[70] Ὅλου τοίνυν τοῦ νοσήματος ἐπινοοῦμεν καιροὺς ἀνάλογον [71] ταῖς ἡλικίαις τῶν ζῴων· ἕνα μὲν καὶ πρῶτον τῆς γενέσεως αὐτοῦ· δεύτερον δὲ τὸν τῆς ἀναβάσεως· τρίτον δὲ τὸν τῆς ἀκμῆς· καὶ τέταρτον· τὸν τῆς παρακμῆς, ὅταν γε μέλλωσιν οἱ κάμνοντες σῴζεσθαι· φθασάντων γὰρ ἀποθανεῖν αὐτῶν, ἤτοι κατὰ τὴν ἀνάβασιν, ἢ τὴν ἀκμήν, εὔδηλον ὡς οὐ διεξῆλθεν ἅπαντας τοὺς καιροὺς ἡ τοιαύτη νόσος. ἀλλ' ἥ γε διεξερχομένη σχεδόν τι περὶ πάντων αὐτῆς τῶν μορίων ἀμφισβητήσεις ἔχει, τινῶν μὲν ἄχρονον εἶναι λεγόντων τὴν ἀκμήν, ἐπινοίᾳ μόνῃ λαμβανομένην· ἐνίων δ' [ὡς] ἐν τοῖς συνόχοις ἀκμὴν εἶναι τὸ σύμπαν· ἐνίων δὲ μετ' ἀρχὴν [72] ὀλιγοχρόνιον εἰσαγόντων τὴν ἀκμήν· ἄλλων δ' οὐκ ἐν τούτοις μόνον, ἀλλὰ κἂν τοῖς λοιποῖς ἅπασι νοσήμασιν ἀφαιρούντων τὴν ἀρχήν· ἄλλων δ' ἐνίοτε καὶ τὴν παρακμὴν ἀφαιρούντων, ἂν ἐξ ἀποκοπῆς, ὡς ἐκεῖνοι καλοῦσιν, ἡ νόσος λυθῇ. πρῶτον μὲν οὖν χρὴ τὰς ἀμφισβητήσεις διαλύσασθαι ταύτας, εἶτ' ἀκριβῶς διαρθρῶσαι τὰς ἐννοίας τῶν καιρῶν τῆς ὅλης νόσου, καὶ μετὰ ταῦτ' εἰπεῖν αὐτῶν τὰ γνωρίσματα, κᾄπειθ' ἑξῆς ὑποδεῖξαι τὸ χρήσιμον, ἀναμίξαντας τοῖς κατὰ τὰς περιόδους. [73] Ἡ τοίνυν ἀρχὴ τῆς νόσου, καθ' ὅσον εἰσβάλλει ποτὲ καταπιπτούσης τῆς ὑγιεινῆς καταστάσεως, ἐν ἁπάσαις αὐταῖς ἐστιν ἄνευ χρόνου παρατάσεως ἐπινοουμένη· σὺν τούτῳ μέντοι γε οὐ συγχωρεῖται παντὸς νοσήματος ὑπάρχειν οἷον γένεσιν, ὥσπερ ἐν τοῖς ζῴοις ἐπινοοῦμεν. οὐ γὰρ ἐκ μορίων δή τινων ὥσπερ τὸ ζῷον ἐκ κεφαλῆς καὶ θώρακος. καὶ κώλων, οὕτω καὶ τὰ νοσήματα σύγκειται. ἐκπίπτοντα γὰρ τοῦ κατὰ φύσιν, [74] ἐν ἀκαρεῖ μέν τινι χρόνῳ τὴν γένεσιν ἔχει, τοὐντεῦθεν δ' ἀναβαίνει μέχρι τῆς ἀκμῆς. ἔστω γὰρ εἰ τύχοι κατὰ δυσκρασίαν τὸ νόσημα, καθ' ἣν ἡμῖν ἐπιδέδεικται καὶ ὁ πυρετὸς συνιστάμενος. ἀναγκαῖον οὖν ἐπειδὰν πρῶτον ἡ παρὰ φύσιν αὕτη γένηται θερμασία, πυρέττειν τε τὸν ἄνθρωπον, ἐπιτείνεσθαί τε μέχρι τῆς ἀκμῆς τὴν θερμασίαν. οὗ γὰρ οὐκ ἔστι μέρη, πῶς ἂν εἴη γένεσις ἐν χρόνῳ τοῦδε; ταῦτ' οὖν εἴρηταί μοι καὶ κατ' ἀρχὰς εὐθέως, ἀπήντησά τε πρὸς αὐτὰ τῶν μετὰ περιψύξεως εἰσβαλλόντων πυρετῶν ἀναμνήσας· ἀλλ' ἐν μὲν τοῖς περιόδοις [75] αὐτάρκης ἡ ἀπάντησις· εἷς γὰρ τῶν ἐν μέρει καιρῶν καὶ τῇ τάξει πρῶτος [τῆς συμπάσης νόσου] ὁ τῆς περιψύξεως. γελοιότατον δ' ἂν εἴη τὸν τοῦ πρώτου παροξυσμοῦ πρῶτον καιρὸν ἀρχὴν ἡγεῖσθαι τοῦ νοσήματος ὅλου. τὸ γάρ τοι χρήσιμον ὁ καιρὸς οὗτος, ὃν ὀνομάζουσιν ἀρχὴν νοσήματος, εἰς τὰ βοηθήματα κέκτηται, καὶ πρὸς τοῦτον ἀποβλέπων Ἱπποκράτης εἶπεν· ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει, ἀκμαζουσῶν δέ, ἡσυχίην ἔχειν βέλτιόν ἐστιν. ὡσαύτως δ' [76] αὐτῷ λέλεκται κἀκεῖνο· περὶ τὰς ἀρχὰς καὶ τὰ τέλεα πάντα ἀσθενέστερα. καὶ μέντοι καὶ τὸ περὶ φαρμακείας εἰρημένον, ὡς πέπονα χρὴ φαρμακεύειν καὶ κινέειν, μὴ ὠμά, μηδ' ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ, καὶ πρός γε τούτοις ἔτι τὸ ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι, πολλά τε πρὸς τούτοις ἕτερα, τὰ μὲν Ἱπποκράτει, τὰ δὲ τοῖς ἄλλοις ἰατροῖς ἅπασι τοῖς παλαιοῖς εἰρημένα, τὴν ἀρχὴν ἡμᾶς οὐκ ἐπιτρέπει νοεῖν τοῦ [77] πρώτου παροξυσμοῦ τὴν εἰσβολήν, ἀλλ' ἐπὶ μακρότερον, ὡς καὶ φλεβοτομῆσαι δύνασθαι, καὶ κλυστῆρι χρήσασθαι, ποτὲ δ' εἰ κατεπείγει καὶ καθῆραι, πρὸς τῷ καὶ γελοῖον εἶναι τῶν τ' ἐντὸς τῆς ἑβδόμης ἡμέρας λυομένων νοσημάτων καὶ τῶν εἰς ἐνιαυτὸν παραμενόντων, ὥσπερ ὁ τεταρταῖος ἔστιν ὅτε, τὴν ἴσην ἀρχὴν τίθεσθαι. πολλὰ μὲν οὖν εἴρηταί μοι περὶ τῆσδε τῆς ἀρχῆς καὶ κατὰ τὸ πρῶτον περὶ κρίσεων, ἐπιδεικνύντι τὸν πρῶτον τοῦτον καιρὸν ὡς ἄν τις γνωρίσειεν. ἦν δ' αὐτοῦ κεφάλαιον ἡ ἀπεψία τῆς νόσου. βέλτιον δὲ κἀνταῦθα πρὸς ἐκείνοις εἰπεῖν, ὅσα τῇ παρούσῃ διεξόδῳ χρήσιμα. [78] Κείσθω τοίνυν πρῶτον ἀρχὴν φλεγμονῆς ζητεῖσθαι. τίς οὐκ ἂν φαίη τὴν οἷον γένεσιν αὐτῆς ὑπάρχειν ἐν ἐκείνῳ παντὶ τῷ χρόνῳ, καθ' ὃν πληροῦται τὸ μόριον αἱματώδους οὐσίας; εἴτε γὰρ ἐπὶ παρεμπτώσει συμβαίνει τὸ τοιοῦτον, εἴτ' ἐπὶ σφηνώσει πάντων τῶν ἀγγείων, εἴτ' ἐπὶ περιτάσει τινὶ τῶν ὄγκων ἐν τοῖς πόροις, εἴθ', ὡς ἡμεῖς ἐδιδάξαμεν ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας κᾀν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων ὑπομνήματι, πλεονεξία τις αἵματος [79] ἐν τῷ μορίῳ συνίσταται, γινομένης φλεγμονῆς, οὗτος ἔσται πρῶτος καιρός, ἐν ᾧ πληροῦται τὸ μέρος, ἀνακείμενος τῷ μεγέθει τοῦ πάθους. ὅταν δὲ τὸ μὲν ἐπιρρέον παύσηται, τὸ δ' ἐν τῷ φλεγμαίνοντι περιεχόμενον ἀπάρξηται σήπεσθαι, θερμασία τις γίνεται διὰ τὴν σηπεδόνα, καὶ χύσις ἐπιπλέει διὰ τὴν θερμασίαν, ἐφ' ᾗ καὶ πνεῦμα γεννᾶται καὶ δι' ἄμφω ταῦτα διατείνεται μᾶλλον ἢ πρόσθεν τὸ μόριον, εἰ καὶ μηδὲν ἐπιρρέοι· δεύτερος οὗτός ἐστι χρόνος ὁ τῆς αὐξήσεως τῆς φλεγμονῆς, ὅταν δ' εἰς πῦον ἤδη μεταβάλλῃ, μέγιστοι μὲν δή που πόνοι τηνικαῦτα καταλαμβάνουσι. περὶ γὰρ τὰς γενέσιας τοῦ πύου [80] οἱ πόνοι καὶ οἱ πυρετοὶ συμβαίνουσι μᾶλλον ἢ γενομένου· καλεῖται δ' ἀκμὴ τοῦ πάθους ὁ τοιοῦτος καιρός. εἰ δ' ἐκπυϊσκόμενον ἢ διαφορούμενον τὸ ῥεῦμα τόν τ' ὄγκον ἐλάττω καὶ τὴν τάσιν ἀποφαίνει, παρακμῆς ἀρχὴ τὸ τοιοῦτόν ἐστιν. οὕτω μὲν ἐπὶ τῆς φλεγμονῆς οἱ καιροὶ διαιροῦνται. ἐπὶ πυρετῶν δὲ τοῦ μὲν ἐπὶ φλεγμονῇ τοὺς αὐτοὺς ἐκείνῃ χρὴ τίθεσθαι καιρούς. τοῦ δ' ἐπὶ χυμοῖς ἄνευ φλεγμονῆς, τὸν μὲν τῆς ἀπεψίας τῶν λυπούντων χυμῶν χρόνον, ἀρχήν· ὅταν δ' ἄρξηται πέττεσθαι, πεπαῦσθαι μὲν τὴν ἀρχήν, τὸν δεύτερον δ' ἥκειν καιρὸν τῆς [81] ἀναβάσεως ὀνομαζόμενον· ὁπότε δ' ἡ πέψις αὐτὴ συντελεῖται μάλιστα, τὸν τῆς ἀκμῆς· εἶθ' ἑξῆς τὸν τῆς παρακμῆς, ἐν ᾧ πέπαυται μὲν ἤδη τὸ μέγεθος τῶν συμπτωμάτων καὶ τὸ πλῆθος τῶν πεττομένων, ὀλίγον δ' ἐστὶν ἔτι λείψανον τῶν πεφθῆναι δεομένων χυμῶν. ἐδήλωσα δ' ἐν τῇ περὶ κρίσεων πραγματείᾳ καὶ τὰ γνωρίσματα πάντα, τά τε τῆς [παντελοῦς] ἀπεψίας καὶ τὰ τῆς ἀμυδρᾶς πέψεως καὶ τὰ τῆς ἐναργοῦς καὶ τελείας, ἴδια μὲν ὑπάρχοντα τῶν κατὰ τὴν [82] γαστέρα πέψεων, ἴδια δὲ τῶν κατὰ τὰς φλέβας, ἴδια δ' ἄλλα τῶν ἀναπνευστικῶν. ἐλαμβάνετο δὲ τὰ μὲν ἐκ τῶν διαχωρημάτων, τὰ δ' ἐκ τῶν οὔρων, τὰ δ' ἐκ τῶν πτυσμάτων. καὶ ταῦτα μὲν ἐπὶ πλέον ἐν ἐκείνῳ τῷ λόγῳ διῆλθον ἅμα ταῖς Ἱπποκρατείαις ῥήσεσιν, ἀρκεῖ δ' ἐν τῷ νῦν ἐνεστῶτι τοσοῦτον μόνον εἰπεῖν, ὡς καὶ τῶν ἑλκῶν οἱ αὐτοὶ καιροί. πρῶτον μὲν γὰρ ἰχῶρες ὑδατώδεις ἄπεπτοι καὶ λεπτοὶ ῥέουσιν ἐξ αὐτῶν· εἶθ' ἑξῆς ἐλάττους γε καὶ παχύτεροι, κᾄπειτα ἤδη πῦον λεπτόν. εἶτ' ἤδη ἔλαττον [83] μὲν τῷ πλήθει τοῦτο γίνεται, παχύτερον δὲ καὶ λευκότερον· ὅλως τ' οὐδέν ἐστι τῶν λυομένων παθῶν, ὃ μὴ διεξέρχεται τοὺς καιρούς. οὐ μὴν οὐδ' ἐξ ἄλλου τινὸς ἡ γνῶσις αὐτῶν, ὅτι μὴ τῶν τῆς ἀπεψίας τε καὶ πέψεως σημείων, ἃ διὰ τῶν περιττωμάτων γνωρίζεται. τίς γὰρ οὐκ οἶδεν ἠπεπτηκέναι τὴν γαστέρα, διαχωρήματα θεασάμενος ἀχύλωτα; τίς δ' οὐκ οἶδεν οὖρον ὑδατῶδες ἰδὼν ἠτυχῆσθαι τὴν ἐν τοῖς ἀγγείοις πέψιν; τίς δὲ λεπτὸν ἀναβηττόμενον πτύσμα κατὰ πλευρῖτον ἢ περιπνευμονίαν ἑωρακώς, ὁμοίως οὐ συνήσει ὡς ἀρχή ἐστιν ἔτι τοῦ πάθους; ‑ οὕτω δὲ κᾀν ταῖς ὀφθαλμίαις ἐν ἀρχῇ μὲν [84] ἀπορρεῖ πολὺ καὶ λεπτόν, ἄπεπτον ἱκανῶς· ἐφεξῆς δ', ἔλαττόν τε καὶ παχύτερον, ὑπογραφήν τινα πέψεως λαμβάνον· εἶτ' ἐν τῷ χρόνῳ προϊόντι, τοῦ μὲν πλήθους μειομένου, τῆς συστάσεως δ' ἐπὶ τὸ παχύτερον ἰούσης, αὐξάνεται τὰ τῆς πέψεως εἰς τοσοῦτον, ὡς καὶ κολλᾶσθαι τὰ βλέφαρα κοιμηθέντων ὑπὸ τῆς γεννωμένης λήμης, ἥτις καὶ αὐτὴ κατ' ἀρχὰς μὲν λεπτὴ καὶ πολλή, τῷ χρόνῳ δ' ἐλάττων τε καὶ παχυτέρα γενομένη, τήν τε πέψιν τοῦ νοσήματος ἐνδείκνυται καὶ τὴν παρακμὴν τούτου. καὶ μὴν καὶ τῶν ἐξ ἐγκεφάλου καταρρεόντων δι' ὑπερῴας καὶ ῥινῶν ἀρχὴ μέν, ὅταν ὑδατῶδες τε καὶ λεπτὸν ᾖ καὶ πολὺ καὶ δριμὺ τὸ φερόμενον· ἐσχάτην γὰρ ἀπεψίαν [85] ἐνδείκνυται τούτων. πέψεως δ' ἐστὶν ἤδη γνώρισμα παχύτερόν τε καὶ ἧττον δριμὺ καὶ ὀλίγον ἐκκενούμενον· εἰ δὲ καὶ ἡ καλουμένη μύξα καὶ βλέννα συναπέρχοιτο, βεβαιότερον ἤδη τοῦτ' ἐστι πέψεως σημεῖον· ὥσπερ γε καὶ παχυτέρα μὲν αὑτῆς καὶ ἐλάττων γινομένη, πολὺ δὴ καὶ μᾶλλον ἔτι πέψιν ἐνδείκνυται. καὶ τοιοῦτοι μὲν οἱ καιροὶ τῶν νοσημάτων εἰσίν, ἐξ ὧν οἱ κάμνοντες σῴζονται.
Περὶ δὲ τῶν ἄλλων, ἐν οἷς ἀπόλλυνται, μικρὸν ὕστερον ἐρῶ, διαρθρώσας πρότερον, ὅσα διορισμοῦ τινος τῶν εἰρημένων δεῖται. ἓν μὲν οὖν [86] ἐστιν αὐτῶν καὶ τὸ περὶ τῆς ἀκμῆς, εἴτ' ἄχρονος ὑπάρχει διαπαντός, ὅσον ἐφ' ἑαυτῇ, κἂν εἰ πρὸς τὴν αἴσθησιν φαίνοιτο παρεκτεινομένη πολλάκις ἀξιολόγοις χρόνοις· εἴτε διαπαντὸς ἔχει τι πλάτος, ὁτὲ μὲν μεῖζον, ὁτὲ δ' ἔλαττον· εἴτ' ἐπὶ τινῶν μὲν νοσημάτων ἄχρονος ἐπὶ τινῶν δὲ καὶ ἔγχρονος. μακροτέρου δὲ λόγου δεομένου τοῦ σκέμματος, ἔοικα παραλείψειν αὐτὸν ἅπαντα, μιμησάμενος Ἱπποκράτη περὶ τῆς κατὰ τὸν ὦμον ἐκπτώσεως εἰπόντα· οὐ μέντοι ἰσχυριείω γε περὶ αὐτοῦ, καίτοι ἔχων ὅ τι λέγω. καθάπερ οὖν [87] ἐκεῖνος ἠρκέσθη τοῖς διαπαντὸς ἑωραμένοις αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον κᾀγὼ νῦν, ἃ διαπαντὸς εἶδον, ἐρῶ. πᾶσαν ἀκμὴν τῶν κατὰ μέρος παροξυσμῶν χρόνῳ γινομένην ἐθεασάμην, ὥστε κᾂν εἰ πρὸς τὴν φύσιν ἄχρονος εἴη, μηδεμιᾶς ἐξ αὐτοῦ χρείας ἀπολαύειν ἡμᾶς. ὅταν δὲ πρῶτον αἰσθήσει σαφὴς ἡ παρακμὴ γίνηται, τότε τοῖς ἁρμόττουσιν αὐτῇ βοηθήμασι χρώμεθα. μέχρι δ' ἂν ἐπὶ τῶν ἴσων ἀριθμῶν ἑστήκῃ τὸ μέγεθος τοῦ πυρετοῦ, μέχρι τοσούτου τῷ μεγέθει τῆς ἀκμῆς οἰκεῖα πράττειν προσήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπ' ὀφθαλμίας καὶ πλευρίτιδος καὶ πάσης φλεγμονῆς [88] ἑκάστου τε τῶν ἄλλων νοσημάτων οἱ καθόλου καιροὶ τὴν τῶν διαφόρων βοηθημάτων ὑπαγορεύουσι χρῆσιν, αἰσθήσει μετρούμενοι. λογικὸν οὖν γίνεται σκέμμα τὸ περὶ τοῦ πλάτους τῆς ἀκμῆς, εἴτε τῶν κατὰ μέρος παροξυσμῶν, εἴτε τῆς ὅλης νόσου τι σκοποῖτο· νυνὶ δ' οὐ πρόκειταί μοι τὰ τοιαῦτα διαιρεῖν, ὡς οἱ τὰ πάντα ἐν πᾶσι φέροντες πράττουσιν, ὧν εἷς ἐστι καὶ Ἀρχιγένης. ἀναμίγνυσι γὰρ ἐκεῖνος ὁ ἀνὴρ ἰατρικωτάταις πραγματείαις ἐνίοτε μὲν ὑπὲρ ὀνομάτων ζήτησιν, ἔστι δ' ὅτε καὶ περὶ αὐτῶν μὲν τῶν πραγμάτων, ἀλλὰ λογικήν. ἡμεῖς δ', ὥσπερ ἀεὶ τοῦτο ἐφυλαξάμεθα. καὶ νῦν οὕτω πράξομεν. ἐάσαντες οὖν ὑπὲρ ἀκμῆς [89] ἑτέροις ζητεῖν, εἴτ' ἄχρονός ἐστιν, εἴτε σὺν χρόνῳ τινί, τῇ χρείᾳ μετρήσωμεν αὐτῆς τὴν φύσιν, ὁρῶντες ἐναργῶς ἔν τε ταῖς ἡλικίαις τὴν ἀκμαστικὴν ἐν πλατεῖ χρόνῳ διαλυομένην, ἔν τε τοῖς νοσήμασιν ἐνίοτε μὲν ἐν μακροτέρῳ, πολλάκις δ' ἐν ἐλάττονι, πάντως δ' ἐν αἰσθητῷ. τουτὶ δ' αὐτὸ τὸ τοῦ χρόνου διάφορον ἐναργέστερόν ἐστιν ἐπὶ τῆς κατὰ τὴν ἀκμὴν ἡλικίας ἐν τοῖς ζῴοις θεάσασθαι· καὶ γὰρ δὴ καὶ κύνας θηρευτικοὺς καὶ ἵππους ἀγωνιστὰς ὁρῶμεν ἤδη τι ποιοῦντας οἰκεῖον ἔργον ἐν τῷ τῆς αὐξήσεως καιρῷ, καὶ μετὰ ταῦτα τελείους τ' αὐτούς φαμεν γεγονέναι, καὶ βλέπομεν [90] ἐναργῶς ἰσχυροτέρους μὲν ἢ πρόσθεν, ὡσαύτως δ' ἰσχύοντας οὐκ ἐνιαυτῷ μόνῳ, ἀλλὰ καὶ δυοῖν ἔστιν ὅτε καὶ τρισὶν ἔτεσιν· ὥσπερ καὶ ἀνθρώπους ἀθλητὰς οὐ τρισὶν ἔτεσι μόνον, ἀλλὰ καὶ τέτταρσι καὶ πέντε πολλάκις ἔστιν ὁρᾶν ἰσοσθενεῖς διαμείναντας ὡς πρὸς αἴσθησιν. οὕτω δ' ὡς ἔφην καὶ κατὰ τὰς νόσους οἵ τε κατὰ μέρος παροξυσμοὶ τὰς ἀκμὰς ἐν χρόνῳ ποιοῦνται σαφεῖ, καὶ πολὺ δὴ μᾶλλον οἱ καθόλου καιροὶ τῆς ὅλης νόσου πλάτος ἔχουσιν, οἵ τ' ἄλλοι πάντες ὅ τε τῆς ἀκμῆς οὐδὲν ἧττον ἔστιν ὅτε [91] ἢ τῶν ἄλλων ἕκαστος. γνωρίζειν δ' αὐτὰς ἐνίοτε μὲν ἐγχωρεῖ σαφῶς, ἔστι δ' ὅτε ἀμυδρῶς, ἢ καὶ παντάπασιν ἀγνοεῖν ἄχρι παμπόλλου. καὶ κατὰ τοῦτ' ἔνια δοκεῖ τῶν νοσημάτων εὐθὺς εἰσβάλλειν ἀκμάζοντα· καὶ τοῦτο μὲν αὐτὸ τῶν ἀδυνάτων ἐστίν, οὐδὲ γὰρ ὁ λεγόμενος σύνοχος πυρετὸς εὐθὺς ἀπὸ τῆς ἀκμῆς ποτ' εἰσέβαλεν, ἀλλ' ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς τελεωτάτης ἀκμῆς ὥραις ἤτοι τέτταρσιν ἢ τρισὶν ἀφικνεῖται τοὐλάχιστον, ἐντεῦθεν δὲ πάντως ἴσος ἑαυτῷ μένων ‹διεξέρχεται› συνεχῶς ἄχρι [92] κρίσεως· ἀλλ' οὐδ' ἡ ἀποπληξία, ἣν μάλισθ' ὡς ἐξαίφνης εἰσβάλλουσαν ἀκμάζειν εἴποι τις ἄν, ἀκριβῶς ἐστι τοιοῦτον, ἀλλ' ἐν μὲν βραχεῖ χρόνῳ διεξέρχεται τήν τ' ἀρχὴν καὶ τὴν ἀνάβασιν, οὐ μὴν ἄναρχόν γ' ἐστιν, οὐδ' εὐθὺς εἰσβάλλει τελεώτατα, ὥσπερ οὐδ' ὁ τῆς ἐπιληψίας παροξυσμός· οὐδεὶς γὰρ οὕτως ἁλίσκεται ἐξαίφνης τούτῳ τῷ συμπτώματι, καθάπερ οἱ τὸν τράχηλον ἀφαιρούμενοι, καίτοι καὶ τούτων ἡ τομὴ πρῶτόν τινα χρόνον ἔχει καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον, ὥσπερ εἰ καὶ χειρουργός τις ὁτιοῦν τέμνοι. ἀλλὰ γάρ, εἰ [93] βούλει, συγχωρείσθω χωρὶς χρόνου τήν τ' ἐπιληπτικὴν καὶ τὴν ἀποπληκτικὴν γίνεσθαι κατάπτωσιν, ἵν' ὅ γ' ἐξ ἀρχῆς προὐθέμην διέλθω. τουτὶ μὲν γὰρ αὐτὸ σύμπτωμά ἐστιν ἡ γινομένη κατάπτωσις, ἡ δὲ νόσος οὐ τοῦτ' ἐστιν, ἀλλὰ χρὴ πάντως αὐτήν, ὡς ἀπεδείξαμεν, εἶναί τινα διάθεσιν σώματος. εἰ δ' οὐκ ἔχομεν [94] εἴτε γεννωμένης αὐτῆς εἴτ' αὐξανομένης γνώρισμά τι, τὸν μὲν καθόλου λόγον οὐκ ἀνατρέπει τοῦτο, καθ' ὃν ἐλέγομεν ἀναγκαῖον εἶναι παντὶ νοσήματι διὰ τῆς ἀναβάσεως ἐπὶ τὴν ἀκμὴν ἀφικνεῖσθαι, δύσγνωστον δ' ἐνίοτε καὶ πολλοῖς ἄγνωστον ὁμολογεῖν τῶν νοσημάτων εἶναι τὴν αὔξησιν. ὅτι δ' ἀληθές ἐστιν ὃ λέγω, πείσαιμι ἄν σε βραχυτάτῳ λόγῳ τῷδε. ‑ σκιρρώδεις ὄγκους ἐθεασάμην πολλάκις ἐν σκέλεσιν εὐθέως ἐξ ἀρχῆς συνισταμένους ἄνευ τοῦ προηγήσασθαι φλεγμονήν, καὶ τρισί γ' ἐνίοτε καὶ τέτταρσιν ἔτεσιν αὐξανομένους [95] κατὰ βραχύ, χωρὶς τοῦ παρεμποδίζειν αἰσθητῶς τὰς ἀναγκαίας τοῦ σκέλους ἐνεργείας· ἐν δὲ τῷ χρόνῳ διὰ μέγεθος ἀξιόλογον ὕστερόν ποτε καὶ τὴν βάδισιν ἐνοχλοῦντας. ἐπινόησον τοίνυν, οὐ γὰρ ἀδύνατον, ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἤδη τινὰ ὄγκον συνίστασθαι σκιρρώδη· καὶ λήσεται μέχρι τινὸς τούτου ἡ σύστασις, ὕστερον μέντοι τὰ τῆς ἀναδόσεως αὐτῆς ἔσται φανερώτερα, μηδὲ τότε δυναμένων ἡμῶν ἐξευρεῖν, ἐφ' ᾗ διαθέσει τοῦτο συμβαίνει· χρόνῳ δ' ὕστερον ἤδη που καὶ παρέγχυσις ὑδερικὴ συμβήσεται, μηδὲ τότε πρὸς τὴν ἁφὴν διασημαίνοντος τοῦ [96] σκιρρώδους ὄγκου· ἀλλ' ὕστερον γε φανεὶς ἀξιόλογος ἀνέμνησεν ἡμᾶς τῆς ἔμπροσθεν ἀγνοίας. οὐκ ὀλίγους γοῦν ἐγὼ τεθέαμαι κατὰ τὴν τοιαύτην ὁδὸν τῶν συμπτωμάτων ἐν ὀλίγῳ χρόνῳ προφήναντας ὄγκον οὐ σμικρὸν ἐν ἥπατι σκιρρώδη, συνιστάμενον μὲν ἐκ πολλοῦ, λανθάνοντα δὲ διὰ τὴν αὐτοῦ μικρότητα καὶ τὴν εὐτροφίαν τῶν καθ' ὑποχόνδριον μυῶν. ἀλλ' ὅταν αὐξανόμενος ὁ σκίρρος ἅμα μὲν ἐπαναβῇ τοῖς κύρτοις τοῦ ἥπατος, ἅμα δ' ἀτροφίας αἴτιος γένηται τοῖς τ' ἄλλοις τοῦ ζῴου μορίοις καὶ τοῖς καθ' ὑποχόνδριον μυσὶν, ἐξ ἀμφοτέρων τούτων [97] ἐναργὴς ἐν ὀλίγῳ χρόνῳ διάγνωσις αὐτοῦ ἤδη ὑπάρξαντος ἀξιολόγου μεγέθους γίνεται. τὰ μὲν δὴ τοιαῦτα πάντα συνῆπται τῇ τῶν πεπονθότων μορίων ἐπισκέψει, περὶ ἧς οὐ πρόκειται μὲν ἐν τῷ παρόντι σκοπεῖσθαι, δεδήλωται δ' ὑπὲρ τῆς κοινωνίας αὐτῶν οὐκ ἀχρήστως. ἐπὶ δὲ τὸν ἐξ ἀρχῆς λόγον ἰέναι καιρός. ἑκάστου τῶν νοσημάτων ἴδιός ἐστι χρόνος ὁ τῆς γενέσεως, ἐνίοτε μὲν αἰσθητός, ἐνίοτε δ' οὐκ αἰσθητός. ἀφ' οὗ πάλιν ὁ τῆς αὐξήσεως, οὐχ ὁμοίως ἐπὶ πάντων αἰσθητὸς οὐδ' οὗτος· οἷς ὁ τῆς ἀκμῆς ἕπεται πάντως [98] αἰσθητός, ὁμολογούντων ἡμῶν ἔστιν ὅτε μηδὲν ἔχειν ἐναργὲς γνώρισμα τῆς ἀρχῆς τοῦ πάθους καὶ τῆς αὐξήσεως. ἐπὶ τούτων οὖν, ὡς πρὸς τὴν χρείαν τῆς τέχνης, ἀληθῶς τις ἐρεῖ τὸν τῆς ἀκμῆς μόνον ὑπάρχειν καιρόν· εἰ δὲ καὶ σώζεσθαι μέλλοιεν, ἕπεσθαι πάντως αὐτῷ τὸν τῆς παρακμῆς, αἰσθητὸν καὶ τοῦτον, ὡς ἂν ἐν χρόνῳ συνιστάμενον οὐκ ἀπλατεῖ. καὶ γάρ, εἰ δι' αἱμορραγίας ἢ δι' ἱδρώτων τις ὀξέως κριθείη, χρόνος γοῦν τις ὑπάρχει καὶ τούτῳ αἰσθητὸς ὁ τῆς παρακμῆς· εἰ δ' ἐλάττονος τούτου γινομένου, καθ' ἕτερα νοσήματα τρισὶν [99] ἢ τέτταρσιν ἡμέραις διαρκοῦσι παρακμάζοντες, τοῦτ' οὐδὲν τὸν ἔμπροσθεν λόγον φαίνεται παραβλάπτον, οὐδὲ διαβάλλει τὸ κεφάλαιον τῆς ἀποφάσεως, ἀλλ' ἔτι μένει τὸ πάντων τῶν νοσημάτων, ὅσα λύεται, καθάπερ ἀκμήν, οὕτω δὴ καὶ παρακμὴν ὑπάρχειν τινα. Τούτων ἡμῖν αὐτάρκως προδιωρισμένων ἐπισκεψόμεθα περὶ τῶν μὴ λυομένων νοσημάτων. διττὴ δ' ἐστιν αὐτῶν ἡ φύσις· ἔνια μὲν γὰρ αὐτῶν ἔχει φύσει ταύτην τὴν κατασκευὴν [100] ὅταν ἀκριβῶς αὐτὴν ἔχῃ συμπεπληρωμένην. ἔνια δ' ἐκ μὲν τῆς τῶν λυομένων ἐστὶ φύσεως, ἀλλ' ὅταν ἀποκτεῖναι φθάσῃ, κατὰ τοῦτ' αὐτοῖς γίνεσθαι συμβαίνει. τριττὸς δὲ καὶ τούτων ὁ τρόπος ἐστίν· ἢ γὰρ διὰ τὴν τοῦ κάμνοντος ἀδυναμίαν, ἢ διὰ τὴν ἐν αὐτοῖς ἰσχύν, ἢ διὰ τὰ συναμφότερα ἀναιρεῖ, πρὶν λυθῆναι. καθ' ἕτερον δὲ λόγον εἷς κοινὸς τύπος ἁπάντων ἐστὶ τῶν τοιούτων, ὅταν ὑπὲρ τὴν δύναμιν ᾖ· καὶ γάρ τοι καὶ ‹τὸ› συνέχον αὐτὸ τῆς ἀπωλείας τοῦ κάμνοντος ἐν τούτῳ τέτακται, μήτε [101] σωθῆναι δυναμένου τινός, εἰ μὴ κρατήσειεν ἡ φύσις τῆς νόσου, μήτ' ἀπόλλυσθαι χωρὶς τοῦ νικηθῆναι μὲν τὴν φύσιν, ἐπικρατέστερον δ' αὐτῆς γενέσθαι τὸ νόσημα. καὶ διὰ τοῦτό γε τινες ἓν σημαίνεσθαι νομίζουσιν ἐκ τοῦ μεγάλου νοσήματος, ἐν τῷ πρός τι συνιστάμενον, οὐκ εἰδότες, ὅτι λέγεται μέν ποτε καὶ οὕτω τὸ νόσημα μέγα, καθάπερ ἂν εἰ μεῖζον ἐλέγομεν, ὅταν ὑπὲρ τὴν δύναμιν ᾖ, λέγεται δὲ καὶ κατ' ἰδίαν οὐσίαν, ὡς ἄνθρωπος, ἢ ἵππος, ἢ βοῦς μέγας. ἀποδέδεικται δέ μοι καὶ περὶ τούτου τοῦ διττοῦ σημαινομένου πολλάκις ἤδη δι' ἑτέρων· τὸ δὲ [102] πάντα ἐν πᾶσιν ἐξεργάζεσθαι φλύαρον. ὅπερ οὖν εἰς τὰ παρόντα χρήσιμα ὑπάρχει, τοῦτ' ἐρῶ. τῶν νοσημάτων ἕκαστον αὐτὸ μὲν καθ' ἑαυτὸ κέκτηταί τινα πηλικότητα, βέλτιον γὰρ οὕτως εἰπεῖν ἕνεκα σαφηνείας, ἤτοι δ' ὑπὲρ τὴν δύναμιν ἐστιν ἡ πηλικότης αὕτη τοῦ νοσήματος, ὡς βαρύνειν αὐτήν, ἢ τοὐναντίον ἀσθενεστέρα τῆς δυνάμεως, ὡς νικηθῆναι πρὸς ἐκείνης, ἁπάντων καλῶς γινομένων. ὅταν οὖν ὑπὲρ τὴν δύναμιν ᾖ, τεθνήξεται πάντως ὁ ἄνθρωπος. οἱ δὲ καιροὶ τῆς νόσου τηνικαῦτα· κατὰ τὶ μὲν ὡσαύτως [103] τοῖς προειρημένοις λαμβάνονται, κατὰ τὶ δ' οὐχ ὡσαύτως, ἡ μὲν ἀρχὴ κατὰ τὸν αὐτὸν τρόπον ἐν τῇ γενέσει τοῦ νοσήματος ἔχουσα τὴν σύστασιν, ἡ δ' ἀνάβασις οὐκ ἐν τῷ πέττεσθαι, καθάπερ ἐπὶ τῶν σῴζεσθαι μελλόντων, ἀλλ' ἐν ταῖς ἀπεψίαις καὶ τοῖς ὀλεθρίοις σημείοις. ἐδείχθη γάρ, εἴ τι μεμνήμεθα, διαφέροντα ταῦτ' ἀλλήλων, λεχθήσεται δ' ἀναμνήσεως ἕνεκα καὶ νῦν ἐξ αὐτῶν ἔνια. τὸ μὲν οὖν ὠχρὸν οὖρον καὶ μετρίως παχὺ πάντων οὔρων ἐστὶ κάλλιστον, ὅσον ἐπὶ τῇ χροιᾷ καὶ συστάσει, συμπαρεῖναι δ' αὐτῷ χρὴ πάντως ἤτοι γ' ἐναιώρημα [104] χρηστόν, ἢ νεφέλην ἢ ὑπόστασιν, ὡς ἂν ἡ τοῦ νοσήματος ἀπαιτῇ φύσις. ἄλλως μὲν γὰρ ἐδείξαμεν ἐν τοῖς χολώδεσι νοσήμασιν, ἄλλως δ' ἐν τοῖς ἐξ ὠμῶν χυμῶν πλήθους τὰς ὑποστάσεις γινομένας. ἐκ διαμέτρου δ', ὡς ἄν τις εἴποι, τὸ μὲν ἀπεπτότατον οὖρόν ἐστιν, ὃ μήτ' ἐναιώρημα μήτ' ὑπόστασιν ἔχει μήτε νεφέλην, ἀλλὰ μηδὲ πάχος τι προσείληφεν, ἢ ὠχρότητα, λευκὸν δ' ἐστι τῇ χροιᾷ, καὶ λεπτὸν τῇ συστάσει, καθάπερ ὕδωρ. εἰ μέντοι γε καὶ νεφέλη τις ἢ ἐναιώρημα μέλαν ἢ ὑπόστασις ἐν αὐτῷ γένοιτο μέλαινα, καὶ μᾶλλον εἰ καὶ [105] σύμπαν εἴη ζοφῶδες, ὀλέθριον ὑπάρχει. καθάπερ εἰ καὶ κριμνώδη τινά, ἢ πεταλώδη κατ' αὐτὸ φαίνοιτο. καὶ μὴν καὶ τὸ δυσῶδες ἰσχυρῶς, καὶ τὸ λιπαρόν, ὅπερ ἐλαιῶδες ὀνομάζουσιν, ὀλέθριον. ταῦτ' οὖν ἐστι τὰ οὖρα μεγάλου νοσήματος γνωρίσματα ὃ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔλεγον ὑπάρχειν μέγα. μέγα δ', εἰ καὶ τὸ πτύσμα τοῖς πλευριτικοῖς καὶ περιπνευμονικοῖς, ἤτοι μέλαν, ἢ πυρρὸν ἰσχυρῶς, ἢ ἀφρῶδες, ἢ δυσῶδες ἱκανῶς, ἢ μηδ' ὅλως πτυόμενον, ἰσχυρᾶς ὀδύνης ἢ δυσπνοίας κατεχούσης τὸν ἄνθρωπον. ἀνάλογον δὲ κᾀπὶ τῶν ἄλλων νοσημάτων, ὅσα καθ' ἧπαρ ἢ γαστέρα συνίσταται, τῶν ὀλεθρίων σημείων ὑπάρχει γένος [106] ὅθεν οὐδ' ὁρίσαι παραπλησίως οἷόν τε τῇ τῶν σωθησομένων ἀκμῇ τὴν ἐν τοῖς τοιούτοις νοσήμασιν. ἐκεῖ μὲν γὰρ οἱ μέγιστοι παροξυσμοὶ τὴν ἀκμὴν ἀφώριζον, ἐνταυθοῖ δ' οὐκ ἔστιν ὁρίσαι τοὺς μεγίστους ὁμοίως, ὡς ἂν μηδὲ πεττομένου τὴν ἀρχὴν τοῦ νοσήματος, ἀλλ' ἐπινοίᾳ χρὴ λαμβάνειν τὸ μέγιστον, εἰς ὃ ποτὲ μὲν ἀφικνεῖται τὸ νόσημα, ποτὲ δ' ἀναιρεῖ φθάνον. ἐπὶ μέν γε τῆς λυομένης φλεγμονῆς ἡ τοῦ πύου γένεσις ὅρος τῆς ἀκμῆς, ἐπὶ δὲ τῆς μὴ μελλούσης λύεσθαι δυνατὸν μέν ἐστιν ἀποθανεῖν τὸν ἄνθρωπον καὶ κατὰ τὴν [107] ἀνάβασιν αὐτῆς. ἐγχωρεῖ δὲ καὶ διαρκέσαι τὴν δύναμιν ἰσχυροτάτην ὑπάρχουσαν ἄχρι τοῦ τελευταίου μεγέθους. αὐτῆς γάρ τοι τῆς φλεγμονῆς, ὅταν γε μὴ μέλλῃ λύεσθαι, τὸ μέγιστον μέγεθος ἤτοι γ' εἰς γάγγραιναν ἢ εἰς σηπεδόνα τελευτᾷ· μέχρι δ' ἂν μηκέτι τι τούτων ᾖ, δυνατὸν αὐτὴν αὐξηθῆναι. ἀνάλογον δὲ τῇ φλεγμονῇ καὶ αἱ καθ' ἕκαστον γένος τῶν ἄλλων νοσημάτων αὐξήσεις νοείσθωσαν. εἴρηται δ' αὐτῶν οὐ τὰ γένη μόνον, ἀλλὰ καὶ αἱ διαφοραὶ καὶ τὰ εἴδη δι' ἑνὸς ὑπομνήματος, ὃ περὶ διαφορᾶς νοσημάτων ἐπιγράφεται. ἐκείνῳ δὲ μάλιστα προσέχειν ἀξιῶ σε τὸν νοῦν, οὗ παροφθέντος ἱκανῶς ἄν τινες σφάλλοιντο.
[108]Ἐνδέχεται γὰρ ἐν τῷ αὐτῷ χρόνῳ καὶ δυσὶ καὶ τρισὶ νοσήμασιν ἔχεσθαι τὸν ἄνθρωπον, ὧν τὸ μὲν ἤδη παρακμάζει, τὸ δ' ἔτι τὸν ‹τῆς› ἀρχῆς ἔχει καιρόν, ἢ τὰ πρῶτα τῆς ἀναβάσεως, τὸ δ' ἐπὶ πλεῖστον ηὔξηται, κᾄπειτα τὸν ἄνθρωπον ἀποθανεῖν, οὔτε διὰ τὸ παρακμάζον, οὔτε διὰ τὸ νῦν ἀρχόμενον, ἀλλὰ διὰ τὸ μεγάλως ηὐξημένον· μάλιστα μὲν οὖν ἐπισκεπτέον τὰς τρεῖς ἀρχὰς τῶν διοικουσῶν ὅλον τὸ σῶμα δυνάμεων, ὅπως διάκεινται, [109] λέγω δ' ἐγκέφαλον, καρδίαν καὶ ἧπαρ, ἐφεξῆς δὲ καὶ τὰ ἄλλα σύμπαντα μόρια, τὰ ἀπὸ τῶν ἀρχῶν ἑκάστης πεφυκότα, νεῦρα, φλέβας καὶ ἀρτηρίας, καὶ τὰ φύσιν μὲν ἰδίαν ἔχοντα, διοικούμενα δ' ὑπὸ τῶν ἀρχῶν ἁπασῶν, ἔνια μὲν ὁμοτίμως, ἔνια δ' ὑπὸ τῆς μὲν μᾶλλον, ὑπὸ τῆς δ' ἧττον. ἐκ γὰρ τῆς τοιαύτης θεωρίας πρῶτον μέν, εἴθ' ἕν ἐστιν, εἴτε καὶ πλείω νοσήματα κατὰ τὸν ἄνθρωπον, εὑρήσεις· εἶθ' ἑξῆς ἑκάστου τοὺς ἰδίους ἐπισκέψαι καιρούς, ἀναγκαίους ὑπάρχοντας εἰς τὴν τῶν βοηθημάτων εὕρεσιν, ἧς ἕνεκεν ἡμῖν ὁ λόγος ὅδε σπουδάζεται. [110] Περὶ μὲν γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα, μεταξὺ δὲ τούτων ὅσα μεταξύ. τὰ μὲν γὰρ τῆς ἀρχῆς ἐγγυτέρω τῶν ἐγγυτέρω τῆς ἀκμῆς ἀσθενέστερα, καθάπερ γε καὶ τὰ τοῦ τέλους ἐγγυτέρω. τὰ δ' ἴσον ἀπέχοντα τῆς ἀρχῆς τε καὶ τῆς ἀκμῆς μέσα τῆς ἰσχύος ἐστὶ τῶν ἄκρων ἀμφοτέρων καὶ τὰ τῆς ἀκμῆς ἴσον ἀπέχοντα καὶ τὰ τῆς τελευτῆς μέσα καὶ ταῦτα τῶν ἰδίων ἄκρων ἐστιν. ἐπικρατεῖν οὖν ἐν τῇ θεραπείᾳ προσήκει κατὰ μὲν τὴν ἀκμὴν τὸ παρηγορικόν, ἐπὶ δὲ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς τὸ [111] ἀγωνιστικόν, ἀνάλογον δὲ τοῖς ἄκροις οἱ μεταξὺ καιροὶ λαμβανέσθωσαν, καθάπερ ἐπὶ πλέον ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ λέγεται. νυνὶ δ' ὅσον ὑπογραφῆς ἕνεκεν αὐτὰ τὰ κεφάλαια διῆλθον, ἐνδεικνύμενος τὴν χρείαν τῆς ἐν τοῖς νοσήμασι κατὰ τοὺς καιροὺς διαφορᾶς. οὐδὲ γὰρ ὅπως τις διαιτήσει δυνατὸν εὑρεῖν, οὐδὲ πότε δὲ θρέψει, χωρὶς τοῦ διορίσαι βεβαίως αὐτοὺς, εἴ γε χρὴ συντεκμαίρεσθαι κατ' ἀρχὰς εὐθύς, ὁπηνίκα μὲν ἡ ἀκμὴ τοῦ νοσήματος ἔσοιτο, πηλίκη δ' ἐστιν ἡ τοῦ κάμνοντος δύναμις. [112] εἰ μὲν γὰρ ἐξαρκέσει τῷ τῆς ἀκμῆς καιρῷ καὶ χωρὶς τοῦ τὴν τροφὴν προσενέγκασθαι, κράτιστον ἀσιτεῖν ἄχρι τοῦ τὴν παρακμὴν ἀπάρξασθαι εἰ δ' οὐχ οἷόν τ' ἀσιτοῦντα διαρκέσαι, θρεπτέον αὐτὸν ἀπ' ἀρχῆς εὐθέως ἐν ἅπαντι ‹τῷ› καιρῷ τῷ δυναμένῳ προσδέξασθαι τροφήν, ἔστι δ' οὗτος ὁ τῆς ἀνέσεως. λέγω δ' ἄνεσιν ἄρτι τὸ δεύτερον μόριον τῆς ὅλης περιόδου, διαιρεθείσης εἰς δύο τὰ πάντα, παροξυσμόν τε καὶ ἄνεσιν. Ἱπποκράτης μὲν οὖν πάντων πρῶτος ὧν ἴσμεν ὀρθῶς περὶ τούτων διωρίσατο· βέλτιον δ' ὂν ἐξεργάσασθαι τὴν τέχνην αὐτοῦ σχεδὸν [113] οὐδεὶς τοῦτ' ἐποίησεν, ἔνιοι δὲ καὶ τελέως ἀποχωρήσαντες αὐτῆς εἰς μακρολογίαν ἐξετράποντο, καθάπερ καὶ Ἀρχιγένης ἔν τε τοῖς ἄλλοις ἅπασι κᾀν τοῖς δύο βιβλίοις, ἃ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν ἐγράψατο. μαθήσῃ δ' ἐναργῶς ὃ λέγω, δύο ταῦτ' ἐξετάσας ἀκριβῶς· ἓν μέν, εἰ ταυτὶ τὰ νῦν ὑφ' ἡμῶν εἰρημένα δι' ὅλου τούτου τοῦ βιβλίου χρησιμώτατά ἐστιν εἰς θεραπείαν καὶ πρόγνωσιν· ἕτερον δ', εἰ λέλεκταί τι πρὸς Ἀρχιγένους. εἰ γὰρ μηδενὸς ἐλλείποντος τοῖσδε φαίνεται λέγων ἕτερα, διττῶς πλημμελεῖ, μήτε τὰ χρήσιμα διδάσκων, βαρύνων τε [114] τῇ τῶν ἀχρήστων πολυλογίᾳ τοὺς ἀναγινώσκοντας αὐτοῦ τὰ βιβλία.