[470] Τίς ἡ τῆς ἀναπνοῆς χρεία; ὅτι γὰρ οὐχ ἡ τυχοῦσα, φανερὸν ἐκ τοῦ μηδὲ βραχύτατον ἡμᾶς χρόνον δύνασθαι διαρκεῖν ἀπολομένης αὐτῆς. ᾧ καὶ δῆλον ὅτι πρὸς οὐδεμίαν τῶν κατὰ μέρος ἐνεργειῶν, ἀλλ' εἰς αὐτὴν τὴν ζωὴν διαφέρει. ὥσπερ γὰρ, ὅσα γέγονε πρὸς τὸ βαδίζειν, τούτων στερηθέντες εἰς τὸ βαδίζειν βλαπτόμεθα, καὶ ὅσα πρὸς τὸ βλέπειν χρήσιμα, τούτων στερηθέντες οὐ βλέπομεν, οὕτως ὅσα πρὸς τὸ ζῆν ἀναγκαῖα, τούτων [471] στερηθέντες ἀποθνῄσκομεν.
τί ποτ' οὖν τηλικοῦτόν ἐστι τὸ παρὰ τῆς ἀναπνοῆς ἡμῖν χρηστόν; ἆρά γε τῆς ψυχῆς αὐτῆς γένεσις, ὡς Ἀσκληπιάδης φησίν; ἢ γένεσις μὲν οὐχί, θρέψις δέ τις, ὡς ὁ τοῦ Νικάρχου Πραξαγόρας; ἢ τῆς ἐμφύτου θερμότητος ἀνάψυξίς τις, ὡς Φιλιστίων τε καὶ Διοκλῆς ἔλεγον; ἢ καὶ θρέψις καὶ ἔμψυξις, ὡς Ἱπποκράτης; ἢ τούτων μὲν οὐδέν, ἐπιπληρώσεως δ' ἕνεκεν ἀρτηριῶν ἀναπνέομεν, ὡς Ἐρασίστρατος οἴεται; σχεδὸν γὰρ τοσαῦται γεγόνασιν αἱρέσεις περὶ χρείας ἀναπνοῆς, εἰ καί τινες τῶν εἰρημένων δοκοῖεν μὴ διαφέρειν, ὥσπερ ἥ τε τῶν λεγόντων ῥώννυσθαι τὴν ἔμφυτον θερμασίαν ὑπὸ τῆς ἀναπνοῆς καὶ ἡ τῶν ῥιπίζεσθαι· διαφέρουσι γὰρ οὐδὲν αὗται τῆς λεγούσης ἐμψύχεσθαι· πλὴν οὐ τὴν λέξιν χρή, ἀλλὰ τὴν διάνοιαν σκοπεῖν, ἥτις ἐν ἁπάσαις ἐστὶ μία· τὴν γὰρ ψύξιν οὐκ αὐτὴν δήπου δι' αὑτήν, ὥσπερ οὐδὲ τὴν ῥίπισιν ἢ τὴν ῥῶσιν, ἀλλ' ὅτι φυλάττουσι τὴν ἔμφυτον θερμότητα, διὰ τοῦτο εἶναί φασι χρησίμους. καὶ εἰ [472] τοῦτό ἐστι τὸ κοινὸν ταῖς τρισὶ δόξαις, ἡ φυλακὴ τῆς ἐμφύτου θερμασίας, χαλεπὸς ὁ περὶ πασῶν αὐτῶν γίνεται λόγος καὶ δυσδιαίρετος, ὅτι ψυχῆς οὐσίαν οὐκ ἴσμεν. εἴπερ οὖν ἐνέργεια μὲν ψυχῆς ἡ ζωή, μεγάλα δ' αὕτη φαίνεται πρὸς τῆς ἀναπνοῆς ὠφελεῖσθαι, μέχρι πόσου τὸν τρόπον τῆς ὠφελείας ἀγνοεῖν εἰκός ἐστιν ἡμᾶς; μέχρις ἄν, οἶμαι, τὴν οὐσίαν τῆς ψυχῆς ἀγνοῶμεν. ἀλλ' ὅμως τολμητέον τε καὶ ζητητέον τὸ ἀληθές· ἢν γὰρ καὶ μὴ τύχωμεν αὐτοῦ, πάντως δήπου πλησιέστερον ἢ νῦν ἐσμὲν ἀφιξόμεθα.
καὶ πρῶτόν γε δύο κεφάλαια πασῶν τῶν εἰρημένων αἱρέσεων ποιησάμενοι πότερον αὐτῶν ἀληθέστερόν ἐστιν εὑρεῖν πειραθῶμεν. ἐοίκασι γὰρ αἱ μὲν εἰς τὴν οὐσίαν ἀποβλέπειν τοῦ εἰσπνεομένου ἀέρος, αἱ δὲ εἰς τὴν ποιότητα. τὸ μὲν οὖν γεννᾶσθαι λέγειν τὴν ψυχὴν καὶ τὸ τρέφεσθαι καὶ τὸ τὰς ἀρτηρίας ἐπιπληροῦσθαι τὴν οὐσίαν ἐστὶ μόνον αἰτιωμένων, τὸ δὲ ῥιπίζεσθαι καὶ ῥώννυσθαι καὶ ψύχεσθαι, τὴν ποιότητα. καθ' ὅν, [473] οἶμαι, λόγον καὶ σιτίον ὁ μὲν ὡς γλυκὺ προσφερόμενος ἢ αὐστηρὸν ἢ θερμὸν ἢ ψυχρὸν ‹εἰς› τὴν ποιότητα μόνον, ὁ δ' ὡς τρέφον, εἰς τὴν οὐσίαν ἀποβλέπων αἰτιᾶται. τοῦτ' οὖν πρῶτον διορισώμεθα, πότερον αὐτῆς τῆς οὐσίας χρῄζομεν τοῦ κατὰ τὴν εἰσπνοὴν ἑλκομένου ἀέρος ἢ τῆς ποιότητος ἢ ἀμφοτέρων.
Ἐπεὶ τοίνυν εἰσπνεύσαντες [μὲν] τῆς μὲν οὐσίας εὐποροῦμεν, πνιγόμεθα δὲ οὐδὲν ἧττον ἢ εἰ μηδ' ὅλως εἰσεπνεύσαμεν, ἐμφαίνεσθαι δοκεῖ τὸ μὴ δεῖσθαι τῆς οὐσίας. ἀλλὰ πρὸς τοῦθ' ὁ Ἐρασίστρατός φησιν, ὅτι μηδ' ἕλκειν δύναται τὸν ἐκ τοῦ πνεύμονος ἀέρα κατὰ τὴν τῆς ἀναπνοῆς ἐπίσχεσιν ἡ καρδία· φυλάττεσθαι γὰρ τῶν ἀναπνευστικῶν ὀργάνων τὸν ἴσον ὄγκον τῆς διαστάσεως ἐν ταῖς τοιαύταις καταστάσεσιν. εἴπερ οὖν εἵλκυσέ τι μέρος ἀέρος ἡ καρδία, κενὸς ἂν ὁ τοῦ μεταληφθέντος ἐγένετο τόπος· τοῦτο δὲ ἐγένετο ἀδύνατον. ἵν' οὖν μὴ γένηται ἀδύνατον, οὐδὲ μεταλήψεσθαί φησι τὴν ἀρχήν. δεῖ γάρ, ἵνα τι [474] μεταληφθῇ, μὴ μόνον εἶναι τὸ ἕλξον, ἀλλὰ καὶ τὸ μεταδῶσον· οὐ μεταδίδωσι δ' ὁ θώραξ, τὸν ἴσον ὄγκον ‹φυλάττων› τῆς διαστάσεως· οὐδ' οὖν οὐδ' ἡ καρδία δύναται μεταλαμβάνειν, ἀλλ' ἐπιχειρεῖ μὲν ὡς ἔμπροσθεν, ἀνύει δ' οὐδέν· κἀντεῦθεν τὸ πνίγεσθαι. ἐπεὶ τοίνυν, ἵν' ἑλκύσῃ τι τοῦ ἀέρος ἡ καρδία, συγχωρεῖν χρὴ τὸν θώρακα, συγχωρεῖ δ', ἡνίκ' ἂν μεταβάλλῃ τὴν διάστασιν, μεταβάλλει δ' εἰσπνεόντων ἢ ἐκπνεόντων, τηνικαῦτα ἡ καρδία μεταλήψεται.
ταυτὶ μὲν ὁ Ἐρασίστρατος. οἱ δ' ἀντιλέγοντες αὐτῷ πρῶτον μέν, ‹ὅτι› οὐδ' ἀπέδειξέ που μηδ' ὅλως παρεσπάρθαι τοῖς σώμασί που κενόν, ἀλλ' ὅτι μὴ ἀθρόον, ὑπομιμνῄσκουσιν, ἔπειτα δ', εἰ καὶ τοῦτο συγχωρηθείη, τὸ μηδ' ὅλως ἐν τῷ κόσμῳ μηδαμοῦ παραπεπλέχθαι κενόν, ἀλλ' οὔ τι γοῦν ἀδύνατον εἶναί φασι τὴν αὐτὴν οὐσίαν χεομένην τε καὶ πάντη τεινομένην μείζονα τοῦ πρόσθεν τόπον ἐπιλαμβάνειν, καὶ τρίτον, ὅτι τοῖς ἐναργέσιν ὁ λόγος αὐτοῦ μάχεται· λέγει μὲν γάρ, ὡς οὐχ ἕλκει κατὰ τὰς ἐπισχέσεις τῆς ἀναπνοῆς ἡ καρδία τὸν ἐκ τοῦ πνεύμονος ἀέρα· [475] τούτῳ δ' ἕπεται τὸ μὴ διαστέλλεσθαι τὴν καρδίαν (οὐδὲ γὰρ ἐνδέχεται κατ' αὐτὸν διαστέλλεσθαι μέν, μηδὲν δ' ἕλκειν· κενὸς γὰρ ἂν οὕτω γένοιτο τόπος)· εἰ δ' οὐ διαστέλλεται, δῆλον ὡς οὐδὲ κινεῖται· ἀλλὰ μὴν φαίνεται κινουμένη· τὸ ἐναντίον ἄρα τοῦ πρώτου περαίνεται, τὸ τὴν καρδίαν ἕλκειν ἐν ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς τὸν ἀέρα.
πρὸς δὲ ταῦθ' οἱ Ἐρασιστράτειοι πάλιν ἀμφισβητοῦσι περί τε χύσεως καὶ συστολῆς τὰ ἐναντία κατασκευάζειν πειρώμενοι καὶ περὶ τῆς τοῦ κενοῦ παραπλοκῆς, καὶ ὡς ἡ μὲν καρδία παρὰ μὲν τοῦ πνεύμονος οὐδὲν ἕλκει τηνικαῦτα, παρὰ δὲ τῆς μεγάλης ἀρτηρίας, ᾗ πρόσθεν ἐχορήγει. τινὲς δὲ οὐδὲ διαστέλλεσθαι καὶ συστέλλεσθαι λέγουσιν αὐτήν, ἀλλ' οἷον κραδαίνεσθαι. τὰ μὲν γὰρ ὑπὸ τῶν περὶ τὸν Ἀσκληπιάδην εἰρημένα κάλλιον εἶναί μοι δοκεῖ παραλιπεῖν, ἄτοπά τε φανερῶς ὄντα καὶ τῶν προσηκόντων ἐλέγχων ὑπ' Ἀθηναίου τετυχηκότα.
διττὴν οὖν ἀνάγκη πρὸς αὐτοὺς γενέσθαι τὴν ἀντιλογίαν, πρὸς μὲν τοὺς παρὰ τῆς ἀρτηρίας ‹ἕλκεσθαι τὸν ἀέρα λέγοντας› ἀντιλέγοντας τὴν [διὰ] τῶν ὑμένων ἐπίφυσιν [ἣν] κωλύουσαν, ὡς [476] αὐτὸς ὁ Ἐρασίστρατος εἴρηκε, πρὸς δὲ τοὺς κραδαίνεσθαι μόνον, ὅτι παρὰ τὸ φαινόμενον λέγουσι (φαίνεται γὰρ ἐν μέρει διαστελλομένη τε καὶ συστελλομένη), κοινὴν δ' αὖ πρὸς ἀμφοτέρους, τὴν πασῶν τῶν ἀρτηριῶν κίνησιν ὁμοίως γινομένην κατά τε τὴν ἀναπνοὴν καὶ τὴν ἐπίσχεσιν.
ἡ μὲν οὖν περὶ χύσεως οὐσίας ζήτησις εἰς ἀπέραντον μῆκος λόγων ἑκατέροις ἐκπίπτει. πρὸς δὲ τὸ μὴ δύνασθαι παρὰ τῆς μεγάλης ἀρτηρίας ἑλκύσαι τι τὴν καρδίαν διὰ τὴν τῶν ὑμένων ἐπίφυσιν ἀπολογούμενοί φασι περὶ τῆς κατὰ φύσιν οἰκονομίας ταῦτ' εἰρηκέναι τὸν Ἐρασίστρατον, οὐ περὶ τῆς βιαίου καὶ παρὰ φύσιν· ἐπειδὴ γὰρ ἀναγκαῖόν ἐστι διαστελλομένην ἑλκύσαι τὴν καρδίαν, ὅταν μὲν ἐκ τοῦ πνεύμονος ἕλκειν ἔχῃ, παρὰ τῆς μεγάλης ἀρτηρίας μὴ λαμβάνεσθαι κωλυόντων τῶν ὑμένων· ὅταν δ' ἀπορῇ τῆς ἐκ τοῦ πνεύμονος χορηγίας, τηνικαῦτα ἐκ τῆς μεγάλης ἀρτηρίας ἀντισπᾶν βιαζομένην τοὺς ὑμένας. περὶ δὲ τῆς τῶν ἀρτηριῶν κινήσεως ὁμοίως ἔν τε ταῖς ἀναπνοαῖς καὶ [477] ταῖς ἐπισχέσεσι γιγνομένης οὔ φασι χρῆναι θαυμάζειν οἱ Ἐρασιστράτειοι· τοσοῦτον γὰρ μόνον παραλλάττειν αὐτὴν τῆς ἐν τῷ κατὰ φύσιν διοικήσεως, ὅτι μὴ παρὰ τοῦ πνεύμονος, ἀλλὰ παρὰ τῆς μεγάλης ἀρτηρίας ἡ καρδία τὴν ὁλκὴν τοῦ πνεύματος ποιησαμένη πάλιν εἰς ἐκείνην ἐπιπέμπει· καὶ διὰ τοῦτό φασι πνίγεσθαι τὸ ζῷον, ὅτι τῆς παρὰ τοῦ πνεύμονος ἐστέρηται χορηγίας.
τὰ μὲν δὴ πρὸς ἑκατέρων ἀντιλεγόμενα τοιαῦτα τετύχηκεν ὄντα, καὶ πρὸς τούτοις ἔτι τὸ μήπω μὲν εἰρημένον, ‹εἰρησόμενον› δὲ νῦν ἰδίᾳ καὶ χωρὶς τῶν ἄλλων, ὅτι μοι δοκεῖ περαίνειν ἐναργέστατα ‹τὸ προκεί›μενον. ἐν μὲν γὰρ δὴ ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς τί τὸ κωλῦόν ἐστιν ἕλκειν μὲν τὴν καρδίαν ἐκ τοῦ πνεύμονος ἀέρα, συστέλλεσθαι δὲ τὸν θώρακα πεφυκότα γε δὴ τοῦτο πάσχειν; εἰ μὲν γὰρ μήτε διαστῆναι μήτε συνιζῆσαι δυνάμενον ὄργανον ἦν, ἴσως ἄν τινα νοῦν εἶχε τὸ πρὸς Ἐρασιστράτου λεγόμενον. ἐπειδὴ δὲ κατ' αὐτὸν ἐκεῖνον συστέλλεσθαι δύναται, τί κωλύει καὶ νῦν εἰς τοσοῦτον συνιζάνειν [καὶ νῦν] αὐτόν, εἰς ὅσον ὑπὸ τῆς καρδίας ἐκκενοῦται; [478] τά τε γὰρ ἄλλα καὶ διὰ μυῶν ὑπὸ τῆς τοῦ ζῴου προαιρέσεως κινεῖσθαί φησιν ὁ Ἐρασίστρατος τὸν θώρακα· κἀνταῦθ' οὐδὲν χαλεπὸν θλῖψαι πανταχόθεν αὐτὸν τοῖς μυσὶ μετὰ τοῦ κωλῦσαι τὴν ἄνω[θεν] κένωσιν, ὅπερ ἐν ταῖς καλουμέναις τοῦ πνεύματος καταλήψεσιν κἀν ταῖς ἀποπατήσεσιν γίγνεται. πανταχόθεν γὰρ ἐν ταῖς τοιαύταις ἐνεργείαις θλίβομέν τε τὸν θώρακα καὶ συστέλλομεν βιαίως κλείσαντες τὸν ἄνω πόρον τῆς τραχείας ἀρτηρίας, ‹ὡς› μηδὲν ‹δι'› αὐτῆς κενοῦσθαι. ὡς εἴγε μὴ μόνον θλίψαιμεν, ἀλλὰ καὶ τοῦτον ἀνοίξαιμεν, ἀθρόως ἐκτὸς ὁ ἀὴρ μετά τινος φέρεται ψόφου· καὶ καλεῖται τὸ τοιοῦτον ἐκφύσησις τῆς ἀψόφου μόνον ἐκπνοῆς διαφέρουσα πλήθει καὶ τάχει ‹τῆς› κινήσεως. ἵνα γὰρ ὁ εἰσπνευσθεὶς ἀὴρ ἀθρόως αὖθις ἀντεκπνευσθῇ, τάσεως πολλῆς πανταχόθεν ἐδέησε τῷ θώρακι. τὸ μὲν δὴ τῆς τάσεως κοινὸν ‹ταῖς› τρισὶν ἐνεργείαις, τὸ δὲ ἠνεῶχθαι τὸν ἄνω πόρον ἴδιον τῆς ἐκφυσήσεως. οὐδὲν μὲν οὖν χαλεπόν, οὐδ' ὅταν ἐπέχωμεν τὴν ἀναπνοήν, θλίβειν πανταχόθεν τὸν θώρακα [479] κλείσαντας τὸν ἄνω πόρον· οὕτως γὰρ οὐχ ὅπως ἀντιπράττειν, ἀλλὰ καὶ συνεργεῖν ἑλκούσῃ τῇ καρδίᾳ δυνήσεται.
καὶ φανερῶς ἐξελήλεγκται ψεῦδος ὂν τὸ πρὸς Ἐρασιστράτου λεγόμενον, ὡς οὐχ οἷόν τέ ἐστι τὴν καρδίαν μεταλαβεῖν ἐκ πνεύμονος ἀέρα κατὰ τὰς ἐπισχέσεις τῆς ἀναπνοῆς. ἔστι γὰρ ἑκάστῳ τὴν πεῖραν ἐφ' ἑαυτοῦ λαβεῖν, μυριάκις εἰσπνεύσαντα πλεῖστον θλίβειν πανταχόθεν τὸν θώρακα καὶ μηδὲν ἀντεκπνέοντα. φανήσεται ‹γὰρ› σφύζουσα μὲν ἐν τούτῳ ἡ καρδία, πνιγόμενος δ' ὁ ἄνθρωπος, καὶ τοσοῦτόν γε μᾶλλον καὶ θᾶττον πνιγόμενος, ὅσον πλεῖον εἰσέπνευσεν. ὅπερ οὐδ' αὐτὸ μετρίως ἐνδείκνυται τὸ μή τι τῆς οὐσίας, ἀλλὰ τῆς ποιότητος τοῦ πνεύματος δεῖσθαι τὴν καρδίαν· εἰ γὰρ ἡ καρδία τῆς οὐσίας ἐδεῖτο, μείζονες ἂν ἐκ τῆς ἀπορίας αὐτῇ ἤπερ ἐκ τῆς [αὐτῆς] εὐπορίας αἱ βλάβαι συνέπιπτον. οὐ μὴν φαίνεταί γε τοῦτο γιγνόμενον, ἀλλ' ὅταν εὐπορῇ πλείστου πνεύματος, ἀνιᾶται τηνικαῦτα μάλιστα. τρίτον ‹δ'› ἐπὶ τούτοις οὐ τὸ τυχὸν γνώρισμα τὸ τὴν ἴασιν τοῖς οὕτω πνιγομένοις ἐκπνοὴν εἶναι· χρῆν γὰρ μᾶλλον εἰσπνοὴν εἶναι, ‹εἰ δι'› ἔνδειαν οὐσίας ἀέρος ἐπνιγόμεθα.
[480] τρία δὴ ταῦτα φανερῶς καταβάλλει τὸν Ἐρασιστράτου λόγον, ἓν μὲν δὴ καὶ πρῶτον τὸ δύνασθαι τὴν καρδίαν ἕλκειν ἀέρα κατὰ τὰς τῆς ‹ἀνα›πνοῆς ἐπισχέσεις (οὐδὲν γὰρ ἐφάνη πρὸς τοῦτο ἀντιπράττων ὁ θώραξ), ἕτερον δὲ δεύτερον τὸ τηνικαῦτα πνίγεσθαι μᾶλλον, ἡνίκ' ἂν ‹εἰς›πνεύσωμεν πλέον, καὶ τρίτον τὸ μηδ' εἰ πάνυ σφόδρα θλίβομεν τὸν θώρακα πανταχόθεν ἐν ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς, δαπανᾶσθαι τὸν ἀέρα πρὸς τῆς καρδίας, ἀλλ' ὀρέγεσθαι τὸ ζῷον ἐκπνεῦσαι, καὶ τοῦτ' εἶναι τὸ τῆς πνίξεως ἄκος. ἐκ τούτων μὲν δὴ φανερῶς περαίνεται τὸ μὴ ‹δι'› ἔνδειαν οὐσίας ἀέρος, ἀλλὰ δι' ἄλλο τι πνίγεσθαι τὰ ζῷα.
πρὸς δὲ τὰς ὑπολοίπους τῶν εἰρημένων ἀμφισβητήσεων αὖθις μεταβάντες ἐπισκεψώμεθα, πότεροι λέγουσιν ἀληθέστερα. καὶ πρώτην γε πάλιν ἐξ αὐτῶν μεταχειρισώμεθα τὴν περὶ τῆς κινήσεως τῶν ἀρτηριῶν. οἱ γὰρ [τοι] τοῖς Ἐρασιστρατείοις ἀμφισβητοῦντες ἀλλοιοῦσθαί φασι χρῆναι τὴν κίνησιν τῶν ἀρτηριῶν παρὰ τὸν τῆς ἐπισχέσεως καιρόν, ἄν τε κραδαίνεσθαι τὴν [481] καρδίαν μόνον ἄν τε καὶ καταστέλλεσθαί τις ὑποθῆται· κραδαινομένης μὲν γὰρ παντάπασιν ἀκινήτους χρῆν γίνεσθαι μηδὲν λαμβανούσας παρ' αὐτῆς, διαστελλομένης δὲ καὶ συστελλομένης διπλοῦν φαίνεσθαι [δεῖ] τὸν σφυγμόν. ἐν μὲν γὰρ δὴ τῷ κατὰ φύσιν ἔχειν τὸ ζῷον συστελλομένη μὲν τὸ πνεῦμα ταῖς ἀρτηρίαις ἔπεμπεν, αἱ δὲ πληρούμεναι διεστέλλοντο, διαστελλομένη δὲ [ἥδ'] εἷλκεν ἐκ τοῦ πνεύμονος, αἱ δὲ τηνικαῦτα κενούμεναι συνεστέλλοντο· κατὰ δὲ τὸν τῆς ἐπισχέσεως καιρόν, ἐπειδὴ διαστελλομένη παρὰ τῶν ἀρτηριῶν ἕλκει, παντί που δῆλον ὅτι παλινδρομήσει τὸ δι' αὐτῶν πρότερον ἐκ τῆς καρδίας ἐνηνεγμένον πνεῦμα. καὶ οὕτως εἰ μὲν ἴσον εἴη τῷ πρόσθεν, ἴσην καὶ ποιήσεται τὴν διαστολὴν τῶν ἀρτηριῶν, εἰ δὲ ἔλαττον, ἐλάττονα πάντως τοῦ ‹πρόσθεν› ποιήσεται τὴν διαστολήν· καὶ αὕτη δῆλον ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον ποιη‹θή›σεται, καθ' ὃν συνεστέλλοντο πρότερον, τοῦτο δὲ οὐδέν ἐστιν ‹ἄλλο› ἢ διπλασιασθῆναι τὰς κινήσεις τῶν ἀρτηριῶν. οὐ μὴν φαίνεται τοῦτο γιγνόμενον· ᾧ δῆλον ὅτι ψευδεῖς αἱ ὑποθέσεις εἰσίν.
ἔτι δὲ καὶ τοῦτο ἐπανερωτῶσιν, εἰ μηδὲν ἐκ τῶν ἀρτηριῶν [482] κενοῦται παρὰ τὸν τῆς ἐπισχέσεως καιρόν. ἔμπροσθεν μὲν γάρ, ἡνίκ' ἀνέπνει κατὰ φύσιν τὸ ζῷον, αὐτὸς ὁ Ἐρασίστρατος οἴεται πᾶν ἐκκενοῦσθαι τὸ παρὰ τῆς καρδίας ἐκπεμπόμενον αὐταῖς δῆλον ὡς ἐκτὸς τοῦ σώματος ἐκκρινόμενον ἤ πως ἄλλως κενούμενον. νυνὶ δὲ τί ποτε φήσουσιν; ἆρα διεξέρχεσθαι μὲν οὕτως ὠκέως αὐτὸν διὰ τῶν ἀρτηριῶν ὥσπερ καὶ πρόσθεν, οὐ μὴν ἐκκενοῦσθαι οὐδὲ τὸ βραχύτατον αὐτοῦ; καὶ πῶς ἐνδέχεται; ἀλλὰ κενοῦσθαι μέν, οὐ μὴν δ' ἕλκεσθαι αὖθις ἐκ τοῦ περιέχοντος, ὅταν ἡ καρδία παρὰ τῶν ἀρτηριῶν ἀνθέλκῃ διαστελλομένη; οὐδὲ τοῦτο εἰπεῖν ἐγχωρεῖ. καὶ μὴν εἴπερ ὅλως ἐστὶ[ν ἀ]δυνατὸν ἐν τῷ διαστέλλεσθαι τὴν καρδίαν ἕλκεσθαί τι παρὰ τῶν ἀρτηριῶν ἔξωθεν, ἐκ τοῦ περιττοῦ θώραξ καὶ πνεύμων ἐγένετο. οὐδὲ γὰρ τοῦτο ἔστιν εἰπεῖν, ὡς ἔλαττον ἀνθεῖλκεν ἐκ τῶν ἀρτηριῶν ἢ τοῦ πνεύμονος, ὅθεν τῶν ὑμένων [ὑποκειμένων] ἐπικειμένων ἕλκειν οὐδὲν ἧττον δύναται· δηλοῦται δὲ τοῦτ' ἐκ τοῦ μεγέθους τῶν σφυγμῶν· ‹καὶ› παντί που δῆλον, ὡς πολὺ μᾶλλον εἷλκεν ἄν, [483] εἰ μηδ' ‹ἐπ›επεφύκεσαν ὑμένες ἐν τῷ στόματι τῆς μεγάλης ἀρτηρίας. τὸ δ' ὅλον, εἰ μήθ' ἡ καρδία μήτε ‹τις› τῶν κατὰ μέρος ἀρτηριῶν ἀποροίη πνεύματος ἐν ταῖς τῆς ἀναπνοῆς ἐπισχέσεσιν, ὡς δηλοῦσιν αὐτῶν αἱ διαστολαὶ τὸν ἴσον ὄγκον ὃν πρόσθεν διασῴζουσαι, τῷ πνίγεσθαι δεδειγμένον ‹ἂν εἴη› σαφῶς, ‹ὡς› οὐχὶ τῆς οὐσίας αὐτῆς τοῦ ἀέρος ἔνδεια πνίγει τὰ ζῷα.
δήλη μὲν ἤδη καὶ ἡ Ἀσκληπιάδου ἐξεληλεγμένη δόξα μετὰ τῆς Ἐρασιστράτου, δήλη δὲ καὶ ἡ Πραξαγόρου καὶ Φιλοτίμου καὶ εἴ τις ἕτερος ἕνεκα θρέψεως μόνης τοῦ ψυχικοῦ πνεύματος ἀναπνεῖν ἡμᾶς φησιν. πρόσκειται δ' ἐν τῷ λόγῳ τὸ 'μόνησ' εὐλόγως· οὐδὲ γὰρ ὡς ‹οὐκ› ἐνδέχεται τρέφεσθαι τὸ ψυχικὸν πνεῦμα πρὸς τῆς ἀναπνοῆς, ἀπέδειξεν ὁ λόγος, ἀλλ' ὡς τὸ πνίγεσθαι τοῖς ζῴοις ἐπεχομένης τῆς ἀναπνοῆς οὐ διὰ τὴν ἀτροφίαν τοῦ ψυχικοῦ πνεύματος γίνεται. πάρεστι γὰρ αὐτοῖς δαψιλὲς ἐν τῷ πνεύμονι τὸ πνεῦμα, καὶ ἄλλως χρόνου μακροτέρου δεῖται τὸ δι' ἔνδειαν τοῦ τρέφοντος πνεύματος ἀπόλλυσθαι [484] μέλλον. Ἀσκληπιάδῃ δὲ οὐ[δὲ] ταῦτα μόνον, ἀλλὰ καὶ τὰ δι' ἑτέρων ἡμῖν εἰρημένα πρὸς τοὺς Περὶ ψυχῆς αὐτοῦ λόγους μάχεται. δείκνυται γὰρ ἐν ἐκείνοις, ὡς ἡ τῆς ψυχῆς οὐσία, κἂν μὴ μία ᾖ διὰ παντὸς τοῦ βίου, μέχρι χρόνου συχνοῦ διαμένει. κατὰ δὲ τὸν Ἀσκληπιάδην οὐδὲ ἀριθμῆσαι δυνατὸν ὅσας ἔχει· ἡ μὲν γὰρ ὀλίγον πρόσθεν οὖσα νῦν οἴχεται τελέως, ἄλλη δέ ἐστιν ἡ νῦν οὖσα, μικρὸν δ' ὕστερον οἰχήσεται μὲν αὕτη, γενήσεται δ' ἑτέρα. ‹ὅπερ› ὡς ἔστιν ἀδύνατον καὶ ἄτοπον, δι' ἐκείνων ἀποδέδεικται.
Εἰ τοίνυν ἤτοι τῆς οὐσίας αὐτῆς τοῦ ἀέρος ἢ ‹ἡς›τινοσοῦν ἐνδείᾳ ποιότητος ἀποθνῄσκει τὰ ζῷα πνιγόμενα, δέδεικται ‹δὲ› θάτερον ἀδύνατον, ἀπολείπεται θάτερον, ἐνδείᾳ ποιότητός τινος ἐν ταῖς ἐπισχέσεσι τῆς ἀναπνοῆς πνίγεσθαι τὰ ζῷα. τίς οὖν ἐστὶν αὕτη, σκεπτέον.
ἐπεὶ τοίνυν, ὅταν ἐν τοῖς κατὰ τὴν καρδίαν καὶ τὸν θώρακα τόποις ἀθροισθῇ θερμασία πλείων τῆς κατὰ φύσιν, ὡς ἐν τοῖς καυσώδεσι πᾶσι συμπίπτει νοσήμασιν, εὐθὺς καὶ πλέον [485] τοῦ συνήθους ἀναπνεῖν ὀρεγόμεθα, δόξειεν ἂν ἐμψύξεως ἕνεκεν ἡ ἀναπνοὴ γίγνεσθαι. ἀλλ' ἔμπαλιν εἰ κατεψυγμένων τῶν αὐτῶν τούτων ὀργάνων, ὡς ἔν τε τοῖς βουλίμοις καλουμένοις κἀπειδὰν ἰσχυρῷ τις ὁμιλήσῃ κρύει, μὴ ὅτι ψύχειν τὴν ἐν ἡμῖν θερμασίαν, ἀλλὰ καὶ θερμαίνειν ‹ἐχρῆν› ὀλίγου δεῖν ἅπασαν ἐψυγμένην, ὅμως εἰσπνεῖν ὀρεγόμεθα, δόξει‹εν ἂν› ἐναντιοῦσθαι ‹τοῦτο τῷ› τὴν ἀναπνοὴν ἐμψύξεως ἕνεκα γίνεσθαι. καίτοι τινὲς ἀντιλαμβανόμενοι δεῖσθαι μὲν ἀεί φασιν ἐμψύξεως τὴν ἐν τοῖς ζῴοις θερμασίαν, ἀλλ' ὅταν μὲν αὐξηθῇ, πλείονος, ἐλάττονος δέ, ὅταν ἀρρωστοτέρα γένηται· καὶ τὰς τοιαύτας διαθέσεις οὐχ ὅπως ἐναντιοῦσθαι τῷ δόγματί φασιν, ἀλλὰ καὶ μαρτυρεῖν οἴονται. χαλεπὸν τοίνυν αὐτὸ τοῦτο πρότερον γίγνεται καὶ δυσδιαίτητον, ὅταν ἀπὸ τῶν αὐτῶν φαινομένων ἐπ' ἐναντίας ἐνδείξεις ἔρχωνται· μεταστῆσαι γὰρ οὐδετέρους οἷόν τε, τοὺς μὲν ὡς ἔμψυξίς ἐστιν ἡ [486] χρεία τῆς ἀναπνοῆς, εἰ θερμαινομένων ‹μὲν› τῶν ἀναπνευστικῶν ὀργάνων ‹πλέον, ἐμψυχομένων δ'› ἔλαττον ἀναπνέομεν, τοὺς δ' ‹ὡς› οὐδαμῶς, ὅσον ἐπὶ τούτοις, ἐμψύχεσθαι δεόμεθα ‹λέγοντας. › λέγοντος γοῦν [φασιν] Ἱπποκράτους ἐν Προγνωστικῷ "ψυχρὸν δ' ἐκπνεόμενον ἔκ τε τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται", τὴν τοιαύτην τις ἐννοησάτω διάθεσιν, οἵα τίς ποτ' ἐστίν· εὑρήσει γάρ, οἶμαι, κατεψυγμένων ἱκανῶς τῶν ἀναπνευστικῶν ὀργάνων γινομένην αὐτήν. ἐχρῆν οὖν, φασί, μηδ' ὅλως ἀναπνεῖν τοὺς οὕτω διακειμένους, ὡς ἂν τὸ τῆς ἐμψύξεως δεόμενον οὐκ ἔχοντας. ὡς γάρ, εἰ μηδ' ὅλως εὐθὺς ἐξ ἀρχῆς ἐγένετό τι τὸ δεησόμενον ἐμψύξεως, οὐκ ἂν ἦν οὐδεμία χρεία τῆς ἀναπνοῆς, οὕτως, εἰ πρόσθεν ‹μὲν› ἦν, οἴχεται δὲ νῦν, οὐ δεησόμεθα. πρὸς δὴ ταῦτά φασιν, ‹ὡς› ἡ διὰ τῆς ἀναπνοῆς κίνησις ἐξάπτει ῥιπίζουσα. τοῦτο δὲ ὡς μὴ ταὐτόν ἐστιν ὃ πρόσθεν, οὐ μακροῦ μοι δοκεῖ δεῖσθαι λόγου. πρόσθεν μὲν γὰρ ἔλεγον ἐμψύχεσθαι, νῦν δὲ ἐξάπτεσθαι. ἐναντίον δὲ δήπου τὸ ἐμψύχεσθαι τῷ ἐξάπτεσθαι· τὸ μὲν γὰρ σβέννυσι, τὸ δὲ [487] ἐξάπτει τὴν θερμότητα, καὶ τὸ μὲν ἵνα μὴ καυθῇ τὸ δεδεγμένον αὐτὴν σῶμα, τὸ δὲ ἵνα μὴ καταψυχθῇ γίνεται· πλὴν εἰ κατὰ συμβεβηκὸς καὶ τὸ ψυχρὸν ἐξάπτειν λέγοιεν. οὕτως δ' οὐ τὴν χρείαν τῆς ἀναπνοῆς, ἀλλὰ τὴν ποιητικὴν τῆς χρείας αἰτίαν εἰρήκασιν.
ἐστὶ γοῦν ἄμεινον ἐπὶ τὸ κοινὸν τῶν τοιούτων αἱρέσεων μεταβάντας ἐκεῖνο πρότερον διασκέψασθαι. κινδυνεύουσι γὰρ ἅπαντες, ὅσοι περὶ τῆς ἐμφύτου θερμασίας εἰρήκασί τι, τὴν μὲν σωτηρίαν αὐτῆς ὀνειρώττειν, οὐ δύνασθαι δὲ ἀκριβῶς καὶ διηρθρωμένως ἐξηγήσασθαι τὸ σφέτερον νόημα· καὶ διὰ τοῦτο οἱ μὲν ἔμψυξιν, οἱ δὲ ῥίπισιν, οἱ δὲ ῥῶσιν γράφουσι. μάλιστα δὲ αὐτοὺς οἶμαι προτρέπειν τὰ περὶ τὰς φλόγας φαινόμενα. ταύτας γὰρ ἐναργῶς ὁρῶμεν οὕτως ταχέως ἀπολλυμένας, ὅταν ἀποστερηθῶσιν ἀέρος, ὥσπερ τὰ ζῷα, καθάπερ δηλοῦσιν αἱ τῶν ἰατρῶν σικύαι καὶ πάνθ' ὅσα στεγανὰ καὶ κοῖλα περιτεθέντα τῆς ‹τε› διαπνοῆς αὐτὰς εἴρξαντα ῥᾳδίως κατασβέννυσιν. ἂν τοίνυν εὑρεθῇ, τί ποτε φλόγες ἐν ταῖς τοιαύταις διαθέσεσι πάσχουσαι [488] σβέννυνται, τάχα ἂν εὑρεθείη, τί ποτέ ἐστιν ὃ παρὰ τῆς ἀναπνοῆς ἀπολαύει χρηστὸν ἡ ἐν τοῖς ζῴοις θερμασία. πρὸς δὴ τὴν εὕρεσιν αὐτοῦ πάντας ἐπέλθωμεν τοὺς τρόπους, καθ' οὓς αἱ φλόγες ὁρῶνται σβεννύμεναί τε καὶ αὐξανόμεναι. οὐ γὰρ μόνον εἰ περι‹τε›θείη τι στεγανὸν αὐταῖς, ἀλλὰ κἀν τοῖς βαλανείοις τε καὶ τοῖς ἡλίοις τοῖς διακαέσι καὶ τοῖς ψύχεσι τοῖς ὑπερβάλλουσι καὶ σφοδρῶς ῥιπιζόμεναι καὶ πλήθει ὕλης ἐπ' αὐτῶν σωρευθείσης καὶ τοὐναντίον ἐνδείᾳ τροφῆς ὁρῶνται σβεννύμεναι, ῥωννύμεναι δὲ καὶ αὐξανόμεναι πρός τε τοῦ μετρίου ψυχροῦ κἂν εἰ μετρίως ῥιπίσῃς καὶ τροφῆς εὐποροῦσαι συμμέτρου.
ἐπὶ τοίνυν τούτοις ἔτι κἀκεῖνο προσκείσθω τὸ φαίνεσθαι πάσας τὰς φλόγας διττὴν κίνησιν κινουμένας, ἑτέραν μὲν ἀπὸ τῆς ὕλης ὅθεν ἐξάπτονται μάλιστα μὲν ἄνω φερομένας ἤδη καὶ πάντη σκιδναμένας, ἑτέραν δὲ ἐναντίαν ταύτῃ πρὸς τὴν ἀρχὴν ἑαυτῶν καὶ οἷον ῥίζαν συστελλομένας τε καὶ συνιζούσας. καὶ γὰρ ἐὰν λαμπάδος μεγίστης τὸ ἄνω πέρας ἐξάψῃς, ἐπὶ τὸ κάτω ταχέως ἀφίξεται τὸ πῦρ· κἂν εἰ τὴν λυχνιαίαν φλόγα σβέσας [489] τῷ πέρατι τῆς ἄνω φερομένης αἰθαλώδους λιγνύος προσενέγκῃς ἕτερον πῦρ, εἶτ' αὖ καιομένην ὄψει τοῦ λύχνου τὴν θρυαλλίδα, οὐδενὸς τῶν τοιούτων γίγνεσθαι δυναμένου, εἰ μόνην τὸ πῦρ ἔσχε τὴν ἐπὶ τὰ ἄνω κίνησιν. ἐπὶ δὴ τούτοις ἅπασι τοῖς φαινομένοις τῷ λόγῳ σκεψώμεθα πρῶτον μὲν τὸ πάντων ὕστατον ῥηθέν, τὸ διττὸν τῆς κινήσεως, ὑπὸ τίνος ἀνάγκης γίνεται, μετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων ἕκαστον. ἐπεὶ τοίνυν ἅπασα φλὸξ ὠκυτάτην ἔχει τὴν διαφθοράν (ἀεὶ γὰρ εἰς τὸ περιέχον σκίδναται), διὰ τοῦτο ἀναγκαῖον αὐτῇ καὶ τὴν γένεσιν ταχίστην ὑπάρχειν· ‹ἄλλως γὰρ› οὐκ ἂν οὐδ' ἐπ' ἐλάχιστον ‹χρόνον› διήρκεσεν. ἀλλ' ἐστὶν ἑκάστῃ φλογὶ γένεσις ἐκ τῆς ὑποκειμένης ὕλης ἐξάπτεσθαι· εἰκότως ἄρα κίνησιν οὐ τὴν ἔξω μόνον ἀπὸ τῆς ἰδίας ἀρχῆς, ἀλλὰ καὶ τὴν ἐναντίαν αὐτῇ τὴν εἴσω σύμφυτον ἔχει. καὶ τοίνυν καὶ φθείρεσθαι πᾶσαν φλόγα ἀναγκαῖόν ἐστι‹ν ἤτοι› τῆς ὕλης στερηθεῖσαν ἢ τῶν κινήσεων τῆς ἑτέρας. καθόλου γὰρ [490] εἰπεῖν, ὡς πολλάκις ἐν ἑτέροις δέδεικται, τῶν δεχομένων ἀλλήλας κινήσεων [μὲν] ἐναντίων τὴν ἑτέραν χωρὶς τῆς ἑτέρας ‹ἀδύνατόν ἐστι› διασῴζεσθαι. ταῦτ' ἄρα δεῖται συμμέτρως ψυχροῦ τοῦ περιέχοντος ἀέρος πᾶσα φλόξ. ὁ μὲν ‹γὰρ› ὑπερβαλλόντως ἔκθερμος τὴν ἔξω κίνησιν αὐτῆς ἀμέτρως ἐργαζόμενος, ὁ δὲ ψυχρὸς τὴν ἔσω[θεν], σβεννύ‹ου›σιν ἀμφότεροι. τὸ μὲν οὖν ῥιπίζεσθαι ἀσυμμέτρως ἀναστέλλει τὴν φλόγα πρὸς τὴν ὕλην ὥσπερ καὶ τὸ ψυχρόν, τὸ δὲ ὑπερβαλλόντως κινεῖσθαι σκεδάννυσιν ὥσπερ καὶ τὸ θερμόν. τῶν δὲ τὴν ἔσω κίνησιν ἄμετρον ἐργαζομένων ἐστὶ καὶ σικύα καὶ πᾶν ὅτιπερ ἂν τὸν ὑπὸ τῆς ἐντὸς φλογὸς διακεκαυμένον ἀέρα εἴρξῃ τῆς πρὸς τὸν ἔξω [πυρός], τὸν ψυχρόν, ὁμιλίας.
εἴδομεν ‹οὖν ὡς› πάντη συμμετρία σωτηρία τῆς φλογός ἐστιν. οὕτως οὖν οὐκ ἀπεικὸς ἔχειν κἀπὶ τῆς ἐν τοῖς ζῴοις θερμασίας. [εἰς] ὕλην μὲν ‹γάρ›, ὅθεν ἀνάπτεται, τὸ αἷμα, σύμφυτον δὲ ἔχουσα κινήσεως ἀρχὴν ἐφ' ἑκάτερα, τῆς ἑτέρας στερηθεῖσα καὶ τῆς λοιπῆς ἐξ ἀνάγκης στερίσκεται· καὶ διὰ τοῦτ' [491] αὐτό, ἐάν τε ἀναπνοῆς εἴρξῃς ἐάν θ' αἵματος, εὐθέως διαφθερεῖς. καὶ γὰρ καὶ τὴν τοῦ λύχνου φλόγα διαφθερεῖς ἢ καταπνίξας [ὀργάνῳ τὸν πνεύμονα] ἢ παντάπασιν ἐλαίου στερήσας. ἀνάλογον οὖν ‹τίθεσο› τῇ μὲν θρυαλλίδι τὴν καρδίαν, τῷ δὲ ἐλαίῳ τὸ αἷμα, τῷ δὲ στεγανῷ τὸν πνεύμονα· περίκειται γὰρ δή τοι ἔξωθεν τῇ καρδίᾳ δίκην σικύας. ἀλλὰ παρ' ὃν μὲν ἀναπνεῖ τὸ ζῷον χρόνον, εἰκάσαις ἂν αὐτόν, οἶμαι, τετρημένῃ σικύᾳ, κατὰ δὲ τὸν τῆς ἐπισχέσεως καιρὸν ἀτρήτῳ τε καὶ πανταχόθεν στεγούσῃ. ὡς οὖν ἡ μὲν τετρημένη σικύα σβεννύειν οὐ δύναται τὴν ἐντὸς φλόγα διὰ τοῦ τρήματος ἀναπνέουσαν, ἡ δὲ τοὐναντίον ‹στεγανὴ› παραχρῆμα σβέννυσιν καταπνίγουσα, τὸν αὐτὸν ὁ πνεύμων τρόπον ὁ μὲν στεγανός, οἷος ὁ κατὰ τὰς ἐπισχέσεις, σβέννυσιν, ὁ τετρημένος δέ, οἷος ὁ κατὰ τὰς ἀναπνοάς, διασῴζει τὴν ἔμφυτον θερμασίαν. ἐγὼ δέ ποτε καὶ κάμινον ἰδὼν σβεννυμένην ὑπὸ τοῦ μὴ διαπνεῖσθαι, κἄπειτ' αὐτὴν παρανοιχθεῖσαν ‹καὶ› πολὺ μὲν αἰθαλῶδες ἐκπνεύσασαν, πολὺν δ' ἔξωθεν εἰσπνεύσασαν τὸν ἀέρα καθαρὸν ἐπ' ἀμφοτέροις ἀναλάμψασαν, οὐ μικρὰν οὐδὲ τῆς ἐκπνοῆς [492] ἐλογισάμην εἶναι τὴν χρείαν εἰς τὸ κενοῦν τὴν οἷον λιγνὺν τοῦ αἵματος· αἴθαλος γὰρ καὶ καπνὸς καὶ λιγνὺς καὶ πᾶν τὸ τοιοῦτον περίττωμα τῆς καιομένης ὕλης οὐδὲν ἧττον ὕδατος ἀποσβεννύναι πέφυκε τὸ πῦρ. ἐξ ἁπάντων οὖν τούτων ἐστὶν ἀποδέξασθαι τῶν λεγόντων τῆς ἐμφύτου θερμασίας ἕνεκεν ἀναπνεῖν τὰ ζῷα. καὶ γὰρ τό ‹τε› ῥιπίζεσθαι συμμέτρως χρήσιμον καὶ τὸ μετρίως ψύχεσθαι (ἄμφω γὰρ ταῦτα φαίνεται ῥωννύντα τὴν εἴσω θερμασίαν), κίνησίν ‹τε› ἀναγκαῖον †ἔχει κάτω †τὸ καπνῶδες, ‹ὡς› ἂν εἴποι τις, ἐκκενοῦν τῆς τοῦ αἵματος συγκαύσεως.
ταῦτ' ἐπιστημονικὴν μὲν οὐκ ἔχει τὴν πίστιν οὐδ' ἀναγκαίαν τὴν ἀπόδειξιν, οἵαν ἐν τοῖς ἄλλοις λόγοις ἀεὶ μεταχειρίζεσθαι σπεύδομεν, οὐ μὴν ἐστέρηται τοῦ πιθανοῦ. τὸ γὰρ τάχος τῆς ἀπωλείας τοῦ ζῴου τοιαύτην ἐπιζητεῖ τὴν αἰτίαν, τῆς ‹μὲν› τροφῆς, ἣν οἱ θρέψεως ἕνεκα ψυχῆς ἀναπνεῖν ἡμᾶς λέγοντες αἰτιῶνται, χρόνου μακροτέρου δεομένης, τῆς δὲ [τῆς] γενέσεως τῆς ψυχῆς, [493] ‹ἣν› Ἀσκληπιάδης φησίν, ὁμολογουμένης μὲν τῷ τάχει, μαχομένης δὲ ἄλλοις μυρίοις καὶ τοῖς κατ' ἀρχὰς εἰρημένοις ἐν τῷδε τῷ λόγῳ κοινῇ πρὸς ἁπάσας τὰς αἱρέσεις, ὅσαι δι' ἔνδειαν ἀέρος ἀπόλλυσθαι τὰ ζῷα νομίζουσι στερηθέντα τῆς ἀναπνοῆς. εἰ τοίνυν τὸ τάχος τῆς ἀπωλείας τοῦ ζῴου διὰ μὲν ἀτροφίαν τῆς ψυχικῆς οὐσίας οὐκ ἐγχωρεῖ γίγνεσθαι, διὰ δὲ τὴν γένεσιν ἐγχωρεῖ μέν, ἀλλ' ἐπὶ ψευδέσι ταῖς ὑποθέσεσιν, ἡ δὲ τῆς ἐμφύτου θερμασίας ἀπωλεία μηδὲν ἔχει τῶν φαινομένων ἐναντιούμενον, εὐλογώτερον ἐκείνων προελέσθαι.
Πάλιν τοίνυν αὐτὴν ἀναλαβόντες βασανίσωμεν, ἐπεὶ τῶν ἄλλων ἀληθεστέρα φαίνεται. οὐκοῦν ἔκ τε τοῦ ῥιπίζεσθαι τὴν ἀρχὴν τῆς ἐμφύτου θερμασίας κἀκ τοῦ συμμέτρως ἐμψύχεσθαι κἀκ τοῦ τὸ οἷον καπνῶδες αὐτῆς ἅπαν ἀπορρεῖν ἓν ἠθροίζετο κεφάλαιον, ἡ σωτηρία τῆς κατὰ φύσιν θερμασίας. εἰς ταύτας οὖν τὰς ἀρχὰς ἴδωμεν εἰ δυνατὸν ἀναγαγεῖν τὰ κατὰ μέρος ἅπαντα.
[494] καὶ πρῶτόν γε προχειρισθήτω τὸ κατὰ τὰ βαλανεῖα συμβαῖνον, ἐν οἷς ἐπὶ πλέον διατρίψαντες ἐκλυόμεθα, τελευτῶντες δὲ καὶ ἀποθνῄσκομεν. εἰ γὰρ διότι θερμὸν ἀναπνέομεν, ἐχρῆν, φασί, καὶ τοὺς ὑπὲρ λέβητος [θ'] ὕδατος θερμοῦ στάντας, εἶτα ἀναπνέοντας τὸν ἀναφερόμενον ἀτμὸν ὁμοίως ἀδικεῖσθαι· οὐ μὴν φαίνεσθαι ἀδικουμένους· ᾧ δῆλον, ὅτι μὴ διὰ τὴν ἀναπνεομένην θερμασίαν, ἀλλὰ διὰ τὴν ἐξ ὅλου τοῦ σώματος κένωσιν τοῦ πνεύματος ἐν τοῖς βαλανείοις ἐκλυόμεθα. πῶς οὖν καὶ ταύτην τὴν ἀμφισβήτησιν διαιτῶμεν; ἢν τὸ μὲν συνημμένον ἀληθὲς εἶναι φήσωμεν, ὡς δεῖ πνίγεσθαι τοὺς τὸν ἐκ λέβητος ἀτμὸν εἰσπνέοντας, εἴπερ ὅλως ἐμψύξεως ἕνεκεν ἀναπνέομεν, οὐ μὴν τήν γε πρόσληψιν αὐτῶν. ἀλλὰ μὴν οὐ πνίγονται· πνίγονται γὰρ οὔθ' οἱ τὸν ἐν τοῖς βαλανείοις ‹οὔθ'› οἱ τὸν ἐκ τῶν λεβήτων ἀτμὸν ἀναπνέοντες. εἰ δὲ καὶ μὴ πνιγόμεθα, θαυμαστὸν οὐδέν [ἂν ἦν ἴσως]· ἡ γὰρ καθ' ὅλον τὸ σῶμα διαπνοὴ κατὰ τὰ βαλανεῖα τῇ διὰ [495] τοῦ στόματος ὁμοίως βέβλαπται. οὐκ ἔστι δὲ ταὐτὸν τὸ κατὰ τὸ στόμα μόνον ἀναπνεῖν τινα κακῶς τῷ καὶ κατὰ τοῦτο καὶ καθ' ὅλον τὸ σῶμα. μεγίστη δ' ἀπόδειξις ἐπὶ πολλῶν ἀρρώστων γίγνεται δι' ὅλης μὲν ἡμέρας ἱδρούντων κρισίμως πολλῷ μᾶλλον ‹τῶν› ἐν τοῖς βαλανείοις, οὐ μὴν ἐκλυομένων ὁμοίως ἐκείνοις οὐδὲ πνιγομένων ὅλως, ἔστ' ἂν ἀναπνέωσι τὸν ἔξωθεν ἀέρα τὸν ψυχρόν· εἰ δὲ καὶ συνείρξας αὐτοὺς ἱματίοις τι θερμὸν ἀναπνεῖν ἀναγκάσαις, ἀποπνίξαις αὐτίκα. τοὺς μέντοι κατεψυγμένους καὶ ῥιγοῦντας οὕτω συνείρξας οὐχ ὅπως οὐκ ἀποπνίξεις, ἀλλ' οὐδ' ἀδικήσεις οὐδέν, ἄχρις ἂν ἐκθερμανθέντες τύχωσι· τηνικαῦτα δ' οὐκέθ' ὑπομένουσιν ‹ὡς μὴ› σύνηθες. ἐξ ὧν ἁπάντων δῆλον, ὡς οὐ διὰ τὸ κενούμενον ἐξ ὅλου τοῦ σώματος ἐν τοῖς βαλανείοις πνεῦμα καταλυόμεθά τε καὶ τελευτῶμεν τὸν βίον, ἀλλὰ διὰ τὴν θερμασίαν. θαυμάσαι δὲ ἔστιν οὐ τῶν ἄλλων τοσοῦτον ‹ὅσον› Ἐρασιστράτου τῶν τοιούτων φαινομένων ἀποτολμῶντος καταψεύσασθαι, ὃν οὐκ εἰκὸς ἄπειρον εἶναι τῆς διὰ τοῦ πίθου πυρίας τῶν ὑδερικῶν, εὐδοκιμησάσης οὐχ ἥκιστα τῶν ἄλλων παλαιῶν [496] παρὰ Χρυσίππῳ τῷ Κνιδίῳ. κενοῦνται γὰρ οὗτοι τὸ πᾶν σῶμα πολὺ θᾶττόν τε καὶ μᾶλλον ἢ ἐν τοῖς βαλανείοις, οὐ μὴν πνίγονται δὲ διὰ τὸ ψυχρὸν εἰσπνεῖν ἀέρα. τούτου δ' εἴ τις αὐτοὺς στερήσειεν, ἀποθνῄσκουσιν ἐν τάχει.
πῶς οὖν, φασίν, ἔν τε τοῖς Χαρωνίοις βαράθροις καὶ τοῖς νεωστὶ κεχρισμένοις οἴκοις τιτάνῳ καὶ πρὸς τῆς τῶν ἐσβεσμένων ἀνθράκων ὀσμῆς πνιγόμεθα; κατὰ μὲν τὸν Ἐρασίστρατον, ὅτι λεπτὸς ὢν ἐν ταῖς τοιαύταις καταστάσεσιν ὁ ἀὴρ οὐ στέγεται πρὸς τῶν ἀρτηριῶν, ἀλλ' ἐκκενοῦται ῥᾳδίως, καὶ ἐνδείᾳ πνεύματος ἀπόλλυται τὸ ζῷον. ἡμεῖς δέ φαμεν, ὡς οὐδὲν ἐξετέλεσεν Ἐρασίστρατος, οὐ δείξας ἢ λεπτὸν ἐν τοῖς τοιούτοις τὸν ἀέρα γιγνόμενον ἢ μὴ στεγόμενον τοῖς ζῴων σώμασιν ἢ μὴ τῆς ἀληθοῦς αἰτίας ἑτέρας οὔσης ἢ χαλεπῆς ὑπαρχούσης εὑρεθῆναι. μακρότερα μὲν οὖν ἀναγκαζόμεθα λέγειν πρὸς τὰ †μακρω , χρὴ δέ, ὅσον οἷόν τε, πειρᾶσθαι συντεμεῖν αὐτὰ συντομώτερον. εἰ δ' οὐδὲν ἔχω φάναι, τὰς πολλὰς ἀντιλογίας περικόψω [497] τοῦ φαίνεσθαι τὰς κινήσεις τῶν ἀρτηριῶν ἐν ταῖς τοιαύταις διαθέσεσι μηδὲν ἀπολειπομένας μεγέθει τε καὶ χρόνῳ τῶν ἔμπροσθεν, ὡς ἂν πλήρεις οὔσας δηλονότι τοῦ δι' αὐτῶν φερομένου πνεύματος. ἐχρῆν δ' αὐτὰς μηδ' ὅτι θᾶττον ἢ μικρότερον φαίνεσθαι [τε] σφυζομένας, ἀλλ' ἀσφύκτους γίνεσθαι παντάπασιν, ὡς ἂν ἐστερημένας τελέως τοῦ πληροῦντος αὐτῶν τὰς κοιλίας ἀέρος.
ἀλλ' εἰ τὴν Ἐρασιστράτου, φασίν, διαβάλλεις αἰτίαν, ἑτέραν εἰπέ. ‹ἐρῶ δή›, ἐὰν πρότερον ὑμεῖς εἴπητέ μοι, διὰ ποίαν αἰτίαν †θαλάττιοι ζωγρεῖς νάρκης ἁψάμενοι ναρκῶσι . εἰ δὲ οὐδὲν λέγειν ἔχετε, τοσοῦτον ἴσως ἡμῖν εἰπεῖν συγχωρήσετε τὸ τὴν δύναμιν εἶναι τοῦ ζῴου ναρκωτικὴν τῶν ἁψαμένων οὕτως ἰσχυράν, ὥστε καὶ διὰ τοῦ πεπηγότος ‹ἐν› αὐτῷ τριόδοντος εἰς τὰς χεῖρας τῶν ἁλιέων ῥᾳδίως ἀνατρέχειν τὸ πάθος. οὐκοῦν συγχωρήσετε εἶναί τινας [ἀέρων] ποιότητας καὶ δυνάμεις, ‹ὧν› ἡ μὲν νάρκην, ἡ δὲ κάρον, ἡ δὲ ψύξιν, ἡ δὲ σῆψιν, ἡ δὲ ἄλλο τι φέρουσι κακόν, ἀέρος δὲ οὐδεμίαν συγχωρήσετε εἶναι τοιαύτην [498] δύναμιν; ἀλλ' οὐκ ἔχομεν, φασίν, ἐναργῶς δεῖξαι, τίς ἡ ποιότης αὕτη καὶ τίς ἡ δύναμις αὕτη. τί οὖν τοῦτο πρὸς τὰ παρόντα; διὰ γὰρ τῶν ἀδήλων οὔτε ἀνατρέπεσθαί τι δίκαιον οὔτε κατασκευάσασθαι.
μεταβαίνωμεν οὖν ἀπὸ τῶν τοιούτων ἐπὶ τὸ κατασκευάζειν ἐναργῶς, ὁποτερανοῦν τῶν αἱρέσεων ἀνατρέπειν δυνάμεθα. τὰ μὲν οὖν ἐξ ἀνάγκης ἀνατρέποντα τὴν Ἐρασιστράτου δόξαν εὐθὺς κατ' ἀρχὰς ἡμῖν ἐρρήθη, τὰ δὲ τὴν ἡμετέραν κατασκευάζοντα τοιαῦτα μὲν οὖν οὐχ εὕρομεν ὡς ἐξ ἀνάγκης περαίνειν, ἁπάντων μέντοι τῶν ἄλλων πιθανώτατα πρὸς τὸ μηδ' ἀνατρέπεσθαι πρός τινος τῶν φαινομένων ταύτην τὴν δόξαν. ὥστε τὴν μὲν Ἐρασιστράτου περὶ χρείας ἀναπνοῆς ὑπόληψιν ἤδη καταλιπεῖν δίκαιον, ἐπειδὴ κἀν τοῖς Περὶ σφυγμῶν λόγοις ἐξελέγχεται πολυειδῶς σφαλλομένη, αὐτοὺς δὲ διὰ βραχέων ἐπιδραμεῖν τῶν ἄλλων φαινομένων τὰς αἰτίας εἰς τὴν προκειμένην ἀναφέροντας ὑπόθεσιν· ὥσπερ κατά γε τὴν γυμνασίαν μεῖζόν τε καὶ πυκνότερον ἡμᾶς ἀναπνεῖν· οὐ γὰρ ἀπεικὸς οὐδὲ τοῦτο γίνεσθαι διὰ τὴν ἐν [499] τοῖς σφοδρῶς κινουμένοις αὐξανομένην θερμασίαν· ὅτι γὰρ οὐδ' ἐνταῦθα διὰ τὴν τῶν ἀρτηριῶν ἐπιπλήρωσιν, ἐναργές ἐστιν ἐκ τοῦ γίγνεσθαι μὲν ἐξ ἀρχῆς εὐθὺς πολλάκις σφοδροὺς ‹τοὺς σφυγμούς›, οὐ μὴν ἀλλοιοῦσθαι τὴν ἀναπνοήν, πρὶν ἱκανῶς θερμανθῆναι, ἐκθερμανθέντων δέ, κἂν παυσώμεθα κινούμενοι, μέχρι πολλοῦ διασῳζομένην ὁρᾶσθαι τὴν αὐτὴν ἰδέαν τῆς ἀναπνοῆς. ἀλλὰ κἀν τοῖς καυσώδεσι πυρετοῖς ὁμοίως ἀναπνεῖν ὀρεγόμεθα διὰ τὴν αὐτὴν αἰτίαν· ὅπου γὰρ ἂν ᾖ μέγιστον τὸ τῆς χρείας δεόμενον, ἐνταῦθα εἰκὸς αὐξάνεσθαι καὶ τὴν χρείαν αὐτήν· ἡ μὲν γὰρ μείζων φλὸξ μείζονος ἀέρος, ἡ δὲ ἐλάττων ἐλάττονος δεῖται· πᾶσα δ' οὖν δεῖται δι' ἣν ἔμπροσθεν εἴπομεν ἀνάγκην. οὔκουν ἐστὶ θαυμαστόν, εἰ κατεψυγμένοι τὰ περὶ τὴν καρδίαν καὶ τὸν πνεύμονα τὸν ἔξωθεν ἀέρα ποθοῦσί τε καὶ δέονται διὰ τῆς εἰσπνοῆς ἐπισπᾶσθαι. ἐπισπῶνται μὲν γάρ, ἀλλ' ὀλίγον καὶ διὰ πολλοῦ· μεγάλως γὰρ καὶ πυκνῶς οὐκ ἐγχωρεῖ ῥιπίζειν τὴν βραχεῖαν θερμασίαν.
[500] διὰ τί τοίνυν οἱ μὲν παῖδες πλεῖόν τε καὶ πυκνότερον, οἱ δ' ἀκμάζοντες ἔλαττόν τε καὶ ἀραιότερον ἀναπνέουσιν; ἤ, ὅτι "τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν", ἕπεται ἐξ ἀνάγκης πλήθει θερμασίας μέγεθός τε καὶ πυκνότης ἀναπνοῆς; εἰ δὲ καὶ τρέφεται τὸ ψυχικὸν πνεῦμα πρὸς τῆς ἀναπνοῆς, καὶ διὰ τοῦτ' ἀναπνέουσι πλεῖστόν τε καὶ πυκνότατον οἱ παῖδες, ὅτι καὶ τροφῆς πλείονος ὡς ἂν αὐξανόμενοι δέονται. εἰ δὲ τὸ λιγνυῶδες ἀποχεῖται πλεῖστον ἐν ταῖς ἐκπνοαῖς, καὶ διὰ τοῦτο ἀναπνέουσι πλεῖστόν τε καὶ πυκνότατον· ἔνθα γὰρ ἡ τῆς τροφῆς ἐργασία πλείων, ἐκεῖ καὶ τὸ περίττωμα πλέον. ‹οἷς μὲν οὖν οἱ παῖδες θερμότεροι τῶν νεανίσκων εἶναι δοκοῦσιν, οὗτοι τοιαύτην ἐροῦσι τὴν αἰτίαν› τοῦ τοὺς παῖδας ‹οὕτως› ἀναπνεῖν· οἷς δ' οἱ νεανίσκοι θερμότεροι τῶν παίδων εἶναι δοκοῦσιν, οὗτοι τὴν μὲν προειρημένην αἰτίαν οὐ προσοίσονται. περὶ μέντοι τῶν γερόντων οὐδεὶς ἀμφισβητεῖ τὸ μὴ οὐκ εἶναι πολὺ ψυχροτέρους αὐτοὺς τῶν παίδων καὶ νεανίσκων· ὁμολογεῖ δὲ τῇ ψύξει καὶ ἡ τῆς ἀναπνοῆς ἰδέα μικροτέρα τε ἅμα καὶ ἀραιοτέρα γιγνομένη.
παραπλήσια δὲ ταῖς ἐπὶ τῶν ἡλικιῶν φαινομέναις ‹τῆς [501] ἀναπνοῆς ἰδέαις› κἀν ὥραις καὶ χώραις καὶ φύσεσι συμβέβηκε· καὶ ὁμολογεῖ γὰρ ἀεὶ τοῖς μὲν θερμοῖς ἡ μείζων τε καὶ πυκνοτέρα, τοῖς δὲ ψυχροῖς ἡ ἐλάττων τε καὶ ἀραιοτέρα. μικρόν τε καὶ πυκνὸν ἀναπνέουσιν οἵ τε ἐδηδοκότες καὶ οἱ πεπωκότες στενοχωρίᾳ τοῦ διαφράγματος, οὕτω δὲ καὶ αἱ κυοῦσαι· κἀν τοῖς ὑδέροις τε καὶ ταῖς φλεγμοναῖς τοῦ ἥπατος καὶ τῆς γαστρὸς καὶ τοῦ σπληνὸς ὁμοίως ἀναπνέουσι διὰ τὴν αὐτὴν αἰτίαν. ἀλλὰ περὶ μὲν τῆς οἰκείας ‹τούτων› ἀναπνοῆς ἐν τοῖς Περὶ δυσπνοίας εἰρήσεται. νῦν δὲ ἀρκεῖ καὶ ταῦτα αὖθις ‹εἰς› ἔνδειξιν τοῦ πάνθ' ὁμολογεῖν τὰ φαινόμενα τῷ προειρημένῳ δόγματι περὶ χρείας ἀναπνοῆς.
Ἴδωμεν δ' ἐφεξῆς, εἰ δύναται τρέφεσθαι τὸ ψυχικὸν πνεῦμα πρὸς τῆς ἀναπνοῆς. εἴπωμεν δὲ πρότερον, πῶς καλοῦμέν τι ψυχικὸν πνεῦμα, ἀγνοεῖν ὁμολογοῦντες οὐσίαν ψυχῆς. ἐπεὶ τοίνυν αἱ κατὰ τὸν ἐγκέφαλον κοιλίαι τοῦ πνεύματος, ἐπειδὰν τρωθῇ, εὐθὺς ἀκινήτους τε καὶ ἀναισθητοῦντας ἐργάζονται, χρὴ [502] τοῦτο τὸ πνεῦμα πάντως ἤτοι τὴν οὐσίαν αὐτὴν εἶναι τῆς ψυχῆς ἢ τὸ πρῶτόν γε αὐτῆς ὄργανον. εἴρηται δὲ ἑτέρωθι περὶ αὐτοῦ διὰ πλειόνων ἀκριβέστερον, ἐν οἷς τοῦτ' εὐθὺς †εἴρηται δῆλον † ὡς ἀναγκαῖόν ἐστι τοῦτο τὸ πνεῦμα τρέφεσθαι. πόθεν οὖν ἄλλοθεν ἕξει τὴν τροφήν, εἰ μὴ παρὰ τοῦ διὰ τῆς εἰσπνοῆς ἑλκομένου; καίτοι κἀκ τῆς τοῦ αἵματος ἀναθυμιάσεως οὐκ ἀπεικὸς αὐτὸ τρέφεσθαι, καθάπερ καὶ πολλοῖς τῶν ἐλλογίμων ἰατρῶν τε καὶ φιλοσόφων ἔδοξεν. ἀλλ' οὐδ' ἐκ τῆς εἰσπνοῆς ὁμοίως οἱ περὶ τὸν Ἐρασίστρατον τοῖς ‹περὶ τὸν› Ἱπποκράτην τρέφεσθαί φασι τὸ ψυχικὸν πνεῦμα· τοῖς μὲν γὰρ ἐκ τῆς καρδίας διὰ τῶν ἀρτηριῶν ἐπὶ τὰς μήνιγγας, τοῖς δὲ εὐθὺς διὰ τῶν ῥινῶν εἰς τὰς κατὰ τὸν ἐγκέφαλον κοιλίας ἔρχεσθαι τὸ πνεῦμα δοκεῖ.
τὴν μὲν οὖν Ἐρασιστράτου περὶ τούτων δόξαν κἀνταῦθα καταλίπωμεν, ἐξελεγχομένην πολυειδῶς ‹ἐν τοῖς› Περὶ τῶν ἐν σφυγμοῖς αἰτίων. ἐπὶ ‹δὲ› τὴν ἀληθῆ μεταβάντες [τὴν καὶ ταῖς ἀρτηρίαις αἵματος μεταδιδοῦσαν] ἐπισκεψώμεθα τουτὶ τὸ φαινόμενον, οὗ πολλάκις ἐπειράθημεν. ἐν γὰρ τῷ βρόχοις [503] διαλαμβάνεσθαι τὰς κατὰ τὸν τράχηλον ἀρτηρίας οὐδὲν πάσχει τὸ ζῷον οὔτ' εὐθὺς οὔθ' ὕστερον, ὡς ἡμεῖς ἐνίοτε πειρώμενοι ἐν βρόχοις αὐτὰς διελαμβάνομεν. ὅλην δὲ ἡμέραν τὸ ζῷον εἰσπνέον τε καὶ ἐκπνέον καὶ κινούμενον ἀκωλύτως ἰδόντες νυκτὸς ἤδη βαθείας ἐσφάξαμεν, οὐκέθ' ἡγούμενοι τὴν ἐπὶ πλέον πεῖραν πιστὴν ὑπάρχειν· δύνασθαι γὰρ ἐν τοσούτῳ χρόνῳ διὰ τοὺς περικειμένους βρόχους συμπαθῆσαί τι τῶν κυριωτάτων μορίων. ἐθαυμάζομεν οὖν τὰς ἐκ τοῦ κυριωτάτου τῶν ζωτικῶν ὀργάνων, [τῶν] τῆς καρδίας, εἰς τὸ κυριώτατον τῶν ψυχικῶν, τὸν ἐγκέφαλον, τεταμένας ἀρτηρίας οὕτως ἄλυπον τῷ παντὶ βίῳ τὴν βλάβην ἐχούσας εὑρίσκοντες. ἀλλὰ περὶ μὲν τούτων κἀν τῷ Περὶ χρείας σφυγμῶν ἐπὶ πλέον ζητήσομεν· ὅπερ δ' ἐξ αὐτῶν ἐστιν εἰς τὰ παρόντα χρήσιμον, οὗ χάριν ἐμνημόνευσα τῶν καρωτίδων ἀρτηριῶν, τοῦτ' αὖθις λεγέσθω, τὸ μὴ πάνυ τι δεῖσθαι τοῦ παρὰ τῆς καρδίας πνεύματος τὸν ἐγκέφαλον. ἀπολείπεται γοῦν ἤτοι [504] τὴν ἀναθυμίασιν αὐτῷ τὴν ἐκ τοῦ αἵματος ἱκανὴν ὑπάρχειν ‹ἢ τὴν› διὰ τῶν ῥινῶν εἰσπνοήν. ἀλλ' οὐδὲ τὴν ἀναθυμίασιν εἰκὸς γίνεσθαι δαψιλῆ βρόχῳ διαληφθεισῶν τῶν ἀρτηριῶν· δείκνυται ‹δὲ καὶ› τοῦτ' ἐν τῷ Περὶ χρείας σφυγμῶν. ἀναγκαῖον ‹οὖν› ἐκ τῆς διὰ τῶν ῥινῶν εἰσπνοῆς τὴν πλείστην εἶναι τροφὴν τῷ ψυχικῷ πνεύματι. τοῦτ' ἐστι τὸ παρ' Ἱπποκράτους λεγόμενον· "ἀρχὴ τροφῆς πνεύματος στόμα ῥῖνες βρόγχος πνεύμων καὶ ἡ ἄλλη ἀναπνοή." ἐξ ἁπάντων [ἢ] γὰρ τούτων τρέφεται μηδαμῆ παρεμποδιζόμενον· εἰ δὲ καὶ [μὴ] παρεμποδίζοιτο καθ' ἓν ὁτιοῦν αὐτῶν, ἀλλ' ἔτι διά γε τῶν λοιπῶν ὑπηρετεῖται. μαθεῖν δ' ἐναργῶς ἔστιν ἐξ οὗ μέλλομεν εἰπεῖν φαινομένου περὶ τῆς ἐκ τοῦ πνεύμονος εἰς τὰς καθ' ὅλον ‹τὸ ζῷον› ἀρτηρίας μεταλήψεως τοῦ πνεύματος, ὡς ἤτοι βραχυτάτη παντελῶς ἢ οὐδ' ὅλως γίγνεται. περι[τι]θέντες γὰρ παιδὸς τῷ ‹σώματι πλὴν τῷ› στόματι καὶ ταῖς ῥισὶ μεγάλην κύστιν βοείαν ἤ τι τοιοῦτον ἕτερον ἀγγεῖον, ὡς μηδαμῆ παραπνεῖσθαι μηδὲν τῆς ἀναπνοῆς, δι' ὅλης ἡμέρας [505] εἴδομεν ἀκωλύτως ‹ἀνα›πνέοντ' αὐτόν. ἐξ οὗ δῆλον, †ἕνωσίν τε μικρὸν παντελῶς ἢ οὐδ' ὅλως ἢ κατὰ τὸ ζῷον ἀρτηρίαι οὐδ' ὁμοίου τῶν ἔξωθεν ἠρεμία τῶν ποιοτήτων ἀναγκαῖα καὶ μάλιστα τῆς τὴν οὐσίαν θερμότητος . τὸ μὲν γὰρ ψυχρότερον οὐχ ὁμοίως εὔπορον ἁπάντη (χρὴ δ' ἑτοίμως ἰέναι διὰ πάντων τῶν ὀργάνων τὸ τῆς ψυχῆς πνεῦμα), τὸ δ' αὖ θερμότερον ἁπάντη μὲν πόριμον, ἀλλὰ πρῶτον μὲν κατακαίει τε καὶ συντήκει τὸ σῶμα, τελευτῶν δὲ καὶ αὐτὸ συναπόλλυται καὶ ἀποσβέννυται. καὶ [συνει] ἐν μὲν ταῖς ἀποπληξίαις ψυχρότερον, ἐν δὲ τοῖς πυρετοῖς θερμότερον τοῦ μέτρου γιγνόμενον, ἐν μὲν ταῖς ἀποπληξίαις ἴσχεται τοῦ πάντη ῥαδίως ἰέναι, καὶ διὰ τοῦτο εἰς ἀκινησίαν τελευτᾷ τὸ πάθος, ἐν δὲ τοῖς πυρετοῖς εὔπορον μὲν ὂν πάντη, καύσιμον δὲ καθάπερ πῦρ, οὔτε τρέφειν οὔτ' αὐξάνειν τὰ σώματα δύναται. μὴ τοίνυν εἶναι μικρὰν νομίζωμεν τὴν χρείαν τοῖς ζῴοις τῆς συμμέτρου θερμασίας, ἀλλ' ἐν τοῖς ἀναγκαιοτάτοις, μάλιστα μὲν οὖν τῷ πνεύματι τῷ ψυχικῷ καὶ τοῖς κυριωτάτοις ὀργάνοις, ἤδη δὲ καὶ καθ' ὅλον τὸ σῶμα.
[506] εἰκότως ἄρα τὴν ἀρχὴν τῆς φυσικῆς θερμασίας, τὴν καρδίαν, εἰς τοσοῦτον χρῄζουσαν ‹ἀναπνοῆς› ἔχομεν, εἰς ὅσονπερ καὶ συμμέτρου θερμασίας αὐτοὶ χρῄζομεν. ἐδείχθη γὰρ ἀδύνατος ἡ σωτηρία τῆς θερμασίας χωρὶς τῆς ἀναπνοῆς. "ἔκπνουν μὲν δὴ καὶ εἴσπνουν ἐστὶν ὅλον τὸ σῶμα" κατὰ τὸν ‹Ἱπποκράτους› λόγον· ἀλλὰ καὶ πρὸς ἡμῶν ἑτέρωθι δέδεικται. σύμμετρος δὲ ἀναπνοὴ τοῖς μὲν ἄλλοις ἅπασι μορίοις ἡ διὰ τῶν ἀρτηριῶν ἐστιν, ἐγκεφάλῳ δὲ καὶ καρδίᾳ δύο ἐξαίρετα πρόσκειται τῆς ἀναπνοῆς ὄργανα, τῷ μὲν ῥῖνες, τῇ δὲ πνεύμων. ὅπως δὲ ὁ πνεύμων κινοῖτο, θώρακος ἐδεήθη· καὶ διὰ τοῦθ' ὡς μὲν τῇ καρδίᾳ συνημμένος ὁ πνεύμων τὸ πρῶτόν ἐστι‹ν ἀνα›πνευστικὸν ὄργανον, ὡς δὲ ‹πρὸς› τοῦ θώρακος κινούμενος τὸ δεύτερον.
‹εἰ› δὲ καὶ τῆς τοῦ αἵματος ἀναθυμιάσεως εἰς θρέψιν δέοιτο τὸ ψυχικὸν πνεῦμα (πιθανὸν γὰρ καὶ τοῦτο), μεγίστην ἂν ἔχοι καὶ ταύτην συμμέτρου θερμασίας τὴν χρείαν τὰ ζῷα. τὸ μὲν γὰρ ψυχρὸν αἷμα πῶς ἂν εἰς ἀτμοὺς λύοιτο; ‹τὸ› δ' ἀμέτρως [507] θερμὸν εὐσκέδαστον μὲν εἰς ἀτμούς, ἀλλ' εἰς θολεροὺς τούτους καὶ καπνώδεις. οὐ μὴν τοιούτῳ γε εἶναι πρέπει τῷ ψυχικῷ πνεύματι, ἀλλ' εἴπερ τῳ ἄλλῳ καθαρωτάτῳ τε καὶ χρηστοτάτῳ. ταῦτ' ἄρα [τῷ τὸ μέλαν χρηστοτάτῳ· ταῦτ' ἄρα] τὸ μελαγχολικὸν αἷμα καὶ τὸ πικρόχολον εἰς ἀτμοὺς μοχθηροὺς λυόμενον τὸ μὲν εἰς μελαγχολίαν, τὸ δὲ εἰς φρενῖτιν ἄγει. διὰ τοῦτο δὲ κἀν τοῖς καυσώδεσι πυρετοῖς ἑτοίμως παραφρονοῦσιν. ἢν γὰρ καὶ χρηστὸν ᾖ τηνικαῦτα τὸ αἷμα, διὰ γοῦν τὸ πλῆθος τῆς θερμασίας ἀτμίζει καπνωδῶς. εἴη δ' ἂν καὶ τοῦτο τῆς κατὰ φύσιν θερμασίας ὄφελος οὐ σμικρόν, ἀτμίζειν σύμμετρόν τε καὶ καθαρὸν καὶ χρηστόν.
οὐ μὴν οὐδ' εἰ τῆς οἰκείας κατασκευῆς δεῖ‹ν› ὅτῳ τῶν μορίων ὑπόθοιτό τις, οὐδ' ἂν οὕτως εἰς τὴν φυλακὴν τῆς κατασκευῆς ὠφελοίη μικρὸν ἡ σύμμετρος θερμασία. ξηρὸν μὲν γὰρ ἀμέτρως ἢ ὑγρὸν οὐκ ἂν ‹ἐν› ἀκαρεῖ χρόνῳ γίγνοιτο τῶν μορίων οὐδέν, ψυχρὸν ‹δ'› ἐσχάτως ἢ θερμὸν δύναιτ' ἂν ἐμφανῶς γενέσθαι. καὶ μὴν ἑνὸς ἑκάστου τῶν μορίων οὐσία ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποία τις κρᾶσίς ἐστιν· ὥστε καὶ [508] διαφθείρεσθαι ταύτην ὑπ' οὐδενὸς οὕτω ταχέως εἰκὸς ὡς ὑπὸ τῆς κατὰ τὴν θερμασίαν ἀμετρίας. εἰ δὲ καὶ τοῦτο, καὶ τὴν ἐνέργειαν ὑπ' οὐδενὸς ἑτοιμότερον ἐγχωρεῖ βλαβῆναι. τῶν μὲν οὖν ἄλλων ὀργάνων αἱ βλάβαι τῶν ἐνεργειῶν μικραί, τῶν δ' εἰς αὐτὴν τὴν ζωὴν διαφερόντων μεγάλαι, τῶν δ' οὐ μόνον εἰς αὐτὴν τὴν ζωὴν διαφερόντων, ἀλλὰ καὶ πρὸς τὰ ἄλλα λόγον ἀρχῆς ἐχόντων μέγισται. τοιαῦτα δ' ἐστὶν ἐγκέφαλός τε καὶ καρδία. ὥσθ' ἡ τούτων τῆς κατασκευῆς βλάβη παραχρῆμα βλάψει τὴν ζωήν. ἀλλ' οὐδὲν ὑπαλλάττειν αὐτὴν οἷον τέ ἐστιν ἑτοιμότερον ἀμέτρου θερμασίας. ὥστε ἄμφω δέδεικται διὰ τοῦ λόγου, τό τε χρήσιμον τῆς συμμέτρου θερμασίας ‹καὶ› τὸ ἐν τῇ ἀναπνοῇ εἰς αὐτήν.
ἀναγκαῖον δ' ἄρ' ἤδη, ‹ὅτι› μὴ πιθανὸν μόνον, ἀλλὰ καὶ τὸ ἀληθὲς εὑρήκαμεν, ἑτοίμως [μὲν] ἀποφαίνεσθαι. καὶ χρείαν εἶναι τῆς ἀναπνοῆς λέγομεν ἐμφύτου θερμασίας φυλακήν. ἔνεστι δ', εἰ καὶ τὴν οὐσίαν τῆς ψυχῆς ἀγνοοῦμεν, ἀλλ' ἐκ διαιρέσεως οὐδὲν ἧττον συλλογίσασθαι, λήμμασι τῶν ἀποδείξεων τοῖς ἐναργῶς [509] γινωσκομένοις χρησαμένους· ὧν καὶ τοῦτό ἐστι, τὸ περιεχόμενον ἐν ταῖς κατὰ τὸν ἐγκέφαλον κοιλίαις πνεῦμα δυοῖν θάτερον ἀναγκαῖον εἶναι, ἤτοι τὴν οὐσίαν τῆς ψυχῆς ἢ τὸ πρῶτον αὐτῆς ὄργανον. †οὐ τούτου πρῶτον ὄντως δὲ ἀναγκαῖον ὁ ἐγκέφαλος ἐν ἑαυτῷ τὴν οὐσίαν τῆς ψυχῆς ἔχειν καὶ ταύτην †ἤτοι τὴν ἔμφυτον εἶναι θερμασίαν ἢ τὸ πνεῦμα ἢ τὸ σύμπαν αὐτῆς τῆς κατασκευῆς εἶδος ἢ παρ' αὐτὴν εἴ τις δύναμις ἀσώματος. ἀλλ' ἀναγκαῖον τοῦτο, πρῶτον εἰς τὰς κινήσεις ὄργανον ἕν τι τῶν εἰρημένων ἔχειν αὐτὴν ἀπαθῆ μὲν παντελῶς ὑπάρχουσαν, ἐν δὲ τοῖς θανάτοις, τῶν πρώτων αὐτῆς ὀργάνων πασχόντων, λυομένην. ὥστ' ἐξ ἀνάγκης ἤτοι τῆς κατασκευῆς τοῦ ἐγκεφάλου βλαπτομένης ἢ ὁμοῦ τοῦ κατ' αὐτὸν πνεύματος ἢ τῆς θερμασίας μόνης, ὁ θάνατός ἐστι τοῖς ζῴοις. ἀλλ' οὔτε τὴν κατασκευὴν ἐν τάχει βλαβῆναι δυνατὸν ἑτέρως ἀλλ' ἢ διὰ τὴν τῆς θερμασίας ἀμετρίαν, ὡς ἐδείξαμεν, οὔτ' αὐτὴν πολὺ μᾶλλον τὴν θερμασίαν· ἀλλ' οὐδὲ [510] τὸ λοιπὸν ἔτι καὶ τρίτον ἔχειν τινὰ τὸ πνεῦμα δύναται πρόφασιν ἑτέρας φθορᾶς ἐξαιφνιδίου παρὰ τὰς ἔμπροσθεν εἰρημένας, τήν τε τῆς οὐσίας ὅλης αὐτοῦ κένωσιν καὶ τὴν τῆς θερμασίας ἀμετρίαν. ἀλλ' ἐν ταῖς τῆς ἀναπνοῆς ἐπισχέσεσιν οὐκ ἔχομεν αἰτιᾶσθαι τὴν κένωσιν ὅλης τῆς οὐσίας, ὡς [ἐπὶ τῶν εἰς τὰς κοιλίας τρώσεων] ἐπὶ ταῖς εἰς τὰς κοιλίας τρώσεσιν.
ἀπολείπεται δή, ‹ὅτι διὰ› θερμασίας συμμετρίαν ἀναπνέομεν. αὕτη μὲν οὖν ἡ μεγίστη χρεία τῆς ἀναπνοῆς· δευτέρα δ' ἡ θρέψις τοῦ ψυχικοῦ πνεύματος. γίγνεται δὲ ἡ μὲν προτέρα δι' ἀμφοτέρων τῆς ἀναπνοῆς τῶν μερῶν, εἰσπνοῆς τε καὶ ἐκπνοῆς, τῆς μὲν οὖν ἀναψυχούσης τε καὶ ῥιπιζούσης, τῆς δὲ τὸ αἰθαλῶδες ἀποχεούσης, ἡ δευτέρα δὲ διὰ τῆς εἰσπνοῆς μόνης. ὅτι μὲν οὖν εἰς τὴν καρδίαν ἕλκεταί τις ἀέρος μοῖρα κατὰ τὰς διαστολὰς αὐτῆς ἀναπληροῦσα τὴν γενομένην κενότητα, τὸ μέγεθος αὐτῆς τῆς διαστάσεως [ὡς] ἱκανὸν ἐνδείξασθαι. ὅτι δὲ καὶ εἰς τὸν ἐγκέφαλον εἰσπνεῖται, δι' ἑτέρας ἐπιδέδεικται πραγματείας, ἐν ᾗ Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων διαλεγόμεθα.
[511] διὰ τί δέ, τῆς καρδίας εἰς ἑαυτήν τέ τι παρὰ τοῦ πνεύμονος ἑλκούσης ἀέρος ἐπιπεμπούσης τε ταῖς πλησίον ἀρτηρίαις, ὅμως γε ὁ ἐκπνεόμενος οὐδὲν ἐλάττων φαίνεται τοῦ κατὰ τὴν εἰσπνοὴν ἑλχθέντος, εἰρήσεται μὲν καὶ δι' ἑτέρων ἐπὶ πλέον, ἀποχρήσει δὲ καὶ νῦν εἰπεῖν τοσοῦτον, ὡς ἀτμός τις ἐκπνεῖται τοὐπίπαν ἴσος τῷ πλήθει τῆς μεταληφθείσης μοίρας τοῦ πνεύματος εἴς τε τὴν καρδίαν καὶ τὰς ἀρτηρίας. αἵτινες ‹δ'› εἰσὶν αἱ διαθέσεις τοῦ σώματος, ἐν αἷς ἤτοι βραχεῖ πλείων ὁ ἀτμὸς τοῦ μεταληφθέντος ἀέρος ἢ ἐλάττων ἢ ἴσος, ἐν τοῖς ‹Περὶ δυσπνοίας εἰρήσεται.
ἀρκεῖν μοι δοκεῖ ταῦτα› περὶ χρείας ἀναπνοῆς. ὃ γὰρ ὑπὲρ αὐτῆς τισιν εἰρήσεται μοχθηρῶς, ῥᾷστα φωραθῆναι δύναιτ' ἂν μὴ παρέργως ἕκαστον τῶν ἐνταυθοῖ γεγραμμένων ἀναλεξαμένοις.