416 23 0 3 0 0 II d. C. Medicina Galenus De venereis (ap. Oribasium) Raeder, J., Leipzig, Teubner, 1928. 0

Galenus - De venereis (ap. Oribasium)

Περὶ ἀφροδισίων, ἐκ τῶν Γαληνοῦ.

[910]    Ἀφροδισίων δὲ κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆσις ὑγιεινή· κατὰ δὲ τἀληθὲς ἐκ διαλειμμάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσι μήτε ἐκλύσεως αἰσθάνεσθαι καὶ κουφότερον αὐτὸν αὑτοῦ δοκεῖν γεγονέναι [911] καὶ εὐπνούστερον. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς μέσον ᾖ τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶμα, μήτε ὑπερπεπληρωμένον μήτε ἐνδεὲς μήτε ὑπερεψυγμένον μήτε ὑπερτεθερμασμένον ‹ἢ ἐξηραμμένον [912] ἢ ὑγρασμένον› ἀμέτρως. εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, μικρὸν μὲν ἔστω τὸ ἁμαρτανόμενον· ἄμεινον δὲ τὸ τεθερμασμένῳ μᾶλλον ἢ ἐψυγμένῳ, καὶ πεπληρωμένῳ μᾶλλον ἢ ‹ἐνδεεῖ, καὶ ὑγρασμένῳ μᾶλλον ἢ› ἐξηραμμένῳ τῷ σώματι χρῆσθαι τοῖς ἀφροδισίοις.

[913] οἱ μὲν οὖν ἀσθενῆ τὴν δύναμιν ἔχοντες ὑπὸ τῆς λαγνείας εἰς ἐσχάτην ἀρρωστίαν ἀφικνοῦνται· οἱ δ' ἰσχυρὰν καὶ νοσοῦντες ἀπὸ φλέγματος ‹οὔτε καταλυθήσονται καὶ ξηραίνουσι τὴν τοῦ φλέγματος› περιουσίαν τῷ διαφορεῖν ἐπὶ πλέον τοὺς χυμούς· ἀβλαβῆ γὰρ ἀφροδίσια τοῖς [914] ὑγροῖς καὶ θερμοῖς ἐστι καὶ ὅσοι φύσει πολύσπερμοι. ἀλλὰ καὶ θερμαίνει τὸ σῶμα τοῖς ἐρρωμένην ἔχουσι τὴν δύναμιν ἡ λαγνεία· τοῖς δ' ἀσθενέσιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα [915] γενναίως. ἔνιοι μὲν οὖν εὐθέως ἐπὶ ταῖς συνουσίαις ἀπὸ νεότητος ἀσθενεῖς γίνονται· τινὲς δέ, εἰ μὴ συνεχῶς χρῷντο, βαρύνονται τὴν κεφαλὴν ἀσώδεις τε καὶ πυρετώδεις γίνονται καὶ χεῖρον ὀρέγονται καὶ ἧττον πέττουσιν· τοιαύτης γοῦν ἐνίους ὄντας φύσεως, εἶτα ἐγκρατεῖς ἀφροδισίων χρήσεως γενομένους ναρκώδεις τε καὶ δυσκινήτους ἔγνωμεν ἀποτελεσθέντας, ἐνίους δὲ καὶ σκυθρωποὺς ἀλόγως καὶ δυσέλπιδας ὁμοίως τοῖς μελαγχολικοῖς, ταῦτα δὲ παυόμενα ταχέως ἐπὶ ταῖς [916] τῶν ἀφροδισίων χρήσεσιν. ταῦτα ἀναλογιζομένῳ μοι μεγάλως φαίνεται βλάπτειν ἡ τοῦ σπέρματος ἐπίσχεσις, ἐφ' ὧν αὐτό τε φύσει κακοχυμότερον καὶ πλεῖον, ἀργότερός τε ὁ βίος, καὶ τῶν ἀφροδισίων ἡ χρῆσις πρότερον μὲν ἱκανὴ πάνυ, μετὰ ταῦτα δὲ .... ἰσχυροί τε καὶ νέοι· τούτοις ἡ τοῦ σώματος ἕξις εἰς ἀραιότητα πλέον ἤπερ ἡ δύναμις εἰς ἀρρωστίαν ἀλλοιοῦται, καὶ τοίνυν ἐπανόρθωσις διὰ τῶν συναγόντων καὶ σφιγγόντων γίνεται αὐτοῖς, ὁποῖόν ἐστι τὸ παρασκευαστικὸν [917] γυμνάσιον. εἰ δὲ δὴ καὶ ψῦξίς τις ἐπὶ τοῖς ἀφροδισίοις ἐγγίνοιτο, καὶ κατὰ τοῦτο ἂν εἴη τῷ παρασκευαστικῷ γυμνασίῳ χρηστέον· [918] ἐπεγείρει γὰρ τὴν θερμότητα. τῆς δ' ὥρας τοῦ ἔτους ἐπιτρεπούσης, [919] οὐδὲ τῆς ψυχρολουσίας ἀφεκτέον. ἐδέσματα δὲ τῷ πλήθει μὲν ἐλάττω, τῇ ποιότητι δ' ὑγρότερα δοτέον, ἵνα καὶ πέψῃ καλῶς αὐτὰ καὶ τὴν [920] ἐκ τῶν ἀφροδισίων ἐπανορθώσηται ξηρότητα. χρὴ δ' οὐδὲ ψυχρότερα τὴν κρᾶσιν, ἀλλὰ τῆς μέσης ἰδέας τῶν θερμαινόντων ὑπάρχειν αὐτά· διότι γὰρ ἐξ ἀφροδισίων ἀραιότερον ἅμα καὶ ἀσθενέστερον καὶ ξηρότερον ἀποτελεῖται τὸ σῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα καὶ τὴν δύναμιν ἀναρρωννύντα προσφέρεσθαι, καὶ τούτους εἶναι σκοποὺς ἐπ' αὐτοῖς.