[1] Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων πάλαι ποθ' ὑπόμνημα τῶν ἑταίρων τινὶ πρὸς ἀποδημίαν στελλομένῳ γράψας ἐπιδέδωκα τῆς ἐκείνου στοχαζόμενος ἕξεως· ἅπερ οὖν ᾔδειν αὐτὸν ἀκριβῶς ἐπιστάμενον, οὔτ' ἀπέδειξα κατὰ τὴν ἀρχὴν τοῦ συγγράμματος οὔτ' ἀνέμνησα, καίπερ [2] εἰωθὼς οὕτω πράττειν, ὅταν κοινὸς ὁ λόγος ἅπασι τοῖς ἀναγνωσομένοις αὐτὸν ἔσεσθαι μέλλῃ· φθάσαντος δ' οὐκ οἶδ' ὅπως εἰς πολλοὺς ἐκπεσεῖν τοῦ συγγράμματος οὐκέθ' ἕτερον ἐπ' αὐτῷ ποιεῖν ἔδοξέ μοι, καὶ μέντοι καὶ τὴν ἐξήγησιν τοῦ Περὶ φύσεως ἀνθρώπου βιβλίου διὰ τοῦτο ἀνεβαλλόμην, ὅτι τὰ συνέχοντα πάντα διὰ τοῦ προεκδοθέντος ὑπομνήματος, ὃ Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων ἐπιγέγραπται, σαφῶς ἐδέδεικτο. νῦν οὖν, ἐπειδὴ καὶ αὐτοῦ τοῦ Ἱπποκρατείου συγγράμματος ἐξήγησιν οὐ μόνον τῶν ἀναγκαίων εἰς τὸ δόγμα λέξεων, ὡς ἐν ἐκείνῳ πρότερον ἐπεποιήμην, ἀλλὰ πασῶν ἐφεξῆς ἐδεήθησαν οἱ ἑταῖροι παρ' ἐμοῦ λαβεῖν, ἀρχόμενος τῆς ἐξηγήσεως ἐκεῖνα λέξω πρότερον, ὅσα παρέλιπον εἰπεῖν ἐν ἀρχῇ τοῦ Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων, ἐπειδὴ γινώσκειν αὐτὰ τὸν ἑταῖρον ἠπιστάμην.
ἓν μὲν δὴ καὶ πρῶτον ἔστιν εἰπεῖν, ὅ τι ποτε σημαίνεται πρὸς τοῦ τῆς φύσεως ὀνόματος, ἀφ' οὗ καὶ τῶν παλαιῶν φιλοσόφων ἔνιοι παρονομασθέντες ἐκλήθησαν φυσικοί. γενήσεται δ' ὑμῖν ὧν ἕνεκα [3] λέγω τοῦτο δῆλον ἀναγνοῦσι τὰ Περὶ φύσεως αὐτοῖς γεγραμμένα βιβλία· φαίνεται γὰρ ἐξηγούμενα τὴν πρώτην οὐσίαν ὁποία τίς ἐστιν, ἣν ἀγέννητόν τε καὶ ἀίδιον εἶναί φασιν ὑποβεβλημένην ἅπασι τοῖς γεννητοῖς τε καὶ φθαρτοῖς σώμασι, τά θ' ὑπάρχοντα κατὰ τὸν ἴδιον λόγον ἑκάστῳ τῶν γεννωμένων τε καὶ φθειρομένων, οἷς γνωσθεῖσιν ἕπεται καὶ ἡ τῶν ἄλλων γνῶσις, ὅσα μὴ κατὰ τὸν ἴδιον λόγον ἑκάστῃ τῶν κατὰ μέρος οὐσιῶν συμβαίνει. τελεία μὲν οὖν διδασκαλία τῆς ἑκάστου τῶν ὄντων φύσεως οὕτω γίνεται, κἂν ἓν δή τις ἢ δύο τῶν ὑπαρχόντων τινὶ διέρχηται· καὶ τοῦτο εἰθισμένοι λέγειν εἰσὶν οἱ ἄνθρωποι περὶ τῆς τοῦ πράγματος φύσεως ἀποφαίνεσθαί τι, καθάπερ καὶ ὁ ποιητὴς ποιεῖ· προειπὼν γὰρ
ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης
ἐκ γαίης ἀνελὼν καί μοι φύσιν αὐτοῦ ἔδειξεν
ἐφεξῆς φησι
ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ ἴκελον ἄνθος.
οὕτω δὲ καὶ οἱ περὶ τῶν βοτανῶν γράψαντες ἢ ὅλως περὶ [4] φυτῶν ἐκδιδάσκουσι τὴν αἰσθητὴν αὐτῶν φύσιν ὁποία τίς ἐστιν ἑκάστῳ ἁπτομένῳ καὶ γευομένῳ καὶ ὀσμωμένῳ καὶ βλεπομένῳ διηγούμενοι τίνα τε ἔχει δύναμιν ἢ εἴσω τοῦ σώματος λαμβανόμενον ἢ ἔξωθεν ἐπιτιθέμενον· ἐν τούτοις γὰρ ἡ αἰσθητὴ φύσις ἑκάστου τῶν ὄντων ἐστίν· ἡ δὲ τούτων ἀνωτέρω καὶ πρώτη· περὶ ἧς ἐγώ τε προείρηκα καὶ Πλάτων ἐπίστασθαι συμβουλεύει τὸν βουλόμενον ὁτιοῦν πρᾶγμα μεθόδῳ μεταχειρίζεσθαι. παραγράψω δέ σοι καὶ τὴν ῥῆσιν αὐτοῦ· ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; ‑ εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης. ‑ καλῶς γάρ, ὦ ἑταῖρε, λέγει· χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. ‑ φημί. ‑ ‹τὸ τοίνυν περὶ φύσιν σκοπεῖν› τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος; ἆρ' οὐχ ὧδε δεῖ διανοεῖσθαι [5] περὶ ὁτουοῦν φύσεως; πρῶτον μὲν εἰ ἁπλοῦν ἢ πολυειδές ἐστιν, οὗ πέρι βουλησόμεθα εἶναι αὐτοί τε τεχνικοὶ καὶ ἄλλους δυνατοὶ ποιεῖν, ἔπειτα δέ, ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾶν ἔχον ἢ τίνα εἰς τὸ παθεῖν ὑπό του, ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφ' ἑνὸς, τοῦτο ἰδεῖν ἐφ' ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τὸ τί παθεῖν ὑπό του; αὕτη σοι καὶ ἡ τοῦ Πλάτωνος ῥῆσις ἐκ τοῦ Φαίδρου διδάσκουσα τοῦ τε τῆς φύσεως ὀνόματος τὸ σημαινόμενον ὅπως τε χρὴ μεθόδῳ τὴν οὐσίαν αὐτῆς ἐπισκοπεῖσθαι.
τοιαῦτα δὲ εὕροις ἂν ἅπαντα τὰ Περὶ φύσεως ἐπιγεγραμμένα βιβλία τῶν παλαιῶν φιλοσόφων, Ἐμπεδοκλέους Παρμενίδου Μελίσσου Ἀλκμαίωνος Ἡρακλείτου. τινὲς δ' οὐχ ἕν, ἀλλὰ πλείονα βιβλία τῆς θεωρίας ἐποιήσαντο ταύτης, ἔνιοι δὲ καὶ πάνυ πολλά, καθάπερ Ἐπίκουρος· ἄρχεται γὰρ καὶ αὐτός, ὥσπερ οὖν καὶ οἱ ἄλλοι πάντες, ἀπὸ τοῦ ζητῆσαι πότερον ἕν τι καὶ ἁπλοῦν ἐστιν, οὗ τὴν [6] φύσιν εὑρεῖν ἐπιχειροῦμεν, ἢ σύνθετον ἔκ τινων ἑαυτοῦ προτέρων ἁπλῶν, ἅπερ οἱ μετ' αὐτοὺς τοὺς παλαιοὺς εἰθίσθησαν ὀνομάζειν 'στοιχεῖα', καθάπερ ἐπὶ τῆς φωνῆς οἱ γραμματικοὶ δ καὶ κ φασιν εἶναι τὰ στοιχεῖα, τουτέστιν ἁπλᾶ καὶ πρῶτα μόρια καὶ μηκέτ' εἰς ἄλλα διαιρεῖσθαι δυνάμενα καθάπερ αἱ συλλαβαί· τῆς γοῦν στρα συλλαβῆς ἔστιν ἀφελόντι σοι τὸ πρῶτον στοιχεῖον τὸ σίγμα τὴν ὑπόλοιπον ἔχειν τὴν τρα μένουσαν ἔτι συλλαβήν· οὕτω δὲ καί, ἐὰν αὐτῆς πάλιν τῆς τρα τὸ πρῶτον ἀφέλῃς γράμμα τὸ τ, τὸ ταύτης ὑπόλοιπον ἕξεις διαιρεῖσθαι δυνάμενον τὴν ρα· οὐ μὴν τήν γε α διαιρήσεις ἔτι καὶ δείξεις ἐκ δυοῖν ἢ τριῶν φθόγγων ὥσπερ ἄλλας πολλὰς συγκειμένην, ἀλλ' ἔστιν εἷς αὐτῆς ἀδιαίρετος ὁ φθόγγος, οὐ κατὰ ‹τὸ› ποσὸν ἁπλῶς, ὡς ἑτέρωθι δεδείχαμεν ἡμεῖς τε καὶ ἄλλοι πολλοὶ τῶν φιλοσόφων, ἀλλὰ κατὰ μόνον τὸ εἶδος. οὕτω δὴ καὶ οἱ τὰ τέσσαρα στοιχεῖα τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων εἶναι λέγοντες ἀέρα καὶ πῦρ καὶ γῆν καὶ ὕδωρ, ἐπεὶ μηκέτι δυνατόν ἐστιν ἕκαστον αὐτῶν εἰς εἴδη πλείω [7] τμηθῆναι, διὰ τοῦτο τῆς φυσιολογίας ἀρχὰς αὐτὰ τίθενται. πρώτη μὲν γάρ ἐστι σωμάτων ἐλαχίστων ἔννοια κατὰ τὸ ποσόν, ἐφεξῆς δ' ἄλλη δευτέρα κατὰ τὸ ποιόν, ὡς ἐπὶ τῶν τῆς φωνῆς στοιχείων ἐδείχθη· καὶ διέστησάν γε πρὸς ἀλλήλους οἱ φυσικοὶ φιλόσοφοι, τινὲς μὲν κατὰ τὸ ποσὸν ὑποτιθέμενοι τὰ στοιχεῖα τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ἐλάχιστα μόρια, τινὲς δὲ κατὰ τὸ ποιόν. ἀλλὰ περὶ μὲν τοῦ σημαινομένου πρὸς τῆς 'στοιχείου' φωνῆς ἐν τῷ πρώτῳ τῶν Περὶ τῶν ἰατρικῶν ὀνομάτων ἐπὶ πλεῖστον εἴρηται, καθάπερ γε καὶ περὶ τοῦ τῆς 'φύσεωσ' ἐν τῷ πέμπτῳ· νυνὶ δὲ οὐ περὶ προσηγοριῶν ἢ σημαινομένων, ἀλλὰ περὶ τῶν πραγμάτων αὐτῶν ὁ λόγος ἡμῖν ἐστιν, ἐξ ὧν ἐλαχίστων εἴτε κατὰ μέγεθος εἴτε κατ' εἶδος ἡ πρώτη σύνθεσις γίνεται τῶν γεννητῶν σωμάτων, ἅπερ Ἀριστοτέλης καὶ ἡμεῖς ὀνομάζομεν 'στοιχεῖα πρὸς αἴσθησιν' καὶ 'ὁμοιομερῆ'. δευτέρα γὰρ ἐκ τούτων ἄλλη σύνθεσις γίνεται σωμάτων, ἃ καλοῦμεν ὀργανικά, χειρὸς σκέλους ὀφθαλμοῦ τε καὶ γλώττης καὶ πνεύμονος καὶ καρδίας ἥπατός τε καὶ σπληνὸς καὶ νεφρῶν καὶ γαστρὸς καὶ μήτρας ὅσα τ' ἄλλα τοιαῦτα· σύγκειται γὰρ [8] ἐκ τῶν πρώτων καὶ ὁμοιομερῶν, ἃ δὴ καὶ 'πρωτόγονα' καλεῖν εἴωθεν ὁ Πλάτων, ἡ πρώτη τῶν τοιούτων ὀργάνων φύσις· ὑπὲρ τούτων τῆς διαφορᾶς εἴρηται μὲν δὴ καὶ καθ' ἕν τι γράμμα, λεχθήσεται δὲ καὶ νῦν ἐπὶ κεφαλαίων ἕνεκα σαφοῦς διδασκαλίας. ὁμοιομερὲς μέν ἐστιν ὀστοῦν καὶ χόνδρος καὶ σύνδεσμος, ὁμοιομερὲς δὲ καὶ ὑμὴν καὶ πιμελὴ καὶ σάρξ, ἥ τε τῶν μυῶν ταῖς ἰσὶ περιπλαττομένη καὶ αὐταῖς οὔσαις ὁμοιομερέσιν ἥ τ' ἐν τοῖς σπλάγχνοις, ἣν δὴ καὶ 'παρέγχυμα' καλεῖν ὁ Ἐρασίστρατος εἴωθεν. ἐδείχθη δ' εὐθὺς ἐν ἀρχῇ τῆς πραγματείας, ἐν ᾗ τὴν Θεραπευτικὴν μέθοδον ὁποία τίς ἐστιν ἀπεδείκνυον, ἀδύνατον ὂν εὑρεῖν θεραπείαν ἐνδεικτικῶς τὴν περὶ τῶν ὁμοιομερῶν σωμάτων ἄνευ τοῦ γνῶναι πότερον ἁπλοῦν ἕκαστον αὐτῶν ἐστιν ἢ ἐκ πλειόνων σύγκειται καὶ πότερον ἐκεῖνα κέκραται δι' ὅλων ἢ ψαύει μόνον. ἐδείχθη δὲ καί, ὡς ἔνιοι τῶν ἰατρῶν, ὧν ἐστι καὶ ὁ Ἐρασίστρατος, ἐξ ἡμίσεος μέρους εἰσὶ δογματικοί, τὰ μὲν τῶν ὀργανικῶν μορίων νοσήματα [9] λογικῶς θεραπεύοντες, τὰ δὲ τῶν ὁμοιομερῶν ἢ οὐδ' ὅλως ἢ ἐμπειρικῶς, οἱ πλεῖστοι δ' αὐτῶν οὐδ' ὅπῃ διαφέρει τὰ τῶν ὀργανικῶν νοσήματα τῶν ἐν τοῖς ὁμοιομερέσι γιγνομένων ἐπίστανται, καθάπερ οὐδὲ περὶ τοῦ καθ' ἑκάτερον αὐτῶν ἀριθμοῦ. ἀλλ' ὑμεῖς γε, ὦ ἑταῖροι, καὶ Περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἕν τι τῶν ἡμετέρων ὑπομνημάτων ἔχετε καὶ περὶ τῶν ἰαμάτων οὐ σμικρὰν πραγματείαν, ἣν ἐπέγραψα Μέθοδον θεραπευτικήν. ἀλλὰ καὶ ταῦτα καὶ τὰ ἄλλα τὸν περὶ τῆς φύσεως τοῦ σώματος ἡμῶν ἀπαιτοῦσι λόγον, ὃς ἐν τῷ προκειμένῳ συγγράμματι διδάσκεται.
διὸ καὶ θαυμάσειεν ἄν τις ἐκείνων, ὅσοι νομίζουσι τὸ Περὶ φύσεως ἀνθρώπου βιβλίον οὐκ εἶναι τῶν γνησίων Ἱπποκράτους, ἀλλ', ὡς αὐτοὶ καλεῖν εἰώθασι, νόθον, ἀπατηθέντες ἐκ τῶν ἐν αὐτῷ διεσκευασμένων τε καὶ παρεγγεγραμμένων, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν αὐτοῖς τούτοις ἐπιδείξω τοῖς ὑπομνήμασιν, ἀρκεῖ δὲ νῦν ἐρεῖν, ὅσα κἀν τῷ Περὶ τῶν γνησίων τε καὶ νόθων Ἱπποκράτους συγγραμμάτων ὑπομνήματι εἴρηται, κατὰ λέξιν οὕτως ἔχοντα· τούτου τοῦ βιβλίου τὸ μὲν κατὰ τὸ Α [10] γράμμα μέρος τὸ πρῶτον εἰς ς καὶ μ στίχους ἐξήκει, δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ τῶν ζῴων σώματα γεγονέναι μετὰ τοῦ καὶ διδάξαι περὶ τῆς τῶν χυμῶν φύσεως· τὸ δὲ ἀπὸ τοῦδε ποικίλον τοῦτό ἐστιν· τὸ μὲν γὰρ πρῶτον αὐτοῦ μέρος διακρίνει τὰς σποραδικὰς ὀνομαζομένας νόσους ἀπὸ τῶν ἐπιδημίων τε καὶ λοιμωδῶν ἰδίαν τε θεραπείαν ἑκατέρου τοῦ γένους ἐν τῷ καθόλου διδάσκει, τὸ δὲ μετ' αὐτὸ φλεβῶν ἀνατομὴν διέρχεται, κἄπειτα περὶ νοσημάτων ἐστὶ ποικίλη διδασκαλία· καὶ μετ' αὐτὴν ὑγιεινὴ δίαιτα πρὸς ἰδιώτας γεγραμμένη, κἄπειθ' ἑξῆς ὅπως ἄν τις τοὺς παχυτέρους ἀνθρώπους λεπτύνειεν ἢ τοὺς λεπτοτέρους σαρκώσειεν, οἷς ἔζευκται διδασκαλία περὶ ἐμέτων, εἶτά τις ὑπογραφὴ διὰ βραχέων διαίτης παιδίων καὶ μετὰ ταύτην γυναικῶν, εἶτα τῶν γυμναζομένων, εἶτ' ἐπὶ τέλει πρόσκειται διὰ στίχων ὡς δέκα περὶ τῶν ἐγκεφάλου νόσων εἰκῇ καὶ ὡς ἔτυχε προσερριμμένον. εὔδηλον οὖν ὅτι τὸ μὲν ὅλον βιβλίον ἐκ πολλῶν διεσκεύασται καὶ σύγκειται σχεδὸν εἰς ἑξακοσίους στίχους ἢ βραχύ τι ἧττον ἐκτεταμένον.
[11] ἔχει δὲ τὸν μὲν πρῶτον λόγον, ἔνθα περὶ τῶν στοιχείων καὶ τῶν χυμῶν διέρχεται, παντοίως ἐχόμενον τῆς Ἱπποκράτους τέχνης, ὥσπερ γε καὶ τὸν δεύτερον, ἔνθα καὶ τὰ διακριτικὰ τῶν ἐπιδημίων τε καὶ σποραδικῶν νοσημάτων. τὸν δὲ περὶ τῆς τῶν φλεβῶν ἀνατομῆς ἐναργῶς παρεγκείμενον ἔχει, μοχθηρὸν ὅλον· οὔτε γὰρ τοῖς φαινομένοις ὁμολογεῖ καὶ τοῖς ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν εἰρημένοις μάχεται. τῶν δ' ἑξῆς τὰ μὲν παρέγκειται, περὶ ὧν ὅτ' ἐξηγούμεθά σοι τὸ βιβλίον ἀκριβωθήσεται, τὰ δέ ἐστιν ἀξιόλογα καὶ διὰ βραχέων καλῶς εἰρημένα καὶ τῆς Ἱπποκράτους ἐχόμενα τέχνης, ὥσπερ ὅσα περὶ τῆς ὑγιεινῆς διαίτης εἴρηται.
τὸ μὲν ὅλον τὸ βιβλίον ἐκ τούτων σύγκειται, τὸ δὲ πρῶτον αὐτοῦ μέρος ἁπάσης τῆς Ἱπποκράτους τέχνης ἔχει τὴν οἷον κρηπῖδα· διὸ καὶ θαυμάζειν ἔφην ἐνίων ἀποξενούντων αὐτὸ τῆς τοῦ Ἱπποκράτους ἐννοίας. οἱ πλεῖστοι μὲν γὰρ τῶν γνόντων Ἱπποκράτους τέχνην τοῖς γνησίοις αὐτὸ συγκαταριθμοῦσι νομίζοντες τοῦ μεγάλου Ἱπποκράτους σύγγραμμα, τινὲς δὲ Πολύβου τοῦ μαθητοῦ τε ἅμα καὶ διαδεξαμένου [12] τὴν τῶν νέων διδασκαλίαν, ὃς οὐδὲν ὅλως φαίνεται μετακινήσας τῶν Ἱπποκράτους δογμάτων ἐν οὐδενὶ τῶν ἑαυτοῦ βιβλίων, ὥσπερ οὐδὲ Θεσσαλὸς ὁ υἱὸς αὐτοῦ, θαυμάσιος μὲν ἀνὴρ καὶ οὗτος γενόμενος, ἀλλ' οὐ καταμείνας ἐν τῇ πατρίδι καθάπερ ὁ Πόλυβος· Ἀρχελάῳ γὰρ τῷ Μακεδονίας βασιλεῖ συνεγένετο. πεπιστεύκασι μὲν οὖν, ὡς ἔφην, καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἰατροὶ πλὴν ὀλίγων δή τινων Ἱπποκράτους εἶναι τὸ Περὶ φύσεως ἀνθρώπου βιβλίον, οὐκ ἀγνοεῖ δὲ οὐδὲ Πλάτων αὐτός· γράφει γοῦν ἐν Φαίδρῳ τὴν προγεγραμμένην ῥῆσιν ὀλίγον ἔμπροσθεν, ἧς ἡ ἀρχή· ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; ‑ εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης. ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀναγνόντας τοὺς εἰκῇ φλυαροῦντας ἐπισκέψασθαι, τίνι τῶν βιβλίων Ἱπποκράτους ἡ ὑπὸ Πλάτωνος ἐπαινουμένη μέθοδος γέγραπται· φανεῖται γὰρ οὐδὲ καθ' ἓν ἄλλο παρὰ τὸ προκείμενον ἡμῖν νῦν σύγγραμμα, τὸ Περὶ φύσεως ἀνθρώπου, ‹ζητῶν ὁ Ἱπποκράτης πρῶτον μὲν περὶ σώματος ἀνθρώπου, πότερον ἁπλοῦν [13] ἢ πολυειδές ἐστιν›, ἔπειτα δὲ καὶ τῶν ἄλλων ἕκαστον, ὧν ὁ Πλάτων διῆλθεν, ἃ κἀγὼ διά τε τῶν Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων ἐδίδαξα καὶ νῦν οὐχ ἧττον ἔρχομαι δείξων, ἐπειδήπερ ὑμῖν οὕτως ἔδοξεν.
ἐκεῖνο δ' οὖν ἔτι προσθεὶς τῷ λόγῳ πρὸς τὴν ἐξήγησιν ἀφίξομαι τῶν ἐν τῷ βιβλίῳ ῥήσεων· ἐκπεσόντος εἰς πολλοὺς τοῦ γραφέντος μοί ποτε βιβλίου ‹τοῦ› Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων ἐπαινεθέντος τε πρὸς ἁπάντων τῶν πεπαιδευμένων, ὀλίγοι δή τινες τῶν ἀπαιδεύτων, ὅσοι τῶν μὲν ἐν αὐτῷ γεγραμμένων ἀποδείξεων οὐδεμίαν ἠδυνήθησαν ἐλέγξαι καίτοι γ' ἐπιχειρήσαντες, ἀπεπνίγοντο δὲ ὑπὸ τοῦ φθόνου, τοῦτο ᾠήθησαν ἱκανὸν εἶναι πρὸς διαβολήν, ὡς οὔκ ἐστιν Ἱπποκράτους αὐτοῦ τὸ σύγγραμμα. ‹μὴ› τοίνυν ἔστω μήθ' Ἱπποκράτους μήτ' αὖ τοῦ Πολύβου μηδ', εἰ βούλοιντο, γεγράφθω τὴν ἀρχήν τι σύγγραμμα Περὶ φύσεως ἀνθρώπου δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ σώμαθ' ἡμῶν γεγονέναι. εἰ γὰρ καὶ τοῦτ' αὐτοῖς χαρισόμεθα, τό γε ἐκ τούτων συγκεῖσθαι τὰ σώματα ἡμῶν καὶ γεγονέναι Ἱπποκράτους ἐστὶ [14] δόγματα. φαίνεται γὰρ ἐν τοῖς γνησιωτάτοις ἑαυτοῦ βιβλίοις οὐ μόνον τὰς τῶν νόσων διαφορὰς ἀκολούθως ταῖς ἀρχαῖς ταύταις ποιούμενος, ἀλλὰ καὶ τοὺς τῶν ἰάσεων τρόπους ἐντεῦθεν εὑρίσκων. τὰ νοσήματα μὲν γὰρ αὐτῷ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν ἀλλήλων διαφέρει, ἡ θεραπεία δὲ γίνεται τῶν μὲν θερμῶν ψυχομένων, τῶν δὲ ὑγρῶν ξηραινομένων, ὥσπερ γε καὶ τῶν μὲν ψυχρῶν θερμαινομένων, τῶν δὲ ξηρῶν ὑγραινομένων. ἔτι τε τούτων ἔμπροσθεν αὐτῶν τῶν κατὰ τοὺς ἀνθρώπους φύσεων τὰς μὲν θερμὰς ἡγεῖται, τὰς δὲ ψυχράς, τὰς δὲ ὑγράς, τὰς δὲ ξηράς, ἡλικίας τε ὡσαύτως καὶ χώρας κατὰ τὸν αὐτὸν τρόπον ἀλλήλων διαφέρειν ὑπολαμβάνει, μηδὲν τούτων Ἐρασιστράτου ποτὲ φθεγξαμένου καθάπερ οὐδὲ ἄλλου τινός, ὅσοι τὸ θερμὸν ἐπίκτητον, οὐ σύμφυτον εἶναι νομίζουσιν. οὕτω δὲ καὶ τἄλλα πάντα τὰ κατὰ μέρος ὁ μὲν Ἱπποκράτης εἰς τὰς ἀρχὰς ταύτας ἀναφέρει, οὐ φυλάττει δὲ ὁ Ἐρασίστρατος, ὡς διὰ τοῦτο καὶ τῶν φυσικῶν ἔργων ἀνεπεξήγητα καταλιπεῖν ἔνια, καθάπερ ἐδιδάξαμεν ἐν τοῖς ‹Περὶ› τῶν [15] φυσικῶν δυνάμεων ὑπομνήμασιν. ἐπεὶ δὲ οἱ πᾶσι λωβώμενοι τοῖς καλοῖς ἐγκαλοῦσι τῷ μήκει τοῦ λόγου, πάντα μᾶλλον ἢ ὑπομνήματα γράφειν ἡμᾶς εἰπόντες, ἔγνωκα καὶ ταύτην αὐτῶν ἀποκόψαι τὴν ἐπήρειαν ἰδίαν γράψας ἑτέραν πραγματείαν, ἐν ᾗ δείξω τὴν αὐτὴν δόξαν Ἱπποκράτη διαφυλάττοντα τῇ κατὰ τὸ Περὶ φύσεως ἀνθρώπου γεγραμμένῃ καὶ κατὰ τὰ ἄλλα πάντα συγγράμματα. οἶδα δὲ πάλιν, ὥσπερ ἐν ἅπασι τοῖς ἀποδεικνυμένοις ὑφ' ἡμῶν οἱ βάσκανοι διαβάλλειν αἰδεσθέντες τὰ πρὸς ἁπάντων ἐπαινούμενα μέμφονταί τινα θεωρήματα τῶν κοινωνούντων αὐτοῖς, οὕτω καὶ νῦν πράξοντας αὐτούς. ἐπὶ μὲν γὰρ τῶν γραφησομένων βιβλίων ἐροῦσι χρῆσθαι μὲν ὄντως Ἱπποκράτη σκοποῖς στοιχειώδεσι τῷ θερμῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ ὑγρῷ, οὐ μήν γ' ἀληθῶς ὑπολαμβάνειν αὐτόν· ὅταν δ' ἀποδεικνύῃ πάλιν ἐκ τούτων τὰ σώματα συγκεῖσθαι, μὴ δοκεῖν Ἱπποκράτει τοῦτο ἐροῦσιν· οὐ γὰρ εἶναι τὸ Περὶ φύσεως ἀνθρώπου βιβλίον Ἱπποκράτους. ὥσπερ οὖν ἐκεῖνοι κακουργοῦντες [16] οὐ παύονται, οὕτω καὶ ὑμεῖς μέμνησθε τῶν προκειμένων ἐν ἑκάστῳ τῶν ὑπομνημάτων ἀναμιμνῄσκειν αὐτούς· καὶ μήθ', ὅταν ἀποδεικνύωμεν Ἱπποκράτη κατὰ πάντα τὰ συγγράμματα θεμέλιον τῆς ἑαυτοῦ τέχνης τιθέμενον ἐν τῇ περὶ τῶν εὑρημένων στοιχείων ἐπιστήμῃ, καταλιπόντες τοῦτο περὶ τῆς ἀληθείας αὐτῶν ζητείτωσαν μήθ', ὅταν περὶ τῆς ἀληθείας ζητῶμεν ἢ καὶ ἀποδεικνύωμεν, ἀποχωρείτωσαν ἐπὶ τὴν περὶ τῆς γνώμης αὐτοῦ σκέψιν, ἀλλ' ἰδίᾳ μὲν εἰ ἀληθὴς ὁ περὶ τῶν στοιχείων λόγος ἐξεταζέτωσαν, ἰδίᾳ δὲ εἰ ταῦθ' Ἱπποκράτης ἐτίθετο στοιχεῖα. δυοῖν οὖν ὄντοιν τούτοιν τοῖν προβλημάτοιν τὸ πρότερον ἔν τε τῷ Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων κἀν τῷ νῦν προκειμένῳ λόγῳ σκοπείτωσαν· ἐκ περιουσίας δὲ κατὰ τὴν ἀκολουθίαν τοῖς οὐκ ἀσυνέτοις φανεῖται τὰ αὐτὰ τιθέμενος ἀεὶ στοιχεῖα τό τε βιβλίον τὸ νῦν ἡμῖν προκείμενον αὐτὸς γράψας.
Ὅστις μὲν εἴωθεν ἀκούειν λεγόντων [17] ἀμφὶ τῆς φύσιος τῆς ἀνθρωπίνης προσωτέρω ἢ ὁκόσον αὐτέης ἐς ἰατρικὴν ἀφήκει, τουτέῳ μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν. οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι οὔτε πῦρ οὔτε ὕδωρ οὔτε γῆν οὔτε ἄλλο οὐδέν, ὅ τι μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ, ἀλλὰ τοῖσι βουλομένοισι ταῦτα λέγειν παρίημι.
Ὅσον ἐπὶ τῇ ῥήσει ταύτῃ, γνῶναι σαφῶς τὴν τοῦ συγγραφέως γνώμην οὐ πάνυ τι δόξει δυνατὸν εἶναι. μέμφεται γὰρ τοῖς προσωτέρω τὸν περὶ τῆς φύσεως λόγον ἀπάγουσι τῆς ἰατρικῆς χρείας· προσωτέρῳ δ' ἄν τις ἀπάγειν ὑπονοήσειεν ἐκείνους, ὅσοι τε πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν εἶναι λέγουσι τὰ στοιχεῖα τῆς ἀνθρώπου φύσεως, ὅσοι τε τούτων τῶν στοιχείων ἕν τι, κατὰ μὲν τὴν πρόχειρον φαντασίαν ἐπὶ τὸ πρότερον ἀφικνουμένων ἡμῶν, κατὰ δὲ τὴν ἀκριβεστέραν σκέψιν ἐπὶ τὸ δεύτερον. τοὺς γὰρ ἐκ πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος ἀλλήλοις κραθέντων ἡγουμένους τὰ σώμαθ' ἡμῶν γεγονέναι [18] μοχθηρῶς ἄν τις ἀξιώσειε κρίνεσθαι ὕδωρ ἢ πῦρ ἢ γῆν ἢ ἀέρα δεικνύειν ἐν ἡμῖν ἤ, μὴ δεικνύοντας, ἐξελέγχεσθαι φάσκειν. ὅμοιον γὰρ τοῦτο τῷ κατὰ τὴν 'τετραφάρμακον' δύναμιν ἀξιοῦν ἤτοι κηρὸν ἢ πίτταν ἢ στέαρ ἢ ῥητίνην εἰλικρινῆ δεικνύειν ἤ, μὴ δυναμένοις δεῖξαι, μὴ συγχωρεῖν ἐκ τούτων αὐτὴν συγκεῖσθαι· ἐν γὰρ τῷ 'κεκρᾶσθαι' φάναι 'τὰ τέτταρα' τὸ μηδὲν εἰλικρινὲς αὐτῶν εἶναι δηλοῦται. δυνατὸν μὲν οὖν ἐστιν ἄμφω νοῆσαι κατὰ τὴν προκειμένην ῥῆσιν, ἐν δὲ τοῖς ἑξῆς εἰρησομένοις φαίνεται τὸ δεύτερον ὑπὸ τοῦ συγγραφέως κατασκευαζόμενον. εἰ δέ τις ἀκριβῶς προσέχει τὸν νοῦν, καὶ κατ' αὐτὴν τήνδε τὴν λέξιν, ἔνθα φησὶν οὔτε γὰρ ἠέρα τὸ πάμπαν εἶναι λέγω τὸν ἄνθρωπον, οὐ τοῦτό φησιν, ὡς οὐκ ἔστιν ὅλως ἐν ἡμῖν ἀήρ, ὥσπερ οὐδ' ὅτι πῦρ ἢ ὕδωρ ἢ γῆ, ἀλλ' ὡς ‹οὐ› τὸ πάμπαν. ἐκ δὲ τῆς φωνῆς ταύτης σημαίνεται τὸ μὴ παντελῶς, οὐ τὸ μηδ' ὅλως. οὐ γὰρ ἀναιρεῖται παντάπασιν ὑπὸ τῆς τοῦ πάμπαν λέξεως τὸ πρᾶγμα, περὶ οὗ ποιούμεθα [19] τὸν λόγον, ἀλλὰ τὸ τέλειον αὐτοῦ καὶ ἄμικτον παραθραύεται. φαίνεται γοῦν ὅ τε ποιητὴς κατὰ τοῦτο τὸ σημαινόμενον χρώμενος τῇ πάμπαν φωνῇ, δι' ὧν φησιν·
οὐδ' ὅθι πάμπαν
ἤθελε λαὸν ὀλέσσαι Ἀχαϊκὸν Ἰλιόθι πρό,
αὐτός τε ὁ Ἱπποκράτης, ἡνίκα ἂν λέγῃ· τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προαγορεύσιες οὔτε τῆς ὑγείας οὔτε τοῦ θανάτου. ὁ μὲν γὰρ ποιητὴς τὸν Δία φησὶ χαριζόμενον τῇ Θέτιδι πολὺν μὲν ὄλεθρον ἐθέλειν ἐργάσασθαι τῶν Ἑλλήνων, οὐ μὴν παντελῶς γ' αὐτοὺς διαφθεῖραι, ὁ δ' Ἱπποκράτης πολλὰς μὲν τῶν προρρήσεων εἶναι βεβαίας, ὡς ἀπεδείξαμεν ἐν τοῖς Εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν, οὐ μὴν ἁπάσας γε. βέλτιον ‹οὖν› ἀκούειν, ὅπερ καὶ διὰ τῶν ἐφεξῆς δηλοῦται, μὴ συγχωρεῖν τὸν Ἱπποκράτη τοῖς ἀέρα μόνον εἶναι λέγουσι τὸ στοιχεῖον τοῦ ἀνθρωπείου σώματος, ὥσπερ οὐδὲ τοῖς γῆν μόνην ἢ ὕδωρ ἢ πῦρ· οὐδὲ γὰρ ἕν τι τούτων ἐστίν, ἀλλ' ἅπαντα στοιχεῖα.
[20] διὸ καὶ τὴν κατὰ τὸ τέλος τῆς ῥήσεως φωνὴν ἀμφίβολον οὖσαν ἐν τῷ περὶ διαίρεσιν καὶ σύνθεσιν γένει τῆς ἀμφιβολίας ἄμεινόν ἐστι κατὰ διαίρεσιν ἀναγινώσκειν, ἔνθα φησίν· οὔτ' ἄλλο οὐδὲν ὅ τι μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ. τὸ γὰρ ἓν ἐὸν οὐχ, ὡς οἱ τὴν προτέραν τῶν ἐξηγήσεων πρεσβεύοντες οἴονται, μέρος ἕν ἐστι λόγου, λεγόμενον ὑπὸ τῶν ἄλλων Ἑλλήνων ἐν δυοῖν συλλαβαῖν 'ἐνόν', ὑπὸ δὲ τῶν Ἰώνων ἐν τρισὶν 'ἐνεόν', ἀλλὰ δύο ἐστὶ λόγου μέρη, τὸ μὲν ἕτερον ὄνομα μονοσύλλαβον, ὡς ἐπειδὰν λέγωμεν ἀριθμοῦντες 'ἓν' δύο τρία, τὸ δ' ἕτερον, ὅπερ ἡμεῖς μὲν 'ὂν' λέγομεν, οἱ δ' Ἴωνες 'ἐὸν' ἐν δυοῖν συλλαβαῖν. ἐπιδειχθήσεται γὰρ ἐν τοῖς ἑξῆς ὁ Ἱπποκράτης ἀντιλέγων οὐ τοῖς περιέχεσθαι κατὰ τὸ σῶμα τῶν τεττάρων στοιχείων ἕκαστον οἰομένοις, ἀλλὰ τοῖς ἓν μόνον ἐξ αὐτῶν τὴν φύσιν εἶναι τὴν τοῦ ἀνθρώπου νομίζουσι.
πῶς οὖν, φήσει τις, 'προσωτέρω ἢ κατὰ τὴν ἰατρικὴν ὁ λόγος οὗτος ἀποχωρεῖ', καθ' ὃν ἓν ὁτιοῦν στοιχεῖον ὑποτίθενταί τινες εἶναι τὴν φύσιν τοῦ ἀνθρώπου; ὅτι, καθάπερ αὐτὸς ὀλίγον ὕστερον φήσει, [21] ταύτῃ τῇ δόξῃ τὸ μήποτε ἀλγεῖν τὸν ἄνθρωπον ἕπεται· καίτοι κἂν τοῦτό τις συγχωρήσῃ, ἕπεται καὶ τὸ ἰώμενον ἓν εἶναι· φαίνεται δὲ ἀλγῶν καὶ θεραπευόμενος πολυειδῶς, ὥστε ψευδὴς ἀληθῶς.
ἴδωμεν οὖν ἤδη τῶν εἰρημένων ἕκαστον ἐν ταῖς ἐφεξῆς ῥήσεσιν, ὅπως αὐτὸς κατασκευάζει.
Οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι ‹οὔτε πῦρ› οὔτε ὕδωρ οὔτε γῆν.
Ἀρτεμίδωρος ὁ ἐπικληθεὶς Καπίτων ἔκδοσιν ἐποιήσατο τῶν Ἱπποκράτους βιβλίων εὐδοκιμήσασαν οὐ μόνον παρὰ Ἀδριανῷ τῷ αὐτοκράτορι, ἀλλὰ καὶ νῦν ἱκανῶς ὑπὸ πολλῶν σπουδαζομένην, ὥσπερ καὶ ἡ τοῦ συγγενοῦς αὐτῷ Διοσκορίδου. πολλὰ μὲν οὖν ἀμφότεροι μετέγραψαν ὑπαλλάττοντες τὰς παλαιὰς γραφάς, ἃς μόνας ἴσασιν οἱ ἐξηγησάμενοι τὰ Ἱπποκράτους βιβλία. πρὸς δὲ τοῖς πολλοῖς καὶ τήνδε [22] τὴν νῦν προκειμένην λέξιν ὑπήλλαξε Καπίτων ὧδέ πως γράψας· οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι οὔτε πῦρ οὔτε ὕδωρ. ἐπειδὴ γὰρ οὔτε βιβλίον εὕρισκεν ἀνδρὸς παλαιοῦ τὴν γῆν μόνην εἰπόντος εἶναι στοιχεῖον οὔτε παρὰ τοῖς μάλιστα τὴν τοιαύτην ἱστορίαν ἀναλεξαμένοις ἀνδράσι τοῖς Περιπατητικοῖς ἱστορούμενον τῆς δόξης ταύτης προστῆναί τινα, τὴν λέξιν ὑπήλλαξε τολμηρῶς. ἄμεινον δ' ἦν ἐπιτιμῆσαι τοῖς φιλοτίμως ἐζητηκόσι, τίνος ἦν ἀνδρὸς ἡ περὶ τῆς γῆς ὡς μόνης στοιχείου δόξα. παραπλήσιον γάρ ἐστι τοῦτο τῷ ζητῆσαι, τίς μὲν ἦν ὁ ἀξιῶν ἐκτετραμμένην ἐπιδεῖσθαι τὴν χεῖρα ὑπτίαν, καὶ τίς μὲν ὁ τὴν τῆς πτέρνης ἐπίδεσιν ἑτέρως ἢ ὡς Ἱπποκράτης ἀξιῶν ποιεῖσθαι, τίς δὲ ὁ τὴν τῆς κλειδός, ἢ τίς ὁ τὰ μεθ' ἕλκους κατάγματα κατ' αὐτὸ μὲν τὸ ἕλκος οὐκ ἐπιδῶν, ἑκατέρωθεν δὲ ἐπιδῶν, ἢ τίς ἐν τῷ καίειν τὸ κατ' ὦμον ἄρθρον οὐκ ἐν οἷς χρὴ μέρεσιν ἐτίθει τὰς ἐσχάρας, ἢ τίνες ἦσαν οὓς ἐν τῷ περὶ ῥάχεως λόγῳ μέμφεται. πολλὰ γὰρ τοιαῦτα κατά τε τὸ Περὶ ἀγμῶν καὶ ‹κατὰ τὸ› Περὶ ἄρθρων [23] εἴρηται τῷ Ἱπποκράτει ποτὲ μὲν ὡς ἑνός, ἐνίοτε δ' ὡς πολλῶν ἁμαρτανόντων, ὥσπερ κἀν τῷ Περὶ διαίτης ὀξέων· ἅμα γὰρ κἀκεῖ πολλοὺς ἰατροὺς μεμφόμενος ἔγραψεν ὧδέ πως· οἶδα τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας· βούλονται γὰρ πάντες ὑπὸ τὰς ἀρχὰς τῶν νούσων προταριχεύσαντες τοὺς ἀνθρώπους ἢ δύο ἢ τρεῖς ἢ καὶ πλείους ἡμέρας οὕτω προσφέρειν καὶ τὰ ῥοφήματα καὶ τὰ ποτά. τίνες οὖν ἦσαν οἱ διαιτῶντες οὕτω δεικνύτωσαν ἡμῖν οἱ ἐξηγηταί, τίνες δὲ οἱ νομίζοντες φλέγμα μόνον εἶναι τὸν ἄνθρωπον ἢ τίνες οἱ ξανθὴν χολὴν ἢ τίνες οἱ μέλαιναν· ἐφεξῆς γάρ τοι κατ' αὐτὸ τοῦτο τὸ Περὶ φύσεως ἀνθρώπου βιβλίον εἶναί τινάς φησιν, οἳ οὕτως ἐδόξασαν. ἄμεινον μὲν οὖν ἦν εἰρῆσθαι τοῖς ἐξηγηταῖς, ὡς τάχα μὲν οὐδ' ἔγραψαν πάντες οὗτοι τὰς ἑαυτῶν δόξας. ἐγχωρεῖ δὲ καὶ γραψάντων αὐτῶν μὴ διασωθῆναι. φαίνεται γὰρ τοῦτο κατὰ πλείους αἰτίας γινόμενον· ἔνιοι μὲν γὰρ τοὺς διαδεξαμένους αὐτῶν τὴν διδασκαλίαν οὐκ ἔσχον, ἔνιοι [24] δὲ οὐκ ἐξέδοσαν ζῶντες τὰς βίβλους, εἶτα ἀποθανόντων αὐτῶν ἓν ἢ δύο που σῳζόμενα τῶν ἀντιγράφων ἀπώλετο. δυνατὸν δέ ἐστι καί, διότι κατεφρονήθη, τὰ συγγράμματα αὐτῶν ἀμεληθῆναί τε καὶ τῷ χρόνῳ τελέως ἀπολέσθαι. καὶ μέντοι καὶ φθονεροί τινες ἤτοι κατακρύπτουσιν ἢ καὶ τελέως ἀφανίζουσι τὰ τῶν πρεσβυτέρων βιβλία, τινὲς δ' ὑπὲρ τοῦ λέγειν ὡς ἴδια τὰ ἐν αὐτοῖς γεγραμμένα πράττουσι ταὐτόν· καὶ τί θαυμαστὸν ἀπολέσθαι τὰ βιβλία τῶν ἀλλοκότους δόξας γραψάντων, ὅπου γε καὶ παρὰ τοῖς Ἀθηναίοις εὑρίσκονταί τινες εὐδοκίμως ἠγωνισμένοι κωμικοί τε καὶ τραγικοὶ ποιηταὶ δράμασιν οὐκέτι διασῳζομένοις; ἵνα γὰρ παραλείπω τὰς ἄλλας ἁπάσας αἰτίας, δυοῖν δὲ μόνων τῶν ἔναγχος ἐν Ῥώμῃ γενομένων μνημονεύσω, πολλάκις μὲν ἐμπρησθέντες σηκοί, πολλάκις δὲ ἐν σεισμοῖς καταπεσόντες ἢ κατ' ἄλλην αἰτίαν οὐκ ὀλίγων βιβλίων ἀπωλείας αἴτιοι γεγονέναι φαίνονται.
κακῶς μὲν οὖν καὶ ὁ Καπίτων ἐτόλμησε μεταγράψαι τὴν παλαιὰν ῥῆσιν, οὔκουν οὐδὲ τοῦτο προσθείς, ὡς ἐνεδέχετο τὸν πρῶτον βιβλιογράφον [25] ἁμαρτεῖν ἀντ' ἄλλου γράψαντ' ἄλλο, κακῶς δὲ καὶ τῶν ἐξηγητῶν ἔνιοι κατεψεύσαντο Ξενοφάνους, ὥσπερ καὶ Σαβῖνος, ὡδί πως γράψας αὐτοῖς ὀνόμασιν· οὔτε γὰρ τὸ πάμπαν ἀέρα λέγω τὸν ἄνθρωπον, ὥσπερ Ἀναξιμένης, ‹οὔτε πῦρ, ὡς Ἡράκλειτοσ›, οὔτε ὕδωρ, ὡς Θαλῆς, οὔτε γῆν, ὡς ἔν τινι Ξενοφάνης. οὐδαμόθι γὰρ εὑρίσκεται Ξενοφάνης ἀποφηνάμενος οὕτως. ἀλλὰ καὶ ὁ Σαβῖνος αὐτὸς εὔδηλός ἐστιν ἐκ τῶν αὐτοῦ καταψευδόμενος, οὐχ ὑπ' ἀγνοίας ἐσφαλμένος· ἢ πάντως ἂν ὀνομαστὶ προσέγραψε τὸ βιβλίον, ἐν ᾧ ταῦτα ἀπεφήνατο· νῦν δ' οὕτως ἔγραψεν· οὔτε γῆν, ὡς ἔν τινι Ξενοφάνης. καὶ Θεόφραστος δ' ἂν ἐν ταῖς τῶν Φυσικῶν δοξῶν ἐπιτομαῖς τὴν Ξενοφάνους δόξαν, εἴπερ οὕτως εἶχεν, ἐγεγράφει. καί σοι πάρεστιν, εἰ χαίροις τῇ περὶ τούτων ἱστορίᾳ, τὰς τοῦ Θεοφράστου βίβλους ἀναγνῶναι, καθ' ἃς τὴν ἐπιτομὴν ἐποιήσατο τῶν φυσικῶν δοξῶν, ὥσπερ γε πάλιν, εἰ τὰς τῶν παλαιῶν ἰατρῶν δόξας ἐθέλοις ἱστορῆσαι, πάρεστί σοι τὰς τῆς Ἰατρικῆς συναγωγῆς ἀναγνῶναι βίβλους ἐπιγεγραμμένας [26] μὲν Ἀριστοτέλους, ὁμολογουμένας δὲ ὑπὸ Μένωνος, ὃς ἦν μαθητὴς αὐτοῦ, γεγράφθαι, διὸ καὶ Μενώνεια προσαγορεύουσιν ἔνιοι ταυτὶ τὰ βιβλία. δῆλον δὲ ὅτι καὶ ὁ Μένων ἐκεῖνος, ἀναζητήσας ἐπιμελῶς τὰ διασῳζόμενα κατ' αὐτὸν ἔτι τῶν παλαιῶν ἰατρῶν βιβλία, τὰς δόξας αὐτῶν ἐκεῖθεν ἀνελέξατο· τῶν δ' ἤδη διεφθαρμένων παντάπασιν ἢ σῳζομένων μέν, οὐ θεωρηθέντων δ' αὐτῷ τὰς γνώμας οὐκ ἠδύνατο γράψαι. κατὰ ταῦτ' οὖν τὰ βιβλία χολὴν ξανθὴν ἢ μέλαιναν ἢ φλέγμα στοιχεῖον ἀνθρώπου φύσεως οὐκ ἂν εὕροις οὐδ' ὑφ' ἑνὸς εἰρημένον, αἷμα δὲ καὶ τῶν μεθ' Ἱπποκράτην φαίνονται πολλοὶ μόνον εἶναι νομίζοντες ἐν ἡμῖν, ὥστε καὶ τὴν πρώτην γένεσιν ἡμῶν ἐξ αὐτοῦ γίνεσθαι καὶ τὴν μετὰ ταῦτα κατὰ τὴν μήτραν αὔξησιν καὶ ἀποκυηθέντων τελείωσιν. ἀλλ' ὅ γε Ἱπποκράτης ὀλίγον ὕστερον ἔγραψεν ὡς ὄντων τινων, οἳ καὶ φλέγμα καὶ χολὴν ἐνόμιζον εἶναι τὸν ἄνθρωπον, οὐκ ἂν οὕτω γράψας, εἰ μή τινες ἦσαν ἤτοι κατ' αὐτὸν ἢ πρὸ αὐτοῦ δοξάζοντες οὕτως.
[27] Δοκέουσι δέ μοι οὐκ ὀρθῶς γινώσκειν οἱ τὰ τοιαῦτα λέγοντες. γνώμῃ μὲν γὰρ τῇ αὐτῇ πάντες χρέονται, λέγουσι δὲ οὐ τὰ αὐτά· ἀλλὰ τῆς μὲν γνώμης τὸν ἐπίλογον τὸν αὐτὸν ποιέονται. φασὶ γὰρ ἕν τε εἶναι, ὅ τι ἐστί, καὶ τοῦτ' εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, κατὰ δὲ τὰ ὀνόματα οὐχ ὁμολογέουσι. λέγει γὰρ αὐτῶν ὁ μέν τις ἀέρα τοῦτο εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, ὁ δὲ πῦρ, ὁ δὲ ὕδωρ, ὁ δὲ γῆν. καὶ ἐπιλέγει ἕκαστος τῷ ἑωυτοῦ λόγῳ μαρτύριά τε καὶ τεκμήρια, ἅ ἐστιν οὐδέν. ὅτι γὰρ τῇ μὲν γνώμῃ τῇ αὐτῇ πάντες χρέονται, λέγουσι δὲ οὐ τὰ αὐτά, δῆλον ὅτι οὐδὲ γινώσκουσι. γνοίη δ' ἂν ὧδέ τις μάλιστα παραγενόμενος αὐτοῖς ἀντιλέγουσι· πρὸς γὰρ ἀλλήλους ἀντιλέγοντες οἱ αὐτοὶ ἄνδρες τῶν αὐτῶν ἐναντίον ἀκροατῶν οὐδέποτε τρὶς ἐφεξῆς ὁ αὐτὸς περιγίνεται ἐν τῷ λόγῳ, ἀλλὰ τοτὲ μὲν οὗτος ἐπικρατεῖ, τοτὲ δὲ οὗτος, ὁτέῳ ἂν τύχῃ μάλιστα ἡ γλῶσσα ῥυεῖσα πρὸς τὸν ὄχλον. καίτοι [28] δίκαιόν ἐστι τὸν φάντα ὀρθῶς γινώσκειν ἀμφὶ τῶν πρηγμάτων παρέχειν ἀεὶ ἐπικρατέοντα τὸν λόγον τὸν ἑωυτοῦ, εἴπερ ὄντα γινώσκει καὶ ὀρθῶς ἀποφαίνει. ἀλλ' ἐμοί γε δοκέουσιν οὗτοι οἱ ἄνθρωποι αὐτοὶ σφᾶς αὐτοὺς καταβάλλειν ἐν τοῖσιν ὀνόμασι τῶν λόγων αὐτῶν ὑπ' ἀξυνεσίης, τὸν δὲ Μελίσσου λόγον ἐπανορθοῦν.
Ὡς πρὸς εἰδότας, ἃ λέγουσιν οἱ στοιχεῖον ἓν ὑποτιθέμενοι, ποιεῖται τὸν λόγον. οἵ τε γὰρ τὸ πῦρ εἶναι στοιχεῖον λέγοντες ἐκ τούτου βούλονται τὰ ἄλλα γεννᾶσθαι πυκνουμένου τε καὶ συναγομένου καὶ πιλουμένου, τῆς μὲν ὀλίγης αὐτοῦ πιλήσεως ἀέρα γεννώσης, τῆς πλείονος δὲ ὕδωρ, τῆς τελεωτάτης δὲ καὶ πλείστης γῆν, οἵ τε τὸ ὕδωρ οἵ τε τὸν ἀέρα κατὰ τὸν αὐτὸν λόγον ἐκ τοῦ πιλεῖσθαι καὶ χεῖσθαι τἄλλα γεννᾶσθαι λέγουσι· πιληθὲν μὲν γὰρ τὸ ὕδωρ γῆν γεννᾶν φασι, χυθὲν δ' ἀέρα, καθάπερ γε καὶ τὸν ἀέρα πιληθέντα μὲν ὕδωρ, χυθέντα δὲ [29] πῦρ, ὥστ' ἐκ τῆς εἰς ἄλληλα μεταβολῆς τῶν τεσσάρων ὁ λόγος ὁρμᾶται τῶν ἓν ὁτιοῦν ὑποτιθεμένων εἶναι τὸ στοιχεῖον. καὶ διὰ τοῦτο γνώμῃ μὲν τῇ αὐτῇ φησιν αὐτοὺς χρῆσθαι, λέγειν δ' οὐ τὰ αὐτά.
φανερῶς οὖν ἐν τούτῳ τῷ λόγῳ παντὶ τοῖς ἕν τι μόνον τῶν τεσσάρων στοιχείων ἡγουμένοις εἶναι τὸν ἄνθρωπον ἀντιλέγει καί φησιν αὐτοὺς ἁμαρτάνειν· ‹οὐχ› ὅτι γὰρ μηδὲν ἀποδεικνύουσιν, ἐσχάτως ἀπίθανος ἦν ὁ λόγος αὐτῶν· ἓν μὲν γάρ τι τῶν τεσσάρων εἶναι τὸν ἄνθρωπον οὐ κατασκευάζουσι, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦσιν ἡγουμένου μὲν ἓν εἶναι καὶ αὐτοῦ τοῦτο, οὐ μὴν ἐκ τῶν τεσσάρων γ' ἕν τι τούτων, ἀέρος καὶ γῆς ὕδατός τε καὶ πυρός. ἔοικε δὲ ὁ ἀνὴρ οὗτος ἐννοῆσαι μὲν εἶναί τινα οὐσίαν κοινήν, ὑποβεβλημένην τοῖς τέσσαρσι στοιχείοις, ἀγέννητόν τε καὶ ἄφθαρτον, ἣν οἱ μετ' αὐτὸν 'ὕλην' ἐκάλεσαν, οὐ μὴν διηρθρωμένως γε δυνηθῆναι τοῦτο δηλῶσαι· ταύτην δ' οὖν αὐτὴν τὴν οὐσίαν ὀνομάζει τὸ ἕν τε καὶ τὸ πᾶν. ἀληθὴς δὲ οὐδ' οὗτος ὁ λόγος ἐστίν. οὐ γὰρ ἕν τι μόνον ἐστὶν ἐκεῖνο, τῶν ἐν γενέσει [30] καὶ φθορᾷ σωμάτων ἀρχή, καθάπερ ὑπέλαβεν ὁ Μέλισσος, ἀλλὰ πρὸς αὐτῷ ποιότητες τέσσαρες, ψυχρότης ἄκρα καὶ ξηρότης καὶ θερμότης καὶ ὑγρότης. οὐ μὴν στοιχεῖά γε ταῦτ' ἔστιν οὔτε τῶν ἄλλων οὔτ' ἀνθρώπου φύσεως, ἀλλὰ ἀρχαί. συνεκέχυτο δ' ἔτι τοῦτο παρὰ τοῖς ἀρχαίοις οὐδ' εἰς ἔννοιαν ἀφιγμένοις τῆς διαφορᾶς ἀρχῆς τε καὶ στοιχείου διὰ τὸ δύνασθαι χρῆσθαι τῇ τοῦ στοιχείου προσηγορίᾳ κἀπὶ τῶν ἀρχῶν. ἄλλα δὲ δύο πράγματά ἐστι φανερῶς ἀλλήλων διαφέροντα, τὸ μὲν ἕτερον ἐλάχιστον μόριον τοῦ ὅλου, τὸ δὲ ἕτερον εἰς ὃ διαλλάττεται κατ' ἐπίνοιαν αὐτὸ τοῦτο τὸ ἐλάχιστον. αὐτὸ μὲν γὰρ τὸ πῦρ οὐχ οἷόν τε διελεῖν εἰς δύο σώματα καὶ δεῖξαι κεκραμένον ἐξ ἐκείνων, ὥσπερ οὐδὲ τὴν γῆν ἢ τὸ ὕδωρ ἢ τὸν ἀέρα. νοῆσαι μέντοι δυνατὸν ἑτέραν μὲν εἶναι τοῦ μεταβάλλοντος τὴν οὐσίαν, ἑτέραν δὲ τὴν μεταβολὴν αὐτοῦ. οὐ γὰρ ταὐτόν ἐστι τὸ μεταβάλλον σῶμα τῇ κατ' αὐτὸ μεταβολῇ. τὸ μὲν γὰρ μεταβάλλον ἐστὶ τὸ ὑποκείμενον, ἡ μεταβολὴ δὲ αὐτοῦ κατὰ τὴν τῶν ποιοτήτων ἀμοιβὴν γίνεται, θερμότητος μὲν ἄκρας ἐγγινομένης [31] αὐτῷ πυρὸς ἀποτελουμένου, καθάπερ γε καὶ ἀέρος, ὅταν ἄκραν ὑγρότητα δέξηται, κατὰ ταὐτὰ δὲ γῆς μὲν γινομένης, ἐπειδὰν ἐκεῖνο τὸ ὑποκείμενον ἅπασι κατὰ τὴν ἑαυτοῦ φύσιν ἄποιον ὑπάρχον εἰς ἑαυτὸ δέξηται ξηρότητα χωρὶς θερμότητος, ὕδατος δ' ὅταν ψυχρότητα. περὶ μὲν γὰρ τοῦ πρώτου ψυχροῦ ζήτησις οὐ σμικρὰ γέγονεν, ἧς οὔκ ἐστι χρεία ‹πρὸς τὸ παρόν, ἅτε› εἰς τὰ τῆς ἰατρικῆς τέχνης ἔργα μηδὲν συντελούσης. τὸ γάρ τοι χρήσιμόν ἐστιν ἐν τῷ ζητῆσαι, πότερον ἓν ἁπλοῦν ἐστι τὸ σῶμα τῶν ἀνθρώπων ἢ σύνθετον ἐξ ἁπλῶν τεττάρων, ὡς ἥ τε τοῦ Πλάτωνος ἐδίδαξε ῥῆσις ἡμεῖς τε κατὰ τὴν Θεραπευτικὴν μέθοδον ἐδιδάξαμεν εὐθὺς ἐν τοῖς πρώτοις αὐτῆς.
ἀλλὰ περὶ μὲν τούτου καὶ αὖθις εἰρήσεται· νυνὶ δὲ ἀναμνήσωμεν, ὡς ἐν τῇ προκειμένῃ ῥήσει τὴν ἀντιλογίαν ἐποιήσατο πρὸς τοὺς ἕν τι τῶν τεττάρων εἶναι λέγοντας τὸν ἄνθρωπον, οὐ πρὸς τοὺς τέτταρα. βελτίων οὖν ἀνάγνωσις εἰκότως ἐλέγετο κατὰ τὴν πρώτην ῥῆσιν ἡ δασύνουσα κατὰ τὴν ἐκφώνησιν τὴν πρώτην συλλαβὴν τοῦ ἓν ἐόν.
[32] ὅτι γὰρ οὐχ ἕν ἐστιν, ἀλλὰ πλείω τὰ συντιθέντα τὴν τοῦ ἀνθρώπου φύσιν, ἐπιδείκνυσιν ὁ Ἱπποκράτης, οὐ μὴν ὅτι γε μηδέν ἐστι τῶν τεττάρων στοιχείων εἰλικρινὲς ἐν τῷ σώματι. τὴν ἀρχὴν γὰρ οὐδὲ λέγουσιν οἱ τῆς δόξης ταύτης ἡγεμόνες τοῦτο. ἓν δή τι παρὰ τὰ τέτταρα, τὸ ἐξ αὐτῶν συγκείμενον, ἀποφαίνονται, ὥς γε τὴν τετραφάρμακον δύναμιν οὔτε κηρὸν οὔτε πίτταν οὔτε ῥητίνην οὔτε στέαρ, ἀλλά τι παρὰ ταῦτα ἓν ἄλλο, ὃ ἐξ ἁπάντων κραθέντων γέγονεν, οὔσης πάλιν καὶ αὐτῆς ‹ταύτης› τῆς δόξης διττῆς· ἔνιοι μὲν γὰρ τὰς τέτταρας ποιότητας μόνας κεράννυσθαι δι' ὅλων ἀλλήλαις λέγουσιν, ἔνιοι δὲ τὰς οὐσίας ἀπεφήναντο, Περιπατητικοὶ μὲν τῆς προτέρας δόξης προστάντες, Στωϊκοὶ δὲ τῆς δευτέρας· ἔτι τε τούτων ἔμπροσθεν Ἐμπεδοκλῆς ἐξ ἀμεταβλήτων τῶν τεσσάρων στοιχείων ἡγεῖτο γίνεσθαι τὴν τῶν συνθέτων σωμάτων φύσιν, οὕτως ἀναμεμιγμένων ἀλλήλοις τῶν πρώτων, ὡσεί τις λειώσας ἀκριβῶς καὶ χνοώδη ποιήσας ἰὸν καὶ χαλκίτην καὶ καδμείαν καὶ μίσυ μίξειεν, ὡς μηδὲν ἐξ αὐτῶν δύνασθαι μεταχειρίσασθαι χωρὶς ἑτέρου.
[33] Τῶν δὲ ἰητρῶν οἱ μέν τινες λέγουσιν, ὡς ὁ ἄνθρωπος αἷμά ἐστιν, οἱ δὲ αὐτῶν χολήν φασιν εἶναι τὸν ἄνθρωπον, ἔνιοι δέ τινες φλέγμα.
Ἀντειπὼν ἐν τῷ πρὸ τούτου λόγῳ τοῖς φιλοσόφοις, ὅσοι ἢ πῦρ μόνον ἢ ὕδωρ ἢ γῆν ἢ ἀέρα τὴν φύσιν εἶναι νομίζουσι τοῦ σώματος ἡμῶν, καὶ ἐπὶ τοὺς ἰατροὺς μετέβη κατὰ τὴν προκειμένην ῥῆσιν ἐπιδεικνὺς καὶ τούτους ὁμοίως ἁμαρτάνειν ἐκείνοις, ὅσοι νομίζουσιν ἢ αἷμα μόνον εἶναι τὸν ἄνθρωπον ἢ χολὴν ἢ φλέγμα. προφανῶς οὖν ἤδη διώρισται τὸ κατὰ τὴν πρώτην ἁπασῶν ῥῆσιν ἀμφίβολον εἶναι δόξαν· οὐ γὰρ τοῖς τὰ τέσσαρα στοιχεῖα τιθεμένοις, ἀλλὰ τοῖς ἕν τι μόνον ἐξ αὐτῶν ἀντιλέγων ἀεὶ φαίνεται. παραλείπεται δ' ἐνταῦθα δόξα τις ἰατρῶν ἀνάλογον ἔχουσα τῇ τοῦ Μελίσσου τῶν λεγόντων ἓν εἶναι τὸν ἄνθρωπον, ὃ μεταβάλλον ἕκαστον τῶν εἰρημένων γίνεται.
[34] Ἐπίλογον δὲ ποιέονται καὶ οὗτοι πάντες τὸν αὐτόν· ἓν γὰρ εἶναί φασιν, ὅ τι ἕκαστος βούλεται ὀνομάσας, καὶ τοῦτο ἓν ἐὸν μεταλλάσσειν τὴν ἰδέην καὶ τὴν δύναμιν ἀναγκαζόμενον ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ γίνεσθαι γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν καὶ παντοῖον. ἐμοὶ δὲ οὐδὲ ταῦτα δοκέει οὕτως ἔχειν.
Καὶ τοὺς ἰατρούς φησιν, ὅσοι χυμὸν ἕνα μόνον ἔφασαν εἶναι κατὰ φύσιν, ἐπίλογον ποιεῖσθαι τὸν αὐτὸν ἀλλήλοις τε καὶ τοῖς φιλοσόφοις, ἐπιδεικνύντας τὸν ἕνα τοῦτον χυμόν, ὃν ἂν ἕκαστος αὐτῶν ὑποθῆται, μεταβάλλειν εἰς τοὺς ἄλλους. ἃ δὲ κατασκευάζων ἕκαστος τὴν ἑαυτοῦ δόξαν ἔλαβεν, οὐδ' ἕνα τῶν τεσσάρων χυμῶν ἀποδείκνυσιν εἶναι κατὰ φύσιν, ἕτερον δ' ἀντ' αὐτῶν τινα πρότερον, ἐξ οὗ μεταβάλλοντος οὗτοι [35] γίνονται, (δόγματός τινος τοιοῦδε πέμπτου δυναμένου συστῆναι κατὰ τὴν ἰατρικὴν θεωρίαν ἀνάλογον τῷ τοῦ Μελίσσου κατὰ τὴν φυσικήν)· ἐν οἷς γοῦν φασι τὸ ἓν τοῦτο μεταβάλλειν ἀναγκαζόμενον ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ γίνεσθαι γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν, οὐδὲν ἐκ τούτων τῶν τεσσάρων εἰπεῖν ἐοίκασιν ἐκεῖνοι, πρὸς οὓς ἀντιλέγων οὐ τὸ κατὰ φύσιν ἓν εἶναι φάσκει, ἀλλ' ἕτερόν τι μεταβάλλον εἰς ταῦτα· γλυκὺ μὲν γὰρ τὸ αἷμα, πικρὰν δὲ τὴν ξανθὴν χολήν, καὶ λευκὸν μὲν τὸ φλέγμα, μέλαν δὲ τὴν μέλαιναν εὔλογον εἰρῆσθαι νῦν, εἰς ἃ τὸ ἓν ἐκεῖνο μεταβάλλειν φασὶν ἀναγκαζόμενον ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ.
τὸ δὲ ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσκείμενον τὸ καὶ παντοῖον τοὺς ἐν ταῖς χαλεπαῖς οὔσαις νόσοις γεννωμένους ἰχῶρας ἐνδείκνυται. φαίνεται γοῦν καὶ ἰώδης καὶ φαιὰ χολή, (καλοῦσι δ' αὐτὴν ἰσατώδη), καί τις ἐρυθρὰ καὶ πρασοειδὴς ἄλλαι τέ τινες ἀνώνυμοι καὶ μάλισθ' ὅταν ᾖ σηπεδονῶδες τὸ νόσημα.
Ἐγὼ δέ φημι· εἰ ἓν ἦν ὁ ἄνθρωπος, [36] οὐδέποτ' ἂν ἤλγεεν· οὐδὲ γὰρ ἂν ἦν, ὑφ' ὅτου ἀλγήσειεν ἓν ἐόν· εἰ δ' οὖν καὶ ἀλγήσει, ἀνάγκη καὶ τὸ ἰώμενον ἓν εἶναι.
Ἔμπροσθεν μὲν αὐτοὺς τοὺς λόγους διέβαλλεν, οὓς ἔλεγον οἱ ἓν εἶναι τὸν ἄνθρωπον ὑπολαβόντες, ἀποδείξας οὐ μόνον ἀναποδείκτους, ἀλλὰ καὶ ἀπιθάνους· τὰ νῦν δὲ τὴν δόξαν αὐτῶν ἀνατρέπει τῶν ἓν οἰομένων εἶναι τὸν ἄνθρωπον. ἔστι δὲ οὐ ταὐτὸν ἢ λόγον προτεινόμενον ἐλέγχειν ἢ δόξαν ὡς οὐκ ἀληθῆ διαβάλλειν· ἐνδέχεται γὰρ ἀληθῆ μὲν εἶναι τὴν δόξαν, οὐκ ὀρθῶς δὲ ὑπό τινων συνηγορεῖσθαι καὶ διὰ τοῦτο μὴ τῆς δόξης τὸν ἔλεγχον, ἀλλὰ τῶν συνηγορησάντων αὐτῇ γεγονέναι. νῦν οὖν ἐάσας τοὺς λόγους αὐτῶν ἐλέγχει τὴν δόξαν αὐτὴν μόνην ἐφ' ἑαυτῆς οὐ μόνον ἰσχυροτάτῳ χρησάμενος, ἀλλὰ καὶ βραχυτάτῳ λόγῳ· εἶπε γάρ· εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ' ἂν ἤλγεεν. ὅντινα λόγον ἔφην ἐξελέγχειν καὶ τοὺς ἄτομα καὶ ἄναρμα καὶ ἐλάχιστα στοιχεῖα τιθεμένους. ἓν γὰρ τῷ εἴδει καὶ κατὰ τούτους [37] ἐστὶ τὸ ὄντως ὄν. οὕτω δὲ καὶ ὠνόμασται τὸ πρῶτον σῶμα τὸ ἀγέννητόν τε καὶ ἄφθαρτον, ἐπειδὴ τἄλλα πάντα τὴν γένεσιν ἐκ τῆς ἐκείνου συνθέσεως λαμβάνει· γενήσεται γὰρ ἡ ἐκ τούτων δόξα τὴν γένεσιν ἡμῶν ἐν ποιᾷ συνθέσει τῶν ἀιδίων ἐκείνων σωμάτων τιθεμένη, καθάπερ ἡ Ἱπποκράτους ἐν τῇ κράσει τῶν τεσσάρων στοιχείων, ἣν Ἀριστοτέλης τε καὶ οἱ Στωϊκοὶ προσήκαντο. ὅτι δέ, εἴπερ ἓν ἦν ἁπλοῦν στοιχεῖον, οὐκ ἂν ἤλγησε τὸ συγκείμενον ἐκ τοῦ τοιούτου στοιχείου σῶμα, τεκμήριον εἶναί φησι τὸ μηδὲν ἕτερον ὑπάρχειν δεύτερον εἰς αὐτὸ δρᾶσαι δυνάμενον. οὐ γὰρ δὴ αὐτό γε ὑφ' ἑαυτοῦ πάσχειν ἐγχωρεῖ τὸ ἓν ἐκεῖνο σῶμα πρὸς τῷ καί, εἰ συγχωρήσειέ τις ἀλγεῖν αὐτὸ πάσχον ἐξ ἑαυτοῦ, τὴν ἴασιν ἁπλῆν ἔσεσθαι· οὐκ ὄντων γὰρ πολλῶν παρ' αὐτῷ πολλοὺς τρόπους ἰάσεως ἀδύνατον γενέσθαι· νῦν δὲ πολλοί.
Πολλὰ γάρ ἐστιν ἐν τῷ σώματι ἐνεόντα, [38] ἃ ὅταν παρ' ἀλλήλων παρὰ φύσιν θερμαίνηται καὶ ψύχηται καὶ ξηραίνηται καὶ ὑγραίνηται, νόσους τίκτει· ὥστε πολλαὶ μὲν ἰδέαι τῶν ἀλγημάτων, πολλὴ δὲ ἡ ἴησίς ἐστιν.
Ἐν μὲν τῇ πρὸ ταύτης ῥήσει τοὺς ἕν τι λέγοντας εἶναι τὸν ἄνθρωπον, ὅπερ ταὐτόν ἐστι τῷ φάναι τὸ συνθετικὸν αὐτοῦ στοιχεῖον ἓν εἶναι, διήλεγξεν ἐκ τῶν ἀκολουθούντων ἀτόπων τῇ δόξῃ· οὐ γὰρ ἠλγήσαμεν ‹ἄν› ποτε μηδενὸς ὄντος δευτέρου τοῦ διαθεῖναι τὸ ἓν ἐκεῖνο δυναμένου· εἶτ', εἰ καὶ τοῦτο συγχωρήσαιμεν, ἡ ἴασις ἂν γένοιτο μονοειδής, οὐ πολυειδής. ἐν δὲ ταύτῃ τῇ νῦν ἡμῖν προκειμένῃ ῥήσει διῆλθεν, ὅσα μέλλει δείξειν ὄντα πρώτως, ὑφ' ὧν τἄλλα πάντα γίνεται· ταῦτα δέ ἐστι θερμὸν καὶ ψυχρὸν ξηρόν τε καὶ ὑγρόν· ἃ ὅταν μὲν ἀλλήλοις κραθῇ συμμέτρως, ὑγιαίνει τὸ ζῷον, ὅταν δ' ἄλληλα θερμαίνῃ καὶ ψύχῃ καὶ ξηραίνῃ καὶ ὑγραίνῃ, τὰς ὀδύνας γεννᾶν πέφυκεν οὐχ [39] ἑνὶ τρόπῳ θεραπευομένας· ἔνιαι μὲν γὰρ αὐτῶν θερμαινομένων τῶν ὀδυνωμένων μορίων, ἔνιαι δὲ ψυχομένων ἢ ξηραινομένων ἢ ὑγραινομένων παύονται. δέδεικται δὲ περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως κἀν τοῖς τῆς Θεραπευτικῆς μεθόδου. χεῖρον δ' οὐδὲν εἰπεῖν τι καὶ νῦν βραχὺ πρόδηλον ἔχοντα τὴν ἔνδειξιν τοῦ διὰ τὸ θερμόν τε καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν ἀλγεῖν τε ἡμᾶς καὶ θεραπεύεσθαι. τίς γὰρ οὐκ οἶδε τὴν γινομένην ὀδύνην, ὅταν ἐν χειμῶνί τις ἰσχυρῷ προελθεῖν ἔξω τῆς οἰκίας ἐπιχειρήσῃ, τίς δ', ὅταν ἐν καύματι σφοδρῷ; τίς δὲ οὐκ ὀδυνᾶται διψῶν ἢ τίς πληρωθεὶς ποτοῦ, τοῦ μὲν διψῆν ξηραινομένων ἡμῶν γινομένου, τοῦ δ' ὑπερεμπεπλῆσθαι τὴν ἐναντίαν διάθεσιν ἐργαζομένου; καὶ αἱ φλεγμοναὶ δὲ καὶ πάντες οἱ ὀδυνηροὶ καὶ παρὰ φύσιν ὄγκοι ποτὲ μὲν ὑπὸ περιττῆς ὑγρότητος εἰς τὸ μόριον ἐπιρρυείσης γίνονται, ποτὲ δὲ τῷ τοὺς χυμοὺς ἤτοι θερμοὺς παρὰ φύσιν ἢ ψυχροὺς εἶναι. καὶ μέντοι καὶ αἱ ἰάσεις τῷ μὲν ὑγρότητος ὑπερπληρωθέντι σώματι διὰ κενώσεως [40] γίνονται, τῷ δὲ παρὰ φύσιν ξηραινομένῳ δι' ὑγροῦ προσφορᾶς, ὥσπερ γε καὶ τῷ μὲν διὰ κρύος ὀδυνωμένῳ θερμανθέντι, τῷ δὲ διὰ θάλπος ἄμετρον ψυχθέντι. δέδεικται δὲ καὶ τὰ φάρμακα πάντα διὰ τοῦ θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν ἐνεργοῦντα. πρῶται γὰρ αὗται αἱ ποιότητές εἰσι δραστικαί τε καὶ ἀλλοιωτικαὶ τῶν σωμάτων, ὡς ἐπεδείξαμεν ἐν τῷ Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων. ἕπονται δὲ αὐταῖς αἵ τε κατὰ γεῦσιν ποιότητες, ὧν ὀνόματα στύψις καὶ αὐστηρότης καὶ στρυφνότης καὶ πικρότης ἁλυκότης τε καὶ δριμύτης ὀξύτης τε καὶ γλυκύτης καὶ λιπαρότης, αἵ τε κατὰ χροιὰν ἐν λευκότητι καὶ μελανότητι καὶ ἐρυθρότητι καὶ ταῖς ὁμογενέσιν, αἵ τε κατὰ ἁφὴν ἐν σκληρότητι καὶ μαλακότητι καὶ κραυρότητι καὶ γλισχρότητι. ταῖς γευσταῖς δ' ἰσάριθμοί πώς εἰσιν αἱ κατὰ τὴν ὄσφρησιν, ἀλλ' οὐκ ἔστιν αὐτῶν ὀνόματα κατ' εἶδος· ἡ γὰρ κατ' εὐωδίαν τε καὶ δυσωδίαν διαφορὰ τῶν ὀσμῶν αὐτὸ δὴ τοῦτο διαφορὰ προσηκόντως ἂν νομίζοιτο καὶ λέγοιτο πολλοῖς εἴδεσιν ἑπομένη.
[41] τὰ μὲν δὴ κεφάλαια τοῦ λόγου ταῦτα. δέδεικται δέ τινα μὲν αὐτῶν ἐν τῷ Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων, τινὰ δὲ ἐν τῇ Περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ. οἱ πολλοὶ δὲ τὰς μὲν ἀποδείξεις ὀκνοῦσι μανθάνειν, ἀντιλέγουσι δὲ οἷς οὐκ ἴσασιν ἑτοίμως, οὗ τοὐναντίον οἱ φιλομαθεῖς τε καὶ ἀληθείας ἐρασταὶ πράττουσι φιλοπόνως μὲν ἐκμανθάνοντες τὰς ἀποδείξεις, ὀκνηρῶς δὲ ἀντιλέγοντες.
Ἀξιῶ δ' ἔγωγε τὸν φάσκοντα αἷμα μόνον εἶναι τὸν ἄνθρωπον καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα τὴν ἰδέην μηδὲ γίνεσθαι παντοῖον, ἀλλ' ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίης τῆς τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἐὼν φαίνεται μοῦνον ὁ ἄνθρωπος. εἰκὸς γάρ ἐστιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ' ἑωυτοῦ ἓν ἐόν. τὰ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος φλέγμα εἶναι τὸν ἄνθρωπον καὶ περὶ τοῦ χολὴν φάσκοντος.
[42] Ἔτι καὶ νῦν ἀντιλέγει πρὸς τοὺς ἓν εἶναι φάσκοντας τὸν ἄνθρωπον, ὅπερ ἐξ ἀρχῆς ἔφην αὐτῷ προκεῖσθαι. καὶ πρώτως γε ἐλέγχει τοὺς αἷμα φάσκοντας αὐτὸν εἶναι. μάλιστα μὲν γὰρ ἐχρῆν, φησί, τοὺς ὑγιαίνοντας ἀνθρώπους αἷμα μόνον ἔχειν ἐν τῷ σώματι χωρὶς χολῶν τε καὶ φλέγματος, εἴπερ ἡ φύσις αἷμα μόνον ἐστὶν ἐν τῷ σώματι, ἔπειτα δέ, εἰ καὶ συγχωρηθείη ποτὲ ἐπικτᾶσθαι χολὴν καὶ φλέγμα, καὶ ἡλικίαν μίαν τινὰ ἢ ὥραν τοῦ ἔτους εὑρίσκεσθαι, καθ' ἣν αἷμα μόνον ἐστὶν ἐν τῷ σώματι χωρὶς τῶν ἄλλων χυμῶν. ὡσαύτως δὲ ἐλέγχει καὶ τοὺς ἤτοι χολὴν ἢ φλέγμα φάσκοντας εἶναι τὸν ἄνθρωπον, ὅπερ ἔστι τὸ κατὰ φύσιν εἶναι ‹τοῦτο› αὐτὸ μόνον, ἡγουμένους δὲ αὐτῷ καὶ τὴν πρώτην γένεσιν ἐκ τούτου τοῦ χυμοῦ γεγονέναι.
Ἐγὼ μὲν γὰρ ἀποδείξω, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν φύσιν ἀεὶ τὰ αὐτὰ ἐόντα ὁμοίως καὶ νέου ἐόντος καὶ γέροντος καὶ [43] τῆς ὥρης ψυχρᾶς ἐούσης καὶ θερμῆς καὶ τεκμήρια παρέξω καὶ ἀνάγκας ἀποφανέω, δι' ἃς ἂν ἕκαστον αὔξηταί τε καὶ φθίνῃ ἐν τῷ σώματι.
Δείξειν ἐπαγγέλλεται διὰ παντὸς μὲν ἐν τῷ σώματι περιεχόμενα τὰ πρὸς αὐτοῦ τιθέμενα στοιχεῖα, κατὰ ‹δὲ› τὰς ἡλικίας καὶ κατὰ τὰς ὥρας αὔξησίν τε καὶ φθίσιν, ὅπερ ἔστι μείωσιν, ἴσχοντα. κατὰ τὸν νόμον μὲν οὖν ἐστι τὸ πρὸς τῶν ἀνθρώπων νομιζόμενόν τε καὶ δοξαζόμενον, οὕτως εἰωθότων ὀνομάζειν τῶν παλαιῶν, κατὰ φύσιν δὲ τὸ κατ' αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν.
Πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένεσιν γενέσθαι μὴ ἀφ' ἑνός. πῶς γὰρ ἂν ἓν ἐόν τι γεννήσειεν ἄλλο, εἰ μή τινι μιχθείη;
[44] Ὁ μὲν οὖν Ἱπποκράτης ἀεὶ τοῖς ἐναργῶς φαινομένοις ἀκολουθεῖ· διὰ τοῦτο καὶ νῦν ἔφη μηδὲν ἀφ' ἑνὸς γεννᾶσθαι χωρὶς τοῦ δεηθῆναί τινος ἔξωθεν ἑτέρου καὶ τούτου συμμέτρως ἔχοντος τῆς πρὸς αὐτὸ κράσεως. ἔνιοι δὲ τῶν φυσικῶν ὀνομασθέντων φιλοσόφων οὐκ οἶδ' ὅπως ἐτόλμησαν ἀποφήνασθαι δόξαν ἀλλόκοτον ἅπασαν ἀνατρέπουσαν τὴν φυσικὴν θεωρίαν. ὁ ἓν γὰρ εἶναι τὸ ὂν εἰπὼν ἀναιρεῖ τῷ λόγῳ γένεσιν ἅπασαν. εἴπερ γὰρ ἓν τὸ γενόμενον, οὐκ ἦν ἔμπροσθεν, ὥσπερ οὐδὲ ἔσται μικρὸν ὕστερον. οὔτε γὰρ ὁ Θαλῆς οὔθ' ὁ Μέλισσος οὐδ' ὁ Ἡράκλειτος ἔμπροσθεν ἦσαν, εἰ νῦν εἰσιν· ἆρ' οὖν ἀληθῶς ἄν τις εἴποι μὴ γεγονέναι τούτους τοὺς ἄνδρας; ἢ ἐγένοντο μὲν καὶ ἔζησαν ἔτεσιν οὐκ ὀλίγοις ἕκαστος, οὐκ ἦσαν δὲ καθ' ὃν ἔζων χρόνον; ἢ τὸ μὲν εἶναι κατ' ἐκεῖνον τὸν χρόνον αὐτοὺς συγχωρήσομεν, ὄντας δὲ οὐκ εἶναι φήσομεν, ἡνίκα ἦσαν; καὶ μὴν εἴπερ ὄντας τις αὐτοὺς ὁμολογήσει, ὁμολογήσει καὶ γεγονέναι. πῶς δέ; πλάτανος καὶ λίθος καὶ λέων οὐκ ἦσαν πάλαι, γένεσιν ἔχοντα καὶ φθοράν; εἴπερ δὲ ἔστι γένεσις [45] τοῦ πρότερον οὐκ ὄντος, ἀναγκαῖον αὐτὴν ἔκ τινος ὑποκειμένης οὐσίας γενέσθαι. ταύτην δ' ὁρῶμεν οὐ δυναμένην αὐτὴν καθ' αὑτὴν μόνην ὁτιοῦν γεννῆσαι. τὰ γοῦν τῶν φυτῶν σπέρματα καὶ ὑγρότητος καὶ θερμασίας συμμέτρου τῆς ἔξωθεν δεῖται πρὸς τὸ γεννῆσαί τι. μόνον γὰρ εἴπερ ἐπεφύκει γεννᾶν τὸ σπέρμα μηδενὸς ἄλλου προσδεόμενον ἔξωθεν, οὐκ ἂν διέμεινεν οὐδὲ ἐν ἐλαχίστῳ χρόνῳ χωρὶς τοῦ γεννᾶν, ἀλλ' εὐθὺς ἂν ἐφύετο. φαίνεται δὲ διαμένοντα πολλάκις οὐ μῆνας μόνον, ἀλλὰ καὶ ἐνιαυτοὺς οὐκ ὀλίγα τῶν σπερμάτων· οὐ γὰρ ἐξ ἑαυτῶν μόνον ἔχει τὸ γεννᾶν, ἀλλὰ δεῖταί τινος ἔξωθεν ἐπικουρίας καὶ ταύτης οὐ κατὰ θίξιν ἁπλῆν γινομένης, ἀλλὰ κατά τινα τοῦ ψαύοντος δύναμιν εἴσω διαδιδομένην εἰς ὅλον τὸ ψαυόμενον, εἴ γε δι' ὅλου φαίνεται τὴν ἀλλοίωσιν ἴσχον ἐν ταῖς γενέσεσι τὸ σπέρμα κατά τε τὰ δένδρα καὶ τὰς πόας καὶ ὅλως τὰ φυτά, πολὺ δὲ μᾶλλον ἐπὶ τῶν ζῴων ἐναργῶς φαίνεται μήτ' ἐξ ἄρρενος μόνου μήτ' ἐκ θήλεος ἄνευ τοῦ μιχθῆναι δυνάμενόν τι γενέσθαι.
[46] Ἔπειτα οὐδ', ἂν μὴ ὁμόφυλα ἐόντα μίσγηται καὶ τὴν αὐτὴν ἔχοντα δύναμιν, γεννᾷ οὐδ' ἂν τὰ αὐτὰ ἡμῖν ξυντελοῖντο.
Οὐ μόνον ἐξ ἑνὸς ἀδύνατον εἶναι γεννηθῆναί τί φησιν, ἀλλ' οὐδ' ἐκ δυοῖν, εἰ μὴ ὁμόφυλα ἐόντα μίσγοιτο, τουτέστιν οἰκειότητα τῆς οὐσίας ἔχοντα. φαίνεται δὲ καὶ ταῦτα σαφῶς ἐπὶ τῇ τῶν ἑτερογενῶν ζῴων γενέσει γινόμενα, καθάπερ ἐφ' ἵππων ἔχει καὶ ὄνων ἀλωπέκων τε καὶ κυνῶν· ἐκ γὰρ τῆς τούτων ἐπιμιξίας γεννᾶταί τι ζῷον οἷον μικτὸν ἐξ ἀμφοῖν, ὅσα δ' ἐπὶ πολὺ διεστῶσαν ἀλλήλων ἔχει τὴν φύσιν, οὐδ', ἂν μιχθῇ ποτε, δύναται γεννῆσαί τι.
τὸ δ' ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως προσκείμενον οὐδ' ἂν τὰ αὐτὰ ἡμῖν ξυντελοῖντο παρέρχονται μὲν ὡς σαφὲς οἱ ἐξηγησάμενοι τὸ βιβλίον, ἀσαφὲς δέ ἐστιν ἢ μὴ καλῶς ἡρμηνευμένον ὑπὸ τοῦ γράψαντος ἢ διὰ τοὺς μεταγραψαμένους ἡμαρτημένον. ὃ δ' οὖν μοι δοκεῖ [47] βούλεσθαι δηλοῦν, ἔστι τοιόνδε· κἂν μὴ ὁμοειδὲς ᾖ τὸ μιγνύμενον ζῷον ἕτερον ἑτέρῳ, κοινωνίαν δεῖ τινα τῆς φύσεως, φησίν, εἶναι ἢ οὐκ ἂν τὰ αὐτὰ ἡμῖν ξυντελοῖντο, τουτέστιν οὐκ ἂν γέννησις ἐκ τῆς συνόδου γένοιτο ζῴου τοῖς γεννήσασιν ὁμοίου. τάχα δὲ καὶ ἡ ῥῆσις οὐχ οὕτως εἶχεν· οὐδ' ἂν τὰ αὐτὰ ἡμῖν ξυντελοῖντο.
Εἰ γὰρ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ τὸ ἕτερον τοῦ ἑτέρου πολὺ προέξει καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο.
Ἔμπροσθεν μὲν ἔφη μὴ δύνασθαι γόνιμον γένεσιν ἀποτελεσθῆναι μηδενός, εἰ μὴ ὁμόφυλα εἴη τὰ συνιόντα· ‹νυνὶ δὲ προστίθησιν, ὅτι› καὶ αὐτῶν δὲ τῶν ὁμοφύλων ἡ σύνοδος οὐκ ἐξ ἀνάγκης γεννᾷ. λέλεκται δὲ ἐν τοῖς Ἀφορισμοῖς ὁ λόγος οὗτος αὐτῷ τέλειος, ἔνθα [48] φησίν· ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν, οὐ κυΐσκονται. καὶ ὁκόσαι καθύγρους ἔχουσι τὰς μήτρας, οὐ κυΐσκονται· ἀποσβέννυται γὰρ ὁ γόνος. καὶ ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικαέας· ἐνδείῃ γὰρ τροφῆς φθείρεται τὸ σπέρμα. ὁκόσαι δ' ἐξ ἀμφοτέρων τῇ κράσει ἔχουσι συμμέτρως, ἐπίτεκνοι γίνονται. ἐν τούτῳ τῷ λόγῳ διδάσκει μὲν καὶ διὰ τίνας αἰτίας ἄγονοι γίνονται γυναῖκες, ἐνδείκνυται δὲ καὶ τὸ τούτῳ συνεπόμενον, ὑπὲρ οὗ καὶ ἡμεῖς ἑτέρωθι καὶ ἄλλοι πολλοὶ πρὸ ἡμῶν ἔγραψαν. ἐδήλωσε δὲ καὶ Πλάτων οὐ σμικρὰν τέχνην εἰπὼν εἶναι, καθ' ἣν ἐπίσταταί τις ζευγνύναι τοὺς ὁμόλογον κρᾶσιν ἔχοντας εἰς γέννησιν ἄνδρας τε καὶ γυναῖκας. ἃ γὰρ ἐπὶ τῶν κράσεων τῆς μήτρας εἶπε, ταῦτα καὶ ἐπὶ τῆς τοῦ σπέρματος κράσεως ἐννοῆσαι χρή· καὶ γὰρ καὶ τοῦτο ποτὲ μὲν ὑγρότερόν ἐστι τοῦ δέοντος ἢ ψυχρότερον, ἔστι δ' ὅτε ξηρότερον ἢ διακαέστερον. οἰκεῖον δέ ἐστι τῇ μὲν ξηροτέρᾳ μήτρᾳ τὸ ὑγρότερον σπέρμα, τῇ δὲ ὑγροτέρᾳ τὸ ξηρότερον, ὥσπερ γε καὶ τῇ μὲν θερμοτέρᾳ τὸ ψυχρότερον, τῇ δὲ ψυχροτέρᾳ τὸ θερμότερον. ὑπὲρ ὧν [49] ἐπὶ πλέον ἔν γε τῷ περὶ τεκνογονίας λόγῳ διερχόμεθα· νυνὶ δ' ἀρκεῖ γινώσκειν, ὅτι μήτε δυνατόν ἐστιν ἐξ ἑνός τι γενέσθαι μήθ', ὅταν ἐκ δυοῖν ἢ καὶ πλειόνων συνιόντων γίνηται, χωρὶς οἰκειότητος τῆς πρὸς ἄλληλα καὶ συμμετρίας τινὸς κράσεως τῆς ἐκ τῶν συνιόντων ἀποτελουμένης οἷόν τέ ἐστι γεννηθῆναι τοῦτο.
Ὥστε πῶς εἰκὸς ἀπὸ ἑνός τι γεννηθῆναι, ὅπου γε οὐδὲ ἀπὸ τῶν πλειόνων γίνεται, εἰ μὴ τύχοι καλῶς ἔχοντα τῆς πρὸς ἄλληλα κρήσιος;
Τὰ μὲν ἄλλα τῆς ῥήσεως ἐκ τῶν προειρημένων ἐστὶ δῆλα, μεμνῆσθαι δὲ χρὴ τοῦ κατ' αὐτὴν ὀνόματος εἰρημένου τοῦ τῆς κράσεως, ὅπερ διὰ τοῦ κρήσιος εἶπεν, ὅτι πρῶτος ὧν ἴσμεν Ἱπποκράτης ἀπεφήνατο κεράννυσθαι τὰ στοιχεῖα, καθάπερ καὶ μικρὸν ἔμπροσθεν ἐδείχθη, καὶ ταύτῃ διήνεγκεν Ἐμπεδοκλέους· κἀκεῖνος γὰρ ἐκ μὲν τῶν αὐτῶν [50] στοιχείων, ὧν καὶ Ἱπποκράτης, γεγονέναι φησὶν ἡμᾶς τε καὶ τὰ ἄλλα σώματα πάντα τὰ περὶ τὴν γῆν, οὐ μὴν κεκραμένων γε δι' ἀλλήλων, ἀλλὰ κατὰ σμικρὰ μόρια παρακειμένων τε καὶ ψαυόντων. ὅτι δὲ καὶ ἥδε ἡ δόξα τοὺς αὐτοὺς ἐλέγχους ἔχει ταῖς ἐξ ἀναισθήτων καὶ ἀπαθῶν τῶν πρώτων σωμάτων τὸ αἰσθητικὸν σῶμα γεννώσαις δόξαις, ἐπιδέδεικται διὰ τοῦ Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων ὑπομνήματος, ἔνθα καὶ πασῶν σχεδὸν τῶν φυσικῶν δοξῶν ἐμνημονεύσαμεν, ὅσαι περὶ τῶν πρώτων ἀρχῶν ἢ στοιχείων γεγόνασιν.
Ἀνάγκη τοίνυν, τῆς φύσιος τοιαύτης ὑπαρχούσης καὶ τῶν ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ ἓν εἶναι τὸν ἄνθρωπον, ἀλλ' ἕκαστον τῶν ξυμβαλλομένων εἰς τὴν γένεσιν ἔχειν τινὰ δύναμιν ἐν τῷ σώματι, οἵηνπερ ξυνεβάλλετο.
[51] Προειρηκὼς ὁ Ἱπποκράτης, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως κραθείη, τὰς γενέσεις τῶν γεννητῶν δηλονότι σωμάτων ἀδύνατον εἶναι γενέσθαι, νῦν δὴ σαφῶς οὐκ ἀνθρώπου μόνον, ἀλλὰ καὶ πάντων, ὅσα γένεσιν ἔχει καὶ φθορὰν σώματος, ἐκ τῶν αὐτῶν εἶναι τὴν γένεσίν φησιν· ἐκ θερμοῦ γὰρ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πάντα γεγονέναι καὶ διὰ τοῦτο κοινὰ πάντων εἶναι ταῦτα στοιχεῖα. τὰ δὲ ἴδια τῆς τοῦ ἀνθρώπου φύσεως αἷμα καὶ φλέγμα καὶ χολὴ ξανθή τε καὶ μέλαινα. καίτοι γ' οὐδὲ ταῦτα ἴδια καλῶς ἂν λέγοιτο· κοινὰ γάρ ἐστιν ἁπάντων τῶν ἐναίμων ζῴων. εὔδηλον δ' ὅτι καὶ τούτων ἕκαστον ἐκ τῶν πρώτων τεττάρων γέγονεν, ἅπερ ἀπὸ τῶν ποιοτήτων ὀνομάζοντες ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμὸν λέγομεν· ἴδια δὲ τῆς οὐσίας αὐτῶν ἐστιν ὀνόματα πῦρ ἢ ὕδωρ ἢ ἀὴρ ἢ γῆ. πρόδηλον γὰρ ὅτι τὰ στοιχεῖα κατὰ τὰς ἁπλᾶς καὶ ἀμίκτους ποιότητας καλεῖται, θερμότητος μὲν ἄκρας ὑπαρχούσης ἐν πυρί, καθάπερ γε καὶ [52] ὑγρότητος ἐν ἀέρι, ψυχρότητος δὲ ἐν ὕδατι, ξηρότητος δὲ ἄκρας ἅμα πιλήσει τε καὶ ψύξει κατὰ τὴν γῆν. πῶς οὖν οἴονταί τινες ὑγρὸν μὲν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμὸν Ἱπποκράτην τίθεσθαι τὰ στοιχεῖα, (φαίνεσθαι γὰρ ἐν ἀνθρώπῳ ταῦτα), πῦρ δὲ καὶ ὕδωρ ἀέρα τε καὶ γῆν μὴ προσίεσθαι, (διότι μηδὲ φαίνεσθαί τι τούτων ἐν ἀνθρώπου σώματι); μὴ παρακολουθοῦντες μὴν ὅτι, ‹εἰ› τὰ φαινόμενα περὶ τὸ σῶμα ‹θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ κοινὰ λέγομεν εἶναι πάντων σωμάτων στοιχεῖα, κατὰ τοῦτον τὸν λόγον καὶ λίθος καὶ τῶν ἐμψύχων τε καὶ ἀψύχων σωμάτων ἕκαστον αἷμα ἔσται καὶ φλέγμα καὶ χολὴ διττή, καθάπερ ὀστοῦν καὶ χόνδρος καὶ φλὲψ καὶ ἀρτηρία καὶ νεῦρον καὶ τἄλλα πάντα› τὰ φαινόμενα κατὰ τὸ σῶμα θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. τίς οὖν ταῦτα τολμήσει φάναι κοινὰ στοιχεῖα πάντων εἶναι σωμάτων; οὐδεὶς δήπου τῶν καὶ βραδυτάτων, εἰρηκότος τοῦ Ἱπποκράτους· ἀνάγκη τοίνυν τῆς φύσιος τοιαύτης ἐούσης καὶ τῶν ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου. ‹χρὴ τοίνυν› μὴ τὰ βλεπόμενα κατὰ τὸ σῶμα τἀνθρώπου θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ λέγειν αὐτὸν οἴεσθαι νῦν, ἀλλὰ τὰ τέτταρα στοιχεῖα. ταῦτα γὰρ ἄκρας ἔχει καὶ ἀμίκτους ποιότητας, ἐξ ὧν ἀλλήλαις κεραννυμένων τὰ μεταξὺ σώματα πάντα γίνεται κατ' ἐπικράτειαν, οὐ κυρίως ὀνομαζόμενα θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. ὡς, εἴ γε ταῦτα τὰ ἤδη [53] κεκραμένα στοιχεῖα θησόμεθα, τὰ τὰς ἄκρας ἔχοντα ποιότητας οὐκ οἶδ' ὅ τι φήσομεν εἶναι. καὶ κατὰ τὴν ἐχομένην δὲ ῥῆσιν ἐναργέστερον ἔτι τὴν ἑαυτοῦ γνώμην ἐνδείκνυται, πρὸς ἣν ἤδη μεταβῶμεν.
Καὶ πάλιν γε ἀνάγκη ἀποχωρεῖν εἰς τὴν ἑωυτοῦ φύσιν ἕκαστον τελευτῶντος τοῦ σώματος τοῦ ἀνθρώπου, τό τε ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ θερμὸν πρὸς τὸ θερμὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν.
Ἀποχωρεῖν φησι διακρινόμενον ἐν τῇ τελευτῇ τοῦ ἀνθρώπου πρὸς τὴν ἑαυτοῦ φύσιν ἕκαστον τῶν προειρημένων στοιχείων, ἃ θερμὸν ἐκάλει καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, οὐ δήπου λέγων τὸ αἷμα πρὸς τὸ κατὰ τὸν κόσμον αἷμα καὶ τὸ φλέγμα πρὸς τὸ φλέγμα καὶ τὴν χολὴν πρὸς τὴν χολὴν καὶ τὴν ἀρτηρίαν πρὸς τὴν ἀρτηρίαν καὶ τὴν σάρκα [54] πρὸς τὴν σάρκα καὶ τὴν φλέβα πρὸς τὴν φλέβα καὶ τὸ νεῦρον ἀπιέναι πρὸς τὸ νεῦρον, ἀλλὰ τὸ καθ' ἕκαστον τούτων θερμόν τε καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν εἰς τὰ κοινὰ πάντων ἀπέρχεσθαι στοιχεῖα. σύγκειται γὰρ δήπου καὶ τὸ νεῦρον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, τῶν στοιχείων δηλονότι· οὐ γὰρ δὴ ἐξ ἄλλου γε νεύρου, καθάπερ οὐδ' ἡ φλὲψ ἐξ ἄλλης φλεβός, ὅτι μηδ' ἐπινοηθῆναι δύναται κεραννύμενα δι' ὅλων ἀλλήλων ταῦτα, σὰρξ καὶ φλὲψ καὶ ὀστοῦν καὶ ἀρτηρία καὶ τὰ ἄλλα μόρια. βούλεται δὲ καὶ αὐτὸς κεκρᾶσθαι δι' ὅλων ἀλλήλοις τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, εἴ τι μεμνήμεθα τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων. ὥστε οὐ τὰ σαφῶς βλεπόμενα κατὰ τὸ σῶμα τἀνθρώπου θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ μόρια στοιχεῖα τῆς τοῦ ἀνθρώπου φύσεώς ἐστιν, ἀλλὰ τὰ τούτων αὐτῶν συνθετικά τε καὶ γεννητικά. ταῦτα δέ ἐστιν ὕδωρ τε καὶ πῦρ ἀήρ τε καὶ γῆ. ἀποδέδεικται δὲ περὶ τούτων ἱκανῶς ἐν τῷ Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων.
[55] Τοιαύτη δὲ καὶ τῶν ζῴων ἐστὶν ἡ φύσις καὶ τῶν ἄλλων ἁπάντων.
Τοιαύτη, φησίν, οὐ μόνον ἡ τοῦ ἀνθρώπου φύσις ἐστίν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐκ θερμοῦ δηλονότι καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκραμένη τῶν ἁπλῶν καὶ ἄκρων. τὰ γὰρ ἐν τῷ μεταξὺ πάντα τὴν κρᾶσιν ἐκ τούτων ἔσχηκεν. ἀδιανόητον οὖν γίνεται τὸ λέγειν ἐκ τῶν μεταξὺ τὴν κρᾶσιν γίνεσθαι τῶν ἐν τῷ μεταξύ. τοῦτο δ' οὐκ αἰσθάνονται λέγοντες οἱ ἐκ τῶν κατὰ τὸ σῶμα βλεπομένων ὑγρῶν καὶ ξηρῶν θερμῶν τε καὶ ψυχρῶν τὴν φύσιν ἡμῶν συγκεῖσθαι φάσκοντες. ἔτι δὲ ἀδιανοητότερον, εἰ καὶ τῶν ἄλλων ἁπάντων ζῴων τε καὶ φυτῶν ἐκ τούτων λέγομεν εἶναι τὴν φύσιν. Ἱπποκράτης μὲν γὰρ εἴρηκε φανερῶς ἐν τῇ ῥήσει καὶ τῶν ἄλλων ἁπάντων τὴν αὐτὴν εἶναι φύσιν. οἱ δ' οὐκ οἶδ' ὅ τι φήσουσιν. ὅταν γοῦν εἰς τὴν γῆν ἐκβληθέντος [56] σπέρματος συκῆς, εἰ τύχοι, γένηται μέγιστον δένδρον, ἀδιανόητόν ἐστι λέγειν οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ' ἑτέρωθεν αὐτῇ τὴν τοσαύτην οὐσίαν ὑπάρξαι. καὶ μὴν ἡ γῆ κατὰ τὸν ἑαυτῆς λόγον ἄκρως ἐστὶ ψυχρά, θερμότητα δ' ἔχει πολλὴν ἡ συκῆ, δι' ἣν ζῇ, καὶ διὰ τοῦτο κἀν τοῖς ἰσχυροῖς χειμῶσι καταψυχομένη οὐ νεκροῦται. δῆλον οὖν ὅτι μὴ μόνον ἐξ ὕδατος καὶ γῆς συνέστηκε τὸ σῶμα τῆς συκῆς, ἀλλὰ καὶ τῆς πυρώδους φύσεως μετείληφεν, εὔδηλον δ' ὅτι καὶ τῆς ἀερώδους, εἴ γε σαφῶς ἐστι τὸ ξύλον αὐτῆς οὐ μόνον τῆς γῆς, ἀλλὰ καὶ τοῦ ὕδατος κουφότερον. ἐκ τῶν τεσσάρων οὖν ἐστι καὶ ἡ συκῆ. καὶ εἴπερ αὕτη, καὶ τὸ σῦκον· οὕτω δὲ καὶ οἱ καρποὶ πάντες· (εἰσὶ δὲ καὶ οἱ πυροὶ καὶ αἱ κριθαὶ καὶ οἱ κύαμοι καὶ τἄλλα Δημήτρια σπέρματα τῶν καρπῶν μόρια)· καὶ αὐτοὶ τοίνυν ἐκ τῶν τεσσάρων συνεστήκασι, γῆς πυρὸς ὕδατός τε καὶ ἀέρος. ἐπεὶ δὲ ἐκ τῆς τῶν καρπῶν τε καὶ φυτῶν ἐδωδῆς οἱ ἐν ἡμῖν γίνονται χυμοί, καὶ οὗτοι δηλονότι τὴν πρώτην ἀρχὴν τῆς γενέσεως ἕξουσιν ὕδωρ καὶ γῆν ἀέρα τε καὶ πῦρ. ἀλλ', ὅπερ [57] ἔφην, ἀποδέδεικται καὶ ταῦτα ἐν τῷ Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων, ὥστ' ἤδη μεταβαίνειν καιρὸς ἐφ' ἑτέραν ῥῆσιν.
Γίνεταί τε ὁμοίως πάντα καὶ τελευτᾷ ὁμοίως ἅπαντα.
Οὐδὲ μαντευσάμενός τις ἔσεσθαί τινας ἀνθρώπους, οἳ παρακούσουσιν αὐτοῦ, τοσαυτάκις ἂν εἶπε ταὐτὸν δόγμα, καθάπερ νῦν ὁ Ἱπποκράτης ἐποίησε πάντα φάσκων, οὐ μόνον ἄνθρωπον, ὁμοίως γίνεσθαι καὶ τελευτᾶν, ὡς προείρηται, ἐκ τῶν τεσσάρων δηλονότι στοιχείων, οὐ τῶν ἐν τῷ σώματι μορίων θερμῶν ἢ ψυχρῶν ἢ ξηρῶν ἢ ὑγρῶν. ἀλλ' εἰσί γε οὕτω τινὲς ἀναίσθητοι λέξεως Ἑλληνικῆς, ὡς οἴεσθαι τὸ κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου θερμὸν καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν αἰσθητῶς διαγινωσκόμενα πάντων εἶναι τῆς γενέσεως κοινὰ στοιχεῖα.
[58] Συνίσταται γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν εἰρημένων πάντων καὶ τελευτᾷ κατὰ τὴν εἰρημένην ἐς τὸ ὠυτό, ὅθενπερ συνέστη ἕκαστον· ἐνταῦθα οὖν καὶ ἀπεχώρησεν.
Ἐπιμένει τῷ δόγματι τὴν φύσιν ἁπάντων ἐκ τῶν εἰρημένων τεττάρων συνίστασθαι καὶ τελευτᾶν εἰς αὐτὰ βουλόμενος. ὅθεν γὰρ ἕκαστον τῶν ὄντων συνέστη, φησίν, ἐνταῦθα καὶ ἀπεχώρησεν, εἰς τὰ κοινὰ δηλονότι στοιχεῖα τοῦ κόσμου, γῆν ὕδωρ ἀέρα τε καὶ πῦρ. ἐσχάτως οὖν ἀγνοοῦσι τὴν Ἱπποκράτους γνώμην οἱ τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον οὔτε ὕδωρ οὔτε πῦρ οὔτε γῆν ἀντὶ τοῦ μηδ' ὅλως ἀκούοντες· ἐφάνη γὰρ οὐ τὸ μηδ' ὅλως εἶναι τὰ κοινὰ πάντων στοιχεῖα κατὰ τὸ σῶμα βουλόμενος τοῦ ἀνθρώπου ὁ Ἱπποκράτης, ἀλλὰ τοὺς ἓν μόνον ἐξ αὐτῶν λέγοντας μεμφόμενος.
[59] Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωυτῷ αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, καὶ ταῦτ' ἐστὶν ἡ φύσις τοῦ σώματος καὶ διὰ ταῦτ' ἀλγέει καὶ ὑγιαίνει.
Συντελέσας τὸν περὶ τῶν κοινῶν στοιχείων λόγον ἐπὶ τὰ τῶν ἐναίμων ζῴων, ὧν ἐστι καὶ ὁ ἄνθρωπος, ἐν τῇ προκειμένῃ ῥήσει μετέβη βουλόμενος ἐξ αἵματος καὶ φλέγματος καὶ χολῆς διττῆς τήν τε ἐξ ἀρχῆς γένεσιν ἡμῶν γίνεσθαι καὶ τὴν ἐν ὅλῳ τῷ βίῳ διαμονὴν ἐκ τούτων ὑπάρχειν καὶ ταῦτα τὴν ὅλην φύσιν εἶναι τοῦ ἀνθρώπου, τῶν μὲν χυμῶν ἐν τοῖς στερεοῖς περιεχομένων, αὐτῶν δὲ τῶν στερεῶν ἐν τῇ πρώτῃ διαπλάσει κυουμένου τοῦ ζῴου τὴν γένεσιν ἐκ τούτων σχόντων. ἐκ γὰρ τοῦ καταμηνίου πάντα τὰ μόρια γέγονεν οὐκ εἰλικρινοῦς αἵματος ὄντος, ἀλλ' ἔχοντος ἐν ἑαυτῷ διττὰς χολὰς καὶ φλέγμα. δείξει γὰρ [60] ὀλίγον ὕστερον τοῦτο. καὶ μέντοι καὶ τὸ ὑγιαίνειν ἡμῖν ἀλγεῖν τε καὶ νοσεῖν ἐκ τούτων φήσει γίνεσθαι καὶ τὸν τρόπον, καθ' ὃν γίνεται ταῦτα, διὰ τῆς ἐχομένης ῥήσεως.
Ὑγιαίνει μὲν οὖν μάλιστα, ὅταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα δυνάμεως καὶ τοῦ πλήθεος καὶ μάλιστα, ἢν μεμιγμένα ᾖ.
Κατὰ πάντας ἰατρούς τε καὶ φιλοσόφους τοὺς τελείους δογματικοὺς ἡ συμμετρία τῶν στοιχείων ὑγείαν ἐργάζεται. διττῆς δ' οὔσης τῷ γένει τῆς ἐν ταῖς λογικαῖς αἱρέσεσι στοιχειώσεως, ἡ μὲν ἑτέρα κατὰ παράθεσίν τε καὶ περιπλοκὴν τῶν πρώτων σωμάτων τὰς γενέσεις τῶν συνθέτων γενέσθαι φησίν, ἡ δὲ ἑτέρα κατὰ κρᾶσιν. ἡ μὲν οὖν προτέρα τὴν συμμετρίαν ἐν τῇ ποροποιίᾳ τίθεται, ἡ δὲ ἑτέρα κατὰ τὴν εὐκρασίαν τῶν στοιχείων ὑγιαίνειν ἡμᾶς φησιν, ἧς δηλονότι δόξης ὁ Ἱπποκράτης [61] ἐστὶν ἡγεμών. οὔσης δὲ διττῆς συμμετρίας, τῆς μὲν ἐν τῇ δυνάμει τῶν κεραννυμένων, τῆς δὲ ἐν τῷ ποσῷ τῆς οὐσίας, ἑκατέρας ἐμνημόνευσεν ὁ Ἱπποκράτης εἰπών· τῆς τε δυνάμεως καὶ τοῦ πλήθεος.
τὸ δ' ἐπὶ τέλει τῆς ῥήσεως εἰρημένον τὸ καὶ μάλιστα, ἢν μεμιγμένα ᾖ, τὴν ἀκρίβειαν τῆς δι' ὅλων αὐτῶν κράσεως ἐνδείκνυται. κατὰ γὰρ τὴν τελείως ἀμεμπτοτάτην τοῦ σώματος διάθεσιν οὐ μόνον ἡ συμμετρία τῶν τεσσάρων στοιχείων, ἀλλὰ καὶ ἡ δι' ὅλων κρᾶσις ἀκριβοῦται. κατὰ δὲ τὰς φαυλοτέρας κράσεις τοῦ σώματος ἐνδέχεταί ποτε καὶ καθ' ἕν τι μόριον οὐκ ἴσως οὐδ' ὁμοίως οὐδὲ δι' ὅλων ἀλλήλοις κεκρᾶσθαι τοὺς χυμούς. ἀλλ' ὅταν γε μηδέπω σαφῶς ἐνέργεια βλάπτηται, μεμπτὴ μέν ἐστιν ἡ ὑγεία, νόσος δὲ οὐδέπω.
Ἀλγέει δ' ὅταν τι τούτων ἔλασσον ἢ πλέον γένηται ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκραμένον ᾖ τοῖς πᾶσιν.
[62] Ὥσπερ ἐπὶ τῆς ὑγείας τὴν ἀκριβῆ συμμετρίαν ἐν ποσότητι καὶ δυνάμει καὶ τῇ δι' ὅλων ἔθετο κράσει, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς νόσου τὰ τούτων ἐναντία τίθεται, τὸ μὲν ἔλασσον ἢ πλέον εἴς τε τὸ ποσὸν τῆς οὐσίας καὶ τὴν δύναμιν ἀνάγων, τὸ δὲ μὴ κεκρᾶσθαι τοῖς πᾶσιν εἰς δυσκρασίαν ἢ ἀνωμαλίαν κράσεως ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ.
Ἀνάγκη γάρ, ὅταν τι τούτων χωρισθῇ καὶ ἐφ' ἑωυτοῦ στῇ, ἔνθεν τε ἐξέστηκεν, οὐ μόνον τοῦτο τὸ χωρίον ἐπίνοσον γίνεσθαι, ἀλλὰ καὶ ἔνθα ‹ἂν› στῇ καὶ ἐπιχυθῇ, ὑπερεμπιπλάμενον ὀδύνην τε καὶ πόνον παρέχειν.
Ὅταν τῶν τεσσάρων τις χυμῶν αὐτὸς καθ' ἑαυτὸν ἵστηταί που κατά τι μόριον ἀποχωρισθεὶς τῶν ἄλλων καὶ μὴ κεκραμένος ᾖ ὅλος δι' ὅλων αὐτοῖς, ὀδυνᾶται τὸ ζῷον ἐν δυσκρασίᾳ γενομένων ἀμφοτέρων [63] τῶν μορίων, ἔνθεν τε ἐξέστη καὶ εἰς ὃ μετέστη. καὶ μάλιστα τοῦτο γίνεται κατὰ τοὺς ἰσχυρὰς ἔχοντας τὰς δυνάμεις χυμούς· οὗτοι γὰρ οὐ μόνον τῷ ποσῷ βαρύνοντες τὸ μόριον, εἰς ὃ κατέσκηψαν, ἀλλὰ καὶ τῷ ποιῷ τὴν ὀδύνην ἐργάζονται θερμαίνοντες ἢ ψύχοντες σφοδρῶς.
Καὶ γάρ, ὅταν τι τούτων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις.
Ἀντὶ τοῦ πλεονάζοντος ἀκουστέον εἰρῆσθαι νῦν τὸ ‹πλέον τοῦ› ἐπιπολάζοντος ἤ, εἴπερ μὴ τοῦτό τις ἀκούειν ἐθέλει, τὸ μὴ κεκραμένον ἅπασι τοῖς ἄλλοις ἐπιπολάζον οἰητέον εἰρῆσθαι· πιθανὸν γὰρ ἑκάτερον αὐτῶν.
Ἤν τ' αὖθις εἴσω ποιήσηται τὴν κένωσιν καὶ τὴν μετάστασιν καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, [64] πολλή γ' αὐτῷ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε ἐξέστηκε καὶ ἔνθα ὑπερέβαλεν.
Ὅτι προείρηται τοῦτο, καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν κατὰ τὰ εἰρημένα. τῇ λέξει γάρ, οὐ τῇ δυνάμει τῆς νῦν εἰρημένης ῥήσεως διήνεγκεν ἡ μικρὸν ἔμπροσθεν ὑπ' αὐτοῦ γεγραμμένη, καθ' ἣν οὕτως εἶπεν· ἀνάγκη γάρ, ὅταν τι τούτων χωρισθῇ καὶ ἐφ' ἑωυτοῦ στῇ, ἔνθεν τε ἐξέστηκεν, οὐ μόνον τοῦτο τὸ χωρίον ἐπίνοσον γίνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν στῇ καὶ ἐπιχυθῇ, ὑπερεμπιπλάμενον ὀδύνην τε καὶ πόνον παρέχειν.
Εἶπον δή, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφαίνειν αἰεὶ ταῦτα ἐόντα καὶ κατὰ νόμον καὶ κατὰ φύσιν.
κατὰ νόμον μὲν εἶπε δηλῶσαι βουλόμενος τὴν τῶν ἀνθρώπων δόξαν, ἣν ἔχουσι περὶ αὐτῶν, κατὰ φύσιν δὲ τὴν αὐτῶν τῶν πραγμάτων ἀλήθειαν.
[65] προσέχωμεν οὖν ἤδη ταῖς ἑξῆς ῥήσεσιν, ἵνα γνῶμεν, εἰ, ὅπερ ὑπέσχετο κατὰ τὰς ἀρχὰς τοῦ συγγράμματος, νῦν ἀποδίδωσι.
Φημὶ δὲ εἶναι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν· καὶ τουτέων μὲν πρῶτον κατὰ νόμον καὶ τὰ ὀνόματα διωρίσθαι φημὶ καὶ οὐδενὶ αὐτέων τὸ αὐτὸ ὄνομα εἶναι, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι οὔτε τὸ αἷμα τῇ χολῇ οὔτε τὴν χολὴν τῷ φλέγματι. πῶς γὰρ ἂν ἐοικότα ταῦτ' εἴη ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνεται προσορώμενα οὔτε τῇ χειρὶ ψαυόμενα ὅμοια δοκεῖ εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν οὔτε ψυχρὰ οὔτε ξηρὰ οὔτε ὑγρά.
Καὶ σαφὴς ὁ λόγος αὐτοῦ πᾶς ἐστι καὶ ἀποδείκνυσιν, ὃ προὔθετο. κατὰ μὲν γὰρ τὴν προκειμένην ταύτην ῥῆσιν ἔδειξε τέσσαρας εἶναι χυμοὺς [66] ἐν τῷ σώματι διαφέροντας ἀλλήλων, ἐν δὲ ταῖς ἐφεξῆς, ὅτι καὶ κατὰ φύσιν εἰσὶν οὗτοι πάντες, οὐχ εἷς ἐξ αὐτῶν. ἀλλ' ἔν γε τῇ προκειμένῃ ταύτῃ ῥήσει καὶ χροιᾷ καὶ συστάσει καὶ θερμότητι καὶ ψυχρότητι ‹καὶ ὑγρότητι καὶ ξηρότητι› διαφέρειν ἀλλήλων φησὶ τοὺς χυμούς· καὶ γὰρ καὶ φαίνεται σαφῶς ταῦτα.
προσκρούσει δὲ ἴσως τισὶ τὸ καὶ ξηρότητι χυμὸν χυμοῦ διαφέρειν, ἁπάντων τῶν χυμῶν ὑγρῶν ὄντων. ἀναιρείτωσαν οὖν οὗτοι καὶ τὸ μηδ' ὑγρότητι διαφέρειν αὐτούς· εἴπερ δ' ὑγρότερον ἕτερον ἑτέρου συγχωροῦσιν εἶναι, συγχωρεῖν ἀναγκασθήσονται καὶ τὸν ἧττον ὑγρὸν ἐπιμιξίᾳ τοῦ ξηροῦ στοιχείου τοιοῦτον εἶναι. καὶ μέντοι καὶ φαίνεται σαφῶς τοῦτο κατὰ πάντας τοὺς χυμούς· ἥ τε γὰρ ξανθὴ χολὴ πολλάκις μὲν ἐξυγραίνεται σφοδρῶς, ἡνίκα μηδὲ ξανθόν, ἀλλ' ὠχρὸν αὐτῆς γίνεται τὸ χρῶμα, πολλάκις δ' ὥσπερ λέκιθος γίνεται παχεῖα, διὸ καὶ λεκιθώδης ὀνομάζεται πρός τινων· ἥ τ' αὖ μέλαινα διὰ παντὸς ‹μέν› ἐστι παχυτέρα τῆς ὠχρᾶς τε καὶ ξανθῆς, οὐκ ὀλίγον δὲ οὐδὲ κατὰ ταύτην ἐστὶ τὸ μᾶλλόν τε καὶ ἧττον, ὥσπερ γε καὶ κατὰ τὸ αἷμα· φαίνεται γὰρ καὶ τοῦτο ποτὲ μὲν οὕτως ὑγρόν, ὡς ῥεῖν, ποτὲ δ' ἱκανῶς παχύ. τὸ [67] φλέγμα δὲ ἔχον τὴν αὐτὴν ἀναλογίαν ἰδεῖν ἔστι τῇ κατὰ τοὺς εἰρημένους χυμούς· ὑπαλλάττεται γὰρ ἐν πάχει καὶ λεπτότητι ποτὲ μὲν ὑδατῶδες ὄν, ἔστι δ' ὅτε παχυνόμενον, ὡς ἐοικέναι πύῳ. συμβαίνει δὲ τοῦτο τοῖς χυμοῖς ὡς ἂν οὐκ οὖσιν ὄντως στοιχείοις, ὥσπερ ὕδωρ καὶ γῆ, ἀὴρ καὶ πῦρ ἐστιν. ἕκαστος γὰρ αὐτῶν ἐκ τῶν τεσσάρων τούτων γέγονεν ἐπικρατοῦντος ἄλλου κατ' ἄλλον αὐτῶν, ὡς δὴ πολλάκις ἐμάθετε.
Ἀνάγκη τοίνυν, ὅτε τοσοῦτον διήλλακται τὴν ἰδέην τε καὶ τὴν δύναμιν ἀλλήλων, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ἕν ἐστιν.
Ἀλλόκοτος μὲν ἡ δόξα τῶν ἡγουμένων ἓν εἶναι τὸν ἄνθρωπον, ὅμως μὴν ὁ Ἱπποκράτης ἀντιλέγων αὐτῇ φαίνεται διὰ σπουδῆς, ἴσως τινῶν κατ' αὐτὸν ὄντων ἐπιφανῶν ἀνδρῶν, οἳ ταύτην ἐπρέσβευον τὴν δόξαν. ὅπου γὰρ καὶ συγγράμματα πλεῖστα παλαιῶν ἀνδρῶν οὐκέτι σῴζεται, πολὺ δὴ μᾶλλον οὐδὲ τὰς ἀγράφους δόξας εἰκός ἐστιν αὐτῶν [68] διασῴζεσθαι καὶ μάλισθ', ὅτι μηδ' ἔγραψαν ἔνιοι σύγγραμμα μηδέν, ὥσπερ ὅ τε Σωκράτης καὶ ὁ Πυθαγόρας καὶ τῶν καθ' ἡμᾶς ἐνδόξων ἰατρῶν Κόιντος. ἔτι δὲ μᾶλλον ἔστι πιστεῦσαι πολλοὺς ἄνδρας ἐπιφανεῖς γεγονέναι ζῶντας, ἀποθανόντων δ' αὐτῶν ἀπολωλέναι τὰς περὶ τῶν δογμάτων ὑπολήψεις, ὁπότε καὶ Πλάτωνος τοσαῦτα συγγράμματα γράψαντος ὅμως οἱ μαθηταὶ λέγουσιν εἶναί τινα παρὰ τὰ γεγραμμένα τῶν ἀγράφων δογμάτων αὐτοῦ. ὥσπερ δὲ τοῖς μαθηταῖς ἄγραφα δόγματα λέγουσιν εἶναι πιστεύομεν, οὕτω καὶ τῷ Ἱπποκράτει πιστεύομεν εἶναί τινας, οἳ γῆν μόνην ἔλεγον εἶναι κοινὸν ἁπάντων στοιχεῖον, ἐν ἀνθρώπῳ δὲ χολὴν ἢ φλέγμα. καὶ γὰρ καὶ νῦν οἶδά τινας ἀλλόκοτα γεγραφότας, ὧν τὰ συγγράμματα τοῖς μὲν ἤδη συναπέθανε, τοῖς δὲ συντεθνήξεται, καθάπερ καὶ τοῦ λέγοντος ἁπάντων εἶναι μητέρα καὶ τιθήνην καὶ ἀρχὴν καὶ στοιχεῖον τὴν γῆν· αὐτὴν γὰρ καὶ τὸν οὐρανὸν γεννῆσαι, καθάπερ Ἡσίοδός φησι, καὶ τὰ ζῷα τὰ κατ' αὐτήν. καὶ τῶν Ἀρχιγενείων δέ τις, ἀνὴρ οὐ φαυλότατος, ἐπέπειστο μήτ' ἐν [69] ταῖς εἰσπνοαῖς εἴσω τοῦ σώματος ἰέναι τὸν ἀέρα μήτ' ἐν ταῖς ἐκπνοαῖς ἔξω. καὶ ἄλλος τις ἐβούλετο τὸν πρῶτον καὶ στοιχειώδη χυμὸν εἶναι φλέγμα. μὴ τοίνυν ζητήσωμεν ὀνόματα τῶν τὰς ἀλλοκότους δόξας ταύτας πρῶτον ἀποφηναμένων, εἴ γε, ὅτι Θαλῆς ἀπεφήνατο στοιχεῖον μόνον εἶναι τὸ ὕδωρ, ἐκ συγγράμματος αὐτοῦ δεικνύναι οὐκ ἔχομεν, ἀλλ' ὅμως ἅπασι καὶ τοῦτο πεπίστευται.
Γνοίης δ' ἂν τοῖσδε, ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστίν, ἀλλ' ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτοῦ ἕκαστον· εἰ γὰρ διδοίης ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα ἄγει, ἀπεμεῖταί σοι φλέγμα, καὶ εἰ δοίης φάρμακον, ὅ τι χολὴν ἄγει, ἐμεῖταί σοι χολήν· κατὰ τὰ αὐτὰ δὲ καὶ χολὴν μέλαιναν καθαίρει, ἢν δῷς φάρμακον, ὅ τι χολὴν μέλαιναν ἄγει, καὶ ἢν τρώσῃς αὐτῷ τοῦ σώματος μέρος τι, ὥστε ἕλκος γενέσθαι, [70] ῥυήσεται αὐτῷ αἷμα. καὶ ταῦτα ποιήσει πάντα σοι πᾶσαν ἡμέραν τε καὶ νύκτα καὶ χειμῶνός τε καὶ θέρους, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν ἐς ἑωυτὸν καὶ πάλιν μεθιέναι ἢ ἔστ' ἄν τινος τούτων στερηθῇ τῶν ξυγγεγονότων. ξυγγέγονε δὲ ταῦτα τὰ εἰρημένα· πῶς γὰρ οὐ ξυγγέγονε; πρῶτον μὲν γὰρ φανερός ἐστιν ὁ ἄνθρωπος ἔχων ἐν ἑωυτῷ ταῦτα πάντα ἰδεῖν, ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου ταῦτα πάντα ἔχοντος, ἔπειτα τέθραπται ἐν ἀνθρώπῳ ταῦτα πάντα ἔχοντι, ὅσα ἐγώ φημί τε καὶ ἀποδείκνυμι.
Ἐν μὲν τῇ προτέρᾳ ῥήσει δέδεικται πρὸς αὐτοῦ σαφῶς τε ἅμα καὶ ἀληθῶς, ὡς ἔχει ‹διὰ παντὸς ὁ ἄνθρωπος› ἐν ἑαυτῷ ταῦτα πάντα, χολὰς καὶ φλέγμα καὶ αἷμα, κατὰ δὲ τὴν προκειμένην οὐ τοῦτο μόνον ἐπιδείκνυσιν, ἀλλ' ὅτι καὶ κατὰ φύσιν ἔστιν ‹ἐν αὐτῷ πάντα ταῦτα›, οὔ, καθάπερ ἔνιοί φασιν, ἓν ἐξ αὐτῶν. αἱ μὲν οὖν ἄλλαι δόξαι τῶν ἕνα λεγόντων εἶναι κατὰ φύσιν ἐν τῷ σώματι χυμὸν εὐέλεγκτοι, ἡ δὲ τῶν [71] τὸ αἷμα φασκόντων οὐκ εὐκαταφρόνητος, ἀλλὰ μεγάλου τινὸς ἀγῶνος δεῖται πρὸς τὸ καταβαλεῖν αὐτήν. ἐνστήσασθαι δὲ καιρὸς ἤδη τὴν ἀρχὴν ἀπὸ τοῦ πρόσθεν εἰρημένου τἀνδρὶ ποιησαμένους. λέγει δὲ ὧδέ πως· ἀξιῶ δ' ἔγωγε τὸν φάσκοντα αἷμα μοῦνον εἶναι τὸν ἄνθρωπον καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα τὴν ἰδέην μηδὲ γίνεσθαι παντοῖον, ἀλλ' ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίης τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἓν ἐὸν φαίνεται μοῦνον ὁ ἄνθρωπος· εἰκὸς γάρ ἐστιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ' ἑωυτοῦ ἓν ἐόν. ἐὰν οὖν τούτῳ τῷ λόγῳ προσθῇς τὸ κατὰ τὴν νῦν ἡμῖν προκειμένην ῥῆσιν ἀποδεικνύμενον, ὁλόκληρον ἐργάσῃ τὸ δόγμα τοῦ Ἱπποκράτους. ἀποδείκνυται γὰρ ἐνταῦθα μήτε ὥραν ἐνὸν εἶναί τινα τοιαύτην μήθ' ἡλικίαν, ἐν ᾗ τὸν ἄνθρωπον ἐπιδείξει τις οὐ μετέχοντα τῶν ἄλλων χυμῶν, ‹οὐ διὰ τῶν κενώσεων μόνον τῶν κοινῶν›, ἀλλὰ καὶ διὰ τῶν καθάρσεων· καὶ γὰρ ἐὰν δῷς τινι φάρμακον ἤτοι χολὴν ἄγον ἢ φλέγμα, [72] κενούμενον ὄψει τὸ πρὸς αὐτοῦ πεφυκὸς ἕλκεσθαι, ὡς ἐν παντὶ καιρῷ πάντων περιεχομένων ἐν τῷ σώματι.
τούτῳ δὲ ἐνίστανται τῷ λόγῳ τινὲς οὐ συγχωροῦντες ἕλκειν τὸ καθαρτικὸν ἐκ τοῦ σώματος τὸν οἰκεῖον χυμόν, ἀλλὰ μεταβάλλειν εἰς ἣν αὐτὸ πέφυκεν ἰδέαν. ἀλλ' ὅτι γε ψευδὴς ὁ λόγος αὐτῶν, ἐπιδέδεικται μὲν ἡμῖν καθ' ἓν ὑπόμνημα Περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως ἐπιγεγραμμένον· εἰρήσθω δὲ καὶ νῦν ἕν τι τῶν ἐν ἐκείνῳ λεγομένων ἕνεκα παραδείγματος. ἐθεάσασθε γὰρ ἐπ' αὐτῶν τῶν ἔργων τῆς τέχνης οὐκ ὀλιγάκις ἐλεγχομένους τοὺς μὴ συγχωροῦντας ἕλκεσθαι τὸ κενούμενον ὑπὸ τῶν καθαιρόντων φαρμάκων· οἷον οἱ ὑδεριῶντες τῷ ἀσκίτῃ καλουμένῳ, λαβόντες μὲν ὑδραγωγὸν φάρμακον, ἐκκενοῦνται πλῆθος οὐκ ὀλίγον ὑδατώδους ὑγρότητος καὶ προσστέλλονται τὸν ὄγκον τῆς γαστρός, εἰ δὲ χολῆς ξανθῆς ἢ μελαίνης ἀγωγὸν αὐτοῖς τις δοίη φάρμακον, ὀλιγοστόν τ' ἐκκενοῖ τὸν χυμὸν ὅ τ' ὄγκος αὐτοῖς τῆς γαστρὸς οὐ μόνον οὐδὲν ἐλάττων, ἀλλὰ καὶ μείζων γίνεται. τοὐναντίον δὲ συμβαῖνον ἐπὶ τῶν δι' ἔμφραξιν [73] ἥπατος ἰκτεριώντων ἐθεάσασθε· προεκφραχθέντος γὰρ αὐτοῖς τοῦ σπλάγχνου διὰ τῶν τοῦτο δρᾶν δυναμένων φαρμάκων, ὅταν ἐπιδοθῇ τὸ χολαγωγόν, ἥ τε κένωσις παμπόλλη γίνεται τοῦ πλεονάζοντος χυμοῦ παύεταί τε παραχρῆμα τὸ πάθημα. τὸ δὲ τούτοις ἀνάλογον ἴστε κἀπὶ τῶν ὑπὸ φλέγματος ἢ χολῆς μελαίνης ἐνοχλουμένων γινόμενον· καὶ γὰρ κενοῦταί ‹τε› πάμπολυς ὁ λυπῶν χυμὸς οἵ τε κάμνοντες ὀνίνανται μεγάλως. εἰ τοίνυν ἕλκεται μὲν ἐκ ‹τοῦ σώματος ὑπὸ› τῶν καθαρτικῶν φαρμάκων τοιαῦτα, τὰ δὲ φάρμακα κατὰ πᾶσαν ἡλικίαν τε καὶ ὥραν καθαίρει, διὰ παντός εἰσιν οἱ τέτταρες χυμοὶ κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου. ἐχρῆν γάρ, καθάπερ ἔμπροσθεν ἐλέχθη, κἂν μίαν γοῦν τινα ὥραν τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίας τοῦ ἀνθρώπου φαίνεσθαι μόνον ἔχουσαν τὸ αἷμα, τῆς δόξης ἀληθοῦς ὑποτεθείσης εἶναι τῶν ἀποφηναμένων αἷμα μόνον εἶναι τὴν τοῦ ἀνθρώπου φύσιν, ὅπερ ἐστὶ ταὐτὸν τῷ ἐξ αἵματος μόνου διαπεπλάσθαι πάντ' αὐτοῦ τὰ μόρια τρέφεσθαί τε διὰ παντὸς αἵματι μόνῳ. διττῶς δὲ τοῦ αἵματος λεγομένου, τοῦ μέν, ὅπερ ἐν ταῖς φλεβοτομίαις κἀν τοῖς τραύμασι κενούμενον φαίνεται, μετέχοντος, [74] ὡς ἐδείκνυμεν, ἀμφοτέρων τε τῶν χολῶν καὶ τοῦ φλέγματος, ἑτέρου δὲ τοῦ καθαροῦ τε καὶ εἰλικρινοῦς ἀμίκτου τε τῶν ἄλλων χυμῶν, ἐκ μὲν τοῦ κατὰ τὸ πρότερον σημαινόμενον αἵματος ἀληθὲς ἴσως ἐστὶ διαπλάττεσθαι τὸ κυούμενον, ἐκ δὲ τοῦ κατὰ τὸ δεύτερον οὐκ ἀληθές· οὐδέποτε γὰρ ἐν ταῖς κυούσαις μόνον γίνεται τοῦτο. διὰ τί δὲ προσέθηκα τῷ λόγῳ τὸ ἴσως, οἶμαι γινώσκειν ὑμᾶς· ἐν γὰρ τοῖς Περὶ σπέρματος ὑπομνήμασιν ἐδείχθη τὰ πλεῖστα μόρια τοῦ σώματος ἐκ τοῦ σπέρματος γινόμενα μόνων τῶν σαρκωδῶν ἐξ αἵματος διαπλασσομένων. ἀλλ' ἐπεὶ μὲν τοῦ σπέρματος ὀλίγος ἐστὶν ὁ καταβαλλόμενος εἰς τὰς μήτρας ὄγκος, ἡ τροφὴ δὲ αὐτῷ καὶ ἡ αὔξησις ἐκ τοῦ αἵματος γίνεται, διὰ ταῦτ' ἄν τις ὀλίγου δεῖν ἐξ αἵματος φαίη διαπλάττεσθαι τὰ μόρια. καθ' ὅσον δὲ τὸ σπέρμα τὴν γένεσιν ἐξ αἵματος ἔσχε, κατὰ τοῦτο ἄν τις ἐξ αἵματος εἶναι λέγων τὴν γένεσιν τοῦ κυουμένου δόξειεν ἀληθεύειν, ἀλλ' οὐκ ἐξ εἰλικρινοῦς αἵματος, ἀμίκτου τῶν ἄλλων χυμῶν, ἀλλ' ἐκ τοῦ κατ' ἐπικράτειαν ὠνομασμένου.
[75] τοιαύτη μέν τίς ἐστιν ἡ ὅλη διάνοια τῆς προκειμένης ῥήσεως. τῶν δὲ κατὰ μέρος ἐν αὐτῇ πρῶτον μὲν ἐπισημήνασθαι προσήκει τὸ κοινὸν οὐ μόνον ἰατρῶν ἔθος, ἀλλὰ καὶ πάντων Ἑλλήνων, ὀνομαζόντων χολὴν ἄνευ προσθήκης, ὅταν τὴν ὠχρὰν ἢ τὴν ξανθὴν δηλῶσαι βουληθῶσιν. ὅτι δὲ ἄμφω ταῦτα τὰ ὀνόματα καθ' ἑνὸς εἴδους χυμοῦ λέγεται διαφέροντος ὑγρότητι καὶ ξηρότητι, μικρὸν ἔμπροσθεν εἴρηταί μοι. τὰς δὲ ἄλλας ἁπάσας χολὰς μετὰ προσθήκης ὀνομάζουσιν ἰώδη καλοῦντες ἢ μέλαιναν ἢ ἐρυθρὰν ἢ πρασοειδῆ. δεύτερον δ' ἐπὶ τῷδε κατὰ τὴν προκειμένην ῥῆσιν ἐπισημήνασθαι προσῆκον, ἔνθα φησί· μέχρις ἂν δυνατὸς ᾖ ἕλκειν τὸ πνεῦμα εἰς ἑωυτὸν καὶ πάλιν μεθιέναι. δῆλος γάρ ἐστι τὴν μὲν εἰσπνοὴν ἑλκόντων τῶν ἀναπνευστικῶν ὀργάνων τὸν ἔξωθεν ἀέρα βούλεσθαι γινομένην, τὴν δ' ἐκπνοὴν μεθιέντων. εἶτα τρίτον, ἔνθα φησίν· ἔστ' ἄν τινος στερηθῇ τῶν ξυγγεγονότων. βούλεται γὰρ οὐ μόνον, ὅταν αἵματος στερηθῇ, τὸ ζῷον ἀποθνῄσκειν, ἀλλὰ κἂν φλέγματος ἢ ξανθῆς ἢ μελαίνης χολῆς.
[76] Οἱ δὲ λέγοντες, ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ χρέεσθαι· ὁρῶντες τοὺς πίνοντας τὰ φάρμακα ἀπολλυμένους ἐν τῇσιν ὑπερκαθάρσεσι τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦτο ἕκαστον αὐτῶν ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, ὅ τι καθαιρόμενον αὐτὸν εἶδον ἀποθανόντα. καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτῇ γνώμῃ χρέονται· ὁρῶντες ἀποσφαζομένους τοὺς ἀνθρώπους καὶ τὸ αἷμα ῥέον ἐκ τοῦ σώματος τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν τῷ ἀνθρώπῳ. καὶ μαρτυρίοισι τουτέοισι πάντες χρέονται ἐν τοῖσι λόγοισιν.
Οἱ δὲ λέγοντες, φησίν, ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, ὡς πολλῶν ὄντων τῶν λεγόντων, οὐχ ἑνός. ἐξ ὧν δ' οὖν ἑαυτοὺς ἐπεπείκεσαν οἱ τῶν τεττάρων χυμῶν ἕνα τινὰ νομίσαντες ἱκανὸν εἶναι γεννῆσαι τὸν ἄνθρωπον, αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσεν, ἀπιθάνων μὲν ἡμῖν, ὡς ἔφην, [77] ἐκείνοις δὲ δηλονότι πιθανῶν φαινομένων. ἐν γὰρ ταῖς ὑπερκαθάρσεσιν ἄλλος ἄλλον ὑπ' ἄλλου καὶ ἄλλου χυμοῦ τελέως ἐκκενωθέντος ὁρῶντες ἀπολλύμενον ἐκεῖνον μόνον ἐνόμισαν εἶναι τὸν χυμὸν τὴν φύσιν τοῦ ἀνθρώπου.
Καίτοι πρῶτον μὲν ἐν τῇσιν ὑπερκαθάρσεσιν οὐδείς που ἀπέθανε χολὴν μόνην καθαρθείς, ἀλλ', ὁπόταν πίῃ τις φάρμακον, ὅ τι χολὴν ἄγει, πρῶτα μὲν χολὴν ἐμέει, ἔπειτα δὲ καὶ φλέγμα, ἔπειτα ἐπὶ τούτοισιν ἐμέουσι καὶ χολὴν μέλαιναν ἀναγκαζόμενοι, τελευτῶντες δὲ καὶ αἷμα ἐμέουσι καθαρόν.
Κἀνταῦθα πάλιν σαφῶς ἐδήλωσε τὸ ἔθος τῶν Ἑλλήνων χολὴν μὲν ὀνομαζόντων πολλάκις ἄνευ προσθήκης τὴν ξανθήν, τὴν μέλαιναν δὲ μετὰ προσθήκης ἀεί. τὸ δ' ἐν ὅλῃ τῇ ῥήσει δηλούμενον σαφές· οὐδένα [78] γάρ φησιν ἀποθανεῖν ἕνα μόνον χυμὸν ἐκκαθαρθέντα· συνεκκενοῦσθαι γὰρ ἀεὶ καὶ τοὺς ἄλλους αὐτῷ.
Τὰ αὐτὰ δὲ πάσχουσι καὶ ὑπὸ τῶν φαρμάκων τῶν φλέγμα ἀγόντων· πρῶτον μὲν φλέγμα ἐμέουσιν, ἔπειτα ξανθὴν χολήν, ἔπειτα μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρόν, ἐφ' ᾧ ἀποθνῄσκουσιν.
Μετὰ τὸ κενωθῆναι τὸν οἰκεῖον τῷ καθαρτικῷ φαρμάκῳ χυμὸν ἐφεξῆς αὐτῷ πρῶτος μὲν ὁ τῶν ἄλλων εὐαγωγότατος ἕπεται, μετ' ἐκεῖνον δὲ ὁ τὴν δευτέραν ἐπὶ τούτῳ τάξιν ἔχων, κἄπειτα τὸ αἷμα πάντων ὕστατον, ὡς ἂν οἰκειότατος ὢν τῇ φύσει χυμός· ἀσφαλὲς γὰρ φάναι περὶ αὐτοῦ τό γε τοσοῦτον, ὡς, εἰ καὶ μὴ μόνος ἐστὶν ἡ φύσις τοῦ ἀνθρώπου, ἀλλ' οἰκειότατός γε ἁπάντων τῶν ἄλλων.
[79] Τὸ γὰρ φάρμακον, ὁκόταν εἰσέλθῃ εἰς τὸ σῶμα, πρῶτον μὲν ἅπαν ἄγει, ὃ ἂν αὐτῷ κατὰ φύσιν ᾖ μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων, ἔπειτα δὲ καὶ τὰ ἄλλα ἕλκει τε καὶ καθαίρει, ὥσπερ τὰ φυόμενά τε καὶ σπειρόμενα, ὁκόταν εἰς τὴν γῆν ἔλθῃ, ἕλκει ἕκαστον τὸ κατὰ φύσιν ἑωυτῷ ἐνεὸν ἐν τῇ γῇ· ἔνι δὲ καὶ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν καὶ παντοῖον· πρῶτον μὲν οὖν τοῦτο πλεῖστον εἴρυσεν εἰς ἑωυτό, ὅ τι ἂν ᾖ αὐτῷ κατὰ φύσιν μάλιστα, ἔπειτα δ' ἕλκει καὶ τὰ ἄλλα. τοιοῦτον δή τι καὶ τὰ φάρμακα ποιεῖ ἐν τῷ σώματι· ὁκόσα γὰρ τὴν χολὴν ἄγει, πρῶτον μὲν ἀκρητεστάτην ἐκάθηρε τὴν χολήν, ἔπειτα δὲ μεμιγμένην, καὶ τὰ τοῦ φλέγματος φάρμακα πρῶτον μὲν ἀκρητέστατον τὸ φλέγμα ἄγει, ἔπειτα δὲ μεμιγμένον, καὶ τοῖσιν ἀποσφαζομένοισι τὸ αἷμα ῥεῖ πρῶτον θερμότατόν τε καὶ ἐρυθρότατον, ἔπειτα δὲ ῥεῖ φλεγματωδέστερόν τε καὶ χολωδέστερον.
[80] Σαφὴς ἡ ῥῆσίς ἐστι γράφοντος αὐτοῦ τὰ μαρτύρια τοῦ προκειμένου λόγου, καθ' ὃν ἔφη τὸ φάρμακον, ὅταν εἰς τὸ σῶμα ἔλθῃ, πρῶτον μὲν τὸν οἰκεῖον ἕλκειν αὐτῷ χυμόν, ἔπειτα δὲ καὶ τοὺς ἄλλους. μεμνῆσθαι δὲ χρὴ καὶ περὶ τῶν φυτῶν αὐτοῦ λέγοντος ἕλκειν καὶ ταῦτα εἰς ἑαυτὰ τὸ κατὰ φύσιν ἕκαστον αὐτῷ· περιέχεσθαι γὰρ ἐν τῇ γῇ καὶ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν καὶ παντοῖον· ὥσπερ δηλονότι καὶ κατὰ τὸν ἄνθρωπον ὀξὺ μὲν τὴν μέλαιναν χολήν, πικρὸν δὲ τὴν ξανθήν, γλυκὺ δὲ τὸ αἷμα καὶ ἁλμυρὸν τὸ φλέγμα· καὶ γὰρ καὶ τοιοῦτόν ἐστί τι φλέγμα, καθάπερ ἄλλο γλυκὺ καὶ ἕτερον ὀξὺ καί τι ἕτερον μηδεμίαν ἔχον ἐπίσημον ποιότητα. διὰ τοῦτό μοι δοκεῖ καὶ κατὰ τὸ τέλος τῆς ῥήσεως προσθεῖναι τὸ καὶ παντοῖον, οὐ μόνον ἐν τῷ φλέγματι διαφορὰς ὁρῶν παμπόλλας, ἀλλὰ καὶ κατὰ τοὺς ἄλλους χυμούς. ὥσπερ γὰρ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρόν, οὕτω καὶ στρυφνόν τι καὶ αὐστηρὸν καὶ δριμὺ καὶ λιπαρὸν εἶδός ἐστι χυμῶν ἔν τε τοῖς ζῴοις καὶ τοῖς φυτοῖς καὶ δηλονότι καὶ κατὰ τὴν γῆν ἀνάλογον αὐτοῖς.
[81] Αὔξεται δὲ ἐν τῷ ἀνθρώπῳ τὸ μὲν φλέγμα τοῦ χειμῶνος· τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύσιν ἐστὶ μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων· ψυχρότατον γάρ ἐστι. τεκμήριον δὲ τουτέου, ὅτι τὸ φλέγμα ψυχρότατον· εἰ θέλεις ψαῦσαι φλέγματος καὶ χολῆς καὶ αἵματος, τὸ φλέγμα εὑρήσεις ψυχρότατον ἐόν· καίτοι γλισχρότατόν ἐστι καὶ βίῃ μάλιστα ἄγεται μετά γε χολὴν μέλαιναν· ὅσα δὲ βίῃ ἄγεται, θερμότερα γίνεται ἀναγκαζόμενα ὑπὸ τῆς βίης· ἀλλὰ ὅμως καὶ πρὸς ταῦτα πάντα ψυχρότατον ἐὸν τὸ φλέγμα φαίνεται ὑπὸ τῆς φύσεως τῆς ἑωυτοῦ. ὅτι δὲ ὁ χειμὼν πληροῖ τὸ σῶμα φλέγματος, γνοίης ἂν τοῖσδε· οἱ ἄνθρωποι πτύουσί τε καὶ ἐκμύσσονται φλεγματωδέστατον τοῦ χειμῶνος, καὶ τὰ οἰδήματα αὐτοῖς λευκὰ γίνεται μάλιστα κατὰ ταύτην τὴν ὥρην καὶ τὰ ἄλλα νοσήματα φλεγματώδεα.
[82] Σαφὴς ἡ ῥῆσίς ἐστιν ὅλη καὶ προσέχοντος δεομένη τοῦ ἀναγινώσκοντος, οὐκ ἐξηγητοῦ σαφηνίζοντος αὐτήν.
τὸ δ' ἐπὶ τῇ τελευτῇ γεγραμμένον καὶ τὰ ἄλλα νοσήματα φλεγματώδεα κατὰ μὲν τὴν ‹χωρὶς τοῦ ἄρθρου γραφὴν ὧδέ τινες ἐξηγοῦνται· καὶ τὰ οἰδήματα λευκὰ γίνεται μάλιστα κατὰ ταύτην τὴν ὥραν καὶ πολλὰ γίνεται κατ' αὐτήν τε καὶ ἔστιν ἄλλα νοσήματα φλεγματώδη, κατὰ δὲ τὴν› μετὰ τοῦ ἄρθρου γραφὴν ὁ νοῦς ἔσται τῆς λέξεως τοιοῦτος· τὰ οἰδήματα λευκὰ γίνεται μάλιστα κατὰ τὸν χειμῶνα καὶ τὰ ἄλλα δὲ νοσήματα φλεγματώδη γίνεται κατὰ τοῦτον τὸν χρόνον. ἀμέλει καὶ οἱ πυρετοί, καθάπερ ἐν θέρει χολωδέστεροι τοὐπίπαν, οὕτως ἐν χειμῶνι φλεγματωδέστεροι.
Τοῦ δὲ ἦρος τὸ φλέγμα ἔτι μένει ἰσχυρὸν ἐν τῷ σώματι καὶ τὸ αἷμα αὔξεται· τά τε γὰρ ψύχεα ἐξανίει καὶ τὰ ὕδατα ἐπιγίνεται, τὸ δὲ αἷμα κατὰ τὰ αὐτὰ αὔξεται ὑπό τε τῶν ὄμβρων ὑπό τε τῶν θερημεριῶν· κατὰ φύσιν γὰρ αὐτῷ ταῦτά ἐστι μάλιστα τοῦ ἐνιαυτοῦ· ὑγρόν τε γάρ ἐστι καὶ θερμόν. γνοίης δ' ἂν τοῖσδε· οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος μάλιστα ὑπό τε τῶν δυσεντεριῶν ἁλίσκονται καὶ ἐκ τῶν ῥινῶν τὸ αἷμα ῥεῖ αὐτοῖσι καὶ θερμότατοί εἰσι καὶ ἐρυθρότατοι.
[83] Ἔστι μὲν καὶ τῆσδε τῆς ῥήσεως ἡ λέξις σαφής· εἴρηται δ' ἐν τῷ πρώτῳ τῶν Περὶ κράσεων, ὅτι τε βέλτιον ἦν τὸ ἔαρ εὔκρατον, οὐχ ὑγρὸν καὶ θερμὸν λέγεσθαι διὰ τίνα τε αἰτίαν εἰς τὸ θερμὸν καὶ ὑγρὸν λέγειν αὐτὸ τῶν ἰατρῶν ἔνιοι καὶ τῶν φιλοσόφων ὑπήχθησαν· ὡς ἐν ὥραις μὲν γὰρ τοῦτο λέγουσιν ὑγρὸν καὶ θερμόν, ὡς ἐν γεννητῶν δὲ σώμασι τὰ ζῷα, ταῦτα μὲν ὡς πρὸς τὰ φυτὰ παραβάλλοντες, τὸ δὲ ἔαρ τῷ φθινοπώρῳ, τὸ ἄριστον ἐν ταῖς ὥραις καί, ὡς ἂν εἴποι τις, μόνον ἀκριβῶς κατὰ φύσιν τῷ παρὰ φύσιν ἔχοντι. τοῦ δὲ πλεονάζειν αἷμα κατὰ τὸ ἔαρ σὺν τοῖς ἄλλοις γνωρίσμασι καὶ τὸ δυσεντερίας γενέσθαι τότε τὰς αἱματηρὰς δηλονότι λεγομένας, οὐχ ὅσαι διὰ χολὴν ἑλκοῦσι τὰ ἔντερα. λέλεκται δέ μοι περὶ τῆς αἱματηρᾶς ταύτης δυσεντερίας ἐν τῷ τετάρτῳ τῶν Εἰς τὸ περὶ ἄρθρων ὑπομνήματι δεικνύντι τὸ πάθημα τοῦτο πλήθους αἵματος ὄντος ἐν ταῖς φλεψίν, εἶτα ἐκκρινούσης ἀθρόον τῆς φύσεως διὰ τῶν ἐντέρων γίγνεσθαι πολλάκις, ὥσπερ καὶ ταῖς γυναιξὶ διὰ μήτρας, ἐνίοις δὲ διὰ ῥινῶν ἢ δι' [84] αἱμορροΐδων ἢ ἐμέτων.
παρενέθηκε δὲ καὶ τὸ θέρος τῷ ἦρι κατά τε τὸν τῶν δυσεντεριῶν λόγον καὶ τὴν ἐρυθρότητα τῆς χρόας. διὰ γὰρ τὴν ἑαυτοῦ θερμότητα τὸ γεννηθὲν αἷμα κατὰ τὸ ἔαρ ἐρυθράν τε τὴν χρόαν ἐργάζεται τοῦ παντὸς σώματος ἐκκρίνεταί τε διὰ τῆς ἕδρας ἐνίοις. θερμοὶ δ' ἁπτομένοις οἱ ἄνθρωποι τηνικαῦτα φαίνονται καὶ διὰ τὸ αἷμα μέν, ἀλλὰ καὶ διὰ τὸ περιέχον.
Τοῦ δὲ θέρεος τό τε αἷμα ἰσχύει ἔτι καὶ ἡ χολὴ ἀείρεται ἐν τῷ σώματι καὶ παρατείνει ἐς τὸ φθινόπωρον. ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίνεται· ἐναντίον γὰρ αὐτῷ τὸ φθινόπωρον τῇ φύσει ἐστίν. ἡ δὲ χολὴ ἡ θερινὴ κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον. γνοίης δ' ἂν τοῖσδε· οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν ἐμέουσι καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστερα καθαίρονται. δῆλον δὲ καὶ ἐν τοῖσι πυρετοῖσι καὶ ἐν τοῖσι χρώμασι τοῖσι [85] τῶν ἀνθρώπων. τὸ δὲ φλέγμα τοῦ θέρους ἀσθενέστερόν ἐστιν αὐτὸ ἑωυτοῦ· ἐναντίη γὰρ αὐτοῦ τῇ φύσει ἐστὶν ἡ ὥρη· ξηρή τε γάρ ἐστι καὶ θερμή.
Ἐν τῷ θέρει καὶ μάλιστα κατὰ τὴν ἀρχὴν αὐτοῦ τοῖς πλείστοις αἷμα πλεονάζει τὸ κατὰ τὸ ἔαρ αὐξηθέν, ὡς ἂν μηδέπω διαπεφορημένον ὑπὸ τῆς τοῦ περιέχοντος θερμότητος. αὔξεται δὲ καὶ χολὴ διὰ τὸ παρὰ φύσιν ἐκθερμαίνεσθαι τὸ σῶμα κατὰ τήνδε τὴν ὥραν. ὠνόμασε δὲ πάλιν ἐνταῦθα χολὴν ἄνευ τοῦ προσθεῖναι τὸ τῆς χρόας ὄνομα τὴν ξανθήν, οὐδέποτε τὴν μέλαιναν ἁπλῶς ὀνομάζων, ἀλλ' ἀεὶ μετὰ τοῦ προσθεῖναι τὸ τῆς χρόας ὄνομα. τὰ δὲ κατὰ μέρος ἐν τῇ ῥήσει δῆλα τοῖς γε προσέχουσι τὸν νοῦν.
Τὸ δὲ αἷμα τοῦ φθινοπώρου ἐλάχιστον γίνεται ἐν τῷ ἀνθρώπῳ· ξηρὸν γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον. ἡ δὲ μέλαινα χολὴ τοῦ φθινοπώρου πλείστη τε καὶ ἰσχυροτάτη ἐστίν.
[86] Κατὰ μὲν τὴν πρὸ ταύτης ῥῆσιν εἴρηται ἐν τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίνεσθαι· ἐναντίον γὰρ αὐτοῦ τὸ φθινόπωρον τῇ φύσει ἐστίν. ἡμεῖς δέ, ὅπως ἐναντίον ἐστίν, ἐδιδάξαμεν· εἴπερ γὰρ τὸ μὲν αἷμα θερμὸν καὶ ὑγρόν ἐστιν ὁμοίως τῷ ἦρι, τὸ δὲ φθινόπωρον, ὡς αὐτὸς ἔφη, ξηρόν τέ ἐστι καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον, εἰκότως ἐναντίον τέ ἐστι τὸ φθινόπωρον τῷ ἦρι καὶ τὸν χυμὸν ἔχει τὸν ἐναντίον τῷ αἵματι πλεονάζοντα, τὸν ξηρὸν καὶ ψυχρόν. ἐγένετο δ' εἰκότως τοιοῦτος διὰ τὸ προκατωπτῆσθαι τοὺς χυμοὺς τῷ θέρει. τὸ δ' ὑπόλειμμα τῶν ὀπτηθέντων, ὅταν δηλονότι σβεσθῇ τὸ θερμόν, αὐτίκα γίνεται ψυχρόν τε καὶ ξηρόν, ψυχρὸν μὲν διὰ τὴν τοῦ θερμοῦ σβέσιν, ξηρὸν δέ, ὅτι κατὰ τὴν ὄπτησιν ἐξεδαπανήθη πᾶν τὸ ὑγρὸν ἐξ αὐτοῦ.
Ὅταν δὲ ὁ χειμὼν καταλαμβάνῃ, ἥ τε χολὴ ψυχομένη ὀλίγη γίνεται καὶ τὸ φλέγμα αὔξεται πάλιν ὑπό τε τῶν ὑετῶν τοῦ πλήθεος καὶ ἀπὸ τῶν νυκτῶν τοῦ μήκεος.
[87] Τὸν ἐπικρατοῦντα χυμὸν ἐν ἑκάστῃ τῶν τεττάρων ὡρῶν ὅμοιον εἶναι βούλεται κατὰ τὴν κρᾶσιν αὐτῇ τῇ ὥρᾳ, καὶ διὰ τοῦτο ψυχρὸν μὲν καὶ ὑγρὸν ὀνομάζει τὸ φλέγμα παραπλησίως τῷ χειμῶνι, θερμὸν δὲ καὶ ὑγρὸν τὸ αἷμα καθάπερ τὸ ἔαρ, τὴν δὲ ξανθὴν χολὴν ὥσπερ τὸ θέρος εἶναί φησι θερμὴν καὶ ξηρὰν καὶ τὴν μέλαιναν ὁμοίως τῷ φθινοπώρῳ ψυχρὰν καὶ ξηράν. ὅτι μὲν οὖν ἐν αἷς εἶπεν ὥραις ἕκαστος τῶν χυμῶν αὔξεται, πρόσθεν ἐπιστώσατο, νυνὶ δὲ τὴν αἰτίαν λέγει, δι' ἣν ‹ἐν› χειμῶνι πλεονάζον ἐστὶ τὸ φλέγμα· ὑπό τε γὰρ τῶν ὑετῶν τοῦ πλήθεος, φησί, καὶ τῶν νυκτῶν τοῦ μήκεος, ὅπερ ἔστι διὰ τὸ τὴν ὥραν ταύτην ὑπάρχειν ὑγρὰν καὶ ψυχράν· ὑγρὰν μὲν οὖν εἶναι δηλοῦται διὰ τὸ πλῆθος τῶν ὑετῶν, ψυχρὰν δὲ διὰ τὸ μῆκος τῶν νυκτῶν. τῆς γὰρ τοῦ περιέχοντος ἡμᾶς ἀέρος θερμασίας, ἣν ἴσχει κατὰ τὸ θέρος, ὁ ἥλιος αἴτιος ἐγγύς τε τῶν κατὰ κορυφὴν ἡμῶν ἀφικνούμενος καὶ μακροτέραν τὴν ἡμέραν ποιούμενος· οὕτως καὶ τῆς ἐν χειμῶνι ψυχρότητος ὁ αὐτὸς αἴτιος λοξὸς καὶ ταπεινὸς ἐν ὀλίγῳ τε χρόνῳ [88] τὴν ὑπὲρ γῆς φορὰν ποιούμενος. ὁ δ' Ἱπποκράτης βούλεται συνδιατίθεσθαι τὰ τῶν ζῴων σώματα τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσει, ξηραινόμενα μὲν ἐν ταῖς ξηραῖς αὐτοῦ κράσεσιν, ὑγραινόμενα δ' ἐν ταῖς ὑγραῖς, οὕτως δὲ καὶ θερμαινόμενα μὲν ἐν ταῖς θερμαῖς, ψυχόμενα δ' ἐν ταῖς ψυχραῖς. εἴπερ οὖν ὁ χειμὼν ὑγρὸς καὶ ψυχρός ἐστιν, εὐλόγως ἐν αὐτῷ τὸ φλέγμα πλεονεκτεῖ ψυχρὸν καὶ ὑγρὸν ὑπάρχον· ἔδειξε γὰρ καὶ τοῦτο πρόσθεν αὐτός. ὁμολογεῖν δὲ ὁ λόγος αὐτῷ φαίνεται κἀν ταῖς ἄλλαις ὥραις, ἐν μέν γε τῷ θέρει τῆς ξανθῆς χολῆς πλεοναζούσης, ἐπειδὴ ξηρὰ καὶ θερμὴ τὴν δύναμίν ἐστιν, ἐν ἦρι δὲ τοῦ αἵματος, ὑγροῦ καὶ θερμοῦ χυμοῦ, (καὶ γὰρ καὶ τὸ ἔαρ ἔφη θερμὸν εἶναι καὶ ὑγρόν), ἐν φθινοπώρῳ δὲ τῆς μελαίνης χολῆς ‹ψυχρᾶς καὶ› ξηρᾶς ὑπαρχούσης ὁμοίως τῇ ὥρᾳ. ἔστι μὲν οὖν τις οὐ σμικρὰ ζήτησις καὶ περὶ τῆς τοῦ ἦρος κράσεως, ὅπως λέγεται θερμὸν καὶ ὑγρόν, ἣν διῆλθον ἐπιδεικνὺς ἄμεινον εἶναι λέγειν εὔκρατον αὐτό· καὶ δῆλον ὅτι καὶ τὸ αἷμα κατὰ τὸν αὐτὸν λόγον οὐ θερμὸν καὶ ὑγρόν, ἀλλ' εὔκρατον. ἔτι δὲ μείζων ‹ἂν› ζήτησις γένοιτο παραλελειμμένη τοῖς ἐξηγησα[89]μένοις τὸ βιβλίον περὶ τοῦ φλέγματος ὑγροῦ μὲν καὶ ψυχροῦ τὴν σύστασιν ὄντος, ἐν χειμῶσι δὲ γεννωμένου. διὰ τί δὲ ἔφην οὐ σμικρὰν ἔσεσθαι ζήτησιν, ἤδη σοι φράσω. κατὰ τοὺς Ἀφορισμοὺς αὐτὸς ὁ Ἱπποκράτης εἶπεν· "αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσι τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ· τροφῆς οὖν πλείονος δεῖται· σημεῖον δὲ αἱ ἡλικίαι καὶ οἱ ἀθληταί·" καὶ πάλιν· "θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήιστα, ἦρος δεύτερον." εἴπερ οὖν ἀληθῆ ταῦτά ἐστι γινώσκομέν τε τὸ φλέγμα ψυχρὸν ὄντα χυμόν, οὐκ εὔκρατον, ὥσπερ τὸ αἷμα, πῶς ἐν χειμῶνι γενήσεται πλεῖον; ἐχρῆν γὰρ ἐκ τῆς καλῶς πεφθείσης τροφῆς αἷμα γεννᾶσθαι μᾶλλον, οὐ φλέγμα. τίς οὖν ἡ λύσις τῆς ἀπορίας; ἐμοὶ μὲν ‹ἥδε τις εἶναι› δοκεῖ· θερμόταται μὲν αἱ κοιλίαι χειμῶνός εἰσι τῷ κατὰ φύσιν θερμῷ, τουτέστιν εὐκρατόταται, τὰ δὲ μόρια τοῦ σώματος ψύχεται μᾶλλον ἐν χειμῶνι, τισὶ δὲ καὶ ἡ γαστὴρ αὐτὴ δι' ὁδοιπορίαν ἢ ἔνδειαν [90] ἀμφιεσμάτων ἢ ἐπιτηδευμάτων ἰδέαν ἢ τοιοῦτόν τι. καταδύεται γοῦν ἅπασα μὲν ἡ τοῦ περιέχοντος ψύξις ἕως πλείστου, τισὶ δὲ καὶ μέχρι τῶν κατὰ τὴν γαστέρα χωρίων, ὡς εἴρηται, ὥστε, κἂν πεφθῇ καλῶς ἐν τῇ κοιλίᾳ τὰ ληφθέντα σιτία, κατά γε τὴν ἐν ἥπατι μεταβολὴν οὐκ ἀκριβῆ τὸν τῆς αἱματώσεως λαμβάνει κόσμον, ἀλλ' ἀποτυγχάνεταί τι κατ' αὐτήν. ἔτι δὲ μᾶλλον αἱ καθ' ὅλον τὸ σῶμα φλέβες οὐχ ὁμοίως αὐτὸ μεταβάλλουσιν ἐψυγμέναι. προσέρχεται δὲ τούτῳ καὶ τὸ πλῆθος τῶν ἐδεσμάτων, ὧν προσφέρονται χειμῶνος, ἅμα ταῖς ποιότησι φλεγματικωτέραις οὔσαις· χεδροπὰ γὰρ ἐσθίουσιν ἐν χειμῶνι πολλὰ ἄρτου τε πολὺ πλέον ἢ κατὰ τὰς ἄλλας ὥρας, σεμίδαλίν τε καὶ ῥυήματα καὶ λάγανα, γογγυλίδας τε καὶ κρέα πολλά, τινὰ μὲν ἄντικρυς φλεγματώδη καθάπερ τὰ προβάτεια, τινὰ δέ, εἰ μὴ καλῶς κατεργασθείη, καθάπερ τὰ τῶν ὑῶν καὶ μάλιστα τῶν χοίρων· καὶ βολβοὺς δὲ καὶ κοχλίας καὶ ὠὰ καὶ τυρὸν ἄλλα τέ τινα τοιαῦτα πολλὰ δι' ὅλου τοῦ χειμῶνος ἐσθίουσιν ἑτοίμως φλεγματούμενα. καὶ μέντοι καὶ πίνουσι πλεῖστοι τὸν νέον [91] οἶνον ἐπιτήδειον ὄντα καὶ αὐτὸν εἰς φλέγματος γένεσιν, ὥστε καὶ διὰ ταῦτα φλέγμα πλεονάζει κατὰ τὸν χειμῶνα.
Ἔχει μὲν οὖν ταῦτα πάντα ἀίδια τὸ σῶμα τοῦ ἀνθρώπου, ὑπὸ δὲ τῆς ὤρης περιϊσταμένης ποτὲ μὲν πλείω γίνεται αὐτὰ ἑωυτῶν, ποτὲ δὲ ἐλάσσω ἕκαστα κατὰ μέρος τε καὶ κατὰ φύσιν.
Ἅπαντα, φησίν, ἔχει τὰ εἰρημένα, τουτέστι τοὺς τέσσαρας χυμούς, τὸ σῶμα τοῦ ἀνθρώπου διὰ παντὸς τοῦ βίου· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ ἀίδια. πλείω δὲ γίνεται καὶ ἐλάττω ταῦτα κατὰ τὰς τῶν ὡρῶν μεταβολάς· τὸ γὰρ ὑπὸ τῆς ὥρης περιϊσταμένης ταὐτὸν δηλοῖ τῷ μεθισταμένης, ὅπερ ἔστι μεταβαλλούσης τε καὶ καθισταμένης εἰς ἑτέραν τινὰ τὴν ἐχομένην αὐτῆς. πλείω δὲ καὶ ἐλάττω ταῦτα γίνεσθαί φησι κατὰ μέρος τε καὶ κατὰ φύσιν· ἔνιοι μὲν οὖν ἤκουσαν τὸ κατὰ [92] μέρος ἐπὶ τῶν τοῦ σώματος εἰρῆσθαι μορίων, ἔνιοι δὲ τοὐναντίον τῷ κατὰ φύσιν, ἵν' ὁ λόγος ᾖ τοιοῦτος· τοὺς εἰρημένους τέσσαρας χυμοὺς ἔχει μὲν ἀεὶ τὸ σῶμα τοῦ ἀνθρώπου, πλείους δὲ καὶ ἐλάττους κατά τε τὰ μέρη τοῦ ἐνιαυτοῦ καὶ κατὰ τὴν φύσιν. ὅπερ ἐὰν ἐξαλλάξας τις τὴν τάξιν εἴπῃ, τὴν διάνοιαν ἕξει χρησίμην τε ἅμα καὶ ἀληθῆ· τὸ γὰρ πλῆθος τῶν χυμῶν ὑπαλλάττεται κατά τε τὰς ὥρας, κατὰ φύσιν διοικουμένου τοῦ ἐνιαυτοῦ, καὶ κατὰ τὰ μέρη τοῦ ὅλου ἐνιαυτοῦ· κἂν μὴ κατὰ φύσιν διοικῆται, διαφορὰ κατὰ τὴν ποσότητα γίνεται τῶν χυμῶν. ἐγχωρεῖ δὲ καὶ κατὰ τῶν ὡρῶν ἀκοῦσαι τὰ μέρη.
Ὥσπερ γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶς πάντων καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν· οὐδὲ γὰρ ἂν μείνειεν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ' εἰ ἕν τί γε ἐκλείποι, πάντα ἂν ἀφανισθείη· ἀπὸ γὰρ τῆς αὐτῆς ἀνάγκης πάντα ξυνέστηκέ τε καὶ τρέφεται ἀπ' ἀλλήλων ‑
[93] Τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν οὐ τὸ κατ' ἐπικράτειαν ὀνομαζόμενόν τε καὶ νοούμενον, ἀλλὰ τὸ στοιχειῶδες λέγων καὶ κατὰ τὴν προκειμένην ῥῆσιν ἐδήλωσε, τὸν ἐνιαυτὸν εἰπὼν ἅπαντα πάντων μετέχειν. οὐ γὰρ τῶν κατ' ἐπικράτειαν ἁπάντων ἅπας ὁ ἐνιαυτὸς μετέχει, ἀλλὰ τῶν στοιχειωδῶν, ὅλος μὲν ὁ χειμὼν ὑγροῦ ‹τε› καὶ ψυχροῦ, τὸ δὲ θέρος τῶν ἐναντίων, ξηροῦ τε καὶ θερμοῦ, καὶ τῶν ἄλλων δυοῖν ὡρῶν ἑκατέρα κατ' ἀντίθεσιν ἡ μὲν ὑγροῦ τε καὶ θερμοῦ, ἡ δὲ ψυχροῦ τε καὶ ξηροῦ. ἔτι δὲ σαφέστερον ἐδήλωσε τοῦτο κἀν τῷ φάναι διαφθαρήσεσθαι καὶ τὰ ἄλλα φθάσαντος ἑνὸς ἐξ αὐτῶν ἀπολέσθαι· τῶν μὲν γὰρ στοιχείων ἑνὸς ἀπολομένου τὸ διαφθαρήσεσθαι τὸ ἐξ αὐτῶν συγκείμενον ἀληθὲς φάναι, τῶν δὲ κατ' ἐπικράτειαν οὐκ ἀληθές. αὐτὸ γὰρ τοὐναντίον ἀληθές ἐστιν, ὅταν ἀπόληταί τι τῶν κατ' ἐπικράτειαν λεγομένων, σῴζεσθαι τὸ ἀντικείμενον αὐτῷ· θέρους μὲν γὰρ οὐκέτ' ὄντος ὁ χειμών ἐστι, χειμῶνος δὲ τὸ θέρος, καὶ τοῦ μὲν ἦρος τὸ φθινόπωρον, τοῦ δὲ φθινοπώρου τὸ ἔαρ. εἰ δὲ τελέως ἀπόλοιτο τὸ θερμὸν στοιχεῖον, [94] παγήσεται μὲν τὸ ὑγρόν, ὅτι μηκέτι θερμὸν ὑπάρχει, ἀπολεῖται δὲ παντάπασιν ὁ ἥλιος, οὐδὲν δὲ οὔτε φυτὸν οὔτε ζῷον ὑπολειφθήσεται. κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ τὸ ψυχρὸν ἀπόλοιτο στοιχεῖον, ἅπαντα πῦρ ἔσται, καὶ εἰ τὸ ξηρόν, ὕδωρ ἔσται πάντα, καὶ οὕτω διαφθαρήσεται τὰ κατὰ τὸν κόσμον ἅπαντα γεννητὰ σώματα. διὰ τοῦτ' οὖν ἐξ ἀλλήλων ἔφη τρέφεσθαι τὰ κατ' αὐτὸν σώματα στοιχειώδη. τὸ μὲν γὰρ ἀκριβὲς στοιχεῖον ἐπινοεῖται μᾶλλον ἢ ὑπάρχει, τὸ δὲ ὀλίγου δεῖν ἐκείνῳ ταὐτὸν ἕν τι τῶν ὑπαρχόντων ἐστίν. ἐὰν γοῦν ἀκριβῶς ὑγρὸν καὶ ψυχρὸν ἐπινοήσῃς γινόμενον τὸ ὕδωρ, οὐδὲ ὕδωρ ἔτι φυλαχθήσεται· παγήσεται γὰρ αὐτίκα καὶ στήσεται καὶ ῥέον παύσεται. κἂν τὴν γῆν ὡσαύτως νοήσῃς ἀκριβῶς ξηρὰν καὶ ψυχράν, σκληρότερον ἀδάμαντος ἔσται τὸ τοιοῦτον σῶμα· καὶ μὴν εἰ τοιαύτη γένοιτο, τῶν φυτῶν ἡ γένεσις παύσεται· παυσαμένης δ' αὐτῆς καὶ ἡ τῶν ζῴων διαφθαρήσεται τροφή, καί, εἴπερ αὕτη, δηλονότι καὶ αὐτὰ τὰ ζῷα. κατ' ἐπικράτειαν οὖν νοουμένου [95] στοιχείου τοῦ ξηροῦ καὶ ψυχροῦ καὶ ἡ ἐν τῷ κόσμῳ γῆ λέγεται ξηρὸν εἶναι καὶ ψυχρὸν σῶμα καὶ τὸ ὕδωρ ‹ψυχρὸν καὶ› ὑγρόν. ἀλλὰ καὶ αὐτὸ τὸ πῦρ μετέχει τινὸς ἀερώδους οὐσίας ὥσπερ καὶ καπνώδους καὶ μέντοι καὶ προφανῶς ὑγρότητος εἰς θρέψιν δεῖται, καθάπερ αἱ κατὰ τοὺς λύχνους φλόγες δηλοῦσι. ‹δῆλον οὖν ὅτι› τὰ τοῦ κόσμου στοιχεῖα τὴν τροφὴν ἐξ ἀλλήλων ἔχοντά ἐστι, καὶ διὰ τοῦτο καὶ ὁ Πλάτων εἶπεν· αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχον καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ' αὐτοῦ καὶ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν.
Οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀνθρώπου ἐκλείποι τούτων τῶν ξυγγεγονότων, οὐκ ἂν δύναιτο ζῆν ὁ ἄνθρωπος.
Ξυγγεγονότα κέκληκε τὸ αἷμα καὶ τὸ φλέγμα καὶ τὰς χολάς, ἐπειδὴ τὴν πρώτην διάπλασιν ἔσχε τὸ κυούμενον ἐκ τοῦ τῆς μητρὸς αἵματος ἁπάντων μετέχοντος, αὔξησιν δὲ καὶ τροφὴν ὁμοίως. ἐὰν μὲν οὖν ἀπόληται παντάπασιν ἐκ τοῦ σώματος ἡμῶν ἤτοι τὸ ὑγρὸν ἢ τὸ [96] ξηρὸν ἢ τὸ θερμὸν ἢ τὸ ψυχρόν, αὐτίκα οἱ χυμοὶ διαφθαρήσονται κατ' ἐπικράτησιν, οὐκ εἰλικρινῶς οὐδ' ἀκριβῶς ὄντες ὑγροὶ καὶ ξηροὶ καὶ θερμοὶ καὶ ψυχροί. τὸ γοῦν φλέγμα ὑγρὸν καὶ ψυχρὸν εἶναι λέγομεν οὐχ ὡς μὴ μετέχον τῶν ἐναντίων, ἀλλ' ὡς ἐπικρατούμενον ὑπὸ τούτων. ὡς, εἴ γε ψυχρὸν ἀκριβῶς ἦν μόνον, ὡς κρύσταλλος ἂν ἐπεπήγει, καθάπερ γε καί, εἰ ἀκριβῶς ὑγρὸν ἦν, οὐκ ἂν εἶχε πάχος οὐδὲ γλισχρότητα. κατὰ τὰ αὐτὰ δὲ κἀπὶ τῶν χολῶν· ἥ τε γὰρ ξανθὴ ξηρὰ ‹καὶ πυρώδης .....›, ἥ τε μέλαινα ξηρὰ καὶ γεώδης εἶναι λέγεται μετέχουσα δηλονότι καὶ ὑγρότητος, ἢ οὐκ ἂν ἦν χυμός, ἀλλὰ στερεὸν σῶμα ὡς ὁ ἀδάμας· οὕτω δὲ καὶ ψυχρὰ λέγεται, διότι πλέον ἐν αὐτῇ ψυχρότητός ἐστιν ἢ θερμότητος· εἰ γοῦν ἀκριβῶς ἦν ψυχρά, κρυστάλλου δίκην ἂν ἐπεπήγει. καὶ τί δεῖ περὶ τούτων λέγειν; αὐτὸ γὰρ τὸ αἷμα τὸ δοκοῦν εὐκρατότατον λέγεται τοιοῦτον, ὅτι μηδὲν ἐπικρατεῖ μεγάλως ἐν αὐτῷ τῶν ἐναντίων ἀλλήλοις, μήτε τὸ θερμὸν τοῦ ψυχροῦ μήτε τὸ ψυχρὸν τοῦ θερμοῦ μήτε τὸ ὑγρὸν τοῦ ξηροῦ μήτε τὸ ξηρὸν τοῦ ὑγροῦ. ἐπεὶ [97] τοίνυν καὶ τὸ αἷμα αὐτὸ δεῖται τῶν τεσσάρων ποιοτήτων, ὑγρότητος καὶ ξηρότητος καὶ θερμότητος καὶ ψυχρότητος, εὔδηλον ὅτι καὶ τῆς τῶν ἄλλων χυμῶν δεήσεται μίξεως· καὶ διὰ τοῦτο τὸ εὐκρατότατον αἷμα μεθέξει τι καὶ φλέγματος καὶ χολῆς ξανθῆς καὶ μελαίνης. ἔστι δὲ καὶ ἕτερός τις λόγος φυσικὸς οὐ σμικρὰν ἔχων πιθανότητα, καθ' ὃν εἰς ἠθῶν ἐπιτηδείων γένεσιν οἱ τέσσαρες ἀποδείκνυνται χυμοὶ χρήσιμοι. προαποδεῖξαι δὲ χρὴ πάλιν ἐν αὐτῷ ταῖς τοῦ σώματος κράσεσιν ἑπόμενα τὰ τῆς ψυχῆς ἤθη, περὶ οὗ καὶ ἡμῖν ἑτέρωθι γέγραπται. τούτου τοίνυν ὑποκειμένου τὸ μὲν ὀξὺ καὶ συνετὸν ἐν τῇ ψυχῇ διὰ τὸν χολώδη χυμὸν ἔσται, τὸ δ' ἑδραῖον καὶ βέβαιον διὰ τὸν μελαγχολικόν, τὸ δ' ἁπλοῦν καὶ ἠλιθιώτερον διὰ τὸ αἷμα· τοῦ δὲ φλέγματος ἡ φύσις εἰς μὲν ἠθοποιΐαν ἄχρηστος, ἀναγκαίαν δὲ φαίνεται τὴν γένεσιν ἔχον ἐν τῇ πρώτῃ μεταβολῇ τῶν σιτίων.
Ἰσχύει δὲ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν [98] ὁ χειμὼν μάλιστα, ποτὲ δὲ τὸ ἔαρ, ποτὲ δὲ τὸ θέρος, ποτὲ δὲ τὸ φθινόπωρον· οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ ποτὲ μὲν τὸ φλέγμα ἰσχύει, ποτὲ δὲ τὸ αἷμα, ποτὲ δὲ ἡ χολή, πρῶτον μὲν ἡ ξανθή, ἔπειτα δὲ ἡ μέλαινα.
Σαφὴς ἡ ῥῆσίς ἐστιν ἐπιδεικνύναι πειρωμένου τἀνδρός, ‹ὅτι›, ὥσπερ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν τὸ ὑγρὸν καὶ τὸ ψυχρὸν ἐπικρατεῖ καὶ καλεῖται χειμὼν ἡ τοιαύτη τοῦ ἔτους ὥρα, ποτὲ δὲ τὸ ὑγρὸν καὶ ‹τὸ› θερμόν, ἡνίκα τὸ ἔαρ ἐστί, ποτὲ δὲ τὸ ξηρὸν καὶ τὸ θερμόν, ὅπερ ὀνομάζεται θέρος, ὕστατον δ' ἐπ' αὐτοῖς τὸ ξηρὸν καὶ τὸ ψυχρὸν ἐν τῷ φθινοπώρῳ, οὕτω καὶ κατὰ τὸν ἄνθρωπον ἐπικρατεῖ φλέγμα μὲν ἐν χειμῶνι, ψυχρὸς καὶ ὑγρὸς χυμός, αἷμα δὲ ἐν ἦρι, θερμὸς καὶ ὑγρὸς χυμός, καὶ χολὴ ξανθὴ μὲν ἐν τῷ θέρει, ξηρὰ καὶ θερμὴ τὴν δύναμιν οὖσα, μέλαινα δ' ἐν τῷ φθινοπώρῳ, ξηρὰ καὶ ψυχρὰ καθάπερ καὶ αὐτὸ τὸ φθινόπωρον.
[99] Μαρτύριον δὲ σαφέστατον· εἰ θέλεις δοῦναι τῷ αὐτῷ ἀνθρώπῳ τὸ αὐτὸ φάρμακον τετράκις τοῦ ἐνιαυτοῦ, ἐμεῖταί σοι τοῦ μὲν χειμῶνος φλεγματωδέστατα, τοῦ δὲ ἦρος ὑγρότατα, τοῦ δὲ θέρους χολωδέστατα, τοῦ δὲ φθινοπώρου μελάντατα.
Μαρτύριον σαφέστατον εἶναί φησι τοῦ προειρημένου λόγου, καθ' ὃν ἐπικρατεῖν ἐν ἑκάστῃ τῶν ὡρῶν ἕνα τινὰ τῶν χυμῶν εἰρήκει, τὸ δοθέντος ἐμετικοῦ φαρμάκου ‹τῷ› αὐτῷ τετράκις ἐν μὲν τῷ χειμῶνι φλεγματωδέστερον εἶναι τὸν ἔμετον, ὑγρότερον δὲ ἐν ἦρι, καὶ χολωδέστερον μὲν ἐν τῷ θέρει, μελάντερον δὲ ἐν τῷ φθινοπώρῳ.
Ὀφείλει γοῦν τούτων οὕτως ἐχόντων, ὅσα μὲν τῶν νοσημάτων χειμῶνος αὔξεται, θέρεος φθίνειν, ὅσα δὲ θέρεος αὔξεται, χειμῶνος λήγειν, ὅσα μὴ ἐν [100] περιόδῳ ἡμερῶν ἀπαλλάσσεται· τὴν δὲ περίοδον αὖθις φράσω τὴν τῶν ἡμερῶν· ὅσα δὲ ἦρος γίνεται νοσήματα, προσδέχεσθαι χρὴ φθινοπώρου τὴν ἀπάλλαξιν ἔσεσθαι αὐτῶν, ὅσα δὲ φθινοπωρινὰ νοσήματα, τούτων τοῦ ἦρος ἀνάγκη τὴν ἀπάλλαξιν ἔσεσθαι, ὅ τι δ' ἂν τὰς ὥρας ταύτας ὑπερβάλλῃ νόσημα, εἰδέναι χρὴ ἐνιαύσιον αὐτὸ ἐσόμενον.
Ἡ ἀρχὴ τῆς ῥήσεως διττὴν ἔχει γραφὴν ἐνίων μὲν ὀφείλει, ἐνίων δὲ γραφόντων φιλεῖ γοῦν τούτων οὕτως ἐχόντων, ἐν ἴσῳ τῷ 'προσήκει'. χρῶνται γὰρ ἐνίοτε τῇ φωνῇ ταύτῃ καὶ ἀντὶ τοῦ 'προσήκει'.
τὰ δ' ἄλλα τῆς ῥήσεως δῆλα. βούλεται γὰρ αὐτός, ὅσα χρονίζει νοσήματα καὶ μὴ κατὰ περιόδους ἡμερῶν, ἀλλὰ μηνῶν κρίνεται, λύεσθαι ταῦτα κατὰ τὴν ἐναντίαν ὥραν ᾗ συνέστη, τουτέστιν ἑβδόμῳ μηνί, μὴ λυθέντων δ' αὐτῶν οὕτως ἐνιαυσιαῖον γίνεσθαί φησι τὸ νόσημα. τὸ δ' ἐνιαύσιον ὄνομα δύναται μὲν δηλοῦν καὶ τὸ μετὰ ἐνιαυτὸν τῆς πρώτης ἑαυτοῦ γενέσεως λυόμενον, δύναται δὲ καὶ τὸ κατὰ περίοδον ἐνιαυτῶν [101] ἑπτά, ὡς ‹λέγει νοσήματα λυόμενα κατὰ περίοδον ἑπ›τὰ μηνῶν· ἔλεγε γοῦν καὶ κατὰ τοὺς Ἀφορισμοὺς ὧδε· τὰ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δ' ἐν ἑπτὰ μησί, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προάγουσι.
Καὶ τὸν ἰητρὸν οὕτω χρὴ ἵστασθαι πρὸς τὰ νοσήματα, ὡς ἑκάστου τούτων ἰσχύοντος ἐν τῷ σώματι κατὰ τὴν ὥρην τὴν αὐτοῦ κατὰ φύσιν ἐοῦσαν μάλιστα.
Τὸ χρήσιμον ἅπαντος τοῦ προηνυσμένου κατὰ τὰς ὥρας λόγου νῦν ἐδίδαξεν ἐν τῇ προκειμένῃ τῇδε ῥήσει δηλῶν, ὅτι τὴν αὐτὴν χρείαν ἔχει καὶ περὶ τῶν ἡλικιῶν καὶ χωρῶν ἐπιτηδευμάτων τε καὶ τῆς ἐφ' ἡμέρᾳ διαίτης ὁ λόγος· πρὸς ἅπαντα γὰρ ταῦτα τὸν ἰατρὸν ἀποβλέποντα χρὴ στοχάζεσθαι, τίς ἐπικρατῶν ἐστι χυμὸς ἤτοι κατὰ τὸ ποσὸν ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἐν τίνι τε μορίῳ τοῦ σώματος μάλιστα [102] πλεονάζει. τὴν γάρ τοι θεραπείαν ἄριστα ἂν οὕτω ποιοῖτο, καθότι κἀν τοῖς 'Θεραπευτικοῖς λογισμοῖσ' δείκνυται.
Περὶ τῆς κατὰ τὸ βιβλίον μεθόδου καὶ ὅτι τῶν γνησίων Ἱπποκράτους.
Ὁ Ἱπποκράτης τοῦ σώματος ἡμῶν τὴν φύσιν ἐν τούτῳ τῷ βιβλίῳ προθέμενος εὑρεῖν ἐχρήσατο μεθόδῳ πρὸς τὴν εὕρεσιν τῇδε· πρῶτον μὲν ἐζήτησε, πότερον ἁπλοῦν ἢ πολυειδές ἐστιν, ἔπειθ' εὑρών, ὅτι πολυειδές, ἐσκέψατο τῶν ἁπλῶν ἐν αὐτῷ τὴν οὐσίαν, ὁποία τίς ἐστι, τουτέστιν ἥντινα δύναμιν ἔχει πρὸς τὸ παθεῖν ὑπό τινος ἢ δρᾶσαι, καὶ διὰ τοῦτο τῶν θ' ὡρῶν τῶν θ' ἡλικιῶν ἐμνημόνευσεν ἐπισκοπούμενος, ὅπως ἔχει τὰ εὑρεθέντα στοιχεῖα πρὸς αὐτάς. εὗρε δὲ καὶ ὅτι τάς τε προρρήσεις τῆς λύσεως τῶν νοσημάτων καὶ τὰς θεραπείας ἐπὶ τοὺς αὐτοὺς ἀναφέρειν χρὴ σκοπούς. ἐν δὲ τῷ ζητεῖν τὰ συνθετικὰ τοῦ σώματος ἡμῶν στοιχεῖα καὶ τῶν τοῦ παντὸς ἐμνημόνευσεν, ἅπερ ὄντως ἐστὶ στοιχεῖα. λέγεται γὰρ ἐνίοτε καταχρωμένων ἡμῶν καὶ τὰ καθ' ἕκαστον πρᾶγμα πρὸς διάρτισιν ἁπλᾶ καὶ πρῶτα μόρια στοιχεῖα τοῦ πράγματος ἐκείνου, καθάπερ ἁρμονικὰ στοιχεῖα καὶ ῥυθμικὰ καὶ γεωμετρικὰ καὶ ἀριθμητικὰ καὶ λόγου καὶ φωνῆς καὶ ἀποδείξεως εἰρή [103] κασιν· οὕτω δὲ καὶ ἀμάξης ἑκατὸν εἶναι στοιχεῖά φησιν ὁ Πλάτων ὑφ' Ἡσιόδου λελέχθαι γράψαντοσ
ἑκατὸν δέ τε δούραθ' ἁμάξης. ἅπαντα μὲν ‹γὰρ› τὰ οὕτω λεγόμενα στοιχεῖα καθ' ἕκαστον τῶν πραγμάτων οὐκ ἀκριβῶς ἐστιν ἁπλᾶ καὶ πρῶτα, τὰ δὲ κοινὰ πάντων τῶν ὄντων ἁπλᾶ δὴ καὶ πρῶτα κατ' ἀλήθειάν ἐστι καὶ κυρίως ὀνομάζεται στοιχεῖα. καλεῖ δὲ ἀπὸ τῶν ποιοτήτων ὁ Ἱπποκράτης αὐτὰ θερμὸν καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν οὐ τὰ μεταξὺ τῶν ἄκρων, ἀλλ' αὐτὰ τὰ ἄκρα, πῦρ δηλονότι καὶ γῆν ὕδωρ τε καὶ ἀέρα. ταύτην οὖν τὴν μέθοδον ὁ Πλάτων ἀξιοῖ μιμεῖσθαι καὶ τὸν περὶ φύσεως ψυχῆς ἐπισκοπούμενον· οὐδὲν γὰρ δύνασθαι τῶν κατὰ μέρος ἄνευ τῆς τοῦ ὅλου φύσεως ἀκριβῶς γνωσθῆναι. παραγράψω δέ σοι καὶ αὐτὴν τὴν τοῦ Πλάτωνος ῥῆσιν, ἔχουσαν οὕτως· ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; ‑ εἰ μὲν [104] οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης. ‑ καλῶς γάρ, ὦ ἑταῖρε, λέγει. χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. ‑ φημί. ‑ τὸ τοίνυν περὶ φύσιν σκοπεῖν τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος; ἆρ' οὐχ ὧδε χρὴ διανοεῖσθαι περὶ ὁτουοῦν φύσεως; πρῶτον μὲν εἰ ἁπλοῦν ἢ πολυειδές ἐστιν, οὗ πέρι βουλησόμεθα εἶναι αὐτοί τε τεχνικοὶ καὶ ἄλλους δυνατοὶ ποιεῖν, ἔπειτα δέ, ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ. τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾶν ἔχον ἤ τίνα εἰς τὸ παθεῖν ὑπό του, ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφ' ἑνός, τοῦτ' ἰδεῖν ἐφ' ἑκάστου. τὸ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τὸ τί παθεῖν ὑπό του;
ἀλλὰ ταῦτα Πλάτωνος οὑτωσὶ γράψαντος ἐπιδειξάτω τις ἡμῖν. ἐν τίνι βιβλίῳ τοῦ Ἱπποκράτους ἑτέρῳ παρὰ τὸ Περὶ φύσεως ἀνθρώπου τὴν μέθοδον ταύτην ἔστιν εὑρεῖν ἤ, εἴπερ οὐκ ἔχει, μηδένα ζητείτω Πλάτωνος ἀξιοπιστότερον μάρτυρα τοῦ γνήσιον εἶναι τὸ βιβλίον τοῦτο. τά τε γὰρ ἄλλα καὶ τοῖς χρόνοις ἐγγυτάτω γέγονεν ὁ Πλάτων τοῖς Ἱπποκράτους [105] μαθηταῖς, ὧν εἴ τινος ἦν τὸ βιβλίον, ἐπεγέγραπτο ἂν τοῦ γράψαντος αὐτὸ τοὔνομα. πρὶν γὰρ τοὺς ἐν Ἀλεξανδρείᾳ τε καὶ Περγάμῳ γενέσθαι βασιλεῖς ἐπὶ κτήσει παλαιῶν βιβλίων φιλοτιμηθέντας, οὐδέπω ψευδῶς ἐπεγέγραπτο σύγγραμμα. λαμβάνειν δ' ἀρξαμένων μισθὸν τῶν κομιζόντων αὐτοῖς συγγράμματα παλαιοῦ τινος ἀνδρὸς οὕτως ἤδη πολλὰ ψευδῶς ἐπιγράφοντες ἐκόμιζον. ἀλλ' οὗτοι μὲν οἱ βασιλεῖς μετὰ τὸν Ἀλεξάνδρου γεγόνασι θάνατον, ὁ δὲ Πλάτων ἀνωτέρω τῆς Ἀλεξάνδρου βασιλείας ἐγεγράφει ταῦτα μηδέπω πεπανουργευμένων τῶν ἐπιγραφῶν, ἀλλ' ἑκάστου βιβλίου τὸν ἴδιον γραφέα διὰ τοῦ προγράμματος δηλοῦντος. Πλάτων μὲν οὖν ὁμολογεῖ κατὰ τὴν Ἱπποκράτους μέθοδον ἐπισκοπεῖσθαι περὶ φύσεως ψυχῆς, ὡς ἐκεῖνος περὶ σώματος, ἀδύνατόν τέ φησι καλῶς τοῦτο γενέσθαι πρὸ τοῦ γνῶναι τὴν φύσιν τοῦ παντός. ἔνιοι δὲ τοσοῦτον ἡμαρτήκασιν, ὡς τὴν οὕτω θαυμαστὴν μέθοδον ἄλλου [106] τινὸς εἶναι νομίζειν τῷ μηδ' ἀποκνῆσαι γράψαι τὸν εὑρόντα πρῶτον οὕτω μέγα καὶ σεμνὸν πρᾶγμα ‹παραλιπεῖν› τὴν ἀπόδειξιν αὐτοῦ. πῶς γὰρ οὐ μέγα καὶ σεμνὸν ἁπάντων γεννητῶν καὶ φθαρτῶν σωμάτων εὑρεῖν στοιχεῖα; πῶς δὲ οὐ πολὺ μεῖζον ἀποδείξεσι πιστώσασθαι; καὶ ταῦτα μηδ' ἐν στίχοις ὅλοις τριακοσίοις, ἀλλ' ἐλάττοσι πολλῷ παραληφθῆναι δυναμέναις; οὐ γὰρ εἰκός ἐστιν ἐν ἅπασι τοῖς θεραπευτικοῖς καὶ προγνωστικοῖς εὑρήμασιν ὡς ἀποδεδειγμένοις χρῆσθαι τοῖς στοιχείοις τὸν Ἱπποκράτην μηδαμόθι τὴν ἀπόδειξιν αὐτῶν εἰρηκότα.
ταῦτα μὲν οὖν ἐκ περιουσίας εἴρηταί μοι δεικνύντι γνήσιον Ἱπποκράτους εἶναι τὸ βιβλίον· οὐ μὴν ὡς ἐν ἔργῳ γε τοῦτο σπουδαστέον, ἀλλὰ περὶ τῆς ἀληθείας τῶν ἐν αὐτῷ γεγραμμένων σκεπτέον ἀκριβῶς· τοῦτο δ' ἡμεῖς ἐν τῷ Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων ἐπράξαμεν, ὃ παρὰ πᾶσι τοῖς πεπαιδευμένοις εὐδοκιμοῦν ὁρῶντες οἱ βάσκανοι ψυχρὰν αὐτοῦ ‹τὴν› ἀντιλογίαν ἐποίησαν οὐκ εἶναι φάσκοντες Ἱπποκράτους τὸ βιβλίον. ἀλλ' ὅτι γε ταῦτα ἐτίθετο καὶ πρὸς ταῦτα ἀποβλέπων ἀεὶ τὰ κατὰ μέρος ἔγραψε πάντα, τῶν ὁμολογουμένων ἐστίν. ἐπεὶ δὲ ὑπὸ ἀναισχυντίας [107] καὶ τοῖς ὑπὸ πάντων ὁμολογουμένοις τε καὶ συμφωνουμένοις ἀντιλέγουσιν οἱ βάσκανοι, διὰ τοῦτο πραγματείαν ἑτέραν ἐποίησα τοὐπίγραμμα τοιοῦτον ἔχουσαν· Ὅτι καὶ κατὰ τἄλλα συγγράμματα τὴν αὐτὴν δόξαν ὁ Ἱπποκράτης ἔχων φαίνεται τῇ κατὰ τὸ περὶ φύσεως ἀνθρώπου.
[108] Αὐτὸ μὲν τὸ Περὶ φύσεως ἀνθρώπου βιβλίον ἐν τῷ προτέρῳ τῶνδε τῶν ὑπομνημάτων ἐξήγημαι. νυνὶ δὲ τὰ προσκείμενα κακῶς αὐτῷ προχειριοῦμαι, συγκείμενα καὶ αὐτὰ μετὰ διασκευῆς. ἓν μὲν γάρ ἐστι μικρὸν βιβλίον, ἐν ᾧ περὶ τῆς τῶν ὑγιαινόντων διαίτης γέγραπται, καὶ δοκεῖ [109] Πολύβου εἶναι σύγγραμμα τοῦ Ἱπποκράτους μαθητοῦ. τὸ δὲ μεταξὺ τούτου τε καὶ τοῦ Περὶ φύσεως ἀνθρώπου διεσκεύασται, παρεγγεγραμμένον ὑπὸ τοῦ πρώτου συνθέντος εἰς ταὐτὸν τὰ δύο ταῦτα βιβλίδια, τὸ Περὶ φύσεως ἀνθρώπου τοῦ Ἱπποκράτους αὐτοῦ σύγγραμμα καὶ τὸ τοῦ Πολύβου Περὶ διαίτης ὑγιεινῆς. ἐν γὰρ τῷ κατὰ τοὺς Ἀτταλικούς τε καὶ Πτολεμαϊκοὺς βασιλέας χρόνῳ πρὸς ἀλλήλους ἀντιφιλοτιμουμένους περὶ κτήσεως βιβλίων ἡ περὶ τὰς ἐπιγραφάς τε καὶ διασκευὰς αὐτῶν ἤρξατο γίνεσθαι ῥᾳδιουργία τοῖς ἕνεκα τοῦ λαβεῖν ἀργύριον ἀναφέρουσιν ὡς τοὺς βασιλέας ἀνδρῶν ἐνδόξων συγγράμματα. μικρῶν οὖν ὄντων ἀμφοτέρων τῶν βιβλίων, τοῦ Περὶ φύσεως ἀνθρώπου καὶ τοῦ Περὶ διαίτης ὑγιεινῆς, εὐκαταφρόνητον ἑκάτερον τούτων εἶναί τις δόξας διὰ τὴν σμικρότητα συνέθηκεν εἰς ταὐτὸν ἄμφω. καί τις ἴσως ἄλλος ἢ καὶ αὐτὸς ὁ πρῶτος αὐτὰ συνθεὶς παρενέθηκέ τινα μεταξὺ τῶν δύο ταυτὶ τὰ νῦν προχειρίζεσθαι μέλλοντα.
[110] Εἰδέναι χρὴ καὶ τάδε πρὸς ἐκείνοισιν· ὁκόσα πλησμονὴ τίκτει νοσήματα, κένωσις ἰῆται, ὁκόσα δὲ ἀπὸ κενώσιος γίνεται νοσήματα, πλησμονὴ ἰῆται, ὁκόσα δὲ ἀπὸ ταλαιπωρίης γίνεται, ἀνάπαυσις ἰῆται, ὅσα δὲ ὑπερτέρη ἀργίη νοσήματα τίκτει, ταλαιπωρίη ἰῆται. τὸ δὲ σύμπαν γνῶναι δεῖ τὸν ἰατρὸν ἐναντίον ἵστασθαι τοῖσι καθεστηκόσι καὶ νοσήμασι καὶ εἴδεσι καὶ ὥραις καὶ ἡλικίῃσι καὶ τὰ ξυντείνοντα λύειν καὶ τὰ λελυμένα ξυντείνειν. οὕτω γὰρ ἂν μάλιστα τὸ κάμνον ἀναπαύοιτο, ἥ τε ἴησις τοῦτό μοι δοκέει εἶναι.
Ταύτης ὅλης τῆς ῥήσεως Διοσκορίδης ἑκάστῳ στίχῳ προσέγραψε σημεῖον, ὃ καλοῦσιν ὀβελόν, οἵῳ σημείῳ καὶ Ἀρίσταρχος ἐχρήσατο παρὰ τῷ ποιητῇ πρὸς τοὺς ὑποπτευομένους ὑπ' αὐτοῦ στίχους. ταῦτα μὲν ὁ Διοσκορίδης ἔγραψεν εἰκάζων εἶναι τὴν προκειμένην ῥῆσιν Ἱπποκράτους τοῦ Θεσσαλοῦ υἱέος. δύο γὰρ υἱεῖς οὗτοι γεγόνασιν [111] τοῦ μεγάλου Ἱπποκράτους, Θεσσαλὸς καὶ Δράκων, ὧν ἑκάτεροι πάλιν Ἱπποκράτεις ἐγέννησαν. ταῦτα μὲν τὰ κατὰ τὴν ‹ὅλην› ῥῆσιν εἰρημένα. προσήκει δέ που καὶ ἡμῖν ἐπισκέψασθαι περὶ αὐτῶν ἑκάστην τῶν λέξεων ἰδίᾳ προχειρισαμένοις.
ὁκόσα πλησμονὴ τίκτει νοσήματα, κένωσις ἰῆται. οὐ ταὐτόν ἐστι φάναι συνεκτικὸν νόσων αἴτιον εἶναι πλησμονήν τε καὶ κένωσιν ἕκαστόν τε τῶν ἐφεξῆς εἰρημένων τῷ γίνεσθαί τι διὰ πλησμονὴν ἤ τι τῶν ἄλλων. ἀληθὲς μὲν γὰρ τὸ γίνεσθαί τινα νοσήματα διὰ πλησμονὴν ἢ ὑπὸ πλησμονῆς, (οὐδὲν γὰρ διήνεγκεν οὕτως ἢ ἐκείνως εἰπεῖν), οὐκ ἀληθὲς δὲ συνεκτικὸν αἴτιον εἶναι νοσήματος πλησμονήν. ἡ μὲν γὰρ νόσος αὐτὴ διάθεσίς τίς ἐστιν ἐν ζῴου σώματι πρώτως βλάπτουσα τὴν ἐνέργειαν, ὡς ἐν τῷ Περὶ τῆς τῶν νοσημάτων διαφορᾶς γράμματι δέδεικται. πλησμονὴ δὲ πρώτως μὲν ἐνέργειαν οὐ βλάπτει, καθότι δέδεικται καὶ τοῦτο πάλιν ἐν τῷ Περὶ πλήθους λόγῳ, διὰ μέσης δέ τινος ἑτέρας διαθέσεως, ἥντινα διάθεσιν Ἐρασίστρατος μὲν ἑτέρως, Ἀσκληπιάδης [112] δ' ἑτέρως, οἱ πνευματικοὶ δ' ὀνομασθέντες ἰατροὶ κατ' ἄλλον τρόπον προτίθενται γίνεσθαι· λέλεκται δὲ καὶ ἡμῖν ἐπὶ πλέον, ὅπως ὑφ' ἑκατέρου τοῦ πλήθους νοσήματα γίνεται· διττὸν γὰρ ἐδείχθη τὸ πλῆθος, ὡς μὲν πρὸς τὴν δύναμιν ἕτερον, ὡς δὲ πρὸς τὴν κοιλότητα τῶν ἀγγείων ἕτερον· τὸ μὲν οὖν ὡς πρὸς τὴν δύναμιν εἰς διαφθοράν τε τοὺς χυμοὺς ἄγει καὶ ῥεῦμα τοῖς ἀσθενεστέροις ἐν τῷ σώματι μορίοις ἐπιπέμπει, τὸ δ' ὡς πρὸς τὸ ἔγχυμα τὰς ἀναστομώσεις τε καὶ τὰς ῥήξεις τῶν ἀγγείων ἐργάζεται καί ποτε θανάτους ἐξαιφνιδίους, ὅταν ἀποφράξῃ τὰς διαπνοὰς τοῦ σώματος. 'ἴασισ' οὖν λέγεται καὶ τῶν ποιούντων τὰς νόσους, οὐ μόνον αὐτῶν τῶν ἤδη γεγενημένων νόσων. εἰ δὴ τῷ κυρίῳ κατ' αὐτῶν ὀνόματι χρῷτό τις, προηγούμενα τῶν νόσων ἐρεῖ τὰ τοιαῦτα τῶν αἰτίων, ὥσπερ Ἀθήναιος· ὑφ' οὗ δὲ πάλιν αὐτὰ ταῦτα τὰ προηγούμενα γίνεται, προκαταρκτικά τε καὶ προκατάρχοντα καλέσεις· πλῆθος γὰρ ἐδεσμάτων ἀπεψίαι τε καὶ λουτρὰ καὶ γυμνάσια μὴ κατὰ καιρὸν γινόμενα καὶ πάνθ', ὅσα διῆλθον ἐν τῷ Περὶ τῶν [113] προκαταρκτικῶν αἰτίων ὑπομνήματι, τῶν προηγουμένων αἰτίων ἑκάστης νόσου γίνεται ποιητικά.
ὁκόσα δὲ ἀπὸ κενώσιος γίνεται νοσήματα, πλησμονὴ ἰῆται. οὐ κυρίως δοκεῖ κεχρῆσθαι τῷ τῆς πλησμονῆς ὀνόματι νῦν ὁ γράψας τὴν ῥῆσιν ταύτην, πάντων εἰωθότων οὐ μόνον τῶν ἰατρῶν, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων τὸ τῆς πλησμονῆς ὄνομα μᾶλλόν πως ἐπιφέρειν ταῖς ὑπερβολαῖς τῆς συμμέτρου ποσότητος, οὐ μὴν τήν γε κένωσιν ἐπανορθοῦσθαι διὰ τῆς ἐναντίας ἀμετρίας. ἄκουσον οὖν ἐφεξῆς τὸν συναγορεύοντα ταῖς ἀμετρίαις λόγον· ὄντων γάρ τινων συμμέτρων σιτίων ὡς πρὸς τὴν τοῦδέ τινος ἕξιν, ὑγιαίνοντος μὲν ἔνδεια καὶ ὑπερβολὴ κατὰ τὴν πρὸς ταῦτα παραβολὴν νοηθήσεται, ὁ δὲ κενωθείς, εἰ μέλλοι πληροῦσθαι, τὴν ποσότητα τῆς ἔμπροσθεν ὑπαρχούσης αὐτῷ συμμετρίας αὐξηθήσεται. ἐὰν γάρ, ὅσα πρὶν κενωθῆναι σιτία προσεφέρετο, τοσαῦτα καὶ νῦν προσφέρηται, τὸ κενωθὲν οὐδέποτε ἀναπληρώσει. τεχνίτου δέ ἐστι μετρίως ποιήσασθαι τὴν παραύξησιν αὐτοῦ καὶ μήτε παρὰ καιρὸν ἐμπιπλάναι μήτ' ἐξαίφνης τε καὶ ἀθρόως τὸ κενωθέν.
[114] δοκοῦσι δ' ἔνιοι τῶν ἰατρῶν τὰς κενώσεις μηδέποτε νόσων αἰτίας γίνεσθαι· μόνας γὰρ ἐργάζεσθαί φασιν αὐτὰς τῆς μὲν δυνάμεως ἀρρωστίαν, τῆς δ' ἕξεως τοῦ σώματος ἰσχνότητα, μηδὲν δὲ τῶν νοσημάτων ὑπ' ἐνδείας γίνεσθαι. ἀλλ' οὗτοί γε οὐχ ὁρῶσι τὰς γινομένας νόσους τοῖς ἀμέτρως κενωθεῖσιν. ἑτοίμως τε γὰρ καὶ ἐπὶ ταῖς τυχούσαις προφάσεσι καταψύχονται καὶ πάλιν ἐκκαίονται ταχέως καὶ κόποις ἁλίσκονται ῥᾳδίως καὶ πᾶσι τοῖς ἔξωθεν αἰτίοις, ὥσπερ γε καὶ ὑπὸ ἀγρυπνίας καὶ λύπης καὶ ἀπεψίας καὶ ὀργῆς εἰς νόσους ἄγονται μᾶλλον οὗτοι τῶν εὐεκτούντων.
ὅσα δὲ ἀπὸ ταλαιπωρίης γίνεται, ἀνάπαυσις ἰῆται. ταλαιπωρίας δηλονότι κέκληκε τὰς κατὰ τὰς ἀμέτρους κινήσεις γινομένας. ὅτι δ' ἀναπαύεσθαι χρὴ τοὺς οὕτω διατεθέντας, ἅπαντες οἱ ἄνθρωποι γινώσκουσι καὶ πράττουσι μηδὲ πυθέσθαι τῶν ἰατρῶν δεόμενοι. δέδεικται δ' ἡμῖν, ὅτι καὶ τὰ ἄλογα τῶν ζῴων, οὐ μόνον ἄνθρωποι διὰ τῶν ἐναντίων τοῖς βλάψασι τὰς βλάβας ἐπανορθοῦνται.
[115] ὅσα δὲ ὑπερτέρη ἀργίη νοσήματα τίκτει, ταλαιπωρίη ἰῆται. οὐδ' ἡ ἀργία πρώτως τε καὶ δι' ἑαυτῆς, ἀλλὰ διὰ μέσου τοῦ πλήθους ἐργάζεται τὰς νόσους. ἧττόν τε γὰρ διαφοροῦντα τοῖς ἀργοῦσι τὰ τοῦ σώματος μόρια ἀρρωστότερά τε γίνεται, ὡς ἑκάτερον ὑπ' αὐτῆς γίνεσθαι πλῆθος. ἡ τοίνυν ἀμετροτέρα κίνησις ἰσχυροτέραν μὲν οὐκ ἐργάζεται τὴν δύναμιν, ἐκκενοῖ δὲ τὴν περιουσίαν τῶν ἀθροισθέντων ὑγρῶν. εὔδηλον οὖν ἐστιν, εἰ καὶ κατ' αὐτὴν βραχὺ πλεονάσειεν ἢ προσήκει τῆς συμμέτρου κινήσεως, κοπώδη μὲν ἠρέμα διὰ ταύτης γενέσθαι τὸν ἄνθρωπον, οὐ μὴν πυρέξαι γε.
τὸ δὲ ξύμπαν γνῶναι δεῖ τὸν ἰατρὸν ἐναντίον ἵστασθαι τοῖσι καθεστηκόσι νοσήμασι καὶ εἴδεσι καὶ ὥρῃσι καὶ ἡλικίῃσιν. εἴδεσιν ἔοικε λέγειν ‹ἐν ἴσῳ› ταῖς τοῦ σώματος φύσεσιν, ὧν τὴν οὐσίαν ἐν τῇ τῶν τεττάρων στοιχείων κράσει δεδείχαμεν εἶναι. νοσήματα μὲν οὖν ἅπαντα διὰ τῶν ἐναντίων ταῖς δυνάμεσιν, οὐ ταῖς προχείροις φαντασίαις ἐδείχθη θεραπευόμενα. φύσις δὲ σώματος, ὅπερ ἔστιν ἡ κρᾶσις, οὐ πᾶσα διὰ τῶν ἐναντίων ἐπανορθοῦται, ὥσπερ οὐδ' ὧραι [116] καὶ ἡλικίαι. γίνονται μὲν γάρ τινες εὔκρατοι, καθάπερ καὶ δύσκρατοί τινες ἕτεραι, καὶ τῶν μὲν εὐκράτων ἡ εὐκρασία φυλάττεται διὰ τῶν ὁμοίων, τῶν δὲ δυσκράτων ἡ δυσκρασία διὰ τῶν ἐναντίων ἐπανορθοῦται. διώρισται δὲ περὶ τούτων ἐν τῇ τῶν Ὑγιεινῶν πραγματείᾳ.
καὶ τὰ ξυντείνοντα λύειν καὶ τὰ λελυμένα ξυντείνειν. οὐ κατὰ τὸ πρέπον ἐποιήσατο τὴν τῶν νοσημάτων ἀντίθεσιν· τῷ μὲν γὰρ ξυντείνοντι τὰ λύοντα, τῷ δὲ λελυμένῳ τὰ συντεταμένα κατὰ ἀντίθεσιν οἰκείως ὀνομάζεται. λέγεται δὲ τὰ μὲν ξυντείνοντα καὶ λύοντα κυρίως ἐπὶ τῶν αἰτίων, οὐκ ἐπ' αὐτῶν τῶν βλαπτομένων σωμάτων, ἔμπαλιν δὲ τὰ συντεταμένα καὶ λελυμένα κατὰ τῶν ἤδη βεβλαμμένων· ἔπειτα τὰ συντεινόμενα καὶ λυόμενα σωμάτων ἐστίν, οὐ νοσημάτων, ὀνόματα συντεινομένων καὶ λυομένων, ὥσπερ γε καὶ τὸ σκληρὸν καὶ τὸ μαλακὸν ἀραιόν τε καὶ πυκνόν, ὑπὲρ ὧν εἴρηται κάλλιον ἐν τῷ ἕκτῳ τῶν Ἐπιδημιῶν ἐν τῇδε τῇ λέξει· 'δέρματος σκληροῦ μάλθαξις, συντεταμένου χάλασις.' εἴρηται δὲ ἐν τούτῳ τῷ βιβλίῳ κατὰ τὸ συνεχὲς καὶ περὶ τοῦ [117] στεγνῶσαι, ὅπερ ἔστιν ἐναντίον τῷ ἀραιῶσαι ὡς τὸ πυκνῶσαι· τοῦτο δ' αὖ πάλιν τῷ πυκνουμένῳ τὴν αὐτὴν ἔχει δύναμιν, ὥσπερ γε καὶ τὸ πεπυκνωμένον τῷ ἐστεγνωμένῳ.
Αἱ δὲ νόσοι γίνονται αἱ μὲν ἀπὸ διαιτημάτων, αἱ δ' ἀπὸ τοῦ πνεύματος, ὃ εἰσαγόμενοι ζῶμεν.
Διαιτήματα καλοῦσιν ἐνίοτε μὲν αὐτὰ μόνα τὰ σιτία καὶ τὰ ποτά, πολλάκις δὲ περιλαμβάνουσιν ἐν τῇ προσηγορίᾳ καὶ τὰ ἐπιτηδεύματα, καὶ νῦν οὕτως εἰρῆσθαι νομιστέον· οὐ γὰρ ἀπὸ μόνων ὧν ἐσθίομέν τε καὶ πίνομεν, ἀλλὰ καὶ ἀπὸ λουτρῶν καὶ γυμνασίων ἀργίας τε καὶ ἀργυπνίας καὶ λύπης καὶ θυμοῦ καὶ ψύξεως καὶ ἐγκαύσεως αἱ νόσοι γίνονται, πολλάκις δ' ἀπὸ τοῦ πνεύματος μόνου κατὰ τὴν εἰσπνοὴν ἡ βλάβη γίνεται, καθάπερ ἐν τοῖς Χαρωνείοις ὀνομαζομένοις χωρίοις.
[118] Τὴν δὲ διάγνωσιν ἑκατέρων ὧδε χρὴ ποιεῖσθαι· ὅταν μὲν ὑπὸ ἑνὸς νοσήματος πολλοὶ ἄνθρωποι ἁλίσκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίαν χρὴ ἀνατιθέναι τουτέῳ, ὅ τι ἂν κοινότατόν ἐστι καὶ μάλιστα αὐτῷ πάντες χρεόμεθα· ἔστι δὲ τοῦτο ὃ ἀναπνέομεν· φανερὸν γὰρ δή, ὅτι τά γε διαιτήματα ἑκάστου ἡμέων οὐκ αἴτιά ἐστιν, ὅτε ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν νεωτέρων καὶ τῶν πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν, ὁμοίως δὲ καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων καὶ τῶν μᾶζαν ἐσθιόντων καὶ τῶν ἄρτον σιτεομένων καὶ τῶν πολλὰ ταλαιπωρεόντων καὶ τῶν ὀλίγα. οὐκ ἂν οὖν τά γε διαιτήματα αἴτια εἴη, ὁκόταν διαιτώμενοι οἱ ἄνθρωποι πάντας τρόπους ἁλίσκωνται ὑπὸ τῆς αὐτῆς νόσου. ὁκόταν δ' αἱ νοῦσοι γίνωνται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δῆλον ὅτι τὰ διαιτήματά ἐστιν αἴτια ἕκαστα ἑκάστοισιν.
Ὅτι μὲν τὸ κοινὸν πολλοῖς νόσημα κοινὴν ἔχει τὴν αἰτίαν, [119] ὀρθῶς εἶπεν, ὥσπερ γε καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὴν ῥῆσιν, οὐ μὴν ὀρθῶς εἰς μόνον τὸν ἀέρα τὴν τῶν κοινῶν νοσημάτων ἀναφέρει γένεσιν, εἴπερ "οἱ ἐν Αἴνῳ" ἐν λιμῷ "ὀσπριοφαγέοντες σκελέων ἀκρατέες ἐγένοντο, ἀτὰρ καὶ οἱ ὀροβοφαγέοντες γονυαλγέεσ". ἴσμεν δ' ὅτι καὶ πυροὺς ἡμισαπεῖς διὰ λιμὸν ἀναγκασθέντες ἐσθίειν τινὲς κοινὸν ἀπὸ τῆς κοινῆς αἰτίας ἐνόσησαν νόσημα καί που στρατόπεδον ὅλον ὕδατι μοχθηρῷ χρησάμενον ὁμοίαν ἐν ἅπασι τοῖς στρατιώταις τὴν βλάβην ἔσχε. τὰ δ' ἄλλα τῆς ῥήσεως δῆλα.
Καὶ τὴν θεραπείην χρὴ ποιεῖσθαι ἐναντιούμενον τῇ προφάσει τῆς νόσου, ὥσπερ μοι πέφρασται καὶ ἑτέρωθι, καὶ ἐκ τῶν διαιτημάτων μεταβάλλειν. δῆλον γὰρ [120] δὴ ὅτι, οἷσί γε εἴωθε χρῆσθαι ὁ ἄνθρωπος διαιτήμασιν, οὐκ ἐπιτήδειά ἐστιν ἢ πάντα ἢ τὰ πλείω ἢ ἕν γέ τι αὐτέων· ἃ χρὴ καταμανθάνοντας μεταβάλλειν καὶ σκεψάμενον τοῦ ἀνθρώπου τήν τε ἡλικίην καὶ τὸ εἶδος καὶ τὴν ὥρην τοῦ ἔτεος καὶ τῆς νόσου τὸν τρόπον τὴν θεραπείαν ποιεῖσθαι ποτὲ μὲν ἀφαιρέοντα, ποτὲ δὲ προστιθέντα, ὥσπερ μοι καὶ πάλαι εἴρηται, πρὸς ἕκαστα τῶν ἡλικιῶν καὶ τῶν ὡρέων καὶ τῶν εἰδέων καὶ τῶν νούσων ἔν τε τῇ φαρμακείῃ προτρέπεσθαι καὶ ἐν τῇσι διαίτῃσιν. ὁκόταν δὲ νοσήματος ἑνὸς ἐπιδημίη καταστῇ, δῆλον ὅτι οὐ τὰ διαιτήματα αἴτιά ἐστιν, ἀλλ' ὃ ἀναπνέομεν, τοῦτ' αἴτιόν ἐστι καὶ τοῦτο δῆλον ὅτι νοσερὴν τὴν ἀπόκρισιν ἔχον ἂν εἴη. τοῦτον οὖν χρὴ τὸν χρόνον τὰς παραινέσιας ποιεῖσθαι τοῖσιν ἀνθρώποισι τοιάσδε· τὰ μὲν διαιτήματα μὴ μεταβάλλειν, ὅτε γε οὐκ αἴτιά ἐστι τῆς νόσου, τὸ δὲ σῶμα ὁρῆν, ὅπως ἔσται ἀογκότατον καὶ ἀσθενέστατον, τῶν τε σιτίων ἀφαιρέοντα καὶ τῶν ποτῶν, οἷς εἰώθασι χρῆσθαι, κατ' ὀλίγον· ἢν [121] γὰρ μεταβάλλῃ ταχέως τὴν δίαιταν, κίνδυνος καὶ ἀπὸ τῆς μεταβολῆς νεώτερόν τι γενέσθαι ἐν τῷ σώματι· ἀλλὰ χρὴ τοῖς μὲν διαιτήμασιν οὕτω χρῆσθαι, ὅτε γε φαίνεται, οὐδὲν ἀδικέοντα τὸν ἄνθρωπον, τοῦ δὲ πνεύματος, ὅκως ἡ ῥύσις ὡς ἐλαχίστη εἰς τὸ σῶμα εἰσίῃ καὶ ὡς ξενοτάτη, προμηθεῖσθαι, τῶν δ' αὖ χωρίων τοὺς τόπους μεταβάλλοντα εἰς δύναμιν, ἐν οἷς ἂν ἡ νόσος καθεστήκῃ, καὶ τὰ σώματα λεπτύνοντα· οὕτω γὰρ ἂν ἥκιστα πολλοῦ τε καὶ πυκνοῦ πνεύματος χρῄζοιεν οἱ ἄνθρωποι.
Ἐλλιπῆ τὴν ἴασιν ἔγραψε τῶν κοινῶν νοσημάτων, ὅταν ὑπὸ τοῦ περιέχοντος γίνηται. πολλάκις μὲν γὰρ ἀναθυμιάσεις τινὲς ἐξ ἑλῶν ἢ λιμνῶν ἢ τελμάτων ἢ γῆς τοιαύτης αἰτίαι γίνονται τῶν τοιούτων νοσημάτων, ἔστι δ' ὅτε μόνη τῶν ὡρῶν ἡ κρᾶσις. ἐπὶ μὲν οὖν τῶν ἀναθυμιάσεων ἰδιότητι μᾶλλον ὅλης τῆς οὐσίας, οὐχ ἁπλῇ ποιότητι λυμαινομένων τοῖς σώμασιν ὀρθῶς ἔγραψε τὴν θεραπείαν εἰς διττοὺς ἀνάγων [122] σκοπούς, ἀμοιβήν τε τοῦ χωρίου καὶ χρείαν ὀλίγης τῆς εἰσπνοῆς· ἐπὶ δὲ τῶν ὑπὸ ποιότητος βλαπτομένων οὐ μόνον ἡ θεραπεία τῶν γεγονότων ἤδη νοσημάτων, ἀλλὰ καὶ ἡ προφυλακὴ τοῦ μηδ' ὅλως συστῆναι διὰ τῶν ἐναντίων ἔσται ποιοτήτων, εἰ μὲν ὑπὸ θερμότητος ἀμέτρου βλάπτοιτό γε τὸ σῶμα, διὰ τῶν ψυχόντων, εἰ δὲ ὑπὸ ψύξεως, διὰ τῶν θερμαινόντων ἐπί τε τῶν ἄλλων ποιοτήτων ἁπλῶν τε καὶ συνθέτων ἀνάλογον. περὶ δὲ τῆς ἀπό τε τῶν ἡλικιῶν καὶ τῶν ὡρῶν καὶ τοῦ σώματος κράσεων ἐνδείξεως εἴρηταί μοι πρόσθεν.
τὸ δὲ τῇ φαρμακείῃ προτρέπεσθαι δοκεῖ μοι λελέχθαι νῦν ἀντὶ τοῦ 'προσφέρεσθαι' τοῖς νοσήμασιν ἐξ ὑπεναντίου· λέγεται δὲ καὶ νῦν ἔτι κατὰ τὴν Ἀσίαν ὅδε τις ἄνθρωπος προτρέπεσθαι τῷδε χρηστῶς ἢ φιλικῶς ἢ ἀπίστως ἢ ἀπηνῶς.
Ὁκόσα δὲ τῶν νοσημάτων γίνεται [123] ἀπὸ τοῦ σώματος τῶν μελέων τοῦ ἰσχυροτάτου, ταῦτα δεινότατά ἐστι· καὶ γὰρ ἢν αὐτοῦ μείνῃ, ἔνθα ἂν ἄρξηται, ἀνάγκη τοῦ ἰσχυροτάτου τῶν μελῶν πονεομένου πᾶν τὸ σῶμα ὀχλεῖσθαι, καὶ ἢν ἐπὶ τῶν ἀσθενεστέρων τι ἀφίκηται ἀπὸ τοῦ ἰσχυροτέρου, χαλεπαὶ αἱ ἀπολύσιες γίνονται. ὁκόσα δ' ἂν ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ τὰ ἰσχυρότερα ἔλθῃ, εὐλυτότερά ἐστιν· ὑπὸ γὰρ τῆς ἰσχύος ἀποκλείζεται ῥηϊδίως τὰ ἐπιρρέοντα.
Ἰσχυρότατον, εἴτε μόριον εἴτε σῶμα λέγειν ἐθέλοι τις, κυρίως μὲν ἐρεῖ τὸ πρὸς τὰς δραστικὰς ἐνεργείας κάλλιστα κατεσκευασμένον, ὥς που καὶ τὸν Ἡρακλέα λέγομεν ἰσχυρότατον γεγονέναι, καθ' ἕτερον δὲ τρόπον ὡς πρὸς τήνδε μέν τινα τὴν ἐνέργειαν ἰσχυρὸν τουτὶ τὸ σῶμα καὶ τὸ μόριον, ὡς πρὸς ἑτέραν δὲ ἄλλο· καὶ κατὰ μὲν πάντα ἰσχὺς ἐν ἑκάστῃ τῶν ἐνεργειῶν ἐστι, τῷ δεῖνι δὲ ἄλλο κατ' ἄλλην αὐτῶν ἰσχυρότατον γίνεται. μία μὲν οὖν ἐστιν ἡ ἐνέργεια τῶν καθ' ὁρμὴν [124] τοῦ ζῴου κινήσεων ὡς ἤτοι τρέχοντος ἢ συμπλεκομένου ζῴοις τισὶν ἢ διασπῶντός τι τῶν σωμάτων τῶν ἐμψύχων ἢ τῶν ἀψύχων ἢ ἀποσπῶντος ὡσαύτως ὁτιοῦν, μία δ' ἄλλη δύναμις καὶ κατ' αὐτὴν ἐνέργεια ζωτική, καθ' ἣν αἱ ἀρτηρίαι καὶ ἡ καρδία σφύζουσιν· ἐπὶ δὲ ταῖς κατὰ γένος ἀλλήλων διαφερούσαις ἄλλαι τινές εἰσιν ἀνομογενεῖς οὐκ ἐν τοῖς ζῴοις μόνον, ἀλλὰ κἀν τοῖς φυτοῖς, διὸ καὶ φυσικὰς ὀνομάζομεν αὐτάς, ἑλκτικὴ καὶ ἀλλοιωτικὴ καὶ καθεκτικὴ καὶ ἀποκριτική. δύναται τοιγαροῦν ἐνίοτε κατ' ἄλλο καὶ ἄλλο σῶμα ἡ γαστήρ, εἰ τύχοι, δύναμιν ἰσχυροτάτην ἔχειν ὡς πρὸς τήνδε τὴν ἐνέργειαν, οἷον ἤτοι τὴν καθεκτικὴν ἢ τὴν ἀλλοιωτικήν, ποτὲ δὲ ἧπαρ ἢ σπλὴν ἤ τι τῶν ἄλλων, ἔμπαλιν δὲ κατὰ τὸ αὐτὸ ζῷον ἡ μὲν γαστὴρ ἀσθενεστάτην ἔχειν ἤτοι τὴν ἑλκτικὴν ἢ τὴν ἀποκριτικὴν δύναμιν, ἰσχυροτάτην δὲ τὸ ἧπαρ. παρῆκε δὲ νῦν ὁ γράψας τὴν προκειμένην ῥῆσιν ἰσχυρὸν ἐν ἡμῖν δοκεῖν εἶναι μόριον, ᾧ πρὸς τῷ μὴ ῥᾳδίως πάσχειν ὑπὸ τῶν τὰς νόσους ἐργαζομένων [125] αἰτίων ἔτι νὴ Δία καὶ τοῦτο πρόσεστι τὸ διὰ τῆς ἀποκριτικῆς δυνάμεως, ὅταν ἐν αὐτῷ τις ἀθροισθῇ περιουσία χυμῶν, εἰς ἕτερον αὐτὴν ἀποπέμπειν μόριον. εἶναι δὲ δηλονότι χρὴ τοῦ δεξομένου τὸ πέμπον ἰσχυρότερον. ἔσται τοιγαροῦν καθ' ἕκαστον σῶμα τὸ μέν τι πάντων ἀσθενέστατον μόριον, τὸ δ' ἰσχυρότατον, ὥσπερ ἀμέλει καὶ πᾶσιν ὡμολόγηται τοῖς ἰατροῖς καὶ τοῖς ἰδιώταις· ἀσθενεστάτους μὲν γὰρ εἶναι λέγουσι τοὺς πόδας τοῖς ποδαγρικοῖς, ὥσπερ γε σύμπαν τὸ τῶν ἄρθρων γένος τοῖς ἀρθριτικοῖς, ἀσθενεστάτην δὲ κεφαλὴν τοῖς κεφαλαλγικοῖς, οὕτω δὲ καὶ τὸν σπλῆνα τοῖς φύσει σπληνώδεσι καὶ τοὺς ὀφθαλμούς, ὅσοι ῥᾳδίως ὀφθαλμίαις ἁλίσκονται, καὶ καθ' ἕκαστον μόριον ὡσαύτως. ὄντων δὲ κατὰ γένος διττῶν τῶν τὰς νόσους ἐργαζομένων αἰτίων, (τὰ μὲν γὰρ ἔξωθέν ἐστι, τὰ δὲ ἐξ αὐτῶν ἡμῶν ὁρμᾶται), πρὸς μὲν τὰς ἔξωθεν βλάβας ἄλλα μόρια τῶν ἐν ἡμῖν ἐστιν ἐνίοτε ἀσθενῆ, πρὸς δὲ τὰς ἔνδοθεν ἄλλα, διότι καὶ τῶν αἰτίων αὐτῶν αἱ δυνάμεις ἑτερογενεῖς εἰσιν· ἐξ ἡμῶν γὰρ κατὰ πλῆθος χυμῶν ἢ μοχθηρίαν αἱ [126] νόσοι γίνονται, τὰ δ' ἔξωθεν αἴτια τὰ μὲν τῷ δυσκρασίαν τινὰ ἐργάζεσθαι, τὰ δὲ τῷ θλᾶν ἢ τέμνειν ἀδικεῖ τὰ τῶν ζῴων σώματα. τὸ γοῦν τῶν ἐξαρθρημάτων πάθος ὑπ' ἀμφοτέρων ἔοικε γίνεσθαι· καὶ γὰρ ἄνθρωπος εἷς μόνος ἄνευ συμπλοκῆς τῆς πρὸς ἕτερον ἔξαρθρον ἐποίησεν ἤτοι γόνυ βαδίζων ἢ γένυν χασμώμενος ἤ τι τῶν ἄλλων ἄρθρων ἢ ὁπωσοῦν ἐνεργῶν ἢ περιστρεφόμενος, ἤδη δὲ καὶ κάταγμά τις ἔπαθεν ἄνευ τῆς ἔξωθεν αἰτίας ἐν περιστροφαῖς ἀθρόαις ἢ τῷ πηδῆσαι σφοδρότερον. ὥσθ' ὅσα γένη τῶν αἰτίων ἐστί, τοσαῦτα καὶ τῆς τῶν πασχόντων ῥᾳδίως ἢ μὴ πασχόντων μορίων ἀσθενείας τε καὶ ἰσχύος. αἱ μὲν οὖν ἐκ τῶν χυμῶν ὁρμώμεναι νόσοι κατὰ τὴν ῥώμην τε καὶ ἀσθένειαν ἅπασαι γίνονται τῶν ἀποκριτικῶν δυνάμεων· συμπεφυκότων γὰρ ἀλλήλοις τῶν τοῦ ζῴου μορίων ἐκ τῶν ἀπωθεῖσθαι δυνατωτέρων εἰς ἕτερα μεταρρέουσιν οἱ νοσοποιοὶ χυμοὶ καὶ πάλιν ἐξ ἐκείνων εἰς ἕτερα, μέχρις ἂν ἔν τινι τῶν ἀσθενεστέρων στηριχθῶσιν, ὃ μηκέτ' ἔχει μηδὲν ἀσθενέστερον [127] ἑαυτοῦ μέρος, εἰς ὃ πέμψειεν τὸν λυποῦντα χυμόν. ἐὰν μὲν οὖν ἐκροὰς ἔχῃ τοῦτο τὸ μόριον, ὡς ἔντερά τε καὶ γαστὴρ καὶ κύστις καὶ μήτρα, δι' ἐκκρίσεως ἐκενώθη τὸ λυποῦν αἴτιον, ἐάν γε λεπτότερον ᾖ κατὰ τὴν σύστασιν τῶν ἐκροῶν τοῦ μορίου, πολλάκις δὲ καὶ ἀναρραγέντων ἢ καὶ ἀναστομωθέντων ‹τῶν› ἀγγείων ἐπὶ πλέον ἡ κένωσις ἐγένετο, καθάπερ ἐν ταῖς χωρὶς τραυμάτων αἱμορραγίαις· ἐὰν δὲ μὴ ἀναστομωθῇ τι μήτ' ἀναρραγῇ, παχὺς ἢ γλίσχρος κατασκήψας χυμὸς ὄγκον ἐργάζεται παρὰ φύσιν ἐν τῷ μορίῳ. τοιαύτη μὲν οὖν τίς ἐστιν ἰσχὺς καὶ ἀσθένεια τῶν μελῶν τοῦ σώματος ἐν τοῖς πάθεσιν, ὅσα τὴν γένεσιν ἐξ αὐτῶν ἡμῶν ἔχει. τὰ δὲ ὑπὸ τῶν ἔξωθεν αἰτίων πάσχοντα κατὰ τὸ θερμαίνεσθαι καὶ ψύχεσθαι καὶ ξηραίνεσθαι καὶ ὑγραίνεσθαι τοὐπίπαν ἔοικε πάσχειν· σπάνια γάρ ἐστι τὰ διὰ τοῦ θλᾶν ἢ τέμνειν ἤ τι τοιοῦτον ποιεῖν εἰς νόσους ἄγοντα τὰ τῶν ζῴων σώματα. γενήσεται τοίνυν ἐν ταῖς τοιαύταις νόσοις ἄλλο πρὸς ἄλλην αὐτῶν ἀσθενές τε καὶ ἰσχυρόν· ὅσα μὲν γάρ ἐστι φύσει ψυχρότερα μόρια, ταῦτα πείσεται [128] ῥᾳδίως ὑπὸ τῶν ψυχόντων αἰτίων, ὅσα δὲ θερμότερα, πρὸς τῶν θερμαινόντων, ἀνάλογον δὲ τούτοις ἐπὶ τῶν καθ' ὑγρότητα καὶ ξηρότητα δυσκράτων. ἐνδέχεται δὲ αὐτῶν τούτων ἔνια μὲν ὑπὸ τῶν θερμαινόντων ἢ ψυχόντων ἢ ξηραινόντων ἢ ὑγραινόντων αἰτίων ἑτοίμως πάσχειν, ἰσχυροτέραν δ' ἕτερον μόριον ἔχον τὴν ἀποκριτικὴν δύναμιν εὐθέως ἀποπέμπειν εἰς ἐκεῖνα τὸ σφέτερον κακόν.
ἐπεὶ τοίνυν οὐχ ἁπλῶς λέγεταί τε καὶ νοεῖται μόριον ἰσχυρότερον ἢ ἀσθενέστερον, ἀλλὰ κατὰ πλείονας τρόπους ἑτερογενεῖς, οὐχ οἷόν τέ ἐστι κρῖναι τὴν προκειμένην ῥῆσιν οὐδ' ἀποφήνασθαι πότερον ἀληθὴς ἢ ψευδής. ἐκεῖνό γε μὴν ἔστι καὶ περὶ τῆσδε καὶ περὶ τῶν ἄλλων ἁπασῶν εἰπεῖν, ὅσαι περὶ τῶν πολλαχῶς λεγομένων τε καὶ νοουμένων ἀδιορίστως ἀποφαίνονται, συγκεχυμένην τε καὶ ἀδιάρθρωτον εἶναι τὴν ἀπόφασιν αὐτῶν, ὡς μηδένα τῶν ἀκουσάντων αὐτῆς ὠφελεῖσθαι.
καὶ μέντοι καὶ ἀντιλογίαν ἰσχυρὰν ἔχει τὸ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένον, ἔνθα φησίν· ὁκόσα δ' ἂν ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ τὰ ἰσχυρότερα ἔλθῃ, εὐλυτότερά ἐστιν· ὑπὸ γὰρ τῆς ἰσχύος [129] ἀποκλείζεται ῥηϊδίως τὰ ἐπιρρέοντα· διὸ καὶ διαφόρως ἔγραψαν οἱ ἐξηγηταὶ τὴν τοῦ ἀποκλείζεται ἐξήγησιν, ἔνιοι μὲν 'ἀποκλείζεται' γράψαντες, ἔνιοι δὲ 'ἀποκλείεται', τινὲς δὲ 'ἀποπαγιώσεται' τὴν τρίτην συλλαβὴν τοῦ ἀποπαγιώσεται ῥήματος διὰ τοῦ ω προενεγκάμενοι, τινὲς δὲ διὰ τοῦ η καὶ ς, καθάπερ ὁ Διοσκορίδης ἀπὸ τοῦ 'παγήσεσθαί' φησιν ἀντὶ τοῦ 'ἀποκρούεσθαι' εἰρῆσθαι τοῦτο τὸ ῥῆμα. ἀλλ' εἴπερ ἀπὸ τῶν ἀσθενεστέρων μορίων ἐπί τι τῶν ἰσχυροτέρων ἀφικνούμενος ὁ λυπῶν χυμὸς ἀποκρουσθείη, πάλιν ὑπ' αὐτοῦ πλέον ‹ἂν› οὐδὲν οὕτω γε τῷ κάμνοντι γένοιτο. βέλτιον οὖν γράφειν τὴν λέξιν ὧδί πως· 'ἀπὸ γὰρ τῆς ἰσχύος ἀναλώσεται τὰ ἐπιρρέοντα,' τουτέστιν ἀναλωθήσεται πεττόμενά τε καὶ διαφορούμενα. τινὲς δὲ τὰ κυριώτατα μόριά φασιν εἰρῆσθαι νῦν ἰσχυρότατα ψευδῆ ποιοῦντες τὸν λόγον· ἀπὸ γὰρ τῶν κυριωτέρων μορίων εἰς ἀκυρότερα μεθίστασθαι τοὺς λυποῦντας χυμούς, οὐκ ἀπὸ τῶν ἀκυροτέρων εἰς τὰ κυριώτερα βέλτιόν ἐστι. πολλάκις δ' ἤδη τεθεάμεθα, τῶν ἐπὶ τὰ κῶλα φερομένων χυμῶν ἐν ἀρθρίτισί [130] τε καὶ ποδάγραις ἀποκρουσθέντων ἐκεῖθεν, εἶτ' ἐπί τι κύριον ‹μόριον› ἐλθόντων, ἀποθανόντα τὸν ἄνθρωπον εἶναί τε μίαν ἐλπίδα σωτηρίας, ἐὰν δυνηθῶμεν αὖθις ἐπὶ τὸ κῶλον αὐτοὺς ἀντισπάσαι.
Αἱ παχύταται τῶν φλεβῶν ὧδε πεφύκασι· τέσσαρα ζεύγεά ἐστιν ἐν τῷ σώματι, καὶ ἓν μὲν δὴ αὐτέων ἀπὸ τῆς κεφαλῆς ὄπισθεν διὰ τοῦ αὐχένος ἔξω παρὰ τὴν ῥάχιν ἔνθεν τε καὶ ἔνθεν εἰς τὰ ἰσχία ἀφικνέεται καὶ εἰς τὰ σκέλεα, ἔπειτα διὰ τῶν κνημέων ἕως τῶν σφυρῶν τὰ ἔξω καὶ εἰς τοὺς πόδας διήκει· δεῖ οὖν τὰς φλεβοτομίας τὰς ἀπὸ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ τοῖς ἰσχίοις ἀπὸ τῶν ἰγνύων ποιέεσθαι καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν. αἱ δὲ ἕτεραι φλέβες ἔχουσαι τὴν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς παρὰ τὰ οὔατα διὰ τοῦ αὐχένος, αἱ σφαγίτιδες καλεόμεναι, ἔσωθεν ἀπὸ τῆς κοίλης παρὰ τὴν ῥάχιν ἑκατέρωθεν φέρουσι παρὰ τὰς ψόας [131] καὶ ἐς τοὺς ὄρχιας καὶ ἐς τοὺς μηροὺς καὶ διὰ τῶν ἰγνύων ἐκ τοῦ ἔσωθεν μέρεος, ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τὰ σφυρὰ τὰ ἔσωθεν καὶ εἰς τοὺς πόδας· δεῖ οὖν τὰς φλεβοτομίας ποιέεσθαι πρὸς τὰς ὀδύνας τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὄρχεων ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν ἔσωθεν. αἱ δὲ τρίται φλέβες ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ὑπὸ τὰς ὠμοπλάτας, ἔπειτα συμφέρονται ἐπὶ τὸν πνεύμονα καὶ ἀφικνέονται ἡ μὲν ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερά, ἡ δὲ ἐκ τῶν ἀριστερῶν εἰς τὰ δεξιά, καὶ ἡ μὲν δεξιὴ ἀφικνέεται ἐκ τοῦ πνεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸν σπλῆνα καὶ ἐς τὸν νεφρόν, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν εἰς τὰ δεξιὰ διὰ τοῦ πνεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸ ἧπαρ καὶ ἐς τὸν νεφρόν, τελευτῶσι δὲ ἐς τὸν ἀρχὸν αὗται ἀμφότεραι. αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα καὶ ὑπὸ τὰς κληῗδας, ἔπειτα δὲ ἀπὸ τῶν βραχιόνων ἄνωθεν εἰς τὰς συγκαμπάς, ἔπειτα διὰ τῶν πήχεων εἰς τοὺς καρποὺς καὶ τοὺς δακτύλους, ἔπειτα δὲ ἀπὸ τῶν δακτύλων πάλιν διὰ τῶν χειρῶν καὶ τῶν πήχεων ἄνω ἐς τὰς συγκαμπὰς καὶ διὰ τῶν βραχιόνων [132] τοῦ κάτωθεν μέρεος εἰς τὰς μασχάλας καὶ ἀπὸ τῶν πλευρῶν ἄνωθεν ἡ μὲν εἰς τὸν σπλῆνα ἀφικνέεται, ἡ δὲ εἰς τὸ ἧπαρ, ἔπειτα ὑπὲρ τῆς γαστρὸς ἐς τὸ αἰδοῖον τελευτῶσιν ἀμφότεραι. καὶ αἱ μὲν παχεῖαι τῶν φλεβῶν ὧδε ἔχουσιν· εἰσὶ δὲ καὶ ἀπὸ τῆς κοιλίας φλέβες ἀνὰ τὸ σῶμα πάμπολλαί τε καὶ παντοῖαι, δι' ὧν τῷ σώματι τροφαὶ ἔρχονται.
Τῶν κατὰ τὰς τέχνας ἀμφισβητουμένων ἔνια μὲν αἴσθησις, ἔνια δὲ ἀπόδειξις κρίνει. τὰ μὲν οὖν αἰσθήσει κρινόμενα τῆς κρινούσης αἰσθήσεως ἐρρωμένης δεῖται, τὰ δ' ἀποδείξει τοῦ λογισμοῦ γεγυμνασμένου. περὶ μὲν οὖν τῆς τῶν σιτίων πέψεως τῆς ἐν γαστρὶ καὶ τῆς μετὰ ταύτην τῶν χυμῶν γενέσεως ἀναδόσεώς τε καὶ θρέψεως ὅσα τ' ἄλλα τοιαῦτα λογισμοῦ δεόμεθα τοῦ κρίνοντος τὰς εἰρημένας ὑπὸ τῶν παλαιῶν δόξας· εἰ δὲ τέτταρας ἔχει κοιλίας τὰ μηρυκάζοντα ζῷα, τὰ δ' ἀμφόδοντα μίαν, αἰσθήσεως, οὐκ ἀποδείξεως χρεία. ἔμπαλιν οὖν ἔχει τὸν [133] ἔλεγχον τῶν ψευδομένων τά τε αἰσθήσει κρινόμενα καὶ τὰ τῷ λογισμῷ· τὰ μὲν γὰρ αἰσθήσει κρινόμενα τοῖς διαλεγομένοις πρὸς ἀλλήλους ἑτοιμοτάτην φέρει τὴν κρίσιν ἐπὶ τὸ φαινόμενον ἐν ταῖς ἀνατομαῖς ἀφικνουμένοις, τὰ δ' ἀποδείξει καὶ χωρὶς ἀνατομῆς κρίνεσθαι δύναται γραφομένης τῆς ἀποδείξεως. ἐὰν οὖν τις ἀναγκάζηται διὰ γραμμάτων ἀντιλέγειν τοῖς ἀναισχυντότατά τε καὶ ἀμαθέστατα τολμήσασιν ἀποφήνασθαι περί τινος ἀνατομικοῦ θεωρήματος αἰσθήσει τὴν κρίσιν ἔχοντος, οἱ μὴ γινώσκοντες τὸ φαινόμενον ἐν ταῖς ἀνατομαῖς ἀδυνατοῦσι διακρίνειν ἀπὸ τῶν ἀληθευόντων τοὺς ψευδομένους. ὥσπερ γάρ, ἐάν τις λέγῃ Κρήτην οὐκ εἶναι νῆσον, ὑπὸ πάντων τῶν ἀκουόντων καταγινώσκεται, διότι γινώσκουσιν αὐτὴν εἶναι νῆσον, οὕτως ἐάν τις λέγῃ τέσσαρας μὲν ἔχειν τὰς κοιλίας τοὺς κύνας, μίαν δὲ τὰ μηρυκάζοντα, καταγελᾶται πρὸς τῶν ἑωρακότων ἐν μὲν τοῖς μηρυκάζουσι τέτταρας, ἐν δὲ τοῖς κυσὶ μίαν. ταὐτὸν δὴ τοῦτο καὶ περὶ τῆς τῶν φλεβῶν ἀνατομῆς [134] ἐστιν· οὐ γὰρ ἀποδείξεως ἡ κρίσις, ἀλλ' αἰσθήσεως δεῖται. μέχρι δ' ἂν οἱ διαφωνοῦντες ἐν τοῖς ἰδίοις χαρτίοις γράφωσιν, ἅπερ ἂν ἐθέλωσιν, ἄδηλός ἐστιν ἡ ἀλήθεια τοῖς ἀπείροις ἀνατομῆς.
εἰς τοιαύτην οὖν ἀφιγμένοι διαφωνίαν ἡμεῖς ἐν τῷ παρόντι λόγῳ πρὸς τοὺς τολμήσαντας εἰπεῖν ἀπὸ τῆς κεφαλῆς εἰς τὸ σῶμα τέσσαρα ζεύγη φλεβῶν κατιέναι τοῖς ἀγνοοῦσι τὰ κατὰ τὰς ἀνατομὰς οὐδεμίαν δυνάμεθα διὰ τῆς γραφῆς ἰσχυρὰν εἰπεῖν ἀπόδειξιν, ὅτι μηδὲ λογικῆς ὅλως ἀποδείξεως, ἀλλ' αἰσθήσεως μόνης ἐπιστημονικῆς ἡ κρίσις δεῖται, εἰ μή τις ἄρα τὰ περὶ κρίσεως ἱστορίας γεγραμμένα καὶ ἄλλοις μέν τισιν ἰατροῖς τε καὶ φιλοσόφοις, οὐχ ἥκιστα δὲ τοῖς ἐμπειρικοῖς ἐθέλοι προχειριζόμενος κατὰ ταῦτα ποιεῖσθαι τὴν κρίσιν. ἐγὼ μὲν γὰρ οὐ φεύγω τά τ' ἄλλα τοιαῦτα κριτήρια καὶ τὴν συμφωνίαν τῶν ἱστορησάντων καὶ μάλιστα, ἂν ἔμπειροι τῆς ἱστορουμένης ὕλης ὦσιν, ὥσπερ Εὔδημος μὲν καὶ Ἡρόφιλος ἀνατομῆς, Κρατεύας δὲ καὶ Διοσκορίδης [135] τῶν μεταλλικῶν φαρμάκων. εἰ δέ τις ἐκφεύγει τὴν κρίσιν ταύτην, οὐ μόνον ὀκτὼ φλέβας ἀδυνατήσει δεικνύειν ἀπὸ τῆς κεφαλῆς καταφερομένας, ἀλλ' οὐδὲ τρεῖς ἢ δύο· μία γάρ ἐστι μόνη μεγίστη φλέψ, ἣν 'κοίλην' ὀνομάζουσι, διὰ τῶν κυρτῶν τοῦ ἥπατος ἐκτεταμένη κατὰ τὸ τοῦ ζῴου μῆκος ὁριζουσῶν δηλονότι τῶν φρενῶν τὸ κάτω καὶ τὸ ἄνω τοῦ ζῴου. φέρεται δ' ἡ κοίλη φλὲψ αὕτη διὰ τῶν φρενῶν ἄνω μὲν ἐπὶ τὴν καρδίαν, κάτω δ' ἐπὶ τὴν ῥάχιν κατὰ τὸ κυρτὸν τοῦ ἥπατος διεξερχομένη, κἄπειθ' οὕτως ἀπὸ μὲν τῆς ἄνω φερομένης ἀποφυόμεναι φαίνονται σαφῶς ὡς ἀπὸ στελέχους αἱ ἄνω τοῦ διαφράγματος ἅπασαι φλέβες, ἀπὸ δὲ τῆς ἐπὶ τὴν ῥάχιν καμπτομένης αἱ κάτω. καὶ ταῦτα γέγραπται μὲν καὶ ὑφ' Ἱπποκράτους ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν "ἡπατῖτιν" ὀνομάζοντος αὐτοῦ τὴν κοίλην φλέβα, γέγραπται δὲ οὕτω καὶ πρὸς ἁπάντων τῶν ἀνατομικῶν. οὐδεὶς δ' ἄλλος εἶπεν ἰατρὸς ὀκτὼ φλέβας ἀπὸ ‹τῆς› κεφαλῆς ἐπὶ τὰ κάτω τοῦ σώματος [136] ἥκειν οὔτε τῶν ἧττον οὔτε τῶν μᾶλλον ἀκριβῶς ἀνατεμνόντων, οὐ Διοκλῆς, οὐ Πραξαγόρας, οὐκ Ἐρασίστρατος, οὐ Πλειστόνικος, οὐ Φιλότιμος, οὐ Μνησίθεος, οὐ Διεύχης, οὐ Χρύσιππος, οὐκ Ἀριστογένης ἢ Μήδειος ἢ Εὐρυφῶν, οὐκ ἄλλος τις ἰατρὸς τῶν ἀρχαίων. τί ‹δὲ› δεῖ λέγειν ἔτι περὶ τῶν μετ' αὐτοὺς ἐπὶ πλεῖστον αὐξησάντων τὴν ἀνατομικὴν θεωρίαν, ὡς Ἡρόφιλός τε καὶ Εὔδημος, οἷς εἰς τὴν μέθοδον οὐκέτι οὐδεὶς προσεξεῦρεν οὐδὲν ἄχρι Μαρίνου τε καὶ Νομισιανοῦ, οὐδ' Ἡρακλειανός, ᾧ συνεγενόμην ἐπὶ τῆς Ἀλεξανδρείας οὐκ ἐν παρέργῳ; μαθηταὶ δὲ τῶν ἀνδρῶν τῶνδε πολλοί τε καὶ ἄλλοι, διαπρεπέστατοι δὲ Νομισιανοῦ μὲν ὁ διδάσκαλος ἡμῶν Πέλοψ, Μαρίνου δὲ Κόιντος. ἀλλὰ Κόιντος μὲν οὔτ' ἄλλο τι βιβλίον οὔτ' ἀνατομικὸν ἔγραψε, τῶν δ' ἄλλων ἁπάντων ἀνατομικὰς ἔχομεν οὐκ ὀλίγας βίβλους. ἀλλὰ καὶ τῶν Κοΐντου μαθητῶν ἔστιν ἀνατομικὰ συγγράμματα, καθάπερ τὰ Σατύρου τε τοῦ ἡμετέρου διδασκάλου καὶ Λύκου. τούτων οὖν ἁπάντων καὶ πρὸς τούτοις ἄλλων πολλῶν ἀνατομὰς [137] γεγραφότων οὐδεὶς οἶδε τέσσαρα ζεύγη φλεβῶν ἀπὸ τῆς κεφαλῆς ὁρμᾶσθαι. τοῦτο γὰρ ὅμοιόν ἐστι τῷ λέγειν ὀκτὼ κατὰ τὴν τῶν Ἀθηναίων πόλιν ἀκροπόλεις εἶναι μιᾶς οὔσης μόνης. κατὰ μέν γε τὴν Ῥωμαίων πόλιν ἐγχωρεῖ τινα φάναι τοὺς ᾠκισμένους λόφους ὑπάρχειν ὀκτώ, καθάπερ κἂν ἕξ τις φήσει· παρ' ἕνα γὰρ ἑκάτερος ψεύσεται· εἰ δέ τις ἀντὶ τῶν ἑπτὰ ἕνα εἶναι φήσει τὸν ᾠκισμένον λόφον ἢ ἔμπαλιν Ἀθήνησιν ἀντὶ μιᾶς ἀκροπόλεως ὀκτώ, πολλῷ μᾶλλον ψεύσεται τοῦ παρ' ἕνα τἀληθὲς εἰπόντος. ἀναφερομένης οὖν ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος εἰς τὰ τοῦ σώματος ἄνω μιᾶς φλεβός, (ἤ, κἂν ἄνωθεν ἄρξηταί τις ἀνατέμνειν, οὐκ ἀναφέρεσθαι, ἀλλὰ καταφέρεσθαι λεχθήσεται, μία δ' ὡσαύτως φανεῖται), γελοιότατος ἂν εἴη τις ὀκτὼ λέγων ἄνωθεν κάτω φέρεσθαι φλέβας· εἴτε γὰρ ἄνωθεν κάτω βουληθείης λέγειν εἴτ' ἐκ τῶν κάτω μερῶν ἄνω φέρεσθαι τὴν ἡπατῖτιν ἢ κοίλην ὀνομαζομένην φλέβα, μία πάντως ἐστὶν αὕτη διὰ τῶν κυρτῶν τοῦ ἥπατος ἐκτεταμένη.
[138] εἰ μὲν οὖν ἑτέρου τινὸς εὑρέθη βιβλίον ἀνατομὴν ἔχον τοιαύτην, οὐδ' ἂν ἐποιήσατό τις ὑπὲρ αὐτοῦ λόγον οὐδ' ἀναγνῶναι τὰ κατὰ μέρος ὑπέμεινεν, ἀλλὰ τοῦτο μόνον ἀκούσας, ὡς ἔστι τέσσαρα ζεύγη φλεβῶν ἐν τῷ σώματι, καταγνοὺς ὡς ἐμπλήκτου τῆς ἐπαγγελίας ἀπεχώρησεν εὐθέως· ἐπεὶ δ' εἰς Ἱπποκράτειον σύγγραμμα παρενέθηκέ τις τὸν λόγον, ἀνάγκην ἡμῖν παρέσχεν ἀπολλύναι τὸν χρόνον αὐτόν τε τοῦτον ὃν ἀναλίσκομεν ἐλέγχοντες αὐτὸν ἔτι τε πρὸ τούτου καθ' ὃν ἀναγινώσκομεν τὰ κακῶς ἐγγεγραμμένα. ἀπὸ τῶν ὄπισθεν τῆς κεφαλῆς, φησί, ζεῦγός τι φλεβῶν ὥρμησε φέρεσθαι διὰ τοῦ αὐχένος, εἶτ' ἐκ τῶν ἔξω μερῶν παρὰ τὴν ῥάχιν ἀφικόμενον ἐπὶ τὰ ἰσχία τοὐντεῦθεν διὰ τῆς κνήμης ἐπὶ τὰ τῶν σφυρῶν ἔξω παραγίνεται. δεύτερον δ' ἄλλο ζεῦγος ἄρχεται μέν, φησίν, ἐκ τῶν περὶ τὰ ὦτα χωρίων, κατέρχεται δὲ διὰ τοῦ τραχήλου, τῶν σφαγιτίδων ὀνομαζομένων φλεβῶν, εἶθ', ὥσπερ τὸ πρότερον ζεῦγος ἐκ τῶν ἔξω μερῶν παρὰ τὴν ῥάχιν, οὕτως ἐκ τῶν ἔνδον τοῦτο πρός τε τοὺς ὄρχεις καὶ τοὺς μηροὺς ἥκει, κἄπειτα διὰ τῶν ἰγνύων ἐπὶ τὰ τῶν [139] σφυρῶν ἔνδον ἀφικνεῖται. τίς ἀνάσχοιτο ταῦτα ἀκούων ἡμέρᾳ μιᾷ τεθεαμένος ἀνατομὰς ζῴων; πολλὰ μὲν γάρ ἐστι καὶ δύσδεικτα θεωρήματα κατὰ τὰς ἀνατομάς, ὑπὲρ ὧν εἰκὸς ἀγνοεῖν τινα τῶν μὴ πάνυ τετριμμένων ἐν τῷ πράγματι, καὶ διὰ τοῦτο διαφωνία γέγονεν ἐπ' αὐτῶν· τὸ δὲ τῆς μεγίστης φλεβὸς οὕτως ἐστὶ πρόδηλον, ὡς μήτε τινὰ λαθεῖν δύνασθαι τῶν δυνηθέντων ἐξ ἀνατομῆς τι μαθεῖν, ὡμολόγηταί τε πᾶσιν ἄχρι τοῦ καὶ τοὺς ποιητὰς αὐτοὺς γινώσκειν· Ὅμηρος γοῦν φησιν·
ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
ἥ τ' ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν' ἱκάνει.
μίαν οὖν αὐτὴν οἶδεν, ὥσπερ οὖν καὶ ἔστιν, οὐ τέτταρας, ἔξωθεν μὲν τῆς ῥάχεως δύο, δύο δὲ κατὰ τὸν αὐτὸν τρόπον ἐκείναις παρατεταμένας ἑκατέρωθεν τῇ ῥάχει ἄλλας· ἀλλὰ τὰς μὲν τέτταρας, ὡς ὁ διαπλάσας τὴν ἐνταῦθα γεγραμμένην ἀνατομὴν ἔγραψεν, οὐδὲν ἔχει ζῷον, [140] ἀπὸ δὲ τῆς μιᾶς φλεβὸς τῆς μεγίστης ἀποφύσεις γίνονται καθ' ὅλον τὸ μεταξὺ τῶν τοῦ νωτιαίου περάτων, ὡς Ἱπποκράτης ἔγραψεν ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν, 'τό τ' ἄνω πρὸς ταῖς κλεισὶ πέρας αὐτῆς καὶ τὸ κάτω πρὸς τῷ ἱερῷ ὀστέῳ', καὶ τὸ μὲν εἰς τὰς σφαγίτιδας φλέβας σχίζεται, τὸ δ' εἰς τὰς ἐπὶ τὰ σκέλη φερομένας. πῶς οὖν ὁ τοῦτο τὸ δεύτερον ζεῦγος γράψας δύο διαμενούσας τὰς σφαγίτιδας φλέβας οἴεται παρὰ τὴν ῥάχιν ἐκ τῶν ἔνδον μερῶν ἐπὶ τὰ σκέλη φέρεσθαι; πῶς δ' ἐπὶ τὰ τῶν σφυρῶν ἔνδον ἥκειν; μιᾶς γὰρ μόνης φλεβὸς εἰς ἑκάτερον τῶν σκελῶν ἀφικνουμένης, οὐκ ἄλλης μέν τινος αἱ ἔνδον τῶν σφυρῶν, ἄλλης δ' αἱ ἔξωθεν, ἀλλὰ τῆς αὐτῆς εἰσιν ἀποβλαστήματα. ἔτι δὲ τούτων ἐστὶ γελοιότερον τὸ τρίτον ζεῦγος τῶν φλεβῶν, ἃς ἐκ τῶν κροτάφων ὁρμηθείσας φέρεσθαί φησι διὰ τοῦ αὐχένος ὑπὸ τὰς ὠμοπλάτας εἰς τὸν πνεύμονα, κἄπειτ' ἐντεῦθεν ὑπαλλαττούσας τὸ κατ' εὐθὺ τῆς φορᾶς ἐκτρέπεσθαι πρὸς τὰ πλάγια, τὴν μὲν ἐκ τῶν δεξιῶν μερῶν ἐπὶ τὰ ἀριστερὰ μετερχομένην, εἶθ' ὑπὸ τὸν μαζὸν ἐπί τε τὸν σπλῆνα καὶ τὸν ἀριστερὸν ἀφικνουμένην νεφρόν, τὴν δ' ἐκ τῶν ἀριστερῶν μερῶν ἐπὶ ‹τὰ δεξιά, εἶθ' ὑπὸ τὸν μαζὸν ἐπί τε τὸ ἧπαρ καὶ› [141] τὸν δεξιὸν νεφρόν, ἀμφοτέρας δ' αὐτὰς εἰς τὸν ἀρχὸν τελευτᾶν. ἀλλὰ καὶ ὁ ἀρχός, ὦ βέλτιστε, φαίη ἄν τις εἰκότως πρὸς τὸν ταῦτα γράψαντα, παρὰ τῆς ἐπ' ὀσφύι κοίλης ἀποφύσεις λαμβάνει κατ' ἐκεῖνον τὸν τόπον, ἔνθα καὶ τὰς εἰς ἑκάτερον μέρος ἀποφυομένας τῆς κοίλης ὥσπερ τινὰς κλάδους μεγάλους ἐπὶ τὰ σκέλη φέρεσθαι ‹συμβαίνει›. τῷ δὲ πνεύμονι τίς ἀγνοεῖ μὴ ὅτι τῶν ἰατρῶν, ἀλλὰ καὶ τῶν μαγείρων ἀπὸ καρδίας χορηγούμενον αἷμα διὰ μιᾶς φλεβός; ἧς καρδίας οὐδαμόθι μέμνηται κατὰ τὸν λόγον ὁ τὸ τρίτον ζεῦγος τοῦτο πλάσας· ἀλλ' ἣν ἔνιοι τῶν ἀνατομικῶν ἀνδρῶν ἀρχὴν εἶναί φασιν τῶν καθ' ὅλον τὸ σῶμα φλεβῶν, ταύτην ἡ προκειμένη ῥῆσις οὐδεμίαν οἶδεν ἔχουσαν φλέβα. καὶ γὰρ οὖν καὶ τὸ τέταρτον ζεῦγος ἄρχεσθαι μὲν ἀπό τε τῶν πρόσω τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ἔφησεν, ὑπὸ δὲ τὸν αὐχένα καὶ τὰς κλεῖς ἐνεχθὲν αὐτὰς ἐπιβαίνειν τῷ βραχίονι καθ' ἑκατέραν δηλονότι χεῖρα μίαν, εἶτ' ἐκ τῶν ἄνω μερῶν ἐπὶ τοὺς δακτύλους ἐνεχθείσας αὖθις ἀναφέρεσθαι διὰ τῆς ὅλης χειρὸς ἐπὶ τὴν μασχάλην ἐντεῦθέν τε διὰ τῶν πλευρῶν ἰέναι, τὴν μὲν ἑτέραν ἐπὶ τὸ ἧπαρ, τὴν δ' ἑτέραν [142] ἐπὶ τὸν σπλῆνα, κἄπειτα φερομένας ἀπὸ τῆς γαστρὸς εἰς τὸ αἰδοῖον ἀμφοτέρας τελευτᾶν, ὥστε οὐδ' αὗται διδόασί τι τῇ καρδίᾳ μέρος. πῶς οὖν εἰς τέλος ἐπελάθετο τηλικούτου σπλάγχνου τῆς καρδίας ὁ ταῦτα διαπλάττων ὡς καινὸς ὄντως Προμηθεύς; οὐ μὴν οὐδ' ἐγκεφάλου μνήμην ἐποιήσατο· δῆλον γὰρ ὅτι καὶ οὗτος ἀτιμότερος ἦν τῶν σφυρῶν. ὑπὲρ ἅπασαν δὲ τυφλότητα τὸ κατὰ τοὺς νεφρούς ἐστιν, ἐφ' οὓς ἀπὸ τῆς κοίλης μέγισται φέρονται φλέβες, ἃς παραλιπὼν ἀναπλάττει τινὰς ἀπὸ τοῦ πνεύμονος ἐπ' αὐτοὺς φέρεσθαι. δῆλος οὖν ἐστιν ἐξ ἁπάντων οὐχ, ὥσπερ ἔνιοι τῶν ἀνατεμνόντων παρεῖδόν τινα, καὶ αὐτὸς οὗτος παρεωρακώς, ἀλλ' ὅλως οὐδὲν ἑωρακώς· ὁ γὰρ τὰ μέγιστα μὴ βλέπων οὐ παραβλέπειν, ἀλλ' ὅλως οὐ βλέπειν ἀληθῶς ἂν λέγοιτο.
ὅτι μὲν οὖν ἐνυπνίοις μεθυόντων ἔοικεν ὁ περὶ τῶν ἀπὸ τῆς κεφαλῆς εἰς ὅλον τὸ σῶμα καταφερομένων φλεβῶν λόγος, οὐδεὶς ἀγνοεῖ τῶν ὅλως ἐπιχειρησάντων τι θεάσασθαι κατὰ τὰς ἀνατομάς. ἄλλας μὲν [143] γάρ τινας μικρὰς παρῶφθαι τοῖς ἀνατομικοῖς εἰκός, οὐ μὴν ἔγραψέ τις ἄλλην ἄλλως οὐδὲ παρέλιπε τὰ καὶ τοῖς τυφλοῖς, ὡς οἷόν τε, δυνάμενα γενέσθαι γνώριμα τοὺς δακτύλους τῆς χειρὸς ἐπιβάλλουσι. μία γοῦν ἐστι φλέψ, δι' ἧς ἐξ ἥπατος εἰς ὅλον τὸ σῶμα φέρεται τὸ αἷμα, καθάπερ ἀπὸ στελέχους κλάδων πολλῶν ἀποφυομένων ἀπ' αὐτῆς φλεβῶν σμικρῶν, αἳ διανέμουσιν αὐτὸ τοῖς τοῦ ζῴου μορίοις ἅπασιν. εἰ μὲν οὖν ποταμῷ παρεικάσαις τὸ κατὰ τὴν κοίλην αἷμα, τὸ δ' ἀπ' αὐτῆς φερόμενον εἰς τὰ μόρια τοῦ σώματος ὀχετῷ, οὐδ' οὕτω ψευσθήσῃ τῆς εἰκόνος. ἀλλ' εἴτε ποταμῷ προσεοικέναι φαίη τις εἴτε πρέμνῳ τὴν μεγάλην φλέβα, τό γε μίαν αὐτὴν εἶναι πᾶσι τοῖς ἰατροῖς ὡμολόγηται πλὴν τοῦ τολμηρότατα παρεγγράψαντος τῷ βιβλίῳ τούτῳ τὰ τέσσαρα ζεύγη· πρὸς γὰρ αὖ τοῖς ἄλλοις, ὥσπερ τὴν καρδίαν ἀμνημόνευτον εἴασεν, οὕτω καὶ αὐτὴν τὴν κοίλην φλέβα, καίτοι τῶν γε σφαγιτίδων μνημονεύσας, εἰς ἃς αὕτη σχίζεται κατὰ τὸ τοῦ θώρακος ἀνωτέρω. ὅσον γάρ ἐστι μεταξὺ τούτου τε τοῦ χωρίου καὶ τοῦ τῆς ῥάχεως πέρατος, [144] ἡ μεγάλη φλὲψ αὐτὸ κατείληφεν ἀποφύουσα φλέβας ἑκατέρωθεν. σχίζεται δὲ διχῇ καθ' ἑκάτερον τῶν περάτων καὶ τῶν μορίων αὐτῆς· ἄνω μὲν γὰρ διὰ τοῦ τραχήλου φέρονται μέγισται φλέβες, αἳ σφαγίτιδες ὀνομάζονται, κάτω δὲ ἐφ' ἑκάτερον σκέλος, ὡς εἴρηται, μία μέν, μεγίστη δὲ φλέψ. τῶν δὲ διὰ τοῦ τραχήλου φερομένων, αἳ καλοῦνται σφαγίτιδες, ἐν τῷ δευτέρῳ ζεύγει μνημονεύσας ὁ νέος οὗτος Προμηθεὺς ἄγνοιάν τε καὶ τόλμαν ἐπεδείξατο μεγίστην οὐδαμόθι τῆς κοίλης φλεβὸς σχιζομένης, ἐξ ἧς αὗται γεννῶνται, μνημονεύσας. ἐχρῆν γάρ, εἴπερ ἑωράκει τι σμικρὸν ἐν ταῖς ἀνατομαῖς, ἐς ταὐτὸν ἀλλήλαις φάναι τὰς σφαγίτιδας ἰούσας μίαν ἀποτελεῖν φλέβα τὴν ἡπατῖτιν ἢ κοίλην ἢ ὅπως ἄν τις ἑτέρως ὀνομάζειν ἐθέλῃ· νυνὶ δ' ὡς δύο μενουσῶν αὐτῶν ὁ λόγος αὐτῷ γέγραπται φάσκοντι διὰ τῶν ἔνδον μερῶν παρὰ τὴν ῥάχιν ἐπὶ τὰ τῶν σφυρῶν ἔσω καταφέρεσθαι.
τί ἂν οὖν ἔτι μνημονεύσοι τις τῶν μετὰ τὰ τέσσαρα ζεύγη γεγραμμένων φλεβῶν; ἃς ἀπὸ τῆς κοιλίας ἀναφέρειν εἰς ὅλον τὸ σῶμα τὴν τροφὴν ἡγεῖται, ὥσπερ τῶν εἰρημένων τεσσάρων ζευγῶν ἄλλου τινὸς [145] ἕνεκεν ὑπὸ τῆς φύσεως γεγονότων, ἀλλ' οὐχὶ μίαν ἁπασῶν φλεβῶν ἐχουσῶν χρείαν κοινήν, ἀναφέρειν ἐξ ἥπατος ἅπασι τοῖς τοῦ ζῴου μέρεσιν αἷμα. τῶν δ' ἐκ τῆς κοιλίας καὶ τῶν ἐντέρων ἀνακομιζουσῶν εἰς ἧπαρ τὸν ἐκ τῶν ἐδεσμάτων χυλὸν οὐδεμία προσωτέρω τοῦ ἥπατος ἀνέρχεται· ἀλλ' οὐδὲ κατὰ πολλοὺς τοῦ ἥπατος τόπους φαίνονται, καίτοι πάμπολλαι τὸν ἀριθμὸν οὖσαι, καθὰ τῇ γαστρὶ καὶ τοῖς ἄλλοις ἐντέροις ὁμιλοῦσιν, ἀλλ' εἰς ἕνα τόπον, ὃν ὀνομάζουσι 'πύλασ' ἥπατος, ἀφικνοῦνται πᾶσαι, τοῦ θεμένου πρώτου 'πύλασ' ὄνομα τῷ χωρίῳ τούτῳ πόλει μὲν ἢ οἰκίᾳ τινὶ μεγάλῃ τὸ ἧπαρ παρεικάσαντος, ἀγροῖς δὲ τά τε ἔντερα καὶ τὴν κοιλίαν, ἐξ ὧν ὥσπερ δι' ὁδῶν τινων πολλῶν, τῶν φλεβῶν, εἰς τὰς πύλας τῆς πόλεως ἢ τῆς οἰκίας κομίζεται τὰ σιτία. ληρεῖ τοίνυν ὁ νέος Προμηθεὺς ἐν ᾧ διαπλάττει ζῴῳ κατὰ τὸν ἑαυτοῦ λόγον. οὐ γὰρ δἂν τοῖς ἔργοις γε διέπλασσέ τις ζῷον, ἐν ᾧ φλέβες ἐκ τῆς κοιλίας καὶ τῶν ἐντέρων εἰς ὅλον ἀναφέρουσι τὸ σῶμα τὴν τροφήν· εἰς ἕνα γὰρ ἀφικνοῦνται τόπον ἅπασαι, τὰς πύλας τοῦ [146] ἥπατος, ἐντεῦθέν τε πάλιν αἱ κατὰ τὸ σπλάγχνον ὑποδεχόμεναι φλέβες τὴν ἀνενεχθεῖσαν τροφὴν εἰς τὴν κοίλην φλέβα παράγουσιν, ἐξ ἧς, ὡς ἔφην ὀλίγον ἔμπροσθεν, εἰς ὅλον τὸ σῶμα διανέμεται τὸ αἷμα.
Φέρουσι δὲ καὶ ἀπὸ τῶν παχεῶν φλεβῶν εἰς τὴν κοιλίην καὶ εἰς τὸ ἄλλο σῶμα καὶ ἀπὸ τῶν ἐξωτάτω καὶ ἀπὸ τῶν εἴσω, καὶ εἰς ἀλλήλας διδόασιν αἵ τε εἴσωθεν ἔξω καὶ αἱ ἔξωθεν εἴσω.
Ἤρκει μὲν τῷ νέῳ Προμηθεῖ τὰ τέσσαρα ζεύγη τῶν φλεβῶν, οὐ μὴν ἠρκέσθη γε αὐτός, ἀλλ' ὑπ' ἀπληστίας ἠσχημόνησε προσθεὶς αὐτοῖς τὰς ἐκ τῆς κοιλίας ἀναφερούσας τὴν τροφὴν εἰς τὸ σῶμα. νυνὶ δ' αὖθις ἐπήνεγκε τῷ λόγῳ τὸν κολοφῶνα περὶ τῆς κοινωνίας τῶν φλεβῶν εἰπὼν οὐδὲν ἀληθές· οὐδεμία γὰρ τῶν ἀπὸ τῆς κοίλης ἀποπεφυκυιῶν [147] φλεβῶν, ἃς παχείας ὠνόμασεν, εἰς ἕτερα ζεύγη διανενεμημένη εἰς κοιλίαν ἢ ἔντερα φαίνεται καταπεφυκυῖα. καθάπερ δ' οὖν ἐπὶ τῆς νῦν εἰρημένης ἀνατομῆς οὐδὲν ὅλως οὐδ' ἄχρι ῥήματος ἑνὸς ἀληθὲς εἶπεν ὁ πλάστης αὐτῶν, οὕτως ἐπὶ τῆς κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν οὐδὲν ὅλως ὁ Ἱπποκράτης ἐψεύσατο. παραφρονοῦσιν οὖν ὅσοι οὐδ' ὄναρ ἀνατομῆς ἁψάμενοι τῶν Ἱπποκράτους βιβλίων ἐξηγήσεις ἐπιχειροῦσι ποιεῖσθαι, καὶ μάλιστ' αὐτῶν οἱ καλοῦντες ἑαυτοὺς Ἱπποκρατείους, ἑνὸς ἀνδρὸς ἡγούμενοι καὶ τοῦτον εἶναι τὸν λῆρον ἅπαντα τῆς τῶν φλεβῶν ἀνατομῆς καὶ τὴν ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν ἀκρίβειαν· εἰ μὲν γὰρ ἐπεξεύρηταί τι κατὰ τὸ ἕτερον αὐτῶν, ἐγχωρεῖ τὸν αὐτὸν ἄνδρα τοῦ χρόνου προϊόντος ἑαυτοῦ βελτίονα γενόμενον ἐφ' οἷς ἔμπροσθεν εἰρήκει καλῶς ἕτερα προσθεῖναι· ἐπεὶ δὲ ὁ μὲν Ἱπποκράτης αὐτὸς ἀκριβῶς φαίνεται γράψας οὐ μόνον τὰ σαφῶς ὁρώμενα πᾶσιν, ἀλλὰ καὶ τὰ δυσθεώρητα, μὴ βλέπων δὲ ὁ τὴν ἐνθάδε συνθεὶς ἀνατομὴν ἃ καὶ ψηλαφῶν ἄν τις εὕροι, πῶς ἐγχωρεῖ φάναι [148] τὸν αὐτὸν ἀμφότερα γεγραφέναι; κατὰ τί δ' εὔλογον ὅλον ἀναπληρώσας τὸν περὶ τῶν στοιχείων τοῦ ἀνθρώπου λόγον ἐφεξῆς αὐτῷ συνῆψε τὸν περὶ τῶν φλεβῶν; ἢ γὰρ πᾶσαν ἐχρῆν τὴν ἀνατομὴν γράφειν ἢ μηδὲ τὴν περὶ τῶν φλεβῶν. ὑποτυπώσεσι μὲν γάρ, ἃς ἑαυτοῖς ἀναμνήσεως ἕνεκα γράφομεν, οἰκεῖον ἔστιν ὅτε τοιαύτη ποικιλία θεωρημάτων γίνεται, συγγράμματι δὲ οὐδαμῶς ἐστιν οἰκεῖον ἐπιπεπληρωμένῃ τῇ προτέρᾳ διδασκαλίᾳ μόριόν τι τῆς δευτέρας προσγράψαι, κἄπειτα τοῦτο καταλιπόντα μικρὸν ὕστερον ἄλλο τι γράφειν, εἶτ' αὖθις ἄλλο, καθάπερ ἐν τούτοις τοῖς ὑποκειμένοις ἐν τῷ Περὶ φύσεως ἀνθρώπου.
Τὰς οὖν φλεβοτομίας χρὴ ποιεῖσθαι κατὰ τούτους τοὺς λόγους.
[149] Οὓς αὐτὸς προείρηκε δηλονότι τῷ μὲν πρώτῳ ζεύγει τῶν φλεβῶν ἐν τῇ τελευτῇ προσθεὶς κατὰ λέξιν ταυτί· "δεῖ οὖν τὰς φλεβοτομίας τὰς ἀπὸ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ ἐν τοῖς ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων ποιέεσθαι καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν", τῷ δὲ δευτέρῳ ζεύγει ταυτὶ προσγράψας· "δεῖ οὖν τὰς φλεβοτομίας ποιέεσθαι πρὸς τὰς ὀδύνας τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὄρχεων ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν ἔσωθεν." ἐπὶ δὲ τοῦ τρίτου καὶ τετάρτου ζεύγους οὐδὲν προσέθηκε περὶ φλεβοτομίας, ὥστε καὶ κατ' αὐτὰ τὸν λόγον ἐλλιπῆ πεποίηκε πολλὰ μόρια τοῦ σώματος παραλιπών, ἐφ' ὧν ἐχρῆν εἰρηκέναι τὰς τμηθησομένας φλέβας. ἀλλὰ ὥσπερ τῆς ὅλης ἀνατομῆς βραχύ τι μόριον ἀποσπάσας ἔγραψεν, οὕτως καὶ τοὺς περὶ τὰς φλεβοτομίας λόγους.
Ἐπιτηδεύειν δὲ χρὴ τὰς τομὰς ὡς προσωτάτω τέμνειν ἀπὸ τῶν χωρίων, ἔνθα ἂν αἱ ὀδύναι μεμαθήκωσι γίνεσθαι καὶ τὸ αἷμα συλλέγεσθαι. οὕτω γὰρ ἂν [150] ἥκιστα ἥ τε μεταβολὴ γίνοιτο μεγάλη ἐξαπίνης καὶ τὸ ἔθος μεταστήσαις ἄν, ὥστε μηκέτι εἰς τὸ αὐτὸ χωρίον συλλέγεσθαι.
Ὅτι μὲν τομὰς εἴρηκε τῶν φλεβῶν, ἃς ἐν συνθέτῳ προσηγορίᾳ 'φλεβοτομίασ' ὀνομάζομεν, ὀρθῶς ἤκουσαν οἱ ἐξηγηταί· καὶ γὰρ ὁμολογοῦσι πάντες τοῦτο· ὅτι δὲ οὐ διωρίσατο, πότερον ὀδυνωμένων ἤδη τῶν μορίων ἀξιοῖ πόρρω τὴν ἀντίσπασιν γίνεσθαι τῶν ἐπιρρεόντων χυμῶν ἢ κατὰ τὸν τῆς ὑγείας χρόνον, ἐν τούτῳ μέμψαιτ' ἄν τις αὐτῷ. ἐμοὶ μὲν οὖν μᾶλλον δοκεῖ ἐπὶ τῶν ὑγιαινόντων εἰρῆσθαι βουλομένου τοῦ γράψαντος ταῦτα προσεθίζειν εἰς ἄλλα μόρια φέρεσθαι τοὺς πλεονάζοντας χυμούς.
Ὁκόσοι πῦον πολλὸν πτύουσιν ἄτερ πυρετοῦ ἐόντος καὶ οἷσιν ὑπὸ τὸ οὖρον πῦον ὑφίσταται πολλὸν ἄτερ ὀδύνης ἐοῦσι καὶ ὅσοις αἱματώδεα τὰ ὑποχωρήματα ὥσπερ ἐν τῇσι δυσεντερίῃσι καὶ χρόνιά ἐστιν [151] ἐοῦσι πέντε καὶ τριάκοντα ἐτέων καὶ γεραιτέροισι, τούτοις πᾶσιν ἀπὸ ταὐτομάτου τὰ νοσήματα γίνεται. ἀνάγκη γὰρ τούτους ταλαιπώρους γίνεσθαι καὶ φιλοπόνους τῷ σώματι καὶ ἐργάτας νεανίσκους ἐόντας, ἔπειτα δ' ἐξανεθέντας τῶν πόνων σαρκωθῆναι μαλθακῇ σαρκὶ καὶ πολὺ διαφερούσῃ τῆς προτέρας καὶ πολλὸν διακεκριμένον ἔχειν τὸ σῶμα τό τε προϋπάρχον καὶ τὸ ἐπιτραφέν, ὥστε μὴ ὁμολογεῖν. ὅταν οὖν νόσημά τι καταλάβῃ τοὺς οὕτω διακειμένους, τότε μὲν παραχρῆμα διαφεύγουσιν, ὕστερον δὲ μετὰ τὴν νόσον χρόνῳ τήκεται τὸ σῶμα καὶ ῥέει διὰ τῶν φλεβῶν, ᾗ ἂν εὐρυχωρίης μάλιστα τύχῃ, ἰχωροειδές. ἢν μὲν οὖν ὁρμήσῃ ἐπὶ τὴν κοιλίην τὴν κάτω, σχεδόν τι, οἷόνπερ ἐν τῷ σώματι ἐνῆν, τοιοῦτον καὶ τὸ διαχώρημα γίνεται· ἅτε γὰρ τῆς ὁδοῦ κατάντεος ἐούσης οὐχ ἵσταται πολὺν χρόνον ἐν τῷ ἐντέρῳ. ὅσοισι δ' ἂν ἐς τὸ στῆθος ἐσρυῇ, ὑπόπυον γίνεται· ἅτε γὰρ τῆς καθάρσιος ἀνάντεος ἐούσης καὶ χρόνον ἐναυλιζόμενον πολὺν ἐν τῷ στήθει κατασήπεται [152] καὶ γίνεται πυοειδές. οἷσι δ' ἂν ἐς τὴν κύστιν ἐξερεύγηται, ὑπὸ τῆς θερμότητος τούτου τοῦ χωρίου λευκὸν γίνεται καὶ διακρίνεται, καὶ τὸ μὲν ἀραιότατον ἐφίσταται ἄνω, τὸ δὲ παχύτατον κάτω, ὃ δὴ πῦον καλεῖται.
Τὰ μὲν εἰρημένα κατὰ τὴν προκειμένην ῥῆσιν ἅπαντά ἐστι σαφῆ καὶ δεῖται τοῦ προσέχοντος αὐτοῖς τὸν νοῦν, οὐκ ἐξηγητοῦ σαφηνίζοντος. εἰ δ' ἀληθῆ πάντ' ἐστί, βασανίζειν χρὴ τὸ μὲν τῇ πείρᾳ, τὸ δὲ τῷ λόγῳ, τῇ πείρᾳ μέν, εἰ χωρὶς τοῦ πυρέξαι τινὲς ὤφθησαν ἢ ἀποπτύοντες πῦον ἢ τοῖς οὔροις ἐκκρίνοντές τι, ἔτι δὲ πρὸς τούτοις, εἰ ταλαιπωροῦντες ἐν τῷ πρόσθεν βίῳ νῦν ἐπαύσαντο χρόνῳ συχνῷ καὶ εἰ νοσήσαντες μὲν οὗτοι διεσώθησαν, ὕστερον δ' αὐτοῖς αἱ εἰρημέναι πυώδεις ἐκκρίσεις ἐπιγίνονται. ταῦτα μὲν οὖν τῇ πείρᾳ κριθῆναι χρή· τῷ λόγῳ δὲ τὴν αἰτίαν, ὑφ' ἧς γίνεσθαί φησιν ὁ γράψας αὐτά, πότερον ἀληθής ἐστιν ἢ ψευδής. ὅτι μὲν οὖν οὐκ ἔχει τὸ ἐξ ἀνάγκης τὰ [153] εἰρημένα πρὸς αὐτοῦ, πρόδηλόν ἐστι τοῖς γεγυμνασμένοις ἐν ἀποδεικτικαῖς μεθόδοις· εἰ δὲ τὸ πιθανὸν γοῦν ἔχει, καθ' ἑαυτὸν ἕκαστος σκοπείσθω. κινδυνεύει γὰρ ἐν τῷ πρός τι τὸ πιθανὸν εἶναι. περὶ μὲν οὖν τῶν διὰ πείρας φαινομένων ἔχοιμι ἄν σοι κἀγὼ φάναι τό γε τοσοῦτον, ὡς αἱματώδεις μὲν ἐκκρίσεις διὰ γαστρὸς εἶδον οὐκ ὀλίγας γινομένας τισὶ τῶν καταλυσάντων ἔθος γυμνασίων σφοδρῶν, οὐδεμίαν δὲ ἔκκρισιν πυώδη· μυξώδη μέντοι πολλάκις ἐκ περιόδων τινῶν ἀτάκτων τε καὶ τεταγμένων οὐρούμενά τε καὶ διὰ γαστρὸς ἐκκρινόμενα τούτοις ἐθεασάμην, ὥσπερ γε καὶ πτύσματα πέπονα μέν, οὐ μὴν πυώδη γε.
Γίνονται δὲ οἱ λίθοι τοῖσι παιδίοισι διὰ τὴν θερμότητα τοῦ χωρίου τε τούτου καὶ τοῦ ὅλου σώματος.
[154] τοῦ χωρίου, δηλονότι τῆς κύστεως, ὑπὲρ ἧς κατὰ τὴν τελευτὴν τῆς προτέρας ῥήσεως οὕτως ἔγραψεν· "οἷσι δ' ἂν ἐς τὴν κύστιν ἐξερεύγηται, ἀπὸ τῆς θερμότητος τούτου τοῦ χωρίου λευκὸν γίνεται." τοῖς οὖν παιδίοις φησὶ τοὺς λίθους γίνεσθαι διὰ τὴν θερμότητα τῆς κύστεως καὶ ὅλου τοῦ σώματος, εἶτα ἐπιφέρων ἐρεῖ περὶ τῆς θερμότητος τῶν παιδίων.
Εὖ γὰρ χρὴ εἰδέναι, ὅτι ὁ ἄνθρωπος τῇ πρώτῃ τῶν ἡμερῶν θερμότατός ἐστιν αὐτὸς ἑωυτοῦ, τῇ δ' ὑστάτῃ ψυχρότατος.
Ἁπλῶς τῶν λεγόντων θερμότατον ἄνευ διορισμοῦ τῇ πρώτῃ τῶν ἡμερῶν εἶναι τὸν ἄνθρωπον οὐκ ἀληθὴς ὁ λόγος ἐστί, μετὰ διορισμοῦ δ' ἀληθής· θερμότατος γάρ, ἐάν γε ῥηθῇ τῷ 'ἐμφύτῳ'· τοῦτο γάρ ἐστι πλεῖστον τοῖς παιδίοις. ὁ δὲ γράψας τὴν προκειμένην ῥῆσιν αὐτὸ τὸ κυριώτατον ἐν τῷ λόγῳ παρακήκοεν, ὡς διὰ τῆς ἑπομένης ῥήσεως ἔσται [155] δῆλον. εὑρεθήσεται γὰρ οὐχ, ὡς Ἱπποκράτης 'τὰ αὐξανόμενα πλεῖστον' ἔφη 'τὸ ἔμφυτον θερμὸν ἔχειν', καὶ αὐτὸς οὕτω γινώσκων, ἀλλ' ἄνευ τοῦ ἔμφυτον ἡγούμενος ἁπλῶς εἶναι θερμὰ τὰ αὐξανόμενα.
Ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ σῶμα πρὸς βίην θερμὸν εἶναι.
Ἱπποκράτους εἰπόντος 'τὰ αὐξανόμενα πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμὸν' οὗτος ἔοικεν ἁπλῶς ἀκηκοέναι θερμὸν εἶναι τοῖς αὐξανομένοις τὸ σῶμα, μὴ προσκειμένου τῷ λόγῳ τοῦ 'ἔμφυτον'. χωροῦν γὰρ αὐτό φησι πρὸς βίαν θερμὸν γίνεσθαι. τὸ δὲ πρὸς βίαν χωρεῖν τοιόνδε τι βούλεται δηλοῦν· ἔργον αὐτῷ δοκεῖ βίαιόν τι καὶ ἰσχυρὸν ἡ αὔξησις εἶναι, ὥσπερ ‹δ'› αὖ τἄλλα τῶν ἰσχυρῶν ἔργων ἐκθερμαίνει τοὺς ἐνεργοῦντας, οὕτω καὶ ἡ αὔξησις. ἀλλ' ἔμπαλίν γε ἐχρῆν αὐτὸν εἰρηκέναι διὰ τὸ ἔμφυτον θερμὸν αὔξεσθαι τοὺς παῖδας, οὐ διὰ τὴν αὔξησιν [156] γίνεσθαι θερμούς. τὸ γὰρ ἔμφυτον θερμὸν οὐ μόνον εὔκρατον θερμόν, ἀλλὰ καὶ ὑγρόν. εἰκότως οὖν αὔξεται τὰ τοιαῦτα σώματα· διατεινόμενα γὰρ εἰς τὰς τρεῖς διαστάσεις, οἱονεὶ καὶ διαφυσώμενα, τὴν εἰς ἁπάσας αὐτὰς ἐπίδοσιν λαμβάνει. διατείνει μὲν οὖν ἡ φύσις αὐτὰ πάντῃ πρὸς τοῦτο ὀργάνῳ συμφύτῳ χρωμένη τῷ θερμῷ· διατείνεται γὰρ ἑτοίμως διὰ τὴν ὑγρότητα. τά γε μὴν πολλὰ τῶν παιδίων ἀδδηφαγοῦντα πλεῖστον ἀθροίζει τὸν ἰδίως ὀνομαζόμενον ὠμὸν χυμόν, ἐξ οὗ ῥᾳδίως ὁ λίθος γεννᾶται, τούτου μὲν ὕλης ἔχοντος λόγον, ἐξ οὗ ὁ λίθος γεννᾶται, ποιητικοῦ δὲ αἰτίου τῆς θερμασίας.
Ὅταν δ' ἄρξηται μαραίνεσθαι τὸ σῶμα καταρρέον πρὸς εὐπέτειαν, ψυχρότερον γίνεται.
Κἀνταῦθα πάλιν, ὅταν μηδὲν αὔξηται τὸ σῶμα τοῖς παρακμάζουσι, διὰ τὴν ἀργίαν αὐτό φησι γίνεσθαι ψυχρότερον· ἔμπαλιν δὲ ἄμεινον [157] αἰτιολογεῖν· ἐλάττονος γὰρ αὐτῷ γινομένου τοῦ ἐμφύτου θερμοῦ καὶ ἡ αὔξησις ἐπαύσατο. σαφέστερον δ' ἔτι τὴν ἑαυτοῦ γνώμην ἐδήλωσεν ὁ γράψας ταῦτα διὰ τῆς ἐχομένης ῥήσεως.
Καὶ κατὰ τοῦτον τὸν λόγον, ὅσον τῇ προτέρῃ τῶν ἡμερέων πλεῖστον αὔξεται ὁ ἄνθρωπος, τοσοῦτον θερμότατος γίνεται, καὶ τῇ ὑστάτῃ τῶν ἡμερέων, ὁκόσον πλεῖστον καταμαραίνεται, τοσοῦτον ψυχρότατον ἀνάγκη εἶναι.
Ὀρθῶς οὖν ἡμεῖς ἐξηγησάμεθα τὴν προειρημένην ῥῆσιν, ἐν ᾗ φησιν· "ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ σῶμα πρὸς βίην θερμὸν εἶναι." ἐχρῆν γὰρ ἔμπαλιν αὐτὸν εἰπεῖν διὰ τὸ ἔμφυτον θερμὸν αὔξεσθαι τὸ αὐξανόμενον, ἀλλ' οὐ διὰ τὴν αὔξησιν γίνεσθαι θερμόν. ἀνάλογον δὲ τούτου κἀπὶ τοῦ παρακμάζοντος, ἐπεὶ μηκέτ' αὔξεται, ψυχρὸν αὐτὸ νομίζειν γίνεσθαι διὰ τὴν ἀργίαν τῆς πρότερον μὲν ἐνεργούσης αὐξήσεως, νυνὶ δὲ παυομένης.
[158] Ὑγιέες δὲ γίνονται αὐτόματοι οἱ οὕτω διακείμενοι, πλεῖστοι μὲν ἐν τῇ ὥρῃ, ἣν ἄρχονται τήκεσθαι, πέντε καὶ τεσσαράκοντα ἡμερέων, ὁκόσοι δ' ἂν τὴν ὥραν ταύτην ὑπερβάλλωσιν, ἐνιαυτῷ αὐτόματοι, ἢν μή τι ἐς ἄλλο κακουργῆται ὁ ἄνθρωπος.
Τίνας λέγει τοὺς οὕτω διακειμένους; οὓς προειρήκει δηλονότι καταλύσαντας τὰ γυμνάσια διὰ τὴν ἀργίαν ἀποπτύειν τε καὶ οὐρεῖν πῦον ἁλίσκεσθαί τε δυσεντερίαις. ἐγὼ δὲ ἔφην ἁλισκομένους μὲν δυσεντερίαις αἱματηραῖς ἑωρακέναι πολλοὺς τῶν εἰς ἄπονον μεταστάντων ἐκ ταλαιπωρικοῦ καὶ ἐργαστικοῦ τοῦ πρόσθεν βίου, πῦον δὲ οὔτ' ἀναβήττοντας οὔτ' οὐροῦντας ὦφθαί μοί τινας. ἀλλ' οὗτός γέ μοι δοκεῖ τὸν ὠμὸν ὀνομαζόμενον χυμόν, ὅταν πεφθῇ γε, πῦον εἶναι ‹φάναι›. καὶ τί θαυμαστόν, ὅπου γε καὶ ὁ Ἐρασίστρατος τὰς ἐν τοῖς οὔροις ὑποστάσεις ἐπὶ τῶν πυρεσσόντων οὐ τοῦτον εἶναι τὸν χυμόν, ἀλλὰ πῦον [159] ἡγεῖται, μηδ' ὅτι τῶν ὑγιαινόντων τοῖς ἀδδηφαγοῦσιν ὑφίστασθαι πολὺ τὸ τοιοῦτον γινώσκων. τεθεάμεθα γοῦν παμπόλλοις τῶν ἀργῶς βιούντων διὰ χρόνων τινῶν ἐκκρινόμενα διὰ τῶν οὔρων τῇ καλουμένῃ μύξῃ παραπλήσια πάμπολλα· καί τισιν αὐτῶν βραδεῖαν ποιησάμενον τὴν διέξοδον πύῳ παραπλήσιον φαίνεται τὸ ἐκκρινόμενον, καθάπερ γε κἀπὶ τῶν ἀναπνευστικῶν, διὰ τὸ πλείονι χρόνῳ κατεχόμενα πέττεσθαι τὰ τοιαῦτα. τούτου δ' οὖν καὶ αὐτὸς εἶπε τὴν αἰτίαν ἔμπροσθεν, ἐπὶ μὲν τῆς δυσεντερίας τὸ κάταντες τῆς ὁδοῦ ταχείας διεξόδου τῶν περιττῶν αἴτιον εἶναι φάσκων, ἐπὶ δὲ τῶν ἀναπτυομένων τὸ ἄναντες τῆς βραδείας, ἐπὶ δὲ τῶν οὔρων τὴν θερμασίαν τοῦ χωρίου. εἰ δέ τις οὐ συγχωρεῖ διαφέρειν ὠμοῦ χυμοῦ πῦον ἐν οὔροις ἢ πτύσμασιν ἢ διαχωρήμασι, δυοῖν θάτερον οὗτος πέπονθεν· ἢ ἑκὼν πανουργεῖ διὰ τὴν ἀκολουθίαν τὴν πρὸς τὸ δόγμα, καθάπερ Ἐρασίστρατος, ἐπὶ φλεγμονῇ γίνεσθαι βουλόμενος ἅπαντας τοὺς πυρετούς, ἢ σοφιστής ἐστιν ἀνομίλητος τοῖς ἔργοις τῆς τέχνης, οὓς ὀρθῶς ὀνομάζουσιν οἱ παλαιοὶ 'λογιατρούσ'. [160] ἕτερον γάρ ἐστι καὶ χροιᾷ καὶ συστάσει καὶ ὀσμῇ τὸ πῦον ὠμοῦ χυμοῦ. γίνεται δὲ καὶ διὰ ῥινῶν καὶ διὰ στόματος ἐν περιόδοις τισὶν ἀτάκτοις τε καὶ τεταγμέναις ἔκκρισις ὠμῶν χυμῶν ἐκκαθαίρουσα τὸν ἐγκέφαλον, ἧς οὐκ ἐμνημόνευσε νῦν ὁ ταύτην τὴν προγεγραμμένην ῥῆσιν γράψας.
εἰκότως δὲ ἔφησεν αὐτομάτως ὑγιάζεσθαι τοὺς προειρημένους, ὅπερ ἔστιν οὐδὲν ἡμῶν πραξάντων· αὐτάρκως γὰρ ἡ φύσις αὐτοὺς ἐκκαθαίρει. προθεσμίαν δὲ τῆς ἐκκαθάρσεως ἔθετο διττὴν αὐτοῖς, τὴν μὲν ἑτέραν κατὰ τὴν ὥραν τοῦ ἔτους, ἐν ᾗ τὴν εἰρημένην ἔκκρισιν αὐτοῖς ἄρξασθαι συνέβη, τὴν δὲ ἑτέραν εἰς ἐνιαυτὸν ἐκτεινομένην, ἀλλὰ καὶ τὴν ὀλιγοχρόνιον εἰς πέντε καὶ τεσσαράκοντα προήκειν ἡμέρας· (τινὲς δὲ οὐ πέντε καὶ τεσσαράκοντα γράφουσιν, ἀλλὰ τεσσαράκοντα). πολλοὺς δὲ ἐγὼ θεασάμενος οὕτω καθαιρομένους ὑπὸ τῆς φύσεως οὐ δύο μόνον τῆς κενώσεως ὅρους εἶδον, ὡς οὗτος ἔγραψεν, ἀλλὰ καὶ πάνυ πολλούς. ἄλλος γὰρ ἐν ἄλλῃ προθεσμίᾳ τελέως ἐξεκαθάρθη, τινὲς μὲν περὶ τεσσαράκοντα [161] ἡμέρας, τινὲς δὲ καὶ μέχρι μηνῶν προὔβησαν οὐκ ἴσων τῷ ἀριθμῷ, ἔστι δὲ οἳ καὶ δι' ὅλου τοῦ ἔτους παραμένον ἔσχον τὸ σύμπτωμα.
Ὁκόσα δὲ τῶν νοσημάτων γίνεται ἐξ ὀλίγου καὶ ὁκόσων αἱ προφάσιες εὔγνωστοι, ταῦτα δὴ ἀσφαλέστατά ἐστι προαγορεύεσθαι. τὴν δὲ ἴησιν χρὴ ποιεῖσθαι αὐτῶν ἐναντιούμενον τῇ προφάσει τῆς νόσου· οὕτω γὰρ ἂν λύοιτο τὸ τὴν νόσον παρέχον ἐν τῷ σώματι.
Τούτῳ μάχεσθαι δοκεῖ τὸ κατὰ τοὺς Ἀφορισμοὺς εἰρημένον· "τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προαγορεύσιες οὔτε τῆς ὑγιείης οὔτε τοῦ θανάτου." καὶ Σαβῖνος αὐτὸ πειραθεὶς λῦσαι περιελάλησε μέν, οὐδὲν δὲ εἶπε πιθανόν· οὕτω δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον. δοκοῦσι δέ μοι μὴ συνηκέναι, τί σημαίνει τὸ ἐξ ὀλίγου· νομίζουσι γοῦν ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ὀξέων γίνεσθαι τὸν [162] λόγον· ἔοικε δὲ οὐ περὶ τούτων λέγειν τοῦτο, ἀλλὰ περὶ τῶν ἐξ αἰτίων προδήλων τὴν γένεσιν ἐσχηκότων πρόσφατον ἐξ ὀλίγου χρόνου καὶ οὐκ ἐκ πολλοῦ κατασκευασθεῖσαν. ἐπὶ τούτων γὰρ ἡ πρόρρησις τοῦ γενησομένου ῥᾴστη, ὅτι καὶ τὸ αἴτιον ὁποῖόν τε ἢ πηλίκον ἐστὶν ἔγνωσται. ὅσα δὲ ἐκ πολλοῦ χρόνου κατὰ βραχὺ γενόμενα μηδεμίαν ἔσχεν αἰτίαν προφανῆ τῆς γενέσεως, οὐχ ὁμοίως ἐπὶ τούτων ἡ πρόγνωσις ἀσφαλής. ὑπόγυοι δὲ αἰτίαι νοσημάτων εἰσὶν ἐγκαύσεις, ψύξεις, ἀγρυπνίαι, λῦπαι, φροντίδες, ἀπεψίαι, σκληροκοιτίαι, κάματοι, μέθαι καὶ τἄλλα τὰ τοιαῦτα. διὰ τοῦτ' οὖν καὶ τὴν ἴασιν ἔφη τῶν τοιούτων ποιεῖσθαι διὰ τῶν ἐναντίων τῇ προφάσει τοῦ νοσήματος, οἷον, εἰ ἐνεκαύθη, ψύχοντα, εἰ ἐψύχθη, θερμαίνοντα, εἰ ἔκαμεν, ἀναπαύοντα, εἰ ἤργησε παρὰ τὸ ἔθος, ἐπὶ πλέον γυμνάζοντα, εἰ ἐπληρώθη, κενοῦντα, εἰ ἐκενώθη, πληροῦντα, καθάπερ καὶ πρόσθεν εἶπε κατὰ τὴν ῥῆσιν, ἧς ἡ ἀρχή· "ὁκόσα πλησμονὴ τίκτει νοσήματα, κένωσις ἰῆται."
[163] Ὁκόσοισι δὲ ψαμμώδεα ὑφίσταται ἢ πῶροι ἐν τοῖσιν οὔροισι, τουτέοισι τὴν ἀρχὴν φύματα ἐγένετο πρὸς τῇ φλεβὶ τῇ παχείῃ καὶ διεπύησεν, ἔπειτα δὲ αὐτέων οὐ ταχέως ἐκραγέντων τῶν φυμάτων πῶροι συνετράφησαν ἐκ τοῦ πύου, οἵτινες ἔξω λείβονται διὰ τῆς φλεβὸς σὺν τῷ οὔρῳ εἰς τὴν κύστιν.
Γένοιτο μὲν ἄν ποτε καὶ καθ' ἣν εἶπεν αἰτίαν οὖρα τοιαῦτα, γένοιτο δ' ἂν καὶ αὐτοῦ τοῦ νεφροῦ παθόντος ὁμοίως ἄνευ τῆς μεγάλης φλεβός· ὡς τὸ πολὺ δὲ χωρὶς φυμάτων συμβαίνουσιν αἱ εἰρημέναι διὰ τῶν οὔρων ἐκκρίσεις, ὅταν παχὺς ἢ γλίσχρος ἱκανῶς χυμὸς βραδεῖαν ποιούμενος τὴν διέξοδον ὑπὸ τῆς ἐν τῷ τόπῳ θερμασίας ξηραινόμενος παγῇ.
Ὁκόσοισι δὲ αἱματώδεα μόνον τὰ οὐρήματα, τούτοισιν αἱ φλέβες πεπονήκασιν.
[164] Τὸ πεπονήκασιν ἄδηλόν ἐστιν ἐπὶ τίνος εἴρηται. δύναται γὰρ καὶ τὸ κεκμήκασι δηλοῦν, ὡς ἐκλύτους γεγονυίας αὐτὰς ἡμίπεπτόν τε γεννᾶν αἷμα καὶ μεθιέναι τοῦτο ῥᾳδίως δι' ἀτονίαν ἢ ὡς ἀλλότριον ἀποκρίνειν, δύναται δὲ καὶ ἄλλως τὸ πεπόνθασιν ἐκ τοῦ πεπονήκασι δηλοῦσθαι, μηδὲν αὐτῶν τῶν νεφρῶν πεπονθότων, ἀλλ' ἐν μόναις ταῖς φλεψὶν οὔσης τῆς διαθέσεως· οὐ μὴν ὁποία τίς ἐστιν ἐκ τῆς τοιαύτης ἐξηγήσεως δηλοῦται. πρόδηλον δέ ἐστιν, ὡς οὔθ' Ἱπποκράτης οὔτε Πόλυβος εἶπεν ἄν οὐρήματα, δυνάμενοί γε εἰπεῖν· ὁκόσοισι δὲ αἱματώδεα τὰ 'οὖρα'· καὶ πολλάκις γε πάνυ τι γράφων ὁ Ἱπποκράτης 'οὖρα', κατ' οὐδεμίαν λέξιν εἶπεν οὔρημα. καὶ ἄλλα δὲ πολλὰ τῶν παρεγγεγραμμένων ἐνδείκνυται σαφῶς αὐτὰ μήθ' Ἱπποκράτους εἶναι μήτε Πολύβου.
Ὁκόσοισι δὲ ἐν τῷ οὐρήματι παχεῖ [165] ἐόντι σαρκία σμικρὰ τριχοειδέα συνεξέρχεται, ταῦτα ἀπὸ τῶν νεφρῶν εἰδέναι χρὴ ἐόντα.
Τὸν ἀφορισμὸν ἐνταῦθα μετέφρασε τόνδε· "ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ ὡσεὶ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται."
Οἷσι δὲ καθαρὸν τὸ οὖρον, ἄλλοτε δὲ καὶ ἄλλοτε οἷόν τε πίτυρα ἐμφέρεται ἐν τῷ οὐρήματι, τούτοισιν ἡ κύστις ψωριᾷ.
Πάλιν κἀνταῦθα τὸν ἀφορισμὸν ἐκεῖνον παρέφρασεν· "ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρῶδές τι συνεξέρχεται, τούτοισιν ἡ κύστις ψωριᾷ."
Οἱ πλεῖστοι τῶν πυρετῶν [166] γίνονται ἀπὸ χολῆς, ἰδέαι δὲ αὐτῶν εἰσι τέσσαρες χωρὶς τῶν ἐν τῇσιν ὀδύνῃσι γινομένων τῇσιν ἀποκεκριμένῃσιν. ὀνόματα δ' αὐτῶν ἐστι σύνοχος καὶ ἀμφημερινὸς καὶ τριταῖος καὶ τεταρταῖος. ὁ μὲν οὖν σύνοχος καλεόμενος γίνεται ἀπὸ πλείστης χολῆς καὶ ἀκρητεστάτης καὶ τὰς κρίσιας ἀκρητεστάτας ἐν ἐλαχίστῳ χρόνῳ ποιεῖται· τὸ γὰρ σῶμα οὐ διαψυχόμενον οὐδένα χρόνον συντήκεται ταχέως ἅτε ὑπὸ πολλοῦ τοῦ θερμοῦ θερμαινόμενον. ὁ δὲ ἀμφημερινὸς μετὰ τὸν σύνοχον ἀπὸ πλείστης χολῆς καὶ ἀπαλλάσσεται τάχιστα τῶν ἄλλων· μακρότερος δέ ἐστι τοῦ συνόχου, ὅτι ἀπ' ἐλάσσονός τε γίνεται χολῆς καὶ ὅτι ἀνάπαυσιν ἔχει τὸ σῶμα, ἐν δὲ τῷ συνόχῳ οὐκ ἀναπαύεται οὐδένα χρόνον. ὁ δὲ τριταῖος μακρότερός ἐστι τοῦ ἀμφημερινοῦ καὶ ἀπὸ χολῆς ἐλάσσονος γίνεται· ὅσῳ δὲ πλείονα χρόνον ἐν τῷ τριταίῳ ἢ ἐν τῷ ἀμφημερινῷ τὸ σῶμα ἀναπαύεται, τοσούτῳ χρονιώτερος οὗτος ὁ πυρετὸς τοῦ ἀμφημερινοῦ ἐστιν. οἱ δὲ τεταρταῖοι τὰ μὲν ἄλλα κατὰ τὸν αὐτὸν λόγον, χρονιώτεροι δέ εἰσι τῶν τριταίων, ὅσον ἔλασσον μέρος τῆς χολῆς [167] μετέχουσι τῆς τὴν θέρμην παρεχούσης, τοῦ δὲ διαψύχεσθαι τὸ σῶμα πλέον μετέχουσι· προσγίνεται δὲ αὐτοῖσιν ἀπὸ μελαίνης χολῆς τὸ περισσὸν τοῦτο καὶ δυσαπάλλακτον· μέλαινα γὰρ χολὴ τῶν ἐν τῷ σώματι ἐνεόντων χυμῶν γλισχρότατον καὶ τὰς ἕδρας χρονιωτάτας ποιεῖ. γνώσῃ δὲ τῷδε, ὅτι οἱ τεταρταῖοι πυρετοὶ μετέχουσι τοῦ μελαγχολικοῦ· φθινοπώρου γὰρ μάλιστα ἁλίσκονται οἱ ἄνθρωποι ὑπὸ τῶν τεταρταίων καὶ ἐν τῇ ἡλικίῃ τῇ ἀπὸ πέντε καὶ εἴκοσιν ἐτέων εἰς τὰ πέντε καὶ τεσσαράκοντα· ἡ δὲ ἡλικίη αὕτη ὑπὸ χολῆς μελαίνης κατέχεται μάλιστα πασῶν τῶν ἡλικιῶν ἥ τε φθινοπωρινὴ ὥρη μάλιστα πασῶν τῶν ὡρέων· ὅσοι δ' ἂν ἁλῶσιν ἔξω τῆς ὥρης ταύτης καὶ τῆς ἡλικίης ὑπὸ τεταρταίου, εὖ χρὴ εἰδέναι μὴ χρόνιον ἐσόμενον τὸν πυρετόν, ἢν μή τι ἄλλο κακουργῆται ὁ ἄνθρωπος.
Ὅμοιόν τί μοι δοκοῦσιν οἱ πολλοὶ πεπονθέναι τῶν ἐξηγητῶν, ἐν [168] οἷς ἐστι καὶ Σαβῖνος, τῷ νοσοῦντι μὲν ὑδερικῶς ἀνθρώπῳ, παρωνυχίαν δὲ αὐτοῦ θεραπεῦσαι Φιλότιμον τὸν ἰατρὸν ἀξιοῦντι. δυοῖν γὰρ θάτερον, ἢ οὐκ ἔβλεπεν οὗτος ὅπως εἶχεν ὅλος κακῶς ἢ οὐκ ᾤετο δεῖσθαι θεραπείας. οὕτως οὖν καὶ τοὺς ἐξηγητὰς ἢ τυφλώττειν τὸν τῆς ψυχῆς ὀφθαλμὸν νομιστέον ἢ τὰ μὲν σμικρὰ τῶν ἐγκλημάτων ἡγεῖσθαι θεραπείας τινὸς δεῖσθαι, τὰ μεγάλα δὲ οὐδεμιᾶς χρῄζειν βοηθείας. ὥσπερ γὰρ ἐξ ὕπνου βαθέος ἐγερθέντες ᾔσθοντο τῆς πρὸς Ἱπποκράτην μάχης τοῦ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένου, τὸν ἀμφημερινὸν ὀλιγοχρονιώτερον ἀποφαινούσης αὐτῆς τοῦ τριταίου, σαφῶς εἰρηκότος Ἱπποκράτους ἔν τε τῷ πρώτῳ τῶν Ἐπιδημιῶν κἀν τοῖς Ἀφορισμοῖς 'τάχιστα κρίνεσθαι τὸν τριταῖον'· οὔκουν φασὶν Ἱπποκράτειον εἶναι τὸ βιβλίον, ὡς καὶ φανερῶς ψευδοῦς ὄντος τοῦ λεγομένου καὶ διαφερομένου τοῖς ἑτέρωθι γεγραμμένοις ὑφ' Ἱπποκράτους. εἰ γὰρ ἐν τούτῳ μόνῳ ψευδόμενόν τε ἅμα καὶ μαχόμενον Ἱπποκράτει τὸν παρεγγράψαντα τὰ μεταξὺ κατενόησαν, ἐοίκασι τῷ τὴν παρωνυχίαν [169] ὁρῶντι, τὸ δ' ὅλον σῶμα μὴ βλέποντι κάκιστα διακείμενον.
ὁ μὲν γὰρ ἀγνοήσας τὸν ἀμφημερινὸν τοῦ τριταίου χρονιώτερον εἶναι ἐνδείκνυται μὲν ἑαυτὸν οὐκ εἶναι τρίβωνα τῶν ἔργων τῆς ἰατρικῆς, οὐ μὴν ἐξ ἀπονοίας γέ τινος ἀναισχύντου τὸ ψεῦσμα διέπλασεν, ἀλλ' ἐκ πιθανοῦ λόγου κινηθεὶς καὶ μάλιστα, ἐπειδή τισι τῶν παλαιῶν, ὧν καὶ Πλάτων ἐστίν, ἐδόκει τοὺς μὲν συνεχεῖς πυρετοὺς ἐξ ὑπερβολῆς τοῦ πυρὸς γίνεσθαι, τοὺς δὲ ἀμφημερινοὺς ἀέρος, καὶ τριταίους μὲν ὕδατος, τεταρταίους δὲ γῆς. ἡ γάρ τοι τοῦ Πλάτωνος ῥῆσις αὐτοῖς ὀνόμασιν οὕτως ἔχει· "τὸ μὲν οὖν ἐκ πυρὸς ὑπερβολῆς μάλιστα νοσῆσαν σῶμα συνεχῆ καύματα καὶ πυρετοὺς ἀπεργάζεται, τὸ δὲ ἐξ ἀέρος ἀμφημερινούς, τριταίους δ' ὕδατος διὰ τὸ νωθέστερον ἀέρος καὶ πυρὸς εἶναι, τὸ δὲ γῆς τέταρτον ὂν νωθέστατον τούτων ἐν τετραπλασίαις χρόνου περιόδοις καθαιρόμενον τεταρταίους πυρετοὺς ποιῆσαν ἀπαλλάττεται μόγις." εἴπερ οὖν ὁ Πλάτων τὸ νωθέστατον στοιχεῖον, ὅπερ ἔστιν ἑδραιότατόν τε καὶ δυσκινητότατον, ἐν τετραπλασίαις χρόνου περιόδοις [170] ἐκκαθαίρεσθαί φησι, πιθανὸν ἔδοξεν εἶναι καὶ τἄλλα διαφέρειν ἀλλήλων κατὰ τὴν αὐτὴν ἀναλογίαν, ὥστε ‹ὃ› γέγονεν ἐφεξῆς τῷ γεώδει στοιχείῳ, (τοῦτο δ' ἂν ὕδωρ εἴη), τὴν ἐφεξῆς τῇ τεταρταίᾳ περιόδῳ γεννᾶν, τὸ δὲ τούτῳ πάλιν ἐφεξῆς, (ὅπερ ἐστὶν ἀήρ), τὴν ἀμφημερινήν, τὸ δὲ ὀξυκινητότατον, (ὅπερ εὔδηλον ὅτι πῦρ ἐστιν), ἐργάζεσθαι τὸν συνεχῆ πυρετόν.
ἀλλὰ τούτου πιθανώτερός ἐστιν ὁ λόγος ὁ τῷ φύσει θερμῷ στοιχείῳ, τουτέστι τῷ πυρί, τὴν αἰτίαν ἀνατιθεὶς τῆς γενέσεως αὐτῶν. οὐ γὰρ εὔλογον ὑπὸ τοῦ ψυχροῦ στοιχείου πλεονάσαντος ἐν τῷ σώματι τὸ θερμότατον πάθος γίνεσθαι. ‹εἰ› τοίνυν εὔλογον μέν ἐστι τοῦ θερμοῦ στοιχείου τῇ πλεονεξίᾳ θερμὸν γίνεσθαι πάθος, ἀλλήλων δὲ διαφέρουσιν οἱ πυρετοὶ ταῖς αὑτῶν διαφοραῖς, ἃς τῷ ποσῷ τῆς αἰτίας ἀνατίθεσθαι προσήκει, τοῦτο δὴ εἰ συγχωρήσομεν, ὁ μὲν συνεχέστατός τε καὶ θερμότατος πυρετὸς ὑπὸ πλείστου γενήσεται πυρός, ὁ δὲ ἐφεξῆς αὐτῷ δευτέραν ἕξει χώραν ἐν ποσότητι, καὶ τρίτην μὲν ὁ τριταῖος, τετάρτην δὲ ὁ τεταρταῖος, αἵ τε λύσεις αὐτῶν ἀκολούθως ταῖς [171] αἰτίαις ἔσονται, τάχισται μὲν αἱ τοῦ θερμοτάτου πυρετοῦ, δεύτεραι δὲ κατὰ τὸν χρόνον αἱ τῶν ἀμφημερινῶν, καὶ τρίται αἱ τῶν τριταίων καὶ τέταρται αἱ τῶν τεταρταίων. ὥσθ' ὅσον μὲν ἐπὶ τῷ πιθανῷ, καλῶς εἴρηται ταῦτα, τὸ δὲ ἐκ τῆς τῶν πραγμάτων ἱστορίας ἐλέγχει τὸν λόγον. ἐπὶ δὲ τῆς προγεγραμμένης τῶν φλεβῶν ἀνατομῆς οὐδὲν ἔχων εἰπεῖν πιθανὸν ὁ συνθεὶς αὐτὴν οὐχ ἓν ἢ δύο ἢ τρία φαίνεται ψευσάμενος, ἀλλὰ πάνυ πολλὰ πρὸς τὸ μηδὲ κατὰ τύχην ἕν τι τῶν ἐν αὐτοῖς ἀληθῶς εἰρῆσθαι.
θαυμαστὸν οὖν ὅπως ἐπ' ἐκείνων μὲν οὐδὲν ἐμέμψαντο τῷ γράψαντι τὰ μετὰ τὸ Περὶ φύσεως ἀνθρώπου μέχρι δεῦρο πάντα, νυνὶ δὲ μέμφονται καὶ διὰ τοῦτο αὐτοῖς οὐκέτι δοκεῖ τὸ βιβλίον Ἱπποκράτους εἶναι. Σαβίνου δὲ καὶ τῶν πλείστων ἐξηγητῶν ἔτι καὶ τοῦτ' ἄν τις θαυμάσειεν, ὅτι τὰ παρεγγεγραμμένα πάντα ἐπαινοῦντες ἀεὶ θαυμασίως εἰρῆσθαι τόδε τι τἀνδρὶ καὶ δαιμονίως τόδε τι καὶ θείως τόδε τι, νῦν ἐξαίφνης ἐκείνων μὲν ἁπάντων ἐπελάθοντο, διὰ μίαν δ' ἐναντιολογίαν οὐκέτ' αὐτοῖς Ἱπποκράτους εἶναι δοκεῖ τὸ βιβλίον, [172] ἀλλὰ μετακινοῦσιν ἐπὶ Πόλυβον, ὡς αὐτοὶ μὲν ἀνεγνωκότες τοὺς Ἀφορισμοὺς καὶ τὸ πρῶτον τῶν Ἐπιδημιῶν, οὐκ ἀνεγνωκότος δὲ ταῦτα Πολύβου, ὃν ἀδύνατον ἦν μαθητὴν Ἱπποκράτους ὄντα μὴ οὐ πολλάκις μὲν ἀκηκοέναι παρ' αὐτοῦ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν, ἀνεγνωκέναι δὲ οὐκ ὀλιγάκις αὐτοῦ τὰ συγγράμματα σὺν τῷ καὶ αὐτὸν ἐπὶ τῶν ἀρρωστούντων τεθεᾶσθαι ταχυκρίσιμον μὲν τὸν τριταῖον, χρονίζοντα δὲ τὸν ἀμφημερινόν. οὐ γὰρ δὴ τῶν ἐπὶ τῆς Ἀλεξανδρείας προφητευσάντων εἷς τις ἦν ὁ Πόλυβος, οἳ μηδένα πώποτε θεασάμενοι νοσοῦντα στοχαστικοῖς ἐπέτριβον οὐδὲν ὑγιὲς λέγοντες οὐδ' ὧν οἱ τρίβωνες ὁρῶσι φαινομένων ἐναργῶς ἐπὶ τῶν ἀρρωστούντων. ὥσθ' ὁ ταῦτα γράψας ἢ τοιοῦτος ἦν σοφιστὴς ἢ πανοῦργος ἄνθρωπος, ὡς ἔοικεν, παρεγγράψας τὸ ψεῦδος ἕνεκα τοῦ προστρίψασθαι ψόγον τῷ παλαιῷ. τοῦ δὲ νεώτερον εἶναι τὸν παρεγγράψαντα ταῦτα καὶ ἡ τοῦ συνόχου προσηγορία τεκμήριόν ἐστιν· οὐδαμόθι γὰρ οὔθ' Ἱπποκράτης οὔτε τις ‹ἄλλος› τῶν παλαιῶν τὸν συνεχῆ πυρετὸν ὠνόμασε σύνοχον, ὥσπερ οὐδὲ "οὐρήματα" τὰ οὖρα, ἀλλὰ ταῦτα ὀνόματα [173] νεωτέρων ἐστὶν ἰατρῶν, ὅσοι τὴν παλαιὰν λέξιν ἠγνόησαν.
ἀπολιπόντες οὖν ἤδη τὰ παρεγγεγραμμένα ταῦτα μεταβῶμεν ἐπὶ τὸ Περὶ διαίτης ὑγιεινῆς, ὃ Πολύβου φασὶν εἶναι σύγγραμμα.