[418] Οἱ συγγράψαντες τὰς Κνιδίας καλεομένας γνώμας ὁκοῖα μὲν πάσχουσιν οἱ κάμνοντες ἐν ἑκάστοισι τῶν νοσημάτων ὀρθῶς ἔγραψαν καὶ ὁκοίως ἔνια ἀπέβαινεν αὐτῶν, καὶ ἄχρι μὲν τουτέων καὶ μὴ ἰητρὸς δύναιτ' ἂν ὀρθῶς συγγράψαι, εἰ εὖ παρὰ τῶν καμνόντων ἑκάστου πύθοιτο, ὁκοῖα [419] πάσχουσιν· ὁκόσα δὲ προσκαταμαθεῖν χρὴ τὸν ἰητρὸν μὴ λέγοντος τοῦ κάμνοντος, τουτέων [τὰ] πολλὰ παρεῖται, ἄλλα ἐν ἄλλοισι καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐς τέκμαρσιν.
Οὐ μόνον οὐδὲν ὧν οἱ κάμνοντες πάσχουσι παρέλιπον οἱ τὰς Κνιδίας γράψαντες γνώμας, ἀλλὰ καὶ περαιτέρω τοῦ προσήκοντος ἐνίων ἐμνημόνευσαν, ὡς ὀλίγον ὕστερον δείξω. καὶ οὔπω τοῦτο τῆς τέχνης ἔργον, εἰ μηδὲν παρέλιπον τῶν καὶ τοῖς ἰδιώταις γνωσθῆναι δυναμένων, (οὐ γὰρ οὗτος ὁ σκοπὸς τοῖς τεχνίταις ἐστίν), ἀλλὰ τὸ τὰ χρήσιμα πρὸς τὴν θεραπείαν ἅπαντα γράφειν, ὥστε καὶ προσθεῖναί τινα δεήσει πολλάκις, ὧν μὴ γινώσκουσιν οἱ ἰδιῶται πάντως, ἀφελεῖν τε πολλὰ τῶν γινωσκομένων αὐτοῖς, ἐὰν μηδὲν φαίνηται συνεργοῦντα πρὸς τὸ τῆς τέχνης τέλος.
καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐς τέκμαρσιν. τέκμαρσίς ἐστιν ἡ διὰ τεκμηρίου γνῶσις, τεκμήριον δ' ὀνομάζουσιν οἱ παλαιοὶ τὸ συλλογιστικὸν [420] σημεῖον, οὐχ ἁπλῶς ἅπαν σημεῖον, ὡς ἐν τῷ περὶ τεκμηρίου καὶ σημείου δέδεικται λόγῳ. τὰ οὖν εἰς τὴν τοιαύτην γνῶσιν ἀναγκαῖά τε καὶ χρήσιμα τοῖς ἰατροῖς οὐχ ἅπαντά φησι γεγράφθαι κατὰ τὰς Κνιδίας γνώμας, ἀλλὰ παραλελεῖφθαι πολλά.
Ὁκόταν δὲ ἐς τέκμαρσιν λέγηται, ὡς χρὴ ἕκαστα ἰητρεύειν, ἐν τούτοισι πολλὰ ἑτεροίως γινώσκω ἢ ὡς ἐκεῖνοι ἐπεξῄεσαν.
Ἐπειδὴ πολλὰ παραλελεῖφθαι τοῖς Κνιδίοις ἰατροῖς εἶπεν εἰς τέκμαρσιν χρήσιμα, τίνα λέγει τέκμαρσιν αὐτὸς ἐφεξῆς ἐδίδαξεν εἰπὼν ὡς χρὴ ἕκαστα ἰητρεύειν· εἰς γὰρ τὴν τούτων εὕρεσιν ὅ τί περ ἂν ᾖ χρήσιμον, ἐκ τῆς τέχνης ἐστίν. ἴσως οὖν τις δόξει παραλελεῖφθαι τὰ πρὸς τὴν διάγνωσίν τε καὶ πρόγνωσιν διαφέροντα τεκμήρια· τὸ δ' οὐχ οὕτως ἔχει· περιέχεται γὰρ ἐξ ἀνάγκης ταῦτα τοῖς εἰς θεραπείαν [421] διαφέρουσιν, ὡς, εἴ γε μηδὲν εἰς τὴν τῆς ἀρίστης θεραπείας εὕρεσιν ἡ διάγνωσις τῶν νοσημάτων ἢ ἡ πρόγνωσις τῶν ἀποβησομένων συνετέλουν, παντάπασιν ἂν ἦσαν περιτταί, νυνὶ δ' ὅτι συντελοῦσι, διὰ τοῦτ' εἰσὶ χρήσιμοι.
ὅτι μὲν οὖν ἡ διάγνωσις τῶν παθῶν ἀναγκαιοτάτη πρὸς τὴν θεραπείαν ἐστίν, οὐδὲ λόγου δεῖται· πρῶτον γὰρ διαγνῶναι χρή, τί ποτ' ἐστὶ τὸ πάθος, εἶθ' οὕτως ἐπιχειρεῖν αὐτὸ θεραπεύειν. ὅτι δὲ καὶ ἡ πρόγνωσις εἰς τὴν θεραπείαν χρήσιμος, κατὰ τὸ προοίμιον αὐτὸς ἐδίδαξε τοῦ Προγνωστικοῦ. ὥστ' ἐάν τις λέγῃ πάντα τὰ κατὰ τὴν ἰατρικὴν ἤτοι γ' εἰς διάγνωσιν ἢ εἰς πρόγνωσιν ἢ εἰς θεραπείαν εἶναι χρήσιμα, δυνάμει λέγει ταὐτόν· ἡ μὲν γὰρ θεραπεία δι' ἑαυτὴν ἀσκεῖται τοῖς ἰατροῖς, ἡ δὲ πρόγνωσις καὶ ἡ διάγνωσις ἕνεκα τῆς θεραπείας· ὅθεν οὐδὲ τὸ τέλος τῆς τέχνης διάγνωσιν ἢ πρόγνωσιν εἶπεν εἶναί τις ὥσπερ τὴν θεραπείαν. ἄκουε δὲ νῦν θεραπείαν τὴν τῶν νοσημάτων ἀναίρεσιν ἤδη γεγενημένην, οὐ γινομένην ἔτι. γέγραπται δὲ περὶ τούτων ἁπάντων ἱκανῶς ἐν τῷ Περὶ τοῦ τέλους τῆς ἰατρικῆς βιβλίῳ καὶ νῦν οὐ [422] χρὴ τὸ πάρεργον ἔργον ποιεῖσθαι, τὴν γνώμην τοῦ παλαιοῦ κατανοήσαντας ἤδη καὶ χωρὶς τῆς περὶ τοῦ τέλους ἀκριβολογίας.
γεγραμμένης δὲ τῆς προκειμένης ῥήσεως καὶ καθ' ἕτερον τρόπον ἐν πολλοῖς τῶν ἀξιοπίστων ἀντιγράφων οὐκ ἄκαιρόν ἐστι κἀκείνης μνημονεῦσαι· διαφέρει δὲ τῆς προγεγραμμένης ἑνὶ γράμματι τῷ η κατὰ τόνδε τὸν τρόπον ἔχουσα· ὁκόταν δὲ ἐς τέκμαρσιν λέγηται ἢ ὡς χρὴ ἕκαστα ἰητρεύειν. οἱ δ' οὕτω γράφοντες τέκμαρσιν μὲν τὴν διάγνωσίν τε καὶ πρόγνωσιν ἀκούουσι, τὸ δ' ὡς χρὴ ἕκαστα ἰατρεύειν τὴν θεραπείαν, οὐ βουλόμενοι ταύτην τῷ τῆς τεκμάρσεως ὀνόματι περιέχεσθαι. εἰ δέ γε τοῦθ' οὕτως ἔχει, κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ φησι πολλὰ παρεῖσθαι "ἄλλα ἐν ἄλλοισι καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐς τέκμαρσιν", οὐκ ὀρθῶς ἔσται παραλελοιπὼς τὸ θεραπευτικὸν μέρος τῆς τέχνης. εὔδηλον δ' ὅτι φήσουσιν ἐκεῖνοι δι' αὐτὸ τοῦτο πάλιν ἐπαναλαβεῖν καὶ γράψαι τὴν ἑξῆς ῥῆσιν, ἵνα προσθῇ καὶ τὸ θεραπευτικόν. ἔνθα δ' οὐκ ἔστι περὶ πράγματος εἰς θεραπείαν χρησίμου [423] διαφωνία, περιττὸν τὸ μακρολογεῖν· ἐπ' ἐκεῖνα τοίνυν σπεύσωμεν, ἐν οἷς διδάσκει τὰ πρὸς τὴν θεραπείαν χρήσιμα.
Καὶ οὐ μόνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ' ὅτι καὶ ὀλίγοισι τὸν ἀριθμὸν τοῖσιν ἄκεσιν ἐχρέοντο· τὰ γὰρ πλεῖστα αὐτέοισιν εἴρηται, πλὴν τῶν ὀξέων νούσων, φάρμακα ἐλατήρια διδόναι καὶ ὀρὸν καὶ γάλα ἐς τὴν ὥρην πιπίσκειν. εἰ μὲν οὖν ταῦτ' ἦν ἀγαθὰ καὶ ἁρμόζοντα τοῖσι νοσήμασιν, ἐφ' οἷσι παρῄνεον διδόναι, ἔτι ἂν ἀξιώτερα ἐπαίνου ἦν, ὅτι ὀλίγα ἐόντα αὐτάρκεά ἐστιν· νῦν δὲ οὐχ οὕτως ἔχει.
Καὶ ὀλίγοις τὸν ἀριθμὸν τοῖς ἰάμασιν αὐτούς φησι κεχρῆσθαι πλὴν τῶν ὀξέων νοσημάτων, ὡς ἐν τούτοις εἰρηκότων πολλά· καὶ γὰρ ὄντως [424] εἰρήκασι· τὰ δ' ἐπὶ τῶν χρονίων τοὔμπαλιν· καὶ γὰρ καὶ ταῦτα δι' ἐλατηρίων καὶ ὀροῦ καὶ γάλακτος ὡραίως πινομένων αὐτοῖς περαίνεται.
Οἱ μέντοι ὕστερον ἐπιδιασκευάσαντες ἰητρικώτερον δή τι ἐπῆλθον περὶ τῶν προσοιστέων ἑκάστοισιν.
Ἐπιδιεσκευάσθαι λέγεται βιβλίον ἐπὶ τῷ προτέρῳ γεγραμμένῳ τὸ δεύτερον γραφέν, ὅταν τὴν ὑπόθεσιν ἔχον τὴν αὐτὴν καὶ τὰς πλείστας τῶν ῥήσεων τὰς αὐτὰς τινὰ μὲν ἀφῃρημένα τῶν ἐκ τοῦ προτέρου συγγράμματος ἔχῃ, τινὰ δὲ προσκείμενα, τινὰ δ' ὑπηλλαγμένα· παράδειγμα δ' εἰ βούλει τούτου σαφηνείας ἕνεκα, τὸν δεύτερον Αὐτόλυκον Εὐπόλιδος ἔχεις ἐκ τοῦ προτέρου διεσκευασμένον. οὕτω δὲ καὶ τὰς Κνιδίας γνώμας ἐπὶ ταῖς προτέραις δευτέρας ἐξέδοσαν οἱ ἀπὸ τῆς Κνίδου ἰατροί, τινὰ μὲν ἐχούσας τὰ αὐτὰ πάντῃ, τινὰ δὲ προσκείμενα, τινὰ δὲ ἀφῃρημένα, καθάπερ γε καὶ ὑπηλλαγμένα· τοῦτ' οὖν τὸ δεύτερον [425] βιβλίον ὁ Ἱπποκράτης ἰατρικώτερον συγκεῖσθαί φησι τοῦ προτέρου.
Ἀτὰρ οὐδὲ περὶ διαίτης οἱ ἀρχαῖοι συνέγραψαν οὐδὲν ἄξιον λόγου, καίτοι μέγα τοῦτο παρῆκαν.
Ἡ διὰ τῶν συνήθων ὑλῶν ἀγωγὴ τῆς θεραπείας ὀνομάζεται δίαιτα, καθάπερ ἡ διὰ τῶν συνήθων τομῶν τε καὶ καύσεων καὶ τῶν ἄλλων, ὅσα διὰ τῶν χειρῶν ἐνεργεῖται, χειρουργία, καὶ τρίτη γ' ἐπ' αὐταῖς μοῖρα τῆς ἰατρικῆς ἐστιν ἡ φαρμακευτικὴ διὰ φαρμάκων καὶ αὐτὴ περαινομένη. μέμφεται δὲ τοῖς ἔμπροσθεν αὑτοῦ ὁ Ἱπποκράτης, ὡς οὐδὲν ἄξιον λόγου περὶ διαίτης γεγραφόσι· τοῦτο δ' εἶπεν, οὐχ ὡς οὐδὲν αὐτῶν συγγραψάντων διαιτητικὸν θεώρημα, (γεγράφασι γάρ), ἀλλ' ὡς οὐκ ἄξιον λόγου· δείξει δ' αὐτός, ὁποῖόν τι τὸ ἄξιον λόγου, διὰ τῶν ἐφεξῆς.
[426] Τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίην αὐτῶν οὐκ ἠγνόουν ἔνιοι.
Οὐ μόνον οὐκ ἠγνόουν τὰς πολυτροπίας τῶν νοσημάτων, ἀλλὰ καὶ περαιτέρω τοῦ προσήκοντος ὑπὲρ αὐτῶν ἔγραψαν, ὡς ἐφεξῆς δείξω.
Τοὺς δ' ἀριθμοὺς ἑκάστου τῶν νοσημάτων σάφα ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψαν. μὴ γὰρ οὐκ εὐαρίθμητον ᾖ, εἰ τουτέῳ τις σημαίνεται τὴν τῶν καμνόντων νοῦσον, τῷ ἕτερον ἑτέρου διαφέρειν τι, μὴ τωὐτὸ δὲ νόσημα δοκέειν εἶναι, ἢν μὴ τὠυτὸ ὄνομα ἔχῃ. ἐμοὶ δὲ ἁνδάνει μὲν [ἐν] πάσῃ ‹τῇ› τέχνῃ προσέχειν τὸν νόον· καὶ γὰρ ὁκόσα ἔργα καλῶς ἔχει ἢ ὀρθῶς, καλῶς ἕκαστα χρὴ ποιεῖν [427] καὶ ὀρθῶς, καὶ ὁκόσα ἔργα ταχέως, ταχέως, καὶ ὁκόσα καθαρίως, καθαρίως, καὶ ὁκόσα ἀνωδύνως δεῖ διαχειρίζεσθαι, ὡς ἀνωδυνώτατα ποιεῖν, καὶ τὰ ἄλλα πάντα τὰ τοιουτότροπα διαφερόντως τῶν πέλας ἐπὶ τὸ βέλτιον ποιεῖν χρή. μάλιστα δὲ ἂν ἐπαινέσαιμι ἰητρόν, ὅστις ἐν τοῖσιν ὀξέσι νοσήμασιν, ἃ τοὺς πλείστους τῶν ἀνθρώπων κτείνει, ἐν τούτοισι διαφέρων τι τῶν ἄλλων εἴη ἐπὶ τὸ βέλτιον. ἔστι δὲ ταῦτα ὀξέα, ὁκοῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν καὶ περιπνευμονίην καὶ φρενῖτιν [καὶ λήθαργον] καὶ καῦσον καὶ τὰ ἄλλα νοσήματα, ὁκόσα τούτων ἐχόμενά [ἐστιν], ὧν οἱ πυρετοὶ τὸ ἐπίπαν συνεχέες [ὄντες κτείνουσιν].
Εἶπον ὀλίγον ἔμπροσθεν κατ' ἀρχάς, ὅτι ἔγραψαν οἱ ἀπὸ τῆς Κνίδου "χολῆς νοῦσοι ἑπτά", κατὰ δὲ τὸν αὐτὸν τρόπον πάλιν κατωτέρω "ἀπὸ τῆς κύστεως νοῦσοι δώδεκα", καὶ πάλιν ἔτι κατωτέρω "νεφρῶν νοσήματα τέσσαρα", καὶ μετὰ τοῦτο πάλιν "ἀπὸ τῆς κύστεως [428] νοῦσοι στραγγουριῶν τέσσαρεσ", εἶτα πάλιν ἐφεξῆς "τέτανοι τρεῖσ", καὶ μετὰ ταῦτα πάλιν "ἴκτεροι τέσσαρεσ", εἶτα μετὰ τοῦτο "φθίσιες τρεῖσ". εἰς γὰρ τὰς τῶν συμπτωμάτων ποικιλίας ἔβλεπον ὑπὸ πολλῶν αἰτίων ἐξαλλασσομένας παρέντες σκοπεῖσθαι τῶν διαθέσεων τὴν ταυτότητα, καθάπερ ὁ Ἱπποκράτης ἐποίησε μεθόδῳ χρησάμενος εἰς τὴν εὕρεσιν αὐτῶν, ᾗ μόνον δυνατόν ἐστιν ἀριθμὸν εὑρεῖν νοσημάτων. ἐπιδέδεικται δ' ἡμῖν ἡ μέθοδος αὕτη κατ' ἀρχὰς εὐθέως τῶν τῆς Θεραπευτικῆς μεθόδου βιβλίων, εἴρηται δὲ κἀν τῷ Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων ἐπ' ὀλίγον, ἐν συντόμῳ δὲ λόγῳ Περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἓν ἔχεις ὑπόμνημα ἡμέτερον. νυνὶ δ' ἀκολουθεῖν προσήκει ταῖς ῥήσεσιν· οὗτος γὰρ ὁ σκοπὸς τῆς ἐξηγήσεως, ὡς, εἴ γέ τις ἐν ταῖς ἐξηγήσεσι τὰς ἀποδείξεις γράφοι, μακρὸν ἀνύσας λόγον, ἕνεκα τῆς τῶν νοσημάτων ἰάσεως, τὸ κυριώτατον ἀφεὶς ἔσται μέρος ὅ τί περ ἂν εἰς τὴν ἴασιν τῶν ὀλεθριωτάτων νοσημάτων διαφέρῃ. τὸ μὲν οὖν κεφάλαιον τῆς προκειμένης ῥήσεως τοῦτ' ἔστι, τὰ δὲ κατὰ μέρος τῆς λέξεως ἐφεξῆς δίειμι.
[429] Ὅταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι, ὑπὸ τούτων τῶν νοσημάτων ἀποθνῄσκουσι πλείους ἢ ὑπὸ τῶν ἄλλων τῶν συμπάντων.
Δηλοῖ διὰ τοῦ λόγου τούτου τὰ μέν τινα πολλοῖς γίνεσθαι νοσήματα καθ' ἕνα χρόνον, ἅπερ ὅταν μὲν ὀλέθρια γένηται, λοιμὸν ὀνομάζουσιν, ὅταν δ' ἐπιεικέστερα, ἑτέρᾳ τινὶ προσηγορίᾳ δηλοῦσιν ἐπίδημα καλοῦντες· ὥστ' εἶναι τὸ μὲν ἐπίδημον νόσημα τὸ κατὰ χρόνον τινὰ πλεονάσαν ἔν τινι χωρίῳ, τὸν δὲ λοιμὸν ἐπιδημίαν ὀλέθριον. ἔστι δὲ καὶ ἄλλο γένος νοσημάτων κοινὸν πολλοῖς, τὰ ἔνδημα καλούμενα. τούτοις δ' ἀντίκεινται πᾶσιν αἱ σποράδες νόσοι, διαφερόντως ἐνοχλοῦσαι τοὺς νοσοῦντας, οὐ κατὰ τὸν κοινὸν τρόπον συνιστάμεναι. τί ποτ' οὖν ἐστι τὸ λεγόμενον ὑπ' αὐτοῦ ἀλλὰ σποράδες [430] ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι; τοὐναντίον γὰρ ἐχρῆν εἰρῆσθαι καὶ μὴ παραπλησίας αὐτὰς ἀλλήλαις ὑπάρχειν, ὅπερ ἔστι μὴ ὁμοίας, εἴ γε τῇ τῶν νοσημάτων ὁμοιότητι τὸ ἔνδημον καὶ τὸ ἐπίδημον καὶ τὸ λοιμῶδες ἐκρίνετο. δυοῖν οὖν θάτερον, ἢ βελτίονα νομιστέον τὴν τοιαύτην γραφὴν ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ μὴ παραπλήσιοι, ἢ παραπλησίας αὐτὰς εἰρῆσθαι χρὴ δοκεῖν οὐκ ἀλλήλαις, ἀλλὰ ταῖς ἔμπροσθεν εἰρημέναις, τουτέστι ταῖς συνήθεσιν, ἐπειδὴ σπανιώτερον μὲν ἐπίδημά τε καὶ λοιμικὰ γίνεται νοσήματα, τὰ δ' ὑπ' αὐτοῦ καλούμενα σποραδικὰ συνήθως· ὑπὲρ ὧν καὶ νῦν ὁ λόγος αὐτῷ γενήσεται, καθάπερ ὑπὲρ τῶν ἐπιδήμων μὲν ἐν τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις, τῶν ἐνδήμων δὲ κατὰ τὸ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων. ἴδιον δὲ οὐδὲν ἐξαίρετον ἐποίησε σύγγραμμα περὶ λοιμωδῶν, ἐπειδὴ τῶν ἐπιδήμων ἓν ὑπάρχον αὐτὸ δι' ἐκείνων ἐδίδαξεν.
Οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γινώσκουσι τοὺς ἐς ταῦτα διαφέροντας τῶν πέλας.
[431] Τοὺς εἰς ταῦτα τὰ νοσήματα διαφέροντας τῶν πέλας ἰατροὺς οὐ πάντῃ γινώσκειν τοὺς ἰδιώτας φησίν· δῆλον δ', ὅτι τὰ ὀξέα λέγει, περὶ ὧν προειρήκει.
Ἑτεροίων τε μᾶλλον ἐπαινέται ἰημάτων καὶ ψέκται εἰσίν.
Οὐ τῶν προσηκουσῶν οὐδὲ τῶν ἀξίων ἐπαινεῖσθαι θεραπειῶν διαγνωστικοὺς εἶναί φησι τοὺς ἰδιώτας, ἀλλὰ τῶν ἑτέρων μᾶλλον, ὅθεν οὐδ' ἐπαινεῖν αὐτοὺς ὀρθῶς οὐδὲ ψέγειν· εἶτ' ἐφεξῆς ὡς προστιθεὶς ἀπόδειξιν ὧν εἶπε τάδε γράφει·
Ἐπεί τοι μέγα σημεῖον τόδε, ὅτι οἱ δημόται ἀσυνετώτατοι αὐτοὶ ἑωυτῶν περὶ τούτων τῶν νοσημάτων εἰσίν, ὡς μελετητέα ἐστίν· οἱ γὰρ μὴ ἰητροὶ ἰητροὶ [432] δοκέουσιν εἶναι μάλιστα διὰ ταύτας τὰς νόσους. ῥηΐδιον γὰρ τὰ ὀνόματα ἐκμαθεῖν, ὁκοῖα νενόμισται προσφέρεσθαι πρὸς τοὺς τὰ τοιάδε κάμνοντας· ἢν γὰρ ὀνομάσῃ τις πτισάνης χυλὸν καὶ οἶνον τοῖον ἢ τοῖον καὶ μελίκρητον, ἅπαντα τοῖσι δημότῃσι δοκέουσιν οἱ ἰητροὶ τὰ αὐτὰ λέγειν οἵ τε βελτίους καὶ οἱ χείρους· τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλ' ἐν τούτοισι καὶ πάνυ διαφέρουσιν ἕτεροι ἑτέρων.
Ἐπεὶ ταῖς αὐταῖς ὕλαις τῶν διαιτημάτων οἵ τε βελτίους ἰατροὶ καὶ οἱ χείρους χρῶνται, διὰ τοῦτο τοῖς ἰδιώταις ἀδιάγνωστός ἐστιν ὁ βελτίων, οὐκ εἰδόσι διακρῖναι, τίνες μὲν ἐν καιρῷ καὶ μετὰ τῆς δεούσης ποσότητος τὰς ὕλας τῶν βοηθημάτων τοῖς κάμνουσι προσφέρουσι, τίνες δὲ ἄνευ τούτων. ἀλλ' οὖν ἐνταῦθα περιγράψας ὁ Ἱπποκράτης τὸ δεύτερον προοίμιον ἄρχεται τῶν ἐχομένων ἀπὸ τῆς προκειμένης ῥήσεως.
[433] Δοκεῖ δέ μοι ἄξια γραφῆς εἶναι μάλιστα, ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖς ἰητροῖς, ἐπίκαιρα ἐόντα εἰδέναι, καὶ ὁκόσα μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας. ἀκαταμάθητα οὖν καὶ τάδε ἐστί, διὰ τί ἄρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μὲν τῶν ἰητρῶν ἅπαντα τὸν αἰῶνα διατελοῦσι πτισάνας διδόντες ἀδιηθήτους καὶ νομίζουσιν ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιέονται, ὅπως κριθὴν μηδεμίαν καταπίῃ ὁ κάμνων (μεγάλην γὰρ βλάβην ἡγέονται εἶναι), ἀλλὰ δι' ὀθονίου τὸν χυλὸν διηθεῦντες διδόασιν· οἱ δὲ αὖ τινες αὐτῶν οὔτ' ἂν πτισάνην παχεῖαν δοῖεν οὔτε χυλόν, οἱ μὲν μέχρις ἂν ἑβδομαῖος γένηται ὁ κάμνων, οἱ δὲ καὶ διὰ τέλεος, ἄχρις ἂν κριθῇ ἡ νοῦσος.
Δόξει μὲν εἶναι λογικώτερον τὸ προβεβλημένον ὑπ' αὐτοῦ, δυναμένων ἡμῶν καὶ χωρὶς τῶν τοιούτων σκεμμάτων ἰατρεύειν ὀρθῶς· ἐκ [434] γὰρ τοῦ μαθεῖν τὰ ποιητέα τὸ καλῶς ἰᾶσθαι τὰς νόσους περιγίνεται τοῖς ἰατροῖς, οὐκ ἐκ τοῦ ζητῆσαι τὴν αἰτίαν τῆς διαφωνίας τῶν διαφόρους θεραπείας γραψάντων ἐπὶ τοῖς αὐτοῖς νοσήμασιν· ἔστι δὲ κατ' ἀλήθειαν οὐ μόνον χρησιμώτατον, ἀλλὰ καὶ πρῶτον ἁπάντων ζητεῖσθαι δεόμενον, ὡς δείξω προϊόντος τοῦ λόγου. πρότερον γάρ, ὅτι τε ζητήσεως ἄξιόν ἐστιν ὃ προβάλλει καὶ ὅπως αὐτὸ λύει, διελθεῖν ἄμεινον. ὅτι μὲν οὖν ἄξιόν ἐστι ζητήσεως, ἐντεῦθεν μαθήσῃ. τῆς μὲν τῶν φιλοσόφων διαφωνίας οὐδὲν ἔχομεν ἐμφανὲς τεκμήριον· οὔτε γὰρ εἰ γενητὸς ὁ κόσμος οὔτ' εἰ φθαρτὸς οὔτ' εἰ μὴ κενόν ἐστιν ἔξωθεν αὐτοῦ οὔτ' εἰ ἄπειρος οὔτ' εἰ μόνος οὗτος εἷς ἐστιν οὔτ' εἰ πλείους οὔτε πόσοι τὸν ἀριθμόν, εἴπερ πλείους, οὔτ' εἰ πλῆθος ἀπερίληπτον ἢ ἄπειρον αὐτῶν, ἐναργεῖ τεκμηρίῳ χρήσασθαι δυνατόν· οὕτω δὲ καὶ ἄλλα πολλὰ τῶν κατὰ φιλοσοφίαν ζητουμένων ἔνια μὲν οὐδ' ὅλως ἐπικρῖναι δυνάμεθα, τινὰ δὲ μετὰ πολλῆς ἐπισκέψεως.
περὶ δὲ τῶν ὠφελούντων ἢ βλαπτόντων τοὺς κάμνοντας οὐχ [435] ὁμοίως ἔχει· τὸ μὲν γὰρ εὑρεῖν αὐτὰ χρόνου δεῖται μακροῦ διαφέροντός τε τῶν πολλῶν ἀνδρός· ὅσα δ' εὑρηκέναι τινὲς ἐπαγγέλλονται, δόξει ταῦτα ῥᾳδίαν ἔχειν τὴν κρίσιν. εἰ μὲν γὰρ ὠφέλησε προσαχθέντα τοῖς κάμνουσιν, ἐπαινεῖν αὐτὰ χρὴ καὶ προσίεσθαι, βλάψαντα δὲ φεύγειν τε καὶ ἀποτρέπεσθαι, μηδὲν δ' ἀξιόλογον εἰς βλάβην ἢ εἰς ὠφέλειαν ἐργασάμενα τῶν οὐδετέρων ὑπολαμβάνειν· ἀλλὰ καὶ τοὺς ἰατροὺς αὐτοὺς ἐχρῆν ἀφίστασθαι τῶν ἐναργῶς βλαπτόντων. ὅσα μὲν οὖν ὀλίγην ἔχει τὴν διαφοράν, οὐδὲν θαυμαστὸν ἐπιμένειν αὐτοῖς τοὺς ὁπωσοῦν ἐξ ἀρχῆς δοξάσαντας· ὅσα δὲ διέστηκε πάμπολυ, ὡς ἐπαινεῖσθαι μὲν ὑφ' ἑτέρων, ψέγεσθαι δ' ὑπ' ἐνίων, ἐπὶ τούτων ἄν τις θαυμάσειεν ἢ τοὺς ἐπαινοῦντας τὰ μεγάλην ἔχοντα βλάβην ἢ τοὺς ψέγοντας τὰ κατ' ἀλήθειαν ὠφέλιμα. τοῦτ' οὖν ἐστιν αὐτὸ τὸ νῦν προβαλλόμενον ὑφ' Ἱπποκράτους ἐφ' ἑνὸς τῶν κατὰ μέρος ὑποδειγμάτων.
εἴρηται δὲ καὶ ὑπ' Ἐρασιστράτου κατὰ τὸ πρῶτον βιβλίον Περὶ πυρετῶν αὐτό τε καὶ ἡ λύσις αὐτοῦ διὰ ταχέων τε καὶ σαφῶς, ἀκολουθήσαντος [436] αὐτοῦ τῷ Ἱπποκράτει πάντως. διελθὼν γὰρ ἐν τῷ προειρημένῳ βιβλίῳ τοὺς ἐναντιωτάταις ἀγωγαῖς ἐπὶ τῶν πυρεττόντων χρωμένους ἰατρούς, τούς τε μακραῖς ἀσιτίαις καταπονοῦντας τοὺς κάμνοντας καὶ Πετρωνᾶν τὸν κρέα τε καὶ οἶνον διδόντα, ἐπιφέρων φησὶ κατὰ λέξιν οὕτως· "ἐπὶ πολλῶν μὲν οὖν πάνυ μεγάλαις πληγαῖς περιέπιπτον· εἰ δὲ πάντες κακῶς ἀπηλλάττοντο πυρέττοντες ἐν τῇ τοιαύτῃ ἀγωγῇ τῆς θεραπείας, πεπαυμένοι ἂν ἦσαν τοῦ ἰατρεύειν οὕτως οἱ θεραπεύοντες· ἀλλ' ὡς ἔοικεν οὐκ ἐφαρμόζει πᾶσι τοῖς πυρετοῖς ἡ αὐτὴ ἀγωγὴ τῆς θεραπείας." ἐπαινεῖν οὖν χρὴ καὶ τὸν Ἐρασίστρατον καὶ τοὺς ἄλλους, οἳ προβάλλοντες τοῦτο τὸ ζήτημα καὶ τὴν λύσιν ἔγραψαν· ἐπαινεῖν δὲ καὶ τὸν πρῶτον αὐτὸ προβαλόντα καὶ γινώσκειν οὐ μᾶλλόν τι περὶ τῶν ὀξέων νοσημάτων ἢ τῶν ἄλλων ἁπάντων προβάλλεσθαι καὶ λύεσθαι τοῦτο τὸ ζήτημα· καὶ γὰρ ἡ ἀπορία κοινὴ περὶ πάντων ἐστίν· οὐ γὰρ ἐπὶ τῶν ὀξέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων νοσημάτων ἐν τῇ θεραπείᾳ διεφώνησαν οἱ ἰατροὶ καὶ διὰ τοῦτο μέχρι [437] πολλοῦ ταῖς ἑαυτῶν ἀγωγαῖς ἕκαστοι προσμένουσιν, ὅτι θεῶνταί τινας ὑπ' αὐτῶν ἐναργῶς ὠφελουμένους. ἐπὶ τῶν ἄλλων οὖν, ὅσοι μηδὲν ὀνίνανται, τάχα μὲν ὑπονοοῦσι καὶ τοὺς κάμνοντάς τι λαθραίως ἁμαρτάνειν· οὐ μὴν ἀλλ' ὅπερ εἶπε καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐν τῷ Περὶ ἀγμῶν ἐπὶ τῶν κακῶς ἐπιδούντων τὰ μεθ' ἕλκους κατάγματα καὶ διὰ τοῦτο βλαπτόντων, ("οὐ γὰρ οἴονται" φησί "τὴν ἐπίδεσιν αἰτίην εἶναι, ἀλλ' ἄλλην τινὰ ἀτυχίην"), τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὴν δίαιταν εἰκὸς αὐτοὺς ὑπολαμβάνειν.
ὃ δ' εἶπε νῦν ἐν τῇ προκειμένῃ ῥήσει, πρόδηλόν ἐστιν, ἐάν τις αὐτὴν ἀναγνῷ δὶς καὶ τρὶς αὐτὸς ἐφ' ἑαυτοῦ προσέχων τὸν νοῦν· εὑρήσει γὰρ ἐπὶ μερικοῦ παραδείγματος τὸν κοινὸν διδασκόμενον λόγον, ὃν δὴ καὶ καθόλου καλεῖν εἰώθασιν οὐχ οἱ φιλόσοφοι μόνον, ἀλλὰ καὶ σχεδὸν οἱ ἀπὸ πασῶν ἤδη τῶν λογικῶν τεχνῶν. ὁ μὲν οὖν Ἐρασίστρατος ἐναντιωτάτων ἀγωγῶν ἐμνημόνευσεν, ὁ δ' Ἱπποκράτης τὰς ἀλλοκότους ἐάσας ἐπὶ τὰς μετριωτέρας ἧκεν. ἀλλόκοτοι γάρ εἰσιν ὄντως αἱ διὰ λιμαγχονίας ἐσχάτης καὶ αἱ διὰ τοῦ πληροῦν ἀμέτρως, ὡς ὁ Πετρωνᾶς· [438] μέτριαι δὲ τούτων, ὧν ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἐπὶ τῶν ὀξέων νοσημάτων γινόμεναι ὑπὸ τῶν ἀξιολογωτέρων ἰατρῶν. ἔνιοι μὲν γὰρ τὴν κριθώδη πτισάνην ἐπ' αὐτῶν διδόασιν, ἔνιοι δὲ τὸν χυλὸν μόνον, ἔνιοι δὲ οὐδὲ τοῦτον, ἄχρις ἂν ἡ νοῦσος κριθῇ, διαιτῶντες ἐν τῷ μεταξὺ πόμασι μόνοις, ὕδατί τε καὶ μελικράτῳ καί, εἰ δεήσειεν, ὀξυμέλιτι. ἡ μὲν οὖν αἰτία τῆς διαφωνίας ἐστίν, ἣν αὐτὸς ὁ Ἱπποκράτης ἐφεξῆς †ποιήσεται, καὶ καλῶς ἔφην αὐτὴν ὑπ' Ἐρασιστράτου κατὰ τὸ πρῶτον εἰρῆσθαι Περὶ πυρετῶν· ἔστι δὲ αὕτη τὸ τινὰς μὲν τοῦ χυλοῦ μόνου δεῖσθαι τῆς πτισάνης, τινὰς δὲ καὶ τῆς κριθώδους πτισάνης, ἐνίους δὲ μηδετέρου τούτων, ἀλλ' ἐπὶ πομάτων μόνον ἄχρι τῆς κρίσεως ὠφελίμως διαφυλάττεσθαι. καὶ δείξει γ' ἐφεξῆς, τίνες μέν εἰσιν οἱ τῆς κριθώδους πτισάνης δεόμενοι, τίνες δ' οἱ τοῦ χυλοῦ τῆς πτισάνης, τίνες δ' οἱ μηδετέρου τούτων.
[439] Μάλα μὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν οἱ ἰητροί. ἴσως δὲ οὐδὲ προβαλλόμενα εὑρίσκεται.
Ὅτι πρῶτος αὐτός ἐστιν ὁ τὸ ζήτημα προβαλὼν τοῦτο καὶ λύσας, εὔδηλόν ἐστιν ἐκ ταύτης τῆς ῥήσεως· οὐδὲ γὰρ εἰθίσθαι φησὶ τὰ τοιαῦτα προβάλλεσθαι παρὰ τοῖς ἰατροῖς· εἰ δὲ καὶ προβάλλοι τις αὐτοῖς, ἴσως οὐδὲ τὴν λύσιν εὑρεθήσεσθαι.
Καίτοι διαβολήν γε ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλην, ὡς μὴ δοκέειν ὅλως ἰητρικὴν εἶναι.
Καὶ κατὰ ταύτην τὴν ῥῆσιν ἐπὶ μερικοῦ παραδείγματος διδάσκει [440] τινὰ τῶν καθόλου, πρῶτον μέν, ὡς ἡ τῶν μετιόντων ὁτιοῦν ἐπιτήδευμα διαφωνία δικαίαν ὑποψίαν ἀγνοίας ἐνδείκνυται, δεύτερον δ' αὖ πάλιν, ὡς ἡ συμφωνία μεγάλην ἐλπίδα γνώσεως, ὅπερ μεγάλα καὶ ταῖς γραμμικαῖς ἀποδείξεσι συνετέλεσεν· οὐ μόνον γὰρ αὐτοὺς τοὺς μανθάνοντας πείθουσιν, ἀλλὰ καὶ παρὰ τοῖς ἰδιώταις δόξαν ἔχουσιν ὡς ἀληθέσταται. γραμμικαῖς οὖν ἀποδείξεσι κεχρῆσθαί φασι τοὺς ἐναργῶς τι καὶ ἀναμφιλέκτως δείξαντας. ἐξεργάζεται δὲ τὸν περὶ τῆς διαφωνίας λόγον ἐπὶ τῆς ἐχομένης ῥήσεως.
Ὥστ' ἔν γε τοῖσιν ὀξυτάτοισι τῶν νοσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρώνακτες, ὥστε, ἃ ὁ ἕτερος προσφέρει ἡγεύμενος ἄριστα εἶναι, ταῦτα νομίζειν δὴ τὸν ἕτερον κακὰ εἶναι. καὶ σχεδὸν ἂν κατά γε τοῦτο τὴν τέχνην φαῖεν ὡμοιῶσθαι μαντικῇ, ὅτι καὶ οἱ μάντιες τὸν αὐτὸν ὄρνιθα, εἰ μὲν ἀριστερὸς εἴη, ἀγαθὸν εἶναι [441] νομίζουσιν, εἰ δὲ δεξιός, κακόν· καὶ ἐν ἱεροσκοπίῃ δὲ τὰ τοιάδε ἄλλα ἐπ' ἄλλοισιν· ἀλλ' ἔνιοι τῶν μάντεων τὰ ἐναντία τούτων. φημὶ δὴ πάγκαλον εἶναι τοῦτο τὸ σκέμμα καὶ ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισι.
Μαντικὴν μὲν ὠνόμασε τὴν οἰωνιστικήν, ἱεροσκοπίαν δὲ τὴν θυτικὴν καλουμένην, ἣν ὄντως καὶ οἱ ἄλλοι παλαιοὶ καλοῦσιν ἱεροσκοπίαν, ἐπειδὴ σκοποῦντες τὰ ἱερεῖα προλέγουσιν ἐξ αὐτῶν οἱ περὶ ταῦτα δεινοὶ τὰ γενησόμενα· ἱερεῖα δ' ἴσμεν ὀνομαζόμενα πάντα τὰ τοῖς θεοῖς εἰς τιμὴν γινόμενα, οἷα τὰ τῶν θυομένων ἱερείων, ὧν τὰ σπλάγχνα θεώμενοι προλέγουσιν οἱ ἱεροσκόποι. τοὺς δὲ διὰ τῆς τῶν ὀρνίθων πτήσεως μαντευομένους, οὓς οἰωνιστάς τε καὶ οἰωνοσκόπους ὀνομάζουσι, τούτους νῦν μάντεις ἐκάλεσεν ὁ Ἱπποκράτης, καίτοι τὸ τοῦ μάντεως ὄνομα καὶ ἡ μαντικὴ κατὰ πασῶν τῶν οὕτω προλεγουσῶν τεχνῶν ἐπιφέρεται· μάντεις μὲν γὰρ καλοῦνται οἵ τε ἱεροσκόποι καὶ οἱ οἰωνισταὶ [442] καὶ οἱ γενεθλιαλογικοὶ προσαγορευόμενοι καὶ οἱ διὰ συμβόλων καὶ οἱ διὰ ἱερείων προλέγοντες τὰ ἐσόμενα πρὸς τούτοις τε χρησμολόγοι καὶ θεομάντεις· ἔνιοι δὲ καὶ τοὺς ὀνειροπόλους ὑπὸ τοῦ ποιητοῦ κληθέντας ἐν τοῖς μάντεσι καταλέγουσιν. ἀλλ' ὅ γε Ἱπποκράτης δῆλος ὅτι τοὺς οἰωνιστὰς μόνους ὀνομάζει μάντεις ὡσαύτως τῷ ποιητῇ· καὶ γὰρ κἀκεῖνος ἐν πολλοῖς μέρεσι τῆς ποιήσεως ἐνδεικνύμενος τὴν οἰωνιστικὴν τέχνην προγνωστικὴν εἶναι τῶν γενησομένων ὅμως ἐν ἀρχῇ τοῦ ἄλφα φησίν·
ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα,
ἢ καὶ ὀνειροπόλον ‑ καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν
ἱερέα μὲν λέγων τὸν ἱεροσκόπον, ὀνειροπόλον δὲ τὸν περὶ τοὺς ὀνείρους ἔχοντα, μάντιν δὲ τὸν οἰωνιστὴν δηλονότι· οὐ γὰρ δὴ παρέλιπεν αὐτὸν εἰς τὰ μέγιστα πολλαχόθι τῆς ποιήσεως καὶ τῇ περὶ τοὺς οἰωνοὺς τέχνῃ χρώμενος. ἀλλὰ ταῦτα μὲν ἴσως καὶ πλείω τοῦ δέοντος εἴρηταί μοι περὶ τῆς τοῦ μάντεως προσηγορίας.
ἐπ' αὐτὸ δὲ τὸ λεγόμενον μεταβαίνειν ἤδη καιρός. ὃ γὰρ λέγει [443] τοιοῦτόν ἐστιν· οἱ τὰς μαντικὰς τέχνας μετιόντες οὐδὲν ἧττον διαφέρονται τῶν ἰατρῶν ἐν πολλοῖς τῶν κατὰ μέρος ἀλλήλοις. ἐγὼ γοῦν ποτε διαφερομένους οἰωνιστὰς εἶδον ἐπ' αὐτῶν τούτων τῶν πτήσεων, ὧν καὶ νῦν ὁ Ἱπποκράτης ἐμνημόνευσεν, ἀριστερᾶς τε καὶ δεξιᾶς· ἦν δ' ὁ μὲν ἕτερος αὐτῶν Ἄραψ, ὁ δ' ἕτερος Ἕλλην ἐξ Ἀσίας τῆς ἡμετέρας. ἔλεγεν οὖν ὁ μὲν Ἄραψ τὸν δεξιὸν οἰωνὸν γυναῖκας σῴζειν νοσούσας, τὸν ἀριστερὸν δ' ἄνδρας· ὁ δ' ἐκ τῆς Ἀσίας τὸν μὲν δεξιὸν ἐπ' ἀνδρῶν νοσούντων φανέντα τοῖς ἐρωτῶσιν, εἰ σωθήσεται, καταφάσκειν τὴν ἐρώτησιν. ἀποφάσκειν δὲ τὸν ἀριστερόν. ἠρόμην οὖν αὐτούς, εἰ τὸν ὁπωσοῦν πετόμενον ἀριστερὸν ἢ δεξιὸν ὄρνιθα ταύτην ἔχειν φασὶ τὴν δύναμιν, οὐδὲν ἡγούμενοι διαφέρειν, εἰ ὑψηλότατός ἐστιν ἢ προσγειότατος ἢ μεταξύ· καὶ εἰ ἐν τῷ μεταξύ, ἐγγυτέρω ἆρα τοῦ ὑψηλοτάτου ἢ ἐν μέσῳ· ὡσαύτως δὲ καὶ περὶ τοῦ πλησίον τε καὶ πόρρω διεστάναι τὸν οἰωνὸν ἠρόμην, εἰ μηδὲν αὐτοῖς διαφέρει. ὁ μὲν οὖν [444] Ἄραψ ἔφασκεν, ὅπως ἂν ἔχῃ τῆς εἰς ὕψος ἢ πλάτος ἢ μῆκος ἀποστάσεως, οὐδὲν διαφέρειν· ὁ δ' Ἕλλην διωρίζετο καὶ περὶ τοῦ συμμέτρου δεξιοῦ τε καὶ ἀριστεροῦ, καὶ γεγράφθαι ταῦτα τοῖς οἰωνισταῖς ἔλεγε, τὰς δ' ἀμέτρους ἀποστάσεις ἐναντίας εἶναι ταῖς ἐμμέτρως ἐχούσαις· ἐδείκνυε δὲ καὶ ‹τὰς› Πόλλητος καὶ Ἀθηναίου καὶ Χαιρήμονος καὶ Ἀρτεμιδώρου τοῦ Φωκᾶ ἄλλων τέ τινων οἰωνιστῶν ἐνδόξων βίβλους αὐτῷ συμμαρτυρούσας. ἔγνων οὖν ἀδιόριστον μὲν τὸν Ἄραβα, διωρισμένον δὲ καὶ τεχνικὸν τὸν Ἕλληνα· τέχνης γὰρ ἐμπειρίᾳ τὴν κρίσιν τῶν θεωρημάτων ἐχούσης ἡ διαφωνία κατὰ τὸ διωρισμένον τε καὶ ἀδιόριστον γίνεται. καὶ τοῦτο μεμαθηκὼς ἐγὼ παρ' Ἱπποκράτους ἔκρινα τὸν Ἕλληνα τεχνικώτερον ἀποφαίνεσθαι περὶ τῆς πτήσεως τῶν οἰωνῶν· ἐξ ἐπιμέτρου δὲ τοὺς ἐνδοξοτάτους τῶν οἰωνιστῶν μάρτυρας παρεχόμενος ἔτι μᾶλλον ἦν ἀξιόπιστος. ἐπαγομένου δὲ καὶ τοῦ Ἄραβος πολλοὺς μάρτυρας ὧν προεῖπεν ἀληθῶς ἐπὶ νοσούντων, εἶπον αὐτῷ τῆς ὡς τὸ πολὺ γεγενημένης ἐπιτυχίας τὴν αἰτίαν· εἰ γὰρ ὁ μὲν ἔμμετρος [445] δεξιὸς σῴζει τοὺς ἄνδρας, οἱ δ' ἄμετροι τὰς γυναῖκας, εἰσὶ δὲ πάμπολλοι μὲν οἱ ἄμετροι, μόνος δ' εἷς ὁ ἔμμετρος, εἰκότως ἐπὶ πολλῶν μὲν ἐπέτυχεν, ὀλιγάκις δ' ἀπέτυχεν. ὅ γε μὴν Ἕλλην οἰνωνιστὴς καὶ ἄλλους τινὰς διορισμοὺς προσετίθει, καθ' οὕς, κἂν ὁ δεξιὸς ἄμετρος ᾖ, δηλώσει ποτὲ σωθήσεσθαι τὸν νοσοῦντα· τὸν γὰρ κίναιδον καὶ τὸν γυναικεῖον ἐπιτήδευμα μετιόντα, καθάπερ τὸν ἐριουργόν, τοῖς τῶν γυναικῶν ἔφη σχήμασι σῴζεσθαι, καὶ τοῦτ' αὖ πάλιν ἐδείκνυε παρὰ τοῖς ἀρίστοις οἰωνισταῖς γεγραμμένον. ἔτι δὲ πρὸς τούτοις καὶ ἄλλους τινὰς διορισμοὺς προσετίθει, περὶ ὧν οὐδὲν ἐφαίνετο γινώσκων ὁ Ἄραψ.
εἴρηται δέ μοι ταῦτα διὰ τὴν ἐφεξῆς ῥῆσιν, ἣν οὐδεὶς ἐξηγήσατο προσηκόντως, ὥσπερ οὐδὲ τὴν προγεγραμμένην αὐτῆς, ἔνθα φησί· "μάλα μὲν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἴθισται τοῖς ἰατροῖς, ἴσως δὲ οὐδὲ προβαλλόμενα εὑρίσκεται"· σαφῶς γὰρ εἰπόντος αὐτοῦ τὸ "τοιαῦτα", ὃ ἔστι τὸ οὕτω διαφωνούμενα, τινὲς μὲν ἐπὶ τῆς πτισάνης μόνης ἤκουσαν οὐκ ὀρθῶς, ἔνιοι δὲ βραχεῖ τούτων ἄμεινον ἐπὶ τῆς [446] τῶν ὀξέων διαίτης, ἔνιοι δ' ἐπὶ πάσης ἁπλῶς, ἔνιοι δ' ἐπὶ θεραπείας ἁπάσης, βέλτιον μὲν τῶν προτέρων, οὔπω δὲ οὐδ' αὐτοὶ τελέως· αἰτίαν γάρ, ὡς εἶπον, ὁ Ἱπποκράτης ἐπεζήτησεν ἁπάσης διαφωνίας ἐπὶ πάσης τέχνης τῇ πείρᾳ κριθῆναι δυναμένης. ὅτι δ' οὕτως ἔχει τοῦτο, μαθήσῃ σαφῶς διὰ τῆς ἐφεξῆς ῥήσεως.
Καὶ γὰρ τοῖς νοσέουσι πᾶσιν ἐς ὑγείην μέγα τι δύναται καὶ τοῖσιν ὑγιαίνουσιν ἐς ἀσφάλειαν καὶ τοῖσιν ἀσκέουσιν ἐς εὐεξίην καὶ ἐς ὅ τι ἕκαστος ἐθέλει.
Οὗτος ὁ λόγος ἐξελέγχει καὶ τοὺς περὶ πτισάνης οἰομένους μόνης αὐτὸν προβεβληκέναι τὴν προγεγραμμένην ῥῆσιν καὶ τοὺς περὶ διαίτης, ἤτοι τῆς ἐπὶ τῶν ὀξέων ἢ καὶ πάσης ἁπλῶς, ὡσαύτως δὲ καὶ τοὺς περὶ θεραπείας ἁπάσης ὑπειληφότας εἶναι τὸ πρόβλημα. προδήλως γὰρ ἡ [447] νῦν ἡμῖν προκειμένη ῥῆσις ἐλέγχει τοὺς ἤτοι περὶ πτισάνης ἢ τῆς ἐπὶ τῶν ὀξέων διαίτης μόνης ἢ τῆς ἐπὶ πάντων τῶν νοσημάτων οἰομένους εἶναι τὸν λόγον ἐν τῷ προσγεγράφθαι καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγείην μέγα τι δύναται· πάντες γὰρ οἱ νοσοῦντες ὑπὸ διαίτης μόνης οὐ θεραπεύονται διὰ τὸ πολλοὺς δεῖσθαι καὶ χειρουργίας καὶ φαρμακείας, ἔτι δὲ μᾶλλον οὐδ' ὑπὸ πτισάνης μόνης· οὔτ' οὖν περὶ διαίτης ὀξέων μόνης οὔτε περὶ διαίτης ἁπλῶς τῆς ἐπὶ πάντων τῶν νοσημάτων ὁ λόγος αὐτῷ νῦν ἐστιν, οὐδὲ περὶ τῆς ἐν τούτοις διαφωνίας μόνης, ἀλλὰ περὶ πάσης ἁπλῶς τέχνης τῇ πείρᾳ κρίνεσθαι πεφυκυίας. ὁ γὰρ τὸ κοινὸν καὶ καθόλου κριτήριον εὑρὼν ἐκείνῳ κρίνει τὰ κατὰ μέρος· ἓν δέ τι τῶν κατὰ μέρος ἐστὶ καὶ τὸ περὶ πτισάνης τοῖς ἰατροῖς διαπεφωνημένον, ὥσπερ γε καὶ τὸ περὶ τῆς διαίτης οὐ μόνον τῆς ἐπὶ τῶν ὀξέων, ἀλλὰ καὶ τῶν ἄλλων νοσημάτων, ἔτι τε γενικώτερον ὑπὲρ ἁπάσης θεραπείας καὶ τούτου γενικώτερον ὑπὲρ ἁπάσης προνοίας σώματος, κἂν ἐφ' ὑγιαινόντων γίνηται· δέονται γὰρ καὶ [448] οὗτοι τῆς τέχνης ἐπιστατούσης, οὐκ εἰς τὸ κτήσασθαι τὴν ὑγίειαν, ἀλλ' εἰς τὸ φυλάττειν, ὅπερ Ἱπποκράτης εἶπε καὶ τοῖς ὑγιαίνουσιν ἐς ἀσφάλειαν· τὸ γὰρ φυλάττειν ὁτιοῦν ἀσφαλείας δεῖται. χρήσιμον δ' εἶναί φησι τὸ σκέμμα καὶ τοῖς ἀσκέουσιν ἐς εὐεξίην· ὥσπερ γὰρ ἡ τῶν νοσούντων θεραπεία τοῦ προβεβλημένου νῦν ὑπ' αὐτοῦ δεῖται σκέμματος, οὕτως καὶ ἡ τῶν ὑγιαινόντων ἀσφάλεια φυλακῆς ἕνεκα τῆς ὑγιείας καὶ ἡ τῶν ἀσκούντων πρόνοια κτήσεως ἕνεκα τῆς εὐεξίας.
ταῦτα μὲν οὖν πάντα τῆς περὶ τὸ σῶμα τέχνης ἐστί, τὸ δ' ἐφεξῆς εἰρημένον ἐπὶ πᾶσαν τέχνην ἐκτέταται· τί γάρ φησι καὶ ἐς ὅ τι ἕκαστος ἐθέλει; καὶ γὰρ καὶ οἰωνιστὴς καὶ ἱεροσκόπος καὶ μουσικὸς καὶ ῥήτωρ καὶ πᾶς τεχνίτης ἁπλῶς τῆς κατὰ τὴν ἑαυτοῦ τέχνην διαφωνίας τὴν αἰτίαν εἴσεται μίαν οὖσαν, ὅταν ἕκαστος τὸ κατὰ μέρος ἐπὶ τὸ καθόλου μεταφέρῃ. οὕτω γοῦν καὶ τὴν τῶν οἰωνιστῶν διαφωνίαν ἔγνων γεγονυῖαν ἔκρινά τε τὸν ἀληθέστερα λέγοντα, καὶ τούτου χάριν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα τοῦ τε Ἄραβος καὶ τοῦ Ἕλληνος [449] οἰωνιστοῦ. πάσης γὰρ τέχνης σύστασις ἐν διορισμῷ γίνεται τῶν ἰδίων ἀπὸ τῶν κοινῶν· ὁ γὰρ ταῦτα διορίσασθαι δυνάμενος ἄριστος τεχνίτης ἐστίν. ὥσπερ δ' ἡ σύστασις, οὕτω καὶ ἡ κρίσις ἐν τῷ διορισμῷ τὴν ὕπαρξιν ἔχει· σφάλλονται γὰρ οἱ συνιστάμενοι τὰς τέχνας, ὅταν τό τινι συμβεβηκὸς ἤτοι γ' ἐπὶ πάντας ἐκτείνωσιν ἢ πλείονάς γε τοῦ προσήκοντος· τὸ μὲν γὰρ ὅλως μηδενὶ συμβεβηκὸς οὐδεὶς ἂν ἐν τέχνῃ τοιαύτῃ πείσειεν ἑαυτὸν ἀληθὲς εἶναι· κατὰ τοῦτο γὰρ ἡ ὄντως γίνεται διαφωνία, κατὰ τὸ πείθειν ἕκαστον ἑαυτόν, οὐ κατὰ τὸ προσποιούμενον καὶ πλαττόμενον ἐρίζειν φιλονικοῦντα, καθάπερ ἔνιοι περί τινων ἑτέρως ἢ ὡς κατὰ τὴν ψυχὴν διάκεινται, καὶ οἱ φάσκοντες ἄδηλον εἶναι, πότερον ἐγρηγόραμεν ἢ κοιμώμεθα καὶ σωφρονοῦμεν ἢ μαινόμεθα· κἂν εἰ τοῦτό γε συγχωρηθείη δῆλον εἶναι, ἀλλ' ὁπότεροί γε μᾶλλον ἀληθεύουσιν ἄδηλον εἶναί φασιν, εἴθ' οἱ ἐγρηγορότες τῶν κοιμωμένων εἴτε τῶν μαινομένων οἱ μὴ μαινόμενοι· πεπεισμένος γὰρ οὐδεὶς οὕτως οὐδὲ [450] δοξάζων ἐν τῇ ψυχῇ τοὺς λόγους τούτους, ἀλλ' ἐρίζων ποιεῖται.
κατὰ τὴν ἰατρικὴν δὲ τέχνην τινὲς μὲν ἐπεχείρησαν καινοτομεῖν, οὐ δυνάμενοι βέλτιόν τι τῶν ἔμπροσθεν εὑρηκέναι, κατανενοηκότες δὲ τὸ τῶν ἰδιωτῶν πάθος, ὅπερ Ἱπποκράτης εἶπε· "τὸ γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες εἰ χρηστὸν ἐπαινοῦσι μᾶλλον ἢ τὸ σύνηθες, ὃ οἴδασιν ὅτι χρηστόν." ἔνιοι δὲ καὶ διὰ τῆς τῶν ἡδίστων διαιτημάτων ἐπαγγελίας ἀναπείθοντες προσάγονται τοὺς κάμνοντας, εἰδότες μέν, ὅτι πανουργοῦσιν, ἀλλ' ἤτοι διὰ φιλοχρηματίαν ἢ διὰ φιλοδοξίαν ἐπιχειροῦντες πανουργεῖν τὰ τοιαῦτα.
τῆς οὖν ἄχρι λόγου διαφωνίας, ὁποία καὶ ἡ τῶν τοιούτων ἀνδρῶν ἐστίν, ἐξῃρημένης ἡ κατ' ἀλήθειάν τε καὶ ὄντως διαφωνία γίνεται, διὰ τὸ μὴ διορισθῆναι τὴν ἀπόφασιν, ἀλλ' ἤτοι περὶ πλειόνων ἢ προσῆκεν ἢ περὶ πάντων ὡς ὁμοίως ἐχόντων ἀποφήνασθαι. καὶ κατὰ τοῦτ' ἐπαινεῖσθαι δίκαιόν ἐστι τὸν Ἱπποκράτην τῆς ὄντως διαφωνίας μνημονεύσαντα μόνης, ἣν οἱ κατ' ἀλήθειαν ἐθέλοντες τέχνην τινὰ συστήσασθαι [451] πάσχουσιν, ἐν ταῖς ἑαυτῶν ψυχαῖς διαφόρως δοξάζοντες, οὐκ ἄχρι λόγου προσποιητῶς ὑπὸ πανουργίας διὰ φιλοδοξίαν ἢ φιλοχρηματίαν. οὐδεὶς γὰρ ὄντως τῇ πείρᾳ κρίνων τὰς ἐπινοίας ἐπὶ τὴν Πετρωνᾶ ἀγωγὴν ἀφίξεται, κρέα διδοὺς ὀπτὰ καὶ οἶνον μέλανα τοῖς ὀξέως πυρέττουσιν, ὥσπερ γε οὐδὲ δίψει τοσούτῳ κολάζων αὐτούς, ὡς κοτύλης ὕδατος εἰκοστὸν μέρος διδόναι· τὰ γὰρ τοιαῦτα διαιτήματα παντάπασιν ἄτοπα, καὶ δυοῖν θάτερον, ἢ διὰ τὸ ξενοπρεπὲς ἐπιτηδευόμενα πανούργοις ἀνθρώποις ἢ δι' ἐμπληξίαν ἐσχάτην, εἴπερ ὄντως ᾤοντο μόνοι τὴν ἀλήθειαν εὑρηκέναι. τὰ δ' ὑφ' Ἱπποκράτους εἰρημένα καὶ περὶ τοὺς ἀληθῶς σπουδάζοντας τέχνην συστήσασθαι φρονίμους ἄνδρας γίνεσθαι δύναται διὰ τὸ μὴ φέρειν μεγίστην βλάβην, ὅταν οἷς οὐ χρὴ προσενεχθῇ. τὰ μὲν οὖν τοιαῦτα δυσδιόριστον ἔχει τὴν ἐκ τῆς πείρας κρίσιν, τὰ δὲ πολὺ διαφέροντα ῥᾳδίαν· τὴν οὖν ἐν τοῖς ὀλίγον ἀλλήλων ὑπερέχουσι κρῖναι διαφωνίαν καὶ δεῖξαι, τίσι μὲν ἐπὶ πτισάνης μόνης [452] διαιτητέον ἐστὶ τῶν ὀξέως νοσούντων, τίσι δὲ κριθώδους δοτέον, τίσι δ' οὐδ' ὅλως, ἀλλ' ἐπὶ ποτοῦ μόνου διαιτητέον ἐστὶν ἄχρι κρίσεως, ἄξιόν ἐστι τῆς Ἱπποκράτους συνέσεως.
Πτισάνη μὲν οὖν ὀρθῶς μοι δοκέει προκεκρίσθαι τῶν σιτηρῶν γευμάτων ἐν τουτέοισι τοῖσιν [ὀξέσι] νοσήμασι, καὶ ἐπαινέω γε τοὺς προκρίναντας. τὸ γὰρ γλίσχρασμα αὐτῆς λεῖον καὶ ξυνεχὲς καὶ προσηνές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκκριτον, εἴ τι καὶ τούτου προσδέοι, καὶ οὔτε στύψιν ἔχον οὔτε ἄραδον κακόν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίῃ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει, ὁκόσον πλεῖστον ἐπεφύκει διογκοῦσθαι.
Τοῦτον τὸν λόγον ἀναγνῶναί μοι δοκοῦσι μόνον οἱ Περὶ πτισάνης ἐπιγράψαντες τὸ βιβλίον, ὥσπερ αὖ πάλιν οἱ Πρὸς τὰς Κνιδίας γνώμας τὸ πρῶτον προοίμιον· ἐδείχθη γὰρ ἐν τῷ δευτέρῳ μηκέτι πρὸς τοὺς [453] Κνιδίους ἰατροὺς τὸν λόγον ποιούμενος, ἀλλὰ προτρέπων ἐπὶ τὴν ἄσκησιν τῆς τῶν ὀξέων νοσημάτων θεραπείας. ὁ δὲ δὴ τρίτος λόγος, ὃν ἄχρι δεῦρο διῆλθεν, αὐτῆς ἤδη τῆς διαιτητικῆς τέχνης τῶν ὀξέων νοσημάτων ἐστίν, οὐ μὴν εἰς μόνην γ' αὐτὴν χρήσιμος, ἀλλ' ὑποπεπτωκὼς ἑτέρῳ γενικωτέρῳ. δέδεικται δέ μοι κἀν τῷ Περὶ ἀγμῶν καὶ ἄρθρων ἔθος Ἱπποκράτει τοὺς ὑποπεπτωκότας λόγους ἑτέροις τισὶ καθολικωτέροις ἐπισημαίνεσθαι καὶ τήν γε διδασκαλίαν τῶν καθόλου δι' αὐτῶν ποιεῖσθαι προκειμένων ὡς παραδειγμάτων· οὕτως γὰρ οὔτε ἀποχωρεῖ τοῦ προκειμένου σκέμματος οὔτε πολλαχῶς διδάσκει τὸ κοινὸν πολλῶν. ὥσπερ δ' ἐπὶ τῆς πτισάνης τὸν λόγον ἐποιήσατο τὴν αἰτίαν τῆς περὶ αὐτῆς διαφωνίας καὶ ζητήσας καὶ κρίνας, οὕτω καὶ περὶ διαίτης ἁπάσης τῶν ὀξέων τὴν κρίσιν ὀρθὴν ἐποιήσατο. καὶ γὰρ καὶ περὶ φλεβοτομίας καὶ καθάρσεως καὶ βαλάνου καὶ κλυστῆρος χρήσεως, ὡσαύτως δὲ καὶ περὶ καταπλασμάτων τε καὶ πυριαμάτων οἴνου τε καὶ μελικράτου καὶ [454] ὀξυμέλιτος καὶ λουτροῦ χρήσεως οὐ σμικρὰ γέγονε διαφωνία τοῖς ἰατροῖς, ὑπὲρ ὧν ἁπάντων ὁ Ἱπποκράτης ἐν τούτῳ τῷ βιβλίῳ διῆλθε κατὰ μίαν μέθοδον ἣν ἀρτίως εἶπον, ἧς τὴν δύναμιν ἐοίκασιν ἐγνωκέναι καὶ οἱ ἐμπειρικοὺς ἑαυτοὺς ὀνομάζοντες, διορισμοῖς χωρίζοντες ἀπὸ τῶν κοινῶν τὰ ἴδια· καλεῖν δ' εἰώθασι "διαστολὰσ" μᾶλλον ἢ διορισμοὺς τοὺς ἀπὸ τοῦ κοινοῦ τὸ ἴδιον ἀποκρίνοντάς τε καὶ χωρίζοντας λόγους.
ἴδωμεν οὖν ἤδη τὰ περὶ τῆς πτισάνης εἰρημένα τῷ Ἱπποκράτει. δοκοῦσιν οὖν μοι, φησίν, οἱ πρόσθεν ἰατροὶ προκρῖναι πτισάνην ὀρθῶς τῶν σιτηρῶν γευμάτων ἐν τοῖς ὀξέσι νοσήμασι. σιτηρὰ δὲ γεύματα λέγει τὰ ἐκ σίτου γινόμενα· σῖτον δ' ὀνομάζουσιν οἱ ἄνθρωποι μάλιστα μὲν τοὺς πυρούς, ἤδη δὲ καὶ τὰς κριθὰς τούτοις προσνέμουσι καὶ τὰς ζειάς· ἐπὶ πλεῖον δ' ἐκτείνοντες τὴν προσηγορίαν καὶ τὰ δημήτρια καλούμενα σπέρματα συγκαταλέγουσι, φακοὺς δηλονότι καὶ θέρμους καὶ κυάμους καὶ λαθύρους ἔλυμόν τε καὶ κέγχρον καὶ πισὸν καὶ τῆλιν καὶ βρόμον καὶ τίφας ἐρεβίνθους τε καὶ ὅσα ἄλλα τοιαῦτα. τούτων οὖν [455] πάντων τῶν σιτηρῶν γευμάτων τὰ μὲν ἄλλα καὶ πρὸς τῶν ἰδιωτῶν κατέγνωσται διὰ τὸ παραχρῆμα μεγάλην ἐπιφέρειν βλάβην, ἄρτος δὲ μόνος καὶ χόνδρος ἐπὶ τῶν ὀξέως νοσούντων δίδονται καὶ πρὸς ταῦτ' ἔστι μόνα παραβάλλειν τὴν πτισάνην· ἡ γάρ τοι φακῆ καὶ ἡ κέγχρος καὶ ἡ τῆλις ὡς φάρμακά ποτε προσφέρεται διά τινα τῶν κατὰ κοιλίαν νοσημάτων, οὐχ ὡς σιτία τροφῆς ἕνεκα. τῶν οὖν σιτηρῶν ἐδεσμάτων ὀρθῶς προκεκρίσθαι φησὶ τὴν πτισάνην, ἄρτου δηλονότι καὶ χόνδρου καὶ ζειῶν, ἐξ ὧν ὁ καλούμενος τράγος γίνεται. τοὺς γὰρ οἰομένους μηδέπω χόνδρον εἶναι κατὰ τοὺς Ἱπποκράτους χρόνους ἀγνοοῦντας ἐλέγξεις ἐκ τοῦ τῶν παλαιῶν κωμικῶν ἐνίους ἐμνημονευκέναι χόνδρου, καὶ αὐτὸν δὲ τὸν Ἱπποκράτην ἐν τῷ Περὶ διαίτης ὑγιεινῷ· εἰ γὰρ καὶ μὴ Ἱπποκράτους ἐστὶν ἐκεῖνο τὸ βιβλίον, ἀλλ' Εὐρυφῶντος ἢ Φαῶντος ἢ Φιλιστίωνος ἢ Ἀρίστωνος ἤ τινος ἄλλου τῶν παλαιῶν, (εἰς πολλοὺς γὰρ ἀναφέρουσιν αὐτό), πάντες ἐκεῖνοι τῶν παλαιῶν ἀνδρῶν εἰσιν, ἔνιοι μὲν Ἱπποκράτους πρεσβύτεροι, τινὲς δὲ συνηκμακότες αὐτῷ· μνημονεύω [456] δ' Ἱπποκράτους νῦν τοῦ Ἡρακλείδα υἱέος, οὗ τοῦτ' ἐστὶ τὸ βιβλίον· ὁ γάρ τοι πάππος αὐτοῦ, ὁ Γνωσιδίκου υἱὸς Ἱπποκράτης, κατὰ τινὰς μὲν ὅλως οὐδὲν ἔγραψεν, κατὰ τινὰς δὲ δύο μόνα, τὸ Περὶ ἀγμῶν καὶ τὸ Περὶ ἄρθρων.
διὰ τί δ' ὀρθῶς ἡ πτισάνη προκέκριται τῶν σιτηρῶν ἐδεσμάτων, ἀποδειχθήσεται δι' ὧν ἐπιφέρων αὐτὸς εἶπεν· ὅσα μὲν γὰρ αὐτῇ πρόσεστιν ἀγαθὰ πρὸς τὴν τῶν ὀξέων νοσημάτων ἴασιν, οὐδενὶ τῶν ἄλλων ὑπάρχοντα εὑρήσεις· ὀρθὴ δ' ἄν σοι γένοιτο κρίσις ἐννοήσαντι τήν τε τῶν ὀξέων νοσημάτων φύσιν καὶ τὴν τῆς πτισάνης δύναμιν. ἡ μὲν οὖν τῶν ὀξέων νοσημάτων φύσις ἐστίν, ὡς αὐτὸς εἶπεν ὀλίγον ἔμπροσθεν, "ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖσ"· ἡ δὲ τοῦ πυρετοῦ γένεσις ἐκτροπὴ τῆς ἐμφύτου θερμασίας ἐπὶ τὸ πυρῶδές ἐστιν, ὡς ἐν ἄλλοις τέ τισιν ἔδειξε καὶ νῦν δηλώσει λέγων ἐπ' αὐτοῦ, ἄρχεσθαι μὲν [γὰρ] ἐκ τοῦ θώρακος, εἰς τὴν κεφαλὴν δ' ἀναπέμπειν τὴν φλόγα. καὶ μὲν δὴ κἀν τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις τὸν μέγαν πυρετὸν ὀνομάζειν εἴωθε [457] "πῦρ", ὡς οὐκ ἄλλην τινὰ φύσιν ἔχοντα παρὰ τὴν τοῦ πυρὸς οὐσίαν. εἴπερ οὖν "τἀναντία τῶν ἐναντίων ἰάματα", τὸ τῶν πυρετῶν ἴδιον ἴαμα δύναμιν ἔχειν χρὴ ψύχουσάν τε καὶ ὑγραίνουσαν· τοῦτο γὰρ ὑπεναντίον ἐστὶ τῇ φύσει τοῦ πυρετοῦ θερμῇ τε οὔσῃ καὶ ξηρᾷ· τοιοῦτον γὰρ καὶ τὸ πῦρ. καὶ μὲν δὴ καὶ διὰ τὴν τῶν χυμῶν σηπεδόνα γινομένων τῶν πυρετῶν οὐ σμικρὰν φροντίδα πεποιῆσθαι χρὴ τοῦ πεφθῆναι μὲν αὐτῶν ὅσον ἂν ἐγχωρῇ δέξασθαι τὴν πέψιν, ἐκκριθῆναι δὲ τὸ κατωπτημένον ἤδη καὶ μηκέθ' οἷόν τε πεφθῆναι. καὶ εἴπερ τοῦ ταῦτ' ἐργάσασθαι δυναμένου σιτίου τοῖς πυρέττουσίν ἐστι χρεία, ἐὰν καὶ τὸ ῥᾳδίως πέττεσθαί τε καὶ ἀναδίδοσθαι παρῇ, πάντ' ἂν ἤδη τὰ τοιαῦθ' ὧν χρῄζομεν ἔχοι.
τίς οὖν ἐστιν ἡ τῆς πτισάνης δύναμις, ἀκούσωμεν αὐτοῦ. τὸ γὰρ γλίσχρασμα αὐτῆς, φησί, λεῖον. τὸ λεῖον ἀντίκειται τῷ τραχύνοντι· τραχύνει δὲ τὰ δριμέα καὶ ὀξέα καὶ στύφοντα. δριμέα μὲν οὖν ἅπαντ' ἐστὶ τὰ θερμαίνοντα, καθάπερ ὄροβοι καὶ τῆλις· ὀξέα δὲ τὰ μὲν ἄλλα παρείσθω, τὸ δ' ὀξύμελι μόνον ἐν λόγῳ γιγνέσθω, καθάπερ γε καὶ τῶν [458] στυφόντων παρείσθωσαν ἀχράδες τε καὶ μέσπιλα καὶ ὅσα τοιαῦτα, τῶν δὲ σιτηρῶν ἡ φακῆ [ἐστι] καὶ τὰ τοιαῦτα. ἐκπέφευγεν οὖν ἡ πτισάνη τῶν τραχυνόντων τὴν κακίαν, ἔχουσα πρὸς τῷ κατὰ τὴν ἁφὴν λείῳ καὶ τὸ κατὰ δύναμιν λεῖον.
ἔστι δὲ καὶ συνεχὴς ἡ γλισχρότης αὐτῆς, ὁμοίας ἑαυτῇ κατὰ πάνθ' ὑπαρχούσης τὰ μόρια διὰ τὸ τῆς ἑνώσεως ἀκριβές, ὅπερ οὐχ ὑπάρχει τοῖς λοιποῖς ζωμοῖς. ἔπαινος δ' οὐ σμικρὸς τῆς πτισάνης καὶ τὸ προσηνὲς ἐναντίον ὑπάρχον τῷ ἀπηνεῖ, τουτέστι τῷ κατὰ τὴν λῆψιν ἀηδίαν τιν' ἐμποιοῦντι, καθάπερ ἀμέλει καὶ ὁ ἄρτος ἀηδής ἐστι λαμβανόμενος, εἰ μὴ διαβρέξειας αὐτὸν ἱκανῶς· ἀλλὰ καὶ οὗτος ἀπολείπεται τοῦ κατὰ τὴν πτισάνην προσηνοῦς, ὡς ἂν μηδὲ μασήσεως δεομένην, ἀλλ' ὁμοίως τοῖς ποτοῖς καταπίνεσθαι δυναμένην.
οὐ σμικρὸν δὲ πλεονέκτημα καὶ τὸ ὀλισθηρὸν αὐτῆς καὶ μάλιστα τοῦ χυλοῦ· διεξέρχεται γὰρ τὸν θώρακα, μηδαμόθι μέρος αὑτοῦ καταλείπων μηδὲν ἐν τῇ διόδῳ, καθάπερ τὰ δυσαπολύτως ἐμπλαττόμενα· καὶ σχεδὸν ἅπαντα τὰ γλίσχρα, πλὴν τῆς πτισάνης, πέπονθε τοῦτο, [459] ὅπου γε καὶ τὸ ἐκ τοῦ χόνδρου ῥόφημα τὸ μὲν γλίσχρον ἔχει, τὸ δ' ὀλισθηρὸν οὐκ ἔχει· τῇ πτισάνῃ δ' ὑπάρχει τὸ ὀλισθηρὸν καὶ τὸ ῥυπτικόν. οἱ γοῦν ἰατροὶ πρὸς τὸ ἀπορρύψαι γλίσχρον χυμὸν ἐμπεπλασμένον τῇ γαστρὶ τοῖς ἀπὸ τοῦ χυλοῦ τῆς πτισάνης ἐμέτοις χρῶνται καθὰ τοῖς ἀπὸ τοῦ μελικράτου, καὶ ὠμὴν δὲ λειοῦντες ἐπιχρίουσι τοῖς προσώποις οἱ ἀνδραποδοκάπηλοι ῥύψεως ἕνεκα τῆς ἐν αὐτοῖς ἀχροίας κατὰ τὸ δέρμα συνισταμένης. τοῦτ' οὖν τὸ ῥυπτικὸν αὐτῆς καὶ πρὸς τὴν ὑποχώρησίν ἐστιν ἐπιτήδειον καὶ πρὸς τὴν ἀνάδοσιν, καὶ μάλισθ' ὅταν ἐκ τῶν σιμῶν τοῦ ἥπατος εἰς τὰ κυρτὰ δέῃ μεταληφθῆναι τὴν ἀναδιδομένην τροφήν· ἐνταῦθα γὰρ ἐμπλάττεται τὰ παχύχυμα καὶ κολλώδη πάντα, καὶ διὰ τοῦτο χόνδρος οὐκ ἐπὶ τῶν μόνον τοῦτο τὸ σπλάγχνον πεπονθότων βλαβερώτατός ἐστιν, ἀλλὰ κἀπὶ τῶν μηδέπω μὲν ἐχόντων αὐτὸ βεβλαμμένον, ἐν δὲ τῇ φυσικῇ διαπλάσει στενόπορον· ὅσοι γὰρ οὕτω διάκεινται φύσει, τὰ κολλώδη καὶ παχύχυμα πάντα αὐτοῖς ἐμπλάττεται καὶ διὰ τοῦτο καὶ βάρους αἰσθάνονται κατὰ τὸ σπλάγχνον ἐν ταῖς ἀναδόσεσιν αὐτῶν.
[460] καὶ μὲν δὴ καὶ πλαδαρόν ἐστι τὸ γλίσχρασμα τῆς πτισάνης, οὐ σφοδρῶς ὡς ὕδωρ καὶ μελίκρατον καὶ πρὸς τούτοις γε τό τ' ἐκ χόνδρου ῥόφημα καὶ τὰ ῥοφούμενα τῶν ᾠῶν· ἅπαντα γὰρ ταῦτα τὸν στόμαχον ἐργάζεται ὕπτιον τοῖς κάμνουσιν αὐτοῖς ἐπιδήλως, ὡς ἀνατετράφθαι φάσκειν αὐτόν· ἡ δὲ πτισάνη τὸ ὑγραίνειν ἔχουσα τὸ ἀνατρέπειν τὸν στόμαχον οὐκ ἔχει. στόμαχον δὲ ἀκουστέον νῦν, ὡς ἔθος τοῖς νῦν ἀνθρώποις ἐστίν, οὐ μόνον τὸν πόρον, ἀλλὰ καὶ τὸ στόμα τῆς γαστρός. ὅταν οὖν ἄτονον τοῦτο καὶ ἔκλυτον γένηται, μέχρι πολλοῦ μένει κατ' αὐτὸ τὸ ἐδηδεσμένον ἐπιπολάζον αὐτῷ· τοὐναντίον δὲ συμβαίνειν πέφυκεν, ὅταν ἐπιστραφὲν ὑπό τινος τῶν εὐστομάχων ἐδεσμάτων ἀπώσηται τὸ περιεχόμενον· αὐτίκα γὰρ ὁ πλάδος αὐτῷ συναπέρχεται καὶ πέττεται καὶ ὑποχωρεῖ τὸ οὕτως ἀπωσθέν, ὥσπερ ἄπεπτόν τε μένει καὶ οὐ διαχωρεῖται ταχέως τὸ κατὰ τὸ στόμα τῆς γαστρὸς ἐπιπολάζον· ὀρέγεσθαι γὰρ ἔργον, οὐ πέττειν ἐστὶ τοῦδε τοῦ μορίου. τὰ μὲν οὖν στύφοντα τῶν ἐδεσμάτων ὥσπερ ἔχουσι τὸ ῥωννύειν τὸ στόμα [461] τῆς γαστρός, οὕτω καὶ τὸ ξηραίνειν περαιτέρω τοῦ προσήκοντος· οὕτω δὲ καὶ ῥόφημα τὸ ἐκ χόνδρου καθάπερ ὑγραίνειν, οὕτω καὶ ὑπτιάζειν πέφυκεν. ἡ τοίνυν πτισάνη τὴν ἀρετὴν τῶν ὑγραινόντων ἔχουσα τὴν κακίαν ἐκπέφευγεν.
ἐφεξῆς δὲ τί φησιν ὁ Ἱπποκράτης καὶ ἄδιψον αὐτὴν εἶναι, μέγιστον καὶ τοῦτο μαρτυρῶν ἐν νοσήματι διακαίοντί τε καὶ ξηραίνοντι πᾶν τὸ σῶμα. κατὰ τοῦτο μὲν οὖν καὶ τοῦ μελικράτου πολὺ κρείττων ἐστὶν ἡ πτισάνη, καίτοι τὸ εὐέκκριτον, ὅπερ ἐφεξῆς εἶπεν ὑπάρχειν αὐτῇ, παραπλησίως τῷ μελικράτῳ κεκτημένη· καὶ εἴ γε παραβαλεῖς πτισάνην μελικράτῳ, πλεονεκτοῦσαν εὑρήσεις ἐπὶ τῶν ὀξέων νοσημάτων. ἀλλὰ τοῦτο μὲν ἐπὶ προήκοντι τῷ λόγῳ δείξω, τὸν δὲ περὶ πτισάνης λόγον ἐπὶ τέλος ἀγαγεῖν καιρός. εὐέκκριτον γὰρ αὐτὴν εἶπε μετὰ τοῦ προσθεῖναι εἴ τι καὶ τούτου προσδέοι, ὡς οὐκ ἐπὶ πάντων τῶν ὀξέων νοσημάτων χρῃζόντων ἡμῶν ἐδέσματος εὐεκκρίτου. τὰ μὲν γὰρ ἄλλα πάντα τὰ εἰρημένα τῆς πτισάνης ἀγαθὰ διὰ παντός ἐστι χρήσιμα τοῖς ὀξέσι νοσήμασι, τὸ δ' εὐέκκριτον ἐφ' ὧν ὑπιέναι βουλόμεθα [462] τὴν γαστέρα βραδυνόντων κατὰ τὴν διέξοδον τῶν σιτίων ἐπιτήδειόν ἐστιν. οὔκουν ὡς ἐναντίον τῇ διαθέσει τοῦ πυρετοῦ τὸ εὐέκκριτον οὐδ' ὡς ἕν τι τῶν οἰκείων βοηθημάτων, ἀλλ' ὡς ἐπανορθούμενόν τι σύμπτωμα χρήσιμον ὑπάρχει.
ἐφεξῆς δέ φησι· καὶ οὔτε στύψιν ἔχον οὔτε ἄραδον κακόν, τὸ γλίσχρασμα δηλονότι τῆς πτισάνης· οὕτω γὰρ ἤρξατο τοῦ περὶ αὐτῆς λόγου. τὸ μὲν δὴ μὴ ἔχειν στύψιν ἀγαθόν ἐστιν ἐν τοῖς μάλιστα· πλὴν γὰρ ἢ διὰ σύμπτωμα συγκοπτικὸν ἢ γαστρὸς ἄμετρον ῥύσιν οὐκ ἄν τις χρήσαιτο τῶν στυφόντων ἐδεσμάτων οὐδενί· συνάγει γὰρ καὶ σφίγγει τὰ σώματα καὶ μύειν ἀναγκάζει τὰς διεξόδους τῆς ἀναδόσεως καὶ τῆς τροφῆς καὶ τῆς εἰς τοὐκτὸς διαπνοῆς, ἃς ἀνεῷχθαι συμφέρει. τὸ δὲ μηδ' ἄραδον ἔχειν, τουτέστι τὸ μηδεμίαν ἐν τῷ πέττεσθαι ταραχὴν ἐμποιεῖν, εἰς ἔπαινον καὶ αὐτὸ διαφέρει τῆς πτισάνης· ὅπερ ἐπὶ πολλῶν ἐδεσμάτων γίνεται, τῶν μὲν δακνόντων τὴν γαστέρα, τῶν δὲ φυσώντων, ἐνίων δὲ καὶ ἐκ μαχομένων ταῖς δυνάμεσι μερῶν συγκειμένων, [463] ὅπερ ἀμέλει κἀπὶ τῆς φακῆς ἐστι καὶ τῆς κράμβης· αὐτὸ μὲν γὰρ αὐτῶν τὸ στερεὸν σῶμα τῶν ἐφεκτικῶν γαστρός ἐστιν, ὁ δὲ χυλὸς τῶν ἐρεθιστικῶν τε καὶ ὑπακτικῶν. οὕτω δὲ καὶ οἱ τὸν ἐγκέφαλον ἀρτύοντες ἐλαίῳ καὶ γάρω τὸ σύμπαν ἐξ αὐτῶν ἀνομοιομερές τε καὶ στασιάζον ἑαυτῷ ποιοῦσι, τοῦ μὲν ἐγκεφάλου τὸ στάσιμον καὶ βραδύπορον ἔχοντος, τῶν δὲ μιχθέντων αὐτῷ πρὸς τὴν ἔκκρισιν ἐξορμώντων. ὡσαύτως δὲ καὶ ᾠὸν εἴτε μετὰ μέλιτος εἴτε μεθ' ἁλῶν εἴτε μετὰ γάρου λαμβάνοιτο, τὸ συγκείμενον ἐξ αὐτῶν διαφόρους ἕξει τὰς δυνάμεις οἵ τε ζωμοὶ σχεδὸν ἅπαντες. ὅθεν καὶ κατὰ τὴν ἀρχὴν τοῦ λόγου τὸ γλίσχρασμα τῆς πτισάνης ἐπαινῶν ἔφη συνεχές, ὅπερ οὐκ ἂν γένοιτο χωρὶς τοῦ τὸ σύμπαν ὁμοιομερὲς εἶναι. νυνὶ δὲ τῷ ἀράδῳ καὶ τὸ κακὸν προσέγραψεν, οὐχ ἁπλῶς εἰπὼν οὐκ ἔχειν ἄραδον τὴν πτισάνην, ἀλλὰ προσθεὶς τὸ κακόν· οὐδὲν γὰρ τοῦδε μᾶλλον ἐναντιοῦται πέψει τῶν σιτίων. ὥστε καὶ οἱ περὶ πέψεως γράψαντες τὴν ποικιλίαν τῶν ἐδεσμάτων, καὶ μάλισθ' ὅταν ἐξ ἐναντίων ταῖς δυνάμεσι [464] συγκέηται, βλαβερωτάτην εἶναί φασι, κωλύουσαν τὰ ληφθέντα πέττεσθαι καλῶς. φυλάττονται δ' αὐτὸ μάλιστα καὶ οἱ γυμνασταί, καὶ οἵ γε νομίμως ἀθλοῦντες ἐπὶ μὲν τοῦ ἀρίστου τὸν ἄρτον μόνον ἐσθίουσιν, ἐπὶ δὲ τοῦ δείπνου τὸ κρέας. ἐπὶ πλέον δ' ἄν σοι περὶ τούτων ἔλεγον, εἰ μὴ καὶ κατὰ σεαυτὸν δυνατὸς ἦσθα εὑρίσκειν αὐτὰ ὁρμώμενος ἐκ τῶν εἰρημένων περὶ πέψεως ἐν τοῖς τῶν Φυσικῶν δυνάμεων ὑπομνήμασιν· εἰ δ' οὐκ ἐξεμελέτησας ἐκεῖνα, μάτην καὶ τούτοις ὁμιλεῖς. διὸ περὶ μὲν ἀράδου παύομαι λέγων.
ἐπὶ δὲ τὸ πάντων ὕστατον εἰρημένον ὑπ' αὐτοῦ μεταβήσομαι λέγοντος ἔτι περὶ πτισάνης οὔτ' ἀνοιδίσκεται ἐν τῇ κοιλίῃ. γινώσκων γὰρ ὅτι μέμφονται πολλοὶ τῆς πτισάνης τὸ φυσῶδες, εἰκότως προσέθηκεν· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει, ὅσον πλεῖστον ἐπεφύκει διογκοῦσθαι, τῇ προσθήκη ταύτῃ καὶ τὸ ἔγκλημα συνενδειξάμενος καὶ τὴν λύσιν εἰπὼν αὐτοῦ καὶ τὴν ἕψησιν διδάξας. γράφει δ' οὐδὲν ἧττον ἔτι κἀν τοῖς ἐχομένοις περὶ τῆς ἑψήσεως· ἀλλὰ νῦν γε τοσοῦτον προσθήσω [465] τῷ περὶ πτισάνης λόγῳ. πτισάνην μὲν ἑψήσας ἐπὶ πλεῖστον ἄφυσον ἔδεσμα ποιήσεις. ἔτνος δὲ κυάμινον οὐδ' εἰ τρισὶν ἡμέραις καθεψήσαις, ἄφυσον ἐργάσῃ ποτέ· ἐκ γὰρ τῆς οἰκείας οὐσίας ἔχει τὸ φυσῶδες, οὐχ ὥσπερ ἡ πτισάνη διὰ τὸ τῆς ἑψήσεως ἐλλιπές. εἰθισμένοι γοῦν εἰσιν οἱ ἕψοντες αὐτὴν ἀφίστασθαι θᾶττον ἢ δεῖ καὶ μάλισθ' οἱ τῶν πλουσίων μάγειροι· τρίβοντες γὰρ αὐτὴν ὠμὴν ἐν θυείᾳ, μετὰ ταῦτα θερμήναντες ἐπ' ὀλίγον, οὐ γὰρ ἑψήσαντές γε, προσφέρουσι τοῖς δεσπόταις. ἀλλὰ περὶ μὲν ἑψήσεως πτισάνης, ὡς ἔφην, καὶ αὖθις εἰρήσεται· νυνὶ δ' ἐπεὶ τὴν δύναμιν ἐδήλωσεν αὐτῆς, ἑξῆς ἐρεῖ τὸν διορισμὸν τῆς χρήσεως, ἐφ' ὃν κἀγὼ μεταβήσομαι, προαναμνήσας, ὅτι τὸν περὶ τῆς παραβολῆς πρός γε μελίκρατον καὶ τἄλλα τῆς πτισάνης λόγον ἐν τοῖς ἑξῆς ὑπέσχημαι τελέως ποιήσασθαι.
Ὁκόσοι μὲν οὖν πτισάνῃ χρέονται ἐν τούτοισι τοῖσι νοσήμασι, οὐδεμιῇ ἡμέρῃ κενεαγγητέον, ὡς [466] ἔπος εἰρῆσθαι, ἀλλὰ χρηστέον καὶ οὐ διαλειπτέον, ἢν μή τι δέῃ ἢ διὰ φαρμακείην ἢ κλύσιν διαλείπειν.
Ἐντεῦθεν ἄρχεται τῆς τοῦ ζητουμένου λύσεως· ἀλλ' ἐλλιπῶς χρησάμενος τῇ κατὰ τὴν λέξιν ἑρμηνείᾳ, διὰ τοῦτ' ἀσαφῆ ἐποίησε τὸν λόγον. ἐγὼ τοίνυν εἰπεῖν πειράσομαι, καθ' ὃν μάλιστα τρόπον ἑρμηνευθεὶς οὐδὲν ἂν ἔσχεν ἀσαφές· ἀναλήψομαι δὲ ἀπ' ἀρχῆς αὐτὸν ὧδέ πως. τίς ἡ αἰτία τῆς διαφωνίας ἐστίν, ὥστε τοὺς μὲν ταῖς κριθώδεσι πτισάναις ἐπὶ τῶν ὀξέων χρῆσθαι, τοὺς δὲ τῷ χυλῷ μόνῳ, τοὺς δ' οὐδὲ τούτῳ μέχρι κρίσεως; τουτὶ μὲν οὖν τὸ πρόβλημα, τῆς λύσεως δ' ἐφεξῆς ἄκουε. τῶν ὀξέως νοσούντων ἔνιοι μὲν ὑπὸ τοῦ χυλοῦ μόνου, ἔνιοι δ' ὑπὸ τῆς πτισάνης, ἔνιοι δ' ὑπ' οὐδετέρου τούτων ὠφελοῦνται· προπετέστερον οὖν ἀπεφήνατο περὶ πάντων τῶν ὀξέως νοσούντων ἕκαστος τῶν ἰατρῶν, ἐξ ὧν οὐκ ἐπὶ πάντων ἐπειράθη· ἀλλ' ἐγὼ διοριοῦμαι καὶ δείξω, τίνες μὲν ὑπὸ τῆς πτισάνης ὀνίνανται, τίνες δ' ὑπὸ [467] τοῦ χυλοῦ μόνου, τίνες δ' οὐδετέρου τούτων χρῄζουσιν. ὅλαις μὲν οὖν πτισάναις δέονται χρῆσθαι τῶν νοσούντων ὀξέως, οἳ μήτε βοηθείας ἑτέρας χρῄζουσι πρότερον, ἤτοι διὰ φλεβοτομίας ἢ γαστρὸς ὑπαγωγῆς ἤ τινος τοιούτου, μήτ' οὖν ἐστιν αὐτοῖς τι κινδυνῶδες σύμπτωμα· χυλῷ δὲ οἱ τούτων ἔχοντές τι σφαλερώτερον· οὓς δ' ἤτοι κενῶσαι διὰ φλεβοτομίας ἢ γαστρὸς ἀναγκαῖόν ἐστιν ἢ ὀδυνωμένους παῦσαι, τούτοις μὴ πρότερον διδόναι πτισάνην ἢ χυλὸν αὐτῆς, πρὶν ἂν ὧν εἶπόν τι πράξῃς. ταῦτ' οὖν ἐχρῆν προγράψαντα τὸν Ἱπποκράτην, τῶν κατὰ μέρος ἀφ' ἑκάστου πάλιν ἀρξάμενον, οὕτω πεποιῆσθαι τὸν λόγον, εἴπερ ἔμελλεν ἔσεσθαι σαφής· ἐπεὶ δ' οὐκ ἐποίησεν, εἰκότως ἀσαφὴς ἐγένετο τὴν προσήκουσαν ἀποβαλὼν τάξιν.
ἀκολουθήσαντες οὖν αὐτοῦ ταῖς λέξεσιν ἀνάγωμεν ἑκάστην εἰς τὰ προειρημένα κεφάλαια, καὶ πρώτην γε τὴν προκειμένην ῥῆσιν ἐξεργαστέον. ἄκουσον δέ μου παραφράζοντος αὐτοῦ τὴν ῥῆσιν ἅμα τῷ παρεντιθέναι τινὰ ῥήματα σαφηνείας ἕνεκεν· 'ὅσοι μὲν οὖν ἄρρωστοι πτισάνῃ χρῶνται ἐν τούτοις τοῖς νοσήμασιν', (ἐρῶ δ' ὀλίγον ὕστερον, [468] τίνες εἰσὶν οἱ χρησόμενοι), 'τούτοις οὐδεμιᾷ ἡμέρᾳ κενεαγγητέον ἐστίν, ὡς ἔπος εἰρῆσθαι, εἰ μή τι δέοι διὰ φαρμακείην ἢ κλύσιν διαλείπειν. τούτοις οὖν καὶ δὶς διδούς, ἂν δεήσῃ, καλῶς πράξεις καὶ πλῆθος, ὅσον ἂν ἡ τοῦ σώματος δύναμις φέρῃ· ὑφηγήσομαι δέ σοι σκοπούς, πρὸς οὓς ἀποβλέπων ἢ διὰ γαστρὸς ἢ διὰ φλεβὸς αὐτοὺς κενώσεις ἢ πυρίαις ἢ καταπλάσμασι χρήσῃ.' ταῦτ' εἴπερ οὕτω προεῖπεν, εἶθ' ἕκαστον αὐτῶν ἐφεξῆς ἀναλαμβάνων κατὰ τὴν προσήκουσαν τάξιν ἡρμήνευσεν, οὐκ ‹ἂν› ἀσαφὴς ὁ λόγος ἐγεγόνει· νυνὶ δὲ τὸ παρεμπῖπτον ἀεὶ τελέως διεξέρχεσθαι προαιρούμενος ἄχρι πολλοῦ τὸν λόγον αἰωρούμενον ἐάσας εἰκότως ἐποίησεν ἀσαφῆ· μαθήσῃ δ' ἀληθεύοντα τὰς κατὰ μέρος ῥήσεις ἁπάσας εὑρίσκων σαφεῖς, τὸν δ' ὅλον λόγον ἀσυνάρτητόν τε καὶ διὰ τοῦτ' ἀσαφῆ.
Καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς [469] σιτέεσθαι τῆς ἡμέρης δὶς δοτέον, τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν ἅπαξ δοτέον τὴν πρώτην, ἐκ προσαγωγῆς δέ, ἢν ἐνδέχηται, καὶ τούτοισι δὶς διδόναι, ἢν δοκέῃ προσδεῖν.
Δὶς αὐτοὺς σιτεῖσθαί φησιν, εἴπερ οὕτως εἰθισμένοι εἰσὶ διαιτᾶσθαι· χρείας δ' οὔσης δὶς λαμβάνειν καὶ τοῖς ἅπαξ εἰθισμένοις ἐσθίειν δὶς δώσεις τὴν πτισάνην, ἀρξάμενος μὲν ἀπὸ τοῦ ἅπαξ, κατὰ βραχὺ δὲ προελθὼν ἐπὶ τὸ δίς· τὸ γὰρ ἐκ προσαγωγῆς τοῦτο δηλοῖ καὶ γίνεται τὸν τρόπον τοῦτον· ἅπαξ μὲν δώσεις αὔταρκες, ἐλάχιστον δὲ τὸ κατὰ τὴν ἑτέραν δόσιν, εἶτα παραυξήσεις κατὰ βραχὺ καὶ τοῦτο, μέχρις ἂν εἰς ἴσον ἀμφοτέρας τὰς τροφὰς καταστήσῃς. ἡ δὲ τοῦ λόγου πίστις οὔπω σαφής ἐστι τῷ τὸ βιβλίον ἀναγινώσκοντι τοῦ Ἱπποκράτους διὰ τὸ μὴ προδεδηλῶσθαι παρ' αὐτοῦ τίνες εἰσὶν οἱ πτισάνῃ χρησόμενοι συμφερόντως. ἀλλ' ἐγὼ προειρηκὼς μικρὸν ἔμπροσθεν τοὺς μετρίως νοσοῦντας οὕτως ὑπ' αὐτοῦ διαιτᾶσθαι δείξω μικρὸν ὕστερον καὶ αὐτὸν τὸν [470] Ἱπποκράτην τοῦτο βουλόμενον. αὕτη μέν σοι τῆς προκειμένης ῥήσεως ἡ ἐξήγησις·
οἱ πλείους δὲ γράφουσιν αὐτὴν κατὰ τήνδε τὴν λέξιν· τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν ἅπαξ δοτέον, τὴν πρώτην ἐκ προσαγωγῆς· ἢν δ' ἐνδέχηται, καὶ τούτοις δὶς διδόναι, ἢν δοκέῃ προσδεῖν. ἀλλ' οὐκ ἔχει νοῦν ἡ λέξις αὕτη· τὸ γὰρ τὴν πρώτην ἐκ προσαγωγῆς ἀδύνατόν ἐστι γενέσθαι, τοῦ ἐκ προσαγωγῆς ἐν πλείοσι προσφοραῖς γίνεσθαι πεφυκότος, οὐχ ἅπαξ οὐδ' εὐθέως ἐν τῇ πρώτῃ.
Πλῆθος δ' ἀρκέει κατ' ἀρχὰς διδόναι μὴ πολὺ μηδὲ ὑπέρπαχυ, ἀλλ' ὅσον ἕνεκα τοῦ ἔθεος εἰσιέναι τι καὶ κενεαγγείην μὴ γίνεσθαι πολλήν.
Ὅσοι τοὺς νοσοῦντας ἐμπιπλάναι φασὶ τὸν Ἱπποκράτην διὰ τὸ καθ' ἑκάστην ἡμέραν τοῖς ἀκινδύνως διάγουσι δὶς διδόναι τῆς πτισάνης, [471] εἰ προσέσχον ᾧ κατὰ τήνδε τὴν ῥῆσιν εἴρηκε, κατέγνωσαν ἂν ἑαυτῶν· τοσοῦτον γὰρ ἀξιοῖ δίδοσθαι τοῦ ῥοφήματος, ὅσον ἕνεκα τοῦ ἔθους εἰσιέναι τροφὴν τῷ σώματι καὶ μὴ πολλὴν γίνεσθαι τὴν κένωσιν. ἐὰν οὖν συγχωρήσωσιν ὀξύβαφον πτισάνης δὶς ἑκάστης ἡμέρας διδόμενον ἄχρι τῆς ἑβδόμης ἢ τῆς ἐνάτης ἐλάττονα δύναμιν ἔχειν ἧς αὐτοὶ τρέφουσιν ἅπαξ τροφῆς, ἡγοῦμαι παύσασθαι φλυαροῦντας αὐτούς. ἀλλὰ τοῦτό γε μικρὸν ὕστερον δείξω· νῦν δ' ἐξηγήσομαι τὸ κατ' ἀρχάς. οὐ τοῦτο γάρ φησιν, ὅτι κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος, ἀλλά τι γενικώτερον ἄκουε σημαινόμενον ἐκ τοῦ κατ' ἀρχάς· ὅταν γάρ σοι δόξῃ πρῶτον ὁ κάμνων δεῖσθαι τῆς πτισάνης, τηνικαῦτα μὴ πολὺ μηδ' ὑπέρπαχυ δίδου παραχρῆμα· φυλάττεται γὰρ ὁ Ἱπποκράτης ἀεὶ τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν.
Περὶ δὲ τῆς ἐπιδόσιος ἐς [472] πλῆθος τοῦ ῥοφήματος, ἢν μὲν ξηρότερον ᾖ τὸ νόσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι, ἀλλὰ προπίνειν πρὸ τοῦ ῥοφήματος ἢ μελίκρητον ἢ οἶνον, ὁκότερον ἂν ἁρμόζῃ· τὸ δ' ἁρμόζον ἐφ' ἑκάστοισι τῶν τρόπων εἰρήσεται.
Ξηρότερον νόσημα πολυειδῶς γνωρίζεται, καίτοι τόν γε καθόλου καὶ κοινὸν λόγον ἔχον τὸν αὐτόν· ἡ μὲν περιπνευμονία καὶ ἡ πλευρῖτις καὶ ὅλως τὰ κατὰ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν, ὅταν μηδὲν ἀπὸ τῶν πεπονθότων μορίων ἀποπτύηται· ἧπαρ δὲ πεπονθὸς ἢ μεσάραιον ἤ τι τῶν κατὰ κοιλίαν ἢ νῆστιν ἢ ἔντερα ἢ σπλῆνα γαστρὸς ἐπεχομένης τελέως ἢ πρὸς ἀνάγκην ἐκκρινούσης σκληρὰ καὶ ξηρὰ καὶ σπυραθώδη περιττώματα· τὰ δὲ κατὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας ξηρὰ νοσήματα γνωρίζεται τῇ τε τῆς γλώττης ξηρότητι καὶ τῷ τοῦ παντὸς δέρματος αὐχμῷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τοῖς ἔξω καὶ προφανῶς ὁρωμένοις ἕλκεσιν αἱ φλεγμοναὶ γίνονται ξηραὶ μηδενὸς ἐξ αὐτῶν ἰχῶρος χωροῦντος. καὶ κατὰ τοὺς ὀφθαλμοὺς δὲ πολλάκις [473] φλεγμοναὶ συνίστανται ξηραὶ μηδὲν ἐκκρίνουσαι· καὶ κατὰ τὸν ἐγκέφαλον ὡσαύτως πάθη μήτε δι' ὑπερώας μήτε διὰ ῥινῶν ἐκκαθαιρόμενα ξηρὰ προσηκόντως ἂν λέγοιντο. καὶ τοῦτ' οὖν ἴσθι ἁπάντων τῶν ξηρῶν νοσημάτων ὑπάρχον γνώρισμα, τὸ μηδὲν ἐκκρίνεσθαι τῶν περιττωμάτων. προσηκόντως οὖν ὁ Ἱπποκράτης ἐπ' αὐτῶν πρὸ τῆς πτισάνης ἀξιοῖ λαμβάνεσθαί τι τῶν ὑγραινόντων, ἤτοι μελίκρατον ἢ οἶνον, ὡς μᾶλλον τούτων ὕδατος ὑγραινόντων· ἐπεὶ δ' ἐπαγγέλλεται περὶ τῆς δυνάμεως αὐτῶν ἐρεῖν, ἀναβεβλήσθω καὶ ἡμῖν ἡ πρὸς ὕδωρ αὐτῶν παραβολὴ γενησομένη κατ' ἐκεῖνο τὸ μέρος τοῦ συγγράμματος, ἐν ᾧ διδάσκει τὰς δυνάμεις αὐτῶν.
Ἢν δὲ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος ᾖ ὁκοῖα δεῖ, ἐπιδιδόναι χρὴ ἐς πλῆθος τοῦ ῥοφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι. τὰ μὲν γὰρ θᾶσσον [474] καὶ μᾶλλον πλαδῶντα ταχυτῆτα σημαίνει κρίσιος, τὰ δὲ βραδύτερον πλαδῶντα καὶ ἧσσον βραδυτέρην σημαίνει τὴν κρίσιν.
Ἀπὸ τοῦ γένους τῶν ξηρῶν νοσημάτων ἐπὶ τἀναντία μεταβάς, εἶθ' ἑνὸς μνημονεύσας ἄνευ τοῦ προσθεῖναι πάντα, παράδειγμα κοινὸν γενέσθαι τὸν ἑαυτοῦ λόγον ἁπάντων τῶν ὁμογενῶν οἰηθεὶς εἰκότως ἀσάφειαν εἰργάσατο. τὸ γὰρ ὑγραίνεσθαι τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος εἶναι ὁκοῖα δεῖ νοσήματος οὐχ ἁπλῶς ἐστιν ὑγροῦ γνωρίσματα παντὸς ἐν παντὶ μορίῳ τοῦ σώματος, ἀλλὰ μετὰ τοῦ πεπονθέναι τι τῶν ἀναπνευστικῶν ὀργάνων. διὰ τοῦθ', ὡς ἔφην, ἀσαφὴς ὁ λόγος ἐγένετο· τό γε μὴν εἰρημένον αὐτῷ παντὸς μᾶλλον ἀληθέστερόν ἐστιν, ὡς τὰ μὲν ἐκκαθαιρόμενα διὰ τῶν πτυσμάτων οἵων χρὴ πτυομένων ταχέως κρίνεται, τὰ δ' ἐναντία δυοῖν θάτερον, ἢ εἰς ὄλεθρον ἢ εἰς μῆκος χρόνου τελευτᾷ. διδόναι οὖν χρὴ τοῖς καλῶς ἐκκαθαιρομένοις πτισάνης ἕνεκα τοῦ ῥωσθεῖσαν τὴν δύναμιν ἐξαρκεῖν ταῖς διὰ [475] τῶν βηχῶν γινομέναις ἀναπτύσεσι τῶν ἐκ τοῦ πνεύμονος ὑγρῶν· τὸ γὰρ ὁκοῖα δεῖ τὰ τῆς πέψεώς ἐστιν ἔχοντα γνωρίσματα, περὶ ὧν τελεώτατα εἰρήκαμεν ἔν τε τοῖς Περὶ κρίσεων καὶ Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν ἔν τε ταῖς ἐξηγήσεσι τῶν Ἀφορισμῶν, ἔνθα διδάσκων ὁ Ἱπποκράτης, ὅπως χρὴ διὰ τῶν ἐπιφαινομένων τὰς προγνώσεις ποιεῖσθαι, παράδειγμα τοῦ λόγου τὴν πλευρῖτιν ἔγραψεν ὧδέ πως εἰπών· "οἷον ἐν πλευριτικοῖσι πτύελον ἢν μὲν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου βραχύνει, ἢν δ' ὕστερον ἐπιφαίνηται, μηκύνει."
Καὶ ταῦτα μὲν καθ' ἑαυτὰ τοιάδε τὸ ἐπίπαν ἐστί· πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται, οἷσι προσημαίνεσθαι δεῖ, ἃ εἰρήσεται ὕστερον.
Εἶπον κἀγὼ λείπειν τῷ λόγῳ τῶν χρησίμων εἰς διορισμὸν οὐκ [476] ὀλίγα, περὶ ὧν καὶ αὐτὸς ἐρεῖν ἐπαγγέλλεται· νυνὶ δ' ἀξιοῖ περὶ τῶν εἰρημένων ἀκούειν μόνον· αὐτὰ γὰρ καθ' ἑαυτὰ τοιαῦτ' ἐστίν, οἷα διῆλθεν αὐτός.
Καὶ ὅσῳ ἂν πλείων ἡ κάθαρσις γίνηται, τοσῷδε χρὴ πλεῖον διδόναι μέχρι κρίσιος, μάλιστα δὲ κρίσιος ὑπερβολῆς δύο ἡμερέων, οἷσί γε ἢ πεμπταίοισιν ἢ ἑβδομαίοισιν ἢ ἐναταίοισι δοκεῖ κρίνειν, ὡς καὶ τὸ ἄρτιον καὶ τὸ περισσὸν προμηθὲς ᾖ. μετὰ δὲ τοῦτο τῷ μὲν ῥοφήματι ἐς τὸ πρωῒ χρηστέον, ὀψὲ δὲ ἐς σιτία μεταβάλλειν.
Κρίσιν νῦν εἴρηκεν ἤτοι τὴν τελείαν λύσιν τοῦ νοσήματος ἢ τὴν εἰς τοσοῦτον ἀξιόλογον μεταβολήν, ὡς ἤδη κινδύνου παντὸς ἐκτὸς καθεστηκέναι· ἐπιμετρεῖν δ' ἀξιοῖ τῇ κρίσει δύο ἡμέρας, ἵνα καὶ τὰς ἐν ἀρτίαις καὶ τὰς ἐν περιτταῖς ἡμέραις περιόδους τῶν παροξυσμῶν φυλαξώμεθα· [477] συμβαίνει γὰρ ἐνίοτε θαρσήσαντας, ὡς λελυμένου τοῦ νοσήματος ἀκριβῶς, εἶτα διαιτηθέντας ἀμελέστερον, ἀφορμὴν ἀναμνήσεως τοῦ κατὰ περίοδον γινομένου παροξυσμοῦ παρασχεῖν. ἀσφαλὲς γοῦν ἐστι φυλάττειν ἄχρι δυοῖν ἡμερῶν τὴν ἀκρίβειαν τῆς διαίτης, ᾗ χρώμενος ὁ κάμνων ἦν, κἂν ἤδη δοκῇ κεκρίσθαι τὸ νόσημα· παρελθουσῶν δὲ τῶν μετὰ τὴν κρίσιν δυοῖν ἡμερῶν ἀσφαλὲς ἤδη διαιτᾶν ἁδρότερον οὐδὲ τότε τὴν μεταβολὴν ἀθρόαν ποιουμένους, ἀλλ' ἕωθεν μὲν τῷ ῥοφήματι χρωμένους, ὕστερον δὲ προϊούσης τῆς ἡμέρας ἤδη καὶ σιτώδη τροφὴν προσφέροντας. εὔδηλος οὖν ἐστι μήτ' ἄλλο τι διδοὺς τοῖς κάμνουσι πρὸ τῆς εἰρημένης ἄρτι προθεσμίας μήτ' ἄρτον, ἀλλὰ πτισάνῃ διὰ παντὸς ἀρκούμενος, ὅπερ οὐκ ἔστιν ἐμπιπλάντος, ἀλλὰ μᾶλλον, ἐγκαλεῖν εἴ τις βούλοιτο, λεπτότερον ἢ προσήκει διαιτῶντος. ἀλλ' οὔτε λεπτότερον οὔθ' ἁδρότερόν ἐστι τοῦ προσήκοντος οὕτω διαιτᾶν, ἀλλ' ἀκριβῶς τὸ μέσον τῶν ὑπερβολῶν καὶ ἄριστον. ἀπόδειξις δὲ τοῦ μέσον ὑπάρχειν αὐτὸ ἡ τῶν ἐγκαλούντων τἀναντία φιλονικία· τούτων γὰρ [478] οἱ μὲν περὶ τὸν Θεσσαλὸν ἐγκαλοῦσιν ὡς ἐμπιπλάντι τοὺς κάμνοντας, οἱ δὲ περὶ τὸν Ἐρασίστρατον ὡς λιμαγχονοῦντι τῷ Ἱπποκράτει. τὰ γὰρ εἰς Ἀπολλώνιον καὶ Δέξιππον τοὺς Ἱπποκράτους μαθητὰς εἰρημένα κατὰ τὸ πρῶτον Περὶ πυρετῶν Ἐρασιστράτῳ τὴν διαβολὴν τῆς λιμαγχονίας εἰς Ἱπποκράτην τὸν διδάσκαλον ἀναφερομένην ἔχει. τούτοις οὖν μᾶλλόν ἐστι συγγνωστέον, ὡς εἰκότα λέγουσι· τοὺς δ' ἐμπιπλάναι φάσκοντας αὐτὸν ἀξίους εἶναι Θεσσαλοῦ νομιστέον, ἄνδρας οὔτ' ἄλλο τι τῶν Ἱπποκράτους γνόντας οὔτ' αὐτὰ ταῦτα τὰ περὶ διαίτης αὐτῷ εἰρημένα.
Συμφέρει δὲ τὰ τοιάδε ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ὅλῃσι πτισάνῃσιν αὐτίκα χρεωμένοισιν.
Ἐάν τε ὅλας ἐάν τε κριθώδεις ἐάν τε ἁπλῶς εἴπῃ πτισάνας, ἓν [479] καὶ ταὐτὸν ἐκ τῶν τριῶν σημαίνεται λέξεων, τὰς ἀδιηθήτους πτισάνας δηλοῦντος. μετὰ γὰρ τὴν ἕψησιν ἐάν τις αὐτὰς διηθήσας, ἔπειτ' ἰδίᾳ τὸν χυλὸν ἀποκρίνας, ἐκεῖνον διδῷ, οὔθ' ὅλαις πτισάναις οὔτε κριθώδεσι πτισάναις ὁ τοιοῦτος λεχθήσεται χρῆσθαι, χυλῷ δὲ μόνῳ πτισάνης. πάλιν δὲ καὶ νῦν ἀναμνήσω σε, τίνες εἰσὶν οἱ πτισάναις ὅλαις ἐξ ἀρχῆς δεόμενοι χρῆσθαι. σύντομος δὲ ἡ ἀνάμνησις, εἰ μὴ παντάπασιν ἀργῶς ἤκουσας τῶν προειρημένων, ὅτι τῶν ἀναπτυομένων χρηστῶν ὄντων, ἐὰν μήτε φαρμακείας μήτε κλύσματος ὁ κάμνων φαίνηται δεόμενος, ἐπὶ πτισάνης αὐτὸν ἀξιοῖ διαιτᾶσθαι· καὶ τὸν λογισμὸν δὲ τῆς βουλῆς αὐτὸς προσέθηκεν εἰπών·
Αἵ τε γὰρ ὀδύναι ἐν τοῖσι πλευριτικοῖσιν αὐτίκα παύονται αὐτόματοι, ὅταν ἄρξωνται πτύειν τι ἄξιον λόγου καὶ ἐκκαθαίρεσθαι, αἵ τε καθάρσιες πολλὸν τελεώτεραί εἰσι, καὶ ἔμπυοι ἧσσον γίνονται, ἢ εἰ ἀλλοίως τις [480] διαιτῴη, καὶ αἱ κρίσιες ἁπλούστεραι καὶ εὐκριτώτεραι καὶ ἧσσον ὑποστροφώδεες.
Γίνεται ταῦτα πάντα καλῶς ὑπὸ τῆς πτισάνης διὰ τὸ ὑγραίνεσθαι καὶ τέμνεσθαι μετρίως τὰ δεόμενα τῆς ἀναπτύσεως ὑγρὰ καὶ διὰ τὸ τὴν δύναμιν ῥώννυσθαι· συνελθόντων γὰρ ἀμφοτέρων ἐκκαθαίρονται ταχέως τῶν ἀναπνευστικῶν ὀργάνων οἱ μοχθηροὶ χυμοί· ὧν τὸ μὲν ὑγραίνειν τε καὶ τέμνειν ὑπάρχει καὶ τῷ μελικράτῳ, τὸ δ' ὁμοίως τῇ πτισάνῃ ῥωννύναι τὴν δύναμιν οὐχ ὑπάρχει· τἀναντία δ' ἄρτῳ τε καὶ χόνδρῳ τὸ ῥωννύναι τὴν δύναμιν ἔχουσι τὸ ὑγραίνειν καὶ τὸ τέμνειν οὐχ ὑπάρχει, καθάπερ οὐδ' ἄλλῳ τινὶ τῶν εἰθισμένων δίδοσθαι τοῖς ἀρρώστοις ὑπὸ τῶν νῦν ἰατρῶν, οἷον ᾠῶν καὶ ὄρχεων ἀλεκτρυόνων καὶ πτερῶν ἰχθύων τε καὶ περιστερῶν νεογνῶν ὅσα τ' ἄλλα τοιαῦτα. καὶ ὁ τὴν φακῆν δὲ δοὺς ἰατρὸς ἐσκευασμένην δι' ὄξους ἐπὶ πλευριτικοῦ τελέως ἤδη παρηκμακότος, ὡς μηδενὸς ἄλλου δεῖσθαι ἢ ἀναπτύσεως [481] τῶν πεπεμμένων, εἰκότως ἔδοξεν αἴτιος θανάτου γενέσθαι τῷ κάμνοντι πνιγέντι διὰ τῆς ἑπομένης νυκτός. ἀλλὰ φακῆν μὲν οὐκ ἄν τις δοίη τῶν ἐχόντων νοῦν· ἀπεστραμμένου δὲ μελίκρατον καὶ πτισάνην τοῦ κάμνοντος οἱ πετραῖοι τῶν ἰχθύων ἐπιτηδειότατοι σκευαζόμενοι δι' ὕδατος καὶ πράσου καὶ ἀνήθου καὶ ἁλῶν ἐλαίου τε συμμέτρου, τῶν δὲ μὴ πετραίων οἱ ὀνίσκοι. προδιδόναι δ' αὐτῷ ὀξύμελι· κακοστόμαχον γὰρ οὐδὲν ἔχει τοῦτο, πλὴν εἰ πεπονθότων ἐπί τινος ἀρρώστου τῶν νεύρων καὶ τῆς μήτρας ἐπὶ γυναικὸς ἀντ' αὐτοῦ βούλοιο τῶν ἄλλων τι διδόναι φαρμάκων, οἷόν ἐστι τὸ διὰ πρασίου τε καὶ ἴρεως· αὐτὴ μέν γε καθ' ἑαυτὴν ἅμα μελικράτῳ πινομένη πέττει καλῶς τὰ κατὰ θώρακα καὶ πνεύμονα περιττώματα καὶ πρὸς τὰς ἀναπτύσεις παρασκευάζει.
Τὰς δὲ πτισάνας χρὴ ἐκ βελτίστων κριθέων εἶναι καὶ ὡς βέλτιστα ἡψῆσθαι, καὶ ἄλλως ἢν μὴ τῷ χυλῷ μούνῳ μέλλῃς χρέεσθαι.
[482] Βέλτισται κριθαὶ πρὸ μὲν τῆς πείρας κριθήσονται διὰ μόνου τοῦ πλήρεις εἶναι καὶ μηδὲν ἔχειν ἐν ἑαυταῖς ῥυσόν, αἱ δὲ τῇ πείρᾳ κεκριμέναι διὰ τῆς ἑψήσεως, ὅταν ἐπὶ πλεῖστον ἀνοιδίσκωνται καὶ χυλὸν ποιῶσι πλεῖστον, ὅπερ δὴ καὶ βέβαιόν ἐστι τῆς ἀρετῆς αὐτῶν γνώρισμα· τὸ γὰρ ἀπὸ τῆς εὐτροφίας οὐκ ἐπιστημονικὸν οὐδὲ διὰ παντὸς ἀληθές, ἀλλ' ὡς ἐπὶ τὸ πολὺ κατορθούμενον. ἀξιοῖ δὲ τὰς πτισάνας ἀεὶ μὲν εἶναι βελτίστας, μᾶλλον δ' ἐὰν μὴ μόνῳ τῷ χυλῷ χρῆσθαι μέλλωμεν, ἀλλὰ καὶ ὅλαις αὐταῖς· διὰ τί δὲ τοῦτ' ἀξιοῖ, σαφῶς αὐτὸς ἐδήλωσεν εἰπών·
Μετὰ γὰρ τῆς ἄλλης ἀρετῆς τῆς πτισάνης τὸ ὀλισθηρὸν τὴν κριθὴν καταπινομένην ποιέει μὴ βλάπτειν· οὐδαμῇ γὰρ προσίσχεται οὐδὲ μένει κατὰ τὴν τοῦ θώρακος ἴξιν.
[483] Ἴσμεν [δ'] ὅτι ἴξιν ὡς τὸ πολὺ μὲν τὴν εὐθυωρίαν, ἐνίοτε δὲ καὶ αὐτὴν λέγει τὴν φοράν. ἡ δὲ διὰ τοῦ θώρακος εὐθυωρία τε καὶ φορὰ τῆς καταπινομένης πτισάνης ἄχρι τῆς γαστρὸς εὔδηλον ὅτι διὰ τοῦ στομάχου γίνεται, κἀν τούτῳ βούλεται μηδὲν αὐτῷ προσίζειν· ἐν γὰρ τοῖς κατὰ θώρακα καὶ πνεύμονα πάθεσι θερμασίας οὔσης πολλῆς, προσισχόμενον τούτῳ ξηραινόμενόν τε καὶ δυσαπολύτως προσπλαττόμενον ἄσην τέ τινα καὶ δίψαν ἐπιφέρει.
Ὀλισθηροτάτη δὲ καὶ ἀδιψοτάτη καὶ εὐπεπτοτάτη καὶ ἀσθενεστάτη ἐστὶν ἡ κάλλιστα ἑφθή, ὧν πάντων δεῖ.
Τὴν καλῶς ἡψημένην πτισάνην οὐ μόνον ὀλισθηροτάτην τε καὶ ἀδιψοτάτην καὶ εὐπεπτοτάτην εἶναί φησιν, ἀλλὰ προσέθηκε τῷ τέλει καὶ ἀσθενεστάτη. τὸ μὲν οὖν ὀλισθηροτάτην εἶναι τὴν καλῶς ἡψημένην ἤδη προείρηται· τὸ δὲ καὶ ἀδιψοτάτην αὐτὴν ὑπάρχειν [484] ἐνταῦθα πρόσκειται διὰ τὴν τῆς κριθῆς φύσιν γιγνόμενον· ἔστι δὲ ψυχρὰ τὴν κρᾶσιν. ὅπως δὲ χρὴ κρίνειν ψυχρὰν καὶ θερμὴν οὐσίαν ἐπὶ μὲν τῶν ζῴων ἐν τοῖς Περὶ κράσεων εἴπομεν, ἐπὶ δὲ τῶν ἀψύχων ἐν τοῖς Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. ἀλλὰ καὶ εὐπεπτοτάτην εἶναί φησι τὴν τοιαύτην πτισάνην, ὡς ἂν διαλελυμένην τε καὶ μηδὲν ἔτι σκληρὸν καὶ δυσκατέργαστον ἔχουσαν ἄφυσόν τε γεγονυῖαν ἤδη διὰ τὸ τῆς ἑψήσεως μῆκος.
ὃ δ' ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἶπεν, ὀνομάσας ἀσθενεστάτην τὴν οὕτως ἡψημένην, εἰ μὲν μηδὲν προειρήκει περὶ αὐτῆς ὡς εὐπεπτοτάτης, ἕτοιμον ἂν ἦν φάναι πρὸς τὴν ἐν τῇ γαστρὶ κατεργασίαν ἀναφέρεσθαι τὸν λόγον, ἀσθενεστάτης αὐτῆς εἰρημένης, ὡς εἰ καὶ ῥᾷστα νικωμένην εἰρήκει καὶ κατεργαζομένην ὑπὸ τῆς γαστρὸς καὶ μεταβαλλομένην· ἐπεὶ δὲ τοῦτο προείρηται, τὴν ἀσθένειαν αὐτῆς ἤτοι διότι βραχεῖαν τροφὴν τῷ σώματι δίδωσιν ἀκουστέον ἐστὶν ἢ ὅτι ποιότητα μηδεμίαν ἔχει σφοδράν, ὡς ἤτοι τῶν νεύρων ἢ τῆς γνώμης ἅπτεσθαι, καθάπερ ὄξος τε καὶ οἶνος.
[485] Ἢν μὲν οὖν μὴ προστιμωρήσῃ τις, ὁκόσων δεῖται αὐτάρκης εἶναι ὁ τρόπος τῆς τοιαύτης πτισανορροφίης, πολλαχῇ βεβλάψεται.
Ἄρχεται τοίνυν τῆς διδασκαλίας ὧδε, περὶ ὧν ἐρεῖν ἐπηγγείλατο μικρὸν ἔμπροσθεν, ἡνίκ' ἔφη· "πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται, οἷς προσημαίνεσθαι δεῖ, ἃ εἰρήσεται ὕστερον." ὅτι δὲ τὸ τιμωρῆσαι παρά τε τοῖς ἄλλοις παλαιοῖς καὶ αὐτῷ τῷ Ἱπποκράτει πολλάκις ἀντὶ τοῦ βοηθῆσαι λέλεκται καὶ κατ' ἄλλα συγγράμματα, δέδεικται διὰ τῶν γεγενημένων ἡμῖν ἐξηγήσεων εἰς αὐτά.
Οἷσί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, εἰ μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν καὶ μὴ ἐνεοῦσαν εὐθὺς [486] ἐμποιήσειε, καὶ πνεῦμα πυκνότερον γένοιτ' ἄν· κακὸν δὲ τοῦτο· ξηραντικόν τε γὰρ πνεύμονος καὶ κοπῶδες ὑποχονδρίου καὶ ἤτρου καὶ φρενῶν.
Σῖτον εἶπε τὸ ἀπὸ τῶν σιτίων περίττωμα περιεχόμενον ἐν τοῖς ἐντέροις, ὃ δὴ καὶ σκύβαλον ὀνομάζουσι καὶ κόπρον. εἰ τοίνυν ἐγκατακεκλεισμένου τούτου, τουτέστιν ἐκ πολλοῦ χρόνου μὴ διακεχωρηκότος, ἐπὶ τὴν τῆς πτισάνης ἀφίκοιτό τις προσφοράν, ἀναγκαῖόν ἐστι βλάβην γενέσθαι τῇ πλευρᾷ διὰ τὴν ἔμφραξιν τῶν ἐντέρων, ἣν ἐκ τῆς ἠθροισμένης ἐν αὐτοῖς ἔσχηκε κόπρου, μήτε φύσης διεξερχομένης ἐπὶ τῇ προσφορᾷ τῆς πτισάνης ἀναδόσεώς τε μοχθηρᾶς γινομένης ἐπὶ τὸ πεπονθὸς μέρος· ὥστε ἀναγκαῖόν ἐστι τὴν ὀδύνην, εἰ μὲν εἴη λελωφηκυῖα, παραυξηθῆναι πάλιν, εἰ δὲ πεπαυμένη, γεννηθῆναι. καὶ γὰρ ἀτμοὶ καὶ πνεῦμα φυσῶδες ἀναθυμιάσεις τε τῶν σκυβάλων ἐπὶ τὴν πλευρὰν ἀφικόμενα τὴν ὀδύνην αὐτῆς καὶ γεννήσουσι καὶ παραυξήσουσιν· ἐπὶ τούτοις δὲ καὶ ἡ ἀναπνοὴ πυκνοτέρα γενήσεται· κέκληκε δὲ [487] τὴν ὅλην ἀναπνοὴν πνεῦμα κἀν τῷ Προγνωστικῷ συγγράμματι καὶ τοῖς τῶν Ἐπιδημιῶν. πυκνωθεῖσα δ' ἡ ἀναπνοὴ θερμασίαν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐργάζεται πλείονα διὰ τὸ συνεχὲς τῆς κινήσεως, ἐφ' ᾗ θερμασίᾳ ξηραίνεται μὲν ὁ πνεύμων καὶ τὸ διάφραγμα, συγξηραίνεται δὲ καὶ συνθερμαίνεται καὶ τὰ καθ' ὑποχόνδριόν τε καὶ περιτόναιον μόρια τοῦ ζῴου· πάντα γὰρ συγκινεῖται τῷ θώρακι κατὰ τὰς ἀναπνοάς.
τὸ δ' ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον οἷσί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται τὴν αὐτίκα φωνὴν ἐνηλλαγμένην ἔχει κατὰ τὴν τάξιν· ἀπολαβούσης δ' αὐτῆς τὴν οἰκείαν σύνθεσιν ὁ λόγος ἔσται τοιόσδε· 'μὴ προσβοηθησάντων δὲ ἡμῶν τῷ προειρημένῳ τρόπῳ τῆς πτισανορροφίας πολλαχόθι γενήσεται βλάβη. αὐτίκα γοῦν οἷς σῖτος ἐγκατακέκλεισται, εἰ μή τις ὑποκενώσας πρότερον αὐτὸν οὕτω τὸ ῥόφημα δοίη, βλάβην ἐργάσεται μεγίστην.'
Τοῦτο δέ, ἢν ἔτι τοῦ πλευροῦ [488] τῆς ὀδύνης συνεχέος ἐούσης καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀνιόντος, ἀλλὰ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην ἢ κοιλίην μαλθάξας ἢ φλέβα ταμών, ὁκότερον ἂν τούτων σημήνῃ, τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι διδῷ, ταχέες οἱ θάνατοι τῶν τοιούτων γίνονται.
Ἀναμνησθῶμεν, ὅτι περὶ πλευρίτιδος ἐποιεῖτο τὸν λόγον ὡς παραδείγματος· ἐδείχθη δ' αὕτη γινομένη διὰ τὴν φλεγμονὴν τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. ἐὰν οὖν ἀκμαζούσης τῆς φλεγμονῆς πτισάνην τις διδῷ, μεγάλως βλάψει τὸν κάμνοντα. τοῦ δ' ἀκμάζειν αὐτὴν γνώρισμα τό τε συνεχὲς τῆς ὀδύνης καὶ τὸ μηδὲν ἐνδιδόναι πρὸς τὰ θερμάσματα. πρόσκειται δὲ τῷ λόγῳ καὶ ἄλλο γνώρισμα πλευρίτιδος οὐ μόνον μεγάλης ἀλλὰ καὶ κακοήθους, τὸ γλίσχρον ἱκανῶς γιγνόμενον τὸ πτύελον εἴργεσθαι τῆς κενώσεως ἐμπλαττόμενόν τε καὶ προσισχόμενον τοῖς πεπονθόσι μέρεσι· τὸ γὰρ καταγλισχραίνεσθαι [489] πλέον τι σημαίνει, τὴν σφοδροτάτην γλισχρότητα ἐνδεικνυμένης τῆς λέξεως ἐν τῷ προσλαβεῖν τὴν 'κατά' πρόθεσιν. ἤρκει μὲν οὖν καὶ διὰ τῆς προσθήκης αὐτῆς ἀφορίσαι τὸ οὕτω γλισχραινόμενον τοῦ πεττομένου· γλίσχρον μὲν γὰρ γίνεται κἀκεῖνο μετρίως, οὐ μὴν καταγλισχραίνεται, τουτέστιν οὐκ ἐσχάτως οὐδ' ἄκρως πάσχει τοῦτο· τοῦ δὲ μὴ παρακοῦσαί τινα, τούτου χάριν οὐκ ὤκνησε τῷ λόγῳ προσγράψαι καὶ τὸ ἀσαπῶς, ὅπερ αὐτῷ δηλοῖ τὸ ἀπέπτως· τὸ καταγλισχραινόμενον γὰρ ἀπέπτως μοχθηρόν.
ἐν τούτῳ δὲ δὴ καθεστῶτος τοῦ κάμνοντος, εἰ πτισάνην τις προσφέρει πρὶν λῦσαι τὴν ὀδύνην ἤτοι διὰ φλεβοτομίας ἢ διὰ κενώσεως γαστρός, ἀναιρήσει τὸν ἄνθρωπον. εἰρηκὼς γὰρ ἐπὶ τῆς προκειμένης κατὰ τὸν λόγον τόνδε πλευρίτιδος ὡς οὐδὲν ἐνδιδούσης πρὸς τὰ θερμάσματα, δύο λοιπὰ ἔχει τὰ αὐτίκα βοηθοῦντα, κάθαρσιν καὶ φλεβοτομίαν· ἡ γὰρ τῶν δι' ὀπίου καὶ μανδραγόρου καὶ ὑοσκυάμου σκευαζομένων φαρμάκων χρῆσις οὐ τὴν ὀδυνώδη διάθεσιν ἰᾶται τῆς πλευρίτιδος, ἀλλὰ τὴν αἴσθησιν νεκροῖ. νυνὶ μὲν οὖν ἁπλῶς ἐμνημόνευσε [490] φλεβοτομίας τε καὶ καθάρσεως κοιλίας, ἐφεξῆς δὲ διοριεῖται περὶ τῆς ἑκατέρου χρήσεως.
Διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον οἱ ὅλῃσι χρώμενοι πτισάνῃσιν ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνῄσκουσιν, οἱ μέν τι καὶ τὴν γνώμην βλαβέντες, οἱ δὲ ὑπὸ τῆς ὀρθοπνοίης τε καὶ τοῦ ῥέγχεος ἀποπνιγέντες.
Ὅτι πολλάκις ὀνομάζει τὰς αἰτίας προφάσεις δέδεικται κἀν ταῖς τῶν ἄλλων συνταγμάτων αὐτοῦ ἐξηγήσεσι· τίνας δ' ἑτέρας προφάσεις παρὰ τὰς εἰρημένας αὐτῷ συνεπιφέρειν φησὶ τοὺς ὀλιγημέρους θανάτους, προσθεῖναι τῷ λόγῳ χρή· νῦν μὲν γὰρ εἴρηκε τήν γε τῆς πτισάνης προσφορὰν πρὶν λῦσαι τὴν ὀδύνην καὶ τὴν ἐπὶ τῷ πυκνῷ πνεύματι γλισχρότητα τοῦ πτυέλου, δι' ἣν καὶ ἀποπνίγονται, βλαβῆναι δ' [491] εἰκός, εἰ καὶ οἴνου προσενέγκαιντο, πρίν, ὡς ὑπέθετο, κενωθῆναι, καὶ μελικράτου καὶ ὀξυμέλιτος· περὶ γὰρ τῶν ἄλλων ἁπάντων οὐδὲ τοῖς ἰδιώταις ἄδηλον. εἰκότως οὖν ἔφη καὶ τὴν γνώμην βλαβέντας ἐνίους αὐτῶν ἀπόλλυσθαι οἴνῳ τε καὶ τοῖς οἰνώδεσιν ἀκαίρως προσενεχθεῖσιν.
Μάλα δὲ τοὺς τοιούτους οἱ ἀρχαῖοι βλητοὺς ἐνόμιζον εἶναι διὰ τόδε οὐχ ἥκιστα, ὅτι ἀποθανόντων αὐτῶν ἡ πλευρὴ πελιδνὴ εὑρίσκεται ἴκελόν τι πληγῇ.
Καὶ διὰ τὸ τάχος μὲν τῆς ἀπωλείας ἡ τοιαύτη δόξα τοὺς ἀρχαίους εἰσῄει καὶ διὰ τὸ πελιδνοῦσθαι δ' ἐπὶ τῆς πλευρᾶς ἐνίους, ἔνθα δηλονότι τῆς φλεγμονῆς ἦν ἡ ῥίζα. τοῦ γὰρ ἐπ' αὐτὴν αἵματος σφηνουμένου διὰ τὴν ὀδύνην, ὅσον ἐμερίσθη πρὸς τὸ δέρμα, τοῦτ' ἐν τῷ θανάτῳ ψυχθὲν ἐμελάνθη, γινόμενον ἴκελον, τουτέστιν ὅμοιον, τοῖς ἐκ πληγῆς οὕτω διατεθεῖσιν.
[492] Αἴτιον δὲ τούτου ἐστίν, ὅτι πρὶν λυθῆναι τὴν ὀδύνην θνῄσκουσι· ταχέως γὰρ πνευματίαι γίνονται.
Ὅτι δὲ τοιοῦτον ἀναπνέουσιν, αὐτὸς ἐφεξῆς ἐδήλωσεν εἰπών·
Ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματος, ὡς ἤδη εἴρηται, γλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἐνισχόμενον ἐν τοῖσι βρογχίοισι τοῦ πνεύμονος· καὶ ὅταν ἐς τοῦτο ἔλθῃ, θανατῶδες ἤδη ὡς ἐπὶ τὸ πολύ ἐστι.
Τὸ ἔμπροσθεν αὐτῷ ῥηθὲν 'ἀσαπὲσ' τοῦτο νῦν ἄπεπτον ὠνόμασε μαρτυρῶν ἡμῖν, ὅτι καλῶς καὶ τότε τὴν μετάληψιν ἐποιησάμεθα τῆς φωνῆς.
[493] Καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνισχόμενον κωλύει μὲν τὸ πνεῦμα ἔσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι.
Οὐ πᾶν τὸ πνεῦμα κωλύεται κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω φέρεσθαι· τοῦτο γὰρ εἰ γένοιτο, παραχρῆμα τὸν ἄνθρωπον ἀποθανεῖν ἀναγκαῖόν ἐστιν ὡσαύτως τοῖς ἀπαγξαμένοις. ἀλλὰ τὸ σύμμετρον δηλονότι τῇ χρείᾳ τῆς ἀναπνοῆς ἔσω φέρεσθαι κωλύεται, διὸ καὶ μέχρι μέν τινος ἐξαρκοῦσιν, ἐν δὲ τῷ χρόνῳ τῆς ἐνδείας ταύτης αὐξανομένης ἀπόλλυνται.
Καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι συντιμωρεῖ· τό τε γὰρ πτύελον ἐνισχόμενον πυκνὸν τὸ πνεῦμα ποιεῖ, τό τε πνεῦμα πυκνὸν ἐὸν ἐπιγλισχραίνει τὸ πτύελον καὶ κωλύει ἀπολισθαίνειν.
[494] Ὅτι τῷ τιμωρεῖν ἀντὶ τοῦ βοηθεῖν οἵ τ' ἄλλοι παλαιοὶ καὶ ὁ Ἱπποκράτης κέχρηνται, πολλάκις ἔμπροσθεν εἴρηται· καὶ νῦν οὖν τὸ συντιμωρεῖν ἀλλήλοις εἰς τὸ κακὸν εἶπεν ἐπὶ τοῦ συμπράττειν καὶ συντελεῖν. πῶς δὲ συμπράττει καὶ συντελεῖ, σαφῶς μὲν αὐτὸς ἐδήλωσεν, εἰρήσεται δὲ καὶ πρὸς ἡμῶν. τὸ πτύελον ἰσχόμενον ἐν τοῖς τοῦ πνεύμονος βρόγχοις στενοχωρίαν ἐργάζεται ταῖς διεξόδοις τοῦ πνεύματος καὶ διὰ ταύτην τὴν στενοχωρίαν ἧττον εἰσπνέουσιν οἱ κάμνοντες· ὅσῳ δ' ἂν ἧττον εἰσπνέωσι, τοσῷδε μᾶλλον ἀπλήρωτον ἐργάζονται τὴν χρείαν τῆς ἀναπνοῆς καὶ διὰ τοῦτο πρωιαίτερον ἐπὶ τὴν δευτέραν εἰσπνοὴν ἀπὸ τῆς προτέρας ἥκουσιν, ὅπερ ὀνομάζουσι πυκνὸν πνεῦμα.
Καταλαμβάνει δὲ ταῦτα, οὐ μόνον ἢν πτισάνῃσιν ἀκαίρως χρήσωνται, ἀλλὰ πολὺ μᾶλλον ἤν τι ἄλλο φάγωσιν ἢ πίωσι πτισάνης ἀνεπιτηδειότερον.
[495] Εἴρηται μικρὸν ἔμπροσθεν περὶ τούτου, ἡνίκα ἔλεγε· "διὰ ταύτας οὖν τὰς προφάσεις καὶ ἑτέρας τοιαύτας." ἀλλ' ἐκεῖ μὲν ἐμνημονεύσαμεν ἡμεῖς οἴνου τε καὶ μελικράτου καὶ ὀξυμέλιτος· ἐνταυθοῖ δὲ καὶ τῶν ἄλλων ἀκούειν προσήκει τῶν διδομένων τοῖς οὕτω κάμνουσιν ὑπὸ τῶν πολλῶν ἰατρῶν, ἃ δὴ καὶ μᾶλλον ἔβλαπτε μελικράτου καὶ ὀξυμέλιτος καὶ οἴνου.
Μάλα μὲν οὖν τὰ πλεῖστα παραπλήσιοί εἰσιν αἱ τιμωρίαι τοῖσί τε ὅλῃσι πτισάνῃσι χρεομένοισι τοῖσί τε χυλῷ αὐτέων· τοῖσι δὲ μηδετέρῳ τούτων, ἀλλὰ ποτῷ μοῦνον, ἔστιν ὅπῃ καὶ διαφερόντως τιμωρητέον.
Αἱ βοήθειαι, φησί, παραπλήσιοι γίνονται τοῖς πτισάνῃ τε καὶ τῷ χυλῷ χρωμένοις αὐτῆς· τοῖς δὲ ποτῷ μόνον ἔστιν ὅπῃ καὶ διαφερόντως χρὴ βοηθεῖν. ποία δέ τις ἡ διαφορὰ γενήσεται, διὰ τῶν ἑξῆς διδάσκει.
[496] Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν· ἢν μὲν νεοβρῶτι αὐτῷ ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετός, ἤν τε σὺν ὀδύνῃ ἤν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ' ἂν οἴηται κεχωρηκέναι εἰς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον.
Ἤισθηται δὴ καὶ αὐτὸς ἐσπαραχὼς κατὰ μόρια τὸν λόγον, οὐ συνεχῶς ἐφεξῆς ἐν τάξει τῇ προσηκούσῃ πεποιημένος· καὶ διὰ τοῦτο νῦν ἀναλαμβάνων αὐτὸν ἐπὶ τὴν προσήκουσαν ἀρχὴν ἀφικνεῖται. τοῦτο δὲ ἔπαθεν, ἐπειδὴ τὸ περὶ τῆς διαφωνίας ζήτημα λύειν ἐπιχειρήσας ἐμνημόνευσεν ἐν τῇ λύσει θεραπευτικῶν λογισμῶν. ἀλλ' ἐχρῆν αὐτὸν αἰσθανόμενον οὗ πέπονθεν ἐξαμεῖψαι μὲν ἐκεῖνα, διελθεῖν δὲ ἑτέρως ἀπ' ἀρχῆς τὸν λόγον· οὕτω γὰρ κἀμοὶ συμβαίνειν κάλλιον ἔδοξεν, ἄνωθεν ἑτέρως γράψαι περὶ τῶν αὐτῶν ἐξαμείψαντι τὰ πρότερον γεγραμμένα. πῶς οὖν ἐχρῆν αὐτὸν ἅμα τε λῦσαι τὸ προβληθὲν ὑπ' αὐτοῦ ζήτημα [497] καὶ τάξει δοῦναι τὸν λόγον, ἐγὼ διηγήσομαι τοῖς βουλομένοις ἑρμηνεύειν τὰ τοιαῦτα σαφῶς τὴν ὁδὸν ἐξηγούμενος. ἤδη τοίνυν πρόσεχέ μοι τὸν νοῦν, ὡς ἐξ ἀρχῆς ἀκουσόμενος τοῦ λόγου.
διὰ τί τοῖς ἀξιολόγοις ἰατροῖς ἐνίοτε διαφωνεῖν συμβαίνει περὶ τῆς θεραπείας; ὅτι τὸ πειραθὲν ἐπί τινων ἐπὶ πάντων ᾠήθησαν ἁρμόττειν. οὕτω γοῦν κἀν τοῖς περὶ διαίτης τῶν ὀξέων νοσημάτων διεφώνησαν, ἔνιοι μὲν ἐπὶ χυλῷ πτισάνης ἄχρι κρίσεως φυλάττοντες τοὺς νοσοῦντας, ἔνιοι δὲ τὴν πτισάνην αὐτὴν διδόντες, ἔνιοι δὲ οὐδέτερον, ἐκ μέρους μὲν ἀληθεύοντες ἅπαντες, ἐκ μέρους δὲ σφαλλόμενοι· τινὲς μὲν γὰρ τῶν ὀξέως νοσούντων πτισάνης δέονται, τινὲς δὲ χυλοῦ, τινὲς δ' οὐδετέρου τούτων ἄχρι κρίσεως. ἕνεκα δὲ σαφηνείας ἐφ' ἑνὸς τῶν ὀξέων ὡς ἐπὶ παραδείγματος ἐγὼ ποιήσομαι τὸν λόγον. προκείσθω δὴ πλευρίτιδος εἰπεῖν θεραπείαν· εἴπερ οὐ πρὸ πολλοῦ χρόνου τοῦ κάμνοντος ἐδηδοκότος, οὐδέπω τῆς κοιλίας ὑποκεχωρηκυίας, ὁ πυρετὸς ἄρξαιτο, μὴ διδόναι τούτῳ ῥόφημα, μέχρις ἂν ἡ δοθεῖσα τροφὴ δόξῃ σοι διεξελθοῦσα τὰ πλεῖστα τῶν ἐντέρων ἐν τοῖς [498] ὑστάτοις αὐτῶν εἶναι. ταύτην τὴν ἀρχὴν τῷ λόγῳ ποιησάμενός τις, εἶθ' ἑξῆς ἅπαντα κατὰ τὴν οἰκείαν τάξιν ἐπιὼν οὐκ ἂν ἀσαφῆ τὴν διδασκαλίαν ἐργάσαιτο.
Χρῆσθαι δὲ ποτῷ, ἢν ἄλγημά τι ἔχῃ, ὀξυμέλιτι, χειμῶνος μὲν θερμῷ, θέρους δὲ ψυχρῷ· ἐὰν δὲ πολλὴ δίψα ᾖ, καὶ μελικρήτῳ καὶ ὕδατι.
Διψώδους ὄντος τοῦ κάμνοντος, ἄλλως φυλασσόμενος ὀξύμελι διδόναι πάμπολυ, διὰ τοῦτ' ἐφεξῆς τοῦ τε μελικράτου καὶ ‹τοῦ› ὕδατος ἐμνημόνευσεν. ὅσον μὲν γὰρ ἐπὶ τῷ πάθει, μᾶλλον ὀξυμέλιτι χρηστέον· εἰ δ' αὔταρκες αὐτοῦ λαμβάνων ἔτι διψῶν ὁ κάμνων εἴη, μελίκρατον ἐπιδοτέον· εἰ δὲ καὶ μετὰ τοῦτο διψήσει, τὸ ὕδωρ προσενεκτέον· αὐτὸ γὰρ ἐφ' ἑαυτοῦ τὸ ὕδωρ πινόμενον μέμφεται· μαθήσῃ δ' ἐν τοῖς ἐφεξῆς τὰς αἰτίας, δι' ἃς μέμφεται τὸ ποτὸν τοῦτο, κατ' ἐκεῖνο τὸ [499] μέρος τοῦ συγγράμματος, ὅταν ὁ λόγος αὐτῷ περὶ δυνάμεως ὕδατος γίγνηται.
νῦν δ' ἐπισκεψώμεθα περὶ τοῦ προτεθέντος αὐτῷ ἐν τῷ προκειμένῳ λόγῳ, κελεύοντος αὐτοῦ χειμῶνος μὲν χρῆσθαι θερμῷ, θέρους δὲ ψυχρῷ τῷ ὀξυμέλιτι. τοῦτο γὰρ ἡμᾶς ποδηγήσει πρὸς τὴν ἀγωνιστικῶς γιγνομένην ἐπὶ τῶν ὀξέως νοσούντων ὕδατος ψυχροῦ πόσιν, ἣν τελέως δοκεῖ παραλελοιπέναι. καὶ μέμψαιτο μὲν ἄν τις αὐτῷ κατὰ τοῦτο· διδασκαλίας γὰρ ἄξιος ἦν ὁ λόγος, οὐ κατὰ τὸ πάρεργον προσερρῖφθαι. ἣν οὖν γνώμην εἶχε περὶ ψυχροῦ πόσεως ὕδατος, ἐκ τοῦ νῦν λόγου κατανοῆσαι δυνατόν· οὗτος γὰρ εἰ ὀξύμελι διψῶσί ποτε δίδωσι ψυχρόν, εὔδηλον, ὅτι καὶ ὕδωρ δώσει. τοῦτο γάρ, εἰ καὶ μὴ ὅλως εἰρήκει τι περὶ ψυχροῦ πόματος, ἀκόλουθον ἂν ἦν αὐτοῦ τοῖς δόγμασι, τὸν μὲν πυρετὸν ἐκπυρουμένης τῆς ἐμφύτου θερμασίας ἡγουμένου γίνεσθαι, 'τὰ δ' ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν'· θερμοῦ δὲ καὶ ξηροῦ τοῦ πυρὸς ὑπάρχοντος καὶ διὰ τοῦτο καὶ τοῦ πυρετοῦ, τὸ ὕδωρ ἐναντιώτατόν ἐστι τῇ φύσει τοῦ πυρετοῦ, ψῦχόν τε καὶ ὑγραῖνον τὸ σῶμα.
[500] καὶ τοίνυν καὶ φαίνονται σβεννύμενοι οἱ πυρετοὶ ὑπ' αὐτοῦ παραχρῆμα δοθέντος ἐν καιρῷ. εἴρηται μὲν οὖν αὐτάρκως ἐν τοῖς τῆς Θεραπευτικῆς μεθόδου γράμμασιν, εἰρήσεται δὲ καὶ νῦν τό γε κεφάλαιον αὐτοῦ.
ὅταν οὖν ὁ πυρετὸς ᾖ, δυνάμεως οὔσης, οὐ μόνον οὐκ ἂν βλάψαις τηνικαῦτα δοὺς τὸ ψυχρόν, ἀλλὰ καὶ μεγάλως ὠφελήσαις. ἡ μὲν δὴ τοιαύτη πόσις τοῦ ψυχροῦ τοσαύτη τὸ πλῆθος ἔστω, ὅσον ὁ κάμνων αὐτὸς οἷός τ' ἐστὶ πιεῖν τὸ ψυχρὸν ὕδωρ ἐπισπασάμενος ἀπνευστί, τὸ δ' ὀξύμελι βραχύ, διδόμενον οὐ πλέον ἡμίσεος καθ' ἑκάστην προσφοράν. οὐχ ὅμοιος οὖν ὁ τῆς δόσεως σκοπὸς ἐπὶ τούτου διὰ τὸ σβέσαι βούλεσθαι τὸν πυρετὸν ἀθρόως πινομένου ψυχροῦ μέχρι τοῦ πληρωθῆναι τὸν κάμνοντα. τὸ μὲν γὰρ ὕδωρ οὕτω πινόμενον ἰάσεως ἕνεκα πίνεται, τὸ δ' ὀξύμελι θέρους ὥρᾳ δίδοται ψυχρὸν ἕνεκα τοῦ μὴ παροξῦναι τὴν δίψαν τοῦ κάμνοντος· ἀλλά τι καὶ συντελεῖν οἷόν τε πρὸς τοὐναντίον. διὰ τοῦτο καὶ πρὶν πεφθῆναι τὴν νόσον ὀξυμέλιτος ψυχροῦ διδόναι φησίν, ὡς ὥρᾳ θέρους οὐκ ἂν δώσοντας ὕδωρ ψυχρὸν εἰς κόρον ἐν τῇ τοιαύτῃ διαθέσει· πυκνώσει μὲν γὰρ τὴν φλεγμονήν, [501] ὅταν ἐπὶ φλεγμονῇ πυρέττωσιν, ἀπέπτους δ' ἐργάσεται ψύξει τοὺς χυμούς, ὅταν ἐπὶ τούτοις νοσῶσιν· ἀλλὰ τό γε ὀξύμελι τηνικαῦτα δίδομεν ὀλίγον, ὡς ἂν ἐν τῇ γαστρὶ φθάνον χλιανθῆναι πρὶν διαδοθῆναι τὴν ἐξ αὐτοῦ ψύξιν ἄχρι τῆς πλευρᾶς· εἰ δὲ καὶ διαδοθείη τι βραχύ, ἀλλ' ὑπὸ τοῦ γε ὀξυμέλιτος ἐπανορθωθήσεται δύναμιν ἔχοντος τμητικήν· ἐναντίον γάρ ἐστι τὸ τέμνον καὶ διεξερχόμενον τῷ πυκνοῦντι καὶ συνάγοντι τὰ σώματα.
Ἔπειτα ἢν μὲν ἄλγημά τι ἐνῇ ἢ τῶν ἐπικινδύνων τι ἐμφαίνηται, διδόναι τὸ ῥόφημα μήτε παχὺ μήτε πολύ, μετὰ δὲ τὴν ἑβδόμην, ἢν ἰσχύῃ.
Ταύτην τὴν ῥῆσιν οἱ 'ἐμπιπλᾶν' τοὺς πάσχοντας τὸν Ἱπποκράτην φάντες (οὕτω γὰρ αὐτοὶ κέχρηνται τῷ ῥήματι) παρελθεῖν μοι δοκοῦσιν, [502] ὥσπερ αὖ πάλιν οἱ λιμοκτονεῖν αὐτὸν εἰπόντες ἀνεγνωκέναι μόνην φαίνονται ταύτην. εἰ δέ γε ἀμφοτέραις ἑκάτεροι προσέσχον τὸν νοῦν ἐμνημόνευόν τε τῶν καλῶς ὑπ' αὐτοῦ λεγομένων, 'ὡς φύσιες φυσίων μέγα διαφέρουσιν', ἴσως ἂν ᾐδέσθησαν ἐγκαλεῖν αὐτῷ τἀναντία, εἰ καὶ μάλιστα καὶ τῶν ἄλλων ἐμνημόνευον, ὧν ἔδειξε καὶ χωρία χωρίων πάμπολυ διαφέρειν ἐπιδείξας καὶ ὥρας ὡρῶν καὶ ἡλικίας ἡλικιῶν καὶ ἔθη ἐθῶν καὶ τὴν πρὸ τοῦ νοσῆσαι δίαιταν ἑκάστῳ τῶν καμνόντων ἰδίαν γεγονυῖαν. ἐὰν οὖν παραβάλλῃς ἀλλήλοις τοὺς ἐναντίως ἔχοντας ἐν ἅπασι τοῖς εἰρημένοις, τὰς ἐν τῇ διαίτῃ μεγίστας διαφορὰς εὑρήσεις, ἃς καταντικρὺ τάξας ἀλλήλαις οὕτως ἤδη καὶ τὰς ἐν τῷ μέσῳ παμπόλλας οὔσας ἀκριβῶς θεωρήσεις. λέλεκται μὲν οὖν περὶ τῆς ἐν τούτοις διαφορᾶς τελέως ἐν τοῖς τῆς Θεραπευτικῆς μεθόδου γράμμασιν, εἰρήσεται δὲ καὶ νῦν τὸ κεφάλαιον αὐτῶν.
ὑποκείσθω δή τις φύσει ξηρὸς μὲν τὴν ἕξιν τοῦ σώματος, πυκνὸς δὲ τὴν ἐπιφάνειαν καὶ φλέβας εὐρείας ἔχων καὶ τὴν ζωτικὴν δύναμιν ἰσχυρός, εἰθισμένος ἐσθίειν οὐ πολλά, νοσεῖν ἐν χειμῶνι μὴ πάνυ ψυχρῷ [503] κατὰ χωρίον τοιοῦτον, πρὶν νοσεῖν ἀργότερόν τε καὶ ἀπληστότερον ἐν πολυτρόφοις ἐδέσμασι διῃτημένος, ὑπαρχέτω δ' αὐτῷ σὺν τούτοις ἰσχυρὸν τὸ στόμα τῆς γαστρός, ὅπερ καὶ στόμαχον ἔνιοι καλοῦσιν. ὁ δ' ἐξ ὑπεναντίου τούτῳ διακείμενος ὑγρὸς μὲν καὶ μαλακὸς καὶ τὴν ζωτικὴν δύναμιν ἀσθενὴς καὶ πλείω προσφέρεσθαι σιτία μεμαθηκώς, νοσεῖν δὲ ἐν θέρει πνιγηρῷ καὶ χωρίῳ τοιούτῳ· συνυποκείσθω δὲ τούτοις καὶ τεταλαιπωρῆσθαι πρὸ τῆς νόσου τὸν ἄνθρωπον ἐν φροντίσι καὶ πράξεσι διηνεκέσιν, ἐδηδοκέναι τε παρὰ τὸ ἔθος ὀλίγα λαχανώδη τε καὶ ἄτροφα καὶ τὸ τῆς γαστρὸς στόμα μὴ ἰσχυρὸν ἀλλ' ἀσθενὲς ἔχειν φύσει. καὶ τούτων οὕτως ἐχόντων ἀμφότεροι τὴν αὐτὴν νόσον ὑποκείσθωσαν νοσεῖν, εἰ βούλει, τὴν ὑφ' Ἱπποκράτους προκεχειρισμένην ὡς ἐν παραδείγματι κατὰ τὸν λόγον τοῦτον πλευρῖτιν. ἆρά σοι δοκεῖ προσήκειν ἕνα κανόνα διαίτης ἐπ' ἀμφοτέρων ὁρίζειν; ἢ τὸν μὲν δεύτερον εἰρημένον ἀπὸ τῆς πρώτης ἡμέρας τρέφειν, τὸν δὲ πρότερον ἄχρι τῆς ἑβδόμης ἐπὶ πομάτων [504] μόνων διαιτᾶν, ὅταν γ' ἐλπίζῃς μὴ προσωτέρω ταύτης ἀφίξεσθαι τὴν νόσον; ἐγὼ μὲν γάρ σοί φημι, πολυχρονίῳ τῇ πείρᾳ κεκρικὼς ἀμφότερα, βελτίστην οὕτως ἔσεσθαι τὴν δίαιταν· εἰ δ' ὑπαλλάξαις ἐπὶ τἀναντία, τὸν μὲν πρῶτον εἰρημένον ἀπ' ἀρχῆς τρέφειν ἐγχειρῶν, τὸν δὲ δεύτερον ἄχρι τῆς ἑβδόμης ἡμέρας φυλάττειν, ἀμφοτέρους ἀναιρήσεις πρὸ τῆς τετάρτης ἡμέρας, τὸν μὲν ἀποπνίξας τάχιστα, τοῦ δὲ συγκόψας τὴν δύναμιν. πρόσθες οὖν, εἰ βούλει, καὶ τὴν ἡλικίαν ἐναντίαν ἑκατέρῳ, τεσσαρακοντούτην μὲν ὑποθέμενος εἶναι τὸν πρότερον, παῖδα δὲ τὸν δεύτερον· οὕτω γὰρ ἔτι καὶ μᾶλλον ἐπειχθήσεται πρὸς τὸν ὄλεθρον ἑκάτερος αὐτῶν.
ἀλλὰ ταῦτά γε πάντα τὰ νῦν εἰρημένα πρὸς ἕνα σκοπὸν ἀναφέρεται τὸν ὑφ' Ἱπποκράτους ἑνὶ ῥήματι δηλωθέντα. τί γάρ φησι; διδόναι τὸ ῥόφημα μετὰ τὴν ἑβδόμην, ἢν ἰσχύῃ. ῥῆμα μὲν γάρ ἐστιν ἕν, εὑρίσκεται δ' ἐξ ὧν εἶπον ἄρτι συμπάντων· εἰ γὰρ ἰσχύει μέχρι τῆς ἑβδόμης ἡμέρας ἐπ' ὀξυμέλιτί τε καὶ μελικράτῳ καὶ ὕδατι διαιτώμενος ἐξαρκέσαι, δι' ὧν εἶπον ἁπάντων εὑρεθήσεταί τε καὶ γνωσθήσεται· [505] ὡς εἴ γε τὰ μὲν αὐτῶν παρείη, τὰ δ' ἀπείη, τὴν δύναμιν τῶν παρόντων τῇ δυνάμει τῶν ἀπόντων ἀντιπαραβάλλων εἴσῃ, πόσαις ἡμέραις ὁ κάμνων ἐξαρκέσαι δυνήσεται τῷ τοιῷδε τῆς διαίτης εἴδει.
ταῦτ' οὖν ἀποδεδειγμένα κατὰ τὴν ἡμετέραν πραγματείαν εἰ μὲν ἀνέγνωκας, ἀναμνήσθητι νῦν· εἰ δ' οὐκ ἀνέγνωκας, ἐπ' ἐκεῖνα μετάβηθι πρότερον, εἰ βούλει τὴν ἀλήθειαν τῆς Ἱπποκράτους γνώμης κατανοῆσαι. πάντα γὰρ ὑφ' ἡμῶν εἴρηται κατὰ πάσας τὰς πραγματείας ἑπομένων αὐτοῦ τοῖς δόγμασιν ἀληθεστάτοις οὖσιν. ἀλλὰ γὰρ οὐχ οἷόν τ' ἐστὶν ἄνθρωπον ἕνα τὴν προσήκουσάν τε διδάξαι μέθοδον καὶ τὰ κατὰ μέρος ἐν αὐτῇ ἅπαντα. διὸ μηδὲ παρ' Ἱπποκράτους ἀκούειν ἅπαντα τὰ κατὰ μέρος ἀξιώσῃς, ἀλλὰ μᾶλλον μέμφου τοῖς δέον ἐξεργάζεσθαι τὰ καλῶς ὑπ' αὐτοῦ διδαχθέντα διὰ φιλοδοξίαν ἑτέραν αἵρεσιν συστησαμένοις. ἀλλ' ἡμεῖς τιμῶντες τὴν ἀλήθειαν ἔν τε τοῖς ἄλλοις ἅπασιν ἐπαινοῦμεν Ἱπποκράτην κἀν τῷ τὸν οἰκεῖον ἑκάστῳ πράγματι διδάξαι σκοπόν, ὡς διὰ παντὸς ἀποβλέποντά τινα πρὸς αὐτὸν ὡρισμένην ἔχειν τὴν ὁδὸν τῆς εὑρέσεως τῶν βοηθημάτων.
[506] οὕτω γοῦν καὶ τοῦ τροφὴν προσφέρεσθαι σκοπὸν ἕνα κοινὸν ἐπὶ πάντων ἐδείξαμεν ὑγιαινόντων τε καὶ νοσούντων. ἔστι δ' οὗτος ἡ φυλακὴ τῆς ζωτικῆς δυνάμεως, ἣν νῦν ἐνεδείξατο σαφῶς εἰπὼν ἢν ἰσχύῃ. διὰ ταύτην γάρ τοι τὴν δύναμιν ἐσθίομέν τε καὶ πίνομεν ὑγιαίνοντες ἅπαντά τε τἄλλα πράττομεν, ὅσα διαφέρει πρὸς τὴν ζωήν· διὰ δὲ τὴν αὐτὴν ταύτην καὶ νοσοῦντες ἐπὶ τροφὴν καὶ πόμα παραγινόμεθα. τὸ μὲν γὰρ νόσημα αὐτὸ τῆς ἑαυτοῦ διαθέσεως ἐνδείκνυται τὰ βοηθήματα, φλεβοτομίαν καὶ κλύσμα καὶ κατάπλασμα καὶ κάθαρσιν ὀξύμελί τε καὶ μελίκρατον ἕκαστόν τε τῶν ἄλλων, ἡ δὲ τῆς δυνάμεως φυλακὴ μόνην τὴν τροφὴν ἐνδείκνυται. εἰ μὲν οὖν μηδὲν ἔβλαπτε μηδέποτε τὴν νοσώδη διάθεσιν ἡ τροφή, πρὸς μόνην ἂν ἀποβλέποντες τὴν δύναμιν ὡς ἐπὶ τῶν ὑγιαινόντων ἐτρέφομεν τοὺς νοσοῦντας· ἐπεὶ δὲ βλάπτει πολλάκις, ὡς ἐδείξαμεν, ἐπισκοπούμεθα διὰ τοῦτο τῆς νόσου τὴν διάθεσιν, οὐχ ὡς ἐνδεικνυμένην ποτὲ τὴν τροφήν, ἀλλ' ὡς κωλύουσαν. ὅταν οὖν μὴ κωλύῃ κελεύῃ τε ἡ δύναμις, τηνικαῦτα τρέφομεν· οὐδέποτε γὰρ ἡ τροφὴ [507] κατὰ τὸν ἑαυτῆς λόγον ὀνίνησι τὴν νοσώδη διάθεσιν. εἶπον δὲ τοῦτο, διότι πολλάκις ὕλη μία καὶ τροφῆς καὶ φαρμάκου δύναμιν ἔχει, καθάπερ ἡ τῆς πτισάνης· καθ' ὅσον μὲν γὰρ ῥώννυσι τὴν δύναμιν, ὡς τροφὴ τοῦτ' ἐργάζεσθαι πέφυκεν, ἐπεὶ δὲ καὶ τέμνει καὶ ὑγραίνει τὰ τῆς ἀναπτύσεως δεόμενα, φαρμάκου λόγον ἔχει κατὰ τοῦτο. χόνδρος μὲν οὖν τροφὴ μόνον ἐστὶ πλευριτικῶν, ὀξύμελι δὲ φάρμακον· ἀμφοτέρων δ' ἡ πτισάνη καὶ τὴν δύναμιν ἔχει καὶ τὴν χρείαν παρέχει τοῖς κάμνουσιν, ἀλλ' ὡς τροφὴ μὲν φυλακῆς ἕνεκα τῆς δυνάμεως, ὡς φάρμακον δὲ λύσεως ἕνεκα τῆς νόσου προσφέρεται.
ὅταν οὖν ἡ δύναμις ἐξαρκῇ μέχρι τῆς τοῦ νοσήματος κρίσεως, ἄνευ τοῦ ῥοφῆσαι πτισάνην ὀξύμελι καὶ μελίκρατον ἀρκεῖ, τὸ μὲν ὀξύμελι φαρμάκου μόνον δύναμιν ἔχον, τὸ μελίκρατον δὲ καὶ τροφῆς ὀλίγης τε καὶ ἀσθενοῦς. ἐὰν μὲν οὖν θᾶττον τῆς ἑβδόμης ἡμέρας ἐλπίζῃς ἔσεσθαι τὴν κρίσιν, οἷον εἰ τύχοι περὶ τὴν τετάρτην ἢ πέμπτην, πολλοὺς τῶν καμνόντων εὑρήσεις ἐξαρκέσαι δυναμένους ἄνευ τοῦ ῥοφῆσαι πτισάνην· [508] ἐὰν δ' εἰς τὴν ἑβδόμην ἐκτείνηται, παντάπασιν ὀλίγους, ὅσοι τήν τε δύναμιν ἰσχυρὰν ἔχουσι καὶ τὴν τοῦ σώματος ἕξιν σκληρὰν καὶ δυσδιάπνευστον καὶ τοὺς χυμοὺς παχεῖς ἢ γλίσχρους, τό τε περιέχον μὴ εἴη θερμόν. εἰ μὲν γὰρ μηδὲν ἀπέρρει τοῦ σώματος ἡμῶν, οὐκ ἂν ἐδεόμεθα τροφῆς· ἐπεὶ δὲ ἀπορρεῖ, κατὰ τὴν ἀναλογίαν τοῦδε καὶ τὸ τῆς τροφῆς ποσὸν ὁριούμεθα. τοῖς γοῦν ὀλίγον διαπνεομένοις ἄκραν ἀσιτίαν ἐγχωρεῖ συμβουλεύειν, ἔτι δὲ μᾶλλον πρὸς τούτῳ, ἐὰν καὶ τὴν δύναμιν ἐξ ἀρχῆς ἔχωσιν ἰσχυράν· ὡς ἥ γε ἀσθενής, ὥσπερ ἐπὶ τῶν γερόντων ἔχει, κἂν ὀλίγον διαπνέηται τὸ σῶμα, ταχέως κάμνει· διὸ καὶ μικρὸν ἔμπροσθεν ἐμνημόνευσα τῶν ἔτη τεσσαράκοντα γεγονότων, οὐ τῶν ἑβδομήκοντα.
Ἢν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότερος σῖτος νεοβρῶτι ἐόντι, ἢν μὲν ἰσχύῃ τε καὶ ἀκμάζῃ τῇ ἡλικίῃ, κλύσαι, ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρήσασθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς.
[509] Πάλιν κἀνταῦθα τὴν μὲν ἔνδειξιν τοῦ βοηθήματος ἀπὸ τῆς κατὰ τὸ σῶμα διαθέσεως ἔλαβε, συνεπεσκέψατο δὲ τὴν δύναμιν οὐχ ὡς ἐνδεικνυμένην ποτὲ τὴν χρῆσιν τοῦ βοηθήματος, ἀλλ' ὡς ἀντενδεικνυμένην ἐνίοτε καὶ κωλύουσαν. οὐ γὰρ ὅτι τὴν δύναμιν ἰσχυρὸς ὁ κάμνων, διὰ τοῦτο δεῖται κλύσματος, ἀλλὰ τοῦ μὲν κλύσματος ἡ ἔνδειξις ἐκ τῆς κατὰ τὴν γαστέρα διαθέσεως· ἡ δύναμις δ' ἰσχυρὰ μὲν ὑπάρχουσα συγχωρεῖ κενοῦν, ἄρρωστος δ' οὖσα κωλύει. πρόσεχε δὲ πάλιν αὐτοῦ τῷ ἔθει ποτὲ μὲν τῆς δυνάμεως μόνης ἐπὶ τῶν τοιούτων μνημονεύοντος, ὥσπερ ἐπὶ τῆς προγεγραμμένης ῥήσεως, ποτὲ δὲ καὶ τὴν ἡλικίαν προστιθέντος· κυριώτατος μὲν γὰρ ὁ τῆς δυνάμεως σκοπός, εἰς δὲ τὴν διάγνωσιν αὐτοῦ καὶ ἡ τῆς ἡλικίας γνῶσις συντελεῖ, ταχέως μὲν ἐπὶ τῶν παίδων καμνούσης τῆς δυνάμεως διὰ τὸ τῆς ἀπορροίας πλῆθος, ἐπαρκούσης δ' ἐπὶ πλέον ἐν τοῖς ἀκμάζουσιν. ἀλλ' ὥσπερ ἐπὶ τῶν παίδων ἡ τοῦ σώματος οὐσία μαλακή τε οὖσα καὶ ὑγρὰ διαφορουμένη αἰτία γίνεται τοῦ καταλύεσθαι τὴν δύναμιν, οὕτω καὶ ἐπὶ τῶν χωρῶν ἔχει [510] καὶ ὡρῶν. καὶ γὰρ καὶ τούτων αἱ θερμαὶ ταχέως τε καὶ εὐθέως καταλύουσι τὴν δύναμιν τῷ πλήθει τῆς κενώσεως. εἰκότως οὖν ἐνίοτε ἐπὶ μόνης τῆς δυνάμεως ὁ Ἱπποκράτης ποιεῖται τὴν διδασκαλίαν τῶν τοιούτων διορισμῶν, ἐνίοτε δὲ καὶ τῶν ἄλλων τι προστίθησι συναναμιμνῄσκων αὐτοῖς καὶ τὰ λοιπά.
Καιρὸν δὲ τῆς δόσιος τοῦ ῥοφήματος τόνδε μάλιστα φυλάσσεσθαι κατ' ἀρχὰς καὶ διὰ παντὸς τοῦ νοσήματος· ὅταν μὲν οἱ πόδες ψυχροὶ ἔωσιν, ἐπισχεῖν χρὴ τοῦ ῥοφήματος τὴν δόσιν, μάλιστα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεσθαι, ὅταν δὲ ἡ θέρμη καταβῇ εἰς τοὺς πόδας, τότε διδόναι καὶ νομίζειν μέγα δύνασθαι τὸν καιρὸν τοῦτον ἐν πάσῃσι τῇσι νούσοισιν, οὐχ ἥκιστα δ' ἐν τῇσιν ὀξείῃσι, μάλιστα δ' ἐν τῇσι πυρετώδεσι καὶ ἐπικινδυνοτάτῃσιν.
[511] Ὥσπερ ἔφην ἕνα μὲν ὑπάρχειν σκοπὸν τῆς τροφῆς τὴν φυλακὴν τῆς δυνάμεως, ἀναγκαῖον δ' εἶναι συνεπισκοπεῖσθαι καὶ τοῦ νοσήματος τὴν διάθεσιν, οὕτως καὶ αὐτοῦ τοῦ καιροῦ τῆς προσφορᾶς ἡ εὕρεσις ἐκ τοῦ μὴ κωλύειν τὴν νόσον γίνεται. ὅσον μὲν γὰρ ἐπὶ τῷ πρώτῳ σκοπῷ, [ἡ] χρεία τροφῆς ἐνίοτε καὶ κατὰ τὴν ἀρχὴν τῶν παροξυσμῶν ἐστιν, ὥσπερ ἐπὶ τῶν ὑγιαινόντων, ὁπότε πρῶτον ἐπὶ τῶν φυσικῶς γινομένων κενώσεων ἐγγύς ἐστί τις τοῦ κάμνειν, ἀναλήψεως αὐτῷ χρεία. ἐπεὶ δ' ἐν ταῖς ἀρχαῖς καὶ ταῖς ἀναβάσεσι τῶν παροξυσμῶν ἡ προσενεχθεῖσα τροφὴ βλάπτειν πέφυκε μεγάλως, διὰ τοῦτ' ἀναβαλλόμεθα τὴν δόσιν αὐτῆς, καίτοι τοῦ σώματος ἤδη δεομένου. τίς οὖν ἄριστός ἐστι καιρὸς τροφῆς ἐπὶ τῶν νοσούντων; ἐν ᾧ δηλονότι μετριώτατα διάκειται τὰ κατὰ τὸν θώρακα καὶ τὴν γαστέρα. τίς δὲ χείριστος; ἐν ᾧ χείριστα διάκειται ταῦτα. πότε γοῦν ἔχει χείριστα; κατὰ τὰς ἀρχὰς τῶν παροξυσμῶν. πότε δὲ μετριώτατα; κατὰ τὰς παρακμάς. εὔδηλον οὖν, ὅτι καιρὸς τροφῆς ἄριστός ἐστιν ἐν ταῖς παρακμαῖς τῶν νοσούντων.
[512] ἡ μὲν οὖν ἀρχὴ τῶν παροξυσμῶν γίνεται συντρέχοντος εἰς τὴν καρδίαν τε καὶ τὸν θώρακα ἐξ ὅλου τοῦ σώματος τοῦ θερμοῦ παντός, ἡ δ' ἐπίδοσις ἐκτεινομένου κατὰ βραχὺ πρὸς τὰ πέρατα τοῦ σώματος, ἡ δ' ἀκμὴ δι' ὅλου τοῦ σώματος ὁμαλῶς ἐκτεινομένου· παρακμὴ δ' ἔμπαλιν τῇ ἀρχῇ διαπνεομένης γε τῆς θερμασίας γίνεται καὶ τὰ μέσα τοῦ σώματος ἀπολειπούσης, ὅπερ ἐδήλωσε δι' ἑνὸς ῥήματος εἰπών· ὅταν ἡ θέρμη καταβῇ εἰς τοὺς πόδας. οὐ γὰρ ταὐτόν ἐστι τὸ θερμοὺς ἐκ ψυχρῶν γενέσθαι τοὺς πόδας καὶ τὸ καταβῆναι τὴν θερμασίαν εἰς αὐτούς. τὸ μὲν γὰρ καταβῆναι τὴν μετάστασιν δηλοῖ τῆς θερμασίας ἐξ ἑτέρου μέρους εἰς ἄλλο, τὸ δὲ θερμανθῆναι τοὺς πόδας ἐγχωρεῖ γενέσθαι καὶ μενούσης ἐν τοῖς μέσοις τῆς θερμασίας, ὅπερ ἐπὶ τῆς ἀκμῆς συμβαίνει.
Χρῆσθαι δὲ πρῶτον μὲν χυλῷ, ἔπειτα δὲ πτισάνῃ, κατὰ τὰ τεκμήρια τὰ προγεγραμμένα ἀκριβῶς θεωρῶν.
[513] Προειρηκώς, ὁπότε μὲν ἐπὶ ποτῷ μόνῳ χρὴ διαιτᾶν τοὺς κάμνοντας, ὁπότε δ' ἐπὶ πτισάνη, νῦν διορίζει, πότε μόνῳ χυλῷ χρηστέον ἐστὶ καὶ πότε αὐτῇ τῇ πτισάνῃ. σύντομος δὲ καὶ σαφὴς ὁ διορισμός. ὅταν γὰρ οἷς εἶπε τεκμηρίοις προσέχων εὕρῃς τινὰ τῶν καμνόντων δυνατὸν χρῆσθαι πτισάνῃ, τὴν ἀρχὴν ἀπὸ τοῦ χυλοῦ ποιησάμενος οὕτως ἐπὶ ταύτην μετάβηθι κατὰ βραχύ· λέγω δὲ κατὰ βραχύ, πρῶτον μὲν αὐτῷ μόνῳ τῷ χυλῷ χρησάμενος, εἶτα τούτου μὲν δοὺς πλεῖον, ὀλίγον δὲ τῆς πτισάνης, εἶτ' ἴσον ἑκατέρου, κἄπειτα τῆς πτισάνης πλεῖον, εἶτα μόνην αὐτήν, ἐπιστάμενος εἰς μὲν τὴν θρέψιν τοῦ σώματος καὶ ῥῶσιν τῆς δυνάμεως τὴν πτισάνην πλεονεκτεῖν, εἰς δὲ τὸ πεφθῆναί τε καὶ κατεργασθῆναι ῥᾳδίως τὸν χυλόν. ὅταν οὖν βλέπῃς προχωροῦσαν ἐπὶ τὰ βελτίω τήν τε τοῦ νοσήματος διάθεσιν καὶ τὴν τῆς δυνάμεως ἰσχύν, αὔξανε καὶ σὺ τὴν προσφορὰν τῆς πτισάνης.
[514] Ὀδύνην δὲ πλευροῦ, ἤν τε κατ' ἀρχὰς γένηται ἤν θ' ὕστερον, θερμάσμασι μὲν τὸ πρῶτον οὐκ ἀπὸ τρόπου χρησάμενον πειρηθῆναι διαλῦσαι.
Ὅπερ εἴρηταί μοι πολλάκις, ἄμεινον ἀναμνῆσαι καὶ νῦν, ὡς ἡ μὲν [515] ἐξήγησις ἐπὶ τῶν ἀσαφῶν γίνεται λέξεων, οὐ μὴν οἵ γ' ἐξηγηταὶ τοῦτο μόνον ἐν τοῖς ὑπομνήμασι πράττουσιν, ἀλλὰ καὶ κατασκευάζουσι τὰ λεγόμενα διὰ τῶν συγγραμμάτων, εἰς ἃ τὰς ἐξηγήσεις ποιοῦνται. δι' οὖν τοῦτο τὸ ἔθος ἀναγκάζομαι κἀγὼ συναγορεύειν οἷς οὐδαμῶς ἀρέσκομαι, προσαποφαίνεσθαί τε τοῖς ἐξηγήσεως δεομένοις ὡς τὰ πολλὰ καὶ τὴν ἐμαυτοῦ γνώμην· οὐ μὴν τὰς ἀποδείξεις γράφω τῶν ἀληθῶν μοι δοξάντων εἶναι κατὰ τὰ τοιαῦτα ὑπομνήματα· γέγραπται γὰρ ὑπὲρ τούτων ἰδίᾳ καθ' ἕκαστον· ἀλλὰ τὰ κεφάλαια μόνα τῶν ἀποδεδειγμένων ἐν ἑτέραις πραγματείαις ἀναμιμνῄσκω, καθάπερ καὶ νῦν ἐπὶ τῆς ὀδύνης ποιήσω.
περὶ οὖν ὀδύνης γενέσεως εἴρηται μέν μοι κἀν τῷ Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων, εἴρηται δὲ κἀν ταῖς τῶν Συμπτωμάτων αἰτίαις, ὡς ἐν τοῖς αἰσθητικοῖς σώμασιν ἡ ὀδύνη γίνεται μεταβολὴν ἀθρόαν εἰς τὸ παρὰ φύσιν λαμβάνουσι, καὶ ὡς ἔστιν ἡ μεταβολὴ διττή, ποτὲ μὲν ἀλλοιουμένων αὐτῶν ἀθρόως τε καὶ βιαίως κατὰ ποιότητα, ποτὲ δὲ τῆς συνεχείας λυομένης. ἀλλοιοῦται μὲν οὖν ἀθρόως κατὰ τὰς [516] δραστικὰς ποιότητας θερμαινόμενα καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα, διαφθείρεται δ' αὐτῶν ἡ συνέχεια τεινομένων σφοδρῶς ἢ θλιβομένων ἢ θλωμένων. οὕτως οὖν καὶ τῆς πλευρᾶς ἡ ὀδύνη γίνεται κατὰ τὰ πλευριτικὰ πάθη, περὶ ὧν ὁ λόγος ἦν αὐτῷ, τῆς ἐν τούτοις τοῖς χωρίοις φλεγμονῆς καὶ τῷ πλήθει τῆς παρὰ φύσιν θερμασίας ἀνιώσης τὰ μόρια κατὰ δυσκρασίαν καὶ τῇ πληρώσει δὲ τεινούσης τὰ φλεγμαίνοντα σώματα. πρώτης οὖν ἀξιοῖ βοηθείας εἰς τὴν τῆς ὀδύνης ἴασιν ἢ παρηγορίαν ἀποπειραθῆναι τῆς διὰ τῶν θερμασμάτων· ταῦτα γὰρ εἴωθεν ἀραιόν τε τὸ δέρμα ποιεῖν πρὸς τὰς διαπνοὰς καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα λεπτύνειν τε καὶ διαφορεῖν. εἰ μὲν οὖν ταῦτα πραχθείη κενωθείη τέ τι τοῦ αἵματος, ἧττον διατεινόμενα τὰ πεπονθότα μόρια πρὸς τοῦ λοιποῦ πραότερον ὀδυνήσεται· μὴ γενομένου δ' ἐλάττονος τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος ἢ καὶ πνεύματος ἀτμώδους ἐκ τῆς θερμασίας γεννηθέντος αὐξάνεσθαι συμβαίνει τὴν ὀδύνην. οὐ γίνεται δ' ἔλαττον τὸ αἷμα διὰ τὴν ἐν τῷ παντὶ σώματι περιουσίαν τῶν [517] χυμῶν· ἐπὶ γὰρ τὸ θερμαινόμενον μέρος ἕλκεται πλέον ἢ διαφορεῖται, φύσιν ἐχόντων τῶν θερμαινόντων ὥσπερ διαφορεῖν τὸ περιεχόμενον οἷς ἂν πλησιάζῃ μορίοις, οὕτως ἕλκειν τὸ περιττεῦον ἐκ τῶν γειτνιώντων. ὅταν οὖν τὰ θερμάσματα μὴ λύῃ τὴν ὀδύνην, προκενωτέον ἐστί σοι τὸ πᾶν σῶμα διὰ κενώσεως· ἀξιόλογος δὲ κένωσις ἐπὶ τῶν ὀξέως νοσούντων ἥ τε διὰ τῆς γαστρὸς καὶ ἡ διὰ τῆς φλεβοτομίας, ὧν τὴν ἑτέραν ἀξιοῖ παραλαμβάνειν ὁ Ἱπποκράτης διδάσκων σκοποὺς τῆς μᾶλλον ὠφελῆσαι δυναμένης.
τὸ μὲν οὖν κεφάλαιον τοῦ προκειμένου λόγου τοῦτ' ἔστι, τῶν δὲ κατὰ μέρος αὐτῷ λεγομένων ὅσα μὴ σαφῆ τοῖς πολλοῖς ἐστι διὰ τῶν ἐφεξῆς ἐξηγήσομαι· τοῖς πολλοῖς δ' εἶπον, ἐπειδὴ τοῖς προγεγυμνασμένοις ἀκούειν λέξεως παλαιᾶς ὀλίγα παντάπασιν ἀσαφῆ γίνεται. ἀλλ' οὐ στοχαζόμεθα τούτων μόνων ἐν τοῖς ὑπομνήμασιν.
[518] Θερμασμάτων δὲ κράτιστον μὲν ὕδωρ θερμὸν ἐν ἀσκῷ ἢ ἐν κύστει ἢ ἐν χαλκῷ ἀγγείῳ ἢ ἐν ὀστρακίνῳ.
Θερμάσματα δηλονότι καλεῖ τὰ θερμαίνοντα τὸ σῶμα καθ' ὁντινοῦν τρόπον· ἔστι δ' αὐτῶν ἔνια μὲν ὑγρὰ τελέως, ἔνια δὲ ξηρά, τινὰ δ' ἐξ ἀμφοῖν μικτά, δακνώδη δ' ἄλλα ἢ ἄδηκτα καί τινα τρίτα κἀνταῦθα σύμμικτα. τὸ μὲν οὖν πρῶτον εἶδος αὐτῶν, ὃ κατὰ τήνδε τὴν ῥῆσιν ἔγραψεν, ἄδηκτόν τ' ἐστὶ καὶ ὑγρόν, τὸ δὲ δεύτερον μικτὸν ἐξ ἀμφοτέρων, ξηροῦ τε καὶ ὑγροῦ δακνώδους τε καὶ ἀδήκτου· τὸ δὲ τρίτον ξηρὸν μέν, ἀλλ' ἤτοι δακνῶδες ἢ ἄδηκτον. εἰ δὲ καὶ τὰς διαθέσεις αὐτὸς εἰρήκει τὰς ἑκάστου τῶν εἰρημένων δεομένας, τοσούτῳ βελτίων ἂν ἦν ὁ λόγος, ὅσῳ καὶ ὠφελιμώτερος τοῖς ἀναγινώσκουσιν· ἐπεὶ δ' οὐκ εἶπεν, ἦν μὲν οὐδ' ἡμῖν ἀναγκαῖον ἀλλοτρίαν διδασκαλίαν σαφηνίζουσιν, οὐκ οἰκείαν διερχομένοις. ἐπεὶ δ' ἔμπαλιν τοῖς ἄλλοις [519] ἐξηγηταῖς ἔχει τοὐμὸν (ἐκεῖνοι μὲν γὰρ ἐπεισκυκλοῦσι ταῖς ἐξηγήσεσι τὰ σοφιστικὰ ζητήματα μηδὲν εἰς τὸ τέλος τῆς τέχνης ὠφελοῦντα τοὺς μανθάνοντας, ἐγὼ δ' ἀεὶ πειρῶμαι τὰ χρησιμώτατα διέρχεσθαι), διὰ τοῦτο καὶ νῦν οὐκ ὀκνήσω προσθεῖναι τῇ Ἱπποκράτους διδασκαλίᾳ τὰ παραλελειμμένα μὲν ὑπ' αὐτοῦ, τῇ δ' ὅλῃ γνώμῃ καὶ τοῖς δόγμασι καὶ τοῖς καθόλου παραγγέλμασιν ἑπόμενα.
πυρία μὲν οὖν πᾶσα καθ' ὅντινα λόγον ὀνίνησι πολλάκις ὀδύνας, ἔμπροσθεν εἴρηται· λέλεκται δὲ καὶ περὶ τῶν οὐδὲν ὠφελουμένων ὑπὸ πυρίας ὀδυνῶν, εἰ μὴ προκενωθείη τὸ πᾶν σῶμα. κοινῶν δ' ὄντων τούτων ἁπάσαις πυρίαις αἱ μὲν ὑγραὶ φλεγμοναῖς ἁρμόζουσιν ὑπὸ χολωδεστέρων ὑγρῶν γεγονυίαις, αἱ δὲ ξηραὶ ταῖς ὑπὸ λεπτοῦ καὶ ὑδατώδους αἵματος· ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ "τἀναντία τῶν ἐναντίων ἰάματα" εἶναι. κατὰ τοῦτον οὖν τὸν σκοπὸν αἱ μὲν ἄδηκτοι πυρίαι τοῖς δακνώδεσιν ἁρμόττουσι χυμοῖς, αἱ δὲ δακνώδεις, ἐπειδὴ λεπτύνουσι, τοῖς [520] παχέσι καὶ γλίσχροις· ὥστε καὶ σὺ πειρῶ στοχάζεσθαι, τίς ἐστιν ὁ κατὰ τὸ φλεγμαῖνον μέρος ἐπικρατῶν χυμός, ἐξ ὧν εἶπον ὁρμώμενος, ἡλικίας τε τοῦ κάμνοντος καὶ φυσικῆς κράσεως ὥρας τε καὶ χώρας καὶ τοῦ προηγουμένου βίου, φαινομένης δέ σοι τῆς φλεγμονῆς, κἀκ τῶν συμβεβηκότων αὐτῇ κατά τε χροιὰν καὶ μέγεθος ἀντιτυπίαν τε καὶ μαλακότητα, πλευρῖτιν δὲ καὶ περιπνευμονίαν θεραπεύων, κἀκ τῶν ἀναπτυομένων. στοχαστικῆς δ' οὔσης, οὐκ ἐπιστημονικῆς οὐδὲ βεβαίας ἁπάσης τῆς εἰρημένης διαγνώσεως, καὶ μάλισθ' ὅταν ἐν τῷ βάθει τοῦ σώματος ᾖ τὸ τὴν ὀδύνην ἔχον μόριον, ἄρξαι μὲν ἀπὸ τῶν δοξάντων σοι μᾶλλον ἑτέρων ὠφελήσειν, ἐὰν δὲ μηδὲν ἀνύσῃ, κἀπὶ τἄλλα μετάβαινε, μὴ παυσαμένης δὲ τῆς ὀδύνης ἐπὶ τὴν τοῦ παντὸς σώματος ἀφικνοῦ κένωσιν. φαίνεται τοιγαροῦν ὁ Ἱπποκράτης ἀπὸ τῆς ἀκινδυνοτάτης ἀρξάμενος πυρίας, ἥτις ἐστὶν ἀδηκτοτάτη τε καὶ ὑγρά· κἂν γὰρ ὠφελήσῃ μηδέν, ἀλλ' οὐ βλάψει γε μεγάλως· αἱ δὲ δι' ὄξους ἢ [521] ὀρόβων ἢ ἁλῶν, ἐὰν μὴ τύχωσιν ἐπιτηδείας διαθέσεως, οὐ μόνον οὐδὲν ὠφελοῦσιν, ἀλλὰ καὶ μεγάλως παροξύνουσι δραστήριον ἔχουσαι δύναμιν.
Προϋποτιθέναι δὲ χρὴ μαλθακόν τι πρὸς τὴν πλευρὴν προσηνείης εἵνεκεν.
Ἐπειδὴ τὸ "ὕδωρ ἐν ἀσκῷ ἢ κύστει ἢ ἀγγείῳ χαλκῷ ἢ ὀστρακίνῳ" προσφέρειν ἠξίωσε ταῖς πλευραῖς, ὅπως ἄθλιπτός τε ᾖ καὶ τελέως ἄλυπος ἡ τῶν προσφερομένων ὁμιλία, μαλακόν τι προϋποτιθέναι κελεύει κατὰ τῶν πλευρῶν ἐπιβάλλοντας. ἔριον δ' ἂν εἴη τοῦτο μαλακὸν ἢ πολύπτυχον ἱμάτιον ἢ καί τι τῶν ἁπαλῶν ὑπαρχόντων. μικρὸν γοῦν ἐφεξῆς τῆς διὰ τοῦ σπόγγου πυρίας μνημονεύων οὐδὲν ἀξιοῖ προϋποτιθέναι.
Ἀγαθὸν δὲ καὶ σπόγγος μαλθακὸς [522] μέγας ἐξ ὕδατος θερμοῦ ἐκπεπιεσμένος προστίθεσθαι. περιστέγειν δὲ ἱματίῳ τὴν θάλψιν χρή· πλείω τε γὰρ χρόνον [ἂν] διαρκέσει καὶ παραμενεῖ, καὶ ἅμα ὡς μὴ ἡ ἀτμὶς πρὸς τὸ πνεῦμα τοῦ κάμνοντος φέρηται, ἢν ἄρα μὴ δοκέῃ καὶ τοῦτο χρήσιμον πρός τι εἶναι· ἔστι γὰρ ὅτε δεῖ πρός τι.
Τὰ μὲν ἄλλα τῆς ῥήσεως δῆλα, περὶ δὲ τῆς ἀτμίδος εἰπεῖν χρή, πολὺ τὸ ἀσῶδές τε καὶ ἀνιαρὸν ἐχούσης παροξυνούσης τε τὴν δύσπνοιαν αὐξήσει τῆς θερμασίας καὶ τῆς κατὰ τὸν πνεύμονα στενοχωρίας, ἣν ἐκ τῆς ὑγρᾶς ἀτμίδος πληρούμενος ἴσχει. μόναις οὖν ταῖς ξηραῖς καὶ ἀπτύστοις πλευρίτισιν ἐπιτήδειός ἐστιν ἡ τῆς ἀτμίδος εἰσπνοὴ πλέον ἔχουσα τοῦ βλαβεροῦ τὸ ὠφέλιμον. ἐνταῦθα μὲν οὖν περιγέγραπται τὸ πρῶτον εἶδος τῆς πυριάσεως, ἐφεξῆς δ' ἐπὶ τὸ δεύτερον μεταβαίνων ἐρεῖ·
Ἔτι δὲ καὶ κριθαὶ ἢ ὄροβοι· ἐν ὄξει [523] κεκραμένῳ σμικρῷ ὀξύτερον ἢ ὡς ἂν πίοι τις διέντα καὶ ἀναζέσαντα ἐς μαρσίππια καταρράψαντα προστιθέναι· καὶ πίτυρα τὸν αὐτὸν τρόπον.
Οὐχ ὁλόκληρα τὰ σπέρματα κελεύει δι' ὄξους καὶ ὕδατος ἑψεῖν, ἀλλὰ κόψαντας πρότερον· δῆλον δὲ κἀκ τοῦ λέγειν διέντα, καὶ ἄλλως δ' ἄν τις ἐξ αὐτοῦ τοῦ πράγματος διδαχθείη τοῦτο βούλεσθαι τὸν Ἱπποκράτην. καὶ γὰρ οὖν καὶ προσηνέστερον οὕτως ἔσται τὸ πυρίαμα καὶ δραστικώτερον· ἀμέλει καὶ πίτυρα κατὰ τὸν αὐτὸν τρόπον σκευάζειν κελεύει. δραστικωτέρα δὲ τῆς πρόσθεν ἡ τοιαύτη γίνεται πυρία τῇ τοῦ ὄξους δυνάμει· εἰ δὲ δι' ὀρόβων σκευάζοιτο, καὶ οὗτοι συντελοῦσιν οὐ σμικρόν· ἱκανὴ γὰρ ἡ δύναμις αὐτῶν τέμνειν καὶ κατεργάζεσθαι καὶ διαφορεῖν πάχος χυμῶν. διὸ καὶ παραληπτέον τὰς τοιαύτας πυρίας ἐφ' ὧν ὑπονοοῦμεν παχεῖς ἢ γλίσχρους ἠθροῖσθαι χυμοὺς κατὰ τὸ φλεγμαῖνον μόριον· ἔσται δέ σοι τοῦτο δῆλον ἔκ τε τῆς προηγησαμένης [524] διαίτης, εἰ τῶν τοιούτων χυμῶν εἴη γεννητική, κἀκ τῆς τοῦ κάμνοντος κράσεως ὥρας τε καὶ χώρας καὶ ἡλικίας, ἔτι δὲ κἀκ τοῦ τὰς πραείας πυρίας, ὧν πρῶτον ἐμνημόνευσε, μηδὲν ἠνυκέναι. διορισαμένῳ γάρ σοι περὶ τοῦ κατὰ πᾶν τὸ σῶμα πλήθους, ὅταν μὴ φαίνηται μὲν τὰ τούτου γνωρίσματα, τὰ δ' ἐπιεικῆ θερμάσματα μηδὲν ἀνύῃ, πάχος ἐστὶ χυμῶν εἰς ἀτμοὺς καὶ πνεῦμα φυσῶδες λυόμενον, ὃ διέξοδον οὐκ ἔχον ἀνιᾷ. καὶ τοῦτ' οὖν αὐτὸ καὶ τοὺς γεννῶντας αὐτὸ χυμοὺς αἱ εἰρημέναι πυρίαι διαλύουσι καὶ μάλιστα ἡ διὰ τῶν ὀρόβων.
ἀλλὰ καὶ περὶ τῆς ἐμμέτρου κράσεως τοῦ ὄξους πρὸς τὸ ὕδωρ ἐμνημόνευσε σαφέστατά τε ἅμα καὶ κάλλιστα διελθὼν τὸν λόγον· οὕτως γὰρ αὐτὸ κεκρᾶσθαί φησι δεῖν, ὡς εἶναι μικρῷ ὀξύτερον ἢ ὡς ἂν πίοι τις, ὅπως ἀποχωρήσῃ μὲν τοῦ δριμυτέρου διὰ τὸ δακνῶδες, ἀποστῇ δὲ καὶ τοῦ ὑδατωδεστέρου διὰ τὸ ἄπρακτον. ὅσον μὲν οὖν ἐπὶ τῷ τομῆς δεῖσθαι καὶ διαφορήσεως τοὺς παχυτέρους τε καὶ γλισχροτέρους χυμούς, ἐπιτηδειότερον ἂν εἴη τοῦ ὑδατώδους ὀξυκράτου τὸ δριμύτερον· ἐπεὶ δ' οὐκ ἀνέχεται τῶν τοιούτων φαρμάκων τὰ φλεγμαίνοντα, διὰ τοῦτο μέσην [525] ἀμφοτέρων τῶν ὑπερβολῶν τὴν κρᾶσιν αὐτοῦ πεποίηται. τοῦτό σοι καὶ τὸ δεύτερον εἶδος τῶν πυριάσεών ἐστιν, ὧν ἐξ ἀρχῆς διείλομεν τριχῶς.
Ξηρῶν δὲ θερμασμάτων ἅλες, κέγχροι πεφρυγμένοι ἐν εἰρινέοισι μαρσιππίοισιν ἐπιτηδειότατοι· καὶ γὰρ κοῦφον καὶ προσηνὲς ὁ κέγχρος.
Ἐπὶ τὸ τρίτον εἶδος τῶν πυριάσεων, ὧν ἐξ ἀρχῆς διείλομεν, μετέβη, ἁλῶν καὶ κέγχρων μνημονεύσας. ἔστι δ' ἀμφοτέρων κοινὸν μὲν ἡ ξηρότης, ἴδιον δὲ τῶν μὲν ἁλῶν τὸ δακνῶδες, τῶν δὲ κέγχρων τὸ ἄδηκτον.
Μάλθαξις δὲ λύει ἡ τοιήδε καὶ τὰς πρὸς κληῖδα περαινούσας ἀλγηδόνας.
[526] Ἐκ τοῦ προσθεῖναι τὸν καὶ σύνδεσμον ἐδήλωσεν, ὅτι καὶ τὰς ἄλλας ὀδύνας λύει, τουτέστι τὰς πρὸς ὑποχόνδριον περαινούσας.
Τομὴ μέντοι οὐχ ὁμοίως λύει ὀδύνην, ἢν μὴ πρὸς κληῖδα περαίνῃ ἡ ὀδύνη.
Τομὴν λέγει δηλονότι τὴν τῆς φλεβός, ἣν οὐχ ὁμοίως εἰπὼν λύειν συνεχώρησε καὶ αὐτὴν ὠφελεῖν. ἐπὶ πλέον δὲ περὶ τούτου τοῦ βοηθήματος ἐν τοῖς ἐφεξῆς γράφει.
Ἢν δὲ μὴ λύηται πρὸς τὰ θερμάσματα ὁ πόνος, οὐ χρὴ πολὺν χρόνον ἐκθερμαίνειν· ξηραντικὸν γὰρ τοῦ πνεύμονος τοῦτο καὶ ἐμπυητικόν.
[527] Ποικίλα θερμάσματα διελθὼν τὰ μὲν ὑγρά, τὰ δὲ ξηρά, τὰ δὲ ἄδηκτα, τὰ δὲ δακνώδη, μετὰ τὴν ἐπ' ἐκείνοις ἀπόπειραν ἐὰν ὁ πόνος μὴ ὠφελῆται, κενώσει χρῆται τοῦ παντὸς σώματος ἀφιστάμενος τῶν θερμασμάτων, ὡς καὶ τὸν πνεύμονα ξηραινόντων καὶ τὸ καλούμενον ἐμπύημα ποιούντων. γίνεται γὰρ τοῦτο τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς μὴ διαφορηθείσης, ἀλλ' εἰς πῦον μεταβαλλούσης, εἶτα τούτου συρρέοντος εἰς τὴν μεταξὺ πνεύμονός τε καὶ θώρακος χώραν.
Ἀλλ' ἢν μὲν σημαίνῃ ἡ ὀδύνη ἐς κληῖδα ἢ ἐν βραχίονι βάρος ἢ περὶ μαζὸν ἢ ὑπὲρ τῶν φρενῶν, τάμνειν χρὴ τὴν ἐν ἀγκῶνι φλέβα τὴν εἴσω καὶ μὴ ὀκνεῖν συχνὸν ἀφαιρεῖν, ἔστ' ἂν ἐρυθρότερον πολλῷ ῥυῇ ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν· ἀμφότερα γὰρ γίνεται.
Κατὰ τὴν ῥοπὴν τῶν ἐργαζομένων χυμῶν τὴν φλεγμονὴν ποιεῖται [528] τὰς κενώσεις· τὸ γὰρ "ἀκτέα ᾗ ῥέπει διὰ τῶν ξυμφερόντων χωρίων" ἀληθέστατον. ἐπισυμβαίνει δ' ἐνίοτε τοῦτο κατὰ τὴν διαφορὰν τῶν μερῶν τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. τὰ μὲν γὰρ ἀνωτέρω μέρη τοῦδε φλεγμαίνοντα πρὸς τὴν κλεῖν καὶ τὸν βραχίονα καὶ τὸν μασθὸν ἐκτείνει τὴν συμπάθειαν, τὰ δὲ κάτω πρὸς τὰς φρένας τε καὶ τὸ ὑποχόνδριον. ἄνω μὲν οὖν τῆς συμπαθείας διασημαινούσης φλέβα χρὴ τέμνειν ἐν ἀγκῶνι, τὴν μᾶλλόν τε καὶ θᾶττον ἀπὸ τοῦ πεπονθότος μορίου δυναμένην ἀντισπάσαι τε καὶ κενῶσαι τὸ αἷμα· κάτω δὲ διὰ καθάρσεως τὴν κένωσιν ποιεῖσθαι προσῆκον.
διὰ τί δ' εἶπε βάρος γίνεσθαι περὶ τὸν βραχίονα καὶ οὐ πόνον; ὅτι τοῦ ἐνταῦθα μᾶλλον ἠθροῖσθαι τὸ αἷμα καὶ ῥέπειν σημεῖόν ἐστι τὸ βάρος ἐπὶ πλήθει γινόμενον· αἱ δὲ τάσεις καὶ κατὰ συμπάθειαν μόνην εἰώθασι γίνεσθαι, τῶν συνεχῶν τοῖς φλεγμαίνουσι τεινομένων ἄνευ τοῦ πλεονάζειν ἐν αὐτοῖς τὸ αἷμα· διὰ τοῦτ' οὖν αὐτὸ κενοῦν κελεύει τὸ πλεονάζον αἷμα τέμνοντα φλέβα τὴν ἔνδον. εἰσὶ γὰρ ἐν τῇ [529] κατ' ἀγκῶνα διαρθρώσει πλείους φλέβες, ἃς τέμνειν εἰώθαμεν· εἴρηται δὲ περὶ αὐτῶν αὐτάρκως κατά τε τὸ τρίτον γράμμα τῶν Ἀνατομικῶν ἐγχειρήσεων κἀν τῇ τῶν Φλεβῶν τε καὶ ἀρτηριῶν ἀνατομῇ καθ' ἓν ἄλλο βιβλίον ἰδίᾳ γεγραμμένον· ἐπὶ κεφαλαίων δὲ καὶ νῦν ἀναγκαῖον εἰπεῖν, ἐπ' ἀρχὴν ἀναγαγόντας τὸν λόγον.
ἡ κοίλη φλὲψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐπὶ τὸ δεξιὸν οὖς τῆς καρδίας ἀναφέρουσα τὸ αἷμα διανέμει μέν τι καὶ τοῖς μεταξὺ μορίοις ὀλίγον, αὐτῇ δὲ τῇ καρδίᾳ δίδωσι τὸ πλεῖστον· ἔπειτ' ἐντεῦθεν ὡς ἐξ ἀρχῆς ὥρμητο κατ' εὐθὺ φερομένη πρὸς τὸν τράχηλον, εἰς ὀρθίους σχίζεται κατὰ τὸ τοῦ θώρακος μέρος δύο φλέβας μεγάλας, ἃς ὀνομάζουσι σφαγίτιδας· ἀποφύσεις δ' αὐτῆς ‹γίνονται› πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, μεγάλων μὲν φλεβῶν εἰς τὸ διάφραγμα, σμικρῶν δ' εἰς τὸ τοῦ θώρακος αὐτοῦ κάτω μέρος τῶν ὀκτὼ πλευρῶν, ὃ ὑπὸ μιᾶς ἀζύγου τρέφεται φλεβός, ἐπὶ μὲν ἐνίων ζῴων ἀνωτέρω τῆς καρδίας ἀποφυομένης, [530] ἐπ' ἐνίων δ', ὥσπερ καὶ ἐπ' ἀνθρώπων, καθ' ὃ μέρος ἤδη ψαύει τοῦ τῆς καρδίας ὠτὸς ἡ κοίλη φλέψ. ἐντεῦθεν γὰρ ἀποφυομένη ταπεινοτέρα φέρεται διὰ τῆς καρδίας ἐπὶ τὴν ῥάχιν κατακαμπτομένη. αὕτη μὲν οὖν ἡ φλὲψ εἰς τὰ κάτω μέρη τοῦ θώρακος μερίζεται ταῖς ὀκτὼ πλευραῖς ἑκατέρωθεν ἄχρι τοῦ διαφράγματος· αἱ δ' ὑπόλοιποι τοῦ θώρακος ὑψηλαὶ πλευραὶ τέσσαρες ὑπὸ συζυγίας ἄλλης τρέφονται φλεβῶν ἀποφυομένων τῆς κοίλης πρὶν εἰς τὰς σφαγίτιδας σχισθῆναι. τούτων οὖν τῶν δύο φλεβῶν ἀκολούθως ἐφεξῆς εἰσιν αἱ εἰς τὰς χεῖρας ἀφικνούμεναι διὰ τῶν μασχαλῶν.
αἱ δ' ὠμιαῖαι καλούμεναι μετὰ τὸ σχισθῆναι τὴν κοίλην εἰς τὰς σφαγίτιδας ἀφ' ἑκατέρας μία πεφύκασιν ἐκτὸς ἤδη τοῦ θώρακος, ἔχουσι δὲ τὰς ῥίζας κοινὰς ταῖς ἐπιπολαίοις σφαγίτισιν. ἀπὸ μὲν οὖν τῶν ἐπιπολῆς σφαγιτίδων τὰ ἐπιπολῆς σχεδὸν ἅπαντα μόρια τὰ κατὰ τὸν τράχηλον καὶ τὴν κεφαλὴν τρέφεται, καθάπερ γε καὶ τὰ διὰ βάθους ἀπὸ τῶν διὰ βάθους σφαγιτίδων πάντα. τὰ δὲ κατὰ τὰς ὠμοπλάτας τε καὶ τὸν ἐν τῷ τραχήλῳ νωτιαῖον ἐκ τῶν κάτω μερῶν τῆς εἰρημένης ῥίζης κοινῆς ἔχει τὰς φλέβας ἀνερχομένας ἐπ' αὐτά· λέγω δὲ κοινὴν [531] ῥίζαν, ἣν ἀρτίως εἶπον εἶναι ταῖς τε ἐπιπολαίοις σφαγίτισι καὶ ταῖς ὠμιαίαις. εἰκότως οὖν ἡ μὲν ὠμιαία τὰ τῶν κλειδῶν ἄνωθεν μέρη κενοῖ θᾶττόν τε καὶ μᾶλλον, ὅσα κατὰ τράχηλόν τ' ἐστὶ καὶ κεφαλήν· ἡ δὲ διὰ τῆς μασχάλης τὰ κατὰ τὸν θώρακα καὶ τούτων αὐτῶν μᾶλλον τὰ ὑψηλὰ καὶ μάλιστ' ἐπ' ἀνθρώπων, ἐπειδὴ τὰ ταπεινὰ πάντα μία φλὲψ ἑτέρα τρέφει κατωτέρω τῆς καρδίας ἀποφυομένη τῆς κοίλης φλεβός. ταύτης δὲ τῆς τὰ ταπεινὰ τοῦ θώρακος τρεφούσης παρὰ τὰς ῥίζας τῶν πλευρῶν κατάντους φερομένης ἐκ τῶν ἀριστερῶν μερῶν ἄχρι τοῦ διαφράγματος αἱ καθ' ἕκαστον μεσοπλεύριον ἀριστερόν τε καὶ δεξιὸν ἀπονεμήσεις γίνονται· καὶ μέντοι καὶ τὸ λείψανον αὐτῆς διεκπίπτει τὸ διάφραγμα τοῖς πρώτοις μετ' αὐτὸ διανεμόμενον σώμασιν.
αἱ δὲ διὰ τῶν μασχαλῶν ἐπὶ τὰς χεῖρας φερόμεναι τὰς ῥίζας ἔχουσιν ἐγγυτάτω ταῖς τρεφούσαις φλεψὶ τὰς ὑψηλὰς τοῦ θώρακος τέτταρας πλευρὰς οὐκ ὀλίγῳ μείζους οὖσαι τῶν κατὰ τὸν ὦμον εἰς τὰς χεῖρας ἡκουσῶν. ἐπιβαίνουσι δὲ κατὰ τὴν ἔνδον χώραν ἑκατέρου [532] βραχίονος, φέρονται δὲ δι' αὐτῶν κατάντεις ἀπονεμήσεις μεγάλας διδοῦσαι τοῖς ἐνταῦθα μυσίν. ἐπειδὰν δὲ πλησίον ἑκατέρα γένηται τῆς κατ' ἀγκῶνα διαρθρώσεως, ἀποφύει τὰς ἔνδον τοῦ βραχίονος φλέβας παρὰ τὸν ἐνταῦθα κόνδυλον αὐτοῦ τοῦ πήχεως ὀστοῦ· τῷ δ' ἄλλῳ παντὶ δίχα σχισθέντι φέρεται διὰ τῆς κατ' ἀγκῶνα καμπῆς, ἐπιπολῆς μὲν ἐργαζομένη τὴν τεμνομένην ἐνταῦθα φλέβα, διὰ βάθους δὲ πολλοῦ τὴν συγκατασχιζομένην τῇ ἀρτηρίᾳ.
τέμνεται δὲ καὶ ἄλλη φλὲψ ἡ ἐν ἀγκῶνι λοξή, καθάπερ ἥδε, καθ' ἑκατέραν χεῖρα μία, τῆς ὠμιαίας οὐ σμικρὸν μόριον· διεξελθοῦσα γὰρ αὕτη κατὰ τὸν βραχίονα προφανὴς ὑπὸ τῷ δέρματι σχίζεται καὶ αὐτὴ κατὰ τὴν ἐν ἀγκῶνι διάρθρωσιν ἐν τοῖς ὑψηλοτάτοις μέρεσιν αὐτῆς, ἐσχηματισμένης δηλονότι τῆς χειρός, ὡς Ἱπποκράτης ἐδίδαξεν ἐν τῷ Περὶ ἀγμῶν. ὅσον μὲν οὖν μετὰ τὴν σχίσιν αὐτῆς ὑψηλὸν μέρος ἐπὶ τὰ τοῦ πήχεως ἐκτὸς φέρεται, τοῦτο παρὰ τὴν σχίσιν αὐτὴν τέμνεται, κατ' εὐθὺ μάλιστα κείμενον τῇ πρώτῃ ῥίζῃ τῆς φλεβός, διὸ καὶ τάχιστα κενοῖ τὰ τῶν κλειδῶν ὑψηλότερα χωρία· τὸ δ' εἰς τὴν [533] καμπὴν φερόμενον λοξὸν ἧττον μὲν τοῦδε, μᾶλλον δὲ τῶν ἄλλων κενοῖ ταῦτα. τὸ δ' ἀπὸ τῆς ἔνδον τῆς μεγάλης φερόμενον καὶ αὐτὸ λοξὸν ἥκιστα μὲν τὰ προειρημένα κενοῖ μόρια, μάλιστα δὲ τὰ τοῦ θώρακος ἄνω.
ταύτην οὖν ἀξιοῖ τέμνειν πρὶν εἰς ταὐτὸν ἀφικέσθαι καὶ συμφῦναι τῇ τῆς ὠμιαίας ἀπεσχισμένῃ. μὴ φαινομένης δ' ἐνίοτε ταύτης, ἀντ' αὐτῆς τέμνομέν τινα τῶν ἔνδον, ἃς ἐπὶ τὸ τοῦ πήχεως ὀστοῦν κατ' ἴξιν καταφέρεσθαι μεμαθήκαμεν· μὴ φαινομένων δὲ μηδὲ τούτων ἐπὶ τὴν γινομένην ἐκ τῆς συμφύσεως τῶν εἰρημένων δύο φλεβῶν τῶν λοξῶν ἀφικνούμεθα· δυναμένης δέ ποτε καὶ ταύτης μὴ φαίνεσθαι, τῆς δ' ὠμιαίας φαινομένης κἂν ἐκείνην τέμνε, γινώσκων τὰς κενώσεις, ὅθεν ἂν γένωνται, ἀναδιδομένας μὲν εἰς τὸ σῶμα τῶν ζῴων ὅλον, οὐ μὴν οὔτε ταχέως οὔθ' ὁμοίως ἐξ ἁπάσης φλεβός· ἡμεῖς δὲ καὶ ταχέως καὶ μᾶλλον τῶν ἄλλων μορίων κενῶσαι σπεύδομεν τὸ φλεγμαῖνον καὶ μάλιστ' [534] ἐπὶ τῶν ὀξέων νοσημάτων· ὅπερ ἡ ἔσω φλὲψ ἡ ἐν ἀγκῶνι ποιεῖ, καὶ πολὺ μᾶλλον, ὅταν τὴν ῥοπὴν ἄνω τὸ πλεονάζον αἷμα φαίνηται ποιούμενον ἢ καὶ τὰ τοῦ θώρακος [ἐστιν] ὑψηλὰ πεπονθότα· τηνικαῦτα γάρ τοι τὸ βάρος μᾶλλον ἐς βραχίονα γίνεται καὶ κατὰ τὸν μασθόν. αἱ δ' ἐν τοῖς κάτω μέρεσι τοῦ θώρακος φλεγμοναὶ πλησίον οὖσαι τοῦ διαφράγματος εἰς ὑποχόνδριον εἰκότως διαπέμπουσι τὰς ὀδύνας· οὔκουν αὐτὰς ὀνίνησι μεγάλως ἡ ἀπ' ἀγκῶνος κένωσις ἐν τῷ μεταξὺ τῆς καρδίας κειμένης· ἤκουσας γὰρ ἄρτι τὴν τὰ κάτω τοῦ θώρακος τρέφουσαν φλέβα κατωτέρω τῆς καρδίας ἀποφύεσθαι.
ταῦτα μὲν οὖν εἴρηταί μοι περὶ τοῦ καλῶς ὑπ' αὐτοῦ γεγράφθαι τέμνειν φλέβα τὴν ἐν ἀγκῶνι τὴν εἴσω· τῆς δὲ κενώσεως τοῦ αἵματος ὅρον αὐτοῦ θεμένου τὴν μεταβολὴν τῆς χροιᾶς ἐφεξῆς ἂν εἴη καὶ περὶ τοῦδε ῥητέον. ὅσον μὲν οὖν ἐν τῇ φλεγμαινούσῃ πλευρᾷ τοῦ αἵματός ἐστι, τοῦτο διὰ τὸ πλῆθος τῆς θερμασίας ὑπαλλάττεται τῇ χροιᾷ, τὸ δ' ἄλλο παραπλήσιον ἐν ἅπασι τοῖς μορίοις διαμένει· ὥστε τοῦ μὲν [535] ἐν ὅλῳ τῷ σώματι φλεγματικωτέρου τυγχάνοντος ἐρυθρότερον ἔσται τὸ κατὰ τὴν φλεγμαίνουσαν πλευράν· ἐκείνου δ' ὄντος ἐρυθροῦ κατοπτώμενον τοῦτο πρὸς τὸ μέλαν ἐκτραπήσεται· τῆς δ' εἰς τὸ μέλαν ἐξ ἐρυθροῦ μεταβολῆς ἐν τῷ μεταξὺ τὸ πελιδνόν ἐστι. σημεῖον οὖν ἱκανόν ἐστι τῆς ἐκ τοῦ φλεγμαίνοντος μέρους μεταλήψεως τοῦ αἵματος ἡ τῆς χροιᾶς ὑπαλλαγή. τὸ μὲν οὖν οἰκεῖον τῷ πάθει μέτρον τῆς κενώσεως εἴρηται· τῆς δυνάμεως δέ ποτε κωλυούσης ἄχρι τοσούτου κενοῦν, εἰδέναι μὲν χρὴ τὴν ὠφέλειαν ἥττονα ἐσομένην τῷ φλεγμαίνοντι μέρει, μᾶλλον δ' ἀπέχεσθαι προσήκει τοῦ καταλῦσαι τὴν δύναμιν ἢ τοῦ κενῶσαι τὸ πλεονάζον αἷμα.
Ἢν δὲ ὑπὸ φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῖδα μὴ σημαίνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ, μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον ἢ ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου· ἀτὰρ καὶ μισγόμενα ἀλλήλοισιν ὁμοιότροπα [536] ταῦτ' ἐστίν. ἄγει δὲ μέλας μὲν καλλίω καὶ κρισιμώτερα πεπλίου, πέπλιον δὲ μέλανος μᾶλλον φυσῶν καταρρηκτικόν ἐστιν. ἄμφω δὲ ταῦτα ὀδύνην παύει· παύει δὲ καὶ ἄλλα συχνὰ τῶν ὑπηλάτων· κράτιστα δὲ ταῦτα ὧν ἐγὼ οἶδά ἐστιν. ἐπεὶ καὶ τὰ ἐν τοῖσι ῥοφήμασι διδόμενα ὑπήλατα ἀρήγει, ὅσα μὴ ἄγαν ἐστὶν ἀηδέα ἢ διὰ πικρότητα ἢ δι' ἄλλην τινὰ ἀηδίην ἢ διὰ πλῆθος ἢ διὰ χροιὴν ἢ ὑποψίην τινά.
Ὅτι τὰ καθαρτικὰ φάρμακα διὰ τῆς πείρας εὑρίσκεται τίνα τε καθαίρει χυμὸν καὶ εἰ ὅλως καθαίρει, μεμάθηκας ἐν τοῖς Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως· ὅτι μέντοι χρεία καθάρσεώς ἐστιν, εἰ ῥέπουσιν οἱ πλεονάζοντες χυμοὶ κάτω, καὶ τῷ λόγῳ μὲν ἐπενοήθη, τὴν μαρτυρίαν δὲ καὶ βεβαίωσιν ἐκ τῆς πείρας ἔσχεν. αὐτὸς οὖν ὁ Ἱπποκράτης ἐδίδαξέ σε τὰς δυνάμεις ὧν δίδωσι φαρμάκων ἐν τοῖς τοιούτοις [537] πάθεσι, τὸν μέλανα ἐλλέβορον ἐκκενοῦν εἰπὼν κρισιμώτερα, τὸ δὲ πέπλιον φυσῶν εἶναι καταρρηκτικώτερον. εἴη δ' ἂν αὐτῷ κρισιμώτερα λεγόμενα τὰ μᾶλλον κρίσιν ποιοῦντα τοῦ νοσήματος, ὅπερ ἐστὶ δυνάμει ταὐτὸν τῷ ὠφελιμώτερα.
ἁπάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαστέρα καὶ μάλιστ' αὐτῆς τὸ στόμα, διότι νευρωδέστατόν τε καὶ αἰσθητικώτατόν ἐστιν, ἡ μῖξις ἐπενοήθη τῶν εὐωδῶν, ὅπως μὴ μόνη μηδ' ἀκραιφνὴς ἡ δύναμις τῶν καθαιρόντων φαρμάκων ἅπτηται τοῦ στόματος τῆς γαστρός. μιγνύμενα δ' ἀλλήλοις τό τε πέπλιον καὶ τὸν ἐλλέβορον ὁμοιότροπά φησιν εἶναι, τουτέστιν ὁμολογεῖν ταῖς δυνάμεσι καὶ κατὰ μηδὲν στασιάζειν. ἡ γὰρ στάσις ἐν ταῖς μίξεσι τῶν καθαιρόντων γίνεται φαρμάκων, οὐχ ὅταν αὐτῶν τὸ μὲν χολῆς, εἰ τύχοι, τὸ δὲ φλέγματος ᾖ κενωτικόν, (ἀμφότερα γὰρ ἐκκενοῦσθαι δύναται κατὰ τὸν αὐτὸν χρόνον), ἀλλ' ὅταν τὸ μὲν εὐθέως, τὸ δὲ μετὰ πολὺ τῆς προσφορᾶς πεφύκῃ κινεῖν τὴν κάθαρσιν· ἀνώμαλος γὰρ οὕτως ἡ κένωσις γίνεται προσενεχθέντων ἅμα. λέγω δὲ ἀνώμαλον, ὅταν ἤδη [538] παύεσθαι δοκούσης ἀρχὴ πάλιν ἑτέρας κενώσεως γίνηται· τὸ γάρ τοι θᾶττον εἰωθὸς καθαίρειν φάρμακον συνεκκενοῖ τι καὶ θατέρου, ὥστ' ὀλίγον αὐτοῦ καταλειπόμενον ἀσθενέστερον γινόμενον ἔτι καὶ μᾶλλον ὀψιαίτερον τῆς οἰκείας καθάρσεως ἄρχεται. τῇ τ' οὖν προθεσμίᾳ τῆς κενώσεως ὁμοιότροπόν ἐστι τῷ ἐλλεβόρῳ τὸ πέπλιον, ὑπάγειν τε καὶ αὐτὸ πέφυκε παραπλησίως ἐλλεβόρῳ μέλανα χυμόν.
τὰ δ' ἄλλα καὶ τῆσδε τῆς ῥήσεως καὶ τῶν ἐφεξῆς δῆλα. γινώσκειν μὲν οὖν αὐτὰ χρὴ καὶ μεμνῆσθαι, χρῆσθαι δ' οὐ διὰ παντὸς ἐπὶ τῶν πλευριτικῶν, ἀναμιμνῃσκομένους ἐκείνου τοῦ ἀφορισμοῦ, καθ' ὅν φησιν· "ἐν τοῖς ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρηστέον". ὅταν οὖν μὴ μόνον ὀξὺ τὸ πάθος ᾖ, καθάπερ ἐστὶν ἡ πλευρῖτις, ἀλλὰ καὶ μετὰ πυρετοῦ σφοδροτάτου, πολλῷ μᾶλλον εὐλαβητέον ἐστὶ τὴν δόσιν τοῦ καθαίροντος φαρμάκου καὶ διὰ φλεβοτομίας κενωτέον μᾶλλον, εἰ καὶ πρὸς ὑποχόνδριόν ἐστιν ἡ ὀδύνη περαινομένη, μικροτέρας μὲν ὠφελείας ἢ τῆς διὰ καθάρσεως ἑπομένης, ἀσφαλεστέρας δὲ μακρῷ, [539] μᾶλλον δὲ κίνδυνον μὲν οὐδ' ὁντινοῦν τῆς διὰ φλεβοτομίας ἐχούσης, μεγίσταις δ' ἀποτυχίαις τῆς διὰ καθάρσεως περιπιπτούσης, καὶ μάλισθ' ὅταν ἀπείρως τις ἔχῃ τῆς τοῦ κάμνοντος φύσεως. ἔνιοι μὲν γάρ εἰσι φύσει δυσκάθαρτοι, τινὲς δ' ἐπὶ βραχείᾳ φαρμάκου πόσει δαψιλῶς καθαίρονται.
ὅσοις δ' εὔλογόν ἐστι διδόναι, τὸ πλῆθος τοῦ φαρμάκου τοσοῦτον ἔστω, ὅσον ἐπὶ τῶν πλείστων οἶσθα καὶ πεπείρασαι συμμέτρως κενοῦν. ἀγνοοῦντα δ' ὅπως ἔχει φύσεως ὁ ἄνθρωπος, κίνδυνος ἢ πλείονα κένωσιν ἐργάσασθαι τῆς προσηκούσης ἢ οὐδ' ὅλως κινῆσαι τὴν κάθαρσιν, ἢ κινῆσαι μέν, οὐ μὴν ἱκανῶς γε κενῶσαι. ταῦτα δὲ πάντα μεγίστας βλάβας φέρει τοῖς ὀξέως νοσοῦσιν, οὐχ ὥσπερ ἐπὶ τῶν ἀπυρέτων ἐπανορθοῦται ῥᾳδίως. ὅταν οὖν ὁ πυρετὸς ᾖ μὴ σφοδρός, ἔμπειρός τε ᾖς τῆς τοῦ κάμνοντος φύσεως, εἰς τὴν τοῦ καθαίροντος φαρμάκου δόσιν ἀφίξῃ χρώμενος ἤτοι τοῖς ὑφ' Ἱπποκράτους εἰρημένοις ἢ καί τισιν ἄλλοις τῶν ὁμοιοτρόπων, ὧν ἐστι καὶ τὸ διὰ τῆς κολοκυνθίδος, ἱερὰν [540] δ' αὐτὴν συνήθως ὀνομάζουσι. ποικίλως δ' αὐτῆς σκευαζομένης ἡ τὸν ἐλλέβορον μὲν εἰληφυῖα, τὴν σκαμμωνίαν δ' οὐκ ἔχουσα κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλως λαβεῖν φάρμακον ὑπήλατον.
Τῆς μέντοι πτισάνης, ὅταν πίῃ τὸ φάρμακον, ἐπιρροφεῖν αὐτίκα χρὴ διδόναι, μηδὲν ἔλασσον ἀξίως λόγου ἢ ὅσον εἴθιστο.
Καὶ ἄλλως μὲν χρὴ προνοεῖσθαι τοῦ στόματος τῆς γαστρός, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν, ὡς διαμένειν ἀβλαβὲς ἐν ταῖς τῶν καθαιρόντων φαρμάκων πόσεσι, μάλιστα δ' ὅταν ἐπὶ τῶν πυρεττόντων διδῶταί τι τοιοῦτον. μία δὲ τοῦ μὴ βλαβῆναι φυλακὴ τὸ μὴ μόνον εἶναι τὸ καθαῖρον φάρμακον ἄκρατόν τε καὶ ἄμικτον ἑτέρων τῶν ἀμβλύνειν αὐτοῦ τὴν κακίαν πεφυκότων. ἐναντία γὰρ ἡ φύσις ἐστὶν ἁπάντων [541] τῶν καθαιρόντων φαρμάκων ταῖς τῶν καθαιρομένων σωμάτων καί, ὡς ἂν εἴποι τις, ὀλέθριός τε καὶ δηλητήριος αὐτῶν. ἀλλ' ὥσπερ ὀποῦ μήκωνος μανδραγόρου τε καὶ ὑοσκυάμου καὶ ἄλλων πολλῶν τοιούτων φαρμάκων ἐναντίων ταῖς τε οὐσίαις καὶ ταῖς δυνάμεσιν ὄντων ἡμῶν καὶ φθείρειν πεφυκότων τὰ σώματα βραχὺ δή τι μέρος λαμβάνοντες ἀπολαύομεν ἐξ αὐτῶν μεγάλης ὠφελείας, οὕτω καὶ τῶν καθαρτικῶν φαρμάκων ἐναντίας οὔσης τῆς φύσεως τῇ τῶν ἡμετέρων σωμάτων, ὀλίγον τι τῆς οὐσίας μέρος ἀποτεμνόμενοι, πρὸς ὠφέλειαν χρώμεθα.
καθάπερ δὲ ἐν αὐτῷ τῷ πίνειν αὐτὰ μίγνυταί τινα τῶν εὐωδῶν σπερμάτων, ἃ καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν λεπτυντικῆς τε καὶ τμητικῆς ὄντα δυνάμεως, ὡς καὶ τοὺς παχεῖς χυμοὺς τέμνειν καὶ τὰς ὁδοὺς αὐτῶν δι' ὧν ἐκκενοῦνται διοίγειν τε καὶ ἀναστομοῦν, οὕτω καὶ μετὰ τὸ ληφθῆναι συμφέρει τῆς πτισάνης ἐπιρροφεῖν. αὐτὸ μὲν γὰρ τὸ καθαρτικὸν φάρμακον ὡς ἂν ὀλίγον ὂν εἰς τὸν πυθμένα τῆς κοιλίας ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὁ στόμαχος ὅσον τε ὑψηλότερον τῆς γαστρὸς οὐ μόνον τῆς [542] ποιότητος τοῦ καθαίροντος φαρμάκου, ἀλλὰ καὶ τῆς οὐσίας προσιζούσης ἐν τῇ διόδῳ μεταλαμβάνων μεγάλως βλάπτεται. χρήσιμος οὖν ὁ χυλὸς τῆς πτισάνης ἐπιρροφούμενος, ὡς ἂν ἀπορρύψαι μὲν καὶ κατασῦραι κάτω τὸ προσπεπλασμένον ἐν τῇ διόδῳ δυνάμενος, ἐπικεράσαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖς μορίοις ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ καθαρτικοῦ φαρμάκου πόσει κελεύει πτισάνης ἐπιρροφεῖν, ἀρξαμένης δὲ γίνεσθαι τῆς καθάρσεως οὐκέτι βούλεται δίδοσθαι τῆς πτισάνης, εὐλαβούμενος ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροντος φαρμάκου· καὶ διὰ τοῦτό φησιν·
Ἐπεὶ καὶ κατὰ λόγον ἐστὶ μεσηγὺ τῆς καθάρσεως μὴ διδόναι ῥοφεῖν· ὅταν δὲ λήξῃ ἡ κάθαρσις, τότε ἔλασσον ῥοφείτω ἢ ὅσον εἴθιστο· μετὰ δὲ τοῦτο ἀναγέτω ἀεὶ ἐπὶ τὸ πλεῖον, ἢν ἥ τε ὀδύνη πεπαυμένη ᾖ καὶ μηδὲν ἄλλο ἐναντιῶται.
[543] Ἐναντίως ἐγίνωσκε περὶ τούτου τοῖς πολλοῖς τῶν νῦν ἰατρῶν ὁ Ἱπποκράτης. οὗτοι μὲν γὰρ ὅταν κενώσωσι, τρέφουσι δαψιλῶς, ὁ δ' Ἱπποκράτης ἔλασσον ἀξιοῖ δίδοσθαι τῆς πτισάνης μετὰ τὴν κάθαρσιν. ἡ γάρ τοι τῶν καθαρθέντων σωμάτων δύναμις ἐν τῇ καθάρσει κεκμηκυῖα φέρειν οὐ δύναται τὴν τροφὴν οὐδὲ κατεργάζεσθαι καλῶς, εἰ μὴ παντελῶς εἴη βραχεῖα. τοσοῦτον οὖν τοῖς καθαρθεῖσι διδόναι τοῦ χυλοῦ χρὴ τὴν πρώτην, ὅσου κρατῆσαι δύνανται· εἶτ' εὐθὺς κατὰ βραχὺ παραυξάνειν, ἐὰν ἥ τ' ὀδύνη, φησί, παύσηται καὶ μηδὲν ἄλλο κωλύῃ. τὸ μὲν οὖν τῆς ὀδύνης πρόδηλόν ἐστι, τὸ δὲ μηδὲν ἄλλο κωλύῃ ἀκουστέον ἐπὶ τοὺς προειρημένους σκοποὺς ἀναφέροντα, ἐν οἷς ἐδίδασκεν, ὁπηνίκα χρὴ διαιτᾶν τοὺς ὀξέως νοσοῦντας ἄνευ ῥοφημάτων. ἔστι δ' αὐτῶν τὸ κεφάλαιον, ὅταν ἤτοι προκριθήσεσθαι τὴν νόσον ἐλπίσωμεν ἄνευ τοῦ δεηθῆναι ῥοφήματος, ἢ ἐφ' ὧν παντελής ἐστιν ἡ ἀπεψία τοῦ κατὰ τὴν φλεγμονὴν χυμοῦ.
[544] Ὡυτὸς δέ μοι λόγος ἐστίν, καὶ ἢν χυλῷ δέῃ πτισάνης χρῆσθαι.
Παραπλήσιον τῇ τε πτισάνῃ καὶ τῷ χυλῷ τὸν καιρὸν τῆς δόσεως ἔφησεν εἶναι καὶ διὰ τῶν ἔμπροσθεν ἑνὶ μόνῳ τὴν διαφορὰν αὐτῶν ἀφορισάμενος, τῷ τὴν ἀρχὴν τῆς δόσεως ἀπὸ τοῦ χυλοῦ ποιεῖσθαι.
Φημὶ γὰρ ἄμεινον εἶναι αὐτίκα ἄρξασθαι τὸ ἐπίπαν ῥοφεῖν μᾶλλον ἢ προκενεαγγήσαντα ἄρξασθαι τοῦ ῥοφήματος τριταῖον ἢ τεταρταῖον ἢ πεμπταῖον ἢ ἑκταῖον ἢ ἑβδομαῖον, ἤν γε μὴ προκριθῇ ἡ νοῦσος ἐν τούτῳ τῷ χρόνῳ.
Ὃ κατὰ τοὺς Ἀφορισμοὺς ἔγραψε, τούτῳ καὶ νῦν ἀκολουθεῖ βουλόμενος [545] ἐν πάσῃ νόσῳ τὸ λεπτότατον τῆς διαίτης ἐν τῷ τῆς ἀκμῆς τοῦ νοσήματος καιρῷ παραλαμβάνεσθαι. ἐὰν οὖν αὕτη τῇ πέμπτῃ τῶν ἡμερῶν μέλλῃ γίνεσθαι καὶ μὴ δύνηται τοῖς πόμασι μόνοις χρώμενος ὁ κάμνων ἐξαρκέσαι, βέλτιον εἶναί φησιν εὐθέως ἀπ' ἀρχῆς αὐτῷ δίδοσθαι τῆς πτισάνης, οὐ κατὰ τὴν τρίτην ἢ τετάρτην ἡμέραν ἄρξασθαι τῆς δόσεως. οὕτω δὲ καὶ τοὺς ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἢ τῇ ἕκτῃ ἢ τῇ ἑβδόμῃ τοῦ ῥοφήματος ἀρχομένους ἁμαρτάνειν φησίν, ἐάν γε μὴ τύχῃ προκριθὲν ἐν τούτῳ τῷ χρόνῳ τὸ νόσημα, τῆς κρίσεως, ὡς ἔφην, ἀκουομένης οὐ μόνον τῆς τελείας ἀπαλλαγῆς, ἀλλὰ καὶ τῆς ἀξιολόγου μεταβολῆς.
Αἱ δὲ προπαρασκευαὶ καὶ τούτοισι παραπλήσιοι ποιητέαι, ὁκοῖαί περ εἴρηνται. περὶ μὲν οὖν ῥοφήματος προσάρσιος οὕτω γινώσκω.
Καὶ οἷς ἀπ' ἀρχῆς διδόναι μέλλεις τὸ ῥόφημα, τὴν προπαρασκευὴν [546] ὁμοίως ἀξιοῖ γενέσθαι, τουτέστιν εἴτε φλεβοτομίας ἐστὶν εἴτε κλύσματος ἢ βαλάνου χρῆσις, ἐκεῖνο πράττειν κελεύει πρότερον.
Ἀτὰρ καὶ περὶ ποτοῦ, ὁκοῖον ἄν τις μέλλῃ πίνειν, τῶν προσγραφησομένων ὡυτός μοι λόγος τὸ ἐπίπαν ἐστίν.
Κἂν ‹εἰ› χωρὶς πτισάνης ἐπὶ πομάτων μόνων διαιτῴης τὸν κάμνοντα, τὰς εἰρημένας προπαρασκευὰς ἀξιοῖ ποιεῖσθαί σε, τουτέστιν ἢ φλεβοτομεῖν ἢ κλύζειν ἢ βαλάνῳ χρῆσθαι.
Οἶδα δὲ τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας· βούλονται γὰρ πάντες ὑπὸ τὰς ἀρχὰς τῶν νούσων προταριχεύσαντες τοὺς ἀνθρώπους ἢ δύο ἢ τρεῖς ἡμέρας ἢ καὶ πλείονας, οὕτω προσφέρειν τὰ ῥοφήματα καὶ τὰ ποτά. καὶ ἴσως τι καὶ εἰκὸς δοκέει αὐτοῖς εἶναι, μεγάλης τῆς [547] μεταβολῆς γινομένης τῷ σώματι, μέγα τι κάρτα καὶ ἀντιμεταβάλλειν· τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον· ὀρθῶς μέντοι γε μεταβιβαστέη καὶ ἡ μεταβολὴ καὶ ἔκ γε τῆς μεταβολῆς ἡ πρόσαρσις τῶν γευμάτων ἔτι μᾶλλον.
Μέμφεται τοὺς ἰατρούς, ὅσοι ταῖς πρώταις ἡμέραις ἐν ἀσιτίᾳ παντελεῖ φυλάξαντες τοὺς κάμνοντας ἀθρόως μετάγουσιν, ἔνιοι μὲν ἐπὶ τὴν τῶν ῥοφημάτων προσφοράν, ἔνιοι δὲ ἐπὶ τὴν τῶν ποτῶν. οὐ μὴν ἐμνημόνευσέ γε τῶν ἔτι καὶ τούτων αὐτῶν τροφὰς ἰσχυροτέρας διδόντων πρὸ τοῦ πεφθῆναι τὴν νόσον· εἴωθε γάρ, ὥσπερ καὶ πρόσθεν ἔφην, ἐνίοτε τὰ μέγιστα τῶν ἁμαρτημάτων ἀνεξέλεγκτα καταλείπειν, ἐξ ὧν τὰ μικρότερα διέβαλλε καὶ τὴν ἀπ' ἐκείνων ἐνδεικνύμενος βλάβην. ὅσοι δ' οὕτω μεταβάλλουσιν, ἴσως οἴονται, φησί, κατὰ λόγον μεταβάλλειν, ἐπὶ μεγάλῃ τοῦ σώματος μεταβολῇ ἀξιόλογον καὶ τὴν τῆς διαίτης ὑπαλλαγὴν ποιούμενοι. τοῦτο μὲν οὖν καλῶς ὑπειληφέναι φησὶν αὐτούς, [548] οὐ μὴν ἅπασάν γε μεταβολήν, ἀλλά τινα οἰητέον εἶναι, περὶ ἧς τὸ μέν τι προείρηκε, τὸ δὲ καὶ λέξει, κατασκευάζων τῷ λόγῳ φυλάττεσθαι τὰς ἀθρόας μεταβολάς.
Μάλιστα μὲν οὖν βλάπτοιντο ἄν, εἰ μὴ ὀρθῶς μεταβάλλοιεν, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι, βλάπτοιντο δ' ἂν καὶ οἱ μούνῳ τῷ χυλῷ χρεόμενοι, βλάπτοιντο δ' ἂν καὶ οἱ μούνῳ τῷ ποτῷ χρεόμενοι, ἥκιστα δὲ οὗτοι.
Τὴν εἰρημένην ὀλίγον ἔμπροσθεν ἀθρόαν μεταβολὴν τῆς διαίτης, καθ' ἣν ταῖς πρώταις ἡμέραις ἐν ἀσιτίᾳ παντελεῖ φυλάξαντες τοὺς κάμνοντας ἄρχονται τρέφειν περὶ τὴν τετάρτην ἡμέραν, μάλιστα μὲν βλάπτειν φησίν, ἐὰν ἐπὶ τὴν ὅλην πτισάνην μεταβάλλωσιν, ἔλαττον δ', ὅταν ἐπὶ τὸν χυλόν, ἥκιστα δέ, τουτέστιν ἐλάχιστα, βλάπτειν τοὺς ἐπὶ μόνα τὰ ποτὰ παραγινομένους· κατὰ γὰρ τὸ μέγεθος τῆς δυνάμεως τοῦ προσφερομένου καὶ τὸ τῆς βλάβης γίνεται μέγεθος.
[549] Χρὴ δὲ καὶ τὰ μαθήματα ποιεῖσθαι ἐν τῇ διαίτῃ τῶν ἀνθρώπων ἔτι ὑγιαινόντων, οἷα συμφέρει· εἰ γὰρ δὴ τοῖσί γε ὑγιαίνουσι φαίνονται διαφέροντα μεγάλα τὰ τοῖα ἢ τοῖα διαιτήματα, καὶ ἐν ἄλλῳ τινὶ καὶ ἐν τῇσι μεταβολῇσι, πῶς οὐχὶ καὶ ἐν τῇσι νούσοισι διαφέρει μέγα καὶ τούτων ἐν τῇσιν ὀξυτάτῃσι μέγιστα;
Ἀποδεικνύειν ἤρξατο τὴν προειρημένην ὑπ' αὐτοῦ περὶ τῆς διαίτης δόξαν, ἐλέγχων ἅμα τοὺς ἐναντίως διαιτῶντας· ἵνα δὲ σαφὴς ὁ λόγος γένηται, τὸ κεφάλαιον αὐτοῦ σύμπαν ἄμεινόν μοι δοκεῖ προειπεῖν. ἔστι δὲ τῶν εἰς αὐτὸ λαμβανομένων λημμάτων τὸ μὲν ἕτερον ἀξίωμα καθόλου τοιοῦτον· ἐὰν τοῖς ὑγιαίνουσι βλάβην φέρωσιν αἱ ἀθρόαι τῆς διαίτης ἐπὶ τἀναντία μεταβολαί, πολὺ μᾶλλον τοῖς νοσοῦσιν· ὃ καὶ πολυειδῶς ἔστιν ἑρμηνεύειν ἄλλοτ' εἰς ἄλλην λέξιν μεταλαμβάνοντας, [550] οἷον οὕτως· ἐπὶ τῶν κατὰ τὴν δίαιταν ἀθρόων μεταβολῶν οἱ ὑγιαίνοντες ἧττον βλάπτονται τῶν νοσούντων· ἢ οὕτως· οἱ νοσοῦντες βλάπτονται μᾶλλον τῶν ὑγιαινόντων· ἢ οὕτως· τὰ βλαβερὰ τοὺς ὑγιαίνοντας ἧττον βλάπτει τῶν νοσούντων· καὶ ἔτι γενικώτερον τοῦδε· τοὺς ἰσχυροτέρους ἧττον βλάπτει, τοὺς δ' ἀσθενεστέρους μᾶλλον τὰ βλαβερά. ἔξεστι δὲ καὶ ἄλλως ἑρμηνεύειν τὴν αὐτὴν τοῦ λόγου δύναμιν, ἤτοι τὸ καθ' αὑτὸ καὶ πρώτως χρήσιμον εἰς τὸ ἀποδεικνύμενον ἢ διά τινος τῶν περιεχόντων ἀξιωμάτων ἢ λημμάτων αὐτό. τοιοῦτον μὲν δή σοι τὸ ἕτερον τῶν λημμάτων ἐστὶν ἐξ ἑαυτοῦ πιστὸν ‹ὄν›, ἅπερ δὴ καλεῖν ἔθος ἐστὶν ἀξιώματα τοῖς περὶ τὸν Ἀριστοτέλην, τὸ δ' ἕτερον ἐξ ἐμπειρίας ἐγνωσμένον ἐφεξῆς ἄκουε· καὶ τοὺς ὑγιαίνοντας ἡ ἀθρόα μεταβολὴ τῆς διαίτης βλάπτει. τούτοις δ' ἀμφοτέροις τοῖς λήμμασιν ἕπεται τὸ συμπέρασμα, τὸ βλάπτεσθαι μειζόνως τοὺς νοσοῦντας ὑπὸ τῆς ἀθρόας ἐν τῇ διαίτῃ μεταβολῆς καὶ πολὺ δὴ μᾶλλον ἔτι τοὺς ὀξέως νοσοῦντας. αὕτη μὲν ἡ τοῦ λόγου δύναμις· ὁ δ' Ἱπποκράτης τὸ μὲν πρότερον τῶν λημμάτων ἐξ ἑαυτοῦ πιστὸν ὂν ἄντικρυς λαμβάνει χωρὶς κατασκευῆς· [551] τὸ δὲ δεύτερον ἐκ τῶν διὰ τῆς ἐμπειρίας κατὰ μέρος ἐγνωσμένων πιστοῦται, καὶ τοῦτ' αὐτὸ δηλοῖ καὶ ὁ ἐφεξῆς λόγος.
Ἀλλὰ μὴν εὐκαταμάθητόν γέ ἐστιν, ὅτι φαύλη δίαιτα βρώσιος καὶ πόσιος αὐτὴ ἑωυτῇ ἐμφερὴς ἀεὶ ἀσφαλεστέρη ἐστὶ τὸ ἐπίπαν ἐς ὑγείην ἢ εἴ τις ἐξαπίνης μέγα μεταβάλλοι ἐς ἄλλο κρεῖσσον.
Τὸ ἕτερον τῶν εἰς τὴν ἀπόδειξιν τοῦ προκειμένου λόγου διαφερόντων λημμάτων ἤρξατο νῦν κατασκευάζειν ἐκ πολλῶν τῶν κατὰ μέρος παραδειγμάτων εἰς ἓν κεφάλαιον ἀθροίζων αὐτοῦ τὴν πίστιν· ἔστι δὲ τοῦτο τοῖς ὑγιαίνουσι τὰς παρὰ τὸ ἔθος ἐξαπίνης μεγάλας μεταβολὰς οὐ σμικρὰν ἐργάζεσθαι βλάβην. ὁ λόγος μὲν οὖν οὗτος ὑπάρχει σαφής, ὅμως δ' εἴ τι παρεμπίπτειν δόξειεν ἐξηγήσεως δεόμενον τοῖς ἀγυμναστοτέροις περὶ τὴν ἐν τούτοις ἀκολουθίαν, οὐκ ὀκνήσομεν ἐξηγήσασθαι.
[552] καὶ τοῦτο γὰρ ‹τὸ› ὑπόμνημα φιλανθρωπότερόν ἐστι τῷ ἐστοχάσθαι μὴ μόνον τῶν γεγυμνασμένων ἐν λόγοις, ἀλλὰ καὶ τῶν ἀγυμναστοτέρων· εἰ δέ τις ἀμαθὴς καὶ ἄπειρός ἐστι τῶν προειρημένων μαθημάτων, ἄλλο τι πραττέτω.
Ἐπεὶ καὶ τοῖσι δὶς σιτευμένοισι τῆς ἡμέρης καὶ τοῖσι μονοσιτέουσιν αἱ ἐξαπιναῖοι μεταβολαὶ βλάβας καὶ ἀρρωστίην παρέχουσιν. καὶ τοὺς μέν γε μὴ μεμαθηκότας ἀριστᾶν, ἢν ἀριστήσωσιν, εὐθέως ἀρρώστους ποιέει καὶ βαρέας ὅλον τὸ σῶμα καὶ ἀσθενεῖς καὶ ὀκνηρούς· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεας. ἐνίοισι δὲ ἂν καὶ σπατίλη γένοιτο, ὁκόταν παρὰ τὸ ἔθος ἀχθοφορήσῃ ἡ κοιλίη εἰθισμένη ἐπιξηραίνεσθαι καὶ μὴ δὶς διογκοῦσθαι μηδὲ δὶς ἕψειν τὰ σιτία.
Οὐ μόνον ὅτι βλάπτονται μεγάλως κατὰ τὰς τῶν ἐθῶν ἐξαιφνιδίους [553] μεταβολάς, ἀλλὰ καὶ τίνες αἱ βλάβαι γίνονται γράφων, τίνα τε τρόπον ἐπανορθωτέον ἑκάστην ἐστίν, εἰς μῆκος ἐκτείνει τὸν λόγον· ὡς εἴ γε μόνον ὅτι βλάπτονται μεγάλως κατὰ τὰς τῶν ἐθῶν ἐξαιφνιδίους μεταβολὰς ἐπεδείκνυε, βραχὺς ἂν αὐτῷ ὁ πᾶς λόγος ἐγεγόνει.
πρώτη μὲν οὖν ἐστι μεταβολὴ ἡ νῦν προκεχειρισμένη τοῦ ἔθους ἐπὶ τῶν ἀήθων μὲν ἀριστᾶν, ἀριστησάντων δέ ποτε· φησὶ γὰρ ἀρρώστους τε καὶ βαρεῖς ὅλον τὸ σῶμα γίνεσθαι καὶ ἀσθενεῖς καὶ ὀκνηρούς. συμβαίνει δ' αὐτοῖς ταῦτα βαρυνομένης τῆς δυνάμεως ὑπὸ τῆς τροφῆς ὡς ὑπὸ φορτίου· οὐ γὰρ δὴ κατά γε τὸν ἴδιον λόγον ἀρρωστούσης, ὡς ἐπὶ τῆς ἐνδείας εἴωθε γίνεσθαι. διὰ τοῦτ' οὖν ἐνταῦθα μὲν προσέθηκε τῷ λόγῳ τὸ βαρέας ὅλον τὸ σῶμα γίνεσθαι καὶ ὀκνηροὺς τοὺς δὶς διαιτηθέντας· ἐπὶ δὲ τῶν εἰθισμένων ἀριστᾶν, οὐκ ἀριστησάντων δὲ τὴν μὲν ἀσθένειαν τῆς δυνάμεως ἔγραψε, τὸ δὲ βάρος οὐ προσέγραψε· κατὰ γὰρ τὸν ἑαυτῆς λόγον ἡ δύναμις ἐν ταῖς τοιαύταις μεταβολαῖς ἀρρωστεῖ.
καὶ μέντοι καὶ ὀκνηροὺς εἰπὼν γενέσθαι κατὰ τὴν νῦν ἡμῖν προκειμένην [554] μεταβολὴν τῆς διαίτης ἐπὶ τῆς ἐναντίας εἶπε 'δειλούσ', ὡς πᾶν ἔργον μισεῖν, ὡς εἰ καὶ φοβουμένους τῶν ἔργων ἅψασθαι εἰρήκει· οὕτως γὰρ ἔχει καὶ κατ' ἀλήθειαν, αἰσθανομένων τῆς κατὰ δύναμιν ἀσθενείας τῶν οὕτως ἐχόντων καὶ διὰ τοῦτο μὴ τολμώντων ἐνεργεῖν ἃς ἐνήργουν ἔμπροσθεν ἑτοίμως ἐνεργείας. ἀλλὰ μὴν καὶ 'ἐκκρέμασθαι δοκεῖν τὰ σπλάγχνα' τοῖς ἐνδεῶς διαιτηθεῖσί φησι 'καὶ οὐρεῖν θερμόν τε καὶ χλωρόν', θερμὸν μὲν λέγων δηλονότι τὸ τοῦ συνήθους θερμότερον, χλωρὸν δὲ κατά τι τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων ἔθος, ὅ ἐστι καὶ νῦν ἔτι διασῳζόμενον. ὠχροὺς γάρ τινας ἰδόντες ἐρωτῶσι τὴν αἰτίαν, δι' ἣν οὕτω γεγόνασι χλωροί, μηδὲν διαφέρειν ἡγούμενοι χλωρὸν εἰπεῖν ἢ ὠχρόν· ἑωρακέναι τε τόνδε τινὰ χλωρότερον ἑαυτοῦ φασι τὸν ὠχρότερον οὕτω δηλοῦντες. ἔστι δὲ τὸ ὠχρὸν χρῶμα κατ' ἀλήθειαν τοιοῦτον, οἷόν περ καὶ τὸ τῆς καλουμένης ὤχρας, ὀξυνομένης κατὰ τὴν προσηγορίαν τῆς πρώτης συλλαβῆς· καὶ γίνεται τοιοῦτον ἐπιμιγνυμένης τῷ ὑδατώδει περιττώματι τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης [555] χολῆς· ὅσον γὰρ τοῦ ἐρυθροῦ χρώματος ἐπὶ τὸ λευκότερον ἀποκεχώρηκε τὸ ξανθόν, τοσοῦτον τούτου τὸ ὠχρόν. ἔγραψε δὲ καὶ ἄλλα τινὰ συμπτώματα γινόμενα τοῖς οὕτω διαιτηθεῖσι, περὶ ὧν, ὅταν ἀφικώμεθα ἐπὶ τὴν ῥῆσιν, ἐπισκεψόμεθα· νυνὶ δὲ τὴν προκειμένην ἐξεργαστέον.
οἷς γὰρ ἔφη συμβαίνειν ἐπὶ τῶν ἀήθως ἀριστησάντων ἔτι καὶ τοῦτο προσέθηκεν· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεες. ἐμάθομεν δ', ὅτι διά τε τὴν ψῦξιν τῆς γαστρὸς αἱ ὀξυρεγμίαι γίνονται καὶ διὰ φλέγμα πολλάκις ἠθροισμένον ἐν αὐτῇ καὶ διὰ πλῆθος σιτίων ἢ καὶ συμμέτρων μὲν ὄντων ἀλλὰ ψυχρῶν τῇ δυνάμει. πάντων δὲ τῶν προειρημένων κοινόν ἐστι τὸ νικᾶσθαι τὴν ἔμφυτον θερμασίαν τῆς γαστρὸς ὑπὸ τῶν σιτίων, οὐ νικᾶν οὐδὲ κρατεῖν οὐδὲ κατεργάζεσθαι δυναμένην καλῶς αὐτά, καθάπερ εἰ καὶ φλογὶ σμικρᾷ πλῆθος ἐπισωρεύσαις ξύλων ἢ καὶ χωρὶς πλήθους ἐπιθείης χλωρὰ καὶ ὑγρά.
τισὶ δὲ τῶν οὕτω διαιτηθέντων καὶ σπατίλην φησὶ γίνεσθαι, τουτέστιν ὑγρὰν διαχώρησιν· ἐν πολλοῖς δὲ τῶν ἀντιγράφων οὐ σπατίλην [556] γεγραμμένην ἀλλ' ἄσην εὑρήσεις, ἵν' ἀκούσωμεν δηλονότι τὸν ῥιπτασμὸν τοῦ σώματος, ἀσωμένου διὰ τὸ πλῆθος τῆς τροφῆς τοῦ διαιτηθέντος οὕτως καὶ δυσφοροῦντος ἐν τῇ κατακλίσει καὶ μεταβάλλοντος ἑαυτόν.
ἐπὶ δὲ τῆς τελευταίας ῥήσεως ἀπεφήνατο σαφῶς, ὅτι δεῖ τὴν πέψιν εἶναι παραπλησίαν ἑψήσει, ὡς ὑπὸ θερμοῦ γινομένην, οὐ ξηροῦ καὶ αὐχμώδους, ὁποῖόν ἐστι τὸ τῶν πυρετῶν, ἀλλ' ὑγροῦ καὶ ἀτμώδους, οἷον τὸ κατὰ φύσιν ἐν τοῖς ζῴοις ἐστίν.
Ἀρήγει οὖν τούτοισιν ἀνασηκῶσαι τὴν μεταβολήν. ἐγκοιμηθῆναι γὰρ χρή, ὥσπερ νύκτα ἀγαγόντα μετὰ τὸ δεῖπνον, τοῦ μὲν χειμῶνος ἀρριγέως, τοῦ δὲ θέρεος ἀθαλπέως· ἢν δὲ καθεύδειν μὴ δύνηται, βραδεῖαν, συχνὴν περίοδον πλανηθέντα, μὴ στασίμως, δειπνῆσαι μηδὲν ἢ ὀλίγα καὶ μὴ βλαβερά· ἔτι δὲ ἔλασσον πιεῖν καὶ μὴ ὑδαρές. ἔτι δὲ μᾶλλον ἂν πονήσειεν ὁ τοιοῦτος, εἰ τρὶς φάγοι τῆς [557] ἡμέρης ἐς κόρον, ἔτι δὲ μᾶλλον, εἰ πλεονάκις· καίτοι γε πολλοί εἰσιν, οἳ εὐφόρως φέρουσι τρὶς σιτεόμενοι τῆς ἡμέρης ἐς πλῆθος, οἳ ἂν οὕτως ἐθισθῶσιν.
Οὐκ ἦν ἀναγκαῖον εἰρῆσθαι νῦν ταῦτα· προὔκειτο γὰρ αὐτῷ διδάξαι τὰς ἐξαπιναίους μεταβολὰς τῶν ἐθῶν βλάπτειν ἡμᾶς, οὐχ ὅπως χρὴ τὰς τοιαύτας βλάβας ἐκθεραπεύειν· ἐπεὶ δὲ καὶ τοῦτ' ἔδοξεν αὐτῷ πρᾶξαι, καὶ ἡμεῖς ἀκολουθήσωμεν οἷς ἔγραψε, μάλιστα μὲν ἐπὶ πλέον κοιμηθῆναι κελεύων, εἰ δὲ καθεύδειν μὴ δύναιτο, περιπατῆσαι σχολαίως συχνὴν περίοδον, ὡς μὲν οἱ πλεῖστοι τῶν ἐξηγουμένων λέγουσι, μετὰ τὸ δεῖπνον, ὡς δ' ἡ διάνοια τῶν εἰρημένων βούλεται, μετὰ τὸ ἄριστον· τὸ γὰρ ὥσπερ νύκτα ἀγαγόντα περὶ τῶν ἡμερινῶν ὕπνων, οὐ τῶν ἐν νυκτὶ προσήκει λέγεσθαι. καὶ μέντοι καὶ τὸ γεγραμμένον ἐφεξῆς, ἔνθα φησίν· ἢν δὲ καθεύδειν μὴ δύνηται, βραδεῖαν συχνὴν περίοδον πλανηθέντα, μὴ στασίμως, δειπνῆσαι μηδὲν ἢ ὀλίγα, μαρτυρεῖ τῷ μετὰ τὸ ἄριστον αὐτὸν ἀξιοῦν κοιμηθῆναι. δυοῖν οὖν θάτερον, ἢ ἐπανορθωτέον ἐστὶν ὡς ἡμαρτημένην τὴν [558] τοιαύτην γραφὴν καὶ οὕτω γραπτέον· ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ νύκτα ἀγαγόντα μετὰ τὸ ἄριστον τοῦ μὲν χειμῶνος ἀρριγέως, τοῦ δὲ θέρεος ἀθαλπέως· ἢ εἴπερ φυλάττοιμεν τὴν μετὰ τὸ δεῖπνον, οὕτως ἀκουστέον τῆς λέξεως· ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ μετὰ τὸ δεῖπνον ἐκοιμᾶτο πρόσθεν, οὕτω νῦν μετὰ τὸ ἄριστον ὥσπερ νύκτα ἀγαγόντα.
τοῦ δὲ κελεύειν αὐτὸν ἤτοι μηδὲν ὅλως ἢ ὀλίγα καὶ κοῦφα δειπνῆσαι πρόδηλος ὁ λογισμός· ἡσυχάσαι γὰρ βούλεται τὴν γαστέρα καὶ ἀνακτήσασθαι τὸν κάματον, ὃν ἔκαμε βαρυνθεῖσα διὰ τὸ παρὰ τὸ ἔθος ἀριστῆσαι τὸν ἄνθρωπον. ἀκόλουθον δὲ τούτῳ καὶ τὸ πιεῖν μὲν ἧττον, οὐ μὴν ὑδαρές γε· τόν τε γὰρ κλύδωνα καὶ τὴν ὑγρότητα καὶ ψῦξιν φυλάξασθαι χρὴ βεβαρημένης τῆς γαστρὸς ὑπὸ τοῦ πλήθους τῶν σιτίων, αὐτὸ δὲ τὸ διδόμενον πόμα μὴ ὑδαρές, ἀλλ' ἐκθερμαῖνόν τε καὶ ῥωννύον εἶναι τὴν γαστέρα. τὰ δ' ἄλλα τὰ συνεχῆ τῇ ῥήσει δῆλα.
[559] Ἀλλὰ μὴν καὶ οἱ μεμαθηκότες δὶς σιτεῖσθαι τῆς ἡμέρης, ἢν μὴ ἀριστήσωσιν, ἀσθενέες καὶ ἄρρωστοί εἰσιν καὶ δειλοὶ εἰς πᾶν ἔργον καὶ καρδιαλγέες. κρέμασθαι γὰρ δοκέει τὰ σπλάγχνα αὐτοῖσι καὶ οὐρέουσι θερμὸν καὶ χλωρόν, καὶ ἡ ἄφοδος συγκαίεται· ἔστι δ' οἷσι καὶ τὸ στόμα πικραίνεται καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται καὶ οἱ κρόταφοι πάλλονται καὶ τὰ ἄκρα διαψύχονται.
Ταύτης τῆς ῥήσεως τὰ μὲν ἄλλα διὰ τῆς παραβολῆς, ὧν τοῖς ἀριστήσασι παρὰ τὸ ἔθος συμβαίνειν φησίν, ἐξήγημαι, περὶ δὲ τῶν ὑπολοίπων νῦν ἐρῶ. τὴν ἄφοδον αὐτῶν, τουτέστι τὸ ἀποπάτημα, συγκαίεσθαί φησιν, ὑπὸ τῆς θερμασίας δηλονότι κατοπτώμενον· ξηρότερόν τε γὰρ ἑαυτοῦ τὸ σῶμα γίνεται καὶ πυρωδέστερον τοῖς ἐκλείπουσι τὸ εἰθισμένον ἄριστον. ἐνίοις δὲ καὶ τὸ στόμα πικρὸν γίνεσθαί φησιν· εἰσὶ δ' οὗτοι χολωδέστεροι φύσει· καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται τοῖς τοιούτοις ὑπὸ τῆς αὐτῆς αἰτίας ξηραινόμενοι τῆς συγκαιούσης τὸ διαχώρημα.
[560] διὰ δὲ τὴν ἐπὶ τὸ πυρῶδες ἐν ταῖς πικροχόλοις φύσεσιν ἐκτροπὴν τῆς ἐμφύτου θερμασίας καὶ οἱ κρόταφοι πάλλονται, τουτέστιν αἱ κατὰ τοὺς κροτάφους ἀρτηρίαι σφύζουσιν ἐπιφανῶς· καὶ τὰ τοῦ σώματος ἄκρα ψύχονται χολωδῶν ἰχώρων ἐμπιπλαμένης τῆς γαστρός, ὑφ' ὧν δακνομένη τε καὶ ἀνιωμένη καταλύει τὴν δύναμιν καὶ καταψύχει τὰ ἄκρα τοῦ σώματος.
Καὶ οἱ μὲν πλεῖστοι τῶν ἀνηριστηκότων οὐ δύνανται κατεσθίειν τὸ δεῖπνον· δειπνήσαντες δὲ βαρύνουσι τὴν κοιλίην καὶ δυσκοιτέουσι πολὺ μᾶλλον ἢ εἰ καὶ προηριστήκεσαν.
Οἱ πικρόχολοι φύσει παρὰ τὸ ἔθος ἀνάριστοι μείναντες ἀποστρέφονται τὰ σιτία κακωθείσης αὐτοῖς τῆς γαστρός· ὅσοι δ' ἂν βιασάμενοι λάβωσι, βαρύνονταί τε καὶ διὰ τοῦτο δυσκοιτοῦσιν, ὡς αὐτὸς εἶπεν, ὅπερ ταὐτὸν σημαίνει τῷ μοχθηρῶς ἔχοντας αὐτοὺς ἐν τῇ κοίτῃ διατελεῖν.
[561] Ὁκότ' οὖν ταῦτα τοιαῦτα γίνεται τοῖσιν ὑγιαίνουσιν εἵνεκεν ἡμίσεος ἡμέρης διαίτης μεταβολῆς, παρὰ τὸ ἔθος οὔτε προσθεῖναι λυσιτελεῖν φαίνεται οὔτε ἀφελεῖν.
Μεταξὺ πάλιν τῆς διηγήσεως τῶν συμβαινόντων τοῖς ὑγιαίνουσιν, ὅσοι γε τὸ ἔθος ὑπήλλαξαν ἀθρόως, τὸ κεφάλαιον τοῦ λόγου παρενέθηκεν, οὗ χάριν ταῦτα πάντα διηγεῖται τὰ τοῖς ὑγιαίνουσι συμβαίνοντα. δῆλον γὰρ ὡς, εἴπερ τοῖς ὑγιαίνουσιν ἡ τῆς ἡμίσεος ἡμέρης μεταβολὴ τῆς διαίτης εἰς τοσοῦτόν ἐστιν ἀνιαρά, πῶς οὐχ ἥδε πολλή γε τοῖς νοσοῦσιν; ἐφεξῆς δὲ πάλιν ἐπὶ τὴν διήγησιν τῶν συμβαινόντων τοῖς ὑγιαίνουσιν ἐπανέρχεται κατὰ τὴν ἐχομένην ῥῆσιν ἔχουσαν οὕτως·
Εἰ τοίνυν οὗτος ὁ παρὰ τὸ ἔθος μονοσιτήσας, ὅλην τὴν ἡμέρην κενεαγγήσας, δειπνήσειεν, ὁκόσον [562] εἴθιστο, εἰκὸς αὐτόν, εἰ τότε ἀνάριστος ἐὼν ἐπόνει καὶ ἠρρώστει, δειπνήσας δὲ τότε βαρὺς ἦν, πολὺ μᾶλλον βαρύνεσθαι· εἰ δέ γε ἔτι πλείονα χρόνον κενεαγγήσας ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρύνοιτο.
Ὃ λέγει τοιοῦτόν ἐστιν· 'εἰ ὁ παρὰ τὸ ἔθος ἀνάριστος μείνας, εἶτα δειπνήσας τῶν εἰθισμένων ἐλάττω τῆς νυκτὸς ἐβαρύνθη, πολὺ μειζόνως βαρυνθήσεται ὁ πλείω ἢ ὅσα εἴθιστο δειπνήσας· ὁ δ' ἐπὶ πλείονα χρόνον κενεαγγήσας, εἰ ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρυνθείη.' τῶν γὰρ ἀναρίστων μενόντων παρὰ τὸ ἔθος ἔνιοι μὲν ἐπ' ἐλάττονα χρόνον ἐκτείνουσι τὴν ἀσιτίαν, ἔνιοι δ' ἐπὶ πλείονα· τούτους οὖν φησιν ἔτι μᾶλλον βαρυνθήσεσθαι.
Τὸν οὖν παρὰ τὸ ἔθος κενεαγγήσαντα συμφέρει ταύτην τὴν ἡμέρην ἀντισηκῶσαι ὧδε· ἀρριγέως [563] καὶ ἀθαλπέως καὶ ἀταλαιπώρως, (ταῦτα γὰρ ἅπαντα βαρέως ἂν ἐνέγκοι), καὶ τὸ δεῖπνον συχνῷ ἔλασσον ποιήσασθαι ἢ ὅσον εἴθιστο καὶ μὴ ξηρόν, ἀλλὰ τοῦ πλαδαρωτέρου τρόπου· καὶ πιεῖν μὴ ὑδαρὲς μηδὲ ἔλασσον ἢ κατὰ λόγον τοῦ βρώματος· καὶ τῇ ὑστεραίῃ ὀλίγα ἀριστῆσαι, ὡς ἐκ προσαγωγῆς ἀφίκηται εἰς τὸ ἔθος.
Ὥσπερ τῶν ἀριστησάντων οὐκ εἰθισμένως ἐπηνώρθου τὴν βλάβην, οὕτως καὶ τοὺς παρὰ τὸ ἔθος κενωθέντας ἐκ μονοσιτίας ἀξιοῖ πρῶτον μὲν θάλπους καὶ ψύχους καὶ ταλαιπωρίας ἀπέχεσθαι· ταῦτα γὰρ ἄν, φησί, πάντα βαρέως ἐνέγκαιεν· ἔτι τε ἀξιοῖ ἐπ' ἔλαττον ἢ ὅσον ἦσαν εἰθισμένοι δειπνῆσαι. καίτοι τούτου ἐναντιώτατον οἱ πολλοὶ ποιοῦσι· κωλυθέντες γὰρ ὑπό τινος ἀσχολίας ἀριστῆσαι κατὰ τὸ δεῖπνον ἀξιοῦσιν ἀπολαμβάνειν καὶ τὴν παραλελειμμένην ἐπὶ τοῦ ἀρίστου τροφὴν οὐκ εἰδότες, ὅτι δεῖται μὲν ὄντως τὸ σῶμα τῆς παραλελειμμένης τροφῆς, οὐ δύναται δὲ αὐτὴν ἡ γαστὴρ κατεργάσασθαι [564] βεβλαμμένη διὰ τὴν μακροτέραν ἀσιτίαν. ἀλλ' ὅ γε Ἱπποκράτης ὥσπερ ἐλάττονα κελεύει δοθῆναι τὴν τροφήν, οὕτω καὶ ὑγροτέραν· αὕτη γὰρ οἰκεῖον ἴαμα τῇ τε γαστρὶ καὶ παντὶ τῷ σώματι γενήσεται κατεξηρασμένοις. ἐπιρρῶσαι δ' αὐτῶν βούλεται τὴν γαστέρα καὶ τῇ τοῦ οἴνου πόσει μήθ' ὑδαρὲς μήτ' ἔλαττον τῆς κατὰ τὴν τροφὴν ἀναλογίας κελεύων πιεῖν· τὸ μὲν γὰρ ὑδαρὲς ἐκλύει τὸν τόνον τῆς γαστρός, τὸ δ' ἔλαττον ἀνεπιτήδειον τῇ ἐξηρασμένῃ. καὶ κατὰ τὴν ὑστεραίαν δ' ἔτι προνοήσασθαι τῆς γαστρὸς ἀξιοῖ τὸν οὕτω βλαβέντα, τῆς συνήθους τροφῆς ἐλάττονα προσενεγκάμενον, ὅπως ἐκ προσαγωγῆς, τουτέστι κατ' ὀλίγον, εἰς τὸ παλαιὸν ἔθος ἐπανέλθοι.
Αὐτοὶ μέντοι σφῶν αὐτῶν δυσφορώτερον δὴ τὰ τοιαῦτα φέρουσιν οἱ πικρόχολοι τὰ ἄνω.
[565] Εἶπον ἤδη κἀγὼ πρὸ μικροῦ περὶ τῶν πικροχόλων, ὡς δυσφορώτεροι γίνονται τῶν φλεγματωδῶν ἐν τῷ μεταβάλλειν ἀθρόως τὴν δίαιταν ἐπὶ τὴν ἔνδειαν· ἐκχολοῦται γὰρ αὐτοῖς θᾶττον ἥ θ' ὅλη τοῦ σώματος ἕξις καὶ ἡ κατὰ τὴν γαστέρα. διὰ τί δ' οὐχ ἁπλῶς εἶπεν οἱ πικρόχολοι, ἀλλὰ προσέθηκε τὰ ἄνω; ὅτι τῆς ξανθῆς χολῆς, ἣν δὴ καὶ ὠχρὰν καὶ πικρὰν ὀνομάζουσιν, ἐπιπολαζούσης μὲν τῇ ἄνω γαστρὶ πικροχόλους εἰκότως ἐροῦμεν εἶναι τοὺς τοιούτους τὰ ἄνω, ὑπιούσης δὲ δι' ἕδρας πικροχόλους τὰ κάτω. Παύλῳ μὲν γὰρ τῷ ῥήτορι φλεγματώδη τὴν ὅλην ἕξιν τοῦ σώματος ἔχοντι καθ' ἑκάστην ἡμέραν ἐπεπόλαζεν ἡ ξανθὴ χολὴ καὶ πρώτην αὐτὴν ἤμει μετὰ τὸ λουτρὸν οὐκ ὀλίγην, Εὐδήμῳ δὲ τῷ φιλοσόφῳ χολώδει τὴν κρᾶσιν ὄντι διὰ τῆς ἕδρας ὑπῄει κάτω καὶ σπανίως οὗτός ποτ' ἤμει χολὴν ὠχράν· ἦν δ' ὥσπερ τῷ Παύλῳ τὰ διαχωρήματα χολῆς ὀλίγον ἔχοντα, οὕτω τῷ Εὐδήμῳ πάμπολυ. τοῖς οὖν ἐκλείπουσι παρὰ τὸ ἔθος τὸ ἄριστον, ἐὰν μὲν τήν τε ὅλην ἕξιν τοῦ σώματος ὦσι πικρόχολοι τήν τε ἄνω γαστέρα, [566] συμβαίνειν ἀναγκαῖόν ἐστι πάνθ' ὅσα προεῖπεν ὀλίγον ἔμπροσθεν· ὅσοις δὲ τὴν ἄνω γαστέρα μόνην ὑπάρχει πικροχόλοις εἶναι, τὰ μὲν τῆς δυσφορίας συμβήσεται ὁμοίως, τὰ δ' ἄλλα συμπτώματα τινὰ μὲν οὐδ' ὅλως ἔσται, τινὰ δὲ μετριώτερα.
προειρήκει δὲ τοὺς ἐκλείποντας τὸ ἄριστον παρὰ τὸ ἔθος 'δειλοὺς εἰς πᾶν ἔργον γίγνεσθαι καὶ καρδιαλγέας καὶ κρέμασθαι δοκεῖν αὐτοῖς τὰ σπλάγχνα καὶ οὐρεῖν θερμὸν καὶ χλωρὸν καὶ τὴν ἄφοδον συγκαίεσθαι, τισὶ δ' αὐτῶν καὶ τὸ στόμα πικρὸν γίνεσθαι καὶ τοὺς ὀφθαλμοὺς κοίλους καὶ τοὺς κροτάφους πάλλεσθαι καὶ τὰ ἄκρα διαψύχεσθαι.' τούτων δὲ τινὰ μὲν τοῖς ὅλην τὴν ἕξιν πικροχόλοις μᾶλλον συμβαίνει, τινὰ δὲ τοῖς τὴν ἄνω γαστέρα. καὶ διὰ τοῦτο καὶ ἡ πρὸς τὰς ἐνεργείας ἀτολμία καὶ ἡ τῶν ἄκρων ψῦξις τό τ' οὐρεῖν θερμὸν καὶ χλωρὸν καὶ τὸ τὰ διαχωρήματα συγκαίεσθαι καὶ τοὺς ὀφθαλμοὺς κοίλους γίνεσθαι καὶ τοὺς κροτάφους πάλλεσθαι τοῖς τὴν ὅλην ἕξιν πικροχόλοις, ἀμφοτέροις δὲ τό τε δοκεῖν τὰ σπλάγχνα κρέμασθαι καὶ τὸ στόμα πικραίνεσθαι. διὰ μὲν γὰρ τὴν παρὰ τὸ ἔθος ἔνδειαν αἴσθησιν ἴσχουσιν ἀστηρίκτων τῶν σπλάγχνων, διὰ δὲ τὴν ἐπικράτειαν τῆς χολῆς πικρὸν γίνεται τὸ [567] στόμα τοῖς τὸ πᾶν σῶμα πικροχόλοις, οὐχ ὡς τοῦ παθήματος ἐν τῷ στόματι γιγνομένου μᾶλλον, ἀλλ' ὅτι τῆς αἰσθήσεως αὐτὸ τὸ μόριον ἡ φύσις ἐποίησε χυμῶν ἰδέας διαγνωστικόν.
ἡ δὲ γαστὴρ συγκαίεται μᾶλλον μὲν οἷς ἡ ἐξ ἥπατος εἰς αὐτὴν καταρρέουσα χολὴ τὸ ἐπιπολάζειν ἔσχηκεν, ἧττον δὲ οἷς ὑπέρχεται κάτω· τούτοις μὲν γὰρ ἐρεθίζει τὸ ἔντερον εἰς ἀπόκρισιν, ἐκείνοις δὲ τὸν στόμαχον ἀδικεῖ· διὸ καὶ ὁ Εὔδημος ἑκάστης ἡμέρας διεχώρει δίς, ἔστι δ' ὅτε καὶ τρίς, ὁ δὲ Παῦλος ἐνίοτε οὐδ' ὅλως ἐξέκρινεν. εἰ μὴ γὰρ ἐρεθίζοιτο πρός τινος δάκνοντος ἢ τῷ πλήθει τῆς κόπρου βαρύνοιτο τὰ ἔντερα, προθυμίαν ἐκκρίσεως οὐ λαμβάνει. τούτων δ' οὐδέτερον τοῖς παραλείπουσι τὸ ἄριστον· οὔτε γὰρ δάκνεται τὰ ἔντερα, τῆς χολῆς ἐπὶ τὸ στόμα ἐνηνεγμένης, οὐκ ἐκεῖνα δακνούσης καὶ ἀνιώσης, οὔτε βάρος ἐγγίνεται τοῖς μηδ' ὅλως ἐδηδοκόσιν.
Τὴν δέ γε ἀσιτίην τὴν παρὰ τὸ ἔθος [568] οἱ φλεγματίαι τὰ ἄνω εὐφορώτερον φέρουσι τὸ ἐπίπαν, ὥστε καὶ τὴν μονοσιτίην τὴν παρὰ τὸ ἔθος εὐφορώτερον οὗτοι ἂν ἐνέγκαιεν.
Ἔμπροσθεν μὲν εἰρήκει 'τοὺς πικροχόλους τὰ ἄνω δυσφορώτερον φέρειν τὴν μονοσιτίαν', νυνὶ δὲ πρὸς τοὺς φλεγματώδεις μεταβὰς ἀντὶ τῆς μονοσιτίας πρότερον ἐμνημόνευσε τῆς ἀσιτίας, ἐκ τοῦ σαφεστέραν ἔχοντος τὴν βλάβην τὴν μετάβασιν ἐπὶ τὸ βλάπτον ἧττον ποιησάμενος ἐξ ἀναλογίας. εἰ γὰρ δὴ μᾶλλον μὲν εἰκὸς βλάπτεσθαι τοὺς ὅλην τὴν ἡμέραν ἀσιτήσαντας παρὰ τὸ ἔθος, ἧττον δὲ τοὺς ἐκλείποντας τὸ ἄριστον, εὐφορώτερον δὲ τῶν πικροχόλων οἱ φλεγματώδεις φέρουσι τὴν μονοσιτίαν, εὔδηλον, ὡς καὶ τὴν ἀσιτίαν εὐφορώτερον οἴσουσιν. ἡ δ' αἰτία τοῦ ῥᾷον φέρειν τὴν ἀσιτίαν καὶ τὴν μονοσιτίαν τοὺς φλεγματώδεις ἐκ τῶν προειρημένων ἐπὶ τοῖς χολώδεσι πρόδηλος. ὁ μὲν γὰρ τῆς χολῆς χυμὸς ἐν ταῖς ἀσιτίαις ἑαυτοῦ γίνεται πικρότερος, ὁ δὲ τοῦ φλέγματος ἐν τῷ χρόνῳ πεττόμενος γίνεται αἷμα, τῶν χολῶν [569] οὐδετέρας ἐπανελθεῖν εἰς αἵματος οὐσίαν δυναμένης, ἐπειδὴ τοῦ μὲν αἵματος [ἐν αὐτῷ] θερμανθέντος ἐπὶ πλέον ἡ ξανθὴ γεννᾶται χολή, ταύτης δ' αὐτῆς κατοπτηθείσης ἢ κἀκ τοῦ παχέος αἵματος ἡ μέλαινα· τοῦ δὲ φλέγματος ἡ γένεσις ἐν τοῖς φλεγματώδεσιν ἐδέσμασιν ἀεὶ προηγεῖται τοῦ αἵματος καὶ διὰ μέσης τῆς τούτου γενέσεως ἡ εἰς αἷμα μεταβολὴ γίνεται τοῖς σιτίοις. καὶ τοῦτο συμβέβηκεν οὐ μόνον τοῖς μοχθηροτέροις ἐδέσμασιν, ἀλλὰ καὶ τῶν πάνυ δοκούντων ἐνίοις ὑγιεινῶν εἶναι, καθάπερ ἄρτῳ τε καὶ χόνδρῳ καὶ σεμιδάλει.
ἐγὼ μὲν οὖν ἐξήγημαι τὴν ἀρίστην εἶναί μοι δοκοῦσαν γραφήν· αὐτό τε γὰρ καθ' ἑαυτὸ τὸ ἐν αὐτῇ διδασκόμενον ἀληθές ἐστι καὶ τοῖς προηγουμένοις ἀκόλουθον, οἵπερ εἰσὶ σκοποὶ τῆς ἀρίστης ἐξηγήσεως· οὐ μὴν ἐν ἅπασί γε τοῖς ἀντιγράφοις εὑρήσεις τὴν τοιαύτην γραφήν, ἀλλ' ἐναντίως μὲν καὶ ἀλλήλοις, ἑτέρως δ' ἐν ἅπασι σχεδόν τι τοῖς βιβλίοις ἔστιν εὑρεῖν ἐγγεγραμμένην τὴν ῥῆσιν ταύτην, καὶ ψευδοῦς γινομένου τοῦ λόγου καὶ τοῖς προειρημένοις οὐδεμίαν ἀκολουθίαν σῴζοντος.
[570] Ἱκανὸν μὲν οὖν καὶ τοῦτο σημεῖον, ὅτι αἱ μέγισται μεταβολαὶ τῶν περὶ τὰς φύσιας ἡμῶν καὶ τὰς ἕξιας συμβαινόντων μάλιστα νοσοποιέουσιν.
Πολλὰ μὲν σημαίνει παρ' αὐτῷ τὸ τῆς 'φύσεωσ' ὄνομα, νῦν μέντοι τὴν κρᾶσιν ἄν τις ὑπολάβοι δηλοῦσθαι, καθάπερ γε καὶ τὴν αὐτῶν τῶν μορίων κατασκευὴν 'ἕξιν' ὠνομάσθαι νῦν, ἐν ᾗ κατασκευῇ καὶ τὸ ἐπιπολάζειν ἄνω τὴν χολὴν ἔστιν ἢ ὑποχωρεῖν κάτω καὶ τὸ κρεμάμενα μᾶλλον ἔχειν ἢ ἐστηριγμένα τὰ σπλάγχνα. μεγάλη μὲν γὰρ οὖσα φύσει ἡ γαστὴρ στηρίζει τὰ σπλάγχνα, κἂν κενὴ σιτίων ᾖ· σμικρὰ δ' ὑπάρχουσα σιτίων μὲν πληρωθεῖσα στηρίζει, κενωθεῖσα δὲ καταλείπει συνιζάνουσα, κἀντεῦθεν αἴσθησις αὐτοῖς γίνεται τοῦ κρέμασθαι τὰ σπλάγχνα. περὶ δὲ τοῦ τὴν ξανθὴν χολὴν ἐπιπολάζειν τισὶν ἄνω πρόσθεν εἴρηται, τοῦ καταφέροντος αὐτὴν εἰς τὴν τῆς γαστρὸς ἔκφυσιν ἐξ ἥπατος πόρου [571] διαφέρουσαν ἴσχοντος τὴν κατασκευήν. ἔσθ' ὅτε γάρ τισιν ἀπ' αὐτοῦ εἰς τὴν γαστέρα παραγίνεται μόριον· τούτοις μὲν οὖν ἐπιπολάζει τὸ χολῶδες περίττωμα, τοῖς δ' ἄλλοις ὑπέρχεται κάτω πᾶν.
Οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας ποιεῖν οὔτε ἀκμαζόντων τῶν νοσημάτων καὶ ἐν φλεγμασίῃ ἐόντων προσφέρειν, οὔτ' ἐξαπίνης οἷόν τε ὅλῳ τῷ πράγματι μεταβάλλειν οὔτ' ἐπὶ τὰ οὔτ' ἐπὶ τά.
Ἀτάκτως ἡ ῥῆσις αὕτη γέγραπται· συνῆφθαι γὰρ αὐτὴν ἐχρῆν τῇ πρὸ αὐτῆς γεγραμμένῃ, ἵνα ὁ σύμπας λόγος γένηται τοιοῦτος· αὐτοὶ μέντοι σφῶν αὐτῶν δυσφορώτερον δὴ τὰ τοιαῦτα φέρουσιν οἱ πικρόχολοι τὰ ἄνω· τὴν δέ γε ἀσιτίην τὴν παρὰ τὸ ἔθος οἱ φλεγματίαι τὰ ἄνω εὐφορώτερον φέρουσι τὸ ἐπίπαν, ὥστε καὶ τὴν μονοσιτίην τὴν παρὰ τὸ ἔθος εὐφορώτερον ἂν οὗτοι [572] ἐνέγκαιεν· οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας ποιεῖν, οὔτ' ἀκμαζόντων τῶν νοσημάτων καὶ ἐν φλεγμασίῃ ἐόντων προσφέρειν. συμπληρώσας γὰρ τὸν λόγον, ἐν ᾧ τὰς μεγάλας μεταβολὰς τῆς διαίτης ἐδείκνυε καὶ αὐτοὺς τοὺς ὑγιαίνοντας βλαπτούσας, οὐχ ὅπως τοὺς νοσοῦντας, εἰκότως ἐπήνεγκεν, οὗ χάριν ἐμνημόνευσεν ἁπάντων τούτων, εἰπών· οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας ποιεῖν.
ἀποδεδειγμένου δ' ἱκανῶς αὐτῷ τοῦ προκειμένου καὶ διὰ τῶν εἰρημένων, ὅμως φαίνεται μεταβαίνων καὶ ἐφ' ἕτερον λόγον ἀποδεικνύντα ταῦτα, ἐκ περιουσίας χρώμενος ταῖς πίστεσιν. ἀρχὴ τοίνυν ἐστὶν εἰκότως τοῦ δευτέρου λόγου τούτου ἡ ῥῆσις ἥδε· "ἱκανὸν μὲν οὖν καὶ τοῦτο σημεῖόν ἐστιν, ὅτι αἱ μέγισται μεταβολαὶ τῶν περὶ τὰς φύσιας ἡμῶν καὶ τὰς ἕξιας συμβαινόντων ‹μάλιστα› νοσοποιέουσιν·" ᾧ λόγῳ συνεχὴς ἂν εἴη καὶ ἀκόλουθος οὗτος· "πολλὰ δ' ἄν τις ἠδελφισμένα τούτοισι τῶν εἰς κοιλίην καὶ ἄλλα εἴποι." ταύτην μὲν οὖν τὴν ῥῆσιν ἐξηγήσομαι, [573] νυνὶ δ' ἐπὶ τὴν προκειμένην ἐπανήξω τήνδε τὴν διάνοιαν ἔχουσαν· οὐχ οἷόν τέ ἐστι παρὰ καιρὸν οὔτε σφόδρα λιμαγχονεῖν οὔτ' ἐν ταῖς ἀκμαῖς τῶν νοσημάτων μεταβάλλειν τὴν δίαιταν ἐξ ἐνδείας ἐπὶ προσφοράν, ὥσπερ οὐδ' ἐπὶ τοὐναντίον ἀθρόως· οἷς ἕπεται δηλονότι τὸ τοιαύτην ποιεῖσθαι τὴν δίαιταν, οἵαν οὗτος ἐκέλευσε· κεφάλαιον δ' αὐτῆς ἐστι πεφυλάχθαι τὰς ἀθρόας μεταβολὰς ἐπὶ τἀναντία.
Πολλὰ δ' ἄν τις ἠδελφισμένα τούτοισι τῶν ἐς κοιλίην καὶ ἄλλα εἴποι, ὡς εὐφόρως μὲν φέρουσι τὰ βρώματα, ἃ εἰθισμένοι εἰσίν, ἢν καὶ μὴ ἀγαθὰ ᾖ φύσει, ὡσαύτως δὲ καὶ τὰ ποτά, δυσφόρως δὲ φέρουσι τὰ βρώματα, ἃ μὴ εἰθισμένοι εἰσίν, ἢν καὶ μὴ κακὰ ᾖ, ὡσαύτως δὲ καὶ τὰ ποτά.
Τὰ ὡμοιωμένα καὶ ὡς ἂν εἴποι τις ἱκανῶς συγγενῆ καλεῖν ἠδελφισμένα σύνηθες αὐτῷ, διότι τῶν συγγενῶν οἰκειότατοί τέ εἰσι καὶ [574] συγγενέστατοι πάντων οἱ ἀδελφοί· καὶ γὰρ αἱ ἄλλαι συγγένειαι τούτων εἰσὶν ὕστεραι, θεῖοί τε καὶ θεῖαι καὶ ἀνεψιοὶ καὶ ἀνεψιαὶ καὶ ἄλλα ὅσα τοιαῦτα. τὰ δ' ἄλλα τῆς ῥήσεως δῆλα, δεικνύντος αὐτοῦ τὸν αὐτὸν λόγον, ὃν ἀπ' ἀρχῆς ἐδείκνυε, κεφάλαιον ἔχοντα, μέγιστον μέν τι δύνασθαι τὰ ἔθη, τὴν δ' ἀθρόαν μεταβολὴν οὐ σμικρὰ βλάπτειν τὰ σώματα.
Καὶ ὁκόσα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθος βρωθεῖσα ποιέει ἢ σκόροδα ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς ἢ ἄλλα ὁκόσα τοιουτότροπα μεγάλας δυνάμιας ἰδίας ἔχοντα, ἧσσον ἄν τις θαυμάσειεν, εἰ τὰ τοιαῦτα πόνους ἐμποιέει ἐν τῇσι κοιλίῃσι μᾶλλον τῶν ἄλλων· ἀλλ' εἰ καταμάθοι, ὅσον μᾶζα ὄχλον καὶ ὄγκον καὶ φῦσαν καὶ στρόφον κοιλίῃ παρέχει παρὰ τὸ ἔθος βρωθεῖσα τῷ ἀρτοφαγέειν εἰθισμένῳ, ἢ ὁκοῖον ἄρτος βάρος καὶ τάσιν κοιλίης τῷ μαζοφαγεῖν εἰθισμένῳ, [575] ἢ αὐτός γε ὁ ἄρτος θερμὸς βρωθεὶς οἵην δίψαν παρέχει καὶ ἐξαπιναίην πληθώρην διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον, καὶ οἱ ἄγαν καθαροί τε καὶ συγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες οἷα διαφέροντα ἀλλήλων ποιέουσι καὶ μᾶζά γε ξηρὴ παρὰ τὸ ἔθος ἢ ὑγρὴ ἢ γλίσχρη, καὶ τὰ ἄλφιτα οἷόν τι ποιεῖ τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι καὶ τὰ ἑτεροῖα τοῖσι τὰ ποταίνια εἰωθόσι· καὶ οἰνοποσίη καὶ ὑδροποσίη παρὰ τὸ ἔθος εἰς θάτερα μεταβληθέντα ἐξαπίνης, καὶ ὑδαρής τε οἶνος καὶ ἄκρητος παρὰ τὸ ἔθος ἐξαπίνης ποθεὶς (ὁ μὲν γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίην καὶ δίψαν) καὶ λευκός τε καὶ μέλας παρὰ τὸ ἔθος μεταβάλλουσιν, εἰ καὶ ἄμφω οἰνώδεες εἶεν, ὅμως πολλὰ ἂν ἑτεροιώσειαν κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα ἧσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνασθαι ἐξαπίνης μεταβληθέντα.
[576] Τὴν ὅλου τοῦ λόγου τοῦδε διάνοιαν εἰπὼν πρότερον, οὕτως ἐπὶ τὰς κατὰ μέρος ἐν αὐτῷ λέξεις ἀφίξομαι. διάνοια μὲν οὖν ὅλου τοῦ λόγου τοιαύτη τίς ἐστι· τὴν μὲν εἰς τὰ μεγάλην ἔχοντα δύναμιν ἐδέσματά τε καὶ πόματα μεταβολὴν τῆς διαίτης οὐκ ἄν τις θαυμάσειε βλάπτουσαν ὁρῶν τὰ σώματα, περὶ δὲ τῆς εἰς τὰ μικρὰ μεταβολῆς οὐδ' αὐτῆς ἀβλαβοῦς γινομένης εἰκότως ἄν τις θαυμάσειε. τοιαύτη μὲν ἡ τοῦ παντὸς λόγου διάνοια.
κατὰ μέρος δὲ τῆς ὅλης ῥήσεως ἡ ἀρχὴ τῶν ἰσχυρὰν δύναμιν ἐχόντων σιτίων ὀνομαστὶ μέμνηται, κρεηφαγίης τε καὶ σκορόδων καὶ σιλφίου καὶ ὀποῦ καὶ καυλοῦ, δηλονότι τοῦ σιλφίου· καὶ γὰρ ὅλον τὸ σίλφιον ἰσχυρὰν ἔχει δύναμιν καὶ κατὰ μέρος ὁ ὀπὸς αὐτοῦ καὶ ὁ καυλός. ἀλλὰ ταῦτα μὲν ἁπλῶς εἶπεν· ἐπὶ δὲ τῆς κρεηφαγίης προσέθηκε καὶ τὸ πολλή· μεγάλην γὰρ οὕτως ἕξει δύναμιν, οὐκ ἔχουσα μεγάλην, εἰ σύμμετρος εἴη.
ἡ δ' ἐφεξῆς τῆσδε λέξις ἐπὶ τὰ σμικρὰν ἔχοντα δύναμιν ἐδέσματα [577] μεταβαίνει, μᾶζαν καὶ ἄρτον θερμὸν ἢ ψυχρὸν ἢ καθαρὸν ἢ συγκομιστόν. ὅτι δὲ τὸν μὴ καθαρὸν ὀνομάζει συγκομιστόν, εὔδηλόν ἐστι κἀκ τῆς πρὸς τὸν καθαρὸν ἀντιθέσεως· οἵ γε μὴν νῦν ἄνθρωποι τὸν τοιοῦτον ἄρτον αὐτόπυρον ὀνομάζουσιν, οὐ διακρινομένου τοῦ πιτυρώδους ἀλεύρου κατ' αὐτόν, συναναφυρομένου δὲ τῷ καθαρῷ.
τούτοις ἐφεξῆς καὶ τῆς ἐν τοῖς ἀλφίτοις διαφορᾶς ἐμνημόνευσε, (τὰ δὲ πρόσφατα ποταίνια κέκληκε τῇ τῶν Ἰώνων φωνῇ καὶ τῇ τῶν παλαιοτέρων), οἰνοποσίας τε καὶ ὑδροποσίας παρὰ τὸ ἔθος ὑπαλλαττομένων, ἀκρατεστέρου καὶ ὑδαρεστέρου πόματος. ἐφ' ὧν καὶ προσέθηκεν, ὡς ὁ μὲν ὑδαρὴς οἶνος πλάδον ἐν τῇ ἄνω κοιλίᾳ, τουτέστιν ὑγρότητα, καὶ ἀτονίαν ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, ὁ δ' ἄκρατος παλμὸν φλεβῶν καὶ καρηβαρίαν καὶ δίψος, οὗτος μὲν τῇ θερμότητι ταῦτ' ἐργαζόμενος, ὁ δ' ὑδαρὴς τῇ θ' ὑγρότητι καὶ τῇ ψύξει τἀναντία. καὶ τῶν οἴνων δ' αὐτῶν ἐμνημόνευσε τῆς διαφορᾶς, ἐξ ἁπάντων τούτων ἀθροίζων τὸ προκείμενον ἐξ ἀρχῆς αὐτῷ καθόλου, πᾶσαν ἐξάλλαξιν ἔθους ἀθρόως γινομένην οὐ μικρὰν βλάβην κατὰ τὸ σῶμα ἐργάζεσθαι.
[578] Τιμωρητέον μὲν δὴ τοιόνδε τι μέρος τῷ ἐναντίῳ λόγῳ· ὅτι ἡ μεταβολὴ τῆς διαίτης τουτέοισιν ἐγένετο, οὐ μεταβάλλοντος τοῦ σώματος οὔτ' ἐπὶ τὴν ῥώμην, ὥστε προσθέσθαι δεῖν σιτία, οὔτ' ἐπὶ τὴν ἀρρωστίην, ὥστ' ἀφαιρεθῆναι.
Τὸ μὲν τιμωρητέον δηλωτικόν ἐστι τοῦ βοηθήματος· ἡ βοήθεια δ' οὐκ ἂν ἄλλη τις εἴη τῷ λόγῳ παρὰ τὴν συνηγορίαν, ὡς ἀληθεύει. δυοῖν γάρ τοι λόγοιν τοῦ μὲν ἀρέσκοντος αὐτῷ, τοῦ δὲ ἐναντίου τούτῳ συνηγόρευσε μὲν ἄχρι τοῦδε τῷ ἀρέσκοντι, νῦν δὲ καὶ πρὸς τὴν θατέρου συνηγορίαν ἐτράπετο, καθ' ὃν εἰκὸς εἶναι φήσειεν ἄν τις ὠφελεῖσθαι τοὺς νοσοῦντας ὑπὸ τῆς ἐν τῇ διαίτῃ μεταβολῆς μεγάλως, ἐπειδὴ καὶ ἡ τοῦ σώματος ὑπήλλακται διάθεσις εἰς τοὐναντίον, εἴ γε πρόσθεν μὲν ὑγίαινε, νυνὶ δὲ νοσεῖ. ἀλλά γε πρὸς τοῦτον τὸν λόγον καὶ ἔμπροσθεν [579] εἶπεν ἐν τῷ καθόλου· "τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον, ὀρθῶς μέντοι γε μεταβιβαστέη ἡ μεταβολή". καὶ τί ποτ' ἐστὶ τὸ "ὀρθῶσ", ἐδήλωσε διὰ πλειόνων, ἃ συγκεφαλαιούμενος εἶπεν· "οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας ποιεῖν, οὔτ' ἀκμαζόντων τῶν νοσημάτων καὶ ἐν φλεγμασίῃ ἐόντων προσφέρειν οὔτ' ἐξαπίνης οἷόν τε ὅλῳ τῷ πρήγματι μεταβάλλειν οὔτ' ἐπὶ τὰ οὔτ' ἐπὶ τά." ὥστ' ἤδη φθάνει λελυκέναι ‹τὴν› ἀμφιβολίαν, ἣν εἶπεν ἄρτι συναγορεύων τῷ λόγῳ, προσθήσει δ' αὐτῇ τι καὶ νῦν λέγων· "προστεκμαρτέα δὴ καὶ ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νοσήματος ἑκάστου" καὶ τἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν, ἃ κατὰ τὴν ἐφεξῆς ῥῆσιν διηγήσομαι.
Προστεκμαρτέα δὴ καὶ ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νοσήματος ἑκάστου καὶ τῆς φύσιος τοῦ [τ'] ἀνθρώπου καὶ τοῦ ἔθους τῆς διαίτης τοῦ κάμνοντος, οὐ μόνον σιτίων, ἀλλὰ καὶ ποτῶν.
[580] Εἰς τὸ προσηκόντως ἐπὶ τῶν ὀξέως νοσούντων καταστήσασθαι τὴν δίαιταν οἷς ἐδίδαξε προστιθέναι κελεύει τήν τε τῆς ἰσχύος ἐπίσκεψιν καὶ τοῦ νοσήματος τὸν τρόπον, ἔτι δὲ τὴν φύσιν τἀνθρώπου καὶ τὸ ἔθος αὐτοῦ. τὸ μὲν γὰρ κεφάλαιόν ἐστιν, ὃ κατασκευάζει, μὴ μεταβάλλειν τῆς διαίτης τὸ εἶδος πρὸ τοῦ γενέσθαι σαφῆ τὰ τῆς πέψεως σημεῖα· τοῦτο δ' ἔσται προγνόντος σου, πόσαις ἡμέραις ὁ νοσῶν πρὸς τὴν ἀκμὴν ἀφίξεται. δυναμένης δὲ τῆς διαίτης, ἧς ἐξελέξω, καὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐξαλλάττεσθαι διὰ τὸ καὶ τοὺς κάμνοντας ἀλλήλων διαφέρειν κατά τε ῥώμην καὶ ἀρρωστίαν τῆς δυνάμεως καὶ τὴν φυσικὴν κρᾶσιν καὶ τὸν τρόπον τοῦ νοσήματος καὶ τὸ προγεγονὸς ἔθος, εἰς ταῦτα ἀποβλέποντί σοι τεχνικῶς ὑπάρξει στοχάζεσθαι τοῦ τε μᾶλλον καὶ ἧττον καὶ τοῦ τῆς διαίτης εἴδους. τὸ τῆς διαίτης μὲν γὰρ εἶδος, εἰ ἐπ' ὀξυμέλιτος ἢ μελικράτου τὸν κάμνοντα χρὴ διαιτᾶν ἢ ὕδατος μόνου διδόναι πίνειν ἄχρι τῶν τῆς πέψεως γνωρισμάτων, ἢ πτισάνην δοτέον ἢ μόνον τὸν χυλὸν αὐτῆς, εἴτ' οὖν δὶς εἴτε καὶ ἅπαξ τῆς ἡμέρας, τὸ δὲ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ διαίτῃ [581] προστεκμαίρεσθαι χρὴ δι' ὧν εἶπε νῦν. οὐ δήπου γὰρ ἐὰν εὕρῃς τὸν κάμνοντα χυλοῦ δεόμενον, ἤδη γινώσκεις, ὁπόσον τούτου δοτέον ἐστίν, ὡσαύτως δὲ καὶ ἐπ' ὀξυμέλιτός τε καὶ μελικράτου καὶ ὕδατος· ἀλλ' ὥσπερ εἰς τὴν εὕρεσιν τοῦ τῆς διαίτης εἴδους ἐδεήθης διαγνῶναι, πότερον ἄρρωστος ἢ εὔρωστός ἐστιν ἡ δύναμις τοῦ κάμνοντος, ἐν πόσαις τε τῶν ἡμερῶν ἡ πέψις ἔσται τοῦ νοσήματος, οὕτω καὶ νῦν προσεπισκέπτου, μέχρι πόσου τὰ τῆς ἰσχύος ἢ τὰ τῆς ἀσθενείας αὐτῇ συμβέβηκε· παμπόλλη γὰρ ἡ διαφορὰ καὶ κατὰ τὴν ἰσχὺν τῆς δυνάμεως, ἐπεὶ καὶ κατὰ τὴν ἀσθένειαν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον.
οὕτως δὲ καὶ ἡ τοῦ νοσήματος διαφορὰ προστεκμαρτέα· χρὴ γὰρ οὐ μόνον ὅτι πλευρῖτις ἢ περιπνευμονία γινώσκειν, ἀλλὰ καὶ ποία τίς ἐστιν αὕτη κατά τε τὰς ὀδύνας καὶ τοὺς πυρετοὺς καὶ τὰ πτυόμενα. καὶ γὰρ τῶν ὀδυνηρῶν πλευριτίδων αἱ μὲν μᾶλλον, αἱ δ' ἧττόν εἰσι τοιαῦται, καὶ τὸν σφοδρὸν πυρετὸν ἧττόν τε καὶ μᾶλλον ἔχουσι τοιοῦτον αἱ κατὰ μέρος πλευρίτιδες. ἐν δὲ τοῖς πτυομένοις οὐ σμικρὰ διαφορά, [582] καθότι κἀν τῷ Προγνωστικῷ λέλεκται. ποικιλλομένων οὖν τῶν κατὰ μέρος ἀρρώστων ἐν ταῖς εἰρημέναις διαφοραῖς οὐχ οἷόν τε κατὰ τὰς τῶν ἐμπειρικῶν ὀνομαζομένας συνδρομὰς ποιήσασθαι τὴν διδασκαλίαν· οὐδὲ γὰρ οὐδὲ γράψαι δυνατόν ἐστι τὰς διαφορὰς τῶν κατὰ τὴν δύναμιν ὑπεροχῶν ἢ τὰς τῶν σφοδροτήτων τοῦ πυρετοῦ καὶ τὸ ποσὸν ἐν τοῖς πτύσμασι καὶ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖς κατὰ μέρος χρώμασιν, (εἰσὶ δὲ ἀνομοιότροποι καὶ αἱ ἀναγωγαί), ἀλλ' ἑκάστου πράγματος ἀκηκοότα τὴν δύναμιν ἰδίᾳ καὶ κατὰ μέρος αὐτὸν χρὴ παραβάλλειν γε πάσας ἀλλήλαις, ἀθροίζειν δέ τι κεφάλαιον ἓν ἐξ αὐτῶν. ἐν τούτῳ γάρ ἐστι καὶ τὸ βελτίονας καὶ χείρονας γίνεσθαι τοὺς ἰατρούς, εἰ καὶ τὰ αὐτὰ μεμαθηκότες εἶεν· οἱ γὰρ ὀξύτεροι τὸν λογισμὸν τῶν ἀμβλυτέρων οἵ τε φιλοπονώτεροι τῶν ῥᾳθυμοτέρων οἵ τε τριβακώτεροι τῶν ἀπειροτέρων οἵ τε μνημονικώτεροι τῶν ἀμνημονεστέρων ‹γίνονται βελτίουσ›.
ἄμεινον οὖν ἐκ τῆς τῶν κατὰ μέρος πάντων δυνάμεως ἀθροίζειν εἰς ἓν κεφάλαιον ὅλον τε τὸ τῆς διαίτης σχῆμα καὶ τὸ καθ' ἑκάστην τροφὴν ποσόν. ἡ μὲν γὰρ ἀσθένεια πλεονάκις μέν, ἀλλὰ κατ' ὀλίγον [583] διδόναι τὴν τροφὴν ἐνδείκνυται· συνεπιμαρτυρεῖ δὲ τούτῳ καὶ τὸ δὶς ἐσθίειν εἰθίσθαι τὸν κάμνοντα. τοὐναντίον δὲ πάλιν ἡ ῥώμη τῆς δυνάμεως ἐὰν ἐπ' ἀνθρώπου μονοσιτεῖν εἰθισμένου φαίνηται, θρεπτέον ἅπαξ τοῦτον· ἐνδείκνυται δ' ἄμφω τὰ τεκμήρια. οὕτω δὲ καὶ τὸ μὲν εὐδιαφόρητον σῶμα πρὸς τὸ διδόναι τροφὴν παρορμᾷ, τὸ δὲ δυσδιαφόρητον ἐπὶ τὸ ἐναντίον ἄγει, καὶ τὸ μὲν λεπτοὺς ἔχον τοὺς χυμοὺς ἐπὶ τὸ διδόναι τροφήν, τὸ δὲ μὴ τοιοῦτον ἐπὶ τἀναντία· καθ' ἕκαστόν τε τῶν εἰρημένων τὸ μᾶλλόν τε καὶ ἧττον ἀνάλογον ἑαυτῷ καὶ τὴν τοῦ βοηθήματος χρῆσιν αὐξάνει τε καὶ ἀνίησι.
λέλεκται δὲ περὶ τῶν τοιούτων ἐν τῇ τῆς Θεραπευτικῆς μεθόδου πραγματείᾳ πάνθ' ἑξῆς κατὰ τάξιν, ὡς μαθεῖν τε δύνασθαι τάχιστα καὶ μνημονεῦσαι ῥᾷστα. δι' ἑνὸς γὰρ βιβλίου τοῦ νῦν ἡμῖν προκειμένου πάντα καλῶς εἰπεῖν τὸν Ἱπποκράτην καὶ κατὰ τάξιν διδάξαι τῶν ἀδυνάτων ἦν καὶ μάλιστ' αὐτοῦ πρώτου τὴν εὕρεσιν αὐτῶν ποιουμένου. τῷ δὲ παρ' αὐτοῦ μὲν αὐτὰ μαθόντι διεστραμμένως τε καὶ ἀτάκτως [584] ὅλον τε τὸν ἑαυτοῦ βίον ἀναθέντι πρὸς τὴν ἐξ ἔργων ἄσκησιν διδαχθεῖσαν οὐκ ἀδύνατον καὶ σαφήνειαν καὶ τάξιν τῇ διδασκαλίᾳ προσθεῖναι. ἐὰν δὲ καὶ διὰ πλειόνων βιβλίων ὑπάρξῃ τοῦτο πρᾶξαι, δῆλόν ἐστι, πόση γίνεται τῆς σαφηνείας τῶν διδασκομένων ὑπερβολή. μὴ τοίνυν ἀθυμείτω τις, ἐὰν ἐντεῦθεν συγχέηται περικλυζόμενος ἀθρόως τῷ πλήθει τῶν σκοπῶν, ἀλλ' ἐννοήσας, ὅτι κατὰ μέρος ἕκαστον τούτων δέδεικται πρὸς ἡμῶν ἐν τῇ Θεραπευτικῇ πραγματείᾳ, μεταβὰς ἐπ' ἐκείνην ἐκμαθέτω φιλοπόνως ἕκαστον, αὐτά τε τὰ νῦν ἀτάκτως λεγόμενα σαφῶς εἴσεται καὶ τὴν θεωρίαν ἐν τοῖς τῆς τέχνης ἔργοις ἀσκῶν ἐπαινέσει τὴν ἀλήθειαν αὐτῆς.
Πολλῷ δὲ ἧσσον ἐπὶ τὴν πρόσθεσιν ἰτέον· ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκέειν μέλλει ὁ κάμνων, μέχρι ἂν τῆς νόσου ἡ ἀκμὴ πεπανθῇ.
[585] Ἐπεὶ τοῦ καθ' ἑκάστην δίαιταν εἴδους ἐξ ὧν εἶπεν ἔμπροσθεν εὑρισκομένου "προστεκμαίρεσθαι" χρὴ τὰ κατὰ τὴν προγεγραμμένην ῥῆσιν εἰρημένα χάριν τοῦ τὸ ποσὸν εὑρίσκειν ἐν ἑκάστῃ διαίτῃ, διὰ τῆς νῦν προκειμένης λέξεως πολλῷ δὲ ἧσσον ἐπὶ τὴν πρόσθεσιν ἰτέον, ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει. γινώσκων, ὅτι τὸ ποσὸν ἑκάστου βοηθήματος στοχασμοῦ δεῖται τεχνικοῦ, στοχάζεσθαι δὲ τεχνικῶς ἀνδρός ἐστιν ἐκμεμαθηκότος τάς τε δυνάμεις ἁπάντων τῶν κατὰ τὴν τέχνην καὶ μεμνημένου καὶ φιλοπόνως ἐπὶ τῶν ἔργων τετριμμένου, τοιοῦτοι δ' ὀλίγοι παντάπασίν εἰσιν, εἰκότως προσέγραψε ταυτὶ τὰ νῦν εἰρημένα κατὰ τὴν ἐνεστῶσαν λέξιν, τότ' ἐπὶ τὸ ἔλαττον ἐπὶ τῇ ποσότητι μᾶλλον, ὅταν τις ἁμαρτάνῃ τοῦ προσήκοντος μέτρου, παραγίνεσθαι παραινῶν ἤπερ ἐπὶ τὸ πλέον. τὸ μὲν γὰρ πλέον ἀνεπανορθώτους ἐνίοτε τὰς βλάβας ἐργάζεται, τὸ δ' ἔλαττον εὐεπανόρθωτόν ἐστι, δυναμένων ἡμῶν, ἐὰν ἡ δύναμις ὀκλάζειν φαίνηται, τροφῆς ὀλίγον ἐπιδοῦναι· τῆς δὲ φθασάσης εἰς τὴν γαστέρα [586] καταπεπόσθαι τὸ περιττὸν ἀφελεῖν οὔτ' ἄλλως ῥᾴδιον καὶ πολὺ μᾶλλον ἐν τοῖς ὀξέσι νοσήμασιν.
ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκεῖν μέλλει ὁ κάμνων, μέχρι ἂν τῆς νόσου ἡ ἀκμὴ πεπανθῇ. τῆς προγεγραμμένης ῥήσεως τοῦτο τὸ μέρος αὖθις ἀνέλαβεν, ἀναμνῆσαι βουλόμενος τοῦ συνήθους αὐτῷ σκοποῦ κἀνταῦθα καὶ κατὰ τοὺς Ἀφορισμούς· ἐὰν γὰρ φαίνηται δυνάμενος ὁ κάμνων ἄνευ τροφῆς ἐξαρκέσαι τῇ τοῦ νοσήματος ἀκμῇ, διὰ παντελοῦς ἀσιτίας αὐτὸν ἐπὶ τῷ ποτῷ μόνῳ διαιτήσεις, ὅπου περ ἂν εἶναί σοι δόξῃ χρεία.
Ἐν ὁκοίοισι δὲ τὸ τοιόνδε ποιητέον, γεγράψεται.
Δῆλός ἐστι προῃρημένος μετὰ τὸ διδάξαι τὴν καθόλου δίαιταν ἐν τῷδε τῷ βιβλίῳ μεταβῆναι πρὸς τἄλλα σύμπαντα τὰ ὀξέα· οὐ μὴν εὑρίσκεταί γε τοιοῦτόν τι τούτου σύγγραμμα. τὰ δὲ προσκείμενα ἐν [587] τούτῳ τῷ βιβλίῳ μετὰ τὸ λουτρόν, εἰ μὲν ὡς ἐν τύπῳ τις ὑπ' αὐτοῦ γεγραμμένα ταῦτα, παρασκευάσαντος εἰς ἀνάμνησιν ἑαυτῷ, εὑρὼν ἐπὶ τῆς οἰκίας ἐξέδωκε μετὰ θάνατον τοῦ ἀνδρός, ἴσως ἄν τινα λόγον ἔχοι· ὡς σύγγραμμα δ' οὔκ ἐστιν ἄξιον τῆς Ἱπποκράτους δυνάμεως, ὥσπερ οὐδὲ τὰ Περὶ νούσων τε καὶ παθῶν ἐπιγραφόμενα, καίτοι πολλὰ καλῶς ἐν αὐτοῖς εἴρηται· διοριούμεθα δὲ τοῦτο αὐτὸ καὶ διακρινοῦμεν ἐν ταῖς εἰς αὐτὰ γενησομέναις ἐξηγήσεσι.
Πολλὰ δ' ἄν τις καὶ ἄλλα ἠδελφισμένα τοῖς εἰρημένοισι γράφοι.
Πάλιν ἐπὶ τὸν αὐτὸν λόγον ἐπανῆλθεν, ὃν διὰ πολλῶν παραδειγμάτων ἐπιστώσατο δεικνὺς τὴν τοῦ ἔθους μεταβολὴν βλάπτειν τοὺς νοσοῦντας· ἀλλ' ἐπειδήπερ ἀπὸ τῶν ὑγιαινόντων μετέβαινεν ἐπ' αὐτούς, διὰ τοῦτ' εἶπεν ἠδελφισμένα τὰ ὅμοια καλῶν. ὃ δ' ἐφεξῆς [588] ἐρεῖν μέλλει, "μαρτύριόν" ἐστι τοῦ λόγου τούτου οὐκέτι παραπλήσιον οὐδ' ὅμοιον οὐδ', ὡς αὐτὸς ὀνομάσειεν ἄν, "ἠδελφισμένον", ἀλλὰ τὸ ζητούμενον αὐτό. σαφὴς δ' ἡ γνώμη τοῦ ἀνδρὸς ἔσται σοι κατὰ τὴν ἐξήγησιν τῆς ἐχομένης ῥήσεως.
Τόδε γε μὴν κρεῖσσον μαρτύριον· οὐ γὰρ ἠδελφισμένον μόνον ἐστὶ τῷ πρήγματι, περὶ οὗ ὁ πλεῖστός μοι λόγος εἴρηται, ἀλλ' αὐτὸ τὸ πρῆγμα ἐπικαιρότατόν ἐστι διδακτήριον. οἱ γὰρ ἀρχόμενοι τῶν ὀξέων νούσων ἔστιν ὅτε οἱ μὲν σιτία ἔφαγον αὐθημερὸν ἠργμένοι ἤδη, οἱ δὲ καὶ τῇ ὑστεραίῃ, οἱ δὲ καὶ ἐρρόφεον τὸ προστυχόν, οἱ δὲ καὶ κυκεῶνα ἐρρόφεον· ἅπαντα δὲ ταῦτα κακίω μέν ἐστιν ἢ εἰ ἑτεροίως τις διαιτηθείη, πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τούτῳ τῷ χρόνῳ ἁμαρτηθέντα ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο ἢ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ὢν τοιάδε [589] διαιτηθείη ἢ καὶ πεμπταῖος. ἔτι μέντοι κάκιον, εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν πέπειρον γενέσθαι τὴν νοῦσον· οὕτω μὲν γὰρ θάνατον φέρει φανερῶς τοῖσι πλείστοισιν, εἰ μὴ πάμπαν ἡ νοῦσος εὐήθης εἴη· αἱ δὲ κατ' ἀρχὰς ἁμαρτάδες οὐχ ὁμοίως ταύτῃσιν ἀνήκεστοί εἰσιν, ἀλλὰ πολλῷ εὐακεστότεραι.
Ἔμπροσθεν μὲν ἀπὸ τῶν τοῖς ὑγιαίνουσι συμβαινόντων ἐν τῇ μεταβολῇ τῶν ἐθῶν ἐπὶ τοὺς νοσοῦντας μετῄει καθ' ὁμοιότητα· μεταβήσεσθαι δὲ μέλλει καὶ νῦν καὶ αὐτὸ δείξειν ἄντικρυς οὕτως ἔχειν τὸ προκείμενον. τί δ' ἦν τοῦτο; τὸ μὴ ἐξ ἀρχῆς μηδ' ἐν ταῖς πρώταις ἡμέραις προταριχεύσαντα τοὺς νοσοῦντας, ὅταν ἤδη πλησίον ἥκωσι τῆς ἀκμῆς, ἐμπιπλάναι. δι' ὧν οὖν εἶπε καθ' ὅλην τὴν ῥῆσιν ἐπιδεῖξαι βούλεται μείζονα γινομένην βλάβην τοῖς νοσοῦσιν ἐπὶ τοῖς αὐτοῖς ἁμαρτήμασιν, ὅταν ἐγγὺς ἤδη τῆς ἀκμῆς ἁμαρτηθῇ ἢ ἐν ταῖς ἀρχαῖς τῶν [590] νοσημάτων. φησὶ γάρ· πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τούτῳ τῷ χρόνῳ ἁμαρτηθέντα ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο ἢ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ὢν τοιάδε διαιτηθείη ἢ καὶ πεμπταῖος· ἔτι μέντοι κάκιον, εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν πέπειρον γενέσθαι τὴν νοῦσον. εὔδηλον δ', ὅτι πέπειρον ὀνομάζει τὴν πεπεμμένην. εὐήθεις δὲ νόσους εἴρηκεν οὐ τὰς κακοήθεις, ἀλλὰ τὰς εὐτρέπτους· ἴσμεν γάρ, ὅτι οὕτως κέχρηνται τῇ λέξει πολλοὶ τῶν παλαιῶν καὶ αὐτὸς ὁ Ἱπποκράτης πολλάκις, ὡς ἐν ἑτέροις δέδεικται.
Τοῦτο οὖν ἡγεῦμαι μέγιστον διδακτήριον, ὅτι οὐ στερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματος ἢ τοίου ἢ τοίου τοῖσι μέλλουσιν ὀλίγον ὕστερον ῥοφήμασιν ἢ τοίοις ἢ τοίοις χρῆσθαι.
[591] Κἀνταῦθα πάλιν τὸν αὐτὸν εἶπε λόγον, ὃν πολλάκις ἔμπροσθεν ἀπεφήνατο, τρέφειν ἐξ ἀρχῆς κελεύων ῥοφήμασι τοὺς μὴ δυναμένους ἐξαρκέσαι μέχρι τῆς ἀκμῆς ἄνευ τοῦ λαβεῖν τῆς πτισάνης· συμβήσεται γὰρ ἡμῖν ἀναγκασθῆναι τρέφειν αὐτοὺς ἐγγὺς τῆς ἀκμῆς, ὁπότ' ἐχρῆν, εἰ καὶ ἔμπροσθεν ἁδρότερον διῃτῶντο, μεταβαίνειν πρὸς τὸ λεπτότερον εἶδος τῆς διαίτης.
Πυθμενόθεν μὲν οὖν οὐκ ἴσασιν οὔθ' οἱ τῇσι κριθώδεσι πτισάνῃσι χρεόμενοι, ὅτι αὐτέῃσι κακοῦνται, ὁκόταν ῥοφέειν ἄρξωνται, ἢν προκενεαγγήσωσι δύο ἢ τρεῖς ἡμέρας ἢ πλείους, οὔτ' αὖ οἱ τῷ χυλῷ χρεόμενοι γινώσκουσιν, ὅτι τοιούτοισι βλάπτονται ῥοφέοντες, ὁκόταν μὴ ὀρθῶς ἄρξωνται τοῦ ῥοφήματος. τόδε γε μὴν φυλάσσουσι καὶ γινώσκουσιν, ὅτι μεγάλην τὴν βλάβην φέρει, ἢν πρὶν πέπειρον τὴν νοῦσον γενέσθαι, κριθώδεα πτισάνην ῥοφήσῃ ὁ κάμνων [592] εἰθισμένος χυλῷ χρῆσθαι. πάντ' οὖν ταῦτα μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶς ἄγουσιν εἰς τὰ διαιτήματα οἱ ἰατροὶ τοὺς κάμνοντας, ἀλλ' ἐν ᾗσί τε νούσοισιν οὐ χρὴ κενεαγγέειν τοὺς μέλλοντας ῥοφήμασι διαιτᾶσθαι, κενεαγγοῦσιν, ἐν ᾗσί τε οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείης ἐς ῥοφήματα, ἐν ταύτῃσι μεταβάλλουσι.
Πυθμενόθεν μὲν ἤτοι τὸ παντελῶς ἢ τὸ ἐξ ἀρχῆς αὐτῷ δηλοῖ· φησὶ γὰρ ἀγνοεῖν τοὺς ἰατρούς, ὁπότε χρὴ πρῶτον ἤτοι πτισάνην ἢ χυλὸν διδόναι τοῖς κάμνουσιν, ἐπίστασθαί γε μὴν αὐτούς, πρὸ τοῦ πεφθῆναι τὸ νόσημα εἰ κριθώδη πτισάνην δώσουσι, βλαβήσεσθαι τὸν κάμνοντα.
τὴν δ' ἐχομένην τῆσδε τῆς ῥήσεως ὑπὲρ τῶν αὐτῶν ἀποφαινομένην τὰ αὐτὰ τοῖς πολλάκις εἰρημένοις ἑκὼν ὑπερβήσομαι διὰ σαφήνειαν.
Καὶ ὡς ἐπὶ τὸ πολὺ ἀπαρτὶ [ἐνίοτε] ἐν τοῖσι τοιούτοισι καιροῖσι μεταβάλλουσιν ἐς τὰ ῥοφήματα [593] ἐκ τῆς κενεαγγείης, ἐν οἷς πολλάκις ἀρήγει ἐκ τῶν ῥοφημάτων πλησιάζειν τῇ κενεαγγείῃ, ἢν οὕτως τύχῃ παροξυνομένη ἡ νοῦσος.
Τὸ ἀπαρτὶ καὶ παρὰ τοῖς Ἀττικοῖς συγγραφεῦσιν ἐπὶ τοῦ ἀπηρτισμένως εἴρηται καὶ παρ' αὐτῷ τῷ Ἱπποκράτει. καὶ νῦν οὖν αὐτῷ κέχρηται βουλόμενος δηλοῦν ἐν ἐκείνῳ μάλιστα τῷ καιρῷ τοὺς ἰατροὺς μεταβάλλειν τὴν δίαιταν ἐκ τῆς ἀσιτίας εἰς τὰ ῥοφήματα, ἐν ᾧ συμφέρει πλησιάζειν τῇ ἀσιτίᾳ, σαφέστατα κἀνταῦθα δηλῶν· "ὁκόταν ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι."
Ἐνίοτε δὲ καὶ ὠμὰ ἐπισπῶνται ἀπό τε κεφαλῆς καὶ τοῦ περὶ θώρακα τόπου χολώδεα· ἀγρυπνίαι τε συμπίπτουσιν αὐτέοισι, δι' ἃς οὐ πέσσεται ἡ νοῦσος, περίλυποί τε καὶ πικροὶ γίνονται καὶ παραφρονέουσι καὶ μαρμαρυγώδεα σφέων τὰ ὄμματα καὶ αἱ ἀκοαὶ ἤχου μεσταὶ καὶ ἀκρωτήρια [594] κατεψυγμένα καὶ οὖρα ἄπεπτα καὶ πτύσματα λεπτὰ καὶ ἁλυκὰ καὶ κεχρωσμένα ἀκρήτῳ χρώματι σμικρὰ καὶ ἱδρῶτες περὶ τράχηλον καὶ διαπορήματα καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ, πυκνὸν ἢ μέγα λίην, ὀφρύες δεινώσιος μετέχουσαι, λειποψυχώδεα πονηρὰ καὶ τῶν ἱματίων ἀπορρίψιες ἀπὸ τοῦ στήθεος καὶ χεῖρες τρομώδεες, ἐνίοτε δὲ καὶ χεῖλος τὸ κάτω σείεται.
Ταῦτα πάντα συμβαίνειν φησὶ τοῖς κακῶς διαιτηθεῖσιν ὑπὸ τῶν ἰατρῶν, ὅσοι προταριχεύσαντες ἐν ταῖς πρώταις ἡμέραις τοὺς κάμνοντας ἤτοι κατὰ τὴν τρίτην ἢ τετάρτην ἢ πέμπτην ἢ ἕκτην ἐπὶ σιτία μετέβησαν ἀθρόως, οὐδέπω τῆς ἀκμῆς τοῦ νοσήματος γεγονυίας· ὡς εἰ γέγονε, προσηκόντως αὐτοὺς ὑπηλλαχέναι φησὶ τὴν δίαιταν. ὅπερ οὖν ἔλεγεν, ὅτι μεταβάλλειν μὲν δεῖ τὴν δίαιταν τῶν ὑγιαινόντων ἐν ταῖς νόσοις, οὐ μὴν ὡς ἔτυχέ γε τοῦτο ποιητέον, ἤδη νομίζω γεγονέναι σαφὲς ἐκ τῶν προειρημένων. οὔσης γὰρ καταστάσεως τοῦ σώματος μιᾶς μὲν τῆς ὑγιεινῆς, ἑτέρας δὲ τῆς ἐν ἀρχῇ τοῦ νοσήματος ἄχρι τῆς ἀκμῆς, [595] εἶτ' ἄλλης ἄχρι τῆς παντελοῦς λύσεως καὶ μετ' αὐτὴν τῆς ἀναλήψεως ἄχρι τῆς καθ' ἕξιν ὑγιείας, ἐν ἑκάστῃ τῶν τεττάρων καταστάσεων οὐ χρὴ ποιεῖσθαι μεγάλας τὰς μεταβολὰς τῆς διαίτης, πρὶν εἰς ἕτερον εἶδος ἀφικέσθαι καταστάσεως. οἱ τοίνυν τοὺς κάμνοντας ἐν ἀρχῇ τῶν νοσημάτων ἐν ἀσιτίᾳ παντελεῖ φυλάττοντες, εἰ μὲν ἄχρι τῆς ἀκμῆς δύναιντο διαφυλάξαι τὸ τοιοῦτον τῆς διαίτης εἶδος, οὐκ ἄν τις αὐτοῖς μέμψαιτο· μὴ δυνάμενοι δὲ πρᾶξαι τοῦτο διὰ τὸ καταλελύσθαι μεταξὺ τὴν δύναμιν τῶν νοσούντων, εὔδηλον, ὅτι κακῶς ἐχρῶντο ταῖς ἀσιτίαις προταριχεύσαντες τοὺς κάμνοντας. ἐνδείκνυται δ' ἐναργῶς διὰ τῆσδε τῆς προσηγορίας τὴν ἀκαιρίαν τῆς ἀσιτίας καταξηραίνουσαν τὸ σῶμα περαιτέρω τοῦ προσήκοντος· ὅπου γὰρ ἐν ᾧ χρὴ καιρῷ λεπτότερον διαιτᾶν, ἐγγὺς οὔσης τῆς ἀκμῆς, ἐν τούτῳ προσφέρειν ἠναγκάσθησαν σιτία, πρόδηλόν ἐστι κατεξηράνθαι διὰ τῆς ἀσιτίας ἀμέτρως τοὺς κάμνοντας, ὅπερ ὠνόμασται ταριχεύεσθαι.
διὰ τοῦτ' οὖν φησιν ἕπεσθαι συμπτώματα τῷ τοιούτῳ τρόπῳ τῆς διαίτης πολλὰ καὶ μοχθηρά, καταλέγει δ' ἐφεξῆς αὐτὰ πάντα τὴν ἀρχὴν [596] ἀπὸ χολωδῶν ὠμῶν ποιησάμενος· ὠνόμασε γὰρ οὕτως αὐτά, διότι καὶ τῶν περιττωμάτων ὀνομάζει πέψιν, εἰ καὶ μὴ δυνατὸν μεταβληθέντα θρέψαι τὸ σῶμα, καθάπερ αἱ χολαὶ καὶ οἱ ἰχῶρες· ἀλλ' ὅμως ἐπειδὴ κρατεῖ καὶ τῶν τοιούτων ἡ φύσις, εἴωθεν ὀνομάζειν πεπεμμένα μὲν τὰ κρατηθέντα τῶν τοιούτων περιττωμάτων ὑπὸ τῆς φύσεως, ἄπεπτα δὲ τὰ μὴ κρατηθέντα. διὰ τοῦτο καὶ τὸ πῦον ἐπὶ ταῖς πεττομέναις φλεγμοναῖς γίνεσθαί φησι, καίτοι μηδενὸς μορίου τὴν ἐκ τοῦ πύου θρέψιν ἀναλαμβάνοντος ὥσπερ τὴν ἐκ τῶν ὠμῶν ὀνομαζομένων χυμῶν καὶ τοῦ φλέγματος, ἅπερ ἀναδεξάμενα τὸ λεῖπον τῆς κατεργασίας καὶ πεφθέντα τελείως τρέφειν δύναται τὸ ζῷον. οὕτως οὖν καὶ τῶν χολωδῶν πέψις χυμῶν ἔστιν, ὥσπερ καὶ τοῦ κατὰ φλεγμονὴν αἵματος εἰς πῦον μεταβάλλοντος, κατὰ τὸ γενικώτερον σημαινόμενον τῆς πέψεως ἀκουόντων ἡμῶν τῆς προσηγορίας· γενικώτερον δ' ἐστίν, ὅταν ἡ φύσις τῶν αἰτίων ἰσχυροτέρα ᾖ καὶ μεταβάλλῃ αὐτὰ κατὰ τὴν ἑαυτῆς ἰσχύν· τὰ δ' ὡς ἐν ἀψύχῳ σώματι σηπόμενα, μηδὲν συντελούσης αὐτοῖς τῆς ἐμφύτου θερμότητος εἰς τὴν ἀλλοίωσιν, ἐκπέπτωκε τοῦ πέττεσθαι.
[597] τοῦτ' οὖν ἐνίοτε καὶ τοῖς ὑδατώδεσιν ἰχῶρσι συμβαίνει δι' οὔρων ἐκκενουμένοις, καὶ διὰ τοῦτο καὶ οὖρα τὰ ἄπεπτα πέττεσθαί φαμεν, καίτοι μὴ δυναμένου τοῦ σώματος ἐκ τῶν πεπεμμένων οὔρων τρέφεσθαι. τῷ δὲ γενικῷ τούτῳ σημαινομένῳ τῆς πέψεως χρώμεθα, ἐπειδὰν κατάρρουν ἢ κόρυζαν ἢ τοὺς ἐκ τούτων ῥέοντας ἰχῶρας ἢ τοὺς ἐν ταῖς ὀφθαλμίαις ἤτοι γε ἀπέπτους ἢ πεπεμμένους εἶναι λέγωμεν. οὕτως γοῦν καὶ χολὴν ἢ ὠμὴν καὶ ἄπεπτον ἢ πεπεμμένην εἶναί φαμεν. ἡ μὲν γὰρ ὠμὴ ξανθή τ' ἐστὶν ἱκανῶς καὶ δριμεῖα καὶ δυσώδης, ἡ πεπεμμένη δὲ ὠχροτέρα τε καὶ ἥκιστα δυσώδης. ἄπεπτον οὖν χολήν φησιν εἰς τὴν γαστέρα συρρεῖν ἀναγκάζεσθαι διὰ τὴν κακὴν δίαιταν ἔκ τε τῆς κεφαλῆς καὶ τοῦ θώρακος ἑλκομένην, καθ' ἕτερον μὲν καιρόν, ἐν ᾧ λιμαγχονοῦσιν, οὐδενὶ χρηστῷ παραμυθούμενοι τὴν γαστέρα, καθ' ἕτερον δὲ καιρόν, ἐν ᾧ μεταβαίνουσιν ἐκ τῆς ἀσιτίας εἰς ἰσχυρὰ σιτία πλησίον τῆς ἀκμῆς.
ἐφεξῆς δὲ καὶ ἄλλα συμπτώματα καταλέγει διὰ τὴν μοχθηρὰν δίαιταν γινόμενα· πρώτας μὲν τὰς ἀγρυπνίας, ἑπομένας δηλονότι ἀσιτίαις [598] μακραῖς καὶ τροφαῖς ἀκαίροις, ἅπερ ἀμφότερα μέμφεται τῆς διαίτης τῶν ἰατρῶν. ὅτι δὲ ταῖς ἀγρυπνίαις ἡ ἀπεψία τοῦ νοσημάτος ἕπεται πρόδηλον, εἴ γε καὶ τοῖς ὕπνοις ἡ πέψις.
ἀλλὰ καὶ περίλυποι, φησί, γίνονται, κατ' ἀμφότερα δηλονότι, τήν τε μακρὰν ἀσιτίαν καὶ τὴν ἰσχυρὰν τροφὴν τὴν ἐξαίφνης, ὑφ' ἧς ἡ γαστὴρ βαρύνεται, βαρυνομένη δὲ καὶ δυσθύμους τε καὶ λυπηροὺς ἀπεργάζεται τοὺς κάμνοντας.
ἀλλὰ καὶ πικροὺς αὐτοὺς ἔφη γίνεσθαι, δηλονότι παραπλήσιόν τι τῷ προειρημένῳ· καθάπερ γὰρ ἔνιοι δυσθυμοῦνται μελαγχολικῶς, οὕτως ἕτεροί τινες ὀξυθυμοῦνται πολλάκις, ὡς ἀθροιζομένης αὐτοῖς τῆς χολῆς κατὰ τὸν στόμαχον· ἢ καὶ τὴν ἐν τῷ στόματι γινομένην αὐτοῖς ἐκ τῆς τοιαύτης χολῆς πικρότητα δηλοῖ διὰ τοῦ φάναι πικροὺς αὐτοὺς γίνεσθαι.
αἱ παραφροσύναι δὲ καὶ ἐπὶ ταῖς ὀξυθυμίαις καὶ τῇ πικρᾷ χολῇ κατὰ τὸν στόμαχον ἢ τὸν ἐγκέφαλον ἀθροιζομένῃ πεφύκασιν ἕπεσθαι.
τὰ δ' ὄμματα μαρμαρυγώδη γίνεται διά τε τὴν ἀπὸ τῆς γαστρὸς ἀναθυμίασιν καὶ διὰ πλῆθος αἵματος ἐπὶ τὴν κεφαλὴν ἀναφερομένου. τούτων δὲ τὸ μὲν πρότερον ἐπ' ἀκαίροις ἐνίοτε γίνεται προσφοραῖς [599] τῆς τροφῆς, τὸ δὲ δεύτερον ἢ δι' αἱμορραγίαν κρίσιμον ἢ παραφροσύνην ἐφεδρεύουσαν.
ὡσαύτως δὲ καὶ τὰ ὦτα πληροῦται τοῦ ἤχου διά τε τοὺς ἐκ τῆς γαστρὸς ἀναφερομένους ἀτμοὺς καὶ διὰ πνεῦμα φυσῶδες ἐν αὐτῇ τῇ κεφαλῇ γεννώμενον.
τὰ δ' ἀκρωτήρια τοῦ σώματος, ἅπερ ἔστι πόδες τε καὶ χεῖρες, ἑτοίμως καταψύχονται κακοπαθοῦντος τοῦ στόματος τῆς γαστρός, ὅταν ἤτοι διὰ μακρὰν ἀσιτίαν δάκνηται σφοδρῶς ὑπὸ δακνωδῶν ἰχώρων ἢ διὰ πλῆθος ἄκαιρον τροφῆς βαρύνηται. πάσχει δ' ἀμφότερα κατὰ τὴν προειρημένην δίαιταν, ἐν ᾗ προταριχεύσαντες ἐν ταῖς πρώταις ἡμέραις τοὺς κάμνοντας οἱ ἰατροὶ μεταβαίνουσιν ἀθρόως ἐπὶ σιτώδεις τροφάς, ἐν ᾧ καιρῷ λεπτότερον αὐτοὺς ἐχρῆν διαιτᾶν.
κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ' οὖρα πέττεται διαιτωμένων οὕτως, ἐν μὲν τῷ προταριχεύειν ἄνευ τοῦ προσφέρειν ἢ χυλὸν πτισάνης ἢ μελίκρατον ἢ ὀξύμελι τοῦ αἵματος ἐπιχολουμένου διὰ τὸ μὴ καθαίρεσθαι, διὰ δὲ τὴν ἀθρόαν μεταβολὴν ἐπὶ σιτία βαρυνθείσης μὲν τῆς γαστρός, συγκαμνούσης δ' αὐτῇ καὶ τῆς ζωτικῆς δυνάμεως· ὡς αἱ στομαχικαὶ [600] καλούμεναι συγκοπαὶ σαφῶς ἡμῖν ἐνδείκνυνται τὴν συμπάθειαν τῆς ζωτικῆς δυνάμεως πρὸς τὸ τῆς γαστρὸς στόμα· τοῦτο γάρ ἐστι τὸ μᾶλλόν τε καὶ πρῶτον ἐν ταῖς ἀκαίροις ἀσιτίαις τε καὶ προσφοραῖς κακούμενον.
διὰ τοῦτ' οὖν καὶ τὰ πτύσματα λεπτὰ καὶ ἁλυκὰ καὶ σμικρὰ καὶ κεχρωσμένα χρώμασιν ἀκράτοις γίνεσθαί φησι καὶ ἱδρῶτας περὶ τράχηλον μόνον ἀπορίαν τε καὶ δύσπνοιαν· ἄπεπτον μὲν γὰρ μένει τὸ νόσημα δι' ἑκατέραν τὴν ὑπερβολήν, ἀσιτίαν τε μακρὰν καὶ τροφῆς προσφορὰν ἄκαιρον· τῇ δ' ἀπεψίᾳ συνέπεται τὰ καταλελεγμένα πτύσματα, καθάπερ γε καὶ οἱ περὶ τράχηλον ἱδρῶτες, καὶ διὰ λιμαγχονίαν καταλυομένης τῆς δυνάμεως καὶ διὰ τροφὴν ἄκαιρον βαρυνομένης. ὡσαύτως δὲ καὶ ἡ ἀπορία κοινὸν ἀμφοῖν ἐστι σύμπτωμα καὶ διὰ μακρὰν ἀσιτίαν ἐμπιπλᾶσαν ἰχώρων τὴν γαστέρα καὶ διὰ τροφὴν ἄκαιρον βαρύνουσαν.
ἥ γε μὴν δύσπνοια, καθ' ἣν τὸ πνεῦμα προσπταίει, διὰ τροφὴν ἄκαιρον γίνεται μᾶλλον ἢ δι' ἔνδειαν· ἔστι γὰρ στενοχωρίας τε καὶ σπασμοῦ γνώρισμα προσκόπτειν τε καὶ οἷον ἵστασθαι τὸ πνεῦμα [601] κατὰ τὴν ἐκπνοήν· ἡ γὰρ ἄνω φορὰ τὴν ἐκπνοὴν ποιεῖται. τῷ τοιούτῳ δὲ πνεύματι τὸ ἐναντίον ἐν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν Ἐπιδημιῶν αὐτὸς διῆλθεν εἰπών· "διπλῆ εἴσω ἐπανάκλησις οἷον ἐπεισπνέουσιν". ὅτι δὲ διὰ τὴν ἄκαιρον τροφήν, οὐ διὰ τὴν ἔνδειαν ἡ τοιαύτη γίνεται δύσπνοια, δῆλόν ἐστι κἀκ τοῦ φάναι τὸν Ἱπποκράτην· πυκνὸν ἢ μέγα λίην τοῖς κακῶς διαιτηθεῖσι γίνεσθαι τὸ πνεῦμα. καὶ γὰρ τὸ πυκνὸν καὶ τὸ μέγα στενοχωρουμένου τοῦ διαφράγματος ὑπὸ τῆς ἐν τῇ κοιλίᾳ περιεχομένης γίνεται τροφῆς, ὅταν μὴ κρατουμένη μηδὲ κατεργαζομένη καλῶς ὑπὸ τῆς γαστρὸς ἐργάσηται πνευμάτωσιν· ἀναγκαῖον γάρ ἐστι τηνικαῦτα διὰ τὴν στενοχωρίαν τοῦ διαφράγματος ἔλαττον εἰσπνεῖσθαι τὸ πνεῦμα, καίτοι τὴν ἴσην διαστολὴν διαστελλομένου τοῦ θώρακος ᾗ πρόσθεν διεστέλλετο. τοῦτ' οὖν, ὅσον λείπεται τὸ νῦν πνεῦμα τοῦ πρότερον, ἐνδεῆ τὴν χρείαν τῆς ἀναπνοῆς ἐργάζεται καὶ διὰ ταύτην τὴν ἔνδειαν ἤτοι μείζονα τὴν ἀναπνοὴν ἀναγκάζει ποιεῖσθαι τὸ ζῷον ἢ πυκνοτέραν ἢ ἀμφότερα. λέλεκται δὲ περὶ πασῶν δυσπνοιῶν ἐπὶ πλεῖστον [602] ἐν τοῖς Περὶ δυσπνοίας, ἐν οἷς καὶ τούτων καὶ τῶν ἄλλων δυσπνοιῶν τὰς αἰτίας σὺν ταῖς οἰκείαις ἀποδείξεσιν ἐγράψαμεν· ἀλλ' εἴς γε τὸ παρὸν ἀρκεῖ καὶ ταῦτα.
φησὶ δ' ἐκ τῆς κακῆς διαίτης καὶ τὰς ὀφρῦς γίνεσθαι δεινώσιος μετεχούσας. γέγραπται δὲ δισσῶς, ἐν τισὶ μὲν τῶν ἀντιγράφων κατὰ τὸν ἑνικὸν ἀριθμὸν ὀφρὺς δεινώσιος μετέχουσα, καθ' ἕτερα δὲ πληθυντικῶς ὀφρύες δεινώσιος μετέχουσαι. δηλοῦται δ' ἐκ τῆς λέξεως τὸ παρεσπάσθαι πως αὐτὰς ἢ ἀνεσπάσθαι· καὶ γίνεται τοῦτο ποτὲ μὲν ἀμφοτέρων τεινομένων σπασμωδῶς ἢ τῆς ἑτέρας μόνης, ποτὲ δὲ τῆς ἑτέρας παραλελυμένης.
εἶθ' ἑξῆς φησι λειποψυχώδεα πονηρά, τὸν λόγον ἀναφέρων ἐπὶ τὰ συμπτώματα, καθ' ἃ καὶ τῶν ἱματίων αἱ ἀπορρίψεις γίνονται διακαιομένων τῶν καμνόντων· ἐνίοτε δὲ καὶ χεῖρες ὅλαι τρομώδεις ἐπὶ πλέον αὐξανομένου τοῦ κακοῦ.
τὸ δὲ κάτω χεῖλος σειόμενον ἐνδείκνυται δῆξιν εἶναι σφοδρὰν ἐν τῷ στόματι τῆς γαστρός, διὸ καὶ σημεῖόν ἐστιν ἐμέτου δριμέων χυμῶν τὸ τοιοῦτον σύμπτωμα.
[603] Ταῦτα δ' ἐν ἀρχῇσιν ἐπιφαινόμενα παραφροσύνης ἐστὶ δηλωτικὰ σφοδρῆς καὶ ὡς ἐπὶ τὸ πολὺ θνῄσκουσιν.
Τὰ εἰρημένα, φησί, συμπτώματα κατὰ τὴν ἀρχὴν τῶν νοσημάτων γινόμενα παραφροσύνης ἐστὶ δηλωτικὰ σφοδρᾶς, ἀρχὴν δὲ νόσου νῦν ἀκούειν σε χρὴ τὸν χρόνον ἐκεῖνον ὅλον, ἐν ᾧ μηδέπω πέψεώς ἐστι γνωρίσματα. εἴρηται γὰρ ἐν τοῖς Περὶ κρίσεων, ὅτι τε πλείω σημαίνει τὸ τῆς ἀρχῆς ὄνομα, καὶ ὅτι τὸ νῦν εἰρημένον σημαινόμενον τῆς ἀρχῆς ἐστι κατὰ τὴν τοιαύτην διαίρεσιν γινόμενον, ἐν ᾗ τοὺς τοιούτους καιροὺς τῶν νοσημάτων διαιρούμενοι λέγομεν ἐξ ἀρχῆς αὐτὰ καὶ ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς συγκεῖσθαι. τῶν οὖν εἰρημένων ἄρτι συμπτωμάτων, ὅταν ἐγγὺς τῆς ἀκμῆς φαίνηται, κρίσιν ἐσομένην προδηλούντων, ἐν περιεστηκόσι δηλονότι νοσήμασιν, ὅταν ἐν ἀρχῇ γένηται, κρίσιν μὲν οὐ δηλοῖ, (κριθῆναι γὰρ ἐν ἀρχῇ οὐδὲν δύναται), [604] παραφροσύνης δ' ἐστὶ γνωρίσματα. καὶ γέγραπται περὶ αὐτῶν ἱκανῶς ἐν τοῖς Περὶ κρίσεων· ἐξ ἐκείνων οὖν καὶ σὺ μάνθανε τὸν ὅλον ὑπὲρ αὐτῶν λόγον· ἔστι γὰρ μακρότερος ἢ ὡς νῦν ἅπαντα διελθεῖν αὐτόν, ἀλλ' ἀρκέσει, καθάπερ ἐπὶ τῶν ἄλλων, οὕτω κἀπὶ τούτων τὸ κεφάλαιον εἰπεῖν, ὡς, ἐπειδὰν ἡ φύσις ἐπείγηται πρὸς ἔκκρισιν, ἀξιόλογος ἐν τῷ σώματι γίνεται ταραχή, δι' ἣν τὰ τοιαῦτα φαίνεται συμπτώματα μετὰ τῶν τῆς πέψεως σαφεστάτων σημείων· χωρὶς δὲ τοῦ παρεσκευάσθαι τὴν φύσιν εἰς τὴν τῶν λυπούντων ἔκκρισιν ὁμοία ταραχὴ γινομένη κινδυνωδέστατόν ἐστι σημεῖον.
εἴρηται δὲ καὶ δι' ἄλλων ὑπομνημάτων ἤδη περὶ κρισίμων συμπτωμάτων, ὁποία τέ τις ἡ φύσις αὐτῶν ἐστι καὶ ὅπῃ διαφέρει τῶν ἐπιφαινομένων καλουμένων, ἐν οἷς ἔσται καὶ τὰ τῆς πέψεως σημεῖα. τό τε γὰρ Προγνωστικὸν καὶ τὸ Περὶ χυμῶν καὶ τοὺς Ἀφορισμοὺς ἤδη προεξηγήμεθα πρὸ τοῦδε τοῦ βιβλίου· μακρολογοῦντος οὖν ἐστιν ἀεὶ περὶ τῶν αὐτῶν λέγειν τὰ αὐτά.
[605] Οἱ δὲ διαφεύγοντες ἢ μετὰ ἀποστήματος ἢ αἵματος ῥύσιος ἐκ τῆς ῥινὸς ἢ πῦον παχὺ πτύσαντες διαφεύγουσιν, ἄλλως δὲ οὔ.
Ἐπειδὴ "θνῄσκειν" αὐτοὺς εἶπεν οὐχ ἁπλῶς, ἀλλὰ προσέγραψεν "ὡς ἐπὶ τὸ πολύ", διὰ τοῦτ' ἀκόλουθον ἦν εἰπεῖν, ὅπως ἐξ αὐτῶν ἔνιοι σῴζονται. τούτους οὖν νῦν διεξέρχεται, καί φησιν ἢ δι' αἱμορραγίας ἢ δι' ἀποστήματος ἢ διὰ πύου πτύσεως ἱκανῶς πεπεμμένου σῴζεσθαί τινας ἐξ αὐτῶν, συνενδεικνύμενος ἐξ ὧν εἶπε διὰ πλῆθος τοῖς τοιούτοις περιπίπτειν συμπτώμασι τοὺς κάμνοντας.
Οὐδὲ γὰρ τῶν τοιούτων ὁρέω ἐμπείρους τοὺς ἰητρούς, ὡς χρὴ διαγινώσκειν τὰς ἀσθενείας ἐν τῇσι νούσοισιν, αἵ τε διὰ κενεαγγείην ἀσθενέονται αἵ τε δι' ἄλλον τινὰ ἐρεθισμὸν αἵ τε διὰ πόνον καὶ ὑπὸ ὀξύτητος τῆς [606] νούσου, ὁκόσα τε ἡμέων ἡ φύσις καὶ ἡ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καίτοι σωτηρίην ἢ θάνατον φέρει γινωσκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα.
Ἐπεὶ περί τε τῆς ἰσχύος τοῦ κάμνοντος πεποίηται καὶ περὶ τῆς ἀσθενείας λόγον, ταῦτα δ' εἰσὶ τῶν ἐκ διαίτης σκοπῶν οὐχ οἱ φαυλότατοι, διὰ τοῦτο νῦν ἀναλαμβάνει τὸν ὑπὲρ αὐτῆς λόγον, τῆς κατὰ τὴν δύναμιν ἀσθενείας, ᾧτινι τρόπῳ γίνεται, διαγνωστικοὺς λέγων· δεῖν εἶναι τοὺς ἰατρούς, ὅτι ἔνιαι μὲν τῶν ἀσθενειῶν διὰ τὴν τῶν ἀγγείων κένωσιν ἀποτελοῦνται, (τοῦτο γὰρ ἡ κενεαγγεία σημαίνει κυρίως τε καὶ πρώτως καὶ διὰ τοῦθ' ἡ ἀσιτία κενεαγγεία πολλάκις εἴρηται, ὡς τῷ τοῦ γένους ὀνόματι καὶ ἐπὶ τοῦ εἴδους συνηθέστατα χρωμένων ἁπάντων ἀνθρώπων), ἔνιαι δὲ διὰ πόνον, ἤτοι τὸν ἰδίως λεγόμενον, ὅσπερ ἐστὶν ὁ αὐτὸς ταῖς ὀδύναις, ἢ τὴν ὡς ἂν εἴποι τις κακοπάθειαν, ἣν κακοπαθοῦσιν οἱ κάμνοντες ἐν ταῖς ὀξείαις νόσοις. ἐνίας δὲ καὶ [607] δι' ἄλλον τινὰ γίνεσθαί φησιν ἐρεθισμόν· εἰ μὲν γὰρ δὴ τὴν δῆξιν ἐρεῖ ἤτοι γε τὴν τῆς γαστρὸς ἢ τὴν τῶν ἐντέρων, δόξειεν ἂν ὑποπεπτωκέναι τὸ σύμπτωμα τοῦτο ταῖς ὀδύναις, εἰ δ' ἀγρυπνίαν ἤ τι τοῦ στόματος τῆς κοιλίας πάθος, οὐ κυρίως ἂν δόξειεν ἑρμηνεύειν.
ἥ γε μὴν δύναμις ὁρᾶται καταλυομένη διά τε κένωσιν ἐξ αἱμορραγιῶν ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ ἱδρώτων καὶ δι' ἀσιτίαν μακροτέραν τοῦ προσήκοντος καὶ δι' ἄλγημά τι καὶ ἀγρυπνίαν ἐξαναστάσεις τε συνεχεῖς ἀποπατήσεως ἕνεκα καὶ πρὸς τούτοις, ὅταν ποτὲ πάθῃ τὸ στόμα τῆς γαστρὸς οὕτως, ὡς ἀπειλεῖν συγκοπάς· τοῦτο μέν γε καὶ διὰ τροφῆς πλῆθος βαρυνούσης ἤ τινα τῶν ἀνιαρῶν αὐτῆς ποιοτήτων αὐτό τε κάμνει καὶ συγκαταλύει τὴν δύναμιν ἑαυτῷ τάχιστα. πᾶσαι μὲν οὖν αὗται διὰ φανερὰς αἰτίας γίνονται αἱ βλάβαι τῆς δυνάμεως· ἕτεραι δ' εἰσὶν ἀφανεῖς, ὥσπερ ὅταν ἄνευ κενώσεως φανερᾶς ἢ ἀγρυπνίας ἢ λιμαγχονίας ἢ καὶ τῆς κατὰ τὸ στόμα τῆς κοιλίας αἰσθήσεως οἱ κάμνοντες εἰς τὴν τοιαύτην ὑποσύρωνται τοῦ σώματος διάθεσιν, οἵαν ἐν τῷ Προγνωστικῷ κατὰ τὴν ἀρχὴν αὐτὸς ἔγραψε λέγων· "ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, [608] κρόταφοι συμπεπτωκότεσ" ὅσα τε τούτων ἐφεξῆς. αὕτη γὰρ τοῦ σώματος ἡ κατάστασις γίνεται μὲν καὶ δι' ἀγρυπνίαν καὶ δι' ἔκκρισίν τινα πολλὴν καὶ λιμαγχονίαν, γίνεται δὲ καὶ χωρὶς τούτων, ὅταν οἵ τ' ἐν τῷ σώματι χυμοὶ λεπτοὶ τύχωσιν ὄντες ἥ τε τοῦ πυρετοῦ θερμασία δριμεῖα· διαφοροῦνται γὰρ οἱ οὕτως λεπτυνόμενοι κατὰ τὸ ἄδηλον.
ἐνίοις δὲ καὶ κατὰ δυσκρασίαν μιᾶς τῶν ἀρχῶν παθούσης ἀσθενὴς ἡ δύναμις γίνεται· πρώτη μὲν οὖν ἡ πρώτως παθοῦσα κάμνει, κατὰ συμπάθειαν δὲ καὶ αἱ λοιπαὶ δύο. μεμάθηκας γὰρ ἄλλην μὲν εἶναι κατὰ τὰ νεῦρα δύναμιν ἀρχὴν ἔχουσαν τὸν ἐγκέφαλον, ἄλλην δὲ κατὰ τὰς ἀρτηρίας, ἧς ἀρχὴ ἡ καρδία, καὶ τρίτην κατὰ τὰς φλέβας ἐξ ἥπατος ὁρμωμένην· ἐνίοτε γοῦν τῶν μορίων ἑνὸς οὑτινοσοῦν δυσκρασία τὴν οἰκείαν δύναμιν ἐκάκωσεν, ᾗ συνέπαθον αἱ λοιπαὶ δύο δυνάμεις. τάχισται μὲν οὖν ἀπώλειαι γίνονται τῆς καρδίας παθούσης, ἐφεξῆς δὲ τοῦ ἐγκεφάλου, βραδεῖαι δὲ αἱ ἀπὸ τοῦ ἥπατος. ὥσπερ γὰρ ταῦτα τὰ μόρια [609] κατὰ δυσκρασίαν παθόντα μεγίστην βλάβην βλάπτεται τῆς οἰκείας ἕκαστον δυνάμεως, οὕτως ἔνια πλησίον ἑκάστης ἀρχῆς κείμενα κατὰ δυσκρασίαν ἰσχυρῶς νοσήσαντα τὰς ἀρχὰς τῶν δυνάμεων εἰς συμπάθειαν ἑαυτοῖς ἄγει, τινὰ δέ, κἂν μὴ πλησίον ᾖ κείμενα, διὰ τὴν κατὰ γένος κοινωνίαν ἤ τινα διαθέσεως ἰδιότητα τὰ τὰς ἀρχὰς τῶν δυνάμεων ἔχοντα βλάπτει μόρια. τὸ μὲν οὖν στόμα τῆς γαστρός, ὅταν μὲν τὴν ζωτικὴν δύναμιν εἰς συμπάθειαν ἄγῃ, συγκοπὰς ἐπιφέρει, ὅταν δὲ τὴν ἰδίως ψυχικὴν ὀνομαζομένην, παραφροσύνας ἢ σπασμούς, ἡ δὲ μήτρα ποτὲ μὲν ἀπνοίας, ποτὲ δὲ συντάσεις νεύρων.
ἀλλὰ συμπληρωθέντα μὲν ἕκαστα τούτων ἅπασι γνώριμα, συνιστάμενα δὲ καὶ αὐξανόμενα κατὰ βραχὺ λανθάνει τοὺς πολλοὺς τῶν ἰατρῶν. χρὴ δὲ οὐχ, ὅταν ὑπὸ μεγέθους ἀβοήθητα γένηται, τότε γνωρίζειν αὐτὰ τοῖς ἰδιώταις ὡσαύτως, ἀλλ' ἀρχόμενά τε καὶ γινόμενα· τοῦτο γὰρ κάλλιστον· εἰ δὲ μή, ἀλλ' αὐξανόμενά γε πάντως. ἅπαντ' οὖν τὰ τοιαῦτα δοκεῖ μοι δηλῶσαι διὰ τῆσδε τῆς λέξεως ὁ Ἱπποκράτης, ἐν ᾗ [610] φησιν· ὅσα τε ἡμέων ἡ φύσις καὶ ἡ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καὶ νῦν φύσιν λέγει τὴν κρᾶσιν, ἕξιν δ' αὐτοῦ τοῦ σώματος τὴν κατασκευήν. οἱ μὲν γὰρ ἀραιότεροι φύσει διαφοροῦνται καὶ συγκόπτονται ῥᾳδίως, οἱ δὲ πυκνότεροι χρονίζουσιν ἐν ταῖς νόσοις. οὕτω δὲ καὶ μόρια τὰ μὲν ἔχουσί τινες ψυχρότερα, τὰ δὲ θερμότερα, καὶ τὰ μὲν ξηρότερα, τὰ δὲ ὑγρότερα, ἅπασι δὲ οἰκεῖον τῇ κράσει τὸ νόσημα.
Μεῖζον μὲν γὰρ κακόν ἐστιν, ἢν διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆς νόσου ἀσθενέοντι προσφέρῃ τις ποτὸν ἢ ῥόφημα πλέον ἢ σιτίον, οἰόμενος διὰ κενεαγγείην ἀσθενέειν. ἀεικὲς δὲ καὶ διὰ κενεαγγείην ἀσθενέοντα μὴ γνῶναι καὶ πιέζειν τῇ διαίτῃ. φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἡ ἁμαρτάς, πολλῷ δὲ ἥσσω τῆς ἑτέρης, καταγελαστοτέρη δὲ πολλῷ αὕτη μᾶλλον ἡ ἁμαρτὰς τῆς ἑτέρης. εἰ [611] γὰρ ἄλλος ἰητρὸς ἢ καὶ ἰδιώτης ἐσελθὼν καὶ γνοὺς τὰ συμβεβηκότα δοίη καὶ φαγεῖν καὶ πιεῖν ἃ ὁ ἕτερος ἐκώλυεν, ἐπιδήλως ἂν δοκέοι ὠφεληκέναι. τὰ δὲ τοιάδε μάλιστα καθυβρίζεται τῶν χειρωνακτέων ὑπὸ τῶν ἀνθρώπων· δοκέει γὰρ αὐτέοισιν ὁ ἐσελθὼν ἰητρὸς ἢ ἰδιώτης ὡσπερεὶ καὶ τεθνεῶτα ἀναστῆσαι.
Διὰ τὰς ὀδύνας πολλάκις οἱ κάμνοντες ἄσφυκτοι γίνονται καὶ λειποψυχοῦσι καὶ κίνησιν οὐδεμίαν οἷόν τε κινηθῆναι, κατὰ ταὐτὰ δὲ καὶ διὰ τὴν ὀξύτητα τῆς νόσου· τινὲς δ' οὐ διὰ ταῦτα κάμνουσι τὴν δύναμιν, ἀλλὰ διὰ κένωσιν τῶν ἀγγείων ὁπωσοῦν γεγονυῖαν, εἴτ' οὖν δι' ἔκκρισιν πρόδηλον αἰσθήσει, εἴτε διὰ διαφόρησιν, εἴτε καὶ διὰ λιμαγχονίαν. οὗτοι μὲν οὖν δέονται τροφὴν προσάρασθαι ὅτι τάχιστα. τοὐναντίον δ' οἱ δι' ὀδύνην ἢ δι' ὀξύτητα τῆς νόσου κενώσεως ἐνίοτε χρῄζουσι μᾶλλον ἢ πληρώσεως. ἀλλὰ τούτοις μὲν ὁ τροφὴν διδοὺς μέγιστόν τι κακὸν ἐργάζεται, τοὺς δὲ διὰ κενεαγγείαν ἀσθενοῦντας [612] εἰ πιέζει διαίτῃ λεπτῇ, βλάψειεν ‹ἄν›, οὐχ ὁμοίως δ' ἐπιφανῶς ἢ ὀξέως· ἀεικές γε μήν ἐστιν ἀγνοῆσαι τὸ διὰ κένωσιν ἀσθενοῦν μᾶλλον ἢ τὸ δι' ὀδύνην. τὰ δ' ἄλλα τῆς ῥήσεως σαφῆ.
Γεγράψεται οὖν καὶ περὶ τούτων σημεῖα, οἷσι δεῖ ἕκαστα τουτέων διαγινώσκειν.
Ἐπαγγέλλεται πάλιν κἀνταῦθα, ὥσπερ ὀλίγον ἔμπροσθεν, ἕτερόν τι γράψαι περὶ τῶν ὀξέων νοσημάτων βιβλίον.
Παραπλήσια μέντοι τοῖσι κατὰ κοιλίην ἐστὶ καὶ ταῦτα. καὶ γὰρ ἢν ὅλον τὸ σῶμα ἀναπαύσηται πολὺ παρὰ τὸ ἔθος, οὐκ αὐτίκα ἔρρωται μᾶλλον· ἢν δὲ δὴ καὶ πλείονα χρόνον διελινῦσαν ἐξαπίνης εἰς τοὺς πόνους ἔλθῃ, φαῦλόν τι πρήξει ἐπιδήλως. οὕτω δὲ καὶ ἓν ἕκαστον τοῦ σώματος.
[613] καὶ γὰρ οἱ πόδες τοιόνδε τι πρήξειαν ‹ἂν› καὶ τἄλλα ἄρθρα, μὴ εἰθισμένα πονέειν, ἢν διὰ χρόνου ἐξαπίνης εἰς τὸ πονέειν ἔλθῃ. ταὐτὰ δ' ἂν καὶ οἱ ὀδόντες καὶ οἱ ὀφθαλμοὶ πάθοιεν καὶ οὐδὲν ὅ τι οὔ, ἐπεὶ καὶ κοίτη παρὰ τὸ ἔθος μαλθακὴ πόνον ἐμποιέει καὶ σκληρὴ παρὰ τὸ ἔθος καὶ ὕπαιθρος παρὰ τὸ ἔθος σκληρύνει τὸ σῶμα.
Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανῆλθε συμπληρώσας τὸν κατὰ παρέκβασιν αὐτῷ λόγον ἐμπεσόντα περὶ τῆς κατὰ τὴν δύναμιν ἀσθενείας· καί φησιν, ὅτι τοῖς κατὰ τὴν κοιλίαν ἔμπροσθεν εἰρημένοις τὰ νῦν λεχθησόμενα παραπλήσιά πώς ἐστι· συντείνει γὰρ εἰς ταὐτὸν κεφάλαιον, ἐν ᾧ κατασκευάζει τὰς ἀθρόας μεταβολὰς μεγάλην φέρειν τοῖς κάμνουσι βλάβην. αὐτὸ δ' ὃ νῦν γράφει, τοιόνδ' ἐστίν· ὥσπερ ἡ κοιλία πλείονα χρόνον παντάπασιν ἀργήσασα καλῶς ἐνεργεῖν οὐ δύναται, πρὶν κατὰ βραχὺ πάλιν ἐθισθῆναί τε καὶ προσαχθῆναι ταῖς οἰκείαις ἐνεργείαις, οὕτω καὶ πᾶν τὸ σῶμα καὶ τῶν ἄλλων μορίων ἕκαστον. εἶτα [614] καὶ μορίων ἐνίων ἐφεξῆς ὀνομαστὶ μνημονεύει. ἐπὶ δὲ τῇ τελευτῇ τοῦ λόγου καὶ τῆς κατὰ τὴν κοίτην μεταβολῆς ἐμνημόνευσεν, ἔτι καὶ νῦν κατασκευάζων τὸ προκείμενον ἐξ ἀρχῆς αὐτῷ περὶ τῆς τῶν ἐθῶν μεταβολῆς.
Ἀτὰρ καὶ τῶν τοιῶνδε πάντων ἀρκέει παράδειγμά τι γράψαι. εἰ γάρ τις ἕλκος λαβὼν ἐν κνήμῃ μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθες, μήτε ἄγαν δυσελκὴς ὢν μήτε ἄγαν εὐελκής, αὐτίκα ἀρξάμενος ἐκ πρώτης κατακείμενος ἰητρεύοιτο καὶ μηδαμῇ μετεωρίζοι τὸ σκέλος, ἀφλέγμαντος μὲν ἂν οὗτος εἴη καὶ ὑγιὴς πολλῷ θᾶσσον οὕτω γένοιτ' ἂν ἢ εἰ περιπλανώμενος ἰητρεύοιτο· εἰ μέντοι πεμπταῖος ἢ ἑκταῖος ἐὼν ἢ καὶ ἔτι ἀνωτέρω ἀναστὰς ἐθέλοι προβαίνειν, μᾶλλον ἂν πονέοι τότε ἢ εἰ αὐτίκα ἐξ ἀρχῆς πλανώμενος [615] ἰητρεύοιτο· εἰ δὲ καὶ πολλὰ ταλαιπωρήσειεν ἐξαπίνης, πολλῷ ἂν μᾶλλον πονήσειεν ἢ ‹εἰ› κείνως ἰητρευόμενος τὰ αὐτὰ ταῦτα ταλαιπωρήσειεν ἐν ταύτῃσιν τῇσιν ἡμέρῃσιν.
Ἔτι περὶ τῆς ἀθρόας μεταβολῆς ποιεῖται τὸν λόγον, ὥσπερ ἔμπροσθεν ἐπ' ἄλλων παραδειγμάτων, οὕτω καὶ νῦν ἐπὶ ἕλκους· εἰ γάρ τις, φησίν, ἕλκος ἔχων ἐν κνήμῃ, δέον ἡσυχάζειν τε καὶ κατακεῖσθαι, περιέρχοιτο βαδίζων ἠρέμα (τοῦτο γὰρ σημαίνει τὸ πλανώμενος ἰητρεύοιτο), βλάπτοιτο μὲν ‹ἂν› ἐξ ἅπαντος, ἀλλ' ἧττον τοῦ ἐν ταῖς πρώταις ἡμέραις ἡσυχάσαντος ἐξαίφνης περὶ πέμπτην ἢ ἕκτην ἢ ἔτι ἀνωτέρω περὶ τρίτην ἢ τετάρτην ἀρξαμένου βαδίζειν. ἔνιοι δὲ τὸ ἀνωτέρω νομίζουσιν ἐπὶ τῶν ἐφεξῆς ἡμερῶν εἰρῆσθαι, τῆς ἑβδόμης καὶ ὀγδόης καὶ ἐνάτης, οὓς ἐχρῆν, εἰ τοῦτ' αὐτοῖς ἤρεσκε, διὰ τοῦ ε καὶ τοῦ ξ γράμματος τὴν ἀρχὴν τῆς λέξεως γράφειν ἐξωτέρω καὶ οὐκ ἀνωτέρω διὰ τοῦ α καὶ τοῦ ν.
τί οὖν, φήσουσιν, οὐχὶ καὶ τοιοῦτο γένοιτ' ἄν ποθ' ἕλκος, ὥστε, κἂν ἑβδόμης τις ἢ ὀγδόης ἡμέρας ἄρξηται βαδίζειν, ἡσυχάσας ἔμπροσθεν, [616] οὐ σμικρῶς βλαβῆναι; καὶ μάλα γε, φαίην ἄν, εἴ γε μέγα τὸ ἕλκος [ᾖ] ἢ ὁ κάμνων εἴη δυσελκής, μᾶλλον δ' εἰ ἄμφω συνέλθοι· εἰ δὲ μήτε μέγα τὸ ἕλκος μήτε ὁ κάμνων δυσελκὴς εἴη, ἰατρεύοιτο δὲ προσηκόντως, (καὶ γὰρ καὶ τοῦτο χρὴ προσυπακούεσθαι τῷ λόγῳ), περὶ τὴν ἑβδόμην ἂν ἢ ὀγδόην ἡμέραν ἤδη καλῶς ἔχοι καὶ βαδίζειν ἀβλαβῶς δύναται. διὰ τοῦτ' οὖν προσέθηκε τῷ λόγῳ περὶ μὲν τοῦ ἕλκους αὐτοῦ μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθες, τὸ ἁπλοῦν δηλονότι καλέσας εὔηθες, περὶ δὲ τοῦ ἀνθρώπου μήτε ἄγαν δυσελκής· ὁ γὰρ τοιοῦτος εἰ μηδὲν ἄλλο περὶ τὴν θεραπείαν ἁμαρτάνοι, μόνον διὰ τὸ βαδίζειν τὰ μέτρια, δέον κατακεῖσθαι, βλαβείη μὲν ἄν, οὐ μὴν οὕτως γε μεγάλως, ὡς εἰ ταῖς πρώταις ἡμέραις ἡσυχάσας περὶ τρίτην ἢ τετάρτην ἢ πέμπτην ἢ ἕκτην ἤρξατο περιπατεῖν. ὁ δὲ μέγα τὸ ἕλκος ἔχων καὶ δυσελκὴς ὢν οὐ μετρίως, ἀλλὰ μεγάλως ἂν βλαβείη περιπατῶν ἐξ ἀρχῆς, ὥσπερ καὶ πάλιν ὁ μικρόν γε τὸ ἕλκος ἔχων καὶ [617] λίαν ὢν εὐελκὴς εἰ ταῖς πρώταις ἡμέραις ἡσυχάσας περὶ τὴν πέμπτην ἢ ἕκτην ἤρξατο περιπατεῖν, οὐκ ἂν μεγάλως, ἀλλὰ μετρίως βλαβείη. διὰ τοῦτ' οὖν ὁ Ἱπποκράτης ἐπὶ τοῦ μέσως ἔχοντος ἐν ἀμφοτέραις ταῖς ἀντιθέσεσι τὸν λόγον ἐποιήσατο, τῇ τε κατὰ τὸ μέγα καὶ μικρὸν ἕλκος καὶ τῇ κατὰ τὸ δυσελκῆ καὶ εὐελκῆ εἶναι τὸν ἄνθρωπον.
εὔδηλον δ', ὅτι διαφέρει μηδὲν ἐπίκαιρον ἕλκος εἰπεῖν ἢ μέγα, καθάπερ οὐδὲ μικρὸν ἢ εὔηθες· τὸ γὰρ ἐπίκαιρον ἢ διὰ τὴν τοῦ χωρίου φύσιν γίνεται τοιοῦτον, μέγα κατὰ τὴν δύναμιν ἀποτελούμενον, εἰ καὶ τῇ διαιρέσει τοῦ χρωτὸς εἴη μικρόν, ἢ κατ' αὐτὸ τὸ τῆς διαιρέσεως μέγεθος [ἐπίκαιρον γίνεται], τὸ δ' εὔηθες, ὅπερ ἁπλοῦν ἔστι καὶ μικρόν, ἢ διὰ τὴν τοῦ χωρίου φύσιν ἄκυρον οὖσαν ἢ κατ' αὐτὴν τὴν διαίρεσιν βραχεῖαν γενομένην.
Διὰ τέλεος οὖν μαρτυρέει ταῦτα [618] πάντα ἀλλήλοισιν, ὅτι πάντα ἐξαπίνης μείζω πολλῷ τοῦ μετρίου μεταβαλλόμενα καὶ ἐπὶ τὰ καὶ ἐπὶ τὰ βλάπτει.
Ἐφ' ἑκάστου τῶν παραδειγμάτων ἀναμιμνῄσκει τοῦ προκειμένου λόγου. καὶ νῦν οὖν ἐπὶ τοῦ κατὰ τὸ ἕλκος παραδείγματος ἐποίησεν αὐτό. τὸ γὰρ διὰ τέλεος ταὐτὸν σημαίνει τῷ διὰ παντὸς καὶ ἀεί.
Πολλαπλασίη μὲν οὖν κατὰ κοιλίην ἡ βλάβη ἐστίν, ἢν ἐκ πολλῆς κενεαγγείης ἐξαπίνης πλέον τοῦ μετρίου προσαίρηται, (ἀτὰρ καὶ κατὰ τὸ ἄλλο σῶμα, ἢν ἐκ πολλῆς ἡσυχίης ἐξαίφνης ἐς πλείω πόνον ἔλθῃ, πολλῷ πλείω βλάψει), ἢ εἰ ἐκ πολλῆς ἐδωδῆς ἐς κενεαγγείην μεταβάλλοι. δεῖ μέντοι καὶ τὸ σῶμα τουτέοισιν ἐλινύειν, κἢν ἐκ πολλῆς ταλαιπωρίης ἐξαπίνης ἐς σχολήν τε καὶ ῥᾳθυμίην ἐμπέσῃ· δεῖ [619] δὲ καὶ τουτέοισι τὴν κοιλίην ἐλινύειν ἐκ πλήθεος βρώμης· εἰ δὲ μή, πόνον ἐν τῷ σώματι ἐμποιήσει καὶ βάρος ὅλου τοῦ σώματος.
Ὃ πρῶτον ἁπάντων ἀποδεῖξαι προὔθετο, τοῦτ' ἦν αὐτὸ τὸ περὶ τῶν κατὰ τὴν κοιλίαν ἀθρόων μεταβολῶν· εἶτ' ἀπ' αὐτοῦ πρὸς τὸ γενικώτερον, ὃ δὴ καὶ καθολικώτερον ὀνομάζουσι, μεταβὰς περὶ πάσης ἔθους ἐξαλλαγῆς ἀθρόας διειλέχθη μέχρι δεῦρο. περιεχομένων γὰρ τῶν εἰδικωτέρων ἐν τοῖς γενικωτέροις καὶ τῶν κατὰ μέρος ἐν τοῖς καθόλου καὶ ἡ τῶν κατὰ τὴν κοιλίαν ἐξαλλαγὴ συναποδέδεικται τῇ περὶ πάντων ἀθρόᾳ μεταβολῇ. ἀλλὰ νυνὶ πάλιν ἐπὶ τὴν κοιλίαν ἀφικόμενος τῶν ἐν αὐτῇ μεταβολῶν τὰς διαφορὰς διδάσκει, καί φησι πολλαπλασίαν εἶναι τὴν βλάβην ἐν τῇ μεταβολῇ τῆς διαίτης, ὅταν ἐκ πολλῆς ἀσιτίας ἀθρόως προσενέγκηται πλείω τῶν συμμέτρων, ἤπερ ὅταν ἐκ πολλῆς ἐδωδῆς εἰς ἀσιτίαν μεταβάλλῃ. τούτῳ δ' αὐτῷ πάλιν ὅμοιον παρενέβαλε περὶ τὸ πᾶν σῶμα γινόμενον· ἧττον γὰρ [620] βλάπτονται μεταβάλλοντες ἐξαίφνης εἰς ἡσυχίαν ἐκ κινήσεων ἤπερ ὅταν εἰς κίνησιν ἐξ ἡσυχίας.
πάλιν δὲ κἀνταῦθα προσέγραψεν ἐπανορθώματα τῆς ἀκαίρου μεταβολῆς, ὥσπερ κἀν τοῖς ἔμπροσθεν· οὐκ ἀναγκαῖον δ' οὐδὲ τοῦτο τῷ προκειμένῳ σκέμματι. ἃ δ' οὖν προσέγραψε, ταῦτ' ἐστί· τοὺς μὲν εἰς ἀργίαν μεταβάλλοντας ἐκ κινήσεώς τε καὶ πράξεως ἐλινύειν ἀξιοῖ, τουτέστιν ἡσυχάζειν τῷ παντὶ σώματι (τοῦτο δὲ ταὐτόν ἐστιν ἐκείνῳ τῷ "ὅκου λιμός, οὐ δεῖ πονεῖν"), τοὺς δ' εἰς ἡσυχίαν ἐκ πολλῆς ταλαιπωρίας ὀλιγώτερα προσφέρεσθαι· τοῦτο δ' αὖ πάλιν ἐστὶν ἐλινύειν τὴν κοιλίαν· ὡς εἴ γε μὴ πονῶν ὅλῳ τῷ σώματι προσφέροιτο τὰ συνήθη, πλῆθος ὑποθρέψει, δι' ὃ βαρυνθήσεται τὸ πᾶν σῶμα καὶ πονήσει. σημαίνει δ' αὐτῷ νῦν ὁ πόνος τὴν βλάβην, γενικῶς νοούμενος πολλαῖς ταῖς κατ' εἶδος βλάβαις.
Ὁ δὴ οὖν πλεῖστός μοι λόγος γέγονε περὶ τῆς μεταβολῆς τῆς ἐπὶ τὰ καὶ ἐπὶ τά. ἐς πάντα [621] μὲν οὖν εὔχρηστον ταῦτ' εἰδέναι· ἀτὰρ καί, περὶ οὗ ὁ λόγος ἦν, ὅτι ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἐς τὰ ῥοφήματα μεταβάλλουσιν ἐκ τῆς κενεαγγείης· μεταβλητέον γάρ, ὡς ἐγὼ κελεύω ἤδη· ἔπειτα οὐ χρηστέον ῥοφήμασι, πρὶν ἡ νοῦσος πεπανθῇ ἢ ἄλλο τι σημεῖον φανῇ ἢ κατὰ ἔντερον, κενεαγγικὸν ἢ ἐρεθιστικόν, ἢ κατὰ τὰ ὑποχόνδρια, οἷα γεγράψεται.
Συνήγαγε πάλιν αὐτὸς εἰς ἓν κεφάλαιον ἅπαντα τὸν λόγον, ἀξιῶν ἐπὶ μὲν τῶν ὡσαύτως ἐχόντων μὴ μεταβάλλειν τὴν δίαιταν, ἐπὶ δὲ τῶν ἐξ ὑγιείας εἰς νόσον ‹μεταβαινόντων› μεταβάλλειν μέν, οὐ μὴν ὡς ἄλλοι μεταβάλλουσιν. εἶτα καὶ διὰ συντόμων ἐδήλωσε τὸν σκοπὸν τῆς ἐπὶ τῶν ὀξέως νοσούντων διαίτης· εἰ μὲν γὰρ πεπανθείη τὸ νόσημα, μεταβαίνειν ἐπὶ τὴν τοῦ χυλοῦ δόσιν ἐκέλευσεν, εἰ δ' ἄπεπτον εἴη, μὴ μεταβαίνειν, εἰ μὴ ἄρα σύμπτωμά τι καθαιρετικὸν τῆς δυνάμεως ὀφθείη [622] ἢ κενώσεως κατὰ γαστρὸς πλείονος ἢ ἄλλου τινὸς ἐρεθισμοῦ προσγινόμενον. κοινῷ δὲ ὀνόματι τῷ τοῦ ἐρεθισμοῦ περιέλαβε πάντα τὰ καθ' ὁντινοῦν τρόπον εἰς ἀρρωστίαν ἄγοντα τὴν δύναμιν, ἐν οἷς ἐστι καὶ δῆξις ὑπὸ δριμέων χυμῶν ἤτοι κατ' ἔντερον ἢ κατὰ γαστέρα γενομένη, καὶ μάλιστ' αὐτῆς κατὰ τὸ στόμα, καὶ ἀγρυπνίαι καὶ ὀργαὶ καὶ λῦπαι καί τινες ἕλμινθες ἐκ τῶν ἐντέρων ἀναβᾶσαι πρὸς τὴν γαστέρα καὶ κνῆσις τοῦ δέρματος ἅπαντος ἢ καὶ μορίων τινῶν ἐπιθεμένη διὰ νυκτός, ὡς μὴ μόνον αὐτῷ τῷ ἐρεθίζειν, ἀλλὰ καὶ σὺν ἀγρυπνίᾳ καταλῦσαι τὴν δύναμιν.
καὶ τὰ ὑποχόνδρια δέ, φησίν, οἷα γεγράψεται, καὶ αὐτὰ συνενδείξεται τὸ διδόναι τροφὴν ἢ μὴ διδόναι· δυνατὸν γὰρ ὑπακούειν ἀμφότερα, μᾶλλον μέντοι τὸ ἕτερον, ὅσον κατὰ τὴν τῶν λόγων ἀκολουθίαν. κελεύων γὰρ ἀπέχεσθαι πτισάνης πρὸ τοῦ πεφθῆναι τὴν νόσον, ὅταν γε δηλονότι δυνατὸν ᾖ τὸν κάμνοντα διαρκέσαι, προσέθηκε· πλὴν εἰ μὴ σημεῖόν τι φανείη ἢ κατ' ἔντερον, κενεαγγικὸν ἢ ἐρεθιστικόν, ἢ κατὰ ‹τὰ› ὑποχόνδρια, οἷα γεγράψεται, ὡς καὶ [623] τούτων ποτὲ προτρεπόντων ἐπὶ τὴν τοῦ χυλοῦ δόσιν πρὸ τοῦ πεφθῆναι τὴν νόσον. ἴσως δὲ τὰ κατεξηρασμένα σφοδρῶς ὑποχόνδρια καὶ ἰσχυρῶς αὐχμώδη λέγει. τοιαῦτα γὰρ συμπίπτει καὶ τῷ κατὰ τὸ Προγνωστικὸν εἰρημένῳ νεκρώδει προσώπῳ, περὶ οὗ φησι "ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι συμπεπτωκότες." αὕτη γὰρ ἡ συνδρομὴ τῶν σημείων ὑποχόνδριον ἔχει προσεσταλμένον ἱκανῶς, ὥστε τινὰ τῶν μὴ τετριμμένων ὡς ἀνεσπασμένον ἐξαπατῆσαι· οὐ ταὐτὸν δ' ἐστὶ προσεστάλθαι τε σφοδρῶς διὰ ξηρότητα καὶ ἀνεσπάσθαι διὰ φλεγμονήν. ἥ γε μὴν ὑπερβάλλουσα ξηρότης τοῦ σώματος ἐργαζομένη ἐστὶ τάσιν ἐν τῷ διαφράγματι πλείονα καὶ τῷ ὑποχονδρίῳ. μάλιστα δὲ προσέχειν χρὴ καὶ διορίζειν ἀπὸ τῆς ξηρότητος τὴν φλεγμονήν, ἐπειδὴ καὶ ἡ θεραπεία διάφορός ἐστι· τοῖς μὲν γὰρ διὰ φλεγμονὴν ἔχουσι τοιοῦτον αὐτὸ λεπτοτάτης ἐστὶ χρεία διαίτης, τοῖς δὲ διὰ ξηρότητα τῆς ἐναντίας, ἐν ᾗ πλεονάκις ὀλίγον δίδομεν χυλὸν πτισάνης.
[624] Ἀγρυπνίη ἰσχυρὴ πόμα καὶ σιτίον ὠμὰ καὶ ἀπεπτότερα ποιέει, καὶ ἡ ἐπὶ τὰ ἕτερα αὖ μεταβολὴ διαλύει τὸ σῶμα καὶ ἑφθότητα καὶ καρηβαρίην ἐμποιέει.
Πολλάκις ἐνενόησα τοῦτο τὸ βιβλίον ἐν τύποις εὑρεθὲν ἐκδεδόσθαι μετὰ τὸν Ἱπποκράτους θάνατον. ἡ γὰρ ἀταξία τῶν λόγων οὐκ ἄλλως ἔοικεν ἢ οὕτως γεγονέναι, προσγραφομένων μὲν ὑπ' αὐτοῦ τοῦ Ἱπποκράτους ἐν τῷ βιβλίῳ τῶν εὑρισκομένων αὐτῷ παραδειγμάτων εἰς τὴν τοῦ καθόλου πίστιν, ἐνίων μὲν ἐπὶ τοῦ μετώπου, ἐνίων δὲ κατὰ τοῦ νώτου, μὴ δυνηθέντος δὲ τοῦ ἐκγραφομένου τὴν οἰκείαν ἑκάστῳ τάξιν ἀποδοῦναι. τὸ γοῦν ἐν τῇ προκειμένῃ ῥήσει λεγόμενον ὑπ' αὐτοῦ φανερωτάτην ἔχει τὴν ἀταξίαν· οὐ γὰρ νῦν, ἀλλ' ὀλίγον ἔμπροσθεν ἦν ὁ καιρὸς αὐτοῦ κατ' ἐκεῖνον τὸν λόγον, ἐν ᾧ τῆς παρὰ τὸ ἔθος εἰς τοὐναντίον μεταβολῆς ἔγραψε παραδείγματα· προσγράψαι γὰρ ἐκείνοις [625] ἐχρῆν καὶ τοῦτο, τῆς μὲν εἰς ἀγρυπνίαν ἀήθους μεταβολῆς ἀπεπτότερα ποιούσης τὰ προσφερόμενα σιτία τε καὶ ποτά, τῆς δ' εἰς ὕπνον πολὺν ἀήθως καὶ τοῦτον ἐπιτηδευθέντα, νωθρότητα τοῦ σώματος καὶ καρηβαρίαν. ἣν γὰρ εἶπεν ἑφθότητά τε καὶ καρηβαρίαν, ἑνὶ ῥήματι περιληφθεῖσα τὴν ἔκλυσιν δηλοῖ τοῦ τόνου· συνενδείκνυται δὲ καὶ τὸ τῆς ἑφθότητος ὄνομα δι' ὑγρότητα θερμὴν γινομένης, οὐ διὰ ξηρότητα, πεφυκυίας διαφορεῖν μὲν καὶ ξηραίνειν τῆς ἐγρηγόρσεως, μὴ πέττειν δὲ τὰ κατὰ βάθος, ὑγραίνειν δὲ τὸ σῶμα καὶ τὰς ἀπορροίας κατέχειν τοῦ ὕπνου. κατὰ λόγον οὖν ‹ἐστι› τὰ ἀτμώδη περιττώματα πλεονάζειν ἐν τῷ σώματι τῶν ἀήθως ἐπὶ πολὺ κοιμηθέντων καὶ διὰ τοῦτο τὴν ὅλην αὐτῶν κατάστασιν ἔκλυτον ὁμοίως τοῖς ἡψημένοις γίνεσθαι.
[626] Γλυκὺν δὲ οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα καὶ μελίκρητον καὶ ὕδωρ καὶ ὀξύμελι τοισίδε σημαινόμενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσι νούσοισιν.
Οὐ μόνον ἀτάκτως, ἀλλὰ καὶ ἐλλιπῶς τὸν κατάλογον ἐποιήσατο [627] τῶν οἴνων. ἔστι γὰρ αὐτῶν μία μὲν ἡ κατὰ τὰς χρόας διαφορά, δευτέρα δὲ ἡ κατὰ τὴν γεῦσιν καὶ τρίτη κατὰ τὴν σύστασιν καὶ τετάρτη κατὰ τὴν ὀσμὴν καὶ πέμπτη κατὰ τὴν δύναμιν. ἡ μὲν οὖν κατὰ τὴν χρόαν εἰς λευκὸν καὶ μέλανα καὶ κιρρὸν καὶ ξανθὸν καὶ ἐρυθρὸν τέμνεται, οὐσῶν μὲν καὶ ἄλλων μεταξὺ διαφορῶν, ἀλλ' ὥσπερ κατὰ τὴν χρόαν, οὕτω καὶ κατὰ τὴν δύναμιν ἐπιμίκτων οὐσῶν. ἡ δὲ κατὰ τὴν γεῦσιν διαφορὰ τῶν οἴνων εἰς γλυκὺν καὶ αὐστηρὸν τέμνεται καὶ δηλονότι κἀνταῦθα τὸν ἀμφοῖν μέσον, ὃς οὐδετέραν ἔχει σαφῆ ποιότητα, καὶ πρός γε τούτοις τὸν ἐξ ἀμφοτέρων τῶν ποιοτήτων σύνθετον, ἔτι τε τὸν δριμὺν ὀνομαζόμενον. ἡ δὲ κατὰ τὴν σύστασιν διαφορὰ τῶν οἴνων εἴς τε τὸν ὑδατώδη καὶ λεπτὸν καὶ εἰς τὸν πάνυ παχὺν τέμνεται, καὶ δηλονότι καὶ εἰς τὸν μέσον τούτων, εἶτ' αὖθις ὅσοι μεταξὺ τοῦ τε μέσου καὶ τῶν ἄκρων εἰσί. καὶ ἡ κατὰ τὴν ὀσμὴν δὲ διαφορὰ τῶν οἴνων, καθ' ὅσον οἱ μὲν εὐώδεις εἰσίν, οἱ δ' οὐκ εὐώδεις, ἀλλὰ πληκτικήν τινα καὶ ἀηδῆ ποιότητα κέκτηνται, τινὲς δ' οὐδ' ὅλως ἔχουσιν ὀσμήν, ἀλλ' εἰσὶν ὥσπερ [628] ὕδωρ ἄοδμοι. ἡ δὲ κατὰ τὴν δύναμιν διαφορὰ τῶν οἴνων ἐστίν, καθ' ὅσον ὁ μὲν ἰσχυρός, ὁ δὲ ἀσθενής, ὁ δέ τις μέσος, ὁ δέ τις μεταξὺ τοῦ τε μέσου καὶ τῶν ἄκρων ἐστίν, ἰσχυρὸς μὲν ὁ θερμαίνων σφοδρῶς καὶ ταχέως τὸ σῶμα καὶ τὴν κεφαλὴν πληρῶν, ἀσθενὴς δὲ ὁ ἐναντίος· οἱ δ' ἐν τῷ μεταξὺ δῆλοι τῶν ἄκρων ἀφωρισμένοι. ὀνομάζεται δὲ ὁ μὲν ἰσχυρὸς οἰνώδης, ὁ δ' ἀσθενὴς ὑδατώδης· ᾧ γὰρ ὕδατος οἶνος πλεονεκτεῖ μᾶλλον, τοῦτο ὅταν ἔν τινι θεασώμεθα σφοδρότατον ὑπάρχον, εἰκότως οἰνώδη καλοῦμεν, ὥσπερ γε καὶ τὸν ἐναντίον ὑδατώδη τῷ ὕδατι μάλιστα κατὰ πάντα ἐοικότα, καὶ τῇ λεπτότητι καὶ τῇ χρόᾳ καὶ τῷ ἀόσμῳ καὶ τῷ μὴ θερμαίνειν ἐπιφανῶς.
αὗται μὲν οὖν αἱ κατὰ τὴν οἰκείαν φύσιν ἐν τοῖς οἴνοις διαφοραί, προστιθέασι δ' αὐταῖς ἔνιοι τὴν κατὰ τὸν χρόνον, ἐπειδὴ τινὲς μὲν ὑπάρχουσιν ἱκανῶς παλαιοί, τινὲς δὲ νέοι, τινὲς δὲ ἐν τῷ μεταξὺ τούτων. εὔδηλον δ', ὅτι τῶν ἔξωθέν εἰσι συμβεβηκότων αἱ τοιαῦται διαφοραί· καθ' ὅσον γὰρ ἐν τῷ χρόνῳ δριμύτεροί τε καὶ θερμότεροι γίνονται μεταβάλλοντες ἅμα τούτοις καὶ χρόαν καὶ σύστασιν καὶ ὀσμήν, [629] κατὰ τοσοῦτον ὁ χρόνος διαφοράν τινα ἐν τοῖς οἴνοις ἐργάζεσθαι δοκεῖ· εἰ δέ γε μηδὲν τούτων ὑπήλλαττεν, οὐδ' ἂν ἐλέγετο πρός τινων παλαιὸς ὁ οἶνος ἢ νέος. ἀλλ' οὐδὲ νῦν οὕτω λέγουσιν, ὡς τῶν ἐτῶν αὐτοῦ δεόμενοι κατὰ πρῶτον λόγον, ἀλλ' ὡς ἅμα τοῖς ἔτεσιν ἐνδεικνύμενοι τὴν δύναμιν· οὐ γὰρ διὰ τὸν χρόνον οἱ οἶνοι τὰς ὠφελείας καὶ βλάβας ἔχουσιν, ἀλλ' ἐκ τῆς τῶν οἰκείων διαφορῶν τούτων ὑπαλλαγῆς. κατὰ συμβεβηκὸς οὖν τοῦ χρόνου μνημονεύομεν ἐν ταῖς τῶν οἴνων διαφοραῖς, οὐ κυρίως οὐδὲ πρώτως.
καὶ αὐτῶν μέντοι τῶν οἰκείων ἐν αὐτοῖς διαφορῶν αἱ μὲν εἰς ὠφέλειαν ἢ βλάβην ἀναφέρονται κατὰ τὸν ἴδιον λόγον, αἱ δὲ οὐ κατὰ τὸν ἴδιον, ἀλλὰ κατὰ συμβεβηκός, γλυκύτης μὲν καὶ αὐστηρότης κατὰ τὸν ἴδιον λόγον, οὕτω δὲ καὶ ἰσχὺς καὶ ἀσθένεια καὶ λεπτότης καὶ πάχος, αἱ δὲ κατὰ τὴν χρόαν τε καὶ ὀσμὴν οὐ πρώτως, ἀλλὰ κατὰ συμβεβηκός· ἐπεὶ τῶν οἴνων οἱ μὲν ὑδατώδεις τ' εἰσὶ καὶ λευκοὶ καὶ [630] κιρροὶ καὶ μέλανες, οἱ δὲ ὑδατώδεις καὶ ἄοδμοι ὥσπερ ὕδωρ, ἢ εὐώδεις ὥσπερ ἄρωμα καὶ μύρον.
εἴπερ οὖν τῶν οἴνων αὗταί εἰσιν αἱ διαφοραὶ κατά τε τὴν οἰκείαν δύναμιν ἀριθμούμεναι καὶ κατά τι συμβεβηκός, εὔδηλον ἤδη σοι περὶ τῆς ἐν τῇ προκειμένῃ ῥήσει κατά τε τὴν τάξιν αὐτῶν καὶ κατὰ τὸν ἀριθμὸν ἐνδείας· ἀλλ' ἐὰν φαίνηται κατὰ τὸν ἑξῆς λόγον ἁπασῶν τῶν χρησίμων διαφορῶν μνημονεύων ὁ Ἱπποκράτης, συγχωρήσομεν αὐτοῦ τῇ κατὰ τὴν ἑρμηνείαν ἐνδείᾳ.
Ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος καὶ ἧσσον φρενῶν ἁπτόμενος καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ' ἔντερον, μεγαλόσπλαγχνος δὲ σπληνὸς καὶ ἥπατος, οὐκ ἐπιτήδειος δὲ οὐδὲ τοῖσι πικροχόλοισι· καὶ γὰρ οὖν διψώδης τοῖσί γε τοιουτέοισίν ἐστιν· ἀτὰρ καὶ φυσώδης ἐντέρου τοῦ ἄνω, οὐ μὴν πολέμιός [631] γε τῷ κάτω ἐντέρῳ κατὰ λόγον τῆς φύσης, καίτοι γε οὐ πάνυ πορίμη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου φῦσα, ἀλλ' ἐγχρονίζει περὶ ὑποχόνδριον.
Κατὰ τὴν γευστικὴν ποιότητα γλυκὺς οἶνος ὀνομάζεται, καθ' ἣν καὶ αὐστηρός ἐστι καὶ δριμύς, ἵνα τὸν ὑδατώδη παραλίπωμεν, οὐκ ἐκπεπτωκότα τελέως τοῦ στύφειν, εἰ καὶ παντάπασιν ἐκλελυμένην ἔχει τὴν ποιότητα τῆς στύψεως· εἰ γὰρ ὕδατι παραβάλλοις αὐτόν, αἰσθήσῃ σαφῶς ἐκ τῆς παραβολῆς ἐξ ὕδατος τὴν γένεσιν τῷ τοιούτῳ οἴνῳ γεγονέναι βραχεῖαν στύψιν εἰληφότος· ὑδατώδη δὲ καλοῦσιν οἶνον οἱ ἄνθρωποι τὸν ἐοικότα κατὰ χρόαν καὶ σύστασιν ὕδατι· διαφανής τε γὰρ ὡς ἐκεῖνο καὶ λαμπρὸς καὶ καθαρὸς καὶ τῇ συστάσει λεπτὸς φαίνεται· εὐθὺς δὲ καὶ τῇ δυνάμει παραπλήσιός ἐστιν ὁ τοιοῦτος ὕδατι μήτε κεφαλῆς ἀσθενοῦς ἁπτόμενος μήτε νεύρων ἀσθενῶν, ὅτι μηδὲ θερμαίνει σαφῶς. ἀλλὰ περὶ μὲν τούτου καὶ αὖθις εἰρήσεται.
ὁ δὲ γλυκὺς οἶνος ὠνόμασται μὲν οὕτως ἀπὸ τῆς κατὰ τὴν γεῦσιν [632] ποιότητος, παμπόλλῳ δ' ὕδατος ἀφώρισται κατὰ τὴν χρόαν καὶ τὴν σύστασιν· οὔτε γὰρ λεπτὸν ἀκριβῶς οὔτε λευκὸν ὄψει γλυκὺν οἶνόν ποτε, ἀλλὰ μᾶλλον μὲν καὶ ἧττον ἀφεστηκότα τῶν εἰρημένων, οὐδέτερον δ' αὐτῶν ἔχοντα. γλυκεῖς γοῦν οἶνοι διαφερόντως εἰσὶν ὅ τε Θηραῖος καὶ ὁ Σκυβελίτης, ἀμφότεροι παχεῖς τε καὶ μέλανες ὄντες, γλυκεῖς δὲ καὶ οἱ κατὰ Μαιονίαν γεννώμενοι, ὁ Θήρινός τε καὶ Καρυΐνος, τοσούτῳ πάχει τε καὶ μελανότητι διαφέροντες τῶν εἰρημένων, ὅσῳ καὶ γλυκύτητι λείπονται.
καὶ μέντοι καὶ τὸ καλούμενον ἕψημα καὶ σίραιον ἐκ τοῦ γλεύκους ἑψομένου γινόμενον, ὅσῳ γλυκύτερον ἀποτελεῖται τοῦ οἴνου, τοσούτῳ καὶ μελάντερον τῇ χρόᾳ καὶ παχύτερον τῇ συστάσει φαίνεται. δέδεικται μὲν οὖν κἀν τῷ τετάρτῳ Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἅπας ὁ γλυκὺς χυμὸς ὑπὸ θερμασίας γινόμενος, οὐ μὴν ἀμέτρου τε καὶ σφοδρᾶς οὔσης, ὥσπερ ὁ δριμὺς ἐν τοῖς σφοδρῶς θερμαίνουσιν· ἀχώριστος γὰρ τούτων ἡ δριμύτης· ἀλλὰ κατὰ τὴν χρῆσιν ὁ γλυκὺς οἶνος φαίνεται θερμαίνων μετρίως καὶ τὸ διψῶδες αὐτῷ διά τε τὴν θερμασίαν ὑπάρχει καὶ τὸ πάχος. οὕτως γοῦν καὶ τὸ γλεῦκος εἰς ὅσον [633] ἂν ὁμιλήσῃ τῷ πυρὶ πλέονι χρόνῳ, παχύτερόν τε καὶ μελάντερον καὶ γλυκύτερον γίνεται· τό γε μὴν ὑπεροπτηθὲν εἰς πικρότητα μεταβάλλει, καθάπερ καὶ τὸ μέλι, καίτοι πάντων γλυκύτατον ὄν, ἀλλ' ὅμως καὶ τοῦτο πικρότητα προσλαμβάνει κατὰ τὴν ἐπὶ πλεῖστον ἕψησιν.
εἴρηται δ', ὡς ἔφην, ἐν ἑνὶ βιβλίῳ τῷ τετάρτῳ Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπὲρ ἁπασῶν τῶν γευστῶν ποιοτήτων· καὶ νῦν, ὥσπερ ἐν ταῖς ἄλλαις ἐξηγήσεσι τῶν Ἱπποκράτους βιβλίων, οὐ τὰς ἀποδείξεις, ἀλλὰ τὰ συμπεράσματα αὐτῶν λέγω μόνον. θερμαίνοντος οὖν τοῦ γλυκέος οἴνου τὸ σπλάγχνον, ὄντος δ', ὡς εἴρηται, καὶ παχέος κατὰ τὴν σύστασιν, αἱ κατὰ μέρος αὐτοῦ δυνάμεις, ἃς ἐπιδείκνυται πινόμενος, ἀκόλουθοι ταῖς δύο ποιότησιν· ἡ γὰρ χρόα κατὰ τὸν ἑαυτῆς λόγον οὐδεμίαν ἔχει δύναμιν εἰς ὠφέλειαν ἢ βλάβην. εἰς ὅσον οὖν παχύς ἐστι κατὰ τὴν σύστασιν ὁ τοιοῦτος οἶνος, τοσοῦτον καὶ βραδύπορος, ὥστ' οὐ μόνον οὐκ ἐκφράξει τι τῶν ἐμπεφραγμένων μορίων, ἀλλὰ καὶ προσεμφράξει· καὶ διὰ τοῦτο βλαβερώτατος ἥπατι [634] πάσχοντι, καὶ μάλισθ', ὅταν ἤτοι φλεγμονή τις ἢ σκίρρος ᾖ κατὰ τοῦτο· μετριωτέραν δ' ἐργάζεται τὴν βλάβην, ὅταν ὑπὸ παχέων χυμῶν ἐμφράττηται τὸ σπλάγχνον ἢ δι' ἀτονίαν πάσχῃ, καθάπερ ἐν τοῖς ἰδίως ἡπατικοῖς ὀνομαζομένοις πάθεσιν.
ἐφεξῆς δὲ ἥπατι βλάπτεται σπλὴν ὑπὸ τῶν παχέων οἴνων, οὐ μὴν ὅ γε πνεύμων, ὅταν ἐν τοῖς βρογχίοις ἔχῃ παχὺν χυμόν. κατὰ μὲν γὰρ τὸ ἧπαρ ἐξ εὐρέων ἀγγείων τῶν ἐπὶ ταῖς πύλαις εἰς στενὰ παραγίνεται πέρατα τῶν ἐν τοῖς σιμοῖς αὐτοῦ μέρεσι καὶ τῶν ἐν τοῖς κυρτοῖς, καθ' ἃ καὶ ἡ μετάληψις ἁπάντων τῶν ἀναδιδομένων εἰς ὅλον τὸ σῶμα γίνεται. κατὰ δὲ τὸν πνεύμονα τοὐναντίον συμβαίνει· διὰ πολλῶν γὰρ φλεβῶν ἀναδοθεὶς καὶ προκατεργασθεὶς ἐν αὐταῖς ἐμπίπτει ταῖς εὐρυχωρίαις τῶν βρογχίων, προτέραις μὲν ταῖς τῶν μικροτέρων, ἐξ ἐκείνων δ' εἰς τὰ μείζονα παραλαμβάνεται συναναφέρων ἑαυτῷ καὶ τοὺς παχεῖς χυμούς, ὧν οὐ μόνον θερμότερος, ἀλλὰ καὶ λεπτότερός ἐστιν.
ἔμαθες δ' ὅτι ὑπὸ τῶν βηχῶν ὁ πνεύμων ἐκκαθαίρεται τοὺς παχεῖς χυμούς [καὶ γλίσχρουσ]· ὅσοι γὰρ ὑδατώδεις εἰσὶ καὶ ἀκριβῶς λεπτοί, περιρρέουσι τῷ κατὰ τὰς βῆχας ἐκπεμπομένῳ πνεύματι· τοῦτο γὰρ [635] οἱονεὶ χείρ τίς ἐστιν ἀναφέρουσα τοὺς παχεῖς χυμοὺς ἅμ' ἑαυτῷ· προσήκει δὲ δηλονότι τὸ πάχος τῶν χυμῶν εἶναι τοιοῦτον, ὡς ὑπὸ πνεύματος ἄνω φέρεσθαι δύνασθαι καὶ μὴ καθάπερ πηλὸν ἐμπεπλάσθαι τοῖς βρογχίοις. διὰ τοῦτό γε καὶ τοὺς γλίσχρους χυμοὺς αἱ βῆχες οὐκ ἐκκαθαίρουσι· καὶ γὰρ μένοντες ἔνδον ἔχονται τῶν βρογχίων ἰξοῦ δίκην. ὑγρότητος οὖν συμμέτρου δεῖ τοῖς μέλλουσι φαρμάκοις εἰς τὴν ἀναγωγὴν τῶν ἐν πνεύμονι περιεχομένων παχέων χυμῶν ἐπιτηδείοις ἔσεσθαι· γλίσχρων δ' ὄντων αὐτῶν οὐχ ὑγρότητος μόνον, ἀλλὰ καὶ ῥύψεώς ἐστι χρεία γινομένης ὑπὸ τῶν ὀξέων χυμῶν. καὶ διὰ τοῦτο μελίκρατον μὲν ἐπιτηδειότατόν ἐστι τοῖς παχέσι χυμοῖς εἰς ἀνάπτυσιν, ὀξύμελι δὲ τοῖς γλίσχροις, ἐφεξῆς δὲ τῷ μελικράτῳ πτισάνη, καὶ μετὰ ταύτην ὁ γλυκὺς οἶνος, ἤδη πεπεμμένης τῆς περιπνευμονίας τε καὶ πλευρίτιδος πινόμενος, οὐ φλεγμαινόντων ἔτι τῶν σωμάτων· εἰ δὲ διψώδης εἴη πινόμενος ὁ τοιοῦτος οἶνος, ἧττον ἐπιτήδειος εἰς τὴν ἀνάπτυσιν γίνεται.
συνελόντι δὲ φάναι, γλυκὺς οἶνος ἐν ὀξεῖ νοσήματι εἰς ἀνάπτυσιν [636] μὲν ἐπιτήδειός ἐστι κατά γε τὰς εἰρημένας ἐνεργείας αὐτοῦ καὶ κατὰ τὸν κοινὸν ἁπάντων οἴνων λόγον ἐκ τοῦ ῥωννύναι τὴν δύναμιν, μάλιστα δὲ τοῖς ἀναπτύουσι τῶν ἐν τῷ θώρακι καὶ πνεύμονι περιεχομένων ὑγρῶν ὁτιοῦν· ἔμαθες γὰρ αὐτὰ ποικίλα ταῖς συστάσεσι καὶ ταῖς ποιότησι καὶ ταῖς δυνάμεσιν ὄντα κατὰ τὸ Προγνωστικὸν βιβλίον, ἔνθα τὰς τῶν πτυσμάτων ἐδήλου διαφοράς. ἄλλο δ' οὐδὲν ἀγαθὸν ὁ τοιοῦτος οἶνος ἔχει πυρέττουσι διδόμενος, ἀλλ' ἧττον μὲν τοῦ σφοδρῶς θερμαίνοντος οἰνώδους βλάπτειν δυνήσεται, χρηστὸν δ' οὐδὲν ἄλλο παρὰ τὰ προειρημένα ποιεῖ, ὅτι μὴ συλλαμβάνει τι βραχὺ τῇ διεξόδῳ τῶν κατὰ τὴν γαστέρα. διὰ τοῦτ' οὖν ὁ Ἱπποκράτης, ἀφ' ὧν ἧττον βλάπτει τὴν ἀρχὴν τῆς διδασκαλίας ποιησάμενος ὄντων πολλῶν ἐπὶ τὰς ἰδίας ὠφελείας αὐτοῦ μετέβη κατὰ τὴν τοῦ λόγου τελευτὴν ὀλίγας οὔσας. ἐπέλθωμεν οὖν ἃ λέγει, ταῖς λέξεσιν ἀκολουθήσαντες αὐτοῦ.
ἧττον αὐτὸν ἅπτεσθαι φρενῶν φησιν ἢ οἱ ἰσχυροὶ τῶν οἴνων, τουτέστιν ἧττον ἐργάζεσθαι παραφροσύνας. οἱ γὰρ ἰσχυροὶ σφοδρῶς [637] θερμαίνοντες ἐμπιπλᾶσι τὴν κεφαλὴν καὶ χυμῶν καὶ ἀτμῶν καὶ θερμασίας. εἰς ὅσον οὖν ἀπολείπεται σφοδρᾶς θερμότητος ὁ γλυκύς, εἰς τοσοῦτον ἧττόν τε καρηβαρίαν ἐργάζεται καὶ βλάβην τῆς φρονήσεως.
διαχωρητικώτερον δ' αὐτὸν εἶναι τῶν ἄλλων φησὶ καὶ μεγαλόσπλαγχνον, τουτέστιν αὐξάνοντα τῶν σπλάγχνων τοὺς ὄγκους. εἴρηται δέ μοι περὶ τούτων ὀλίγον ἔμπροσθεν.
οὐκ ἐπιτήδειόν γε μὴν τὸν γλυκὺν οἶνον οὐδὲ τοῖς πικροχόλοις εἶναί φησι, τουτέστι τοῖς τὴν πικρὰν χολὴν ἀθροίζουσιν· εἴθισται γὰρ τοῖς ἰατροῖς χολὴν μὲν ἁπλῶς ὀνομάζειν τὴν ὠχράν τε καὶ ξανθήν, τὴν μέλαιναν δὲ χολὴν ὅλον τοῦτο λέγειν, οὐχ ἁπλῶς χολήν· ἀλλ' αὕτη μὲν ὀξεῖα, πικρὰ δ' ἡ ξανθή, καὶ διὰ τοῦτο πικροχόλους ὁ Ἱπποκράτης ὀνομάζει τοὺς πλεονάζουσαν ἔχοντας τὴν τοιαύτην χολήν. ἐπιμιγνυμένη μὲν οὖν ὑδατώδεσιν ἰχῶρσιν ὑγροτάτη τε καὶ ὠχρὰ φαίνεται, μόνη δ' οὖσα παχεῖα καὶ ξανθή. θερμαὶ δὲ καὶ ξηραὶ κράσεις εἰσὶν αἱ γεννῶσαι τὴν τοιαύτην χολήν, ἐπιτήδειοί γε μὴν εἰς γένεσιν αὐτῆς εἰσι πάντες οἱ γλυκεῖς χυμοί· διὰ τοῦτο καὶ τὸ μέλι πάντων [638] αὐτῶν ἐκχολοῦται μάλιστα, διότι γλυκύτατον, εἶθ' ἑξῆς οἱ γλυκεῖς οἶνοι. οὐ μόνον δ' ὅτι ἡ πολλὴ θερμασία τοὺς τοιούτους χυμοὺς ἐργάζεται πικρούς, ἀνεπιτήδειός ἐστιν ὁ γλυκὺς οἶνος τοῖς πυρέττουσι, καὶ μάλισθ' ὅταν ὦσι θερμοὶ καὶ ξηροὶ τὴν κρᾶσιν, ἀλλὰ καὶ διότι παχεῖς ὄντες οὔτ' ἐπ' οὖρα διεξέρχονται ταχέως οὔτε διαπνέονται ταχέως, ὥστ' οὐ συναπάγουσιν ἑαυτοῖς οὐδὲ συνεκκενοῦσι τοὺς χολώδεις χυμούς. ἓν οὖν αὐτοῖς τοῦτο μόνον ἀγαθὸν ὑπάρχει τὸ τὴν γαστέρα λαπάττειν· διὸ καὶ προπίνουσιν αὐτούς· ὡς, ἄν γε μὴ ποιήσωσι τοῦτο, παντοίως βλάπτουσι.
πρὸς γὰρ τούτοις καὶ διψώδεις εἰσὶν αὐτῷ τούτῳ δηλοῦντες, ὡς ἐκχολοῦνται ῥᾳδίως.
λέγει δὲ τὸν τοιοῦτον εἶναι καὶ φυσώδη· θερμαινόμενοι γὰρ οἱ παχεῖς χυμοὶ πνεῦμα γεννῶσιν ἑαυτοῖς ὅμοιον ἀτμῶδές τε καὶ παχύ· τοιοῦτον δέ ἐστι τὸ τὰς πνευματώσεις ἐργαζόμενον, ὡς ἔκ γε τῶν λεπτῶν οἴνων οὔτε γεννᾶται πνεῦμα, κἂν γεννηθῇ δέ ποτε, λεπτομερές τε καὶ ἀερῶδες, οὐχ ὁμιχλῶδές τε καὶ ἀτμῶδες.
τῷ δὲ κάτω ἐντέρῳ τὸν γλυκὺν οἶνον οὔ φησιν εἶναι βλαβερόν, [639] καίτοι βραδυπόρου οὔσης τῆς ἀπ' αὐτοῦ φύσης καὶ χρονιζούσης περὶ ὑποχόνδριον. αὐτὸ δὲ δὴ τοῦτ' ἐστί, δι' ὃ μὴ μεγάλως ἐνοχλεῖ τὰ κάτω τῶν ἐντέρων, ὅτι χρονίζει περὶ ὑποχόνδριον, ἄχρι ἂν ἐκπεφθῇ τε καὶ λεπτυνθῇ τελέως· εἰ δ' ἅπαξ πεφθείη, ποριμωτέραν τε καὶ λεπτομερεστέραν ἴσχει καὶ τὴν φῦσαν, ὥστε καθ' ὃν λόγον ἐκ τῶν ἄνω μορίων ἀπώσθη κάτω, κατὰ τὸν αὐτὸν λόγον ἐκτὸς ὑπὸ τούτων ἐκπέμπεται.
Καὶ γὰρ οὖν ἧσσον οὗτος διουρητικός ἐστι τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ.
Τίνα κέκληκεν οἰνώδη λευκόν, ἐπισκεψώμεθα. λέλεκται γὰρ ἔμπροσθεν οἰνώδης οἶνος εἶναί τε καὶ λέγεσθαι προσηκόντως ὁ τοῖς ὑδατώδεσιν ἀντικείμενος· ἰσχυρῶς οὖν αὐτὸν δεῖ θερμαίνειν καὶ κεφαλὴν πληροῦν καὶ παραφροσύνας ἐργάζεσθαι καὶ τὴν πυρετώδη θερμασίαν [640] αὐξάνειν· ἀλλ' ὁ τοιοῦτος οἶνος οὔκ ἐστι λευκός, οὔτε νέος ὢν οὔτε παλαιωθείς, ὅτι μηδ' ἄλλος τις τῶν παλαιουμένων οἴνων διαμένει λευκός, κἂν ὅτι μάλιστα κατ' ἀρχὰς ὑπάρξῃ τοιοῦτος, ἀλλ' ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ κιρρότερος γίνεται, τελευταῖον δὲ καὶ ξανθός.
ἔοικεν οὖν ὁ Ἱπποκράτης εἰρηκέναι λευκὸν οἰνώδη τὸν αὐστηρόν, ὃς οὐδ' αὐτός ἐστιν οὐρητικός, ἀλλ' ἐὰν μὲν παχὺς ᾖ ὁ τοιοῦτος, χρονίζει περὶ ὑποχόνδριον, ἐὰν δὲ μὴ παχύς, οὔτε χρονίζει μέχρι πολλοῦ, καθάπερ ὁ μέλας, οὔθ' ὁμοίως ἐπ' οὖρα διεξέρχεται τοῖς λευκοῖς τε ἅμα καὶ μετρίως αὐστηροῖς· οὐρητικοὶ γὰρ οὗτοι, διότι πεφεύγασιν ἀμφοτέρας τὰς ἰδέας τοῦ βραδέως ἐπ' οὖρα διεξέρχεσθαι, τήν τε τοῦ ὑδατώδους, ἣν διὰ ψυχρότητα πέπονθε, καὶ τὴν τοῦ μέλανος οἴνου διὰ τὸ πάχος. ὁ γὰρ λευκὸς οἶνος καὶ αὐστηρὸς ἥκιστα θερμὸς ὡς ἐν οἴνοις ἐστὶ καὶ διὰ τοῦτο τοῖς κατὰ γαστέρα ῥεύμασιν ἐπιτήδειος, οὐ μὴν οὐρητικός γε ἱκανῶς ὁ τοιοῦτός ἐστιν· ἴσως οὖν τούτῳ παραβάλλων τὸν μέλανά φησιν ἧττον οὐρητικὸν ὑπάρχειν.
[641] Πτυέλου δὲ μᾶλλον ἀναγωγός ἐστι τοῦ ἑτέρου ὁ γλυκύς.
Ἑτέρου ποίου λέγει; πότερον τοῦ προκειμένου, πρὸς ὃν παραβάλλων τὸν γλυκὺν ἔφη· "καὶ γὰρ οὖν ἧσσον οὐρητικός ἐστι τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ"; ἢ οὐ τούτου μόνου, ἀλλ' ἁπλῶς παντὸς τοῦ μὴ γλυκέος; ὄντος δ' ἀσαφοῦς ὅσον ἐπὶ τῇ λέξει τοῦδε καὶ μᾶλλον ὄντος πιθανοῦ περὶ τοῦ οἰνώδους λευκοῦ τὸν λόγον αὐτῷ νῦν γίνεσθαι, πάλιν ἑτέρα τις ἀσάφεια προσέρχεται διὰ τὸ μὴ πάνυ τι σαφὲς εἶναι, τίς ἐστιν οἰνώδης λευκός, ἆρά γε ὁ θερμαίνων σφοδρῶς ἢ ὁ λίαν στύφων, ὃν καὶ στρυφνὸν ὀνομάζουσιν οἱ Ἕλληνες, τὸν δὲ μετριώτερον αὐστηρόν. ὁπωσοῦν ἔχει τὰ κατὰ τὴν λέξιν, ἐγὼ τοῦ προκειμένου γράμματος ἐρῶ τὴν ἀλήθειαν.
ἀναγωγὸς πτυέλου μάλιστα πάντων οἴνων ἐστὶν ὁ γλυκύς, ὅταν μὴ σφόδρα παχὺς ᾖ, καθάπερ γε κἀπειδὰν μὴ πολὺ πρὸς τὸν κιρρὸν ἀποκεχωρηκώς, ὡς ἐκλελύσθαι τὸ πάχος αὐτοῦ καὶ τὴν γλυκύτητα. [642] μοχθηρὸς δ' ὁ κιρρὸς οἶνός ἐστιν εἰς ὠφέλειαν τοῦ πυρετοῦ θερμὸς ἱκανῶς ὑπάρχων. ὁ δὲ μετὰ τὸν οὐκ ἐσχάτως παχὺν οἶνον γλυκὺν ἐπιτήδειος εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγὴν ὁ ὑδατώδης οἶνός ἐστι, τήν τε δύναμιν ῥωννὺς καὶ τοὺς χυμοὺς ὑγραίνων τε καὶ τέμνων μετρίως· ὁ δ' αὐτὸς καὶ τοῖς πυρέττουσιν ἀκινδυνότερον δίδοται τῶν ἄλλων οἴνων ἁπάντων.
Καὶ οἷσι μὲν διψώδης ἐστὶ πινόμενος, ἧσσον ἂν τούτοισιν ἀνάγοι ἢ ὁ ἕτερος οἶνος, οἷσι δὲ μὴ διψώδης, μᾶλλον ἀνάγοι ἂν τοῦ ἑτέρου.
Ἕτερον οἶνον εἶπε νῦν τὸν μὴ διψώδη πάντῃ. διὰ τί δ' ὁ διψώδης ἧσσον ἀνάγει τὰ πτύσματα, ῥᾳδίως εὑρήσεις τῶν προειρημένων μνημονεύων. ἡ γάρ τοι δίψα παραμένει τισὶ τοῖς τὸν γλυκὺν οἶνον πίνουσι διὰ τὸ τὴν πυρετώδη θερμασίαν ἐν αὐτοῖς εἶναι κακοηθεστέραν· [643] οὖσα δὲ τοιαύτη ξηραίνουσα τὸ πτύελον ἐργάζεται παχύτερόν τε καὶ γλισχρότερον· ὅτι δὲ τὸ τοιοῦτον δυσανάγωγόν ἐστιν, οὐδὲ λόγου δεῖται.
Ὁ δὲ λευκὸς οἰνώδης οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ πλεῖστα καὶ τὰ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει· ἐς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἑτέρου καὶ διουρητικὸς δὲ ὢν καὶ καταρρηκτικὸς αἰεὶ πολλὰ προσωφελέοι ἂν ἐν ταύτῃσι τῇσι νούσοισι· καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ' ὅμως ἡ κατὰ κύστιν κάθαρσις ὑπ' αὐτοῦ γινομένη ῥύεται, ἢν προτρέπηται ὁκοῖα δεῖ. καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τὰ περὶ οἴνου ὠφελείης καὶ βλάβης, ὁκόσα ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραιτέροισιν.
Εἴρηταί μοι περὶ τοῦδε τοῦ οἴνου κατὰ τὸν περὶ τοῦ γλυκέος [644] οἴνου λόγον, ἐπειδὴ παρέβαλέ τε καὶ ἀντεξήτασε τὰς δυνάμεις αὐτῶν. εἶπον οὖν, ὅτι ζήτημ' ἐστὶν οὐ σμικρόν, εἴτε τὸν λευκὸν ἅμα καὶ αὐστηρὸν οἶνον οἰνώδη λευκὸν εἴρηκεν εἴτε τὸν θερμαίνοντα σφοδρῶς ὡς ἐν λευκοῖς οἴνοις· ἰσχυρῶς γὰρ θερμαίνειν οὐδεὶς δύναται τῶν λευκῶν οἴνων. ὁ μὲν γὰρ ἄκρως θερμὸς οἶνος εὐθὺς καὶ ξανθός ἐστιν, ὥσπερ γε καὶ ὁ ἐφεξῆς αὐτῷ ὁ κιρρός, εἶτ' ἐπ' αὐτοῖς ὁ ἐρυθρός, εἶθ' ὁ γλυκύς· ὁ δὲ λευκὸς ἧττον μὲν ἁπάντων τούτων θερμαίνει, διαφορὰς δ' ἐν αὑτῷ κατὰ μέρος ἔχει, καθὰ καὶ τἄλλα πάντα διαστήματα, κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. ὁ δὴ τοιοῦτος οἶνος ὅτι ποριμώτερός ἐστιν ἐπὶ κύστιν τοῦ γλυκέος, εἴρηται πρόσθεν. ἀνεπιτηδειότερον δ' αὐτὸν εἰς ἄλλα τοῦ γλυκέος φησὶν εἶναι, ταῦτα δ' ἐστὶν ὑπαγωγή τε γαστρὸς καὶ πτυσμάτων ἀναγωγή. καλὰ δ' ἔφη ταῦτα τεκμήρια εἶναι, τουτέστι γνωρίσματα, τῆς τῶν οἴνων δυνάμεως.
Κιρρῷ δὲ οἴνῳ καὶ μέλανι αὐστηρῷ [645] ἐν ταύτῃσι τῇσι νούσοισιν ἐς τάδε ἂν χρήσαιο· εἰ καρηβαρίη μὲν μὴ ἐνείη μηδὲ φρενῶν ἅψις μηδὲ τὸ πτύελον κωλύοιτο τῆς ἀνόδου μηδὲ τὸ οὖρον ἴσχοιτο, τὰ διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη, ἐν δὴ τοῖσι τοιουτέοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ καὶ ὁκόσα τουτέοισιν ἐμφερέα.
Ὁ μὲν γλυκὺς οἶνος εὐθὺς καὶ μέλας ἐστίν, οὐ μὴν ὅ γε μέλας εὐθέως ἅπας καὶ γλυκύς, ἀλλ' αὐστηροί τινες ἐξ αὐτῶν ὑπάρχουσιν, οἷοι παρ' ἡμῖν ἐν Ἀσίᾳ πλησίον Περγάμου καὶ κατὰ Περπερίναν τε καὶ Αἰγάς. ὁ δὲ κατὰ τὴν Κιλικίαν Ἀβάτης αὐστηρός τε ἅμα καὶ γλυκύς ἐστιν ἐξ ἐναντίων ποιοτήτων συγκείμενος· διὸ καὶ μοχθηρὸς ὑπάρχει μήτ' ἀναδιδόμενος μήθ' ὑπερχόμενος, ἀλλ' ἐπὶ πλέον τε παραμένων τῇ ἄνω γαστρὶ καὶ πνευματῶν αὐτήν. ὅ γε μὴν ἄνευ τοῦ γλυκὺς εἶναι μέλας οἶνος αὐστηρὸς εἰς τὰ κατὰ τὴν γαστέρα χρήσιμος, ὅταν ἤτοι πλείω τοῦ προσήκοντος ὑπέρχηται κατ' αὐτὴν ἢ ξυσματώδη· τηνικαῦτα γὰρ ἐπιτήδειός ἐστιν, ὥσπερ γε καὶ ὁ λευκὸς οἶνος ὁ αὐστηρὸς [646] ὅσα τ' ἄλλα φάρμακα στύφοντα.
πρὸς δὴ ταῦτά φησι καὶ τὸν κιρρὸν οἶνον ἁρμόττειν, οὐχ ἁπλῶς ἅπαντα λέγων τὸν κιρρόν, ἀλλὰ τὸν αὐστηρὸν κιρρόν· ἐπ' ἀμφοτέρων γὰρ ἀκούειν σε χρὴ τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον οὕτως· κιρρῷ δ' [ἂν] οἴνῳ καὶ μέλανι τοῖς αὐστηροῖς εἰς τάδε ἂν χρήσαιο. διττὸς γὰρ ὁ κιρρός, ὥσπερ καὶ ὁ μέλας, ὁ μὲν γλυκύς, ὁ δ' αὐστηρός, ὄντος καὶ τρίτου παρ' ἑκάτερον ἐξ ἐπιμιξίας ἀμφοτέρων τῶν ποιοτήτων. ἀλλ' ὅ γε μίαν ἔχων ποιότητα διττὸς μὲν ἑκατέρᾳ τῇ χρόᾳ, κεφαλῆς δὲ καὶ γνώμης ὁ κιρρὸς μᾶλλον ἅπτεται, διότι καὶ θερμότερός ἐστι τοῦ μέλανος· τῷ δ' αὐτῷ λόγῳ καὶ τοὺς πυρετοὺς αὐξάνει· τούτοις γὰρ ἐπιτήδειοι μόνοι τῶν οἴνων εἰσὶν οἱ ὑδατώδεις. εἰκότως οὖν ἐκώλυσε χρῆσθαι τοῖς αὐστηροῖς οἴνοις, εἴτε κιρροὶ τὴν χρόαν εἴτε μέλανές εἰσιν, ἔν τε ταῖς καρηβαρίαις καὶ ταῖς βλάβαις τῶν φρενῶν, τουτέστιν ὅπου ὁ πυρετὸς αὐτῶν ἥψατο· καὶ προσέτι κἀκείνοις τῶν κατὰ θώρακα καὶ πνεύμονα νοσημάτων, ἐν οἷς ἴσχεται [647] τὸ πτύελον, ἀνεπιτηδείους τοὺς τοιούτους οἴνους εἶναί φησι καὶ τῶν οὔρων ἐπεχομένων διὰ τὸ πάχος δηλονότι καὶ τὴν στύψιν.
Προσξυνιέναι δὲ δεῖ, ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος ᾖ, τὰ δὲ κατ' ἔντερον μᾶλλον ὀνήσει, ἢν ἀκρητέστερος ᾖ.
Ὁ ἀκρατέστερος οἶνος, ὡς εἴρηκε, ‹τοῖς› κατ' ἔντερον μᾶλλον ἐπιτήδειός ἐστιν· εἰκότως οὖν ὀνίνησιν αὐτὰ τῷ λόγῳ τῆς στύψεως, δι' ἣν καὶ τὸ βοηθεῖν ὅλως εἶχεν· ἀλλὰ ταύτην γε τὴν στύψιν ἐκλύει κεραννύμενος ὁ ὑδαρὴς καὶ διὰ τοῦθ' ἧττον ὀνίνησιν αὐτά. καθάπερ δὲ ταῦτα μᾶλλον ὀνίνησι τῷ λόγῳ τῆς στύψεως, ὅταν ἀκρατέστερος ᾖ, οὕτω τὰ κατὰ θώρακα καὶ κεφαλὴν μᾶλλον βλάπτει· ταῦτα δ' ἐστὶν ἃ ἐδήλωσεν εἰπών· τὰ μὲν ἄνω βλάπτει πάντα. βλάπτει δὲ καὶ τὰ δεόμενα δι' οὔρων ἐκκαθαίρεσθαι σώματα· πασῶν γὰρ τῶν [648] ἐκκρίσεων ἐφεκτικός ἐστιν ὁ αὐστηρὸς οἶνος.
ταῦτα περὶ οἴνων ὁ Ἱπποκράτης εἰπὼν ἐφεξῆς ἐπὶ μελίκρατον μεταβαίνει, τὰ μὲν ἄλλα σχεδὸν ἅπαντα τὰ περὶ τῶν οἴνων δείξας, ἓν δὲ παραλιπὼν ἀνεξέργαστον, ὃ διῆλθον ἐγὼ κατὰ τὸ πάρεργον, ὅτι τοῖς πυρέττουσιν οἶνος ἐπιτηδειότατός ἐστιν ὁ ὑδατώδης. ἔστι δ' οὗτος ὁ λευκὸς μὲν τὴν χρόαν, λεπτὸς δὲ τὴν σύστασιν, ἐπιφανῆ μηδεμίαν ἔχων ποιότητα τῶν τοῖς ἄλλοις οἴνοις ὑπαρχουσῶν, μήτ' αὐστηρότητα μήτε στρυφνότητα μήτε γλυκύτητα μήτε δριμύτητα μήτ' ὀσμήν· τῷ γὰρ τοιούτῳ καὶ τὰς τοῦ ὕδατος κακίας καὶ τὰς τοῦ οἴνου ἐκπεφευγέναι μόνῳ τῶν πάντων οἴνων ὑπάρχει. γεννῶνται δὲ καθ' ἕκαστον ἔθνος οἶνοι τοιοῦτοι, κατὰ μὲν τὴν Ἰταλίαν ὁ ἄτονος Σαβῖνος, ὃν καὶ διδόασι τοῖς πυρέττουσιν, ἐν Ἀσίᾳ δὲ ὅ τε Τιτακαζηνὸς καὶ Τιβηνός. ἀκηκοὼς δ' αὐτοῦ τὰ γνωρίσματα ῥᾳδίως εὑρήσεις καθ' ἕκαστον ἔθνος οἴνους τοιούτους, ἐν οἷς χωρίοις οὐ πάνυ τι λεπτοὶ καὶ ὑδατώδεις οἶνοι γίνονται· ἐγὼ γοῦν καὶ κατὰ τὴν Κιλικίαν καὶ Φοινίκην καὶ Παλαιστίνην καὶ Σκῦρον καὶ Κρήτην εὗρον οἴνους τοιούτους, ἀλλ' ὅμως οἷον εἴρηκα [649] καὶ κατὰ πάντα τὰ χωρία τεθέαμαι καὶ τό γε θαυμασιώτερον, ὅτι καὶ κατ' Αἴγυπτον· παχεῖς γὰρ οἶνοι καὶ ὀσμὴν ἔχοντες καὶ ἰσχυροὶ σφόδρα ἐν τοῖς θερμοῖς χωρίοις γεννῶνται· κατὰ δὲ τὴν Ἰταλίαν καὶ τὴν Βιθυνίαν καὶ τὴν Ἀσίαν θαυμαστὸν οὐδέν ἐστι πολλοὺς ὑδατώδεις γίνεσθαι.
ζητήσαι δὲ δὴ προσηκόντως ἄν τις, διὰ τί παρέλιπεν ὁ Ἱπποκράτης εἰπεῖν ἰδίᾳ περὶ τῶν τοιούτων οἴνων ἐν τῷ διηνυσμένῳ λόγῳ, καίτοι γε ἀλυποτέρων ὄντων τοῖς πυρέττουσιν ἤπερ οἱ ἄλλοι πάντες. οὐδὲ γὰρ οὐδὲ τοῦτ' εἰπεῖν ἔστιν, ὡς ἠγνόει τὸν τοιοῦτον οἶνον· αὐτὸς γοῦν ὀλίγον ὕστερον ἐν τῷ τοῦ μελικράτου λόγῳ τάδε γράφει· "ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου, ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ καὶ ἀσθενέστερον"· ταῦτ' εἶπε παραβάλλων τὸ μελίκρατον οἴνῳ λευκῷ καὶ λεπτῷ καὶ ὀλιγοφόρῳ καὶ ἀνόσμῳ· τὸ δ' 'ὀλιγοφόρῳ' ταὐτὸν σημαίνει τῷ ὀλίγον ὕδωρ φέροντι. σαφῶς γοῦν καὶ ἀκριβῶς εἰπὼν τὰ γνωρίσματα τοῦ οἰνώδους οἴνου καὶ διελθών, ὡς κεφαλῆς ἅπτοιτο καὶ φρενῶν, ἱκανὴν ἐνόμισεν εἶναι καὶ περὶ τοῦ ἐναντίου αὐτῷ τοῦ ὑδατώδους τὴν διδασκαλίαν, ἡμῶν δυναμένων λογίσασθαι τἀναντία ὑπάρχειν αὐτῷ.
[650] Μελίκρητον δὲ πινόμενον διὰ πάσης τῆς νόσου ἐν τῇσιν ὀξείῃσι νούσοισι τὸ ἐπίπαν μὲν τοῖσι πικροχόλοισι καὶ μεγαλοσπλάγχνοισιν ἧσσον ἐπιτήδειον ἢ τοῖσι μὴ τοιούτοισι.
Τὸ διὰ πάσης τῆς νόσου δηλωτικόν ἐστι τοῦ τὸν λόγον αὐτῷ γίνεσθαι περὶ τῶν νοσημάτων ἐκείνων, ἐφ' ὧν ἐδίδαξεν ἀνεπιτήδειον εἶναι τρέφειν χυλῷ πρὸ τοῦ τὴν ἀκμὴν τῆς νόσου παρελθεῖν. εἰ γὰρ μήτε τῶν κατὰ θώρακα καὶ πνεύμονά τι νοσημάτων εἴη πυρέττοντος ὀξέως τοῦ κάμνοντος ἥ τε δύναμις ἰσχυρὰ καὶ περαιτέρω τῆς πέμπτης ἡμέρας ἡ νόσος οὐ μέλλει γενήσεσθαι, μελίκρατον αὔταρκές ἐστι μόνον πινόμενον ἐξαρκέσαι ποιῆσαι τὸν κάμνοντα. τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐπιτηδειότατόν ἐστιν ἐπὶ τοῖς τοιούτοις νοσήμασι τὸ μελίκρατον, ἧττον δὲ τοῖς πικροχόλοις ὠφέλιμον· ἐκχολοῦται γὰρ ἐν αὐτοῖς, ἐὰν μὴ φθάσῃ διεξελθεῖν ἢ κατ' ἔντερον ἢ κατὰ κύστιν· ὡς εἴ γε διεξέλθοι, [651] πρὸς τῷ βλάψαι μηδὲν ὀνίνησι μέγιστα· συναπάγει γὰρ αὑτῷ τὸ χολῶδες περίττωμα. συνεδείξατο γοῦν τῷ λόγῳ τῷδε καὶ περὶ τῆς κράσεως αὐτοῦ· συμφέρει γὰρ ὑδαρέστερον ἐπὶ τῶν τοιούτων φύσεων δίδοσθαι τὸ μελίκρατον, ὅπως μήτε διψῶδες εἴη μήτε χολοποιόν.
ὥσπερ δὲ τοῖς πικροχόλοις, οὕτω καὶ τοῖς μεγαλοσπλάγχνοις οὐκ ἐπιτήδειον εἶναί φησιν αὐτό· μεγαλοσπλάγχνους δὲ νῦν εἶπεν οὐχ οἷς φύσει μεγάλα σπλάγχνα ἐστίν, ἀλλ' οἷς κατά τι πάθος εἰς ὄγκον ἤρθη σκιρρούμενα καὶ φλεγμαίνοντα καὶ οἰδισκόμενα. μοχθηρὸν γὰρ ἐν τούτοις γίνεται, μὴ δυνάμενόν γε διεξέρχεσθαι ταχέως αὐτά, ἐκχολούμενον δὲ ῥᾳδίως καὶ μάλιστ' ἐν ταῖς φλεγμοναῖς διὰ τὸ πλῆθος τῆς θερμασίας, ὡς ἔν γε τοῖς ἄλλοις παρὰ φύσιν ὄγκοις ἧττόν ἐστι βλαβερόν.
Διψῶδές γε μὴν ἧσσον τοῦ γλυκέος οἴνου· πνεύμονός τε γὰρ μαλθακτικόν ἐστι καὶ πτυέλου [652] ἀναγωγὸν μετρίως καὶ βηχὸς παρηγορικόν· ἔχει γὰρ σμηγματῶδές τι, ὃ μᾶλλον τοῦ καιροῦ καταγλισχραίνει τὸ πτύελον.
Διὰ τί μὲν ἧττον οἴνου ἐστὶ γλυκέος διψῶδες, ἔμπροσθεν εἴρηταί μοι δεικνύντι, καθ' ὅσον μέν εἰσιν ἄμφω γλυκέα, κατὰ τοσοῦτον ἐκχολοῦσθαι ῥᾳδίως αὐτά, καθ' ὅσον δὲ λεπτότερόν τ' ἐστὶ καὶ ποριμώτερον, ὡς ἰέναι πάντῃ, τὸ μελίκρατον, κατὰ τοῦθ' ἧττον αὐτοῦ γίνεσθαι διψῶδες· ὡς εἴ γέ ποτε κατὰ τὴν γαστέρα μείνειε χρόνῳ πλείονι καὶ αὐτό, διψῶδες οὐχ ἧττον ἔσται τοῦ γλυκέος οἴνου. τουτὶ μὲν αὐτῷ σπανίως συμβαίνει· τὸ δὲ θᾶττον οἴνου γλυκέος διεξέρχεσθαι τὴν γαστέρα καὶ τὸ ἔντερον ἅπαν, ἔτι δὲ καὶ τὸ ἧπαρ ἄχρι νεφρῶν καὶ κύστεως οὐ σπανίως ἀλλὰ διὰ παντὸς ὑπάρχει τῷ μελικράτῳ. διὰ ταῦτα μὲν οὖν ἧττόν ἐστι διψῶδες γλυκέος οἴνου· ὁ δ' Ἱπποκράτης οὐχ οὕτως εἶπεν, ἀλλ' ἑτέρως ταὐτόν, ἐνδειξάμενος αὐτοῦ τὴν δύναμιν ἐξ ὧν ἐργάζεται κατὰ τὸν πνεύμονα· δῆλον γάρ, ὡς οὐκ ἂν εἰργάζετο ταῦτα, μὴ διεξερχόμενόν γε καὶ διαρρύπτον αὐτοῦ τὰς ὁδούς.
[653] πτυέλου δ' ἀναγωγὸν οὐχ ἁπλῶς εἶπε τὸ μελίκρατον, ἀλλὰ τὸ μετρίως προσέγραψε· τὸ γὰρ ἰσχυρῶς ἀνάγειν οὐκ ἔχει, καθάπερ τὸ ὀξύμελι· τό γε μὴν παρηγορικὸν ἔχει, μηδ' ὅλως ἔχοντος αὐτὸ τοῦ ὀξυμέλιτος· ἐπεγείρει γὰρ ἐκεῖνο τὰς βῆχας ἐρεθίζον τε καὶ τραχῦνον ἐκ τοῦ ῥύπτειν σφοδρῶς. μελικράτῳ δὲ καὶ μάλιστα τῷ ὑδαρεῖ τῆς ῥυπτικῆς δυνάμεως ὀλιγίστης μέτεστι· καλεῖται δ' ἡ τοιαύτη καὶ σμηκτική, καὶ νῦν ὁ Ἱπποκράτης ἀπ' ἐκείνης ἐποιήσατο τὸ σμηγματῶδες ὄνομα περὶ τοῦ μελικράτου γράψας· ἔχει γὰρ σμηγματῶδές τι, μετρίας αὐτῷ μετεῖναι τῆς τοιαύτης δυνάμεως αἰνιξάμενος ἐκ τοῦ προσθεῖναι τῷ σμηγματῶδες τὸ τὶ βραχύτητα δηλοῦν, οἷς ἂν οὕτω προσκέηται. τοῦτ' οὖν τὸ βραχὺ τοῦ μελικράτου σμηγματῶδες οὐχ ὅτι μὴ σμηγματῶδες, διὰ τοῦτ' ἄπρακτον, ἀλλ' ὅτι βραχύ· δεῖ γὰρ ἐπὶ τοῦ γλίσχρου πτυέλου σφοδρῶς εἶναι σμηγματῶδες τὸ φάρμακον ἀπορρύψαι δυνάμενον τὸν ἐνιζηκότα τοῖς βρόγχοις τοῦ πνεύμονος γλίσχρον χυμόν.
εἰ δὲ μεταξὺ θώρακός τε καὶ πνεύμονος εἴη τοιοῦτός τις ἠθροισμένος, [654] ἔτι δὴ καὶ μᾶλλόν ἐστι χρεία πρὸς τὸ καλῶς ἀναπτυσθῆναι τμητικῆς τε καὶ σμηκτικῆς δυνάμεως, ἥτις ἀπορρύψει τε τοῦ ὑπεζωκότος αὐτὸν καὶ διατεμεῖ καὶ λεπτυνεῖ· μεταληφθῆναι γὰρ ἄλλως ἀδύνατόν ἐστι τὸν τοιοῦτον διὰ τοῦ περιέχοντος ὑμένος τὸ σπλάγχνον εἰς τὰ βρογχία τοῦ πνεύμονος. οὐ καλῶς οὖν ἐχρήσατο τῇ λέξει προσθεὶς τῷ ἔχει γὰρ σμηγματῶδές τι τὸ ἐφεξῆς εἰρημένον· ὃ μᾶλλον τοῦ μετρίου καταγλισχραίνει τὸ πτύελον· ἄμεινον γὰρ ἦν εἰπεῖν, 'ἔχει γὰρ σμηγματῶδές τι βραχὺ τὸ μελίκρατον, ὃ μᾶλλον τοῦ μετρίου πολλάκις ἐπιτρέπει τῷ πτυέλῳ καταγλισχραίνεσθαι'· οὐ γὰρ διὰ τὸ μελίκρατον συμβαίνει τῷ πτυέλῳ καταγλισχραίνεσθαι, ἀλλὰ τοῦτο μὲν οἰκεῖον ὑπάρχει τῷ γε τοιούτῳ πτυέλῳ, τὸ μελίκρατον δὲ οὐδὲν ὀνίνησιν, ἀλλὰ διαμένειν ἐᾷ τὴν τοιαύτην φύσιν τοῦ περιττώματος. διὰ τοῦτ' οὖν ἄμεινον ἦν εἰπεῖν μηδὲν ὀνίνασθαι τὸ γλίσχρον πτύελον, οὐ γίνεσθαι τοιοῦτον ὑπὸ τοῦ μελικράτου· τὸ γὰρ καταγλισχραίνει τὸ πρὸς Ἱπποκράτους εἰρημένον ἔμφασιν ἔχει τοῦ γίνεσθαι τοιοῦτον ὑπὸ τοῦ μελικράτου τὸ πτύελον.
[655] Ἔστι δὲ καὶ οὐρητικὸν τὸ μελίκρητον ἱκανῶς, ἢν μή τι τῶν ἀπὸ σπλάγχνων κωλύῃ, ‑
Λέλεκταί μοι καὶ πρόσθεν, ὅτι τῷ διεξέρχεσθαι ῥᾳδίως ἁπάσας τὰς μεταξὺ κοιλίας τε καὶ νεφρῶν ὁδοὺς οὐρητικόν ἐστι τὸ μελίκρατον· ἐδείχθη δὲ καί, ὅτι κακοπραγοῦντος τοῦ ἥπατος οὐ προσήκει πίνειν αὐτό, βλάπτει δὲ καὶ σπλῆνα φλεγμαίνοντα καὶ πολὺ δὴ μᾶλλον ἔντερά τε καὶ γαστέρα· ταχέως γὰρ ἐκπυρούμενον ὑπὸ τῆς κατὰ τὴν φλεγμονὴν θερμασίας εἰς χολὴν μεταβάλλει. τάχα γὰρ διὰ τὴν γλυκύτητα χαίρει τὰ σπλάγχνα τῷ μέλιτι, καθάπερ καὶ ἡ γαστήρ, ὥστε θᾶττόν τε καὶ ἀθροώτερον ἐπισπᾶσθαι· καὶ γὰρ οὖν καὶ τἄλλα γλυκέα ταὐτὸν [ἔχειν] τούτῳ λογίσαιτ' ἄν τις ὡς [δὲ] πρὸς τὴν κοιλίαν, οὕτω καὶ πρὸς τὰ σπλάγχνα πεπονθέναι. φανεῖται δ' ἡ γαστὴρ ἥδεσθαι τούτοις· καὶ γὰρ μετὰ τὸ καταπιεῖν αὐτὰ φανερά πώς ἐστιν εὐφραινομένη πρὸς [656] τῶν εἰλημμένων, ὥσπερ αὖ πάλιν ἀνιωμένη τοῖς τραχύνουσί τε καὶ πικροῖς, οὐκ ἐν αὐτῷ τῷ λαμβάνεσθαι μόνον, ἀλλὰ καὶ μετὰ τὸ ληφθῆναι μέχρι χρόνου τινός. ὅθεν οὐδὲ προσφέρεταί τις αὐτὰ πλὴν εἴ ποθ' ὡς φάρμακον διὰ χυμοὺς παρὰ φύσιν ἠθροισμένους ἐν τῇ γαστρί· κατὰ φύσιν δὲ ἐχούσης, ἀνιαρὰ πάντ' αὐτῇ τὰ τοιαῦτά ἐστιν, ἡδέα δὲ μόνα τὰ γλυκέα. καὶ μὲν δὴ καὶ κατὰ τὸν καλούμενον λαιμὸν ἐκ τῶν καταπινομένων γλυκέων ἡδονὴ μεγίστη γίνεται, τοῦ κατ' αὐτὸ τὸ χωρίον σώματος οἰκείως ἔχοντος τῷ τοιούτῳ χυμῷ· τὸ δ' αὐτὸ τοῦτ' ἐστὶ σῶμα καὶ τῆς γαστρὸς ὁ ἔνδον χιτών, ὥσπερ γε καὶ ὁ τὴν γλῶτταν ἀμφιεννύς. ἀλλ' ἐν ταύτῃ μὲν ἐναργεστάτην ἔχει τὴν τῆς γλυκύτητος αἴσθησιν, ἐν δὲ τῷ λαιμῷ τὴν τῆς ἡδονῆς, αἴσθησις δὲ σαφὴς ἐν τῷ παραχρῆμα γίνεται καὶ ἐν τῷ στόματι τῆς γαστρὸς ἡδομένῳ τοῖς καταπινομένοις γλυκέσιν, ὅταν κατὰ φύσιν ἔχῃ τὸ ζῷον.
οὕτως οὖν εἰκός ἐστι καὶ τὰ σπλάγχνα χαίρειν μὲν τῷ γλυκεῖ χυμῷ, ταχέως δ' αὐτοῦ καὶ πλεῖστον ἐπισπώμενα, καθ' ὃν μὲν ὑγιαίνει [657] χρόνον, ἀπολαύειν τε καὶ τρέφεσθαι, καθ' ὃν δὲ πυρετώδη τ' ἐστὶ καὶ φλεγμαίνει, μεταβάλλειν ἐπὶ τὸ χολῶδες αὐτόν. ὁρᾶται γοῦν καὶ τὰ καλούμενα συκωτὰ διὰ τῆς τῶν ἰσχάδων ἐδωδῆς μέγιστά τε καὶ ἥδιστα γινόμενα, προφανῶς τοῦ ἥπατος εὐτροφοῦντος ἐπὶ τῇ τῶν γλυκέων ἐδωδῇ· ἀλλ' ἐν ταῖς φλεγμοναῖς τε καὶ τοῖς πυρετοῖς οὐκ εἰς εὐτροφίαν, ἀλλ' εἰς χολῆς γένεσιν ἡ τῶν τοιούτων προσφορὰ μεταβάλλεται, τοῦ μὲν πυρετώδους θερμοῦ πλεονάζοντος, ἐλλείποντος δὲ τοῦ κατὰ φύσιν, ὅπερ εὔκρατον ἦν.
Καὶ διαχωρητικὸν δὲ κάτω χολωδέων ἔστι μὲν ὅτε καλῶν, ἔστι δ' ὅτε κατακορεστέρων μᾶλλον τοῦ καιροῦ καὶ ἀφρωδεστέρων· μᾶλλον δὲ τὸ τοιοῦτον τοῖσι χολώδεσί τε καὶ μεγαλοσπλάγχνοισι γίνεται.
Ἀναμνησθῶμεν τῆς προειρημένης λέξεως, ἐν ᾗ παραβάλλων οἴνῳ γλυκεῖ τὸ μελίκρατον ἔλεγε· "διψῶδές γε μὴν ἧσσον τοῦ γλυκέος οἴνου"· [658] καὶ νῦν οὖν πρὸς ἐκεῖνον εἶπε διαχωρητικώτερον εἶναι κάτω. χολωδέων γὰρ δὴ καὶ ὁ γλυκὺς οἶνος διαχωρητικός, ἀλλὰ τό γε μελίκρατον ἐνίοτε μὲν καλῶν τῶν χολωδέων ὑπακτικόν ἐστιν, ἐνίοτε δὲ μοχθηρῶν, ἅπερ ἐστὶν ἱκανῶς ἄκρατα χολώδη, τὰ πυρρὰν ἢ ξανθὴν ἔχοντα παχεῖαν χολήν. αὕτη τοίνυν ἀφρὸν προσλαμβάνει, πολλάκις μὲν κατὰ τὸν αὐτὸν λόγον, ὃν καὶ τοῖς ἐν πυρὶ θερμαινομένοις σφοδρῶς ἀφρὸς ἐπανθεῖ, πολλάκις δὲ καὶ τοῖς κοπτομένοις ὑγροῖς ὑπὸ πνεύματος. τούτων δὲ τὸ μὲν πρότερον ὧν εἶπον ὑπερβαλλούσης ἐστὶ θερμασίας γνώρισμα, τὸ δὲ δεύτερον στενοχωρίας τῶν ὀργάνων καὶ ταραχῆς φυσώδους πνεύματος ἐναπειλημμένου καὶ διέξοδον οὐ ῥᾳδίαν ἔχοντος. τοιαῦτα δ' ὑπέρχεται χολώδη τοὐπίπαν ἐν τοῖς συντηκτικοῖς πυρετοῖς, ἐφ' ὧν ἐναντιωτάτη τε καὶ βλαβερωτάτη σχεδὸν ἁπάντων ἐστὶν ἡ τοῦ μελικράτου πόσις, ὥσπερ γε καὶ τοὐναντίον ἡ τοῦ ψυχροῦ πόσις ὕδατος ὠφελιμωτάτη.
μᾶλλον δὲ τὸ τοιοῦτον διαχώρημά φησιν ὑπὸ τοῦ μελικράτου γίνεσθαι τοῖς φύσει μὲν χολώδεσι, τουτέστι τοῖς θερμοῖς ἀμέτρως, ἐν [659] δὲ ταῖς νόσοις φλεγμονὴν ἔχουσι κατά τι τῶν σπλάγχνων. τὸ γάρ τοι κοινὸν ὄνομα νῦν ἴδιον ἐγένετο τῶν φλεγμαινόντων· οὐ γὰρ δὴ διὰ σκίρρον γε ἢ οἴδημα πυρετὸς ἐξάπτεται. πρόδηλον οὖν, ὅτι κατὰ τὰς ὀξείας νόσους, ὑπὲρ ὧν ὁ λόγος νῦν αὐτῷ ἐστιν, ὅταν ὄγκος ἐν σπλάγχνοις γένηται, φλεγμονῆς ἐστιν, οὐκ οἰδήματος ἢ σκίρρου τὸ σύμπτωμα· καὶ τούτους νῦν ὠνόμασε μεγαλοσπλάγχνους.
Πτυέλου μὲν οὖν ἀναγωγὴν καὶ πνεύμονος μάλθαξιν τὸ ὑδαρέστερον μελίκρητον ποιέει μᾶλλον· τὰ μέντοι ἀφρώδεα διαχωρήματα καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα καὶ μᾶλλον θερμὰ τὸ ἄκρητον μᾶλλον τοῦ ὑδαρέος ἄγει.
Λέλεκται καὶ πρόσθεν, ὡς ἐκχολουμένου τοῦ μέλιτος ἐν ταῖς ὀξείαις νόσοις καὶ κατὰ τοῦτο βλάπτοντος αὐτάς, βραδυπόρου δ' ὄντος τοῦ [660] ὕδατος καὶ μένοντος ἐπὶ πλεῖστον ἐν τοῖς ὑποχονδρίοις καὶ διὰ τοῦτ' ὄντος φευκτοῦ, τὸ μικτὸν ἐξ ἀμφοῖν ἐπιτήδειον γίνεται, κατὰ τὴν τοιαύτην κρᾶσιν συντιθέμενον, ὅταν ὕδατι πλείονι μέλιτος μιχθῇ τοσοῦτον, ὡς ὁδοποιεῖν τε καὶ πρὸς τὴν ἀνάδοσιν ἄγειν αὐτό. τά τε γὰρ οὖρα ποριμώτερα γίνεται καὶ ἡ τῶν πτυέλων ἀναγωγὴ θᾶττον οὕτω κερασθέντων αὐτῶν· εἰ δὲ πολὺ τοῦ μέλιτος μιχθείη, δίψαν τε ποιεῖ καὶ γλισχραίνει τὸ πτύελον. διὰ ταῦτα μὲν οὖν ἐπιτηδειότερόν ἐστι τὸ ὑδαρέστερον μελίκρατον εἴς τε τὴν τῶν πτυέλων ἀναγωγὴν καὶ τὴν τῶν οὔρων διέξοδον, τὸ δ' ἀκρατέστερον εἰς τὰς τῆς γαστρὸς ὑποχωρήσεις· ὅσῳ γὰρ ἂν ἐρεθιστικώτερον ᾖ, τοσούτῳ μᾶλλόν τε καὶ θᾶττον αὐτὴν ὑπάγει. καὶ διὰ τῶν κλυστήρων δὲ ἐνιέμενον, ὅσῳπερ ἂν ἀκρατέστερον ᾖ, τοσούτῳ μᾶλλον ἐκκριτικὸν γίνεται τὸ τοιοῦτον· καὶ τῶν κατακορέως χολωδῶν, τουτέστι τῶν ἱκανῶς τοιούτων, καὶ τῶν ἀφρωδῶν διαχωρημάτων αἴτιον ὑπάρχει· τὸ γὰρ ἐπισπᾶσθαι τὰ τοιαῦτα μᾶλλον ἔχει τῷ δάκνειν καὶ ῥύπτειν τὸ ἔντερον· ἔτι δὲ καὶ αὐτὸ μεταβάλλον εἰς χολὴν συναύξει καὶ κατὰ τοῦτο τῶν χολωδῶν [661] διαχωρημάτων τὸ πλῆθος, ὅθεν οὐδ' ἐπαινεῖ τὴν χρῆσιν αὐτοῦ. δηλοῖ δ' ἐκ τοῦ προσθεῖναι καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα· τὸ γὰρ μᾶλλον τοῦ καιροῦ σύνηθες αὐτῷ λέγειν ἀντὶ τοῦ μᾶλλον τοῦ προσήκοντος. τὸ δὲ ἀφρῶδες διαχώρημα καὶ κατὰ τὸ Προγνωστικὸν ἐμέμψατο· καὶ τὰ κατακορέως δέ, τουτέστιν ἀκράτως, χολώδη μοχθηρά· χρὴ γὰρ οὐ κατακορέως οὐδ' ἀκράτως, ἀλλὰ μετρίως αὐτὰ τοιαῦτα εἶναι.
μεμνημένος οὖν καὶ σὺ τούτων, ὅταν ἤτοι μελικράτου ποθέντος ἢ καὶ χωρὶς αὐτοῦ διαχωρῇ τις ἀφρώδη τε ἅμα καὶ κατακορέως χολώδη, συντηκτικὸν εἶναι τὸν πυρετὸν ἴσθι καὶ διὰ τοῦτ' ἀφίστασο τῆς τοῦ μελικράτου χρήσεως, ἐπὶ δὲ τὸν τῆς πτισάνης ἧκε χυλὸν ἐπιτηρῶν ἰδεῖν τι γνώρισμα κἂν βραχὺ διὰ τῶν οὔρων τῆς τοῦ νοσήματος πέψεως· ἐν ἐκείνῳ γὰρ τῷ καιρῷ διδοὺς καὶ τὸ ψυχρὸν ὕδωρ ὀνήσεις μέγιστα.
Τὸ δὲ τοιοῦτον διαχώρημα ἔχει μὲν καὶ ἄλλα σίνεα μεγάλα· οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα [662] σβέννυσιν, ἀλλ' ὁρμᾷ, δυσφορίην τε καὶ ῥιπτασμὸν τῶν μελέων ποιέει, ἑλκῶδες δ' ἐστὶ καὶ ἐντέρου καὶ ἕδρης.
Σύνηθες αὐτῷ τὰς βλάβας σίνεα λέγειν, ὡς κἀν τῷ Περὶ ἀγμῶν καὶ ἄρθρων ἐδείχθη· καὶ γὰρ 'σῖναι' λέγουσιν οἱ Ἴωνες ἀντὶ τοῦ βλάψαι· ἀλλὰ καὶ τὰ βλαβερὰ "σινάμωρα" πολλάκις αὐτὸς ὠνόμασε. βλάβας οὖν μεγάλας ἔχειν φησὶ τὸ προειρημένον διαχώρημα, τουτέστι τὸ κατακορὲς χολῶδες ἅμα τῷ καὶ ἀφρῶδες εἶναι. σύνηθες δ' αὐτῷ πολλάκις ἐπὶ τῶν σημείων χρῆσθαι ταῖς τῶν αἰτίων τε καὶ βλαπτομένων σωμάτων φωναῖς· τὸ γοῦν τοιόνδε διαχώρημα κάλλιον ἦν εἰπεῖν 'σημαίνειν', ἀλλ' ἔχειν εἶπε· καίτοι τὰ μὲν πεπονθότα σώματα τὰς βλάβας ἴσχει, τὰ δ' αἴτια ποιεῖ, τὰ δὲ σημεῖα δηλοῖ. τίνα γε μήν ἐστιν ἃ συμβαίνει πρὸς τῶν εἰρημένων διαχωρημάτων σίνεα, παρ' αὐτοῦ ἄκουε λέγοντος· οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβέννυσιν, ἀλλ' [663] ὁρμᾷ· τοῦτο δ' εἶπεν, ἐπειδὴ πολλάκις ἡ τῶν χολωδῶν ὑποχώρησις αὐτίκα σβέννυσι τὸ ἐξ ὑποχονδρίων καῦμα· διὰ τοῦτ' οὖν ἐπὶ τῶν κακοήθων χολωδῶν προσέθηκεν, ὅτι μὴ σβέννυται, ἀλλὰ τοὐναντίον ἅπαν αὐξάνεται τοῖς τὰ τοιαῦτα διαχωροῦσι καὶ οὐ παύεται τὸ καῦμα ἐκ τῶν ὑποχονδρίων, ἀλλὰ καὶ σφοδρότερον γίνεται, καὶ ῥιπτάζονται, τουτέστιν ἄσην τε καὶ δυσφορίαν ἔχουσιν, ἐπειδὴ τῆς ἐν τοῖς ὑποχονδρίοις διαθέσεως φλογώδους τὰ τοιαῦτα διαχωρήματα συμπτώματα, καὶ μέντοι καὶ ὅτι κατὰ τὴν τῶν ἐντέρων διέξοδον ἡ δριμύτης αὐτῶν ξυσματώδη διάθεσιν ἐργάζεται. ταύτης μὲν οὖν τῆς διαθέσεως αἴτια γίνεται τὰ κατακορῆ χολώδη, τῆς δ' ἐν τοῖς ὑποχονδρίοις σημεῖα· ὅ γε μὴν Ἱπποκράτης, ὡς ἔφην, εἴωθεν ἐνίοτε καὶ τοῖς τῶν αἰτίων ἐνδεικτικοῖς ῥήμασιν ἐπὶ τῶν σημείων χρῆσθαι.
Ἀλεξητήρια δὲ τούτων γεγράψεται.
Ὅτι προῄρηται καθ' ἕκαστον εἶδος νοσήματος ἰάματα γράψαι, καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλωσε καὶ νῦν οὐχ ἧττον· εἰ δ' ἐστὶν Ἱπποκράτους ἄξια τὰ προσκείμενα τῷδε τῷ βιβλίῳ τὰ μετὰ τὸ λουτρὸν [664] ὅσα τε ἐν τοῖς Περὶ νούσων ἢ Περὶ παθῶν γέγραπται, κατὰ τὴν ἐξήγησιν αὐτῶν ἐπισκεψώμεθα.
Ἄνευ μὲν οὖν ῥοφημάτων μελικρήτῳ χρεόμενος ἀντ' ἄλλου ποτοῦ ἐν ταύτῃσι τῇσι νούσοισι πολλὰ ἂν εὐτυχοίης καὶ οὐκ ἂν πολλὰ ἀτυχοίης· οἷσι δὲ δοτέον καὶ οἷσιν οὐ δοτέον, τὰ μέγιστα εἴρηται, καὶ δι' ἃ οὐ δοτέον.
Ἐδήλωσε καὶ νῦν σαφέστατα μέχρι τοῦ κριθῆναι τὸ νόσημα μελικράτῳ μόνῳ χρῆσθαι συμβουλεύων. ἐν μόνοις γὰρ τοῖς συντηκτικοῖς νοσήμασιν ἢ ἐφ' ὧν ἀνθρώπων ἀδύνατόν ἐστιν ἐξαρκέσαι τὴν δύναμιν ἄχρι τῆς κρίσεως ἐπὶ τὸν χυλὸν ἀφιξόμεθα· τὰ δ' ἄλλα βέλτιον ἐπὶ μελικράτου μόνου διαιτᾶν.
[665] Κατέγνωσται δὲ μελίκρητον ὑπὸ τῶν ἀνθρώπων, ὡς καταγυιοῖ τοὺς πίνοντας, καὶ διὰ τοῦτο ταχυθάνατον εἶναι νενόμισται. ἐκλήθη δὲ τοῦτο διὰ τοὺς ἀποκαρτερέοντας· ἔνιοι γὰρ μελικρήτῳ μόνῳ χρέονται ποτῷ ὡς τοιῷδε δῆθεν ἐόντι.
Οὐ ταὐτόν ἐστι καταγυιοῦσθαί τι λέγειν ὑπὸ μελικράτου καὶ μηδ' ὅλως τρέφειν ἢ ὀλιγότροφον εἶναι τὸ μελίκρατον, ἀλλὰ [ἐπεὶ] τρία ταῦτα πράγματα διαφέροντα ἀλλήλων ἐστί. τὰ μὲν γὰρ καθαιροῦντα τὴν δύναμιν, ὡς αἱμορραγία καὶ διαχώρησις πολλὴ καὶ ἱδρὼς ἄμετρος καὶ κατά τι συμβεβηκὸς ἀσιτία καταγυιοῦν εἰκότως ἂν λέγοιτο· τὰ δὲ μηδ' ὅλως τρέφοντα, καθάπερ τὸ ὕδωρ, οὔτε καταγυιοῦν οὔτε ῥωννύναι τὴν δύναμιν ἀληθῶς ἄν τις εἴποι πλὴν κατὰ συμβεβηκὸς ἐνίοτε· τὸ γὰρ ὕδωρ οὐχ ὡς τροφὴ τὴν δύναμιν ἀνακτᾶται τῶν καμνόντων, ἀλλ' ὡς φάρμακον εἰς συμμετρίαν κράσεως ἄγον τὰ διὰ τὴν ἀμετρίαν [666] αὐτῆς ἀρρωστοῦντα. τρίτα πρὸς τούτοις τὰ βραχέως τρέφοντα· καὶ δύναιτο μὲν ἄν τις μόνοις αὐτοῖς χρώμενος ἀποθανεῖν, οὐ μὴν ὡς καθαιροῦσι τὴν δύναμιν, ἀλλ' ὡς οὐχ ἱκανῶς ῥωννύουσιν. ἐκ τούτων ἐστὶ καὶ τὸ μελίκρατον· εἰ γάρ τις ἐν τέτταρσιν ἡμέραις ἀσιτήσας ἀποθνῄσκειν μέλλοι, δύναιτ' ἂν οὗτος μελικράτῳ χρώμενος οὐ μόνον εἰς τὴν πέμπτην, ἀλλὰ καὶ εἰς τὴν ἕκτην ἀφικέσθαι. ὁ δ' αὐτὸς λόγος καὶ περὶ τοῦ μέλιτος· ἡ γὰρ τούτου φύσις ἐστὶν ἡ καὶ τὸ μελίκρατον ἐκ τῶν βραχέως τρεφόντων ἐργαζομένη· τὴν γὰρ 'ὑγρασίαν τῆς τροφῆς ὄχημα' καὶ οὐ τροφὴν οὐ μόνον ὁ Ἱπποκράτης, ἀλλὰ καὶ σχεδὸν ἅπαντες οἱ ἄριστοι τῶν ἰατρῶν ἀπεφήναντο. ταῦτ' οὖν αὐτὰ τὰ νῦν εἰρημένα ὁ Ἱπποκράτης ἔγραψε περὶ μελικράτου καὶ μέλιτος οὐκ ἀσαφῶς διὰ τῶν ἑξῆς.
Τὸ δ' οὐ παντάπασιν ὧδε ἔχει.
[667] Οὐ γὰρ παντάπασιν ἀληθές ἐστι τὸ διὰ τὸ μελίκρατον ἀποθνῄσκειν τοὺς ἀποκαρτεροῦντας· ἀπέθανον γὰρ ἄν, εἰ καὶ μόνον ὕδωρ ἔπινον· ἀλλὰ διότι βραχεῖαν τροφὴν δίδωσι τῷ σώματι, διὰ τοῦτο, μόνον μὲν ὄν, οὐχ ἱκανόν ἐστι διαφυλάττειν τὴν ζωήν, ὥσπερ καὶ χυλὸς πτισάνης, εἴ τις ἐθέλοι ῥοφεῖν μόνης εἰς ἀεί.
Ἀλλ' ὕδατος μὲν πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, εἰ μὴ ταράσσοι τὴν κοιλίην.
Ἐνδείκνυσθαι δοκεῖ διὰ τῆς ἰσχυρότερον φωνῆς, ὅτι ἔχειν τι καὶ τὸ ὕδωρ δυνατὸν εἰς τὸ τρέφειν· ἐγχωρεῖ δὲ διὰ τὸ τὴν ξηρότητα τοῦ σώματος τῆς γαστρὸς ἐπιτέγγεσθαι διαρκεῖν ἐπὶ πλεῖον τοὺς πίνοντας ὕδωρ τῶν μηδ' ὅλως προσφερομένων. ἀσφαλῶς δὲ προσέθηκεν, εἰ μὴ ταράσσοι τὴν κοιλίην, ἐπὶ τοῦ μελικράτου τὸν λόγον ποιούμενος· ἐκείνους γὰρ ὄντως καὶ χείρονας ἑαυτῶν ἐργάζεται διὰ τὴν κένωσιν, [668] οἷς ταράσσει τὴν κοιλίαν, ἅμα καὶ τοῦ ταράττειν ῥήματος οὐ τὴν σύμμετρον ὑποχώρησιν, ἀλλὰ τὴν πλεονάζουσαν δηλοῦντος. εἰδέναι μέντοι χρὴ τὸ μὲν ὠμὸν μελίκρατον ὑπακτικώτερον εἶναι, τὸ δὲ καλῶς ἡψημένον τροφιμώτερον. ἀλλὰ τοῦτο μὲν ἐγνώσθω σοι κατὰ τὸ πάρεργον, ἴδωμεν δὲ ἃ ἑξῆς γράφει παραβάλλων οἴνῳ μελίκρατον.
Ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερόν ἐστιν, ᾗ δὲ ἀσθενέστερον.
Ἔνιοι χωρὶς τοῦ ἐστὶν γράφουσι τὴν ῥῆσιν οὕτως· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερον, ᾗ δὲ ἀσθενέστερον. ἔνιοι δ' ἀντὶ τοῦ ᾗ τὸ ἐνίῃ γράφουσιν οὕτως· ἀτὰρ καὶ οἴνου ὀλιγοφόρου καὶ λεπτοῦ καὶ ἀνόσμου ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ ἀσθενέστερον. ἐξ ἁπάντων γε μὴν ἡ αὐτὴ δηλοῦται δύναμις καὶ ἔννοια, κατά τι μὲν λέγοντος ἰσχυρότερον εἶναι τὸ μελίκρατον τοῦ τοιούτου οἴνου, κατά τι δὲ ἀσθενέστερον. ἐγὼ μὲν [669] οὖν ἐπεμνήσθην οἴνου τοιούτου κατὰ τὸν περὶ τῶν οἴνων λόγον· ὁ δ' Ἱπποκράτης αὐτὸν ὥσπερ οὐκ εἰδὼς ἐσιώπησεν, ἀλλὰ νῦν γε σαφῶς ἐδίδαξε τήν τε σύστασιν αὐτοῦ μηνύσας ἐκ τοῦ φάναι λεπτοῦ καὶ τὴν τῆς δυνάμεως ἀσθένειαν ἐκ τοῦ προσγράψαι καὶ ὀλιγοφόρου· καλεῖται γὰρ οὕτως ὁ τῆς τοῦ ὕδατος μίξεως ὀλιγίστης χρῄζων εἰς τὸ κραθῆναι· κατὰ τοὐναντίον γὰρ ὁ πολλοῦ δεόμενος ὕδατος εἰς εὐκρασίαν ὀνομάζεται πολυφόρος, ἐν ἴσῳ τῷ πολὺ φέρειν ὕδατος δυνάμενος εἰς τὴν εὔκρατον μίξιν· ὁ δ' ὀλιγοφόρος οἶνος ἔκλυτός τε καὶ ἀσθενὴς καὶ ἄχρηστος εἰς ποτὸν γίνεται, εἰ πλείονι κεράσαις ὕδατι. καὶ μὴν καὶ τὸ ἄοδμον αὐτοῦ μέγιστον γνώρισμα τῆς ἀσθενείας τε καὶ ψυχρότητός ἐστιν, ὕδατι καὶ κατὰ τοῦτο ἐοικός, ὥσπερ γε καὶ τῶν ἰσχυρὰν ἐχόντων ὀδμὴν μέγιστον τοῦτ' ἐστὶ τῆς ῥώμης σημεῖον. ὁ μὲν γὰρ ὑδατώδης οἶνος ὀλιγίστην μὲν ἐν τῷ ξύλῳ τῆς ἀμπέλου μεταβολὴν ἔσχηκεν, ὀλιγίστην δὲ καὶ τοῦ γεώδους στοιχείου τὴν μίξιν, ὥστε ὕδωρ εἶναι, [670] βραχὺ γεώδους τε καὶ θερμῆς οὐσίας προσειληφὼς εἴς τε τὴν τούτων ἕνωσιν ὀλιγίστης κατεργασίας δεηθείς. ὁ δ' ἐναντίος οἰνώδης τε καὶ πολυφόρος οὔθ' ὑπὸ βραχείας κατεργασίας γίνεται τοιοῦτος, ὡς ἂν ἐπὶ πλεῖστον ἀφιστάμενος ὕδατος, ἀξιόλογόν τε διὰ τοῦτ' αὐτὸ τὴν θερμασίαν καὶ τὴν ὀσμὴν ἐπικτᾶται.
Μέγα μὴν διαφέρει καὶ οἴνου καὶ μέλιτος ἀκρητότης ἐς ἰσχὺν ἀμφοῖν. ὅμως τοίνυν, εἰ καὶ διπλάσιον μέτρον οἴνου ἀκρήτου πίνοι τις ἢ ὁκόσον μέλι ἐκλείχοι, πολλῷ ἂν δήπου ἰσχυρότερος εἴη ὑπὸ τοῦ μέλιτος, μοῦνον εἰ μὴ ταράσσοι τὴν κοιλίην· πολλαπλάσιον γὰρ καὶ τὸ κόπριον διεξίοι ἂν αὐτῷ.
Εἰ μελικράτου λέλεκτο καὶ μὴ μέλιτος, ἦν ἂν σαφέστερον· ὁ γάρ τοι λόγος ἦν αὐτῷ μέχρι δεῦρο περὶ μελικράτου καὶ τοῦτο παρέβαλεν [671] οἴνῳ κεκραμένῳ, δηλονότι μεθ' ὕδατος, οὐκ αὐτῷ καθ' ἑαυτόν· ἀλλ' ὅπως ἡ παραβολὴ δικαία γίγνοιτο, διὰ τοῦτ' ἐπανήγαγε τὸν λόγον ἐπ' αὐτόν τε τὸν οἶνον καὶ τὸ μέλι. παραλογίζονται δ' ἔνιοι κατὰ τὰς τοιαύτας παραβολὰς οὐκ ἄλλους μόνον ἑκόντες, ἀλλὰ καὶ σφᾶς αὐτοὺς ἄκοντες· [ἔνιοι δὲ] πειραθέντες γοῦν τινων ἀκρατεστέρων, οὐ τοῖς ἀκράτοις μόνοις, ἀλλὰ καὶ ὁπωσοῦν κεκραμένοις τὴν ἐπ' ἐκείνων προσάπτουσι δύναμιν, ὥσπερ αὖ πάλιν ἕτεροι πειραθέντες ὑδαρεστέρων ἐξ ἐκείνων ὑπὲρ ἁπάντων ἀπεφήναντο τῶν ὁπωσοῦν κεκραμένων. οὐ μὴν οὕτως ἐχρῆν ποιεῖσθαι τὰς κρίσεις τῶν πραγμάτων, ἀλλὰ λογίσασθαι δεῖν ἀνάλογον ‹εἶναι› τὸ μελίκρατον ἐν τῇ κράσει τῶν πινομένων οἴνων κατὰ τὴν τοῦ ὕδατος μίξιν, ὡς μὴ τὸν μὲν οἶνον ἀκρατέστερον εἶναι, τὸ δὲ μελίκρατον ὑδαρέστερον, εἰ μέλλεις δικαίαν ποιεῖσθαι τὴν παραβολὴν αὐτῶν.
ἐπεὶ δὲ χαλεπόν ἐστι τὴν ἀναλογίαν ἀκριβῶς ἐν τῇ μίξει φυλάξαι, διὰ τοῦτ' ἐπ' αὐτὰ τὰ ὄντως ἄμικτα καὶ κυρίως ἄκρατα καλούμενα μετήνεγκε τὸν λόγον ὁ Ἱπποκράτης οἴνῳ μηδ' ὅλως κεκραμένῳ παραβάλλων [672] τὸ μέλι· καί φησι διπλάσιον οἶνον πινόμενον ἧττον τρέφειν ἁπλοῦ πλήθους μέλιτος. ἐπεὶ δὲ πλείω γένη τῶν οἴνων ἐστίν, οὐ τοὺς ἰσχυροὺς καὶ κεφαλὴν πλῆξαι δυναμένους καὶ παραφροσύνας ἐργάσασθαι προὐχειρίσατο κατὰ τὸν λόγον, ἀλλὰ τὸν ἀσθενῆ καὶ ὑδατώδη καὶ τούτῳ παραβάλλων τὸ μέλι τροφιμώτερον ἀπέδειξεν. ὅταν δὲ διπλασίῳ ὄγκῳ οἴνου ἀξιώσῃ μέλιτος ἥμισυ παραβάλλειν, οὐ τοῦτό φησιν, ὅτι μόνον ἑκάτερον ὁ κάμνων αὐτὸ καθ' ἑαυτὸ προσφερέσθω μὴ μιγνὺς ὕδωρ· ἀλλ' εἰ μετὰ τὸ μετρῆσαι τὸ πλῆθος ἑκατέρου προσφέροιτο καθ' ὅ τι βούλοιτο, διαφέρειν οὐδὲν ἧττον. δύναται γάρ, εἰ τύχοι, κύαθον ἕνα μέλιτος ἢ καθ' ἑαυτὸν λαμβάνειν ἢ ὅσῳ βούλεται μιγνὺς ὕδατι προσφέρεσθαι καὶ τοῦτο καθ' ἑκάστην ἡμέραν ποιεῖν, ἢ πάλιν οἴνου δύο κυάθους ἑκάστης ἡμέρας ὡς αὐτὸς βούλεται κεραννὺς ὕδατι προσφέρεσθαι. γνωσθήσεται γὰρ ἐκ τῆς τοιαύτης πείρας ἐπὶ πλειόνων ἀνθρώπων ὁμοίως ἐχόντων κατὰ τἄλλα, καὶ μέντοι καὶ μᾶλλον ἐφ' ἑνός, οὐ κατὰ τὸν αὐτὸν χρόνον ἡ ἑκατέρου δύναμις ἀκριβῶς· εἰ γὰρ μὴ κατά τινα [673] φύσεως ἰδιότητα ταράττοι τὴν γαστέρα τὸ μέλι, πλείοσιν ἡμέραις ἐξαρκέσουσιν οἱ τῷ μέλιτι χρώμενοι.
διὰ τί οὖν, εἴπερ τοῦθ' οὕτως ἔχει, κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἶπεν· "ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ ἀσθενέστερον" εἶναι τὸ μελίκρατον; οὐ γὰρ ἐνίοτε μὲν ἰσχυρότερον, ἐνίοτε δὲ ἀσθενέστερον, ἀλλ' ἰσχυρότερον ἀεὶ φαίνεται κατὰ τὸν εἰρημένον ἄρτι λόγον. ὅτι πρὸ τοῦ διορισθῆναι καὶ διδαχθῆναι πρὸς αὐτοῦ περὶ τῆς δικαίας παραβολῆς ἀδιορίστως τοῦ λόγου περαινομένου καλῶς καὶ ἀσφαλῶς εἶπεν εὑρεθήσεσθαι τὸ μελίκρατον τοῦ οἴνου κατά τι μὲν ἰσχυρότερον, κατά τι δὲ ἀσθενέστερον. ἐὰν γὰρ μὴ διορίσηταί τις ἑκατέρου τὴν ἀναλογίαν τῆς κράσεως, ἐνίοτε μὲν ἀσθενέστερος ὁ οἶνος, ἐνίοτε δὲ τὸ μελίκρατον εἶναι δόξει· διορισθέντων δέ, ὡς εἴρηται, καὶ τῆς κατὰ τὴν γαστέρα ταραχῆς ἐπιβλεπομένης, τὸ μελίκρατον ἰσχυρότερον εἰς θρέψιν ἀεὶ φαίνεται τοῦ κεκραμένου κατὰ τὴν αὐτὴν ἀναλογίαν οἴνου.
ἐὰν δ' ὅτι καὶ τὸ κόπριον ἐκκρινόμενον ἐπὶ τῷ μελικράτῳ σύμμετρον, ὡς μὴ καταλύειν τὴν δύναμιν, ἐννοήσῃς, ἔτι καὶ μᾶλλόν σοι [674] φανεῖται πλείων ἡ ἐκ μελικράτου θρέψις ἤπερ ἡ ἐξ οἴνου γινομένη. εἰ γὰρ καὶ κοπρίου πολλαπλασίου διεξιόντος ὅμως ὁ κάμνων ἐξαρκεῖ πλείοσιν ἡμέραις ἐπὶ τῷ μελικράτῳ, δυνατώτερον δηλονότι πρὸς τὴν θρέψιν οἴνου φαίνεται τὸ μέλι.
Εἰ μέντοι ῥοφήματι χρέοιτο πτισάνῃ, ἐπιπίνοι δὲ μελίκρητον, ἄγαν πλησμονῶδες ἂν εἴη καὶ φυσῶδες καὶ τοῖσι κατὰ τὰ ὑποχόνδρια σπλάγχνοισιν ἀσύμφορον· προπινόμενον μέντοι πρὸ ῥοφημάτων μελίκρητον οὐ βλάπτει ὡς μεταπινόμενον, ἀλλά τι καὶ ὠφελεῖ.
Περὶ τῆς τάξεως ὁ λόγος αὐτῷ, ἐν ᾗ κάλλιστ' ἄν τις χρῷτο μελικράτῳ τε καὶ πτισάνῃ. κοινὸς δ' ἔστω σοι λόγος καὶ οὗτος, ὡς ἐπὶ παραδείγματος ἑνὸς διδασκόμενος μελικράτου τε καὶ πτισάνης· ἀεὶ γὰρ χρὴ πρότερον μὲν προσφέρεσθαι τά τε ῥᾳδίως διαφθειρόμενα καὶ μᾶλλον ὑπιόντα, δεύτερον δὲ τἀναντία. πτισάνη δὲ μελικράτου δυσφθαρτοτέρα [675] καὶ ὑπέρχεται βράδιον. πρῶτον μὲν οὖν τοῦ μελικράτου ληφθέντος οἷον ὑφήγησίς τις ἐξ αὐτοῦ γένοιτ' ἂν τῇ πτισάνῃ τῆς διαχωρήσεως· εἰ δὲ πτισάνη πρῶτον ληφθείη, κωλυόμενον ὑπιέναι τὸ μελίκρατον ἐμφυσήσει τε τὸ ὑποχόνδριον εἴς τε τὴν χολὴν μεταβληθὲν τῷ χρόνῳ καὶ τῇ πτισάνῃ τι λυμανεῖται.
Ἑφθὸν δὲ μελίκρητον ἐσιδεῖν μὲν πολλῷ κάλλιον τοῦ ὠμοῦ· λαμπρὸν γὰρ καὶ λεπτὸν καὶ λευκὸν καὶ διαφανὲς γίνεται· ἀρετὴν δὲ ἥντινα αὐτῷ προσθέω διαφέρουσάν τι τοῦ ὠμοῦ, οὐκ ἔχω· οὐδὲ γὰρ ἥδιόν ἐστι τοῦ ὠμοῦ, ἢν τυγχάνῃ γε τὸ μέλι καλὸν ἐόν. ἀσθενέστερον μέντοι γε τοῦ ὠμοῦ καὶ ἀκοπρωδέστερόν ἐστιν, ὧν οὐδετέρου ἐς τιμωρίην προσδέεται μελίκρητον. ἄγχιστα δὲ χρηστέον αὐτῷ τοιῷδε ἐόντι, ἢν τὸ μέλι τυγχάνῃ πονηρὸν ἐὸν καὶ ἀκάθαρτον καὶ μέλαν καὶ μὴ εὐῶδες· ἀφέλοιτο γὰρ ἂν ἡ ἕψησις τῶν κακοτήτων αὐτοῦ τὰ πλείονα τοῦ αἴσχεος.
[676] Διαφορὰς ἑφθοῦ τε καὶ ὠμοῦ μελικράτου διδάσκει καθ' ὅλην τήνδε τὴν ῥῆσιν, δεῖται δ' ὁ λόγος οὐδεμιᾶς ἐξηγήσεως.
Τὸ δ' ὀξύμελι καλεόμενον ποτὸν πολλαχοῦ μὲν εὔχρηστον ἐν ταύτῃσι τῇσι νούσοισιν εὑρήσεις ἐόν· καὶ γὰρ πτυέλου ἀναγωγόν ἐστι καὶ εὔπνοον·
Τὸ καλούμενον καὶ τὸ καλεῖσθαι καὶ τὰ παραπλήσια τούτοις ἔμαθες αὐτὸν προστιθέντα ποτὲ μὲν ὡς οὐδέπω συνήθους ἅπασι τοῖς Ἕλλησι τῆσδε τῆς προσηγορίας οὔσης, ποτὲ δὲ ὡς ἀκύρως λεγομένης, ἐνίοτε δὲ ὡς ἐνδεικνυμένης τι τεχνικόν, ὡς ἐπὶ τῶν κροταφιτῶν καὶ μασητήρων μυῶν ἐδιδάξαμεν. ἀλλ' ὅτι μὲν οὐδὲν ἐνδείκνυται τεχνικὸν ἡ προσηγορία τοῦ ὀξυμέλιτος, ἅπαντι δῆλον. ἀλλ' ἤτοι μεμφόμενος ἢ ὡς οὐδέπω συνήθη διὰ τῆς τοῦ καλεομένου ἐπεσημήνατο προσθήκης.
[677] ἐγχωρεῖ δ' ἑκάτερον· ἴσως μὲν γὰρ τότε πρῶτον εἰς χρῆσιν κοινὴν ἤρχετο. τάχα δὲ καὶ μέμφεται τὴν φωνὴν ὡς ἐμφαίνουσαν ἤτοι ἐκ τοῦ ὄξους καὶ μέλιτος μόνων συγκεῖσθαι τὸ φάρμακον ἢ ὡς μέλιτος διαφορὰν δηλοῦσαν, ὡς εἰ καὶ οὕτως ἔλεγέ τις· τὸ δὲ μέλι τὸ ὀξὺ δύναμιν ἔχει τοιάνδε.
περὶ μὲν δὴ τῆς τοῦ καλεομένου προσθήκης δῆλον· ἐπ' αὐτὸ δὲ τὸ χρήσιμον ἴωμεν. οὐ γὰρ ἐξ ὄξους καὶ μέλιτος μίξεως μόνον ἡ σύνθεσις γίνεται τοῦ ὀξυμέλιτος, ἀλλ' ἐκ μελικράτου βραχὺ προσλαμβάνοντος ὄξους. ἕψεσθαι δ' ἄμεινον αὐτό· καθαιρεῖται γὰρ ἡ δύναμις τοῦ ὄξους ὑπὸ τῆς ἑψήσεως, ὡς τὴν μὲν ὠφέλειαν τὴν ἀπ' αὐτοῦ λαμβάνειν τὸ μελίκρατον, ᾧ μίγνυται, τὴν βλάβην δ' οὐκ ἴσχειν. τὴν μὲν οὖν ὠφέλειαν κατὰ τὴν ἀρχὴν εἶπε τῆς ῥήσεως καὶ μετὰ ταῦτ' ἐρεῖ, τὴν βλάβην δ' ἐπὶ τῇ τελευτῇ τῆς ὅλης ῥήσεως προσθήσει. κατὰ τὴν ἀρχὴν μὲν οὖν εἴρηται πτυέλου γὰρ ἀναγωγόν ἐστι καὶ εὔπνοον, ἐφεξῆς δ' ὅσα ταῖς λέξεσιν ἐπακολουθήσαντες αὐτοῦ μαθησόμεθα.
Καιροὺς μέντοι τοιούσδε ἔχει.
Τοὺς καιροὺς ἤτοι τοὺς τῆς χρήσεως αὐτοῦ λέγει, καθότι σύνηθες, [678] ἢ τὰς ὠφελείας, ἐπειδὴ καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἐδείχθη χρώμενος ἐνίοτε τῇ τοῦ καιροῦ προσηγορίᾳ.
Τὸ μὲν γὰρ κάρτα ὀξὺ οὐδὲν ἂν μέσον ποιήσειε πρὸς τὰ πτύελα τὰ μὴ ῥηϊδίως ἀνιόντα· εἰ γὰρ ἀνάγοι μὲν τὰ ἐγκέρχνοντα καὶ ὄλισθον ἐμποιήσειε καὶ ὡσπερεὶ διαπτερώσειε τὸν βρόγχον, παρηγορήσειεν ἂν τὸν πνεύμονα (μαλθακτικὸν γὰρ αὐτέου), καὶ εἰ μὲν ταῦτα συγκυρήσειε, μεγάλην ἂν ὠφέλειαν ἐμποιήσειεν, ἔστι δ' ὅτε τὸ κάρτα ὀξὺ οὐκ ἐκράτησε τῆς ἀναγωγῆς τοῦ πτυέλου, ἀλλὰ προσεγλίσχρηνέ τε καὶ ἔβλαψεν.
Ἐφ' ὧν ἐστι χρεία τοῦ ὀξέος ὀξυμέλιτος, ἐπὶ τούτων διδάσκει τὴν ἐξ αὐτοῦ γινομένην ἐνίοτε βλάβην, ἐφ' ὧν δ' οὐδ' ὅλως ἂν χρήσαιτό τις τῷ οὕτως ὀξεῖ φαρμάκῳ, περιττὸν τὸ καταλέγειν τὰς τοιαύτας βλάβας. οὐδὲ γὰρ οὐδ' ἁπλῶς εἶπε περὶ ‹ὀξέος› ὀξυμέλιτος, ἀλλὰ [679] τὸ κάρτα προσέθηκεν, ὅπερ σημαίνει ταὐτὸν τῷ λίαν καὶ σφόδρα. τὸ τοιοῦτον οὖν ὀξύμελι μέσον οὐδὲν εἴωθεν ἐργάζεσθαι τοῖς κατὰ τὸν πνεύμονα παχέσι τε καὶ γλίσχροις πτυέλοις, ἐφ' ὧν ἄν τις αὐτῷ χρήσαιτο μόνῳ, ἀλλ' ἤτοι τεμὸν αὐτὰ καὶ ἀπορρύψαν ἀνήγαγεν ἢ τοῦτο πρᾶξαι μὴ δυνηθὲν ἐξήρανεν. ὥσπερ γὰρ τμητικὸν τὸ τοιοῦτον φάρμακον, οὕτω καὶ ξηραντικόν· ἔχομεν δ' αὐτὸ ἐπὶ τῶν κατὰ τὸν πνεύμονα παχέων πτυέλων, οὐχ ὡς ξηραῖνον (οὕτως γὰρ ἂν βλάψειεν), ἀλλ' ὡς τέμνον τε καὶ ῥύπτον. ὅταν οὖν ἀδυνατήσῃ τοῦτο ποιῆσαι, χρηστὸν μὲν οὐδὲν ἔπραξε, μεγίστην δὲ βλάβην εἰργάσατο. πότ' οὖν ἀποτυγχάνει ῥύπτειν καὶ τέμνειν, αὐτὸς ἐφεξῆς ἐδίδαξε, νυνὶ δὲ βούλομαι περὶ τῆς γραφῆς τῆς ἐν πολλοῖς τῶν βιβλίων εἰπεῖν.
οὐ γὰρ διὰ τοῦ ς τὴν δευτέραν συλλαβὴν τοῦ μέσον ὀνόματος, ἀλλὰ διὰ τοῦ ζ γεγραμμένην εὑρίσκομεν, ὡς εἶναι τὴν ὅλην λέξιν τοιάνδε· τὸ μὲν γὰρ κάρτα ὀξὺ οὐδὲν ἂν μέζον ποιήσειεν. ἔστι δὲ τοῦτο ψεῦδος· αὐτὸς γὰρ ἐπιφέρων δείκνυσιν ἐνίοτε μὲν μεγάλην [680] ὠφέλειαν ἐξ αὐτοῦ γινομένην, ἐνίοτε δὲ βλάβην· ὥστ' ἀεὶ μέγα τι ποιεῖ καὶ οὐδέποτε μικρόν. ἐφ' οὗ δ' ἀληθὲς εἰπεῖν ἐστιν ἀεί τι γίνεσθαι κακὸν μέγα ἢ ἀγαθόν, περὶ τούτου κάλλιον ἄν τις εἴποι μηδὲν μέσον ὑπ' αὐτοῦ γίνεσθαι.
Μάλιστα δὲ τοῦτο πάσχουσιν, οἵπερ καὶ ἄλλως ὀλέθριοί εἰσι καὶ ἀδύνατοι βήσσειν τε καὶ ἀποχρέμπτεσθαι τὰ ἐνεχόμενα.
Τὸ καταγλισχραίνεσθαι τὰ παχέα πτύελα μηδὲν ὀνινάμενα τῇ προσφορᾷ τοῦ ὀξέος ὀξυμέλιτος ἐκείνοις φησὶ συμβαίνειν, οἵπερ καὶ ἄλλως ὀλεθρίως ἔχουσι, τουτέστιν ἐφ' ὧν ἄπεπτος ἱκανῶς ἐστιν ἡ νόσος· οὗτοι γὰρ οὐδὲν ἀναπτύουσιν.
Ἐς μὲν οὖν τόδε προστεκμαίρεσθαι χρὴ τὴν ῥώμην τοῦ ἀνθρώπου καί, ἢν ἐλπίδα ἔχῃ, διδόναι.
[681] Ἐπειδὴ προείρηκεν ὑπὸ τοῦ ὀξέος ὀξυμέλιτος οὐδὲν ὀνίνασθαι τοὺς "καὶ ἄλλως ὀλεθρίως ἔχοντασ", ἔνιοι δὲ σπανίως ἐξ αὐτῶν σῴζονται βοηθούμενοι, διὰ τοῦτο καὶ τὴν τούτου σπανίαν βοήθειαν οὐ παρέλιπεν· ἔστι δ' αὕτη διὰ τοῦ ὀξέος ἱκανῶς ὀξυμέλιτος, ὅταν ὁ κάμνων ἰσχυρὸς ᾖ τὴν δύναμιν· ἄλλως γὰρ οὐδὲν ὀνίνησι τὸ τοιοῦτον ὀξύμελι, δυοῖν θάτερον ἐργασάμενον, ἢ μηδ' ὅλως τεμόν, ἀλλ' ἐπιγλισχρᾶναν τὰ γλίσχρα, ἢ τεμὸν καὶ ἀπορρύψαν, ἀθρόαν δ' ἀναγωγὴν κινῆσαν. τῆς δυνάμεως δὲ μὴ φερούσης ἀκολουθήσει πνιγῆναι τὸν ἄνθρωπον.
Διδόναι δέ, ἢν διδῷς, ἀκροχλίαρον καὶ κατ' ὀλίγον τὸ τοιόνδε καὶ μὴ λάβρως.
Ἢν μηδὲν ἀναπτύῃ τι διὰ πάχος καὶ γλισχρότητα τῶν πτυσμάτων, οὐ μὴν ἀσθενῇ γε τὴν δύναμιν, ὀξύμελι κελεύει δίδοσθαι τὸ λίαν ὀξὺ [682] κατ' ὀλίγον τε καὶ ἀκροχλίαρον, ὅπερ ἔστιν ἄκρως χλιαρόν (ἄκρως δ' ἐστὶ χλιαρόν, ὅπερ ἂν ᾖ μέσον ἀκριβῶς τοῦ τε ψυχροῦ καὶ τοῦ θερμοῦ)· ἰσχυρὰν γὰρ ἔχον αὐτὸ τὴν δύναμιν εὐλαβεῖται πολὺ προσφέρειν εἰς ἅπαξ. ὡσαύτως δὲ καὶ τὸ ψυχρὸν ἐν θέρει διδόναι, καθάπερ ἔμπροσθεν ἐκέλευσεν, εὐλαβεῖται διὰ τὸ τὰς μὲν ἀπτύστους πλευρίτιδας καὶ περιπνευμονίας ἀπέπτους εἶναι, τῇ πέψει δ' ἀεὶ τὸ μὲν θερμὸν συντελεῖν, τὸ δὲ ψυχρὸν ἐναντιοῦσθαι. τί δή ποτ' οὖν καὶ τὸ θερμὸν ὀξύμελι φεύγει; ἢ ὅτι διὰ τὸ κακόηθες τοῦ νοσήματος, μή πως εὐθέως ἐν τῇ τοιαύτῃ προσφορᾷ τοῦ τοιούτου πόματος αὐτὸ μὲν τὸ πάθος ἄπεπτον ἔτι διαμένῃ, συμβῇ δὲ τὸν ἄνθρωπον ὑπὸ τοῦ θερμοῦ ὀξυμέλιτος διψωδέστερον γενέσθαι ἑαυτοῦ; δέδεικται δ', ὅτι τὸ σύμπτωμα τοῦτο γλίσχρον ἐργάζεται πτύελον. ἀσφαλέστερον οὖν αὐτῷ δοκεῖ μετρίως χλιαρὸν εἶναι τὸ ὀξύμελι, φεύγοντι τοῦ μὲν θερμοῦ τὴν ἐνδεχομένην ἀκολουθῆσαι βλάβην, τοῦ δὲ ψυχροῦ τὴν ἐξ ἀνάγκης ἑπομένην.
[683] Τὸ μέντοι ὀλίγον ὕποξυ ὑγραίνει μὲν τὸ στόμα καὶ φάρυγγα, ἀναγωγὸν δὲ πτυέλου ἐστὶ καὶ ἄδιψον, ὑποχονδρίῳ δὲ καὶ σπλάγχνοισι τοῖσι ταύτῃ εὐμενὲς καὶ τὰς ἀπὸ μέλιτος βλάβας κωλύει· τὸ γὰρ ἐν μέλιτι χολῶδες κολάζεται.
Περὶ τοῦ λίαν ὀξέος ὀξυμέλιτος συμπληρώσας τὸν λόγον ἐπὶ τὸ μετρίως ὀξὺ μετέβη κατὰ τήνδε τὴν ῥῆσιν, ὑγραίνειν αὐτὸ λέγων τὸ στόμα καὶ φάρυγγα καὶ τῶν πτυέλων ἀναγωγὸν εἶναι καὶ ἄδιψον. ἅπαντα γὰρ ἔχον, ὑφ' ὧν ὠφελεῖσθαι πεφύκασιν αἱ τοιαῦται νόσοι, τῶν βλαπτόντων οὐδὲν ἔχει διὰ τὴν τῆς κράσεως ἀρετήν, ἐπειδὴ τοσοῦτον τῷ μελικράτῳ μέμικται τοῦ ὄξους, ὅσον ἱκανόν ἐστι τὸ χολῶδες ἐν αὐτῷ κολάσαι, τουτέστι καθελεῖν καὶ ταπεινῶσαι· δέδεικται γάρ σοι κατὰ τὸ τέταρτον γράμμα Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐναντιωτάτην δύναμιν ἔχειν ὁ γλυκὺς χυμὸς τῷ ὀξεῖ. τῆς [684] οὖν τοῦ μελικράτου δυνάμεως τὰ ἄλλα μὲν πάντα ἐχούσης, ὧν δεῖται τὰ τοιαῦτα νοσήματα, καθ' ἓν δὲ μόνον ἐναντιουμένης αὐτοῖς, ὅταν ὑπερθερμανθὲν ἐκχολωθῇ, τὴν τοιαύτην αὐτοῦ μεταβολὴν ἡ τοῦ ὄξους μίξις κωλύουσα κάλλιστον ἐργάζεται φάρμακον. ἄδιψόν τε γὰρ ἔσται καὶ διὰ τοῦτο καὶ τὰ πτύελα, τά γε μὴ παντάπασι παχέα καὶ γλίσχρα, ῥᾳδίως ἀνάξει· τούτοις δ' ἀμφοτέροις αὐτοῦ τοῖς ἔργοις ἕπεται καὶ ἡ τῶν κατὰ τὸ στόμα καὶ τὴν φάρυγγα μορίων ὑγρότης. ᾧ δὲ λόγῳ δρᾷ ταῦτα, τούτῳ δὴ καὶ σπληνὶ καὶ ἥπατι προσφορώτατόν ἐστι διακαθαῖρον ἀλύπως τὰ σπλάγχνα.
Ἔστι δὲ καὶ φυσῶν καταρρηκτικὸν καὶ ἐς οὔρησιν προτρεπτικόν.
Περὶ τοῦ μετρίως ὀξέος ὀξυμέλιτος ἔτι διαλεγόμενος εἴρηκε ταῦτα, πολλήν τε τὴν χρῆσιν ἔχοντος ἐπὶ τῶν κατὰ πνεύμονα καὶ θώρακα [685] παθῶν ἀξιολογωτάτην τε τὴν ὠφέλειαν διὰ τὴν ἔμμετρον μίξιν ὕδατός τε καὶ ὄξους καὶ μέλιτος. τὸ γὰρ τοιοῦτον ὀξύμελι τέμνον τε τὸ παχὺ καὶ φυσῶδες ἐν ὑποχονδρίῳ πνεῦμα καὶ καταρρηγνύον τὰς φύσας διακαθαῖρόν τε τὰς διεξόδους πάσας ἐπ' οὖρα ποδηγεῖ τοῖς ὀρώδεσί τε καὶ χολώδεσι περιττώμασιν.
Ἐντέρου μέντοι τῷ κάτω μέρει πλαδαρώτερον καὶ ξύσματα ἐμποιέει.
Τὴν ὑπὲρ τὸ κατὰ φύσιν ἐγγινομένην ὑγρότητα τοῖς μορίοις ἴσμεν αὐτὸν ἀεὶ 'πλάδον' ὀνομάζοντα· τοῦτ' οὖν ἐργάζεται, φησί, τὸ ὀξύμελι, ξύον τε τῶν ἄνωθεν ὅσον ἐμπέπλασται παχέων χυμῶν ἢ γλίσχρων, τέμνον τε τοῦτο καὶ ὑπάγον ὡς πρὸς τὴν ἔκκρισιν. εὐπετεῖς δὲ κατὰ τὴν τοιαύτην δύναμιν ἐργάζεται καὶ τὰς ἐξ ἥπατος ὑπαγωγὰς τῶν περιττωμάτων, ὥστε πασῶν τῶν ἄνωθεν ὑγροτήτων ἀθροιζομένων ἐν [686] τοῖς ἐντέροις καὶ μάλιστα τοῖς κάτω διὰ μὲν τὸ πλῆθος αὐτῶν τὸν πλάδον ἐγγίνεσθαι, διὰ δὲ τὴν ποιότητα ξύεσθαι τὸ ἔντερον. καὶ γὰρ καὶ αὐτὸ τὸ ὀξύμελι ῥυπτικὴν ἔχον δύναμιν ἐν τῷ χρόνῳ ξύσειεν ἂν τὸ ἔντερον καὶ τὸ συγκατερχόμενον αὐτῷ χολῶδες περίττωμα τὴν αὐτὴν ἔχει δύναμιν· ὅθεν καὶ χωρὶς ὀξυμέλιτος, ἢν πλεονάσαν ποτὲ τύχῃ, ξύει τὸ ἔντερον.
Ἔστι δ' ὅτε καὶ φλαῦρον τοῦτο ἐν τῇσιν ὀξείῃσι νούσοισι γίνεται, μάλιστα μὲν ὅτι φῦσαν κωλύει περαιοῦσθαι, ἀλλὰ παλινδρομεῖν ποιεῖ· ἔτι δὲ καὶ ἄλλως γυιοῖ καὶ ἀκρωτήρια ψύχει.
Τὸ ξυσθῆναι τὸ ἔντερον οὐκ ἀγαθόν ἐστιν ἐνίοτε κατὰ τὰς ὀξείας νόσους· ἕλκωσις γάρ τις ἐπιπολῆς ἐστιν ἡ ξυσματώδης διάθεσις. οὖσα [687] δὲ τοιαύτη λυπεῖται πρὸς ἁπάντων τῶν διεξερχομένων καὶ μάλιστα τῶν ἐχόντων τινὰ δῆξιν· λυπηθὲν δὲ τὸ ἔντερον, εἰ μὴ παραχρῆμα τὴν ἔκκρισιν τῶν δακνόντων ποιήσαιτο, πρὸς τὴν ἄνω χώραν ἀναπέμπει τὰ διεξερχόμενα. κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ταῖς φύσαις οὕτω συμβαίνει παλινδρομεῖν. φυσικὴν γὰρ ἐνέργειαν ἔχει τὰ ἔντερα τὴν περισταλτικήν, ὡς ἐν τοῖς Περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι δέδεικται· ταχυτῆτος δ' ἔργον ἐστὶν ἀπωθεῖσθαι τὰ περιεχόμενα πρὸς τῶν μερῶν ἐκείνων ἐν οἷς περιέχεται. ὅταν μὲν οὖν ἄνωθεν ἡ κίνησις ἄρξηται, κάτω τὴν ἔκκρισιν ἴσχει τὰ περιεχόμενα· κάτωθεν δ' ἀρξαμένης αὐτῆς ἄνω φέρεται. καὶ τοῦτό γε σαφῶς φαίνεται κἀν τῷ κατὰ φύσιν ἔχειν συμβαῖνον, ὅταν ὑπιούσης ἀθρόως ποτὲ χολῆς εἰς τὰ κάτω τῶν ἐντέρων ἐπίσχωμεν τὴν ἔκκρισιν ἢ τῷ παρεῖναι τοιαύτην πρᾶξιν, ἣν μὴ διακόπτειν δυνατόν ἐστιν, ἢ τῷ μὴ παρεῖναι πλησίον ἀπόπατον· ἐν γὰρ τοῖς τοιούτοις καιροῖς ἀνατρεχούσης αἰσθανόμεθα τῆς χολῆς οὕτως [688] ὡς μηκέτ' ἐκκριθῆναι. τινὲς μὲν οὖν ἐπὶ τῇ τοιαύτῃ τῆς χολῆς ἀναδρομῇ τὸν στόμαχον ἴσχουσι κακῶς, ἔνιοι δὲ πληροῦνταί τε καὶ δακνωδῶς ἀλγοῦσι τὴν κεφαλήν, ἔνιοι δ' ἀμφότερα πάσχουσιν. οὕτως οὖν καὶ ἡ ξυσματώδης ἐν τοῖς ἐντέροις διάθεσις ἐνίοτε μὲν τὴν ἔκκρισιν εἰς τὸ κάτωθεν ἐργάζεται ταχέως, οὐχ ὑπομένουσα τὴν τῶν πασχόντων ἀνίαν, ἐνίοτε δὲ κάτωθεν πρὸς τὴν ἄνω χώραν, ὅταν μὴ παραχρῆμα τὸ διεξερχόμενον ἐκπέσῃ διὰ τῆς ἕδρας, ἀλλ' ὁ κατ' αὐτὴν μῦς ὁ κυκλοτερὴς συσταλεὶς καὶ σφίγξας τὸ πέρας τοῦ ἀπευθυσμένου τὴν ἀρχὴν τῆς περισταλτικῆς κινήσεως ἐκ τῶν κάτω μερῶν ἄνω ποιήσηται. διὰ τοῦτο μὲν οὖν οὐ φῦσα μόνον, ἀλλὰ καὶ περίττωμα κατὰ τὰς τοιαύτας διαθέσεις παλινδρομεῖ. συμβαίνει δὲ καὶ τὴν δύναμιν βλάπτεσθαι διὰ τὴν ἑπομένην δῆξιν ἐν τῇ διόδῳ· τὰ γὰρ ξυόμενα, κἂν βραχυτάτην ἔχῃ τὸ διεξερχόμενον δῆξιν, ἀνιᾶται σφοδρῶς· ἴσμεν δ', ὅτι πᾶν ἄλγημα καταλυτικόν ἐστι δυνάμεως καὶ διὰ τοῦτο καὶ τῶν ἀκρωτηρίων ψυκτικόν.
Ταύτην καὶ οἶδα μούνην βλάβην [689] τὴν δι' ὀξυμέλιτος γινομένην, ἥτις καὶ ἀξίη γραφῆς.
Ἐδίδαξεν ὁ λόγος ὀλίγον ἔμπροσθεν ἁπάσας τὰς ἐκ μελικράτου καὶ οἴνου καὶ ὕδατος βλάβας ἐκπεφευγὸς τὸ μετρίως κεκραμένον ὀξύμελι· μόνον οὖν, ὅταν βλάπτῃ τοῦτο, βλάπτει τῷ ξύειν τὸ ἔντερον· ἐργάζεται δὲ τοῦτο ποτὲ τοῖς ἀσθενέστερον ἔχουσι φύσει καὶ παθεῖν ἐπιτήδειον τὸ ἔντερον.
Ὀλίγον δὲ τὸ τοιόνδε ποτὸν νυκτὸς μὲν καὶ νήστει πρὸ ῥοφήματος ἐπιτήδειον προπίνεσθαι· ἀτὰρ καὶ ὁκόταν πολὺ μετὰ ῥόφημα ᾖ, οὐδὲν κωλύει πίνειν.
Τὴν δύναμιν ἣν ἔχει διελθὼν ἐπὶ τὸν τοῦ καιροῦ λόγον νῦν ἀφίκετο, ἐν ᾧ μάλιστ' ἄν τις αὐτὸ προσφέροιτο τῶν ἐπὶ ῥοφήμασι διαιτωμένων· ἐφεξῆς δ' εἰ καὶ μὴ ῥοφήμασιν, ἀλλ' ἐπὶ τῷ ποτῷ μόνῳ [690] διαιτώμενός τις εἴη, καὶ τὸν ἐπ' ἐκείνοις καιρὸν διδάσκει.
φησὶν οὖν ἐπὶ τῶν ῥοφήμασι χρωμένων ἐκεῖνον μόνον φυλάττεσθαι δεῖν τὸν καιρόν, ἐν ᾧ τὰ ῥοφήματα προσφέρονται. πτισάνης δὲ δηλονότι χυλός ἐστι τὸ ῥόφημα χάριν τοῦ θρέψαι τὸ σῶμα καὶ τὴν δύναμιν ῥῶσαι λαμβανόμενος· ἔστι δὲ ἐς ταῦτα καλός, εἰ μόνος ἐν τῇ γαστρὶ περιέχοιτο κατὰ τὸν τῆς θρέψεως καιρόν· ἔμαθες γὰρ ἔμπροσθεν, ὡς ἡ ποικιλία τῶν προσφερομένων, καὶ μάλισθ' ὅταν ἀνόμοια ταῖς δυνάμεσιν ᾖ, ταραχὴν ἐργάζεται κατὰ τὴν γαστέρα. καὶ διὰ τοῦτ' οὖν ἄχρι τοῦ πεφθῆναι τὸν χυλὸν οὐ χρὴ πίνειν ὀξύμελι· πεφθέντος δ' ἔξεστι καὶ διὰ τῆς νυκτὸς λαμβάνειν καὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν πρὸ τοῦ ῥοφήματος· ἀρκεῖ δὲ τὸν μεταξὺ χρόνον τοῦ ῥοφήματος καὶ τοῦ ὀξυμέλιτος ‹εἶναι τοσοῦτον›, ὥστ' εἰς κενήν τε ἅμα καὶ καθαρὰν ἐκ τοῦ προδιεσμῆχθαι τὴν γαστέρα τὸν χυλὸν τῆς πτισάνης ἐμπεσεῖν.
Τοῖσι δὲ ποτῷ μοῦνον διαιτωμένοισιν ἄνευ ῥοφημάτων διὰ τόδε οὐκ ἐπιτήδειόν ἐστιν αἰεὶ [691] μούνῳ διὰ παντὸς χρέεσθαι τούτῳ· μάλιστα μὲν διὰ ξύσιν καὶ τρηχυσμὸν τοῦ ἐντέρου (ἀκόπρῳ γὰρ ἐόντι μᾶλλον ἂν ἐμποιοίη ταῦτα κενεαγγείης παρεούσης), ἔπειτα δὲ καὶ τὸ μελίκρητον τῆς ἰσχύος ἀφαιρέοιτ' ἄν.
τοῖς ἐπὶ πόματος μόνου διαιτωμένοις ἄνευ πτισάνης οὐκ ἐπιτήδειόν ἐστι τὸ ὀξύμελι δι' ὅλης τῆς νόσου πινόμενον, ὅτι τε σφοδρότερον ξύει τὸ ἔντερον γυμνὸν ὂν (ἐπαλείφεται γάρ πως ὑπὸ τῆς πτισάνης, ὅταν ἐκείνης ῥοφήσωσι) καὶ ὅτι τῆς ἐκ μελικράτου ὠφελείας οὐδ' ὅλως μεταλαμβάνει τὸ σῶμα. προείρηκε δὲ ἐν τῷ περὶ μελικράτου λόγῳ τὴν γινομένην ἐξ αὐτοῦ τοῖς σώμασιν ὠφέλειαν.
Ἢν μέντοι ἀρήγειν φαίνηται πρὸς τὴν ξύμπασαν νοῦσον πολλῷ ποτῷ τούτῳ χρέεσθαι, ὀλίγον χρὴ τὸ ὄξος παραχέειν, ὅσον μοῦνον γινώσκεσθαι· οὕτω γὰρ [692] ἂν καὶ ἃ φιλέει βλάπτειν, ἥκιστα ἂν βλάπτοι, καὶ ἃ δεῖται ὠφελείης, προσωφελοίη ἄν.
Ὅταν διψώδεις μὲν ἐργάζηται τὸ μελίκρατον, ἤτοι δὲ γλίσχρα πτύελα περιέχηται κατὰ τὰ βρόγχια τοῦ πνεύμονος ἢ λίαν παχέα, τηνικαῦτα μόνου τοῦ ὀξυμέλιτός ἐστι χρεία, μεμνημένων ἡμῶν, ὅτι ταῦτα λέλεκται περὶ τῶν ποτῷ μόνῳ χρωμένων ἄνευ ῥοφήματος. ἐὰν οὖν, ὡς ἔφην, ὀξυμέλιτος ᾖ χρεία, παραχέειν αὐτοῦ τοῦ ὄξους ὀλίγον τῷ μελικράτῳ προσήκει χάριν τοῦ καὶ τῆς χρείας ἀπολαύειν τοῦ ὄξους καὶ φεύγειν τὴν ἐξ αὐτοῦ βλάβην. συνεψεῖν δὲ δηλονότι προσήκει τῷ μελικράτῳ τὸ ὄξος· ἀσθενέστερον γὰρ οὕτως εἰς τὸ βλάπτειν γίνεται.
Ἐν κεφαλαίῳ δὲ εἰρῆσθαι αἱ ἀπὸ ὄξεος ὀξύτητες πικροχόλοισι μᾶλλον ἢ μελαγχολικοῖσι ξυμφέρουσι. τὰ μὲν γὰρ πικρὰ διαλύεται καὶ ἐκφλεγματοῦται [693] μετεωριζόμενα ὑπ' αὐτέου, τὰ δὲ μέλανα ζυμοῦται καὶ μετεωρίζεται καὶ πολλαπλασιοῦται· ἀναγωγὸν γὰρ μελάνων ὄξος.
Πικροχόλους φύσεις ὀνομάζει τὰς τὸν πικρὸν γεννώσας χυμόν, οἷόσπερ ἐστὶν ὁ τῆς ξανθῆς χολῆς, αἷς ἐπιτήδειον εἶναί φησι τὸ ὄξος, ἐναντιώτατον ὑπάρχον ταῖς μελαγχολικαῖς, διότι καὶ τὴν μέλαιναν χολὴν αὐτὴν ὀξεῖαν εἶναι συμβέβηκεν, ὅταν γ' ἤδη κατακορὴς ᾖ παρὰ φύσιν ἔχοντος τοῦ σώματος· ὡς ὑγιαίνοντός γε πλησίον μέν ἐστι τῆς εἰρημένης ποιότητος, οὐ μὴν ἀκριβῆ γε αὐτὴν ἔχει. τὰ δ' ἄλλα τῆς ῥήσεως σαφῆ· διδάσκει γὰρ ἐν αὐτῇ, ὅπως ὠφελεῖ τὸ ὄξος τοὺς πικροχόλους ἐπικρατουμένους ἐν τῇ κράσει τῷ θερμῷ ψυχρὸν ὑπάρχον αὐτό.
Γυναιξὶ δὲ τὸ ἐπίπαν πολεμιώτερον ἢ ἀνδράσιν ὄξος· ὑστεραλγὲς γάρ ἐστιν.
[694] Ὅτι μὲν τὸ ὄξος τὰ νεῦρα βλάπτειν πέφυκεν, ἥ τε πεῖρα μαρτυρεῖ καὶ ὁ λόγος δείκνυσιν· ἄναιμα γὰρ ὄντα καὶ διὰ τοῦτο ψυχρὰ πάσχει ῥᾳδίως ὑπὸ τοῦ ψύχοντός τε ἅμα καὶ λεπτομεροῦς φαρμάκου. βλάπτεται μὲν γὰρ καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων τῶν ψυχόντων, ἀλλὰ τὸ τῆς τοῦ ὄξους οὐσίας λεπτομερὲς εἰς τὸ βάθος αὐτῶν διαδύεται καὶ διεξέρχεται διὰ παντὸς μέρους, ὡς μηδὲν μηδὲ τοὐλάχιστον ἀβλαβὲς ἐᾶν. οὕτω μὲν ὄξος τὰ νευρώδη μόρια βλάπτει.
τὴν μήτραν δ' ἅπαντες σχεδὸν οἱ ἀνατομικοὶ λέγουσιν εἶναι νευρώδη· καὶ χωρὶς δὲ τῆς ἐκείνων ἀποφάσεως, ἣν ἐκ τῆς ἀνατομικῆς αὐτοψίας ἐποιήσαντο, πάρεστί σοι συλλογίσασθαι περὶ αὐτῆς, ὡς ἐπὶ πλεῖστον μὲν διαστελλομένης, εἰς ἐλάχιστον δὲ συνιζανούσης· ἀεὶ γὰρ ὁπηλίκον ἂν ᾖ τὸ ἔμβρυον, ἐν κύκλῳ περιείληφεν αὐτό, καὶ πεπλήρωται τὸ πᾶν κῦτος ὑπ' ἐκείνου, κἂν μικρὸν ᾖ, καθάπερ καὶ ἡ γαστὴρ ὑπὸ τῶν σιτίων· ἀλλὰ ταύτης μὲν οὐ μεγάλη πρὸς τἀναντία ἡ μεταβολή, [695] τῆς μήτρας δὲ μέγισται· τὸ δ' ἐπὶ πλεῖστον διαστέλλεσθαι νευρωδῶν ἴδιόν ἐστι σωμάτων, οὐ σαρκωδῶν.
Ὕδατι δὲ ποτῷ ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἄλλο μὲν οὐδὲν ἔχω ἔργον ὅ τι προσθέω. οὔτε γὰρ βηχὸς παρηγορικόν ἐστιν ἐν τοῖσι περιπνευμονικοῖσιν οὔτε πτυέλου ἀναγωγόν, ἀλλ' ἧσσον τῶν ἄλλων, εἴ τις διὰ παντὸς ὕδατι ποτῷ χρέοιτο· μεσηγὺ μέντοι ὀξυμέλιτος καὶ μελικρήτου ὕδωρ ἐπιρροφεόμενον ὀλίγον πτυάλου ἀναγωγόν ἐστι διὰ τὴν μεταβολὴν τῆς ποιότητος τῶν ποτῶν· πλημμυρίδα γάρ τινα ἐμποιέει. ἄλλως δὲ οὐδὲ δίψαν παύει, ἀλλ' ἐπιπικραίνει· χολῶδες γὰρ φύσει χολώδει καὶ ὑποχονδρίῳ κακὸν καὶ κάκιστον ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμώτατον, ὅταν ἐς κενεότητα ἐσέλθῃ. καὶ σπληνὸς δὲ αὐξητικὸν καὶ ἥπατός ἐστιν, ὁκόταν πεπυρωμένον ᾖ, καὶ ἐγκλυδαστικόν τε καὶ ἐπιπολαστικόν· βραδύπορόν τε γὰρ διὰ τὸ ὑπόψυχρον καὶ [696] ἄπεπτον εἶναι, καὶ οὔτε διαχωρητικὸν οὔτε διουρητικόν. προσβλάπτει δέ τι καὶ διὰ τόδε, ὅτι ἄκοπρόν ἐστι φύσει. ἢν δὲ δὴ καὶ ποδῶν ψυχρῶν ἐόντων ποτὲ ποθῇ, πάντα ταῦτα πολλαπλασίως βλάπτει, ἐς ὅ τι ἂν αὐτέων ὁρμήσῃ.
Οὔτε τμητικὸν ἔχει τι τὸ ὕδωρ, ὥσπερ τὸ ὄξος, ἀλλ' οὔτε θερμὸν ὥσπερ τὸ μέλι (τούτῳ μέν γε πρὸς τῷ θερμαίνειν ἔτι καὶ τὸ ῥύπτειν καὶ τέμνειν ὑπάρχει)· βραδύπορον οὖν εἰκότως ἐστὶ καὶ δύσπεπτον καὶ δυσυποβίβαστον ἅπαν ὕδωρ, κἂν ἄλλως ἄριστόν τε καὶ ἄμεμπτον ᾖ· τὸ γὰρ ἰλυῶδες ἢ δυσῶδες ἢ ἁλυκὸν ἤ τινος ἑτέρας φαρμακώδους ποιότητος ἔμφασιν ἔχον οὐχ ἁπλῶς ὕδωρ ἐστίν, ἀλλὰ μετὰ τοιοῦδέ τινος ἐπιμιξίας φαρμάκου, καθάπερ καὶ εἰ μέλι μοχθηρὸν ἢ πτισάνην ἢ ὄξος ἢ οἶνον ἤ τι τοιοῦτον προχειρίσαιο· μέμψῃ γὰρ οὐχ ὅλον ἐπ' ἐκείνου τὸ γένος, ἀλλ' αὐτὸ μόνον, ὃ μεταχειρίζῃ.
[697] τοῦ λόγου τοίνυν ὄντος ἐφ' ἑκάστου τῶν κρινομένων ὑπ' αὐτοῦ περὶ τῶν ἀρίστων, οὕτω καὶ νῦν ἄκουε, πρὸς τὸ κάλλιστον ὕδωρ ἕκαστον τῶν λεγομένων ἀναφέρων, ὃ καθαρώτατόν ἐστι καὶ πάσης ἀλλοτρίας ἄμικτον ποιότητος· τοῦτ' οὖν αὐτό, κἂν ἄριστον ᾖ, κατὰ τὴν γαστέρα μένει πολλῷ χρόνῳ κλύδωνας αὐτῇ τοὐπίπαν ἐργαζόμενον, ὡς, ὅταν γε ᾖ χολώδης ἐκείνη, συνδιαφθείρεται καὶ αὐτό. κἀπειδὰν ὑπέλθῃ μόλις ἐκ τῆς κοιλίας εἰς τὴν νῆστιν, οὐκ ἀναδίδοται ῥᾳδίως, οὔτ' εἰς ἧπαρ οὔτε πολὺ μᾶλλον εἰς νεφροὺς καὶ θώρακα καὶ πνεύμονα· διόπερ οὔτ' οὖρα κινεῖν πέφυκεν οὔτε πτύελον ἀνάγειν, ἀλλ' οὐδὲ τὰς δι' ὅλου τοῦ σώματος ἐργάζεσθαι διαπνοάς· λεπτομεροῦς γὰρ οὐσίας ἔργον ἐστὶ τοῦτο καὶ θερμῆς, οὐ ψυχρᾶς καὶ παχυμεροῦς. οὐ μὴν οὐδὲ δίψος παύει, μένον ἐπὶ πλεῖστον ἐν ταῖς εὐρυχωρίαις τῶν κατὰ γαστέρα καὶ ἔντερον ὀργάνων τοῦ ζῴου καὶ μὴ διαδυόμενον εἰς ὅλον τὸ βάθος αὐτῶν μηδ' ἐπιτέγγον τὸν αὐχμόν. ὅτι δ' οὐδὲ τρέφει, πρόσθεν εἴρηται· διὰ τοῦτ' οὖν οὐδὲ τὴν ζωτικὴν δύναμιν οἷόν τ' ἐστὶ [698] ῥωννύναι. καὶ ταῦτ' ἐστὶ τὰ αἴτια, δι' ἃ πρός τε μελίκρατον Ἱπποκράτης ἀφικνεῖται καὶ ὀξύμελι καὶ οἶνον ἐπὶ τῶν νοσούντων ἀποχωρῶν τοῦ ὕδατος. ὅσον μὲν οὖν ἐπὶ τούτοις, οὐδέποτ' ἄν τις αὐτῷ χρήσαιτο.
χρῶνται δὲ καὶ οἱ ἄλλοι μὲν ἰατροὶ καὶ μέντοι καὶ αὐτὸς ὁ Ἱπποκράτης, ἀλλ' ἧττον μὲν οὗτος, οἱ δ' ἄλλοι μᾶλλον. ἐκ γὰρ τοῦ χρῆσθαι τοῖς ἄλλοις κακῶς σφαλλόμενοι καταφεύγουσιν ἐπὶ τὸ ὕδωρ οὐκ ἔχον μεγάλην ἀποτυχίαν, ὅτι μηδὲ τὴν δύναμιν· οὕτω γὰρ ὁ Ἐρασίστρατος ἔλεγεν· "ἰσχυραὶ δυνάμεις σίτων τε καὶ πομάτων ἐγκαίρως μὲν παραλαμβανόμεναι μεγίστην ὠφέλειαν ἔχουσιν, ἀκαίρως δὲ μεγίστην βλάβην." ἣν δέ φημι μοχθηρὰν εἶναι χρῆσιν ὀξυμέλιτός τε καὶ μελικράτου καὶ οἴνου, γίνεται μὲν διὰ τὰς ἀθρόας μεταβολάς, ὡς αὐτὸς ἐδίδαξε, γίνεται δὲ καὶ διὰ τὴν μίξιν ἄκρατον ὑπὸ τῶν ἰατρῶν γινομένην ὡς τὸ πολύ.
διδόντος οὖν ἐμοῦ πρεσβύτῃ νοσοῦντι καθ' ἑκάστην ἡμέραν οἴνου ὑδατώδους, παραγινόμενός τις τῶν τοιούτων ἰατρῶν, εἶτ' ἰδὼν ἐλάχιστον [699] ἐπισταζόμενον αὐτοῦ τῷ ὕδατι γελάσας ἔφη μὴ πίνειν οἴνου τὸν ἄρρωστον, ἀλλ' ὁρᾶν μόνον, οὐκ ἐννοῶν, ὅτι τὸ μὲν ἡδονῆς ἕνεκα τὸν οἶνον διδόναι ἑτέραν ἔχει συμμετρίαν τῆς πρὸς ὕδωρ αὐτοῦ μίξεως, τὸ δ' ὠφελείας ἄλλην. ὥσπερ γὰρ ὁρμήν τινα πρὸς τὴν ἀνάδοσιν ἀφελκομένην τὸ ὕδωρ ἐπιμίγνυσθαι χρὴ τὸν οἶνον ἐλάχιστον παντελῶς, ὡς παῦσαι τὸ ὕδωρ αὐτὸ τοῦτο μόνον εἰλικρινὲς εἶναι, οὐχ ὥστε καὶ οἶνον αὐτὸ ποιῆσαι. οἱ πολλοὶ δὲ τῶν ὑγιαινόντων πίνουσιν οἶνον ὑδατωμένον, οὐ μὴν προσήκει τὸ ὕδωρ ἐπικρατεῖν κατὰ τὴν γεῦσιν, ἀλλὰ τὸν οἶνον· ἐπὶ δὲ τῶν νοσούντων ἔτι καὶ μᾶλλον, ὡς ἔμφασιν εἶναι τοῦ οἴνου βραχεῖαν.
οὕτω δὲ καὶ περὶ τοῦ ὀξυμέλιτος ὀλίγον αὐτὸς ἔμπροσθεν ἔλεγεν ἐπαινῶν τὸ ὑδαρές. καὶ μελικράτῳ δ' ἄν τις ἀκινδυνότερον χρῷτο τῷ ὑδαρεῖ· τὸ γὰρ ἄκρατον, εἰ μὴ φθάσειεν ὑπαγαγεῖν τὴν γαστέρα, βλαβερώτατον γίνεται καὶ μάλιστ' ἐν τοῖς πικροχόλοις τε καὶ μεγαλοσπλάγχνοις, ἐφ' ὧν καὶ τὸ ὕδωρ ἐστὶ βλαβερόν, ὅταν ἐκχολωθῇ μεῖναν ἐπὶ πλέον ἐν τοῖς ὑποχονδρίοις· πρὸς γὰρ δὴ τούτοις ἅπασιν οἷς ἔχει [700] κακοῖς ἔτι καὶ ἄκοπρον ὂν οὐδ' ὑπαγωγήν τινα τῆς γαστρὸς ἐργάζεται. τὸ δ' ἐν ἀρχαῖς τῶν παροξυσμῶν αὐτὸ πινόμενον βλάπτειν (ὅπερ ἐδήλωσε διὰ τοῦ φάναι· ἢν δὲ δὴ καὶ ποδῶν ἐόντων ψυχρῶν ποτε ποθῇ, ταῦτα πάντα πολλαπλασίως βλάπτει) τῶν γινωσκομένων τε πᾶσι καὶ ὁμολογουμένων ἐστί.
πότ' οὖν χρήσιμόν ἐστιν ὕδωρ πινόμενον; ὅταν ἐπὶ μόνων ποτῶν ὁ κάμνων διαιτώμενος ᾖ μηδέπω χυλὸν πτισάνης λαμβάνων· τότε γὰρ μεταξὺ τῶν ἄλλων ποτῶν ὕδωρ ἄν τις ἐν καιρῷ προσφέροι, καὶ μάλισθ' ὅταν ὁ κάμνων ᾖ διψώδης. πλημμυρίδα γάρ τινα ποιεῖν αὐτό φησι, τουτέστι πλῆθος ὑγροῦ τινος· διὸ καὶ μεταξὺ μελικράτου τε καὶ ὀξυμέλιτος δίδωσιν ὀλίγον εἰς ὑγρότητα τοῖς ἀναπτυσθησομένοις συντελέσον. ἀλλὰ κἀπειδὰν ὁ οἶνος ᾖ μεγάλως βλαβερός, καὶ τότε δίδωσιν ὕδατος· ἀκούσωμεν δ' αὐτοῦ τοῦ Ἱπποκράτους, ὅπως ἀπεφήνατο περὶ τούτου.
Ὑποπτεύσαντι μέντοι ἐν ταύτῃσι τῇσι νούσοισιν ἢ καρηβαρίην ἰσχυρὴν ἢ φρενῶν ἅψιν, παντάπασιν [701] οἴνου ἀποσχετέον, ὕδατι δὲ ἐν τῷ τοιῷδε χρηστέον ἢ ὑδαρέα καὶ κιρρὸν παντελῶς δοτέον οἶνον καὶ ἄοσμον παντάπασι καὶ μετὰ τὴν πόσιν αὐτοῦ ὕδωρ μεταποτέον ὀλίγον· οὕτω γὰρ ἂν ἧσσον τὸ ἀπὸ τοῦ οἴνου μένος ἅπτοιτο τῆς κεφαλῆς καὶ γνώμης.
Ἅπτεσθαι φρενῶν λέγεται τηνικαῦτα, ὅταν ὁ κάμνων πυρέσσων παραφρονῇ· καὶ νῦν οὖν φρενῶν ἅψιν ἔφη τὴν παραφροσύνην, ἐν ᾗ φεύγειν κελεύει τὸν οἶνον, ὡσαύτως δὲ κἀν ταῖς ἰσχυραῖς κεφαλαλγίαις· εἴρηται δὲ περὶ ἀμφοῖν πρόσθεν. ἀλλὰ νῦν γε προειπὼν παντάπασιν ἀποσχετέον εἶναι τοῦ οἴνου κατὰ τὰ προειρημένα συμπτώματά φησιν ἐφεξῆς ὑδαρέα καὶ κιρρὸν παντελῶς δοτέον καὶ ἄοσμον. τὸ μὲν οὖν ὑδαρῆ καὶ ἄοσμον διδόναι καλῶς εἴρηται, τὸ δὲ κιρρὸν οὐ πάνυ προσίεμαι· βελτίων γὰρ ὁ ὑδατώδης εἰς ταῦτα λευκὸς ὢν δηλονότι. τό γε μήν, ἡνίκα δοίημέν ποτε ἐπὶ τῶν οὕτως ἐχόντων οἶνον, εὐθέως ἐπιπίνειν ὕδωρ ἀσφαλῶς συνεβούλευσεν· ἧσσον γὰρ [702] ἄν, φησί, τὸ ἀπὸ τοῦ οἴνου μένος, ὅπερ ἔστιν ἡ ἰσχύς, ἅπτοιτο τῆς κεφαλῆς καὶ τῆς γνώμης, ἅπτοιτο μὲν εἰπὼν κατὰ τὸ σύνηθες αὐτῷ καὶ δηλώσας, ὅτι καὶ τὴν ἅψιν τῶν φρενῶν ἀπὸ τούτου τοῦ ῥήματος ἐποίησε συνηθεστέρου τοῖς ἀνθρώποις ὄντος ἢ τὸ τῆς ἅψεως ὄνομα. κεφαλῆς δὲ καὶ γνώμης εἶπεν ἅπτεσθαι τὸν οἶνον, διότι θερμὸς ὢν αὐτός τε διὰ ταχέων ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται καὶ συναναφέρει τοὺς ζέοντας ἐν τῷ σώματι χυμούς. ὅτι δὲ τὴν κεφαλὴν κακοῖ, διὰ τοῦτο καὶ τὴν γνώμην· ἐν ταύτῃ γάρ ἐστι τὸ φρονοῦν καὶ λογιζόμενον μέρος τῆς ψυχῆς.
Ἐν οἷσι δὲ μάλιστα αὐτῷ ὕδατι ποτῷ χρηστέον καὶ ὁκότε πολλῷ κάρτα καὶ ὅκου μετρίῳ καὶ ὅκου ψυχρῷ καὶ ὅκου θερμῷ, τὰ μέν που πρόσθεν εἴρηται, τὰ δ' ἐν αὐτέοισι τοῖσι καιροῖσι ῥηθήσεται.
[703] Ἐρασίστρατος μὲν ἐν τοῖς Περὶ πυρετῶν κακοήθως πάνυ διαβάλλει τὸν Ἱπποκράτην, τοὺς μαθητὰς αὐτοῦ δῆθεν μεμφόμενος Ἀπολλώνιόν τε καὶ Δέξιππον, οὕς φησι, κηρίνους κυάθους δώδεκα ποιήσαντας εἰς τὸν ἑκτημορίτην τῆς κοτύλης κύαθον, ἕνα τούτων ἢ δύο ἀπομετρεῖν τοῖς πυρέττουσιν· ὁ δ' Ἱπποκράτης οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔμπροσθεν εὔδηλός ἐστι δαψιλέσι χρώμενος ἅπασι τοῖς ποτοῖς, νυνὶ δὲ καὶ διὰ τῆς λέξεως σαφῶς ἐδήλωσεν εἰπών· ‹ἐν› οἷσι δὲ μάλιστα αὐτῷ ὕδατι χρηστέον καὶ ὁπότε κάρτα πολλῷ· δηλοῖ γὰρ [καὶ] τὸ κάρτα πολλῷ τὸ λίαν πολλῷ. ἤρκει δ' εἰπεῖν καὶ πολὺ δίδοσθαί ποτε τὸ ὕδωρ χωρὶς τοῦ προσθεῖναι τὸ κάρτα πρὸς τὸν ἔλεγχον τῆς Ἐρασιστράτου κακοηθείας, ὃς Ἀπολλωνίου μὲν καὶ Δεξίππου μνημονεύει μηδὲν ἔχων αὐτῶν δεῖξαι βιβλίον, Ἱπποκράτους δ' αὐτοῦ λέγοντος σαφῶς οὐκ ἀκούει, 'χρῆσθαι δ' ἐνίοτε πολλῷ κάρτα τῷ ὕδατι', καὶ μέντοι καὶ ἀνωτέρω μετ' ὀξυμέλιτος αὐτὸ διδοὺς ἔφη χρήσιμον εἶναι, ὅτι "πλημμυρίδα τινὰ ἐμποιέει," τουτέστι πλῆθος ὑγρότητος· καὶ ‹περὶ› μελικράτου τε καὶ ὀξυμέλιτος τῶν [704] ὑδαρῶν ἔμπροσθεν ὡς ὑγραινόντων τε τὸ στόμα καὶ οὖρα κινούντων ἔγραψεν, οὐ δήπου κύαθον αὐτῶν διδούς, ἀλλὰ πλῆθος ἀξιόλογον, ἀφ' οὗ καὶ τὸ στόμα δυνατὸν ὑγρανθῆναι καὶ τὰ οὖρα κινηθῆναι καὶ ἐκ πνεύμονος ἀναχθῆναι· ἐπὶ δ' ὀξυμέλιτος καὶ οὕτως ἔγραψεν· "ἢν μέντοι ἀρήγειν φαίνηται πρὸς τὴν ξύμπασαν νοῦσον, πολλῷ ποτῷ τούτῳ χρέεσθαι" προσθεὶς κἀνταῦθα τὸ "πολλῷ". περὶ μὲν οὖν τῆς Ἐρασιστράτου πρὸς Ἱπποκράτην κακοηθείας ἀρκεῖ καὶ ταῦτα.
μεμνήμεθα δ' ἡμεῖς, ὅτι καθάπερ ἔμπροσθεν, οὕτω καὶ νῦν ὁ Ἱπποκράτης ἐπαγγέλλεται καθ' ἕκαστον νόσημα διδασκαλίαν ἰδίαν ποιήσασθαι, ὡς οὐχ ἱκανῶς ἐν τούτῳ τῷ βιβλίῳ τὴν διαιτητικὴν τέχνην ἐξειργασμένος, ἀλλὰ τὰ καθόλου μόνα διεληλυθὼς ἐπὶ παραδείγματος ἑνὸς νοσήματος τῆς πλευρίτιδος.
Κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ἄλλων ποτῶν, οἷον τὸ κρίθινον καὶ τὰ ἀπὸ χλοίης ποιεύμενα καὶ τὰ ἀπὸ σταφίδος καὶ στεμφύλων καὶ πυρῶν καὶ κνήκου [705] καὶ μύρτων καὶ ῥοιῆς καὶ τῶν ἄλλων, ὅταν τινὸς αὐτῶν καιρὸς ᾖ χρῆσθαι, γεγράψεται παρ' αὐτῷ τῷ νοσήματι, ὅκωσπερ καὶ τἄλλα τῶν συνθέτων φαρμάκων.
Καὶ ἥδε ἡ ῥῆσις ἐπαγγελίαν ἔχει διδασκαλίας ἑτέρας ἑκάστου τῶν νοσημάτων ἰδίας. πρόδηλον οὖν, ὡς ἤτοι οὐ σῴζεται τὰ γραφέντα ὑπ' αὐτοῦ βιβλία θεραπευτικὰ τῶν ὀξέων νοσημάτων ἑκάστου κατὰ μέρος ἢ ὅλως οὐκ ἐγράφη· ταυτὶ γὰρ τὰ νῦν φερόμενα τῆς Ἱπποκράτους ἀξίας οὐκ ἔστιν, ἔχει μέντοι πολλὰ τῆς γνώμης αὐτοῦ, καθάπερ καὶ ταῦτα αὐτὰ τὰ προσκείμενα τῷδε τῷ βιβλίῳ τὰ μετὰ τὸ λουτρόν. κάλλιον δ', ὡς ἔφην, ὑπὲρ ἑκάστου σκεψόμεθα κατὰ τὰς ἐξηγήσεις αὐτῶν.
Λουτρὸν δὲ συχνοῖσι τῶν νοσημάτων ἀρήγοι ἂν χρεομένοισιν ἐς τὰ μὲν ξυνεχέως, ἐς τὰ δ' οὔ, ἔστι δ' ὅτε ἧσσον χρηστέον διὰ τὴν ἀπαρασκευασίην τῶν ἀνθρώπων· ἐν ὀλίγῃσι γὰρ οἰκίῃσι παρεσκεύασται τὰ ἄρμενα [706] καὶ οἱ θεραπεύοντες ὡς δεῖ, εἰ δὲ μὴ παγκάλως λούοιτο, βλάπτοιτ' ἂν οὐ σμικρά. καὶ γὰρ σκέπης ἀκάπνου δεῖ καὶ ὕδατος δαψιλέος καὶ τοῦ λουτροῦ συχνοῦ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ.
Ἔοικε κατὰ τοὺς Ἱπποκράτους χρόνους οὐδέπω ταυτὶ τὰ βαλανεῖα κατεσκευάσθαι· τό τε γὰρ ἐν ὀλίγαις οἰκίαις λέγειν αὐτὸν παρεσκευάσθαι τά τε ἄρμενα καὶ τοὺς θεραπεύσοντας, ὡς δεῖ, καὶ πρὸς τούτοις ἔτι καὶ σκέπης ἀκάπνου χρείαν εἶναι καὶ ὕδατος δαψιλοῦς καὶ τἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν, ὡς ἐν ταῖς οἰκίαις ἔτι θερμαινομένου τοῦ ὕδατος ἐν λέβησιν, εἶτ' ἐγχεομένου τῶν ἐμβατῶν ταῖς πυέλοις ἔνδειξιν ἔχει. τὸ δ' ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, ὡς καὶ λουτροῦ συχνοῦ χρεία ἐστὶ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ, εἴ γε μεμνήμεθα, παραφυλάττειν δεῖ κατὰ τὴν ἑξῆς διδασκαλίαν· αὐτὸς γὰρ ἐρεῖ, τίνες εἰσὶν οἱ λάβρου ποτὲ δεόμενοι τοῦ [707] λουτροῦ, τουτέστι καταντλουμένου τοῦ κάμνοντος ὕδατι πολλῷ. εἰ γὰρ μὴ φαίνοιτο λέγων αὐτός, ἡμεῖς ζητήσομεν οὐχ ἁπλῶς οὐδ' ὡς ἔτυχεν, ἀλλὰ μετὰ τοῦ τὴν ἀκολουθίαν φυλάττειν τοῖς ὑπ' αὐτοῦ γεγραμμένοις.
Καὶ μᾶλλον μὲν μὴ σμήχεσθαι· ἢν δὲ σμήχηται, θερμῷ χρέεσθαι αὐτῷ καὶ πολλαπλασίῳ ἢ ὡς νομίζεται σμήγματι καὶ προσκαταχεῖσθαι μὴ ὀλίγῳ καὶ ταχέως μετακαταχεῖσθαι.
Οὐ δεῖται τοῦ σμήχεσθαι κάμνων οὐδείς, ὅταν λούηται, πλὴν εἰ ῥυπῶν εἴη καὶ κνησμώδης. χρῄζουσι γὰρ οἱ κάμνοντες ἀκοπώτατα καὶ ἀοχλητότατα διαβραχῆναι τῷ ὕδατι· τὸ δὲ σμήχεσθαι διὰ ῥυμμάτων γίνεται δακνωδῶν ὄντων ἁπάντων καὶ ξηραντικῶν, ὥστ' ἐναντιώτατόν ἐστι τοῦτο τῇ δυνάμει τε καὶ τῇ χρείᾳ τοῦ λουτροῦ. δεομένου μέντοι σμήχεσθαι τοῦ κάμνοντος ἢ διὰ ῥύπον ἢ διὰ κνησμόν, ἐκλύειν [708] χρὴ τὴν δύναμιν τοῦ σμηκτικοῦ φαρμάκου μίξει πλείονος ὕδατος, ἐπεμβάλλοντας καὶ τοῦ ἐλαίου· καὶ διὰ τοῦτ' εἶπεν ὁ Ἱπποκράτης· πολλαπλασίῳ δεῖ χρῆσθαι ἢ ὡς νομίζεται τῷ σμήγματι, τουτέστιν ἢ ὡς εἴθισται πρὸς τῶν ὑγιαινόντων. οὐ γὰρ δὴ τήν γ' οὐσίαν τοῦ σμήχοντος φαρμάκου κελεύει πολλαπλασίαν ἐπὶ τῶν νοσούντων παραλαμβάνειν, ὅς γε καὶ τὸ μὴ σμᾶσθαι μᾶλλον αἱρεῖται τοῦ σμᾶσθαι, ἀλλὰ τὸ πλῆθος τοῦ σμήγματος ἀξιοῖ πολλαπλάσιον ἐπὶ τῶν νοσούντων γίνεσθαι κατὰ τὴν τοῦ ὕδατος μίξιν. ὁ γὰρ αὐτὸς λογισμὸς ὑπαγορεύει καὶ τὸ φεύγειν τὰ σμῶντα, μὴ κνήσεως ἢ ῥύπου κατεπείγοντος, καὶ τὸ δριμέσιν αὐτοῖς καὶ ἀκράτοις μὴ χρῆσθαι. ὥσπερ δὲ τῷ πλήθει τῆς τοῦ ὕδατος μίξεως ἐξέλυσε τὴν ἐκ τοῦ σμῶντος φαρμάκου δριμύτητα, κατὰ τὸν αὐτὸν λόγον ὅλου τοῦ σμήγματος ἐκλύει τὴν δύναμιν ἐπικαταχέων ὕδωρ εὐθέως θερμὸν καθαρὸν δαψιλές, εἶτ' αὖθις ἐπὶ τούτῳ πάλιν ἕτερον.
[709] Δεῖ δὲ καὶ τῆς ὁδοῦ βραχείης ἐς τὴν πύελον καὶ ἐς εὐέμβατον καὶ ἐς εὐέκβατον.
Τοῦτο κοινόν ἐστιν, ἐάν τ' ἐν βαλανείῳ λούῃς τὸν ἄνθρωπον, ἐάν τ' ἐν οἴκῳ τινὶ πυρὰν ποιήσας καὶ πύελον ὕδατος πληρώσας, ὅπερ καὶ νῦν ἐν τοῖς στρατοπέδοις γίνεται πολλάκις, ὁπόταν δέῃ μέν τινα λούεσθαι, βαλανεῖον δ' ὁ τόπος οὐκ ἔχῃ.
καὶ εἰς εὐέμβατον καὶ εἰς εὐέκβατον. παντελῶς γὰρ ἄκοπον φυλαχθῆναι βούλεται τὸν κάμνοντα· διὰ τοῦτ' οὖν καὶ τὴν πύελον εὐέμβατόν τε καὶ εὐέκβατον ὑπάρχειν ἀξιοῖ. γένοιτο δ' ἂν τοῦτο μήτε ὑψηλοῦ περιστέγοντος τοῦ τοίχου τὸ ὕδωρ μήτε στενοῦ· κάλλιστον δὲ καὶ ἀκοπώτατόν ἐστι τὸ κατὰ τὰς κολυμβήθρας ἐν τοῖς αὐτοφυέσιν ὕδασιν, ἃς ταπεινὰς ποιοῦνται σχεδὸν ἅπαντες οὕτως, ὡς μηδὲν ὑπερέχειν τοῦ πλησίον ἐδάφους.
[710] Εἶναι δὲ τὸν λουόμενον κόσμιον καὶ σιγηλὸν καὶ μηδὲν αὐτὸν προσεργάζεσθαι, ἀλλ' ἄλλους καὶ καταχέειν καὶ σμήχειν.
Καὶ ταῦτα τῶν συντελούντων ἐστὶν εἰς τὸ τοῦ κάμνοντος ἄκοπον ὁμοίως τοῖς προειρημένοις· ἤδη δὲ καὶ πρὸς τὸ χαλασθῆναί τε καὶ μαλαχθῆναι μᾶλλον ἐν τῷ λουτρῷ τὸ σῶμα χρήσιμός ἐστιν ἡ τοῦ κάμνοντος ἡσυχία· τείνονται γὰρ ἐν ταῖς κινήσεσιν οἱ μύες, οἵτινες ἧττον μαλάττονται καὶ χαλῶνται.
Καὶ μετακέρασμα πολλὸν ἡτοιμάσθαι.
Ἔνεστι μὲν καὶ ὑφ' ἓν ἀναγνῶναι μετακέρασμα, δυνατὸν δὲ καὶ καθ' ἑαυτὴν ἀκοῦσαι τὴν 'μετά' πρόθεσιν, ἰδίᾳ δὲ πάλιν τὸ 'κέρασμα·' [711] καὶ γὰρ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἐν ἄλλοις Ἱπποκράτης φαίνεται χρώμενος τῇ 'μετά' προθέσει κατὰ τὸ τῶν Ἰώνων ἔθος ἐλλειπτικῶς· ἔστι γὰρ τὸ πλῆρες τοιοῦτον· 'καὶ μετὰ ταῦτα κέρασμα πολὺ ἡτοιμάσθαι.' εἴτε δ' ὑφ' ἓν ἀκούει τις μετακέρασμα εἴτε καὶ διελὼν ἀντὶ τοῦ μετὰ ταῦτα κέρασμα, μία διάνοια κοινὴ τῶν λέξεων ἀμφοτέρων ἐστίν· ἡτοιμάσθαι γὰρ βούλεται κέρασμα μέλλον καταχεῖσθαι τοῦ λουομένου μετὰ τὸ χρήσασθαι τῷ κατὰ τὴν πύελον λουτρῷ. ὅπερ καὶ νῦν εἰώθασι πάντες οἱ ἰατροὶ ποιεῖν, ὅταν ἀσθενοῦντα λούσωσιν· οὐ γὰρ εἰς τὴν ψυχρὰν δεξαμενὴν ἐπιτρέπουσιν ἐμβῆναι, ἀλλ' ἀντ' ἐκείνης ἐπιχέουσιν ὕδωρ χλιαρόν, ἔνιοι δὲ καὶ πυέλους ὅλας ὕδατος τοιούτου πληροῦσιν. ὥσπερ γὰρ ἐχαλάσθη καὶ ἠραιώθη τὸ σῶμα κατὰ τὸ θερμὸν λουτρόν, οὕτως αὖ πάλιν ἠρέμα συναγαγεῖν αὐτὸ βούλεται καὶ σφίγξαι· τοῦτο γὰρ εἰς ῥώμην δυνάμεως συντελεῖ καὶ πρὸς τὸ μὴ ῥᾳδίως βλάπτεσθαι τὸν ἄνθρωπον, εἴ τις ἐξαιφνίδιος ἐν τῷ περιέχοντι γίγνοιτο πρὸς τὸ ψυχρὸν μεταβολή. κατὰ τοῦτο γοῦν καὶ ὑγιαίνοντες εἰς τὸ [712] ψυχρὸν ὕδωρ ἑαυτοὺς ἐμβάλλουσι μετὰ τὸ θερμὸν λουτρόν. ἀλλ' οἵ γ' ἀσθενοῦντες οὐ φέρουσιν ἀβλαβῶς τὴν ὁμιλίαν τοῦ ψυχροῦ, διὸ θραύομεν αὐτὸ θερμὸν ἐπιμιγνύντες. ἡ δὲ τῆς μίξεως ποσότης εὑρίσκεται, πρῶτον μὲν εἰς τὴν τοῦ σώματος ἡμῶν ἀποβλεπόντων διάθεσιν, εἶθ' ἑξῆς εἰς τὴν οἰκείαν τοῦ κάμνοντος φύσιν ἡλικίαν τε καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν κατάστασιν τοῦ περιέχοντος.
κάλλιον δὲ ποιήσουσιν ὅσοι τῶν τριῶν οὐκ ἐλάττω παρασκευάζουσι τὰ μετὰ τὸ θερμὸν λουτρὸν ὕδατα χλιαρά, διαφέροντα ἀλλήλων, ὡς τὸ μὲν πρῶτον ἱκανῶς εἶναι χλιαρόν, τὸ δὲ δεύτερον ἧττον ἐκείνου χλιαρόν, τὸ δὲ τρίτον ἔτι καὶ μᾶλλον ἀποκεχωρηκὸς ἐπὶ τὸ ψυχρόν. ἔοικε δὲ ὁ Ἱπποκράτης τοιοῦτόν τι βούλεσθαι, κελεύων τὸ μετακέρασμα πολὺ παρασκευάζειν· οὐ γὰρ μόνον ἁπλῶς πολύ, ἀλλὰ καὶ πολυειδὲς ἄμεινον εἶναι τὸ παρεσκευασμένον, ὡς ἀπὸ τοῦ θερμοῦ κατὰ βραχὺ πρὸς τὸ ψυχρὸν ἔρχεσθαι, τὴν ἀθρόαν ἐπὶ τοὐναντίον μεταβολὴν οὐ φέροντος τοῦ κάμνοντος.
[713] Καὶ τὰς ἐπαντλήσιας ταχείας ποιέεσθαι.
Τὸ ταχείας ἀκούειν προσήκει καὶ κατ' αὐτῆς μὲν τῆς γινομένης ἐνεργείας ἐν τῷ καταχεῖν, οὐδὲν δ' ἧττον καὶ κατὰ τοῦ μεταξὺ τῶν ἐνεργειῶν χρόνου, ὡς μὴ διαλείπειν πολὺ τὴν δευτέραν ἐπάντλησιν ἀπὸ τῆς προτέρας· ὅπερ ὀνομάζων τις κυρίως οὐ‹κ ἂν› ταχείας, ἀλλὰ πυκνὰς ποιεῖσθαι τὰς ἐπαντλήσεις εἴποι· συγκέχυταί γε μὴν παρὰ τοῖς παλαιοῖς ἡ χρῆσις τῶν ὀνομάτων τοῦ τε πυκνοῦ καὶ τοῦ ταχέος, ἔστιν ὅτε τὰς πυκνὰς ἐνεργείας ταχείας ὀνομάζουσιν.
Καὶ σπόγγοισι χρέεσθαι ἀντὶ στλεγγίδος.
Οὐδ' οἱ νῦν ἰατροὶ χρῶνται στλεγγίσιν ἐπὶ τῶν ἀσθενούντων, οὐ μὴν οὐδὲ σπόγγῳ, ἀλλ' ἐνελίττουσιν αὐτοὺς μετὰ τὸ λουτρὸν εἰς ὀθόνας, [714] οἱ δ' εἰς ἱμάτια καὶ μάλιστά γε τὰ ἄγναπτα περιστέλλουσι πανταχόθεν, ὡς ἱδρῶσαι πλεῖστον. ἔστι δ' οὐκ ἀεὶ χρεία τοῦ πλεῖστον ἱδροῦν μετὰ τὸ λουτρὸν τὸν κάμνοντα· πολλάκις γὰρ οὐ τοῦ κενῶσαι τὸ σῶμα χάριν ἐπὶ τὸ λουτρὸν τὸν κάμνοντα ἄγομεν, ἀλλὰ τοὐναντίον ἅπαν ὑγρᾶναί τε καὶ τέγξαι δι' ὅλου κατεξηρασμένον ἀμετρότερον. ἐπὶ τῶν τοιούτων οὖν οὐδ' ἔνδον κατὰ τὸ βαλανεῖον ἱδρῶτας ἀναμένειν χρὴ πολλούς, ἀλλ' ὅτι τάχιστα τῷ κατὰ τὴν πύελον ἐμβάλλειν ὕδατι καὶ μετὰ ταῦτα ἐξελθόντας ἐκ τοῦ λουτροῦ διὰ ταχέων ἐκμάττειν.
Καὶ μὴ ἄγαν ξηρὸν χρίεσθαι τὸ σῶμα.
Καὶ οὗτος ὁ λόγος εἴρηται μὲν ἐφεξῆς τῷ "καὶ σπόγγοισι χρῆσθαι ἀντὶ στλεγγίδοσ", οἰκειότερον δ' ἄν τις ἀκούσειεν αὐτοῦ περὶ τῆς ἐν τῷ λουτρῷ χρίσεως, ἵνα μὴ δόξῃ τι παραλελοιπέναι τῶν ἀναγκαίων ῥηθῆναι. μετὰ γὰρ τὸ λουτρὸν ἀποσπογγίσας τὸ ὕδωρ ὁ Ἱπποκράτης [715] ἄδηλον μέν, εἰ καὶ ἔχρισέ πω, πρόδηλον δὲ μὴ καθύγρου τοῦ σώματος ὄντος ἀλείφειν τὸν κάμνοντα, πλὴν εἰ τοῦτό τίς φησιν, ὅτι πάλιν ἀπομάττει τοῦτ' αὐτὸ τὸ μετὰ τοῦ ὕδατος ἔλαιον. ἔστι μὲν οὖν χρήσιμον ἐσκέφθαι καὶ περὶ τῆς μετὰ τὸ λουτρὸν χρήσεως τοῦ λίπους· ἀναγκαιότερον δὲ τὸ περὶ τῆς κατὰ τὸ λουτρόν, εἴθ' ἱδρώσαντι τῷ λουομένῳ περιχεῖν προσήκει τὸ ἔλαιον, εἴτε καὶ πρὶν ἱδρῶσαι ξηρῷ παραχρῆμα μετὰ τὸ ἀποδύσασθαι, ἢ τούτων μὲν οὐδέτερον, ὅταν δ' ἄρξηται νοτίζεσθαι. καὶ ὅστις μέμνηται τῶν εἰρημένων περὶ δυνάμεως ἐλαίου κατὰ τὴν Περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν, οἶδεν ἀκριβῶς αὐτὸς ἄριστον εἶναι τὸν εἰρημένον τρίτον καιρὸν ἐλαίου χρήσεως ἐπὶ τῶν λουομένων, οἶδε δὲ καί, ὅτι προτεθερμασμένον χρὴ προσφέρεσθαι τῷ τοῦ λουομένου σώματι· καὶ γὰρ μαλάττει τοῦτο καὶ ἀραιοῖ τὸ σῶμα, τοῦ ψυχροῦ κατὰ τὴν θίξιν οὐ μόνον οὐδέτερον τούτων ἐργάζεσθαι πεφυκότος, ἀλλὰ καὶ φρικώδεις τοὺς λουομένους ἀποτελοῦντος.
[716] Κεφαλὴν μέντοι ἀνεξηράνθαι χρὴ ὡς οἷόν τε μάλιστα ὑπὸ σπόγγου ἐκμασσομένην.
Τὸ μὲν ἐπὶ τῷ λουτρῷ τὴν κεφαλὴν ἀκριβῶς ἐκμάττειν, ὡς μηδὲ τοὐλάχιστον ὑπολείποιτο τῆς ὑγρότητος, εὔδηλόν ἐστι· τὸ γὰρ ὑπολειπόμενον ἅπαν ψύχειν εἴωθεν· οὐ μὴν ὑπὸ σπόγγου τοῦτο ποιεῖν ἔτι δυνατόν, ὅτι μὴ κατ' ἀρχὰς εὐθέως μετὰ τὸ χρήσασθαι τῷ "μετακεράσματι". βέλτιον δὲ τούτου τὸ δι' ὀθόνης ἐκμάττειν τῆς κεφαλῆς τὸ ὕδωρ.
Καὶ μὴ διαψύχεσθαι τὴν κεφαλὴν μηδὲ τὰ ἄκρα μηδὲ τὸ ἄλλο σῶμα.
Τοῦτό μοι δοκεῖ μικρὸν ἢ καθ' ἑαυτὸν εἰρηκέναι, πρόδηλον ὂν [717] ἅπασιν, ὡς οὐδὲν δεῖ μέρος ἐπὶ πολὺ γυμνοῦσθαι, καθ' ὃν καιρὸν ἐκμάττουσι τῶν λουομένων τὸ μετὰ τὸ λουτρὸν ὕδωρ· ἴσασι γὰρ ἅπαντες, ὅτι ταχέως ψύχεται τὰ οὕτω γυμνούμενα.
Καὶ μήτε νεορρόφητον μήτε νεόποτον λούεσθαι.
Οὐ μόνον ἐπὶ τῶν νοσούντων, ἀλλὰ καὶ ἐπὶ τῶν ὑγιαινόντων οὐ χρὴ μετὰ τὸ προσενέγκασθαι τροφὴν ἢ πόμα παραχρῆμα λούεσθαι· τῶν μὲν γὰρ πεπωκότων ἡ κεφαλὴ πληροῦται, τῶν δ' ἐδηδοκότων οὐκ αὐτὴ μόνη ἀλλὰ καὶ τὸ πᾶν σῶμα τὴν τροφὴν ἕλκον εἰς ἑαυτὸ πρὶν πεφθῆναι.
Μηδὲ ῥοφεῖν μηδὲ πίνειν ταχὺ μετὰ τὸ λουτρόν.
[718] Ἄμεινόν ἐστι καταστάσης τῆς ἐκ τοῦ λουτροῦ ταραχῆς ἐσθίειν καὶ πίνειν, ὥσπερ γε καὶ τῆς μετὰ τὰ γυμνάσια· τὸ γὰρ εὐθέως προσφέρεσθαι σιτία καὶ πόματα τήν τε κεφαλὴν πληροῖ καὶ τὸ καταποθὲν ἐνίοτε ἐπιπολάζειν ποιεῖ.
Μέγα μὲν δὴ μέρος χρὴ νέμειν τῷ κάμνοντι, ἢν ὑγιαίνων ᾖ φιλόλουτρος ἄγαν καὶ εἰθισμένος λούεσθαι· καὶ γὰρ ποθέουσι μᾶλλον οἱ τοιοίδε καὶ ὠφελέονται λουσάμενοι καὶ βλάπτονται μὴ λουσάμενοι.
Ταῦτα δι' ὅλου σχεδόν τι τοῦ δευτέρου τῶνδε τῶν ὑπομνημάτων ἐδείχθη, τὰς λέξεις ἡμῶν ἐξηγουμένων, ἐν αἷς ἐπὶ πλεῖστον αὐτὸς ἐδήλωσε τὴν δύναμιν τῶν ἐθῶν.
Ἁρμόζει δ' ἐν περιπνευμονίῃσι μᾶλλον ἢ ἐν καύσοισι τὸ ἐπίπαν· καὶ γὰρ ὀδύνης τῆς κατὰ [719] πλευρὴν καὶ στῆθος καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν καὶ πτυέλου πεπαντικὸν καὶ ἀναγωγὸν καὶ εὔπνοον καὶ ἄκοπον· μαλθακτικὸν γὰρ καὶ ἄρθρων καὶ τοῦ ἐπιπολαίου δέρματος καὶ οὐρητικὸν δὲ καὶ καρηβαρίην λύει καὶ ῥῖνας ὑγραίνει. ἀγαθὰ μὲν οὖν λουτρῷ τοσαῦτα πάρεστιν, ὧν πάντων δεῖ· εἰ μέντοι τῆς παρασκευῆς ἔνδειά τις ἔσται ἢ ἑνὸς ἢ πλειόνων, κίνδυνος μὴ λυσιτελέειν τὸ λουτρόν, ἀλλὰ μᾶλλον βλάπτειν· ἓν γὰρ ἕκαστον αὐτέων μεγάλην φέρει βλάβην μὴ προπαρασκευασθὲν ὑπὸ τῶν ὑπουργῶν ὡς δεῖ.
Διὰ τί μᾶλλον περιπνευμονίας ἢ καύσους ὠφελεῖ τὸ λουτρόν, αὐτὸς ἐδήλωσεν εἰπών· καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὴν καὶ στῆθος καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν καὶ πτυέλου ἀναγωγὸν καὶ πεπαντικὸν καὶ εὔπνοον· διὰ ταῦτα γὰρ πάντα περιπνευμονικοῖς ἐστιν ὠφελιμώτατον· θεραπεύονται γὰρ ἀναπτύοντες τὰ κατὰ τὸν πνεύμονα περιεχόμενα πτύελα. πλευριτικοὶ [720] δὲ καὶ τῷ παρηγορεῖσθαι τὰς ὀδύνας ὀνίνανται μεγάλως· διὸ καὶ δυοῖν θάτερον ἢ οὕτω γραπτέον ἐστὶν ἁρμόζει δ' ‹ἐν› περιπνευμονίῃσι καὶ πλευρίτισι μᾶλλον ἢ ἐν καύσοισιν ἢ προσυπακούειν χρὴ τῇ περιπνευμονίᾳ τὴν πλευρῖτιν· αὕτη γὰρ ὀδύνην ἔχει κατὰ τὴν πλευράν, οὐχ ἡ περιπνευμονία.
μᾶλλον δ' ἁρμόττειν μὲν περιπνευμονίαις ἢ καύσοις εἰπὼν τὸ λουτρὸν ἐδήλωσεν, ὅτι καὶ τῶν καυσουμένων ἐνίους ὠφελεῖ· διορισμοῦ δὲ χρεία δηλονότι πρὸς τὴν λέξιν ταύτην, ὃν οὔπω δυνάμεθα ποιήσασθαι διὰ τὸ μηδὲν εἰρῆσθαι περὶ τοῦ καιροῦ, καθ' ὃν δὴ κελεύει λούειν τοὺς κάμνοντας. τίνας οὖν οὐδ' ὅλως ἀξιοῖ λούειν, πρότερον ἀκούσαντες αὐτοῦ κατὰ τὴν ἑξῆς ῥῆσιν ἐρεῖν μέλλοντος, οὕτως ἀφιξόμεθα πρὸς τὸν τοῦ λουτροῦ καιρόν.
Ἥκιστα δὲ λούειν καιρὸς τούτους, οἷσιν ἡ κοιλίη ὑγροτέρη τοῦ καιροῦ ἐν τῇσι νούσοισιν, ἀτὰρ οὐδὲ οἷσιν ἕστηκε μᾶλλον τοῦ καιροῦ καὶ μὴ προδιελήλυθεν.
[721] οὐδὲ τοὺς γεγυιωμένους χρὴ λούειν, οὐδὲ τοὺς ἀσώδεας ἢ ἐμετικούς, οὐδὲ τοὺς ἐπανερευγομένους χολῶδες, οὐδὲ τοὺς αἱμορραγέοντας ἐκ ῥινῶν, εἰ μὴ ἔλασσον τοῦ καιροῦ ῥέοι· τοὺς δὲ καιροὺς οἶδας· εἰ δὲ ἔλασσον τοῦ καιροῦ ῥέοι, λούειν, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ ἤν τε τὴν κεφαλὴν μοῦνον. ἢν οὖν αἵ τε παρασκευαὶ ἔωσιν ἐπιτήδειοι καὶ ὁ κάμνων μέλλῃ εὖ δέξασθαι τὸ λουτρόν, λούειν χρὴ ἑκάστης ἡμέρης.
Οἷς μὲν ὑπέρχεται τὰ κατὰ τὴν γαστέρα πλείονα, τὸ βαλανεῖον ἵστησιν ἀντισπῶν αὐτὰ πρὸς ὅλον τὸ σῶμα, καὶ ταύτῃ βλάπτεται· τοῖς δὲ μηδ' ὅλως διακεχωρηκόσιν ὅτι προεκκενῶσαι βέλτιόν ἐστι τὴν παλαιὰν κόπρον, οὐδεὶς ἀγνοεῖ, καθάπερ οὐδ' ὅτι τοὺς γεγυιωμένους, τουτέστι τοὺς καταλελυμένους τὴν δύναμιν, ἐπικαταλύει τὸ βαλανεῖον. ἀλλὰ καὶ τοὺς ἀσώδεις, φησί, καὶ ἐμετικοὺς οὐ χρὴ λούειν· καὶ γὰρ καὶ τούτους ἐξαίφνης καταλυθῆναι φόβος, ὥστε τὴν καλουμένην ἀκολουθῆσαι [722] στομαχικὴν συγκοπήν. ἐγγὺς δ' αὐτοῖς εἰσι καὶ οἱ ἐκκεχολωμένοι τὸ στόμα τῆς κοιλίας, οὓς διὰ τοῦ γνωρίσματος ἐδήλωσεν εἰπών· οὐδὲ τοὺς ἐπανερευγομένους χολῶδες. ὡσαύτως οὐδὲ τοὺς αἱμορραγοῦντας ἐκ ῥινῶν αὐτάρκως προσήκει λούειν. εὔλογον γὰρ οὖν, ἐὰν ἐλλιπέστερον αἱμορραγῶσιν, λούειν αὐτούς· οὗτοι δ' εἰσὶ καὶ οἱ λάβρου τοῦ λουτροῦ δεόμενοι κινήσεως σφοδροτέρας ἕνεκα τοῦ κατὰ τὴν κεφαλὴν αἵματος· ὡσαύτως δὲ λούσομεν, εἰ χρῄζοντες αἱμορραγίας μηδ' ὅλως αἱμορραγοῖεν. ἐκ δὲ τοῦ προσθεῖναι ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ ἤν τε τὴν κεφαλὴν μοῦνον, ἔτι σαφέστερον ἐδήλωσεν, ὡς πολλάκις ἐν οἴκῳ τεθερμασμένῳ καθίζων τὸν κάμνοντα χωρὶς τῆς πυέλου καταντλεῖ τὴν κεφαλὴν μόνην χωρὶς τοῦ λοιποῦ σώματος ὕδατι θερμῷ.
Τοὺς δὲ φιλολουτροῦντας, οὐδ' εἰ δὶς τῆς ἡμέρης λούοις, οὐδὲν ἂν βλάπτοις.
[723] Καὶ ταύτην τὴν ῥῆσιν ὁ δοὺς ἰατρὸς Βίκτωρι τῷ Ῥώμης ἐπάρχῳ τὸ Περὶ τῆς καθ' Ἱπποκράτην διαίτης καὶ ἄλλας τινὰς ἐξ ἡμισείας ἐνέγραψε τῷ βιβλίῳ, καθάπερ κἀκείνην, ἐν ᾗ φησιν "ὅτι οὐ στερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματοσ", ἔτι δὲ πρὸς αὐτῇ "καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτεῖσθαι τῆς ἡμέρης δὶς δοτέον". ἀλλὰ τούτων μὲν τῶν δύο ῥήσεων ἑκατέρας ἀφεῖλε τὸ ἥμισυ μέρος, τῆς δὲ νῦν προκειμένης ἀφεῖλε μὲν οὐδέν, οὐ προσέθηκε δὲ τὸν καιρόν, ἐν ᾧ τοὺς φιλολουτροῦντας ἐπιλέγει τοὺς ἐν τῷ τῆς ὑγιείας χρόνῳ χαίροντας τῷ λούεσθαι καὶ διὰ τοῦτο πολλάκις λουομένους· οὗτοι γὰρ εἰς τὸ λούσασθαι προσλαμβάνουσι τὸν ἐκ τοῦ ἔθους σκοπόν. ἐφεξῆς γοῦν ἀκούσωμεν αὐτοῦ τὸν καιρόν, ἐν ᾧ κελεύει λούεσθαι τοὺς κάμνοντας.
Χρῆσθαι δὲ λουτροῖσι τοῖσιν ὅλῃσι πτισάνῃσι χρεομένοισι παρὰ πολὺ μᾶλλον ἐνδέχεται ἢ τοῖσι χυλῷ μούνῳ χρεομένοισιν· ἐνδέχεται δὲ καὶ τούτοισιν ἐνίοτε, ἥκιστα δὲ καὶ τοῖσι ποτῷ μούνῳ χρεομένοισιν.
[724] Ἐν τούτῳ τῷ λόγῳ τὸν καιρὸν ἐδήλωσεν, ἐν ᾧ προσήκει λούεσθαι, καὶ εἴπερ ἐν ἀρχῇ προείρητο, πολλὰ ἂν οὕτω τῶν μεταξὺ λεγομένων οὐκ ἦν ἀσαφῆ. πτισάνας γὰρ ὅλας δίδωσι τοῖς ἐπιεικῶς ἔχουσιν, ὅσοι δ' αὐτῶν φαυλότερον διάγουσι, χυλὸν μόνον· ὅσοι δὲ καὶ τούτων ἔτι σφαλερώτερον ἢ ὀξύτερον νοσοῦσι, μόνα τὰ ποτά. καὶ ὅτι δὲ τὸν λόγον ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα παθῶν ἐν ὅλῳ τῷ συγγράμματι πεποίηται, τὰ πλεῖστα τῶν καθόλου διδάσκων ὡς ἐπὶ παραδειγμάτων ἐν τοῖσδε τοῖς μέρεσι τῶν νοσημάτων καὶ μάλιστα τῆς πλευρίτιδος, ἐπιδέδεικται πολλάκις· ἐδείχθη δ', ὅτι πεφθέντων τῶν παθῶν χρῆσθαι κελεύει πτισάνῃ. τότ' οὖν καὶ τὸ λουτρὸν ἀκινδύνως προσάγεται, μέγιστα συντελοῦν εἰς τὴν ἐκκάθαρσιν τῶν περιεχομένων πτυέλων ἐν θώρακι καὶ πνεύμονι. τοῖς οὖν οὕτως ἔχουσιν, ὅταν καὶ ἡ ἀπὸ τοῦ ἔθους ἔνδειξις προσέλθῃ, διπλασιάσαι τὸ λουτρὸν οὐδὲν κωλύει· τοῖς μέντοι ποτῷ μόνῳ χρωμένοις ἥκιστά φησιν ἁρμόττειν τὸ λουτρόν, ὅπερ [725] σημαίνει τὸ ἐλάχιστα καὶ οὐχ, ὡς ἔνιοί φασι, τὸ οὐδαμῶς· ἐπιφέρων γοῦν ἐρεῖ·
Ἔστι δ' οἷσι καὶ τούτων ἐνδέχεται. τεκμαίρεσθαι δὲ χρὴ τοῖσι προγεγραμμένοισιν, οὕς τε μέλλει λουτρὸν ὠφελέειν ἐν ἑκάστοισι τῶν τρόπων τῆς διαίτης οὕς τε μή· οἷσι μὲν γὰρ προσδεῖταί τινος κάρτα τούτων, ὅσα λουτρὸν ἀγαθὰ ποιέει, λούειν, καὶ ὃς ἂν λουτρῷ ὠφελῆται· οἷσι δὲ τούτων μηδενὸς προσδεῖ καὶ πρόσεστιν αὐτοῖσι τῶν σημείων, ἐφ' οἷς λούεσθαι οὐ ξυμφέρει, οὐ δεῖ λούειν.
Οὐ προσέθηκε δὲ τὸ πότε τούτοις ἐνδέχεται χρῆσθαι λουτρῷ· λεκτέον οὖν ἡμῖν ἐστιν ἑπομένοις αὐτοῦ τῇ ὅλῃ διανοίᾳ. ποτοῖς μόνοις διαιτᾷ ὁ Ἱπποκράτης τοὺς ὀξέως νοσοῦντας, ὅταν ἐλπίζῃ τὴν δύναμιν αὐτῶν ἐξαρκέσαι εἰς τὴν τοῦ νοσήματος ἀκμήν, ἐνίοτε μὲν ἅμα τῇ πέψει [726] γίνεσθαι πεφυκυῖαν, καθάπερ ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα· πεφθέντων γὰρ τῶν ἐργαζομένων τὰ πάθη χυμῶν εὐθέως ἀναπτύουσιν· ἂν δ' ἄρξωνται μόνον πτύειν οἷα δεῖ, κατ' οὐδέτερον ἔτι τῶν τρόπων ἡ νόσος αὐξηθήσεται, οὔτε κατὰ τὴν διάθεσιν οὔτε κατὰ τὰ συμπτώματα. πολλάκις γὰρ ἡ μὲν διάθεσις αὐτή, καθ' ἣν νοσοῦσιν, ἐπιεικεστέρα γίνεται, τὰ δὲ συμπτώματα αὐξάνεται, καθάπερ ἐπὶ τῶν φλεγμαινόντων μορίων, ὡς αὐτὸς εἶπε· "περὶ τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ συμβαίνουσι μᾶλλον ἢ γενομένου." πολλάκις δ' ἀλλήλοις συναυξάνεται καὶ συμμειοῦται τά τε τῶν συμπτωμάτων μεγέθη καὶ τὸ τῆς διαθέσεως, καὶ γίνεταί γε τοῦτο κατ' ἐκείνας τὰς φλεγμονάς, ἐν αἷς ἐκροὴν ἔχει τὸ γεννώμενον πῦον, ὡς ἐπὶ τραυμάτων τέ τινων εἴωθε γίνεσθαι καὶ κατὰ τὰς περιπνευμονίας τε καὶ πλευρίτιδας.
ἐνδέχεται οὖν ἐν τούτοις τοῖς νοσήμασιν ἔτι διαιτωμένους τοὺς κάμνοντας ἐπὶ ποτοῖς μόνοις οὐκ ἀνωφελῶς χρῆσθαι λουτροῖς, ἐπειδὴ καὶ τῆς ὀδύνης αὐτῶν ἔφη παρηγορικὸν εἶναι τὸ λουτρὸν καὶ πτυέλου πεπαντικόν. ἀλλὰ δηλονότι προκενώσαντας τοῦτο χρὴ ποιεῖν, εἰδότας [727] ἐν τῷ καθόλου περὶ λουτροῦ δυνάμεως, ὡς, ἐὰν μὴ προκεκενωμένῳ τῷ σώματι προσάγηται, ῥευματίζει τὰ πεπονθότα· κεκενωμένῳ δὲ προσφερόμενον τῇ πέψει συνεργεῖ δύναμιν ἔχον προσκενοῦν προκεκενωμένου τοῦ ὅλου σώματος. διὸ καὶ τῶν καυσωδῶς νοσούντων ἐκείνοις ἁρμόσει μόνοις, ὅσοι χωρὶς ὄγκου φλεγμονώδους ἢ ἐρυσιπελατώδους νοσοῦσι, ζεούσης αὐτοῖς τῆς ἐν ὅλῳ τῷ σώματι χολῆς· ἐὰν δὲ καὶ πέψεως ἔχωσι γνωρίσματα, πολλῷ μᾶλλον αὐτοῖς ἁρμόσει. γινομένου δὲ καυσώδους πυρετοῦ καὶ δι' ἁλυκὸν φλέγμα σηπόμενον ἰστέον ἐπ' ἐκείνων ἐναντιώτατον ὑπάρχειν τὸ βαλανεῖον· οὔτε γὰρ διαφορεῖται κατὰ τὸ δέρμα, καθάπερ ὁ πικρόχολος χυμός, οὕτω καὶ ὁ φλεγματικὸς διὰ τὸ παχύς τε καὶ γλίσχρος ὑπάρχειν οὔτε σβέννυται πολυχρονίου πέψεως δεόμενος.
Περὶ τῶν ἀναβληθέντων ὕστερον ῥηθῆναι.
Μέμνημαι κατὰ τὴν ἀρχὴν τῆς ἐξηγήσεως τοῦ βιβλίου τούτου πρὸς τοὺς Κνιδίους ἰατροὺς εἰπόντος Ἱπποκράτους· "ὁκόσα δὲ προσκαταμαθεῖν [728] δεῖ τὸν ἰατρὸν μὴ λέγοντος τοῦ κάμνοντος, τούτων [τὰ] πολλὰ παρεῖται." ταῦτα οἱ μὲν δογματικὸν εἶναι νομίζοντες τὸν Ἱπποκράτην τοὺς πεπονθότας τόπους ἔφασαν εἶναι καὶ τὰς διαθέσεις αὐτῶν καὶ τὰς αἰτίας, οἱ δ' ἐμπειρικόν, ὥρας τε καὶ χώρας καὶ ἡλικίας ἔθη τε καὶ καταστάσεις τοῦ περιέχοντος ἡμᾶς ἀέρος. ἐγὼ δὲ καὶ ταῦτα μὲν ἅπαντα χρήσιμα τοῖς ἰατροῖς οἶδα, τά θ' ὑπὸ τῶν δογματικῶν εἰρημένα καὶ τῶν ἐμπειρικῶν· ἀλλὰ κατά γε τὸ βιβλίον τοῦτο σκοποὺς εἰπὼν ὁ Ἱπποκράτης πολλούς, πρὸς οὓς ἀποβλέπων τις εὑρήσει τὰ διαιτήματα, τῶν εἰρημένων οὐδενὸς ἐμνημόνευσεν ὅτι μὴ τῶν ἐθῶν, ἄλλα δέ τινα προὐχειρίσατο περὶ ὧν ἀναμνήσεως ἔδει, καὶ διὰ ταῦτα τὸν λόγον ἀνεβαλόμην, ἵνα διὰ συντόμων ἑρμηνεύων ὅμως ἔχω παρακολουθοῦντας τῷ λόγῳ τοὺς ἀνεγνωκότας ὅλον τὸ βιβλίον.
εἷς μὲν δὴ καὶ πρῶτος αὐτῷ σκοπός, ὡς ἐπὶ παραδείγματος τοῦ νοσήματος τῆς πλευρίτιδος, οὕτως εἴρηται κατὰ λέξιν· "ἢν μὲν ξηρότερον ᾖ τὸ νόσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι, [729] ἀλλὰ προπίνειν πρὸ τοῦ ῥοφήματος ἢ μελίκρητον ἢ οἶνον ὁκότερον ‹ἂν› ἁρμόζῃ." καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς τάδε λέγει· "ἢν δὲ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος ᾖ ὁκοῖα δεῖ, χρὴ ἐς πλῆθος ἐπιδιδόναι τοῦ ῥοφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι." ταῦτα μὲν οὖν καὶ τὰ τούτοις ἐφεξῆς οὐ διώρισται παρὰ τοῖς Κνιδίοις ἰατροῖς. ἀλλὰ καὶ μετὰ ταῦτα τῇ πέψει τοῦ νοσήματός φησι χρῆναι προσέχειν, καὶ ὁ σκοπὸς οὗτος αὐτῷ σχεδόν ἐστι τοῦ τε παντὸς εἴδους τῆς διαίτης ὅσαι τε κατὰ μέρος αὐτῆς γίνονται μεταβολαί. ἀλλὰ καὶ τούτων ἐφεξῆς ἄλλους διορισμοὺς τοιούτους λέγει· "οἷσι γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, εἰ μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν καὶ μὴ ἐνεοῦσαν εὐθέως ποιήσειεν." καὶ πάλιν ἐφεξῆς· "τοῦτο δ', ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ συνεχέος ἐούσης καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀνιόντος, ἀλλὰ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην ἢ κοιλίην μαλθάξας ἢ φλέβα ταμών, ὁκότερον ἂν τούτων σημαίνῃ, τὰς [730] δὲ πτισάνας ἢν οὕτως ἔχουσι διδῷ, ταχέως οἱ θάνατοι τῶν τοιούτων γίνονται." μετὰ ταῦτά γε πάλιν διοριζόμενός φησιν· "ἢν μὲν νεοβρῶτι αὐτῷ ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετός, ἤν τε σὺν ὀδύνῃ ἤν τ' ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ' ἂν οἴηται κεχωρηκέναι ἐπὶ τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον." καὶ πάλιν ἐφεξῆς· "ἢν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότερος σῖτος νεοβρῶτι ἐόντι, εἰ μὲν ἰσχύει τε καὶ ἀκμάζει τὴν ἡλικίαν, κλύσαι, ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρήσασθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς." ἐνταῦθ' οὖν προσέθηκε καὶ τὸν ἀπὸ τῆς δυνάμεως σκοπὸν ὥσπερ κἀν τοῖς ἐφεξῆς πολλάκις, ἅμα καὶ τοῦτο κελεύων ἐπισκοπεῖσθαι, τίς αἰτία καὶ διάθεσίς ἐστιν ἡ καταβάλλουσα τὴν δύναμιν· ἔνθα καὶ προσέθηκεν, ὡς ἀγνοοῦνται ταῦτά ‹τε› τοῖς ἰατροῖς καὶ μέντοι καὶ ὅτι τοῖς μὲν εἰς ὑποχόνδριον τὴν ὀδύνην περαινομένην ἔχουσιν ἡ κάθαρσις ἡ διὰ τῶν τοιῶνδε φαρμάκων ὠφέλιμός ἐστι, τοῖς δὲ πρὸς βραχίονα καὶ στῆθος ἀνατεινομένην αὐτὴν μετὰ βάρους ἔχουσι φλεβοτομία.
[731] ταῦτά τε οὖν καὶ ἄλλα τοιαῦτα καὶ ἔτι τὰ περὶ τῶν ἐθῶν προειρημένα παραλέλειπται παντάπασιν ὑπὸ τῶν Κνιδίων ἰατρῶν καὶ πολὺ μᾶλλον τούτων αἱ φύσεις καὶ αἱ κράσεις τῶν σωμάτων, ὧν πολλάκις ἐμνημόνευσεν ἐν τῷ βιβλίῳ, τοὺς μὲν πικροχόλους ὀνομάζων, τοὺς δὲ μελαγχολικούς. ἐχόμενος δὲ τῶν σκοπῶν τούτων καὶ περὶ τῆς τῶν ὑγιαινόντων ἐν τῇ διαίτῃ μεταβολῆς ἐδίδαξεν, ὅπως ἐπανορθωτέον ἐστί, καὶ περὶ τῆς τῶν καμνόντων. ἔν τε τῷ περὶ οἴνου καὶ μελικράτου καὶ ὀξυμέλιτος καὶ ὕδατος λόγῳ τῶν αὐτῶν τούτων ἐμνημόνευσε σκοπῶν.
ἐμνημόνευσε δὲ καὶ περὶ τῆς πέψεως τοῦ νοσήματος πολλάκις, οὐ σμικρὸν σκοπὸν οὐδὲ τοῦτον ποιούμενος ὅλης τε τῆς διαίτης καὶ τῶν ἐν ταύτῃ μεταβολῶν· ὁμοίως δὲ καὶ περὶ ἀκμῆς νοσήματος εἶπέ τι καὶ πρὸς τοῦτον ἀποβλέπων τρέφει οὐχ ὡς πρὸς τὸν φαυλότατον σκοπὸν ἐν διαίτῃ. πάντα ταῦτα καὶ ἄλλα τοιαῦτα παραλέλειπται τοῖς Κνιδίοις ἰατροῖς, ἃ χρὴ προσκαταμανθάνειν τὸν ἰατρὸν μὴ λέγοντος τοῦ κάμνοντος.
[732] Ἐν τῷ Περὶ διαίτης τὰ μετὰ τὸν περὶ τοῦ λουτροῦ λόγον εἰρημένα προσηκόντως ὑπώπτευσαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ὡς οὐχ Ἱπποκράτους ὄντα· καὶ γὰρ τῇ τῆς ἑρμηνείας δυνάμει καὶ τῇ τῶν θεωρημάτων ἀκριβείᾳ λείπεται πολὺ τῶν ἔμπροσθεν. οὐ μὴν οὐδ' ἀλόγως ἐκινήθησαν οἱ νομίσαντες Ἱπποκράτους εἶναι καὶ ταῦτα· κατὰ γὰρ [733] τὴν ἐκείνου προαίρεσιν ἡ διάνοια τῶν γεγραμμένων ἐστίν, ὡς ὑπονοῆσαι μαθητὴν αὐτοῦ τινα γεγραφέναι. πολλὰ δ' ἐν αὐτοῖς καὶ τὴν λέξιν ἄμεμπτον ἔχει μετὰ τῆς διανοίας, ὡς ὑπονοῆσαι πάλιν ὑπ' αὐτοῦ τοῦ Ἱπποκράτους αὐτὰ γεγράφθαι παρασκευαζομένου συνθεῖναι βιβλίον, ὡς ὑπέσχετο κατ' αὐτὸ τὸ Περὶ διαίτης ὀξέων, ἐν ᾧ κατὰ μέρος ἑκάστου τῶν ὀξέων νοσημάτων τὴν θεραπείαν διδάξει. καὶ μὲν δὴ καὶ ἄλλας ἔστι ῥήσεις εὑρεῖν ἐν τῷ προκειμένῳ βιβλίῳ φανερῶς οὐκ οὔσας ἀξίας Ἱπποκράτους, ὡς ὑπονοῆσαι παρεγγεγράφθαι τοῖς γνησίοις, ὥσπερ γε καὶ κατὰ τοὺς Ἀφορισμοὺς ἐφάνησαν ἔνιοι τοιοῦτοι πρὸς τοῖς τελευταίοις μέρεσι τοῦ βιβλίου. τῷ γὰρ ἐν μνήμῃ πολλοῖς εἶναι τὰ πρῶτα τῶν συγγραμμάτων οἱ παρεγγράφοντες εἰς τὰ τελευταῖα παρεγγράφουσι· τοῦτο γοῦν αὐτὸ καὶ κατὰ τὸ Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων ἐφάνη γεγονὸς ἔτι τε κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν. ὁμοίως δὲ καὶ κατὰ τὸ νῦν ἡμῖν προκείμενον βιβλίον ἔστιν εὑρεῖν παρεγκείμενα καὶ μᾶλλον ἔτι πρὸς τοῖς τελευταίοις. τεσσάρων οὖν ὡς ‹ἂν› εἴποι [734] τις εἰδῶν ὄντων ἐν αὐτῷ, τοῦ μὲν ἀξίου καὶ κατὰ τὴν λέξιν καὶ κατὰ τὴν διάνοιαν Ἱπποκράτους, τοῦ δὲ καθ' ἕτερον μόνον, ἤτοι τὴν λέξιν ἢ τὴν διάνοιαν, ἐνίων δὲ κατ' οὐδέτερον, σημανοῦμεν τοῦτ' αὐτὸ καθ' ἑκάστην τῶν προχειριζομένων εἰς τὴν ἐξήγησιν λέξεων.
Καῦσος δὲ γίνεται, ὅταν ἀναξηρανθέντα τὰ φλέβια ἐν θερινῇ ὥρῃ ἐπισπάσηται δριμέας καὶ χολώδεας ἰχῶρας ἐς ἑωυτά.
Θερινὴν ὥραν εἴρηκε τὴν θερμὴν καὶ ξηράν, ἄν τ' ἐπὶ τῇ τελευτῇ τοῦ ἔαρος ἄν τ' ἐν ἀρχῇ τοῦ θέρους ἄν τ' ἐν τοῖς μέσοις ἢ τοῖς τελευταίοις ἄν τε κατὰ τὴν ἀρχὴν τοῦ φθινοπώρου ᾖ. δέδεικται δ' ἐν τοῖς ὑπομνήμασι τῶν Ἐπιδημιῶν ἡ τοῦ περιέχοντος ἀέρος κρᾶσις ἑαυτῇ συμμεταβάλλουσα τὴν τοῦ σώματος διάθεσιν, ἡ μὲν ξηρὰ πρὸς τὸ ξηρότερον, ἡ δ' ὑγρὰ πρὸς τὸ ὑγρότερον. ἐπιδέδεικται δὲ καί, ὅτι τὴν κατὰ [735] φύσιν κρᾶσιν ἡ σύμμετρος ὥρα φυλάττει, τῶν ἄλλων δηλονότι πάντων ὡσαύτως ἐχόντων, ὅσα κατὰ τὴν ὅλην δίαιταν οἱ ἄνθρωποι πράττουσιν. ἐπιδέδεικται δὲ καί, ὅτι τῆς κατὰ φύσιν τε καὶ συμμέτρου καταστάσεως ἐξιστάμενον τὸ σῶμα, καθ' ὅ τι ἂν ἐξίστηταί τε καὶ μεταβάλληται, κατὰ τοῦτο καὶ τῆς οἰκείας ἐπικουρίας δεῖται, ξηραινόμενον μὲν ὑγραίνεσθαι, ὑγραινόμενον δὲ ξηραίνεσθαι, θερμαινόμενον δὲ ψύχεσθαι, ψυχόμενον δὲ θερμαίνεσθαι. ὅταν οὖν κατά τινα περίστασιν πραγμάτων, ὧν αὐτὸς ἐρεῖ παραδείγματα, συμβῇ τινα ξηρανθῆναι φλέβια καθ' ὁτιοῦν μέρος τοῦ σώματος, ἐπισπᾶται ταῦτα τὰς ἐκ τῶν πλησιαζόντων μορίων ὑγρότητας. ἐὰν μὲν οὖν, ὡς τῇ συστάσει φύσιν ὑγρὰν ἔχουσιν, οὕτω καὶ τὴν δύναμιν ἔχωσιν ὑγραντικὴν αἱ εἰς τὰς ξηρανθείσας φλέβας ὑγρότητες ἐνεχθεῖσαι, τὴν κατὰ φύσιν εὐκρασίαν ἀναλαμβάνει τὸ μόριον· ἐὰν δὲ δριμεῖα μὲν ᾖ κατὰ τὴν ποιότητα, ξηραντικὴ δὲ κατὰ τὴν δύναμιν ἡ ὑγρότης, ἐκπυροῦται τὸ σῶμα, καθάπερ εἰ καὶ ἡμῶν τις αὐτῶν [736] διψήσας ἐκπίοι χανδὸν ἢ οἶνον τεθαλασσωμένον ἄκρατον ἢ ὕδωρ ἁλμυρόν. ἐγὼ γοῦν οἶδα καὶ αὐτός ποτε ἐξ ὁδοιπορίας θερινῆς διψώδης γενόμενος, εἶτα πιὼν οἴνου παλαιοῦ κύλικα μίαν ἀκρατεστέρου βραχύ, παραυξήσας μᾶλλον, οὐ παύσας ἐπ' αὐτῷ τὸ δίψος.
ὥσπερ οὖν ἡμεῖς καίτοι λογισμὸν ἔχοντες ἐπιστατοῦντα ταῖς ὀρέξεσιν ἐνίοτε μὲν ἀμελέστερον, ἐνίοτε δὲ προπετέστερον, ἔστι δ' ὅτε τῷ μὴ παρεῖναι βέλτιον, ἠναγκάσθημεν ἐπί τι τῶν ἁλμυρῶν καὶ δριμέων ἀφικέσθαι ποτῶν, οὕτω καὶ ἡ ἐν ταῖς φλεψὶ δύναμις ἑλκτικὴ διὰ παντὸς ἐπισπᾶται τὴν ἐκ τῶν πλησιαζόντων ὑγρότητα, μὴ διακρίνουσα τὴν οὐσίαν αὐτῆς ὁποία τίς ἐστιν· οὐ γὰρ ἔχει λογισμόν, ὡς σκέψασθαί τι περὶ τοῦ βελτίονος, ἀλλ' ὥσπερ τὰ παιδία καὶ τὰ βοσκήματα τὸ προστυχὸν ὑγρὸν αἱρεῖται διψῶντα, κατὰ τὸν αὐτὸν τρόπον κἀκείνη. ἐὰν μὲν οὖν καθ' ἕν τι μέρος τοῦ σώματος ἡ διάθεσις αὕτη γένηται, κατὰ τοῦτο μόνον ἐρυσιπελατῶδές τι πάθος ἔσται· αἱ δὲ καθ' ὅλον τὸ σῶμα φλέβες ὑπερξηρανθεῖσαι τὰς ἐκ τῶν σαρκῶν ὑγρότητας εἰ ἐπισπάσονται [737] θερμὰς οὔσας, ἐν ὅλῳ τῷ σώματι γίνεται καυσώδης διάθεσις. ἀλλ' ὅ γε καῦσος ἰδίως καλούμενος οὐ μόνον τῇ σφοδρότητι τῆς καθ' ὅλον τὸ σῶμα γινομένης θερμασίας διαφέρει, ἀλλὰ καὶ τῷ δίψει· βίαιόν τε γάρ ἐστιν ἐν τούτῳ καὶ ἄπαυστον.
ἐλλείπει τοίνυν τῇ προκειμένῃ ῥήσει περὶ τῆς τοῦ καύσου γενέσεως ὁ περὶ τῶν μορίων λόγος, ὃν ἡμεῖς ἀρτίως προσεθήκαμεν. ἐνίοτε μὲν γὰρ καθ' ἓν ὁτιοῦν, ἐνίοτε δὲ καὶ καθ' ὅλον τὸ σῶμα καῦσος γίνεται. ἐπὶ μὲν οὖν τοῦ καθ' ὅλον τὸ σῶμα γενομένου ἐξ ἅπαντος δίψα γίνεται, ἐπὶ δὲ τῶν καθ' ἕν τι μέρος οὐκ ἐξ ἀνάγκης, εἰ μὴ αὐτὸ τὸ μέρος τὴν δίψαν ἐργάζεται, πάντων μὲν πρῶτον καὶ μάλιστα τὸ στόμα τῆς γαστρός, ἐφεξῆς δ' ἡ γαστὴρ καὶ μετὰ ταύτην ὁ στόμαχος, εἶτα πνεύμων, εἶτα νῆστις.
ἆρ' οὖν οὕτως μόνον γίνεται καῦσος, ὡς εἶπεν, ὅταν ἐπισπάσηται τὰ φλέβια δριμεῖς καὶ χολώδεις ἰχῶρας ἐς ἑωυτά; ἢ καὶ τῆς σαρκὸς ταὐτὸ τοῦτο παθούσης ἔσται καῦσος, εἶτ' οὖν καθ' ἕν τι μόριον εἴτε καὶ καθ' ὅλον τὸ σῶμα συμβαίη παθεῖν αὐτήν; ἐδείχθη γὰρ καὶ αὕτη δύναμιν ἑλκτικὴν ἔχουσα τῶν ἐνδεόντων αὐτῇ. καὶ μέντοι [738] καὶ καθ' ἕτερον τρόπον ἐγχωρεῖ γενέσθαι τὴν ὁμοίαν διάθεσιν· ἕτερον δὲ λέγω τρόπον, ὅταν πέμπηται πρός τι μόριον ἀσθενέστερον ἐκ τῶν ἰσχυροτέρων τὰ περιττώματα. δέδεικται γάρ, ὥσπερ ἑλκτικὴ δύναμις ἐν ἑκάστῳ τῶν μορίων ἐστίν, οὕτω καὶ ἀποκριτική· οὐκ ἀδύνατον οὖν ἐστιν ἐνίοτε μὲν ἐξ ἑνὸς μέρους, ἐνίοτε δ' ἐκ πλειόνων δριμεῖς καὶ χολώδεις ἰχῶρας ἀποκριθέντας ἐπί τι χυθῆναι τῶν εἰρημένων μορίων, ὅ τι περ ἂν αὐτῶν ἀσθενέστερον ᾖ· ὅτι δ' ἰχῶρας ὀνομάζει τὰς λεπτὰς ὑγρότητας, εὔδηλον.
Καὶ πυρετὸς πολὺς ἴσχει, τό τε σῶμα ὥσπερ ὑπὸ κόπου ἐχόμενον κοπιᾷ καὶ ἀλγέει.
Πυρετὸς μὲν οὖν πολὺς ἴσχει διὰ τὴν τῶν ἰχώρων φύσιν, οὓς δριμεῖς ἔφη καὶ χολώδεις· τοῖς τοιούτοις γὰρ οἱ σφοδρότατοι τῶν πυρετῶν ἐπιγίνονται, τουτέστιν οἱ πολλήν τε καὶ δριμυτάτην ἔχοντες [739] τὴν θερμασίαν, ὥσπερ γε καὶ οἱ τὴν ἐλάττονά τε καὶ ἧττον δριμεῖαν τοῖς φλεγματώδεσιν ἕπονται χυμοῖς. κοπιᾷ δὲ τὸ σῶμα σύμπαν διὰ τὴν δριμύτητα τῶν ἰχώρων τὸν ἑλκώδη κόπον· εἴρηται δὲ τελέως περὶ πάντων τῶν κόπων διαφορᾶς ἐν τοῖς Ὑγιεινοῖς.
Γίνεται δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐκ πορείης μακρῆς καὶ δίψεος μακροῦ, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια δριμέα καὶ θερμὰ ῥεύματα ἐπισπάσηται πρὸς ἑαυτά.
Καὶ κατὰ τὴν ἀρχὴν εἴρητο καὶ νυνὶ δ' αὖ τοῦ ἀναξηρανθῆναι προσέθηκε τὰς προκαταρκτικὰς καλουμένας αἰτίας ὡς ἐν παραδείγματι· πᾶσαι μὲν γὰρ αἱ θερμαὶ καὶ ξηραὶ τοὺς καύσους ἐργάζεσθαι δύνανται. τινὰς γοῦν οἶδα διὰ πόσιν οἴνου τεθαλασσωμένου πλείονος ἁλόντας καύσῳ, καθάπερ ἄλλους διὰ ταρίχων καὶ ταριχηρῶν κρεῶν καί τινων ἄλλων ἁλυκῶν ἐδωδὴν ἄμετρον. ἕτερος δέ τις ἐξ ὁδοιπορίας τε καὶ [740] καύματος ἥκων ἐλούσατο μὲν πρῶτον, ἀφικόμενος δ' οἴκαδε καὶ πιὼν οἴνου κατὰ τὴν κρᾶσιν ἔχοντος τὸ πλεῖον ἤρξατο πυρέττειν αὐτίκα καυσώδη πυρετόν, καὶ ἄλλος δέ τις σφοδρῶς ὀργισθεὶς καὶ ἀγρυπνήσας ἄλλος.
Γίνεται δ' ἡ γλῶσσα τραχεῖα καὶ ξηρὰ καὶ μέλαινα κάρτα, καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενος ἀλγέει, τά θ' ὑποχωρήματα ἔξυγρα καὶ ὠχρὰ γίνεται καὶ δίψαι σφοδραὶ ἔνεισι καὶ ἀγρυπνίαι, ἐνίοτε δὲ καὶ παραλλάξιες φρενῶν.
Τὰ παρακολουθοῦντα τοῖς καύσοις ἐν τῷδε τῷ λόγῳ διῆλθεν, ἃ δὴ καὶ 'συνεδρεύοντα' καλοῦσιν· ἔστι δὲ ταῦτα γλῶσσα τραχεῖα καὶ ξηρὰ καὶ μέλαινα δῆξίς τε τῆς γαστρός, ὑποχωρήματα ὠχρὰ καὶ δίψα σφοδρὰ καὶ ἀγρυπνία, ποτὲ δὲ καὶ παραφροσύνη. ἡ μὲν οὖν γλῶσσα ξηρὰ γίνεται, διότι καὶ ἡ διάθεσις ὅλου τοῦ σώματος ξηρά ἐστι καὶ θερμὴ καὶ ὁ πυρετὸς αὐτὸς τοιοῦτος, ἡ δὲ δῆξις τῶν [741] κατὰ τὴν γαστέρα διὰ τὴν τῶν εἰς αὐτὴν συρρεόντων ἰχώρων δριμύτητα, τὰ δὲ διαχωρούμενα κατὰ τὸν πλεονάζοντα χυμόν· ἔξυγρα δ' εἶπεν αὐτὰ τὸ μηδ' ὅλως πεπέφθαι δηλῶν· ἡ γάρ τοι πέψις ἅπαντα συνάγει τε καὶ παχύνει. τὸ δ' ἀγρυπνεῖν τοῖς οὕτω πάσχουσι συμβαίνει διὰ τὴν ξηρότητα· δέδεικται γὰρ ἡ μὲν ἄμετρος ὑγρότης τὰς καταφοράς, τὰς δ' ἀγρυπνίας ἡ πολλὴ ξηρότης ἐργαζομένη· προσέρχεται δὲ καὶ ἀπὸ τῶν ἄλλων συμπτωμάτων ταλαιπωρία τῆς ἀγρυπνίας αἰτία γινομένη. παραφροσύνην δ' ἐμάθομεν γίνεσθαι διά τε χολὴν ἀναδραμοῦσαν ἐπὶ κεφαλὴν καὶ διὰ ξηρότητα καὶ θερμότητα κράσεως. ὅτι δ', ὅταν εἴπῃ τις ἁπλῶς χολήν, ἡ πικρὰ δηλοῦται, προείρηται, καὶ ὅτι γε τὴν αὐτὴν χολὴν ὠχράν τε καὶ ξανθὴν ὀνομάζουσιν. ὥσπερ οὖν οὐδὲν παραλέλειπται τῶν κατὰ τὸν χολώδη καῦσον, ὅτι γε μὴ καὶ κατὰ τὴν ἐπιρροὴν τῶν ἰχώρων αὐτόν, οὐ μόνον διὰ τὴν ὁλκὴν γίνεσθαι, οὕτως ἀτάκτως γέγραπταί τινα. τῶν γάρ τοι λελεγμένων ἔνια μέν ἐστι παθογνωμονικὰ συμπτώματα τῶν καύσων, ἔνια δὲ συνεδρεύοντα· τῶν γεννώντων δ' αὐτοὺς τὰ μέν ἐστι προηγούμενα, τὰ δὲ προκατάρχοντά [742] γε καλούμενα ὑπὸ τῶν ἰατρῶν.
πάντων γοῦν ὧν εἶπον συμπτωμάτων ἔξεστί σοι τὸν κατάλογον ὡς ἂν ἐθέλῃς ποιεῖσθαι· ἀλλ' ὅ γε γράψας τὸ βιβλίον ἤρξατο μὲν ἀπὸ τῶν προηγουμένων (τὸ γὰρ ἀναξηρανθῆναι τὰ φλέβια προηγούμενον αἴτιόν ἐστιν), ἐφεξῆς δὲ δέον εἰπεῖν τὰ προκαταρκτικά, οἷον ὁδοιπορίαν μακρὰν καὶ δίψος, οὐ ταῦτ' εἶπεν, ἀλλὰ τῶν παθογνωμονικῶν τι, τὸν πολὺν πυρετόν. ἐχρῆν δ' ἐνταῦθα προσθεῖναι καὶ τὸ σφοδρὸν δίψος, ὃ μετὰ ταῦθ' ἅμα τοῖς ἄλλοις εἶπε συμπτώμασι τοῖς συνεδρεύουσιν ὀνομαζομένοις, ὧν τὰ μὲν ἐνίοτε, τὰ δ' ἀεὶ ὑπάρχει τοῖς καύσοις. τοῦτο δὲ καὶ αὐτὸς ἐδήλωσεν εἰπών· ἐνίοτε δὲ καὶ παραλλάξιες φρενῶν· τὸ γὰρ ἐνίοτε τῷ διὰ παντὸς ἀντίκειται. ἐγὼ δέ φημι καὶ τὸ τὰ περὶ τὴν νηδὺν δάκνεσθαι καὶ διαχωρεῖν χολώδη οὐ τῶν διὰ παντὸς συνόντων τοῖς καύσοις εἶναι· διὰ γὰρ τὸ μέγεθος τοῦ νοσήματος καὶ τὴν ἔσω ῥοπὴν τῶν δριμέων ἰχώρων ταῦτα συμβαίνει τοῖς κατὰ γαστέρα καὶ ἧπαρ ἔχουσι τὴν οἷον ἑστίαν τοῦ καύσου, τοῖς δὲ [743] κατὰ πνεύμονα, ταῦτα μὲν οὐ πάνυ τι συμπίπτει, τὰ δὲ κατὰ τὰς γλώσσας εἰρημένα καὶ τὰς παραφροσύνας μᾶλλον. ἀλλὰ καὶ δυσπνοοῦσιν οὗτοι τὴν κατὰ τὸ πυκνὸν καὶ μέγα πνεῦμα δύσπνοιαν ἐκφυσῶσί τε συνεχῶς ἀνοιγνύντες τὸ στόμα καὶ τῇ τοῦ πυρώδους πνεύματος ἀποχύσει κουφιζόμενοι. τὸ μὲν οὖν τῆς δυσπνοίας ὅλον παραλέλειπται, καίτοι γ' ἐν Προγνωστικῷ λελεγμένον ἡμεῖς ἐδείκνυμεν.
ἀτάκτως δ' εἴρηται τὰ κατὰ τὴν γλῶσσαν συμπτώματα· προτέραν μὲν γὰρ ἐχρῆν γεγράφθαι τὴν ξηράν, δευτέραν δὲ τὴν τραχεῖαν· διὰ γὰρ τὴν ἄμετρον ξηρότητα τραχεῖαν συμβαίνει γίνεσθαι τὴν γλῶσσαν, ὥστε τὴν τραχεῖαν εἶναι πάντως καὶ ξηράν. ὅτι δὲ μελαίνεται διὰ τὴν ἄμετρον θερμασίαν, ὥσπερ τοῖς εἱληθεροῦσι τὸ δέρμα, προμεμαθήκαμεν ἤδη.
Τῷ τοιῷδε πίνειν ὕδωρ τε καὶ μελίκρητον ἑφθὸν δίδου ὑδαρές, ὅσον ἐθέλει.
[744] Τοῦτο τὸ βιβλίον εἰ καὶ μὴ Ἱπποκράτους ἐστὶ σύγγραμμα, παλαιὸν γοῦν ἐστιν, ὡς κατὰ τοὺς Ἐρασιστράτου χρόνους ἤδη προσκεῖσθαι τῷ γνησίῳ. θαυμαστὸν οὖν, ὅπως ἐτόλμησεν εἰς Ἀπολλώνιον καὶ Δέξιππον ἀποσκῶψαι τὰ περὶ τῶν κηρίνων κυλίκων ὁ Ἐρασίστρατος· ὁ γὰρ ταῦτα γράψας τὴν Ἱπποκράτους γνώμην ἄμεινον Ἐρασιστράτου γινώσκων, ὁπόσον ἐθέλουσι πίνειν ἐπιτρέπει τοῖς καυσουμένοις. ἔδειξα δὲ καὶ κατὰ τὸ γνήσιον μέρος τοῦ συγγράμματος οὕτω γινώσκοντα τὸν Ἱπποκράτην. περὶ μὲν οὖν τῆς Ἐρασιστράτου κακοηθείας ἱκανὰ καὶ ταῦτα.
σκοπῶμεν δ' ἤδη τὰ κατὰ τὴν ῥῆσιν εἰρημένα. κελεύει γὰρ μήτ' ἐφ' ὕδατος μόνου διαιτᾶν τοὺς καυσουμένους μήτ' ἐπὶ μελικράτου μόνου. τὸ μὲν γὰρ ὕδωρ ἔμαθες, ὡς τῇ φύσει ψυχρὸν ὄν, βραδύπορον εἶναι καὶ μένον ἐν ὑποχονδρίῳ πλεῖστον χρόνον διαφθείρεσθαι κατὰ τοὺς ὀξεῖς πυρετούς, τὸ δὲ μέλι ῥᾳδίως ἐκχολοῦσθαι. διὰ τοῦτ' ἀξιοῖ καὶ ὑδαρὲς διδόναι τὸ μελίκρατον, ἵνα τὸ ὕδωρ μὴ μείνῃ κατὰ τὴν [745] ἄνω γαστέρα ποδηγούμενον ὑπὸ τοῦ μιγνυμένου μέλιτος εἰς τὴν ἀνάδοσιν. δι' αὐτὰ δὲ ταῦτα καὶ ἑφθὸν αὐτὸ δίδωσιν· ἀδιψότερον γὰρ καὶ ἀφυσότερον τοῦτο τοῦ ὠμοῦ καὶ τὴν οὔρησιν μᾶλλον κινοῦν, ὥσπερ γε τὴν διαχώρησιν τὸ ὠμόν· ἧττον γὰρ γίνεται δριμὺ τὸ ἡψημένον οὐ μόνον τῷ πέττεσθαι κατὰ τὴν ἕψησιν, ἀλλὰ καὶ τῷ τὸ ἀφρῶδες αὐτοῦ πᾶν ἀφαιρεῖσθαι, καθότι τὸ δριμὺ καὶ φυσῶδές ἐστιν ἐν τῇ τοῦ μέλιτος οὐσίᾳ. τὸ δ' ἡψημένον ἄδηκτόν τε καὶ ἄφυσον γινόμενον ἀναδίδοται μᾶλλον ἢ ὑπέρχεται κατ' ἔντερα, ὥστε καὶ διὰ τοῦτο τρέφει μᾶλλον τοῦ ὠμοῦ. χρῄζουσι δ' οἱ οὕτω νοσοῦντες, ὡς ἂν μὴ λαμβάνοντες τὸν χυλὸν τῆς πτισάνης, ἐκ τοῦ μελικράτου τρέφεσθαι. προείρηται δ' ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου περὶ τοῦ χρῆναι διαιτᾶν ἐν τοῖς ὀξυτάτοις νοσήμασιν ἐπὶ μόνων τῶν πομάτων, καὶ ταῦτά μοι πάντα τὰ κατὰ τὴν ἐξήγησιν τοῦδε τοῦ νῦν προκειμένου γράμματος τοῖς προανεγνωκόσι τε καὶ μεμνημένοις τὰς ἐν ἐκείνοις γεγονυίας ἐξηγήσεις οὕτω λέγεταί τε καὶ λεχθήσεται.
[746] Καὶ ἢν πικρὸν τὸ στόμα γίνηται, ἐμέειν συμφέρει καὶ τὴν κοιλίην ὑποκλύσαι.
Ἡ πικρία τῆς χολῆς πικρὸν ἐργάζεται τὸ στόμα· κοινὸς γὰρ καὶ εἷς χιτών ἐστιν, ὅ τ' ἔνδον τῆς γαστρὸς καὶ ἅπας ὁ ὑπαλείφων τὸ στόμα. κατὰ λόγον οὖν ὁ συγγραφεὺς ἐκκενοῖ τὴν χολὴν δι' ἐμέτων τε καὶ κλύσματος.
Ἢν δὲ μὴ πρὸς ταῦτα λύηται, γάλακτι ὄνου ἀφεψήσας κάθαιρε.
Ἐπειδὴ πάντως μὲν ἐκκενῶσαι βούλεται τὴν εἰς τὴν γαστέρα ‹συρρέουσαν› χολήν, εὐλαβεῖται δὲ τὰ καθαίροντα φάρμακα, διότι δριμέα καὶ θερμὰ παντελῶς ἐστι, διὰ τοῦτ' ἐπὶ τὸ τῆς ὄνου γάλα παραγίνεται δριμύτητα μὲν οὐδεμίαν ἔχον ὥσπερ οὐδ' ἄλλ' οὐδέν, ἀλλὰ πλεονεκτοῦν τῇ ὑγρότητι μόνον τῶν ἄλλων ἁπάντων, καὶ διὰ τοῦτο μόνον ὑπέρχεται· [747] προέψει δ' αὐτὸ διὰ τὸ φυσῶδες. ἀλλὰ σύ γε καὶ μόνῳ τῷ ὀρῷ δυνήσῃ χρῆσθαι χωρίζων αὐτόν, ὅταν τὸ γάλα προαφεψήσας διὰ ὀξυμέλιτος ἐγκαθῇς ἀγγεῖον χαλκοῦν ὕδατος πλῆρες ψυχροῦ συνεχῶς εἰς τὸ γάλα· καὶ γὰρ αὕτη καλῶς ἡ κάθεσις γινομένη χωρίζει τὸν ὀρὸν τοῦ τυρώδους.
Ἁλμυρὸν δὲ μηδὲν μηδὲ δριμὺ προσφέρειν· οὐ γὰρ ὑποίσει.
Ὁ μὲν ἁλμυρὸς χυμὸς ὁποῖός τίς ἐστιν, ἐν τοῖς ἁλσὶ φαίνεται· περὶ δὲ τῆς τοῦ δριμέος οὐσίας τε καὶ δυνάμεως εἴρηται κατὰ τὸ τέταρτον βιβλίον τῶν Ἁπλῶν φαρμάκων, ὅτι πέπερι καὶ νᾶπυ καὶ πύρεθρον ὅσα τ' ἄλλα θερμὰ ταῖς δυνάμεσίν ἐστι καὶ δριμέα γευομένοις φαίνεται. ὡς οὖν συναυξάνοντα τὴν διάθεσιν τῶν καυσωδῶν, φεύγειν κελεύει τὰ δριμέα καὶ τὰ ἁλμυρά· ταῦτα δὲ καὶ ξηραίνει μᾶλλον τῶν δριμέων, εἰ καὶ μὴ παραπλησίως ἐκείνοις θερμαίνει, ἀλλ' ἧττον.
[748] Ῥόφημα δέ, ἔστ' ἂν ἔξω τῶν κρίσεων γένηται, μὴ δίδου.
Ὡς προσυπακουσθησομένου τοῦ τὴν δύναμιν ἐρρῶσθαι, τὸν λόγον ἄκουε· ποιεῖται γὰρ οὕτω τὴν διδασκαλίαν καὶ αὐτὸς ὁ Ἱπποκράτης, ὡς τὰ πολλὰ τὰ καθ' ἕκαστον σκοπὸν ὑπαγορευόμενα γράφων, εἶθ' οὕτως ἅπαξ εἰπὼν ἀλλήλοις χρῆναι παραβάλλειν τὰ δεδειγμένα τὰς δυνάμεις αὐτῶν ἐπισκοπούμενον. ὅτι δ' οὐ προσήκει διδόναι ῥόφημα πρὸ τῆς κρίσεως, ἐὰν ἡ δύναμις ἐξαρκῇ, κατὰ τὸ πρῶτον μέρος τοῦ βιβλίου δεδήλωται τὸ γνήσιον.
Καὶ ἢν αἷμα ἐκ τῶν ῥινῶν ῥυῇ, λύεται τὸ πάθος, καὶ ἢν ἱδρῶτες ἐπιγένωνται κριτικοὶ γνήσιοι μετ' οὔρων λευκῶν καὶ παχέων καὶ λείων ὑφισταμένων.
[749] Ἐν τοῖς ὀξέσι πυρετοῖς ἐπὶ τὴν κεφαλὴν φέρεται τὸ ζέον τοῦ αἵματος· ὅταν οὖν ἀναρρήξασα τὰς φλέβας ἡ φύσις ἀποχέῃ τοῦτο μετὰ τῶν συναχθέντων ἀτμῶν, ἑτοιμότερον κρατεῖ τῶν λοιπῶν· κατὰ δὲ τὸν αὐτὸν λόγον, ὅταν καὶ διὰ τῶν ἱδρώτων ἀποχέῃ τοὺς ζέοντας ἰχῶρας, ἰᾶται τὴν νόσον, ὅταν γε πεπεμμένου τοῦ νοσήματος ἐπιγένωνται. λέλεκται γὰρ ἤδη περὶ τούτου πολλάκις ἐν ἄλλοις τέ τισιν ὑπομνήμασιν ἐξηγητικοῖς καὶ ἐν τοῖς Περὶ κρίσεων. ὥσπερ οὖν ἐν τῷ πρώτῳ μέρει τοῦδε τοῦ βιβλίου, τῷ κατὰ πάντας ὡμολογημένῳ γνησίῳ, τὸν ἀπὸ τῆς πέψεως τοῦ νοσήματος σκοπὸν ὡς χρήσιμον εἰς δίαιταν παρέλαβεν, οὕτω καὶ νῦν εἰς πρόρρησιν· αὐτὸ μὲν οὐκ ἔγραψε τὸ τῆς πέψεως ὄνομα, τὸ δὲ βεβαιότατον αὐτῆς σημεῖον ἐν τοῖς οὔροις ἔγραψεν. 'ἄριστον μὲν οὖν ἐστι τὸ λευκήν τε καὶ λείην ἔχον τὴν ὑπόστασιν οὖρον', ὡς ἐν τῷ Προγνωστικῷ δεδήλωται· οὐ μὴν ἀξιώσεις γ' ἀεὶ φαίνεσθαι, ἀλλ' ἀρκέσει σοι πολλάκις ἐπὶ τῇ κατὰ φύσιν χροιᾷ τε καὶ συστάσει χρηστὸν ἐναιώρημα φανὲν εἰς τὴν τῆς σωτηρίας ἐλπίδα. καὶ [750] δὴ τούτων οὕτως ἐχόντων πεπλεόνασται κατὰ τὴν ἑρμηνείαν ἡ λέξις· ὑπὸ γὰρ τῶν εἰρημένων οὔρων δηλοῦται καὶ τὸ κριτικοὺς εἶναι τοὺς ἱδρῶτας, ὥστ' ἐκ περιττοῦ πρόσκειται. τὸ δὲ γνήσιοι οὐκ ‹ἂν› κυρίως ἐπ' αὐτῶν λέγοιτο· κατὰ γὰρ τῆς τῶν νοσημάτων ἰδέας ἐπιφέρειν εἰώθασι τὴν τοιαύτην προσηγορίαν οἵ τ' ἄλλοι τῶν ἀρίστων ἰατρῶν καὶ αὐτὸς ὁ Ἱπποκράτης.
Καὶ ἢν ἀπόστημά που γένηται.
Σπανιώτατόν ἐστι τὸ δι' ἀποστήματος κριθῆναι καῦσον, ἔτι δὲ μᾶλλον, εἰ χωρὶς τοῦ μόριόν τι τοῦ σώματος προσθεῖναι τὴν ἀπόφασίν τις ποιοῖτο. παρωτίσι μὲν γὰρ οἶδά τινας καύσους κριθέντας, ἀλλ' οὐ τοὺς γνησίους. τοῦτο δ' ὀλίγον ὕστερον μαθήσῃ κατὰ τὴν ἐξήγησιν.
Ἢν δ' ἄνευ τούτων λυθῇ, ὑποστροφὴ [751] πάλιν ἔσται τῆς ἀρρωστίης ἢ ἰσχίου ἢ σκελέων ἄλγημα συμβήσεται, καὶ πτύσεται παχέα, ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι.
Αἱμορραγίας καὶ ἱδρῶτος μνημονεύσας, ἂν χωρὶς τούτων ὁ καῦσος παύσηται, φησὶν ἄπιστον εἶναι τὴν λύσιν· ὑποστρέψει γὰρ ὀλίγον ὕστερον· ἔσται γάρ, φησί, κατὰ τὴν ὑποστροφὴν ἄλγημα σκελέων ἢ ἰσχίου καὶ πτύσει παχέα. τὸ μὲν γὰρ αἱμορραγίας ἢ ἱδρῶτος ἢ ἀποστήματος δεῖσθαι τὸν μέλλοντα κριθῆναι δύναιτ' ἄν τις εἰρῆσθαι δοκεῖν ὑγιῶς, ἐὰν προστεθῇ τοῖς εἰρημένοις ἃ θεραπεύων αὐτὸς ἔγραψεν ἐμεῖν τε κελεύων καὶ τὴν κοιλίαν ὑπάγειν διδούς τε ποτὸν ὕδωρ καὶ μελίκρατον ὑδαρὲς ἑφθόν· ὥστ' ἐὰν μετὰ τούτων τις λέγῃ τὴν αἱμορραγίαν καὶ τὸν ἱδρῶτα καὶ τὸ ἀπόστημα λύειν τὸν καῦσον, ἄλλως δὲ μὴ δύνασθαι λυθῆναι, τάχα δόξει λόγον τινὰ ἐπιεικῆ λέγειν· ἐπιεικῆ δὲ εἶπον, ὡς μετρίως ἀληθεύοντα καὶ μᾶλλον τοῦ πρόσθεν, οὐ μὴν ἄμεμπτόν γε παντάπασιν· οὐ γὰρ ἀληθής ἐστιν ὁ λόγος. τὸ γὰρ [752] κατὰ τοὺς Ἀφορισμοὺς εἰρημένον "ὑπὸ καύσου ἐχομένῳ ῥίγεος ἐπιγενομένου λύσισ" ἀληθέστατόν ἐστιν· ἕπεται δ' ἐξ ἀνάγκης τῷ ῥίγει τούτῳ ποτὲ μὲν ἱδρὼς μόνος, ἐνίοτε δ' ἔμετος χολωδῶν μόνος ἢ κάτω διαχώρησις μόνη· πολλάκις δὲ τῶν εἰρημένων τριῶν γίνεται τὰ δύο καί ποτε τὰ τρία. τῶν γὰρ δύο τούτων ἀναγκαῖόν ἐστιν ἐπὶ τοῦ καύσου γενέσθαι θάτερον, εἰ μέλλοι λυθήσεσθαι τελέως, ἢ ἐκκριθῆναι τοὺς χολώδεις χυμοὺς ἢ σβεσθῆναι.
διὸ καὶ παραλελεῖφθαι δόξει τὸ κυριώτατον ἴαμα τῶν καύσων, ἡ τοῦ ψυχροῦ πόσις, ᾗ διὰ παντὸς ἡμεῖς ἐθεραπεύσαμεν τοὺς καύσους, οὐδ' ἑνὸς ἀποθανόντος, ᾧ ψυχρὸν ὕδωρ ἐδώκαμεν ἐν τῷ προσήκοντι καιρῷ, περὶ οὗ κατὰ τὴν ἐξήγησιν τοῦ προτέρου μέρους τοῦδε τοῦ βιβλίου διῆλθον ἐπ' ὀλίγον ἐν ἄλλοις θ' ὑπομνήμασί τε καὶ συγγράμμασιν ἐπὶ πλέον. ἴσως οὖν οἰήσεταί με λέγειν τις μηδένα τῶν καυσουμένων τεθνήξεσθαι πιόντα ψυχρὸν ὕδωρ ἐν τῷ προσήκοντι καιρῷ· καίτοι οὐ τοῦτ' αὐτὸς εἶπον, ἀλλ' ὅτι πᾶσιν οἷς ἔδωκα παμπόλλοις οὖσιν, ὡς μηδὲ μεμνῆσθαι τὸν ἀριθμὸν αὐτῶν, ἠκολούθησεν ὠφέλειά τε καὶ [753] σωτηρία. τοῦτο δ' οὐ ταὐτόν ἐστι τῷ πάντας τοὺς καυσουμένους, ἂν πίωσι ψυχρὸν ὕδωρ, σωθήσεσθαι· οὓς γὰρ ὀλεθρίως τε καὶ ἀσώστως ἔχοντας οὔτε δι' ἄλλου τινὸς οὔτε δι' ὕδατος σῶσαι δυνατόν ἐστι, τούτοις οὐδ' ἐπεχείρησα δοῦναι.
τὸ δ' ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον καὶ πτύσεται παχέα, ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι παραφυλακτέον ἐστί σοι κατ' ἐκείνους μόνους τοὺς καύσους, ὁπόσοι πεπονθότος τοῦ πνεύμονος γίνονται.
Καύσου γένος ἄλλο· κοιλίη ὑπάγουσα δίψης μεστή, γλῶσσα τρηχεῖα, ξηρή, ἁλυκώδης.
Τὸ τοῦ γένους ὄνομα τοὺς παλαιοὺς Ἕλληνας εὑρίσκω καὶ κατὰ τῶν ὁμωνύμως λεγομένων ἐνίοτε φέροντας, τῶν ἓν μὲν ἐχόντων τὸ σημαινόμενον, ἐκ δὲ τῆς κατ' αὐτὸ τομῆς εἰς διαφορὰς πλείους ἀφικνουμένων· ἐφ' ᾧ πολλάκις εἰώθαμεν λέγειν γενικὰς εἶναι διαφορὰς [754] τοῦδε τοῦ πράγματος δύο ἢ τρεῖς ἢ τέτταρας ἢ ὅσας δυνατόν. ὄντων δὲ καὶ τῶν ὁμωνύμων διττῶν, τινῶν μὲν μηδ' ὅλως ἀλλήλοις κοινωνούντων, ὡς ὅταν κύνα τὸν χερσαῖον καὶ τὸν ἐνάλιον λέγωμεν, ἐνίων δὲ κοινωνούντων κατά τι τοῖς συνωνύμοις, ὅταν ἀφ' ἑνὸς ἔχωσι τὴν προσηγορίαν γεγενημένην, ποῦ ποτ' ἀναφέρονται, προσεπισκεπτέον, ὡς εἴρηται, τὰ δύο γένη τῶν καύσων. γνωσθήσεται δ' ἀκριβῶς τοῦτο, τοῦ κατὰ τοὔνομα λόγου τῆς οὐσίας ἑκατέρου δηλωθείσης. ἐπεὶ δ' ὁ λόγος ὑπὸ τῆς ἐννοίας κρίνεται, σκεπτέον, εἰ τὴν ἔννοιαν ἔχομεν τοῦ καύσου πυρετοῦ σύμφωνον οὕτως, ὥσπερ ἀνθρώπου καὶ ἵππου καὶ βοός· ἐκπίπτειν δὲ τοῦ λόγου μέλλοντος εἰς μῆκος μεῖζον ἢ καθ' ὑπόμνημα, συνελεῖν αὐτὸν ὥσπερ καὶ τοὺς ἄλλους εἰς βραχὺ κεφάλαιον σπεύσομεν, ἀρχὴν τῷ λόγῳ τήνδε ποιησάμενοι.
τὸν καῦσον πυρετὸν εὑρίσκω τοὺς ἰατροὺς λέγοντας, ὅταν ἡ θερμασία διακαίῃ τὸν ἄνθρωπον ἄπαυστόν τε τὸ δίψος ἔχῃ· καὶ εἴπερ οὕτως ἔχει τοῦτο, τὸν μὲν ἄνευ τοῦ διακαίειν τὸ σῶμα δίψαν παρηγορουμένην [755] ἔχοντα καῦσον μὲν ἁπλῶς, ἀκριβῆ δὲ καὶ γνήσιον οὐκ ἐροῦμεν· ἐξ ἡμίσεος δ' ὄντα τοιοῦτον οὐ χεῖρον ὀνομάσαι συντόμου διδασκαλίας ἕνεκα νόθον καῦσον, ὥσπερ ἐπὶ τῶν τριταίων πυρετῶν εἰώθαμεν χρῆσθαι ταῖς προσηγορίαις. οὕτως ἀκουσόμεθα τοῦ δύο εἶναι γένη καύσων πυρετῶν, ὡς εἴ γε καὶ γένη τριταίων τις δύο εἴποι, τὸν μὲν ἀκριβῆ τε καὶ γνήσιον, ἕτερον δὲ τὸν νόθον, ᾧ τινὰ μὲν πάρεστι τῶν τούτου συμπτωμάτων, ἔνια δ' οὔ.
ὅτι δ' ὁ δεύτερος καῦσος, ὑπὲρ οὗ νῦν πρόκειται λέγειν, οἷον ἐλλιπής τίς ἐστι καὶ οὐ τελέως διηκριβωμένος, εἴσῃ σαφῶς προσέχων τὸν νοῦν τοῖς ὑπ' αὐτοῦ τοῦ συγγραφέως εἰρημένοις συμπτώμασιν ἐπ' αὐτοῦ γίνεσθαι. κατὰ μὲν γὰρ τὴν ἀρχὴν ἔφη κοιλίη ὑπάγουσα, δίψης μεστή, γλῶσσα τρηχεῖα, ξηρή, ἁλυκώδης, μὴ προσθεὶς ὃ προσέθηκεν ἐπὶ τοῦ προτέρου· ὁ γὰρ νόθος τῶν τοῦ γνησίου καύσου συμπτωμάτων τὸ μὲν ἕτερον ἔχει, τὸ δ' ἕτερον οὐκ ἔχει. πάλιν δ' ἐφεξῆς εἰπὼν τὴν γλῶτταν εἶναι τραχεῖαν καὶ ξηρὰν οὐ προσέθηκε τὸ μέλαινα, ὥσπερ ἐπὶ τοῦ προτέρου, ἀλλ' ἀντὶ τούτου τοῦ συμπτώματος [756] εἶπεν ἁλυκώδης. ὥσπερ γάρ, ὅταν ἡ γλῶττα γένηται πικρά, τὴν ξανθὴν ἐνδείκνυται πλεονάζειν χολήν, οὕτως ὅταν ἁλυκή, τὸν ἁλυκόν τε· καὶ ἁλμυρὸν ὀνομαζόμενον χυμόν, ὅστις ἕν τι τῶν τοῦ φλέγματός ἐστιν εἰδῶν, τριῶν ὄντων, ὡς ἔμαθες, ὀξέος, ἁλμυροῦ, γλυκέος.
ὥσπερ οὖν ὁ πρότερος καῦσος ἐπὶ τῇ πικρᾷ χολῇ συνιστάμενος ἐκκρίσεις ὠχρὰς εἰργάζετο κατὰ διττὴν αἰτίαν, ὅτι τε λεπτὸς ἦν ὅτι τε κατ' αὐτὸν ὁ διακαὴς πυρετὸς ηὐξάνετο, προσεγγεννωμένης ἐν αὐτῷ τῆς ξανθῆς χολῆς, οὕτω νῦν ὁ φλεγματώδης χυμὸς οὔτ' εὔκριτός ἐστιν οὔτ' αὐξάνει τοὺς πυρετοὺς οὔτε φλογώδη τὴν δίψαν ἔχει οὔτ' ἐκπνευματοῦται. καὶ διὰ τοῦτ' εἴρηκεν ἐπ' αὐτοῦ κοιλίη ὑπάγουσα, διαχωρεῖν αὐτὴν μόνον δηλώσας, ἐναντίον ὂν τῷ μὴ διαχωρεῖν. ὑπέρχεται μὲν γὰρ τούτοις ἡ γαστήρ, οὐ μὴν κατὰ χυμοῦ τινος ἰδέαν, ἀλλ' αὐτῶν τῶν προσφερομένων ἐν τροφῆς μοίρᾳ διαφθειρομένων. οὐ γὰρ ἐπὶ πομάτων οὗτοι διαιτῶνται, καθάπερ οἱ πλεῖστοι τῶν τὸν πρότερον καῦσον νοσούντων, ἐπειδὴ σύντομον ἐκεῖνοι τὴν ἔκκρισιν ἔχουσιν, ἐπὶ λεπτῷ καὶ ζέοντι χυμῷ συνιστάμενοι, βραδεῖαν δ' οὗτος διὰ τὸ [757] ψυχρὸν καὶ γλίσχρον καὶ παχὺ τῆς τοῦ φλέγματος οὐσίας. οὔκουν ἐνδέχεται ποτῷ μόνῳ χρῆσθαι τοὺς οὕτω νοσοῦντας· τοῦτο γὰρ ἐμάθομεν ἐπὶ τῶν μελλόντων πέττεσθαι περὶ τὴν πέμπτην ἢ τὴν ἑβδόμην ἡμέραν, ἰσχυρᾶς οὔσης δηλονότι τῆς δυνάμεως· εἰ δ' εἰς τὴν ἐνάτην ἢ τεσσαρεσκαιδεκάτην ἢ εἰκοστὴν ἐμπίπτειν μέλλει τὸ νόσημα, χυλῷ πτισάνης ἐξ ἀρχῆς ἐπ' αὐτοῦ χρώμεθα.
Οὔρων ἀπόληψις.
‹Οὔρων ἀπόληψις› εἴωθε λέγεσθαι παρ' αὐτοῦ, ὅταν ἢ οὐκ ἀξιολόγως ἢ μηδ' ὅλως φέρηται· γίνεται δὲ τοῦτο κατὰ τὸν προκείμενον ἐν τῷ λόγῳ καῦσον ἐπὶ τῷ πάχει τοῦ χυμοῦ.
Ἀγρυπνίη.
Τοῦτο κοινὸν ἀμφοτέρων τῶν καύσων καὶ διὰ τοῦτο κατὰ τὸν πρότερον ἐμνημόνευσεν αὐτοῦ· καὶ γὰρ γίνεται μᾶλλον ἐπ' ἐκείνου, διότι καὶ ἡ κεφαλὴ μᾶλλον ἐκπυροῦται.
Ἀκρωτήρια ἐψυγμένα.
[758] Τοῦτο τὸ σύμπτωμα τοῦ δευτέρου ἐστὶ καύσου· οὐ δεῖ δ' ἁπλῶς εἰρῆσθαι τὸν λόγον, ἀλλὰ μετὰ διορισμοῦ τινος· οὐ γὰρ ἀεὶ τοιοῦτός ἐστιν, ἀλλ' ὅταν κακοήθης ᾖ. κατὰ μὲν γὰρ τοὺς χολώδεις καὶ διακαεῖς πυρετοὺς ἄχρι τῶν περάτων τοῦ σώματος ἐκτείνει τὴν θερμότητα, κἂν κακοήθης ὁ καῦσος ᾖ, κατὰ δὲ τοὺς φλεγματικοὺς ἡ καπνώδης τῆς θερμασίας οὐσία ὅταν οὖν ἐν τοῖς κατὰ γαστέρα χωρίοις ἢ τὸ ἧπαρ ἢ τὸν πνεύμονα γένηται σῆψις ἁλυκοῦ χυμοῦ, δι' ἐκείνην μὲν ἡ πυρώδης θερμασία γίνεται, κακοηθευσαμένου δὲ τοῦ νοσήματος ἀκρωτήρια ψύχεται διὰ τὴν ἀρρωστίαν τῆς δυνάμεως καὶ τὸ μέγεθος τῆς φλεγμονῆς ἐφ' ἑαυτὴν ἑλκούσης πᾶν τὸ αἷμα· χωρὶς γὰρ τούτων οὐκ ἂν ὀλέθριον γένοιτό ποτε τὸ νόσημα.
Τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ ῥινὸς ῥυῇ ἢ ἀπόστημα περὶ τράχηλον γένηται ἢ σκελέων ἄλγημα καὶ πτύσματα παχέα πτύσῃ (ταῦτα δὲ συστάσης τῆς κοιλίης [759] γίνεται) ἢ ἰσχίων ὀδύνη ἢ αἰδοίου πελίωμα, οὐ κρίνεται· καὶ ὄρχις ἐνταθεὶς κριτικόν.
Ὅτι δι' ἀποστημάτων μᾶλλον ἢ ἐκκρίσεων οἱ ἐπὶ φλέγματι σηπομένῳ γινόμενοι πυρετοὶ τὴν λύσιν ἴσχουσι, πολλάκις δέδεικται· κατὰ δὲ τὸν προκείμενον καῦσον οὐκ ἀποστημάτων μόνον ἐμνημόνευσεν, ἀλλὰ προσέθηκε καὶ αἱμορραγίαν, ἐπ' ἐκείνων μᾶλλον τῶν καύσων γιγνομένην, ἐφ' ὧν ἡ τοῦ πάθους σύστασις ἐν τῷ πνεύμονι γίνεται· θερμαινομένη γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ κεφαλὴ πληροῦται τοῦ αἵματος ἀποχεῖ τε τὸ πλεονάζον αὐτοῦ, ῥηγνυμένων ἢ ἀναστομουμένων τῶν φλεβῶν· διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ περὶ τὸν τράχηλον ἀποστήματα καὶ παρωτίδες γίνονται τοῖς οὕτω πάσχουσιν.
ὅσοις δὲ τοῦ πάθους ἡ σύστασις ἐν τοῖς κατὰ τὴν νῆστιν ἢ τὸ ἧπαρ ἐγένετο μέρεσι, κάτω μᾶλλον αἱ ἀποστάσεις τούτοις συμπίπτουσιν, ὥστε καὶ ἡ τῶν ἰσχίων ὀδύνη καὶ τὸ τοῦ αἰδοίου πελίωμα καὶ ἡ τοῦ ὄρχεως ἔντασις τοῖς οὕτω κάμνουσι μᾶλλον συμβαίνει. γίνεται [760] δ' ἔντασις ὄρχεως ἐνίοτε μὲν ὑπὸ τῆς κατ' αὐτὸν φλεγμονῆς, ἐνίοτε δ' ὑπό τινος τῶν ἄνω φλεγμαινόντων ἡλκωμένου. τὸ δὲ καὶ πτύσματα παχέα πτύειν ἐνίους αὐτῶν ἐπὶ τῶν κατὰ τὸν πνεύμονα πάθος ἐχόντων εἴρηται πέψεως ἤδη γεγονυίας.
εὔδηλον οὖν ἐκ τούτου τὸ συγκεχυμένον καὶ ἄτακτον καὶ ἀδιόριστον τῆς διδασκαλίας, ὅπερ ὑποτυπώσει μὲν ἕνεκα συγγράμματος γινομένῃ πρέπει, συγγράμματι δ' οὐδαμῶς ἐστιν οἰκεῖον· ἐπὶ γὰρ πολλοῖς μέρεσι πεπονθόσι γινομένων τῶν τοιούτων πυρετῶν ἐχρῆν ἐφεξῆς τῶν συμπτωμάτων γεγράφθαι τὸν κατάλογον καὶ μὴ ἀδιορίστως τε καὶ ἀτάκτως, ἀλλ' ἢ κατὰ τὸ οἰκεῖον προκείμενον νόσημα ποιεῖν. καὶ τὸ "κοιλίη ὑπάγουσα" κατὰ τὸν αὐτὸν εἴρηται τρόπον, οὐχ ὡς ἀεὶ τοῖς καύσοις ὑπάρχοντος τοῦ συμπτώματος, ἀλλ' ὡς ἐνίοτε· τοῖς γὰρ ἐν τῇ γαστρὶ τὴν εἰρημένην διάθεσιν ἔχουσι διαφθειρομένων τῶν σιτίων αἱ διαχωρήσεις ὑγραί, τοῖς δ' ἐν τῷ πνεύμονι ἔχουσι τῆς γαστρὸς ἀπαθοῦς ὑπαρχούσης οὐκ ἀνάγκη τὰ διαχωρήματα τοιαῦτ' εἶναι· τοὐναντίον γὰρ [761] ἐνίοτε τοῖς οὕτω διακειμένοις συμβαίνει σκληρὰν καὶ δυσδιαχώρητον εἶναι τὴν γαστέρα.
καὶ μὲν δὴ καὶ οἷς κατὰ τὸ ἧπάρ ἐστιν ἡ οἷον ῥίζα τοῦ καύσου ποτὲ μὲν ἔκκρισις ὑγρά, ποτὲ δὲ ξηρὰ τὰ διαχωρήματα αὐτῶν ἐκκρίνεται, οἷα τὰ καλούμενα σπυραθώδη, κατωπτημένων δηλονότι τῶν σκυβάλων ὑπὸ τῆς ἐν τῷ σπλάγχνῳ φλεγμονῆς. ὅταν μὲν οὖν φλεγμαίνῃ μόνον, τοῦτο ἐργάζεται, ὅταν δὲ σὺν τῇ φλεγμονῇ ᾖ καὶ ἡ ἀτονία, ὑγρὰ διαχωροῦσι μὴ δυναμένου τοῦ σπλάγχνου πρὸς ἑαυτὸ τὴν τροφὴν ἕλκειν. διορίζεται δὲ τὰ τοιαῦτα διαχωρήματα τῶν ἀπὸ τῆς γαστρὸς πεπονθυίας γενομένων τῷ κεχυλῶσθαι.
Ῥοφήματα ἐπισπαστικὰ δίδου.
Ὃ πολλάκις εἴωθα λέγειν, ὡς ἀσαφὴς λέξις οὐδὲν διδάσκει, τοῦτο καὶ νῦν ἐρῶ. τοῖς γὰρ διὰ φαυλότητα φλέγματος νοσοῦσι ποτὸν μὲν [762] ὀξύμελι χρησιμώτατόν ἐστι, τροφὴ δὲ χυλὸς πτισάνης. ἀλλ' ὅμως ἐγώ, καίτοι γινώσκων ταῦτα καὶ παρ' ἑτέρου μαθεῖν οὐ δεόμενος, οὐκ ἔχω μαντεύσασθαι, τίνα ποτὲ λέγει τὰ ἐπισπαστικὰ ῥοφήματα. τὸ γὰρ ὀξύμελι τμητικόν τε καὶ διαιρετικὸν καὶ ῥυπτικὸν ἐγχωρεῖ λέγειν, ἐπισπαστικὸν δ' οὐδαμῶς, ὅτι μηδὲ δυνάμεθα δεῖξαι τὸ ἐπισπώμενον ὑπ' αὐτοῦ. οὕτως οὐδὲ τὸν τῆς πτισάνης χυλὸν ἐπισπαστικὸν εἶναι φήσομεν. ἴσως οὖν ἐρεῖ τις κελεύειν αὐτὸν τὴν γαστέρα ὑπάγειν τοῖς ἐπισπαστικοῖς, τουτέστι τοῖς ἐπισπωμένοις τὸν παχὺν χυμόν, ὁποῖός ἐστι καὶ ὁ τοῦ φλέγματος· ἀλλ' οὐκ ἂν εἶπε ῥοφήματα· φαρμάκων γὰρ τὸ τοιοῦτον ἔργον, οὐ ῥοφημάτων ἐστίν, ὥσπερ οὐδὲ πομάτων.
πρόδηλον οὖν γέγονεν, ὡς ταῖς ἀσαφέσι λέξεσιν οὐδὲν γινώσκομεν βέβαιον, καὶ διὰ τοῦτ' οὐδὲ ταύτῃ τῇ λέξει ἐπιχειροῦμεν· οὐδὲν γὰρ ὡρισμένον ἢ βέβαιον παρ' αὐτῆς ἔστιν εὑρεῖν· ἀλλ' οὐκ οἶδ' ὅπως οἱ ἄνθρωποι, καθάπερ ἄλλα πολλὰ φανερῶς ἁμαρτάνουσιν, οὕτω καὶ τῷ [763] χαίρειν τοῖς ἀσαφῶς εἰρημένοις· καίτοι πάντες ὥσπερ ἐξ ἑνὸς στόματος τὴν μὲν σαφήνειαν ἀρετὴν εἶναι ἑρμηνείας λέγουσι, τὴν δ' ἀσάφειαν κακίαν.
Τὰ δὲ ὀξέα πάθεα φλεβοτομήσεις, ἢν ἰσχυρὸν φαίνηται τὸ νόσημα καὶ οἱ ἔχοντες ἀκμάζωσι τῇ ἡλικίῃ καὶ ῥώμη παρῇ αὐτέοισιν.
Οὗτος ὁ λόγος ἄξιός ἐστιν Ἱπποκράτους· θαυμάζω δέ, πῶς οὐκ ἔγραψεν αὐτὸν ἐν Ἀφορισμοῖς· ἐν ὀλίγῃ γὰρ τῇ λέξει δύναμίς ἐστι πολλή, καθάπερ ἐν τοῖς Ἀφορισμοῖς. περὶ γοῦν τῶν φλεβοτομίας χρῃζόντων εἴρηται πολλάκις τοῖς ἰατροῖς, ὧν τὰ δοκοῦντα πιθανώτατα περὶ φλεβοτομίας ἀσφαλῶς εἴρηται διὰ δυοῖν βιβλίων ὑπ' ἐμοῦ γεγραμμένων· τὸ μὲν οὖν ἕτερον αὐτῶν ἐπιγέγραπται Περὶ φλεβοτομίας, ἐν ᾧ τὰ πάντα χρήσιμα διδάσκεται, τὸ δ' ἕτερον γέγραπται, ὡς ἔφην, τοῖς ἰατροῖς τοῖς τ' ἐμπειρικοῖς καὶ δογματικοῖς. οἱ δ' ἀμέθοδοι Θεσσάλειοι [764] καθάπερ καὶ τἄλλα χωρὶς ἀποδείξεως ἁπλῶς λέγουσιν, οὕτω καὶ τὴν φλεβοτομίαν ἀπεφήναντο χαλαστικὸν εἶναι βοήθημα· τὸ χαλαστικὸν δ' αὐτὸ διαφόρως ἐξηγοῦνται, καθὼς δέδεικταί μοι διὰ τῶν ἐμῶν ὑπομνημάτων Περὶ τῆς μεθοδικῆς αἱρέσεως ἐπισκεπτομένῳ. τῷ μὲν οὖν ἅπασαν ἀναλέξασθαι τὴν περὶ τῆς φλεβοτομίας ἱστορίαν βουλομένῳ πάρεστιν ἀναγινώσκειν τά θ' ἡμέτερα καὶ τὰ τῶν ἄλλων ἰατρῶν βιβλία· νυνὶ δ' αὐτὸ τὸ κεφάλαιον αὐτῆς ἄκουσον εἰς ὀλίγους τέως ἀνενηνεγμένον σκοπούς.
φλεβοτομήσεις γὰρ πρῶτον, 'εἴ σοι φαίνοιτο μέγα τὸ νόσημα'. φανερῶς ἀπὸ τοῦ νοουμένου πηλίκου τῷ βοηθήματι χρῆται διὰ τὰ ἰσχυρὰ πάθη· οὐ διαφέρει γε μὴν ἰσχυρὸν ἢ μέγα τὸ νόσημα φάναι. δεύτερος σκοπὸς τῆς φλεβοτομίας ἐστίν, εἰ ἀκμάζοι κατὰ τὴν ἡλικίαν ὁ κάμνων· οὔτε γὰρ παῖς οὔτε γέρων φέρουσι τὴν φλεβοτομίαν, οὐδ' ἂν μέγα νόσημα νοσῶσιν. ὁ δὲ δὴ τρίτος σκοπὸς εἴρηται τῷ συγγραφεῖ τῆς ζωτικῆς δυνάμεως ἡ ῥώμη· καὶ γὰρ καὶ τῶν ἀκμαζόντων ἐν ταῖς νόσοις οὐ διὰ παντὸς ἡ ῥώμη ἐμφανής ἐστιν. ἴσως οὖν τινι δόξει τὰ δύο [765] ἀρκεῖν μόνα σκοποὺς ὑποθέσθαι φλεβοτομίας, μέγεθος νοσήματος καὶ ῥώμην δυνάμεως· ὁ γάρ τοι γέρων οὐ διὰ τὴν πολυετίαν αὐτὴν καθ' ἑαυτήν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως οὐ φέρει τὴν φλεβοτομίαν. ἀλλ' οἵ γε παῖδες ἰσχυροὶ τὴν ζωτικὴν δύναμιν ὄντες ὅμως οὐδ' αὐτοὶ τὴν φλεβοτομίαν ἀνέχονται· διαφορεῖται γὰρ αὐτῶν ἑτοίμως ἡ οὐσία διά τε τὴν ὑγρότητα καὶ διὰ τὴν θερμότητα τῆς κράσεως· οὔκουν δέονται φλεβοτομίας σύμφυτον ἔχοντες τὴν ἐκ τῆς κράσεως κένωσιν. διὰ ταῦτα γοῦν οὐκ ἀρκεῖ μέγεθος νοσήματος καὶ ῥώμην δυνάμεως σκοποὺς εἶναι φλεβοτομίας, ἀλλ' ἄμεινόν ἐστι προστιθέναι καὶ τὴν τῶν ἀκμαζόντων ἡλικίαν.
τό γε μὴν ἐν ἀρχῇ τῆς ῥήσεως ἄξιον ἐπισκέψασθαι, ὅπως εἴρηται τὰ ὀξέα πάθεα φλεβοτομήσεις. τῶν δὲ χρονίων πῶς οὐκ ἐμνημόνευσεν; ἐπειδὴ περὶ τῶν ὀξέων αὐτῷ νῦν ἐστιν ἡ διδασκαλία, [καὶ] διὰ τοῦτο περὶ τούτων μόνον ἐμνημόνευσε· δέονται γὰρ καὶ τῶν χρονίων πολλὰ φλεβοτομίας, ὅταν καὶ αὐτὰ τοῖς εἰρημένοις τρισὶν ὑπάγηται [766] σκοποῖς. ὀρθῶς δὲ πάντων τούτων εἰρημένων, οὐκ ὀρθῶς ὑποληπτέον κεκρίσθαι πρός τινων, ὧν ἐστι καὶ Μηνόδοτος ὁ ἐμπειρικός, ἐπὶ μόνῃ τῇ πληθωρικῇ καλουμένῃ συνδρομῇ φάσκων τετηρῆσθαι φλεβοτομίαν· ἡμεῖς δὲ καὶ μὴ παρούσης αὐτῆς φλεβοτομοῦμεν, ὅταν ὀδύνη σφοδρὰ καταλαμβάνῃ τὸν ἄνθρωπον ἐξαίφνης ἢ θλασθῇ τι μόριον ἢ ὀστοῦν ἐξωσθῇ κατ' ἄρθρον ἢ ἄλλο τι ἄρθρον συναρθῇ· οὐ φλεβοτομοῦμεν δέ, καίτοι τῆς πληθωρικῆς συνδρομῆς γενομένης, διὰ δὲ τρίψεως καὶ λουτρῶν πλειόνων καὶ διαίτης ἐνδεοῦς ἡμέραις δύο ἢ καὶ τρισὶν εἰς τὸ κατὰ φύσιν ἄγομεν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τῷ Περὶ πλήθους καὶ ἐν τῷ Περὶ φλεβοτομίας, ἔτι τε ἐν τῷ τῆς Θεραπευτικῆς μεθόδου βιβλίῳ. ἱκανὰ μὲν οὖν καὶ ταῦτα εἰς τὸ παρὸν ὡς ἐν ὑπομνήματι περὶ φλεβοτομίας εἰρῆσθαι.
προσθήσω δὲ ἕνεκα τοῦ μηδὲν λείπειν τὸν ἀπὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος σκοπόν, ὅταν ᾖ θερμὸς ἱκανῶς καὶ ξηρός, ὡς διαφορεῖσθαι ταχέως ὑπὸ τούτου τὸ σῶμα· τηνικαῦτα γὰρ ἀφιστάμεθα τῆς φλεβοτομίας, [767] εἰ καὶ μέγα τὸ νόσημα καὶ ἀκμάζων ὁ ἄνθρωπος εἴη. τοῦτ' οὖν ὁ συγγραφεὺς τοῦ βιβλίου παρέλιπε μόνον γράψας τὰ λοιπά, καὶ τὴν ἕξιν δ' αὐτοῦ τοῦ πάσχοντος σώματος· ἀλλ' ἐπὶ προήκοντί γε τῷ γράμματι καὶ τῆς ἕξεως ἐμνημόνευσε, δυναμένης καὶ τὰς τῆς ἡλικίας διαφορὰς ἐν ἑαυτῇ περιλαβεῖν, ὡς δείξω.
Ἢν μὲν οὖν σύναγχος ᾖ, ἐκλεικτῷ ἀνακάθαιρε, εἴτ' ἄλλο τι τῶν πλευριτικῶν· ἢν δὲ ἀσθενέστεροι φαίνωνται ἢ καὶ πλέον τοῦ αἵματος ἀφέλῃς, κλυσμῷ κατὰ κοιλίην χρέεσθαι διὰ τρίτης ἡμέρης, ἕως ἂν ἐν ἀσφαλείῃ γένηται ὁ νοσέων ἢ καὶ λιμοῦ χρῄζῃ.
Ἡ συνάγχη τῶν κατὰ φάρυγγα μερῶν ἐστι φλεγμονὴ δυναμένη μετὰ τὴν φλεβοτομίαν ἐκλεικτοῖς ἀνακαθαίρεσθαι, τουτέστι τὰ περιεχόμενα κατὰ τὰ φλεγμαίνοντα μόρια κενοῦσθαι διὰ τῶν πτυσμάτων· [768] τὸ γὰρ ἀκάθαρτον σῶμα καὶ περιττωματικὸν ἐκκενούμενον εἰκότως ἄν τις καθαίρεσθαι λέγοι. τὰ δ' ἄλλα νοσήματα τὰ ὀξέα παραλείψας περὶ τοῦ πλευρίτου εἴρηκεν, ὡς κἀν τῷ πρώτῳ μέρει τοῦ βιβλίου πεποίηκεν· 'ἢν δ' ἀσθενέστεροι, φησίν, εἶναί σοι δοκῶσιν ἢ διὰ τὸ πλῆθος τοῦ κατὰ τὴν φλεβοτομίαν ἀφαιρεθέντος αἵματος ἢ καὶ ἄλλως, ἀντὶ τοῦ καθαίρεσθαι κλυστῆρι χρῶ διὰ τρίτης ἡμέρασ'. χαλασθέντος γὰρ τοῦ σώματος ὑπὸ τῆς φλεβοτομίας, ὅσον ὑπολείπεται κατὰ ποιότητα μοχθηρὸν τῶν νοσαζόντων χυμῶν, τοῦτο διὰ τῶν κλυστήρων ἐκκενῶσαι βούλεται. πρόδηλον δ' ἐστίν, ὅτι σκοπὸν ἔχει οὐ μόνον ὑπάγειν τὰ περιττώματα τῆς τροφῆς, ἀλλὰ καὶ τὸν πεπονθότα τόπον ἐκκαθαίρειν. τὸ δὲ προσκείμενον ἐπὶ τῇ τελευτῇ τοῦ λόγου, τὸ ἢ καὶ λιμοῦ χρῄζῃ, δῆλον τοῖς μεμνημένοις τῶν ἐν τῷ πρώτῳ βιβλίῳ διδαχθέντων.
Φλεγμαίνοντα ὑποχόνδρια μὴ πνευμάτων ἀπολήψει, φρενῶν ἐντάσιες, πνευμάτων προστάσιες [769] ὀρθοπνοίης ξηρῆς, οἷσι μὴ πῦον ὕπεστιν, ἀλλὰ ὑπὸ πνευμάτων ἀπολήψιος τὰ παθήματα ταῦτα ἐπιγίνεται, μάλιστα δὲ καὶ ἥπατος περιωδυνίαι καὶ σπληνὸς βάρεα καὶ ἄλλαι φλεγμασίαι τε καὶ ὑπὲρ φρενῶν περιωδυνίαι τε καὶ ξυστροφαὶ νοσημάτων οὐ δύνανται λύεσθαι, ἤν τις πρότερον ἐπιχειρέῃ φαρμακεύειν, ἀλλὰ φλεβοτομίη τῶν τοιῶνδε ἡγεμονικόν ἐστιν· ἔπειτα δὲ ἐπὶ κλυσμῶν, ἢν μὴ μέγα καὶ ἰσχυρὸν τὸ νόσημα ᾖ· εἰ δὲ μή, καὶ ὕστερον φαρμακείης δεῖ. δεῖται δὲ ἀσφαλείης καὶ μετριότητος μετὰ φλεβοτομίην φαρμακείη.
Κατάλογός ἐστι νοσημάτων φλεβοτομίας μὲν πρότερον, ἐπ' αὐτῇ δὲ καθάρσεως δεομένων, ὧν πρῶτον ἁπάντων γέγραπται φλεγμαίνοντα ὑποχόνδρια. κατὰ ‹δὲ› τὸ Ἱπποκράτους ἔθος ἄκουε τῆς φλεγμαίνοντα φωνῆς· καὶ γὰρ πάντα τὰ φλογώδη καὶ θερμὰ δηλοῦνται τῶν νοσημάτων, ἐρυσιπέλατα, ἕρπητες, ἄνθρακες, αὗται αἱ ἰδίως ὀνομαζόμεναι [770] φλεγμοναί· ἅπαντες δὲ οἱ νεώτεροι τῶν ἰατρῶν καθ' ἑνὸς εἴδους τῶν φλεγμαινόντων σωμάτων ἐπιφέρουσι τὸ πάλαι πάντων κοινὸν ὄνομα καὶ καλοῦσιν οὕτως μόνον ἐκεῖνον τὸν ὄγκον, ὃς ‹ἂν› ἀντίτυπός τε καὶ ὀδυνηρὸς ᾖ μετὰ θερμασίας πολλῆς. ὄντων δὲ καὶ ἄλλων ὄγκων παρὰ φύσιν, οἷον τοῦ τε σκίρρου καὶ τοῦ καλουμένου παρὰ τοῖς νεωτέροις ἰατροῖς οἰδήματος (ἦν γὰρ καὶ τοῦτο πάλαι κοινὸν ὄνομα πάντων τῶν παρὰ φύσιν ὄγκων), ἔτι δὲ καὶ τῆς ἐμπνευματώσεως, εἴρηται μὲν ἡμῖν ἑτέρωθι δι' ἑνὸς βιβλίου Περὶ τῶν παρὰ φύσιν ὄγκων· ἐν δὲ τῷ νῦν ἐνεστῶτι λόγῳ καθάπερ τἄλλα διὰ κεφαλαίων καὶ τοῦτ' εἰρήσεται.
σκίρρος μὲν ὁ ἀντίτυπος ὄγκος, ἡ δὲ πνευμάτωσις γίνεται διττῶς, ἤτοι κατά τινας αἰσθητὰς κοιλότητας ἀθροιζομένου πνεύματος φυσώδους ἢ λόγῳ θεωρητάς· ἐνίοτε γοῦν τινες ὄγκους παρὰ φύσιν ἐν μυσὶν ἔτεμον, ὡς ἐν βάθει πῦον εὑρήσοντες, εἶθ' εὗρον οὐδὲν ἄλλο πλὴν πνεύματος ἐν ἁπάσῃ τῇ σαρκὶ κατὰ σμικρὰ παρεσπαρμένου. καὶ μέντοι [771] καὶ θρόμβους ἐνίοτε μόνους οἱ οὕτω τέμνοντες ἢ γλίσχρον ὑγρὸν εὗρον ἢ μυξῶδες. ἀλλ' ἐπὶ τῶν τοιούτων ὁ ὄγκος κατὰ τὸν θρόμβον ἢ τὴν μύξαν ἦν, ὡσαύτως φαινομένης διακεῖσθαι τῆς σαρκός· τὸ δὲ πνεῦμα κατὰ βραχύ ἐστι διεσπαρμένον ἐν ταύτῃ.
κατὰ τοίνυν τὴν προκειμένην ἐν τῷ λόγῳ ῥῆσιν τὰ φλεγμαίνοντα ὑποχόνδρια φαίνεταί μοι μὴ κατὰ τὸ σύνηθες Ἱπποκράτει σημαινόμενον εἰρῆσθαι· τίνα γὰρ ἕξει νοῦν τὸ προσκείμενον αὐτῇ μὴ πνευμάτων ἀπολήψει, τῆς φλογώδους θερμασίας ἐν ὑποχονδρίοις, ἄν τε μετὰ πνεύματος ᾖ ἄν τε μή, τὴν αὐτὴν ἔνδειξιν ἐχούσης; οὐ μὴν οὐδ' οὕτως ἔοικεν εἰπεῖν, ὡς ἐπὶ συνόδῳ λέγεσθαι φλογώσεώς τε καὶ πνευμάτων ἀπολήψεως γινομένων, ὅπερ ἐστὶ ψεῦδος· οὐδέποτε γὰρ ἡ τοῦ πνεύματος ἀπόληψις ἐπιφέρει φλογώδη διάθεσιν ἐν ὑποχονδρίῳ. ἔοικεν οὖν ὁ γράψας ταῦτα φλεγμαίνοντα λέγειν ὑποχόνδρια τὰ εἰς ὄγκον ἠρμένα.
τούτοις ἐφεξῆς ἐμνημόνευσε φρενῶν ἐντάσεως, εἶτα πνευμάτων προστάσεως. ἡ μὲν οὖν τῶν φρενῶν ἔντασις εὔδηλός ἐστι, τὰ [772] δὲ προτεταμένα πνεύματα ἔοικε λέγειν τὰ οἷον ἐγκοπτόμενα, περὶ ὧν ἐν τῷ προτέρῳ μέρει τοῦ βιβλίου τοῦδε γέγραπται "πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ," καὶ λέλεκται περὶ αὐτοῦ κατὰ τὴν ἐξήγησιν ἐκείνης τῆς λέξεως. ξηρὰν δ' ὀρθόπνοιαν εἴρηκε τὴν χωρὶς πτυσμάτων ἀναβήξεως ἰσχυρὰν οὕτω δύσπνοιαν, ὡς μὴ φέρειν τὴν κατάκλισιν, ἀλλὰ πνίγεσθαι, περὶ ἧς ἔμαθες ὡς ὑπὸ στενοχωρίας γίγνοιτο τῶν κατὰ τὸν πνεύμονα κοιλιῶν τοῦ πνεύματος, αἵτινες τοῦτο πάσχουσι κατακειμένων μὲν μᾶλλον, ἑστώτων δ' ἧττον, ἀνακαθημένων γε δηλονότι πάντων ὀρθῶν τῶν κατὰ τὸν θώρακα, δι' ὃ καὶ καλεῖται ὀρθόπνοια. γινομένης δ' αὐτῆς ἐνίοτε μὲν διὰ φλεγμονὴν τοῦ σπλάγχνου, καθάπερ ἐν περιπνευμονίαις, ἐνίοτε δὲ τῶν βρόγχων πεπληρωμένων, φλεβοτομίας δεῖσθαί φησι τοὺς ὀρθόπνοιαν πάσχοντας, οἷς μὴ πῦον ἤθροισται (πρόδηλον γὰρ ὡς ἐκεῖνοι κενωθῆναι χρῄζουσι τὸ πῦον)· τοὺς δ' ὑπὸ πνεύματος ἀπολήψεως, ὅπερ ἔστι στενοχωρουμένου τοῦ πνεύμονος, ταῦτα πάσχοντας φλεβοτομητέον ἐστί σοι.
ὡσαύτως δὲ καὶ ἥπατος περιωδυνίας καὶ σπληνὸς καὶ τὰς [773] ἄλλας ἁπάσας φλεγμασίας ὀνίνησιν ἡ φλεβοτομία καὶ συμπάσας τὰς συστροφὰς τῶν νοσημάτων. εἰκὸς δ' ἐστὶ συστροφὰς εἰρῆσθαι νοσημάτων ὑπ' αὐτοῦ τὰς ἐπὶ τοῖς ὀγκουμένοις μορίοις γινομένας· ἀκούω γὰρ καὶ νῦν πολλῶν ὀνομαζόντων οὕτως ἐπὶ τῆς ἡμετέρας Ἀσίας πάντας τοὺς παρὰ φύσιν ὄγκους. ἐπὶ τούτων γὰρ ἀπαγορεύεσθαι δεῖ καθαίρειν πρὸ τοῦ φλεβοτομῆσαι, καίτοι τοῦτον τὸν λογισμὸν αὐτὸς ἐφεξῆς ἐρεῖ κατὰ τήνδε τὴν ῥῆσιν·
Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούσων εὐθέως ἐπιχειρέουσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιρέουσιν (οὐ γὰρ διαδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος), τὰ δ' ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ συντήκουσιν. ἀσθενέος δὲ τοῦ σώματος γινομένου τὸ νόσημα ἐπικρατέει· ὁκόταν δὲ τὸ νόσημα ἐπικρατήσῃ τοῦ σώματος, τὸ τοιόνδε ἀνιήτως ἔχει.
[774] Ἐν τῷ "πέπονα φαρμακεύειν καὶ κινέειν" προεξήγημαι τὸν ἀφορισμὸν τοῦτον ἐν τοῖς αὐτοῖς συμπτώμασιν οἷσπερ καὶ νῦν ὀρθῶς ἐπὶ φλεβοτομίαν ἥκειν ἀξιοῖ πρότερον, ὅταν τινὲς χυμοὶ μοχθηροὶ συρρέωσί τε καὶ ἀθροίζωνται κατά τι μόριον, ὅπερ, ὡς ἔφην, 'συστρέφεσθαι' λέγεται ἐν τῷδε τῷ χωρίῳ.
τὸ δ' ἐπὶ τῷ τέλει τῆς προγεγραμμένης ῥήσεως ἔνιοι ποιοῦσιν ἀδιάγνωστον οὐκ ὀρθῶς γράφοντες τὸ τῆς φαρμακείας ὄνομα κατὰ τὴν τελευτήν, εἰρηκότος τοῦ συγγραφέως ἀσφαλείας καὶ μετριότητος δεῖσθαι φλεβοτομίαν μετὰ φαρμακείην, τὴν καλουμένην αἰτιατικὴν πτῶσιν ἀντὶ γενικῆς ποιοῦντες. ἐν ὅλῃ γὰρ τῇ ῥήσει τοῦτ' ἐστὶν αὐτὸ τὸ συμβουλευόμενον, ἐπὶ φλεβοτομίαν ἥκειν πρότερον, εἶθ' ἑξῆς ἐπὶ φαρμακείαν, οὐχὶ τοὐναντίον, ὡς ἐκεῖνοι γράφουσιν, ἐπὶ φαρμακείᾳ πρότερον παραληφθείσῃ εἶθ' οὕτως ἐπὶ φλεβοτομίαν ἀφικέσθαι. τὰ δ' ἄλλα τῆς ῥήσεως δῆλα τοῖς γε προσεσχηκόσιν ἀκριβῶς τὸν νοῦν οἷς εἴρηκα.
[775] Τὸ δὲ ἄφωνον ἐξαίφνης γενέσθαι, φλεβῶν ἀπολήψιες λυπέουσιν, ἢν ὑγιαίνοντι τόδε ξυμβῇ ἄνευ προφάσιος ἢ ἄλλης αἰτίης ἰσχυρῆς.
Ἀπολήψεις φλεβῶν ὠνόμασε τὰς πληρώσεις τῶν φλεβῶν ὑπὸ πλήθους γινομένας. ὅταν οὖν αὗται ὑπερπληρωθῶσι, βαρυνθῆναί τε τὴν δύναμιν ἀνάγκη καὶ εἰς κίνδυνον ἀφικέσθαι τὴν ἔμφυτον θερμασίαν τοῦ ἀποσβεσθῆναι, πνιγμῷ τι παραπλήσιον παθοῦσαν ὑπὸ τοῦ πλήθους· ἐπιληψίαι τε γὰρ καὶ ἀποπληξίαι καὶ καρδιακαὶ συγκοπαὶ γίνονται· δι' ἑνὸς γὰρ συμπτώματος κοινοῦ τῆς ἀφωνίας τὰ τοιαῦτα συμπτώματα ἐδήλωσε. προσέθηκε δὲ τῷ λόγῳ τὸ ἢν ὑγιαίνοντι τοῦτο συμβῇ ἄνευ προφάσιος ἢ ἄλλης αἰτίης ἰσχυρῆς, πρόφασιν μὲν λέγων τὴν φανερὰν αἰτίαν, ὡς εἰ καὶ παλαίων τις ἢ παγκρατιάζων ἐκ περιθέσεως τῶν πήχεων εἰς κίνδυνον περιαχθείη τοῦ πνιγῆναι, αἰτίαν δ' [776] ἄλλην ἰσχυράν, οἵα τοῖς ἐκπληττομένοις διὰ φόβον ἢ λύπην μεγίστην γίνεται. ἐπὶ δὲ τῶν νοσούντων ἀφωνία δύναται γενέσθαι καὶ αὐτῶν μόνων ἐνίοτε μὲν τῶν φωνητικῶν ὀργάνων βεβλαμμένων ἢ καὶ τῶν ἀναπνευστικῶν, δύναται δὲ καὶ δι' ἔκλυσίν τινα πρόσφατον καὶ κάκωσιν τῆς δυνάμεως. ἀπὸ τῶν τοιούτων ἀφωνιῶν διοριζόμενος τὴν ἐν τῷ λόγῳ προκειμένην, διὰ τοῦτο προσέθηκεν ἢν ὑγιαίνοντι τόδε συμβῇ.
Φλεβοτομέειν οὖν χρὴ τὸν βραχίονα τὸν δεξιὸν τὴν ἔσω φλέβα.
Τάχιστα καὶ πλεῖστον ἐκ τῶν κυριωτάτων μερῶν ἡ φλὲψ αὕτη κενοῖ τὸ σῶμα καὶ διὰ τοῦτ' ἐπ' αὐτὴν ἀφικνεῖται ἐν τοῖς ὀξυτάτοις νοσήμασιν.
Καὶ ἀφαιρέειν τοῦ αἵματος κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενον τὸ πλέον καὶ τὸ ἔλασσον.
[777] Ἔμπροσθεν μέν, ὁπότε τοὺς σκοποὺς τῆς φλεβοτομίας ἔλεγε, τὴν ἕξιν τοῦ σώματος παρέλιπε, νυνὶ δὲ τὴν δύναμιν οὐκ εἶπεν. οἴονται δέ τινες ἀντὶ τοῦ τῆς δυνάμεως ὀνόματος τὸ τῆς ἕξεως εἰρῆσθαι, καθ' ἑνὸς ἀμφότερα λεγόμενα πράγματος, οὐκ ὀρθῶς ὑπολαμβάνοντες· τὴν μὲν γὰρ ἕξιν ἐπὶ τὴν τοῦ σώματος σύστασιν φέροντες λέγομεν, ὅταν ὁ μέν τις ᾖ μαλακός, ὁ δὲ σκληρός, τὴν δ' ἰσχὺν τῆς δυνάμεως τῇ τῶν ἐνεργειῶν σφοδρότητι γνωρίζομεν· ὥστε δύο εἰσὶν οὗτοι σκοποί, τὴν μὲν ἔνδειξιν κοινὴν ἔχοντες, ἀλλήλων δὲ διαφέροντες ὥσπερ γε καὶ ὁ ἀπὸ τῆς ἡλικίας. ἐγχωρεῖ δὲ μᾶλλον εἰς τὴν τοῦ σώματος ἕξιν ἀναφέρειν τὴν ἡλικίαν, οὐ τὴν δύναμιν· καὶ γὰρ τὰ παιδία διὰ μαλακότητα τῆς ἕξεως εὐδιαφόρητά γ' εἰσί, καὶ οἱ πρεσβύτεροι δὲ διὰ ξηρότητα καὶ ψύξιν δυσδιαφόρητοι. καὶ δύναταί τις λέγειν ἀρκεῖσθαι τρισὶ τούτοις σκοποῖς τῆς φλεβοτομίας, ἔκ τε τοῦ κατὰ τὸ θεραπευόμενον πάθος μεγέθους ἔνδειξιν λαμβανόντων ἡμῶν τοῦ χρῆναι κενοῦν ἔκ τε τῆς ἕξεως καὶ τῆς δυνάμεως· εἴρηται δ' ἔμπροσθεν, ὅτι καὶ τὸ περιέχον ὅπως ἔχει κράσεως ἐπισκοπεῖσθαι χρή.
[778] Ξυμπίπτει δὲ τοῖσι πλείστοισιν αὐτῶν τοιάδε· ἐρυθήματα προσώπου καὶ ὀμμάτων στάσιες καὶ διαστάσιες χειρῶν, τρισμοὶ ὀδόντων, σφυγμοί, σιηγόνων συναγωγὴ καὶ κατάψυξις ἀκρωτηρίων, πνευμάτων ἀπολήψιες ἀνὰ τὰς φλέβας.
Τῶν ἐξαίφνης συμπιπτόντων τὰ προγεγραμμένα προσώπου μόνα ἐρυθήματα πλῆθος αἱματικὸν ἐνδείκνυται. στάσις ὀμμάτων, τουτέστιν ἀκινησία, καὶ διαστάσιες χειρῶν. βεβλάφθαι μὲν καὶ αὐτὰς συμβαίνει διὰ τὴν ἀρχὴν τῶν νεύρων, ἀλλ' ἕτερον τρόπον τῆς στάσεως τῶν ὀφθαλμῶν· αὕτη μὲν γὰρ οἷον νάρκην τινὰ περὶ τὰς ἐνεργείας δηλοῖ, αἱ δὲ διαστάσεις τῶν χειρῶν καὶ οἱ τρισμοὶ τῶν ὀδόντων οὐ δι' ἡσυχίαν οὐδὲ δι' ἀκινησίαν τῆς ἀρχῆς, ἀλλὰ διὰ πλημμελῆ γίνονται κίνησιν. οἱ δὲ σφυγμοὶ τί ποτε δηλοῦσιν, οὐ πάντῃ δῆλόν ἐστιν, ἐπειδὴ κατὰ τῶν ἐν τοῖς φλεγμαίνουσι μορίοις ὀδυνηρῶν κινήσεων [779] ἐπέφερον οἱ παλαιοὶ τοὔνομα καὶ κατὰ τῶν παλμῶν καὶ προσέτι καὶ ταύτης τῆς ἐν ταῖς ἀρτηρίαις σφοδρᾶς κινήσεως. ἡ δὲ τῶν σιαγόνων συναγωγὴ σπασμῶδές ἐστι σύμπτωμα καὶ ἡ τῶν χειρῶν διάστασις καὶ οἱ τρισμοὶ τῶν ὀδόντων. ἥ γε μὴν τῶν ἀκρωτηρίων ψύξις ἐν τοῖς τοιούτοις πάθεσιν ὑπὸ τοῦ πλήθους τῶν χυμῶν βαρύνεσθαι δηλοῖ τὴν ἔμφυτον θερμότητα.
τὸ δ' ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον πνευμάτων ἀπολήψιες ἀνὰ τὰς φλέβας εἰκός ἐστιν ἐπὶ τῆς ἀσφυξίας λέγεσθαι· φλέβας γὰρ ἐκάλουν οἱ παλαιοὶ τὰς ἀρτηρίας· ἀπολήψεις οὖν πνευμάτων τὰς οἷον κατακλίσεις τε καὶ ἡσυχίας δυνατὸν λέγειν. ἔνιοι δὲ δευτέρας ῥήσεως ἑτέραν ἐχούσης διάνοιαν ἀρχὴν τίθενται ταύτην τὴν λέξιν, ᾗ συνάπτουσι τὴν ἐφεξῆς γεγραμμένην.
Ὁκόταν ἀλγήματα προσγένηται, μελαίνης χολῆς καὶ δριμέων ῥευμάτων ἐπιρρύσιες γίνονται, ἀλγέει δὲ τὰ ἐντὸς δακνόμενος, δηχθεῖσαι δὲ καὶ λίην ξηραὶ [780] γενόμεναι αἱ φλέβες ἐντείνονταί τε καὶ φλεγμαίνουσαι ἐπισπῶνται τὰ ἐπιρρέοντα· ὅθεν διαφθαρέντος τοῦ αἵματος καὶ τῶν πνευμάτων οὐ δυναμένων ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν καταψύξιες γίνονται ὑπὸ τῆς στάσιος καὶ σκοτώσιες καὶ ἀφωνίη καὶ καρηβαρίη καὶ σπασμοί, ἢν ἤδη ἐπὶ τὴν καρδίην ἢ τὸ ἧπαρ ἢ ἐπὶ τὴν φλέβα ἔλθῃ· ἔνθεν ἐπίληπτοι γίνονται ἢ παραπλῆγες, ἢν ἐς τοὺς περιέχοντας τόπους ἐμπέσῃ τὰ ῥεύματα καὶ ὑπὸ τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι καταξηρανθῇ.
Ἐκ ταὐτοῦ γένους τῶν προειρημένων λόγων καὶ ὁ νῦν ἐστι, καὶ ἔνιοι τοῦτον ἐκείνοις συνάπτουσι· καὶ διὰ τοῦτο καὶ ἡ γραφὴ διττὴ τοῦ προσγένηται ῥήματος εὑρίσκεται, τῶν μὲν συναπτόντων τὸν ἐνεστῶτα λόγον τῷ προειρημένῳ τὴν 'προσ' συλλαβὴν γραφόντων μετὰ τοῦ ς στοιχείου, τῶν δὲ μὴ συναπτόντων διὰ τῆς 'προ' χωρὶς τοῦ ς.
τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον· ἡ τῶν ἀλγημάτων κίνησις εἴωθε [781] κινεῖν ἐπιρροὴν ὑγρῶν ἐπὶ τὸ τὴν ὀδύνην ἔχον μόριον· ὅταν οὖν κακοχυμότερον ᾖ τὸ σῶμα, μελαίνης τε χολῆς καὶ δριμέων ἄλλων χυμῶν ἐπιρρύσεις γίνονται, δι' ἃς ἔτι καὶ μᾶλλον ὁ κάμνων ἀλγεῖ τε καὶ δάκνεται τὰ ἔνδον· ὑπὸ δὲ τῶν εἰρημένων χυμῶν αἱ ἐν τῷ πεπονθότι μορίῳ φλέβες ἀνιῶνται δακνόμεναι καὶ τοῦτ' αὐτὸ ἑτέρου γίνεται αἴτιον ‹κακοῦ›· πληρωθέντος γὰρ τοῦ πάσχοντος μέρους ὑπὸ τῶν τοιούτων ῥευμάτων διαφθείρεται μὲν αὐτὸ τὸ αἷμα πρῶτον, ἐπιπληροῦνται δὲ τὰ ἀγγεῖα καὶ τοῦτο πάσας ἐν αὐτῷ τὰς τῶν πνευμάτων διεξόδους κωλύει· σαφῶς γὰρ τοῦτό γε αὐτὸς ἐδήλωσεν εἰπὼν τῶν πνευμάτων οὐ δυναμένων ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν, ὅπερ ὀλίγον ἔμπροσθεν ἐκάλεσε "πνευμάτων ἀπόληψιν"· ὅταν δὲ στῇ τὸ αἷμα καὶ σὺν αὐτῷ δηλονότι καὶ τὸ πνεῦμα, καταψύξεις γίνονται, σκοτώσεις, ἀφωνίαι, καρηβαρίαι καὶ σπασμοί· τούτοις δ' ἕπονται [καὶ] παραπληξίαι τε καὶ ἐπιληψίαι, ὅταν εἰς τοὺς περιέχοντας τόπους τὰς πληρωθείσας φλέβας ἐμπέσῃ τὰ ῥεύματα· τόπους δ' εἴρηκε δηλονότι τὰ μέρη τοῦ σώματος, ἃ προσέγραψεν αὐτός, καρδίαν [782] καὶ ἧπαρ καὶ φλέβα, τὴν συνάπτουσαν δηλονότι τὰ εἰρημένα σπλάγχνα, τὴν 'κοίλην' ὕστερον ὑπὸ τῶν ἰατρῶν ὀνομασθεῖσαν, ἐπειδὴ τῶν κατὰ τὸ σῶμα τοῦ ζῴου φλεβῶν ἐστιν εὐρυτάτη.
εἰκότως οὖν τὸ ἐν τούτοις τοῖς τόποις αἷμα διὰ τὸ πεπληρῶσθαι τὰς φλέβας οὐκ ἐπιτρέπει τὸ διεξέρχεσθαι τὸ πνεῦμα, ἀλλὰ καθάπερ ἐν νεκρῷ τῷ σώματι πήγνυται. τοῦτο δ' αὐτὸς ὁ συγγραφεὺς ἐδήλωσεν εἰπών· καὶ ‹ὑπὸ› τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι καταξηρανθῇ· κυριώτερον δ' ἦν εἰπεῖν 'πηχθῇ'· πήγνυται μὲν γὰρ δὴ καὶ τὰ ξηραινόμενα καὶ τὰ ψυχόμενα, νυνὶ δ' οὐ διὰ τὸ ξηραίνεσθαι πήγνυται τὸ αἷμα καὶ οἱ ἐπιρρυέντες εἰς αὐτὸ μοχθηροὶ χυμοί, ἀλλὰ διὰ τὴν στάσιν τῶν πνευμάτων (ἐξερχομένων γὰρ αὐτῶν καὶ ῥιπιζόντων ἄσηπτόν τε ἅμα καὶ κεχυμένον ἐν τῷ κατὰ φύσιν ἔχειν ἐργάζονται τὸ σύμπαν αἷμα)· στάντων οὖν αὐτῶν καὶ τὸ σύμφυτον θερμὸν ἀποβαλόντων καὶ σβεννυμένων ἡ πῆξις τοῦ αἵματος ὡς ἐν νεκρῷ τῷ σώματι γίνεται. φλεβοτομηθέντων οὖν τῶν οὕτως καμνόντων, ψυχρὸν καὶ παχὺ καὶ μόγις ἐκρέον τῶν φλεβῶν ὁρᾶται τὸ αἷμα διά γε τὴν ψύξιν ταύτην.
[783] ἐνίοτε δὲ δι' ὅλου γίνονται τοῦ σώματος οἱ σπασμοὶ καὶ πρὸς ἀγαθοῦ γε καὶ συμφέρουσιν ἔστιν ὅτε· κλονοῦντες γὰρ ὅλον τὸ σῶμα πάντα τὰ μόρια θερμαίνουσιν, ὥστε τὸ μὲν διαφορεῖσθαι τοῦ πλήθους, τὸ δ' ὠθεῖσθαι πρός τινα τῶν ἀκυροτέρων μορίων, ἐν οἷς ὅταν δυσλύτως σφηνωθῇ, τὴν παραπληξίαν ἐργάζεται· δέδεικται γάρ, ὡς οὕτως ὁ Ἱπποκράτης ὀνομάζει τὰς ἐξ ἀποπληξίας ἢ ἐπιληψίας εἴς τινα τῶν ἀκυροτέρων μορίων ἀποσκηπτούσας παραλύσεις. ἐνίοτε δὲ καὶ χωρὶς σπασμοῦ τῆς ἀποπληξίας γενομένης εἰς μορίου παράλυσιν ἐνίοις ἐτελεύτησε τὸ πάθος, ὃ καλεῖται παραπληξία. τὰ δ' ἄλλα τῆς ῥήσεως δῆλα.
Ἀλλὰ χρὴ τοὺς τοιούτους προπυριῶντας φλεβοτομεῖν ἐν ἀρχῇσιν εὐθέως, μετεώρων ἐόντων πάντων τῶν λυπεόντων πνευμάτων καὶ ῥευμάτων· εὐβοηθητότερα γάρ ἐστιν.
[784] Προπυριᾶν δεῖ τοὺς οὕτως ἔχοντας, ἐπειδὴ πέπηγεν ἐν αὐτοῖς τὸ αἷμα καὶ δύσρουν ἐστίν· ἀλλ' ἐπειδὴ διατριβή τις ἐν τῷ προπυριᾶν γίνεται, κάλλιον πράττειν, ὅπερ ἡμεῖς ἐπράξαμεν ἀεί, τέμνειν αὐτίκα τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔνδον (οὐ γὰρ ἀεὶ πεπηγὸς οὕτως, ὡς μὴ δύνασθαι ῥεῖν, εὑρίσκεται τὸ αἷμα), τρίβειν δ' ἐν αὐτῷ τῷ χρόνῳ διὰ πολλῶν ἀνθρώπων ἅπαντα τοῦ σώματος τὰ μόρια, κἂν μὲν ῥυῇ σύμμετρον, αὖθις τρίψαντα πάλιν ἐπαφαιρεῖν, εἰ δὲ μή, τρίβειν τε καὶ πυριᾶν, ἄχρις ἂν ῥυῇ. ἔνθα δ' εἰς παραπληξίαν κατέσκηψε τὸ πάθος, ἐγχωρεῖ τρίβειν ἐν χρόνῳ βραχεῖ καὶ πυριᾶν καὶ τρίβειν αὖθις καὶ πυριᾶν, μέχρις ἂν τάχιστα παυθῇ ταῦτα, ἔτι μετεώρων ὄντων τῶν πνευμάτων καὶ κενωθῆναι μὴ δυσλύτων.
Καὶ ἀναλαμβάνοντα καὶ τὰς κρίσιας ἐπιθεωρέοντα φαρμακεύειν, ἢν μὴ κουφίζηται, ἄνω· τὴν [785] δὲ κάτω κοιλίην, ἢν μὴ ὑποχωρέῃ κλυσμῷ, ὄνου γάλα ἑφθὸν δίδου, καὶ πινέτω μὴ ἔλασσον δώδεκα κοτυλῶν· ἢν δὲ ῥώμη περιέχῃ, πλεῖον ἑξκαίδεκα.
Μετὰ τὴν ἐκ τῆς φλεβοτομίας κένωσιν ἀνακτᾶσθαι κελεύει καὶ ῥωννύναι τὸν ἄνθρωπον, ὅπως, 'εἰ μηδὲν φαίνοιτο κεκουφισμένοσ', ἐπὶ κάθαρσιν ἀχθῇ τὴν διὰ τῶν ἄνω μορίων, ὅπερ ἔστι τὴν δι' ἐμέτων. παραλέλοιπε δ' εἰπεῖν ὀνομαστὶ τὸ καθαρτικὸν φάρμακον ἐφ' ἡμῖν ποιησάμενος αὐτοῦ τὴν ἔκλεξιν· εὔδηλον γάρ, ὅτι πρὸς τὸ τοῦ νοσήματος μέγεθος καὶ τῆς δυνάμεως τὴν ῥώμην ἀποβλέποντες ἢ τὸν λευκὸν ἐλλέβορον ἤ τι τῶν ἄλλων τῶν τὸν ἔμετον κινούντων δώσομεν. τὰ δὲ περὶ τῆς κάτω κοιλίας εἰρημένα πρόδηλα· μὴ θαυμάσῃς δὲ τὸ πλῆθος τοῦ γάλακτος· οὕτω γὰρ πᾶσι τοῖς παλαιοῖς ἦν σύνηθες. εἴρηται δ' ἐν τοῖς ἔμπροσθεν, ὅτι δι' ὑγρότητα δίδωσιν ὄνου γάλα καὶ πρὸς τοῖς [786] ἄλλοις οὐδέ ἐστι πηγνύμενον, ὅταν ποθῇ, καθάπερ τὰ παχέα· προσμιγνύναι δ' αὐτῷ μέλιτός τε καὶ ἁλῶν προσήκει.
Σύναγχος δὲ γίνεται, ὁκόταν ἐκ τῆς κεφαλῆς ῥεῦμα πολὺ καὶ κολλῶδες ὥρην χειμερινὴν ἢ ἐαρινὴν ἐς τὰς σφαγίτιδας φλέβας ἐπιρρυῇ, καὶ τὸ ῥεῦμα πλέον διὰ τὴν εὐρύτητα ἐπισπάσωνται. ὅταν δὲ ψυχρόν τε ἐὸν καὶ κολλῶδες ἐμφράξῃ τοῦ τε πνεύματος τὰς διεξόδους καὶ τοῦ αἵματος ἀποφράσσον, πήγνυσι τὰ ἐγγὺς τοῦ αἵματος καὶ ἀκίνητον καὶ στάσιμον ποιεῖ φύσει ψυχρὸν ἐὸν καὶ ἐμφρακτικόν. διὰ τοῦτο πνίγονται τῆς γλώσσης ἀποπελιουμένης καὶ στρογγυλουμένης καὶ ἀνακαμπτομένης διὰ τὰς φλέβας τὰς ὑπὸ τὴν γλῶσσαν· τῆς γὰρ ὑποτεμνομένης σταφυλῆς, ἣν δὴ κιονίδα καλέουσιν, ἑκατέρωθεν φλὲψ παχεῖα. ὁκόταν οὖν πλήρεις αὗται ἐοῦσαι ἐς τὴν γλῶσσαν ἐναποστηρίζωνται ἀραιὴν ἐοῦσαν καὶ σπογγώδεα διά γε τὴν ξηρασίην, ἡ δ' ὑπὸ [787] βίης τὸ ἐκ τῶν φλεβῶν δεχομένη ὑγρὸν ἐκ πλατείης μὲν στρογγύλη γίνεται, ἐξ εὐχρόου δὲ πελιδνή, ἐκ μαλθακῆς δὲ σκληρή, ἐξ εὐκάμπτου δὲ ἄκαμπτος· ὥστε ταχέως ἀποπνίγεσθαι, ἢν μή τις ταχέως βοηθῇ φλεβοτομίην τε ποιεύμενος ἀπὸ βραχιόνων καὶ τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας ὑποτάμνων καὶ φαρμακεύων τοῖσιν ἐκλεικτοῖσι καὶ ἀναγαργαρίζων θερμοῖσι καὶ κεφαλὴν ὑποξυρῶν· καὶ κήρωμα τραχήλῳ καὶ κεφαλῇ περιτιθέναι καὶ ἐρίοισι περιελίσσειν καὶ σπόγγοισι μαλθακοῖσιν ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα πυριῆν. πίνειν τε ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά, χυλὸν δὲ προσφέρειν, ὁκόταν ἐκ κρίσιος ἐν ἀσφαλείῃ ἤδη ᾖ.
Εἴτε σύναγχον ἐθέλοις λέγειν εἴτε κύναγχον ἢ τὸ μὲν ἕτερον αὐτῶν συνάγχην, τὸ δ' ἕτερον κυνάγχην, εἴτε συνάγχην ἄμφω καλέσεις, εἰδέναι δεῖ δύο λόγους εἶναι κυνάγχης· πρὸς γὰρ τὴν θεραπείαν οὐδὲν τῶν ὀνομάτων δεόμεθα· εἴωθε γὰρ διδάσκειν αὐτὴν ἄμεινον μακρῷ τῶν ἐν τοῖς ὀνόμασι τερατευομένων· ὑπογράψω δέ σοι διὰ βραχέος [788] λόγου τὴν τῆς τοιαύτης διδασκαλίας ἰδέαν ἀρχὴν τήνδε ποιησάμενος.
τῶν ἐκ τῆς κεφαλῆς καταφερομένων ῥευμάτων ἔνια μέν ἐστι λεπτὰ κατὰ τὴν σύστασιν, ἔνια δ' ἐκ παχέων καὶ γλίσχρων χυμῶν. ὅσα μὲν οὖν τῶν λεπτῶν ἐστι, διεξερχόμενα τὰς εὐρείας φλέβας ἐπὶ ταῖς στενοτέραις ἴσχεται· τοιαῦται δ' εἰσὶν αἱ κατὰ τὸν λάρυγγα· τὸ δ' ἐναντίον ἐπὶ τῶν παχέων συμβαίνει, τῷ μὴ ἐνδύεσθαι πάσαις ταῖς λίαν στεναῖς φλεψὶ φθανόντων γε κατὰ τὰς εὐρυχώρους αὐτῶν ἴσχεσθαι. ἐσφηνωμένων οὖν τῶν τοιούτων χυμῶν ἐν ταῖς κατὰ τὴν φάρυγγα φλεψὶν ἐπ' ὄγκον αἴρεται τὸ μόριον, ὥσπερ ὁ λάρυγξ ἐπὶ τοῖς ἑτέροις, ἅτε δὴ παμπόλλῳ στενοτέρων τῶν τοῦ λάρυγγος ὄντων ἢ τῆς φάρυγγος. εἶναι δὲ χρὴ ἀπέριττον τὸ πᾶν σῶμα καὶ μὴ πληθωρικὸν δυοῖν ἕνεκα, τῆς τε πρὸς τοῦ κενοῦν ἀντισπάσεως καὶ διότι κενωθέν, ἐπὰν ἀποκρουσώμεθα τῶν πεπονθότων τόπων τὸ ἐπιρρέον, ἐπιδέξεται ῥᾳδίως, εἰ δὲ διαφορεῖν ἐθέλοιμεν θερμαίνοντες, οὐδὲν τῷ θερμαινομένῳ τόπῳ χορηγήσει.
τὸ μὲν οὖν ὅλον σῶμα χρὴ κενοῦσθαι διὰ φλεβοτομίας καὶ καθάρσεως [789] καὶ κλυστήρων, αὐτὰ δὲ τὰ πάσχοντα μόρια διὰ μὲν τῶν στυφόντων φαρμάκων, ἀποκρουομένων τούς τε παραρρέοντας χυμοὺς καὶ τῶν ἐστηριγμένων ὅσοι γε μὴ σφοδρῶς εἰσιν ἐμπεφραγμένοι καὶ ὅσοι μὴ πάνυ γλίσχροι καὶ παχεῖς, διὰ δὲ τῶν θερμῶν τε καὶ δριμέων διαφορούντων τοὺς κατὰ τὰ πεπονθότα μόρια περιεχομένους χυμούς· ἄνευ δὲ φαρμάκων αἱ ὑπὸ τὴν γλῶτταν φλέβες ἐντεμνόμεναι τὴν ἐν τῇ φάρυγγι φλεγμονὴν ἐκκενοῦσιν. ἐπεὶ δὲ τῶν χυμῶν ἔνιοι παχεῖς εἰσι καὶ γλίσχροι, πολὺ δριμυτέρων τούτοις ἐστὶ φαρμάκων χρεία, τέμνειν δηλονότι καὶ διαιρεῖν εἰς λεπτὰ καὶ καταθραύειν τὰ γλίσχρα καὶ παχέα δυναμένων.
καὶ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἀντισπᾶν χρὴ τοὺς χυμούς, περιτιθέντας τῷ τραχήλῳ φάρμακα δύναμιν ἑλκτικὴν ἔχοντα· βέλτιον γὰρ τὰ κατὰ τὸ δέρμα μᾶλλον ἢ τὸ βάθος πάσχειν τοῦ τραχήλου, διότι τὸ πνεῦμα κατὰ μὲν τὰς εἰσπνοὰς ἐμπίπτει τῇ φάρυγγί τε καὶ τῷ λάρυγγι, κατὰ δὲ τὰς ἐκπνοὰς ἔξω δι' αὐτῶν φέρεται. πολλάκις μέντοι τὰ παραγινόμενα εἰς τὰ προειρημένα μόρια ῥεύματα μεθίστανται πρὸς ἕτερα [790] μόρια, τῆς φύσεως ἀποτριβομένης αὐτά· καί ποτε κατ' ἀρχὰς εὐθέως οὕτως ἠνέχθη, ὥστε πάλιν ἄλλας διαφορὰς γίνεσθαι τοῦ τε κατὰ τὴν φάρυγγα καὶ κατὰ τὸν λάρυγγα ῥεύματος. εὔδηλον δ', ὅτι τὰ πρὸς τὸ δέρμα χωρήσαντα πολὺ τῶν εἰς τὸ βάθος κατασκηψάντων ἐστὶν εὐιατότερα· κοινὸν δ' ἐπ' ἀμφοτέρων βοήθημα τῶν τε κατὰ τοῦ τραχήλου καὶ τῆς κεφαλῆς, ἀφ' ἧς ὁρμᾶται τὰ ῥεύματα, γινέσθω σοι.
οὗτος ὁ λόγος ἐδίδαξε τά τε τῶν συνάγχων εἴδη καὶ τὰς αἰτίας αὐτῶν καὶ τοὺς πεπονθότας τόπους καὶ τὰς θεραπείας, οὐδὲν δεηθεὶς ὀνομάσαι συνάγχην τε καὶ κυνάγχην, ὥσπερ οὐδὲ σύναγχόν τε καὶ κύναγχον. ὁ τοίνυν γράψας τὸ βιβλίον τοῦτο, μηδὲν φροντίζων τῶν ὀνομάτων, ἅπαντα τὰ κατὰ τὴν φάρυγγα καὶ τὸν λάρυγγα συνιστάμενα πάθη καὶ στενοχωροῦντα τὴν ἀναπνοὴν ὀνομάσας συναγχικά, δύο φησὶν αὐτῶν ὑπάρχειν εἴδη, τὸ μὲν ἕτερον ὑπὸ κολλώδους τε καὶ ψυχροῦ ῥεύματος γινόμενον, ὅπερ ἔστι καλεῖν φλεγματικόν, τὸ δ' ἕτερον ὑπὸ θερμοῦ καὶ δριμέος, ὅπερ αὖ πάλιν πικρόχολον ὀνομάζων [791] ἢ χολῶδες ἁπλῶς οὐκ ἂν ἁμάρτοις. κατασκήπτειν δέ φησι τὸ πρότερον τῶν εἰρημένων ῥευμάτων εἰς τὰς εὐρυτέρας φλέβας ἐνδεικνύμενος, ὅτι θάτερον τὸ χολῶδες εἰς τὰς λεπτοτέρας ἀφικνεῖται. τὰ δ' ἄλλα τῆς ῥήσεως δῆλα· δεῖ δὲ προσέχειν οἷς εἶπον τὸν νοῦν· εἰ δὲ μὴ νοήσεις τὴν πρώτην, δὶς καὶ τρὶς ἀναγνοὺς νοήσεις. ἐγὼ δὲ μεταβήσομαι πρὸς τὸ δεύτερον εἶδος τοῦ συνάγχου.
Ὁκόταν ἐν θερινῇ ἢ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν τὸ ῥεῦμα καταρρυῇ καὶ νιτρῶδες, ἅτε ὑπὸ τῆς ὥρης δριμὺ καὶ θερμὸν γεγενημένον, δάκνει τοιόνδε ἐὸν καὶ ἑλκοῖ καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθόπνοια παραγίνεται καὶ ξηρασίη πολλή, καὶ τὰ ὁρώμενα ἰσχνὰ φαίνεται, καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται, καὶ δοκέει οἱ τέτανος ἐντετάσθαι, καὶ ἡ φωνὴ ἀπέρρωγε καὶ τὸ πνεῦμα σμικρὸν καὶ ἡ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίνεται. οἱ τοιοίδε τὴν ἀρτηρίην ἑλκοῦνται καὶ [792] τὸν πνεύμονα πίμπρανται οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι· τοῖσι τοιουτέοισι δέ, ἢν μὴ εἰς τὰ ἔξω μέρεα τοῦ τραχήλου ἑκουσίῃ ἀποφέρηται, δεινότερα καὶ ἀφυκτότερά ἐστι καὶ διὰ τὴν ὥρην καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.
Τὸ μὲν γὰρ πρότερον ῥεῦμα τὸ φλεγματικὸν ἐν χειμῶνι καὶ ἦρι κατασκήπτειν ἔφη, τουτὶ δὲ τὸ δεύτερον ἐν μετοπωρινῇ ἢ ἐν θερινῇ ὥρῃ, ἐπὶ δὲ τῶν ἄλλων ὡρῶν ἀνάλογον, ὡς ἔμπροσθεν εἴρηται. ὀρθόπνοιαν δὲ τούτῳ τῷ εἴδει τῆς συνάγχης προσεῖναί φησιν, ἥτις ὀρθόπνοια μεγάλης ἐστὶ στενοχωρίας γνώρισμα κατά τι τῶν ἀναπνευστικῶν μορίων ἐνοχλούσης, ὡς ἔμπροσθεν ἐδείκνυμεν. ἐὰν δὲ κελεύσῃς τούτους διοῖξαι μέγιστον τὸ στόμα καὶ καταστείλῃς τὴν γλῶσσαν ὑπὲρ τοῦ κατασκέψασθαι τὰ κατὰ τὴν φάρυγγα, τοιοῦτον οὐδένα παρὰ φύσιν ὄγκον, οἷον ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις, εὑρήσεις. ἔδειξε δὲ ὁ συγγραφεὺς τοῦτο διὰ τοῦ φάναι καὶ τὰ ὁρώμενα ἰσχνὰ φαίνεται.
[793] τὸ γὰρ φλεγμαῖνον ἐν τῷ πόρῳ τῆς φάρυγγος ἀόρατόν ἐστιν, ὅσον δ' ὁρατὸν ἀνοιξάντων, τοῦτο πᾶν ἀφλέγμαντόν τε καὶ ἰσχνὰ τὰ μόρια· τὸ γὰρ ἰσχνὸν ἐνίοτε λέγεται πρὸς ἀντίθεσιν τῶν παρὰ φύσιν ὀγκουμένων. ἔνιοι δὲ μὴ νοήσαντες τὸ σημαινόμενον ἐκ τῆς 'ἰσχνά' φωνῆς ὅπως εἴρηται νῦν, ἐξηγοῦνται τὴν λέξιν γελοίως, τινὲς δὲ καὶ μετασκευάζουσιν, ὥσπερ καὶ οἱ οὕτω γράφοντες καὶ τὰ ὁρώμενα ἄχροα φαίνεται.
τοῖς γε μὴν οὕτω διακειμένοις ἐνίοτε τοῦ ῥεύματός τι καὶ εἰς τοὺς πλησιάζοντας τῷ λάρυγγι μερίζεται μῦς ὄπισθεν αὐτοῦ τεταγμένους, ἔνθα καὶ ὁ στόμαχος, ὃς καὶ αὐτὸς συνδιατίθεται πολλάκις· μετὰ τοῦτο γοῦν ἐν τῇ προκειμένῃ ῥήσει καὶ τοῦτο γέγραπται· καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται καὶ δοκέει οἱ τέτανος ἐντετάσθαι. τὸ δ' ἐφεξῆς εἰρημένον ἔτι καὶ μᾶλλον ἐνδείκνυται τὸ πεπονθέναι τὸν λάρυγγα· δέδεικται γὰρ ἐν τούτῳ τοῦ ζῴου τῷ μορίῳ τῆς φωνῆς ἡ γένεσις ἀποτελεῖσθαι. διὰ τοῦτο γοῦν ἔφη καὶ ἡ φωνὴ [794] ἀπέρρωγε καὶ τὸ πνεῦμα σμικρόν. ἡ μὲν γὰρ φωνὴ παντάπασιν ἀπέρρωγε, τουτέστιν ἀπόλλυται, παθόντος, ὡς εἴρηται, τοῦ λάρυγγος, ἡ δ' ἀναπνοὴ μικρὰ γίνεται διὰ τὴν στενοχωρίαν τοῦ πόρου. λέγεται δ' ἐν τοῖς Περὶ δυσπνοίας, ὅτι μακροτέρα τῷ χρόνῳ καὶ τοῖς διαλείμμασι πυκνοτέρα. τοῦτο δ' αὐτὸ ὁ συγγραφεὺς οὕτως ἡρμήνευσεν· καὶ ἡ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίνεται. πνεῦμα καὶ τὴν μετὰ τὴν εἰσπνοὴν δευτέραν ἐκπνοὴν καὶ τὴν μετὰ τὴν ἐκπνοὴν δευτέραν εἰσπνοὴν εἶπεν· ἑκατέρως γὰρ πυκνὸν γίνεται τὸ πνεῦμα. καὶ γὰρ ἡ μετὰ τὴν εἰσπνοὴν ἠρεμία βραχυχρόνιός ἐστι τοῖς οὕτω διακειμένοις καὶ ἡ μετὰ τὴν ἐκπνοὴν πρὸ τῆς εἰσπνοῆς· τὰς δ' ἀποδείξεις τούτων ἐν τοῖς Περὶ δυσπνοίας ἔχεις εἰρημένας.
[Οἱ τοιοίδε τὴν ἀρτηρίαν ἑλκοῦνται καὶ τὸν πνεύμονα πίμπρανται οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι· τοῖσι τοιουτέοισι δέ, ἢν μὴ ἐς τὰ ἔξω μέρεα τοῦ τραχήλου ἑκουσίη ἀποφέρηται, δεινοτέρη καὶ ἀφυκτοτέρη ἐστὶ διὰ τὴν ὥρην καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.]
[795] ἀλλὰ καὶ τὴν ἀρτηρίαν ἑλκοῦσθαι τοῖς οὕτω διακειμένοις εἴρηκε, διὰ τὴν τοῦ χυμοῦ δριμύτητα δηλονότι. τὸν δὲ πνεύμονα πίμπρασθαι στενούμενον ἔφη, συνάπτων τὸν λόγον ἀληθεῖ δόγματι· δέδεικται γὰρ ἐν τῷ Περὶ χρείας ἀναπνοῆς οὐκ ἐνδείᾳ τῆς οὐσίας ἀπολλύμενον τὸ ζῷον ἐπὶ τῇ στερήσει τῆς ἀναπνοῆς, ἀλλ' ὅτι τὴν ἔμψυξίν τε καὶ ῥίπισιν ἀπόλλυσι τὸ ἔμφυτον θερμόν. εἰκότως οὖν ἀμετρίας ἐχόμενον πίμπρησι τὸν πνεύμονα.
τοῦτο τοιγαροῦν τὸ τῆς συνάγχης εἶδος δεινότερόν τε καὶ ἀφυκτότερον εἶναί φησι τοῦ προτέρου διά τε τὰ προειρημένα καὶ διὰ τὸ θερινήν τε καὶ φθινοπωρινὴν ὥραν εἶναι ὅτι τε δριμυτέροις ἐπιγίνεται χυμοῖς. ἀμείνων οὖν ἐστιν ἡ μετὰ τοῦ 'καί' συνδέσμου γραφὴ τῆς ἄνευ τοῦ 'καί' συνδέσμου· συνεμφαίνει δ' ἐπὶ τοῖς προειρημένοις τὸ καὶ διὰ τὴν ὥραν, ἐν ᾗ γίνεται, καὶ διὰ τὸν χυμόν, ὑφ' οὗ, χαλεπώτερον εἶναι τὸ εἶδος τὸ δεύτερον τῆς συνάγχης· οὐχ ἁπλῶς οὖν ἐστι γραπτέον, ὅτι δεινότερα καὶ ἀφυκτότερά ἐστι διὰ τὴν ὥραν. εἰ δὲ καὶ τὴν ἄνευ τοῦ 'καί' συνδέσμου γραφὴν ἐθέλοι τις φυλάττειν, [796] ἀναγκαῖον ἔσται καὶ οὕτως προσυπακούειν αὐτόν, ὡς εἰ καὶ κατὰ τὴν λέξιν εἴρητο· πολλὰ γὰρ καὶ ἄλλα κατὰ τὸν ἐλλειπτικὸν τρόπον εὑρίσκεται παρὰ τοῖς παλαιοῖς γεγραμμένα.
Ἢν πυρετὸς λάβῃ, παλαιῆς κόπρου ὑπεούσης ἢ νεοβρῶτι ἐόντι, ἤν τε ξὺν ὀδύνῃ πλευροῦ ἤν τε μή, ἡσυχίην ἄγειν, μέχρις οὗ καταβῇ τὰ σιτία πρῶτον ἐς τὴν κάτω κοιλίην.
Καὶ διὰ τῶν τοιούτων ῥήσεων ἔνδειξις γίνεται τοῦ τὰ προσκείμενα τῷ Περὶ διαίτης ὀξέων οὐκ εἶναι τοῦ Ἱπποκράτους αὐτοῦ συγγράμματα· οὐκ ἐδεῖτο γὰρ τελεώτατα διεληλυθὼς τὰ ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου γεγραμμένα περὶ τῶν πλευριτικῶν ἐνταῦθα πάλιν ὀλίγα παραθεῖναι.
Πόματι δὲ χρῆσθαι ὀξυμέλιτι· ὁκόταν δὲ ἐς τὴν ὀσφὺν βάρος ἥκῃ, κάτω κλύσαι κλυσμῷ ἢ καθᾶραι [797] φαρμάκῳ, ὁκόταν δὲ καθαρθῇ, διαιτᾶν ῥοφήματι πρῶτον καὶ πόματι μελικρήτῳ, ἔπειτα σιτίοισι καὶ ἰχθύσιν ἑφθοῖσι καὶ οἴνῳ ὑδαρεῖ ἐς νύκτα ὀλίγῳ, ἡμέρης δὲ ὑδαρὲς μελίκρητον, ὁκόταν δὲ αἱ φῦσαι δυσώδεες ἔωσιν, οὕτως ἢ βαλάνῳ ἢ κλυσμῷ, εἰ δὲ μή, ἐπισχεῖν ὀξύμελι πίνοντα, ἕως ἂν καταβῇ ἐς τὴν κάτω κοιλίην, εἶθ' οὕτω κλυσμῷ ὑπαγαγεῖν.
Ἀδιορίστως εἴρηται καὶ συντέθειται, καίτοι διώρισται ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου, τὸ γεγραμμένον ἐν τῷδε καὶ τὰ μετὰ τοῦτο, μέχρις οὗ καὶ τῶν ἰχθύων ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἐπειδὴ ἔτι περὶ τῶν νοσούντων ὁ λόγος αὐτῷ κατὰ τὸ βιβλίον ἦν, οὐ περὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου. τὰ δ' ἄλλα τῆς ῥήσεως δῆλα.
Ἢν δὲ λαπαρῷ ἐόντι καῦσος ἐπι[798]γένηται, ἤν σοι δοκέῃ φαρμακεύειν ἐπιτηδείως ἔχειν, εἴσω τριῶν ἡμερῶν μὴ φαρμακεύειν, ἀλλ' ἢ τεταρταῖον.
Ὅτι μὲν ἀκαίρως ἐνταῦθα πάλιν μέμνηται τοῦ καύσου, προειρημένων ἐν ἀρχῇ τῶν τε διαφορῶν αὐτοῦ καὶ τῶν θεραπειῶν, εὔδηλον· καὶ γὰρ αἱ ῥήσεις αὗται κατὰ γνώμην ἐκείνου τοῦ ἀφορισμοῦ εἰσι τοῦ "πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ μηδ' ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ· τὰ δὲ πλεῖστα οὐκ ὀργᾷ."
τινὲς ἑτέρως γράφουσιν, ἐν ἀρχῇ τοὺς καύσους ἀξιοῦντες φαρμακεύειν, ὡς εἶναι τὴν ῥῆσιν τοιαύτην· εἴσω τριῶν ἡμερῶν φαρμακεύειν. προσῆκεν οὖν οὐχ ὡσαύτως πάντα μετὰ τὰς τρεῖς, ἀλλ' ὥσπερ ὁ ἀφορισμός ἐστι τοιοῦτος· "ἐν τοῖς ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι"· καὶ χρὴ κατὰ τοὺς ἀφορισμοὺς διορίζεσθαί τε καὶ σκέπτεσθαι, πότε κατ' ἀρχάς ἐστι χρηστέον τῇ φαρμακείῃ καὶ πότε τὴν πέψιν ἀναμείναντα τοῦ νοσήματος. ἐὰν δέ τις ἤτοι 'κατ' ἀρχὰσ' εἴπῃ ἁπλῶς ἢ μὴ διορισάμενος, ἑκατέρως σφάλλεται.
[799] Ὁκόταν δὲ φαρμακεύσῃς, τοῖσι ῥοφήμασι χρῶ διαφυλάσσων τοὺς παροξυσμοὺς τῶν πυρετῶν, ὅκως μηδέποτε προσοίσεις ἐόντων μηδὲ μελλόντων ἔσεσθαι, ἀλλὰ ληγόντων ἢ παυσαμένων καὶ ὡς πορρωτάτω ἀπὸ τῆς ἀρχῆς. ποδῶν δὲ ψυχρῶν ἐόντων μήτε ποτὸν μήτε ῥόφημα μήτε ἄλλο μηδὲν δίδου τοιόνδε, ἀλλὰ μέγιστον ἡγέου τοῦτ' εἶναι διαφυλάσσεσθαι, ἕως ἂν διάθερμοι γένωνται σφόδρα, εἶθ' οὕτως τὸ συμφέρον πρόσφερε. ὡς γὰρ ἐπὶ τὸ πολὺ σημεῖόν ἐστι μέλλοντος παροξύνεσθαι τοῦ πυρετοῦ ψύξις ποδῶν· εἰ δὲ ἐν τοιούτῳ καιρῷ προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις· τὸ γὰρ νόσημα αὐξήσεις οὐ σμικρῶς. ὁκόταν δὲ ὁ πυρετὸς λήγῃ, τοὐναντίον οἱ πόδες θερμότεροι γίνονται τοῦ ἄλλου σώματος· αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας, ἐξαπτόμενος ἐκ τοῦ θώρακος, εἰς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα· συνδεδραμηκότος δὲ ἁλέος τοῦ θερμοῦ ἅπαντος ἄνω καὶ ἀναθυμιωμένου ἐς τὴν κεφαλήν, εἰκότως οἱ πόδες [800] ψυχροὶ γίνονται, ἄσαρκοι καὶ νευρώδεες φύσει ἐόντες· ἔτι δὲ πολὺ ἀπέχοντες τῶν θερμοτάτων τόπων ψύχονται, συναθροιζομένου τοῦ θερμοῦ ἐς τὸν θώρακα. καὶ πάλιν ἀνὰ λόγον λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου ἐς τοὺς πόδας καταβαίνει· κατὰ τόνδε οὖν τὸν χρόνον ἡ κεφαλὴ καὶ ὁ θώραξ κατέψυκται. τοῦ δ' εἵνεκα τότε οὐ προσαρτέον, ὅτι, ὁκόταν οἱ πόδες ψυχροὶ ἔωσιν, ἀνάγκη θερμὴν τὴν ἄνω κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν καὶ ὑποχόνδριον ἐντεταμένον καὶ ῥιπτασμὸν τοῦ σώματος διὰ τὴν ἔνδον ταραχὴν καὶ μετεωρισμὸν γνώμης καὶ ἀλγήματα, καὶ ἕλκεται καὶ ἐμέειν ἐθέλει καί, ἢν πονηρὰ ἐμέῃ, ὀδυνῆται. θέρμης δὲ καταβάσης ἐς τοὺς πόδας καὶ οὔρου διελθόντος καὶ ἢν μὴ ἱδρώσῃ, πάντα λωφᾷ. κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι, τότε δὲ ὄλεθρος.
Περὶ τοῦ κατὰ μέρος καιροῦ τῆς τροφῆς εἴρηται μὲν κἀν τῷ γνησίῳ μέρει τοῦ βιβλίου διὰ ταχέων, οὐδὲν δ' ἧττον καὶ νῦν λέγεται [801] διὰ μακροτέρων καὶ σαφεστέρων, ὥστ' εἶναι τὸν λόγον τοῦτον ἐξήγησιν ἐκείνου, φυλαττομένης τῆς Ἱπποκράτους γνώμης, ἣν ἔν τε τοῖς ἄλλοις εἴρηκε καὶ ἐν τοῖς περὶ τοῦ τὸν πυρετὸν ἐκ μὲν τοῦ θώρακος ἐξάπτεσθαι, τουτέστιν ἐκ τῆς καρδίας, εἰς τὴν κεφαλὴν δ' ἀναπέμπειν τὴν φλόγα.
Ὁκόσοισι δὲ διὰ τέλεος ἡ κοιλίη ἐν τοῖσι πυρετοῖσιν ὑγρή, τουτέοισι διαφερόντως τοὺς πόδας θερμαίνων καὶ περιστέλλων κηρώμασι καὶ ταινιδίοισι περιελίσσων πρόσεχε, ὡς μὴ ἔσονται ψυχρότεροι τοῦ ἄλλου σώματος. θερμοῖσι δ' οὖσι θέρμασμα μηδὲν πρόσφερε, ἀλλὰ παρατήρει, ὅκως μὴ ψυχθήσονται. πόματι δὲ χρέεσθαι ὡς ἐλαχίστῳ ὕδατι ψυχρῷ ἢ μελικρήτῳ.
Τὸ διὰ τέλεος τῷ διὰ παντὸς τοῦ χρόνου ταὐτὸν σημαίνει. πολλῶν δ' οὐσῶν διαθέσεων, ἐφ' αἷς συμβαίνει δι' ὅλης τῆς νόσου τὰς κοιλίας ὑγρὰς εἶναι, καίπερ αὐτῶν μὴ δυναμένων μίαν ἔχειν θεραπείαν, [802] ὡς δέδεικται πολλάκις, οὐ μόνον οὐδὲν ἔστιν ἐκ τῆς ῥήσεως διδαχθῆναι χρηστόν, ἀλλὰ καὶ βλαβῆναι, πιστεύσαντα τὸν γεγραμμένον τρόπον τῆς θεραπείας ἐπὶ πολλῶν διαθέσεων ἁρμόττειν. ἵνα γὰρ τἄλλα παραλείπω, τῆς κοιλίας ὑγρᾶς εἶναι δυναμένης καὶ διὰ φλεγμονὴν τὴν κατὰ τὴν γαστέρα καὶ διὰ συντηκτικὸν πυρετόν, ἡ τοῦ ψυχροῦ πόσις ἐναντιωτάτη ἐστὶ τῇ φλεγμονῇ, συμφορωτάτη δὲ τοῖς συντηκτικοῖς πυρετοῖς, καθ' ὃν ἔμαθες καιρὸν γιγνομένη.
Ὁκόσοισι δὲ ἐν πυρετοῖς κοιλίη ὑγρὴ καὶ γνώμη τεταραγμένη, [καὶ] οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκύδας ἀφαιρέουσι καὶ τὰς ῥῖνας σκάλλουσι καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ' ἑωυτῶν οὐδὲν λέγουσι κατηρτημένον. δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ εἶναι. ἢν δὲ τοιῶνδε ἐόντων ἡ κοιλίη ὑγρὴ ᾖ καὶ συντήκῃ, δοκέει μοι τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα [803] προσφέρειν καὶ τὰ πόματα σταλτικὰ καὶ οἰνωδέστερα ἢ καὶ στυπτικώτερα.
Ἄλλα μέν εἰσι τὰ τῶν φρενιτικῶν συμπτώματα, τὸ δὲ τῆς ὑγρᾶς κοιλίας γίγνεται μέν ποτε καὶ μετὰ φρενίτιδος, οὐ μὴν ἴδιον ταύτης ἐστίν, ὥστε τὴν μὲν ὑγρὰν κοιλίαν ἐκ τῶν διορισμῶν θεραπεύειν προσήκει, τὴν δὲ φρενῖτιν ἰδίᾳ θεραπείας ἑτέρας ἀξιοῦν. ἣν δ' οὗτος ἔγραψε θεραπείαν οὐδ' ὅλως στοχάζεται τῆς φρενίτιδος, ἀλλὰ μᾶλλόν μοι δοκεῖ βούλεσθαι θεραπεύειν τινὰ διάθεσιν ἐκ μὲν τοῦ κατὰ τὴν κοιλίαν ὁρμωμένην, εἰς συμπάθειαν δὲ τὴν κεφαλὴν ἐπισπωμένην, ὡς παραληρεῖν ἐπὶ τῷ πάθει τῆς κοιλίας. οὐκ ὀρθῶς δ' εἴρηται μελαγχολικὰ τὰ τοιαῦτ' εἶναι· μᾶλλον γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς τὰ τοιαῦτα γίνονται τῆς γαστρὸς ἐπεχομένης.
Ὁκόσοισι δὲ τῶν πυρετῶν δῖνοί τε [804] ἀπ' ἀρχῆς καὶ σφυγμοὶ κεφαλῆς εἰσι καὶ οὖρον λεπτόν, τουτέοισι δεῖ προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνθησόμενον τὸν πυρετόν· οὐ θαυμάσαιμι δ' ἂν οὐδ' εἰ παραφρονήσειαν.
Ὅταν ἡ κεφαλὴ περιφέρεσθαι φαντάζηται, δῖνος ὀνομάζεται τὸ πάθος, ὅταν δὲ καὶ σκοτώδης ἡ ὄψις ἅμα τῷδε φαίνηται, 'σκοτόδινοσ' καλεῖται καὶ γίνεται διὰ κίνησιν ἄτακτον φυσώδους πνεύματος ἢ κατὰ τὴν κεφαλὴν ἔχοντος τοπικὴν γένεσιν ἢ κάτωθεν ἀναφερομένου. πᾶσαι δ' αἱ τῶν τοιούτων πνευμάτων γενέσεις ταραχῆς εἰσι δηλωτικαί, δι' ἃς καὶ κρίσεις γίνονται μετὰ συμπτωμάτων θορυβωδῶν. εἰδέναι γὰρ χρὴ τὰς τοιαύτας διαθέσεις μεταξύ πως οὔσας τῶν τ' ἀκινδύνων καὶ τῶν ὀλεθρίων· ἐπιχειρεῖ μὲν γὰρ ἡ ἔμφυτος θερμασία διαλύειν τε καὶ χεῖν τοὺς κατὰ τὸ σῶμα χυμούς, λεπτύνειν δ' ἀκριβῶς αὐτοὺς καὶ κατὰ τὴν ἄδηλον αἰσθήσει ‹διαπνοὴν› ἐκκρῖναι οὐ δύναται· τελέως δ' ἀρρωστήσασα τὴν ἀρχὴν οὐδ' ἐπιχειρεῖ τῇ λύσει, καὶ κατὰ τοῦτο πνεῦμα φυσῶδες [805] οὐκ ἀρρωστούσης ἐσχάτως τῆς ἐμφύτου θερμασίας γεννᾶται. τὸ μὲν οὖν ἀρρωστεῖν ἀκινδυνότατόν ἐστιν (ὑπερέχει γὰρ ἡ φύσις τοῦ νοσήματος), τὸ δ' ἐσχάτως ἀρρωστεῖν ὀλέθριον· ὑπερέχεται γὰρ οὐ σμικρῶς· ὅταν δὲ μὴ ὑπερέχηται, τὰ εἰρημένα γίνεται συμπτώματα καὶ μετὰ τὸ νοσῆσαι κρίσεις ἀποτελοῦνται, τινὲς μὲν εἰς ὑγίειαν, τινὲς δ' εἰς θάνατον. οἵ γε μὴν σφυγμοὶ κατὰ τὴν κεφαλὴν γινόμενοι, τουτέστιν αἱ τῶν ἀρτηριῶν αἰσθηταὶ κινήσεις, θερμασίας εἰσὶ πολλῆς συμπτώματα, δι' ἃς καὶ παραφροσύναι γίγνονται πολλάκις.
οὕτως οὖν ἐχόντων ἐν τῷ καθόλου τῶν εἰρημένων, ὅταν ἀρξαμένου τινὸς ἀσθενεῖν ὑπὸ μὲν τῆς τῶν οὔρων λεπτότητος ἄπεπτον εἶναι δηλῶται τὸ νόσημα, τὴν κεφαλὴν δ' ἐμπεπλῆσθαι πνεύματος φυσώδους σημαίνωσιν οἱ δῖνοι μετὰ τῶν σφυγμῶν, εἰδέναι χρὴ τὴν φύσιν οὐχ ἡσυχάσουσαν, ἀλλ' ἐπιθησομένην ποτὲ τοῖς περιεχομένοις ἐν τῷ σώματι μοχθηροῖς χυμοῖς, ὡς διακρῖναί τε τῶν χρηστῶν αὐτοὺς ἐκκρῖναί τε καθ' ὁντινοῦν τρόπον ἢ εἰς ἄκυρον ἀποθέσθαι μόριον.
[806] ὁ τοίνυν εἰρημένος λόγος χρησιμώτατός ἐστιν εἰς πρόγνωσιν τῶν εἰρημένων. ἐνίοτε γὰρ ἀπὸ τῆς ἀρχῆς τοῦ νοσήματος οἱ μὲν πυρετοὶ μέτριοι γίνονται, συμπτώματα δὲ τοιαῦτα κατὰ τὴν κεφαλήν ἐστι δι' ἔγκαυσιν ἢ ἀναθυμίασιν ἐκ τῶν κατὰ τὸ σῶμα τῆς κοιλίας περιεχομένων χυμῶν. τὴν οὖν ἄλλως ὁπωσοῦν ἐχομένην αὐτῆς τῆς κεφαλῆς μόνης θερμότητα [τῇ τοιαύτῃ διαθέσει τῆς κεφαλῆς] λουτρὸν ὀνίνησι καὶ τὸ ῥόφημα δ' ἀρκέσει χυλὸν εἶναι τῆς πτισάνης. ὅταν δ' ἐκ τῆς τῶν χυμῶν μοχθηρίας ἐπὶ τὴν κεφαλὴν ἀναφέρηται θερμὸν πνεῦμα φυσῶδες, οὐ λούειν συμφέρει τούτους. ἀσφαλῶς δὲ προσήκει ταῦτα πάντα πράττειν ἕκαστα. διορισμὸς δὲ τῶν διαθέσεων εἷς μόνος ἐστὶν ἐκ τῆς τῶν οὔρων ἀπεψίας τε καὶ πέψεως, ὧν ὀρθῶς ὁ συγγραφεὺς ἐμνημόνευσεν εἰπὼν οὖρον λεπτόν, ὅπερ εἴρηται πολλάκις ἀπεψίας εἶναι σημεῖον· ὥστ' οὐδεὶς ἰατρὸς ἐν τοῖς τοιούτοις νοσήμασιν ἀμελεῖ τῆς τῶν οὔρων ἐπισκέψεως.
Οἷσι δ' ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα [807] ἢ καὶ παχέα, τοὺς τοιούσδε ὑποκαθαίρειν, ἢν καὶ τἄλλα συμφέρῃ· ὁκόσοισι δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτά, μὴ φαρμάκευε τοὺς τοιούσδε, ἀλλ' ἢν δοκέῃ, κλύσαι· τούτους συμφέρει οὕτω θεραπεύεσθαι, ‑
Εἴτε συνάπτει ταῦτα τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένοις εἴτε καὶ μή, τὸ ὅπερ ἐξ αὐτῶν χρήσιμον ἔχειν δύναταί τις κοινόν, ὡς φυλάττεσθαι καθαίρειν τὰ σώματα παντελοῦς ἀπεψίας οὔσης ἐν τοῖς χυμοῖς, ἐδήλωσεν εἰπὼν οὖρα λεπτά, ὡς τό γε παχέα πέψεως ἔχοιεν ἤδη τοῦτ' αὐτὸ τὴν σύστασιν καὶ τὸ νεφελοειδέα δὲ τὰ ‹λευκὰς› τὰς νεφέλας ἔχοντα δηλοῖ· προσετίθει γὰρ ‹ἂν› μελαίνας, εἴπερ ἐκείνας ἀκούειν ἡμᾶς ἐβούλετο. πολλὰ γὰρ τῶν κοινῶν ὀνομάτων ἄνευ διορισμῶν λέγειν εἰώθασιν, ὅταν τὸ βέλτιον ἐν τοῖς σημαινομένοις ὑπ' αὐτῶν πράγμασι δηλῶσαι βουληθῶσιν. οὕτως οὖν, ὅταν εἰς σωτηρίαν τελευτῶσιν αἱ κρίσεις, λέγουσιν ἁπλῶς 'ἐκρίθη', ἀποθανόντος δὲ τοῦ κριθέντος οὐχ ἁπλῶς, ἀλλ' ὅλον τοῦτο λέγουσι 'κριθεὶς [808] ἀπέθανε', καὶ χολὴν δ' ὅταν τις ἐκκριθῆναι ἁπλῶς εἴπῃ, τὴν ὠχράν, οὐ τὴν μέλαιναν νοοῦμεν. οὕτως οὖν καὶ νῦν ἀκουστέον οὖρα νεφελοειδέα τὰ λευκὰς ἔχοντα τὰς νεφέλας, αἵπερ εἰσὶ πέψεως σημεῖα.
ἐπεὶ τοίνυν 'πέπονα φαρμακεύει', διὰ τοῦτο καὶ νῦν οὕτως ἔγραψεν ὁ τούτου τοῦ βιβλίου συγγραφεύς· ξυμφέρει τουτέοις οὕτως θεραπεύεσθαι. μηδὲν δ' εἰπὼν οὗτος περὶ φλεβοτομίας τὰ κατὰ μέρος διεξέρχεται πάντα ἐφεξῆς, οὐχ ὡς οὐκ ἄν ποτε οὕτως ἐχόντων ‹ὡς› μὴ δεῖσθαι φλεβοτομίας, ἀλλ' ὡς καὶ νῦν τὰ ἄλλα διδάξαι βουλόμενος μόνα. περὶ γὰρ τῆς φλεβοτομίας αὐτάρκως ἐν τοῖς ἔμπροσθεν εἴρηται.
οὕτως θεραπεύεσθαι, ‑
Τῷ σώματι ἡσυχίην ἄγοντα ἀλείφοντά τε καὶ περιστέλλοντα ὁμαλῶς· ποτῷ δὲ χρέεσθαι μελικρήτῳ ὑδαρεῖ καὶ ῥοφήματι χυλῷ πτισάνης ἐς ἑσπέραν· κοιλίην δ' ὕπαγε κατ' ἀρχὰς κλυσμῷ· φάρμακα δὲ μὴ πρόσαγε [809] τούτοισιν· ἢν γάρ τι κινήσῃς κατὰ κοιλίην, τὸ οὖρον οὐ πεπαίνεται, ἀλλ' ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς ἐπὶ πολὺν χρόνον ἔσται.
Καὶ τόνδε τὸν λόγον διεξέρχεται σκοπὸν ἔχων ἐν αὐτῷ τὴν μετὰ συμμέτρου θάλψεως ἡσυχίαν· χυλοῦ δὲ πτισάνης δίδωσιν ἀπ' ἀρχῆς, ὡς ἂν μὴ δυναμένων ἐξαρκέσαι μέχρι τῆς ἀκμῆς τε καὶ κρίσεως ἐπὶ τῷ μελικράτῳ, ἐπειδὴ ἄπεπτος μὲν ἡ νόσος, οὐκ ἐγγὺς δ' οἱ πεπασμοί· δίδωσι δὲ καὶ μελίκρατον ὑδαρές, ἐπειδὴ τὸ ὕδωρ ἐδείχθη μηδὲν ἀγαθὸν ἔχειν αὐτὸ καθ' ἑαυτὸ μόνον. εἰς ἑσπέραν δ' ἀξιοῖ δίδοσθαι τὴν πτισάνην ἤπερ τὸ μελίκρατον· προμεμαθηκότων δ' ἡμῶν ἔμπροσθεν ἐν τῷ γνησίῳ μέρει τοῦ συγγράμματος, ὡς ὑστέραν χρὴ τὴν πτισάνην προσφέρεσθαι τοῦ μελικράτου, ἄμεινον ἦν καὶ νῦν οὕτως εἰρῆσθαι, μελίκρατον μὲν πρῶτον, ὕστερον δὲ χυλὸν πτισάνης προσφέρεσθαι· ὅταν δ' ἀντὶ τοῦ ὕστερον φάναι τὸ ἐς ἑσπέραν εἴπῃ, μερικωτέραν τὴν διδασκαλίαν ποιεῖται, οὐ καθολικωτέραν.
διὰ τί δὲ κελεύει μὴ καθαίρειν, ἐφ' ὧν ἀπεψία παντελής ἐστι, [810] τὴν αἰτίαν αὐτὸς εἶπεν, ἐπιλογιστικὴν μᾶλλον ἤπερ ἀναλογιστικήν· ἔστι γοῦν αὐτὴν εἰπεῖν καὶ τῷ χωρὶς ἐνδείξεως λογικῆς ἐξ ἐμπειρίας μόνης τὸ γινόμενον ἐγνωκότι· δογματικοῦ δ' ἀνδρὸς ἦν διδάξαι, διὰ τί καθαιρόντων ἡμῶν τοὺς οὕτως ἔχοντας οὔτε πεπαίνεται τὸ οὖρον, ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς διαμένει. τελεώτερον μὲν οὖν ἐν ἑτέροις περὶ τῶν τοιούτων ἁπάντων ἐπεσκέμμεθα, νυνὶ δ' ἐπὶ κεφαλαίων εἰρήσεται τὸ χρήσιμον εἰς τὰ παρόντα· σὺ δέ μοι πρόσεχε τὸν νοῦν.
τεττάρων δυνάμεων οὐσῶν, ὡς ἔμαθες, οὐκ ἐλαχίστην δ' ἐν αὐταῖς ἰσχὺν ἐχούσης τῆς ἀλλοιωτικῆς, καθ' ἣν ἐξομοιοῖ τοῖς ὑφ' ἑαυτῆς διοικουμένοις σώμασι τὴν τροφὴν ἡ φύσις, αὕτη πέψις ὀνομάζεται, κατὰ ποιότητα μεταβολὴ τῆς μελλούσης θρέψειν οὐσίας οὖσα. δεῖται τοίνυν ἡ φύσις, ὥσπερ, εἰς γαστέρα καταποθείσης τῆς τροφῆς, ἡσυχίας μὲν ἀπὸ τῶν ἄλλων κινήσεων, ἵνα τῇ περὶ τὴν πέψιν ἐνεργείᾳ μόνῃ σχολάσῃ, βοηθείας δέ τινος ἔξωθεν, ὅταν ἀσθενεστέρα γένηταί ποτε, κατὰ τὸν τοιόνδε τρόπον ἐπὶ τῆς ἐν ταῖς φλεψὶ πέψεως τῶν χυμῶν ἡσυχίας [811] μὲν [δεῖται] πρώτης, δευτέρας δὲ βοηθείας ἐκ τοῦ θερμανθῆναί τε καὶ ψυχθῆναι καὶ ξηρανθῆναι καὶ ὑγρανθῆναι, κατ' ἄλλον καὶ ἄλλον δηλονότι χρόνον ἑκάστου τῶνδε γινομένου.
κατὰ τοῦτ' οὖν ὁ γράψας ταῦτα συνεβούλευσεν ἡσυχίαν ἄγοντα τῷ σώματι θεραπεύεσθαι τὸν ἄνθρωπον ἀλειφόμενόν τε καὶ περιστελλόμενον ὁμαλῶς τοῖς ἱματίοις· πρὸς γὰρ τὴν τοῦ πυρετοῦ δύναμιν ἀντίρροπον ἡγήσατ' [ἂν] εἶναι τὴν ἐκ τῶν ἀλειμμάτων ὑγρότητα πρὸς τῷ μήτε θερμαίνειν ἰσχυρῶς μήτε ψύχειν, ἀλλὰ λεαίνειν, ὧν μάλιστα δεῖται τὰ πεττόμενα. καὶ εἴπερ ταῦτα συντελεῖ τῇ πέψει τῶν χυμῶν, αἱ καθάρσεις ἐναντίαι εἰσί· κινοῦσαι μὲν γὰρ σφοδρῶς τὸ σῶμα ῥήσσουσι· τοιαύτης γὰρ δυνάμεως ἅπαντ' ἐστὶ τὰ καθαίροντα φάρμακα. αὕτη μὲν οὖν ἐστιν ἡ αἰτία τοῦ τὰς καθάρσεις ἐναντιοῦσθαι ταῖς πέψεσι. πρὸς δὲ τὸ συνεχὲς ἴωμεν ἤδη τοῦ λόγου τοῦδε.
Τὰ δὲ ῥοφήματα, ὁκόταν τῶν κρίσεων [812] ἐγγὺς ᾖ, μὴ δίδου, ἢν θορυβῆται, ὁκόταν δ' ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον. φυλάσσεσθαι δὲ δεῖ καὶ πάντων τῶν πυρετῶν τὰς κρίσιας καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον τὸν καιρόν.
Φυλάττει κἀνταῦθα τὴν Ἱπποκράτους γνώμην ὁ τοῦ βιβλίου συγγραφεύς, ἐν ἀρχῇ μὲν ἐπὶ μελικράτου καὶ χυλοῦ πτισάνης διαιτῶν, ἐγγὺς δὲ τῶν κρίσεων ἀφελὼν τὸν χυλόν.
Μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίνεσθαι καὶ ἀποστήματα ἴσχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ ᾖ, περὶ ὦτα καὶ τράχηλον, ἢν δὲ μὴ ψυχρὰ ᾖ, ἄλλας ἴσχει μεταβολάς. ῥέει δὲ καὶ αἷμα ἐκ ῥινῶν καὶ κοιλίαι τοῖσι τοιουτέοισιν ἐκταράσσονται.
[813] Οἷς ἐστι λεπτὸν τὸ οὖρον διὰ τὴν ἀπεψίαν τῶν χυμῶν, εἰκότως μηκύνουσιν οἱ πυρετοὶ μὴ δυνάμενοι λυθῆναι πρὸ τῆς πέψεως. ὅτι δ' ἀποστήμασιν οἱ τοιοῦτοι κρίνονται, πολλάκις ἤδη λέλεκται· σπανιώτερον δέ που καὶ δι' ἐκκρίσεως αἱ λύσεις αὐτῶν γίνονται· πότερον δ' ἄνω τοῦ σώματος ἢ κάτω τὸ ἀπόστημα γενήσεται, τοῖς ἐν τῷ Προγνωστικῷ γεγραμμένοις ὡμολόγηται τὰ νῦν εἰρημένα.
Ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές εἰσι καὶ ὑποχόνδρια συντείνουσι καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης ἐπιμελείης καὶ φυλακῆς δέονται. διάγειν δὲ τούτοισι προσφέροντας μηδὲν ἄλλο ἢ ὀξύμελι ὑδαρές· ῥόφημα δὲ μὴ πρόσφερε, ἕως ἂν λήξῃ καὶ οὖρον πεπανθῇ.
[814] Ἀσώδεις ὀνομάζει πυρετούς, ἐν οἷς οἱ κάμνοντες ἀσῶνται καὶ ἀηδῶς ἔχουσι· τὸ δὲ δυσφορεῖν ἑπόμενόν ἐστιν ἐνίοτε μὲν τῷ μόνιμον εἶναι τὸν πυρετὸν καὶ καυσώδη, πολλάκις δὲ καὶ τῇ τοῦ στομάχου κακώσει· τὸ στόμα δὲ τῆς γαστρὸς οὕτως ἄκουέ μου λέγοντος νῦν. ἤρξατο μὲν οὖν ἀπὸ τῶν πυρετῶν ἀσώδεις εἰπὼν αὐτοὺς ὑποχόνδριά τε συντείνοντας, ἐφεξῆς δ' ἐπὶ τοὺς πυρέττοντας μετέβη· τὸ γὰρ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτῷ κατὰ τῶν πυρεττόντων εἴρηται, καθάπερ καὶ τὸ τὰ ἄκρεα ψύχονται. τὸ μὲν οὖν μὴ ἀνέχεσθαι κεκλιμένους ἐν τῷ αὐτῷ τῶν ἀσωμένων τε καὶ δυσφορούντων ἐστὶ γνώρισμα, τὸ δὲ ψύχεσθαι τὰ ἄκρα φλεγμονῆς μεγάλης ἐν τοῖς σπλάγχνοις ἐπὶ παχέσι χυμοῖς, ὡς ἔμπροσθεν ἐδείκνυον, ἡνίκα περὶ τοῦ δευτέρου τῶν καύσων εἴδους ὁ λόγος ἦν· καὶ εἴπερ σφοδρὰ ἡ κατάψυξις εἴη, τεκμήριον ἤδη σοι τοῦ καὶ τὴν δύναμιν εἶναι ἄρρωστον ἰσχυρῶς.
εἰκότως οὖν ἔφη φυλακῆς πλείστης καὶ ἐπιμελείας δεῖσθαι τοὺς κάμνοντας οὕτω, εἰκότως δὲ καὶ ὀξύμελι δίδωσιν αὐτοῖς ὑπὸ παχέων καὶ γλίσχρων χυμῶν ἐνοχλουμένοις· προσέθηκε δὲ τῷ λόγῳ [815] ὑδαρές, ὡς πρὸς τὸ διδόμενον οἷς ἐν πνεύμονι τοιοῦτοι περιέχονται χυμοί· πολὺ γὰρ ὀξύτερον ἐπ' ἐκείνων εἶναι προσῆκεν, ἐπεὶ διὰ τὸ μῆκος τῆς κατὰ τὴν ἀνάδοσιν φορᾶς ἐπὶ τὸ πεπονθὸς μέρος ἀναγκαῖόν ἐστιν ἐκλυθῆναι τὴν δύναμιν· τοῖς δὲ καθ' ὑποχόνδριον εὐθέως προσπίπτει τοιοῦτον οἷον ἐπόθη. τὸ δὲ μηδ' ὅλως διδόναι ῥόφημα τοῖς οὕτως ἔχουσι, πρὶν πεπανθῆναι τὴν νόσον, ἀδιορίστως εἴρηται· φυλαττόντων γε ἡμῶν ὃ ἐδίδαξεν ὁ Ἱπποκράτης προσκεῖσθαι χρὴ τῷ λόγῳ, "ἢν ἀρκέῃ ὁ νοσέων", ὅπερ ὡς φανερὸν ἴσως παρέλιπεν.
Κατακλίνειν δὲ εἰς ζοφερὰ οἰκήματα καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι στρώμασι πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα καὶ ὡς ἥκιστα ῥιπτάζειν· μάλιστα γὰρ τοῦτο τοὺς τοιούτους ὠφελέει.
[816] Τὴν ἐν ζοφεροῖς οἰκήμασι κατάκλισιν οὐχ ὡς πεπαντικὸν βοήθημα συνεβούλευσε νῦν, ἀλλ' ὡς τῆς διὰ τὴν ἄσην γινομένης δυσφορίας ἐπανορθωτικόν, ἧς ἕνεκα καὶ τῆς μαλθακῆς στρωμνῆς ἐμνημόνευσε. τὸ δὲ μὴ πειρᾶσθαι ῥιπτάζειν ἑαυτόν, ἀλλ' ἡσυχάζειν ἑκατέρως χρήσιμον τῷ κάμνοντι, καὶ ὡς τῇ πέψει τῆς ὅλης νόσου συντελοῦν καὶ ὡς διαφυλάττον τὴν δύναμιν.
Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει φυλασσόμενος, ὅκως μὴ φρίξῃ προστιθέμενον· ἔστω δὲ ἀκροχλίαρον ἑφθὸν ὕδατι καὶ ἐλαίῳ.
Μαλακτικόν ἐστι τὸ λινόσπερμα καὶ μὴ θερμαῖνον ἐπιφανῶς, ὧν μάλιστα δεῖται φλεγμονὴ πᾶσα. καὶ μέντοι καὶ κατὰ τὴν θίξιν αὐτὸ παρασκευάζει τοιοῦτον, ὁποῖον κατὰ τὴν δύναμίν ἐστιν, ἀκροχλίαρον ἀξιῶν προσφέρειν. καὶ ἡ μίξις δὲ τοῦ ἐλαίου καὶ τοῦ ὕδατος χλιαρᾶς [817] θερμασίας ἐστὶ γεννητικὴ μετὰ τοῦ μαλάττειν τε καὶ παρηγορεῖν μετρίως, ὑπάρχον δυνάμεως ὁποίας μάλιστα ἐδείχθη δεῖν εἶναι τὰ πέττοντά τε καὶ τὰ διαφοροῦντα.
Τεκμαίρεσθαι δὲ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι· ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω, ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα.
Οὐ πᾶν τὸ μέλλον ἔσεσθαι διδάσκει ἐκ τῶν οὔρων, ἀλλὰ σωτηρίαν ἢ θάνατον· σωτηρίαν μὲν γὰρ δηλοῖ τὰ παχύτερα καὶ ὠχρότερα. σαφῶς δὲ τὰ παχύτερα τοῖς λεπτοῖς παραβάλλων εἶπεν, οὐ τοῖς κατὰ φύσιν, ὡς καὶ μικρὸν ἔμπροσθεν ἠξίουν ἀκούειν· οὔτε γὰρ ἂν παχέα λέγοις ἑρμηνεύειν ὀρθῶς ἐθέλων οὔτε λεπτὰ τὰ κατὰ φύσιν οὖρα. τά γε μὴν λεπτὰ καὶ μέλανα χείριστα· πρὸς γὰρ τῶν λεπτῶν μόνων γινομένων ἄπεπτον δηλοῦται τὸ νόσημα· τὸ γὰρ ἀκριβῶς λεπτὸν [818] ὑδατῶδές ἐστιν, ὥστε καὶ λευκόν. αἱ δὲ τῶν οὔρων προγνώσεις ἐν τοῖς Εἰς τὸ Προγνωστικὸν ὑπομνήμασιν εἴρηνται.
Ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε σημαίνει, καὶ ἀνάγκη τῷ νοσέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην.
Καὶ τοῦτο γὰρ φυλάττων ἐπὶ τῶν νοσούντων εὑρήσεις ἀληθῶς εἰς χρόνον πλείονα καὶ μεταβολὰς μεταξὺ γινομένας ἐμπίπτοντα τὸν ἄνθρωπον ἐπὶ τοῖς ποικίλοις οὔροις· πλείους γὰρ αἱ διαθέσεις δηλοῦνται, αἳ μὴ τῆς αὐτῆς θεραπείας δεόμεναι οὐδὲ τὴν ἴσην ἔχουσι προθεσμίαν τῆς λύσεως.
Τοὺς δὲ ἀκαταστάτους τῶν πυρετῶν [819] ἐᾶν, μέχρις ἂν στῶσιν· ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων.
Ἀκαταστάτους πυρετοὺς εἴρηκεν ἐφ' ὧν μηδέν ἐστι καθεστηκός, ὅπερ σημαίνει τὸ βέβαιον· ἔστι δὲ βέβαια τὰ ἐν ταῖς περιόδοις φαινόμενα καὶ τοῖς οὔροις, ἔτι δὲ καὶ ταῖς ἠκριβωμέναις ἰδέαις τῶν πυρετῶν. αἱ μὲν οὖν περίοδοι τὴν ἀρχὴν οὐδὲ φαίνονται ταῖς πρώταις ἡμέραις· τὰ δ' ‹οὖρα› ἐπιγίνεται ἄλλοτε ἄλλα καὶ πολλάκις τρὶς καὶ τετράκις οὐρεῖν διά τε τῆς ἡμέρας καὶ τῆς νυκτὸς συμβαίνει· καὶ ἀνόμοια φαίνεται τὰ οὖρα πρὸς ἄλληλα. τὴν τοίνυν ἰδέαν τοῦ τοιούτου πυρετοῦ ἀκατάστατον εἶναί φησιν, ὅπερ ταὐτὸν σημαίνει τῷ μὴ διασῴζοντι ἰδέαν μίαν ἀκριβῶς. ἐδήλωσα δέ σοι τὰς ἀκριβεῖς ἰδέας τῶν πυρετῶν ἔν τε τοῖς Περὶ διαφορᾶς αὐτῶν ὑπομνήμασι κἀν τῷ δευτέρῳ Περὶ κρίσεων. ἐπὶ τῶν τοιούτων οὖν πυρετῶν ἀξιοῖ μὴ κατ' ἀρχὰς τῇ διαίτῃ χρῆσθαι, ἀλλ' ἐᾶν, ἕως ἂν ἴδωμεν, ποῖοί τινές εἰσι, καὶ τηνικαῦτα τὸ τῆς διαίτης εἶδος ὁρίζειν.
[820] Εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων.
Ὄψιας εἴρηκεν ὡσανεὶ διαφορὰς ἢ τρόπους ἢ ἰδέας, τῶν καμνόντων δὲ ἀντὶ τοῦ τῶν τοῖς κάμνουσι γινομένων νοσημάτων. ἐδείχθη γὰρ ἤδη πολλάκις, ὡς ἅπασι τοῖς παλαιοῖς ἔθος ἐστὶν ἀπό τε τῶν παθημάτων ἐπὶ τοὺς πάσχοντας αὐτοὺς μεταφέρειν τὰς προσηγορίας ἀπό τε τῶν πασχόντων ἐπὶ τὰ πάθη, ὡς μηδὲν διαφέρον τῶν πυρετῶν εἰπεῖν διαφορὰς ἢ τῶν πυρεττόντων, οὕτως δὲ καὶ πλευριτικῶν ἢ συναγχικῶν ἢ πλευρίτιδος ἢ συνάγχης. ὄψιας οὖν εἶπε τῶν καμνόντων, ἐπειδὴ τοῖς ὀφθαλμοῖς αὐτοὺς θεωροῦντες εὑρίσκομεν τὰς διαφοράς.
Διὸ προσεκτέον τῷ ἰωμένῳ, ὅκως μὴ διαλήσεταί τις τῶν προφάσεων ‑
[821] Ἐμάθομεν, ὅτι τὰς φανερὰς αἰτίας ὀνομάζει προφάσεις· ἀλλὰ καὶ νῦν εὔδηλός ἐστιν ἐπὶ τούτων φέρων τὴν προσηγορίαν· ἐπιφέρει γοῦν·
Μήτε τῶν κατὰ λογισμὸν ὅσα τε ἐς ἀριθμὸν ἄρτιον ἢ περισσὸν δεῖ φανῆναι.
Ὡς τῶν αἰτιῶν τὰς μὲν φανερὰς ἁπάντων γινωσκόντων ἄνευ τεχνικοῦ λογισμοῦ, τὰς δὲ μόνων τῶν χρωμένων τῷ τεχνικῷ λογισμῷ· προσέχειν δὲ δεῖ, φησί, κἀκείναις, ἃς εἰς ‹ἀριθμὸν› ἄρτιον ἢ περιττὸν φανῆναι δεῖ.
Μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβεῖσθαι, ὡς αἵδε αἱ ἡμέραι ἑτερορρεπέας ποιοῦσι τοὺς κάμνοντας.
[822] Οὐχ ἁπλῶς ἀκουστέον ἐστίν, ἀλλ' ἐπὶ τῶν ὀξέων νοσημάτων μέγα δύνασθαι τὰς περιττὰς ἡμέρας, ὡς μεταβολὰς ἑκατέρως ἀξιολόγους ἐμποιούσας εἰς ὑγίειάν τε καὶ θάνατον· τοῦτο γὰρ σημαίνει τὸ ἑτερορρεπέας. ἐπὶ μὲν τῶν ὀξέων ἡ τρίτη καὶ πέμπτη καὶ ἑβδόμη καὶ ἐνάτη καὶ ἑνδεκαιδεκάτη καὶ τεσσαρεσκαιδεκάτη καὶ ἑπτακαιδεκάτη, ἐπὶ δὲ τῶν χρονίων ἑξηκοστὴ καὶ ὀγδοηκοστή· μέσαι δ' αὐτῶν εἰσιν εἰκοστὴ καὶ τριακοστὴ καὶ τετάρτη καὶ τεσσαρακοστή, περιτταὶ δὲ καὶ αὗται.
Φυλάσσεσθαι οὖν δεῖ τὴν πρώτην ἡμέραν, ᾗ ἦρκται ἀσθενέειν ὁ κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ ὅτου καὶ ὅτι· ἡγέεται γὰρ τοῦτο πρῶτον εἰδῆσαι. ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διασκέψῃ πάντα, πρῶτον μὲν κεφαλὴν ὅπως ἔχει, εἰ ἀνάλγητος καὶ μὴ βάρος ἔχει ἐν ἑωυτῇ, ἔπειτα ὑποχόνδρια καὶ τὰ πλευρά, εἰ ἀνάλγητα· ὑποχόνδριον μὲν γάρ, ἢν ἐπίπονον ᾖ ἢ ἐπηρμένον ἢ ἔχῃ τινὰ σκολιότητα ἢ κόρον ἢ πλευροῦ ἀλγηδὼν ἐνῇ καὶ ἅμα τῷ ἀλγήματι ἢ βηχίον ἢ στρόφος [823] ἢ πόνος κοιλίης. ὁκόταν δέ τι τούτων παρῇ, ἐν ὑποχονδρίῳ μάλιστα, λύειν τὴν κοιλίην κλυσμοῖσι· πινέτω δὲ μελίκρητον θερμὸν ἀφηψημένον. καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν εἰ λειποθυμέει καὶ εἰ τοῦ πνεύματος εὐφορίη αὐτὸν ἔχει, ἰδεῖν δὲ διαχώρησιν, μή τι μέλαν ἰσχυρῶς διεχώρησε χρῶμα ἢ καθαρόν, ὁκοῖα ὑγιαίνοντος ἂν εἴη διαχωρήματα, καὶ ὁ πυρετὸς εἰς τὴν τρίτην ἐπιπαροξυνόμενος. κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοισι τριταίους, πρὸς ταῦτα ἤδη καὶ τἄλλα συνορῆν· καὶ ἢν ἡ τετάρτη τῇ τρίτῃ ἡμέρῃ ὅμοιον ἔχῃ τι τῶν αὐτῶν τούτων, κινδυνώδης ὁ κάμνων γίνεται. τὰ δὲ σημεῖα· ἡ μὲν μέλαινα διαχώρησις θάνατον σημαίνει, ἡ δὲ ὁμοίη τῷ ὑγιαίνοντι, ὁκόταν ἀνὰ πάσας τὰς ἡμέρας φαίνηται, σωτήριον.
[824] Φυλάττεσθαί φησι χρῆναι πρῶτον μὲν τὴν πρώτην ἡμέραν, ἐν ᾗ γνῶναι κελεύει τὴν αἰτίαν τοῦ νοσήματος· τὸ γὰρ ἐξ ὅτου καὶ ὅτι τὸ τί ποτ' ἐστὶ τὸ νόσημα δηλοῖ. πυνθάνεσθαι δὲ κελεύει πρῶτον μὲν τὴν κεφαλὴν ὅπως ἔχει, ἔπειτα ὑποχόνδρια καὶ πλευράς, ὑποχόνδριον μέν, εἴ τίς ἐστιν ὀδύνη ἢ ἐξήρτηται ἤ τινα ἔχει σκολιότητα, τουτέστιν ἀνωμαλίαν (ὅπερ ἐν τῷ Προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν ἔγραψεν· "εἰ ἀνωμάλως διακείμενον τὰ δεξιὰ καὶ τὰ ἀριστερά"), ἢ εἰ κόρον ἔχει, φησί· τοῦτο δέ μοι δοκεῖ τὴν πλήρωσιν τῶν σιτίων δηλοῦν. ἐρωτᾶν δ' ἀξιοῖ καὶ τἄλλα περὶ τὴν ἑξῆς λέξιν. κἄπειτα κελεύει τῶν μὲν ὑποχονδρίων πεπονθότων λύειν τὴν κοιλίαν κλυσμοῖς, πίνειν δὲ μελίκρατον θερμὸν ἀφηψημένον.
ἀδιορίστως δὲ ταῦτ' εἰπὼν ἐφεξῆς γράφει· καταμανθάνειν δὲ χρὴ καὶ τὰ ἐν ταῖς ἐξαναστάσεσιν, εἰ λειποθυμεῖ καὶ εἰ τοῦ πνεύματος, φησίν, εὐφορίη αὐτὸν ἔχει· τοῦτο δ' ἀντίκειται τῷ λειποθυμοῦντι. ὁρᾶν δ' ἀξιοῖ καὶ τὸ διαχώρημα, πότερον μέλαν ἐστὶν ἢ καθαρὸν καὶ ἄμεμπτον, ὁποῖον τῶν ὑγιαινόντων, ὥσπερ [825] καὶ εἰ ὁ πυρετὸς εἰς τὴν τρίτην ἡμέραν ἐπιπαροξύνεται. τούτων οὕτως ἐχόντων ἐὰν ἡ τετάρτη τῇ τρίτῃ παραπλήσιον ἔχῃ τι κατὰ τὸν παροξυσμόν, κινδυνώδη δηλονότι ταύτην φησί. τὸ γὰρ καὶ τὴν τετάρτην ἡμέραν ἐπίδηλον οὖσαν τῆς ἑβδόμης νεωτερίσαι τι τῶν χαλεπῶν ἐστι σημείων· ὁ δὲ νεωτερισμὸς δῆλος. εἰ γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν καὶ τῇ τρίτῃ παροξυσμὸς ἐγένετο, τῇ δευτέρᾳ δ' οὐκ ἐγένετο, προσῆκον ἦν τὴν πέμπτην ἔχειν παροξυσμόν, τὴν δὲ τετάρτην μὴ ἔχειν· ἔχουσα τοίνυν καὶ αὕτη κακοῦ τινος ἑτέρου γένεσιν ἐνδείκνυται. εἰ δὲ καὶ μέλανα διαχωρήσειε, θάνατον ἔσεσθαι δηλοῖ.
μέμνησο δὴ τούτου παραλιπὼν τὰ πολλὰ τῶν εἰρημένων. εἰ γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν ἡ τρίτη τὸν ἀνάλογον ἤνεγκε παροξυσμόν, νεώτερον μέν, εἰ καὶ ἡ τετάρτη παρώξυνεν· εἰ δὲ καὶ μέλανα διεχώρησεν, ὀλέθριόν ἐστι τὸ σημεῖον· ἐὰν δὲ πάλιν ὅμοια τοῖς ὑγιαίνουσιν ἀνὰ πάσας τὰς ἡμέρας διαχωρῇ, σωτηρίαν ἔλπιζε τοῦ κάμνοντος ἔσεσθαι.
Ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ, [826] ἐνῇ δὲ τοῦ πνεύματος εὐφορίη, διαναστὰς ἐπὶ τὸν θρόνον ἢ αὐτοῦ ἐν τῇ κλίνῃ, ἢν ἀψυχίη ἐγγένηται, ταῦτα δὲ ὁκόταν προσῇ τῷ κάμνοντι ἢ τῇ καμνούσῃ κατ' ἀρχάς, παραφροσύνην προσδέχου ἐσομένην.
Συγκέχυται τῆς ῥήσεως ταύτης ἡ διάνοια· τὸ γὰρ 'ὅταν ἡ βάλανος μηδὲν ἀνύῃ, δοκῇ δ' εὐφόρως ἔχειν ὁ κάμνων, εἴ γε κἀν ταῖς διαναστάσεσι λειποψυχεῖ, παραφροσύνην προσδέχεσθαι' κακῶς εἰρῆσθαί μοι δοκεῖ, μήτε τῆς ἐμπειρίας μαρτυρούσης αὐτῷ μήτε τοῦ λογισμοῦ. γένοιτο γὰρ ἄν ποτε καὶ τοιοῦτόν τι· αἱ δὲ προγνώσεις εἰσὶν οὐ τῶν σπανίως γινομένων, ἀλλὰ τῶν διὰ παντὸς ἢ ὡς τὸ πολύ.
Προσέχειν δὲ χρὴ καὶ τῇσι χερσίν· ἢν γὰρ τρομεραὶ ἔωσι, προσδέχου τῷ τοιῷδε ἀπόσταξιν αἵματος διὰ ῥινῶν ἐσομένην.
[827] Καὶ οὗτος ὁ λόγος οὐ τὸ διηνεκὲς οὐδ' ὡς τὸ πολὺ γινόμενον, ἀλλὰ τὸ σπάνιον διδάσκει.
Ὁρῆν δὲ χρὴ αὐτοὺς τοὺς μυκτῆρας· ἢν ὁμοίως τὸ πνεῦμα δι' ἀμφοτέρων ἕλκηται καὶ ἢν πολὺ φέρηται ἐκ τῶν μυκτήρων, φιλέει γίνεσθαι σπασμός· ἢν δὲ σπασμὸς γένηται, τῷ τοιῷδε θάνατος προσδόκιμος, καὶ καλῶς ἔχει προλέγειν.
Οὐσῶν τῶν χειρῶν τρομωδῶν (οὕτω γὰρ προσῆκον εἰπεῖν), εἰ τὸ πνεῦμα πολὺ φέρεται δι' ἀμφοτέρων τῶν μυκτήρων, σπασμὸν ἐπιγίνεσθαί φησιν· εἴωθε δ' οὕτω καλεῖν τὴν σπασμώδη διάθεσιν γινομένην κατὰ τῶν τὰ πτερύγια τῆς ῥινὸς κινούντων μυῶν.
Ἢν δὲ ἐν πυρετῷ χειμερινῷ ἡ [828] γλῶσσα τρηχεῖα γένηται καὶ ἀψυχίαι ἐνέωσι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεσις εἶναι τοῦ πυρετοῦ· ἀλλ' ὅμως τὸν τοιόνδε παραφυλάσσειν τῇ λιμοκτονίῃ καὶ ὑδατοποσίῃ καὶ μελικρήτου πόσει· καὶ χυλοῖσι παραφύλασσε μηδὲν πιστεύων τῇ ἀνέσει τῶν πυρετῶν, ὡς οἱ τοιάδε ἔχοντες σημεῖα ἐπικίνδυνοί εἰσι θνῄσκειν. ὁκόταν δὲ ταῦτα συνίδῃς, οὕτω πρόλεγε, ἤν σοι ἀρέσκῃ, θεωρήσας εὖ μάλα.
Χειμερινὸν πυρετὸν ἔνιοι μὲν ἁπλῶς ἀκούουσι τὸν ἐν χειμῶνι γιγνόμενον, ἔνιοι δὲ τὸν οἰκεῖον φύσει χειμῶνος, εἴη δ' ἂν ὁ τοιοῦτος ἐπὶ φλέγματι, καθάπερ ὁ θερινὸς ἐπὶ χολῇ. ἐὰν οὖν, φησίν, ἐπὶ τῷ τοιῷδε πυρετῷ γλῶσσα γένηται τραχεῖα καὶ λειποθυμίαι, συγγινώσκειν αὐτὸν ὄντα κινδυνώδη καὶ διὰ τοῦτο μὴ πιστεύειν ταῖς ἐπανέσεσι τῶν πυρετῶν, ὅταν μετὰ συμπτωμάτων ἢ σημείων μοχθηρῶν γίνωνται, καθάπερ νῦν ἅμα τῇ λειποθυμίᾳ τε καὶ τῇ τῆς γλώττης τραχύτητι. μὴ τοίνυν, φησίν, ἀμελῶς διαίτα τοὺς κάμνοντας, ἀλλ' [829] ὕδωρ τε καὶ μελίκρατον καὶ χυλὸν πτισάνης ῥοφεῖν δίδου. δόξει δὲ ταῦτα μάχεσθαι τῷ χρῆναι λιμοκτονεῖν· ἡ γὰρ λιμοκτονία τὰ μάλιστα μὲν ἀσιτίαν παντελῆ σημαίνει, εἰ δ' οὔ, ἀλλὰ τήν γ' ἐπὶ τοῖς πόμασι μόνοις δίαιταν· οὗτος δὲ καὶ μελίκρατον καὶ χυλὸν πτισάνης συνεχώρησε δίδοσθαι. δοκεῖ δέ μοι διὰ τοῦτο λιμοκτονεῖν λέγειν αὐτούς, ὅτι χρονίζουσι τὰς ἐπανέσεις τῶν πυρετῶν ἴσχοντες εὐφορωτάτας, ὡς ἐξαπατηθέντας τινὰς τροφὴν ἰσχυροτέραν δοῦναι καὶ μάλιστα διὰ τὴν λειποθυμίαν· ὡς πρὸς τὴν τοιαύτην οὖν δίαιταν ἡ διὰ τοῦ μελικράτου τε καὶ τοῦ χυλοῦ γινομένη ἐν πολλαῖς ἡμέραις ὀρθῶς εἴρηται λιμοκτονία.
Ὁκόταν δ' ἐν πυρετοῖσι φοβερόν τι γένηται πεμπταίοις ἐοῦσιν, ‹ἢν› ἡ κοιλίη ἐξαίφνης ὑγρὰ διαχωρήσῃ καὶ ἀψυχίη γένηται ἢ ἀφωνίη ἐπιλάβῃ ἢ σπασμώδης [830] γένηται ἢ λυγμώδης, ἐπὶ τούτοισιν ἀσώδης φιλέει γίνεσθαι καὶ περὶ ὑπορρίνιον καὶ μέτωπον ἱδρῶτες καὶ αὐχένα ὄπισθεν τῆς κεφαλῆς· οἱ δὲ ταῦτα πάσχοντες θνῄσκουσι πνευματωθέντες οὐκ εἰς μακράν.
Τῶν ἐκ τηρήσεως ἐμπειρικῶς γεγραμμένων τοῖς ἰατροῖς ἔνια τοιαῦτ' ἐστίν, ὡς ἐκ τῶν ὀφθέντων ἅπαξ ἢ δὶς ἀπόφασιν ἔχειν καθόλου τρόπου, ὡς πλειστάκις ἐπὶ τῶν αὐτῶν καὶ ὡσαύτως δυνάμενα θεωρηθῆναι. τοιοῦτον δή τι καὶ τοῦτ' ἐστὶ τὸ νῦν λεγόμενον· ἑωρακὼς γὰρ ὁ γράψας ταῦτα πεμπταῖόν τινα διαχωρήσαντα μέν τινα ὑγρὰ διαχωρήματα, λειποψυχήσαντα δὲ καὶ ἄφωνον γενόμενον, ἕτερον δὲ σπασμώδη καὶ μετὰ τοῦτ' ἤτοι γ' ἀμφοτέρους ἢ τὸν ἕτερον ἀσώδη καὶ τὰ περὶ τὸ πρόσωπόν τε καὶ τὸν αὐχένα ἐφιδρώσαντας, εἶτα ἀποθανόντας ἔγραψεν, ὡς οἴεται, συνδρομὴν σημείων ἐμπειρικῶν. ἔστι δ' αὐτὰ δυνάμενα καὶ στομαχικῆς προηγεῖσθαι συγκοπῆς, δυνάμενα δὲ καὶ διὰ πλῆθος γίνεσθαι θλιβομένης τῆς δυνάμεως ἢ καὶ ἄλλως [831] ἀρρωστούσης. ἕκαστον γάρ τοι τῶν εἰρημένων καὶ καθ' ἑαυτὸ μοχθηρόν ἐστι, μή τί γε συνελθόντα πάντα. τὸ γὰρ ἐπὶ ταῖς ἐξαίφνης διαχωρήσεσι λειποθυμεῖν ἐπικίνδυνόν ἐστιν, ὥσπερ καὶ τὸ ἄφωνον γενέσθαι καὶ ἀσώδη, οὐκ ἀγαθὸν δὲ καὶ τὸ περὶ τὸ πρόσωπόν τε καὶ τὴν κεφαλὴν ἱδροῦν μόνα.
καθάπερ οὖν ταῦτα πολλὰ καὶ μοχθηρὰ συμπτώματά ἐστιν, οὕτω καὶ τἄλλα τὰ ἐν τῷ Προγνωστικῷ γεγραμμένα, καὶ δύναταί τις ἐπιπλέκων αὐτὰ ἀλλήλοις δοκεῖν τι διδάσκειν νεώτερον· ἐὰν δέ που καὶ λέξιν ἀσαφῆ μίξῃ τῷ λόγῳ καθάπερ αἴνιγμα, τοῖς μὲν πολλοῖς κἀκ τούτου σοφώτερος εἶναι δόξει· θαυμάζουσι γὰρ ἃ μὴ νοοῦσιν· ἀνθρώπῳ δ' ἐγνωκότι διακρίνειν ἀπὸ τῆς παθογνωμονικῆς συνδρομῆς τὰ ἐπιγινόμενα φωραθήσεται ποικίλος μέν, ἄχρηστος δ' ὁ λόγος. ἡ μὲν γὰρ παθογνωμονικὴ συνδρομὴ τὸ τοῦ νοσήματος εἶδος ἐνδείκνυται, τὰ δ' ἐπιγινόμενα συμπτώματα τὴν ἐπιείκειάν τε καὶ κακοήθειαν αὐτοῦ. καὶ χρὴ μαθόντα τούτων τῶν συμπτωμάτων ἑκάστου τὴν δύναμιν ἐκλογίζεσθαί τε καὶ παραβάλλειν ἀλλήλοις τὰ φανέντα, κἂν μὲν ἰσχυρότερά [832] τε καὶ πλείω φαίνηται τῶν ἀγαθῶν τὰ μοχθηρά, γινώσκειν ἐν κινδύνῳ τὸν ἄνθρωπον ὑπάρχειν, εἰ δὲ τἀγαθὰ τῶν φαύλων ἰσχυρότερά τ' εἴη καὶ πλείω, καλὴν προσδοκίαν ἔχειν ἐπὶ τῷ κάμνοντι.
τοῦτο δέ σε καὶ αὐτὸς ὁ Ἱπποκράτης ἀξιοῖ πράττειν· ἐν γοῦν τῷ Προγνωστικῷ πάντων τῶν συμπτωμάτων καὶ τῶν σημείων ἑκάστου κατὰ μόνας ἐδίδαξε τὴν δύναμιν, ἐπὶ τῇ τελευτῇ δὲ τούτου τοῦ συγγράμματός φησι· "χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγινώσκειν τούς τε περιεσομένους καὶ τοὺς ἀποθανουμένους οἷς τε ἂν μέλλῃ πλείονας ἡμέρας παραμένειν τὸ νόσημα καὶ οἷς ἂν ἐλάσσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα, κρίνειν ἐκλογιζόμενον τὰς δυνάμεις αὐτῶν πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται." τὰς δυνάμεις ἀξιοῖ τῶν σημείων ἐκλογιζόμενον προγινώσκειν ἐξ αὐτῶν τὸ ἀποβησόμενον· ἔνθα μὲν οὖν ἀγαθὰ μοχθηροῖς μέμικται παρισούμενά πως ταῖς δυνάμεσι, γεγυμνασμένου μὲν ἀνδρὸς δεῖται, τεθεωρηκότος δ' ἐπὶ τῶν ἔργων αὐτὰ πολλάκις· ἔνθα δ' ἐστὶν ἤτοι πάντα κακά, καθάπερ νῦν, ἢ πάντα καλά, κατάδηλον ἅπαντι [833] τὸ ἀποβησόμενον. ὄντος γὰρ καὶ καθ' ἑαυτὸ σημείου κακοῦ τοῦ διαχωρούσης τῆς κοιλίας λειποψυχῆσαι, κακοῦ δ' ὡσαύτως καὶ τῆς ἀφωνίας, ἐὰν πρὸς τούτοις καὶ σπασμώδης ἢ λυγμώδης ἢ ἀσώδης ὁ κάμνων γένηται, σαφέστερον ἐνδείξεται τὸν κίνδυνον· ἐὰν δὲ καὶ ἄλλο τι μοχθηρὸν αὐτῷ σημεῖον ἐπιγένηται, καθάπερ οἱ περὶ τὸν αὐχένα καὶ τὸ πρόσωπον ἱδρῶτες, ἔτι καὶ μᾶλλον· ἅπερ εἴρηται νῦν ὑπ' αὐτοῦ τοῦ γράψαντος τὸ βιβλίον, οὐδενὸς ἀγαθοῦ σημείου μεμιγμένου τοῖς κακοῖς. ὅτι μὲν οὖν ὁ τοιοῦτος ἐξ ἀνάγκης τεθνήξεται, πρόδηλον ἐκ τοῦ τῶν κακῶν ἀθροίσματος σημείων.
τὸ δὲ [καὶ] πνευματωθέντες τῇ τελευτῇ τῆς ῥήσεως ὥσπερ αἴνιγμα προσέρριπται ταύτης ὥς τι τῶν ἐξ ἀνάγκης ὡμολογημένων ἔσεσθαι, ὅ τι περ ἂν σημαίνῃ τὸ πνευματωθέντες, εἴτε τὸ τῶν κατὰ τὴν γαστέρα πνευμάτων πλῆθος, ὡς ἐνὸν [γαστέρα] φυσηθῆναι πᾶσαν αὐτήν, εἴτε τὴν μεγάλην καὶ πυκνὴν ἀναπνοήν· ἀλλὰ καὶ ταύτην ἐμάθομεν, ὡς ἕπεται διαθέσεσιν οὐκ ἀγαθαῖς, ὥσπερ γε καὶ τὴν τῆς γαστρὸς ‹ἐμπνευμάτωσιν›. ὥστ' οὐ χρὴ ζητεῖν ἄλλα σημεῖα, τούτων ἐξ ἀνάγκης [834] προηγουμένων· ἐπὶ τούτοις γὰρ οὐκέτι, ὡς ἐπ' ἐνίοις καὶ κατὰ τύχην γενομένοις, ἡ τῶν ἀποβησομένων ἀσαφής τις γίνεται πρόγνωσις.
Ὁκόσοισι δ' ἐν πυρετοῖσι τὰ σκέλεα γίνεται φυματώδεα καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἐόντων ἐν πυρετοῖσιν, ἢν καὶ προσπέσῃ πνιγμὸς φάρυγγι, ἰσχνῶν ἐόντων τῶν περὶ τὴν φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ ῥινῶν ῥέειν· καὶ ἢν μὲν πολὺ ῥυῇ, λύσιν σημαίνει τῆς νούσου, ἢν δὲ μή, μακρήν, ὁκόσῳ δ' ἂν ἔλασσον ῥυῇ, τοσῷδε χεῖρον καὶ μῆκος. ἢν δὲ τἄλλα ῥήιστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα· ἢν δ' ἅψηται τοῦ ποδὸς καὶ ἐπώδυνος γενόμενος παραμένῃ πυριφλεγὴς γενόμενος καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληῖδα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον, καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι. σβεννυμένων δὲ τούτων, ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, [835] σπασμὸς τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη· ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν καὶ ἐρυθήματα ἴσχει, καὶ ‹τὸ› βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει, καὶ σκληρὴ φλεγμονὴ κατέχει, καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμός, καὶ παραφροσύνη μέγα τι ἐπιδιδοῖ. αἱ δὲ νύκτες μᾶλλον σημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην. τὰ δὲ σημεῖα μάλιστα γίνεται πολλὰ ἐπὶ τὸν περισσὸν ἀριθμὸν ἢ ἐπὶ τὸν ἄρτιον· ὁκοτέρῳ δ' ἂν τούτων τῶν ἀριθμῶν γίνηται, ὄλεθροι ἐπιγίνονται.
Καὶ πάντα ταῦτα τὰ νῦν εἰρημένα δοκεῖ μοι τεθεαμένος ἐφεξῆς ἀλλήλων ὁ συνθεὶς τουτὶ τὸ γράμμα καθολικόν τινα ἐκ τῆς ἐν μέρει τηρήσεως λόγον πεποιηκέναι προπετῶς· ἄμεινον γὰρ ἦν, ὡς Ἱπποκράτης ἐν τοῖς τῶν Ἐπιδημιῶν εἴωθε γράφειν, οὕτω καὶ αὐτὸν πεποιηκέναι, προειπόντα μὲν ἐν ἀρχῇ τοῦ παθόντος τὸ ὄνομα καὶ μετὰ ταῦτα καὶ τὰς ἡμέρας, ἐν αἷς ἕκαστον ἐγένετο, καθάπερ ἐπ' αὐτῶν τῶν νῦν εἰρημένων συμπτωμάτων ἔνεστι ποιῆσαι.
[836] γεγενήσθω γάρ τινι φυματώδη τὰ σκέλη καὶ μὴ πεπαινέσθω, προσυποκείσθω δὲ καὶ πυρετώδης εἶναι καὶ πνιγώδης γενόμενος παυσάσθω· προσδοκήσειεν ἄν τις ἄνω γεγονέναι μετάστασιν τῶν ἐν τοῖς σκέλεσι χυμῶν, ἥτις ἐν ταῖς παρόδοις πνιγώδη τὸν ἄνθρωπον ἐποίησεν. ἐὰν οὖν ὁ τοιοῦτος, ὡς Ἱπποκράτης εἶπεν, ᾖ "περιεστικός," αἱμορραγῆσαι δυνήσεται διὰ ῥινῶν· καὶ ἐὰν μὲν πολὺ ᾖ τὸ αἷμα, λύσει τὴν νόσον· εἰ δ' οὔ, χρονίσει καί, εἰ τἄλλα καλῶς γένοιτο, πάλιν εἰς τοὺς πόδας ἀλγήματα τούτῳ κατασκῆψαι δυνατόν ἐστιν. ὑποκείσθω δὴ καὶ τοῦτο γεγονέναι, καθάπερ καὶ τὸ πυριφλεγῆ τὸν ἄνθρωπον ἐπὶ τούτοις γενέσθαι, ὅπερ ἤτοι θερμασίαν πολλὴν περὶ τὸν πόδα δηλοῦν εἴωθεν ἢ πυρετὸν πολὺν καὶ πυρώδη· καὶ εἰ ἐπὶ τούτοις μὴ λυθείη τὸ νόσημα, πάλιν ἀναχωρῆσαν ἄνω μᾶλλον τὸ πλῆθος ἀλγήματα γεννήσει κατὰ τοὺς αὐχένας καὶ κλεῖς καὶ τὸν ὦμον καὶ τὸ στῆθος. ὡς δὲ ταῦτα συνέβη πάντα αὐτῷ ἀλόγως (τοῦτο γὰρ ἦν τὸ σβεσθῆναι), τὰς χεῖρας ὑποκείσθω γενέσθαι τρομώδεις, ἔπειτα σπασμὸν ἐπακολουθῆσαι, [837] τοῦ πλήθους ἀποσκήψαντος εἰς τὰ νευρώδη μόρια καὶ αὐτὴν τὴν ἀρχὴν αὐτῶν καταλαβόντος· ἐντεῦθεν γὰρ αἱ παραφροσύναι.
θεασάμενος οὖν ὁ γράψας τῶν οὕτω τινὰ νοσησάντων φλυκταίνας ἔχοντα κατὰ τὴν ὀφρὺν (τοῦτο γὰρ σημαίνει τὰ φλυζάκια) προπετῶς ἀπεφήνατο πᾶσι τοῖς οὕτως ἔχουσιν ἐσόμενον τοῦτο τὸ σύμπτωμα. καὶ περὶ τῶνδε τῶν ἐφεξῆς γεγραμμένων ὁ αὐτὸς λόγος· ὃ γὰρ ἐγένετο ἑνὶ τῶν οὕτω νοσησάντων εἴτε δυοῖν, ἐπὶ πάντας ἐκτείνων ἔφη καὶ ἐρυθήματ' ἴσχειν αὐτοὺς καὶ τὸ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνειν καὶ ξηρὰν γίνεσθαι τὴν φλεγμονὴν καὶ οἰδεῖν ἰσχυρῶς τοὺς ὀφθαλμούς.
τούτων δὲ τὰ μὲν ἄλλα σαφῆ, τὸ δὲ παραβλαστάνει τὸ βλέφαρον τὸ ἕτερον ἀσαφές ἐστι, πότερον ἐκ μέρους αὐτῶν τινα γινομένην σύμφυσιν ἢ σαρκῶδές τι βλάστημα θατέρου μὲν ἐκφυόμενον, ἐπὶ δὲ θάτερον ἐκτεινόμενον ἠβουλήθη δηλῶσαι. εἰ δέ τι χρήσιμον ἦν ‹ἐκ› τῆς εὑρέσεως αὐτοῦ σχεῖν, πλέον ἂν ὑπὲρ αὐτοῦ διεσκεψάμην.
[838] Τοὺς τοιούσδε ἢν μὲν ἐξ ἀρχῆς φαρμακεύειν προαιρῇ, πρὸ τῆς πέμπτης, ἢν βορβορύζῃ ἡ κοιλίη· εἰ δὲ μή, ἐᾶν ἀφαρμακεύτους εἶναι· ἢν δὲ διαβορβορύζῃ καὶ τὰ ὑποχωρήματα χολώδεα ᾖ, σκαμμωνίῃ ὑποκάθαιρε μετρίως. ‹ἐν› δὲ τῇ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα προσφέρειν ποτὰ καὶ ῥοφήματα, ἵνα βελτιόνως ἔχῃ, ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες.
Θεραπείαν γράφει τῆς προειρημένης συνδρομῆς· ὀνομάζειν δ' αὐτὴν ἐμοὶ μέν, ὡς εἶπον, οὐδὲ τοῦτο δοκεῖ. καὶ ἡ θεραπεία δὲ οὐδὲν κοινὸν ἔχει πρὸς τὰ πρόσθεν διῃρημένα πολλάκις· προσεπισκεψάμενον γὰρ εἰρήκει καὶ τὰ ἐν τῇ γαστρὶ καὶ γνωρίσαντα ταῦτα διὰ τῶν βορβορυγμῶν καθαίρειν. εἰ δὲ καὶ χολώδη τὰ κάτω ῥέποντα εἴη, σκαμμωνίαν δίδωσι φάρμακον χολώδη καθαῖρον. ἐν δὲ τῇ ἄλλῃ θεραπείᾳ κελεύει προσφέρειν ἐλάχιστα ῥοφήματα, μέχρις ἂν ἐπανῶσιν [839] ὑπερβαίνοντες τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν· τούτῳ δὲ τῷ λόγῳ συνενδείκνυται πρὸ τῆς τεσσαρεσκαιδεκάτης μὴ δύνασθαι πεφθῆναι τὴν νόσον.
Ὁκόταν πυρέσσοντι τεσσαρεσκαιδεκαταίῳ ἐόντι ἀφωνίη προσγένηται, οὐ φιλέει λύσις ταχεῖα οὐδ' ἀπαλλαγὴ τοῦ νοσήματος γίνεσθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε σημαίνει· ὁκόταν γὰρ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρότερον συμπίπτει.
Οὗτος ὁ λόγος περιττός ἐστι τοῖς μεμαθηκόσι τὰ μοχθηρὰ συμπτώματα μείζονα δύναμιν ἔχειν ἐν κρισίμοις ἡμέραις φαινόμενα· τούτῳ γὰρ τῷ καθόλου κέχρηται καὶ νῦν ὁ γράψας τὸ βιβλίον ἐφ' ἑνὸς τῶν κατὰ μέρος πραγμάτων, τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας. ὡς γὰρ ἐν ταῖς ἄλλαις κρισίμοις, οὕτω καὶ ἐν ταύτῃ εἰ φανεῖταί τι μοχθηρὸν [840] σύμπτωμα, μείζονα τὴν δύναμιν ἔχει. χρὴ δὲ τὴν ἀπόφασιν τοῦ γενησομένου μὴ ἁπλῶς μηδ' ὡς ἔτυχεν, ἀλλὰ μετὰ διορισμοῦ ποιεῖσθαι· εἰ μὲν γάρ τινα τῶν ἀγαθῶν σημείων μείζονα δύναμιν ἔχοντα παρείη τῷ κάμνοντι, νοσήσας πλειόνως δυνήσεται σωθῆναι· μηδενὸς δὲ ὄντος τοῦ τοιούτου, τεθνήξεται μὴ δυναμένης τῆς δυνάμεως ἐξαρκέσαι τῇ πέψει τοῦ νοσήματος. κακῶς οὖν ὁ ταῦτα γράψας ἔφη μακρότερον πάντως ἔσεσθαι τὸ νόσημα· δύναται γὰρ καὶ διὰ ταχέων ἀποθανεῖν ὁ τὴν ἀφωνίαν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ σχὼν ἡμέρᾳ, μελλόντων χαλεπῶν ἄλλων σημείου γενομένου τοῦ συμπτώματος.
Ὁκόταν δὲ πυρέσσοντι τεταρταίῳ γλῶσσα ἐκτεταραγμένα διαλέγηται καὶ ἡ κοιλίη χολώδεα ὑποχωρέῃ ὑγρά, φιλέει παραληρεῖν ὁ τοιόσδε· ‹ἀλλὰ χρὴ παραφυλάσσειν παρεπόμενον τοῖσιν ἀποβαίνουσιν›.
[841] Ἀλλὰ καὶ ἐν ἄλλῃ τινὶ τῶν ἡμερῶν· ἐὰν δὲ τεταρταῖα φανῇ πρῶτον, κινδυνωδεστέραν εἶναι τὴν ἑβδόμην δηλοῖ, τουτέστι τὰ ἐν ἐκείνῃ γενησόμενα.
Θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων αἵματος ἀπόσταξις ἐξαπίνης συντονίην καὶ πολλὴν θεραπείην κατὰ φλέβας δηλοῖ καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας. καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ ἢ μελαγχολικὸς ἢ ἐκ πόσιος χεῖρες τρομεραί, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ σπασμόν.
Καὶ αὕτη πάλιν ἡ ῥῆσις ἐπιπλοκὴν ἔχει συμπτωμάτων πολλῶν οὐ συγγινομένων ἐν ἅπαντι ἀνθρώπῳ νοσοῦντι, διὸ καὶ ἄχρηστα τὰ οὕτως γραφόμενα, τῆς χρησίμου διδασκαλίας διὰ τῶν καθόλου γινομένης, ὡς Ἱπποκράτης εἴωθε ποιεῖν. εἴρηται δ', ὅτι τῶν καθόλου τὰ μὲν [842] διηνεκῆ τὴν πρώτην ἔχει δύναμίν τε καὶ χρείαν, τὰ δ' ὡς τὸ πολὺ τὴν δευτέραν· εἴ τι δ' ἀμφίδοξον ἢ σπάνιόν ἐστιν, ἄχρηστον εἰς τὴν διδασκαλίαν.
ἃ γοῦν εἶπεν, ἐπισκεψώμεθα κατὰ μέρος, καὶ πρῶτόν γε τὸ πρῶτον εἰρημένον. θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων αἵματος ἀπόσταξις ἐξαπίνης συντονίην καὶ πολλὴν θεραπείην κατὰ φλέβας δηλοῖ καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας· καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ ἢ μελαγχολικὸς ἢ ἐκ πόσιος χεῖρες τρομεραί, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ σπασμόν.
βέλτιον ἦν εἰπεῖν τὴν συντονίαν ἐνδείκνυσθαι θεραπείας χρῄζειν τὰς φλέβας· ἐπιστάμεθα δ', ὅτι τὰς στάξεις τοῦ αἵματος ἐκ τῶν μυκτήρων μοχθηρὸν ἀεί τί φησιν εἶναι διὰ τὸ τὴν φύσιν μὲν ἐφίεσθαι ἐκκρίνειν τὸ περιττόν, ἀδυνατεῖν δὲ δι' οἰκείαν ἀρρωστίαν ἢ πάχος τοῦ αἵματος ἢ πύκνωσιν τῶν μορίων ἤ τινα τούτων ἢ πάντα συνελθόντα. μοχθηροῦ δ' ὄντος ἀεὶ τοῦ σημείου, μᾶλλον ἔτι καὶ κατὰ θέρους καὶ [843] φθινοπώρου τὰ πρῶτα τὴν δύναμιν αὐτοῦ συμβέβηκεν ἐπιτείνεσθαι· ἐν ταύταις γὰρ ταῖς ἡμέραις ἥ τε ξανθὴ πλεονάζει χολὴ καὶ τὸ περιέχον θερμόν ἐστιν, ὥστε εὔρουν ἐχρῆν δι' ἄμφω εἶναι τὸ αἷμα. μέγεθος οὖν αἰτίας δηλοῦται, δι' ἣν κωλύεται ῥεῖν, ἣν τὴν συντονίαν εἶναί φησιν, ἴσως τὴν πύκνωσιν οὕτως ὀνομάζων.
τό γε μὴν θεραπείας δεῖσθαι κατὰ φλέβας τοὺς οὕτως ἔχοντας οὐδὲν οὐδέπω διδάσκει πρὶν εἰπεῖν, ἥντινα λέγει θεραπείαν· οὐ μὴν εἶπε, πρόρρησιν δὲ μόνην [πρώτην] ἔγραψε, λεπτῶν οὔρων ἐπιφάσιας γίνεσθαι ‹κακῶς εἰπὼν› κατὰ τὴν ὑστεραίαν, οὐ κατὰ μόνην ταύτην ἐξ ἀνάγκης φαινομένων αὐτῶν ἀπέπτων, ἀλλὰ καὶ κατὰ τὰς ἔμπροσθεν αὐτῆς· καὶ σπασμόν φησι καὶ παραφροσύνην ἔσεσθαι ἔτι πρὸς τούτοις τοῦ κάμνοντος ἀκμάζοντος κατὰ τὴν ἡλικίαν καὶ ὄντος γυμναστικοῦ, καὶ τῆς εὐσαρκίας αὐτοῦ μέμνηται καὶ τῆς κράσεως (οἱ γὰρ μελαγχολικοὶ κράσεως ὄνομα) καὶ μέντοι καὶ ἐκ πόσιός φησιν αὐτὸν χεῖρας ἴσχειν τρομεράς. τὰ μὲν οὖν συμπτώματα ταῦτα [844] δυνατόν ἐστιν ἀλλήλοις ἐπιπλακῆναι, οὐ μὴν ἐξ ἀνάγκης γε ἢ ὡς τὸ πολὺ τούτοις ἐπακολουθήσει παραφροσύνη καὶ σπασμός.
Καὶ ἢν μὲν ἐν ἀρτίῃσιν ἐπιγίνηται, βέλτιον, ἐν κρίσει δὲ ὀλέθριον, ἢν μὴ πολὺ ἁλὲς ἀποσυθὲν αἷμα ἐξόδους ποιήσηται τῆς πλεονεξίας κατὰ ῥῖνας ἢ καθ' ἕδρην ἢ ἐμποιήσῃ ἀποστάσεις ἢ πόνους ἐν ὑποχονδρίῳ ἢ ἐς ὄρχιν ἢ ἐς σκέλεα· πεφθέντων δὲ τούτων ἔξοδοι γίνονται πτυσμῶν παχέων, οὔρων λείων, λευκῶν.
Δύο γραφαί εἰσι τῆς 'ἐπιγίνεσθαι' λέξεως, μία μὲν διὰ τοῦ τ στοιχείου τῆς τρίτης συλλαβῆς γεγραμμένης, μία δ' ἄλλη διὰ τοῦ γ. ἀλλ' ἐάν τε κατὰ τὴν προτέραν ἐπιτείνεσθαι λέγῃ τοὺς κάμνοντας ἐν ἀρτίοις ἡμέραις, ἐάν τε κατὰ τὴν δευτέραν ἐπιγίνεσθαι τὰ εἰρημένα συμπτώματα κατὰ τὰς ἀρτίους ἡμέρας, οὐκ εὐθέως ἐστὶ καὶ βέλτιον [845] (τοῦτο δ' αὐτὸς εἶπεν)· οὐδὲ γὰρ εἰ ἄρτιοι, προσήκει σκοπεῖν, ἀλλ' εἰ καὶ κρίσιμοι· τὴν γοῦν τετάρτην ἡμέραν ἀρτίαν οὖσαν καὶ αὐτὸς ἑξῆς ὀλίγον ἔμπροσθεν εἶπεν, ὅτι μεγίστην δύναμιν ἔχει.
τό γε μὴν ἐφεξῆς εἰρημένον ἀληθές· ἐὰν γὰρ αἷμα πολὺ καθ' ὁντινοῦν τρόπον ἐκκριθῇ, σωτηρίας ἔχειν ἐλπίδα καὶ δι' ἀποστάσεως αὐτοὺς καὶ μεταστάσεώς φησι σῴζεσθαι, τὴν μὲν ἀπόστασιν ἄντικρυς διὰ τῆς ἰδίας προσηγορίας δηλώσας, τὴν δὲ μετάστασιν διὰ τοῦ φάναι πόνους ἐν ὑποχονδρίῳ ἢ ἐς ὄρχιν ἢ ἐς σκέλεα. διαφέρει δ' ἀλλήλων τῷ τὴν μὲν ἀπόστασιν αὐτὴν τὴν κρίσιν ἐπιφέρειν καὶ ἀπαλλάττειν ἁπάντων τῶν ὀχληρῶν τὸν κάμνοντα, τὴν δὲ μετάστασιν ἑτέρων ἴσχειν ἀρχὴν παροξυσμῶν τε καὶ πόνων, ὡς δεῖσθαι πάλιν ἄλλου χρόνου πρὸς τὴν πέψιν τὸν τόπον τοῦ σώματος, εἰς ὃν ἡ μετάστασις ἐγένετο τῶν λυπούντων χυμῶν· διὸ καὶ προσέθηκε πεφθέντων δὲ τούτων αἱ διέξοδοι γίνονται πτυσμῶν [ἢ] παχέων, οὔρων λείων, λευκῶν, σημεῖα διδάσκων τοῦ πεπέφθαι τὴν μετάστασιν ἐκ τῶν πεπεμμένων πτυσμάτων τε καὶ οὔρων.
[846] Πυρετῷ λυγγώδει ὀπὸν σιλφίου, ὀξύμελι, δαῦκον τρίψας πιεῖν δίδου καὶ χαλβάνην ἐν μέλιτι καὶ κύμινον ἐκλεικτὸν καὶ χυλὸν πτισάνης ἐπὶ τουτέοισι ῥοφέειν. ἄφυκτος δ' ὁ τοιοῦτος, ἢν μὴ ἱδρῶτες κριτικοὶ καὶ ὕπνοι ὁμαλοὶ ἐπιγένωνται καὶ οὖρα παχέα καὶ δριμέα καταδράμῃ ἢ εἰς ἀπόστημα καταστηρίξῃ.
Τὰς λύγγας εἰώθασι καὶ λυγμοὺς ὀνομάζειν· εἰσὶ δὲ κινήσεις τινὲς τοῦ στομάχου σπασμώδεις· γίνεσθαι δέ φασι δι' ἄμετρον κένωσιν ἢ πλήρωσιν. οἱ μὲν οὖν διὰ κένωσιν γινόμενοι σχεδὸν ἀνίατοι τυγχάνουσιν ὄντες, οἱ δὲ διὰ πλήρωσιν ὑπὸ τῶν τεμνόντων καὶ ῥυπτόντων τὰ ἐμπεπλασμένα βοηθημάτων θεραπεύονται· τοιαῦτα δ' εἰσὶ καὶ τὰ νῦν γεγραμμένα. φαίνεται δὲ νῦν ἡ δῆξις αὕτη γινομένη διὰ δριμύτητα δάκνουσαν τὸν στόμαχον, ὡς ἐπειδάν τις πέπερι πλέον ἤ τι τοιοῦτον καταπίῃ. καὶ μέντοι καὶ τῶν πυρεττόντων ἔνιοι λύγξαντες ἤμεσαν [847] διαβρωτικὸν καὶ δριμύτατον χυμόν, ἐφ' ᾧ τελέως ἐπαύσαντο τοῦ συμπτώματος. ἀλλ' ὅ γε τοιοῦτος πυρετὸς οὐ καλεῖται λυγγώδης· ἐπὶ πλέον γὰρ δεῖ παραμένειν τὸν λυγμὸν ἢ καὶ δι' ὅλου τοῦ νοσήματος εἶναι συμπαροξυνόμενον τοῖς πυρετοῖς, ἵνα λυγγώδης ὀνομασθῇ.
τὸν τοιοῦτον πυρετὸν ὑφ' ἱδρώτων κρισίμων καὶ ὕπνων ὁμαλῶν καὶ οὔρων δριμέων καὶ παχέων ἐκκενωθέντων θεραπεύεσθαί φησιν, ἤτοι γ' ἐκκριθέντων τῶν τοιούτων ἢ εἰς ἀπόστημα στηριχθέντων.
Κόκκαλος καὶ σμύρνα ἐκλεικτόν· πίνειν δὲ τοῖσι τοιουτέοισιν ὀξύμελι δίδου ὡς ἐλάχιστον, ‑
Ἀτάκτως τοῦτο γέγραπται· βέλτιον γὰρ ἦν αὐτὸ μικρῷ πρόσθεν γεγραφέναι κατ' ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἔνθα ἐθεράπευσε τοὺς δεομένους τὸν θώρακα καὶ πνεύμονα διὰ πτυσμάτων ἐκκαθαίρεσθαι, οὐ [848] πρὸς τὸν λυγγώδη πυρετόν. ἀλλὰ καὶ αὐτὸ τὸ εἰρημένον ἀσαφές· ὁ μὲν γὰρ κόκκαλος ὑπ' αὐτοῦ λελεγμένος οὐχ οὕτως, ἀλλὰ 'κῶνοσ' μᾶλλον ὑπὸ τῶν παλαιῶν Ἑλλήνων ὠνομάζετο, καθάπερ ὑπὸ τῶν νεωτέρων ἰατρῶν σχεδὸν ἁπάντων 'στρόβιλοσ'. εἰώθαμεν δ' ἐξ αὐτοῦ σκευάζειν ἐκλεικτόν, ὅταν ᾖ λιπαρὸς μάλιστα, τουτέστι πολλὴν ἐν κύκλῳ περικεχυμένην ἔχῃ τὴν ἰδίαν ῥητίνην. ἕψομεν δ' αὐτὸν ἐν ὕδατι μετὰ πρασίου πρόσφατον, εἶτα τῷ ἀφεψήματι μιγνύντες μέλι σύμμετρον ἕψοντές τε πάλιν τοῦτο μέχρι μελιτώδους συστάσεως, οὕτω τῷ γενομένῳ φαρμάκῳ χρώμεθα πρὸς τὰς ἐκ θώρακος καὶ πνεύμονος πτύσεις. ὥσπερ δὲ καὶ ἄλλα τινὰ προσεπεμβάλλομεν τούτῳ τῷ φαρμάκῳ πολλάκις, οὕτως ἐστὶν εἰκὸς καὶ τὸν ταῦτα γράψαντα σμύρναν ἐπεμβάλλειν, εἶτα διὰ συντόμων δεδηλωκέναι τοῦτο κόκκαλον καὶ σμύρναν ἐκλεικτὸν εἰπόντα. δύναται δὲ καὶ αὐτοὺς τοὺς ἐσθιομένους κώνους μετὰ σμύρνης διδόναι, τάχα κἀνταῦθα πάλιν ὑπακουσάντων ἡμῶν οὐ κακῶς μίγνυσθαι μέλι τῷ φαρμάκῳ.
[849] τινὲς μὲν οὖν χωρίσαντες τῆς προγεγραμμένης ῥήσεως ταύτην αὐτὴν καθ' ἑαυτὴν γράφουσι, τινὲς δὲ τὸ πέρας αὐτῆς ἀρχὴν ποιοῦσι κατὰ τόνδε τὸν τρόπον· ἢν ‹εἰς› ἀπόστημα στηρίζῃ, κόκκαλος καὶ σμύρνα ἐκλεικτόν, ἵνα τῶν εἰς ἀπόστημα στηριζόντων νοσημάτων ἀκούωμεν αὐτὸ φάρμακον ὑπάρχειν. ἔστι δ' ἄλογον τοῦτο καὶ μάλιστα διὰ τὸ ἐπιφερόμενον, ἐν ᾧ φησι πίνειν δὲ τοῖσι τοιούτοισιν ὀξύμελι δίδου ὡς ἐλάχιστον· ἐπὶ μὲν γὰρ τοῦ λυγγώδους πυρετοῦ λόγον ἔχει δεδιέναι τὸ ὄξος, ἐπὶ δὲ τῶν εἰς ἀπόστημα στηριζόντων οὐδένα. καὶ διὰ τοῦτό τινες ἄλλοι κατὰ τὶ μὲν συνάπτουσι τὴν ῥῆσιν ταύτην τῇ προγεγραμμένῃ, κατὰ τὶ δὲ διαζευγνύουσι προστιθέντες τὸν 'δέ' σύνδεσμον καὶ γράφοντες οὕτως· ἢν δὲ εἰς ἀπόστημα στηρίζῃ.
περὶ τοῦ λυγγώδους πυρετοῦ τοῦ προειρημένου καὶ τοῦτ' ἐστὶ λεγόμενον, συμβουλεύσαντος τοῦ γράψαντος τὸ βιβλίον, ἐὰν εἰς ἀπόστημά ποτε συμβῇ στηρίξαι τὸν λυγγώδη πυρετόν, κόκκαλον μετὰ σμύρνης διδόναι καὶ φυλάττεσθαι τὴν δαψιλῆ πόσιν τοῦ ὀξυμέλιτος. εἴτε δὲ [850] διὰ τοῦ ζ γράμματος ἡ τελευταία συλλαβὴ τοῦ στηρίζῃ γράφοιτο εἴτε διὰ τοῦ ξ, μεγάλην οὐδεμίαν ἐξαλλαγὴν ὁ λόγος ἕξει.
Ἢν δὲ διψώδεες σφόδρα ἔωσι, τοῦ κριθίνου ὕδατος.
Ὅτι μὲν ὡς ἄδιψον πόμα, εὔδηλόν ἐστιν· ἄμεινον δ' ἦν εἰρῆσθαι πρὸς αὐτοῦ, πῶς χρὴ σκευάσαι τὰς κριθάς, πότερον ἀποβρέξαντας ἁπλῶς ἢ ὡς οἱ νῦν ἐξ αὐτῶν τὸν ζῦθον ποιοῦντες ἢ κατ' ἄλλον τινὰ τρόπον.
Τὰ περιπνευμονικὰ καὶ πλευριτικὰ ὧδε χρὴ σκέπτεσθαι· ἢν ὀξὺς ὁ πυρετὸς ᾖ καὶ τὰ ὀδυνήματα τοῦ πλευροῦ τοῦ ἑτέρου ἢ καὶ ἀμφοῖν καὶ τοῦ πνεύματος δὲ ἄνω φερομένου ἢν πονέῃ καὶ βῆχες ἐνέωσι καὶ πτύελα πτύῃ πυρρὰ ἢ πελιδνὰ καὶ λεπτὰ καὶ ἀφρώδεα καὶ ἀνθηρὰ καὶ εἴ τι ἄλλο διαφέρον ἔχοι παρὰ τὰ μεμαθηκότα, τούτοισιν οὕτω χρὴ διάγειν.
[851] Τὰ μεγάλα καὶ ἀξιόλογα πλευρίτιδος καὶ περιπνευμονίας διώρισται πάντα κατὰ τὸ γνήσιον μέρος τοῦ βιβλίου, τὰ δὲ πᾶσι τοῖς ἰατροῖς γιγνωσκόμενα παραλέλειπται· τοιαῦτα δ' ἐστὶν ἃ νῦν οὗτος γράφει, καὶ πρῶτον μὲν τὴν 'συνδρομὴν' ὀνομαζομένην ὑπὸ τῶν παλαιῶν ἐμπειρικῶν, οἱ παλαιοὶ δὲ 'συνεδρεύοντα' τοῖς πάθεσιν ἐκάλουν τὰ τοιαῦτα συμπτώματα. πυρετὸς οὖν ὀξὺς καὶ ὀδύνη πλευροῦ θατέρου ἢ καὶ ἀμφοτέρων μάλιστα κατὰ τὴν ἐκπνοὴν γιγνομένη (τοῦτο γὰρ ἔστι καὶ τοῦ πνεύματος ἄνω φερομένου ἢν πονέῃ) καὶ βῆχες καὶ πτύελα πυρρὰ ἢ πελιδνὰ καὶ λεπτὰ καὶ ἀφρώδη καὶ ἀνθηρὰ καὶ ὁπωσοῦν ἄλλως ἐξηλλαγμένα παρὰ τὰ εὐήθη (τοῦτο γὰρ δηλοῖ λέγων καὶ εἴ τι ἄλλο διαφέρον ἔχοι παρὰ τὰ μεμαθηκότα), ταῦτα πάντα τοῖς πλευριτικοῖς τε καὶ περιπνευμονικοῖς ἐμφαίνεσθαί φησι συμβαίνοντα.
τουτέοισιν οὕτω χρὴ διάγειν·
Ἢν μὲν ὀδύνη ἄνω περαίνῃ πρὸς [852] κληῖδα ἢ περὶ μαζὸν καὶ βραχίονα, τάμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω, ἐφ' ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε.
Κἀνταῦθα πάλιν ἐξεργάζεται τὴν τοῦ γνησίου μέρους γνώμην· ἐπεὶ παραλέλειπτο τὸ συνεπινοούμενον τοῖς εἰρημένοις αὐτῷ, προστιθείς, οἷον καὶ τοῦτο, κατ' εὐθὺ τῆς πεπονθυίας πλευρᾶς ποιεῖσθαι τὴν φλεβοτομίαν, ὅπερ ἐδήλωσεν εἰπὼν τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω, ἐφ' ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε προδήλως συντέμνων τῆς ἑρμηνείας ἀμελεῖ· δέον γὰρ εἰπεῖν 'τὴν κατ' ἀγκῶνα φλέβα' τὴν ἐν τῷ βραχίονι λέγει.
Ἀφαιρεῖν δὲ κατὰ τὴν τοῦ σώματος ἕξιν καὶ ὥρην καὶ ἡλικίην καὶ χροιὴν πλέον· καὶ θαρσέων, ἢν ὀξὺ τὸ ἄλγημα ᾖ, ἄγειν πρὸς λειποψυχίην.
[853] Ἐνταῦθα πάλιν πλέον τοῦ μέτρου τοὺς σκοποὺς τῆς φλεβοτομίας ἅπαντας εἰπεῖν φιλοτιμηθεὶς ὅμως παραλέλοιπέ τινας· οὔτε γὰρ τῆς δυνάμεως ἐμνημόνευσεν οὔτε τῆς μεταβολῆς τοῦ αἵματος, ἀλλ' οὐδὲ χώρας ἢ καταστάσεως. πλέον δ' ἀφαιρεῖν κελεύων καὶ θαρσεῖν ὡς μέχρι λειποθυμίας ἄγειν, ἥμαρτεν ἐν τῇ λέξει προσθεὶς δι' ὃ θαρρεῖν προσήκει· διὰ μὲν γὰρ τὴν ὀξύτητα τοῦ ἀλγήματος ἐπὶ τὸ πλέον ἐκκενοῦν τοῦ αἵματος ἀφικνούμεθα· τὸ δ' ἐᾶν ῥεῖν οὐκ ἐκ τῆς ὀξύτητος, ἀλλ' ἐξ ἄλλων ἔχομεν, ἐὰν ἥ τε δύναμις ἐρρωμένη καὶ ἡ τῶν ἀκμαζόντων ἡλικία καὶ τὸ πλῆθος αἱματικὸν καὶ ἡ τοῦ κάμνοντος φύσις πυκνοτέρα τε καὶ σκληροτέρα καὶ δυσδιαφορητοτέρα καὶ πολύαιμος, ἥ τε ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις εὔκρατος, οὕτω δὲ καὶ ἡ χώρα· τὸ γὰρ ἄχρι λειποθυμίας ἄγοντα θαρρεῖν ἐκ τούτων ἡμῖν προσγίνεται.
Ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο.
Μετὰ τὴν φλεβοτομίαν κλύζειν κελεύει· βέλτιον δ' ἦν προστεθεικέναι τὸν Ἱπποκράτειον διορισμὸν "ἢν μὴ αὐτόματα διεξίῃ καλῶσ".
[854] Ἢν δὲ ὑποκάτω τοῦ θώρηκος τὸ ἄλγημα ᾖ καὶ συντείνῃ λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε· μεσηγὺ δὲ τῆς καθάρσιος μηδὲν δίδου, μετὰ κάθαρσιν δὲ ὀξύμελι. φαρμακεύειν δὲ τεταρταῖον, τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑποκλύζειν· καὶ ἢν μὴ κουφίζῃ, οὕτως ὑποκάθαιρε. φυλακὴ δὲ ἔστω ἕως ἀπυρέτου καὶ ἑβδόμης· ἔπειτα, ἢν ἀσφαλὴς ἐὼν φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον μέλιτι μίσγων δίδου· ἢν δὲ ἀνάγῃ τε ῥηϊδίως καὶ εὔπνοος ᾖ καὶ ἀνώδυνος τὰ πλευρὰ καὶ ἀπύρετος, κατὰ σμικρὸν παχυτέρῳ τε καὶ πλείονι καὶ δὶς τῆς ἡμέρης.
Πλευριτικὸν ὠνόμασε τὸ εἰρημένον ὑφ' Ἱπποκράτους ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου, ἐν ᾧ καθαίρει τοὺς οὕτως ἔχοντας πλευριτικούς· σκευάζει δ' αὐτὸ διττῶς. τὸ φαρμακεύειν δὲ τεταρταῖον ἀδιορίστως εἴρηκε καὶ τοῦτ' αὐτό· τὴν γὰρ ἀρχὴν οὐδὲν τῶν τοιούτων [855] βοηθημάτων προσακτέον τῷ κάμνοντι σκοπὸν ποιησάμενον ἡμερῶν ἀριθμόν, ἀλλ' ὅπερ ὁ Ἱπποκράτης εἶπεν, ἤτοι κατὰ τὴν ἀρχὴν εὐθέως πρὶν στηριχθῆναι τοὺς χυμοὺς κελεύων φαρμακεύειν ἢ ὕστερον, ὅταν πεφθῶσιν· ὥστε καὶ περὶ τὴν πρώτην ἡμέραν, ἐνίοτε δὲ καὶ δευτέραν καὶ τετάρτην, ἔστιν ὅτε δὲ καὶ πέμπτην ἐφαρμακεύσαμεν, οὐκ ἐν τῇ τετάρτῃ μόνον, καθάπερ οὗτος ἔγραψεν.
Ἢν δὲ μὴ ῥηϊδίως ἀπαλλάσσῃ, ἔλασσόν τε τὸ πόμα καὶ τὸ ῥόφημα, ὀλίγον χυλὸν λεπτὸν καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν ὥρῃ βέλτιον διάγῃ· γνώσῃ δὲ ἐκ τῶν οὔρων. δεῖ δὲ ῥόφημα προσφέρειν τοῖσιν ἐκ τῶν νοσημάτων μὴ πρότερον ἢ πέπονα τὰ οὖρα ἢ πτύσματα ἴδῃς γεγενημένα. ἢν δὲ φαρμακευθεὶς συχνὰ καθαρθῇ, ἀναγκαῖον διδόναι, ἔλασσον δὲ καὶ λεπτότερον· οὐ γὰρ δυνήσεται ὑπὸ κενεαγγείης [856] ὑπνώσσειν οὐδὲ πέσσειν ὁμοίως οὐδὲ τὰς κρίσεις ὑπομένειν· ἀλλ' ἐπειδὰν συντήξιες ὠμῶν γένωνται καὶ τὰ ἀντέχοντα ἀποβάλῃ, ἀνθέξει οὐδέν.
Περὶ τοῦ κατὰ μέρος καιροῦ τῆς τροφῆς ἐπισκοπούμενος ὁ Ἱπποκράτης καὶ αὐτὸς δὲ οὗτος ὁ ταῦτα γράψας ἐν τοῖς ἀνωτέρω γεγραμμένοις αὐτῷ θερμασίᾳ προσέχειν ἠξίου τῇ κατά τε τὸν θώρακα καὶ τοὺς πόδας. ἡ γὰρ τῶν οὔρων ἐπίσκεψις εἰς τὴν καθόλου δίαιταν, οὐκ εἰς τὴν τοῦ μερικοῦ καιροῦ τῆς τροφῆς ἐστι χρήσιμος· ὥστ' οὐκ ὀρθῶς εἶπε νῦν χυλὸν λεπτὸν ἅπαξ διδόναι καθ' ἣν ὥραν βέλτιον διάγει, γνώσεσθαι δ' ἐκείνην ἐκ τῶν οὔρων· εἰ γὰρ καὶ ὅτι μάλιστα βραχεῖαν ῥοπὴν ἐπὶ τὸ βέλτιον ἴσχει τὰ οὖρα κατὰ τοὺς μερικοὺς παροξυσμούς, ἀλλ' οὐχ οὕτω γε μακρὸς ὁ χρόνος ἐκεῖνός ἐστιν, ὡς ἀποθέσθαι ταῦτα ἡμᾶς καὶ περιμεῖναι, πότερον νεφέλας ἐπαιωρουμένας ἢ κάτω χωρούσας ἴσχει· ταῦτα γὰρ ἐν πολλῷ χρόνῳ γίνεται, τρέφεσθαι δ' ἐν τοῖς ὀξέσι νοσήμασι τοὺς κάμνοντας ἐνίοτε ἀναγκαῖόν ἐστιν ἐν ἀρχῇ τῆς ἀκμῆς.
[857] Πέπονα δ' ἐστὶ τὰ μὲν πτύελα, ὁκόταν γένηται ὅμοια τῷ πύῳ, τὰ δὲ οὖρα τὰς ὑποστάσεις ἔχοντα ὑπερύθρους, ὁκοῖον ὀρόβων. οὐδὲν δὲ κωλύει ‹καὶ› πρὸς τὰ ἄλλα ἀλγήματα τῶν πλευρέων χλιάσματα προστιθέναι καὶ κηρώματα, ἀλείφειν δὲ σκέλεα καὶ ὀσφὺν θερμῷ καὶ λίπος ἐγκαταλείφειν, ἐπὶ δὲ ὑποχόνδρια λίνου σπέρμα καταπλάσσειν ἕως μαζῶν. ἀκμαζούσης δὲ τῆς περιπνευμονίης, ἀβοήθητον ‹μὴ› ἀνακαθαιρομένου καὶ πονηρόν, ἢν δύσπνοος ᾖ καὶ οὖρα λεπτὰ καὶ δριμέα καὶ ἱδρῶτες περὶ τράχηλον καὶ κεφαλὴν γίνωνται· οἱ τοιοίδε ἱδρῶτες πονηροί, ὑπὸ πνιγμοῦ καὶ ῥωγμῆς καὶ βίης ἐπικρατεόντων τῶν νοσημάτων, ἢν μὴ οὖρα πολλὰ καὶ παχέα ὁρμήσῃ καὶ πτύσματα πέπονα ἔλθῃ· ὅ τι δ' ἂν τούτων αὐτοματίσῃ, λύσει τὸ νόσημα.
Οὔτε αὑτοῦ μέμνηται διὰ τῶν ἔμπροσθεν ‹οὐχ› οὕτω γράψαντος [858] ὑπὲρ τῶν πεττομένων οὔρων οὔθ' Ἱπποκράτους ἄλλως εἰπόντος· "οὖρον δὲ ἄριστον, ὁκόταν ὑπόστασις λευκή τε καὶ λείη καὶ ὁμαλή." τὰ δ' ἄλλα τῆς ῥήσεως τὰ περὶ τῶν πλευριτικῶν τε καὶ περιπνευμονικῶν εὔδηλα καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως, ὅπῃ τε τῶν ὑφ' Ἱπποκράτους εἰρημένων ὁ ταῦτα γράψας ἀποχωρεῖ καὶ ὅπῃ μάλιστα πάντῃ ἢ ἐκ μέρους γέ τινος ἕπεται.
Περιπνευμονίης ἐκλεικτὸν κόκκαλος καὶ χαλβάνη ἐν μέλιτι Ἀττικῷ· ἀβρότονον ἐν ὀξυμέλιτι πιεῖν ‹καὶ› πέπερι. ἐλλέβορον μέλανα ἀποζέσας [καὶ] πλευριτικῷ ἐν ἀρχῇσι περιωδύνῳ ἐόντι πίνειν δίδου. ἀγαθὸν δὲ καὶ τὸ πάνακες ἐν ὀξυμέλιτι ἀναζέσαντα καὶ διηθέοντα διδόναι πίνειν καὶ ἡπατικοῖσι καὶ τῇσιν ἀπὸ τῶν φρενῶν περιωδυνίῃσιν. ‹καὶ ὁκόσα δεῖ ἐς κοιλίην› καὶ ἐς οὔρησιν, ἐν οἴνῳ καὶ ἐν μέλιτι, τὰ δὲ ἐς κοιλίην σὺν ὑδαρεῖ μελικρήτῳ πίνειν πλεῖον δίδου.
[859] Καὶ τὸ τῶν φαρμάκων πρῶτον καὶ δεύτερον ἀναγωγὰ πτυέλων ἐστί, τὸ δὲ διὰ τοῦ μέλανος ἐλλεβόρου γαστρὸς ὑπακτικόν, τὸ δὲ διὰ τοῦ πάνακος οὗτος εἶπεν εἰς ὃ ἂν χρήσιμον ὑπάρχοι.
Δυσεντερίη ἀπόστημα ἢ ἔπαρμά τι παυσαμένη ποιήσει, ἢν μὴ ἐς πυρετοὺς ἢ ἱδρῶτας ἢ οὖρα παχέα καὶ λευκὰ ἐπιφανῇ ἢ ἐς τριταίους ἢ ἐς κιρσὸν ἢ ἐς ὄρχιν ἢ ἐς σκέλεα ἢ ἐς ἰσχίον στηρίξῃ ἡ ὀδύνη.
Καὶ οὗτος ὁ λόγος ἀδιόριστός ἐστιν, οὔθ' ὁποίαν λέγει δυσεντερίαν ἐνδειξαμένου τοῦ συγγραφέως οὔτ' εἰ πᾶσα ἐπαύσατο ταῦτ' ἐπιφέρουσα.
Ἐν πυρετῷ χολώδει πρὸ τῆς ἑβδόμης [860] μετὰ ῥίγους ἴκτερος ἐπιγενόμενος λύσει τὸν πυρετόν· ἄνευ δὲ ῥίγεος ἢν ἐπιγένηται ἔξω τῶν καιρῶν, ὀλέθριον.
Οὐ δήπου πρὸ τῆς ἑβδόμης μετὰ ῥίγους ἐπιγενόμενος ἴκτερος λύει τὸν πυρετόν, οὐχὶ δέ γε μετὰ τὴν ἑβδόμην, ἀλλ' ὁ διορισμός ἐστι τοιόσδε· τοῖς πυρέττουσιν ἴκτερος ἐπιγίνεται ἐνίοτε μὲν ὡς σύμπτωμα τῆς κατὰ τὸ ἧπαρ διαθέσεως, ἐνίοτε δὲ τὴν χολὴν τῆς φύσεως ἐκκρίνειν διὰ τοῦ δέρματος ἐπιχειρησάσης, εἶτα μὴ δυνηθείσης αὐτό, καθάπερ εἴωθεν ἐπὶ πάντων γίνεσθαι τῶν ἀποσκημμάτων· εἴρηται δὲ περὶ τῶν τοιούτων ἰκτέρων ἐν Ἀφορισμοῖς.
Τετάνου δὲ ὀσφύος καὶ ἀπὸ μελαγχολικῶν διὰ φλεβῶν πνευμάτων ἀπολήψιες ὅταν ἔωσι, φλεβοτομίη ῥύεται.
[861] Ὅταν δέ, φησί, διὰ μελαγχολικὸν αἷμα πλεονάζον ἐν ταῖς φλεψὶ πνευμάτων ἀπολήψιες γίνωνται, φλεβοτομία ταῦτα λύει. πνευμάτων δὲ ἀπόληψιν εἰ μὲν τῶν κατὰ τὰς ἀρτηρίας λέγει (καὶ γὰρ καὶ ταύτας φλέβας ὠνόμαζον οἱ παλαιοί), τί ἄλλο ἢ ἀσφυξία γένοιτ' ἂν τὸ πάθος; εἰ δὲ τῶν κατὰ τὸν πνεύμονα, πάλιν ἐνταῦθα τὴν καλουμένην ἄπνοιαν αἰνίττεται. δύναται δὲ καὶ πλῆθος καὶ πάχος αἵματος οὐ μόνον τὰς ἀρτηρίας πνευματῶσαί ποτε καὶ διέξοδον οὐκ ἔχειν, ἀλλὰ καὶ ταύτας τὰς ἰδίως ὀνομαζομένας φλέβας.
Ὁκόταν δὲ ἀπὸ τῶν τενόντων σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται καὶ περὶ τράχηλον καὶ πρόσωπον ἱδρῶτες, ὑπὸ τοῦ πόνου δακνομένων καὶ ξηραινομένων τῶν τενόντων τῶν οὐρωδέων, οἳ παχύτατοι τὴν ῥάχιν συνέχουσιν, ᾗ οἱ μέγιστοι σύνδεσμοι καταπεφυκότες εἰς πόδας ἀποτελευτῶσι, τῷ τοιῷδε, ἢν μὴ πυρετὸς καὶ ὕπνος ἐπιγένηται καὶ τὰ ἑπόμενα οὖρα πέψιν ἔχοντα ἔλθῃ καὶ ἱδρῶτες [862] κριτικοί, πίνειν οἶνον κιρρὸν οἰνώδεα καὶ ἄλητον ἑφθὸν ἐσθίειν καὶ κηρωτῇ ἀλείφειν καὶ ἐγχρίειν τά τε σκέλεα περιελίσσειν ἕως τῶν ποδῶν, θερμῷ προβρέχων ἐν σκάφῃ, καὶ βραχίονας ἕως δακτύλων κατελίσσειν καὶ ὀσφὺν ἀπὸ τοῦ τραχήλου ἕως τῶν ἰσχίων, σίαλον ἐγκηρώσας, ὅπως καὶ τὰ ἔμπροσθεν περιέξει, καὶ διαλιπὼν πυρία τοῖσιν ἀσκίοισι, θερμὸν ὕδωρ ἐγχέων, καὶ περιτείνων σινδόνιον ἐπανάκλινε αὐτόν. κοιλίην δὲ μὴ λύσῃς, ἢν μὴ βαλάνῳ, ἢν [μὴ] πολὺν χρόνον ᾖ ἀδιαχώρητος ἐοῦσα. καὶ ἢν μέν τί σοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· εἰ δὲ μή, τοῦ μάδου τῆς ῥίζης τρίβων ἐν οἴνῳ ‹εὐώδει› καὶ δαῦκον πίνειν δίδου πρωῒ νήστει πρὸ τοῦ βρέχειν καὶ ταχὺ ἐπὶ τούτοισι τὸ ἄλευρον ἑφθὸν χλιαρὸν ἐσθιέτω ὡς πλεῖστον καὶ οἶνον, ὁκόταν βούληται, εὔκρητον ἐπιπινέτω. καὶ ἢν μέν σοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· εἰ δὲ μή, προλέγειν.
[863] Καὶ οὗτος ὁ λόγος ἀδιορίστως εἴρηται μετὰ τοῦ καὶ ἀκύρως ἔνια τῶν ὀνομάτων γεγράφθαι· τὸ γὰρ 'ὑπὸ τοῦ πόνου δάκνεσθαι τοὺς τένοντασ' ἀκύρως λέλεκται, δριμέσι χυμοῖς πρέποντος τοῦ δάκνειν ῥήμανος, οὐ τοῖς πόνοις. καὶ μέντοι καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως ἐπὶ τοῦ σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται μετὰ ταῦτά φησι ξηραινομένων τῶν τενόντων ‹τῶν› οὐρωδέων, οἳ παχύτατοι τὴν ῥάχιν συνέχουσι, τοὺς ἄχρι τοῦ οὐραίου καλέσας οὕτως· ὀνομάζουσι δὲ οὐραῖον τὸ πέρας τοῦ ὀστέου· εἰ δ' ἀμφότερα τὰ μέρη δηλῶσαι βούλεται, καὶ περὶ τὰ πρόσω καὶ ὀπίσω τεινόμενα τέτανον ἐπιτείνεσθαι δυνατόν, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφη τετάνου δὲ ὀσφύος.
οὐκ ἀσφαλῶς δὲ οὐδὲ τῇ πέψει τῶν οὔρων τὴν ῥᾳστώνην τῶν παθῶν προγινώσκει· πυρετώδους γὰρ νοσήματος ἀπεψίαι διὰ τῶν οὔρων δηλοῦνται σαφῶς, τῶν δὲ κατὰ τοὺς μῦς οὐκ ἀσφαλὴς ἡ διὰ τῶν οὔρων σημείωσίς ἐστιν. ἀλλὰ τοῦτο μὲν μικρόν· τὸ δ' οἶνον αὐτοῖς [864] διδόναι χωρὶς τοῦ διορίσασθαι, πότερον ὑπὸ ψύξεως ἔπαθον ἢ δι' ἄλλην τινὰ αἰτίαν, οὐ σμικρὸν ἁμάρτημά ἐστιν, ἀλλὰ καὶ πάνυ προπετές.
ἀλόγως δ' εἴρηται καὶ τὸ κοιλίην δὲ μὴ λύειν, ἢν μὴ βαλάνῳ· λυθείη γὰρ ἄν ποτε ἐπὶ τοῖς τοιούτοις ὠφελίμως. τὰ δ' ἄλλα τῆς ῥήσεως δῆλα.
Τὰ δὲ νοσήματα πάντα λύεται ἢ κατὰ στόμα ἢ κατὰ κοιλίην ἢ κατὰ κύστιν· ‹ἡ δὲ τοῦ ἱδρῶτος ἰδέη κοινὸν ἁπάντων›.
Οὐκ ἔστιν ὁ λόγος καθόλου οὐδὲ κοινὸς ἁπάντων· οὐ γὰρ διὰ τούτων μόνον, ἀλλὰ καὶ διὰ μήτρας καὶ διὰ τῆς ἐκ τῶν ῥινῶν αἱμορραγίας γινομένης αἱ λύσεις γίνονται τῶν νοσημάτων.
[865] Ἐλλεβορίζειν δὲ χρὴ οἷς ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα.
Οὐκ ἀναγκαῖον, ὅσοις ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα, πάντας ἐλλεβορίζειν, ἀλλ' ἐνίοτε τῆς κεφαλῆς μόνης ποιεῖσθαι πρόνοιαν εἰθίσμεθα.
Ὁκόσοι δὲ ἐξ ἀποστημάτων ἢ φλεβορραγίης ἢ δι' ἀκρησίην ἢ δι' ἄλλην τινὰ ἰσχυρὰν αἰτίην ἔμπυοι γίνονται, μὴ δίδου ἐλλέβορον· οὐδὲν γὰρ ὠφελήσει, καὶ ἤν τι πάθῃ, αἴτιος δόξει εἶναι ὁ ἐλλέβορος. ἢν δὲ διαλύηται τὸ σῶμα ἢ πόνος ἐν κεφαλῇ ‹ᾖ› ἢ ἐμπεπλασμένα τὰ οὔατα ἢ ῥίς, ἢ πτυαλισμὸς ἢ τῶν γονάτων βάρος ἢ σώματος ὄγκος παρὰ τὸ ἔθος, ὅ τι ἂν συμβαίνῃ μήθ' ὑπὸ πότων μήθ' ὑπὸ [866] ἀφροδισίων μήθ' ὑπὸ λύπης μήθ' ὑπὸ φροντίδων μήθ' ὑπὸ ἀγρυπνιῶν· ἢν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιεῖσθαι τὴν θεραπείην.
Φλεβορραγίαν μὲν λέγει τὴν ῥῆξιν τῶν φλεβῶν· ὅτι δ' οὔτε τοὺς ἐκ τοιαύτης αἰτίας ἐμπύους γενομένους ἐλλεβορίζειν προσῆκεν οὔτε τοὺς ἐξ ἀποστημάτων οὔτε τοὺς ἐξ ἄλλης αἰτίας, εὔδηλον. οἱ δὲ δι' ἀκρασίαν ἔμπυοι κακῶς ἐν τῷ νῦν εἴρηνται καταλόγῳ, τῆς ἀκρασίας αὐτῆς καθ' ἑαυτὴν βλαπτούσης τοὺς ἀκρατεῖς, οἷον πλησμονῆς, ἀπεψίας, οἰνοφλυγίας, ἀφροδισίων πολλῶν καὶ ἀγρυπνιῶν, ὅσα τ' ἄλλα τοιαῦτα. προειπὼν δέ, τίσιν ἐλλέβορον οὐ χρὴ διδόναι, φησὶν ἢν δὲ διαλύηται τὸ σῶμα, τουτέστιν ἐὰν ἔκλυτον ἱκανῶς γένηται, χωρὶς προφάσεως δηλονότι, ἢ πόνος ἐν κεφαλῇ ‹ᾖ› χρόνιος καὶ δύσλυτος (ὑπακοῦσαι γάρ σε χρὴ τοῦτο κἀν τῷ τῆς κεφαλῆς πόνῳ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἐφεξῆς εἰρημένοις, τοῖς ἐμπεπλασμένοις ὠσὶ καὶ ῥινὶ καὶ τῷ πτυαλισμῷ), προστίθησι δὲ γονάτων βάρος καὶ σώματος [867] ὄγκον παρὰ τὸ ἔθος· ἐπὶ πάντων γὰρ τούτων ἄνευ φανερᾶς αἰτίας γενομένων ἐλλεβορίζειν συμβουλεύει. διελὼν δὲ τὸν καθόλου τοῦτον λόγον εἰς τὰ κατὰ μέρος ἔφη μήθ' ὑπ' ἀφροδισίων ‹μήθ' ὑπὸ λύπης› μήθ' ὑπὸ φροντίδων ἢ ἀγρυπνιῶν τῶν εἰρημένων γεγονότων· εἰ γὰρ ἐκ τούτων τινὸς εἴη γεγονότα, πρὸς τὸ ποιῆσαν αἴτιον ἁρμόττεσθαι κελεύει. τίνα δ' ἐκ τούτων ἁπάντων ὧν εἶπεν ἀληθῶς ἀκριβῶς εἴρηται καὶ τίνα μή, μεμαθήκατε κἀκ τῶν Ἱπποκράτους βιβλίων καὶ τῶν ἡμετέρων πραγματειῶν.
Τὰ δὲ ἐκ πορείης ἀλγήματα πλευρῶν, νώτου, ὀσφύος, ἰσχίων καὶ ὅσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες (πολλάκις γὰρ μεμάθηκε φοιτᾶν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων ἀλγήματα καὶ ἐς ὀσφὺν καὶ ἐς ἰσχίον), οἷς δ' ἂν αὐτῶν ᾖ τοιάδε, δυσουρέεται· τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων.
[868] Οὐ τεταγμένως ἡρμήνευσε ταῦτα· προειπὼν γὰρ τὰ ἐκ πορείης ἀλγήματα πλευρῶν, νώτου, ὀσφύος, ἰσχίων ἔμφασιν ἐποίησεν ὡς μέλλων ἐρεῖν, ὅπως τὰ τοιαῦτα θεραπεύεται, κἄπειτα παρενθεὶς πολλάκις γὰρ μεμάθηκε φοιτᾶν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων, μετὰ ταῦτ' ἐπήνεγκεν οἷς ἂν ᾖ τοιάδε, δυσουρέεται. καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς ἔφη τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων, ἀκέφαλον, ὡς ἂν εἴποι τις, ἐργασάμενος τὸν λόγον.
Ὅσα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν πολλὰ ἕκαστος, ὡς ἂν παρὰ τὸ ἔθος διαιτηθῇ μάλιστα, ἐπισημαίνει· καὶ γὰρ ὅσοι ἂν μὴ μεμαθηκότες ἀριστᾶν ἀριστήσωσιν, ὄγκος πολὺς αὐτοῖσι τῆς γαστρὸς καὶ νυσταγμὸς καὶ πληθώρη· ἢν δὲ δειπνήσωσι, κοιλίη ἐκταράσσεται. συμφέροι δ' ἂν τουτέοισιν ἐκλουσαμένοισι καθεύδειν, κοιμηθέντας δὲ περιπατῆσαι βραδέως συχνὴν περίοδον· κἢν μὲν λαπαχθῇ, [869] δειπνῆσαι καὶ πιεῖν οἶνον ἐλάσσονα ἀκρητέστερον, ἢν δὲ μὴ λαπαχθῇ, ὑποχρίσασθαι τὸ σῶμα θερμῷ· κἢν διψῇ, ὑδαρέα οἶνον γλυκὺν ἢ λευκὸν ἐπιπιόντα ἀναπαύεσθαι, ἢν δὲ μὴ ‹ἐγκοιμηθῇ, πλείω ἀναπαύεσθαι›, τὰ δὲ ἄλλα ὁμοίως τοῖσιν ἐκ κραιπάλης διαιτάσθω.
τὰ δὲ ἀπὸ πομάτων ὁκόσα μὲν ὑδαρέα, βραδυπορώτερά ἐστι καὶ ἐγκυκλέεται καὶ ἐπιπολάζει περὶ ὑποχόνδρια καὶ ἐς οὔρησιν οὐ κατατρέχει· τοιοῦδε ‹δὲ› πόματος πληρωθεὶς μηδὲν ἔργον ὀξέως διαπρήξῃ, ὁπόσα τῷ σώματι συνταθέντι βίῃ ‹ἢ› τάχει πονέειν συμβαίνει· ὡς μάλιστα δὲ ἡσυχαζέτω, μέχρι καταπεφθῇ μετὰ τῶν σιτίων. ὁκόσα δὲ τῶν πομάτων ἀκρητέστερά ἐστιν ἢ αὐστηρότερα, παλμὸν ἐν τῷ σώματι καὶ σφυγμὸν ἐν τῇ κεφαλῇ ἐμποιέει· τουτέοισι καλῶς ἔχει ἐπικοιμᾶσθαι καὶ θερμόν ‹τι› ῥοφέειν, πρὸς ἅπερ μάλιστα ἥδιστα ἔχουσι· νηστείη δὲ πονηρὸν πρὸς τὴν κεφαλαλγίην καὶ κραιπάλην.
[870] ὁκόσοι δὲ μονοσιτέουσι, κεῖνοι καὶ ἀδύνατοί εἰσι καὶ οὐρέουσι θερμὸν παρὰ τὸ ἔθος κενεαγγέοντες· γίνεται δὲ ‹καὶ› τὸ στόμα ἁλυκὸν καὶ πικρόν, καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ καὶ κροτάφοις ἐπισυντείνονται καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν, ὅκωσπερ ἢν ἠριστηκότες ‹ἔωσιν›. τούτους δὲ χρὴ δειπνεῖν ἔλασσον ἢ μεμαθήκασι καὶ ὑγροτέρην μᾶζαν ἀντὶ ἄρτου καὶ λαχάνων λάπαθον ἢ μαλάχην ἢ πτισάνην καὶ σεῦτλα, πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον ὁκόσον σύμμετρον καὶ ὑδαρέστερον καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον, ἕως οὖρα καταδράμῃ καὶ οὐρήσῃ. χρήσθω δὲ καὶ ἰχθύσιν ἑφθοῖσιν.
Μεμνήμεθα δήπου τοῦτον ἅπαντα τὸν λόγον ἐπὶ τῷ γνησίῳ μέρει τοῦ συγγράμματος ἱκανῶς ἐξειργασμένον. ἐξ ἐκείνων οὖν δυνήσῃ ὡσαύτως εἰρημένα καὶ ταῦτα διαγνῶναί τε καὶ κρῖναι, ἐμοὶ δ' οὐκ ἀναγκαῖον ἐν τοῖς τοιοῖσδε μηκύνειν.
Βρώματα δὲ μάλιστα ἐπισημαίνει.
[871] Οὐκ ἐκ λόγου τινὸς ἀλλ' ἐμπειρίας προσήκει κρίνεσθαι τῶν ἐδεσμάτων τὴν δύναμιν· οὐ διοίσει δὲ νῦν βρώματα λέγειν ἢ ἐδέσματα. καὶ μέντοι καὶ ὁ γράψας ταυτὶ τοιοῦτόν τι δηλοῖ διὰ τοῦ ἐπισημαίνειν· ἐπίσημος γάρ, φησίν, ἀλλοίωσις τοῖς σώμασι γίνεται καθ' ἕκαστον ἐξ ἰσχυρῶν ἐδεσμάτων. εἶθ' ἑξῆς αὐτὰ καταλέγει.
Σκόροδον φῦσαν καὶ θέρμην περὶ τὸν θώρακα καὶ κεφαλῆς βάρος καὶ ἄσην, καὶ εἴ τι ἄλλο ἄλγημα εἴη μεμαθηκὸς πρόσθεν, παροξύνειεν ἄν· οὐρητικὸν δέ, καὶ τοῦτ' ἔχει ἀγαθόν· ἄριστον δ' αὐτοῦ φαγεῖν μέλλοντι ἐς πόσιν ἰέναι ἢ μεθύοντι.
Εἰ τῇ πείρᾳ χρὴ κρίνειν ἓν ἕκαστον τῶν ἐσθιομένων, οὐκ ἂν ὀρθῶς λέγοιτο φυσῶδες εἶναι τὸ σκόροδον, οὐ μὴν οὐδὲ θέρμης πλείονος ἢ κατὰ κρόμυον αἴσθησιν φέρον τοῖς φαγοῦσιν οὔτ' ἐν ἄλλῳ τινὶ μέρει [872] τοῦ σώματος οὔτ' ἐν τῷ θώρακι, κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ' ἄσης, καὶ μάλιστ', ἄν τις αὐτὸ βραχὺ προαποζέσας προσάρηται. τὰ δὲ πολλὰ τῶν ἐδεσμάτων, ὅταν μὲν πληθωρικὸν ᾖ τὸ σῶμα, θερμαίνει, ὅταν δὲ προκεκενωμένον, ξηραίνει γε ἱκανῶς. ἡμάρτηκεν οὖν ὁ συγγραφεὺς τοῦ βιβλίου χωρὶς διορισμοῦ τὴν ἀπόφασιν ποιησάμενος· ἄμεινον γὰρ ἦν διορίσαι, καθὸ λέλεκται, νυνὶ δ' ἁπλῶς πως ἀπεφήνατο περὶ σκορόδου· βέλτιον δ' ἦν εἰπεῖν ξηραίνειν καὶ θερμαίνειν αὐτὸ καὶ ἄφυσον εἶναι (κατὰ γὰρ ἀδιορίστου οὐκ ἀποφαίνεσθαι ἔθος ἐστί), προσυπακούειν δ' 'ὅταν ἐν καιρῷ δοθῇ', ὃ τὸ 'προπαρεσκευασμένῳ τῷ σώματι' δηλοῖ· προπαρασκευάζεται δὲ μήτε πληθωρικὸν μήτε κακόχυμον ὄν. οὐκ ἀληθῶς οὖν οὐδὲ κεφαλῆς βάρος ὑπ' αὐτοῦ γίνεσθαί φησιν· ἐὰν γὰρ προκενώσας τὸ σῶμα προσενέγκῃς σκόροδον, καὶ κεφαλῆς βάρος ἰάσῃ καὶ παντὸς ἄλλου μορίου.
θαυμάζω δέ, πῶς ἃ μέχρι τοῦ νῦν διῆλθεν ἐπ' αὐτοῦ προειπὼν ἐφεξῆς φησιν· ἄριστον δ' αὐτοῦ φαγεῖν μέλλοντι ἐς πόσιν ἰέναι [873] ἢ μεθύοντι. φαίνεται δ' ἐκ τούτων οὐ μόνον οὔτε κραιπάλην οὔτε μέθην ἐργαζόμενον, ἀλλὰ καὶ προφυλακτικὸν αὐτῶν ὑπάρχον, ὡς καὶ βάρος ὦσαι δύνασθαι καὶ θεραπευτικὸν γενέσθαι φυσῶν. ἀληθῆ μὲν οὖν εἶπε ταῦτα καὶ προσέτι τῶν οὐρητικῶν εἶναι φαρμάκων αὐτό, ψευδῶς δὲ τἄλλα προσέθηκεν ἅμα τῷ καὶ μαχόμενα λέγειν ἑαυτῷ.
Τυρὸς δὲ φῦσαν καὶ στεγνότητα καὶ σιτίων ἔξαψιν ποιεῖ, τὸ δ' ὠμὸν καὶ ἄπεπτον· κάκιστον δ' ἐν ποτῷ φαγεῖν πεπληρωμένοισιν.
Φυσώδης μᾶλλόν ἐστιν [τοῦ ξηροῦ] ὁ μαλακὸς καὶ νέος τυρὸς καὶ ἧττον στεγνοῖ τοῦ ξηροῦ, τουτέστιν ἵστησι τὴν γαστέρα· τούτῳ γὰρ ὑπάρχει φυσώδει μὲν ἧττον εἶναι, μᾶλλον δ' ἱστάναι τὴν γαστέρα. καὶ μέντοι καὶ διψώδης οὗτος μᾶλλόν ἐστιν, ὅπερ ἐδήλωσεν εἰπὼν σιτίων ἔξαψιν ποιεῖ.
τὸ δὲ ὠμὸν καὶ ἄπεπτον μεταξὺ παρέγκειται κατὰ τὴν ῥῆσιν [874] οὐκ ἐπιμελῶς ἑρμηνευόμενον· ἐμφαίνει γοῦν, ὅτι τὸ κατὰ τὸ σῶμα συνιστάμενον πᾶν ὠμὸν καὶ ἄπεπτον ἐν χυμοῖς ἐκ τοιούτων ἐδεσμάτων πέφυκε γίνεσθαι, ὁποῖός ἐστι καὶ ὁ τυρός, ὠμὸν καὶ ἄπεπτον ἔδεσμα, ὡς εἰ καὶ οὕτως ἔλεγε· 'τυρὸς δὲ φῦσαν καὶ στεγνότητα τῆς γαστρὸς ἐργάζεται καὶ καυσώδης ἐστίν, ἔτι δ' ὠμὸν καὶ ἄπεπτόν ἐστιν ἔδεσμα καὶ χυμῶν τοιούτων γεννητικόν'.
κάκιστον δέ, φησί, καὶ πεπληρωμένον μετὰ πόματος φαγεῖν αὐτό, ὅπερ εὔδηλόν ἐστι καὶ τοῖς ἰδιώταις· ἔστι μὲν γὰρ καὶ ἄλλως οὐκ ἀγαθὸν ἔδεσμα τυρός, ὡς ἂν παχύχυμος καὶ δύσπεπτος ὑπάρχων, εἰ δ' ἐν τῷ πίνειν αὐτῷ τις χρήσαιτο πεπληρωμένος ὤν, χείριστος ἁπάντων τῶν ἐδεσμάτων γίνεται, βαρύνων τε τὸ στόμα τῆς γαστρὸς αὐτός τε πρῶτον διαφθειρόμενος, εἶθ' ἑαυτῷ συνδιαφθείρων καὶ τἄλλα.
Ὄσπρια δὲ πάντα φυσώδεα καὶ ὠμὰ καὶ ἑφθὰ καὶ πεφρυγμένα, ἥκιστα δὲ βεβρεγμένα ἢ χλωρά· [875] τουτέοισι δὲ μὴ χρῆσθαι, εἰ μὴ μετὰ σιτίων. ἔχει δὲ καὶ ἰδίας μοχθηρίας ἕκαστον αὐτῶν.
Ἐμπίπλησι τὴν κοιλίαν πάντα τὰ ὄσπρια, πρὸς τούτοις δὲ καὶ δυσπεπτότατα αὐτῶν ἐστι τὰ ὠμά, τὰ δὲ πεφρυγμένα φυσώδη μὲν ἧττον, ἄπεπτα δ' οὐδὲν ἧττον, ὅσα δὲ πλεῖστον ἥψηται, μετριώτερα.
τὸ δ' ἐφεξῆς ἔν τισι μὲν τῶν ἀντιγράφων γέγραπται καὶ βεβρεγμένα καὶ χλωρά, ὡς καὶ τούτων τὰς προειρημένας κακίας ἐχόντων, ἐν δὲ τοῖς πλείστοις οὐχ οὕτως, ἀλλ' ἐφ' ἑτέρας ἀρχῆς ἥκιστα δὲ βεβρεγμένα.
χλωρὰ μὲν οὖν λέγεται τὰ μὴ ξηρὰ μηδὲ ἀκριβῶς ἤδη τέλεα, βεβρεγμένα δὲ τὰ ὕδατι βραχέντα. συμβουλεύει τοίνυν ἄνευ σιτίων ὀσπρίοις μὴ χρῆσθαι, σιτία δηλονότι μάλιστα μὲν τοὺς ἐκ πυρῶν ἄρτους λέγων ἢ ἁπλῶς ἅπαντα τὰ ὁπωσοῦν σκευαζόμενα, τάχα δὲ καὶ [876] τἄλλα πάντα, ἐξ ὧν ἄρτοι γίνονται, ζειὰς καὶ τίφας καὶ κριθάς· οἱ δ' ἀγροῖκοι καὶ ἀπὸ τῶν κέγχρων ἀρτοποιοῦνται.
Ἐρέβινθος μὲν φῦσαν, ὠμὸς καὶ πεφρυγμένος, καὶ πόνον ἐμποιέει.
Τινὲς γράφουσι διὰ τοῦτ' αὐτὸ φῦσαν ἐμποιεῖν, ὡς ἐντείνοντα τὰ αἰδοῖα, τὸν ἐρέβινθον· διὰ μέντοι τὸ ὑπογεγραμμένον τῆς λέξεως τὸν πόνον φέρομεν ἐπὶ τῆς διὰ τὴν ἐμφύσησιν ὀδύνης.
Φακὸς δὲ στύφει καὶ ἄραδον ἐμποιέει, ἢν μετὰ τοῦ φλοιοῦ ᾖ.
Τὴν ἄραδον φωνὴν ἔφην σημαίνειν ταραχήν τινα καὶ οἷον μάχην [877] ἐν τῇ γαστρὶ γινομένην ἐκ τῶν διαφόρων ταῖς δυνάμεσι σιτίων, ὥσπερ καὶ νῦν, ὅταν μετὰ τοῦ φλοιοῦ προσενεχθῇ, πολὺ τῆς σαρκὸς αὐτῆς ἐστι δυσπεπτότερος.
Θέρμος δὲ ἥκιστα τουτέων κακὰ ἔχει.
Τὸ ἥκιστα τοὐναντίον σημαίνει τῷ μάλιστα· δῆλον δ' ὅτι τὸν θέρμον ἐλάχιστα τῶν προειρημένων ἔχειν φησὶ τὰ κακά.
Σίλφιον δὲ καὶ ὀπός· ἔστι μὲν οἷσι μάλιστα, τοῖς δ' ἀπείροις οὐ διέρχεται ἡ κοιλίη, ‹ἀλλὰ καλεῖται ξηρὴ χολέρη›.
Τὴν ῥίζαν τοῦ σιλφίου καλεῖν ἔθος ἐστὶ τοῖς ἀνθρώποις ὁμωνύμως [878] ὅλῃ τῇ βοτάνῃ. ταύτην δέ φησι καὶ προσέτι τὸν ὀπὸν τῆς πόας τοῖς ἀπείροις, τουτέστι τοῖς ἀήθεσι, ξηρὰν ἐργάζεσθαι χολέραν· ἥτις δ' ἐστὶν αὕτη, μετ' ὀλίγον αὐτὸς διδάξει γράφων ὧδε· "χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται καὶ ψόφοι ἔνεισιν". εὔδηλον οὖν, ὅτι πνεῦμα φυσῶδες ἀθροίζεται κατὰ τὴν κοιλίαν ἐκ τῆς τοῦ σιλφίου προσφορᾶς· ἐστὶ δὲ δριμὺ καὶ καυσῶδες τοῦτο. τί οὖν σημαίνει τὸ ἔστι μὲν οἷσιν, οὐδὲν ἐκ τῆς λέξεως σαφές, καὶ διὰ τοῦτ' ἐξηγούμενός τις ἕκαστον τούτων ἐρεῖ τὸ πιθανώτατον ἑαυτῷ φαινόμενον· ἄπορον γὰρ τὸ κατὰ λόγον ἐρεῖν ἐν τοῖς τοιούτοις.
Μάλιστα δὲ γίνεται, ἢν μετὰ πολλοῦ τυροῦ μιχθῇ ἢ κρεηφαγίης βοείων κρεῶν.
Τὴν αὐτῷ κεκλημένην ξηρὰν χολέραν μάλιστα γίνεσθαί φησι τοῖς τὸ σίλφιον ἅμα τῷ τυρῷ πλέον προσενεγκαμένοις ἢ βοείοις κρέασιν· ἡ γὰρ ἐκ τοῦ σιλφίου γεννωμένη φῦσα τοῖς ἐμπλαστικοῖς καὶ βραδυπόροις ἐδέσμασι μιχθεῖσα μένει κατὰ τὴν γαστέρα μὴ διεξερχομένη.
[879] Τὰ μὲν γὰρ μελαγχολικὰ παροξυνθείη ἂν παθήματα ὑπὸ βοείων κρεῶν· ἀνυπέρβλητος γὰρ ἡ φύσις αὐτῶν καὶ οὐ τῆς τυχούσης κοιλίης καταπέψαι.
Ἦν μὲν αὐτῷ περὶ σιλφίου δυνάμεως ὁ λόγος, ἐπέμιξε δὲ τούτῳ τὴν τῶν βοείων κρεῶν ἐδωδὴν καὶ μετὰ ταῦθ' ἑξῆς ἐπ' αὐτὰ μεταβὰς τὰ μελαγχολικὰ πάθη παροξύνεσθαί φησιν ὑπ' αὐτῶν, εἶθ' ἑξῆς ὡς ἂν αἰτίαν ἀποδιδοὺς ἐπαναδιπλῶν τοῦτό φησιν· ἀνυπέρβλητος γὰρ ἡ φύσις αὐτῶν. ἐχρήσατο μὲν οὖν τῷ γάρ συνδέσμῳ, καθάπερ οἱ τὰς αἰτίας ὧν προειρήκασι λέγοντες· οὐ μὴν αὐτοῦ γε τοῦ παροξύνεσθαι τὰ μελαγχολικὰ πρὸς τῶν βοείων κρεῶν εἶπεν αἰτίαν, ἄλλην δέ τινα κοινοτέραν τὴν κατὰ τὸ δυσκατέργαστον τῆς φύσεως αὐτῶν καὶ ἰσχυρόν· ἡ γὰρ ἀνυπέρβλητος φύσις ἐστίν, ἣν οὐκ ἄν τις ὑπερβάλλοιτο.
[880] Βέλτιστα δ' ἂν ἀπαλλάσσοιεν, εἰ διέφθοισί τε χρέοιντο καὶ ὡς παλαιοτάτοισιν.
Καὶ τοῦτο καθολικωτέραν ἔχει τὴν συμβουλήν, οὐ κατὰ τὰ μελαγχολικά· τοῖς γὰρ βοείοις κρέασιν ἄμεινον χρῆσθαι διέφθοις τε καὶ παλαιοῖς, ὥσπερ τοῖς ἄλλοις ἅπασι δυσπέπτοις. οὐ κυρίως δ' ἐχρήσατο τῇ βέλτιστα λέξει· οὔτε γὰρ οἱ μελαγχολικῶς νοσοῦντες οὔτ' ἄλλος τις ἄνθρωπος ὑγιαίνων ἢ νοσῶν βέλτιστα ἂν ἀπαλλάσσοι βόεια δίεφθα καὶ παλαιὰ προσφερόμενος· τῶν γὰρ ἐσθιόντων αὐτὰ πάντων εἰσὶν οὐκ ἀγαθὴ τροφή· ἀλλ' ἧττον τῶν ἄλλων οἱ τὰ τοιαῦτα προσφερόμενοι βλάπτονται. μεταθεὶς οὖν τὸ βέλτιστα καὶ ποιήσας ῥήϊστα τὸν λόγον ἄμεμπτον ἐργάσῃ.
Αἴγεια δὲ κρέα ὅσα τε ἐν βοείοισιν ἔνι κακὰ ἅπαντ' ἔχει [τήν τε ἀπεψίην] καὶ φυσωδέστερα καὶ ἐρευγματωδέστερα καὶ χολέρην ποιέει. ἔστι δὲ τὰ εὐωδέστατα καὶ ἥδιστα, ταῦτ' ἄριστα δίεφθα καὶ ψυχρά. τὰ δ' ἀηδέστατα [881] δυσώδεα καὶ σκληρά, ταῦτα κάκιστα καὶ τὰ πρόσφατα. βέλτιστα δ' ἐστὶ τῇ θερινῇ, μετοπώρου δὲ κάκιστα.
Κἀνταῦθα πάλιν εἶπε τὴν αἰτίαν τοῦ τῶν βοείων κρεῶν εἶναι φαυλότερα τὰ αἴγεια· δύσπεπτα γὰρ ὁμοίως ὄντα τὰ αἴγεια φυσωδέστερα τῶν βοείων ἐστὶν ἐρυγάς τε πολλάκις ποιεῖ μοχθηρὰν ἐχούσας ποιότητα. δριμύτερα δ' ὄντα καὶ θερμότερα τῶν βοείων, εἰ ἀπεπτηθείη, καὶ χολέραν ἐργάζεται· διὸ καὶ ψυχρὰ μᾶλλον ἢ θερμὰ δεῖ ἐσθίειν αὐτά.
βέλτιστα δ' ἐστὶ τῇ θερινῇ, μετοπώρου δὲ κάκιστα. βέλτιστα δ' εἶναί φησι σφῶν αὐτῶν τὰ κρέα τῶν αἰγῶν, οὐ γὰρ δὴ τῶν ἄλλων γε κρεῶν. ἐχρῆν μὲν οὖν ὅσον ἐπὶ τῇ ὥρᾳ φαυλότατα διὰ τὴν κρᾶσιν εἶναι· συμβαίνει δὲ βελτίονα τὴν τροφὴν αὐταῖς κατὰ τὸ θέρος εἶναι, καθάπερ τοῖς ποηφάγοις τῶν ζῴων μοχθηρὰν διὰ τὸ μηκέτ' ἔχειν τὴν πόαν χλωράν· ταῖς δ' αἰξὶν ἐπιτηδειοτάτη τροφὴ τῶν δένδρων οἱ βλαστοὶ καὶ οἱ καυλοί εἰσιν, οὓς ἐπὶ τῇ τελευτῇ τοῦ ἦρος ἔχει δαψιλεῖς [882] καὶ κατὰ τὸ θέρος. ὅτι δ' αἱ τροφαὶ πλεῖστον δύνανται πρὸς τὴν τῶν κρεῶν ἐπιτηδειότητα κἀκ τῶν ἀλωπέκων ἔνεστί σοι μαθεῖν ἐν φθινοπώρῳ καλλίστην ἐχουσῶν τὴν σάρκα διὰ τὰς σταφυλάς. οὕτω δὲ καὶ τὸ στρουθίον ἡ συκαλὶς καλλίστην ἔχει τὴν σάρκα. φθινοπώρου τοίνυν αἱ αἶγες ἀποροῦσαι τροφῆς ἐπιτηδείου χειρίστην καὶ ἰσχνοτάτην ἔχουσι τὴν σάρκα, κατὰ δὲ τὸν χειμῶνα πάλιν ἀμείνω τὴν τοῦ σώματος ἕξιν ἴσχουσι, τὴν φυσικὴν δυσκρασίαν ὑπὸ τῆς κατὰ τὴν ὥραν ἐπανορθούμεναι κράσεως.
Χοίρου δὲ πονηρά, ὅταν ᾖ ἐνωμότερα ἢ περικαῆ· χολερώδεα δ' ἂν εἴη καὶ ταρακτικά. ὕεια δὲ βέλτιστα τῶν κρεῶν πάντων· κράτιστα δὲ τὰ μήτ' ἰσχυρῶς πίονα μήτε λεπτὰ μήθ' ἡλικίην ἱερείου παλαιοῦ· ἐσθίειν δὲ ἄνευ τῆς φορίνης ἢ καὶ ὑπόψυχρα.
[883] Χοῖρον ἐξαιρέτως ὠνόμαζον οἱ παλαιοὶ τὸν μικρὸν λίαν, ὥσπερ παρὰ τῷ ποιητῇ ἔστιν εὑρεῖν·
ἔσθιε νῦν, ὦ ξεῖνε, τὰ δὴ δμώεσσι πάρεστι,
χοίρε', ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν.
οἱ δὲ μνηστῆρες οὐκ οἶδ' ὅπως τοὺς σιάλους ἤσθιον· τοὺς γὰρ ὑπὲρ τοὺς τελείους οὕτως ὠνόμασεν· ἀναισθητότατοι ‹δὴ› πάντων ἦσαν οἱ μνηστῆρες εἰς διάγνωσιν ὑγιεινῶν τε ἅμα καὶ ἡδέων ἐδεσμάτων, ὥσπερ κἀν τῷ τὰς γαστέρας τῶν αἰγῶν ἐσθίειν τὰς ἐμπλησθείσας αἵματός τε καὶ λίπους, οὗ δυσπεπτότερον τί ἂν εὕροις ἔδεσμα; κάλλιστον δὲ κρέας εἰς ἡδονὴν καὶ πέψιν ἐστὶ τὸ τῶν μέσων κατὰ τὴν ἡλικίαν, τὸ δὲ καὶ γεννητικόν ἐστιν αἵματος χρηστοῦ. χείριστον δ' ἐστὶ τὸ τοῦ παλαιοτάτου καὶ τὸ τοῦ μετὰ τὴν ἀποκύησιν εὐθέως ἐσθιομένου· τοῦτο γὰρ σχεδὸν ἁπάντων ὧν ἄνθρωπος ἐσθίει ζῴων χερσαίων ὑγροτάτην ἔχει τὴν σάρκα, καὶ διὰ τοῦθ' ὑπερβαλλόντως ὑγρὰ ἡ τῶν ἀρτιγενῶν οὖσα [884] σὰρξ φλέγμα γεννᾷ πλεῖστον· ἐὰν δὲ καὶ ἐνωμοτέρα τύχῃ, πολὺ μᾶλλον.
τῷ δ' αὐτῷ τούτῳ λόγῳ καὶ τὴν τῶν ὑῶν λιπαρωτάτην οὖσαν σάρκα χείρονα νομίζει τῆς τῶν μέσων εὐσάρκων ὑποπτεύων αὐτῆς τὴν ὑγρότητα, δι' ἣν καὶ πᾶσα πιμελὴ τῆς ὁμογενοῦς σαρκὸς χείρων ἐστὶν εἰς πέψιν τε καὶ θρέψιν. καὶ τὰ περικεκαυμένα δὲ κατὰ τὴν ὄπτησιν ἀνεπιτήδεια πρὸς εὐχυμίαν τε καὶ πέψιν ἐστὶ καὶ χολέρας ποιητικὰ διὰ τὴν προσελθοῦσαν αὐτοῖς δριμύτητα· κοινὴ γὰρ αὕτη κακία τῶν χολερωδῶν ἐδεσμάτων ἐστίν, ὅταν ὑγρά τ' ᾖ καὶ δριμέα. διαφθείρεται γὰρ ὁμοίως τὰ τοιαῦτα καὶ τῇ δριμύτητι τὰ στόματα τῶν καθηκόντων εἰς τὴν κοιλίαν ἀγγείων ἀναδάκνοντα τῶν ἐξ ὅλου τοῦ σώματος εἰς αὐτὴν ῥευμάτων αἴτια γίνεται.
τὸ δ' ἄνευ τῆς φορίνης δεῖν ἐσθίειν τὰ χοίρεια, τουτέστιν ἄνευ τοῦ δέρματος, πρόδηλον· οὐ γὰρ ὁμοίως τῇ σαρκὶ τοῦ ζῴου τὸ δέρμα πέττεσθαι πέφυκεν, ὡς ἂν ψυχρότερον ὑπάρχον. ὑπόψυχρα δὲ καὶ ταῦτ' ἀξιῶν ἐσθίειν δῆλός ἐστι τὰ θερμὰ πάντ' εὐλαβούμενος κρέα [885] νομίζων ἴσως αὐτὰ καυσωδέστερα καὶ φυσωδέστερα τῶν ὑποψύχρων εἶναι. ἐγὼ δ' ἐπὶ μὲν τῶν αἰγείων κρεῶν ὅσα τ' ἄλλα φύσει θερμὰ προσίεμαι τὸν λόγον, ἐπὶ δὲ τῶν εὐκράτων κατὰ θερμότητα καὶ ψύξιν, οἷα τῶν ὑῶν ἐστιν, ἁπλῶς οὕτως λεγόμενον ἀδιορίστως οὐ προσίεμαι· διορισαμένῳ γὰρ ἐπιτηδειότερα γένοιτ' ‹ἂν› τὰ θερμὰ τῶν ψυχρῶν.
Χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται καὶ ψόφοι ἔνεισι καὶ ὀδύνη πλευρέων καὶ ὀσφύος, διαχωρέει δὲ οὐδὲν κάτω, ἀλλ' ἀπεστέγνωται.
Τὴν ἁπλῶς ὀνομαζομένην ὑπὸ τῶν ἀνθρώπων χολέραν ὑγρότητι διορίζει τῆς ξηρᾶς [χολέρασ]· ὀνόματι δὲ κοινῷ κατ' ἄμφω κέχρηται, πρὸς τὸν τῆς γενέσεως τρόπον ἀποβλέπων ὄντα κοινόν. ὡς γὰρ ὑγρὰ χολέρα γίνεται δριμέων χυμῶν ἐκ τῆς διαφθορᾶς τῶν ἐδηδεσμένων γεννηθέντων, οὕτως ἡ ξηρὰ πνεύματος φυσώδους δριμέος· δι' ὃ καὶ τὰ πλησιάζοντα [886] τῇ γαστρὶ νευρώδη σώματα δακνόμενά τε καὶ τεινόμενα πόνον ποιοῦσι. δυναμένων δὲ τῶν πνευμάτων τούτων ποτὲ μὲν ἴσχεσθαι, ποτὲ δὲ διεξιέναι, διὰ τὰ ἰσχόμενα πνεύματα τὴν ξηρὰν χολέραν ἐπιγεννᾶσθαι οὐκ ἔχω φάναι· πιθανώτερον δ' ἦν οὕτως ὀνομάσαι τὰ διεξερχόμενα.
Τὸν τοιόνδε διαφύλαξον, ὅκως μὴ ἐμεῖται, ἀλλὰ κοιλίη ὑπελεύσεται. κλύσον οὖν ὡς τάχος θερμῷ καὶ ὡς λιπαρωτάτῳ καὶ ἐς ὕδωρ ἀλείφων ὡς πλείστῳ κάθιε θερμόν, ἐν σκάφῃ κατακλίνων, καὶ τοῦ θερμοῦ ‹κατὰ› μικρὸν παράχεε· καὶ ἢν θερμαινομένῳ αὐτῷ ἡ κοιλίη ὑπίῃ, λέλυται.
[887] Τὸ μὲν οὖν ὅτι τάχιστα κλύζειν καὶ κωλύειν ἐμεῖν κοινὰ παραγγέλματα πάντων τῶν ἐν κοιλίᾳ περιεχομένων παρὰ φύσιν, ἃ σπουδάζομεν ἐκκριθῆναι κάτω, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ θερμῷ κλύζειν κλύσματι· προκλητικὸν γὰρ τὸ θερμόν, ὥσπερ ἀποκρουστικὸν τὸ ψυχρόν. τὸ δὲ λιπαρὸν [εἶναι τὸ] κλύσμα τῆς ξηρᾶς ἴδιον ἴαμα, διότι καὶ τὴν δύναμιν ἐναντίον ἐστὶν ὑγραῖνον τὴν ξηρότητα παρηγοροῦν τε τὴν δῆξιν. τῶν αὐτῶν ἔχεται σκοπῶν καὶ τὸ δι' ὕδατος καὶ δι' ἐλαίου θερμαίνειν τε καὶ παρηγορεῖν ἐν τῇ σκάφῃ πυριῶντα.
Συμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε ‑
Ἄδηλον, πότερον ἐν τῇ σκάφῃ πυριώμενον αὐτὸν ἢ καὶ χωρὶς ἐκείνης κοιμᾶσθαι κελεύει· αὐτὸ δὲ καθ' ἑαυτὸ σκοπουμένοις πρόδηλον, ὅτι πᾶσι τοῖς ἐξ ἀπεψίας ὁ ὕπνος ὠφελιμώτατός ἐστιν.
Καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον, ‑
Οἶνον μὲν ὡς τῇ πέψει συντελοῦντα δίδωσι, λεπτὸν δ', ὡς μὴ μείνῃ κατὰ τὴν γαστέρα, παλαιὸν δὲ καὶ ἀκρατέστερον ἕνεκα τοῦ θερμαίνειν μᾶλλον· ἅπας γὰρ οἶνος θερμαίνει τὴν ἕξιν, μᾶλλον δ' ὁ παλαιός.
Καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη [888] καὶ ἡ κοιλίη ὑπίῃ, καὶ λέλυται.
Τῶν δριμέων πραϋντικὸν τὸ ἔλαιον καὶ τῆς ξηρότητος ἐπανορθωτικόν, ὑπάγει δὲ μετρίως τὴν κοιλίαν· ὧν ἁπάντων χρεία τῷ θεραπευομένῳ.
Σιτίων δὲ καὶ ποτῶν ἀπεχέσθω.
Οἷς ἔνδεια μὲν οὐδεμία κατὰ τὸ σῶμα, τούτοις οὐδὲ χρεία προσθέσεως, ‹οἷς› ἄπεπτα δέ τινα περιέχεται πέψεως δεόμενα, τούτοις ἡσυχίας μέν ἐστι χρεία, σιτίων δὲ οὔ, πρὶν πεφθῆναι μετρίως τὰ περιεχόμενα.
Ἢν δὲ μὴ ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν, ὅπως καθαρθῇ.
Εἰ δὲ τὸ προειρημένον σου ποιοῦντος ὁ πόνος μὴ λύοιτο, πλείων ἐστὶν ἡ δριμύτης τοῦ λυποῦντος αἰτίου καὶ διὰ τοῦτο καθᾶραι προσήκει τὸ σῶμα. ὄνου δὲ χρῆται γάλακτι τῶν μὲν καθαιρόντων φαρμάκων ἁπάντων ὄντι πραοτέρῳ καὶ ἀπρακτοτέρῳ, τῶν δ' ἄλλων γαλάκτων ὑγροτέρῳ τε καὶ ὑπακτικωτέρῳ.
Ἢν δὲ ὑγρὴ ἡ κοιλίη ᾖ καὶ χολὴ [889] ὑποχωρέῃ καὶ στρόφοι καὶ ἔμετοι καὶ δηγμοί, τούτοισι κράτιστον ἀτρεμίζειν, πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν.
Ἄδηλον, εἴτε περὶ τῆς ξηρᾶς χολέρας ἔτι καὶ νῦν ἐστιν ὁ λόγος αὐτῷ ἢ τούτων ἀκούειν χρὴ καθ' ἑαυτά· ὁποτέρως δ' ἂν ἔχῃ, φαίνεται χολὴ δριμεῖα δυσεκνιπτοτέρα περιέχεσθαι κατὰ τὴν γαστέρα· ταύτην πειρᾶται μετρίως ὑπάγειν τε ἅμα καὶ συμπέττειν. ὑπαχθήσεται μὲν οὖν μετρίως τῷ μελικράτῳ, πεφθήσεται δὲ τῇ ἡσυχίᾳ. πολλάκις δ' ἐπὶ τῶν τοιούτων διαθέσεων ἀγωνιστικῶς βοηθῶν ἀθρόως ἐκκαθαίρει τὴν κακοχυμίαν ἰσχυρῷ φαρμάκῳ προσεπισκεψάμενος τὴν δύναμιν καὶ τὴν ἕξιν τοῦ νοσοῦντος καὶ τὴν ὥραν καὶ τὴν ἡλικίαν καὶ τὴν κατάστασιν.
τὸ δ' ἐπὶ τέλει τῆς ῥήσεως εἰρημένον πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν ὡς βουλομένου τοῦ συγγραφέως ἐκκαθᾶραι τὴν ἄνω κοιλίαν εἴρηται. ἀμείνων δ' ἡ ἑτέρα γραφὴ ἡ μετὰ τοῦ μή· ῥυπτικὸν [890] γὰρ ὂν τὸ μελίκρατον ἐπὶ τὴν κατὰ φύσιν ὁδὸν προτρέπεται τὰ διεφθαρμένα χωρὶς τοῦ βλαβῆναι καὶ κινδυνεῦσαι τὸ στόμα τῆς κοιλίας κατὰ τοὺς ἐμέτους.
Ὑδρώπων δύο φύσιες, ὧν ὁ μὲν ὑποσαρκίδιος ἐγχειρέων γίνεσθαι ἄφυκτος, ὁ δὲ μετ' ἐμφυσημάτων πολλῆς εὐτυχίης δεόμενος, μάλιστα δὲ ταλαιπωρίης καὶ πυρίης καὶ ἐγκρατείης. ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω· οὕτω γὰρ ἂν οὐρητικώτατος εἴη καὶ ἰσχύοι μάλιστα. ἢν δὲ δύσπνοος γένηται καὶ ἡ ὥρη θερινὴ ἐοῦσα τύχῃ καὶ ἡ ἡλικίη ἀκμάζῃ καὶ ῥώμη ᾖ, ἀπὸ τοῦ βραχίονος αἷμα ἀφαιρεῖν· εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων ἐσθιέτω καὶ ὡς ἐλάχιστα πίνων ὡς πλεῖστα πονείτω καὶ κρέα ὕεια σαρκώδεα ἐσθιέτω μετὰ ὄξους ἑφθά, ὅκως πρὸς τοὺς προσάντεις περιπάτους ἀντέχῃ.
[891] Τινὲς οὐχ ὑποσαρκίδιον, ἀλλ' ἐπισαρκίδιον γράφουσιν, οὐ μὴν ἀνὰ σάρκα τε καὶ κατὰ σάρκα γεγραμμένον εὗρόν που, καίτοι τῶν νεωτέρων οὕτως ὀνομαζόντων. εἰπόντος δ' αὐτοῦ δύο φύσεις εἶναι ὑδρώπων καὶ περὶ μὲν τοῦ δευτέρου τὰ ἐμφυσήματα γράψαντος, ἄλλο δ' οὐδὲν σύμπτωμα προσθέντος, ἐπὶ δὲ τοῦ προτέρου οὐδὲν παντάπασιν εἰπόντος, δῆλός ἐστιν, ὅτι κατά τι συγκέχυται καὶ σφάλλεται κατὰ τὴν τῶν ὑδέρων διαφοράν. ἔνιοι μὲν οὖν τῶν ἰατρῶν τέτταρας λέγουσιν εἶναι διαφορὰς τῶν ὑδέρων ὑπερβαίνοντες τὸ προσῆκον, ἀλλ' οὐ νῦν καιρὸς ἐλέγχειν αὐτούς· ὁ δὲ ταῦτα γράψας ἐλλείπει φανερῶς. ἔστι γὰρ τῶν ὑδέρων ὁ μέν τις ὑγροῦ λεπτοῦ κατὰ τὴν σύστασιν ἀθροίζων πλῆθος ἐν τῷ κάτω τοῦ θώρακος χωρίῳ παντί· τοῦτον παρακεντοῦντες ἐνίοτε τὸ ὑγρὸν ἐκκενοῦμεν· ὁ δέ τις οὐχ ὕδατος, ἀλλὰ πνεύματος ἔχει τὸ χωρίον τοῦτο μεστὸν καὶ σχεδὸν τὰ ἄνω πάντα διοιδισκόμενα· τοῦτον τυμπανίαν προσαγορεύουσιν· ὁ δέ τις φλέγματος ἔχει τὴν ὅλην ἕξιν μεστήν· τοῦτον ὑποσαρκίδιον ἔνιοι προσαγορεύουσιν.
[892] ὥστ' ἐλλιπῶς εἶπε τῶν ὑδέρων εἶναι δύο φύσεις. οὐ μὴν ὀρθῶς εἶπε τὸ ἐγχειρέων γίνεσθαι· ἀληθέστερον γὰρ ἂν εἶπεν οὕτω γράψας· ἀποκτείνει δ' εὐθὺς ὁ ὕδερος, ἐπὴν γένηται. γέγραπται δ' ἡ λέξις οὕτω, κακῶς γεγραμμένη παρὰ τοῦ πρῶτον γράψαντος.
τοῦ γε μὴν ἑτέρου τῶν ὑδρώπων, ὃν μετ' ἐμφυσημάτων φησὶ γίνεσθαι, θεραπείαν γράφει, τὸ μέν τι κοινὸν ἔχουσαν πάντων ὑδέρων, ὡς κατὰ τὴν ἀρχὴν ἔγραψε, ταλαιπωρίαν καὶ πυρίαν καὶ ἐγκράτειαν, συμβουλεύων ἐσθίειν θερμὰ καὶ ξηρά, τὸ δέ τι μόνου τοῦ ἀνὰ σάρκα, ὃν ὡς ἀθεράπευτον ἀπέλιπεν· οὗτος γὰρ μόνος ἀρχόμενος ἐνίοτε δεῖται φλεβοτομίας, ὅταν γ' ἐξ αἱμορροΐδος ἐπισχέσεως ἢ καταμηνίων ταῖς γυναιξὶν ἤ τινος ἄλλης πληθωρικῆς αἰτίας ἀρξάμενος συνίστηται. τὸν δὲ τυμπανίαν ἢ τὸν ἀσκίτην ὕδερον οὐδεὶς ἐτόλμησε διὰ φλεβοτομίας ἰάσασθαι· ἐπὶ δ' οὖν τοῦ δεομένου τῆς φλεβοτομίας ἡ ἐφεξῆς θεραπεία θερμαίνουσα καὶ ξηραίνουσα γίνοιτ' ἄν. ταῦτα μὲν οὖν γράψας τοῦ προσήκοντος ἐστοχάσθαι φαίνεται.
[893] οὐ μὴν ὀρθῶς γ' εἶπεν· ἢν δὲ δύσπνοος ᾖ ὁ κάμνων, φλεβοτομίας χρῄζει, μὴ διὰ πληθώραν ὄντως ἰσχυρὰν εἰς τὸν ὕδερον ἐμπίπτων, κινδυνευούσης δηλονότι σβεσθῆναι τῆς ἐμφύτου θερμασίας ὥσπερ τὸ πῦρ. ὡς γὰρ τὸ πῦρ κινδυνεύει σβεσθῆναι ἐπιβληθέντων αὐτῷ ξύλων ὑγρῶν πολλῶν, εἰ μή τις τοῦ πλήθους ὑφέλοιτο, οὕτω καὶ ἐπὶ τοῦ διὰ πλῆθος αἵματος σβεσθῆναι κινδυνεύοντος ἐμφύτου θερμοῦ μέγιστον ἴαμά ἐστιν ἡ φλεβοτομία, καθ' ἣν ἂν ὥραν ὁ κίνδυνος οὗτος καταλάβῃ. κακῶς οὖν πρόσκειται τῷ λόγῳ τὸ καὶ ἡ ὥρα θερινὴ ἐοῦσα τύχῃ. τοῦ μὲν γὰρ πλέον ἢ ἔλασσον ἀφελεῖν ἄλλα τινά, ὥσπερ καὶ ἡ ὥρα, σκοπός, αὐτοῦ δὲ τοῦ βοηθήματος ἡ τοῦ πάθους φύσις. ἔνιοι δ', ὥσπερ καὶ Διοσκουρίδης, οὐ θερινὴν ὥραν, ἀλλ' ἐαρινὴν ἔγραψαν, ὑποπτεύοντες τῆς μὲν θερινῆς τὴν διάλυσιν τῆς δυνάμεως, τῆς δὲ χειμερινῆς τὴν προσγενησομένην τῷ πάθει ψύξιν.
ἰδιωτικῶς δὲ καὶ ἀρχαίως πάνυ θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου δίδωσιν ἐσθίειν τῷ φλεβοτομηθέντι σκοπὸν μὲν [894] ἔχων ἀληθῆ ῥωννύναι τὴν δύναμιν, ὅπως ἐξαρκέσῃ ταῖς κατὰ τὰ γυμνάσια ταλαιπωρίαις, οὐχ εὑρὼν δὲ τὴν ὕλην ἀξίαν τοῦ σκοποῦ. μέλας γὰρ οἶνος πλεῖστον αἷμα γεννᾷ, τοσοῦτον δὲ ὡς περιττὸν καὶ μελαγχολικὸν γενέσθαι. ἐκείνου βέλτιον δ' ἐστὶ κιρρὸν οἶνον διδόναι, λεπτὸν μὲν τὴν σύστασιν, ὅπως καὶ τὴν οὔρησιν κινῇ, τὴν δ' ἡλικίαν μὴ νέον, ὥσπερ οὖν καὶ τὰ πολλὰ συμβαίνει· τῶν νέων γὰρ οἴνων σχεδὸν οὐδείς ἐστι κιρρός, ἀλλ' ἤτοι λευκὸς ἢ ἐρυθρὸς ἢ μέλας, παλαιούμενοι δὲ κιρροί τε γίνονται καὶ ξανθοί.
τό γε μὴν ὡς ἐλάχιστα πίνοντα πλεῖστα πονεῖν ὀρθότατα εἴρηται· ξηραίνει γὰρ ἡ τοιαύτη δίαιτα καὶ θερμαίνει. τὰ δ' ὕεια κρέα καθ' ὃν εἴρηται τρόπον ἐσθιόμενα ἀκμάζουσι καὶ ἰσχυροῖς οὐ κακῶς ἂν δοθείη· τῶν ἄλλων δ' οὐδεὶς ἂν δύναιτο πέψαι καλῶς αὐτά, κινδυνευούσης ἤδη σβεσθῆναι τῆς ἐμφύτου θερμασίας· ἄμεινον οὖν ὅσα καλῶς πέψουσι, διδόναι τοῖς οὕτως ἔχουσιν.
[895] Ὁκόσοι κοιλίας τὰς κάτω θερμὰς ἔχουσι, καὶ δριμέα τὰ ὑποχωρήματα καὶ ἀνώμαλα διέρχεται ὑπὸ συντήξιος αὐτοῖς, ἢν μὲν δυνατοὶ ἔωσιν, ἐλλεβόρῳ ἀντισπάσαι· ἢν δὲ μή, ὁ χυλὸς τῶν σητανίων πυρῶν παχὺς ψυχρὸς καὶ τὸ φάκινον ἔτνος καὶ ἄρτοι ἐγκρυφίαι καὶ ἰχθύες πυρέσσοντι μὲν ἑφθοί, ἀπυρέτῳ δ' ἐόντι ὀπτοί, καὶ οἶνος μέλας ἀπυρέτῳ, εἰ δὲ μή, ὕδωρ ἀπὸ μεσπίλων ἢ μύρτων ἢ μήλων ἢ οὔων ἢ φοινικοβαλάνων ἢ οἰνάνθης ἀμπέλου.
Κυριώτερον ἂν εἰρήκει τὰ διαχωρήματα τούτοις ὑπὸ συγκαύσεως, οὐχ ὑπὸ συντήξεως διέρχεσθαι· σύντηξις μὲν γὰρ [ἐν αὐτῷ] γίνεται διὰ πυρετὸν κακοήθη τηκομένης τῆς πιμελῆς ἢ καὶ σαρκὸς τῆς ἁπαλῆς, σύγκαυσις δ' ἐν τῇ γαστρὶ τῶν ἐδηδεσμένων ὑπὸ θερμασίας δριμείας, δι' ἣν καὶ πυρέττειν συμβαίνει. τούτῳ οὖν ἐλλέβορον διδόναι κελεύει [896] λευκόν· ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ ἀντισπάσαι ῥήματος, ἐπειδὴ διὰ τῆς ἄνω γαστρὸς ‹καθαίρει›. ἢν δὲ μὴ δύνηται δι' ἡντινοῦν αἰτίαν ἐλλέβορον λαβεῖν δριμύτητος ἐπικρατούσης ὁ ἄνθρωπος, ἐδέσματα κελεύει διδόναι καὶ πόματα στύφοντά τε καὶ ψύχοντα. προστίθησι δὲ τοῖς ἐδέσμασι καὶ τὰ ξηραίνειν δυνάμενα, καθάπερ τοὺς ἐγκρυφίας ἄρτους καὶ τοὺς ὀπτοὺς ἰχθῦς.
τούτων οὕτως εὐλόγως εἰρημένων ἐπισκεπτέον, τίνα λέγει τὴν κάτω κοιλίαν· ἐνίοτε μὲν γὰρ οἱ παλαιοὶ τὸν θώρακα τὴν ἄνω κοιλίαν ὀνομάζοντες τὸ μετὰ τὸ διάφραγμα πᾶν τῆς τροφῆς ἀγγεῖον κάτω κοιλίαν προσαγορεύουσιν· ἐνίοτε δ' ἄνω κοιλίαν ὀνομάζοντες εἰς ἣν καταπίνομεν τὰ σιτία, ποτὲ μὲν τὰ μετ' αὐτὴν ἅπαντα κοιλίαν καλοῦσι κάτω, ἐνίοτε δὲ μόνα τὰ παχέα τῶν ἐντέρων· εἰσὶ δ' οἳ τὸ κῶλον μόνον ὀνομάζουσι κάτω κοιλίαν. ἴσως μὲν οὖν ἂν ἐζητήσαμεν, τί τῶν εἰρημένων μορίων ἢ τίνα πιθανώτερον νῦν ἀκοῦσαι, εἰ μέγα τι κερδαίνειν ἐμέλλομεν· ἐπεὶ δ' ἡ τῶν τοιούτων εὕρεσις οὐδὲν μὲν [897] ἡμᾶς διδάσκει πλέον ὧν ἴσμεν τε καὶ κρίνομεν αὐτοὶ περὶ τοῦ τίνα μὲν ὀρθῶς εἴρηται, τίνα δ' οὔ, περιεργίαν δ' ἔχει μᾶλλον γνώσεως ἤπερ ὠφέλειαν, ἄμεινον ἀπολιπεῖν αὐτὰ διὰ ταχέων καὶ μάλισθ', ὅπου μηδὲ γνήσιόν ἐστιν αὐτοῦ τὸ σύγγραμμα.
Ἢν δὲ πυρετὸς ἔχῃ καὶ στρόφοι ἔωσι, γάλα ὄνειον θερμὸν ὀλίγον τὸ πρῶτον, ἔπειτα ἐκ προσαγωγῆς πλεῖον καὶ λίνου σπέρμα καὶ πύρινα ἄλφιτα καὶ τῶν Αἰγυπτίων κυάμων ἐξελὼν τὰ πικρά, καταλέσας, ἐπιπάσσων πινέτω ἢ ᾠὰ ἡμιπαγέα ἐσθιέτω ὀπτὰ καὶ σεμίδαλιν καὶ κέγχρον καὶ χόνδρον ἑφθὸν ἐν γάλακτι· ἑφθὰ ψυχρὰ ἐσθίειν· καὶ τὰ τούτοις ὅμοια καὶ ποτὰ καὶ ἐδέσματα προσφερέσθω.
Οἱ μὲν πλεῖστοι τῶν ἐξηγουμένων βέλτιον τοῖς προειρημένοις συντάττουσι ταῦτα, περὶ τῶν θερμὴν ἐχόντων τὴν κάτω κοιλίαν ἡγούμενοι [898] καὶ νῦν ἔτι γίνεσθαι τὸν λόγον, ὀλίγοι δέ τινες ἀποχωρίσαντες ἰδίᾳ ταῦτ' ἐξηγοῦνται. σκοπὸς δ' ἐστὶν αὐτοῖς τὸ μέν τι καθᾶραι τῆς κακοχυμίας, τὸ δ' ἐπικεράσαι, τὸ δ' ἐπιξηρᾶναι, τὸ δ' ἐμψῦξαι. τὸ μὲν οὖν γάλα τὸ ὄνειον καθαίρειν τε δύναται καὶ ἐπικεραννύναι, τὸ δὲ τοῦ λίνου σπέρμα ξηραίνειν τε καὶ ψύχειν· τὰ δ' ἐκ τῶν πυρῶν ἄλφιτα τὸ ἐπικεραστικὸν ἔχει· καλῶς δ' αὐτοῖς ἀναμέμικται καὶ τὰ κρίθινα ξηραίνοντά τε καὶ ψύχοντα. οἱ δ' Αἰγύπτιοι κύαμοι μετρίως ψῦξαι δύνανται· τὰ δ' ᾠὰ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος παχύχυμα καὶ εὔχυμα καὶ ἐπικρατητικά· καὶ ξηραίνει δ' ἱκανῶς ὡς ἐν ἐδέσμασιν ὁ κέγχρος, ὥσπερ γε καὶ ψύχει. ταῦτα δὲ πάντα δίδωσι ψυχρὰ διὰ τὴν δριμύτητα καὶ θερμότητα τῶν τὸ πάθος ἐργαζομένων χυμῶν.
Τῆς διαιτητικῆς ἐστι μέγιστον παρατηρεῖν καὶ παραφυλάσσειν [ὥσπερ ἐν τοῖς ὀξέσι καὶ] ἐν τοῖσι μακροῖσιν ἀρρωστήμασι καὶ τὰς ἐπιτάσιας τῶν πυρετῶν [899] καὶ τὰς ἀνέσιας, ὥστε τοὺς καιροὺς διαπεφυλάχθαι, ὁκότε μὴ δεῖ τὰ σιτία προσενεγκεῖν, καὶ ἀσφαλέως, ὁκότε δεῖ προσενεγκεῖν, εἰδέναι· ἔστι δ' ὅταν πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσιος.
Τῆς διαιτητικῆς τέχνης μέγιστον εἶναί φησι τὸ τὸν κατὰ μέρος καιρὸν γνῶναι τῆς τροφῆς· αὐτὸς οὖν ἕνα σκοπόν φησι τὸ πλεῖστον ἀπέχειν τὸν καιρὸν ἐκεῖνον τῆς ἐπιτάσεως· εἴη δ' ἂν ἐπίτασιν λέγων τὴν ἀρχὴν τοῦ παροξυσμοῦ. τοῦτο δ' οὐ μόνον ἐπὶ τῶν χρονιζόντων, ἀλλὰ κἀπὶ τῶν ὀξέων ἀληθὲς εἶναι δοκεῖ. διὰ τί οὖν προσέθηκεν ‹ἐν› τοῖς μακροῖς ἀρρωστήμασιν; ὅτι μᾶλλον ἐπὶ τούτων ἐναργὴς ὁ σκοπὸς ἢ τάχα μόνων. ἐπὶ γὰρ τῶν ὀξέων αὔταρκες ἦν γνώρισμα καιροῦ τροφῆς καταβῆναι τὴν θέρμην εἰς τοὺς πόδας, οὐ μὴν ἐπὶ τῶν χρονίων γε θρεπτέον οὕτως, ἀλλὰ περιμένειν προσήκει τὰ βέλτιστα τῆς ἀνέσεως· κατὰ γὰρ τὰς ὀξείας νόσους ἀναμένειν οὐκ ἐγχωρεῖ φόβῳ τῆς μελλούσης διὰ ταχέων ἐπιτάσεως ἔσεσθαι.
[900] ἔνιοι δὲ τὴν λέξιν γράφουσιν οὕτω· τῆς διαιτητικῆς ἐστι μέγιστον τὸ παρατηρεῖν καὶ παραφυλάσσειν ὥσπερ ἐν τοῖς ὀξέσιν, οὕτω καὶ ἐν τοῖς χρονίοις τὸ ἐπίστασθαι, πηνίκα χρὴ τρέφειν. ἔνιοι δὲ τὴν τελευτὴν ταύτης τῆς ῥήσεως οὕτω γράφουσιν· ἔστι δ' ὅταν πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσιος εἰδέναι, ὡς πρὸς τοῖς ἄλλοις οἷς ἐκέλευσεν ἡμᾶς ἐπισκέψασθαι περὶ τὸν ἄρρωστον καὶ τοῦτο συμβουλεύοντος αὐτοῦ. φαίνεται δέ, εἰ αὐτό τις ἐξετάζοι τοῦτο μὴ συνάπτων τῇ κατὰ μέρος εὑρέσει τοῦ καιροῦ τῆς τροφῆς, ἄκαιρον τὸ περὶ τῆς ἀρχῆς παράγγελμα καὶ οὐδενὸς ἄξιον.
Εἰδέναι δὲ τοὺς κεφαλαλγικοὺς ἐκ γυμνασίων ἢ δρόμων ἢ πορειῶν ἢ κυνηγεσίων ἢ ἄλλου τινὸς πόνου ἀκαίρου ἢ ἐξ ἀφροδισίων τοὺς ἀχρόους, τοὺς βραγχαλέους, τοὺς σπληνώδεας, τοὺς λειφαίμους, τοὺς πνευματώδεας καὶ ξηρὰ βήσσοντας καὶ διψώδεας, τοὺς φυσώδεας, φλεβῶν ἀπολήψιας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον, τοὺς ἀπονεναρκωμένους καὶ ἀμαυρὰ βλέποντας [901] καὶ οἷς ἦχοι τῶν ὤτων ἐμπίπτουσι καὶ τῆς οὐρήθρης ἀκρατέως διακειμένους, τοὺς ἰκτεριώδεας καὶ ὧν αἱ κοιλίαι ὠμὰ ἐκβάλλουσιν, ἢ αἱμορραγέοντας ἐκ ῥινῶν ἢ καθ' ἕδρην σφοδρῶς, ἢν ἐν ἐμφυσήμασιν ἔωσιν ἢ πόνος αὐτοῖς ἐπιτρέχῃ σφοδρὸς καὶ μὴ ἐπικρατέωσι, τῶν τοιῶνδε μηδένα φαρμακεύειν· κίνδυνόν τε γὰρ ἕξει καὶ οὐδὲν ὀνήσεις τάς τε ἀπὸ τοῦ αὐτομάτου ἀπαλλάξιας καὶ κρίσιας ἀφαιρήσεις.
Ὅτι μὲν ἀτάκτως καὶ τρόπον ὑπομνήματος παρασκευῆς ἅπαντα τὰ κατὰ τὸ βιβλίον τοῦτο γέγραπται, πρόδηλον οἶμαι παντί· πολλὰ δ' οὖν, ὡς ἔφην, ἐν αὐτῷ καλῶς εἴρηται, δι' ἃ καὶ τοῖς οὐκ ὀρθῶς εἰρημένοις ἐπείσθησαν ἔνιοι καὶ μᾶλλον, ὅσοι συνῄδεσαν ἑαυτοῖς ὡς οὐκ ἔχουσιν ἐπιστήμην κριτικὴν τῶν γεγραμμένων. τὰ δ' οὖν ἐν τῇδε τῇ ῥήσει λεγόμενα κατάλογον ἔχει τῶν ἀνεπιτηδείων φαρμακεύεσθαι. τὸ φαρμακεύεσθαι δὲ τῷ καθαίρεσθαι ἐς ταυτὸν συμβαίνει, ὥσπερ γε καὶ τὸ [902] φαρμακεύειν [ἐν] τῷ καθαίρειν. ἴδωμεν οὖν, τίνας ἀπ' ἀρχῆς ἀπαγορεύει καθαίρειν·
τοὺς κεφαλαλγικούς, φησίν, ἐκ γυμνασίων ἢ ἄλλου τινὸς πόνου ἀκαίρου. συντόμως οὖν ἀκούσας τοὺς ἐξ ἀκαίρων πόνων κεφαλαλγικοὺς γενομένους μὴ κάθαιρε. ἄκαιροι δὲ πόνοι πάντες εἰσὶν οὓς ἡ παροῦσα κατ' ἐκεῖνον τὸν χρόνον διάθεσις τοῦ σώματος οὐ δύναται φέρειν. ἀναμνήσω δέ σε νῦν εἰς πολλὰ χρησίμου πράγματος, οὗ καὶ διὰ παντὸς ἀξιῶ μεμνῆσθαι· τοῦ σώματος ἡμῶν ἐνίοτε νόσου παρασκευῆς μετέχοντος ἐγγὺς τοῦ συμπληρωθῆναι, τῶν ἔξωθέν τι προσιὸν ἐξήλεγξε τὴν διάθεσιν αὐτοῦ πυρετὸν ἀνάψαν ἢ κεφαλαλγίαν ἢ κατάρρουν ἢ βῆχα κινῆσαν ἤ τι τοιοῦτον ἄλλο· κἄπειτα ἐκ τούτου κατὰ τὸ συνεχὲς ἀσθενοῦσιν ἐπικινδύνως, οὐ τοῦ δρόμου τὴν νόσον γεννήσαντος ἢ ὅλως τῆς ἰσχυρᾶς κινήσεως, ὥσπερ οὐδὲ τῆς ἀκρασίας ἢ τῆς ψύξεως ἤ τινος ἄλλου τῶν τοιούτων· οὐδὲν γὰρ αὐτῶν ἱκανόν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν ἀσθένειαν ἐργάσασθαι σφοδράν, ἀλλ' εἴτε πυρετὸς ὑπό τινος αὐτῶν γένοιτο, τῶν ἐφημέρων ὀνομαζομένων ὁ τοιοῦτός [903] ἐστι πυρετός, εἴτ' ἄλλο τι σύμπτωμα, ὀλιγοχρόνιον ἔσται καὶ τοῦτο. πολλάκις δ', ὡς ἔφην, διὰ τὴν τοῦ σώματος διάθεσιν ἕκαστον τῶν τοιούτων οὐκ αἴτιον τοῦ νοσήματος, ἀλλὰ πρόφασις γίνεται· κυρίως γὰρ ἄν τις μάλιστα τὰς τοιαύτας αἰτίας ὀνομάζοι προφάσεις, οὐχ ἁπλῶς φανεράς, ὡς πολλάκις εἰώθασι καλεῖν, ὅταν ὑπό τινος τῶν φανερῶν αἰτίων βλάβη γένηται σαφὴς ἐν τῷ σώματι· μηδεμιᾶς γὰρ ἑτέρας διαθέσεως νοσώδους ὑποκειμένης οὔτε νόσος ἀξιόλογος ἀκολουθήσει καὶ τῆς γενομένης ἐν τῷ σώματι βλάβης τὸ ποιῆσαν αἴτιόν ἐστιν. ἴσθι τοίνυν αὐτῷ τὸν ἐνεστῶτα λόγον ἐπὶ τοῖς τοιούτοις αἰτίοις γινόμενον, ἃ μὴ κατὰ τὸν ἑαυτῶν λόγον βλάπτει τὸ σῶμα· κεφάλαιον δ' αὐτῶν εἰσιν ἓν μὲν καὶ πρῶτον οἱ πόνοι, πολυειδεῖς κατὰ μέρος ὄντες, δρόμοι καὶ πάλαι καὶ παγκράτια, ἀφροδίσια, τρίψις, ἔγκαυσις, ψύξις, ἀγρυπνία, θυμοί, λῦπαι, φόβοι. τῶν μὲν οὖν ἀφροδισίων ἐμνημόνευσε, τὰ δ' ἄλλα παρέλιπε, καίτοι τὴν αὐτὴν δύναμιν ἔχοντα· τὰ γάρ, ὡς εἴρηται, [904] τὸ πνεῦμα ταράττοντα καθάρσεως οὐ δεῖται διὰ τὸ μηδ' ὑπὸ κακοχυμίας γεγονέναι τὴν νόσον αὐτήν. μεταβὰς δ' ἀπὸ τούτων τῶν γνωρισμάτων αὐτὸς ἐδήλωσεν οὓς πρότερον εἶπεν. ἰδίως δὲ καλοῦσιν ἀχρόους τοὺς λειφαίμους, ἔτι τε δι' ἄλλην διάθεσιν οὐ κατὰ φύσιν ἔχοντας τὸ σῶμα κακοχρόους ὀνομάζουσιν· οὗτοι τοίνυν οἱ ἄχροοι θερμαίνεσθαι δέονται διά τε γυμνασίων καὶ πόσεως οἴνου θερμοῦ τῇ δυνάμει καὶ σιτίων παραπλησίων. ἀλλὰ καὶ τοὺς βραγχαλέους φησί· καὶ γὰρ καὶ τούτων τὴν ὑγρότητα καὶ ψύξιν τοῦ κατασκήψαντος εἰς τὸν λάρυγγα ῥεύματος ἰᾶσθαι προσήκει τὴν κεφαλὴν ξηραίνοντας καὶ τὰ πεπονθότα μόρια διὰ τῶν τοπικῶν βοηθημάτων. ἀλλὰ καὶ τοὺς σπληνώδεάς φησιν οὐ δεῖσθαι καθάρσεως· τοῦτό μοι δοκεῖ μὴ λέγειν ὀρθῶς· δέονται γάρ, εἴπερ τινὲς ἄλλοι, καὶ οὗτοι καθαίρεσθαι μέλανα.
τούτοις ἐφεξῆς τῶν λειφαίμων μνημονεύει, τουτέστι τῶν ἐνδεὲς ἐχόντων αἷμα, κἂν μηδέπω σαφῶς ὦσιν ἄχροοι. μετ' αὐτοὺς δ' ἐμνημόνευσε τῶν πνευματωδῶν καὶ ξηρὰ βησσόντων καὶ διψωδῶν, [905] ἀσαφῶς ἑρμηνεύσας, ὡς μὴ δηλῶσαι, πότερον ἑκάστου κατὰ μόνας ἀκουστέον ἐστὶν ἢ τῶν τριῶν ἅμα γενομένων. ἔστι δ' οὐδὲ καθ' ἓν ἕκαστον αὐτῶν λεγόμενον σαφές, ὡς καὶ πρόσθεν ἤδη που λέλεκται· πνευματώδεις γὰρ ὡς τὸ πολὺ μὲν ὀνομάζουσι τοὺς κατὰ τὴν εἰσπνοὴν ἀέρος δεομένους, ἔστι δ' ὅτε καὶ τοὺς ἐμπνευματουμένους· ἀλλ' ἑκάτερον αὐτῶν πολλὰς αἰτίας ἔχει, κἂν πάσας ἐπεξίω, μακρότερος ὁ λόγος ἔσται πρὸς τῷ καὶ φανῆναί τινας μὲν αὐτῶν φλεβοτομίας δεομένους, τινὰς δὲ καθάρσεως, τινὰς δ' ἄλλου βοηθήματος. οὕτω δὲ καὶ οἱ ξηρὰ βήσσοντες οὐ κατὰ μίαν γίνονται διάθεσιν, οὐδ' οἱ διψώδεις αὐτῶν, ὥστε οὐδ', εἰ περὶ τῶν πυρεσσόντων διψωδῶν ὁ λόγος ἐστὶν αὐτῷ, ἐπίστασθαι νῦν ἡμᾶς ἢ περὶ τῶν ἀπυρέτων ἢ ἀμφοτέρων· κἂν γὰρ ἑνὸς αὐτῶν μνημονεύσω κατὰ τοὺς Ἀφορισμοὺς εἰρημένου, τὸ καθόλου διαβεβλήσεται· λέλεκται δ' ἐν Ἀφορισμοῖς ὧδε· "ἀπυρέτῳ ἐόντι ἀποσιτίη καὶ καρδιωγμὸς καὶ σκοτόδινος καὶ στόμα ἐκπικρούμενον [906] ἄνω φαρμακείης δεῖσθαι σημαίνει"· ἐὰν δὲ ἐκπικρῶται τὸ στόμα, διψώδεις εἰσίν. οὕτω δὲ καὶ οἱ φυσώδεις πρῶτον μὲν οἵτινες ὑπ' αὐτοῦ λέγονται ἀγνοῶ, ‹εἶτ'› εἰ σὺν τῷ φλεβῶν ἀπολήψιας τοὺς γεγονότας φυσώδεις ἀκούομεν, ἐνίων ἀναγινωσκόντων καθ' ἑαυτό· κἂν ‹εἰ› μεταβάλλειν εἶχον τῆς λέξεως ταύτης ἕκαστον, ἠδυνάμην ἂν ἅπαντα ὅσα γινώσκειν χρήσιμόν ἐστί σε διδάξαι μὴ πολλὰ πληρώσας βιβλία, καθάπερ καὶ περὶ τῶν ἑξῆς λεγομένων.
φησὶ γὰρ ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον καὶ ἀμαυρὰ βλέποντας καὶ οἷς ἦχοι τῶν ὤτων εἰσὶ καὶ ὅσοι τῆς οὐρήθρας ἀκρατῶς διάκεινται· καθ' ἕκαστον γὰρ τούτων τῶν παθημάτων αἰτίαι τε καὶ διαθέσεις εἰσὶ πολλαὶ καὶ θεραπειῶν διαφερουσῶν δεόμεναι· αὐτῶν γοῦν ἔσθ' ὅτε καὶ καθάρσεως δεηθήσονταί τινες τῆς διὰ χολαγωγοῦ φαρμάκου.
περὶ πάντων οὖν τούτων ἔτι τε τῶν ἐφεξῆς εἰρημένων οὐκ ἀποφάσεις ἀδιορίστους, ἀλλὰ διορισμούς τε καὶ σαφεῖς διδασκαλίας τῇ τε μακρᾷ πείρᾳ κεκριμένας ἐν ταῖς ἡμετέραις ἔχεις πραγματείαις, ἃς ἀναλεξάμενος [907] ἱκανὸς ἔσῃ κρίνειν ἅπαντα τὰ τούτῳ λεγόμενα μετὰ τοῦ μεμνῆσθαι τοῦ μέρους, ὃ γνήσιον ὁμολογεῖται καὶ παρ' ἡμῶν διδασκαλίας ἔχον ὠφελούσας· ἅπαντα γὰρ ἐν αὐτῷ γέγραπται σὺν ἀποδείξει τε καὶ σαφηνείᾳ καὶ διορισμοῖς τοῖς προσήκουσι. τὰ δ' οὕτως ἐσπαρμένα, καθάπερ ἡ νῦν προκειμένη ῥῆσις, οὐδὲν ὀνίνησιν. ἐὰν μὲν γὰρ ἀκούων ᾖ τις ἁπλῶς ἑκάστου τούτων ἄνευ τοῦ διορίσασθαι, πολλὰ κακῶς πράξει κατὰ τὴν τέχνην· ἐὰν δ' ἕκαστον ὡς χρὴ διορίσηται, γνώσεται πρῶτον μὲν οὐδὲν ἐντεῦθεν εἰς τὴν εὕρεσιν αὐτῶν ὠφελούμενος, εἶτα πολλῶν βιβλίων δεόμενος εἰς τὴν περὶ τῶν προκειμένων σκέψιν. ἀλλὰ γὰρ οὐκ ἔστι πεῖσαι τοὺς πολλοὺς τῶν ἀνθρώπων ἐπέρχεσθαι μὲν τὰ σαφῆ τῶν συγγραμμάτων μόνα, καταλιπεῖν δὲ τοῖς γράψασι τὰ μὴ τοιαῦτα· καὶ γὰρ δίκαιόν ἐστιν, εἰ μηδεμίαν ἐκεῖνοι φροντίδα τοῦ γινώσκειν ἡμᾶς ἃ γεγράφασιν ἐποιήσαντο, μηδ' ἡμᾶς λιπαρῶς προσκεῖσθαι ζητοῦντάς τε καὶ καταμαντευομένους ὧν λέγουσιν.
[908] Ἢν δὲ αἷμά τινι συμφέρῃ ἀφαιρέειν, στερεὴν ‹πρότερον› ποιέειν τὴν κοιλίην καὶ οὕτως ἀφαιρέειν καὶ λιμοκτονέειν καὶ οἶνον ἀφαιρέειν αὐτῷ· ἔπειτα διαίτῃ τῇ προσηκούσῃ τὰ ἐπίλοιπα αὐτῶν καὶ πυρίησιν ἐνίκμοισι θεράπευε.
Μὴ ῥεούσης τῆς κοιλίας ἀφελεῖν τοῦ αἵματος (ἐὰν γὰρ ἐπιμένῃ μετὰ τὴν ἀφαίρεσιν ἀπορρέουσα, καταλύει τὴν δύναμιν) τό τε λιμοκτονεῖν, ἐὰν ἀφέλῃς τοῦ αἵματος, οἴνου τε ἀπέχειν ὀρθῶς εἴρηται, καθάπερ καὶ τὸ τῇ διαίτῃ τῇ προσηκούσῃ χρῆσθαι. τὸ δὲ καὶ ἐνίκμοις πυρίαις θεραπεύειν, εἰ μὲν ἐπὶ πάντων λέγοιτο τῶν ἀφαιρουμένων αἷμα, ψεῦδός ἐστιν· εἰ δ' ἐπί τινων, ἐχρῆν εἰπεῖν.
[909] Ἢν δέ σοι κατάπυκνος ἡ κοιλίη δοκῇ εἶναι, μαλθακῷ κλύσματι ὑπόκλυζε.
Οὐκ ἄξιον συγγράμματος τοῦτο· πρόδηλον γάρ ἐστιν ἅπασιν.
Ἢν δὲ φαρμακεῦσαι δόξῃ, ἐλλεβόρῳ ἀσφαλέως ἄνω κάθαιρε, κάτω δὲ μηδενὶ τῶν τοιούτων.
Ὡς προειρηκὼς τὸ πάθος, ἐφ' οὗ κελεύει ταῦτα πράττεσθαι, τὸν λόγον ποιεῖται, καίτοι γ' οὐδὲν προείρηκεν· ἢ οὖν ἀπόλωλέ τις ῥῆσις, [910] ἐν ᾗ τὸ πάθος ἐδηλοῦτο, ἢ ἐπιλήσμων ἦν ὁ ταῦτα γράψας καὶ τοιοῦτος, οἷος ὁ νῦν ὀνομαζόμενος ὑπὸ τῶν πολλῶν μετέωρος.
Κράτιστον δὲ ἐς οὔρησιν καὶ ἐς ἱδρῶτας καὶ ἐς περιπάτους ἄγειν. καὶ τρίψει ἡσύχῳ χρέω, ἵνα μὴ πυκνώσῃς τὴν ἕξιν· ἢν δὲ κλινοπετὴς ᾖ, ἄλλοι τριβόντων αὐτόν.
Καὶ ταῦθ' ὡς προειρηκὼς τὸ πάθος ἔγραψεν.
Καὶ ἢν μὲν ἐν τῷ θώρακι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθος αὐτόν, ἀνακαθίζειν ὡς πλειστάκις, [911] καὶ ὡς ἥκιστα προσκλινέσθωσαν, ἐς ὅ τι δυνατοί εἰσι, καὶ καθίζοντα ἀνατριβόντων πολὺν χρόνον πολλῷ θερμῷ· ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρένας ἴσχῃ τὰ ἀλγήματα, ἀνακεῖσθαι ξυμφέρει καὶ μηδεμίαν κίνησιν κινεῖσθαι. τῷ τοιῷδε σώματι μηδὲν προσφέρειν ἔξω τῆς ἀνατρίψεως.
Ἐκ ταύτης τῆς ῥήσεως τεκμήραιτ' ἄν τις αὐτά τε καὶ τὰ πρὸ τούτων ἅπαντα περὶ ἀλγημάτων γεγράφθαι, τὰ δ' ἐν ἀρχῇ τῆς ῥήσεως παραλελεῖφθαι ἁμαρτόντος τοῦ πρώτου βιβλιογράφου καὶ μετὰ ταῦτα μεινάσης τῆς ἁμαρτίας. ὥστ' οὐδ' ἐξετάσαι τὴν ἐν τοῖς εἰρημένοις ἀλήθειαν οἷόν τε, μή τινι κἀν τοῖς τοιούτοις ἐπὶ πλέον εἰκῇ κατατρίβεσθαι δόξωμεν.
Τὰ δ' ἐκ τῆς κάτω κοιλίης λυόμενα δι' οὔρων καὶ ἱδρώτων, ἢν ὀλίσθῃ μετρίως, ὑπὸ αὐτοματισμοῦ [912] λύεται, τὰ σμικρά· τὰ σφοδρὰ δὲ πονηρόν· οἱ τοιοίδε γὰρ ἢ ἀπόλλυνται ἢ ἄνευ ἄλλων κακῶν οὐ γίνονται ὑγιέες, ἀλλ' ἀποστηρίζει καὶ τὰ τοιουτότροπα.
Καὶ διὰ ταύτης τῆς ῥήσεως ἔνεστι τεκμαίρεσθαι περὶ θεραπείας ἀλγημάτων ἅπαντ' αὐτῷ τὰ προγεγραμμένα λελέχθαι.
Πόμα ὑδρωπιῶντι· κανθαρίδας τρεῖς, ἀφελὼν τὴν κεφαλὴν ἑκάστης καὶ πόδας καὶ πτερά, τρίψας ἐν τρισὶ κυάθοις ὕδατος τὰ σώματα· ὅταν δὲ πονῇ ὁ πιών, θερμῷ βρεχέσθω ὑπαλειφόμενος πρότερον· νῆστις δὲ πινέτω, ἐσθιέτω δὲ ἄρτους θερμοὺς ἐξ ἀλείφατος.
[913] Ταύτην τὴν ῥῆσιν τολμηρός τις ἀναγνοὺς ἰατρὸς ἀφελὼν τὰ προειρημένα μόρια τῶν κανθαρίδων ἔδωκεν ὑδρωπιῶντι· καὶ μετὰ μίαν ἡμέραν ἀπόστημά τι σχὼν ὁ ἄνθρωπος εἰς τὴν γαστροκνημίαν, εἶτα μετὰ τρεῖς ἄλλας τμηθεὶς ὑπ' αὐτοῦ, πλείστου ῥυέντος ὕδατος, ἔδοξε τεθεραπεῦσθαι· προσεστάλη γὰρ ἐν τῷ παραυτίκα τὸ πλεῖστον τοῦ παρὰ φύσιν ὄγκου. ἀλλ' ὅμως ἀπέθανεν οὐ μετὰ πολλὰς ἡμέρας. ἐπετίμησεν οὖν τις τῷ ἰατρῷ κακῶς φάσκων δεδόσθαι τὰ σώματα τῶν κανθαρίδων· ἐχρῆν γὰρ ἀφελόντα τὰ σώματα δοῦναι πιεῖν τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὰ πτερὰ καὶ τοῦτ' εἶναι τὸ κατὰ τὸ βιβλίον εἰρημένον. οὐκ ὀκνήσας οὖν ὁ εὔτολμος ἰατρὸς ἐπ' ἄλλου πάλιν ἔδωκεν οὕτως, εἶτ' ἀποστήματος ὁμοίως κατὰ τὸν μηρὸν γενομένου καὶ τμηθέντος αὐτοῦ καὶ ῥυέντος ὁμοίως τοῦ ὑγροῦ οὐ μετὰ πολλὰς ἡμέρας ἀποθανεῖν συνέβη καὶ τοῦτον. ἔστι γε μὴν οὐρητικῷ φαρμάκῳ διὰ κανθαρίδων σκευαζομένῳ κεχρημένους τινὰς εὑρεῖν ἄνευ βλάβης τῶν πινόντων αὐτό.
[914] Ἴσχαιμον· ὀπὸν συκῆς ἐν εἰρίῳ προσθεῖναι ἔσω πρὸς τὴν φλέβα ἢ πυτίην συστρέψαντα βῦσαι εἰς τὸν μυκτῆρα ἢ χαλκίτιδος τῷ δακτύλῳ ἐπισπασάμενος πίεσον καὶ τοὺς χόνδρους ἔξωθεν προσπίεζε ἑκατέρωθεν καὶ τὴν κοιλίην λῦσον ὄνου γάλακτι ἑφθῷ καὶ τὴν κεφαλὴν ξυρῶν ψυκτικὰ πρόσφερε, ἢν ἐν ὥρῃ θερμῇ γίνηται.
σησαμοειδὲς ἄνω καθαίρει· ἡ πόσις ἡμιόλιον δραχμῆς [ὁ σταθμὸς] ἐν ὀξυμέλιτι τετριμμένον· συμμίσγεται δὲ καὶ τοῖσιν ἐλλεβόροισιν, καὶ ἧσσον πνίγει, τὸ τρίτον μέρος τῆς πόσιος.
τριχώσιος· ὑποθεὶς τὸ ῥάμμα τῇ βελόνῃ τῇ τὸ κύαρ ἐχούσῃ κατὰ τὸ ὀξὺ τῆς ἄνω τάσιος τοῦ βλεφάρου ἐς τὸ κάτω διακεντήσας δίες καὶ ἄλλο ὑποκάτω τούτου· ἀνατείνας δὲ τὰ ῥάμματα ῥάψον καὶ κατάδει, ἕως ἂν ἀποπέσῃ. κἢν μὲν ἱκανῶς ἔχῃ· εἰ δὲ μή, ἢν ἐλλείπῃ, ὀπίσω ποιέειν τὰ αὐτά.
καὶ τὰς αἱμορροΐδας τὸν αὐτὸν τρόπον διώσεις τῇ βελόνῃ [915] ὡς παχύτατον εἰρίου οἰσυπηροῦ ῥάμμα καὶ ὡς μέγιστον ἀποδήσεις· ἀσφαλεστέρη γὰρ γίνεται ἡ θεραπείη. εἶτα ἀποπιέσας τῷ σηπτῷ χρέω καὶ μὴ βρέχε, πρὶν ἀποπέσῃ, καὶ ἀεὶ μίαν καταλίμπανε· καὶ μετὰ ταῦτα ἀναλαβὼν ἐλλεβορίσαι. εἶτα γυμναζέσθω καὶ ἀφιδρούτω· γυμνασίου δὲ τρίψις, πάλη ἀπ' ὀρθοῦ· δρόμου δὲ ἀπεχέσθω καὶ μέθης καὶ τῶν δριμέων ἔξω ὀριγάνου. ἐμεέτω δὲ ‹δι'› ἑπτὰ ἡμερέων ἢ τρὶς ἐν τῷ μηνί· οὕτω γὰρ ἂν ἔχοι ἄριστα τὸ σῶμα. οἶνον δὲ κιρρὸν αὐστηρὸν ὑδαρέα τε καὶ ὀλίγον πινέτω.
τοῖσι δὲ ἐμπύοισι σκίλλης καταταμὼν κυκλίσκους ἕψε ἐν ὕδατι καὶ ἀποζέσας εὖ μάλα ἀπόχεον καὶ ἐπιχέας ἄλλο ἕψε, ἕως ἂν ἁπτομένῳ δίεφθον καὶ μαλθακὸν φανῇ. εἶτα τρίψας λεῖον ξύμμισγε κύμινον πεφρυγμένον καὶ λευκὰ σήσαμα καὶ ἀμυγδάλας νέας, τρίψας ἐν μέλιτι ἐκλεικτὸν δίδου καὶ ἐπὶ τούτῳ γλυκύν· ῥοφήματα δέ, μήκωνος τῆς λευκῆς ὑποτρίψας ὁκόσον λεκίσκιον, ὕδατι διεὶς σητανίου πλύματι ἀλεύρου ἑψήσας, μέλι ἐπιχέας, χλιηρὸν ἐπιρροφέων, οὕτω διαγέτω τὴν [916] ἡμέρην· εἶτα ἐς τὰ ἀποβαίνοντα λογιζόμενος τὸ δεῖπνον δίδου.
δυσεντερίης· κυάμων καθαρῶν τεταρτημόριον καὶ ἐρυθροδάνου δυοκαίδεκα κάρφεα λεῖα ξυμμίξαντα καὶ ἑψήσαντα λιπαρὸν διδόναι ἐκλείχειν.
ὀφθαλμῶν· σποδὸς πεπλυμένη, λιπαρῷ πεφυρημένη, ὡς στέαρ μὴ ὑγρόν, λεῖον τρίψας, ὀμφακίῳ τῷ τῆς πικρῆς ὄμφακος ἀνυγρήνας, ἐν ἡλίῳ ἀναξηρήνας, ὑγραίνειν ὡς ἐνάλειπτον· ὁκόταν δὲ ξηρὸν γένηται, λείῳ τετριμμένῳ ξηρῷ ὑπάλειφε καὶ παράπασσε τοὺς κανθούς.
ὑγρόν· ἐβένου δραχμήν, χαλκοῦ κεκαυμένου ἐννέα ὀβολοὺς ἐπ' ἀκόνης τρίβων, κρόκου τριώβολον· ταῦτα τρίψας λεῖα, παράχεε οἴνου γλυκέος κοτύλην Ἀττικήν, κἄπειτα ἐς τὸν ἥλιον θείς, κατακαλύψας, ὁκόταν συνεψηθῇ, τούτῳ χρέω.
πρὸς τὰς περιωδυνίας καὶ τὰ ῥεύματα· ἔστω χαλκίτιδος δραχμή, σταφυλῆς· ὁκόταν δυσὶν ἡμέρῃσι πεφθῇ, ἐκπιέσας, σμύρναν καὶ κρόκον τρίψας, ξυμμίξας τὸ γλεῦκος, ἕψησον ἐν τῷ ἡλίῳ καὶ τούτῳ ὑπάλειφε τοὺς περιωδυνέοντας· ἔστω δὲ [917] ἐν χαλκῷ ἀγγείῳ.
ὑπὸ ὑστερικῶν πνιγομένων γνῶσις· πιέσαι τοῖσι δυσὶ δακτύλοισι, καὶ ἢν αἴσθηται, τὰ ὑστερικά ἐστιν, ἢν δὲ μή, σπασμώδεα.
τοῖσιν ὑδρωπιώδεσιν μηκωνίου λεκίσκιον Ἀττικὸν στρογγύλον πόσις.
λεπίδος μῆλαι τρεῖς τῷ πλάτει καὶ ἀλήτου σητανίου κόλλης, πάντα ταῦτα λεῖα τρίψας, κατάποτα ξυστρέψας, δίδου· κάτω ὕδωρ καθαίρει.
κοιλίην ἐκκοπροῖ· ἐς ἰσχάδας ὀποῦ τοῦ τιθυμάλλου ἀπόσταζε ὁκόσον ἑπτάκις ἐς ἑκάστην, καὶ παιδίοισιν, εἶτα ἐς καινὸν ἄγγος συνθεὶς ταμιεύεσθαι· δίδου πρὸ τῶν σιτίων.
καὶ τὸ μηκώνιον τρίβων, ὕδωρ ἐπιχέων ‹καὶ› διηθέων, ἄλευρον φυρῶν, ἴτριον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖσιν ὑδρωπικοῖσι τρώγειν δίδου καὶ ἐπιπίνειν γλυκὺν ὑδαρέα ἢ μελίκρητον ὑδαρές, τὸ ἀπὸ τῶν κοπρίων· μηκώνιον ξυλλέγων ταμιεύου καὶ θεράπευε.
[918] Φανερῶς ἐκ τῶν τοιούτων δηλοῦται τοῦτο τὸ βιβλίον ὑπόμνημα συμμίκτων εἶναι θεωρημάτων, ἀτάκτως τῆς μεταβάσεως ἀπ' ἄλλων πρὸς ἄλλα γινομένης, ὥσπερ καὶ νῦν ἐπὶ τῆς ἐκ τῶν μυκτήρων αἱμορραγίας γέγραπται βοηθήματα, τὰ μὲν αὐτῷ τῷ αἱμορραγοῦντι μέρει προσφερόμενα, τὰ δὲ ἀντισπαστικά, καθάπερ ἡ γαστὴρ λυομένη, τὰ δὲ τῆς κεφαλῆς πυκνωτικὰ καὶ στυπτικά, καθάπερ τὰ ψύχοντα. τὰ δ' ἐφεξῆς τούτων ἅπαντα φαρμάκων ἔχει γραφὰς καί τινα παραμεμιγμένα βοηθήματα.
περὶ πρώτου μὲν οὖν τὸν λόγον ποιεῖται τοῦ καλουμένου σησαμοειδοῦς, ἐφεξῆς δὲ τριχῶν ἐν τοῖς βλεφάροις χειρουργίαν ἔγραψεν, ἣν ὀνομάζουσιν ἀναβροχισμόν, καὶ μετὰ ταῦτα πάλιν ὁμοίως αἱμορροΐδων καὶ ‹περὶ› τῆς ἄλλης ἰάσεως, εἶτ' ἐμπύων φάρμακά τε καὶ ῥοφήματα καὶ μετὰ ταῦτα σκευασίας φαρμάκων ὀφθαλμικῶν, εἶτα περὶ τῶν ὑστερικῶν γινομένων, εἶτα περὶ τοῦ μηκωνίου, ὅπερ χεῖ διεὶς σητανίου ἀλεύρου πλύματι, εἶθ' ἑξῆς ὑδραγωγὸν φάρμακον, εἶτ' ἐκκοπρωτικόν, εἶθ' ὑδερικοῖς τι δίδωσι διὰ μηκωνίου καὶ [919] ἰτρίων. ἔστιν οὖν τῶν εἰρημένων τὰ μὲν πλεῖστα σαφῆ, παρέγκειται δέ τινα καὶ ἀσαφῆ, περὶ ὧν ἐφεξῆς ποιήσομαι τὸν λόγον