42913 2066 7 432 28 0 II d. C. Medicina Galenus In Hippocratis librum III epidemiarum commentarii III" Kühn, C.G., Leipzig, Knobloch, 1826 Rist. 1965, Hildesheim, Olms. 18

Galenus - In Hippocratis librum III epidemiarum commentarii III

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ.

[480]   ‹Πρῶτος ἄρρωστος.› Πυθίων, ὃς ᾤκει παρὰ Γῆς ἱερόν· ἤρξατο τρόμος ἀπὸ χειρῶν.

   Προγεγράφθαι νοήσας αὐτὸ καθ' ἑαυτὸ τὸ Πυθίων, ὃς ᾤκει παρὰ Γῆς ἱερόν, ἀπ' ἄλλης ἀρχῆς τῶν γενομένων αὐτῷ τὴν διήγησιν ἀναγίνωσκε. βέλτιον γὰρ οὕτως ἡγεῖσθαι γεγράφθαι τὴν ῥῆσιν [481] ἢ τὸ σχῆμα σόλοικον ἐξεπίτηδες εὐθέως ἐν ἀρχῇ πεποιῆσθαι τὸν Ἱπποκράτην, μηδὲν ἄλλο τοιοῦτον σχῆμα καθ' ὅλον τὸ βιβλίον γράψαντα, μήτ' ἐν τῇ τῶν ἀρρώστων μήτ' ἐν τῇ τοῦ λοιμοῦ διηγήσει. τινὲς μέντοι κατὰ δοτικὴν πτῶσιν ἔγραψαν· Πυθίωνι, ὃς ᾤκει παρὰ Γῆς ἱερόν, ἐκφεύγειν τὴν περὶ τοῦ σολοικισμοῦ ζήτησιν βουλόμενοι.

   Ἤρξατο τρόμος ἀπὸ χειρῶν, τῇ πρώτῃ πυρετὸς ὀξύς, λῆρος.

   Τῇ πρώτῃ τῶν ἡμερῶν εὐθὺς ἅμα τῷ πυρέττειν ὀξέως δύο συμπτώματα γενέσθαι φησὶ τῷ Πυθίωνι, τρόμον τῶν χειρῶν παραφροσύνην τέ τινα βραχεῖαν. εἴωθε γὰρ αὐτὸς ἄλλοτε ἄλλοις ὀνόμασιν ἐνδείκνυσθαι τὸ ποσὸν τῆς παραφροσύνης, ληρῆσαι καὶ παραληρῆσαι καὶ παραφρονῆσαι καὶ παρενεχθῆναι λέγων ἢ πάλιν παρακόψαι καὶ ἐκστῆναι, μανῆναί τε καὶ ἐκμανῆναι. εἴπερ οὖν ἐλήρησεν [482] ὁ Πυθίων, εὔδηλον ὅτι μετρίως παρεφρόνησεν. ἐμάθομεν δὲ τοῦ μὲν τρόμου τὴν αἰτίαν ἀρρωστίαν εἶναι τῆς κατὰ τοὺς μῦς δυνάμεως, παραφροσύνην δὲ γίνεσθαι βλαβέντος ἐγκεφάλου κατὰ φλεγμονὴν ἢ πλεονεξίαν χολώδους χυμοῦ, τὸν δ' ὀξὺν πυρετὸν ἕπεσθαι σηπεδόνι χυμῶν. εἰ μὲν οὖν καὶ τὰ προηγησάμενα τῆς νόσου, καθάπερ ἐπ' ἄλλων ἔγραψεν, οὕτω κἀπὶ τοῦ Πυθίωνος ἐγεγράφει, τάχ' ἂν ἐξ ἐκείνων [ἂν] ἡμῖν ἔνδειξίς τις ἐγένετο τῆς κατασκευῆς τοῦ νοσήματος. ἐπεὶ δ' οὐ προσέθηκεν, ἐξ ὧν [προσ]ἔγραψε μόνων [καὶ] ἡμεῖς πειρασόμεθα τὴν εὕρεσιν αὐτῆς ποιήσασθαι σὺν τῷ κἀξ αὐτοῦ τοῦ μηδὲν γεγράφθαι περὶ τῶν προηγησαμένων τῆς νόσου γίνεσθαι τὴν ἔνδειξιν τῆς ἐν τῷ σώματι διαθέσεως. εἴτε γὰρ ἐκ γυμνασίων ἀκαίρων ἢ πότων ἢ ἀφροδισίων, ὡς εἴωθε γράφειν, εἴτ' ἐξ ἄλλου τινὸς ἐξηλλαγμένου πολὺ τῆς συνήθους διαίτης ἤρξατο πυρέττειν ὁ Πυθίων, οὐκ ἂν εἰπεῖν αὐτὸ παρέλιπεν. εὔδηλον οὖν ὅτι κατὰ βραχὺ ‹συχνῷ› χρόνῳ λεληθότως ἡ κατασκευὴ τοῦ νοσήματος ἐγένετο. τῶν τοίνυν [483] τρόμων τὴν μέν, ὡς ἂν εἴποι τις, αἰτίαν ἐχόντων συνεκτικὴν ἀρρωστίαν τῆς δυνάμεως, ἀρρωστούσης δ' αὐτῆς ἤτοι κατὰ τὸν ἴδιον λόγον ἢ διὰ πλῆθος βαρῦνον, ὁ μὲν τῇ βλάβῃ τῆς δυνάμεως ἑπόμενος τρόμος οὐδέποτ' ἐν ἀρχῇ νόσου γίνεται χωρὶς ἰσχυρᾶς ναυσιάσεως ἢ λιμοῦ καὶ κόπων ἀγρυπνιῶν τε καὶ φροντίδων, ἔτι τε πρὸς τούτοις ἀφροδισίων ἀμέτρων· ὧν εἴπερ ἐγεγένητό τι, πάντως ἂν ὁ Ἱπποκράτης ἐμνημόνευσεν αὐτοῦ κατὰ τὴν γραφήν, ὡς εἴωθεν. ἐπεὶ τοίνυν οὐδὲν ἔγραψε τοιοῦτον, διὰ πλῆθος ὑπολαβεῖν εὔλογόν ἐστι βαρύνεσθαι τὴν δύναμιν. ἐπεὶ δ' οἵ τε τρόμοι περὶ τὰς χεῖρας ἐγένοντο τὴν ἀρχὴν τῶν νεύρων ἐκ τοῦ κατὰ τὸν τράχηλον ἐχούσας νωτιαίου ἔκ τε τοῦ ληρῆσαι τὸν ἄνθρωπον ἔνδειξίς ἐστι τοῦ καὶ τὸν ἐγκέφαλον αὐτὸν ἤδη τινὰ δεδέχθαι μοχθηρὸν χυμόν, ἐχρῆν ἐννοήσαντα τὸν Ἱπποκράτην κινδυνωδῶς ἔχειν τὸν ἄνθρωπον ἐπὶ φλεβοτομίαν ἐλθεῖν ἤτοι κατὰ τὴν πρώτην ἡμέραν, εἰ μηδὲν ἄπεπτον ἐν τῇ γαστρὶ περιείχετο σιτίον, ἢ πάντως γε κατὰ τὴν δευτέραν, ἔτι δὲ μᾶλλον, ὅτι μετὰ τὴν τῆς πρώτης ἡμέρας διήγησιν [484] αὐτὸς ἔγραψε· "Δευτέρῃ πάντα παρωξύνθη." φαίνεται γὰρ αὐξανόμενον, ὡς οὐ σμικρὸν οὐδ' ἐπὶ τῇ τυχούσῃ διαθέσει τὸ νόσημα γεγονός, ἀλλ' αὐτό τε μέγα καὶ τὴν αἰτίαν οὐκ εὐκαταφρόνητον ἔχον. ἐπεὶ δ' οὐκ ἐπὶ Πυθίωνος μόνον, ἀλλὰ καὶ πολλῶν ἄλλων ἀρρώστων φαινομένων δεῖσθαι φλεβοτομίας ἐξ ὧν αὐτὸς ἔγραψε τεκμαιρομένοις ἡμῖν οὐχ εὑρίσκεται προσγράφων αὐτήν, ἀναγκαῖόν ἐστι δυοῖν θάτερον ὑπονοεῖν, ἢ μὴ φλεβοτομηθῆναι τοὺς ἀνθρώπους ἐκείνους ἢ παραλελεῖφθαι τὴν διήγησιν τοῦ βοηθήματος. τὸ μὲν οὖν μηδένα τῶν δεηθέντων αὐτοῦ φλεβοτομηθῆναι τῶν ἀπιθάνων ἐστίν, ὡς οὐ φεύγοντος τἀνδρὸς τὸ βοήθημα τοῦτο, καθάπερ ἐν τοῖς γνησιωτάτοις ἐδήλωσε βιβλίοις, ‹τοῖς› Ἀφορισμοῖς τε καὶ τῷ Περὶ διαίτης ὀξέων καὶ τῷ Περὶ ἄρθρων, ἐν αὐτῷ τε τούτῳ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐπί τινος ἀρρώστου γράψας· "ὀγδόῃ ἀγκῶνα ἔταμον, ἐρρύη πολύ, [485] οἷον ἔδει." ὅπου γὰρ ὀγδοαῖον αὐτὸν ἐφλεβοτόμησε, πολὺ δή που μᾶλλον ἐν ταῖς προειρημέναις ἡμέραις εὔδηλός ἐστι χρώμενος τῷ βοηθήματι. τὸ δὲ μὴ γράψαι ‹αὐτὸν› καθ' ἕκαστον ἄρρωστον, ἐφ' ᾧ προσήχθη τὸ βοήθημα, τῶν μικροτέρων αὐτοῦ μνημονεύοντα μέχρι καὶ βαλάνου προσθέσεως ἀπίθανόν ἐστιν. εἰ τοίνυν ἀτόπου τοῦ λόγου καθ' ἑκάτερον ὄντος ἑλέσθαι χρὴ τὸ ἧττον ἄτοπον, ἡγοῦμαι παρειλῆφθαι μὲν ἐπὶ πολλῶν τὸ βοήθημα, παραλελεῖφθαι δ' ὡς σαφὲς ἐν τῇ διηγήσει. καί με προσάγει τούτῳ μάλιστα τὸ προσγεγραμμένον ἐπὶ τοῦ φλεβοτομηθέντος ὀγδοαίου. φαίνεται γὰρ ὡς σπάνιον μὲν τοῦτο γράψας, ὡς σύνηθες δὲ τὸ πρὸ τῆς ὀγδόης παραλιπών. εἰ γὰρ ἔν γε τοῖς γνησίοις συγγράμμασιν ἐπὶ τῶν μεγάλων νοσημάτων ἀεὶ χρῆται τῇ φλεβοτομίᾳ, συνεπιβλέπων αὐτῇ δύο ταῦτα μόνα, τήν θ' ἡλικίαν καὶ τὴν δύναμιν τοῦ κάμνοντος, ἔν τε τούτοις αὐτοῖς τῶν Ἐπιδημιῶν ὀγδοαῖόν τινα φλεβοτομηθῆναί φησιν, οὐδὲν ἄλλο δυνατὸν [486] ὑπονοεῖν ἐστιν ἢ ὅτι παρελήφθη μὲν ἐπὶ τῶν καμνόντων τὸ βοήθημα, παρελείφθη δ' ὡς σαφὲς ἐν τῇ διηγήσει. περὶ μὲν δὴ τῆς φλεβοτομίας, ἐπεὶ κοινὸς ὁ λόγος ἁπάντων τῶν ἀρρώστων ἐστίν, ἅπαξ ἀρκέσει λελέχθαι, καθάπερ καὶ τὰ ἄλλα ὅσα κοινά. περὶ δὲ τῶν ἰδίων καθ' ἕκαστον ἡ ἐξήγησις ἔσται, τὴν ἀρχὴν ἀπὸ τοῦ Πυθίωνος, ὡς ἐνεστησάμεθα, ποιησαμένοις ἡμῖν.

   Δευτέρῃ πάντα παρωξύνθη. τρίτῃ τὰ αὐτά. τετάρτῃ ἀπὸ κοιλίης ὀλίγα, ἄκρητα, χολώδεα διῆλθε. πέμπτῃ πάντα παρωξύνθη, [τρόμοι παρέμενον,] ὕπνοι λεπτοί, κοιλίη ἔστη. ἕκτῃ πτύελα ποικίλα, ὑπέρυθρα. ἑβδόμῃ στόμα παρειρύσθη. ὀγδόῃ πάντα παρωξύνθη, τρόμοι [καὶ πάλιν] παρέμενον, οὖρα δὲ κατ' ἀρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης λεπτά, ἄχροα, ἔχοντα ἐναιώρημα ἐπινέφελον. δεκάτῃ ἵδρωσε, πτύελα ὑποπέπονα, ἐκρίθη, οὖρα ὑπόλεπτα περὶ κρίσιν. μετὰ δὲ κρίσιν, [487] τεσσαρακοστῇ ἡμέρῃ ὕστερον, ἐμπύημα περὶ ἕδρην καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις.

   Τὰ μὲν ἄλλα ‹τῶν› τῆς ῥήσεως συμπτωμάτων ἔχει διήγησιν καὶ τῇ λέξει καὶ τῇ διανοίᾳ σαφῆ· πολλάκις γὰρ εἴωθε γίνεσθαι τοῖς ὀξέως νοσοῦσι καὶ μεμαθήκαμεν αὐτῶν τὰς δυνάμεις κατά τε τὸ Προγνωστικὸν καὶ τὸ πρῶτον αὐτῶν τούτων τῶν Ἐπιδημιῶν, εἴρηται δ' οὐκ ὀλίγα κἀν τῷ δευτέρῳ χρήσιμα πρὸς τὴν ἐπὶ τῶν ἀρρώστων ἐξήγησιν. ἐπὶ δὲ τῆς κατὰ τὴν ἕκτην ἡμέραν διηγήσεως εἰπών· πτύελα ποικίλα, ὑπέρυθρα, μὴ προσθεὶς δὲ μήτε πλευριτικὸν τὸν Πυθίωνα μήτε περιπνευμονικὸν γεγονέναι, ζήτησιν ἡμῖν ὑπέλιπε, πότερον καὶ ἄλλως δύναται γίνεσθαι τοιαῦτα πτύσματα τοῖς νοσοῦσιν ὀξέως ἢ μόνοις τοῖς περιπνευμονικοῖς καὶ πλευριτικοῖς. καί μοι φαίνεται καὶ ἄλλως δύνασθαι γίγνεσθαι τοιαῦτα, ῥυέντων μέν τινων εἰς τὸν πνεύμονα χυμῶν μοχθηρῶν, ἀλλ' ὀλίγων παντάπασιν, ὡς μὴ φλεγμῆναι τὸ σπλάγχνον.

[488] ὅτι μὲν γὰρ οὐκ ἦν οὔτε πλευριτικὸς οὔτε περιπνευμονικός, εὔδηλόν ἐστιν ἐκ τοῦ μὴ μνημονεῦσαι τὸν Ἱπποκράτην μήτ' ὀνομαστὶ τῶν παθῶν τούτων, ἀλλὰ μηδ' ἀπ' ‹αὐτῶν› τινος ἀχωρίστου συμπτώματος· εἰρήκει γὰρ ἂν ἢ πλευρᾶς ὀδύνην ἢ δύσπνοιαν. οὐ μὴν οὐδ' ἀπὸ κεφαλῆς πεπονθυίας ‹καταρρυείσης κακοχυμίας› ὤφθη ποτὲ τοιαῦτα πτυσθέντα. μετὰ μέντοι βηχὸς καὶ δυσπνοίας καὶ πλευρᾶς ἀλγήματος ὁρᾶταί ποτε τοιαῦτα πτύσματα. καί τινας δύο καὶ χωρὶς πυρετοῦ πτύσαντας ἐθεασάμην ὠχρὰ μετὰ βηχός· ἀλλὰ τῷ μὲν ἑτέρῳ κατὰ βραχὺ πυρετῶν μικρῶν γενομένων εἰς ‹πλείονα› χρόνον ἡ διάθεσις ἐκταθεῖσα, παραμεινάντων τῶν πυρετῶν, φθινώδη τὸν ἄνθρωπον ἀπέδειξε, τῷ δ' ἑτέρῳ χωρὶς πυρετοῦ τῶν τοιούτων πτυσθέντων ἡμέραις ἐφεξῆς ὀλίγαις οὐδὲν ἄτοπον ἠκολούθησεν. εἰκὸς οὖν ἐστι κατὰ τὰ πρῶτα μέρη τοῦ θώρακος, καθ' ἃ συνάπτει τοῖς ἐσχάτοις τοῦ τραχήλου σπονδύλοις, γεγονέναι τινὸς χυμοῦ περιουσίαν οὐ πολλήν, ἐφ' ᾗ μηδὲ δύσπνοιαν ἀπαντῆσαι διὰ τὸ μὴ συντελεῖν τι σαφὲς εἰς τὴν [489] τῆς ἀναπνοῆς ἐνέργειαν τὸ πρῶτον μεσοπλεύριον, ἐν αὐταῖς δὲ ταῖς ῥίζαις τῶν ἐπὶ τὰς χεῖρας ἀφικνουμένων νεύρων τῆς διαθέσεως γενομένης, βαρυνομένων τῶν νεύρων, τρομώδεις ἐργάσασθαι τὰς χεῖρας. ἐκ γὰρ τοῦ πρώτου μεσοπλευρίου καὶ τῶν ὑπερκειμένων [δὲ] σπονδύλων τὰ τοὺς μῦς τῶν χειρῶν κινοῦντα φύεται νεῦρα. μαρτυρεῖ δὲ τούτοις καὶ τὸ παραμεῖναι τοὺς τρόμους σὺν τοῖς πτύσμασι τοῖς ἐπιγενομένοις, ἡνίκα δ' ἐν ἐκείνοις ἐφάνη τι πέψεως σημεῖον, οὔτε τοὺς τρόμους ἔτι γενέσθαι καὶ παύσασθαι τὸ νόσημα, κρίσεως τῆς δι' ἱδρώτων ἐπιγενομένης. καίτοι γε ἀπέπτων ὄντων τῶν οὔρων, ὅμως ἡ πέψις τῶν ἀναπτυομένων ἤνεγκε τὴν κρίσιν, ὥσθ' ἑκάτερον τῶν σημείων ὃ πέφυκε δηλοῦν μὴ διαψεύσασθαι. διττῆς γὰρ διαθέσεως τῷ νοσοῦντι γενομένης, μιᾶς μὲν τῆς πυρετώδους ἐπὶ τοῖς ἐν ταῖς φλεψὶ χυμοῖς, ἑτέρας δὲ τῆς εἰρημένης ἄρτι κατὰ τὸν θώρακα, τὴν προτέραν συνέβη μὴ παύσασθαι τελέως ἱδρῶσιν, ὡς ἂν ἔτ' ἄπεπτον οὖσαν, παύσασθαι δὲ τὴν ἑτέραν τῷ μηδ' ὅλως ὑπολειφθῆναί τι τοῖς περὶ τὸν θώρακα. γράφει γοῦν αὐτὸς οὕτως· [490] δεκάτῃ ἵδρωσε, πτύελα ὑποπέπονα, ἐκρίθη, οὖρα ὑπόλεπτα περὶ κρίσιν, ἐνδεικνύμενος ἃ κατὰ τὸ Προγνωστικὸν ἔγραψε περὶ τῶν λεπτῶν οὔρων ὄντα διττά, πρῶτον μὲν ταυτί· "ἔστ' ἂν πυρρόν τε ᾖ τὸ οὖρον καὶ λεπτόν, ἄπεπτον σημαίνει τὸ νόσημα." δεύτερον δὲ τάδε· "ὅσοι δ' ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν καὶ τὰ ἄλλα ὡς περιεσομένοισιν ᾖ σημεῖα, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία." διὰ τοῦτ' οὖν ἐπὶ τῇ τελευτῇ τῶν συμβάντων τῷ Πυθίωνι κατὰ λέξιν οὕτως ἔγραψε· μετὰ δὲ κρίσιν τεσσαρακοστῇ ἡμέρῃ ὕστερον ἐμπύημα περὶ ἕδρην καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις. ἐπεὶ δὲ καὶ τρόμου χειρῶν καὶ λήρου κατὰ τὴν πρώτην εὐθέως ἡμέραν ἐμνημόνευσε καὶ κατὰ τὰς ἑξῆς ἔγραψε· πάντα παρωξύνθη, κατὰ δὲ τὴν ἑβδόμην ἡμέραν προσέθηκε στόμα παρειρύσθη, διορίσασθαι χρή, πότερον αὐξανομένης τῆς περὶ τὸν ἐγκέφαλον κακώσεως ἢ μεθισταμένης κάτω τὸ στόμα κατεσπάσθη. φαίνεται δ' ἐκ τῶν ἐφεξῆς εἰρημένων μετάστασις εἰς τὰ κάτω χωρία [491] μᾶλλον, οὐ συμπάθεια πρὸς τὸν ἐγκέφαλον αὐτοῖς γεγονέναι, τάχα καὶ φλεβοτομηθέντος τἀνθρώπου καὶ διὰ τοῦτο μεγάλως ὠφεληθέντος. ἀλλὰ γὰρ κατὰ τὰς πρώτας ἡμέρας οὐδέπω τῶν πτυσμάτων οὐδὲ μικρὸν ἐφαίνετο ‹γενομένων ὕστερον διὰ τὴν ὀλιγότητα› τῆς ἐν τῇ πλευρᾷ διαθέσεως, οὐ διὰ τὴν κακοήθειαν αὐτῆς· ἴσμεν γὰρ ὅτι χαλεπώταται περιπνευμονίαι τε καὶ πλευρίτιδές εἰσιν αἱ ἄπτυστοι, καθότι καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐδίδαξεν. ἀλλὰ νῦν οὐ διὰ χαλεπότητα νομιστέον ἐν ταῖς πρώταις ἡμέραις πτυσθῆναι μηδέν, ἀλλὰ διότι περὶ τὸ πρῶτον μεσοπλεύριον μόνον ἡ διάθεσις ἦν. εἰ δὲ καὶ χαλεπὴ καὶ κατὰ τοῦτο μόνον ἐγεγόνει, καὶ διὰ τοῦτο οὐδὲν ‹ἔδει› πτύεσθαι. τῷ γοῦν τῆς φλεβοτομίας βοηθήματι δυνατόν ἐστιν ἀντισπασθέντων τῶν ἐνταῦθα πλεονεκτούντων χυμῶν ἀρχὴν πέψεως γεγονέναι τῇ διαθέσει κατὰ τὴν ἕκτην ἡμέραν, ἐν ᾗ πρῶτον ἐμνημόνευσε τῶν πτυσμάτων.

   ὃ δὲ περὶ τῆς δεκάτης ἡμέρας ἀνεβαλόμην ἐρεῖν, ἐστὶ τοιοῦτον· οὔτ' ἐν τοῖς τῶν Ἐπιδημιῶν τούτοις βιβλίοις ἐκρίθη τις βεβαίως δεκαταῖος οὔτ' αὐτὸς ἀπεφήνατό που τὴν δεκάτην ἡμέραν [492] εἶναι κρίσιμον, ὥσπερ τὴν ἑνδεκάτην εἴρηκεν οὐκ ὀλιγάκις. ἔχεις δὲ τὰς ῥήσεις αὐτοῦ πάσας ἠθροισμένας ἐν τοῖς Περὶ τῶν κρισίμων ἡμερῶν ὑπομνήμασιν, ἔνθα καὶ ἡ τεσσαρακοστὴ δείκνυται κρίνουσα τὰς νόσους, οὐχ ἡ τεσσαρακοστὴ δευτέρα, καθάπερ ᾠήθησαν ἔνιοι τῶν ὁλοκλήροις ἑβδομάσι τὰς περιόδους γίνεσθαι τῶν κρισίμων ἡμερῶν ὑπολαβόντων. εἰ δὲ διὰ μόνον τοῦτό τις ἡγεῖται τὸ νόσημα μὴ τελέως κριθῆναι, διότι δεκαταῖος ἵδρωσεν, οὐχ ἑνδεκαταῖος ὁ Πυθίων, οὐκ ὀρθῶς γινώσκει. τὸ γὰρ ἐλλιπὲς τῆς κρίσεως ἐκ τοῦ μηδέπω πεπέφθαι τὴν νόσον ἀναγκαῖον γίνεσθαι. πολλοὺς γοῦν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψε καὶ ἡμεῖς ἐθεασάμεθα κριθέντας ἐν κρισίμοις ἡμέραις ἐλλιπῶς διὰ μόνην τὴν τῶν οὔρων ἀπεψίαν. ἀμφοτέρων δ' ἀλλήλοις συνελθόντων, τοῦ τε κατὰ τὴν δεκάτην ἡμέραν ἀσθενοῦς καὶ τῆς τῶν οὔρων ἀπεψίας, ἐχρῆν ἴσως ‹μᾶλλον› μηδ' ‹ὅλως› κεκρίσθαι τὸν ἄνθρωπον ἢ [μὴ] ἐπὶ καλῷ τε καὶ χρησίμῳ. τάχ' οὖν "ἑνδεκάτῃ" γεγραμμένον, οὐ δεκάτῃ κατ' ἀρχὰς εὐθέως [493] ἡμαρτήθη, καθάπερ καὶ ἄλλα τινὰ φαίνεται πολλὰ διὰ τοὺς πρώτους ταῦτα ‹μετα›γράψαντας ἀμεληθέντα διαμεῖναι μέχρι παντός.

   ἀλλὰ περὶ μὲν τῆς δεκάτης ἡμέρας ἱκανὰ καὶ ταῦτα. σκέψασθαι δ' ἄμεινόν ἐστι μὴ κατὰ τὸ πάρεργον, ὁποῖόν τι τὸ ἐπινέφελον ἐναιώρημα νομιστέον ὑπάρχειν. ἐν μὲν γὰρ τῷ Προγνωστικῷ γέγραπται· "νεφέλαι δ' ἐμφερόμεναι ἐν τοῖσιν οὔροισι λευκαὶ μὲν ἀγαθαί, μέλαιναι δὲ φλαῦραι." οὔτ' οὖν οὖρον ἐπινέφελον οὔτ' ἐναιώρημα κατὰ τὸ Προγνωστικὸν εἴρηται, καίτοι γ' ἀκριβῶς ἅπασαν ἐν ἐκείνῳ τῷ βιβλίῳ διδάξαντος αὐτοῦ τὴν ἀπὸ τῶν οὔρων πρόγνωσιν ἐν τοῖς ὀξέσι νοσήμασιν. οὐ μὴν οὐδὲ τῶν ἐξηγησαμένων τὸ προκείμενον βιβλίον ἐζήτησέ τις, ὁποῖον εἶναι βούλεται τὸ ἐπινέφελον οὖρον ὁ Ἱπποκράτης. ἐγὼ τοίνυν ἅ μοι δοκεῖ ζητήσαντι περὶ αὐτοῦ λέγειν οὐκ ὀκνήσω· τὸ τῆς νεφέλης ὄνομα κατὰ μεταφορὰν ἀπὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἐπὶ τῶν οὔρων εἰώθασιν οἱ ἰατροὶ λέγειν, εἴτε τοῦ Ἱπποκράτους πρώτου τὴν προσηγορίαν τήνδε κατά τινος ἰδέας ἐναιωρημάτων ἢ οὔρων εἴτε καὶ ἄλλου τινὸς ‹πρὸ› αὐτοῦ θεμένου. ὥσπερ οὖν ἐν τῷ περιέχοντι ποτὲ μὲν [494] ζοφώδης γίνεται κατάστασις, πεπυκνωμένου νεφέλαις μελαίναις αὐτοῦ, ποτὲ δὲ ‹λαμπρὸν› ἀκριβῶς καὶ ἀνέφελον φαίνεται, ποτὲ δὲ καὶ διεσπασμέναι τινὲς ὁρῶνται κατ' αὐτὸ νεφέλαι καὶ λέγεται τηνικαῦτα τὸ περιέχον ἐπινέφελον, ἐν ᾧ καιρῷ καὶ τὴν χροιὰν τῶν νεφελῶν οὔτε μέλαιναν ἀκριβῶς οὔτε λαμπρὰν ὁρῶμεν, ἀλλ' ἐν τῷ μεταξὺ τούτων, οὕτω μοι δοκεῖ καὶ οὖρον καὶ ἐναιώρημα καλεῖν ἐπινέφελον ὁ Ἱπποκράτης, ὃ μήτε λευκόν ἐστι τὴν χροιὰν μήτ' ἤδη μέλαν ἀκριβῶς, ἀλλ' ἐν τῷ μεταξὺ τούτων. ὥσπερ οὖν τὸ μὲν λευκὸν ἐναιώρημα τῶν ἀγαθῶν ἐστι, τὸ δὲ μέλαν τῶν μοχθηρῶν, οὕτω καὶ τὸ μεταξὺ τούτων οὔτε ἀγαθόν ἐστιν ἀκριβῶς οὔτε μοχθηρόν, ἀλλ' ἐν τῷ μεταξύ. καὶ τοίνυν ἐπὶ τοῦ Πυθίωνος ὑπολαβεῖν χρὴ τοιοῦτον ἐναιώρημα γεγονέναι. λευκὸν μὲν γὰρ εἴπερ ἦν, οὐκ ἂν ἐλλιπῆ τὴν κρίσιν εἰργάσατο, καθάπερ γ', εἰ καὶ μέλαν, οὐκ ἂν ἀγαθήν. ἐπεὶ δ' οὖν ἦν μέσον λευκοῦ τε καὶ μέλανος, ἀγαθὴ μὲν ἐγένετο κρίσις, ἀλλ' ἐλλιπής.

   τὸ δὲ ὑπόλοιπον ‹τῆς διαθέσεως› κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν εἰς ἀπόστασιν ἧκε διττήν, ἣν οὐδ' αὐτὴν ὀρθῶς ἐξηγοῦνται, κατὰ συμπάθειαν τῆς εἰς τὴν ἕδραν ἀποστάσεως οἰόμενοι [495] γεγονέναι τῷ Πυθίωνι τὴν στραγγουρίαν, Ἱπποκράτους αὐτοῦ ποτὲ μὲν ἁπλῶς γράφοντος γενέσθαι τὴν στραγγουρίαν, ἐνίοτε δ' οὐχ ἁπλῶς, ἀλλὰ προστιθέντος αὐτῇ τὸ τῆς ἀποστάσεως ὄνομα, καθάπερ κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἐν τῇ δευτέρᾳ καταστάσει. γράφει γοῦν ὧδε· "μόνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων καὶ πλείστους ἐρρύσατο τῶν ὄντων ἐν τοῖσι μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ ἐς τοῦτο ἀποστάσιες ἐγίνοντο." προσαγορεύοντος γὰρ ἀποστάσεις αὐτοῦ καὶ τὰς κατ' ἔκκρισιν τῶν λυπούντων χυμῶν γιγνομένας, οὐ μόνον τὰς κατ' ἀπόθεσιν, εἰκότως, ὥσπερ εἰς δυσεντερίαν ἐν ἑτέροις, οὕτως νῦν εἰς στραγγουρίαν ἀπόστασις εἴρηται γεγονέναι, καθαιρομένης τῆς ἐν ταῖς φλεψὶ κακοχυμίας δι' ἀμφοτέρων τῶν ἐκκρίσεων. ‹διὰ› τοῦτο γοῦν ἐν αὐτῇ τῇ δευτέρᾳ καταστάσει περὶ τῶν οὔρων ὀλίγον ἔμπροσθεν ἧς ἄρτι παρεθέμην ῥήσεως αὐτὸς ἔγραψεν ὡδί· "στραγγουριώδεες, οὐ νεφριτικά, ἀλλὰ τούτοισιν ἀντ' ἄλλων ἄλλα." γινομένης γὰρ ἐν νοσήμασι στραγγουρίας ἐπὶ νεφρῶν διαθέσει, διορίζων ἀπ' αὐτῆς τὴν ἐν τῇ δευτέρᾳ καταστάσει γενομένην ἀπόστασιν ‹τῷ› λόγῳ προσέθηκε τὸ "στραγγουριώδεες, οὐ νεφριτικά, ἀλλὰ τούτοισιν ἀντ' ἄλλων ἄλλα", τουτέστιν ἀντὶ τῆς ἐν ταῖς φλεψὶ κακοχυμίας [496] καὶ τῶν ταύτῃ πυρετῶν ἀκολουθούντων αἱ καθάρσεις ἐγίγνοντο, τῶν μοχθηρῶν χυμῶν ἐκκρινομένων διὰ τῆς κύστεως, ὥσπερ ἐνίοτε διὰ τῶν ἐντέρων. ἡ τοίνυν δῆξις ἡ ἀπὸ τῶν ἐκκρινομένων ‹χυμῶν› δριμέων ὄντων εἰργάζετο τὴν στραγγουρίαν. ἐδείχθη γὰρ ἡ κύστις ἐπὶ τὴν ἀπόκρισιν ὁρμῶσα τῶν οὔρων ἐν ταῖς στραγγουρίαις, πρὶν ἀξιολόγως ὑπ' αὐτῶν πληρωθῆναι, διὰ διττὴν αἰτίαν, ἤτοι τὸ μὴ φέρειν αὐτῶν τὴν ποιότητα ‹τῶν δριμέων› καὶ δακνωδῶν γενομένων ἢ τὸ δι' ἀρρωστίαν βαρύνεσθαι πρὶν ἀθροισθῆναι, κἂν ὀλίγον παντάπασιν ᾖ. τοιαύτην οὖν ἔφη τινὰ καὶ τῷ Πυθίωνι τὴν ἀπόστασιν ἤδη γενέσθαι, μὴ γράψας ἁπλῶς οὑτωσί· 'στραγγουριώδης ἐγένετο', ἀλλὰ προσθεὶς τὸ ἀπόστασις· ἔχει γὰρ ἡ λέξις οὕτως· "ἐμπύημα περὶ ἕδρην καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις." ἀλλὰ τὰ μὲν τοιαῦτα, δυοῖν θάτερον, ἢ παρατρέχουσιν ἢ κακῶς ἐξηγοῦνται πολλοὶ τῶν ἐξηγητῶν, χρονίζουσι δ' οὐκ ἀναγκαίως, ὑπὲρ ὧν ἅπαξ ἐνταῦθα διαλεχθῆναι βούλομαι.

ΠΕΡΙ ΤΩΝ ΜΟΧΘΗΡΩΣ ΕΞΗΓΟΥΜΕΝΩΝ.

   Ἐγὼ μὲν ᾤμην ἄμεινον εἶναι τὰ πολλῷ χρόνῳ ζητηθέντα μοι καὶ μετὰ κρίσεως ἀσφαλοῦς εὑρεθέντα μόνα γράφειν, ἄνευ τῶν εἰς [497] τοὺς κακῶς ἐξηγησαμένους ἐλέγχων. ἐπεὶ δ' ἔνιοι μὲν διὰ τὸ μηδ' ὅλως πεπαιδεῦσθαι κατὰ μηδὲν τῶν παιδείων μαθημάτων, ἔνιοι δὲ καὶ φύσει νωθροὶ τὴν διάνοιαν ὄντες, ἀναγινώσκοντες ἐνίοτε παρά τισι τῶν γραψάντων ἐξηγήσεις ξένας, αὐτῷ τούτῳ μόνῳ τῷ ξένῳ συναρπασθέντες ἐπαινοῦσιν αὐτάς, διὰ τοῦτ' ᾠήθην ἄμεινον εἶναι κἂν ἅπαξ αὐτῶν που μνημονεῦσαι τῶν οὕτως ἐξηγουμένων, εἰρηκότος γε καὶ αὐτοῦ τοῦ Ἱπποκράτους· "τὸ γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες ‹εἰ χρηστὸν› μᾶλλον ἐπαινέουσιν ἢ τὸ σύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστόν, καὶ τὸ ἀλλόκοτον μᾶλλον ἢ ‹τὸ› εὔδηλον." ὅπως οὖν προειδότες οἱ τοῖς ἡμετέροις ὑπομνήμασιν ἐντυγχάνοντες, ὁποῖοι γοῦν τινες οἱ τρόποι τῶν μοχθηρῶν ἐξηγήσεών εἰσιν, γνωρίζειν αὐτοὺς δύνωνται, μακρότερον ἐνταῦθα περὶ πασῶν αὐτῶν ἔγνων γράψαι. καί μοι μηδεὶς ἀχθεσθῇ τῷ μήκει τοῦ λόγου, μέλλων ἔχειν αὐτὸν ἀεὶ βοηθὸν εἰς τὴν τῶν φαύλων ἐξηγήσεων διάγνωσιν.

   ἓν μὲν οὖν εἶδός ἐστιν αὐτῶν, ὁποῖόν τι καὶ κατὰ τὸν προκείμενον ἄρρωστον ἐποιήσαντό τινες, ὧν ἑνὸς παραγράψω τὴν ῥῆσιν αὐτοῖς ὀνόμασιν, ἵνα μή τις οἰηθῇ με καταψεύδεσθαι τἀνδρός· "τὸ μέντοι τῆς Γῆς ἱερὸν τὸ τῆς Δήμητρος λέγει. παρείληφε μὲν ‹τοῦ›το [498] τὸ ἱερὸν μήποτε ὑπὲρ τοῦ δεῖξαι τὴν αἰτίαν, ἀφ' ἧς ‹ὁ› τρόμος τῶν χειρῶν καὶ τὸ νοσεῖν αὐτῷ ἐγένετο, ὡς τῇ ‹Μελιδίᾳ τῇ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν γεγραμμένῃ, ἣ κατέκειτο παρὰ τὸ τῆς Ἥρας ἱερόν,› διὰ τὴν ἐποχὴν τῶν ἐπιμηνίων γενομένην, ὡς εἰκός, διὰ τὴν τοῦ μορίου ἀργίαν. καὶ πάλιν ἐν τῷ ἕκτῳ ἱστορεῖ, τἀνδρὸς ἀποδήμου γενομένου, ἀργευσαμένην τῷ μορίῳ τὴν γυναῖκα ἀναληφθέντων τῶν ἐπιμηνίων εἰς τὸ στόμα φῦσαι πώγωνα. καὶ τί γὰρ ἄλλο ἢ ἀνδρωθῆναι τὴν γυναῖκα; οὕτως οὖν καὶ Πυθίων ἀποσχόμενος συνουσίας διὰ τὴν πρὸς μόνον ἐπιμέλειαν τὸ ἱερὸν ‹τὴν› νόσον ὑπομένει." αὕτη μὲν ἑνὸς τῶν ἐξηγητῶν ἐστι ῥῆσις ἑαυτὸν καταβάλλοντος ἐκ τοῦ πολλάκις μὲν ὀνομαστὶ μνημονεῦσαί τινων οἰκήσεων τὸν Ἱπποκράτην, μὴ πασῶν δ' αὐτῶν, ἀλλ' ὀλιγίστων παντάπασιν ἐξήγησιν γράψαι. εἰ γὰρ οὐκ ἀργῶς αἱ οἰκήσεις τῶν νοσησάντων ἐγράφησαν, ἀλλὰ συνενδείκνυνταί τι τῶν εἰς τὴν τέχνην χρησίμων, οὐκ ὀρθῶς ἐποίησεν ἐπ' ὀλίγων μὲν ἀρρώστων ἐξηγησάμενος αὐτῶν τὴν δύναμιν, ἐπὶ δὲ τῶν ἄλλων καίτοι παμπόλλων ὄντων παραλιπών, οἷον εὐθέως ἐπὶ τοῦ πρώτου γραφέντος κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν· "Φιλίσκοσ", γάρ φησιν, "ᾤκει παρὰ τὸ τεῖχοσ". εἶθ' ἑξῆς πάλιν· "Ἐπικράτεος [499] γυναῖκα, ἣ κατέκειτο παρὰ ἀρχηγέτην". καὶ πάλιν· "Ἐρασῖνος ᾤκει παρὰ Βοώτου χαράδρην." εἶθ' ἑξῆς· "τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ". εἶτ' αὖθις ἐπί τινος γυναικός· "τὴν Δρομεάδεω", φησί, "γυναῖκα θυγατέρα τεκοῦσαν". εἶτ' ἐπ' ἄλλης πάλιν "γυναικός, ἣ κατέκειτο ἐν ἀκτῇ." ἐν αὐτῷ δὲ τούτῳ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἑτέρους πολλοὺς ἂν εὕροις γεγραμμένους ἀρρώστους μετὰ τῶν οἰκήσεων, ἐν αἷς ᾤκουν, ἃς οὐδ' ὅλως ἐξηγοῦνται. "Χαιρίων", οὖν φησιν, "ὃς κατέκειτο παρὰ Δημαινέτῳ·" μετ' αὐτὸν ἑξῆς· "τὴν Εὐρυάνακτος θυγατέρα παρθένον πῦρ ἔλαβεν"· εἶθ' ἑξῆς· "ἡ κυναγχικὴ παρὰ ‹τὰ› Βίτωνοσ". καὶ μετὰ ταύτην πάλιν· "τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ." καὶ τί δεῖ πολλὰ παραγράφειν, ὅλου σχεδὸν τοῦ βιβλίου πεπληρωμένου τῆς τοιαύτης γραφῆς; ἀλλ' ἐπὶ τὸ προκείμενον ἰτέον· παμπόλλων γὰρ ἀρρώστων οὕτω γεγραμμένων ‹ἤτοι γ'› ἐπὶ πάντων ἐχρῆν πεποιῆσθαι τὴν ἀπὸ τῶν οἰκήσεων ἐξήγησιν ἢ μηδ' ἐφ' ἑνός.

   ἀλλ' ἔνιοί γε τῶν ἐξηγουμένων τὰ βιβλία κατεγνώκασιν εἰς τοσοῦτον τῶν ἀκροατῶν, ὥστ' ἐγώ ποτε ἐν Ἀλεξανδρείᾳ καὶ [500] τοιαύτης ἐξηγήσεως ἤκουσα περί τινος ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἀρρώστου γεγραμμένου κατὰ τὴν ῥῆσιν, ἧς ἡ ἀρχή· "Σιληνὸς ᾤκει ἐπὶ τοῦ πλαταμῶνοσ". ἐν γὰρ τῷ διηγεῖσθαι τὰ συμβάντα τούτῳ καὶ τοιαύτην τινὰ ῥῆσιν ἔγραψεν ὁ Ἱπποκράτης· "νυκτὸς οὐδὲν ἐκοιμήθη, λόγοι πολλοί, γέλως, ᾠδή". τούτοις οὖν ἐπεφώνησεν "ἰού" ὁ ἐξηγούμενος τὸ σύγγραμμα, "Σιληνὸς γὰρ ἦν." οἱ μαθηταὶ δ' ἀναπηδήσαντες ἐκεκράγεσαν ὑπερθαυμάζοντες. ἔνιοι δὲ τῶν ἐξηγουμένων εἰς τοσοῦτον ἥκουσι περιεργίας, ὥστε ζητοῦσι, πότερον ἐπὶ τοῦ πλαταμῶνος ‹ἢ τοῦ πλατανῶνος› ὁ Σιληνὸς ᾤκει, τινὲς μὲν διὰ τοῦ μῦ "πλαταμῶνοσ" ἀξιοῦντες γράφειν, ἔνιοι δὲ διὰ τοῦ νῦ "πλατανῶνοσ".

   ὡσαύτως δὲ ζητοῦσιν οἱ τοιοῦτοι τῶν ἐξηγητῶν, ὅταν ὁ Ἱπποκράτης εἴπῃ· "κατέκειντο παρὰ τὸ θέητρον", ἆρά γε "θέρετρον" ἄμεινον γράφειν ἢ "θέητρον".

   ἀλλὰ τῶν μὲν εἰς τὰ τοιαῦτα τὸν χρόνον ἀναλισκόντων κατεγνώκασι, τοὺς δὲ διὰ τῶν ἔν τε τῷ Προρρητικῷ καὶ ταῖς Κωακαῖς προγνώσεσι γεγραμμένων ἐξηγουμένους τὰ κατὰ τοὺς νοσοῦντας ἐν ‹τούτοις› τοῖς βιβλίοις εἰρημένα πολλοὶ θαυμάζουσιν. ἐδείχθη δ' ἐπὶ πλεῖστον [501] ἡ μοχθηρία τῶν ἐν τῷ Προρρητικῷ γεγραμμένων ἐν τρισὶν ὑπομνήμασιν, οἷς ἐποιησάμην εἰς αὐτό. φαίνεται γὰρ ὁ γράψας ἐκεῖνο τὸ βιβλίον πολλάκις ἐξ ἑνὸς ἢ δυοῖν τῶν κατὰ μέρος ὀφθέντων αὐτῷ καθολικὰς ἀποφάσεις ποιούμενος. ἐδείχθη δὲ καὶ συνδρομὰς γράφων πολλὰς ἐξ ἀνομογενῶν σημείων ἠθροισμένας.

   ἐδείχθη δὲ καὶ ὡς ἡ τοιαύτη διδασκαλία τοσοῦτον πλῆθος ἔχει συνδρομῶν, ὡς μηδ' ἀριθμηθῆναι δύνασθαι. καὶ πρὸς τούτοις γ' ἔτι καὶ τοῦτ' ἐδείχθη κατὰ τὴν ἐξήγησιν ὧν ἔγραψεν ὁ τὸ Προρρητικὸν συνθείς, ὡς οὐκ ἐνδέχεται διδασκαλίαν ἑτέραν ἀμείνονα γενέσθαι τῆς κατὰ τὸ Προγνωστικὸν ὑφ' Ἱπποκράτους γεγονυίας, ἑνὸς ἑκάστου σημείου τὴν δύναμιν αὐτοῦ διδάξαντος ἰδίᾳ. μηδὲ γὰρ ἄλλως δύναται πολλῶν ἅμα συνελθόντων προγνωσθῆναί τι. τοῖς μὲν οὖν ἀνεγνωκόσιν ἀμφότερα τὰ βιβλία, τό τε Προγνωστικὸν καὶ τὸ Προρρητικόν, οἶδ' ὅτι σαφῆ τὰ νῦν εἰρημένα πάντ' ἐστίν. εἰ δὲ καὶ τοῖς ἡμετέροις ὑπομνήμασι ‹τοῖς› εἰς αὐτὰ προεντετυχηκώς τις εἴη, καὶ χωρὶς τῶν νῦν εἰρημένων ὑπ' ἐμοῦ γινώσκειν δύναται τὸ μοχθηρὸν τῆς τοιαύτης ἐξηγήσεως.

[502] τοὺς δ' οὐκ ἀνεγνωκότας ἐπ' ἐκεῖνα μὲν ἀφικέσθαι πρότερον ἀξιῶ, μετὰ ταῦτα δὲ πάλιν ἐνταῦθα παραγενομένους ἀκοῦσαί τε καὶ κρῖναι τὰ πρὸς ἐμοῦ νῦν εἰρημένα.

   λαβὼν γὰρ ἔναγχός τι τῶν εἰς τὸ προκείμενον βιβλίον ὑπὸ Λύκου τοῦ Μακεδόνος ὑπομνημάτων γεγονότων εὗρον ἐν τῇ τοῦ Πυθίωνος ἐξηγήσει τρεῖς ῥήσεις ἐκ τοῦ Προρρητικοῦ γεγραμμένας, ὧν ἐπὶ μὲν τῆς πρώτης κατὰ λέξιν οὕτως ἔλεγεν· "αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες παρακρούσιες πάνυ φρενιτικαί, ὡς καὶ Διδυμάρχῳ ἐν Κῷ." ἐπὶ δὲ τῆς δευτέρας ὧδε· "τὰ τρομώδεα γενόμενα ἐφιδρῶσι φιλυπόστροφα." καὶ ἡ τρίτη δὲ κατὰ τήνδε τὴν λέξιν ἐγέγραπτο· "τὰ [δ'] ἐπὶ ταραχώδεσιν ἀγρύπνοις οὖρα ἄχροα, μέλασιν ἐναιωρεύμενα, παρακρουστικά." αὗται μὲν αἱ ἐκ τοῦ Προρρητικοῦ ῥήσεις ὑπὸ τοῦ Λύκου προσεγράφησαν, ὡς εἰρηκότος οὕτως Κοΐντου κατὰ τὴν ἐξήγησιν τοῦ προκειμένου Πυθίωνος. ἐμοὶ δέ, ἐπειδήπερ ἠναγκάσθην τὰ κακῶς εἰρημένα διελέγχειν, καίτοι διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων πεφυλαγμένος αὐτὸ πρᾶξαι, βέλτιον εἶναι δοκεῖ τὴν [503] τῶν τοιούτων ἐξηγήσεων μοχθηρίαν δηλῶσαι.

   πρῶτον μὲν οὖν οὐδ' ἐφαρμόττει τοῖς νῦν εἰρημένοις ἐπὶ τοῦ Πυθίωνος ἡ τοῦ Προρρητικοῦ ῥῆσις. οὔτε γὰρ μετὰ σιγῆς ἐφρενίτισεν οὔτε πάνυ φρενιτικὸς ἐγένετο. δέδεικται δ' ἡμῖν ἐξηγουμένοις τὸ Προρρητικόν, ὁποῖαί τέ τινές εἰσιν αἱ μετὰ σιγῆς παραφροσύναι καὶ διὰ τί "πάνυ φρενιτικὰσ" εἶπεν αὐτάς, ὧν οὐδέτερον ἐπὶ τοῦ Πυθίωνος ἐγένετο· καὶ γὰρ †οὐκ ἄνευ σιγῆς ἐλήρει καὶ μετρίως ἐφρενίτισεν. ἡ δὲ δευτέρα ῥῆσις, καθ' ἣν λέγει· "τὰ τρομώδεα γινόμενα ἐφιδρῶσι φιλυπόστροφα", τοὐναντίον ἐνδείκνυται τοῦ συμβάντος τῷ Πυθίωνι, μὴ γενομένων ‹ἐφ' ἱδρῶσιν αὐτῷ τῶν τρόμων›, ἀλλ' ἐξ ἀρχῆς μὲν συνεισβαλόντων, ὕστερον δὲ κατὰ τὴν δεκάτην ἡμέραν ἱδρώσαντος αὐτοῦ, ὥστ' οὐκ ἐπὶ τοῖς ἱδρῶσιν οἱ τρόμοι φαίνονται γεγονότες, ἀλλ' ἐπὶ τοῖς τρόμοις οἱ ἱδρῶτες.

   ἡ λοιπὴ δὲ καὶ τρίτη ῥῆσις, ἐν ᾗ φησι· "τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοις οὖρα ‹ἄχροα›, μέλασιν ἐναιωρεύμενα, παρακρουστικά", προσηκόντως ἂν ὑπὸ τοῦ Λύκου παρείληπτο τοῦ Πυθίωνος ἀγρυπνήσαντος μὲν πρῶτον οὐκ ἄνευ ταραχῆς, οὐρήσαντος δ' οὖρον ἔχον [504] ἐναιώρημα μέλαν, εἶθ' οὕτως παραφρονήσαντος ὕστερον. ἐπεὶ δ' οὔτ' οὔρησε τοιαῦτα, (τὸ γὰρ ἐπινέφελον ἐναιώρημα πάμπολυ διαφέρει τοῦ μέλανος,) οὔτ' ἐπ' ἀγρυπνίαις ταραχώδεσιν ἐφρενίτισεν, ἀλλ' εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἐλήρησεν, οὐκ ὀρθῶς παρείληπται. τί γὰρ ἐκώλυεν αὐτὸν εἰπεῖν ἐναιώρημα μέλαν, εἶτα τὴν ἀγρυπνίαν μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ, μετὰ δὲ ταύτας ἐν τῇ τρίτῃ πάλιν καὶ ταῖς ἐφεξῆς τὴν παραφροσύνην; ἀλλὰ καὶ αὐτὸς ὁ Λύκος ἐξηγούμενος τὴν "ἐπινέφελον" φωνὴν οὐκ ἐτόλμησεν εἰπεῖν δηλοῦσθαι πρὸς αὐτῆς τὸ μέλαν. ἐκ περιττοῦ τε οὖν ταῦτα προσέθηκεν, εἰ χρὴ λέγειν ἐκ περιττοῦ τὰ μὴ μόνον ἄχρηστα πρὸς τὸ προκείμενον, ἀλλὰ καὶ παντάπασι ψευδῆ, παρέλιπέ τε τὰ κυριώτατα τῶν ὑφ' Ἱπποκράτους εἰρημένων ἐπισκέπτεσθαι, τίς μὲν ἡ τῶν τρόμων ἐστὶ διάθεσις, ὅστις δ' ὁ πεπονθὼς τόπος ἐπὶ ταῖς τρομώδεσι χερσίν, ἢ πόθεν τὰ ποικίλα πτύσματα τὰ πολλὰ τούτοις ἑπόμενα, περὶ ὧν ἐγὼ διῆλθον. ὅλως γὰρ οὐδὲν τούτων ἐπισκεψάμενος [505] ἑαυτῷ προὔβαλεν ὡς ζήτημα τὸ μηδ' ὅλως ὂν ζήτημα κατὰ λέξιν οὕτως· "τῇ ἑβδόμῃ ἡμέρῃ τὸ στόμα παρειρύσθη". καὶ δοκεῖ ἡ ἱστορία αὕτη μαχομένη εἶναι τῇ ἀποφάσει τῇ οὕτως ἐν Ἀφορισμοῖς ἐχούσῃ· "ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ἢ ῥὶς ἢ ὀφθαλμὸς ἢ ὀφρὺς διαστραφῇ, ἢ μὴ βλέπῃ, ἢ μὴ ἀκούῃ, ‹ἤδη› ἀσθενέος ἐόντος ‹τοῦ σώματος› ἢ ὅ τι ἂν τούτων γένηται, ἐγγὺς ὁ θάνατος." αὕτη ἡ τοῦ Λύκου ῥῆσις ἑαυτῷ προβαλόντος ὡς ζήτημα τὸ μηδ' ὅλως ἔχον ἀμφιβολίαν. ἐν μὲν γὰρ τοῖς Ἀφορισμοῖς εἴρηκεν· "ἤδη ἀσθενέος ἐόντος ‹τοῦ σώματοσ›", ὁ Πυθίων δ' οὐκ ὢν ἀσθενὴς παρειρύσθη τὸ στόμα. καὶ μέντοι καὶ λύων, ὃ προὔβαλεν αὐτὸς ὁ Λύκος, οὐδὲν ἄλλο εἶπεν εἰς τὴν λύσιν αὐτοῦ ‹πλὴν› τοῦδε τοῦ νῦν ὑπ' ἐμοῦ λελεγμένου. τὸ μὲν οὖν πρόδηλον ὂν ὡς ζήτημα προὔβαλεν, οὐδὲν δὲ τῶν ἄλλων, ἃ χρήσιμα τοῖς ἔργοις τῆς τέχνης, ἐζήτησεν, οὔτε τίς ἦν ἡ διάθεσις τῷ Πυθίωνι, δι' ἣν ἐγένετο τὰ προγεγραμμένα συμπτώματα, ‹οὔτε› τίς τῶν τόπων ἢ τίνες ἐπεπόνθεσαν.

   ἀλλ' οὐδὲ περὶ τῆς φλεβοτομίας ὡς παραλελειμμένης ἐπεσημήνατο, χυμῶν δὲ καὶ κράσεων οὐ μόνον νῦν, ἀλλ' οὐδὲ κατ' ἄλλην τιν' [506] ἐξήγησιν ἀρρώστων ἢ καταστάσεων ἐμνημόνευσεν, ἃ μάλιστα ἐχρῆν ἐπισκοπεῖσθαι τὸν ἐξηγούμενον Ἱπποκράτειον βιβλίον, ὥσπερ καί, εἴ τις Ἀσκληπιάδειον ἐξηγοῖτο, πόρους καὶ ὄγκους ἄναρμά τε στοιχεῖα καὶ τὴν πρὸς τὸ λεπτομερὲς φοράν ἐστιν αὐτῷ ῥητέον· εἰς ταύτας γὰρ τὰς ἀρχὰς ἐκεῖνος ἀνάγει πάντα. θερμὸν δὲ καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν Ἱπποκράτης αἰτιᾶται, καθάπερ τὸ περιέχον ἐν τοῖς τῶν ζῴων σώμασιν. οὕτω δὲ καὶ τέτταρας χυμοὺς ἀλλήλων τὴν κρᾶσιν διαφέροντας αἰτίους εἶναί φησι τῆς θ' ὑγείας καὶ τῶν νοσημάτων, τῆς μὲν ὑγείας, ὅταν συμμέτρως ἔχωσι πρὸς ἀλλήλους, τῶν νοσημάτων δ', ὅταν πλεονάζωσιν ἢ ἐλλείπωσιν ἢ μεταστῶσιν ἐξ οἰκείας χώρας εἰς ἀλλοτρίαν. εἰς ταύτας γοῦν τὰς ἀρχὰς καὶ οἱ πρὸ Λύκου καὶ Κοΐντου τῶν Ἱπποκράτους ἐξηγησάμενοί τι βιβλίον ἐμπειρικοὶ πάντ' ἀνάγειν πειρῶνται, καθάπερ ἐν δράματι φυλάττοντες ἔνιοι τὴν οἰκείαν ὑπόκρισιν τοῦ περικειμένου προσώπου. ὥσπερ γὰρ Ἐρασίστρατον ἐξηγούμενός τις ὀρθῶς ἂν ἀπέχοιτο τοῦ περὶ χυμῶν [507] λέγειν ἢ κράσεων, οὕτως ὁ λέγειν ἐπιχειρῶν ὁτιοῦν εἰς Ἱπποκράτειον σύγγραμμα τὴν ἐκείνου γνώμην ὀρθῶς ἂν ποιοῖτο σκοπὸν τῆς ἐξηγήσεως. ἴσως οὖν ἄμεινόν ἐστι Λύκῳ μὲν συγγινώσκειν ὡς νόθῳ τῆς Ἱπποκράτους αἱρέσεως ἐν οἷς ἂν ἁμαρτάνων φαίνηται, πλὴν εἴ τις αὐτῷ τοῦτο μέμφοιτο τὸ γράφειν ἐξηγήσεις μὴ δυνάμενον ὑποκρίνασθαι τὸ δρᾶμα. παραπλήσιον γὰρ τοῦτο τῷ κωμῳδίαν ἢ τραγῳδίαν ἐπιχειρεῖν ὑποκρίνεσθαι μὴ δυνάμενον. ἐπὶ δὲ τοὺς Ἱπποκρατείους ἑαυτοὺς ὀνομάσαντας ἐλθών τις οὐκ ἂν εἰκότως αὐτοῖς συγγνοίη παραπλησίως τοῖς ξένοις τε καὶ νόθοις τῆς αἱρέσεως ἐσφαλμένοις. ὅταν δὲ καὶ τὰ σφάλματ' αὐτῶν οὐ μόνον ἀποχωρῇ τῆς Ἱπποκράτους γνώμης, ἀλλὰ καὶ τῆς ἐν τοῖς πράγμασιν ἀληθείας, διπλασίως ἄν τις αὐτοῖς μέμψαιτο. κάλλιστον μὲν γάρ ἐστιν ἀμφοτέρων ἔχεσθαι τῶν σκοπῶν τῶνδε τὸν [ἀκόλουθον] ἐξηγητήν, ἀκόλουθά τε λέγοντα τῷ συγγραφεῖ καὶ ἀληθῆ. θάτερον δὲ μόνον φυλάττοντι μεμπτέον ὡς τοῦ ὅλου τὸ ἥμισυ διεφθαρκότι. τὸν δὲ μήτ' ἀληθῆ λέγοντα μήτ' ἀκόλουθα τῷ γεγραφότι τὸ βιβλίον ἐξηγητὴν ἐσχάτως ἁμαρτάνειν ὑποληπτέον.

[508]    οἱ τοίνυν περὶ τὸν Σαβῖνον καὶ τὸν μαθητὴν αὐτοῦ Μητρόδωρον, ἀκριβέστεροι δόξαντες εἶναι τῶν ἔμπροσθεν Ἱπποκρατείων, ὅμως καὶ αὐτοὶ φαίνονται μοχθηρῶς ἐξηγούμενοι πολλάκις τὸν Ἱπποκράτην. αὐτίκα γέ τοι κατὰ τὸν προκείμενον ἄρρωστόν φασιν αὐτοῖς ὀνόμασιν· "ὥσπερ 'ὁ σπασμὸς γίνεται καὶ ὑπὸ πληρώσεως καὶ ὑπὸ κενώσεωσ', οὕτως καὶ ὁ τρόμος μικρὸς ὢν σπασμὸς ὑπὸ τῶν ἐναντίων ἀποτελεῖται." περὶ μὲν οὖν τῆς αἰτίας, ὑφ' ἧς γίνεται τὰ τοιαῦτα παθήματα, δογματικῶν ἀνδρῶν ἐστιν, οὐκ ἐμπειρικῶν ἐπισκέπτεσθαι· τὸ μέντοι γνωρίζειν αὐτὰ καὶ διακρίνειν ἀπ' ἀλλήλων ἀναγκαῖόν ἐστι καὶ τοὺς ἐμπειρικοὺς δύνασθαι. φαίνονται δ' ἐν αὐτῷ τούτῳ πρῶτον οἱ περὶ τὸν Σαβῖνον ἐσφαλμένοι, μικρὸν σπασμὸν εἰπόντες εἶναι τὸν τρόμον. ὅλῳ γὰρ τῷ γένει διενήνοχεν ἀλλήλων τὰ πάθη ταῦτα. διαφερέτω δὲ μηδὲν ἔν γε τῷ παρόντι πάθη καλεῖν ἢ συμπτώματα τὰς βλάβας τῶν ἐνεργειῶν. οὐ γὰρ διαθέσεις γέ τινες ἐν τοῖς στερεοῖς τοῦ ζῴου μορίοις εἰσίν, ὡς οἴδημα καὶ φλεγμονὴ καὶ σκίρρος, ἀλλ' ὥσπερ αἱ ἐνέργειαι κατὰ τὸ γίνεσθαι λαμβάνουσι τὴν ὕπαρξιν, οὐ κατὰ τὸ μονίμως καθ' ἕξιν ὑπάρχειν, οὕτω καὶ [509] τὰ παθήματα αὐτῶν. ἁπάσης γὰρ κινήσεως ἐν τῷ γίνεσθαι τὸ εἶναι κτωμένης οὔσης τέ τινος ἐν τοῖς ζῴοις προαιρετικῆς κινήσεως, ὥσπερ ἑτέρας ἀπροαιρέτου καὶ φυσικῆς, αἱ βλάβαι τῆς προαιρετικῆς ἐν ταῖς τῶν μυῶν γίγνονται κινήσεσιν, ὑφ' ὧν καὶ τὰς κατὰ προαίρεσιν ἴσμεν ἀποτελουμένας. ἀλλὰ τὸ μὲν κατὰ φύσιν ἐν αὐταῖς ἓν ‹καὶ› ἁπλοῦν ἐστι, τὸ δὲ παρὰ φύσιν ἐν πρώταις μὲν γίγνεται δύο διαφοραῖς, ἤτοι χωρὶς προαιρέσεως κινουμένων τῶν μορίων, ἃς ἔμπροσθεν ἐκινοῦντο κινήσεις καθ' ὁρμήν, ἢ κατὰ προαίρεσιν. [ἔστι μὲν οὐ κατὰ φύσιν,] διαφέρει δ' οὐδὲν ἤτοι καθ' ὁρμὴν εἰπεῖν ἢ κατὰ προαίρεσιν εἴς γε τὸ παρόν. αὐτῶν δὲ τῶν ἄνευ προαιρέσεως γιγνομένων κινήσεων ἐν τοῖς προαιρετικῶς πεφυκόσι κινεῖσθαι τὸ μέν τι σπασμὸς ὀνομάζεται, τὸ δὲ παλμός, τὸ δὲ ῥῖγος, ἀλλήλων διαφέροντα. καθόλου δὲ περὶ τούτων λέλεκται δι' ἑνὸς ὅλου βιβλίου. τῆς δὲ κατὰ προαίρεσιν μέν, οὐ κατὰ φύσιν δὲ κινήσεως γινομένης ἓν εἶδός ἐστιν, ὃ καλεῖται τρόμος, ὑπὲρ οὗ νῦν ἀναγκαῖόν ἐστιν εἰπεῖν, ἐπεὶ καὶ περὶ τῶν ἄλλων ἕνεκα τούτου λέλεκταί τι.

   γίνεται τοίνυν ὁ τρόμος οὐ μόνον ἐπὶ νοσοῦσι μυσί τε καὶ [510] νεύροις, ἀλλὰ καὶ κατὰ φύσιν ἔχουσιν, ὅταν ὑπὲρ τὴν δύναμίν τις αἴρειν ἐπιχειρήσῃ βάρος ὁτιοῦν ἢ ταῖς χερσὶ βαστάζων ἢ τοῖς ὤμοις ἀναθέμενος. ὁρῶνται γοῦν ἔνιοι τῶν ἰσχυροτάτων νεανίσκων ἐν τῷ βαστάζειν ὑπέρβαρύ τι τρομώδεις τοῖς σκέλεσι γιγνόμενοι, καὶ μάλισθ' ὅταν ἀναβαίνειν ἐπιχειρήσωσι κλίμακας. ὅπερ δ' ἐκείνοις ἐπὶ μεγίστοις ἄχθεσι, τοῦτο γέρουσί τε καὶ τοῖς ἄλλοις ἀσθενέσιν ἐπὶ τοῖς ἐλάττοσι γίνεται· βαρέα γὰρ ἤδη καὶ ταῦτα τοῖς ἀσθενέσι. καὶ τοίνυν καὶ πάθη τινὰ ψυχικὰ τρομώδεις ἐργάζεται. λέλεκται γοῦν κἀν τῷ Περὶ χυμῶν "‹παρά τε κοῖλον› καὶ παρὰ κρημνὸν παριόντι τὰ σκέλεα τρέμειν", διὰ τὸν φόβον δηλονότι καταλύοντα τὴν δύναμιν, ὥσπερ εἰ καὶ ἄλλος τις ἔδεισεν ἐπερχόμενον ἰδὼν θηρίον ἢ λῃστὰς ἢ πολεμίους. εἰκότως οὖν ἡμῖν ἀποδέδεικται κατὰ τὸ Περὶ τρόμου ‹καὶ παλμοῦ› καὶ σπασμοῦ καὶ ῥίγους ὑπόμνημα δι' ἀρρωστίαν δυνάμεως ἀεὶ γίγνεσθαι τρόμον. ἐπεὶ δ' ἐνίοτε μὲν αὐτὴ καθ' ἑαυτήν ἐστιν ἄρρωστος, ἐνίοτε δὲ διὰ πάθος ψυχικὸν ἢ καὶ μηδ' ὅλως πεπονθυῖα κατὰ τὸν [511] ἴδιον λόγον ὑπὸ βαρέος φορτίου τοῦτο πάσχει, τρεῖς αὐτοῦ φαμεν εἶναι διαφορὰς τῶν αἰτίων, δυσκρασίαν τῶν προαιρετικῶν ὀργάνων ‹ἢ› πάθος ψυχικὸν ἢ βαρὺ φορτίον. ὅταν οὖν μήτε δείσαντι μήτε βαστάζοντι φορτίον ὁ τρόμος ‹τινὶ› γίνηται, δυοῖν θάτερον, ἢ δυσκρασία τῶν ὀργάνων ἐστὶν ἤ τι βάρος ἐν αὐτῷ τῷ σώματι περὶ τοὺς μῦς ἢ τὰ νεῦρα. παράκειται δέ τις ἀπάτη τῷ λόγῳ, περὶ ἧς εἴρηται κατὰ τὸ Περὶ τρόμου καὶ σπασμοῦ καὶ παλμοῦ καὶ ῥίγους ὑπόμνημα. φαίνονται γάρ τινες καὶ ταῖς χερσὶ καὶ τῇ κεφαλῇ τρομώδεις ἄνευ τοῦ προελέσθαι κινεῖν τὰ μόρια καὶ δοκεῖ κατὰ τοῦτο ψευδῶς εἰρῆσθαι προελομένοις ἐνεργεῖν τι γίγνεσθαι. ἀλλ' ἐὰν ἐννοήσῃς, ὡς ἐπὶ προσκεφαλαίου καταθέμενός τις τὸν αὐχένα παύεται τρέμων τὴν κεφαλὴν ἀποθέμενός τε τὰς χεῖρας οὐκέτ' οὐδὲ ταύτας τρέμει, πιστεύσεις ὀρθῶς εἰρῆσθαι τοῖς ἀργοῦσι παντάπασι μόριον ὁτιοῦν οὐ γίγνεσθαι τρόμον ἐν αὐτῷ, ἐὰν δ' ἐξαίρωσιν ἢ φυλάττωσιν ἐξηρμένον αὐτό, τηνικαῦτα γίνεσθαι τὸ σύμπτωμα. τοσούτου γὰρ δέουσιν ἡσυχάζειν τοῖς [512] μυσὶν οἱ οὕτως ἐνεργοῦντες, ὥστε τοὺς ἀντιτεταγμένους ἀλλήλοις ἅμα κινοῦσιν, οἷον ἐπὶ χειρός, ὅσοι τ' ἐξαίρουσι καὶ ὅσοι κατασπῶσι τὸ μόριον ἐκτείνουσί τε καὶ κάμπτουσι, καὶ ῥωμαλεωτέρας γε τῆς δυνάμεώς ἐστι χρεία τοῖς ἐπηρμένην ἐγγώνιον τὴν χεῖρα φυλάττουσι τῶν ἐκτεινόντων ἢ καμπτόντων αὐτήν. οἱ μὲν γὰρ ἐκτείνοντες ἑνὶ γένει τῶν μυῶν ἐνεργοῦσι τῷ τοῦτο πεφυκότι δρᾶν, ἀργούντων τηνικαῦτα τῶν καμπτόντων αὐτήν· οἱ δὲ κάμπτοντες ἐνεργοῦσι μὲν τοῖς κάμπτειν πεφυκόσιν, ἀργοῦσι δὲ τοῖς ἐκτείνειν δυναμένοις. ἐὰν δ' ἐπάρας τις ἐγγώνιον ὑψηλὴν ἔχῃ τὴν χεῖρα, μήτε κάμπτων μήτε ἐκτείνων, ἰσοσθενῶς ἀμφοτέροις τοῖς μυσὶν ἐνεργεῖ, καθάπερ ἐν τοῖς καλουμένοις τετάνοις. οὔκουν ἐλάττονός ἐστιν ἰσχύος χρεία τοῖς ἐπὶ ταὐτοῦ σχήματος ἢ τὸ σκέλος ἢ τὸν τράχηλον ἢ τὴν χεῖρα φυλάττουσιν ἄνευ τοῦ κατά τινος ἐρηρεῖσθαι στερεοῦ σώματος ὀχοῦντός τε καὶ βαστάζοντος τὸ κῶλον ‹ἢ τοῖς ἐκτείνουσί τε καὶ κάμπτουσιν ὁτιοῦν μόριον›. ἀλλ' ὅταν μὲν ὑπερέχῃ πολλῷ τοῦ βάρους τῶν βασταζομένων μορίων ἡ κινοῦσα δύναμις αὐτά, ῥᾳδίως μὲν ἐξαίρει, ῥᾳδίως δ' ἐξηρμένα φυλάττει.

[513] ὅταν δὲ ὑπερέχηται πολλῷ, καθάπερ ἐπὶ τῶν παραλελυμένων, οὐδ' ὅλως ἐξᾶραι δύναται. ὅταν δ' ἰσοσθενής πως ὑπάρχῃ, νικᾷ τε καὶ νικᾶται κατὰ μέρος· νικῶσα μὲν ἐπὶ τοῦ αὐτοῦ σχήματος φυλάττει τὴν ἀνατεταμένην χεῖρα, νικωμένη δὲ ὑπορρεῖν ἐᾷ κάτω. νόησον δή μοι τοῦτο γίνεσθαι συνεχῶς οὕτως, ὡς ἅμα μὲν τῷ νικῆσαι ταύτην ἀναφέρειν τὸ κῶλον, εὐθέως ‹δὲ› νικηθεῖσαν ὑπὸ τοῦ βάρους τῶν ἀναφερομένων ἐπιτρέπειν αὐτοῖς φέρεσθαι κάτω, ἅμα δ' αὖ πάλιν τῷ νικᾶν ἐκεῖνα τὴν δύναμιν ἀντιλαμβανομένην αὐτῶν αὖθις ἀναφέρειν ἐπιχειρεῖν, εἶτ' ‹ἐν› ἐλαχίστῃ χρόνου ῥοπῇ τῆς ἀμοιβῆς ταύτης γινομένης καὶ τῆς μὲν ἐπὶ τὸ κάτω κινήσεως ἀντισπωμένης εὐθέως ἄνω, τῆς δ' ὑψούσης τὸ κῶλον ἀνθελκομένης κάτω παραχρῆμα, μήτ' ἀκριβῶς ἄκλονόν τε καὶ ἀρρεπὲς φυλάττεσθαι τὸ κῶλον, ἀλλὰ μηδ' ἀξιολόγους ἔχειν ἐφ' ἑκάτερα τὰς κινήσεις ἐν βραχέσι διαστήμασι καὶ χρόνων καὶ τόπων φυλαττομένας. ὁ μὲν δὴ τρόμος τοιαύτη τίς ἐστι κίνησις, ὡς ἐν ὀλίγῳ περιλαβεῖν ἃ διὰ μακροτέρων εἴρηται κατὰ τὸ [514] προδεδηλωμένον βιβλίον. ὁ δ' ἐν τῷ νοσώδει ῥίγει γινόμενος κλόνος τῶν μορίων ἄνευ τε προαιρέσεως ἀποτελεῖται καὶ κατὰ μεγάλα διαστήματα τῶν ἐναντίων κινήσεων ἀλλήλας διαδεχομένων ἅμα ψύξεως αἰσθήσει. παραπλήσιον δ' ἐστί πως τούτῳ πάθος ἄλλο μυῶν τε καὶ νεύρων, ὃ καλεῖται σπασμός, ὁμοίας μὲν κατὰ πάντα καὶ διὰ τῶν αὐτῶν ὀργάνων γιγνομένης ἐν αὐτῷ τῆς κινήσεως, ἣ κἀν τῷ καθ' ὁρμὴν αὐτὰ κινεῖσθαι γίνεται, διαφερούσης δὲ μόνῳ τῷ μὴ καθ' ὁρμήν, ὁπότε σπᾶται, κινεῖσθαι.

   περὶ δὲ παλμοῦ περιττόν ἐστί μοι λέγειν ἐνταῦθα, μή πως ἀναγκασθῶ καὶ περὶ σφυγμοῦ λέγειν, τινὰ κοινωνίαν ἔχειν φαινομένου πρὸς παλμόν. ἱκανῶς γὰρ ἤδη μοι καὶ τὰ περὶ τοῦ τρόμου μεμήκυνται παρὰ τὴν ἐμὴν προαίρεσιν ἐν ἐξηγητικῷ βιβλίῳ. τῷ βουλομένῳ δ' ἀκριβῶς ὑπὲρ ἁπάντων τῶν εἰρημένων συμπτωμάτων ἐκμαθεῖν τῆς τε διαγνώσεως καὶ τῆς γενέσεως ἔξεστιν ἀναγινώσκειν τὸ βιβλίον, ἐν ᾧ τελέως ὑπὲρ ἁπάντων αὐτῶν διῆλθον, ἐπεί τοι καὶ περὶ λυγγὸς καὶ βηχὸς καὶ πταρμοῦ καί τινων ἑτέρων τοιούτων κινήσεων ἐμοὶ μὲν ἐν τοῖς ‹Περὶ› τῶν συμπτωμάτων αἰτίων διώρισται τάς τε διαγνώσεις [515] καὶ τὰς διαφορὰς τῶν κινήσεων καὶ τὰς αἰτίας αὐτῶν ὑφ' ὧν γίγνονται διελθόντι. τοῖς δὲ περὶ τὸν Σαβῖνον ἐν ἅπασι τοῖς τοιούτοις ἢ μεῖζον ἢ μεῖόν τι παρῶπται, ὥστε πάλιν ἑτέρῳ τρόπῳ τοὺς περὶ τὸν Κοΐντον καὶ Λύκον ὡς φρονιμωτέρους ἐκείνων ἀποδεκτέον ἐστίν, ὅτι μηδ' ἐπεχείρησαν εἰπεῖν τι περὶ τῶν τοιούτων, ἀλλ' ὡς ἐμπειρικοὶ τὰς ἐξηγήσεις ἐποιήσαντο. καίτοι καὶ τῶν ἐμπειρικῶν ἔνιοι, καθάπερ ἔφην, ὡς ἐν δράματι τὸ περικείμενον ὑποκρίνονται πρόσωπον, Ἱπποκράτειον μὲν ἐξηγούμενοι βιβλίον ὡς Ἱπποκράτειοι, τῶν δ' Ἐρασιστράτου τι καὶ Ἡροφίλου καὶ Ἀσκληπιάδου καὶ τῶν ἄλλων ‹ὡς› ἀπ' ἐκείνων ἑκάστου τῆς αἱρέσεως ὄντες.

   ὅπερ οὖν ἀεὶ λέγω, καὶ νῦν εἰπὼν ἐπ' ἄλλο τι μεταβήσομαι, τὴν ὑπὲρ ἑκάστου διδασκαλίαν ὧν ἐπίστασθαι χρὴ τὸν ἰατρὸν ἰδίᾳ ποιησάμενον, οὕτως ἐπὶ τὰς ἐξηγήσεις ἔρχεσθαι προσήκειν τῶν Ἱπποκρατείων βιβλίων, τὰ μὲν συμπεράσματα ἀποδείξεων καθ' ἕκαστον αὐτῶν ἀναμιμνῄσκοντα, τῶν δ' ἀποδείξεων αὐτῶν μὴ καταμνημονεύοντα.

[516] τοῦτ' οὖν ἡμεῖς μὲν ἐποιήσαμεν, ἄλλος δ' οὐδεὶς τῶν γεγραφότων ἐξηγήσεις Ἱπποκρατείων συγγραμμάτων, ἀλλ' ἥμαρτον ἐν τούτοις ἅπαντες. ἄλλη μὲν γάρ ἐστιν ἡ διδάσκουσα τὰ πράγματα διδασκαλία κατὰ διέξοδον ἀκριβῶς γινομένη, διαφέρει δ' αὐτῆς ἡ κατὰ τὰς ἐξηγήσεις τῶν συγγραμμάτων, οὐ ταὐτὸν ἑκατέρα τὸ προκείμενον ἔχουσα. τῆς μὲν γὰρ κατὰ διέξοδον σκοπός ἐστιν ἀληθείας εὕρεσις, ἐν δὲ ταῖς ἐξηγήσεσι πρόκειται γνῶναι τὴν δόξαν τοῦ παλαιοῦ. προμεμαθηκότα γοῦν ἀκριβῶς ἕκαστα μετὰ ταῦτα χρὴ πρὸς τὰς ἐξηγήσεις ἔρχεσθαι τῶν παλαιῶν συγγραμμάτων, τὸν μὲν πρῶτον ἔχοντα ‹σκοπὸν› εὑρεῖν τὴν γνώμην τοῦ παλαιοῦ, ‹τὸν› δεύτερον δ' ἐπ' αὐτῷ, πότερον ὀρθῶς ἢ οὐκ ὀρθῶς εἴρηται, καὶ τοῦτό ‹γε› ποιεῖν ἀναμιμνῄσκοντα τῶν ἀποδεδειγμένων ἐν ταῖς πραγματείαις ὑπὲρ ἑκάστου τῶν κατὰ τὴν ἰατρικὴν θεωρημάτων. ὅσοι δὲ τῶν ἐξηγουμένων ἀπόδειξιν οἷς λέγουσιν ἐπιφέρειν οὐ δύνανται, περιλαλήσαντες τοὺς ἀκροατὰς ἀποστεροῦσι τῆς δόξης τοῦ συγγραφέως, ἀξιοῦντες οἷς λέγουσι δι' ἐκεῖνον πιστεύεσθαι. καὶ διὰ τοῦτο μεταβαίνουσιν ἀπὸ ῥήσεων ἐπὶ ῥήσεις [517] †οὐδ' οὖν οὐδὲ ταύτας οὐδέν τι συντελούσας τοῖς προκειμένοις. ὅτι δ' ἀδύνατόν ἐστι τὰς ἀποδείξεις τῶν ἐπιστημονικῶν λόγων ἐν ταῖς ἐξηγήσεσι γράφειν, καὶ ἐξ αὐτῶν τῶν νῦν εἰρημένων ἐστὶ δῆλον. οὐ μόνον γὰρ ἐπὶ Πυθίωνος, ἀλλὰ καὶ ‹ἄλλων› πολλῶν ἀρρώστων Ἱπποκράτους μεμνημένου τῶν εἰρημένων συμπτωμάτων, εἰ μὲν ἐπὶ πάντων τις ἀναποδείκτως ἀποφαίνοιτο τὰ δόξαντα, διδασκαλίαν οὐδεμίαν ἐπιστημονικὴν ἐνθήσει ταῖς ψυχαῖς τῶν μαθητῶν, εἰ δὲ ἐπὶ τινῶν μὲν ἀρρώστων ἐρεῖ τὰς ἀποδείξεις, ἐπὶ τινῶν δὲ σιγήσει, κατὰ μὲν τὸ πρῶτον τῶν Ἐπιδημιῶν εἰ οὕτως ἔτυχεν αὐτὰς εἰπὼν ἁπάσας, ἐν δὲ τοῖς ἄλλοις ἀναπέμψας εἰς ἐκείνας, τὸ πρὸς ἡμῶν εἰρημένον ἐργάσεται, καθ' ἓν μέντοι βιβλίον εἰπὼν τὸν τελειότατον ἅμα ταῖς ἀποδείξεσι λόγον, ἐν δὲ τοῖς ἄλλοις τὰ συμπεράσματα αὐτῶν γράψας. ἄτοπον δ' αὐτὸ τοῦτο καθ' ἑκάτερον ἔσται τρόπον· εἰς μὲν γὰρ τὸ πρῶτον τῶν Ἐπιδημιῶν, ἐὰν τοῦτό τις ἐξηγῆται πρῶτον, ἀναγκαῖον ἔσται πεντήκονθ' ἡμῖν ὑπομνήματα γράψαι, δύο δὲ ἢ ἓν εἰς ἕκαστον τῶν ἄλλων· ὥστε, κἂν τὸ Προγνωστικὸν βούληταί τις ἢ Ἀφορισμοὺς [518] ἀναγνῶναι, πρότερον ἀναγκαῖον αὐτῷ γίνεσθαι τὰς πεντήκοντα βίβλους ἀναγινώσκειν ἐξηγητικὰς τοῦ πρώτου τῶν Ἐπιδημιῶν. οὕτως δὲ καί, ἐὰν ἀπ' ἄλλου τινὸς ἄρξηταί τις ὑπομνήματα γράφειν, εἰς ἐκεῖνο μὲν γράψει τὰ πεντήκοντα, τῷ δ' ἀναγνῶναί τι τῶν ἄλλων βουληθέντι πρότερον ἀναγκαῖον ἔσται τὰ πεντήκοντα ἐκεῖνα βιβλία προαναγνῶναι. καὶ μὴν μακρῷ βέλτιον ἕκαστον τῶν προβλημάτων ἢ θεωρημάτων ἢ ὅπως ἄν τις ἐθέλῃ καλεῖν ἰδίᾳ ‹σὺν ἀποδείξεσι› γεγραμμένον ἔχοντα πρὸς ἐκεῖνο παραγενέσθαι μόνον, ὅταν βουληθῇ τις ἐπιστημονικῶς διδαχθῆναι περὶ τῶν ἐν αὐτῷ γεγραμμένων.

   διὰ τοῦτ' οὖν καὶ ἡμεῖς ὡς περὶ τρόμου καὶ σπασμοῦ καὶ παλμοῦ καὶ ῥίγους, οὕτως καὶ περὶ τῶν ἄλλων ἁπάντων ἰδίᾳ πραγματευσάμενοι τοῖς συμπεράσμασι τῶν ἀποδειχθέντων χρώμεθα κατὰ τὰς ἐξηγήσεις. ἀλλ' οἵ γε περὶ τὸν Σαβῖνον οὔτ' ἰδίᾳ ‹δι' ἄλλων› ἀποδείξαντες, ὅπῃ διαφέρει τὰ τέτταρα ταῦτα πάθη, τρόμος καὶ σπασμὸς καὶ παλμὸς καὶ ῥῖγος, οὔτ' ἐνταῦθά τινα λόγον, εἰ καὶ μὴ βέβαιον ἢ ἀληθῆ ἢ ἀποδεικτικόν, ἀλλὰ πιθανόν ‹γ'› εἰπόντες, ἐν ἀρχῇ [519] μὲν ἀπεφήναντο, μικρὸν εἶναι σπασμὸν τὸν τρόμον, ὀλίγον δὲ προελθόντες εἶδος σπασμοῦ τὸν τρόμον ἔφασαν ὑπάρχειν. ἀλλὰ γὰρ ἕνεκα τοῦ θᾶττον ἀπαλλαγῆναι τῶν παρὰ γνώμην ἐλέγχων εἰς τοὺς μοχθηρῶς ἐξηγησαμένους ὑποκείσθω τὸν τρόμον εἶναι ‹μικρὸν› σπασμὸν ἢ εἶδος σπασμοῦ. πῶς οὖν ἐπὶ τοῦ Πυθίωνος ἐγένετο, μάθωμεν παρ' αὐτῶν. "ὁ στόμαχοσ", φασίν, "ἐπεπόνθει τἀνθρώπῳ κἀξ ἐκείνου κατὰ συμπάθειαν αἱ χεῖρες ἔτρεμον." οὔτε δ' ὅτι πάθος ἦν τι περὶ τὸν στόμαχον αὐτῷ τις δεῖξαι δύναται, μηδενός γε συμπτώματος εἰρημένου κατὰ τὴν διήγησιν τῶν συμβάντων τῷ Πυθίωνι, δυναμένου τὴν ἔνδειξιν ἡμῖν ποιήσασθαι τοῦ περὶ τὸν στόμαχον πάθους, οὔθ' ὅτι κοινωνία τίς ἐστι τῷ στομάχῳ πρὸς τὰς χεῖρας ἔδειξαν. αὐτοὶ γὰρ λέγουσι τὰς κοινωνίας γίνεσθαι τριχῶς, ἢ διὰ γειτνίασιν ἢ διὰ τὴν κατὰ γένος ἢ ἔργον οἰκειότητα· κατὰ γένος μέν, ὅταν τὸ νευρῶδες τῷ νευρώδει καὶ τὸ φλεβῶδες τῷ φλεβώδει καὶ τὸ ἀρτηριῶδες τῷ ἀρτηριώδει συμπάσχῃ, κατ' ἔργον δ', ὅταν οἱ τιτθοί τε καὶ ὁ θώραξ [520] τοῖς γεννητικοῖς μορίοις. ἀλλ' οὐδὲ κατὰ μίαν τούτων τῶν κοινωνιῶν αἱ χεῖρες τῷ στομάχῳ δύνανται συμπάσχειν. οὔτε γὰρ ἔργον τι κοινὸν αὐτῶν ἐστιν οὔτε κατὰ τὰ νεῦρα κοινωνία, δι' ἣν τὸ νευρῶδες ἐν ταῖς χερσὶ γένος εἰς συμπάθειαν ἀφίξεται τῷ στομάχῳ παθόντι. τῷ μὲν γὰρ στομάχῳ παρὰ τῆς ἕκτης τῶν ἀπ' ἐγκεφάλου συζυγιῶν παραγίνεται νεῦρα, ταῖς δὲ χερσὶν ἀπὸ τῆς κατὰ τὸν ἕκτον καὶ τὸν ἕβδομον καὶ τὸν ὄγδοον σπόνδυλον χώρας ἐπὶ τοῦ νωτιαίου μυελοῦ. εὔλογον οὖν ἦν ὅσα παρὰ τῆς ἕκτης συζυγίας νενεύρωται μόρια συμπάσχειν τῷ στομάχῳ καὶ μὴ τὰς χεῖρας.

   περὶ μὲν δὴ τοῦ τρόμου τοιαῦτα ληροῦσιν οἱ διὰ τὴν τῶν ἀφροδισίων ἀποχὴν ἀθροῖσαι πλῆθος ἡγούμενοι τὸν Πυθίωνα. καίτοι τὰ μὲν ἀφροδίσια, κἂν εἰ τῷ κενοῦν οὐκ ἐᾷ πληθώραν ὑποτρέφεσθαι (δῶμεν γὰρ αὐτοῖς τοῦτο), τὸν γοῦν στόμαχον ἱκανῶς ἐκλύει, τῆς ἀποχῆς τῶν ἀφροδισίων εὐρωστότατον ἀπεργαζομένης αὐτόν, εἰ καὶ πλῆθος ἀθροίζοιτο. μοχθηρὸν δ' ἱκανῶς ἐστι καὶ τὸ νομίζειν, εἴ τις ἐγκρατῶς διαιτᾶται, πλῆθος ἀθροίζειν αὐτόν· οὐ γὰρ τούτοις, ἀλλὰ [521] τοῖς ἀργοῦσιν ἀθροίζεται τὸ πλῆθος. εἰ δ' ἀπέχοιτό τις ἀφροδισίων, γυμναζόμενος οὕτως, ὥσπερ οἵ τ' ἀθληταὶ καὶ οἱ σκάπτοντες καὶ θερίζοντες ‹ἢ ἄλλως γεωργοῦντες ἢ οἱ φορτία βαστάζοντες› ἤ τινα χειρωνακτικὴν τέχνην μετιόντες, οὐκ ἀθροίζει τὸ πλῆθος, ‹πλὴν εἰ διὰ τὸ τοῦ βίου μῆκος.› ἀλλ' ἐκ τοῦ μηδὲν ὧν ἴσασι δύνασθαι σιγῆσαι συμβαίνει τοῖς ὀψιμαθέσιν ἐναντιώματα λέγειν ἀκαίρως φλυαροῦσιν. τίς γὰρ ἦν ἀνάγκη γράφειν Δημόκριτον μὲν εἰρηκέναι μικρὰν ἐπιληψίαν εἶναι τὴν συνουσίαν, Ἐπίκουρον δὲ μηδέποτε μὲν ὠφελεῖν ἀφροδισίων χρῆσιν, ἀγαπητὸν δ', εἰ μὴ βλάψειεν; ἐπὶ γὰρ τῶν ἐξ ἀφροδισίων ἀμέτρων νοσησάντων ἐχρῆν εἰρῆσθαι τοὺς λόγους, οὐκ ἐπὶ τῶν ἐναντίως αὐτοῖς διαιτηθέντων. ἀλλ' ὅμως καὶ ταῦτ' ἔγραψαν οἱ περὶ τὸν Σαβῖνον, οὐκ αἰσθανόμενοι τῆς ἐναντιολογίας.

   ἀτοπώτατον δὲ καὶ τὸ παραφρονῆσαι διὰ τὴν συνουσίας ἀποχὴν τὸν Πυθίωνα· φασὶ γάρ τοι τὸ ἀθροισθὲν ἐν τῷ ἐγκεφάλῳ σπέρμα τῷ πλήθει βαρῦνον αὐτὸν ἐργάσασθαι τὸ τῆς παραφροσύνης σύμπτωμα, καθάπερ ὀστοῦν εἴωθε θλῖβον ἐπὶ τῶν καταγμάτων τῆς κεφαλῆς ἥ θ' ἡμετέρα χεὶρ ἐργάζεσθαι παραφροσύνην· ἐν ᾧ πάλιν [522] ἐνδείκνυνται μηδ' ἀνατιτραμένῳ τινὶ παραγεγονότες. ὅταν γὰρ ἢ τοῖς δακτύλοις ἐπιθλίψῃ τις ἅμα ταῖς μήνιγξι τὸν ἐγκέφαλον ἢ διὰ τῶν καλουμένων μηνιγγοφυλάκων ἢ καὶ πρὸ τῆς ἀνατρήσεως ὀστοῦν ἐμπιεσθὲν θλίβῃ τὰ μόρια ταῦτα, παραφροσύναι μὲν οὐ γίγνονται, καταφοραὶ δὲ βαθεῖαι καὶ ἀκινησίαι καὶ ἀναισθησίαι συμβαίνουσι, καρουμένων ἰσχυρῶς ἐνίοτε τῶν οὕτω πασχόντων, ὥσπερ ἐν ταῖς ἰσχυραῖς ἀποπληξίαις.

   ὅταν δὲ καὶ τὰ ποικίλα πτύσματα ‹τοῦ Πυθίωνος› διὰ τὴν ἐποχὴν τοῦ σπέρματος λέγωσι γεγονέναι, κάλλιόν ἐστι μηδὲν ἀντιλέγειν αὐτοῖς. ὑβρίζειν γὰρ ἑαυτόν ἐστιν ἐλέγχοντα μετὰ σπουδῆς τὰ μηδεμιᾶς σπουδῆς ἄξια.

   λέλεκται δ' οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἄλλα πολλὰ γελοίως αὐτοῖς, ὧν ἓν καὶ τοῦτ' ἐστί· τὴν εἰς ἕδραν ἀπόστασίν φασι γενέσθαι τῷ Πυθίωνι διὰ τὴν γειτνίασιν τοῦ χωρίου, καθ' ὃ τοῦ σπέρματος ἡ ἀπόκρισις γίνεται, διὰ δὲ τὴν εἰς ἕδραν ἀπόστασιν ἀκολουθῆσαι τὴν στραγγουρίαν.

   καὶ μέντοι καὶ ἄλλα τινὰ λέγουσιν, ἐξ ὧν ἐγκράτειαν ἀφροδισίων ὑποπτεύσειεν ἄν τις οὔτ' ὀλίγων οὔτε μικρῶν νοσημάτων αἰτίαν [523] γίγνεσθαι. καὶ ταῦτα γράφουσιν αὐτοὶ μνημονεύσαντες ἐν τῇ τῶν προκειμένων ἐξηγήσει Δημοκρίτου τε καὶ Ἐπικούρου, μηδέπω μηδὲν ἀγαθὸν ἐξ ἀφροδισίων γενέσθαι φασκόντων.

   τὸ δὲ δὴ πάντων σοφώτατον· "ὥσπερ ὁ σπασμόσ", φασίν, "ἐπὶ πληρώσει καὶ κενώσει γίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἕπεται ταῖς λαγνείαις καὶ ταῖς ἐγκρατείαις κοινὰ συμπτώματα, λογισμοῦ τε καὶ νεύρων πασχόντων." ἐκ ταύτης οὖν τῆς σοφίας αὐτῶν ὁρμηθέντες ἡμεῖς καὶ πιστεύσαντες ἀληθῆ λέγειν οὐδὲ τοῖς ἀθληταῖς ἐπιτρέψομεν ἀπέχεσθαι συνουσίας, μή πως ἐκ τούτου σπασθῶσιν ἢ παραφρονήσωσιν.

   καὶ ταῦτά γε πάντα καὶ πρὸς τούτοις ἔτι τἄλλα, ὅσα κατὰ τὴν διήγησιν ἔγραψεν ὁ Ἱπποκράτης, γενέσθαι τῷ Πυθίωνί φασιν, ὡς ἀκριβῶς πεπεισμένοι τὴν τῶν ἀφροδισίων ἀποχὴν αὐτοῦ προηγήσασθαι τῆς νόσου, καίτοι κατ' ἀρχὴν εἰπόντες εἰκὸς εἶναι ταῦτα γεγονέναι τῷ Πυθίωνι διὰ τὴν ἀποχὴν τῆς συνουσίας· αὐτοὶ γὰρ ἀποχὴν αὐτὴν ὀνομάζουσιν. ἀλλ' ὕστερον ἐπιλαθόμενοι τὸ μετρίως ἐν ἀρχῇ λελεγμένον ὑφ' ἑαυτῶν "εἰκὸσ" ὡς πάντως τούτου γεγενημένου τὸν λόγον [524] ποιοῦνται. καίτοι γ' εἰ παρὰ Γῆς ἱερὸν ὁ Πυθίων ᾤκει, τίς ἀνάγκη τῆς ἀποχῆς αὐτῷ τῶν ἀφροδισίων, μήθ' ἱερεῖ μήτε προπόλῳ τῆς θεᾶς ὄντι; πάντως γὰρ ἂν ἐπ' αὐτοῦ τοιοῦτόν τι μᾶλλον ὁ Ἱπποκράτης ἔγραψεν ἢ ὅτι παρὰ Γῆς ἱερὸν ᾤκει. ἀλλ' εἰ καὶ πρόπολος ἢ ἱερεὺς ὑπῆρχεν, οὐκ ἦν ἀναγκαῖον αὐτῷ διὰ παντὸς ἀπέχεσθαι τῶν ἀφροδισίων, ὥσπερ εἰ Ἀρτέμιδος ἢ Ἀθηνᾶς ἦν ἱερεύς. ἀλλ' ὅπερ ἔφην ἀρτίως, ἐλέγχειν σπουδῇ τὰ μὴ σπουδῆς ἄξια τῶν ἀτόπων ἐστίν. καὶ τοίνυν ἤδη παυσάμενος τῶν εἰς Πυθίωνα κακῶς εἰρημένων τοῖς ἐξηγηταῖς ‹καὶ› ἐπὶ τὸν ἑξῆς ἄρρωστον, Ἑρμοκράτην, μεταβὰς κατὰ τὸ συνηθέστερον ἐμαυτῷ τὰς ἐξηγήσεις ποιήσομαι, μὴ πάνυ φροντίζων ὧν ἔνιοι γεγράφασιν οὐκ ὀρθῶς, εἰ μὴ μεγάλη τις ἀνάγκη γένοιτο. πρότερον δὲ περὶ τῶν χαρακτήρων ἐρῶ τι ‹τῶν προσγεγραμμένων ἐπὶ τῷ τέλει τῆς διηγήσεως τῶν ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένων ἀρρώστων.›

ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ΕΚΑΣΤΩΙ ΤΩΝ ΑΡΡΩΣΤΩΝ.

   Οὐκ οἶδ' ὅπως ἐδυστύχησε καὶ τοῦτο τὸ βιβλίον, ὥσπερ καὶ ἄλλα [525] πολλὰ τῶν Ἱπποκράτους, τὰ μὲν ἄλλως διεσκευασμένα, τὰ δὲ τοῖς ὑπ' αὐτοῦ γεγραμμένοις παρεγκείμενά τι‹ν'› ἔχοντα. βέλτιον δ' ἦν ἴσως φάναι μὴ τὸ βιβλίον ἐν δυστυχίᾳ γεγονέναι, τοὺς δ' ἀναγινώσκοντας ἡμᾶς αὐτὸ χρόνον ἀπολλύντας εἰς ἄχρηστον πρᾶγμα. προσγέγραπται γοῦν ἐπὶ τῷ τέλει τῆς διηγήσεως τῶν συμβάντων τῷ Πυθίωνι πρῶτον μὲν ὁ τοῦ πεῖ γράμματος χαρακτὴρ ἔχων ὀρθίαν μέσην γραμμήν, ὡς ἔνιοι γράφουσι τὸν τῶν ἐνακοσίων χαρακτῆρα. μετὰ ταῦτα δ' ἐφεξῆς γέγραπται τοῦ πεῖ γράμματος ὁ χαρακτὴρ οὐδὲν ἔχων ἐν μέσῳ, καὶ μετὰ τοῦτον ‹ὁ› τοῦ ου καὶ μετ' ἐκεῖνον τοῦ μ, ὑστάτου δὲ τοῦ υ. ζητεῖν οὖν ἠναγκάσθημεν, ὅ τί ποτε σημαίνουσιν οἱ χαρακτῆρες οὗτοι, μετὰ τοῦ μηδὲ γινώσκειν ἡμᾶς, εἴθ' Ἱπποκράτης ἦν ἤ τις ἄλλος ὁ γράψας τὰ τοιαῦτα καθ' ἕκαστον τῶν ἀρρώστων. ἀλλὰ καὶ τοῦτο αὐτὸ ζητεῖν ἀναγκασθέντες ἐνοήσαμεν, ‹ὡς,› εἰ μέν, ὥσπερ ἐν τούτῳ τῷ βιβλίῳ τοὺς τοιούτους χαρακτῆρας εὑρήκαμεν, οὕτω κἀν τοῖς ἄλλοις ἅπασι τῶν Ἐπιδημιῶν ἐφαίνοντο προσγεγραμμένοι τῇ διηγήσει τῶν συμβάντων τοῖς ἀρρώστοις, ἴσως ἂν ἦν εὔλογον ὑφ' Ἱπποκράτους αὐτοῦ προσγεγράφθαι φάναι. μήτε [526] δ' ἐν τοῖς ἄλλοις βιβλίοις αὐτῶν εὑρισκομένων, ἀλλὰ μηδ' ἐν αὐτῷ τῷ τρίτῳ διὰ πάντων ὁμαλῶς τῶν ἀντιγράφων, ὑποψία τις εὔλογος εἰσῆλθεν οὐχ ἡμᾶς μόνον, ἀλλὰ καὶ τοὺς πρὸ ἡμῶν ὑπό τινος αὐτοὺς προσγεγράφθαι τάχα μὲν ἐπιτρίβοντος τοῖς μαθηταῖς, ἵν' ἔχῃ σαφηνίζειν ὥς τι μέγα τὸ καθ' ἕκαστον αὐτῶν δηλούμενον, ἴσως δέ τινος αὑτῷ μόνῳ πεποιημένου τῆς καθ' ἕκαστον ἄρρωστον ὠφελείας ‹ἢ ἀπωλείας› ἐπιτομήν. εὐθὺς γοῦν ἐν αὐτῷ τούτῳ τῷ προγεγραμμένῳ Πυθίωνι τὸ μὲν τὴν διὰ μέσου γραμμὴν ἔχον Ϡ δοκεῖ σημαίνειν πιθανόν, τὸ δ' ἑξῆς αὐτῷ Π πλῆθος, ᾧ πάλιν ἐφεξῆς τὸ ου γεγραμμένον οὖρον δοκεῖ σημαίνειν, ὡς ἐξ ἀμφοτέρων δηλοῦσθαι πλῆθος οὔρων. εἶτ' ἐφεξῆς τὸ μὲν μ τῆς τεσσαρακοστῆς ἡμέρας ἀναμιμνῄσκειν ἡμᾶς ‹δοκεῖ›, τὸ δὲ υ τῆς ὑγείας, ‹ὡς› ἐξ ἀμφοῖν μὲν τούτων δηλοῦσθαι ‹τὸ› κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν ὑγιασθῆναι, τὴν δ' ἐξ ἁπάντων τῶν χαρακτήρων ἀθροιζομένην διάνοιαν γίνεσθαι τοιαύτην· πιθανὸν εἶναι διὰ τὸ πλῆθος τῶν ἐκκριθέντων οὔρων αὐτὸ λυθῆναι τὸ νόσημα καὶ ὑγιῆ γενέσθαι τὸν ἄνθρωπον ἐν τῇ τεσσαρακοστῇ τῶν [527] ἡμερῶν. ὅτι μὲν οὖν οὐκ ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκεται τὰ προσγεγραμμένα κατὰ τοῦτον τὸν τρόπον, εἴρηταί μοι καὶ πρόσθεν. ἀλλὰ νῦν φημι μηδ' ἐν οἷς εὑρίσκεται, μηδ' ἐν τούτοις ἅπασι τὸν πρῶτον ἄρρωστον ἔχειν τινὰ τοιοῦτον χαρακτῆρα. τὰ δ' οὖν ἔχοντα τῶν ἀντιγράφων αὐτοὺς τοὺς ἐπὶ τῷ τέλει τῆς κατὰ τὸν Πυθίωνα διηγήσεως χαρακτῆρας ὡδί πως ἔχει γεγραμμένους· ϠΠΟΥΜΥ. ὅτι δ' εὔλογόν ἐστιν ἕκαστον τῶν χαρακτήρων σημαίνειν ὃ διῆλθον ἄρτι, μαρτυροῦσιν οἱ τοῖς ἄλλοις ἀρρώστοις προσγεγραμμένοι. πανταχόθι μὲν γὰρ πρόκειται τὸ πεῖ τὴν διὰ μέσου γραμμὴν ἔχον. ἐπὶ δὲ τῇ τελευτῇ τοῖς μὲν σωθεῖσιν ‹τὸ› υ προσγέγραπται, τὴν ὑγείαν σημαῖνον, τοῖς δ' ἀποθανοῦσι τὸ θ, καὶ τοῦτο δηλονότι τὸν θάνατον ἐνδεικνύμενον. ‹τῶν μὲν οὖν δυοῖν› ἐν ἀρχῇ καὶ ‹τέλει χαρακτήρων› τοιούτων σημαίνειν φαινομένων τὰ λεγόμενα, τῶν δ' ἐν τῷ μεταξὺ πιθανῶν ὄντων ὡς ἐφαρμόζεσθαι δυναμένων τοῖς ἐπὶ τῶν ἀρρώστων εἰρημένοις ὑφ' Ἱπποκράτους, ἡμῖν μὲν ὁ μάταιος ἆθλος ἐπὶ τοῦ Πυθίωνος ἤνυσται καὶ κατὰ τοὺς ἄλλους ἀνυσθήσεται, τὸν χρόνον εἰκῇ κατατρίβουσιν. οἱ σοφισταὶ δὲ καὶ διὰ τὴν τοιαύτην [528] ἐξήγησιν ὡς προφῆταί τινες ὑπὸ τῶν μαθητῶν θαυμάζονται.

   Δεύτερος ἄρρωστος. Ἑρμοκράτην, ὃς κατέκειτο παρὰ τὸ καινὸν τεῖχος, πῦρ ἔλαβεν. ἤρξατο δ' ἀλγέειν κεφαλήν, ὀσφῦν· ὑποχονδρίου ἔντασις λαπαρῶς· γλῶσσα δ' ἀρχομένῳ ἐπεκαύθη· κώφωσις αὐτίκα· ὕπνοι οὐκ ἐνῆσαν· διψώδης οὐ λίην· οὔρει παχέα, ἐρυθρά, κείμενα οὐ καθίστατο· ἀπὸ δὲ κοιλίης οὐκ ὀλίγα συγκεκαυμένα διῄει.

   Οὐδὲ ἐνταῦθα ληρεῖν ἀπέσχοντό τινες τῶν ἐξηγησαμένων τὸ βιβλίον, ἀλλὰ διὰ τοῦτό φασι γεγράφθαι παρὰ τὸ καινὸν τεῖχος, [529] ὅτι νεοκονίατον ὂν ἔβλαψε τὸν ἄνθρωπον. ἕτεροι δὲ τούτοις ἀντιλέγοντες σπουδῇ πειρῶνται δεικνύειν, οὐ διὰ τὴν τίτανον ἐμνημονευκέναι τοῦ καινοῦ τείχους αὐτόν, ἀλλὰ διότι παρὰ τὸ ἔθος ἀποφραχθέντων τῶν ἀνέμων καὶ τῆς εὐπνοίας τῶν οἰκημάτων, ἐν οἷς Ἑρμοκράτης ᾤκει, διαφθαρείσης ἡ νόσος ἐγένετο τῷ ἀνθρώπῳ. περὶ μὲν οὖν τοῦ χωρίου καὶ ταῦθ' ἱκανά, μᾶλλον δ' ὡς τἀληθὲς εἰπεῖν καὶ περιττά.

   περὶ δὲ τῶν συμβάντων αὐτῷ σκεπτέον ἐφεξῆς ἀναμιμνῃσκομένους τῶν ἐν ἑτέροις ἀποδεδειγμένων, ὧν καὶ τόδ' ἐστί, τρία γένη τὰ πρῶτα τῶν πυρετῶν εἶναι, τὸ μέν τι τῶν ἐφημέρων ὀνομαζομένων, τὸ δέ τι τῶν ἑκτικῶν, τὸ δὲ τρίτον οὓς ὀνομάζουσιν ὀξεῖς, ἐπὶ χυμοῖς σηπομένοις γινομένους. ὅτι μὲν ἐκ τοῦ τρίτου γένους τούτων ὁ πυρετὸς ἐγένετο τῷ Ἑρμοκράτει, δῆλον εὐθέως ἐκ τοῦ φάναι τὸν Ἱπποκράτην κατὰ τὴν ἀρχὴν τῆς διηγήσεως ἐπ' αὐτοῦ τὸ πῦρ ἔλαβεν. ὥσπερ γὰρ ἐφ' ἑτέρας διηγήσεως ἔγραψεν· "ἄνθρωπος θερμαινόμενος ἐδείπνησεν", ἐνδείξασθαι βουλόμενος διὰ τοῦ "θερμαινόμενοσ" ὀνόματος τὴν μετριότητα τοῦ γενομένου τῷ δειπνήσαντι πυρετοῦ, κατὰ [530] τὸν αὐτὸν δὴ τρόπον νῦν ὠνόμασε πῦρ τὸν ἰσχυρὸν πυρετόν.

   ἀλλὰ καὶ κεφαλὴν ἀλγεῖν ἤρξατο μετὰ κωφώσεως. εὔδηλον οὖν ἐκ τούτων ἐστὶν ἐπὶ τὴν κεφαλὴν ἀνηνέχθαι τι πλῆθος χυμῶν. ἐδείχθη δ', ὅτι τοῖς μὲν ψυχροτέροις καὶ φλεγματικωτέροις ὕπνοι τε καρώδεις ἕπονται καὶ τὰ ληθαργικὰ πάθη, τοῖς δὲ θερμοτέροις ἢ ὅλως δακνώδεσιν ἀγρυπνίαι τε καὶ παραφροσύναι. γενομένης οὖν ἀγρυπνίας αὐτῷ μετά τε κωφώσεως καὶ κεφαλῆς ἀλγήματος καὶ ὀσφύος ὑποπτεύειν εὔλογον ἦν τοὺς πληρώσαντας τὴν κεφαλὴν χυμοὺς δακνωδεστέρους εἶναι. συμβαίνει δ' ἐπὶ τοῖς τοιούτοις, ὅταν ἅμα πυρετῷ θερμῷ καὶ διακαεῖ βλαβῶσι τὴν κεφαλήν, ἕπεσθαι παραφροσύνας, ὡς ἔμαθες. ὅταν δὲ καὶ παραμένῃ μέχρι δύο ἢ τριῶν ἢ τεττάρων ἡμερῶν τὰ συμπτώματα, βεβαιότερον ἔτι προγνώσῃ τὴν παραφροσύνην, ὥσπερ ἀμέλει καὶ νῦν ἐπὶ τοῦ Ἑρμοκράτους ἐγένετο. κατὰ γὰρ τὴν τῆς πέμπτης ἡμέρας διήγησιν ἔγραψε παραφρονῆσαι τὸν ἄνθρωπον.

   ὅτι δ' ὁ πυρετὸς ἦν, οἷος εἴρηται, δηλοῖ καὶ τὸ τῆς γλώσσης σύμπτωμα. τί γάρ φησι; γλῶσσα δ' ἀρχομένῳ ἐπεκαύθη. σημαίνει [531] δὲ τοὔνομα τοῦτο ξηρὰν μὲν αὐτὴν γεγονέναι πάντως, ἐγχωρεῖ δὲ καὶ μέλαιναν. ἐπὶ δὲ τοιαύτῃ γλώττῃ καὶ τοιούτῳ πυρετῷ τὸ μὴ σφοδρῶς διψῆν ἐνδείκνυται δυοῖν θάτερον, ἢ τὴν διάνοιαν βεβλάφθαι τοῦ κάμνοντος ἢ τὴν ἐν τῇ γαστρὶ δύναμιν φυσικήν, ᾗ πομάτων τε καὶ σιτίων ὀρεγόμεθα, νεκροῦσθαι.

   προσκειμένης δὲ τῇ διηγήσει καὶ τοιᾶσδε λέξεως ὑποχονδρίου ἔντασις λαπαρῶς, ὑποληπτέον ἐν ἥπατι γεγονέναι τὴν ἀρχὴν τῆς πυρεκτικῆς διαθέσεως. ἐκ μὲν γὰρ τοῦ κατὰ τὸν ἑνικὸν ὀνομαζόμενον ἀριθμὸν ‹αὐτὸν› εἰπεῖν ὑποχονδρίου δῆλον, ὡς θατέρου μόνου καὶ οὐκ ἀμφοτέρων αὐτῶν ἔντασις ἦν. ἐπεὶ δ' ἀναγκαῖον ἢ τὸ δεξιὸν ἢ τὸ λαιὸν ὑποχόνδριον ἡμᾶς ἀκούειν, εὐλογώτερόν ἐστι τὸ δεξιὸν ἡγεῖσθαι τετάσθαι διὰ τὴν ὑπεροχήν, ἣν ὑπερέχει θατέρου. τὰ γὰρ τοιαῦτα χωρὶς προσθήκης τε καὶ διορισμοῦ λέγουσιν.

   καὶ μέντοι καὶ ὁ τρόπος αὐτοῦ τοῦ πυρετοῦ καὶ τῆς γλώττης αὐτῆς ἡ ἐπίκαυσις ἱκανὰ τὴν καθ' ἧπαρ ἐνδείξασθαι διάθεσιν. ἡ δὲ λαπαρῶς εἰρημένη γεγονέναι κατὰ τὸ ὑποχόνδριον ἔντασις [532] εὔδηλός ἐστιν, ὅτι τὴν οἷον κενὴν δηλοῖ· τὸ γὰρ κενὸν ἐκ τοῦ λαπαροῦ σημαίνεται, τοῦτο δ' ἀντίκειται τῷ μετ' ὄγκου, καθάπερ τὸ τεταμένον τῷ χαλαρῷ, ὡς εἰ καὶ οὕτως εἶπε· 'δεξιοῦ ὑποχονδρίου ἔντασις, ὄγκος δ' οὔ', ἢ τῷ μὴ γεγονέναι μεγάλην τὴν φλεγμονὴν τοῦ ἥπατος ἢ τῷ κατὰ τὰ σιμὰ μόνον, οἷς περιλαμβάνει τὴν γαστέρα, τῶν κυρτῶν οὐδέπω συνεξηρμένων αὐτοῖς. ἀλλὰ καὶ τὸ τὴν κοιλίαν συγκεκαυμένα διαχωρεῖν ἐνδεικτικόν ἐστι τῆς κατὰ τὸ σπλάγχνον τοῦτο πυρώσεως.

   εἰ μὲν οὖν ἐπὶ τούτοις οὖρα θανατώδη συνέβη γενέσθαι, τάχιστ' ἂν ὁ ἄνθρωπος ἀπέθανεν· ἐπεὶ δ' ὡς ἐν τοῖς τοιούτοις ἦν μέτρια, δυνατὸν ἄν τις ἐλπίσειεν ἔσεσθαι χρονίσειν αὐτῷ ‹τὸ νόσημα›. ἀγαθὰ μὲν γὰρ οὖρα κατὰ τὴν εἰρημένην διάθεσιν οὐκ ἂν γένοιτο, τὰ δ' ἐρυθρὰ χρόνῳ μὲν πολλῷ νοσήσειν τὸν ἄνθρωπον ἐνδείκνυται πάντως, οὐκ ἐξ ἅπαντος δὲ τεθνήξεσθαι, καθότι κἀν τοῖς Εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν ἔν τε τοῖς Περὶ κρίσεων ‹ἡμῖν› ἐδείχθη· ‹προεξηγησάμην δὲ ταύτην τὴν ῥῆσιν κἀν τοῖς Εἰς τὸ προρρητικὸν ὑπομνήμασι,› μεμψάμενος τὸν γράψαντα τὸ βιβλίον ἐκεῖνο· τὰ γὰρ δι' ἕτερόν τι συμβάντα τοῖς νοσοῦσιν εἰς ἕτερον ἀναφέρων ἁμαρτάνει. λέλεκται δ' ἡμῖν ἐπὶ πλέον ἐν ἐκείνοις τοῖς ὑπομνήμασι καὶ τὰ τῆς φρενίτιδος [533] ἴδια σημεῖα, καὶ ὡς ἐν τοῖς ὁμολογουμένοις Ἱπποκράτους εἶναι γνησίοις, ὧν ἐστι καὶ τὸ Προγνωστικόν, ἑκάστου τῶν σημείων ἡ δύναμις ἀκριβῶς εἴρηται κατὰ μόνας αὐτῷ. περὶ μὲν οὖν ἐρυθρῶν ἢ ἐξερύθρων οὔρων οὐδὲν εἶπεν, ὑπερύθρου δὲ μνημονεύσας οὔρου καὶ ‹τῶν ἐρυθρῶν καὶ› τῶν ἐξερύθρων τὴν δύναμιν ἐνεδείξατο. γράφει δὲ περὶ τῶν ὑπερύθρων οὔρων αὐτοῖς ὀνόμασιν ὡδί· "εἰ δ' ἔστι τὸ οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις ὑπέρυθρός ‹τε καὶ λ›είη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, σωτήριον δὲ κάρτα." τοῦ τοίνυν ὑπερύθρου σωτηρίου μὲν ὄντος ἐν τοῖς μάλιστα, πολυχρονιωτέρου δὲ τῶν προειρημένων, ἃ διὰ ταχέων εἴρηκε τὴν λύσιν ἔχειν, τὰ λίαν ἐρυθρὰ μακρότερον μὲν ἐνδείξεται χρόνον, οὔτε δὲ θάνατον, ὅσον ἐφ' ἑαυτοῖς, οὔτε παραφροσύνην, εἴ γε διὰ ξανθὴν χολὴν ἐν ἐγκεφάλῳ πλεονάζουσαν αἱ παραφροσύναι γίγνονται, καθάπερ γε καὶ κατοπτηθείσης αὐτῆς, ὡς εἰς μέλαιναν ἤδη μεταπίπτειν, αἱ μανιώδεις. αἷμα δὲ πλεονάζειν ἀπεπτότερον καὶ ὀρρωδέστερον ἐνδείκνυται τὸ ἐρυθρὸν οὖρον, ἐν ταῖς φλεψὶ δηλονότι περιεχόμενον, [534] ὅσαι καθ' ἧπάρ τ' εἰσὶ καὶ τὰ μέσα τοῦ σώματος, ὥσπερ γε καὶ ξανθὴν χολὴν τὰ πυρρὰ καὶ ‹μέλαιναν τὰ› μέλανα. πόθεν οὖν ἐπῆλθεν ἄλλοις τέ τισι καὶ τοῖς περὶ Λύκον ἀποδέξασθαι τοῦ γράψαντος ἐν ‹τῷ› Προρρητικῷ ‹τάδε›· "κώφωσις καὶ οὖρα ἐξέρυθρα ἀκατάστατα, ἐναιωρηθέντα, παρακρουστικά, τοῖς τοιούτοις ἰκτεροῦσθαι κακόν;" ἔοικε μὲν γὰρ ἐκ τῶν ἐνταῦθα γεγραμμένων ἐφ' Ἑρμοκράτους ὁ γράψας τὸ βιβλίον ἐκεῖνο καθολικόν τι συνθεῖναι θεώρημα· πάμπολυ δ' ἔσφαλται καὶ τῆς τοῦ πράγματος αὐτοῦ φύσεως καὶ τῆς Ἱπποκράτους γνώμης καὶ τῶν ἐπὶ τοῖς ἀρρώστοις ὁρωμένων. ἡ μὲν γὰρ τοῦ πράγματος φύσις ἐνδείκνυται τοὺς ξηροὺς τῇ κράσει καὶ δακνώδεις τῇ ποιότητι χυμοὺς εἰς ἐγκέφαλον ἀνενεχθέντας αἰτίους ἀγρυπνίας τε καὶ φρενίτιδος γίγνεσθαι, καθότι κἀν τοῖς Περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασιν ἐδείκνυον. Ἱπποκράτης δὲ τοιούτους μὲν εἶπε χυμοὺς τόν τε τῆς ξανθῆς καὶ ‹τὸν τῆς› μελαίνης ‹χολῆσ›, ὑγρὸν δὲ καὶ ψυχρὸν τὸν τοῦ φλέγματος, ἀδηκτότατον δὲ καὶ μάλιστα οἰκεῖον ἡμῖν [535] τὸ αἷμα. καὶ μέντοι καὶ ὡς ὀρρός ἐστι τῶν κατὰ τὰς φλέβας χυμῶν τὸ οὖρον, αὐτὸς ἡμᾶς ἐδίδαξεν, ὥστ' εὔλογόν ἐστιν, ὅταν αἷμα πλέον ‹καὶ ὑδατῶδες καὶ λεπτὸν καὶ› ἡμίπεπτον ᾖ, καθαιρόμενον δι' οὔρων, ἐρυθρὰ ταῦτ' ἐργάζεσθαι καὶ διὰ τοῦτο χρόνιον μὲν ἔσεσθαι τὸ νόσημα, δεομένου γε τοῦ αἵματος εἰς πέψιν χρόνου πλείονος, εἴπερ ἐκ τῶν χρόνων οἱ πεπασμοί, μήτε δ' ὀλεθρίου ποτὲ τοιούτου νοσήματος, ὅσον ἐπὶ τοῖσδε τοῖς οὔροις, ἐσομένου μήτε φρενιτικοῦ. ἀλλ' οὐ χρὴ μηκύνειν ἐνταῦθα, φθανόντων ἡμῶν τὴν ἀτοπίαν τῶν τοιούτων λόγων ἐν τοῖς εἰς τὸ Προρρητικὸν ὑπομνήμασιν ἐπιδεδειχέναι. ἐπεὶ δὲ καὶ παχέα δηλοῖ γεγονέναι τὰ οὖρα καὶ μὴ καθιστάμενα, πάντως μὲν δήπου τὰ τοιαῦτα τῶν ἀνατεταραγμένων τε καὶ θολερῶν ἐστιν, ὡς οὗτος εἴωθεν ὀνομάζειν· ἔστι δ' ἀεὶ τὰ τοιαῦτα ταραχῆς ἀπέπτου δηλωτικά, πολὺ τὸ φυσῶδες ἐχούσης πνεῦμα, καθάπερ τὸ γλεῦκος. διὰ τοῦτο δὲ καὶ κεφαλαλγίαι συμπίπτουσι τοῖς τὰ τοιαῦτα οὐροῦσιν, ἐπὶ τὴν κεφαλὴν ἀναφερομένου τοῦ πνεύματος ἅμα τοῖς θερμοτέροις χυμοῖς, ὑφ' ὧν εἰκός ἐστι καὶ τὴν ἀγρυπνίαν αὐξηθῆναι καὶ κίνδυνον ἔσεσθαι παραφροσύνης, ἐὰν οἱ χυμοὶ δριμύτητά τινα [536] σχῶσιν. ταῦτ' εὐθέως ἐν ἀρχῇ πάντα τὰ συμπτώματά τε καὶ σημεῖα γεγονέναι τῷ Ἑρμοκράτει διελθὼν ὁ Ἱπποκράτης, εἶτα μηδὲν γράψας περὶ τῶν ἑξῆς ἡμερῶν ἄχρι τῆς πέμπτης ἐνδείκνυται διαμεμενηκέναι ταῦτα πάντα καὶ τότε πρῶτον αὖθις ἄρχεται τῆς τῶν ἄλλων διηγήσεως, ὁπότε μεταβολή τις ἐν αὐτοῖς ἐγένετο. κατὰ τὴν πέμπτην γοῦν ἡμέραν φησὶν ‹αὐτὸν› οὐρῆσαι λεπτά. καὶ τοίνυν μεταβῶμεν ἤδη πρὸς τὴν ἐκείνης διήγησιν.

   Πέμπτῃ οὔρησε λεπτά, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο, ἐς νύκτα παρέκρουσεν.

   Ὁπότε πρῶτον ἥ τε τῶν ἐξ ἀρχῆς οὔρων ἐγένετο μεταβολὴ καὶ παρεφρόνησεν ὁ ἄνθρωπος, ἔγραψεν ὁ Ἱπποκράτης κατὰ τὴν πέμπτην ἡμέραν, ὑπερβάς, ὡς εἴρηται, τὴν τῆς δευτέρας καὶ τρίτης καὶ τετάρτης διήγησιν, ὡς τῶν αὐτῶν ἐν αὐταῖς συμπτωμάτων μεινάντων. ἀναμνησθῶμεν οὖν ἃ περὶ τῶν λεπτῶν οὔρων εἶπεν ἐν Προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν· "ὁκόσοι δ' ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡς περιεσομένοισιν ᾖ, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία."

[537] ὥστε καθ' ἕτερον τρόπον ἄπεπτον εἶναι σημαίνεται τὸ νόσημα διὰ τῶν λεπτῶν οὔρων, ὥσπερ καὶ διὰ τῶν παχέων, ὁπότε μὴ καθίσταιτο. τὰ γὰρ ἀνατεταραγμένα μέν, ἀλλ' ἐν τῷ κεῖσθαι καθιστάμενα πέψεώς τινος ἀρχὴν ἐνδείκνυται, καὶ μάλισθ' ὅταν ἐν τάχει καθίστηται. τὰ δὲ μὴ καθιστάμενα πρὸς τῇ φυσώδει ταραχῇ πάχος εἶναι σημαίνει χυμῶν ἀπέπτων. ἐκ μὲν δὴ τούτων ἤδη δῆλόν ἐστι χρονίζειν τὸ νόσημα καὶ μέντοι καὶ κινδυνῶδες εἶναι διά τε τὴν κακίαν τοῦ πυρετοῦ καὶ τὸ παρακροῦσαι τὸν ἄνθρωπον εἰς νύκτα. τὰ δ' ἐφεξῆς ἴδωμεν εἰ τούτοις ἀκόλουθα φαίνεται.

   ‹Ἕκτῃ› ἰκτερώδης, πάντα παρωξύνθη, οὐ κατενόει.

   Διορισμὸς ἐντεῦθέν σοι γιγνέσθω τῆς κατὰ τὸ ὑποχόνδριον ἐντάσεως ἐφ' ἥπατι συμβάσης. γίγνεται μὲν γάρ ποτε χολῆς ὠχρᾶς ἀνάχυσις εἰς ὅλον τὸ σῶμα λόγῳ κρίσεως, ὡς κἀν τοῖς εἰς τοὺς Ἀφορισμοὺς ὑπομνήμασιν εἴρηται κατ' ἐκεῖνο τοῦ βιβλίου τὸ χωρίον, ἔνθα φησίν· "ἴκτερος πρὸ ἑβδόμης κακόν." ἀναμνήσθητι δὲ καί, ὡς πρὶν πεφθῆναι τὸ νόσημα πολλάκις ἤκουσας οὔτ' ἄλλην τινὰ ἀπόστασιν [538] γίγνεσθαι χρηστῶς οὔτε τὴν ἰκτερώδη. σημαίνει γὰρ ἡ τοιαύτη κωλύεσθαι τὴν χολὴν ἐκκαθαίρεσθαι τοῦ σπλάγχνου καὶ κενοῦσθαι διὰ τῆς γαστρὸς ἤτοι δι' ἔμφραξιν ἢ διὰ φλεγμονὴν αὐτοῦ. πεπεμμένου δὲ τοῦ νοσήματος ἐνίοτε κριτικῶς εἰς τὰ κατὰ τὸ δέρμα μόρια τοῦ σώματος ἀποτίθεται τὸ περιττεῦον ἡ φύσις ἄλλων τέ τινων χυμῶν καὶ τῆς ξανθῆς χολῆς· οὐδὲν γὰρ ἐν τῷ παρόντι διαφέρει ξανθὴν ἢ ὠχρὰν ὀνομάζειν. ὅτι δὲ τῆς κατὰ τὸ ἧπαρ διαθέσεως αὐξανομένης ἡ ἰκτερώδης διάθεσις ἐγένετο, δηλοῖ καὶ τὸ πάντα παροξυνθῆναι κατὰ τὴν ἕκτην ἡμέραν ἅμα τῷ μὴ κατανοεῖν τὸν ἄνθρωπον, ὅπερ ἐστὶ παραφρονεῖν.

   Ἑβδόμῃ δυσφόρως, οὖρα λεπτά, ὅμοια. τὰς ἑπομένας παραπλησίως.

   Ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἀρξάμενα χείρω γίγνεσθαι τὰ οὖρα [539] παρέμενε φυλάττοντα τὴν κακίαν ἕως πολλῶν ἡμερῶν. οὐ γὰρ ἐπὶ τῆς ἑβδόμης ‹μόνον›, ἀλλὰ καὶ κατὰ τὰς ἑπομένας ἄχρι τῆς ἑνδεκάτης ἐν τοῖς αὐτοῖς γενέσθαι συμπτώμασί τε καὶ σημείοις τὸν Ἑρμοκράτην φησίν.

   Περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφισθῆναι.

   Καλῶς εἶπεν "ἔδοξεν". οὐ γὰρ οἷόν τ' ἐστὶν ἐπὶ κινδυνωδεστάτοις σημείοις εὐθέως αὐτὸν ἐν ἀμείνονι καταστάσει γενέσθαι, τῆς αὐτῆς ἀπεψίας διαμεινάσης τῶν χυμῶν, μετὰ τοῦ μηδὲ κρίσιμον ἐπιφανῆναί τι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ὃ πολλάκις εἴωθεν ἐπιφαίνεσθαι, τῆς φύσεως ἤτοι δι' αἵματος ἐκκρίσεως ἢ ‹διὰ λαπάξεως› γαστρὸς ἢ ἐμέτων ἢ ἱδρώτων ἢ παρωτίδος ἤ τινος ἀποσκήμματος ἐκ τοῦ κινδύνου ῥυσαμένης τὸν ἄνθρωπον. ἐπισκεψώμεθα οὖν ἐφεξῆς τὰ κατὰ τὴν ἑνδεκάτην ἡμέραν.

   Κῶμα ἤρξατο, οὔρει παχύτερα, ὑπέρυθρα, κάτω λεπτά, οὐ καθίστατο.

[540]    Ἓν ὅλον γέγονε βιβλίον ‹ἡμῖν› ἐξηγουμένοις τὸ σημαινόμενον ἐκ τῆς κῶμα φωνῆς, ἐν ᾧ δείκνυται τὴν εἰς ὕπνον καταφορὰν οὕτως ὀνομάζων ὁ Ἱπποκράτης. εἰς ὕπνον δὲ λέγω καταφοράν, ὅταν ἐγρηγορέναι μὲν ἀδυνατῶσιν οἱ κάμνοντες, οὐκ ἀναπεπταμένους ἔχοντες τοὺς ὀφθαλμούς, μύσαντες δ' αὐτοὺς ἤτοι βαθέσιν ὕπνοις ἢ λεπτοῖς ἢ ἀγρυπνίαις συνέχωνται. διὸ καὶ διορισμοῦ δεῖται καὶ πολλῆς συνέσεώς τε καὶ τριβῆς, ἵνα γνῶμεν, ἐπὶ τίνι διαθέσει κωματώδης ὁ νοσῶν ἐγένετο. πολλάκις μὲν γὰρ ὑγρότητι πολλῇ τοῦ πρώτου αἰσθητικοῦ μορίου, καθ' ὃ καὶ τὸν ὕπνον ὀρθῶς Ἀριστοτέλης ἔδειξε γιγνόμενον, ἕπεται κῶμα, καθάπερ ἐνίοις τῶν μεθυσθέντων γίγνεται, πολλάκις δὲ διὰ ψῦξιν μόνην ‹ἀμέτρως ἐπικρατοῦσαν κατὰ τοῦτο τὸ μόριον›, ἔστι δ' ὅτε καὶ δι' ἄμφω ταῦτα συμπίπτει βαθὺς καὶ κωματώδης ὕπνος. ἀλλὰ καὶ δι' ἀρρωστίαν δυνάμεως ἡ τοιαύτη γίγνεται διάθεσις, οὕτως ἤδη νεκρουμένης αὐτῆς, ὡς ἐπηρμένα τὰ βλέφαρα φυλάττεσθαι μὴ δύνασθαι. καὶ συμβαίνει ‹δὲ› τοὺς οὕτως ἔχοντας, ἐπειδὰν μύσωσι τοὺς ὀφθαλμούς, ἢ μηδ' ὅλως ἢ βραχύ τι κοιμηθέντας ἀγρυπνεῖν, [541] οὐδὲ τότε διαίρειν τὰ βλέφαρα δυναμένους· ἥντινα διάθεσιν ἀπὸ τῆς γιγνομένης δι' ὑγρότητα καὶ ψῦξιν οἱ σφυγμοὶ μάλιστα διορίζουσιν ἀμυδρότατοί τε καὶ βραδεῖς καὶ ἀραιοὶ καὶ μικροὶ γινόμενοι. καὶ εἴπερ ταύτην τὴν θεωρίαν ὁ Ἱπποκράτης ἐξείργαστο παραπλησίως ταῖς ἄλλαις ἢ ἐγεγράφει γε τὸ τῶν σφυγμῶν εἶδος ἐπὶ τῶν καμνόντων, ἀκριβεστέραν ‹ἂν› οὕτως καὶ ἡμεῖς τῶν συμβαινουσῶν αὐτοῖς διαθέσεων εἴχομεν τὴν γνῶσιν· ἐπεὶ δὲ παρέλιπεν αὐτήν, ὥσπερ ἐνίοτε τὴν τῶν οὔρων, ἐξ ὧν ἔγραψεν, ἐκ τούτων χρὴ τεκμαίρεσθαι περὶ τῶν ἀρρώστων.

   φλεγματώδη μὲν οὖν χυμὸν ἐπὶ τὸν ἐγκέφαλον ἀφικέσθαι κατὰ τὴν ἑνδεκάτην ἡμέραν οὐκ εὔλογον ἐν νοσήματι ξηρῷ καὶ θερμῷ κατὰ τὴν ἀρχὴν εὐθέως εἰσβαλόντι. καὶ γὰρ ἡ τῆς γλώττης ἐπίκαυσις ἥ τ' ἀγρυπνία καὶ ὁ πυρετὸς ἰσχυρὸς ὢν ἥ τε κατὰ τὴν ἕκτην ἡμέραν ἰκτεριώδης ἀνάχυσις τά τε διαχωρήματα συγκεκαυμένα πυρώδη γε τὴν ἐν ὅλῳ τῷ σώματι διάθεσιν εἶναι δηλοῖ σὺν τῷ καὶ εἴ τι πλῆθος ἤθροιστο χυμῶν ἐν ἥπατι μόνῳ καὶ κατὰ τὰς ἐνταῦθα φλέβας, οὐ καθ' ὅλον τὸ [542] σῶμα περιέχεσθαι τοῦτο, δηλωθὲν εὐθέως ἐν ἀρχῇ διὰ τοῦ τῶν οὔρων πάχους. ὑπολείπεται τοίνυν ἤτοι ψῦξιν σφοδρὰν κατὰ τὸν ἐγκέφαλον ‹ἐπικρατοῦσαν› ἢ ἀρρωστίαν δυνάμεως αἰτίαν τοῦ κώματος τῷ Ἑρμοκράτει γεγονέναι κατὰ τὴν ἑνδεκάτην ἡμέραν. ὁπότερον δ' ἂν ᾖ τούτων, ἐσχάτως ἐστὶν ὀλέθριον. ἀνίατοι γὰρ ἐδείχθησαν αἱ τοιαῦται ψύξεις, ὅταν ἀκολουθήσωσι θερμοῖς καὶ ξηροῖς νοσήμασιν. εἰκότως οὖν ἔγραψεν ὁ Ἱπποκράτης· "ἔδοξε πάντα κουφισθῆναι". χαλεπωτάτου γὰρ σημείου τοῦ κατὰ τὸ κῶμα λαβόντος ἀρχὴν ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας, ἀδύνατον ἦν ἀναλαμβάνειν τὸ σῶμα τηνικαῦτα τὴν ὑγιεινὴν ἕξιν. οὐ μὴν οὐδὲ μέση τίς ἐστιν ἐν τοῖς τοιούτοις διάθεσις, ἀλλ' ἐὰν ἐκπέσῃ τῆς ὑγιεινῆς καταστάσεως, ἡ τοιαύτη τῶν πυρετῶν ἰδέα πρὸς τὴν ἐναντίαν ἀφικνεῖται, τὴν ὀλεθρίαν, ἐν ᾗ σβέννυται τὸ ἔμφυτον θερμόν.

   τοῦ τοίνυν κώματος οὕτως ὀλεθρίου συμπτώματος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας γενομένου προσσχῶμεν τοῖς οὔροις. εἰ μὲν γὰρ ὀλέθρια καὶ αὐτὰ φαίνοιτο, διὰ ταχέων δηλώσει τεθνήξεσθαι τὸν ἄνθρωπον, εἰ δὲ μέτρια, ‹τὴν νόσον› εἰς χρόνον ἐκταθήσεσθαι πλείονα.

[543] τὰ μὲν γὰρ ἄριστα τῶν οὔρων ἐν ταῖς τοιαύταις διαθέσεσιν ἀδύνατον γενέσθαι. τίνα δὲ λέγει περὶ αὐτῶν ἀκούσωμεν. οὔρει, φησί, παχύτερα. συνάπτουσι δ' ἐνταῦθά τινες ‹τὰ› μετὰ τὸ κῶμα τὸ ἔμπροσθεν εἰρημένον "ἤρξατο" τῷ οὔρει προστιθέντες. ἐν γὰρ τῷ μεταξὺ τεταγμένον αὐτὸ τοῦ τε κώματος καὶ τῶν οὔρων ἔνεστιν ὁποτέρῳ τις βούλεται προσνέμειν, ὡς γίγνεσθαι τὴν ἀνάγνωσιν διττήν, μίαν μὲν τοιαύτην· "κῶμα ἤρξατο", μίαν δ' ἄλλην τοιάνδε· "ἤρξατο οὐρεῖν παχύτερα"· καὶ γὰρ προστιθέασι τῷ "οὔρει" ῥήματι κατὰ τὴν ὁριστικὴν καλουμένην ἔγκλισιν εἰρημένῳ τὸ νῦ γράμμα καὶ γράφουσιν "οὐρεῖν" μετὰ τοῦ ν κατὰ τὴν ἀπαρέμφατον καλουμένην, ἵνα τῷ "ἤρξατο" σύμφωνος ἡ γραφὴ γένηται. πιθανώτερον δ' ἐστὶ τῷ "κῶμα" ῥήματι τὸ "ἤρξατο" προσκεῖσθαι, νῦν αὐτοῦ πρῶτον ἀρξαμένου. τὰ δ' οὖρα παχέα κατ' ἀρχὰς εὐθὺς ἦν· ἐν γὰρ τῇ τῶν πρώτων ἡμερῶν διηγήσει γέγραπται κατὰ τήνδε τὴν λέξιν· "οὔρει παχέα, ἐρυθρά, κείμενα οὐ καθίστατο", ὥστ' οὐκ ἐνδέχεται νῦν ἄρξασθαι λέγειν αὐτὸν τὰ οὖρα γενέσθαι παχέα, μέχρι τῆς πέμπτης ἡμέρας ἀπ' ἀρχῆς τοιαῦτα γεγονότα· [544] κατὰ γὰρ τὴν πέμπτην μεταπεσόντα λεπτά φησιν αὐτὰ γεγονέναι, κἄπειτα καὶ κατὰ τὴν ἑβδόμην ὡς τοιούτων ὄντων αὐτῶν ἐμνημόνευσεν. κατὰ τὴν ἑνδεκάτην οὖν εἰκότως εἶπεν· "οὔρει παχύτερα", παραβαλὼν αὐτὰ τοῖς ἀπὸ τῆς πέμπτης ἡμέρας ἕως ταύτης γενομένοις τοῖς λεπτοῖς. ἀλλὰ καὶ ὑπέρυθρά φησιν αὐτὰ γενέσθαι καὶ κάτω λεπτὰ μικρὰ σχεῖν ὑφιστάμενα· προσυπακοῦσαι γὰρ δεῖ τῷ κάτω λεπτὰ ‹τὸ› μικρὰ σχεῖν ὑφιστάμενα. μέσα τοίνυν φαίνεται τὰ οὖρα γεγονέναι τῶν τ' ἀγαθῶν καὶ τῶν ὀλεθρίων.

   ‹Ἡσυχῇ κατενόει.› Τὸ [δ'] ἐπὶ τῇ τελευτῇ λεγόμενον αὐτῷ διττῶς ἀναγινώσκουσιν, ἔνιοι μὲν οὕτως· "οὐ καθίστατο ἡσυχῇ", προστιθέντες τὸ "ἡσυχῇ" τοῖς μὴ καθισταμένοις οὔροις, ἔνιοι δ' οὕτως· "‹οὐ› καθίστατο", καὶ πάλιν ἀφ' ἑτέρας ἀρχῆς· "ἡσυχῇ κατενόει", καὶ φαίνεται τοῦτο μᾶλλον ἔχειν διάνοιαν. τὸ γὰρ ἡσυχῇ προειρημένου μὲν τοῦ καθίστασθαι τὰ οὖρα συνήθως οὕτω λέγουσιν οἱ Ἕλληνες, ἐπὶ δὲ τῶν μὴ καθισταμένων οὐ πάνυ τι προστιθέασι τὰ τοιαῦτα τῶν ὀνομάτων. τὰ μὲν οὖν κατὰ τὴν ἑνδεκάτην γενόμενα σημεῖα καὶ συμπτώματα ταῦτ' ἐστίν. ἴδωμεν δ' ἐφεξῆς ὅσα περὶ τῆς τεσσαρεσκαιδεκάτης ἔγραψεν.

[545]    Τεσσαρεσκαιδεκάτῃ ἀπύρετος, οὐχ ἵδρωσεν, ἐκοιμήθη, κατενόει πάντα.

   Μάτην δόξει προσκεῖσθαι τὸ οὐχ ἵδρωσεν, ὅμοιον ὂν τῷ "οὐχ ᾑμορράγησεν", "οὐκ ἤμεσεν", ‹"οὐ διεχώρησεν,"› "οὐ παρωτίδας ἔσχεν". ἀλλ' ὥσπερ ὀλίγῳ πρόσθεν ἔφη· "περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφισθῆναι", δυνάμενος μὲν ἁπλῶς εἰπεῖν "ἐκουφίσθη πάντα", προσθεὶς δὲ τὸ "ἔδοξεν" ἕνεκα τοῦ τῶν ἐν ἑτέροις αὐτῷ γεγραμμένων ἀναμιμνῄσκειν, ὡς τοῖς μὴ κατὰ λόγον κουφίζουσιν οὐ χρὴ πιστεύειν, οὕτω καὶ νῦν οὐκ ὤκνησεν ἐκ περιττοῦ προσθεῖναι τὸ οὐχ ἵδρωσεν ἀναμνήσεως ἕνεκα τοῦ κατὰ τὴν ῥᾳστώνην ἀπίστου. τὸ γὰρ ἐνδεχόμενον ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἡμερῶν εἴπερ ἐγένετο, ἔσωσεν ἂν τὸν ἄνθρωπον. ἐκ γοῦν τοῦ μὴ γενέσθαι τῆς κακοηθείας τοῦ νοσήματος ἀνέμνησεν ἡμᾶς.

   ἀγνοοῦνται δὲ πολλοῖς τῶν ἰατρῶν αἱ τοιαῦται διαθέσεις, καὶ χαίρουσιν ἐπὶ τοῖς ἄμεινον ἔχειν δόξασιν, κἂν ἐπ' ὀλεθρίοις τοῖς ἔμπροσθεν [546] σημείοις τε καὶ συμπτώμασι τοῦτο γενέσθαι συμβῇ, μὴ γινώσκοντες, ὡς νεκρουμένης τῆς φύσεως καὶ σβεννυμένου τοῦ ἐμφύτου θερμοῦ τὰς τοιαύτας διαθέσεις συμβαίνει γίνεσθαι παραπλησίως τοῖς εἰς ὄγκον αἰρομένοις μορίοις ἐκ κακοήθους ῥεύματος, ὅταν ἡ φύσις ἀρρωστοῦσα μηδ' ὅλως ἐπιχειρῇ τῇ πέψει τοῦ τὸν ὄγκον ἐργασαμένου χυμοῦ. "περὶ γὰρ τὰς γενέσεις τοῦ πύου", φησίν, "οἵ τε πόνοι καὶ οἱ πυρετοὶ γίνονται", μεταβαλλομένων ὑπὸ τῆς ἐμφύτου θερμασίας τῶν τὸν ὄγκον ἐργασαμένων χυμῶν. ὅταν οὖν αὕτη μηκέτ' ἐγχειρῇ τῇ πέψει δι' ἀρρωστίαν, οὔτε πονοῦσιν οὔτε πυρέττουσιν εἰ μὴ πάνυ μικρόν. ἐπὶ μὲν οὖν τοῖς ἐκπυήσασιν ἐκκριθέντος τοῦ πύου σῷον φυλάττεται τὸ μόριον, εἰς ὃ τὸ ῥεῦμα κατέσκηψεν· ἐφ' ὧν δ' οὔτ' ἐκπύησις οὔτ' ὀδύνη τις ἀξιόλογος οὔτε πυρετὸς γίγνεται, σήπεται τὸ μόριον, ὡς ἀναγκαῖον ἡμῖν γενέσθαι παντελῶς ἐκκόψαι ποτ' αὐτό. παραπλήσιον οὖν τι καὶ τούτῳ συμβαίνει ‹γενέσθαι› κἀπὶ τῶν ἀσήμως τε καὶ ἀλόγως ἀπυρέτων γενομένων ἐπὶ θανατώδεσι σημείοις.

   ὅτι δὲ τοιαύτη διάθεσις ἦν τῷ Ἑρμοκράτει, καὶ τὰ τοῦ γενομένου [547] κώματος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας ἐδήλου. τὸ γὰρ ἅμα πυρετῷ διακαεῖ καὶ χυμὸν ἔχοντι δηλονότι δακνώδη καὶ δριμὺν ἐξαίφνης σύμπτωμα σχεῖν ὑγροῖς καὶ ψυχροῖς καὶ ἀδήκτοις ἑπόμενον χυμοῖς ἐνδεικτικόν ἐστιν οὐ τοῦ πεπαῦσθαι τὴν ἔμπροσθεν διάθεσιν, οὐδενός γε κρισίμου γεγονότος, ἀλλὰ τοῦ νεκροῦσθαί τε καὶ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν. εἴρηται μὲν οὖν περὶ τούτων ἐπὶ πλέον ἐν ἑτέροις, ἀλλὰ νῦν ἐν κεφαλαίοις ἅπαξ ἀρκείτω λελέχθαι περὶ τῶν ἀλόγως ἐπὶ χαλεποῖς νοσήμασιν ἀπυρέτων γενομένων· ὅσῳ γὰρ ἂν ὀλεθριωτέρων προηγησαμένων σημείων ἄμεινον ἔχειν δόξωσι, τοσούτῳ τὴν νόσον ὀλεθριωτέραν ἔχουσιν, ἅθ', ὡς οἱ περὶ τὸν Σαβῖνον εἰρήκασι, λοχῶντος τοῦ νοσήματος ὥσπερ θηρίου τινὸς ἢ ἀνθρώπου πονηροῦ· διάνοιαν γὰρ ἔχοντός ἐστι ζῴου τὸ λοχᾶν, ‹ὅταν› ἐξαίφνης ἐπιθῆται λάθρᾳ μὴ προσδοκῶσι τοῖς ἐνεδρευομένοις ὑπ' αὐτοῦ. ἀλλὰ τὰ μὲν οὕτως εἰρημένα προσηκόντως ἄν τις ὀνομάσειε περιλάλησιν. οὐδὲν γὰρ εἰπόντες ἐπιστημονικόν, ἀλλὰ περιλαλήσαντες μόνον οἴονται τὸ προκείμενον [548] ἀποδεδειχέναι διὰ παραδείγματος οὐδὲν οὐδὲ τοῖς παραβαλλομένοις ὅμοιον ἔχοντός τι. καταλιπόντες οὖν αὐτοὺς αὐτοὶ συμπληρώσωμεν ἤδη τὰ προκείμενα.

   καί μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς ἐνταῦθα καὶ μὴ θαύμαζε, πῶς ἐγὼ πολλάκις ὀλεθρίως εἰπὼν ἔχειν τινά, μεταξὺ καλῶς αὐτοῦ σχόντος ἐξαίφνης, ὡς καὶ λούσασθαι, καταγελώμενος οὐ μόνον ὑπὸ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν, ἐμμείνας τῇ προρρήσει, μετὰ ταῦθ' ὑποστρέψαντος εἰς τὸ νόσημα τοῦ δόξαντος ἐσχηκέναι καλῶς, εἶτ' ἀποθανόντος, ἐκ μαντικῆς ἐνομίσθην, οὐκ ἰατρικῆς θεωρίας προειρηκέναι, καὶ ταῦτα τῶν θαυμαστῶν τούτων ἰατρῶν οὐδαμόθι γεγράφθαι λεγόντων αὐτά. πόθεν οὖν ὅτι ‹προσδοκητέον› κατὰ τὴν ἑνδεκάτην ἡμέραν ἢ τεθνήξεσθαί τινας ἢ κριθήσεσθαι προεῖπον; ἔστι μέν μοι κἀν τοῖς Περὶ κρίσεων αὐτάρκως γεγραμμένα τὰ περὶ τῶν τοιούτων προρρήσεων, ἔστι δὲ κἀν τοῖς Περὶ κρισίμων ἡμερῶν, καὶ πάντων αὐτῶν ἡγεμών ἐστιν ὁ θαυμάσιος Ἱπποκράτης. ἀλλὰ τὰ μὲν ἄλλα διά τε τῶν εἰρημένων ἄρτι βιβλίων ἐξείργασμαι καί τινων ἑτέρων. ἐν δὲ τῷ [549] παρόντι τοῖς ἀνεγνωκόσιν ἐκεῖνα σαφῆ τὸν περὶ τῶν ἐνεστώτων ἀπεργάσομαι λόγον. ἐπὶ μὲν γὰρ τῆς ἑνδεκάτης ἡμέρας ἔδοξεν ὁ Ἑρμοκράτης κεκουφίσθαι, τῇ δὲ τεσσαρεσκαιδεκάτῃ ἀπηλλάχθαι τελέως. ὡρισμένου δ' ἤδη καὶ προεγνωσμένου τοῦ πάντως ‹αὐτὸν› ὑποστρέψειν τε καὶ τεθνήξεσθαι, τὴν ἑπτακαιδεκάτην ἡμέραν ἀκόλουθον ἦν τοῖς κατὰ τὴν ἑνδεκάτην τε καὶ κατὰ τὴν τεσσαρεσκαιδεκάτην γενομένοις ἐνεγκεῖν τὴν ὑποστροφήν, ὡς ἂν κατὰ τὰς κρισίμους ἡμέρας τῆς τοῦ νοσήματος μεταβολῆς γενομένης. ἐμάθομεν γὰρ ἔν τε τῷ Προγνωστικῷ καὶ τοῖς Ἀφορισμοῖς τὰς κατὰ τετράδα περιόδους τῶν ἡμερῶν εἰς τὴν εἰκοστήν, οὐ τὴν εἰκοστὴν πρώτην ἀφικνεῖσθαι, καὶ διὰ τοῦτο τὴν μὲν ἑνδεκάτην τῆς τεσσαρεσκαιδεκάτης ἐπίδηλον εἶναι, τὴν δὲ ἑπτακαιδεκάτην τῆς εἰκοστῆς. ὑποστρέψαι μὲν οὖν τῷ Ἑρμοκράτει εὐλογώτατον τὸ νόσημα κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν, ἀκολουθῆσαι δὲ κατὰ τὴν εἰκοστὴν ἑτέραν μεταβολήν. οὐ μὴν ἤδη γε πρόδηλον ἡμῖν τοῖς ἀναγινώσκουσι τὰ γεγραμμένα πρὸς Ἱπποκράτους, ὁποία τις ἡ κατὰ τὴν εἰκοστὴν ἡμέραν ἔσοιτο μεταβολή, διὰ τὸ μήτε τὴν δύναμιν ὅπως εἶχε τοῦ [550] κάμνοντος ἐπίστασθαι μήτε τὸ βεβαιότατον αὐτῆς σημεῖον, τοὺς σφυγμούς, ὑπ' αὐτοῦ γεγράφθαι. σὺν μὲν γὰρ τῇ τούτων γνώσει ῥᾷστον ἦν εἰπεῖν, εἴτε κατὰ τὴν εἰκοστὴν ἡμέραν ὁ κάμνων ἕξει τὴν τελευτὴν εἴτε καὶ εἰς πλείονας ἐκταθήσεται τὸ νόσημα, μὴ γινωσκομένων δ' ἐκείνων ἄδηλον. ἀκούσωμεν οὖν ὧν περὶ τῆς ἑπτακαιδεκάτης καὶ ὧν περὶ τῆς εἰκοστῆς εἶπεν αὐτός.

   Περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι ὑπέστρεψεν, ἐθερμάνθη. τὰς ἑπομένας πυρετὸς ὀξύς, οὖρα λεπτά, παρέκρουσεν.

   Τὰ μὲν ἄλλα τῆς ὑποστροφῆς ἐστι συμπτώματα, τὰ δ' οὖρα λεπτὰ δηλοῖ τὴν νόσον ἄπεπτον ὑπάρχειν, ὥστ' οὐδ', εἰ καὶ μὴ μεγάλως ἦν τὰ φανέντα σημεῖα ὀλέθρια, σωθήσεσθαι τὸν ἄνθρωπον εἶπεν ἄν τις ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας, ὁρῶν τὴν ἀπεψίαν τῶν [551] οὔρων. αὐτὸς γὰρ εἶπεν ἐν τοῖς τοιούτοις "κίνδυνον εἶναι, μὴ οὐ δυνήσεται τῷ χρόνῳ τοῦ νοσήματος ὁ κάμνων ἐξαρκέσαι."

   Πάλιν δ' εἰκοστῇ ἐκρίθη, ἀπύρετος, οὐχ ἵδρωσεν.

   Ἐν ᾗ κατὰ λόγον ἦν ἡμέρᾳ παροξυνθῆναι τὸν πυρετόν, εἴπερ ὅλως ἡ φύσις ἐνεχείρησε τῇ πέψει τῶν χυμῶν ὠμῶν ὄντων, ὡς ἐδήλου τὰ οὖρα λεπτὰ διαμένοντα, κατὰ ταύτην ἐπαύσατο τελέως ὁ πυρετός. οὐδὲ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην ἐγεγόνει τῷ λόγῳ τῆς ἐμφύτου θερμασίας, ἀλλὰ μόνῳ τῷ τῆς σήψεως, ἐκθερμανθέντων πυρετωδῶς τῶν χυμῶν. τὸ τοίνυν ζέσαν αὐτῶν διαπνευσθὲν ἀπύρετον ἂν εἰργάσατο τὸν ἄνθρωπον. ἀλλὰ μενόντων τῶν ὀλεθρίων συμπτωμάτων, ὧν ἐφεξῆς ἐρεῖ, σαφὲς ἦν ἀπολεῖσθαι τὸν Ἑρμοκράτην. ὥσπερ δ' ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας ἔγραψεν οὐχ ἵδρωσεν, οὕτως καὶ κατὰ τὴν εἰκοστὴν αὐτὸ προσέθηκεν, ἀναμιμνῄσκων γε τῆς ἀσήμως [552] γενομένης ῥᾳστώνης. ὅτι δὲ διέμενε τὰ συμπτώματα τοῦ νεκροῦσθαι τὴν φύσιν τοῦ κάμνοντος, εὔδηλόν ἐστιν ἐξ ὧν ἐφεξῆς ἔγραψε τῶν κατὰ τὴν εἰκοστὴν ἡμέραν εἰρημένων, οἷς ἤδη πρόσεχε τὸν νοῦν.

   Ἀπόσιτος παρὰ πάντα ‹τὸν› χρόνον, κατενόει, διαλέγεσθαι οὐκ ἠδύνατο, γλῶσσα ἐπίξηρος, οὐκ ἐδίψη· κατεκοιμᾶτο σμικρά, κωματώδης.

   Πάντα τὰ εἰρημένα νεκρουμένης ἐστὶν ἤδη τῆς ζωτικῆς δυνάμεως γνωρίσματα, οἷον εὐθέως ἡ ἀποσιτία τὴν ἀνορεξίαν δηλοῦσα ποτὲ μὲν διὰ τὸ στόμα τῆς κοιλίας γίγνεται κεκακωμένον ὑπό τινος ἀλλοτρίας ποιότητος χυμῶν, ἔστι δ' ὅτε διὰ τὴν τῆς δυνάμεως αὐτῆς νέκρωσιν, ἧς, ὅθ' ὑγίαινεν, ἦν ἔργα τό τε τῆς ἐνδείας ‹τῆς ξηρᾶς οὐσίας› αἰσθάνεσθαι καὶ τὸ τῶν ἰασομένων αὐτὴν ὀρέγεσθαι. τῆς δ' [553] αὐτῆς ταύτης ἔργον καὶ ἡ ‹αἴσθησις κατὰ τὴν› τῆς ὑγρᾶς οὐσίας ἔνδειάν τε καὶ ἀναπλήρωσιν. ὅπως οὖν εἶχε καὶ περὶ ταῦτα, σαφῶς ἐδήλωσεν ὁ Ἱπποκράτης εἰπὼν οὐκ ἐδίψη. καὶ τῷ μὲν ἀπόσιτος ‹παρ›ὰ πάντα τὸν χρόνον ἐφεξῆς ἔγραψε κατενόει, τῷ δὲ γλῶσσα ἐπίξηρος τὸ οὐκ ἐδίψη, τὸ μὲν κατενόει πρὸς τὸν κοινὸν ἀμφοτέρων διορισμὸν παραλαβών, τὸ δ' οὐκ ἐδίψη πρὸς τὸν ἑτέρου. ὁ μὲν οὖν κοινὸς διορισμὸς τοῦτό φησιν· οὐκ ᾐσθάνετο τῆς ἐνδείας οὔτε τῆς κατὰ τὸ ξηρὸν οὐσίας οὔτε τῆς κατὰ τὸ ὑγρόν, οὐ διὰ τὸ μὴ παρακολουθεῖν, ἀλλὰ διὰ τὸ νεκροῦσθαι τὴν δύμαμιν αὐτοῦ. τὸ δ' οὐκ ἐδίψη προσέθηκε τῷ γλῶσσα ἐπίξηρος εἰς διορισμὸν τοῦ μὴ δι' ὑγρότητα τὸν ἄνθρωπον ἄδιψον γεγονέναι, καθάπερ ἔνιοι τῶν ὑγρὸν καὶ ψυχρὸν ἠθροικότων χυμόν, ἀλλὰ ‹διότι› καίτοι διαθέσεως οὔσης διψωδεστάτης ἡ δύναμις οὐκ ᾐσθάνετο νεκρουμένη. μή τι δὲ καὶ τὸ διαλέγεσθαι μὴ δύνασθαι κατὰ τὴν ταύτης ἐγένετο κάκωσιν.

   εἴπερ οὖν πάντα τὰ συμπτώματα ταῦτα καὶ κατὰ τὴν εἰκοστὴν ἡμέραν ὑπῆρχεν αὐτῷ καὶ σχεδὸν ἐν ὅλῃ τῇ νόσῳ, δῆλον ὅτι σβεννυμένης [554] τῆς ἐμφύτου θερμασίας ὁ πυρετὸς ἐπαύσατο κατὰ τὴν εἰκοστὴν ἡμέραν. ὁμολογεῖ δὲ τούτοις καὶ τὸ κατεκοιμᾶτο σμικρά, κωματώδης. οὐ γὰρ ὡς οἱ κατὰ φύσιν ἔχοντες ἐκάθευδεν, ἀλλὰ δι' ἀρρωστίαν τῆς δυνάμεως ἄκων ἔμυεν, ὡς μὴ δυνάμενος τοὺς ὀφθαλμοὺς ἀνεῳγότας ἔχειν, ἔκλειέ τε αὐτοὺς καὶ σμικρὰ κατεκοιμᾶτο. προσέθηκε γὰρ τῷ κατεκοιμᾶτο τὸ σμικρά, διότι καὶ τοῦτο γνώρισμα τῆς κατὰ τὴν δύναμιν ἀρρωστίας ἦν, οὐ τοῦ κατὰ φύσιν ὕπνον τινὰ γενέσθαι τῷ κάμνοντι κατὰ τὸν καιρὸν τοῦτον. εἰ ‹δὲ› δι' ὑγρότητα τῆς αἰσθητικῆς ἀρχῆς ὑπνῶδες ἦν τὸ κῶμα, θαυμαστέον ἐστὶν οὐ διὰ τί τέθνηκεν ὁ Ἑρμοκράτης, ἀλλὰ διότι μέχρι τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας ἐξήρκεσεν. εὔλογον γὰρ ἦν οὐ μετὰ πολὺ τῆς εἰκοστῆς ἀκολουθῆσαι τὸν θάνατον αὐτῷ. δῆλον οὖν, ὅτι νέος τις ἦν εὔρωστός τε φύσει καὶ διὰ τοῦτ' ἀντέσχετο, κατὰ βραχὺ μαραινόμενος. ἔνεστι γὰρ ἐξ ἁπάντων τῶν συμβάντων αὐτῷ τεκμήρασθαι τὸν καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν μαρασμὸν περιφρυγῆ γεγονέναι. διέφθειρε δὲ αὐτὸν ἐπὶ τῆς εἰκοστῆς ἑβδόμης [555] ὁ διὰ τὴν τῶν χυμῶν σηπεδόνα γενόμενος πυρετὸς ἐπὶ τῆς εἰκοστῆς τετάρτης, ὃν διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν.

   ἄξιον δ' ἐπισημήνασθαι, διὰ τί κατὰ τὴν προκειμένην λέξιν ἔγραψε· κατενόει πάντα. φαίνεται γὰρ οὐ πάντα κατανοήσας, αὐτοῦ τοῦ Ἱπποκράτους ἐν τῇ τῆς πέμπτης ἡμέρας διηγήσει γράψαντος αὐτὸν παρακροῦσαι καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῆς ἕκτης προσθέντος "οὐ κατενόει" καὶ πάλιν ἐπὶ τῆς ἑπτακαιδεκάτης "παρέκρουσε". δυοῖν τοίνυν θάτερον, ἢ ὅτι μόναις ταύταις ταῖς ἡμέραις παρέκρουσε, τῷ δ' ἄλλῳ παντὶ χρόνῳ κατενόει, δηλῶσαι βουλόμενος ἔγραψε κατενόει πάντα, ἢ ὅτι κατὰ τὴν εἰκοστὴν ἡμέραν, ἧς ἐν τῇ προκειμένῃ ῥήσει τὴν διήγησιν ἔγραψε, κατενόει πάντα, τουτέστιν οὐδὲ μικρὸν παρεφέρετο. διὰ τί δὲ τοῦτο προσέθηκεν, ὀλίγον ἔμπροσθεν εἶπον. ἀδίψων γὰρ καὶ ἀνορέκτων γινομένων τινῶν ἐν νόσοις, ἤτοι διὰ τὸ παραφρονεῖν ἀναισθήτως ἐχόντων ὧν πάσχουσιν ἢ διὰ ‹τὴν› νέκρωσιν τῆς ἐν τῇ κοιλίᾳ δυνάμεως φυσικῆς, ἐπειδὰν οὕτω πάσχωσιν ἄνευ τοῦ παραφρονεῖν, ὑπολείπεται νενεκρῶσθαι τὴν φυσικὴν δύναμιν αὐτῶν.

[556]    Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην ἐπεθερμάνθη, κοιλίη ὑγρὴ πολλοῖσι λεπτοῖσι. καὶ τὰς ἑπομένας πυρετὸς ὀξύς, γλῶσσα συνεκαύθη. ἑβδόμῃ καὶ εἰκοστῇ ἀπέθανε.

   Τούτῳ τῷ ἀρρώστῳ καὶ ἡ τετάρτη καὶ εἰκοστὴ τῶν κατὰ περίοδον οὖσα κρισίμων, ὡς ἐδείχθη, καὶ ἡ ἑβδόμη καὶ εἰκοστὴ πολὺ μᾶλλον ἔτι ταύτης ἐξ ἀναλογίας ἤνεγκέ τινας νεωτερισμούς. ὥσπερ γὰρ ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας ὑποστρέψας κατὰ τὴν εἰκοστὴν ἔδοξεν ἔχειν ἄμεινον, οὐ σχὼν οὕτως κατά γε τὴν ἀλήθειαν, ἀλλὰ φαντασίαν τοῖς πολλοῖς ποιήσας, σβεννυμένης ‹τε› τῆς ἐμφύτου θερμασίας ἀπύρετος ἐγένετο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς εἰκοστῆς τετάρτης ἀρξάμενος πυρέττειν ἐκ σηπεδόνος τῶν ὑπολοίπων χυμῶν, ἐξ ἧς καὶ διεχώρησε κάτω πολλὰ καὶ λεπτὰ καὶ [557] κακοήθη, κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἡμέραν ἀπέθανεν, ὀξέος αὐτῷ γενομένου καὶ ξηροῦ τοῦ πυρετοῦ, δι' ὃν καὶ ἡ γλῶττα συνεκαύθη.

   Τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν, οὖρα ἢ παχέα καὶ ἐρυθρά, οὐ καθιστάμενα, ἢ λεπτὰ ἄχρω ἐναιώρημα ἔχοντα· γεύεσθαι οὐκ ἠδύνατο.

   Καὶ μετὰ τὴν τῆς εἰκοστῆς ἡμέρας διήγησιν ἐφεξῆς ἐγεγράφει τῷ μὲν νῦν εἰρημένῳ τῷ γεύεσθαι οὐκ ἠδύνατο ταὐτὸ σημαίνουσαν τὴν "ἀπόσιτοσ" φωνήν.

   οὖρα δ' ἀπὸ τῆς ἑπτακαιδεκάτης ἄχρι τῆς εἰκοστῆς ἔφη γεγονέναι λεπτά, προειρήκει δ', εἴ τι μεμνήμεθα, καὶ περὶ τῶν ἐρυθρῶν καὶ ἀκατάστατον ἐχόντων ἐναιώρημα. νῦν οὖν ἐπαναλαβὼν ἅμα περὶ πάντων ‹τούτ›ων ἀπεφήνατο. ‹ἃ δ' ἀπεφήνατ', ἐστὶ› δυνάμει ταὐτά, ἃ λέγω ‹καὶ αὐτόσ›, ὡς οὔρησεν ἄλλοτ' ἀλλοῖα, χρηστὸν δ' ἀκριβῶς οὐδέποτ' οὐδέν. ἀλλὰ καὶ ὅτι διὰ παντὸς αὐτῷ τοῦ νοσήματος ἡ κώφωσις παρέμεινεν, οὐκ εἰρημένον ἔμπροσθεν, εἰκότως [558] νῦν προσέθηκεν. οὐκ οἶδα δ' ὅπως οὐκέτ' οὐδὲν εἶπε περὶ τῆς ἰκτεριώδους ἀναχύσεως. ἀκόλουθον γὰρ ἦν καὶ ταύτης μνημονεῦσαι. τάχ' οὖν ὡς πρόδηλον ὅτι παρέμεινεν ἐσιώπησεν· ὅπου γὰρ οὔθ' ἱδρὼς ἐγένετο τῷ Ἑρμοκράτει οὔτε διὰ γαστρὸς ἢ οὔρων ἢ ἐμέτων ἠκολούθησε κένωσις χολωδῶν, ἀδύνατον ἦν παύσασθαι τὸν ἴκτερον. ἐκ πάντων οὖν τῶν εἰρημένων φαίνεται παθεῖν αὐτῷ τὸ ἧπαρ ἰσχυρῶς, ἀρχὴ τῆς φυτικῆς τε καὶ φυσικῆς ὀνομαζομένης ψυχῆς ὑπάρχον, ἧς ἐδείχθησαν εἶναι τέτταρες δυνάμεις, ἑλκτική τε καὶ καθεκτικὴ καὶ ἀλλοιωτικὴ καὶ ἀποκριτική, καθ' ἃς καὶ τρέφεσθαι καὶ αὐξάνεσθαι τοῖς σώμασιν ὑπάρχει, καὶ παθούσης ταύτης ἀνορεξίαι δειναὶ καταλαμβάνουσιν, ὡς ‹τὸν τοιοῦτον› τεθνάναι μᾶλλον ἐθέλειν ἢ γεύσασθαί τινος.

ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΚΕΙΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ‹ΤΟΥΤΩΙ ΤΩΙ ΑΡΡΩΣΤΩΙ›.

   Τὰ μὲν παλαιότερα τῶν ἀντιγράφων τὴν ἀρχὴν τῶν προσκειμένων [559] χαρακτήρων τοῖς ἀρρώστοις εἶχεν ἀπὸ τῆς παρὰ ‹τὰ› Βίτωνος κυναγχικῆς, ἑβδόμης ἀπὸ τῆς ἀρχῆς γεγραμμένης. ἀμέλει καὶ οἱ ἐξηγησάμενοι τοὺς προσγεγραμμένους τῷ βιβλίῳ τούτῳ χαρακτῆρας ἀπ' ἐκείνης ἤρξαντο πάντες, τοῖς πρώτοις ἀρρώστοις λέγοντες αὐτοὺς μὴ προσκεῖσθαι. κατ' ἔνια μέντοι τῶν νῦν εἰς χεῖρας ἡμῖν ἡκόντων εὑρίσκονται καὶ τοῖς πρώτοις ἀρρώστοις προσκείμενοι χαρακτῆρες, ὥς γε καὶ ἡ κατὰ Διοσκορίδην ἔκδοσις προσκειμένους αὐτοὺς ἔχει.

   καὶ τούτῳ γε τῷ Ἑρμοκράτει πρῶτον ὑπογέγραπται τὸ πεῖ ἐν μέσῳ γραμμὴν ἔχον, ἁπάντων τῶν χαρακτήρων, ὧν ἐπὶ πάντων τῶν ἀρρώστων ἔφαμεν εὑρίσκεσθαι, προγεγραμμένον. ἐφεξῆς δὲ τὸ ε γέγραπται καὶ μετ' αὐτὸ τὸ δέλτα κάτωθεν ὀρθὴν γραμμὴν ἀπεστιγμένην ἔχον, ὥσπερ τὸ ἰῶτα γράφομεν. εἶτα μετ' αὐτὸ τὸ κ καὶ ζ καὶ μετὰ ταῦτα τὸ θ, κατὰ τόνδε τὸν τρόπον ϠΕϠΚΖΘ.

   ὁ μὲν οὖν πρῶτος χαρακτήρ, ὡς καὶ πρόσθεν, σημαίνει τὸ πιθανόν, ὥσπερ γε καὶ τὸ ὕστατον γράμμα ποτὲ μὲν υ, ποτὲ δὲ θ γεγραμμένον, ὑγείας μὲν τὸ υ, θανάτου δὲ τὸ θ σημεῖόν [560] ἐστιν. τὸ δὲ πρὸ τούτου τὸν ἀριθμὸν τῶν ἡμερῶν, ἐν αἷς ἤτοι ἀπέθανεν ὁ ἄνθρωπος ἢ τελέως ὑγιάσθη, σημαίνει, τὰ δὲ μεταξὺ τὸν τρόπον, καθ' ὃν ἤτοι σωθῆναι τὸν ἄρρωστον ἢ ἀπολέσθαι συνέβη. καὶ νῦν οὖν ὁ τὸ ε μετὰ τοῦ κάτωθεν ἀπεστιγμένου δέλτα γράψας ἐπισχεθέντων τῶν διαχωρημάτων πιθανὸν εἶναί φησι κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν τὸν Ἑρμοκράτην. τινὲς δὲ τῶν ἐξηγητῶν διὰ τὸ ῥυῆναι κατὰ τὴν εἰκοστὴν καὶ τετάρτην ἡμέραν τὴν γαστέρα τὸν θάνατον αὐτῷ γεγονέναι φασί, παρατιθέμενοι τὸ ἐκ τοῦ Προρρητικοῦ κατὰ λέξιν οὕτως ἔχον· "κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρηθέντα, παρακρουστικά. τοῖς τοιούτοις ἰκτεροῦσθαι κακόν. τούτους ἀφώνους ‹μέν,› αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι. οἶμαι δὲ καὶ κοιλίαι καταρρήγνυνται, οἷον Ἑρμίππῳ καὶ ἀπέθανεν." αὕτη μὲν ἡ ἐκ τοῦ Προρρητικοῦ λέξις, καὶ εἴρηται περὶ αὐτῆς, ὁπότ' ἐξηγούμεθα τὸ βιβλίον ἐκεῖνο. νυνὶ δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει πάλιν ἀναμνήσεως ἕνεκεν ὧν τ' ἐν ἐκείνοις ἐξηγησάμεθα καὶ ὧν ἐν τῷδε τῷ βιβλίῳ μέχρι δεῦρο. συνέβη γὰρ τὸν Ἑρμοκράτην μήτε [561] δι' ἐπίσχεσιν γαστρὸς μήτε δι' ἔκκρισιν ἀποθανεῖν, ἀλλὰ ταῦτα μὲν ἐπιφανῆναι συμπτώματα τῆς διαθέσεως, ὥσπερ καὶ ὁπότε πρόσθεν ἀπέκρινε συγκεκαυμένα, ταῖς κατὰ τὸ ἧπαρ διαθέσεσιν ἀμφοτέρων ἑπομένων, ὡς ἐδείξαμεν ἐν ἄλλοις τέ τισι κἀν τοῖς Περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασιν. φαίνεται δὲ καὶ ὁ θάνατος αὐτῷ γεγονέναι μάλιστα μὲν διὰ τὸ ἧπαρ, ἔτι δὲ καὶ ‹διὰ› τὸ τὰ κατὰ τὴν κεφαλὴν οὐκ ἔχειν κατὰ φύσιν.

   ἔτι δ' ἀλογώτερον ἐξηγοῦνται τὸν ἄρρωστον οἱ φάσκοντες ‹αὐτὸν› διὰ τοῦτο γεγράφθαι μόνον, ἵνα τὴν τῶν κρισίμων ἡμερῶν δύναμιν ἐξετάσωμεν, ὥσπερ οὐκ ἐπὶ πάντων μὲν τῶν νοσούντων κοινῶς τούτων παρατετηρημένων, ἀλλὰ καθ' ἕκαστον ἰδίως κατὰ τὰς συμβάσας αὐτοῖς διαθέσεις.

   Τρίτος ἄρρωστος. Ὁ κατακείμενος ἐν τῷ Δεάλκους κήπῳ.

[562]    Κἀνταῦθα πάλιν οἱ περὶ τὸν Σαβῖνόν φασι τὸν κῆπον προσκεῖσθαι συναίτιον τῆς νόσου γενόμενον τἀνθρώπῳ, καὶ γράφουσί γε κατὰ λέξιν οὕτως· "διὰ τοῦτο γὰρ μήποτε καὶ τὸν κῆπον παρέθετο, ‹ἵνα› κἀντεῦθεν τὴν ἀφορμὴν τοῦ πυρε‹τὸν αὐ›τῷ γεγονέναι ὑπεμφήνῃ. οὐ γάρ ἐστι ποηφάγον ζῷον ὁ ἄνθρωπος, ὥστε τῇ ἀλλοκότῳ διαίτῃ ‹χρώμενος› δικαίως ‹τὸν› νεωτερισμὸν ὑπομένειν." καὶ ταῦτα μὲν ἐκεῖνοι γεγράφασιν, ἐπεὶ δ' ἐν τούτῳ τῷ ὑπομνήματι παρὰ τὴν ἐμαυτοῦ προαίρεσιν εἰς ἔλεγχον ἀλλοκότων ἐξηγήσεων ἐπείσθην τοῖς ἑταίροις γράψαι τινά, καὶ νῦν ὀλίγα προσθήσω ταὐτὸν εἶδος ἔχοντα. πρῶτον μὲν οὖν οὔτε διὰ παντὸς οἰκεῖν ἔφη τὸν ἄνθρωπον ἐν τῷ Δεάλκους κήπῳ, κατακεῖσθαι δὲ μόνον ἔγραψεν, ἐνδεχόμενον ἔμπροσθεν μέν, ὅθ' ὑγίαινεν, οἰκεῖν αὐτὸν ἑτέρωθι, νοσήσαντα δὲ καταγωγῆς ἐπιτηδειοτέρας δεηθέντα τοιαύτην ἔχειν ἐν τῷ Δεάλκους κήπῳ. δεύτερον ‹δ'› οὐδ' ἀναγκαῖόν ἐστι τὸν ἐν κήπῳ καταγωγὴν ἔχοντα λάχανα σιτεῖσθαι διὰ παντὸς ὡς ποηφάγον ζῷον, ὥσπερ οὐδ' εἰ πλησίον [563] εἴη τῶν αἴγεια κρέα πιπρασκόντων ἢ προβάτεια, ταῦτ' ἐσθίειν ὁσημέραι, καθάπερ οἱ λέοντες. οὐδὲ γὰρ εἰ γείτων εἴη τῶν ‹ὕε›ια κρέα πιπρασκόντων, ἀναγκαῖον αὐτῷ πλεῖστα προσφέρεσθαι ταῦτα, καθάπερ ἀθλητῇ. τρίτον ‹δ'› ἐπὶ τούτοις ἔτι ‹καίτοι› πολλὴν ἀφθονίαν ἔχοντες λόγων εἰς τὸ διαβάλλειν τὸν ἐν τοῖς κήποις ἀέρα τοῦτο μὲν ὅλον τὸ μέρος ἐξέλιπον, ἐξετράποντο δ' ἐπὶ τὰ λάχανα, δυνάμενοι καὶ τῶν ὀχετῶν μνημονεύειν ὡς τὰ πολλὰ τοὺς ἀποπάτους ἐκκαθαιρόντων εἰς τοὺς κήπους ἅπασάν τε τὴν τοιαύτην δυσωδίαν ἔτι τε τὴν ἀπὸ τῶν λαχάνων καὶ δένδρων καὶ θάμνων ἀναθυμίασιν, ὥσπερ ἀπό τε κράμβης καὶ καρύας καὶ πύξου· φανερῶς γὰρ ὁ πέριξ ἀὴρ μοχθηρὸς ἀπὸ τῆς τούτων ὁμιλίας γίγνεται. ἀλλὰ γὰρ ἅλις ἤδη μοι καὶ τῶν περὶ τὰς τοιαύτας ἐξηγήσεις ἀντιλογιῶν. ἐπὶ δὲ τὰ χρήσιμα μεταβὰς ἀκολουθήσω ταῖς Ἱπποκράτους λέξεσιν.

   Κεφαλῆς βάρος καὶ κρόταφον δεξιὸν ἐπωδύνως εἶχε χρόνον πολύν. μετὰ δὲ προφάσιος πῦρ ἔλαβε, κατεκλίνη.

[564]    Πῦρ μὲν ὁ Ἱπποκράτης τὸν πυρετὸν ὀνομάζει, καθότι δέδεικταί μοι πολλάκις ἤδη. καὶ μέντοι καὶ ὅτι κυριώτερον, ὥσπερ καὶ πᾶσιν ἀνθρώποις ἔθος ἐστὶ τὰ μικρὰ τῶν αἰτίων προφάσεις καλεῖν, οὕτω καὶ αὐτὸς ἐνίοτε προσαγορεύει, καὶ τοῦτο δέδεικται. τινὰ μὲν γὰρ αὐτὰ καθ' ἑαυτὰ νόσον οὐχ οἷά τέ ἐστιν ἐργάσασθαι, προϋπαρχούσῃ δὲ παρασκευῇ νοσώδει πλησιάσαντα τῆς ὅλης νόσου τὴν αἰτίαν ἔχειν ἐδοξάσθη, καθάπερ ἐπὶ τοῦδε τοῦ νῦν ἀρρώστου προκειμένου. τῷ γὰρ ἐκ πολλοῦ γε βαρύνεσθαι τὴν κεφαλὴν καὶ τὸν ‹δεξιὸν› κρόταφον ἀλγεῖν ἐνεδείκνυτο διάθεσίν τινα νοσώδη γεννᾶσθαι τῷ ἀνθρώπῳ. καὶ δῆλον, ὅτι καλῶς ἂν ἐπεποιήκει, πρὶν νοσῆσαι διά τινα βραχεῖαν ἔξωθεν αἰτίαν ἐξελέγξασαν αὐτοῦ τὸ ἐπίκαιρον τῆς διαθέσεως, ἑαυτὸν ἐγχειρίσας ἰατρῷ προφυλάξασθαι δυναμένῳ τὴν μέλλουσαν ἔσεσθαι νόσον.

   Δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐρρύη.

[565]    Οὐ κατευθὺ τοῦ δεξιοῦ κροτάφου, περὶ οὗ προεῖπεν ὡς ὀδυνωμένου, ῥυῆναί φησιν ὀλίγον ἄκρατον, ἀλλ' ἐξ ἀριστεροῦ. τὸ δ' ἄκρατον, ὅταν μὲν ἐπὶ χολῆς ξανθῆς ἢ μελαίνης ἢ ἰώδους λέγηται, πρόδηλον ἴσχει τὸ σημαινόμενον, ὡς πολλάκις ἤδη λέλεκται· τὴν γὰρ οἰκείαν χροιὰν καὶ σύστασιν ὅταν ἕκαστος τῶν χυμῶν εἰλικρινῆ διαφυλάττῃ, τηνικαῦτα κενοῦσθαι λέγομεν ἄκρατον αὐτόν. ἐπὶ δὲ τοῦ αἵματος ἴσως ἐξ ὑπεναντίου χρὴ νοεῖν ὑπ' αὐτοῦ λέγεσθαι τὸ ἄκρατον ἐν ἴσῳ τῷ "κακόκρατον". εὔδηλον δ' ὅτι τὸ μὲν τοῦ κατὰ φύσιν αἵματος χρῶμα τὸ ἐρυθρόν ἐστι, τὸ δ' ἄχρουν οὐ τοιοῦτον, ἀλλ' ἤτοι μελάντερον ἢ πυρρότερον ἐπισήμως, ὡς τὸ πολὺ δὲ μᾶλλον εἰθίσμεθα λέγειν ἄκρατον αἷμα τὸ μέλαν, ὅπερ εὐθέως καὶ παχὺ κατὰ τὴν σύστασίν ἐστιν.

   ὅτι μὲν οὖν ἔδει τὸν προκείμενον ἄρρωστον, εἴπερ ἦν ἰσχυρὸς τὴν δύναμιν, φλεβοτομηθῆναι πρόδηλον. ὅτι δ' οὐκ ἔγραψε περὶ τοῦ βοηθήματος ὁ Ἱπποκράτης οὐδέν, ἡ αὐτὴ ζήτησις ἔσται σοι τῇ κατὰ τὸν πρῶτον ἄρρωστον γεγραμμένῃ.

[566]    Ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθε.

   Τοῦτο μόνον αὐτῷ φαίνεται μέτριον ἐν ἀρχῇ τῆς νόσου γεγονέναι. τὰ δ' ἄλλα πάντα μοχθηρὰ τὰ κατὰ τὴν ἑξῆς λέξιν γεγραμμένα.

   Οὖρα λεπτά, ποικίλα, ἐναιωρήματα ἔχοντα κατὰ σμικρὰ οἷον κρίμνα, γονοειδέα. τρίτῃ πυρετὸς ὀξύς, διαχωρήματα μέλανα, λεπτά, ἔπαφρα, ὑπόστασις πελιδνὴ διαχωρήμασιν, ὑπεκαροῦτο, ἐδυσφόρει περὶ τὰς ἀναστάσιας, οὔροισιν ὑπόστασις πελιδνή, ὑπόγλισχρος.

   Ὅτι πάντα τὰ εἰρημένα συμπτώματά τε καὶ σημεῖα μοχθηρὰ γέγονεν αὐτῷ, τοῖς μεμνημένοις τῶν ἐν τῷ Προγνωστικῷ γεγραμμένων [567] εὔδηλόν ἐστιν, εἴρηται δ' οὐκ ὀλίγα κἀν τοῖς Εἰς τὸ πρῶτον τῶν Ἐπιδημιῶν ὑπομνήμασιν.

   Τετάρτῃ ἤμεσε χολώδεα ξανθὰ ὀλίγα, διαλιπὼν ἰώδεα, ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐρρύη, διαχωρήματα ὅμοια, οὖρα ὅμοια, ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῖδας, σπλὴν ἐπήρθη, μηροῦ ὀδύνη κατ' ἴξιν, ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος, νυκτὸς οὐκ ἐκοιμήθη, παρέκρουσε σμικρά.

   Καὶ ταῦτα πάντα τὰ εἰρημένα συμπτώματα μοχθηρά, πλὴν τῆς εἰς σπλῆνά τε καὶ ἀριστερὸν μηρὸν ὑποφαινομένης ἀποστάσεως.

   Πέμπτῃ διαχωρήματα πλείω, μέλανα, ἔπαφρα, ὑπόστασις μέλαινα διαχωρήμασι, νυκτὸς οὐχ ὕπνωσε, παρέκρουσεν.

[568]    Ἔτι καὶ ταῦτα πάντα μοχθηρά. προσσχῶμεν οὖν τοῖς ἐφεξῆς.

   Ἕκτῃ διαχωρήματα μέλανα, λιπαρά, ἔπαφρα, δυσώδεα. ὕπνωσε, κατενόει μᾶλλον.

   Ἐν τούτοις τὰ ‹μὲν› ὕπνωσε, κατενόει μᾶλλον ἐπιεικῆ, τὰ δ' ἄλλα καὶ αὐτὰ μοχθηρά.

   Ἑβδόμῃ γλῶσσα ἐπίξηρος, ‹διψώδης,› οὐκ ἐκοιμήθη, παρέκρουσεν, οὖρα λεπτά, οὐκ εὔχροα. ὀγδόῃ διαχωρήματα μέλανα ὀλίγα, συνεστηκότα, ὕπνωσε, κατενόει, διψώδης οὐ λίην.

   Μέχρι δεῦρο φαίνεται πάντ' αὐτῷ τὰ συμπτώματα σφαλερά.

[569]    Ἐνάτῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσε, ψῦξις, παρέκρουσε, δεξιῷ ἴλλαινε, γλῶσσα ἐπίξηρος, διψώδης, ἄγρυπνος. δεκάτῃ τὰ αὐτά. ἑνδεκάτῃ κατενόει πάντα, ἄπυρος, ἵδρωσεν, οὖρα λεπτὰ περὶ κρίσιν.

   Ἔοικεν ἰσχυρός τις ‹ὁ› ἄνθρωπος οὗτος γεγονέναι τὴν δύναμιν, ὡς μεγίστῳ νοσήματι διαπαλαίουσαν αὐτὴν ἀντισχεῖν. οὐδενὸς γοῦν ἀγαθοῦ μέχρι δεῦρο γεγονότος αὐτῷ, φαίνεται κατὰ τὴν ἐνάτην ἡμέραν ῥίγους κριτικοῦ γενομένου καὶ μετ' αὐτό, καθάπερ εἴωθεν, ὀξέος πυρετοῦ καὶ μετὰ τὸν πυρετὸν ἱδρῶτος οὐκ εὐθέως μὲν ἀπύρετος γεγονέναι διὰ τὸ μέγεθος τοῦ νοσήματος, ὅμως δ' οὖν, ἐπιμεινάντων τῶν αὐτῶν, (ἔφη γὰρ δεκάτῃ τὰ αὐτά,) κατὰ τὴν ἑνδεκάτην εὐθέως ἀπύρετος γενέσθαι. τὸ δ' ἐν τῇ κρίσει παρακροῦσαί τε καὶ ἐν τῷ δεξιῷ ὀφθαλμῷ ἰλλῆναι τῶν γιγνομένων ἐστὶν ἐν κρίσεσιν. καὶ γὰρ οὐδ' ἀθρόα τις ἔοικεν αὐτῷ συμβῆναι κατὰ [570] τὴν ἐνάτην ἡμέραν ἡ κρίσις, ἀλλὰ μέχρι τῆς ἑνδεκάτης ἐκταθῆναι, καθ' ἣν ἤδη φησί· κατενόει πάντα. προσέθηκε δὲ τὸ οὖρα λεπτὰ περὶ κρίσιν, ἵνα μὴ πιστεύωμεν αὐτῇ μηδὲ βεβαίαν εἶναι νομίζωμεν, ἀλλ' ὑποστρέψειν ἐν τάχει τὸ νόσημα προσδοκῶμεν. διά τε γὰρ ‹τ›ἄλλα καὶ διὰ τὸ μέγεθος αὐτοῦ τὴν τοιαύτην προσδοκίαν εὔλογον ἦν ἔχειν.

   Δύο διέλιπεν ἄπυρος, ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ αὐτίκα, τὴν νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε.

   Συμπληρωθείσης τῆς ἡμιρρόπου τε καὶ ἀπίστου κρίσεως κατὰ τὴν ἑνδεκάτην ἡμέραν, δύο διαλιπεῖν αὐτῷ φησι, τουτέστι τήν τε δωδεκάτην καὶ τὴν τρισκαιδεκάτην, εἶτα πάλιν ὑποστρέψαι κατὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ πάλιν ‹αὐτὸν› ἐν παραπλησίοις γενέσθαι συμπτώμασιν.

[571]    Πεντεκαιδεκάτῃ οὖρον θολερόν, οἷον ἐκ τῶν καθεστηκότων γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξύς, πάντα παρέκρουσεν, οὐκ ἐκοιμήθη, γόνατα καὶ κνήμας ἐπωδύνως εἶχεν· ἀπὸ δὲ κοιλίης βάλανον προσθεμένῳ μέλανα κόπρανα ‹δι›ῆλθεν.

   Εἰς ὀξύτητα πάλιν ὑποστρέψας ἀφίκετο διά τε τὸ μέγεθος τοῦ νοσήματος, ὅπερ ἐξ ἀρχῆς εἶχε, καὶ διότι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ἡνίχ' ἡ πρώτη κρίσις ἐγένετο, μηδέπω τοῖς οὔροις τὰ τῆς πέψεως ὑπῆρχε σημεῖα.

   τὰ μέντοι κατὰ τὰ γόνατα καὶ ‹τὰς› κνήμας ἀλγήματα τῆς κάτω ῥοπῆς τῶν τὴν νόσον ἐργαζομένων χυμῶν ὄντα σημεῖα τῶν ἀγαθῶν ἐστι δηλονότι. τὸ δὲ βάλανον αὐτῷ προσθεμένῳ μέλανα καὶ κοπρώδη ‹διελθεῖν αὐτὸ καθ' αὑτὸ καλὸν ὂν ὅμως ἦν› μοχθηρὸν διὰ τὴν χροιάν.

   Ἑξκαιδεκάτῃ οὖρα λεπτά, εἶχεν ἐναιώρημα ἐπινέφελον, παρέκρουσε.

[572]    Καὶ ταῦτα τῆς καταλαβούσης αὐτὸν ἐκ δευτέρου πάλιν ὀξύτητος σημεῖά τε καὶ συμπτώματά ἐστιν, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ Προγνωστικῷ δεδειγμένων καὶ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν. ἀλλὰ γὰρ οὐ δεῖ μυριάκις λέγειν τὰ αὐτά.

   Ἑπτακαιδεκάτῃ πρωὶ ἄκρεα ψυχρά, περιεστέλλετο, πυρετὸς ὀξύς, ἵδρωσε δι' ὅλου, ἐκουφίσθη, κατενόει μᾶλλον, οὐκ ἄπυρος, διψώδῃς, ἤμεσε χολώδεα, ξανθά, ὀλίγα, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ' ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτά· οὖρα λεπτά, οὐκ εὔχρω.

   Φαίνεται πάλιν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν ἱδρῶτά τινα ποιησαμένη μὴ δυνηθέντα τελέως λῦσαι τὸ νόσημα διὰ τὴν τῶν χυμῶν ἀπεψίαν, ἐφ' οἷς φαίνεται νοσήσας ὁ ἄνθρωπος.

[573]    Ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδης. ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶν.

   Οὐδὲν ὅλως ἀξιόλογον ἔοικεν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν βοηθῆσαι τῷ ἀνθρώπῳ, ὅμως γε μὴν φαίνεται διαμαχομένη πρὸς τὴν νόσον ἡ φυσικὴ δύναμις αὐτοῦ καὶ τάχα που καὶ νικῶσα.

   Εἰκοστῇ ὕπνωσε, κατενόει πάντα, ἵδρωσεν, ἄπυρος, οὐκ ἐδίψη, ‹οὖρα δὲ λεπτά.›

[574]    Τρίτη μὲν αὕτη ‹γέγονεν ἡ› κρίσις, ἐπιχειρησάσης καὶ νῦν τῆς φύσεως λῦσαι τὸ νόσημα διὰ τῆς τῶν ἱδρώτων ἐκκρίσεως ἐν ἡμέρᾳ κρισίμῳ, καθάπερ κἀν ταῖς ἔμπροσθεν, (ἦσαν γὰρ κἀκεῖναι κρίσιμοι).

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ.

[576]   Ἐμοὶ μὲν οὐδ' ἄλλο τι βιβλίον ἐγράφη χωρὶς τοῦ δεηθῆναί τινας ἢ φίλους ἢ ἑταίρους καὶ μάλιστα τοὺς εἰς ἀποδημίαν μακροτέραν στελλομένους, ἀξιώσαντας ἔχειν ὑπόμνημα τῶν ὑπ' ἐμοῦ ῥηθέντων αὐτοῖς ἢ δειχθέντων ἐν ταῖς τῶν ζῴων ἀνατομαῖς κἀπὶ ‹ταῖς ἐπισκέψεσι› τῶν νοσούντων. ἐπεὶ δ' ἐκπεσόντα τινὰ καὶ ἄλλοις ἔδοξεν ἄξια σπουδῆς εἶναι, προτρεψαμένοις με καὶ αὐτοῖς ἅπαντα τῆς ἰατρικῆς τέχνης τὰ μέρη συμπληρῶσαι, κατὰ τὸν αὐτὸν τρόπον ὃν ἤδη [577] τισὶν ἔδωκα καὶ τούτοις ἔπραξα. γιγνώσκων δ' ἐμαυτὸν ἐν ἅπασιν οἷς ἐγεγράφειν ἐξηγησάμενον ἀεὶ τὴν Ἱπποκράτους γνώμην, ἅμα τῷ καὶ τὰς ἐπικαιροτάτας αὐτοῦ τῶν ῥήσεων παρατεθεῖσθαι, περιττὸν ἡγούμην εἶναι γράφειν ἐξηγήσεις ἐν ὑπομνήμασι καθ' ἑκάστην λέξιν ἀπ' ἀρχῆς ἕως τέλους ἁπάντων αὐτοῦ τῶν βιβλίων. ἐπεὶ δὲ καὶ ταύτας ἔχειν ἐδεήθησαν ἔνιοι τῶν ἑταίρων, ἀπὸ τῶν γνησιωτάτων καὶ χρησιμωτάτων Ἱπποκράτους βιβλίων ἠρξάμην, τὸν αὐτὸν φυλάττων σκοπὸν ‹ἐν τούτοις› τοῖς συγγράμμασιν, ὃν κἀν τοῖς ἔμπροσθεν ἐπεποιήμην. ἔστι δ' οὗτος, ὅσα διηνεκῶς ἢ πλειστάκις ἐπὶ τῶν ἀρρώστων ὁρᾶται, ταῦτα μόνα γράφειν ἄνευ τοῦ διελέγχειν τοὺς ἤτοι τὰ σπάνια γράψαντας ἢ τὰ μηδ' ὅλως ὁρώμενα καὶ ψευδῆ παντάπασιν ὄντα. καί μοι τά τε ‹Εἰς τὸ› περὶ ἀγμῶν καὶ περὶ ἄρθρων ὑπομνήματα καὶ πρὸς τούτοις ‹τὰ› Εἴς τε τὸ περὶ ἑλκῶν καὶ ‹τὸ περὶ› τῶν ἐν τῇ κεφαλῇ τρωμάτων, ‹Εἰς› Ἀφορισμούς τε καὶ Προγνωστικὸν οὕτως ἐγένετο. μετὰ δὲ ταῦτα τοῖς ἑταίροις παρακαλέσασι πεισθεὶς ἐξηγήσεις [578] ἐν ὑπομνήμασιν ἔγραψα τοῦ Περὶ διαίτης ὀξέων προτέρου μὲν ‹τοῦ μ›έχρι τῆς τῶν βαλανείων χρήσεως μέρους τοῦ βιβλίου, ὃ καὶ γνησιώτατον εἶναι πεπίστευται, δευτέρου δὲ τοῦ μετ' αὐτό, καὶ γὰρ καὶ τοῦτο φαίνεται πολλὰ κατὰ τὴν Ἱπποκράτους γνώμην ἔχειν ἐν ἑαυτῷ θεωρήματα. μετὰ δὲ τοῦτο τοῦ Περὶ χυμῶν ἐξηγήσεις ἐποιησάμην διὰ ταχέων ἐν ἡμέραις ὀλίγαις, ἐπειγομένου πρὸς ἀποδημίαν τοῦ παρακαλέσαντος αὐτὰς γράψαι.

   δοξάντων δὲ καὶ τούτων ἔχειν καλῶς (ἐξέπεσε γὰρ εἰς πολλούς), ἐκ τούτου συνέβη μὴ μόνον τοὺς ἑταίρους, ἀλλὰ καὶ ἄλλους πολλοὺς τῶν φίλων ἰατρῶν προτρέψαι ‹με› πάντων τῶν Ἱπποκράτους βιβλίων ἐξηγήσεις ποιήσασθαι. καὶ τοίνυν ἐποιησάμην ἤδη τοῦ τε Κατ' ἰητρεῖον καὶ τοῦ πρώτου καὶ δευτέρου τῶν Ἐπιδημιῶν, ἐφ' οἷς μέλλοντος ἄρξασθαί μου τῶν εἰς τὸ τρίτον ἐξηγητικῶν συνέβη ‹με› παρακληθῆναι πάνυ λιπαρῶς ὑπό τινων εἰς τὸ Προρρητικὸν ἤδη ποιῆσαι. ἐγένετο δ' ἡ παράκλησις αὕτη λόγου ποτ' ἐμπεσόντος ἡμῖν ἐν περιοδίᾳ περὶ τῶν ἐν ‹τῷ› Προγνωστικῷ καὶ τοῖς Ἀφορισμοῖς εἰρημένων. ἐδείκνυον γὰρ ἅπαντα μὲν ταῦτα μεγάλην ἔχοντ' ἐπὶ τῶν νοσούντων [579] δύναμιν, ἐὰν δ' ὡς καθολικοῖς τις προσσχῇ τοῖς ἐν τῷ Προρρητικῷ γεγραμμένοις ἅπασιν, ‹αὐτὸν› πάμπολυ σφαλησόμενον. τοιαῦτα δ' εἶναι καὶ τὰ πλεῖστα τῶν κατὰ τὰς Κωακὰς προγνώσεις ἐδείκνυον, ἀναμεμειγμένα τισὶ μὲν τῶν ἐν Ἀφορισμοῖς εἰρημένων ἢ Προγνωστικῷ, τισὶ δὲ τῶν ἐν ταῖς Ἐπιδημίαις, ἃ καὶ μόνα τῶν ἐν ἐκείνοις τοῖς βιβλίοις γεγραμμένων ἐστὶν ἀληθῆ. τὰ δ' ἄλλα πάντα μοχθηρῶς ἔχει κατά τε τὸ Προρρητικὸν καὶ τὰς Κωακὰς προγνώσεις. παρέγκειται μὲν οὖν τινα κἀν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν Ἐπιδημιῶν, ὥσπερ καὶ κατὰ τοὺς Ἀφορισμοὺς ἐπὶ τῆς τελευτῆς· ἀλλὰ τὰ ἄλλα πάντα τὰ κατά τε τὸ δεύτερον καὶ τὸ ἕκτον Ἱπποκράτους ἐστίν, οὐκ ὀλίγα μὲν ἐν ὑπομνήμασιν εὑρεθέντα, τινὰ δὲ καὶ ‹πρὸς› τοῦ συναγαγόντος αὐτὰ προστεθέντα. ἦν δ' οὗτος, ὥς φασιν, ὁ τῶν Ἱπποκράτους υἱέων εὐδοκιμώτατος, ὄνομα Θεσσαλός, ἀκριβῶς ἀκολουθήσας τῇ γνώμῃ τοῦ πατρός. ἐν δὲ τῷ πρώτῳ καὶ τρίτῳ τῶν Ἐπιδημιῶν ἢ οὐδὲν ἢ βραχέα παντελῶς ὑποπτεύσειεν ἄν τις ‹παρ›εγγεγράφθαι. καθολικὰ δ' ἐν τοῖς βιβλίοις τούτοις θεωρήματα παντάπασιν ὀλίγα γέγραπται, διηγήσεως [580] οὔσης ἐν αὐτοῖς ψιλῆς τῶν συμβάντων ἤτοι κοινῇ πολλοῖς ἐν καταστάσεσιν ἐπιδήμοις ἢ καθ' ἕκαστον ἰδίᾳ.

   συμπεπληρωμένων οὖν ἤδη τῶν εἰς τὸ δεύτερον τῶν Ἐπιδημιῶν ὑπομνημάτων, ἐν τῷ μεταξύ ‹μοι› τρία συνέβη γραφῆναι διὰ τοὺς παρακαλέσαντας, ὡς ἔφην, εἰς τὸ Προρρητικὸν ὑπομνήματα, δι' ὧν ἐδείκνυον ἐν ἐκείνῳ τῷ βιβλίῳ τὰ πλεῖστα μοχθηρῶς εἰρῆσθαι, πολλὰ μὲν ὡς καθολικά, καίτοι σπάνιά γε ὄντα, πολλὰ δ' ἀδιόριστα διορισμῶν δεόμενα. σαφηνείας δ' ἕνεκα μνημονεύσω δυοῖν ἐξ αὐτῶν ‹ἢ τριῶν παραδειγμάτων, ὡς δείξων› εἶδος τῶν μοχθηρῶς ἐξηγημένων τισὶν ἔν τε τοῖς εἰς τὸ Προρρητικὸν ‹καὶ τὰς Κωακὰς προγνώσεις› ὑπομνήμασι κἀν τοῖς εἰς τοὺς ἐν ταῖς Ἐπιδημίαις ἀρρώστους.

   γεγραμμένης τοίνυν ἐν τῷ Προρρητικῷ τοιαύτης τινὸς λέξεως· "οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεεσ", ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἀναμιμνῄσκουσιν ἡμᾶς τῶν ἐν ταῖς Ἐπιδημίαις ἀρρώστων, ἐκείνους προχειριζόμενοι μόνους, ἐφ' ὧν ἀποθανόντων ἤτοι σύντασιν ὑποχονδρίων ἔγραψεν ὁ Ἱπποκράτης γεγονέναι κατὰ τὸν τῆς νόσου καιρὸν ἢ ὀδύνην ἢ παλμὸν ἤ τι τοιοῦτον, σιωπῶντες τοὺς σωθέντας [581] ἐξ αὐτῶν. Ἱπποκράτης δ', ὥσπερ τἄλλ' ἐπὶ τῶν ὀξέων νοσημάτων χρήσιμα κατὰ τὸ Προγνωστικὸν ἔγραψεν, οὕτω καὶ τὰ περὶ τῶν ὑποχονδρίων ἐν ἐκείνῳ τῷ μέρει τοῦ συγγράμματος, οὗ κατὰ τόνδε τὸν τρόπον ἄρχεται· "ὑποχόνδριον δὲ ἄριστον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ' ἀριστερά." αὕτη μὲν ἡ ἀρχὴ τῆς ὅλης ῥήσεώς ἐστι μακρᾶς οὔσης, ἐν ᾗ διδάσκει περὶ τῶν ὑποχονδρίων ὁ Ἱπποκράτης. ὁ δ' ἀποφηνάμενος ἁπλῶς τοὺς ἐξ ὑποχονδρίων πυρετοὺς κακοήθεις ἄνευ τῶν προσηκόντων διορισμῶν, οὓς ἔγραψεν ὁ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ, προφανῶς ψεύδεται· πολὺ γὰρ ἦν ἀληθέστερον εἰπεῖν· "οἱ ἐπ' ἐγκεφάλῳ πάσχοντι πυρετοὶ κακοήθεες·" "οἱ ἐπὶ μήνιγξι πασχούσαις πυρετοὶ κακοήθεες·" "οἱ ἐπὶ πνεύμονι πάσχοντι πυρετοὶ κακοήθεες." ἔτι δὲ μᾶλλον τούτων "οἱ ἐπὶ καρδίᾳ πασχούσῃ πυρετοὶ κακοήθεεσ", ἢ "οἱ ἐξ ὑποχονδρίων πυρετοί." κυρίως μὲν ἀκουόντων τῆς προσηγορίας τῶν ὑποχονδρίων, ἐπιεικέστατοι πάντων εἰσὶ τῶν ὀξέων πυρετῶν, οὐ κυρίως δ', ἀλλὰ συμπεριλαμβανόντων τῇ προσηγορίᾳ καὶ τὴν γαστέρα καὶ τὸ [582] ἧπαρ καὶ τὸν σπλῆνα καὶ τὰς φρένας, ἔνιοι μὲν αὐτῶν κακοήθεις, ἔνιοι δ' ἐπιεικεῖς, ὡς ἐν τοῖς Περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασι διώρισται. τουτὶ μὲν ἕν σοι παράδειγμα ἔστω τῶν τ' ἐν τῷ Προρρητικῷ γεγραμμένων οὐκ ὀρθῶς καὶ τῶν ἐξηγησαμένων, ὡς εἶπον ἄρτι, δι' ἀλλήλων τὰ βιβλία. κατὰ μὲν τὸ Προρρητικὸν οὕτως ἐξηγοῦνται· "καλῶς εἶπεν· 'οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεες.' ἐν γοῦν τοῖς τῶν Ἐπιδημιῶν ὅδε καὶ ὅδε φαίνονται τεθνεῶτες ὑποχόνδριον πάσχοντες." ἐν δὲ τοῖς τῶν Ἐπιδημιῶν, ὅταν ἐπὶ τοὺς αὐτοὺς ἔλθωσιν, ὀρθῶς ‹φαίνεσθαι τόνδε καὶ› τόνδε τὸν ἄρρωστον αὐτοῖς φασιν ἀποθανεῖν· εἰρῆσθαι γὰρ ἐν τῷ καθόλου κατὰ τὸ Προρρητικόν· "οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεες." εἰ δ' οὕτως ἐξηγεῖσθαι χρή, πρῶτον μὲν ἔστιν ἀπόφασιν ἐναντίαν τῇ κατὰ τὸ Προρρητικὸν εἰπεῖν "οἱ ἐξ ὑποχονδρίων πυρετοὶ μέτριοι." δεύτερον δ' ἐπ' αὐτῇ δεικνύναι τοὺς ἐν τοῖς τῶν Ἐπιδημιῶν σωθέντας ὑποχονδρίων πεπονθότων. ἓν μὲν δὴ τοῦτ' ἐστίν, ὡς ἔφην, παράδειγμα μοχθηρῶν ἐξηγήσεων.

   ἕτερον δὲ τὸ τῶν ἐπιπεπλεγμένων ἀλλήλαις διαθέσεων, ᾧ καὶ [583] αὐτῷ πολλῷ φαίνεται κεχρημένος ὁ γράψας τὸ Προρρητικόν, ὡς ἐν τοῖς εἰς αὐτὸ γεγονόσιν ὑπομνήμασιν ἐδείκνυον. ἐπιπεπλεγμένας δὲ λέγω διαθέσεις, ἐν αἷς πλείω τὰ πεπονθότα μόρια· δύναται γὰρ ὁ αὐτὸς ἄνθρωπος οὐ κατὰ ‹τὸν› θώρακα πεπονθέναι μόνον, ἀλλὰ καὶ κατὰ τὸν πνεύμονα καὶ τὴν κεφαλήν, ἐγχωρεῖ δ' αὐτοῖς προσθεῖναι καὶ τὰ κατὰ γαστέρα καὶ ἧπαρ. ἐὰν οὖν τις εἴπῃ ποτὲ σύμπτωμα φρενίτιδος ἐσομένης δηλωτικόν, ἑξῆς δ' αὐτῷ προσθῇ καὶ ἄλλο περιπνευμονίας ἴδιον καὶ φλεγμονῆς ἥπατος ἢ γαστρὸς ἤ τινος τῶν ἄλλων, εἶτα χαλεπωτέραν εἶναι φάσκῃ τὴν διάθεσιν ἐκείνοις τοῖς ἀρρώστοις, οἷς δύο ἢ πλείω μόρια πάσχει, μοχθηρὰν ποιήσεται διδασκαλίαν. ἔσται γὰρ ὁ τρόπος τῶν λόγων τοιόσδε· "οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες ἆρά γε φρενιτικοί; μυκτὴρ ἐν τούτοις ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ τεταρταίοισιν ἀρχομένοισιν. κοιλίης περίπλυσις ἐξέρυθρος ‹κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖς προειρημένοις." τοῦτο μὲν γὰρ› ἡπατικόν ἐστι σύμπτωμα δυνάμενον μέν ποτε καὶ σὺν [584] τοῖς προειρημένοις γενέσθαι, καθάπερ εἰ καὶ πλευρῖτις ἢ περιπνευμονία τοῖς κωματώδεσιν ἐκείνοις συνέπεσεν, οὐ μέντοι τῆς αὐτῆς διαθέσεως σημεῖον ὑπάρχον.

   εἰ δέ τις ἐθέλοι τά τ' ἐν τῷ Προρρητικῷ κακῶς εἰρημένα καὶ τοὺς δι' ἀλλήλων ἐξηγουμένους τά τ' ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένα καὶ τοὺς ἐν τοῖς τῶν Ἐπιδημιῶν ἀρρώστους ἐλέγχειν, ἀναγνώτω τὰ εἰς τὸ Προρρητικὸν ὑπομνήματα. ἐγὼ μὲν οὖν τοὺς ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν βιβλίῳ γεγραμμένους ἀρρώστους ἐξηγησάμην ἔμπροσθεν ἄνευ τῶν εἰς τοὺς μοχθηρῶς ἐξηγουμένους ἐλέγχων. ἐπεὶ δὲ πολλοὶ τῶν ἑταίρων ἠξίωσάν με καὶ ἐπ' ὀλίγων ἀρρώστων ἐπισημήνασθαι περὶ τῶν οὐκ ὀρθῶς ἐξηγουμένων, ἠναγκάσθην εἰς τρεῖς ἀρρώστους μόνους ἓν ἐξηγητικὸν βιβλίον ποιήσασθαι τὸ πρὸ τούτου. νυνὶ δ' ἡγοῦμαι πάλιν ἄμεινον εἶναι κατὰ τὸν αὐτὸν τρόπον ἐξηγεῖσθαι τοὺς ὑπολοίπους, ὅνπερ καὶ ἔμπροσθεν ἤδη τοὺς ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἐξηγησάμην. κινδυνεύω γὰρ εἰς ἕτερον ἐμπεσεῖν ἔγκλημα τῶν μισούντων μέγεθός τε καὶ μῆκος ὑπομνημάτων.

[585]    Τέταρτος ἄρρωστος. Ἐν Θάσῳ Φιλιστῆς κεφαλὴν ἐπόνει ‹χρόνον πολὺν› καί ποτε καὶ ὑποκαρωθεὶς κατεκλίνη. ἐκ δὲ πότων ‹πυρετῶν› συνεχῶν γενομένων ὁ πόνος παρωξύνθη. νυκτὸς ἐπεθερμάνθη τὸ πρῶτον. πρώτῃ ἤμεσε χολώδεα, ὀλίγα, ξανθὰ πρῶτα, μετὰ δὲ ἰώδεα πλείω, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε· νύκτα δυσφόρως. δευτέρῃ κώφωσις, πυρετὸς ὀξύς, ὑποχόνδριον δεξιὸν συνετάθη, ἔρρεπεν ἐς τὰ ἔσω· οὖρα λεπτά, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδές, μικρόν· ἐξεμάνη περὶ μέσον ἡμέρης. τρίτῃ δυσφόρως. τετάρτῃ σπασμοί, παρωξύνθη πάντα. πέμπτῃ πρωὶ ἀπέθανεν.

   Ὡς μεμνημένοις ὧν εἴς τε τὸ Προγνωστικὸν ἐξηγησάμην καὶ τοὺς Ἀφορισμοὺς καὶ τὸ Προρρητικὸν ἔτι τε τὸ πρῶτον καὶ τὸ δεύτερον τῶν Ἐπιδημιῶν, οὕτω ποιήσομαι τὸν λόγον ὑπὲρ τοῦ μὴ μακρολογεῖν· [586] ὀρθοστάδην οὗτος ὁ ἄνθρωπος ἐνόσει κεφαλὴν ἀλγῶν, ὥσπερ καὶ ὁ πρὸ αὐτοῦ γεγραμμένος. ἀλλ' ἐπὶ τούτου μὲν οὐ σμικρὸν προσέθηκε σύμπτωμα τὸ καρωθῆναί ποτ' αὐτόν, ἐπ' ἐκείνου δ' οὐ προσέθηκε. καὶ τὴν ἀρχὴν δὲ τῆς νόσου τούτῳ μὲν ἐξ ἁμαρτήματος μεγάλου φησὶν γεγονέναι· πεπονθυίας γὰρ ἰσχυρῶς κεφαλῆς μέγιστόν ἐστι κακὸν οἴνου πόσις δαψιλής. ἐπ' ἐκείνου δὲ ἐκ προφάσεως ἄρξασθαί φησι τὴν νόσον, ὥστ' ἐπ' ἐκείνου μὲν οὐδέπω τὸν ἐγκέφαλον ἡγεῖται πεπονθέναι, μόνης δὲ τῆς ἐν τῇ κεφαλῇ πλεονεξίας τῶν χυμῶν εἶναι τὰ συμπτώματα. τῷ Φιλιστῇ δὲ τούτῳ καὶ αὐτὸν ἐν τῷ χρόνῳ τὸν ἐγκέφαλον ἐν διαθέσει γεγονέναι μοχθηρᾷ, προσγενομένης δὲ τῆς ἐν τῷ πότῳ βλάβης οὕτως μέγα καὶ ἰσχυρὸν ἀπειργάσθαι τὸ πάθος, ὡς ἀποκτεῖναι πεμπταῖον αὐτόν.

   ὅσα δὲ κατὰ τὰς ἡμέρας ταύτας ὁ Ἱπποκράτης ἔγραψε γενέσθαι συμπτώματα τῷ Φιλιστῇ, τὰ μὲν τῆς κατὰ τὴν νόσον ὀξύτητός ἐστιν, ὡς εἰ καὶ μηδὲν ‹τὸν› ἐγκέφαλον ἐβέβλαπτο, τὰ δὲ αὐτοῦ τοῦ ἐγκεφάλου. τῆς μὲν οὖν κατὰ τὴν νόσον ὀξύτητος τά τε κατὰ [587] τοὺς ἐμέτους ἐστὶ συμπτώματα καὶ τῶν οὔρων ἡ ποιότης, αὐτοῦ δὲ τοῦ ἐγκεφάλου ἥ τε κώφωσις καὶ ὁ σπασμὸς καὶ τὸ ἐκμανῆναι.

   τὸ δ' οὕτως εἰρημένον ὑπὸ τοῦ συγγραφέως· ὑποχόνδριον δεξιὸν συνετάθη, ἔρρεπεν ἐς τὸ ἔσω γίγνεται μέν, ὅταν ὑπὸ τοῦ διαφράγματος ἕλκηται τὰ κατ' αὐτό. τὸ διάφραγμα δ' αὐτὸ τείνεται ποτὲ μὲν ἐν πλευρίτιδι διὰ τὸ μέγεθος τῆς φλεγμονῆς τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ποτὲ δὲ διὰ τὴν ἀρχὴν τῶν νεύρων ἀνασπῶσαν ἐφ' ἑαυτὴν τὰ καθήκοντα πρὸς τὸ διάφραγμα νεῦρα, ‹ποτὲ δὲ› διὰ φλεγμονὴν ἰδίαν. ἀλλὰ νῦν γε τῶν εἰρημένων τριῶν εὐλογώτερόν ἐστι διὰ τὴν τῶν νεύρων τάσιν ἀνασπώμενον αὐτὸ ‹τὸ διάφραγμα› ἀνεσπακέναι τὸ ὑποχόνδριον· ὡς τὸ πολὺ μὲν οὖν καὶ ἄμφω τὰ ὑποχόνδρια κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω γίνεται. συμβαίνει δ' ἐνίοις καὶ τὸ ἕτερον μόνον, ὅταν [καὶ τὸ] τῆς ἀρχῆς τῶν νεύρων τὸ μὲν ἕτερον μέρος ἰσχυρῶς ᾖ πεπονθός, τὸ δ' ἕτερον ἢ μηδ' ὅλως ἢ μετρίως.

[588]    Πέμπτος ἄρρωστος. Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ πότου πῦρ ἔλαβεν. αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον, οὐκ ἐκοιμᾶτο, κοιλίη ταραχώδης λεπτοῖσιν, ὑποχολώδεσι. τρίτῃ πυρετὸς ὀξύς, κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω· μετ' ὀλίγον δὲ ῥῖγος, σπασμοί, πάντα παρέκρουσε, νύκτα δυσφόρως [οὐκ ἐκοιμήθη]. τετάρτῃ δι' ἡσυχίης, σμικρὰ ἐκοιμήθη, παρέλεγε. πέμπτῃ ἐπιπόνως, πάντα παρωξύνθη, λῆρος, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσε δι' ὅλου, ἐκρίθη. τούτῳ διὰ τέλεος ἀπὸ κοιλίης διαχωρήματα χολώδεα, ὀλίγα, ἄκρητα· οὖρα λεπτά, εὔχροα, ἐναιώρημα ἐπινέφελον ἔχοντα. περὶ δ' ὀγδόην οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν ὀλίγην, κατενόει, ἄπυρος· διέλιπεν. ἐνάτῃ ὑπέστρεψε. περὶ δὲ τεσσαρεσκαιδεκάτην πυρετὸς ὀξύς. ἑκκαιδεκάτῃ ἤμεσε χολώδεα, ξανθά, ὑπόσυχνα. ἑπτακαιδεκάτῃ ἐπερρίγωσε, πυρετὸς [589] ὀξύς, ἵδρωσεν, ἄπυρος ἐκρίθη. οὖρα μεθ' ὑποστροφὴν καὶ κρίσιν εὔχροα, ὑπόστασιν ἔχοντα, οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. ὀκτωκαιδεκάτῃ ἐθερμαίνετο σμικρά, ὑπεδίψη, οὖρα λεπτά, ἐναιώρημα ἐπινέφελον, σμικρὰ παρέκρουσεν. περὶ δὲ ἐννεακαιδεκάτην ἄπυρος, τράχηλον ἐπωδύνως εἶχεν, οὔροις ὑπόστασις. τελέως ἐκρίθη εἰκοστῇ.

   Οὗτος ὁ ἄνθρωπος ἐκ πλήθους φαίνεται καὶ μάλιστα χολωδῶν νοσήσας. ἐξετάζων δ' ἐπ' αὐτοῦ τά τε κατὰ τὰς κρισίμους ἡμέρας δεδειγμένα καὶ τὰ περὶ τῶν οὔρων, εὑρήσεις συμφωνοῦντά ‹τε ταῦτ' ἀλλήλοις καὶ› κατὰ λόγον αὐτὸν ἐπὶ τῆς εἰκοστῆς ἡμέρας ἀπαλλαγέντα τελέως. ἔνια μέντοι τῶν ἀντιγράφων οὐκ ἔχει προσγεγραμμένον τῷ τέλει τῆς διηγήσεως τὸ εἰκοστῇ, καίτοι τῶν δοκιμωτάτων ‹ἐξηγητῶν› οὕτως εἰδότων γεγραμμένην τὴν ῥῆσιν.

[590]    Ἕκτος ἄρρωστος. Τὴν Εὐρυάνακτος θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. ἦν δ' ἄδιψος διὰ τέλεος, γεύματα οὐ προσεδέχετο. ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει, οὖρα λεπτά, ὀλίγα, οὐκ εὔχροα. ἀρχομένου δὲ τοῦ πυρετοῦ περὶ ἕδρην ἐπόνει. ἑκταίη δὲ ἐοῦσα ἄπυρος οὐχ ἵδρωσεν, ἐκρίθη. τὸ δὲ περὶ τὴν ἕδρην σμικρὰ ἐξεπύησεν, ἐρράγη ἅμα κρίσει. μετὰ δὲ κρίσιν ἑβδομαίη ἐοῦσα ἐρρίγωσε, σμικρὰ ‹ἐπεθερμάνθη, ἵδρωσεν›. ὕστερον δὲ ἄκρεα ψυχρὰ ἀεί. περὶ δὲ δεκάτην μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει· ἔλεγον δὲ γευσαμένην βότρυος ‹αὐτὴν ταῦτα παθεῖν.› διαλιποῦσα δὲ δωδεκαταίη πάλιν πολλὰ παρελήρει, κοιλίη ἐπεταράχθη χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι, πυκνὰ ἀνίστατο. ἀφ' ἧς δὲ παρέκρουσε τὸ ὕστερον, ἀπέθανεν ἑβδομαίη. αὕτη ἀρχομένου τοῦ νοσήματος ἤλγει φάρυγγα καὶ διὰ τέλεος ἔρευθος εἶχε, γαργαρεὼν [591] ἀνεσπασμένος. ῥεύματα πολλά, σμικρά, λεπτά, δριμέα ἔβησσε, πέπον ‹δ'› οὐδὲν ἀνῆγεν· ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον οὐδ' ἐπεθύμησεν οὐδενός. ἄδιψος, οὐδ' ἔπινεν οὐδὲν ἄξιον λόγου. σιγῶσα, οὐδὲν διελέγετο. δυσθυμίη, ἀνελπίστως ἑωυτῆς εἶχεν. ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες.

   Μετὰ τὸ διηγήσασθαι τὰ γενόμενα ταύτῃ ‹τῇ› νοσούσῃ μέχρι θανάτου προσέθηκεν αὐτὸς ὅλης τῆς νόσου τὴν ὑπόθεσιν, ἐφ' ᾗ προσηκόντως ἀπέθανεν. ἀπὸ κεφαλῆς γὰρ αὐτῇ φησιν εἰς πνεύμονα γενέσθαι κακὰ ῥεύματα, φάρυγγι καὶ γαργαρεῶνι λυμαινόμενα. προσέθηκε δὲ τῷ λόγῳ καὶ τὸ ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες, οὗ μεμνῆσθαι χρὴ καὶ μὴ πείθεσθαι τοῖς λέγουσι σοφισταῖς οὐδὲν εἶναι πάθος συγγενικόν. ἀλλὰ τοῦτο μὲν αὐτὸ καθ' ἑαυτὸ μόνον οὐκ ἂν οὕτω ταχέως ἀπέκτεινεν αὐτήν, ἡ δ' ἐπιπλακεῖσα τῷ παθήματι τούτῳ νέκρωσις τῆς φυσικῆς δυνάμεως αἰτία τοῦ θᾶττον [592] ἀποθανεῖν ἐγένετο. δεδήλωται δ' αὕτη διὰ τῆσδε τῆς λέξεως· ἦν δ' ἄδιψος διὰ τέλεος, γεύματα οὐ προσεδέχετο. προείρηται δέ μοι περὶ τῆς τούτων τῶν συμπτωμάτων κακοηθείας ἐν τῷ πρὸ τοῦδε γράμματι. καὶ αὐτὸς δ' ὁ Ἱπποκράτης ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως πάλιν ἐπισημαινόμενος, ὥσπερ εἴωθε, τά τε τοῦ θανάτου καὶ τῆς σωτηρίας αἴτια τοῖς ἀρρώστοις γενόμενα προσέγραψεν· ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον, οὐδ' ἐπεθύμησεν οὐδενός, ἄδιψος ‹οὐδ' ἔπινεν οὐδὲν ἄξιον λόγου›, ἔσχατόν τι μῖσος αὐτῇ γεγονέναι σιτίων ‹τε καὶ πομάτων› ἐνδεικνύμενος, ὡς μηδ' εἰς ἐπιθυμίαν ἀφικέσθαι τινός, οἵαν ἴσχουσιν ἔνιοι τῶν ἀνορεκτούντων ἐξ ἀναμνήσεως, ἐφ' οἷς ἔμπροσθέν ποτε διετέθησαν ἡδέως. ὁρῶμεν γοῦν ὁσημέραι τῶν ἀνορεκτούντων ἐν νόσοις τινὰς ‹μὲν› ἅμα τῷ γεύσασθαί τινων ἀποστρεφομένους αὐτῶν, τινὰς δ' οὐδὲ γεύσασθαι τολμῶντας. ἀλλ' ὅμως καὶ τούτων οἱ πλεῖστοι τοῖς πυνθανομένοις αὐτῶν, εἴ τινος ἐπιθυμοῖεν, ἀποκρίνονταί τινα βρώματα, κατὰ μνήμην τῶν ἔμπροσθεν εὐφρανάντων αὐτοὺς τοῦτο ποιοῦντες. καὶ μέγιστόν γέ σοι σημεῖον ἔστω τῆς ὀρεκτικῆς τῶν σιτίων δυνάμεως ἐν [593] νεκρώσει παντελεῖ γενομένης, ἐὰν παρασκευασθέντων ὧν ἐπιθυμεῖν φασιν ἅμα τῷ γεύσασθαι μέμψωνταί τε καὶ μηκέτι προσενέγκωνται. κάκιστα δ' ἐχόντων καὶ τούτων, ἔτι μοχθηρότερον αὐτῶν οἱ μηδ' ἐπιθυμήσαντές τινων διάκεινται, νέκρωσιν ἐσχάτην ἐνδεικνύμενοι τῆς φυσικῆς δυνάμεως, ᾗ σιτίων τε καὶ πομάτων ὀρεγόμεθα. διὰ ταῦτα τοίνυν ἀποθανούσης τῆς γυναικὸς οὐδὲν ἔτι δεόμεθα τὴν διαφορὰν τῶν ἀντιγράφων ἐπισκοπεῖσθαι καὶ ἀνακρίνειν ἐν τῇ τῶν ἡμερῶν ἐξετάσει. μηδεμίαν γὰρ αὐτῶν ἐχουσῶν τάξιν, ἐπειδὴ τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα καὶ τὸ συγγενικὸν φθινῶδες αἴτιον ἐγένετο τοῦ θανάτου, διὰ τοῦτο καὶ τὴν τῶν ἀντιγράφων διαφωνίαν δύσκριτόν τε ἅμα καὶ περιττὴν ἡγησάμενος ἀπέλιπον.

   Ἕβδομος ἄρρωστος. Ἡ κυναγχικὴ ἡ παρὰ ‹τὰ› Βίτωνος, ἣ πρῶτον ἀπὸ γλώσσης ἤρξατο· ἀσαφὴς φωνή, γλῶσσα ἐρυθρή, ἐπεξηράνθη. τῇ πρώτῃ φρικώδης, ἐπεθερμάνθη. τρίτῃ ῥῖγος, πυρετὸς ὀξύς, [594] οἴδημα ὑπέρυθρον, σκληρὸν τραχήλου καὶ ἐπὶ στῆθος ἐξ ἀμφοτέρων, ἄκρεα ψυχρά, πελιδνά, πνεῦμα μετέωρον, ποτὸν διὰ ῥινῶν, καταπίνειν οὐκ ἠδύνατο, διαχωρήματα καὶ οὖρα ἐπέστη. τετάρτῃ πάντα παρωξύνθη. πέμπτῃ ἀπέθανε κυναγχική.

   Οὔτε ἐν ἅπασι τοῖς ἀντιγράφοις οὕτως εὑρίσκεται γεγραμμένον τὸ τέλος τῆς ῥήσεως οὔθ' ὑπὸ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἁπάντων φαίνεται γιγνωσκόμενον. ἀλλὰ καὶ τούτων ἔνιοι μὲν ἀντὶ τοῦ πέμπτῃ "ἑβδόμῃ" γράφουσιν, ἔνιοι δ' "ὀγδόῃ". Καπίτων δ', (οὐκ οἶδα τί δόξαν αὐτῷ) καὶ τὸ τῆς ἡμέρας ἀφείλετο καὶ τὸ κυναγχική, καὶ πρὸς τούτοις ἔτι τὸ τετάρτῃ πάντα παρωξύνθη χωρὶς τοῦ τετάρτῃ γράφει, τὸ τέλος ὅλον τῆς ῥήσεως τοιοῦτον ποιήσας· "διαχωρήματα καὶ οὖρα ἐπέστη, πάντα παρωξύνθη, ἀπέθανε." περὶ μὲν οὖν τῆς βελτίονος γραφῆς ὕστερον ἐπισκεψόμεθα, πρότερον δὲ [595] τῶν εἰρημένων ἐπ' αὐτῆς ἐξηγησόμεθα τὰ μὴ σαφῆ· τοῦτο γάρ ἐστι τὸ μάλιστα προκείμενόν μοι ἐν τοῖς ἐξηγητικοῖς βιβλίοις.

   φαίνεται δὴ τὸ πνεῦμα μετέωρον οὐκ εἶναι σαφές. ἀμέλει Σαβῖνος ὑπὲρ αὐτοῦ κατὰ τήνδε τὴν λέξιν ἔγραψε· "μετέωρος δ' ἦν ἡ ἀναπνοή, τουτέστιν ἄκρᾳ τῇ ῥινὶ ἀνέπνει, διὰ φλεγμονὴν τῆς ἀρτηρίας, κλειομένης τῆς εὐρυχωρίας καὶ μηκέτι δυναμένης τῆς ὁλκῆς τοῦ πνεύματος εἰς τὸν πνεύμονα γενέσθαι." ἀσαφὴς δ' ἐστὶ καὶ ἡ αὐτοῦ τοῦ Σαβίνου ῥῆσις, ὡς ἐξηγητοῦ πάλιν ἑτέρου δεῖσθαι. δοκεῖ δέ μοι βούλεσθαι δηλοῦν ἐκείνους ἀναπνεῖν ἄκρᾳ τῇ ῥινὶ τοὺς κινοῦντας αὐτῆς ἐν ταῖς ἀναπνοαῖς τὰ πτερύγια. πολλοὺς γὰρ τῶν νοσούντων οὕτως εἴδομεν ἀναπνέοντας, ὡς ἐν μὲν ταῖς εἰσπνοαῖς προσστέλλειν, ἐν δὲ ταῖς ἐκπνοαῖς διαστέλλειν αὐτά, καὶ συμβαίνει γε τοῦτο τοῖς τε πνιγομένοις ὑπὸ κυνάγχης ἢ περιπνευμονίας ἢ ἐμπυήματος ἔτι τε τοῖς ἀρρώστοις τὴν δύναμιν. ὅπως μὲν οὖν ἐπὶ τῶν ἀρρώστων γίγνεται, νῦν οὐκ ἀνάγκη λέγειν· ὅπως δ' ἐπὶ τῶν ‹δυσπνοούντων› διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, νῦν ἐροῦμεν, εὐθὺς καὶ διὰ τί μετέωρον ὠνόμασεν ὁ Ἱπποκράτης τὸ [596] τοιοῦτον πνεῦμα συνεξηγησόμενοι. φαίνεται γὰρ τοῖς οὕτω διακειμένοις τὰ τοῦ θώρακος ὑψηλὰ μέχρι τῶν ὠμοπλατῶν κινούμενα, καὶ τοῦτ' εὔλογον εἰρῆσθαι νῦν ὑπ' αὐτοῦ μετέωρον πνεῦμα, γιγνόμενον οὐ μόνον ἐν τοῖς κυναγχικοῖς, ἀλλὰ κἀν τοῖς περιπνευμονικοῖς καὶ τοῖς ἐμπυικοῖς ὀνομαζομένοις πάθεσιν. γίνεται δὲ καὶ χωρὶς πυρετῶν ἐπὶ τῶν ἰδίως ὀνομαζομένων ὀρθοπνοικῶν τε καὶ ἀσθματικῶν. ἀπὸ γὰρ ‹τῶν› τοιούτων συμβεβηκότων ἑκάτερον τῶν ὀνομάτων τῷ πάθει τούτῳ τέθειται, τὸ μὲν ἆσθμα διὰ τὴν ἐπειγμένην ἀναπνοήν, ἣ καὶ τοῖς δραμοῦσιν ὀξέως γίγνεται, τὴν δ' ὀρθόπνοιαν, ἐπειδὴ διὰ τὸ πνίγεσθαι κατακειμένους καὶ σχηματίζουσιν ἑαυτοὺς ὀρθίους· ἔνιοι δὲ καὶ ‹ἀνακαθίζειν› ἀναγκάζονται καὶ τελέως ἐξανίστασθαι. γέγραπται δὲ κἀν Προγνωστικῷ κατὰ λέξιν οὕτως· "αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστα ἀναιρέουσιν, ὅσαι μήτε ἐν τῇ φάρυγγι ἔκδηλον μηδὲν ποιέουσι μήτε ἐν τῷ αὐχένι πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν." ἡ αὐτὴ τοίνυν αἰτία τήν τ' ὀρθόπνοιαν ἐργάζεται τοῖς [597] πνιγώδεσι πάθεσι καὶ τὸ προσηγορευμένον ἄρτι μετέωρον πνεῦμα. κατὰ φύσιν μὲν γὰρ ἔχοντες, ὅταν ἐν ἡσυχίᾳ πασῶν τῶν κατὰ προαίρεσιν ὦμεν ἐνεργειῶν, μόνοις τοῖς κάτω τοῦ θώρακος μέρεσι τοῖς κατὰ τὰς φρένας ἀναπνέομεν, ὡς ἐν τοῖς Περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ἐδείχθη. πλείονος δ' εἰσπνοῆς δεόμενοι καὶ τὰ συνεχῆ τοῖς κάτω συγκινοῦμεν. ἐπειδὰν δὲ πλείστης δεώμεθα, καὶ τὰ κατὰ τὰς ὠμοπλάτας μόρια κινοῦμεν, ἅπαντι τῷ θώρακι βιαίως ἐνεργοῦντες. ἀλλὰ τοῦτο μὲν ἡμῖν ὑγιαίνουσι γίγνεται δραμοῦσιν ὀξέως ἢ ὁπωσοῦν σφοδρῶς κινηθεῖσιν ἄρα διὰ τὸ πλείονος εἰσπνοῆς δεῖσθαι, κατὰ δὲ τὰς περιπνευμονίας καὶ τὰ τῶν ἐμπύων πάθη καὶ τὰς ἐπὶ τῶν ‹ἀ›πυρέτων ὀρθοπνοίας διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, οὐ δυναμένων καταδέξασθαι τοσαύτην οὐσίαν ἀέρος, ὅσης χρῄζει τὸ ζῷον. ἀπλήρωτος οὖν ἡ χρεία τῆς ἀναπνοῆς γιγνομένη κίνδυνον ἐπάγει πνιγός, καὶ διὰ τοῦτ' ἀναγκάζονται συνεχῶς τε καὶ παντὶ τῷ θώρακι ποιεῖσθαι τὴν ἀναπνοήν. ἐπὶ δὲ τῆς μὲν κυνάγχης αἱ κατὰ τὸν πνεύμονα κοιλίαι [598] τοῦ πνεύματος, ἐν αἷς ἀναπνέομεν, ἄφρακτοί εἰσι καὶ καθαραί. φλεγμαινόντων δὲ τῶν ἐν τῷ λάρυγγι μυῶν στενοχωρία γίγνεται κατὰ τὴν πρώτην εἴσοδον τοῦ ἔξωθεν ἀέρος, ὃν διὰ τῆς εἰσπνοῆς ἕλκομεν, ὥστε καὶ νῦν καθ' ἑτέραν μὲν αἰτίαν, ὡσαύτως δ' ἀπλήρωτος ἡ χρεία γίγνεται τῆς ἀναπνοῆς, ὡς ἐπ' ἀσθματικῶν ἐμπυικῶν τε καὶ περιπνευμονικῶν ἐγίγνετο. καὶ διὰ τοῦτο ἐξοργῶσιν οἱ πνιγόμενοι διανίστασθαί τε καὶ παντὶ τῷ θώρακι βιαίως ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα. κατὰ τοῦτο μὲν δὴ τοῖς κυναγχικοῖς τὸ μετέωρον ὠνομάσθαι πνεῦμα λογίσαιτ' ἄν τις. ἐγχωρεῖ δὲ καὶ διὰ τὸ μετεωρίζειν ἑαυτοὺς ἐθέλειν ‹αὐτοὺς› οὕτως εἰρῆσθαι, ταὐτὸν σημαίνοντος τοῦ μετεώρου πνεύματος τῇ κατὰ τὸ Προγνωστικὸν ὀρθοπνοίᾳ.

   γέγραπται δ' ἐν τῇ διηγήσει τῆς προκειμένης ἐν τῷ λόγῳ κυναγχικῆς, ὡς καὶ τὸ ποτὸν εἰς τὰς ῥῖνας ἀνεκύπτετο. γίγνεται δὲ τοῦτο τοῖς μὴ καταπίνειν αὐτὸ δυναμένοις ἤτοι διὰ στενοχωρίαν τοῦ πόρου τοῦ κατὰ τὸν στόμαχον ἢ διὰ νέκρωσιν αὐτοῦ καὶ παράλυσιν, ὀλέθριον ἐσχάτως ἑκάτερον ὄν, ὥσπερ γε καὶ τὸ προγεγραμμένον [599] οὕτως ὑπ' αὐτοῦ κατὰ τὴν τρίτην ἡμέραν· ἄκρεα ψυχρά, πελιδνά. προειρηκὼς γὰρ τῇ τρίτῃ ῥῖγος, πυρετὸς ὀξὺς ἐπήνεγκεν ἄκρεα ψυχρά, πελιδνά. νεκρώσεως δ' ἐστὶ καὶ σβέσεως τῆς ἐμφύτου θερμασίας σημεῖον ἡ τῶν ἄκρων ψῦξίς τε καὶ πελίωσις ἐν ὀξέσι πυρετοῖς γιγνομένη.

   οὕτως οὖν συνέβη τῇ νοσούσῃ καὶ ἡ τῶν διαχωρημάτων καὶ ἡ τῶν οὔρων ἐπίσχεσις, ὡς ἂν ἤδη νεκρουμένων ἁπασῶν τῶν ‹κατὰ φύσιν› ἐνεργειῶν.

   διὸ καὶ πιθανόν ἐστι μήτε κατὰ τὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν τὴν ἄνθρωπον μήτε κατὰ τὴν ὀγδόην· οὐδὲ γὰρ ἐξαρκέσαι δυνατὸν ἦν τοσοῦτον χρόνον τὴν δύναμιν, ἤδη κατὰ τὴν τρίτην ἡμέραν συμπτώματά τε καὶ σημεῖα σχοῦσαν ἀποψυχομένης γε τῆς φύσεως. ὁ Ἱπποκράτης γοῦν ἐν τοῖς οὕτως ὀξέσι νοσήμασιν εἰωθὼς τὰ καθ' ἑκάστην ἡμέραν γενόμενα γράφειν οὐκ ἂν παρέλιπεν εἰπεῖν τι καὶ περὶ τῆς πέμπτης ἡμέρας καὶ τῆς ἕκτης. ἐπεὶ τοίνυν ἐπὶ συμπληρωθείσῃ τῇ τῆς τρίτης ἡμέρας διηγήσει τῆς τετάρτης μόνης ἐμνημόνευσε, πάντ' ἐν αὐτῇ παροξυνθῆναι λέγων, ἔτι καὶ μᾶλλόν ἐστι δῆλον, ὡς ἀδύνατον ἦν ἄχρι τῆς ἑβδόμης ἢ τῆς ὀγδόης ἡμέρας [600] ζῆσαι τὴν γυναῖκα. παραδόξους μὲν γὰρ μεταβολὰς ἐν τῷ σπανίῳ γιγνομένας διὰ ῥώμην φύσεως ἡμεῖς τε πολλάκις ἐθεασάμεθα καὶ ὁ Ἱπποκράτης αὐτὸς ἐν τῇ διηγήσει τῶν ἀρρώστων ἔγραψε μετὰ τοῦ συνεπισημαίνεσθαι τοῦτ' αὐτὸ καὶ δηλοῦν ἄμεινον ἐσχηκέναι τὸν ἄρρωστον. ἀλλὰ νῦν γε κατὰ τὴν τρίτην ἡμέραν σὺν ὀξεῖ πυρετῷ τῶν ἀκρέων ψυχρῶν τε καὶ πελιδνῶν γενομένων, ἐπισχεθέντων ‹δὲ τῶν διαχωρουμένων› τε καὶ τῶν οὐρουμένων, εἰ καὶ μὴ προσεγεγράφει· τετάρτῃ πάντα παρωξύνθη, πάντως ἂν ἐτεθνήκει περὶ τὴν πέμπτην ἡμέραν. ἐπεὶ δὲ καὶ τοῦτο προσέγραψεν, ἔτι καὶ μᾶλλον ἄν τις ἀποφαίνοιτο θαρρῶν τὴν οὕτως ἔχουσαν μηδ' εἰς τὴν ἕκτην ἡμέραν ἀφικέσθαι ζῶσαν, καὶ πολύ γε μᾶλλον εἰς τὴν ἑβδόμην ἔτ' ἀδυνατώτερον ἢ εἰς τὴν ὀγδόην.

   ἄξιον οὖν θαυμάσαι, πῶς ὑπέγραψεν ὁ πρῶτος ὑπογράψας τοὺς χαρακτῆρας οὕτως, ὡς δηλοῦσθαι κατὰ τὴν ὀγδόην ἡμέραν τεθνηκυῖαν αὐτήν, καὶ τούτου μᾶλλον ἔτι, πῶς καὶ Ζήνων ὁ Ἡροφίλειος, οὐχ ὁ τυχὼν ἀνήρ, ἐξηγούμενος τοὺς προσγεγραμμένους χαρακτῆρας ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν καὶ αὐτὸς ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν ἀποθανεῖν φησι τὴν κυναγχικὴν καὶ τοῦτο δηλοῦσθαι διὰ τῶν [601] χαρακτήρων τοιούτων ϠϠΕΗΘ. καὶ τούτων τῶν χαρακτήρων ὁ μὲν πρῶτος τὸ πιθανὸν δηλοῖ, διὰ τοῦ πεῖ γράμματος γραφόμενος μέσην ὀρθὴν ἔχοντος γραμμήν, ἑκατέρωθεν τῶν ἄλλων παραλλήλων, οἷον ἔνιοι γράφουσι τὸ σημαῖνον τὸν τῶν ἐνακοσίων ἀριθμόν, καὶ διὰ παντός γε κατὰ πάντας τοὺς ἀρρώστους τοῦτο σημαίνει προγεγραμμένος ἁπάντων τῶν ἐφεξῆς χαρακτήρων. ὁ δ' ἐπὶ τῆς τελευτῆς αὐτῶν ἐνταῦθα μὲν τὸν θάνατον δηλοῖ, διὰ τοῦ θ γράμματος σημαινόμενον, ἐπ' ἄλλων δ' ἀρρώστων τὴν ὑγίειαν ὑπὸ τοῦ υ γράμματος δηλουμένην. ὁ δὲ πρὸ τοῦ τελευταίου χαρακτῆρος γεγραμμένος ἀεὶ σημαίνει τὸν ἀριθμὸν τῶν ἡμερῶν, ἐν ὅσαις ἐνόσησεν ὁ προκείμενος ἑκάστοτε κατὰ τὸν λόγον ἄρρωστος. οἱ δ' ἐν τῷ μεταξὺ τούτου τε καὶ τοῦ πρώτου πάντων τὴν αἰτίαν δηλοῦσι τοῦ σωθῆναι τὸν ἄνθρωπον ἢ ἀπολέσθαι, καθάπερ ἐπὶ τῆς κυναγχικῆς ταύτης οἱ δύο χαρακτῆρές εἰσιν, ὁ μὲν ἑπόμενος τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέσου γραμμὴν ὀρθὴν ἔχον ἐγέγραπτο πεῖ, τούτῳ δ' ἐφεξῆς ἄλλος τε καὶ ἄλλος. ὁ μὲν οὖν ἑπόμενος τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέσου, τὸ [602] δέλτα στοιχεῖόν ἐστιν ἔχον ἀπὸ μέσης τῆς κάτω γραμμῆς ἑαυτοῦ γραμμὴν ἑτέραν ὀρθὴν εἰς τὸ κάτω μέρος ἠγμένην, ὥσπερ τὸ ι γράφομεν, ὁ δ' ἐφεξῆς ἐστι διὰ τοῦ ε γράμματος. ἐκ τούτων δέ φησιν ὁ Ζήνων τῶν διαχωρημάτων τὴν ἐπίσχεσιν δηλοῦσθαι, τοῦ μὲν ἀπεστιγμένου κάτω δέλτα καθ' ὁντινοῦν τρόπον διαχωρούμενα δηλοῦντος, (καὶ γὰρ ἱδρῶτος αὐτό φησι σημεῖον, οὐκ οὔρων μόνον ἢ διαχωρημάτων εἶναι,) τοῦ δὲ ε τὴν ἐποχὴν ἢ ἐπίσχεσιν αὐτῶν, ὁποτέρως ἂν ὀνομάζειν ἐθέλῃς, ὡς εἶναι τὴν ὅλην διάνοιαν τῶν σημείων τοιάνδε· πιθανόν ἐστι τῶν διαχωρουμένων ἐπισχεθέντων ὀγδοαίαν ἀποθανεῖν τὴν κυναγχικήν. θαυμάζω τοίνυν, ὅπερ ἔφην, τῶν ἀκριβεστέρων ἀντιγράφων ἐχόντων τὴν πέμπτην ἡμέραν, ὁμολογοῦντός ‹τε› τῇ γραφῇ τῇδε καὶ αὐτοῦ τοῦ γράμματος, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυον, αὐτόν τε τὸν Ζήνωνα τὴν ὀγδόην ἡμέραν ἐπίστασθαι γεγραμμένην ἀντιλέγοντάς τέ τινας αὐτῷ περὶ μὲν τούτου μηδὲν εἰρηκέναι, περὶ δὲ τῶν χαρακτήρων ἐλέγχειν αὐτὸν ὡς μεταγράψαντα τὸ δεύτερον γράμμα καὶ ποιήσαντα τὸ ἀπεστιγμένον Ϡ, μὴ οὕτως ἐχούσης [603] τῆς κατὰ τὸ τρίτον τῶν Ἐπιδημιῶν γραφῆς, ἀλλὰ μετὰ τὸν πρῶτον χαρακτῆρα τοῦ ρ γεγραμμένου, καθάπερ ἐκεῖνοί φασιν. παρεισέρχεται δ' ἐνταῦθα λοιπὸν ἤδη μακρός τις λόγων ἑσμός. οἰήσεται γάρ τις ὄντως ὑφ' Ἱπποκράτους προσκεῖσθαι τοὺς χαρακτῆρας τοῖς ἀρρώστοις, εἴπερ οἱ ἀντιλέγοντες τῷ Ζήνωνι τὸ ρ φασίν, οὐ τὸ κάτωθεν ἀπεστιγμένον Ϡ γεγράφθαι. ἀλλ' ἐὰν ἀναγνῷ τὰ τῶν ἀντειπόντων τῷ Ζήνωνι βιβλία, μήθ' Ἱπποκράτους εἶναι λεγόντων τοὺς χαρακτῆρας εὑρεθῆναί τε βιβλίον τι τῶν τοῦ Πτολεμαίου τοῦ Εὐεργέτου κληθέντος ἔχον αὐτοὺς διεσκευασμένους ὑπὸ ‹Μνήμονος, ἀδοκιμωτέρου› τινὸς ἰατροῦ, Παμφυλίου ‹μὲν› τὸ γένος ἐκ πόλεως Σίδης, Κλεοφαντείου δὲ τὴν αἵρεσιν, ἀκούσῃ δὲ καὶ τὴν αἰτίαν, δι' ἣν ἐνέγραψε τῷ βιβλίῳ τοὺς χαρακτῆρας τούτους ὁ Μνήμων, οὐ δόξουσιν αὐτῷ διαφέρεσθαι πρὸς ἑαυτοὺς οἱ ἀντειπόντες τῷ Ζήνωνι, μήθ' Ἱπποκράτους εἶναι μήθ' οὕτως γεγράφθαι τοὺς χαρακτῆρας, ὡς ἐκεῖνος ἐξηγήσατο.

   ἐμοὶ μὲν οὖν δοκεῖ καὶ τὰ μέχρι νῦν εἰρημένα περιττά τ' εἶναι καὶ [604] μηδὲν ὀνινάναι τοὺς ἀναγνωσομένους εἰς τὰ τῆς τέχνης ἔργα, πρὸς ἃ σπεύδειν δεῖ τὸν ἀσκούμενον ἐν αὐτῇ. ἀλλ' ἐπειδὴ γραφομένων αὐτῶν ἔδοξε τοῖς φίλοις, οἷς πεισθεὶς κατὰ τὸ πρῶτον βιβλίον ἐλέγχους τινὰς ἔγραψα τῶν μοχθηρῶς ἐξηγησαμένων τὰ κατὰ τοὺς ἀρρώστους, εἰπεῖν τί με καὶ περὶ τῶν χαρακτήρων τούτων ἅπαξ ἐν τῷδε τῷ βιβλίῳ, καὶ τοῦθ' ὑπέμεινα πρᾶξαι, γιγνώσκων, ὅπερ ἀεὶ λέγω, τὰ πλείω τῶν ὑπὸ τῶν νεωτέρων ἰατρῶν ἐν ὑπομνήμασι γεγραμμένων ἀπολλύντα μὲν ἡμῶν τὸν χρόνον, ἰατρικὸν δ' οὐδὲν διδάσκοντα· δι' οὓς κἀγὼ τὰς μὲν ἰατρικὰς πραγματείας ἰδίᾳ καθ' ἑαυτὰς ἐποιησάμην, τὰς δὲ πρὸς τοὺς σοφιστάς, ἐπειδὴ καὶ τούτων ὁρῶ δεομένους τοὺς νέους, ὅσοι διαστρέφονται πρὸς αὐτῶν, αὐτὰς καθ' ἑαυτὰς πάλιν καὶ ταύτας, ἵν', εἴ τις ἔχοι χρόνον ἐκ περιουσίας ἐντυγχάνειν αὐταῖς, ὡς πρὸς πολεμίους εἴη παρεσκευασμένος τοὺς σοφιστάς. οὕτως οὖν καὶ νῦν ἄχρηστον πρᾶγμα πρὸς τὸ καλῶς ἰᾶσθαι τὸ κατὰ τοὺς χαρακτῆρας τούτους ὑπάρχον ὅμως οὐκ ὀκνήσω διελθεῖν ἅπαν, ἐπειδὴ τοῖς φίλοις οὕτως ἔδοξεν. ᾐσχυνόμην δ' ἂν εἰς τοιαύτην φλυαρίαν ἐκτρεπόμενος, εἰ μὴ [605] πρότερον ἐν πολλαῖς πραγματείαις ἅπαντα τῆς ἰατρικῆς τέχνης τὰ χρήσιμα διελθὼν οὕτως ἧκον ἐπὶ τὰς τῶν Ἱπποκρατείων βιβλίων ἐξηγήσεις, ἐν αἷς ἐπιμαθεῖν μὲν οὐδὲν ἔχουσιν οἱ μανθάνοντες τὴν τέχνην ἔξωθεν ὧν ἐν ταῖς ἰατρικαῖς πραγματείαις ἔγραψα κατὰ διέξοδον σαφῶς, ὡς καὶ τοὺς ἀμβλεῖς τὴν διάνοιαν ἕπεσθαι τοῖς λεγομένοις, ἱστορίας δὲ γνῶσιν ἕξουσιν, ἀφ' ἧς οἱ πολλοὶ τῶν ἀνθρώπων θαυμάζουσιν ἐνίοτε τῶν τὰς τέχνας μεταχειριζομένων τινάς, οἰόμενοι τοὺς πολυίστορας καὶ πολυμνήμονας ἀνθρώπους εὐθὺς καὶ τὰ τῆς τέχνης διαγιγνώσκειν θεωρήματα.

   καὶ νῦν οὖν ἐρῶ τὴν περὶ τῶν χαρακτήρων ἱστορίαν ἅπασαν, ἐπειδὴ τοῦτο δοκεῖ τοῖς τε φίλοις καὶ τοῖς ἑταίροις ἅπαξ ἐνθάδε γενέσθαι βέλτιον εἶναι. λέλεκται μὲν οὖν ἃ μέλλω λέγειν ὑπὸ Ζεύξιδος ἐν τῷ πρώτῳ τῶν εἰς τὸ προκείμενον βιβλίον ὑπομνημάτων· καὶ ἦν ἴσως ἄμεινον, ὥσπερ εἴωθα ποιεῖν ἐν τοῖς τοιούτοις, ἀναπέμψαι τοὺς βουλομένους τὴν ἱστορίαν ταύτην γνῶναι πρὸς ἐκεῖνο τὸ βιβλίον, ἀλλ' ἐπειδὴ τὰ τοῦ Ζεύξιδος ὑπομνήματα μηκέτι σπουδαζόμενα [606] σπανίζει, διὰ τοῦτ' ἠξίωσαν ἐμὲ διελθεῖν αὐτὰ τὴν ἀρχὴν ἀπὸ τοῦ Μνήμονος ποιησάμενον. ἔνιοι μὲν γάρ φασιν αὐτόν, λαβόντα τὸ τρίτον τῶν Ἐπιδημιῶν ἐκ τῆς ἐν Ἀλεξανδρείᾳ μεγάλης βιβλιοθήκης ὡς ἀναγνωσόμενον, ἀποδοῦναι παρεγγράψαντα ἐν αὐτῷ καὶ μέλανι καὶ γράμμασι παραπλησίοις τοὺς χαρακτῆρας τούτους. ἔνιοι δὲ παρ‹εγγεγραμμένον τὸ βιβλίον› αὐτὸν ἐκ Παμφυλίας κεκομικέναι, φιλότιμον δὲ περὶ βιβλία τὸν ‹τό›τε βασιλέα τῆς Αἰγύπτου Πτολεμαῖον οὕτω γενέσθαι φασίν, ὡς καὶ τῶν καταπλεόντων ἁπάντων τὰ βιβλία κελεῦσαι πρὸς αὑτὸν κομίζεσθαι καὶ ταῦτ' εἰς καινοὺς χάρτας γράψαντα διδόναι μὲν τὰ γραφέντα τοῖς δεσπόταις, ὧν καταπλευσάντων ἐκομίσθησαν αἱ βίβλοι πρὸς αὐτόν, εἰς δὲ τὰς βιβλιοθήκας ἀποτίθεσθαι τὰ κομισθέντα, καὶ εἶναι τὴν ἐπιγραφὴν αὐτοῖς Τῶν ἐκ πλοίων. ἓν δή τι τοιοῦτόν φασιν εὑρεθῆναι καὶ τὸ τρίτον τῶν Ἐπιδημιῶν ἐπιγεγραμμένον· Τῶν ἐκ πλοίων κατὰ διορθωτὴν Μνήμονα Σιδήτην, ἔνιοι δ' οὐ κατὰ διορθωτὴν ἐπιγεγράφθαι φασίν, ἀλλ' ἁπλῶς τοὔνομα τοῦ Μνήμονος, ἐπειδὴ καὶ τῶν ἄλλων ἁπάντων [607] τῶν καταπλευσάντων ἅμα βιβλίοις ἐπέγραφον οἱ τοῦ βασιλέως ὑπηρέται τὸ ὄνομα τοῖς ἀποτιθεμένοις εἰς τὰς ἀποθήκας. οὐ γὰρ εὐθέως ‹εἰώθεσαν› εἰς τὰς βιβλιοθήκας αὐτὰ φέρειν, ἀλλὰ πρότερον ἐν οἴκοις τισὶ κατατίθεσθαι σωρηδόν.

   ὅτι δ' οὕτως ἐσπούδαζε περὶ τὴν ‹ἁπάντων› τῶν παλαιῶν βιβλίων κτῆσιν ὁ Πτολεμαῖος ἐκεῖνος, οὐ μικρὸν εἶναι μαρτύριόν φασιν ὃ πρὸς Ἀθηναίους ἔπραξεν. δοὺς γὰρ αὐτοῖς ἐνέχυρα πεντεκαίδεκα τάλαντ' ἀργυρίου καὶ λαβὼν τὰ Σοφοκλέους καὶ Εὐριπίδου καὶ Αἰσχύλου βιβλία χάριν τοῦ γράψαι μόνον ἐξ αὐτῶν, εἶτ' εὐθέως ἀποδοῦναι σῶα, κατασκευάσας πολυτελῶς ἐν χάρταις καλλίστοις, ἃ μὲν ἔλαβε παρ' Ἀθηναίων κατέσχεν, ἃ δ' αὐτὸς κατεσκεύασεν ἔπεμψεν αὐτοῖς παρακαλῶν ‹κατα›σχεῖν τε τὰ πεντεκαίδεκα τάλαντα καὶ λαβεῖν ἀνθ' ὧν ἔδοσαν βιβλίων παλαιῶν τὰ καινά. τοῖς μὲν οὖν Ἀθηναίοις, εἰ καὶ μὴ καινὰς ἐπεπόμφει βίβλους, ἀλλὰ κατεσχήκει τὰς παλαιάς, οὐδὲν ἐνῆν ἄλλο ποιεῖν, εἰληφόσι γε τὸ ἀργύριον ἐπὶ συνθήκαις τοιαύταις, ὡς αὐτοὺς ‹αὐτὸ› κατασχεῖν, εἰ κἀκεῖνος κατάσχοι τὰ βιβλία, [608] καὶ διὰ τοῦτ' ἔλαβόν τε τὰ καινὰ καὶ κατέσχον καὶ τὸ ἀργύριον.

   ὁ δ' οὖν Μνήμων, εἴτ' αὐτὸς ἐκόμισε τὸ βιβλίον εἴτε λαβὼν ἐκ τῆς βιβλιοθήκης παρενέγραψε, φαίνεται πράξας ἕνεκα χρηματισμοῦ τοῦτο. μόνον γὰρ ἐπίστασθαι λέγων ἑαυτόν, ἃ δηλοῦσιν οἱ χαρακτῆρες, μισθὸν τῆς ἐξηγήσεως αὐτῶν εἰσεπράττετο· καὶ εἴπερ τοῦθ' οὕτως ἔχει, πιθανώτερόν ἐστι τὸ κατὰ τὴν βιβλιοθήκην ἀποκείμενον ὑπ' αὐτοῦ διεσκευάσθαι. πολὺ γὰρ ἀξιοπιστότερον ἔμελλεν αὐτῷ τὸ τῆς ἐξηγήσεως ἔσεσθαι, τῆς βασιλικῆς βιβλιοθήκης ‹βίβλου τινὸς› ἐχούσης τοὺς χαρακτῆρας. ὕποπτος δ' ἂν ἦν, εἴ‹περ› αὐτὸς ἐκεκομίκει τὸ βιβλίον οἴκοθεν. οὐκ ὤκνησα δ' ἂν οὐδὲ τὰς ὑφ' Ἡρακλείδου τοῦ Ταραντίνου τε καὶ τοῦ Ἐρυθραίου γεγραμμένας ἀποδείξεις τοῦ παρεγγεγράφθαι τοὺς χαρακτῆρας εἰπεῖν, εἰ μή γε τοῖς νοῦν ἔχουσι πρόδηλον ἐνόμιζον εἶναι τοῦτο καὶ θᾶττον ἔσπευδον ἀπαλλαγῆναι τῆς τοιαύτης πολυλογίας.

   ἐπάνειμι τοίνυν ἐπὶ τὸ χρήσιμον, οὗπερ ἕνεκα καὶ τὴν τῶν ἀρρώστων τούτων ἱστορίαν ἀναλεγόμεθα. γελοῖον γάρ ἐστι διὰ τοῦτ' ἀποθανεῖν νομίσαι τὴν ἄνθρωπον, ὅτι τῶν διαχωρημάτων ἐπίσχεσις [609] ἐγένετο. οὐ γὰρ δὴ διὰ τὴν ἐπίσχεσιν ἀπέθανεν, ἀλλὰ συνέβαινεν αὐτῇ διὰ τοῦτ' ἐπέχεσθαι τὰ διαχωρούμενα, νεκρουμένων τῶν κατὰ φύσιν ἐνεργειῶν. οὐδὲ γὰρ διότι ψυχρὰ καὶ πελιδνὰ τὰ ἄκρεα κατὰ τὴν τρίτην ἡμέραν ἐγένετο, διὰ τοῦτ' ἀπέθανεν, ἀλλὰ διότι ἀπέθνῃσκεν, ἐνεκροῦτο καὶ ταῦτα. καὶ αὐτὸς δ' ὁ Ἱπποκράτης ‹ἀπορῶν› ὥσπερ μαντευσάμενος ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως προσέγραψε ‹τῷ› ἀπέθανε ‹τὸ› κυναγχική, καίτοι προειρηκὼς εὐθὺς ἐν ἀρχῇ· ἡ κυναγχικὴ ἡ παρὰ ‹τὰ› Βίτωνος. ἀλλ' ἡ κατὰ τὸ τέλος προσθήκη τοιαύτην τινὰ ἔχει τὴν ἔνδειξιν· "ἀπέθανεν ἡ ἄνθρωπος αὕτη διὰ τὴν κυνάγχην." οὕτως γοῦν ἔγραψε κἀν τῷ Προγνωστικῷ περὶ τῶν ὀλεθρίων κυναγχῶν· "αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι καὶ δευτεραῖον καὶ τριταῖον ‹καὶ τεταρταῖον›." εἰκὸς οὖν καὶ τὴν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα διὰ τοῦτ' ἀποθανεῖν τριταίαν, ἡνίκα καὶ τὰ ἄκρεα πελιδνὰ καὶ ψυχρὰ καὶ τῶν διαχωρημάτων ἐπίσχεσις ἐγένετο, ὥστ' εἰκάζειν χρὴ τὴν δύναμιν αὐτῆς ἰσχυρὰν οὖσαν ἐξαρκέσαι μέχρι τῆς πέμπτης ἡμέρας. τὸ δ' ἄχρι τῆς ὀγδόης ἀδύνατον.

[610]    ἀλλὰ περὶ μὲν τούτων ἅλις. ἐννοήσας δέ τις, ὡς, εἴθ' Ἱπποκράτης αὐτὸς ἐνεκεχείριστο τὴν θεραπείαν τῆς γυναικὸς ταύτης εἴτε συνεπεσκέπτετο τῷ θεραπεύοντι, πάντως ἄν, εἰ καὶ μηδὲν ἄλλο, καταπλασμάτιον γοῦν ἐπέθηκεν ἢ διακλυσμάτιον ἔδωκεν αὐτῇ, πεισθήσεταί γε παραλελεῖφθαι κατὰ τὴν διήγησιν τά τ' ἄλλα βοηθήματα προσαχθέντα τοῖς νοσοῦσι καὶ τὴν φλεβοτομίαν, μόνον δὲ κλυστῆρα καὶ βαλάνου πρόσθεσιν οὐ προηγουμένως, ἀλλὰ κατὰ τὸ πάρεργον γεγράφθαι. διηγούμενος γὰρ οὖν τά τ' οὐρούμενα καὶ ἐμούμενα καὶ τὰ διαχωρούμενα κατὰ γαστέρα, προσγράφων δὲ καὶ τὴν ἐπίσχεσιν αὐτῶν, ἐφ' ὧν οὐδὲν ἀπέκρινεν αὐτομάτως ὁ κάμνων, ἐπὶ τούτων ἐν παρέργῳ προσέγραψε μετὰ τῆς ποιότητος τῶν ἐκκριθέντων τό τ' "ἀπὸ βαλάνου" καὶ "ἀπὸ κλυσματίου".

ΤΙ ΔΗΛΟΙ ΤΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ΕΚΑΣΤΟΣ.

   Ἐγὼ μὲν ἀπηλλάχθαι τελέως ἐβουλόμην ἤδη τῆς περὶ τοὺς χαρακτῆρας ἀδολεσχίας. ἐπεὶ δὲ καὶ τῶν ἑταίρων πολλοὶ συντελεσθῆναι τὸν λόγον ἅπαντα ποθοῦσιν ἐμοί τε πολὺ μέρος ἤδη τῆς φλυαρίας [611] ταύτης διήνυσται, προσθεῖναι τὸ κατάλοιπον οὐκ ὀκνήσω. προῃρούμην μὲν οὖν, ὥσπερ εἴωθα τοὺς μηδὲν συντελοῦντας εἰς τὴν τέχνην λόγους ἰδίᾳ γράφειν, οὕτως καὶ τούτῳ βιβλίον ἓν ἀναθεῖναι κατὰ μόνας γεγραμμένον, ἵν' ἔχοιεν οἱ καὶ τὰ τοιαῦτα περιεργάζεσθαι βουλόμενοι σχολάζειν ἀχρήστοις φλυαρίαις. ἐπεὶ δ' ὁρῶ προεληλυθὸς ἤδη τὸ δεύτερον ὑπόμνημα τοῦτο καὶ μῆκος ἀξιόλογον εἰληφός, ὥς με δύνασθαι μηκέτι κατ' αὐτὸ τούς θ' ὑπολοίπους ἀρρώστους ἐξηγήσασθαι καὶ προσθεῖναι τὴν λοιμώδη κατάστασιν ἐφεξῆς γεγραμμένην αὐτῶν, οὐ μὴν οὐδὲ διασπάσαι βούλομαι τὴν τῆς καταστάσεως ἐξήγησιν, ὡς μέρος μὲν αὐτῆς κατὰ τοῦτο γεγράφθαι τὸ ὑπόμνημα, τὸ δ' ὑπόλοιπον ἐν τῷ μετ' αὐτό, διὰ τοῦτο καὶ τὸν περὶ τῶν χαρακτήρων λόγον ἐν τῷδε συμπληρώσω, περιλαμβάνων τοῦτον τὸν πολὺν λῆρον. ἐὰν γὰρ ὅσα λέλεκται τοῖς γράψασι περὶ τῶν χαρακτήρων τούτων εἰς ἐξέτασιν ἄγω διακρίνων τά τ' ὀρθῶς εἰρημένα καὶ τὰ μὴ τοιούτως, οὐχ ἑνός, ‹ἀλλὰ τριῶν› εἰς τοῦτο δεήσομαι βιβλίων.

   ἡγεῖται μὲν οὖν, ὡς ἔφην, ἁπάντων τὸ τὴν διὰ μέσου γραμμὴν [612] ἔχον πεῖ, σημαῖνον ἀεὶ τὸ πιθανόν. τελευταῖον δ' ἤτοι τὸ υ γράμμα φαίνεται γεγραμμένον ἢ τὸ θ, τὸ μὲν ὑγείαν, τὸ δὲ θάνατον σημαῖνον, ἔμπροσθεν δ' αὐτῶν ὁ τῶν ἡμερῶν ἀριθμός, ἐν αἷς ἐνόσησεν ἢ ἀπέθανεν ὁ κάμνων. οἱ δ' ἐν τῷ μεταξὺ τούτων χαρακτῆρες ἅπαντες μέν εἰσι διὰ τῶν γραμμάτων, ἃ σημαίνει τὰ ‹πρῶτα› στοιχεῖα τῶν φωνῶν, πλὴν τοῦ κάτωθεν ἀπεστιγμένου δέλτα. τίνα δὲ διάνοιαν ἕκαστος αὐτῶν ἔχει, δηλώσω. μεμνημένων οὖν ἡμῶν, ὅτι τὰ πρὸ τοῦ τελευταίου τῶν χαρακτήρων, ὑφ' οὗ θάνατον ἢ ὑγείαν ἔφαμεν δηλοῦσθαι, γεγραμμένα τὸν ἀριθμὸν τῶν ἡμερῶν σημαίνει, περὶ τῶν ἄλλων, ὅσα μεταξὺ τούτων τε καὶ τῆς ἀρχῆς γέγραπται, ποιήσομαι τὸν λόγον. τὸ μὲν α δοκεῖ δηλοῦν ἀποφθορὰν ‹ἢ› ἀπώλειαν, τὸ δὲ γ γόνον ἢ γονοειδὲς οὖρον, τὸ δ' ἀπεστιγμένον δέλτα (καλοῦσι δ' ἀπεστιγμένον, ὅταν ὀρθὴν γραμμήν, οἵαπέρ ἐστιν Ι, κάτωθεν ἔχῃ, τρόπῳ τοιῷδε γεγραμμένον Ϡ) [ἱδρῶτα] ἢ διάρροιαν ἢ διαχώρησιν ἢ συνελόντι φάναι κένωσιν ἡντινοῦν σημαίνειν βούλονται, τὸ δὲ ε ἐποχὴν ἢ ἕδραν, τὸ [613] δὲ ζ ζήτημα, τὸ δὲ θ θάνατον, ὡς προείρηται, τὸ δὲ ι ἱδρῶτα, τὸ δὲ κ κρίσιν ἢ κοιλιακὴν διάθεσιν, τὸ δὲ μ μανίαν ἢ μήτραν, τὸ δὲ ν νεότητα καὶ νέκρωσιν, τὸ δὲ ξ ξανθὴν χολὴν καὶ ξένον τι καὶ σπάνιον καὶ ξυσμὸν καὶ ξηρότητα, τὸ δὲ ο ὀδύνας ἢ οὖρον, (ἔνιοι δέ φασιν, ὅταν ἐπικείμενον ἄνωθεν ἔχῃ τὸ υ, τότε σημαίνειν τὸ οὖρον αὐτό, γραφόμενον ὡς εἰώθασι τὸ οὕτως γράφειν,) τὸ δὲ π πλῆθος ἢ πτύελον ἢ πῦρ ἢ πυρετὸν ἢ πνεύμονος πάθος, τὸ δὲ πεῖ ἐν ἑαυτῷ μέσον ἔχον τὸ ι, καθότι προείρηται, τὸ πιθανὸν δηλοῖ, τὸ δὲ ῥῶ ῥύσιν ἢ ῥῖγος, τὸ δὲ σῖγμα σπασμὸν ἢ στομάχου πάθος ἢ στόματος κάκωσιν, τὸ δὲ τ τόκον, τὸ δὲ υ ὑγείαν ἢ ὑποχόνδριον, τὸ δὲ φ φρενῖτιν ἢ φθίσιν, τὸ δὲ χ χολὴν ἢ χολῶδες, τὸ δὲ ψ ψῦξιν, τὸ δὲ ω ὠμότητα.

[614]    Ὄγδοος ἄρρωστος. Τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων καὶ πόνων καὶ δρόμων παρὰ τὸ ἔθος. τῇ πρώτῃ κοιλίη ταραχώδης χολώδεσι πολλοῖσι λεπτοῖσι, οὖρα λεπτά, ὑπομέλανα, οὐχ ὕπνωσε, διψώδης. δευτέρῃ πάντα παρωξύνθη, διαχωρήματα πλείω, ἀκαιρότερα· ‹οὐχ ὕπνωσε,› τὰ τῆς γνώμης ταραχώδεα, σμικρὰ ἐφίδρωσε. τρίτῃ δυσφόρως, διψώδης, ἀσώδης, πολὺς βληστρισμός, ἀπορίη, παρέκρουσεν, ἄκρεα πελιδνὰ καὶ ψυχρά, ὑποχονδρίου ἔντασις ὑπολάπαρος ἐξ ἀμφοτέρων. τετάρτῃ οὐχ ὕπνωσεν· ἐπὶ τὸ χεῖρον. ἑβδόμῃ ἀπέθανεν, ἡλικίῃ περὶ ἔτεα εἴκοσιν.

   Ἄρξασθαι μὲν τὴν νόσον αὐτῷ φησιν ἐκ κόπων ‹καὶ πόνων› ἐπ' ἀήθεσι γυμνασίοις γενομένων. ἴσμεν γὰρ ὅτι πόνους ὀνομάζει τὰ γυμνάσια, καθάπερ καὶ κόπους τὰς διαθέσεις τοῦ σώματος, ἐφ' αἷς, εἰ καὶ βραχύ τις κινοῖτο, ἤ‹τοι› τονώδης αἴσθησις ἢ ἑλκώδης αὐτῷ [615] γίνεται. προσθεὶς δὲ τοῖς πόνοις τοὺς δρόμους ἐκ περιττοῦ δοκεῖ προγεγραφέναι τοὺς πόνους, περιέχονται γὰρ ὡς γένος ἐν εἴδει τοῖς δρόμοις· διό τινες ἀντὶ τοῦ πόνων πότων ἔγραψαν, ὑπαλλάξαντες τὸ πρῶτον ν τῆς δευτέρας συλλαβῆς εἰς τὸ τ.

   ἡ δ' ἐφεξῆς πᾶσα διήγησις τῶν συμβάντων τῷ μεικαρίῳ παράδειγμά ἐστιν ὀξέος νοσήματος ἐν ἡλικίαις καὶ μάλιστα ταῖς τῶν νέων γινομένου. τὰ μὲν οὖν ἄλλα συμπτώματα τῆς κατὰ τὴν νόσον ὀξύτητός ἐστιν, ἐξ ὧν δ' ἄν τις προγνοίη κίνδυνον ἢ θάνατον, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἴρηται τὰ ὑπομέλανα οὖρα, κατὰ δὲ τὴν δευτέραν τὸ σμικρὰ ἐφιδροῦν, κατὰ δὲ τὴν τρίτην ‹τό τε ἀσῶδες καὶ› ὁ πολὺς βληστρισμός, ἐν ἁπάσαις δὲ ταῖς ἡμέραις τὸ μηδ' ὅλως ὑπνῶσαι. ταυτὶ μὲν οὖν τὰ κινδυνώδη, τὰ δ' ἄκρεα πελιδνὰ ψυχρὰ γενόμενα τῇ τρίτῃ τῶν ἡμερῶν ἐν ὀξεῖ πυρετῷ θανατώδη καὶ μᾶλλον ἔτι κατὰ τὴν ἡλικίαν ταύτην· γίνεται γὰρ ἤτοι διὰ μέγεθος ὑπερβάλλον τῆς ἐν τοῖς σπλάγχνοις φλεγμονῆς ἢ σβεννυμένης τῆς ἐμφύτου θερμασίας. περὶ δὲ τῆς καθ' ὑποχόνδριον ἐντάσεως ὑπολαπάρου φθάνομεν εἰρηκότες, ὅτι τὴν χωρὶς ὄγκου [616] τάσιν ὁ Ἱπποκράτης δηλοῖ διὰ τῆς εἰρημένης λέξεως. ἐνδείκνυται δ' ἡ τοιαύτη τάσις τῶν μὲν ἔξω σωμάτων, ἅπερ οἱ κατ' ἐπιγάστριόν εἰσι μύες, οὐδὲν φλεγμαίνειν, ἤτοι δὲ τὰς φρένας ἢ τὸ ἧπαρ ἢ τὸν σπλῆνα. κινδυνώδη μὲν οὖν ταῦτα σὺν τοῖς ἄλλοις ‹προειρημένοισ›, τοῦ δὲ θανάτου σημεῖον ἱκανὸν ἡ πελίδνωσίς τε καὶ ἀπόψυξις τῶν ἀκρέων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἐν ὀξεῖ πυρετῷ κατὰ τὴν εἰκοσαετῆ ἡλικίαν γενόμεναι. διὰ τοῦτο δὴ καὶ μέχρι τῆς ἑβδόμης ἡμέρας ἐξήρκεσεν ὁ νεανίας, ἴσως καὶ ἄλλως ἰσχυρὸς ὢν φύσει τὴν δύναμιν, οὐ μόνον διὰ τὴν ἡλικίαν.

   ἃ μὲν οὖν ἄν τις ἐκ τῆς περὶ τὸν ἄρρωστον τοῦτον ἱστορίας λάβοι χρήσιμα, ταῦτ' ἐστί, τὸ δὲ ζητεῖν, ἐν ποίᾳ πόλει καλεῖταί τι χωρίον ψευδέων ‹ἀγορή›, καθάπερ Ἀθήνησι τὴν τῶν Κερκώπων οὕτως ὠνόμασαν, ὅσα τ' ἄλλα τοιαῦτα καθ' ἕκαστον τῶν ἀρρώστων ἔνιοι τῶν ἐξηγητῶν ἔγραψαν, οὐκ ἂν ὑπερέβαινον, εἴ τι χρήσιμον ἐν αὐτοῖς ἑώρων εἰς τὰ τῆς τέχνης ἔργα.

   ὀξύ.

   τοῦτο γέγραπται μεταξὺ τοῦ προγεγραμμένου καὶ τοῦ μέλλοντος γραφήσεσθαι, δυνάμενον ἑκατέρῳ προσνέμεσθαι, φαινομένων γ' ἀμφοτέρων [617] ὀξέως νενοσηκέναι. ἀλλ' ἐπεὶ καὶ κατὰ τὴν προγεγραμμένην ἄρρωστον τὴν κυναγχικὴν ἐπὶ τῷ τέλει πρόσκειται τὸ "κυναγχικὴ" καί τισιν ἄλλοις ἀρρώστοις ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως προσγέγραπταί τι τοιοῦτον, δι' οὗ τὸ χρήσιμον ἐμφαίνεται τῆς ἱστορίας, εὐλογώτερόν ἐστι τῷ προτέρῳ τῶν ἀρρώστων προσγεγράφθαι τὸ ὀξύ. τάχα δ' ὁ τοὺς χαρακτῆρας προσγράψας καὶ τοῦτο προσέγραψε, καὶ μικρὸν ὕστερον ἐπὶ τοῦ δεκάτου κατὰ τὴν τάξιν ἀρρώστου περὶ τῶν οὕτω προσγεγραμμένων εἰρήσεται τελέως.

ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΚΕΙΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ΤΩΙ ΠΡΟΓΕΓΡΑΜΜΕΝΩΙ ΑΡΡΩΣΤΩΙ.

   Ἐπειδὴ βέλτιον ἔδοξεν εἶναι τὴν λοιμώδη κατάστασιν εἰς τὸ τρίτον ὑπόμνημα φυλάξαι, προσθήσω τοῖς προειρημένοις ἔνια τῶν ἠμφισβητημένων τοῖς ἰατροῖς περὶ τῶν προσγεγραμμένων σημείων τῇ διηγήσει τοῦδε τοῦ μειρακίου ‹τοῦ› κατὰ τὴν ἑβδόμην ἡμέραν ἀποθανόντος. ὁ μὲν γὰρ Ζήνων ἔγραψε τούσδε τοὺς χαρακτῆρας· πρῶτον μὲν ἁπάντων τὸ πεῖ, τὴν διὰ μέσου γραμμὴν εὐθεῖαν ὀρθὴν ἔχον, ὃ τοῦ πιθανοῦ σημεῖον διὰ παντὸς εἶναι γέγραπται, [618] δεύτερον δὲ ‹τὸ› ξ καὶ τρίτον ἐπ' αὐτῷ τὸ ζ καὶ τέταρτον τὸ θ, ϠΞΖΘ. τὸ μὲν οὖν ζῆτα τὴν ἑβδόμην ἡμέραν δηλοῦν φησι, τὸ δὲ θ τὸν θάνατον. ἀλλὰ ταῦτα μὲν ἐπὶ πάντων κοινά. τὸ δὲ ξ τοῦ ξένου σημεῖον εἶναι βούλεται. ξένον δέ τι γεγονέναι φησὶ τῷ μειρακίῳ τὸ γεγραμμένον ἐν ἀρχῇ τῆς διηγήσεως ἐκ κόπων ‹καὶ πόνων› καὶ δρόμων παρὰ τὸ ἔθος εἰς τὴν νόσον ἐμπεσεῖν αὐτόν.

   τὰ μὲν οὖν ἀντειρημένα τῷ Ζήνωνι περὶ τοῦ πρώτου σημείου τοῦ τὸ πιθανὸν δηλοῦντος, ἐπειδὴ κοινὰ πάντων ἐστὶ τῶν ἀρρώστων, ὀλίγον ὕστερον, ἐὰν δόξῃ, ‹διήξω›, προσθήσω ‹δὲ› πρότερον τὰ κατὰ τὸν προκείμενον ἄρρωστον ἰδίως ἐζητημένα. σκεψόμεθα ‹δ' αὐτά›, διότι περὶ πράγματος ἰατρικοῦ δοκεῖ τὴν ἀμφισβήτησιν ἐσχηκέναι. γράψαντος γάρ, ὡς καὶ πρόσθεν ἔφην, οὐ σμικρὸν βιβλίον τοῦ Ζήνωνος περὶ τῶν χαρακτήρων, εἶθ' ἕτερον αὐτοῦ μεῖζον Ἀπολλωνίου τοῦ ἐμπειρικοῦ πρὸς αὐτὸν ἀντιγράψαντος, εἶθ' ὕστερον πάλιν ἐκείνῳ τοῦ Ζήνωνος ἀντειπόντος, Ἀπολλώνιος ὁ Βυβλᾶς ἐπικληθεὶς ἔγραψε μετὰ ταῦτα καὶ αὐτὸς ἤδη τεθνεῶτος τοῦ Ζήνωνος βιβλίον ὑπὲρ τῶν χαρακτήρων οὐ μόνον ὡς διεσκευασμένους ‹αὐτοὺς› ἐλέγχων, ἀλλὰ καὶ τὸν καλούμενον παρεξέλεγχον ἐπ' αὐτοῖς ‹πρὸς› τὸν Ζήνωνα [619] ποιησάμενος· ὡς γὰρ μηδ' ἑρμηνεῦσαι δυνηθέντος αὐτοῦ καλῶς τὰ διεσκευασμένα πρὸς τοῦ Μνήμονος, ἀλλ' ἐν οἷς ἠπόρει πιθανολογίας ὑπαλλάττοντος τοὺς χαρακτῆρας εἰς εὐπορίαν ἐξηγήσεως, οὕτω πεποίηται τὴν ἀντιλογίαν, ‹οὐδὲν βιβλίον› οὔτε τὸ κατὰ τὴν βασιλικὴν βιβλιοθήκην εὑρεθὲν οὔτε τὸ ἐκ τῶν πλοίων οὔτε τὸ κατὰ τὴν ὑπὸ Βακχείου γενομένην ἔκδοσιν ἔχειν φάσκων οὕτω τοὺς χαρακτῆρας, ὡς ὁ Ζήνων ἔγραψεν ἐπὶ τοῦ προκειμένου κατὰ τὸν λόγον μειρακίου. εἰς ταύτην δ' οὐκ οἶδ' ὅπως τὴν ἀδολεσχίαν ὁ Ταραντῖνος Ἡρακλείδης ὑπεσύρη, καίτοι πειρώμενος ἀεὶ πρὸς τὸ χρήσιμον ἀγαγεῖν τὰς ἐξηγήσεις. ἀλλὰ νῦν γε φαίνεται φιλονικεῖν τῷ Ζήνωνι μᾶλλον ἢ τοῦ χρησίμου στοχάζεσθαι. ποιεῖται γὰρ τὴν τῶν χαρακτήρων ἐξήγησιν, ὡς ‹εἰ› δύο ζ πρὸ τοῦ τελευταίου θ ἐγέγραπτο. τὸ δ' ἕτερον, ὃ τούτου προτέτακται, δηλοῦν φησι τὸ ζητητέον εἶναι, διὰ τί κατὰ τὴν ἑβδόμην ἡμέραν ἀπέθανε, τῶν παροξυσμῶν αὐτῷ κατὰ τὰς ἀρτίους γεγονότων. εὔλογον γὰρ ἦν, ὡς αὐτὸς ὁ Ἱπποκράτης λέγει, τὴν κρίσιν τοῦ νοσήματος ἐν ταῖς παροξυντικαῖς [620] ἡμέραις γεγονέναι. ὧν γὰρ οἱ παροξυσμοί, φησίν, ἐν ἀρτίαις, τούτων καὶ αἱ κρίσεις ἐν ἀρτίαις, ὧν δ' ἐν περιτταῖς, τούτων πάλιν ἐν περιτταῖς ἡμέραις γίνεσθαι ‹δεῖ› τὴν κρίσιν. ὑποπέπτωκε δὲ τῷ γενικῷ σημαινομένῳ τῆς κρίσεως καὶ ὁ θάνατος. οὕτως μὲν οὖν ‹ὁ› Ταραντῖνος ἀπεφήνατο περὶ τῶν χαρακτήρων.

   ἐπισκεψώμεθα δὲ νῦν, εἴ τι λέγει σοφόν. ὅτι μὲν γὰρ ‹τὸ› ἀποθνῄσκειν ὡς τὰ πολλὰ κατὰ τὰς τῶν παροξυσμῶν ἡμέρας συμβαίνει καὶ σπάνιόν ἐστι τοὐναντίον, ὁμολογητέον τ' ἐστὶ καὶ συγχωρητέον ἀληθεύειν τὸν Ταραντῖνον. οὐ μὴν οὐδ' οὗτος ἐν ταῖς ἀρτίοις φαίνεται τοὺς παροξυσμοὺς ἐσχηκώς. ἐπὶ μὲν γὰρ τῆς πρώτης ἡμέρας ὁ Ἱπποκράτης ἔγραψε τὰ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος γενόμενα. ταύτῃ δ' ἐφεξῆς φησι πάντα παρωξύνθη, διὰ τὴν ἀνάβασιν τοῦ νοσήματος ὀξέως κινουμένου, κατὰ γοῦν τὴν τρίτην ἔτι μᾶλλον αὐξηθῆναι δηλοῖ τὸ νόσημα. προειρηκὼς γὰρ ἐπὶ τῆς δευτέρας τό τ' οὐχ ὕπνωσε καὶ τὸ τὰ τῆς γνώμης ταραχώδεα κατὰ τὴν τῆς τρίτης διήγησιν ἔγραψε πρῶτον μὲν τὸ δυσφόρως, ὃ κατὰ [621] τὴν πρώτην ἡμέραν οὐκ ἐγεγράφει, τούτῳ δ' ἐφεξῆς τὸ διψώδης, εἶτα τὸ ἀσώδης, εἶτα τὸ πολὺς βληστρισμός, εἶτα τὸ ἀπορίη. καὶ τούτων ἓν ἤρκεσεν ἂν ἐν τῇ τρίτῃ προσγενόμενον ἡμέρᾳ χείρονα τῆς δευτέρας αὐτὴν ἐνδείξασθαι. τὸ μὲν γὰρ μὴ ὑπνῶσαι κατὰ μίαν νύκτα καὶ τὸ τὰ τῆς γνώμης ἔχειν ταραχώδη συνεχῶς φαίνεται γιγνόμενον κατὰ τὰς ὀξείας νόσους ἄνευ μεγάλου κινδύνου, τὰ δ' ἐν τῇ τρίτῃ γεγραμμένα γέγονε πάντα κινδυνώδη, πλὴν εἰ διὰ τοῦτο ‹δεῖ› νομίζειν τῆς δευτέρας χείρονα τὴν τρίτην εἶναι, διότι κατὰ μὲν τὴν δευτέραν ἔγραψε τὰ τῆς γνώμης ταραχώδεα, κατὰ δὲ τὴν τρίτην ἄλλα τέ τινα συμπτώματα τὰ μικρὸν ἔμπροσθεν εἰρημένα διηγήσατο γεγονέναι καὶ τὰ κατὰ τὴν γνώμην οὐχ ἁπλῶς ταραχώδεα (μικρὸν γὰρ τὸ τοιοῦτον), ἀλλὰ ‹τὸ› παρέκρουσέν φησιν. φαίνεται δὴ καὶ κατ' αὐτὸ τοῦτο τὸ σύμπτωμα χείρων ἡ τρίτη τῆς δευτέρας γεγονέναι. οὐ μὴν οὐδ', ὅτι προσέθηκεν ἐν αὐτῇ ‹τὸ› ὑπολάπαρον ὑποχονδρίου ἔντασιν, οὐκ οὖσαν ἔμπροσθεν, ὑπονοήσειεν ἄν τις ἐκ τούτου, τὴν δευτέραν ἡμέραν αὐτῷ γεγονέναι μετριωτέραν. ὅ τι γὰρ ἂν ἔμπροσθεν [622] ἀπαθὲς ὂν σπλάγχνον ἄρξηται πάσχειν ἔν τινι τῶν ἡμερῶν, ἐκείνην ἐνδείκνυται τῶν ἔμπροσθεν χείρονα. ἐν πᾶσι δὲ τοῖς εἰρημένοις ὀλεθριώτατα φαίνεται κατὰ ταύτην γεγονέναι συμπτώματα κατάψυξις καὶ πελίδνωσις τῶν ἄκρων· ὥσθ', ὅπερ ὀλίγον ἔμπροσθεν ἔφην, θαυμάσαι χρὴ ‹καὶ νῦν›, ὅπως οὐκ ἀπέθανε κατὰ τὴν πέμπτην ἡμέραν τὸ μειράκιον. ἀλλὰ νὴ Δία, φήσει τις ἴσως βοηθῶν τῷ Ταραντίνῳ, τοῖς εἰρημένοις ἐφεξῆς γέγραπται· τετάρτῃ οὐχ ὕπνωσεν, ἐπὶ τὸ χεῖρον. ἀναμνήσωμεν δὲ καὶ τοῦτον ἰατρικοῦ θεωρήματος, ὡς ἡ τετάρτη τῆς ἑβδόμης ἐπίδηλος ὑπ' αὐτοῦ ‹τοῦ› Ἱπποκράτους εἴρηται, διότι τῶν ἐν αὐτῇ γενομένων ἀγαθῶν ἢ κακῶν ἡ ἔκβασις οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐπὶ τῆς ἑβδόμης ἢ τῆς ἕκτης ἡμέρας γίνεται. πῶς οὖν ὁ Ταραντῖνός φησιν εὐλογώτερον εἶναι τεθνάναι τὸ μειράκιον τοῦτο κατὰ τὴν ἕκτην ἡμέραν, ἐπειδὴ τοὺς παροξυσμοὺς ἐν ταῖς ἀρτίοις ἔσχεν; ἐν γὰρ τῇ τρίτῃ τῶν ἡμερῶν φαίνεται τὰ πλεῖστ' αὐτῷ γεγονέναι συμπτώματα, κατὰ δὲ τὴν τετάρτην ηὐξῆσθαι, διαρκέσαι δὲ ‹αὐτὸς› καὶ ἀντισχεῖν ἄχρι τῆς [623] ἑβδόμης ἡμέρας ἴσως μὲν καὶ ὅτι τὴν δύναμιν ἰσχυρὰν εἶχε φύσει, οὐ μὴν ἀλλὰ καὶ διὰ τὴν ἡλικίαν, ὥσ‹τ›', εἴ γε μὴ ταῦθ' ὑπῆρχεν αὐτῷ, κατὰ τὴν πέμπτην ἂν ἐτεθνήκει.

   φαίνεται δή μοι φιλοτιμούμενος πρὸς τὸν Ζήνωνα μᾶλλον ἢ ἀκριβῶς ἐξετάζων τὸ πρᾶγμα ταῦθ' ὁ Ταραντῖνος εἰρηκέναι. ταὐτὸ δὲ τούτῳ καὶ ὁ Ἀπολλώνιος ἔπαθεν, ἐξηγούμενος καὶ αὐτὸς φιλοπόνως τὸ ξ γράμμα δεύτερον ἐν τοῖς χαρακτῆρσι γεγραμμένον. ἠκολούθησαν δ' αὐτῷ καὶ ἄλλοι πολλοί, καὶ μάλισθ' ὅτι πρῶτον μὲν ἰατρικόν τι θεώρημα λέγει χρήσιμον ἐξηγεῖσθαι χωρὶς χαρακτήρων, εἶθ' ὅτι καὶ ἀληθὲς αὐτοῖς ἔδοξεν εἶναι τὸ ῥηθέν. διὰ τοῦτο γὰρ ἀποθανεῖν φησι τὸ μειράκιον, ὅτι παρὰ τὸ ἔθος ἐν κόποις καὶ πόνοις καὶ δρόμοις ἐγένετο. ἐγὼ δὲ τοὺς πόνους καὶ δρόμους, εἴπερ ἐκ τῆς προσηγορίας ταύτης δηλοῦται τὰ πλείω γυμνάσια, διατεινόμενος ‹ἂν› εἴποιμι χωρὶς τῆς ἐν τῷ σώματι προϋπαρχούσης νοσώδους κατασκευῆς μηδέποτ' ἂν αἰτίους γενέσθαι θανάτου.

   περὶ δὲ τῶν κατ' ἐνίους πότων (ἔφην γὰρ οὕτως μεταγράφειν [624] τινάς) οὐδὲν ἔχω σαφὲς εἰπεῖν ἐπί γε τοῦ μειρακίου τούτου, διότι μήτε τὴν ποιότητα μήτε τὴν ποσότητα τῶν γενομένων πότων γιγνώσκω, καίτοι πολλῆς οὔσης ἐν αὐτοῖς διαφορᾶς· καὶ γὰρ ἐν τῷ χρόνῳ διαφέρουσιν οἱ πότοι, τινὲς μὲν ἐν δυσὶ καὶ τρισὶν ἡμέραις, ἔνιοι δ' ἐν πολλαπλασίοις τούτων γιγνόμενοι, καὶ τὸ πινόμενον ἑκάστης ἡμέρας πλῆθος οὐ μικρὰν ἔχει διαφοράν, ἔτι τε πρὸς τούτοις ἡ ποιότης τοῦ πόματος, ἔνιοι μὲν γὰρ ἀκρατέστερον, ἔνιοι δ' ὑδαρέστερον, ἔνιοι δ' εὔκρατον πίνουσι καὶ τινὲς μὲν ψυχρόν, ἔνιοι δὲ θερμόν. καὶ τούτων δ' ἑκάτερον ἤτοι γ' ἐξ ἔθους ἢ παρὰ τὸ ἔθος ἔπιόν ποτε. προσέρχεται δὲ καὶ ἡ τῶν οἴνων αὐτῶν οὐ σμικρὰ διαφορὰ κατά τε τὸ γένος καὶ τὸν χρόνον· οὐ γὰρ τὴν αὐτὴν ἐργάζεται διάθεσιν ὁ νέος οἶνος καὶ ὁ παλαιός, οὐδ' ὁ παχὺς καὶ λεπτός, οὐδ' ὁ λευκὸς καὶ μέλας, οὐδ' ὁ εὐώδης καὶ δυσώδης, ὥσπερ οὐδ' ὁ αὐστηρὸς καὶ γλυκύς, ὥστ' εἰκότως ἔφην οὐκ ἔχειν ἀποφήνασθαι βέβαιον οὐδὲν ὑπὲρ τῆς ἐξ οἴνου βλάβης γενομένης τῷ μειρακίῳ. τό γε μὴν ὡς τὸ πολὺ κοινὸν ἁπάντων οἴνων ἀμετροτέρας πόσεώς ἐστιν, ὅτι καὶ [625] τῶν νεύρων ἅπτονται καὶ τῆς γνώμης. οὐ μὴν ἡ τούτων τριττὴ ἐπεκράτησε βλάβη κατὰ τὴν τοῦ μειρακίου νόσον· οὔτε γάρ ‹τι› σπασμῶδες οὔτε τρομῶδες, ἀλλ' οὐδὲ φρενιτικὸν ἐγένετο, καὶ διὰ τοῦτ' οἶμαι καὶ τὴν τῶν πότων γραφὴν ἀλογωτέραν ὑπάρχειν.

   εὐλογώτερον γάρ ἐστιν ‹διαφοράν τινα τῆς› ἀπεψίας προηγεῖσθαι τῷ μειρακίῳ τάχα μὲν καὶ κατὰ τὴν κοιλίαν, εἰ δὲ μή, ἀλλὰ κατά γε τὰς φλέβας πάντως, ἐφ' αἷς οὐκ ὀλίγων ὠμῶν χυμῶν ἠθροίσθη πλῆθος, ὡς ἐνδείκνυται τὰ οὖρα καὶ τὰ διαχωρήματα, λεπτὰ μέν, οὐ μὴν χολώδη γενόμενα. φαίνεται μέντοι καὶ χολώδης τις αὐτῷ χυμὸς ἐν ὅλῃ τῇ τοῦ σώματος ἕξει περιέχεσθαι διὰ τοὺς γενομένους πόνους, ἐφ' οἷς εὔλογόν ἐστι καὶ παραφροσύνην τινὰ γενέσθαι καὶ τὸν πυρετὸν ὀξύν.

ΠΕΡΙ ΤΟΥ ΠΡΟΓΕΓΡΑΜΜΕΝΟΥ ΤΩΝ ΣΗΜΕΙΩΝ ΧΑΡΑΚΤΗΡΟς ΟΝ ΤΟ ΠΙΘΑΝΟΝ ΣΗΜΑΙΝΕΙΝ ΦΑΣΙΝ.

   Ἐπειδὴ τὰ πλεῖστα τῶν κατὰ τὸ βιβλίον τοῦτο ταῖς ἀδολεσχίαις ἐχαρισάμεθα τῶν ἐξηγητῶν, οὐ χεῖρον ἂν εἴη καὶ περὶ τοῦ ‹τὸ› πιθανὸν ἐνδεικνυμένου χαρακτῆρος εἰπεῖν τι παραδείγματος ἕνεκεν. ἴσως γάρ τις θαυμάσει περὶ τοῦ μεγέθους τῶν βιβλίων, ὧν ἔγραψαν οἱ περὶ τὸν Ζήνωνά τε καὶ τὼ Ἀπολλωνίω. ἐὰν οὖν ἐφ' ἑνὸς χαρακτῆρος ἀκούσῃς πῶς κατὰ βραχὺ προῆλθεν αὐτοῖς εἰς μῆκος ἡ ἀντιλογία, γνώσῃ τε τὴν αἰτίαν τῆς μακρολογίας φυλάξῃ τε περιπίπτειν ταῖς τοιαύταις ‹ἀδολεσχίαισ›, ἐὰν νοῦν ἔχῃς.

   φασὶν οὖν εὐθέως ἐπὶ τοῦ πρώτου χαρακτῆρος, ὃν τὸ πιθανὸν ἔφασαν ‹οἱ περὶ τὸν Ζήνωνα› δηλοῦν, οὐδαμόθι ‹τῷ› Ἱπποκράτει κατ' οὐδὲν τῶν βιβλίων εἰρῆσθαι τὴν φωνὴν ταύτην, ‹"εἰκὸσ" γὰρ› εἰωθέναι λέγειν αὐτόν, οὐ "πιθανόν". ὥστ' εὔλογον οὔ φασιν ἐν ἑνὶ βιβλίῳ πολλάκις κεχρῆσθαι τῷ τῆς φωνῆς ταύτης σημείῳ τὸν ἐν ἅπασι τοῖς ἄλλοις μηδέποτ' αὐτῇ χρησάμενον. ἀνατρέποντες δὲ τὸν λόγον τοῦτον οἱ τὰ τοῦ Ζήνωνος φρονοῦντες ἐν τῷ γνησιωτάτῳ βιβλίῳ τῷ Περὶ ἀγμῶν φασιν εἰρῆσθαι "πιθανώτερον", ἔνθα περὶ σωλῆνος διαλέγεται· προειπὼν γάρ, ὡς οὐκ εἴη χρεία σωλῆνος, ἐπήνεγκε "πιθανώτερον τοῖσι δημότῃσίν ἐστι καὶ τὸ τοῦ ἰητροῦ ἀναμαρτητότερον εἶναι, ἢν σωλὴν ὑποκέηται". κομψῶς οὖν δοξάντων εὐπορηκέναι πιθανῆς ἀντιλογίας τῶν περὶ Ζήνωνα, τριτταὶ τοῖς πρὸς αὐτὸν πολεμοῦσιν ἀπαντήσεις ἐγένοντο, δύο μὲν ἐριστικώτεραι μᾶλλον ἢ ἀληθέστεραι, τρίτη δ' ἀξιόλογος πάνυ καὶ κηλοῦσα τοὺς ἀκούοντας, ὅσοι γε περὶ λέξιν Ἑλληνικὴν ἔχουσιν.

   ἡ μὲν οὖν πρώτη τῶν ἐριστικῶν ἀντιλογιῶν ἐστιν ἥδε· "πιθανώτερον" εἶπεν ὁ Ἱπποκράτης, οὐ "πιθανόν", ἐνταυθοῖ δὲ ἀξιοῦσι τὸ πιθανὸν ἐκ τοῦ χαρακτῆρος σημαίνεσθαι. πρὸς ὃ πάλιν οἱ βοηθοῦντες τῷ Ζήνωνί φασιν· "ἐὰν μὲν αὐτὸ τὸ πρωτότυπον ὄνομα παρὰ παλαιῷ τις εὕρῃ γεγραμμένον, οὐκ ἤδη συγχωροῦμεν αὐτῷ τὰ παραγωγὰ λέγειν, ἐὰν μὴ δείξῃ κἀκείνοις τινὰ κεχρημένον, ὁ δὲ τὸ παραγωγὸν εὑρὼν θαρρῶν χρήσεται τῷ πρωτοτύπῳ· τὸ μὲν γὰρ ἀπό τινος γεγονὸς ἐνδείκνυται τὴν τοῦ γεννήσαντος ὕπαρξιν, τὸ δ' ὑπ' οὐδενὸς γεγενημένον ἄδηλόν ἐστιν εἴθ' ἕτερον ἔτεκεν εἴτε μή." τὸ μὲν δὴ πρῶτον μέρος τοῦ δράματος ἐνταυθοῖ τελευτάτω, φανεροῦ ‹γ'› ἐξ ὧν εἶπον γεγονότος, ὅπως αὐξῆσαι δυνατόν ἐστιν εἰς ἀδολεσχίαν αὐτὸ μακροτάτην.

   ἐπὶ δὲ τὸ δεύτερον ἴωμεν, καθέντες ἑαυτοὺς ἅπαξ εἰς τὸ δρᾶμα. φασὶν οὖν οἱ ἀντιλέγοντες τοῖς περὶ τὸν Ζήνωνα τὸ μὲν ἅπαξ εἰρημένον ὄνομα δύνασθαί ποτε καὶ λαθεῖν τὸν γράφοντα, τοῦ μὲν τῶν ἑλληνιζόντων ἀκριβῶς ἐπιλαθόμενον ἔθους, ἀπαχθέντα δ' ὑπὸ τῆς τῶν πολλῶν συνηθείας, ‹ἐν› ἑνὶ δὲ βιβλίῳ ‹καὶ› ἐφεξῆς χρήσασθαι πολλάκις τινὶ φωνῇ μόνοις τοῖς συνήθεσιν αὐτῇ δυνατὸν εἶναι. τὴν δὲ πρὸς ταῦτ' ἀντιλογίαν αὖ τῶν ἐκ τοῦ Ζηνωνείου στρατοπέδου περιττὸν λέγειν, ὑπόψυχρόν τε καὶ μακρὰν οὖσαν· ἀρκεῖ γάρ μοι τὰς ἀρχὰς τῶν ἀντιλογικῶν ὁδῶν εἰπόντα μόνας ἐπὶ τὸ τρίτον μέρος ἀφικέσθαι τοῦ δράματος ἀρέσαι δυνάμενον οὐ μόνον τοῖς πολλοῖς, ἀλλὰ καὶ ‹τοῖς παλαιᾶς λέξεως ἐπιστήμῃ προσέχουσι τὸν νοῦν. καὶ δὴ φάσκουσι σύνηθες εἶναι› τοῖς παλαιοῖς "εἰ‹κὸσ›" καὶ "δυνατὸν" καὶ "ἐνδεχόμενον" καὶ "εὔλογον", καὶ ‹μὴ› "πιθανὸν" λέγειν, οὔσης καὶ αὐτῆς ἴσως ἐν τῇ τότε χρήσει τῆς φωνῆς, ἀλλὰ σπανίου γε καὶ παρὰ τοῖς ἰδιώταις, ἔμπαλιν δὲ τὴν κατὰ τὸ παραβλητικὸν εἶδος, ὃ συγκριτικὸν ὀνομάζουσιν οἱ γραμματικοί, γεγενημένην φωνὴν ἀπὸ τοῦ εἰκὸς οὐκ εἶναι συνήθη τοῖς παλαιοῖς· ἀσύνηθες γὰρ ἦν "εἰκότερον" λέγειν, καί‹τοι› σπανίως γ' ἂν εὕροις τοῦτο, καθάπερ καὶ τὸ πιθανόν.

   εὔδηλον ‹οὖν ὅτι› τῷ μέλλοντι ‹τὴν› ἀμφισβήτησιν αὐτῶν διακρινεῖν ἀναγνωστέον ἐστὶ πάνυ πολλὰ τῶν παλαιῶν Ἑλλήνων βιβλία· γνῶναι γὰρ ἀμήχανον ἑτέρως, εἰ μή γε τὸ πιθανὸν αὐτοῖς ἦν σύνηθες, ἀλλὰ τὸ πιθανώτερον, ‹ὥσπερ› οὐκ ἦν γε τὸ εἰκότερον ἐν ἔθει, καθάπερ τὸ εἰκός. ἐὰν ‹μέντοι› τις τῶν τὴν ἰατρικὴν τέχνην προῃρημένων μανθάνειν ἐπὶ τὴν ἀνάγνωσιν ἐκτρέπηται τῶν παλαιῶν βιβλίων, ὅσα τοῖς ῥήτορσιν ἢ ἱστορικοῖς ἢ γραμματικοῖς ἢ ‹τραγῳδοποιοῖς ἢ κωμῳδοποιοῖς ἢ› φιλοσόφοις γέγραπται, κατατρίψει μὲν ἐν τούτῳ τὸν χρόνον, ἀποστήσεται δὲ ‹τῆς ὠφελείας, μηδὲν ἄλλο κατὰ πᾶσαν τὴν ἀσχολίαν ταύτην περιποιούμενος ἀλλ' ἢ γενεαλογίαν ὀνόματος› μήτε εἰς διάγνωσιν νοσημάτων ‹μήτ' εἰς θεραπείαν› μήτ' εἰς πρόγνωσιν ὄντος χρησίμου.

   κάλλιον οὖν ἴσως καταπαῦσαι ἤδη τὸ δρᾶμα τριμερὲς γεγονός, ἵνα μὴ πλείονα τρίβωμεν χρόνον ἐν τῇ τῶν ἐφεξῆς δυοῖν μερῶν προσθέσει, καὶ ταῦτ' ἤτοι τραγῳδίαν ἢ κωμῳδίαν ὑποκρινόμενοι. ἐπὶ τοὺς ὑπολοίπους οὖν ἀρρώστους ἐλθόντες (εἰσὶ δὲ τέτταρες ἔτι πρὸ τῆς λοιμώδους καταστάσεως γεγραμμένοι), τουτὶ τὸ δεύτερον ὑπόμνημα καταπαύσομεν ἐπ' αὐτοῖς, τοῦ τρίτου δ' ‹ἀπ' αὐτοῦ τοῦ λοιμοῦ τῆς ἐξηγήσεως› ἄρξασθαι χρησιμώτερον.

   Ἔνατος ‹ἄρρωστος.› Ἡ παρὰ Τισαμένῳ γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυσφόρως ὥρμησεν. ἔμετοι πολλοί, ποτὸν κατέχειν οὐκ ἠδύνατο. πόνοι [626] περὶ ὑποχόνδρια. καὶ ἐν τοῖσι κάτω κατὰ κοιλίην πόνοι. στρόφοι συνεχέες. οὐ διψώδης. ἐπεθερμαίνετο, ἄκρεα ψυχρὰ διὰ τέλεος. ἀσώδης, ἄγρυπνος. οὖρα ὀλίγα, λεπτά. διαχωρήματα ὠμά, λεπτά, ὀλίγα. ὠφελεῖν οὐδὲν ἠδύνατο, ἀπέθανεν.

   Κακῶς ἔνιοι γράφουσιν ἐπὶ τῆς γυναικὸς ταύτης ὐλεώδεα διὰ τοῦ υ, δέον εἰλεώδεα διὰ τοῦ ει γράφειν. εἰλεὸς γὰρ ὀνομάζεται τὸ πάθος, οὗ τὰ συμπτώματα γενέσθαι γράφει τῇ γυναικί, πολλοὺς μὲν ἐμέτους καὶ ποτὸν κατέχειν μὴ δύνασθαι, πόνους δ' εἶναι περὶ τὰ ὑποχόνδρια καὶ στρόφους μετὰ πόνων ἐν τοῖς κατὰ τὴν κοιλίαν, ἅπερ ἅπαντα συνεδρεύει τοῖς εἰλεώδεσιν. ἃ δ' ἐφεξῆς ἔγραψεν, οὐ τῶν συνεδρευόντων ἐστὶν αὐτοῖς, ἀλλὰ τῶν ἐπιγιγνομένων κακοηθευομένῳ τῷ πάθει, μάλιστα ‹μὲν› τὸ διὰ τέλους εἶναι ψυχρὰ τὰ ἄκρα, μοχθηρὸν δὲ καὶ τὸ ἀσῶδες.

   ἀλλὰ καὶ τὰ οὖρα προσέγραψε, καίτοι γ' οὐκ οὔσης ἐν ταῖς φλεψὶ καὶ τοῖς χυμοῖς τῆς διαθέσεως, ἀλλ' ἐν τοῖς ἐντέροις. ὅταν [627] γὰρ ἐν τούτοις ἄρξηται μεγάλη φλεγμονή, τὰ προειρημένα συμπτώματα φιλεῖ γίνεσθαι, καλεῖται δὲ τὸ πάθος εἰλεός. μικρὰ μὲν οὖν ἐκ τῶν οὔρων, ὅταν ᾖ χρηστά, πρὸς τὸ σωθῆναι τοὺς οὕτως ἔχοντας ἐλπίς, οὐ μικρὰ δ' εἰς ὄλεθρον ῥοπὴ μοχθηρῶν γενομένων. κινδυνευόντων γὰρ τῶν οὕτως νοσούντων διὰ τὴν φλεγμονὴν τῶν ἐντέρων, ἐὰν καὶ ἄλλη τις ἐν τῷ σώματι φαίνηται διάθεσις εἶναι μοχθηρά, συνεπαύξεται τῷ κάμνοντι τὸ κακόν. οὕτως οὖν εἴωθεν ὁ Ἱπποκράτης, ὅταν περί τι τῶν ἀναπνευστικῶν ὀργάνων ᾖ διάθεσις, ἐπιβλέπειν τὰ οὖρα. κατὰ φύσιν μὲν γὰρ ἐχόντων αὐτῶν, ἐκ μόνων τῶν ἀναπνευστικῶν ὁ κίνδυνος· εἰ δὲ καὶ ταῦτα μοχθηρὰ φανείη, κακῶς ἔχειν ἐνδείκνυται τότε καὶ τὸ τῆς τροφῆς ὄργανον, καθάπερ καὶ νῦν, καίτοι τῶν κατὰ τὴν γαστέρα πεπονθότων καὶ τῆς διαθέσεως αὐτῶν ἐκ τῶν διαχωρημάτων γνωριζομένης, ὅμως καὶ τῶν οὔρων ἐμνημόνευσεν ὡς λεπτῶν ὄντων, ἅπερ ἀπεψίαν σημαίνει τῶν ἐν ταῖς φλεψὶ χυμῶν. ἀλλὰ περὶ μὲν τῶν οὔρων ἀεὶ μέμνησο συνεπισκοπούμενος [628] αὐτὰ κἀν τοῖς κατὰ γαστέρα καὶ θώρακα καὶ πνεύμονα καὶ νεῦρα πάθεσιν, ὡς ‹ἄν, εἰ› μὲν ἀγαθὰ φανείη, μεγάλην παρεχόντων ῥοπὴν εἰς σωτηρίαν, εἰ δὲ μοχθηρά, συνεπισχυόντων καὶ αὐτῶν τι πρὸς τὸν τοῦ κάμνοντος κίνδυνον.

   ὄντος δὲ παντὸς εἰλεοῦ κινδυνώδους οἱ κατὰ τὰ μετέωρα τῶν ἐντέρων συνιστάμενοι τῶν ἐν τοῖς παχέσι χείρους εἰσίν, εἰς συμπάθειαν ἄγοντες ἧπάρ τε καὶ σπλῆνα. διαγνώσῃ δ' αὐτοὺς ἔκ τε τῆς τῶν ἐμέτων συνεχείας τε καὶ σφοδρότητος καὶ τοῦ μηδὲ τὸ ποτὸν δύνασθαι κατέχειν, ἔτι δὲ μᾶλλον ἐκ τοῦ μὴ διαχωρεῖν τι κάτω. καὶ οἱ στρόφοι δὲ καὶ αἱ ὀδύναι συνενδείκνυνται, ὅταν ἐν τοῖς ὑψηλοῖς μέρεσι γίγνωνται. εἰ δὲ καὶ κόπρον ἐμοῦσιν (ὁρᾶται γὰρ καὶ τοῦτο γιγνόμενον), ἐναργέστατον ἔσται σοι γνώρισμα τοῦ πεπονθέναι τὰ λεπτὰ τῶν ἐντέρων. ἔστι δ' ὀξύτατον τὸ πάθος καὶ διὰ τοῦτο νῦν ἔγραψεν ὁ Ἱπποκράτης αὐτὸ μετὰ τοῦ προσγράψαι ὠφελεῖν οὐδὲν ἠδύνατο.

   μέμνησο δή μοι καὶ τούτου πρὸς τὸν τῆς φλεβοτομίας λόγον· οὔ‹τε› γὰρ ἄλλο τι τῶν βοηθημάτων ἔγραψεν ἐπὶ τῶν ἐν τούτοις [629] τοῖς βιβλίοις ἀρρώστων οὔτ' ἐκείνην, οὐ δήπου τῶν καμνόντων ἀβοηθήτων ἐρριμμένων, ἀλλ' ὡς οὐ χρῄζων γράφειν τὰ βοηθήματα καθ' ἕκαστον αὐτῶν, εἰ μή πού τι τῶν σπανίως εἴη γεγονότων, ὡς ἐπὶ τοῦ φλεβοτομηθέντος ὀγδοαίου.

   τήν γε μὴν ἡμέραν, καθ' ἣν ἀπέθανεν ἡ ἄρρωστος αὕτη, παρέλιπεν εἰπεῖν, ὡς ἂν εὐθέως αὐτῆς τεθνεώσης κατὰ τὴν δευτέραν ἡμέραν ἢ τὸ πλεῖστον τὴν τρίτην διὰ τὴν ὀξύτητα τοῦ πάθους, ἣν ἐδήλωσεν αὐτὸς ἐν τῇ διηγήσει.

   Δέκατος ἄρρωστος. Γυναῖκα ἐξ ἀποφθορῆς νηπίου τῶν περὶ Παντιμίδην τῇ πρώτῃ πῦρ ἔλαβε· γλῶσσα ἐπίξηρος, διψώδης, ἀσώδης, ἄγρυπνος· κοιλίη ταραχώδης λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι. δευτέρῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἀπὸ κοιλίης πολλά, οὐχ ὕπνωσε. τρίτῃ μείζους οἱ πόνοι. τετάρτῃ παρέκρουσεν. ἑβδόμῃ ἀπέθανεν. κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσιν, λεπτοῖσιν, ὠμοῖσιν. οὖρα ὀλίγα, λεπτά.

[630]    Εἰ διά τι τῶν ἔξωθεν ἀποφθεῖραι συνέβη τὴν γυναῖκα, τοῦτ' αὐτὸς ἂν ὁ Ἱπποκράτης ἐπεσημήνατο. δῆλον οὖν ἐστιν, ὡς διὰ τὸ νόσημα συνέβη τὴν ἀποφθορὰν γενέσθαι τῇ γυναικὶ μοχθηροὺς ἠθροικυίᾳ χυμούς. πρόσκειται δὲ τῷ ἐξ ἀποφθορῆς τὸ νηπίου, δηλοῦντος, ὡς οἶμαι, τῇ προσθήκῃ ταύτῃ μικρὸν εἶναι τὸ ἀμβλωθέν. ὀνομάζουσι γὰρ οἱ ἄνθρωποι νήπια παιδία τὰ μετὰ τὴν ἀποκύησιν οὐ πολὺν χρόνον ὄντα. κατὰ μεταφορὰν οὖν εἰκός ἐστι τὸν Ἱπποκράτην τὰ πάνυ μικρὰ τῶν κυουμένων παιδίων οὕτως ὠνομακέναι. καὶ γὰρ καὶ τάχιστα διαφθείρεται ταῦτα.

   τὴν μὲν οὖν ὀξύτητα καὶ τὸ μέγεθος τοῦ πυρετοῦ δι' αὐτοῦ τε τοῦ φάναι πῦρ ἔλαβεν ἐδήλωσε κἀκ τοῦ προσθεῖναι γλῶσσα ἐπίξηρος, διψώδης. τὸ δ' ἀσώδης τῆς κακοηθείας τοῦ γενομένου πυρετοῦ σημεῖόν ἐστιν. πρόσσχες ‹δὲ νῦν› τὸν νοῦν ἐπιμελῶς τῇ τῶν διαχωρημάτων ἰδέᾳ, γράψαντός γε αὐτοῦ κοιλίη ταραχώδης λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι. καίτοι γ' αὐτὸς εἰπὼν ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως καῦσον αὐτῇ γεγονέναι, ὀνομάσας δὲ καὶ [631] ‹πῦρ› τὸν πυρετὸν ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ἀρξάμενον, παροξυνθέντα δ' ἐν τῇ δευτέρᾳ, προσθεὶς δ' ὅτι καὶ γλῶσσα ἐπίξηρος καὶ οὐχ ὕπνωσε καὶ διψώδης ἦν, ὅμως ὠμά φησιν εἶναι τὰ διαχωρήματα. καῦσον δὲ [τὸν] πυρετὸν ἐπὶ χολώδεσι χυμοῖς ἴσμεν γιγνόμενον. εἰκὸς οὖν τῇ γυναικὶ ταύτῃ κατὰ μὲν ὅλον τὸν ὄγκον τοῦ σώματος ἠθροῖσθαι τὸν χολώδη χυμόν, ἐν δὲ ταῖς πρώταις φλεψὶ ταῖς κατὰ τὸ μεσάραιόν τε καὶ τὰ σιμὰ τοῦ ἥπατος ὠμὸν περιέχεσθαι. καὶ μὴν καὶ τὰ οὖρά φησιν αὐτῇ γεγονέναι λεπτὰ παραπλησίως τοῖς ὠμοῖς διαχωρήμασιν, ὡς οὐ μόνον ἐν ταῖς πρώταις φλεψίν, ἀλλὰ καὶ ‹κατὰ› τὰ κυρτὰ τοῦ ἥπατος ὠμῶν πλεοναζόντων χυμῶν.

   α καῦσος.

   Ἐπὶ τέλει τῆς ἀρρώστου ταύτης ἐν πολλοῖς τῶν ἀντιγράφων προσγέγραπται καῦσος, ἔνια δ' οὐ τοῦτο μόνον ἔχει γεγραμμένον, ἀλλὰ καὶ τὸ α προσκείμενον, ὡς ἤτοι πρώτην νοεῖσθαι τὴν ἄρρωστον ταύτην ἐν καύσῳ γεγονυῖαν ἢ πρῶτον εἶδος εἶναι τοῦτο τοῦ καύσου, τὸ δ' ἐφεξῆς αὐτῷ γεγραμμένον δεύτερον ἐπὶ τῆς γυναικός, ἧς οὕτως ἄρχεται· "ἑτέρην ἐξ ἀποφθορῆς." ἐπεὶ δὲ κατὰ τὸν [632] ὄγδοον ἄρρωστον, οὗ‹περ› ἡ ἀρχή· "τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ", τελεώτερον ἔφην ποιήσεσθαι τὸν περὶ τῶν οὕτως προσγεγραμμένων λόγον, ὅταν ἐξηγῶμαι τὸν δέκατον ἄρρωστον, ἀποδοτέον μοι νῦν αὐτόν· ἐκ δυοῖν τούτοιν ὑποπτεύειν χρὴ προσγεγράφθαι τὸ καῦσος ὑφ' ἑτέρου τινός, οὐκ αὐτοῦ τοῦ συγγραφέως, ὅτι πρῶτον μὲν ἂν οὐχ ἑνὶ ἢ δυσὶ τῶν ἀρρώστων ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως τὴν ἰδέαν τῆς νόσου προσέγραψεν, ἀλλὰ πᾶσιν ἢ τοῖς γε πλείστοις, εἴπερ ὅλως ἐβούλετο καὶ ταύτας ἡμᾶς διδάσκειν, ὡς ἔνιοι τῶν μετ' αὐτὸν ἐποίησαν. ὁ δὲ ὡς εἰδόσι διαγινώσκειν τὰ νοσήματα τὴν διήγησιν ἐποιήσατο τῶν συμβάντων τοῖς ἀρρώστοις. φαίνονται δὲ καὶ οἱ ἄλλοι παλαιοὶ μὴ στοχαζόμενοι κατὰ τὰ συγγράμματα τῶν ἄρτι προσιόντων ταῖς βίβλοις, ἀλλὰ τῶν ἤδη τινὰ κατ' αὐτὰς ἐχόντων ἕξιν. βεβαιοῖ δέ μου τὴν ὑπόληψιν πρὸς τῷ προειρημένῳ δεύτερον τὸ τὰ ‹τοιαῦτα› τῷ τρίτῳ τῶν Ἐπιδημιῶν μόνῳ προσγεγράφθαι. πᾶσιν οὖν τοῖς τοῦτ' ἐξηγησαμένοις τὸ βιβλίον ἔδοξεν ὑφ' ἑτέρου τινὸς, τοῦ τοὺς διεσκευασμένους †τὸν νοῦν ἐκείνους [633] χαρακτῆρας προσγράψαντος, καὶ ταῦτ' εἰκὸς προσγεγράφθαι. κατὰ μὲν γὰρ τὴν κυναγχικὴν εἰκότως ἄν τις συγχωρήσειεν ὑφ' Ἱπποκράτους αὐτοῦ προσγεγράφθαι τὸ "ἀπέθανε κυναγχική", διὰ τὴν κυνάγχην αὐτοῦ βουλομένου τεθνάναι τὴν γυναῖκα· κατὰ δὲ τὴν ἐν τῷ νῦν τεθνάναι λεγομένην οὐχ οὕτως ἀκοῦσαι δυνατόν. εἰπὼν γὰρ ἑβδόμῃ ἀπέθανεν ἐπήνεγκε κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν, οὖρα ὀλίγα, λεπτά. καὶ μετὰ ταῦτ' ἐφεξῆς ‹ἔν τισι τῶν ἀντιγράφων› γέγραπται καῦσος, ‹ἐν› ἐνίοις δὲ καὶ τὸ α πρόσκειται, κατά τινα δ' ἀντ' αὐτοῦ γέγραπται πρῶτος, ἐν ἄλλοις δὲ πρώτῃ. παντοίως γὰρ ἐλυμήναντο τὸ βιβλίον τοῦτο κατὰ τὰ προσγραφόμενα πολλοὶ τῶν νεωτέρων ἰατρῶν. εὔδηλον οὖν, ὅτι μηδ', ὡς ἐπὶ τῆς κυναγχικῆς ἐπὶ τέλει προσέγραψε τὸ "ἀπέθανε κυναγχική", κατὰ τὸν αὐτὸν τρόπον ἐγχωρεῖ καὶ νῦν προσγεγράφθαι τὸ καῦσος. οὐ γὰρ εἶπεν "ἀπέθανε καυσουμένη", καθάπερ ἐπὶ τῆς κυναγχικῆς "ἀπέθανε κυναγχική", ἀλλὰ τό γε καῦσος ὄνομα κατὰ τὴν εὐθεῖαν πτῶσιν εὑρίσκεται γεγραμμένον, ἐν τῷ μεταξὺ δὲ τούτου τε καὶ τοῦ ἀπέθανε τό γε κοιλίη διὰ [634] παντὸς ὑγρή καὶ τὰ τούτῳ συνεχῆ. ἐπεὶ τοίνυν οὔτ' ‹εἶπεν› "ἀπέθανε καυσουμένη", ἀλλ' οὐδὲ ἐφεξῆς ὅλως ἀλλήλων ταῦτα γέγραπται, δῆλον ὅτι παρεγγέγραπται τοῦτο πρός τινος, οὐχ ὑφ' Ἱπποκράτους αὐτοῦ γέγραπται. τάχα δέ τις ἴσως καὶ ‹τάδε› προσέγραψεν ἕνεκεν ἑαυτοῦ, καθάπερ εἰώθαμεν εἰς ὑπόμνησιν ἐν τοῖς μετώποις τὰ τοιαῦτα προσγράφειν. εἶτά τις τῶν μεταγραφόντων τὸ βιβλίον ὡς αὐτοῦ τοῦ συγγραφέως ὂν εἰς τὸ ὕφος αὐτὸ μετέθηκεν.

   Ἑνδέκατος ἄρρωστος. Ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον Ἱκέτεω γυναῖκα πῦρ ἔλαβεν. ἀρχομένη δὲ κωματώδης ἦν καὶ πάλιν ἄγρυπνος, ὀσφύος ὀδύνη, κεφαλῆς βάρος. δευτέρῃ κοιλίη ἐπεταράχθη ὀλίγοισι, λεπτοῖσιν, ἀκρήτοισι τὸ πρῶτον. τρίτῃ πλείω καὶ χείρω, νυκτὸς οὐδὲν ἐκοιμήθη. τετάρτῃ παρέκρουσε, φόβοι, δυσθυμίαι. δεξιῷ ἴλλαινεν, ἵδρου [τὰ] περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ, ἄκρεα ψυχρά. πέμπτῃ πάντα [635] παρωξύνθη, πολλὰ παρέλεγε καὶ πάλιν ταχὺ κατενόει· ἄδιψος, ἄγρυπνος, κοιλίη πολλοῖσιν ἀκαίροισι διὰ τέλεος· οὖρα ὀλίγα, λεπτά, ὑπομέλανα· ἄκρεα ψυχρά, ὑποπέλιδνα. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἀπέθανε.

   Ἡ μὲν πρὸ ταύτης γεγραμμένη νήπιον ἔτι τὸ ἔμβρυον ἀπέφθειρε, καὶ χρὴ νήπιον τὸ ἔμβρυον, ὡς ἔφην, ἀκούειν ἑνὸς ἢ δυοῖν μηνῶν ἢ τὸ μακρότατον τριῶν, ἡ δὲ νῦν ἡ κατὰ τὸν ἐνεστῶτα λόγον πεντάμηνον ἔμβρυον ἐξέτρωσεν, οὐδ' αὐτὴ διά τι τῶν ἔξωθεν αἰτίων, ἀλλ' ἐκ τῆς κατὰ τὸ σῶμα διαθέσεως. ἐνίοτε μὲν γὰρ πηδήσασαι σφοδρότερον ἢ δείσασαί τι τῶν ὀφθέντων αὐταῖς φοβερῶν αἰφνιδίως ἐκτιτρῴσκουσιν αἱ γυναῖκες, ἐνίοτε δὲ καὶ δι' ὀδύνην ἢ ἀπεψίαν σφοδρὰν ἢ φαρμακώδους τινὸς ἐδωδὴν ἢ ἄντικρυς φαρμάκου πόσιν ἢ διὰ τὸ προσθέσθαι τι τῶν ἀμβλωθριδίων, ἀλλὰ καὶ διὰ φλεβοτομίαν [636] καὶ δι' αἱμορραγίαν ἐκ τραύματος ἢ ἐξ αἱμορροΐδων ἀμέτρων ἐξέτρωσαν ἔνιαι. οἶδα δέ τινας κἀξ αὐτοῦ τοῦ τραχήλου τῆς μήτρας αἱμορραγησάσας ἐγκύμονας ἐπὶ πλέον, εἶθ' ἑξῆς ἐκβαλούσας τὸ ἔμβρυον. ὧν ὅτι μηδὲν ἐγένετο ταῖς κατὰ τόνδε τὸν λόγον ὑφ' Ἱπποκράτους γεγραμμέναις γυναιξί, δῆλον ἐξ αὐτοῦ τοῦ μὴ προσγεγράφθαι κατὰ τὴν διήγησιν αὐτῶν, καίτοι γ' εἰωθότος αὐτοῦ μὴ παραλείπειν τὰ τοιαῦτα. πυρέξαι τοίνυν αὐταῖς οὐ διὰ τὴν τῶν ἐμβρύων ἐγένετο φθοράν, ἀλλ' ἔμπαλιν ἀποφθεῖραι τὸ κύημα διὰ τὸν πυρετόν.

   ἔοικε δ' ἐκ ταύτης τῆς γυναικὸς ὁρμηθεὶς ὁ γράψας τὸ Προρρητικὸν οὕτως εἰπεῖν· "οἱ κωματώδεες ἐν ἀρχῇσι ‹γινόμενοι› μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες ἆρά γε φρενιτικοί;" δύναται δὲ καὶ αὐτὸς ἑτέραν ἢ ἕτερον οὕτως ἔχοντα θεάσασθαι. τὴν δ' οὖν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα κωματώδη τε καὶ πάλιν ἄγρυπνον ἔφη γενέσθαι, κεφαλῆς τε βάρος σχεῖν καὶ ὀσφύος ὀδύνην, οὐ μὴν περὶ τραχήλου προσέθηκέ τι. φησὶ δὲ καὶ τὴν κοιλίαν ἐπιταραχθῆναι λεπτοῖς καὶ ἀκράτοις, [637] οὐδ' ἐνταῦθα προσθείς τι περὶ τῆς χρόας αὐτῶν. ἐγχωρεῖ γὰρ ἄκρατα ὠχρὰ καὶ ξανθὰ καὶ πυρρὰ καὶ ἐρυθρὰ καὶ ἰώδη καὶ μέλανα διαχωρεῖσθαι, γινωσκόντων ἄκρατα καλεῖν αὐτὸν ὅσα τὴν οἰκείαν χρόαν ἄμικτον ἔχει πρὸς ἕτερον χυμόν, ὥστ' ἄν τις εἰκάσειεν, ‹ὅτι› χολώδη διεχώρησεν ἄκρατα, τουτέστιν ἤτοι ξανθὰ κατὰ τὴν χρόαν ἢ πυρρά· τὰ γὰρ ἰώδη καὶ μέλανα μετὰ τοῦ προσθεῖναι τὴν χρόαν ἔθος ἐστὶ λέγειν καὶ τούτῳ καὶ τοῖς ἄλλοις ἰατροῖς ‹τῶν παλαιῶν. καὶ μέντοι› καὶ ἡμεῖς εἰώθαμεν ἄνευ μὲν προσθήκης χολώδη διαχωρῆσαί τινα λέγειν, ἐπὶ τῆς ξανθῆς χολῆς τοιαύτῃ λέξει χρώμενοι. τὰ δὲ τῆς ἰώδους ἢ μελαίνης ἤ τινος ἑτέρας χολῆς οὐ λέγομεν ἁπλῶς χολώδη, ‹προσ›τίθεμεν δ' αὐτὴν τὴν ἀπὸ τῆς χρόας διάκρισιν αὐτοῖς, καὶ τοῦτό γ' ἐν ἅπασι τὸ ἔθος ὑπάρχει διὰ τὸ συνεχῶς μὲν ἐμεῖσθαί τε καὶ διαχωρεῖσθαι τὴν ὠχράν τε καὶ ξανθὴν χολὴν οὐ μόνοις τοῖς νοσοῦσιν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσι, σπανίως δὲ τὰς ἄλλας καὶ μόνον ἐπὶ τῶν νοσώδη διάθεσιν ἐχόντων. κατὰ γοῦν τὴν τῆς τρίτης ἡμέρας διήγησιν εἰπὼν νυκτὸς οὐδὲν ἐκοιμήθη, τοῦ κώματος δ' [638] οὐκέτι μνημονεύσας ἔνδειξιν παρέσχεν ἡμῖν τοῦ μέλλειν ὅσον οὔπω παραφρονήσειν. εἰκότως δ' οὖν ἐφεξῆς ἐρεῖ τετάρτῃ παρέκρουσε, φόβοι, δυσθυμίαι, πρὸς δὲ ‹τούτῳ› καὶ τὸ δεξιῷ ἴλλαινεν, ἔτι τε τὸ ἵδρου περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ φρενιτικήν τε ἤδη τὴν ἄνθρωπον ἐδήλωσεν εἶναι καὶ πρὸς τούτῳ μοχθηρῶς ἔχειν πάνυ. προστεθέντος δὲ τοῖς εἰρημένοις σημείοις τε καὶ συμπτώμασι ‹τοῦ› τῶν ψυχρῶν ἀκρέων ἔτι μᾶλλον ἄν τις αὐτὴν προσεδόκησε τεθνήξεσθαι, ὥσπερ δὴ καὶ ἀπέθανεν ἀκόλουθα τοῖς εἰρημένοις συμπτώμασιν σχοῦσα τὰ κατὰ τὴν πέμπτην καὶ τὴν ἕκτην.

   τὰ δ' ὡς μαρτυροῦντα τούτοις ἐν τῷ Προρρητικῷ γεγραμμένα φθάνω δείξας ἐν τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήμασιν ὅπως ἐστὶ μοχθηρά. μνημονεύσω μέντοι νῦν κἀκ τούτων τινῶν ἀναμνήσεως ἕνεκα, καίτοι παρῃτημένος τὰ τοιαῦτα γράφειν. εἰρημένου τοίνυν ἐν τῷ Προρρητικῷ "ἐξ ὀσφύος ἀναδρομῆς ὀφθαλμῶν ἴλλωσις κακόν", διὰ τοῦτο τῆς γυναικὸς ταύτης ἀναμιμνῄσκουσιν ἐν τοῖς περὶ ταύτης τῆς ἐν τῷ Προρρητικῷ ῥήσεως. ἔστι μὲν οὖν, ὡς ἐδείχθη, τὰ τοιαῦτα πάντα μοχθηρά, γινωσκόντων ἡμῶν ἐν τῷ καθόλου τὴν διαστροφὴν [639] τῶν ὀφθαλμῶν οὐκ ἀγαθὸν εἶναι σημεῖον, ἐάν τ' ἐξ ὀσφύος ἀναδρομῆς ἐάν θ' ὁπωσοῦν γένηται, μετὰ τοῦ κακόζηλον εἶναι τὴν ἑρμηνείαν καὶ πόρρω τῆς Ἱπποκράτους λέξεως. οὐ γὰρ ἂν εἶπεν "ἐξ ὀσφύος ἀναδρομῆσ", ἀλλ' ὡς ἐν τῷ Προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν· "αἱ δὲ σὺν πυρετῷ ὀδύναι γινόμεναι περὶ τὴν ὀσφὺν καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται τὰ κάτω ἐκλείπουσαι, ὀλέθριον κάρτα." οὐ μὴν οὐδ' ἔχει τις ἐπὶ τῆς προκειμένης ἀρρώστου δεῖξαι γεγονυῖαν ἐπὶ τὴν κεφαλὴν ἄνοδον τῶν κατὰ τὴν ὀσφὺν πλεοναζόντων χυμῶν.

   ὥσπερ ‹μὲν οὖν› καὶ ταῦτα μάτην εἶπόν τινες τῶν ἐξηγητῶν, οὕτω καὶ τήνδε τὴν ῥῆσιν ἐκ τοῦ Προρρητικοῦ κακῶς ἐπιφέρουσι τοῖς νῦν εἰρημένοις εἰς ἐξήγησιν τῆς προκειμένης ἀρρώστου, καθ' ἥν φησι "κοιλίης περίπλυσις ἐξέρυθρος κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δ' ‹ἐπὶ› τοῖς προειρημένοισ", οὐκ εἰρηκότος Ἱπποκράτους ἐξέρυθρον τῇ γυναικὶ ταύτῃ γεγονέναι περίπλυσιν κοιλίης.

   ἔτι δὲ μᾶλλον ἀτόπως μνημονεύουσι καὶ τῆσδε τῆς ῥήσεως "ἐν [640] πυρετοῖσι καυσώδεσιν ὑποπεριψύχουσι, διαχωρήμασιν ὑδατοχόλοισι συχνοῖς ὀφθαλμῶν ἴλλωσις σημεῖον κακόν, ἄλλως τε καὶ ἢν κάτοχοι γένωνται". διαφέρειν δ' οὐδέν φασιν ἢ κάτοχον εἰπεῖν ἢ κωματώδη, μὴ γινώσκοντες, ὡς αὐτὸς ὁ Ἱπποκράτης διορίζει τὸ βαθὺ κῶμα τοῦ μετ' ἀγρυπνίας. τὸ μὲν οὖν βαθὺ κῶμα κοινωνίαν ἔχει τινὰ πρὸς τὴν καλουμένην κατοχὴν ὑπὸ τῶν περὶ τὸν Ἀρχιγένην τε καὶ Φίλιππον, οὐ μὴν ‹τὸ› μετ' ἀγρυπνίας, ὃ ταύτῃ τῇ γυναικὶ γενέσθαι φησὶν ἐν ἀρχῇ τοῦ νοσήματος, οὐ καθ' ὃν χρόνον ὁ ὀφθαλμὸς παρεσπάσθη. θαυμάσαι δ' ἔστι καὶ τοῦτο τῶν ἀμφοτέρας τὰς ῥήσεις γραψάντων ἐν ἐξηγήσει τῆς προκειμένης ἀρρώστου καὶ τὴν λέγουσαν "κοιλίης περίπλυσις ἐξέρυθροσ" καὶ τὴν "διαχωρήμασιν ὑδατοχόλοισιν". οὐδετέραν μὲν γὰρ αὐτῶν ἔγραψεν ὁ Ἱπποκράτης ἐπὶ τῆς γυναικὸς ταύτης, οἳ δ' ὡς ἀμφοτέρας γράψαντος ἐξηγοῦνται, πρὸς τῷ μηδὲ δύνασθαι τὴν αὐτὴν διαχώρησιν ἐξέρυθρόν τε καὶ ὑδατόχολον εἶναι.

   παρατίθενται δὲ καὶ ἄλλας πολλὰς ῥήσεις, δι' ἀλλήλων ἐξηγούμενοι τό τε Προρρητικὸν καὶ τοὺς ἐν ταῖς Ἐπιδημίαις ἀρρώστους.

[641] ἀλλὰ πάντ' ἐξελέγχειν, ὅσα κακῶς ἔγραψαν, οὐ καιρός, εἰρημένης γε σαφῶς τε ἅμα καὶ τελέως ἡμῖν ἐν τοῖς εἰς τὸ Προρρητικὸν ὑπομνήμασι τῆς μοχθηρίας τῶν τοιούτων ἐξηγήσεων.

   φρενῖτις.

   Καὶ τοῦτο τῶν προσγεγραμμένων ἐστίν, ὥσπερ καὶ τὸ "καῦσοσ" ἔμπροσθεν οὐκ ἐν ἅπασιν ὂν τοῖς ἀντιγράφοις. οὔτε γὰρ ἐπ' ἄλλου τινὸς ἀρρώστου τοιοῦτόν τι προσέγραψεν, οὔτε προὔκειτο νῦν αὐτῷ διαγνώσεις γράφειν νοσημάτων, ὡς ἐν τοῖς Περὶ νούσων ἐπιγεγραμμένοις ἔστιν εὑρεῖν, ‹ἀλλὰ› καὶ ἄλλως ἄτοπόν ἐστι μηδεμίαν ἔχον ἀκολουθίαν.

   Δωδέκατος ἄρρωστος. Γυναῖκα, ἣ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τεκοῦσάν γε τὸ πρῶτον ἐπιπόνως ἄρσεν πῦρ ἔλαβεν. αὐτίκα ἀρχομένη διψώδης, ἀσώδης, καρδίην ὑπήλγει, γλῶσσα ἐπίξηρος, κοιλίη ἐπεταράχθη λεπτοῖσιν ὀλίγοισιν, οὐχ ὕπνωσεν. δευτέρῃ σμικρὰ ἐπερρίγωσε, πυρετὸς ὀξύς, σμικρὰ περὶ κεφαλὴν [642] ἵδρωσε ψυχρῷ. τρίτῃ ἐπιπόνως· ἀπὸ κοιλίης ὠμά, λεπτὰ πολλὰ διῄει. τετάρτῃ ἐπερρίγωσε, πάντα παρωξύνθη· ἄγρυπνος. πέμπτῃ ἐπιπόνως. ἕκτῃ διὰ τῶν αὐτῶν· ἀπὸ κοιλίης ἦλθεν ὑγρὰ πολλά. ἑβδόμῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, δίψα, πολὺς βληστρισμός, περὶ δείλην ἵδρωσε δι' ὅλου ψυχρῷ, ψῦξις ἀκρέων καὶ οὐκέτι ἀνεθερμαίνετο καὶ πάλιν ἐς νύκτα ἐπερρίγωσεν, ἄκρεα οὐκ ἀνεθερμαίνετο, οὐχ ὕπνωσε, σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει. ὀγδόῃ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης, κωματώδης, ἀσώδης, ἤμεσε χολώδεα, σμικρὰ ξανθά. νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, οὔρησε πολὺ ἀθρόον οὐκ εἰδυῖα. ἐνάτῃ ξυνέδωκε πάντα, κωματώδης. πρὸς δείλην σμικρὰ ἐπερρίγωσεν, ἤμεσε σμικρὰ χολώδεα. δεκάτῃ ῥῖγος, πυρετὸς παρωξύνθη, οὐχ ὕπνωσεν οὐδέν· πρωὶ οὔρησε πολὺ ὑπόστασιν οὐκ ἔχον, ἄκρεα ἀνεθερμάνθη. ἑνδεκάτῃ ἤμεσε χολώδεα ἰώδεα, ἐπερρίγωσεν οὐ μετὰ πολύ, καὶ πάλιν ἄκρεα ψυχρά. ἐς δείλην ῥῖγος, ἱδρὼς ψυχρός, ἤμεσε πολλά, νύκτα ἐπιπόνως. δωδεκάτῃ ἤμεσε πολλὰ [643] μέλανα δυσώδεα, λυγμὸς πολύς, δίψος ἐπιπόνως. τρισκαιδεκάτῃ μέλανα δυσώδεα πολλὰ ἤμεσε, ῥῖγος· περὶ δὲ μέσον ἡμέρης ἄφωνος. τεσσαρεσκαιδεκάτῃ αἷμα διὰ ῥινῶν, ἀπέθανε. ταύτῃ διὰ τέλεος κοιλίη ὑγρή, φρικώδης, ἡλικίῃ περὶ ἔτεα ἑπτὰ καὶ δέκα.

   Εἴτ' Ἀθήνησιν ἐν τῇ τῶν Κερκώπων ἀγορᾷ κατέκειτο τοῦτο τὸ γύναιον εἴτ' ἐν ἄλλῃ πόλει, ζητεῖν ἑτέροις παρέντες σκεψώμεθα τὰ συμβάντα δι' ὅλου τοῦ νοσήματος, ἐφ' οἷς ἀδύνατον ἦν αὐτὴν ζῆσαι. πάντα γὰρ ἀπ' ἀρχῆς ἦν θανάσιμα. καὶ μᾶλλον ἄν τις θαυμάσειε, πῶς ἐξήρκεσε μέχρι τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας. ἀλλά μοι δοκεῖ διὰ τοῦτο ἐπὶ τῷ τέλει τῶν κατ' αὐτὴν προσθεῖναι τὸ ἡλικίῃ περὶ ἔτεα ἑπτὰ καὶ δέκα. [εἶχε μὲν οὖν καὶ τὴν ἡλικίαν νεάζουσαν καὶ διὰ τοῦτο ἴσχουσαν· ἦν γάρ, φησίν, ἐτῶν ἑπτὰ καὶ δέκα.] δῆλον δὲ ὅτι πρὸς τῷ τῆς ἡλικίας ἰσχυρῷ καὶ αὐτὴ καθ' ἑαυτὴν οὐκ ἀσθενῆ τὴν φύσιν εἶχεν, ἢ οὐκ ἂν ἐξήρκεσεν. ὅπου γὰρ οὔτ' [644] ἄλλο τι τῶν γενομένων αὐτῇ χρηστὸν ἦν εὐθέως τε κατὰ τὴν δευτέραν ἐπιρριγώσασα μικρὰ καὶ ὀξέως πυρέξασα περὶ τὴν κεφαλὴν ἵδρωσεν ὀλίγον ψυχρόν, εἶτα πάλιν ἐν τῇ τετάρτῃ πάντα παρωξύνθη καὶ κατὰ τὴν ἑβδόμην αὖθις ἐπερρίγωσεν [γλῶσσά τε ξηρὰ] καὶ ὀξέως πυρέξασα πρὸς τῷ σχεῖν ἄκρεα ψυχρὰ καὶ τὸ μηκέτ' ἀναθερμαίνεσθαι ταῦτα προσέλαβεν, πῶς οὐκ ἐχρῆν αὐτὴν ἀποθανεῖν πάντως ἤτοι κατὰ τὴν ἐνάτην ἢ κατὰ τὴν ἑνδεκάτην ἡμέραν; ἐπέζησεν οὖν ἄχρι τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας διά τε τὴν ἡλικίαν καὶ τὴν ἰσχὺν τῆς φύσεως, ἥτις τὴν αὐτὴν ῥώμην ἐνεδείξατο κἀν τῷ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ ποιῆσαι τὴν αἱμορραγίαν. ἀλλὰ γὰρ οὐκ ἔμελλεν ἰάσεσθαι τὴν νόσον οὖσαν μεγίστην ἡ κένωσις τοῦ αἵματος. ἐνεδείξατο δὲ τὸ μέγεθος αὐτῆς πρὸς τοῖς ἄλλοις συμπτώμασι καὶ ἡ δυσωδία τῶν ἐμεθέντων μελάνων· ἀεὶ γὰρ ὀλέθρια τὰ δυσώδη, καθότι καὶ αὐτὸς ἐν Προγνωστικῷ φησι· "πᾶσαί τε αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀδμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖς ἐμουμένοισι."

[645]    τὸ δ' ἐπὶ τῷ τέλει προσγεγραμμένον καῦσος ὁμοίαν ἀτοπίαν ἔχει τῷ κατὰ τὴν πρὸ ταύτης ἄρρωστον ἐπὶ τέλει γεγραμμένῳ "φρενῖτισ".

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ.

[646]   Λοιμώδη κατάστασιν ἐνταῦθα γράφοντος Ἱπποκράτους, ὅσα πρὸς τὴν ἐξήγησιν ὧν ἐρεῖν μέλλει χρήσιμά ἐστιν ἐν τοῖς ἔμπροσθεν ὑφ' ἡμῶν ἐξηγηθεῖσι διὰ κεφαλαίων ὑπομνήσας, οὕτως ἐπὶ τὰς ῥήσεις αὐτοῦ παραγενήσομαι. πρῶτον μὲν οὖν ὅτι κατάστασιν οὐ μόνον τὴν παρὰ φύσιν ἐν τῷ περιέχοντι κρᾶσιν, ἀλλὰ καὶ πᾶσαν ἰδέαν ἅπαντος πράγματος οὕτως εἴωθεν ὀνομάζειν ἀναμνησθῶμεν· εἶθ' ὅτι κατὰ φύσιν [647] ἐστί τις ἑκάστῃ κρᾶσις τῶν ὡρῶν· εἶθ' ὅτι διὰ τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπὴν αὐτῶν ἐν τοῖς σώμασιν ἡμῶν γίγνεται τὰ νοσήματα. σὺν τούτοις δ' ἀναμνησθῶμεν ὧν ἐν τοῖς Ἀφορισμοῖς ἔγραψεν αὐτὸς λέγων ὧδε· "τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβριῶν ‹εἰσιν› ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες. νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνεται πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες." ἀναμνησθῶμεν δὲ καὶ ὧν εἰς τὴν ἀρχὴν τοῦ δευτέρου τῶν Ἐπιδημιῶν ἐξηγούμενος ἔγραψα. ‹μὴ› μεμνημένος δέ τις ὧν εἶπον ‹αὖθις› ἀναγνοὺς ἐπιμελῶς αὐτὰ πρὸς τὴν τῶν νῦν προκειμένων ἐξήγησιν ἀφικνείσθω.

   Κατάστασις. Ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος.

   Ἐν μὲν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν καταστάσεις ἔγραψε τρεῖς, ἐνταῦθα δὲ μίαν ταύτην, ἣν νῦν ἡμῖν ἐξηγεῖσθαι πρόκειται. καὶ μέντοι [648] κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν εἰσί τινες ἄλλαι γεγραμμέναι. ἀλλ' οὐ δοκεῖ πρὸς ἔκδοσιν ἐκεῖνο καθάπερ τὸ πρῶτόν τε καὶ τὸ τρίτον αὐτῷ πεποιῆσθαι. οὐ μὴν οὐδὲ προγέγραπται τῆς διηγήσεως τῶν γενομένων εὐθὺς ἐν ἀρχῇ τὸ κατάστασις ἐν ἐκείνοις τοῖς βιβλίοις, ἀλλ' ἄντικρυς ἄρχεται τῆς διηγήσεως τῶν ἱστορηθέντων αὐτῷ κατά τε τὰ γενόμενα νοσήματα καὶ τὴν τοῦ περιέχοντος κρᾶσιν. εὐθέως γὰρ ‹ἐν τῇ ἀρχῇ τῆς πρώτης καταστάσεως κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν γεγραμμένης "Ἐν Θάσῳ",› φησί, "φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλά, ξυνεχέα μαλθακῶς, ἐν νοτίοισιν", ἀνὰ λόγον δὲ καὶ τῶν ἑξῆς δυοῖν καταστάσεων ἤρξατο. κατὰ δὲ τὴν νῦν προκειμένην αὐτὸ μὲν τὸ τῆς καταστάσεως ὄνομα σχεδὸν ἐν ἅπασιν εὕρηται τοῖς ἀντιγράφοις, οὐ μὴν ἐν τίνι γε χώρᾳ ταῦτ' ἐγένετο δηλοῦται. κοινοῦ γάρ τινος ἔθνεσι πολλοῖς γενομένου λοιμοῦ τὴν διήγησιν ἐν τῇδε ποιεῖται. ἐν μέντοι τοῖς κατὰ Διοσκορίδην ἀντιγράφοις οὐ μόνον ἁπλῶς οὕτως γέγραπται κατάστασις, ἀλλὰ πρόσκειται τὸ "θερμὴ καὶ ὑγρά" κατὰ τὸ μέσον τῆς σελίδος ὅλου τοῦ γεγραμμένου, καθάπερ γε τῶν ἄλλων ἀντιγράφων εὑρίσκεται ‹τὰ μὲν› πολλὰ μόνον πρόγραμμα τοῦτ' ἔχοντα τὸ κατάστασις, ἔνια δὲ μηδὲν [649] ὅλως· ἐξ ὧν ὑπονοήσειεν ἄν τις οὐκ αὐτὸν τὸν Ἱπποκράτην προσγεγραφέναι τὸ κατάστασις, ἀλλ' ἴσως ἐκείνους, ὅσοι καὶ τοὺς χαρακτῆρας ἐπὶ τῷ τέλει τῶν κατὰ τοὺς ἀρρώστους διηγήσεων ἔγραψαν. ἀλλὰ ταῦτα μὲν ὅπως ἂν ἔχῃ, βλάβην ἢ ὠφέλειαν οὐδεμίαν εἰς πρόγνωσιν ἢ θεραπείαν φέρει. τρεπώμεθα δ' ἐπὶ τὴν ἐξήγησιν ἐκείνων, ἐν οἷς ὠφέλειά τις ἐστίν· Ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος.

   Ὁμοία τῇδε τῇ καταστάσει καὶ ἡ ἐν ἀρχῇ τοῦ δευτέρου τῶν Ἐπιδημιῶν ἐστι κατὰ τήνδε τὴν λέξιν εἰρημένη· "ἄνθρακες ἐν Κρανῶνι θερινοί, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι' ὅλου, ἐγένοντο μᾶλλον νότῳ." διαφέρουσι δ' ἀλλήλων αἱ καταστάσεις, ὅτι τε δι' ὅλου τοῦ ἔτους ἐνταῦθά φησι τοιαύτην γεγονέναι τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὸ θέρος μόνον, ὅτι τε προσέγραψε νῦν ἄπνοια διὰ τέλεος, ὅπερ οὐ προσέγραψεν ἐκεῖ. λογίσαιτο [650] δ' ἄν τις ἐκ τοῦ προσγράψαι κατ' ἐκεῖνο τὸ βιβλίον "ἐγένοντο μᾶλλον νότῳ" τοιοῦτόν τι δηλοῦσθαι· καὶ γὰρ κἀνταῦθα νότιόν τε ἅμα καὶ ἄπνουν ἔφη γεγονέναι ὅλον τὸ ἔτος, ὡς δυνατόν ἐστιν ἄπνουν τε ἅμα καὶ νότιον ἢ βόρειον εἶναί τε καὶ λέγεσθαι τὸ ὅλον ἔτος, οὕτως ἡμῶν ἀκουόντων· διορισθήσεται γὰρ ὀλίγον ὕστερον τοῦτο. ἀναμνησθῶμεν δ', ὅτι πολλὰς ἐν τῷ περιέχοντι κράσεις ἑωράκαμεν ἠρεμίαν τε καὶ νηνεμίαν ἐχούσας, οὐ μὴν ὁμοίας ἀλλήλαις, ἀλλὰ τὴν μέν τινα μαλακήν τε καὶ ὑγράν, τὴν δέ ‹τινα› ξηράν τε καί τι κρύους ἔχουσαν. αὕτη μὲν οὖν ἀκριβῶς αἴθριός ἐστιν, ἡ μαλακὴ δ' ‹ὁμιχλώδης τε καὶ θολερὰ τὰ πλεῖστα, καὶ πάντες ὀνομάζουσι τὴν μὲν› ὁμιχλώδη τε καὶ θολερὰν κατάστασιν καὶ νότιον, ἔσθ' ὅτε καὶ νεφῶν οὖσαν πλήρη, τὴν δ' ἐναντίαν αὐτῇ βόρειον, εἰ καὶ ὅτι μάλιστα μηδεμία φαίνοιτο κατὰ τὸν ἀέρα κίνησις, ἀλλ' ἀκριβῶς εἴη τὸ καλούμενον νήνεμον. τὸν αὐτὸν γὰρ τρόπον ἔοικεν ἔχειν τὰ κατὰ τὸν ἀέρα τοῖς κατὰ τὴν θάλατταν. ὡς οὖν ἐν ἐκείνῃ διὰ παντὸς μέν ἐστι ῥεῦμα κατὰ τὸ βάθος ἢ μεῖζον ἢ μεῖον (οὐ φαίνεται δ' ἐνίοτε σαφῶς διὰ [651] σμικρότητα, πλὴν εἰ στενὸν εἴη τὸ δεχόμενον αὐτὴν χωρίον, ὡς ἐν Χαλκίδι τε τῆς Εὐβοίας καὶ Μεσσήνῃ τῆς Σικελίας φαίνεται), κατὰ τὸν αὐτὸν λόγον ἐν τῷ περιέχοντι παντελὴς μὲν ἀκινησία καὶ στάσις ἔοικεν οὐδέποτε γίγνεσθαι, λανθάνει δ' ἐνίοτε ‹ἡ κίνησις› διὰ τὴν σμικρότητα. καὶ νέφη δ' ὁρῶμεν ἐν ταῖς τοιαύταις ἀπνοίαις πολλάκις ἑστάναι μὲν δοκοῦντα, κινούμενα δὲ κατ' ἀλήθειαν. ὁρᾶται γοῦν ὀλίγον ὕστερον ἐν ἑτέρᾳ χώρᾳ τοῦ περιέχοντος, ὅπερ οὐκ ἂν αὐτοῖς ἐγίνετο μηδ' ὅλως κινουμένοις. τοιαύτην οὖν τινα καὶ νῦν ἡγεῖσθαι χρὴ κατάστασιν ἐν ὅλῳ τῷ ἔτει γεγονέναι, τοσούτῳ διαφέρουσαν τῆς ἐν Κρανῶνι κατὰ τὸ δεύτερον βιβλίον γεγραμμένης, ὅσῳ καὶ χρονιωτέρα.

   τό γε μὴν κοινὸν ἐν ἀμφοτέραις ταῖς καταστάσεσι πάθος σηπεδών ἐστι κοινὴν ἔχουσα καὶ τὴν αἰτίαν, ὑγρότητά ‹τε καὶ θερμότητα› σὺν ἀπνοίᾳ. φαίνεται δὲ ἐξ ὕλης μὲν ὑγρᾶς πᾶσα γίγνεσθαι σηπεδών, αἰτίας δὲ δραστικῆς ‹ἐκ τοῦ› ἀλλοτρίου τε καὶ παρὰ φύσιν θερμοῦ, συνεπαύξεσθαι δ' ὑπὸ τῆς ἀκινησίας. ὅτι μὲν οὖν οὐδὲν τῶν ἀκριβῶς ξηρῶν σήπεται, πάντες ἐναργῶς ὁρῶμεν. οὔτε γὰρ λίθος οὔτε [652] κέραμος, οὔτε χρυσὸς οὔτ' ἄργυρος, οὔτε χαλκὸς οὔτ' ἄλλο τι τοιοῦτον φαίνεται σηπόμενον. ὅτι δὲ καὶ τὰ φύσιν ἔχοντα σήπεσθαι διαμένοντα μέχρι πλείστου φαίνεται κατὰ τὰς ψυχρὰς κράσεις, οὐδὲ τοῦτ' ἀγνοεῖ τις, ἔτι δὲ μᾶλλον, ὅταν ῥιπίζηται τοιούτοις ἀνέμοις. ἀμέλει καὶ τὴν ἐσθῆτα συνεχῶς τινάσσουσιν οἱ ἄνθρωποι, καὶ μάλισθ' ὅταν ὑγρὸν καὶ θερμὸν ᾖ τὸ περιέχον, ὡς τῆς ἀκινησίας σηπούσης αὐτήν. οὕτως δὴ καὶ ἡ τῶν ἀρτηριῶν κίνησις ἐν τοῖς ζῴοις ἄλλα τέ τινα χρηστὰ καὶ τὴν τοιαύτην ὠφέλειαν παρέχεται. λέγει δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐν τοῖς Ἀφορισμοῖς, ὡς ὀλίγον ἔμπροσθεν ἔφην, ἐν ταῖς ἐπομβρίαις γίνεσθαι σηπεδόνας. ὅτι μὲν οὖν ἀναγκαῖον ἦν σαπῆναι τὰς ἐν τοῖς σώμασιν ὑγρότητας ἐκ τούτων δῆλον. ἴδωμεν δ' ἐφεξῆς ἕκαστον τῶν κατὰ μέρος ἀκολουθήσαντες αὐτοῦ ταῖς ῥήσεσιν.

   Αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐπ' ἐνιαυτὸν ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά.

[653]    Ἔμαθες ἤδη καὶ κατὰ τὰς ἐν τῷ πρώτῳ γεγραμμένας καταστάσεις, ὡς ‹ὁ Ἱπποκράτης ἄρχεται τῆς διηγήσεως αὐτῶν κατ' ἐκεῖνον τὸν χρόνον, καθ' ὃν› ἡ τοῦ περιέχοντος ὑπηλλάχθη κρᾶσις ἐκ τῆς ὑγιεινῆς τε καὶ κατὰ φύσιν αὐτοῦ τάξεως. ἔμαθες δὲ καί, ὁποία τίς ἐστιν ἡ κατάστασις ἥδε καὶ ὡς τέτταρες μὲν αὐτῆς εἰς τὸ παρὰ φύσιν ἁπλαῖ, τέτταρες δ' ἄλλαι σύνθετοι γίγνονται μεταβολαί· ἁπλαῖ μὲν αἵ τε κατὰ θερμασίαν μόνην καὶ ψῦξιν, ὑγρότητά τε καὶ ξηρότητα, σύνθετοι δ' αἵ τε κατὰ θερμότητα καὶ ξηρότητα καὶ κατὰ θερμότητα καὶ ὑγρότητα, ‹καὶ κατὰ ψυχρότητα καὶ ξηρότητα καὶ κατὰ› ψυχρότητα καὶ ὑγρότητα. νῦν οὖν ἀναμνησθεὶς ὧν ἔμαθες ἀκολούθει τῇ διηγήσει τῆς γενομένης καταστάσεως, εἰπόντος τοῦ Ἱπποκράτους αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους, εἶθ' ἑξῆς τούτῳ προσθέντος ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά. φαίνεται μὲν γὰρ ἤδη τῷ πρόσθεν ἐνιαυτῷ μὴ φυλαχθῆναι τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἀκριβῶς ἡ κατὰ φύσιν κρᾶσις, οὐ μὴν ἐν ἐκείνῳ γε τῷ χρόνῳ γενέσθαι τι τῶν νοσημάτων τῶν ἐπιδημίων ὀνομαζομένων. καὶ γὰρ καὶ κατὰ τοὺς Ἀφορισμοὺς ἔμαθες αὐτοῦ γράψαντος ὧδε· "τῶν δὲ καταστάσεων [654] τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες." ἔτι δὲ μᾶλλον οὐδὲν ἐγένετο νόσημα τοιοῦτον, διότι κατὰ τὸ ξηρὸν μόνον ἐπεκράτησεν ἡ ἐκτροπὴ τῆς κράσεως οὐδεμίαν τῆς ἑτέρας ἀντιθέσεως μεταβολὴν λαβούσης, ὡς ἤτοι θερμὸν ἄγαν ἢ ψυχρὸν ἀπεργασθῆναι τὸ περιέχον. ἀλλ' ἥ γ' ἐπὶ τοὐναντίον ἀθρόα μεταβολὴ περὶ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου φαίνεται γεγονυῖα. προηγεῖται δ' αὕτη βραχὺ τῆς φθινοπωρινῆς ἰσημερίας. ὁποῖον δέ τι μετ' αὐτὴν ἐγένετο τὸ φθινόπωρον, εἶτα ὁ χειμὼν καὶ μετ' ἐκεῖνον αἱ ἐφεξῆς ὧραι, ταῖς ῥήσεσιν ἀκολουθήσαντες αὐτοῦ μαθησόμεθα.

   Φθινόπωρον σκιῶδες, ἐπινέφελον, ὑδάτων πλήθεα.

   Σκιῶδες εἶπεν ἐν ἴσῳ τῷ ζοφῶδες, ὅπερ σημαίνει τὸ μὴ λαμπρὸν [655] μηδὲ καθαρὸν μηδ' ἀκριβῶς αἴθριον. εἰώθασι γὰρ ἔτι καὶ νῦν οἱ κατὰ τὴν Ἀσίαν Ἕλληνες ὀνομάζειν σκιώδη τε καὶ σκιαρὰ πάντα τὰ πρὸς τὸ μέλαν ἐκτρεπόμενα. τοῖς τοιούτοις δὲ καὶ τὸ ζοφῶδες ἐπιφέρουσιν ὄνομα καὶ τὸ φαιὸν ἐγγὺς ὂν τοῦ μέλανος. εὔδηλον δ' ὅτι τοιοῦτος ὁ ἀὴρ οὐκ ἂν γένοιτο χωρὶς τοῦ νέφη πολλὰ καὶ ταῦτ' ἔχειν μὴ λαμπρά. περιείχετο μὲν οὖν δυνάμει κατὰ τὸ σκιῶδες καὶ τὸ ἐπινέφελον. ἀλλ' ἔμαθες οὐ μόνον Ἱπποκράτην τῷ τοιούτῳ τρόπῳ τῆς ἑρμηνείας, ἀλλὰ καὶ ἄλλους πολλοὺς τῶν παλαιῶν κεχρημένους.

   Χειμὼν νότιος, ὑγρός, μαλθακός.

   Ἔνιοι τὸν νότον οἴονται διὰ παντὸς ὑγρὸν εἶναι, ‹τοῦ›το δ' οὐχ οὕτως ἔχει. φαίνεται γὰρ ἐνίοτε ξηρὸς γιγνόμενος, ὃν καὶ προσαγορεύουσιν οἱ ἰδιῶται λευκόνοτον. ἐνδείκνυται ‹δὲ› τὸν τοιοῦτον νότον ἡμῖν καὶ ὁ ποιητὴς λέγων·

   αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο. τὸν γὰρ καθαρὸν νότον, ὃν χωρὶς ὄμβρων ἴσμεν γιγνόμενον, οὕτως [656] ὠνόμασεν. ἀλλὰ κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ὁ Ἱπποκράτης ἐπὶ τῆς πρώτης καταστάσεως ἔφη· "γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετ' αὐχμῶν." ὁ μὲν οὖν τοιοῦτος νότος ἐνίοτε μὲν καὶ σφοδρὸς γίγνεται, σαφῆ δ' οὖν ἀεὶ τὴν κίνησιν ἔχει. ὁ μαλθακὸς δ' ἄλλος ἐστὶ νότος, ὅς γ' ἀναίσθητον ἔχει τὴν κίνησιν ἔν τε τῷ περιέχοντι καὶ κατὰ τὰ νέφη. καὶ τοίνυν θερμὸς μὲν οὗτός ἐστι διὰ παντός, ὁ δὲ λευκόνοτος ἐνίοτε σαφῶς φαίνεται ψυχρός.

   Μετὰ δὲ ἡλίου τροπὰς ὕστερον πολλῷ, πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες, καὶ ἤδη περὶ ἰσημερίην βόρεια, χιονώδεα, χρόνον οὐ πολύν.

   Τῆς ἐναντίας καταστάσεως μέρος τι τοῦτο παρενέπεσεν, ὡς αὐτὸς εἶπεν, οὐκ ἐπὶ πολὺν χρόνον.

   Ἔαρ πάλιν νότιον, ἄπνουν, ὕδατα πολλὰ διὰ τέλεος μέχρι κυνός.

[657]    ‹Προειπὼν χειμῶνα μαλθακὸν σαφῶς› ἐδήλωσέ σοι χειμῶνος τὸ ἄπνουν ἐν τῷ γράψαι νῦν· ἔαρ πάλιν νότιον, ἄπνουν. τὸ γὰρ πάλιν ἔνδειξιν ἔχει τοῦ μεταξὺ παρεμπεσούσης ἐναντίας καταστάσεως αὖθις ἐπὶ τὴν αὐτὴν κρᾶσιν ἐπανελθεῖν τὴν περὶ τὸν ἀέρα κατάστασιν.

   Θέρος αἴθριον, θερμόν, πνίγεα μεγάλα· ἐτησίαι σμικρὰ διεσπασμένως ἔπνευσαν.

   Τὸ μαλθακὸν τοῦ χειμῶνος καὶ τὸ ἄπνουν τοῦ ἦρος ἐκ ταὐτοῦ γένους ἐστὶ ‹τῷ› τοῦ θέρους πνιγώδει. φύσει γὰρ οὔσης ἀεὶ τῆς θερινῆς ὥρας θερμῆς, ὅταν ἄπνοια προσγένηται, πνιγμὸς ἐξ ἀνάγκης ἕπεται. γίγνεται δὲ τοῦτο μήτε τῶν προδρόμων καλουμένων πνευσάντων μήτε τῶν ἑπομένων αὐτοῖς, οὓς καλοῦσιν ἐτησίας. διορίζει δ' αὐτοὺς [καὶ] ἡ τοῦ κυνὸς ἐπιτολή. καὶ αὐτὸς δ' ὁ Ἱπποκράτης προσέγραψεν· ἐτησίαι σμικρὰ διεσπασμένως ἔπνευσαν.

[658]    Πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν ὕδατα πολλά.

   Τὸ πάλιν ἐπὶ τὸ πλῆθος τῶν ὑδάτων, οὐκ ἐπὶ τὰ βόρεια τὴν ἀναφορὰν ἔχει. πλῆθος μὲν γὰρ ὑδάτων ἐγένετο κατὰ τὴν ἔμπροσθεν ἐπιτολὴν ἀρκτούρου καὶ πολλάκις ἐν τῷ μετὰ ταῦτα χρόνῳ, βόρεια δ' ὀλιγάκις.

   Γενομένου δὲ τοῦ ἔτεος νοτίου καὶ ὑγροῦ καὶ μαλθακοῦ κατὰ μὲν τὸν χειμῶνα διῆγον ὑγιηρῶς πλὴν τῶν φθινωδέων, περὶ ὧν γεγράψεται.

   Διὰ τὸ βραχέα παντελῶς γεγενῆσθαι τοιαῦτα τὰ βόρεια τὴν ὅλην κατάστασιν ἀπὸ τῶν ἐπικρατησάντων ἐν αὐτῇ προσηγόρευσεν ὑγρὰν καὶ μαλθακὴν καὶ νότιον. ὅτι δὲ τὴν ἄπνουν καὶ θερμὴν ὀνομάζει μαλθακήν, ἔμπροσθεν ἔμαθες. ἀλλ' ἥ γε τοιαύτη κατάστασις οὐδὲν [659] οὐδέπω μέγα τοὺς ἀνθρώπους ἔβλαψε, καίτοι γ' ἐξαιφνίδιος γενομένη, διὰ τὴν τοῦ προγεγονότος ἔτους αὐχμηροῦ κρᾶσιν. ἤρξαντο μέντοι τισὶ φθινώδεις διαθέσεις, ὅσοι δηλονότι παθεῖν ἦσαν ἐπιτήδειοι τὸ πάθος τοῦτο, καὶ γράψειν γ' αὐτὸς ἐπαγγέλλεται τὰ κατ' αὐτοὺς ἐν τοῖς ἐφεξῆς.

   Πρωὶ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν ἐρυσιπέλατα πολλοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ' οὔ, κακοήθεα· πολλοὺς ἔκτεινεν.

   Ὑπὸ χολώδους ῥεύματος ἔμαθες γίγνεσθαι τὸ ἐρυσίπελας, οὐ μὴν ἀεί γε μοχθηροῦ καὶ σηπεδονώδους ὄντος αὐτοῦ. τοὐναντίον γὰρ ἅπαν, ὅταν ἐπιεικὲς ᾖ, τὸ ῥεῦμα τὴν κατὰ φύσιν ἐν ἡμῖν γεννωμένην ἔχον ὠχρὰν χολὴν ἐρυσιπέλατα μὲν εἴωθεν ἐργάζεσθαι, βλάβην δ' οὐδεμίαν ἐπιφέρειν ἐξ αὐτῶν, ὅταν γ' ὀρθῶς τις αὐτὰ μεταχειρίζηται. οὐ μὴν νῦν γε τοιοῦτος ἦν ὁ γεννήσας χυμὸς τὸ ἐρυσίπελας, ἀλλὰ [660] καὶ κακοήθης καὶ διαβρωτικὸς καὶ σηπτικός, ἐπὶ τῇ πλεονεξίᾳ τῆς ὑγρᾶς ἀπνοίας γεννηθεὶς ἐκείνοις μάλιστα τῶν ἀνθρώπων, ὅσοι φύσει τε χολωδέστεροι τῶν ἄλλων ἦσαν ἥ τε δίαιτα χολώδη μᾶλλον αὐτοῖς ἤθροιζε χυμόν. αἱ γάρ τοι διαφοραὶ τῶν νοσημάτων ἐπὶ μὲν τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κράσει γίγνονται διὰ τὴν ἑκάστου φύσιν τε καὶ δίαιταν, ἣν ὑγιαίνων διαιτᾶται. λέγω δὲ δίαιταν οὐ τὴν ἐν τοῖς ἐσθιομένοις τε καὶ πινομένοις μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἄλλοις, οἷον ἀργίαις, γυμνασίοις, λουτροῖς, ἀφροδισίοις, ὕπνοις, ἀγρυπνίαις ἅπασί τε τοῖς ὁπωσοῦν γιγνομένοις κατὰ τὰ τῶν ἀνθρώπων σώματα.

   Πολλοὶ φάρυγγας ἐπόνησαν, φωναὶ κακούμεναι.

   Οἷς εὐπλήρωτος ἦν ἡ κεφαλὴ φύσει, τούτοις νῦν ἐμπλησθεῖσα περιουσίας χυμῶν ἤρξατο καταπέμπειν εἰς πνεύμονά τε καὶ γαστέρα [661] ῥεύματα διὰ τῆς φάρυγγος. εἰκότως δὲ καὶ τὰς φωνὰς ἔφη κακοῦσθαι τοῖς τοιούτοις. ὁρᾶται γὰρ καὶ τοῦτο συνεχῶς γιγνόμενον ἐπὶ κατάρροις, ὅταν ἱκανῶς διαβρέξωσι τὰ περὶ τὴν φάρυγγα καὶ τὸν λάρυγγα χωρία.

   Καῦσοι φρενιτικοί.

   Καῦσοι μὲν ἐγένοντο τῆς χολώδους περιουσίας κατασκηπτούσης εἰς ἧπάρ τε καὶ γαστέρα, φρενιτικοὶ δ' ἐπὶ κεφαλὴν ἀναφερομένης.

   Στόματα ἀφθώδεα, αἰδοίοισι φύματα, ὀφθαλμίαι, ἄνθρακες.

   Τούτων ἕκαστον τῶν παθῶν γίγνεται μὲν †καὶ συνήθως ἄνευ κακοηθείας, ὡς ἐπὶ τῶν ἐρυσιπελάτων ὀλίγον ἔμπροσθεν εἴρηται, γίνεται [662] δὲ καὶ κακοήθως ὥσπερ νῦν, ἐπεὶ σηπεδονώδης ἦν ὁ πλεονάζων χυμός. ἐπὶ πάντων οὖν ὧν καταλέγει νοσημάτων ἀεὶ τούτου μοι μέμνησο, καὶ μήτ' ἄφθας ἄκουε γεγονέναι τοῖς πάσχουσι μήτ' ἄλλο τι πάθημα κατὰ τὸν συνήθη τρόπον, ἀλλὰ μετὰ τοῦ σήπεσθαι τὰ μόρια. μέμνησο δὲ καὶ τοῦ κοινοῦ λόγου τοῦδε, τὸν σηπεδονώδη χυμὸν ὑπὸ τῆς αὐτῆς καταστάσεως ἅπασι γεννηθέντα καταλαμβάνειν οὐ ταὐτὰ μόρια διὰ τὸ μηδὲ φύσει πᾶσιν ὡσαύτως ἔχειν ἐν τῇ τοιαύτῃ διαθέσει [τὸ] πᾶν, ἀλλ' ἄλλων ἄλλο ‹καὶ πάντων εὐαλωτότατον εἶναι τῇ κακώσει› τὸ ἀσθενέστατον.

   αἱ μὲν οὖν ἄφθαι κατὰ τὸ στόμα γίγνονται συνεχῶς τοῖς παιδίοις, ἑλκώσεις ἐπιπολῆς οὖσαι, διότι τε μαλακώτατα τὰ μόρια πάντ' ἐστὶν αὐτοῖς ἔτι καὶ οἷον βρυώδη καὶ πρὸς τούτοις ἔτι τὸ στόμα παντάπασιν ἄηθες ὁμιλίας ἐδεσμάτων τε καὶ πομάτων. ὅταν οὖν τὸ γάλα τῆς τιτθῆς ἔχῃ τινὰ δριμύτητα, τὰς ἄφθας ἐργάζεται παυομένας ῥᾳδίως, ἐὰν μετρίως στύφῃ τις τὸ στόμα τοῦ βρέφους. ὅταν δέ τις ἐπιρρυῇ μοχθηρὸς χυμός, ἀεὶ κακοήθεις ἄφθαι συνίστανται.

   τὸ δὲ τῶν ἀνθράκων πάθος ἀεὶ κινδυνῶδές ἐστιν, ὡς ἂν ὑπὸ [663] μοχθηρῶν γινόμενον χυμῶν, ὥστε καὶ νῦν εὔλογον ἦν ὀλεθριώτατον αὐτὸ γενέσθαι προσλαβὸν τῇ συμφύτῳ κακοηθείᾳ τὴν ἐκ τῆς καταστάσεως. εἴρηται δ' ἱκανῶς περὶ τῆς τοῦδε τοῦ πάθους γενέσεως, ἡνίκ' ἐξηγούμην τὴν ἀρχὴν τοῦ δευτέρου τῶν Ἐπιδημιῶν. τὰ δ' ἄλλα τῆς ῥήσεως δῆλα.

   Κοιλίαι ταραχώδεες, ἀπόσιτοι.

   Τοῦ καταρρυέντος ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα μοχθηροῦ χυμοῦ τὸ μὲν εἰς τὸν πνεύμονα χωρῆσαν τὰς φθινώδεις εἰργάσατο διαθέσεις, τὸ δ' εἰς τὴν κοιλίαν ἐνεχθὲν ὑπῄει κάτω μετὰ δήξεως, ὅπερ ἐδήλωσεν εἰπὼν κοιλίαι ταραχώδεες. ἐν δὲ τῇ διόδῳ τὴν ὀρεκτικὴν τῶν σιτίων ἐκάκωσε δύναμιν τῆς γαστρὸς κἀντεῦθεν αἱ ἀποσιτίαι.

[664]    Διψώδεες οἱ μέν, οἱ δ' οὔ.

   Διὰ πλείους αἰτίας εἰκὸς ἦν οὔτ' ἀδίψους ἅπαντας οὔτε διψώδεις γενέσθαι. φαίνεται μὲν γὰρ ὑγρότης ἠθροισμένη σηπεδονώδης ἅπασιν, οὐ μὴν ἴση γε τὸ πλῆθος ἢ ὁμοίως μοχθηρά. τινὰς μὲν οὖν ἀδίψους εἶναι δυνατὸν ‹ἦν,› ὥσπερ καὶ [τοὺς] ἀποσίτους, ἐπὶ τῇ βλάβῃ τῆς ὀρεκτικῆς τῶν πομάτων δυνάμεως (εὔδηλον δ' ὅτι κακίστην οὗτοι διάθεσιν εἶχον), ‹τινὰς δὲ διὰ τὸ μήτε πολλὴν› μήτε κακοήθη συρρεῖν αὐτοῖς ὑγρότητα μετρίως διψῆν, ἄλλους δὲ διψώδεις εἶναι, συρρεούσης εἰς τὴν γαστέρα τῆς κακοχυμίας καὶ μηδέπω τὸ στόμα αὐτῆς βεβλαφυίας ἄχρι τοσούτου, ὡς διεφθάρθαι τὴν ὀρεκτικὴν τῶν πομάτων δύναμιν.

   Οὖρα ταραχώδεα, πολλά, κακά.

[665]    Τὰ μὲν οὖρα ταραχώδη γεγονέναι κατὰ τὸν αὐτὸν τρόπον ἄκουε, καθ' ὃν ὀλίγον ἔμπροσθεν ἤκουες αὐτοῦ "κοιλίαι ταραχώδεεσ" εἰπόντος. ὅσοις γὰρ ἔρρεψεν ἐπὶ νεφροὺς ἡ κακοχυμία, τούτοις ἀναγκαῖον ἦν οὖρα ταραχώδεα γίνεσθαι, τουτέστι μετὰ δήξεως καὶ πόνων διεξιόντα. τὸ δ' ἐφεξῆς αὐτῷ γεγραμμένον πολλά, κακά δυνατὸν μέν ἐστι καὶ περὶ τῶν οὔρων εἰρῆσθαι, δυνατὸν δὲ καὶ αὐτὸ καθ' ἑαυτό, δι' ἑνὸς λόγου τοῦδε πλῆθός τι συμπτωμάτων μοχθηρῶν ἐνδεικνυμένου γενέσθαι τοῖς τότε νοσοῦσι.

   Κωματώδεες ἐπὶ πολὺ καὶ πάλιν ἄγρυπνοι.

   Τὸ μὲν ἄμικτον ἀγρυπνίᾳ κῶμα δι' ὑγρότητα καὶ ψῦξιν ἔμαθες ἐγκεφάλου γίγνεσθαι, τὴν δ' ἄμικτον ἀγρυπνίαν κώματι διὰ ξηρότητα καὶ θερμότητα. νῦν οὖν τῶν αὐξηθέντων χυμῶν ὑγρότητα μὲν ἐπιπολάζουσαν ἐχόντων, οὐ μὴν ἤδη γε δριμεῖαν ἅπασαν, ἡ μὲν ὑγρότης [666] τὴν κωματώδη διάθεσιν, ἡ δ' ἐκ τοῦ σήπεσθαι δριμύτης τὴν ἀγρυπνίαν εἰργάζετο, τῶν ἐναντίων συμπτωμάτων ἐπ' ἐναντίοις αἰτίοις εὐλόγως γιγνομένων.

   Ἀκρισίαι πολλαί· τὰ δὲ δύσκριτα.

   Διὰ τὴν κακοχυμίαν ἔνια μὲν τῶν νοσημάτων οὐδ' ὅλως ἐκρίνετο, τινὰ δὲ μοχθηρῶς.

   Ὕδρωπες.

   Καὶ τοῦτο τὸ πάθημα γενέσθαι φησὶν ἐνίοις ἐκ τῆς περιουσίας τῶν μοχθηρῶν χυμῶν. ἅπαν γὰρ αὕτη νόσημα δύναται γεννᾶν, ἄλλο κατ' ἄλλο σῶμα, παρά τε τὰς φυσικὰς αὐτῶν διαφορὰς καὶ τὴν τῆς διαίτης ἀνομοιότητα, καθάπερ ὀλίγον ἔμπροσθεν εἴρηται.

[667]    Φθινώδεες πολλοί.

   Λέλεκταί μοι καὶ πρόσθεν, ὡς τοῦ καταρρυέντος ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα τὸ διὰ τοῦ λάρυγγος εἰς τὴν τραχεῖαν ἀρτηρίαν ἀφικόμενον κατὰ τὸν πνεύμονα τὰς τοιαύτας διαθέσεις εἰργάσατο.

   Τὰ μὲν ἐπιδημήσαντα νοσήματα ταῦτα.

   Τῶν ἐπιδημίων νοσημάτων ἕν τι καὶ τὸ λοιμῶδές ἐστιν, ὡς κἀν τῷ Περὶ διαίτης ὀξέων ἐλέγετο· "ὅταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι." οὐ γὰρ δὴ νοσήματός τινος ὄνομά ἐστιν ἐπίδημον ἢ λοιμῶδες, ἀλλ' ὅτιπερ ἂν ἅμα πολλοῖς ἐν ἑνὶ γένηται ‹χρόνῳ τε καὶ› χωρίῳ, τοῦτ' ἐπίδημον ὀνομάζεται. προσελθόντος δ' αὐτῷ τοῦ πολλοὺς ἀναιρεῖν, λοιμὸς γίγνεται.

[668]    Ἑκάστου δὲ τῶν ὑπογεγραμμένων εἰδέων ἦσαν οἱ κάμνοντες καὶ ἔθνῃσκον πολλοί. συνέπιπτε δ' ἐφ' ἑκάστοισι τούτων ὧδε.

   Ἐκ μὲν τοῦ φάναι καὶ ἔθνῃσκον πολλοὶ λοιμώδη τὰ ἐπιδημήσαντα νοσήματα δηλοῖ γεγονέναι, πολυειδῶν δ' αὐτῶν γενομένων ὑπὲρ ἑκάστου κατὰ μόνας εἰπεῖν ἐπαγγέλλεται διὰ τῶν ἐφεξῆς.

   Πολλοῖσι μὲν τὸ ἐρυσίπελας μετὰ προφάσιος ἐπὶ τοῖσι τυχοῦσι καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοισιν ἐφ' ὅλῳ τῷ σώματι, μάλιστα δὲ τοῖς περὶ ἑξήκοντα ἔτεα περὶ κεφαλήν, εἰ καὶ σμικρὸν ἀμεληθείη. πολλοῖσι δὲ καὶ ἐν θεραπείαις ἐοῦσι μεγάλαι φλεγμοναὶ ἐγίνοντο, καὶ τὸ ἐρυσίπελας πολὺ ταχὺ πάντοθεν ἐπενέμετο.

[669]    Οὗ πρώτου πάντων ἐμνημόνευσε πάθους, εἰκότως καὶ νῦν πρώτου γράφει τὰς κατὰ μέρος διαφοράς, ἐνίοις μὲν αὐτὸ γενέσθαι λέγων ἐπὶ σμικραῖς ἀφορμαῖς, ἃς προφάσεις ὠνόμασεν, ἐνίοις δ' ἐν θεραπείαις οὖσι μεγάλας τε φλεγμονὰς ἀκολουθῆσαι καὶ νεμόμενον ἐπὶ πολὺ τὸ ἐρυσίπελας. τοῖς πλείοσι δὲ περὶ τὴν κεφαλὴν τοῦτο συμβῆναι διὰ τὸ πληρωθῆναι μάλιστα ταύτην ἐν ταῖς νοτίοις τε καὶ θερμαῖς ἀπνοίαις. τὸ δὲ τοῖς ἑξηκοντούταις αὐτὸ γενέσθαι μᾶλλον αἰτίαν ἔχει τήνδε· τὸ περιστὰν ἔξωθεν παρὰ φύσιν θερμὸν αἴτιον ἐγένετο τοῦ σαπῆναι τοὺς ἐν τῷ σώματι χυμούς, ὡς τό γ' ἐν ἡμῖν θερμόν, ὅταν ἀκριβῶς φυλάττῃ τὴν κατὰ φύσιν ἑαυτοῦ κρᾶσιν, αἷμα τῶν ἄλλων χυμῶν ἐργάζεται πλέον, ὅταν δ' ἐπὶ τὸ πυρωδέστερον ἐκτραπῇ, τὴν ὠχράν τε καὶ ξανθὴν χολήν. τὸ δ' ἔξωθεν θερμὸν αἴτιόν ἐστι σηπεδόνος χυμῶν. ὕλη μὲν γάρ ἐστιν ἡ ὑγρότης, αἰτία δὲ δραστικὴ τὸ παρὰ φύσιν θερμόν. οἱ τοίνυν γέροντες ὑγρότητας μὲν ἀθροίζοντες ἀεὶ περιττὰς διὰ τὴν ἀσθένειαν τῆς φύσεως, [670] προσλαμβάνοντες δὲ καὶ τὴν ἐκ τοῦ περιέχοντος θερμότητα διὰ τὴν γενομένην τότε κατάστασιν εὐαλωτότεροι τῶν νέων ἐγένοντο τῇ σηπεδονώδει φθορᾷ τῶν χυμῶν.

   Τοῖσι μὲν οὖν πλείστοισιν αὐτέων ἀποστάσιες ἐς ἐμπυήματα συνέπιπτον· σαρκῶν καὶ νεύρων καὶ ὀστέων ἐκπτώματα μεγάλα.

   Τὴν κακοήθειαν τοῦ πλεονάσαντος χυμοῦ διὰ τοῦ μεγέθους τῆς σήψεως συνεστάναι καὶ τοῖς εἰρημένοις ἐφεξῆς συνάπτων ἐρεῖ·

   Ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον.

   Αὐτὸς ἐδήλωσέ σοι σαφῶς, ὅπερ ἤδη πολλάκις ἡμεῖς ἔμπροσθεν [671] εἴπομεν, ὡς οἱ ἐν τῷ σώματι χυμοὶ διὰ τὴν ὑγρότητά τε καὶ ‹θερμότητα καὶ› ἄπνοιαν τοῦ περιέχοντος ἐσήποντο, καὶ διὰ τοῦτο πῦον μὲν οὐκ ἐγεννᾶτο, διεσήπετο δ' ὑπὸ τῶν μοχθηρῶν ὑγρῶν τὰ στερεά. ποικίλον δ' εἶναι τὸ ῥεῦμα διὰ τὴν τῶν σηπομένων διαφορὰν εὔλογον. ὑπὸ γὰρ κοινῆς αἰτίας τῆς σηπεδόνος ἕκαστον τῶν σηπομένων ἴδιον εἶδος ἴσχει τῆς διαφθορᾶς.

   Οἷσι μὲν οὖν περὶ τὴν κεφαλὴν τούτων τι ξυμπίπτοι γίνεσθαι, μάδησίς τε ὅλης τῆς κεφαλῆς ἐγίνετο καὶ τοῦ γενείου καὶ ὀστέων ψιλώματα καὶ ἐκπτώματα καὶ πολλὰ ῥεύματα. ἐν πυρετοῖσι δὲ ταῦτα καὶ ἄνευ πυρετῶν. ἦν δὲ ταῦτα φοβερώτερα ἢ κακίω. οἷσι γὰρ ἐς ἐμπυήματα ἢ τὸν τοιοῦτον ἀφίκοιτο πεπασμόν, οἱ πλεῖστοι τούτων ἐσῴζοντο. οἷσι δ' ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας ἀπέλθοι, τοιαύτην δ' ἀπόστασιν μηδεμίαν ποιήσαιτο, τούτων ἀπώλλυντο πολλοί. ‹ὁμοίως› δὲ καὶ εἴ πῃ ἄλλῃ τοῦ σώματος πλανηθείη, ξυνέπιπτε ταῦτα.

[672] πολλοῖσι μὲν γὰρ βραχίων καὶ πῆχυς ὅλος περιερρύη. οἷσι δὲ τὰ πλευρά, ταῦτ' ἐκακοῦτο ‹ἢ› τῶν ἔμπροσθέν τι ἢ τῶν ὄπισθεν. οἷσι δ' ὅλος μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος.

   Ἡ σηπεδὼν τῶν ὑγρῶν ἔργον ἔχουσα κοινὸν ‹τὸ› ἐκεῖνα τῶν σωμάτων ‹μέρη› φθείρειν, εἰς ἅπερ ἂν κατασκήψῃ, φοβερωτέραν εἶχε φαντασίαν ἐν τοῖς περὶ τὴν κεφαλὴν μορίοις διὰ τό, κἂν ‹εἰ› βραχὺ τοῦ κατὰ φύσιν ἐνταῦθα παραλλαχθείη, πλέον γίγνεσθαι τὸ αἶσχος ἢ κατὰ τὰ ἄλλα μόρια μεγάλην ἐκτροπὴν εἰς τὸ παρὰ φύσιν ἔχοντα. μηροῦ μὲν γὰρ ἢ βραχίονος ἢ κνήμης ἢ πήχεως ἀπορρυὲν δέρμα μικροτέραν ἔχει φαντασίαν, εἰ δὲ τῆς κεφαλῆς συναποπέσοιεν αἱ τρίχες τῷ δέρματι καὶ πολὺ μᾶλλον εἰ ‹καὶ αἱ› τοῦ γενείου σὺν αὐταῖς, ἡ μὲν φαντασία τοῦ πάθους γίνεται μεγάλη, ὁ κίνδυνος δ' ἥττων ἢ εἰ περὶ αἰδοῖα συμβαίη τὸ τοιοῦτον πάθος ἢ λάρυγγα καὶ θώρακα καί τι τῶν κυρίων μορίων. οὐ μόνον δὲ τὰ περὶ [673] τὴν κεφαλὴν οὕτως γενόμενα φοβερὰ μᾶλλον ἦν ἢ κακίω, ἀλλὰ καὶ ‹τὰ› καθ' ὁτιοῦν ἄλλο μέρος οὕτως συμπεσόντα. κακίω γὰρ ἦν, ἐφ' ὧν ἀπέστησε τὸ πάθος ὁ τὸ ἐρυσίπελας ἐργαζόμενος χυμός, ἐπειδὴ πρὸς τὰ σπλάγχνα καὶ [οὐ] πρὸς τὰ κύρια μόρια χωρῶν ἅμα τοῖς ἄλλοις συμπτώμασι καὶ πυρετοὺς ὀξεῖς ἐγέννα. τινὲς μέντοι τῶν ἐπιπολῆς ἐχόντων τὴν τοιαύτην σηπεδόνα καὶ χωρὶς πυρετῶν διεφθάρησαν τὰ μόρια καί τινες αὐτῶν δι' αὐτὸ τοῦτο μάλιστ' ἐσώθησαν, ἐκκριθείσης τῆς κακοχυμίας διὰ τῶν μορίων, ὧν αὕτη διέσηψεν. ἐπλανᾶτο γάρ, ὡς αὐτὸς ὠνόμασε, δι' ὅλου τοῦ σώματος τὸ ῥεῦμα, τουτέστιν ἀλόγως καὶ ἀτάκτως καὶ ὡς ἔτυχεν ἐφέρετο, μηδὲ προγνῶναί τινος ἰατροῦ δυναμένου τεχνικῶς, εἰς ὅ τι κατασκήψει.

   Ἦν δὲ πάντων χαλεπώτατα τῶν τοιούτων, ὅτε περὶ ἥβην καὶ αἰδοῖα γένοιτο.

[674]    Καὶ χωρὶς λοιμώδους καταστάσεως, ὅταν ἐν τούτοις τοῖς χωρίοις ἤτοι φλεγμονή τις ἢ ἐρυσίπελας γένηται, ῥᾷστά τε σήπεται καὶ συμπαθείας ἐργάζεται τῶν ὑπερκειμένων μορίων. διὸ καὶ πολλάκις ἀναγκαζόμεθα μετὰ τοῦ περικόψαι τὰ σεσηπότα τὴν οἷον ῥίζαν ἐκκαίειν. οὐδὲν οὖν θαυμαστόν, τοιαύτης καταστάσεως γιγνομένης, ὡς καὶ βραχίονα καὶ πῆχυν καὶ μηρὸν καὶ κνήμην καὶ πλευρὰν καὶ κεφαλὴν διασήπειν, ἐπὶ πλεῖστον ἥκειν κακώσεως τὰ περὶ αἰδοῖα.

   Τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα.

   Ἄχρι τοῦ νῦν ὁ λόγος αὐτῷ γέγονε περὶ τῶν ἐρυσιπελάτων, ὅσα δι' ἕλκωσιν ἤ τι μικρὸν οὕτως ἄλλο τῶν ἔξωθεν αἰτίων συνέστη. ἐφεξῆς δὲ περὶ τῶν ἄνευ τοιαύτης αἰτίας γενομένων ποιήσεται τὸν λόγον.

[675]    Πολλοῖσι δ' ἐν πυρετοῖσι καὶ πρὸ πυρετοῦ καὶ ἐπὶ πυρετῷ συνέπιπτεν.

   Οὐ δι' ἕλκος τούτοις ἤ τι τῶν ἔξωθεν αἰτίων τῶν προφανῶν, ἀλλ', ὡς εἰώθαμεν λέγειν, αὐτόματος ἡ γένεσις ἀπήντησε τῶν ἐρυσιπελάτων, ἐνίοις μὲν ἅμα πυρετοῖς εἰσβαλόντων, ἐνίοις δ' ἀκολουθησάντων πυρετοῖς ἢ προγενομένων αὐτῶν.

   Ἦν δὲ καὶ τούτων, ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐμπυήματος ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος ἢ χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι, οἷσι δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δ' ἀφανιζομένων, θανατώδεα γίνεσθαι.

[676]    Ἐρρέθη καὶ μικρὸν ἔμπροσθεν ἡ αἰτία τοῦ σῴζεσθαι μᾶλλον, ὅσοις ἡ κακοχυμία διά τινος μορίου σαπέντος ἅμ' ἐκείνῳ †συνέπεσε τοῦ σώματος. εὔδηλον δὲ καὶ ὅτι διὰ γαστρὸς ἢ οὔρων ἐκκαθαρθεῖσα δυσχέρειαν μὲν εἰργάζετο κατὰ τὰς ἀποκρίσεις, ὠφέλει δὲ τὸ σύμπαν σῶμα,

   Πολὺ μὲν οὖν τοῖσι πλείστοισι συνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας τοῦ ἦρος. παρείπετο δὲ καὶ διὰ θέρεος καὶ ὑπὸ φθινόπωρον.

   Ἐγέννησε μέν, ὡς ἔφην, τὴν κακοχυμίαν ἡ δυσδιάπνευστος κατάστασις ὑγρὰ καὶ θερμὴ καὶ ἄπνους γενομένη. κατέσχε δ' αὐτὴν ἐν τοῖς σώμασι τὰ ψύχη, καθάπερ εἴρηται κἀν τῇ πρώτῃ καταστάσει τοῦ πρώτου τῶν Ἐπιδημιῶν. εἰκότως οὖν ἤρξατο ποικίλα νοσήματα τὰ μικρὸν ἔμπροσθεν εἰρημένα, νυνὶ δ' ὁ λόγος αὐτῷ περὶ τῶν ἐρυσιπελάτων ἐστίν. ταῦτα γὰρ ἁπάντων πρῶτα γενόμενα πρῶτα καὶ [677] κατὰ τὴν διήγησιν ἔγραψε. τούτων οὖν, φησί, τῶν ἐρυσιπελάτων ἐν ἀρχῇ τοῦ ἦρος γενομένων ἔνια παρέμεινε διὰ θέρους καὶ ‹ὑπὸ› φθινόπωρον. δυνατὸν δ' ὂν ἑκατέρως ἀκοῦσαι τοῦ παρείπετο δὲ καὶ διὰ θέρεος καὶ ὑπὸ φθινόπωρον, ἐπί τε τῶν γενομένων ἐρυσιπελάτων ἐπί τε τῶν αὐτόθεν γινομένων τὴν ὕπαρξιν παραμείνασαν ἐνίοις ἄχρι καὶ τοῦ φθινοπώρου νοήσομεν, τῶν δὲ γενομένων τὴν γένεσιν ὡς ἄλλων μέν τινων ἐν ἦρι γενομένων καὶ παυσαμένων, ἄλλων δ' ἐν θέρει γενομένων. ὡσαύτως δὲ καὶ κατὰ τὸ φθινόπωρον. ἄμεινον ‹μὲν οὖν οὕτως αὐτῶν› ἀκοῦσαι κατὰ τὸ δεύτερον τοῦτο σημαινόμενον. οὐ γὰρ εὔλογον ἐν ἀρχῇ τοῦ ἦρος συστὰν ἐρυσίπελας ἄχρι τοῦ φθινοπώρου παραμεῖναι. πάντως γὰρ ἂν ἢ ἀνεῖλεν ἐν τῷ μεταξὺ τὸν ἄνθρωπον, εἰ πάνυ κακόηθες ἦν, ἢ δι' αὐτῶν τῶν σηπομένων μορίων ἐκκαθαρθείσης τῆς σηπεδόνος ἐπαύσατο.

   Πολλὴ δὲ ταραχή τισι καὶ τὰ περὶ φάρυγγα φύματα, καὶ φλεγμοναὶ γλώσσης, καὶ τὰ παρ' ὀδόντας ἀποστήματα.

[678]    Τὰ παθόντα μόρια διεξέρχεται κατὰ τόνδε τὸν λόγον, ὧν ἔμπροσθεν οὐκ ἐμνημόνευσεν.

   Φωναί τε πολλοῖς ἐπεσήμαινον κακούμεναι καὶ κατείλλουσαι, πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ τοῖσι καυσώδεσι καὶ τοῖσι φρενιτικοῖσιν.

   Ἐγὼ μὲν καὶ τὸ γεγραμμένον ἔμπροσθεν ἐπὶ τοῦ ἑνδεκάτου κατὰ τὴν τάξιν ἀρρώστου, καθ' ὃν οὕτως ἔφη· "δεξιῷ ἴλλαινεν", ὑπώπτευον ὡς παρεγγεγραμμένον. ὁ γάρ τοι τοῦ Ἡρακλείδου υἱὸς Ἱπποκράτης, οὗ καὶ τοὺς Ἀφορισμοὺς καὶ τὸ Προγνωστικὸν εἶναί φασι, φαίνεται συνηθεστάτοις τε καὶ διὰ τοῦτο σαφεστάτοις ὀνόμασι κεχρημένος, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς ῥητορικοῖς "πολιτικά". τὸ δ' "ἰλλαίνειν" οὐ τοιοῦτον καὶ πολύ γε μᾶλλον αὐτοῦ τὸ κατείλλειν ἢ κατείλλουσαι, καὶ μάλιστά γε ἐπὶ τῶν φωνῶν, οὐκ ἐπὶ τῶν βλεφάρων [679] λεγόμενον, καὶ πρὸς τούτοις ἔτι διὰ τὸν χαρακτῆρα τῆς λέξεως ἐνεργητικόν, οὐ παθητικὸν ὄντα. βέλτιον γὰρ ἦν, εἴπερ ὅλως ἐπὶ τῆς φωνῆς ἐβούλετο χρήσασθαι τοιαύτῃ προσηγορίᾳ, κατειλλόμεναι γράφειν, οὐ κατείλλουσαι, καὶ πολύ γε βέλτιον τοῦδε τὸ "κατιλλαινόμεναι"· παρὰ γὰρ τοῦ ἰλλαίνειν ἡ μετοχὴ κατὰ τοῦτον ῥητέα τὸν τύπον· ὀνομάζω δὲ νῦν δηλονότι μετοχὴν κατὰ τὸ τῶν γραμματικῶν ἔθος. ἀδιανόητον δ' ἐστὶν ἐπὶ τῶν φωνῶν λεγόμενον τὸ κατείλλουσαι, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἀκούειν ἡμᾶς ἠθέλησαν, ὡς ἐγκειμένου τοῦ "ἰλλαίνειν" ῥήματος ἢ τοῦ διεστράφθαι· τὸ γὰρ ἰλλαίνειν ταὐτὸ τῷ διαστρέφεσθαι σημαίνει, καθάπερ εἴρηται τὸ κατείλλουσαι ‹σημαίνειν› τὸ ‹κατα›διαστρέφουσαι, τὸ δὲ κατειλλόμεναι τὸ καταδιαστρεφόμεναι. πολλὰ τοίνυν ἁμαρτήματα φαίνεται κατὰ μίαν λέξιν γεγονότα, βουλομένων ἡμῶν ἀκούειν τοῦ κατείλλουσαι, καθότι πολλοῖς τῶν ἐξηγητῶν ἔδοξεν, ὡς ἀπὸ τοῦ ἰλλαίνειν γεγονότος τοῦ ὀνόματος. τὸ μὲν γὰρ ἐνεργητικόν ‹ἐστι, τὸ› ἰλλαίνουσαι, τὸ δὲ παθητικόν, ‹τὸ› ἰλλαινόμεναι, καὶ μετὰ τῆς προθέσεως τὸ κατιλλαίνουσαι καὶ κατιλλαινόμεναι, τὸ δ' εἴλλουσαι καὶ κατείλλουσαι παρὰ τοῦ ἰλλαίνειν οὐ φαίνεται γεγονός, ὥσπερ γε οὐδὲ τὸ εἰλλόμεναι καὶ [680] κατειλλόμεναι. σπανίως δὲ πάνυ παρὰ τοῖς παλαιοῖς εὑρίσκεται τὰ τοιαῦτα ῥήματά τε καὶ ὀνόματα, λέγω δὲ τὸ "ἰλλαίνειν" καὶ τὸ "ἰλλόσ", ἀφ' οὗ καὶ ὁ Σώφρων δοκεῖ πεποιηκέναι τὸ συγκριτικὸν ὀνομαζόμενον παρὰ τῶν γραμματικῶν "ἰλλοτέρα τᾶγ κορωνᾶν". ἄμεινον δ' οὖν ἐστιν εἰπεῖν, εἴπερ τις ἐθέλοι καὶ περὶ τῶν τοιούτων ἀδολεσχεῖν, οὐκ ἀπὸ τῆς ἰλλώσεως γεγονέναι τὸ κατείλλουσαι νομίζειν ‹δεῖν›, ἀλλ' ἀφ' ἑτέρου τινός, ᾧ καὶ Πλάτων φαίνεται καὶ Ἀντιφῶν κεχρημένος. ὁ μὲν οὖν Πλάτων ὡδί πως εἶπεν ἐν Τιμαίῳ· "τοῦτο δὴ πᾶν τὸ δέρμα κύκλῳ κατεκέντει πυρὶ τὸ θεῖον, τρηθέντος δὲ καὶ τῆς ἰκμάδος ἔξω δι' αὐτοῦ φερομένης, τὸ μὲν ὑγρὸν καὶ θερμὸν ὅσον εἰλικρινὲς ἀπῄει, τὸ δὲ μικτὸν ἐξ ὧν καὶ τὸ δέρμα ἦν, αἰρόμενον μὲν ὑπὸ τῆς φορᾶς ἔξω, μακρὸν ἐγίνετο λεπτότητα ἴσην ἔχον τῷ κατακεντήματι. διὰ δὲ βραδύτητα ἀπωθούμενον ὑπὸ τοῦ περιεστῶτος κρύους πάλιν ἐντὸς ὑπὸ τὸ δέρμα εἰλλόμενον κατερριζοῦτο." φαίνεται γὰρ ἀντὶ τοῦ κατακλειόμενον ἢ ἀπωθούμενον εἰς τὸ βάθος ἢ ἐνειλούμενον ἐνταῦθα κεχρῆσθαι τῷ εἰλλόμενον ὀνόματι, καθ' ὃ σημαινόμενον [681] δοκεῖ καὶ ἥδε ἡ λέξις ὑπ' αὐτοῦ γεγράφθαι· "γῆν δὲ τροφὸν μὲν ἡμετέραν, εἰλλομένην δὲ περὶ τὸν διὰ παντὸς πόλον τεταμένον." οὕτω δὲ καὶ παρ' Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆς Ἀληθείας ἔστιν εὑρεῖν γεγραμμένην τὴν προσηγορίαν ἐν τῇδε τῇ ῥήσει· "ὅταν οὖν γένωνται ἐν τῷ ἀέρι ὄμβροι τε καὶ πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλά· ὅτι δ' ἂν τῶν ξυμπιπτόντων †κρατήσῃ, τοῦτ' ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος εἰλλόμενον καὶ ὑπὸ τῆς βίας." καὶ γὰρ καὶ οὗτος τὸ κατακλειόμενον ἢ συνειλούμενον εἰς ἑαυτὸ φαίνεται δηλῶν διὰ τῆς εἰλλόμενον φωνῆς. ἆρ' οὖν καὶ κατὰ τὸ προκείμενον ἡμῖν εἰς τὴν ἐξήγησιν βιβλίον ὁ περὶ τῶν φωνῶν γράψας κατείλλουσαι τοιοῦτόν τι σημαινόμενον ἐνδείκνυται, τὰς οἷον κατακλειομένας ἢ ἐνειλουμένας ἐμφαίνων, ὡς νοεῖν ἡμᾶς ἐπὶ τῶν ἐξιέναι μὴ δυναμένων φωνῶν λελέχθαι τὴν λέξιν, ὡς ἐπὶ τῶν ἰσχνοφώνων φαίνεται γιγνόμενον, εἰ καὶ τοῦτο πάνυ μοχθηρόν; ἐνῆν γὰρ ἰσχομένας ἢ ἐπεχομένας ἢ βραδυνούσας ἤ τι τοιοῦτον γεγραφέναι, δηλῶσαί γε [682] βουλόμενον οὕτως ἐμπεποδίσθαι τὴν φωνὴν τὸν ἄνθρωπον, ὡς μόλις φθέγγεσθαι.

   καὶ μὴν καὶ παρὰ τοῦ δεσμοῦ τὴν οἷον δεδεμένην ἔστι νοεῖν εἰρῆσθαι φωνὴν ἐν τῇ προκειμένῃ ῥήσει, τοῦ ποιητοῦ γε δοκοῦντος εἰρηκέναι σαφῶς ἐπὶ τῶν δεσμῶν

   ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν. εὔδηλον δ' ὅτι κἀνταῦθα κατειλλόμεναι βέλτιον ἦν, οὐ κατείλλουσαι γεγράφθαι. τοῦτο μὲν δὴ κοινὸν ἁπάσης ἐξηγήσεως ἁμάρτημα. πάντως γάρ, ὅ‹περ› ἂν ὑπόθηταί τις ἐκ τῆς κατείλλουσαι λέξεως δηλοῦσθαι, τὴν ἐνεργητικὴν διάθεσιν, οὐ τὴν παθητικὴν ἐνδείκνυται, καὶ κατὰ τοῦτο μάλιστ' ἄν τις ὑποπτεύσειε τὴν φωνὴν ὡς οὐκ οὖσαν Ἱπποκράτους. οὐ γὰρ οὕτως ἦν ἀμαθὴς ἑρμημείας Ἑλληνικῆς, ὡς ἁμαρτάνειν ἐν αὐτῇ παισὶν ἄρτι μανθάνειν ἀρχομένοις ἁμαρτήματα παραπλήσια. φαίνεται μὲν γὰρ πάθος τι φωνῆς δηλοῦσθαι, σημαίνεται ‹δ'› οὐ πάθος, ἀλλ' ἐνέργεια· πάθος δ' ἂν ἐσημαίνετο, τοῦ "κατειλλόμεναι" γεγραμμένου, πρὸς τῷ, κἂν εἰ ‹τὸ› "κατειλλόμεναι" μεταγράψαιμεν, οὐ κατὰ τὴν [683] Ἱπποκράτους εἶναι συνήθειαν ἀήθεσι καὶ σπανίοις ὀνόμασι χρῆσθαι. τοῖς δὲ τὸ διεστραμμένον δηλοῦσθαι νομίζουσιν ἔτι καὶ τοῦτο μαχεῖται· κατὰ γὰρ τὸ Προγνωστικὸν αὐτὸς ἑρμηνεῦσαι τὸ διάστροφον βουληθεὶς οὕτως ἔγραψεν· "ἢν δὲ καὶ καμπύλον γένηται βλέφαρον ἢ χεῖλος ἢ ῥίσ", ἀλλ' ἐπί γε τῶν φωνῶν οὔτε τὸ καμπύλον οὔτ' ἄλλο τι τῶν εἰρημένων οἰκείως ἂν λέγοιτο. διὸ καί τινες τῶν ἐξηγησαμένων τὸ βιβλίον ἁπάντων τῶν εἰρημένων καταγνόντες ἀντὶ τοῦ φωναὶ ‹τὸ› "γλῶσσαι" γράφουσιν, ἀξιοῦντες ἀκούειν κατειλλούσας γλώσσας τὰς οἷον καταδεδεμένας καὶ δυσκινήτους. ἐχρῆν δ' αὐτούς, ὥσπερ τὸ φωναὶ μετέγραψαν εἰς τὸ γλῶσσαι, οὕτως καὶ τὸ κατείλλουσαι, ‹καὶ τοῦτ' ἔτι› μᾶλλον τοῦ φωναί, μεταγράψαι εἰς τὸ "κατειλλόμεναι".

   ἀλλὰ γὰρ ἅλις ἤδη μοι περὶ τοῦ κατείλλουσαι, μηδὲν ἡμᾶς μέγα, μηδ' ἂν εὑρεθῇ, μέλλοντος ὠφελεῖν. ἀρκεῖ γὰρ εἰδέναι μόνον ἓν τοῦτο γενικῶς λεγόμενόν τε καὶ νοούμενον, ὡς διὰ τὸ γενόμενον αὐτοῖς ἐκ τῆς κεφαλῆς ῥεῦμα βλαβέντες τὰ φωνητικὰ μόρια καὶ τὰς φωνὰς ἐκακώθησαν. ὅτι γὰρ ἐπὶ ταῖς ὑγραῖς καταστάσεσι καὶ θερμαῖς ἡ [684] κεφαλὴ πληρωθεῖσα ῥεύματα τοῖς κατὰ γαστέρα καὶ θώρακα μέρεσιν ἐπιπέμπει χρήσιμον ἐπίστασθαι, πρῶτον μὲν αὐτοῦ τοῦ διακρίνειν ἕνεκα, πότερον ἄλλη τις αἰτία τὸ τοιοῦτον πάθος εἰργάσατο τοῖς κάμνουσιν ἢ τῶν ἐπιδημίων ἕν τι νοσημάτων ἐστίν, ἔπειτα δὲ καὶ τοῦ προφυλάττεσθαι μηδὲν παθεῖν τοιοῦτον. τὰς γὰρ ἐκ τοῦ περιέχοντος βλάβας ὁ προειδὼς ὅπῃ τε καὶ ὅπως γίγνονται φυλάττεσθαι δυνήσεται, τὴν ὅλην δίαιταν ἐξ ὑπεναντίου τῇ κρατούσῃ καταστάσει ποιούμενος. ἀλλ' εἰ καὶ προλέγειν ἐθέλοις τὰ γενησόμενα (καὶ γὰρ καὶ τοῦτο χρήσιμον ἡμῖν ἐστιν, ὡς ἐν τῷ προοιμίῳ τοῦ Προγνωστικοῦ δέδεικται), καὶ κατὰ τοῦτ' ἀσκητέον ‹ἂν› εἴη σοι τὰς γιγνομένας ἐν τῷ σώματι διαθέσεις ἐπὶ ταῖς τοῦ περιέχοντος κράσεσιν ἁπάσας ἐπίστασθαι.

   ἀρκεσθέντες οὖν, ὡς ἔφην, τῷ βεβλάφθαι τὰς φωνάς, ὑπερβάντες δὲ τὸ κατείλλουσαι τὸ συνεχὲς αὐτῷ θεασώμεθα. πρῶτον μὲν γάρ φησι τοῖς φθινώδεσιν ἀρχομένοις γενέσθαι τοιοῦτον σύμπτωμα, μετ' αὐτοὺς δὲ καὶ τοῖς καυσώδεσι καὶ τοῖς φρενιτικοῖς.

[685] ἡγητέον οὖν τοῖς μὲν φθινώδεσι κατὰ τὸν τοῦ πάθους λόγον αὐτὸ γεγονέναι, πολλαῖς μὲν καὶ ἄλλαις αἰτίαις τε καὶ διαθέσεσιν ἑπομένης τῆς φθίσεως, οὐχ ἧττον δ' ‹ἢ δι'› ἐκείνας καὶ διὰ τὸν ἐκ τῆς κεφαλῆς κατάρρουν, ᾧ μάλιστα καὶ ἡ κάκωσις ἕπεται τῆς φωνῆς. καύσοις δὲ καὶ φρενίτισι κατὰ μὲν τὸν ἴδιον λόγον οὐχ ἕπεται τοιαύτη κάκωσις φωνῆς, οἵα τοῖς φθινώδεσιν ἀρχομένοις. ἐπεὶ δ' ἐν τῇ καταστάσει ταύτῃ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ διηνεκῶς γενομένῃ συνέβη παθεῖν τὴν κεφαλήν, ἠκολούθησε καὶ τοῖς φρενιτικοῖς καὶ τοῖς καυσώδεσι ταὐτὸν σύμπτωμα διὰ τὴν κοινὴν αἰτίαν, οὐ διὰ τὴν αὐτοῦ τοῦ πάθους ἰδίαν κατασκευήν. ξηραίνεται γὰρ μᾶλλον ἐν αὐτοῖς ἢ διαβρέχεται τὰ φωνητικὰ μόρια, καθάπερ ἐν τῇ νῦν καταστάσει. καὶ τοίνυν καὶ ἡ φωνὴ κλαγγώδης μὲν καὶ ὀξεῖα διὰ τὴν ξηρότητα τῶν φωνητικῶν ὀργάνων γίγνεται, βραγχώδης δὲ διὰ τὴν ὑγρότητα.

   Ἤρξαντο μὲν οὖν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ πρὸ τοῦ ἦρος μετὰ τὰ γενόμενα ψύχεα, [686] καὶ πλεῖστοι τηνικαῦτα διενόσησαν, ὀξέα δὲ τούτοις καὶ θανατώδεα συνέπιπτε.

   Τὴν γεγενημένην ἔμπροσθεν ἐκ τῆς τοῦ περιέχοντος κράσεως σηπεδόνα τῶν χυμῶν εὔλογον ἦν ὑπὸ τοῦ γενομένου κρύους ἐπὶ τῇ τελευτῇ τοῦ χειμῶνος εἰς τὸ βάθος ὠσθεῖσαν ἐργάζεσθαι νοσήματα παραπλήσια τοῖς ἐρυσιπέλασιν. ἄλλα τε οὖν τινα τούτου γενόμενα τοῦ γένους διηγήσεται καὶ ταῦτα τῇ τάξει πρῶτα μετὰ τὸ ἐρυσίπελας ἤδη γράφει. ταῦτα δ' ἦν καυσώδη τε καὶ φρενιτικά, κοινὴν μὲν ἔχοντα τὴν αἰτίαν, διαφέροντα δὲ τοῖς πάσχουσι τόποις. οἷς μὲν γὰρ εἰς τὰ περὶ τὸ ἧπάρ τε καὶ τὴν γαστέρα χωρία καὶ μάλιστ' αὐτῆς τὸ στόμα κατέσκηψεν ἡ κακοχυμία, τούτοις τὰ καυσώδη νοσήματα συνέπεσεν, οἷς δ' ἐπὶ τὸν ἐγκέφαλον ἠνέχθη, τὰ φρενιτικά.

   Ἦν δ' ἡ κατάστασις τῶν γενομένων [687] καύσων ἥδε· ἀρχόμενοι κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς ὀξύς, οὐδὲ διψώδεες λίην, οὐδὲ παράληροι.

   Ὅσα τοῖς καύσοις ἐγένετο συμπτώματα διὰ τὴν τότε κατάστασιν, οὐ κατὰ τὸν ἴδιον τοῦ πάθους λόγον, ταῦτ' ἐπισημαίνεται, διὸ κακῶς ἀντὶ τοῦ κωματώδεες ἔγραψάν τινες "καυματώδεισ". ἴδιον γὰρ τοῦτο τῶν καύσων, ὡς καὶ τὸ διψῆν ἀπαύστως, καὶ σχεδὸν οὐδ‹ὲν› ἂν ἄλλο τις ἐξαίρετον εἴποι γνώρισμα καύσων πυρετῶν, ἀλλ' ἐκ δυοῖν τούτων αὐτάρκως συμπληροῦσθαι φαίη, δίψους ἀπαύστου καὶ θερμασίας διακαιούσης αἰσθανομένων τῶν καμνόντων. ἀλλ' ἡ τότε κατάστασις ὑγρότητος πολλῆς πληρώσασα τὴν κεφαλὴν τὸ κωματῶδες ἢ πᾶσιν ἢ τοῖς πλείστοις τῶν ὁπωσοῦν νοσησάντων ἤνεγκε σύμπτωμα κατὰ τὴν εἰσβολὴν τοῦ νοσήματος, οὔπω τῆς κακοχυμίας εἰς τοσοῦτον δριμύτητος ἡκούσης, ὡς ἀγρυπνίας τε σφοδρὰς καὶ παραφροσύνας καὶ φρενίτιδας ἐργάζεσθαι. τὸ μὲν οὖν [688] κῶμα πάνυ σπανίως γίγνεται τοῖς καύσοις πυρετοῖς, τὸ δ' ἀσᾶσθαι πάνυ πολλάκις· οὐ μὴν ἀχώριστόν γ' ἐστίν, ὡς τὰ προειρημένα δύο, τό τε τοῦ δίψους ἄπαυστον καὶ τὸ τῆς θερμασίας διακαές. φρικώδεις γε μὴν οὐ πολλάκις οἱ καυσούμενοι γίγνονται, διὸ καὶ τοῦτ' ἐπεσημήνατο.

   τὸ δ' ἐφεξῆς γεγραμμένον πυρετὸς οὐκ ὀξὺς ἔνιοι μὲν ἁπλῶς γράφουσι χωρὶς τῆς ἀποφάσεως οὕτως· πυρετὸς ὀξύς, ἔνιοι δὲ μετὰ τῆς ἀποφάσεως· πυρετὸς οὐκ ὀξύς, ἀπό τινος ἑκάτεροι λόγου πιθανοῦ τὴν διαφέρουσαν ἔχοντες γραφήν· οἱ μὲν χωρὶς τῆς ἀποφάσεως, ὅτι τῶν ἀχωρίστων ἐστὶ καυσώδους νοσήματος ὀξὺς πυρετός, ὥσπερ καὶ δίψος, οἱ δὲ καὶ δι' αὐτὸ τοῦτο γεγράφθαι λέγοντες ἅμα τῇ ἀποφάσει, διότι σπάνιόν τι καὶ παράδοξον αὐτοῖς συνέβη, καθάπερ τὸ τοῦ κώματος, οὕτω δὴ καὶ τὸ τοῦ πυρετοῦ. καὶ τοίνυν καὶ τούτοις ἐφεξῆς αὐτὸν γράψαι φασίν· οὐδὲ διψώδεες λίην. καίτοι καὶ τοῦτο τὸ σύμπτωμα καύσων πυρετῶν ἐστιν ἰδιώτατον· εἰκὸς οὖν, ὥσπερ οὐ λίαν διψώδεις ἦσαν, οὕτως αὐτοὺς οὐ λίαν ὀξέως πυρέξαι. τάχα δὲ καὶ γεγραμμένον ὑφ' Ἱπποκράτους τὸ [689] "πυρετὸς οὐ λίην ὀξύσ" ὡς τοῦ πρῶτον ἐκγραψαμένου σφαλέντος ἔμεινεν ἡμαρτημένον.

   ἀναφύεται δὲ οὐ μικρὸν ζήτημα περὶ πάντων τῶν παθογνωμονικῶν σημείων. εἰ γὰρ ἐγχωρεῖ ποτε μὴ παρόντων αὐτῶν ὅμως φυλάττεσθαι τὸ τοῦ πάθους εἶδος, ἕτερα τῶν παθογνωμονικῶν ἡμῖν ἔσται πιστότερα πρὸς τὴν τῶν παθῶν διάγνωσιν. ἀλλ' εἴπερ τοῦθ' ὑποθοίμεθα, προσηκόντως τις ἀξιώσει μὲν ἐκεῖνα παθογνωμονικὰ καλεῖν, ἃ δ' ἔμπροσθεν ἐκαλεῖτο παθογνωμονικά, συνεδρεύοντα. ὧν τὰ μὲν ἀχώριστ' ἐστὶ καί, ὡς ἄν τις φαίη, τῆς τῶν παθῶν οὐσίας αὐτῆς συνθετικά, τὰ δὲ συνεδρεύοντα τῶν ὡς τὸ πολὺ γινομένων ‹ἐν› αὐτοῖς ἐστιν. εἰ ‹μὲν› οὖν ὁ κάμνων μή‹τε λίαν› διψώδης μήτε λίαν ὀξέως πυρέττων εἴη, ἐκ τίνος ἔτι γνωρίσματος ἐροῦμεν εἶναι τὸ νόσημα καῦσον; εἰ γὰρ καὶ πάνυ πολλοῖς τῶν καυσουμένων ἀσώδεσιν εἶναι συμβέβηκεν, ἀλλ' οὐκ ἴδιόν γε τοῦ πάθους τοῦτο· πολλοὶ γὰρ καὶ ἄλλοι τῶν ὁπωσοῦν νοσησάντων ἀσώδεις γίνονται. οὐδὲ γοῦν, ὅπερ ἐνίοις ἔδοξε τὰς τοιαύτας ἀπορίας οἰηθεῖσιν ἀποδράσασθαι, καὶ ἡμῖν ἔσται ῥητέον ἐκ τῶν διαχωρουμένων μάλιστα γνωρίζεσθαι [690] τὸν καῦσον εἰποῦσιν. οὔτε γὰρ ἄκρατα χολώδη μόνον ‹ἐν› καύσοις ἐκκρίνουσιν αἱ γαστέρες οὔτε σύντηξις μόνοις τούτοις. ἀλλ' ἐστὶ μέντοι ταῦτα ‹τὰ› συμπτώματα κακοήθων τε καὶ διακαῶν πυρετῶν, ἐκκρίναντες δ' ὅμως αὐτὰ πολλοὶ καὶ διψῶσι μετρίως καὶ τῆς τοῦ πυρετοῦ θερμασίας ἀνέχονται. κατὰ δὲ τὴν προκειμένην κατάστασιν οὐδὲ τοιαῦτ' ἐγένετο διαχωρήματα· "κοιλίαι" γάρ, φησι, "ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσι, ‹πολλοῖσιν.›" ἔοικεν οὖν ὁ Ἱπποκράτης τὸν καῦσον γνωρίζειν τῷ διηνεκεῖ τοῦ δίψους τε καὶ τῆς διακαοῦς θερμασίας, ὥσπερ τὴν φρενῖτιν τῷ διηνεκεῖ τῆς παραφροσύνης. οὕτω γὰρ εἰ καὶ μὴ πάνυ διψώδεις εἶεν οἱ κάμνοντες ἢ μὴ πάνυ σφόδρα διακαιόμενοι, δι' ὅλης δὲ τῆς νόσου τὰ λελεγμένα ‹διαμείν›ειεν δύο συμπτώματα, καῦσος εἶναι τὸ νόσημα λεχθήσεται καὶ γενήσεται μέν τις αὑτοῦ θερμότερος πυρετός, ὡς καὶ συντήκειν τὸ σῶμα καὶ διαχωρήσεις ἐργάζεσθαι χολώδεις καὶ συντηκτικάς· οὐ λεχθήσεται δὲ καῦσος, ἂν μὴ διαμένοντα δι' ὅλης ἔχῃ τῆς νόσου τὰ εἰρημένα δύο μικρὸν ἔμπροσθεν, ἄπαυστόν τε [691] τὸ δίψος, ὁπόσον ἂν τύχωσι πίνοντες, ἀηδῆ τε καὶ καυσώδη καὶ ἀσώδη τὴν θερμασίαν. ὡς τὸ πολὺ μὲν οὖν καὶ δίψος σφοδρότατον αὐτοῖς ὑπάρχει καὶ πυρετὸς διακαέστατος, ἐν δὲ τῷ σπανίῳ, καθάπερ νῦν, ὅ τε πυρετὸς οὐκ ἀκριβῶς ὀξὺς ἂν γίνοιτο καὶ διψώδεις οὐ λίαν οἱ κάμνοντες εἶεν, ἅπερ ἐπεσημήνατο δι' αὐτὸ τοῦτο, καθάπερ καὶ τὸ μηδ' ὅλως αὐτοὺς γενέσθαι παραλήρους, ἐπειδὴ καὶ τοῦτ' ‹ἐπὶ πλεῖστον› συμπίπτει τοῖς καύσοις. ὅτι δὲ μικρᾶς παραφροσύνης ἐστὶν ὄνομα τὸ παράληροι, πρόσθεν εἴρηται.

   Ἀπὸ ῥινῶν μικρὰ ἔσταξε.

   Τῶν ἐπιγινομένων ‹ἐστὶ› τοῦτο τοῖς κακοήθεσι καύσοις, ὥσπερ αἱμορραγίαι τοῖς ἐπιεικέσιν. ἀλλὰ καὶ συλλήβδην εἰπεῖν, ἅπασα στάξις ἀπὸ ῥινῶν μοχθηρόν ἐστι σημεῖον, ὡς ἐμάθομεν.

[692]    Οἱ παροξυσμοὶ τοῖσι πλείστοισιν ἐν ἀρτίῃσι.

   Τῶν σπανίων καὶ τοῦτ' ἐστί, φαίνονται γὰρ οἵ τε καῦσοι καὶ πάνθ' ὁμοίως αὐτοῖς τὰ λίαν ὀξέα νοσήματα τοὺς παροξυσμοὺς ἐν περισσαῖς ‹τε καὶ ἀρτίαις› ἔχοντα.

   Περὶ δὲ τοὺς παροξυσμοὺς λήθη καὶ ἄφεσις καὶ ἀφωνίη.

   ‹Καὶ ἡ ἀφωνία› καὶ ἡ λήθη σαφής ἐστι καὶ δέδεικται πολλάκις ἐκ τῶν ὀλεθρίων οὖσα. τὴν ἄφεσιν δὲ τὴν οἷον ἔκλυσίν τε καὶ πάρεσιν ἁπάντων τῶν μορίων τοῦ σώματος εἰκός ἐστι λέγειν αὐτόν, ὅταν ὁμοίως τοῖς παραλελυμένοις ἐρριμμένα φαίνηται. ὅτι δ' ὀλέθριον καὶ τοῦτ' ἐστί, μεμάθηκας, ὥσπερ καὶ περὶ τῶν ἄλλων ἁπάντων συμπτωμάτων, ὅσα γέγραπται κατὰ τὸ βιβλίον, ὥστ' ἐξηγεῖσθαι [693] μόνον ἐν αὐτῷ χρὴ τὰ δοκοῦντα μὴ σαφῶς εἰρῆσθαι, τῶν ἀποδεδειγμένων ἐν ἑτέροις ἀναμιμνῄσκοντα μόνον, οὐ κατὰ διέξοδον διδασκαλίας αὐτῶν ποιούμενον.

   Ἄκρεα μὲν τούτοισι ψυχρότερα ποδῶν καὶ χειρῶν, πολὺ δὲ περὶ τοὺς παροξυσμοὺς μάλιστα, πάλιν τε βραδέως καὶ οὐ καλῶς ἀνεθερμαίνοντο καὶ πάλιν κατενόουν καὶ διελέγοντο.

   Τὴν ποικιλίαν τῶν γενομένων συμπτωμάτων τοῖς τότε νοσήσασι διηγεῖται μοχθηρῶν ἁπάντων ὄντων.

   Κατεῖχε δὲ ἢ τὸ κῶμα συνεχές, οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι.

[694]    Σαφὲς καὶ τοῦτ' ἐστὶ τῷ μεμνημένῳ τῶν γεγραμμένων ἔν τε τῷ Περὶ τοῦ κώματος γράμματι καὶ τοῖς ἔμπροσθεν ὑπομνήμασιν. ὅταν γὰρ ἐγρηγορέναι μὲν ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς οἱ κάμνοντες μὴ δύνωνται, μύσαντες δ' αὐτοὺς ἐλπίδι τοῦ κοιμηθῆναι διαμένωσιν ἐγρηγορότες, τὸ τοιοῦτον καλοῦμεν οὐχ ὑπνῶδες κῶμα. εἰ δὲ καὶ πόνος τις αὐτοῖς παρείη, προδήλως ἀγρυπνήσουσι μᾶλλον οἱ οὕτως ἔχοντες, ὡς μηδ' εἰς φαντασίαν ὕπνου γε ἀφικέσθαι λεπτοῦ. γίνεται γάρ τι καὶ τοιοῦτον τοῖς οὕτω κωματώδεσιν, ὡς ἐν μεθορίῳ καθίστασθαι τῶν τ' ἀκριβῶς ἐγρηγορότων καὶ τῶν κοιμωμένων.

   Κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσι, πολλοῖσιν.

   Εὔδηλον μὲν κἀκ τούτων ἐστίν, ὡς οὐ προσέχει τῇ τῶν διαχωρημάτων [695] ἰδέᾳ κατὰ τὴν τῶν καυσωδῶν νοσημάτων διάγνωσιν. ὠμὰ γοῦν ἔφη καὶ λεπτὰ τὰ διαχωρούμενα τοῖς τότε καυσουμένοις γενέσθαι, μήτε χολωδῶν ἀκράτων μήτε συντήξεων μνημονεύσας, ἅ τινες οἴονται μέγιστα γνωρίσματα καύσων εἶναι πυρετῶν.

   Οὖρά τε ‹πολλὰ› λεπτὰ κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ‹ἔχοντα›.

   Ἐν ταῖς περὶ τῶν οὔρων διηγήσεσιν εἴωθε τὰ συμβεβηκότα γράψας αὐτοῖς μηκέτι προστιθέναι, πότερον ἀγαθοῦ τινός ἐστιν ἢ κακοῦ σημεῖα, μεμνῆσθαι νομίζων ἡμᾶς ὧν ἐμάθομεν ἐν Προγνωστικῷ καθόλου περὶ κακίας τε καὶ ἀρετῆς οὔρων. ἐνταῦθ' οὖν μοι δοκεῖ προστεθηκέναι ‹τὸ κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα›, καίτοι προειρηκὼς αὐτὰ λεπτά, διότι προσέγραψεν αὐτοῖς τὸ πολλά. μεμνημένος γάρ, ὅτι καὶ δι' οὔρων πλήθους αὐτὸς ἡμᾶς ἐδίδαξε γίνεσθαί ποτε κρίσιν, ἐπεσημήνατο νῦν, ὅτι καὶ πολλῶν ὄντων αὐτῶν ὅμως οὐδὲν ἦν κρίσιμον οὐδὲ χρηστόν. οὐ γὰρ ἐκκαθαίρουσα [696] τὸ σῶμα καὶ κενοῦσα τὰ λυποῦντα φαίνεται νῦν ἡ φύσις ἐργαζομένη τὸ πλῆθος τῶν οὔρων, ἀλλ' ὥσπερ ἔμαθες ἱδρῶτάς τε καὶ διαχωρήματα ποτὲ μὲν ὡς συμπτώματα τῆς κατὰ τὸ σῶμα περιουσίας τῶν μοχθηρῶν χυμῶν ἐκκρίνεσθαι, ποτὲ δὲ ἐκκαθαιρούσης αὐτὰ τῆς φύσεως, οὕτω καὶ νῦν τὰ οὖρα πλεοναζούσης ὑγρότητος ὀρρώδους ἐν τῷ σώματι συμπτώματ' ἐστίν. διὰ τοῦτ' οὖν αὐτοῖς προσέθηκε τὸ κρίσιμον οὐδὲ χρηστὸν οὐδέν. ἐξεκρίνετο γὰρ ἤτοι διὰ πλῆθος ἄμετρον, οὐ δυναμένων αὐτὰ τῶν περιεχόντων μορίων στέγειν, ἢ διὰ δῆξιν ἰσχυρὰν ἀνιωμένων τε καὶ διὰ τοῦτο πρὸς τὴν ἀπόκρισιν ἐξορμώντων. τοιαῦτα δὲ κατὰ ταύτην τὴν κατάστασιν ἐγένετο καὶ ‹τὰ› διὰ τῆς γαστρὸς ἐκκρινόμενα, καθότι προείρηται, καὶ δηλονότι καὶ οἱ ἱδρῶτες ἀνὰ λόγον αὐτοῖς ἦσαν.

   Οὐδ' ἄλλο κρίσιμον οὐδὲν τοῖσιν οὕτως ἔχουσιν ἐφαίνετο· οὔτε ‹γὰρ› ᾑμορράγει καλῶς οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγένετο κρίσιμος.

[697] ἔθνῃσκόν τε, ἕκαστος ὡς τύχοι, πεπλανημένως, τὰ πολλὰ περὶ τὰς κρίσιας, ἐκ πολλοῦ δέ τινες ἄφωνοι, ἱδρῶτες πολλοί. τοῖσι μὲν οὖν ὀλεθρίως ἔχουσι ξυνέπιπτε ταῦτα.

   [Ἃ] Κατέλεξεν ἐνταῦθά σοι τὰ τῶν ὀλεθρίως ἐχόντων καυσωδῶν συμπτώματα. προακήκοας δὲ πολλάκις ἤδη, διὰ τί τῶν εἰρημένων ἕκαστον ὀλέθριόν ἐστιν.

   Παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσι.

   Συμπληρώσας τὸν περὶ τῶν καύσων λόγον ἐπὶ τὰ συμβάντα τοῖς φρενιτικοῖς μεταβαίνει· προσσχῶμεν οὖν κἀνταῦθα ταῖς ῥήσεσιν αὐτοῦ.

[698]    Ἄδιψοι δὲ πάνυ ἦσαν οὗτοι.

   Περὶ τῶν φρενιτικῶν ὁ λόγος, ἀδίψους δ' αὐτοὺς γεγονέναι φησὶν οὐχ οὕτως διὰ τὸ πολλὴν ὑγρότητα πλεονάζουσαν ἔχειν ἐν τῷ στόματι τῆς γαστρός, ὡς διὰ τὸ μὴ παρακολουθεῖν οἷς ἔπασχον καὶ νενεκρῶσθαι τὴν ὀρεκτικὴν τοῦ στομάχου αὐτοῖς δύναμιν.

   Οὐδ' ἐξεμάνη τῶν φρενιτικῶν οὐδείς, ὥσπερ ἐπ' ἄλλοις, ἀλλ' ἄλλῃ τινὶ καταφορῇ ‹κακῇ,› νωθρῇ ‹καρη›βαρέες ἀπώλλυντο.

   Εἰ χωρὶς τοῦ προειπεῖν οὐδ' ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς ἁπλῶς εἰρήκει τοὺς τότε φρενιτικοὺς ἀπολέσθαι καταφορῇ ‹κακῇ,› νωθρῇ, πιθανὸν ἦν ἀκοῦσαι μεταπτώσεως εἰς λήθαργον [699] αὐτοῖς γενομένης οὕτω διαφθείρεσθαι. προειρημένου δὲ τοῦ οὐδ' ἐξεμάνη οὐδείς εὐλογώτερόν ἐστι μετὰ καταφορᾶς αὐτοὺς ἀπολέσθαι μένοντας φρενιτικούς, ὅπερ ἐστὶ παραφρονοῦντας· ἐν τούτῳ γὰρ μόνῳ ‹τῷ› διηνεκῶς ὑπάρχειν μετὰ πυρετοῦ τὴν φρενῖτιν νοοῦμεν, οὐδενὶ διαφέρουσαν ἄλλῳ τῆς μανίας πλὴν τῷ πυρετῷ· φρενῶν μὲν γὰρ ἄμφω βλάβαι, τὸ δὲ χωρὶς πυρετοῦ τῶν μαινομένων ἴδιον, ὥσπερ τὸ σὺν πυρετῷ τῶν φρενιτικῶν. θαυμαστὸν οὖν οὐδέν, ἠθροισμένων ἐν τῷ σώματι χυμῶν ὠμῶν, ὡς τά γε διαχωρούμενα ‹καὶ οὐρούμενα› τὴν ἔνδειξιν ἐποιήσατο, κωματώδεις τε ἅμα καὶ παραφρονοῦντας ‹αὐτοὺς› γενέσθαι, κωματώδεις μὲν διά τε τὸ πλῆθος καὶ τὴν ψυχρότητα τῶν ὠμῶν χυμῶν, παραφρονοῦντας δέ, διότι σηπόμενοι δριμύτητά τε καὶ θερμασίαν ἐγέννων.

   Ἦσαν δὲ καὶ ἄλλοι πυρετοί, περὶ ὧν γεγράψεται.

[700]    Ἀναμνησθῶμεν [δ'], ὅτι προειπὼν "ἦν κατάστασις τῶν γενομένων καύσων ἥδε" καὶ διηγησάμενος ἐφεξῆς πάντ' αὐτοῖς τὰ συμβάντα καὶ μετὰ ταῦτα πάλιν εἰπὼν "παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσιν", εἶτα καὶ τὸν περὶ τούτων λόγον ἅπαντα πληρώσας ἑξῆς ἐπήνεγκεν· ἦσαν δὲ καὶ ἄλλοι πυρετοί, περὶ ὧν γεγράψεται. δηλοῖ γὰρ ἐκ ταύτης τῆς λέξεως πυρετῶν εἴδη τὸν καῦσον εἶναι καὶ τὴν φρενῖτιν, καῦσον μέν, ὃς ἂν διηνεκὲς ἔχῃ δίψος μετὰ διηνεκοῦς πυρώσεως πολλῆς, φρενῖτιν δέ, ὃς ἂν συνεχὴς ὢν ἅμα καὶ παραφροσύνῃ γίνηται διηνεκεῖ.

   Στόματα πολλοῖσιν ἀφθώδεα, ἑλκώδεα. ῥεύματα περὶ αἰδοῖα πολλά, ἑλκώματα, φύματα ἔξωθεν, ἔσωθεν, τὰ περὶ βουβῶνας.

   Εἰρήκει μὲν ἔμπροσθεν καὶ περὶ τούτων. ἀλλ' ἐν τῷ κατὰ μέρος ὑπὲρ ἑκάστου λέγειν μέχρι τοῦ φθινοπώρου τὰς τῶν ἐρυσιπελάτων [701] γενέσεις εἰπὼν προελθεῖν εὔδηλός ἐστι καὶ περὶ τῶν νῦν ἐφεξῆς αὐτοῖς γραφομένων ἁπάντων ἐνδεικνύμενος ταὐτό. διὰ τοῦτ' οὖν αὖθις ἐμνημόμευσε τῶν αὐτῶν.

   Ὀφθαλμίαι ὑγραί, μακραί, χρόνιαι μετὰ πόνων· ἐπιφύσιες βλεφάρων ἔξωθεν, ‹ἔσωθεν› πολλαὶ φθείρουσαι τὰς ὄψιας, ἃ σῦκα ἐπονομάζουσιν.

   Ἡ τοῦ πλεονάσαντος χυμοῦ περιουσία διττὸν ἔοικεν ἔχειν εἶδος ἐν τῇ κατὰ πάχος καὶ λεπτότητα διαφορᾷ, καθάπερ εἴωθεν ἀεὶ σχεδὸν ἐφ' ὑγραῖς καὶ νηνέμοις γίνεσθαι καταστάσεσιν. εἰ μὴ γὰρ οἰκείοις τις γυμνασίοις χρώμενος ῥιπίζει τε ἅμα καὶ διακαθαίρει καὶ κενοῖ τὸ σῶμα, πλῆθος ἀθροίζει χυμῶν καὶ παχέων καὶ λεπτῶν, παχέων μὲν διὰ τὴν ἀργίαν, λεπτῶν δὲ καὶ ὑδατωδῶν διὰ τὸ μὴ κεκενῶσθαι. τῆς μὲν οὖν λεπτότητος αὐτῶν τεκμήρια τά τε κατὰ τὴν γαστέρα διερχομένα λεπτὰ [702] καὶ τὰ οὖρά γε ‹καὶ αὐτὰ› τοιαῦτα γενόμενα, τοῦ δὲ πάχους τό τε χρονίσαι πάν‹τα› καὶ τὸ συνεδρεῦον τοῖς πλείστοις κῶμα. καὶ τούτοις οὖν εἰκότως, οἷς ἐπ' ὀφθαλμοὺς ἔρρεψε τὸ πλῆθος, ὑγρὰς μὲν ὀφθαλμίας εἰργάσατο διὰ τὴν λεπτότητα, τὰς δὲ τῶν βλεφάρων ἐπιφύσεις διὰ τὸ πάχος. τοῦ γὰρ ἐπιρρέοντος τοῖς ὀφθαλμοῖς χυμοῦ τὸ μὲν ‹λεπτότερον› ἐκκρινόμενον ὑγρὰς ἐργάζεται τὰς ὀφθαλμίας, τουτέστι μετὰ ῥεύματος ὑγροῦ καὶ ὑδατώδους, τὸ δὲ παχύτερον ἐμπλαττόμενον τοῖς πάσχουσι μορίοις τὰς ὀχθώδεις ἐπαναστάσεις. ὅσον δὲ ἐν τῷ βάθει τῶν ὀφθαλμῶν ἐγένετο τοῦ παχέος χυμοῦ, τὰς ὀδύνας εἰργάζετο.

   Ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ καὶ ἐν αἰδοίοισι.

   Τὰ διὰ τὸ πάχος τῆς ὕλης ἐπιφυόμενα τοῖς βλεφάροις οὐκ ἐνταῦθα μόνον, ἀλλὰ κἀπὶ τῶν αἰδοίων ἔφη γενέσθαι, καὶ εἴ πού τι [703] μόριον ἄλλο συνέτυχεν ἑλκωθῆναι, τοῦ πάχους τῶν χυμῶν, ὡς εἴρηται, τὰς τοιαύτας ἐπιφύσεις ἐργαζομένου· καλοῦσι δ' αὐτὰς οἱ πολλοὶ μύκητας.

   Ἄνθρακες πολλοὶ κατὰ θέρος καὶ ἄλλα, ἃ σῆψις καλέεται.

   Καὶ διὰ τὸ χρονίζειν μὲν ἐν τῷ σώματι τὴν κακοχυμίαν ἡ σηπεδὼν ηὐξάνετο, τοῦ θέρους δ' ἐπιλαβόντος οὐδ' αὐτοῦ τοὺς ἐτησίας ἔχοντος ἔτι καὶ μᾶλλον εἰς ἄκρον ἀφίκετο καὶ διὰ τοῦτο θερμὰ νοσήματα πλείω τε καὶ κακοηθέστερα τῶν ἔμπροσθεν ἐγένετο. δέδεικται γάρ, ὅτι καὶ ὁ ἄνθραξ ἐκ θερμῆς μὲν τῇ ποιότητι, παχείας δὲ κατὰ τὴν σύστασιν ὕλης ἔχει τὴν γένεσιν.

   Ἐκθύματά τε μεγάλα.

[704]    Πρόδηλον μέν, ὅτι παρὰ τὸ ἐκθύειν, ὅπερ ἐστὶν ἐξορμᾶν, ἡ προσηγορία τοῖς ἐκθύμασι γέγονεν ἐπὶ τῶν αὐτομάτως ἐξανθούντων κατὰ τὸ δέρμα. γένεσις δ' αὐτοῖς ἐκ τῶν περιττῶν δηλονότι χυμῶν· ἀλλὰ ‹καὶ αὐτῶν τὰ εἴδη καὶ τῇ ποσότητι› καὶ τῇ ποιότητι προσηκόντως ἕπεται, τῶν μὲν χυμῶν λεπτῶν ἑλκώσεις ἐργαζομένων μᾶλλον ἢ ὄγκους, τῶν δὲ παχέων εἰς ὄγκον ἐξαιρόντων τὸ δέρμα. πρόδηλον δ', ὅτι ταὐτοῦ γένους ἐστὶ τοῖς προειρημένοις ἐπιφύεσθαι κατὰ τὰ βλέφαρά ‹τε καὶ τὰ αἰδοῖα› καὶ τὰ ἕλκη [καὶ] τὰ νῦν ἐν τῷ δέρματι τὴν γένεσιν αὐτόματον ἔχοντα.

   Ἕρπητες πολλοῖσι μεγάλοι.

   Μεγάλους ἤτοι διὰ τὸ πολὺν ἐπιλαβεῖν τόπον ἢ διὰ τὸ μετ' ἀναβρώσεως κακοήθους γενέσθαι κέκληκεν. ἑκάτερον δ' ἀκολουθεῖ τῇ κατὰ τοὺς χυμοὺς εἰρημένῃ διαθέσει.

   Τὰ δὲ κατὰ κοιλίην πολλοῖσι [705] πολλὰ καὶ βλαβερὰ συνέβαινε. πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ παιδίοισι καὶ πᾶσιν ὅσα πρὸ ἥβης, καὶ ἀπώλλυντο τὰ πλεῖστα τούτων.

   Καὶ διὰ τὴν ὑγρότητα τῆς ἡλικίας καὶ διότι πλείω προσφερόμενα τὰ παιδία διαφθείρει τὰς τροφὰς πολλάκις, εἰκότως ἡλίσκετο τεινεσμοῖς. ἔστι μὲν οὖν καὶ ἄλλως ὀδυνηρόν τε καὶ ὀχληρὸν τὸ πάθος, ὀδυνηρὸν μὲν διὰ τὴν τάσιν, ὀχληρὸν δὲ διὰ τὸ συνεχὲς τῆς ἐξαναστάσεως, ἐν δὲ τῇ νῦν καταστάσει πληθωρικῇ τε ἅμα καὶ κακοχύμῳ γενομένῃ ‹πολὺ μᾶλλον›.

   Πολλοὶ λειεντερικοί.

   Ἀρρωστούσης γε τῆς καθεκτικῆς δυνάμεως ἔμαθες γινομένας τὰς λειεντερίας. εἰκὸς δὲ νῦν, ὥσπερ ἡ ὀρεκτικὴ δύναμις τῆς γαστρὸς ἐνεκρώθη, δι' ἣν ἀποσίτους ἐσχάτως αὐτοὺς γενέσθαι φησὶν ὀλίγον ὕστερον, οὕτως καὶ τὴν καθεκτικὴν βλαβῆναι.

[706]    Δυσεντεριώδεες, οὐδ' οὗτοι λίην ἐπιπόνως.

   Ἀκόλουθον ἦν ἐπιφέρεσθαι τοὺς προειρημένους τισὶν οὐκ ἐπιπόνως νοσήσασι, προείρηται δ' οὐδεὶς ‹τοι›οῦτος, ἀλλὰ τοὐναντίον μᾶλλον οἵ τ' ἔμπροσθεν ἅπαντες οἵ τε πρὸ τῶν λειεντερικῶν εἰρημένοι τεινεσμώδεις ἐπιπόνως ἐνόσησαν. μήτι οὖν ἡ λέξις ἡμάρτηται, καθάπερ καὶ ἄλλα πολλὰ τῶν ἁμαρτημάτων ἐν πολλοῖς τῶν βιβλίων ἐφυλάχθη, τοῦ πρώτου γραφέως ἁμαρτόντος· ἄμεινον γὰρ ἦν γεγράφθαι· "οὗτοί τε λίην ἐπιπόνως." ἔνιοι μέντοι φασὶν εἰρῆσθαι τὸ οὐδ' οὗτοι λίην ἐπιπόνως ἐν ἴσῳ τῷ "πολλοὶ δυσεντεριώδεις οὐκ ἐγένοντο", δηλοῦν βουλομένου τἀνδρὸς ἐκ τοῦ ἐπιπόνως τὴν γένεσιν τοῦ νοσήματος, οὐ τὸν τρόπον. ἔνιοι δ', ὅτι τοῖς λειεντερικοῖς ἀνωδύνως ἐνοχλουμένοις ἐφεξῆς εἴρηται, διὰ τοῦτό φασι τὸ οὐδ' οὗτοι λίην ἐπιπόνως ὑπ' αὐτοῦ προστεθεῖσθαι, νοούντων ἡμῶν τοὺς λειεντερικοὺς ἐξ ἀνάγκης ἀνωδύνους εἶναι.

[707]    Τὰ δὲ χολώδεα καὶ λιπαρὰ καὶ λεπτὰ καὶ ὑδατώδεα· πολλοῖσι μὲν αὐτὸ τὸ νόσημα ἐς τοῦτο κατέσκηψεν ἄνευ πυρετῶν καὶ ἐν πυρετοῖσι. μετὰ πόνων ‹στρόφοι καὶ ἀνειλήσιες κακοήθεες· διέξοδοι› πολλῶν ἐνόντων καὶ ἐπισχόντων. τὰ δὲ διεξιόντα πόνους οὐ λύοντα.

   Καὶ μόρια τοῦ σώματος πάμπολλα ἔπαθεν, ‹ὡς ἐδήλωσεν ὁ Ἱπποκράτης› ἐν τῷ προκειμένῳ λόγῳ, καὶ πᾶν εἶδος ἐν αὐτῷ συνέστηκε ‹τοῦ› νοσήματος, ἐπειδὴ φύσει διαφέρουσιν ἀλλήλων οἱ ἄνθρωποι καὶ ἡλικίαις καὶ διαίταις. ἄλλος μὲν οὖν ἄλλον ἔχων πλεονάζοντα χυμὸν ἀπὸ τῆσ‹δε τῆς› καταστάσεως ηὔξησε τοῦτον, ὡς ἐδείξαμεν, εἶτα τῆς σηπεδόνος ἐπιγενομένης κατὰ τὰς διαφορὰς τῶν ἠθροισμένων χυμῶν ἡ σῆψις ὑπηλλάττετο. καὶ μέντοι καὶ φερομένης αὐτῆς εἰς τὸν ἑκάστῳ τῶν πασχόντων τόπον ἀσθενέστατον φύσει πολλοῖς οὕτω συνέβη παθεῖν μορίοις, ὡς ἂν καὶ τῶν ἀνθρώπων ἱκανῶν πολλῶν γενομένων. εὔλογον οὖν ἦν τοῖς φύσει χολώδεσι [708] καὶ κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν οὖσι καὶ φροντισταῖς καὶ ταλαιπωρουμένοις ἐν ἔργοις τε καὶ πράξεσι ταῦτα πλεονάσαι. τὰ δὲ λιπαρὰ συντήξεως αὐτὸς ἐδίδαξεν εἶναι σημεῖα, τὰ δὲ ‹λεπτὰ καὶ› ὑδατώδη λεπτῆς καὶ ὀρρώδους ὑγρότητος. πολλοῖς δέ φησιν αὐτὸ τοῦτο γενέσθαι τὸ νόσημα, τουτέστι τὸ διαχωρεῖν τὰ τοιαῦτα. καὶ μὴν καὶ χωρὶς πυρετῶν ‹ἐνίοις καὶ ἐν πυρετοῖς› ἐνίοις τοῦτο γενέσθαι φησίν, τὰς δὲ διεξόδους, τουτέστι τὰς κενώσεις, αὐτοῖς συμβῆναι, πολλῶν ἐνόντων καὶ ἐπισχόντων, ὅπερ ἴσως σημαίνει· "πολλῶν ἔτι καὶ κατὰ τὸ σῶμα μενόντων, οὐδὲν ἧττον τὰς διεξόδους γενέσθαι πολλάς." καὶ διὰ τοῦτο μηδὲ τοὺς πόνους λῦσαι τὰ διεξιόντα. πῶς γὰρ οἷόν τέ ‹ἐστι πόνους› λύειν αὐτά, πολλῶν ἔτι τῶν ἐπεχομένων ὄντων;

   Τοῖσί τε προσφερομένοισι δυσκόλως ὑπακούοντα· καὶ γὰρ αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον.

[709]    ‹Τὸ› προσφερόμενα δύναται λέγειν καὶ κοινῶς ἅπαντα τὰ βοηθήματα καὶ ἰδίως τὰ ἐσθιόμενα καὶ πινόμενα. τὰς δὲ καθάρσεις, ὧν ἐμνημόνευσεν, ἐν ἑκατέροις τάξαι δυνατόν. ὅτι δ' οὐκ ὠφέλει τὰ βοηθήματα τοὺς οὕτως ἔχοντας, εὔδηλόν ἐστιν, εἰ καὶ μηδὲν αὐτὸς εἰρήκει. πολλῶν γὰρ ἀποθανόντων ἀνωφελῆ δηλονότι πᾶσιν ‹ἦν› αὐτοῖς τὰ βοηθήματα.

   ‹Τῶν δὲ οὕτως ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, πολλοῖσι δὲ καὶ μακρότερα διῆγεν.› Ὡς δ' ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες, καὶ οἱ τὰ μακρὰ νοσέοντες καὶ ‹οἱ› τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνῃσκον μάλιστα. ‹πάντας γὰρ κοιλίη συναπήνεγκεν.›

   Καὶ ὁ καθ' ἡμᾶς γενόμενος οὗτος ὁ μακρότατος λοιμὸς ἐκ τῶν διὰ τῆς κοιλίας κενουμένων σχεδὸν ἅπαντας ἀνεῖλεν. ἦν δὲ συντηκτικὰ τὰ κενούμενα, καὶ τοῦτ' ἔοικεν ἀχώριστον εἶναι σύμπτωμα τοῦ καλουμένου λοιμώδους ἰδίως πυρετοῦ, καταλαμβάνοντος τοὺς ἀνθρώπους καὶ χωρὶς λοιμοῦ.

[710]    Ἀπόσιτοι πάντες μὲν ἐγένοντο καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν, ὡς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον, πολὺ δὲ μάλιστα οὗτοι καὶ οἱ ἐκ τούτων καὶ τῶν ἄλλων δ' οἱ ὀλεθρίως ἔχοντες.

   Καὶ τοῦτο τὸ σύμπτωμα πάντας κατέλαβε τοὺς ἐν τῷ νῦν γενομένῳ λοιμῷ τῷ μακρῷ καὶ δι' αὐτό γε τοῖς πλείστοις ἀποθανεῖν συνέβη. ὅσοι γοῦν ἀνδρειότερον βιαζόμενοι σφᾶς αὐτοὺς προσεφέροντο τὰ διδόμενα σιτία, σχεδὸν ἅπαντες ἐσώθησαν. οἱ πλεῖστοι δ' ἀποθανεῖν εἵλοντο μᾶλλον ἢ προσενέγκασθαί τι. τοῦτ' οὖν ἔοικε συμβῆναι καὶ τοῖς τότε νοσήσασι τὰ κατὰ γαστέρα μάλιστα· καὶ γὰρ καὶ ταύτης ἔργον ἐστὶν ὄρεξις σιτίων.

   Διψώδεες οἱ μέν, οἱ δ' οὔ.

[711]    Περὶ τῶν ἄνευ πυρετοῦ διὰ γαστρὸς ταραχήν, ὡς αὐτὸς ὠνόμασεν, ἐνοχλουμένων ὁ λόγος αὐτῷ νῦν εἴρηται. δῆλον δ' ἐξ ὧν ἐπιφέρων εἶπε· "τῶν δ' ἐν πυρετοῖσι καὶ τοῖσιν ἄλλοισιν οὐδεὶς ἀκαίρωσ", φανερὸν δ' ἐξ ὧν εἰρήκαμεν ἀνωτέρω καὶ διὰ τί μήτε διψώδεις ἅπαντες ἦσαν μήτ' ἄδιψοι. πάχος τε γὰρ χυμῶν καὶ λεπτότης ὑδατώδης ἠθροίσθη, ψυχρὰ μὲν ἄμφω κατὰ τὴν ἑαυτῶν φύσιν, ἐπίκτητον δὲ θερμασίαν ἐκ σηπεδόνος λαμβάνοντα. καὶ τοίνυν ἐφ' ὧν μὲν ἤδη τὸ σηπεδονῶδες θερμὸν ἐπεκράτει, διψώδεις ἦσαν, ἐφ' ὧν δ' οὐδεπώποθ', οὗτοι πάλιν εὐλόγως ἦσαν ἄδιψοι.

   Τῶν δὲ ἐν πυρετοῖσι καὶ τοῖς ἄλλοισιν οὐδεὶς ἀκαίρως ‹προσ›ηνέγκατο ποτόν.

[712]    Εἰρηκὼς ἐν τῇ πρόσθεν ῥήσει περὶ τῶν κατὰ κοιλίαν ἐνοχληθέντων, ὅτι "διψώδεις ἦσαν οἱ μέν, οἱ δ' οὔ", νῦν ἤδη καὶ περὶ τῶν ἅμα πυρετοῖς νοσούντων ἔφη μηδένα διψώδη γενέσθαι πάνυ σφόδρα, μηδ' ὥστε τοῖς ἰατροῖς ἀπειθεῖν. ἐγένετο δὲ τοῦτο διὰ τὸ μὴ συρρεῖν αὐτοῖς εἰς τὴν γαστέρα τῶν σηπεδονωδῶν ἰχώρων τοσοῦτον ὅσον ἐπὶ τῶν προειρημένων.

   Οὖρα δὲ πολλὰ μὲν τὰ διεξιόντα ἦν, οὐκ ἐκ τῶν προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα, πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων. οὔτε γὰρ πάχος οὔτε πεπασμὸς οὔτε κάθαρσις χρηστή. ἐπὶ πολλοῖσι γὰρ αἱ κατὰ κύστιν καθάρσιες, ὡς εἴρηται, γενόμεναι ἀγαθόν· ἐσήμαινεν δὲ τοῖσι πλείστοισι σύντηξιν καὶ ταραχὴν καὶ πόνους καὶ χρόνους καὶ ἀκρισίας.

[713]    Σαφῆ πάντ' ἐστὶ τὰ εἰρημένα καὶ δεῖται μνήμης, οὐκ ἐξηγήσεως. αὐτὸς γὰρ ἐνεδείξατο σαφῶς κατὰ τὸν ἔμπροσθεν λόγον, ὃν ἐγὼ διῆλθον, ὡς ἐνίοτε λόγῳ συμπτώματος κενοῦται τὰ οὖρα, καθάπερ ἱδρῶτές τε καὶ ἔμετοι καὶ τὰ διὰ γαστρὸς ἀπιόντα.

   Κωματώδεες δὲ μάλιστα μὲν οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν, ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νοσήμασι πᾶσι τοῖσι μεγίστοισιν, ὅτι μετὰ πυρετοῦ γίνοιτο.

   ‹Τὸ› πάχος τῆς ὕλης εἰργάζετο τὸ κῶμα καὶ μάλιστ' ἐκείνοις, ἐφ' ὧν ἔπαθεν ἡ κεφαλή. πάσχει δὲ τοῖς μὲν φρενιτικοῖς κατὰ πρῶτον λόγον, καυσώδεσι δὲ κατά τι συμβεβηκός. ἡ γὰρ θερμασία τοῦ πυρετοῦ πρὸς τὴν κεφαλὴν ἀναφέρει τοὺς μοχθηροὺς χυμούς. ἐπλεόναζον δὲ νῦν οἱ ὠμοὶ καὶ ψυχροί.

[714]    Διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο ἢ μικροὺς καὶ λεπτοὺς ὕπνους κοιμᾶσθαι.

   Βαρὺ κῶμα τὸ δυσδιέγερτον ἀκουστέον ἐστί, τὸ δὲ μικροὺς καὶ λεπτοὺς ὕπνους ἔχον ἐναντίον ἐστίν. ἐγένετο δὲ τὸ μὲν πρῶτον, οἷς ἐπεκράτει τὸ πάχος καὶ τὸ πλῆθος τῆς ψυχρᾶς ὕλης, τὸ δὲ δεύτερον, οἷς ἡ λεπτότης διασηπομένη.

   Πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, συνεχῶν, μακρῶν, πεπλανημένων,

   Διὰ τὴν ποικιλίαν τῶν λυπούντων χυμῶν τά τ' ἄλλα νοσήματα [715] καὶ τὰ τῶν πυρετῶν εἴδη πλείω συνέπεσεν. ἐμνημόνευσε δὲ τῶν μὲν διαλειπόντων ἁπάντων τριῶν ὄντων, ἀμφημερινῶν, τριταίων καὶ τεταρταίων, τριταίων μὲν καὶ τεταρταίων ὀνομαστὶ πρῶτον, ἀμφημερινῶν δ' ἐν τῷ φάναι νυκτερινῶν. διττῆς γὰρ οὔσης αὐτῶν διαφορᾶς, καθόσον οἱ μὲν ἐν ἡμέρᾳ παροξύνουσιν, οἱ δ' ἐν νυκτὶ (καὶ διὰ τοῦτο καὶ τὰς προσηγορίας ἐντεῦθεν ἐπεκτήσαντο διαφόρους), ὁ Ἱπποκράτης τῶν τότε πλεονασάντων ἐμνημόνευσε νυκτερινῶν ὄντων. ἀναμνησθῶμεν οὖν, ὅτι καίτοι καὶ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν καὶ κατὰ τὸ δεύτερον ἀρρώστων τε πολλῶν μνημονεύσας ἰδίᾳ καὶ καταστάσεις ὅλας διηγησάμενος οὐδαμόθι πεμπταῖον ἢ ἑβδομαῖον ἢ ἄλλον τινὰ πολυήμερον ἔγραψε πυρετόν, ὥσπερ οὐδ' ἐν ‹τῷδε› τῷ τρίτῳ τῶν Ἐπιδημιῶν οὔτ' ἐν τοῖς ἔμπροσθεν οὔτ' ἐν τοῖς ἐφεξῆς ἄχρι τέλους. ἐκ τούτων ‹οὖν› ἐπέρχεταί μοι περὶ τῶν ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν εἰρημένων ὑποπτεύειν ὡς παρεγγεγραμμένων, ἐν οἷς βούλεται καὶ ἄλλους τινὰς εἶναι πολυημερωτέρους τοῦ τεταρταίου πυρετοῦ. ἐν δὲ τῇ προκειμένῃ ῥήσει τὸ μὲν τῶν διαλειπόντων γένος [716] οὐκ ὠνόμασε διὰ τῆς οἰκείας προσηγορίας, ὥσπερ τὸ τῶν συνεχῶν, τὰ δ' εἴδη πάντα διελθὼν αὐτὸς μετὰ ταῦτα ‹τῇ› κοινῇ προσηγορίᾳ τοὺς συνεχεῖς ἐδήλωσεν, ὧν προειρήκει καύσους τε καὶ φρενίτιδας· ἐφεξῆς δὲ τήν τε τῶν μακρῶν καὶ τὴν τῶν πεπλανημένων ἔγραψε προσηγορίαν, ἔνθα μοι καὶ τοῦ κατ' ἀρχὰς εἰρημένου τῆς προκειμένης ῥήσεως μέμνησο τοῦ πυρετῶν εἴδη καλεῖν αὐτὸν ἅπαντα τὰ κατειλεγμένα.

   Ἅπαντες δ' οὗτοι μετὰ πολλῆς ἐγίνοντο ταραχῆς.

   Τοὺς προειρημένους ἅπαντας πυρετοὺς μετὰ πολλῆς φησι γενέσθαι ταραχῆς, εἶθ' ἑξῆς αὐτὸς ἐξηγεῖται, τίς ἦν ἡ ταραχή, τὰ συμπτώματα γράφων αὐτῶν. καὶ τἄλλα δὲ τὰ ἐφεξῆς εἰρημένα πρόδηλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.

   Μέγιστον δὲ καὶ χαλεπώτατον καὶ πλείστους ἔκτεινε τὸ φθινῶδες. ἐκ πολλοῦ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα πολλοὶ μὲν κατεκλίνησαν, οἱ δ' αὐτῶν ὀρθοστάδην ὑπεφέροντο· πρωὶ δὲ τοῦ ἦρος ἔθνῃσκον οἱ πλεῖστοι τῶν κατακλινέντων· τῶν δ' ἄλλων ἐξέλιπον μὲν αἱ βῆχες οὐδενί, ὑφίεσαν δὲ κατὰ θέρος. ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίνησαν πάντες καὶ πάλιν [718] ἔθνῃσκον. μακρὰ δὲ τούτων οἱ πλεῖστοι διενόσεον. ἤρξατο μὲν οὖν τοῖς πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι· φρικώδεες πυκνά· πολλάκις πυρετοὶ ξυνεχέες, ὀξέες· ἱδρῶτες ἄκαιροι, ψυχροί, πολλοὶ διὰ τέλεος· πολλὴ ψῦξις καὶ μόλις πάλιν ἀναθερμαινόμενοι· κοιλίαι ποικίλως ἐφιστάμεναι καὶ πάλιν ταχὺ καθυγραινόμεναι, περὶ δὲ τὴν τελευτὴν πᾶσι βιαίως καθυγραινόμεναι· καὶ τῶν περὶ πνεύμονα πάντων διάδοσις κάτω· πλῆθος οὔρων οὐ χρηστῶν· συντήξιες κακαί. αἱ δὲ βῆχες ἐνῆσαν μὲν διὰ τέλεος πολλαὶ καὶ πολλὰ ἀνάγουσαι πέπονα καὶ ὑγρά, μετὰ πόνων δὲ οὐ λίην· ἀλλ' εἰ καὶ ἐπόνεον, πάνυ πρηέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πνεύμονος ἐγίνετο. φάρυγγες οὐ λίην δακνώδεες, οὐδ' ἁλμυρίδες οὐδὲν ἠνώχλεον· τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς ᾔει.

[719]    Προείρηταί μοι καὶ πρόσθεν, ὅτι πληρωθείσης ἐν τῇ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ καταστάσει τῆς κεφαλῆς ἡ φθινώδης ἐγένετο διάθεσις ἐκ τοῦ καταφερομένου ῥεύματος εἰς τὸν πνεύμονα, μέρος δ' αὐτοῦ καὶ διὰ τοῦ στομάχου καταρρυὲν εἰς τὴν γαστέρα τὰς κατ' αὐτὴν εἰργάσατο ταραχάς. ἃ δ' ἐφεξῆς εἴρηκε περὶ τῶν φθινωδῶν, δῆλα τοῖς μεμνημένοις τῶν προειρημένων ἐστίν, ὅμως δ' οὖν κἀγώ, περὶ ὧν ἂν ἐπισημήνασθαι δόξῃ κάλλιον εἶναι, πράξω τοῦτο. πρῶτον δ' ἐν αὐτοῖς ἐστι ‹τὸ› τοὺς πλείστους τῶν φθινωδῶν ἀποθανεῖν ἐν ἀρχῇ τοῦ ἦρος, ἐπὶ τῇ μεταβολῇ τοῦ ἀέρος. αὐτὸς γὰρ εἶπεν ὀπισθοχειμῶνας γενέσθαι "καὶ ἤδη περὶ ἰσημερίην βόρεια, χιονώδεα". χαλεπώταται δὲ αἱ τοιαῦται μεταβολαὶ τοῖς φθινώδεσι καὶ διὰ τοῦτο καὶ τὸ φθινόπωρον ὀλέθριον. αὐτὸς γοῦν ἐν Ἀφορισμοῖς ἔφη "τὸ φθινόπωρον τοῖσι φθίνουσι κακὸν" εἶναι. καὶ ἄλλως δὲ τὰ βόρεια τῶν κατὰ τὸν θώρακα μορίων ἁπάντων ἐστὶ κακωτικά. φησὶ γοῦν αὐτὸς ἐν Ἀφορισμοῖς βῆχάς τε καὶ φάρυγγας ὀδύνας τε πλευρῶν καὶ στηθέων γίνεσθαι κατὰ τὰ βόρεια, πολὺ δὲ μᾶλλον οἷς [720] ἤδη πέπονθε ταῦτα καὶ ἡ κεφαλὴ πεπληρωμένη καταπέμπει τὸ ῥεῦμα· διὸ καὶ τοῦ θέρους ὑφεῖναί φησι, τουτέστιν ἐνδοῦναι καὶ μετριάσαι τὰς βῆχας. ἐγένετο γάρ, ὡς αὐτὸς ἔγραψε, τὸ θέρος αἴθριον καὶ θερμόν, ὥσπερ αὖ πάλιν ἡ ἀρχὴ τοῦ μετ' αὐτὸ φθινοπώρου βλαβερωτάτη τοῖς φθινώδεσιν· αὐτὸς γὰρ ἔφη· "πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοις ὕδατα πολλά." τοῦ δὲ εἰς πολὺν χρόνον ἐκπεσεῖν οὐ τὰς φθίσεις μόνον, ἀλλὰ καὶ τἄλλα νοσήματα τὸ πάχος τῆς ὕλης αἰτιατέον οὐδὲν ἐχούσης, ὅσον ἐφ' ἑαυτῇ, δριμὺ καὶ θερμόν, ἀλλ' ἐν τῷ χρόνῳ λαμβανούσης ἐκ τοῦ σήπεσθαι. σαφέστατα δ' αὐτὸς ἐδήλωσε τοῦτο διὰ τῆσδε τῆς λέξεως· φάρυγγες οὐ λίην δακνώδεες, οὐδ' ἁλμυρίδες οὐδὲν ἠνώχλεον, τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα ‹πολλὰ› ἀπὸ κεφαλῆς ᾔει. τά γε μὴν ἄλλα πάντα τὰ κατὰ τὴν ῥῆσιν δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.    Βάρος σώματος.

[721]    Εἴρηται πολλάκις, ὡς νεκρουμένης τῆς βασταζούσης καὶ κινούσης τὰ σώματα δυνάμεως βαρέα φαίνεται τὰ πρόσθεν ὑπ' αὐτῆς ὡς κοῦφα βασταζόμενά τε καὶ κινούμενα.

   Τοῖσι πλείστοισιν αὐτῶν οἰδήματα, καὶ ἐς ὕδρωπα περιίσταντο.

   Θαυμαστὸν οὐδέν, εἰ διὰ τὴν τῶν ἀπέπτων ὑγρῶν περιουσίαν εἰς τοῦτο τὸ πάθος ὑπηνέχθησάν τινες.

   Φρικώδεες, παράληροι περὶ θάνατον.

   Τῆς ἐκ τοῦ διασήπεσθαι κακοχυμίας αὐξανομένης ἥ τε φρίκη καὶ ὁ λῆρος αὐτοῖς ἐγένετο προελθόντος τοῦ χρόνου, καθ' ὃν ἤδη καὶ ἀπέθνῃσκον.

[722]    Εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπόν, λευκοφλεγματίαι, πτερυγώδεες· καὶ γυναῖκες οὕτω. τὸ μελαγχολικὸν καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. τεινεσμοὶ νέοισι φλεγματώδεσιν, ‹αἱ› μακραὶ διάρροιαι καὶ τὰ δριμέα διαχωρήματα καὶ λιπαρὰ πικροχόλοισιν.

   Τὰς ἰδέας τοῦ σώματος τῶν ἁλόντων τοῖς φθινώδεσι νοσήμασι διηγεῖται. τὸ μὲν οὖν λεῖον, ὅπερ ἐστὶν ἄτριχον, ἐνδείκνυται ψυχροτέραν εἶναι τοῦ συμμέτρου τὴν κρᾶσιν, οὐκ ἐπὶ παιδίων δηλονότι τοῦ λόγου γιγνομένου (ταῦτα γὰρ ἀεὶ θερμὰ διὰ τὴν ἡλικίαν), ἀλλ' ἐπὶ τῶν τελείων, ὡς ἐν τοῖς Περὶ κράσεων ἐδείκνυμεν. οὕτως δὲ καὶ ἡ λευκὴ χροιά, καὶ θαυμάζω, διὰ τί προσέθηκε τὴν ὑπὸ πρόθεσιν, ὑπόλευκον εἰπών. ἐπὶ μὲν γὰρ τοῦ ἐρυθροῦ καλῶς εἴρηται [723] τὸ ὑπέρυθρον. ἔμαθες γάρ, ὅτι τὸ ἐρυθρὸν χρῶμα θερμὴν κρᾶσιν ἐνδείκνυται, τὸ δ' ὑπέρυθρον οὐχ ὁμοίως μὲν τῷ λευκῷ τὴν ψυχράν, οὐδέπω δ' οὐδ' αὐτὸ τὴν θερμήν. οἱ δὲ λευκοφλεγματίαι πρόδηλοι δήπου ψυχρᾶς κράσεως ὄντες, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖς Περὶ κράσεων εἰρημένων. ἔστι δ' αὐτοῖς μαλακὴ καὶ ὕποιδός πως ἡ σὰρξ ἐγγύς τι τῶν ἑαλωκότων ὑδέρῳ τῷ λευκοφλεγματίᾳ καλουμένῳ. οὕτω μὲν οὖν ἅπαντες προδήλως εἰσὶ ψυχρᾶς κράσεως, οἱ φακώδεις δ', ὡς ἔμαθες, κακόχυμοι.

   καὶ μὴν καὶ περὶ τῶν χαροπῶν καὶ ὅλως περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς χρωμάτων ἔμαθες ἐν τοῖς Περὶ κράσεων, ὡς οὐχ ἁπλῶς εἴη λαβεῖν ἐκ τοιούτου σημείου βέβαιον τεκμήριον κράσεως ὅλου τοῦ σώματος, ὅτι μὴ μόνων τῶν ὀφθαλμῶν, οὐδὲ τούτων ἐναργῶς ἐπὶ τῶν προειρημένων. πρῶτον μὲν γάρ, ‹εἰ› τοὺς χαροποὺς λεγομένους ὀφθαλμοὺς ὁποῖοί τινές εἰσιν ἐννοῆσαι χρή, τῶν ὑπὸ τοῦ ποιητοῦ γεγραμμένων ἀναμνησθέντες, ἔνθα φησίν

[724]    ἄρκτοι τ' ἀγρότεροί τε σύες χαροποί τε λέοντες· εἶτα θεασάμενοι πολλοὺς λέοντας οὕτω παράθεσθε τῇ μνήμῃ τὸ χρῶμα τῶν ὀφθαλμῶν, ὡς ἐπ' ἀνθρώπων ἰδόντα δύνασθαι ῥᾳδίως γνωρίσαι, κἀπειδὰν φαίνωνται καὶ ‹αὐτοὶ› τοιοῦτοι, καὶ τὴν κρᾶσιν, ὅσον ἐπὶ τοῖς ὀφθαλμοῖς, θερμὴν καὶ ξηρὰν εἶναι φάναι. μάχεται δὲ τούτῳ κατὰ τὴν προκειμένην ῥῆσιν οὐκ ὀλίγα. πρῶτον μὲν γὰρ ‹γνώρισμα› ἅμα τῆς ψυχροτέρας κράσεως ἔταξε τὸ χαροπόν, εἶθ' ἑξῆς ὠνόμασε τοὺς πικροχόλους ὡς ἑτέρους τούτων ὄντας· καίτοι φανερῶς οὗτοι θερμῆς καὶ ξηρᾶς κράσεώς εἰσιν. καὶ μέντοι καὶ τὰ γεγραμμένα πάθη μεθ' ὧν εἶπεν εἰδῶν τοῦ σώματος ἐνδείκνυται καὶ αὐτὰ τοὺς μὲν πρώτους εἰρημένους ἅπαντας εἶναι ψυχροτέρους, τοὺς δ' ‹ὑπ›ερύθρους θερμοτέρους, τοὺς δὲ πικροχόλους ἱκανῶς θερμούς· φαίνεται γὰρ ἡ κατάστασις ἀθροίσασά τε πλῆθος ἐν τῷ σώματι καὶ πληρώσασα τὴν κεφαλήν· καὶ τοῦτο μὲν ‹εἰκός ἐστι› κοινὸν ἁπάντων [725] γενέσθαι τῶν νοσημάτων, ἁλῶναι δὲ καθ' ἕκαστον ἰδίῳ νοσήματι κατὰ τὴν οἰκείαν φύσιν ἄλλον ἄλλῳ, ‹φθίσει μὲν τοὺς φλεγματώδεις› διαρροίαις δὲ καὶ δριμέσι διαχωρήμασι καὶ λιπαροῖς τοὺς πικροχόλους. αὐτὸς γὰρ εἶπεν ἐν Προγνωστικῷ· "καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι· συντήξεως γὰρ σημεῖον." οἱ μὲν οὖν πικρόχολοι συντηκτικοῖς πυρετοῖς εἰκότως ἑάλωσαν ἠνωχλοῦντό τε τοῖς κατὰ τὴν γαστέρα διαχωρήμασιν. οἱ δ' ἐρυθροὶ καὶ πρὸς μελαγχολίαν ἐπιτήδειοι παχὺ καὶ θερμὸν ἔχοντες αἷμα τοῖς φρενιτικοῖς τε καὶ καυσώδεσιν εἰκότως ἑάλωσαν νοσήμασι καὶ δυσεντερίαις ταῖς αἱματηραῖς ὡς εἰκὸς μάλιστα. μεμαθήκαμεν γάρ, ὅτι διτταί τινές εἰσιν, ἐξ ἑλκώσεως μὲν ἀναβρωθέντων τῶν ἐντέρων ἡ ἑτέρα διαφορά, πολλοῦ δ' αἵματος ἐκκενουμένου διὰ τῶν εἰς ἔντερα καθηκουσῶν φλεβῶν ἡ λοιπή. ὅσαι δὲ τῶν φύσεων ἤτοι θερμότεραι μόνον ‹ἦσαν› ἢ ψυχρότεραί τε ἅμα καὶ ὑγρότεραι, ταύτας εἰκὸς ἦν, ὡς ἂν μήτε πυρετοῖς εὐαλώτους οὔσας μήτε χολώδεσι παθήμασι, μόνοις τοῖς ἀπὸ κεφαλῆς ἁλῶναι ῥεύμασι καὶ διὰ τοῦτο φθινωδῶς νοσῆσαι. γεγραφότος δὲ τοῦ Ἱπποκράτους· [726] εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φακῶδες, τὸ ὑπέρυθρον, ἀναμείξαντος δὲ τῷ λόγῳ καὶ τοὺς χαροπούς, ἄξιον ἔδοξέ μοι ζητήσεως εἶναι τὸ λελεγμένον. εὔλογον γὰρ ἦν οὐ χαροπούς, ἀλλὰ γλαυκοὺς μᾶλλον εἰρῆσθαι, δοκοῦντας εἶναι τοὺς μὲν ψυχρᾶς, τοὺς δ' ὑγρᾶς, τοὺς δ' ἅμα ψυχρᾶς τε καὶ ὑγρᾶς κράσεως, ὧν οὐδὲν ἐναντιοῦται τῷ προκειμένῳ λόγῳ. παρατίθεσθε γοῦν τά τε βρέφη καὶ Σκύθας καὶ Κελτοὺς καὶ Γερμανοὺς ὑγροτέρους μὲν ὄντας ὁμολογουμένως τῇ κράσει, ψυχροτέρους δ' οὐκέθ' ὁμολογουμένως. ἐμοὶ μὲν οὖν διὰ ταῦτ' ἔδοξεν ἄξιον εἶναι ζητήσεως τὸ περὶ τῆς τῶν χαροπῶν ὀφθαλμῶν χροιᾶς. τῶν δ' ἐξηγησαμένων τὸ βιβλίον οἱ μὲν ἐμπειρικοὶ καὶ σὺν αὐτοῖς καὶ ὁ Λύκος ὥσπερ ἄλλα πολλὰ καὶ τοῦτο χωρὶς τοῦ ζητῆσαι τὴν αἰτίαν εἰς παρατήρησιν . οἱ δ' Ἱπποκράτειοι, τινὲς μὲν θερμῆς κράσεως εἰπόντες εἶναι γνώρισμα τὸ χαροπόν, οἱ δὲ ξηρᾶς, εἰσὶ δ' οἳ καὶ ἀμφοτέρων, οὐδὲν ἔτι προστιθέασιν. ἤρκεσε γοῦν εἰπεῖν Σαβίνῳ τοῦτο μόνον· "τὸ δὲ χαροπὸν πάνυ ξηρὸν [727] ὂν ἔχει ἐπικλινίαν πρὸς φθίσιν," οὔτε τὸν λογισμὸν εἰπόντι, δι' ὃν τοῦτ' ἔγραψεν, οὔτε ὅτι τἄλλα, μεθ' ὧν γέγραπται τοῦτο, πάντ' ἐστὶ ψυχροτέρας τε καὶ ὑγροτέρας κράσεως γνωρίσματα. μή τι οὖν ἀντὶ τοῦ "γλαυκοῦ" τὸ χαροπὸν ἔγραψεν ὁ Ἱπποκράτης παρενεχθεὶς ἐν τῇ προσηγορίᾳ. τί γὰρ ἂν ἄλλο τις εἴποι; τοῦτο μὲν οὖν ἐν κοινῷ προκείσθω σκοπεῖν.

   ἐπὶ δὲ τὰ κατάλοιπα τῆς ῥήσεως ἴωμεν. ἐν μὲν γὰρ τοῖς φθινώδεσι νοσήμασιν ἅμα τοῖς προειρημένοις καὶ τοὺς πτερυγώδεις ἔγραψεν, οὐ διὰ τὴν κρᾶσιν, ἀλλὰ διὰ τὴν μοχθηρὰν διάπλασιν τοῦ θώρακος ἐπιτηδείως ἔχοντας εἰς φθίσιν ἐμπεσεῖν. ἕπεσθαι δ' εἰκός ἐστι καὶ τὴν διάπλασιν αὐτοῦ τῇ συμφύτῳ θερμότητι. κατὰ δὲ τὴν τελευτὴν τοῦ περὶ τῶν φθινωδῶν λόγου προσθέντος τοῦ Ἱπποκράτους καὶ γυναῖκες οὕτως, ἄξιον ἐπισκέψασθαι, πότερον οὑτωσί πως εἶπεν, ὡς εἰ καί τις ἔφη καὶ τὰς γυναῖκας ἁλῶναι τοῖς φθινώδεσι πάθεσιν ὁμοίως τοῖς ἀνδράσιν, ὅσαι τῶν αὐτῶν ἦσαν εἰδῶν, ἢ καὶ χωρὶς τοῦ ταῦτ' ἔχειν τὰ γνωρίσματα πλεονάσαι φησὶ τὸ πάθος ταῖς γυναιξίν, ὡς ἂν ὑγροτέραις τε καὶ ψυχροτέραις οὔσαις, [728] ὥσθ', ὅπερ ἐνίοις τῶν ἀνδρῶν διὰ τὴν ἰδίαν ἑκάστου κρᾶσιν ἐγένετο, τοῦτο πάνυ πολλαῖς τῶν γυναικῶν διὰ τὴν κοινήν. ἐμοὶ δ' οὖν ἑκάτερον δοκεῖ λόγον ἔχειν, πιθανὸν γάρ ἐστι πλείους τῶν ἀνδρῶν ἁλῶναι τὰς γυναῖκας τῷ φθινώδει πάθει διὰ τὴν κοινὴν αὐτῶν κρᾶσιν ἐξαιρέτως τε παθεῖν αὐτάς, ὅσαι τοιαῦται τὸ εἶδος ἦσαν, οἵους κατέλεξε τοὺς ἄνδρας. ἐφεξῆς δ' εἰρηκότος αὐτοῦ τὸ μελαγχολικὸν καὶ ὕφαιμον εἶδος ἁλῶναι μάλιστα καύσοις τε καὶ φρενίτισιν, ἀναμνησθῶμεν ὧν ἐμάθομεν, ὡς ἐν τοῖς αἷμα παχὺ καὶ θερμὸν γεννῶσιν ἕτοιμόν ἐστιν εἰς μελαγχολικὴν ἀφικέσθαι κακοχυμίαν. ἄκουε τοίνυν οὐ τῶν ἤδη τὴν μέλαιναν ‹χολὴν› ἠθροικότων πολλήν, ἀλλὰ τῶν ἐπιτηδείως ἐχόντων πρὸς τὴν γένεσιν αὐτῆς. εἰκότως δὲ τούτους θερμοῖς ἁλῶναι συνέβη νοσήμασιν, ὡς ἂν καὶ φύσει θερμοτέρους ὄντας. ἔμπροσθεν δ' εἰρηκὼς τοῖς φθινώδεσιν ἁλῶναι νοσήμασι τοὺς φλεγματώδεις, νῦν προσθεὶς αὐτοῖς τὸ τῆς ἡλικίας ἔφη· τεινεσμοὶ νέοισι φλεγματώδεσιν, ὡς οὐ μόνης τῆς φυσικῆς [729] κράσεως γενομένης ἐπιτηδείου πρὸς τὸ ἐργάσασθαι τὸ τοῦ τεινεσμοῦ πάθος, ἀλλὰ καὶ τῆς ἡλικίας θερμῆς οὔσης, ἵνα διὰ δριμὺ καὶ σηπεδονῶδες φλέγμα τὸν τεινεσμὸν γεγονέναι νοήσωμεν. τῇ γὰρ κατὰ τὸ ἀπευθυσμένον ἔντερον διεξόδῳ τὸ τοιοῦτον φλέγμα βλάβην ἑλκώδη τοῦ μέρους ἐργαζόμενον ἐπὶ τὴν ἀπόκρισιν ἠρέθιζε συνεχῶς τοὺς κάμνοντας. τάσεις δὲ καὶ προθυμίας ἀποκρίσεως σφοδροτέρας τῶν δυσεντερικῶν οἱ τεινεσμώδεις ἴσχουσι διὰ τὸ δυσέκκριτον τοῦ φλέγματος· ἐμπλάττεται γὰρ τοῖς σώμασιν ὡς παχὺ καὶ γλίσχρον ὄν, οὐχ ὥσπερ ἡ ξανθὴ χολὴ ταχέως διεξέρχεται. περὶ δὲ τῶν πικροχόλων φύσεων ἔμπροσθεν ἔλεγον εὐλόγως αὐταῖς δριμέα μὲν εἶναι τὰ διαχωρούμενα διὰ τὴν ὠχράν τε καὶ ξανθὴν καὶ πικρὰν ὀνομαζομένην χολήν, λιπαρὰ δὲ ‹διὰ τὴν› σύντηξιν· ἐφ' οἷς διαχωρήμασι μακρὰς τὰς διαρροίας ‹συνέβη› γενέσθαι διὰ τὸ πλῆθος τῆς ἀθροισθείσης κακοχυμίας.

   Ἦν δὲ πᾶσι τοῖς ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ καὶ πλείστους ἀπέκτεινε, [730] τὸ δὲ θέρος ῥήιστον, καὶ ἐλάχιστοι ἀπώλλυντο, τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληιάδα πάλιν ἔθνῃσκον οἱ πολλοί.

   Τῆς ἠθροισμένης κακοχυμίας εἰς τὸ βάθος τοῦ σώματος ἀπωσθείσης ὑπὸ τῆς τοῦ περιέχοντος ψυχρότητος, ἣν ἔν τε τοῖς ὑστάτοις τοῦ χειμῶνος καὶ τοῖς πρώτοις τοῦ ἦρος ἔσχεν, εἰκότως μάλιστα μὲν τοὺς φθινώδεις, ὡς ἔμπροσθεν εἶπεν, ἤδη δὲ καὶ τοὺς ἄλλους συνέβη κατὰ τὸ ἔαρ ἀπόλλυσθαι, τοῦ δὲ θέρους αἰθρίου γενομένου καὶ ξηροῦ πάντας κουφισθῆναι. πάλιν δὲ περὶ ἀρκτοῦρον εἰς ὑγρότητα μεταβαλόντος τοῦ περιέχοντος εὐλόγως ἐν ὅλῳ τῷ φθινοπώρῳ μέχρι δύσεως πλειάδος ἀπέθνῃσκον πολλοί.

   Τετάρτη.

   Ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης καταστάσεως ἔνια μὲν τῶν ἀντιγράφων ἔχει προσγεγραμμένον τὸ τετάρτη, τινὰ δὲ τὸ τεταρταῖοι, τὰ δὲ τούτων ἔτι παλαιότερα τὸ δέλτα γράμμα μεῖζον ‹ὂν› τῶν ἄλλων γραμμάτων, ‹ἔνια δὲ μετὰ τοῦδε τοῦ γράμματος τὸ ἰῶτα,› ἔνια δ' οὐδ' ὅλως οὐδὲν ἔχει προσγεγραμμένον. ὅσοι μὲν οὖν μετὰ τοῦ ἰῶτα γράφουσι τὸ τετάρτῃ συνεμφαίνοντες αὐτὸ κατὰ [731] δοτικὴν πτῶσιν εἰρῆσθαι, τοιαύτην τινὰ ποιοῦνται τὴν ἐξήγησιν· "ἀπέθνῃσκον πολλοὶ τῇ τετάρτῃ τῶν ἡμερῶν." ὅσοι δὲ μὴ προσγράφουσι τὸ ἰῶτα, βούλονται παραπλησίαν εἶναι ταῖς ἔμπροσθεν εἰρημέναις ὑπὸ τῶν λυμηναμένων τῷ βιβλίῳ ‹παρεγγραφῆναι τήνδε› τὴν γραφήν, τετάρτην δηλοῦσαν εἶναι τὴν κατάστασιν ταύτην, συναριθμουμένων αὐτῇ δηλονότι τῶν ἐν τῷ πρώτῳ βιβλίῳ τριῶν καταστάσεων. ἐν οἷς δ' ἀντιγράφοις ἀντὶ τοῦ τετάρτῃ δ΄ μόνον μετὰ τοῦ ἰῶτα προσγέγραπται, ταὐτὸ μὲν σημαίνεται τῷ τετάρτῃ, παραπλησίως δὲ τοῖς γραφεῖσιν ὑπὸ τοῦ Παμφυλίου Μνήμονος χαρακτῆρσι καὶ αὐτὸ φαίνεται συμβολικῶς ἐπιτεθεῖσθαι, καὶ ταύτην γε μόνην τὴν γραφὴν ἴσασιν οἱ παλαιοὶ τῶν ἐξηγητῶν. ἔνιοι δὲ φυγεῖν πάντα ταῦτα βουλόμενοι μεταγράψαντες ἐποίησαν τεταρταῖοι, τὴν λέξιν ὅλην οὕτως ἔχειν βουλόμενοι· "καὶ ὑπὸ πληιάδα πάλιν ἔθνῃσκον οἱ πολλοὶ τεταρταῖοι." καὶ ὅ γε Καπίτων ταύτην μόνην ἐν τοῖς ἰδίοις ἀντιγράφοις ἐποιήσατο τὴν γραφήν. ἔοικε δὲ ψεῦδός τι δηλοῦν, ἄν τ' ἐπὶ τῶν νοσούντων, ἄν τ' ἐπὶ τῶν πυρετῶν ἀκούῃ τις. τὸ μὲν οὖν ἐπὶ τῶν νοσούντων ἄντικρυς ἀπίθανον· οὐ γὰρ [732] εἰκὸς ἦν ἐπὶ τῇ προκειμένῃ διαθέσει τῶν χυμῶν οὕτως ὀξείας γενέσθαι τὰς νόσους, ὡς τεταρταίους ἀποθνῄσκειν τοὺς νοσοῦντας. τὸ δ' ἐπὶ τῶν πυρετῶν πιθανόν, ὅτι τε πολλῷ χρόνῳ κατωπτημένης τῆς παχείας ὕλης εἰκὸς ἦν εἰς μελαγχολικὸν περίττωμα μετάπτωσιν γενέσθαι καὶ ὅτι τοῦ ἔτους ἡ ὥρα φθινόπωρον ἦν. ἀλλ' οὐκ ἂν ἀπέθανον πολλοὶ τεταρταίων πυρετῶν πλεονασάντων· καὶ γὰρ καὶ ἡμεῖς ἀκίνδυνον ἴσμεν ὅσον ἐφ' ἑαυτῷ τὸν πυρετὸν τοῦτον, καὶ ὁ Ἱπποκράτης οὕτως ἀπεφήνατο περὶ αὐτοῦ.

ΠΕΡΙ ΤΩΝ ΕΠΙ ΤΕΛΕΙ ΤΟΥ ΒΙΒΛΙΟΥ ΓΕΓΡΑΜΜΕΝΩΝ.

   Μετὰ τὴν λοιμώδη κατάστασιν ἀρρώστων ἐστὶν ἑκκαίδεκα διήγησις ἄχρι τοῦ τέλους τῆς βίβλου. κἄπειτα προσγέγραπταί τινα, περὶ ὧν ὀρθῶς μοι δοκεῖ γινώσκειν ὁ Διοσκουρίδης, ἀξιῶν αὐτὰ μετὰ τὴν κατάστασιν εὐθέως γεγράφθαι, καὶ κατά γε τὴν ἰδίαν ἔκδοσιν ἐν τούτῳ τῷ χωρίῳ τοῦ συγγράμματος ἔταξεν αὐτά. καὶ ἡμεῖς οὖν ἐνταῦθα τὴν ἐξήγησιν αὐτῶν ποιησόμεθα, τοσοῦτον προειπόντες, ὡς φαίνεταί μοι καὶ ταῦτα προσγεγραφέναι τις ἕτερος, οὐκ αὐτὸς ὁ Ἱπποκράτης γεγραφέναι.

   Δοκεῖ δέ μοι κατὰ λόγον προσωφελῆσαι [733] τὸ γενόμενον θέρος· τὰς γὰρ θερινὰς νόσους χειμὼν ἐπιστὰς λύει καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησιν. καίτοι αὐτό γε ἐφ' ἑαυτοῦ τὸ γενόμενον θέρος οὐκ εὐσταθὲς ἐγένετο· καὶ γὰρ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ ἄπνοον· ἀλλ' ὅμως πρὸς τὴν ἄλλην κατάστασιν ἐναλλάξαν ὠφέλησεν.

   Ἀναμνησθῶμεν, ἃ περὶ τοῦ θέρους ἐν τῇ τῆς καταστάσεως διηγήσει γέγραπται κατὰ λέξιν ὧδε· "θέρος αἴθριον, θερμόν, πνίγεα μεγάλα, ἐτησίαι μικρὰ διεσπασμένως ἔπνευσαν." εἰκότως οὖν ἐμετρίασεν ἐν τῷ θέρει τὰ νοσήματα κατὰ πλεονεξίαν, ὡς εἴρηται, γεγονότα χυμῶν, συστάντα δ' ἐν ἀρχῇ μάλιστα τοῦ ἦρος, ἐπειδὴ ψυχρὸν γενόμενον ἀπέστρεψεν εἰς τὸ βάθος τοῦ σώματος τοὺς χυμούς. αὐχμηρὸν οὖν καὶ θερμὸν τὸ θέρος ἐπιγενόμενον εἵλκυσέ τε ἅμα πρὸς τὸ δέρμα τὴν κακοχυμίαν καί τι καὶ διεφόρησεν αὐτῆς οὐκ ὀλίγον. εἰ δὲ καὶ τοὺς ἐτησίας ἐσχήκει πνέοντας, ἀκριβῶς ἂν ἡ νοσώδης ἐν τῷ σώματι τῶν τότε ἀρρώστων διάθεσις ἐξεκέκοπτο. παραμένοντος δ' αὐτῆς μέρους τινός, εἶτα περὶ ἀρκτοῦρον ἐν βορείοις ὑδάτων [734] πολλῶν γενομένων ἐπεσχέθησάν τε πάλιν οἱ λίαν διαπνεόμενοι χυμοὶ καὶ πρὸς τὸ βάθος τοῦ σώματος ἀπεώσθησαν, ἐκ τούτου τε νοσεῖν αὖθις ἤρξαντο καὶ ἀποθνῄσκειν πολλοί. διὰ τοῦτ' οὖν τὸ θέρος ὠφέλησέ τι τοὺς τότε πάσχοντας, οὐχ ὅτι τὰς ἐν χειμῶνι νόσους ἀρξαμένας εἰκός ἐστι παύεσθαι θέρους, ὥσπερ γε καὶ τὰς θερινὰς ‹χειμῶνοσ›. ἀληθὲς μὲν γὰρ ‹οὐδ' ὅλως ἐστὶ τὰς μὲν› ἐν χειμῶνι γενομένας ἐν θέρει λύεσθαι, τὰς δ' ἐν θέρει γεννηθείσας ἐν χειμῶνι. θερινὰς γὰρ καὶ χειμερινὰς νόσους ἀκούειν σε χρὴ τὰς ἐν τῷ κατὰ φύσιν ἔχοντι θέρει καὶ χειμῶνι μᾶλλον τῶν ἄλλων γιγνομένας. οὕτως γοῦν εἶπεν αὐτὸς ἐν Ἀφορισμοῖς· "νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι καὶ γίνεται καὶ παροξύνεται, μᾶλλον δὲ ἔνια κατ' ἐνίας αὐτῶν καὶ γίνεται καὶ παροξύνεται." κἄπειθ' ἑξῆς τίνα μὲν ‹ἐν› ἦρι πλεονάζει νοσήματα, τίνα δ' ἐν θέρει καὶ φθινοπώρῳ καὶ χειμῶνι διῆλθεν, ὅταν δηλονότι μὴ νεωτεροποιηθῇ τι κατὰ τὴν τοῦ περιέχοντος κρᾶσιν· ὡς ἐάν γε τοῦ ἦρος "τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος γένηται, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή"· οὐ γὰρ αἱ [735] προσηγορίαι τῶν ὡρῶν, ἀλλ' αἱ κράσεις αἴτιαι τῆς ἰδέας τῶν νοσημάτων εἰσίν. ὅταν οὖν ὑπαλλαχθῶσιν αὗται, καὶ τὰς νόσους αὐταῖς συμμεταβάλλειν ἀναγκαῖόν ἐστιν. ἡ δέ γε προκειμένη ῥῆσις ἀξιοῖ τὰς ἐν χειμῶνι γενομένας νόσους ἐν θέρει παύεσθαι, κἂν μοχθηρὸν τῇ κράσει γένηται τὸ θέρος, οἷον ἐν Κρανῶνί ποτε γενόμενον εὐθέως ἄνθρακας ἐγέννησεν. εἰ δέ γε καὶ νῦν ἐγεγόνει τοιοῦτον, πλείστους ἂν διεφθάρκει, τὸ πλῆθος τῶν μοχθηρῶν τε καὶ διασηπομένων χυμῶν αὐξῆσάν τε καὶ προσδιασῆψαν. ὥστε καὶ ψεῦδος εἶναι φαίνεται καὶ παρὰ τὴν Ἱπποκράτους γνώμην τὸ τὰς ἐν χειμῶνι γενομένας νόσους ἐν θέρει παύεσθαι πάντως, τοῦ προσγράψαντος αὐτό, τίνας Ἱπποκράτης ἡγεῖται τῶν ὡρῶν ἑκάστης οἰκείας νόσους, ἀγνοήσαντος.

   οὐ μὴν οὐδὲ τὰ τούτων ἐφεξῆς γεγραμμένα τῶν ἀναγκαίων ἐστὶν ἐνταῦθα λελέχθαι, δι' ἄλλων αὐτῷ καθόλου παρηγγελμένα· διὸ καὶ παραλείψω τελέως αὐτά. καὶ γὰρ σαφῆ πάντ' ἐστὶ καὶ δι' ὧν προεξήγημαι βιβλίων αὐτάρκως εἴρηται περὶ αὐτῶν.

ΠΕΡΙ ΤΩΝ ΜΕΤΑ ΤΗΝ ΚΑΤΑΣΤΑΣΙΝ ΑΡΡΩΣΤΩΝ.

[736]   Ἑκκαίδεκα μετὰ τὴν κατάστασιν ἀρρώστους ἔγραψεν ὁ Ἱπποκράτης, ὡς μέν τινες οἴονται, τῶν ἐν αὐτῇ νοσησάντων, ἐπειδὴ καὶ αὐτὸς εἶπεν ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως τῶν κατ' αὐτὴν γενομένων οὕτως· "ἦν δὲ πᾶσι τοῖς ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ." ἐγχωρεῖ δὲ καὶ ἐπὶ τῶν προγεγραμμένων εἰρῆσθαι τὸ "ὑπογεγραμμένον", οὔσης γε καὶ τοιαύτης χρήσεως παρὰ τοῖς πολλοῖς. ἐν γὰρ τοῖς ἓξ καὶ δέκα τούτοις ἀρρώστοις ἕτερον εἶδός ἐστι νόσων παρὰ τὰς εἰρημένας ὑπ' αὐτοῦ κατὰ τὴν λοιμώδη κατάστασιν. ἐξηγήσεως δ' οὐκέτι δεῖται μακρᾶς τὰ περὶ τῶν ἀρρώστων τούτων γεγραμμένα τοῖς μεμνημένοις ὧν προεξηγήμεθα. σχεδὸν γὰρ ἁπάντων ἤδη τῶν συμπτωμάτων τε καὶ σημείων ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ‹ὥστε› μηδὲν ὑπολείπεσθαι κατὰ τοὺς λεχθησομένους ἀρρώστους, ὃ μὴ καὶ πρόσθεν εἴρηται. διὰ κεφαλαίων οὖν οἷον ἐπιτομήν τινα ποιήσομαι τῶν κατ' αὐτοὺς γεγραμμένων, εἴ πού τι παρεμπίπτοι τῶν ἔμπροσθεν ‹οὐκ› εἰρημένων, ἐκεῖνο μόνον ἐξηγησάμενος.

[737]    Πρῶτος ἄρρωστος. Ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς, κατ' ἀρχὰς συνεχής, καυσώδης· διψώδης, καὶ τἄλλα ‹τὰ› ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ β΄ ἀρρώστου.

   Περιέργως κἀνταῦθα πάλιν τῶν ἐξηγητῶν ἔνιοι τὴν πατρίδα τοῦ [739] κατακειμένου φασὶν οὐκ ἀργῶς προσκεῖσθαι. καὶ γὰρ ὑπ' Ἀσκληπιάδου λελέχθαι τοὺς ἐν Πάρῳ μάλισθ' ὑπὸ φλεβοτομίας ὀνίνασθαι. ἄτοπον δ' ἐστὶ μηδὲν εἰρηκότος Ἱπποκράτους ἐνταῦθα περὶ φλεβοτομίας, διὰ τοῦθ' ἡγεῖσθαι προσγεγράφθαι τῷ κάμνοντι τὸ τῆς πατρίδος ὄνομα. πολὺ δ' ἀτοπώτερον οἱ οὕτως ἐξηγούμενοι ποιοῦσιν, ὅτι μηδ' ἐζήτησάν ποτε, διὰ τί φλεβοτομίας ἅπαξ ὁ Ἱπποκράτης ἐμνημόνευσεν ἐν τοσούτοις ἀρρώστοις, ὅπερ ἡμεῖς ἐσκεψάμεθα. τὰ μὲν οὖν τοιαῦτα παραλείψομεν, ὅσα δ' ὠφέλειαν παρέξει τοῖς νέοις ἀκουσθέντα, ταῦτ' ἐροῦμεν.

   ὥσπερ ἀμέλει τὸ περὶ τοῦ ἐλαιώδους οὔρου γεγραμμένον κατὰ τὸν προκείμενον ἄρρωστον ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν. ἔνιοι μὲν γὰρ ἡγοῦνται τὸ λιπαρὸν οὕτως ὑπ' αὐτοῦ λελέχθαι, τηκομένης πιμελῆς γιγνόμενον ἐν πυρώδει καὶ διακαεῖ νοσήματι, τινὲς δὲ καὶ τὸ τῇ χροιᾷ καὶ τῇ συστάσει παραπλήσιον ἐλαίῳ. πολλάκις δὲ τοιοῦτον οὖρον ἐθεασάμην οὐρηθὲν ἐπ' οὐδενὶ κακῷ τοῦ κάμνοντος, ἀλλ' ἔσθ' ὅτε γε τοὐναντίον ἅπαν ἐπὶ πέψει τοῦ νοσήματος. οὐ μὴν οὐδ' ὤφθη [740] ποτ' οὖρον ὅλον οὕτω λιπαρὸν ὡς ἔλαιον. ὃ γὰρ ἄρτι διῆλθον οὖρον ἐοικὸς ἐλαίῳ κατὰ χρόαν καὶ σύστασιν, ἥκιστα λιπαρὸν φαίνεται. καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ φησι· "καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι, συντήξεως γὰρ σημεῖον." ἄνωθεν μὲν οὖν ἐφισταμένας λιπαρότητας εἴδομεν πολλάκις, οὔτε δ' ὅλον οὐρηθέν ποτε τοιοῦτον οὖρον οὔτε κατὰ τὸ μέσον αὐτὸ λιπαρότητας ἐμφερομένας, πολὺ δ' ἔτι μᾶλλον οὐδ' ὑποχωρούσας κάτω· φύσιν γὰρ ἔχει τὸ λιπαρὸν ἅπαν ἐποχεῖσθαι τοῖς ἄλλοις ὑγροῖς. οὐ μὴν οὐδ' ἔγραψέ τι περὶ ‹τῶν› τοιούτων οὔρων ὁ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ, καίτοι πάντα διελθὼν ἀκριβῶς τε καὶ σαφῶς τὰ συνεμπίπτοντα τοῖς ὀξέσι νοσήμασιν.

   καὶ μέντοι καὶ κατὰ τὴν αὐτὴν ἡμέραν, τὴν ἕκτην, ἔφη διαχωρήματα γενέσθαι τῷ προκειμένῳ κατὰ τὸν λόγον ἀρρώστῳ χολώδεα, λιπαρά. ταῦτα μὲν οὖν ἄντικρυς φαίνεται τηκομένης ὑπὸ τοῦ πυρετοῦ τῆς πιμελῆς γίνεσθαι καὶ δόξει μαρτυρεῖν τοῖς λιπαρὰ νομίζουσιν εἶναι τὰ ἐλαιώδη οὖρα. δύναται δὲ καὶ πρὸς τοὐναντίον ἄγεσθαι.

[741] καὶ γὰρ τὰ οὖρα λιπαρὰ πάντως ἂν ὁ Ἱπποκράτης εἶπεν, εἴπερ ἦν καὶ ταῦτ' ἐλαίῳ παραπλήσια. διαφόροις δὲ τοῖς ὀνόμασι χρησάμενος ἐπί τε τῶν οὔρων καὶ τῶν διαχωρημάτων ἐνδείκνυσθαι δόξει καὶ τὸ σημαινόμενον αὐτῶν ἴδιον ἑκατέρου πεποιῆσθαι. ἐμοὶ μὲν οὖν εὐλογώτερον εἶναι δοκεῖ τὰ παραπλήσια κατὰ χρόαν τε καὶ σύστασιν ἐλαίῳ λελέχθαι νῦν ἐλαιώδη, τὴν δ' ἐξήγησιν ἑκατέρως ποιήσομαι. εἰ γὰρ καὶ λιπαρότητά τινα εἶχε τὰ οὖρα, καθάπερ καὶ τὰ διαχωρήματα, μοχθηρὰ μὲν αὐτὰ νομιστέον, οὐ μὴν ὀλέθριά γε πάντως, ὅτι μὴ ταὐτόν ἐστι σάρκα τε καὶ πιμελὴν συντήκεσθαι, πυρωδεστάτης μὲν οὔσης θερμασίας τῆς τὰς σάρκας συντηκούσης, μετριωτέρας δὲ τῆς τὴν πιμελήν. ἀμέλει καὶ τὰς διὰ τῆς γαστρὸς ἐκκρινομένας συντήξεις ἅπαντες οἱ ἰατροὶ διαφέρειν ἡγοῦνται τῶν λιπαρῶν διαχωρημάτων. καὶ κατά γε τὸν ἐφ' ἡμῶν γενόμενον μακρότατον λοιμὸν ἅπαντες σχεδόν τι συντήξεις ἐξέκριναν, ἔνιοι μὲν ἀκριβῶς πυρράς, ἔνιοι δὲ μετρίως, ἅπαντες δὲ δυσώδεις. ἀλλ' αἵ γε τοιαῦται διαχωρήσεις θανατώδεις εἰσὶ καὶ χρόνον οὐκ ἀναμένουσιν. ὁ δὲ Πάριος οὗτος ‹ἐν› εἴκοσιν [742] ἐπὶ ταῖς ἑκατὸν ἡμέραις ἐνόσησε μετὰ τοῦ διαιτᾶσθαι κακῶς (αὐτὸς γὰρ ὁ Ἱπποκράτης ἔγραψεν ἐπ' αὐτοῦ· σιταρίοισί τε πολλοῖσι καὶ φαύλοισι προσεχρῆτο), ὥστε καὶ λιπαρὸν οὐρήσαντα κατὰ τὴν ἕκτην ἡμέραν καὶ τὰς ἐφεξῆς οὐκ ἀναγκαῖον ἦν ἀποθανεῖν αὐτὸν ἐν τάχει. εἰ δ' οὐ λιπαρὸν ἦν τὸ οὖρον, ἀλλὰ κατά τε χροιὰν καὶ πάχος ἐλαίῳ παραπλήσιον, ἔτι καὶ μᾶλλον οὐδ' ἀποθανεῖν αὐτὸν ὅλως εὔλογον, ὅσον ἐπὶ τοῖσδε τοῖς οὔροις.

   ὅ γε μὴν ἐπὶ τοῖς οὕτως οὐρουμένοις παρεφύλαξα χρησιμώτατον ὄν, ἤδη φράσω. καθάπερ γὰρ αὐτὸ τὸ ἔλαιον οὐκ ἀκριβῶς μίαν οὔτε σύστασιν οὔτε χρόαν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὸ ἐλαιῶδες οὖρον ὠχρὸν μὲν ἦν πάντως, ἀλλ' ἤτοι μᾶλλον ἢ ἧττον. ὅσον μὲν οὖν αὐτοῦ πρὸς τὸ λευκότερον ῥέπει χρῶμα τῆς ὠχρᾶς χροιᾶς ἐκλελυμένης, ὠμότητα χυμῶν ἐνδείκνυται, τὸ δ' ἐπιτεταμένον ὠχρὸν ὡς ἐγγὺς εἶναι τοῦ ξανθοῦ χολώδη θερμασίαν. καὶ τοίνυν ὁ κίνδυνος ἐπὶ τοῖς τοιούτοις οὔροις οὐ διὰ κακοήθειαν, ἀλλὰ διὰ σφοδρότητα γίνεται [743] τοῦ πυρετοῦ. καί τινες αὐτῶν, ὅταν ἐκ τῶν ἄλλων ἁπάντων ἔχωσι σωτηρίως, ἐν τάχει κρίνονται. θαυμαστὸν οὖν οὐδέν, εἰ τοιαῦτά τις οὐρήσας εἰς χρόνου μῆκος ἐξέπεσεν, ὁποτέρως ἂν ἀκούσωμεν τῶν ἐλαιωδῶν. ἔστι μὲν γὰρ οὐκ ἀγαθὰ τὰ τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθριά ‹γ'› ὀξέως.

   ἐξ ὧν δ' ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἔγραψεν, κακοχυμία τε τις ἦν τῷ Παρίῳ χολώδης ἥ τε κατὰ γαστέρα καὶ ἡ καθ' ἧπαρ ἐνεκροῦτο δύναμις. αὐτὸς γὰρ ἔγραψεν ἐπὶ τῇ τελευτῇ τῆς ὅλης διηγήσεως τῶν συμβάντων αὐτῷ, συνεχῶς μὲν ἀπὸ τῆς ἀρχῆς τὴν κοιλίαν ἐκταραχθῆναι χολώδεσί τε καὶ ὑγροτέροις διαχωρήμασι, συνίστασθαι δ' ἐνίοτε ζέοντα καὶ ἄπεπτα διαχωροῦσαν. ἐκ τούτων μὲν οὖν ἔνδειξίς σοι γίνεται τῆς κακοχυμίας τοῦ νοσήσαντος, ὥσπερ γε κἀκ τοῦ κωματώδη τε καὶ ἄγρυπνον αὐτὸν γενέσθαι καὶ τὰ πλεῖστα τῆς νόσου. τοῦ δὲ νεκροῦσθαι τὴν φυσικὴν δύναμιν αὐτοῦ σημεῖον ἴδιον ἡ ‹διὰ› τοῦ νοσήματος ἀνορεξία γενομένη. μεμάθηκας γάρ, ὡς ἀποσίτους κατὰ τὸ παλαιὸν ἔθος τῶν Ἑλλήνων τοὺς ἀνορέκτους φησίν. φαίνεταί γε μὴν ‹ὁ› ἄρρωστος [744] ἐσχηκέναι τὴν φύσιν ἐπιχειρήσασαν μὲν τῇ κρίσει πολλάκις, οὐδὲν δ' ἀνύσασαν, ἀλλὰ ὑπὸ τοῦ νοσήματος νικηθεῖσαν ἅμα καὶ τῷ κακῶς διαιτᾶσθαι τὸν ἄνθρωπον. οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν εἰς ὄλεθρον.

   ὁ δὲ τῶν κρισίμων ἡμερῶν λόγος ἀκριβῶς κἀνταῦθα φαίνεται πεφυλαγμένος, ἁπασῶν τῶν κριτικῶν κινήσεων ἔτι τε τῶν ὑποστροφῶν ἐν ταύταις ταῖς ἡμέραις τῷ κάμνοντι γενομένων· ἑνδεκάτης γὰρ ἐμνημόνευσε καὶ τεσσαρεσκαιδεκάτης καὶ μετὰ ταύτην ἑπτακαιδεκάτης καὶ εἰκοστῆς, ἐφ' ᾗ τετάρτης καὶ εἰκοστῆς καὶ ‹τετάρτης καὶ› τριακοστῆς καὶ τεσσαρακοστῆς, ὑστάτης δὲ ἁπασῶν ἑκατοστῆς καὶ εἰκοστῆς, ἐν ᾗ φησιν ἀποθανεῖν τὸν ἄνθρωπον.

   ὅπερ δὲ κἀν τοῖς ἔμπροσθεν εἶπον, ἐρῶ καὶ νῦν, εἴ τις ἐλέγχοι τὰ εἰρημένα κακῶς τοῖς ἐξηγησαμένοις τὸ βιβλίον, ὡς μακρολόγος ψεχθήσεται. διὸ καθάπερ ἐπ' ἐκείνων ἕνεκα παραδείγματος μνημονεῦσαί τινων ἠναγκάσθην, οὕτω κἀνταῦθα ποιήσω. Σαβῖνος τοίνυν ‹ἃ μὲν› περὶ τῆς πατρίδος τοῦ κάμνοντος τοῦδε εἶπεν, ἔμπροσθεν ἐπεσημηνάμην· ἃ δὲ περὶ τοῦ ἐλαιώδους οὔρου, νῦν ἐρῶ, διαφέρει γὰρ οὐκ εἰς μικρὸν ἡ περὶ τούτου θεωρία. γράφει δὴ περὶ αὐτοῦ κατὰ λέξιν ὧδε· "τὸ οὖν ἐλαιῶδές τινες χολὴν ὠχρὰν ‹εἶναι› [745] λέγουσιν· ἀλλ' οὐκ ἔστι χολή, ἐπεὶ οὐδ' ἂν πάνυ ἦν ὀλέθριον· πολλάκις γὰρ ἀπαλλάσσεται χολὴ καὶ οὐδὲν παραλυπεῖ. ἕτεροι δὲ λέγουσι νεύρων καὶ ὀστῶν καὶ χόνδρων εἶναι τηκεδόνα, ἅπαντα γὰρ ταῦτα τούτου εἶναι τοῦ χρώματος. πεπλανημένοι δ' εἰσὶν οὗτοι οἱ τὸ χρῶμα τὸ ἐλαιῶδες ὅμοιον ὀστοῖς καὶ χόνδροις καὶ νεύροις φάσκοντες εἶναι. οὔτε γὰρ τοσαύτη γε παράτασις ἐγένετο τῆς ζωῆς τῶν στερεῶν ἀναλυομένων (ἑκατοστῇ γὰρ καὶ εἰκοστῇ ἀπέθανεν), οὔτε ἀπέθανέ τις τοιοῦτον οὐρήσας. καὶ μή ποτε διὰ τοῦτο ἀνεγράφη ὁ ἄρρωστος, ἵνα δείξῃ διὰ τούτου, ὅτι οὐ χρὴ προσδοκᾶν θάνατον ἐλαιώδους ἀπουρηθέντος, ἀλλὰ καὶ χρόνον τινὰ δυνατὸν διαρκέσαι, ἔπειτα τελευτῆσαι. πῶς δ' οὐκ ἦν ἐλπὶς αὐ‹τὸν› σωθήσεσθαι ὑπερβεβηκότα τὴν ὀξύτητα;" ταῦτα προειπὼν ὁ Σαβῖνος ἐφεξῆς γράφει· "τί οὖν ἐστι τὸ ἐλαιῶδες; ὥσπερ τῷ ἔξω πυρὶ τροφή ἐστι τὸ ἔλαιον, οὕτω καὶ τῇ ἡμετέρᾳ φύσει πυρὶ ὁμοιουμένῃ τὸ στέαρ τῶν λαμβανομένων πεσσόμενόν ἐστι τροφή. τὸ οὖν ἐλαιῶδες οὖρον ἡ τροφή ἐστι τῆς φύσεως καὶ δηλοῖ ἀσιτεῖν τὴν φύσιν καὶ διὰ [746] τοῦτ' ἄρ' ἀποθανεῖν, ὅτι μὴ τρέφεται ἡ φύσις. ἐχρόνισε δ' οὗτος εἰκότως διὰ τὸ μοῖραν καὶ μὴ πᾶσαν ἀφαιρεῖσθαι τῆς φύσεως ‹τὴν› τροφήν." αὕτη μέν ἐστιν ἡ τοῦ Σαβίνου ῥῆσις ἀξιοῦντος, ὥσπερ τὸ ἐκτὸς τοῦτο πῦρ ὑπὸ τοῦ ἐλαίου τρέφεται, οὕτω καὶ τὸ ἐν ἡμῖν θερμόν, ὥστ' ἔλαιόν ἐστι ποτέον τοῖς βουλομένοις ἑαυτοὺς ἀναθρέψαι, πρὸς τὸ κατὰ χρόαν μὲν καὶ σύστασιν ἐοικέναι τὸ ἐλαιῶδες οὖρον τῷ ἐλαίῳ, μήτε δὲ κατὰ τὴν λιπαρότητα μήτε κατὰ τὴν ὀσμὴν ἢ τὴν γεῦσιν. ἄξιον οὖν θαυμάσαι τῶν τὰ μὲν ἀλλότρια κακῶς ἐξελεγχόντων, ἀπερισκέπτως δὲ τὰ δόξαντα ἑαυτοῖς γραφόντων.

   Δεύτερος ἄρρωστος. Ἐν Θάσῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου θυγατέρα τεκοῦσαν καθάρσιος οὐ γενομένης πυρετὸς ὀξύς, φρικώδης τριταίην ἔλαβεν, καὶ τἄλλ‹α τὰ› ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ τρίτου ἀρρώστου.

   Ἄξιον ἐπισημήνασθαι, πῶς οὐδὲν εἶπον οἱ περὶ τὸν Σαβῖνον περὶ τοῦ παρὰ τὸ ψυχρὸν ὕδωρ, ἐνὸν αὐτοῖς εἰπεῖν, ὅτι διὰ τοῦτο καταψυγέντι τῷ γυναίῳ νοσῆσαι συνέβη. πολλῷ γὰρ ἦν τοῦτο πιθανώτερον τῶν εἰρημένων εἴς τε τὸν Πάριον ‹τὸν› παρὰ τῷ Ἀρτεμισίῳ καὶ τὸν ἐν τῷ κήπῳ κατακείμενον καὶ τὸν παρὰ τῷ ‹καινῷ› τείχει κατοικοῦντα. φαίνεται δ' οὖν ἐπισχεθείσης τῆς μετὰ τὸν τόκον καθάρσεως ἡ νόσος γενέσθαι τῇ γυναικί. νοσώδης μὲν γὰρ καὶ ἡ τῶν καταμηνίων ἐπίσχεσις, ἀλλ' οὐχ ὁμοίως βλαβερὰ τῇ μετὰ τὸν [749] τόκον, ὅτι μὴ μόνον αὕτη πλῆθος, ἀλλὰ καὶ κακοχυμίαν ἱκανὴν ἐργάζεται. τὸ μὲν γὰρ χρηστότερον αἷμα τὸ ἔμβρυον ἕλκον εἰς ἑαυτὸ τροφῆς ἕνεκα, κατάλοιπον δὲ τὸ φαυλότερον αἴτιον γίγνεται τῆς κακοχυμίας ταῖς κυούσαις, ἣν μετὰ τόκον ἡ φύσις ἐκκενοῖ. καὶ τοῦτ' ἐννοήσαντες οἱ παλαιοὶ "λοχίαν κένωσιν" τὴν γινομένην μετὰ τὸν τόκον ἔκκρισιν τοῦ αἵματος προσηγόρευσαν. ἔστι μὲν οὖν καὶ ἡ κατὰ μῆνα κένωσις οὐ μόνον κένωσις, ἀλλὰ καὶ κάθαρσις, οὐ μὴν οὔτ' ἴσον τὸ πλῆθος τῆς κακοχυμίας οὔτ' ἐν ἴσῳ χρόνῳ ταῖς μηνιαίαις ἀθροίζεται περιόδοις, ὅσον ἐν τῷ τῆς κυήσεως χρόνῳ. καὶ τοὐπίπαν γε μελαγχολικὸν αἷμα φαίνεται τὸ κενούμενον αὐταῖς εἶναι μετὰ τὸν τόκον, ὥστε καὶ τὰ οὖρα πάσαις ὁρᾶται κεχρωσμένα, καθάπερ ἀσβόλης τινὸς ἐμπεπτωκυίας αὐτοῖς ‹ἢ γραφικοῦ μέλανοσ›, ὅπερ ἀμέλει κἀπὶ ταύτης τῆς γυναικὸς ἔγραψεν ὁ Ἱπποκράτης, ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας εἰπών· οὖρα πολλὰ λεπτά, μέλανα. καὶ οἶδά γέ τινα διὰ τοιούτων οὔρων πολλῶν ἐκκενωθέντων ὠφεληθεῖσαν, ἀλλ' ‹ἀξιό›λογον ὑπὸ ταύτης οὐδὲν ἐξεκενώθη τὸ τοιοῦτον, μετέπεσε γὰρ αὐτῆς εἰς τὸ [750] ὑδατῶδες τὰ οὖρα πολλά, λεπτά, μέλανα. γέγραπται γοῦν ἐν τῇ τῆς εἰκοστῆς ἡμέρας διηγήσει· οὖρα ὑδατώδεα, πολλά, κακά· εἶτα πάλιν ἐν τῇ τεσσαρακοστῇ οὖρα ἐπὶ τῶν αὐτῶν.

   οὐ μὴν οὐδὲ ἄλλη τις αὐτῇ κένωσις ἢ ἀπόστασις ἐγένετο, καὶ διὰ τοῦτο χρόνῳ πολλῷ νοσήσασα κατὰ τὴν ὀγδοηκοστὴν ἡμέραν ἀπέθανεν. αὐτὸς γοῦν ὁ Ἱπποκράτης ἔγραψεν οὕτως· οὔτε γὰρ πτυέλων τις πεπασμὸς ἐγένετο οὔτ' ἄλλη τις τῶν εἰθισμένων ἀπόστασις, καίτοι πειραθείσης τῆς φύσεως εὐθέως τὸ περιττὸν ἀποθέσθαι πρὸς τὸ ἰσχίον. ἀλλ' ἔοικε παλινδρομῆσαι καὶ ταῦτα. φησὶ γοῦν· τεσσαρακοστῇ τὰ μὲν περὶ τὸ ἰσχίον ἐκούφισε, βῆχες δὲ συνεχέες, ὑγραί, ‹πολλαί›. πολλάκις δὲ ἀκηκόαμεν ἤδη περὶ τῆς κοινωνίας τοῦ θώρακος πρὸς τὰ γεννητικὰ μόρια. τὰ μὲν οὖν κεφάλαια τῶν συμβάντων αὐτῇ ταῦτ' ἐστίν.

   τῶν δὲ κατὰ μέρος ἐν τῇ προκειμένῃ ῥήσει γεγραμμένων τὰ μὲν ὑδατόχολα διαχωρήματα τινὲς μὲν διὰ τοῦ χ καὶ λ ‹καὶ ο› γράφουσιν, ἔνιοι δὲ διὰ τοῦ χ καὶ ο καὶ λ, λεπτὰ μὲν ὑπάρχειν αὐτά, καθάπερ καὶ [751] τὸ ὕδωρ ἐστὶ λεπτόν, ἐνδεικνυμένων ἀμφοτέρων τῶν ὀνομάτων, ὑπηλλαγμένα δὲ κατὰ τὴν χρόαν, τὰ μὲν ὑδατόχλοα ‹τὴν› τῆς χλόης ἐμφαίνειν αὐτά, τὰ δ' ὑδατόχολα τῆς χολῆς. καὶ τρίτη δ' ἐστὶ γραφὴ διὰ τοῦ χ καὶ ρ ὑδατόχροα, μήτ' ἐν τοῖς παλαιοῖς μήθ' ὅλως ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις εὑρισκομένη, φανερῶς γ' οὖσα μοχθηρά. τὰ γὰρ ὑδατώδη τῶν οὔρων ἐν αὐτῷ τῷ τοιαῦτα λεχθῆναι καὶ τὴν σύστασιν ἐμφαίνει λεπτὴν καὶ τὴν χρόαν λευκήν. ἐχρήσατο δ' ‹ἂν› ἐν τῇ διηγήσει τῆς ἀρρώστου τῆσδε κακοζηλότερον τῇ λέξει ὁ Ἱπποκράτης, καίτοι πολιτικῶς ἅπαντα τὰ κατὰ τὸ βιβλίον ἡρμηνευκώς. γέγραπται δ' οὖν ἡ λέξις οὕτως· πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως εἶχεν, ὑπερβολὴν ἀνορεξίας καὶ τοῦ πρὸς αὐτὰ μίσους ἐνδεικνυμένης τῆς φωνῆς· ὅπερ ὅτι τῶν μοχθηρῶν ἐστι σημείων, εἴρηται πολλάκις.

   ἄξιον δὲ θαυμάσαι καὶ πῶς οὐδὲν εἶπον οἱ περὶ τὸν Σαβῖνον εἰς τοὺς προσκειμένους χαρακτῆρας ἑκάστῳ τῶν ἀρρώστων, ὑπὲρ ὧν ἐγὼ μὲν ἱκανῶς ἐν τῷ δευτέρῳ τῶν ὑπομνημάτων διελθὼν οὐκέτι δέομαι μνημονεύειν αὐτῶν. ὅ γε μὴν ‹Ζεῦξις› ἐφ' ἑκάστου τῶν [752] ἀρρώστων προχειριζόμενος ἐξελέγχειν πειρᾶται τὴν μοχθηρίαν τῶν ἐξηγησαμένων αὐτούς.

   Τρίτος ἄρρωστος. Ἐν Θάσῳ Πυθίωνα, ὃς κατέκειτο ὑπεράνω τοῦ Ἡρακλείου, ἐκ πόνων καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος ῥῖγος μέγα ‹καὶ› πυρετὸς ὀξὺς ἔλαβε, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ τετάρτου ἀρρώστου.

[754]    Καὶ τούτου πάνθ' εὑρήσεις ἀπ' ἀρχῆς τά τε συμπτώματα καὶ τὰ σημεῖα θανατώδη γενόμενα καὶ τοὺς παροξυσμοὺς ἐν ἀρτίαις, ὡς αὐτὸς ὁ Ἱπποκράτης ἐπεσημήνατο, προσθεὶς τῇ τῆς δεκάτης ἡμέρας διηγήσει, καθ' ἣν ἀποθανεῖν αὐτὸν ἔφη, ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ. καὶ γὰρ ὁ θάνατος ὑποπέπτωκε τῷ γενικῷ σημαινομένῳ τῆς κρίσεως, ὡς ἐδείχθη. πεφύλακται δὲ κἀπὶ τούτου τοῦ ἀρρώστου τὸ τὰς κρίσεις γίνεσθαι τοὐπίπαν, ἐν αἷς οἱ πόνοι μείζους· ἐν ἀρτίαις γὰρ αὐτῶν γενομένων ἠκολούθησε καὶ ὁ θάνατος ἐν ἀρτίᾳ.

   γέγραπται δ' ἐν τῇ διηγήσει τῶν συμβάντων αὐτῷ δύο ταῦτα δεόμενά τινος ἐξηγήσεως. ἔστι δ' αὐτῶν τὸ μὲν ἕτερον περὶ τῆς ἀναπνοῆς, ‹τὸ δ' ἕτερον περὶ τῆς φωνῆς.› βραχύπνους μὲν γὰρ ἐν τῇ τῆς δευτέρας ἡμέρας διηγήσει γέγραπται, λεπτὸν δὲ πνεῦμα καὶ μινυθῶδες ἔχειν ἐν τῇ τῆς ὀγδόης. ἔμαθες δ' ἔν τε τῷ πρώτῳ Περὶ δυσπνοίας κἀν τῷ δευτέρῳ τῶν εἰς τὸ Προγνωστικὸν ὑπομνημάτων, ἔνθα τὴν ῥῆσιν ἐξηγούμην τήνδε· "πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν", [755] ὡς ἐστὶ τὸ σμικρὸν ἅμα καὶ ἀραιὸν πνεῦμα ψυχομένης ἤδη καὶ νεκρουμένης τῆς ζωτικῆς δυνάμεως γιγνόμενον, ὃ διά τινος τῶν ἀχωρίστων συμπτωμάτων ἐδήλωσεν εἰπών· "ψυχρὸν δ' ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίνεται." τοῦτο γοῦν ἡγητέον αὐτὸν καὶ νῦν εἰρηκέναι κατὰ μὲν τὴν δευτέραν ἡμέραν βραχὺ ‹πνεῦμα γράψαντα›, κατὰ δὲ τὴν ὀγδόην λεπτὸν καὶ μινυθῶδες. ἔστι μὲν γάρ τι καὶ ἄλλο πνεῦμα βραχύ τε ἅμα καὶ πυκνόν, ὀδύνην σημαῖνον, ὡς ἐδείκνυμεν, ἤτοι γε ἐν τοῖς ἀναπνευστικοῖς μορίοις ἢ τοῖς παρακειμένοις αὐτοῖς. ἀλλ' ἐὰν ἀμφότερα παραβάλῃς ἀλλήλοις, βραχύτερον πολὺ τὸν ἔξωθεν εἰσελκόμενον ἀέρα κατὰ τὸ ἕτερον εὑρήσεις, ὃ σμικρὸν ἅμα καὶ ἀραιὸν ἔφην γίγνεσθαι. τὸ γὰρ πρὸς τῷ βραχεῖ πυκνὸν ἀναπληροῖ τῇ συνεχείᾳ τὸ καθ' ἑκάστην εἰσπνοὴν ἐνδεές, ὡς οἱ συνεχῶς πίνοντες βραχύ. καὶ γὰρ τούτων βραχυπότας γ' ἐρεῖς, ὅσοι καὶ βραχὺ καὶ διὰ πολλοῦ πίνουσιν. εἰ δέ τις βραχὺ μέν, ἀλλὰ συνεχῶς γε πίνοι, τοῦτον ἁπλῶς οὐκ ἂν εἴποις βραχυπότην, ἀλλὰ κατὰ βραχὺ πίνοντα. κατὰ τὸν αὐτὸν οὖν τρόπον ὁ [756] κυρίως ὀνομαζόμενος βραχύπνους καθ' ἑκάστην εἰσπνοὴν οὐ βραχὺ μόνον, ἀλλὰ καὶ διὰ πολλοῦ χρόνου τὸν ἔξωθεν ἀέρα διὰ τοῦ λάρυγγος ἐπισπᾶται. τάχ' οὖν ζητήσεις, κατὰ τί προειρηκὼς ὁ Ἱπποκράτης ἐν τῇ πρώτῃ τῶν ἡμερῶν πυρετὸν ὀξὺν γεγονέναι τῇ δευτέρᾳ βραχύπνουν ἔφη τὸν ἄνθρωπον εἶναι (δέδεικται γὰρ ἡμῖν ἐν τοῖς σφοδροτάτοις πυρετοῖς πνεῦμα μέγα καὶ πυκνὸν γινόμενον), τότε φήσομεν· ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν τὸ διὰ τοὺς σηπομένους χυμοὺς ἀναφθὲν πυρετῶδες θερμὸν αὐτὸ μὲν διεφορήθη, κατελείφθη δὲ τὸ ἔμφυτον μόνον ἀσθενὲς ὑπάρχον, ὡς ἤδη σβέννυσθαι, πρὶν αὖθις ἀναφθῆναι τὸ πυρετῶδες θερμόν, οἷον ζεσάντων τῶν σηπομένων χυμῶν, ἡ ‹δὲ› δευτέρα τῶν ἡμερῶν ἤνεγκε τὸ τῆς ψύξεως ἐπικρατούσης σημεῖον. ἀπόδειξις δὲ τούτου μεγίστη· τηνικαῦτα γὰρ βραχύπνουν αὐτὸν γεγονέναι φησὶ καὶ κατεψῦχθαι. γράφει γοῦν ἐπὶ τῆς δευτέρας ἡμέρας ὧδε· δευτέρῃ περὶ μέσον ἡμέρης ψῦξις ἀκρέων, τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον, ἄναυδος, ἄφωνος, βραχύπνοος ἐπὶ χρόνον πολύν. ἐπὶ δὲ τῆς ὀγδόης [757] πάλιν τάδε γράφει· ὀγδόῃ πρωὶ μὲν ἐκοιμήθη μικρά, ταχὺ δὲ ψῦξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες, ἔνθα μοι καὶ τούτῳ πρόσσχες τὸν νοῦν, ‹ὅτι›, ὁπηνίκα κατεψύχθη μετὰ τῆς κακοπνοίας, καὶ τὴν ἀφωνίαν αὐτῷ γεγονέναι φησί, καὶ αὐτὴν εἰωθυῖαν πολλάκις ἐπὶ νεκρώσει τῆς φύσεως γίγνεσθαι. καὶ κατὰ τὴν τετάρτην ‹δ'› ἡμέραν ἡνίκα γράφει· ψῦξις, ἄναυδος, ἄφωνος, ἐπὶ τὸ χεῖρον, ἐμφαίνει διὰ τῆς ἐπὶ τὸ χεῖρον προσθήκης καὶ τότε βραχύπνουν αὐτὸν γεγονέναι.    καταλείπεται τοίνυν ἔτι τοῦθ' ἡμῖν ἐξηγήσασθαι, διὰ τί προειπὼν ἄναυδος ἐπήνεγκεν ἄφωνος. ἔστι δὲ καὶ τούτου λόγος τοιοῦτος· τὴν αὐδὴν οὔτε πᾶν τὸ τῆς ἀκοῆς ἴδιον αἰσθητὸν οἱ παλαιοὶ φαίνονται καλοῦντες οὔτ' ἐκεῖνο τὸ εἶδος αὐτῆς μόνον, ὅσον ἐκπέμπεται κατὰ προαίρεσιν τοῦ ζῴου διὰ τοῦ στόματος, ἐν ᾧ περιέχεται καὶ τὸ κλαίειν καὶ τὸ συρίττειν, οἰμώζειν τε καὶ βήττειν ὅσα τἄλλα τοιαῦτα, μόνην δὲ τὴν ἀνθρώπου φωνήν, καθ' ἣν διαλεγόμεθα πρὸς ἀλλήλους, αὐδὴν ὀνομάζουσιν. οὕτω γοῦν καὶ ὁ ποιητής, ἡνίκ' ἐποίησε τοῖς ἰδίοις ἵπποις διαλεγόμενον τὸν Ἀχιλλέα, τηνικαῦτά [758] φησι τὸν ἕτερον αὐτῶν ἀμείψασθαι λόγοις χρησάμενον ἀνθρωπίνῃ διαλέκτῳ.

   Αὐδήεντα, γάρ φησιν, ἔθηκε θεὰ λευκώλενος. Ἥρη, οὐχ ὡς ἄφωνον ὄντα πρότερον οὐδ' ὡς οὐκ ἔχοντα τὴν κοινὴν τῶν ἵππων φωνήν, ἀλλ' ὡς οὐ ‹τὴν› ὀνομαζομένην αὐδὴν ἐκείνων. οὕτως οὖν καὶ θεὸν αὐδήεσσαν εἴρηκε τὴν ἀνθρωπίνῃ διαλέκτῳ χρωμένην, ὅτι καὶ αὐτὴν ἀνθρωποειδῆ φησιν εἶναι, μὴ πάντων τῶν θεῶν τοιούτων ὑπαρχόντων. ἐναργῶς γοῦν ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων ἀποκεχώρηκε πάμπολυ τῆς τῶν ἀνθρώπων ἰδέας. καὶ ὁ Ἱπποκράτης οὖν τὸ ἄναυδον μὲν εἶπεν ἐπὶ τοῦ μὴ δυναμένου διαλέγεσθαι, τὸ δ' ἄφωνον ἐπὶ τοῦ μηδ' οἰμῶξαι μηδὲ βοῆσαι δυναμένου. δῆλον δ' ἐστὶ τὸ τοιοῦτον μοχθηρότερον εἶναι τῆς ὡς ἂν εἴποι τις ἀναυδίας. οἷς γοῦν ἡ γλῶττα μόνη παραλέλυται, φωνεῖν μὲν μέγιστον ἐνίοτε δύνανται, διαλέγεσθαι δ' οὐ δύνανται. εἰ δὲ μηδὲ φωνεῖν οἷοί [759] τε εἶεν, ἐσχάτης νεκρώσεώς ἐστι τὸ τοιοῦτον γνώρισμα τῶν οὕτως ἐχόντων, μήτ' οἰμωζόντων μήτε στεναζόντων μήθ' ὅλως μηδὲν φθέγγεσθαι δυναμένων. Σαβῖνος δὲ κατὰ ταὐτὰ τοῖς ἄλλοις τὸν μὲν οὐδ' ὅλως ἔχοντα φωνὴν οὐδεμίαν ἄναυδον εἰρῆσθαι νομίζει, τὸ δ' ἄφωνον ἐν ἴσῳ τῷ ἀπόπληκτον ὑπὸ τοῦ Ἱπποκράτους γεγράφθαι φησίν, ὥσπερ οὐ δυναμένου καλέσαι τὸν οὕτω διακείμενον ἀπόπληκτον. οὐ μὴν οὐδὲ τἄλλα τὰ κατὰ ‹ταύτην› τὴν διάθεσιν εἰρημένα συνᾴδει τῷ γεγονέναι τὸν προκείμενον ἄρρωστον ἀπόπληκτον.

   Τέταρτος ἄρρωστος. Ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλινεὶς ἤμεσεν ἰώδεα, πολλά, λεπτά, καὶ τἄλλα τὰ ‹ἐφ›εξῆς ἄχρι τῆς ἀρχῆς τοῦ πέμπτου ἀρρώστου.

   Οὗτος ὁ ἄρρωστος ὀξυτάτης φρενίτιδός ἐστι παράδειγμα κατὰ τὴν πρώτην ἡμέραν εὐθέως συνεισβαλούσης τῷ πυρετῷ. καὶ πάντας γε ἐθεασάμην ἐντὸς τῆς ἑβδόμης ἡμέρας ἀποθανόντας τοὺς οὕτω φρενιτίσαντας. ὀλίγοι δὲ πάνυ καὶ σπάνιοι ταύτην ὑπερέβαλον. ἄξιον δὲ θαυμάσαι τὴν τῶν τοιούτων νοσημάτων γένεσιν, ὅπως ἐξαίφνης ἐπιτίθεται τοῖς ἀμέμπτως ὑγιαίνουσιν. οὐ γὰρ δή, ὥσπερ ἐξαιφνίδιος ἡ γένεσις αὐτῶν ἐστιν, οὕτω καὶ ἡ τῆς γενέσεως αἰτία, καθάπερ εἰ καὶ φάρμακον θανάσιμον ἔλαβεν ὁ ἄνθρωπος ἤ τι τῶν χαλεπωτάτων θηρίων ἔδακεν αὐτόν, ἀλλὰ κατὰ βραχύ πως ηὔξησεν ἐν τῷ σώματι τὴν τὰ τοιαῦτα πάθη δυναμένην αἰτίαν ἐργάσασθαι, καθάπερ ἐπὶ τῶν λυσσοδήκτων συμβαίνει. πρόδηλον γάρ, ὅτι κἀκείνοις οὐκ ἀργῶν οὐδ' ἡσυχάζων ὁ τοῦ κυνὸς ἰὸς οὐδὲν ἑαυτοῦ γνώρισμα παρέχει πολλῶν ἐφε[0]ξῆς [761] ἐνίοτε μηνῶν, ἐξαίφνης δ' αὐτοῖς συμβαίνει θεασαμένοις ὕδωρ φοβηθῆναι κἀντεῦθεν ἤδη διὰ ταχέων ἀπολέσθαι, πολλῷ μὲν αὐξανομένης χρόνῳ τῆς τὴν λύτταν ἐργαζομένης αἰτίας, ὅταν δ' ἅπαξ εἰς τοῦτ' ἀφίκηται, ταχὺν ἐπιφερούσης τὸν θάνατον. σχεδὸν οὖν κἀπὶ τῆς νῦν εἰρημένης φρενίτιδος ἠθροίζετό τις ἐν τῷ σώματι μοχθηρὸς χυμὸς ἰῷ δηλητηρίῳ παραπλήσιος, ἐνεργῶν μέντοι κατὰ βραχὺ τοῖς σώμασιν, οἷς ὁμιλῶν ἐτύγχανεν. ἐπεὶ δ' ἐκεῖνα προδιετίθετό πως ὅ τε χυμὸς αὐτὸς ἐπὶ πλεῖστον ηὐξήθη κακοηθείας, ἐξαιφνίδιον ἐφάνη θανατῶδες σύμπτωμα. καὶ γάρ τοι καὶ τῷ φρενιτικῷ τούτῳ κατὰ τὴν ἀρχὴν εὐθέως ἔμετος ἰωδῶν ἐγένετο, πυρετοῖς ἑπόμενος ὡς τὸ πολὺ διακαέσιν. ὥσπερ οὖν ὑπὸ τῶν θανασίμων φαρμάκων ἀποθνῄσκουσιν ἔνιοι δευτεραῖοι καὶ τριταῖοι, τῆς ποιότητος αὐτῶν, οὐ τοῦ πλήθους, ἐργαζομένης τὸν θάνατον, οὕτω καὶ τὸν ἄρρωστον τοῦτον εὐθέως ἀποθανεῖν ἡγητέον τῇ τρίτῃ τῶν ἡμερῶν ὑπὸ τῆς ποιότητος τῶν ἰωδῶν χυμῶν, οὐχ ὑπὸ τῆς φρενίτιδος διαφθαρέντα, παρακολουθῆσαι δὲ αὐτῇ τὴν φρενῖτιν ὥσπερ τι σύμπτωμα. τεταρταίους [762] μὲν οὖν καὶ πεμπταίους εἶδον ἀπολομένους, ἐξ ἀρχῆς εὐθέως ἁλόντας ὀξείᾳ φρενίτιδι, τριταῖον δ' οὐκ εἶδον, ὥσπερ οὐδὲ μέχρι τῆς †εἰκοστῆς ἐκταθέντα. φαίνεται τοίνυν ὁ Ἱπποκράτης τοῦτον μὲν ὡς ὀξύτατα διαφθαρέντα δηλώσας ἡμῖν, ἕτερον δ' ὀλίγον ὕστερον ὡς παραλογώτατα χρονίσαντα, περὶ οὗ κατὰ τὸν οἰκεῖον λόγον ἐπισημανοῦμεν.

   Πέμπτος ἄρρωστος. Ἐν Λαρίσσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνησεν ‹ἐξαίφνησ›, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ ἕκτου ἀρρώστου.

[763]    Τοῦτόν τις τὸν ἄρρωστον ἀναγνούς, ἐὰν μὲν μὴ προσσχῇ τὸν νοῦν ἀκριβῶς τοῖς εἰρημένοις, δειλὸς ἔσται πρὸς ἅπαν ἄλγημα, προσσχὼν δὲ οὔτε προπετῶς δειλὸς οὔτε θαρραλέος ἀλογίστως. ἀλλ' ὅταν γε ὁτιοῦν μέρος ἀλγῆσαι τύχῃ, πρῶτον μὲν ἐπίσκεψαι, μή τι τῶν ἔξωθεν αἰτίων ἐγένετο. καὶ γὰρ ἐν κινήσεσί γέ τισι λεληθότως ἐβλάβησαν ἔνιοι καὶ καθ' ὕπνον οὐκ ἐπιτηδείως ἐσχηματισμένον τι μόριον ἔχοντες, ἔν τε περιαγωγαῖς τισι καὶ περιστροφαῖς ἐξαιφνιδίοις, καὶ τὰ μόρια ‹δ'› ἐρριγωκότα καὶ προκατεψυγμένα σπάσμασί τε καὶ τίλμασιν ἁλισκόμενα μεγίστας ὀδύνας φέρει, καθάπερ γε καὶ τὰ ῥήγματα πολλοῖς ἐπώδυνα γίνεται καὶ μᾶλλον, ὅσοι ξηροὶ τὴν κρᾶσίν εἰσι, καὶ τούτων ἔτι μᾶλλον, ἐὰν ἢ παρηβῶντες ἢ γέροντες ὦσιν. ὅταν οὖν μηδὲν τοιοῦτον φαίνηται τῆς ὀδύνης αἴτιον, ἑξῆς ἐπίσκεψαι τὴν προηγησαμένην δίαιταν, εἴτ' ἀργοτέρᾳ παρὰ τὸ ἔθος [ἐστὶν] ἢ σιτίοις ἐχρήσατο πλείοσιν ὁ ἄνθρωπος πολυτρόφοις ἢ συνήθων ἐκκρίσεων ἐπίσχεσις αὐτῷ γέγονεν. εἰ γάρ τι τοιούτων ἢ καὶ πάντα σοι φαίνοιτο, πλῆθος αἴτιον [764] τῆς ὀδύνης ἡγησάμενος ὅτι τάχιστα κένωσον τὸν ἄνθρωπον. οὕτω γὰρ ἐξέσται σοι μετὰ πάσης ἀσφαλείας τοῖς ἀποκρινομένοις τὰ ῥεύματα κατὰ τῶν ὀδυνωμένων χρήσασθαι μερῶν. εἰ δὲ πρὸ τοῦ κενῶσαι τοῦτο πράξεις, ἀποστρέψεις εἰς τὰ κυριώτατα μέρη τὸ πλῆθος. οὐ μὴν οὐδὲ θερμαίνειν τε καὶ παρηγορεῖν ἔστι θαρρούντως τὰ πονούμενα μόρια, πρὶν κενῶσαι τὸ σῶμα. πολλάκις γὰρ ἅπαν εἰς τὸ πεπονθὸς ἐκ τῶν τοιούτων βοηθημάτων ἕλκεται τὸ πλῆθος, ὡς καθ' ἕτερον τρόπον ἐν κινδύνῳ γενέσθαι τὸν ἄνθρωπον, ἀμέτρως φλεγμήναντος τοῦ μέρους. εἴρηκε δὲ καὶ αὐτός, ὡς ἔμαθες ἤδη, περὶ τῶν τοιούτων ἀποστάσεων, ἃς ἤτοι μὴ δύναται δέξασθαι τὸ μέρος ἢ δεξάμενον μὴ φέρειν. ἐὰν μὲν οὖν ἐκ τῆς προηγησαμένης διαίτης ἐμφαίνηται μηδὲν εἶναι πλῆθος ἐν τῷ σώματι, τοῖς πρὸς τὰς ὀδύνας βοηθήμασιν ἀκίνδυνον χρῆσθαι πυρίαις τέ τισι καὶ φαρμάκοις ὑγροῖς καὶ θερμοῖς τὴν δύναμιν, ὧν τὴν ὕλην ἐν τοῖς περὶ τῶν φαρμάκων ὑπομνήμασιν ἔμαθες. εἰ δὲ πρὸς τούτων μὴ παύοιτο, κενωτέον ἐστὶν ὅλον τὸ σῶμα. πολλάκις γὰρ [765] ἤθροισταί τι πλῆθος ἐν αὐτῷ κατὰ βραχὺ σωρευθέν, οὐ παρακολουθήσαντος ἑαυτῷ τοῦ ἀνθρώπου τῇ τε ποσότητι καὶ τῇ ποιότητι τῶν ἐδεσμάτων. ἐνίοτε δὲ καὶ πυκνότερον ἑαυτοῦ τὸ δέρμα γενόμενον ἔκ τινων αἰτίων λαθόντων τὸν ἰδιώτην τῶν ἱδρώτων ἐπισχὸν τὰς διαπνοὰς αἴτιον ἐγένετο πληθωρικῆς διαθέσεως. διὰ τοῦτο οὖν, ἐὰν ἡ ὀδύνη μὴ παύηται πρὸς τῶν βοηθημάτων, κενωτέον ἐστὶν ὅτι τάχιστα τὸν κάμνοντα. τὸ τοίνυν ἐπὶ τοῦ φαλακροῦ ‹βεβαίως› οὐκ ἔχω συμβαλεῖν, εἴτ' ἐφλεβοτόμησέ τις αὐτὸν εἴτε μή. ὅσον μὲν γὰρ ἐπὶ τῷ φάναι τὸν Ἱπποκράτην τῶν δὲ προσφερομένων οὐδὲν ὠφέλει, δύναται λέγειν ὁ μέν τις, ὡς ἐν τοῖς προσφερομένοις καὶ τῆς φλεβοτομίας ἐμνημόνευσεν, ὁ δέ τις, ὡς οὐκ εἴη τῶν προσφερομένων αὐτῷ βοηθημάτων· ὅσον δὲ ἐπὶ τῷ παρακόψαι τε καὶ τῇ τετάρτῃ τῶν ἡμερῶν ἀποθανεῖν, ὅτι παρελείφθη τὸ βοήθημα.

   προσγέγραπται δ' ἐπὶ τῇ τελευτῇ κατὰ τὰ διεσκευασμένα τῶν ἀντιγράφων καὶ τούτῳ τῷ ἀρρώστῳ καὶ τῷ μετ' αὐτὸν πρότερον μὲν τὸ ὀξύ, μετ' αὐτὸ δὲ οἱ χαρακτῆρες, ὑπὲρ ὧν, ὡς ἔφην, οἱ μὲν περὶ [766] τὸν Σαβῖνον ὀρθῶς φρονοῦντες οὐδὲν εἶπον, ὁ δὲ Ζεῦξις διελέγχει καθ' ἕκαστον ἄρρωστον τοὺς ἐξηγησαμένους μοχθηρῶς. ἀλλ' ἡμῖν ἔδοξε πάντα τὰ οὕτω προσγεγραμμένα παραλιπεῖν ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ. γενήσεται γάρ, ἐὰν δόξῃ, βιβλίον ὅλον ἰδίᾳ τοῖς καὶ τὰ τοιαῦτα πολυπραγμονοῦσιν ἡδέως, ἐν ᾧ περὶ τῶν ἅπασι τοῖς ἀρρώστοις προσγεγραμμένων χαρακτήρων ὁ λόγος ἔσται. νυνὶ δ' οὐ προσήκει τοῖς χρησίμοις ἀναμειγνύναι τὰ ἄχρηστα.

   Ἕκτος ἄρρωστος. Ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξύς, συνεχὴς μετὰ πόνου, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ ἑβδόμου ἀρρώστου.

   Οὗτος ὁ ἄρρωστος παράδειγμά ἐστι νοσήματος ὀξυτάτου, φοβεροῦ μὲν τοῖς μὴ τεχνίταις, ἐν τάχει δὲ κριθησομένου τοῖς ἐπιστήμοσιν. ὅπου γὰρ ὑπόσπληνος ὢν εὐθὺς μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ᾑμορράγησεν ἐξ ἀριστεροῦ μυκτῆρος πολύ, τὰ δ' οὖρα παχέα μὲν ἦν καὶ ἀκατάστατα, λευκὰ δὲ κατὰ τὴν χρόαν, ἐν δὲ τῇ δευτέρᾳ τῶν ἡμερῶν ἱδρύετο μᾶλλον, ἐλπὶς ἦν ἀγαθὴ περὶ τὸν κάμνοντα· παυσαμένης δὲ καὶ τῆς ἄσης αὐτῷ κατὰ τὴν δευτέραν τῶν ἡμερῶν καὶ ὕπνων γενομένων, ἔτι καὶ μᾶλλον ἦν ἐλπίσαι βεβαιότερον ἐν τάχει σωθήσεσθαι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆς τρίτης ἡμέρας καλλίστων τε ἅμα καὶ πλείστων οὔρων γενομένων, ἐναργὲς ἦν ἤδη τὸ κατὰ τὴν τετάρτην ἡμέραν ἀπαλλαγήσεσθαι τῆς νόσου τὸν ἄνθρωπον.

[768]    Ἕβδομος ἄρρωστος. Ἐν Ἀβδήροισι τὴν παρθένον, ἣ κατέκειτο ἐπὶ τῆς ἱρῆς ὁδοῦ, πυρετὸς ὀξύς, καυσώδης ἔλαβεν· καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ ὀγδόου ἀρρώστου.

   Αὕτη φαίνεται πληθωρικῶς νοσῆσαι, καὶ ὅσον γ' ἐπὶ τοῖς ἀπ' ἀρχῆς αὐτῇ προσπεσοῦσι κἂν ἔδεισέ τις ὡς ὑπὲρ τεθνηξομένης. ἡ δὲ τῶν οὔρων εὔχροια μέγιστον σημεῖον ἐπὶ τοῖς πληθωρικῶς νοσοῦσιν. ἐπεὶ δ' οὐκ ἦν παχέα, χρονιωτέραν ἐδήλου τὴν νόσον ἔσεσθαι. φαίνονται δὲ ὥσπερ ἐπὶ πάντων τῶν ἀρρώστων οὕτω κἀνταῦθα τῶν κρισίμων ἡμερῶν περίοδοι σῴζεσθαι. καὶ μέντοι καὶ ἡ φύσις ἐν ‹ταῖς› αὐταῖς φαίνεται κρίσιμα σημεῖά τε καὶ συμπτώματα προδεικνύουσα.

   Ὄγδοος ἄρρωστος. Ἐν Ἀβδήροισιν Ἀναξίωνα, ὃς κατέκειτο παρὰ τὰς Θρηικίας πύλας, πυρετὸς ὀξὺς ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχής, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ ἐνάτου ἀρρώστου.

   Ἐπὶ τούτου μόνου τοῦ ἀρρώστου τῶν ἐν τῷ πρώτῳ τε καὶ τῷ [771] τρίτῳ βιβλίῳ γεγραμμένων [ἀρρώστων] ἐμνημόνευσε φλεβοτομίας ὁ Ἱπποκράτης, οὐχ ὡς μόνου φλεβοτομηθέντος, ἀλλ' ὡς κατὰ τὴν ὀγδόην ἡμέραν μόνου καὶ τῶν ἰατρῶν ὥσπερ ἐκ νόμου τινὸς οὐκέτι μετὰ τὴν τετάρτην ἡμέραν φλεβοτομούντων. ὅπου τοίνυν οὗτος ὀγδοαῖος ἐφλεβοτομήθη, πολὺ δήπου μᾶλλον ἄλλους ἡγητέον δεομένους φλεβοτομίας ἐπὶ ‹τῆς› δευτέρας καὶ τρίτης καὶ τετάρτης κεχρῆσθαι τῷ βοηθήματι. παρέλιπε δὲ ὁ Ἱπποκράτης , ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων βοηθημάτων, ἐφ' ὧν ἀναγκασθεὶς ἐνίοτε γράφει μηδὲν αὐτοὺς ὑπὸ τῶν προσφερομένων ὠφελῆσθαι χάριν τοῦ τὴν κακοήθειαν ἐνδείξασθαι τοῦ νοσήματος. οὐ γὰρ θεραπευτικὴν αὐτῷ προὔκειτο ταύτην γράψαι ‹τὴν› πραγματείαν, ἀλλὰ προγνωστικήν. ἐπί τινων δ' οὐκ ἀπ' ἀρχῆς φαίνεται παραγεγονὼς τοῖς ἀρρώστοις. ἐνίοτε γοῦν προσγράφει· "τούτῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, τόδε καὶ τόδε συνέπεσεν."

   ἥτις δ' ἔσται τοῖς ἀναγνοῦσι κατὰ τοῦτον τὸν ἄρρωστον ὠφέλεια, δέδεικταί μοι διὰ τοῦ πρώτου Περὶ κρίσεων, ἔνθα πῶς μὲν ἄν τις γνωρίσειε τὸ τελέως ἄπεπτον νόσημα, πῶς δὲ τὸ τοῦ πέττεσθαι νυνὶ πρῶτον ἀρχόμενον, πῶς δὲ τὸ προῆκον ἐν τῇ πέψει καὶ πῶς τὸ [772] πλησίον ἤδη τῆς τελείας πέψεως ἐπειράθην ἐπιδεῖξαι σαφῶς. ὁ γὰρ Ἀναξίων οὗτος, μέχρι μὲν οὗ βήττων ἦν, οὐδὲν δ' ἀπέπτυεν ὅλως, ἀπεπτοτάτην εἶχε τὴν πλευρῖτιν. τῇ δ' ἑπτακαιδεκάτῃ τῶν ἡμερῶν πτύειν ἀρξάμενος ἐδήλωσε πέττεσθαι τὴν νόσον. ἔπειτα ‹δὲ› κατὰ βραχὺ τῷ χρόνῳ προιόντι ‹τὴν πέψιν ηὔξησεν, ὥστε› κατὰ τὴν εἰκοστὴν ἑβδόμην οὕτως ἔγραψεν ὁ Ἱπποκράτης· ἀνῆγε πέπονα πολλά, οὔροισιν ὑπόστασις ‹πολλὴ› λευκή, καὶ διὰ τοῦτο τελέως ἐκρίθη τῇ τριακοστῇ τετάρτῃ.

   Ἔνατος ἄρρωστος· Ἐν Ἀβδήροισιν Ἡρόπυθος κεφαλὴν ἐπιπόνως εἶχεν ὀρθοστάδην, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ δεκάτου ἀρρώστου.

   Οὗτος ὁ ἄνθρωπος ἄξιος μνήμης ἐξαρκέσας νοσήματι χαλεπῷ διὰ τὴν εὐρωστίαν τῆς δυνάμεως· ἀδύνατον γὰρ ἄλλως ἀντισχεῖν ἰσχυρῷ πάθει. καὶ πάντως ἦν ἐν τοῖς σφυγμοῖς αὐτοῦ ῥώμη τε ἅμα καὶ πάντα τἄλλα τὰ κατὰ φύσιν σῳζόμενα. καί μοι λέλεκται καὶ ἄλλοτε παραλελεῖφθαι τὸ μέρος τοῦτο τῆς ἐπὶ τῶν πυρεττόντων προγνώσεως Ἱπποκράτει. φαίνεται δ' οὖν τῷ κάμνοντι καὶ τὰ περὶ τὴν ἀναπνοήν τε καὶ τὴν ὄρεξιν ἄμεμπτα γεγονέναι, μεγάλην ἔχοντα δύναμιν εἰς σωτηρίαν, ὡς αὐτὸς ἐδίδαξεν. ὁ πυρετὸς δ' ἐν ἀρχῇ μὲν ὀξὺς εἰσέβαλεν, ἐξελύθη δ' αὐτοῦ κατὰ τὸν ἐφεξῆς χρόνον ἡ ὀξύτης. ἔγραψε γοῦν ἐπ' αὐτοῦ· πυρετοὶ ἄλλοτε ἀλλοίως παροξυνόμενοι, τὰ πλεῖστα ἀτάκτως. ἓν δὲ μόνον ἐγένετο χαλεπὸν τῷ κάμνοντι σημεῖον, ἡ τῶν οὔρων λεπτότης τε καὶ μελανότης. διὸ καὶ πολλῷ χρόνῳ μόγις ἐκράτησεν ἡ φύσις τοῦ νοσήματος, αἱμορρα[0]γίαν [775] τε κινήσασα κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν ἐκ τῶν κρισίμων οὖσαν ἰσχίου τε ὀδύνην καὶ τῶν κάτω πάντων ἐργασαμένη μετὰ ταῦτα. δεῖται γὰρ ἀεὶ τὰ μεγάλα τῶν νοσημάτων καὶ τῶν κρινόντων αὐτὰ γενναίων, ἀλλ' οὐδ' ἐπὶ τούτοις ἐπαύσατο τελέως ἡ νόσος. περὶ δὲ τὴν ὀγδοηκοστὴν ἡμέραν ἐφάνη σημεῖα πεττομένης αὐτῆς διὰ τῶν οὔρων, ἐφ' οἷς κατὰ βραχὺ μέχρι τῆς ἑκατοστῆς ‹εἰκοστῆς› πεφθεῖσα τὴν παντελῆ λύσιν ἐποιήσατο.

   Δέκατος ἄρρωστος. Ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ πότων πυρετὸς ἔλαβε, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τοῦ ια ἀρρώστου.

   Αὐτὸς ὁ Ἱπποκράτης ἐπεσημήνατο γράψας· οἱ παροξυσμοὶ καὶ οἱ πόνοι ἐν ἀρτίῃσι. διὰ τοῦτ' οὖν ἐκρίθη κατὰ τὴν εἰκοστὴν τετάρτην ἡμέραν ἱδρῶτι. τὰ δὲ κατὰ μέρος ὁ μεμνημένος ἁπάντων, ὧν ἔμπροσθεν ἐξηγησάμην ἔν τε τούτῳ τῷ βιβλίῳ καὶ τοῖς πρὸ αὐτοῦ δυσὶ καὶ πρὸ τούτων τῷ Προγνωστικῷ τε καὶ Προρρητικῷ, δυνατὸς ἂν εἴη πάντ' ἐξευρίσκειν αὐτός.

[777]    Ἑνδέκατος ἄρρωστος. Ἐν Θάσῳ γυνὴ δυσάνιος ἐκ λύπης μετὰ προφάσιος ὀρθοστάδην ἐγένετο καὶ πάντα τὰ ἐφεξῆς ἄχρι τοῦ δωδεκάτου ἀρρώστου.

[778]    Τί ἡ δυσάνιος φωνὴ σημαίνει, Κριτίας ἐδήλωσε γράψας ὧδε· "δυσάνιος δ' ἐστίν, ὅστις καὶ ἐπὶ τοῖς μικροῖς ἀνιᾶται καὶ ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι ‹ἢ› πλείω χρόνον." ἦν ‹δ' ἄρ'› ἀνιαρὰ ἢ σκυθρωπὸς ἥδε ἡ νῦν ὑφ' Ἱπποκράτους εἰρημένη δυσάνιος, παραμεινάσης αὐτῇ τῆς λύπης ἐπὶ πλείονα χρόνον, ὅπερ πάλιν μετ' ὀλίγον ἐπὶ τῆς ἐν Κυζίκῳ τὰς διδύμους θυγατέρας τεκούσης ἔφη· "σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη." θαυμάζω γε μήν, πῶς οὐ προσέγραψεν ἐπὶ τῆς γυναικὸς ταύτης ἤτοι γε ἐπεσχῆσθαι τὰ καταμήνια παντάπασιν ἢ μὴ τελέως γεγονέναι. φαίνεται γὰρ ὀξέως τε ἅμα καὶ πληθωρικῶς νοσῆσαι καὶ τῇ τρίτῃ τῶν ἡμερῶν εἰς νύκτα δι' ἱδρώτων τε κριθῆναι καὶ καταμηνίων ἐκκρίσεως. ἀλλὰ καὶ μετὰ τὴν κρίσιν ἐκκενωθέντα πολλὰ βέβαιον εἰργάσατο τὴν γενομένην ἀπαλλαγὴν τοῦ νοσήματος. ἡ δὲ τῶν οὔρων χροιὰ καίτοι μέλαινα γενομένη χαλεπὸν οὐδὲν εἰργάσατο, διότι καταμηνίων ἐπίσχεσις ἦν μελαγχολικωτέρων, ἐφ' οἷς εἰκότως ἡ γυνὴ δυσάνιος ἐγένετο καὶ φοβερὰ καὶ παρέκρουσεν ἐν μέρει ποτὲ καὶ κωματώδης γενομένη.

[779]    Δωδέκατος ἄρρωστος. Ἐν Λαρίσσῃ τὴν παρθένον πυρετὸς ἔλαβε καυσώδης, ὀξύς, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τοῦ τρισκαιδεκάτου ἀρρώστου.

[780]    Ὅτι μὲν ὥραν εἶδε καταμηνίων ἡ παρθένος, δῆλόν ἐστιν ἐξ ὧν αὐτὸς ἔγραψεν εἰπὼν ὧδε· γυναικεῖα κατέβη πρῶτον τότε. φαίνεται δ' ἡ νόσος καὶ ταύτῃ γεγονέναι πληθωρικὴ καὶ κριθῆναι μὲν ἐπὶ τῆς ἕκτης ἡμέρας, διότι καὶ τοὺς πόνους ἔσχεν ἐν ἀρτίαις, ὡς αὐτὸς ἔγραψεν. παράδοξον δὲ τὸ μηδ' ὑποστρέψαι, καίτοι τῆς ἕκτης ἡμέρας μηδέποτε πιστῶς κρινούσης. ξένον οὖν τι τοῦτο καὶ πάνυ σπάνιον ‹τὸ› ἐπ' αὐτῆς γενόμενον ἐπεσημήνατο γράψας· ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ' ἐκρίθη, ὡς δέον ὑποστρέψαι.

   ἀλλὰ καὶ τὴν αἰτίαν ἔγραψε τοῦ μὴ ὑποστρέψαι προσθείς· ἐν τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβη. τὸ γὰρ ἐπιμεῖναι τὴν κένωσιν αὐτῇ ταῖς μετὰ τὴν κρίσιν ἡμέραις ἱκανὸν ἐγένετο φυλάξαι βέβαιον τὴν προηγησαμένην κρίσιν ἐν τῇ ἕκτῃ ‹τῶν› ἡμερῶν δι' αἱμορραγίας τε καὶ ἱδρώτων καὶ μάλισθ' ὅτι μήτε φλεγμονή τις ἐγένετο κυρίου μορίου μήτε κακόηθες ἦν τὸ πλῆθος. αὐτὸς γὰρ ἐπεσημήνατο πληθωρικὴν εἶναι τὴν διάθεσιν ἐν τῷ φάναι διὰ παντὸς ἐσχηκέναι προσώπου μὲν ἔρευθος, ὀμμάτων δὲ [781] ὀδύνην καὶ καρηβαρίαν. εὔδηλον οὖν, ὅτι κενώσεως ἐδεῖτο μόνης. καὶ ταύτην ἡ φύσις ἤρξατο μὲν ἐργάζεσθαι τῇ τρίτῃ τῶν ἡμερῶν, συνεπλήρωσε δὲ κατὰ τὴν ἕκτην. ὅτι δὲ τῷ λόγῳ τῆς φύσεως, οὐχ ὡς σύμπτωμα τῆς νόσου διὰ τῆς γαστρὸς ἡ κένωσις ἐγένετο, σαφῶς ἐδήλωσεν αὐτὸς γράψας· τῇ τρίτῃ δὲ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχολα καὶ τὰς ἑπομένας ᾔει τοιαῦτα εὐφόρως. τοῦτο ‹δὲ τὸ› προσκείμενον ἐνδείκνυται τῶν λυπούντων γενέσθαι τὴν κένωσιν.

   ἐπισημήνασθαι δὲ νῦν τῶν κατὰ τὴν διήγησιν αὐτῆς εἰρημένων ἄξιόν ἐστι καὶ ταῦτα τὰ δύο πρὸς τοῖς εἰρημένοις, ἓν μὲν τὸ κατὰ τὴν ἀρχὴν γεγραμμένον γλῶσσα λιγνυώδης, ξηρή, δεύτερον δὲ τὸ τετάρτῃ οὔρησε λεπτόν, ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο, παρέκρουσε. τὸ μὲν οὖν αὐτῶν πρότερον εἰρημένον χρήσιμόν ἐστιν εἰς τὸ μὴ παντελῶς ὀλέθριον ἡγεῖσθαι τὴν λιγνυώδη γλῶσσαν· ὀνομάζει δ' οὕτως τὴν ἐπικεχρωσμένην οἷον λιγνύι τινί, ξηρὰν οὖσαν ἐξ ἀνάγκης. τὸ δὲ δεύτερον ἐπειδὴ καὶ κατ' ἄλλους ἀρρώστους εἶπεν ἐναιώρημα μετέωρον, εὐθέως ἐπήνεγκεν [782] αὐτῷ τὸ παρέκρουσεν, ἐμφαίνων τοῖς τοιούτοις ἐναιωρήμασιν ἕπεσθαι παραφροσύνην. καίτοι κατά γε τὸ Προγνωστικὸν ἅπαντα τὰ περὶ τῶν οὔρων διελθὼν οὐδεμίαν ἐξ αὐτῶν εἰς παραφροσύνην ἐποιήσατο πρόγνωσιν. ἔοικεν οὖν τὸ σημεῖον τοῦτο καθ' αὑτὸ μὲν οὐδέποτε σημαίνειν παραφροσύνην, συνενδείκνυσθαι δέ ποτε κατὰ συμβεβηκός, ἐπειδὴ πνευματωδέστερον εἶναι δηλοῖ τὸ αἷμα. κατὰ γὰρ τὸ παντελῶς ἄφυσον εἰς τὸ κάτω τῶν ἀγγείων φέρεται τὰ ἐναιωρήματα.

   Τρισκαιδέκατος ἄρρωστος. Ἀπολλώνιος ἐν Ἀβδήροις ὀρθοστάδην ὑπεφέρετο χρόνον πολύν· καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ δεκάτου τετάρτου ἀρρώστου.

   Κἀπὶ τούτου πάλιν ὁ Ἱπποκράτης ὥσπερ ἐπ' ἄλλων πολλῶν αὐτὸς ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἐν κεφαλαίοις βραχέσιν ἐδήλωσε τὰ γενόμενα συμπτώματά τε καὶ σημεῖα, δι' ὧν ἄν τις προγνοίη τὸν ἐσόμενον θάνατον. ἔχει δὲ ἡ ῥῆσις ὧδε· τούτῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ καὶ μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρά, παράληρος διὰ τέλεος. τῶν δὲ κατὰ μέρος οὐδέν ἐστιν ἀσαφές, εἴ τις τῶν προεξηγημένων ἡμῖν μνημονεύει.

[785]    Τεσσαρεσκαιδέκατος ἄρρωστος. Ἐν Κυζίκῳ ‹γυναικὶ› θυγατέρας διδύμους τεκούσῃ καὶ δυστοκησάσῃ καὶ οὐ πάνυ καθαρθείσῃ τῇ πρώτῃ πυρετὸς φρικώδης, ὀξύς, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ πεντεκαιδεκάτου ἀρρώστου.

   Οὐ μόνον ὅτι μὴ καλῶς ἐκαθάρθη τὴν λοχίαν κάθαρσιν, [786] ὑπελείφθη τῇ γυναικὶ ταύτῃ μελαγχολικώτερον αἷμα, διὸ κατ' ἀρχὰς μὲν ἦν σιγῶσα καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη, μετὰ δὲ ταῦτα παρεφρόνησε σφοδρῶς, ὡς ἐκμανῆναι, ἀλλὰ καὶ διὰ τὴν δυστοκίαν φλεγμηνάσης τῆς μήτρας ὁ πυρετὸς ηὐξήθη. δῆλον δ', ὅτι τῆς κακοχυμίας ἐπὶ τὴν κεφαλὴν ἀνενεχθείσης ἥ τε παραφροσύνη μανιώδης ἐγένετο καὶ οἱ σπασμοὶ συνηκολούθησαν. αἱ δὲ τῶν κρισίμων ἡμερῶν περίοδοι σῴζονται κἀνταῦθα, καθάπερ ἐπὶ πάντων τῶν ἀρρώστων. εἰ δέ πού τι φανείη σπανίως διαφθειρόμενον, ἐκεῖνο μόνον ἐπισημανοῦμαι.

   Πεντεκαιδέκατος ἄρρωστος. Ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ λείου, πυρετὸς φρικώδης ἐκ λύπης ἔλαβε· καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς ἀρχῆς τοῦ ἑξκαιδεκάτου ἀρρώστου.

   Ἐξ ἀρχῆς αὕτη φαίνεται φρενιτικὴ γενομένη. χαλεπώταται δ' εἰσίν, ὡς καὶ πρόσθεν εἶπον, αἱ τοιαῦται φρενίτιδες καὶ τάχιστα πάντας, οἷς ἂν γένωνται, διαφθείρουσιν. ἀλλὰ νῦν γε ‹παραδ›όξως αὕτη μέχρι τῆς εἰκοστῆς πρώτης ἡμέρας ἐξήρκεσεν ἴσως, ὅτι μετρίως ἐπύρεξεν. καὶ διὰ τοῦτ' ἐπεσημήνατο κατὰ ταύτην τὴν ἄρρωστον μόνην γράψας· [788] πυρετοὶ πρὸς χεῖρα λεπτοί. καὶ φαίνεταί γε τὸ τῆς παραφροσύνης εἶδος αὐτῇ μικτὸν ἐκ μελαγχολίας καὶ φρενίτιδος γεγονέναι. τὸ γὰρ ἢ λόγοι πολλοὶ ἢ σιγῶσα διὰ τέλεος ἐνδεικτικόν ἐστι τῆς τοιαύτης μίξεως.

   οὐκ οἶδα δ', ὅπως οἱ ἐξηγηταὶ τοῦ Ἱπποκράτους οὐδὲν ἔγραψαν ὑπὲρ τῆς λέξεως, ἐν ᾗ φησι· πνεῦμα ἀραιόν, ‹μέγα› [ὅπερ οὐχ ἕτερόν ἐστι τοῦ] διὰ χρόνου, καὶ φαίνεται δὲ ἐφεξῆς ταὐτὸν εἰρηκώς. μή τι οὖν· ἤτοι τῆς ἀραιότητος ἐπίτασιν δηλῶσαι βουληθεὶς τὸ διὰ χρόνου προσέγραψεν, ὡς εἰ καὶ οὕτως εἰρήκει· "διὰ πάνυ πολλοῦ χρόνου" (καὶ γὰρ σύνηθές ἐστιν ἐνίοτε παραλιπεῖν τὸ πολλοῦ καὶ μόνῳ χρήσασθαι τῷ διὰ χρόνου), ἢ μὴ συνεχῶς, ὥσπερ ἐπ' ἄλλων, ἀλλὰ μηδ' ὡς τὸ πολὺ τὴν ἄνθρωπον τοιοῦτον ἀναπεπνευκέναι δι' ὅλης τῆς νόσου φαίνεται δηλοῦν. ἐπιφέρων γοῦν ἐρεῖ καὶ πάλιν βραχύπνοος, ἐνδεικνύμενος κἀνταῦθα, καθάπερ ἔμπροσθεν, ἐκ καταψύξεως οὐ μόνον μικρόν, ἀλλὰ καὶ διὰ πολλοῦ τὴν ἄνθρωπον ἀναπνεῖν, ὅπερ ὄντως ἐστὶ βραχὺ πνεῦμα. τὸ γὰρ ἀραιὸν καὶ μέγα, καθόσον μὲν ἀραιόν ἐστιν, ἧττον ὑπάρχει τοῦ πυκνοῦ τε ἅμα καὶ [789] μεγάλου, καθόσον δὲ μέγα, πλέον ἐστὶ ταύτῃ τοῦ μικροῦ καὶ ἀραιοῦ. κατ' ἄμφω τοίνυν μικρὸν ἔσται τὸ βραχὺ καὶ ἀραιόν. καὶ φαίνεταί γε μήν, ὥσπερ καὶ ἐν καταψύξει τοιαύτῃ γεγονέναι τὸ γύναιον, ἐν οἵᾳ καὶ αἱ τῇ ἀπνοίᾳ καταλαμβανόμεναι γίνονται. γράφει γοῦν ἐπ' αὐτῆς· εἰκοστῇ λόγοι πολλοὶ καὶ πάλιν ἱδρύνθη, ‹ἄφωνος,› βραχύπνοος. ἡ δ' ἀφωνία τοὐπίπαν ἅμα βραχεῖ καὶ ἀραιῷ γίγνεται πνεύματι. ἀλλὰ τό γε διὰ χρόνου μετὰ τοῦ ἀραιὸν γεγραμμένον ἀντὶ τοῦ διὰ πάνυ πολλοῦ σε δέξασθαι χρή. τὸ γὰρ ἐν ὀλίγῳ τῆς νόσου χρόνῳ σημαίνειν οὐ δύναται, κατὰ τὴν τελευτὴν τῆς ῥήσεως προσγράψας· ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιόν, μέγα. τὸ γὰρ διὰ τέλεος εἴωθε λέγειν ἀντὶ τοῦ δι' ὅλης τῆς νόσου μέχρι τῆς τελευτῆς. ὥσπερ δὲ τοῦτο τὸ διὰ τέλεος οὕτω καὶ τόδε φησίν· ἀεὶ περιεστέλλετο, ‹ἢ› λόγοι πολλοὶ ἢ σιγῶσα διὰ τέλεος. τὸ μὲν γὰρ λόγοι πολλοὶ φρενιτικόν, τὸ δὲ σιγῶσα μελαγχολικόν, τὸ δὲ περιεστέλλετο κοινὸν ἀμφοῖν, εἰ μή πως ἄρα καὶ διὰ τὴν κατάψυξιν ἐνίοτε περιεστέλλετο.

[790]    Ἑκκαιδέκατος ἄρρωστος. Ἐν Μελιβοίῃ νεηνίσκος ἐκ πότων καὶ ἀφροδισίων πολλῶν πολὺν χρόνον θερμανθεὶς κατεκλίνη, καὶ τἄλλα τὰ ἐφεξῆς ἄχρι τῆς τελευτῆς.

[791]    Οἱ μὲν πολλοὶ πότοι τά τε νεῦρα βλάπτουσι καὶ τὴν ἀρχὴν αὐτῶν, τὸν ἐγκέφαλον. τὰ δ' ἀφροδίσια καὶ αὐτὰ μὲν ἱκανῶς λυπεῖ καὶ τὴν δύναμιν καταλύει τε καὶ ἀραιοτέραν ἐργάζεται. μοχθηρὸν οὖν ἀθροίσας πλῆθος ὁ νεανίσκος οὗτος εἰκότως ἤρξατο μὲν ἀπὸ πυρετῶν μετρίων, ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ χείρων ἑαυτοῦ γενόμενος ὕστερον εἰς φρενῖτιν ἀκριβῆ περιέστη. γενέσθαι δ' αὐτὴν ἐδήλου τό τε μέγα καὶ ἀραιὸν πνεῦμα καὶ τὸ κόσμιόν τε καὶ σιωπηλὸν ὄντα τὸν νοσοῦντα παρακροῦσαι μέτρια. τοῖς μὲν γὰρ κούφοις καὶ ταραχώδεσιν ἀνθρώποις ἐπὶ σμικραῖς προφάσεσιν αἱ παραφροσύναι γίνονται, τοῖς δ' ἐναντίοις τὸ ἦθος ἐπὶ μεγάλαις αἰτίαις. διὰ τί δὲ τῷ ἀραιῷ πνεύματι τὸ διὰ χρόνου προσέγραψε, κατὰ τὸν ἔμπροσθεν ἄρρωστον ἐπεσκεψάμεθα. καὶ μέντοι καὶ περὶ τῶν καθ' ὑποχόνδρια παλμῶν ἐν ἄλλοις τε κἀν ‹τοῖς εἰς› τὸ Προγνωστικὸν διῆλθον, ὥσπερ καὶ τῆς ὑπολαπάρου καθ' ὑποχόνδριον ἐντάσεως, ὅτι τὴν χωρὶς ὄγκου λέγει καὶ γίγνεται τῶν μὲν μυῶν ἀπαθῶν ὄντων, ἐν διαθέσει δέ τινι γιγνομένων τῶν ἔνδον τοῦ περιτοναίου μορίων.