43376 2044 0 0 0 0 II d. C. Medicina Galenus In Hippocratis librum de officina medici commentarii III Kühn, C.G., Leipzig, Knobloch, 1830 Rist. 1965, Hildesheim, Olms. 6

Galenus - In Hippocratis librum de officina medici commentarii III

ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ ΚΑΤ' ΙΗΤΡΕΙΟΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Α.

[629]   Ἰατρικὸν ἐπέγραψεν αὐτὸ κατ' ἰητρεῖον. ἄμεινον δὲ ἦν περὶ τῶν κατ' ἰητρεῖον ἐπιγεγράφθαι, καθάπερ ἔνιοι τὸ Διοκλέους ἐπιγράφουσι καὶ Φιλοτίμου καὶ Μαντίου. γεγραφότων γὰρ καὶ τούτων τῶν ἀνδρῶν εἰς τὴν αὐτὴν ὑπόθεσιν, ἐν ἑκάστῳ βιβλίῳ, ἐν μὲν τοῖς πλείστοις ἡ ἐπιγραφὴ χωρὶς τῆς προθέσεώς ἐστι καὶ τοῦ ἄρθρου κατ' ἰητρεῖον ἁπλῶς ἐπιγεγραμμένων αὐτῶν, [630] ἐν ὀλίγοις δὲ σύν τε τῇ προθέσει καὶ τῷ ἄρθρῳ περὶ τῶν κατ' ἰητρεῖον. ἀλλὰ τὰ μὲν τούτων βιβλία πλείονα θεωρήματα διδάσκει, τὸ δὲ Ἱπποκράτους μετὰ τὸν κατάλογον ἐξ ὧν ἡ χειρουργία συμπληροῦται, τὸν περὶ τῆς ἐπιδέσεως λόγον διέρχεται, τοῦτο πρῶτον ἀξιοῦντος ἀσκεῖσθαι τἀνδρός. καὶ μέντοι καὶ δύναται ἡ ἄσκησις αὐτοῦ γίγνεσθαι, μάλιστα μὲν ἐπὶ ξύλων ἐγγεγλυμμένων ἐς ἀνθρώπων ἰδέαν, εἰ δὲ μὴ, κατά γε τὰ τῶν παιδίων σώματα. ταῦτα μὲν οὖν αὐτὸ τὸ βιβλίον ἠνάγκασεν ἡμᾶς πρὸ τῶν κατὰ μέρος ἐξηγήσεων εἰπεῖν. ἃ δὲ οὐκέτι τὸ βιβλίον, ἀλλ' οἱ μεταγράφοντες ἢ ἑτοίμως εἰς ὅπερ ἂν αὐτοὶ βουληθῶσι διεδέξαντο τῶν πρεσβυτέρων γραφὰς, ἤδη σοι δίειμι. τινὲς μὲν γὰρ καὶ πάνυ παλαιῶν βιβλίων ἀνευρεῖν ἐσπούδασαν πρὸ τριακοσίων ἐτῶν γεγγραμμένα, τὰ μὲν ἔχοντες ἐν τοῖς βιβλίοις, τὰ δὲ ἐν τοῖς χάρτοις, τὰ δὲ ἐν διαφόροις φιλύραις, ὥσπερ τὰ παρ' ἡμῖν ἐν Περγάμῳ. τάδ' οὖν πάντα παρὰ τοῖς πρώτοις ἐξηγησαμένοις κατανοῆσαι προὐθέμην, ὅπως ἐκ τῶν πλείστων τε [631] καὶ ἀξιοπιστοτάτων εὕροιμεν τὰς γνησίας γραφάς. καί μοι τὸ πρᾶγμα κρεῖττον τῆς ἐμῆς ἐλπίδος εὑρεθέν. συμφωνοῦντα γὰρ ἅπαντα ὀλίγου δεῖν εὗρον ἀλλήλοις τά τε συγγράμματα καὶ τὰ τῶν ἐξηγητῶν ὑπομνήματα, ὥστε θαυμάζειν συνεπῆλθέ μοι τὴν τόλμαν τῶν χθὲς καὶ πρώην τὰ ὑπομνήματα γραψάντων ἢ πάντων τῶν Ἱπποκράτους βιβλίων ἰδίαν ἔκδοσιν πεποιημένων, ἐξ ὧν εἰσι καὶ οἱ περὶ Διοσκορίδην καὶ Ἀρτεμίδωρον τὸν ἐπικληθέντα Καπίτωνα πολλὰ περὶ τὰς ἀρχαίας γραφὰς καινοτομήσαντες. καί μοι μακρὸς ὁ λόγος ἔδοξεν εἶναι τῶν ὑπομνημάτων, εἰ πασῶν τῶν γραφῶν μνημονεύοιμεν. βέλτιον οὖν εἶναι ὑπέλαβον τὰς παλαιὰς μόνον γράψαι, προστιθεὶς ὀλίγας τινὰς αὐταῖς, ὅσαι βραχὺ μετακεκίνηνται καὶ τούτων καὶ αὐτῶν ἐκείνας μᾶλλον, ὅσαι παρὰ τοῖς ἔμπροσθεν ἐξηγησαμένοις τὸ βιβλίον ὡμολόγηνται, τέτταρες δέ εἰσιν αὐτῶν, δύο μὲν εἰς ἅπαντα βιβλία Ἱπποκράτους γράφοντες ὑπομνήματα Ζεῦξίς τε καὶ Ἡρακλείδης, οὐκ εἰς πάντα δὲ Βακχεῖος καὶ Ἀσκληπιάδης δυσλόγιστα.

[632] καὶ τούτων μὲν ἅλις, ἀναλαβόντες δὲ χάριν σαφεστέρας ἀρχῆς διὰ βραχέων ἐροῦμεν, ὡς εἰ καὶ μηδὲν προειρήκαμεν. τὸ κατ' ἰητρεῖον ἐπιγραφόμενον Ἱπποκράτους βιβλίον ἐν ἀρχῇ μὲν ἔχει κοινὸν ἁπάσης τέχνης προοίμιον, ὡς ὀλίγον ὕστερον δείξω, καὶ διὰ τοῦτό τινες εἰκότως ἠξίωσαν αὐτὸ πρῶτον ἁπάντων ἀναγινώσκεσθαι, παραπλησίαν ἐπαγγελλόμενοι διδασκαλίαν, ἣν ἐς ὕστερον ἐποιήσαντό τινες ἐν ταῖς ὑπ' αὐτῶν ἐπιγραφομέναις εἰσαγωγαῖς· ἐφεξῆς δὲ τῷ κοινῷ προοιμίῳ περὶ τῶν κατὰ τὸ ἰατρεῖον ἐνεργεῖσθαι δυναμένων διδάσκει τὰ χρησιμώτατα τοῖς ἀρχομένοις μανθάνειν τὴν ἰατρικὴν τέχνην. ὅτι δ' οὕτω ταῦτα ἔχει φανεῖταί σοι προσέχοντι τὸν νοῦν ἀκριβῶς ταῖς ἐξηγήσεσι τῶν ῥήσεων αὐτῶν.

   ‑ ‑ ‑

   α΄. Ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῥηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων.

   ‑ ‑ ‑

[633]    Εἴτε τὸ ὑγιαίνειν εἴτε τὴν ὑγίειαν εἴτε ἄλλο τι τοιοῦτον τῆς ἰατρικῆς τέχνης τέλος εἶναί τις φαίη, τοῦτο μὲν αὐτὸ δι' ἑαυτοῦ σπουδάζεται τοῖς μετιοῦσι τὴν τέχνην· καὶ δῆλον ὅτι θεωρία τίς ἐστιν, ἣν μαθεῖν χρὴ τὸν μέλλοντα ἐπαναρθοῦσθαι τὴν κατὰ φύσιν ἡμῶν εἴτε διάθεσιν εἴτε διοίκησιν εἴτε κατασκευὴν εἴτε ἄλλο καλεῖν ἐθέλοι τις. οὐ δι' ἑαυτὰ δὲ τὰ ἄλλα πάντα τὰ κατὰ τὴν τέχνην ἢ μανθάνομεν ἢ διδάσκομεν ἢ ὅλως ἀκούομεν, ἀλλ' ὅτι τῷ τέλει χρήσιμον ἕκαστον αὐτῶν γίγνεται· οἷον εὐθέως τὸ διαγνωστικὸν μέρος τῆς τέχνης, ὃ καλοῦσιν οἱ νεώτεροι σημειωτικὸν, ἀναγκαῖόν ἐστιν ἠσκῆσθαι, πρότερον τοῦ θεραπευτικοῦ τοῖς μέλλουσι καλῶς ἰατρεύειν ἕνεκα τοῦ τὰς διαφορὰς τῶν νοσημάτων ἐπὶ τῶν καμνόντων ἀκριβῶς γνωρίζειν, ἐπειδὰν ἔχωσι τὸ παραπλήσιον. οὐ διοίσει δ' ἐν τῷ μέλλοντι περαίνεσθαι λόγῳ τὴν ἀντικειμένην τῇ κατὰ φύσιν διοικήσει τοῦ σώματος ἡμῶν διάθεσιν ὀνομάζειν ἀμφοτέραις ταῖς προσηγορίαις, ὥσπερ γε καὶ δι' ἔθους ἐστὶ πᾶσι τοῖς Ἕλλησι [634] καὶ ποτὲ μὲν νόσημα καλοῦσιν ὅλον τοῦτο τὸ γένος, ἔστι δ' ὅτε πάθος. ὁ τοίνυν γενικώτατος αὐτοῦ σκοπὸς νῦν διδάσκεται, καθάπερ τοῦ θεραπευτικοῦ μέρους τῆς τέχνης. ὡς γὰρ ἐπ' ἐκείνου τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, ἅτε κοινὸς ἁπάσης θεραπείας ὑπάρχει σκοπὸς, οὕτως ἐνταῦθα τοῦ διαγνωστικοῦ μέρους τῆς τέχνης ὁ κοινότατος σκοπός ἐστι, διαγιγνώσκειν δύνασθαι, κατὰ τί μὲν ὅμοια τὰ περὶ τὸ σῶμα τοῦ κάμνοντός ἐστι τῶν ὑγιαινόντων ὡς μάλιστα, καθάπερ αὐτὸς Ἱπποκράτης ἐν προγνωστικῷ διῆλθε. πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ εἰ αὐτῷ ἑωυτῷ τις ὅμοιός ἐστι κατά τι κράτιστον σκοπεῖσθαι. τὸ αὐτὸ τοῦτο κἀν τῷ περὶ ἄρθρων ἐδήλωσεν, ἔνθα παραβαλεῖν ἀξιοῖ τῷ κατὰ φύσιν ἔχοντι μέρει τοῦ σώματος τὸ πεπονθός. οὐ γὰρ ἁπλῶς εἶπεν, οὐδὲ ἐκεῖ τὴν παραβολὴν εἶναι χρὴ, ἀλλὰ τοῦ πάσχοντος ἀνθρώπου τὰ δεξιὰ τοῖς ἀριστεροῖς παραβαλεῖν ἐκέλευσε, μὴ τἀλλότρια ἄρθρα καθοράοντα, τουτέστι μὴ τὰ τῶν ἄλλων ἀνθρώπων. αὐτὸ δὴ τοῦτο καὶ νῦν ἀξιοῖ σε [635] πράττειν εἰπὼν ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῥηΐστων, ὡς εἰ καὶ οὕτως εἶπε· τὰ τῶν καμνόντων σώματα προσήκει διαγιγνώσκειν εὐθὺς ἐξ ἀρχῆς, κατὰ τί μὲν ὅμοια τοῖς τῶν ὑγιαινόντων ἐστὶ, κατὰ τί δὲ ἀνόμοια. τοῦτο γὰρ ποιοῦντες ἀπὸ τῶν μιγίστων μὲν τῇ δυνάμει, ῥᾴστων δὲ γνωσθῆναι τὰς σημειώσεις τῶν παθῶν ποιησόμεθα. χρὴ γὰρ γιγνώσκειν ἡμᾶς ὡς οὐκ ἄλλα μέν ἐστι μέγιστα, ῥᾷστα δὲ ἄλλα. τοῖς γὰρ αὐτοῖς σημείοις ὑπάρχει μεγίστοις μὲν εἶναι τῇ δυνάμει, εἰς διάγνωσιν δὲ ῥᾴστοις, ὡς τοῖς ἐν τῷ προγνωστικῷ κατὰ τὴν ἀρχὴν εὐθὺς γεγραμμένοις ἐν τῇδε τῇ ῥήσει· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι ξυμπεπτωκότες. ὅσα τε τούτων ἐφεξῆς εἴρηται. ταῦτα γὰρ ὅτι τὴν μεγίστην ἔχει δύναμιν εἰς πρόγνωσιν οὐδεὶς ἀγνοεῖ τῶν κατὰ τὰ μέτρια τοῖς ἔργοις τῆς τέχνης ὡμιληκότων· ὅτι δὲ τὴν διάγνωσιν ἔχει ῥᾴστην, ἴσασι τοῦτο καὶ οἱ τῆς τέχνης ἰδιῶται πάντες. οὐδὲν γὰρ ἄλλο πρότερον μέρος τοῦ σώματος εἰθὺς εἰσελθών τις ἐπὶ τὸν ἄῤῥωστον ὁρᾷ τοῦ προσώπου. ἑαυτῷ μὲν οὖν ὁ κάμνων [636] παραβαλλόμενος, ὡς ἐκέλευσεν, ἀσφαλεστέραν τε ἅμα τὴν διάγνωσιν ἴσχει καὶ οὕτως ἐπὶ τῶν μεγίστων τε ἅμα καὶ ῥᾴστων ἀρχόμενος, ἤδη τὸ τῆς τέχνης ἐξετάζοιτο. τάχα δ' ἄν ποτε καὶ σφαλείη τις ἐπὶ τῶν φύσει μὲν ἐχόντων ὀξεῖαν τὴν ῥῖνα, τοὺς δ' ὀφθαλμοὺς κοίλους καὶ τοὺς κροτάφους συμπεπτωκότας· ἀλλ' ἐὰν εὕρωμεν ὅμοιον τῷ τῶν πολλῶν ἀνθρώπων τὸ τοῦ κάμνοντος σῶμα, σαφὴς ἡ διάγνωσις ἔσται τοῦ μηδεμίαν νόσον ἐπὶ τοῦτο μοχθηρὰν ἐνυπάρχειν ἢ διάθεσιν· ἐὰν δὲ κατὰ τὸ γεγραμμένον ὑφ' Ἱπποκράτους ἐπισκεψόμεθα, τἄλλα τὰ κατὰ τὸ πᾶν σῶμα σημεῖα, κἂν φαίνηται σωτήρια, τοιοῦτον τῇ φύσει τὸ πρόσωπον τοῦ κάμνοντος ἐλπίσαντες, ἀκριβεστέρας διαγνώσεως χάριν ἐρησόμεθα τῶν ἐπισταμένων αὐτὸν ἔμπροσθεν. ὁμολογήσαντες δὲ βεβαιοτέραν τὴν πρόγνωσιν ἕξομεν, οὐ μὴν ὁμοίως γε ἐπιστημονικὴν, ὡς εἰ καὶ γιγνώσκοντες αὐτοὶ τύχωμεν τὸν κάμνοντα καὶ μᾶλλόν γέ τοι συμφύσαντες αὐτῷ. τὸ γὰρ ἑωρακέναι πολλάκις ὑγιαίνοντα τὸν νῦν παρὰ φύσιν ἔχοντα, διαγνωστικωτέρους ἡμᾶς ἐργάζεται τοῦ ποσοῦ τῆς διαφορᾶς [637] τῶν κατ' αὐτὸ σημείων. ἔστω γὰρ ἀκοῦσαί τε ἡμᾶς καὶ τεκμηραμένους τὸν κάμνοντα τὴν ῥῖνα μὲν ὀξεῖαν ἔχειν, τοὺς δὲ ὀφθαλμοὺς κοίλους, ὁ συνήθης γε πόσῳ γινώσκει μόνος, ἰδίως δὲ καὶ τούτου χρεία τοῖς ἰατροῖς. οὐ γὰρ μόνον ὅτι παρὰ φύσιν ἔχει τὸ σῶμα, χρήσιμόν ἐστιν ἡμῖν γινώσκειν, ἀλλὰ καὶ τὸ, πόσῳ μὲν ἡ ῥὶς ὀξυτέρα τῆς κατὰ φύσιν ἐστὶ, πόσῳ δὲ οἱ ὀφθαλμοὶ κοιλότεροι καὶ οἱ κρόταφοι συμπεπτωκότες, ἕκαστόν τε τῶν ἄλλων ὧν εἶπεν οὐχ ἁπλῶς δεινόν ἐστι τὸ ἐναντιώτατον τοῦ ὁμοίου, ἀλλὰ δεινότατον. ἐναντιώτατον δηλονότι τὸ πλεῖστον ἐκ τοῦ κατὰ φύσιν κεχωρηκός. ὡς οὖν τοῦτο δεινότατον εἶπεν, οὐχ ἁπλῶς δεινὸν τὸ ἐναντιώτατον, οὕτω καὶ δεινὸν ἧττον καὶ μᾶλλον εἰς ὅσον ἂν ἧττόν τε καὶ μᾶλλον ἐναντίον δείκνυται. τὰ μὲν οὖν ὑπὸ τοῦ προσώπου φαινόμενα σημεῖα καὶ ῥᾷστα γνωσθήσεται καὶ μεγίστην ἔχοντα δύναμίν ἐστιν, ἅτε κατὰ τὴν ἀρχὴν εἶπεν εὐθέως, ἅτε περὶ τοὺς ὀφθαλμοὺς ἑξῆς [638] ἔγραψεν, ἃ δὲ οὐκ ὀλίγα τῶν κατὰ τὸ προγνωστικὸν εἰρημένων ὑπ' αὐτοῦ, τὰ μὲν οὐ μέγιστα, τὰ δὲ οὐ ῥᾷστα, τὰ δὲ συναμφότερον ἔχοντα, μήτε μέγιστα εἶναι μήτε ῥᾷστα φανεῖταί σοι σκοποῦντι, περὶ ὧν ἐπὶ πλέον μὲν ἐν τῇ κατ' ἐκεῖνο τὸ βιβλίον ἐξηγήσει λέλεκται, ῥηθήσεται δὲ νῦν ὀλίγα παραδείγματος ἕνεκα. τὸ γὰρ ὕπτιον κεῖσθαι καὶ τὰς χεῖρας ἔχειν καὶ τὰ σκέλη παραπλησίως κείμενα τοῖς παρέτοις, οὐ κατὰ διάθεσιν μοχθηρὰν, ἀλλὰ διὰ μαλακίαν ἐγγίγνεται τοῦ κάμνοντος ἢ τρυφὴν ὑπερβάλλουσαν· ὥστε εἰ μὴ τὸ ἦθος εἰδείημεν αὐτοῦ, σφαλησόμεθα. γιγνώσκειν δὲ ὧν ἐπισκεπτόμεθα πάντων τὰ ἤθη τῶν ἀδυνάτων ἐστὶ καὶ διὰ τοῦτο ἐπ' ὀλίγου μόλις αὐτὰ διερωτητέον, εὑρίσκομεν ἐνίοτε μὲν οὐ μέγα δηλοῦντα, καθάπερ ἐπὶ τῆς κατακλίσεως, ἐνίοτε δὲ μέγιστα, ὡς ἐπὶ τῶν κοσμίων ἤτοι τὸ βλέμμα θρασύτερον καὶ τὴν φωνὴν ἐχόντων. κατὰ τὰ αὐτὰ δὲ κἀπὶ τῆς ψοφούσης φύσης· ἢ γὰρ ὀδύνην ἢ παραφροσύνην σημαίνει τοῖς αἰδουμένοις τοῦτο πράττειν, ἀκουόν[639]των τινῶν. εἰ δὲ οὐδὲ φροντίζοιεν τῶν παρόντων, οὐδενὸς ἔσται σημεῖον. ὥστε κἀνταῦθα τὸ ἦθος ἐπίστασθαι χρὴ τοῦ κάμνοντος, ὥσπερ τὸ μὲν ἔθος τῶν ἐπὶ τὴν γαστέρα κοιμωμένων, τὴν δὲ φύσιν, ὅσοι πρίουσι κοιμώμενοι τοῦ ὀδόντος ἢ τοῖς ὀφθαλμοῖς οὐκ ἀκριβῶς μύουσιν. τὰ γὰρ τοιαῦτα μετὰ τοῦ προεγνωκέναι τὸ ἦθος ἢ τὴν φύσιν τοῦ κάμνοντος ἢ παρά τινος τῶν ἐπισταμένων αὐτοὺς πυθέσθαι τὴν διάγνωσιν ἴσχει καὶ ποτὲ μὲν ἀγαθὰ, ποτὲ δὲ φαῦλα σημεῖα, τὰ μὲν, ὡς τὸ μὲν μέλαν οὖρον ἢ πτύσμα μέλαν ἢ χολὴν μέλαιναν, νοσημάτων ἀρχομένων φανῆναι καὶ δύναμιν ἔχει μεγίστην καὶ διάγνωσιν ῥᾴστην, ὥσπερ γε πάλιν ἐξ ὑπεναντίου, τοῖς δὲ μεγίστην δύναμιν εἰς σωτηρίαν ἐν τοῖς ὀξέσι νοσήμασιν εὔπνοια καὶ οὖρον ὑπόστασιν ἔχον λευκὴν καὶ λείαν καὶ ὁμαλήν. ταῦτα μὲν οὖν ἐπὶ τῶν κατὰ διάγνωσιν αὐτάρκως εἴρηται, παραδείγματα ἐσόμενα τῶν τε μεγάλην ἐχόντων δύναμιν καὶ ῥᾴστων γνωσθῆναι καὶ τῶν γιγνωσκομένων ἡμῖν πάντη γε καὶ πάντως, ἐάν τε διὰ πείρας [640] ἴῃ ἐάν τε διὰ λόγου σκοπῶμεν, οὐ μὴν οὔτε δύναμιν ἐχόντων τηλικαύτην οὔτε διάγνωσιν ἑτοίμην, ἀλλὰ μετὰ τοῦ προγιγνώσκειν, πυνθάνεσθαι τὰ τῶν νοσούντων ἔθη τε καὶ ἤθη καὶ φύσεις. ἐφεξῆς δὲ ἐπὶ τῶν κατὰ χειρουργίαν ὁ λόγος ἔσται μοι προχειρισαμένῳ τι παράδειγμα σαφηνείας ἕνεκεν, ὃ κατὰ τὴν ἀρχὴν εὐθέως γέγραπται τοῦ περὶ ἄρθρων βιβλίου, δεδάσκοντος αὐτοῦ περὶ τῶν βραχίονος ἐξαρθρημάτων. ἐπὶ τούτου γὰρ τὸ μέγιστον καὶ ῥᾷστόν ἐστιν εἰς διάγνωσιν, εἰ στρογγύλος καὶ μικρὸς ἐν τῇ μασχάλῃ φαίνεται· οὐ γὰρ ἐνδέχεται γενέσθαι χωρὶς τοῦ τὴν κεφαλὴν τοῦ βραχίονος ἐκπεσοῦσαν τῆς διαρθρώσεως εἰς τὸ τῆς μασχάλης ἐνεχθῆναι χωρίον. ἡ δὲ κατὰ τὴν ἐπωμίδα κοιλότης κοινόν ἐστι σημεῖον, ἐκπτώσεως μὲν βραχίονος, ἀποσπάσματος δὲ καὶ ἀκρωμίου, εἰς ὅσον ὕψος ἀνήκει, κἄπειτα παραβαλεῖν αὐτὸ τὸ πεπονθὸς, εἴθ' ὅταν φαίνηται τὴν ἑαυτοῦ φύσιν μὴ ἔχον, ἐκπεπτωκέναι λογίζεσθαι τὸν βραχίονα. τοῦτ' οὖν τὸ σημεῖον οὐχ ὥσπερ τὸ κατὰ τὴν μασχάλην, δύναμιν εὐθὺς, ἑτοίμην τὴν διάγνωσιν ἔχει. ἔτι δὲ μᾶλλον [641] ἀπολείπεται τῇ δυνάμει τὸ κατὰ τὰς κινήσεις· ἀνατείνειν γὰρ οὐ δύναται τὸν βραχίονα καὶ θλασθέντων καὶ ταθέντων καὶ φλεγμηνάντων τῶν ἐνταῦθα μυῶν, ὥσπερ γε καὶ ὅταν ἶνές τινες αὐτῶν ἀποσπασθεῖσαι διὰ βάθους. ἐγὼ δὲ οἶδά ποτε καὶ τοιοῦτόν τι συμβὰν, ἀποσπάσματος ἐν ἀκρωμίῳ προϋπάρχοντος, εἶτα ὕστερον ἐξαρθρήσαντος τοῦ κατὰ τὴν ἑτέραν χεῖρα βραχίονος, ἐν παλαίστρᾳ δὲ τοῦτο ἐγένετο. θεασάμενος δ' ἰατρὸς, ὁμοίως ἀμφοτέρας τῶν χειρῶν τὰς ἐπωμίδας ἀπεφήνατο προπετῶς· πληγὴν μέν τινα γεγονέναι κατὰ τὸ χωρίον ἔφη καὶ τὸν ἄνθρωπον εἰκότως ὀδυνᾶσθαι, τὸ δὲ ἄρθρον ἀπαθὲς εἶναι. συνεβούλευσεν οὖν εἰς τὸ βαλανεῖον ἀπελθόντα τὴν ταχίστην ἐλαίῳ πολλῷ χρώμενον ἐνδιατρῖψαι τῷ κατὰ τὸν πύελον ὕδατι καὶ ἐπειδὴ ἐξέλθῃς, σκεπάσας τὸ πεπληγὸς μόριον ἐρίοις διαβρόχοις ἐξ ἐλαίου μετὰ βραχέος κηροῦ κατάκλινέ τε καὶ ἡσυχίαν ἄγε. γενομένων τούτων ὁ μὲν ἄνθρωπος ὠδύνηται δι' ὅλης νυκτός. ἕωθεν ἐκάλεσεν ἐκεῖνόν τε τὸν ἰατρὸν αὐτὸν καί τινας ἄλλους δὴ τῶν ἀλόγῳ τριβῇ τὴν τέχνην μεταχειριζόντων.

[642] ὁ κατὰ τὴν προτεραίαν σφαλεὶς ὑπὸ προπετείας ἀπερισκέπτως ἀποῃνάμενος, ὡς κατὰ φύσιν ἔχειν τὸ ἄρθρον. ἀφικνούμενος οὖν ἐπὶ τὸν κάμνοντα καὶ θεασάμενος αὐτοῦ δύο φαυλοτέρους ἰατροὺς ἠγανάκτησε μὲν ὡς ἀτιζόμενος, οὐκ ἐμφήνας δὲ αὐτὸ τοῦτο τῷ κελεύσαντι, προπετέστερον ἔτι διὰ τὸ καὶ θυμοῦσθαι κατὰ φύσιν ἔχειν ἀπεφήνατο τὴν διάρθρωσιν, ὁμοίας εὑρίσκων ἀμφοτέρας τὰς ἐπωμίδας, ὡς ἂν καὶ φλεγμονή τις ἦν προπεφυκυῖα τοῦ πληγέντος ὤμου. καταντλησάμενον οὖν ὕδατι πολλῷ θερμῷ τὸν κάμνοντα, παραχεομένου συνεχῶς ἐλαίου δαψιλῶς ἐκέλευσεν ἐρίοις αὖθις ἐνειλιχθέντα παραπλησίως ἡσυχάζειν. ὡς δὲ τούτων γενομένων οὐδὲν ὤνητο, τῇ τρίτῃ τῶν ἡμερῶν ἐκλήθην κἀγὼ καὶ θεασάμενος τὸν ἀνώδυνον ὦμον κοιλοτέραν ἔχοντος τὴν ἐπωμίδα τοῦ πεπονθότος, ὡς ἂν ηὐξημένης τῆς φλεγμονῆς ἐσκόπουν ἐπιμελῶς τὸν δοκοῦντα κατὰ φύσιν ἔχειν ὦμον. ἐφαίνετο γάρ μοι τὸ κατ' αὐτὸν ἀκρώμιον ἄνω κεχωρηκέναι. κινηθεὶς οὖν ἐκ τούτου τε καὶ τοῦ μηδὲν ἐκ τῆς προσηκούσης θεραπείας ὠφελῆσθαι τὸν ἄνθρωπον εἰς [643] τὴν τοῦ φλεγμαίνοντος ὤμου μασχάλην ἐνθεὶς τοὺς δακτύλους, εὗρον ἐν αὐτῇ σχεδὸν τὴν κεφαλὴν τοῦ βραχίονος. ἀλλ' ὅμως ἀσφαλεστέρας ἕνεκα διαγνώσεως ἐπεσκεψάμην καὶ τὴν τοῦ ἑτέρου ὤμου μασχάλην, ὡς δὲ οὐδεὶς ὄγκος ἦν ἐν αὐτῇ τοιοῦτος, ἐξηρθρηκέναι μὲν τὸν βραχίονα ἔφην, τοὺς ἰατροὺς δὲ ἀγνοῆσαι, διὰ τὸ μὴ γνῶναι κατὰ τὴν ἑτέραν χεῖρα τὸ ἀκρώμιον ἀποσπασάμενον, ἔπειτα παραβάλλειν ὡς κατὰ φύσιν ἔχοντα τὸν ὦμον πεπληγμένον. μαθεῖν δὲ ἡμῖν ἐστιν, ἔφην, πυνθανομένοις τοῦ πάσχοντος, εἰ ἐπλήγη ποτὲ τὸ ἀκρώμιον τῆς ἑτέρας χειρός. ὁ δὲ ἐν ἀρχῇ μὲν οὐκ εἶχε λέγειν, ἀναμνησθεὶς δὲ ὕστερον ὡμολόγησεν ἐξ ὀχήματός ποτε αὐτὸν ἐκπεσόντα πεπλῆχθαί τε καὶ ῥᾳδίως ἄπονον γεγονέναι τρισὶν ἢ τέτρασιν ἡμέραις, ἔριον μετ' ἐλαίου κατὰ τῆς πληγῆς ἐπιθέντα. τίνος οὖν ἕνεκα ταῦτα εἴρηταί μοι; τοῦ δεῖξαι πόσον ἀξιώματι διενήνοχεν ἀλλήλων τὰ σημεῖα, δι' ὧν ἡ γνῶσις γίγνεται τῶν κατὰ χεῖρα παθῶν. τὸ μὲν γὰρ μὴ δύνασθαι τὴν πεπονθυῖαν ἀνατεῖναι χεῖρα κοινὰ καὶ ἄλλων πλειόνων εἰσί. καὶ γὰρ οἱ τένοντες τῶν ἐνταῦθα [644] μυῶν καὶ αὐτοὶ πολλάκις οἱ μύες σκιῤῥούμενοι καὶ φλεγμαίνοντες, ἔτι δὲ θλασθέντες ἢ βύθιον ῥῆγμα ἔχοντες ἢ καί τινων ἰνῶν ἀποῤῥαγεισῶν ἐν αὐτοῖς ἀδύνατοι γίγνονται πρὸς τὸ μετέωρον ἀναφέρειν τὴν χεῖρα· δι' αὐτὰ δὲ ταῦτα καὶ ὀδυνῶνται κατὰ τὰς κινήσεις, οὐ μόνον ταύτας, ἀλλὰ καὶ τὰς ἄλλας τῆς χειρός. ἡ δὲ κατὰ τὴν ἐπωμίδα κοιλότης κοινὴ καὶ αὐτὴ πρὸς ἐπίσπασμα. ὁ δὲ ἐν μασχάλῃ παρὰ φύσιν ὄγκος σκληρὸς καὶ ἐπιφερὴς, ἱκανὸν σημεῖον ἐκπεπτωκότος βραχίονος, ὥστε μόνῳ γε αὐτῷ πιστεύσας οὐκ ἂν ἁμάρτοι, καὶ μέντοι καὶ ῥᾴστην ἔχει τὴν διάγνωσιν ἐνταῦθα καὶ χρὴ μόνον εἰς τὴν μασχάλην τοὺς δακτύλους ἐνθέντα ψαῦσαι τῆς ἐξοχῆς καὶ φανεῖται σαφῶς ἡ κεφαλὴ τοῦ βραχίονος ἐνταῦθα. τὰ δὲ τῶν μυῶν πάθη διὰ τὸ μήτ' ἀνατείνειν δύνασθαι τὸν βραχίονα μήτε ἀνωδύνως κινεῖν, γεγυμνασμένου τε δεῖται λογισμοῦ καὶ πολλῆς περισκέψεως χρῄζει. συνεισέρχεταί γε μὴν καὶ τούτων ἡ γνῶσις τοῖς μεγίστην τε δύναμιν ἔχουσι καὶ ῥᾴστοις γνωσθῆναι, ἐάν τ' ἐμπειρικῶς ἐάν τε λογικῶς μεταχειρίζηταί τις τέχνην.

[645] ὅ τε γὰρ ἐμπειρικὸς ἐπισκοπούμενος τὰς ὑπ' αὐτῶν καλουμένας συνδρομὰς, αἵ τινές εἰσι συμπτωμάτων ἀθροίσματα ὅταν πολλάκις θεάσηται τὰ αὐτὰ καθ' ἕνα καιρὸν ὁμοίως πάντα μνημονεύει. κἀπειδὰν ἐκ τῆς τηρήσεως ταύτης πολλῶν συνδρομῶν ἐμπειρίαν ἔχῃ, τηνικαῦτα δ' αἰσθάνεται, τίνα μὲν ἐν πολλαῖς συνδρομαῖς ἐθεάσατο συμπτώματα, τίνα δὲ ἐν μιᾷ μόνῃ, καὶ οὕτως εἰς ἔννοιαν ἔρχεται τῶν κοινῶν τε καὶ ἰδίων, ᾧ πάλιν ἕπεται γνῶσις τῆς κατὰ δύναμιν διαφορᾶς τῶν σημείων. ὁ μὲν γὰρ ἐν πολλαῖς ὤφθη συνδρομαῖς ἢ πάσαις πολὺ λείπεται τῶν ἐν μιᾷ μόνῃ φανέντων, τὸ δὲ ἐν ὀλίγαις ἔλαττον τούτων καὶ μάλιστα τὸ κατὰ δύο μόνας. ὅμως οὖν ὥσπερ καὶ τῶν ἰδίων ἐγένετο τηρητικός τε καὶ μνημονευτικὸς ὁ ἐμπειρικὸς ἰατρὸς, οὕτω καὶ τῶν κοινῶν· καὶ γὰρ ταῦτα πάντη τε καὶ πάντως ἅμα τοῖς ἰδίοις ἐτήρησεν, ὅσα μὲν ἐκείνοις γιγνόμενα. πολὺ δὲ μᾶλλόν τε καὶ θᾶττον ὁ τῷ λόγῳ τῶν σημείων ἑκάστου πάθους εὕρεσιν ποιησάμενος, ἐν ᾧ τά τε [646] ἴδια καὶ τὰ κοινὰ, μὴ ὅτι χρόνον πολὺν ἀναμείνας, ὥσπερ ὁ ἐμπειρικὸς, ἀλλὰ μηδεμίαν ἡμέραν ἢ ὥραν. νοήσας γὰρ ἐκπεπτωκότα τῆς ἰδίας βραχίονα χώρας καὶ πρὸς τὴν μασχάλην ἐνηνεγμένον, πρῶτον μὲν ὡς ἐνταῦθα παρὰ φύσιν ὄγκος φανεῖται συνεπινοεῖ, δεύτερον δὲ ὅτι κοῖλος ὁ κατὰ τὴν ἐπωμίδα τόπος ἔσται, τῆς πρότερον ἐν αὐτῷ κεφαλῆς τοῦ βραχίονος ἐστερημένος, εἰς τὸ κατὰ τὴν μασχάλην χωρίον μεθεστηκυίας, προσέτι δὲ καὶ ὡς ὁ τῆς ὠμοπλάτης αὐχὴν, ὃς ἐπικείμενος τῷ βραχίονι ἀνατείνεσθαι τὴν χεῖρα κωλύει καὶ ὡς ὀδυνήσονται σφοδρῶς οἱ μύες ἰσχυρῶς τεινόμενοι, κινεῖν οὕτως τὸν βραχίονα προαιρούμενοι· ὡσαύτως δὲ καὶ ὅτι παρὰ τὰς πλευρὰς παράγειν ἐπιχειροῦσι τὸ πεπονθὸς κῶλον ὀδυνᾶσθαι συμβήσεται. ὥστε καὶ οὕτως εἴσεται πάντη τε καὶ πάντως οὐ μόνον τὰ μεγίστας ἔχοντα δυνάμεις, ἀλλὰ καὶ τὰ ἄλλα. διὰ μιᾶς γὰρ ὁδοῦ πάντα εὑρίσκεται, διὰ τῆς ἑτέρας ἀγνωθῆναι τοῖς μὴ ῥᾴστοις εὑρίσκομεν, ἀλλὰ κατ' ἔνδειξιν. ἡ γὰρ ἐν τῇ μασχάλῃ κεφαλὴ τοῦ βραχίονος ἑτοιμοτάτην ἔχει τὴν δύναμιν, ἡ δὲ [647] τῶν μυῶν διάθεσις ἐπισκέψεως πλείονος δεομένη, ἀλλ' ὅμως καὶ αὕτη κατ' ἀμφότερα λειπομένη τῷ τε τῆς διαγνώσεως ῥᾴστῳ καὶ τῇ δυνάμει τοῦ κατὰ τὴν μασχάλην ὄγκου, διὰ τῆς αὐτῆς θεωρίας τοῖς τεχνικοῖς ἰατροῖς εἰς γνῶσιν ἔρχεται. εἰκότως οὖν Ἱπποκράτης ἐκέλευσε τὰς διαγνώσεις τῶν παθῶν, ἃς καὶ σημειώσεις ὀνομάζουσιν οἱ νεώτεροι κατὰ τὴν ὁμοίου καὶ ἀνομοίου θεωρίαν ποιεῖσθαι πρὸ τῶν ἄλλων τῆς τέχνης ἔργων, τουτέστι τῶν κατὰ πρόγνωσίν τε καὶ θεραπείαν. εἰκότως δὲ καὶ διὰ τῶν μεγίστων τε τῇ δυνάμει καὶ ῥᾴστων τῇ διαγνώσει καὶ πρὸς τούτοις ἔτι τρίτον τὸ, πάντη μὲν καὶ πάντως τούτοις γιγνωσκομένον, ἀπολειπομένων δὲ ἀξιώματί τε καὶ τῷ τῆς διαγνώσεως ἑτοίμῳ. προειρηκὼς οὖν διὰ τούτων ἀφ' ὧν χρὴ τὰς διαγνώσεις τῶν παθῶν ποιεῖσθαι, τουτέστιν ὅτι διὰ τῶν ὁμοίων τε καὶ ἀνομοίων τοῖς κατὰ φύσιν ἔχουσιν, ὁποῖά γε ταῦτα ὑπάρχει, μεταβαίνει κατὰ τὴν ἑξῆς ῥῆσιν, ἐπὶ τὴν διδασκαλίαν αὐτῶν ὀνομαστὶ λέγων.

   ‑ ‑ ‑

[648]    β΄. Ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι.

   ‑ ‑ ‑

   Τὸ διαγνωστικὸν τῶν παθῶν μέρος τῆς τέχνης πάντων πρῶτον ἀσκεῖν ἀξιώσας, ἐκ τῶν ὁμοίως τε καὶ ἀνομοίως ἐχόντων κατὰ τὸ σῶμα τοῦ κάμνοντος, ὡς πρὸς τοὺς ὑγιαίνοντας· καὶ ὡς τὰ μέν ἐστι καὶ μέγιστα καὶ ῥᾷστα, τὰ δὲ σὺν αὐτοῖς ἐξ ἀνάγκης γιγνώσκεται. νῦν ἤδη τίνα ταῦτά ἐστι, καθάπερ ἔφην, διδάσκει λέγων, ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι· ἰδεῖν μὲν δηλονότι τὰ ὁρατὰ, θιγεῖν δὲ τῶν ἁπτῶν, ἀκοῦσαι δὲ τῶν ἀκουστῶν. τὸ μὲν οὖν κατὰ τὸ πρόσωπον ἐν ἀρχῇ τοῦ προγνωστικοῦ γεγραμμένον ἐστὶν ἰδεῖν, ῥῖνα μὲν ὀξεῖαν, ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας· θιγεῖν δὲ τῶν ὤτων ψυχρῶν, ἰδεῖν δὲ ἅμα καὶ θιγεῖν τοῦ κατὰ πρόσωπον δέρματος· σκληροῦ γὰρ καὶ καρφαλέου καὶ περιτεταμένου· ἀκοῦσαι δὲ τῶν ἐν τοῖς ἐφεξῆς τοῦ βιβλίου εἰρημένων, πταρμοῦ καὶ βηχὸς καὶ φύσης καὶ ψόφου ἢ φθεγγομένου τε καὶ παρὰ [649] φύσιν τοῦ κάμνοντος ἤτοι κατὰ παραφροσύνην ἢ κλαγγώδη ἢ βραγχώδη ἢ τοιοῦτόν τι πάθος ἐχούσης τῆς φωνῆς. ἐν δὲ τοῖς κατὰ χειρουργίαν ἰδεῖν μέν ἐστι τὰ μελαινόμενα, τὰ ἐρυθραινόμενα, τὰ καθ' ὁντιναοῦν τρόπον ἐξαλλάττοντα τὴν κατὰ φύσιν χροιὰν ἢ φυλάττοντα· καὶ πρὸς τούτοις ἔτι, καθάπερ ἐπὶ τοῦ κατ' ὦμον ἄρθρου, κοιλότητα μὲν ἐπωμίδος, ἀκρωμίου δὲ ἀνάτασιν ἰδεῖν ἐστι· θιγεῖν δὲ τῆς ἐν μασχάλῃ κεφαλῆς, ἀκοῦσαι δὲ τῶν γιγνομένων ψόφων ἐν τῷ κάμνοντος σώματι, καθάπερ ἐπὶ θώρακος συντετρημένου, πνεύματος ἐκφυσωμένου πρὸς τὸ τραῦμα.

   ‑ ‑ ‑

   γ΄. Ἃ καὶ τῇ ὄψει καὶ τῇ ἁφῇ καὶ τῇ ἀκοῇ καὶ τῇ ῥινὶ καὶ τῇ γλώσσῃ καὶ τῇ γνώμῃ ἐστὶν αἰσθέσθαι.

   ‑ ‑ ‑

   Τῶν αἰσθήσεων ἁπάσαις τὴν γνώμην ἐφεξῆς ἔταξεν, ὅπερ ἐστὶ τὴν διάνοιαν, ἥν τε καὶ νοῦν καὶ φρένα καὶ λόγον κοινῶς οἱ ἄνθρωποι καλοῦσιν. ἐπεὶ δὲ καὶ τῶν κατὰ [650] φωνὴν ἐστί τις λόγος, ἀφορίζοντες οὖν τοῦτον τὸν προειρημένον λόγον οἱ φιλόσοφοι καλοῦσιν ἐνδιάθετον, ᾧ λόγῳ τά τε ἀκόλουθα καὶ τὰ μαχόμενα γιγνωσκομένοις ἐμπεριέχεται καὶ διαίρεσις καὶ σύνθεσις καὶ ἀνάλυσις καὶ ἀπόδειξις, ὅσα τ' ἄλλα τοιαῦτα. διὰ τί δὲ τῶν ῥινῶν καὶ τῆς γλώττης αἰσθήσεων ἰδίᾳ πρότερον οὐ μνημονεύσας ἐν τῷ φάναι, ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν, ἑξῆς τῶν πέντε μετὰ τῆς γνώμης ἐμνημόνευσεν, εἰκότως ἐζήτηται. καὶ δὴ καὶ λέλεκται πολλοῖς τὰ μὲν ἀπίθανα καὶ ἀνάξια μνήμης, τὰ δὲ πιθανὰ καὶ μνήμης ἄξια, τὴν ἀρχὴν ποιησαμένοις ἐνθένδε. τὸν Ἱπποκράτην φασὶ κελεύειν ἡμᾶς τὰς διαγνώσεις ποιεῖσθαι τῶν παθῶν ἐξ ὁμοιότητός τε καὶ ἀνομοιότητος τῶν αἰσθητῶν. αἰσθητὰ δὲ κυρίως λέγεται τὰ μὴ δεόμενα δυνάμεως ἑτέρας εἰς διάγνωσιν, ἀλλ' ἀρκούμενα μόνῃ τῇ διὰ τῆς αἰσθήσεως γνώσει· οὐ κυρίως δὲ ὅμως λέγεσθαι καὶ αὐτὰ κατὰ τὴν αὐτὴν προσηγορίαν αἰσθητὰ τὰ διὰ πλειόνων αἰσθήσεων ἅμα μνήμῃ τε καὶ τῷ καλουμένῳ συνθέτῳ τε [651] ἅμα καὶ κεφαλαίῳ τῷ λόγῳ τὴν διάγνωσιν ἔχοντα. τὸ μὲν οὖν χρῶμα τῶν κυρίων λεγομένων αἰσθητῶν εἶναι, καθάπερ τὸν χυλὸν καὶ τὸν ἀτμὸν καὶ τὴν φωνὴν, ὡσαύτως δὲ σκληρότητα καὶ μαλακότητα καὶ θερμότητά τε καὶ ψυχρότητα καὶ συνελόντι φάναι, τὰς ἁπτὰς ἁπάσας ποιότητας· οὔτε δὲ μῆλον οὔτε ῥοιὰν οὔτε ἄπιον οὔτε ἄλλην οὐσίαν φασὶν ὅλην αἰσθήσει γνωστὴν ὑπάρχειν, ἀλλ' ὡς ὁ Πλάτων ἔλεγε δόξῃ μετ' αἰσθήσεως ἀλόγου, δόξαστα δὲ τὰ πάντα εἶναι καὶ διὰ τοῦτό γέ που σφάλλεσθαι πολλάκις ἐν ταῖς διαγνώσεσιν αὐτῶν ἐνίους, ὅταν ἤτοι χρῶμα μόνον ἢ σχῆμα ἢ ἄμφω ταῦτα θεάσηταί τις παραπλήσια τῷ πρόσθεν ὠφελοῦντι. καὶ γὰρ μῆλα καὶ ῥοιὰς καὶ ἄπια καὶ σταφυλὰς καὶ κάρυα καὶ ἄλλα πολλὰ φαίνεσθαι σιτίων πεπλασμένων ἐκ κηροῦ, πρὶν ὀσμήσασθαί τε καὶ γεύσασθαι καὶ ἅψασθαι τοῖς ἀληθινοῖς ἀπαράλλακτα· πάσαις δ' ἄν τινα ταῖς αἰσθήσεσιν ὑπερβάλλοντα, τὴν χρῆσιν αὐτῶν μὴ δύνασθαι σφαλῆναι. τὸ δὲ πάσαις ὑπερβάλλειν οὐκ ἄνευ μνήμης καὶ συναριθμήσεως καὶ ταύτην οὔτε αἰσθήσεως οὔτε μνήμης, [652] ἀλλὰ τῆς γνώμης ἔργον εἶναι, τουτέστι τῆς διανοίας. ὀνομάζουσι δὲ τὴν συναρίθμησιν οὐχ οὕτως μόνον, ἀλλὰ καὶ συγκεφαλαίωσιν. ὅτε μὲν οὖν εἶπεν Ἱπποκράτης, ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν, ὡς ἐν παραδείγματος μοίρᾳ μνημονεῦσαί φασι τῶν αἰσθητῶν αὐτῶν· ὁπότε δὲ ἀποχωρήσας τῶν ἁπλῶς τε καὶ κυρίως αἰσθητῶν ἐπὶ τὰς ὅλας οὐσίας μετέβη προσηκόντως αὐτὸν ἐνταῦθα, τῶν δὲ αἰσθήσεων ἁπασῶν καὶ σὺν αὐταῖς γνώμης μνημονεῦσαι ὡς εἶναι τὸν ὅλον λόγον τοιοῦτον ἄρχεσθαι. προσήκει τὸν ἰατρὸν τῆς τῶν παθῶν διαγνώσεως, ἀπὸ τῆς τοῦ ὁμοίου τε καὶ ἀνομοίου θεωρίας, ἐνίοτε μὲν ἐπὶ μόνων τῶν ἁπλῶν ποιοτήτων ποιούμενον τὴν παραβολὴν, ἐνίοτε δὲ ὅλων τῶν σωμάτων. ἔστι μὲν γὰρ ἥδε ἡ ἐξήγησις οὐκ ἄλογος, ἔστι δὲ καὶ ἑτέρα τις τοιάδε. τὸν Ἱπποκράτην φασὶν, ὁπότε μὲν εἶπεν ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν, ἐπὶ τοῦ ἰατροῦ πεποιῆσθαι τὸν λόγον, ὁπότε δὲ ἐφεξῆς τῶνδέ φησιν, ἃ καὶ τῇ ὄψει καὶ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ καὶ τῇ ῥινὶ καὶ τῇ γλώσσῃ καὶ τῇ γνώμῃ ἐστὶν αἰθέσθαι, ἐπὶ τοῦ κάμνοντος [653] αὐτοῦ γεγονέναι τὸν λόγον, ἵνα μὴ μόνον ἐξ ὧν αὐτὸς ὁ ἰατρὸς, ἀλλὰ καὶ ἐξ ὧν ὁ κάμνων ὁρᾷ καὶ ἅπτεται καὶ ἀκούει καὶ ὀσφραίνεται καὶ γεύεται καὶ τῇ γνώμῃ διάκειται, κατανοῶν ἢ παρανοῶν ἡ διάγνωσις γένηται. τὸ γὰρ ἐκ τῆς γνώμης τοῦ κάμνοντος ὠφελεῖσθαί τι τὸν ἰατρὸν, ἐκ τοῦ παρανοεῖν αὐτὸν ἢ κατανοεῖν γιγνώσκεται. τινὲς δὲ τὸ μὲν ἃ καὶ τῇ ὄψει καὶ τῇ ἁφῇ καὶ τῇ ἀκοῇ καὶ τῇ ῥινὶ καὶ τῇ γλώσσῃ λελέχθαι φασὶν ἐπὶ τοῦ κάμνοντος αὐτοῦ· τὸ δὲ καὶ τῇ γνώμῃ περὶ τοῦ ἰατροῦ· τὴν γὰρ τούτου γνώμην, ἐξ ὧν ὁ κάμνων ὁρᾷ καὶ ἀκούει καὶ ἅπτεται καὶ ὀσμᾶται καὶ γεύεται. συλλογίζεσθαί τε καὶ ἰατρὸν ἐξ αὐτοῦ γεύσεως τεκμήρασθαι περὶ τοῦ κάμνοντος, ὥσπερ ἐκ τῆς νόσου· ἐὰν μὲν γὰρ ἅπαντα αὐτῷ φαίνηται γευομένῳ πικρὰ, καθάπερ τοῖς ἰκτεριῶσι, χολῆς ἐμπεπλῆσθαι τὴν γλῶτταν· ἐὰν δὲ ἁλυκὰ, φλέγματος ἁλυκοῦ· ἐὰν δὲ ὀξέα, αὐτοῦ ὀξέος· οὕτω δὲ καὶ τοῦ ἰδίου ἱδρῶτος ἐνίοτε παραῤῥυέντος εἰς τὸ στόμα, τῆς ποιότητος αἰσθέσθαι φασὶ τὸν κάμνοντα. τοῖς τοῦτον τὸν τρόπον ἐξηγουμένοις ἐναντιοῦσθαι δοκεῖ τὸ παραλελεῖφθαι τὴν ὄσφρησιν τοῦ ἰατροῦ, καίτοι χρωμένου αὐτοῦ πρὸς [654] πολλά. καὶ γὰρ ἐπὶ διαχωρημάτων καὶ οὔρων καὶ πτυέλων, ἑλκῶν τε καὶ αὐτῆς τῆς τοῦ κάμνοντος εἰσπνοῆς χρῆται τῇ τῆς ὀσφρήσεως αἰσθήσει κατὰ τὴν σημείωσιν· ἐγχωρεῖ δὲ ταύτην παραλελεῖφθαι φάναι ὑπὸ τοῦ βιβλιογράφου, καθάπερ καὶ ἄλλα πολλὰ ἐν πολλοῖς βιβλίοις Ἱπποκράτους τε καὶ ἄλλων εὑρισκόμενα, τὰ μὲν ἡμαρτημένα φανερῶς, τὰ δὲ παραλελειμμένα. καὶ μὴν καὶ τοιαύτην ἐξήγησιν ἔγραψάν τινες. οὐ τὸ αὐτὸ σημαίνεσθαί φασιν ἐκ τοῦ φάναι καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι, τῷ καὶ τῇ ὄψει καὶ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ ἐστιν αἰσθάνεσθαι. ἰδεῖν μὲν γάρ ἐστι ναὶ θιγεῖν καὶ ἀκούειν μὴ καταληπτικῶς, αἰσθάνεσθαι δὲ οὐκέτι μὴ καταληπτικῶς. ἔστι δὲ ἡ τοιαύτη τῆς αἰσθήσεως ἐξήγησις τοῦ Σιμίου τοῦ Στωϊκοῦ, διὸ καὶ τοῦ Κοΐντου μαθητὴς Ἰφικιανὸς, αὐτὴν προσήκατο τὴν Στωϊκὴν ἀσπαζόμενος φιλοσοφίαν, ἀλλ' ὃ λέγουσίν ἐστι τοιοῦτον. τὸ μὲν ἕτερον μέρος τῆς ῥήσεως περὶ τοῦ γένους μόνου διδάσκει τῶν πραγμάτων, ἐξ ὧν αἱ σημειώσεις ἡμῶν γίνονται. τὸ δὲ δεύτερον περὶ τοῦ κατ' αὐτὸ διηκριβωμένου τε καὶ πιστοῦ, [655] ὡς εἰ καὶ οὕτως ἐγέγραπτο, προσῆκε ποιεῖσθαι τὰς διαγνώσεις ἀπὸ τῶν ὁμοίων τε καὶ ἀνομοίων τοῖς κατὰ φύσιν ἐν τῷ τοῦ κάμνοντος σώματι φαινομένων. ταῦτα δὲ καὶ τὰ αἰσθητὰ καὶ τούτων αὐτῶν οὐχ ὅσα παρεῖδεν ἢ παρήκουσεν ἢ ὅλως παρῄσθετο κατά τινα τῶν αἰσθήσεων, ἀλλ' ἃ καλῶς καὶ καταληπτικῶς τῶν αἰσθήσεων ᾔσθετο ἑκάστῃ καὶ τῇ γνώμῃ. συγκεχρῆσθαι γάρ φησι τῇ τοῦ αἰσθέσθαι φωνῇ τὸν Ἱπποκράτην κατὰ τῆς γνώμης. καὶ τοίνυν ἐν τῷ πρώτῳ μέρει τῆς ῥήσεως ἑνὸς ἢ καὶ δυοῖν ἔτυχε μνημονεύσας, ὅλον γὰρ τὸ γένος αὐτῶν ἐκ παραδείγματος ἐνεδείξατο. κατὰ δὲ τὸ δεύτερον μέρος τῆς ῥήσεως, ἁπασῶν ἐμνημόνευσε μετὰ τῆς γνώμης, ἀσφαλῆ καὶ βέβαιον τὴν ἀπόφασιν ποιούμενος, ἐπειδὴ πάσαις ὑπάρχει κοινὸν, τὸ καταληπτικῶς τῶν ὑποκειμένων ἀπομάσσεσθαι τὰς ἰδέας. ἐπεὶ δὲ ὅπερ ὑπεσχόμην, ἔπραξα, διῆλθόν τε ὅσα πιθανῶς εἴρηταί τισιν εἰς τὸ μὴ δοκεῖν τὸν Ἱπποκράτην πολλάκις εἰρηκέναι περὶ τῶν αὐτῶν, ἐμοὶ μὲν ἤδη καιρὸς ἐπὶ τὰ συνεχῆ μετέρχεσθαι, σοὶ [656] δὲ τὴν δόξαν τῶν εἰρημένων ἀρίστην σκεψαμένῳ ἀρήγειν. μέμνηται δὲ καὶ περὶ τοῦ τῆς γνώμης ὀνόματος εἰπὼν ὡς ἐπὶ τῶν παλαιῶν ἐν ἴσῳ ἐστὶ τῷ διανοίας, εἴτε καὶ ἐννοήσεως ἐλέγετο. πολλῶν οὖν ὄντων εἰς τοῦτο μαρτυριῶν ὀλίγα παραθήσομαι. Κριτίας μὲν ἐν τῷ πρώτῳ ἀφορισμῷ τάδε γράφει· μήτε ἃ τῷ ἄλλῳ σώματι αἰσθάνεται μηδὲ ἃ τῇ γνώμῃ γιγνώσκει. καὶ πάλιν γιγνώσκουσιν οἱ ἄνθρωποι, εἴ τις μὲν ὑγιαίνει τῇ γνώμῃ καὶ ἐν ὁμιλιῶν προτέρῳ· εἰ δ' αὐτὸς ἀσκήσειας, ὅπως γνώμῃ ᾖ ἱκανὸς, ἥκιστα ἂν οὕτως ὑπ' αὐτοῦ ἂν ἀδικηθείης καὶ πολλάκις ἐν τῷ αὐτῷ καὶ ἐν τῷ δευτέρῳ τῶν ὁμιλιῶν ἀντιδιαιρῶν ταῖς αἰσθήσεσι τὴν γνώμην, πολλάκις εἴρηκεν, ὥσπερ καὶ ὁ Ἀντιφῶν ἐν τῷ πρώτῳ περὶ τῆς ἀληθείας ἐν τῷ λόγῳ ταῦτα δὲ γνοὺς, εἰς ἕν τε οὐδὲν αὐτῷ οὐτέων ὄψει ὁρᾷ μακρότητα, οὐτέην γνώμῃ γιγνώσκει, ὁ μακρότητα γιγνώσκων. καὶ πᾶσι γὰρ ἀνθρώποις ἡ γνώμη τοῦ σώματος ἡγεῖται καὶ εἰς ὑγείαν καὶ νόσον καὶ τὰ ἄλλα πάντα. καὶ ὡς ὁ Πλάτων πρὸς πρῶτον ἐν ἄλλοις τε καὶ κατὰ τὸ ε΄ τῆς πολιτείας. οὐκοῦν [657] τούτου μὲν τὴν διάνοιαν, ὡς γιγνώσκοντος, γνώμην ἂν ὀρθῶς φαμὲν εἶναι, τοῦ δὲ δόξαντος, δόξαν. καὶ Λυσίας κατὰ Πολιούχου· ἐκεῖνος γὰρ ὅσα τῇ ἑαυτοῦ γνώμῃ χρώμενος ὑπὲρ τοῦ ἡμετέρου πλήθους ἔπραξε, πανταχοῦ φανήσεται πολλῶν μὲν καὶ ἀγαθῶν αἴτιος τῇ πόλει γινόμενος, πλεῖστα δὲ καὶ ἄχρηστα τοὺς πολεμίους ἐργασάμενος. καὶ Αἰσχίνης δὲ κατὰ τούσδε ὁ Σωκρατικὸς ἐν τῷ Μιλτιάδῃ κατὰ τὸ αὐτὸ σημαινόμενον κέχρηται τῷ ὀνόματι καὶ Ὑπερίδης ἐν τῷ κατ' αὐτὸ Διοκλέους καὶ ἄλλοι ῥήτορές τε καὶ ἰατροὶ καὶ ποιηταί. περιττὸν δὲ πάντων μνημονεύειν.

   ‑ ‑ ‑

   δ΄. Ἃ καὶ οἷς γιγνωσκόμενα, πᾶσίν ἐστι γνῶναι.

   ‑ ‑ ‑

   Ζητεῖται κἀνταῦθα προσηκόντως τίνες ποτέ εἰσιν ἄλλαι δυνάμεις παρά τε τὴν αἴσθησιν καὶ τὴν γνώμην ὑπὸ τῆς φύσεως ἡμῖν δεδομέναι, διαγνωστικαὶ τῶν ἐκτὸς ὑποκειμένων· ὡς γὰρ οὐκ εἰρηκὼς ἁπάσας, οὕτως ἐπήνεγκε, [658] γιγνωσκόμενα πᾶσίν ἐστι γνῶναι. διὰ τί τοίνυν αὐτὸν οὕτως εἰπεῖν νομίζω καὶ δὴ φράσω, προειπών τι πρότερον ἀναγκαῖον εἰς τὰ μέλλοντα λεχθήσεσθαι, πολλοῖς ἤδη καὶ τῶν παλαιῶν εἰρημένον, οἷς ἀρέσκει μηδεμίαν εἶναι δόξαν, ἣν οἱ τὰς αἱρέσεις συνιστάμενοι φιλόσοφοι δοκοῦσιν εὑρηκέναι, πάντα δὲ τὰ εἰρημένα τῷ πρόσθεν χρόνῳ πολλάκις ἅμα τῇ τῶν ἄλλων γνώμῃ διέφθαρται. μὴ μέντοι δοκεῖ τὴν Πυῤῥωνείαν αἵρεσιν ἢ Ἀκαδημικὴν ἢ Στωϊκὴν ἢ Περιπατητικὴν ἤ τινα ἄλλην ὕστερον Ἱπποκράτους γεγονυῖαν, τῇ τῶν πραγμάτων αὐτῶν ἐξαπτόμενος δόξῃ. αὐτοὶ οὖν οἱ τοῦ Πύῤῥωνος εἰς παλαιοτάτους ἄνδρας ἀνάγουσι τὴν ἑαυτῶν προαίρεσιν. εἰκὸς οὖν καθ' Ἱπποκράτην, μᾶλλον δὲ οὐκ εἰκὸς, ἀλλ' ἀναγκαῖον ἀμφισβητεῖν ἀλλήλοις τοὺς τότε περὶ τῶν φυσικῶν κριτηρίων, τοὺς μὲν μηδὲν εἶναι λέγοντας τοιοῦτον, καθάπερ ὕστερον οἱ Πυῤῥώνειοι, τοὺς δὲ τὴν αἴσθησιν μόνην ἐνίους δὲ ταύτην μὲν ἀτιμᾶσθαι νομίζειν καὶ ἀληθὲς εἶναι τὸ περιφερόμενον δὴ τοῦτο, νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τὰ δ' ἄλλα κωφὰ καὶ τυφλά. [659] τινὰς δ' ἀμφότερα φύσει κριτήρια τεθεῖσθαι τῶν μὲν αἰσθητῶν τὴν αἴσθησιν, τῶν δὲ νοητῶν τὸν νοῦν, τινὰς δὲ πρὸς ταύταις καὶ ἄλλας ψυχῆς ἡμῶν δυνάμεις εἶναι νομίζειν. ὅπως οὖν αὐτῶν ἐκφύγῃ τὴν ἐπήρειαν ὁ Ἱπποκράτης αὐτὸς μὲν ἐμνημόνευσε δυοῖν κατὰ γένος δυνάμεοιν αἰσθήσεώς τε καὶ διανοίας, ἃς ἴστε κἀμὲ διὰ παντὸς ἐπιδεικνύντα, μόνα ἡμᾶς ἔχειν κριτήρια τῆς γνώσεως. ἕνεκα δὲ τῶν σοφιστῶν τῷ λόγῳ προσέθηκεν, ἃ δ' οἷς γιγνωσκόμενα πᾶσι δυνατόν ἐστι γνῶναι. τινὲς μὲν οἴονται τὸν μὲν νοῦν ἄλλης εἶναι φύσεως, τὴν δὲ διάνοιαν ἄλλης, τὸν δὲ ἐνδιάθετον ὀνομαζόμενον λόγον ἄλλης, καὶ τούτων δὲ πλείους ἄγουσι δυνάμεις. ἐμοὶ δὲ ἐν τοῖς τοῦ κοινοῦ λόγου βιβλίοις δέδεικται τρεῖς εἶναι τὰς πάσας ἐν ἡμῖν δυνάμεις, αἷς χρώμεθα πρός τε τὰς τῶν τεχνῶν συστάσεις καὶ τῶν βιβλίων αἴσθησίν τε καὶ νοῦν καὶ μνήμην, ἀλλὰ τὴν μὲν μνήμην ἀποτίθεσθαί τε καὶ φυλάττειν ἐν αὐτῇ τὰ γνωσθέντα δι' αἰσθήσεως καὶ νοῦ ταμεῖόν τι τῶν εὑρημένων αὐτοῖς οὖσαν, οὐκ αὐτὴν εὑρίσκουσαν ἑκάστου πράγματος φύσιν. εἰς δὲ [660] τὴν τῶν ζητουμένων εὕρεσίν τε καὶ κρίσιν, αἴσθησίν τε καὶ νοῦν ἡμῖν ὑπάρχειν φύσει. ἀλλ' ὅταν γε μὴν περὶ τούτων αὐτῶν ὁ λόγος ᾖ, συγχωρεῖ τις ἄλλην μὲν δύναμιν εἶναι τῆς νοήσεως, ὑπολαμβάνουσι δὲ τοῦ λόγου καὶ νῦν πάλιν ἄλλην, εἰ βούλονται, τοῦ νοῦ καὶ τῆς διανοίας ἀρκοῦσαν τούτῳ πρὸς αὐτοὺς, ὡς ἐναργῶς ἅπαντες ἄνθρωποι διαγιγνώσκουσι καὶ μῆλον καὶ μέσπιλον καὶ σταφυλὴν καὶ ἄλλα σώματα ὀσπρίων, εἴτε διὰ μιᾶς δυνάμεως ψυχικῆς, εἴτε διὰ δυοῖν ἢ τριῶν ἢ πλειόνων ἡ διάγνωσις αὐτῶν γίγνηται. πεπεισμένοι δέ εἰσιν ὡσαύτως ἅπαντες οἱ ἄνθρωποι καὶ κίνησιν εἶναί τε καὶ αἴτιον καὶ σημεῖον, αὐτά τε ταῦτα τὰ προειρημένα καὶ νοῦν καὶ μνήμην καὶ προαίρεσιν, ἃ πρὸς ἄλλοις πολλοῖς ἀνατρέπειν ἐπεχείρησεν Ἀσκληπιάδης ὡς οὐκ ὄντα. τούτων οὖν μοι προειρημένων ἤδη νομίζω, σαφὲς γέγονεν, οὗτινος ἕνεκα ἐπὶ τελευτῇ τῆς διδασκαλίας ὁ Ἱπποκράτης αὐτάρκως γεγενημένης προσέγραψεν· ἃ καὶ οἷς γιγνωσκόμενα ἅπασίν ἐστιν γνῶναι. ἄρχεσθαι μὲν προσήκει τὸν ἰατρὸν τῶν ἔργων τῆς τέχνης ἀπὸ τῆς διαγνώσεως [661] τῶν παθῶν, παραβαλόντα τὰ κατὰ τὸν νοσοῦντα νοσήματα φαινόμενα τοῖς τῶν ὑγιαινόντων καὶ θεωροῦντα τίνα μὲν ὅμοια, τίνα δὲ ἀνόμοια τὴν γνῶσίν γε καὶ αὐτῶν καὶ τῶν ἄλλων ἁπάντων ὑπερβαίνειν, αἰσθήσει τε καὶ γνώμῃ, καὶ εἴ τι δόξει ὡς ἄλλο πρὸς τούτοις κοινὸν ἁπάντων εἶναι φύσει κριτήριον, ὁμοίως κἀκείνοις εἰς τὴν τῶν εὑρημένων κρίσιν. ὡς τὸ γιγνώσκειν ἔχομεν ἅπαντες ἄνθρωποι, ὡς μὲν καὶ ἡμεῖς εἰς τὰ τῆς τέχνης ἔργα, τὴν μὲν οἷον ὕλην ἔχοντες, τὰ αἰσθητὰ, ἐν οἷς φησιν· ἃ καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι. τὴν δὲ τούτων κριτικὴν διττὴν, αἴσθησίν τε καὶ γνώμην, ἃς διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν εἰπὼν, ἃ καὶ τῇ ἀκοῇ καὶ τῇ ῥινὶ καὶ τῇ γλώττῃ ἐστὶν αἰσθέσθαι, ὑπηρετούσαις ἀμφοτέραις, ἐναργῶς μὲν τῇ μνήμῃ, εἰ δέ τινα καὶ ἄλλην ἐπεισάγεταί τις δύναμιν, οὐκ ἐκείνην ἡμῶν ἀρνησαμένων, ἐὰν οὕτως φαίνηται χρήσιμος ὑποχειρισμῷ ὑπάρχουσα. διὰ γὰρ τοῦ φάναι, οἷς γιγνωσκόμενα πᾶσίν ἐστι γνῶναι, περιέλαβε μὲν καὶ τὴν γνώμην ἢ ἐξουσίαν δέδωκε τοῖς ἡγουμένοις [662] εἶναί τινα καὶ ἄλλην κριτικὴν δύναμιν καὶ ἐπιδεικνύειν ἡμῖν αὐτήν. τὰ μὲν ἄχρι δεῦρο κατὰ τὸ βιβλίον Ἱπποκράτους γεγραμμένα κοινὰ τῆς ὕλης ἰατρικῆς ἐστι καὶ διὰ τοῦτό γε ἔφην αὐτὰ προοίμιον μέν τι πάσης τέχνης εἶναι. τούτων δ' ἐφεξῆς ἐπὶ χειρουργίαν ἀποκεχώρηκε καὶ ταύτης ἃ κατὰ τὸ ἰητρεῖον ἢ μανθάνειν ἢ πράττειν ἐξ ἀρχῆς οἱ κατὰ τὴν τέχνην ἀσκούμενοι δύνανται. καὶ μὴ νομίσῃ μέ τις παρὰ τὸ ἐμὸν ἦθος μεμηκυγκέναι τὴν ἐξήγησιν. ὅσοι γὰρ κοινοὶ λόγοι τῆς ὅλης τέχνης εἰσὶ, τούτοις προσήκει μακρότερον ἢ κατὰ τοὺς ἐν μέρει λέγεσθαι, καὶ μάλισθ' ὅταν αὐτοὺς ἔν τινι πραγματείᾳ διέλῃ, μηκέτι μέλλων αὖθις ἐρεῖν αὐτοὺς, καθάπερ κἀγὼ προῄρημαι κατὰ τὴν τῶν Ἱπποκράτους βιβλίων ἐξήγησιν ἅπαντα μὲν διακρίνειν αἰσθήσει τε καὶ γνώμῃ, τῶν δ' εἰρημένων ἄρτι λόγων μηκέτι μνημονεύειν. οὐ μὴν οὐδὲ νῦν ἀξίως αὐτοῦ τοῦ πράγματος ἐμήκυνα τὸν λόγον· ἐνὸν γάρ μοι διελθεῖν τε ἅμα καὶ κρῖναι τὴν γεγενημένην διαφωνίαν περὶ τοῦ τῶν [663] ψυχικῶν δυνάμεων ἀριθμοῦ βέλτιον ἐνόμισα πρὸς τὴν τοῦ κοινοῦ λόγου πραγματείαν ἀναπέμψαι τὸν βουλόμενον ἀκριβέστερον περὶ τούτων γνῶναι, διερχομένης δὲ τῆς ἄλλης ζητήσεως ἐν τῷ λέγειν, ἀπὸ τῆς τοῦ ὁμοίου καὶ ἀνομοίου θεωρίας ἄρχεσθαι, διὰ τὸ μὴ πάνυ τι διηρθρωμένως νοεῖσθαι πᾶσιν, ὅτι εἴ τι διαφέρει τοῦ ὁμοίου τὸ ταὐτὸν, ἑκὼν καὶ ταύτην παρέλιπον ἐν ἑτέροις ἐξειργασμένην. ἐμπίπτει γὰρ εἰς τὴν περὶ αὐτῆς σκέψιν ἄλλα τέ τινα ἃ καὶ ταύτην παρέλιπον, τὸ πότερον ἐπὶ τοῖς αὐτοῖς ἢ ὁμοίοις αἱ τηρήσεις μὲν τοῖς ἐμπειρικοῖς γίγνονται. τινὲς μὲν γὰρ καὶ αὐτῶν τῶν ἐμπειρικῶν ἐπὶ τοῖς ὁμοίοις ἔφασαν, οἱ δὲ ἀκριβέστεροι τὴν ἀκολουθίαν διασώζοντες ὅλης ἑαυτῶν τῆς ἀγωγῆς ἐπὶ τοῖς αὐτοῖς φασι τὰς τηρήσεις ἁπάσας γίγνεσθαι, τάς τε παθογνωμικὰς ὀνομαζομένας καὶ τὰς προγνωστικὰς καὶ τὰς θεραπευτικάς. Δίωνα φρενετίζοντα Θέωνι φρενετίζοντι, καθόσον ἀμφότεροι φρενετίζουσι, τὸν αὐτὸν εἶναι. τινὲς δ' οὐδ' ἁπλῶς λέγεσθαί φασι τὸ ὅμοιον, ἀλλὰ καὶ νοεῖσθαι [664] καὶ λέγεσθαι διττῶς· ἓν μὲν γὰρ ὅμοιον ἀπαράλλακτον νοεῖσθαι, καθάπερ τοὺς Διοσκόρους, ἕτερον δὲ οὐ τοιοῦτον, ἀλλ' ἐν ᾧ τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν. οὐ μὴν παρὰ τοῖς παλαιοτάτοις ἰατροῖς τε καὶ φιλοσόφοις, ὧν ἔτι συγγράμματα διασώζεται, τοιαύτη χρῆσις εὑρίσκεται συγκεχυμένως καὶ ἀδιαρθρώτως χρωμένων αὐτῶν τῇ τῶν ὁμοίων προσηγορίᾳ, ποτὲ μὲν ἐπὶ τῶν αὐτῶν εἶδος ἐχόντων ἀπαράλλακτον, ὡς τὸν ἀριστερὸν ὀφθαλμὸν τῷ δεξιῷ, θεωρουμένοις ἀμφοῖν ἐφ' ἑνὸς ἀνθρώπου, ποτὲ δ' ἂν καὶ ἐπὶ διαφερόντων ἀνθρώπων, ὁ μὲν γλαυκὸς, ὁ δὲ χαροπὸς ἢ μέλας, ἢ καθόσον ὀφθαλμοὶ καὶ τούτους ὁμοίους λέγουσιν εἶναι, μᾶλλον δὲ αὐτοῖς ἐστι καὶ συνηθέστερον τὸν γλαυκὸν τῷ γλαυκῷ, τὸν χαροπὸν τῷ χαροπῷ λέγειν ὅμοιον, καθάπερ γε καὶ τὴν ῥῖνα τὴν μὲν γρυπὴν τῇ γρυπῇ, τῇ δὲ σιμῇ τὴν σιμὴν, τῇ δὲ εὐθείᾳ τὴν εὐθεῖαν ὁμοίαν εἶναι.

   ‑ ‑ ‑

   ε΄. Τὰ δ' ἐς χειρουργίαν κατ' ἰητρεῖον.

   ‑ ‑ ‑

[665]    Αἱ τοιαῦται βραχυλογίαι προδήλως ὑφ' ἑκόντων γίγνονται, ἀσαφῶς ἑρμηνεῦσαί τι βουληθέντων. ὅπου γὰρ ἐνίοτε μὲν ὀνόματος ἑνὸς ἢ ῥήματος ἢ δυοῖν ἢ τὸ πλεῖστον τριῶν προσθέσει τὸν λόγον ἐργάσασθαί ἐστι σαφῆ, πῶς οὐκ ἄν τις ἀσάφειαν ἐπιτηδεύεσθαι φαίη τοὺς οὕτω συγκειμένους λόγους; ἐγὼ γοῦν ἐρῶ τὸν τύπον τῆς λέξεως, ᾧ τις ἂν χρησάμενος ἡγήσαιτο σαφῆ τὸν λόγον. ἔσται δὲ τοιόσδέ τις· ἡ μὲν ἰατρικὴ πᾶσα κοινὸν τὸν σκοπὸν εἰς τὰς διαγνώσεις τῶν παθῶν, ὁμοιότητά τε καὶ ἀνομοιότητα πρὸς τοὺς ὑγιαίνοντας ἐκ τῶν ἐναργῶς αἰσθήσει τε καὶ νοήσει φαινομένων, τήν τε εὕρεσιν ἴσχουσα καὶ τὴν κρίσιν. ἐγὼ δὲ ταύτης ἐρῶ τὰ κατὰ χειρουργίαν μόνον, ἃ ἐν ἰατρικῇ δύναται δείκνυσθαί τε τοῖς μανθάνουσι καὶ περὶ τοὺς πάσχοντας ἐνεργεῖσθαι. οὕτως ἄν τις μὲν εἶπε σαφῶς ἑρμηνεῦσαι βουλόμενος. γράφουσι δ' ἔνιοι τοῦ κατ' ἰητρεῖον ὀνόματος τὴν ἐσχάτην συλλαβὴν διὰ τοῦ η΄ καὶ εἰ βούλῃ, κατὰ τὴν ἰατρικὴν, οὐ κατὰ τὸ χωρίον, ὃ καλοῦμεν ἰατρεῖον, [666] ὡσεὶ καὶ οὕτως εἰρήκει· τὰ δ' ἐς χειρουργίαν τὴν κατ' ἰατρικὴν τέχνην ἐστὶ τάδε· φαίνεται δὲ ἑξῆς ὁ τοῦ βιβλίου συγγραφεὺς, εἴτ' αὐτὸς ὁ Ἱπποκράτης ἐστὶν εἴθ' υἱὸς αὐτοῦ Θεσσαλὸς, οὔτε πασῶν τῶν κατ' ἰατρικὴν χειρουργιῶν μνημονεύειν οὔτε τῶν κατὰ τὸ ἰατρεῖον, ἀλλὰ καὶ τούτων αὐτῶν ὅσαι τοῖς εἰσαγομένοις εἰσὶ χρήσιμοι. καὶ μέντοι καὶ ἡ ἐπιγραφὴ τοῦ συγγράμματος ἐντεῦθεν ἐγένετο ᾗ παραπλησίως ἐς ὕστερον ἐποιήσατο Διοκλῆς καὶ Φιλότιμος καὶ Μαντίας. εἶχε δ' ἂν τελεώτερον, ἢν περὶ τῶν κατ' ἰητρεῖον ἐπεγέγραπτο θαυμάζω δὲ Ἀσκληπιάδου τὴν μὲν κατ' ἰητρείην γραφὴν φυλάξαντος, σημεῖον δὲ αὐτὴν οἰομένου περὶ τῶν αὐτῶν κατὰ τὸ ἰητρεῖον. τὸ γὰρ κατ' ἰητρίην ἐστὶ τούτου σημαντικὸν, οὐ τὸ κατ' ἰητρεῖον, ἵνα τις ἰατρεῖον τῶν νόσων ἰατρίην ἀκούσῃ. τὰ μὲν δὴ τοιαῦτα περὶ τῶν ὀνομάτων ἴσχει τὴν σκέψιν, ὧν ὀλίγη φροντὶς τοῖς σπουδάζουσι τὴν τῶν πραγμάτων ἀλήθειαν. ἡ δὲ [667] αὐτῶν τῶν προκειμένων διδασκαλία κατὰ τὴν ἑξῆς λέξιν ἄρχεται.

   ‑ ‑ ‑

   στ΄. Ὁ ἀσθενέων, ὁ δρῶν, οἱ ὑπηρέται, τὰ ὄργανα, τὸ φῶς, ὅκου, ὅκως, ὁκόσα, οἷσιν, ὅκως, ὁκότε, τὸ σῶμα, τὰ ἄρμενα, ὁ χρόνος, ὁ τρόπος, ὁ τόπος.

   ‑ ‑ ‑

   Διὰ ταύτην τῆς ῥήσεως ἅπαντα διῆλθεν, ὑφ' ὧν καὶ δι' ὧν καὶ περὶ ὧν τὸ χειρουργικὸν μέρος τῆς τέχνης καταγίνεται. διέξεισι δὲ ἐφεξῆς ὁποῖόν τε τῶν εἰρημένων ἕκαστον εἶναι προσήκει καὶ καθ' ὅντινα τρόπον ἢ χρόνον εἰς χρῆσιν ἄγεσθαι. ἔστι δ' αὐτῶν τὰ μὲν πλεῖστα σαφῆ, καθάπερ ὁ ἀσθενέων καὶ ὁ δρῶν καὶ οἱ ὑπηρέται καὶ τὰ ὄργανα καὶ τὸ φῶς. καὶ μέντοι καὶ αὐτὸς ὁ συγγραφεὺς ἑξῆς ὑπὲρ αὐτῶν διῆλθεν, ὅπως μὲν ἑαυτὸν χρὴ παρέχειν τῷ ἰατρῷ τὸν ἀσθενοῦντα διδάξας, ὅπως δὲ δεῖ τὸν ἰατρὸν ἐνεργεῖν ἀμφ' αὐτὸν, ὅπως δὲ τοὺς παρόντας τούτῳ ὑπηρετεῖν [668] δεῖ. ὡσαύτως δὲ καὶ περὶ τῶν ὀργάνων καὶ τοῦ φωτὸς, αὐτὸς ὅσα προσήκει γιγνώσκειν ἡμᾶς, ἐφεξῆς ἔγραψε. μετὰ δὲ ταῦτα περὶ ἐπιδέσεως μακρὰν ἐποιήσατο διδασκαλίαν, οὐ κατὰ τὸ τῆς λέξεως εἶδος μηκύνας· ἐν ὅλῳ γὰρ τῷ βιβλίῳ φυλάττει τὴν βραχυλογίαν, ἀλλὰ τῷ βουληθῆναι μηδὲν παραλιπεῖν τῶν χρησίμων. ὅσα τοίνυν ἐκτὸς ἀσθενοῦντος καὶ δρῶντος καὶ ὑπηρετῶν καὶ ὀργάνων καὶ φωτὸς εἴρηται κατὰ τὴν προκειμένην ῥῆσιν ἐπισκέψασθαι χρὴ, καὶ πρῶτόν γε τὸ πρῶτον ἐν αὐτοῖς εἰρημένον, τὸ ὅκου, διὰ τοῦ μὲν κ τῆς δευτέρας συλλαβῆς ὑπὸ τῶν Ἰώνων λεγομένης, πρὸς ἡμῶν δὲ διὰ τοῦ π, καὶ σημαίνοντος τὸν τόπον ἐν ᾧ κείμενος τυγχάνει. διὸ καὶ κατὰ πάντων αὐτό τις εἰρῆσθαι τῶν προειρημένων οὐκ ἂν ἀπὸ τρόπου φαίη. ὅ τε γὰρ ἀσθενῶν ἐπιτηδείου τόπου δεῖται, κέκληται δὲ τὰ ἀσθενοῦντα δηλονότι, περὶ ὧν ἡ χειρουργία γίγνεται, τούτου δ' οὐχ ἧττον ὁ ἰατρός. ὥσπερ γε τὰ ὄργανα τοῦ προσήκοντος τόπου χρῄζει καὶ τοῦ φωτὸς δὲ τὸ τεχνικὸν, ὡς αὐτὸ ἐφ' ἡμῖν ἐστιν ἐν τῷδε τῷ τόπῳ ποιῆσαι τόδε ἐφεξῆς γεγραμμένον [669] τὸ, ὅκως, ἡμεῖς μὲν διὰ τοῦ π λέγομεν ὅπως. σημαίνει δ' οὐ παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς Ἴωσι τὴν οἷον ποιότητα τῶν διδασκομένων πραγμάτων. οὐ γὰρ μόνον ὅπου χρὴ κατακείμενον ἢ καθήμενον χειρουργεῖσθαι τὸν πεπονθότα τόπον, ἐπίστασθαι τοῖς μανθάνουσι τὴν τέχνην, ἀλλὰ καὶ τὸ πῶς ἔχει σχήματος. οὕτως δὲ καὶ τὸν ἐνεργοῦντα καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ. καὶ τῶν ὀργάνων ἡ θέσις οὐ μόνον ἐπιτήδειον ἔχειν δεῖται τόπον, ἀλλὰ καὶ παρεσκευάσθαι κατὰ τάξιν. οὕτως ἂν εὐληπτότατον ἕκαστον εἴη καὶ αὐτῷ τῷ ἰατρῷ καὶ τοῖς ὑπηρέταις αὐτοῦ. φαίνεται δὲ ἐντεῦθεν παραλελοιπὼς τὰ ἄρμενα συνεπινοεῖσθαι, συντίθεσθαι τοῖς ὀργάνοις δυνάμενα. ὅπως δὲ πάλιν αὐτῶν ἐφεξῆς ἀτάκτως ἐμνημόνευσε, μετ' ὀλίγον ὀψόμεθα. νυνὶ δὲ τὰ συνεχῆ τοῖς εἰρημένοις ἐξαπλωτέον, ἔνθα φησίν· ὅσα οἷς ὅκως ἀναφέρεται δηλονότι τούτων ἕκαστον ἐπὶ τὰ προειρημένα, ἃ παρασκευασθησόμενα πρὸς τὴν χειρουργίαν προσήκει γιγνώσκεσθαι τοῖς μανθάνουσιν, ὁπόσα τέ ἐστι καὶ οἷς τέ τισιν αὐτῶν καὶ ὅπως χρηστέον, ἵνα τὸ [670] μὲν ὀλίγον ἔμπροσθεν εἰρημένον, ὅκως, ἐφεξῆς τῷ ὅκου τὴν ἐν τῇ θέσει ποιότητα δηλοῖ, τὸ δὲ νῦν λεγόμενον τὴν ἐν τῇ χρήσει. τέτακται γοῦν ἐκεῖνο μὲν ἐπιῤῥήματι τοπικῷ τῷ ὅκου, τουτὶ δὲ ἄρθρῳ τῷ διά τινων ἀρμένων ὀργάνων ἐνεργείας δηλῶσαι βουλομένῳ. τὸ δὲ ἐφεξῆς εἰρημένον ὁκότε προδήλως τὸν καιρὸν δηλοῖ, καθ' ὃν ἑκάστῳ προσήκει χρῆσθαι. τὰ δὲ μετὰ ταῦτα κατὰ τήνδε τὴν λέξιν οὕτως ἔχοντα, τὸ σῶμα, τὰ ἄρμενα, ὁ χρόνος, ὁ τρόπος, ὁ τόπος, εἰκότως ἐζήτηται τίνα διάνοιαν ἔχει καὶ γὰρ τὸ σῶμα τοῦ πάσχοντος ἔμπροσθεν εἴρηται δυνάμει κατ' ἐκεῖνο τὸ μέρος τῆς ῥήσεως, ἐν ᾧ τοῦ ἀσθενοῦντος ἐμνημόνευσε. καὶ ὁ χρόνος ἐν τῷ, ὁκότε καὶ ὁ τρόπος ἐν τῷ ὅκως καὶ ὁ τόπος ἐν τῷ ὅκου. διὰ τί οὖν φαίνεται ταῦτα λέγων, μετὰ τοῦ καὶ παρόντος ἐμβεβλῆσθαι παρὰ τάξιν αὐτοῖς τὰ ἄρμενα, βελτίονα τάξιν ἔχοντα μετὰ τῶν ὀργάνων τετάχθαι δυναμένων ἡμῶν, εἰ καὶ μηδ' ὅλως ἐγέγραπτο, συνεπινοεῖν τοῖς ὀργάνοις. ἀλλὰ περὶ μὲν τούτων ἔνεστι λέγειν ὡς τὰς σμίλας καὶ τὰ τρύπανα καὶ τὰ ἄγκιστρα καὶ τὰς ξυστῆρας καὶ τοὺς μηνιγγοφύλακας, ὅσα [671] τε ἄλλα τοιαῦτα προσήκει νῦν ἀκοῦσαι λέγειν αὐτὸν ἄρμενα. δυναμένων δὲ ἡμῶν αὐτὰ συνυπακοῦσαι τοῖς ὀργάνοις, ὡς ὁμογενῆ κατὰ τὴν οἰκείαν σκευὴν πρὸς τὴν θεραπείαν χρήσιμα, καλεῖν αὐτὰ ἄρμενα, καθάπερ ἐν τῷ περὶ διαίτης ὀξέων εἶπεν, ἔνθα περὶ λουτροῦ διῆλθεν. ὀλίγῃσι γὰρ οἰκίῃσι παρεσκεύασται τὰ ἄρμενα καὶ οἱ θεραπεύοντες ὡς δεῖ. σκάφας οὖν ἡγητέον λέγειν αὐτὸν καὶ τροχοὺς καὶ λεκάνας καὶ πυέλους καὶ ὅσα τἄλλα τοῖς θεραπευομένοις ἐπιτήδεια. περὶ τῶν ἅμα τοῖς ἀρμένοις εἰρημένων ἐμμένει τὸ ἄτοπον· ἴσως οὖν εἴρηκε νῦν σῶμα μὲν τὸ πεπονθὸς μόριον, χρόνον δὲ τὸν ἐζευγμένον αὐτῷ. προσήκει γὰρ ἐν ταῖς χειρουργίαις ἐπίστασθαι, ὁκότε σπαστέον ἐστὶ τὸ θεραπευόμενον πάθος. αὐτὸς οὖν ἐκέλευσε μήτε κατατείνειν κῶλα μήτ' ἐκβάλλειν ἄρθρα τριταῖα καὶ τεταρταῖα. δύναται δὲ καὶ τῆς χειρουργίας χρόνος εἰρῆσθαι νῦν. ἔνια μὲν γὰρ χρὴ πειρᾶσθαι τάχιστα χειρουργεῖν, ὅταν ἤδη διὰ τὸ ψυχθῆναι μὲν κίνδυνος ἕπεται μέγιστος, ὡς ἐπὶ τῶν ἀπεῤῥαμμένων [672] ἦν. φέρονται γὰρ ταχέως εἰς τὸ μέγεθος τῆς ὀδύνης οἱ χειρουργούμενοι· τινὰ δ' ἐν χρόνῳ πλείονι, καθάπερ τὰ ὑποχύματα. δεῖ γὰρ μετὰ τὸ καταχθῆναι κρατῆσαι τὸ παρακέντριον ὡς προσήκει μέχρι πολλοῦ, κατὰ τὸ χωρίον ᾧ βουλόμεθα μένει στηριχθέντα βεβαίως αὐτό. κἂν τοίνυν ὁ τρόπος ἐπὶ τῆς τοῦ πάθους γενέσεως εἰρῆσθαι δύναται, κατὰ τίνα τρόπον ἤτοι τὸ κάταγμα γέγονεν, ἢ τὸ ἐξάρθρημα, γιγνώσκειν ἀξιοῦντος αὐτοῦ τὸν ἰατρὸν, ὥσπερ κἀν τῷ περὶ ἐν τῇ κεφαλῇ τραυμάτων αὐτὸς διῆλθε τοὺς τρόπους, καθ' οὓς αἱ πληγαὶ γίγνονται κατὰ τήνδε τὴν ῥῆσιν· τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ κατὰ τόσους τρόπους. καὶ ἐφεξῆς πάλιν· τῶν δὲ τρόπων ἑκάστου πλείονες ἰδέαι γίνονται τοῦ κατάγματος ἐν τῇ τρώσει. καὶ μετὰ ταῦτα πάλιν, θλασθείη δ' αὐτὸ ὀστέον μόνον ἐν τῇ αὐτοῦ φύσει καὶ ῥωγμὴ τῇ θλάσει οὐκ ἂν προσγένοιτο ἐν τῷ ὀστέῳ οὐδεμία. δεύτερος οὗτος τρόπος· εἶτ' ἐφεξῆς ἄλλον εἰπὼν ἐπιφέρει· τρίτος οὗτος τρόπος· καὶ πάλιν· τέταρτος οὗτος τρόπος· ἐφεξῆς· πέμπτος οὗτος τρόπος [673] ἀπορώτατος φαίνεται. τὸ καὶ τόπου δεῖ πάλιν αὐτὸν μνημονεύειν ἔμπροσθεν εἰρηκότα τὸ ὅκου δηλωτικὸν ἐπίῤῥημα τόπου. δι' ὧν καί τινες ἑτέραν ἐξήγησιν ἐποιήσαντο τῆς ῥήσεως ἅμα καὶ τῷ, τὴν ἑτέραν εἶναι τῷ τόπῳ· γράφουσι γὰρ ἀντ' αὐτοῦ τὸ ὅκου προειρημένον, ἀλλ' ὅμως τὴν γραφὴν ταύτην οἵ τε ἐξηγησάμενοι τὸ βιβλίον ἴσασι καὶ οἱ πλεῖστοι τῶν ἐμπειρικῶν ἔχουσι. καὶ μέντοι καὶ ἀναλήψομαι νῦν αὖθις αὐτὴν ἕνεκα σαφηνείας ἔχουσαν οὕτως· ὁ ἀσθενέων, ὁ δρῶν, οἱ ὑπηρέται, τὰ ὄργανα, τὸ φῶς, ὅκου, ὅκως, ὅσα, οἷσι, ὁκότε, τὰ σώματα, τὰ ἄρμενα, ὁ χρόνος, ὁ τρόπος. φασὶν οὖν ἐν τῷ λέγειν, ὅκου, τὰ σώματα, ἄρμενα, τὸ μὲν αὐτῶν πεποιῆσθαι τοῦ κατὰ τὸν ἔμπροσθεν λόγον, ἁπλῶς ἀκούσας ὅκου. τὸ γὰρ ὅκου τῷ τε σώματι τοῦ κάμνοντος καὶ τοῖς ἀρμένοις συμβεβηκέναι δυνάμενον, νῦν ἀρμένων λέγεσθαι, τῶν ἔμπροσθεν ὀργάνων εἰρημένων. ὅτι δ' ἐν τῷ προσήκοντι τόπῳ χρὴ τό γε σῶμα τοῦ κάμνοντος καὶ τὰ ἄρμενα κεῖσθαι, νῦν ἐπιδιορίζοντα. ἐν ταύτῃ δὲ τῇ γραφῇ μετὰ τῆς εἰρημένης ἐξηγήσεως ὁ τόπος ἐπὶ τῇ [674] τελευτῇ τῆς ὅλης ῥήσεως εἰρῆσθαι δόξει, κατὰ τοῦ πεπονθότος μορίου τοῦ σώματος. ὀνομάζειν γὰρ εἰώθασιν ὥσπερ μόρια τοῦ σώματος, οὕτω καὶ τόπους οἱ ἰατροί. καὶ γέγραπταί τισιν ὅλα βιβλία περὶ τόπων πεπονθότων. ἄχρι μὲν τοῦδε τὰ κεφάλαια μόνον εἴρηται τῶν δειχθησομένων πραγμάτων, αὐτὴ δὲ ἡ διδασκαλία κατὰ τὴν ἐφεξῆς ῥῆσιν ἄρχεται, διὸ καὶ προσέχειν ἐκείνοις σε θέλων ἀξιῶ. τὸ γὰρ οὐκ ὀρθῶς ἐν αὐτοῖς νοηθὲν εἰς τὰ τῆς τέχνης ἔργα βλάπτει. τῶν ἄχρι μὲν δεῦρο προειρημένων, εἰ μὴ καὶ καλῶς τι νοήσειεν, οὐ μεγάλη βλάβη.

   ‑ ‑ ‑

   ζ΄. Ὁ δρῶν ἢ καθήμενος ἢ ἑστεὼς ξυμμέτρως πρὸς ἑωυτὸν πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγήν.

   ‑ ‑ ‑

   Ῥῆσιν ἔφην αὐτῷ κατάλογον γεγονέναι τῶν πραγμάτων, ὑφ' ὧν καὶ δι' ὧν καὶ μεθ' ὧν καὶ περὶ ἃ τὰς χειρουργίας [675] ἀναγκαῖόν ἐστι γίγνεσθαι. τὰ μὲν οὖν ὑφ' ὧν ὅ τε ἰατρός ἐστι καὶ οἱ ὑπηρέται τὰ δὲ δι' ὧν, τά γε ὄργανα, τὰ δὲ μεθ' ὧν, τό τε φῶς καὶ ὁ τόπος. περὶ ἃ δὲ τό τε σύμπαν σῶμα τοῦ χειριζομένου καὶ τὸ πεπονθὸς μόριον. ἐν δὲ τῇ προκειμένῃ ῥήσει καὶ ταῖς ἐφεξῆς ἕκαστον τούτων ὁποῖον εἶναι χρὴ διδάσκει, μὴ φυλάττων τὴν τάξιν, ἐν ᾗ τὸν κατάλογον ἐποιήσατο· πάντως γὰρ ἂν ἐπὶ τοῦ ἀσθενοῦντος ἤρξατο. σύνηθες δὲ τοῖς παλαιοῖς ἅπασι τοῦτο καὶ μυρία παρὰ πάντων αὐτῶν βουληθεὶς ἐκλέξῃ παραδείγματα. πρὸς δὲ τὸ παρὸν ἀρκήσειε παρὰ τοῦ ποιητοῦ τό τε κατὰ τὸ β΄ τῆς Ἰλιάδος εἰρημένον ἐν τῷ καταλόγῳ·

   Τίς τ' ἂρ τῶν ὄχ' ἄριστος ἔην, σύ μοι ἔννεπε Μοῦσα,

   Ἀνδρῶν ἠδ' ἵππων, οἳ ἅμ' Ἀτρείδῃσιν ἕποντο.

πρώτους γὰρ εἰπὼν τοὺς ἄνδρας, εἶτ' ἐφεξῆς τοὺς ἵππους, οὐ περὶ πρώτων τῶν ἀνδρῶν ἀπέδωκε τὸν λόγον, ἀλλά γέ φησιν·

[676]    Ἵπποι μὲν μέγ' ἄρισται ἔσαν Φηρητιάδαο,

   Τὰς Εὔμηλος ἔλαυνε, ποδώκεας ὄρνιθας ὥς,

   Ὄτριχας, οἰέτεας σταφύλῃ ἐπὶ νῶτον ἐΐσας,

   Τὰς ἐν Πιερίῃ θρέψ' ἀργυρότοξος Ἀπόλλων,

   Ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.

   Ἀνδρῶν δ' αὖ μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας.

   Ὄφρ' Ἀχιλεὺς μήνιεν, ὁ γὰρ πολὺ φέρτατος ἦεν.

ἑτέρωθι δὲ πάλιν εἰπών·

   Ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν

ἐπήνεγκε πρὸς τὸ δεύτερον ἀπαντήσας πρότερον,

   Ὀλλύντων τε καὶ ὀλλυμένων.

ἐν δὲ τῷ η΄ τῆς Ἰλιάδος, ὥσπερ ἐξεπίτηδες ἐνδείξασθαι βουλόμενος ὡς οὐ χρὴ πεφροντικέναι τῆς τοιαύτης τάξεως, πάντα καταλέξας ἐφεξῆς πράγματα. πρὸς μὲν γὰρ τὸ δεύτερον ἀπήντησε πρῶτον, εἶθ' ἑξῆς πρὸς τὸ πέμπτον, εἶτα [677] πρὸς τὸ τέταρτον, εἶτα πρὸς τὸ τρίτον. ἔστι δὲ τὰ ἔπη, ὧν ἀρχὴ οἵδε οἱ στίχοι·

   Ἔνθα δὲ Βοιωτοί τε καὶ Ἴονες ἑλκεχίτωνες,

   Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοί.

   Περὶ μὲν δὴ τῆς ἐν τῷ λόγῳ τάξεως ἀρκεῖ ταῦτα ἅπαξ εἰρῆσθαι νῦν, ὡς μηκέτ' ἐν ἄλλῳ περὶ αὐτῶν ἀκοῦσαι ποθεῖν. τὰ δὲ περὶ τοῦ δρῶντος, ὅπερ ἐστὶ χειρουργοῦντος ἰατροῦ, δῆλα πᾶσίν ἐστι τοῖς βουλομένοις προσέχειν αὐτῷ. φησὶ γὰρ ἤτοι καθήμενον ἢ ἑστῶτα τὴν χειρουργίαν ποιεῖσθαι τὸν ἐνεργοῦντα συμμέτρως ἔχοντα, πρός τε τὸν χειριζόμενον δ' ἥκει καὶ τὴν αὐγήν· ὃν ἔχομεν σκοπὸν φυλάττειν πρὸς ἕκαστον ὧν εἶπε συμμετρίαν ἐφεξῆς διδάσκει ἀπαντήσας πρῶτον, ὅπερ ἐστὶν ἡ αὐγή.

   ‑ ‑ ‑

   η΄. Αὐγῆς μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν.

[678]    τὸ μὲν οὖν κοινὸν οὐκ ἐφ' ἡμῖν, τὸ δὲ τεχνητὸν καὶ ἐφ' ἡμῖν.

   ‑ ‑ ‑

   Καὶ περὶ τοῦ τῶν εἰδῶν ὀνόματος ἅπαξ ἀκούσας νῦν εἰς ἀεὶ μέμνησο. τοῖς γὰρ παλαιοῖς ἔθος ἐστὶ καὶ διαφορὰς καὶ εἴδη καὶ τρόπους ὀνομάζειν τὰ κατὰ τὴν τομὴν τῶν γενικωτέρων πραγμάτων ὑποπίπτοντα. καὶ νῦν οὖν οὕτως εἶπεν ὁ Ἱπποκράτης αὐγῆς εἶναι δύο εἴδη, ὡς εἰ καὶ διαφορὰς καὶ τρόπους εἰρήκει δύο. τὸ μὲν οὖν κοινόν ἐστιν, ᾧ πάντες ἄνθρωποι χρώμεθα, μάλιστα μὲν ἐν ὑπαίθρῳ, δεύτερον δὲ ἐν οἴκοις μεγάλοις θύρας μεγάλας φωτὸς πλήρεις ἔχουσιν, οἷοι καὶ νῦν κατὰ πολλὰς τῶν πόλεων δίδονται ἰωμένοις τοῖς ἰατροῖς, οὓς παρωνύμως αὐτῶν ἰατρεῖα προσαγορεύουσι. τὸ δὲ τεχνητὸν φῶς μάλιστα μὲν καὶ τοῦτο γίγνεται, λύχνους ἁψάντων ἢ δᾷδας ἢ λαμπάδας ἤ τι τοιοῦτον. κατὰ δὲ δεύτερον λόγον ἀνοιξάντων θυρίδας ἢ ὅλας ἢ ἐκ μέρους ἢ τὰς μὲν κλεισάντων, τὰς δὲ ἀνοιξάντων. καὶ περὶ θυρῶν ὁ αὐτὸς λόγος.

   ‑ ‑ ‑

[679]    θ΄. Ὧν ἑκατέρου δισσαὶ χρήσιες, ἢ πρὸς αὐγὴν, ἢ ὑπ' αὐγήν.

   ‑ ‑ ‑

   Ἑκατέρου τῶν τῆς αὐγῆς εἰδῶν, τοῦ τε κοινοῦ καὶ τοῦ τεχνικοῦ, δύο φησὶν εἶναι χρήσεις, ἢ πρὸς αὐγὴν ἢ ὑπ' αὐγήν· πρὸς αὐγὴν μὲν καλῶν, ὅταν πρὸς ταύτην ἐστραμμένον ᾖ τὸ χειριζόμενον ἢ κατανοούμενον· ὑπ' αὐγὴν δὲ τὸ βραχὺ παρακεκλιμένον, ὥσπερ ἐπὶ τῶν ὑποχυμάτων καὶ ὅλως τῶν κατ' ὀφθαλμοὺς διαθέσεων. οὔτε γὰρ διαγνῶναι δυνατόν ἐστιν ἀκριβῶς τὰ κατ' αὐτοὺς πάθη πρὸς τὴν αὐγὴν ἐστραμμένου τοῦ πάσχοντος οὔτ' ἰάσασθαι. διὰ τοῦτ' οὖν τὸ μὲν πρὸς αὐγὴν φευκτέον ἐστὶ, τὸ δὲ ὑπ' αὐγὴν ἤτοι ἀπεστραμμένον τῇ αὐγῇ ἢ λοξὸν ἐσχηματισμένον εἶναι χρὴ τὸν χειρουργούμενόν τι τῶν κατὰ τοὺς ὀφθαλμούς. αὐτὸς δ' ἄκουέ μου τοὺς ὄντως ὀφθαλμοὺς λέγοντος, οὐ τὰ βλέφαρα· κατὰ αὐτὰ γὰρ ἐνεργεῖν ἐγχωρεῖ καὶ πρὸς τὴν αὐγὴν ἐστραμμένου τοῦ ἀνθρώπου, καθάπερ ἐπὶ τῆς τῶν ὑδατίδων ἄρσεως ἢ διαβροχισμοῦ τριχῶν ἢ ἀναῤῥαφῆς ἢ [680] ὅλως ἐφ' ὧν ὁ ἰατρὸς οὐ δεῖται τῶν βλεφάρων ἀνεῳγμένων. ἐὰν μὲν οὖν ὁ ὀφθαλμιῶν τύχῃ σφοδρῶς ἡλκωμένος ὁ θεραπευόμενος, τὸ καλούμενον ἔχων σταφύλωμα τελέως ἀπεστράφθαι προσήκει τὴν αὐγὴν αὐτὸν ἐν παντὶ χρόνῳ, πλὴν ἐν ᾧ φάρμακον ἐπιτίθησι τοῖς ὀφθαλμοῖς ὁ ἰατρός. ἐν ἐκείνοις γὰρ αὐτὸς ἄνευ αὐγῆς οὐκ ὄψεται τὸ πεπονθὸς, ὥσπερ οὐδὲ εἰ πτερύγιον ἐκτέμνειν ἐθελήσειεν ἢ ὑπόχυμα κατάγειν ἤ τι τοιοῦτον χειρουργεῖν. ἀλλὰ λοξὸν ὡς πρὸς τὴν αὐγὴν προσήκει τηνικαῦτα σχηματίζειν τὸν χειρουργούμενον, ὅπως μὴ ὑπὸ τῆς αὐγῆς ἡ κόρη πλήττοιτο, μήθ' ὁ ἰατρὸς ἀποστεροῖτο τῆς τέχνης ἤγουν τῆς θέας ὧν θεραπεύει μορίων. ὀνομασθήσεται δὲ σαφῶς ὁ μὲν ἀπεστραμμένος τὴν αὐγὴν οὔτε πρὸς αὐγὴν οὔθ' ὑπ' αὐγὴν, ἀλλ' ἀπὸ τῆς αὐγῆς μᾶλλον ἢ λοξὸς πρὸς αὐγήν. Ἱπποκράτει δ' ἔδοξε βελτίων ἑρμηνεία τῆς ὑπ' αὐγὴν ἢ ὑπ' αὐγῆς εἶναι φωνῆς.

   ‑ ‑ ‑

[681]    ι΄. Ὑπ' αὐγὴν μὲν οὖν ὀλίγη τε ἡ χρῆσις καὶ καταφανής τε ἡ μετριότης.

   ‑ ‑ ‑

   Ἐδείχθη πρόσθεν. οὐδὲν γὰρ τῶν ἄλλων μορίων πλὴν ὀφθαλμῶν δεῖται τῆς τοιαύτης χειρουργίας. ἐπεὶ δὲ, ὡς ἔφην, ἀπεστράφθαι τελέως τὴν αὐγὴν ἀδύνατόν ἐστιν ἐν ταῖς χειρουργίαις, ἐν τῷ μεταξὺ βούλεται τοῦ τ' ἀπεστράφθαι καὶ τοῦ πρὸς αὐγὴν ἐστράφθαι σχηματίζειν τὸν ἄνθρωπον. οὐ μὴν ἴσον ἐπὶ πάντων τῶν παθῶν ἀπεστράφθαι προσήκει τὸν ἰατρὸν τῆς αὐγῆς, ἐφ' ὅσον αὐτὸ τὸ πάθος ἀναγκάζει. οἱ μὲν γὰρ ἡλκωμένοι καὶ ὑπόπυοι καὶ σταφυλώματα ἔχοντες ἢ καὶ φλεγμονὴν μεγάλην ἢ ῥεῦμα δριμὺ καὶ πρὸς τῆς ὀλίγης αὐγῆς πλήττονται σφοδρῶς, ὡς ὀδυνᾶσθαί τε καὶ ῥευματίζεσθαι παραχρῆμα. τούτων δ' ἧττον ὑπὸ τῆς αὐγῆς ἐνοχλεῖται παρακεντούμενός τις ἢ πτερύγιον ἢ ἐγκανθίδα χειριζόμενος. ἡ τοίνυν τῆς ἀποστροφῆς μετριότης, ἣν ἀπὸ τῆς αὐγῆς ἀπεστράφθαι προσήκει τὸν χειριζόμενον, [682] εὑρεθήσεταί σοι δύο τούτοις προσέχοντι σκοποῖς, τῷ τε σαφῶς ὁρᾷν τὸν ἰατρὸν, ὃ πράττει παρὰ τὸν ὀφθαλμὸν ἐν τῇ χειρουργίᾳ, τῷ τε μὴ σφοδρῶς ἀνιᾶσθαι τὸν χειριζόμενον, ἐπεὶ ἑκάτερος σκοπὸς ἐναντίον ὑπαγορεύει σχῆμα κατὰ τὸν ἐπικρατοῦντα ποιῶν τὴν αἵρεσιν. εἰ δέ σοι δόξειε μηδ' ἕτερος ἐπικρατεῖν, τὸ μέσον αἱροῦ σχῆμα τῶν τε ἀκριβῶς ἐστραμμένων πρὸς τὴν αὐγὴν καὶ τῶν ὑπεστραμμένων αὐτήν. ἐγώ σοι τὴν ὁδὸν ἀφηγησάμην, ᾗ χρώμενος εὑρήσεις τὸ μέτριον τῆς ἐπιστροφῆς, Ἱπποκράτης δὲ εἶπεν, ἡγούμενος ἅπασαν καταφανῆ τὴν μετριότητα γενέσθαι ῥᾳδίως, εἰ βουληθεῖεν εὑρεῖν. οὐ γὰρ ἀπαιδεύτους ἀνθρώπους, ὡς ἡμεῖς νῦν, ἀλλ' ἱκανῶς γεγυμνασμένους ἐν τοῖς μαθήμασιν ἐδίδαξεν, ὡς τὰ τοιαῦτα καὶ αὐτοὺς ἐπινοεῖν ἑτοίμως ἐξ ἀκολουθίας τοῖς τῶν προδεδειγμένων.

   ‑ ‑ ‑

[683]    ια΄. Τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεουσέων, ἐκ τῶν ξυμφερουσέων αὐγέων πρὸς τὴν λαμπρότητα τρέπειν τὸν χειριζόμενον.

   ‑ ‑ ‑

   Ὅσον μὲν ἐπὶ τὸ δεῖν ἐναργέστατα βλέπειν τὸν ἰατρὸν, ὅσα πράττει κατὰ τὴν χειρουργίαν, ἐν τῷ τοῦ κάμνοντος σώματι, τὴν λαμπροτάτην αὐγὴν αἱρεῖσθαι χρὴ, κατὰ πάντα τὰ μόρια, πλὴν ὀφθαλμῶν. ἡ λαμπροτάτη δέ ἐστι τῶν αὐγῶν ἐν ὑπαίθρῳ χωρίῳ τοῦ ἡλίου καταλάμποντος αὐτὸν, μηδενὸς ἐπισκοτοῦντος. ἀλλ' ἐνίοτε μὲν οὐδέν ἐστι τοιοῦτον ἐν τῇ τοῦ χειριζομένου καταγωγῇ. πολλάκις δέ ἐστι μὲν, ἀλλ' οὐ συμφέρει εἰσάγειν εἰς αὐτὸ χειμῶνος μὲν διὰ κρύος, ἐν θέρει δὲ διὰ θάλπος· ἑκατέρου γὰρ αὐτῶν ἐστιν ἰδία βλάβη, καὶ πρὸς τούτοις ἔτι φυλάττεσθαι χρὴ τοὺς ἀνέμους, ὥστε διὰ τούτους οὐ μόνον αὐτὸν καλὸν ἀέρα φεύγομεν πολλάκις, ἀλλὰ καὶ τὸν πλησίον θύρας καὶ θυρίδος ἄνεμον εἰσπνέοντα σφοδρῶς ἄγειν τὸν ἐνεργούμενον. ἐπ' [684] ἐκείνων δὲ μάλιστα φεύγομεν ἄνεμον, ἐφ' ὧν εὐλαβούμεθα παθεῖν τι τὸ νευρῶδες γένος, ὥσπερ γε πάλιν ἥλιον ἐπὶ τῶν σηπομένων, ὡς πρὸς αἱμοῤῥαγίαν ἐπιτηδείως ἐχόντων. καλῶς οὖν προσέθηκε τῶν παρεουσέων, τῶν συμφερουσέων, οὐ γὰρ ἁπλῶς ἐκ τῶν παρουσῶν αὐτῶν αἱρεῖσθαι χρὴ τὴν λαμπρότητα, ἀλλὰ καὶ προσεπιβλέπειν, εἰ καὶ τῶν συμφερουσῶν αὐγῶν ἐστιν ἡ λαμπροτάτη.

   ‑ ‑ ‑

   ιβ΄. Πλὴν ὁκόσα ἢ λαθεῖν δεῖ ἢ ὁρῇν αἰσχρόν.

   ‑ ‑ ‑

   Οὐ σαφῆ τῇ λέξει τὴν ἑαυτοῦ διάνοιαν ἡρμήνευσεν ὁ τεχνικὸς, ἀλλ' ὥστε δόξαι, μὴ δεῖν πρὸς αὐγὴν τρέπειν τὰ χειριζόμενα μόρια τῶν καμνόντων, ὅσα λαθεῖν προσῆκεν ἢ ὁρᾷν αἰσχρόν. ὁ δὲ οὐ τοῦτο βούλεται, ἐφεξῆς οὖν φησιν.

   ‑ ‑ ‑

[685]    ιγ΄. Οὑτωσὶ δὲ τὸ μὲν χειριζόμενον ἐναντίον τῇ αὐγῇ, τὸν δὲ χειρίζοντα ἐναντίον τῷ χειριζομένῳ πλὴν ὥστε μὴ ἐπισκοτάζειν.

   ‑ ‑ ‑

   Ἐχρῆν γὰρ ὡδί πως ἑρμηνεύεσθαι τὴν ὅλην διάνοιαν ὑπ' αὐτοῦ. τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεούσων, ἐκ τῶν συμφερουσῶν αὐγέων πρὸς τὴν λαμπρότητα τρέπειν τὸ χειριζόμενον. οὐ μὴν ἂν καθαράν γε καὶ ἀνεπισκότητον φυλάττειν χρὴ τὴν αὐγὴν, ἀλλ' ἐν οἷς λαθεῖν ἂν ἢ ὁρᾷν αἰσχρὸν ἑαυτὸν οὕτως σχηματίζειν, ὡς τοὺς μὲν ὅλως πάντας ἀφαιρεῖσθαι τῆς θέας τῶν χειριζομένων μορίων, ἑαυτῷ δὲ κατὰ μηδὲν ἐπισκοτεῖν. ἡ μὲν δὴ διάνοια τῆς ὅλης ῥήσεώς ἐστι τοιαύτη. τάχα δέ τις ἀκοῦσαι ποθεῖ σαφῶς τὴν ἀπόθεσιν, ἣν βούλεται λαβεῖν ὁ ἰατρὸς τοὺς περιεστῶτας. ἴσως μὲν οὖν ἐνίων χειρουργιῶν τὸ ἀκριβὲς, οὐδὲ διδάξαι βουλήσεταί ποτε τῶν παρόντων τινὰς οὐκ ἀξίους [686] ὄντας αὐτὸ μαθεῖν. οὐ μὴν ἀλλὰ τούς γε τῶν χειριζομένων οἰκείους, ἐνίοτε βουλομένους μὴ τέμνειν, ὅσα περ τέμνει σώματα, δεόμενα δηλονότι τῆς τοιαύτης χειρουργίας. ἀνιῶνται γὰρ ἅμα καὶ ἀγανακτοῦσι πρὸς τὸν ἰατρὸν, ὡς δήμιον. ἀλλὰ καὶ ὄρχιν σεσηπότα πολλάκις ἀναγκαῖον ἐγένετο τελέως ἐκκόψαι καὶ νεῦρον διαταμεῖν ὅλον ἐγκάρσιον, ἕνεκα τοῦ μὴ σπασθῆναι τὸν ἄνθρωπον. ἔνιοι δὲ τῶν ἰδιωτῶν οὐδὲ πύου πάθος ὑπομένουσι θεάσασθαι, τινὲς δὲ ἐπιτρέπουσιν ὅλως ἀνοῖξαι σῶμα πύου χωρίου, ἐφ' ὧν ὁ ἰατρὸς τῶν οὐ καταμανθάνων οἷς τὸν πεπονθότα τόπον ἔτεμνεν ἀφθόνως καὶ πᾶν ἐξέκρινε τὸ πῦον· ἀλλὰ διὰ δειλίαν τῶν καμνόντων ἐνίοτε τοῦθ' ἡμῖν πράττεται. εἰσὶ γάρ τινες οὕτω δειλοὶ πρὸς τὰς χειρουργίας, ὡς λειποψυχεῖν πρὶν τμηθῆναι διὰ τὴν τῆς ὀδύνης προσδοκίαν. ἐπὶ τούτων ἀξιοπίστως χρὴ περὶ μὲν τῆς χειρουργίας λέγειν αὔριον σκέψασθαι, κατὰ δὲ τὸ παρὸν ἐᾷν. νῦν δὲ καταντλεῖν ὕδατι ἢ πυριᾷν σπόγγοις, ὡς παρασκευάζοντα τὸ μόριον εἰς ἐπίθεσιν καταπλάσματος ἢ φαρμάκου, κἀν τούτῳ μὴ προσδοκῶντα [687] τὸν δειλὸν ἄνθρωπον τέμνειν. ἐν μὲν δὴ τοῖς τοιούτοις ὁ μὲν ἰατρὸς ἐπισκοπήσει θεάσασθαι τοῖς παροῦσιν ἕνεκα τοῦ λαθεῖν. ἐν ἄλλοις δὲ διὰ τὴν αἰδὼ τοῦ κάμνοντος, ἐπειδὴ περὶ πολλοῦ ποιῆται μὴ βλέπεσθαι τοῖς πολλοῖς ἣν ἔχει διάθεσιν ἤτοι κατὰ ἕδραν ἢ ἐν τοῖς αἰδοίοις. ταῦτα γάρ ἐστιν ἃ βούλονται οἱ πάσχοντες λανθάνειν· ἐν εἴδει δὲ τῶν γυναικῶν καὶ κατὰ τὰς πυγὰς καὶ τὸ στῆθος, τισὶ δὲ καὶ κατὰ τὴν γαστέρα καὶ πολὺ δὴ μᾶλλον ἔτι κατὰ τὸ καλούμενον ἐφήβαιον. ἐγκαλῶν δέ τις ἐνταῦθα αὐτὸν Ἱπποκράτην γελοίως αὐτὸν ἔφη τοῦτο γεγραφέναι. τοῖς γὰρ αἱρουμένοις μὴ ὀφθῆναι τὰ τοιαῦτα μόρια χειριζόμενα, πάρεστιν ἐκβαλλόμενον τοῦ οἴκου τοὺς ἔνδον ὄντας ἅπαντας ἐπιστρέψαι μόνῳ τῷ ἰατρῷ τὸ ἔργον ἢ καί τινος ἑνὸς ἢ δυοῖν τῶν οἰκειοτάτων παρόντων. ἀλλὰ ταῦτα λέγων οὐ πεπείραται πολλῶν αἰδουμένων, ὥσπερ ὀφθῆναι τοῖς παροῦσι τὰς διαθέσεις αὐτῶν, οὕτω καὶ κωλῦσαι τῆς θέας ἐνίους καὶ χωρίζεσθαι σκευάσαι. πολλάκις δὲ κἂν κελεύωσι χωρίζεσθαί τινας φιλονεικοῦντες ἢ περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες [688] ἐπίστασθαι τὰ τοῦ κάμνοντος ἔνιοι τῶν οἰκείων ἢ φίλων ἀναιδῶς παραμένουσιν. ἐν τοῖς τοιούτοις οὖν καιροῖς χαρίζεσθαι χρὴ τῷ κάμνοντι τὸν ἰατρὸν ἄλυπον χάριν ὑποσχέσθαι τε κατὰ μόνας αὐτὸν καὶ μηδενὸς ἀκούσαντος, οὕτω ποιήσασθαι τὴν χειρουργίαν, ὡς λαθεῖν τοὺς πολλούς. δύναται γὰρ, ὡς ἔφην, ἐν τῷ καταντλεῖν ὕδωρ ἢ διὰ σπόγγων πυριᾷν, ὡς μηδέπω μέλλων ἐνεργεῖν, ἐξαίφνης ἀνύσαι τὸ ἔργον, ἀλλ' ἔτι πραττόντων τῶν πολυπραγμονούντων θεάσασθαι. τὰ μὲν δὴ τοιαῦτα τῶν ἀμφισβητημάτων ἔξωθέν ἐστι τῶν τῆς ἰατρικῆς θεωρημάτων. ἡμεῖς δὲ ἐξ ἀκολουθίας ἢ καὶ διὰ τὴν ἀντιλογίαν τῶν ἐπηρεαζόντων, ἀναγκαζόμεθα μνημονεύειν αὐτῶν. ἐπὶ δὲ τὰ συνεχῆ τοῖς προειρημένοις ἤδη μετιέναι καιρός.

   ‑ ‑ ‑

   ιδ΄. Οὕτω γὰρ ἂν ὁ μὲν δρῶν ὁρῴη, τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτο.

   ‑ ‑ ‑

[689]    Τὸ κἀνταῦθα τὸ τέλεον τῆς λέξεώς ἐστι τοιοῦτον· οὕτως ὁ μὲν δρῶν ὁρᾷ τὸ χειριζόμενον μέρος, ὑπὸ δὲ τῶν ἄλλων οὐκ ἂν ὁρῷτο ταὐτὸ τοῦτο τὸ μέρος· οὐ γὰρ δὴ πρὸς τῶν ἰατρῶν ἄμφω πέπονθε τὸ χειριζόμενον, ὁρᾶσθαί τε καὶ οὐχ ὁρᾶσθαι.

   ‑ ‑ ‑

   ιε΄. Πρὸς ἑωυτὸν δὲ καθημένῳ μὲν πόδες ἐς τὴν ἄνω ἴξιν κατ' ἰθὺ γούνασι, διάστασιν δὲ ὀλίγον συμβεβηκότες, γούνατα δὲ ἀνωτέρω βουβώνων σμικρὸν διάστασιν ἀγκῶσιν θέσει καὶ παραθέσει.

   ‑ ‑ ‑

   Τὴν πρὸς τὴν αὐγὴν συμμετρίαν τοῦ χειρίζοντος διελθὼν πρὸς τὴν ἑαυτοῦ συμμετρίαν ἧκεν. εἰρηκὼς γὰρ ἔμπροσθεν· ὁ δρῶν καὶ καθήμενος ἢ ἑστεὼς ξυμμέτρως πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγὴν, εἶτα πρὸς τὸ τελευταῖον ἀπαντήσας πρῶτον, ἅμα δ' αὐτῷ πρὸς τὸ [690] χειριζόμενον συμμετρίαν ἐξ ἀνάγκης μνημονεύσας, ἐπὶ τὴν αὐτοῦ πρὸς ἑαυτὸν ἀφίκετο συμμετρίαν τοῦ χειρίζοντος. αὐτὸν δὲ πρὸς ἑαυτὸν συμμέτρως ἔχειν θέσεως, οὐδὲν τῶν ἁπλῶν ὂν καὶ οἷον τὸ κατ' ἄρθρον διῃρημένον, ἢν δὲ τὰ μόρια σκοπῇς, ὡς ἄλλοτε ἄλλην ἴσχει θέσιν ἐν ποικίλοις σχήμασιν, οὕτως ἂν δύναιτό ποτε μὲν ἔχειν συμμέτρως. ἐὰν γοῦν τις ἐπὶ πλεῖστον ἀλλήλων ἀπαγάγῃ καθήμενος ἢ ἑστὼς, ἀμέτρως ἂν ἔχοι τοῖς μορίοις τούτοις πρὸς ἄλληλα, καθάπερ εἰ καὶ συνάγοι τελέως αὐτὰ καὶ ψαύειν ποιήσειεν ἢ καταθείη τὸ ἕτερον ἑτέρου ἢ μᾶλλον ἀποτείνοι κατὰ μῆκος ὅλον τὸ σκέλος ἢ εἰ κατ' εὐθὺ θείη τὸν πόδα τοῦ γόνατος, ἀλλ' εἰς τοὐπίσω πολὺ τῆς εὐθύτητος ἀποκεχωρηκώς. εὐλόγως οὖν ὁ Ἱπποκράτης τὴν αὐτοῦ πρὸς ἑαυτὸν ἑκάστου συμμετρίαν ἐν τῷ καθεῖσθαι τὴν τῶν μορίων ὡρίσατο πρὸς ἄλληλα σχέσιν, τοὺς μὲν πόδας κατ' εὐθὺ τῶν γονάτων ἀξιώσας κατέχειν. ἐπεὶ δὲ τὸ κατ' εὐθὺ διττόν ἐστι, τὸ μὲν κατὰ τὸ μῆκος ἐκτεινόντων τὸ κῶλον, τὸ δὲ εἰς ὕψος [691] ἀνατεινόντων, ὥσπερ ὅταν ὀρθοὶ στῶμεν, εἰκότως προσέθηκεν εἰς τὴν κάτω ἴξιν. ὀνομάζει δὲ συνήθως ἴξιν ἀεὶ τὴν εὐθύτητος θέσιν. ἄρα τοιγαροῦν τοὺς πόδας ὀλίγον ἀπ' ἀλλήλων ἀξιοῖ, τὸ δὲ ὡς πρὸς βουβῶνα τοῦ γόνατος ὕψος ὀλίγον ὑπερέχειν, σκοπὸν ἔχων ἐν τοῖς πᾶσι τήν τε εὐσχημοσύνην καὶ τὴν εἰς τὰς ἐνεργείας ἑτοιμότητα καὶ τὴν ἀσφάλειαν τῆς ἕδρας, ὡς δυσπερίτρεπτον τὸν καθεζόμενον οὕτως. διὸ καὶ τὰ γόνατα καὶ ὅλους δηλονότι τοὺς μηροὺς ἄχρι τῶν βουβώνων διάστασιν ἔχειν ἀξιοῖ τοσαύτην ἀπ' ἀλλήλων, ὡς εὐσχημόνως τε ἅμα καὶ ἀσφαλῶς καὶ πρὸς τὰς ἐνεργείας ἀκωλύτως ἐνίοτε μὲν ἐρείδεσθαι τοὺς ἀγκῶνας τῶν χειρῶν κατὰ τοὺς πήχεώς τι μέρος, ἐνίοτε δὲ ἑκατέρωθεν αὐτῶν παρατεταγμένας ἐνεργεῖν· τὸ μὲν γὰρ θέσει τῆς ἐπ' αὐτῶν ἕδρας δηλωτικὸν, τὸ δὲ παραθέσει τῆς τῶν πλαγίων.

   ‑ ‑ ‑

[692]    ιστ΄. Ἱμάτιον εὐσταλέως, εὐκρινέως, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν.

   ‑ ‑ ‑

   Τὸ μὲν εὐσταλέως ἀντὶ τοῦ προσεσταλμένως εἴρηκεν, ὡς μήτε περιτετραμμένον αὐτὸ μήτε χαλαρὸν περικεῖσθαι τῷ σώματι τοῦ ἰατροῦ. τὸ δὲ εὐκρινέως ἐπ' αὐτοῦ τοῦ ἱματίου λέλεκται· κελεύει γὰρ καὶ τοῦτο μηδὲν αὐτοῦ μέρος ἐνδεδιπλῶσθαι. τὸ δ' ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν, ἀμφίβολόν ἐστιν· ἤτοι γὰρ ἴσως καὶ ὁμοίως ἐν ἀμφοτέραις ταῖς χερσὶ περιβεβλῆσθαι τοῖς ἀγκῶσι καὶ τοῖς ὤμοισιν ἀξιοῖ τὸ ἱμάτιον, ὡς παραβάλλεσθαι τὰς δύο χεῖρας ἀλλήλαις, ὅπερ οἱ πολλοὶ συγκρίνεσθαι καλοῦσιν ἢ τοὺς ἀγκῶνας, ἢ τοὺς ὤμους ἀλλήλοις παραβάλλει κατ' ἀμφοτέρας τὰς χεῖρας, κελεύων ἴσως καὶ ὁμοίως τοῖς ἀγκῶσι καὶ τοῖς ὤμοις καθ' ἑκάτερον αὐτῶν περιβεβλῆσθαι τὴν χεῖρα. ὅτι μὲν οὖν οὐκ ἀνωτέρω τῶν ἀγκώνων βούλεται τὴν περιβολὴν γίγνεσθαι τοῦ ἱματίου πρόδηλον. ἀσκεπάστους γὰρ εἶναι τούτους αἰσχρὸν οὐκ ἰατρῷ [693] μόνον οὕτω σεμνὴν ἐργαζομένῳ τέχνην, ἀλλὰ καὶ τοῖς κατὰ τὴν ἀγορὰν ἐν θορύβῳ πολλῷ δίκας λέγουσιν, οὗ καὶ αὐτοὺς αἰδουμένους ἰδεῖν ἔστιν, ἀνωτέρω τῶν ἀγκώνων ἔχειν τὸ ἱμάτιον, ὡς εἰς παγκράτιον παρεσκευασμένους· ἔστι δὲ καὶ ἄλλως ἐκκρῖναι τὸ τοιοῦτον τῆς περιβολῆς εἶδος, ψυκτικὸν οὐ μόνον τῶν κατὰ ἀγκῶνα μορίων, ἀλλὰ καὶ τῆς ὅλης χειρός· οὐ μὴν ἐδήλωσε τὸ ποσὸν, εἴπερ τὸν δεξιὸν ἀγκῶνα τοῦ πήχεως ἐπιλαμβάνειν αὐτὸ προσῆκεν· ἢ δηλονότι παρέλιπεν ὡς σαφὲς τοῦτο καὶ πρὸς ἁπάντων ἡμῶν εὑρεθῆναι δυνάμενον. οὐ γὰρ χαλεπόν ἐστι στοχάσασθαι καθ' ἑκάστην ἐνέργειαν, ὁπόσον δεῖ τοῦ ἱματίου τοὺς ἀγκῶνας ὑπερβαίνοντος ἐκτετάσθαι κατὰ τοῦ πήχεως, σκοπὸν κἀνταῦθα πεποιημένους τόν τε τῆς εὐσχημοσύνης καὶ τὰς τῆς πρὸς τὴν προκειμένην χειρουργίαν χρείας. ὥσπερ δ' ὀλίγον ἔμπροσθεν ἐφ' ὧν ἐχρῆν λαθεῖν, ἐναντίους ἔφην εἶναι σκοποὺς, ἵνα μὲν μὴ βλέπηται τὸ φαινόμενον δέον σκοτεινοῦ ἀέρος, ἵνα δὲ τὸ χειριζόμενον ὁ χειρίζων αὐτὸ βλέπῃ, λαμπροῦ φωτός. ὅ ποτε δ' ἂν αὐτῶν ἐπικρατῆ, [694] τὸν σκοπὸν ἐκείνῳ προσχωρεῖν. εἰ δέ σοι δόξειεν εἶναι τὸ μέσον ἀκριβῶς ἀμφοτέρων αἱρεῖσθαι, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν ἐστι καὶ διὰ παντὸς ἐπὶ πάντων ποιητέον, ἔνθα πρὸς ἐναντία πράγματα ποδηγοῦσιν οἱ σκοποὶ, τὸ μέσον μὲν ἀμφοῖν αἱρουμένους πάντως, ὁπότερος δ' ἂν ἐπικρατῇ, πρὸς ἐκεῖνον ἐκκλίνοντας. τὸ μὲν οὖν κατὰ τὴν χειρουργίαν ὅσον ἐπ' αὐτῇ ἐδεῖτο τῆς ὅλης χειρὸς γυμνῆς, τὰ δὲ τῆς εὐσχημοσύνης ὅλης αὐτῆς ἐσκεπασμένης· διὰ τοῦτ' οὖν ἀεὶ μὲν τὸ μέσον ἀμφοῖν αἱρεῖσθαι προσήκει, προσχωρεῖν δὲ τῷ μᾶλλον ἐπείγοντι.

   ‑ ‑ ‑

   ιζ΄. Πρὸς δὲ τὸ χειριζόμενον τοῦ μὲν πρόσω καὶ ἐγγὺς καὶ ἄνω καὶ κάτω καὶ ἔνθα ἢ ἔνθα ἢ μέσον. τοῦ μὲν πρόσω καὶ ἐγγὺς ὅριον ἀγκῶνες· εἰς μὲν τὸ πρόσθεν γούνατα μὴ ἀμείβειν, εἰς δὲ τὸ ὄπισθεν πλευράς. τοῦ δὲ ἄνω μὴ ἀνωτέρω μαζῶν ἄκρας χεῖρας ἔχειν, τοῦ δὲ κάτω μὴ [695] κατωτέρω ἢ ὡς τὸ στῆθος ἐπὶ γούνασιν ἔχειν. ἄκρας χεῖρας ἐγγωνίους πρὸς βραχίονας σχηματίζειν. τὰ μὲν κατὰ μέσον οὕτως, τὰ δὲ ἔνθα ἢ ἔνθα μὴ ἔξω τῆς ἕδρας.

   κατὰ λόγον δὲ τῆς ἐπιστροφῆς προβαλλόμενον τὸ σῶμα καὶ τοῦ σώματος τὸ ἐργαζόμενον.

   ‑ ‑ ‑

   Ἐπειδὰν τὸν ἰατρὸν ἐκέλευσε συμμέτρως ἔχειν πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγὴν, ἤτοι καθήμενον ἢ ἑστῶτα καὶ πρῶτον ἐνεχείρισε λέγειν τὴν τοῦ καθημένου συμμετρίαν πρὸς ἕκαστον τῶν τριῶν, ἀρξάμενος ἀπὸ τῆς αὐγῆς. εἶτα μεταβὰς ἐπὶ τὴν πρὸς ἑαυτὸν αὐτοῦ συμμετρίαν καὶ ταύτην διελθὼν ἐπὶ τὸ λοιπὸν ἔτι τρίτον ἥκει, διδάσκων τὴν πρὸς τὸ χειριζόμενον αὐτοῦ συμμετρίαν. οὔτε γὰρ ἐγγὺς πάνυ προσήκει καθῆσθαι τοῦ χειριζομένου τὸν ἰατρὸν, ὡς ὑπὸ στενοχωρίας ἐμποδίζεσθαι τὰς τῶν χειρῶν ἐνεργείας οὔτε διεστηκέναι τοσοῦτον, ὡς μόγις ἐφικνεῖσθαι τοῦ χειριζομένου. τίθησι γοῦν κἀνταῦθά τινας ὅρους, ὧν οὔτ' εἰς τὸ πρόσω χωρεῖν οὔτ' εἰς τοὐπίσω [696] προσήκει τὸν χειρίζοντα. μεμνήμεθα δὲ ὅτι περὶ τοῦ καθημένου πρῶτον ὁ λόγος ἐστὶν αὐτῷ. τοσοῦτον οὖν ἀξιοῖ διεστηκέναι τοῦ κάμνοντος, ὡς μήτε προσωτέρω ποτὲ τῶν γονάτων ἴσχειν τοὺς ἀγκῶνας μήτε ὀπίσω τῶν πλευρῶν. ἐπὶ μὲν δὴ τῆς κατὰ τοὐπίσω τε καὶ πρόσω διαστάσεως τούτους ἔθετο τοὺς ὅρους. ὀνομάζεται δὲ κατὰ τὸ μῆκος ἡ διάστασις αὕτη· λοιπῶν δὲ οὐσῶν δυοῖν διαστάσεων, μιᾶς μὲν τῆς κατὰ τὸ πλάτος, ἑτέρας δὲ τῆς κατὰ τὸ βάθος καὶ ὕψος, ἑκατέρως δὲ ὀνομάζεται, τῆς μὲν κατὰ τὸ ὕψος ὅρια τίθησι μήτε ἀνωτέρω τῶν μαστῶν ἄκρας χεῖρας ἔχειν τὸν ἐνεργοῦντα μήτε κατωτέρω ἢ ὡς τὸ στῆθος ἐπικείμενον ἔχοντα τοῖς γόνασι, τὰς χεῖρας ἐγγωνίους ἐσχηματικέναι πρὸς τὸν βραχίονα. καλεῖ δὲ ἐγγωνίους, ὅταν ὀρθὴν γωνίαν πῆχυς ἐργάζηται πρὸς τὸν βραχίονα, μέσον γάρ ἐστι τοῦτο τὸ σχῆμα καμπῆς τε τῆς κατ' ἀγκῶνα τελέως, μεθ' ἣν οὐκέτι κάμψαι δυνατόν ἐστιν, ἐκστάσεώς τε σχήματος, μεθ' ἣν ἀμήχανον ἔσται ἐπεκτεῖναι τὴν χεῖρα. τῆς δὲ κατὰ πλάτος εἰς τὰ πλάγια μέρη γιγνομένης διαστάσεως [697] ὅρον ἑκατέρως ἐτίθετο τῆς κατὰ τὸ δεξιὸν καὶ τὸ τέλειον, ὡς ἄχρηστον ποιεῖσθαι τὰς ἐπιστροφὰς, ὡς μὴ κατακινεῖσθαι τὰς ἕδρας, τουτέστι τὰ μόρια τοῦ σώματος, οἷς ἑδραζόμεθά τε καὶ στηριζόμεθα κατὰ τῶν ὑποκειμένων. εἴρηνται μὲν οὖν ἐφεξῆς ἀλλήλων οἱ ὅροι κατὰ διαφέροντας χρόνους· ἐν ᾧ καὶ χρόνῳ περὶ τῶν κατὰ μῆκος ἐδίδασκε διαστάσεων, ἐν τούτῳ περὶ τῆς κατὰ πλάτος καὶ ὕψος οὐχ οἷόν τ' ἦν διδάσκειν, ὥσπερ οὐδὲ ὁπότε περὶ ἑκατέρας τῶν λοιπῶν δυοῖν. αὐτὸν δὲ τὸν ἰατρὸν, οἶμαι, ταῦτα συμβουλεύει διὰ παντὸς τοῦ ἀποβλέπειν χρὴ τῇ διανοίᾳ πρὸς τὰ λελεγμένα πάντα. καὶ γὰρ πάντων ἐστὶν ἅμα χρεία κατὰ πᾶσαν ἐνέργειαν. οὔσης οὖν τινος μέσης καταστάσεως ἐν τῷ καθῆσθαι τὸν ἰατρὸν, ὅταν μὴ βλέπων, μηδὲν ἐνεργεῖ ταύτην. εὐσχημονεστέραν τε καὶ σεμνοτέραν εἶναι προσῆκεν, ὡς εἰ καὶ γραφεύς τις ἢ πλάστης ἔμελλεν αὐτοῦ ποιήσειν εἰκόνα. πρὸς δὲ τὴν χειρουργίαν ἀφικνουμένου χρὴ κινεῖσθαι τὰς χεῖρας, ἐνίοτε μὲν ἅμα πρόσω τε καὶ ἄνω, κἄπειτα δ' ἐπ' ἀριστερὰ, μετὰ τοῦ πρόσω τε καὶ ἄνω πάλιν [698] ἐκ τούτων τῶν σχημάτων ἤτοι γε ὀπίσω τὰς χεῖρας ἀμφοτέρας ἢ μόνην μίαν φέρειν. οὕτω δὲ καὶ ἢ κάτω ποτὲ ἢ πάλιν ἄνω καὶ κάτω τε καὶ ὀπίσω. πολυειδῶς γὰρ τὰ σχήματα ὑπαλλάσσεται συμπλεκομένων ἀλλήλαις τῶν διαστάσεων. ἐν ἁπάσαις ταύταις ἐστὶ κοινὸν τὸ φυλάττειν τὴν ἕδραν, ἣν διαφθείρουσιν ἔνιοι τοὺς ὅρους τῶν διαστάσεων ὑπερβάλλοντες. ἐάν τε γὰρ οὕτως ὑψηλὸν ᾖ κείμενον τὸ χειριζόμενον μόριον, ὡς ὑπὲρ τοὺς αὐτοῦ τιτθοὺς ἀναφέρειν τὰς χεῖρας τὸν ἰατρὸν, ἀναγκασθήσεταί ποτε κουφίσαι μετεωρότερον αὐτὸν ἐπὶ τῆς ἕδρας, ὡς ἀνιστάμενος, ὡς μηδὲ ἑστάναι μηδέπω, μηδὲ καθῆσθαι, ἀλλ' ἐν ἀστηρίκτῳ τε καὶ μέσῳ τούτων σχήματι καθεστάναι· ἄν τ' ἐπὶ πλεῖστον ἐπὶ τὸ δεξιὸν ἢ ἐπὶ τὸ ἀριστερὸν μέρος ἀποκεχωρηκὼς ἐπ' ἐκείνοις, αὐτὸς ἐκ τῆς ἕδρας κινηθήσεται, ὡς ὀλισθήσεσθαι ἐξ αὐτῆς κινδυνεύσας. τί δεῖ λέγειν ὡς ἐπὶ τοῦ πρόσω ἢ ὀπίσω μέρους ἀμφοτέρως ὅμοια ποιήσεται· καὶ μόνον γέ τις τοῦ εἰς τὰ κάτω πρὸς τὸ σκοτίζειν αὐτοῦ τὴν ἐνέργειαν, ἐν ᾧ πρέπει σχήματι καθήσεται.

   ‑ ‑ ‑

[699]    ιη΄. Ἑστεῶτα δὲ δεῖ καὶ ἐπ' ἀμφοτέρων βεβαῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις· δρῇν δὲ τῷ ἑτέρῳ ἐπιβεβαῶτα μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα ὕψος γούνατι πρὸς βουβῶνα, ὡς ἐν ἕδρῃ· καὶ τὰ ἄλλα ὅρια τὰ αὐτά.

   ‑ ‑ ‑

   Τὸν περὶ τοῦ καθημένου συμπληρώσας λόγον ἐπὶ τὸν ἐνεστῶτα μετέβη, πάντως αὐτὸν κελεύων φυλάττειν, ὃ μικρὸν ἔμπροσθεν ἐπὶ τοῦ καθημένου ἐκέλευσεν, ὅτι τὸ τῆς βάσεως τῶν ποδῶν ἄνισον· ὑψηλότερον γὰρ εἶναι βούλεται τὸν ἕτερον αὐτῷ, ὡς μὴ κατ' εὐθύ τι τοῦ ἐνεργοῦντος εἶναι τὴν τοιαύτην στάσιν, ἣν ὅτι καὶ αὐτὴν φυλάξει διὰ πάσης ἐνεργείας, ἐὰν μήτε ὑψηλὸν ἱκανῶς τὸ χειριζόμενον μόριον μήτε ποῤῥώτερον κατὰ τὸ μῆκος ἢ πλάτος, εὔδηλον τῷ μεμνημένῳ τῶν προειρημένων. τὸ μὲν γὰρ οὕτως ὑψηλὸν, ὡς τὸν ἰατρὸν ἀναγκάζεσθαι μετεωροτέρας τῶν ἑαυτοῦ τιτθῶν ἔχειν τὰς χεῖρας, ἀποσαλεύσει τῆς ἕδρας [700] αὐτὸν ἀνατεινόμενον ἀμέτρως. τὸ δὲ ἐπὶ πλεῖστον ἀφεστηκὸς πάλιν αὖ καὶ τὸ προβαίνειν ἀναγκάζον, ἀπολείπειν βιάσεται τὴν ἐξ ἀρχῆς ἕδραν. ἐπεὶ δὲ ἐπί τινος ἐστηρίχθαι τὸν ἕτερον τῶν ποδῶν βούλεται, κἀνταῦθα τὸ ποσὸν τοῦ ὕψους ἐδήλωσεν, ἀξιώσας τὴν αὐτὴν σχέσιν τῷ γόνατι πρὸς βουβῶνας, ἣν κἀπὶ τῶν καθημένων εἶπεν. εἰρήκει δ' ἐπ' ἐκείνων, γούνατα δὲ ἀνώτερον βουβώνων μικρὸν, ὡς ἀσφαλεστάτης τε ἅμα καὶ εὐσχημονεστάτης πρὸς τὰς ἐνεργείας καὶ ἑτοιμοτάτης οὔσης τῆς τοιαύτης ἕδρας. ἀλλὰ νῦν γε τῷ ἑτέρῳ γόνατι τῷ ὑψηλῷ μόνῳ πρὸς τοὺς βουβῶνας εἶναι τὴν αὐτὴν σχέσιν ἀξιοῖ, πληθυντικῶς βουβῶνας ἀμφοτέρων τῶν σκελῶν ἴσον ἔχειν ὕψος.

   ‑ ‑ ‑

   ιθ΄. Ὁ δὲ χειριζόμενος τῷ χειρίζοντι τῷ ἄλλῳ τοῦ σώματος μέρει ὑπηρετείτῳ ἢ ἑστεὼς ἢ καθήμενος ἢ κείμενος ὅκως ἂν ῥήϊστα ὧδε ὡς σχῆμα ἔχων διατέλει, φυλάσσων ὑπόῤῥυσιν, ὑπόστασιν, ἔκτρεψιν, καντίαν, ὡς ὃ δεῖ σώζεται, [701] καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει.

   ‑ ‑ ‑

   Διαφερούσας ἐξηγήσεις ἐποιήσαντο τῆς ῥήσεως οἱ ἐξηγησάμενοι τὸ βιβλίον εὐλόγως. ἥ τε γὰρ τῶν τεττάρων ὀνομάτων ἀσάφεια, τοῦ τῆς ὑποῤῥύσεως λέγω καὶ τοῦ τῆς ὑποστάσεως καὶ τοῦ τῆς ἐκτρίψεως καὶ προσέτι τοῦ τῆς καταντίας, τό τε βουληθῆναι τὸν Ἱπποκράτην πολλὰ πράγματα δι' ὀλίγων λέξεων δηλῶσαι, τὴν αἰτίαν αὐτοῖς παρέσχεται τῶν λεγομένων αἰτίας. ὅτε οὖν ἀσαφοῦς οὔσης τοῦ γράψαντος αὐτὰ διανοίας, εἰκάζοντές τε καὶ στοχαζόμενοι μᾶλλον, οὐ σαφῶς ἰδόντες, εἰς ποικίλην διαφωνίαν ἐξέπεσον. ἐγὼ δὲ, ὅπερ ἐν ἅπασι τοῖς τοιούτοις εἴωθα ποιεῖν, οὕτω καὶ νῦν πειράσομαι. τὰ μὲν ἀπίθανα αὐτοῖς εἰρημένα παρήσας διώξω τὰ δόξαντά μοι πιθανῶς ἐπινενοῆσθαι, μετὰ τοῦ προστιθέναι τι καὶ τῆς ἐμῆς γνώμης. ἄρξομαι δὲ ἀπὸ τῆς τῶν ἀσαφῶν ὀνομάτων ἐξηγήσεως. ἐπειδὴ πρῶτόν ἐστι [702] τὸ ἁπλοῦν τοῦ συνθέτου καὶ πολλάκις τε τῶν ἁπλῶν οὐδενὸς ὄντος ἀσαφοῦς ἡ σύνθεσις αὐτῶν τὴν ἀσάφειαν ἐργάζεται, τοῦτο δὲ ἀμέλει καὶ κατὰ τὴν προκειμένην γέγονε ῥῆσιν. ἔνιοι μὲν γὰρ ὑπόῤῥυσιν ἤκουσαν ἐπὶ τῶν ὑγρῶν, καὶ τούτων αὐτῶν διττῶς οἱ μὲν ἐκ τοῦ σώματος κινουμένων, οἱ δὲ ἐπὶ τῶν ἐπιβρεχομένων ἔξωθεν· ἀλλὰ καὶ αὐτῶν τῶν κατὰ τὴν χειρουργίαν ἐκρεόντων ἔφασαν αὐτὸν μνημονεύειν, ἔνιοι δὲ τοῦ μετὰ τὴν χειρουργίαν. ἡ αὐτὴ δὲ καὶ περὶ τοῦ τῆς ὑποστάσεως ὀνόματος γέγονε διαφωνία, τῷ ἐκρεῖν τὰ ὑγρὰ, τὸ ὑφίστασθαι κατὰ τοὐναντίον λεγόμενον εἰκότως ἐν μέρει διαφωνίαν ἔσχεν. ἕτερος δέ τις χορὸς ἐξηγητῶν οὐκ ἐπὶ τῶν ὑγρῶν, ἀλλ' ἐπὶ τῶν στερεῶν τοῦ ζώου μορίων ἤκουσε τοῦ τε τῆς ὑποστάσεως καὶ τῆς ὑποῤῥύσεως ὀνόματος, ὑπόστασιν μὲν τὸν μετεωρισμένον ἤτοι τῶν τεμνομένων μελῶν ἢ καὶ παντὸς τοῦ σώματος εἰρῆσθαι νομίζοντες, ὑπόῤῥυσιν δὲ τὴν εἰς τὰ κάτω ῥοπὴν, ὡς εἰ καὶ κατάῤῥυσιν εἰρήκει. τὸ οὖν καταῤῥεῖ ἐπὶ τοῦδε τοῦ σημαινομένου [703] λέλεκται κατὰ τὸ προγνωστικὸν, ἔνθα φησίν· ἢν δὲ καὶ προπετὲς γίγνηται καὶ καταῤῥέει ἀπὸ τῆς κλίνης ἐπὶ πόδας, δεινότερόν ἐστι. τοῖς οὕτως ἐξηγησαμένοις μαρτυρεῖ καὶ τὸ τῆς ἐκτρέψεως καὶ τὸ καταντίας ὄνομα προειρημένων ἑξῆς γεγραμμένα. τὴν μὲν γὰρ εἰς τὸ πλάγιον ἐκτροπὴν ἔκτρεψιν εἴρηκεν, ἐάν τε ἐφ' ὅλου τοῦ σώματος ἐάν τε ἐπὶ τοῦ χειριζομένου μορίου γίγνεται. τὴν δὲ καταντίαν ἐπὶ τῶν κώλων ἰδίων λέγεσθαί φασιν, ὥσπερ ἐπὶ παντὸς σώματος τὴν ὑπόῤῥυσιν. ὅταν γὰρ ὅλον τὸ σῶμα φυλάττων τις ἐν ταὐτῷ χωρίῳ καὶ μὴ μετακινῶν ἤτοι τὸ σκέλος ἢ τὴν χεῖρα κάτω ῥέπον ἐργάσεται, κατάῤῥοπον ὀνομάζεσθαί φασι, τὴν τοιαύτην θέσιν ἀληθῆ λέγοντες αὐτὰ καθ' ἑαυτὰ, κἂν μὴ διαρκῶς φυλάττωσι τὴν καθ' ὅλην τὴν ῥῆσιν ὁμολογίαν. ἑτέρα γάρ τις πάλιν αὐτῶν ἁπάντων ἐγένετο διττὴ στάσις, ἐνίων μὲν ἡγουμένων ἀξιοῦν τὸν Ἱπποκράτην διασώζειν τοὺς χειριζομένους κατὰ τέσσαρας προσηγορίας σημαινόμενα, τὴν ὑπόστασιν καὶ τὴν ὑπόῤῥυσιν καὶ τὴν ἔκτρεψιν καὶ τὴν καταντίαν, ἐνίων δὲ οὐ φυλάττειν. διαφέρει δὲ οὐδὲν εἰς τὴν [704] ὅλην τῆς ῥήσεως περίνοιαν τὸ τρεῖς γεγονέναι γραφὰς τοῦ τῆς ἐκτρίψεως ὀνόματος. ἔνιοι μὲν γὰρ ἔκτρεψιν γράφουσι διὰ τοῦ τ καὶ ρ καὶ ε κατὰ τὴν δευτέραν συλλαβὴν, τινὲς δὲ καὶ τὸ ς προστιθέασιν ἐν ἀρχῇ γράφοντες ἔκστρεψιν, ἔνιοι δὲ καὶ ἔκτριψιν διὰ τοῦ τ καὶ ρ καὶ ι. παρεστήσαμεν γὰρ ἕνα τέως γράφειν. αἱ δ' οὖν εἰρημέναι προσηγορίαι σαφεῖς εἰσιν. ἀπὸ γὰρ τοῦ ἐκτρέπεσθαι ῥήματος ἔκτρεψις, ἀπὸ δὲ τοῦ ἐκτρίβεσθαι ἔκτριψις γέγονεν. ἀξιούντων τῶν γραφῶν φυλάττεσθαι ταῦτα τὸν κάμνοντα. φαίνονται δὲ ὅμως πάντες οἱ ἐξηγησάμενοι τὴν ῥῆσιν ἐκ μέρους μὲν ἑωρακέναι τὴν γνώμην τἀνδρὸς, ὅλην δὲ ἀκριβῶς μὴ δεδυνῆσθαι περιλαβεῖν. ἐὰν γὰρ πρόσχῃ τις τῷ τέλει ταύτης καθ' ἅ φησιν, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει φανοῦνται μὲν ἅπαντες λέγοντες ἀληθῶς, ἄλλως ἄλλων χρησίμων ὑπὸ τοῦ κάμνοντος ἐσομένων ἐν τοῖς τρισὶ καιροῖς παρέξει, χειρισμῷ, ἔπειτα ἕξει, πάντας δὲ αὐτοὺς συνθεῖναι μὴ δυνηθέντες, ἔσται δὲ φανερὸν τοῦτο τῶν διορισθέντων σαφῶς τῶν τριῶν καιρῶν. πρῶτος μὲν οὖν αὐτῶν [705] ἐστιν, ἡνίκα παρέχουσιν οἱ πεπονθότες ἑαυτοὺς τοῖς ἰατροῖς εἰς ἀκριβῆ διάγνωσιν τῶν παθῶν, ὃν ὠνόμασε πάρεξιν. ἐφεξῆς δὲ αὐτῶν δεύτερος, ὁπότε πράττει τι κατὰ τὸ πεπονθὸς μέρος ὁ ἰατρὸς, ὃν ἐκάλεσε χειρισμόν. εἶθ' ἑξῆς τρίτος, ὃν προσηγόρευσε τῆς ἔπειτα ἕξεως· ἐν ταὐτῷ γὰρ σχήματι πρόκειται τηνικαῦτα φυλάττειν τῷ κάμνοντι τὸ πεπονθὸς μόριον. ἀπὸ τοῦ τοίνυν ἔχειν ἐν αὐτῷ τὴν προσηγορίαν τῆς ἕξεως ἐποίησεν. ἐν ἅπασι δὲ τοῖς τρισὶ καιροῖς τὸ μέν τι κοινόν ἐστι, τὸ δὲ καθ' ἕκαστον ἴδιον. κοινὸν μὲν τὸ φυλάττειν ἀκίνητον τὸ πεπονθὸς μέρος ὃ ἐφεδήσετο, πλὴν μετὰ κινήσεως αὐτό πως ὁ ἰατρὸς ἐπιχειρήσει. ἴδιον δὲ καθ' ἕκαστον ἀγαθὸν ἐκ τούτου πρὸς τὴν τελείαν ἴασιν γίγνεται. κατὰ μὲν τὴν πάρεξιν ἀκριβῶς διαγνῶναι τὸν ἰατρὸν, ὃ μέλλει θεραπεύειν, κατὰ δὲ τὸν χειρισμὸν ἐπὶ μὲν τῶν καταγμάτων ἀντιτεῖναι καὶ διαπλάσαι προσηκόντως καὶ ἐπιδῆσαι. ἐπὶ δὲ τῶν ἐξαρθρημάτων ἀντιτεῖναι καὶ ἐμβαλεῖν καὶ περιλαβεῖν ἐπιδήσει προσηκούσῃ τὸν πεπονθότα τόπον. κατὰ δὲ τὰς τομὰς ἐκκριθῆναι [706] τὸ πῦον ἤ τινι χώρᾳ περικοπῆναί τε τὸ σεσηπὸς ἢ διὰ πυρὸς ἐκκαυσθῆναι. τούτοις οὖν καὶ ἡ τῶν ὑγρῶν ὑπόῤῥυσίς τε καὶ ὑπόστασις ὠφέλιμος ἡ μὲν ὅπως γίγνοιτο· ἐχρῆν γὰρ ἐκκρίνεσθαι τὸ παρὰ φύσιν ὑγρόν· ἡ δὲ ὅπως μὴ γίγνοιτο, μένειν γὰρ ἔνδον οὐ προσήκει τὸ μοχθηρόν. ἐνίοτε δὲ καὶ ὑπόστασις γίγνεται χρήσιμος, καθάπερ ἐφ' ὧν ἀθρόως ἐκκενωθῆναι πῦον ἐξ ὑποστάσεως μεγάλης ἢ τὸ τῶν ὑδρικῶν ὑγρὸν βουλόμεθα. πολὺ δὲ δεῖ μᾶλλον ἀπὸ τῶν ὑποκειμένων ἐν τῇ χειρουργίᾳ τῶν κώλων ὑπόστασίν τε καὶ ὑπόῤῥυσιν, ὡς εἴρηται, φυλάττεσθαι προσήκει. ὡσαύτως δὲ κἀπὶ τῶν στερεῶν τοῦ ζώου μορίων τὰ λελεγμένα ταῦτα φυλάττεσθαι χρὴ πρὸς τοῦ κάμνοντος, ὡς αὐτὰ γενέσθαι κατὰ τοὺς τρεῖς καιροὺς, πάρεξιν, χείρισιν, ἔπειτα ἕξιν. τὸ μὲν γὰρ ἐξαῖρον αὐτὸν ἁπάντων τῷ χειρουργοῦντι τὰς τομὰς ἐν οὐ προσήκοντι μέρει τὸν ἰατρὸν ἀναγκάσει πριεῖν, οὐδὲ τρόπον αὐτὸν, ὁπότ' οὐδὲ τὸ φυλάττειν φυλάττοντα διὰ τὸ παρῆναι αὐτῇ τῇ σμίλῃ τὸν κάμνοντα, τὸ δὲ ἀποφεύγειν ἐλλειπῆ τὴν ἐνέργειαν ἐργάζεται, ποτὲ μὲν μέσον [707] αὐτὸν μόνον τῆς χειρουργίας τοῦ ἰατροῦ ποιοῦντος, ποτὲ δὲ ἐξ ἡμίσεος ἐγκαταλείποντος τὸ ἔργον καὶ θᾶττον ἔτι τοῦδε. γίγνεται δὲ ταῦτα καταδεδεμένων, ἐνίοτε δὲ τῶν χειριζομένων, οἷον ὅταν μὲν ἐπὶ γαστρὶ χειρίζοντος καὶ κατὰ τὴν ῥάχιν ἑαυτοὺς ὑψουμένων πρὸς τὸ πλάγιον ἐκτρεπομένων, ὅπερ ἐδηλοῦτο παρὰ τῆς ἐκτρίψεως. ἐνίοτε δὲ τούτων μὲν οὐδὲν πραττόντων, τεινόντων δὲ σφοδρῶς τὰς μύας ἤ τινα μεταβολὴν δοκεῖ μοι δηλῶσαι διὰ τῆς, ὡς ὃ δεῖ προσηγορίας ἐν τῷ φάναι, ὡς ὃ δεῖ σώζεται καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου. πηλίκον δὲ κακόν ἐστιν ὀφθαλμοῦ παρακεντουμένου τὸν κάμνοντα μὴ φυλάξαι τὸ σχῆμα καὶ εἶδος ἢ μετακινούμενον ἢ ἐντεινόμενον οὕτως σφοδρῶς, ὡς αἵματος πληροῦσθαι τὸ πρόσωπον εὔδηλον παντί. παραπλήσιον δὲ, κἀπειδὰν ἐκκόπτοντος ἰατροῦ τῆς κεφαλῆς ὀστοῦν ἢ ὑψώσας βραχύ τι ταύτης χειριζόμενος ἢ ταπεινώσας ἢ πρὸς τὸ πλάγιον ἐκτρέψας διαφθείρειν τὴν ἀκρίβειαν τῆς χειρουργίας· οὕτω δὲ καὶ ἐκτείνειν σφοδρῶς ἑαυτόν. ἐν μὲν γὰρ τῇ μεταβολῇ τῶν σχημάτων ἡ θέσις ἐπαλλάττεται [708] τοῦ χειριζομένου μέρους. αἱ δὲ τάσεις ἐπὶ μὲν τῶν ἄλλων μορίων εἰς αἱμοῤῥαγίαν συντελοῦσιν· ἐπὶ δὲ τῶν μυῶν οὐ μόνον εἰς τοῦτο βλάπτουσιν, ἀλλὰ καὶ τὸ μόριον ἐνίοτε μὲν ὑψηλότερον, ἐνίοτε δὲ ταπεινότερον ἐργάζονται. ἔνθα μὲν ὀστοῦν ὑποτέταται μετεωριζομένου τοῦ μυὸς, ἔνθα καὶ ἕλκους χώρα, προστελλομένου τε καὶ διατεινομένου, καθάπερ ἐπὶ τῶν κατὰ μεσοπλεύριόν τε καὶ γαστέρα χωρίων.

   ‑ ‑ ‑

   κ΄. Ὄνυχας μήτε ὑπερέχειν μήτε ἐλλείπειν δακτύλων κορυφὰς ἐς χρῆσιν ἀσκέειν. δακτύλοισιν μὲν ἄκροις τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν, ὅλῃ δὲ καταπρηνεῖ, ἀμφοτέρῃσι δὲ ἐναντίῃσι.

   ‑ ‑ ‑

   Ἐπειδὴ εἶπε τὸ περὶ τοῦ χειριζομένου κατὰ τὴν κοινωνίαν, εἶτα ἑξῆς πάλιν ἐπανῆλθεν ἐν τῇδε τῇ ῥήσει πρὸς τὸν περὶ τοῦ χειρίζοντος λόγον, πηλίκους μὲν εἶναι προσῆκε τοὺς ὄνυχας αὐτοῦ διηγούμενος, ὁποίους δὲ τοὺς δακτύλους, [709] ὅπως δὲ ἀνάγειν αὐτούς. ὡς μὲν οὖν εἰς τὰς τῶν δακτύλων ἄκρων ἐνεργείας, αἵπερ δὴ καί εἰσιν ἰδίαι τῶν δακτύλων, τὸ μὴ ὑπερέχειν αὐτῶν τοὺς ὄνυχας μήτε ἐλλείπειν ἄριστον ἐν τῷ πρώτῳ περὶ χρείας μορίων ἐπὶ πλεῖστον ἐξειργασάμεθα, καθ' ὃ πᾶσαν ἄκρας τῆς χειρὸς ἐξηγησάμην τὴν φύσιν. ἐν δὲ τῷ παρόντι τὰς λέξεις μόνας ἀρκέσει σαφῶς ἐξηγήσασθαι. διττῆς οὖν οὔσης γραφῆς ἑκατέραν ἐξηγήσομαι· τὴν μὲν ἑτέραν αὐτῶν οὕτως ἔχουσαν. ὄνυχας μήτε ὑπερέχειν μήτε ἐλλείπειν δακτύλων κορυφάς. εὐληπτότατα γὰρ οὕτως ἔσται τὰ τοῖς δακτύλοις ἄκροις θηρώμενα μικρὰ σώματα, πρὸς ἃ καὶ χρώμεθα τῆς δι' ἄκρων αὐτῶν ἐνεργείας. εἶτ' ἀμφ' ἑτέρας ἄκρας ἐς χρῆσιν ἀσκέειν, δακτύλοισι μὲν ἄκροις τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν· ἵνα κατὰ μὲν τὴν προτέραν λέξιν ἡ διδασκαλία περὶ τοῦ μεγέθους τῶν ὀνύχων δακτύλων γίγνεται, κατὰ δὲ τὴν δευτέραν περὶ τῆς χρήσεως τῶν δακτύλων. ἑτέρα δὲ γραφὴ τοιάδε ἐστίν· ὄνυχας μήτε ὑπερέχειν μήτε ἐλλείπειν. εἶτα ἐφ' ἑτέρας ἀρχῆς δακτύλων κορυφῇσι χρῆσις, κατὰ δοτικὴν γεγραμμένου τοῦ κορυφῇσιν ὀνόματος, ὡς εἶναι τὴν ὅλην διάνοιαν [710] τοιάνδε, τοὺς ὄνυχας οὔτε ὑπερέχειν οὔτε ἐλλείπειν χρὴ τὸ μῆκος τῶν δακτύλων, ἀλλ' ἀκριβῶς ἐξισοῦσθαι. ταῖς γὰρ κορυφαῖς αὐτῶν χρῆσίς ἐστι. δόξει δὲ τοῦτο ψεῦδος, ἐὰν ὡς προσήκει αὐτὰς ἀκούῃ. τινὰ μὲν ἔργα ταῖς ὅλαις χερσὶ δρωμέναις περιτύχῃ περιλαβόντες ἀμφοτέραις αὐταῖς πῆχυν ἢ μηρὸν ἢ κνήμην ἤ τι τοιοῦτον ἕτερον ἀντιτείνομέν τε κατατείνομεν. ἐν οἷς ἔργοις ὡς μόρια τῆς χειρὸς ἐνεργοῦσιν οἱ δάκτυλοι, παραπλησίως τοῖς θέναρσι καὶ τοῖς ἄλλοις αὐτῆς μέρεσι. παρακεντοῦντες δὲ καὶ ἀναῤῥάπτοντες ἢ καταῤῥάπτοντες ἢ πτερύγιον ἐξ ὀφθαλμοῦ κομιζόμενοι τοῖς δακτύλοις, ὡς δακτύλοις, οὐχ ὡς μορίοις τῆς χειρὸς χρώμεθα. παραπλησίως δὲ κἀπειδὰν ἤτοι διὰ σμίλης ἤ τινος ἑτέρου τοιούτου τὴν ἐνέργειαν ποιούμεθα. κατὰ πάσας οὖν τὰς ἐνεργείας τῶν δακτύλων ἄκροις αὐτοῖς χρώμεθα καὶ διὰ τοῦτο ἔφην ὀρθῶς εἰρῆσθαι δακτύλων κορυφῇσι χρῆσις. εἶτ' ἀφ' ἑτέρας ἀρχῆς ἄρχειν, δακτύλοις μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ τε καὶ πρὸς μέγαν, μιᾷ [711] λέξει δηλοῦται τὰς πλείστας τῶν μυῶν ἐνεργείας γίγνεσθαι πρὸς τὸν μέγαν, ὅνπερ ἀντίχειρα καλοῦσιν, ἀντιταττομένου τοῦ λιχανοῦ, ὥστε λαμβάνεσθαι τὸ λαμβανόμενον ἐπ' ἀμφοτέρων ἄκρων δηλαδή. τηνικαῦτα γάρ ἐστι χρεία μόνων τῶν εἰρημένων δακτύλων ἐνεργούντων, ἀλλὰ κἂν διὰ τῶν τριῶν λαμβάνηται δακτύλων, οἷον ὑπαλειφθέντων τῇ σμίλῃ καὶ παρακεντούντων, τὸ πλεῖστον μὲν τῆς ἐνεργείας, ὑπὸ τοῖν δυοῖν τῶν εἰρημένων γίγνεται. συνεπιβοηθεῖ δέ τι καὶ ὁ μέσος· ὅλη μέντοι πρηνεῖ χρώμεθα, κατὰ τὰς ἐν ἰατρικῇ χειρουργίας, τῷ κοίλῳ περιλαμβάνοντες αὐτῆς τὸ σῶμα, περὶ οὗ τὴν ἐνέργειαν ποιούμεθα. δακτύλους μὲν οὖν πεπονθότας κατατείνεσθαι καὶ διαπλάσαι καὶ ἡ μία χεὶρ ἱκανὴ, βραχίονα δὲ ἢ πῆχυν ἢ μηρὸν ἢ κνήμην οὐχ ἱκανὴ, ἀλλ' ἀμφοῖν εἰς τὰ τοιαῦτα μόρια χρῄζομεν, ἀντιταττομένων ἀλλήλαις ὡς περιλαμβάνεσθαι τὸ κῶλον ἐν κύκλῳ, καὶ σικύαν δὲ προστιθέντες ὅλῃ τῇ χειρὶ πρηνεῖ χρώμεθα καὶ διὰ μικροῦ καυτῆρος ἐκθλίβοντες καὶ σπογγιὰν ἐπιβάλλοντες, ἄλλα τε πολλὰ τῶν κατὰ τὴν ἰατρικὴν ἔργα, [712] περὶ ὧν ἴσως καὶ τὰ λελεγμένα περιττὰ διὰ σαφήνειαν. αὐτὸς γάρ τις ἕκαστος ἀναμιμνήσκεσθαι δύναται δακτύλων καὶ τῶν χειρῶν τὰς ἐνεργείας ἁπάσας, τὰς μὲν ὑπ' ἀμφοτέρων γιγνομένας, τὰς δὲ ὑπὸ τῶν δακτύλων μόνων ἢ μόνης τῆς χειρός.

   ‑ ‑ ‑

   κα΄. Δάκτυλον ἐκφυῆναι μέγαν τὸν ἐν μέσῳ τῶν δακτύλων καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ.

   ‑ ‑ ‑

   Οὐ γὰρ δυνατὸν ἄλλως ἀντιτετάχθαι κατὰ τὰς ἐνεργείας τῷ λιχανῷ τὸν μέγαν δάκτυλον, εἰ μὴ τὸ μέσον αὐτοῦ εἴη μέγα. τοῦτο δὲ κἀπὶ τῶν ἄλλων δακτύλων ἄριστον, ἵν' ὅταν ἐν κύκλῳ δέῃ περιλαβεῖν τι σῶμα μέγα, πανταχόθεν αὐτὸ περιλαμβάνωσιν ἐπὶ πλεῖστον διϊστάμενοι.

   ‑ ‑ ‑

[713]    κβ΄. Νοῦσος δὲ δι' ἣν καὶ βλάπτονται, οἷσιν ἐν γενετῇσι ἢ ἐν τροφαῖς εἴθισται ὁ μέγας ὑπὸ τῶν ἄλλων δακτύλων κατέχεσθαι δῆλον.

   ‑ ‑ ‑

   Ἐπειδὴ αὕτη ἡ διάνοια μένει κατὰ ἀμφοτέρας τὰς γραφὰς, ἀπὸ τῆς σαφεστέρας ἄρξομαι. τισὶ μὲν οὖν ἤρεσιν εἰς ἔθος ἐπ' ἐνίων ἐπαινουμένων γραφῶν ἀγνοεῖν τὸν λόγον, εἰθισάντων αὐτῶν τοῖς ἄλλοις δακτύλοις κατέχειν τὸν μέγαν καὶ διὰ τοῦτο τοῦτον μὲν ἀργοῦντα, σμικρὸν καὶ ἀναυξημένον αὐτό τε πρὸς τὸν λιχανὸν αὐτοῦ διάστημα. καὶ ταῦτ' εἰς νόσον ἄκρας τῆς χειρὸς τελευτᾷ, ὡς εἰ καὶ εἰς βλάβην εἰρήκει. τινὲς ὑπὸ νόσου φασὶν αὐτὸν λέγειν γίγνεσθαι, τοῦτο καὶ τὴν νόσον αὐτὴν ἐξαρθρήσαντος τοῦ μεγάλου δακτύλου συμβαίνειν ἢ ἕλκους τινὸς ἐν τῇ μεταξὺ χώρᾳ γενομένου τοῦ τε λιχανοῦ δακτύλου καὶ τοῦ μεγάλου καὶ τοῦ ἕλκους ἐν τῇ θεραπείᾳ σκληρὰν οὐλὴν ποιήσαντος, καὶ σκιῤῥωθεὶς δὲ ὁ μεταξὺ μῦς ἢ ἐκτακεὶς κατά τινα διάθεσιν, ὡς [714] ἄτροφός τε καὶ ἀναυξὴς γίνεσθαι. καὶ σηπεδὼν ἐνίοτε μεγάλη τὴν μεταξὺ τῶν δακτύλων σάρκα ἀφανίσασα, κἄπειτα σκληρὰν ἐργασαμένη τὴν οὐλὴν μικρὸν ἀποτελεῖ τοῦ λιχανοῦ δακτύλου πρὸς τὸν μέγαν διάστημα καὶ ὥσπερ συνδέσμους ἀλλήλους ἐργάζεται. καὶ μάλισθ' ὅταν, ὡς ἔφην, ἡ οὐλὴ σκληρὰ γένηται· καὶ μὲν δὴ καὶ καταῤῥαθυμεῖσθαι τὰ τοιαῦτα πάντα παθήματα τοῖς παιδίοις εἰκός ἐστι· τοὺς γὰρ τελείους ὑπὸ τῶν ἰατρῶν διδασκομένους μαλάττειν τε καὶ κινεῖν τὸν μέγαν δάκτυλον, εὐτροφίαν παρασκευάζειν τῇ μεταξὺ χώρᾳ, πρὸς τῷ καὶ τοῖς μὲν τελείοις ἅπαν ηὐξῆσθαι τὸ σῶμα καὶ εἴπερ ἄρα βλάπτεται, μόνον εἰς ἀτροφίαν τὸ πάθος. ἐπὶ δὲ τῶν βρεφῶν ἐν αὔξῃ τῇ πρώτῃ καταλαμβανομένων ὑπό τε τοῦ πάθους αὐτοῦ καὶ πρὸς τῷ πάθει τῆς ἀκινησίας τῶν δακτύλων, μήτ' αὔξεσθαι τὰ πεπονθότα μόρια καὶ διὰ τὸ μεταξὺ τῶν δακτύλων πᾶν γίγνεσθαι μικρόν. ἐνίοις μὲν οὖν τοῦτο συμβαίνειν φασὶν, ἐνίοις δὲ καὶ οὐλὴν σκληρὰν καὶ κατά τινα διάθεσιν σκληρὰν τῶν μεταξὺ χωρίων. διὸ καθάπερ ὑποδέσμου τινὸς κατέχεται, τουτέστιν [715] ἀφίστασθαι κωλύεται τὸν μέγαν ἀπὸ τῶν ἄλλων. ἀκούουσι γὰρ ἔνιοι οὕτως τοῦ κατέχεσθαι ῥήματος, εἰ καὶ ὅτι δοκεῖ μάλιστα μάχεσθαι. κατὰ γὰρ τὴν τούτων ἐξήγησιν οὐχ ὑπὸ τῶν ἄλλων ἐχρῆν, ἀλλ' ἀπὸ τῶν ἄλλων λελέχθαι. αἱ γὰρ ἐν τῷ μεταξὺ ἠγνοηκέναι διαθέσεις τὴν μεταξὺ χώραν σμικρὰν καὶ συνδεδεμένην ἐργάζονται. περὶ μὲν δὴ τούτων ὡς ἄν σοι δόξῃ κρίνας αἱροῦ τὸ πιθανώτατον. ἐν γὰρ ταῖς οὕτως ἀσαφέσι λέξεσι μαντείας μᾶλλον ἢ σοφίας εἰς τὴν ἐξήγησιν χρῄζομεν. ἐγὼ δὲ ἐπὶ τὴν ἀρχαίαν γραφὴν ἀνάξω. τάχα μὲν ἡμαρτημένην καὶ Ἀσκληπιάδης ὑπενόησε καὶ τήν γε ἀναμάρτητον γραφὴν ἐστοχάσατο τοιάνδε τινὰ εἶναι· νοῦσος δὲ, δι' ἣν καὶ βλάπτονται τοῖς ἐν γενετῇσιν ἢ ἐν τροφῇ εἴθισται καὶ τὰ ἑξῆς· τάχα δὲ καὶ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους οὕτω γραφεῖσαν. ὁ γοῦν Ταραντῖνος Ἡρακλείδης ἀξιοῖτο διακοῦσαι τὰς διαθέσεις, ὡς εἶναι τὸ πλῆρες ὅλης τῆς ῥήσεως τοιοῦτον· νοῦσος δὲ, δι' ἣν καὶ βλάπτουσα διάθεσις, οἷς ἐν γενετῇσι καὶ τροφῇ καὶ τὰ ἑξῆς.

   ‑ ‑ ‑

[716]    κγ΄. Τὰ ἔργα πάντα ἀσκέειν ἑκατέρῃσι δρῶντα καὶ ἀμφοτέρῃσιν ἅμα· ὅμοια γάρ εἰσιν ἀμφοτέρῃσι στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως.

   ‑ ‑ ‑

   Πάντα κελεύει δι' ἀμφοτέρων ἀσκεῖσθαι τῶν χειρῶν· συμφορώτατον γὰρ τοῦτο πρὸς τοῦ ταχέως τε καὶ καλῶς ἐργάζεσθαι. οἷος γοῦν ἂν ᾖ ὁ ἰατρὸς τῇ δεξιᾷ χειρὶ τὸν δεξιὸν ὀφθαλμὸν τοῦ κάμνοντος ἐπιχειρῶν παρακεντεῖν ἢ πτερύγιον ἀποτέμνειν ἤ τι τῶν τοιούτων ἄλλο. διὸ καὶ προσέθηκε στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως, ὡς ἐξ ἧς προεῖπεν ἀσκήσεως, τούτων ἡμῖν περιγενομένων· ὅπως δὲ ἕκαστον αὐτῶν ἔσται μετ' ὀλίγον διδάσκει. κατὰ δὲ οὖν τὸ παρὸν ἀναμεμνῆσθαι τοσοῦτον, ὡς ἡ τούτων διδασκαλία κεφάλαιον ἔχει τὸ ὅκως, ὅπερ ἐστὶν ἕν τι τῶν ἐν τῇ πρώτῃ διαιρέσει περιεχομένων. [717] ἀναμνησθῶμεν δὲ καὶ ὅτι τὰς χεῖρας ὁμοίας εἶπε, καίτοι ἀπαραλλάκτους οὔσας τῷ εἴδει.

   ‑ ‑ ‑

   κδ΄. Ὄργανα μὲν καὶ ὅτε καὶ οἵως εἰρήσεται, ὅκου δεῖ, μὴ ἐμποδὼν τὸ ἔργον μηδὲ ἐμποδὼν τῇ ἀναιρέσει, παρὰ τὸ ἐργαζόμενον δὲ τοῦ σώματος ἔστω, ἄλλος δὲ ἢν διδῷ ἑτοίμως ὀλίγῳ πρότερον ἔστω, ποιείτω δὲ ὅταν κελεύῃς.

   ‑ ‑ ‑

   Ὅτι μὴ μόνον ἄμβας καὶ βάθρα καὶ τὰ ἄλλα, ὅσα μηχανικωτέραν ἔχει κατασκευὴν, ἀλλὰ τὰ προσηγορικῶς ἄρμενα καλούμενα τῇ προσηγορίᾳ τῶν ὀργάνων περιλαμβάνει, σαφῶς ἐδήλωσεν ἐνταῦθα μετὰ τοῦ τῆς ἀναιρέσεως ὀνόματος καὶ τοῦ φάναι, ἄλλος δὲ ἢν διδῷ· καὶ γὰρ ἀναιρούμεθα κατὰ τὰς χειρουργίας τοιαῦτα καὶ παρ' ἑτέρων δεχόμεθα.

   ‑ ‑ ‑

[718]    κε΄. Οἱ δὲ περὶ τὸν ἀσθενέοντα, τὸ μὲν χειριζόμενον περιεχόντων, ὡς ἂν δοθῇ, τὸ δὲ ἄλλο σῶμα κατεχόντων, ὡς ἂν ἀτρεμέῃ σιγῶντες, ἀκούοντες τοῦ ἐφεστῶτος.

   ‑ ‑ ‑

   Σαφὴς ἡ ῥῆσίς ἐστιν, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι.

ΤΟ ΙΠΠΟΚΡΑΤΟΥς ΚΑΤ' ΙΗΤΡΕΙΟΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙς ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Β.

[719]   α΄. Ἐπιδέσιος δύο εἴδεα, εἰργασμένον καὶ ἐργαζόμενον. ἐργαζόμενον μὲν ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως, ταχέως μὲν ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν. εὐπορίη δὲ ἐς πᾶν ἑτοίμη, εὐρυθμίη δὲ ὁρῆσθαι ἡδέως. ἀφ' ὧν δὲ ταῦτα ἀσκημάτων εἴρηται.

   ‑ ‑ ‑

[720]    Τὰ μέντοι κοινὰ ταῖς ἐπιδέσεσιν ἀμφοτέραις ἐστὶ, τὰ δὲ καθ' ἑτέραν αὐτῶν ἴδια, τὰ μὲν εὐπόρως καὶ ταχέως τῆς γενομένης ἐπιδέσεως ἴδια, τὰ δὲ ἀγαθῶς καὶ καλῶς τῆς ἤδη γεγονυίας. ὀνομάζει δ' αὐτὸς τὸ μὲν τῆς γινομένης ἐπιδέσεως ἐργαζόμενον εἶδος, τὸ δὲ τῆς ἤδη γεγονυίας εἰργασμένον. τὸ δὲ ἀπόνως καὶ εὐρύθμως ἄμφω ἐστὶ κοινά· τὸ μὲν ἀπόνως κατ' ἄμφω, τῷ τε ὀνόματι καὶ τῷ σημαινομένῳ, τὸ δὲ εὐρύθμως τῷ μὲν ὀνόματι κατ' ἄμφω, τῷ σημαινομένῳ δὲ οὐχ ὡσαύτως. ἐπὶ μὲν γὰρ τῆς ἔτι γιγνομένης ἐπιδέσεως ἡ εὐρυθμία κατὰ τὴν τῶν χειρῶν γίγνεται κίνησιν, ἐπὶ δὲ τῆς γεγονυίας ἤδη κατὰ τὴν οὖσαν περιβολὴν τῶν ὀθονίων. ἐγχωρεῖ δὲ τὴν γιγνομένην ἔτι περιβολὴν τῶν ἐπιδέσμων εὔρυθμον γίγνεσθαι φάναι κατὰ τὸ ἐργαζόμενον εἶδος τῆς ἐπιδέσεως. μή τι δὲ καὶ τὸ ἀπόνως ἐπὶ πλέον ἐστὶν ἐν τῇ γιγνομένῃ τῆς ἤδη γεγονυίας. ἡ μὲν γὰρ ἤδη γεγενημένη κατὰ τὴν τῶν ἐπιδέσμων μόνην θλίψιν ὀδύνην φέρει· ἡ δὲ γιγνομένη καὶ κατὰ τοῦτο μὲν, ἀλλὰ κατὰ καὶ τὸ κρατεῖσθαι τὸ κῶλον οὐ [721] προσηκόντως, ἢ μή. θλίβεται γὰρ ἐνίοτε κατὰ τοῦτο μὲν αὐτῆς τῆς ἐπιβολῆς τῶν ἐπιδέσμων ἀναμαρτήτως ἐπιτελουμένης. ἐγχωρεῖ δὲ φάναι καὶ κατὰ τὴν τῶν ψαυόντων ὁμιλίαν ἤτοι ψαύουσαν ἢ μὴ, κοινὴν ἀμφοῖν εἶναι· κατὰ μὲν τὴν γιγνομένην ἐπίδεσιν ὑπὸ τῶν κρατούντων τὸ θεραπευόμενον μέρος ἤτοι θλιβόντων ἢ μή· κατὰ δὲ τὴν ἤδη γεγονυῖαν ἐκ τῆς ἀναλήψεως μὲν ὡς ἐπὶ χειρὸς τὴν ταινίαν, ἀποθέσεως δὲ ὡς ἐπὶ σκέλους τὰ ἐπιβεβλημένα, καθ' ἃ ἐστήρικται. οὐ μικρὸν δὲ τῇ τῆς γιγνομένης ἐπιδέσεως ἀπονίᾳ συντελεῖ τὸ τάχος τῆς ἐνεργείας, ὃ πάλιν αὐτὸ διὰ τῆς εὐπορίας μάλιστα συμπληροῦται. καὶ δὴ ταῦτά ἐστι τὰ κυριώτατα τῆς γιγνομένης ἐπιδέσεως ἀγαθὰ, τό τε τῆς κρατήσεως ἄθλιπτον καὶ τὸ τῆς εὐπορίας ἕτοιμον. ἡ γὰρ ἐν τῷ σχήματι πλημμέλεια κοινὴ καὶ τῶν ἐπιδεδεμένων μορίων ἐστί. καὶ νῦν ὁ λόγος ἐνέστηκεν αὐτῷ περὶ τῆς ἐν τῷ προσήκοντι σχήματι γιγνομένης ἐπιδέσεως. ἰδίαι ἀρεταὶ καὶ κακίαι τῶν σχημάτων εἰσὶν, ὥσπερ καὶ τῶν ἐπιδέσμων, ὑπὲρ ὧν νῦν μόνον ποιεῖται τὸν λόγον ἄνευ τοῦ σχήματος. ὅταν [722] οὖν εὐπόρως ἡ ἐπίδεσις γένηται, ταχέως ἀνύει τὸ ἔργον. αὐτὸς γὰρ ἐδήλωσε τὴν εὐπορίαν ὅ τι ποτὲ δύναται σημαίνειν ἐν τῷ φάναι, εὐπορίη δὲ ἐς πᾶν ἑτοίμη. καὶ γίγνεται τοῦτο προεγνωσμένου τοῦ νῦν ἐπιδοῦντος, ὡς μηδεμίαν ἀμφιβολίαν αὐτῷ καὶ σκέψιν ὑποπίπτειν, ἐνεργοῦντος πρότερον ὡς δεῖ, πῶς ἢ ὡς μὴ δεῖ, πῶς ἄγειν τὸν ἐπίδεσμον. ἡ γοῦν ἐλευθερία ταυτὸν οὖσα τῷ ἑτοιμωτάτη ῥᾴστην ἀποτελεῖ τὴν ἐνέργειαν. αὐτὸς δὲ εἶπε τὴν ἀπονίαν ἐκ τοῦ ῥᾳδίως δρᾷν γίγνεσθαι. πρόδηλον δὲ ὅτι καὶ τάχος ἔζευκται ταῖς εὐπόροις τε καὶ ταχείαις ἐνεργείαις. ἡ μὲν οὖν ἀπονία τῶν λυσιτελεστάτων ἐστὶ τῷ χειριζομένῳ καὶ δι' αὐτὴν τὸ τάχος εὐπορία ῥᾷστον, εἰ καὶ ταῖς ἐνεργείαις εὐπορίζουσα. τὸ δὲ τῆς εὐρυθμίας ἡδονὴν τοῖς ὁρῶσιν ἐργαζόμενον, ὡς ἐφεξῆς αὐτὸς εἶπεν, ὡς ἐκ περιουσίας κεῖται τῷ χειρίζοντι, ἐπαῦξον αὐτῷ τὴν παρὰ τοῖς ἰδιώταις δόξαν. ἧς ὁ μὲν φιλόδοξος ἀνὴρ ἥττων ἐστὶν ὡς ἐραστὴς παιδικῶν, ὁ δὲ φιλάνθρωπος [723] οὐ ἥττων μὲν, ἀντιποιεῖται δὲ ἐπαινεῖσθαι, φροντίζων τοῦ μᾶλλον πιστεύεσθαι παρὰ τοῖς κάμνουσι· καὶ γὰρ καὶ πειθομένους αὐτῷ μᾶλλον ἕξει, λυσιτελὲς δὲ μᾶλλον τοῦτ' ἔστιν αὐτοῖς. ἕνεκα τοίνυν ταύτης τῆς παρὰ τοῖς πολλοῖς εὐδοξίας οὐ μόνον ἰατρὸς, ἀλλὰ καὶ φιλόσοφος ἀντιποιεῖται. μᾶλλον γὰρ ὠφελεῖ τοὺς ἀνθρώπους τιμώμενός τε καὶ θαυμαζόμενος ὑπ' αὐτῶν, ὡς ἂν καὶ μᾶλλον μιμουμένων ἃ πράττει καὶ πειθομένων οἷς κελεύει, καθάπερ τινὸς θεοῦ προστάγμασιν. ἀφ' ὧν δὲ ταῦτα ἀσκημάτων εἴρηται· τὸ ταχέως καὶ ἀπόνως καὶ ῥᾳδίως καὶ εὐπόρως, ἀφ' ὧν ἀσκημάτων περιγίγνεται τοῖς ἰατροῖς, εἰρῆσθαί φησι. καὶ γὰρ εἴρηται μάλιστα μὲν ἐν τῷ τοῖς ἔργοις ἀσκεῖν, ἑκατέρῃσι δρῶντα καὶ ἀμφοτέρῃσιν ἅμα. ὅμοιαι γάρ εἰσιν ἀμφότεραι, ἤδη δὲ κἀν τῷ ἀσκεῖν δακτύλοις μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν, ὅλῃ δὲ καταπρηνεῖ, ἀμφοτέρῃσι δὲ ἐναντίῃσι.

   ‑ ‑ ‑

[724]    β΄. Εἰργασμένον δὲ ἀγαθῶς, καλῶς· καὶ καλῶς μὲν ἁπλῶς, εὐκρινέως ἢ ὅμοια ἢ ἴσα, καὶ δὲ ἴσως καὶ ὁμοίως ἢ ἄνισα καὶ ἀνόμοια, ἀνίσως καὶ ἀνομοίως. τὰ δὲ εἴδεα, ἁπλοῦν, ἔγκυκλον, σκέπτρον, σιμὸν, ὀφθαλμὸς, ῥόμβος καὶ ἡμίτομον. ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεομένου.

   ‑ ‑ ‑

   Δύο τῆς ἐπιδέσεως εἰπὼν εἴδη καὶ καλέσας αὐτῶν τὸ μὲν ἔτι γιγνόμενον ἐργαζόμενον, τὸ δὲ ἤδη γεγενημένον εἰργασμένον, ἐν τῇ πρὸ ταύτης ῥήσει τὸ ἐργαζόμενον ὅπως ἂν ἄριστα γίγνοιτο διῆλθεν, ἐν δὲ ταύτῃ τῇ νῦν προκειμένῃ τὸ εἰργασμένον, ἐν ᾧ τὸ μὲν καλῶς φησιν αὐτὸς γίγνεσθαι, καὶ διά τε τοῦ ἁπλῶς καὶ εὐκρινέως, τοῦ μὲν ἁπλῶς, μήτε πεπαγμένον αὐτῷ τι τῶν ὀθονίων μήτ' ἐνδεδιπλωμένον μήτε ῥυσίδας ἔχον, ἀλλ' ὁμαλῶς ἅπαντα μέρη τεταγμένον· τοῦ δ' εὐκρινέως, ὅταν αἱ δεύτεραι καὶ τρίται κατὰ [725] τὸν αὐτὸν νομαὶ προσηκόντως γίγνονται. καί μοι δοκεῖ κἀνταῦθα τῶν εἰρημένων ὑπ' αὐτοῦ δυοῖν, ἐξ ὧν συμπληροῦνται τὸ καλῶς ἐπιδεδέσθαι, τὸ μὲν ἕτερον τὸ ἁπλῶς ἀνεξήγητον ὡς σαφὲς εἰρηκέναι, τὸ δ' εὐκρινῶς ἐξηγούμενος εἰρηκέναι τὰ ἐφεξῆς πάντα. καὶ τοίνυν ἤδη πρόσεχε τὸν νοῦν αὐτοῖς, μεμνημένος ὡς ἀρτίως ἐγὼ τὸ εὐκρινῶς ἔφην εἶναι προσηκόντως. πρόσκειται μὲν δευτέραν οὖν βολὴν τοῦ ἐπιδέσμου ποτὲ μὲν ἀκριβῶς ἴσην καὶ τῇ πρώτῃ μηδαμόθεν παραλλάττουσαν, ἐνίοτε δὲ οὐκ ἴσην. γένοιτο δ' ἂν ἴσα τι τῶν κατὰ τὸ πλάτος αὐτοῦ μερῶν περάτων ἐς ταῦτα τελευτώντων, ὡς μήτε ὑπερβάλλειν μήτ' ἐνδεῖν τὸ ἕτερον, ἀλλ' ἀμφοῖν γενέσθαι τὸ πέρας, ὡς εἰ καὶ μία τις ᾖ ἑνὸς ἐπιδέσμου διπτύχου θέσις. ὡσαύτως δὲ ἤδη αὐτῇ καὶ τὴν τρίτην γίγνεσθαι καὶ εἰ τετάρτης δέοι, καὶ ταύτην. ἐπὶ οὖν τοῦ καλουμένου ῥόμβου τε καὶ ἡμιρομβίου τὴν ἀκρίβειαν ταύτην φυλάττεσθαι χρή.

[726]    Τὴν μέντοι καταγματικὴν ἐπίδεσιν, ὅταν ἐπὶ πήχεος ἢ βραχίονος ἢ μηροῦ γίγνηται τὸν εὐκρινέστερον τόπον ἴσχειν συμβαίνει. νέμεσθαι γὰρ ἐπ' αὐτῆς κελεύει τὸν μὲν πρῶτον ἐπίδεσμον ἄνω, τὸν δὲ δεύτερον· πρότερον μὲν κάτω, μετὰ ταῦτα δὲ αὖθις ἄνω μέχρις ἐς ταὐτὸν ἀφίκηται πέρας τῷ δευτέρῳ. τοῦτο δὲ οὐ δύναται γενέσθαι χωρὶς τοῦ παραλλάττειν ἄλληλα τὰ πέρατα τοῦ πλάτους τῶν ὀθονίων. ἐν τούτῳ δὴ πάλιν αὐτὸ γενήσεται, φυλαττομένης διὰ πάσης τῆς ἐπιδέσεως ἴσης τῆς ἐγκλίσεως, ἣν ἀπὸ τῆς εὐκύκλου περιβολῆς ἐποιησάμεθα. καλεῖται δὲ εὔκυκλος ἡ πάντα κύκλον ἀπαρεγκλίτως περιλαμβάνουσα τὸ πεπονθὸς μέρος. ἐπὶ ταύτης μὲν οὖν τὰ τῆς δευτέρας καὶ τρίτης τῶν ὀθονίων τοῦ πλάτους πέρατα, κατ' ἀλλήλων ἐπικεῖσθαι μήτε ὑπερέχοντός τινος μήτ' ἐνδέοντος.

   Τῆς δὲ ἐγκεκλιμένης ἀναγκαῖον μὲν δήπου τὴν νομὴν ἢ πρὸς τὰ κάτω μέρη τοῦ πεπονθότος μέρους ἢ ἄνω γίγνεσθαι· φυλάττοις δὲ κἀν τούτῳ τῆς ἐγκλίσεως ὁμοίας διὰ [727] παντὸς εὐκρινὴς οὕτως ἡ ἐπίδεσις ἔσται. εἴπερ ἤδη προσέχεις τὸν νοῦν τοῖς εἰρημένοις, ἤδη σοι δῆλόν ἐστιν ἕνα μὲν τρόπον εἶναι τῆς ἐγκύκλου περιβολῆς τῶν ὀθονίων, οὐκ ἔχοντα τὸ μᾶλλον καὶ ἧττον, οὐχ ἕνα δὲ τῆς ἐγκεκλιμένης. ἧττόν τε γὰρ καὶ μᾶλλον ἑτέραν ἑτέρας ἐγκεκλίσθαι δυνατόν· ὅμως δ' οὖν ἐνταῦθα τὴν μὲν ὀλίγον ἐγκεκλιμένην σκέπαρνον ὀνομάζει, τὴν δὲ πολὺ σιμὴν ἐκ μεταφορᾶς, τοῖς ὀνόμασι χρώμενος, σκέπαρνον μὲν οἱ τέκτονες ὀνομάζουσιν ὄργανόν τι κατὰ τὸ πέρας αὐτοῦ, καθ' ὃ τέμνει τὰ ξύλα, βραχεῖαν ἐπιστροφὴν ἔχον ὀφρυώδη, καθάπερ ἡ ἄμβη.

   Σιμὰ δὲ καλοῦσιν οἱ Ἕλληνες χωρία καθ' ἃ συνάπτει λόφῳ πεδίον, ἐν αὐτῇ συμβολῇ γεννᾶται τὸ σιμὸν, ἑκατέρου καθ' ἑαυτὸ τῶν συμβαινόντων οὐκ ὄντος σιμοῦ. τὸ μὲν γὰρ πεδίον εὐθὺς ὁμαλές ἐστιν, ὁ δὲ λόφος ἀνάντης καὶ ὑψηλὸς, καὶ ἔνθα ἀλλήλοις συμβάλλουσι τὸ σιμὸν γίγνεται σχῆμα. ὡσαύτως τὸ κἂν ὁδὸς κατάντης ἀντισυνάπτει, κατὰ τὴν [728] συμβολὴν αὐτῶν γίγνεται. οὕτω καὶ τῆς ῥινὸς τὸ σιμὸν, ἐν ᾧ καὶ μέσον τῶν ἑκατέρωθεν ὑψουμένων τὴν γένεσιν ἔχει, καὶ ἤδη σύμπασα ἡ ῥὶς ἀπὸ τούτου τοῦ μέρους ὀνομάζεται σιμή. πολλὰς γὰρ ἴσμεν ὅλοις τοῖς σώμασι προσηγορίας ἀπὸ τῶν μορίων τινὶ συμβεβηκότων γιγνομένας, ὥσπερ καὶ αὐτὸν τὸν σιμὸν ἄνθρωπον. οὐ γὰρ οὕτω σιμὸς, ὡς παχὺς ἢ ἰσχνὸς ἢ λευκὸς ἢ μέλας, ἀλλ' ὡς ἢ γλαυκὸς ἢ χαροπὸς ἢ κυρτὸς λέγεται. ἐπὶ μὲν οὖν τῆς ῥινὸς καὶ τῶν ὀδόντων ἡ σιμότης κυρίως ὀνομάζεται· ἐπὶ δὲ τῆς ἐπιδέσεως ὑφ' Ἱπποκράτους, ὥσπερ καὶ ἡ ἄμβη καὶ τὸ σκέπαρνον εἶδος τῆς περιβολῆς τῶν ὀθονίων. ὅταν γὰρ κελεύῃ τοὺς σπλῆνας σκεπαρνηδὸν περιβαλεῖν τῷ κώλῳ, διορίζει τῆς ἐγκύκλου περιβολῆς τὸ ἐγκεκλιμένον οὕτως, ὡς τὸ τεκτονικὸν σκέπαρνον. οὐ γὰρ βούλεται λοξὴν ἱκανῶς γίγνεσθαι τὴν περιβολὴν τῶν σπληνῶν ἀφεστηκυῖαν πολὺ τῆς ἐγκύκλου καλουμένης, ἀλλ' ἐγκεκλίσθαι μικρὸν, ὅσον ἱκανὸν ἀσφαλεστάτην ἐργάσασθαι τὴν κράτησιν τῶν συντετριμμένων.

[729]    Εὔδηλον δὲ ὅτι καθ' ἑκατέραν τῶν εἰρημένων ἐπιβολὴν τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν, οὐδετέρας αὐτῶν ἁπλῆς οὔσης οὐδὲ μονοειδοῦς, ὥσπερ ἡ ἔγκυκλος. ἐπ' ἐκείνης μὲν οὖν ὑπεναντίαν ἀνάγει τῇ ἁπλῇ ἔγκυκλον· ἐφεξῆς δὲ τό τε σκέπαρνον καὶ τὸ σιμὸν ἑκάτερον ἰδίᾳ καὶ καταμόνας, ὡς διώρισται. τὸ τοίνυν εὐκρινέως σημαίνει μὲν τὸ οἷον διακεκριμένως τε καὶ διωρισμένως γίγνεσθαι, ὡς ἔφην, ἤτοι πασῶν τῶν περιβολῶν τοῦ ἐπιδέσμου τὰ αὐτὰ πέρατα κατὰ τὸ πλάτος ἐχουσῶν ἢ τὴν ἔγκλισιν τεταγμένην. ὀνομάζω δὲ τεταγμένην ἔγκλισιν, εἰ τὰ φαινόμενα μετὰ τοῦ πλάτους τῶν ὀθονίων ἴσον ἀλλήλων ἀφέστηκεν. ἔσται δὲ καὶ τοῦτο τὴν ἴσην ἔγκλισιν ἀεὶ φυλάττοντος τοῦ ἐπιδοῦντος, ἣν ἐξ ἀρχῆς ἐνεστήσατο.

   Καινοτομοῦντες δὲ, ὥσπερ ἐν ἄλλοις καὶ μετατιθέντες τὰς παλαιὰς γραφὰς, ὅ τε Ἀρτεμίδωρος καὶ ὁ Διοσκουρίδης οὕτως κἀνταῦθα μεταβάλλοντες τὴν κλίσιν, ἥγουν τὴν λέξιν, ἁπλοῦν ἐγκύκλως ἔγραψαν, νοήσαντες μὲν ὀρθῶς, μεταγράψαντες δὲ τολμηρῶς. ἐπὶ μέντοι τῶν πλείστων οὐδὲ [730] καλῶς νοήσαντες ἐτόλμησαν μεταγράψαι, διὰ τοῦτο νῦν αὐτῶν ἐμνημόνευσα, καίτοι μυρία τῶν ἔμπροσθεν ἄχρι τοῦ δεῦρο μεταγεγραφότων οὐ μνημονεύσας· ἐπεὶ καὶ τοῦτ' ἔδοξάν μοι, καλῶς μὲν νενοηκότες, ἐπὶ τὸ σαφέστερον δὲ μεταγράψαι σφαλέντες ἐν τοῖς μικροῖς καὶ μὴ νοήσαντες, ὡς ὁ γραφεὺς βούλεται. περὶ μὲν δὴ τούτων ἅπαξ ἀρκέσει λελέχθαι. προειπὼν δὲ ὁ Ἱπποκράτης καλῶς μὲν, ἁπλῶς, εὐκρινέως, ἐφεξῆς δὲ προσθεὶς, ὅμοια καὶ ἴσα καὶ ἴσως καὶ ὁμοίως καὶ ἄνισα καὶ ἀνόμοια καὶ ἀνίσως καὶ ἀνομοίως, ὡς τὸν κοινὸν σκοπὸν ἐδίδαξε τῶν εὐκρινῶν ἐπιδέσεων. τὰ μὲν γὰρ ἴσα καὶ ὅμοια μέλη τοῦ σώματος ἴσως καὶ ὁμοίως κατὰ πάνθ' ἑαυτῶν τὰ μόρια τὸν ἐπίδεσμον ἐπιδεῖσθαι δεῖται, τὰ δὲ ἄνισα καὶ ἀνόμοια ἀνίσως καὶ ἀνομοίως, καὶ τά γε παλαιὰ τῶν ἀντιγράφων καὶ οἱ ἐξηγησάμενοι τὸ βιβλίον ἐλλιπῶς ἴσασι γεγραμμένην τὴν λέξιν, οὐ προκειμένου τοῦ ἀνίσως καὶ ἀνομοίως, ἀλλὰ μόνου γεγραμμένου τούτου, ἄνισα καὶ ἀνόμοια, προσυπακούειν κελεύουσι τὸ ἀνίσως [731] καὶ ἀνομοίως περιλελειμμένον ὑπ' αὐτοῦ διὰ τὸ φαίνεσθαι σαφῶς ἐξ ἀκολουθίας τῆς πρὸς τὰ εἰρημένα. τὸ δὲ τῆς ἑρμηνείας εἶδος οὐ βραχυλογίας ἴδιόν ἐστιν, ἀλλ' ἡμαρτημένον πρόδηλον. ἄμεινον, εἴπερ οὕτως εὑρεθῇ γεγραμμένον, ἡγεῖσθαι, καθάπερ καὶ ἄλλα πολλὰ τῶν πρώτων ἀντιγράφων ἡμαρτήθη, καὶ τοῦτο συμβῆναι, τοῦ μὲν βιβλιογράφου παραλιπόντος αὐτὰ, φυλαχθείσης δὲ ἄχρι δεῦρο τῆς ἁμαρτίας. περὶ μὲν οὖν βραχίονος ἴσως καὶ ὁμοίως ἐγχωρεῖ ποιεῖσθαι τὰς περιβολὰς, ἐπὶ δὲ μηροῦ καὶ πήχεος ἀπολειπομένας, βραχὺ δὲ πλεῖον ἐπὶ κνήμης. ἐπ' ὤμου μέντοι καὶ ἰσχίου ἀντικειμένων μερῶν δεόμεθα, καθάπερ κἀπὶ τῶν πλαγίων τῆς κεφαλῆς. τὰ μὲν γὰρ κατὰ μέτωπον καὶ ἡ ῥὶς ἐγκύκλου δεῖται τῆς περιβολῆς, ἴσως καὶ ὁμοίως γιγνομένης, καθάπερ καὶ τὰ κατὰ τὴν κορυφὴν, εἰ καὶ μὴ ἐγκύκλως, ἀλλ' ἴσως τε καὶ ὁμοίως, κἀνταῦθα τῆς ἐπιδέσεως γιγνομένης χρῄζει. περὶ μὲν οὖν τούτων ἐν τοῖς ἐφεξῆς ἐπιμελέστερον εἰρήσεται. νυνὶ δὲ ἐπὶ τὸ λοιπὸν τῆς ῥήσεως ἴωμεν.

[732]    Διελθὼν γὰρ ὁ Ἱπποκράτης τὰς ἁπλᾶς περιβολὰς τῶν ἐπιδέσμων, τρεῖς οὔσας, ἔγκυκλον, σκέπαρνον, σιμὸν, ἐφεξῆς μέμνηταί τινων συνθέτων, ὀφθαλμοῦ, ῥόμβου καὶ ἡμιτόμου. καλοῦσι δὲ τὸ ἡμίτομον τοῦτο καὶ ἡμιρόμβιον. εἶτ' ἐφεξῆς πάλιν φησὶν, ἁρμόττον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεσμένου τὸ εἶδος τοῦ ἐπιδέσμου κελεύων ἁρμόττον εἶναι τῷ τε τοῦ πεπονθότος μέρους εἴδει καὶ τῷ κατ' αὐτὸ πάθει. τὸ μὲν γὰρ τῆς ἐπιδέσεως εἶδος, ὃ καλοῦμεν ὀφθαλμὸν, ἐπ' ὀφθαλμοῦ παραλαμβάνομεν, ἤτοι πρόπτωσιν κινδυνεύοντος ἢ κρατήματος, ἕνεκα τῶν ἐπικειμένων αὐτῷ· τὸν δὲ ῥόμβον ἐπὶ κεφαλῆς ἤτοι ῥαφὰς κεχαλασμένας βουλόμενοι συναγαγεῖν ἢ ἕλκους ἐκπεπταμένα χείλη, καί ποτε καὶ προστεῖλαι καὶ κολλῆσαι τὸ δέρμα μέχρι πλείονος ἀποσεσυρμένον. ἀνάλογον δὲ τοῖσδε καὶ ἡ τοῦ ἡμιρομβίου γίγνεται χρεία.

   Ταῦτα μὲν οὖν ὡς παραδείγματα γέγραφεν Ἱπποκράτης. ἀναλόγως δὲ αὐτοῖς ἡμᾶς ἐξευρίσκειν δεῖ καθ' ἕκαστον μέρος καὶ πάθος ἐπίδεσιν ἁρμόττουσαν ἢ παρὰ τῶν [733] ὑρηκότων μανθάνειν. ἄμεινον δὲ καὶ διδάσκοντα, μὴ ἁπλῶς κελεύειν, ἀλλὰ μετὰ τοῦ τὴν ὁδὸν ὑφηγεῖσθαι, καθ' ὃν αὐτὸς εὗρε τὸν ἐπίδεσμον. ἥ τε γὰρ ἀνάμνησις τοῖς μανθάνουσι, κἂν ἐπιλανθάνωνταί ποτε, γίγνοιτ' ἂν οὕτως ἤτοι καὶ τὸ προσεπινοεῖν, ὃ μεμαθήκασιν ὑπάρξει. διὰ τούτων ἴσως ἄμεινόν ἐστι καὶ ἡμᾶς ἰδίαν ποιήσασθαι καθ' ἓν ὑπόμνημα διδασκαλίαν, περὶ τῆς πρεπούσης ἐπιδέσεως καὶ τῷ μέρει τοῦ σώματος καὶ τῷ πάθει.

   ‑ ‑ ‑

   γ΄. Ἀγαθῶς δὲ δύο εἴδεα τοῦ ἐπιδεομένου, ἰσχύος μὲν ἢ πιέξει ἢ πλήθει ὀθονίων.

   ‑ ‑ ‑

   Ὅτι μὲν εἴδη λέγειν εἴωθε τὰς διαφορὰς ἔμπροσθεν εἴρηται. ζήτημα δὲ μέγιστον εἰργάσατο, διαφωνίας αἴτιον τοῖς ἐξηγουμένοις τὸ βιβλίον, οὐκ εἰπὼν ὀνομαστὶ δύο εἴδη, καθάπερ ἔμπροσθεν ἐπ' ἄλλων ἐποίησε. τὸ μὲν οὖν τῶν εἰδῶν ἐστιν ἐν τῷ ποσῷ τῆς ποιήσεως, ὅπερ αὐτὸς ἰσχὺν [734] ὠνόμασε, δηλῶν ἐκ τοῦ λέγειν ἰσχύος μὲν ἢ πιέξει ἢ πλήθει ὀθονίων. ἔστι γάρ τις συμμετρία τῆς κατὰ τὴν ἐπίδεσιν ἰσχύος, ἧς ὑπερβαλλούσης μὲν οἱ κάμνοντες ὀδυνῶνται θλιβομένων τῶν μορίων, ἐλλειπούσης δὲ χαλαρὸν τὸ σχῆμα ὁ ἐπίδεσμος γίνεται· τὸ δὲ ἕτερον εἶδος τῆς ἀγαθῆς ἐπιδέσεως οὐκ εἶπεν, ἐφεξῆς δὲ οἷς περὶ τῆς ἰσχύος ἔγραψεν, ὡδί πως φησί.

   ‑ ‑ ‑

   δ΄. Τὸ μὲν οὖν αὕτη ἡ ἐπίδεσις ἰῆται, τὸ δὲ τοῖς ἰωμένοισιν ὑπηρετέει.

   ‑ ‑ ‑

   Τοῦτο δὲ οὐκ ἔστιν ἕτερον εἶδος ἀγαθῆς ἐπιδέσεως, ἀλλ' ἐν τῷ καθόλου χρεῖαι κοιναὶ πασῶν ἐπιδέσεων καὶ μέντοι καὶ μετὰ ταῦτα πῶς ἡ συμμετρία τῆς ἐπιδέσεως φυλαχθῇ ἡ γραφὴ καὶ μετὰ τοῦτο περὶ ἅμματος· εἶθ' οὕτως ἄρχεται τῆς ἐφεξῆς διδασκαλίας λέγων. εὖ γε μέν ἐστι [735] γνῶναι, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει πᾶς ἐπίδεσμος, οἷον κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω καὶ τὰ τούτων ἐφεξῆς λεγόμενα. μετὰ ταῦτα λοιπὸς ὁ λόγος αὐτοῦ περὶ τοῦ ποίου τῆς ἐπιδέσεως γίγνεται. τεμνομένου δὲ καὶ τοῦδε πάλιν εἴς τε τὸ γνῶναι πόθεν ἄρχεσθαι προσήκει καθ' ἕκαστον μέρος καὶ πάθος, εἰς ὅτι γε πάντων ὕστατον ἄγειν τὴν τελευτὴν τῆς ἐπιδέσεως· ἔτι τε τὴν ἐν τῷ μεταξὺ νομὴν τῶν ἐπιδέσεων, ὁποῖόν τινα χρὴ ποιεῖσθαι τάς τε καθ' ἕκαστον μέρος ἐπιβολὰς, καὶ ταῦτ' ἐδίδαξεν, ἐν οἷς γάρ φησι· τὰ δὲ κινούμενα οἷον ἄρθρα, ὅπη μὲν συγκάμπτεται τὸν τρόπον τῆς ἐπιβολῆς τῶν ἐπιδέσμων διέρχεται, καὶ μέντοι καὶ ὅπως χρὴ τὰ πέρατα τῶν ἐπιδέσμων ἀσφαλῶς τούτοις φυλάττεσθαι ἐφεξῆς ἔγραψεν. ἐντεῦθέν τε μεταβὰς τίνα τῶν ἐπιδέσμων ἐστὶν ἔργα διῆλθεν, ὥστε τῆς ἀγαθῆς γενομένην ἐπιδέσεως τὸ ἕτερον εἶδος, ὃ τῷ τῆς ἰσχύος ἀντιδιαιρεῖται, τὴν ὅλην ποιότητα τῆς ὅλης ἐπιδέσεως εἶναι. χαλεπὸν δ' ὂν ἑνὶ περιλαβεῖν κοινῷ ὀνόματι τὰς ἐν τούτῳ τῷ εἴδει μερικὰς διαφορὰς, διὰ τοῦτ' ἴσως [736] οὐδ' ἐπεχείρησεν ἔτι τοῦ ἀντιδιῃρημένου τῇ ἰσχύϊ διαμεῖναι παρηγορίας δηλῶσαι. ὅτι δὲ τοῦτο οὕτως ἔχει δι' αὐτῶν τῶν ῥήσεων ἔσται φανερὸν, δι' ὧν σημαίνει τὰς γενομένας αὐτὰς μεταβολὰς εἰς ἐφ' ἕκαστον τῶν εἰρημένων κατὰ μέρος κεφαλαίων. ὠνομάσθω δὲ ἅπαν αὐτὸ τὸ γένος, ἕνεκα σαφοῦς διδασκαλίας καὶ συντόμου, ποιότης ἐπιδέσεως, ἰσχύος μὲν καὶ πιέξει ἢ πλήθει ὀθονίων, ὥσπερ τὸ τῆς δυνάμεως ὄνομα, ποτὲ μὲν ἀντίον τάττοντες τῷ τῆς ἀσθενείας λέγουσι, ποτὲ δὲ ἐπὶ τοῦ κοινοῦ ῥώμης τε καὶ ἀῤῥωστίας ἐπιφέρουσιν. οὕτως δὲ καὶ τὸ μέγεθος λέγουσι καὶ ἄλλα πολλὰ τῶν κατὰ μέρος ὁμωνύμως τῷ κοινῷ καὶ νῦν ὡσαύτως κέχρηται τῷ τῆς ἰσχύος ὀνόματι. προσήκει γὰρ οὔτε ἰσχυρῶς πιέζειν οὔτε ἀσθενῶς περιλαμβάνειν τὰ πεπονθότα μόρια τοῖς ἐπιδέσμοις, ὡς μὴ αἰσθάνεσθαι περικειμένων αὐτῶν τὸν ἀσθενοῦντα· καὶ μέντοι καὶ τὸ πλήθει τῶν ὀθονίων ἀντὶ τοῦ ποσότητι δεκτέον, ὡς μηδὲ ἐνταῦθα τὸ ἀντιδιαιρούμενον τῇ ὀλιγότητι πλῆθος ἀκούειν ἡμᾶς. ἡ γὰρ [737] συμμετρία τὸ τῆς ἐπιδέσεως ἀγαθὸν ἐργάζεται, καλῶς δὲ ἀγαθῶς δηλονότι τὸ συμφέρον τε καὶ ὠφέλιμον αὐτῆς. ἐν μέντοι τῶν πρός τι παραλαμβανομένων ἀλλήλαις δυοῖν ἐπιδέσεων ἰσχυροτέραν μὲν πεπιέχθαι, τὴν ἀσθενεστέραν δὲ τὴν ἑτέραν ἐροῦμεν. οὐδὲν γὰρ ἄτοπον ὡς πρὸς μὲν τὴν ὑποκειμένην διάθεσιν ἀεὶ συμμέτρως ἔχειν τὴν ἐπίδεσιν, πρός τε ἑτέραν καὶ παραλαμβανομένην ἰσχυρὰν ἢ ἀσθενῆ λέγεσθαι. ὁπηνίκα δὲ λύειν ἢ ἐπιτείνειν χρὴ τὴν ἐπίδεσιν ἢ τὸ τῶν ὀθονίων πλῆθος αὐξάνειν ἢ μειοῦν ἐν τῷ περὶ ἀγμῶν αὐτὸς ἐδίδαξε σαφέστατα.

   ‑ ‑ ‑

   ε΄. Ἐς μὲν οὖν ταῦτα νόμος.

   ‑ ‑ ‑

   Οἱ κατὰ πόλεις νόμοι λόγοι τινές εἰσι προστακτικοὶ μὲν ὧν χρὴ ποιεῖν, ἀπαγορευτικοὶ δὲ ὧν οὐ χρή. τούτοις οὖν τοῖς νόμοις ἐοικέναι φησὶ τὰ νῦν εἰρημένα μηδὲν ἔχοντα στοχαστικὸν ἢ ἀμφιβολίαν ἢ ὡς ἄλλα τινὰ τῶν κατὰ [738] τὴν ἰατρικὴν τέχνην. τὸ δ' αὐτὸ κἀν τῷ περὶ καταγμάτων εἴρηκεν ἐπὶ τὸ μετριώτερον ὑφεὶς τὸ τῆς ἀποφάσεως σφοδρόν. οὐ γὰρ ἁπλῶς εἶπεν, ἐς μὲν οὖν ταῦτα νόμος ὡς νῦν, ἀλλ' οὗτος ὁ λόγος ὥσπερ νόμος δίκαιος κεῖται περὶ καταγμάτων ἰήσιος.

   ‑ ‑ ‑

   στ΄. Ἐν δὲ τουτέοισι μέγιστα ἐπιδέσιος πίεξις μὲν ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι, ἀλλὰ ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μὴ, ἧσσον μὲν τὰ ἔσχατα, ἥκιστα δὲ τὰ μέσα.

   ‑ ‑ ‑

   Ἐν τούτοις φησὶ τοῖς κατὰ τὸ τῆς ἰσχύος εἶδος διδασκομένοις μέγιστα παραγγέλματα τῆς ἐπιδέσεως εἶναι τὰ ἐπικείμενα τοῦ πεπονθότος μορίου, λέγεται δὲ δηλονότι τὰ ὀθόνια μήτε ἀφεστάναι τοῦ χρώματος μήτε θλίβειν, ἀλλ' ἡρμόσθαι μὲν, τουτέστιν ἀσφαλῶς ἐρηρεῖσθαι, προσηναγκάσθαι [739] δὲ μή. σημαίνει δὲ αὐτὸ δηλονότι τὸ προσηναγκάσθαι τὸ ὀθόνιον οὕτως καὶ σφοδρῶς περιβεβλῆσθαι τοῖς πεπονθόσι μορίοις, ὡς ὀδύνην παρέχειν. αὐτὰ δὲ ταῦτα τὰ παραγγέλματα περὶ τοῦ ποσοῦ τῆς πιέσεως ἔνθεν τὸ πάθος ἐστὶν, ἥκιστα παραλαμβάνειν προσήκει. κατὰ δὲ τὰ πέρατα φροντίζειν μὲν κἀνταῦθα πάντως, ἀλλ' ἧττον ἢ κατὰ μέσα. κάλλιστον γὰρ ἀναμάρτητον εἶναι τέχνην. εἰ δέ πού τι μικρὸν ἁμαρτάνει, κατ' ἐκεῖνα γίγνεσθαι τὰ μόριά τε καὶ πάθη, καθ' ἃ καὶ ἡ βλάβη μικροτέρα, ἥκιστα δὲ ἁμαρτάνειν ἐν οἷς ἀξιόλογος ἡ βλάβη.

   ‑ ‑ ‑

   ζ΄. Ἅμμα καὶ ῥάμμα νεμόμενον μὴ κάτω, ἀλλ' ἄνω ἐν παρέξει καὶ σχέσει καὶ ἐπιδέσει καὶ πιέξει.

   ‑ ‑ ‑

   Διὰ τί μὲν ἀτάκτως παρήνεγκε καὶ τῷ περὶ τῆς ἐπιδέσεως λόγῳ τὸν περὶ τούτων ὀλίγον ὕστερον ὀψόμεθα. νυνὶ δὲ πρότερον, ὃ λέγει νοῆσαι πειραθῶμεν· ἐν διαφωνίᾳ [740] γέγονε τοῖς ἐξηγηταῖς· ἔνιοι μὲν γὰρ ἁπλῶς ἤκουσαν περί τε τῆς κατὰ τὸ μῆκος διατάσεως εἰρῆσθαι τό γε ἄνω καὶ τὸ κάτω, τινὲς δὲ ἐπὶ τῆς κατὰ τὸ πάθος· οὐδέτεροι ἐξηγήσαντο νεμόμενον οὔτε ἐπὶ τοῦ ῥάμματος οὔτε ἐπὶ τοῦ ἅμματος.

   Ὅτι μὲν οὖν ἅμμα καλεῖται τὸ ἐκ τῶν ἐπιδέσμων γινόμενον ἀλλήλοις ἐπιπλεκομένων καὶ δεσμουμένων ἢ τῶν δύο περάτων ἢ θατέρου σχισθέντος σκέλους καὶ τρίτου γε ἐπ' αὐτοῖς τοῦ καλουμένου καταλείμματος ἔξωθεν ἐπιβαλλομένου, παντὶ δῆλον. ὡσαύτως δὲ καὶ ὅτι ῥάμμα τοῦ διατρήματος τῆς βελόνης διῃρημένον ἕνεκα τοῦ συνάγειν ἀλλήλοις ἤτοι τὰ μόρια τοῦ διατετμημένου σώματος ἢ τὸ πέρας τοῦ ἐπιδέσμου τοῖς προυποβεβλημένοις αὐτοῦ μέρεσι· καὶ ὁ νῦν ἐνεστὼς λόγος ἐστὶ περὶ τοῦ πρὸς ταύτην τὴν χρείαν παρεσκευασμένου ῥάμματος. ἀξιοῖ δὲ τούτου [741] τὴν νομὴν ἄνω γενέσθαι. τί δὲ καλεῖ νομὴν ἐχρῆν παρ' αὐτῷ μεμαθηκέναι, πολλάκις κεχρημένῳ τῷ ὀνόματι κατὰ τῆς τῶν ἐπιδέσμων ἀπὸ τοῦ πέρατος ἄχρι τῆς ἀρχῆς φορᾶς. ἐπὶ γοῦν τῶν καταγμάτων ἐκέλευσε τὴν μὲν ἀρχὴν τῶν ἐπιδέσμων ἀμφοτέρων ἐπ' αὐτοῦ τοῦ κατάγματος τιθέναι. τοὐντεῦθεν δὲ τοῦ μὲν προτέρου τὴν νομὴν ἄνω ποιεῖσθαι, τοῦ δὲ δευτέρου κάτω μὲν πρότερον, εἶτ' αὖθις ἄνω, νομὴν ὀνομάζων τὴν οἷαν ὁδοιπορίαν τῶν ἐπιδέσμων, ἣν ἀπ' ἀρχῆς μέχρι τέλους ποιοῦνται, περιελιττόμενοι τῷ σώματι τοῦ κάμνοντος. ἀνάλογον μὲν οὖν κἀπὶ τοῦ ῥάμματος ἡ νομὴ σημαίνει. δυναμένης γὰρ τῆς βελόνης κἀκ τῶν ἄνω μερῶν εἰς τὰ κάτω διεκβάλλεσθαι καὶ κατὰ τοὐναντίον ἐκ τῶν κάτω πρὸς τὸ μετέωρον ἀναφέρεσθαι· δυναμένης δὲ καὶ μηδετέρως ἕρπειν, ἀλλὰ παρεγκλίτως ἤτοι πρὸς τὸ δεξιὸν μέρος ἀπὸ τῶν ἀριστερῶν ἢ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ λαιὰ διεκβάλλεσθαι, κελεύει διὰ παντὸς αὐτὴν ἄνω τὴν φορὰν ἴσχειν. ἐὰν μὲν οὖν τὸ πέρας αὐτὸ μόνον τοῦ ἐπιδέσμου συῤῥάπτηται τοῖς ὑποκειμένοις αὐτοῦ μέρεσιν, ἐφ' [742] ὧν μὲν ἐπιδέσεων οὐ δεόμεθα τῶν ἀντικειμένων μορίων, ὡς ἐπὶ πήχεος καὶ βραχίονος καὶ μηροῦ καὶ κνήμης καὶ ἐπὶ τούτων ἀναγκαῖόν ἐστιν ἤτοι ἐπὶ τῶν ἀριστερῶν μερῶν ἐπὶ δεξιὰ διείρειν τὴν βελόνην ἀνάπαλιν, ἑκατέρως δὲ πειρᾶσθαι τὴν φορὰν αὐτῆς ἐκκλίνοντα πρὸς τὸ ἄνω, συνάπτειν οὕτως τὸ πέρας τῆς ὀθόνης, ταῖς ὑποβεβλημέναις ἐπιβολαῖς. ἐφ' ὧν δέ ἐστι χρεία τῶν ἀντικειμένων μορίων, ὡς ἐπ' ὤμου καὶ ἰσχίου, πειρᾶσθαι τὴν τελευτὴν τοῦ ἐπιδέσμου ποιεῖσθαι κατὰ τὴν ἄνω φορὰν, εἶτ' ἐνταῦθα τὴν βελόνην διείροντα κάτωθεν, ἄνωθεν τὴν συῤῥαφὴν οὕτω ποιεῖσθαι, μὴ κατασπῶντα τὸ ὑψηλὸν μέρος τῆς ἐπιδέσεως, ἀνασπῶντα δὲ τὸ ταπεινόν. ἐγχωρεῖ μὲν γὰρ ἑκάτερον ποιεῖν ἐν τῇ συῤῥαφῇ τῶν ὀθονίων· ἀλλὰ διεκβαλεῖν τὸ ῥάμμα μετὰ τῆς βελόνης, ἀνατείνειν χρὴ τὸ κάτωθεν αὐτοῦ μέρος πρὸς τὸ ἄνω καὶ μὴ κατατείνειν τὸ ἄνωθεν, εἰς τὸ κάτωθεν σκοπὸν ἔχοντα, διὰ τῶν ἄνωθεν μερῶν τῆς ἐπιδέσεως ἀνέλκεσθαι τὸ κάτω καὶ τοῦτο ποιεῖν ἡμᾶς κελεύει. ἐν ᾧ τε παρέχει τὸ πεπονθὸς ὁ κάμνων τοῖς ἰατροῖς εἰς μείωσιν, [743] ἐν ᾧ τε παρασκευάζουσιν ὡς πρὸς τὴν χειρουργίαν αὐτὸ καὶ τρίτον τὸ τῆς χειρουργίας αὐτῆς μέρος ἐστὶν ἡ ἐπίδεσις. ὠνόμασε τὸ μὲν πρῶτον ἐν παρέξει, τὸ δὲ δεύτερον ἐν σχέσει, τὸ δὲ τρίτον ἐν ἐπιδέσει, τὸ δὲ τέταρτον ἐν πιέξει. γράφουσι δὲ ἀντὶ τοῦ ἐν πιέξει τινὲς, ἐν τῇ ἔπειτα ἕξει, ὃ καί μοι μᾶλλον ἀρέσκει· καὶ πρόσθεν γὰρ ἤδη τὸν τοιοῦτον καιρὸν κέκληκεν ἐν ἕξει. καὶ δῆλόν ἐστιν ὥσπερ ἓν σχῆμα τοῦτο ἐν πᾶσι τοῖς καιροῖς βούλεται φυλάττεσθαι τῶν ἐπιδέσμων μορίων, οὕτω καὶ τὴν νομὴν τοῦ ἅμματός τε καὶ ῥάμματος ἀεὶ τὴν ἀνάτασιν ἴσχειν ἄνω. πρῶτον μὲν τοῦ πέρατος τῆς ἐπιδέσεως ἀσφαλῶς ἀνατεινομένου τε καὶ κρατουμένου δι' ἐκείνης τε καὶ ὅλης αὐτῆς· ἀλλ' ἐκεῖνό τε σκέψεως δεῖται, παραλελειμμένον ἄσκεπτον τοῖς ἐξηγηταῖς αὐτοῦ κατὰ νομὴν τοῦ τε ἅμματός τε καὶ τοῦ ῥάμματος, ὥσπερ ἐν τοῖς ἄλλοις καιροῖς, οὕτως καὶ κατ' ἐκεῖνον ἐν ᾧ παρέχουσιν οἱ κάμνοντες τοῖς ἰατροῖς ἑαυτοὺς, ἐπὶ τὴν ἄνω χώραν γίνεσθαι τοῦ πεπονθότος μορίου. παραγίνονται γὰρ ἐπὶ τὸν ἰατρὸν οἱ μὲν βαδίζοντες, οἱ δὲ βασταζόμενοι, καθότι [744] ἂν αὐτοῖς δόξῃ, ποτὲ μὲν ἀνειλημμένοι τὰ πεπονθότα μόρια ἢ ἐπιδεδεμένοι, ποτὲ δὲ ἄμφω πεποιηκότες. ἐν ἐκείνοις οὖν ἐστιν ἡ ἐξουσία τῶν ἁμμάτων καὶ τῶν ῥαμμάτων οὐκ ἐπὶ τοῖς μέλλουσι καταμανθάνειν αὐτοὺς ἢ θεραπεύειν ἰατροῖς. ἴσως οὖν ἡγεῖται καὶ κατ' ἐκεῖνον τὸν καιρὸν ἐνίοτε ἰατροῖς γίνεσθαι χρείαν τοῖς πάσχουσι. καὶ γὰρ ἐν ὁδοιπορίᾳ καὶ κατ' ἀγρὸν ἐνίοτε πληγαὶ συμπίπτουσι τοῖς ἰδιώταις ἢ ἐξαρθρήματα καὶ τραύματα, δεομένων μὲν ἰατρῶν πλειόνων συνόδου σκέψεως ἀκριβοῦς, ὀργάνων τέ τινων ἢ ἀρμένων ἢ ὀθονίων, ἔτι βρόχων εἰς τὴν θεραπείαν, ὧν οὐδενὸς ἦν εὐπορία κατὰ τὸν ἀγρὸν ἢ τὴν ὁδοιπορίαν, ὥστε ἐν ἐκείνῳ τῷ καιρῷ παραφανεὶς ὁ ἰατρὸς ἐπιδέσει τε καὶ ἀναλήψει καὶ δήσει τὰ πάσχοντα μόρια τοῖς εὐπορευθεῖσιν ὀθονίοις καὶ δηλονότι κἂν ἅμματι καταλαβεῖν δεήσῃ τὴν ἐπίδεσιν ἢ ῥαφαῖς, καὶ τοῦτο πράξει προσηκόντως, εἶτ' ἐν τῇ πόλει πάλιν ἑαυτὸν παρέξει ὁ κάμνων τοῖς συνήθεσιν ἰατροῖς, πρῶτον μὲν εἰς ἀκριβεστέραν διάγνωσιν ὧν ἔπαθεν, εἶτ' ἐφεξῆς εἰς ἐμβολὴν τῶν ἐκπεπτωκότων ἄρθρων ἢ [745] διάπλασιν τῶν κατεαγότων ὀστῶν ἢ ῥαφὴν τῶν τραυμάτων ἢ τῶν τεθλασμένων προσήκουσαν ἐπιμέλειαν, οἷς ἐφεξῆς δηλονότι τὴν δέουσαν ἐπίδεσιν οἱ ἰατροὶ ποιήσονται καὶ μετὰ τὴν δέσιν ἐν τῷ αὐτῷ σχήματι προνοήσονται τῆς ἀποθέσεως.

   ‑ ‑ ‑

   η΄. Ἀρχὰς βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλ' ἔνθεν ἢ ἔνθεν τὸ ἅμμα.

   ‑ ‑ ‑

   Βάλλεσθαι τί καλεῖ νῦν ἅμμα τῶν ἐξηγημένων ἐστί. κατὰ μὲν γὰρ τὴν ἔμπροσθεν ῥῆσιν ἀντιδιῄρηται τὸ ἅμμα, νυνὶ δὲ θατέρου μόνον ἐμνημόνευσεν, ὡς δυναμένου καὶ ῥάμματος εἰς ἅμμα τελευτᾷν. καὶ γὰρ τελευτάτω εἰς τοῦτο πάντως ἐν ἅπασι τοῖς ῥαπτομένοις· οὐ γὰρ ἁπλῶς διεκβάλλεται τῶν ῥαπτομένων ἡ βελόνη, ἀλλὰ μετὰ τοῦ ῥάμματος ἀλλήλοις ἅμματι σφιγγομένων· πολλάκις μὲν οὖν ἐγγὺς ἀλλήλων αἵ τε ἀρχαὶ τοῦ ῥάμματος γίνονται καὶ τὸ [746] ἅμμα, καθάπερ ὅταν τὸ δέρμα διαῤῥάπτωμεν. ἐνίοτε δὲ ἀφεστήκασιν, ὡς ἐπὶ τῶν δεσμῶν συμβαίνει πολλάκις, ἐκ πολλῆς συναγωγῆς τῶν μερῶν τοῦ ῥάμματος εἰς τὸ κοινὸν ἅμμα γιγνομένης. εἰκὸς οὖν ἐστι νῦν αὐτὸν λέγειν μὴ κατ' ἐκεῖνο τὸ μέρος βάλλεσθαι τὰς ἀρχὰς τοῦ ῥάμματος, ἐν ᾧ τὸ ἕλκος ἐστίν. ᾧ προστάγματι συνεπινοεῖται μηδὲ τὸ ἅμμα κατὰ τὸ ἕλκος τείνεσθαι. θλίβεται γὰρ οὐ μόνον ὑπ' αὐτοῦ τοῦ ἅμματος τὸ ἕλκος, ἀλλὰ καὶ τοῦ ἐπιδέσμου πιλουμένου σφοδρότερον ὑπ' αὐτοῦ τοῦ δεομένου τοῦ ἅμματος ἐσφίγχθαι βιαίτερον, εἰ μέλλει κρατήσειν τὸν ἐπιδέσμον. οὕτως δὲ κἂν χωρὶς ῥάμματος ἅμμα γένηται τῶν τοῦ ἐπιδέσμου περάτων, τῶν ἐπιπλεκομένων ἀλλήλοις ἤ τινος ἔξωθεν, οὐ χρὴ βάλλεσθαι κατὰ τὸ ἕλκος αὐτό. συμβήσεται γὰρ οὕτως καὶ τὸ ἅμμα κατὰ τοῦ ἕλκους ἐπιβεβλημένον θλίβειν αὐτὸ καὶ μάλιστα ὅταν ἢ λεπτὸς ᾖ ὁ ἐπικείμενος προεπίδεσμος ἢ χωρὶς ἐρίου περιβεβλημένος. ἐμοὶ μὲν οὖν δοκεῖ τῆς ἐπιπλοκῆς εἰς ἅμμα τελευτώντων εἴτε ῥαμμάτων εἴτε ταινιῶν ὁ Ἱπποκράτης νῦν μνημονεύειν. ἔνιοι δὲ ἡγοῦνται [747] τὰς ἀρχὰς τῶν ἐπιδέσμων αὐτὸν ἀξιοῦν μὴ τίθεσθαι κατὰ τὸ ἕλκος. ἐξ αὐτῶν δέ τινες τὴν γραφὴν ἐποιήσαντο, ἀληθῶς μὲν, οὐ μὴν τῇ προκειμένῃ λέξει προσήκουσαν· οὐ γὰρ περὶ τῶν ἐπιδέσμων, ἀλλὰ περὶ ῥάμματος ὁ ἐνεστηκὼς λόγος αὐτῷ περαίνεται. τὴν οὖν γραφὴν τοῦ ἀληθές τι καὶ τεχνικὸν ἔχειν φημὶ, ἣν ποιοῦνται τῶν τε τὰς ἀρχὰς βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ' ἔνθεν ἢ ἔνθεν, τουτέστιν ἑκατέρωθεν αὐτοῦ κατὰ δεξιὸν ἢ λαιὸν μέρος. οὕτω νῦν συμβήσεται καὶ τὸ γεγραμμένον αὐτῷ κατὰ τὸ περὶ ἀγμῶν ὁ θῶς εἰρῆσθαι καὶ μὴ μάχεσθαι τῷ νῦν λόγῳ. κελεύει γὰρ ἐν ἐκείνῳ τὰς ἀρχὰς τῶν ἐπιδέσμων βάλλεσθαι κατὰ τὸ πεπονθὸς μέρος ἤτοι κάταγμα τὸ πάθος ἢ ἕλκος εἴη καὶ μήτε ἀνωτέρω ἢ κατωτέρω. πρὸς γὰρ τὴν κατὰ μῆκος διάστασιν ὁ ἐν ἐκείνῳ τῷ βιβλίῳ λόγος ἐκφέρεται· νυνὶ δὲ οὐ πρὸς ταύτην, ἀλλὰ πρὸς τὴν κατὰ πλάτος ἀποβλέπων ἔφη τὰς ἀρχὰς βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ' ἔνθεν ἢ ἔνθεν, τουτέστιν ἐφ' ἑκάτερον τοῦ ἕλκους. ὁμολογεῖ γὰρ τούτῳ τῷ μήτε ἀνωτέρω μήτε κατωτέρω· οὐ μὴν [748] ἴσασι τὴν γραφὴν ταύτην οἱ ἐξηγησάμενοι τὸ βιβλίον. εἰκότως οὖν ἀποροῦσι, λέγοντος τοῦ Ἱπποκράτους ἀρχὰς βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ' ἔνθεν καὶ ἔνθεν τὸ ἅμμα. καί τισιν ἔδοξεν ἀρχὰς ἐπιδέσμων ἀκούειν ἀντὶ τοῦ πέρατα, καίτοι γενικώτερον ὄνομα τὸ πέρας ἐστὶ τῆς ἀρχῆς, ὡς καὶ Πλάτων ἡμᾶς ἐδίδαξε πέρατα λέγων εἶναι καὶ τὴν ἀρχὴν καὶ τὴν τελευτήν. εἴπερ οὖν ἐγχωρεῖ τὴν γενικωτέραν προσηγορίαν ἀντὶ τῆς εἰδικωτέρας ἐπιφέρειν τῷ πράγματι, τὴν μὴν ἀρχὴν ἐξέσται λέγειν ἡμῖν πέρας, ὥσπερ γε τελευτὴν, οὐ μὴν τελευτὴν ἀρχήν. καὶ μὴν εἰ μηδενὸς μὲν ἄλλου δυνατὸν ἀρχὴν ἀκούειν παρὰ τὴν τῶν ἐπιδέσμων, τῶν ῥαμμάτων, τῶν ταινιῶν, ἀδύνατον δὲ τὴν τῶν ἐπιδέσμων ἀκούειν ἀναγκαῖόν ἐστι, τὴν αὐτὴν ἀκούειν ἀρχὴν ῥαμμάτων τε καὶ ταινιῶν, εἰ δὲ βούλει, καὶ παραῤῥυμάτων· καὶ γὰρ καὶ τούτων αὐτὸς δύναται καταλαμβάνειν δηλονότι τὴν ἐπίδεσιν, ὥσπερ καὶ οἱ στενοὶ τελαμῶνες, ὅσοι κατὰ τὸ πέρας ἀντιπλεκόμενοι δεσμὸν ἐργάζονται.

   ‑ ‑ ‑

[749]    θ΄. Τὸ δὲ ἅμμα μήτε ἐν τρίβῳ μήτε ἐν ἔργῳ μήτε ἐκεῖσε, ὅκου ἐνεὸν, ὡς μὴ ἔσω ἐνεὸν κείσεται.

   ‑ ‑ ‑

   Κατὰ τὴν πρὸ ταύτης ῥῆσιν ἀξιώσας ἀρχὰς, ἐργαζόμενον τὸ ἅμμα, μὴ κατὰ τὸ ἕλκος, ἀλλ' ἐν ἑτέρῳ τίθεσθαι χωρίῳ, καθ' ὃ καὶ τὸ ἅμμα προσήκει τεθῆναι, νῦν ἡμᾶς διδάσκει τοὺς τόπους αὐτοὺς, ἐν οἷς χρὴ τίθεσθαι τὸ ἅμμα. γίνεται δὲ ἐνίοτε διδασκαλία πραγμάτων οὐκ ἐκ τῶν συμβεβηκότων αὐτοῖς, οὕτω δὲ ὀνομάζουσι τὰ δυνάμενα μὲν συμβῆναι, οὐ μὴν συμβεβηκότα γε καὶ εἴη ἂν ὁ λόγος αὐτοῦ δυνάμει τοιοῦτος. τὸ ἅμμα τίθεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ' ἔνθα δυνήσει τὴν νομὴν αὐτοῦ πρὸς τὴν ἄνω χώραν γενέσθαι, φυλαττόμενος τρίβον καὶ ἔργον καὶ τρίτον τὸ ἐνεόν. τρίβον μὲν οὖν καλεῖ, καθ' ὃ τὴν ἐνέργειαν ἔχει, καμπτόμενον ἢ ἐκτεινόμενον ἢ ἐς τὰ πλάγια παρατριβόμενον. ἔσται δὲ τρίβος τῷ μὲν βαδίζοντι τὸ ἔχνος τοῦ ποδὸς, τῷ δὲ κατακειμένῳ τὸ νῶτον ἅπαν καὶ μάλιστα αὐτοῦ τὰ ἐξέ[750]χοντα καὶ τὰ τῆς κεφαλῆς ὀπίσω· τῷ δὲ καθημένῳ τῆς πυγῆς τὸ κάτω. εἰ δὲ διὰ τῶν χειρῶν τις ἐνεργεῖν ἐπιδεδεμένος μέλλοι, σκέψῃ τίνα τε τὴν ἐνέργειαν ἐνεργήσει καὶ περὶ τίνων ἔξωθεν. οὕτω γὰρ δυνήσῃ καὶ τὴν ἐν αὐτῇ τρίβον ἐξευρεῖν· αἱ δὲ ἐνέργειαι δηλονότι κατὰ τὰς διαρθρώσεις γίνονται. φυλάξει τοίνυν αὐτὰς ἀεὶ καὶ μάλιστα τὰς μελλούσας ἐνεργεῖν, ἐπιδεδεμένου τοῦ κάμνοντος. ὅτι δὲ καλῶς ὑπ' αὐτοῦ παρῄνηται τὸ συνέχον ὅλην τὴν ἐπίδεσιν ἅμμα, μὴ τίθεσθαι κατὰ τῶν σχηματιζομένων μορίων ἐν ταῖς κινήσεσιν εὔδηλον. ἀναγκαῖον γὰρ ἔσται ποτὲ μὲν χαλαρὰ περαιτέρω τοῦ προσήκοντος, αὖθις δὲ θλίβοντα γίγνεσθαι τὰ ἅμματα, καθ' ἡντιναοῦν ἐπιβολὴν διάρθρωσιν. ὁ δὲ ἐπὶ τῆς τελευτῆς ῥήσεως εἶπεν, ἐνεὸν ἅπαντες ἀκούουσι μάταιον, ὡς εἰ καὶ ἄπρακτον εἰρήκει. καλοῦσι δὲ οἱ Ἕλληνες ἐνεοὺς ἐκ γενετῆς ἅμα τε κωφοὺς καὶ ἀδιάρθρωτον φθεγγομένους. ὡς οὖν οὗτοι πρὸς τὰς κατὰ τὸν βίον ἐνεργείας τελέως εἰσιν ἄχρηστοι, οὕτω φασὶν αὐτὸν ὠνομακέναι τὸ μηδὲν ὠφελοῦν τὴν ἐπίδεσιν ἐνεόν. ἐνδέχεται [751] οὖν τὸν μὲν Ἱπποκράτην μετὰ τοῦ κ γεγραφέναι κενεὸν, ἁμαρτηθεῖσαν δὲ τὴν λέξιν εὐθὺς ἐξ ἀρχῆς διαφυλαχθῆναι τοιαύτην, ἥ γε μὴν διάνοια καὶ κατ' αὐτὴν τὴν γραφὴν τὸ αὐτὸ δηλοῖ. κενεὸν γάρ ἐστι τὸ λεγόμενον ὑφ' ἡμῶν κενὸν καὶ μάταιον, ὅπερ ἀνωφελὲς ὀνομάζουσιν. ἐπεὶ τοίνυν πολλοὺς ἴσμεν ἢ δι' ἄγνοιαν ἢ βουλομένους ἐπιμελεῖς εἶναι δοκεῖν, ἄχρηστα πολλάκις ἐπιβάλλειν ἅμματα τοῖς ἐπιδέσμοις· διὰ τοῦτο ἔφη νῦν ὁ Ἱπποκράτης, μὴ εἰς τὸ ἐνεὸν κείσεται, τουτέστιν εἰς τὸ κενὸν, ὅπερ δηλονότι καὶ ἄχρηστόν ἐστι καὶ μάταιον. ἔδοξε δέ τινι τῶν ἐξηγουμένων τὸ βιβλίον κενεὸν ἡγεῖσθαι τὸ κενὸν χωρίον, ὡς ἢ καὶ μασχάλην ἢ ἰγνύην ἢ καὶ βουβῶνα προσαγορεύσειέν τις, οὕτως ἀντιδιαιρούμενος ὤμοις, γόνατι καὶ ἰσχίῳ. προστετυπῶσθαι γὰρ ἔφη χρῆναι τὸ ἅμμα τῷ σώματι καὶ μὴ κεκραμένῳ ὅμοιον εἶναι· τοιοῦτον δὲ ἔσεσθαι κατὰ μασχάλην τε καὶ ἰγνύην. εἰ δή πω καὶ τοῦτο μετρίως δόξειεν εἰρῆσθαι, χρῆσθαι πάρεστιν· ἐν γὰρ τοῖς ἀσφαλέσι καὶ τὸ μετρίως πιθανὸν ἀρκέσει.

   ‑ ‑ ‑

[752]    ι΄. Ἅμμα δὲ καὶ ῥάμμα μαλθακὸν, οὐ μέγα.

   ‑ ‑ ‑

   Πάλιν κἀνταῦθα, καθάπερ ἐν ἀρχῇ τοῖν δυοῖν ὀνομάτοιν ἐμνημόνευσεν, ἐφεξῆς ἀντιδιαιρῶν ἀλλήλοις τὰ πράγματα καθ' ἣν ἐπιφέρεσθαι δοκεῖ· ῥάμμα μὲν ὀνομάζων τὸ διεκβαλλόμενον ἅμα τῇ βελόνῃ τὴν ὕλην ἔχον ἤτοι λινὸν ἢ ἔριον ἤ τι τοιοῦτον. τὸ δὲ ἐξ ἐπιπλοκῆς τελαμώνων ἢ τῶν σκελῶν τοῦ ἐπιδέσμου γενόμενον ἅμμα. πρόδηλον μὲν οὖν ὡς ἑκάτερον αὐτῶν μαλθακὸν εἶναι προσῆκεν, εἴ γε μὴ μέλλοι θλίβεσθαι· ὅτι δὲ καὶ μὴ μέγα τὸ κατὰ τὰς ἐνεργείας ἐπαινούμενον ὑπ' αὐτοῦ, τάχος ἐνδεικνύμενον ἐν μακροῖς ῥάμμασι γενέσθαι. ἐπὶ μέρους δὲ ἐπὶ τῶν τελαμώνων τε καὶ σκελῶν καὶ καταλημμάτων, ὀνόματα γὰρ αὐτοῖς τίθενται ταῦτα, κρεμασθήσεται οὖν μετὰ τὰ ἅμματα περιττὰ πρὸς τῷ ματαίως ἐξηρτῆσθαι καὶ δυσχέρειαν παρέχοντα κατὰ τὰς περιπλοκὰς, ἐνίοτε τῶν ψαυόντων τραυμάτων. ἀκριβῶς δὲ εἶπεν, οὐ μέγα, δυνάμενος εἰρηκέναι μικρὸν, [753] ἀλλ' ὥσπερ τὸ μέγα φευκτέον ἐστὶ δι' ἃς εἶπον ἀτοπίας, οὕτω καὶ τὸ μικρὸν τῆς ἐνεργείας ἐν τῷ καιρῷ διαδιδράσκον, ἐνίοτε τὰς λαβὰς τῶν ἐπιβαλλομένων αὐτῷ δακτύλων καὶ διὰ τοῦτο τριβὴν καὶ χρόνου μῆκος ἐργαζόμενον, ἔν τε τῇ δέσει πολλάκις ἐξολισθάνον ἀπὸ τοῦ συνδεομένου διὰ βραχύτητα καὶ διὰ τοῦτο δεύτερον ἡμᾶς ἀναγκάζον ἐνεργεῖν ἀμφ' αὐτὸν καὶ δοκιμάζειν καὶ δεδέσθαι ποτὲ δοξὰν τὸ μικρὸν ἅμμα λύεται μετὰ ταῦτα κατὰ τὸν τῆς ἐπιδέσεως καιρόν. εὔλογον οὖν ἐστι καὶ τὸ πάμμικρον, ὥσπερ καὶ τὸ μέγα φεύγειν, αἱρεῖσθαι δὲ ὥσπερ ἐν ἅπασιν, οὕτω κἀν τῷδε τὸ σύμμετρον, ὥσπερ ἐνίοτε μετὰ τὴν τοῦ θατέρου τῶν ἄκρων ἀπόφασιν ὀνομάζουσιν, ὥσπερ καὶ νῦν ὁ Ἱπποκράτης μὴ μέγα, κἂν μὴ μικρὸν εἴρηκε, ταὐτὸν ἂν ἐδήλωσεν.

   ‑ ‑ ‑

   ια΄. Εὖ γε μὴν γνῶναι ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει [754] πᾶς ἐπίδεσμος, οἷον κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω.

   ‑ ‑ ‑

   Εἰ εὖ γε μὴν γνῶναι κατὰ τὴν ῥῆσιν ἐγέγραπτο, εὖ γε μὴν γνόντα, τέλειος ἂν ἦν ὁ λόγος, καὶ νυνὶ δὲ κρέμασθαι δοκεῖ, καίτοι πρὸς ἐπίζευξιν. διὸ καί τινες αὐτῷ τὰ ἐφεξῆς εἰρημένα συνάπτουσιν, ὡς εἶναι τὴν ὅλην ῥῆσιν τοιαύτην. εὖ γε μὴν γνῶναι ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει πᾶς ἐπίδεσμος, οἷον κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω, ἐπιδεῖν δεξιὰ ἐπ' ἀριστερὰ καὶ ἀριστερὰ ἐπὶ δεξιὰ πλὴν κεφαλῆς. ἀλλὰ τοῦτό γε φαίνεται μηδεμίαν ἀκολουθίαν ἔχον. οὐ γὰρ διὰ τοῦτο χρὴ τὰς εἰρημένας ἐπιδέσεις ποιεῖσθαι, διὰ τὸ ἅμμα φεύγειν εἴωθεν εἰς τὰ κατάντη καὶ ἀπόξη. δι' ἕτερον γάρ τι, ὡς ἐφεξῆς ἐροῦμεν, δεξιὰ μὲν ἐπ' ἀριστερὰ, ἀριστερὰ δὲ ἐπὶ δεξιὰ προσέταξεν ἐπιδεῖν. ἀκόλουθα δέ ἐστι τὰ τοῦ εὖ γε μὴν γνόντα, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει. τὰ οὕτως εἰρημένα περιβαλεῖν καταλήψεως τοῦ ξύμπαντος ἐπιδέσμου ἐν τοῖς ἡσυχάζουσι [755] καὶ λαμπροτέροις. καὶ τὰ τούτοις ἐφεξῆς, ἃ μετ' ὀλίγον ἐξηγοῦμαι, αὐτὸ τοῦτο δείξει σαφέστερον. ἐν δὲ τῷ παρόντι μεταξὺ παρεγκείμενα παρὰ τάξιν ἐπισκεπτέον αὐτὰ καθ' ἑαυτά.

   ‑ ‑ ‑

   ιβ΄. Ἐπιδεῖν δεξιὰ ἐπ' ἀριστερὰ καὶ ἀριστερὰ ἐπὶ δεξιὰ, πλὴν κεφαλῆς, ταύτην δὲ κατ' ἴξιν.

   ‑ ‑ ‑

   Περὶ τῶν καταγμάτων μάλιστα τοῦ παραγγέλματος οὗ νῦν παραγγέλλει μεγίστη γίνεται χρεία. περιτρέπειν γὰρ ἀεὶ χρὴ πρὸς τοὐναντίον, ὅταν ἐκ θατέρου ἕλκους ᾖ, τοῦ μὲν δεξιοῦ πεπονθότος ἐπὶ τὸ λαιὸν, εἰ δ' ἐκεῖνο πάθοι, πρὸς τοὐναντίον, ὡς ὅταν γεγονὸς ὀστοῦν ὅλον ἐγκάρσιον ἢ κατεαγὸς ἢ ἰσόῤῥοπον τὴν ἐπίδεσιν ποιούμεθα, περιβάλλοντες αὐτῷ σπλῆνας ἐν σχήματι τῷ καλουμένῳ ἐν κύκλῳ. τὸ τοίνυν λεγόμενόν ἐστι τοιοῦτον· ἐπιδεῖν τὰ μὲν δεξιὰ [756] μέρη πεπονθότα περιτρέποντας ἐπ' ἀριστερὰ, τὰ δ' ἀριστερὰ τοὐναντίον ἐπὶ τὰ δεξιά. γίνεται δὲ τοῦτο τὴν μὲν ἀρχὴν τοῦ ἐπιδέσμου βαλλομένων ἡμῶν κατὰ τὸ πεπονθὸς μέρος, οὔτε ἀκριβῶς κατ' αὐτοῦ τοῦ κατάγματος ἢ τοῦ ἕλκους, ἀλλ' ἔνθεν καὶ ἔνθεν τούτων, τῇ δ' ἑτέρᾳ περιτρεπόντων ἐπὶ τἀναντία τὸ πεπονθὸς ἅμα τῷ πιλεῖν. ἐπειδὰν δὲ ἐπὶ τὸ ἀντικείμενον μέρος ἐπίδεσμος ἑλιττόμενος γένηται, μηκέτι ἐκεῖ σφιγγόντων ὁμοίως ἔτι δὲ μᾶλλον οὐδὲ περιτρεπόντων ἄχρις ἂν ἐν κύκλῳ περιελιττόμενος ὁ ἐπίδεσμος ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἀφίκηται· τηνικαῦτα γὰρ κατείχομεν ἔμπροσθεν χειρὶ τὴν ἀρχήν. ταύτῃ πάλιν ἐκεῖνο τὸ μέρος τοῦ ἐπιδέσμου τὸ ψαῦσαν αὐτῆς ἐπιτιθέντες, κατ' αὐτῆς ἀσφαλῶς κρατοῦμεν, ὥστε δευτέρας ἄρξασθαι αὖθις κατὰ τὴν τῶν αὐτῶν ἐπιβολὴν ὁμοίως τῇ πρώτῃ πιλούσης τε καὶ περιτρεπούσης ἐπὶ τὰ ἐναντία· καὶ ταύτην πάλιν ὡσαύτως τῇ πρώτῃ περιελίξαντες, ὅταν αὖθις ἐπὶ τὴν ἀρχὴν ἀφικώμεθα, κρατήσαντες ὁμοίως τῇ ἑτέρᾳ χειρὶ τὸν ἐπίδεσμον ἀνατείνομεν, τῇ ἑτέρᾳ πιλοῦντές τε καὶ περιτρέποντες [757] ἐπὶ τὸ ἀντικείμενον μέρος πεπονθός. οὐ μόνον δὲ τὰ κῶλα κατὰ τοῦτον ἐπιδοῦμεν τὸν τρόπον, ἀλλὰ καὶ τὰς πλευράς. εἰ μὲν ἐπὶ τοῖς δεξιοῖς μέρεσιν ἡ πεπονθυῖα τύχῃ, τὴν ἀρχὴν ἐνταῦθα βαλλόμενοι τὴν νομὴν ἐπ' ἀριστερὰ ποιούμεθα, καθ' ὃν εἴρηται τρόπον. εἰ δ' ἐν τοῖς ἀριστεροῖς εἴη τὸ πάθος, ἀπὸ τούτου ἀρξάμενοι τὴν οἷον ὁδοιπορίαν τῆς ἐπιδέσεως ἐπὶ τὸ δεξιὸν μέρος ἐργαζόμεθα, κεφαλὴν δ' οὐκ ἔστι περιλαβεῖν οὕτως ἐν κύκλῳ· κωλύει γὰρ ὁ τράχηλος συμφυὴς ὢν αὐτῇ. διὰ τοῦτο οὖν ἐπ' αὐτῆς, ἐάν τε κατὰ τὸ δεξιὸν μέρος, ἐάν τε κατὰ τὸ ἀριστερὸν ᾖ τὸ τῆς ἐπιδέσεως δεόμενον πάθος τὴν κατ' ἴξιν, ὅπερ ἐστὶ κατ' εὐθυωρίαν, αἱρούμεθα, διὰ μὲν τῆς κορυφῆς ἀγομένου τοῦ ἐπιδέσμου, καταγομένου δ' ἐντεῦθεν ἐπ' ἄκραν τὴν κάτω γένυν, εἶτ' ἀναγομένου πάλιν ἐπὶ τὸ πεπονθὸς, εἶτ' αὖθις πάλιν ὁμοίως, εἴτε δὶς εἴτε τρὶς αὔταρκες εἶναι νομίζομεν ἑλιττομένου μέχρι τῆς τελευτῆς· αὕτη δὲ πάντως κατὰ τῆς κορυφῆς γιγνέσθω. μονιμώτατον γὰρ οὕτως ἐργάζεται χωρίον τοῦτο.

   ‑ ‑ ‑

[758]    ιγ΄. Τὰ δ' ὑπεναντία ἀπὸ δύο ἀρχέων· ἢν δὲ ἀπὸ μιῆς, ἐφ' ὅπερ ὅμοιον ἐς τὸ μόνιμον, οἷον τὸ μέσον τῆς κεφαλῆς καὶ εἴ τι ἄλλο τοιοῦτον.

   ‑ ‑ ‑

   Δύο διανοίας λέξις ἥδε δύναται λαβεῖν, ὥστε ἤτοι περὶ πάντων τῶν μερῶν τοῦ σώματος ἢ περὶ μόνον τῶν τῆς κεφαλῆς ἀκούειν. εἰρηκὼς γὰρ πλὴν κεφαλῆς, δεξιὰ ἐπὶ ἀριστερὰ, ταύτην δὲ κατ' ἴξιν ἐπιδεῖσθαι. λοιπὸν οὖν, τῶν αὐτῆς ὄντων μερῶν ἐναντίον ἀλλήλοις, ὧν τὸ μὲν ὀπίσω τε καὶ κατὰ ἰνίον ἐστὶ, τὸ δὲ πρόσω τε καὶ κατὰ μέτωπον, ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖν ἀξιοῖ. αὗται δὲ αἱ ἀπὸ δύο ἀρχέων ἐπιδέσεις, ὅταν τὸ μέσον ὂν ὅλου τοῦ ἐπιδέσμου κατὰ τοῦ πεπονθότος ἐρείσαντες ἰσόῤῥοπον ἑκάτερον αὐτῶν τῶν μερῶν ἐπὶ τὸν ἀντικείμενον ἄγωμεν τόπον. ὅσαι δ' οὖν τελευταὶ τῶν οὕτως ἐπιτελουμένων ἐπὶ μέτωπον ἄγονται, μονιμώτερον ἰνίου τοῦτο τὸ χωρίον. ἐὰν δὲ ὁ λόγος αὐτῷ περὶ πάντων ᾖ τῶν μορίων, ἐροῦμεν εἰρῆσθαι τὰ ἐναντία, [759] τὰ καθ' ἑκάτερον μέρος ὁμοίως διακείμενα, τουτέστιν ἤτοι δεξιόν τε καὶ ἀριστερὸν ἢ τοὐπίσω τε καὶ πρόσω. πεπονθότων δὲ ὁμοίως αὐτῶν, ὡς ἐπειδὰν τὰ καλούμενα καυληδὸν γένηται κατάγματα, τὴν ἐπίδεσιν ἀπὸ δυοῖν ἀρχῶν ποιήσεις, καθάπερ ἔφαμεν ἐπὶ τῶν σχιδακιδὸν περιβαλλομένων γίγνεσθαι σπληνῶν. ἐὰν δὲ ἀπὸ μιᾶς ἀρχῆς, φησὶν, ἐπιδέῃς τὰ τοιαῦτα κατὰ τὴν ὁμοιότητα τῆς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεως, ἑλίττων τὸν ἐπίδεσμον οὕτως ἄξεις ἐπὶ τὸ μόνιμον χωρίον, ὡς ἐνταῦθα τελευτήσῃ. παράδειγμα δὲ μονίμου χωρίου τὸ μέσον τῆς κεφαλῆς ἐποιήσατο ἀρκεσθεὶς τούτῳ, ἐπειδὰν κατὰ τὸ παρὸν μέλλει μετ' ὀλίγον ἀκριβῶς ἅπαντα τὸν λόγον διέρχεσθαι. διδάσκων ὅπως δεῖ τὴν τελευτὴν τοῦ ἐπιδέσμου γίγνεσθαι πρὸς τὴν ὅλην ἐπίδεσιν ἀμετακίνητον φυλάττεσθαι. τὸ οὖν ἐφ' ὅπερ ὅμοιον ἐπ' ἀμφοῖν ἀκουστέον τῆς ὅλης νομῆς τοῦ ἐπιδέσμου καὶ τῆς τελευτῆς.

   ‑ ‑ ‑

[760]    ιδ΄. Τὰ δὲ κινούμενα οἷον ἄρθρα, ὅπη μὲν συγκάμπτεται, ὡς ἥκιστα καὶ εὐσταλέστατα περιβάλλειν, οἷον ἰγνύην, ὅπη δὲ περιτείνεται, ἁπλᾶ τε καὶ πλατέα, οἷον ἡ μύλη.

   ‑ ‑ ‑

   Ἐλάχιστα περιβαλεῖν ὀθόνια κατά τε τὴν ἰγνύαν καὶ τὰ ταύτης παραπλήσια κελεύει καὶ μάλιστα εὐσταλῆ. τὸ δὲ σημαίνει τὸ συνηγμένον εἰς ὀλίγον, τὸ δὲ ἀντικείμενον τῇ ἰγνύῃ μόριον, τὴν μύλην ἐναντίως ἐπιδεῖσθαι κελεύει. τὸ δὲ ἐναντίως ἐστὶν ἅπασι τοῖς ἐναντίοις καὶ μηδαμόθεν συνεσταλμένοις ὁπόσον ἐγχωρεῖ. παραπλησίως δὲ τῇ μὲν ἰγνύῃ ἅπαντα μόρια καθάπτεσθαι συμβαίνει τοῖς ἄρθροις· τῇ δὲ μύλῃ κατὰ τὴν ἔκτασιν αὐτῷ γενέσθαι. καλοῦσί τινες ἐπιγουνίδα τὴν μύλην ταύτην, ὥσπερ ἕτεροί τινες ἐπιγουνατίδα. κατὰ ταύτην μὲν οὖν, ἔφη, πλατὺν χρὴ περιτάττεσθαι τὸν ἐπίδεσμον, ὡς ὅλην αὐτὴν περιλαμβάνειν. ὁ γὰρ μὴ περικείμενος οὕτως ἢ πρὸς τὴν ἄνω χώραν ἀναχθήσεται [761] ῥᾳδίως ἢ πρὸς τὴν κάτω περισφαλλόμενος ἐφ' ἑκάτερα διὰ τὴν κυρτότητα τῆς μύλης. τῇ δὲ ἰγνύῃ συνεσταλμένον τὸν ἐπίδεσμον ἀξιοῖ περιβαλεῖν· οὔτε γὰρ ὑποδέξασθαι δύναται τὸ εἰς πλάτος ἐκτεταμένον οὔτε φυλάξαι.

   ‑ ‑ ‑

   ιε΄. Προσεπιβάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα, ἀναλήψιος δὲ τοῦ σύμπαντος ἐπιδέσμου ἐν τοῖσιν ἀτρεμέουσι καὶ λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ γούνατος.

   ‑ ‑ ‑

   Τὴν τοιαύτην βραχυλογίαν ἐπαινεῖν προσῆκεν, εἰ δι' ἑνὸς ὀνόματος δηλοῦται σαφῶς ὁ λόγος, ὥσπερ καὶ νῦν. ὑπὸ μὲν τοῦ τῆς καταλήψεως ὀνόματος ὁ λόγος οὗτος δηλοῦται, καθ' ὃν εἴπομεν ἂν τῶν ἐν τοῖς ἄρθροις ἐπιδέσεων τὸ τέλος ἀσφαλῶς φυλάττεσθαι χρὴ, διά τινος ἐκ περιττοῦ γενομένης ἐπιδέσεως, ἔξω τῆς διαρθρώσεως. ὑπὸ δὲ τῆς ἀναλήψεως, ἵνα πολλὴν ἔχωμεν πρόνοιαν τοῦ μήτε καταῤῥεῖν [762] εἰς τὰ κατάντη χωρία τὸν περίδεσμον, μήτε ἀνατρέχειν εἴς τε τῶν κυρτῶν, ἅπερ ἀπόξη κέκληκεν αὐτὸς ἔμπροσθεν, ἡνίκα ἔλεγεν εὖ γε μὴν γνῶναι, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει· καὶ δῆλον δὴ γέγονεν ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ, καλῶς ὑφ' ἡμῶν εἰρῆσθαι συνεχῆ τὰ νῦν λεγόμενα τοῖς κατ' ἐκείνην τὴν ῥῆσιν λεγομένοις εἶναι, καθ' ἣν ἔλεγεν, εὖ γε μὴν γνῶναι ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει. καὶ μέντοι καὶ συντομώτατον τῶν ἐπιτηδείων χωρίων ἐμνημόνευσεν, ἐν οἷς χρὴ τὰ τέλη τῶν ἐπιδέσμων τίθεσθαι, δύο προσηγορίαις περιλαβὼν, τῇ τῶν ἀτρεμούντων καὶ τῇ τῶν λαπαρῶν. ἡσυχάζει γὰρ ὅσα τῆς διαρθρώσεως ἐκτός ἐστι, κατὰ τὸ ἕτερον τῶν συναπτόντων ἀλλήλοις ὀστῶν, ὡς ἐπὶ τοῦ γόνατος ἤτοι κατὰ τὸν μηρὸν ἢ τὴν κνήμην. λαπαρώτερα γὰρ ταῦτά ἐστι τὰ χωρία. κέκληκε γὰρ οὕτως τὰ τοῖς ἐξέχουσι μορίοις ἐναντίως διακείμενα, τουτέστι τὰ κατεσταλμένα καὶ ταπεινά. καὶ γὰρ τὸ λαπαρὸν ἅπαν προσέσταλται· κυρίως μὲν οὖν ἡ λαπαρὸν φωνὴ σημαίνει τὸ κενὸν, ὥσπερ καὶ ἡ λαπάξαι τὸ κενῶσαι. καὶ γὰρ [763] καὶ τὸ Ἴλιον ἐξαλαπάξαι εὐναιόμενον πτολίεθρον, ἐκκενῶσαι τὴν πόλιν δηλοῖ, καὶ λαπαρὰ τοῦ σώματος ἐκεῖνα τὰ μόρια καλοῦσιν, ὅσα μεταξὺ τῶν τε κατὰ τοὺς λαγόνας ὀστῶν ἐστι καὶ τῶν νόθων πλευρῶν· ἤδη μέντοι καὶ τὸ προσεσταλμένον ἅπαν ὀνομάζουσι λαπαρὸν, ἐπειδὴ τὸ κενὸν ἐξ ἀνάγκης προσέσταλται, τὴν μεταφορὰν ἀπὸ κοινοῦ συμβεβηκότος ποιούμενοι.

   ‑ ‑ ‑

   ιστ΄. Ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέραν μασχάλην περιβολὴ, βουβῶνος δὲ ἡ περὶ τὸν ἕτερον κενεῶνα καὶ κνήμης ἡ ὑπὲρ γαστροκνημίης. ὁκόσοισι μὲν ἄνω ἡ φυγὴ, κάτωθεν ἡ ἀντίληψις, οἷσι δὲ κάτω, τοὐναντίον.

   ‑ ‑ ‑

   Σκοποὶ πάσης ἐπιδέσεώς εἰσι πρῶτοι καὶ μέγιστοι τῆς δι' ἑαυτὴν παραλαμβανομένης, οὐχ ὑπηρεσίας ἕνεκα τῶν ὑποκειμένων τῶν πάσχοντι μορίῳ τὸ κατέχειν ἀκίνητον ὡς [764] διεπλάσθη τὸ πεπονθὸς, ἀφλέγμαντόν τε φυλάττειν ἅπερ ἱκανῶς ἐν τῷ περὶ ἀγμῶν ἐδίδαξεν. ἐπεὶ δὲ οὐ δύναται ταῦτα ποιεῖν ἡ ἐπίδεσις ἄνευ τοῦ διαμένειν αὐτὴν καὶ μὴ μετακινεῖσθαι πρὸς τὸ κάτω τοῦ σώματος ἢ ἄνω, διὰ τοῦτο τοῖς ἀπαθέσι μορίοις ἀναγκαζόμεθα περιβάλλειν τοὺς ἐπιδέσμους, ὅπως ἔνθεν μὲν ἄνω ἀγαγεῖν ἐστιν εἰκὸς ὅλην τὴν ἐπίδεσιν ἡ ἀντίληψις αὐτῆς ἕλκη ἐπὶ τὸ ταπεινότερον. ἐπ' ἐνίων δὲ μορίων ἡ διὰ τῶν ἀντικειμένων ἀντίληψις ὠφελιμωτέρα, καθάπερ ἐπ' ὤμου καὶ βουβῶνος. ἀκριβῶς εἰπεῖν ἐπ' ὤμου μὲν, οὐ περὶ τὸν ἕτερον ὦμον, ἀλλὰ τὴν μασχάλην· ἐπὶ βουβῶνος δὲ περὶ τὸν κενεῶνα περιβάλλεσθαι δεῖ τὸν ἐπίδεσμον· οὔτε γὰρ ὁ ὦμος οὔτε ὁ γλουτὸς ἀσφαλῶς φυλάττειν δύναται τὰς περιβολὰς, ἀλλ' ἡ μασχάλη καὶ ὁ κενεών. ὀνομάζεται δὲ, ὡς ἔφην ἄρτι, κενεὼν ὁ μεταξὺ τοῦ θώρακός τε καὶ τοῦ ἰσχίου ὀστοῦ τόπος ἀπὸ τοῦ κενεὸς εἶναι, τουτέστι προσεσταλμένος, οὕτως κληθείς. εὔδηλον δὲ ὅτι τὸ συμφωνεῖν καὶ ἁρμόττειν ὁμολογεῖν ἔφη· οἵ τε γὰρ ὁμολογοῦντες ἐν ἔργοις καλοῖς οὐ μόνον οὐδὲν ἐναντίον [765] πράττουσιν ἢ λέγουσιν, ἀλλὰ καὶ συντελοῦσιν. ἀλλὰ τούτοις τά τε εἰρημένα χωρία συμπράττει τῷ νόμῳ τῆς ἐπιδέσεως. ὡσαύτως δὲ καὶ τῆς κνήμης εὐαπόῤῥυτον ἐχούσης τὴν ἐπίδεσιν τῆς γαστροκνημίας ἡ ἄνω περιβολὴ χρήσιμος, κατ' ἐκείνας δηλονότι τὰς ἐπιδέσεις, αἷς ἀναγκαῖόν ἐστι τὸ κυρτὸν τῆς γαστροκνημίας περιλαμβάνειν, ἐπ' αὐτῷ παρὰ τὰ σφυρὰ χωρίῳ τὸ μόνιμον τῆς ἐπιδέσεως· ἐξ αὐτῶν ἔχει μεταξὺ δυοῖν ἐξοχῶν κείμενα, κατὰ μὲν τῶν κυρτῶν περάτων περόνης τε καὶ κνήμης, ἃ κακῶς ἔνιοι καλοῦσιν ἀστραγάλους· ἄνω δὲ τῆς γαστροκνημίας αὐτῆς.

   ‑ ‑ ‑

   ιζ΄. Οἷσι δὲ μή ἐστι οἷον ἡ κεφαλὴ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψιας ποιέεσθαι καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθέντα, πλανωδέστατα κατέχει.

   ‑ ‑ ‑

[766]    Οἷς μορίοις οὐκ ἔστιν οὔτε παρακείμενόν τι τοιοῦτον μόριον, οἷον ἐπὶ κνήμης εἶπεν, οὔτε ἀντικείμενον τοιοῦτον ἕτερον μόριον, ὡς ἐπ' ὤμου καὶ βουβῶνος, ἐπὶ τούτων ὁποίαν χρὴ ποιεῖσθαι τὴν ἐπίδεσιν διδάσκει, μνημονεύων ὀνομαστὶ τῆς κεφαλῆς καὶ κελεύων ἐπ' αὐτῶν ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψεις ποιεῖσθαι τῆς ὅλης ἐπιδέσεως, ὅ ἐστι τὴν τελευτὴν αὐτῆς ἀπαρέγκλιτον φυλάττειν, εὐθύτατα περατουμένην, ἤτοι γε ἐπὶ τὸ μέτωπον ἢ τὸ μέσον ὅλον τῆς κεφαλῆς, ἔνθα τὸ καλούμενον βρέγμα· τῆς μὲν γὰρ ἐπ' ἀνθερεῶνα καταγομένης ἐπιδέσεως ἡ τελευτὴ προσηκόντως ἂν ἐπὶ τὸ μέσον ἀνάγοιτο τῆς κεφαλῆς, ἀπαρεγκλίτως ἀνατεινομένη. τῆς δὲ κυκλοτερῶς περιβαλλομένης ἐπὶ τὸ μέτωπον ὁμοίως καὶ αὕτη μηδὲν ἐγκεκλιμένη. περιαγομένης γὰρ οὕτως ἑλχθήσεται καὶ τοῖς ὀπίσω μέρεσιν ἐπὶ τὸ καλούμενον ἰνίον, ὃ μεταξὺ τοῦ τε τραχήλου καὶ τῆς ὀπίσω κυρτότητος τῆς ἐπὶ τοῦ κρανίου. διὰ τοῦτό τε εἶπε τὴν ἐσχάτην περιβολὴν τῶν ἐπιδέσεων ἥκιστα λοξὴν εἶναι προσήκειν, ὅτι τὰς πρὸ αὐτῆς ἤδη πολλάκις ἐξ ἀνάγκης γιγνομένας λοξὰς, [767] ἕνεκα τοῦ περιλαμβάνειν τὸ πεπονθὸς, ἄλλοτε κατ' ἄλλο μέρος αὐτοῦ ὑπάρχον· ἀλλὰ τάς τε διὰ τὸ πάθος λοξὰς γεγονυίας περιβολὰς, ᾗ ὑστάτη κατέχῃ μηδαμόθεν λοξουμένη. δῆλον οὖν ὅτι τοιαύτῃ ἀσφαλείᾳ κἀκεῖνα συνδιαμένουσιν ἀμετακίνητα. ὡς οὖν ἐπὶ τῆς κεφαλῆς κἀπὶ τῆς ἄνω τοῦ γόνατος ἡ κάτω γιγνομένη ἐσχάτη περιβολὴ, ἀκριβῶς φυλάττεσθαι χρὴ τὸ ἀπαρέγκλιτον, ἐπὶ μέντοι τῶν κατὰ βουβῶνα καὶ ὦμον ἐπιδέσεων, ἐν οἷς ἀναγκαζόμεθα καὶ τῶν ἀντικειμένων μορίων συγκαταλαμβάνειν, ἐσχάται περιβολαὶ κυκλοτερεῖς ἀπαρεγκλίτως γίνεσθαι δέονται. κατὰ τοὺς κενεῶνας μὲν ἀμφοτέρους, ἔνθεν τὸν βουβῶνα δεσμεῖν προαιρούμεθα, κατὰ δὲ τὸν ἕτερον ἐφ' ᾧ τὸν ὦμον· ἀνάλογον δὲ τούτοις ἐπὶ τῆς κατὰ τὸν ἀγκῶνα διαρθρώσεως.

   ‑ ‑ ‑

   ιη΄. Ὁκόσοισι δὲ μὴ εὐκαταλήπτως τοῖς ὀθονίοισι μηδὲ [768] εὐαναλήπτως ἔχει, ῥάμμασι τὰς ἀναλήψιας ποιέεσθαι ἐκ καταβολῆς ἢ ξυῤῥαφῆς.

   ‑ ‑ ‑

   Ὃ μὲν λέγει τοιόνδε ἐστίν. ἐν οἷς μέρεσιν ἢ πάθεσιν δύσκολόν ἐστιν αὐτοῖς τοῖς ὀθονίοις, τήν τε κατάληψιν τοῦ πέρατος τῆς ἐπιδέσεως καὶ τὴν ἀνάληψιν ποιήσασθαι, ἐν τούτοις χρὴ ῥάμμασιν ἤτοι περιβαλλομένοις τῇ κατὰ κύκλον ἢ συῤῥάπτουσι τὸ τῆς ἐπιδέσεως πέρας τὰς καταλήψιας ποιεῖσθαι. τὸ δὲ ἄτοπον εἴη, μέρος τοῦ σώματος ὀθονίοις μὲν δυσχερῆ τὴν κατάληψιν καὶ ἀνάληψιν ἔχειν, ἑτοιμοτέραν δὲ τὴν διὰ τῶν ῥαμμάτων, οὔτε ἐγὼ λέγειν ἔχω τοῖς ἐξηγηταῖς, εἰ μέντοι τινὰ μὴ φέροντα τὴν τοιαύτην ἐπίδεσιν. οἶδα δέ τινα ἐφ' ὧν, εἰ καὶ βραχὺ κινηθῇ τὸ πεπονθὸς μόριον, ὀδύνη μεγίστη γίνεται, καθάπερ εἰ πρὸ πολλοῦ τις ἐκ καταπτώσεως οὕτως ἔπαθε τὰ κατὰ τὴν ῥάχιν, ὡς μηδὲ βραχὺ τὸν αὐτὸν ἐκείνης δύνασθαι φέρειν τὸ μέγεθος τῆς ὀδύνης. ἠναγκάσθησαν μὲν οὖν αὐτὸν τὸν μὲν χιτωνίσκον ἀφελεῖν οὐκ ἀποδύσαντες, ἀλλὰ διαῤῥήξαντες [769] μὲν πρῶτον ἁπάσας τὰς ῥαφάς. μετὰ δὲ ταῦτα παμπόλλους τοῖς διακρατοῦσιν ὅλον τὸ σῶμα χρησάμενοι προσμετεωρίσαι τὸν ἄνθρωπον, ἰσοῤῥόπως ἐπὶ καθέδρας πλατείας ἐκτεταμένον ῥάκος ἐπιβεβλημένον ἔχον ἐρίου πλάκα· ταῦτα μὲν οὖν ἐκελεύσαμεν, ἐπειδὰν ὁ κάμνων ὑπὸ τῶν διακρατούντων ὑπὸ τῆς στρωμνῆς ὑψώθη διὰ ταχέων ἐπιβαλεῖν μὲν ἐκείνῃ κατὰ τὸ πλάτος, ὑποβαλεῖν δὲ τῇ ῥάχει τοῦ μετεωρισθέντος. αὐτοὶ δὲ ἑτέραν ἐρίου πλάκα διαβεβρεγμένην ἔχοντες ἐλαίῳ θερμῷ μετὰ τὴν ἀφαίρεσιν τοῦ χιτωνίσκου, ταχέως περιβαλόντες τῇ ῥάχει, κατεκλίναμεν ἐπὶ τῆς ὑποκειμένης πλακὸς ἅμα τῷ ῥάκει, καὶ οὕτως πέρατα μὲν ἀνηγάγομεν ἐπὶ τὰ πρῶτα τοῦ σώματος τὰ πέρατα τῆς διαβρόχου πλακὸς ἓν ἑκατέρωθεν, εἶτα ἐπ' αὐτὰ τὰ τῆς ξηρᾶς καὶ μετ' ἐκεῖνα τὰ τοῦ ῥάκους καὶ πρὸς ἄλληλα διὰ ῥαφῶν ἡνώσαμεν· εἰ μὴ διὰ ῥαφῶν ἢ διὰ ῥαμμάτων μόνον βουληθείς τι ἐργάσασθαι τὴν ἀσφάλειαν τῆς ἐπιδέσεως, ἐπέτεινεν αὐτὰ πρῶτα μὲν πάντων κάτωθεν τῷ μὲν ῥάκει οὕτως· οὐ γὰρ ἂν μετὰ τὴν ἐπίδεσιν. ὡσαύτως δὲ καὶ τῇ [770] τῶν κατ' ἰσχίον μερῶν εὐπραξίᾳ μὲν, ὁπότε καὶ τὸ κατὰ τὸν μηρὸν ἐπ' ἄλλου καὶ κατὰ βραχίονά γέ ποτε καὶ τοῦ τραχήλου τὴν ὀπίσω χώραν.

   ‑ ‑ ‑

   ιθ΄. Ἐπιδέσματα καθαρὰ, κοῦφα, μαλθακὰ, λεπτά.

   ‑ ‑ ‑

   Περὶ τῆς ὕλης τῶν ἐπιδέσμων ἐνταῦθα διδάσκει, καθαροῖς καὶ κούφοις καὶ μαλθακοῖς καὶ λεπτοῖς χρῆσθαι κελεύων· καθαροῖς μὲν, ὅπως μήτε δήξεις ἐκ τοῦ ῥύπου γίγνοιντο μήτε διικνεῖσθαι πρὸς τὸν χρῶτα τῶν ἐπιβρεχομένων ὑγρῶν δύναμιν εἴργοιτο· κούφοις δὲ, ὡς μὴ βαρύνοιτο ὁ πεπονθὼς τόπος· λεπτοῖς δὲ διὰ τό τε καὶ κουφότερα καὶ μαλακώτερα ταῦτα, διὰ τό τε καὶ τὰς ἐπιβροχὰς ἑτοίμως διαπέμπειν· μαλθακοῖς δὲ, ὅπως μὴ θλίβοιντο. πρόδηλον δὲ ὅτι τούτων ἕκαστον εἰς τὸ μὴ φλεγμῆναι τὸ πεπονθὸς μόριον συντελεῖ.

   ‑ ‑ ‑

[771]    κ΄. Ἑλίσσειν ἀμφοτέροισιν ἅμα καὶ ἑκατέροισιν χωρὶς ἀσκέειν.

   ‑ ‑ ‑

   Ὅπερ ἔμπροσθεν εἰρήκει καθόλου περὶ τῶν εἰς χειρουργίαν πάντων ἔργων, ἀσκεῖν ἀξιῶν αὐτὰ δρᾷν ἑκατέροις τε καὶ ἀμφοτέροισιν ἅμα, τοῦτο νῦν ἐπὶ μόνου τοῦ ἑλίσσειν ἔγραψε. πρὸς γὰρ τὸ τάχος τῆς ἐνεργείας, ὅπερ ἐστὶ μέγιστον ἐπὶ τῶν ὀδυνωμένων ἡ τοιαύτη τῶν χειρῶν ἄσκησις ὠφελιμωτέρα. τῶν δύο μὲν οὖν χειρῶν ἑλισσουσῶν ἅμα τὸν ἐπίδεσμον ἐν ταῖς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεσι, τῆς δ' ἑτέρας μόνης ἐν ταῖς ἄλλαις, ἀλλὰ καὶ ἐν ταύταις ἑκατέρας ἐν μέρει διαδεχομένης τὴν ἑτέραν. ἐν μὲν γὰρ ταῖς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεσιν ἀμφότεραι καθ' ἕνα καιρὸν ἐνεργοῦσιν ὁμοίως. διαδεχόμεναι γὰρ ἀλλήλας ἡ μὲν ἑτέρα τὸ κυριώτατον μέρος τῆς ἐπιδέσεως ἐκτελεῖ περιελίσσουσα τὸν ἐπίδεσμον, ἡ δ' ἑτέρα χρήσιμος εἰς τὴν ταύτης ὑπηρεσίαν γίγνεται.

   ‑ ‑ ‑

[772]    κα΄. Τῇ πρεπούσῃ δὲ ἐς τὰ πλάτη καὶ τὰ πάχη τῶν ὀθονίων τεκμαιρόμενον χρέεσθαι.

   ‑ ‑ ‑

   Εἰς τὰ πλάτη καὶ τὰ πάχη τῶν ἐπιδουμένων μορίων ἀποβλέποντα τὴν προσήκουσαν αὐτοῖς ἐπίδεσιν ἐξευρίσκειν κελεύει. γιγνομένης δὲ τῆς ἐπιδέσεως ὀρθῶς κατὰ τὰ προειρημένα διὰ τῶν ὅθεν ἄρχεσθαι προσήκει καὶ καθ' ὅντινα τρόπον ἑλίττειν τὰ ὀθόνια κατὰ τὸ πεπονθὸς, ὅσα τε συγκαταλαμβάνει αὐτὸ μόρια καὶ τὴν τελευτὴν, ἐν ᾧ τίθεσθαι καὶ πῶς ἐπ' αὐτοῖς χρῆσθαι τοῖς ἅμμασί τε καὶ ῥάμμασιν ἐδίδαξεν, ἰστέον αὐτὸν οὐδὲν τούτων δηλοῦν. οὔτε γὰρ ἐκ τοῦ πλάτους οὔτ' ἐκ τοῦ πάχους τῶν ἐπιδουμένων μερῶν ἐλήφθη τι τῶν εἰρημένων, ἀλλ' ἐκ τοῦ πάθους αὐτοῦ καὶ τοῦ σχήματος τοῦ μορίου, καθ' ὃ τὸ πάθος ἐγίνετο. νῦν οὖν εὔλογόν ἐστι διδάσκειν αὐτὸν ὁπόσα κατὰ τὴν ἐπίδεσιν ἀγαθὰ γίγνεται, τὴν ἐπίδειξιν ἡμῶν λαμβανόντων ἐκ τοῦ πλάτους καὶ τοῦ πάχους τῶν ἐπιδουμένων μορίων.

[773] ἐκ τούτων γὰρ λαμβάνεται καὶ τὸ τῶν ὀθονίων αὐτῶν πλάτος τε καὶ μῆκος. οἷον ἐπὶ μὲν μικροῦ παιδίου καὶ τῷ μήκει βραχέσι καὶ τῷ πλάτει στενοῖς, εὔλογόν ἐστι χρέεσθαι τοῖς ἐπιδέσμοις, ἐπὶ δὲ μεγάλου νεανίσκου καὶ μακροῖς καὶ πλατέσιν, ἀνάλογον δὲ κἀπὶ τῶν ἄλλων ὅσα μεταξὺ τοῦ μεγάλου τε καὶ τοῦ μικροῦ σώματός ἐστιν· εἰ μὲν γὰρ ἀκριβῶς ἀμφοτέρων ἐστὶ μέσον καὶ πλάτει καὶ πάχει τὸ ἐπιδούμενον μέρος καὶ τὰς ὀθόνας μέσας τῷ τε πάχει καὶ τῷ πλάτει ποιήσομεν ἐκείνων τῶν ὀθονίων, οἷς ἐπὶ τοῦ μεγάλου καὶ τοῦ σμικροῦ σώματος ἐχρώμεθα· εἰ δὲ ἐγγυτέρω θατέρῳ τῶν ἄκρων εἴη κατ' ἐκεῖνο, καὶ τὸ ποσὸν αὐτῶν ὑπαλλάξομεν αὐξάνοντες ἢ μειοῦντες.

   ‑ ‑ ‑

   κβ΄. Ἑλίξιος κεφαλαὶ σκληραὶ, ὁμαλαὶ, εὐκρινέες.

   ‑ ‑ ‑

   Ἐφεξῆς ἀμφοτέροις ὑπάρχει τοῖς ἐπιδέσμοις πρὶν περιβαλέσθαι τῷ τοῦ κάμνοντος σώματι τῆς ἐξ αὐτῶν ἐπιδέσεως [774] γιγνομένης περὶ τὸν πεπονθότα τόπον, ἀλλὰ αἱ κεφαλαὶ τῶν ἐπιδέσμων, αἵτινες ἂν ὦσιν, ἀμφοτέρων εἰσὶ κοιναί. ἐάν τε γὰρ ἀρχαὶ τῶν ἐπιδέσμων, ἐάν τε πέρατα κεφαλῆς νοηθῶσιν εἰρῆσθαι νῦν, ἐάν τε ἀμφότερα, καὶ πρὸς τούτοις ἔτι κατὰ τὸ πλάτος αὐτῶν πέρατα, ταῦτα πάντα κοινὰ ταῖς ἑλίξεσι τῶν ἐπιδέσμων ἀμφοτέραις ἐστὶν, ἅς τε αὐτοὶ ἀμφοτέρας καταμίγας ἴσχουσιν, ἅς τε τῷ ἐπιβάλλεσθαι τῷ σώματι λαμβάνουσιν, ὥστε τοῦτο μὲν, εἰ καὶ διαπεφώνηται τοῖς ἐξηγησαμένοις τὸ βιβλίον, οὐ χαλεπὸν εἰπεῖν. καὶ γὰρ ἐπὶ τῶν ἐληλιγμένων ἀληθῶς ὁ λόγος ἐστὶ καὶ τῶν περιβεβλημένων τῷ σώματι· καὶ μέντοι καὶ πάντα τῶν περάτων ἀκούομεν, οὐχ ὡς ἔνιοι μὲν ᾠήθησαν τῶν κατὰ μῆκος, ἔνιοι δὲ τῶν κατὰ πλάτος, ἀλλὰ τὸ περὶ μόνων μὲν ἐξηγησάμενοι τῶν ἐκτὸς ἐπιδέσμων εἰρῆσθαι, τὸ δὲ σφιγγόμενον τῆς ἑλίξεως ὑπ' αὐτοῦ δηλοῦσθαι νομίσαντες. ὅτι μὲν οὖν ἐσφίγχθαι χρὴ τὸν ἐπίδεσμον ἔξω πρὶν ἐπιβαλέσθαι τῷ σώματι πρόδηλον. εὐληπτότερον γὰρ οὕτως ἔσται, διότι καὶ λεπτότερος λεπτοτέρας τε τὰς περιβολὰς ἔχων διὰ [775] τὸ τεταμένον ἐρηρίχθαι, σφιγχθῆναι γὰρ ἄλλως οὐ δύναται. τὸ δὲ τὰς κεφαλὰς αὐτοῦ μόνας δεῖν ἐσφίγχθαι περιφανῶς ψευδὲς, οὐ γὰρ ἐκείνας μόνον, ἀλλ' ὅλον ἐσφίγχθαι τὸν ἐπίδεσμον. ὡς οὖν ἐν ἀπόροις ἅ γέ μοι δοκεῖ ἤδη φράσω· κεφαλὰς μὲν ἀκουστέον ἅπαντα τὰ πέρατα τοῦ ἐπιδέσμου τά τε κατὰ μῆκος ὄντα αὐτῷ καὶ τὰ κατὰ πλάτος. εἰρῆσθαι δ' οὐ κυρίως αὐτὰ νομιστέον σκληρὰ καὶ διὰ τοῦτο ἀσάφειαν ἐσχηκέναι τὸν λόγον· ἔμπροσθεν γὰρ εἰπὼν ἐπιδέσματα καθαρὰ, κοῦφα, μαλθακὰ, πῶς ἂν νῦν αὖθις ἔλεγεν αὐτὰ σκληρά; κεχρῆσθαι δὲ νομίζω τῇ τοῦ σκληρᾷ προσηγορίᾳ πρεπόντως τῷ δηλουμένῳ πράγματι. πολλάκις γὰρ ἐπὶ τοῖς πέρασι τῶν ὀθονίων τέτταρσιν οὖσιν δύο μὲν κατὰ τὸ μῆκος, ἑτέροις δὲ δύο κατὰ τὸ πλάτος, ἤτοι μόνος ὁ στήμων εὑρίσκεται, μὴ ξυνακολουθούσης αὐτῷ πρὸς τὸ πέρας τῆς κρόκης ἢ κρόκη μόνη χωρὶς τοῦ στήμονος. ἔτι δὲ ἤτοι χαλαρὸν ἔγκειται τῷ πέρατι τῶν εἰρημένων τὸ ἕτερον, ἢ κατὰ μὲν τὶ μέρος ἔγκειται, κατ' ἄλλο [776] δ' ὑπερεκπίπτει. τῶν οὖν τοιούτων ὀθονίων αἱ κεφαλαὶ τῆς ἑλίξεως μαλακώτεραι τῶν ἑτέρων εἰσὶ κεφαλῶν, ἐν αἷς ἐξισοῦται μέχρι τοῦ πέρατος ὁ στήμων τῇ κρόκῃ καὶ τῇ τούτων μαλακότητι, τοὐναντίον οἶμαι κατὰ τῶν προσηκόντων, ἐληλιγμέναι μὲν, ὡς ἔφη, σκληραί. βέλτιον δ' ἦν εἰρηκέναι, μὴ μαλακαὶ, καθάπερ ἔμπροσθεν περὶ τοῦ ἅμματος ἔφη, μὴ μέγα. τὰ γὰρ ἐν τῷ μέσῳ τῶν ἀμετριῶν, ὡς ἔφην, εἰώθασι δηλοῦν ἀποφάσκοντες ὁποτερανοῦν ἀμετρίαν. τὸ μὲν οὖν εἶδος σκληρῶν τῶν κεφαλῶν εἰρημένων οὕτως ἄν τις ἀκούσειεν πιθανώτατον τῷ γε μηδὲν ἔχων ἄλλο, μηδὲ μετρίως πιθανὸν εἰπεῖν καὶ τῷ τὴν εἰρημένην ἁμαρτίαν ἐν τοῖς ὀθονίοις ἐν ἄλλῳ λόγῳ μηδενὶ δεδηλῶσθαι πρὸς αὐτοῦ. τὸ δὲ ὁμαλὲς δηλοῦσθαι μὲν τὸ κατὰ πᾶν ἀπαραλλάκτως ὅμοιον. γίγνεται δὲ τοῦτο μήτε σκληρᾶς ἢ πλατυτέρας ἐν αὐταῖς τινος οὔσης μήτε μαλακωτέρας ἢ στενωτέρας ἢ λεῖπόν τι καὶ διαβεβρωμένον ἐχούσης. ἔδοξε δὲ καὶ πάνυ καθάπερ ἐπὶ τῶν παρυφασμάτων. γίγνεται δὲ τὸ εὐκρινὲς ἐπὶ τῶν τεταμένων ὁμοίως ἐν ἅπασι τοῖς μέρεσι· καὶ κατὰ [777] τὶ μὲν οὐ πεπυσμένων ἢ πεπαγμένων, κατὰ τὶ δὲ ἐνδεδιπλωμένων ἢ ἐπειλιγμένων ἀκουσόμεθα.

   ‑ ‑ ‑

   κγ΄. Τὰ δὲ δὴ μέλλοντα ἀποπίπτειν, κακίω ταχέως ἀποπεσόντων, τὰ δὲ ὡς μήτε πιέζειν μήτε ἀποπίπτειν.

   ‑ ‑ ‑

   Σολοικὸς μὲν ἡ ἑρμηνεία πάντως ἐστὶν, ὅπως ἄν τις ἀκούσῃ τῆς λέξεως. τὸ γὰρ ἀποπεσόντων, ἐάν τε κατὰ τὴν τῶν Ἀττικῶν συνήθειαν εἰρῆσθαι νομίσωμεν, τῶν πτώσει γενικῇ τῆς μετοχῆς πληθυντικῆς χρωμένων ἀντὶ τοῦ προστακτικοῦ πληθυντικοῦ προσώπου τρίτου, ὁμοίως τῷ, Ἵπποι δ' ἐς δόλιχον παριόντων, ἐάν τε κατὰ τὴν γενικὴν πτῶσιν, ἀπ' εὐθείας τῆς ἀποπεσόντες, σολοικιοῦμεν. γενήσεται γὰρ ἡ λέξις κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἀκουόντων ἡμῶν τοιάδε, τὰ μέλλοντα ἀποπίπτειν, κακίω ταχέως ἀποπεσέτωσαν· εἰ μὴ βούλοιο ἀποπεσέτω, πάντως ἐστὶν, ὡς ἐπ' οὐδετέρῳ τῷ τὰ μέλλοντα. ἐν τῷ δὲ τοῦ πλήθους [778] ἀριθμῷ ληπτὸν ἑλληνιστὶ τῷ ῥήματι ζεύγνυσιν ἐν τῷ ἑνικῷ καὶ πληθυντικῷ. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον ἡ λέξις ἔσται τοιάδε· τὰ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντων αὐτῶν. ἄμεινον δ' οὖν ἦν γεγράφθαι τὴν ῥῆσιν οὕτω· τὰ δὲ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντα καὶ δῆλόν ἐστιν, ὥσπερ ἐξ ἄλλων τινῶν, οὕτω κἀκ ταύτης τῆς λέξεως, ἔν τε τοῖς κατ' ἀληθείας μὲν οἷς τὸ βιβλίον τοῦτο πρὶν ἐκδοθῆναι, καὶ διὰ τοῦτο τὰ μὲν αὐτοῦ τοῦ γράψαντος αὐτὸ παρὰ γράμματος ἑνὸς ἢ δυοῖν ἀφαίρεσιν ἢ πρόθεσιν ἢ ὑπάλλαξιν ἁμαρτόντος, οἷα πολλὰ συγγράφουσι· τὰ δὲ ὑπὸ τοῦ πρώτου βιβλιογράφου διὰ τὸ τινὰ μὲν ἀσαφέσι γράμμασι γεγραφότος αὐτοῦ τοῦ συνθέτου, οὐ χεῖρον τἀσαφῶς, ἀλλὰ στοχασάμενον ὀρθῶς οὐδαμῶς ἁμαρτάνειν, τινὰ δὲ τοῦ χάρτου κοπέντος ἢ κατά τινα ἄλλην περίστασιν ἀπολουμένου τοῦ γράμματος ἢ συγχυθέντος· ἴσως δέ τινων καὶ κατὰ τὸν ὀνομασθέντα μεταγραμματισμὸν ἁμαρτηθέντων ἔκ τινων μεταβαλλόντων ἐκ τῆς παλαιᾶς γραφῆς εἰς τὴν ὑστέραν γεγραμμένην πρὸς τοῦ παλαιοῦ, πλῆθος [779] ἁμαρτημάτων ἐκ τούτων ἁπάντων ἐν πολλοῖς τῶν ἀντιγράφων ἠθροίσθη. περὶ μὲν δὴ τούτων καὶ ἅπαξ ἀκούσαντα μεμνῆσθαι προσήκει, μακρὸν γὰρ ἂν εἴη καθ' ἕκαστον τῶν ἁμαρτημάτων λέγειν τὰ αὐτά. συγχωρήσαντες δὲ τὴν ἀναμάρτητον λέξιν εἶναι τοιάνδε, τὰ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντα ζητήσομεν ἐπὶ τίνων εἴρηται, πότερον ἐπὶ μελῶν τινων τοῦ σώματος ἀποπίπτειν μελλόντων ἢ τῶν ἐπιδέσμων ἢ τῶν ἐπιτιθεμένων τοῖς πεπονθόσι μέρεσιν ἕνεκα τῆς ἰάσεως, ἅπερ ἐστὶ καταπλάσματα καὶ φάρμακα, μοτοὶ καὶ βρόχοι. παρὰ γὰρ τὰ τρία γένη ταῦτα τοιοῦτον οὐδὲν φαίνεται δυνάμενον ἀποπίπτειν τῶν πασχόντων σωμάτων· καὶ μέντοι καὶ λέλεκται τοῖς ἐξηγησαμένοις τὸ βιβλίον ἕκαστον αὐτῶν, οὐ μόνον τὰ τρία. καίτοι γε εἴπερ ἕκαστον ἔδοξεν εἶναί τινι πιθανὸν, ἐνεδέχετο καὶ πάντα δόξαι· ἐμοὶ δὲ μοτοὶ μὲν ἢ μόνοι πολλάκις ἐντεθέντες, ὡς ἐπὶ τῶν αἱμοῤῥαγιῶν ἢ καὶ φαρμάκοις τισὶ περαθέντες ἢ ἔξωθεν αὐτοῖς ἀντὶ κρίματος ἐπιβληθέντες οὐκ ἀλόγως ἀκούεσθαι δοκοῦσιν ἐν τῇ προκειμένῃ ῥήσει. προσήκει γὰρ [780] αὐτοὺς ἀποπεσεῖν μὲν πάντως, οὐ μὴν ἀποπεσεῖν ταχέως, ὥσπερ οὐδὲ τοὺς βρόχους, ἀλλ' ὅταν ἀκριβῶς ἐκπυήσαντος τοῦ μορίου σὰρξ ἐπιτραφῇ τε καὶ περιτραφῇ τοῖς αἱμοῤῥαγοῦσιν ἀγγείοις. ὡσαύτως δὲ καὶ τὰς ἀπὸ τῶν καυτηρίων ἢ φαρμάκων καυστικῶν γενομένας ἐσχάρας, οὐ χρὴ ταχέως ἀποπίπτειν, ἀλλὰ μετὰ πολλὰ φάρμακα τὰ μὲν ὑγρὰ σηπεδονώδεσιν ἐκχεόμενα, τὰ δὲ ἐπιπαττόμενα ξηρὰ, τὰ δὲ κατὰ σπληνικῶν ἢ ὑδερικῶν ἐπιτιθέμενα μεγάλως ὀνίνησιν, ὅταν μὴ ταχέως ἀποπέσῃ· καὶ κατὰ ἄλλων δὲ μορίων καὶ διαθέσεων ἐπιτιθέμενα φάρμακα τῶν ἐχεκόλλων ὀνομαζομένων ὀνίνησι μεγάλως χρονίζοντα· καὶ γὰρ ἐπὶ καταγμάτων καὶ μασχαλῶν ὀλισθημάτων συνεχῶς γιγνομένων, ἔτι δὲ ποδαγρικῶν, ἰσχιαδικῶν τε καὶ νεφριτικῶν καὶ πάντων ἀρθριτικῶν, κεφαλαίας τε καὶ ἄλλων οὐκ ὀλίγων ἐπειράθημεν ὠφελούντων φαρμάκων, εἰ μὴ ταχέως ἀποπέσοι. τούτων δὲ αὐτῶν ὅσα μὲν ἐχέκολλα καλεῖται, διὰ τὸ δυσαπολύτως κεκολλῆσθαι καὶ τοῦ χρώματος ἔχεσθαι, οὐδεμιᾶς ἐπιδέσεως [781] χρῄζει. τινὰ δὲ εἰ μὴ κρατοῖτο πρὸς τῶν ἐπιδέσμων ἀποπίπτει, περὶ ὧν νῦν ὁ λόγος ἐστὶν αὐτῷ. φησὶν οὖν· τὰ δὲ ὡς μήτε πιέζειν μήτε ἀποπίπτειν, ὡς εἰ καὶ οὕτως ἂν εἶπεν· ὅσα δὲ μὴ συμφέρει φάρμακα ταχέως ἀποπεσεῖν, ταῦτα ἐπιδεῖν οὕτως, ὡς πιέζεσθαι μὲν ὑπὸ τῆς ἐπιδέσεως τὸ πεπονθὸς μόριον, ἀσφαλῶς δὲ κρατεῖσθαι τὸ μὴ ἀποπίπτειν ἴσον δύναται. τὸ μὲν οὖν τῶν ἔξωθεν ἐπιτιθεμένων αὐτάρκως ὁ λόγος ἐξίσταται. περὶ δὲ τῶν μερῶν τοῦ σώματος ἐφεξῆς ἴδωμεν, εἰ κἀν τούτοις ἀληθές ἐστιν ὅσα μέλλει πάντως ἀποπεσεῖσθαι, ταῦτα χρὴ μήτε ταχέως ἀποπεσεῖν. ἔνιοι γὰρ οἴονται ψευδῆ τὸν λόγον τοῦτον ὑπὸ τῶν σεσηπότων ἐξαπατώμενοι μορίων, ἃ διὰ ταχέων ἐκκοπῆναι προσήκει. τοῦτο μὲν ἀληθές ἐστιν αὐτὸ καθ' ἑαυτὸ λεγόμενον, οὐ μὴν ἐκείνῳ γε μάχεται. διαφέρει γὰρ πάμπολυ τοῦ μέλλειν τῷ δεῖσθαι τῶν ἐκκοψάντων αὐτό. πολλάκις γὰρ ἀποσχίδες ὀστῶν καὶ λεπίδες ἀποπίπτουσιν ἐν τῷ χρόνῳ καὶ βέλτιον αὐταῖς ἐστιν ὑπὸ τῆς φύσεως ὠθουμένοις κατὰ βραχὺ τὴν ἔκπτωσιν ἔχειν ἐν χρόνῳ, οὐ [782] διὰ φαρμάκων ἐρεθισθεῖσιν ἢ δι' ὀργάνων ἐκλυθεῖσιν. ὅσα γὰρ ὑπὸ βίας ἀθρόως ὑποσπᾶται, συριγγώδεις ἐργάζεται κοιλότητας, ὅσα δὲ ὑποφυούσης ἤτοι πωροειδοῦς τινος ἢ σαρκὸς ἐκπεσόντων, τῆς ἐκπτώσεως δεομένων εὐθέως φαίνεται πλήρη καὶ διὰ ταχέων ἐπουλοῦνται προσαχθέντος αὐτοῖς, μετρίως ξηραίνοντος καὶ στύφοντος φαρμάκου. καὶ νευρώδη δέ τινα καὶ ὑμενώδη σώματα πολλάκις ἐκπίπτει, διαπυΐσκοντα μὲν ἀκινδύνως ἐν χρόνῳ πλείονι κατὰ βραχὺ, βιασθέντα δὲ ὑπὸ φαρμάκων βιαίων, ἤγουν δριμέων ἢ δι' ὀργάνου τινὸς ἢ διὰ τῶν ἡμετέρων δακτύλων ἀποσπασθέντα συμπαθείας ἐπάγεται τῶν ὑπολειπομένων μορίων καὶ φλεγμῆναι καὶ πυρέξαι καὶ παραφρονῆσαι καὶ σπασθῆναι. ἐπὶ τὸ λοιπὸν μὲν οὖν ἤδη καὶ τρίτον ἀφικόμεθα γένος τῶν λεγομένων ἀποπίπτειν, ὅπερ ἐστὶν ὡς ᾠήθησάν τινες, οἱ ἐπίδεσμοι. τούτους οὖν φασιν, ὅταν ὦσι χαλαροὶ καὶ μέλλωσι πάντως ἀποπίπτειν, ἄμεινον ἐν πλείονι χρόνῳ τὴν ἀπόπτωσιν ἔχειν, ἀλλ' ἔστι τοῦτο ψευδές. ἄμεινον οὐ κατὰ χρόνον ἀποπεσεῖν κακῶς περιβεβλημένα τοῖς πεπονθόσι μορίοις, [783] ἀλλ' ὅτι τάχιστα· μᾶλλον δὲ οὐδὲ ἀναμένειν ἀποπεσεῖν αὐτὰ προσῆκεν, ἀλλ' αὐτὸν ἐν τάχει λύσαντα τὴν ἐπίδεσιν αὖθις ἐπιδῆσαι συμμέτρως, ὅθεν ἔνιοι τῶν οὕτως ἐξηγησαμένων ὁμολογοῦσι μὲν ἄμεινον ταχέως ἀποπεσεῖν τοὺς χαλαροὺς ἐπιδέσμους. ἐλλιπὲς δὲ καὶ οὕτως ἐστὶ τὸ λεγόμενον, εἰ μὴ πρὸς αὐτῷ καὶ ἄλλο τι συνυπακούσειεν, ὥστε γενέσθαι τὴν ὅλην ῥῆσιν τοιάνδε. τὰ μέλλοντα ἀποπίπτειν, κακίω τῶν ταχέως ἀποπεσόντων, τὰ χρόνῳ πλέονι συγκείμενα. συγχωρηθέντος δὲ καὶ τούτου τοῦ ἀποπίπτειν οὐ πιθανὸν ἐπὶ τῶν ἄλλων ἐπιδέσμων εἰρῆσθαι. τίς γὰρ ἀναμένει χρόνον τοσοῦτον ἐν μέλλουσιν ἀποπίπτειν αὐτομάτοις, δυνάμενος ἐν τάχει λῦσαι καὶ ἐπιδῆσαι καλῶς; ἕτεροι δὲ ἐπὶ τοὐναντίον ἐκτραπέντες ἀληθῆ μὲν εἶπον λόγον, ἐξηγήσαντο δὲ βιαίως τὴν λέξιν. πῶς γὰρ οὐδὲ βίαιόν ἐστιν οὕτως ἀκοῦσαι, τὰ δὲ μέλλοντα ἀποπίπτειν κακίω μέν ἐστι τῶν μὴ ἀποπιπτόντων. ἄμεινον δ' αὐτοῖς ταχέως ἀποπεσεῖν, ἵνα περιγράψαντες ἐν μιᾷ διανοίᾳ τὸ πρότερον μέρος τῆς ῥήσεως ἄχρι τοῦ τὰ μέλλοντα ἀποπίπτειν κακίω, [784] πάλιν δ' ἀφ' ἑτέρας ἀρχῆς ἀναγνῶμεν τὸ διὰ ταχέως ἀποπεσόντων, ὅπερ ἐστὶ ταχέως ἀποπεσέτω. βιαίως δὲ, ὡς ἔφην, ἡ ἐξήγησις αὕτη κατὰ τὸ καλούμενον σύναρθρον εἶδος τῆς ἑρμηνείας, μεμνημένοι μετὰ τοῦ καὶ ψεῦδος εἶναι τὸ λεγόμενον ἐν τῷ καθόλου, τὰ δὲ μέλλοντα ἀποπίπτειν κακίω. πολλὰ γὰρ ἐπ' ἀγαθῷ ἀπόπτωσιν ἔχει. βέλτιον οὖν ἐστιν, ὡς ἔφην, ἀκούειν ἐπί τε τῶν ἔξωθεν ἐπιτιθεμένων καὶ τῶν πάντων ἀποπεσουμένων μορίων εἰρῆσθαι τὸν λόγον, ἀποχωρίσαντα ἐπιδέσμου καὶ τῆς ὑστάτης ἄρτι λελεγμένης ἐξηγήσεως.

   ‑ ‑ ‑

   κδ΄. Ὧν δὲ ἔχεται ἐπίδεσις ἢ ὑπόδεσις ἢ ἀμφότερα.

   ‑ ‑ ‑

   Προσυπακοῦσαι δεῖ τὰ δέ ἐστιν, εἶτα ἑξῆς ἀναγινώσκειν, ὑπόδεσις μὲν αἰτίη ἀφεστεῶτα προστεῖλαι, καὶ τὰ ἄλλα τὰ τούτων ἐφεξῆς. κέχρηται δὲ τῷ ἔχεται ῥήματι σημαίνων δι' αὐτοῦ τὸ οἷον ἐφίεται καὶ ἀντιποιεῖται καὶ [785] στοχάζεται. ἅπερ αὖ ἅπαντα δυνάμει ταὐτὸν δηλοῖ τῷ τίνες αἱ δυνάμεις εἰσὶ τῆς ἐπιδέσεως καὶ τίνα τὰ ἔργα. λέγω δὲ ἔργα νῦν οὐ τὰς ἐνεργείας, ἀλλὰ τὰ ἀποτελέσματα. καθάπερ οἰκοδόμου μὲν ἔργον ᾖ, οἰκία, τέκτονος δὲ σκιμπόδιον, ὑφάντου δὲ ἱμάτιον. ἐπὶ δὲ τῆς ἐπιδέσεως καὶ μάλιστα τῆς καταγματικῆς οἱ μὲν πρὸ τῶν σπληνῶν ἐπίδεσμοι παραλαμβανόμενοι δύο, ἕτεροι δὲ μετὰ τοὺς σπλῆνας. ἴδιον οὖν ὄνομα κατὰ τῶν πρώτων δυοῖν Ἱπποκράτης ἔθετο τὰς ὑποδεσμίδας, αὐτήν τε τὴν ὑπ' αὐτῶν γιγνομένην ἐπίδεσιν ὑπόδεσιν ἐκάλεσεν. ἐφεξῆς ἀκούσωμεν αὐτοῦ λέγοντος ὅσα δύναται ποιεῖν ἥ τε ἰδίως ὑπόδεσις ὀνομαζομένη καὶ κοινῶς ἐπίδεσις. ἔδει μὲν δὴ κατὰ τὴν προτέραν ῥῆσιν εἰρῆσθαι, τίνων ἕνεκεν ἡ ἐπίδεσις ὑπὸ τῶν ἰατρῶν γίγνεται, καθάπερ ἐν ἀρχῇ διαιρεῖται, τὰ μὲν αὐτῆς ἰᾶσθαι λέγων, τὰ δὲ τοῖς ἰωμένοις ὑπηρετεῖν. καὶ ταῦτα πῶς γιγνομένη τῶν εἰρημένων ἕκαστον ἰάσεται· πρὸς γὰρ τὸν σκοπὸν τῆς ἰάσεως ἀποβλέποντες ἐξευρήσομεν τὴν προσήκουσαν ἐπίδεσιν, αὐτὸν δὲ τὸν σκοπὸν ἐνδείξεται τὸ θεραπευόμενον πάθος· [786] οὐ μὴν ὁ Ἱπποκράτης οὕτως ἔγραψεν, ἀλλὰ περὶ τῆς ἐπιδέσεως, ὁποίαν χρὴ γίνεσθαι διελθὼν ἄχρι νῦν, ἐπί τε τὰ ἔργα καὶ τὴν δύναμιν αὐτῆς ἧκεν.

   ‑ ‑ ‑

   κε΄. Ὑπόδεσις μὲν αἰτίη, ὥστε ἢ ἀφεστεῶτα προστεῖλαι ἢ ἐκπεπταμένα συστεῖλαι ἢ ξυνεσταλμένα διαστεῖλαι ἢ διεστρομμένα διορθῶσαι ἢ τἀναντία.

   ‑ ‑ ‑

   Ἀφεστεῶτα πάντα καλεῖ νῦν ὅσα κατὰ φύσιν μὲν ἔχοντος σώματος ἥνωτό τισι μορίοις ἑτέροις ἢ ἐπέψαυσεν αὐτῶν. ἐν δὲ τῷ παρὰ φύσιν ἔχειν οὐκέτι φυλάττει τὴν ἕνωσιν καὶ τὴν ψαῦσιν· ἕνωσις μὲν γὰρ ἅπασι καὶ κατάγμασιν, ἕλκεσί τε καὶ ῥήγμασι καὶ θλάσμασι διαφέρει. ψαῦσις δὲ ἐν ἀποστήμασι καὶ κόλποις, ἐμφυσήμασί τε καὶ οἰδήμασιν. ἐκπεπταμένα δὲ καλεῖ τὰ πλείστην διάθεσιν ἀπ' ἀλλήλων ἔχοντα, γίνεται δὲ αὐτὸ κατὰ διττὸν τρόπον, ἤτοι δι' ὅλων αὐτῶν ἢ κατὰ χείλη μόνα. οἵ γε μὴν σκοποὶ τῆς [787] ἰάσεως τῶν μὲν ἀφεστώτων προστεῖλαι, τῶν δὲ ἐκπεπταμένων συστεῖλαι, τῶν δὲ διεστραμμένων διορθῶσαι, κοινὸν ἁπάντων ἐστὶ τῶν εἰρημένων ἐπανορθοῦσθαι καὶ διορθοῦσθαι τῶν Ἑλλήνων λεγόντων, ὅσα περ ἂν ἐκβεβλημένα καθ' ὁντιναοῦν τρόπον εἰς ἔμμετρον ἐπανάγομεν κατάστασιν. οἱ μὲν δὴ σκοποὶ τῆς ἐπιδέσεως οἵδε εἰσίν· ἡ δύναμις δὲ αὐτῶν οὐ τούτων μόνων ἐστὶ ποιητικὴ τῶν σκοπῶν, ἀλλὰ καὶ τῶν ἐναντίων ἐνίοτε, κατορθουμένης μὲν τούτων, ἁμαρτανούσης δὲ τῶν ἐναντίων. εἰκότως οὖν ἐπὶ τελευτῇ τῆς ῥήσεως εἶπεν ἢ τἀναντία. προὔκειτο γὰρ αὐτῷ τί δύναται ποεῖν ὑπόδεσις εἰπεῖν, οὐ περὶ μόνης τῆς ἀγαθῆς διελθεῖν. ἐν ἀρχῇ γέ τοι τῆς ῥήσεως, ἐφ' ὧν δὲ ἔχεται ἢ ἐπίδεσις ἢ ὑπόδεσις ἢ ἀμφότερα περὶ πάσης ἐπιδέσεως, οὐ περὶ τῆς ἀρίστης μόνον τὸν λόγον ποιούμενος. εἰ δὲ καὶ περὶ τῆς ἀγαθῆς μόνης ἐπιδέσεως ἐνταῦθά τις αὐτῷ βούλοιτο εἶναι τὸν λόγον, ἡ κατὰ τὴν τελευτὴν προσθήκη τόνδε τὸν νοῦν ἕξει. ὡς ἐν τῷ παρὰ φύσιν ἔχειν τὰ μέν ἐστιν ἀφεστῶτα, τὰ δὲ ἐκπεπταμένα, τὰ δὲ διεστραμμένα. κατὰ τὸν αὐτὸν [788] τρόπον ἕτερα πάθη τούτοις ἐστὶν ἐναντία· τοῦ γὰρ ὑγιαίνοντος σώματος ἔχοντος συμμέτρως ἅπαν πάθος ἐν τῷ διαφθείρεσθαι τὴν συμμετρίαν γεννᾶται. εἴπερ οὖν ὅσα τὴν κατὰ φύσιν ἔχοντα κατασκευὴν ἥνωτό τισιν ἢ ἔψαυσεν, ὅταν ἤτοι τὴν ἕνωσιν ἢ τὴν ψαῦσιν ἀπολέσῃ, πεπονθέναι τε καὶ παρὰ φύσιν ἔχειν αὐτὰ φαμὲν ὡσαύτως. ὅσα δὲ μήθ' ἥνωτο μήτ' ἔψαυσεν, ἵνα ἂν ἑνωθῇ τε καὶ ψαύσῃ, νοσεῖν αὐτὸ ποιήσειεν. ἐναντία οὖν ταῦτα τῆς ἐπανορθώσεως· ἐπεναντίον δὲ ἥσεται τοῖς σκοποῖς, ἀλλ' ὡς δόξῃ τινὰ μάχεσθαι τῷ λόγῳ τὰ τοῖς διεστραμμένοις ἀντικείμενα, καλούμενα δὲ εὐθέα. δεήσει τοιγαροῦν, ὅσον ἐπὶ τῷ προειρημένῳ λόγῳ, καὶ ταῦτα διαστρέφειν, ὅπερ οὐκέτι τῆς ἀγαθῆς ἐπιδέσεως ἔργον, ἀλλὰ τῆς ἡμαρτημένης ὑπάρχει. ἀναμνησθεὶς οὖν τις ὧν εἶπεν Ἱπποκράτης ἐπὶ μηροῦ καὶ βραχίονος γνώσεται τὴν ἐν αὐτοῖς εὐθύτητα παρὰ φύσιν οὖσαν, ἧς τὸ ἔξω καὶ πρόσω κεκύρτωται φύσει· καί τις ἐπιλαθόμενος τὸν καταγέντα καυληδὸν ἢ μηρὸν ἢ βραχίονα διέπλασε μὲν πρῶτον εὐθὺν, ὕστερον δὲ καὶ [789] περιῤῥούμενον ἐν τούτῳ τῷ σχήματι περιεῖλον· ἀλλ' ὅ τε προσεσχηκὼς τὸν νοῦν τῷ φυσικῷ σχήματι τῶν ὀστῶν καὶ φυλάττειν αὐτὸ μεμνημένος, ἐὰν μηδέπω πεπωρωμένῳ καὶ ἐντυχὼν, ὕδατα μετὰ ἐλαίου πολλοῦ καταντλήσας, εἶτα διατείνας ἰσχυρῶς, πρῶτον μὲν κατέαξεν, ὡς ἐξ ἀρχῆς ἦν κατεαγὸς, ἐφεξῆς δὲ ἐν τῷ κατὰ φύσιν σχήματι διέπλασε καὶ μετὰ ταῦτα ἐπέτρεψε τῇ φύσει πωρῶσαι τὸ κατεαγὸς ἐν τούτῳ τῷ σχήματι. ὥστε ἀληθές ἐστι τὸ μὴ μόνον ἄκοντας τοὺς ἰατροὺς διὰ τῶν μοχθηρῶν ἐπιδέσεων τἀναντία τῶν εἰρημένων ἀγαθῶν ἐργάζεσθαι περὶ τοὺς κάμνοντας, ἀλλὰ καὶ τοὺς ἀρίστους, ἐξεπίτηδες ὅσα μὲν παρὰ φύσιν ἐνδεδίπλωται πρὸς τοὐναντίον ἀπάγοντας ἐκτρέπειν, ὅσα δὲ συμπέφυκε, διαλύειν τούτων τὴν σύμφυσιν. εἴδομεν οὖν ἐνίων τὴν ἐφέλκωσιν καὶ δακτύλους συμφύντας καὶ χείλη καὶ βλέφαρα. σκοποὶ μὲν οὗτοι τῆς τῶν εἰρημένων παθῶν ἰάσεως· ἑκάστου δ' αὐτῶν τὴν οἰκείαν ἐπίδεσιν ἑξῆς διδάσκει, πρότερον εἰπὼν περὶ τῶν ὀθονίων ὁποῖα χρὴ παρεσκευάσθαι διὰ τῆς ἐχομένης λέξεως.

   ‑ ‑ ‑

[790]    κστ΄. Παρασκευάζειν δὲ ὀθόνια κοῦφα, λεπτὰ, μαλθακὰ, καθαρὰ, πλατέα, μὴ ἔχοντα συῤῥαφὰς, μηδ' ἐξεστίας καὶ ὑγιέα, ὥστε τανύειν φέρειν καὶ ὀλίγῳ κρέσσω, μὴ ξηρὰ, ἀλλ' εὔχυμα χυμῷ ᾧ ἕκαστα σύντροφα.

   ‑ ‑ ‑

   Εἴρηκεν οὖν πρόσθεν ἤδη περὶ τῶν ὀθονίων ἐλλιπέστερον, ᾧ καὶ δῆλον ὡς οὐδὲν ἠκρίβωται τότε πρὸς ἔκδοσιν, ἀλλ' οὔτ' ὑπὸ υἱέων, ὅτι μετὰ τὸν Ἱπποκράτους θάνατον ἐδοξάσθη οὐδεὶς, οὐδὲ κἀν βραχυλόγῳ κατὰ σύγγραμμά τι περὶ τῶν αὐτῶν εἰπεῖν· ἀλλ' ἤτοι τὰ νῦν εἰρημένα περιεῖλεν ἂν ἢ τὰ πρόσθεν. ἔμπροσθεν μὲν γὰρ οὕτως ἔγραψεν, ἐπιδέσματα καθαρὰ, κοῦφα, λεπτὰ, μαλθακά. ἔθηκε δὲ νῦν τότε πλατέα δεῖν ὑπάρχειν αὐτὰ καὶ μὴ ἔχοντα συῤῥαφὰς μηδὲ ἐξεστίας, ὑγιέα τε μὴ μόνον ἄχρι τοῦ ῥαγῆναι ταθέντα βιαιότερον, ἀλλὰ καὶ περαιτέρω, τουτέστιν εὔτονα ἔχειν καὶ ἰσχυρὰ χάριν τῆς ἀσφαλεστέρας κρατήσεως.

[791] ἀλλὰ καὶ τὸ μήτε συῤῥαφὰς ἔχειν ἀνωμάλως προσπίπτοντα μήτε τὰς καλουμένας ἐξεστίας, αἵτινες ἐν τοῖς ὑφαινομένοις συμβαίνουσιν, ἐνίοτε μὲν ἐξεπίτηδες, ἐνίοτε δὲ ἀκουσίως γίγνονται προμήκεις ἐξοχαὶ, ποτὲ μὲν αὐτῆς τῆς κρόκης, ἔστι δὲ ὅτε καὶ τῆς πορφύρας, ἀλλὰ καὶ κατὰ τὰς καλουμένας παρυφὰς ἑκοῦσαι, τοῦτο πράττουσι διὰ παντὸς αἱ γυναῖκες. ἅπαντα οὖν ταῦτα φυλάττειν κελεύει. τὸ δὲ πλατέα δεῖν εἶναι τὰ ὀθόνια τῶν ἀμελῶς ἑρμηνευομένων ἐστίν· εἰ μὲν γὰρ ὡς πρὸς τὰ στενὰ προβάλλοιτο, μνήσεταί τις αὐτὰ πρὸς τὰ περαιτέρω τοῦ προσήκοντος πεπλατυμένα παραβαλὼν ἐγκαλεῖν. εἰ δὲ πρὸς τὰ σύμμετρα, μοχθηρὸν ἅπαν ἐστὶ τὸ τοῦ συμμέτρου παραλλάττον ἐφ' ἑκάτερα, κατά τε πρόσθεσιν καὶ ἀφαίρεσιν. περὶ δὲ τῶν λεπτῶν καὶ κούφων καὶ μαλθακῶν καὶ καθαρῶν τῆς χρείας ἔμπροσθεν εἴρηται. τὸ δὲ μὴ ξηρὰ, ἀλλ' εὔχυμα χυμῷ ᾧ ἕκαστα σύντροφα, λέλεκται μέντοι καὶ αὐτὸ περὶ τῶν ὀθονίων. ὁ λογισμὸς δὲ τῆς συμβουλῆς οὐκ ἄδηλος. ἀξιοῖ δὲ αὐτὰ μηδέποτε παραλαμβάνεσθαι σκληρὰ κατὰ μηδεμίαν [792] ἐπίδεσιν, ἀλλ' εὔχυμα, δεδευμένα χυμῷ ᾧ ἂν ἕκαστα τῶν θεραπευομένων παθῶν ᾖ σύντροφα, τουτέστιν οἰκεῖα· καὶ γὰρ κηρωτῇ ὑγρᾷ τῇ ἁπλῇ καὶ τῇ πισσηρᾷ καὶ οἴνῳ μέλανι αὐστηρῷ, κατά τε τὸ περὶ ἀγμῶν καὶ τὸ περὶ ἄρθρων αὐτὸς ἐκέλευσε διαβρέχειν. ξηρὰ δὲ πρὸς τὸ τὴν ἀπὸ τῆς ὑποβροχῆς ὠφέλειαν οὐκ ἔχειν, ἔτι καὶ πυροῦντες τὰ μόρια, καθ' ἃ ἐπιβέβληνται τὴν θερμασίαν ἐν αὐτοῖς αὐξάνουσι. διὰ τοῦτο καὶ τὴν ἐκ τῶν πλησιαζόντων χωρίων ὑγρότητα πρὸς τὸ πεπονθὸς ἐπισπῶνται. τοῦτο δὲ ὅτι μέγιστον κακόν ἐστιν εἰς τὴν τῶν ὄγκων γένεσιν, εὔδηλον παντί.

   ‑ ‑ ‑

   κζ΄. Ἀφεστεῶτα μὲν ὥστε τὰ μετέωρα τῆς ἕδρης ψαύειν μὲν, πιέζειν δὲ μή. ἦρχθαι δὲ ἐκ τοῦ ὑγιέος, τελευτᾷν δὲ πρὸς τὸ ἕλκος, ὡς τὸ μὲν ὑπεὸν ἐξαθέλγηται, ἕτερον δὲ μὴ ἐπισυλλέγηται.

   ‑ ‑ ‑

[793]    Ἐάν τε ὀστοῦ κατεαγότος τὰ μόρια διέστηκε παρὰ φύσιν ἀπ' ἀλλήλων, ἐάν τε συμφύσεως ἀποῤῥαγείσης ἢ τραύματος μεγάλου γινομένου συνάγειν αὐτὰ δέῃ μέχρι τοῦ ψαῦσαι μὲν, οὐ μὴν καὶ θλίβειν ἄλληλα· καὶ γὰρ ὀδυνήσεται καὶ φλεγμανεῖ τὰ οὕτως ἐπιτεθέντα μόρια. μάλιστα δὲ ἐπὶ τῶν καλουμένων κοιλιῶν ὁ λόγος αὐτῷ γίγνεται νῦν ὡς ἐπὶ παραδείγματος. ἐδήλωσε γὰρ τοῦτο σαφῶς αὐτὸς ἐν τοῖς ἐφεξῆς γεγραμμένοις· μέχρι μὲν οὖν τούτου, ὥστε τὰ μετέωρα τῆς ἕδρας ψαύειν μὲν, πιέζειν δὲ μὴ, κοινὸς ὁ λόγος αὐτῶν καὶ πρὸς τἄλλα πάντα ἐστὶν, ὅσα τῆς φυσικῆς ψαύσεως ἢ συμφύσεως ἐλύθη. τὰ δὲ ἐφεξῆς τοῦδε κατὰ φύσιν ἦρχθαι ἐκ τοῦ ὑγιέος, τελευτᾷν πρὸς τὸ ἕλκος, ἐπὶ τῶν ὄγκων εἴρηται προδηλότατα· τούτοις γὰρ χρὴ τοὺς μὲν ἰχῶρας ἐκκενοῦσθαι, μηδένα δὲ ἐπιῤῥεῖν τῷ μορίῳ χυμὸν ἐν τῷ τῆς κολλήσεως χρόνῳ. γενήσεται δὲ τοῦτο πιεσάντων μὲν ἡμῶν τὸν πυθμένα τοῦ κόλπου μέχρι τοῦ θλίβειν, ἐκλυόντων δὲ κατὰ βραχὺ τὴν ἐπίδεσιν ἄχρι τοῦ στόματος αὐτοῦ, τοῦτο δὲ ἀνεῳγμένον φυλαττόντων ἐν τῷ σχήματι [794] καταῤῥόπῳ. κόλπους μὲν οὖν ὅταν καθαροὺς ποιήσωμεν καὶ θελήσαντες κολλῆσαι, τὸν εἰρημένον τρόπον ἐπιδήσομεν. ἀπόσπασμα δὲ ἀκρωμίου βιαίως θλίβοντές τε καὶ καταναγκάζοντες τὸ ὑψούμενον αὐτοῦ μέρος, οὐδὲν γὰρ ἐκ τῆς τοιαύτης θλίψεως ἄτοπον ἔσται· καθάπερ οὐδὲ ἐπὶ κλειδὸς κατεαγυίας, ὅταν ἐπὶ πολὺ τὸ ἕτερον αὐτῆς μᾶλλον, ἧττόν τε μὴν ταύτης ἢ ἐπ' ἀκρωμίου πιέσομεν. ἐπὶ δὲ τῶν ἄλλων καταγμάτων ἥκιστα θλίψομεν εὐλαβούμενοι φλεγμονάς. ἐγὼ μὲν οὖν ἐπὶ πάντων τῶν ἐφεστώτων πεποίημαι τὸν λόγον. ὁ δ' Ἱπποκράτης ἐπὶ μόνων τῶν κόλπων, ὡς ἐπὶ παραδείγματος ἐφ' ὧν τῶν ἐπιδέσεων τὴν συμμετρίαν ἐδήλωσε σαφῶς εἰπὼν τὰ μετέωρα, τουτέστι τὰ ἀφεστῶτα ψαύειν μὲν τῆς ἕδρας, μὴ πιέζειν δὲ, καλέσας ἕδρην δηλονότι τὸ ὑποβεβλημένον τῷ ἀφεστεῶτι σώματι. καθόλου δὲ στηριχθῆναί τε καὶ ἑδρασθῆναι τὸ προσαγόμενον αὐτῷ. πρὶν μὲν γὰρ τοῦ ψαῦσαι τὴν ἀρχὴν οὐδ' ἂν ἑνωθείῃ τὸ μέρος ἕτερον ἑτέρῳ, ψαυσάντων δὲ ἀθλίπτως ἡ ἕνωσις γίνεται. πρόδηλον δὲ ὅτι τοὺς δεομένους κολλήσεως [795] κόλπους, οὐχ ἁπλῶς ἄν τις ἐπιδεῖν οὕτως συμβουλεύει. χρὴ γὰρ ἀφλεγμάντους πρότερον αὐτοὺς ποιῆσαι καὶ μετὰ ταῦτα καθαροὺς ἢ ξηρούς. εἰ δὲ καὶ σάρκες ἐκτετηκυῖαι τύχοιεν, ἀνατρέψαι πρότερον ἐκείνας. οὕτως οὖν οὐδὲ τὰ ῥήγματα καὶ θλάσματα τοῦ γένους τῶν ἑλκῶν τε ἅμα καὶ κόλπων ὄντα διὰ τῆς εἰρημένης ἐπιδέσεως εὐθὺς ἅμα τῷ γενέσθαι θεραπευόμενα, ἀλλ' ὅταν ἀφλέγμαντα καὶ ξηρὰ γένηται πρότερον, ἀμφοτέρων αὐτῶν ἔχειν ἔφην συνεχείας λύσις ἐν σαρκώδει μορίῳ γιγνομένη μετὰ τοῦ προσχεῖσθαί τι τοῦ αἵματος εἰς τὴν μεταξὺ χώραν, ὅπερ ἐστὶ κοινὸν ἀποστήματός τε καὶ κόλπου. ἄχρι μὲν οὖν ἀναστόμωτον ᾖ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν τὸ οὕτω διακείμενον μόριον, ἀφεστάναι μὲν γὰρ αὐτὸ λέγεται, τὸ δὲ κατ' αὐτὸ πάθος ἀπόστημα καλεῖται. στομωθέντος δὲ αὐτοῦ κατά τι μέρος, ὡς ἐκκριθῆναι τὸ περιεχόμενον ὑγρὸν, οὐκέτι ἀπόστημα τὸ πάθος, ἀλλ' ἤδη κόλπος ὀνομάζεται. τὰ τοιαῦτα οὖν ἅπαντα πάθη δεῖται μὲν ἀεὶ τῆς ἐπιδέσεως, οὐ μὴν ὁμοίας γε ἀεὶ, τῆς μὲν γὰρ φλεγμονῆς ἐν αὐτοῖς ὑπαρχούσης οὐδὲ ἐπιδέσεώς [796] ἐστι χρεία κατὰ πρῶτον λόγον, ὥσπερ οὐδὲ τῶν ἐμπυημάτων. κόλπου δὲ ἤδη γε γεγενημένου μὲν αὐτοῦ καὶ σεσαρκωμένου μετριωτάτης ἐπιδέσεώς ἐστι χρεία, οὐ ψαυούσης τῆς ἕδρας τὰ ἀφεστῶτα. χρὴ γὰρ ἐνίεσθαι διὰ τοῦ στομίου φάρμακα καθαίροντα καὶ ἀναστομοῦντα. κολλήσεως δὲ χρῄζοντος ὃ νῦν εἴρηκεν Ἱπποκράτης, ἐπίδεσις οἰκεία. ταῦτα ἀναγκαίως ἔγραψα, μή τις παρακούσας οἰηθῇ πάντας κόλπους οὕτως ἐπιδεῖν ἀξιοῦν τὸν Ἱπποκράτην. δέδεικται γὰρ ὡς οὐ πάντας, ἀλλ' ὅσοι μηδὲν ἔχουσιν ἅμα αὐτοῖς πάθημα μήτ' οὖν φλεγμονὴν μήτε σαρκὸς ἔκσηψιν μήτε ῥύπον μήτε χυμὸν ἐν αὐτοῖς συνεστῶτα μονοειδῆ αὐτοὶ καθ' ἑαυτοὺς ἐπιδείξεται μόνην τὴν ἑαυτῶν θεραπείαν. εἴρηται δέ μοι περὶ τῶν τοιούτων διορισμῶν ἱκανῶς ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν.

   ‑ ‑ ‑

[797]    κη΄. Ἐπιδεῖν τὰ μὲν ὀρθὰ ἐς ὀρθὸν, τὰ δὲ λοξὰ λοξῶς ἐν σχήματι ἀπόνῳ, ἐν ᾧ μήτε ἀπόσφιγξις μήτε ἀπόστασις ἔσται. ἐξ οὗ ὅταν μεταλλάσσῃ ἐς ἀνάληψιν ἢ θέσιν, οὐ μεταλλάξουσι, ἀλλ' ὅμοια ταῦτα ἕξουσι, μύας, φλέβας, νεῦρα, ὀστέα, εὔθετα, εὔσχετα.

   ‑ ‑ ‑

   Οὐ τὰ πεπονθότα μόρια τοῦ σώματος ὀρθὰ καὶ λοξὰ λέγει νῦν, ἀλλὰ τὰ ἀποστήματα, περὶ ὧν ποιεῖται τὴν διδασκαλίαν ἐπὶ παραδείγματος ἐξ αὐτῶν ἑνὸς τοῦ κόλπου. πάντως γὰρ οὗτος ἤτοι γε ὀρθός ἐστιν ἢ λοξὸς πρὸς τὸ μῆκος ἐν ᾧ γέγονεν. ὀρθὸν μὲν οὖν ἄκουέ μου τὸν κατάντη, λοξὸν δὲ τὸν μὴ τοιοῦτον. ὠνόμασε δὲ ὀρθὸν κόλπον οὗ τὸ μὲν στόμιον ἐν τοῖς κάτω μέρεσίν ἐστιν, ὁ δὲ πυθμὴν ἐν τοῖς ἄνω, λοξὸν δὲ οὗ πρὸς τὸ πλάγιον ἐκκλίνεται. γίγνονται δὲ δηλονότι καὶ τούτοις ἐναντίως διακείμενοι κόλποι· κάτωθεν μὲν ἔχοντες πυθμένα, τὸ στόμιον δὲ ἄνωθεν. ἀλλ' ἡμεῖς αὐτοὶ τούτους ἄρτι διαιροῦμεν κατὰ τὸν πυθμένα τῆς [798] ἐκροῆς τῶν ἰχώρων ἕνεκεν. εἰ δὲ φθάνοι τὸ στόμιον οὐκ ἀκριβῶς ἐν τοῖς κάτω μέρεσι τοῦ σώματος, ἀλλ' ἐν τοῖς πλαγίοις ὑπάρχον, ἐξευρίσκειν, ἐπιτήδειον δὲ σχῆμα τοῦ μορίου χρὴ καὶ τρόπον ἐπιδέσεως ἐκκρίνεσθαι τοὺς ἰχῶρας αὐτοῦ. τοσαύτη γὰρ ἐν τοῖς τοιούτοις ἐστὶν ἡ δύναμις τοῦ σχήματος, ὥσθ' ἡμεῖς πολλάκις τὸ δοκοῦν ἄνωθεν εἶναι στόμιον, ἐποιήσαμεν κάτωθεν ὑπαλλάξαντες τὸ σχῆμα. μηρὸν οὖν ἐν αὐτῷ κόλπον ἔχοντα, τὸ στόμιον μὲν ἔχοντα πλησίον βουβῶνος, τὸν πυθμένα δὲ ἐγγὺς τοῦ γόνατος ἰασάμεθα μετὰ σχήματος οὕτως, ὡς ὑψηλότερον εἶναι τὸ γόνυ τοῦ βουβῶνος. ἐγένετο δὲ τοῦτο ῥᾳδίως τε καὶ ἀνωδύνως ὑπαυχενίου μαλακοῦ κατὰ τὴν ἰγνύαν ὑποτεθέντος. οὕτω δὲ καὶ κατὰ γαστροκνημίαν κόλπους ἰασάμεθα, τὸ στόμιον ἔχοντας τῆς ἰγνύας πλησίον, ὑψηλότερον ἄκρον τὸν πόδα τῆς ἰγνύας καταθέμενοι. καὶ πῆχυν δ' ἀναβάντες ταινίᾳ κατὰ τὸν ὅμοιον τρόπον, ὡς ὑψηλοτέραν εἶναι καὶ ἄκραν τὴν χεῖρα ἀγκῶνος ἰασάμεθα πολλάκις ἔχοντα κόλπον. ἀγκῶνος δὲ πεπονθότος οὕτως, ὡς ἐπειλῆφθαι τὸν ἀμφ' [799] αὐτὸν κόλπον ἐκ μὲν τῶν ἄνω μερῶν τοῦ βραχίονος, ἐκ δὲ τῶν κάτω τοῦ πήχεος. ἐπιτηδειότατον σχῆμα τὸ νῦν εἰρημένον ἐστὶν, ἐν ᾧ ταπεινότερον ἑκατέρου τῶν ὀστῶν ἀγκὼν γίγνεται. λέγω δὲ ἑκατέρου πήχεος καὶ βραχίονος· καὶ δύο γε ἐπιδέσμοις ἐνταῦθα χρώμεθα, τελευτῶσι μὲν ἀμφοτέροις ἐπὶ τὸ κατ' ἀγκῶνα στόμιον, ἀρχομένοις δὲ ἀπὸ τῶν παθῶν, ἐὰν μὲν ἀκριβῶς ὀρθὸς ὁ κόλπος ᾖ τὴν ἐπίδεσιν ἀπαρέγκλιτον ποιήσεις. καθάπερ εἰ καὶ κατεαγὸς ἐπιδεῖς τὸ κῶλον, ἀποδεῖς τε ὁμοίως ἔχον. ἐὰν δὲ ἐγκεκλιμένον ἐστὶ πρὸς τὸ πλάγιον, ἡ ἐπίδεσίς σου τὴν ἔγκλισιν τοῦ κόλπου μιμείσθω καὶ τὸ σχῆμα μιμείσθω τοιοῦτος, ὡς ἐκρεῖν τοὺς ἰχῶρας· ἐν ᾧ δὲ ἂν μέλλῃς ἀποτίθεσθαι σχήματι τὸ πεπονθὸς μόριον, ἐν τούτῳ καὶ τὴν ἐπίδεσιν ποιοῦ, γιγνώσκων μεγίστην ἑπομένην βλάβην τοῖς μετεσχηματισμένοις. ἀναγκαῖον γὰρ ἐν αὐτοῖς ἔνια μὲν τῶν κεκυρτωμένων προσταλῆναι, ἔνια δὲ ὑψωθῆναι προσεσταλμένα. συμβήσεται οὖν ἐξ ἀνάγκης τὰ μὲν ὑψωθέντα θλίβεσθαι πρὸς τῶν ἐπιδέσμων, τὰ δὲ ταπεινωθέντα μὴ κρατεῖσθαι χαλασθέντων [800] αὐτῶν. ἐπὶ μὲν οὖν τῶν θλιβομένων τὴν ἀπόσφιγξιν εἶπεν ὁ Ἱπποκράτης, ἐπὶ δὲ τῶν κεχαλασμένων τὴν ἀπόστασιν ἐν σχήματι τοιούτῳ τὴν οἰκείαν τῷ κόλπῳ κελεύων ἐπίδεσιν ποιεῖν ἡμᾶς, ἐν ᾧ μήτε ἀπόστασις μήτε ἀπόσφιγξίς ἐστι, κατὰ τὴν ἀπόστασιν ἀναγκαζομένων πασχόντων μεταβάλλειν. ἐὰν γὰρ ἁπλῶς ἐν τῷ τῆς ἐπιδέσεως χρόνῳ μόνῳ φροντίσωμεν τῶν λοξῶν κόλπων, ἐπιδέσει λοξῇ καταβαλλέσθω ἐν σχήματι μὴ δυναμένῳ φυλαχθῆναι κατὰ τὴν ἀπόθεσιν ἢ κατὰ τὴν ἀνάληψιν ἐν τῇ καταλλαγῇ. τὰ μέν τινα τῶν ἐπιδεδεμένων μορίων ἀποσφιγχθήσεται, τὰ δὲ χαλαχθήσεται, ὀνομαστὶ δὲ αὐτὸς ἐδήλωσε τὰ τὴν θέσιν ἐν αὐτοῖς σχηματισμοῖς ὑπαλλάττοντα μόρια μύας εἰπὼν καὶ φλέβας καὶ νεῦρα καὶ ὀστᾶ. ταῦτα γάρ ἐστι τὰ τὸν ὄγκον τοῦ σώματος ἐργαζόμενα, φλέβας ἀκουόντων ἡμῶν κατὰ τὸ παλαιὸν ἔθος οὐ μόνον ταύτας τὰς νῦν ὀνομαζομένας, ἀλλὰ καὶ τὰς ἀρτηρίας. οὗτος μὲν οὖν ὁ νοῦς ὅλης τῆς ῥήσεώς ἐστιν. αἱ δὲ κατὰ μέρος ἐν αὐτῇ λέξεις οὐ πάνυ μὲν ἀσαφεῖς [801] εἰσιν, ἄμεινον δὲ αὐτὰς ἴσως ἐξηγήσασθαι διὰ βραχέων. ἀνάληψιν μὲν ἐπὶ χειρὸς ὀνομάζει τὴν μετὰ τὴν ἐπίδεσιν ἀπόθεσιν αὐτῆς ἐν πλατείᾳ ταινίᾳ παραλαμβανούσῃ πάντα τὸν πῆχυν, θέσιν δὲ τὴν ἐπὶ τοῦ σκέλους. εὔδηλον δὲ ὅτι καὶ ἡ ἀνάληψις ὑποπέπτωκε τῷ γένει τῷ τῆς θέσεως σημαινομένῳ καὶ τῷ νῦν ἐπὶ τῷ τέλει τῆς ῥήσεως. εὔθετα μὲν ὠνόμασε τὰ καλῶς ἀποτιθέμενα, εὔσχετα δὲ τὰ καλῶς ἀναλαμβανόμενα, τὸ μὲν πρῶτον ὄνομα κατὰ τῶν σκελῶν, τὸ δὲ δεύτερον κατὰ τῶν χειρῶν ἐπιφέρων.

   ‑ ‑ ‑

   κθ΄. Ἀναλελῆφθαι δὲ ἢ κέεσθαι ἐν σχήματι ἀπόνῳ τῷ κατὰ φύσιν. ὧν δὲ ἂν ἀποστῇ τἀναντία.

   ‑ ‑ ‑

   Οὐκ ἄλλο μέντοι τὸ ἄπονόν ἐστιν, ἄλλο δὲ τὸ κατὰ φύσιν, ἀλλ' ἓν καὶ τὸ αὐτὸ συμβέβηκεν ἀμφοτέρῳ κατὰ φύσιν τε εἶναι καὶ ἀπόνῳ. τί ἔστι τοῦτο λέλεκται [802] μὲν καὶ ἐν τῷ περὶ ἀγμῶν ἱκανῶς ὑπ' αὐτοῦ, δηλώσεται δὲ καὶ νῦν ἐπὶ προήκοντι τῷ βιβλίῳ. ὧν δὲ ἂν ἀποστῇ τἀναντία. τινὲς μὲν ἔγραψαν, ὧν δ' ἂν μὴ ἀποστῇ, προσθέντες ἀπόφασιν τὴν μὴ, καί φασιν ὧν μὴ ἀποστῇ τι τῶν προειρημένων κατὰ λόγον τῆς ἐπιδέσεως, ὧν δ' ἂν ἀποστῇ τὸ ἐναντίον. τοίνυν ὁ προειρημένος ἦν ἄρχεσθαι μὲν ἀπὸ τοῦ ὑγιοῦς, τελευτᾷν δὲ ἐπὶ τὸ ἐκλύοντα τὴν πίεσιν. ὁ ἐναντίος ἄρξεται μὲν ἀπὸ τῶν ἡλκωμένων καὶ κατεαγότων, ἀναβήσεται δὲ πρὸς τὴν κάτω χώραν ἐκλύων τὴν ἐπίδεσιν. ὅσοι δὲ ἄνευ τῆς ἀποφάσεως γεγραμμένην τὴν λέξιν ἐξηγοῦνται, φασὶ κελεύειν αὐτὸν ὧν δ' ἂν ἀποστήσεται προσεσταλμένα, βουλόμεθα παρὰ φύσιν ἢ καὶ συμβεβηκότα τὸν εἰρημένον τρόπον τῆς ἐπιδέσεως ὑπαλλάττειν. καὶ ὅτι μὲν οὖν τὰ καλῶς συμφύντα διαστῆσαι βουλόμενοι, καθ' ὁντιναοῦν τρόπον ἀλλήλοις συνεληλυθότα μὴ προσήκοντος, ἐναντίου τρόπου δεόμεθα, πρόδηλόν ἐστι. καὶ μέντοι μὲν ὅτι πολλὰ τῶν μεγάλων τραυμάτων, ἐφ' ὧν τὸ βάθος ἀκόλλητον [803] ἔμεινε τοῦ δέρματος κολληθέντος ἢ συνῆλθεν ἀλλήλοις ἐνδιπλούμενα τὰ χείλη. κατάγματα δ' ὅτι τοῦτ' ἀφ' ὧν ἐκλίθη πρὸς τὸ βάθος τὰ πέρατα τοῦ κατεαγότος, ἀνάλογον τοῖς ἐπὶ τοῦ δέρματος χείλεσιν ἀποστῆναι δεῖται τὰ συνεληλυθότα καὶ τοῦτο πρόδηλον παντί. καὶ μέντοι καὶ ὅτι κατ' ἐκεῖνα τῶν ὀστῶν συμβαίνει τὸ εἰρημένον, ὅσα καὶ ἐν τούτοις κοιλότητας ἐντὸς ἑαυτῶν ἢ σήραγγας ἀξιολόγους ἔχει καὶ γιγνώσκομεν αὐτὰ καθ' ἑαυτὰ χρήσιμα ταῦτα, ὡς δὲ κακῶς εἰρημένα νῦν μέμψαιτ' ἄν τις. τῇ γὰρ προκειμένῃ λέξει συμφωνίαν οὐδεμίαν ἔχει. γέγραπται γὰρ ἐν αὐτῇ, ὧν δὲ ἂν ἀποστῇ τὰ ἐναντία. οὐ ταὐτὸν δὲ σημαίνεται πρὸς τῆς, ὧν δ' ἂν ἀποστῇ καὶ πρὸς τῆς ὧν δὲ ἀποστῆσαι θέλει λέξεως. ἐχρῆν οὖν αὐτοὺς, ὥσπερ οἱ πρότεροι τὴν ἀπόφασιν προτιθέντες τοῦ ἀποστῆσαι τὴν λέξιν ὁμολογοῦσαν. εἰργάσατο τῇ σφετέρᾳ δόξῃ οὕτως αὐτοὺς μεταγράψαντες αὐτὴν ἐξηγήσασθαι καθὼς βούλονται. γεγραμμένης δ' ὡς νῦν γέγραπται, τὴν ἐξήγησιν ἀλλοτρίαν ἐποιήσαντο. [804] μὴ τοίνυν ἐν τῇ προκειμένῃ λέξει σε περὶ ὧν ἀποστῆσαι βουλόμεθα διδάσκει. ἐρεῖ γὰρ περὶ τούτων ἐφεξῆς. ἀλλὰ περὶ τῶν ἀφισταμένων, οὐδέπω ἀφεστώτων τελέως ἢ καὶ τελέως μὲν ἀφεστώτων, οὐ μὴν εἰς κόλπον γε μεθεστώτων ἤδη. δεῖται γὰρ ταῦτα πρώτης μὲν τῆς ἀνωδύνου καὶ πεπτούσης τὸ διαπυΐσκον ἀγωγῆς. ἐπεὶ δ' ἂν ἐκπυήσῃ στομώσεως εἰς ἔκκρισιν, εἶτ' ἐφεξῆς εἴ τι φλεγμονῆς ἐν τοῖς περιέχουσι τὸ ἐκκριθὲν ὑγρὸν ὑπολείπεται, αὐτὸ ἐξιάσασθαι καὶ μετὰ ταῦθ', ὡς ἔφην, ἀντιξηρανθῆναί τε καὶ σαρκωθῆναι, κἄπειθ' οὕτως κολλᾶσθαι καταλειφθέντος αὐτοῦ μόνου τοῦ κόλπου μηδενὸς ἐζευγμένου παθήματος αὐτῷ. μήτ' οὖν φλεγμονῆς μήτε ῥύπου μήτε ὑγρότητος περιττῆς μήτ' ἐνδείας σαρκῶν. οὐδὲν οὖν θαυμαστὸν, εἰ τἀναντία συμβουλεύει πράττειν ἐπὶ τῶν ἀφισταμένων. ὅστις γὰρ ὡμίληκε μὴ κατὰ τὸ πάρεργον τοῖς ἔργοις τῆς τέχνης, οἶδεν ἐπὶ τῶν πεφθῆναι δυναμένων ἀποστάσεων οὔτ' ἐκκρίνεσθαί τι τοῦ διαπυΐσκοντος χυμοῦ ἀσύμφορον. ἄμεινόν τε [805] γὰρ θᾶττον ἔνδον αὐτῷ μένοντι συμβάλλειν τὸ λοιπὸν, οὐδ' ὅλως ἐπιδέσεως χρῇζον τὸ πεπονθὸς, ὅσον ἐπὶ τῷ πάθει. παραλαμβάνεται γὰρ ἐπ' αὐτὸ ἐπίδεσις, οὐχ ὡς αὐτὴ δυναμένη θεραπεύειν, ἀλλ' ὡς τοῖς θεραπευομένοις ὑπηρετοῦσα. διαφέρει τοίνυν ἡ τῶν ἀφεστώτων θεραπεία τῆς τῶν κόλπων ὅλων· τῶν γειτνιώντων μὲν γὰρ οὐδὲν ὑγρὸν ἐκρεῖν ἄχρι περ ἂν πέττηται συμφέρει, τῶν κόλπων δὲ ἐκκρῖναι πάντως, μηδὲν ἔνδον ὑπολείπεσθαι καὶ τούτων μὲν μηδὲν ὅλως εἶναι στόμιον, ἐπὶ δὲ τῶν κόλπων εἶναί τε καὶ ἀνεῷχθαι καὶ ταῦτα μὲν ἀφιστάμενα διὰ καταπλασμάτων ὑγραινόντων τε καὶ θερμαινόντων πέττεσθαι. τοὺς κόλπους δὲ διὰ ἰσχυρῶς ξηραινόντων καὶ καθαιρόντων, καθαροὺς καὶ ξηροὺς γίνεσθαι· ἔτι δὲ τοὺς μὲν κόλπους τὴν μὲν εἰρημένην ἐπίδεσιν ἰᾶσθαι, τὰ δὲ ἀφιστάμενα μηδὲ ἄλλως τοῖς ἰωμένοις ὑπηρετοῦσαι, ὑπ' αὐτῶν τὴν ἐπίδεσιν παραλαμβάνομεν. Ἀσκληπιάδης δὲ ἐπὶ τῆς ἐπιδέσεως ἀκούων τούτων, ὧν δὲ ἂν ἀποστῇ τὰ ἐναντία τὴν ὅλην διάνοιαν εἶναι βούλεται. ἂν δὲ ἐπιδεῖν ἐν σχήματι, ἐν ᾧ μήτε ἀπόσφιγξις [806] μήτε ἀπόστασις ἔσται, τοῦτο δ' ἐστὶν ἅπαν κατὰ φύσιν. ἐφ' ὧν δὲ ἂν ἡ ἐπίδεσις ἀποστῇ, ἐπὶ τούτων τἀναντία πρᾶττε, τουτέστιν ἐν τῷ ἐναντίῳ σχήματι τὴν ἐπίδεσιν ποιοῦ. καὶ γράφει κατὰ λέξιν οὕτως· ἐν ᾧ σχήματι τοῦ μέρους ἐπιτιθέντος σχήματος ἐπίδεσμος ἀποστῇ, τῷ ἐναντίῳ τούτῳ σχήματι τὴν ἐπίδεσιν ποιοῦ. οἷον ἐκτεταμένου τοῦ ἀγκῶνος, ἐπειδὰν ὁ βραχίων καταδεθῇ, ὁ ἐπίδεσμος οὐ μένει, ἀλλ' ἀφίσταται, τοὐναντίον σχῆμα τῇ ἐκτάσει κατασκευάσας· ἐπεὶ δὲ τουτέστι κάμψας τὸν ἀγκῶνα ἐπίδει πάλιν. ἐπεὶ κατὰ φύσιν μὲν σχῆμα τοῖς σκέλεσίν ἐστι τὸ ἐκτεταμένον, ἐὰν καὶ κεκαμμένων τῶν σκελῶν ἐπιδήσας ἐκτεῖναι κελεύσῃς, μεταβάντων τῶν μυῶν εἰς ἄλλους τόπους ὁ ἐπίδεσμος ἀποστήσεται ἀπ' ἐκείνων, ἀφ' ὧν μύες ἀπεχώρησαν, τὸ ἐναντίον σχῆμα τοῦ κατακεκαμμένου ποιήσας, ἐπειδὴ τουτέστιν ὁ ἐκτείνας τὰ σκέλη ἀποδεῖν, ὅπερ καὶ κεῖσθαι μέλλει σχήματι. καὶ ταῦτα μέν σοι κατὰ τοῦ Ἀσκληπιάδους· ἐμοὶ δὲ καιρὸς ἤδη μεταβαίνειν ἐφ' ἑτέραν ῥῆσιν.

   ‑ ‑ ‑

[807]    λ΄. Ὧν δ' ἂν ἐκπεπταμένα συστεῖλαι, τὰ μὲν ἄλλα τὰ αὐτὰ ἐκ πολλοῦ δέ τινος δεῖ τὴν συναγωγὴν καὶ ἐκ προσαγω   γῆς τὴν πίεξιν τὸ πρῶτον ἥκιστα, ἔπειτα ἐπὶ μᾶλλον, ὅριον τοῦ μάλιστα τὸ συμψαύειν.

   ‑ ‑ ‑

   Ἀναμνησθῶμεν εἰπεῖν κεφαλαίων ἐξεπίτηδες ὡς γίγνεσθαι κατὰ τὴν λέξιν ἧς ἀρχή· ἐπίδεσις μὲν αἰτίη, ὥστε τὰ ἀφεστεῶτα προστεῖλαι. ἄχρι δεῦρο λελεγμένων αὐτῷ μνημονεύσωμεν· οὕτως γὰρ ὑπακουσόμεθα καὶ τοῦ λείπειν ἐν τῇ προκειμένῃ ῥήσει δοκοῦντος, ὥστε καὶ προστεθέντος αὐτοῦ τὴν λέξιν τοιάνδε· ὧν δὲ ἂν ἐκπεπταμένα συστεῖλαι δέῃ, τὰ μὲν ἄλλα ἃ πράξομεν· ἐκ πολλοῦ δὲ τὴν προσαγωγὴν ποιησόμεθα καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς εἶπεν. ἐκπεπταμένα δὲ ἀκουστέον ὑπ' αὐτοῦ λέγεσθαι τὰ μετὰ τοῦ διεστάναι πλέον ἢ προσῆκεν ἀλλήλων ἐκπεπταμένα κατὰ [808] τῆς σαρκὸς ἑκάτερον χεῖλος, ὡς ἐπὶ τραυμάτων ὁρᾶται γιγνόμενον, ἐνίοτε φλεγμῆναν ἰσχυρῶς. ὅταν γὰρ ἡ διαίρεσις τῆς σαρκὸς ἄχρι πολλοῦ γένηται βάθους, ἐγκαρσίου τοῦ μυὸς τμηθέντος, εἶθ' ἡ μὲν κόλλησις καὶ σύμφυσις μὴ τεχθῇ, φλεγμονὴ δὲ ἐπιγένηται μεγάλη, δι' ἣν τὸ δέρμα τεινόμενον ἑκατέρως τὸ συνεχὲς αὐτῷ χεῖλος ἐπισπάσηται κατὰ ἀμφότερα μέρη τὸ ἐκπεπταμένον γένηται. τοιαύτην δὲ ἰδίαν ἴσχει καὶ χείλη φλεγμήναντα καὶ βλέφαρα καὶ πόσθη, καὶ μέντοι καὶ πιεσάντων τινῶν τὸ τῆς κεφαλῆς δέρμα πρὸς ἀνάτρησιν ἐπιτηδείως γιγνομένη φλεγμονὴ τὴν τῶν ἐκπεπταμένων ἰδίαν εἰργάσατο. καὶ μάλιστά γε τοῦτο συμβαίνει πολλάκις, εἰ πιέσαντες τὸ δέρμα τὴν ἐν τῷ μέσῳ τῶν χειλῶν χείραν μοτοῖς πληροῦμεν. οὔτε δὲ κἀπὶ τῆς ἐγκαρσίας τομῆς τῶν μυῶν ἄχρι βάθους γιγνομένης ἐνίοτε πράττομεν ἢ δι' αἱμοῤῥαγίαν ἐνθέντες ὀθόνας τιλτὰς, ἃς ὀνομάζουσι μοτοὺς καὶ τῷ δεδιέναι συμφῦναι μὲν τὸ δέρμα· τὰ δὲ ἐσπασμένα μόρια τοῦ μυὸς ἑκατέρως μὴ κολληθῆναι. τὰ τοιαῦτα οὖν πάθη πάντα δεῖται μὲν [809] καὶ τῆς ἄλλης θεραπείας τῆς ἰωμένης τὴν φλεγμονὴν, ἀλλ' οὐ πρόκειται νῦν ἁπάντων αὐτῷ παθῶν ἁπάσας γράφειν θεραπείας, ἀλλὰ τὰς χειρουργίας ἰδίως ὀνομαζομένας. ἡ τοίνυν ἡ τῶν ἐκπεπταμένων ἐπίδεσις τὰ μὲν ἄλλα ἔχει τὰ αὐτὰ τῶν ἀφεστώτων. ἄρχεται γὰρ ἐκ τῶν ὑγιῶν καὶ κατ' ὀλίγον ἥκει πρὸς τὴν φανερὰν ἕλκωσιν ἔχον δέρμα. διαφέρει δὲ ἐν τῷ πόῤῥωθεν ἄρχεσθαι μᾶλλον τῆς τῶν ἀφεστώτων, ἀποτείνειν τε τὴν πίεσιν ἄχρι τῶν ἐκπεπταμένων μορίων. ἐπὶ γοῦν τῶν κόλπων ἐπίδεσιν ἐκ τοῦ πυθμένος αὐτῶν ἤρθη. τὴν δὲ τῶν ἐκπεπταμένων ἐκ τῆς οἷον ῥίζης αὐτῶν ἄρχεσθαι προσῆκον, ἀλλὰ πόῤῥωθεν ἐκ τῶν ὑγρῶν ἐπάγειν τὸ δέρμα κατὰ βραχὺ πρὸς τὴν ἕλκωσιν, οὐ κελεύοντα τὴν ἐπίδεσιν τῶν ἑλκῶν, ἀλλ' ἐπιτείνοντα κατὰ βραχὺ τὴν πρώτην ἑαυτῶν περιέλιξιν ἐκ περιτροπῆς τοῦ δέρματος πιέσεως ποιεῖσθαι. μετὰ ταῦτα δὲ ἐπὶ μᾶλλον. ἔνιοι μὲν ἐπὶ μιᾶς ἐνεργείας ἤκουσαν, ἔνιοι δὲ ἐπὶ πλειόνων· ἐπὶ μιᾶς μὲν οὖν εἰ ἀκούοιμεν τοῦ πρώτου ὀνόματος, ἡ τῆς ἐπιδέσεως [810] ἀρχὴ δηλωθήσεται. ἐὰν δὲ ἐπὶ πλειόνων, τὴν πρώτην ἐπίδεσιν ὅλην δηλώσει τὸ πρῶτον ὄνομα. ἀληθὲς δέ ἐστιν ἑκάτερον, ἄλλοτε ἐπ' ἄλλης διαθέσεως οὐκ εἴδει διαφερουσῶν, ἀλλὰ μεγέθει. τὴν μὲν γὰρ ἐπιεικεστέραν ἐκτροπὴν καὶ διὰ μιᾶς ἐπιδέσεως, εἰ τὸ κατὰ φύσιν ἄγειν πειρώμεθα, τὴν μείζονα δὲ οὐ βιαζόμεθα κατὰ τὴν πρώτην ἐπίδεσιν. ἐπικρατεῖν γὰρ ἐν τῷ τότε καιρῷ χρῆσις τῆς φλεγμονῆς θεραπείαν, οὐ τὴν ἐκ τῶν ἐκπεπταμένων ἐπανόρθωσιν. ἐπὶ δὲ τῷ τέλει τοῦ λόγου διὰ τοῦτο προσέθηκεν, ὅριον τοῦ μάλιστα τὸ ξυμψαύειν. ἐπεὶ δὲ δύναταί τις ἐπὶ πλέον ἀλλήλοις τὰ συνεστῶτα συνάγειν ἢ ὥστε ψαῦσαι μόνον, ἀλλὰ τὰ οὕτως συναχθέντα θλᾶται ἀνάλληλα καὶ ὀδύνην ἐργάζεται καὶ τὰς φλεγμονὰς αὐτῶν αὐξηθήσεται. χρὴ τοίνυν ἄχρι τοῦ ψαῦσαι συνάγειν ἀλλήλοις τὰ ἐκπεπταμένα, οὐ προσωτέρω δὲ τοῦδε. γέγραπται δὲ διχῶς ἡ λέξις ἥδε, κατὰ τινὰ μὲν τῶν γραφῶν ὅριον τοῦ μάλιστα καὶ ταύτην γε ὁ Ἀσκληπιάδης οἶδε τὴν γραφὴν, ἐν ἄλλοις δὲ οὔτε ὅριον τοῦ μᾶλλον [811] τὸ συμψαύειν, καὶ ἔστιν ὥσπερ ἀμείνων, οὕτω καὶ παλαιοτέρα ἡ διὰ τοῦ μάλιστα γραφή.

   ‑ ‑ ‑

   λα΄. Ὧν δὲ συνεσταλμένα διαστεῖλαι σὺν μὲν φλεγμονῇ τἀναντία, ἄνευ δὲ ταύτης παρασκευὴ μὲν τοιαύτη, ἐπιδέσει δὲ ἐναντίη.

   ‑ ‑ ‑

   Τὰ συνεσταλμένα τοῖς ἐκπεπταμένοις ἐναντίως διάκειται· τῶν μὲν γὰρ ἐκπεπταμένων τὰ χείλη πλεῖστον ἀλλήλαις κεχώρισται πρὸς τοὺς ἐναντίους τόπους, ὥστε τὸ ἕτερον ἐπὶ τὸ δεξιὸν ἀποκεχωρηκὸς εἴη, τὸ λεῖπον ἐπὶ τὴν ἐν ἀριστεροῖς χώραν μεθίσταται. τούτοις δ' ἔμπαλιν τὰ συνεσταλμένα προσελήλυθεν ἀλλήλοις οὕτως, ὡς ἤτοι τὸ ἕτερον ἐπικεῖσθαι θατέρῳ ἢ οἷον δεδηλῶσθαί πως ἑκάτερον ἢ πεπρᾶχθαι, καθάπερ τὰ ἑλισσόμενα. καὶ συμβαίνει ἐνίοτε διὰ τὴν φλεγμονὴν καὶ τοῦτο γίγνεσθαι παραπλησίως τῷ ἐναντίῳ παθήματι, καθ' ὃ πλεῖστον ἀλλήλων ἀπῆχθαι πρὸς τὰ ἐναντία [812] τὰ τῶν ἐκπεπταμένων σωμάτων μόρια. θαυμαστὸν δὲ οὐδὲν ἐν πάθει τὴν φλεγμονὴν ἐναντίῳ τούτων εἶναι συμπτωμάτων γενητικήν. οὐ γὰρ ἐν τοῖς μέρεσι μεγάλως φλεγμαίνουσι τῶν ἐκπεπταμένων τε καὶ συνεσταλμένων μορίων ἀμφότερα γίγνεσθαι πέφυκεν. ἐπὶ γοῦν ὀφθαλμῶν ἐναργῶς ὁρᾶται, τοῦ μὲν περὶ τοῖς βλεφάροις ἔξωθεν δέρματος μεγάλως φλεγμήναντος καὶ μέχρι πλείονος, ὡς ἐπιλαμβάνειν τι καὶ τοῦ πλησιάζοντος χωρίου, γιγνόμενον ἐπὶ τῆς φλεγμονῆς ἐκτρέπεσθαι τὸ βλέφαρον. ὅταν δὲ μετρίως μὲν ἔχει τὸ δέρμα φλεγμονήν· εἰ δὲ μεγάλως ὁ ἔνδον ὑμὴν ὁ μέχρι τῆς ἴρεως ἐκτεταμένος ἐκλείπεται, τότε συμβαίνει τὸ βλέφαρον εἴσω. κἀπειδὰν ἀμφοτέροις αὐτοῖς τοῦτο συμβεβήκει, φίμωσις ὀνομάζεται τὸ πάθος, οὐ δυναμένου διοῖξαι τοῦ κάμνοντος οὕτω τὸν ὀφθαλμόν. ὁ δ' αὐτὸς τρόπος τοῦ παθήματος ἐνίοτε καὶ περὶ τὰ χείλη γίγνεται καὶ πόσθην καὶ ἕδραν, καὶ ἥ γε αἰτία καὶ τούτων ἡ αὐτή. τὰ μὲν γὰρ ἔξωθεν αὐτῶν μέρη φλεγμήναντα σφοδρῶς ἐκτρέπεται, συμβαίνει δὲ τὰ αὐτὰ παθήματα καὶ περὶ τὰ τῶν γυναικῶν [813] αἰδοῖα. ἀνάλογον δὲ τούτοις συμβαίνει γίγνεσθαι καὶ περὶ τὰ τραύματα καὶ περὶ πάντα ὁπωσοῦν ἡλκωμένα. τῶν μὲν γὰρ ἔξωθεν μερῶν φλεγμαινόντων ἐκτρέπεται τὰ χείλη τῶν ἑλκῶν καταπίπτοντα πρὸς τὴν ἔσω χώραν. ἄτροφα δὲ εἶναι καὶ λεπτὰ τηνικαῦτα ἀναγκαῖόν ἐστι τὰ αὐτὰ χείλη καὶ πλαδαρά. πρὸς οὓς ἄρα γε. πῶς γὰρ ἂν ἄλλως, εἰ μή τις ὑπάρχῃ, πρὸς τὴν ἔσω χώραν ἑτοίμως καταφέροιτο; αὐτῶν δὲ ἔνδον μερῶν ἔνδεια καὶ δι' ἀτροφίαν φθινώδη καὶ διὰ χειρουργίαν ἀμέτρως ἐκκόψασαν τὴν ὑποκειμένην σάρκα καὶ διὰ σηπεδόνα διαφείρασαν αὐτὰ συμβαίνει. τὰς μὲν οὖν τοιαύτας διαθέσεις ἐπίδεσις ὠφελεῖ προσηκόντως γιγνομένη· τὰς δὲ διὰ φλεγμονὴν κατὰ μὲν τὸν ἑαυτῆς λόγον οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτει βαρύνουσα. διότι δὲ τοῖς ἰωμένοις τὴν φλεγμονὴν φαρμάκοις ὑπηρετεῖ, διὰ τοῦτο ἀναγκαία γίνεται. κατὰ τοῦτο οὖν ὁ Ἱπποκράτης εἶπε τὰ συνεσταλμένα μόρια σὺν μὲν φλεγμονῇ τἀναντία πραττόντων ἡμῶν ὀνίνησιν, ὅπερ ἐστὶ φεύγοντας ἐπίδεσιν. ὅτι μὴ διὰ μεγάλην ἀνάγκην ἕνεκα τοῦ κατασχεῖν τινα τῶν [814] ἐπικειμένων τοῖς φλεγμαίνουσι μορίοις, ὡς ἀφ' ὧν γε ἐλπίζομεν ἐπιμεῖναι ταῦτα δύνασθαι χωρὶς ἐπιδέσεως, οὐδ' ὅλως ἐπίδεσμον τοῦ κρατῆσαί τι τῶν ἐπικειμένων προσφέρομεν αὐτὸν ἐκλεπτοτάτων τε καὶ κουφοτάτων ὀθονίων ποιούμεθα, καθόσον οἷόν τε περιβολαῖς ἐλαχίσταις ἢ καὶ μόνῃ μιᾷ· τοῦτο δὲ αὐτὸ τοὺς πολλοὺς ἰατροὺς ἔλαθεν ἐπιθέντας ἔξωθεν ἐπ' οἶδος τοῖς φλεγμαίνουσι καταπλάσματά τε παχέα καὶ ῥάκη σκληρὰ καὶ βαρέα καὶ ἔρια πολλὰ καὶ πλῆθος ἐπιδέσμων, ἅτινα πάντα κατὰ τὸν αὐτὸν ἐναντιώτα ταῖς φλεγμοναῖς ἐστι μεγάλως ὑπὸ τῶν φλεγμαινόντων βλαπτομέναις. ἐὰν μέντοι χωρὶς φλεγμονῆς τὰ συνεσταλμένα γένηται, τὴν μὲν τῶν ὀθονίων παρασκευὴν τὴν αὐτὴν τῇ ἔμπροσθεν εἶναι κελεύει, τὴν δὲ ἐπίδεσιν ἐναντίαν τῇ τῶν ἐκπεπταμένων. εἴπερ οὖν ἐκείνην ἐποιησάμεθα τὴν ἀρχὴν τῶν ἐπιδέσμων, ἀναγόμενοι πόῤῥωθεν ὑπὸ τῶν ὑγρῶν, ἐπανάγοντες δὲ ἐκ περιτροπῆς τοὺς ἐκπεπταμένους αὐτοῖς καὶ κατὰ βραχὺ τὴν πίεσιν αὐξάνοντες, τὴν τῶν συνεσταλμένων ἀπὸ τοῦ πεπονθότος ἀρχόμενοι περιτρέπομέν τε καὶ ἀπάξομεν ἐπὶ τὴν πέριξ [815] χώραν τὸ δέρμα. προσθεῖναι χρὴ ἐνταῦθα τὸ παραλελειμμένον ὑφ' Ἱπποκράτους. οὐ γὰρ προὔκειτο πᾶσαν αὐτῶν τῶν παθῶν ὧν μνημονεύει θεραπείαν γράφειν, ἀλλὰ μόνην τὴν χειρουργίαν. ἐγὼ δὲ, ἵνα τέλειος ὁ λόγος ᾖ, προσθήσω τὸ εἰπών· ὅταν τι τῶν, ὡς εἴρηται, συνεσταλμένων ἐκτρέπωμεν, ἀναπληρῶσαι χρὴ τὴν ὑποκειμένην χώραν, εἰς ἣν καταπέπτωκε τὰ χείλη, μοτοῖς ἢ φαρμάκῳ τῷ προσήκοντι, μέχρις ἂν ἰσόπεδα γένηται τῷ πέριξ δέρματι τὰ συνεσταλμένα σώματα, κἄπειτα οὕτω τὴν εἰρημένην ἐπίδεσιν ποιεῖσθαι.

ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ ΚΑΤ' ΙΗΤΡΕΙΟΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Γ.

[816]   α΄. Διεστραμμένα δὲ διορθῶσαι· τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ, δεῖ τὰ μὲν ἐπεληλυθότα ἐπαγαγεῖν ὑποδέσει, παρακολλήσει, ἀναλήψει, τὰ δὲ ἐναντία ἐναντίως.

   ‑ ‑ ‑    Αἱ διαστροφαὶ γίνονται ποτὲ μὲν ἀποχωροῦντός τινος ἐκ τῆς ἰδίας ἕδρας ἐπὶ τὰ ἐκτὸς τοῦ σώματος, ποτὲ [817] δὲ ἐπελθόντος εὐρυχωρίᾳ τινὶ τῶν ἔνδον τοῦ σώματος, οἷον ἐπὶ τῆς ῥινός. ἐὰν μὲν εἰς τὴν ἐκτὸς χώραν ἤτοι τῶν ὀστῶν αὐτῆς ἢ καὶ τῶν πτερυγίων ἀποχωρῇ τι, διαστροφὴ γίνεται πρὸς τοὐκτὸς, ἐὰν δὲ εἰς τὸν ἔνδον πόρον ἀφίκηται, διαστρέφεται πρὸς τοῦτον ἡ ῥίς. ἀνάλογον δὲ κἀπὶ τῶν ἄλλων μορίων διαστροφαὶ γίνονται. δηλονότι κἀπὶ τούτων ὁ κοινὸς ἅπασι σκοπὸς τῆς θεραπείας ἐνδείξεται τὰ βοηθήματα. κοινὸς δὲ πᾶσιν ἦν σκοπὸς τἀναντία τῶν ἐναντίων ἰάματα, ὥστε καὶ νῦν τὰ μὲν ἀπεληλυθότα προσακτέον ἐστὶ καὶ δι' ἄλλων μὲν τῶν βοηθημάτων, ὑπὲρ ὧν οὐ πρόκειται λέγειν, ἀτὰρ οὖν καὶ δι' ἐπιδέσμων. αὐτὸς δὲ εἶπον τοὺς ἐξ ἐπιδέσμων τόπους εἰς ταῦτα χρησίμους. ἐπίδεσιν μὲν, ὡς καὶ πρόσθεν αὐτὸς ἔγραψεν, ἐπί τε τῶν ἀφεστώτων καὶ ἐκπεπτωμένων καὶ συνεληλυθότων, ἀνακόλλησιν δὲ, ὡς ἐν τῷ περὶ ἄρθρων, ἐπὶ ῥινὸς καὶ γένυος, ἀνάληψιν δὲ ὡς ἐν τῷ περὶ καταγμάτων, ἔνθα φησίν· ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω καταγῇ ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχει ἀναλελαμμένην. τυγχάνει δὲ ἡ ταινίη κατὰ [818] τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτον ἀνάγκη τὸ ἕτερον ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος. ἢν δὲ κατεαγότων τῶν ὀστέων οὕτως ἄκρην τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχει καὶ περὶ τὸν ἀγκῶνα, ὁ δ' ἄλλος πῆχυς μὴ μετέωρος εἴη, οὗτος εὑρεθήσεται τὸ ὀστέον εἰς τὸ κάτω μέρος διεστραμμένον ἔχον. χρὴ οὖν ἐν τῇ ταινίῃ πλάτος ἐχούσῃ μαλθακῇ τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰωρέεσθαι. ἡ ῥῆσις οὖν αὕτη μοχθηρὰν ἀνάληψιν, ἥτις διαστροφὴν ἐργάζεται διδάσκουσα καὶ τὴν τῶν διεστραμμένων ἴασιν ἐνδείκνυται. φέρε γάρ τινι διεστράφθαι πρὸς τὸ κάτω τὸν πῆχυν, ἀναληψόμεθα τοῦτο ὑποθέντες αὐτῷ πρὸς τὸ κάτω ταινίαν στενήν. εἰ δὲ πρὸς τὰ ἄνω διεστραμμένος εἴη, τὴν πρὸς τὰ κάτω διαστρέφουσαν ἀνάληψιν παραληψόμεθα, καθ' ἣν τὰ μὲν πρὸς τῷ καρπῷ καὶ τῷ ἀγκῶνι μόρια ταινία ἔχει, τὸ δὲ μεταξὺ ἀστήρικτόν ἐστιν, ὥσπερ γε καὶ εἰ ἐν τῷ καρπῷ διαστροφὴ γένοιτο πρὸς τὰ ἄνω, τὴν ἐπὶ τὰ κάτω διαστρέφουσαν ἐπίδεσιν προσάξομεν, [819] ἥτις συνέχουσα τὰ πρὸς ἀγκῶνα τὸ πρὸς τῷ καρπῷ πέρας ἀστήρικτον ἀπολείποι. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς πρὸς ἀγκῶνα διαστροφῆς πρὸς τὴν ἄνω τὴν ἀνέδραστον μόνον τοῦτον καταλιποῦσαν ἀνάληψιν προσάξομεν, ἥτις τόπῳ διεστραμμένῳ αὐτὴ διέστρεφεν εἰς τὰ κάτω. συνελόντι δὲ εἰπεῖν, εἴ τινα μήπω διεστραμμένα διαστρέφουσιν, αὐτὰ τὰ πρὸς τὸν ἐναντίον τρόπον διεστραμμένα κατευθύνουσι. ἀνάλογον δὲ τούτοις ἁμαρτάνεται καὶ κατορθοῦται κατὰ κνήμην καὶ μηρὸν ἐν ταῖς ὅλου τοῦ σκέλους θέσεσιν. ὅπερ γὰρ ἐπὶ χειρὸς ἀνάληψις, τοῦτο θέσις ἐπὶ σκέλους καὶ χρὴ προσυπακοῦσαι τῷ τῆς ἀναλήψεως ὀνόματι καὶ τὴν θέσιν. τὸ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, τὰ δὲ ἐναντία ἐναντίως, ἐγχωρεῖ καὶ περὶ τῶν εἰρημένων ἐπιδέσεων λέγεσθαι. τὰ γὰρ ἐναντία γενήσεται τοῖς εἰρημένοις πάθεσι λέγειν αὐτὸν ἐναντίως ἐπιδούμενα κατορθοῦσθαι, τουτέστι τοῖς μὲν ἀφεστῶσι τὰ παρὰ φύσιν ἐξευθυσμένα, λέλεκται δέ μοι τὰ περὶ τούτων ἔμπροσθεν ἐν τῷ κατ' ἰητρεῖον βιβλίῳ. πρῶτον μὲν ἁπάντων γέγραπται λόγος ὁ περὶ τῶν φυσικῶν κριτηρίων, [820] οἷς χρώμεθα πάντες ἄνθρωποι, τά τε κατὰ τὰς τέχνας ἁπάσας διοικοῦσι καὶ σύμπαντα τὸν βίον. ἔχρῃζε γὰρ οὐ πρὸς τὰ προκείμενα νῦν μόνον, ὅσα κατὰ χειρουργίαν, ἀλλὰ καὶ πάσας τὰς ἐν ἰατρικῇ διαγνώσεις τῶν παθῶν, ἃς δὴ καὶ σημειώσεις ὀνομάζουσιν ὡρισμένοι τῶν διαγνωστικῶν κριτηρίων. δεύτερος ἐπὶ τῷδε λόγος ἐν τῷ προκειμένῳ βιβλίῳ γέγραπται, περὶ τῶν κατὰ τὴν ἐν ἰατρικῇ χειρουργίαν διδάσκων, ἐκ τίνων συμπληροῦται. ἐφ' ᾧ τρίτος ὁ περὶ ἐπιδέσεως, ὁποίαν χρὴ γίνεσθαι τὴν ἐπίδεσιν, τὴν ἔνδειξιν ἡμῶν λαμβανόντων ἀπό τε τῆς τοῦ πεπονθότος μορίου, φύσεως καὶ αὐτοῦ τοῦ πάθους, ἐν τῷ νῦν ἡμῖν εἰρημένῳ λόγῳ περὶ καταγμάτων ποιεῖ τὴν διδασκαλίαν, ὑποπεπτωκότων πάθει γενικῷ τῇ λύσει τῆς συνεχείας. οὕτως γὰρ ἐγὼ προσαγορεύειν εἴωθα τοῦτο τὸ γένος τοῦ πάθους. ὁ δὲ Ἱπποκράτης ἀφεστῶτα καλεῖ τὰ σώματα τὰ οὕτω πεπονθότα, ὥστε καὶ τὸ πάθος αὐτῶν ἀπόστασις εἰκότως ὀνομασθήσεται καὶ γενήσεται ἕν τι εἶδος τοῦ γένους τῶν παθῶν, ὃ [821] καλοῦσιν ἰδίως ἀπόστασίν τε καὶ ἀπόστημα. ταῦτα μὲν οὖν αὐτὰ τὰ νῦν εἰρημένα χάριν ἀναμνήσεως ὧν ἔμπροσθεν ἐξηγησάμην εἴρηταί μοι. καιρὸς δὲ ἤδη τῶν ἐφεξῆς ἄρξασθαι.

   ‑ ‑ ‑

   β΄. Σπληνῶν μήκεα, πλάτεα, πάχεα, πλήθεα. μῆκος ὅσον ἡ ἐπίδεσις, πλάτος τριῶν ἢ τεσσάρων δακτύλων, πάχος τριπτύχους ἢ τετραπτύχους, πλῆθος κυκλεῦντας μὴ ὑπερβάλλειν μηδὲ ἐλλείπειν.

   ‑ ‑ ‑

   Ἐν τῷ περὶ τῶν καταγμάτων λόγῳ τῷ νῦν αὐτῷ προκειμένῳ πρῶτον μέμνηται τῶν προκειμένων σπληνῶν καλουμένων, κελεύων αὐτοὺς εἶναι τῷ μήκει μὲν ἴσους τῇ ἐπιδέσει καὶ παραλαμβάνηται δι' ἐκείνην ἕνεκα τοῦ στηρίζειν καὶ κατέχειν αὐτὴν ἀκίνητον. τῷ δὲ πλάτει τριῶν ἢ τεττάρων δακτύλων, τῶν τοῦ αὐτοῦ τοῦ ἐπιδουμένου δηλονότι, τῷ [822] πάχει δὲ ἢ τριπτύχους ἢ τετραπτύχους· ἔνθεν μὲν ἀσφαλεστέρας φρουρᾶς ἡ ἐπίδεσις δεῖται τετραπτύχους, ἔνθα δὲ οὐ τοιαύτης, ἀρκοῦν ἡγούμενος καὶ τοὺς τριπτύχους. εὔδηλον δ' ὅτι τὰ συντετριμμένα μᾶλλον ὀστᾶ, πλέονος ἀσφαλείας δεῖται. τὸ δὲ πλῆθος τῶν σπληνῶν τοσοῦτον, φησὶν, εἶναι χρὴ, ὡς ἐν κύκλῳ περιληφθῆναι τὸ ἐπιδούμενον κῶλον. οὐ γὰρ δὴ τοῖς τῆς κλειδὸς ἢ πλευρᾶς κατάγμασι περιλαμβάνειν ἐν κύκλῳ δυνατὸν, ἀλλ' ἐπ' ἐνίων τὸ μέγεθος τοῦ κατάγματος ἐνδείξεταί σοι τὸν ἀριθμὸν τῶν σπληνῶν ἐπὶ τῆς κλειδὸς εἰώθαμεν ὡς τὸ πολὺ χρῆσθαι τρισὶ τετραπτύχοις σπλήνισι τοὺς δύο μὲν τοὺς πρώτους εἰς ὁμοιότητα τοῦ γράμματος ἐπιβάλλοντες, ὡς κατ' αὐτοῦ τοῦ συντετριμμένου τὸ μέσον ἑκατέρου καθ' ὃ συμβάλλουσιν ἐνίοις ἐπικεῖσθαι. τρίτον δὲ αὐτοῖς καὶ ἔξωθεν ἐπιθέντες κατὰ τὸ τοῦ σώματος μῆκος ἐντεταμένον, αὐτούς γε τοὺς ὑποκειμένους σφίγγοντα καὶ τὸ κατεαγὸς μέρος τῆς κλειδὸς πιλοῦντο.

   ‑ ‑ ‑

[823]    γ΄. Οἷσι δὲ ἐς διόρθωσιν μῆκος κυκλεῦντας πλάτος καὶ πάχος τῇ ἐνδείῃ τεκμαίρεσθαι, μὴ ἀθρόα πληρεῦντας.

   ‑ ‑ ‑

   Θαυμάζω πῶς οὐκ εἶπε πρῶτον μὲν τὰς χρείας τῶν σπληνῶν, εἶθ' ὅπως ἄν τις αὐτῶν τύχοι. χρεία μὲν γὰρ αὕτη διττὴ κράτησίς τε τῶν ὑποδεσμίδων ἀναπλήρωσίς τε κατὰ τοιαῦτα τῶν μορίων, ἃ καλεῖν αὐτὸς εἴωθεν ἀπόξη τε καὶ ἀπόξηρα, καθάπερ ἐστὶ, πήχεος μὲν πρὸς καρπῷ, κνήμης δὲ πρὸς ποδί. περιβάλλειν γὰρ ἐν τούτοις ἀξιοῖ κυκλοτερῶς τοὺς σπλῆνας, ὡς μετὰ τὴν ἐπιβολὴν τῶν ἔξωθεν ἐπιδέσμων ἴσην εἶναι τῷ πάχει τὴν ἐπίδεσιν. οὐσῶν οὖν δυοῖν χρειῶν τῆς ἐπιδέσεως τῶν σπληνῶν κρατήσεώς τε καὶ ἀναπληρώσεως, ἣν αὐτὸς ὠνόμασε διόρθωσιν, ἀξιῶν αὐτοὺς εἶναι τῷ μὲν μήκει τηλικούτους, ὡς ἐν κύκλῳ περιλαμβάνειν τὸ ἐπιδούμενον σῶμα, τῷ πάχει δὲ καὶ τῷ πλάτει κατὰ τὴν ἔνδειαν τῶν μορίων δηλονότι. τῷ μήκει μὲν ἐὰν [824] μικροὶ γενηθῶσι, κυκλοτερῶς περιβαλεῖν τὸ μόριον, ἀναγκαῖόν ἐστι τὸ ἕτερον αὐτῶν πέρας ἐπὶ θατέρου τεθὲν ὑψηλότερον ἀποφῆναι τὸ μέρος ἐκείνου τοῦ κώλου τῶν ἑκατέρωθεν, ὥστε ἀνώμαλον εἶναι τὴν ἐπίδεσιν καὶ διὰ τοῦτο χαλαράν. ἐὰν δὲ βραχύτεροι γενηθέντες ἢ ὥστε ψαύειν ἀλλήλων τὰ πέρατα αὐτῶν, μεταξύ τινα χώραν ἀπολείπουσι κενὴν, ἀνωμάλως πάλιν αὖ ἔσται κατὰ τὸν ἐναντίον τρόπον ἡ ἐπίδεσις· ὡς γὰρ ἐπὶ τῶν μακροτέρων κυρτότητά τινα καὶ ἐξοχὴν, οὕτως ἐπὶ τούτων ἔνδειάν τέ τινα καὶ κοιλότητα λαβεῖν ἀναγκαῖον ἔσται τὸ χωρίον. τὴν περιβολὴν δὲ τούτων τῶν σπληνῶν οὐκ εἰς ἅπαξ ἀθρόαν, ἀλλὰ κατὰ βραχὺ κελεύει ποιεῖσθαι, λεπτομερεῖς μὲν γὰρ τῷ πάχει τοὺς ἀνωτέρους τιθεμένους εἶναι δεήσει, παχυτέρους δὲ τοὺς κατωτέρους. ἐὰν ἀθρόως ἕνα περιβάλῃς, ἔσται σοι σχῆμα τῆς κατ' αὐτὸ τὸ χωρίον ἐπιδέσεως, οἷον ἐξ ἀρχῆς ὑπῆρχε τῷ κώλῳ.

   ‑ ‑ ‑

[825]    δ΄. Τῶν δὲ ὀθονίων ὑποδεσμίδες εἰσὶ δύο τῇ πρώτῃ ἐκ τοῦ σίνεος εἰς τὰ ἄνω, τῇ δὲ δευτέρῃ ἐκ τοῦ σίνεος εἰς τὰ κάτω τελευτώσῃ.

   ‑ ‑ ‑

   Λέλεκταί μοι καὶ πρόσθεν ὑποδεσμίδας ὀνομάζειν αὐτὸν τοὺς πρὸ τῶν σπληνῶν ἐπιδέσμους, ἁπάντων πρώτους ἐπιβαλλομένους τῷ πεπονθότι σώματι. γέγραπται δὲ ἐν τῷ περὶ ἀγμῶν τῆς ἑκατέρου περιθέσεως ἡ χρεία. ὁ μὲν γὰρ πρότερος αὐτῶν οὐ μόνον ἀνείργει τὴν ἐπιῤῥοὴν, ἀλλὰ καὶ τοῦ περιεχομένου κατὰ τὸ πεπονθὸς ἀπωθεῖταί τι πρὸς τὴν ἄνω χώραν. ὁ δὲ δεύτερος ἐκθλίβει τὸ περιττὸν αἵματος πεπονθότος μορίου πρὸς τὸ τοῦ κώλου πέρας. κοινὴ δὲ ἀμφοτέρου ἡ χρεία, κατέχειν τὸ διαπεπλασμένον ὀστοῦν ἀδιάστροφον.

   ‑ ‑ ‑

[826]    ε΄. Κατὰ τὸ σῖνος πιέζειν μάλιστα ἥκιστα τὰ ἄκρα, τὰ δὲ ἄλλα κατὰ λόγον.

   ‑ ‑ ‑

   Καὶ τούτων ὁ λογισμὸς ἐν τῷ περὶ ἀγμῶν εἴρηται. καθόλου γὰρ ἐπὶ πάσης ἐπιδέσεως, ἔνθα μὲν ἔσφιγκται μᾶλλον ἡ ὑποκειμένη σὰρξ, ἐκθλίβεται τὸ περιεχόμενον ὑγρὸν ἐν αὐτῇ πρὸς τὰ πέριξ, ἔνθα δὲ ἧττον, ἐνταῦθα δέχεται τὸ μεταῤῥέον ἐκ τῶν μᾶλλον θλιφθέντων.

   ‑ ‑ ‑

   στ΄. Ἡ δὲ ἐπίδεσις πουλὺ τῆς ὑγιέος προσλαμβανέτω.

   ‑ ‑ ‑

   Καὶ ταύτης τῆς συμβουλῆς ὁ λογισμὸς δῆλος· ἐν γὰρ τῷ πολὺ τοῦ ὑγιοῦς ἐπιλαμβάνειν τὴν ἐπίδεσιν, ἥ τε κράτησις ἀσφαλεστέρα τοῦ διαπεπλασμένου γίνεται καὶ μᾶλλον ἐκθλίβονται τοῦ πεπονθότος ἰχῶρες εἰς τὰ πλησιάζοντα καὶ ἐκ τῶν ἄνωθεν ἐπιῤῥοὴ κωλύεται μᾶλλον.

   ‑ ‑ ‑

[827]    ζ΄. Ἐπιδέσμων δὲ πλῆθος, μῆκος, πλάτος· πλῆθος μὲν μὴ ἡσσᾶσθαι τοῦ σίνεος μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι μηδὲ ἄχθος μηδὲ περίῤῥεψιν μηδὲ ἐκθήλυνσιν ἐπιδέσμου.

   ‑ ‑ ‑

   Οἱ δὲ ἄλλοι σχεδὸν ἅπαντες οὐ διωρίσαντο ἐπιδέσμους ὑποδεσμίδων. ὁ δὲ Ἱπποκράτης τοὺς μὲν αὐτῷ τῷ σώματι περιβεβλημένους ἐπιδέσμους ὑποδεσμίδας ὀνομάζει, τοὺς δὲ τοῖς σπλήνεσιν ἔξωθεν ἐπιδουμένους ἐπιδέσμους. τούτων οὖν ἡλίκον εἶναι χρὴ τὸ πλῆθος καὶ τὸ μῆκος καὶ τὸ πλάτος ἐν τῇδε τῇ ῥήσει διέρχεται, πλῆθος μὲν ἀξιῶν εἶναι τοσοῦτον, ὡς κρατεῖν ἀσφαλῶς αὐτὸ τὸ διαπεπλασμένον ὀστοῦν. τὸ γὰρ μὴ ἡττᾶσθαι τοῦ σίνεος, τουτέστιν ὡς ἄν τε μὴ κρατῶσιν οἱ ἐπίδεσμοι τοὐναντίον αὐτοῖς συμβήσεται, νικᾶσθαί τε καὶ ἡττᾶσθαι τοῦ σίνεος, τουτέστι τοῦ βεβλαμμένου μέρους. εἰ γὰρ τὸ νικᾷν ᾖ αὐτοῖς ἐν τῷ φυλάττειν ἀκίνητον τὴν διάπλασιν, ἐὰν αὐτὴ κινηθῇ κατά τι, [828] προσηκόντως ἄν τις αὐτοὺς ἡττᾶσθαι φαίη. τὸ μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι, τοιόνδε ἔσται, ἐὰν ὀλιγώτεροι τοῦ δέοντος οἱ ἐπίδεσμοι τύχοιεν ὄντες, ἐνέρεισις τῶν ἄρθρων, ὅπερ ἐστὶ βία καὶ θλίψις ἔσται σῖνος διήκουσα. καὶ μέντοι καὶ τοσούτους αὐτοὺς ποιήσεις ὡς βαρύνειν τὸν ἀσθενοῦντα καὶ οὕτως ἁμαρτήσεις τοῦ συμμέτρου. φυλαντόμενος οὖν ἑκάτερον τῶν σκοπῶν τοῦ πλήθους στόχασον. τῶν ἐπιδέσμων οἱ σκοποὶ δύο εἰσὶ, τὸ μήτε θλίβειν μήτε βαρύνειν. ἀλλὰ μηδὲ περίῤῥεψιν εἶναί φησι περὶ τῷ πλήθει τῶν ἐπιδέσμων. ἡ δὲ περίῤῥεψις ἀπὸ τοῦ περιῤῥέπειν ἐπὶ θάτερον μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, ὅλην τὴν ἐπίδεσιν ὀνομάζεται. τοῦτο δὲ αὐτὸ περιῤῥέπον, ἀμετρία τοῦ πλήθους αὐτῶν γίνεται. τὴν δὲ ἐκθήλυνσιν, εἴρηται γὰρ αὐτῷ, οἱ μὲν τινὲς ἀπὸ τῶν μορίων ἤκουσαν, ἐν οἷς τὸ σῖνος, ὡς ἀσθενῶν καὶ μαλακῶν ἐσομένων διὰ τὸ πλῆθος ἐπιβεβλημένων ἔξωθεν ὀθονίων, ἔνιοι δὲ ἐπὶ τῆς ἐπιδέσεως αὐτῆς, ὡς ἀτόνου γινομένης· ἐκλύεται γὰρ καὶ ἡ τῶν ἐπιθεμένων [829] ναρθήκων κράτησις ὑπὸ τοῦ πλήθους τῶν ὑποβεβλημένων· ὀθονίων.

   ‑ ‑ ‑

   η΄. Μῆκος δὲ καὶ πλάτος τριῶν ἢ τεττάρων ἢ πέντε ἢ ἕξ, πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος.

   ‑ ‑ ‑

   Τῶν ἰδίων τοῦ ἐπιδουμένου δακτύλων καὶ πήχεων δηλονότι τοσούτων ἀξιοῖ τὴν ἐπίδεσιν εἶναι. τὸν δὲ ὅρον αὐτοῦ τοῦ μήκους καὶ τοῦ πλάτους οὐχ ἕνα μόνον ἐποίησε, διὰ τὸ μηδὲν τῆς ἐπιδέσεως ἴσον ἐν ἅπασι γενέσθαι τὸ μῆκος, ἀλλὰ κατὰ τοῦ κατάγματος μέγεθος ὑπαλλάττεσθαι, διορίζει πλήθη καὶ μήκη καὶ πλάτη τῶν ὀθονίων. ἐν ἅπαντι τούτῳ τῷ λόγῳ ἡ τελευτὴ ἐπιδέσεώς ἐστιν, ἣν μὲν ἐν τῷ περὶ ἀγμῶν βιβλίῳ κατ' ἐκεῖνον ἀξιοῖ τὸν χρόνον γίγνεσθαι, καθ' ὃν ἀφλεγμαντότατον τὸ πεπονθὸς ἐς νάρθηκας ἐμβάλλεται.

   ‑ ‑ ‑

[830]    θ΄. Αἱ παρέρματος περιβολαὶ τοσαῦται, ὥστε μὴ πιέζειν.

   ‑ ‑ ‑

   Τοσαυτάκις ἀξιοῖ τὸ πάρερμα περιβάλλειν τοῖς ἐπιδέσμοις, ὁποσάκις ἂν αὐτῶν ἐκείνων ἕκαστός ἐστι περιβεβλημένος. τὸ δὲ ὡς μὴ πιέζειν περὶ τοῦ μέτρου τῆς σφίγξεως αὐτῶν διδάσκει. μέχρι γὰρ τοσούτου ἐσφίγχθαι χρὴ κατὰ τὸ τῶν ἐπιδέσμων πάρερμα, μέχρις ἂν ἐπιμένῃ μὲν ἀσφαλῶς, μηδέπω δὲ πιέζῃ. τί οὖν ἄμεινον ἢ συνάπτειν ἀλλήλοις τὰ μέρη τῆς ῥήσεως, ὡς εἶναι τὸν λόγον τοιοῦτον· παρέρματος περιβολὰς τοσαύτας ποιητέον ἐστὶν, ὡς μὴ πιέζειν, ὡς τῶν πάνυ πολλῶν πιεζουσῶν. ἄμεινον δέ ἐστιν ἴσως ἀντὶ τοῦ τοσαῦτα τοιαῦτα τὸ τρίτον γράμμα ἀπὸ τῆς ἀρχῆς ς ποιήσαντας ι· τῇ γὰρ ποιότητι μᾶλλον αἱ περιβολαὶ τοῦ παρέρματος ἴσχουσι τὸ σύμμετρον τῆς ἐπιδέσεως, οὐ τῇ ποσότητι.

   ‑ ‑ ‑

[831]    ι΄. Μαλθακὰ δὲ, μὴ παχέα.

   ‑ ‑ ‑

   Πάντα ταῦτα δηλονότι κελεύει μαλθακὰ, μὴ παχέα παραλαμβάνεσθαι φυλαττόμενον, ὥσπερ ἐπὶ τῶν ὀθονίων ἔμπροσθεν εἴπομεν, οὕτω κἀνταῦθα τὴν θλίψιν τῶν ὑποκειμένων σωμάτων.

   ‑ ‑ ‑

   ια΄. Ταῦτα πάντα ὡς ἐπὶ μήκει καὶ πλάτει καὶ πάχει τοῦ παθόντος.

   ‑ ‑ ‑

   Εἴρηται πρόσθεν ἤδη τοῦτο ἐπ' ἄλλης ὕλης πραγμάτων ὁμοίας τῇ νῦν. καὶ μεμνῆσθαι χρὴ παρὰ πάντα τὸν λόγον ὡς ὅτι ἂν ἤτοι περὶ μήκους ἢ πλάτους ἢ πάχους ἢ ἀριθμοῦ τῶν ὀθονίων λέγεται, ἀναφορὰν ἔχειν πρὸς τοῦ πεπονθότος μορίου μῆκος καὶ πλάτος καὶ πάχος.

   ‑ ‑ ‑

[832]    ιβ΄. Νάρθηκες δὲ λεῖοι, ὁμαλοὶ, σιμοὶ, κατ' ἄκρα σμικρῷ μείους ἔνθεν καὶ ἔνθεν τῆς ἐπιδέσεως. παχύτατοι δὲ ᾗ ἐξέῤῥιπτε τὸ κάτηγμα.

   ‑ ‑ ‑

   Οἱ νάρθηκες, ὡς οἱ σπλῆνες, ἐρείσματα καὶ στηρίγματα τῆς ἐπιδέσεώς εἰσιν, ἀλλ' οἱ μὲν σπλῆνες τῶν ὑποδεσμίδων, οἱ δὲ νάρθηκες ἁπάντων τῶν ἔνδον, ὡς εἶναι τέτταρα μὲν τὰ σύμπαντα, χρείαν ἰδίαν ἕκαστον παρέχον. ἔνδον μὲν γὰρ ὑποδεσμίδας πρῶτον, τό τε διαπεπλασμένον ὀστοῦν κρατούσας καὶ κωλυούσας φλεγμῆναι τὸ πεπονθός. ἐπ' αὐταῖς δὲ τοὺς σπλῆνας, ὡς μὴ περιῤῥέοιεν, εἶτα τοὺς νάρθηκας στηρίζοντας, οὕστινας Ἱπποκράτης ἀξιοῖ λείους τε εἶναι καὶ ὁμαλούς. ἀντίκειται δὲ τῷ μὲν λείῳ τὸ τραχὺ, τῷ δὲ ὁμαλῷ τὸ ἀνώμαλον. καὶ τὸ μὲν τραχὺ πάντως ἐστὶν ἀνώμαλον, οὐ μὴν τό γε ἀνώμαλον ἐξ ἀνάγκης τραχύ· καθάπερ οὐδὲ ὁδὸς ἀνώμαλος εὐθέως ἐστὶ καὶ τραχεῖα. δύναται γὰρ ἀναβάσεις τε καὶ καταβάσεις ἔχουσα μὴ τραχείας ἀνώμαλος [833] εἶναί τε καὶ λέγεσθαι. καὶ τοίνυν καὶ τοὺς νάρθηκας ἐγχωρεῖ λείους μὲν εἶναι, μὴ μέντοι καὶ ὁμαλούς. ἐὰν γὰρ οὗτοι εἴς τι τῶν πλαγίων μερῶν διεστραμμένοι τύχωσιν ὄντες ἢ πρὸς τὸν ἄνω τόπον ἢ τὸν κάτω, τὸ μὲν ὁμαλὸν οὐχ ἕξουσι, τὸ λεῖον δὲ ἔχειν ἴσως οἷόν τε. συντελεῖ δὲ τῷ κατάγματι μήτε τραχεῖς εἶναι μήτε διεστραμμένους τοὺς νάρθηκας, ἑκατέρως μὲν γὰρ θλίψουσιν. ἐκ περιττοῦ δὲ οἱ διεστραμμένοι συνδιαστρέφουσιν ἐν αὐτοῖς τὴν ἐπίδεσιν. ταύτης δὲ διαστρεφομένης καὶ τὸ κατεαγὸς μέρος συνδιαστρέφεται. σιμοὺς δὲ κατ' ἄκρα τοὺς νάρθηκας εἶναι συμβουλεύει. δύναται δὲ αὐτὸ τὸ σιμὸν ὄνομα νῦν σημαίνειν τοὺς ἀπεξεσμένους ἀτρέμα κατὰ τὴν κάτω χώραν. οἱ γὰρ ἰσοπαχεῖς ἄχρι τοῦ πέρατος, ἴσην ἐνταῦθα τὴν ἐπίδεσιν ἐργάζονται παντὶ τῷ ἄλλῳ μέρει τῆς ἐπιδέσεως, ὅπερ οὐ χρὴ γίγνεσθαι. βούλεται γὰρ ἐν μὲν τῷ μέσῳ τῇ ἐπιδέσει ἐσφίγχθαι μᾶλλον, ἐκλύεσθαι δὲ ἐντεῦθεν ἄχρι τῶν περάτων. ἐκεῖνα δὲ ἁπάντων ἐκλύεσθαι μᾶλλον, ἀλλὰ καὶ μικροτέρους αὐτοὺς κατὰ τὸ μῆκος εἶναι κελεύει τῆς ἐπιδέσεως, ὅπως [834] μὴ ψαύσῃ ἄν ποτε τοῦ μετὰ τὴν ἐπίδεσιν δέρματος, ὑψουμένου πολλάκις ἐκ τοῦ δέχεσθαι τοὺς ἐπὶ τῶν ἐπιδέσμων ἐκθλιβομένους χυμούς. ἀλλὰ κατ' αὐτὸ τὸ κάταγμα παχυτέρους εἶναι συμβουλεύει τοὺς νάρθηκας, ἐπειδὴ τὸ χωρίον τοῦτο μάλιστα τῆς ὑπ' αὐτῶν ἐπιδέσεως δεῖται.

   ‑ ‑ ‑

   ιγ΄. Ὁκόσα δὲ κυρτὰ καὶ ἄσαρκα φύσει φυλασσομένων τῶν ὑπερεχόντων, οἷον κατὰ δακτύλους ἢ σφυρὰ τῇ θέσει ἢ τῇ βραχύτητι.

   ‑ ‑ ‑

   Φυλάττεσθαι κελεύει κατὰ τὰς ἐξοχὰς τῶν ὀστῶν τίθεσθαι τοὺς νάρθηκας. ἔστι δὲ τοῦτο κατὰ δύο τρόπους, ἢ μηδ' ὅλως ἡμῶν τιθέντων αὐτοὺς κατ' ἐκεῖνα τὰ μέρη τῆς ἐπιδέσεως ἢ βραχυτέρους ἐπιτιθέντων, ὡς μὴ παραγίνεσθαι πρὸς τὸ κυρτὸν, ἀλλὰ πρὸς τὸ καταπαύεσθαι, πρὶν ἐκείνου ψαῦσαι καὶ βέλτιόν τι πράττειν οὕτως. ὠνόμασε δὲ τὸ μὲν μηδ' ὅλως θέντα νάρθηκας, φυλάξασθαι τὴν βλάβην [835] τῇ θέσει γίγνεσθαι, τὸ δὲ ἀφελεῖν τοῦ μήκους τῇ βραχύτητι, δυνάμει τοῦτο λέγων, ἢ τὸ μὴ θεῖναι νάρθηκα, φυλάξασθαι ψαῦσαι τοῦ προσχόντος μέρους ἢ τὸ μικροτέρους θεῖναι.

   ‑ ‑ ‑

   ιδ΄. Παρέρμασι δὲ ἑρμάζειν, μὴ πιέζειν τὸ πρῶτον.

   ‑ ‑ ‑

   Ἐμνημόνευσε παρερμάτων καὶ κατ' ἄλλον λόγον ὀλίγον ἔμπροσθεν, ἐφεξῆς τῶν ἐπιδέσμων, οὐ μὴν προσέθηκέ γε ῥητοῖς ἐκείνοις αὐτὰ περιβαλεῖν, ἀλλ' ἡ τῆς τάξεως ἀκολουθία τοῦτο ἡμῖν ἐνεδείκνυτο. νυνὶ μέντοι φησὶν ἑρμάζειν δεῖ, ὅπερ ἐστὶν ἑδράζειν τε καὶ στηρίζειν ἄνευ τοῦ πιέζειν καὶ τοῦτο ποιεῖν κατὰ τὴν πρώτην ἐπίδεσιν, ὡς ταῖς ἐφεξῆς ἡμέραις ἀνερωτώμενος ὁ πάσχων ἢ μηδ' ὅλως αἰσθάνεσθαι θλίψεως, δυναμένων ἡμῶν ἐπισφίγξαι τοὺς νάρθηκας τοῖς παρέρμασιν. ἔνιοι δὲ οὐκ ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης ῥήσεως ἔγραψαν τὸ πρῶτον, ἀλλ' ἐν ἀρχῇ τῆς [836] ἐφεξῆς, ἵνα ᾖ τοιάδε, τὸ πρῶτον κηρωτῇ μαλθακῇ, λείῃ, καθαρῇ ἑλίσσετο, τὴν καλουμένην ὑπὸ τῶν γραμματικῶν δοτικὴν πτῶσιν ἄμεινόν ἐστιν ἀκούειν τοῦ τε κηρωτῇ καὶ τοῦ μαλθακῇ καὶ τοῦ λείῃ τὸν λόγον ποιεῖσθαι τοιοῦτον, ἑλίσσοντα τὸν ἐπίδεσμον οἵφι τὸ κατεαγὸς σὺν αὐτῷ προσήκει.

   ‑ ‑ ‑

   ιε΄. Κηρωτῇ μαλθακῇ καὶ λείῃ καὶ καθαρῇ.

   ‑ ‑ ‑

   Οὐ γὰρ ἤδη μόνον τὸ δέρμα τοῦ πάσχοντος ἐπαλείφεσθαι βούλεται τῇ κηρωτῇ, ξηρῶν αὐτῶν ἐπιβαλλομένων τῶν ἐπιδέσμων, ἀλλὰ καθ' ἑκάστην ἐπιδέσμου περιέλιξιν ἀκολουθεῖν ἐπιχριόμενον αὐτῷ τὴν κηρωτήν. εἰ γὰρ μόνην περιειλήσεις, ἐγχρῆσθαι δ' οἴει κατὰ τοῦ δέρματος ἐπιβάλλειν ξηρὰς, ἀποστερήσεις τὸ πεπονθὸς μόριον ἐν τάχει τῆς γιγνομένης αὐτῷ βοηθείας ἐκ τῆς κηρωτῆς, ἀνατεινόντων μὲν ὀθονίων αὐτὴν ὑγραίνουσαν, αὐχμηρὸν δὲ ἐργαζομένων ἐκ τούτου τὸ δέρμα τὴν κηρωτὴν, διὰ τί μὲν εἶναι μαλθακὴν [837] ἠξίουν πρόδηλον. ἀντὶ γὰρ ἐπιβροχῆς αὐτῇ χρῆται, δυναμένης μὲν ἐπιβροχῆς αὐτὸ ἀνύειν, ἀλλὰ διὰ τῆς κηρωτῆς ἀσφαλέστερον ἐσόμενον τοῦτο καὶ μάλιστα ἐφ' ὧν οὐ πάντοτε τὸν ἰατρὸν παραμένειν τῷ κάμνοντι δυνατὸν, οὔτε τὸν ὑπηρέτην ἴσμεν ἐπιμεμεληκέναι φιλόπονον, εἶναι δὲ τὴν κηρωτὴν οὐ μαλθακὴν μόνον, ἀλλὰ καὶ καθαρὰν ἀξιοῖ, τουτέστι μηδὲν ἐμφερόμενον ἔχειν ἐν ἑαυτῇ μήτε προπόλεως μήτε ῥύπου, μήτε γεώδους ἢ ψαμμώδους οὐσίας ἢ ἄλλης τινὸς παρὰ τὸν κηρόν. εἴη δὲ ἂν εὐθέως ἡ τοιαύτη καὶ λεία, πλὴν εἰ διὰ τὰς ὀνομαζομένας ἐγκηρίδας ἐπὶ πλέον ἢ τῆς καθαρᾶς νοοῖτο. γέγραπται δὲ οὐ λείη μόνον, ἀλλὰ καὶ λεΐη τῆς δευτέρας συλλαβῆς, ἤν τις γράμμα παρὰ τοῦ η συλλαβῆς, καὶ μᾶλλον οὕτως ἀξιοῦσι γράφειν ὅσοι περιέχεσθαι νομίζουσιν ἐν τῇ τῆς καθάρσεως ἐννοίᾳ τὴν λείαν, αὐτὴν δὲ τὴν λείαν ἀντιδιορίσαι φασὶ τῇ τῆς ξηρᾶς, τὴν γὰρ ἐκείνην οὐκ εἶναι.

   ‑ ‑ ‑

[838]    ιστ΄. Ὕδατος θερμότης, πλῆθος· θερμότης μὲν κατὰ τῆς ἑαυτοῦ χειρὸς κατασχεῖν, πλῆθος δὲ χαλάσαι μὲν καὶ ἰσχνᾶναι τὸ πλεῖστον ἄριστον, σαρκῶσαι δὲ καὶ ἁπαλῦναι τὸ μέτριον.

   ‑ ‑ ‑

   Καὶ ὁ περὶ τοῦ ὕδατος λόγος ἀναγκαῖός ἐστιν εἰς τὴν τῶν καταγμάτων ἴασιν. ἐν γοῦν ταῖς ἐπιλύσεσιν ὕδατος θερμοῦ καταντλοῦσιν ἅπαντες ἰατροὶ τὰ κατάγματα, δηλονότι τῆς ἐξ αὐτοῦ βοηθείας ἐναργῶς πεπειραμένοι. διαμαρτία δέ ἐστι κἀν τῇ τούτου χρήσει· μία μὲν κατὰ τὸ ποιὸν, ἑτέρα δὲ κατὰ τὸ ποσὸν αὐτοῦ· κατὰ μὲν τὸ ποιὸν ἤτοι θερμοτέρῳ τοῦ προσήκοντος ἢ ψυχροτέρῳ χρωμένου τοῦ ἰατροῦ. κατὰ δὲ τὸ ποσὸν ἤτοι πλέονι χρόνῳ καταντλοῦντος ἢ ἐλάττονι. τῆς μὲν οὖν κατὰ τὴν ποιότητα συμμετρίας γνώρισμα, τὴν αὐτοῦ τοῦ ἰατροῦ τίθεται χεῖρα. καταχέων γὰρ αὐτῇ ᾧ μέλλει τῷ ἐναιονᾷν, ἐστοχάσθαι δύναται τοῦ καταχύματος συμμέτρου. λέγω δὲ κατὰ πλάτος [839] σύμμετρον, ὃ πρὸς τὴν κοινὴν τῶν ἀνθρώπων ἀναφέρεται, οὐ πρὸς τὴν τοῦ κάμνοντος ἰδέαν. ἐνίοτε μὲν γὰρ τούτῳ καὶ αὐτῷ τῷ πάσχοντι φαίνεται σύμμετρον. ἐπιχέας οὖν ἐξ αὐτοῦ τὴν πρώτην ἐπίκλυσιν τοῦ θεραπευομένου δυνήσῃ πυθέσθαι, πότερον ψυχρότερον ἢ θερμότερον αὐτῷ φαίνεται τῷ συμμέτρῳ· καὶ οὕτως θερμὸν ἢ ψυχρὸν ὀλίγον ἐπιχέας εὔκρατον ὡς πρὸς τὸν πάσχοντα ποιήσεις. κριτήριον οὖν ἐστι τῆς εὐκρασίας τοῦ ὕδατος ἡμετέρα χεὶρ, ἣ πρῶτον μὲν μεθέξει· ἡ δὲ αὐτοῦ τοῦ κάμνοντος αἴσθησις τὸ κυριώτατόν τε καὶ τελειότατόν ἐστι καὶ πρῶτον δυνάμει κριτήριον εὐκρασίας. τὸ δὲ ποσὸν τῆς χρήσεως αὐτοῦ διορισμοὺς ἔχει κοινοὺς πρὸς ἀνάτριψίν τε καὶ πάνθ' ὅσα θερμαίνει βοηθήματα. ταῦτα γὰρ ἐγκείμενα οὐ μόνον πέφυκεν ἐπισπᾶσθαι ἐπὶ τὸ θερμαινόμενον μόριον ἐκ τῶν πέριξ τόπων, ἀλλὰ καὶ διαφορεῖν· ἀλλὰ καὶ διὰ τοῦτο τἀναντία φαίνεται ποιοῦν τὸ θερμὸν ὕδωρ, παρά τε τὸ θερμὸν ἔχειν τὸ σῶμα καὶ τὴν ἐπὶ πλέον καὶ ἔλαττον χρῆσιν. ἐὰν μὲν γὰρ κενὸν εἴη τὸ σύμπαν σῶμα, διαφορεῖ πλέον ἢ ἐπισπᾶται· [840] ἐὰν δὲ πληθωρικὸν, ἔμπαλιν ἐπισπᾶται πολὺ μᾶλλον ἢ διαφορεῖ. καὶ τοίνυν ὀλίγῳ μὲν χρόνῳ προσαχθὲν ἐπλήρωσε μᾶλλον ἢ ἐκένωσεν. εἰ δὲ πλέονι καταθείη χρόνῳ, διαφορεῖ μᾶλλον ἢ πληροῖ· κατὰ λόγον οὖν ἔφη χαλᾷν μὲν καὶ ἰσχναίνειν τὸ πλεῖστον, ἁπαλύνειν δὲ καὶ σαρκοῦν τὸ μέτριον. τὸ μὲν οὖν ἰσχναίνεσθαι τοῖς κενουμένοις ἄντικρυς ἕπεται, τὸ δὲ χαλᾶσθαι τοῖς τεταμένοις οὐκ ἄντικρυς, ἀλλὰ διὰ μέσων ἑτέρων. ὅσα μὲν γὰρ τῷ πεπληρῶσθαι τέταται, καθάπερ τὰ φλεγμαίνοντα πάντα τῷ κενοῦσθαι χαλᾶται. ὅσα δὲ τῷ πεπῆχθαι διὰ ψύξιν τῷ θερμαίνεσθαι. τὰ δὲ διὰ ξηρότητα τεταμένα δι' ὑγρότητα χαλᾶται· ἐπὶ τοίνυν τὰ εἰρημένα ε΄ δύναται ποιεῖν τὸ θερμὸν ὕδωρ, ὅταν ἐπὶ πλέον ὀλισθῇ τῷ σώματι, καλῶς εἶπε χαλᾷν αὐτά. μὴ θαύμαζε δὲ εἰ κενοῦν τε ἅμα τὰς περιττὰς ὑγρότητας ἔφαμεν δύνασθαι τὸ θερμὸν ὕδωρ καὶ ὑγραίνειν τὰ στερεὰ σώματα. δέδεικται γὰρ ἐν ἑτέροις τῶν λόγων ἑκάτερον ἀληθές. τὸ μὲν οὖν θερμὸν ὕδωρ ταῦτα δύναται, τὸ δὲ ὀλίγον [841] οὐχ ἁπλῶς εἰπεῖν ἐγχωρεῖ, τί δύναται ποιεῖν. ἐὰν μὲν ἤτοι δὶς ἢ τρὶς καταχέας τις ἢ πυριάσας διὰ σπόγγων ἀρκεσθῇ, παντάπασιν ἡ τοιαύτη χρῆσις ἄπρακτός ἐστιν. ἐὰν δὲ, ὡς αὐτὸς ἔφη, μετρίως τις αὐτῷ χρήσεται, σαρκώσει τε καὶ μαλακὰ ποιήσει τὰ δεόμενα τούτου. ἄκουε δέ μου προσθέντος τῷ λόγῳ τὰ δεόμενα· ἔνια γὰρ σώματα τοιαύτη χρῆσις ὕδατος οὔτε ἁπαλύνειν οὔτε σαρκοῦν δύναται. τῷ γοῦν ἀσάρκῳ τε ἅμα καὶ πληθωρικῷ σώματι μετρία κατάχυσις ὕδατος θερμοῦ, πληρώσει περιττῆς ὑγρότητος τὸ θερμανθὲν μόριον. ἐὰν δὲ ἄτροφόν τε καὶ μὴ πληθωρικὸν ᾖ, σαρκώσει τε ἅμα καὶ μαλακὸν ἐργάσεται. σάρκωσις γὰρ γίνεται τῶν μὲν μορίων αὐτῶν, οἷς μέλλει προσφύεσθαί τε καὶ περιφύεσθαι σὰρξ, εὐκράτως ἐχόντων κατὰ θερμότητά τε καὶ ψυχρότητα. τοῦ δὲ ἐπιῤῥέοντος αἵματος ὑγιεινοῦ μὲν ὄντος κατὰ τὴν ποιότητα, συμμέτρου δὲ κατὰ τὴν ποσότητα. ταῦτα δὲ ἀμφότερα διὰ τῆς μετρίας καταχύσεως ὕδατος θερμοῦ γίγνεται συμμέτρου. τὸ γὰρ αἷμα πρὸς [842] τὸ καταντλούμενον ἕλκει μόριον, εὔκρατόν τε ἐργάζεται τὴν ἐν αὐτῷ προϋπάρχουσαν σάρκα, θερμαῖνον μὲν ἢ κατεψυγμένον εἰ πρόσθεν εἴη θερμὸν ἢ κατάψυχον. διαφορεῖ γὰρ καὶ ταῦτα πρὸς τοὐκτὸς τὴν θερμότητα, προσέτι τῷ τέγγειν ὑγρότητα χρηστὴν καὶ κατὰ τοῦτον ἐμψύχει, καθ' ὅνπερ τρόπον καὶ τὰ διὰ τῶν ποτίμων ὕδατα καὶ λουτρά. καὶ γὰρ ταῦτα τοὺς νεκροὺς ἥκοντας ἐκθερμαίνει, κἂν σφόδρα κατεψυγμένοι τύχωσιν ὄντες, τοὺς ἐκκεκαυμένους οὐ βλάπτει. φαίνονται γοῦν ἡδόμενοι ταῖς εὐκράτοις δεξαμεναῖς ἀδιψότεροι γιγνόμενοι μετὰ λουτρόν. οὕτως οὖν καὶ ἡ τοῦ θερμοῦ κατάχυσις ὕδατος, εἰ μετρίως παραληφθείη, σαρκοῖ, διὰ τοῦτο καὶ μαλακώτερον ἐργάζεται τὸ μόριον. ἁπαλὴ γάρ ἐστιν ἡ νεοπαγὴς σὰρξ αἵματος ἄρτι πεπηγότος, ὁμοίως τοῖς νεοπαγέσι τυροῖς γέννησιν ἐσχηκυίας.

   ‑ ‑ ‑

   ιζ΄. Μέτρον δὲ ἐν τῇ καταχύσει ἔτι μετεωριζομένου, δεῖ πρὶν [843] συμπίπτειν παύεσθαι. τὸ μὲν γὰρ πρῶτον αἵρεται, ἔπειτα δὲ ἰσχναίνεται.

   ‑ ‑ ‑

   Καταχύσεως ὕδατος θερμοῦ τὸ μέτριόν ἐστι παύεσθαι, πρὶν ἄρξασθαι συμπίπτειν τὸ καταντλούμενον μέρος. ἐξαίρεται γὰρ πρῶτον, ὅπερ ἐστὶν εἰς ὄγκον μείζονα τοῦ κατὰ φύσιν αὐξάνεται, διά τε τὸ χεῖσθαι τὸ περιεχόμενον αἷμα κατ' αὐτὸ καὶ διὰ τὸ τὴν ἐκ τῶν ὑποκειμένων ἐπιῤῥοὴν, μετὰ ταῦτα δὲ ἰσχναίνεται, διαφορηθέντος μέρους πολλοῦ, τοῦ τε ἐπιῤῥυέντος ἄνωθεν καὶ τοῦ περιχυθέντος.

   ‑ ‑ ‑

   ιη΄. Θέσις δὲ μαλθακὴ, ὁμαλὴ, ἀνάῤῥοπος τοῖσιν ἐξέχουσι τοῦ σώματος, οἷον πτέρνῃ καὶ ἰσχίῳ, ὡς μήτε ἀνακλᾶται μήτε ἐκτρέπεται.

   ‑ ‑ ‑

   Ταύτην τὴν ῥῆσιν ἔνιοι μὲν ὡς μίαν ὅλην ἀναγινώσκουσιν, ἔνιοι δὲ δίχα τέμνοντες, ἑκάτερον αὐτῆς τὸ μέρος [844] ἐξηγοῦνται καθ' ἑαυτό. τὸ μὲν οὖν πρότερον μέρος οὕτως περιγέγραπται, μίαν ἔχειν δυνάμενον αὐτοτελῆ διάνοιαν. ἡ γάρ τοι θέσις τῶν μορίων ἐάν τε γενικῶς ἀκούεται, περιλαμβανομένης καὶ τῆς ἀναλήψεως, ὡς ἐπὶ τῆς χειρὸς, ἐάν τε εἰδικῶς ὡς ἐπὶ μόνου τοῦ σκέλους ἀρίστη ἀεὶ ἡ μαλθακή τε γιγνομένη καὶ ὁμαλὴ καὶ ἀνάῤῥοπος· μαλθακὴ μὲν, ὅπως μὴ θλίβηται κατ' ἐκεῖνο τὸ μόριον ὁ κάμνων οὕτως ἅμα τε φλεγμονῇ κινδυνεύῃ, διὰ τὴν τῆς θλίψεως ὀδύνην ἅμα τε μεταβάλλειν ὁ κάμνων ἀναγκαζόμενος τὸ σχῆμα, διαστρέφῃ τὸ κατεαγὸς, ὅπερ ἀκίνητον ἐν ἡσυχίᾳ πολλῇ φυλάττεσθαι δεῖται. ἡ δὲ ἀνώμαλος θέσις ὀδυνηρά ἐστιν ἅμα καὶ διαστρέφει τὸ κῶλον, ἐν τισὶ μὲν αὐτοῦ μέρεσιν ἀστήρικτον γιγνόμενον, ἐν τισὶ δὲ θλιβόμενον εἰκότως τὴν ὁμαλὴν ἐπαινεῖ. ἡ δὲ ἀνάῤῥοπος ἀρευμάτιστον φυλάττει, ὅπερ ἡ κατάῤῥοπος ῥευματίζουσα, φλεγμονῆς αἰτία γίγνεται. τὸ μὲν δὴ πρότερον μέρος τῆς προκειμένης ῥήσεως, ὅτι τε μίαν ἔχειν διάνοιαν δύναται ὅτι τε καλῶς εἴρηται κατὰ τήνδε εὔδηλον ἤδη γέγονε. τὸ δὲ δεύτερον, εἰ δὴ [845] αὐτό τις καθ' ἑαυτὸ ἀναγινώσκει, τοιαύτην ἕξει διάνοιαν. τοῖς ἐξέχουσι τοῦ σώματος οἷον πτέρνῃ καὶ ἰσχίῳ, θέσις ἀρίστη ἐστὶν, ὡς μήτε ἀνακλᾷται μήτε ἐκτρέπεται. διότι δὲ οὐ πρόσκειται τὸ θέσις ἀρίστη, διὰ τοῦτο δοκεῖ τισιν ἐλλιπῆ τὴν διάνοιαν ἔχειν, ἀναγκάζονταί τε συνάπτειν αὐτὸ τῷ προτέρῳ μέρει. πάλιν δὲ αὖ συναφθέντος τοῦδε τῷ προτέρῳ, φαίνεται μηκέτι καθόλου γιγνόμενος ὁ λόγος, ἀλλὰ περὶ μόνων τῶν ἐξεχόντων τῆς θέσεως. οἱ μὲν οὖν ἐμπειρικοὶ τούτων ἀκούσαντες, ὡς νῦν ἐπινοουμένων αὐτοῖς τῶν ἄλλων λόγων ἔφασαν γίγνεσθαι καθόλου. καὶ τοίνυν καὶ δείκνυσιν οὐκ ἐν τούτῳ τῷ βιβλίῳ μόνον, ἀλλὰ καὶ κατὰ ἄλλα πολλὰ τὸν Ἱπποκράτην δι' ἑνὸς ἢ δυοῖν πραγμάτοιν διδάσκοντα λόγους καθολικοὺς, ὅταν πραγμάτων ὁμογενῶν διαφέρει τὸ διδασκόμενον, ἐναργῶς ἐπ' αὐτῶν φαίνεσθαι, καθάπερ καὶ νῦν διὰ πτέρνης καὶ ἰσχίου. πάντων γὰρ τῶν τοιούτων τι μορίων, ἐπειδὰν πάθῃ, δεομένων ἐπὶ μαλθακοῦ τε κεῖσθαι καὶ ὁμαλοῦ ἐν ἀναῤῥόπῳ τε σχήματι κεῖσθαι φαίνεται, μάλιστα τούτων δεόμενα ὑπερεξέχοντα τοῦ σώματος, [846] ὁποῖόν τέ ἐστι τό τε ἰσχίον καὶ ἡ πτέρνα. πολλάκις εἴρηταί μοι τὴν τοιαύτην ἑρμηνείαν ἀφορμὴν παρέχειν ἐξηγήσεως ἄλλην ἄλλῳ καὶ τὸ τινί γε δόξαν πιθανὸν ἑτέρῳ φαίνεσθαι. διὰ τοῦτο οὖν οὐδ' ἀποφαίνεσθαι δεῖ ὑπὲρ τοῦ δοξάζοντος ἀληθῶς εἶναι προσήκειν. τούτου τοίνυν ἡμᾶς μεμνημένους δεῖ καὶ μέντοι καὶ γιγνώσκοντας, ὡς ἐν ταῖς διαφωνουμέναις ἐξηγήσεσιν, ὅταν ἡ θεωρία φυλάττηται κατ' αὐτὰς, τρίβεσθαι μακρὸν οὐ χρὴ, μεταβαίνοντας ἐπὶ τὸ χρήσιμον τῆς τέχνης, ἐν ἐκείνῳ χρονίζειν ἐστὶ βέλτιον, ὥσπερ καὶ νῦν ἄμεινον πρᾶξαι. συμφωνουμένων μὲν γὰρ τοῦ δεῖν ἐπὶ πάντων τὴν θέσιν εἶναι μαλθακὴν καὶ ὁμαλὴν καὶ ἀνάῤῥοπον, ἐξαιρέτως δὲ ἐπὶ τῶν ἐξεχόντων μορίων, ὁποῖον τὸ ἰσχίον καὶ πτέρνα, τῶν ἐφεξῆς ἐχόμεθα, καθ' ἅ φησιν ὡς μήτε ἀνακλᾶται μήτε ἐκτρέπεται. πάλιν οὖν κἀνταῦθα τὸ μὲν ὠφέλιμον εἰς τὴν τέχνην ἐστὶν ἐπίστασθαι περὶ τῆς θέσεως τῶν ἐξεχόντων μορίων, ὥς γε ἂν μὲν ὑψηλοτέρα τοῦ προσήκοντος γένηται, συμβήσεται τὸ κῶλον ἀνακλᾶσθαι.

[847] ταπεινοτέρας δὲ οὔσης ἐκτρέπεσθαι καὶ μάλιστα ὅταν ἡ πρώτη καὶ ὑψηλή. τὰ δὲ ἔξω τῆς τέχνης περὶ τὴν λέξιν ἔτι πλείονα σχόλια. λέλεκται δὲ τελέως ἐν τῷ περὶ ἀγμῶν, ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων, ὧν διεξέρχεται θεωρημάτων, οὕτως καὶ θέσεως πτέρνης, ἐν οἷς φησι, πτέρνας δ' ἄκρως χρὴ κάρτα ἐπιμελέεσθαι, ὡς εὐθέτως ἕξει. καὶ οἵ γε πάντα ἐπὶ πᾶσι γράφοντες εἰώθασιν, ἄλλας τὰς ἐν ταῖς ἄλλαις βίβλοις εἰρημένας ῥήσεις, τὸ αὐτὸ θεώρημα ἐχούσας παραγράφειν, ὅπερ οὐδὲ ἐν ταῖς δύο ἡμέραις συνούσαις ἀθρόως ἂν γίγνοιτο. καὶ διὰ τοῦτο παρὰ τοῖς οὕτως ἐξηγουμένοις οὐδεὶς ἀνέγνω βιβλίον ἢ ἐνιαυτοῦ θᾶττον ἢ δυοῖν. καὶ ἤδη γεγονότων εἰς τὸ περὶ ἀγμῶν καὶ τὸ περὶ ἄρθρων ὑπομνημάτων ὑπομνήσεως μόνης ἐνταῦθα δεῖ. εἰ δέ τις οὕτως ἐπ' ἐκείνων τῶν βιβλίων ἀνέγνω, διαδραμὼν ὅτι τάχιστα τοῦτο τὸ νῦν ἡμῖν προκείμενον, ἐπ' ἐκεῖνα προβῇ τοῦ παρ' ἐμοῦ τοῦ πεπειραμένου μαθὼν ὡς διεξοδικαὶ διδασκαλίαι τεχνίτας ἐργάζονται τελείως, οὐχ αἱ κατ' [848] ἐπιτομὴν γινόμεναι. οὐ μὴν ἀχρήστους δὲ καὶ τὰς τοιαύτας εἶναί φημι, σύλληψίν τινα διὰ βραχέων τῆς ὅλης θεωρίας περιεχομένας.

   ‑ ‑ ‑

   ιθ΄. Σπλῆνα παντὶ τῷ σκέλει ἢ ἡμίσει, ἐς τὸ πάθος δὲ βλέπειν καὶ τἄλλα ὅσα βλάπτει δῆλα.

   ‑ ‑ ‑

   Ὡς ἀνεγνωκόσι τὸ περὶ ἀγμῶν καὶ ἄρθρων διαλέγεται, κατὰ τοὺς τοιούτους λόγους, ἐν οἷς τὸ δῆλον ἰδιώτῃ δῆλον εἶναι λέγει. τινὰ μέν ἐστιν οὕτω δῆλα παντὶ τῷ γένει ἔχοντα καθάπερ καὶ τὰ πρὸ ταύτης ῥήσεως εἰρημένα. καὶ γὰρ μαλθακῶς καὶ ὁμαλῶς δεῖν κεῖσθαι τὸ κατεαγὸς ἅπαντες νοοῦσιν, οὐ μὴν ἅτε βλάπτεσθαι σωλῆνας τίθεσθαι μὴ προακηκοότες περὶ αὐτοῦ κατ' ἐκείνην ἔγραψε τὴν ῥῆσιν, ἧς ἡ ἀρχὴ ἐν τῷ περὶ ἀγμῶν. περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων εἰς τὰ σκέλεα τὰ κατεαγότα ἀπορέω ὅ τι συμβουλεύσω.

[849] καὶ διότι γε εὐλόγως ἀπορεῖ διεξέρχεται καὶ πάλιν ἐν ταὐτῷ βιβλίῳ καθ' ἑτέραν ῥῆσιν, ἧς ἡ ἀρχή· σωλῆνα δὲ ἢν μέν τις ὑπ' αὐτὸν τὸν μηρὸν ὑποθείη καὶ διελθὼν πολλὰ, κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ἔφη. εἰ οὖν διαμπερὲς εἴη, ποιητέος ὁ σωλὴν ἢ οὐ ποιητέος. ὁ δὲ λόγος οὕτως βούλεται, μήτε ἀναγκαίαν χρείαν εἶναι τοῦ σωλῆνος· εἰ μέντοι τις βούλοιτο χρῆσθαι, μέχρι τοῦ βουβῶνος ὑποτιθέναι ἅπαντι τῷ σκέλει, μὴ μέχρι τοῦ γόνατος. ἐξ ἐκείνων οὖν ἐγένετο δῆλον ἡμῖν καὶ τὸ νῦν εἰρημένον, οὐκοῦν αὐτὸ καθ' ἑαυτὸ δῆλον. ὅσον γὰρ ἐπὶ τῇ λέξει ἢ δυνατὸν καὶ ἀκοῦσαι τὴν φωνὴν, ὡς διαζευκτικὸν εἰρῆσθαι σύνδεσμον. ἀλλ' ἐκεῖνον ἐνοήσαμεν ἀντ' ἀποφάσεως αὐτὴν τετάχθαι. βούλεται γὰρ ἅπαντι τῷ σκέλει οὕτως ἡμᾶς τὸν σωλῆνα χωρὶς βλάβης ὑποβάλλεσθαι, καθάπερ Ὅμηρος ἔφη·

   Βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι.

ὁ Θουκυδίδης δέ·

   κρύσταλλός τε γὰρ ἐπερέου.

[850] σκοπεῖσθαι δέ φησι, χρῆναι καὶ τὸ πάθος, οὗ χάριν ὁ σωλὴν περιλαμβάνεται καὶ ὅσα βλάπτειν πέφυκε. τὸ μὲν οὖν πάθος ἐστὶν ἰσχυρὸν σύντριμμα τῶν κατὰ τὸ σκέλος ὀστῶν ἀκριβῶς ἀκινήτου δεομένου τοῦ σκέλους τὴν ἴασιν. ὁ γὰρ σωλὴν ἐπαινεῖται πρός τινων, ὡς ἐν ἐκείνοις τοῖς καιροῖς χρήσιμος ἐσόμενος, ἐν οἷς ἀπὸ τῆς στρωμνῆς ὁ πεπονθὼς ἐπανίσταται. καὶ ὅτι γε αὖ εἰσιν οὗτοι, καθ' οὓς ἤτοι γε ἀποπατῆσαι δεόμενος ἤτοι σκληρὸν τῆς στρωμνῆς μὴ φέρων, ἀπολείπει τὴν προτέραν, ἐφ' ἑτέραν στρωμνὴν ἄρτι μετακομιζόμενος, αὐτὸς ἐδήλωσεν ἐν τῷ περὶ ἀγμῶν. ἐδήλωσε καὶ ὅτι μέχρι τοῦ γόνατος ὁ σωλὴν γινόμενος οὔτε κωλύει κινεῖσθαι τὸ σκέλος, ἀσηρής τέ ἐστι καὶ θλίβει πολλάκις. ἀποβλέποντα δέ σε πρός γε τὸ πάθος, οὗ χάριν ὁ σωλὴν παραλαμβάνεται καὶ πρὸς τὰς βλάβας ἃς ἐργάζεται, ποτὲ μὲν αἱρεῖσθαι τὸν σωλῆνα κελεύει, ποτὲ δὲ οὔ. ἐὰν μὲν γὰρ αἱ ἐξ αὐτοῦ βλάβαι μείζους ὦσι τῆς ὠφελείας, φευκτέος ὁ σωλὴν, ἐὰν δὲ ὑπερβάλλῃ ἡ ὠφέλεια παντὶ τῷ σκέλει, μὴ μέντοι τοῦ γόνατος.

   ‑ ‑ ‑

[851]    κ΄. Πάρεξις δὲ καὶ διάτασις καὶ ἀνάπλασις καὶ τὰ ἄλλα κατὰ φύσιν.

   ‑ ‑ ‑

   Ὅτι πάρεξις, ὅταν ὁ κάμνων ἑαυτὸν παρέχῃ τῷ ἰατρῷ θεραπευθησόμενον εἴρηται πρόσθεν. ἐν τούτῳ δὴ τῷ καιρῷ πρῶτον, ἡνίκα μὲν σημειοῦται τὸ γεγονὸς αὐτὸ πάθος ὁ ἰατρὸς, εἶτα παρασκευάζεται πρὸς τὴν θεραπείαν. ἐν σχήματι πάντως εἶναι τοίνυν χρὴ τὸ πεπονθὸς μέρος καὶ τοῦτο σχῆμα κατὰ φύσιν εἶναι τοῦ μέρους εὔλογον. ὑπὸ γὰρ τοῦ παρὰ φύσιν οὐκ ἂν γένοιτο βλάβη μικρά. μετὰ τὴν πάρεξιν ἤτοι διατείνειν μόνον, ὅταν οὕτως ᾖ μικρὸν ὡς κρατήσεως μόνης χρῄζειν ἐν τοῖς ὑπερκειμένοις. εὔδηλον οὖν ὅτι καὶ κατὰ τοῦτον τὸν καιρὸν ἄμεινόν ἐστι τῷ κάμνοντι καὶ τὸ κατὰ φύσιν σχῆμα φυλάττειν· εἶθ' ἑξῆς ἐστιν ὁ τῆς διαπλάσεως καιρὸς, ἐν ᾧ καὶ αὐτὸν φυλάττεσθαι προσήκει ταὐτὸ σχῆμα· καὶ μετὰ τοῦτον τῆς ἀποθέσεως ἢ [852] ἀναλήψεως, οὓς ἀμφοτέρους ὀνομαστὶ μὲν οὐκ εἶπεν, ἐδήλωσε δὲ διὰ τοῦ φάναι καὶ τὰ ἄλλα.

   ‑ ‑ ‑

   κα΄. Φύσις δὲ ἐν μὲν ἔργοις τοῦ ἔργου τῇ πρήξει ὃ βούλεται τεκμαρτέον. ἐς δὲ ταῦτα ἐκ τοῦ ἐλινύοντος ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος. ἐκ μὲν τοῦ ἐλινύοντος καὶ ἀφειμένου τὰς ἰθυωρίας σκέπτεσθαι, οἷον τὸ τῆς χειρὸς, ἐκ δὲ τοῦ κοινοῦ ἔκτασιν, σύγκαμψιν, οἷον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα, ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερον, οἷον σκέλεα ἔκτασιν. ἀπὸ τούτου γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα.

   ‑ ‑ ‑

   Ἐπεὶ διὰ τῆς προτέρας ῥήσεως τοῦ κατὰ φύσιν ἐμνημόνευσεν, εἰκότως οὖν ἐξηγεῖται, τίς ἡ φύσις ἐστὶν αὕτη καὶ τίνα τὰ γνωρίσματα ταύτης, καί φησιν· φύσις δὲ ἐν μὲν ἔργοις τοῦ ἔργου τῇ πρήξει ὃ βούλεται τεκμαρτέον, ὡς εἰ [853] καὶ οὕτως εἶπε, κατὰ φύσιν μὲν σχῆμα κατὰ μὲν τὰς ἐνεργείας ὁ σκοπὸς αὐτῶν καὶ ἡ χρεία δι' ἣν ἐνεργοῦνται. ἐς δὲ ταῦτα, τουτέστι τὰ νῦν εἰρημένα, τὴν πάρεξιν καὶ διάτασιν ἀνάπλασίν τε καὶ θέσιν, ὡς ἂν οὐδεμίαν ἐνέργειαν ἐνεργοῦντος διὰ τοῦ πεπονθότος μορίου τοῦ κάμνοντος. ἑτέρους σκοποὺς τῆς τοῦ κατὰ φύσιν σχήματος εὑρέσεως, οὓς ἐφεξῆς αὐτὸς διέρχεται γράψας, ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐλινύοντος μὲν λέγων τοῦ μηδὲν ὅλως ἐνεργοῦντος, ἀλλ' ἡσυχάζοντος. ἐξ οὗ φησι τὰς ἰθυωρίας λαμβάνεσθαι, καθάπερ ἐπὶ τῆς χειρὸς ἐδίδαξεν, ὑποκεῖσθαι μὲν ἀξιῶν τὸ τοῦ πήχεος ὀστοῦν, ἐπικεῖσθαι δὲ τὸ τῆς κερκίδος. ἐκ δὲ τοῦ κοινοῦ τὸ μεταξὺ σχῆμα κάμψεώς τε καὶ ἐκτάσεως ἄκρας. ὅπερ ἐγγὺς εἶναί φησι τοῦ ἐγγωνίου σχήματος πήχεος πρὸς βραχίονα· καὶ καλεῖσθαί φασιν ἐγγώνιον σχῆμα τὸ κατ' ὀρθὴν γωνίαν, τουτέστιν ἵνα τὸ τοῦ πήχεος ὀστοῦν πρὸς τὸ τοῦ βραχίονος ὀρθὴν ἐργάζηται γωνίαν. πάντων δὲ τῶν παλαιῶν ἀντιγράφων προκείμενον ἐχόντων τὸ ἐγγὺς, εἰδότων δὲ καὶ τῶν ἐξηγησαμένων [854] τὸ σύγγραμμα ταύτην τὴν γραφὴν, κατὰ δύο τρόπους μοχθηρὸν γίνεται τὸ λεγόμενον, ἐάν τις ἐγγώνιον ἀκούῃ σχῆμα κατ' ὀξεῖαν γωνίαν, ὀξείας δηλονότι γωνίας ὀνομαζομένης, ἥτις ἂν ἐλάττων ᾖ τῆς ὀρθῆς. ὅταν μὲν εὐθεῖα ἐπ' εὐθείας σταθεῖσα, τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιεῖ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν. ἡ δὲ τῆς ὀρθῆς ἐλάττων ὀξεῖα καλεῖται, καθάπερ ἡ μείζων ἀμβλεῖα. καὶ τοίνυν ἡ μὲν ὀρθὴ γωνία κατὰ μέγεθός ἐστιν οὐκ ἔχουσα τὸ μᾶλλόν τε καὶ ἧττον. ἀπερίληπτον δὲ ἀριθμῷ τὸ πλῆθός ἐστι τῶν ὀξειῶν τε καὶ ἀμβλειῶν ὑπαρχουσῶν. ἀπαρέγκλιτος μὲν γὰρ ἡ ὀρθὴ γωνία, διότι καὶ ἡ ἐφισταμένη κατ' εὐθείας, εὐθεῖαν τηνικαῦτα τὴν γένεσιν ἐργάζεται δυοῖν θατέρων ὀρθῶν γωνιῶν, ὅταν ἀπαρέγκλιτος ἐφίσταται. κέκληκε δὲ αὐτὴν ὀρθὴν ἐργαζομένην γωνίαν, πρὸς τὸ ἕτερον μέρος τῆς ὑπερβεβλημένης εὐθείας. καὶ ἡ κλίσις αὐτῆς τὸ μᾶλλόν τε καὶ ἧττον ἀναρίθμητον ἔχει πλήθει.

[855]    Οἷον οὖν ἐστι τὴν ὀρθὴν γωνίαν ἑρμηνεῦσαι βουληθέντα λέγειν ἐγγὺς εἶναι τῆς ὀξείας. ἡγεῖται μὲν γὰρ ἡ τῆς ὀρθῆς νόησις, ἕπεται δὲ ἡ τῆς ὀξείας, ὅτι ἡ μὲν ὀρθὴ μία, καθάπερ εἶπον, ἄπειροι δὲ κατὰ πλῆθος αἱ ὀξεῖαι. τὸ μὲν οὖν ἐγγὺς εἶναι τῆς ὀρθῆς ὀξεῖάν τινα γωνίαν εἰκότως ἄν τις εἴποι. παμπόλλων γὰρ οὐσῶν αὐτῶν ταύτην νοήσομεν ἐγγὺς εἶναι τῆς ὀρθῆς, ἣ τῆς ὀρθῆς ἂν ἀπολείπεται βραχὺ καὶ μὴ πάνυ τὴν συμβολὴν τῶν ἐργαζομένων αὐτὴν εὐθειῶν ὑποξυνομένην ἔχει. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῶν ἀμβλειῶν παμπόλλων οὐσῶν ἐκείνας νοήσομεν ἐγγὺς εἶναι τῆς ὀρθῆς, ὅσαι τὴν συμβολὴν τῶν ἐργαζομένων αὐτὰς εὐθειῶν ἔχουσι μετρίως ἀμβλεῖαν, ἐγγὺς δὲ τῆς ὀξείας εἶναί τινα γωνίαν, ἀδιανόητον μὲν οὐκ οὔσης μιᾶς τῆς ὀξείας γωνίας ἡ ἐγγώνιον ἔχει σχῆμα καὶ προσέτι διὰ τὸ μὴ ἐγγώνια διὰ τοῖν δυοῖν γγ μήτε εὐγώνια διὰ τῆς εὖ συλλαβῆς κεκλῆσθαι σχήματα πρὸς μηδενὸς τῶν Ἑλλήνων, ἕνα γωνίαν ὀξεῖαν ἔχει, τὰ μέντοι τὴν ὀρθὴν ἔχοντα γωνίαν [856] εὐγώνια διὰ τῆς εὖ διφθόγγου καὶ ἐγγώνια διὰ τοῖν δυοῖν γραμμάτοιν καλοῦσι· μήτε οὖν ἀναγκαῖόν ἐστιν ἀκούειν ἐγγώνιον τοῦ κατ' ὀρθὴν γωνίαν συγκειμένου σχήματος, ὅπερ γίγνεσθαι πέφυκεν, ὅταν ὀρθὴν γωνίαν ὁ πῆχυς ἐργάζηται πρὸς βραχίονα. ζητεῖν δὲ διὰ τί προσέθηκεν Ἱπποκράτης τὸ ἐγγύς. ὥσπερ οὖν εἰώθαμεν λέγειν πολλάκις, ἐρῶ καὶ νῦν· ἀσαφεῖς λέξεις ἐπιστημονικὴν μὲν οὐκ ἔχουσιν ἐξήγησιν· ἐὰν δὲ τὸ πιθανὸν μετὰ τοῦ καὶ προλεγόμενον ἀληθὲς εἶναι καὶ μὴ μάχεσθαι τῇ γνώμῃ τοῦ συγγράμματος τοῦ συγγραφέως ἀποδέχεσθαι χρή. τούτου τοίνυν ἐχόμενος τοῦ σκοποῦ πειράσομαι τὴν ἐγγὺς φωνὴν ἐξηγήσασθαι. λέγω δὲ τὸ μὲν ἐγγώνιον σχῆμα τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ἔχειν, ἓν γάρ ἐστιν. ἡμᾶς δὲ μάλιστα μὲν οὐ δύνασθαι τοιοῦτον σχῆμα τῆς χειρὸς ἐργάζεσθαι, καθ' ὃ διαβεβαιώσαιτο ἄν τις ἀπαρεγκλίτως ὀρθὴν εἶναι γωνίαν τῆς τῶν ὀστῶν συμβολῆς ἀρκεῖν ἡμῖν, εἰ μὴ πόῤῥω τούτου σχηματίσαιμεν. ἔπειτα δὲ οὐδὲ βούλεται τοιοῦτον σχῆμα τῆς ὅλης χειρὸς [857] εἶναι· ἐπιδείξω γὰρ αὐτῆς τὸ κατὰ φύσιν σχῆμα, πλησίον μὲν τῆς ὀρθῆς γωνίας, ἀποκεχωρηκὸς δὲ βραχὺ πρὸς τὴν ἀμβλεῖαν, ὅπερ ἐστὶ πρὸς τὴν ἔκτασιν ῥέπον. ἡ δὲ ἀπόδειξίς μοι τοῦ λόγου γενήσεται, δι' ὧν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψεν· ἐκ γὰρ τοῦ ἐλινύοντος ἔφη καὶ τοῦ ἔθεος εὑρίσκειν ἡμᾶς τὰ κατὰ φύσιν σχήματα. ταῦτα δὲ ἄμφω συντεθέντα σκοπὸν ἕνα ποιεῖ σύνθετον, ὡς εἰ καὶ οὕτως τις εἶπεν, ἐν οἷς ἀργοῦντες εἰθίσμεθα σχήμασιν ἕκαστον τοῦ σώματος μόριον ἔχειν, αἱρετέα ταῦτά ἐστι καὶ κατὰ τὰς θεραπείας. εὔδηλον γὰρ ὡς ὁ πρῶτος σκοπὸς τῶν ἐπιτηδείων σχημάτων ἐστὶν ἡ ἀνωδυνία. ταύτην οὖν εὔδηλον ὡς οὐδεὶς τῶν ἀλγούντων ὑπερβὰς ἐν ἄλλῳ ἂν σχήματι τὸ πλεῖστον μέρος τοῦ χρόνου σχηματίσαι τὸ μόριον. ἐὰν οὖν ἐπισκέψῃ τοὺς ἀλγοῦντας ἀνθρώπους, εὑρήσεις ὡς ἐπὶ τὸ πολὺ τὰς χεῖρας κατατιθεμένας, οὐκ ἀκριβῶς μέσας ἐκτάσεως ἄκρας καὶ κάμψεως ἐσχάτης, ἀλλ' ἐπὶ τὴν ἔκτασιν ἑρπούσας. τὸ δὲ αὐτὸ συμβέβηκε καὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν τῶν σχημάτων. ἐν γὰρ τῷ κεκμηκότι ἀναπέπτασθαι [858] μάλιστα ἐροῦμεν οἱ πάντες ἄνθρωποι τὸ ἀνωδυνώτατον σχῆμα, πρὸς μὲν τὸ μέσον ἔρχονται τοῦ τε ἀκριβῶς ὑπτίου καὶ πρηνοῦς ἐσχάτως, ἐκκλίνουσι δὲ βίᾳ βραχὺ πρὸς τὸ πρηνές. ὁ μὲν οὖν Ἱπποκράτης ταῦτα διελθεῖν βουλόμενος προσέθηκε τὸ ἐγγὺς οὐκ ἔχων διατείνεσθαι. τὸ μέντοι τῶν σχημάτων τῆς χειρὸς ἁπάντων ἀνωδυνώτατον εἶναι τὸ νῦν ὑπ' ἐμοῦ λεγόμενον ἀκριβῶς οἴδασι καὶ ὅσοι τρίβωνές εἰσι τῶν τοιούτων ἔργων τῆς τέχνης ἀκούσαντες τὸν λόγον τοῦτον, οἱ δὲ ὅτε γνωρίζουσι τὴν κατ' αὐτὸν ἀλήθειαν. ἐνέχεσθαι δὲ δεῖ τὸν ἐξηγούμενον ὁτιοῦν σύγγραμμα τῆς τε τοῦ συγγραφέως γνώμης καὶ τῆς τοῦ λεγομένου πράγματος ἀληθείας· ἐν οἷς οὖν ἄδηλόν ἐστι διὰ τὴν ἀσάφειαν ἡ τοῦ συγγραφέως γνώμη, τὸ δὲ ἀληθὲς χρὴ φυλάττειν· οὕτως γὰρ καὶ τοὺς μανθάνοντας ὠφελεῖσθαι συμβήσεται. τοῦτον οὖν τὸν σκοπὸν ἐν ἁπάσαις ταῖς ἐξηγήσεσι πειρῶμαι φυλάττειν. ἔνιοι δὲ τῶν ἐξηγητῶν οὐδ' ἂν ἐθελήσωσι τυχεῖν αὐτοῦ δύνανται, τῶν μὲν ἔργων τῆς τέχνης ἀπείρως ἔχοντες, ἐπὶ δὲ τὸ σοφιστικὸν εἶδος ἐκτρεπόμενοι [859] καὶ γενηθέντες οἱ καλούμενοι λογικοὶ ἰατροὶ, δι' οὓς καὶ οἱ καλῶς χρώμενοι τῷ λόγῳ παρὰ τοῖς ἰδιώταις ὑποπτεύονται. τούτων μὲν δὴ χρὴ μεμνῆσθαι, κἂν ὀλιγάκις λέγονται, μεταβαίνειν δὲ ἤδη καιρὸς ἐπὶ τὰ συνεχῆ τῆς προκειμένης ῥήσεως. ὥσπερ τοῦ τε ὑπτίου καὶ πρηνοῦς ἀνωδυνώτατόν ἐστι, καθ' ὃ πλείστῳ χρόνῳ τοῦ βίου συνειθισμένοι σχεδὸν ἅπαντές εἰσι· προσχωρεῖ δὲ καὶ τοῦτο τῷ τῆς ἐκτάσεως· ἐν τούτῳ γὰρ τῷ σχήματι πλεῖστον χρόνον ἔχειν δυνάμεθα τὰ σκέλη μὴ μεταβάλλοντες. ὅτι δὲ καὶ ἀναγκαῖόν ἐστι μὴ μεταλλάττειν εἰς ἕτερον ἧττον ἀνώδυνον ἐν τοῖς περὶ μυῶν ὑπομνήμασι δέδεικται, μετὰ τῆς οἰκείας αἰτίας μεταβαλεῖν, οὐκ ἀποδείξεως, ἀλλ' ἀναμνήσεως χρῄζει, καθάπερ γε καὶ ὅτι διὰ ταχέων ἐπανερχόμεθα πάλιν ἐπ' αὐτοῦ. τὴν δ' αἰτίαν οὐκ ἀναγκαῖον λύεσθαι μακροτέρου λόγου δεομένην· ἄμεινον γὰρ ἀντὶ τοῦ τὴν αἰτίαν εἰπεῖν, ἕτερόν τι χρησιμώτερον τοὺς νέους ὠφελῆσαι, μετὰ τοῦ φυλάττειν ἀκριβῶς τὴν Ἱπποκράτους γνώμην καταλελεγμένην [860] πρὸς ἡμῶν ἐν ταῖς περὶ μυῶν κινήσεσιν. ἐν γὰρ τῇ τοῦ βραχίονος πρὸς τὸν πῆχυν διαρθρώσει τὸ κατὰ φύσιν ἐστὶ σχῆμα μέσον τῶν ὑπερβολικῶν ἑκατέρου, καθ' ὃ μήτε ἐκτεῖναι μήτε κάμψαι μᾶλλον ἔτι δυνάμεθα, καὶ φαίνεταί γε τυγχάνον τῆς σαρκὸς τῶν ὀστῶν γυμνουμένων ἢ τοῦ πήχεος βαθμοῦ, ἣν ὁρίζουσιν αἱ δύο κορῶναι. πεπληρωμένη δὲ καὶ ὡς ὑπὸ τῆς γιγγλυμοειδοῦς τοῦ βραχίονος περιφερείας, ἣν οἱ μέσοι περιλαμβάνουσι κόνδυλοι. κατὰ δὲ τὰς ἐσχάτας ἐκτάσεις ἡ ὄπισθεν κορώνη τοῦ πήχεος εἰς τὴν ὀπίσω βαθμίδα τοῦ βραχίονος ἐμβαίνουσα, καθάπερ ἡ πρόσθεν ἐν ταῖς ἐσχάταις καμπαῖς· καὶ ὅσοι φύσει θατέραν ἔχουσι τὴν ὀπίσω κοιλότητα πλέον τῆς ἄκρας ἐκτάσεως εἰς τὴν ἐκτὸς χώραν ἀπάγουσι τὸν πῆχυν, ὥσπερ αὖ πάλιν οἱ τοῦ προσήκοντος ἐνδεέστεροι οὐκ ἀκριβῶς ἐκτείνουσιν. ὡς δὲ αἱ κατασκευαὶ τῆς διαρθρώσεως οὐχ ὅμοιαι πᾶσίν εἰσιν, οὐδὲ ἀκριβεῖς ὅροι τῆς ἐκτάσεως ἐπὶ πάντων, οὕτως οὐδὲ [861] ἡ μεσίτης ἡ αὐτὴ πᾶσιν ἔσται. ὅταν οὖν τὸ μῆκος τῆς ἄκρας ἐκτάσεως καὶ κάμψεως σχῆμα κατὰ φύσιν εἶναι λέγομεν, οὐ κατακριβωμένως, ἀλλ' ἐν πλατεῖ νοεῖσθαί σε χρὴ τὸ μέσον τοῦτο, καλεῖ δὲ ὁ Ἱπποκράτης αὐτὸ κοινόν· ἀλλ' ὥσπερ ἀδύνατόν ἐστι κατὰ τὸ ἀκριβέστατον ἐν μέσῳ σχήματι καθιστάναι τὴν χεῖρα, καθ' ὃ μηδὲ βελόνης πάχος ἑλεῖν ἢ προσθεῖναι δυνατόν ἐστιν, οὕτως οὐ χρὴ μέσου τοῦδε πόῤῥω σχηματίζειν τὴν χεῖρα. κατὰ τοῦτο γὰρ ὁ τεχνικὸς στοχασμὸς τοῦ μὴ τεχνικοῦ διαφέρει, τοῦ μὲν τεχνικοῦ πλησίον ἀφικνουμένου τῆς ἀκριβοῦς συμμετρίας, τοῦ δὲ ἰδιώτου πλεῖστον ὅσον ἐνίοτε σφαλλομένου. δύναιτο ἂν οὖν καὶ κατὰ τοῦτο ὁ Ἱπποκράτης συμβουλεύειν τὸ ἐγγὺς τοῦ ἐγγωνίου σχήματος φυλάττειν, ἐγγώνιον μὲν καλῶν τὸ κατ' ὀρθὴν γωνίαν, ἀξιῶν δὲ στοχαζομένους ἡμᾶς αὐτῆς μὴ πόῤῥω τῆς ἀκριβοῦς ἀφικνεῖσθαι συμμετρίας. ὃ δὲ ἔφην ἐγὼ διδάξειν τοὺς νέους χρησιμώτατον ἐς τὰ παρόντα καὶ δὴ φράσω, μεγίστην ἐν πᾶσι τοῖς κατ' ἰατρικὴν δύναμιν ἔχειν [862] τὸ ἔθος, ὡς ἐπίκτητον αὐτὸ φύσιν ὑπὸ τῶν μεγίστων ἰατρῶν ὠνομάσθαι. φαίνεται δὲ καὶ Ἱπποκράτης ἐν τοῖς ἀναγκαιοτάτοις σκοποῖς ἀεὶ τιθέμενος αὐτὸ καὶ δύναμιν ἐνδείξεως ἀπονέμων δευτέραν, ἐπὶ προτέρας δηλονότι τοῦ κατὰ φύσιν ὑπελάσσω εἶναι τὴν κατ' αὐτὴν ἀκριβῶς ἰδέαν σχήματος, ὡς ἐπὶ πάντων τῶν καμνόντων ποιεῖσθαι, ἀλλ' ὑπαλλάττειν ἐφ' ἑκάστου τοῖς ἔθεσιν, ὁ μὲν οἰκείως ἐνίους μὲν ἑώρων δι' ὅλης ἡμέρας καθημένους, ὅσοι τέχνας ἑδραίας ἔχουσιν, ἐνίους δὲ ἑστῶτας ἢ βαδίζοντας. εὔλογον οὖν ἔδοξέ μοι μᾶλλον ἐκτεταμένον σχηματίζειν τὸ σκέλος, ἐφ' ὧν εἴθισται πλείστῳ χρόνῳ τοῦτο ἔχειν τὸ σχῆμα, καθάπερ καὶ ἧττον ἐκτεταμένον, ἐφ' ὧν δι' ὅλης ἡμέρας κέκλιται, καὶ τῇ πείρᾳ μεταβασανίσας, αὐτὸ τοιοῦτον εὗρον ὑπάρχειν, ὁποῖον καὶ ἤλπισα. καὶ περὶ τῶν χειρῶν κατὰ τὸν αὐτὸν λόγον δεῖ μὲν ἐγγὺς τοῦ ἐγγωνίου σχήματος χρῆναι σχηματίζειν αὐτὰς, ἀλλὰ εἰς τὸ μᾶλλόν τε καὶ ἧττον ἐκ τῶν ἐθῶν λαμβάνει τὴν ἔνδειξιν. ἐπεὶ δὲ καὶ διὰ τῆς πείρας ἁπάσας τὰς λογικὰς οἱ ἄνθρωποι ἐπινοίας κρίνουσιν, ἐμαρτυρήθη [863] τὸ πρᾶγμα, βεβαίαν ἤδη τὴν πρόγνωσιν ἔχον οὐδὲ τοῦτο ἐφθόνησαν τῆς εὑρέσεως. ὑπὸ πάντων οὖν τῶν φίλων βασανισθὲν τὸ θεώρημα βέβαιον ἤδη γέγονε χρησιμώτατον εἰς τὰ τοιαῦτα, καὶ τὸν Ἱπποκράτην τοίνυν εἴπομεν ὑπαλλάττειν μὲν ἀξιοῦν τὸ ἀκριβὲς ἐγγώνιον σχῆμα τῇ διαφορᾷ τῶν ἐθῶν, τὴν ἀλλαγὴν δὲ βραχεῖαν ποιεῖσθαι, τουτέστιν ἐγγὺς τοῦ ἐγγωνίου σχήματος.

   ‑ ‑ ‑

   κβ΄. Ἐν δὲ τῇ μεταλλαγῇ ἐκ διατάσιος ὅμοια ταῦτα ἔχουσιν, εἰς ἕξιν ἢ θέσιν μύες, φλέβες, νεῦρα, ὀστέα ἢ μάλιστα εὔθετα καὶ εὔσχετα.

   ‑ ‑ ‑

   Ταῦτα καὶ πρόσθεν εἴρηται, κἂν παντελῶς αὐτὰ περιέλοι τις, οὐδὲν ἡ διδασκαλία βλαβήσεται. συμβαίνει δὲ ἐν τοῖς τοιούτοις βιβλίοις, ὅσα πολλῶν πραγμάτων ἑρμηνείαν ἔχει διὰ βραχείας λέξεως, ἄλλως καὶ ἄλλως ἐνίοτε τὸν γραφέα [864] τὰ αὐτὰ πράγματα γράφειν, ἑαυτὸν σκοπούμενον ᾖ τινι λέξει χρήσεται μᾶλλον, εἶθ' εὑρόντα τὸν βιβλιογράφον ἐνίας μὲν αὐτῶν ἐν τοῖς μετώποις γεγραμμένας, ἐνίας καὶ κατὰ τοῦ μετώπου, πάσας ἔγραψε τῷ ἐδάφει τοῦ συγγράμματος ἐν ᾗ κάλλιστα τάξει δόξουσιν εὐλόγως ἐγκεῖσθαι. τὸ γοῦν κατὰ τὴν προκειμένην λέξιν δηλούμενόν ἐστι τοιοῦτον. πλείονας ἔφην εἶναι καιροὺς τῷ θεραπευομένῳ. πρῶτον ἐν ᾧ προγίνεται πρὸς τὸν ἰατρὸν ἔν τινι σχήματι πάντως ἔχων τὸ πεπονθὸς μέρος· εἶθ' ἑξῆς ἄλλον, ἐν ᾧ κατεσκευάσθαι τοῖς ἰατροῖς ἑαυτὸν παρέχει γνωσομένοις τί τό τε συμβεβηκὸς αὐτῷ πάθημά ἐστι, καὶ τίνος δεῖται παρασκευῆς εἰς θεραπείαν· εἶθ' ἑξῆς ὁ τῆς τούτων παρασκευῆς χρόνος καὶ μετ' αὐτὸν ὁ τῆς διατάσεως, εἶτα μετὰ τοῦτον ἐπὶ μὲν τῶν καταγμάτων ὁ τῆς διαπλάσεως, ἐπὶ δὲ τῶν ἐξαρθημάτων ὁ τῆς ἐμβολῆς, εἶθ' ὁ τῆς ἐπιδέσεως μετὰ τοῦτον, ὕστατος δὲ πάντων ὁ τῆς ἀναλήψεως μὲν ἐπὶ χειρὸς, ἀποθέσεως δὲ ἐπὶ σκέλους καὶ τῶν κατὰ νῶτα καὶ κεφαλὴν χωρίων. ἕξιν οὖν εἴρηκεν ἐν τῇ προκειμένῃ λέξει παρὰ τὸ ἔχειν τὴν [865] ἐν τῷ μετὰ τὴν ἐπίδεσιν καιρῷ κατάστασιν τῶν ἐπιδεδεμένων. ἀντιδιῄρηκε δὲ αὐτῇ τὴν θέσιν ἀποτιθεμένων ἢ τριῶν γιγνομένων, ἅπερ ἐστὶ τὰ σκέλη καὶ ἡ κεφαλὴ καὶ ἡ σύμπασα ῥάχις, ὡς τὴν ἕξιν ἡμῶν ἀκούσωμεν ὡς ἐπὶ τῶν ἄλλων, οἷον ἐπί τε κλειδῶν καὶ χειρῶν καὶ πλευρῶν, ἀκρωμίου τε καὶ ὠμοπλάτης καὶ γένυος ἑκατέρας καὶ εἴ τι ἄλλο τοιοῦτον. βούλεται γὰρ ἐν τῇ μεταβολῇ τῶν εἰρημένων χρῆναι τὰ πεπονθότα μόρια, τὰ μὲν κεῖσθαι καλῶς καὶ ὅσα δύναταί γε θεῖναι, τὰ δὲ δέχεσθαι καλῶς, ἃ μὴ δύναται τιθέναι. εὔθετα μὲν ὠνόμασε τιθέμενα, εὔσχετα δὲ τὰ ἄλλα. τὰ μὲν γὰρ ἄλλα κατὰ τοὺς εἰρημένους αὐτῶν ἐστιν ἕτερα. κοινὸν δὲ ἐν πᾶσιν ἓν ταὐτόν ἐστι τὸ κατὰ φύσιν σχῆμα τοῦ μέρους. ἀποβλέπειν οὖν εἰς τοῦτό γε κελεύει στοχαζόμενον τοῦ τε τελευταίου καιροῦ τὴν γεγονυῖαν ἐπίδεσιν φυλάττοντα ἐν χρόνῳ πλείονι. ἐὰν οὖν ἐν ἄλλῳ σχήματι τὴν ἐπίδεσιν ποιησάμενοι μεταβάλλωμεν εἰς ἄλλο, κατὰ τὸν ὕστατον καιρὸν ἡ θέσις ὑπαλλαχθήσεται τῶν μυῶν καὶ τῶν νεύρων καὶ τῶν φλεβῶν, καὶ οὔτε εὔθετα οὔτε εὔσχετα [866] ἔσται, τουτέστιν οὔτε καλῶς ἀποκείμενα οὔτε καλῶς ἀνειλημμένα.

   ‑ ‑ ‑

   κγ΄. Διάτασις μάλιστα τὰ μέγιστα καὶ πάχιστα καὶ ὁμαλὰ καὶ ὅκου ἀμφότερα. δεύτερα ὧν τὸ ὑποτεταγμένον, ἥκιστα ὧν τὸ ἄνω.

   ‑ ‑ ‑

   Ἡ διάτασις, φησὶ, μάλιστα γίνεται κατ' ἐκεῖνα τὰ μόρια, καθ' ἃ μέγιστα καὶ πάχιστά εἰσι τὰ ὀστᾶ καὶ τὰ περὶ αὐτὰ σώματα, τουτέστιν οἱ μύες. οὗτοι γάρ εἰσιν οἱ μάλιστα κατατείνεσθαι δεόμενοι, διότι καὶ μάλιστα ἀνασπᾶσθαι πεφύκασιν ἐπὶ τὰς ἑαυτῶν κεφαλάς. ἔστι δὲ τοιοῦτον μόριον ὁ μηρὸς, εἶθ' ἑξῆς βραχίων καὶ κνήμη καὶ μετ' αὐτὸν ὁ πῆχυς, εἶτα τὰ κατ' ἄκραν χεῖρα καὶ πόδα, ἐξαιρομένων ἐν τῷ παρόντι τῶν κατὰ ῥάχιν. ἀλλὰ καὶ ὅκου, φησὶν, ἀμφότερα τὰ ὀστᾶ πέπονθεν, ἀλλὰ μᾶλλον χρὴ διατείνειν ὡς ἐπὶ πήχεος καὶ κερκίδος. ἥκιστα δὲ, τουτέστιν [867] ἐλάχιστα καὶ μετριώτατα ὄντα ἄνω, καθάπερ ἐπὶ χειρὸς ἡ κερκίς. ἅπαντα δὲ ταῦτα ὡς ἔφην ἐν τῷ περὶ ἀγμῶν ἐξείργασται.

   ‑ ‑ ‑

   κδ΄. Μᾶλλον δὲ τοῦ μετρίου βλάβη, πλὴν παιδίων, ἔχειν ἀνάντη σμικρόν.

   ‑ ‑ ‑

   Παιδίων μὲν ἧττον τοῦ συμμέτρου γιγνομένη διάτασις, ἐάν τε ἐπὶ καταγμάτων ἐάν τε ἐπὶ ἐξαρθρημάτων μόνη ἀποτυχίαν φέρῃ· διαπλάσεως μὲν ἐπὶ τῶν καταγμάτων, ἐμβολῆς δὲ ἐπὶ τῶν ἐξαρθρημάτων. οὐ μὴν ἀλλ' ἥ γ' ἔτι βλάβην ἰδίαν ἔχει, καθ' ἃ ἢ μᾶλλον αὕτη ὀδυνηρὰ μὲν ἐνεργουμένη, φλεγμονὰς δὲ ἐξ ὑστέρου καὶ πυρετοὺς καὶ σπασμοὺς, ἐνίοτε καὶ παραλύσεις ἐπιφέρει, καθάπερ Ἐρασίστρατος ἑωρακέναι φησὶν ἐπὶ τοῦ κατ' ὦμον ἄρθρου διαταθέντος ἐπὶ πλέον. ἧττον δὲ οἱ παῖδες τῶν ἄλλων ἐπὶ τῇ πλεονασθείσῃ τάσει βλάπτονται, διὰ τὴν ὑγρότητα καὶ μαλακότητα [868] τῶν σωμάτων. ὡς γὰρ ἵμαντες οἱ μὲν ὑγροὶ καὶ μαλακοὶ τῶν σωμάτων ἀλύπως ἐπὶ πλέον ἐκτείνονται, ῥήγνυνται δὲ οἱ σκληροὶ καὶ ξηροὶ, κατὰ τὸν αὐτὸν τρόπον καὶ οἱ μύες καὶ τὰ νεῦρα τὰ μὲν ὑγρὰ καὶ μαλακὰ ῥᾳδίως ὑπακούοντα ταῖς τάσεσιν οὔτε ὀδυνᾶται σφοδρῶς οὔτε ἀποῤῥήγνυται, τὰ δὲ σκληρὰ καὶ ξηρὰ διὰ τὸ μὴ δύνασθαι χωρὶς μεγάλης βίας ἐκταθῆναι, σφοδρὰς ὀδύνας ἐπιφέρει, οὐ μόνον κατὰ τὰς ὑπερβαλλούσας τάσεις, ἀλλὰ κατὰ συμμέτρους. ἐν αὐτῷ δὲ τούτῳ καὶ σπῶνται καὶ ἀποῤῥήγνυνται μυῶν καὶ νεύρων ἶνες. οὐκοῦν τούτων τι γίγνεται τοῖς παιδίοις, οὔτε αὐτοῖς ἀκολουθοῦσιν αἱ φλεγμοναὶ καὶ δι' αὐτὰς πυρετοὶ καὶ παραφροσύναι καὶ σπασμοὶ καὶ παραλύσεις. αὐτὸς μὲν οὖν ἐπὶ παιδίων ἐποιήσατο τὸν λόγον, ἡμᾶς δὲ δεῖ μεταφέρειν αὐτὸν οὖν ἐπὶ εὐνούχους τε καὶ γυναῖκας καὶ τοὺς ἐκ φύσεως ἢ ἔθους, ὑγροὺς καὶ μαλακοσάρκους· αἱ τοιαῦται γὰρ κράσεις τῶν σωμάτων καὶ ὑπακούουσί τε τῇ τάσει ῥᾳδίως οὐδεμία τε βλάβη μεγάλη δι' αὐτὸ τοῦτο, κἂν πλεονασθῶσιν, [869] ἀκολουθεῖν αὐτοῖς εἴωθεν. ὅσοι δὲ δι' ἔθος ἢ φύσιν ἐσκλήρυναν τὸ σῶμα, μόγις μὲν ὑπακούουσι τῇ τάσει, καὶ διὰ τοῦτο καὶ ἧττον αὐτοὺς κατατείνεσθαι πρὸς τῶν ἰατρῶν αὐτὸς ἔφη, μεγάλας δὲ καὶ τὰς βλάβας ἴσχουσιν ἐπὶ ταῖς ἀμετροτέραις τάσεσιν. ἔχειν ἀνάντη σμικρὸν καὶ τοῦτο ὁμοίως τοῖς πρὸ τούτου διὰ διττῶν αἰτιῶν εἴρηται, πρῶτον δι' ἀσφάλειαν καὶ ἕνεκα δὲ τοῦ μὴ πονεῖν τὰ πικρά· τὰ γὰρ ἐναντία διὰ τὴν ὀδύνην βλαβερά.

   ‑ ‑ ‑

   κε΄. Διαρθρώσιος παράδειγμα τὸ ὁμώνυμον, τὸ ὁμόζυγον, τὸ ὅμοιον, τὸ ὑγιές.

   ‑ ‑ ‑

   Οὐχ ὁμώνυμον, ἀλλὰ συνώνυμον εἰρῆσθαι βέλτιον ἦν, εἴ γε τοὺς ὄντας ὁμωνύμους, ὃ μὴ προσείρηκεν, ἄνθρωπος δ' ἀνθρώπῳ συνώνυμός ἐστι καὶ Ἱπποκράτης Ἱπποκράτει καὶ κύων χερσαῖος τῷ χερσαίῳ, καθάπερ ὁ θαλάττιος τῷ [870] θαλαττίῳ. ὅσα μὲν οὖν τῶν ὀνομάτων ἓν εἶδος, ἐν πολλοῖς τῶν κατὰ μέρος σημαίνει, συνωνύμως ἐπ' αὐτῶν λέγεται. ὅσα δὲ ἐπὶ διαφερόντων κατηγορεῖται, ταῦτα ἔθος ἡμῖν ἐστι λέγειν ὁμωνύμως κατηγορεῖσθαι. τὰ δὲ ὑποκείμενα καὶ δηλούμενα πρὸς αὐτῶν ὁμώνυμα ὑπάρχῃ. καὶ ἡ χεὶρ οὖν τῇ χειρὶ ταὐτὸν εἶδος ἔχουσα ὡς ὁμώνυμον εἶναι λέγοιτο. τοῦτο μὲν τὸ ὀνοματίζειν τισὶν οὐ μεγάλης ἄξιον σπουδῆς, τὰ δ' ἐφεξῆς εἰς αὐτὴν τὴν τέχνην διαφέρει. κελεύει γάρ σε διαρθροῦν τὰ πεπονθότα σώματα παραδείγματι χρῆσθαι τῷ ὡμωνύμῳ καὶ ὁμοζύγῳ καὶ ὁμοίῳ καὶ ὑγιεῖ, ὁμωνύμῳ ἐν τῷ παραβάλλειν βραχίονι βραχίονα καὶ πῆχυν πήχει καὶ μηρὸν μηρῷ καὶ κνήμην κνήμῃ, ὁμοζύγῳ δὲ καθ' ἕνα τὸν αὐτὸν ἄνθρωπον οὐκ ἄλλον ὅπερ κἀν τῷ περὶ ἄρθρων ἐδήλωσεν εἰπὼν, μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα. προστίθησι δὲ τῷ ὁμοζύγῳ τὸ ὅμοιον. ἐνδέχεται γὰρ ὁμόζυγον μὲν εἶναι τὸ παραβαλλόμενον, οὐ μὴν ὅμοιόν γε. πολλάκις γὰρ ὁ ἕτερος βραχίων ἠτρόφησε κατά τινα διάθεσιν ἢ ἀπόστασιν [871] ἔσχεν ἢ βλαισσὸν τὸ σκέλος ἢ ῥαιβὸν ἐγένετο, διὸ καὶ πάλιν ἐπήνεγκε τὸ ὑγιὲς, οὐ ὀκνήσας πάντως τῇ δυνάμει εἰπεῖν αὐτὸ, οὕνεκα τοῦ μηδὲν ἡμᾶς παρακοῦσαι. τὸ γὰρ ὁμόζυγον ὑγιὲς πάντως ἐστὶν, ἂν ὅμοιον ἢ πλησίον ἢ ἀμφότερα φθάνοι κατ' αὐτὸν τρόπον πεπονθέναι. τοῦτο δ' ἐπ' ἄλλων, ἀλλὰ τοῦτο δεησόμεθα τὸ ὁμοίως προσθεῖναι τῷ ὑγιές. ἀρκέσει μόνον ὑγιὲς εἰπεῖν, ἐν ἑαυτῷ καὶ τὸ ὅμοιον. ἴσως οὖν ἀμφότερα γεγραφότος αὐτοῦ τοῦ Ἱπποκράτους, ὡς ἐν ἄλλοις συνέβη τὸ ἐγγραφόμενον, οὐ τὸ ἕτερον αὐτῶν, ἀλλὰ μὴ τὰ δύο γράψαι.

   ‑ ‑ ‑

   κστ΄. Ἀνάτριψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι. ἡ σκληρὴ δῆσαι, ἡ μαλακὴ λῦσαι, ἡ πολλὴ μινυθῆσαι, ἡ μετρίη παχῦναι.

   ‑ ‑ ‑

[872]    Δῆσαι μὲν λέγει τὸ πυκνῶσαι, λῦσαι δὲ τὸ ἀραιῶσαι καὶ μαλακῦναι, μινυθῆσαι δὲ τὸ ἰσχνᾶναι. τὴν μὲν οὖν σκληρὰν τρίψιν εἰκὸς δήπου καὶ τὴν τριβομένην σάρκα παραπλησίαν ἑαυτῇ ποιεῖν ἐν τῷ πιλεῖν τε καὶ θλίβειν αὐτήν. οὕτως δὲ καὶ τὴν μαλακὴν τρίψιν ὁμοίαν ἑαυτῇ καὶ τὴν σάρκα κατασκευάζειν, ὡς ἂν τῇ σκληρᾷ τἀναντία δρῶσαν. τὴν δὲ πολὺ διαφέρουσαν ὑπὸ πλέον ἰσχναίνειν εὔλογον. ἀνατρέφειν δὲ καὶ σαρκοῦν οὐχ ἁπλῶς τὴν ἀντικειμένην τῇ πολλῇ τὴν ὀλίγην, ἀλλὰ τὴν μετρίην, ὅπερ εἶπε καὶ πρόσθεν ἐπὶ τῆς τοῦ θερμοῦ ὕδατος χρήσεως. ἡ γὰρ παντελῶς ὀλίγη τρίψις ὁμοίως τῇ βραχείᾳ καταχύσει τοῦ ὕδατος οὐδὲν αἰσθητὸν ἐργάζεται. μέχρι τοσοῦτο τοίνυν χρὴ τρίβειν, ἕνεκα σαρκώσεως, ἄχρι περ ἂν ἐκφάνῃ τὰ αὐτὰ γνωρίσματα τοῖς ἐπὶ τῆς μετρίας καταχύσεως εἰρημένοις ἐν τῇ λέξει, καθ' ἥν φησιν· ἔτι μετεωριζομένου δεῖ, πρὶν συμπίπτειν παύσασθαι. τὸ μὲν γὰρ πρῶτον αἴρεται, ἔπειτα δὲ ἰσχναίνεται. ὅτι δ' οὐδὲν λείπει περὶ τῶν ἔργων τῆς ἀνατρίψεως ἐν τῷ [873] δευτέρῳ τῶν ὑγιεινῶν ἐπιδέδεικταί μοι. γιγνώσκειν μέντοι χρὴ καὶ τοῦτο τοῖς πολλοῖς ἀγνοούμενον, ὡς οὐ τὴν ἐκ τῶν κάτω μερῶν ἄνω γιγνομένην τρίψιν ὀνομάζουσιν οἱ Ἕλληνες, ἀλλ' ἅπασαν ἁπλῶς αὖ ἐπιτελουμένην καὶ σπάνιόν γέ ἐστι τὸ τῆς τρίψεως ὄνομα παρ' αὐτοῖς εὑρεῖν. ἀνάτριψιν γὰρ ἔθος ἐστὶν αὐτοῖς ὀνομάζειν, ὃ νῦν ἡμίτριψιν καλοῦμεν.

   ‑ ‑ ‑

   κζ΄.

   Ἐπιδεῖν δὲ τὸ πρῶτον ὁ μὲν ἐπιδεδεμένος μάλιστα φάτω πεπιέχθαι κατὰ τὸ σίνος, ἥκιστα τὰ ἄκρα. ἡρηῶσθαι δὲ, μὴ πεπιέχθαι τῷ πλήθει μὴ ἰσχύει. τὴν δὲ ἡμέρην ταύτην καὶ νύκτα ὀλίγῳ μᾶλλον, τὴν δ' ὑστέρην ἧσσον, τρίτη χαλαρά. εὑρεθήτω δὲ τῇ μὲν ὑστεραίῃ ἐν ἄκροις οἴδημα μαλθακὸν, τῇ τρίτῃ δὲ τὸ ἐπιδεθὲν, ἰσχνότερον παρὰ πάσας τὰς ἐπιδέσιας τοῦτο. τῇ δ' ὑστεραίῃ ἐπιδέσει, ἢν δικαίως ἐπιδεδεμένον φανῇ, μαθεῖν δεῖ. ἐντεῦθεν δὲ μᾶλλον καὶ ἐπὶ πλείοσιν πιεχθήτω. τῇ δὲ τρίτῃ ἐπὶ μᾶλλον δὲ ἐπὶ [874] πλείοσιν. τῇ δὲ ἑβδόμῃ ἀπὸ τῆς πρώτης ἐπιδέσεως λυθέντα, εὑρεθήτω ἰσχνὰ, χαλαρὰ τὰ ὀστέα. ἐς δὲ νάρθηκας δεθέντα, ἢν ἰσχνὰ καὶ ἄκνησμα καὶ ἀνέλκεα ᾖ, ἐὰν μέχρις εἴκοσιν ἡμερέων ἀπὸ τοῦ σίνεος. ἢν δέ τι ὑποπτένηται, λῦσαι ἐν μέσῳ νάρθηκας διὰ τρίτης ἐρείδειν, ἡ ἀνάληψις, ἡ ἀπόθεσις, ἡ ἐπίδεσις, ὡς ἐν τῷ αὐτῷ σχήματι ᾖ διαφυλάσσειν.

   ‑ ‑ ‑

   Ἑρμάσματα μὲν ὅτι ἕρματα λέγουσιν οἱ Ἕλληνες εὔδηλόν ἐστι κἀκ τοῦ παρὰ τοῦ ποιητοῦ λεχθέντος οὕτω·

               ὑπὸ δ' ἤρεον ἕρματα νηῶν.

ἀνάλογον δὲ αὐτῷ τὸ ἡρμόσθαι, τὸ οἷον ἐρηρεῖσθαι καὶ ἐστηρίχθαι δηλοῖ. τοῦτ' οὖν διὰ τὸ πλῆθος τῶν ὀθονίων μᾶλλον ἢ τῆς ἰσχύος γίγνεται. κελεύει δὲ ἰδίως τὴν ἐκ τῆς ἐπιδέσεως θλίψιν. εἴρηται δὲ καὶ περὶ τοῦδε καὶ περὶ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τὴν προκειμένην ῥῆσιν καὶ τὰ [875] ἐφεξῆς γέγραπται τελειώτατα διά τε τοῦ περὶ ἀγμῶν καὶ τοῦ περὶ ἄρθρων, λανθανόντων ἐξηγεῖσθαι καὶ μεταφέρειν εἰς τόδε τὸ βιβλίον, ὅσα τελέως ἐν ἐκείνοις εἴρηται καὶ τοῦτο καὶ σαφῶς οὐχ ἡγοῦμαι προσήκειν. αἰσχρὸν γάρ μοί ἐστιν αὖθις τὰ ἀριζήλως εἰρημένα μυθολογεῖν, ὃ πάντων δεινότατον ἑρμηνεύειν τὸ νοηθὲν οὐκ ἐμοῦ μόνον φησίν. ὑπερβὰς κατὰ αὐτὰ, καὶ γὰρ σαφῶς εἴρηται τοῖς ἀνεγνωκόσι τὸ περὶ ἀγμῶν καὶ περὶ ἄρθρων, ἐπὶ τὰ συνεχῆ τρέψομαι.

   ‑ ‑ ‑

   κη΄. Κεφάλαια, σχημάτων ἔθη, φύσεις ἑκάστου τῶν μελέων. τὰ εἴδεα ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι, κατακεῖσθαι ἐκ τοῦ ἔργου, ἐκ τοῦ ἀφεῖσθαι.

   ‑ ‑ ‑

   Εὔδηλον κατ' αὐτῆς τῆς ῥήσεως ὅτι τὸ βιβλίον τοῦτο γεγραμμένον ἐν τύποις ἐξεδόθη μετὰ τὸν τοῦ γράψαντος αὐτοῦ θάνατον. εἰώθασι γὰρ οἱ τὰ τοιαῦτα ἐκγράφοντες [876] διττῶς ὑπὸ τοῦ συγγραφέως γραφέντα ἢ ἔξωθεν, ἕνεκα τοῦ διασκέψασθαι ποτέροις ἀμείνοσι αὐτοῖς ἑρμηνεῦσαι, ταῦτα ἐπιγράφειν αὐτῷ τῷ συγγράμματι. τί γὰρ πιστεῦσαι δύναται δὶς τὰ αὐτὰ γράψαι βουληθῆναι ἐν τούτῳ τῷ βιβλίῳ, μηδεμιᾶς ἀνάγκης εὐλόγου γενομένης, ἔτι τε μᾶλλον ἐν ᾧ βραχυλογίαν ἐσχάτην ἐπετήδευσεν, ἀλλ' ἐπειδὴ τοῖς πρὸ ἡμῶν ἔδοξε καὶ τὰ τοιαῦτα ἐξηγῆσαι καὶ ἡμεῖς αὐτοῖς ἀκολουθήσαμεν. ὅταν μὲν οὖν τὰ κεφάλαια τῶν σχημάτων ἐν ἴσῳ τῶν σκοπῶν εἴρηκεν, εἰς οὓς ἀποβλέποντες εὑρήσομεν ἐφ' ἑκάστῳ μέρει αὐτοῦ οἰκεῖον σχῆμα, πρόδηλόν ἐστι. καὶ μὲν δὴ καὶ ὅτι τὰ ἔθη τῶν σκοπῶν τοιούτων εἷς ἐστιν, εἴρηται καὶ πρόσθεν ἐν τῇδε τῇ ῥήσει· πάρεξις δὲ καὶ διάτασις καὶ κατάτασις καὶ τἄλλα κατὰ φύσιν. φύσις δὲ ἐν μὲν ἔργοις τοῦ ἔργου τῇ πρήξει, ὃ βούλεται τεκμαρτέον. ἐς δὲ ταῦτα ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐκ μὲν ἐλινύοντος καὶ ἀφειμένου τὰς ἰθυωρίας σκέπτεσθαι οἷον τὸ τῆς χειρός. ἐκ δὲ τοῦ κοινοῦ ἔκτασιν, σύγκαμψιν, [877] οἷον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα· ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερα, οἷον σκέλεα ἔκτασιν. ἀπὸ τουτέων γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα. ταῦτα γεγραφὼς ἀνήρω πῶς οὐκ ἂν αὖθις ἔγραψεν αὐτῶν φαυλότερα κατὰ τὴν προκειμένην ῥῆσιν. προειπὼν γὰρ ἐν αὐτῇ ἔθεά τε καὶ φύσιας ἑκάστου μελέων, ἑξῆς τὰ εἴδεα, τουτέστι τὰς διαφορὰς αὐτῶν ἐξ ἐνεργειῶν γνωρίζεσθαι βούλεται. τινὲς δὲ καὶ προσεγράψαντο τὰ εἴδεα τῶν μελῶν, ἵνα ἡ λέξις οὕτως ἔχῃ· τὰ εἴδεα τῶν μελῶν. περὶ γοῦν σκελέων ὡς ἐπὶ παραδείγματος ἔφη· ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι. καὶ κατὰ ταῦτα προσέθηκεν ἐκ τοῦ κατακεῖσθαι, ὅπερ ταὐτὸν ἔσται τῷ προγεγραμμένῳ ῥήματι τῷ ἐλινύειν. καὶ μέντοι καὶ μᾶλλον ἐφεξῆς τούτων εἰπὼν, ἐκ τοῦ ἔργου καὶ τοῦ ἀφεῖσθαι. τὸ μὲν ἔργον ἀντὶ τῶν κατὰ μέρος ἔργων ἔλαβε, τοῦ τρέχειν καὶ ὁδοιπορέειν καὶ ἑστάναι. τὸ δ' ἀφεῖσθαι ἀντὶ τοῦ ἐλινύειν, ὥστε οὐδὲν πλέον ἐν τῇδε τῇ ῥήσει διῆλθεν ἔργων καὶ ἡσυχίας· [878] οὐδὲ γὰρ ὅτι φύσεις ὠνόμασε μελῶν ἐν ἀρχῇ τῆς ῥήσεως ἡγητέον αὐτὸν, ἀλλὰ τοῦτο τρίτον σχῆμα τῶν κεφαλαίων εἰρηκέναι, μηδὲν τἄλλο τῆς φύσεως εἰρηκότα γνώρισμα παρὰ τὰ ἔργα, τὸ ὅλον ὧδι ἔχει, καθάπερ ἐν τῇ μικρὸν ἔμπροσθεν εἰρημένῃ ῥήσει γέγραπται. κατὰ πάντας τοὺς καιροὺς τῆς θεραπείας τῶν κατὰ χειρουργίαν παθῶν ἓν σχῆμα φυλάττεσθαι χρὴ τὸ κατὰ φύσιν τοῦ μέρους. εὑρεθήσεται δὲ τοῦτο, φησὶν, ἐκ τοῦ ἐλινύοντος καὶ ἀφειμένου, τουτέστιν ὅταν ἡσυχάζῃ τις, ἔκ τε τοῦ κοινοῦ, τουτέστι τοῦ μεταξὺ τῶν ὑπερβολικῶν, ἔκ τε τοῦ ἔθεος, ἐν ᾧ δῆλόν ἐστι τὰ ἔργα καὶ τὸ ἐλινύειν περιέχεσθαι καὶ τὰ δύο ταῦθ' ἕξομεν γενικώτατα γνωρίσματα τοῦ κατὰ φύσιν ἑκάστῳ μορίῳ γενομένῳ σχήματος, τό τε μέγα εἶναι τὸ ὑπερβολῶν αὐτὸ καὶ ἔθος. ἐγὼ δὲ ἐν τοῖς περὶ μυῶν κινήσεως ὑπὲρ τούτων διελθὼν, καὶ τὴν κατασκευὴν τῶν μορίων, ἣν ἐξ ἀνατομῆς εὑρίσκομεν, ἐνδεικνύμενος τὰ κατὰ φύσιν σχήματα τῶν μορίων, ὡς κἀν τῷ περὶ ἀγμῶν αὐτὸς ὁ Ἱπποκράτης [879] ἐδίδαξε· δύναται δὲ ἄλλος ἄλλοις ὀνόμασί τε καὶ ῥήμασι χρώμενος περὶ τῶν εἰρημένων πραγμάτων ἕτερα φαίνεσθαι λέγειν, οἷον καὶ ὅταν τις φαίη τὸ ἀνώδυνον· οὐ γὰρ ἄλλο σχῆμά τι εὑρήσει πλὴν τοῦ κατὰ τὸ ἐλινύειν εἰθισμένου. τὸ δὲ αὐτὸ τοῦτο καὶ μέσον ἐστὶ τῶν ὑπερβολικῶν. ἀλλὰ κἀκ τῆς κατασκευῆς τῶν μορίων ἐνδεικτικῶς αὐτὸ τοῦτ' ἔστι τὸ εὑρισκόμενον.

   ‑ ‑ ‑

   κθ΄. Ὅτι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει.

   ‑ ‑ ‑

   Καὶ τοῦτο πρὸς ὑποτυπώσει φαίνεται γεγραφὼς ὁ συγγραφεὺς τοῦ βιβλίου, τυχὸν ἴσως ταὐτὸ μηκῦναι βουλόμενος ἐν τῷ πρὸς ἔκδοσιν ὑφ' ἑαυτοῦ γραφομένῳ. καὶ κατ' ἄλλα τῶν ἀντιγράφων εὑρίσκεται γεγραμμένον οὕτως τὸ, διότι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει, προβάλλοντος αὐτὸ πρὸς ζήτησιν ἑαυτῷ τοῦ συγγραφέως χρησιμώτατον ὧν οὐκ ἐν τοῖς κατὰ χειρουργίαν μόνην, ἀλλὰ καὶ τοῖς κατὰ [880] δίαιταν. ἐκθηλύνεται γὰρ ἅπαν ἀργούντων σῶμα καὶ ἄῤῥωστον γίνεται, κρατύνεται δὲ καὶ ῥώννυται πραττόντων αὐτῶν, τουτέστιν ἐνεργούντων, διττὴ ἡ πίστις τοῦ λόγου, πεῖρα μὲν ἁπάντων τῶν προσεχόντων τὸν νοῦν τοῖς ἐναργῶς φαινομένοις. ἡ δὲ ἀπὸ τῆς φυσικῆς κατασκευῆς ἔνδειξις ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασι λέλεκται. ἐν οὖν τοῖς κατὰ χειρουργίαν οὐ χρὴ παμπόλλῳ χρόνῳ φυλάττειν ἀκίνητα πεπονθότα μόρια, καθάπερ ἔνιοι ποιοῦσιν ἀσφαλείας ἕνεκεν, ἀλλὰ δεῖ κινεῖν αὐτὰ μετρίως, ὅταν ἀφλέγμαντα γένηται καὶ τοῦτο ἄρχεσθαι μὲν πράττειν, ὅταν ὕδωρ θερμὸν καταχέηται τοῦ πεπονθότος. ἐφεξῆς δὲ κἀν τοῖς λουτροῖς, εἶτα καὶ χωρὶς τούτων.

   ‑ ‑ ‑

   λ΄. Ἢ πιέσει ἢ πλήθει.

   ‑ ‑ ‑

   Καὶ τοῦτο αὐτὸ καθ' ἑαυτὸ γεγραμμένον ἐν τύποις ὑπὸ τοῦ συγγράψαντος τὸ βιβλίον εἰς τοῦδε σαφῶς ἐγγραφόμενος [881] μετήνεγκεν. εἴρηται δὲ καὶ τελέως καὶ σαφῶς ἔμπροσθεν, ὡς νῦν οὐκ ἐλλειπτικῶς. χρὴ γὰρ προσυπακοῦσαι τὸ ὀθόνιον, ἵν' ἡ λέξις ὅλη γένηται τοιαύτη. ἡ πίεσις τῷ πλήθει τῶν ὀθονίων γιγνέσθω μᾶλλον ἢ τῇ θλίψει.

   ‑ ‑ ‑

   λα΄. Ὁκόσα δὲ ἐκχυμώματα ἢ φλάσματα ἢ σπάσματα ἢ οἰδήματα ἀφλέγμαντα ἐξεργᾶται, ἐκ τοῦ τραύματος ἐς μὲν τὸ ἄνω τοῦ σώματος τὸ πλεῖστον, βραχὺ δέ τι καὶ ἐς τὸ κάτω, μὴ κατάντη τὴν χεῖρα ἔχοντα ἢ τὸ σκέλος, τιθέμενον τὴν ἀρχὴν κατὰ τὸ τραῦμα καὶ μάλιστα τὰ ἐρείδοντα, ἥκιστα τὰ ἄκρα, μέσως τὰ διὰ μέσου. τὸ ἔσχατον πρὸς τὰ ἄνω τοῦ σώματος νεμόμενον ἐπιδέσει, πιέσει. ἀτὰρ καὶ ταῦτα πλήθει μᾶλλον ἢ ἰσχύϊ, μάλιστα δὲ τουτέοισιν ὀθόνια λεπτὰ, κοῦφα, μαλθακὰ, καθαρὰ, πλατέα, ὑγιέα, ὡς ἂν ἄνευ ναρθήκων καὶ καταχύσει χρῆσθαι πλέονι.

   ‑ ‑ ‑

[882]    Φλάσματα διὰ τοῦ φ καλεῖν ἔθος Ἱπποκράτει κατὰ τὴν τῶν Ἰώνων διάλεκτον, ἃ πρὸς ἡμῶν ὀνομάζεται διὰ τοῦ θ θλάσματα. γίνεται δὲ βαρέος τινὸς ἐμπεσόντος τῷ σώματι, ὡς ἂν εἴποι τις, διασπάσαντος τὸ σαρκῶδες γένος. ἐνίστασθαι πέφυκεν, ὅταν ἡ διαθλασθεῖσα σὰρξ εἰς τὴν ὑπὸ τῷ δέρματι χώραν αἷμα προσχέῃ. τὸ τοιοῦτον πάθος ἐκχύμωμα καλεῖται καὶ γίνεται δηλονότι τοῦτο μὴ διαιρουμένου τοῦ δέρματος. εὔδηλον δὲ ὅτι καὶ φλέβες μικραὶ συνδιαιροῦνται τῇ σαρκὶ κατὰ τὴν τῶν ἐκχυμωμάτων γένεσιν. τὰ δὲ σπάσματα περὶ τὰς ἶνας γίνεται τῶν μυῶν ἐπὶ πλέον ταθείσας, ὡς ἰνίας ῥαγῆναι, καὶ καλοῦσιν ἰδίως οἱ νεώτεροι τῶν ἰατρῶν τὰ τοιαῦτα παθήματα ῥήγματα. τούτων οὖν πρῶτος ὁ Ἱπποκράτης μνημονεύσας ἐφεξῆς αὐτὸς ἔγραψεν οἰδήματα, πάντας οὕτως ὀνομάζειν εἴωθε τοὺς παρὰ φύσιν ὄγκους· οἱ μετ' αὐτὸν εἰς φλεγμονὰς καὶ σκίῤῥους καὶ κληθέντα ὑπ' αὐτοῦ ἰδίως οἰδήματα διῃρήκασι. φλεγμονὰς δὲ ὁ Ἱπποκράτης ὀνομάζει τὰς φλογώσεις, ἀφ' ὧν τοὔνομα τίθεται τοῖς θερμοῖς ὄγκοις. ἔξωθεν δὲ τῶν εἰρημένων [883] ἐστὶ τὸ καλούμενον ἐρυσίπελας, φλογῶδες μὲν ἀεὶ, σὺν ὄγκῳ δὲ οὐκ ἀεί. ταῦτα οὖν ἅπαντα τὰ κατειλημμένα παρ' Ἱπποκράτει ὀνομαστὶ πάθη τὴν μὲν κατὰ δίαιταν καὶ φαρμακείαν ἑτέραν ἔχει θεραπείαν, τὴν δὲ κατὰ χειρουργίαν ἐξ ἐπιδέσεως τρόπου γινομένην, ὅταν καὶ μάλιστα ἐκ τῆς προϋπαρχούσης ἐπιδέσεως τὴν γένεσιν ἐσχηκότα, περὶ ὧν νῦν ποιεῖται τὸν λόγον. τὸ γὰρ ἐξεργᾶται ἐκ τοῦ τρώματος, οἷον ἐκθλίβεται ἢ ἐξαιρεῖται δηλοῖ. τινὲς ἄντικρυς ἐξαίρεται γράφουσιν, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι. τὴν δ' ἐπίδεσιν αὐτῶν ἐν μὲν τῷ περὶ ἀγμῶν ἀπ' αὐτοῦ τὸ οἴδημα ἔχοντος μορίου ποιεῖται, νυνὶ δὲ ἀπὸ τοῦ τρώματος. δῆλον δ' ὅτι καλεῖ τρώματα τὴν βλάβην τοῦ μορίου καὶ τοιοῦτόν γε τῆς καταγματικῆς ἐπιδέσεως ὑπαλλάττει νῦν, ὅτι τὴν πλείστην νομὴν τῶν ἐπιδέσμων ἐπὶ τὸ ἄνω ποιεῖσθαι κελεύει, βραχὺ δέ τι τὸ κάτω. τὸ μηδὲ κατάντη τὴν χεῖρα ἔχοντα ἢ τὸ σκέλος, κοινὸν μέν ἐστι πρὸς τὴν καταγματικὴν [884] ἐπίδεσιν, ἀλλ' ὡς μεγίστην ἔχον αὐτὸ δύναμιν ἐπὶ τῶν νῦν προκειμένων οὕτως ἔγραψε, μή πως ἀμελέστερον σχόντες εἰώθαμεν, ἐνίοτε μεγάλην αἱρώμεθα βλάβην. ὅσα γὰρ ἀξιόλογον βλάβην ἢ ὠφέλειαν ἔχει καλῶς καὶ μὴ καλῶς γινόμενα, ταῦτα ἀναμιμνήσκειν οὐκ ὀκνήσει συνεχέστερον. ἐφ' ὧν δὲ μικρὰν ὠφέλειαν ἢ βλάβην οἶδε γιγνομένην, ἀρκεῖται περὶ τούτων ἅπαξ εἰπεῖν. ἐπὶ μὲν οὖν τῶν καταγμάτων, ὅταν εὐθέως ἐπιδέηται, πρὶν ἤτοι φλεγμῆναι τὸ πεπονθὸς ἤ τι τῶν νῦν εἰρημένων ἐπιγενέσθαι παθῶν, τοῦ μὲν μηδὲν ἐπιῤῥεῖν τῷ πεπονθότι παραπλησίως ἡ πρόνοια τῶν νῦν εἰρημένων ἐστὶν, οὐ μὴν τοῦ γε διαφορεῖσθαι τὸ περιεχόμενον ἐν τῷ πεπονθότι, καθάπερ κἀπί τι τοιοῦτον καὶ τοῖς κατὰ χύσιν προσέθηκεν, οὐχ ὡς οὐδ' ὅλως ἐπ' ἐκείνῳ χρώμενος, ἀλλ' ὡς νῦν μᾶλλον. ἐπὶ πλέον γὰρ δεῖ τοῖς τοιούτοις ὕδατος θερμοῦ καταχεῖν, ἵνα διαφορηθῇ τὸ περιεχόμενον ἐν τοῖς ὠγκωμένοις. οὕτως οὖν καὶ αὐτὸς ἐν τῷ περὶ πτέρνης λόγῳ καθ' ἣν ἀφ' ὑψηλοῦ πηδησάντων ἐκχύμωμά τι γίγνεται σὺν τοῖς ἄλλοις οἷς ἔγραψεν εἰς τὴν [885] θεραπείαν αὐτῶν χρησίμοις καὶ τοῦτο προσέθηκεν, ὕδατι θερμῷ πλείστῳ, οὐ τῇ πιέσει τὴν ἀσφάλειαν ἔχει τὸ ἐπιδούμενον μόριον. εἴρηται μὲν οὖν αὐτῷ κἀπὶ τῶν καταγμάτων. χρεία δὲ μείζων ἐπὶ τῶν νῦν προκειμένων ἐστὶν, ὅπως μήτε θλίβοιτο καὶ διαφοροῖτο. διὰ τὴν αὐτὴν οὖν αἰτίαν καὶ χωρὶς ναρθήκων ποιεῖται τὴν ἐπίδεσιν, ὥστε κατὰ δύο τῆς καταγματικῆς αὐτὴν ἀποκεχωρηκέναι, καθόσον ἧττόν τε πιέζεσθαι δεῖται καὶ μάλιστα ἐπ' αὐτῶν ἀξιοῖ τὰ ὀθόνια κοῦφα εἶναι καὶ λεπτὰ καὶ μαλθακὰ καὶ καθαρά. τούτων γὰρ μάλιστα χρῄζει τὰ πιέζεσθαι μὲν ἧττον δεόμενα, διαφορεῖσθαι δὲ μᾶλλον. προσέθηκε δὲ τὸ χωρὶς φλεγμονῆς εἶναι δεῖν ἕκαστον τῶν εἰρημένων παθῶν, εἰ μέλλοιτο διὰ τῆς εἰρημένης ἐπιδέσεως θεραπεύεσθαι, διότι τὰ φλεγμαίνοντα τὴν ἐξ ἐπιδέσεως πίεσιν οὐδὲ μετρίως γιγνομένην ἀνέχεται καὶ διὰ τοῦτο θεραπεύομεν αὐτὰ καταπλάσμασί τε καὶ συνεχέσιν ὕδατος θερμοῦ καταχύσεσι καὶ φαρμάκοις ὑγροῖς, ὅσα δηλονότι φλεγμονὰς ὠφελεῖσθαι ἱκανά.

   ‑ ‑ ‑

[886]    λβ΄. Τὰ δὲ ἐκπτώματα ἢ στρέμματα ἢ διαστήματα ἢ ἀποσπάσματα ἢ ἀποκλάσματα ἢ διαστρέμματα, οἷα τὰ κυλλὰ, τὰ ἑτερόῤῥοπα, ἔνθεν μὲν ἐξέστη συνδιδόντα, ὅπη δὲ συντείνοντα, ὡς ἐς τἀναντία ῥέπῃ ἐπιδεθέντα ἢ πρὶν ἐπιδεθῆναι σμικρῷ μᾶλλον ἢ ὥστε ἐξ ἴσου εἶναι. καὶ τοῖσιν ἐπιδέσμοισι καὶ τοῖσι σπλήνεσι καὶ τοῖσιν ἀναλήμμασι καὶ τοῖσι σχήμασι, κατατάσει, ἀνατρίψει, διορθώσει, ταῦτα καὶ καταχύσει πλείονι.

   ‑ ‑ ‑

   Περὶ τούτων ἁπάντων παθῶν ἔν τε τῷ περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς ἐδίδαξε τελεώτατα καὶ νῦν ὥσπερ ἄλλων πολλῶν, οὕτως καὶ τούτων, οἷον ἐπιτομήν τινα γράφει, καθ' ἑαυτὴν μὲν ἀσαφῆ διὰ συντομίαν, εὔδηλον δὲ τοῖς προσανεγνωκόσιν ἐκεῖνα τὰ βιβλία. καὶ ἡμεῖς δὲ ὅτι φθάνομεν αὐτὰ προεξηγήσασθαι, διὰ τοῦτο νῦν ὀλίγα ἀναμνήσεως ἕνεκεν ἐροῦμεν. ἐὰν δέ τις ἐκ τοῦ κατ' ἰητρεῖον ἄρχεται, τοῦτο [887] χρὴ τὸν διδάσκαλον σαφηνείας ἕνεκεν λέγειν ὅσα κατὰ τὸ περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς ὁ Ἱπποκράτης ἔγραψεν, ἐν ὑπομνήματι δὲ μεταγράφειν αὐτὰ καὶ παρατίθεσθαι νῦν. κέκληκεν οὖν ἐν τῇ προκειμένῃ ῥήσει ὁ Ἱπποκράτης ἐκπτώματα μὲν ἐπὶ τῶν ἐξηρθρηκότων, στρέμματα δὲ φώνει μὲν, ὅταν διάρθρωσις ἀπαθής ἐστιν, ἐστράφη δὲ τὰ περὶ αὐτὴν νευρώδη σώματα καὶ γίνεται μάλιστα τοῦτο τοῖς κενεμβατεῖν λεγομένοις. διαστήματα δὲ ἐπὶ τῶν ψαυόντων μὲν ἀλλήλων ὀστῶν φύσει καὶ χωρὶς διαρθρώσεως, ἀποστάντων δὲ διά τι πάθημα. καὶ κατὰ τὸ περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς μέμνηται διϊσταμένων ὀστῶν ἀπ' ἀλλήλων ὀνομαστί. κατὰ μὲν ἀγκῶνα πήχεος, κερκίδος, ἐν δὲ τῇ ἄκρᾳ τῷ γόνυϊ τῶν συντιθέντων αὐτὴν κατὰ τὸν πόδα τῶν πλησιαζόντων τῇ πτέρνῃ. τὰ δὲ ἀποσπάσματα τῶν ὀστῶν γίγνεται, καθάπερ αὐτὸς ἀπ' ἀκρωμίου διῆλθεν, ὅταν τῶν συνδούντων αὐτὰ διασπασθέντων ἀποχωρισθῇ πλεῖστον ἀπ' ἀλλήλων [888] συνεχόμενα πρότερον. τὰ δὲ ἀποκλάσματα καλεῖται μὲν ὑπὸ τῶν νεωτέρων ἀπάγματα. μέμνηται δὲ αὐτῶν ἐπὶ τέλει ἐν τῷ περὶ ἀγμῶν καὶ ταῖς περὶ ἀγκῶνος εἶναι ἴνεσι καὶ τὸ ἄπαγμα γέγραφεν αὐτὸς, ὅθεν ὁρμηθέντες οἱ μετ' αὐτὸν ἀπάγματα προσηγόρευσαν ὅσα πλησίον τῆς διαρθρώσεως γίνεται κατάγματα, δι' ὅλου τοῦ πάχους τῶν ὀστῶν, ὡς ἀπ' ἀλλήλων διαστῆναι τὰ μεγάλα καὶ καλοῦσιν οἱ νεώτεροι αὐτὰ κατάγματα καυληδὸν γεγονέναι. τὰ δὲ διαστρέμματα τῶν στρεμμάτων διαφέρει, καθόσον ἅπτεταί πως τῆς διαρθρώσεως ἐπ' ὀλίγον αὐτὴν διαστρέφοντα καὶ συμμετακινοῦντα. γίνεται δὲ καὶ περὶ ἓν ὀστοῦν, μάλιστα δὲ κνήμην ἐπὶ τῶν παιδίων, ἣν καὶ μετὰ παραθέσεως τῶν ἐξευθυνόντων ἑκατέρωθεν ἐπιδοῦμεν ἐκ φιλύρας ἤ τινος οὕτως εὐτόνου τε καὶ μαλακοῦ ξύλου, ποιούμενοι δὲ λεπτὰ σανίδια. κάλλιστα δὲ ἐποίησε καὶ αὐτὸς προσθεὶς τὸν διὰ τῶν περιστρεμμάτων λόγον τὰ ἑτερόῤῥοπα. εἴτε γὰρ, ὥς τινες γράφουσι, τὰ οἷα τὰ κυλλὰ ταῦθ' ἑτερόῤῥοπα κατὰ πάσας τὰς γραφὰς τὰ ἑτερόῤῥοπα συμφωνεῖται πᾶσιν. καὶ γὰρ [889] εἴσω καὶ ἔξω τὴν ῥοπὴν ἴσχει πολλάκις ἡ διάρθρωσις ὅλη καὶ μάλιστα ἐν σκέλεσι κατὰ γόνυ καὶ κατὰ σφυρὰ, καὶ καλεῖται τὰ μὲν ἔξω ῥέποντα βλαισὰ, τὰ δὲ ἔσω ῥαιβὰ καὶ κυλλά. τούτοις ἅπασι τοῖς εἰρημένοις πάθεσιν ἐπίδεσις ἁρμόττει, δύο τούτους ἔχουσα σκοποὺς, ὅπου μὲν ἀπεχώρησε τὸ μόριον, ἐκεῖθεν αὐτὸ προσάγεσθαί τε καὶ ἐπικεῖσθαι διὰ τῶν ἐπιδέσμων· ἐὰν δὲ ἐξέσται χαλαρὸν εἶναι τὸ χωρίον, ὅπως δέχηται τὸ διὰ τῆς ἐπιδέσεως ὠθούμενον εἰς αὐτό. συνδιδόναι δὲ, τουτέστιν ἀνιέναι καὶ μὴ τείνειν ἔνθα χρὴ, τὸν ἐπίδεσμον ὑπακουστέον ἐστί. τὸ δὲ ἐξέστη κατ' ἐκεῖνο τὸ μέρος τῆς ῥήσεως ἐν ᾧ φησιν, ὅπη δὲ, ὡς γενέσθαι τὴν ὅλην λέξιν τοιαύτην· ὅθεν μὲν ἐξέστη συνδόντα, τουτέστι χαλῶντα τὸν ἐπίδεσμον, ὅπη δὲ ἐξέστη συντείνοντα ὡς εἰς τἀναντία ῥέπειν τῆς χώρας, εἰς ἣν ἐξέστη. τῆς δὲ εἰς τἀναντία ῥοπῆς τοῖς ἐξεστῶσιν ὅρος οὕτω κατὰ φύσιν ἔθετο. νικηθήσεται γὰρ οὕτω ἡ ἐπίδεσις ὑπὸ τοῦ παθήματος εἰθισμένου τοῦ μορίου πολυχρονίῳ διαστροφῇ, ἀλλ' ἐπέκεινα βραχὺ τοῦ κατὰ φύσιν ἄγειν ἀξιοῖ. τοῦτο γάρ ἐστι [890] τὸ λεγόμενον ὑπ' αὐτοῦ σμικρῷ μᾶλλον, ὥστε ἐξ ἴσου εἶναι. τὸ γὰρ κατὰ φύσιν ἴσον ἐστὶ καὶ τὴν εἰς ἐναντίον τόπον ῥοπὴν ἐξ ἁπάντων κελεύειν, ποιεῖν ἡμᾶς ὅσα παραλαμβάνομεν εἰς τὴν ἐπίδεσιν, ἃ καὶ κατὰ λέξιν αὐτὸς ὀνομαστὶ καὶ τοῖσιν ἐπιδέσμοισιν. εἰπὼν, καὶ τοῖσι σπλήνεσι καὶ τοῖσι ἀναλήμμασι καὶ πρὸς τούτοις ἔτι κατατάσει, ἀνατρέψει, διορθώσει. κατὰ πάντα γὰρ ταῦτα δυνατόν ἐστι περιῤῥέπειν εἰς τἀναντία τὴν ἐπίδεσιν ἐπὶ πλέον τοῦ κατὰ φύσιν, ἀλλὰ καὶ καταχύσει πλέονι χρῆσθαι, καὶ λέγει προσθεὶς ἐνταῦθα τῷ πλέονι παραλελειμμένον μὲν ἐν τῇ προτέρᾳ ῥήσει, συνεπινοούμενον δὲ τοῖς εἰρημένοις. ἐπ' ἐκείνων μὲν οὖν ἕνεκα τοῦ διαφορῆσαι, ἐπὶ τούτων δὲ τοῦ μαλακῦναι χάριν ὕδατος θερμοῦ καταχύσει χρῆται πλείονι.

   ‑ ‑ ‑

   λγ΄. Τὰ δὲ μινυθήματα πολὺ προσλαμβάνοντα τοῦ ὑγιέος, ἐπιδεῖν ὡς ἂν ἐξ ἐπιδρομῆς τὰ συντακέντα πλέονα ἢ αὐτόματα ἐμινύθη ἢ ἄλλῃ ἢ τῇ ἐξ ἐπιδέσεως παραλλάξαντα [891] ἐκκλίει εἰς τὴν αὔξησιν καὶ ἀνάπλασιν τῶν σαρκῶν ποιήσεται.

   ‑ ‑ ‑

   Τὴν ῥῆσιν ταύτην ἔνιοι μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὥσπερ καὶ ἄλλας πολλὰς, ἐπέδρασαν ὀλίγα περιλαλήσαντες, οἱ δὲ ἐπιχειρήσαντες σαφῶς ἐξηγήσασθαι ἥμαρτον τῆς ἀληθείας, ὡς θαυμάζειν μὲν τίνι τρόπῳ τὰ μινυόμενα μόρια, τουτέστιν ἰσχνὰ καὶ ἄτροφα γινόμενα, πρὸς τὴν κατὰ φύσιν εὐκρασίαν ἐπανῆγον. ἐγὼ δὲ καὶ ὅσα μὲν ἐν σημαινομένῳ λέξεως ἤ τινι σαφηνιστικῷ προβλήματι ζητεῖται, βλάβην οὐδεμίαν ἡγοῦμαι φέρειν εἰς τῆς τέχνης ἔργα τοῖς μανθάνουσιν, εἰ καὶ κακῶς τις ὑπολάβοι περὶ αὐτῶν. τὰ δ' ἀγγεῖα τῆς ὠφελούσης ἀγωγῆς γραφόμενα βλάπτειν ἀναγκαῖον ἤ τινι ἀσκουμένῳ κατὰ τὴν τέχνην. ὡς τοίνυν αὐτὸς ἐθεράπευσα διὰ παντὸς ἠτροφηκότα μόρια διδάξω. πρότερον πῶς ἤδη τῆς ἐξ αὐτῶν ὠφελείας ἀπολαύωσιν οἱ μανθάνοντες, εἶθ' ἑξῆς τὴν ῥῆσιν ἐφαρμόσαι πειράσομαι [892] τοῖς ἀληθέσιν. ἐν γὰρ τοῖς σαφῶς γεγραμμένοις ἴσχεσθαι μὲν δὴ πάντως τῆς τῶν πραγμάτων ἀληθείας πειράσομαι καὶ τὴν τοῦ παλαιοῦ λέξιν, ἐὰν οἷόν τε ᾖ, τούτοις ὁμολογοῦσαν ἐπιδεικνύειν. εἰ δὲ ἀδύνατοί ποτε τοῦτο πρᾶξαι εἴημεν, τὸ οὖν ἀληθὲς ὁ νέος ἤδη γιγνωσκέτω. τῶν γοῦν γιγνομένων ἐν μέρεσί τισιν ἰσχνοτήτων αἱ πλεῖσται διὰ τὸ πολυχρόνιον ἡσυχίαν αὐτῶν ἢ καταγματικῆς αὐτῶν ἐπιδέσεως τρόπῳ εἰς τὰ παθήματα ταῦτα ἔρχονται. ἥ τε γὰρ ἡσυχία τὴν δύναμιν ἄῤῥωστον ἐπιδείκνυσι τῶν ἡσυχαζόντων μορίων, ἥ τ' ἐπίδεσις ἐκθλίβουσα τὸ αἷμα τῶν ἐπιδουμένων, τὸ μὲν εἰς τὴν ἄνω χώραν, τὸ δὲ εἰς τὴν κάτω τὴν τροφὴν αὐτῶν ἀφαιρεῖται, ὥστε καὶ τὴν ἴασιν ἐναντίαν χρὴ ποιεῖσθαι τῇ γενέσει τοῦ πάθους, ῥωννύντας αὐτὴν τὴν δύναμιν τοῦ πεπονθότος μορίου χορηγοῦντας αὐτῇ δαψιλὲς αἷμα. ἡ μὲν οὖν δύναμις ῥώννυται τρίψεσί τε καὶ μετρίαις καταχύσεσι καὶ κινήσεσι. κατ' ἀμφότερα τὰ γένη, τὸ ποιὸν καὶ τὸ ποσὸν, ἐπιτήδεια ταῖς κινήσεσιν. ἕνεκα δ' ἐπιῤῥεῖν [893] πλέον οἷόν τε ἐπιδέσεώς τε τῆς κατὰ τὴν προκειμένην καὶ καταχύσεως μετρίας ὕδατος θερμοῦ καὶ κινήσεως καὶ τρίψεως, ἅπερ καὶ τὴν δύναμιν ἐπιῤῥωννύει. εἶναι δὲ χρὴ πάντα μέτρια, κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν. οὐ γὰρ ἀπόχρη μόνον τὴν τρίψιν ἢ τὴν κίνησιν ἢ τοῦ θερμοῦ κατάχυσιν ὕδατος μήτε πολλὴν μήτε παντάπασιν ὀλίγην ὑπάρχειν, ἀλλ' ἐν τούτοις χρὴ τὴν μὲν τρίψιν ἐν τῷ μέσῳ σκληρᾶς καὶ μαλακῆς, ὀλίγης τε καὶ πολλῆς εἶναι. τὸ δὲ εὔκρατον ἐν τῷ μεταξύ ἐστι τοῦ τε μηδέπω θερμαίνοντος, ὃ χλιαρὸν καλεῖται, καὶ τοῦ δάκνοντος ἤδη θερμοῦ καὶ λυποῦντος, ὃ δὴ ζέον ὀνομάζεται. καὶ τὸ πλήθει δὲ δηλονότι μέσον εἶναι προσῆκεν αὐτῷ πολλοῦ τε καὶ ὀλίγου. καὶ τόν γε τῆς ποσότητος λόγον αὐτὸς ἐδίδαξεν εἰπὼν ἔμπροσθεν, ἔτι μετεωριζομένου δεῖ πρὶν συμπίπτειν παύεσθαι. κατὰ τοῦτον δὲ τὸν χρόνον ἐρυθρότατον ὡσαύτως συμβαλλόμενον ὁρᾶται τὸ μόριον. ἅπαντα μὲν οὖν ὅσα λεπτὰ καὶ ἄτροφα γίνεται σαφῶς ἀναιμότερα φαίνεται τῶν κατὰ τὴν φύσιν ἐχόντων καὶ μόγις ἐρυθραίνεται καὶ τριβόντων καὶ καταχεόντων [894] ὕδωρ θερμὸν ὁ σκοπὸς τῆς ποσότητός ἐστιν ἔρευθος κτήσασθαι τὸ μόριον, ὁ δὲ αὐτὸς οὗτος χρόνος ὀγκωδέστερον αὐτὸ δείκνυσιν. ἐὰν δὲ ἐπιμείνῃ ὁ τρίβων ἢ καταχεών, ὅ τε ὄγκος συμπίπτει καὶ παύεται τὸ ἔρευθος. καὶ μέντοι καὶ προγνώσει τό τε ἐνίατον ἢ καὶ δυσίατον ἐν τοῖς μινυθήμασιν ἐκ τοῦ ῥᾳδίως ἢ μόγις ἔρευθος κτᾶσθαι καὶ εἰς ὄγκον αἴρεσθαι. ποιῷ δὲ τοῦτο δυσχερῶς κτωμένοις καὶ διά τινος τῶν θερμαινόντων φαρμάκων ὑγρῶν τὴν ἀνάτριψιν ποιούμενος καὶ μάλιστα ὅσα βραχὺ θαψίας μὴ παλαιᾶς, ἀλλὰ καὶ καταχρίω τινὶ τῶν πιττόντων φαρμάκων τὰς τοιαύτας ἰσχνότητας. ὅσα δέ τινά ποτέ εἰσι πιττωτὰ ἢ δρωπακιστὰ νοήσεις ἀκούσας καὶ πίτανα, ἀλλὰ δρώπακα, καί σοι λέγειν ἐξέστω καθότι περ ἂν βουληθῇς. οὐ γὰρ ἀττικίζειν διδάσκειν πρόκειταί μοι τοὺς νέους ἐν τοῖσδε τοῖς ὑπομνήμασιν, ἀλλὰ τὰ χρησιμώτατα τῶν ἔργων τῆς ἰατρικῆς τέχνης διεξέρχεσθαι καὶ ταῦτα πιττόντων φαρμάκων κατὰ τοὺς προειρημένους σκοπούς. ἐὰν μὲν γὰρ ἡ πρώτη [895] χρῆσις εὔλογόν τε καὶ εὔρυθρον ἀπεδείξατο μόριον, ἤδη παύεσθαι προσῆκεν· εἰ δὲ μὴ, καὶ δεύτερον ἐπιχρίειν καὶ τρίτον ἐπὶ τινῶν μὲν καθ' ἑκάστην ἡμέραν, ἐπὶ τινῶν δὲ διὰ τρίτην ἢ τετάρτην, ὡς ἂν μάλιστα δεόμενον ἴδῃς τὸν πεπονθότα τόπον. οὐ προστίθημι δὲ ἐνίοτε κατὰ τὸν λόγον τῶν σκόπων, τὸ θερμὸν γίγνεσθαι τὸ μόριον, ἀνατριβόμενον ἢ πιττούμενον, ἐπειδὴ συνεπινοεῖται τοῦτο τὸ ἐρυθρῷ. κατὰ γὰρ τὸν αὐτὸν χρόνον εἰς ἔρευθός τε καὶ θερμασίαν ἐπιδίδωσιν, οὕτως ἀεὶ θεραπεύων ἐγὼ τὰς παρὰ φύσιν ἰσχνότητας, ὀλιγάκις ἐδεήθην ἐπιδέσεως. εἰ δέ ποτε δεηθείην, ὡς Ἱπποκράτης ἔγραψεν, ἐπέδησα προσέχων αὐτοῦ τῇ λέξει, καθ' ἣν εἶπεν ἀλλοίῃ τῇ ἐπιδέσει. τὸ γὰρ ἀλλοίῃ πρὸς τὴν καταγματικὴν ἀντιθεὶς εἶπεν, ἡ τὴν θλίψιν σφοδροτέραν ἐπὶ τῶν πεπονθότων ποιουμένη. ἡ οὖν ἀλλοία ἐπίδεσις εὐθὺς μὲν κἀν τῇ πρώτῃ τῶν ὀθονίων ἐπιβολῇ διαφέρει τῇ καταγματικῇ, οὐκ ἐπ' αὐτοῦ τοῦ θεραπευομένου μορίου τὴν ἀρχὴν τιθεμένων ἡμῶν, ὡς [896] ἐφ' ἑλκῶν τε καὶ καταγμάτων ἐγχυμωμάτων τε καὶ θλασμάτων, ὅσα τ' ἄλλα μικρῷ ἔμπροσθεν εἴπομεν, εἰώθαμεν ποιεῖν. ἔπειτα δὲ μὴ πιέζειν κατὰ τὸ πεπονθὸς μόριον, ἀλλὰ ἀνίεσθαι μὲν κατὰ τοῦτο, πιέζειν δὲ μάλιστα μὲν ὅθεν ἤρξω κατὰ τὸ ὑγιὲς, ἑξῆς δέ σε κελεύει μὲν τὴν τάσιν ἐν τῇ κατὰ ὑγιὲς νομῇ μέχρι τοῦ πεπονθότος. ὅταν δὲ ἐπὶ τὸ πεπονθὸς ἀφίκηται, μάλιστα ἐκλελυμένῃ χρῆσθαι τῇ περιβολῇ τῶν ὀθονίων. χειμῶνος μὲν οὖν καὶ αὐτῷ συμπεριβαλεῖν τὸν ἐπίδεσμον, ὅπως μὴ θερμαίνῃ τὸ χαλαρὸν δηλονότι καὶ πιέσεως οὐδὲ τοὐλάχιστον ἔχοντα. θέρους δὲ τὸ μὲν ὑγιὲς ἐπιδῷ, τὸ περιεχόμενον αἷμα κατ' αὐτὸ πρὸς τῆς ἀνατρέψεως δεόμενον ἐκθλίβων, αὐτὸ δὲ τὸ θεραπευόμενον οὐκ ἐπιτηδείως τῇ ἐπιδέσει ἐπιθερμαίνειν αὐτὸ καὶ διαφορεῖν. ὅταν δὲ ἱκανῶς ἄτροφον ὅλον τὸ σκέλος ἢ χεὶρ ὅλη γεγένηται, τὸ ἀντικείμενον κῶλον ἐπιδῶ, τὴν ἀρχὴν ἐκ τῶν κάτω μερῶν ποιησάμενος, εἶτ' ἀναλαμβάνων ἐπὶ μὲν σκέλους ἄχρι τοῦ βουβῶνος, ἐπὶ δὲ χειρὸς ἄχρι μασχάλης καὶ ὤμου. κατὰ γὰρ τὸν αὐτὸν τρόπον ἀποσχίζονται τῆς [897] μεγάλης φλεβὸς, ἐν μὲν τοῖς κάτω μέρεσι τοῖς καθ' ἱερὸν ὀστοῦν αἱ τὰ σκέλη τρέφουσαι φλέβες, ἐν δὲ τοῖς ἄνω τοῖς κατὰ κλεῖς αἱ τὰς χεῖρας. ὅταν οὖν ἡ τῆς ἑτέρας φλεβὸς ἐπιῤῥοὴ τοῦ αἵματος εἰς τὸ συζυγοῦν κῶλον ἀποκλεισθῇ, πρὸς τὸ ἕτερον ἥκει τὸ αἷμα καὶ διὰ τοῦτο τὴν μὲν κατὰ τὸ ὑγιὲς σκέλος ἐπίδεσιν ἐσφίγχθαι χρὴ μέχρι τοῦ μὴ θλίβειν οὕτως, ὡς ὀδύνην ποιεῖν. ἤτοι δὲ γυμνὸν εἶναι χρὴ τὸ πεπονθὸς μόριον ἢ ὀλίγον ἐρίοις ἐσκεπάσθαι μέχρι τοῦ μηροῦ, ὁπότε ψυχρὸν εἴη τὸ περιεχόμενον. οὐκ ὄντος δὲ ψυχροῦ γυμνόν τε εἶναι συμφέρει καὶ συνεχῶς ἀνατρίβεσθαι πρὸς ταῖς σινδόσιν, εἶτα φαρμάκοις θερμαίνουσιν, ὅταν ᾖ δυσεκθέρμαντα. ταχέως δὲ θερμαινομένων ἔλαιον μόνον ἀρκεῖ βραχύτατον ἔχον κηροῦ. προσμένει τε γὰρ μᾶλλον τοῦτο καὶ ἧττον διαφορεῖ. κατὰ τὴν αὐτὴν ἀναλογίαν κἀπὶ τῶν χειρῶν ἅπαντα γίγνεται. καὶ γὰρ ἐπιδετέον ἐστὶ τὴν ἀπαθῆ, καθάπερ τὸ σκέλος καὶ θερμαντέον ἰσχυρῶς τὴν πεπονθυῖαν ἀνατρίψει τε καὶ κινήσει. καὶ ὅταν μὴ παντάπασιν ὁ κάμνων ἠλίθιος, πυνθάνεσθαι βέλτιον αὐτὸν τὸ [898] πότερον τῆς ἐν τῷ θεραπευομένῳ μορίῳ θερμασίας αἰσθάνεται παραπεμφθείσης ἢ πεπαῦσθαι φαίνεται σαφῶς αὐτὸ, κἄν φησι πεπαῦσθαι, καιρὸς ἤδη τῆς δευτέρας χρήσεώς ἐστι τῶν θερμαινόντων τε καὶ ῥωννύντων αὐτό. τέτταρα δὲ αὐτά ἐστι κατὰ γένος, τὰ διὰ σινδόνων ἀνατρίψεως, ὕδατος θερμοῦ καταχύσεως, ἀνάτριψις ἤτοι διὰ τοῦ φαρμάκου θερμαίνοντος ἢ δι' ἐλαίου κατάχρισις ἁπλοῦ δρώπακος. ἐὰν δέ ποτε φαίνηταί σοι λίαν κατεψῦχθαι τὸ θεραπευόμενον μέρος, ἔστω ποικίλος ὁ δρῶπαξ ἐπεμβεβλημένον ἔχων ἄσφαλτον καὶ θεῖον ἄπυρον ὀλίγον καὶ πύρεθρον. ὅτι μὲν οὖν οὕτω χρὴ θεραπεύειν τὰ λελεπτυσμένα σώματα, οἶδα, παμπόλλους ἰασάμενος. εἰ δὲ καὶ τὴν Ἱπποκράτους ῥῆσιν ἐξηγοῦμαι καλῶς, οὐκέτι διαγίνεσθαι δύναμαι πᾶσαν κατὰ εἶδος ἐξήγησιν ἀσαφοῦς λέξεως, ἄχρι μὲν τοῦ πιθανοῦ προερχομένην, τὸ δὲ ἐπιστημονικὸν καὶ βέβαιον οὐκ ἔχουσαν. ἐξηγοῦμαι δὲ τὴν ῥῆσιν οὐχ ὡς οἱ πλεῖστοι κατὰ τὴν τοιάνδε γραφήν· ὡς ἂν ἐξ ἐπιδρομῆς συντακέντα πλέον ἢ αὐτὰ ἐμινύθει· μοχθηρὸν γὰρ ἔχει τὸν νοῦν, ἀλλ' ὡς ἔνιοι [899] γράφουσι μετὰ τοῦ ἄρθρου κατὰ τήνδε τὴν λέξιν, ὡς ἂν ἐξ ἐπιδρομῆς τὰ συντακέντα. λέγει γὰρ συντακέντα τὰ λεπτυνθέντα χωρία διὰ τὴν ἀκινησίαν τε καὶ ἀτροφίαν. ταῦτα δ' οὖν αὐτά φησιν ἐξ ἐπιδρομῆς τοῦ αἵματος, ὡς εἰ καὶ ἐπιῤῥοῆς εἶπεν, ἰᾶσθαι δεῖν, αἵματος ἀφικομένου δηλονότι πρὸς τὰ πεπονθότα πλέονος ὅσου δεῖσθαι δόξειεν, ἂν ἢ κατὰ φύσιν εἶχε. συμβήσεται γὰρ οὕτως εἰς τὴν αὔξησιν ἐκκλῖναι τὰ μινυθήματα τῆς πρόσθεν ἐπιδέσεως ἀλλοίας χρησάμενος. δέδεικται δὲ αὐτῆς ὀλίγον ἔμπροσθεν ἡ ἀλλοιότης ἢ καὶ τὴν δύναμιν ἀλλοίαν ἀναγκαίαν ἀκολουθεῖν. ἡ μὲν γὰρ πρόσθεν ἀπέλθῃ τοῦ πεπονθότος μορίου τὸ αἷμα, χορηγεῖ δὲ αὐτὴ δαψιλέστερον, εἰ κατὰ φύσιν εἶχεν. ὅτι μὲν γὰρ τὸ κατὰ φύσιν ἔχειν αὔταρκες ὂν τὸ περιεχόμενον ἐν αὐτῷ καὶ διὰ τοῦτο πλέον οὐκ ἐχρῆν ἐπιῤῥεῖν τοῦ μέλλοντος εἰς θρέψιν τε καὶ διαναπνοὴν ἀναλίσκεσθαι. νυνὶ δὲ κενοῦ καὶ ἀναίμου μορίου τοῦ πεπονθότος γεγονότος πολλῷ πλέον εἶναι χρὴ τὸ ἐπιῤῥέον, ἵνα μὴ τρέφηται μόνον, ὡς [900] ὅταν γένηται ὑγιὲς, ἀλλὰ καὶ ἀνατρέφηται. καὶ τὰς ἀπορίας δὲ νῦν πλέονας ἀναγκαῖόν ἐστι γενέσθαι διὰ τὸ συνεχῶς θερμαίνεσθαι τὸ μόριον. ἅπαντα γὰρ αὐτὸ θερμαίνει κατὰ τὴν θεραπείαν γιγνόμενα καὶ ἡ τρίψις καὶ ἡ κίνησις καὶ ἡ φαρμακεία καὶ ἡ πιττία καὶ τοῦ πιττωκοῦ τὸ κατεχόμενον καὶ ὕδωρ θερμόν. ὁ γὰρ Ἱπποκράτης καὶ τούτῳ φαίνεται χρώμενος, ἴσως διὰ τὴν ἀπορίαν τῶν βαλανείων ἐν τῷ τότε χρόνῳ. ἐμοὶ δὲ ἤρκεσται κατ' ἐνεστῶτα τὸ κατὰ τὰς ἐν τῷ βαλανείῳ πυέλας ὕδωρ εἴς τε τὸ θερμῆναι μετρίως θεραπευόμενα μόρια καὶ τὸν ἐκ τῶν τάσεων κόπον αἴρεσθαι· χρὴ δὲ κινεῖν αὐτὰ κατὰ τὰς συνήθεις ἐνεργείας καὶ τοῦτο πράττειν οὐχ ἅπαξ ἀθρόως ἑκάστης ἡμέρας, ἀλλὰ πολλάκις, ὥσπερ τὴν τρίψιν ἄχρι τοῦ διαθερμανθῆναι παραλαμβάνοντας, εἶτα παύοντας. ἐγὼ μὲν οὖν οὕτως ἐφαρμόζω τῇ ῥήσει τὴν ἀληθῆ θεραπείαν, ἧς ἐγὼ ἔργῳ τὴν δύναμιν ἔδειξα μυρίων ἐξ ἐπιδέσεως καὶ χρονίας ἡσυχίας καταλελεπτυσμένων ἀνατρέψας μόρια. καιρὸς δ' ἂν εἴη καὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐξηγήσασθαι τὴν γνώμην, ὧν [901] οἱ πλεῖστοι μὲν, ὡς ἔφην, περιλαλήσαντες μόνον, ἀνεξήγητον εἴασαν τὴν ῥῆσιν, ὀλίγοι δ' ἐπεχείρησαν κατὰ τὴν αὐτὴν λέξιν ἐφαπλῶσαι τὴν ὅλην διάνοιαν ἐξ αὐτῆς ἐπιδέσεως τὴν τοιάνδε. κελεύειν φασὶ τὸν Ἱπποκράτην τὰ μινυθήματα δι' ἐπιδέσεως ἄρχεσθαι θεραπεύειν, ἵνα συντακέντα, τουτέστι καταλεπτυνθέντα πλέον αὐτὰ ἢ πρόσθεν ἐλελέπτυντο μεταβολὴν εἰς τοὐναντίον σχῆμα λαμβάνοιτο· πολλὰ γὰρ τῶν παθῶν οὕτω φασὶ θεραπεύεσθαι καὶ παραδείγματα φέρουσι, ναυτιώδεις δέ τινας ἐμετικῷ φαρμάκῳ θεραπευθέντας καὶ ἐκκρίνοντας συνεχῶς κάτω δριμέα διὰ καθαρτικοῦ ἰαθέντας. ἐνίους δὲ βήττοντας ὑπὸ τῶν βῆχα κινούντων σφοδρότερον. ἔνιοι δὲ αὐτῶν καὶ τοῦ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένου μέμνηνται κατὰ λέξιν οὕτως ἔχοντος· ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται. εἴπερ οὖν φασιν οὐ μόνον διὰ τῶν ἐναντίων τοῖς πάθεσι βοηθημάτων, ἀλλὰ καὶ τῶν ὁμοίων αἱ θεραπεῖαι γίγνονται καὶ νῦν οὕτως [902] Ἱπποκράτης ἐκέλευσεν ἡμᾶς τὰ μινυθήματα θεραπεύειν, ἀρχομένους ἐπὶ τῆς ἐπὶ μᾶλλον αὐτὰ λεπτῦναι δυναμένης ἐπιδέσεως, ὅπερ ἐξ ἐπιδρομῆς συμβαίνειν φασὶ ἐπὶ πλεῖον, καὶ βραχέως συντακέντων τῶν μερῶν ἐπὶ τὰ τῆς ἐπιδέσεως ἀνοθούντων γένοντο πάλιν ἀνατρέψεις αὐτοῖς καὶ τὴν εὐσαρκίαν ἐγκλείειν σχοίη τὸ μόριον. ὁρῶντες δὲ οἱ οὕτως ἐξηγούμενοι ἀλλοίῃ τῇ ἐπιδέσει μηδ' ὅλως ὑπ' αὐτῶν ἐξηγήσεως τυχεῖν δυνάμενον, ἀλλοίῃ τῇ ἕξει γράφουσιν, ὥστε γίγνεσθαι τρεῖς διαφερούσας ἀλλήλων γραφάς· μία μὲν, ἀλλοίῃ δὲ ἕξει. καὶ γὰρ οὕτως ἐν ἐνίοις τῶν ἀντιγράφων εὑρίσκεται γεγραμμένον. οἱ δ' οὖν ἄλλῃ τῇ ἕξει γράφοντες οὐκ ἐπὶ τὴν ἐπίδεσιν ἀναφέρουσι τὴν λέξιν, ἀλλ' ἐπὶ τὸ πεπονθὸς μόριον, ὅ φασιν, ἀλλοίῃ χρησάμενον ἕξει, ἣν εἶχεν ἔμπροσθεν, ἐκκλίνειν πρὸς εὐτροφίαν τὴν ἕξιν ταύτην αὐτῷ γίγνεσθαι δι' ἐπιδέσεως ἐπὶ πολὺ συντηκούσης, ὥσπερ οὐκέτι αὐτῆς ἐπιδέσεως εἰς τὴν ἰσχνότητα τῶν ἀτροφησάντων μορίων ἀφικνουμένων, ἀλλὰ νῦν ἴσως [903] αὐτῆς τι μελλόντων πειρᾶσαι. τῆς γὰρ ὀνομαζομένης ὑπὸ τῆς ἐπιδέσεως καταγματικῆς κοινῆς δεούσης, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυτο, καὶ ἄλλων παθῶν ἐν οἷς ἦν τὰ ἐκχυμώματά τε καὶ θλάσματα καὶ σπάσματα, λεπτυνούσης τὰ μόρια. τὴν οὖν ἕξει διὰ τῆς αὐτῆς ἐπιδέσεως ἀρχὴν ἀνατρέψεως πορίζεσθαι τοῖς ἠτροφηκόσιν; ὅθεν ἔνιοι τὴν λέξιν οὕτως ἔγραψαν, ὡς ἂν ἐξ ἐπιδρομῆς συντακέντων πλέον ἢ αὐτόματος ἐμινύθη, διαδράσασθαι τὴν ἀτοπίαν τοῦ λόγου νομίσαντες, αὐτομάτῳ φύσει λελεπτύνθαι τὰ μόρια. καὶ τὸ νῦν διδασκόμενον οὐχὶ πάντων εἶναι τῶν μινυθημάτων κοινὸν, ἀλλὰ μόνον τῶν αὐτομάτων τὸν κοινὸν καὶ καθόλου λόγον τῆς διδασκαλίας εἰς μικρὸν κόσμον συντείνονται· ὀλίγιστα γὰρ τὰ κατ' ἄλλην αἰτίαν ἀτροφοῦντα καὶ πάνυ σπάνια τὰ ἄλλα πάντα διὰ τὴν πολυχρονίαν ἐπίδεσίν τε ἅμα καὶ ἡσυχίαν τῶν πεπονθότων μορίων εἰς τὴν τοιαύτην ἀφικνεῖ διάθεσιν. καὶ τούτων γὰρ εὔλογόν ἐστι μᾶλλον ἢ ἄλλων τινῶν μεμνῆσθαι τὸν Ἱπποκράτην, τοῖς προειρημένοις ὑπαρχόντων.

[904] εἴρηται γὰρ αὐτῷ μέχρι δεῦρο περί τε καταγμάτων καί τινων ἄλλων παθῶν, ὅσα παραπλησίας ἐπιδέσεως δεῖται. τούτοις οὖν εἰδὼς ἑπομένην ἰσχνότητα τῶν μορίων εἰκότως ἐπεχείρησε διδάσκειν ὥσπερ αὐτήν ἐστι θεραπευτέον. ὃ δὲ δὴ μέγιστον ἄν τις ἐγκαλέσειε τοῖς ἐπιδέσει λεπτυνούσῃ χρῆσθαι τὸν Ἱπποκράτην νομίζουσι καὶ δὴ φράσω. πρόκειται μὲν ἀνατρέψαι τὰ λελεπτυσμένα, γενέσθαι δὲ τοῦτο ἀδύνατόν ἐστιν, ἄνευ τοῦ τὴν δύναμιν αὐτῶν ῥωσθῆναι καὶ χορηγίαν ὕλης τροφίμου σχεῖν ἄφθονον. ἣν δὲ οἴονται δεῖν αὐτὸν παραλαμβάνειν, ἀνείργει μὲν τὴν ἐπιῤῥοὴν τοῦ αἵματος, ἀσθενῆ δὲ ἐργάζεται τὴν δύναμιν, ἣν δὲ ἐγώ φημι λέγεσθαι πρὸς Ἱπποκράτους ἀλλοίην, ὡς πρὸς τὴν ἐργαζομένην δηλονότι τὰ μινυθήματα, τούτων δι' ἑτέρων ἐργάζεσθαι. χρὴ γὰρ ἄρχεσθαι μὲν ἀπὸ τῶν ὑγιῶν, οὐκ ἀπὸ τῶν πεπονθότων, τῶν ἐκ πολλῶν τὴν ἐπιβολὴν ποιουμένων αὐτοῖς εὔπηκτον, ὡς ἐκπιέσαντα κατὰ τὴν ὀδύνην ἄχρι τοῦ μηδεμίαν ὀδύνην γενέσθαι, φλεγμονὴν ἐργάζεσθαι [905] δυναμένην, ἥκειν ἄχρι τοῦ πεπονθότος ἐκλύοντα κατὰ βραχὺ τὴν πίεσιν· ἀλλὰ καὶ τὸ συνεπιδεῖν τῷ πεπονθότι τὸ ὑγιὲς σκέλος οὐδένα λόγον ἔχει κατὰ τὴν ἐξήγησιν αὐτῶν. ἵνα μὴ ἐπὶ πολὺ συντακῇ τὰ λελεπτυσμένα τὴν ἐπίδεσίν φασιν αὐτὸν παραλαμβάνειν. εἰς τοῦτο δ' οὐ μόνον οὐδὲν ὠφελεῖ τὸ ἕτερον σκέλος ἐπιδούμενον, ἀλλὰ καὶ βλάπτει. τὸ γὰρ εἰς ταὐτὸ πρότερον ἀφικνούμενον αἷμα δὴ, ὡς νῦν ἅπαν ἐς τὸ πεπονθὸς ἀπωθεῖται. εἴ γε μὴν τῶν παραδειγμάτων, ὧν οἱ τὴν προειρημένην ἐξήγησιν εἰρηκότες παρατίθενται μοχθηρὸν πρόδηλόν ἐστι, μηδὲ ὅμοιον ἐχόντων παρ' Ἱπποκράτους διδασκομένων. ὑγιὴς γὰρ ὁ λογισμὸς ἐκκρῖναι βουλόμενος πᾶν ἀθρόως τὸ τὴν αἰτίαν ἐργαζόμενον, ἐμπεπλασμένον δηλονότι δυσαπολύτως τοῖς χιτῶσι τῆς κοιλίας. οὕτως γὰρ καὶ τὰ συῤῥέοντα καὶ βραχὺ δριμέα καὶ τὴν κοιλίαν ἐρεθίζοντα, πρὸς ἀπόκρισιν ἀθρόως κενῶσαι λόγον ἔχει, καθάπερ γε καὶ ἐπὶ τὴν μετρίαν βῆχα κινοῦντα διὰ σφοδροτέρας ἀθρόως ἐκκαθαιρεῖται. τούτοις δὲ ὅμοιον οὐδὲν [906] ἔχει τὸ λεγόμενον ὑπ' αὐτῶν ἐπισυντήκειν ἀξιούντων τὸ λελεπτυσμένον χωρίον, ἵνα ἀρχὴν ἀνατρέψεως σχῇ. διὰ γὰρ τῆς ἐπιπολῆς ἡ δύναμις τῶν ἠτροφηκότων εὔρωστος γίγνοιτ' ἂν, οὔθ' ὕλης τροφίμου χορηγία. τὸ δὲ καὶ τῶν τετανικῶν μνημονεῦσαι αὐτοῖς ἀλογώτατον· ἐπιδεικνύουσι γὰρ ἑαυτοὺς τῆς Ἱπποκράτους τέχνης ἀμαθῶς ἔχοντας, εἴ γε τἀναντία τῶν ἐναντίων ἐκεῖνος εἶναί φησι τῆς θεραπευτικῆς μεθόδου. μὴ γινώσκοντες δὲ ἔνιοι τὴν δύναμιν τοῦ λόγου πρὸς ἀντιλογίαν ἐτρέποντο, κοινόν τι τοῦτο πεποιηκότες ἅπασι τοῖς προπετῶς ἀντιλέγουσι καὶ διαβάλλειν πειρωμένοις ἃ μηδ' ὅλως ἔμαθον. οὐχ ὅπως γὰρ ἀνατρέπεται τὸ τἀναντία τῶν ἐναντίων εἶναι βοηθήματα δι' ὧν εἶπεν Ἱπποκράτης ἐπὶ τῶν τεχνικῶν, ἀλλὰ κατασκευάζεται καὶ κατ' αὐτὸν τὸν ἀφορισμὸν, ὡς αὐτοῖς ψυχρὸν εἶναι ἔφη ὕδωρ θέρμης ἐπανάκλησιν ποιεῖσθαι, θέρμην δὲ ταῦτα λύεσθαι, τὴν αὐτῶν θέρμην ταύτην, ἥτις ἰᾶται ψυχρὰ πάθη, ποτὲ μὲν διὰ τρίψεως ἐργαζόμεθα, ποτὲ δὲ διὰ φαρμάκου θερμαίνοντες [907] ἢ γυμνασίων ἢ χύσεως ὑδάτων θερμῶν. καὶ μᾶλλον δ' εἰπεῖν καὶ ἀσφάλτῳ δὴ πολλάκις, ὡς ἔφην, διὰ τοῦ πιττῶσαι τὸ θερμανθῆναι δεόμενον, ἔστι δ' ὅτε καὶ διὰ ψυχροῦ καταχύσεως· ἀλλὰ τὰ μὲν ἄλλα πάντα κατὰ τὴν ἑαυτῶν δύναμιν ἔχοντα, τὸ θερμαίνειν ἀεὶ χρήσιμά εἰσι τοῖς θερμανθῆναι δεομένοις μορίοις τε καὶ πάθεσι. τὸ δὲ ψυχρὸν ὕδωρ, ἅτε ψυχρὸν ὅσον ἐφ' ἑαυτῷ, σπανίως χρήσιμον γίγνεται, ἐπὶ μόνου σώματος ἰσχυρὸν ἔχοντος τὸ ἔμφυτον θερμὸν, ὠφελίμως παραλαμβανόμενον. ἐπεὶ γοῦν εὔσαρκος, φησὶν αὐτὸς, ἔστιν ὅτε χρήσιμον γίγνεται τὸ ψυχρὸν, οὐδ' οὖν ἐπὶ τοῦ αὐτοῦ κατὰ πάντα καιρὸν, ἀλλὰ θέρεος. τίς γὰρ οὐκ οἶδεν ἢ τίς οὐκ εἴρηκε τῶν περὶ ψυχροποσίας γραψάντων ἐργαζομένην αὐτὴν δυοῖν, ἢ βλάβην ἐκ καταψύξεως ἢ θερμασίας πλείονος ἐκ τοῦ βάθους ἐπάνοδον. ἐὰν μὲν οὖν ἱκανῶς ᾖ θερμὸν τὸ σῶμα, τηνικαῦτα συμβαίνει μὴ νικᾶσθαι μὲν ὑπὸ τοῦ ψυχροῦ τὴν ἐν αὐτῷ θερμότητα πυκνωθέντος τοῦ δέρματος, ἐπισχεθείσης δὲ τῆς ἀναπνοῆς [908] αὐξηθῆναι. ἐὰν δὲ ἧττον θερμὸν ᾖ, ὡς ἀντισχεῖν τῷ προσπίπτοντι ψυχρῷ μέχρι τοῦ βάθους ἀφικνουμένης αὐτῆς τῆς δυνάμεως, ἁλίσκονται ἐκ καταψύξεως πάθεσιν. ἴσως δὲ καὶ ταῦτά μοι περιττῶς νῦν εἰρήσεται, ἑτέρωθι, καθάπερ ἔφην, ἐπιδεδειχότι· τὰ πρῶτα θεραπεύοντα πρώτως εἶναι δεῖ ἐναντία. πρώτως δὲ δηλονότι λέγεται τὰ διὰ μέσου μηδενὸς, οἷς ἀντίκειται τὰ διὰ μέσου τινὸς, ἃ καὶ κατὰ συμβεβηκὸς, οὐ πρώτως, ὠφελεῖ. φλυαροῦσι δ' οἱ μνημονεύοντες καὶ γαστρὸς ὑπαγωγῆς καὶ βηχικῶν φαρμάκων καὶ ψυχροῦ καταχύσεως εὐλόγως μὲν ἐνίοτε γιγνομένων, οὐδὲν δ' ἐχόντων ὅμοιον τῷ νῦν ἡμῖν προκειμένῳ λόγῳ. δεῖξαι γὰρ ἐν αὐτῷ δεῖ πῶς ἡ λεπτύνουσα μετρίως ἐπίδεσις ἢ ῥώμην ἐργάζεται τοῖς λελεπτυσμένοις μορίοις ἢ πλείονος αἵματος ἐπιῤῥοήν. ἔς τ' ἂν δὲ μὴ δύνανται δεῖξαι ταῦτα μάτην παραδείγματα γράφουσι, πρὸς τὸ μηδὲ ἀπόδειξιν ἐπιστημονικὴν γίγνεσθαι διὰ παραδείγματος. ἐδείχθη δὲ κατὰ τὸ περὶ παραδείγματος ὑπόμνημα πρὸ τούτων χρεία τῶν παραδειγμάτων, [909] ὅτι μὴ τοῖς νοσοῦσι νοήσεως ἕνεκα λέγομεν αὐτὰ, ὡς νομίζουσί γ' ἔνιοι καὶ μάλισθ' ὅσοι ὁμοίως τοῖς ῥήτορσιν εἰς ἐπίστασιν αὐτοῖς χρῆσθαι, τοῦ παντὸς ἁμαρτάνοντες, ὥσπερ κἄν σοι Πλάτωνά φασι δι' ἐπαγωγῶν ὡς τὸ πολὺ τὰς ἀποδείξεις ποιεῖσθαι. δέδεικται γὰρ ὡς κἀκεῖνος ἕνεκα σαφηνείας ἐχρῆτο ταῖς ἐπαγωγαῖς. ὅτῳ μὲν οὖν φίλον ἀκριβῶς ἐπίστασθαι δύναμιν ἐπαγωγῆς τε καὶ παραδείγματος, ἐπὶ τὸν ἴδιον ἑκατέρου λόγον ἀφικνείσθω γεγραμμένον ἡμῖν ἑτέρωθι. νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανήξω καὶ παρασκευάσας ὅ μοι λέλεκται μέχρι δεῦρο, ἀναγνόντας ἐπιμελῶς τοὺς ὁμιλοῦντας τοῖσδε τοῖς γράμμασιν ἐπὶ τὴν τῆς εἰρημένης ῥήσεως ἐξήγησιν ἀφικνεῖσθαι, μαρτυροῦσαν τῇ λελεγμένῃ ὑφ' ἡμῶν ἐπ' αὐτὴν ἤδη μεταβήσομαι. ἵνα δὲ μᾶλλον ἅπασα γένηται σαφὴς, οὐχ ὅλην αὐτὴν ἀθρόως γράψων, ἀλλὰ κατὰ μέρος τὴν ἐξήγησιν οὕτω ποιήσομαι.

   ‑ ‑ ‑

[910]    λδ΄. Βέλτιον δὲ καὶ τὸ ἄνωθεν, οἷον κνήμης καὶ τῶν μηρῶν καὶ τὸ ἕτερον σκέλος τῷ ὑγιεῖ συνεπιδεῖν, ὡς ὁμοιότερον ᾖ καὶ ὁμοίως ἐλινύῃ καὶ ὁμοίως τῆς τροφῆς ἀποκλείηται καὶ δέχηται.

   ‑ ‑ ‑

   Τὴν τῶν μινυθημάτων ἐπίδεσιν ὀλίγον ἔμπροσθεν ἀλλοίαν ἔφη χρῆναι ποιεῖσθαι τῆς καταγματικῆς. ἐν ἐκείνῃ γὰρ πρόκειται, πρὸς τῷ τὴν ἐπιῤῥοὴν τοῦ αἵματος ἀνείργεσθαι, ἔτι καὶ τὸ περιεχόμενον ἐν τοῖς πεπονθόσι μορίοις ἄνω τε καὶ κάτω διωθεῖσθαι, πρὸς τῷ ἡσυχάζειν αὐτὰ μηδ' ὅλως κινούμενα. διὰ γὰρ τῆς τοιαύτης ἔν τισι τελέως ἀφλέγμαντα γενέσθαι τὰ πεπονθότα μόρια· νυνὶ δὲ οὔτ' ἀνείργειν τὴν ἐπιῤῥοὴν τοῦ αἵματος οὔτ' ἐκκρίνειν τὸ περιεχόμενον ἐν αὐτοῖς οὔτε ἀκίνητα φυλάττειν, ἀλλὰ τἀναντία τούτων ἅπαντα πρόκειται πράττειν. τὴν οὖν ἐπίδεσιν, ὡς ἔφην, καὶ πρόσθεν ἄρξασθαι ἀπὸ τῶν τινων ὑγιῶν χρή. [911] πιέζουσαν δὲ ταῦτα τὸ μὲν ἐξ αὐτῶν αἷμα χρὴ ταῖς λελεπτυσμέναις ἐκθλίβειν, αὐτὰ δὲ ἐν τῷ τελείως ἀπολαύειν κωλύειν. ἐπὶ μὲν οὖν κνήμης ἢ πήχεος πεπονθότων ἱκανὸν ἂν εἴη τὴν ἀρχὴν τῆς ἐπιδέσεως ἀπὸ βουβῶνος ποιεῖσθαι. μηροῦ δὲ ἢ βραχίονος πεπονθότων, ἀναγκαῖόν ἐστιν ἀντικείμενον ἐπιδεῖν κῶλον, ἐκ τῶν κάτω μὲν ἀρχομένους, ἀνιόντας δὲ ἄχρι βουβῶνος ἢ μασχάλης. εἰ δέ ποτε καὶ μεγάλως πῆχυς ἢ κνήμη πεπόνθοι, καθ' ἑκάτερον ἐπιδεῖν σκέλος ἢ βραχίονα ἄμεινόν ἐστιν, ὡς ὁμοίως τούτῳ τὸ μὴ πεπονθὸς σκέλος ὑπερκειμένου τοῦ πεπονθότος μέρους εἴργηται καὶ μὴ τρέφηται. διὰ τοῦτο οὖν εἶπεν, οἷον κνήμης καὶ τῶν μερῶν καὶ τὸ ἕτερον σκέλος τῷ ὑγιεῖ συνεπιδεῖν, ὡς ὁμοίως φησὶν ἐλινύειν, τουτέστι ἀργεῖν τὸ ἕτερον, σκέλος δηλονότι τῷ κατὰ τὸ πεπονθὸς μηρῷ καὶ ὁμοίως ἀποκλείηται. τὸ δὲ δέχηται διὰ τὸ μὴ βούλεσθαι τῆς τροφῆς, ἀποκλείειν αὐτὸ τὸ ἐπιδούμενον, ὡς μηδ' ὅλως διέρχεσθαί τι μέρος αὐτής. εἴ γέ τις σφίγγει γενναίως, ἀποκλείεται τελείως εὐθὺς μὲν καὶ τοῦ νεκρωθῆναι τὸ μόριόν ἐστι κίνδυνος. [912] εἰ δὲ καὶ μὴ γένοιτό ποτε τοῦτο, τὴν τροφήν γε πάντως, ὥσπερ καὶ τῶν κατὰ τὸν μηρὸν μορίων, οὕτω καὶ κατὰ τὴν κνήμην ἀφαιρήσεται. πρόκειται μὲν οὖν ἡμῖν οὐδὲ λεπτῦναι τὸν μηρὸν, ἀλλ' ἀναθρέψαι τὴν κνήμην. ἐπεὶ δὲ ὁ τῆς ἐπιδέσεως τρόπος ἀτροφώτερον τὸ μόριον ἐξ ἀναγκῆς ἐργάζεται προσιέμενοι τὴν τοιαύτην βλάβην ἄχρι τινὸς, εἶθ' ὕστερον, ὅταν ἤδη μετρίως ἔσχῃ σαρκώσεως ἡ κνήμη, κοινὴν ἀμφοτέρων ποιούμεθα πρόνοιαν. ἀποστῆναι τοιγαροῦν χρὴ κἀνταῦθα τῆς ἐξηγήσεως, οἰομένων αὐτῷ τῷ λελεπτυσμένῳ μορίῳ τὰ ὑπερκείμενα καὶ καθ' ἑκάτερον σκέλος ἐπιχειρεῖν συλλεπτύνειν, ἕνεκα τοῦ κρύπτεσθαι τὴν ἰσχνότητα τῶν ἠτροφηκότων καὶ μὴ κατάφωρον γίγνεσθαι, μηδὲ ἐξελέγχεσθαι τῇ παραθέσει τῶν εὐτροφούντων. οὐ μόνον γὰρ Ἱπποκράτης, ἀλλ' οὐδὲ τῶν ἐπιτυχόντων ἰατρός τις ἠξίωσεν ἂν ἡμᾶς καλῶς ἰᾶσθαι.

   ‑ ‑ ‑

[913]    λε΄. Ὀθονίων πλήθει, μὴ πιέσει.

   ‑ ‑ ‑

   Καὶ πρόσθεν ἤδη πολλάκις ἐκέλευσεν οὕτω πράττειν, ἐφ' ὧν ἀνώδυνον ἀκριβῶς βούλεται φυλάττεσθαι τὸ ἐπιδούμενον.

   ‑ ‑ ‑

   λστ΄. Ἀνιέντα πρῶτον τὸ μάλιστα δεόμενον καὶ ἀνατρίψει χρώμενον σαρκούσῃ καὶ καταχύσει ἄνευ ναρθήκων.

   ‑ ‑ ‑

   Πρῶτον εἴρηκεν ἤτοι κατὰ τὸν χρόνον ἢ κατὰ τὴν δύναμιν καὶ κατὰ τὸν χρόνον ἤτοι τῆς μιᾶς ἐπιδέσεως ἢ τῶν ἐφεξῆς ἀλλήλων παραβαλλομένων. ἐπεὶ δὲ ταῦτα πάντα εἰσὶν ἀληθῆ, διὰ τοῦτο δῆλόν ἐστι τὸ λεγόμενον, εἰ μὴ ἄρα ταῦτα πάντα βουλόμενος ἡμᾶς ἀκούειν, οὕτως ἔγραψεν. εὐθὺς οὖν ἐπ' αὐτῆς τῆς πρώτης ἐπιδέσεως, ἐπειδὴ ταύτην ἐκ πολλοῦ ποιεῖσθαι χρὴ, τὴν μὲν πρώτην ἐπιβολὴν [914] τῶν ὀθονίων ἐρείδοντα, τὰ δὲ ἐφεξῆς ἀεὶ καὶ μᾶλλον ἀνιέντα, μάλιστα δὲ κατὰ τὸ τῆς ἀναθρέψεως δεόμενον κῶλον, πιθανὸν ἂν εἴη. τὸ μὲν κατὰ δύναμιν πρῶτον ἐπὶ τοῦ θεραπευομένου μορίου λελέχθαι, τὸ δὲ κατὰ χρόνον τῆς ἐπὶ πρώτης ἐπιδέσεως. εἰ δ' ἐπὶ πασῶν τῶν ἐπιδέσεων ἀλλήλαις παραβαλλομένων ἀκούομεν τῆς ῥήσεως, ὁ νοῦς ἔσται τοιοῦτος. εἰ κατὰ τὰς πρώτας ἐπιδέσεις συνεπιδέοις τῷ ὑγιεῖ, πάντως παρέξει ποτὲ αὐτὸς γυμνοῦν αὐτό. τοῦτ' οὖν αὐτὸ πρῶτον ἐπὶ τῶν μάλιστα δεομένων ἀναθρέψεως πράττειν καὶ διὰ τοῦτο μὴ καλῶς τρεφόμενα, τοῦ δ' αἵματος ἐπὶ τὸ πεπονθὸς ἑλκομένου διά τε τῆς ἀνατρίψεως καὶ τῶν ἄλλων ὅσα σμικρὸν ἔμπροσθεν εἶπον, ἡ σάρκωσις ἐν αὐτῷ μᾶλλόν τε καὶ θᾶττον ἔσται. τῆς μὲν οὖν ἀνατρίψεως καὶ τῆς θερμῆς καταχύσεως ὕδατος αὐτὸς ἐμνημόνευσε, τοῦ φαρμάκου δὲ οὐκ ἐμνημόνευσεν, ἐπειδὴ τῆς χειρουργίας μόνης ὠφελείας ἐνταῦθα γινώσκει. οὐδὲ γὰρ τὸ διακινεῖν αὐτὰ μετρίως ἄχρι τοῦ μὴ κοπωθῆναι, παραλελεῖφθαι δὴ χρὴ δοκεῖν ὑπ' αὐτοῦ. ἐπεὶ δ' οὖν αὐτὸς ἐδίδαξε τὰ τοῖς [915] διδασκομένοις ὁμογενῆ, τῇ δὲ ἀνατρίψει κίνησις ἅπασα τῶν ἀτροφούντων ὁμογενής ἐστιν. ὅπου δὲ καὶ θάτερον σκέλος ἐλινύειν ἐκέλευσεν, ὁμοίως τῷ κατὰ τὸ πεπονθὸς κῶλον ὑγιεῖ μορίῳ, δῆλός ἐστι τῷ ἀνατρίβειν ἀξιῶν κινεῖσθαι. δυνατὸν γάρ ἐστι πῆχυν ἄνευ βραχίονος κινεῖν καὶ κνήμην ἄνευ μηροῦ, θεραπεύων ἀτροφίαν, οὐ χρῄζει ἀκινήτου πήχεος καὶ κνήμης. ἐπίσταται γὰρ οὕτως ἐκ τῶν ὑποκειμένων ἅμα τῇ κινήσει θεραπευόμενα. τῆς δὲ ὁδοιπορίας αὐτῶν διὰ τῶν πεπονθότων γινομένης ἐκεῖνα φθάνει προαπολοῦντα. καὶ γὰρ ταῖς ἀνατρίψεσι καὶ ταῖς πιττώσεσι καὶ ταῖς τῶν θερμαινόντων φαρμάκων προσφοραῖς πλεονεκτεῖ. μέγιστον δὲ τεκμήριον ἔσται σοι τοῦ θερμαινομένων τῶν ἀκρωτηρίων ἐπιῤῥεῖν αἵματος κώλοις πλέον ἡ γιγνομένη κατ' αὐτὰ θερμότης καὶ ἐρυθρότης. τελέαν μὲν ἤδη τούτων ἔχεις τὴν ἴασιν, ἐμοῦ προστεθεικότος ἐκείνοις ἃ Ἱπποκράτης εἶπε καὶ τὴν τῶν θερμαινόντων φαρμάκων προσφορὰν, ἐν ᾧ γένει καὶ ἡ πίττωσίς ἐστιν. ὁ δὲ Ἱπποκράτης οὐκ ἐμνημόνευσεν ὅλως ἐν τούτῳ τῷ βιβλίῳ φαρμάκου, καίτοι [916] μνημονεύσας ἐνίων παθῶν, δεομένων τῆς ἐκ φαρμάκων ἰάσεως, ἐν οἷς ἐστι τὰ ἐκχυμώματα καὶ τὰ στρέμματα καὶ τὰ σπάσματα. διότι μὲν τὴν κατὰ χειρουργίαν ὠφέλειαν ἐν αὐτῷ φυλάξαι προὔθετο καὶ ταύτην οὐ πᾶσαν, ὡς ἔφην, ἀλλ' ἀναγκαιοτάτην τε καὶ χρησιμωτάτην τοῖς ἀρχομένοις μανθάνειν τὴν τέχνην.

   ‑ ‑ ‑

   λζ΄. Τὰ δὲ ἑρμάσματα καὶ ἀποστηρίγματα οἷον στήθεϊ, πλευρῇσι, κεφαλῇ καὶ τοῖσιν ἄλλοισιν ὅσα τοιαῦτα. τὰ μὲν σφυγμῶν ἕνεκεν, ὡς μὴ ἐνσείηται, τὰ δὲ καὶ τῶν διαστάσεων τῶν κατὰ τὰς ἁρμονίας. ἐν τοῖσι κατὰ τὴν κεφαλὴν ὀστέοισιν ἐρεισμάτων χάριν ἐπί τε βήχεων ἢ πταρμέων ἢ ἄλλης κινήσεως, οἷα τὰ κατὰ θώρακα καὶ κεφαλὴν ἀποστηρίγματα γίγνεται, τουτέων ἁπάντων αἱ αὐταὶ ξυμμετρίαι τῆς ἐπιδέσεως. ᾗ μὲν γὰρ τὰ σίνη μάλιστα πιέζειν, ὑποτιθέναι οὖν εἰρίον μαλθακὸν, ἁρμόζον [917] τῷ πάθει, ἐπιδεῖν δὲ μὴ μᾶλλον πιεζεῦντα ἢ ὥστε τοὺς σφυγμοὺς μὴ ἐνσείεσθαι, τάς τε διαστάσιας τῶν ἁρμονιῶν ψαύειν τὰ ἔσχατα ἀλλήλων, μήτε ἀμφὶ τοῖσι πταρμοῖσι καὶ βηξὶν, ἀλλ' ὥστε ἀποστήριγμα εἶναι καὶ μήτε ἀναγκάζηται μήτε ἐνσείηται.

   ‑ ‑ ‑

   Ἐκ μὲν τοῦ μὴ κελεύειν αὐτὸν ἠρεῖσθαι ἢ πιέχθαι τὴν ἐπίδεσιν ἐπί τε παρεῤῥαμένων καὶ περιβαλλομένων ἔξωθεν, ὁμοίως εἰρηκέναι καὶ περὶ τῆς ἐπιδέσεως αὐτῆς, ἣν διὰ τῶν ὀθονίων ποιούμεθα, δῆλον ἦν τῆς ἑρμάζειν φωνῆς τὸ σημαινόμενον ἀπὸ τῶν ἑρμάτων εἰληφὼς, ὡς καὶ ὁ ποιητὴς μνημονεύων εἶπεν.

   ὑπὸ δ' ᾔρεον ἕρματα νηῶν. ὡς οὐδὲν διαφέρων ἢ ἐρείσματα εἰπεῖν ἢ στηρίγματα. φαίνεται δὲ πολλάκις μὲν κεχρημένος τῷ ἑρμάζειν ἐπί τε τῶν ἐπιδέσμων καὶ σπληνῶν καὶ παρερμάτων, σημαίνων τό γε [918] στηρίζειν. ἤκουσαν δὲ κατὰ πάσας τὰς ῥήσεις τοῦ ἑρμάζειν οἱ ἐξηγηταὶ ταὐτὸ σημαινόμενον, ὅπερ κἀκ τοῦ στηρίζεσθαι· ἀλλὰ νῦν γε φαίνεται γράψας ἐφεξῆς ἀλλήλων τὰς δύο φωνὰς, τήν τε τῶν ἑρμασμάτων καὶ τὴν τῶν στηριγμάτων, ἐνδείκνυσθαι διάφορον ἐξ αὐτῶν τι σημαίνεσθαι. μή τις οὖν ἑρμάσματα μὲν ὠνόμασε τὰ κατὰ τὴν ἐπίδεσιν αὐτῶν ἕνεκα τοῦ φυλάττεσθαι τὸ πεπονθὸς ἀκίνητον, ὑποβαλλόμενά τε καὶ περιβαλλόμενα οὐ μόνον πρὸς τὰς μὲν πρώτας ὑποδεσμίδας ἔχοντα καὶ ἄλλας τινὰς χρείας. ἀλλὰ καὶ τὴν τῶν ἑρμασμάτων, εἶθ' ἑξῆς τοὺς σπλῆνας ἑρμάσματα καὶ αὐτοὺς ὄντας οὐ μόνον τοῦ κατάγματος, ἀλλὰ καὶ τῶν ἐπιδέσμων, εἶτα τοὺς ἔξωθεν αὐτοῖς περιβαλλομένους ἐπιδέσμους κατὰ τοὺς νάρθηκας καὶ τὰ παρέρματα. πάντα γὰρ ταῦτα τοῦ κρατεῖν ἕνεκα τὰ ὑποβεβλημένα περιτιθέμενα τὴν τῶν ἑρμασμάτων ἔχει χρείαν οὐ πρὸς αὐτὰ μόνον, ἀλλὰ καὶ πρὸς τὰ κατάγματα. ἀποστηρίγματα δὲ δοκεῖ μοι λέγειν ὅσα χωρὶς ἐπιδέσεως ἔξωθεν ὅλῳ τῷ πεπονθότι μορίῳ παρατιθέμενα ἐκ δεξιῶν ἢ ἀριστερῶν ἢ κάτωθεν ἢ ἄνωθεν. [919] ὀνομάζω δὲ νῦν ἄνωθέν τε καὶ κάτωθεν, ὡς κατὰ μῆκος ὅλου τοῦ σώματος. ἐν γὰρ τῇ κατὰ τὸ πάχος αὐτοῦ διατάσει τὰ μὲν ὑποστηρίγματα κάτω εἰσὶ, τὰ δὲ ἐπεμβλήματα πάντ' ἄνωθεν ὁποῖ' ἄττα. στηρίζεται δὲ τὸ μὲν ἄκρως ἐνίοτε περιϊστάμενον κάτωθεν, ὀρθὸν ἄνωθεν. κεφαλὴ δὲ προσκεφαλαίοις τέ τισι καὶ ὑπαυχενίοις ἐρίοις τε καὶ ῥάκεσι μαλακοῖς. καὶ σωλῆνες δὲ καὶ παρατιθέμενοι τοῖς κατεαγόσι σκέλεσιν ἑκατέρωθεν στηρίγματα ἂν εἴη. τὸ δ' ἐντιθέμενον εἰς τὴν μασχάλην ἔριον στρογγύλον, ὅταν ἐκπεπτωκὸς τὸ κατ' ὦμον ἄρθρον ἐμβαλλόμενον ἐπιδῶμεν, ἐγχωρεῖ προσαγορεύειν ἑρμάσματά τε καὶ στηρίγματα. διὰ τί δὲ ἐπιδεῖται καὶ αὐτὸ καθ' ὅπερ τι μέρος γίγνεται τῆς ὅλης ἐπιδέσεως. ἕρματά γε μὴν ἔξωθεν ἐπιτιθέμενά τε καὶ παρατιθέμενα θώρακι καὶ κεφαλῇ στηρίγματα μᾶλλον, οὐχ ἑρμάσματα κλητέον. ἐπενοήθη δὲ ταῦτα τοῖς ἰατροῖς διὰ τὰς ἀναγκαίας κινήσεις τῶν μορίων, ἐνίας μὲν κατὰ φύσιν οὔσας, ὡς ἀναπνοὴν ἐπὶ τῶν κατὰ θώρακα σφυγμῶν καὶ μηνίγγων, ἐνίας δὲ παρὰ φύσιν, ὡς βῆχα καὶ πταρμὸν καὶ λυγμόν. [920] ὅσοι δὲ ἐν τοῖς φλεγμαίνουσι μορίοις γίγνονται σφυγμοὶ καὶ προσέτι κατὰ τὰς κεφαλαλγίας τὰς σφοδρὰς ἐν ταῖς κατὰ τοὺς κροτάφους ἀρτηρίαις. καὶ παλμοὶ δὲ πολλάκις μὲν ἐφ' ὑποχονδρίων γιγνόμενοι, ἔστι δ' ὅτε δὴ καὶ κατ' ἄλλα μόρια στηριγμάτων ἐδεήθη, καὶ τά γε στηρίγματα ταῦτα ποιητέον, ποτὲ μὲν αὐτὰ μόνα, ὡς ἐπὶ τῶν κατὰ τοὺς κροτάφους ἀρτηριῶν, ἐν κεφαλαλγίαις σφοδραῖς ἢ τῶν κατὰ ὑποχόνδρια παλμῶν ἢ τραυμάτων αἱμοῤῥαγίαν ἀπειλούντων, ἐνίοτε δὲ ἔριον ἐπιδέσμῳ περιλαμβάνοντες ἁπλῶς, καὶ χωρὶς δὲ ἐπιδέσμων ἐνίοτε στηρίζομεν. ἐρίῳ τε στηρίζομεν τὰ κατὰ θώρακά τε καὶ αὐχένα καὶ κεφαλὴν ὑπαυχενίοις τε μαλακοῖς καὶ σακκίοις κούφοις κέγχρον θερμὴν ἔχουσιν, ὅταν ἅμα πυριαθῆναί τε καὶ στηρίζεσθαι δέονται, μασχάλην δὲ καὶ νῦν ἐκπεσοῦσαν καὶ ἀνατεθεῖσαν τοῖς μαλακοῖς ἑρμάσμασιν ἐνίοτε στηρίζομεν. ἐπεμβληθεῖσι δ' ἐνίοτε στηρίζομεν ἔξωθεν ἁπαλοῖς στηρίγμασι. κοινοῦ τοίνυν ὄντος σκοποῦ τοῖς ἰδίως ὀνομαζομένοις ἑρμάσμασι καὶ στηρίγμασιν [921] εἰκότως. οἵ τ' ἐξηγησάμενοι τὸ βιβλίον ἓν ἐξ ἀμφοῖν οἴονται σημαίνεσθαι καὶ ἡμεῖς αὐτοὶ πολλάκις ἀδιαφόρως χρώμεθα τοῖς ὀνόμασιν. ὁ δὲ κοινὸς σκοπός ἐστιν, ὃν ὀλίγον ἔμπροσθεν εἶπον, ὅπως ἐν ταῖς κινήσεσι μὴ σείηται τὰ μόρια. διαφορᾶς μέντοι τινὸς οὔσης ἰδικῆς, ἣν ἄρτι διῆλθον, ὅταν ἀκριβολογούμεθα, στηρίγματα μὲν ἐροῦμεν ὅσα τῆς ἐπιδέσεως ἔξωθέν ἐστιν, ἑρμάσματα δὲ τὰ κατ' αὐτὴν ἐκείνην καὶ οὕτως διοριούμεθα, τὰ μὲν τοῖς ἀναγκαίως κινουμένοις μορίοις, ὧν ταῖς κινήσεσι παύειν οὐκ ἔστιν ἐφ' ἡμῖν, στηρίγματα καλεῖσθαι, τὰ δὲ ἐν τοῖς ἀκινήτοις ἑρμάσματα. σκέλος μὲν γὰρ καὶ χεῖρα κινεῖν ἐφ' ἡμῖν ἐστι, θώρακα δὲ καὶ μήνιγγας οὐκ ἐφ' ἡμῖν. καὶ παλμὸς ἔν τινι μορίῳ γιγνόμενος οὐκ ἐφ' ἡμῖν ἐστιν, ὥσπερ οὐδὲ βὴξ ἢ πταρμὸς ἢ λυγμὸς καὶ ὅ τι μάλιστα δυνατὸν ἀντέχειν αὐτοῖς ἐπὶ χρόνον ἱκανὸν, ὡς μὴ γίγνοιτο. βιάζεται γὰρ ὕστερον ὅταν ἰσχυρὰς σχῇ τὰς γεννώσας αἰτίας αὐτῆς καὶ μόνοις τοῖς καρτερικωτάτοις δυνατὸν ἀνδράσιν ἀντισχεῖν τε καὶ κωλύσαι τὴν γένεσιν αὐτῶν φαίνεται. καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης [922] ἔγραψε κατὰ τὴν προκειμένην ῥῆσιν ἐπὶ μὲν τῶν σφυγμῶν εἰπὼν, ὡς μὴ ἐνσείηται. καὶ προσέτι ἐπὶ τῆς κατὰ τὴν κεφαλὴν ἁρμονιῶν διαστάσεως τῷ τῶν ἑρμασμάτων ἐφεξῆς ὀνόματι κεχρημένος, ἐπὶ δὲ βηχῶν καὶ πταρμῶν καὶ ὅλως τῶν κατὰ τὴν κεφαλὴν καὶ θώρακα κινήσεων τῷ τῶν στηριγμάτων. ἡ μὲν οὖν τῶν ἁρμονιῶν διάστασις ἐπὶ κεφαλῆς ἐν ταῖς καλουμέναις ῥαφαῖς γίγνεται κυρίως μὲν ἁρμονιῶν ὀνομαζομένων, καθ' ἃ ψαύει τὰ τῆς κεφαλῆς ἀλλήλων ὀστᾶ, κατὰ μεταφορὰν δὲ ῥαφῶν· ἥρμοσται γὰρ ἀκριβῶς ἀλλήλοις τὰ κατὰ τὸ κρανίον ὀστᾶ καὶ διὰ τοῦτο καθ' ἁρμονίαν ἡ σύνθεσις αὐτῶν εἰκότως ἂν λέγοιτο γεγονέναι, καθ' ὁμοιότητα δὲ τὴν πρὸς τὰ ῥαπτόμενα ῥάκη. ῥᾷον αὐτὰ τοίνυν ἐνίοτε διίστανται, καί ποτε καὶ ὀδύνην ἐπιφέρουσιν, ὅταν φλεγμαίνωσιν οἱ συνάπτοντες αὐτὸν τὸν περικράνιον ὑμένα τῇ σκληρᾷ μήνιγγι καὶ φλέβιά τινα μικρὰ συνεξερχόμενα κατὰ τὰς ῥαφὰς φλεγμαίνει πολλάκις, ἐφ' ὧν διάθεσις ἡ κίνησις τῆς σκληρᾶς μήνιγγος ἐπιπιπτούσης τοῖς φλεγμαίνουσιν ὀδύνην ἐργάσεται. παραπλησίως δὲ [923] καὶ κατά τινας φλεγμονὰς ἢ κινήσεις τῶν ἀρτηριῶν ἀλγηδόνας ἀποτελεῖ. καὶ δεῖται τὰ τοιαῦτα παθήματα συμμετρίας ἀκριβοῦς τῶν στηριγμάτων, ὅπως μήτε χαλαρὰ τοῖς πεπονθόσι μέρεσι προσπίπτοντα κινουμένῳ διασείηται ῥᾳδίως αὐτὰ καὶ διὰ τοῦτο πόνον ἐπάγει. μήτε αὖ πάλιν αὐτὰ τὰ στηρίγματα περαιτέρω τοῦ προσήκοντος ἐρηρεισμένα θλίβην ἐργαζόμενα παροξύνει τὰς ὀδύνας. ἡ δ' αὐτὴ συμμετρία τῆς τῶν ἐπιδέσμων περιβολῆς εἴρηται πρόσθεν αὐτῷ καὶ κατ' ἄλλα τινὰ πάθη προσηκόντως γίγνεσθαι τῆς καταγματικῆς ἡλικίας καὶ ἐπιδέσεως χρῄζοντα. καὶ διὰ τοῦτο ἔφη νῦν, τούτων δὲ αἱ αὐταὶ συμμετρίαι· τούτων δὲ λέγων τῶν νῦν εἰρημένων, αὐτὰς δὲ τοῖς προειρημένοις συμμετρίας εἶναι φάσκων, εἶτα καὶ τῶν συμμέτρων αὐτῶν ἀναμιμνήσκων ἐν οἷς φησιν· ᾗ μὲν γὰρ τὰ σίνη μάλιστα πιέζει, τουτέστιν ἔνθα εἰσί. τὸ γὰρ ᾗ νῦν ἀντ' ἐπιῤῥήματος τοπικοῦ, διὸ καὶ δασύνειν αὐτὸ καὶ περισπᾷν χρή. καὶ τοῦτο δὲ τούτῳ τῷ πάθει συμφέρον ἐπιτιθέναι κελεύων τὸ ἁρμόζον [924] ἢ στηρίζον δηλονότι τῇ περιβολῇ τοῦ ἐπιδέσμου ποιεῖσθαί φησι χρῆναι μὴ μᾶλλον πιέζοντος ἢ ὥστε τοὺς σφυγμοὺς μὴ ἐνσείεσθαι, ὅπερ ἐστὶν ὑπὸ στενοχωρίας κωλύεσθαι τὴν κίνησιν τῶν σφυζόντων, ὀδυνηρὸν γὰρ τοῦτο. πρὸς αὐτῷ δὲ καὶ ἄλλον ὅρον ἔθετο κατὰ τὰς διαστάσεις τῶν ῥαφῶν ἰδίως ὑπάρχοντα, καθ' ὧν φησι, τάς τε διαστάσιας τῶν ἁρμονιῶν συμψαύειν τὰ ἔσχατα ἀλλήλων, ἔσχατα λέγων καθ' ἃ μηκέτι μᾶλλον ἐγχωρεῖ συμψαύειν. δηλοῦται δ' ἐκ τούτου ἡ σφοδρὰ καὶ ἄμετρος θλίψις· ὥσπερ γὰρ οὐ χρὴ κεχαλάσθαι τὴν ἁρμονίαν τῶν ὀστῶν, οὕτως οὐδὲ εἰς ἄκρον ἐσφίγχθαι· καὶ γὰρ καὶ τοῦτο παρὰ φύσιν. οὗτοι μὲν οὖν εἰσι τῆς ἰσχυρᾶς πιέσεως οἱ ὅροι. τῆς δ' ἀμυδροῦς ἐφεξῆς ὅροι μήτε ἀμφὶ τοῖς πταρμοῖς τε καὶ βηξὶν, ὡς εἰ καὶ οὕτως εἶπε, μήτε ἐν τοῖς πταρμοῖσι καὶ ταῖς βηξί σε σείεσθαι καὶ κλονεῖσθαι συμπεπονθότα μόρια, μηδενὸς αὐτὰ συνέχοντος, ἐν ᾧ σφοδραὶ κινήσεις τὰ χαλαρὰ καὶ ἀστήρικτα μόρια διασείουσαι βιαιότερον ἢ ὡς τοῖς πεπονθόσι [925] πρέπει μήτε παροξύνουσι τοὺς πόνους αὐτῶν. ἡ τοίνυν συμμετρία τῶν στηριγμάτων ἐστὶν, ἣν ἐπὶ τέλει τῆς ῥήσεως ἔγραψεν, εἰπὼν ὡς μήτε διαναγκάζηται μήτε ἐνσείηται, τουτέστιν, ἵνα μήτε βιαίως θλίβηται τὰ πεπονθότα μήτε ἐν ταῖς κινήσεσι σείηται, τουτέστιν ἵνα μήτε βιαίως μήτε χαλαρῶς ἐπιδεδεμένα ᾖ.