσ], παρακρουστικόν, καὶ οἷα περὶ ἤχους τοιαῦτα.

   Ἔστι μὲν οὐκ ὀλίγον ἐν ὅλῳ τῷ βιβλίῳ τὸ ἀσαφές, τὸ δὲ τῆς διανοίας ἐφεξῆς ἴδωμεν. ἐὰν ἐναιωρηθῇ τι τῷ οὔρῳ τοῦ κατὰ τὸν μηρὸν ἀλγήματος, ὡς οἱ ἐξηγηταὶ λέγουσιν, ἀφανισθέντος, [588] ἀσφαλέστερόν τε καὶ βεβαιότερον ἀποφαινόμεθα περὶ τῆς ἐσομένης παραφροσύνης. οὐ μήν γ' ἀληθὲς ὃ λέγουσιν, ἐὰν ὡς καθόλου λέγηται. τὸ γὰρ λευκὸν καὶ λεῖον καὶ ὁμαλὸν ἐναιώρημα κάλλιστόν ἐστιν. οὔκουν ἁπλῶς χρὴ λέγειν ἐὰν ἐναιωρηθῇ τι τῷ οὔρῳ, τοῦ κατὰ τὸν μηρὸν ἀλγήματος ἀφανισθέντος ἔσεσθαι παραφροσύνην, ἀλλ' 'ἐὰν μοχθηρὸν ᾖ τὸ ἐναιώρημα', καὶ οὐδὲ τοῦτο αὔταρκες, ἀλλ' 'εἴ τι κἂν ἓν ἅμα τοῖς εἰρημένοις γενήσεται παρακρουστικὸν σημεῖον'. ἐνδέχεται γὰρ τοῦ κατασκήπτοντος εἰς τὸν μηρὸν χυμοῦ παλινδρομήσαντος ἄλλο τι κατωτέρω τῆς κεφαλῆς μόριον ὑποδεξάμενον αὐτὸ μὲν παθεῖν, κωλῦσαι δὲ βλαβῆναι τὴν κεφαλήν, ἐὰν ἀφανισθῇ μὲν τὸ κατὰ τὸν μηρὸν ἄλγημα, ἐναιώρημα δὲ φαίνηται μηδὲν τῆς κεφαλῆς πασχούσης. μόνον γὰρ ἕν ἐστιν ἄμεμπτον, ὅπερ ἂν ᾖ κατὰ μὲν τὴν χρόαν ὕπωχρον μετρίως, κατὰ δὲ τὴν σύστασιν σύμμετρον, ἐν τῷ μεταξὺ δηλονότι τοῦ τε παχέος οὔρου καὶ λεπτοῦ.

   ἐγὼ μὲν οὖν ἀεὶ προσδιορίζομαι τὰ κατὰ τὸ βιβλίον ἀδιορίστως [589] εἰρημένα καὶ διὰ τοῦτο μέλλοντα βλάψαι τοὺς ἀναγινώσκοντας αὐτά· τοῖς δ' ἐξηγηταῖς ἀδιόριστος ἡ διδασκαλία γιγνομένη βλάπτει μᾶλλον ἢ ὠφελεῖ τοὺς νέους· ἀρετὴν γὰρ ἐξηγήσεως νομίζουσιν εἶναι συναγορεύειν τοῖς γεγραμμένοις ἐξ ἅπαντος τρόπου, κἂν προφανῶς ὑπάρχῃ ψευδῆ. ὅπου δὲ τοῦτο πράττουσιν ἑτοίμως ἐπὶ τῶν προφανῶν, πολὺ δήπου μᾶλλον ἐπὶ τῶν ἀφανῶν οὐδὲν αὐτοῖς μέλει τῆς ἀληθείας.

   τὸ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον τὸ καὶ οἷα περὶ ἤχους τοιαῦτα καλὸν ἦν αὐτὸ καθ' ἑαυτὸ γεγράφθαι χωρὶς τῆς τῶν οὔρων ἐπισκέψεως, ἵν' ὁ λόγος ᾖ μερικός, ὃν μικρὸν ἔμπροσθεν εἶπον ἐγὼ καθόλου. τὰ γὰρ κατὰ μηρὸν ἀλγήματα παλινδρομήσαντος τοῦ ποιήσαντος αὐτὰ χυμοῦ δύναταί ποτε παραφροσύνην ἐνεγκεῖν ἐπὶ τὴν κεφαλὴν ἀφικνουμένου τοῦ χυμοῦ· σημεῖον οὖν ἔσται τῆς ἐπὶ τὴν κεφαλὴν ἀνόδου τὰ ἐν αὐτῇ συμπτώματα, ὧν ἕν ἐστιν καὶ οἱ ἦχοι. γράφουσιν δ' ἔνιοι 'καὶ ὅσα περὶ κύστιν τοιαῦτα' καί φασι δηλοῦν τὴν λέξιν οὐ μόνον ἐναιωρήματα σκοπεῖσθαι τῶν οὔρων ὡς παρακρουστικὸν [590] σημεῖον, ἀλλὰ καὶ εἴ τι ἄλλο τοιοῦτον φαίνοιτο τῶν ἐκ τῆς κύστεως ἀποκρινομένων, ὥσπερ οὐ δυνηθέντες ἄνευ τούτων εἰπεῖν, ὃ ὁ συγγραφεὺς ἠβουλήθη κατὰ τόνδε τὸν τρόπον ἑρμηνεῦσαι· 'ἄλλως τε καὶ ἢν οὖρον ἐναιωρηθῇ καὶ ὅσα ἄλλα κατ' αὐτὸ γίγνεται παρακρουστικὰ σημεῖα'. πάλιν κἀνταῦθα τοὺς νέους ἀναμνῆσαι ἀναγκαῖον μηδὲν τῶν ἐν οὔροις σημείων γίγνεσθαι παρακρουστικόν. ἐνδείκνυται γὰρ ταῦτα διάθεσιν μορίων ἥπατος καὶ νεφρῶν καὶ κύστεως καὶ τῶν τὸ αἷμα περιεχόντων ἀγγείων ῥώμην τε καὶ ἀρρωστίαν τῆς τοὺς χυμοὺς γεννώσης δυνάμεως. τῶν δὲ κατὰ τὸν ἐγκέφαλον παθῶν ἄλλα συμπτώματά ἐστι καὶ σημεῖα, περὶ ὧν ἔμπροσθεν ἤκουσας.

   Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπώδει, κεφαλαλγικῷ, διψώδει, ὑπαγρύπνῳ, ἀσαφεῖ, ἀδυνάτῳ, οἷσι τὰ τοιαῦτα, ἐλπὶς ἐκστῆναι.

[591]    Ἡ μὲν ὑγρὰ κοιλία (λέγοιτο δ' ἂν οὕτως, ἐφ' ἧς ὑγρὰ διαχωρεῖται) καὶ ἡ κοπώδης αἴσθησις, αὐτῷ τῷ κάμνοντι δηλονότι γιγνομένη, νοσώδη μέν ἐστι συμπτώματα, παρακρουστικὰ δὲ οὐκ ἔστιν, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν εἰρημένων, ἔνθα διῆλθον, ὅπως χρὴ γνωρίζειν τὰ δηλωτικὰ τῶν νοσημάτων ἑκάστου σημεῖα καὶ τἆλλα πάντα τὰ κατὰ τὸ σῶμα τοῦ νοσοῦντος φαινόμενα, τινὰ μὲν ἕνεκα τοῦ τὰς ἐν ἑκάστῳ νοσήματι διαφορὰς ἀπ' ἀλλήλων χωρίσαι, τινὰ δὲ χάριν τοῦ γνῶναι τὸ ἦθος ἑκάστου τῶν παθῶν ἢ τὴν ἐσομένην κρίσιν, ὁποία τέ τις ἔσοιτο καὶ ὁπότε· τήν γε μὴν διδασκαλίαν ἑκάστου τῶν συμπτωμάτων τε καὶ σημείων ἐδείκνυον οὕτω χρῆναι ποιεῖσθαι, καθάπερ ὁ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ πεποίηκεν, ἑνὸς ἑκάστου κατὰ μόνας ἐκδιδάσκων τὴν δύναμιν ἢ πάλιν ἅμα πλειόνων ὁμοειδῶν, ὥσπερ καὶ νῦν ὁ ταῦτα γράψας ἐμνημόνευσεν κεφαλαλγικῶν, ὑπαγρύπνων, ἀσαφῶν. ἐὰν μὲν γὰρ ἀσαφεῖς ἀκούσωμεν εἰρῆσθαι τοὺς διαλεγομένους ἀσαφῶς ἤτοι διὰ τὴν τῶν διαλεκτικῶν ὀργάνων βλάβην, ἣν ἐκ τῆς τῶν νεύρων [592] κακώσεως ἔσχον, ἢ διὰ τὴν τῆς διανοίας αὐτῆς, εἴη ἂν ὁμοειδῆ τὰ τρία σημεῖα, κεφαλαλγία μὲν ἄντικρυς δηλοῦσα τὸν πεπονθότα τόπον, ἀγρυπνία δὲ τῷ γινώσκοντι κατὰ διαφερούσας ἐγκεφάλου διαθέσεις ἐγρήγορσίν τε καὶ ὕπνον ἀγρυπνίαν τε καὶ κῶμα γιγνόμενα. περὶ δὲ τῆς ἀσαφείας ἀρτίως εἶπον, ὅπως ἀκουόντων ἐστὶ παρακρουστική.

   ταῦτα μὲν οὖν ἐκ τοῦ γένους ἢ εἴδους, ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, τῶν φρενιτικῶν ἐστι σημείων. ἐπεὶ δὲ ξηρὸν μάλιστα τὸ φρενιτικὸν πάθος ὁρῶμεν ὑπάρχον, ὅσα συμπτώματα ξηρότητος ἐν τοῖς πλησίον τῆς κεφαλῆς ὀργάνοις ἐστὶν ἢ καθ' ὁντινοῦν αὐτῇ τρόπον κοινωνοῦσιν, καὶ ταῦτα συνενδείκνυται τὴν μέλλουσαν ἔσεσθαι παραφροσύνην, ὧν σημείων κατὰ τὴν ἐν τῇ προκειμένῃ ῥήσει νόσον εἴρηται τὸ διψώδει, τὸ δὲ κοπώδει διὰ τὸ πολλαχῶς γίγνεσθαι τὸν κόπον, ὡς ἐν τοῖς Ὑγιεινοῖς δέδεικται, σαφὲς ἡμῖν οὐδὲν ἄλλο δηλοῖ. τοῦ μὲν οὖν ἑλκώδη τὴν αἴσθησιν ἔχοντος κόπου διὰ χυμοὺς δακνώδεις τε καὶ [593] δριμεῖς γινομένου, τοῦ δὲ τονώδη διὰ πλῆθος, τοῦ δὲ φλεγμονώδη δι' ἄμφω, εἰ μὲν ἑλκώδης ἢ φλεγμονώδης ὁ κόπος εἴη, συντελέσει τι πρὸς τὴν ἐλπίδα τῆς γενέσεως τοῦ παρακοπτικοῦ πάθους, εἰ δὲ τονώδης, οὐδέν. οὕτω δὲ καὶ ἡ ὑγρὰ κοιλία, χολῆς μὲν ξανθῆς ἀκράτου κενουμένης ἢ καὶ τῶν ἐκ συντήξεων, συνενδείξεταί τι περὶ τῆς τοῦ φρενιτικοῦ πάθους γενέσεως, καὶ μᾶλλον ἐὰν ἀφρώδη τὰ διαχωρήματα γίγνηται· μὴ προστεθείσης δ' ἐν τῷ λόγῳ τῆς ποιότητος τῶν ἐκκρινομένων, ἀλλ' ἁπλῶς ὑγρᾶς κοιλίας ῥηθείσης, οὐδὲν ἂν ἔχοιμεν ἐξ αὐτῆς λαβεῖν εἰς πρόγνωσιν τοῦ τοιούτου νοσήματος. ὡς γὰρ εἴρηται καὶ πρόσθεν ἐπὶ τοῖς ἰδίοις τοῦ πάθους σημείοις, ὅσα τοῦ γένους ἐν ᾧ τὸ πάθος ἐστὶ δηλωτικά, ἐνδείξεταί τι. πρῶτον μὲν γὰρ οὐ τοῦ πάθους αὐτοῦ δηλωτικὰ τὰ τοιαῦτά ἐστιν, ἀλλὰ τοῦ γένους ἐν ᾧ περιέχεται τὸ πάθος, οἷόν ἐστι θερμὸν καὶ ξηρόν. ἐπεὶ δ' ἕκαστον γένος ᾠκείωται τοῖς εἴδεσι, χρήσιμον εἰς τὴν τῶν εἰδῶν γίγνεται πρόγνωσιν, ὅταν τῶν ἰδίων τοῦ γένους σημείων φαίνηταί τινα.

   τὸ δὲ ἀδυνάτῳ προσκείμενον ἐν τῇ συνδρομῇ τῶν εἰρημένων [594] σημείων οὐδὲν ὅλως εἰς τὴν τοῦ παρακοπτικοῦ πάθους πρόγνωσιν συντελεῖ, καθάπερ οὐδ' εἰς τὴν τοῦ μεγέθους αὐτοῦ γνῶσιν. εἰπὼν γάρ ἐλπὶς ἐκστῆναι, παρακοπτικὸν μὲν ἐδήλωσεν ἔσεσθαι πάθος, οὐ μὴν μικρὸν ἢ μέγα τοῦτο. πόθεν οὖν ἔλαβεν αὐτοῦ τὸ μέγεθος; οὔτε γὰρ ἰώδης ἔμετος οὔτε μέλας οὔτ' οὖρον οὔτε διαχώρημα τοιοῦτον φαίνεται γεγονός, ὥσπερ οὐδὲ τῶν ἄλλων, ὅσα προείρηκεν αὐτὸς ἐκστάσεως σημεῖα. οὐ τοίνυν τὴν εἰρημένην ἄρτι συνδρομὴν ἐλπίζομεν εἰς φρενῖτιν τελευτῆσαι καὶ κινδυνώδη φρενῖτιν, ἐπειδὴ προσέθηκεν ἀδυνάτῳ· τοιαύτην δ' ἕπεσθαι φρενῖτιν, ὡς ἐκστῆναι, μήτ' αὐτὸς προσδοκήσῃς μήτ' ἄλλῳ προειπεῖν τολμήσῃς. ἐνδέχεται γὰρ ποτὲ μὲν γενέσθαι καὶ τοιαύτην, ἀλλ' οὐκ ἐκ τῶν σπανίων σημείων ἡ πρόγνωσις, ἀλλ' ἐκ τῶν ἤτοι διηνεκῶν ἢ πλειστάκις ἀληθευόντων γίνεται. βουλόμεθα γὰρ ἐν ταῖς προρρήσεσι μάλιστα μέν, εἰ οἷόν τε, διὰ παντὸς ἐπιτυγχάνειν, ὡς [595] ἐάν γέ τις ὀκτάκις ἀποτυχὼν ἐπιτύχῃ δίς, ἰδιώτου φαυλότερός ἐστιν· δύναται γοῦν ἰδιώτης ἐπὶ τῶν νοσούντων ἀποφαινόμενος ἀεὶ τὸ ἐπελθόν, ἐὰν εὐτυχῇ, πλεονάκις ἀληθεύειν ἢ ψεύδεσθαι.

   Οἱ ἐφιδροῦντες καὶ μάλιστα κεφαλὴν ἐν ὀξέσιν ὑποδύσφοροι, κακόν, ἄλλως τε καὶ ἐπ' οὔροισι μέλασι, καὶ τὸ θολερὸν ἐπὶ τουτέοισι πνεῦμα κακόν.

   Καὶ χωρὶς μὲν τῶν ἄλλων ὀλέθριόν ἐστι τὸ μέλαν οὖρον, εἰ δὲ κἀκεῖνα προστεθῇ, συνεπαυξήσει τὸ πλεῖστον τῆς προγνώσεως. τὸ δὲ θολερὸν πνεῦμα τί ποτε δηλοῖ, τῶν ἀσαφῶν ἐστιν, καὶ μάλιστα, ὅτι μήτ' ἐν τῷ Προγνωστικῷ μήτ' ἐν Ἀφορισμοῖς μήτ' ἐν ἄλλῳ τινὶ τῶν γνησίων ὁ Ἱπποκράτης συγγραμμάτων εἴρηκε πνεῦμα θολερόν, ὥσπερ οὖρον. ἀλλὰ τὸ μὲν οὖρον ὁποῖόν ἐστιν τὸ θολερὸν ἡμεῖς τε νοοῦμεν ἀκούοντες ἑκάστοτε τῶν ἀνθρώπων λεγόντων θολερὸν ὕδωρ [596] καὶ ὁ Ἱπποκράτης ἐδίδαξεν αὐτὸς εἰπών· "οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειασ". εἰκάζει δὲ αὐτὸ καὶ τοῖς τῶν ὑποζυγίων. οὐ μὴν ὁποῖον δή τι τὸ θολερὸν πνεῦμα χρὴ νοῆσαι, δῆλόν ἐστιν, ἐπεὶ μηδεὶς λέγει ὥσπερ ὕδωρ θολερὸν οὕτω καὶ ἀέρα, πλὴν εἴ τις ἀτμοῦ μεστὸν ἀκούσειεν, ὥσπερ καὶ ἤκουσάν τινες τῶν ἐξηγησαμένων τὴν προκειμένην ῥῆσιν, καὶ λέγουσί γε, ὥσπερ ἐκτὸς ἀποχεόμενον ἱδρῶτα κατὰ τὰς συγκοπὰς ὁρῶμεν, οὕτως ἔσω τὴν ῥύσιν τῶν ὑγρῶν ἐπὶ τῶν ἔσω διαφορουμένων ἀρρώστων γίγνεσθαι, καὶ διὰ τοῦτο πάμπολυν ἀτμὸν ἐκπέμπεσθαι διὰ τῆς ἐκπνοῆς καὶ τοῦτ' εἶναι τὸ θολερὸν πνεῦμα.    εἰ δ', ὡς ἔνιοι, τὴν πρώτην συλλαβὴν οὐ διὰ τοῦ ο γράφουσι θολερόν, ἀλλὰ διὰ τοῦ α θαλερόν, οὐκέτι τεκμήρασθαι, ποῖόν τι τὸ θαλερὸν πνεῦμα, ἔστιν. πρόσωπον μὲν γὰρ θαλερόν, ὥσπερ εἴρηται, τάχ' ἄν τις ἤκουσε τὸ οἷον εὐεκτικὸν καὶ εὔχρουν, πνεῦμα δὲ θαλερὸν οὐκ ἔστιν νοῆσαι τί σημαίνει, πλὴν εἰ τὸ σφόδρα μέγα βούλεται δηλοῦν. ἡ γὰρ τῶν ὀνομάτων ἀλλόκοτος χρῆσις ἀφορμὴν παρέχει τοῖς βουλομένοις [597] νοεῖν, ὡς ἂν ἐπέλθῃ. τοιγαροῦν καὶ διὰ τοῦ ο γεγραμμένον θολερὸν τὸ δυσῶδες ἤκουσαν ἔνιοι, καθάπερ ἄλλοι τὸ βραγχῶδες, ἄλλοι δ' αὖ τὸ τεταραγμένον, ὡς δύσπνοιαν ὑπ' αὐτοῦ δηλοῦσθαι, καθάπερ κἂν εἰ οὕτως εἶπεν· 'καὶ δύσπνοια δὲ ἐπὶ τούτοις κακόν'. οὐ μὴν ἔοικεν ὁ συγγραφεὺς ἁπλῶς δύνασθαι δηλῶσαι δύσπνοιαν, ἀλλά τινα μίαν ἐν αὐτῇ διαφοράν. εἴτε γὰρ διὰ τοῦ α θαλερὸν εἴτε διὰ τοῦ ο θολερὸν εἴη γεγραμμένον, ἐμφαίνεται τῇ προσηγορίᾳ δηλῶσαι βουλόμενος ἓν εἶδος δυσπνοίας, οὐχ ἁπλῶς πᾶσαν δύσπνοιαν.

   Αἱ παρὰ λόγον κενεαγγικὸν ἀδυναμίαι οὐκ ἐούσης κενεαγγείης κακόν.

   Οὔτε τὸ λεγόμενον ἀσαφὲς οὔτε τὴν αἰτίαν αὐτοῦ χαλεπὸν εὑρεῖν. αὐτὸ μὲν γὰρ τὸ λεγόμενον ἔστι τοιοῦτον· τοὺς ἀδυνάτους καὶ ἀρρώστους [598] κατὰ τὰς ἐνεργείας ὁμοίως τοῖς ἐπὶ πολὺ κεκενωμένοις ἐν κινδύνῳ καθεστάναι νόμιζε μηδεμιᾶς αὐτοῖς γεγενημένης ἀξιολόγου κενώσεως. ἡ δὲ κατὰ τὴν δύναμιν ἀρρωστία, ὅταν ἐπὶ μηδεμιᾷ φανερᾷ κενώσει γένηται, πλῆθος ἐνδείκνυται βαρῦνον ἢ δυσκρασίαν μιᾶς τῶν ἀρχῶν. τριῶν δὲ οὐσῶν, ὡς ἔμαθες, τῶν ἀρχῶν, τῆς μὲν τῶν προαιρετικῶν ἐνεργειῶν ἐγκεφάλου, τῆς δὲ τῶν ζωτικῶν ὀνομαζομένων καρδίας, τῆς δὲ περὶ τὴν τροφήν, ἃς δὴ καὶ φυσικὰς ὀνομάζουσιν, ἥπατος, ἡ τῆς φυσικῆς καὶ ζωτικῆς δυνάμεως ἀρρωστία χειρίστη τέ ἐστι καὶ διὰ ταχέων ἀναιρεῖ. συγκαταλύεται γὰρ αὐτῇ καὶ ἡ κατὰ τὸν ἐγκέφαλον εὐθέως. ἐκείνης μέντοι πασχούσης οὐκ εὐθέως ἡ καρδία βλάπτεται. μεμάθηκας δὲ περὶ τῶν τοιούτων ἁπάντων ἐν πολλαῖς τῶν ἡμετέρων πραγματειῶν.

   Κοιλίαι ἀπολελαμμέναι, σμικρὰ δὲ μέλανα σπυραθώδεα πρὸς ἀνάγκην χαλῶσαι, μυκτὴρ ἐπὶ τούτοις ῥηγνύμενος, κακόν.

[599]    Σπυράθους ὀνομάζουσιν τὰ τῶν αἰγῶν διαχωρήματα. ξηρὰ δέ ἐστι ταῦτα καὶ περιφερῆ κατὰ περιγραφὴν ἰδίαν ἕκαστον ἐκκρινόμενον. ὅταν οὖν τις ὁμοίως ξηρὰ καὶ περιγεγραμμένα διαχωρήσῃ, σπυραθώδη καλεῖται· καὶ γίνεται τοιαῦτα διά τε τὸ χρόνῳ πλείονι κατεσχῆσθαι καὶ διὰ θερμασίας πυρώδους πλῆθος. ἐὰν οὖν πρὸς τῷ τοιαῦτα εἶναι καὶ μέλανα γίνηται, καυσώδη διάθεσιν ἐνδείκνυται περὶ τὰ μέσα τοῦ σώματος εἶναι καὶ διὰ τοῦτ' ἔστι κακά. πρόσκειται δὲ τῷ λόγῳ τὸ μυκτὴρ ἐπὶ τούτοις ῥηγνύμενος κακόν, ὥσπερ ἐν ἄλλαις πολλαῖς ῥήσεσιν τὸ κοινὸν πολλῶν ὡς ἴδιον γράφοντος αὐτοῦ διὰ τὸ μὴ δύνασθαι περιλαβεῖν ἑνὶ λόγῳ καθόλου τὴν διδασκαλίαν. ἔστιν δὲ τὸ κοινὸν ἐν αὐτοῖς τοιοῦτον· χολῆς πολλὴν κένωσιν ὡς κλόνον σφοδρὸν χρησίμως ἐπὶ πολλῶν γινόμενον νοσημάτων οὐ φέρουσιν οἱ καταξηρανθέντες οὔτε ῥῖγος οὔτε γαστρὸς ἔκκρισιν οὔτε ἱδρῶτας οὔτε παρωτίδας μεγάλας ἤ τι τῶν ἄλλων ἀποσκημμάτων. οὕτω γάρ τοι τὰς ἐν τοῖς τῶν [600] Ἐπιδημιῶν μεμφόμεθα γενομένας ἀποστάσεις ἢ μείους, ὡς ἔφην, ὡς μηδὲν ὠφελεῖν, ἢ μείζους ὡς μὴ δύνασθαι φέρειν. οὕτως οὖν καὶ τὰς αἱμορραγίας οὐ φέρουσιν οἱ προεξηραμμένοι. τοιαύτη δέ ἐστιν ἡ προειρημένη διάθεσις, οὐδενὶ κατ' ἀρχὴν τῆς νόσου σπυραθωδῶν διαχωρημάτων ἐκκρινομένων, καὶ τούτων οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ πραγματεύεσθαί τι τὸν ἰατρὸν ἢ διὰ κλυστῆρος ἢ διὰ βαλάνου· τὸ γὰρ πρὸς ἀνάγκην τοιοῦτόν τι σημαίνει.

   Οἷσιν ὀσφύος ἄλγημα ἐπὶ πολὺ μετὰ καύματος ἀσώδεος, ἐφιδροῦντες οὗτοι κακόν. ἆρά γε τουτέοισιν τρομώδεα γίγνεται; καὶ φωνὴ δὲ ὡς ἐν ῥίγει.

   Αὐτοπτικὴ πάλιν ἡ συνδρομὴ τῶν εἰρημένων συμπτωμάτων ἐστίν, οὐ λογική. διὰ τοῦτο καὶ αὐτὸς ἀπορῶν περί γε τούτου λέγει· ἆρά [601] γε τούτοις τρομῶδες γίγνεται; κακὴν μέντοι φησὶ τὴν συνδρομὴν οὐκ ἀπορῶν περὶ ταύτης διὰ τὸ μετὰ καύματος ἀσώδους ἐπὶ πολὺ παραμένειν τὸ τῆς ὀσφύος ἄλγημα. καὶ ἡ ἐφίδρωσις δὲ τούτοις προσελθοῦσα βεβαιοτέραν ἐργάζεται τὴν πρόγνωσιν. ἐάν τε γὰρ ὀλίγον ἱδρῶτα καθ' ὅλου τοῦ σώματος γιγνόμενον ὑπὸ τοῦ τῆς ἐφιδρώσεως ὀνόματος δηλοῦσθαι νοήσωμεν, οὐκ ἀγαθὸν τὸ σημεῖον (ἐχρῆν γὰρ ὑπ' αὐτοῦ, κἂν εἰ μὴ τὸ τῆς ὀσφύος ἄλγημα, τό γε ἀσῶδες καῦμα λυθῆναι), ἐάν τε περὶ θώρακα καὶ κεφαλὴν ἱδρῶτας γιγνομένους, ἐμάθομεν ὅτι διὰ παντὸς οὗτοι μοχθηροί, δυνάμεως ἀρρωστίαν ἢ πλῆθος ἐν τοῖς τοιούτοις μορίοις ἐνδεικνύμενοι. διὰ μὲν δὴ ταῦτα πάντα ἡ εἰρημένη συνδρομὴ τῶν σημείων ὑπάρχει κακή. πολλῶν δὲ κατὰ τὴν ὀσφὺν κειμένων μορίων ἄδηλον, ὅσον ἐπὶ τοῖς εἰρημένοις, τὸ πεπονθός ἐστιν, ἐφ' ᾧ τὸ ἄλγημα διαμένει μέχρι πολλοῦ καὶ τὸ καῦμα τὸ ἀσῶδες οὐ παύεται. διακρίνειν οὖν προσήκει τοῖς ἄλλοις σημείοις· εἰ μὲν οὖν οἱ νεφροὶ πεπόνθασιν, ἔμαθες ὅπως χρὴ γινώσκειν δι' οὔρων [602] τὰ κατ' αὐτούς· εἰ δέ τις τῶν ἐνταῦθα μυῶν ἢ κατὰ τὸν νωτιαῖον αὐτόν, ἔτι δῆλον ἅμα τῷ προσγενέσθαι τι γνώρισμα καὶ ἄλλο. τοῦ γὰρ νωτιαίου παθόντος αἴσθησις ἔσται ναρκώδης ἐν τοῖς μορίοις ἐκείνοις, ὅσα τοῦ πεπονθότος ἐκφύεται. ἔμαθες δὲ ἀπὸ τῆς τῶν τοῦ νωτιαίου νεύρων ἀνατομῆς τά τε καθ' ἕκαστον σπόνδυλον ἐκφυόμενα νεῦρα τά τε τοῦ σώματος μόρια, εἰς ἃ διασπείρεται. ἐὰν οὖν τί σοι γνώρισμα τοῦ νωτιαίου πεπονθότος γένηται, καὶ τρόμον ἔλπιζε καὶ πᾶν ἄλλο πάθος ἔσεσθαι νεύρων. ἓν δέ τι τούτων ἐστὶ καὶ ἡ τῆς τρομώδους φωνῆς βλάβη· τὸ γὰρ ὡς ἐν ῥίγει τὴν τρομώδη φωνὴν δηλοῖ.

   Ἄκρεα ἐπ' ἀμφότερα ταχὺ μεταπίπτοντα κακόν. καὶ δίψα τοιαύτη πονηρόν.

   Ἔνιοι τῇ προγεγραμμένῃ ῥήσει συνάπτουσι τὴν νῦν εἰρημένην καὶ διὰ τοῦτο μετὰ τοῦ δέ συνδέσμου γράφουσιν αὐτὴν κατὰ τόνδε τὸν [603] τρόπον· ἄκρεα δὲ ἐπ' ἀμφότερα ταχὺ μεταπίπτοντα κακόν. ἔστι δὲ τὰ κατ' αὐτὴν λεγόμενα τῆς προειρημένης συνδρομῆς ἀφωρισμένα. διὸ καὶ ὁ συγγραφεὺς ἅμα ἐκείνοις αὐτὰ γεγραφώς, καθάπερ καὶ ἄλλα πολλά, συνῆψεν ἀλλήλοις οὐκ ἀναγκαίαν ἔχοντα κοινωνίαν. ἡμᾶς οὖν αὐτῶν τὴν ἐξήγησιν ἰδίᾳ χρὴ ποιεῖσθαι. μεταπίπτοντα γὰρ ἐπ' ἀμφότερα ῥᾳδίως τὰ τοῦ σώματος ἄκρεα πονηρόν ἐστι σημεῖον. ἄκρεα δὲ δηλονότι πόδες καὶ χεῖρές εἰσιν καὶ ὦτα καὶ ῥίς, ἃ δὴ κἀν ταῖς μετὰ καταψύξεως εἰσβολαῖς τῶν παροξυσμῶν ἁπάντων πρῶτα ψύχεται. τὸ δ' ἐπ' ἀμφότερα δῆλον ὅτι θερμασίαν τε καὶ ψύξιν λέγει. κατὰ φύσιν μὲν οὖν ἐχόντων ἡμῶν εὐκράτως διάκειται τὰ τοῦ σώματος ἄκρεα μηδεμιᾶς ἐξαιφνιδίου γενομένης μεταβολῆς ἐν αὐτοῖς. εἰ γὰρ καὶ ὅτι μάλιστα χειμῶνος μὲν εἴη ψυχρά, θέρους δὲ θερμά, κατὰ βραχὺ τὴν τοιαύτην ἴσχει μεταβολὴν οὐ διὰ ταχέων οὐδ' ἰσχυράν, ὡς ἤτοι κρυστάλλῳ παραπλησίως ἐψῦχθαι χειμῶνος ἢ τοῖς παρὰ πυρὶ [604] πολλῷ θαλφθεῖσιν ἐοικέναι τοῦ θέρους. ἐν δέ γε ταῖς κακοηθεστάταις νόσοις ἡ μετάπτωσις αὐτῶν ἐν ὥρᾳ μιᾷ γίνεται πρὸς τἀναντία, ποτὲ μὲν ὡς ἐν χειμῶνι ψυχρῶν γινομένων, ποτὲ δὲ ὡς ἐν θέρει θερμῶν. καὶ συμβαίνει τὸ τοιοῦτον, τὴν μὲν οἰκείαν θερμασίαν οὐκ ἐχόντων αὐτῶν, ὑπὸ δὲ τῆς πυρεκτικῆς θερμαινομένων, ἥτις ἀπὸ τῶν μέσων τοῦ σώματος ἀρξαμένη ‹τῷ› παραπλησίως φλογὶ πᾶν ἐπινέμεσθαι τὸ σῶμα συνεκθερμαίνει τὰ πέρατα, διαπνευσάσης δ' αὐτῆς εὐθέως ψυχρὰ γίνεται τῆς ἐμφύτου θερμασίας ἐσβεσμένης.

   καὶ δίψα δέ, φησίν, ἡ τοιαύτη κακόν. εὔδηλον δ' ὅτι τοιαύτην λέγει τὴν ἐπὶ τἀναντία μεταπίπτουσαν ἐν τάχει παραπλησίως τοῖς ἄκροις. ἐπὶ δὲ τἀναντία μετάπτωσις γίνεται δίψης, ὅταν διψῶν ὀλίγον ἔμπροσθεν ἄδιψος ἐν τῷ παραυτίκα γενήσεται, καὶ μετ' ὀλίγον αὖθις διψῶν ἔσται, μὴ παυομένης δηλονότι τῆς διψώδους διαθέσεως. ἀδύνατον γὰρ ὀλίγον ἔμπροσθεν ἰσχυρῶς ἐξηραμμένον τὸν ἄνθρωπον ὑγρανθῆναι τελέως, ὡς ἄδιψον γενήσεσθαι. τί ποτ' οὖν ἐστι τὸ συμβαῖνον ἐπὶ τῶν οὕτως ἐχόντων; ὅπερ κἀπὶ τῶν δι' ὅλης ἡμέρας τε καὶ νυκτὸς [605] ἐνίοτε οὐδ' ὅλως οὐρησάντων. πρότερον μὲν γὰρ οὔτε παρηκολούθησε τοῖς κατὰ τὸ σῶμα παθήμασιν ἡ γνώμη τοῦ ἀνθρώπου, τό τ' ἀθροιζόμενον οὖρον οὔπω διέτεινεν ἰσχυρῶς τὴν κύστιν. ἐπεὶ δὲ ἥ τε διάνοια παρηκολούθησεν ἥ τε κύστις ἐπληρώθη, δι' ἄμφω ταῦτα τοῦ παθήματος ὁ κάμνων ᾔσθετο. καθάπερ οὖν τοῦτο παραφροσύνης ἐστὶ σημεῖον, οὕτω καὶ τὸ κατὰ τὴν δίψαν, ἐχόντων μὲν αὐτῶν ἀεὶ τὴν τοῦ διψῆν διάθεσιν, οὐκ αἰσθανομένων δὲ πρὶν ἢ τήν τε ψυχὴν αὐτῶν αἰσθητικωτέραν γενέσθαι τήν τε τοῦ διψῆν διάθεσιν εἰς ἄκρον αὐξηθῆναι. τὴν μὲν οὖν τῶν ἄκρων μετάπτωσιν ἐπὶ τἀναντία κακὸν εἶναι νομιστέον, ἐνδεικνυμένην ἀρρωστίαν μὲν τῆς ἐμφύτου θερμασίας, εὐρωστίαν δὲ τῆς παρὰ φύσιν. τὴν δὲ τῆς δίψης μετάπτωσιν ἀμαύρωσιν μὲν τῆς αἰσθητικῆς δυνάμεως, ἰσχὺν δὲ τῆς διψώδους διαθέσεως.

   Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις κακόν.

[606]    Καὶ τούτου τοῦ λόγου γενικώτερος ἄλλος ἐστὶν περιέχων οὐ τοῦτον μόνον, ἀλλὰ καί τινας ἄλλους πολλούς· τὸ γὰρ παρὰ τὴν οἰκείαν φύσιν ἅπαν κακὸν γένος τούτων τε καὶ ἄλλων πολλῶν λόγων ἐστίν. ὅτῳ μὲν γὰρ ἡ οἰκεία φύσις κόσμιος, οὗτος οὐ μόνον ἐν ἀκόσμῳ παραφρονήσας ὀλεθρίως ἔχειν ἐνδείκνυται τὴν διάθεσιν, ἀλλὰ καὶ θρασέως ἀποκρινόμενος ἐγγὺς ἥκει φρενίτιδος· ὅτῳ δ' ἔμπαλιν ἀπόκρισις κόσμιος ἐν τῷ φύσει θρασεῖ, τούτῳ καταφορὰν ἢ λήθαργον ἐλπίζειν ἔσεσθαι.

   Φωνὴ ὀξεῖα, ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται.

   Κατὰ φύσιν μὲν ἦν εἰπεῖν 'οἷς ὀξύνεται νοσοῦσιν ἡ φωνή, τούτων ἕλκεται τὰ ὑποχόνδρια πρὸς τὴν ἔσω χώραν', ἀλλ' οὐκ οἶδ' ὅπως χαίρει ταῖς ἀλλοκότοις ἑρμηνείαις ὁ τοῦ βιβλίου συγγραφεύς. ἐάσαντες [607] οὖν τὴν περὶ τοῦτο σπουδὴν ἐπὶ τὴν τῶν εἰρημένων διάνοιαν ἔλθωμεν οὐδ' αὐτὴν μὲν οὖσαν καθόλου παραπλησίως ταῖς πολλαῖς τῶν κατὰ τοῦτο τὸ βιβλίον εἰρημένων, ἀληθῆ δ' ἂν ὧδέ πως λεχθησομένην· 'πολλοῖς τῶν ὀξυφωνούντων ἐν ταῖς νόσοις τὰ ὑποχόνδρια πρὸς τὴν ἔσω χώραν ἕλκεται'. τοῦτο γὰρ δηλονότι σημαίνει τὸ εἰρύαται, οὐκ αὐτοῦ τοῦ ὑποχονδρίου προστρέχοντος τοῖς εἴσω κατά τινα διάθεσιν ἰδίαν, ἀλλ' ἐκείνων ἑλκόντων αὐτὸ μᾶλλον. τὸ γάρ τοι διάφραγμα τοῦ τοιούτου συμπτώματος αἴτιόν ἐστιν ἤτοι φλεγμαῖνον ἢ ξηραινόμενον ὑπὸ τῆς πυρώδους θερμότητος ἢ ἀνασπώμενον ὑπὸ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, αὐτοῦ πάλιν ἐκείνου διὰ φλεγμονὴν ἢ ξηρότητα τεινομένου. καὶ οἱ μὲν πολλοὶ τῶν ἰατρῶν ἐν τοῖς συνεδρεύουσι τῇ φρενίτιδι καὶ τὸ ἀνεσπασμένον ὑποχόνδριον ἔγραψαν· καὶ γὰρ καὶ φαίνεται τοῖς πλείστοις αὐτῶν οὕτω διακείμενον· ἀλλ' ἡ προκειμένη ῥῆσις οὐκ ἀνεσπάσθαι τὰ ὑποχόνδριά φησιν, ἀλλ' εἴσω ἕλκεσθαι. σὺ δ' εἰ βούλει τελέως ἀληθεύειν, ἐξ ἡμίσεος ἀμφότερα συνθεὶς ἐρεῖς εἴσω τε [608] καὶ ἄνω τὸ ὑποχόνδριον ἕλκεσθαι, καὶ τοῦτο εἰκότως γίνεσθαι διὰ τὴν τοῦ διαφράγματος θέσιν λοξὴν οὖσαν. ἄρχεται γὰρ ἀπὸ τοῦ κατὰ τὸ στέρνον πέρατος, ἐντεῦθεν δὲ κατὰ βραχὺ λοξούμενον εἴσω τε καὶ κάτω πρὸς τὴν ὀσφὺν ἀφικνεῖται, ὥστε τὸ πλεῖστον μὲν αὐτοῦ τῆς ὅλης οὐσίας ὑποκεῖσθαι κατὰ τὸ βάθος τῶν ὑποχονδρίων, τὴν δ' ἄνωθεν ἀρχὴν ὑψηλοτέραν εἶναι. καὶ τοίνυν διὰ ταῦτα φαίνεται πρὸς τὴν εἴσω τε καὶ ἄνω χώραν ἑλκόμενον· εἰ δὲ παραβάλλοις ἀλλήλοις ταῦτα, πλέον εἴσω μεθεστὼς ἢ ἄνω σοι φανεῖται.

   τὴν οὖν φωνὴν παρὰ φύσιν ὀξυνομένην διά τε τὴν τῶν ὀργάνων ξηρότητα καὶ φλεγμονὴν τῶν μυῶν καταλιπών, ἐπειδὴ κυνάγχη τὸ πάθος τοῦτο προσαγορεύεται, περὶ τῆς ὀξυνομένης ἐν ταῖς ἄλλαις νότοις φωνῆς ἀπεφήνατο λέγων· εἰρύαται κατὰ ταύτας εἴσω τὰ ὑποχόνδρια. δέδεικται μὲν οὖν ἐν τοῖς Περὶ φωνῆς ἐπὶ στενότητι τῶν φωνητικῶν ὀργάνων ὀξυνομένη φωνή. καὶ διὰ τοῦτο εὐνοῦχοί τε καὶ παῖδες καὶ γυναῖκες ὀξυφωνοῦντές εἰσιν. ἀλλ' ἐν τοῖς πυρετώδεσι νοσήμασιν ἡ ξηρότης ἐργάζεται τὴν στένωσιν αὐτῶν.

[609]    Ὄμμα ἀμαυρούμενον φλαῦρον καὶ τὸ πεπηγὸς καὶ ἀχλυῶδες κακόν.

   Τὸ ἀμαυρούμενον ὄμμα, καθάπερ γε καὶ τὸ ἀχλυῶδες, αὐτῷ τε τῷ κάμνοντι καὶ τοῖς ὁρῶσι γίνεται δῆλον· αὐτῷ μὲν τῷ κάμνοντι μηκέτ' ἐναργῶς ὁρῶντι καθάπερ ἔμπροσθεν ἐν ταῖς ἀμαυρουμέναις ὄψεσιν, ὥσπερ ἐν ταῖς ἀχλυώδεσι πρὸς τῷ βλέπειν ἀμαυρὸν ἔτι καὶ διά τινος ἀχλύος οἰομένῳ βλέπειν. ἀχλὺν δ' ὀνομάζουσιν θόλωσιν ἀέρος ἐν τῷ μεταξὺ νέφους τε καὶ ὁμίχλης ἔχουσαν τὸ πάχος, ὡς ὁμίχλης μὲν μᾶλλον πεπιλῆσθαι, νέφους δ' ἧττον. καὶ γίνεται τὸ τοιοῦτον πάθημα κατὰ τοὺς ὀφθαλμοὺς καὶ τῶν ἀπυρέτων μὲν οὐκ ὀλίγοις ὥσπερ καὶ ἡ ἀμαύρωσις ἀμυδρὰ τῶν ὀργάνων αἴσθησις οὖσα χωρὶς τῆς κατὰ τὴν ἀχλὺν φαντασίας, ἤδη δὲ καὶ τῶν νοσούντων πολλοῖς. ἔστι δὲ γενικώτερον ἡ ἀμαύρωσις τῆς ἀχλυώδους ὄψεως. ἀμυδρῶς γὰρ ἀμφοτέρων [610] ὁρώντων προσέρχεται τοῖς μὲν κάμνουσιν αὐτοῖς αἴσθησις οἷον ἀχλύος τινὸς ἐν ταῖς ἀχλυώδεσιν ὄψεσι, τοῖς δ' ἔξωθεν ὁρῶσιν τῶν ὀφθαλμῶν ὁ μὲν ἠμαυρωμένος οὐδεμίαν ἔχων φαίνεται σύστασιν ὑγροῦ παρὰ φύσιν· ἀπόλωλε δ' ἐξ αὐτοῦ τὸ λαμπρὸν καὶ στίλβον ἐν τοῖς ὀξέως ὁρῶσιν ὀφθαλμοῖς ὑπάρχον καί εἰσιν οἱ ἀμαυρούμενοι παραπλήσιοι τοῖς τῶν νεκρῶν. καὶ πολλοῖς τῶν ἀποθνῃσκόντων ἔτι ζῶσιν οἱ ὀφθαλμοὶ τοιοῦτοι φαίνονται καθάπερ γε καὶ τοῖς ἐν ἐσχάτῳ γήρᾳ, ἀχλυώδεις δ' οὐ πᾶσιν, ἀλλ' οἷς μόνοις τεθολῶσθαι φαίνεται τὸ κατὰ τὴν κόρην ὑγρόν, ὃ λαμπρόν τε καὶ λευκὸν ἦν, ὅθ' ὑγίαινον. ἐκ γοῦν τῶν εἰρημένων εὔδηλον μοχθηρὰς τὰς διαθέσεις ἀμφοτέρας εἶναι τῶν ὀφθαλμῶν.

   τὸ δὲ πεπηγὸς ὄμμα διὰ τὴν ἀκινησίαν γίνεται τῶν κινούντων τὸν ὀφθαλμὸν μυῶν, ἥτις ἀκινησία διὰ παράλυσιν ἢ τάσιν ἰσόρροπον ἁπάντων αὐτοῦ γίνεται τῶν μυῶν ἢ διὰ τελείαν ἀρρωστίαν τῆς κινούσης αὐτοὺς δυνάμεως, ἐναντίας τῆς τοιαύτης καταστάσεως οὔσης τῇ [611] τῶν ἐνδεδινημένων ὀφθαλμῶν. ἀστήρικτοι γάρ εἰσιν παραπλησίως ἐκείνοις τοῖς τὸν καλούμενον ἵππον ἔχουσιν, ὡς μηδέποθ' ἡσυχάζειν. ἔμπαλιν δ' αὐτοῖς οἱ πεπηγότες οὐδέποτε κινοῦνται. τὰς οὖν αἰτίας ἀκηκοότι σοι τῆς τοιαύτης καταστάσεως τῶν ὀφθαλμῶν εὔδηλόν ἐστιν καὶ τὸ μοχθηρὰς αὐτὰς εἶναι. γράφουσιν δ' ἔνιοι καὶ τὸ πεπηγὸς ἀχλυῶδες κακόν, ἀχλύν τινα παραπεπηγέναι βουλόμενοι τοῖς ὀφθαλμοῖς κατὰ τὴν τῆς διαθέσεως ξηρότητα καὶ θερμότητα.

   Ὀξυφωνίη κλαγγώδης πονηρόν.

   Ἔνιοι μὲν κλαγγώδης, ἔνιοι δὲ κλαυθμώδης γράφουσιν. λέλεκται δέ, ὅτι κλαγγώδης γίνεται φωνὴ τῆς ξηρότητος ἐπιτεινομένης τῶν φωνητικῶν ὀργάνων. ἡ κλαυθμώδης δὲ κατὰ τὴν αὐτὴν ταύτην ἐπίτασιν νοεῖται, καὶ ἔστι χαλεπωτέρα τῆς κλαγγώδους, ὅσῳ καὶ τὴν διάθεσιν ἐνδείκνυται μείζονα.

[612]    Ὀδόντων πρίσις ὀλέθριον, οἷσι μὴ σύνηθες καὶ ὑγιαίνουσι· πνιγμὸς ἐν τούτοις πάνυ κακόν.

   Τῶν ἐν τῷ Προγνωστικῷ γεγραμμένων οὐκ εἰωθὼς μνημονεύειν ὁ τὸ βιβλίον τοῦτο γράψας ἐμνημόνευσε νῦν τῆς τῶν ὀδόντων πρίσεως ἔτι προσθεὶς κατὰ τὸ τέλος αὐτῇ τὸ πνιγμὸς ἐν τούτοισι πάνυ κακόν. ἔμαθες δὲ καὶ περὶ πρίσεως ὀδόντων ὅπως γίνεται καὶ περὶ πνιγμοῦ, ὥστε οὐδὲν ἔτι κατὰ τήνδε τὴν ῥῆσιν λέγεσθαι ἀναγκαῖον περιττότερον· αὐτὸς γὰρ ἐξ ἐκείνων νοήσεις ἅπαντα.

   Προσώπου εὔχροια καὶ τὸ λίην σκυθρωπὸν πονηρόν.

   Ἐπειδὴ πολλάκις ἐξαπατᾶσθαι συμβαίνει διὰ τὴν εὔχροιαν τοῦ προσώπου καὶ νομίζουσιν ἤτοι γε αἱμορραγίας κρισίμου τῆς ἐκ τῶν [613] ῥινῶν ἢ παρωτίδων αὐτὴν εἶναι δηλωτικὴν, εἰκότως ἔγραψεν, ὅταν ἅμα σκυθρωπότητι πολλῇ γίγνηται, μοχθηρὸν εἶναι σημεῖον αὐτήν. εὐχροεῖν γὰρ ἐν νοσήμασιν ὁμοίως τοῖς ὑγιαίνουσιν ἄριστα κατὰ μὲν τὴν αὐτὴν ἐκείνοις διάθεσιν οὐκ ἐνδέχεται, καταλείπεται δ' ὑπὸ θερμασίας πολλῆς ἐξερύθρους αὐτοὺς γεγονότας ὁμοίους τοῖς εὐχροοῦσι φαίνεσθαι. τὸ δ' ἐξέρυθρον ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν ἐπιτήδειον εἰς μελαγχολίαν εἶναί φησιν, ἧς σημεῖον ἡ σκυθρωπότης ἐστίν. ὅταν δὲ καὶ τὸ λίαν αὐτῇ παρῇ, πολὺ δήπου μᾶλλον, ὥσθ' ὅταν εὐανθὲς μὲν φαίνηται τὸ πρόσωπον, ὁ δ' ἄνθρωπος ᾖ λίαν σκυθρωπός, ἐμφαίνεταί τις εἶναι κατὰ τὸν ἐγκέφαλον ἱκανῶς θερμὴ διάθεσις ἐκκαίουσα τὸ αἷμα καὶ διὰ τοῦτο γεννῶσα τὴν μέλαιναν χολήν, ὡς ἐπιδέδεικται.

   εὔδηλον δ' ἴσως ἐστίν, ὥσπερ τινῶν εἰς ὅλον τὸ βιβλίον διατεινόντων ἀδιανοήτων ἁπλῶς ἐμνημόνευσα, καὶ νῦν οὕτω ποιήσω καὶ γράψω τινὰ τῶν ἀδιανοήτων ἐξηγήσεων ἕνεκα παραδείγματος. ὑπὲρ ὧν οὐχὶ τὸν εἰπόντα πρῶτον ἐθαύμασα. κοινὸν γὰρ ἁμάρτημα τοῦτο πάντων, ὥσπερ τοὺς [614] υἱεῖς, οὕτω καὶ τὰ πρὸς ἑαυτῶν ἐπινοούμενα στέργειν, πλὴν εἴ τις ἀσφαλὴς ἱκανῶς ὑπάρχων ἐν μνήμῃ διὰ παντὸς ἔχει τὸν Αἰσώπειον μῦθον, ἐξῆφθαι δύο πήρας ἡμᾶς εἰπόντα, ἔμπροσθεν μὲν τὴν τῶν ἀλλοτρίων κακῶν μεστήν, ὄπισθεν δὲ τὴν τῶν ἰδίων, καὶ διὰ τοῦτο τὰ μὲν τῶν ἄλλων ἁμαρτήματα θεᾶσθαι, τὰ δὲ ἑαυτῶν μὴ βλέπειν· οὗτος γὰρ μόνος ἑαυτὸν ἀσκήσει πρὸς τὴν τῶν ἀληθῶν γνῶσιν. οὔκουν, ὡς ἔφην, θαυμάζω τοῦ πρώτου γράψαντος τὴν ἐξήγησιν, ἀλλὰ τῶν ἀδιανοήτως τὰ ἐκείνου ἐπαινούντων, ὥσπερ καὶ νῦν τις ἐπαινεῖ τὴν ἐξήγησιν τῶν εἰπόντων ἀκούειν χρῆναι προσώπου μὲν εὔχροιαν πρὸς τὴν τοῦ νοσοῦντος αὐτοῦ, τὸ δὲ λίαν σκυθρωπόν ἐπὶ τοῦ ἰατροῦ θεωμένου τὴν παρὰ φύσιν εὔχροιαν ὡς κακὸν σημεῖον. εἰ γὰρ τοῦτ' ἐβούλετο διδάσκειν ὁ γράψας τὸ Προρρητικὸν, οὕτως ἂν εἰρήκει· 'προσώπου εὔχροια λίαν σκυθρωπὸν σημεῖον', ἢ εἰ μὴ οὕτως, 'προσώπου εὔχροια λίαν σκυθρωπὸν ἐργάζεται τὸν ἰατρόν'. ἐπὶ τούτῳ δὲ πονηρόν οὐκ ἂν ἔτι προσεγέγραπτο κατὰ τὸ τέλος. ἀδιανόητον γὰρ ἱκανῶς προσώπου λέγειν εὔχροιαν λίαν σκυθρωπὸν σημεῖον ἰατρῷ πονηρόν, ἢ πάλιν [615] οὕτω 'προσώπου εὔχροια λίαν σκυθρωπὸν ἐργάζεται τὸν ἰατρὸν καὶ πονηρόν ἐστι σημεῖον'. ἤτοι γὰρ τὸ 'σκυθρωπὸν ἐργάζεται τὸν ἰατρὸν καὶ πονηρόν ἐστι σημεῖον' ἢ 'πονηρὸν εἶναι τὴν εὔχροιαν' ἤρκει λελέχθαι μόνον. ἀμφότερα δ' ἅμα λέγειν οὐκ ἐγχωρεῖ μετὰ τοῦ καὶ τὸν σύνδεσμον προσκείμενον ἐνδείκνυσθαι σαφῶς ἐν τῷ κάμνοντι ταῦτ' ἄμφω συμβεβηκέναι τήν τ' εὔχροιαν τοῦ προσώπου καὶ τὸ λίαν σκυθρωπόν.

   ἵνα δέ τις ἐάσας τὴν ἀπὸ τῆς λέξεως ἔνδειξιν ἐπὶ τὸ λεγόμενον ἔλθῃ, ψευδής ἐστιν ὁ λόγος τῶν οὕτως ἐξηγησαμένων. οὐ γὰρ ἐξ ἀνάγκης ἡ εὔχροια τοῦ προσώπου λίαν ἐργάζεται σκυθρωπὸν τὸν ἰατρόν, ἀλλ' ἔστιν ὅτε καὶ φαιδρότερον ἢ πρόσθεν, ὅταν αἱμορραγίας ἢ παρωτίδων κρισίμων ἐλπίσῃ σημεῖον εἶναι τὴν εὔχροιαν. εἰ μὲν οὖν ἀπόρου καὶ ἀσαφοῦς ἐσχάτως τῆς ῥήσεως οὔσης ἐπενόουν τοιαῦτά τινα, ἴσως ἂν αὐτοῖς συνέγνωμεν· ἐπεὶ δὲ χρησιμώτατον πρᾶγμα διδάσκει σαφῶς [616] διοριζόμενος, πότε μὲν ἀγαθόν ἐστι σημεῖον ἡ εὔχροια τοῦ προσώπου, πηνίκα δὲ οὐκ ἀγαθὸν, τίς αὐτοῖς συγγνώμη; καθάπερ τοῖς λέγουσι περὶ τῆς εἰς ἄλληλα μεταπτώσεως τῆς τ' εὐχροίας τοῦ προσώπου καὶ τῆς σκυθρωπότητος εἶναι τὸν ἐνεστῶτα λόγον. ἡγοῦνται μὲν γάρ, ὅταν ἄλληλα διαδέχηται ταῦτα καὶ τῆς μὲν εὐχροίας παυσαμένης ὁ κάμνων γένηται λίαν σκυθρωπός, αὖθις δὲ τὴν σκυθρωπότητα γενομένην εὔχροια διαδέχηται, χαλεπὸν εἶναι σημεῖον ὡς οὐ δυναμένων ἀμφοτέρων ἅμα γίγνεσθαι, ἢ οὐ περὶ τῶν ἐναντίων ἔμπροσθεν εἰρηκότος αὐτοῦ τὴν εἰς ἄλληλα μετάπτωσιν οὐκ ἀγαθὸν εἶναι σημεῖον· ἐκεῖ μὲν γὰρ ἡ θατέρου γένεσις ἀναιρεῖ τὴν ὕπαρξιν θατέρου καὶ διὰ τοῦτο ἀδύνατον αὐτοῖς ὑπάρχειν ἅμα. τῇ δ' εὐχροίᾳ τοῦ προσώπου σκυθρωπότητα συνυπάρχειν ἅμα οὐκ ἀδύνατον.

   ἐὰν μὲν οὖν ἐφ' ἑκάστης τῶν ῥήσεων, ὅσα κακῶς εἴρηταί τισιν, ἐξελέγχωμεν, μέμψονται πολλοὶ τῷ μήκει τῶν ὑπομνημάτων· ἐὰν δ' ἀνέλεγκτα παραλίπωμεν, συμβήσεταί τινας ἐφεξῆς ἀκούσαντας ἐξηγήσεως ξένης ὡς παραλελειμμένης ὑπ' ἐμοῦ μέμφεσθαι, καὶ μάλισθ' ὅταν διακρίνειν [617] οὐδέπω δύνωνται κακίαν καὶ ἀρετὴν ἐξηγήσεως. ἐπεὶ τοίνυν ἀδύνατόν ἐστιν ἐκφυγεῖν τὴν μέμψιν ἢ ὡς μηκύναντα περιττῶς ἢ ὡς παραλιπόντα τι τῶν χρησίμων, εἱλόμην θάτερον, ὃ τοῖς ἀναγνωσομένοις τὰς ὑπ' ἐμοῦ γεγραμμένας ἐξηγήσεις ὠφελιμώτερον ἔσεσθαι πέπεισμαι.

   Τὰ τελευτῶντα ὑποχωρήματα εἰς ἀφρώδεα ἄκρητα παροξυντικά.

   Οὐκ οἶδ' ὅπως οἱ ἐξηγησάμενοι τὸ βιβλίον ὥσπερ ἄλλων πολλῶν παρακηκόασι λέξεων, οὕτω καὶ τῆσδε. τελευτῶντα γὰρ εἰπόντος αὐτοῦ τὴν ἐξήγησιν οὗτοι ποιοῦνται 'διαχωρημάτων ἀφρωδῶν ἀκράτων'. οὐ ταὐτὸν δέ ἐστιν ἢ ᾧ τὰ τοιαῦτα διαχωρεῖται παροξυνθήσεσθαι τὴν νόσον ἢ ᾧ τελευτήσονται αἱ διαχωρήσεις εἰς τὰ τοιαῦτα. μοχθηρᾶς μὲν οὖν ἐστιν διαθέσεως γνωρίσματα τὰ ἀφρώδη καὶ τὰ ἄκρητα μεμνημένων [618] ἡμῶν ἄκρατα καλεῖσθαι διαχωρήματα τὰ μόνον ἕνα τὸν ἀποκρινόμενον ἔχοντα χυμὸν ἄμικτον ἑτέροις. οὐ μὴν τοῖς ἐκκρίνουσι τὰ τοιαῦτα παροξυνθῆναι τὴν νόσον ἀναγκαῖόν ἐστιν, ἀλλ' ἐγχωρεῖ καὶ λωφῆσαι κατὰ βραχὺ πεττομένης τῆς διαθέσεως, ἐφ' ᾗ τὰ τοιαῦτα ἐξεκρίνετο. πότε οὖν ἀναγκαῖον παροξυνθήσεσθαι τὴν νόσον; ὅταν τὰ διαχωρήματα πρὸς τῷ μὴ παύεσθαι τὴν μεταβολὴν εἰς ἀφρώδη τε καὶ ἄκρατα ποιήσηται· χείρονα γὰρ ὄντα τῶν ἔμπροσθεν ἐκκρινομένων ταῦτα παροξυνθήσεσθαι δηλοῖ.

   Αἱ ἐκ καταψύξιος ἐν ὀξέσιν οὔρων ἀπολήψιες κάκισται.

   Τὰ ὀξέα νοσήματα γίνονται ἐπὶ θερμοτέραις ὕλαις· ἐὰν οὖν ἐπίσχεσις τῶν οὔρων ἐκ καταψύξεως γένηται τῆς κύστεως, κακόν. δηλοῖ γὰρ ἐκ τῆς τοιαύτης δυσκρασίας ἀτονίαν γενέσθαι τῆς ἀποκριτικῆς ἐν τῇ κύστει δυνάμεως ἢ ἀναισθησίαν διὰ τὸ καταψυχθῆναι τὸ ἐν αὐτῇ [619] νεῦρον καὶ μὴ αἰσθάνεσθαι τῆς ἀνίας. ἡ δὲ κατάψυξις ἐν τῇ κύστει γίνεται τοῦ κατὰ φύσιν ἐν αὐτῇ θερμοῦ ὑπὸ τῆς παρὰ φύσιν θερμασίας διαφορηθέντος. ἴσως δ' ἄν τις εἴποι· διὰ ποίαν αἰτίαν τοῦ πυρετοῦ ἐν ὅλῳ τῷ σώματι ὄντος ἐψύχθη ἡ κύστις; λύσις δὲ τούτων ἐστὶν ἡ τοῦ μορίου ἐπιτηδειότης· οὐ γὰρ ἅπανθ' ὡσαύτως τῆς αὐτῆς ἔτυχε φύσεως.

   Τὰ ὀλέθρια ἀσήμως ῥᾳστωνήσαντα θάνατον σημαίνει.

   Χωρὶς σημείων, ἤτοι ἐκκρίσεως ἢ πέψεως. ταὐτὸν δὲ δηλοῖ τῷ καθόλου ἐν Ἀφορισμοῖς εἰρημένῳ τῷδε· "τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παρὰ λόγον". ἡ δὲ νῦν προκειμένη ῥῆσις ἀποχωρήσασα τοῦ καθόλου τῶν ὑποπεπτωκότων αὐτῷ τι διδάσκει· περὶ γὰρ τῶν ὀλεθρίων ἀποφαίνεται [620] μόνων, οὐχ ἁπάντων τῶν μοχθηρῶν. οὐκ ἐξ ἅπαντος δὲ πᾶν, ὅτιπερ ἂν ᾖ μοχθηρόν, ἤδη τοῦτο καὶ ὀλέθριόν ἐστιν. ἀπεδείξαμεν γὰρ ἐν τῷ Προγνωστικῷ διαφορὰς πολλὰς τῶν μοχθηρῶν εἰρημένας, ἐφ' ὧν αὐτὸν τὸν Ἱπποκράτην προσθήκῃ τῶν οἰκείων ὀνομάτων ἐνδείκνυσθαι τὸ μέγεθος αὐτῶν.

   περὶ μὲν οὖν τῶν ἁπλῶς μοχθηρῶν, οὐ μὴν ὀλεθρίων γε, ἀρκεῖ τοῦτο μόνον γινώσκειν, ὡς οὐ χρὴ πιστεύειν αὐτοῖς ἀσήμως παυσαμένοις (ἐπανήξει μὲν γὰρ αὖθις, οὐ μὴν ἀποκτενεῖ γε τὸν ἄνθρωπον), ὅσα δ' εἰς τοσοῦτον προήκει μοχθηρίας, ὡς ἐν τοῖς ὀλεθρίοις εἶναι, ταῦθ' ὅτι μὲν ἀπιστότερα τῶν μετρίως μοχθηρῶν ἐστιν, οὐ δυνάμενα πιστῶς παύσασθαι χωρὶς ἐπιφανῶν σημείων, ἐν τοῖς Περὶ κρίσεων ἐπὶ πλεῖστόν μοι δέδεικται. κατασκευάσαντα γὰρ ἐν τῷ χρόνῳ τὰ τοιαῦτα βλάβην ἑκτικὴν καὶ ἄλυτον ἐπανήξει κατὰ τὸ μέγεθος τῆς αὑτῶν κακίας τὸ τοῦ κινδύνου φέροντα μέγεθος. ἔνια γὰρ αἴτια τῶν κατὰ τὸ σῶμα γεννωμένων παραπλησίαν ἔχει δύναμιν τῷ τε τῶν λυττώντων κυνῶν ἰῷ καὶ τῶν θανασίμων φαρμάκων ἐκείνοις, ὅσα κατὰ τὰ πεπονθότα [621] ἐπίδηλον οὐδὲν ἐν τῷ παραυτίκα σύμπτωμα ἐργάζεται, μετὰ δὲ τέτταρας ἢ ἓξ μῆνας ἢ καὶ πλείονα χρόνον ἀναιρεῖ τὸν ἄνθρωπον. ἴσμεν δ' ἐνίους καὶ τῶν ὑπὸ κυνὸς λυττῶντος δηχθέντων ὕστερόν ποτε δείσαντάς τε τὸ ὕδωρ καὶ τελευτήσαντας ἀπὸ τῆς πρώτης ἀρχῆς, ἐν ᾗ δηχθέντες ἔτυχον, μετὰ δύο μῆνας ἢ τρεῖς ἢ τέτταρας ἢ πολὺ πλείους· οἶδα γοῦν τινα καὶ μετ' ἐνιαυτὸν εἰς τοῦτο δὴ τὸ πάθος, ὃ καλοῦσιν ὑδροφόβον, ἐμπεσόντα, περὶ οὗ πᾶσι τοῖς ἰατροῖς ἔδοξεν ἐσχάτη γίνεσθαι ξηρότης ἐν τοῖς στερεοῖς τοῦ ζῴου μορίοις ἅμα τῷ καὶ τὴν κατὰ φύσιν θερμασίαν παρηυξῆσθαι τετραμμένην ἐπὶ τὸ πυρῶδες. ταύτην οὖν τὴν διάθεσιν ὁ τοῦ κυνὸς ἰὸς ἐργάζεται πολλῷ χρόνῳ, κατὰ βραχὺ δηλονότι, καὶ διὰ τοῦτό γ' ἐστὶν ἀνιατότερον, διότι τῶν στερεῶν μορίων ἡ οὐσία μεταβάλλεται, καθάπερ εἴωθεν κἀν ταῖς καλουμέναις λεύκαις γίνεσθαι.

   ἄχρι μὲν γὰρ ἐντός ἐστιν ἡ παρὰ φύσιν διάθεσις, ἀλλοιούντων μὲν αὐτῶν τὰ στερεὰ σώματα, μηδέπω δ' αὐτῶν ἠλλοιωκότων, ἅμα τῷ [622] κενωθῆναι ταῦτα καὶ ἡ τῶν στερεῶν ἀλλοίωσις παύεται ποτὲ μὲν ἡμέρᾳ μιᾷ, ποτὲ δὲ καὶ θᾶττον εἰς τὸ κατὰ φύσιν ἐπανερχομένων. γιγνομένη γὰρ ἡ διάθεσις καὶ οὔπω γεγονυῖα συντόμως ἀποκαθίσταται τοῦ ποιοῦντος αὐτὴν αἰτίου χωρισθέντος. συμπληρωθείσης δ' αὐτῆς, κἂν ἐκκενωθῇ τὰ ποιήσαντα τὴν διάθεσιν ὑγρά, πλέον οὐδὲν εἰς ὑγείας λόγον. ὅμοιον γάρ τι συμβαίνει τῷ γιγνομένῳ περὶ τὰ ξύλα τὰ πλησίον τοῦ μαλθακοῦ κείμενα πυρός. θερμαίνεται μὲν γὰρ μέχρι πολλοῦ, καίεται δὲ οὐδέπω. κἂν φθάσῃς ἀποχωρίσαι τοῦ πυρὸς αὐτά, πρὶν ἄρξασθαι καίεσθαι, ταχέως ἀποτίθεται τὴν γεγονυῖαν αὐτοῖς θερμότητα. δεξάμενα δ' εἰς ἑαυτὰ τοσοῦτον, ὡς ἄρξασθαι καίεσθαι, κἂν ἀπαχθῇ τοῦ πυρός, οὐδὲν ἧττον καίεται. κἂν εἰς αὐτὸ δὲ τὸ πῦρ τὸ ξύλον ὑγρὸν ἔλθῃ, οὐκ εὐθέως ἅπτεται, καθάπερ εἰ στυππεῖον ἐνθείης ἢ κάλαμον ξηρὸν ἢ θρυαλλίδα, καὶ εἰ μετὰ βραχὺ βαστάσειας τὸ τοιοῦτον ξύλον, ἀποθήσεται τὴν ἐκ τοῦ πυρὸς ἐν αὐτῷ γενομένην ἀλλοίωσιν οὐ μετὰ πολὺν χρόνον.

   οὔκουν ἀπεικὸς καὶ γεννηθῆναι κατὰ βραχὺ τοιοῦτον ἐν τῷ σώματι [623] χυμόν, ὁποῖος ὅ τε τῶν λυττώντων κυνῶν ἐστιν καὶ τῶν ἐν χρόνῳ πλείονι διαφθειρόντων φαρμάκων, ὡς καὶ λανθάνειν τοὺς πολλοὺς τῶν ἰατρῶν. ὡς ἐπὶ τοῦ διὰ κόπον, ὡς ἐδόκει, μετριώτατα πυρέξαντος, ὃς μετὰ τὴν τετάρτην ἡμέραν ἀπέκρινεν οὖρον τῇ μὲν συστάσει λεπτόν, τῇ χρόᾳ δὲ μέλαν, ὡς ἐοικέναι κατ' ἄμφω τῇ γινομένῃ κράσει μέλανος ὀλίγου γραφικοῦ μιχθέντος ὕδατι πολλῷ, καὶ ἄλλως γε εἰ μὴ τὸ μέλαν αὐτὸ νοήσαιμεν μεμιγμένον, ἀλλὰ κἂν τὴν καλουμένην ὑπὸ τῶν πολλῶν ἀσβόλην, ἣν ἄσβολον οἱ Ἕλληνες ὀνομάζουσιν· ὁ ἄνθρωπος οὗτος ἔδοξεν ἔχειν καλῶς κατὰ τὴν τετάρτην ἡμέραν, ὡς καὶ λούεσθαι ταῖς ἑξῆς ἡμέραις, εἶτα κατὰ τὴν ἑβδόμην ἡμέραν εἰς ἑσπέραν ἀρξάμενος πυρέττειν ἀπέθανε μαρανθείς.

   τοῦτο αὐτὸ κατὰ τὴν προκειμένην ῥῆσιν διδάσκεται τοῖς ἀρίστοις τῶν ἰατρῶν ὠφέλειαν φέρον, οὐ τοῖς ἐπιτυχοῦσιν· οὗτοι γὰρ οὐδὲ γινώσκουσιν τὰ τῶν ὀλεθρίων νοσημάτων σημεῖα. νεανίσκος γοῦν τις ἐξέκρινεν ἅμα πυρετῷ βληχρῷ περίπλυσιν ἐρυθρὰν οὐκ ὀλίγην πολλάκις [624] ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτὶ μετὰ χλιαροῦ πυρετοῦ, τοὐντεῦθεν ἔδοξε μετριώτερον ἔχειν, ὡς τῇ τρίτῃ τῶν ἡμερῶν ἀπύρετος εἶναι δοκεῖν. ἐγὼ μὲν οὖν ἐπισκοπούμενος αὐτοῦ τὰ οὖρα λεπτὰ καὶ λευκὰ καθάπερ ὕδωρ ὄντα τὴν κατὰ τὸ ἧπαρ ἀτονίαν ἐτεκμηράμην διαμένειν, ἐκέλευόν τε τοῖς πρὸς αὐτὴν ἁρμόττουσιν ἐπιθέμασί τε καὶ βρώμασι καὶ συμπάσῃ τῇ διαίτῃ χρῆσθαι. καταγελάσας δέ μου τῶν ἀπὸ Θεσσαλοῦ τις ἰατρῶν οὐ μόνον αὐτὸς οὐδέποτε τὴν δι' οὔρων ἐπίσκεψιν πεποιημένος, ἀλλὰ καὶ τοὺς ἐπισκεπτομένους αὐτὰ γναφέας ἀποκαλῶν, κεκώλυκε βοηθεῖσθαι τὸν ἄνθρωπον ἀναθρέψεως μόνης ἐπὶ κενώσει χρῄζειν εἰπών. ἀλλὰ καὶ τούτῳ κατὰ τὴν ἑβδόμην ἀπὸ τῆς ἀρχῆς ἡμέραν ἐπελθὸν τὸ νόσημα φανερὸν ἐγένετο πᾶσιν ἡπατικὸν ὑπάρχον. τὰ μὲν οὖν τοιαῦτα πάντα παρατρέχουσιν οἱ ἐξηγηταὶ μεγάλως ὄντα χρήσιμα, κατατρίβονται δ' ἐνίοτε περὶ λεξείδια μηδ' ὅλως χρήσιμα.

[625]    Τὰ ἐν ὀξέσι χολώδεσιν ἔκλευκα, ἀφρώδεα, περίχολα διαχωρήματα κακόν. κακὸν δὲ καὶ οὖρα τοιαῦτα· ἆρα τούτοισιν ἧπαρ ἐπώδυνον;

   Τὸ πολλάκις ἤδη καὶ πρόσθεν εἰρημένον ἐρῶ καὶ νῦν· ὁ συνθεὶς τὸ βιβλίον τοῦτο φαίνεται μὲν ἀπὸ τῆς αὐτῆς ὢν Ἱπποκράτει τῷ μεγάλῳ τέχνης, ἀπολείπεται δ' αὐτοῦ πάμπολυ, καὶ διὰ τοῦτο ἐνίοις μὲν ἔδοξεν τοῦ Δράκοντος Ἱπποκράτους, ἐνίοις δὲ τοῦ Θεσσαλοῦ τὸ σύγγραμμα τοῦτο εἶναι· δύο γὰρ υἱεῖς τοῦ μεγάλου Ἱπποκράτους ὁμολογοῦνται γεγενῆσθαι, Δράκων καὶ Θεσσαλός, ὧν ἑκατέρου πάλιν Ἱπποκράτης. εἴτ' οὖν ὑπὸ θατέρου τούτων, εἴτε καὶ ὑπ' ἄλλου τινὸς ἐγράφη τὸ βιβλίον, εἴτ' ἔφθασεν ὁ γράψας αὐτὸ πρὶν ἐκδοῦναι τοῖς Ἕλλησιν ἀποθανεῖν, περιττόν ἐστιν ἔργον ζητεῖν· ἱκανὰ γὰρ καὶ τὰ νῦν εἰρημένα περὶ αὐτοῦ.

   σπούδασμα δ' ἔστω τοῖς ἀναγινώσκουσιν αὐτὸ τὴν διάνοιαν τῶν [626] λεγομένων ἐξετάζειν. ἡ δὲ ἐξέτασις ἔστω διττή, πρός τε τὴν τῶν ὁμολογουμένων Ἱπποκράτους βιβλίων καὶ πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν ἀναφερόντων ἡμῶν, ὅ τι περ ἂν αὐτῷ λέγηται. καὶ νῦν αὐτὸ τὸ προκείμενον οὕτως ἐξετάσωμεν, ὡς ἐπιπλέκοντος ἐνίοτε συμπτώματα τοῦδε τοῦ ἀνδρός, ὧν ἑκάστου καθ' ἑαυτὸ τὴν δύναμιν ἐμάθομεν ἐν τῷ Προγνωστικῷ. τὰ γὰρ ἔκλευκα καὶ τὰ ἀφρώδη διαχωρήματα μοχθηρὰ λέλεκται κατ' ἐκεῖνο τὸ βιβλίον. ἀλλὰ καὶ ὅτι 'κινδυνεύουσιν ἐν ταῖς νόσοις ἧττον, οἷς ἂν οἰκείη τῆς φύσεως ἡ νοῦσος ᾖ', μεμαθήκαμεν ἐν τοῖς Ἀφορισμοῖς, ὥσθ' ὅσοις ἂν μὴ οἰκεία τύχῃ, μᾶλλον οὗτοι κινδυνεύουσιν. τοῖς οὖν χολώδεσιν εἴτ' ἀνθρώποις εἴτε νοσήμασι χολῶδες διαχωρεῖν ἢ οὐρεῖν οἰκεῖον, ἄχολα δὲ καὶ λευκὰ παρὰ τὴν φύσιν αὐτῶν ἐστιν καὶ διὰ τοῦτο μοχθηρά. ἀφρώδη δὲ διαχωρεῖν ἁπάσαις φύσεσι κακόν. εἰ μὲν δὴ ταῦτ' εἴρητο μόνα κατὰ τὴν προκειμένην ῥῆσιν, οὐδὲν ἂν ἦν ζήτημα, προσκειμένου δὲ τοῦ περίχολα μέγιστον γίνεται ζήτημα. πῶς γὰρ χολώδεά τε ἅμα καὶ ἔκλευκα διαχωρεῖσθαι δυνατόν ἐστιν; ἐγὼ μὲν οὖν νομίζω καὶ ταύτην τὴν λέξιν [627] ἡμαρτῆσθαι, καθάπερ καὶ ἄλλας πολλάς. ἄμεινον γὰρ ἦν ἢ 'μὴ περίχολα' γεγράφθαι κατ' αὐτὴν ἢ μηδ' ὅλως γεγράφθαι τὰ περίχολα. εἰ δέ περ ἀναγκαζόμεθα τὴν λέξιν ὡς ἀναμάρτητον ἡγεῖσθαι, δυοῖν θάτερον· ἢ τὸν μὲν ἕνα καιρὸν ἔκλευκα διαχωρεῖσθαι νομιστέον, ἐν ἑτέρῳ δὲ περίχολα, ἢ εἴπερ ἐν ἑνὶ χρόνῳ βούλοιτό τις ἀμφότερα λέγειν ἐκκρίνεσθαι, τὰ μὲν ἔκλευκα τῶν ἑστώτων τε καὶ σκληρῶν διαχωρημάτων τὴν χρόαν δηλώσει, τὰ περίχολα δὲ τὰ πέριξ αὐτῶν ἔχοντα χολὴν τῇ συστάσει λεπτήν. εἰώθασιν δὲ ὀνομάζειν τὰς τοιαύτας ἐκκρίσεις 'περίχρουσ'.

   τά γε μὴν οὖρα τοιοῦτον μὲν ἔχειν οὐδὲν δύναται μεμιγμένον, ἤτοι δὲ θάτερον τῶν εἰρημένων ἐπ' αὐτῶν ἢ τὸ ἕτερον ἀκούειν ἀναγκαῖόν ἐστιν· ἄμφω δὲ μοχθηρά, τό τε ἔκλευκον καὶ τὸ περίχολον. ἀκοῦσαι δὲ ἐπὶ τῶν οὔρων τὸ περίχολον ἀναγκαῖόν ἐστιν αὐτὸ τὸ περιττῶς χολῶδες. οὐ γὰρ οἷόν τε κατὰ τὸν αὐτὸν τρόπον, ὃν ἐπὶ τῶν διαχωρημάτων εἶπον ἐγχωρεῖν γενέσθαι τὰ περίχολα μετὰ τῶν ἐκλεύκων, [628] οὕτω κἀπὶ τῶν οὔρων ἀκούειν.

   ὃ δ' ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψεν ἆρά γε τούτοισιν ἧπαρ ἐπώδυνον, ὀρθῶς εἴρηται. τισὶν μὲν γὰρ αὐτῶν ἐπώδυνον γίνεται, τισὶν δὲ οὔ, διὰ τὸ καὶ διὰ φλεγμονὴν καὶ δι' ἔμφραξιν καὶ διάθεσιν φλογώδη τά τε κατὰ τὴν γαστέρα καὶ τὰ διὰ τῆς κύστεως ἐκκρίνεσθαι. λέλεκται δέ σοι περὶ τῶν τοιούτων ἁπάντων ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν ἐν ταῖς ἡμετέραις πραγματείαις, ὥστ' οὐ χρὴ νῦν καθ' ἑκάστην ῥῆσιν ἀποδείξεις ἀκούειν φυσικάς, ἀλλ' ἀρκεῖσθαι μόνοις τοῖς ἐξ αὐτῶν ἀποδεδειγμένοις.

   Αἱ ἐν πυρετοῖσιν ἀφωνίαι σπασμώδεα τρόπον ἐξίστανται σιγῇ, ὀλέθριον.

   Ἁπάντων μὲν τῶν παλαιῶν ἀντιγράφων τὴν γραφὴν ταύτην ἐχόντων, [629] ἁπάντων δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον δεχομένων αὐτήν, ἔνιοι τῶν χθὲς καὶ πρώην γεγονότων μεταγράφουσιν εἰς τοιαύτην λέξιν, ἣν ἐξηγήσασθαι ῥᾷστον αὐτοῖς. ἐγὼ δὲ τὸν μὲν ἀποροῦντα περὶ τῆς ἐξηγήσεως ὑπονοῆσαί τε τὴν λέξιν ἡμαρτῆσθαι καὶ μεταγράψαι πρὸς τὸ φαινόμενον ἀληθὲς οὐ μέμφομαι· τὸ δ' ‹ὡς› οὕτως γεγραμμένον ἐξ ἀρχῆς, ὡς αὐτὸς ἐτόλμησε μεταγράψαι, τὴν ἐξήγησιν ποιεῖσθαι μέμψεως ἄξιον εἶναι νομίζω. πεποιηκότων δ' ἐνίων τοῦτο κατὰ πολλὰς λέξεις, ἐπὶ πάντων μεμνῆσθαι τῆς ῥᾳδιουργίας αὐτῶν μακρὸν εἶναι νομίζω. ὥσπερ δὲ καὶ ἄλλα πολλὰ τῶν καθ' ὅλον τὸ βιβλίον γεγραμμένων ἅπαξ ἢ δὶς ἐπεσημηνάμην, οὕτω καὶ τοῦτο.

   λέλεκται μὲν οὖν μοι ταῦτα διὰ τοὺς ὅλον ἀφελόντας τῆς προκειμένης ῥήσεως τὸ σιγῇ ὀλέθριον, ἐγὼ δ' ἡγοῦμαι τὴν διάνοιαν εἶναι τοιαύτην· αἱ ἐν πυρετῷ ἀφωνίαι, ὅσαι κατὰ σπασμώδη τρόπον γίγνονται, τελευτῶσιν εἰς τὴν μετὰ σιγῆς ἔκστασιν, ὀλέθριον. τὸ δ' εἴτε πάθος ἢ σύμπτωμα προσυπακοῦσαι δεῖ τούτῳ συνήθως οὕτως ἑρμηνεύοντος τοῦ γράψαντος τὸ βιβλίον. χρὴ τοίνυν τὸ σιγῇ κατὰ δοτικὴν [630] πτῶσιν ἀκούειν συντάττοντας τῷ ἐξίστανται τὸ σιγῇ· κατὰ δοτικὴν δὲ πτῶσιν ἀκουόμενον τὸ σιγῇ οὐκέτι αὐτὸ σημαίνει μόνον τὸ 'ἐξίστανται μετὰ σιγῆς, πάνυ κακόν'· δῆλος γάρ ἐστιν πάλιν ὑποτάξας τὸ σιγῇ τῷ ὀλέθριον, ὅπερ ἀκουστέον ἀντὶ τοῦ λεληθότως τε καὶ ἀδήλως τοῖς πολλοῖς.

   γιγνομένων οὖν ἀφωνιῶν κατὰ πολλοὺς τρόπους, ὡς δέδεικται, νῦν οὗτός φησιν τὴν σπασμώδη τρόπον γιγνομένην ἀφωνίαν εἰς τὴν μετὰ σιγῆς ἔκστασιν τελευτᾶν· τίνων τοίνυν σπασμώδη τρόπον ἀκούσωμεν; εἴποι τις ‹ἄν›· τῶν φωνητικῶν ὀργάνων, ἃ καὶ τῷ παραλελύσθαι καὶ τῷ μηδ' ὅλως ὑπὸ τῆς προαιρέσεως κινεῖσθαι τῆς ἀφωνίας αἴτια γίγνεται. τούτων οὖν τὴν διάθεσιν ἀφορίζων τὴν σπασμώδη διὰ τοῦτο εἶπεν· αἱ ἐν πυρετοῖς ἀφωνίαι σπασμώδεα τρόπον. αὗται τοίνυν οὐ μετὰ θορύβου καὶ κραυγῆς (οὐ γὰρ δύνανται φωνεῖν οἱ ἄφωνοι γεγονότες), ἀλλὰ μετὰ σιγῆς εἰς ἔκστασιν ἀφικνοῦνται, καὶ [631] ζήτημα οὐδέν ἐστι, πῶς ἐξίστανται μετὰ σιγῆς οἱ μηδ' ὅλως φωνεῖν δυνάμενοι.

   πόθεν οὖν, φασίν, γνῶμεν αὐτοὺς ἐξισταμένους; γελοιότατον ἐρωτῶντες ἐρώτημα, μόνοις πρέπον ἐκείνοις ἐρωτᾶν, ὅσοι μηδέποτε ἑωράκασι βεβλαμμένους τὴν διάνοιαν ἀνθρώπους. κἂν γὰρ μὴ φθέγγωνται, τὸ μὴ βλέπειν αὐτοὺς προσηκόντως τοὺς συνήθεις μήτ' ἐρωτωμένους ἃ πεπόνθασιν λέγειν ἢ διὰ γραφῶν ἢ νευμάτων ἐνδείκνυσθαι ‹κινεῖσθαί› τε κινήσεις ἀλόγους ἀναπηδῶντας ἢ ἐσπασμένους ἀτάκτως ἐνδεικτικόν ἐστιν τῆς παραφροσύνης αὐτῶν. κἂν ἰσχυρῶς ἐκστατικὸν τούτων γένηται τὸ πάθος, οὐ παραφροσύνην ἁπλῶς, ἀλλ' ἔκστασιν εἰκότως ὀνομάζομεν.

   Αἱ ἐκ πόνου ἀφωνίαι δυσθάνατοι.

   Τὸ δυσθάνατοι σημαίνει μέν ποτε καὶ τὸ βραδυθάνατοι, σημαίνει [632] δὲ καὶ τὸ σὺν ὀδύνῃ θνῄσκειν, ὅπερ εὔλογόν ἐστιν κατὰ τὴν προκειμένην ῥῆσιν εἰρῆσθαι, καὶ μάλιστα, ὅτι τοιαύτης ἀφωνίας ἐμνημόνευσεν ἐν τῇ πρὸ αὐτῆς· ὀδυνηρὸν γὰρ πάθος σπασμός.

   Οἱ ἐξ ὑποχονδρίων ἀλγημάτων πυρετοὶ κακοήθεες.

   Εἴθ' ὁ συνθεὶς τὸ βιβλίον εἴτ' ἄλλος ἔγραψεν, αὐτὸς τήνδε τὴν ῥῆσιν οὐκ ἐπαινῶ· χωρὶς γὰρ διορισμοῦ λεγομένη διττῶς ἐστιν ψευδής, ὅτι καὶ διττοῦ διορισμοῦ δεῖται· πολλῶν γοῦν ἐν τοῖς ὑποχονδρίοις κειμένων μορίων οὐκ ἐπὶ πᾶσιν αὐτοῖς οἱ πυρετοὶ κακοήθεις εἰσίν, ἀλλ' ἐπὶ διαφράγματι καὶ γαστρὶ καὶ ἥπατι. γινώσκομεν δ', ὅτι καὶ τῶν μυῶν ἔνιοι τῶν ἐνταῦθα φλεγμαίνοντες ἀνάπτουσιν πυρετούς. οὐ μὴν οὐδ' ὅταν ἐφ' ἥπατος ἢ γαστρὸς ἢ διαφράγματος φλεγμονὴ γίγνηται, πυρετὸς εὐθὺς οὗτός ἐστι κακοήθης, ἀλλ' ὀξὺς ἴσως ἂν εἴη, καίτοι γε [633] οὐδὲ τοῦτ' ‹ἀεί›, κακοήθης δὲ οὐδέπω. διότι δὲ μηδ' ὀξὺν ἀεί φημι γίγνεσθαι, μαρτυρεῖ μὲν καὶ ἡ πεῖρα καὶ ὁ λόγος δὲ ἀποδείκνυσιν ἀπὸ τῶν ἐκτὸς φλεγμονῶν ἐναργῆ κομιζόμενος πίστιν. ἀνὰ λόγον γὰρ ἀεὶ τῷ μεγέθει τῶν φλεγμονῶν τῶν πυρετῶν ἀκολουθούντων ὥσπερ οὐκ ἔστιν ἀναγκαῖον ἀεὶ φλεγμαίνειν ἰσχυρῶς τῶν ἐν ὑποχονδρίοις τι κυρίων μορίων, οὕτως οὐδὲ πυρετὸν ὀξὺν ἐπιφέρειν. ἀφίημι τοιγαροῦν τὴν λέξιν τοῖς καὶ τῶν ψευδῶς εἰρημένων αἰτίας ψευδεῖς ὡς ἀληθεῖς λέγουσιν. ἐμοὶ δ', ὡς ἔφην, οὔτε συναγορεύειν τινὶ πρόκειται τῶν παλαιῶν οὔτε φιλονίκως αὐτοῖς ἀντιλέγειν, ἀλλ' ἅπερ ἀληθῶς οἶδα γιγνόμενά τε καὶ φαινόμενα κατὰ τοὺς ἀρρώστους, ταῦτα καὶ τοῖς ἀσκοῦσι τὴν ἰατρικὴν τέχνην διέρχεσθαι.

   Δίψα παραλόγως λυθεῖσα ἐν ὀξέσι κακόν.

[634]    Μέρος ἐστὶ καὶ τοῦτο τοῦ καθόλου λόγου, καθ' ὃν πάντα τὰ παρὰ λόγον ῥηΐζοντα πρῶτον μὲν ἄπιστά φησιν ὑπάρχειν, εἶτα καὶ κινδυνώδη πολλάκις, ὅταν καὶ αὐτὰ παρὰ λόγον ῥηΐζοντ' ᾖ τὰ κινδυνώδη συμπτώματα. εἴρηται δέ τις καὶ ἄλλος ἐν Ἀφορισμοῖς καθόλου λόγος, ἐφ' ᾧ καὶ αὐτὸ λέλεκται τὸ νῦν εἰρημένον· "ὁκόσοι γὰρ πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων οὐκ αἰσθάνονται, τουτέοισιν ἡ γνώμη νοσεῖ". τὸ τοίνυν ἐν ὀξέσι νοσήμασι παραλόγως λυθῆναι δίψαν, ὅτι μὲν κακόν ἐστι σημεῖον, αὐτὸ τὸ παραλόγως λυθῆναι διδάσκει ἱκανῶς· ὅτι δὲ καὶ τῆς γνώμης βλάβην σημαίνει, ἐκ τούτου δῆλον, ὅτι τῆς διαθέσεως ἔτι μενούσης ἀναίσθητός ἐστιν αὐτός, καίτοι γε ὀδυνηρᾶς οὔσης διαθέσεως.

   τὸ δὲ παραλόγως ὁποῖόν τι δηλοῖ, πολλάκις μὲν ἐν πολλοῖς εἶπον, οὐ χεῖρον δὲ καὶ νῦν ἀναμνῆσαι· ὅταν μήθ' ἱδρῶτος γενομένου μήτ' ἐμέτου μήτε διαχωρήσεως ἀλλὰ μηδὲ ἀποστήματος κρισίμου λυθῆναι [635] συμβῇ τὴν δίψαν, οὐ τῷ πεπαῦσθαι τὴν διάθεσιν, ἀλλὰ τῷ τὴν αἴσθησιν ἠμαυρῶσθαι. τοῦτο γιγνόμενον οὐκ ἀγαθόν ἐστι σημεῖον. ἐὰν δὲ γλώττης ξηρᾶς μενούσης καὶ τῶν οὔρων ἀπέπτων ὄντων ἡ δίψα παύσηται, βεβαιότερον ἔτι διαγνώσῃ τὴν κακίαν τῆς διαθέσεως· ἐὰν δὲ καὶ χωρὶς τοῦ τὸν ἰατρὸν ἐπιθεῖναί τι τῶν ψυχόντων τε καὶ ὑγραινόντων ἔξωθεν, ἔτι καὶ μᾶλλον, ‹ἐπειδὴ› τὰ τοιαῦτα τὴν ἐν ὀξέσι νοσήμασι δίψαν οὐ παύειν, ἀλλὰ πραΰνειν πέφυκεν. παντοίως δὲ κακὸν τὸ παύεσθαι τελέως τὴν δίψαν ἐν ὀξέσι νοσήμασι. καί μοι μέμνησο τῶν εἰρημένων ἄρτι [τῷ] τοῦ παραλόγως λύεσθαι παραδειγμάτων, ὅπως μὴ πολλάκις αὐτῶν χρῄζῃς ἀκούειν.

   Ἱδρὼς πολὺς ἅμα πυρετοῖς ὀξέσι γινόμενος φλαῦρος.

   Τῷ πολὺς μάλιστα πρόσεχε τὸν νοῦν, ἐπεί τοι πολλάκις ἐν ὀξέσι νοσήμασιν ἱδροῦντες ἀεὶ μετρίως χρονίζουσι μέν, οὐ μὴν ἀποθνῄσκουσιν.

[636] εἰ δὲ καὶ πολὺς ἱδρὼς γίγνοιτο μὴ λύων τὸν πυρετόν, εὔδηλον ὅτι καταλυθήσεται ταχέως ἡ τοῦ κάμνοντος δύναμις.

   Καὶ οὖρα δ' ἐπίπονα πονηρόν.

   Κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων οὖρα πέπονα γέγραπται καὶ οἱ ἐξηγησάμενοι τὸ βιβλίον οὕτως ἴσασι γεγραμμένον, ὅτι μὴ Ῥοῦφος ὁ Ἐφέσιος, ἀνὴρ φυλάσσειν μὲν ἀεὶ πειρώμενος τὰς παλαιὰς γραφάς, ἐνταυθοῖ δὲ ἐπιτιμῶν Ζεύξιδι τῷ παλαιτάτῳ ἐμπειρικῷ τῷ εἰς ἅπαντα τὰ Ἱπποκράτους βιβλία γεγραφότι ὑπομνήματα, τάδε φησὶν αὐτοῖς ὀνόμασι· "Ζεῦξις δέ, εἰ ἄρα δεῖ καὶ τούτου μνημονεῦσαι, κατὰ πολὺ διαφεύγων τὸ ἀσύνετον ἐνταῦθα διαπέφηνεν· περιπεσὼν γὰρ ἁμαρτήματι ἐφύλαξεν αὐτό. βούλεται γὰρ γεγράφθαι τὸ οὖρα πέπονα, ὡσεὶ καὶ 'οὖρα πυώδη καὶ πάχος ἔχοντα μοχθηρόν', οὐκ εἰδὼς τοῦθ' ὅτι [637] ταῦτ' ἐν τοῖς μεγίστοις βοηθήμασι καταριθμεῖται." ταῦτα μὲν ὁ Ῥοῦφος οὐκ ἀγεννῶς ἔγραψεν πρὸς τὸν Ζεῦξιν, ἡμαρτῆσθαι λέγων τὴν πέπονα γραφήν, ταύτης δὲ τὴν ἐπίπονα προελόμενος, ἵνα σημαίνῃ τὰ μετὰ πόνου ἀποκρινόμενα.

   τοῖς δὲ προσιεμένοις τὴν πέπονα γραφὴν εἴρηταί τινα μὲν ἀπίθανα μηδὲ τοῦ μνημονεύειν αὐτῶν ἄξια, πιθανὸν δέ τι δυνάμενον παρακρούσασθαι τοὺς πολλοὺς τοιοῦτον· 'ἐπειδὴ φαίνεται λέγων ὁ Ἱπποκράτης "τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα", διὰ τοῦτό φησι καὶ τὰ πέπονα οὖρα, ὅταν μὴ λύῃ τὴν νόσον, οὐκ ἀγαθὸν εἶναι σημεῖον'. ἀγνοοῦσιν δ' οὗτοι κρίσιμα μὲν ὑφ' Ἱπποκράτους ὀνομαζόμενα συμπτώματά τε καὶ σημεῖα τὰ σημαίνοντα κρίσιν ἢ καὶ ποιοῦντα παρ' ἑαυτῶν, καθάπερ αἱμορραγία ἢ διὰ γαστρὸς κένωσις, οὔρων τε πλῆθος, ἔμετος, ἐπιμήνια, αἱμορροΐς, παρωτίδες, ἀποσκήμματα, πᾶν ἄλλο. τούτων δὲ ἕτερα τὰ τῆς πέψεως σημεῖα, περὶ ὧν αὐτὸς εἶπεν ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν· "οἱ δὲ πεπασμοὶ ταχυτῆτα [638] κρίσεως καὶ ἀσφάλειαν εἰς ὑγίειαν σημαίνουσιν", καὶ μέντοι κἀν τῷ Προγνωστικῷ ἐπὶ τῶν οὔρων αὐτὸς ἔγραψεν· "οὖρον δὲ ἄριστον μέν ἐστιν, ὅταν ἡ ὑπόστασις λευκή τε ἔῃ καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ' ἂν κριθῇ ἡ νοῦσος· σημαίνει τε γὰρ ἀσφάλειαν καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι". πάρεστι δέ σοι καὶ τήνδε τὴν τῶν νοσημάτων διήγησιν ἐν τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις ἀναγνόντα μαθεῖν, ὡς οὐδεὶς τῶν ἀποθανόντων οὔρησε πέπονα. χρὴ δὲ γινώσκειν σε κατὰ πολλὰ τῶν ἀντιγράφων ἁπλῶς γεγραμμένον καὶ οὖρα πέπονα μὴ προσκειμένου τοῦ πονηρά. ἐπενήνεκται γὰρ ὀλίγον ὕστερον καὶ τούτοις καὶ τοῖς ἐφεξῆς εἰρημένοις οὔροις τὸ πονηρά.

   Καὶ τὰ ἐρυθρὰ ἐκ τούτων ἐπανθίσματα κατεχόμενα καὶ τὰ ἰώδεα πονηρά. καὶ τὸ μικρὰ ἐπιφαίνεσθαι οἷον στάξιας.

[639]    Περὶ τῶν εἰρημένων οὔρων ὁ λόγος, συνάψαι δὲ χρὴ ταῦτα σαφηνείας ἕνεκεν, ὡς γενέσθαι τὴν ὅλην ῥῆσιν τοιάνδε· καὶ οὖρα ἐπίπονα καὶ τὰ ἐρυθρὰ ἐκ τούτων ἐπανθίσματα κατεχόμενα καὶ τὰ ἰώδεα πονηρά. τὸ τοίνυν ἐκ τούτων ἐκ τῶν ἐπιπόνων οὔρων βούλεται σημαίνειν, οὐκ ἐκ τῶν πεπόνων· οὐδὲ γὰρ ἐφίσταταί ποτε πεπανθεῖσιν οὔροις οὔτε ἐπανθίσματα κατὰ χροιὰν ἐρυθρὰ οὔτ' ἰώδη. τὸ δὲ κατεχόμενα πρόσκειται τοῖς τοιούτοις οὔροις, ἤτοι μόγις ἐκκρινόμενα δηλοῦν ἢ καὶ τελείως ἰσχόμενα. φαίη δ' ἄν τις ἴσως ἀδύνατον εἶναι τὰ κατεχόμενα διαγνῶναι, τίνος ἐστὶ χροιᾶς· ἀλλ' ὅταν ἐφθάκῃ τε πρότερον οὐρεῖσθαι τοιαῦτα καὶ μετὰ τὴν ἐπίσχεσιν ἐκκριθῇ, βιασαμένων τῶν ἀρρώστων ἢ καὶ πραγματευσαμένων τῶν ἰατρῶν, ἅμα τε τῷ τὰς χρόας αὐτῶν ἐγνῶσθαι καὶ τὸ κατέχεσθαι καὶ οὕτως ἀποκρίνεσθαι λέγων ἄν τις οὐ ψεύσαιτο. προσκειμένου δὲ τῷ λόγῳ καὶ τοῦ μικρὰ ἐπιφαίνεσθαι οἷον στάξιας, ἔτι καὶ μᾶλλον ἥ τε τῆς [640] χροιᾶς αὐτῶν γνῶσίς ἐστιν σαφὴς καὶ ἀληθὲς τὸ κατέχεσθαι.

   μεμνῆσθαι δέ σε βούλομαι τῶν κατὰ τὸ Προγνωστικὸν εἰρημένων ἐπὶ τῶν ὑπερύθρων οὔρων κατὰ τήνδε τὴν λέξιν· "εἰ δὲ εἴη τὸ οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ πρόσθεν γίνεται, σωτήριον δὲ κάρτα". τῶν τοίνυν ἐξερύθρων οὔρων, ὧν νῦν μέμνηται, πάμπολυ διαφέρει τὸ κατὰ τὸ Προγνωστικὸν 'ὑπέρυθρον' λελεγμένον. τὸ μὲν γὰρ ἐξέρυθρον ὅτι τῶν ἀπέπτων ἐστίν, καὶ πρόσθεν ἐδήλωσα, τὸ δ' ὑπέρυθρον ἐπαινεῖ μὲν ὡς σωτήριον, χρόνου δὲ πλείονος εἶναί φησι σημεῖον. ὅτι δὲ καὶ τὸ ἐρυθρὸν οὖρον ἐν τῷ μέσῳ τοῦ τ' ἐξερύθρου καὶ τοῦ ὑπερύθρου τεταγμένον ἐν τῷ μεταξὺ καθ' ἑκάτερον αὐτῶν ἐστιν ἐπαίνου τε καὶ ψόγου, πρόδηλον.

   Καὶ ἔμετοι μετὰ ποικιλίας κακόν, ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων ἰόντων.

[641]    Ὑπαλλάξειεν ἄν τις τὸ τῆς ἑρμηνείας ἀλλόκοτον, ᾧ φαίνεται χαίρων ὁ γράψας τὸ βιβλίον. ὁ δὲ λόγος ἔσται τοιοῦτος· καὶ ἔμετοι μετὰ ποικιλίας τῶν ἐμουμένων κακὸν σημεῖόν ἐστιν, ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων ἰόντων τῶν ἐμουμένων, ὅπερ ἐστὶν οὐ μετὰ πολὺν χρόνον, καὶ διὰ τοῦ προσθεῖναι τοῦτο τῆς ποικιλίας τῶν ἐμουμένων ἐμνημόνευσεν. φαίνεται γὰρ οὐ πάντων τῶν ἐν τῷ Προγνωστικῷ μνημονεύων, εἰ μή τις προσθεῖναι βούλοιτο. γέγραπται δὲ ἐν τῷ Προγνωστικῷ περὶ τῶν ἐμέτων οὕτως· "εἰ δὲ εἴη τὸ ἐμούμενον πρασοειδὲς ἢ πελιδνὸν ἢ μέλαν, ὅ τι ἂν ἔῃ τούτων τῶν χρωμάτων, πονηρὸν χρὴ νομίζειν εἶναι. εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ αὐτὸς ἄνθρωπος ἐμέοι, κάρτα ὀλέθριον γίνεται." τὰ μὲν ἐν τῷ Προγνωστικῷ σαφῶς εἴρηται μεμφομένου τοῦ Ἱπποκράτους τὴν ποικιλίαν τῶν ἐμουμένων, ἐπειδὴ πολλὰς διαθέσεις μοχθηρὰς κατὰ τὸ σῶμα τοῦ κάμνοντος ἐνδείκνυται. κατὰ δὲ τὴν προκειμένην ἐνταῦθα ῥῆσιν, ὡς ἔφην ἄρτι, πρόσκειται τὸ συνεχῶς ἐπ' ἀλλήλοις ἐμεῖσθαι τοὺς παρὰ φύσιν ἐν τῷ σώματι πλεονάζοντας [642] χυμούς. ὅτι δὲ οἱ συνεχῶς κενούμενοι χείρους εἰσὶ τῶν διαλειπόντων, εὔδηλον παντί.

   πολλοὶ μέντοι τῶν ἐξηγησαμένων τὸ βιβλίον τοῦτο μίαν ῥῆσιν ἐξ ἁπάντων ποιοῦνται τῶν ἀπὸ τῆσδε τῆς ἀρχῆς προειρημένων "ἱδρὼς πολὺς ἅμα πυρετοῖσιν ὀξέσι γινόμενος φλαῦρον" ἀλλήλοις ἅπαντα συνῆφθαι βουλόμενοι ἄχρι τοῦ ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων ἰόντων, ὡς ἐφ' ἑνὸς ἀρρώστου μίαν συνδρομὴν ἡγεῖσθαι τῶν γεγραμμένων μεταξὺ τῆς ἀρτίως ἀρχῆς εἰρημένης καὶ τῆς ἐν τῇ προκειμένῃ ῥήσει τελευτῆς· καὶ δυνατόν ἐστιν κατὰ τὴν διάνοιαν ταύτην ὑπὸ τοῦ γράψαντος τὸ βιβλίον ἐζεῦχθαι ταῦτα τὰ εἰρημένα συμπτώματα· φαίνεται γὰρ ἐξ ἀνομοιογενῶν ἐνίοτε συνδρομὰς ποιούμενος.

   Ὁκόσα ἐν κρισίμοις ἀλυσμῷ ἀνίδρωτι περιψύχεται κακόν· καὶ τὰ ἐπιρριγώσαντα ἐκ τούτων κακά.

[643]    Ὅτι καὶ τῶν κατὰ τὴν ῥῆσιν ταύτην ἐκ τῶν ὑφ' Ἱπποκράτους κατὰ μόνας εἰρημένων ἤθροισε τὴν συνδρομήν, εὔδηλόν ἐστιν. ὅ τε γὰρ ἀλυσμὸς ἀεὶ κακόν, ὡσαύτως δὲ καὶ τὸ περιψύχεσθαι ὡς πρὸς τοῦτον κακόν ἐστιν. τὸ δὲ κατὰ τὰς κρισίμους ἡμέρας τὰ φαινόμενα πάντα πιστότερα τῶν ἄλλων εἶναι παρ' ἐκείνου μεμαθήκαμεν. ἐνταυθοῖ δὲ πρόσκειται κακῶς τῷ ἀλυσμῷ τὸ ἀνίδρωτι· δόξει μὲν γὰρ ὁ μεθ' ἱδρῶτος ἀλυσμὸς οὐκ εἶναι κακός, ἢ εἴπερ ἐστίν, οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον κακός. ‹καὶ› οὐ μόνον ἐκ περιττοῦ φανεῖται τὸ ἀνίδρωτι προσκείμενον, ἀλλὰ καὶ πρὸς κακοῦ, τῶν ἀναγινωσκόντων τὸ βιβλίον ἡγησομένων τὸν χωρὶς ἱδρῶτος ἀλυσμὸν κακοηθέστερον εἶναι τοῦ σὺν ἱδρῶτι. καὶ μέντοι καὶ τὸ κατὰ τὴν τελευτὴν εἰρημένον καὶ τὰ ἐπιρριγώσαντα ἐκ τούτων κακά ψεῦδός ἐστιν ἁπλῶς οὕτως ῥηθέν, ὡς εἴρηται νῦν, ἐὰν μὴ προστεθῇ καθάπερ τῷ ἀλυσμῷ, οὕτω καὶ τῷ ῥίγει τὸ 'χωρὶς ἱδρῶτοσ', καὶ μᾶλλον ἐπὶ τοῦ ῥίγους ἡ προσθήκη γνώριμός τε καὶ χρήσιμος. ὁ μὲν γὰρ ἱδρῶτος χωρὶς ἀλυσμὸς ἧττον [644] κακόν ἐστιν, τὸ δὲ μὴ μεθ' ἱδρῶτος ῥῖγος μεῖζον κακόν, ὡς, ἄν γε κρίσιμον ῥῖγος ἐπ' ἀλυσμῷ γένηται, λύει τὴν νόσον καὶ ἱδρώτων ἐπιγενομένων ἢ ἐμέτων χρηστῶν ἢ γαστρὸς ὑπελθούσης.

   Ἐμέσματα ἄκρητα, ἀσώδεα πονηρά.

   Σύγκειται πάλιν ἐνταῦθα δύο σημεῖα τῶν ὑφ' Ἱπποκράτους εἰρημένων πονηρῶν. ἐμάθομεν γὰρ ἐν τῷ καθόλου διδάσκοντος καὶ τὰς ἀκράτους τῶν χυμῶν κενώσεις μοχθηρὰς καὶ πᾶσαν ἄσην ἐν νόσοις. οὐ μόνον οὖν ἐμέσματα ἄκρητα, ἀσώδη πονηρὰ, ἀλλὰ καὶ διαχωρήματα καὶ πτύσματα καὶ οὖρα καὶ ὁτιοῦν ἄλλο.

   Τὸ καρῶδες ἆρά γε πανταχοῦ κακόν;

[645]    Ἀπορίαν ἡμῖν ἡ ῥῆσις κινεῖ διὰ τὸ μὴ σαφῶς εἰρῆσθαι τὸ σημαινόμενον ἐκ τῆς κάρου φωνῆς. ὅταν οὖν ἐν οἴνου πόσει πλείονι κεκαρωμένον τινὰ λέγωμεν, ὥσπερ ὁ Πλάτων ἐπὶ τοῦ Πόρου κατὰ τὸ Συμπόσιον εἶπεν, οὐδεμίαν ἐνδεικνύμεθα νοσώδη διάθεσιν· ὃ δ' ἂν εἴποι τις ἑρμηνεύων λόγῳ μακροτέρῳ βαθὺν καὶ δυσέγερτον ὕπνον, κάρος ἐνταῦθα φαίνεται σημαίνειν οὐ χρηστόν. ἀλλὰ καὶ ζήτησις οὐ σμικρὰ γέγονε περὶ τοῦ νοσώδους κάρου, πότερον τὴν αὐτὴν κατὰ γένος αἰτίαν ἔχων τῷ διὰ τὸν οἶνον κάρῳ τὸ δύσλυτον προσείληφεν ἢ γένος ἕτερόν ἐστιν τῆς αἰτίας. εἰκότως οὖν ἀπορεῖ περὶ τοῦ κάρου ζητῶν, εἴτε παντελῶς κακὸν εἶναι χρὴ νομίζειν αὐτόν, εἴτε ποτὲ καὶ ἀγαθὸν καὶ μέσον ἀγαθῶν τε καὶ κακῶν. ἐὰν γὰρ ὁ βαθύς τε καὶ δυσδιέγερτος ὕπνος ἀκούηται κάρος οὐκ ἔχοντος ἑτέραν τῷ γένει διάθεσιν τοῦ νοσώδους κάρου, γένοιτ' ἄν ποτε ἀγαθὸν αἴτιόν τε καὶ σημεῖον ὁ κάρος. ἑωράκαμεν γοῦν ἐπ' ἐνίων ἀρρώστων ἠγρυπνηκότων ἐφεξῆς ἡμέραις τρισὶν [646] ἢ τέτταρσιν δυσδιέγερτον ὕπνον γενόμενον ὡς ὅλης ἡμέρας τε καὶ νυκτός, ὠφελήσαντα μεγάλως. ἐπὶ δὲ παιδίων εἶδον πολλάκις οὐ μιᾶς μόνον, ἀλλὰ καὶ δυοῖν ἡμερῶν ἐφεξῆς ἐπ' ὠφελείᾳ μεγάλῃ γενόμενον τοιοῦτον. ἐὰν δ' ἑτέρα τῷ γένει διάθεσις ᾖ τοῦ νοσώδους κάρου, διαφέρειν μὲν ἐροῦμεν ὕπνον βαθὺν τοῦ κάρου, τὸ δὲ καρῶδες πανταχοῦ κακὸν εἶναι. δεδειγμένου δ' ἡμῖν ἐγρήγορσιν μὲν γίνεσθαι διά τε ξηρότητα καὶ θερμότητα τοῦ πρώτου αἰσθητικοῦ μορίου, τουτέστι τοῦ ἐγκεφάλου, τὸν δ' ὕπνον ἐπὶ τοῖς ἐναντίοις, ὅταν γ' ὑπὸ πλήθους ὑγροῦ χρηστοῦ βαρύνηται τὸ σῶμα, καθάπερ ἐν ταῖς μέθαις, ὕπνος ἐστὶν βαθύς, ὃν ἔξεστι τῷ βουλομένῳ κάρον ὀνομάζειν. ὁμολογηθείσης δὲ τῆς διαθέσεως ἐν ὀνόματι μόνον ἡ διαφωνία γίγνεται. ὅταν δ' ὑπὸ φλέγματος ὁ ἐγκέφαλος ὑγρανθῇ καὶ ψυχθῇ, τὸ κατὰ τὰς ληθαργικὰς διαθέσεις ἔσται κῶμα, καὶ καλεῖν ἔξεστι τῷ βουλομένῳ καὶ τοῦτο κάρον.

[647]    ἔνιοι δ' ὅταν ἀκίνητος καὶ ἀναίσθητος ὁ ἄνθρωπος ἐπὶ χρόνον τινὰ γένηται, κἂν νύττῃς αὐτὸν κἂν πλήττῃς κἂν ἐμβοᾷς, ὀνομάζουσι κάρον, ὁποῖος ἐνίοις γίνεται τῶν πληγέντων σφοδρῶς τὴν κεφαλὴν κατὰ τοὺς κροταφίτας μῦς. ὁρᾶται δὲ πολλάκις ἡμῖν καὶ κατὰ τὰς πυρετώδεις νόσους ἐν ἐπισημασίαις, καθ' ἃς οὔτε νυττόντων οὔτε θλώντων οἱ κάμνοντες αἰσθάνονται καὶ πολλῷ μᾶλλον βοώντων. ἐὰν οὖν τις τὸ μὲν τοιοῦτον πάθημα κάρον ὀνομάζῃ, τὴν δὲ δυσδιέγερτον κατάστασιν κῶμά τε καὶ καταφοράν, τὸ δὲ τρίτον ἐπ' αὐτοῖς, ὑπὲρ οὗ πρῶτον διῆλθον, ὕπνον βαθύν, οὔτε κῶμά ποτε ἀγαθὸν οὔτε πολὺ μᾶλλον αὐτὸν τὸν κάρον λέγεσθαι χρή. ἐὰν οὖν δή τις ἀμφισβητῇ περὶ τῶν εἰρημένων διαθέσεων, ἑτέροις γίνεσθαι λέγων αὐτὰς ἢ οὐχ ὡς ἐγὼ νῦν λέγω, ἐν πράγματι οὐ διαφωνήσει, συγχωρῶν δὲ ὡς εἴρηται γίγνεσθαι, τοῖς ὀνόμασιν ἑτέρως χρώμενος, ἐν τούτοις μόνον ἡμῖν διενεχθήσεται.

   Μετὰ ῥίγεος ἄγνοια κακόν, κακὸν δὲ καὶ λήθη.

[648]    Εἴτε μετὰ ῥίγεος γεγραμμένον εἴη, ὡς γενικὴν δηλοῦσθαι πτῶσιν, εἴτε μετὰ ῥῖγος, ὡς αἰτιατικήν, ἐγγὺς ἀλλήλων εἰσὶν αἱ διάνοιαι τῶν λόγων ἑκατέρων· νενικῆσθαι γὰρ δηλοῖ τὴν ἔμφυτον θερμασίαν ὑπὸ τῆς κατὰ τὸ σύμπτωμα ψύξεως ἡ μετὰ ῥίγους ἄγνοια καὶ λήθη. ἐμάθομεν γὰρ ὅτι καὶ τὸ μὴ γνωρίζειν τοὺς συνήθεις καὶ τὸ μὴ μεμνῆσθαι τῶν πεπραγμένων ἐπὶ τῇ κατὰ τὸν ἐγκέφαλον γίγνεται ψύξει, καὶ πρόδηλον, ὡς ἑκάτερον καὶ καθ' ἑαυτὸ μοχθηρόν ἐστι σύμπτωμα καί, εἰ ἄμφω γένοιτο, διπλασίως ἄτοπον.

   Αἱ ἐκ ῥίγεος καταψύξιες μὴ ἀναθερμαινόμεναι κακαί.

   Ἀσθένειαν δηλοῖ καὶ νέκρωσιν τῆς ἐμφύτου θερμασίας ἡ τοιαύτη κατάψυξις.

[649]    Οἱ ἐκ καταψύξεως ἱδρώδεες ἀναθερμαινόμενοι κακόν· ἐπὶ τούτοις ἐν πλευροῖς καῦμα ὀδυνῶδες καὶ τὸ ἐπιρριγῶσαι κακόν.

   Ἀναθερμαινομένους ἀκοῦσαι νῦν χρὴ τοὺς ἀναπυρέττοντας. ἔστι δὲ ὁ λόγος τοιοῦτος· ἐὰν ἱδρώσας τις ἐν νόσῳ ψυχρότερος μὲν ἐν τῷ παραχρῆμα γένηται τοῦ κατὰ φύσιν, ἀναπυρέξῃ δ' αὖθις, οὐκ ἀκινδύνως διάκειται. τοῦτο μὲν οὖν ὅτι καὶ αὐτὸ κακόν ἐστιν, πρόδηλον παντί. συνάπτει δ' αὐτῷ, καθάπερ ἐπ' ἄλλων, συμπτώματά τινα διαφερούσαις ἑπόμενα διαθέσεσιν. τὸ γὰρ ἐν τῇ πλευρᾷ καῦμα ὀδυνῶδες σημεῖόν ἐστι τῆς ἐν ἐκείνῳ τῷ μορίῳ φλεγμονῆς, δι' ἣν ἀνεπύρεξεν. ἐὰν δὲ καὶ ῥῖγος αὐτοῖς ἐπιγένηται, καὶ διαπυῆσαι προσδόκα τὴν φλεγμονήν. ὥσπερ δὲ ἐπὶ πλευρᾷ φλεγμαινούσῃ δυνατὸν ἀναπυρέξαι τὸν ἄνθρωπον, οὕτω καὶ διὰ πνεύμονα καὶ δι' ἧπαρ ἢ κοιλίαν ἢ ὁτιοῦν [650] ἄλλο. μερικὸς οὖν καὶ αὐτὸς ὁ λόγος καὶ οὐ καθόλου καὶ μέντοι καὶ κατὰ σύνθεσιν οὐχ ὁμοιογενῶν σημείων.

   Τὰ καυματώδεα ῥίγεα ὑπό τι ὀλέθρια καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ' ἱδρῶτος ἐν τούτοις κακόν· ἐπὶ τούτοις ἡ ψύξις τῶν ὄπισθεν σπασμὸν ἐπικαλέεται.

   Εἴτε καυματώδεα γεγραμμένον εἴη τῆς πρώτης συλλαβῆς διὰ τοῦ α καὶ υ γεγραμμένης, εἴτε κωματώδεα διὰ τοῦ ω, χαλεπὴν ἑκάτερον ἐνδείκνυται τὴν διάθεσιν. ἐν γὰρ τῷ καθόλου περὶ ῥίγους ἐγνωκότας χρὴ μεμνῆσθαι διὰ παντός, ὡς ἐν μὲν τριταίῳ καὶ τεταρταίῳ γιγνόμενον οἰκεῖόν ἐστι σύμπτωμα τῶν τοιούτων πυρετῶν, ἐν νόσοις δὲ ἐπιφαινόμενον, ἐὰν μὴ κρίσιν ἐπενέγκῃ, κάκιστον. ἔμαθες γάρ, ὡς "τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα". πάλιν καὶ τούτῳ συνῆψεν ἕτερα συμπτώματα διαθέσεων οὐκ ἀναγκαίων ἅμα ῥίγει γίγνεσθαι.

[651]    λέλεκται δὲ καὶ πρόσθεν, ὡς ὅσῳ περ ἂν πλείονα συμπτώματα κινδυνώδη περὶ τὸν ἄνθρωπον γίγνηται, τὴν ἐν αὐτοῖς πρόρρησιν ἀξιοπιστοτέραν ἐργάζεται τοῖς ἰατροῖς, ὥσπερ εἰ καὶ τῶν σωτηρίων σημείων πολλὰ φαίνοιτο· καὶ γὰρ καὶ οὕτω βεβαιοτέρα ἡ τῆς σωτηρίας ἐλπίς. ἴσμεν δ' ὅτι καὶ χωρὶς τοῦ ῥίγους τὸ φλογῶδες ἐν προσώπῳ μεθ' ἱδρῶτος κακόν ἐστι σημεῖον· ἓν γάρ τι τῶν κρισίμων καὶ ὁ ἱδρώς ἐστιν. ὅταν οὖν μὴ κρίνῃ, τὴν κακοήθειαν ἐνδείκνυται τοῦ νοσήματος, ἐπὶ τούτοις δὲ καταψυχθέντων τῶν ὀπίσω σπασμὸν οὐκ ἄν τις ἀλόγως ἐλπίσειεν, ὅτι καὶ τὰ μέρη νευρώδη καὶ ἡ ψύξις σπασμοῦ ποιητική.

   Οἱ ἐφιδρῶντες ἄγρυπνοι ἀναθερμαινόμενοι κακόν.

   Εἰ μέμνησθε τοῦ πολλάκις εἰρημένου περὶ τῶν οὕτω συμπλεκομένων, [652] τῆς παρ' ἡμῖν ἐξηγήσεως οὐκέτι χρῄζετε. ὑπάγεται γὰρ ἐν ὀλίγῳ καθόλου πάντα τὰ τοιαῦτα τῷ "τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα".

   Ἐξ ὀσφύος ἀναδρομῆς ὀφθαλμοῦ ἴλλωσις κακόν.

   Οὐδὲν ἄλλο νοῆσαι δυνατόν ἐστιν ἢ ὅτι τῶν κατ' ὀσφὺν ἀλγημάτων εἰς τὴν ἄνω χώραν μεταστάντων ἐγχωρεῖ καὶ τὴν ἀρχὴν τῶν νεύρων παθεῖν, ἧς σύμπτωμά ἐστιν ἡ τῶν ὀφθαλμῶν διαστροφή. τὰ γὰρ ἀπ' ἐγκεφάλου λαμβάνοντα μόρια τὴν τῶν νεύρων ἔκφυσιν τοῦ νωτιαίου πάσχοντός τι τοιοῦτον πάθος ἐνδεικτικὰ τῶν ἐν αὐτοῖς διαθέσεών ἐστιν. ὅμοιος δὲ ὁ λόγος οὗτος ὑπάρχει τοῖς κατὰ τὸ Προγνωστικὸν ὧδέ πως εἰρημένοις· "αἱ δὲ ξὺν πυρετῷ ὀδύναι γινόμεναι περὶ τὴν ὀσφύν τε καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται τὰ κάτω ἐκλείπουσαι, ὀλέθριον κάρτα".

[653]    Ὀδύνη ἐς στῆθος ἱδρυνθεῖσα σὺν νωθρότητι κακόν. ἐπιπυρετήναντες οὗτοι καυστικοὶ ὀξέως ἀποθνῄσκουσιν.

   Ἔμιξε πάλιν ἐνταῦθα διαθέσεων συμπτώματα δυοῖν· ἡ μὲν γὰρ ἱδρυνθεῖσα, τουτέστι στηριχθεῖσα δυσλύτως, κατὰ τὸ στῆθος ὀδύνη τὴν τοῦ θώρακος ἐνδείκνυται φλεγμονήν, ἡ δὲ νωθρότης ὑγρότητα κατὰ τὸν ἐγκέφαλον ἢ ψύξιν ἢ ἄμφω. δῆλον δὲ ὅτι κατὰ τοὺς τοιούτους ἅπαντας λόγους μεμνῆσθαί σε χρὴ τοῦ συνδέσμου τοῦ τὸ σημαινόμενον ἔχοντος ὡς παραδιαζευκτικοῦ. οὐ μὴν ἀναγκαῖόν γε τοὺς οὕτω πάσχοντας καυστικοὺς ὀξέως γινομένους ἀποθανεῖν, εἴ γε τὸ καυστικοὶ τὸ οἷον καυσώδεις σημαίνει. τινὲς μέντοι νωθρότητα τὴν δυσκινησίαν τοῦ σώματος ἤκουσαν· ὅπερ γὰρ εἴρηταί μοι πολλάκις ἐν ταῖς ἀσαφέσι ῥήσεσιν, ὥς γ' ἂν ἐθέλῃ τις ἀκούειν, ἔξεστιν.

[654]    Οἱ ἐπανεμέοντες μέλανα ἀπόσιτοι, παράφοροι, καθ' ἥβην μικρὰ ὀδυνώδεες, ὄμμα θρασὺ κεκλεισμένον, τούτους μὴ φαρμακεύειν· ὀλέθριον γάρ.

   Τὸ μὲν ὀλεθρίως ἔχειν ἅπαντας τούτους, ὅπερ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἴρηκεν, ἀληθές ἐστιν, ὥσπερ δή γε καὶ τὸ μὴ δεῖν φαρμακεύειν αὐτούς, ὅπερ ἔστι καθαίρειν· ἐδείχθη γὰρ ἤδη πολλάκις ἐπὶ τούτου λεγόμενον τὸ φαρμακεύειν. ἀλλ' ὅμοιός ἐστιν ὁ λόγος ὅδε τῷ τοιούτῳ λόγῳ· 'τοὺς τετρωμένους καρδίαν οὐ χρὴ θεραπεύειν ἐπαγγέλλεσθαι· τεθνήξονται γάρ.' εἴτ' οὖν ἕκαστον ὧν εἴρηκε κατὰ τὴν προκειμένην ῥῆσιν αὐτὸ καθ' αὑτό τις ἀκούσειε, μοχθηρᾶς διαθέσεώς ἐστι σημεῖον, εἴτε πολλὰ ἅμα, παραπλησίως ἂν εἴη ὀλέθριον. τὸ γοῦν πρῶτον αὐτῶν εἰρημένον τὸ ἐπανεμεῖν μέλανα τῶν ὀλεθριωτάτων ἐστὶ σημείων, εἰ καὶ χωρὶς τῶν ἄλλων μόνον εἴη. ἐφεξῆς δὲ αὐτῷ γέγραπται τὸ ἀπόσιτοι, τουτέστι τὸ ἀνόρεκτοι, πολὺ μὲν ἧττον ἐκείνου κακόν, [655] ὅμως γε μὴν κακὸν καὶ αὐτό, καθάπερ καὶ τὸ παράφοροι, τοῦτ' ἔστιν παρανοοῦντές τε καὶ παραπαίοντες.

   τὸ δὲ καθ' ἥβην σμικρὰ ὀδυνώδεες οὐδὲ σαφές ἐστιν τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐχ ὡσαύτως αὐτὸ νοησάντων. ἔνιοι μὲν γὰρ διελόντες ἑκάτερον ἰδίᾳ τὸ μὲν καθ' ἥβην αὐτὸ τὸ κατὰ τὴν ἡβικὴν ἡλικίαν ἤκουσαν, τὸ δὲ σμικρὰ ὀδυνώδεες ἕν τι καὶ αὐτὸ τῶν συμπτωμάτων, ὧν ἐποιήσατο κατάλογον. ἔνιοι δὲ καὶ καθ' ἥβην ὀδυνώδεες ἐπὶ τοῦ μέρους εἰρῆσθαί φασιν, ἐν ᾧ καὶ ἡ κύστις κεῖται. βούλεται γὰρ αὐτὸς ἐνδείξασθαι πεπονθέναι μὲν αὐτὴν μεγάλως, παραφόρους δὲ ὄντας [τῷ] τοὺς πάσχοντας μικρὰν αἴσθησιν ἔχειν ἀπ' [ἀρχῆς] αὐτῆς.

   ἐφεξῆς δὲ πάλιν ἄλλα δύο συμπτώματα γράφει σαφῶς φρενιτικά, τό τε θρασὺ καὶ τὸ κεκλεισμένον ὄμμα. δύο γάρ ἐστι ταῦτα, κἂν ἐφ' ἑνὸς μορίου λέγηται· δύναται γὰρ καὶ καθ' ἑαυτὸ συστῆναι τὸ ἕτερον αὐτῶν μόνον, ὥσπερ καὶ φαίνεται θρασὺ μὲν ποτὲ γινόμενον, οὐ μὴν κεκλεισμένον γε τὸ ὄμμα, ποτὲ δὲ κεκλεισμένον μέν, οὐ μὴν καὶ [656] θρασύ. τὸ γὰρ κεκλεῖσθαι συμβαίνει τοῖς κατ' ὀφθαλμοὺς βλεφάροις ἤτοι διὰ τάσιν σπασμώδη τῶν κλειόντων αὐτοὺς μυῶν ἢ δι' ἀρρωστίαν τῶν ἀνοιγνύντων αὐτούς.

   τὸ τοίνυν τοὺς οὕτως ἔχοντας ἐπιχειρεῖν φαρμακεύειν ἀμαθοῦς ἐστι καὶ τελέως ἰδιώτου τέχνης ἰατρικῆς. οὐχ ὁ συμβουλεύων οὖν μὴ φαρμακεύειν σοφός, οὐ μὴν οὐδὲ τὸ γνῶναι μέγα τι τούτους ὀλεθρίως ἔχοντας. ὥστ' οὐδὲν ἡμᾶς διδάσκει θεώρημα τεχνικὸν ἡ ῥῆσις ἄξιον συγγράμματος, ὥσπερ κατὰ τοὺς Ἀφορισμοὺς ἡμᾶς ἐδίδαξεν ἐν τῷ καθόλου μία μὲν ῥῆσις, ἐν ᾗ φησιν· "ἐν τοῖς ὀξέσι παθήμασιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι", δευτέρα δέ, καθ' ἣν λέγει· 'τὰ ὀξέα φαρμακεύειν, ἢν ὀργᾷ, αὐθημερόν'. ἄξια γὰρ ἰατροῦ μεγάλου ταυτί, καθότι δέδεικται διὰ τῆς ἐξηγήσεως αὐτῶν. τὰ δὲ νῦν εἰρημένα περιττά· καθαίρειν γὰρ οὐδεὶς ἐπιχειρεῖ τοὺς οὕτω διακειμένους, ὡς ἡ ῥῆσις ἐδήλωσε μετὰ τοῦ καὶ συνενδείκνυσθαι προήκοντος τοῦ νοσήματος ταῦτα γίνεσθαι καὶ μὴ κατ' ἀρχάς, ἡνίκα μόνον τοῖς ὀξέσι τοῦ καθαίρειν ὁ καιρός.

[657]    ‹Μηδὲ› τοὺς ἐποιδέοντας, σκοτώδεας ἐν τῷ πλανᾶσθαι ἐκλείποντας ἀποσίτους, ἀχρόους.

   Ὥσπερ δεδιὼς ὁ τοῦ βιβλίου συγγραφεὺς εἰπεῖν τι σαφὲς οὕτως ἐπιτηδεύει πανταχοῦ τὰ κύρια καὶ σαφῆ τῶν ὀνομάτων ὑπερβαίνων ἑτέροις χρῆσθαι. τοὺς γὰρ ἐν τῷ πλανᾶσθαι ἐκλείποντας, εἴπερ τούτους βούλεται σημαίνειν τούς, ὅσοι, κἂν ἠρέμα κινῶνται, λιποψυχοῦσιν ἰσχυρῶς, ἐνῆν αὐτὸν δι' ὧν νῦν ὀνομάτων ἐγὼ λέγων ἐτύγχανον ἑρμηνεῦσαι σαφῶς. ἔτι δὲ ἄμεινον εἰπεῖν οὕτως ἐν τῷ καθόλου τὸ πᾶσιν ἰατροῖς ὁμολογούμενον, οὐχ ἥκιστα δὲ καὶ τοῖς ἰδιώταις γινωσκόμενον, ὡς οὐ χρὴ φαρμακεύειν τοὺς ἀσθενῆ τὴν δύναμιν ἔχοντας. ὅσον μὲν γὰρ ἐπὶ τῷ οἰδαλέους τε εἶναι καὶ σκοτώδεις, ὅπερ ἔστιν ἐν ταῖς κινήσεσι σκοτουμένους, δόξαιεν ‹ἂν› δεῖσθαι καθάρσεως οἱ κατὰ [658] τὴν προκειμένην δηλούμενοι ῥῆσιν, ὅσον δ' ἐπὶ τῷ καταπεπτωκέναι τὴν δύναμιν αὐτῶν, οὐκ οἴσουσι τὴν κένωσιν.

   Μηδὲ τοὺς ἐν πυρετῷ, ‹εἰ› κωματώδεες, κατακεκλιμένους· ὀλέθριον γάρ.

   Τοὺς κατακεκλιμένους μᾶλλον ἐνταῦθα πάλιν εἰπεῖν εἵλετο διὰ τὴν ἀσάφειαν, ἐπειδὴ σαφὲς ἦν 'ἐκλύτουσ' εἰπεῖν. ὑποπεπτώκασιν δ' οὗτοι τῷ κοινῇ πᾶσιν γιγνωσκομένῳ καθόλου λόγῳ. τίς γὰρ οὐκ οἶδεν ἢ τίς οὐκ εἴρηκεν, ὡς τοὺς ἐκλύτους οὐ χρὴ καθαίρειν; ἐκ περιττοῦ τοίνυν τὸ εἰ κωματώδεις πρόσκειται διττῶς γραφομένης τῆς πρώτης συλλαβῆς, διά τε τοῦ κ καὶ ω καὶ διὰ τοῦ κ καὶ α καὶ υ. ὅπου γὰρ ὡμολόγηται τὸ μηδένα τῶν ἐκλύτων φαρμακεύειν, ἔξεστιν ἡμῖν τῶν παθῶν ἕκαστον προσάπτουσιν αὐτῷ μυρίους ἐργάζεσθαι κατὰ μέρος λόγους.

[659]    Καρδίης πόνος ἅμα ὑποχονδρίῳ συντόνῳ καὶ κεφαλαλγίῃ κακόηθες καί τι ἀσθματῶδες. ἆρά γε ἐξαίφνης οὗτοι τελευτῶσιν; ὡς ἐν Δυσώδει· τούτῳ καὶ οὖρα ἐζυμωμένα ἐγένετο βιαίως, †ἐξέρυθρα.

   Δῆλός ἐστιν, ὡς ἐπὶ τῷ Δυσώδει ταῦτα εἶδε γενόμενα, ζητῶν, εἴτε καθόλου περὶ αὐτῶν ἀποφήνασθαι προσῆκεν εἴτε μή. λέλεκται δέ μοι περὶ τῶν τοιούτων ἔμπροσθεν ἐπιδεικνύντι τὰ μὲν ἐπὶ μιᾷ διαθέσει γινόμενα συμπτώματα προσηκόντως ἐφεξῆς ἀλλήλων διδάσκεσθαι, τὰ δ' ἐπὶ διαφερούσαις οὐκ ὀρθῶς συνάπτεσθαι, μηδεμιᾶς διδασκαλίας τεχνικῆς ἐκ τῆς μίξεως αὐτῶν γινομένης. ἐπὶ μέντοι τῶν νοσούντων τῶν χρησιμωτάτων ἐστὶν ἅπαντα σκοπεῖσθαι καὶ μηδὲν παραλιπεῖν· ἅπερ ἀμφότερα πεποίηκεν ὁ Ἱπποκράτης, ἐν μὲν τῷ Προγνωστικῷ καὶ τοῖς Ἀφορισμοῖς τὰς προγνώσεις διὰ τῶν καθόλου ποιούμενος, ἐν δὲ τοῖς [660] τῶν Ἐπιδημιῶν ἅπαντα γράφων τὰ συμβάντα τοῖς ἀρρώστοις· ἔγκειται δέ τινα καὶ κατὰ ταῦτα τὰ βιβλία τῶν καθόλου χωρὶς ἀρρώστων διδασκόμενα. κατὰ μέντοι τὸ Προρρητικὸν τοῦτο σύγγραμμα πολλαχόθι συγκέχυται τὰ τῆς διδασκαλίας τῶν φανέντων κατὰ τοὺς νοσοῦντας ἁπάντων εἰς μίαν ἀναγομένων συνδρομήν, κἂν ἐπὶ διαθέσεσιν ἑτερογενέσι γένηται, καθάπερ καὶ νῦν ἐπὶ τοῦ Δυσώδους καρδίας πόνον εἰπών, τοῦτ' ἔστι στόματος τῆς γαστρός, ἅμα ὑποχονδρίῳ συντόνῳ καὶ κεφαλαλγίᾳ προσέθηκε τὸ ἀσθματῶδες, εἶτα μετὰ ταῦτα ἐπὶ τῇ τελευτῇ καὶ οὖρα ἐζυμωμένα βιαίως. πρόσκειται γὰρ τῷ λόγῳ καὶ τὸ βιαίως, ἵνα κἀνταῦθα ζητῶμεν, εἴτε βιαίως ἐζυμωμένα φησὶ γεγενημένα τὰ οὖρα, τὸ βιαίως ἀντὶ τοῦ σφοδρῶς εἰπών, εἴτε προσυπακοῦσαι δεῖ τῷ βιαίως τὸ οὐρούμενα, δηλοῦντος αὐτοῦ τὸ μόγις καὶ μετὰ βίας οὐρεῖν.

   ἀλλὰ καὶ τὰ ἐζυμωμένα κατὰ τὸν λόγον εἴρηται, μήτε κατὰ τὸ Προγνωστικὸν γεγραμμένα μήτε ἐν τοῖς τῶν Ἐπιδημιῶν. εἶθ' ὅταν ἅπαντα διεξέλθωμεν, οὐδὲν ἡμῖν ἐστιν πλέον. ὅμως δ' οὖν, ἐπειδὴ κατέστημεν ἐπὶ τὸ σαφηνίζειν αὐτά, καὶ περὶ τῶν ἐζυμωμένων εἴπωμεν.

[661] ὅταν τοίνυν κατὰ τῆς γῆς ὄξος ἐκχυθῇ δριμύ, πνευματούμενον αὐτίκα συναναφέρει τινὰ τῆς γῆς αὑτῷ μόρια, καὶ γίνεταί τι σύνθετον ἔκ τε τῆς γεώδους οὐσίας καὶ τῆς ὑγρᾶς τοῦ ὄξους καὶ τοῦ γεννηθέντος ἀτμώδους πνεύματος. ὅμοιον δ' αὐτῷ συμβαίνει, κἀπειδὰν καὶ μέλαινα χολὴ κατὰ τῆς γῆς ἐκχυθῇ· καὶ σαφῶς γε φαίνεται πνευματώδης τις κίνησις ἐπ' ἀμφοτέροις γιγνομένη παραπλησία τῇ κατὰ τὸ ζέον γλεῦκος. ὅμοιον δὲ τούτοις κἀπὶ τῶν ζυμουμένων ἄρτων ὁσημέραι φαίνεται γινόμενον. ὅταν γὰρ ἀναμίξαντες ὕδατι τὸ τῶν πυρῶν ἄλευρον μίξαντες αὐτοῖς καὶ τὴν ζύμην ἐῶσι διαφυσηθῆναι μετρίως, ἡ ζύμωσις φαίνεται γιγνομένη χεομένης τε ἅμα καὶ πνευματουμένης τῆς ζυμουμένης οὐσίας. ὥστε καὶ τὰ ζυμούμενα τῶν οὔρων πάντως πάχος μὲν ἔχειν χρὴ ἀξιόλογον, εἶτα τούτου βραχεῖάν τινα ζέσιν ἐν ἑαυτῷ καὶ κίνησιν λαβόντος πνευματώδη μείζονα τὸν ὄγκον ἔχειν, οὗ κατὰ τὴν ἔκκρισιν εἶχεν. οὖρα δὲ ὅτι τοιαῦτα γίνεται τῶν ὠμῶν χυμῶν ταραχωδῶς κινουμένων, ἐν τοῖς Περὶ κρίσεων ἐμάθομεν.

[662]    ὁ δ' οὖν προρρηθεὶς ἄρρωστος μετ' οὐ πολὺ ἴσως ἐξαίφνης τελευτήσας ζήτησιν αὐτῷ παρέσχεν, εἴτε πάντας χρὴ τοὺς οὕτως ἔχοντας ἐξαίφνης φάναι τελευτᾶν εἴτε μή. πρόδηλον δὲ καὶ ὅπως ἡμᾶς ἀποκρίνασθαι προσήκει τοῖς οὕτως ἐρωτῶσιν, ὡς ὁ γράψας εἶπεν· ἆρά γε ἐξαίφνης οὗτοί γε τελευτῶσιν; ἀποκρινόμεθα γὰρ ὡς εἰκάσαι μὲν ἔστιν ἀποθανεῖν ἐξαίφνης αὐτὸν πνιγέντα (τοῦτο γὰρ ἐκ τοῦ ἄσθματος δηλοῦται), τίς δ' ἦν ἡ διάθεσις ἐφ' ᾗ τοῦτο γίνεται τὸ σύμπτωμα, μαντείας δεῖσθαι, μηδὲν εἰπόντος αὐτοῦ τοῦ συγγραφέως. καὶ γὰρ ὑπό τε πνεύματος καὶ φλέγματος κατενεχθέντος πολλοῦ διὰ τῆς τραχείας ἀρτηρίας ἐκ κεφαλῆς εἰς τὰ τοῦ πνεύμονος βρογχία καὶ μεταστάσεως εἰς αὐτὰ γενομένης ἐκ πλευρίτιδος, διὰ τὸ πάθος ἑκάτερον πύου πολλοῦ τὴν μεταξὺ χώραν τῶν δυοῖν καταλαβόντος ὀργάνων, ἀσθματώδης ὀξεῖα γίνεται δύσπνοια, πυκνουμένης τε πάνυ τῆς ἀναπνοῆς καὶ τοῦ θώρακος ἐπὶ πολὺ διαστελλομένου. ὅταν οὖν τοιοῦτον γένηται δυσπνοίας εἶδος, ἐρυθρὸν εἰκότως ἀποτελεῖται τὸ πρόσωπον. ὅπου δὲ [663] καὶ κεφαλαλγία σύνεστιν, οὐδὲν θαυμαστὸν ἐξέρυθρον αὐτὸ γενέσθαι· πᾶσαι γὰρ αἱ κατὰ τὰ τοιαῦτα νοσήματα κεφαλαλγίαι μετὰ θερμασίας πολλῆς εἰώθασι γίγνεσθαι.

   Τραχήλου πόνος κακὸν μὲν ἐν παντὶ πυρετῷ, κάκιστον δὲ οἷς ἐκμανῆναι ἐλπίς.

   Καὶ τοῦτο τῶν κατὰ μέρος ὂν ἔγραψεν ὡς καθόλου. ὁ γὰρ πόνος, ἐὰν μὲν ἤτοι διὰ τὸ κακῶς ἔχειν τὸν ἐγκέφαλον ἢ τὸν νωτιαῖον ἢ τὰς περὶ αὐτὸν μήνιγγας γίνηται, μοχθηρόν ἐστι σημεῖον, ἐὰν δὲ τῶν ἔξωθεν περικειμένων τῷ σπονδύλῳ σωμάτων, οὐ κακόν. ἐφ' ὧν δὲ ἐλπὶς ἐκμανῆναι, τί ἂν ἔτι χεῖρον σχοῖεν οὗτοι πάθος αὐτοῦ τοῦ ἐκμανῆναι;

   Κωματώδεες, κοπιώδεες, ἀχλυώδεες, ἄγρυπνοι, ἐφιδροῦντες πυρετοὶ κακοήθεες.

[664]    Ἐκ τῶν ἔμπροσθεν εἰρημένων καὶ ταῦτ' ἐστὶ δῆλα κατάλογος ὄντα συμπτωμάτων κακῶν οὐδεμίαν ἀνάγκην ἔχοντα ἅμα γίγνεσθαι.

   Ἐκ νώτου φρῖκαι πυκναί, ὀξέως μεταπίπτουσαι, δύσφοροι οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνουσιν.

   Ἔνεστι καὶ μέχρι τοῦ δύσφοροι τὸ πρῶτον μέρος τῆς ῥήσεως περιγράψαντα δεύτερον ἐπ' αὐτῷ λόγον ποιήσασθαι τὸ οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνουσι, ὡς εἰ καὶ οὕτως εἶπεν· 'ἐκ νώτου φρῖκαι πυκναὶ, ὀξέως μεταπίπτουσαι δύσφοροί τέ εἰσι καὶ προσέτι σημαίνουσιν ἀπόληψιν, ὅπερ ἐστὶν ἐπίσχεσιν, οὔρου ἐπώδυνον'. ἀλλ' ἄμεινον ἐπὶ πᾶσι τοῖς εἰρημένοις τὴν τῶν οὔρων ἐπίσχεσιν αὐτὸν εἰρηκέναι σημαίνεσθαι. δῆλος γάρ ἐστιν ἑωρακώς τινα πεπονθότα [665] τὸν κατὰ τὴν ὀσφὺν νωτιαῖον ἢ τὰς ἀμφ' αὐτὸν μήνιγγας ἢ ἀμφότερα, κἄπειτα κατὰ συμπάθειαν οὔρων ἀπόληψιν ἐπώδυνον ἐσχηκότα. πιθανὸν γὰρ καὶ τὰς ταχὺ μεταπιπτούσας φρίκας τὰς δυσφόρους ἐπὶ φλεγμονῇ τῶν εἰρημένων μορίων γίγνεσθαι.

   Καὶ οἱ ἀσώδεες ἀνεμέτως παροξυνόμενοι κακοί.

   Ἐχρῆν αὐτῷ προστεθῆναι, πότερον 'ναυτιώδεις ὄντεσ' ἢ οὔ. τινὲς μὲν γὰρ οὐκ ἐμοῦσιν ναυτιῶντες, ἔνιοι δὲ ἀσώδεις ὄντες οὐδ' ὅλως ἐναυτίασαν, οὓς καὶ δοκεῖ μοι διὰ τῆς προκειμένης ῥήσεως ἐνδείκνυσθαι. διττῶς γὰρ γιγνομένων ἀσωδῶν τῶν καμνόντων, ἕνα μὲν τρόπον, ὅταν ἡ δύναμις ὑπὸ τοῦ σώματος βαρύνηται καὶ μηδὲν φέρῃ σχῆμα ῥᾳδίως, ἕτερον δέ, ὅταν τὸ στόμα τῆς γαστρὸς ὑπὸ μοχθηρῶν δάκνηται χυμῶν, οἱ πρότεροι μὲν ὀλεθρίως διάκεινται, ναυτιώδεις δ' εἰσὶν οἱ δεύτεροι.

[666]    Κατάψυξις μετὰ σκληρυσμοῦ σημεῖον ὀλέθριον.

   Κατὰ διττὸν τρόπον σκληρύνεται τὰ σώματα, ποτὲ μὲν διὰ βάθους ὅλα σφοδρῶς ψυχόμενα, ποτὲ δ' ἰσχυρῶς ξηραινόμενα. καὶ ἡ κατάψυξις δέ, εἰ οὕτως εἴη βίαιος, ὡς ὅλα δι' ὅλων ψῦξαι τὰ σώματα καὶ σκληρῦναι, νεκρώσεώς ἐστι σημεῖον. εἰ δὲ καὶ ξηρότητα προσλάβοι, κατ' ἄμφω γ' ἐστὶν οὐκ ἀγαθὸν σημεῖον. ἐὰν μὲν οὖν ἐν μόναις ταῖς ἐπισημασίαις γίγνηται τοῦτο, μετριώτερον ἐνδείκνυται τὸ κακόν, ἐὰν δὲ ἄχρι πολλοῦ παραμένῃ, μεῖζον, ἐὰν δὲ καὶ διὰ παντός, ἐγγὺς ὁ θάνατος.

   Ἀπὸ κοιλίης λεπτὰ μὴ αἰσθανομένῳ διιέναι ἐόντι παρ' ἑωυτῷ κακόν, οἷον τῷ ἡπατικῷ.

   Καλῶς ἐποίησεν αὐτὸς προσθεὶς οἷον τῷ ἡπατικῷ. καὶ γὰρ ἡμεῖς [667] ἱστορήσαμεν ἐνίοις τῶν ἡπατικῶν ἄδηκτα διαχωρήματα λεπτὰ γιγνόμενα, καίτοι δακνόντων ὡς τὸ πολὺ τῶν τοιούτων διαχωρημάτων. ἔοικεν οὖν ἐπ' αὐτῶν ἢ μὴ γεννᾶσθαι χολώδεις χυμοὺς ἀρρωστίᾳ τῆς ἐν ἥπατι θερμασίας ἢ μὴ καταρρεῖν εἰς τὰ ἔντερα. ἐὰν δὲ κυρίως ἀκούσωμεν τοῦ μὴ αἰσθανομένῳ καὶ φῶμεν ἐπὶ τῶν ἀπροαιρέτως ἐκκρινομένων τὸν λόγον αὐτῷ γεγονέναι νῦν, οὐ περὶ τῶν ἀδήκτων, ἄτοπόν τι συμβήσεται. κατὰ διττὸν γὰρ τρόπον ἀπροαιρέτως ἐκκρινόντων, ἢ διὰ τὸ τὴν γνώμην νοσεῖν ἢ δι' ἀναισθησίαν τῶν μορίων, δι' ὧν ἡ ἔκκρισις γίγνεται, τὸ μὲν μὴ νοσεῖν τὴν γνώμην αὐτὸς ἐδήλωσεν εἰπὼν ἐόντι παρ' ἑωυτῷ, τοῦτ' ἔστι κατανοοῦντι καὶ σωφρονοῦντι, τὸ δ' ὑπόλοιπον οὐ πιθανὸν ὑπολαβεῖν· μάτην γὰρ ἔσται κατὰ τὸν λόγον εἰπὼν ἐπὶ τῶν διαχωρημάτων τὸ λεπτά, τῶν ἀναισθήτων μορίων ἐπὶ πᾶσι τοῖς διεξερχομένοις αὐτῶν ἀναισθήτως ἐχόντων, οὐδενός τε συμπτώματος ἄλλου γεγραμμένου κατὰ τὴν ῥῆσιν, ὃ δύναται νεύρων ἐνδείξασθαι πάθος. τὸ γὰρ οἷον τῷ ἡπατικῷ τοῖς μὲν ἄλλοις λεπτοῖς διαχωρήμασιν [668] ἐζεῦχθαι δύναται, νεύρων δ' ἐπενεγκεῖν βλάβην κατὰ συμπάθειαν οὐ δύναται διὰ τὸ μόνον ἐγκεφάλῳ τε καὶ νωτιαίῳ τὰς τῶν νεύρων ἀποφύσεις ὁρᾶσθαι συμπασχούσας· ἥπατι γὰρ οὐκ οἴδαμεν ἑπομένην τὴν τοιαύτην συμπάθειαν οὐδὲ ἡ φύσις ἐνδείκνυται τοῦ σπλάγχνου νεύρων ἐλαχίστων μετέχοντος.

   Τὰ σμικρὰ ἐμέσματα χολώδεα κακόν, ἄλλως τε καὶ ἢν ἐπαγρυπνήσωσιν· μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον.

   Ἐπὶ τῶν νοσούντων ἕν τι καὶ τοῦτο τῶν καθόλου μοχθηρῶν ἐστι σημείων, ἀποκρίνεσθαι σμικρά, εἴθ' αἷμα διὰ μυκτήρων εἴτε κάτω διὰ τῆς γαστρὸς εἴτε δι' ἐμέτων ὁτιοῦν περίττωμα. ταὐτὸ δὲ τοῦτο κἀπὶ τῶν ἱδρώτων ἐστὶν καὶ τῶν διὰ μήτρας ἐκκρινομένων. οὐδὲν γὰρ τῶν κρισίμων σμικρὸν ἐκκρίνεσθαι προσῆκεν, ἀλλὰ πάντα τὰ οὕτω κενούμενα [669] δυοῖν θάτερον, ἢ μὴ στεγόμενα διὰ τὸ πλῆθος ἀποχεῖται τῶν πεπονθότων μορίων, ἢ τῆς φύσεως ἀσθένειαν ἐνδείκνυται προελομένης μὲν ἐκκρῖναι τὰ περιττά, μὴ δυνηθείσης δέ. τοῦτο οὖν καθόλου γινώσκοντας ἐχρῆν τὰ κατὰ μέρος ἐξ αὐτῶν ἐξευρίσκειν, ‹ὧν› καὶ τοῦτ' ἔστι τὸ νῦν εἰρημένον ἐπὶ τῶν χολωδῶν. πρόσκειται δ' αὐτῷ τῶν ἰδίων γνωρισμάτων ἡ ἀγρυπνία χολώδεσι μὲν ἑπομένη χυμοῖς, φλεγματώδεσι δ' οὐχ ἑπομένη. καταφοραὶ γὰρ ἐπὶ τῶν τοιούτων, οὐκ ἀγρυπνίαι γίνονται. καὶ τοίνυν, ὅταν μὲν ὀλίγον ἐμῆται φλεγματῶδες, μακρότερον δὲ καὶ βραδύτερον τοῦ συνήθους ὑπνοῦντες φαίνωνται, τῶν καταφορικῶν τι νοσημάτων προσδόκα μεμνημένος τοῦδε τοῦ ἀφορισμοῦ· "ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα κακόν".

   Αἷς ἐκ τόκου γε λευκά, ἐπιστάντων δ' ἅμα πυρετῷ, κώφωσις καὶ εἰς πλευρὸν ὀδύνη ὀξείη, ἐξίστανται ὀλεθρίως.

[670]    Καὶ τὸ νῦν εἰρημένον, ὥσπερ καὶ τὸ πρὸ τούτου καὶ ἄλλα πολλὰ τῶν ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένων, ὑποπέπτωκε καθολικοῖς θεωρήμασιν· οὐ μόνον γὰρ ἐπὶ λευκῶν τῶν ἐπὶ τῷ τόκῳ κενουμένων ἐὰν ἐπίστασις γένηται, μοχθηρόν ἐστιν αἴτιον καὶ σημεῖον, ἀλλὰ καὶ ἐπὶ χολωδῶν καὶ αὐτοῦ τοῦ αἵματος. ἡ γάρ τοι λοχία κάθαρσίς ἐστιν, ἀλλὰ καὶ κατὰ τοὔνομα κάθαρσις τῶν ἀλλοτρίων, ἃ κατὰ τὸν τῆς κυήσεως χρόνον ἠθροίσθη ἐν ταῖς φλεψί, δαπανωμένου μὲν εἰς τροφὴν τῷ κυουμένῳ τοῦ κατ' αὐτὰς αἵματος χρηστοῦ, μένοντος δὲ τοῦ φαυλοτέρου, ὃ καθ' ἕκαστον μῆνα πρότερον ἐξεκρίνετο διὰ τῆς μήτρας. ὅταν οὖν τοῦτο μὴ κενωθῇ τεκούσης τῆς γυναικός, ἤτοι τὰς μήτρας εἰς φλεγμονὴν ἐξαίρει μεγάλην ἢ πρός τινα τῶν ἀνωτέρω τόπων ἐνεχθὲν οἰκεῖον τῷ δεξαμένῳ τό τε πάθος ἐπιφέρει καὶ τὸν κίνδυνον, ἐς ὅ τι δὲ διήκει, διὰ τῶν ἐπιφαινομένων συμπτωμάτων εἴσῃ, καθάπερ καὶ νῦν ὅ τε θώραξ καὶ ἡ κεφαλὴ τὸ ἀπὸ τῶν ὑστερῶν ἀναφερόμενον ἐδέξατο πονηρὸν αἷμα.

[671]    Ἐν πυρετοῖσι καυσώδεσιν ὑποπεριψύχουσιν, διαχωρήμασιν ὑδατοχόλοις, συχνοῖσιν ὀφθαλμῶν ἴλλωσις σημεῖον κακόν, ἄλλως τε καὶ ἢν κάτοχοι γένωνται.

   Κατάλογον πάλιν ἐνταῦθα σημείων τε καὶ συμπτωμάτων ἐποιήσατο μοχθηρῶν, ὧν ἕκαστον ἰδίᾳ καθ' ἑαυτὸ παρ' Ἱπποκράτους μεμαθήκαμεν εἶναι μοχθηρόν, ἐν μὲν τοῖς πάθεσι τὸν καῦσον πυρετόν, ἐν δὲ τοῖς διαχωρήμασι τὰ ὑδατόχολα. τῶν δ' ἐν τοῖς ὀφθαλμοῖς μοχθηρῶν σημείων ἓν ἦν καὶ ἡ ἴλλωσις. περὶ δὲ τῆς κατοχῆς τί δεῖ καὶ λέγειν; εἰ μὲν οὖν ἠθέλησεν ἅπαντα εἰπεῖν τὰ ὀνόματα τῶν μοχθηρῶν σημείων, παμπόλλῳ πλείω παραλέλοιπεν ὧν εἶπεν, εἰ δ' ὡς μίαν συνδρομήν, οὐκ ἔστιν ὁμοιογενῆ τὰ εἰρημένα· καῦσος μὲν γὰρ πυρετὸς σὺν τῇ περιψύξει χαλεπώτατον σύμπτωμά ἐστι, τά τε διαχωρούμενα καὶ ὅλως τὰ κατὰ τοὺς ὀφθαλμοὺς ταῦτα μὲν ἑτερογενῆ, [672] ἡ κατοχὴ δὲ αὐτὴ μὲν γένους ἄλλου συμπτωμάτων ἐστίν, ἡ δὲ διαστροφὴ τῶν ὀφθαλμῶν πάλιν ἑτέρας διαφορᾶς.

   Τὰ ἐξαίφνης ἀποπληκτικὰ λελυμένως ἐπιπυρετήναντι χρονίως ὀλέθρια, οἷον ὁ Νουμηνίου υἱός.

   Κἀνταῦθα μὲν ἐδήλωσεν εἰπὼν ἑαυτὸν ἐπὶ καθολικὴν ἀπόφανσιν ἀφικνούμενον ἐξ ἑνὸς ἀρρώστου μετὰ τοῦ καὶ τῶν συνήθων τι περὶ τὴν λέξιν πρᾶξαι· τὸ γὰρ ἐπιπυρετήναντι λελυμένως εἶπεν ἀφίστασθαι προῃρημένος τῶν κυρίων ὀνομάτων, ἵν' ἔχωσιν ὕλην οἱ σοφισταὶ περιέργων ἐξηγήσεων. ἀμέλει καὶ νῦν ἔνιοι μὲν ἐπὶ τῶν ἀποπληκτικῶν ἀκούουσι τὸ λελυμένως ἀντὶ τοῦ 'μετρίωσ', ἔνιοι δὲ ἐπὶ τὰς ἰδίως παραπληγίας λεγομένας μεταφέρουσιν, ἐφ' αἷς εἰς ἀκινησίαν καὶ ἀναισθησίαν μορίων τινῶν κατασκήπτει τὸ νόσημα· ταύτας μὲν γὰρ καὶ νῦν βούλονται ἀποπληγίας εἰρηκέναι καταχρησάμενον αὐταῖς. εἶτα διττῶς [673] αὐτῶν γιγνομένων, ὡς Ἐρασίστρατος ἐν τοῖς Περὶ παραλύσεως εἶπεν "αἱ μὲν γὰρ ξυνάγουσι καὶ ξυντείνουσιν, αἱ δὲ ἐκλύουσί τε καὶ χαλῶσιν τὰς διαρθρώσεισ", εἰρῆσθαί φασι νῦν ὑπ' αὐτοῦ τὸ κατ' ἔκλυσίν τε καὶ χάλασιν τῶν νευρωδῶν σωμάτων εἶδος τῆς παραπληγίας. ἀλλ' ἐπί γε τῶν τοιούτων ἁπάντων παθῶν, ὅσα τοῦ νευρώδους ἐστὶ γένους, ὅταν ὑπὸ ψυχρῶν τε καὶ φλεγματικῶν γένηται χυμῶν, ὥσπερ αἵ τε ἀποπληξίαι καὶ αἱ παραπληγίαι, πυρετὸς θερμὸς ἐπιγινόμενος οὐ σμικρὸν γίνεται βοήθημα. τὰ γοῦν ἐν Ἀφορισμοῖς εἰρημένα ἐνταῦθα ἡμᾶς διδάσκει τό τε "πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γενέσθαι ἢ σπασμὸν ἐπὶ πυρετῷ", καὶ τὸ "ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνῄσκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ ἢ εἰς τὴν ὥρην ἐλθών, καθ' ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται". συνέβη τοιγαροῦν, ὡς ἡ ῥῆσις ἐνδείκνυται, τῷ τοῦ Νουμηνίου υἱῷ γενομένης ἀποπληξίας οὐκ ὀξὺν καὶ θερμόν, ἀλλὰ βληχρὸν καὶ χρόνιον ἀκολουθήσαντα πυρετὸν μηδὲν ὠφελῆσαι.

[674]    Ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ εἰς καρδίην πυρετώδεες, φρικώδεες, ἀνεμοῦσαι ὑδατώδεα, λεπτά, πλέονα, παρενεχθεῖσαι, ἄφωνοι ἐμέσασαι μέλανα τελευτῶσιν.

   Ἤθροισται κἀνταῦθα συμπτώματα πολλὰ μοχθηρὰ μετὰ τοῦ καὶ τὴν ἑρμηνείαν εἶναι κακόζηλον. αἱ γὰρ ἀναδρομαί, φησίν, ἐμέσασαί τε καὶ παρενεχθεῖσαι, δέον αὐτοὺς ἐμέσαντάς τε καὶ παρενεχθέντας εἰπεῖν. ἀλλὰ σύ γε καὶ τῶν συμπτωμάτων ἑκάστου τὴν δύναμιν εἰδὼς οὐ χαλεπῶς εὑρήσεις, εἰς ὅσον ὁ κάμνων ἥκει κινδύνου. τοῦτο δ' ἐπὶ τέλει τοῦ Προγνωστικοῦ παραινέσας ὁ Ἱπποκράτης ἠρκέσθη.

   Ὄμματος κατάκλεισις ἐν ὀξείᾳ κακόν.

   Ἤδη καὶ πρόσθεν ἐν ἀθροίσματι πλειόνων σημείων, ἃς 'συνδρομὰσ' [675] ὀνομάζουσιν οἱ ἀπὸ τῆς Ἐμπειρίας, ὄμματος κατάκλεισιν ἔγραψεν. ἔνιοι δὲ διὰ τοῦ α, οὐ διὰ τοῦ ει κατάκλασιν γράφουσιν, οὐ μεγάλης οὔσης διαφορᾶς περὶ τὸ σημαινόμενον ἐξ ἀμφοῖν. βούλεται γὰρ δηλῶσαι τὸ κατακεκλασμένον ἢ τὸ κατακεκλεισμένον βλέφαρον, ἐφ' ᾧ δυοῖν θάτερον, ἢ τῇ συντονίᾳ τῶν κλειόντων αὐτὸ μυῶν ἢ ἀρρωστίᾳ τῶν ἀνοιγόντων, ἕπεται τὸ πάθος.

   Ἆρά γε τοῖς ἀσώδεσιν ἀνεμέτοις, ὀσφυαλγέσιν, ἢν θρασέως παρακρούσωσιν, ἐλπὶς μέλανα διελθεῖν;

   Ἀποκρινούμεθά σοι καὶ πρὸς τοῦτο ῥᾳδίως, ὅτι μὴ πᾶσιν, ἀλλὰ τισὶν αὐτῶν ἔσται τοῦτο, καθάπερ δέδεικται πρόσθεν.

   Φάρυγξ ἐπώδυνος ἰσχνὴ μετὰ δυσφορίης πνιγώδης ὀλεθρίη ὀξέως.

[676]    Ἀναμνήσθητι τῆς ἐν τῷ Προγνωστικῷ ῥήσεως, ἧς ἡ ἀρχή· "αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστα ἀναιροῦσαι, ὅσαι μήτ' ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ἐμποιέουσι μήτ' ἐν τῷ αὐχένι, πλεῖστόν τε πόνον παρέχουσιν καὶ ὀρθόπνοιαν", ἔνθα σοι καὶ παραβάλλειν ἔξεστιν ἑρμηνείαν ἐπιστήμονος ἀνδρὸς ὧν λέγει πραγμάτων τῇ τοῦ πλανωμένου κατὰ τὰς συνδρομὰς ἀδυναμίᾳ τοῦ πρὸς τὸ καθόλου ποιεῖσθαι τὴν συναγωγήν. ὁ μὲν γὰρ Ἱπποκράτης τό τε τοῦ πάθους ὄνομα προεῖπεν καὶ τὰς διαφορὰς ἁπάσας ἐφεξῆς εἶπεν ἀρξάμενος ἀπὸ τῆς χαλεπωτάτης αὐτῶν, ἧς νῦν παρέγραψα τὴν ῥῆσιν.

   ὁ δὲ τοῦτο τὸ βιβλίον γράψας πρῶτον μὲν ἥμαρτεν εἰπὼν τὴν φάρυγγα πνιγώδη, δέον τὴν κυνάγχην. οὐδὲ γὰρ τοῦτ' ἔστιν εἰπεῖν ὡς ἀντὶ τοῦ πάθους τῷ πεπονθότι μορίῳ κατεχρήσατο· τὴν ἀρχὴν γὰρ οὐδὲ πέπονθέ τι τοῖς οὕτως ἔχουσιν φάρυγξ, ὡς Ἱπποκράτης ἐδήλωσεν δεινοτάτας εἰπὼν εἶναι κυνάγχας, ὅσαι μήτε ἐν τῇ φάρυγγι ἔκδηλον [677] μηδὲν ποιοῦσι μήτ' ἐν τῷ αὐχένι. ὁ δὲ τὸ προρρητικὸν τοῦτο γράψας ἔφη· φάρυγξ ἐπώδυνος ἰσχνή. τὸ γὰρ ἰσχνὴ ταὐτὸν τῷ μηδὲν ἔκδηλον ἔχειν δύναται. προσέθηκε δὲ οὗτος μάτην τὸ μετὰ δυσφορίης, ἐξ ἑτέρου γένους ὑπάρχον συμπτωμάτων.

   εἶτα καὶ τὸ πνιγώδης ὁ μὲν τοῦτο τὸ βιβλίον γράψας ἀδιορίστως τε καὶ κοινῶς εἶπεν, ὁ Ἱπποκράτης δὲ οἰκείῳ τῆς διαφορᾶς ὀνόματι προσηγόρευσεν εἰπὼν ὀρθόπνοιαν ἐπιφέρειν αὐτήν. ὀνομάζει δὲ καὶ αὐτὸς καὶ οἱ ἄλλοι πάντες ὀρθόπνοιαν ἐκεῖνο τὸ τῆς δυσπνοίας εἶδος, ἐν ᾧ πνίγονται κατακείμενοι καὶ μόλις ἐξαρκοῦσιν ὄρθιον ἔχοντες τὸν θώρακα κατὰ μηδενὸς ἐρηρεισμένου τοῦ μεταφρένου. κατασχιζομένης γὰρ εἰς τὸν πνεύμονα τῆς τραχείας ἀρτηρίας τὴν ἀρχὴν ἀπὸ τοῦ λάρυγγος ἐχούσης, ὅταν μὲν ἀνατείνωμεν ὄρθιον τὸν θώρακα, σὺν τῷ τραχήλῳ τὴν τραχεῖαν ἀρτηρίαν ἐξευρύνεσθαι συμβαίνει καὶ τὰς ἐξ αὐτῆς ἀποφύσεις ἁπάσας τὰς εἰς τὸν πνεύμονα κατασχιζομένας εὐρύνεσθαι κἀν τούτῳ τὴν ἔνδον αὐτῷ χώραν αὐξάνεσθαι. διὰ τοῦτο μὲν οὖν κἀπὶ τῆς περιπνευμονίας ἡ ὀρθόπνοια γίνεται κἀν τοῖς καλουμένοις [678] ἀσθματικοῖς πάθεσι, δι' αὐτὸ δὲ τοῦτο κἀπὶ τῆς χαλεπωτάτης κυνάγχης, ἐν ᾗ φλεγμαίνοντες οἱ τοῦ λάρυγγος ἔνδον μύες ἀποφράττουσι τὴν ὁδὸν τῆς ἀναπνοῆς. ἐπιτείνεται γὰρ καὶ τοῦτο τὸ πάθημα κατακειμένων αὐξανομένης τῆς στενοχωρίας. ἀλλὰ καὶ τὰς ἄλλας ‹τῆς› κυνάγχης διαφορὰς ὁ Ἱπποκράτης ἔγραψεν ἐν τῷ Προγνωστικῷ σαφέστατά τε καὶ ἀκριβέστατα κατ' ἐκεῖνο τοῦ βιβλίου τὸ χωρίον, ἐν ᾧ καὶ ἡ ῥηθεῖσά μοι νῦν εἴρηται ῥῆσις. ἐν δὲ τῷ προρρητικῷ τούτῳ καίτοι πολλάκις φάρυγγος μνημονεύσας ὁ γράψας τὸ βιβλίον οὐδὲν ἡμᾶς σαφὲς οὐδὲ διηρθρωμένον ἐδίδαξε περὶ τῶν κατὰ ταύτην παθῶν.

   Οἷς πνεῦμα ἀνέλκεται, φωνὴ δὲ πνιγώδης, ὁ σπόνδυλος ἐγκάθηται, τουτέοισιν ἐπὶ τῶν τελευτῶν ὡς συσπῶντός τινος τὸ πνεῦμα γίνεται.

[679]    'Περὶ δυσπνοίασ' ὑπομνήματα γέγραπταί μοι δεικνύντι, πόσαι μὲν αἱ πᾶσαι διαφοραὶ κατ' αὐτήν εἰσιν [ἑκάστην], τίνες δὲ αἱ αἰτίαι αἱ γεννῶσαι ἑκάστην ὅ τί τε σημαίνειν πεφύκασιν. ἐπιδέδεικται δὲ διὰ τῶν αὐτῶν ὑπομνημάτων καὶ περὶ τῶν ὑφ' Ἱπποκράτους εἰρημένων δυσπνοιῶν ἐν τοῖς ὁμολογουμένοις αὐτοῦ γνησίοις βιβλίοις. οὔτ' οὖν ἐγὼ διαφοράν τινα ἀνελκομένου πνεύματος εὑρὼν οὔτε παρ' Ἱπποκράτους μαθὼν ἐζήτουν, ἥντινά που λέγει τὴν δύσπνοιαν ταύτην ὁ γράψας τὸ βιβλίον τοῦτο. εἰσὶ μὲν οὖν καὶ ἄλλαι δύο γραφαὶ τῆς αὐτῆς λέξεως, ὧν ἡ μὲν σημαίνει ‹ταὐτὸν τῇ› ἑτέρᾳ, βραχὺ παραλλάττουσα κατὰ τὴν φωνήν, οὐ μὴν τήν γε διάνοιαν ὑπαλλάττουσα· πρόσκειται γὰρ ἐν αὐτῇ κατὰ τὴν ἀνέλκεται φωνὴν τὸ ω γράμμα μετὰ τὰ πρῶτα δύο τό τε α καὶ τὸ ν, ὡς γενέσθαι τὴν λέξιν τοιάνδε· οἷς πνεῦμα ἄνω ἕλκεται. πολὺ δὲ ἀποχωρήσαντες ἔνιοι τῶν νεωτέρων ἀνέχεται γράφουσιν οὐδενὸς τῶν παλαιοτέρων ἐπισταμένου τὴν γραφήν.

   ταύτης μὲν οὖν τελευταῖον μνημονεύσω, περὶ προτέρων δὲ διασκεψώμεθα [680] τῶν ὁμολογουμένων, εἰς ἃς οὐδὲν εὗρον οὐδένα πιθανὸν εἰπόντα, τινὰς δὲ καὶ μεμψαμένους ἄντικρυς, ὥσπερ καὶ τοὺς μεταγράψαντας εἰς τὴν ἀνέχεται φωνήν. ὥσπερ γὰρ ἀβοηθήτων οὐσῶν τῶν προτέρων γραφῶν ἐπὶ τὸ μεταγράφειν αὐτὰς ἀφίκοντο. δοκεῖ δέ μοι τὸ ἀνελκόμενον πνεῦμα τὸ ἄνω ἑλκόμενον λέγειν, ἐφ' οὗ κατὰ τὸν ἔμπροσθεν λόγον ἔφην εἰρῆσθαι τό τε πρόχειρον καὶ τὸ μετέωρον, ὅταν τοῖς ἄνω μέρεσιν ὁ θώραξ μεγάλην ποιῇ τὴν ἀναπνοὴν εἰσπνεόντων, ὡς φαίνεσθαι κινουμένας τὰς ὠμοπλάτας, καὶ διὰ τί τὸν τρόπον τοῦτον ἀναπνέουσιν οἱ πνιγόμενοι πάντες, ἐδήλωσα.

   καὶ μέντοι καὶ περὶ τῶν πνιγωδῶς ἐνοχλουμένων οὐ διὰ τὴν ἐν τῷ πνεύμονι στενοχωρίαν οὐδὲ διὰ τὴν φλεγμονὴν τῶν ἐν τῷ λάρυγγι μυῶν, ἀλλὰ διὰ τὴν τῶν ἐπικειμένων μὲν τῷ λάρυγγί τε καὶ τῷ στομάχῳ, τοῖς πρόσω δὲ μέρεσι τῶν ῥαχιτῶν μυῶν ἐπιβεβλημένων, ἔμπροσθέν τε καὶ κατ' αὐτὸ τοῦτο τὸ Προρρητικὸν βιβλίον εἴρηταί μοι καὶ δι' ὧν ἐξηγησάμην τὸ δεύτερον βιβλίον τῶν Ἐπιδημιῶν, ἔνθα φησίν· [681] "ἦν δὲ τῶν κυναγχικῶν τὰ παθήματα τοιάδε· τοῦ τραχήλου οἱ σπόνδυλοι εἴσω ἔρρεπον, τοῖσι μὲν ἐπὶ πλέον, τοῖσι δὲ ἐπ' ἔλαττον. καὶ ἔξωθεν ἦν δῆλος ἐγκοίλως ἔχων ὁ τράχηλος καὶ ἤλγει ταύτῃ ψαυόμενος. ἦν δὲ κατωτέρω τινὶ τοῦ ὀδόντος καλευμένου, ὃ οὐχ ὁμοίως ὀξύ ἐστι." πρόδηλον δ' ὅτι τὸν δεύτερον σπόνδυλον ὅλον ἀπὸ μέρους ὀδόντα κέκληκεν ἢ μόνην αὐτοῦ τὴν ἀπόφυσιν ἐκείνην, ἣν οἱ μὲν ὀδοντοειδῆ προσαγορεύουσιν, οἱ δὲ ἄντικρυς ὀδόντα, διότι παραπλήσιός πως φαίνεται τῷ καλουμένῳ κυνόδοντι. ἐπεὶ δὲ μετὰ τὸ εἰπεῖν "ἦν δὲ κατωτέρω τινὶ τοῦ ὀδόντος καλεομένου" προσέθηκεν "ὃ οὐχ ὁμοίως ὀξύ ἐστιν", ἐδήλωσε κίνδυνον οὐχ ὁμοίως ἐπιφέρειν ὀξὺν ὁ γράψας ταῦτα τὸν σπόνδυλον τοῦτον, ὥσπερ κἀπειδὰν ἐν τοῖς Ἀφορισμοῖς καταλέγων τὰ λεγόμενα πάθη τῶν παίδων εἴπῃ "σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιεσ" οὐκ ἄλλον σπόνδυλον ἀκούειν χρὴ παρὰ τὸν εἰρημένον. ὅταν γὰρ οἱ ἐπικείμενοι μύες ἐν τοῖς πρόσω μέρεσιν αὐτοῦ φλεγμήναντες ἢ ὁπωσοῦν ἐνταθέντες πρὸς ἑαυτοὺς ἐπισπάσωνται ὅλον [682] τὸν σπόνδυλον, ἡ μὲν ὀπίσω χώρα κοιλοτέρα φαίνεται, θλίβεται δ' ὁ λάρυγξ καὶ κατὰ τοῦτο πνίγονται. σπανιωτάτη δὲ ἡ τοιαύτη κυνάγχη γίνεται.

   καὶ νῦν οὖν ὁ σπόνδυλος αὐτὸς ἐγκαθῆσθαι λέλεκται, τὸ δὲ κινδυνῶδες τοῦ πάθους δεδήλωται διὰ τῆς προκειμένης ῥήσεως, ἔνθα φησί· τούτοισιν ἐπὶ τῶν τελευτῶν ὡς συσπῶντός τινος τὸ πνεῦμα γίνεται. τὸ γὰρ ἐπὶ τῶν τελευτῶν 'ὅταν ἀποθνῄσκωσιν' δηλοῖ· τὸ δ' ὡς συσπῶντος, ἐπειδὴ σπασμώδης αὐτοῖς ἡ ἀναπνοὴ γίνεται τελευτῶσιν, σφοδρῶς μὲν ἕλκοντος τοῦ θώρακος, ὁδὸν δ' οὐκ ἔχοντος αὐτάρκη τοῦ πνεύματος, ἀλλὰ διὰ τῆς στενῆς ὀπῆς βιαίως εἰσπνεομένου. τοῦτ' οὖν ἡγούμενοι δηλοῦσθαι κἀκ τῆς ἀνέχεται φωνῆς ἔγραψάν τινες οἷς πνεῦμα ἀνέχεται.

   Οἱ κεφαλαλγικοὶ κατόχως παρακρούοντες κοιλίης ἀπολελαμμένης, ὄμμα θρασύνοντες, ἀνθηροί, ὀπισθοτονώδεες γίνονται.

[683]    Ἐδείχθη καὶ πρόσθεν ὁ ἀνὴρ οὗτος ἐξ ἀνομοιογενῶν σημείων γράφων συνδρομάς, ἃς ἐφ' ἑνὸς ἢ δυοῖν ἐθεάσατο, καὶ διὰ τοῦτο πολλάκις αὐτὸς προστίθησι τὸν 'ἆρα' σύνδεσμον, ὃν καὶ νῦν ἄμεινον ἦν αὐτῷ συντεθεικότι φάναι· ἆρά γε ὀπισθοτονώδεες γίνονται; ἡ μὲν γὰρ κεφαλαλγία δηλοῖ πεπονθέναι τὴν κεφαλήν [αὐτήν], τὸ δὲ κατόχως τὸν ἐγκέφαλον αὐτόν, ὥσπερ δὴ καὶ τὸ παρακρούοντες. ἐδείχθη δὲ καὶ πρότερον, ὡς οὐ μάχεται τὰ τοιαῦτα συμπτώματα, καθάπερ οἴονταί τινες, ἀδύνατον εἶναι φάσκοντες ἅμα τε κατέχεσθαι καὶ παρακρούειν τὸν ἄνθρωπον. ἀλλὰ περὶ μὲν τῶν τοιούτων διὰ τῶν ἔμπροσθεν εἶπον, ὁπηνίκα τὴν πρώτην ἁπασῶν ἐξηγούμην ῥῆσιν καὶ τήνδε· "τρομώδεες, ψηλαφώδεες παρακρούσιες πάνυ φρενιτικαί." ὥστ' οὐδὲν ἔτι χρῆναι λέγειν περὶ αὐτῶν. βέλτιον δ' ἐπισημήνασθαι δύο ταῦτα ὑπόλοιπα τῶν προγεγραμμένων ἐν τῇ προκειμένῃ ῥήσει, τὸ μὲν ἕτερον ἔνθα φησί κοιλίης ἀπολελαμμένης, τὸ δ' ἕτερον ὄμμα θρασύνοντες.

   αἱ μὲν γὰρ ἀπολελαμμέναι κοιλίαι, τοῦτ' ἔστιν ἐπεχόμεναι, τῆς [684] κατὰ τὸν ἐγκέφαλον διαθέσεως οὐκ εἰσὶν οἰκεῖον σημεῖον, αὐξάνουσι μέντοι καὶ χείρονα ποιοῦσιν αὐτήν· τὸ δ' ὄμμα θρασύνοντες ἀναγκαίως πρόσκειται τῇ συνδρομῇ· τοὺς γὰρ ἰδίως κατόχους καλουμένους καὶ οἱ περὶ τὸν Ἀρχιγένην καὶ Φίλιππον ἴσασιν ἀναπεπταμένους ἔχοντας τοὺς ὀφθαλμούς, οὐχ ὡς οἱ κωματώδεις καὶ οἱ καταφορικοὶ κεκλεισμένους. ἐπ' ἐκείνων μὲν γὰρ ὑγρότης αἰτία τοῦ παθήματος ἐκλύουσα τὸν τόνον τῶν νεύρων, ἐπὶ τούτων δὲ διὰ ξηρότητα τάσις γίνεται.

   καί τις τῶν ἡμετέρων συμφοιτητῶν καμὼν συχνῶς κἀμοὶ συνών ποτε περὶ μαθήματα ἔπαθε τὸ πάθος τοῦτο. κατέκειτο γὰρ οἷόνπερ ξύλον ὅλον ἄκαμπτος ἀποτεταμένος ἐφαίνετό τε βλέπων ἡμᾶς ἀνεῳγότων τῶν ὀφθαλμῶν, ὡς μηδὲ σκαρδαμύττειν, οὐ μὴν ἐφθέγγετό τι. οὗτος μέντοι καὶ ἀκούειν ἔφη κατὰ τὸν καιρὸν ἐκεῖνον, ὅσα λαλοῦντες ἐτυγχάνομεν, οὐ μὴν ἐναργῶς τε καὶ σαφῶς ἔλεγε δέ τινα ἀναμεμνημένος. ἐμβλέπειν τ' ἔφη τοὺς παρόντας ἅπαντας, ὡς καὶ τὰς ἐνεργείας ἐνίων [685] ἀπομνημονεύων διηγεῖσθαι, μήτε δὲ φθέγγεσθαι δύνασθαι μήτε τι μέλος κινεῖν.

   διὸ καὶ νῦν ἔστιν ἀπορῆσαι κατὰ τὴν εἰρημένην συνδρομήν, τὸ παρακρούοντες ὅπως πρόσκειται. τὸ μὲν γὰρ ἐπὶ τῆς ῥήσεως "αἱ τρομώδεες, ἀσαφώδεες, ψηλαφώδεες παρακρούσιεσ" οὐ παντελῶς ἀκινήτους εἶναι τοὺς οὕτω διακειμένους σημαίνει, ὥσπερ οὖν οὐδὲ τοὺς ἐν κώματι παραφρονοῦντας. ἐπὶ δὲ τῶν κατόχων οὐδεμίαν κίνησιν κινουμένων οὐδὲ τὴν παραφροσύνην ἔστιν γνωρίσαι. τάχ' οὖν οὗτος εἶδε κατοχῆς εἶδος, ὡς ἀκίνητον μὲν εἶναι καὶ πεπηγὸς ὅλον τὸ σῶμα, βραχὺ δέ τι φθεγγόμενον τὸν ἄνθρωπον, ἐξ οὗ δυνατὸν ἦν γνωρίσαι καὶ παραφροσύνην· ἢ προηγησαμένης τῆς παραφροσύνης παρηκολούθησεν ἡ κατοχή, καὶ γραπτέον ἐστὶν κατ' αὐτὴν τὴν ἐξήγησιν· οἱ κεφαλαλγικοὶ καὶ κατόχως παρακρούσαντες. ἐγχωρεῖ δὲ καὶ κατὰ τὴν πρώτην αὐτοῦ σύστασιν ἐπιφθεγγομένων αὐτῶν δηλοῦσθαι τὴν παραφροσύνην, συμπληρωθείσης δὲ τῆς κατοχῆς μηκέτι φθέγγεσθαι τοὺς κάμνοντας.

   ἀνθηροὺς δὲ ὠνόμασεν ὡς εἰκὸς αὐτούς, οὕσπερ ὀλίγον ἔμπροσθεν [686] 'ἐξερύθρουσ' ἐκάλεσε. σημεῖον δ' ἂν εἴη τοῦτο τοῦ κατὰ τὴν κεφαλὴν πλήθους ἠθροισμένου μετὰ θερμότητος, ἐφ' ᾧ καὶ ἡ προηγησαμένη κεφαλαλγία καὶ ὁ μετ' αὐτὴν ἀκολουθῶν ὀπισθότονος. ἀλλὰ ταῦτα μὲν εἰς τὴν γένεσιν αὐτῶν πρώτως ἄν τις λάβοι σημεῖον, δευτέρως δὲ τὴν ἀπολελαμμένην κοιλίαν παροξύνουσαν ἀεὶ τὰ τῆς κεφαλῆς συμπτώματα.

   Ἐπ' ὀμμάτων διαστροφῇ πυρετώδει, κοπιώδει ῥῖγος ὀλέθριον καὶ οἱ κωματώδεες ἐν τούτοισι πονηρόν.

   Ἐδείχθη κἀν τοῖς ἔμπροσθεν ὁ ἀνὴρ οὗτος ἐπιπλέκων ἀλλήλοις χαλεπὰ συμπτώματα, περὶ ὧν ἑκάστου κατὰ μόνας ἐχρῆν ἅπαξ εἰπεῖν, ὡς ἡμῶν δυναμένων ἐννοεῖν, ὡς ἐπειδὰν ἀλλήλοις ἐπιπλέκηται πλείω, σφοδρότερον μὲν ἀποτελεῖσθαι κίνδυνον ἐξ αὐτῶν τοῖς κάμνουσιν, βεβαιοτέραν δ' ἡμῖν γίγνεσθαι τὴν πρόγνωσιν. οὐδὲν οὖν εἴρηται καινόν· [687] ἐμεμαθήκειμεν γὰρ τήν τε τῶν ὀμμάτων διαστροφὴν κατὰ τίνα γίνεται διάθεσιν, τίνες τε τῶν κόπων αἱ διαφοραὶ καὶ πότε χρὴ ῥῖγος ἐπιφαίνεσθαι χρησίμως, ὁποῖόν τε τὸ κῶμα καὶ ἥτις αὐτὸ διάθεσις ἐγκεφάλου γεννᾷ.

   Αἱ ἐν πυρετοῖσι πρὸς ὑποχόνδριον ὀδύναι ἀναύδως, ἱδρῶτι λυόμεναι, κακοήθεες, τούτοισιν ἐς ἰσχία ἀλγήματα ἅμα καυσώδει πυρετῷ· καὶ ἢν κοιλίη καταρραγῇ, ὀλέθριον.

   Ἀπορίαν τοῖς ἀναγιγνώσκουσιν αἱ ἀσαφεῖς τῶν ῥήσεων ἐργάζονται, καὶ τῶν σαφῶν ὅσαι τοῖς ἐναργῶς φαινομένοις ἐναντίως ἀποφαίνονται. τινὲς δὲ καὶ κατ' ἀμφοτέρους τοὺς τρόπους τὴν ἀπορίαν ἐπιφέρουσιν, ὥσπερ καὶ ἡ νῦν προκειμένη. πλέον δὲ ἐν αὐτῇ τὸ μὴ συμφωνεῖν τοῖς φαινομένοις ἐπὶ τῶν νοσούντων τὰ κατ' αὐτὴν λελεγμένα. προχείρως μὲν οὖν δοκεῖ τοιόνδε τὸν λόγον τινὰ δηλοῦν ἡ προκειμένη ῥῆσις· αἱ ἐν πυρετοῖς πρὸς ὑποχόνδρια ὀδύναι ἅμα ἀφωνίᾳ, [688] ἱδρῶτι λυόμεναι, κακοήθεες.

   ψευδοῦς δ' εἶναι φαινομένου τοῦ τὰς μεθ' ἱδρῶτος λύσεις κακοήθεις εἰρῆσθαι, κατ' αὐτὸ τοῦτο πρῶτον ἀπορία τις ἡμᾶς καταλαμβάνει. τὰ μὲν γὰρ ἄνευ τινὸς ἤτοι τεχνικοῦ βοηθήματος ἢ φυσικοῦ παυσάμενα παθήματα προσηκόντως ὡμολόγηται τὴν λύσιν ἄπιστον ἔχειν. τὰ δὲ μετὰ τοιούτου τινός, ὁποῖον καὶ νῦν ὁ ἱδρὼς εἴρηται, βεβαίως λελύσθαι φαίνεται. τοὐναντίον γὰρ ἅπαν, ὅταν ἱδρῶτος ἤ τινος ἄλλου φυσικοῦ βοηθήματος γενομένου μὴ λύηται, τὸ νόσημα κακόηθες νομίζεται. διὸ καὶ πιθανῶς τις ἐπ' αὐτῆς τῆς ῥήσεως ἔλεγε λείπειν ἀπόφασιν τὴν μὴ παραλελειμμένην ὑπὸ τοῦ πρῶτον τὸ βιβλίον μεταγραψαμένου, καθάπερ καὶ ἄλλα πολλὰ πολλάκις ἐν πολλοῖς βιβλίοις ὡμολόγηται τὰ μὲν παραλελεῖφθαι, τὰ δὲ ὑπηλλάχθαι, μηδενὸς ὕστερον ἐπανορθῶσαι τὰ ἡμαρτημένα τολμήσαντος. ἀληθὴς γὰρ ὁ λόγος, ἐὰν οὕτω γράψωμεν, ἔσται· αἱ ἐν πυρετῷ πρὸς ὑποχόνδρια ὀδύναι ἀναύδως, ἱδρῶτι μὴ λυόμεναι, κακοήθεες. ἀλλὰ τὰ σαφῆ καὶ γνώριμα καταλιπόντες οἱ πολλοὶ τῶν ἀνθρώπων χαίρουσι τοῖς αἰνιγματωδῶς εἰρημένοις.

[689]    ἔνιοι δὲ καὶ τοῖς προφανῶς ἡμαρτημένοις συναγορεύειν ἐπίδειγμα σοφίας ἡγοῦνται παραπλησίως τοῖς κατὰ τὰ δικαστήρια ῥήτορσιν, οἳ τοὺς φανερῶς ἤτοι φόνον ἐργασαμένους ἤ τι τοιοῦτον κακὸν ἐρρύσαντο τῆς προσηκούσης κολάσεως ἐξαπατήσαντές τε καὶ παρακρουσάμενοι τοὺς δικαστάς, ὅταν ἰδιῶται λόγων ὦσιν καὶ τὰς ἐν αὐτοῖς πανουργίας ἀγνοῶσιν. οὕτως οὖν κἀπὶ τῆς προκειμένης ῥήσεως ἐπενόησάν τινες ἀναύδως εἰρῆσθαι τὸ ἀλόγως, ἐπειδήπερ ὁ λόγος μὲν ἐν τῷ γένει τῆς φωνῆς ἐστιν, λέγεται δὲ ἡ φωνὴ παρὰ τοῖς παλαιοῖς οὐχ οὕτω μόνον, ἀλλὰ καὶ αὐδή. κατὰ δὲ τὴν μετάβασιν ταύτην τὸ ἀλόγως φασὶν ἐκ τοῦ ἀναύδως σημαίνεσθαι· τὰ δ' ἀλόγως παυσάμενα πάντα ἐστὶν ἄπιστα.

   μαχομένων δὲ καὶ τούτῳ τῷ λόγῳ τοῦ τε κακοήθεις εἰρῆσθαι τὰς τοιαύτας ἐκκρίσεις, οὐκ ἀπίστους, καὶ τοῦ μηδ' ἀλόγως λύεσθαι σὺν ἱδρῶσιν, ὡς αὐτὸς εἶπεν, ἕτεροί τινες ὑπερβαλλόμενοι τῇ σοφίᾳ τούτους ἀλόγως λύεσθαί φασιν οὐ μόνον, ὅσα χωρὶς τοῦ γενέσθαι τι βοήθημα [690] τεχνικὸν ἢ φυσικὸν ἐρρᾳστώνησεν, ἀλλὰ καὶ ταῦτα τὰ γενόμενα μέν, οὐ μὴν κατ' ἀξίαν τοῦ νοσήματος, ὥσπερ εἰρηκότος τοῦ συγγράψαντος ὀλίγον γενέσθαι τὸν ἱδρῶτα καὶ μὴ χωρὶς ἁπάσης προσθήκης γράψαντος ἱδρῶτι λυόμεναι.

   ἀλλὰ προσυπακοῦσαί φασι τὸ 'ὀλίγῳ'. τάχα δέ τις καὶ ἄλλος ἀναφανείς ποτε τούτων τολμηρότερος ἀξιώσει τὸ 'πολλῷ' καὶ 'ἀμέτρῳ' προσυπακούειν, εἶτα περὶ συμμετρίας ἀμαθέσι παισὶ καὶ ἀγυμνάστοις πάσης παιδείας ληρήσας μακρὰ δόξει τις εἶναι σοφός. εἰ δ' ὅλως οἷσπερ ἔξεστιν τῷ ἱδρῶτι λυόμεναι προστιθέναι τι τοιοῦτον, πολλῷ βέλτιον ἦν προστιθέντας μίαν συλλαβὴν τὴν μὴ γράψαντας μὴ λυόμεναι πραγμάτων ἀπηλλάχθαι. αἱ γὰρ σὺν πυρετῷ τῶν ὑποχονδρίων ὀδύναι, ἃς ἱδρὼς μὴ λύει, κακοήθεις εἰσίν. ἔργῳ τοίνυν ἐδείχθη μοι καὶ νῦν, ὥσπερ ἤδη πολλάκις ἐπὶ πολλῶν ἀσαφῶν ῥήσεων, οὐδὲν μὲν ὧν οὐκ ἴσμεν ὑπ' αὐτῶν διδασκόμενον, ἀνηλωμένον δὲ χρόνον, ὥσπερ ἐπὶ τῶν αἰνιγμάτων, ἵν' ἐφαρμόσωμεν ἃ γινώσκομεν τῇ λέξει.

   καὶ γὰρ οὖν καὶ τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον οὐ σμικρὰν ἔσχε ζήτησιν ἀπορούντων αὐτῶν, διὰ τί, ἐὰν ἡ κοιλία καταρραγῇ, [691] τοῦτ' ἔστιν ἀθρόως ἐκκριθῇ πολλά, θανατῶδες εἶναι τὸ νόσημα δηλώσει. "τὰ" γὰρ "χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι", φησὶν ὁ Ἱπποκράτης, "ἀλλ' ὡς ἂν χωρέῃ, οἷα δεῖ, καὶ φέρῃ εὐφόρωσ". οὗτος μὲν ὁ λόγος, ὅτι καὶ σαφής ἐστιν καὶ καθόλου τι διδάσκει, καταφρονεῖται, τὰ δ' αἰνιγματωδῶς εἰρημένα σπουδάζεται τοῖς μὲν σοφισταῖς εἰκότως, ἵνα τι θαυμαστὸν διδάσκειν δόξωσι τοὺς μαθητάς, αὐτοῖς δὲ τοῖς μαθηταῖς διὰ τὴν ἀπαιδευσίαν τῶν πρώτων μαθημάτων, ἐν οἷς οἱ παλαιοὶ τοὺς παῖδας ἔτρεφον. ἀγύμναστος δὲ ὢν ὁ λογισμὸς αὐτῶν οὔθ' ἕπεται τοῖς λεγομένοις οὔτε κρῖναι τὴν ἐν αὐτοῖς ἀλήθειαν δύναται· ἐπεὶ τίς ἀκούσας ἄνευ διορισμοῦ ἐπὶ καταρρηγνυμένης κοιλίας ἀπόφασιν ἡντινοῦν, οὐκ εὐθέως μέμφεται τὸν λόγον, ὡς μηδὲν διδάσκοντα; κοιλία γὰρ ἐν ᾡτινιοῦν νοσήματι καταρραγεῖσα χωρὶς μὲν τῶν τῆς πέψεως σημείων, ἃ πολλάκις ἀκήκοας, οὐδὲν ὀνίνησιν, ἐὰν δὲ δυσφορώτερον ἐργάσηται, πρὸς τῷ μηδὲν ὠφελεῖν ἔτι καὶ βλάβην ἤνεγκεν. ἅμα δὲ [692] τούτοις ὠφελεῖ καὶ μᾶλλον, ἐὰν ὁ λυπῶν ἐκκενῶται χυμός. ἔτι δὲ μᾶλλον, ἐὰν εὐφορώτερος ὁ κάμνων ἐπὶ τῇ κενώσει γίγνηται, καὶ βεβαιότερον, ὅταν ἐν ἡμέρᾳ κρισίμῳ φανῇ τι προδεδηλωμένον διὰ τῆς ἐπιδήλου.

   ταῦτ' οὖν ὁ ἐπιγινώσκων καὶ τῆς εἰρημένης ῥήσεως καταφρονεῖ καὶ τῶν ἄλλων ἁπασῶν, ὅσαι τῶν συμπτωμάτων τῶν κατὰ μέρος ἢ νοσημάτων μνημονεύουσιν. ἐφ' οἷς γὰρ ἂν ἡ κοιλία καταρραγῇ νοσήμασιν ἢ συμπτώμασιν, ἐν οἷς ‹ἂν› μεθ' ὧν εἶπον ἄρτι γένηται διορισμῶν, ἀσφαλῆ τὴν γνῶσιν ἐργάζεται, χωρὶς δὲ τούτων τῶν διορισμῶν οὐδέποτε ἀληθὴς ὁ λόγος ἔσται κοιλίαν λέγων καταρρηγνυμένην ὠφελεῖν ἢ βλάπτειν· ἐπὶ πάντων γὰρ ἑκάτερον γίνεται. κατὰ δὲ τοὺς ὡρισμένους διορισμοὺς οὐδὲ ἔστιν εἰπεῖν ἐπὶ μὲν ἥπατος φλεγμονῇ φαῦλον εἶναι σύμπτωμα καταρραγεῖσαν κοιλίαν, ἐπὶ δ' ἄλλου τινὸς ἀγαθόν, ἀλλ' ἐπὶ πάντων, ὡς εἴρηται, καὶ ἀγαθὸν καὶ κακὸν γίνεται μετὰ τῶν οἰκείων διορισμῶν.

[693]    Οἷσι φωναὶ ἅμα πυρετοῖσιν ἐκλείπουσαι μετὰ κρίσιν τρομώδεες καὶ κωματώδεες τελευτῶσιν.

   Καὶ ἥδε ἡ ῥῆσις ὁμοία ταῖς εἰς ἀσάφειαν ἐξεπίτηδες ἐπιτετηδευμέναις ἐστί. τὸ γοῦν ἐκλείπουσαι ἔνιοι μὲν ἐπὶ τῶν φωνῶν μόνων ἤκουσαν, ἔνιοι δὲ καὶ τοὺς πυρετοὺς αὐταῖς προσέθηκαν ἄμφω λέγοντες εἰρῆσθαι ἐκλείπειν καὶ τὰς φωνὰς καὶ τοὺς πυρετούς, ὡς εἶναι τὸν λόγον τοιοῦτον· 'οἷσι δοξάντων λελύσθαι τῶν πυρετῶν ἀφωνία γίνεται καὶ μετὰ τὴν κρίσιν, οὗτοι τρομώδεες τελευτῶσιν καὶ κωματώδεεσ', δηλονότι τῶν πυρετῶν οὐκ ἀσήμως, ἀλλὰ μετὰ κακῆς κρίσεως δοξάντων πεπαῦσθαι. κακὰς δ' ἴσμεν κρίσεις ἐκείνας λεγομένας, ὅσαι γινόμεναι μετὰ φυσικῶν κενώσεων ἢ ἀποστάσεων οὐ μόνον οὐδὲν ὠφέλησαν τοὺς κάμνοντας, ἀλλὰ καὶ χεῖρον ἔχειν ἢ πρόσθεν ἐποίησαν. ἕτεροι δὲ οὐ τὰς φωνὰς ἅμα τοῖς πυρετοῖς, ἀλλὰ μόνας αὐτὰς νομίζοντες [694] ἐκλείπειν, ὅλον τὸν λόγον τοιόνδε ποιοῦσιν· 'οἷσιν ἐκλείπουσιν φωναὶ μενόντων τῶν πυρετῶν, εἰ τοῦτο γίνεται μετὰ κρίσιν, οὗτοι τρομώδεές τε ἅμα καὶ κωματώδεες τελευτῶσιν. καίτοι κἀνταῦθα πάλιν ἑτέρα διαφωνία τοῖς ἐξηγουμένοις ἐγένετο. τινὲς μὲν γάρ, ὅταν ἐπὶ τοῖς εἰρημένοις τρομώδεις γένωνται, τελευτᾶν φασιν τούτους καὶ κωματώδεις ἅμα καὶ τρομώδεις, τινὲς δὲ καὶ κωματώδεις γενομένους οὕτως ἀπόλλυσθαι, οὐδεὶς δ' αὐτῶν οὔτ' ἐκ τῆς τῶν πραγμάτων φύσεως ἀπόδειξιν ἔγραψε λογικὴν οὔτε τὴν ἐμπειρίαν ἔχει δεῖξαι μαρτυροῦσαν· οὔτε γὰρ τρομώδεις οὔτε κωματώδεις ἐπὶ τοῖς προειρημένοις ὡς τὸ πολὺ φαίνονται τελευτῶντες. εἰ δέ τινες ἐν τῷ σπανίῳ γίγνονται τοιοῦτοι, τοῦ προγνωστικοῦ τε καὶ προρρητικοῦ μέρους τῆς τέχνης ἐκπεπτώκασιν· οὐ γὰρ τῶν τοιούτων, ἀλλὰ τῶν ἢ διηνεκῶς ἢ ὡς τὸ πολὺ γιγνομένων εἰς τὰς προρρήσεις χρῄζομεν, εἰ δὲ βούλει, καὶ τῶν ἀμφιδόξως ἀποβαινόντων, οὐ μὴν ‹τῶν› γε σπανίως· οὐδεὶς γὰρ βούλεται πολλάκις ἀποτυχὼν ἅπαξ ἐπιτυχεῖν.

[695]    Οἷσι καυστικά, μεμωρωμένα, κάτοχα, ποικίλλοντα ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι, σίτων ἀπολελαμμένοι, ἐφιδρῶσι, ἆρα τούτοις τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐπελθὸν λύγγα σημαίνει, καὶ κοιλίη δὲ ἔπαφρα χολώδεα προσδιέρχεται; τὸ λαμπῶδες ἐν τούτοισιν ὠφελέει οὐρηθέν, κοιλίη δὲ τούτοισιν ἐπιταράσσεται.

   Ἤθροισε πάλιν ἐνταῦθα συμπτώματα διαθέσεων οὐχ ὁμογενῶν, ἐφ' ὧν ἐδείχθη πρόσθεν οὐδεμία διδασκαλία γιγνομένη τεχνική. πάντα μὲν γὰρ ἐπισκέψασθαι δεῖ τὰ κατὰ τὸν νοσοῦντα καὶ μηδὲν μήτε παρορᾶν μήτ' ἀργῶς ὁρᾶν, ἑκάστου δ' αὐτῶν ἰδίᾳ μεμαθηκέναι τὴν δύναμιν. οἷον εὐθέως τὰ καυστικὰ πρῶτα πάντων εἴρηται, δυναμένων μὲν ἀκούεσθαι καὶ παθῶν καυστικῶν, ὡς εἰ θερμῶν καὶ διακαῶν εἰρήκει, δυναμένων δὲ καὶ διαχωρημάτων νοεῖσθαι τοιούτων, ὧν ἡ δύναμίς ἐστιν [696] ὀξύ τε τὸ νόσημα καὶ ταχυκρίσιμον ἐργάζεσθαι καὶ μέντοι καὶ κινδυνῶδες, ἐὰν ἰσχυρῶς γένηται καυστικά.

   μεμωρωμένα δὲ καλεῖ τὰ μώρωσιν ἐμποιοῦντα τῇ διανοίᾳ. αὕτη δέ ἐστιν χωρὶς παραφροσύνης σύμπτωμα τοῖς φύσει μωροῖς ὁμοίους ἀποφαῖνον τοὺς νοσοῦντας, ὁποίους καὶ τῶν λεγομένων ἀπογηρᾶν ἐνίους ἴσμεν γιγνομένους. ᾧ παθήματι παραπλήσιον μέν ἐστιν, οὐ μὴν ταὐτόν, ὅπερ ὀνομάζουσιν 'ἄγνοιαν', ὑπὲρ ἧς καὶ ὁ Θουκυδίδης ἔγραψεν ἐπὶ τῶν ἐκ τοῦ λοιμοῦ διασωθέντων ὡδί· "καὶ ἠγνόησαν σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείουσ". ᾧτινι δὲ διαφέρει τῆς λήθης, οὐκ ἀναγκαῖον εἰς τὰ παρόντα σκοπεῖσθαι.

   τά γε μὴν κάτοχα τὰ τὴν καλουμένην κατοχὴν ἐπιφέροντα νοούντων ἡμῶν, ἕτεροί φασι τὰ βεβαίως ἱδουμένα καὶ οἷον κατεχόμενα νοσήματα κεκλῆσθαι κάτοχα.

   καὶ μέντοι καὶ ποικίλλοντα τὰ συνεχεῖς ἐπὶ τἀναντία συμπτώματα τὰς μεταβολὰς ποιούμενά τινες ἤκουσαν, ἀποχωρίζοντες δὲ τῆς λέξεως ταύτης τὸ ὑποχόνδρια ὑφ' ἓν αὐτῷ πάλιν ἀναγινώσκουσιν τὸ [697] κοιλίην ἐπηρμένοι. τινὲς δὲ ὑφ' ἓν ἀναγνόντες τὸ ποικίλλοντα ὑποχόνδρια καθ' ἑαυτὸ πάλιν ἀναγιγνώσκουσιν τὸ κοιλίην ἐπηρμένοι, καί φασιν ἐπὶ τῶν ὑποχονδρίων εἰρῆσθαι τὸ ποικίλλοντα. καθάπερ γὰρ εἴρηται ἔμπροσθεν ἐπὶ τῶν καθ' ὅλον τὸ σῶμα γιγνομένων ἐπὶ τἀναντία μεταπτώσεων, οὕτως ἐπὶ τῶν ὑποχονδρίων ἐποίησαν. καὶ μὴν καὶ οἱ συνάπτοντες ὅλην τήνδε τὴν λέξιν ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι τοὺς παρὰ φύσιν ὀγκουμένους τὰ μέρη ταῦτα δηλοῦσθαί φασιν. ὥσπερ καὶ σίτων ἀπολελαμμένους, ὧν ἐφεξῆς ἐμνημόνευσεν, ἔνιοι μὲν τοὺς ἀνορέκτους φασὶν εἰρῆσθαι νῦν, ὡς εἰ καὶ ἀποκεκλεισμένους εἰρήκει τῆς τῶν· σιτίων προσφορᾶς, ἔνιοι δὲ τοὺς ἐπεσχημένους τὴν γαστέρα. καὶ γὰρ κἀν τῷ Περὶ διαίτης ὀξέων ἐπὶ τῶν διαχωρουμένων εἰρῆσθαί φασι τὴν φωνὴν ταύτην.

   ἅπαντα οὖν ταῦτα προειπὼν ὁ γράψας τόδε τὸ βιβλίον, εἶτα ἐπὶ τῷ τέλει προσθεὶς ἐφιδρῶσιν, ὃ καὶ αὐτὸ πάλιν ὅλου τοῦ σώματος ὀλίγον ἱδρῶτα καθάπερ νοτίδα δύναται δηλοῦν ἢ τὸν περὶ θώρακα καὶ [698] κεφαλὴν μόνην, ἐπήνεγκεν αὐτοῖς αἰνιγματωδεστέραν ἔτι καὶ τούτων αὐτῶν ῥῆσιν εἰπών· ἆρα τούτοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐπελθὸν λύγγα σημαίνει; πάλιν γὰρ ἐνταῦθα τὸ θολερὸν πνεῦμα, καθάπερ ἤδη καὶ πρόσθεν εὕρομεν, ἀμφισβητουμένην ἔχει τὴν νόησιν. ἀλλ' ἐν ἐκείνῃ μὲν τῇ ῥήσει τὸ κατὰ τὴν ἐκπνοὴν θολερὸν πνεῦμα εἰρῆσθαι ὑπ' αὐτοῦ, ὡς λέλεκται, πιθανὸν ἐφαίνετο· νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐρυγὰς ἔνιοι κελεύουσιν ἡμᾶς ἡγεῖσθαι λελέχθαι, καθάπερ ἄλλοι τὸ κατὰ τὰς φύσας. εἴρηται δὲ καὶ πρόσθεν ὅτι θολερὸν οἱ μὲν τὸ δυσῶδες, οἱ δὲ τὸ ἀτμῶδες ἤκουσαν, ὥσπερ γε καὶ θαλερὸν ἔνιοι διὰ τοῦ α γράψαντες τὸ οἷον θάλλον καὶ ἀκμάζον καὶ μέγα λέγουσιν εἰρῆσθαι. προείρηται δέ μοι καὶ ὅτι πολλάκις ἐν τοῖς ὁμολογουμένοις γνησίοις συγγράμμασιν ὁ Ἱπποκράτης εἰρηκὼς ἄλλοτε ἄλλας δυσπνοίας διαφορὰς ἐν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν Ἐπιδημιῶν πάσας ἐφεξῆς οὐδαμόθι θολερὸν ὠνόμασε πνεῦμα, καθάπερ οὐδὲ λύγγα [699] θολερὰν οὐδὲ φῦσαν οὐδὲ ἄλλο τι τῶν τοιούτων. ἔτι δὲ μᾶλλον αἰνιγματωδῶς εἴρηται τὸ γονοειδὲς ἐπελθὸν εἴτε οὖρον εἴτε διαχώρημα. καὶ μετὰ ταῦτα διὰ τί προσέθηκεν λύγγα σημαίνει ‹τῷ› τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐπελθόν, ἄπορον εὑρεῖν· ἐν γὰρ ταῖς τῶν συμπτωμάτων αἰτίαις ἡ λὺγξ ἐδείχθη γινομένη τῆς γαστρὸς ὁρμώσης ἐκκρῖναι τὰ τοῖς χιτῶσιν αὐτοῖς οἷον ἐμπεπλασμένα δυσλύτως ὑγρὰ δύναμιν ἔχοντα δακνώδη.

   οὐκ ἀρκεσθεὶς δὲ τῷ πλήθει τῶν συμπτωμάτων ἑξῆς προσέθηκε· κοιλίη ἔπαφρα χολώδεα προσδιέρχεται. ὃ πάλιν καὶ αὐτὸ διττῶς γράφουσιν ἔνιοι μὲν ἐπὶ τῆς πρώτης συλλαβῆς τὸ σίγμα προστιθέντες, ἔνιοι δὲ ἀφαιροῦντες. ἀλλ' εἰ μὲν προστεθείη, τὸν ἐφεξῆς χρόνον δηλώσει τῷ προειρημένῳ, εἰ δ' ἀφαιρεθείη, τὸν ἔμπροσθεν· οὐ μὴν ἴσον γε οὐδ' ὅμοιον προδιεξέρχεσθαι τὸ ἕτερον θατέρου λέγειν ἢ ἐπιδιεξέρχεσθαι. τὸ μὲν γὰρ προδιερχόμενον σημεῖον ἔσται τοῦ μέλλοντος ἐκκρίνεσθαι, τὸ δὲ ἐκκρινόμενον ὑπὸ τοῦ προδιελθόντος ἀγγελθήσεται.

[700]    τοσαύτης οὖν ἀσαφείας ἐν ἅπασι τούτοις ὑπαρχούσης οὐδ' ἐκ τῶν ἐπιφερομένων αὐτοῖς ἔνεστί τι πρὸς τὴν τῶν παρόντων ἐξήγησιν λαβεῖν, ὥσπερ οὐδ' εἰς ἐκεῖνα· φησὶν γάρ· τὸ λαμπῶδες ἐν τούτοισιν οὐρηθὲν ὠφελεῖ. διττὴ δὲ καὶ κατὰ τοῦτον τὸν λόγον ἐστὶν ἡ ἀσάφεια, μία μὲν ἡ τοῦ λαμπῶδες [τοῦ] τί σημαίνει, γραφομένου πρὸς τινῶν μὲν διὰ τῶν δυοῖν ππ, πρὸς τινῶν δὲ διὰ τοῦ μ καὶ π· μία δ' ἄλλη ‹ἡ› τοῦ ἐν τούτοισιν. ἐν τίσι γὰρ λέγει; πότερον ἐν ἅπασι τοῖς προειρημένοις ἢ τοῖς ἐσχάτοις καὶ ποίοις ἐσχάτοις; δύναται γὰρ ἔσχατα λέγεσθαι καὶ πάνθ' ὅσα μετὰ τὴν ἀρχὴν εἶπεν· ἆρα τούτοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐλθὸν λύγγα σημαίνει ἢ μόνα ταῦτα ἔσχατα εἰρήκει κοιλίη ἔπαφρα χολώδεα προσδιέρχεται;

   καὶ μέντοι καὶ τούτοις ἅπασιν ἐπὶ τῷ τέλει προσθεὶς κοιλίαι τουτέοισιν ἐπιταράσσονται καὶ καταπαύσας ἐνταῦθα τὸν λόγον οὐδενὸς ἕνεκα φαίνεται τῶν ἐν ἀρχῇ μνημονεύσας. τὰ γάρ τοι μεμωρωμένα καὶ τὰ κάτοχα μεγάλην βλάβην ἐνδεικνύμενα τοῦ τὸ τῆς [701] ψυχῆς ἡγεμονικὸν ἔχοντος μορίου μάτην εἰρῆσθαι φαίνεται καὶ χωρὶς μὲν τῶν καυστικῶν ἀποκτεῖναι δυνάμενα, σὺν ἐκείνοις δὲ μᾶλλον, ἀλλ' ὅμως οὐδὲν εἴρηται περὶ θανάτου, καθάπερ ἐπ' ἄλλων ἔμπροσθεν οὐκ ὀλίγων, ἀλλὰ μετὰ τὸ προσθεῖναι ποικίλλοντα ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι, σίτων ἀπολελαμμένων, συνάψας δ' αὐτοῖς καὶ τὴν ἐφίδρωσιν, ἆρα τούτοισι, φησίν, τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐλθὸν λύγγα σημαίνει; τίσι τούτοις; οἷς ἅπαντα τὰ προειρημένα συμπτώματά εἰσι. καὶ μὴν εἰ μετ' ἐκείνων ἁπάντων τὸ θολερὸν πνεῦμα γενόμενον ἅμα ταῖς γονοειδέσιν ἐκκρίσεσι λύγγα σημαίνει, κἂν ἓν ὁτιοῦν λείπῃ τῶν εἰρημένων, ἡ λὺγξ οὐκ ἔσται· καὶ τάχα πού τις ἅπαξ ἐν ἔτεσι πολλοῖς ἄρρωστον ὄψεται τοιοῦτον.

   ὃ δὲ πάντων τῶν εἰρημένων ἐστὶν ἀτοπώτατον, ἤδη σοι φράσω. πολλοὺς μὲν ἀρρώστους τεθεαμένος, μυρία δὲ προειρηκὼς τῶν ἐσομένων, οὔτε διὰ τῆς πείρας ἔγνων ἐκ τῶν τοιούτων σημείων λύγγα προλεγομένην οὔτ' ἐκ τῆς τῶν πραγμάτων φύσεως ἐνδεικτικῶς ἢ αὐτὸς [702] εὗρον ἤ τινος γράψαντος ἀνέγνων. ἀλλ' ἔστιν ἡ προκειμένη ῥῆσις ἐοικυῖα τῷ κατὰ τὴν παροιμίαν ἐν παιδιᾷ λεγομένῳ· "ὤδινεν ὄρος καὶ ἔτεκε μῦν." πολλὰ γὰρ εἰπὼν παθήματα, τινὰ μὲν ἐσχάτως ὀλέθρια, τινὰ δ' ἧττον ἐκείνων, ἔνια δὲ μέτρια, λυγγὸς πρότερον ἔγραψε πρόρρησιν.

   ἐφεξῆς δὲ τὸ λαμπῶδες, φησίν, ἐν τούτοισιν οὐρηθὲν ὠφελέει. τίσι φησὶ τούτοις; τοῖς καυστικοῖς, τοῖς μεμωρωμένοις ἢ τοῖς κατόχοις ἢ οἷς ὑποχόνδρια ποικίλα καὶ ἡ γαστὴρ ἐπηρμένη ἢ τοῖς ἀνορέκτοις ἢ τοῖς ἐπεσχημένοις τὴν κοιλίαν ἢ οἷς ἐφίδρωσις ἢ οἷς τὸ πνεῦμα θολερὸν ἢ οἷς ἂν ἔκκρισις γονοειδὴς ἢ τοῖς λύζουσιν ἢ οἷς ἡ γαστὴρ ἔπαφρα καὶ χολώδεα προσδιῆλθεν ‹ἢ› προδιῆλθεν, ἐπειδὴ καὶ τοῦτο αὐτὸ διττῶς γέγραπται μετά τε τοῦ σίγμα καὶ χωρὶς τοῦ σίγμα; ἤτοι γὰρ οἷς ἕκαστον τῶν εἰρημένων ἢ οἷς ἅπαντα εἰρῆσθαι προσήκει δέξασθαι. τὸ γὰρ τούτοισιν ἀκόλουθόν ἐστιν τοῖς καθ' ἕκαστα, ὥστε συνεπινοεῖται πάντως, εἰ μὴ τύχοι λεχθέν.

   καὶ γὰρ ἓν ἕκαστον αὐτῶν ὠφελέει τὸ λαμπῶδες οὐρούμενον· [703] κἂν δύο κἂν τρία κἂν πλείω συνέλθῃ, τὴν ὠφέλειαν αὐτοῖς παρέχει. θαυμαστὸν δ' ἂν εἴη τοσαῦτα παθήματα διαφερούσαις ἑπόμενα διαθέσεσιν ἄλλων καὶ ἄλλων μορίων μετὰ τοῦ λαμπώδους ὠφελεῖσθαι, πάντως μὲν ἀφρώδους ὄντος, εἴ γε λάμπην ἴσμεν τὸ τοῖς οὔροις ἐποχούμενον λευκόν. οἱ δ' ἀφρώδη πάντα φασὶν ὀνομάζεσθαι γενομένου δὴ τοῦ ἀφροῦ πνευματικῆς οὐσίας ἀναμιγνυμένης ἢ τοῖς ὠμοῖς καὶ φλεγματώδεσι χυμοῖς ἢ τηκεδόνι πιμελῆς, μετὰ τοῦ καὶ διορισμοῦ δεῖσθαι τὴν ἀπόφασιν, οἵου καὶ κατὰ τὴν πρὸ ταύτης ῥῆσιν ἐπὶ τῶν κρισίμως ἐκκρινομένων εἶπον. ἅπαντα γάρ ἐστιν ἀγαθῶν τε καὶ κακῶν κρίσεων κοινά, διοριζόμενα μάλιστα μὲν καὶ πρώτοις τοῖς τῆς πέψεως σημείοις, ἃ διὰ παντὸς ἀγαθόν τι σημαίνει, σὺν αὐτοῖς δ', ὡς ἔφην, τῇ εὐφορίᾳ καὶ τῷ τὸν λυποῦντα χυμὸν ἐκκενοῦσθαι καὶ τῷ τῆς ἡμέρας, ἐν ᾗ ταῦτα γίνεται, πιστῷ, παραλελειμμένου ζητεῖν ἡμᾶς, εἰ μὴ λαππῶδες ἐπιγεγραμμένον διὰ τῶν δυοῖν ππ σημαίνει τὸ λαμπῶδες, ὃ διὰ τοῦ μ καὶ π γράφουσί τινες. ὥσπερ γὰρ τὸ λαμπῶδές ἐστι γεγραμμένον [704] διὰ τῶν αὐτῶν ἀπὸ τῆς λάμπης, οὕτω λαππῶδες ἀπὸ τοῦ λάππειν ὠνόμασται.

   ταῦτ' οὖν ἅπαντα συμπεφόρηται καθάπερ αἰνίγματα· κἂν διεξέλθῃ τις αὐτὰ πάντα, τοῦ κατὰ τὸ τέλος ὥσπερ ἐπῳδοῦ γεγραμμένου καὶ κοιλίαι δὲ τούτοισιν ἐπιταράσσονται τὸν λογισμὸν οὐκ ἔστιν εἰπεῖν· οὔτε γὰρ ὁ λόγος οὔθ' ἡ πεῖρα τῶν ὡς ἐπὶ τὸ πολὺ τοῖς εἰρημένοις ἑπομένων ἔδειξε κοιλίαν ἐπιταρασσομένην.

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΟΡΡΗΤΙΚΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ.

[705]   Οἷς κῶμα γίνεται ἐπάφρων περιελθόντων πυρετὸς παροξύνεται ὀξύς.

   Τὴν πρώτην ἁπασῶν ῥῆσιν ἐξηγησαμένῳ τοῦ προκειμένου βιβλίου γέγραπταί μοι βιβλίδιον ἐπιγεγραμμένον Περὶ τοῦ παρ' Ἱπποκράτει κώματος, ἐν ᾧ ἐπιδέδεικται τὸ σημαινόμενον ὑπὸ τῆς φωνῆς ταύτης [706] εἶναι τὴν εἰς ὕπνον καταφοράν, ἐγρηγορέναι μὲν ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς οὐ δυναμένων τῶν κωματωδῶν, οὐκ ἐξ ἅπαντος δὲ κοιμωμένων, ἐπειδὰν μύσωσιν αὐτούς, ἀλλ' ἔστιν ὅτε καὶ ἀγρυπνούντων. ἔδειξα δὲ σημαίνεσθαι τοῦτο δι' ὧν εἶπεν ὁ Ἱπποκράτης ἐν ὁμολογουμένοις γνησίοις βιβλίοις, τῷ τε πρώτῳ καὶ τῷ τρίτῳ τῶν γνησίων Ἐπιδημιῶν, ἐκ τῶν συμφραζομένων ἢ φαινομένων ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ τῷ τοῦ κώματος ὀνόματι. μόνως γὰρ οὕτως εὑρίσκεται τὸ σημαινόμενον ὑφ' ἑκάστης φωνῆς, οὐ μὴν ἐν τούτῳ γε τῷ βιβλίῳ δυνατὸν ἐγένετό μοι μέχρι δεῦρο διὰ τῶν συμφραζομένων εὑρεῖν τὸ σημαινόμενον ἐκ τοῦ κώματος ἁπασῶν δὴ τῶν ῥήσεων αἰνιγματωδῶς ἑρμηνευομένων. ἀλλ' οὐδ' ἐν τοῖς ἐφεξῆς οἷόν τε διὰ τῶν συντεταγμένων ὀνομάτων αὐτῷ τὸ δηλούμενον εὑρεῖν, ὅθεν ὡς ἐν ἀσαφέσι πάσαις ταῖς ῥήσεσιν ἀσφαλέστερον ὑπέλαβον εἶναι τῆς φωνῆς ἀκούειν ταύτης, ὡς Ἱπποκράτης ἐχρήσατο.

   γίγνεσθαι δὲ καταφορὰν [ὡς] ἐν ἄλλοις τέ τισιν ὑπομνήμασι κἀν [707] τοῖς Περὶ τῶν πεπονθότων τόπων ὑπέδειξα, τὸ μὲν ὑπὸ πλήθους χρηστοῦ βαρυνομένου τοῦ ἐγκεφάλου καθάπερ ἐπὶ τῶν μεθυσθέντων, ἔστι δ' ὅτε διὰ φλεγματικὸν χυμὸν ἢ καὶ χωρὶς τοῦ χυμοῦ δύσλυτον ψύξιν. ὅταν δ' ἀγρυπνίᾳ ζευχθῇ τὸ κῶμα, δακνώδους μίξει χυμοῦ τὴν τοιαύτην διάθεσιν ἐδείκνυον γίνεσθαι. κατὰ μὲν οὖν τὰ τῶν Ἐπιδημιῶν βιβλία, εἴτ' ἐκ τῶν συντεταγμένων εἴτ' ἐκ τῶν συμφραζομένων ἐθέλοι τις ὀνομάζειν, ἐδηλοῦτο τοῦ κώματος ἡ διαφορὰ μετὰ τοῦ καὶ αὐτὸν τὸν Ἱπποκράτην διορίζεσθαι, ποτὲ μὲν 'βαθὺ κῶμα' λέγοντα, ποτὲ δὲ 'ὑπνῶδεσ', ποτὲ δὲ 'ἄγρυπνον' ἤ τι τοιοῦτον. κατὰ δὲ τοῦτο τὸ βιβλίον, ὃ νῦν ἡμῖν πρόκειται, μήτ' ἐκ τῶν τοιούτων διορισμῶν μήτ' ἐκ τῶν συμφραζομένων ἡμῶν δυναμένων νοεῖν τὴν διαφορὰν τοῦ κώματος, οὐδὲ τὴν ἐξ αὐτῶν πρόγνωσιν οἷόν τε καταστήσασθαι βεβαίως.

   ἔνθα μὲν οὖν ἤτοι παραφροσύνην ἢ φρενῖτιν ἢ μώρωσιν ἢ κατοχὴν ἐξ ἧς ἔγραψε συνδρομῆς προλέγει, χρήσιμόν ἐστι τὴν διαφορὰν τοῦ κώματος ἐπίστασθαι· ἐν δὲ τῇ νῦν προκειμένῃ παντάπασιν ἄχρηστός [708] ἐστιν ἡ τοιαύτη γνῶσις. ὥσπερ γὰρ ἐπ' ἄλλων συνδρομῶν οὐκ ὀλίγα συμπτώματα προστίθησιν ὁ γράψας τὸ βιβλίον οὐδὲν εἰς ἣν ἀποφαίνεται πρόρρησιν συντελοῦντα, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν ἄχρηστός ἐστιν πρὸς τὴν ἐνεστῶσαν κρίσιν τοῦ κώματος ἡ μνήμη. προπαροξυνόμενον γὰρ τὸν πυρετὸν ἐπὶ τοῖς ἀφρώδεσι διαχωρήμασιν ἐγὼ μὲν διηνεκῶς εἶδον, ἕκαστος δὲ τῶν ἄλλων ἀναμιμνῃσκέσθω τῆς ἰδίας αὐτοψίας, οὐ μὴν ἐπί γε τοῖς κώμασιν οἱ πυρετοὶ παροξύνονται πάντως. ἀλλ' ἴσως ἐθεάσατό τινα κωματώδη τε ἅμα γενόμενον ἀφρώδη τε διαχωρήσαντα, κἄπειτα παροξυνθέντα, καὶ διὰ τοῦτ' ᾠήθη συντελέσαι τι τὸ κῶμα τῷ γινομένῳ τοῦ πυρετοῦ παροξυσμῷ. καθάπαξ οὖν ἐγὼ μὲν 'ἀφρῶδεσ' ὠνόμασα τὸ διαχώρημα, καθάπερ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ λέγων "ὑδαρὲς δὲ κάρτα ἢ λευκὸν ἢ χλωρὸν ἰσχυρῶς καὶ ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα", καὶ κατὰ τὰ τῶν Ἐπιδημιῶν οὐκ ὀλιγάκις. ἐξηγητὴς δέ τις τοῦ προκειμένου συγγράμματος ἔπαφρα καλεῖν ἔφη τὰ τὸν ἀφρὸν ἄνωθεν ἐποχούμενον ἔχοντα, ὥσπερ ῥυτῶν τινων ὄντων ἢ διαχωρημάτων ἢ οὔρων ἢ χυμῶν, ἐφ' [709] ὧν ἐν ἄλλῃ τάξει θέσεως ὁ ἀφρὸς φαίνεται.

   διὰ τί δ' ἐν τοῖς πυρικαέσι πυρετοῖς μόνοις ἀφρῶδες διαχωρεῖται, λέλεκταί μοι πολλάκις, ὥσπερ γε καὶ ὅτι τὰ συνήθη τῶν ὀνομάτων ἐξαλλάττειν ὁ τοῦ προκειμένου βιβλίου συγγραφεὺς ἔργον πεποίηται, κἂν μὴ δύνηται τοῦτο πρᾶξαι, τὰ σημαινόμενα γοῦν ὑπαλλάττειν μετὰ τοῦ καὶ τὴν σύνταξιν αὐτῶν ἐπιτηδεύειν ἐν σολοικώδεσι ποιεῖσθαι σχήμασιν. εἰ δὲ οὐ βούλει σύνταξιν ὀνομάζειν, ἔξεστί σοι σύνθεσιν αὐτὴν καλεῖν.

   Αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶτι πυρετώδεες χαλῶνται ἐφ' ἑαυτούς, ἐπανιέντα, χρονιώτερα· ἐπιρριγῶσαι τούτοισιν οὐ πονηρόν.

   Διαφωνία τις οὐ σμικρὰ γέγονε πρὸς ἀλλήλους καὶ κατὰ ταύτην τὴν ῥῆσιν ἄλλων ἄλλως ἐξηγησαμένων αὐτήν. ἐγὼ δὲ ὅσα μὲν δυνατόν ἐστίν μοι τῶν εἰρημένων ἐν αὐτῇ προσάγειν τοῖς ἀληθέσι, πειράσομαι [710] τοῦτο πρᾶξαι· τὸ δ' ὑπόλοιπον οὐκ ἐμόν, ἀλλὰ τῆς τοῦ γράψαντος ἀσαφείας ἔγκλημα. τὸ γὰρ τοιούτων ἀνδρῶν μετὰ πολλῆς σπουδῆς σαφηνίσαι τὰ λεγόμενα καὶ συναγορεῦσαι προελομένων ἅπαντας ἀπιθάνους φανῆναι, αὐτοῦ τοῦ συγγραφέως ἐστὶν ἔγκλημα.

   δοκεῖ δή μοι τὸ μὲν ἐκ κεφαλαλγίης ἀφωνίαι διὰ τοῦτο εἰρῆσθαι, διότι σημεῖον εἶναι βούλεται τὴν κεφαλαλγίαν τοῦ πεπονθέναι τὴν ἀρχὴν τῶν νεύρων, οὐ τοπικὴν εἶναι διάθεσιν τῆς ἀφωνίας, οἷαι γίνεσθαι πολλάκις εἰώθασιν ἢ διὰ σύντασιν σφοδρὰν ἢ ἔκλυσίν τε καὶ χάλασιν τῶν τὴν φωνὴν ἐργαζομένων μυῶν τε καὶ νεύρων. τὸ δὲ ἅμα ἱδρῶτι πλῆθος ὑγρότητος λεπτῆς ἢ τῆς καθεκτικῆς δυνάμεως ἔκλυσιν ἐνδείκνυται.

   τὸ δὲ χαλῶντα ἐφ' ἑαυτούς ἐὰν μέν, ὡς οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἤκουσαν [ὡς] ἐπὶ τῶν ἀκουσίως διαχωρουμένων, οὕτω καὶ ἡμεῖς ἀκούσωμεν, ἤτοι τῆς διανοίας ἐνδείξεται βλάβην ἢ τῶν κλειόντων τὴν ἕδραν μυῶν τε καὶ νεύρων· εἰ δ', ὡς ἔνιοι νομίζουσιν, δηλοῦται τὸ [711] χαλᾶν ἐπὶ τῆς διαθέσεως, ὅπερ ἔστιν μετριωτέραν αὐτὴν ἐργάζεσθαι, διὰ μὲν τοὺς ἱδρῶτας, φασὶν ἐκεῖνοι, συμβήσεται χρονιώτερον ἐργάζεσθαι τὸ νόσημα. διὰ τοῦτο παραλείπουσιν οὗτοι τὴν τοῦ ἐπανιέντος ἐξήγησιν, ἐπειδὴ ταὐτὸν ἀναγκασθήσονται λέγειν, ὅπερ ἐπὶ τοῦ χαλῶντος προειρήκασιν. διὰ τοῦτ' οὖν ὑπαλλάξαντες τὸ ε γράμμα καὶ γράψαντες τὸ ον κατὰ τὴν πρὸ τέλους συλλαβὴν ἐπανιόντα φασὶν εἰρῆσθαι, δηλοῦντες δι' αὐτοῦ τὰ ἐπανερχόμενα νοσήματα. καλοῦσι δ' 'ἐπανερχόμενα' νοσήματα τὰ μετριάσαντα μὲν ἐπ' ὀλίγον, αὖθις δὲ παροξυνθέντα. εἰ μέντοι τὰ χαλῶντα ἐφ' ἑαυτούς ἐπὶ τῶν διαχωρουμένων ἀπροαιρέτως εἴρηται, ὁ σύμπας λόγος ἔσται τοιοῦτος· ἂν ἐπὶ κεφαλαλγία ἀφωνία γένηται τοῦ κάμνοντος πυρέττοντος σὺν ἱδρῶτι καὶ χωρὶς προαιρέσεως ἀποκρίνωνται τὰ περιττώματα, κἂν ἐπάνεσίς τις γένηται τῶν συμπτωμάτων, ὁμοίως εἰς χρόνον πλείονα ἐκπίπτει τὰ τοιαῦτα νοσήματα. πρόδηλον δὲ ὅτι χαλεπῶν συμπτωμάτων εἰρημένων οὐκ ἐχρῆν εἰπεῖν μόνον, ὅτι χρονιώτερα γίνεται, ἀλλὰ καὶ πρὸ αὐτοῦ, πότερον [712] ἐλπίζειν χρὴ σωθήσεσθαι τοὺς οὕτω νοσοῦντας ἢ τεθνήξεσθαι, παραλιπὼν ὁ γράψας αὐτὰ περὶ τοῦ χρονίσαι μόνον ἐδήλωσεν.

   ἀλλὰ τούτῳ πάλιν ἐναντιοῦται τὸ κατὰ τὴν τελευτὴν εἰρημένον ἐπιρριγῶσαι τούτοισι οὐ πονηρόν, ὅπερ ἔνιοί φασιν ἡμαρτῆσθαι· χρῆναι γὰρ ἄνευ τῆς ἀποφάσεως πονηρόν, οὐ μετ' αὐτῆς οὐ πονηρὸν γεγράφθαι. συγχωρηθείσης δὲ τῆς ἐν ἅπασι τῶν ἀντιγράφων εὑρισκομένης γραφῆς, ἥτις ἐστὶν μετὰ τῆς ἀποφάσεως, εἰκότως φασὶν εἰρῆσθαι τὸ ῥῖγος οὐ πονηρὸν εἶναι διὰ τὸ τὴν φύσιν ἐκλελυμένην ἐπεγείρειν. ὅτι δὲ ἐκλέλυται, τήν τε ἀφωνίαν καὶ τὴν ἀκούσιον ἀπόκρισιν τῶν περιττῶν καὶ τοὺς ἱδρῶτας δηλοῦν.

   Χεῖρες τρομώδεες, κεφαλαλγίη, τραχήλου ὀδυνώδεες, ὑπόκωφοι, οὐρέοντες μέλανα δεδασυμένα, οἷσι ταῦτα μέλανα προσδέχεσθαι ἥξειν, ὀλέθριον.

[713]    Ἡ μὲν κεφαλαλγία τούτοις τὴν κεφαλὴν ἐνδείκνυται πάσχειν, ὥσπερ γε καὶ ἡ τῆς ἀκουστικῆς αἰσθήσεως βλάβη τὸν ἐγκέφαλον αὐτόν, ὥστε καὶ τὴν ὀδύνην τοῦ τραχήλου καὶ τὰς τρομώδεις χεῖρας τὴν τῶν νεύρων ἀρχὴν πεπονθυῖαν βεβλάφθαι. τὸ δ' οὖρα μέλανα πολλάκις εἴρηται τῆς ἑτέρας ἀρχῆς εἶναι πάθος καὶ γίνεσθαι τοῦτο διὰ τὴν σφοδροτάτην θερμότητα. τὰ δ' οὖρα τὰ δεδασυμένα τῶν εἰς ἀσάφειάν εἰσιν ἐπιτετηδευμένων, ὥσπερ καὶ ἄλλα πολλὰ κατὰ τοῦτο τὸ βιβλίον, ἵνα κἀνταῦθα φλυαρεῖν ἔχωσιν, οἷς φίλον τοῦτο. κατὰ γοῦν τὸ Προγνωστικὸν ἁπάσας τῶν οὔρων τὰς διαφοράς, αἳ γίνονται τοῖς ὀξέως νοσοῦσιν διερχόμενος, οὐκ ἐμνημόνευσε δασέων οὔρων, ὥσπερ οὐδ' ἐν τοῖς τῶν Ἐπιδημιῶν ἢ κατὰ τοὺς Ἀφορισμούς. ἀλλ' οἵ γε τὰ τοιαῦτα μὲν ἀποφαίνεσθαι τολμηροί, περὶ ὧν οὔτε γνῶσιν ἀκριβῆ λαβεῖν ἔστιν οὔτ' εἰ λάβοιμεν ἔχειν τι πλέον ὧν ἐπιστάμεθα, τὰ δ' ὄντως χρήσιμα μὴ γινώσκοντες, ἀνώμαλον ἔχειν φασὶ τὴν ἐπιφάνειαν τὰ δασέα τῶν οὔρων ἐξοχαῖς βραχείαις τε καὶ λευκαῖς οἷόν περ θριξὶ τετραχυσμένα.

[714]    καὶ τινὲς μὲν αὐτῶν ἀφρώδη φασὶν εἶναι τὰ τοιαῦτα τῶν οὔρων, ἀφρὸν λεπτὸν ἐπιπολῆς ἀνωμάλως διεσπαρμένον ἔχοντα, τινὲς δὲ παχέα μὲν αὐτά, κατὰ δὲ τὴν ἐπιφάνειαν ἔχοντα σκληρότητα πάνυ λεπτὴν ὡς ψάμμον. ἀλλά γε ταῦτα πάντα διελθοῦσιν ἡμῖν οὐδὲν πλέον. αὐτὸς γὰρ ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψε μέλανα προσδέχεσθαι ἥξειν καὶ τούτῳ γε πάλιν αὐτῷ προσέθηκεν ὀλέθριον· εἴρηκε δὲ ἔμπροσθεν αὐτὸν οὐρεῖν μέλανα. τὸ γοῦν 'ἐλπὶς μέλανα ἥξειν' ἀπολείπεται περὶ τῶν διαχωρουμένων ἢ ἐμουμένων ἀκοῦσαι. περιττὸν δὲ ἀναμένειν ἐκεῖνα προρρήσεώς γε ἕνεκεν, ὀλεθριώτερα αὐτῶν ἑωρακότα σημεῖα οὖρα μέλανα πρὸς τῷ μήτε διὰ παντὸς μήθ' ὡς τὸ πολὺ μελάνων οὔρων γενομένων ἔκκρισιν διὰ γαστρὸς ἢ ἔμετον ἕπεσθαι διὰ παντὸς μελάνων.

   διό μοι δοκεῖ καὶ ὁ Διοσκορίδης ὑπομέλανα γράψαι τὰ τοιαῦτα οὖρα προσθεὶς τὴν ὑπό πρόθεσιν, ἵνα προρρητικόν τι κἂν ὀλίγον ὁ λόγος ἔχῃ. περιττὴ δὲ παντοίως ἔσται τῶν ἄλλων συμπτωμάτων ἡ [715] προσθήκη. τὰ γὰρ ὑπομέλανα οὖρα ῥοπὴν ἔχοντα πρὸς τὸ μέλανα γενέσθαι τῆς ἰδέας δεῖται τοῦ πυρετοῦ διοριζομένης ἀσφαλεστέραν πρόρρησιν, ἑτέρου δὲ οὐδενός. ἐὰν γὰρ ἱκανῶς ᾖ δριμὺς καὶ πυρώδης ὁ πυρετός, ἡ μετάπτωσις εἰς τὰ μέλανα τῶν ὑπομελάνων οὔρων ἔσται ῥᾳδίως. ἐὰν δὲ μὴ τοιοῦτος, οὐ πάνυ τι [πυρώδης] τούτῳ τρομώδεσι αἱ χεῖρες, ὥσπερ καὶ ἡ κεφαλαλγία καὶ τὸ ὑπόκωφον καὶ τὸ τοῦ τραχήλου ὀδυνῶδες· ταῦτα γὰρ ἅπαντα φρενιτικὰ σημεῖα.

   Αἱ μετ' ἐκλύσεως κατόχως ἀφωνίαι ὀλέθριαι.

   Πάλιν κἀνταῦθα λόγον ἔγραψε ἕνα τῶν κατὰ μέρος, ὥσπερ καὶ πρόσθεν, ἡνίκα ἔλεγεν "αἱ παραφροσύναι κάκισται", κοινὸν πᾶσι τοῖς τοιούτοις εἶπεν ὃ καὶ τοῖς ἰδιώταις δῆλον ὑπάρχει, τὸ τὰ μεγάλα πάθη τοῖς προκεκμηκόσι τὴν δύναμιν ὀλέθρια γίνεσθαι. ἀλλ' ὅπερ ἐκεῖ [716] "προεξαδυνατησάντων", τοῦτο ἐνταῦθα μετὰ ἐκλύσεως εἶπε. δύναται δέ τις καὶ μετὰ ἐκλύσεως ἢ ἀσθενείας ἢ ἀρρωστίας εἰπὼν ἐκπέμψαι φαντασίαν τοῖς πολλοῖς καὶ ἀμαθέσιν ἄλλο τι λέγειν· δύναται δὲ καὶ τῶν κατὰ μέρος παθῶν μνημονεύειν, ἵνα ἐν τῷδε δόξῃ λέγειν ἄλλοτ' ἄλλα. καὶ γὰρ αἱ περιπνευμονίαι καὶ αἱ πλευρίτιδες ἐν ἀσθενείᾳ δυνάμεως γιγνόμεναι καὶ πᾶν ὁτιοῦν πάθος ἰσχυρὸν ὀλέθριόν ἐστιν. ὅπου γὰρ οὐδὲ οἱ τὴν δύναμιν ἰσχυροὶ διασῴζονται πάντες ἐξ αὐτῶν, εὔδηλον ὡς τῶν ἀσθενῶν οὐδένα σωθῆναι δυνατόν ἐστι. νῦν μὲν οὖν ἐμνημόνευσεν δύο συμπτωμάτων ἑπομένων τῇ βλάβῃ τοῦ ἐγκεφάλου, καὶ θάτερον δ' αὐτῶν μόνον εἰπών τις ἀληθεύει· καὶ γὰρ αἱ μετ' ἐκλύσεως κατοχαὶ μοχθηραὶ καὶ αἱ μετ' ἐκλύσεως ἀφωνίαι παραπλησίως αὐταῖς.

   Πλευροῦ ἄλγημα ἐπὶ πτύσεσι χολώδεσιν ἀλόγως ἀφανισθέν, ἐξίστανται.

[717]    Καὶ τούτου τοῦ λόγου τὸ καθόλου πολλάκις εἴρηται πάντων τῶν ἀλόγως ἀφανισθέντων κακόν τι σημαινόντων. καὶ ἐνταῦθα δὲ πρόσκειται τῶν κατὰ μέρος τι κακὸν γιγνόμενον ἐπὶ χολώδεσι πτύσμασιν ἐν πλευριτικοῖς πάθεσιν ἐξαίφνης ἀφανισθεῖσιν, οὐ μὴν διὰ παντὸς ἢ πλειστάκις, ἀλλ' ὅταν ἡ μετάστασις τοῦ χολώδους ἐπὶ τὴν κεφαλὴν γένηται, τηνικαῦτα μόνον οἱ κάμνοντες ἐξίστανται. τῷ μέντοι συνήθει τῆς ἑρμηνείας εἴδει χρησάμενος ὁ γράψας τὸ βιβλίον ἀλλόκοτον ἐποίησε τὴν λέξιν, οὐκ ἐχόντων ἡμῶν, τίνι τὸ ἐξίστανται συντάξομεν· ὅσον μὲν γὰρ ἐπὶ τῇ λέξει, τῷ τῆς πλευρᾶς ἀλγήματι, φάντος γε αὐτοῦ πλευροῦ ἄλγημα ἀλόγως ἀφανισθέν, ἐξίστανται. πάνυ δ' ἀκύρως ἂν εἴη λεγόμενον τὸ τοῦ πλευροῦ ἄλγημα ἀλόγως ἀφανισθέν, ἐξίστανται. κἂν γὰρ ἀντὶ τοῦ ἐξίστανται ἐξίσταται γράφωμεν χωρὶς τοῦ ν τῆς πρὸ τέλους συλλαβῆς διὰ μόνου τοῦ τ καὶ α, καὶ οὕτως [718] ἄτοπος ἡ ἑρμηνεία γίνεται καὶ πολὺ χείρων αὐτῆς. τὸ μὲν γὰρ ἀπὸ τῶν παθῶν ἐπὶ τὸν κάμνοντα σολοικώδης ἡ μετάβασις γίνεται, τὸ δ' ἄνευ τοῦ ν λεγόμενον ἐξίσταται τὴν ἀρχὴν οὐδ' οὕτως τί πρότερον σημαίνει, δυνατὸν εὑρεῖν. κατὰ φύσιν γὰρ ἦν εἰρηκέναι πλευροῦ ἀλγήματος ἐπὶ πτύσεσι χολώδεσιν ἀλόγως ἀφανισθέντος οἱ κάμνοντες ἐξίστανται, σημαίνοντος δηλονότι τοῦ ἐξίστανται παρακοπὴν σφοδρὰν καὶ μανιώδη.

   Ἐπὶ τραχήλου ἀλγήματι κωματώδει, ἱδρώδει, κοιλίη φυσηθεῖσα· εἰ δέ τι πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ὑποπεριπλυθεῖσα, ἐκ τουτέων ἄχολα ἐξίστανται. τὰ τοιαῦτα διασῳζόμενα μακροτέρως διανοσέει. ἆρά γέ εἰσιν ἄχολοι περιπλύσιες εὐηθέστεραι καὶ τὸ φυσῶδες ὄγκῳ προσωφελέει;

   Καὶ κατὰ τήνδε τὴν ῥῆσιν ἀνομοιογενῶν ἐστι συμπτωμάτων ἄθροισμα.

[719] τραχήλου μὲν γὰρ ἄλγημα μετὰ κώματος ἐν τῇ κεφαλῇ νοσώδη διάθεσιν εἶναι σημαίνει. ὁ δ' ὡς σύμπτωμα καὶ μὴ κριτικὸς ἱδρὼς ἤτοι πλῆθος ἢ ἀρρωστίαν ἐνδείκνυται τῆς ἑλκτικῆς τε καὶ καθεκτικῆς ὀνομαζομένης δυνάμεως. ἐμφυσηθεῖσα δ' ἡ γαστὴρ αὐτὸ δὴ τοῦτο πεπονθέναι τὸ μόριον δηλοῖ, τὴν γαστέρα. τὸ δὲ πρὸς ἀνάγκην ὑγρὰ χαλᾶν, ὑποπεριπλυθεῖσαν δὲ τοῦτο ποιεῖν, τὸ ἧπαρ ἐνδείκνυται πεπονθέναι. ἐξίστασθαι δέ, ὅπερ ἔστιν παρακόπτειν σφοδρῶς, τούτους φησί, καίτοι μηδενὸς σημείου γενομένου τῆς ἐκστάσεως. τὸ γὰρ κωματῶδες εἴρηται μόνον ἐγκεφάλου πάθος ἐναντίον ὑπάρχον ἐκστάσει, πλὴν εἰ τὸ τραχήλου τις ἄλγημά φησι τῆς ἐκστάσεως εἶναι σημεῖον, ὃ μηδὲ τὴν ἁπλῆν παραφροσύνην σημαίνειν δύναται μόνην, ἄνευ γε τοῦ καὶ ἄλλα προσελθεῖν αὐτῷ σημεῖα, οἷον ἀγρυπνίαν, κεφαλαλγίαν, ὄμμα θρασύ, θρασεῖαν ἀπόκρισιν, ὕπνους ταραχώδεις ἤ τι κατὰ τὰς αἰσθήσεις ἢ προαιρετικὰς κινήσεις βεβλαμμένον.

   εἰκότως οὖν ἀντὶ τοῦ ἐξίστανται ἔνιοι ἐφίστανται ‹γράφουσιν› ἐπὶ τῶν διαχωρημάτων εἰρῆσθαι φάσκοντες αὐτὰ καὶ συνῆφθαι μᾶλλον [720] ἐκείνοις, ὡς εἶναι τὸ συνεχὲς τῆς λέξεως τοιόνδε· κοιλίη φυσηθεῖσα· εἰ δέ τι πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ὑποπεριπλυθεῖσα, ἐκ τουτέων ἄχολα ἐφίστανται. τούτοις οὖν ἐφεξῆς εἰπὼν τὰ τοιαῦτα διασῳζόμενα μακροτέρως διανοσέει τελευταῖον ἔγραψεν· ἆρά γε ἄχολοι περιπλύσεις εὐηθέστεραι καὶ τὸ φυσῶδες ὄγκῳ προσωφελέει; ὡς εἰ καὶ οὕτως εἶπε 'καὶ φυσῶδες ὄγκωμα προσωφελοῦσι', τοῦτο δ' αὐτὸ πάλιν ἴσον δύναται τῷ τοὺς φυσώδεις ὄγκους ὠφελεῖν. εἰ δὲ ἀλλόκοτός σοι ἡ σύνταξις εἶναι δοκεῖ, χρὴ συγγινώσκειν τοῖς οὕτως ἐξηγουμένοις· πάμπολλα γὰρ ἐν τῷ βιβλίῳ τούτῳ τοιαῦτα φαίνεται ἀσυνήθεσι τῶν ὀνομάτων ἑρμηνευόμενα. εἰκότως δὲ φαίνεται ζητῶν, εἰ ἄχολοι περιπλύσεις τοὺς τοιούτους ὄγκους ὠφελέουσι, τεκμαιρόμενος τοὺς φυσώδεις οὐχ ὑπὸ χολῆς, ἀλλ' ὑπὸ ψυχρῶν, ὑγρῶν, ὑδατωδῶν κατὰ τὴν σύστασιν ἅμα πνεύματι φυσώδει γίγνεσθαι. κατ' αὐτὴν μὲν οὖν τὴν ἐξήγησιν ὁμολογεῖν ἀλλήλοις φαίνεται ταῦτα καὶ καλῶς ὑπό τινων γέγραπται τὸ 'συνίσταται' ἢ 'ἐφίσταται' κατὰ τῶν διαχωρημάτων, [721] καὶ μᾶλλόν γε αὐτὸ τὸ ἐφίσταται· διότι γάρ ἐστιν ἄχολα, διὰ τοῦτο ἐφίσταται καὶ πρὸς ἀνάγκην μόγις χαλᾶται, τουτέστι μετὰ τοῦ πραγματεύσασθαί τι τὸν ἰατρόν. ἐκ περιττοῦ δὲ πάλιν φαίνεται τὸ κατὰ τὴν ἀρχὴν ἐπὶ τραχήλου ἀλγήματι κωματώδει συνῆφθαι κατὰ μηδὲν συνημμένον τοῖς περὶ τὴν κοιλίαν συμπτώμασιν.

   ἔοικεν οὖν, ὥσπερ ἄλλας πολλὰς συνδρομὰς ἐφαίνετο τεθεαμένος ἐφ' ἑνὸς ἢ δυοῖν ἐπὶ τὸ γράφειν ἀφῖχθαι, καὶ νῦν οὕτω πεποιηκέναι χωρὶς τοῦ προσγράψαι τὸν ἄρρωστον ὀνομαστί, καθάπερ ἐπ' ἄλλων ἐποίησε. καὶ εἴπερ τοῦθ' οὕτως ἔχει, δυνατόν ἐστιν ἐν ἀρχῇ μὲν τῆς νόσου πλῆθός τι χυμῶν ψυχρῶν μὲν τῇ κράσει, λεπτῶν δὲ τῇ συστάσει, τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἐνοχλῆσαι μόρια, μεταρρυὲν δὲ ἐπὶ τὰ κατὰ τὴν γαστέρα τόν τε φυσώδη κατ' αὐτὴν ὄγκον ἐργάσασθαι καὶ τὰ διαχωρήματα λεπτὰ καὶ ὑδατώδη ποιῆσαι καὶ διὰ τοῦτο μένοντα κατὰ τὴν γαστέρα καὶ μὴ διεξερχόμενα καθάπερ τὰ χολώδη καὶ δάκνοντα.

   διαφέρει δὲ οὐ σμικρὸν ἢ τὰ συμβάντα τινὶ διηγουμένου τοῦ τὸ [722] βιβλίον γράψαντος αἰτίας αὐτῶν ἡμᾶς ἀποδιδόναι πιθανάς, ὡς ἐν τοῖς τῶν Ἐπιδημιῶν ἐποιήσαμεν, ἢ ὡς καθολικοὺς τοὺς λόγους ἐξετάζειν. ἀπὸ μὲν γὰρ τῆς κεφαλῆς εἰς τὴν γαστέρα μεταρρυῆναί τις δύναται χυμός, ὥσπερ γε καὶ εἰς φάρυγγα καὶ λάρυγγα καὶ πνεύμονα καὶ εἰς θώρακα καὶ διάφραγμα καὶ σπλῆνα καὶ ἧπαρ καὶ ὁτιοῦν ἄλλο, καθάπερ γε κἀξ ἐκείνων ἑκάστου πάλιν ἐπὶ τὴν κεφαλὴν ἀνενηνέχθαι. τὸ δ' ἤτοι διὰ παντὸς ἢ πλειστάκις εἰς ἓν τῶν εἰρημένων τὴν μετάστασιν γίνεσθαι ψεῦδος, ὅπερ αἱ πλεῖσται τῶν κατὰ τοῦτο τὸ βιβλίον ἐνδείκνυνται ῥήσεις, ἐφ' αἷς ἁπλῶς ἀποφαίνεται χωρὶς τοῦ προσθεῖναι τὸν ἐπαπορητικὸν σύνδεσμον ἢ τὸν ἄρρωστον αὐτὸν ὀνομαστί. ἀλλά γε κατὰ τὴν προκειμένην ῥῆσιν εἰπών "ἆρά γέ εἰσιν αἱ ἄχολοι περιπλύσιες εὐηθέστεραι;" δῆλος ἐγένετο μὴ θαρρεῖν ὡς καθολικῷ τῷ λόγῳ.

   τὸ δὲ εὐηθέστεραι ῥῆμα σημαίνει μὲν καὶ τὸ κακοηθέστεραι (καὶ πολλάκις κατὰ τοῦτο τὸ σημαινόμενον τούτῳ φαίνονται κεχρημένοι πολλοὶ τῶν παλαιῶν), σημαίνει δὲ καὶ τὸ εὔτροποι· κέχρηνται γὰρ καὶ [723] τούτῳ τινὲς τῶν παλαιῶν, καθὸ καὶ νῦν ἔοικεν εἰρῆσθαι· συνεκφαίνει γὰρ τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον προσωφελέειν.

   Κοιλίης περίτασις πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ταχὺ ὀγκουμένη, ἔχει τι σπασμῶδες, οἷον καὶ τῷ Ἀσπασίου υἱῷ· τὸ ἐπιρριγοῦν τούτοις ὀλέθριον. ἐκ τουτέων σπασμώδης γενηθεὶς καὶ ἐμφυσηθείς, μακροτέρως διανοσήσας, στόματι σῆψις χλωρὴ ἐπεγένετο.

   Εἴρηταί μοι καὶ πρόσθεν ὡς ἡ διδασκαλία τῆς ἰατρικῆς θεωρίας ὑφ' Ἱπποκράτους διὰ τῶν καθόλου γέγονεν ἐν ἅπασι τοῖς γνησίοις βιβλίοις προχειριζομένου ποτὲ καὶ τῶν κατὰ μέρος ἔνια παραδείγματος ἕνεκα πρὸς σαφήνειαν τῶν μανθανόντων. ἐπεὶ δ' οὐκ ἀπόχρη τὰ καθόλου θεωρήματα μαθεῖν εἰς τὸ διαγινώσκειν ἑτοίμως ἐπὶ τῶν ἔργων [724] αὐτὰ χωρὶς τοῦ γυμνάζεσθαι, διὰ τοῦτο γυμνασίας ἕνεκεν ἔγραψε τοὺς ἐν τοῖς τῶν Ἐπιδημιῶν ἀρρώστους, ἐφ' ὧν οὐδὲν παρέλιπεν τῶν συμβάντων αὐτοῖς. ἡ δ' ὑπὸ τοῦ τὸ Προρρητικὸν γράψαντος ἀνδρὸς γενομένη διδασκαλία δέδεικται μὲν ἤδη πολλάκις οὐκ ἔχουσα τὸ καθόλου, πλὴν εἴ που σπανίως, ἀπολειπομένη δὲ καὶ τῆς τῶν κατὰ μέρος ἀκριβοῦς διηγήσεως, ὁποῖα γέγραπται κατὰ τοὺς ἐν τοῖς τῶν Ἐπιδημιῶν ἀρρώστους, ἔνθα πρῶτον μέν, ἐὰν ἐπίσημόν τι ᾖ τῶν προκαταρξάντων αἰτίων, δεδήλωκε λέγων (οἷον εἴ τις ἐκ κόπων ἢ γυμνασίων ἀκαίρων ἢ μέθης ἤρξατο νοσεῖν), εἶθ' ὅτι τὴν μὲν πρώτην τῶν ἡμερῶν ἐγένετο ταυτὶ περὶ αὐτόν, ἐν δὲ τῇ δευτέρᾳ ταυτί, καὶ οὕτως κατὰ τὴν τρίτην καὶ τὴν τετάρτην καὶ τὰς ἐφεξῆς ἅπαντα διηγεῖται τὰ γενόμενα τοῖς παρ' αὐτοῦ μεμαθηκόσι τὴν καθόλου θεωρίαν ἐφαρμόττειν προτρέπων τοῖς πεφηνόσι κατὰ τοὺς ἀρρώστους μετὰ τοῦ καὶ αὐτὸν ποδηγεῖν ἐνίοτε πρὸς τὴν γυμνασίαν, ὡς ἐπιδέδεικταί μοι κατὰ τὰς ἐξηγήσεις αὐτῶν.

   ὁ δὲ τοὺς ἐν τούτῳ τῷ βιβλίῳ γράψας ἀρρώστους ἀπὸ τῆς τοιαύτης [725] διηγήσεως ἐπί τισι τῶν ὀφθέντων ἅπαξ ἤδη βούλεται καθόλου θεωρήματα συνίστασθαι σφαλλόμενος ἐν πολλοῖς οὐ σμικρά, καθάπερ ἐν τῷ τὸ ἑτέρῳ γενόμενον ἑτέρῳ προσνέμειν, ὥσπερ καὶ νῦν. τῷ γοῦν Ἀσπασίου υἱῷ τὰ περὶ τὴν γαστέρα συμπτώματα γράψας μόνον σπασμῶδές τί φησιν ἔχειν αὐτά. τρία δ' ἐστίν, ἃ ἔγραψε συμπτώματα, πρῶτον μὲν κοιλίης περίτασις, ἐφεξῆς δ' αὐτῆς τὸ πρὸς ἀνάγκην ὑγρὰ χαλᾶν, ὅπερ ἀντὶ τοῦ διαχωρεῖν εἴωθε λέγειν, καὶ τρίτον ἐπ' αὐτοῖς τὸ ταχέως ὀγκοῦσθαι. συνεκφαίνει δὲ τούτῳ καὶ τὸ μειοῦσθαι τὴν αὐτήν, ἴσως ἐπὶ τοῖς ὑγροῖς διαχωρήμασι. καὶ γὰρ ἐφεξῆς αὐτῶν εἴρηται τὸ ταχὺ ὀγκουμένη. τούτοις δὲ τοῖς συμπτώμασι μόνοις ἐζεῦχθαι σπασμῶδές τι ἐάν τις ἐπὶ νοσοῦντος οὕτως ἀνθρώπου προείπῃ, σφαλήσεται μὲν πάνυ πολλάκις, ἐπιτύχοι δ' ἄν ποτε κἂν ἅπαξ ἐν τῷ σπανίῳ.

   καὶ αὐτὸς δὲ ὁ ταῦτα γράψας ὅμοια τοῖς νῦν εἰρημένοις συμπτώμασι κατὰ τὴν γαστέρα προειρηκὼς ἐν τῇ πρὸ ταύτης ῥήσει, περὶ σπασμοῦ λόγον πεποίηται οὐδένα, καίτοι τραχήλου πόνον εἰρηκὼς γεγονέναι μετὰ κώματος. ἔχει δ' ἡ ῥῆσις ὧδε "ἐπὶ τραχήλου ἀλγήματι [726] κωματώδει ἱδρώδει κοιλίη φυσηθεῖσα· εἰ δέ τι πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ὑποπεριπλυθεῖσα". δῆλον οὖν ὅτι τὰ μὲν κατὰ τὴν κοιλίαν συμπτώματα παραπλήσια τοῖς νῦν εἰρημένοις εἰσίν, ἔξωθεν δ' αὐτῶν 'ἄλγημα τραχήλου' πρόσκειται νευρώδους μορίου καὶ πλησίον ἐγκεφάλου κειμένου καὶ τὸν νωτιαῖον περιέχοντος μετὰ τοῦ καὶ τὸν ἐγκέφαλον ἤδη πεπονθέναι· τὸ γὰρ κωματῶδες ἐκείνου σύμπτωμα. πιθανώτερον δὲ ἦν ἐπὶ τοῦ κάμνοντος οὕτως γεγράφθαι τὸ ἔχειν τι σπασμῶδες, οὐκ ἐπὶ τοῦ νῦν, ἐφ' οὗ δυνατόν ἐστιν ἕτερόν τι σύμπτωμα γεγονέναι τοῦ σπασμοῦ δηλωτικόν, ὃ παρέλιπεν ἐν τῇ διηγήσει, εἰ μὴ ἄρα τὸ ἐπιρριγοῦν αὐτὸν εἰρημένον ἐν αὐτῇ νομίζει τις σπασμοῦ σημεῖον· εἴρηται γὰρ καὶ τοῦτο τῶν ἐξηγητῶν ἐνίοις οὐδὲ τὰς ὁσημέραι τριταίας τε καὶ τεταρταίας περιόδους ὁρῶσι μετὰ σφοδροτάτου ῥίγους ἐνίοις γινομένας οὐδὲν ἐχούσας σπασμῶδες. ἀλλ' οὕτως εἰσὶ σοφώτατοι τὰ τῆς ἰατρικῆς οἱ τὰ τοιαῦτα γράφοντες, ὡς ἡγεῖσθαι νεύρων εἶναί τι πάθος τὸ ῥῖγος ὡς σπασμὸν καὶ τρόμον.

[727]    οὔτε δὲ διὰ τί σπασμώδης ὁ τοῦ Ἀσπασίου υἱὸς ἐγένετο δύναιτ' ἄν τις εἰπεῖν ἁπάντων μὴ γεγραμμένων τῶν συμβάντων αὐτῷ, οὔτε διὰ τί χλωρὰ σηπεδὼν ἐν τοῖς κατὰ τὸ στόμα τόποις ἐγένετο· κακοχυμίας μὲν γὰρ ἔκγονα τὰ τοιαῦτα παθήματα. πόθεν δ' ἤθροισέ ποτ' αὐτὴν ἄδηλον, οὐκ εἰδότων ἡμῶν ὅπως διῃτήθη. οὐ μὴν οὐδὲ τὰ κατὰ τὴν κοιλίαν αὐτοῦ γενόμενα σηπεδονώδους ἐστὶ κακοχυμίας σημεῖον πρὸς τῷ μηδὲ τίνα λέγει τὴν χλωρὰν σηπεδόνα γινώσκεσθαι σαφῶς, ἐπειδὴ χλωρὰ καὶ τὰ τὴν ἰώδη χροιὰν ἔχοντα καλοῦσιν καὶ τὰ τὴν ὠχράν.    Τὰ κατ' ὀσφὺν ὑπὸ λεπτὸν χρόνια ἀλγήματα, πρὸς ὑποχόνδριον γριφόμενα, ἀποσιτικά, ἅμα πυρετῷ, τούτοισιν εἰς κεφαλὴν ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπῳ σπασμώδει.

   Εἴθ' ὑπὸ λεπτόν ἢ κατὰ λεπτόν (ἑκατέρως γὰρ γράφουσιν), [728] ἀσάφειαν ἔχει πολλήν· διό τινες ἔγραψαν ὑπὸ πλευρόν. οἱ δ' οὖν ὑπὸ λεπτόν ἢ κατὰ λεπτόν γράψαντες ἐσχίσθησαν ταῖς γνώμαις, ἔνιοι μὲν ἔντερον λεπτὸν εἰρῆσθαι λέγοντες, ἔνιοι δὲ τὸ πλατὺ καὶ ἱερὸν ὀνομαζόμενον ὀστοῦν. εἰσὶ δ' οἳ καὶ τρίτον τι τούτων ἐποίησαν, ὡς λέγειν ἄμφω ‹γ'› ἅμα, καὶ συνάπτουσι τὸν λόγον τοῖς ἐπιφερομένοις. φασὶ γὰρ ἀπὸ τῆς ἐπὶ πύλαις ἥπατος φλεβὸς ἀποφύσεις τε καὶ κατασχίσεις παμπόλλας κατὰ τὸ μεσάραιον γίγνεσθαι. τούτων οὖν πασχουσῶν ὀδύνας ἕπεσθαι κατὰ τὴν ὀσφὺν οὐ συνεχεῖς, ἀλλὰ κατὰ λεπτάς τινας διαστάσεις, ἅστινας ἀνάγεσθαί τε καὶ συνάγεσθαι καὶ οἷον συσπᾶσθαι πρὸς τὸ δεξιὸν ὑποχόνδριον ἐπὶ τὰς πύλας τοῦ ἥπατος, ἔνθα τὴν οἷον ῥίζαν εἶναι τοῦ πάθους ὑποτίθενται, φλεγμαινούσης τῆς φλεβὸς ταύτης ἅμα ταῖς ἀποφύσεσιν ἁπάσαις.

   διὰ τί δ' οὕτως ἀκούειν χρὴ τοῦ γριφόμενα, παραλείπουσιν μὲν οὗτοι, λέγουσι δ' ἄλλοι τινὲς παρὰ τὸν γρῖφον ὠνομάσθαι. καλεῖται δ' [729] οὕτως τι τῶν ἁλιευτικῶν δικτύων, οὐχ ὡς οὗτοι νομίζουσι διὰ τοῦ φ γραφόμενον (ἕτερον γὰρ τὸ τῆς φωνῆς σημαινόμενον ταύτης), ἀλλὰ διὰ τοῦ π· διὸ καί τινες ἐν τῇ προκειμένῃ ῥήσει γριπόμενα γράφουσι. τινὲς δὲ τοὺς ἐνειλουμένους ὑμένας γριφωμένους φασὶ λέγεσθαι συνήθως, ὅταν τις διαγράφῃ τε καὶ διαγινώσκῃ τῷ δακτύλῳ. ἐκ μεταφορᾶς οὖν τὰ τοῖς δακνομένοις τε καὶ διαγραφομένοις ἀλγήματα γιγνόμενα κεκλῆσθαι γριφώμενα. τινὲς δὲ καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρῆσθαί φασι τὰ κατὰ τὴν ὀσφὺν καὶ κατὰ λεπτὸν χρόνια ἀλγήματα, ὡς εἰ καὶ κατὰ τόνδε τὸν τρόπον εἰρήκει τὰ κατὰ σμικρὸν ἀλγήματα γινόμενα, τοῦτ' ἔστι τὰ ἀσθενῆ.

   συγχωρήσαντες οὖν καὶ τοῖς οὕτως ἐξηγησαμένοις καὶ τοῖς τὰς πύλας τοῦ ἥπατος πάσχειν ὑποσχομένοις ὀρθῶς εἰρῆσθαι πάντα (καὶ γὰρ τὸ ἀποσιτεῖν κατὰ τῶν ἀνορέκτων εἰρημένον ἕν τι τῶν τεκμηρίων εἶναί φασι τοῦ πεπονθέναι τὸ ἧπαρ) ἀκούσωμεν παρ' αὐτοῦ, τίς ἐκ τῶν οὕτως εἰρημένων ἡμῖν ὠφέλεια γενήσεται. φησὶ γὰρ ὁ γράψας τὴν ῥῆσιν· τούτοισιν ἐν κεφαλῇ ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπῳ σπασμώδει. ἆρ' οὖν συμβουλεύουσιν ἡμῖν προειπεῖν [730] ἑπόμενα πάντως ταῦτα; τὸ μὲν γὰρ ὅτι δύναται μετάστασις οὐ μόνον ἐπὶ κεφαλήν, ἀλλὰ καὶ πᾶν ὁτιοῦν ἄλλο μόριον γενέσθαι τῶν λυπούντων, εἴτ' οὖν τὸ μεσεντέριον εἴτε καὶ τὸ ἧπαρ πάσχειν βούλονται, συγχωρήσειεν ἄν τις· τὸ δ' ὅπως μεταστήσεται, πρὶν γενέσθαι τινὰ τῶν ἰδίων τῷ μορίῳ συμπτωμάτων, τοῦτ' οὐχ οἷόν τε προγνῶναι, γενομένην μέντοι γνωρίσαι τὴν μετάστασιν, καὶ μάλισθ' ὅταν παύσηται τὰ πρότερον λυποῦντα. καὶ μέντοι καὶ τοιαῦται μεταστάσεις ἐπὶ ἀρρώστων ἐν τοῖς τῶν Ἐπιδημιῶν γεγραμμέναι εἰσίν. καὶ εἴπερ καὶ νῦν ἐγέγραπτο· 'τῶνδέ τινων εἰρημένων κατὰ τὴν κοιλίαν συμπτωμάτων, εἶτα ἀφανισθέντων ἐξαίφνης ἤλγησεν ὁ κάμνων σφόδρα κατὰ κεφαλῆσ', ἔφαμεν ἂν εἰς ταύτην γεγονέναι τὴν μετάστασιν. οὐ μὴν ὅ τί περ ἂν ἐργάζηται, βεβαίως ἦν εἰπεῖν, πρὶν ἄλλο τι φανῆναι σημεῖον ἢ καταφορᾶς ἢ παραφροσύνης ἢ σπασμοῦ. δυνατὸν μὲν γὰρ καὶ τοῦτο γενέσθαι, δυνατὸν δὲ καὶ τὴν φύσιν ἰσχυροτέραν τοῦ νοσήματος εὑρεθεῖσαν αἱμορραγίαν ἐργάσασθαι διὰ ῥινῶν ἢ παρωτίδας ἐγεῖραι. μεμάθηκας γὰρ [731] τούτων ἁπάντων ἀρχομένων γίνεσθαι σημεῖα, πρὶν δ' ἄρξασθαι τὸ τῆς κεφαλῆς ἄλγημα μόνον ὑπάρχον, ὑποψίαν μὲν πάντων παρέχειν, βεβαίαν δὲ πρόγνωσιν οὐδενὸς ἐξ αὐτῶν.

   Τὰ ἐπιρριγοῦντα καὶ ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα, ἄγρυπνα, φλεβοδονώδεα ὄντα ἐν τοῖς ὕπνοις, ἔστιν ὅτε οὖρα ὑφ' ἑαυτοὺς χαλῶντες, ἐς σπασμοὺς ἀποτελευτᾷ κωματώδεας.

   Ἔργον ὁ ταῦτα γράψας πεποίηται καθ' ἑκάστην ῥῆσιν ἢ ὄνομά τι τῶν ἀήθων ἢ σύνθεσιν ἐξευρίσκειν, ὥσπερ καὶ νῦν ἄμφω πεποίηκεν. ἀλλὰ τὸ μὲν τῆς ἀήθους συνθέσεως ἐν ἑκάστῃ ῥήσει γινόμενον, ἀπὸ τῶν παθῶν μεταβαίνοντος αὐτοῦ πρὸς τοὺς πάσχοντας ἢ ἀπ' ἐκείνων ἐπὶ τὰ πάθη, παραλειπτέον ἡμῖν ἐστιν, ὅταν, ὅσον ἐπὶ τούτῳ, μηδεμίαν ἀσάφειαν ὁ λόγος ἴσχῃ.

[732]    τὸ δὲ φλεβοδονώδεα καινὸν καὶ ξένον ὄνομα κατὰ τὴν προκειμένην ῥῆσιν ἐποίησεν ἐμφαίνων, ὅσον ἐπὶ τῇ φωνῇ, φλέβας δονουμένας. εἴτε δέ, ὥς τινες ἔγραψαν αὐτό, διὰ τοῦ τ φλεβοτονώδεα τὰς τεινομένας φλέβας εἴτε τὰς κυρίως ὀνομαζομένας φλέβας εἴτε καὶ τὰς ἀρτηρίας, ὅτι καὶ ταύτας ἐνίοτε φλέβας ὀνομάζουσιν οἱ παλαιοί, δονουμένας ἢ τεινομένας ἀκούειν χρή, θαυμαστόν, ὅπως νῦν πρῶτον αὐτῶν ἐμνημόνευσε. τὰς μὲν γὰρ ἀρτηρίας εἴπερ βούλεται σημαίνειν ἤτοι τεινομένας ἢ δονουμένας, ὅπερ ἐπὶ τῆς κλονώδους κινήσεως ἀκούειν χρή, κατὰ πολλοὺς τῶν ἀρρώστων ἐχρῆν αὐτὸν εἰρηκέναι τι περὶ αὐτῶν. εἰ γὰρ ἦν οὕτως ἐπιμελὴς ὁ ἀνὴρ περὶ τὴν τῶν ἀρτηριῶν κίνησιν, ὥστε καὶ κλονουμένας αὐτὰς καὶ τεινομένας παραφυλάττειν, οὐ δήπου τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἠγνόει. πῶς οὖν οὐδὲν ὑπὲρ αὐτῶν ἔγραψεν; εἰ δὲ τῶν κυρίως ὀνομαζομένων φλεβῶν μνημονεύει τεινομένων, πῶς οὐχὶ καὶ τούτου τοῦ συμπτώματος ἤδη πρότερον ἐμνημόνευσεν ἐν κεφαλαλγίαις σφοδραῖς γινομένου; φαίνονται γὰρ ἐν αὐταῖς, [733] καὶ μάλισθ' ὅταν μετὰ πολλῆς θερμασίας γίνωνται, σφύζουσαι καὶ οἱονεὶ κλονούμεναι αἱ κατὰ τοὺς κροτάφους φλέβες. πολλάκις δὲ καὶ τὰς ἐν τραχήλῳ σφαγίτιδας τὰς ἐπιπολῆς δηλονότι δονουμένας ἐθεασάμεθα σφυγμῷ τινι παραπλησίαν κίνησιν, καὶ δοκεῖ καὶ ἐν τοῖς κροτάφοις ἐκ τῶν ὑποκειμένων ἀρτηριῶν ἡ κίνησις προσγίνεσθαι, καθ' ὃν καιρὸν ἐκεῖναι μέγιστον σφύζουσι.

   ταύτας οὖν τὰς ἀπορίας ἔνιοι φεύγειν βουληθέντες ἀντὶ τοῦ φλεβοδονώδεα φλεδονώδεά φασι, ποιήσαντες ἀπὸ τῶν φλεδόνων τοὔνομα. φλεδόνας δὲ ὅτι φλυαρίας καὶ λήρους ὠνόμασαν ἔνιοι τῶν παλαιῶν, οἶσθα. τὰ οὖν ἄγρυπνα ὄντα πάθη, φησί, καὶ παραληροῦντα κατὰ τοὺς ὕπνους ἀπροαιρέτως οὖρον χαλῶντες, ὅπερ ἔστιν ἀποκρίνοντες. ἀπὸ γὰρ τῶν παθῶν ἐπὶ τοὺς πάσχοντας μετέβη καὶ πάλιν ἐπανελθὼν ἐπὶ τὸ πάθος φησίν· ἔστιν ὅτε εἰς σπασμοὺς τελευτᾷ κωματώδεας. εἰπὼν δὲ ἔστιν ὅτε πραγμάτων ἡμᾶς ἀπήλλαξε· πεπονθυίας γὰρ τῆς ἀρχῆς τῶν νεύρων, ὡς ἥ τε ἀγρυπνία καὶ ἡ παραλήρησις ἥ τε τῶν οὔρων ἀπροαίρετος κίνησις δηλοῖ, θαυμαστὸν οὐδέν [734] ἐστι καὶ φρενῖτιν ἐπ' αὐτῆς γενέσθαι καὶ κῶμα καὶ σπασμὸν καὶ ἀφωνίαν καὶ πᾶν ὁτιοῦν ἄλλο πάθημα τοιοῦτον. περιττὰ τοίνυν ἐστὶν ὡς πρὸς τὴν πρόρρησιν ταύτην τό τε ἐπιρριγοῦν καὶ τὸ εἰς νύκτα παροξύνεσθαι. ἀλλ' ὅπερ ἤδη πολλάκις ἐδείχθη, καὶ τὰ μηδὲν προσήκοντα ταῖς ὑφ' ἑαυτοῦ λεγομέναις προρρήσεσι γράφει μὴ δυνάμενος ἀπὸ τῶν ἰδίων χωρίσαι τὰ κοινά.

   Οἱ ἐξ ἀρχῆς ἐφιδροῦντες οὔροις πέποσι, καυστικοί, ἀκρίτως περιψύχοντες, διὰ ταχέων περικαέες, νωθροί, κωματώδεες, σπασμώδεες, ὀλέθριοι.

   Πάλιν ἐνταῦθα τὸ ἐξ ἀρχῆς ἐφιδροῦντες σὺν οὔροις πέποσι περιττόν· ἱκανὰ γὰρ ἀποκτεῖναι τὸν ἄνθρωπον τὰ καυστικὰ μετὰ τοῦ περιψύχειν ἀκρίτως, ἔπειτα διὰ ταχέων γίνεσθαι διακαῆ, καθάπερ γε καὶ τὰ τῆς ἑτέρας ἀρχῆς ἱκανὰ πάλιν αὐτὰ καθ' αὑτὰ διαφθεῖραι τὸν νοσοῦντα, περὶ ὧν οὕτως ἔγραψε· νωθροὶ κωματώδεες, [735] σπασμώδεες. ἐπὶ τούτοις οὖν ἑκατέροις τοὺς ἐξ ἀρχῆς ἐφιδροῦντας ἅμα πέποσιν οὔροις ἔγραψεν, ὃ τοιοῦτόν ἐστιν οἷον εἰ καί τις λέγει κινδυνεύειν ἀποθανεῖν τόνδε τινὰ τὸν ἄνθρωπον, ἐπεὶ τήν τε μήνιγγα τέτρηται καὶ τὰ κατὰ τὸν θώρακα συντέτρηται καὶ κατὰ τὸν μηρὸν ἑλκύδριον ἔχει σμικρόν, ἢ εἴ τις λέγει κινδυνεύειν ἀποθανεῖν τόνδε τινὰ διὰ τὸν ὕδερον καὶ τὴν παρωνυχίαν.

   τί οὖν ἔτι ζητῶμεν ἅττα ποτ' οὖρα λέγει πέπονα; περὶ ὧν ἔμπροσθεν ἔφην ἐπιτιμῆσαι τὸν Ἐφέσιον Ῥοῦφον Ζεύξιδι τῷ ἐμπειρικῷ. ψεῦδος μὲν γὰρ εἶναι τοῦτο, μηδέποτε κακόν τι τῶν τοιούτων οὔρων γεννώντων, ἀληθὲς δὲ τὸ τὰ 'ἐπίπονα οὖρα' κακόν τι σημαίνειν· δηλοῦσθαι γὰρ τὰ μετὰ πόνου κενούμενα. δεύτερον μέντοι τοῦτο γεγραμμένον τὸ τῶν πεπόνων οὔρων, οὐκέτι πιθανόν ἐστιν ὁμοίως κατ' ἀμφοτέρας τὰς ῥήσεις ἡμαρτῆσθαι τὴν λέξιν, ὡς ὁ Ῥοῦφος ἠξίου μεμφόμενος τὸν Ζεῦξιν. ἀλλ' ἴσως αὐτὸς ὁ γράψας τὰ παχέα καὶ λευκὰ πέπονα κεκληκώς ἐστιν, ἐπειδὴ τοιαύτην ὑπόστασιν ἑώρα κἀν [736] τοῖς ἀληθῶς πέποσιν οὔροις. τὰ δ' ἀνατεταραγμένα παραπλησίως τοῖς τῶν ὑποζυγίων οὐ πέπονα.

   Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ καρώδεα μετὰ βάρεος γινόμενα φλαῦρα, ἴσως δὲ ταύτῃσι καὶ σπασμῶδές τι παθεῖν ὀφείλει.

   Πάλιν κἀνταῦθα τὴν σύνταξιν τῶν ὀνομάτων εἰδότες σολοικώδη μετέγραψαν ἔνιοι τὴν ταύτῃσι τοιάνδε ποιήσαντες τὴν λέξιν· ἴσως δὲ ταῦτα καὶ σπασμῶδές τι παθεῖν ὀφείλει. ἀλλ' ὡς ἔφην καὶ πρόσθεν, ὅταν ἡ αὐτὴ σῴζηται διάνοια, γράφειν ἐπιτρέψαντες, ὡς ἂν ἕκαστος ἐθέλῃ, περὶ τῆς ἀληθείας τῶν εἰρημένων σκοπῶμεν. ἀλλ' οὐδὲ περὶ ταύτης ἤδη σκοπεῖν ἐπιτρέπει παρεγκείμενον τῇ ῥήσει τοὔνομα τὸ ἐπιφόροισιν ἐξηγήσεως δεόμενον. οὐ γὰρ μόνον ἀήθη σύνθεσιν [737] ὀνομάτων ὁ συγγραφεὺς εὑρίσκειν πειρᾶται καθ' ἑκάστην ῥῆσιν, ἀλλὰ καὶ τῶν ὀνομάτων αὐτῶν ἓν †μέντοι τῶν πάντων, ἔστι δ' ὅτε καὶ δύο που καὶ τρία παρεντίθησιν ἤτοι ξένα παντάπασιν ἢ μὴ κατ' αὐτὸ τὸ σημαινόμενον, ὅπερ παρὰ τοῖς Ἕλλησιν εἴθιστο.

   τὰς δ' οὖν ἐπιφόρους ἔνιοι μὲν ἤκουσαν τὰς ἐγκυμονούσας, ὅσαι πλησίον εἰσὶ τῆς ἀποκυήσεως, ἔνιοι δὲ τὰς ῥᾳδίως συλλαμβανούσας καὶ συνεχῶς κυούσας. ταύταις οὖν φησιν τὰ κεφαλαλγικὰ καρώδη μετὰ βάρεος γινόμενα φλαῦρα. τῷ κοινῷ δὲ ἁπάντων τῶν οὕτως ἐχόντων τὸ ἐπιφόροις ὄνομα προσέρριψε, πάλιν δὲ τὸ μετὰ βάρεος ἐνταῦθα, ἵνα ζητῶμεν, ἆρά γε μετὰ τοῦ τὸ σύμπαν σῶμα φαίνεσθαι βαρὺ τῇ καμνούσῃ τοῦτο προσέθηκεν ἢ κεφαλαλγικὰ μετὰ τοῦ βαρύνεσθαι τὴν κεφαλὴν ἢ καρώδη μετὰ βάρους.

   ἀλλὰ καὶ ταῦτα πάντα διεξελθών τις οὐδὲν ἕξει πλέον εἰς πρόρρησιν οὐδὲ κατ' αὐτὸν τὸν γράψαντα. φησὶ γοῦν ἴσως γε ταύτῃσι καὶ σπασμῶδές τι παθεῖν ὀφείλει. ὅταν δ' ἀκούσῃς ἀνθρώπου λέγοντος 'ἴσωσ' περὶ τῶν κατὰ μέρος ὡς καθόλου τὴν ἀπόφασιν πεποιημένου [738] προπετῶς, γίνωσκε σαφῶς σπάνιον εἶναι τὸ πρᾶγμα. λέλεκται δέ σοι πολλάκις ἐκπεπτωκέναι τὰ σπάνια τῆς προρρητικῆς θεωρίας. ἐὰν γὰρ ὡς ἐνδεχόμενον γενέσθαι λέγῃ τις, ἀκήκοας ἤδη πολλάκις ἐγκέφαλον παθόντος ἐνδέχεσθαι σύμπτωμα πᾶν ὁτιοῦν ἀκολουθῆσαι τῶν κατὰ τὰς αἰσθήσεις ἢ προαιρετικὰς κινήσεις, ἐὰν δ' ὡς πολλάκις γιγνόμενον, οὐ μόνον οὐ γίγνεται πολλάκις, ἀλλ' οὐδὲ ἀμφιδόξως ὃ νῦν εἶπεν.

   Τὰ ἐν φάρυγγι ἰσχνῷ ἀλγήματα πνιγώδεα ἔχει τι σπασμῶδες, ἄλλως τε καὶ ἀπὸ κεφαλῆς ὁρμῶντα, οἷον καὶ τῇ Θρασύνοντος ἀνεψιῇ.

   Καὶ κατὰ τοῦτ' ἄν τις οὐκ εἶναι γνήσιον Ἱπποκράτους ὑπολάβοι τὸ σύγγραμμα, καθ' ὃ ἔγραψε φάρυγγι ἰσχνῷ. ταύτην γὰρ ἔχει τὴν γραφὴν τά τε παλαιὰ τῶν ἀντιγράφων πάντα καὶ τὰ τῶν ἐξηγησαμένων ὑπομνήματα, πλὴν εἰ καὶ τοῦ γραφέως ἐστὶν ἁμάρτημα, καθάπερ [739] καὶ ἄλλα πολλὰ κατὰ πολλὰ τῶν ἀντιγράφων εὑρίσκεται. οἵ γε μὴν περὶ τὸν Ἀρτεμίδωρον καὶ Διοσκορίδην ἄντικρυς ἔγραψαν τὰ ἐν φάρυγγι ἰσχνῇ· καὶ γὰρ τοῖς ἀνωτέρω πᾶσιν ὁμολογουμένη ἡ γραφὴ τῆς φάρυγγος ὡσεὶ θηλυκῶς λεγομένης εὑρίσκεται καὶ κατὰ τήνδε τὴν λέξιν· "φάρυγξ ἐπώδυνος ἰσχνὴ μετὰ δυσφορίης πνιγώδησ".

   ὅτι δ' ἀρρώστους θεώμενος ἔγραφεν αὐτῶν τὰς συνδρομάς, οὐκ ἐξ ὧν ἐθεάσατο τεχνώσας ἑαυτὸν οὐδ' εἰς τὸ καθόλου τὰ κατὰ μέρος ἀνάγων, εὔδηλόν ἐστιν κἀκ τούτου. φάρυγγος γὰρ κἂν ἅπαξ ἐμνημόνευσε, καθάπερ ἐν τῷ Προγνωστικῷ ἐποίησεν ὁ Ἱπποκράτης, ἅπαντα τὰ κατ' αὐτὴν διελθὼν ἐφεξῆς, οὐ πολλάκις ἄλλοτε ἐν ἄλλῳ μέρει τοῦ συγγράμματος. ὃ δ' οὖν λέγει κατὰ τὴν προκειμένην ῥῆσιν ὁ συγγραφεύς, εἰ τῶν πολλάκις εἰρημένων ἰδίᾳ μέμνησαι καὶ κατὰ ταύτην νοήσεις, ὅπως ἐκ τοῦ κατὰ μέρος εὑρεθέντος ἐπὶ τὴν καθολικὴν ἀπόφασιν ἐτόλμησε μεταβῆναι μεμνημένος ὀνομαστὶ τῆς Θρασύνοντος ἀνεψιῆς, ἐφ' ἧς τὴν γεγραμμένην συνδρομὴν ἐθεάσατο.

[740]    Τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφιδρῶσι φιλυπόστροφα, τούτοις ἡ κρίσις ἐπιρριγώσασιν. οὗτοι ἐπιρριγέουσι περὶ κοιλίην καύματι προκληθέντες.

   Ταύτην τὴν ῥῆσιν ἔνιοι διαιροῦσιν εἰς δύο λόγους, ἕνα μὲν τόνδε· τὰ τρομώδεα σπασμώδεα γενόμενα· καὶ μέντοι καὶ ὁμολογοῦσιν αὐτοὶ κολοβὸν εἶναι τὸν λόγον τοῦτον καὶ κελεύουσιν προσυπακούειν αὐτῷ τι, περὶ οὗ σμικρὸν ὕστερον ἐρῶ. δεύτερον δὲ ἀφ' ἑτέρας ἀρχῆς ποιοῦσι· τὰ ἐφιδρῶσι φιλυπόστροφα· τούτοις ἡ κρίσις ἐπιρριγώσασιν. οἱ δέ γε συνάπτοντες ἀμφοτέρους τοὺς λόγους χωρὶς τοῦ ἄρθρου τοῦ τά γράφουσι· τὰ τρομώδεα σπασμώδεα γενόμενα, ἐφιδρῶσι φιλυπόστροφα. τοῦτο μὲν οὖν, ὅτι ψεῦδός ἐστιν, διὰ τῶν ἐξηγητῶν κατέγνωσται, τὸ δ' ἕτερον, ὅτι κολοβόν.

   ἀλλὰ τὸ μὲν ἐλλιπὲς τῆς λέξεως καὶ διὰ τὴν τοῦ γραφέως ἁμαρτίαν [741] δύναται γεγονέναι, τὸ δὲ ψεῦδος οὐδεμίαν ἔχει παραμυθίαν. τὰ γὰρ τρομώδεα σπασμώδεα γενόμενα τοῖς ἐφιδρῶσι φιλυπόστροφα γενέσθαι ψεῦδός ἐστιν, οὐ φιλυποστρόφων αὐτῶν, ἀλλ' ὀλεθρίων ὄντων, ἐάν τε ἐφιδρῶσιν αὐτοῖς εἴτε καὶ μή.

   θεασώμεθα οὖν αὐτά, ἃ λέγουσιν οὗτοι· 'τὰ τρομώδεα σπασμώδεα γενόμενα θάνατον ἐπιφέρει'. δύνασθαι δὲ καὶ οὕτως· τὰ τρομώδεα ἢ σπασμώδεα καθ' ἑαυτὰ κελεύοντες ἀναγινώσκειν. δύνασθαι μὲν γάρ φασι καὶ οὕτω νοεῖσθαι· 'τὰ τρομώδεα σπασμώδεα γενόμενα θάνατον ἐπιφέρει', δύνασθαι δὲ καὶ οὕτω· 'τὰ τρομώδεα ἢ σπασμώδεα γενόμενα μοχθηρά', ἵνα τὸ μὲν πρότερον τὴν πάνυ τελείαν μετάπτωσιν ἐκ τῶν τρομωδῶν εἰς τὰ σπασμώδη διδάσκῃ, τὸ δὲ δεύτερον, ὅταν τοῖς τρομώδεσι πάθεσιν ἐπιγένηται τὸ σπασμῶδες, ἕπεσθαι θάνατον· ἑκάτερον μὲν γὰρ ὀλέθριον, ἀλλὰ τὸ μὲν πρότερον, ὡς μεταπιπτόντων τῶν τρομωδῶν εἰς τὰ σπασμώδη, πρὶν ἀποθνῄσκειν τὸν ἄνθρωπον, τὸ δὲ δεύτερον, ὡς πάντως μὲν μετὰ τούτου γιγνομένων, ὁπόταν δὲ γένηται, βέβαιον θάνατον ἐπιφερόντων. ᾧ δὲ ταῦτα φίλα, πάρεστιν αὐτοῖς χρῆσθαι.

[742]    ἐγὼ δὲ μεταβήσομαι πρὸς τοὺς ἀφ' ἑτέρας ἀρχῆς ἀναγινώσκοντας ἅμα τῷ ἄρθρῳ τὴν ῥῆσιν τὰ ἐφιδρῶσι φιλυπόστροφα, εἶτα διασιωπησάντων ἡμῶν καὶ μετὰ ταῦτα ἀναγνόντων τούτοις ἡ κρίσις ἐπιρριγώσασιν, ἵνα ὁ λόγος γένηται τοιοῦτος· τὰ ἐφιδρῶσι πεπαῦσθαι δόξαντα πάθη καὶ πάλιν ὑποστρέψαντα καὶ πάλιν ἀναπυρώσαντα καὶ πάλιν ἱδρῶσι δόξαντα λυθῆναι τὴν ἀληθῆ καὶ βεβαίαν ἴσχει λύσιν καὶ κρίσιν, ὅταν ἐπιρριγώσωσι. τὸ δ' ἑξῆς εἰρημένον οὗτοι ἐπιρριγέουσι περὶ τὴν κοιλίαν καύματι προκληθέντες ἕξει διάνοιαν τοιάνδε· καῦμα κατὰ τὴν κοιλίαν προηγεῖται μέλλοντος ἐπιγίνεσθαι τοῖς προειρημένοις τοῦ ῥίγους.

   Ὀσφύος πόνος καὶ κεφαλαλγικὸς καὶ καρδιαλγικὸς μετὰ ἀναχρέμψεως βιαίης ἔχει τι σπασμῶδες. ‹τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγοσ›.

[743]    Ἔνιοι μὲν ὡς ἅπαξ γεγραμμένου τοῦ καί συνδέσμου τὴν ῥῆσιν ἐξηγοῦνται βουλόμενοι τὸ ἔχειν τι σπασμῶδες οὐκ ἐπὶ τοῖς προειρημένοις τέσσαρσι γινόμενον, ἀλλὰ τρισὶν ἀληθῶς προλέγεσθαι. τέτταρα δὲ λέγω, τόν τε τῆς ὀσφύος πόνον καὶ τὴν κεφαλαλγίαν καὶ τὴν καρδιαλγίαν καὶ τὴν βιαίαν ἀνάχρεμψιν. διόπερ οὕτω γράφουσιν· ὀσφύος πόνος κεφαλαλγικῷ καὶ καρδιαλγικῷ. τινὲς δὲ γράφουσι τὸν καί σύνδεσμον δίς, ὡς κἀγὼ κατὰ τὴν ἀρχὴν εὐθέως ἔγραψα, διότι τὰ πλεῖστα τῶν ἀντιγράφων οὕτως ἔχει. δηλώσει δὲ πάλιν ἡ διαγραφὴ τοιόνδε τι τὸ τῆς ὀσφύος ἄλγημα· ἐάν τε καὶ κεφαλαλγικός τις ἐάν τε καὶ καρδιαλγικός τις ᾖ, μετὰ ἀναχρέμψεως βιαίας ἔχει τι σπασμῶδες. καίτοι καὶ οὕτω γραφόμενον ἐνδέχεται δηλοῦν αὐτὸ συναμφότερον γεγονέναι τῷ κάμνοντι καὶ τὸν τῆς ὀσφύος πόνον καὶ τὴν κεφαλαλγίαν. ἐγὼ δ' οὐκ ἐκ τῆς πείρας, ἀλλ' οὐδ' ἐκ τῆς τῶν πραγμάτων φύσεως ἀκόλουθον τοῖς εἰρημένοις σπασμὸν ἀποφήνασθαι δύναμαι. καὶ μέντοι καὶ αὐτὸς ὁ γράψας ταῦτα προσέθηκεν ἔχει τι [744] σπασμῶδες, ὅπερ οὐ ταὐτόν ἐστιν τῷ φάναι σπασμώδη τὰ τοιαῦτα συμπτώματα ὑπάρχειν. εἴρηται δέ μοι καὶ πρόσθεν, ὡς οὐχ ὁμοίως ἀκούειν προσήκει λέγοντος εὐλαβοῦς ἀνθρώπου τὰς τοιαύτας φωνὰς καὶ τοῦ ῥᾳδίως ἀποφαινομένου περὶ τῶν κατὰ μέρος ὡς καθολικῶν, ὅταν γὰρ ὁ προπετὴς ἀμφιβάλλων εἴπῃ ἔχει τι σπασμῶδες, ἐνδείκνυται σμικρὸν ἢ σπανίως γιγνόμενον εἶναι τὸ λεγόμενον.

   περὶ δὲ τῆς δυνάμεως ἑκάστου τῶν εἰρημένων συμπτωμάτων ἐν ταῖσδε ταῖς ῥήσεσιν ἁπάσαις, ὅσας κατὰ τὸ τρίτον ὑπόμνημα τοῦτο μεταχειρίζομαι, λέλεκταί μοι διὰ βραχέων μὲν ἐν τῷ πρώτῳ καὶ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων, κατὰ διέξοδον δὲ ἔν τε τοῖς Εἰς τὸ προγνωστικὸν ὑπομνήμασι καὶ μᾶλλον ἔτι κατά τε τὰ Περὶ κρίσεων καὶ τὰς τῶν Συμπτωμάτων αἰτίας. οὐκ ὀλίγα δὲ καὶ ἐν τοῖς τῶν Ἐπιδημιῶν εἴρηται περὶ αὐτῶν· ἀρκέσει τοιγαροῦν ἐνταῦθα μόνην τὴν λέξιν ἐξηγεῖσθαι μετὰ τοῦ προσεπιφθέγγεσθαι, πότερον ἀληθὲς ἢ ψευδές ἐστιν τὸ λεγόμενον καὶ πότερον ὡς τὸ πολὺ ἢ ἀμφίδοξον ἢ σπάνιον.

   ἐφεξῆς δὲ τῷ ἔχει τι σπασμῶδες γέγραπται τὸ ὑπάφωνον [745] ὄνομα, τινῶν μὲν συναπτόντων αὐτὸ τοῖς προειρημένοις, ὡς γίνεσθαι τοιαύτην τὴν λέξιν ἔχει τι σπασμῶδες ὑπάφωνον, τινῶν δὲ ἀρχὴν ἡγουμένων τῆς ἐπιφερομένης ῥήσεως καὶ τούτων αὐτῶν πάλιν ὑπαλλαττόντων τὴν γραφήν· ἔνιοι μὲν γὰρ ἄνευ τοῦ ἄρθρου γράφουσιν, ἔνιοι δὲ προστιθέασιν ἄρθρον οὐδέτερον τοιάνδε ποιοῦντες τὴν λέξιν· τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγος ἀπὸ κοιλίης ὑποπέλια, ταραχώδεα καὶ οὖρα λεπτά. τινὲς δὲ καὶ καθ' ἑαυτὸ μόνον ἀναγινώσκουσι τὸ ἅμα κρίσει ῥῖγος οὔτε τοῖς προειρημένοις συντάττοντες οὔτε τοῖς ἑπομένοις. ἔνιοι δὲ ὅλην ὑπαλλάξαντες τὴν λέξιν οὕτως ἔγραψαν· ὑπόφοβον ἅμα κρίσει ῥῖγος.

   ἐφεξῆς οὖν σοι τὴν ἐξήγησιν ἑκατέρων ἀκριβῶς κατὰ μόνας γράψω. ἅμα κρίσει ῥῖγος· τοῦθ', ὡς ἔφην, ἔνιοι καθ' ἑαυτὸ γεγράφθαι βούλονται σημαῖνον κρίσεις πολλὰς γίνεσθαι σὺν ῥίγει. ὑπόφοβον ἅμα κρίσει ῥῖγος. εἶπον ἤδη καὶ πρόσθεν ὑπαλλάξαντας ἐνίους τὴν ὑπάφωνον γραφὴν ὑπόφοβον γράψαι. τὴν δ' ἐξήγησιν αὐτὴν διττὴν [746] ποιοῦνται, τινὲς μὲν ἀντὶ τοῦ φοβερὸν ἅμα κρίσει ῥῖγος εἰρῆσθαι νομίζοντες, ἔνιοι δὲ τὸ μετρίως φοβερὸν, ἵν' ὅμοιον ᾖ τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγος τῷ ὑπόφοβον. εἴη δ' ἂν καὶ τρίτη τις ἐξήγησις τῆς γραφῆς ταύτης τοιάδε· τὸ συντίθεσθαι καθ' ὁντινοῦν τρόπον ῥῖγος οὐκ ἀγαθόν ἐστιν, οἷον ἐὰν ἤτοι δι' αἱμορραγίας τις ἢ ἐμέτου ἢ γαστρὸς κενώσεως ἢ ἱδρώτων ἢ αἱμορροΐδος κρινόμενος ἢ γυνὴ διὰ καταμηνίων ἐν ῥίγει γένηται, τὸ μὲν προηγήσασθαι ῥῖγος ἐκκρίσεώς τινος ἀγαθῆς πολλάκις φαίνεται γινόμενον, τὸ δὲ ἐκκρινόντων ἤδη ῥῖγος ἄρξασθαι φαῦλον. τοῦτο δ' ὅτι μὲν ἀληθές ἐστιν, οἱ πολλοὺς ἀρρώστους τεθεαμένοι ἐπιμελῶς γινώσκουσιν, εἰ δ' ὁ γράψας τὸ Προρρητικὸν οὕτως ἐνόησε, μαντείας δεῖται· τὴν ἀρχὴν γὰρ οὐδ' εἰ γέγραπται πρὸς ἐκείνου τὸ ὑπόφοβον ἴσμεν· ἐν γοῦν τοῖς πλείστοις τῶν παλαιῶν ἀντιγράφων οὐχ οὕτως γέγραπται.

[747]    Ἀπὸ κοιλίης ὑποπέλια, ταραχώδεα καὶ οὖρα λεπτά, ὑδατώδεα, ὕποπτα.

   Περὶ τούτων ἑκατέρων κατὰ μόνας ἐδίδαξεν Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ τά τε κατὰ κοιλίαν ὑπερχόμενα πελιὰ μοχθηρὰ λέγων εἶναι καὶ τὰ οὖρα τὰ λεπτὰ καὶ ὑδατώδεα. νυνὶ δ' οὗτος, ὥσπερ αὐτῷ σύνηθες, ἑτερογενῆ σημεῖα συμπλέκων οὐδὲν πλέον διδάσκει. ἐξῆν γοῦν αὐτῷ καὶ τούτοις ἐπισυνάψαι περὶ πτυσμάτων πονηρῶν ἢ δυσπνοίας ἤ τινος ἄλλου τῶν φαύλων σημείων.

   ἔνιοι μέντοι τῶν ἐξηγητῶν ταύτην τὴν ῥῆσιν ἐπισυνάπτουσι τῷ "ὑπάφωνον ἅμα κρίσει ῥῖγοσ" καὶ μίαν ὅλην ποιήσαντες ἐπὶ πᾶσι τοῖς εἰρημένοις φασὶν ἀπόφασιν γεγονέναι τῷ συγγραφεῖ τὸ κατὰ τὸ τέλος εἰρημένον ὕποπτα. καὶ τούτοις μὲν γὰρ τοῖς ἀπὸ κοιλίης ὑποπελίοις καὶ οὔροις λεπτοῖς ὑδατώδεσι οὐκ ἀλόγως ἐπιφέρεται τὸ [748] ὕποπτα. τούτοις δ' ἄν τις προσθῇ καὶ τὸ "ὑπάφωνον", οὐχ ὕποπτον φήσει τὴν συνδρομήν, ἀλλὰ καὶ κακὴν εἶναι σαφῶς.

   Φάρυγξ τρηχυνθεῖσα ἐπ' ὀλίγον καὶ κοιλίη διαβορβορύζουσα κεναῖς ἐξαναστάσεσι καὶ μετώπου ἀλγήματα, ψηλαφώδεες, κοπιώδεες, ἐν στρώμασι καὶ ἱματίοις ὀδυνώδεες, τὰ ἐκ τούτων αὐξανόμενα δύσκολα· ὕπνος πολὺς ἐν τούτοισι σπασμῶδες καὶ τὰ εἰς μέτωπον ἀλγήματα βαρέα καὶ οὔρησις δυσκολαίνουσα.

   Καὶ τὴν διαβορβορύζουσαν κοιλίαν κεναῖς ἐξαναστάσεσιν ἔνιοί φασι φρενιτικὸν εἶναι σύμπτωμα. διττὸν γὰρ ἁμαρτάνειν τρόπον αὐτούς, ἢ τῶν αἰσθητῶν οὐκ αἰσθανομένους, καίτοι σὺν ὀδύνῃ γιγνομένων πολλάκις, ἢ τῶν μὴ αἰσθητῶν αἰσθάνεσθαι δοκοῦντας. κατὰ δὴ τὸν δεύτερον τρόπον φασὶν ἐξανίστασθαι μὲν ὡς δακνομένους, μὴ [749] ἐνεργεῖν δέ, ἐπεὶ μηδὲ τὸ δάκνον ἦν τι· δάκνεσθαι γὰρ οἴονται μὴ δακνόμενοι.

   τὸ δὲ ἐν στρώμασι καὶ ἱματίοις ὀδυνώδεες κατὰ τὸ σύνηθες εἶδος αὐτῷ τῆς ἑρμηνείας ἀλλοκότως εἴρηται διάνοιαν ἔχον τοιάνδε· 'μὴ φέροντες τὴν ψαῦσιν τῶν ὑποβεβλημένων τε καὶ ὑπεστορεσμένων αὐτοῖς, ἀλλ' ὀδυνώμενοι'. πότερον μέντοι γε διὰ τὸ βαρύνεσθαι ὑπὸ τῶν ἐπικειμένων (σκληρὰ γὰρ εἶναι δοκεῖ ἢ δακνώδη τὰ ὑποβεβλημένα καὶ ὅσα περίκειται) δυσχεραίνουσι τοῖς ἱματίοις ἢ δι' ἄλλο τι, τοῦτο αὐτοῖς συμβαίνει παντάπασιν ἄδηλον.

   μετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων κατὰ λόγον ἐφεξῆς εἰπὼν ὕπνος πολὺς ἐν τούτοισι σπασμῶδες ἀφορμὴν παρέχει ζητήσεως τοῖς σοφισταῖς, εἰ δύναταί ποτε βλάπτειν ὕπνος. ἢ γὰρ ὠφελεῖν αὐτόν φασιν ἢ εἰ μηδὲν ὠφελεῖ, οὐ μὴν βλάπτειν ποτέ. λέλεκται δέ μοι περὶ τούτου πρόσθεν ἐν τοῖς Εἰς τοὺς ἀφορισμοὺς ὑπομνήμασιν. οὐ μὴν οὐδ' εἰ βλάπτει ὁ πολὺς ὕπνος, δοκεῖ σπασμῶν εἶναι ποιητικός, ἀλλὰ μόνον, ὅτι κινδυνῶδές ἐστιν τὸ νόσημα, δηλοῖ.

   τὸ δὲ οὔρησις δυσκολαίνουσα θαυμαστῶς εἰς ἀσάφειαν ἐπινενόηται [750] τῷ συγγραφεῖ, ἵν' ὁ μέν τις εἴπῃ τῶν ἐξηγητῶν τὴν μετ' ὀδύνης εἰρῆσθαι δυσκολαίνουσαν, ὁ δέ τις τὴν ἐπεχομένην, ἄλλος δέ τις τὴν μόγις γιγνομένην καὶ τὴν συνεχῶς καὶ τὴν κατὰ στράγγα, τὴν δάκνουσαν δ' ἰσχυρῶς ἄλλος.

   ὅταν δὲ δὴ πάντα διεξέλθωμεν, οὐδὲν ἀξιόλογον εἰς πρόγνωσιν εἰσόμεθα δι' ἣν πολλάκις εἶπον αἰτίαν, ἐπιπλέκοντος αὐτοῦ πάμπολλα τῶν ἀνομοιογενῶν συμπτωμάτων. ἀπόδειξις δὲ τούτου μεγίστη καὶ τὸ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐνίους μὲν ἄχρι τοῦ ὕπνος πολὺς ἐπὶ τοῖς σπασμώδεσιν ἐξήκειν οἴεσθαι τὴν ῥῆσιν ἀπ' ἄλλης ἀρχῆς κελεύοντας ἀναγινώσκειν τὰ μετὰ ταῦτα, τινὰς δὲ συνάπτειν, καὶ τῶν συναπτόντων ἄλλους ἐπ' ἄλλῳ μέρει τῶν ἐφεξῆς εἰρημένων ἀξιοῦν περιγράφεσθαι τὴν ῥῆσιν. ἐὰν οὖν ἅπαντα διέρχηταί τις, οἷα καθ' ἑκάστην ὑπόνοιαν ἰδίως εἰρήκασιν οἱ ἐξηγηταί, μακρὸν μὲν ἐργάσεται τὸν λόγον, ὀνήσει δ' οὐδὲν τοὺς ἐντυγχάνοντας.

[751]    Οὔρου ἐπίστασις καὶ οἷσι ῥίγεα ἐπὶ τούτοισι σπασμώδεσιν, οἷον καὶ αὐτὴ φρίξασα ἐφίδρωσεν.

   Ἐὰν μεταθῶμεν τὸν καί σύνδεσμον, ὁ λόγος ἔσται σαφέστερος τοιοῦτος γενόμενος· οὔρου ἐπίστασις οἷσι ῥίγεα καὶ ἐπὶ τούτοισι σπασμώδεσι. τὸ μὲν οὖν οἷσι ῥίγεα κἀν τοῖς τῶν Ἐπιδημιῶν εἴρηται κατὰ τήνδε τὴν λέξιν· "πρὸ ῥίγεος αἱ σχέσεις τῶν οὔρων." ὅτι δέ κἀπὶ τοῖς σπασμώδεσι πάθεσιν ἴσχεται τὰ οὖρα, προσέθηκεν οὗτος ἐν τῇ προκειμένῃ ῥήσει. τὰ δ' εἰρημένα μάτην ἐνίοις τῶν ἐξηγησαμένων εἰς τήνδε τὴν ῥῆσιν ἄμεινον σιωπᾶν, ἐγὼ δὲ ἐξήγησιν εἶπον τὴν ὠφελεῖν εἰς πρόγνωσιν ἱκανήν.

   καὶ οὕτως φρίξασα ἐφίδρωσε. καὶ ὁ Κόιντος μὲν μόνην εἰδὼς τὴν γραφὴν ταύτην, ἣν εὗρ' ἐν παλαιοῖς ἀντιγράφοις, ὥς φησιν, ὁμολογεῖ μὴ νοεῖν. ἐν δὲ τοῖς πλείστοις τῶν ἀντιγράφων γέγραπται καὶ [752] αὐτὴ φρίξασα ἐφίδρωσεν, ἵνα γυναικὸς ὄνομα τὴν Αὐτή φωνὴν ἀκούσωμεν, ἧς φριξάσης ἐφιδρῶσαι συνέβη.

   [Κενώσιες] ἄκρητοι τελευτῶσαι καθάρσιες πῇ μὲν παροξυντικαί. ‹ἐν› τούτοισι δὲ καὶ πάνυ. ἐκ τοιούτων καὶ παρ' οὖς ἀνίστανται.

   Ἀντὶ τοῦ καθάρσιες ἄμεινον ἦν εἰρῆσθαι 'κενώσιεσ'. ὅταν γὰρ ἐκκενούμενα τύχῃ τὰ διεφθαρμένα, κάθαρσις γίνεται τοῦ σώματος, ὅταν ‹δ'› ἐκκρίνηται τὰ τῷ λόγῳ τῆς νόσου γινόμενα, κένωσις. ὁπότερον δὲ τούτων λέγει, δῆλόν ἐστιν ἐκ τοῦ φάναι τελευτῶσαι, ὡς αἱ ἐκκαθαίρουσαι τὸ σῶμα κενώσεις τὴν ἀρχὴν μὲν ἴσχουσιν ἀπὸ τῶν ἀκράτων ἐνίοτε, τελευτῶσι δὲ εἰς εὔτροπα διαχωρήματα. τὸ δὲ ἐν τούτοισι δὲ καὶ πάνυ τὰς τοιαύτας κενώσεις εἶναι παροξυντικὰς ἐπὶ τὰ προειρημένα τὴν ἀναφορὰν ἔχει. προείρηται δὲ 'οὔρου ἐπίστασις οἷσι ῥίγεα καὶ ἐπὶ τοῖς [753] σπασμώδεσι' σφοδρῶς. ἡ πρόγνωσις δὲ ἐπὶ τούτου τὸ παρ' οὖς ἀνίστασθαι, δυνάμενον μέν ποτε γενέσθαι (καὶ διὰ τοῦτο γράφει, ἐπειδή τινι παθόντι τὰ κατὰ τὴν εἰρημένην συνδρομὴν συνέβη ἔχειν παρωτίδα), οὐ μὴν διὰ παντός, ἀλλ' ὡς τὸ πολὺ τὴν προειρημένην συνδρομὴν τὰ παρ' οὖς ἀκολουθεῖν εὔλογον· ἐμάθομεν γὰρ τὰ τῶν τοιούτων ἀποστάσεων σημεῖα.

   Αἱ ταραχώδεες θρασύταται ἐπεγέρσιες, σπασμώδεες, ἄλλως τε καὶ μεθ' ἱδρῶτος.

   Ἔμπροσθεν ἤδη τοιαύτας συνδρομὰς ἐξηγησάμεθα οὐδὲν οὔτ' ἐξ ἀνάγκης ἐχούσας οὔθ' ὡς τὸ πολύ. καὶ διὰ τοῦτο καὶ τὴν προκειμένην ταύτην οἱ μὲν συνάπτουσι τοῖς ἐπιφερομένοις, οἱ δὲ διασπῶσι.

[754]    Καὶ αἱ τραχήλου καὶ αἱ μεταφρένου καταψύξιες δοκέουσαι καὶ ὅλου δὲ τοῦ σώματος· ἐν τούτοισι καὶ ἀφρώδεες οὐρήσιες ἅμα ἀψυχίῃ καὶ ὀμμάτων ἀμαυρώσεις σπασμὸν ἐγγὺς σημαίνουσιν.

   Ἐν πολλοῖς μὲν τῶν ἀντιγράφων ἡ ῥῆσις γέγραπται οὕτως καταψύξιες δοκέουσαι, κατ' ἔνια δὲ ἄμεινον ὡδί δοκέουσαι δι' ὅλου τοῦ σώματος, ὡς ἀδύνατον ὅλον ἅμα κατεψῦχθαι τὸ σῶμα καὶ διὰ τοῦτ' αὐτὸ καλῶς προσκείμενόν ἐστιν τὸ δοκέουσαι. τὸ δ' ἐφεξῆς εἰρημένον οὐ σμικρὰν διαφωνίαν ἔσχηκεν ἐν τῇ γραφῇ, τινῶν μὲν ἀφρώδεες οὐρήσιες γραφόντων, τινῶν δὲ πυώδεες. εὐλογώτερον δὲ ὡς πρὸς τὴν ὅλην διάνοιάν ἐστιν τὸ ἀφρώδεες· αἱ μὲν γὰρ πυώδεις οὐρήσεις, ἐάν γε κυρίως ἀκούωμεν, καὶ μὴ καθάπερ εἴωθεν ὁ τοῦ βιβλίου συγγραφεὺς ἀκύροις μεταφοραῖς ὀνομάτων χρῆσθαι, πῦον ἐπιμεμῖχθαι τοῖς οὔροις δηλοῦσι. πύου δὲ γένεσις οὐ μόνον οὐ δύναται [755] σημαίνειν σπασμόν, ἀλλὰ κἂν ὑποπτευομένῳ τινὶ σπασθῆναι γένηται, σημεῖον ἀγαθόν ἐστιν, πέττεσθαί γε δηλοῦσα τὴν νόσον. αἱ δὲ ἀφρώδεες εἴτε διὰ σύντηξιν εἴτε διὰ ταραχήν τινα καὶ πνεῦμα γίγνοιντο φυσώδεις, ἑκατέρως ὕποπτοι πρὸς σπασμόν, οὐ μὴν αἱ πυώδεις ὁμοίως ταύταις. εἰ δ' ἀκύρως πυώδεις εἴρηκε τὰς τῶν ὠμῶν καὶ παχέων οὔρων ἐκκρίσεις, οὐδ' οὕτως ὕποπτοι †ἐπὶ τῷ τέλει πρὸς τὴν τοῦ σπασμοῦ γένεσιν. ἡ δ' ἀψυχία καὶ ἡ τοῦ ὄμματος ἀμαύρωσις ἀρρωστούσης τῆς ψυχικῆς δυνάμεώς εἰσι σημεῖα.

   τὸν οὖν σπασμὸν οὐκ αὐτὰ τὰ συμπτώματα προσγενόμενα τοῖς εἰρημένοις, ἀλλ' ἐκεῖνα μόνα δύναται δηλῶσαι. λέγω δ' ἐκεῖνα τραχήλου καὶ μεταφρένου κατάψυξιν ἅμα τῷ παντὶ σώματι καὶ πρὸς τούτοις οὖρον ἀφρῶδες ἢ ὠμὸν καὶ ἄπεπτον. ἡ δὲ τοῦ ὄμματος ἀμαύρωσις κατὰ συμβεβηκὸς ἐπιμαρτυρήσει τῇ προσδοκίᾳ τοῦ σπασμοῦ, διότι τὴν ἀρχὴν τῶν νεύρων πεπονθέναι σημαίνει. γνωστέον δὲ καὶ ταύτην τὴν συνδρομὴν τῶν δυναμένων ἐνεργεῖν σπασμόν, οὐ μὴν διηνεκῶς [756] ἢ ὡς τὸ πολύ, μᾶλλον δὲ ἀμφιδόξως, ἐὰν ἀφρώδη γράψωμεν. †οὔτε πυωδῶν γραφέντων, ἔμπαλιν, ὡς εἴρηται τὰ τῆς προσδοκίας ἔσται, διὰ μέσου δ' ἀμφοῖν ὑπνωδῶν γραφέντων, ἐπὶ μᾶλλον δὲ τούτων, εἰ ὠμὰ καὶ ἄπεπτα φαίνοιτο. τοῖς δ' ἀναπαυσαμένοις ἐξ αὐτῶν ἐγγὺς εἶναι τὸν σπασμὸν καὶ τὸν θάνατον ἥ τ' ἀμαύρωσις τῶν ὀφθαλμῶν καὶ ἡ ἀψυχία σημαίνει. λέγει δὲ δηλονότι τὴν λιποψυχίαν. Διοσκορίδης δὲ ἀντὶ τῆς ἀψυχίας 'ἅμα ἀποψυχῇ' γράφει.

   Πήχεως ἀλγήματα μετὰ τραχήλου σπασμώδεα. ἀπὸ προσώπου δὲ ταῦτα καὶ κατὰ φάρυγγα ἦχοι συχνοὶ σιελίζοντες, ἐν τούτοισιν οἱ ἐν ὕπνοις ἱδρῶτες ἀγαθοί. ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι τοὺς πλείστους οὐ πονηρόν;

[757]    Τὸ ἀπὸ προσώπου δὲ ταῦτα πάντες ἤκουσαν ἐν ἴσῳ τῷ ἀπὸ κεφαλῆς. καὶ γὰρ πρόσθεν εἴρηκε κατ' ἄλλην ῥῆσιν "ἄλλως τε καὶ ἀπὸ κεφαλῆς ὁρμῶντα". διὰ τί δὲ σπασμώδεα λέγει ταῦτα τὰ συμπτώματα, τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων οὐκ ἄδηλον. ἔνιοι μέντοι τὸ πρῶτον μέρος τῆς ῥήσεως αὐτὸ καθ' αὑτὸ γράφουσί τε καὶ ἀναγινώσκουσιν, ἵν' ὁ λόγος ᾖ τοιοῦτος πήχεως ἀλγήματα μετὰ τραχήλου σπασμώδεα, ἀπὸ προσώπου δὲ ταῦτα, μηκέτι δεομένων ἡμῶν εἰς τὴν πρόγνωσιν τοῦ σπασμοῦ τῶν ἐφεξῆς εἰρημένων. οὗτοι δὲ τὸν καὶ σύνδεσμον ἀφελόντες ἀρχὴν τῶν ἐφεξῆς γεγραμμένων ταύτην ἐποιήσαντο· κατὰ φάρυγγα ἦχοι συχνοί. τινὲς δὲ ἀντὶ τοῦ ἦχοι γράφουσι κατὰ φάρυγγα ὄχλοι συχνοί, ὥσπερ ὁ Διοσκορίδης. ὁ δὲ Καπίτων οὕτως ἔγραψεν "ἴσως· καὶ κατὰ φάρυγγα ὠχροὶ ἰσχνοί". προχείρως γάρ, ὡς εἴρηται πολλάκις, οἱ νεώτεροι ἐπὶ τὸ μεταγράφειν ἧκον, ὡς βούλονται, τὰς παλαιὰς γραφὰς ἐν τοῖς ἀσαφέσι βιβλίοις.

[758]    ἀλλὰ ταῦτα μὲν ὅπως ἂν ἔχῃ, τὰ συμπτώματα μοχθηρά, καὶ δοκεῖ τι συντελεῖν εἰς τὴν τῆς προκειμένης ῥήσεως ἀλήθειαν. ἄξιον δὲ ζητήσεως διὰ τί προσέθηκεν· οἱ ἐν ὕπνοις ἱδρῶτες ἐν τούτοισιν ἀγαθοί. οὐδὲν γὰρ ἐξαίρετον τοῖς οὕτω νοσοῦσιν ἀπὸ τῶν ἐν τοῖς ὕπνοις ἱδρώτων ὠφελούντων μόνοις. κοινὸν γάρ ἐστι τὸ τῶν ὠφελίμων ἱδρώτων ἐπί τε τοῖς εἰρημένοις παθήμασι καὶ τοῖς ἄλλοις ἅπασιν ἑτέρων διορισμῶν δεόμενον, οἷον εἰ ἐπὶ πέψει τοῦ νοσήματος, εἰ δι' ὅλου τοῦ σώματος, εἰ ἐν ἡμέραις κρισίμοις, εἰ παύσουσι τούς τε πυρετοὺς καὶ τὰ συμπτώματα. τὸ δὲ ἐν ὕπνοις τοὺς ἱδρῶτας ἐγρηγορόσι γίνεσθαι περιττόν. ἔνιοι μέντοι βουλόμενοι τῷ λόγῳ βοηθεῖν φασιν ἐπὶ τῶν σπωμένων ἱδρῶτας γίνεσθαι διὰ τὴν συντονίαν τοῦ παθήματος. ἐὰν οὖν ἐκλελυμένου καὶ κεχαλασμένου τοῦ σώματος, ὅπερ ἐν τοῖς ὕπνοις συμβαίνει, γένηται τοῦτο, κατὰ φύσιν οἰητέον ἱδροῦν αὐτούς.

   τὸ δ' ἐφεξῆς εἰρημένον ἔτι μείζονα τὴν ἀπορίαν ἔχει γράψαντος αὐτοῦ· ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι τοῖσι πλείστοισιν οὐ [759] πονηρόν; οὐδεμίαν γὰρ ἀμφιβολίαν ἔχει τοῦτο, προφανῶς ὑπάρχον ἀγαθόν, εἰ δὲ μή, ἀλλὰ πάντως γε οὐ πονηρόν.

   Οἱ εἰς τὰ κάτω μέρη πόνοι τούτοισιν εὔφοροι.

   Ποῖα κάτω λέγει μὴ προσθέντος αὐτοῦ συνέβη διττὴν ποιήσασθαι τοὺς ἐξηγητὰς τὴν γραφήν, ἐνίους μὲν εὔφοροι γράψαντας, ἐνίους δὲ δύσφοροι. ἐὰν μὲν γὰρ εἰς τὰ περὶ θώρακα καὶ στόμα γαστρὸς ἀφικνῶνται πόνοι, δυσφορίαν ἐνθήσουσι μείζονα τῷ τραχήλῳ τε καὶ πήχεσιν, ἐὰν δ' εἰς τὰ σκέλη, μεγάλως ὀνήσουσιν ὅλην τὴν νοσώδη διάθεσιν.

   Οἱ ἐν πυρετοῖσιν ἐφιδροῦντες, κεφαλαλγέες, κοιλίης ἀπολελαμμένης, σπασμώδεες.

[760]    Ἀπὸ βραχυτάτης προσδοκίας ἐνίοτε γράφει σπασμώδεις ἔσεσθαι. θεασάμενος γὰρ ἴσως ἅπαξ τινὰ τῶν οὕτως ἐχόντων σπασθέντα, πολλάκις δὲ οὐκ ἰδών, ὅλον ὀλίγου δεῖν τὸ βιβλίον εἰς παραφροσύνης καὶ σπασμοῦ πρόρρησιν κατηνάλωσεν. ἐὰν οὖν πιστεύσας αὐτῷ τις τοὺς ἐν πυρετῷ κεφαλαλγοῦντας μετ' ἐφιδρώσεως καὶ κοιλίας ἐπεσχημένης ἀποφήνασθαι τολμήσῃ σπασθήσεσθαι, πάνυ πολλάκις ἀποτυχὼν ἅπαξ που τεύξεται.

   Τὰ ὑποψάθυρα ὑγρὰ διαχωρήματα περιψύχοντα οὐκ ἀπύρως φλαῦρα, τὰ ἐπὶ τούτοισιν ῥίγεα κύστιν καὶ κοιλίην ἐπιλαμβάνοντα ὀδυνώδεα. ἆρα τὸ κωματῶδες τούτοισιν ἔχει τι σπασμῶδες; οὐκ ἂν θαυμάσαιμι.

   Ψαθυρὰ διὰ μὲν τοῦ δ οἱ Ἀττικοὶ γράφουσι, διὰ δὲ τοῦ θ ἅπαντες οἱ ἄλλοι, τὰ κρέα τὰ τοῖς σκληροῖς καὶ ἰνώδεσι καὶ δυσδιαλύτοις [761] καὶ δυσμασήτοις ἐναντίως διακείμενα. μάλιστα δὲ γίνεται τοιαῦτα τὰ καλούμενα πρὸς τῶν πολλῶν 'σαχνά' μίαν ἡμέραν ἢ δύο τιθέμενα μετὰ τὸ σφαγῆναι τὸ ζῷον, 'ἕωλα' δὲ εἰώθασιν καλεῖν αὐτὰ οἱ Ἕλληνες, 'ἑωλίζειν' τε τὸ οὕτως προσήπειν· ὅθεν καὶ "σιτίον νέοις ἀκροσαπέσ" εἴρηται τὸ ἐπὶ βραχὺ προεωλισμένον· εὔδηλον γὰρ ἐκ τοῦ μετ' αὐτὸ ῥηθέντος ὧδε· "γέρουσι δὲ ἐς τέλος μεταβεβληκός." ἐγὼ μὲν οὖν ἐδήλωσα, τίνα λέγουσιν οἱ ἄνθρωποι ψαθυρὰ ἐπ' ἐδεσμάτων, οὐ διαχωρημάτων ποιούμενοι τὸν λόγον. ὁ δὲ τοῦ βιβλίου συγγραφεὺς αὐτὸς ἦν δίκαιος εἰπεῖν ἡμῖν, τίνα λέγει διαχωρήματα ὑποψάθυρα. δῆλον γὰρ ὅτι †τὰ μετρίως ψαθυρὰ πάντως γὰρ ἦν ἐκείνου χρεία ἡμῖν δηλῶσαι, τίνα λέγει τὰ ὑποψάθυρα.

   τῶν προφητῶν δ' αὐτῶν διενεχθέντων ἀλλήλοις ἔτι μείζων ἡμῖν ἀπορία γίνεται τοῖς μὴ προφήταις. ὁ μὲν γάρ τις τὰ ὑγρά φησιν ἁπλῶς εἰρῆσθαι νῦν, ὁ δὲ τὰ ὑδατωδῶς ὑγρὰ πάχος καὶ σύστασιν οὐδεμίαν [762] ἔχοντα. τινὲς δὲ τὰ οἷον ἀλιπῆ, τινὲς δὲ τὰ οἷον γλίσχρα, τινὲς δὲ οὐκ οἶδ' ὅ τι δόξαν αὐτοῖς τὰ μὴ μιγνύμενά φασιν ἑτέροις ὑγροῖς, ὥσπερ τοὔλαιον, ἄλλοι δὲ τὰ ἐν ὑγρῷ διαχωρήματι χολώδη καὶ ἄπεπτα συστρέμματα, τινὲς δὲ τὰ εὐδιάλυτα, καθάπερ εἰ καὶ ψάμμον ὕδατι δεύσας, εἶτα σφίγξας τοῖς δακτύλοις καταθλῴης, διαλυθεῖσαν ‹ἂν› εἴποις. καὶ δοκοῦσιν οὗτοι πιθανώτεροι τῶν ἄλλων εἶναι. τὰ δ' αὐτὰ λέγουσιν αὐτοῖς δυνάμει καὶ οἱ τὰ μὴ γλίσχρα φάντες, ἅπερ εἴποι τις ‹ἂν› ἐν μιᾷ συνθέτῳ φωνῇ οἷον ἄγλισχρα. εἰ γὰρ ἀπὸ τῶν ψαθυρῶν ἐδεσμάτων ἐπὶ διαχωρήματα μεταφέρειν χρὴ τὴν ὁμοιότητα, πιθανώτερον ἂν εἴη λέγειν ψαθυρὰ τὰ εὐδιάλυτα καὶ μηδεμίαν ἕνωσιν ἔχοντα δύσλυτον. ἀλλὰ τά γε τοιαῦτα διαχωρήματα γένοιτ' ἂν καὶ ἀπ' ἐδεσμάτων ψαθυρὰν καὶ εὐδιάλυτον ἐχόντων τὴν οὐσίαν. εἶδον οὖν ἐν ἀγρῷ παιδία κηπουροῦ σίτων μὲν ἀποροῦντα, ἀπίων δ' εὐποροῦντα ἐκ τῆς ἐκείνων ἐδωδῆς τοιαῦτα διαχωροῦντα· καὶ οἱ τὴν κέγχρον καὶ τὸν ἔλυμον ἐσθίοντες ἢ τοὺς κριθίνους ἄρτους ὅμοια τούτοις ἀποπατοῦσιν. εἰ δ' ἄρτους [763] τις ἐκ πυρῶν ἐσθίων τοιαῦτα διαχωρήσειεν, ὑπονοήσειν χρὴ λεπτὴν καὶ διαλυτικὴν ὑγρότητα μεμῖχθαι τοῖς ἀποπατήμασιν αὐτοῦ κωλύουσαν ἀλλήλοις ἑνοῦσθαι. Διοσκορίδης δὲ ὥσπερ ἄλλα προχείρως ἐν τοῖς ἀσαφέσι βιβλίοις ὑπήλλαξεν, οὕτω καὶ τὰ ὑποψάθυρα μεταγράψας ἐποίησεν ὑποψέφαρα καί φησιν αὐτὸς οὕτως ὠνομάσθαι τὰ ὑπομελανίζοντα· τὸ γὰρ σκότος ψέφας εἰρῆσθαι καὶ παρὰ Πινδάρῳ.

   μετὰ δὲ τὴν τῶν ψαθυρῶν μαντείαν ἢ εἰκασίαν ἢ προπέτειαν (ὅ τι γὰρ ἄν τις ἐν τοῖς τοιούτοις ὡς βεβαίως ἐγνωκὼς ἀποφαίνηται, προπετές ἐστιν) ἐπὶ τὰς ἑξῆς ἴωμεν λέξεις, ἐν αἷς ἐστιν πρώτη περιψύχοντα οὐκ ἀπύρως, ὅπερ οὖν καὶ αὐτὸ βεβαίως γνῶναι, τί βούλεται, προπετοῦς ἐστιν ἀνθρώπου· στοχαζόμενοι δέ, ὥσπερ ἐπὶ πολλῶν ἄλλων ἐποιήσαμεν ἐν τῷδε τῷ βιβλίῳ, καὶ περὶ τούτου φήσομεν εἰρῆσθαι περιψύχοντα μὴ ἀπύρως τὰ κατὰ τὴν μὲν ἐκτὸς ἐπιφάνειαν περιψύχοντα, διὰ βάθους δὲ τοῦ σώματος αἴσθησιν ἔχοντα πυρώδους θερμασίας. ταῦτ' οὖν φησιν εἶναι φαῦλα. τίς δ' οὐκ οἶδεν ὅτι περιψυχόμενος [764] μέν τις τὸ δέρμα, πυρώσεως δ' αἰσθανόμενος ἐν τῷ βάθει φαύλως ἔχει καὶ χωρὶς τοῦ ζητεῖν ἡμᾶς, εἰ διεχώρησεν ὑποψάθυρα. τοῖς γὰρ ἐν τῷ Προγνωστικῷ γεγραμμένοις ἀρκούμενοι πρὸς διάγνωσιν ἀγαθῶν τε καὶ κακῶν διαχωρημάτων οὐ σφαλησόμεθα.

   τούτοις δ' ἐφεξῆς γέγραπται κατὰ τὴν προκειμένην ῥῆσιν ὧδε· τὰ ἐπὶ τούτοις ῥίγεα κύστιν καὶ κοιλίην ἐπιλαμβάνοντα ὀδυνώδεα. ζητεῖν οὖν πάλιν ἐνταῦθα ἡμᾶς ὁ συγγραφεὺς βούλεται, τί σημαίνει τὸ ἐπιλαμβάνοντα. διὰ μὲν γὰρ τῶν ἔμπροσθεν ἀπολήψεις τὰς ἐπισχέσεις ὠνόμασε, νυνὶ δὲ τὸ ἐπιλαμβάνοντα γράψας ἐνίοις μὲν ἐπὶ ταὐτὸ φέρειν δοκεῖ τοὔνομα ταῖς ἀπολήψεσιν, ἐνίοις δὲ τὸ οἷον ἐπὶ πλέον ἐκτεινόμενα δηλοῦν. τὸ δέ γε ὀδυνώδεα προσκείμενον ἱκανὸν ἐνδείξασθαι κάκωσίν τινα δηλοῦσθαι διὰ τῆς ἐπιλαμβάνοντα φωνῆς.

   ἐπὶ μὲν οὖν τῶν ἄλλων συγγραμμάτων τὰ πλεῖστα τῶν ἀπορουμένων ἐκ τῶν ἐπιφερομένων γινώσκεται, κατὰ δὲ τὸ βιβλίον τοῦτο [765] μεῖζον ἀεὶ τοῦ πρόσθεν ἐπιφέρεται ζήτημα, καθάπερ καὶ νῦν εἰπόντος αὐτοῦ· ἆρα τὸ κωματῶδες; ἤτοι γὰρ τοιοῦτόν ἐστιν ὅ φησιν ἐν τούτοις, τοῖς εἰρημένοις ἢ ἅπασιν ἢ καὶ τοῖς ‹γ'› ὑστέροις (καὶ γὰρ καὶ τοῦτ' ἄδηλον) τὸ κωματῶδες πάθημα συνυπάρχον τι ἔχειν καὶ σπασμῶδες, †ὡς ἐν ᾧ μὲν αὐτὸ καὶ συνυπῆρξεν, ὅτι τοῖς εἰρημένοις ἕπεται, τὸ κωματῶδες. ἀλλ' οὐδέτερον τούτων οὔτ' ἀναγκαῖόν ἐστιν οὔθ' ὡς ἐπὶ πολύ. καὶ μέντοι καὶ αὐτὸς ὁμολογεῖ· προσέθηκε γὰρ τὸν ἀπορητικὸν ἆρα σύνδεσμον, εἶτ' ἐπιπεφώνηκεν αὐτῷ τὸ οὐκ ἂν θαυμάσαιμι. γέγραπται γὰρ οὕτως ἐν τοῖς πλείστοις καὶ ἀξιοπίστοις ἀντιγράφοις, ὥσπερ οὖν καὶ κατ' ἄλλα τινὰ μηδ' ὅλως γεγραμμένον εὑρίσκεται.

   Τὰ ἐν ὀξέσι ἐμετωδέως ἑλκόμενα φλαῦρα καὶ αἱ λευκαὶ διαχωρήσιες δύσκολοι. ἄγλισχρα ἐκ τούτων διεξελθόντα ἐξίστανται καύματι πολλῷ, ἆρά γε ἐκ τοιούτων [766] κωματώδεες νωθροὶ ἀπογίνονται; τὰ ἐκ τοιούτων μακροτέρως ἐπινοσέει. ἆρα περὶ κρίσιν οὗτοι βηχώδεες δύσπνοοι;

   Τὰ ἐν ὀξέσι, φησίν, ἐμετωδῶς ἑλκόμενα φλαῦρα. τοιοῦτον δέ τι καὶ πρόσθεν ἐγέγραπτο καὶ ἡμεῖς ἐπὶ τῶν ὁμοίων ὅμοια λέγειν ἀναγκαζόμεθα. προσθήσω δὲ νῦν κἀκεῖνο πρότερον οὐκ εἰρημένον, ἡνίκα ἔφασκον ‹περὶ τούτων›, ἀποτρίψασθαι τὰ λυποῦντα τῆς γαστρὸς ὁρμώσης γίγνεσθαι τὴν ναυτίαν. τινὲς δὲ καὶ διὰ φλεγμονὴν αὐτῆς εἰρήκασι ναυτιώδη γίγνεσθαι διάθεσιν, ὅπερ ἐμπεριέχεται τῷ πρόσθεν εἰρημένῳ λόγῳ τῷ καθόλου. φλεγμονὴ γὰρ εἰ κατὰ τὸν ἑαυτῆς λόγον ἐποίει ναυτίαν, οὐκ ἂν εὑρίσκετό ποτε φλεγμαίνουσα χωρὶς ναυτίας. συμπίπτει δὲ αὐτῇ τὸ σύμπτωμα τοῦτο φλεγμαινούσῃ ποτὲ κατὰ διττὸν τρόπον, ἕνα μὲν ὅταν ἀπορρέοντές τινες ἰχῶρες ἐκ τῶν φλεγμαινόντων μορίων εἰς τὴν ἐντὸς εὐρυχωρίαν ἀθροιζόμενοί τε κατ' αὐτὸ τὸ χωρίον ἀνιῶσιν [767] αὐτῆς τὸ στόμα, καθ' ἕτερον δ', ὅταν ἐπίμικτος ἡ διάθεσις γίνηται, δυοῖν ἀλλήλαις ἐπιπλεκομένων διαθέσεων, ἐν ἑκατέρᾳ καὶ κατὰ μόνας γίγνεται. τῆς οὖν τὸ ναυτιῶδες σύμπτωμα ποιούσης διαθέσεως ἐπιπλακείσης τῇ φλεγμονῇ διὰ τὴν ἑτέραν αὐτῶν οἱ κάμνοντες γίνονται ναυτιώδεις, οὐ διὰ τὴν φλεγμονήν.

   συμβαίνει δ' ἐνίοτε μὲν ἐπὶ μετρίαις ναυτίαις ἔμετον αὐτίκα συμπίπτειν, ἐνίοτε δὲ συνταράττεσθαι μὲν ἐπὶ πλεῖστόν τε καὶ πυκνόν, ἐμεῖν δ' ἤτοι μηδὲν ἢ παντάπασιν ὀλίγον, ὅπερ ἔστιν εἰκάσαι τὸ ἐμετωδῶς ἑλκόμενα δηλοῦν, ὅπερ εἴρηται κατὰ τὴν προκειμένην ῥῆσιν ἐν ἀρχῇ. μοχθηρὸν δέ ἐστιν οὐχ ὡς σημεῖον μόνον, ἀλλὰ καὶ ὡς αἴτιον τὸ τοιοῦτον σύμπτωμα. καθ' ὅσον μὲν γὰρ ἐνδείκνυται κακοχυμίαν δυσέκκριτον ἐν τῷ στόματι τῆς κοιλίας περιέχεσθαι, κατὰ τοῦτο σημεῖόν ἐστιν μοχθηρόν· ὅτι δὲ συνεχέσι σπαραγμοῖς ἀνιᾷ τὴν γαστέρα, κατὰ τοῦτο πάλιν ὡς αἴτιον αὐτῇ γενήσεται τῆς μὲν οὐκ οὔσης φλεγμονῆς ὡς γενέσθαι νῦν, τῆς δ' ἔμπροσθεν οὔσης ὡς αὐξηθῆναι.

   ἀλλὰ καὶ αἱ λευκαὶ διαχωρήσεις, φησίν, δύσκολοι. τοῦτο δ' [768] ἔνιοι μὲν ἀπὸ τοῦ προειρημένου χωρίζουσιν, ἔνιοι δ' ἐκείνῳ συνάπτουσιν. εἰρήσεται δὲ ὅπερ ἐπὶ τῶν προειρημένων διὰ τῶν ἔμπροσθεν, ταὐτὸ καὶ περὶ τούτων. λευκαὶ γὰρ αἱ διαχωρήσεις γίνονται μὴ καταρρεούσης ἐξ ἥπατος εἰς τὴν γαστέρα χολῆς. ἀλλὰ τοῦτό γε καὶ καθ' ἑαυτὸ δύναται καὶ μετὰ τοῦ προειρημένου συστῆναι. διὰ μέντοι τὸ μιγνύειν αὐτὸν ἀλλήλοις πολλὰ τῶν ἑτερογενῶν ἔξεστι τοῖς ἀναγινώσκουσι συνάπτειν αὐτὰ καὶ χωρίζειν ἀπ' ἀλλήλων.

   ἀλλὰ τό γ' ἐφεξῆς τοῖς λευκοῖς διαχωρήμασι γεγραμμένον ἄγλισχρα ἐκ τούτων διεξελθόντα ἐξίστανται καύματι πολλῷ τῶν ἅπαξ ἴσως ἢ δὶς ἑωραμένων ἐστὶν αὐτῷ μηδεμίαν ἀναγκαίαν ἔχοντα τῆς ἀκολουθίας αἰτίαν, ἀλλ' ὡς εἴρηται πολλάκις ἤδη, γίγνεσθαι δυνάμενα ποτὲ μὲν τῷ μεθίστασθαι τοὺς λυποῦντας χυμούς, ποτὲ δὲ τῷ μερίζεσθαι, ποτὲ δὲ τῷ πλείονας ἐπιλαμβάνειν τόπους αὐξανομένης τῆς διαθέσεως.

   ἔτι δὲ μᾶλλον οὐδὲ κωματώδεις αὐτοὺς γενέσθαι τῶν ἀναγκαίων ἐστίν, ἀλλὰ τῶν ἐνδεχομένων. τοῦτο δὲ καὶ αὐτὸς ὡμολόγησεν εἰπών· [769] ἆρά γε ἐκ τοιούτων κωματώδεες; ἐφάνη γοῦν αὐτὸ διὰ τῶν ἔμπροσθεν ἀεὶ προσγράφων, ἐφ' ὧν οὐδ' αὐτὸς ἀποφήνασθαί τι τολμᾷ. καὶ μέντοι καὶ τἆλλα τὰ ἐφεξῆς ἄχρι τέλους τῆς ῥήσεως ὁμοίαν ἔχει τὴν ἀτοπίαν, ὥστ' ἴσως ἐχρῆν ἡμᾶς ἤδη πεπαῦσθαι τῆς ἐξηγήσεως τῶν ὑπολοίπων ἐν τῷ βιβλίῳ ῥήσεων. τοῖς μὲν γὰρ ἀκριβῶς ἐκμεμαθηκόσι, τίνα τε ἐν τοῖς Ἱπποκράτους γέγραπται βιβλίοις, ὅσα τε κατὰ τὰς ἐξηγήσεις αὐτῶν ὑπ' ἐμοῦ λέλεκται, γινώσκειν ὑπάρχει, τίνα μὲν τῶν σημείων ἔγραψεν, ἵνα ἔχῃ τὴν προγνωστικὴν ὡσαύτως ἔχουσαν ἀεί, τίνα δ' ὡς τὸ πολύ, τίνα δ' ἀμφίβολον ἢ σπάνιον, ἔτι τε τὰς ἐν τούτοις αὐτοῖς ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφοράς, ὥστ' οὐδὲν ἐμοῦ πρὸς τὰ παρόντα δέονται. τοῖς δὲ πρὶν ἐκεῖνα μαθεῖν ἐπὶ ταῦτα ἐλθοῦσι μακροῦ πάνυ λόγου καθ' ἕκαστον αὐτῶν ἐστιν χρεία, ὥστε μὴ τριῶν, ἀλλὰ τριάκοντα δεηθῆναι βιβλίων.

   ἐγὼ μὲν οὖν τὰς ἐν τοῖς πιστοῖς τῶν ἀντιγράφων ὁμολογουμένας γραφὰς ἐν τῇ προκειμένῃ ῥήσει διῆλθον. εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ †[770] γραφαὶ ἄλλαι ἄλλως, ὡς ἂν ἐθέλωσιν. ἀλλ' εἰς ἄπειρον, ὡς ἔφην, μῆκος ἐκπεσεῖν ἀναγκασθήσομαι πασῶν μνημονεύων. Τὰ ἐξ ὀσφύος εἰς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα παραλύσαντα παραπληκτικὸν τρόπον σπασμώδεα παρακρουστικά· ἆρά γε καὶ λύεται τὰ τοιαῦτα σπασμῷ; ἐκ τῶν τοιούτων ποικίλως διανοσέουσι διὰ τῶν αὐτῶν ἰόντες.

   Καὶ κατὰ ταύτην τὴν ῥῆσιν ἄδηλόν ἐστιν, ὅπως ἀναγινώσκειν ἡμᾶς ὁ γράψας ἠβουλήθη, πότερον ἐφεξῆς ἅπαντα συνάπτοντας τὰ συμπτώματα, κἄπειτα ἐπ' αὐτοῖς λέγοντας, ἆρά γε καὶ τὰ τοιαῦτα λύεται σπασμῷ ἢ μέχρι τοῦ παραλύσαντα παραπληκτικὸν τρόπον ἐφεξῆς ἀναγνῶναι, εἶτα διασιωπήσαντας πάλιν ἐφεξῆς εἰπεῖν· σπασμώδεα παρακρουστικά. τινὲς μὲν γὰρ οὕτως, τινὲς δ' ἐκείνως ἀνέγνωσαν.

[771] ἐφεξῆς γάρ φησιν· ἆρά γε καὶ τὰ τοιαῦτα λύεται σπασμῷ; τὸ μὲν οὖν τὰ σπασμώδη λύεσθαι σπασμῷ τῶν ἀτόπων ἐστίν, τὰ δὲ προειρημένα λύεσθαι σπασμῷ πιθανώτερον ἄν τις ἀκούσειεν. ἔστιν δὲ τὰ προειρημένα ταυτί· τὰ ἐξ ὀσφύος εἰς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα, παραλύσαντα παραπληκτικὸν τρόπον, ὕστερον γενέσθαι σπασμώδη καὶ γενόμενα τοιαῦτα λῦσαι τὴν παραπληγίαν. ταῦτα γὰρ ἔχειν τινὰ νοῦν φαίνεται διὰ τὸ τὴν παραπληγίαν τοιοῦτον πάθος ὑπάρχειν ἑνὸς μορίου τοῦ σώματος, ὁποῖόν ἐστιν ἡ ἀποπληξία τοῦ παντός, τούτῳ δ' ἐναντιώτατον εἶναι κατά γε τὴν κίνησιν αὐτὴν πάθημα τὸν σπασμόν· ἀκίνητα γὰρ ἐργαζομένης τὰ πεπονθότα μόρια τῆς παραπληγίας, ὁ σπασμὸς εἰς κίνησιν ἄγων σφοδροτέραν τοῦ κατὰ φύσιν, ὡς διασεῖσαι ταῦτα βιαίως, εἰ ἔμφραξις ἢ σφήνωσις ὑγρῶν παχέων ἢ γλίσχρων ἐν τοῖς νεύροις εἴη, κατὰ τοῦτο δόξειεν ἂν ὠφελεῖν τὴν παραπληγίαν.

   τὸ δ' ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον ἐκ τῶν τοιούτων ποικίλως διανοσέουσι διὰ τῶν αὐτῶν ἰόντες θεάσασθαί μοι δοκεῖ [772] γεγονὸς ἐπί τινος. εἶδον οὖν ἅπαξ κἀγὼ παραπλησίως τινὰ διατεθέντα καὶ μετάπτωσιν ἔχοντα ποικίλως ἄλληλα διαδεχομένων τῶν συμπτωμάτων· ἐγένετο δὲ κἀκείνῳ ταῦτα προηγησαμένων ἀλγημάτων ὀσφύος καὶ τραχήλου καὶ κεφαλῆς, ἐφ' οἷς ἡ χεὶρ ὅλη δυσαίσθητός τε καὶ δυσκίνητος ἦν, ὥσπερ γε καὶ κατὰ ταύτην τὴν ῥῆσιν εἴρηται παραπληκτικὸν τρόπον, οὐκ οὔσης ἀκριβοῦς παραπληγίας, εἶτα σπασμὸς ἐπιγενόμενος αἰσθητικωτέραν τε καὶ πρὸς τὰς κινήσεις ἑτοιμοτέραν αὐτὴν εἰργάσατο. παυσαμένου δὲ τοῦ σπασμοῦ κατὰ βραχὺ πάλιν ἐγένετο χείρων, εἶτα καὶ τὰ κατ' ὀσφὺν καὶ τράχηλον καὶ κεφαλὴν αὖθις ἀλγήσας, ἀθρόαν ἔσχεν αὔξησιν τῆς κατὰ τὴν χεῖρα παραπληγίας, εἶτ' αὖθις σπασμὸν εἶχε πάλιν οὐ σμικρόν.

   Οἱ ἐν ὑστερικαῖς ἀπύρως σπασμοὶ εὐχερεῖς, οἷον καὶ Δορκάδι.

[773]    Κἀνταῦθα τὸ γινωσκόμενον ἡμῖν ἐφαρμόζομεν τῇ ῥήσει μηδὲν ἀπ' αὐτῆς διδασκόμενοι. τὸ γὰρ εὐχερὲς ὄνομα τῶν ἀμφιβόλων ἐστὶν ὅσον ἐφ' ἑαυτῷ. δύναται γοῦν τις ἀκούειν ἐξ αὐτοῦ καὶ τὸ εὔλογον τῆς γενέσεως τῶν ἐπὶ ὑστερικοῖς παθήμασι γινομένων σπασμῶν, δύναται δὲ καὶ τὸ ἀκίνδυνον αὐτῶν εἰρῆσθαι, ὥστε αὐτὴ μὲν ἡ ῥῆσις οὐδὲν διδάσκει καθάπερ οὐδ' ἄλλος τις λόγος ἀμφίβολος. οἱ φθάνοντες δ' ἐπίστασθαι τὴν ἐν τοῖς λεγομένοις πράγμασιν ἀλήθειαν ἐφαρμόττουσιν ἑνὶ μέρει τῆς ἀμφιβολίας, ἐνίοτε δὲ καὶ δυσίν, ὥσπερ καὶ νῦν ἀναγινώσκουσιν οὗτοι· ταῖς γὰρ ὀνομαζομέναις ὑστερικαῖς γυναιξίν, αἳ ταῖς ὑστερικαῖς πνίξεσιν ἁλίσκονται, καὶ γίνονται συνεχεῖς ὅλου τοῦ σώματος συνολκαὶ σπασμώδεις καὶ οὐχ ὁμοίως ἔχουσι τοῖς ἄλλοις σπασμοῖς κίνδυνον. ἐπεὶ δὲ καὶ ταῖς μεγάλαις τῆς μήτρας φλεγμοναῖς ἐνίοτε σπασμοὶ συνεδρεύουσι, τούτων ἀφώρισε τοὺς νῦν εἰρημένους προσθεὶς τῇ ῥήσει τὸ ἀπύρως, ὅπερ ἔστι χωρὶς πυρετοῦ. πρόδηλον γὰρ ὅτι ταῖς [774] φλεγμοναῖς τῆς μήτρας , ἀλλ' οὐδὲ γίνονται πολλάκις· [ἐπὶ φλεγμονῇ μήτρας] οἱ σπασμοὶ γενόμενοι κινδυνώδεις εἰσί.

   Κύστις ἀποληφθεῖσα ἄλλως τε καὶ μετὰ κεφαλαλγίης ἔχει τι σπασμῶδες. τὰ ναρκωδῶς ἐν τούτοισιν ἐκλυόμενα δύσκολα, οὐ μὴν ὀλέθρια. ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;

   Ἀπόληψιν οὔρων ὥσπερ καὶ διαχωρημάτων εἴωθεν ἀντὶ τῆς ἐπισχέσεως ὀνομάζειν. ἔχειν οὖν φησίν τι σπασμῶδες αὐτὴν ἐν ἴσῳ τῷ δύνασθαι σπασμόν ποτε ἐργάσασθαι καὶ μάλισθ', ὅταν ἄλγημα προσγένηται κεφαλῆς· δηλοῖ γὰρ ἐν συμπαθείᾳ τῆς κύστεως τὴν τῶν νεύρων ἀρχὴν γεγονέναι. τὸ δ' ἐπιφερόμενον τούτῳ κατὰ τὴν ῥῆσιν, ἐν ᾧ τὰ ναρκωδῶς ἐν τούτοισιν ἐκλυόμενα γέγραπται, διττῶς ἐξηγήσαντο, τινὲς μὲν ἐπ' αὐτῶν τῶν οὔρων εἰρῆσθαι φάσκοντες, ὡς εἰ ἐκ τῆς [775] ἐπισχέσεως ναρκωδῶς ἐκκριθείη (βούλονται γὰρ ἀντὶ τοῦ ἐκκρινόμενα ἐκλυόμενα λελέχθαι), τινὲς δὲ ἐπὶ μορίων τοῦ σώματος ἤκουσαν φάναι ἐκλύεσθαι, τινὲς δ' ἐφ' ὅλου τοῦ σώματος, ἵνα φήσωμεν αὐτὸ κατὰ μὲν τὴν αἴσθησιν ναρκῶδες, κατὰ δὲ τὴν προαιρετικὴν κίνησιν ἔκλυτον γεγονέναι. ταῦτ' οὖν βούλονται δύσκολα μὲν ἐν ἴσῳ τῷ ἀκίνδυνα λελέχθαι, οὐ μὴν ὀλέθριά γε. εἰ δὲ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ἀπορῶν †ἀποφαίνεται παρακρουστικὸν εἶναι τὸ τοιοῦτον ἢ μή, πολλάκις ἤδη μεμαθήκαμεν αὐτοῦ τὴν γνώμην ἐν οἷς ἀπορεῖ.

   Ἆρά γε καὶ περὶ κρόταφον ὀστέων διακοπαὶ σπασμὸν ἐπικαλέονται; ἢ τὸ μεθύοντα πληγῆναι ἢ τὸ ῥυῆναι πολὺ ἐν ἀρχῇσι; τοῦτο ποιεῖ σπασμώδεα;

   Τὸ μὲν ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον σπασμώδεα κατά τινα [776] τῶν ἀντιγράφων οὐ πρόσκειται, διαφέρει δ' οὐδὲν ὡς πρὸς τὴν διάνοιαν· εἰ γὰρ καὶ μὴ προσκέοιτο, συνυπακούεται τῷ κατ' ἀρχὴν εἰρημένῳ σπασμὸν ἐπικαλέονται. προφανῶς οὖν ἐδήλωσεν ἐνταῦθα τὸ φανὲν αὐτῷ καθ' ἕκαστον ἄρρωστον, ὅταν ἄξιον εἶναι αὐτῷ δόξῃ γραφῆς, ἑρμηνεύων, εἶτα ἐνίοτε μὲν ἀποφαινόμενος ὡς καθολικόν, ἐνίοτε δὲ διαπορῶν, ὥσπερ καὶ νῦν ἐπί τινος διακοπέντος ὀστοῦν τῆς κεφαλῆς κατὰ κρόταφον, ὃς ἐμέθυε μέν, ἡνίκα ἐπλήγη, παραχρῆμα δὲ αἱμορραγήσας ἰσχυρῶς ὕστερον ἐσπάσθη.

   τριῶν οὖν αὐτῷ προσγενομένων, ἑνὸς μὲν τῆς κατὰ τὸν κρόταφον διακοπῆς, δευτέρου δὲ τοῦ μεθύοντος γενέσθαι τοῦτο καὶ τρίτου τῆς αἱμορραγίας, ζητεῖ, διὰ τί τούτων ὁ σπασμὸς ἐγένετο. καὶ τοίνυν ἀποκρινοίμην ἂν ῥᾳδίως αὐτῷ, περὶ μὲν τῆς κατὰ τὸν κρόταφον διακοπῆς Ἱπποκράτην λέγειν, ὅτι καὶ "πληγαὶ καίριοι καὶ καροῦσαι αἱ κροταφῖται γίνονται" καὶ μέντοι καὶ ὅτι 'ἐν σπασμοῖς καὶ τετάνοις οἱ κροταφῖται μύες πρῶτοι πάσχουσι'. περὶ δὲ τῆς μέθης τὸν ἀφορισμὸν [777] ἐκεῖνον εἰρῆσθαι· "ἢν μεθύων τις ἐξαίφνης ἄφωνος γένηται, σπασθεὶς ἀποθνῄσκει." περὶ δὲ τῆς αἱμορραγίας, ὅτι σπασμὸς γίνεται ὑπὸ πληρώσεως ἢ κενώσεως, ἀλλ' οὐχὶ τοῦ παντὸς σώματος, ἀλλὰ τῶν νεύρων αὐτῶν, ὅθεν ἐφ' αἱμορραγίαις οὐ σπῶνται, πλὴν εἰ καταψυχθείη ἤτοι διὰ τὴν τῶν παραμενόντων ἀμέλειαν ἢ τὸ καταπαύειν ἐθέλειν τὴν αἱμορραγίαν διὰ ψυκτηρίων βοηθημάτων.

   Ἐν ἱδρῶτι πτύελα παραρρέοντα πυρετώδει ἐόντι εὐήθεα. ἆρά γε ‹τούτοισιν› ἐπί τινας ἡμέρας κοιλίαι καθυγραίνονται; οἶμαι. ἆρά γε τούτοισιν εἰς ἄρθρον ἀπόστημα ἔσεσθαι;

   Τινὲς τὸ πέρας τῆς προτέρας ῥήσεως ἀρχὴν ταύτης ποιοῦνται διττῶς· ἔνιοι μὲν μετὰ τοῦ ἄρθρου τὰ σπασμώδεα ἐν ἱδρῶτι πτύελα παραρρέοντα· διαφέρει δ' οὐδὲν ὡς πρὸς τὴν διάνοιαν, ἐάν τε προσθῇ [778] τις ἐάν τε ἀφέληται τὸ ἄρθρον. τὸ μέντοι προτάξαι τῶν ἐφεξῆς λεγομένων τὰ σπασμώδεα μεγάλην ἐξαλλαγὴν ποιεῖ τῆς διανοίας. καὶ ταύτης γε ἔτι μᾶλλον κατὰ τὴν ἑτέραν γραφήν, ἥν τινες τῶν νεωτέρων ἔγραψαν, ἀντὶ τοῦ ἐν ἱδρῶτι ποιήσαντες ὄνομα σύνθετον ἀνιδρωτί, τοῦτ' ἔστι τὸ μὴ ἐν ἱδρῶτι ἢ ἄνευ τοῦ ἱδρώττειν. εἰ μὲν οὖν μὴ πολλάκις ἐν πολλαῖς ῥήσεσι τὰ μηδὲν εἰς τὴν πρόρρησιν συντελοῦντα τοῖς συντελοῦσιν ἀντέγραψεν, ἄντικρυς ἂν ἐμεμψάμην τοὺς προγράψαντας ἢ προτάξαντας τῇ ῥήσει τὰ σπασμώδεα. προστιθέντος δ' αὐτοῦ καὶ τὰ μηδὲν συντελοῦντα, συγγιγνώσκω τοῖς γράψασι τὰ σπασμώδεα καίτοι μηδὲν ἀξιόλογον εἰς τὰ παρόντα συντελοῦν. τὰ γὰρ ἐν πυρετοῖς ἅμα τοῖς ἀκρίτοις ἱδρῶσι παραρρέοντα πτύελα διὰ πλῆθος ἄμετρον ἢ διὰ ἀρρωστίαν τῆς δυνάμεως γίνεται, καὶ διὰ τοῦτό ἐστιν εὐήθη, καθάπερ εἰ καὶ εὔτροπά τις εἶπεν.

   ἀλογωτέρα δέ τι γένοιτ' ἂν ἡ διάνοια γραφόντων ἡμῶν ἀνιδρωτί. καίτοι οἱ μεταθέντες τὴν παλαιὰν γραφὴν ὥς τι σοφώτερον εὑρηκότες [779] οὕτως ἔγραψαν, ἀντὶ τοῦ ἐν ἱδρῶτι ποιήσαντες αὐτό. τὸ δὲ ἆρα γε τούτοισιν ἐπί τινας ἡμέρας κοιλίαι καθυγραίνονται; τεθεαμένος ἐπ' ἀρρώστου δηλονότι γενόμενον οὕτως ἔγραψε ζητῶν, εἰ πολλοῖς δύναται τοῦτο συμβαίνειν· ἀποκρίνασθαι δ' αὐτῷ βεβαίως, ὅσον ἐπὶ τοῖς εἰρημένοις, οὐδὲν ἔχομεν. ὅπως γὰρ ἔχει τὰ ἄλλα τῷ τοιούτῳ ἀρρώστῳ χρὴ προσδιορίσασθαι, περὶ ὧν οὐδὲν εἴρηκε. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν ἀποστησαμένων εἰς ἄρθρα· μεμάθηκας γάρ, ἐκ τίνων σημείων χρὴ τὰ τοιαῦτα διορίζεσθαι, περὶ ὧν οὐδὲν εἴρηται νῦν.

   Τὰ ἐπ' ὀλίγον θρασέως παρακρούοντα μελαγχολικά. ἢν δὲ ἀπὸ γυναικείων ᾖ, θηριώδεα· ἐπὶ πλείω δὲ ταῦτα συμπίπτει, ἆρά γε καὶ σπασμώδεες αὗται; ἆρά γε καὶ αἱ μετὰ κάρου ἀφωνίαι, σπασμώδεες αὗται; οἷον τῇ τοῦ σκυτέος θυγατρὶ ἤρξατο γυναικείων παρεόντων.

[780]    Τίνα μὲν ὀνομάζει μελαγχολικὴν παραφροσύνην, ἔμπροσθεν εἶπον, αὐτῆς ταύτης, ἧς νῦν εἶπε ῥήσεως, τὴν ἀρχὴν αὐτοῦ γράψαντος. ὁ δὲ ἐνεστὼς λόγος ἐστίν, ὡς αὐτὸς ὡμολόγησεν, ἑωρακότος αὐτοῦ τὴν τοῦ σκυτέως θυγατέρα ἐξ ἐπιμηνίων ἐπισχέσεως παρακρούσασαν θηριωδῶς. ἐνεδείξατο δὲ διὰ τῆς φωνῆς ταύτης ἐπίτασιν τοῦ μελαγχολικοῦ. ἑτοίμων γὰρ ὄντων εἰς τὸ κακουργεῖν τοὺς πέλας τῶν μελαγχολικῶς παρακρουόντων, ὅταν μεγάλας ποιῶνται τὰς κακουργίας, θηριώδεις αὐτὰς ὀνομάζει. ἀλλὰ τὸ ἐξ ἐπισχέσεως τῆς ἐμμήνου καθάρσεως τοιαύτην γίνεσθαι παραφροσύνην οὔτε παντελῶς ἀληθὲς οὔθ' ὡς τὸ πολύ. μελαγχολικοῦ γὰρ ὄντος τοῦ αἵματος τὸ ἐπὶ τὸν ἐγκέφαλον ἰέναι τοιαύτην ἐργάζεται παρακοπήν, πικροχόλου δὲ οὐκέτι τοιαύτην, ἀλλὰ τὴν συνήθως γινομένην. εἰ δὲ φλεγματῶδες εἴη τὸ πλῆθος, καταφορὰν καὶ λήθαργον μᾶλλον ἐργάσεται, μικτὸν δ' εἴπερ ἐκ τούτων εἴη, μικτὴν καὶ τὴν διάθεσιν ἐκ καταφορᾶς καὶ ἀγρυπνίας ἢ παρακοπῆς ἀποτελέσει.

[781] ὥσπερ δὲ οὐδὲν τούτων ἐστὶ καθολικὸν αὐτοῖς, οὕτως οὐδὲ τῶν ἐφεξῆς εἰρημένων οὐδέν, ὅσα τῇ τοῦ σκυτέως ἔγραψε συμβῆναι θυγατρί.

   Οἷσιν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν ἀτενές, οὔτε παρ' ἑωυτοῖσίν εἰσιν διανοσέουσι τε μακροτέρως.

   Τὸ παρ' ἑωυτοῖσιν ἔνιοι γράφουσιν παρὰ σφίσιν αὐτοῖς εἰσιν. εὔδηλον δ' ὅτι περὶ τῶν σωφρονούντων ἀμφότερα λέγεται τό τε παρὰ σφίσιν αὐτοῖς εἶναι καὶ τὸ παρ' ἑωυτοῖσιν εἶναι. τὸ δὲ οὐκ εἶναι παρ' ἑωυτοῖσιν, τοῦτ' ἔστι μὴ κατανοεῖν, ἀλλὰ παραφέρεσθαι τὴν γνώμην. τὴν δὲ διάγνωσιν ἀγνοοῦσιν ὥσπερ ἐξ ἄλλων τινῶν, οὕτω κἀκ τῶν ἀτενῶς ἐκλαμπόντων ὀφθαλμῶν ἴσχειν. ἤρκει δ' εἰς τοῦτο τὸ πρόσθεν ὑπ' αὐτοῦ λελεγμένον ὄμματος θράσος παρακρουστικόν, ὡς καὶ τοῖς ἰδιώταις ἐστὶ δῆλον, ὅσοι γε μὴ παντάπασιν ἠλίθιοι. πρόδηλον γὰρ ὅτι τοῦτο προσυπακούειν ἀεὶ χρή· καλοῦμεν γὰρ εἰς τὰ τοιαῦτα πάντα [782] μάρτυρας ἰδιώτας ‹οὐ τοὺς› ἀδιανοήτους ὄντας τε καὶ ὀνομαζομένους, ἀλλὰ μάλιστα μὲν εἰ οἷόν τε τοὺς φύσει συνετούς, εἰ δὲ μή, ἀλλά γε μὴ τοὺς νωθροὺς τὴν διάνοιαν.

   ἐν μέντοι τῷ νῦν λόγῳ πρόσκειται τὸ ὑπερεκλάμπειν τοὺς ὀφθαλμούς, ὅπερ ἦν αὐτὸ καθ' αὑτὸ τῶν θυμουμένων γνώρισμα, ὃ τάχα συνελθὸν τῷ ἀτενεῖ ὄμματι, τοῦτ' ἔστι τῷ θρασεῖ, σφοδροτέραν ἐνδείξεται γενήσεσθαι τὴν παραφροσύνην. ἐκ περιττοῦ δὲ ὡς πρὸς τὴν τοῦ παραφρονῆσαι αὐτοὺς τοιαύτην πρόρρησιν ἐμνημόνευσε τῶν σπασμωδῶν. καὶ γὰρ καὶ χωρὶς αὐτῶν δύναται γενέσθαι παραφροσύνη καὶ παρόντων αὐτῶν μὴ γενέσθαι. τὸ δὲ διανοσήσειν αὐτοὺς μακροτέρως ἔτι καὶ μᾶλλον εἰκῆ λέλεκται· οἷς γὰρ σπασμώδεσιν ἐκλάμπουσιν ἀτενὲς οἱ ὀφθαλμοί, τούτους εὔλογον ὀξέως νοσῆσαι μᾶλλον, οὐ χρονίως.

   Τὰ ἀνάπαλιν αἱμορραγέοντα κακὸν οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ δεξιοῦ ῥέοντα καὶ τὰ καθ' ὑποχόνδριον ὡσαύτως. ἐφιδρῶντι δὲ κάκιον.

[783]    Εἴ τι καὶ ἄλλο πολλάκις καὶ αὐτὸς ἀποβαῖνον εἶδον, οὕτω καὶ τοῦτο. φαίνεται δὲ καὶ Ἱπποκράτης ἐκ πολλῆς πείρας τῆς ἐπὶ μέρους αὐτῷ γεγονυίας ἠθροικέναι τὰ καθόλου. καὶ γὰρ κατὰ τὰ τῶν Ἐπιδημιῶν βιβλία πολλοὺς ἔγραψεν ἀρρώστους αἱμορραγήσαντας ἐπ' ἀγαθῷ, τοὺς δ' αὖ πάλιν ἐπὶ κακῷ. τὴν δ' αἰτίαν τούτων ἀποφηνάμενοι ἑτέρωθι σκεπτώμεθα, νυνὶ δ' ἀρκέσει τοῦτο γινώσκειν, ὡς οἱ φάσκοντες, ὥσπερ ἐξ ἥπατος ἡ κοίλη φλὲψ ἀναφέρεται διὰ τοῦ θώρακος, οὕτω καὶ ἐκ σπληνὸς ἑτέραν ἀνερχομένην διανέμεσθαι τοῖς ἀριστεροῖς μέρεσιν οὐκ ἀληθεύουσι· μία γάρ ἐστι μόνη φλὲψ ἐκ τῶν κάτω τοῦ διαφράγματος ἀνερχομένη.

   ζητεῖται δ' οὐκ ἀλόγως ὑπὸ τῶν ἐξηγητῶν, διὰ τί προσέθηκε τῷ ἐπὶ σπληνὶ τὸ μεγάλῳ, καί φασιν οἱ τὰ πιθανώτατα δόξαντες λέγειν ἐπὶ σμικροῦ σπληνὸς οὐ πάνυ σαφῆ γίνεσθαι τὴν ἐφ' ἑκάτερα ῥοπὴν ὠφελείας ἢ βλάβης. ἐμοὶ δὲ δοκεῖ προσθεῖναι τῷ λόγῳ τὸ μεγάλῳ, [784] ὡς εἰ καὶ 'ἐξηρμένῳ' ἢ 'ὠγκωμένῳ' ἢ 'φλεγμαίνοντι' προσέγραψεν. εἰ γὰρ ἁπλῶς ἐπὶ σπληνὶ ἐγεγράφει, ζήτησις πάλιν ἂν ἦν ἑτέρα, τί πάσχοντος λέγει τοῦ σπληνός. ἵν' οὖν τοῦτο μὴ ζητῶμεν, ἀλλ' εἰδῶμεν ἐπὶ παντὸς ὄγκου τοῦ παρὰ φύσιν ἐν σπληνὶ τὴν ἀνάπαλιν αἱμορραγίαν βλαβερὰν οὖσαν, ἕνεκα τοῦ διορισμοῦ προσέγραψε τὸ μεγάλῳ. παράδειγμα δέ ἐστι τοῦτο αὐτό, δηλονότι τὸ ἐπὶ τοῦ σπληνός, ἁπάντων τῶν ἀνάπαλιν αἱμορραγούντων, καὶ διὰ τοῦτο πρόσκειται τῷ λόγῳ τὸ οἷον, ὡς εἰ καὶ οὕτως εἰρήκει 'οἷον ἐφ' ἥπατι μεγάλῳ ἐξ ἀριστεροῦ μυκτῆρος αἱμορραγία γιγνομένη'. ἀλλὰ τὸ μὲν ἀπὸ σπληνὸς ὡς παραδείγματος ἐφ' ἧπαρ μεταβῆναι προφανὲς εἶναι δόξας οὐκέτ' ἐμνημόνευσεν τοῦ ἥπατος. ὅτι δ' ἀπὸ σπλάγχνου πάλιν ἐπὶ σπλάγχνον ἡ μετάβασις ἐγένετο, προσέθηκε τὸ ὑποχόνδριον εἰπὼν καὶ τὰ καθ' ὑποχόνδριον ὡσαύτως, ἵνα μὴ μόνον ἐπὶ τοῖς σπλάγχνοις τὰς κατ' ἴξιν αἱμορραγίας ἀγαθὰς εἶναι νομίζωμεν ἢ κακὰς τὰς ἀνάπαλιν, ἀλλὰ καὶ τοῖς ὑποχονδρίοις. οὔσης δὲ κακῆς τῆς ἀνάπαλιν αἱμορραγίας ἔτι [785] μοχθηρότερον γίνεται τὸ σημεῖον, ἐὰν μετ' ἐφιδρώσεως συμβαίνῃ. ἐφίδρωσιν δὲ πολλάκις μὲν ἤδη κατὰ τὸ βιβλίον ἔγραψεν, οὐδαμόθι δὲ σαφῶς οὕτως ὡς γνῶναι, πότερον τὴν περὶ θώρακα καὶ κεφαλὴν γιγνομένην ἱδρώτων ἐπιφάνειαν οὕτως ὠνόμασεν ἢ καὶ τὴν δι' ὅλου τοῦ σώματος, ὅταν ὀλίγοι τε καὶ μηδὲν ὠφελοῦντες γίνωνται. μοχθηρὸν μὲν οὖν ἑκάτερον αὐτῶν ἐστιν, μοχθηρότερον δὲ ἐν τοῖς ἄνω μέρεσι γίνεται. σημαινούσης γὰρ ἁπάσης ἐφιδρώσεως ἤτοι πλῆθος ἐν τοῖς ἐφιδροῦσιν μορίοις ἢ τῆς καθεκτικῆς δυνάμεως ἀρρωστίαν, ὁπότερον ἂν ᾖ τούτων, ἐν τοῖς περὶ θώρακα καὶ κεφαλὴν τόποις μοχθηρότερον ἔτι σημεῖον ἢ κατ' ἄλλο τι μέρος γέγονε.

   Τὰ ἐκ ῥινῶν μικροῖς ἱδρῶσι περιψυχόμενα, κακοήθεα, μοχθηρά.

   Κἀνταῦθ' ‹ἀσαφεῖ› πάλιν ἑρμηνείᾳ κέχρηται μὴ προσθεὶς τῷ ἐκ [786] ῥινῶν ‹τὸ› [ἀεὶ] 'αἱμορραγοῦντι' προσυπακοῦσαι δ' ἡμᾶς ἐξ ἀνάγκης αὐτὸ χρὴ διὰ τὸ μηδὲν ἔχειν ἄλλο νοῆσαι. γενήσεται γοῦν ὁ λόγος ὁλόκληρος ἑρμηνευθεὶς τοιόσδε· γενομένης ἐκ ῥινῶν αἱμορραγίας, ὅταν ἱδρῶτες ἢ ὦσιν ἢ ἐπιγένωνται, περίψυξιν μὲν φέρουσι μηνύουσαν †οἷον κακὸν εἶναι τὸ νόσημα, περιψύξεως δὲ τῆς μὲν ἐν τοῖς ἄκροις γινομένης, τῆς δὲ καθ' ὅλον τὸ σῶμα, χαλεπωτέρα δηλονότι περίψυξίς ἐστιν ἡ καθ' ὅλον τὸ σῶμα.

   Καθ' αἱμορραγίαν μελάνων δίοδος κακόν, πονηρὰ δὲ καὶ τὰ ἐξέρυθρα. εἰ δέ, ἆρά γε τεταρταίοισι ταῦτα αἱμορραγέει; κωματώδεες ἐκ τοιούτων σπασμῷ τελευτῶσιν· ἆρα μελάνων προδιελθόντων καὶ κοιλίης ἐπαρθείσης;

   Συνέχεε πάλιν κἀνταῦθα καθάπερ ἐν ἄλλοις πολλοῖς λόγον σαφῆ καὶ χρήσιμον ὑφ' Ἱπποκράτους εἰρημένον. ἔστιν δ' αὐτοῦ τὸ μὲν [787] πρῶτον καθόλου τοιόνδε· "τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα." πολλῶν δὲ ὄντων κρισίμων, καθ' ἕκαστον αὐτῶν πάλιν ἴδιος γίνεται λόγος, ἐπὶ μέρους μὲν ὡς πρὸς τὸν εἰρημένον, ἐν τῷ καθόλου δὲ ὡς πρὸς τοὺς ὑποτεταγμένους, οἷός περ καὶ ὁ τοιόσδε· 'αἱμορραγία μὴ κρίνουσα θανατώδης ἢ δύσκριτος.' οὕτω δὲ καὶ ἱδρὼς ἢ πλῆθος οὔρων ἢ διαχωρημάτων ἢ ἐμέτων ἢ τὰ καθ' αἱμορροΐδας καὶ μήτρας ἐκκενούμενα καὶ παρωτίδες ἅμα τοῖς ἄλλοις ἀποσκήμμασιν. ἅπαντα γὰρ ταῦτα μὴ κρίνοντα ποτὲ μὲν θανατώδη, ποτὲ δὲ δύσκριτα γίνεται, τουτέστιν ἄκριτα ποιεῖ τὰ νοσήματα. κοινότατος δὲ ἐπ' αὐτοῖς ἐστιν λόγος καὶ καθολικώτατος καὶ γενικώτατος (ὀνομαζέτω γὰρ ἕκαστος, ὡς ἂν ἐθέλῃ)· "τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδη, τὰ δὲ δύσκριτα". χρήσιμον δ' ἐνταῦθα διορίσασθαι, πότε θανατώδη καὶ πότε δύσκριτα. δέδεικται δὲ καὶ τοῦθ' ὑφ' Ἱπποκράτους αὐτοῦ. τὰ μὲν [788] γὰρ ἐπὶ τοῖς κρισίμοις μηδὲν ὠφελούμενα δύσκριτα, τὰ δὲ καὶ πρὸς τοὐναντίον ῥέποντα θανατώδη.

   μαρτυρεῖται δὲ τὰ πρὸς τοὐναντίον ῥέποντα ἐκ τῶν ἄλλων σημείων, ὥσπερ καὶ νῦν ἔγραψε τὰ κακοήθη διαχωρήματα. γένοιτο δ' ἂν ἄλλῳ τινὶ τοιοῦτον ἕτερον πάθος κακόηθες, οἷον ἔμετος ἢ οὖρα μοχθηρά, καθάπερ γε καὶ περίψυξις δυσεκθέρμαντος ἢ ὅλου τοῦ σώματος ἢ τῶν ἀκρωτηρίων μόνων. οὕτω δὲ καὶ δίψος διὰ βάθους καὶ καῦμα καὶ ἀχλὺς καὶ δυσφορία καὶ ἀγρυπνία καὶ τῶν ἄλλων τι τῶν μοχθηρῶν. ἔμαθες γὰρ ταῦτα αὐτὰ πάντα κατὰ τὰ Περὶ κρίσεων ὑπομνήματα καὶ τὰ τοῦ Προγνωστικοῦ, τινὰ δὲ κἀν τοῖς τῶν Ἐπιδημιῶν. ἔγραψεν οὖν κἀνταῦθα τὸν καθόλου λόγον ἑνὸς εἴδους τῶν κατὰ μέρος μνημονεύσας. ὁ γὰρ ἄρτι μανθάνων τὴν τέχνην οἴεται ταῦτα μόνα κακοήθη εἶναι, περὶ ὧν ἤκουσεν. εἰ δὲ καὶ φύσει ταχύς ἐστιν, ὑπονοῆσαι ἐνδέχεταί τινα καὶ ἄλλα τοιαῦτα εἶναι καὶ περιμένειν χρόνον ἄλλον, ἐν ᾧ κἀκεῖνα μαθήσεται, κἂν οὕτω τύχῃ μαθὼν ἄλλα, τὰ κατὰ μέρος αὖθις περιμενεῖ μὴ γινώσκων, ὁπόσον ἔτι λείπει τῆς διδασκαλίας αὐτῷ. ὁ δὲ [789] τὸ καθόλου μαθὼν ἅπαντα γινώσκει τὰ κατὰ μέρος.

   ἀλλ' ὁ τὸ προρρητικὸν τοῦτο γεγραφὼς ἐν τοῖς κατὰ μέρος φέρεται καὶ διὰ τοῦτο ποτὲ μὲν ἐξ ἀνομοιογενῶν συμπτωμάτων ἀθροίζει συνδρομήν, ποτὲ δ' ἐξ ἑνὸς ἢ δυοῖν ἀρρώστοιν ἀπόφασιν ποιεῖται καθόλου, ποτὲ δ' ἀπορεῖ καὶ ἀμφιβάλλει, καθάπερ καὶ νῦν εἰπών· ἆρά γε τεταρταίοισι ταῦτα αἱμορραγέει; ὡς γὰρ ἑωρακώς τινα τεταρταῖον αἱμορραγήσαντα, παραλιπὼν δὲ τοὔνομα γράψαι, τὸν λόγον ἐποιήσατο· καίτοι τὰ περὶ τῶν ἡμερῶν καθόλου διδασκαλίαν ἔσχεν ἐν τῷ Προγνωστικῷ.

   πάλιν δὲ τὰ κατὰ μέρος ἀποφαινόμενος οὗτος ὁ τὸ Προρρητικὸν γράψας οὐχ ὡς κατὰ μέρος, ἀλλ' ὡς καθόλου τὸν λόγον ἐποιήσατο γράψας ὧδε· κωματώδεες ἐκ τούτων σπασμῷ τελευτῶσιν, οὐκ ἀναγκαίως γιγνόμενον εἰπών, ἀλλ' ἔσθ' ὅτε συμβαῖνον, ὥσπερ καὶ ἄλλο τι τῶν ἀόριστον ἐχόντων γένεσιν. ἀλλὰ τοῦτο μὲν ἁπλῶς ἀπεφήνατο, περὶ δὲ τῶν μελάνων προδιελθόντων καὶ κοιλίης ἐπαρθείσης ‹ἀπορεῖ›. ἀποκρινόμεθα τοιγαροῦν αὐτῷ κἀνταῦθα δύνασθαι μὲν καὶ ταῦτα γενέσθαι, ἀλλ' οὔτε διὰ παντὸς οὔθ' ὡς τὸ πολύ.

[790]    Τὰ αἱμορραγέοντα ἐφιδροῦντα τρώματα κακοήθεα· διαλεγόμενοι λαθραίως τελευτῶσιν.

   Ἔνιοι μὲν ἔγραψαν τρώματα διὰ τοῦ τ καὶ ρ καὶ ω τὴν πρώτην συλλαβήν, ἔνιοι δὲ τρομώδεα διὰ τοῦ τ καὶ ρ καὶ ο. συνηθέσταται μὲν αἱ γραφαὶ αὗται τοῖς τ' ἐξηγηταῖς ἐγένοντο καὶ τοῖς γραφεῦσι, σπάνιαι δὲ ταῖς συνδρομαῖς, ὥσπερ καὶ ἡ διὰ τοῦ τ καὶ ρ καὶ α καὶ υ τὴν πρώτην συλλαβὴν ἔχουσα γεγραμμένην. ἀρκτέον οὖν ἐστι καὶ ἡμῖν ἀπὸ τῆς συνήθους, ἣν διὰ τοῦ τ καὶ ρ καὶ ω γεγραμμένην εὑρίσκομεν ταὐτὸν σημαίνουσαν τῇ διὰ τοῦ τ καὶ ρ καὶ α καὶ υ γεγραμμένῃ. τρώματα γὰρ τὰς ἀπὸ τῶν ἔξωθεν αἰτίων βλάβας ὀνομάζει καὶ Ἱπποκράτης. εἰκὸς οὖν ἐστι καὶ νῦν τοῦτον τὸν λόγον οὐ μόνον ἐπὶ τραυμάτων ἢ ἐξανθημάτων ἢ ἀποστημάτων καὶ διαστάσεων γεγονέναι, ἀλλὰ καὶ ἐπὶ τῶν αἱμορραγιῶν. συμφωνότεραι γάρ εἰσιν αἵδε ἐπὶ τοῖς τραύμασι· [791] ταῦτα γὰρ αἱμορραγοῦσι μόνον. τινὲς δέ φασιν, ὅτι περὶ τῶν ἐκ ῥινὸς αἱμορραγιῶν ἔτι καὶ νῦν ὁ λόγος ἐστὶν αὐτῷ γιγνόμενος οὐκ ἐν πυρετοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἄρτι λελεγμένοις πάθεσι. ἐάν τ' οὖν περί τε πάντων αὐτῶν ὁ λόγος ἐάν τε καὶ περὶ τραυμάτων μόνον, αἱ μετ' ἐφιδρώσεως αἱμορραγίαι κακοήθεις εἰσίν, ὡσαύτως δὲ κἂν τρομώδεα γεγραμμένον ᾖ.

   τὸ δὲ διαλεγομένους αὐτοὺς [ἐν ἄλλῳ τραυματώδεα] λαθραίως τελευτᾶν τοιοῦτόν τι δηλοῦν φασι· 'μηδὲν ἔχειν δοκοῦντες οἱ τοιοῦτοι κακόν, ἀλλ' ὡς ἐν ἀκινδύνῳ καθεστῶτες καὶ διαλεγόμενοι τοῖς παροῦσιν ἐξαίφνης τελευτῶσιν.' εἰ δὲ τοῦτο αὐτοῖς βούλεται σημαίνειν τὸ λαθραίως, ἄκρως φαίνονται [οἱ] σπουδάζοντες ἐξαλλάττειν τὴν κατὰ φύσιν ἑρμηνείαν ἀλλοκότοις μεταφοραῖς. ἡγοῦνται γὰρ ἀρετὴν εἶναι λόγου τὸ διὰ παντὸς ἀφίστασθαι τῆς συνηθείας, ὡς οὐδὲν διαφέρον, εἰ καὶ πρὸς τὸ χεῖρόν τις ἀφίσταται.

[792]    Ἡ μεθ' αἱμορραγίαν βραχεῖαν καὶ μελάνων διαχώρησιν ἐν ὀξέσι κώφωσις κακόν· αἵματος διαχώρησις ἐν τούτοισιν ὀλέθριον· κώφωσιν δὲ λύει.

   Περιέχεταί τι κατὰ τὴν συνδρομὴν ταύτην ἀληθὲς καθολικόν· ἐπὶ γάρ τοι τοῖς μέλασιν διαχωρήμασιν ἐν τοῖς ὀξέσι νοσήμασιν ἂν αἷμα διαχωρήσωσιν, ὀλέθριον ὄντως ἐστίν. καὶ γὰρ καὶ ἡμεῖς εἴδομεν τοῦτο καὶ ἄλλοι γεγηρακότες ἐν τοῖς τῆς τέχνης ἔργοις. καί μοι φαίνεται γίνεσθαι τὸ σύμπτωμα κατὰ τὸν αὐτὸν λόγον, καθ' ὃν ἐν ταῖς ὑπερκαθάρσεσιν ὕστατον ἐκκρίνεται τὸ αἱματῶδες. ἀλλὰ τῶν κατὰ μέρος ἐστίν, ἐν οἷς ὁ συγγραφεὺς ὠνόμασεν.

   Ὀσφύι ἐπωδύνῳ καρδιαλγικὰ προσεόντα σημεῖα αἱμορραγώδεα, οἶμαι καὶ προγεγενημένου σημείου.

[793]    Οὐ καλῶς τὴν ῥῆσιν ταύτην ἐξηγήσαντο πολλοὶ τῶν γεγραφότων εἰς τὸ βιβλίον ὑπομνήματα μετὰ τοῦ καὶ διενεχθῆναι πρὸς ἀλλήλους. ἐμοὶ δ' ἄν τις αὐτὴν δοκεῖ χρησίμως τοῖς μανθάνουσιν ἐξηγήσασθαι κατὰ τόνδε τὸν τρόπον· 'οὐκ ἐμνημόνευσεν ἐν τῷ λόγῳ πυρετῶν ἢ ὀξέος νοσήματος, ὥσπερ εἴωθεν. εἰκὸς οὖν ἐστιν ἐπὶ τῶν ἀπυρέτων αὐτῷ γίνεσθαι τὸν λόγον, ἐπ' οὐδεμιᾷ προφάσει φανερᾷ πλείοσιν ἡμέραις ἐφεξῆς ὀδυνωμένων ὀσφὺν καὶ καρδιαλγούντων. ἐπὶ τούτων οὖν προσδοκᾶν χρὴ δι' αἱμορροΐδων αἷμα κενωθήσεσθαι.'

   δύναιο δ' ἂν οὐ μόνον ὅτι γενήσεται τοῦτο προλέγειν, ἀλλὰ καὶ δι' ἐπίσχεσιν αἱμορροΐδων αὐτὰ γενέσθαι τεκμαίρεσθαι, καὶ μᾶλλον, εἰ βλέποις τὴν κρᾶσιν τοῦ ταῦτα πάσχοντος μελαγχολικήν, ὥστε σοι τὴν ἐκ τῶν εἰρημένων πρόρρησιν οὐ μόνον μέλλοντος, ἀλλὰ καὶ προγεγονότος εἶναι καὶ τρίτον γε τοῦ ἐνεστῶτος. ὅταν γὰρ ἀπὸ τῶν ἄλλων διορισθῇ τὸ τῆς ὀσφύος ἄλγημα καὶ ἡ καρδιαλγία, προγεγονότος μὲν ἔσται πρόγνωσις ἐκ τοῦ γνῶναι καὶ πρόσθεν αὐτῷ γεγονέναι δι' αἱμορροΐδος [794] κένωσιν, μέλλοντος δέ, ὅτι καὶ νῦν ἔσται, ἐνεστῶτος δὲ τῆς διαθέσεως αὐτῆς σαφῆ τὰ συμπτώματα· πλήθους γὰρ ἠθροισμένου κατὰ τὰς φλέβας λεπτὸς μέν τις ὀρρὸς αὐτῷ συρρέων εἰς τὴν γαστέρα τὰς καρδιαλγίας ἐργάζεται προσαναβαίνων ἐπὶ τὸ κατ' αὐτὴν στόμα, πάντων σχεδὸν αἰσθητικώτατον ὑπάρχον τῶν μορίων. τὸ δὲ πλεῖστον τοῦ πλήθους εἰς τὰ κάτω χωρία ῥέπον, ἐφ' ἃ καὶ πρῶτον εἰώθει γε φέρεσθαι, τὰ τῆς ὀσφύος ἀλγήματα γεννήσει.

   Τὰ τεταγμένοισι χρόνοισιν αἱμορραγέοντα διψώδεα, δύσκολα, ἐκχλοιούμενα, μὴ αἱμορραγήσαντα, ἐπιληπτικὰ τελευτᾷ.

   Κἀνταῦθα πάλιν ἤρκει καθόλου φάναι πρῶτον μέν, οἷς ἂν συνήθης κένωσις αἵματος ἐπίσχηται, τούτοις ἔσεσθαι νοσήματα πληθωρικά, ῥυέντος αὐτοῦ πρὸς ἐκεῖνα τὰ μόρια τοῦ σώματος, ὅσα πλησίον ἐστὶ τῶν ἐπεσχημένων ἐκρύσεων ἢ τῶν ἄλλων ἀσθενέστερα, κατὰ μέρος δὲ περὶ [795] τῶν ἐξ αἱμορροΐδων ὡς ἂν μελαγχολικῶν περιττωμάτων τρεφόντων ἤτοι μελαγχολίαν ἢ φθίσιν ἢ ὕδερον ἢ κιρσοὺς ἢ καρκίνον ἢ ἐλέφαντα· τούτων δὲ ἔξωθεν ἑκάστῳ κατ' ἐκεῖνο τὸ μόριον ἔσεσθαι τὸ πάθος, ὃ τῶν ἄλλων ἐστὶν ἐπιφανῶς ἀσθενέστερον. ἕνα δὲ ὅρον προέθηκεν ἐν τῷ προκειμένῳ ῥησιδίῳ δυοῖν συμπτωμάτων, τῆς δίψης καὶ τοῦ ἐκχλοιοῦσθαι, τὴν ἐπίσχεσιν. τὸ μὲν γὰρ τῆς δίψης οὐδ' ὅλως ἴδιον ἐπισχέσεως αἵματός ἐστιν, τὸ δὲ ἐκχλοιοῦσθαι ταῖς ἀμέτροις ἐκρύσεσι τοῦ αἵματος, οὐ ταῖς ἐπισχέσεσιν ἕπεται. καὶ καλῶς εἴρηται κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν αἵματος πολλοῦ ῥυέντος ἐκχλοιοῦσθαι, ἔνθα καὶ τὸ σημαινόμενον ἐξηγησάμην ἐκ τῆς 'ἐκχλοιοῦται' φωνῆς.

   Τὰ εὔθετα ταραχώδεα, ἄγρυπνα, ἀποστάξαντα, ἑκταῖα κουφισθέντα, νύκτα πονήσαντα, εἰς τὴν αὔριον ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμορραγήσει [796] λάβρως. ἆρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει;

   Ἐδήλωσε πάλιν ἐνταῦθα σαφῶς αὐτὸ ‹τὸ› ἐν ταῖς κατὰ μέρος συνδρομαῖς φαινόμενον· αἱμορραγίας γάρ εἰσιν ἴδια σημεῖα τὰ γεγραμμένα σαφῶς ἐφεξῆς ἐν τοῖς Περὶ κρίσεων ὑπομνήμασι, νῦν δὲ ἐπ' ἀνθρώπου λάβρως αἱμορραγήσαντος πάντα τὰ προηγούμενα τῆς αἱμορραγίας ἔγραψεν.

   Οἷσιν αἱμορραγίαι πλείους, προεληλυθότος χρόνου κοιλίαι πονηρεύονται, ἢν μὴ τὰ οὖρα πεπανθῇ.

   Ἐν μὲν τοῖς Ἀφορισμοῖς ὁ Ἱπποκράτης εἶπεν· "οἷσιν ἐν πυρετοῖσιν αἱμορραγέει πλῆθος ὁκοθενοῦν, ἐν τῇσιν ἀναλήψεσιν τούτοισιν αἱ κοιλίαι καθυγραίνονται," οὗτος δὲ ἁπλῶς ἔφη πονηρεύονται, τάχα περιλαβεῖν τῷ πονηρεύονται ῥήματι βουληθεὶς καὶ τὸ 'ἐξυγραίνονται' [797] καὶ τὰ ἄλλα ὅσα κατὰ κοιλίαν πλημμελεῖται, τινῶν μὲν δακνομένων, τινῶν δ' ἐμφυσωμένων ἢ ὀξυρεγμίαις ἁλισκομένων ἢ ὅλως ἀπεπτούντων. ἅπαντα δ' ἕπεται τῇ τῆς ἐμφύτου θερμασίας ἐνδείᾳ, δι' ἣν καὶ τὸ οὖρον ὑδατῶδες φαίνεται.

   Ἐν κρισίμοις περιψύξεσι τῶν αἱμορραγιῶν αἱ νεανικαὶ κάκισται.

   Σαφὴς ὁ λόγος ἐστὶν καὶ ζήτημα οὐδὲν ἔχων νεανικαὶ καὶ κάκισται γεγραμμένων. ἂν δ', ὡς ἔνια τῶν ἀντιγράφων, ἀντὶ τοῦ κάκισται τὸ κράτισται γεγραμμένον ἔχῃ, μέγιστον γίνεται ζήτημα· καί τινες αὐτῷ συναγορεύοντές φασι τὸ δηλούμενον εἶναι τοιοῦτον· 'ὅσαι αἱμορραγίαι νεανικαὶ περιψύχονται ἐν κρισίμοις ἡμέραις, ἄρισταί εἰσιν, ὡς ἂν ἐπισχοῦσαι τὰς αἱμορραγίας.' οὗτοι δὲ οὐ τὴν γεγραμμένην ἐξηγοῦνται ῥῆσιν, ἀλλ' ἑτέραν, ἧς ἔδει τὴν λέξιν εἶναι τοιαύτην· 'αἱ ἐν κρισίμοις [798] περιψύξιες τῶν νεανικῶν αἱμορραγιῶν κράτισται' πρὸς τῷ καὶ μάτην προσκεῖσθαι τὸ κρισίμοις. ἐν ᾗ γὰρ ‹ἂν› ἡμέρᾳ νεανικαῖς αἱμορραγίαις περιψύξιες ἐπιγένωνται, τὰς αἱμορραγίας ἱστῶσιν.

   Οἱ καρηβαρικοί, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι αἱμορραγικοί, ἄλλως τε καὶ ἤν τι ἐν τραχήλῳ ἐντείνῃ.

   Αἱμορραγοῦσι μὲν καὶ κατὰ τὰς τοιαύτας συνδρομάς, οὐ μὴν πολλοί γε.

   Τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ αἱμορραγικά, ἄλλως τε καὶ ἢν μή τι προερρυήκῃ· ἆρά γε φρίξαντα ‹κάτοχα, κεφαλαλγικά›;

   Καὶ ταύτῃ τῇ συνδρομῇ τὸν αὐτὸν προσθήσω λόγον, ὡς ἔνιοι καὶ τούτων αἱμορραγοῦσιν κατὰ τὰ κεφαλαλγικά.

[799]    Τραχήλου ὀδυνώδεα, ὄμματα ἐξέρυθρα, αἱμορραγικά.

   Ὄντως ταῦτα συνελθόντα πολλάκις αἱμορραγίας ἤνεγκε, τὰ δ' ἄλλα τὰ πρόσθεν ὀλιγάκις. ἐν αὐτοῖς δὲ μεγίστην δύναμιν ἔχει τὰ ἐξέρυθρα ὄμματα.

   Οἷσι κοιλίης ἐπιστάσης αἱμορραγέει καὶ ἐπιρριγέει, ἆρα κοιλίη λειεντεριώδης καὶ ἐπίσκληρος ἢ ἀσκαρίδες ἢ ἀμφότερον;

   Τῷ αἱμορραγέει ἐμφαίνεται πολλάκις οὐχ ἅπαξ αἷμα ῥυῆναι ἐκ τῆς ῥινὸς ἀξιοῦν ἀκούειν. ἑωρακέναι δέ μοι δοκεῖ τινα, ὃς ἐπισχεθείσης τῆς γαστρὸς ᾑμορράγει, εἶτ' ἐπερρίγου καὶ μετὰ ταῦτα ἐγίνετο λειεντεριώδης. τὸ δὲ καὶ ἐπίσκληρον ἅμα τῇ λειεντερίᾳ γενέσθαι [800] τὴν γαστέρα μάχην ἐμφαίνει, οἷον δή τινες μὲν ἐπ' αὐτοῦ τοῦ σώματος τῆς γαστρὸς αὐτὸ ἐπήκουσαν τὸ ἐπίσκληρον, οὐκ ἐπὶ τῶν διαχωρημάτων, ἔνιοι δὲ οὐδὲν τοῦτο κωλύειν φασὶ τινὰς μὲν τῶν οὕτως αἱμορραγούντων ἔτι μᾶλλον ἢ πρόσθεν ἐπισκληρυνθῆναι τὴν γαστέρα, τινὰς δὲ λειεντεριώδεις γενέσθαι, καθάπερ γε καὶ σχεῖν ἀσκαρίδας. ἔνιοι δὲ καὶ δύνασθαί φασι λειεντερίαν ἐπίσκληρον γενέσθαι, τῶν διερχομένων οὐ μόνον ἀτρέπτων ἢ ἀμεταβλήτων κατὰ ποιότητα μεινάντων, ἀλλὰ καὶ σκληρῶν οἷα κατεπόθη μενόντων ἄνευ τοῦ διαβραχῆναι.

   Διοσκορίδης δὲ τὴν προκειμένην ῥῆσιν ταύτην διχῆ ἑλὼν ἰδίᾳ μὲν γράφει τὸ "οἷσι κοιλίης ἐπίτασις, αἱμορραγέει καὶ ἐπιρριγώσασι, ἆρά γε καὶ πρὸς τὸ αἱμορραγέει τοιοῦτον;" μετὰ ταῦτα δὲ ἀφ' ἑτέρας ἀρχῆς "κοιλίη λειεντεριώδης ἢ ἐπίσκληρον ‹ἢ› ἀσκαρίδας ἢ ἀμφότερον". γράφει δὲ οὐκ ἐπίσκληρος, ἀλλ' ἐπίσκληρον διὰ τοῦ ν, καὶ κατ' αὐτοῦ τὸ Λ ἄνωθεν ἐπιθεὶς ἑκατέρωθεν περιστίζει βούλεται σημαίνειν τὴν ἐπίσκληρον ταύτην φωνὴν τὸ κατεσκληρυκὸς σῶμα.

[801]    Οἷσιν ἐξ ὀσφύος ἀναδρομὴ ἐς κεφαλὴν καὶ χεῖρας, ναρκώδεες, καρδιαλγικοί, ἰχωρώδεες, αἱμορραγέουσι λάβρως καὶ κοιλίη δὲ καταρρήγνυται, τούτοισι καὶ γνῶμαι ταραχώδεες ἐπὶ πολύ.

   Πρόσεχε πάλιν ἐνταῦθα τὴν συνδρομὴν αὐτῷ γράφοντι, καθὼς ἐθεάσατό τινας αἱμορραγήσαντας, καὶ εἰ μέμνησαι τῶν ὑπ' ἐμοῦ διδαχθέντων, αὐτὸς κρίνειν δύνασαι, τίνα περιττῶς γέγραπται γενόμενα τοῖς αἱμορραγήσασι τῶν σημείων. τὰ μὲν οὖν ἄλλα τῆς ῥήσεως ὡσαύτως οἱ πλεῖστοι γράφουσι, τὸ δὲ ἰχωρώδεες ἔνιοι χολώδεες ἔγραψαν. πρόδηλον δέ ἐστιν, εἰ μέμνησαι τῶν ἔμπροσθεν, ὅπως ἑκάτερα δύναται συναγορεύεσθαι.

   Οἷς ἐφ' αἱμορραγίῃ λάβρῳ πυκνῇ μελάνων συχνῶν διαχώρησις, ἐπιστάσης δ' αἱμορραγοῦσιν, [802] οὗτοι κοιλίας ὀδυνώδεες, ἅμα δέ τινι ῥύσει εὔφοροι. ἆρα οὗτοι ψυχροῖς ἐφιδρῶσι πολλοῖς; τὸ ἀνατεταραγμένον ἐν τούτοισιν οὐ πονηρὸν οὐδὲ τὸ ἐφιστάμενον γονοειδές. ἐπὶ συχνὸν δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν.

   Καὶ ταῦτα πάντα δῆλός ἐστιν τεθεαμένος ‹μέν, οὐ› δυνάμενος δὲ τὸ καθόλου συλλαβεῖν ἐπ' αὐτοῖς διὰ τὸ μὴ γινώσκειν ἑκάστου τῶν εἰρημένων τὴν δύναμιν, ἣν ἔμαθες, εἰ μέμνησαι τῶν ἔν τε τούτοις τοῖς ὑπομνήμασιν εἰρημένων καὶ τῶν Εἰς τὸ προγνωστικόν, ἔτι τε ἐν τοῖς Περὶ κρίσεων· ἀλλὰ καὶ τὴν ἐν αὐτοῖς ἄσκησίν τε καὶ γυμνασίαν ἐκ τῶν τῶν Ἐπιδημιῶν ἔμαθες. οὐ χρὴ δ' ἅπαξ ἢ δὶς ἀναγνόντα τῶν τοιούτων οὐδὲν ἐᾶν σε τοῦ λοιποῦ θαρρήσαντα τῇ μνήμῃ. μόλις γὰρ ἄν τις ἑτοίμην τε καὶ πρόχειρον αὐτὴν σχοίη, συνεχῶς μεταχειριζόμενος ἕκαστα τῶν ὑπομνημάτων.

[803]    Οἷς ἂν ἀπὸ ῥινῶν ἐπὶ κωφώσει καὶ νωθρίῃ μικρὰ ἡ ἀπόσταξις, ἔχει τι δύσκολον· ἔμετος τούτοισι συμφέρει καὶ κοιλίης ταραχή.

   Οὐκ οἶδ' ὅπως ὡς περὶ σμικροῦ κακοῦ τῆς ἐκ τῶν ῥινῶν ἀποστάξεως φρονεῖ. τὸ γὰρ ἔχει τι δύσκολον ἐπὶ τῶν μικρῶν εἰώθασιν λέγειν οἱ ἄνθρωποι. τὸ δὲ ἔστιν οὐ σμικρὸν κακόν, εἰ καὶ χωρὶς κωφώσεως καὶ νωθρότητος γένοιτο· σὺν ‹δὲ› τούτοις δηλωτικοῖς οὖσι τοῦ πεπονθέναι τὸν ἐγκέφαλον ὀλέθριον ἔσται σημεῖον ἡ ἀπὸ ῥινῶν στάξις. εἰ δ' ἔμετος ἢ κοιλίης ταραχὴ συμφέρει τούτοις, δυνατὸν οὐκ ἔστιν ἁπλῶς ἀποφήνασθαι χωρὶς διορισμοῦ. διορισμὸς δέ ἐστιν· ἐν οἷς ἂν ἐν ἀρχῇ τοῦ νοσήματος ᾖ, ὅταν δύναμιν ἰσχυρὰν ἢ αἵματος ἔχῃ πλῆθος ἢ φλέγματος ἢ χολῆς ὁποτερασοῦν. εἰ γὰρ ἰσχυρῶς κενοῖντο πλῆθος αἵματος ἔχοντες, εὔδηλον ὅτι φλεβοτομίας, οὐκ ἐμέτων ἢ γαστρὸς ταραχώδους [804] δέονται. καὶ τοῦτ' αὐτὸ κατὰ τοὺς ἐμέτους καὶ τὴν τῆς γαστρὸς ταραχὴν δηλοῦν ἐστιν, ὅπερ εἴρηται πρότερον, τὸν ἰατρὸν ἀξιοῦντα αὐτὸν κινεῖν ἔμετον καὶ τὴν γαστέρα ταράττειν, μὴ περὶ τῶν ὑπὸ τῆς φύσεως γιγνομένων ἀποφαινόμενον.

   Ἧισιν ἐκ ῥίγεος πυρετοὶ κοπώδεες, γυναικεῖα κατατρέχει, τράχηλος δ' ἐν τούτοις ὀδυνώδης αἱμορραγικόν.

   Καὶ χωρὶς τοῦ ῥιγῶσαι μετὰ τοῦ πυρετοῦ ταῖς ὑγιαινούσαις γυναιξὶν ἡ ἔμμηνος κάθαρσις †εἴτε μετά τινος αἰσθήσεως κοπώδους· ὅταν οὖν καὶ ῥίγη γένηται, μείζονα τὴν κίνησιν ἐργαζόμενα ὅλου τοῦ σώματος καὶ τοῦ κατ' αὐτὸ πλεονάζοντος αἵματος ἐπεγείρει τὴν φύσιν εἰς ἀπόκρισιν τοῦ περιττοῦ, μᾶλλον δ' ἐλπὶς γενέσθαι τὴν κένωσιν τῶν γυναικείων, ὅπερ ἔστι τῶν καταμηνίων, ἐὰν καὶ ἡ προθεσμία τῆς κατὰ [805] περίοδον καθάρσεως ἐμπέσῃ. ἐὰν μέντοι τράχηλος ὀδυνώδης ἐπὶ τοῖς προειρημένοις γένηται, τῆς ἄνω ῥοπῆς αὐτὸ τίθεται γνώρισμα.

   [καὶ διὰ ῥινῶν αἱμορραγήσασιν ἐλπίζειν] Τὰ σείοντα κεφαλὴν καὶ τὰ ἠχώδεα αἱμορραγίας ἢ γυναικεῖα καταβιβάζει, ἄλλως τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθήσῃ. ἴσως δὲ καὶ περὶ δυσεντεριῶν.

   Προσέγραψεν ἐνταῦθα πάλιν ἓν ἀμφίβολον ὄνομα, πᾶσαν ῥῆσιν ἔργον πεποιημένος ἔχειν τι ζήτημα. τίνα γάρ ἐστιν τὰ σείοντα κεφαλήν, ἀσαφὲς πάνυ. τινὲς μὲν ἅπαντα τὰ κατὰ τὴν κεφαλὴν συμπτώματά φασιν οὕτως εἰρῆσθαι γενικήν τινα φωνὴν ταύτην εὑρόντος αὐτοῦ, καθάπερ ἔμπροσθεν ἐπὶ τῆς κοιλίας τὸ "πονηρεύεσθαι", τινὲς δὲ κατὰ τοὺς παλμοὺς ἢ σφυγμοὺς τῶν ἐν κροτάφῳ φλεβῶν κινήσεις τινὰς [806] τῆς ὅλης κεφαλῆς ἤτοι τρομώδεις ἤ πως κλονώδεις. ταῦτ' οὖν τὰ σείοντα κεφαλὴν ἢ κινοῦντα ‹ποιεῖ› ποτε καὶ τὰς ἐκ τῶν ῥινῶν αἱμορραγίας, ὥσπερ γε καὶ καταμήνια· μᾶλλον δ' ἐλπίζει τοῦτ' ἔσεσθαι, καύματος αἴσθησιν ἐχούσης ἐν τοῖς κατὰ ῥάχιν χωρίοις τῆς γυναικός, ἐγχωρεῖν δ' ἡγεῖται τὴν ἐπὶ τὰ κάτω ῥοπὴν τῶν λυπούντων, εἰ μὴ διὰ τῆς μήτρας κενωθείη, καὶ δυσεντερίαν ἐργάσασθαι.

   Καὶ οἱ κατὰ κοιλίην παλμοὶ ὑποχονδρίου ἐντάσει ὑπομάκρῳ ὀγκώδει αἱμορροϊκοί· φρικώδεες οὗτοι.

   Ἄδηλόν ἐστιν, ἐπὶ τίνος συμπτώματος εἴρηται τὸ τῶν παλμῶν ὄνομα. πρὸς γὰρ τῷ μηδὲ διακεκρίσθαι σαφῶς τὰς προσηγορίας τῶν παλαιῶν, ὡς δηλοῖ καὶ τὸ Περὶ παλμῶν βιβλίον, ἐν ᾧ περὶ τῶν κατὰ τὰς ἀρτηρίας σφυγμῶν διαλέγεται, οὕτω καὶ αὐτὸς ὁ γράψας τοῦτο τὸ βιβλίον εὐχερής ἐστιν εἰς θέσιν ὀνομάτων ἐκ καταχρήσεως ἢ μεταφορᾶς.

[807] ἴσμεν δ' ὅτι κατὰ τὸ Προγνωστικὸν εἰπὼν Ἱπποκράτης· "εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ", ἐπήνεγκε "θόρυβον σημαίνει ἢ παραφροσύνην". ἤκουσαν δὲ κἀκεῖ τινὲς μὲν ἀντὶ τοῦ σφυγμοῦ παλμὸν εἰρῆσθαι, τινὲς δὲ κυρίως ἐπὶ τῆς σφοδρᾶς κινήσεως τῆς κατὰ ῥάχιν ἀρτηρίας, εἰσὶ δὲ καὶ οἳ παλμὸν ἔγραψαν.

   οὐ μὴν αἱμορραγικὸν εἶναι σημεῖον ἀπεφήνατο κατὰ τὸ Προγνωστικὸν ὁ Ἱπποκράτης τὸν σφυγμὸν τοῦτον ὑπάρχειν, ἀλλ' ἐφεξῆς περὶ τῶν καθ' ὑποχόνδριον φλεγμονῶν γράψας προσέθηκε τῷ λόγῳ· "γίνεται δὲ τούτοισι καὶ αἵματος ῥῆξις διὰ ῥινῶν καὶ κάρτα ὠφελέει." καὶ ἵνα γε μᾶλλον ἐλπίσῃς ἔσεσθαι τὴν ἐκ τῶν ῥινῶν αἱμορραγίαν, ἐπανερέσθαι φησίν, 'εἰ κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυώττουσιν· εἰ γὰρ εἴη τούτων τι, ἐνταῦθα ἂν ῥέποι.' καλῶς δ' εἰπόντος Ἱπποκράτους ἐπὶ τῶν καθ' ὑποχόνδριον φλεγμονῶν "γίνεται δὲ τούτοισιν καὶ αἵματος ῥῆξις διὰ ῥινῶν," οὗτος κἀνταῦθα τὸν λόγον ἐκ τοῦ καθόλου μετήγαγεν ἐπὶ τὸ κατὰ μέρος εἰπών· ὑποχονδρίου ἐντάσει ὑπομάκρῳ.

[808] ἡ δὲ ὑπόμακρος ἔντασις αὕτη τῶν ‹β› μυῶν ἂν εἴη τῶν μέσων, οἵτινες ἀπὸ τοῦ θώρακος ἐπὶ τὰ τῆς ἥβης ὀστᾶ καταφέρονται. γίγνεται δὲ καὶ σπληνὸς ὑπόμακρος φλεγμονή, ἀλλ' οὐκ ἄν τις φαίη μετὰ παλμοῦ γιγνομένας ταύτας τὰς φλεγμονὰς αἱμορραγικὰς εἶναι, τὴν δ' ἥπατος φλεγμονὴν τῶν ἄλλων μυῶν τῶν καθ' ὑποχόνδριον (ἓξ γάρ εἰσιν ὑπόλοιποι τῶν εἰρημένων δύο μυῶν) εἶναι καὶ αὐτὰς τὰς αἱμορραγίας.

   ὅπερ οὖν ἐν πολλαῖς ῥήσεσιν ἐμεμψάμην τοῦ τὸ βιβλίον τοῦτο γράψαντος, οὐκ ἂν ὀκνήσαιμι καὶ τὰ νῦν μέμψασθαι περὶ τῶν κατὰ μέρος ἀπόφασιν πολλὴν ποιησαμένου, σύντομον δὲ καὶ ἀληθῆ διδασκαλίαν διὰ τῶν καθόλου παραλιπόντος. καὶ γὰρ καὶ κατὰ τὸ τέλος τῆς ῥήσεως οὗτοι προσέθηκεν φρικώδεες, ὡς καθόλου καὶ τοῦτο συμβαῖνον αὐτοῖς, καίτοι γ' οὐκ ὂν καθόλου. γίνεται μὲν γὰρ ἐπὶ ταῖς τοιαύταις συνδρομαῖς ἐνίοτε καὶ τουτὶ τὸ σύμπτωμα, διὰ παντὸς δ' ἢ πλειστάκις οὐ γίγνεται. χρὴ δὲ ταῦτα γράφειν ἐν τῇ προρρητικῇ διδασκαλίᾳ, ὅσα διὰ παντὸς ἢ πλειστάκις γίγνεται. οἷον ἵν' ἐπὶ τοῦ προκειμένου [809] καθάπερ ἐπὶ παραδείγματος ὁ λόγος γένηται σαφής, εἴ τις φαίη τῶν κατ' ἐπιγάστριον μυῶν ὀκτὼ τὸν ἀριθμὸν ὄντων τοὺς μέσους, τοὺς ὀρθίους, αἱμορραγικωτέρους τῶν ἄλλων εἶναι, πλέον τι διδάξει τοῦ αἱμορραγίας ἐπιγίνεσθαι λέγοντος, ἔτι δ' εἰ ἁπλῶς μόνους τούτους εἴποι φλεγμαίνοντας, εἴπερ καὶ ἄλλο τι τῶν αἱμορραγικῶν αὐτοῖς ἐπιγένοιτο σημείων, ἐπιφέρειν αἱμορραγίαν.

   Ἐκ ῥινῶν λάβρα βίαια πολλὰ ῥυέντα ἔστιν οἷσι σπασμοὺς προσάγεται, φλεβοτομία λύει.

   Εἰ ἁπλῶς εἰρήκει σπασμοὺς προσάγεσθαι ταῖς τοιαύταις αἱμορραγίαις, ἐμεμψάμεθ' ἂν αὐτόν, ὥσπερ ἐν ἄλλοις πολλοῖς οὕτω κἀνταῦθα τὸ κατὰ μέρος ἀποφηνάμενον ὡς καθόλου· ἐπεὶ δὲ προσέθηκεν ἔστιν οἷσι, ἐπαινοῦμεν ἀληθεύοντα. καὶ γὰρ καὶ ἡμεῖς [ὡς] εἴδομεν πολλάκις [810] ἐπὶ τοιαύταις αἱμορραγίαις σπασθέντας τινὰς οὐ μόνον διὰ τὴν ὑπερκένωσιν, ἀλλὰ καὶ διὰ τὴν ψύξιν, ἣν ψύχουσιν οἱ ἰατροὶ τὴν κεφαλὴν ἐπισχεῖν βουλόμενοι τὴν αἱμορραγίαν.

   τὸ δὲ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον φλεβοτομίη λύει τοιόνδε τι φαίνεται δηλοῦν· τὰς τοιαύτας διαθέσεις, ἐφ' αἷς σφοδρῶς αἱμορραγοῦσι, φλεβοτομία πρὸ τῆς αἱμορραγίας λύει παραληφθεῖσα. δῆλον γὰρ ὅτι βαρυνομένη τῷ πλήθει τοῦ αἵματος ἡ φύσις ὥρμησε μὲν ἐπὶ τὴν ἀπόκρισιν αὐτοῦ, κρατῆσαι δὲ τοῦ συμμέτρου μὴ δυνηθεῖσα τὴν καλουμένην ὑπὸ τῶν νεωτέρων ἰατρῶν 'ὑπέρκρισιν' εἰργάσατο.

   δύναται δὲ καὶ αὐτῆς τῆς σφοδρᾶς αἱμορραγίας βοήθημα τὴν φλεβοτομίαν εἰρηκέναι. καὶ γὰρ καὶ ἡμεῖς πολλάκις ἐπειράθημεν τοῦ βοηθήματος ἐναργῶς ἱστάντος τὴν ἄμετρον φορὰν τοῦ αἵματος. εὔδηλον δ' ὅτι τὴν κατ' εὐθὺ χεῖρα τέμνειν χρὴ τοῦ μυκτῆρος, ἐξ οὗ ῥεῖ τὸ αἷμα λάβρως, καὶ ταύτης αὐτῆς τῆς χειρὸς τὴν ὠμιαίαν φλέβα διαιρεῖν· [811] εἰ δ' ἐξ ἀμφοτέρων, οὐδὲν κωλύει διαιρεῖν ἀμφοτέρας. οὐ γὰρ ὑπὲρ τοῦ κενῶσαι δι' αὐτῶν, ἀλλ' ἀντισπάσεως ἕνεκα τὴν τομὴν ποιούμεθα.

   Αἱ πυκναὶ κατὰ μικρὸν ἀναστάσιες ὑπόξανθοι γλίσχραι, ἔχουσαι μικρὰ κοπρώδεα μεθ' ὑποχονδρίου ἀλγήματος καὶ πλευροῦ ἰκτεριώδεες. ἆρα δὲ ἐπιστάντων αὐτῶν οὗτοι ἐκλύονται ἅμα τε καὶ αἱμορραγέει; τούτοις τάσις ὀσφύος, ἀλγήματα ἐν τούτοισιν αἱμορραγικά.

   Συνεφόρησε πάλιν ἐνταῦθα συμπτωμάτων πλῆθος οὐχ ὁμογενῶν, ὑπὲρ ὧν ‹ὡς› ἑωρακὼς οὐδ' αὐτὸς διατείνεται· ἑκάστου ‹δὲ› τὴν δύναμιν ἔμαθες ἐν οἷς ὀλίγον ἔμπροσθεν εἶπον Ἱπποκρατείοις μὲν συγγράμμασιν, ἡμετέροις δ' ὑπομνήμασιν.

[812]    Ὑποχονδρίου ἔντασις μετὰ καρηβαρίης καὶ κωφώσιος καὶ τὰ πρὸς αὐγὰς ὀχλεῦντα αἱμορραγικά [ἢ τὰ πρὸς αὐτὰς ὀχλοῦντα].

   Βούλεται δηλοῦν ἅπερ Ἱπποκράτης "σκοτώδεα περὶ τὰς ὄψεισ" εἴρηκεν, ὄντα ἐν τῇ εἰρημένῃ συνδρομῇ τῶν συμπτωμάτων αἱμορραγικῇ, καθὼς διὰ τῶν ἡμετέρων ὑπομνημάτων ἔμαθες. ἀναγινώσκειν γὰρ ἄρτι πάλιν, ὧν πολλάκις ἐμνημονεύσαμεν, εἰς μῆκος λόγου ἐκτείνειν ἐστὶν τὰ ὑπομνήματα.

   Ἑνδεκαταίοισι στάξιες δύσκολοι, ἄλλως τε καὶ ἢν δὶς ἐπιστάξῃ.

   Τὸ μὲν δὶς ἐπιστάξῃ περιττόν· εἰ γὰρ καὶ τρὶς ‹καὶ› τετράκις καὶ πεντάκις, ὁμοίως ἄτοπον. ἁπασῶν δ' οὐσῶν τῶν ἀπὸ ῥινὸς στάξεων [813] χαλεπῶν, ὅταν παχεῖαι καὶ μέλαιναι ‹αἱ› ἀποστάξεις, ταύτας ὀλεθριωτάτας εὑρήσεις. εἰ δὲ κατά τινας τῶν ἐπιδήλων ἢ κρισίμων ἡμερῶν συμβαίνει τὸ τοιοῦτον, βεβαιότερον ἔξεστι προδηλῶσαι. ἐπίδηλος δὲ καὶ ἡ ια τῆς ιδ, ὥστε τοῦ λεγομένου καθόλου θεωρήματος ὑπ' ἐμοῦ νῦν ὁ γράψας τὸ βιβλίον ἕν τι τῶν κατὰ μέρος εἶπεν, ἑνδεκάτης μνημονεύσας ἐν αὐτοῖς ἡμέρας· ἔδει δὲ τὸ καθόλου περὶ τῶν ἐπιδήλων τε καὶ κρισίμων εἰρηκέναι τοῦτον.

   Τὰ φρίκῃσιν ἅμα ἱδρώσαντα κρισίμως, εἰς δὲ τὴν αὔριον φρίξαντα παραλόγως, ἀγρυπνεῦντα μὴ πεπαινόμενα αἱμορραγήσειν οἴομαι.

   Καλῶς εἶπεν οἴομαι, διατείνεσθαι περὶ τῆς προρρήσεως τῶν μήτε διηνεκῶς μήθ' ὡς τὸ πολὺ γινομένων ἀφελών.

[814]    Οἷσιν ἐξ ἀρχῆς αἱμορραγίαι λάβραι, ῥῖγος ἵστησι ῥύσιν.

   Ῥῖγος ἔστιν ὅτε μέτριον ἐθεασάμεθα προηγησάμενον αἱμορραγίας ἐν πλήθει σώματος. ταραχὴν γὰρ ἐν αὐτῷ ποιῆσαν ἐπεγείρει τὴν φύσιν ἀποκρῖναι τὸ λυποῦν. ὡς τὸ πολὺ μὲν οὖν ἱδρῶτες ἔμετοί τε χολωδῶν καὶ διαχωρήσεις ἐπὶ τῷ ῥίγει γίνονται. συμβαίνει δ', ὡς ἔφην, ἐνίοτε καὶ δι' αἱμορραγίαν κενωθῆναι τὸ πλῆθος, ἐὰν δὲ ἐπιγένηται λάβρα αἱμορραγία, ἀντισπᾶται.

   Ἐξ αἱμορραγίας ῥίγεα μακρά.

   Ὅταν μὴ παύσῃ τὴν νόσον ἡ αἱμορραγία, διαδέξηται δ' αὐτὴν ῥῖγος, ἑκάτερον γίνεται μακρὸν ἐκ τοῦ τοῦτο δυσεκθέρμαντον εἶναι καὶ [815] τοῦ περιμένειν ἔτι πλείοσιν ἡμέραις, γινόμενον ἐκ περιόδου μὲν ὡς τὸ πολύ, συμβαῖνον δέ ποτε καὶ πεπλανημένως.

   Οἷσι κεφαλαλγίαι καὶ τραχήλου πόνος καὶ ὅλου δέ τις ἀκράτεια τοῦ σώματος τρομώδης, αἱμορραγικὰ λύουσιν. ἀτὰρ καὶ οὕτως χρόνῳ λύεται.

   Πολλὰς ἐν τούτῳ παντὶ τῷ λόγῳ συνδρομὰς ἐφεξῆς ἀλλήλων ἔγραψεν μὴ δυνάμενος ἐν ὀλίγῳ περιγράψαι τὴν καθόλου μέθοδον ἐπὶ τῶν αἱμορραγησάντων. ἐπισκέπτεσθαι γὰρ χρὴ δύο ταῦτα πρῶτα, πυρετὸν θερινὸν ἱκανῶς, ὥσπερ οἱ καῦσοι, καὶ τὰ περὶ τὴν κεφαλὴν καὶ ‹τὸν› τράχηλον συμπτώματα καὶ μάλιστ' αὐτῶν τὰ πληθωρικά (συναριθμῶ δὲ δηλονότι τῇ κεφαλῇ καὶ τὰ κατὰ τὸ πρόσωπον), εἶθ' ἑξῆς ‹ἃ› αἵματος πλήθους ἐστὶν ἐν ὅλῳ τῷ σώματι σημεῖα. καὶ τούτων οὐδὲν ἧττον, [816] ‹εἰ› ἐφ' ὥρᾳ θέρους ἢ ἐαρινῇ χώρᾳ τε τῶν εὐκράτων ἢ τῶν θερμοτέρων καθ' ὑποχόνδρια φλεγμονή τις, ἐφεξῆς δὲ τούτων τὰ περὶ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον αἱμορραγικὰ σημεῖα, καὶ εἴ τι κατὰ θώρακα καὶ ὑποχόνδρια τῆς ἄνω ῥοπῆς γνώρισμα. ταῦτα γὰρ ἅπαντα διὰ τῶν Περὶ κρίσεων ὑπομνημάτων ἐξηγησάμην καὶ μέντοι καὶ τῶν Εἰς τὸ Προγνωστικὸν καὶ τὸ πρῶτον τῶν Ἐπιδημιῶν, ἐν οἷς καὶ διώρισται τά τε μελλούσης ὅσον οὔπω γενήσεσθαι τῆς αἱμορραγίας σημεῖα καὶ τὰ μὴ τοιαῦτα.

   Οὖρα τοῖσι παρ' ὦτα ταχὺ καὶ ἐπ' ὀλίγον πεπαινόμενα φλαῦρα. καὶ τὸ καταψύχεσθαι ὧδε πονηρόν.

   Καὶ τὸ κατὰ ταύτην τὴν ῥῆσιν εἰρημένον ἐπὶ μέρους ἐστὶν ὑποπεπτωκὸς καθολικῷ λόγῳ· τὰ οὖρα κατὰ πᾶν νόσημα πυρετῶδες ταχὺ καὶ ἐπ' ὀλίγον πεπανθέντα, μετὰ ταῦτα δὲ παυσάμενα φλαῦρόν τι σημαίνει. πρόδηλον δ' ὅτι καὶ τὸ καταψύχεσθαι πονηρὸν οὐκ ἐν τούτοις [817] μόνον, ἀλλὰ καὶ πᾶσιν. οὐδὲ γὰρ ἐπὶ τῶν κοινῶν πρόσεστιν ἐξαίρετόν τι καθάπερ ἐπὶ τῶν καύσων· οὗτοι γάρ, ὅτι διακαεῖς ὄντες οὐκ ἐκθερμαίνουσι τὰ ἄκρα, κακοήθεις εἰσί, τῶν ἐπιεικῶν ὅλον τὸ σῶμα διακαιόντων ὁμαλῶς.

   Τὰ ὑποκαρώδεα ἰκτερώδεα οὐ πάνυ αἰσθανόμενα, ‹οἷσι λύγγεσ›, κοιλίη καταρρήγνυται, ἴσως καὶ ἐπίστασις, οὗτοι ἐκλύονται· ἆρα τούτοισι καὶ τὰ παρ' ὦτα;

   ‹Εἰ διὰ› τούτων ‹ὧν› ἡμεῖς ‹ἐγράψαμεν› ὑπο‹μνημάτων› μεμάθηκας τά τε τῶν παρωτίδων ἴδια σημεῖα καὶ τὰ τῶν ὀλεθρίως ἐχόντων γνωρίσματα, γνωριεῖς ῥᾳδίως τὰ νῦν εἰρημένα τῶν ἰδίων οὐκ ὄντα.

   Τὰ ἐπεσχημένα μετὰ ῥίγεος οὖρα πονηρά, ἄλλως τε καὶ προκαρωθέντι. τὰ παρ' οὖς, ἆρα ἐπὶ τούτοισιν ἐλπίς;

[818]    Ἐν μὲν ταῖς πρὸ τούτου ῥήσεσιν γράφειν ἐβούλετο αἱμορραγιῶν μελλουσῶν συνδρομὰς οὐ δυνάμενος, ὡς ἔφην, ἐν ὀλίγῳ περιλαβεῖν αὐτῶν τὰ ἴδια. πάλιν ἤδη δεύτερον ἔγραψεν ῥῆσιν ταύτην εἰς πρόρρησιν ἐσομένων παρωτίδων. ἔχει δ' οὐδὲν οὐδ' αὐτὴ τῶν ἰδίων μετὰ τοῦ καί τινα τῶν ὀλεθρίων μεμῖχθαι συμπτωμάτων, ἐφ' οἷς σπανίως γίνονται παρωτίδες. ὅτι δ' οὐδ' αὐτὸς ἐτόλμησεν ἀποφήνασθαι περὶ τῆς τῶν παρωτίδων γενέσεως †ἀλλὰ τὸ περίδηλον διὰ τοῦ προσθεῖναι τὸν ἆρα σύνδεσμον.

   Ἐκ στροφωδέων ὑπόστασις ἰλυώδης, ὑποπέλιος, κακή. ἆρά γε ἐκ τοιούτων ὑποχονδρίων ὀδυνᾶται; δοκέω δεξιόν. ἆρα καὶ χλοώδεες οἱ ‹τοιοῦτοι καὶ τὰ παρ' ὦτα› τούτοισιν ὀδυνώδεα ἐπ' ὀλίγον; κοιλίη καταρραγεῖσα τούτοισιν [ἐν ἅπασιν] ὀλέθριον.

[819]    Ἐν ἅπασι τοῖς ἄλλοις ἀντιγράφοις εὗρον ἐκ στροφωδέων ἐν ἀρχῇ τῆς ῥήσεως γεγραμμένον, ὅτι μὴ τοῖς Διοσκορίδου καὶ Καπίτωνος. οὗτοι γὰρ ἔγραψαν ἐκ τροφιωδέων, ὧν ὁ λόγος ἐπ' οὔρων λέλεκται, καὶ ἴδιον τούτων τὰς ὑποστάσεις Ἱπποκράτει τε καὶ τοῖς ὑπ' αὐτὸν σκοπεῖσθαι, μὴ τῶν διαχωρημάτων. αὐτὸς μὲν οὖν ὁ Διοσκορίδης τὰ τροφώδεα οὖρα λέγεσθαί φησι τὰ ἔχοντά τινα ἐν αὑτοῖς ἐμφερόμενα πεπηγότα παρὰ τὸ τρέφεσθαι, ὃ ἔστι πήγνυσθαι, γεγονότος τοῦ ὀνόματος. ἴσμεν γὰρ ὅτι καὶ ὁ ποιητὴς εἶπε τόδε "ὦκα περιτρέφεται κυκόωντι" δηλῶν τὸ 'περιπήγνυται'. οἱ δ' ἄλλοι σχεδὸν ἅπαντες ἐξηγηταὶ τὰς ἐν τοῖς διαχωρήμασιν ἰλυώδεις καὶ ὑποπελίους ὑποστάσεις εἰρῆσθαί φασι νῦν, ὅταν ὑγραίνηται γαστὴρ καὶ τὰ στροφώδη συμφωνεῖν ἡγοῦνται. τοὐπίπαν γὰρ αἱ τοιαῦται διαχωρήσεις μετὰ στρόφων γίγνονται.

   ὑφίστασθαι δή φησι τοῖς οὕτω διαχωρουμένοις ὑγροῖς οὖσιν ὑποστάσεις ἰλυώδεις ὑποπελίους, ὅταν μοχθηρὰ διάθεσις ᾖ, καθ' ἣν ἐκκρίνεται τὰ τοιαῦτα. καὶ τοὐπίπαν γε τοῖς τὰ τοιαῦτα διαχωροῦσι [820] τὸ ἧπαρ πεπονθέναι φασὶ καὶ διὰ τοῦτο καὶ αὐτὸν τὸν γραφέα προστεθηκέναι τῇ ῥήσει· ἆρα ἐκ τῶν ὑποχονδρίων ὀδυνᾶται; δοκέω δεξιόν. ἀεὶ μὲν γὰρ ἡπατικὰ τὰ τοιαῦτα διαχωρήματα, οὐ μὴν μετὰ φλεγμονῆς ἀεὶ τοῦ σπλάγχνου, διότι τῷ λόγῳ προσέθηκε τὸν ἆρα σύνδεσμον, ὡς οὐ δυνάμενος διατείνεσθαι, ὅτι τὸ δεξιὸν ὑποχόνδριον ὀδυνᾶται τοῖς οὕτω πάσχουσιν ‹ἀεί›. ἀλλὰ καὶ τὸ τούτοις ἐφεξῆς εἰρημένον τὸ ἐκχλοιοῦσθαι, προδήλως ἡπατικόν ἐστι σύμπτωμα, καθότι δέδεικται διὰ τοῦ δευτέρου τῶν Ἐπιδημιῶν. μετὰ ταῦτα προσέγραψε περὶ τῶν παρ' ὦτα.

   φαίνεται δὲ ταύταις ἁπάσαις ταῖς ῥήσεσιν ἐπὶ συνδρομαῖς τισι προγνώσεις αὐτῶν γράφειν καὶ τοῦτ' εἶναι μάλιστα [καὶ κατὰ τὴν] προκείμενον αὐτῷ καὶ κατὰ τὴν ἐνεστῶσαν ῥῆσιν, ἀλλ' οὐκ ἐτόλμησεν ἀποφήνασθαι περὶ αὐτῶν, καίτοι γε εἰωθὼς ἐπὶ τῶν κατὰ μέρος ὡς καθόλου πολλάκις ἀποφάσεις γράφειν. ἀλλὰ νῦν γέ φησι καὶ τὰ παρ' ὦτα τούτοισιν ὀδυνώδεα ἐπ' ὀλίγον, ἐμφαίνων πάλιν ὡς ἑωρακὼς εἴη τινὰ τοιοῦτον ἄρρωστον, ἐφ' οὗ ὑπὸ τῆς φύσεως ὁρμή τις ἐγένετο [821] πρὸς γένεσιν παρωτίδων, οὐ μὴν ἐξίσχυσέ γε ἀποθέσθαι ταύτῃ τὰ λυποῦντα καὶ συνέβη τῷ νοσοῦντι κοιλίας καταρραγείσης ὀλεθρίως ἔχειν, ὡς ἂν μὴ κρίσεως λόγῳ τῆς φύσεως ἐκκρινούσης κάτω τοὺς λυποῦντας χυμούς, ἀλλὰ δι' ἀρρωστίαν τῆς ἐν ἥπατι δυνάμεως.

   Ἐν τοῖσιν ἀσώδεσιν ἀγρύπνοισι τὰ παρ' οὖς μάλιστα.

   ‹Τὸ μάλιστα› προσέθηκεν ἐνταῦθα διὰ τὸ πολλάκις ἑωρακέναι ταῦτα καὶ οὐχ ἅπαξ, ὥστε κατὰ τὴν προκειμένην ῥῆσιν ἀληθές ἐστιν ἀσώδεις εἶναι, οἷς ἀνίστανται παρωτίδες, ἀλλ' οὐχ ἱκανὸν τοῦτο. καὶ γὰρ ὅτι παραφροσύνην ἀναγγέλλει τὰ τοιαῦτα συμπτώματα, διὰ τῶν ἔμπροσθεν ἐδήλωσεν. ἐὰν οὖν, ἅπερ ὁ Ἱπποκράτης ἡμᾶς ἐδίδαξεν, προδιασκεψάμενος ἐλπίσῃς ἔσεσθαι παρωτίδας, εἶτ' ἀσώδη καὶ ἄγρυπνον ἴδῃς τὸν κάμνοντα, ‹προσδόκα› γενήσεσθαι τὰς παρωτίδας.

   δι' ὧν δὲ σημείων ἐλπίσεις ἔσεσθαι τὰς παρωτίδας, ἔστιν ταῦτα.

[822] πρῶτον μὲν τὸ κοινὸν ἁπασῶν ἀποστάσεων, ὅτι χρονίζοντι περιέστηκε τῷ κάμνοντι, εἶθ' ἑξῆς εἰ ἀργὴ καὶ κατάρροπος ἡ νόσος ἢ θερμὴ καὶ ἀνάρροπος, εἶτα ‹ τὰ› περὶ τράχηλον καὶ κεφαλὴν βάρη καὶ τὰς ὀδύνας καὶ τὸ ἔρευθος τοῦ προσώπου. διὰ τοῦτο γάρ τοι προελπίσαντι παρωτίδας ἔσεσθαι βεβαιοτέρα πρόγνωσις ἔσται τῶν κατὰ τήνδε τὴν ῥῆσιν εἰρημένων ἐπιφανέντων. ἐκείνου μὲν πρὸ πάντων μέμνησο τοῦ λόγου. μετὰ ταῦτα, ὅτι νῦν πάντα τὰ σημεῖα καθ' ἕκαστον ἂν εἶπον, ‹εἰ μὴ› πρὸς Ἱπποκράτους αὐτοῦ γεγραμμένα ‹ἦν διὰ› δυοῖν ἤδη βιβλίοιν. ἐπίτασσε δ' αὐτοῖς ὅσα διὰ σφυγμῶν εἰς ἑκάστου πρόγνωσιν συντελοῦντα παραλέλειπται μὲν πρὸς Ἱπποκράτους, ἔχεις δὲ καὶ ταῦτα γεγραμμένα πρὸς ἡμῶν ἐν τῇ Περὶ σφυγμῶν πραγματείᾳ.

   Ἐπὶ εἰλεοῖσι δυσώδεσι πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ μετεώρῳ χρονιωτέρῳ, τὰ παρ' οὖς ἐπαρθέντα κτείνει.

[823]    Ἐν ταύτῃ τῇ ῥήσει γέγονε μέν τις ἀσάφεια καὶ δι' αὐτὸν τὸν γράψαντα, γέγονε δὲ καὶ διά τινας ἐξηγητὰς ἡγουμένους ἄδηλον εἶναι, πότερον καθ' ἕκαστον τῶν εἰρημένων συμπτωμάτων ὁ ἀνὴρ ἐλπίζειν ἡμᾶς ἀξιοῖ γενέσθαι παρωτίδας ἢ πάντων ἅμα συνελθόντων. ἐν ἀρχῇ μὲν γὰρ τούτου ‹τοῦ› συγγράμματος ἔτ' ἀγνοουμένης τῆς γνώμης αὐτοῦ προσηκόντως ἄδηλα τὰ τοιαῦτα ἄν τις εἶναι νομίσειεν, ἐν ὅλῳ δὲ τῷ βιβλίῳ πεῖραν ἱκανὴν ἐσχηκότων ἡμῶν τῆς προαιρέσεως αὐτοῦ καὶ γινωσκόντων ὅτι κατὰ συνδρομὰς ὧν εἶδε τὰς προγνώσεις γράφει, δῆλός ἐστι καὶ νῦν ἐπὶ πᾶσιν οἷς ἔγραψεν ἅμα γενομένοις ἀξιῶν ἡμᾶς ἐλπίζειν τὰς παρωτίδας ἔσεσθαι. ἀλλ' ὅτι θανατώδεις εἰσίν, εἰ γένοιντο, πρόδηλον ὡς καὶ νῦν ἑώρακά τινας τῶν οὕτω νοσούντων, οἷς παρωτίδων γενομένων ἠκολούθησε θάνατος.

   ὅτι ‹δὲ› διὰ τὰς παρωτίδας οὐκ ἐγενήθη [ἰστεόν, ὅτι ἰδεῖν ἔστιν τοιαύτασ], δῆλον ἐξ ὧν ἔγραψεν ὅτι ‹ὁ› μὲν ὀξὺς πυρετὸς ἦν οὐκ ἀκίνδυνος, ὁ δ' εἰλεὸς ὀλέθριον πάθος. ἐπεὶ δ' οὐδὲν πλέον ἔγραψεν, [824] ἀλλὰ δυσώδη τοῦτον εἶναι βούλεται, πολὺ δὴ μᾶλλον. ὅπως γὰρ ἂν ἀκούσῃς δυσώδη τὸν εἰλεόν, ὀλεθριώτερός ἐστι τοῦ μὴ δυσώδους. ἀκοῦσαι δ' ἐγχωρεῖ δυσώδη πρῶτον μὲν καθ' ὃν ἐμεῖται κόπρος, ὀλεθριώτατον σημεῖον, εἶθ' οὗ δυσώδης ἐστὶν ἡ ἐκπνοή, καὶ τρίτον οὗ δυσώδης ἐρυγή, καὶ τέταρτον οὗ φῦσα δυσώδης, καὶ πέμπτον οὗ δυσῶδες τὸ σῶμα· καὶ γὰρ ὁ τοιοῦτος εἰλεὸς ὤφθη ποθ' ἡμῖν.

   ‹Ἐκ› κωφώσιος ἐπιεικῶς τὰ παρ' ὦτα, ἄλλως τε καὶ ἢν ἀσῶδές τι ἐπιγένηται, καὶ τοῖσι κωματώδεσιν ἐπὶ τούτοισι μᾶλλον.

   Ἐπεὶ τὸ ἐπιεικῶς ἐν τῷ μεταξὺ τῶν πολλὴν ἐλπίδα καὶ τῶν ὀλίγην ἐχόντων ἐπὶ πάντων τῶν συμπτωμάτων λεγόμενόν ἐστιν, οὕτω καὶ ἄνθρωπον ἐπιεικῆ καλοῦμεν τὸν μέτριον, ᾧ μηδὲν ἄγαν πράττεται κατὰ τὸν βίον. ὁ τοίνυν ὅλος λόγος αὐτῷ τοιόσδε τίς ἐστιν· 'ἐὰν κώφωσις γένηται, ‹τὰ› παρ' οὖς ἔσεσθαι μετρίως ἔλπιζε', προστίθησι [825] δ' ὅτι ἐλπίζει τοῦ κάμνοντος ἀσώδους γενομένου, καὶ μᾶλλον, ὅταν καὶ κωματώδης ὁ αὐτὸς ἄρρωστος ᾖ. ἀλλὰ καὶ ταῦτα, καθάπερ καὶ τὰ πρὸ τούτων, οὐ μᾶλλόν ἐστι παραφροσύνης καὶ φρενίτιδος ἢ παρωτίδων σημεῖα, ‹› μὴ προσδιωρισμένως εἰπών, ἐπὶ μὲν χολώδεσι χυμοῖς ἐν ἀρχῇ νοσήματος αὐτῆς παραφροσύνης μᾶλλον εἶναι σημεῖον, προϊόντος ‹δὲ› τοῦ νοσήματος ἐπὶ χυμοῖς ἀπέπτοις καὶ παχυτέροις ‹τῶν παρωτίδων›, καὶ μᾶλλον, ὅταν φαίνηται περιεστηκυῖα ἡ τῶν παρωτίδων γένεσις. αὐτὸ γάρτοι καθόλου κεφάλαιόν ἐστιν ἐπὶ τῶν παρωτίδων, εἰ μὴ ‹χρονίζοι τὸ πάθος› καὶ εἴη περιεστηκὸς καὶ ‹ὁ› κάμνων τὴν ῥοπὴν τῶν ἐνοχλούντων χυμῶν εἰς τὸν περὶ τὴν κεφαλὴν ἔχοι τόπον. ὥστε πάλιν ἐνταῦθα δύναταί τις πλανώμενος ἐφ' ἑκάστῳ τῶν τὴν ῥοπὴν ἄνω σημαινόντων γράφειν ὡς ἐν προρρήσει παρωτίδας ἑπομένας. ἔστι δὲ καὶ τὰ νῦν εἰρημένα τῆς ἐπὶ τὴν κεφαλὴν ῥοπῆς σημεῖα, λέγω δὴ τήν τε κώφωσιν καὶ τὸ κωματῶδες. ‹τὸ δὲ ἀσῶδες› οὐ τούτων μᾶλλον ἢ τῶν κατὰ τὴν γαστέρα καὶ θώρακα πασχόντων ὑπάρχον σύμπτωμα, μεθ' ὁποτέρων ἂν γένηται, συνεπαύξειν τὴν ἐκείνων πρόγνωσιν.

[826]    Τὰ παρ' ὦτα φλαῦρα τοῖσι παραπληγικοῖς.

   Τὰς παραπληγίας ἔμαθες εἶναι τοιοῦτον πάθος ἑνὸς τῶν ἐν τῷ ζῴῳ μορίων, ὁποῖον τοῦ παντὸς σώματός ἐστιν πάθος ἀποπληξία. δοκεῖ δέ μοι τεθεαμένος ἴσως καὶ δύο καὶ τρεῖς παραπληγικοὺς μηδὲν ὠφεληθέντας ὑπὸ παρωτίδων ἀποφήνασθαι φλαῦρον εἶναι σημεῖον αὐτάς. ἐγὼ δ' οὐκ ἂν ἁπλῶς ἀποφηναίμην μοχθηρὸν εἶναι σημεῖον ἐπιγενομένας τοῖς παραπληγικοῖς παρωτίδας. ἀλλ' ἀρκεῖ τοῦτο μόνον εἰπεῖν, ὡς ἐλάττων ἐστὶν ἡ ἀπόστασις ἥδε τοῦ νοσήματος. ἐμάθομεν δὲ παρ' Ἱπποκράτους εἰπόντος ἀγαθὰς ἀποστάσεις εἶναι 'ἀξίως τῆς περιβολῆς τοῦ νοσήματοσ' εἰς τὰ κάτω τοῦ σώματος γινομένης, ὧν οὐδέτερον αἱ παρωτίδες ἔχουσι· καὶ γὰρ σμικρότεραι τοῦ πάθους εἰσὶ καὶ οὐ κάτω. τοῦτ' οὖν οὐκ ἀρκεῖ μόνον, ὀλεθρίας ἀποφήνασθαι.

[827]    Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως τὰ παρ' οὖς ἀνίστησιν.

   Ἔργῳ πάρεστίν σοι μαθεῖν, ὅπως ἐπὶ συνδρομῇ τήρησις οὐδὲν εὑρίσκει. χωρὶς γὰρ τοῦ τὴν φύσιν ἐπισκέψασθαι τοῦ πράγματος, ἐφ' οὗ τὴν πρόγνωσιν †εἰπεῖν θεραπείαν ποιησόμεθα, τὴν δύναμιν οὐκ ἔστι τῶν σημείων ἑκάστου κρῖναι. χωρὶς δὲ τοῦ γνῶναι τῶν πραγμάτων ἑκάστου τὴν δύναμιν ἀδύνατόν ἐστιν ἐπ' αὐτοῖς συστήσασθαι . καὶ τοῦθ' ὑμᾶς ἐδίδαξα κατὰ πάσας τὰς τέχνας γινόμενον, οὐ μόνον κατὰ τὴν ἰατρικήν. καὶ διὰ τοῦτο καὶ Ἱπποκράτης πλεῖστον ὅσον ὑπερεβάλετο τοὺς πρὸ αὐτοῦ τῶν ἁπλῶν φαρμάκων ἑκάστου τὴν δύναμιν ἐξευρών, ὡς ἐν ἅπασιν αὐτοῦ δέδεικται τοῖς συγγράμμασι.

   τούτου μὲν οὖν ἀεὶ μεμνῆσθαι χρή, πρὸς δὲ τὸν ἐνεστῶτα λόγον ἐπὶ μέρους ὄντα τοσοῦτον πάλιν ἐκ τοῦ καθόλου προσήκει λαβεῖν, ὅσον εἰς τὸν νῦν εἰρημένον ‹ἱκανόν› ἐστίν. αἱ μὲν γὰρ κατοχαὶ πάθη εἰσίν, [828] ὡς ἔμαθες, ἐγκεφάλου, καθάπερ γε καὶ οἱ δι' ὅλου τοῦ σώματος σπασμοί, περὶ ὧν νῦν αὐτὸν ‹εἰπεῖν› εἰκός ἐστιν· οὐ γὰρ δὴ περὶ χειρὸς ἢ σκέλους ἤ τινος ἄλλου μορίου τὴν ἀπόφασιν ποιήσασθαι ‹βουλόμενος› ἁπλῶς ἂν εἶπεν· τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως. τὸν δὲ σπασμὸν 'ὑπὸ πληρώσιος ἢ κενώσιοσ' γίνεσθαί φησιν Ἱπποκράτης. ἴσμεν δ' ὅτι τὰ σπασμώδη πάθη καλεῖται, ἐφ' ὧν εὐθὺς ἐξ ἀρχῆς ἢ οὐ μετὰ πολύ γε ἀρξάμενοι γίνεσθαι σπασμοὶ διαμένουσιν ὑπὸ πληρώσεως ἔχοντες τὴν γένεσιν, ὥσπερ αὖ πάλιν ὑπὸ κενώσεως οἱ μεθ' ἱδρῶτας πολλοὺς ἢ ἐμέτους ἢ διαχωρήσεις ἢ αἱμορραγίας ἢ ἀγρυπνίας ἢ λιμὸν ἢ κινήσεις πολλὰς καὶ σφοδράς. οἱ μὲν γὰρ τοιοῦτοι σπασμοὶ κενώσεσιν ἕπονται μᾶλλον, οἱ δ' εὐθὺς ἐξ ἀρχῆς πληρώσεσι. καὶ τοίνυν καὶ τὰς παρωτίδας εὔλογόν ἐστιν ἐπὶ τοῖς σπασμώδεσί τε καὶ κωματώδεσι χρονίζουσι γίνεσθαι, μέλλοντος τοῦ κάμνοντος.

[829]    Τὸ σπασμῶδες, τρομῶδες, ἀσῶδες, κατόχως μικρὰ παρ' οὖς ἐπιπαροξυνόμενα.

   Οὐκ ἐν πᾶσι τοῖς ἀντιγράφοις ἥδε ἡ ῥῆσις γέγραπται τὴν αὐτὴν ἔχουσα λέξιν, ἀλλὰ κατὰ τινὰ μὲν ἐν αὐτῇ τῇ νῦν εἰρημένῃ γέγραπται λέξει, κατὰ τινὰ δὲ ἐν τῇδε· τὰ σπασμοτρομώδεα τρόπον παροξυνόμενα κατόχως τὰ παρ' οὖς ἀνίστησιν. ‹μάλιστα δ'› ἐπαινῶ τοὺς μὴ γράψαντας ἐν τοῖς ἰδίοις ἀντιγράφοις τὴν ῥῆσιν. αὔταρκες γὰρ ἡμῖν ἐπιπλέκοντος αὐτοῦ συμπτώματα πολλὰ πολλοῖς ἀνομοιογενέσιν ἄχρι δεῦρο παραμεῖναι καὶ μὴ καμοῦσιν ἀποστῆναι. τὸ δὲ κατὰ τὴν λέξιν τὴν ἐπιπλοκὴν ποιεῖσθαι τῶν συμπτωμάτων ἀγνώστων τοῖς Ἕλλησιν †ἐσχάτως ἀλλόκοτα κατ' αὐτὸ μηδὲ πάνυ τι φαινόμενα σπασμοτρομώδεα συμπτώματα. ἐν γὰρ τοῖς σπασμοῖς ἀδύνατόν ἐστι φωραθῆναι τοὺς τρόμους κάμνουσιν, εἰ μή τις ἄρα τοιαύτην τεθέαται συμπτωμάτων [830] ἀμοιβήν, ὡς ἡνίκα μὲν οἱ σπασμοὶ διαλίποιεν, τρομώδη γίνεσθαι τὸν ἄνθρωπον, ἡνίκα δ' ἐπιπέσοι σπασμός, ἀδιάγνωστον εἶναι τὸν τρόμον. ἡ δ' οὖν ἐπιπλοκὴ τῶν συμπτωμάτων ὁμογενὴς μέν, περιττὴ δέ. τὸ γὰρ ἐπὶ κατόχῳ γίνεσθαι τὰς παρωτίδας ἱκανὸν ἡμῖν εἰρῆσθαι συνεπαύξοντος τὴν ἐλπίδα τῆς κενώσεως αὐτοῦ τοῦ ἀσώδους. εἰ δὲ βούλῃ, καὶ τὰ τῶν οὔρων πάθη συνεπαυξέτω τὴν προσδοκίαν, ἀλλὰ τό γε σπασμοτρομῶδες ὄνομα μοχθηρόν.

   Ἆρά γέ εἰσι τὰ πρῶτα κεφαλαλγικοί; ἆρά γε καὶ ἐφιδρῶσι τὰ ἄνω, ‹ἤ τι καὶ ἐπιρριγέουσιν›; εἶτα καὶ κοιλίη καταρρήγνυται; καί τι κωματῶδες; ἆρά γε καὶ ὑδατώδεα οὖρα ἐναιωρεύμενα λευκοῖς καὶ ποικίλως ἔκλευκα δυσώδεα ποιεῖ τὰ παρ' οὖς; ἆρά γε, οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; ἆρά γε καὶ γλῶσσα τούτοισι λείη;

[831]    Ἄν, ὡς ἔφην, ἄρξηταί τις τῆς προγνώσεως, ἀφ' ὧν Ἱπποκράτης ἔγραψεν ἐν τῷ Προγνωστικῷ καὶ ταῖς Ἐπιδημίαις ὑπὲρ πασῶν ἀποστάσεων καθόλου, γενήσεται κἀκ τῶν νῦν εἰρημένων αὐτῷ τι εἰς ἀσφαλεστέραν ἀπόφασιν ὠφελείας. ἐὰν γὰρ ἐλπίσῃς ἀπόστασιν ἔσεσθαι, σκέπτου τὴν ῥοπὴν τῶν χυμῶν ‹ἐφ'› ὅ τι μόριον ποιοῦνται, καὶ οὕτως ἑκάστου τῶν περὶ τὴν κεφαλὴν συμπτωμάτων τὴν δύναμιν ἐκλογισάμενος ἧττόν τε καὶ μᾶλλον ἐλπίσεις ἔσεσθαι τὰς παρωτίδας. ἕνεκα τοίνυν παραδείγματος οὐ χεῖρον ἐπ' αὐτῶν, ὧν νῦν προεχειρίσατο, ποιήσασθαι τὸν λόγον.

   κεφαλαλγία αὖ τῶν σημαινόντων ἐστὶν ἐπὶ τὴν κεφαλὴν γίνεσθαι τὴν ῥοπὴν τῶν χυμῶν. τὸ δὲ ἐφιδροῦν μικρὰν δύναμιν εἰς τὴν τοιαύτην πρόγνωσιν ἔχει, μείζονα δ' αὐτοῦ τὸ ἐπιρριγοῦν· τὸ δὲ καταρρήγνυσθαι τὴν κοιλίαν οὐχ ὅπως ἄν τις φαίη δηλωτικὸν εἶναι τῆς τῶν παρωτίδων γενέσεως, ἀλλὰ καὶ τοὐναντίον ἐπὶ τὰ κάτω τὴν ῥοπὴν ἐργάζεσθαι τοῖς λυποῦσι χυμοῖς. τὸ κωματῶδες ἀξιόλογόν ἐστι σημεῖον εἰς παρωτίδων γένεσιν.

[832]    ἀλλὰ καὶ τὰ ὑδατώδη τῶν οὔρων, οἷς ἐναιωρεῖται λευκά συντελεῖ κατὰ συμβεβηκὸς εἰς τὴν πρόγνωσιν, ἐπειδὴ τῶν μὲν ὑδατωδῶν ‹τὰ› χωρὶς ἐναιωρημάτων λευκῶν ἄπεπτον εἶναι τὸ νόσημα δηλοῖ, τὰ δὲ καὶ τὴν σύστασιν κατὰ φύσιν ἔχοντα καὶ πρὸς τούτοις ἐναιωρήματα ἴσχοντα λευκὰ πεπέφθαι δηλοῖ τὴν νόσον χωρὶς ὑποστάσεως. χρὴ τοίνυν αὐτὰ μήτ' ἄπεπτα παντάπασιν εἶναι μήτε πεπέφθαι τελέως, ἵν' ἡ φύσις ἀπόστασιν ἐργάσηται.

   τὰ δὲ ποικίλως ἔκλευκα καὶ δυσώδη σπανίως μὲν ἀπόστασιν ἔχει γιγνομένην· εἰ δέ ποτε καὶ σχοίη, κακὴν ἕξει. καλῶς οὖν προσέθηκεν ἀπορῶν ἆρά γε, οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; κακοήθειαι γὰρ ἐν τοῖς χυμοῖς οὖσιν ἀπέπτοις, κἂν ἐπὶ τὴν κεφαλὴν ἀνενεχθῶσιν, οὗτοι στάξεις μᾶλλον ἐκ ῥινῶν ποιήσουσι κακοήθεις, οὐ παρωτίδας. τὸ δὲ ἆρά γε καὶ ἡ γλῶττα τούτοισι λείη τῶν πάν‹υ ἀδήλων› ἐστίν· ἐπὶ γὰρ τοῖς προειρημένοις εὐλογώτερόν ἐστιν καὶ πυρετοὺς κακοήθεις γίγνεσθαι καὶ γλῶτταν τραχύνεσθαι.

[833]    Οἷσι πνευματίῃσι ἐοῦσιν ἴκτεροι καὶ πυρετοὶ ὀξέες μεθ' ὑποχονδρίων σκληρῶν καταψυχθεῖσι, τὰ παρ' ὦτα μεγάλα ἵσταται.

   Πνευματίας εἰ τοὺς μέγα καὶ πυκνὸν ἀναπνέοντας εἴρηκεν, ἐπειδὴ κἀν τῷ Περὶ διαίτης ὀξέων οὕτως αὐτοὺς ὠνόμασεν ὁ Ἱπποκράτης, εἰκότως ἐλπίζει τὰ παρ' οὖς ἀναστήσεσθαι· καὶ γὰρ λόγον ἔχει καὶ γιγνόμενον αὐτὸ πολλάκις εἴδομεν. εἰ δὲ τοὺς ἐμπνευματουμένους τὰ κατὰ τὴν κοιλίαν, ὥς τινες ἤκουσαν, οἵπερ καὶ πνευματώδεσι γράφουσιν, οὐ πνευματίῃσι, οὐδὲν ἂν εἴη τοῦτο πρὸς τὴν τῶν παρωτίδων γένεσιν, ὥσπερ οὐδὲ οἱ ἴκτεροι. περὶ δὲ πυρετῶν ὀξέων καὶ μάλιστα τῶν καύσων εἴρηται πρόσθεν, ὡς αἱμορραγίας κινοῦσιν χέοντές τε τὸ αἷμα καὶ πρὸς τὴν κεφαλὴν ἀναφέροντες.

   καὶ μέντοι καὶ τὰ ὑποχόνδρια τὰ σκληρὰ τίνα μὲν λέγει, σαφῶς [834] οὐκ ἔστιν γνῶναι διὰ τὸ μὴ προσκεῖσθαι 'ἐπώδυνα'. τούτου γὰρ προσκειμένου φλεγμονὴν αὐτῶν ἤδη, μὴ προσκειμένου δὲ τὸν ὑπόψυχρον ὄγκον δηλώσει σκιρώδη μᾶλλον ἢ φλεγμαίνοντα. λύεται δὲ τὰ τοιαῦτα μᾶλλον ἀποστάσεσιν, οὐχ αἱμορραγίαις. ἐπὶ γὰρ τῶν φλεγμαινόντων τὰς αἱμορραγίας ὁρῶμεν μάλιστα γιγνομένας. ἀλλὰ διὰ τὴν ἀλλόκοτον ἑρμηνείαν τοῦ συγγραφέως οὐκ ἔστιν ἀκριβῶς γνῶναι πότερον λέλειπται τὸ τῆς ὀδύνης, ἀσαφέστερον ἡρμηνευκότος αὐτοῦ †ἅμα τε γράψαντος ἢ ὄντως σκιρώδη βούλεται τὴν τῶν ὑποχονδρίων σκληρότητα.

   τὸ δὲ καταψυχθέν (εἴρηται γὰρ καὶ τοῦτο) δύναται οθεν σημαίνειν οὐ τὸ λελύσθαι τὸν πυρετόν, ἀλλὰ τὰ κάτω μόρια τοῦ σώματος ἧττον εἶναι θερμὰ παραβαλλόμενα τοῖς ἄλλοις, ἵνα τὴν ἄνω ῥοπὴν τῆς θερμασίας ἐκ τούτων τεκμαιρώμεθα. τὸ δὲ μεγάλα τὰ παρ' οὖς ἐπὶ τῶν αὐτῶν γίνεσθαι δοκεῖ μοι τεθεαμένος ἐπί τινος οὕτως ἀποφήνασθαι, περὶ τῶν κατὰ μέρος ὡς καθόλου τὴν ἀπόφασιν ποιησάμενος. ἤρκει γὰρ καὶ χωρὶς τῆς μεγάλα φωνῆς γεγράφθαι.

[835]    Τὰ κωματώδεα, ἀσώδεα, ὑποχόνδρια ὀδυνώδεα, ἐμετώδεα μικρά, ἐν τούτοισι τὰ παρ' οὖς ἐπανίσταται, πρόσθεν δὲ τὰ περὶ πρόσωπον [ἐστίν].

   Ὅτι μέλλει γίνεσθαί τις ἀπόστασις, ἐλπίσεις ἐξ ὧν Ἱπποκράτης ἔγραψεν. ἐφεξῆς δὲ πρὸς τὸ μέρος τοῦ σώματος, εἰς ὃ γενήσεται, χρήσιμον ἕξεις τὴν εἰρημένην συνδρομήν. τὸ μὲν γὰρ κωματῶδες, εἴπερ καὶ ἄλλο σύμπτωμα, προηγεῖται παρωτίδων. τὰ δὲ ὀδυνώδη ὑποχόνδρια φλεγμονὴν ἔχειν ἄν τις ἐπινοήσειε. τούτων δ' οὕτως ἐχόντων συντελέσει πρὸς τὴν γένεσιν τά τε ἀσώδη καὶ τὰ ἐμετώδη συμπτώματα.

   τὸ δ' ἐπὶ τῆς τελευτῆς εἰρημένον τὸ ἔμπροσθεν τὰ περὶ πρόσωπον ἱκανῶς χρήσιμον, εἰ ὡς προσήκει τις ἀκούσειε τῆς λέξεως· προσήκει δ' οὕτως ἀκούειν, ὡς ἀληθῆ γίνεσθαι τὸν λόγον. ἀληθὴς δ' ἔσται, νοησάντων ἡμῶν νοεῖσθαι κατὰ τήνδε τὴν διάνοιαν αὐτόν· 'πρὸ τῆς τῶν παρωτίδων γενέσεως τὰ περὶ πρόσωπον σημεῖα προσήκει [836] σκοπεῖσθαι'. ταῦτα δ' ἐστὶν ἔρευθος, ὄγκος παρὰ φύσιν, ὑγρότης ὀφθαλμῶν, ἀχλυῶδες ὁρᾶν, ὅσα τ' ἄλλα τοιαῦτα. εἰ δὲ καὶ μὴ πάντα τις ἀκούειν ἐθέλοι τὰ περὶ πρόσωπον, ἀλλὰ τόν γε παρὰ φύσιν ὄγκον ἀκούειν ‹δεῖ› πάντως. εἰρηκὼς γὰρ ἐν τούτοισι ‹τὰ› παρ' οὖς ἐπανίσταται ἔπειτα ἐφεξῆς εἰπὼν πρόσθεν δὲ τὰ περὶ πρόσωπον, ἐμφαίνειν ἂν δόξειεν ἀπὸ κοινοῦ δεῖν ἀκούειν τὸ ἐπανίσταται.

   Κοιλίης μέλανα κοπρώδεα διείσης κῶμα ἐπιφανὲν τὰ παρ' οὖς ἀνίστησιν.

   Οὐκ ὀρθῶς ἔγραψαν ἔνιοι κοιλίης μέλανα, κοπρώδεα χολώδεα διείσης, οὔτ' ἐν τοῖς παλαιοῖς ἀντιγράφοις εὗρον, οὔτε τις τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπίσταται τὴν γραφὴν ταύτην, ἀλλ' ἃ καὶ χολώδεα κατὰ τῆς ὠχρᾶς χολῆς ἔθος τοῖς παλαιοῖς ἰατροῖς λέγειν, οὐκ ἂν εὖ [837] κέοιτο κατὰ τὴν αὐτὴν ῥῆσιν, εἰς ἣν τὰ μέλανα διαχωρήματα. διὰ τοῦτ' οὖν τὰ χολώδεα ταῦτα περιεξῄρουν τὰ γεγραμμένα [μέλανα] μὲν ὑπὸ Καπίτωνος ἐπ' αὐτῷ τῷ ἐδάφει, κατὰ δὲ τὸ μέτωπον ὑπὸ τοῦ Διοσκορίδου. δοκεῖ δέ μοι καὶ τήνδε τὴν συνδρομὴν ὁ γράψας τὸ βιβλίον ἐπ' ἀρρώστου τεθεαμένος ὅλην θελῆσαι διηγήσασθαι, μὴ διορίσας τὰ κατά τινα συντυχίαν προηγησάμενα τοῦ σημαίνοντος τὰς παρωτίδας· ἱκανὸν γὰρ αὐτῷ σημεῖόν ἐστι τὸ κῶμα.

   Βηχία μετὰ πτυελισμοῦ ὄντα τὰ παρ' οὖς λαπάσσει.

   Δύναται καὶ 'θώρακα' γράφειν. ἐγχωρεῖ γὰρ ἔσω ῥοπῆς γενομένης διὰ τῶν φυσικῶν πόρων ἐκρεῖν τὸ λεπτότερον τῶν τὰς παρωτίδας ἐργασαμένων χυμῶν εἰς τὴν τοῦ στόματος εὐρυχωρίαν καὶ οὕτως τὸν πτυελισμὸν γίνεσθαι. καθισταμένων δ' οὕτως εὔλογον μὴ ἑτέρας φαίνεσθαι [838] τὰς παρωτίδας. τὸ γὰρ λαπάσσειν κυρίως κενοῦν σημαίνει, τῷ κενοῦσθαι δ' ἕπεται τό τε προσστέλλεσθαι καὶ τὸ μαλακώτερον γίνεσθαι.

   Ἐκ κεφαλαλγίης κῶμα καὶ κώφωσις παρ' οὖς τι ἐξερεύγεται.

   Ὄντως ἀεὶ ταῦτα σημεῖα παρωτίδων, ἐπεὶ προηλπίσαμεν οὕτω γενήσεσθαί τινα ἀπόστασιν. οἱ γὰρ εἰς τὴν κεφαλὴν ἀναδραμόντες χυμοὶ θερμοὶ μὲν ὄντες καὶ λεπτοὶ παραφροσύνας καὶ αἱμορραγίας φέρουσι, παχεῖς δὲ καὶ ψυχροὶ κώματα καὶ παρωτίδας. ἡ κεφαλαλγία δὲ κοινὸν ἀμφοῖν, ὥσπερ καὶ ἡ κώφωσις, ἀλλὰ μᾶλλον μὲν τῶν θερμῶν ἡ κεφαλαλγία, τῶν δὲ ψυχρῶν ἡ κώφωσις. ἀρκεῖται δὲ ὁ συγγραφεὺς τῷ τοῦ κώματος ὀνόματι μηδαμόθι γράψας ἐν ὅλῳ τῷ βιβλίῳ τὴν τοῦ ληθάργου προσηγορίαν.

[839]    Ὑποχονδρίου σύντασις μετὰ κώματος ἀσώδεος καὶ κεφαλαλγίης τὰ παρ' οὖς ἐπαίρει.

   Πάλιν κἀνταῦθα τὸ μὲν κῶμα μετὰ τῆς κεφαλαλγίας ἀξιόλογόν ἐστι σημεῖον ἐνδείξασθαι γένεσιν παρωτίδων. συνενδείκνυται δὲ καὶ ἡ τοῦ ὑποχονδρίου σύντασις. ἡ μὲν οὖν φλεγμονὴ δηλοῦται διὰ τῆς προσηγορίας ταύτης· οὐ μεγάλη γὰρ αὐτῆς ἡ ἔνδειξις. εἰ δ' ἄνευ φλεγμονῆς ἡ σύντασις γένοιτο κατὰ τὴν ἄνω ῥοπὴν τῶν χυμῶν, ἀξιόλογόν ἐστιν σημεῖον εἰς παρωτίδων γένεσιν ἢ ταύτας αἱμορραγίαν σημαίνει. τὸ δὲ ἀσῶδες αὐτὸ μὲν καθ' ἑαυτὸ παρωτίδας οὐδ' ὅλως δηλοῖ, τῇ δ' εἰρημένῃ συνδρομῇ μαρτυρεῖ συνεπιφαινόμενον.

   Τὰ ἐπώδυνα ἀκρίτως καταμωλυνθέντα φλαῦρα.

[840]    Ἤδη πολλάκις ὁ λόγος οὗτος εἴρηται καὶ κατὰ μέρος καὶ καθόλου, καὶ βέλτιόν γε δηλοῦται προσκειμένου τοῦ 'ἐξαίφνησ' καὶ τοῦ 'ἀφανισθέντα'· τὸ γὰρ καταμωλυνθέντα τὴν κατὰ βραχὺ λύσιν ἐνδείκνυται. τὸ δ' ἐξαίφνης ἀφανισθῆναι τὰς ὀδυνηρὰς διαθέσεις ἄνευ τοῦ κατ' ἄλλο τι μέρος τῶν προφανῶν ἀπόστασιν γενέσθαι πρὸς τὰ σπλάγχνα δηλοῖ τὴν μετάστασιν τῶν λυπούντων γεγονέναι.