[887] Περὶ μήτρας ὁ λόγος, θέσεώς τε καὶ μεγέθους καὶ σχήματος αὐτῆς, ὅθεν τε ἤρτηται καὶ ὅθεν τρέφεται καὶ ὅσοις συμφύεται καὶ εἴ τινων ψαύει, καὶ περὶ τῶν πλεκόντων αὐτήν, καὶ ὅσα κυούσης τῆς γυναικὸς ἐντὸς τῆς μήτρας φύεται, κατά τε τὸ χόριον ἢ τοὺς τὸ ἔμβρυον περιέχοντας ὑμένας.
Κεῖται μὲν δὴ ἐντὸς τοῦ περιτοναίου, μεταξὺ κύστεως καὶ ἀπευθυσμένου, τούτῳ μὲν ἐπικειμένη σχεδὸν ὅλῳ, κύστεως δὲ κατὰ μὲν ‹τὸ› πρὸς τὸν ὀμφαλόν, ἔνθα ὁ πυθμήν ἐστιν αὐτῆς, ὑπερέχουσα ὡς τὰ πολλά· [888] κατὰ δὲ ‹τὸ› πρὸς τὸ αἰδοῖον ἡ κύστις τῆς μήτρας ὑπερέχει τῷ αὐχένι. αὐτῶν δὲ τούτων ἡ μὲν κύστις κατὰ τὸ ἐφήβαιον τέτακται, τὸν αὐχένα μικρότερόν τε καὶ εὐρύτερον ἔχουσα τῆς ἀνδρῴας κύστεως, μεταξὺ τῶν τῆς ἥβης καλουμένων ὀστῶν καθήκοντα εἰς τὸ γυναικεῖον αἰδοῖον ἐγγὺς τῷ ἔξω τε καὶ ἄνω πέρατι αὐτοῦ. τὸ δὲ ἀπευθυσμένον τῷ τε ἱερῷ καλουμένῳ ὀστῷ καί τισι τῶν τῆς ὀσφύος σπονδύλων ἐφίδρυται. καὶ γάρ πως καὶ σιμοῦται τὰ ἔνδον ἡ ῥάχις κατὰ τοῦτο, διὸ καὶ ἔξωθεν ‹κυρτὴ› καταφαίνεται, ὥς που καὶ Ἱπποκράτης περὶ αὐτῆς εἶπεν· "Αὐτὴ δὲ ἡ ῥάχις κατὰ μῆκος ἰθυσκολία ἐστί. ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου μέχρι τοῦ μεγάλου σπονδύλου, παρ' ὃν προσήρτηται ἡ τῶν σκελῶν πρόσφυσις, ἄχρι μὲν τούτου κυφή· κύστις τε γὰρ καὶ γονὴ καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τούτῳ ἔγκειται." ἀρχὸν μὲν οὖν λέγει τὸ ὅλον ἀπευθυσμένον, καὶ χαλαρὸν δὲ ἀρχοῦ τὸ ἄνω μέρος τοῦ ἀπευθυσμένου, ἔνθα καὶ μάλιστα ἀνευρύνεται, ‑ καὶ ἔστιν ἐπὶ τέλει αὐτοῦ ὁ καλούμενος σφιγκτήρ, πρὸς ὃν ἄν, οἶμαι, [889] ἀντιδιαστέλλων χαλαρὸν ἔφη τὸ ἄλλο μέρος τοῦ ἀπευθυσμένου ‑ γονὴν δὲ ἤτοι τὰ γεννητικὰ μόρια ἢ καὶ αὐτὴν τὴν μήτραν. Μέγεθος δὲ οὐκ ἴση μὲν ἐπὶ πασῶν· παρὰ πολὺ γὰρ ἐλάττω‹ν› μὲν ἡ τῆς ‹μὴ› κυούσης, μείζων δὲ ἡ τῆς ἐγκύου· καὶ ἥτις δὲ οὐδέποτε ἐκύησε, καὶ ταύτης μείων ἐστίν· καὶ παρὰ τὰς ἡλικίας, αἷς μηδέπω τοῦ λαγνεύεσθαι ὥρα ἢ μηκέτι· καὶ γὰρ καὶ ἄλλως ἐλάττων ἀεὶ ταῖς μὴ λαγνευομέναις. πειρατέον ‹δὲ› ὑπογράψαι τό γε μὴν τῆς συμμέτρως ἐχούσης μέγεθος. κατὰ μὲν τὸ ἄνω πέρας τοῦ πυθμένος πλησίον ἐστὶ τῷ ὀμφαλῷ, τὸ κάτω δὲ αὑτῆς πέρας κατὰ τὸ αἰδοῖον τῆς γυναικὸς ἔχει· καὶ ἔστιν ἀπὸ τοῦ τόπου, εἰς ὃν ἐπιβάλλει, ἐπὶ τὸ πέρας τοῦ αἰδοίου τὸ ἔξω ‑ οὐκ ἴσον μὲν ἐπὶ πασῶν, ὡς τὸ πολὺ δὲ σύμμετρον ‑ διάστημα δακτύλων ἕνδεκα. κατὰ δὲ τὸ πλάτος ἐφ' ἑκατέραν τῶν λαγόνων ἐκτείνεται ταῖς αὑτῆς κεραίαις. περὶ δὲ τῶν κατὰ βάθος περάτων ἤδη εἴρηται, ὅτι [890] τε κύστις καὶ ἀπευθυσμένον ὁρίζουσιν αὐτὴν καὶ ὅτι ἡ μὲν ἐπίκειται, τὸ δ' ὑπόκειται. αὐτὸ δὲ τὸ αἰδοῖον τὸ γυναικεῖον ἡ μεταξὺ τῶν τῆς ἥβης ὀστῶν εὐρυχωρία, κατὰ τὰ ἔξω μέρη δερματώδη ἐπίφυσιν ἔχουσα ἀνάλογον τῆς ἐπὶ τῶν ἀρρένων πόσθης.
Τὸ δὲ σχῆμα αὐτῆς τὸ μὲν ἄλλο πᾶν σῶμα καὶ μάλιστα ὁ πυθμὴν κύστει ἔοικεν· καθ' ὅσον δὲ ἐπὶ τῶν πλαγίων ἀποφύσεις ἔχει μαστοειδεῖς, πρὸς τὰς λαγόνας ἀνανευούσας, ταύτῃ οὐκέτι ἔοικεν. αὐτῶν δὲ τούτων τὸ σχῆμα ὁ μὲν Ἡρόφιλος ἡμιτόμῳ κύκλου ἕλικι εἰκάζει, Διοκλῆς δὲ κέρασι φυομένοις, διὰ ταῦτα καὶ ὠνόμασε κεραίας παρωνύμως ἀπὸ τοῦ κέρατος. Εὐήνωρ δὲ πλεκτάνας καλεῖ, οὐκ ἔχω δὲ φάναι, πότερον, ὅτι πέπλεκται ταύτῃ ἀγγεῖα ἑλικοειδῶς, ‹ἢ› ἄλλ‹ως› αὐτὰς τὰς ἀποφύσεις παρείκασε πλεκτάνα‹ι›ς. οἱ δὲ περὶ Πραξαγόραν τε καὶ Φυλότιμον κόλπους αὐτὰς καλοῦσιν, ὅθεν καὶ δίκολπον μὲν τὴν μήτραν τῆς γυναικὸς λέγουσιν, πολύκολπον δὲ τὴν τῶν πολυτόκων ζῴων. καὶ ὅτι μὲν ἡ τῆς [891] ὑὸς μήτρα, καὶ εἴ τι ἄλλο ὁμοῦ κυΐσκει πολλά, πολύκολπός ἐστι, τοῦτο μὲν καὶ πάνυ ἀληθές. οὐ μὴν ἐπί γε γυναικῶν τοὔνομα πρέπειν ἡγοῦμαι. πρῶτον μὲν γὰρ ἑλικοειδής ἐστιν ἡ τῆς ὑὸς μήτρα, ἔπειτα δὲ ἐν τοῖς κόλποις τὰ ἔμβρυα κυΐσκεται· γυναικὶ δὲ καὶ τοῖς ἄλλοις ζῴοις, ὅσα γυναικὶ κατὰ τὴν μήτραν ἔοικεν, οἷον αἰγί τε καὶ βοΐ, οὐκ ἐν ταῖς κεραίαις εὑρίσκεται τὰ ἔμβρυα ‑ παρὰ πολὺ γὰρ αὗται ἐλάττους ἢ κατὰ μέγεθος ἐμβρύου ‑ , ἐν δὲ τῷ ἄλλῳ κύτει παντὶ τῆς ὑστέρας. ἀλλ' οἶμαι τούτους οὐκ ἔχοντας οὔτε χρείαν οὔτε ἐνέργειαν εἰπεῖν τῶν κεραιῶν τοιαῦτα ἄτοπα ἀποφαίνεσθαι. ἐπεὶ ‹δὲ› μακρός τε ὁ λόγος καὶ ἄλλως οὐ δίκαιον, περὶ μὲν κεραιῶν χρείας τε καὶ ἐνεργείας εἰπεῖν τι καὶ μὴ περὶ τῶν ἄλλων τῶν κατὰ τὴν μήτραν ἑκάστου, διὰ τοῦτο καὶ ἡμῖν εἰσαῦθις ἀναβεβλήσθω. ἱκανά τε γὰρ καὶ αὐτὰ καθ' ἑαυτὰ ἐπισκέψασθαί γε τὰ κατὰ τὴν μήτραν πεφυκότα, τί τε ἔργον ἑκάστου καὶ τίς ἡ δύναμις καὶ διὰ τί τοιαῦτα κατά [892] τε τὸ μέγεθος καὶ τὴν θέσιν καὶ τὴν διάπλασιν καὶ τὴν πλοκὴν καὶ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν ἐγένετο. νυνὶ δὲ ἐπὶ τὰ ἑξῆς ἴωμεν· εἴη δ' ἂν ἑξῆς λέγειν περί τε συμφύσεως καὶ προσαρτήσεως καὶ τῶν ἄλλων, ὅσα τούτοις παράκειται.
Τῶν γὰρ τῇ[ς] μήτρᾳ[ς] σωμάτων ὁμιλούντων τὰ μὲν ἐπιψαύει μόνον αὐτῆς, οὐκέτι δὲ καὶ συμφύεται· πολλὰ δὲ ἑνούμενα, καὶ οὐκ ἂν αὐτὰ χωρίσαις ἄνευ τομῆς· ἔστι δὲ ἃ καὶ δερόντων ἀπολύεται· καὶ μὴν καὶ προσήρτηται πολλοῖς, καὶ πολλὰ εἰς αὐτὴν ἐμπέφυκεν[αι]. ψαύει μὲν οὖν τῶν λεπτῶν ἐντέρων ἥ γε μετρίως ἔχουσα μεγέθους· ἄλλως δὲ ἡ μὲν ὑπερβαλλόντως μικρὰ τούτων ψαύει μόνων, οἷς καὶ προσπέφυκεν· ἡ δ' αὖ μεγίστη ‑ τοιαύτη δέ ἐστι μάλιστα, ὅταν κύῃ ‑ τάς τε λαγόνας ἐκπεπλήρωκε καὶ τὸ ὑπογάστριον καὶ πολλῶν ἐντέρων ψαύει. προσήρτηται δὲ κατά τινας ἰνώδεις καὶ λεπτὰς διαφύσεις ἀπευθυσμένῳ τε καὶ κύστει, πλείω δέ ἐστι τὰ τῆς κύστεως ἀρτήματα· καὶ ἱερῷ ὀστέῳ προσήρτηται, κατὰ πολλὰ δὲ τούτου καὶ ἐξήρτηται διά τινων εὐτόνων δεσμῶν, [893] ἐπιδόσεις ἐχόντων, νευρ‹ωδ›ῶν καὶ μυωδῶν· τοιούτοις δὲ σώμασιν κἀκ τῶν κατὰ τὴν ὀσφῦν σπονδύλων ἤρτηται. ἐξήρτηται δὲ ἐκ τῶν ταύτης μυῶν τῶν μεγάλων, ἀποφύσεις ἑκατέρωθεν ἀξιολόγους ποιουμένων, αἳ δὴ εἴς τε τὰ τῆς μήτρας ἄμφω μέρη καὶ εἰς τὸν αὐχένα τῆς κύστεως καὶ εἰς τὴν ἕδραν μερίζονται. χαλαροὶ δὲ οὗτοι πάντες οἱ δεσμοί, καὶ διὰ τοῦτο ἐπὶ πλεῖστον ἡ μήτρα κινεῖσθαί τε καὶ μετασχηματίζεσθαι δύναται. ἀρτήματα δὲ οὐδὲν ἧττόν ἐστι καὶ ὅσα εἰς αὐτὴν ἐμφύεται, τὰ μὲν δὴ ὑφαίνοντά τε καὶ διαπλέκοντα αὐτὸ τὸ σῶμα τῆς ὑστέρας, ὧν οὐκ ἔστιν οὐκ ὀλίγη μοῖρα τὰ ἀπὸ τοῦ νωτιαίου μυελοῦ νεῦρα, τὰ δ' αὐξήσεώς τε καὶ τροφῆς αὐτῆς τῆς μήτρας καὶ τοῦ ἐμβρύου ἕνεκα, αἵ τε φλέβες καὶ ἀρτηρίαι. κύστει δὲ καὶ ἀρχῷ συμφύεται μόνον κατὰ τὸν αὐχένα ὑμενώδεσί τε καὶ ἀρτηριώδεσι σώμασιν ἐπὶ ποσ[τ]ῇ πιμελῇ· καὶ ἀποδείρεσθαι μὲν αὐτῶν δύναται, οὕτω δὲ καὶ ἀκριβῶς συμπέφυκε, ὡς μίαν τε καὶ τὴν αὐτὴν εἶναι σάρκα. προσπεφύκασι δὲ αὐτῇ καὶ δίδυμοι καὶ σπερματικὰ [894] ἀγγεῖα. συμπέφυκε δὲ τῷ αἰδοίῳ κατὰ τὸ πέρας τοῦ αὐχένος. ὥστε τῆς μήτρας τοῖς μὲν συμφυομένης, τοῖς δὲ προσηρτημένης, τοῖς δὲ ἐξαρτωμένης καὶ τινῶν μὲν αὐτὴν πλεκόντων, τινῶν δὲ τρεφόντων πρὸς μὲν τράχηλον κύστεως καὶ ἀπευθυσμένον καὶ τῷ αἰδοίῳ, ὁμοίως δὲ καὶ πρὸς ὄρχεις καὶ τὰ ἀγγεῖα τὰ σπερματικὰ συμφύεσθαι λέγοιτ' ἄν, τοῖς δὲ ἄλλοις μέρεσι κύστεως καὶ ἀπευθυσμένου προσηρτῆσθαι, ἱερῷ δὲ ὀστέῳ καὶ προσηρτῆσθαι καὶ ἐξηρτῆσθαι [λέγοιτο], μυελοῦ δὲ νωτιαίου καὶ τῶν κατ' ὀσφῦν μυῶν ἐξηρτῆσθαι μόνον, νεύροις δὲ καὶ ἐξηρτῆσθαι καὶ συμπεφυκέναι καὶ πεπλέχθαι, ‹...› καὶ τρέφεσθαι. πῶς οὖν ἔχουσι μεγέθους τε καὶ θέσεως, καὶ πόσαι τὸν ἀριθμόν εἰσιν, καὶ πόθεν πεφύκασιν αἵ τε φλέβες καὶ αἱ ἀρτηρίαι, ἑπόμενον ἂν εἴη λέγειν.
Ἀπὸ τῆς κοίλης φλεβὸς καὶ τῆς ὑποκειμένης ἀρτηρίας τῆς μεγάλης ἀποφύονται δύο μὲν φλέβες, δύο δὲ ἀρτηρίαι, μία ἑκατέρωθεν, φλὲψ μὲν [895] ἀπὸ τῆς κοίλης φλεβός, ἀρτηρία δὲ ἀπὸ τῆς ἀρτηρίας. εἶθ' ἡ μὲν ἀπὸ τῶν δεξιῶν εἰς τὰ δεξιά, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν εἰς τὸ ἀριστερὸν μέρος τῆς μήτρας ἐνεχθεῖσα πρὸ[ς] μὲν τῆς εἰς αὐτὴν ἐμφύσεως ἀποσχίδας εἰς τοὺς διδύμους ἐκτείνει· μετὰ ταῦτα δὲ ἤδη εἰς τὸ σῶμα τῆς μήτρας καταφύεται καὶ τοῦτο διαπλέκει. ταῦτα μὲν δὴ τὰ τέτταρα ἀγγεῖα μικρὸν ὑποκάτω κεῖται τῶν ἐπὶ τοὺς νεφρούς. πολλῷ δὲ μείζους αἱ φλέβες τῶν ἀρτηριῶν. "Ἕτερα δὲ τέτταρα οὐκ ἐπὶ πασῶν γυναικῶν, ἀλλ' ἔστιν ἐφ' ὧν", φησὶν Ἡρόφιλος, "τῶν ἐπὶ τοὺς νεφροὺς ἰόντων ἀποφυόμενα, εἰς τὴν μήτραν ἐμβάλλει", ὅπερ ἐπὶ μὲν τῶν ἄλλων ζῴων οὐχ εὗρον πλὴν σπανίως ἐν πιθήκοις. οὐ μὴν ἀπιστῶ τὸ πολλάκις εὑρεῖν αὐτὰ ἐπὶ γυναικῶν τὸν Ἡρόφιλον· ἱκανὸς γὰρ ἦν τά τε ἄλλα τῆς τέχνης καὶ τῶν δι' ἀνατομῆς γινωσκομένων ἐπὶ τὸ ἀκριβέστατον ἥκων καὶ τὴν πλείστην ἐπίγνωσιν οὐκ ἐπὶ ἀλόγων ζῴων καθάπερ οἱ πολλοί, ἀλλ' ἐπ' αὐτῶν τῶν ἀνθρώπων πεποιημένος. οὕτως δὲ καὶ ὑμέσιν ἠμφιέσθαι τὰ τρέφοντα τὴν μήτραν ἀγγεῖά φησιν, ὧν ‹ἐ›λέγομεν ἐξηρτῆσθαι αὐτήν, καὶ γίνεσθαι [896] τοὺς ὑμένας ἀεὶ παχυτέρους τε καὶ σκληροτέρους καὶ τυλωδεστέρους ταῖς πλείονα κυησάσαις. ταῦτα δὲ καὶ ἐπὶ τῶν ἄλλων φαίνεται ζῴων. καὶ μὴν ἕτεραί τινες ἀρτηρίαι καὶ φλέβες ἑκατέρωθεν τῆς μήτρας ἐμφύονται παρὰ τὸν αὐχένα, ἀπὸ τῆς εἰς τὸ αἰδοῖόν τε καὶ τὴν ἕδραν ἐχούσης μεμερισμένα‹ι›. τοσοῦτος μὲν δὴ καὶ ὁ περὶ τῶν τρεφόντων καὶ πλεκόντων τὴν μήτραν ἀγγείων λόγος.
Αὐτὸ δὲ τὸ σῶμα αὐτῆς δύο χιτῶνές εἰσιν, ἀντιστρόφως κείμενοι, νευρωδέστερος μὲν ὁ ἔξωθεν, φλεβωδέστερος δὲ ὁ ἔσωθεν, ἐπὶ πολὺ διίστασθαί τε καὶ συστέλλεσθαι πεφυκότες. τούτων ὁ μὲν ἔξωθεν ἁπλοῦς τε καὶ εἷς ἐστι, διπλοῦς δὲ ὁ ἔσωθεν, καὶ τὰ μέρη αὐτοῦ συμβάλλει μὲν ἀλλήλοις, οὐ συμφύεται δὲ οὐδὲ ἑνοῦται, ἀλλὰ μόνον παράκειται, ὑπὸ τοῦ περικειμένου χιτῶνος συνεχόμενα. [οι]ὃν εἰ θελήσαις ἀποδείρας χωρίσαι, δύο σοι φανοῦνται μῆτραι, ἐφ' ἑνὶ καὶ τῷ αὐτῷ αὐχένι κείμεναι. τοῦτον γάρ, ὥσπερ καὶ τῆς μήτρας τὸν χιτῶνα, εἰς δύο χωρίσαι οὐκέτι [897] δυνήσῃ. οὗτος ‹...› μάλιστα κατὰ τὸν πυθμένα· ὁ δὲ περικείμενος αὐτῷ ὁ νευρώδης παχύτερος πολλῷ τοῦ τῆς κύστεως χιτῶνος καὶ φλεψὶ πολλαῖς καὶ ἀρτηρίαις διειλημμένος.
Ὁ δὲ αὐχὴν τῆς μήτρας, μυώδης ὤν, ἐκ σαρκὸς γέγονεν σκληρᾶς τε καὶ χονδρώδους καὶ ἀεὶ σκληρότερος ἑαυτοῦ γίνεται καὶ χονδρωδέστερος τῷ χρόνῳ, ὥστε, ὅσαι πολλά τε ἐκύησαν ἢ πρεσβύτιδες ἤδη εἰσίν, ἱκανῶς ταύταις ὁ αὐχὴν σκληρός τε καὶ χονδρώδης ἐστίν. εἰκάζει δὲ αὐτοῦ τὴν φύσιν ὁ Ἡρόφιλος βρόγχου τῷ ἄκρῳ. τρῆμα δὲ ἔχει ὁ αὐχὴν οὗτος, δι' οὗ κενοῦται μὲν τὸ θῆλυ τὰ ἐπιμήνια, λαμβάνει δὲ πρὸς ἑαυτὴν ἡ γυνὴ τοῦ ἄρρενος τὴν γονήν, ἔξεισί τε τῆς μήτρας δι' αὐτοῦ τὸ ἔμβρυον. ἄπιστον γάρ, ‹ὅσον› ὁ πόρος οὗτος εὐρύτητι κατὰ καιρὸν παραλλάττει, ὃς πυρῆνα μὲν μήλης ἐπιδέχεται ἢ βραχύ τι τούτου παχύτερον ἐν τῷ ἄλλῳ παντὶ χρόνῳ· κυούσης δὲ τῆς γυναικὸς σφόδρα [898] ‹ἀκριβῶς› μέμυκεν καὶ οὐδὲν ἂν παραδέξοιτο· ἀπολυομένου δὲ τῆς μήτρας τοῦ ἐμβρύου αἱ ὠδῖνες ἐπὶ πολὺ διιστῶσιν αὐτόν, ‹καί› ‑ θαῦμα καὶ ἀκοῦσαι ‑ τὸ ζῷον ὅλον ταύτῃ δίεισιν. περαίνει δὲ ὁ αὐχὴν οὗτος εἰς τὸν γυναικεῖον κόλπον οὐκ ὀρθὸς οὐδὲ εὐθὺς ἐπὶ πασῶν, ἀλλ' ἐκκλίνεται ἢ παραστρέφεται ἐπί τε τὰ ἀριστερὰ καὶ τὰ δεξιὰ καὶ τὰ ἄνω καὶ τὰ κάτω. περὶ δὲ τοῦ πρόσω καὶ ὀπίσω, ὅ τι δὴ ὁμοίως ἁπάσαις ἔχει, ἤδη εἴρηται.
Ἔχουσι δὲ οὐδὲ τῷ πάχει τῆς μήτρας οἱ χιτῶνες ὡσαύτως ἀεί, ἀλλ' εἰς μὲν τὴν πρώτην ἡλικίαν ὥσπερ μικροὶ οὕτω καὶ λεπτοί εἰσιν· ἰόντων δὲ ἤδη τῶν ἐπιμηνίων πρὸς λόγον τοῦ μεγέθους καὶ τὸ πάχος αὔξονται· καὶ ἢν ἔξωρος τοῦ κυεῖν τε καὶ καθαίρεσθαι ἡ γυνὴ γίνηται, ὥσπερ τὸ μέγεθος οὕτως καὶ τὸ πάχος μειοῦται. κατὰ μὲν τὰς ἡλικίας ὧδε ἔχουσιν. κατὰ δὲ τὰς περιστάσεις, ὅσα μὲν αἱ νόσοι πεφύκασιν ἀλλοιοῦν τὰ κατὰ τὴν μήτραν, τὸ νῦν οὐ πρόκειται λέγειν· ὅσα δὲ ἐν τῷ [899] κατὰ φύσιν αἱ περιστάσεις αὐτὴν ἀλλάττουσι, ταῦτα ἐροῦμεν. παχεῖα μὲν καὶ εὔογκος καὶ διῳδηκυῖα φαίνεται, ὅταν ‹εἰς› αὐτὴ‹ν› ἡ κάθαρσις ἡ τῶν καταμηνίων συνδιδῶται· διαβρέχεται γὰρ τηνικαῦτα τῇ νοτίδι τῇ ἀπὸ τοῦ αἵματος· λεπτὴ δὲ καὶ ξηρὰ ἡ πορρωτάτω τούτου τοῦ χρόνου. παχυτέρα δὲ καὶ τῇ κυησάσῃ, καὶ ἥτις πλεῖστα ἐκύησε, ταύτῃ παχίστη. πάλιν αὖ ἀρχομένης μὲν κύειν παχεῖα· ἐγγὺς δὲ τοῦ ἀποκυΐσκειν γενομένης μεγάλη μέν, λεπτὴ δέ ‑ τὸ γὰρ πάχος εἰς τὸ μῆκος ἐκτεινόμενον ἀναλίσκεται ‑ · ἐν δὲ τῷ μεταξὺ χρόνῳ ἀνάλογον τοῦ μεγέθους τὸ πάχος.
Οἱ δὲ ὄρχεις τοῦ θήλεος κεῖνται μὲν ἐκ πλαγίων τῆς μήτρας, εἷς ἑκατέρωθεν τοῦ πυθμένος, ἐγγὺς τῶν κεραιῶν, μεγέθει γε πολὺ μείους ἢ τοῦ ἄρρενος, καὶ τῷ σχήματι δὲ καὶ τῷ συγκρίματι πάμπολυ διαφέρουσι· πλατεῖς μὲν γὰρ οὗτοι, στρογγύλοι δὲ καὶ προμήκεις ἐκεῖνοι· καὶ ἀδενοειδεῖς μὲν οὗτοι, ἁπαλόσαρκοι δὲ οἱ τοῦ ἄρρενος. περιέχει δὲ τούτων ἑκάτερον ὑμὴν ἴδιος λεπτός, οἷος ἐπὶ τῶν ἀρρένων ὁ δαρτός· ἐρυτροειδῆ [900] δὲ καὶ ὄσχεον οἱ τοῦ θήλεος ὄρχεις οὐκ ἔχουσιν. καὶ μὴν καὶ ἀρτηρίαι καὶ φλέβες τοῖς ὄρχεσιν ἐμφύονται ἀπὸ τῶν εἰς τὴν μήτραν ἰουσῶν, εἰς ἑκάτερον μία. συμμίξαντα δὲ ἀλλήλοις ταῦτα τὰ ἀγγεῖα, πρὶν εἰς τὸν δίδυμον ἐμφυῆναι, βοστρυχοειδῶς ἑλίσσεται ‑ οὐδέν τι ἀλλοιότερον ἢ ἐπὶ τῶν ἀρρένων ‑ , ὥστε, εἰ τέμοις τὴν ἕλικα, πολλά σοι ἡ μία τομὴ στόματα ποιήσει, οὐχ ὅτι πολλὰ ἀγγεῖα ἔτεμες, ἀλλ' ὅτι τὸ ἓν πολλάκις.
Καὶ μὴν καὶ τὰ ἀποφυόμενα τῶν ὄρχεων ἀγγεῖα τὰ σπερματικὰ πάλιν ὁμοίως φαίνεται περιέχοντα σπέρμα ὡς καὶ ἐπὶ τῶν ἀρρένων, ἐγγὺς μὲν αὐτῶν τῶν ὄρχεων εὐρέα τε ὄντα καὶ αἰσθητὴν ἔχοντα τὴν κοιλότητα, στενότερα δὲ καὶ οἷον ἀκοίλια γινόμενα μικρὸν ἀπωτέρω, εἶτα πάλιν εὐρυνόμενα παρὰ ταῖς κεραίαις, ἔνθα καὶ εἰς τὴν μήτραν καταφύονται. ταύτας δὲ τὰς ἐμφύσεις οὔτε Ἀριστοτέλης οὔτε Ἡρόφιλος οὔτε Εὐρυφῶν οἶδεν· ἐμνημόνευσα δὲ τούτων οὐχ ὡς μόνων οὐκ εἰδότων, ἀλλ' ὡς κάλλιστα ἀνατεμόντων. Διοκλέα μὲν γὰρ καὶ Πραξαγόραν [901] καὶ Φυλότιμον καὶ τοὺς ἄλλους παλαιοὺς ὀλίγου δεῖν ἅπαντας οὐκ ἀπεικὸς ὥσπερ ἄλλα πολλὰ τῶν κα‹τὰ› τὸ σῶμα οὕτως δὴ καὶ ταῦτα ἀγνοῆσαι· ὁλοσχερέστερον γάρ πως καὶ οὐκ ἀκριβῶς περὶ τὰ ἀνατομικὰ ἔσχον· ὅθεν οὐδ' ἐκείνων μοι μέλει. περὶ δὲ τῶν ἀνδρῶν τούτων οὐκ ἔχω, τί φῶ· οὔτε γὰρ καταγινώσκειν τούτων τολμῶ διὰ τὴν ἐν τοῖς ἄλλοις ἀκρίβειαν, οὔτε μικρὰ οὕτως ἐστὶν ταῦτα τὰ ἀγγεῖα, ὥστε ἄν τινα λαθεῖν. ἀλλὰ περὶ μὲν τῶν εἰς τὸν τράχηλον τῆς κύστεως ἐμφυομένων ἀκριβῶς εἴρηται αὐτοῖς, ὅτι τε εἰς τὸν αὐτὸν τόπον ἐμβάλλει, εἰς ὃν καὶ ἐπὶ τῶν ἀρρένων, καὶ ὅτι ἀδενοειδῆ ἐστι τὰ ἀγγεῖα ταῦτα καὶ ὅτι ἀπὸ τῶν διδύμων ἐκτείνεται, τῇ μήτρᾳ παραφυόμενα. περὶ δὲ τῶν κατὰ τὰς κεραίας οὐδὲν εἰρήκασιν, καίτοι καὶ ταῦτα πόροις τε αἰσθητοῖς ἐμβέβληκεν, ὥσπερ ἐκεῖνα εἰς τὸν τράχηλον, καὶ γονὴν ἐντὸς αὑτῶν ἔχοντα φαίνεται. ἐπὶ πλέον δὲ περὶ αὐτῶν ἐν τῷ ἑξῆς λόγῳ τῷ περὶ τῶν ἐνεργειῶν σκεψόμεθα.
[902] Τὸ δὲ νῦν εἶναι, ὅπερ ἐστὶ ἕν τι τῶν προτεθέντων ὑπόλοιπον, τοῦτο λεγέσθω, τίνα κυούσης τῆς γυναικὸς ἐντὸς τῆς μήτρας φύεται. ἔστι δὲ τάδε· πρῶτον μὲν τὸ χόριον, τῇ μήτρᾳ προσφυές, μετὰ δὲ τόδε ὑμένες οἱ τὸ ἔμβρυον ‹περιέχον›τες καὶ αὐτὸ τὸ ἔμβρυον. εἶδος δὲ ἕκαστον καὶ φύσει τοιόνδε ἐστί· τὸ μὲν χόριον ἀγγεῖα πολλά, φλέβες τε καὶ ἀρτηρίαι, ἐγγὺς ἀλλήλων κείμεναι, τὰ μεταξὺ διαστήματα ὑμέσιν ἀναπληρούμενα. οἱ δὲ ὑμένες, ὁ μὲν ὅλῳ περίκειται τῷ ἐμβρύῳ, ὁ δὲ ἕτερος ἐπίκειται διπλοῦς κατὰ τὰ ὑπερέχοντα αὐτοῦ, κεφαλήν τε καὶ γλουτοὺς καὶ πόδας. καὶ ἔστιν ὀνόματα αὐτοῖς, τῷ μὲν ἀμνειός, τῷ δὲ ἀλλαντοειδής, ἀλλᾶντι γὰρ ἔοικεν, ὥστε ἀπὸ τῆς κατὰ τὸ σχῆμα ὁμοιότητος τὸ ὄνομα αὐτῷ. ἄμφω δὲ λευκοὶ καὶ λεπτοί, ἐγγὺς ἀράχνης τὸ εἶδος.
Ἔστι δὲ τοῦ μὲν χορίου ἡ πρὸς τὴν μήτραν πρόσφυσις τοιάδε· τῶν τῆς μήτρας ἀγγείων, εἰς τὰ ἐντὸς αὐτῆς ἐχόντων, δι' ὧν καὶ τὰ καταμήνια ἡ γυνὴ καθαίρεται, τὰ στόματα ἀνέῳκται, ὁπόταν ἡ γυνὴ συλλήψεσθαι [903] μέλλῃ. ἔστι δὲ οὗτος ὁ χρόνος ἀρχομένων τῶν ἐπιμηνίων ἢ παυομένων. ἀνεστόμωνται μὲν γὰρ καὶ ἐν τῷ ἄλλῳ παντὶ χρόνῳ τῆς καθάρσεως τὰ ἀγγεῖα ταῦτα, ἀλλ' οὐκ ἂν λάβοι πρὸς ἑαυτὴν ἡ γυνὴ τηνικαῦτα, οὐδὲ γὰρ δύναται μένειν ἐν τῇ μήτρᾳ τὸ σπέρμα, ἐκκλυζόμενον τῷ πλήθει τοῦ ἐπιρρέοντος αἵματος. παυομένων δὲ τῶν ἐπιμηνίων καὶ ἀρχομένων ἀνεστόμωται τὰ ἀγγεῖα, καὶ τὸ ἐπιμήνιον οὔτε πολὺ οὔτε ἀθρόον ἐκχεῖται, ἀλλ' ὀλίγον τε καὶ κατὰ βραχύ, οἷον ἀπὸ νοτίδος αἱματηρᾶς διιδρουμένης, ὥστε προσφύεται μὲν διὰ τὴν τραχύτητα τῇ μήτρᾳ τὸ σπέρμα, αὐτάρκη δὲ ἔχει τροφὴν τὴν ὀλιγότητα τοῦ συρρέοντος εἰς αὐτὴν αἵματος. πρὶν γὰρ ἰέναι τὰ ἐπιμήνια, οὐκ ἂν συλλάβοι ἡ γυνή, ὅτι καὶ τοῦ τρέφοντος ἐστέρηται τὸ σπέρμα καὶ προσίζησιν οὐκ ἔχει. λεία γὰρ ἡ μήτρα τηνικαῦτά ἐστιν μεμυκότων τῶν ἀγγείων, ὥστε ἀπορρεῖ τὸ σπέρμα καὶ οὐχ ἑνοῦται τῷ χιτῶνι αὐτῆς· ἐπιτηδειότερον γὰρ πρὸς σύμφυσιν τὸ τραχὺ τοῦ λείου. "Ταυτὶ γοῦν καὶ ‹κατὰ› τῶν ἀψύχων τὰ πολλά", φησὶν ὁ Διοκλῆς, "οἷον ξύλα τε καὶ λίθους ἑνῶσαι πρὸς ἄλληλα βουλόμενοι, ἢν τυγχάνῃ λεῖα ὄντα, ‹...› τραχύνουσι [904] πρότερον κατακνίζοντες. καὶ ‹γὰρ τὰ› χείλη ‹καὶ› τὰ βλέφαρα καὶ τῶν δακτύλων τὰ μεταξὺ πολλάκις ἑλκωθέντα συνέφυ· κατὰ φύσιν δὲ ἔχοντα καίτοι ἀεὶ ὁμιλοῦντα οὐ συμφύεται διὰ λειότητα. τὰ μὲν γὰρ τραχέα κατὰ τὰς ἀνωμαλίας ἀλλήλοις ἐμπλεκόμενα ἑνοῦται· τὰ δὲ λεῖα οὐκ ἔχοντα λαβὴν ἀσφαλῆ, κἂν ὑπό τινος, εἰς τὸ αὐτὸ ἀχθέντα, καὶ βίᾳ συμπιληθῇ, ῥᾳδίως ἀπολύεται." ταῦτα μὲν εἴρηται, καὶ γέγονεν ἤδη δῆλον, ὅτι τὸ χόριον τῇ μήτρᾳ προσφύεται κατὰ τὰ στόματα τῶν ἀγγείων μόνα, κατ' ἄλλο δὲ οὐδέν. ἡ δὲ πρόσφυσις γίνεται τόνδε τὸν τρόπον· τὸ ἐν τῷ χορίῳ φυόμενον ἀγγεῖον ἀρχὴν ἔχει τὸ πέρας τοῦ εἰς τὴν μήτραν ἐμβάλλοντος, ὥστε ἄν τινα φάναι ἓν εἶναι τὰ δύο. ἥνωται γὰρ κατὰ τὰ στόματα, καὶ μεταλαμβάνει θάτερον παρὰ θατέρου, ἡ μὲν γὰρ φλὲψ τὸ αἷμα παρὰ τῆς φλεβός, ἡ δὲ ἀρτηρία τὸ πνεῦμα παρὰ τῆς ἀρτηρίας. ὥστε τηλικαῦται τῶν τοῦ χορίου ἀγγείων αἱ διαστάσεις εἰσίν, ἃς ὑμὴν διυφαίνει, ἡλίκον καὶ τὸ ἐν μέσῳ τῶν ἀνεστομωμένων [905] εἰς τὴν μήτραν ἀγγείων. κατὰ ταῦτα καὶ αἱ κοτυληδόνες εἰσί, δεσμὸς ἀσφαλὴς τῷ χορίῳ πρὸς τὴν μήτραν γεγενημέναι. καίτοι τὴν ἀνθρώπου μήτραν οὔ φασιν ἔχειν κοτυληδόνας· γίνεσθαι γὰρ αὐτὰς ἐπί τε βοῶν καὶ αἰγῶν καὶ ἐλάφων καὶ τοιούτων ἑτέρων ζῴων, σώματα πλαδαρά, ὑπόμυξα, τῷ σχήματι ἐοικότα κοτυληδόνι τῇ πόᾳ, τῇ κυμβαλίτιδι, ὅθεν περ καὶ τοὔνομα αὐταῖς. ἀλλ' Ἱπποκράτης γέ φησι· "Ὁκόσαι μετρίως ἔχουσαι τὰ σώματα ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄτερ φανερῆς προφάσιος, ταύταις αἱ κοτυληδόνες μύξης μεσταί εἰσιν καὶ οὐ δύνανται κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλὰ ἀπορρήγνυνται." καὶ μὴν Διοκλῆς ὁ Καρύστιος καὶ Πραξαγόρας ὁ Κῷος ὁ Νικάρχου, μικρὸν ὕστερον Ἱπποκράτους γεγονότες, ταὐτὰ λέγουσι, πολλοὶ δὲ καὶ ἄλλοι. ἆρ' οὖν πάντες ἠγνοήκασι; ἀλλ' οὐ θέμις ὑπὲρ ἀνδρῶν τηλικούτων οὕτω φρονεῖν. τί ποτέ ἐστιν, ὃ λέγουσιν; τὰ στόματα τῶν ἐν τῇ μήτρᾳ ἀγγείων οὕτω καλοῦσι. καὶ γὰρ καὶ ταῦτα κονδυλώδεις ἐξοχὰς [906] ἐπιφυομένας ἴσχει παρὰ τὸν τῆς κυήσεως χρόνον, οἷαι καὶ ἐν τῷ ἀπευθυσμένῳ γίνονται ἐπὶ αἱμορροΐσιν. λέγω δὲ ταῦτα οὐ μαντευσάμενος, ἀλλὰ παρὰ Πραξαγόρου μαθών. ὁ γάρ τοι Πραξαγόρας ὧδέ πώς φησι αὐταῖς λέξεσι· "Κοτυληδόνες δέ εἰσι τὰ στόματα τῶν φλεβῶν τῶν εἰς τὴν μήτραν ἡκουσῶν." ὥστε ἔχοι κἂν ἡ γυναικεία μήτρα κοτυληδόνας· καὶ ᾗ διαφέρουσιν αὗταί τε καὶ ‹αἱ› ἐπὶ τῶν ἀλόγων ζῴων, σαφὲς ἤδη οἶμαι ἐκ τῶν εἰρημένων γεγονέναι.
Ἀρχόμενα οὖν τὰ τοῦ χορίου ἀγγεῖα ἐντεῦθεν, ὅθεν περ εἴρηται, διαπλέκει τε τὸ χόριον ἀλλήλοις τε μίγνυται καὶ συμφύεται. ὁ δὲ τρόπος αὐτῶν τῆς συνόδου τοιόσδε τίς ἐστιν· ἐννόησον ῥίζας δένδρου πολλάς τε καὶ λεπτὰς κατὰ δύο καὶ τρεῖς ἀλλήλαις ἑνουμένας, ὥστε ἐξ αὐτῶν ἑτέρας ῥίζας γίνεσθαι, μείζους μὲν τῷ μεγέθει, ἐλάττους δὲ τῷ ἀριθμῷ, κἀκείνας πάλιν συνιούσας ἀλλήλαις ἑτέρας ὡσαύτως ποιεῖν, εἶτα ἐκ τῶν γενομένων κατὰ τὸν αὐτὸν τρόπον ἄλλας καὶ τοῦτο ἀεὶ γινόμενον, ἕως ἂν ἐς ταὐτὸν ἐλθοῦσαι σύμπασαι τελευτήσωσιν ὑπ' ἄκραν τῆς γῆς τὴν ἐπιφάνειαν εἰς [907] τὸ τοῦ δένδρου μέρος ἐκεῖνο, ὃ καλεῖται στέλεχος. καὶ γάρ τοι τὰ ἀγγεῖα ταῦτα, οἷον ῥίζαι τινὲς οὖσαι πολλαὶ καὶ μικραί, συμφύονται καὶ συμφυόμενα τῶν προτέρων ‹γίνονται μείζον›α· εἶτα ἐφεξῆς μείζονα γινόμενα περατοῦνται σύμπαντα εἰς δύο οἷον στελέχη, φλέβας μὲν τὰ φλεβώδη, ἀρτηρίας δὲ τὰ νευρώδη, ἑκάτερον ἐξ ἑκατέρου μέρους, δεξιοῦ τε καὶ ἀριστεροῦ, ἐμβαλλούσας εἰς τὸ ἔμβρυον κατὰ τὸν ὀμφαλόν. οὐδὲ γὰρ οὐδὲ ἄλλο τί ἐστιν ὁ ὀμφαλὸς ἀλλ' ἢ τὰ τέτταρα ἀγγεῖα, μέσον αὑτῶν ἔχοντα τὸν οὐραχόν. οὗτος δέ ἐστιν ἀρχὴ τοῦ ἀλλαντοειδοῦς χιτῶνος, ὃν ἐπικεῖσθαι κατὰ τὰ ἐξέχοντα τοῦ ἐμβρύου ἐλέγομεν. συντέτρηταί τε εἰς τὸν πυθμένα τῆς κύστεως τοῦ ἐμβρύου εὐρεῖ καὶ ἀξιολόγῳ πόρῳ, ὥστε εἶναι ἕνωσιν τῇ κύστει πρὸς τὸν ἀλλαντοειδῆ χιτῶνα διὰ τοῦ οὐραχοῦ, μεταξὺ ἀμφοῖν κειμένου. καθ' ὃ δὲ πρῶτον ἀνευρυνομένου τοῦ οὐραχοῦ ἀποφύεται ὁ ὑμήν, τραχύτης ἱκανὴ καὶ οἷον ψωρώδης φαίνεται. καὶ μὴν καὶ ὑγρὸν οὐκ ὀλίγον ἐν ἑκατέρῳ τῶν ὑμένων περιέχεται, διαφέρον τοῦ ἑτέρου τὸ ἕτερον καὶ τῇ χροιᾷ καὶ τῷ πλήθει. ξανθὸν μὲν γὰρ τὸ ἐν [908] τῷ ἀλλαντοειδεῖ, λευκότερον δέ πως τὸ ἐν τῷ ἀμνειῷ. τοῦτο δὲ καὶ πλέον ἐστὶ τοῦ ἑτέρου· καὶ γὰρ καὶ ὁ χιτὼν τοῦ χιτῶνος μείζων, εἴ γε ὁ μὲν ὅλον τὸ ἔμβρυον ἀμφιέννυσιν, ὁ δὲ κατά τινα μέρη ἐπίκειται αὐτῷ. ὅθεν δὲ καὶ τοῖς ὑγροῖς τούτοις ἡ γένεσις καὶ τίς ἡ ἀπ' αὐτῶν χρεία, ἐν τῷ ἐφεξῆς λόγῳ πάντα εἰρήσεται. καὶ τὰ περὶ τῶν ἀγγείων τῶν εἰς τὸ ἔμβρυον διὰ τοῦ ὀμφαλοῦ καθηκόντων αὐτὰ καθ' αὑτὰ εἰρήσεται ἐν ἑτέρῳ λόγῳ, ἐν τῇ τοῦ Ἐμβρύου ἀνατομῇ.