1651 100 0 0 0 0 II d. C. Medicina Galenus De typis liber Kühn, C.G., Leipzig, Knobloch, 1824 Rist. 1965, Hildesheim, Olms. 1

Galenus - De typis liber

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΥΠΩΝ ΒΙΒΛΙΟΝ.

[463]   Πολλῶν πλατυτέρω ὑπὲρ τῆς περὶ τύπων θεωρίας πεπραγματευμένων, ἀναγκαῖον ἡγησάμην αὐτὸς ὁριστικώτερον καὶ κατὰ περιγραφὴν ἐπιδραμεῖν ταῦτα, οὕτως εὐκαταρίθμητον καὶ εὐκαταμάθητον οἰόμενος τοῖς νεωστὶ προσιοῦσι τῇ τέχνῃ τὸ πρᾶγμα, ὄν τε ἁπλοῦν καὶ μετὰ τὴν ἁπλουστέραν κατάληψιν εὐκολώτερον, καὶ καθάπερ ἐξ ἑτοίμου τοῖς πολλοῖς ἐντυγχάνον. ἀρκτέον δ' ἐντεῦθεν.

   Τύπος ἐστὶ τάξις ἐπιτάσεως καὶ ἀνέσεως· περίοδος δέ ἐστι χρόνος ἐπιτάσεως καὶ ἀνέσεως ἐν νοσήμασι γενόμενος. ὀλίγα τῶν παθῶν οὐ τυποῦνται, ὡς ἀτροφία, [464] παράλυσις, καὶ ἐλεφαντίασις, καὶ τὰ τούτοις ἀνάλογα· τὰ πλείονα δὲ τῶν παθῶν τυποῦνται μὲν, ἀλλὰ σπανιώτερον· πάντων δὲ μάλιστα πυρετοὶ τυποῦνται, δίχα τῶν συνεχῶν τῶν διηνεκῶν λεγομένων ἢ τῶν ἀτάκτων.

   Τῶν τύπων οἱ μέν εἰσι πρῶτοι, οἱ δὲ δεύτεροι· καὶ οἱ μὲν ἑστῶτες, οἱ δὲ κινούμενοι· καὶ πάλιν οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ σύνθετοι. πρῶτοι μὲν οὖν εἰσιν οἱ μικρὰν μὲν ἔχοντες τὴν ἐπισημασίαν, μακρὰν δὲ τὴν ἄνεσιν, οἱ τριταῖοί τε καὶ τεταρταῖοι· δεύτεροι δὲ οἱ μακρὰν μὲν ἔχοντες τὴν ἐπισημασίαν, μικρὰν δὲ τὴν ἄνεσιν, οἷος ὁ ἀμφημερινὸς καὶ ὁ παρεκτεταμένος ἡμιτριταῖος. τῶν δὲ παρεκτεταμένων οὗτος μόνος ἐξηλλαγμένος παρὰ τοῖς παλαιοῖς ὠνόμασται. ἑστῶτες δέ εἰσιν οἱ ἐν ταῖς αὐταῖς ὥραις ἐπισημαίνοντες καὶ ἀνιέντες· κινούμενοι δὲ οἱ ἀεὶ ἄλλαις ὥραις ἐπισημαίνοντες· ὧν οἱ μὲν φθάσαντες καὶ προδόντες τὰς ὥρας τάχιον προληπτικοὶ λέγονται, οἱ δὲ βραδύνοντες ὑστερητικοί. ἁπλοῖ δέ εἰσιν οἱ μίαν ἐπίτασιν ποιούμενοι· σύνθετοι δὲ οἱ ἐκ πλειόνων ἐπισημασιῶν καὶ [465] ἀνέσεων συνεστῶτες. τῶν δὲ συνθέτων οἱ μὲν ἐξ ὁμογενῶν συνίστανται, οἱ δὲ ἐξ ἑτερογενῶν. ἐξ ὁμογενῶν μὲν, ὅταν ἀμφημερινὸς, λόγου δὲ χάριν ἁπλοῦς διπλῷ ἀμφημερινῷ συμπλέκηται, ἢ τριταῖοι διπλοῖ, ἢ τρεῖς τριταῖοι τυγχάνωσιν, ἢ πάλιν δύο καὶ τρεῖς τεταρταῖοι· ἐξ ἑτερογενῶν δὲ, ὅταν ἀμφημερινὸς λόγου χάριν τριταίῳ συμπλακῇ, ἢ τριταῖος τεταρταίῳ, ἢ ἄλλῳ τινὶ τῶν μὴ τοῦ αὐτοῦ γένους ὄντων.

   Ἀμφημερινὸς δέ ἐστιν ὁ καθ' ἑκάστην ἡμέραν μίαν ἐπισημασίαν καὶ τὴν αὐτὴν ἔμμετρον ἐν τῷ μήκει καὶ μίαν καὶ τὴν αὐτὴν ἄνεσιν ποιούμενος. τριταῖος δέ ἐστιν ὁ διὰ τρίτης μίαν καὶ τὴν αὐτὴν ἐπισημασίαν σύμμετρον ἐν τῷ μήκει καὶ μίαν καὶ τὴν αὐτὴν ἄνεσιν ποιούμενος. τεταρταῖος δέ ἐστιν ὁ διὰ τετάρτης μίαν καὶ τὴν αὐτὴν ποιούμενος ἄνεσιν. τὰ αὐτὰ δὲ νοείσθω περὶ πεμπταίου καὶ ἑβδομαίου καὶ εἴ τις ἄλλη τύπων εὑρίσκεται τάξις. ἀμφημερινῷ δὲ παρέπεται ὑγρότης ἕξεως, καὶ φλεγματώδεις ἔμετοι, [466] καὶ δίψος οὐκ ἐπιτεταμένον, καὶ βαρυσμὸς τοῦ σώματος ὅλου, καὶ ὕπνος καρώδης καὶ καταφορικὸς, καὶ σφυγμὸς μέγας καὶ ἀραιὸς καὶ χαῦνος, τὸ πρόσωπον ὑποῖδον καὶ χαῦνον καὶ πεπονῶδες καὶ πολλὴν ἐμφαῖνον τὴν τῆς ὕλης καχεξίαν καὶ τροπήν. καὶ σπλὴν δὲ ἐν τύπῳ τούτῳ παρακολουθήσει σκληρώδης. χρονίζοντος δ' αὐτοῦ, τρομώδεις καὶ ληθαργώδεις καταφοραὶ καὶ θώρακος ῥευματισμοὶ καὶ παρεγχύσεις ὑδερικαί. συνίσταται δὲ μάλιστα ἐπὶ στομάχῳ κακοπραγοῦντι. παρέπεται δὲ τριταίῳ δίψος ἐπιτεταμένον, ἔγκαυσις, δριμεῖς καὶ χολώδεις ἔμετοι, ἀσιτίαι, καὶ ῥιπτασμοί. κατὰ πολλὰ μὲν τῷδε ῥίγη προηγοῦνται, ποτὲ δὲ καὶ περίψυξις. σφυγμὸς δὲ τοῖς τριταΐζουσι μικρὸς καὶ πυκνὸς παρέπεται. αἱ νύκτες αἱ πρὸ τῶν παροξυντικῶν ἡμερῶν δύσφοροι γίγνονται, ἐπιτεινομένης δὲ τῆς νόσου οὐκέτι γίγνονται δύσφοροι, ἀλλὰ καὶ πυρετὸν ἱστᾶσι, καὶ οὕτω πυρέττοντες μεταβάλλουσί ποτε τὸν τριταῖον εἰς ἡμιτριταῖον. ἔστι δὲ πάντων τύπων εὐλυτώτερος ὁ τύπος οὗτος, καὶ μάλιστα εἰ συσταίη ἐν θέρει. [467] παρασεσημείωται δὲ ὁ Ἱπποκράτης λέγων· τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον. σπανίως δὲ χρονίζει, καὶ μάλιστα εἰ μὴ συσταίη φθινοπώρου λήγοντος ἤδη καὶ τῷ χειμῶνι προσάπτοντος. ἔστι δὲ καὶ τὰ οὖρα ξανθὰ, πάρεστι δὲ τούτοις καὶ ἀγρυπνία. πάντα δὲ ὅσα παρακολουθεῖ τῷ τριταίῳ, καὶ ἡμιτριταίῳ ταῦτα συμβέβηκε· καὶ γὰρ καὶ τοῦ αὐτοῦ κεκοινωνήκασι γένους, διὰ τρίτης ποιούμενοι τάς τε τῶν ἀνέσεων καὶ τῶν παροξυσμῶν ἀνταποδόσεις· ἴδιον δὲ περὶ τῶν τύπων τῶν ἡμιτριταίων συμβέβηκεν ἡ παρέκτασις τῶν ἐπισημασιῶν, καὶ τὸ μετὰ περιψύξεως ἐπὶ τὸ πλεῖστον καὶ ταῖς ἀκμαῖς μηδέπω συντετελεσμέναις προσεδρεύειν, ἃς ἰδίως ἐπαναδιπλώσεις καλοῦμεν. ἔστι δὲ κινδυνώδης ὁ ἡμιτριταῖος οὐ μόνον τοῦ στομάχου καὶ τοῦ νευρώδους καθαπτόμενος καὶ καθόλου τῶν μέσων, ἀλλὰ καὶ ληθαργικὰς ἐπιφέρων καταφορὰς καὶ παρακρουστικὰς ἀγρυπνίας, ἔστι δ' ὅτε καὶ συγκοπτικὰς διαφορήσεις, γλῶσσάν τε ἰσχυρῶς ξηραίνει, καὶ λειποθυμίαν ἀπεργάζεται, σφοδρῶς κινῶν τὰ ἐν τῷ βάθει, καὶ καθόλου ἄγριός τέ ἐστι καὶ [468] κινδυνοδέστατος οὗτος ὁ τύπος. ἔσθ' ὅτε μὲν δὲ ἀπὸ τῆς πρώτης ἡμέρας συνίσταται, καθάπερ καὶ οἱ λοιποὶ τύποι· ποτὲ δ' ἀπὸ τῆς δευτέρας καὶ τρίτης ἡμέρας ἄρχεται, ὥστε μεγίστη αἰτία ἀπάτης γίγνεται τοῖς ἰατροῖς τῇ τοιαύτῃ εἰσβολῇ. γεννᾶται δὲ καὶ ἀπὸ τριταίου παρεκταθέντος, καὶ λυόμενος ἐνίοτε εἰς τριταῖον ὑποστρέφει, ποτὲ δὲ καὶ διακόπτεται τοῦ μήκους τοῦ κατὰ τὴν ἐπισημασίαν εἰς β΄ τριταίους καὶ ἀμφημερινούς. πλεονάζει δὲ ἐπὶ μὲν τῆς φύσεως τῆς κατὰ τοὺς ἄνδρας, ἡλικίας δὲ τῆς κατὰ τοὺς ἀκμάζοντας, ὥρας δὲ μᾶλλον τῆς φθινοπωρινῆς, ὅτε καὶ λίαν κινδυνώδης τυγχάνει. ἔστι δὲ οὐ πάντοτε συνεχὴς, ἀλλὰ καὶ διαλείπων εὑρίσκεται. παραδίδοται δὲ ὑφ' Ἱπποκράτους τὸ μὴ μόνον αὐτὸν ἐν τοῖς ὀξέσι καταριθμεῖσθαι, ἀλλὰ καὶ ἐν τοῖς χρονίζουσιν. ἔχει δὲ καὶ τὰς κατὰ τὸ μέγεθος διαφορὰς τρεῖς. ὁ μὲν γὰρ σμικρός ἐστιν ἡμιτριταῖος, ὁ δὲ μέσος, ὁ δὲ μέγας. σμικρὸς μὲν οὖν ἐστιν ὁ παρὰ τὰς εἰκοσιτέσσαρας ὥρας στρεφόμενος· μέσος δὲ ὁ παρὰ τὰς τριακονταέξ· μέγας δὲ ὁ παρὰ τὰς τεσσαράκοντα καὶ ὀκτὼ, ὃς δὴ συνεγγίζει τῷ συνεχεῖ πυρετῷ. τινὲς δέ φασι τὸν ἡμιτριταῖον [469] οὕτως ὀνομασθῆναι, ὡς τὸ ἡμικύκλιον καὶ ἡμισφραίριον, λέγοντες αὐτὸν ἐλάττονα τοῦ ἡμίσεος τῆς τριταϊκῆς περιόδου. ἄλλοι δέ φασι τὸν ἡμιτριταῖον ὀνομασθῆναι, ὡς καὶ τὸν ἡμιόλιον ἀριθμὸν, ὥστε τῆς τριταϊκῆς ἐπισημασίας λόγου χάριν ἐκ δώδεκα ὡρῶν συγκειμένης, τὸν ἡμιτριταῖον μὲν ἐμπεριλαμβάνειν τὰς ιβ΄ ὥρας τοῦ τριταίου, προστιθέναι δὲ ταύταις καὶ τὸ ἥμισυ τῶν ιβ΄ καὶ τὰς πάσας γίγνεσθαι δέκα καὶ ὀκτὼ, ὡς εἶναι ἥμισυ μείζονα τῶν τριῶν κατὰ περίοδον τύπων, ἀμφημερινοῦ, τριταίου καὶ τεταρταίου, ὥστε ὡρῶν αὐτὸν εἶναι εἴκοσι καὶ τεσσάρων. ὁ Ἀγαθῖνος δὲ ἀπὸ τῆς πρὸς τὸν τριταῖον ἐπιφορᾶς φησιν ὀνομασθῆναι τὸν ἡμιτριταῖον· διὰ τρίτης γὰρ ἐπισημασίαι ἀμφοτέροις. πότερον οὖν ὥραις ἢ διαστήμασι χαρακτηρίζεται ὁ ἡμιτριταῖος; κατὰ μὲν τὸν Ἀγαθῖνον, οὔτε ὥραις οὔτε διαστήμασιν· ἀμφότερα γὰρ ταῦτα παραγεγραμμένον ἔχει τὸ μέγεθος, ὡς καὶ ἡμιτριταῖον ἀπεριορίστως ἔχειν τὴν σύστασιν ἐν πλάτει, ὥραις τε ὡς παρεπομέναις. τεταρταίῳ δὲ παρακολουθεῖ ῥίγη σύντονα, καὶ φλεγματώδεις ἔμετοι, καὶ σπληνὸς φλεγμονὴ καὶ [470] διόγκωσις, ἔσθ' ὅτε δὴ καὶ ἀνορεξία καὶ σιελισμὸς παρέπεται, ποτὲ δ' ἐκ τῶν ἐναντίων ὄρεξις ἐπιτεταμένη, βηχίον τέ ποτε συμπάρεστιν αὐτῷ, καταφθειρομένης τῆς ἕξεως. διὰ τοῦτο δύσλυτοι καὶ χρονιώτεροι παρὰ πάντας τοὺς τύπους, ὥστε καὶ μέχρι διετοῦς προβαίνειν. ἐπιπλέκεται δὲ σφοδρυνόμενος αὐτὸς ἑαυτῷ, ὥστε β΄ καὶ γ΄ ἀποτελεῖν τεταρταίους, ἢ καὶ μέχρι τινὸς συνεχείας προβαίνειν, καὶ πάλιν ἐκεῖνος μετριάζων εἰς ἕνα περιίσταται. γίγνονται δὲ ἐνίοτε καὶ κινδυνώδεις διὰ τὰ πεπλεγμένα αὐτῷ συμπτώματα, ὥστε φθίσιν τὸ τελευταῖον ἢ παρεγχύσεις ὑδρωπικὰς ἀποτελεῖν. πλεονάζει δὲ μάλιστα φθινοπώρῳ καί ἐστι μάλιστα δύσλυτος· ὁ δὲ θερινὸς εὐλυτώτατος. καὶ κατὰ πολὺ μὲν ἄλλων προηγησαμένων ἐπιγίνεται ἀτάκτως· σπανίως δ' ὅτε καὶ αὐτὸς ἀπὸ τῆς ἀρχῆς συνίσταται. σφυγμὸς δὲ τοῖς τριταΐζουσιν οὐκ ἐπὶ τοσοῦτον παρέπεται σμικρὸς τῷ μεγέθει, ἐφ' ὅσον τοῖς τεταρταΐζουσιν, οὐδὲ μὴν ἐπὶ τοσοῦτον διογκοῦται, ἐφ' ὅσον τῇ ἀμφημερινῇ νόσῳ τυγχάνει. [471] μεσότης γὰρ τῶν σφυγμῶν ἐν τύπῳ τούτῳ κατὰ τοὺς σφυγμοὺς εὑρίσκεται· ἔστι δ' ὅτε καὶ κατ' ἀρχὰς τῶν ἐπισημασιῶν ἀραιότερος παρὰ τοὺς ἐν τῷ κατὰ φύσιν εὑρίσκεται, οἱ μὲν ἀποσώζοντες τὰ τυπικὰ τῶν ἡμερῶν κινήματα παρὰ τρεῖς, οἱ δὲ ἀτυπώτατοι παρ' ἕνα. οἱ μὲν οὖν ἀποσώζοντες τὰ τυπικὰ τῶν ἡμερῶν κινήματα ἤτοι παρὰ τὴν συνήθη τῶν ὡρῶν προλαμβάνουσιν, ἢ ἐφυστεροῦσιν· ἄτακτοι δὲ γίγνονται καὶ παρὰ τὸ εἶδος τῶν κινήσεων, ὥστε ποτὲ μὲν προλαμβάνουσι, ποτὲ δὲ ἐφυστερίζουσιν, ἀτάκτως δὲ ἑκάτεροι παρὰ τὸ ποτὲ μὲν κινεῖσθαι ἀτάκτως, ποτὲ δὲ ἵστασθαι, μηδέποτε δὲ τεταγμένως, ἔνθα παρ' οὐδενὸς κεκώλυται, μένοντος τοῦ κατὰ τὰς ἡμέρας σχήματος ἐν ταῖς ἐπὶ μέρει συμφόροις ἀταξίαις μόναις. οἱ δὲ ἀτυπώτατοι παρὰ πάντας μὲν τοὺς κατηριθμημένους τρόπους καὶ παρὰ τὴν τάξιν γίγνονται τῶν ἡμερῶν· τινὲς μὲν ἐπισημαίνουσι, τινὲς δὲ παντελῶς εἰσιν ἄτακτοι· τὰς δὲ ἐπὶ εἴδους διαφορὰς πλείονας εἶναι συμβέβηκεν. ἔξεστι δὲ σκοπεῖν τῷ προειρημένῳ τρόπῳ καὶ συμπλέκειν [472] ὡς ἂν βούληται τὰ τῶν προειρημένων τύπων ἰδιώματα.

   Τύπων δὲ διπλοῦνται οἱ πρῶτοι καλούμενοι, οἷον ἀμφημερινὸς, τριταῖος, τεταρταῖος. ἀμφημερινὸς μὲν οὖν ἐστι διπλοῦς ὁ καθ' ἑκάστην ἡμέραν δὶς ἐπισημαίνων ὁμοίως, δίς τε ἐπανιείς· δύο τριταῖοι δὲ τυγχάνουσιν, ὁπότε διαφόρων ἐπισημασιῶν καθ' ἑκάστην ἡμέραν ἐπιγινομένων ἑαυτοῖς διὰ τρίτης ἀπαντῶσι· τεταρταῖοι δὲ, ὁπότ' ἂν μιᾶς ἡμέρας γινομένης καλῆς, ἑξῆς δυσὶν ἡμέραις συμβαίνει πυρέσσειν, τῶν διὰ τεσσάρων σχημάτων καθ' ἑκάστην τῶν ἐπισημασιῶν τῶν ὡρῶν ἀποσωζομένων. ἐπιπλέκεται δὲ ἀμφημερινὸς τριταίῳ, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν δὶς ἐπισημαίνῃ καὶ δὶς ἀνίῃ· ἡ δ' ἑξῆς ἅπαξ· τρίτη δὲ πάλιν ὁμοίως πρώτῃ. ἐπιπλέκεται δὲ ἀμφημερινὸς τεταρταίῳ, ὅταν τῇ μὲν α΄ δὶς ἐπισημαίνῃ· ταῖς δ' ἑξῆς δυσὶν ἅπαξ· τῇ δ΄ ὁμοίως δίς. συμπλέκονται δὲ ἀλλήλοις ἀμφημερινὸς, τριταῖος καὶ τεταρταῖος, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν τρεῖς ἐπισημασίας [473] ἔχῃ καὶ τρεῖς ἐπανέσεις· ἡ δὲ β΄ μίαν· ἡ δὲ γ΄ δύο, καὶ ἡ δ΄ τρεῖς, καὶ ἡ ε΄ μίαν, ἡ στ΄ δὲ δύο, ἑβδόμη δὲ πάλιν τρεῖς, καὶ αἱ λοιπαὶ τὴν αὐτὴν ταῖς πρώταις τάξιν φυλάττουσι, καὶ καθ' ἕτερον τρόπον συμβάλλουσιν οἱ τύποι, καὶ εἰς τὸ αὐτὸ σχῆμα παραγίγνονται. ἐπιπλέκεται δὲ τριταῖος τεταρταίῳ, ὅταν ἡ μὲν α΄ τῶν ἡμερῶν δύο ἐπισημασίας ἐνέγκῃ καὶ δύο ἀνέσεις· ἡ δὲ β΄ μηδ' ὅλως· τρίτη δὲ ἅπαξ· καὶ τετάρτη πάλιν ὁμοίως, ὡσαύτως καὶ αἱ ἑξῆς. ἐπιπλέκεται δὲ τριταῖος, τεταρταῖος καὶ πεμπταῖος, ὅταν τῇ μὲν α΄ τῶν ἡμερῶν ἐπισημανθῆναι συμβῇ, τῇ β΄ δ' ἀναστῆναι· καὶ πάλιν τῇ τρίτῃ τριταῖος, καὶ τῇ τετάρτῃ τεταρταῖος, καὶ τῇ πέμπτῃ ἅμα ἅπαξ. καὶ ἄλλως δέ πως τούτου τοῦ τύπου ἡ εἰσβολὴ γίγνεται, οὐδὲν ἧττον εἰς τὸν αὐτὸν τύπον τῆς τάξεως ἐμπιπτούσης τῆς τριταίου πρὸς τὸν ἡμιτριταῖον συμπλοκῆς, καθάπερ ἐπὶ τῆς ὑπογραφῆς ἔχει ταύτης. τῇ α΄ ἤρξατο ἀπὸ ἑσπέρας μετὰ ῥίγους καὶ ἔλυσεν ἕως πρωῒ, παρέμεινε δὲ ἕως ὥρας ὀγδόης· εἶτα ἐμπίπτει ἐπισημασία μετὰ περιψύξεως, καὶ μένει τὴν ἐρχομένην νύκτα καὶ τῆς ἡμέρας [474] ἕως ὥρας η΄ καὶ, πάλιν ἄνεσις ἀκολουθεῖ, εἶτα εἰς τὴν νύκτα πάλιν ἐπισημασία μετὰ ῥίγους, καὶ εἰς ἡμέραν πάλιν ἄνεσις ὁμοία τῇ ἀναλόγῳ, καὶ ἑξῆς κύκλος ὁμοίως.