[42] Τίνα μέν ἐστι καὶ πόσα τὰ σύμπαντα νοσήματα κατ' εἴδη τε καὶ γένη διαιρουμένοις, ἁπλᾶ τε καὶ σύνθετα, ὁπόσαι τε καθ' ἕκαστον αὐτῶν αἰτίαι τῆς γενέσεως, ἐν ἑτέροις ὑπομνήμασι γέγραπται. λοιπὸν δ' ἂν εἴη περὶ τῶν συμπτωμάτων διελθεῖν, ἵν' ᾖ τέλειος ὁ περὶ πασῶν τῶν παρὰ φύσιν διαθέσεων λόγος. ἅπασα γὰρ οὖν διάθεσις σώματος ἐξισταμένη τοῦ κατὰ φύσιν ἤτοι νόσημά ἐστιν, ἢ αἰτία νοσήματος, ἢ σύμπτωμα νοσήματος. ὅπερ ἔνιοι [43] τῶν ἰατρῶν ἐπιγέννημα καλοῦσιν. ἀλλὰ τοῦτο μὲν οὐ πάνυ τι σύνηθές ἐστι τοῖς Ἕλλησι τοὔνομα, σύμπτωμα δὲ καὶ πάθημα καὶ πάθος ὀνομάζουσι συνήθως ἅπαντα τὰ τοιαῦτα. σημαίνεται μὴν οὐ πάντῃ ταυτὸν ἐκ τῶν ὀνομάτων, ἀλλ' ὡς ἐγὼ νῦν διαιρήσω περὶ πάντων ἑξῆς τῶν παρακειμένων ἀλλήλοις κατὰ τόνδε τὸν τρόπον ἐπεξιών. ἡ μὲν δὴ νόσος εἴρηται, κατασκευή τις οὖσα παρὰ φύσιν, ὑφ' ἧς ἐνέργεια βλάπτεται πρώτως. δῆλον δὲ ὡς εἰ καὶ διάθεσίν τινα εἴποιμεν παρὰ φύσιν, ὑφ' ἧς ἐνέργεια βλάπτεται, ταὐτὸν ἐροῦμεν. ἕκαστον γὰρ τῶν ὄντων διάκειται πως, εἴθ' ὑγιεινὸν, ἄν τε νοσῶδες, ἄν τε μηδέτερον ὑπάρχῃ. παρὰ δὲ τὸ διακεῖσθαί πως τὸ τῆς διαθέσεως ὄνομα γέγονεν, εἰς ταύτην ἠγμένον τὴν χρῆσιν οὐχ ὑπὸ τῶν φιλοσόφων μόνων τῶν παλαιῶν, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων. ἡ μὲν οὖν διάθεσις κοινὸν ἁπάντων, ὑγιαινόντων καὶ νοσούντων καὶ οὐδετέρως ἐχόντων. καὶ γὰρ καὶ μέλους καὶ ἁρμονίας καὶ λόγου καὶ λέξεως διάθεσις εἴρηται παρὰ τοῖς Ἕλλησιν. ἡ νόσος δὲ τὸ ἐναντίον τῇ ὑγείᾳ. [44] διαφέρει δ' ἀμφοῖν τὸ πάθος τε καὶ πάθημα προσαγορευόμενον, ὥσπερ δὴ καὶ Πλάτων αὐτὸς διοριζόμενος ἔλεγε· πᾶν γὰρ ὅ τι περ ἂν πάσχῃ τις πάθος προσρητέον. ὅθεν, οἶμαι, καὶ τὰς τῶν αἰσθήσεων ἀλλοιώσεις παθήματα προσαγορεύει, κατὰ μὲν τὴν ὄψιν τὰς ἀπὸ λευκοῦ καὶ μέλανος καὶ ξανθοῦ καὶ τῶν ἄλλων χρωμάτων, κατὰ δὲ τὴν ἁφὴν τὰς ἀπὸ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ σκληροῦ καὶ μαλακοῦ καὶ τῶν τοιούτων ἁπάντων. οὕτω δὲ καὶ καθ' ἑκάστην τῶν ἄλλων αἰσθήσεων. ὀνομάζει δὲ καὶ τὴν ἡδονὴν πάθημα, καὶ ὅλως ἅπασαν κίνησιν ἡντιναοῦν τὴν ὑφ' ἑτέρου γινομένην ἐν ἑτέρῳ. ἡ μὲν γὰρ τοῦ ποιοῦντος κίνησις ἐνέργεια, πάθημα δὲ καὶ πάθος ἡ τοῦ διατιθεμένου πως ὑπ' αὐτοῦ. καὶ γὰρ καθόλου τὸ διατίθεσθαί πως ταυτὸν τῷ πάσχειν ἐστί. καὶ διήνεγκε τῆς διαθέσεως τὸ πάθημα κινήσει· παυσαμένου γὰρ τοῦ ἀλλοιοῦντος, ἡ περὶ τὸ παθὸν ἀλλοίωσις ὑπομένουσα, διάθεσίς ἐστι τοῦ παθόντος. ὥστε ἐν αὐτῷ μὲν τῷ τρέπεσθαι καὶ μεταβάλλεσθαι καὶ ἀλλοιοῦσθαι καὶ κινεῖσθαι τὸ πάθος ἔχει τὴν γένεσιν, ἐν δὲ τῷ μένοντι καὶ σωζομένῳ περὶ τὸ ὑποκείμενον σῶμα [45] τὴν διάθεσιν. ἤδη δὲ μένουσαν διάθεσιν οἱ Ἕλληνες ὀνομάζουσι πάθος, ὥσπερ καὶ τὸ πεποιηκὸς, οὐκ ἔτι δὲ τὸ ποιοῦν, αἴτιον. καί τοί γε οὐδὲ τοῦτο ἁπλῶς αἴτιον οὔθ' ἡ μένουσα διάθεσις ἁπλῶς ἐστι πάθος, ἀλλὰ καὶ αὐτὴ κατά γε τὸν ἀκριβῆ λόγον γεγονὸς μὲν πάθος ἐστὶν, ὂν δὲ οὐκέτι. ὅτι δ' οὕτως σύνηθες ὀνομάζειν τοῖς Ἕλλησιν ἐν τῇ τῶν ἰατρικῶν ὀνομάτων πραγματείᾳ δέδεικται. καὶ χρὴ μεμνημένους ὅπερ ἀεὶ λέγεται πρὸς ἡμῶν ὑπὲρ μὲν τῶν ὀνομάτων ὅτι τάχιστα συντίθεσθαι πρὸς ἀλλήλους, ἐπὶ δὲ τὰ πράγματα σπεύδειν αὐτὰ, καὶ διατρίβειν τε καὶ χρονίζειν ἐν ἐκείνοις. ἀλλ' οἱ πλεῖστοι τῶν πεπαιδεῦσθαι φασκόντων ἔμπαλιν δρῶσιν, ἅπαντα κατατρίβοντες τὸν ἑαυτῶν βίον εἰς τὴν περὶ τῶν ὀνομάτων ἔριν, ὡς μηδέποτε δυνηθῆναι τοῦ τέλους τῆς τέχνης ἐφικέσθαι. τί δὴ οὖν χρὴ ποιεῖν τὸν ἀληθείας ἐραστήν; ἐπιδεικνύναι τὰ παραπλήσια ταῖς ἀλλήλων φύσεσι πράγματα, καὶ διὰ τοῦτο παρορώμενα, κᾄπειτα τίθεσθαι κατὰ τούτων τὰ ὀνόματα, μάλιστα μὲν, εἰ οἷός τε εἴη, τὰ συνηθέστατα τοῖς Ἕλλησιν· εἰ δ' ἀγνοοίη ταῦτα, ποιεῖν ἴδια, [46] πρὸ πάντων δὲ καθ' ἑκάστου πράγματος ἓν ὄνομα, ἵνα μήτε παρὰ τὴν ὁμωνυμίαν ἀσάφειά τις γένηται καὶ σοφίσματα συνίστηται κατὰ τὸν λόγον, μήτε παραλείπηταί τι πρᾶγμα· τὸ δ' εἴτ' ὀρθῶς, εἴτε οὐκ ὀρθῶς, εἴτε κυρίως, εἴτ' ἀκύρως κεῖται τοὔνομα, κατὰ πολλὴν ἐπισκέπτεσθαι σχολὴν, ὅταν ἤδη τὰ πράγματα μεμαθηκότες ὑπάρχωμεν. ἐν γὰρ τῇ τούτων γνώσει τὸ κατορθοῦν ἐστιν, οὐκ ἐν τοῖς ὀνόμασιν. ἡμεῖς μὲν οὖν, ὡς ἔφην, τὰ συνήθη τε τοῖς Ἕλλησιν ὀνόματα τιθέμεθα καὶ τὰ παρακείμενα ἀλλήλοις πράγματα διοριζόμεθα, τοῖς δ' ἄλλοις ὀνομάζειν μὲν ὡς ἂν ἐθέλωσι συγχωροῦμεν, ἀδιόριστον δέ τι πρᾶγμα παραλιπεῖν οὐ συγχωροῦμεν. ἐν αὐτοῖς γοῦν τούτοις τοῖς νῦν προκειμένοις ἡμῖν, ἐπειδὴ τὸ μὲν ἐν τῷ τρέπεσθαι καὶ μεταβάλλεσθαι τὸ σῶμα καὶ ὁπωσοῦν ἀλλοιοῦσθαι γινόμενον ἕτερόν ἐστι τοῦ γεγονότος ἤδη καὶ μένοντος, αὐτοῦ δὲ τοῦ γεγονότος τὸ μὲν ἐνεργείας τῆς κατὰ φύσιν ἐστὶ ποιητικὸν, τὸ δὲ βλαπτικὸν, τὸ μὲν ἐν τῷ γίνεσθαι τὸ εἶναι κεκτημένον ἐνέργειαν ἢ πάθος ὠνομάσαμεν, τὸ δ' ἐν τῷ διαμένειν ἐπί τινα χρόνον [47] ὑγείαν ἢ νόσον. ἐνεργείας δὲ διώρισται πάθος, ὡς ποιοῦν ποιουμένου καὶ νόσος ὑγείας, ὡς τὸ μὲν παρὰ φύσιν ὂν, τὸ δὲ κατὰ φύσιν. αὖθις οὖν αὐτῶν εἰπόντες ὅλους τοὺς λόγους, ἐχώμεθα τῶν ἐφεξῆς. ὑγεία μὲν οὖν ἐστι διάθεσις κατὰ φύσιν ἐνεργείας ποιητική. διαφέρει δ' οὐδὲν, ὡς ἔφαμεν, εἴτε κατασκευὴν, ἢ διάθεσιν εἴποιμεν, εἴτε ποιητικὴν ἐνεργείας, εἴτ' αἰτίαν ἐνεργείας. ὡσαύτως δὲ καὶ εἰ τὸ κατὰ φύσιν ἀφέλοιμεν, οὐδὲν διοίσει. συσσημαίνεται γὰρ ἐν τῷ λοιπῷ λόγῳ. οὕτω δὲ καὶ νόσος, ἡ παρὰ φύσιν κατασκευὴ τοῦ σώματος, καὶ αἰτία τοῦ βεβλάφθαι τὴν ἐνέργειαν. ἢ συντομώτερον οὕτως, νόσος ἐστὶ διάθεσις παρὰ φύσιν, ἐνεργείας ἐμποδιστική. πάθος δ' ἐστὶν ἡ περὶ τὴν ὕλην ἀπὸ τοῦ δρῶντος κίνησις. αὕτη δὲ ἡ τοῦ δρῶντος κίνησις ἐνέργεια. τὸ δ' ἐκ τῆς ἑαυτοῦ φύσεως εἰσφερόμενόν τινα τῷ γινομένῳ μοῖραν τῆς γενέσεως αἴτιον αὐτοῦ λέγεται. πλείω δ' ἐστὶ ταῦτα κατὰ γένος· ἥ τε γὰρ ὕλη καὶ ἡ χρεία καὶ ὁ σκοπὸς καὶ τὸ ὄργανον καὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. ἕκαστον γὰρ τούτων εἰσφέρεταί τινα [48] τῷ γενομένῳ συντέλειαν· τὰ δ' οὐδὲν μὲν εἰσφερόμενα, μὴ χωριζόμενα δὲ τῶν εἰσφερομένων, τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχει. τούτων οὕτως ἐχόντων, ἐνδέχεταί τινα στίχον αἰτιῶν γενέσθαι πολλάκις ἀλλήλας διαδεχομένων, ὡς εἰ καὶ ψηφίδων ἐφεξῆς ἀλλήλαις κειμένων πλειόνων κινήσειέ τις τὴν πρώτην, αὕτη δὲ τὴν δευτέραν, κᾀκείνη τὴν τρίτην, καὶ οὕτω κατὰ τὸ ἑξῆς ἑκάστη τὴν μεθ' ἑαυτήν. ἐν γὰρ τοῖς τοιούτοις ἅπασιν, εἰ μή τις διορίζοιτο τοῦ κατὰ συμβεβηκὸς ποιεῖν λεγομένου τὸ καθ' ἑαυτὸ, πάμπολλά τε καὶ ἀτοπώτατα συμπεσεῖται τοῖς λόγοις ἁμαρτήματα. σημαίνει δὲ ταυτὸν τὸ μὲν καθ' ἑαυτὸ τῷ πρώτως, κᾂν εἴ τινες τῶν ἀττικιζόντων φυλάττοιντο τοὔνομα, τὸ δὲ κατὰ συμβεβηκὸς τῷ δευτέρως. ὁ μὲν οὖν τὸν δάκτυλον προσενεγκὼν τῇ πρώτῃ ψηφῖδι πρώτως μὲν ταύτην ἐκίνησε, κατὰ συμβεβηκὸς δὲ καὶ δευτέρως τὴν ἐφεξῆς αὐτῇ, καὶ οὕτως ἤδη καὶ τὰς ἄλλας ἁπάσας. οὕτως δὲ καὶ ἡ πρώτη καθ' ἑαυτὴν μὲν τὴν δευτέραν, κατὰ συμβεβηκὸς δὲ τὴν τρίτην καὶ τὰς ἄλλας τὰς ἐφεξῆς. καὶ ἡ δευτέρα δὲ κατὰ τὸν αὐτὸν λόγον πρώτως [49] μὲν τὴν τρίτην, δευτέρως δὲ τὴν τετάρτην καὶ τὴν πέμπτην καὶ τὰς ἐφεξῆς. εἰ δὲ ἀκριβέστερον ἔτι διαιρεῖσθαι βούλοιο, πρὸς γὰρ τὴν τῶν πραγμάτων ἀκρίβειαν οὕτω χρησιμώτερον, ἑκάστη τῶν ψηφίδων πρώτως μὲν κινεῖ τὴν ἐφεξῆς, δευτέρως δὲ τὴν μετ' ἐκείνην, καὶ τρίτως τὴν ἔτι μετ' ἐκείνην, καὶ τετάρτως τὴν ἐφεξῆς αὐτῇ. τούτων οὕτως ἐχόντων καὶ διωρισμένων, ἐπειδὴ τὸ νόσημα διάθεσίς τις ἦν παρὰ φύσιν τὴν ἐνέργειαν βλάπτουσα, τῆς νόσου δ' αὐτῆς ἐνδέχεταί τινα προηγεῖσθαι διάθεσιν ἑτέραν, παρὰ φύσιν μὲν καὶ ταύτην, οὐ μὴν κατά γε τὸν ἑαυτῆς λόγον βλάπτουσαν τὴν ἐνέργειαν, ἀλλὰ διὰ μέσου τοῦ νοσήματος, τὴν τοιαύτην διάθεσιν οὐ νόσημα καλέσομεν, ἀλλ' αἰτίαν προηγουμένην νοσήματος, ἀκριβῶς τε τὸν νοῦν ἐνταῦθα προσέξομεν τοῖς κᾀκείνην τὴν διάθεσιν αἰτίαν εἶναι φάσκουσι τοῦ βλάπτεσθαι τὴν ἐνέργειαν. οὐδὲ γὰρ καθ' ἑαυτὴν, οὐδὲ πρώτως, ἀλλὰ κατὰ συμβεβηκός τε καὶ δευτέρως ἐμποδίζεσθαί τε καὶ βλάπτεσθαι δι' αὐτὴν ἐροῦμεν τὴν ἐνέργειαν, ὑπὸ δὲ τοῦ νοσήματος αὐτοῦ πρώτως τε καὶ κατὰ τὸν ἑαυτοῦ λόγον. ὅθεν κᾀν τῷ λέγειν διάθεσιν σώματος ἐμποδιστικὴν ἐνεργείας εἶναι [50] τὸ νόσημα τοῖς μὲν εὐθὺς ὑπακούουσιν, ὅτι πρώτως τε καὶ καθ' ἑαυτὴν, αὐτάρκης ὁ λόγος· ὅσοι δ' ἂν ἤτοι σκαιότερον, ἢ ἐριστικώτερον ἀκούωσι, προσθετέον αὐτοῖς καὶ τὸ πρώτως, ἵν' ᾖ τοιοῦτος ὁ λόγος· νόσημά ἐστι διάθεσις σώματος ἐνεργείας τινὸς ἐμποδιστικὴ πρώτως. ὅσαι τοίνυν αὐτῆς προηγοῦνται διαθέσεις, οὔπω νοσήματα. κᾂν εἰ συμπίπτοιεν δέ τινες αὐταῖς ἕτεραι διαθέσεις οἷον σκιαί τινες παρακολουθοῦσαι, καὶ ταύτας οὐ νοσήματα καλέσομεν, ἀλλὰ συμπτώματα. καὶ ἡμῖν οὕτως οὐ πᾶν ὅ τι περ ἂν ᾖ παρὰ φύσιν ἐν τῷ σώματι, νόσημα εὐθὺς ἔσται κλητέον, ἀλλὰ τὸ πρώτως μὲν βλάπτον τὴν ἐνέργειαν, νόσημα, τὸ δὲ τούτου προηγούμενον, αἴτιον μὲν νοσήματος, οὔπω δὲ νόσημα. εἰ δ' ἕποιτό τις ἄλλη τῷ νοσήματι περὶ τὸ σῶμα διάθεσις, αὕτη σύμπτωμα ὀνομασθήσεται. καὶ μὴν καὶ ἡ τῆς ἐνεργείας αὐτῆς βλάβη σύμπτωμά ἐστι τοῦ ζώου. πᾶν γὰρ ὅ τι περ ἂν παρὰ φύσιν συμβαίνῃ τῷ ζώῳ, σύμπτωμά ἐστι. παρὰ μὲν δὴ τοῖς Ἕλλησιν ἡ τῶν ὀνομάτων χρῆσις οὕτως ἔχει. μετατιθέναι δ' ἔξεστι τῷ βουλομένῳ, μενόντων, ὥσπερ εἴρηται, τῶν [51] πραγμάτων, οἷον εὐθὺς εἰ μὴ βούλοιτο σύμπτωμα καλεῖν, ἀλλ' ἐπιγέννημα. σύμπτωμα μὲν γὰρ εἶναι πᾶν ὅπερ ἂν συμβεβήκῃ τῷ ζώῳ παρὰ φύσιν, ἐπιγέννημα δὲ οὐ πᾶν, ἀλλὰ τὸ μόνοις τοῖς νοσήμασιν ἐξ ἀνάγκης ἑπόμενον. ἀλλ' ἡμεῖς γ', ὡς ἔφην, ἅπασαν μὲν ἀλλοίωσιν ἔτι γινομένην πάθος εἶναι, ἅπαντα δὲ τὰ παρὰ φύσιν ὑπάρχοντα τοῖς σώμασιν ὀνομάσομεν συμπτώματα. καὶ συμβήσεται ταυτὸν ἐνίοτε πρᾶγμα καὶ πάθος ὀνομάζεσθαι καὶ σύμπτωμα, τῶν σημαινομένων ἑκατέρων ὑπαρχόντων αὐτῷ κατ' ἄλλον καὶ ἄλλον λόγον. οἷον αὐτίκα τὸ τρέμειν πάσχειν ἐστὶν, ὅτι καὶ ἀλλοιοῦσθαι καὶ κινεῖσθαι μὴ κατὰ τὴν οἰκείαν ἐνέργειαν συμβαίνει, καὶ πάθημά τε καὶ πάθος ὁ τρόμος, ὅτι καὶ ἀλλοίωσις ἡ τοιαύτη κίνησις· ἀλλὰ καὶ σύμπτωμα· παρὰ φύσιν γὰρ ἡ κίνησις. εἰ δέ γε ἀλλοίωσις ᾖ μόνον, ὥσπερ ἐν τῷ βλέπειν τε καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι καὶ γεύεσθαι καὶ ἅπτεσθαι γίνοιτο, πάθος ἂν ὀνομαζέσθω μόνον, οὐκέτι δὲ σύμπτωμα. τὸ γάρ τοι τοῦ συμπτώματος ἴδιον αὐτὸ τοῦτ' ἔστι, τὸ παρὰ φύσιν. ὅθεν κᾀν ταῖς διαφοραῖς ἁπάσαις τοῦ [52] κατὰ φύσιν ἐξαλλαττομέναις συνίσταται. καὶ γὰρ σχημάτων τῶν κατὰ φύσιν, καὶ χρωμάτων, καὶ μεγεθῶν, ἐνεργημάτων τε καὶ παθημάτων διαφθειρομένων γίνεται. καὶ οὗτός ἐστιν ἰδιαίτατος αὐτοῦ λόγος, ἐξάλλαξις τοῦ κατὰ φύσιν. τί δέ; οὐχὶ καὶ ἡ νόσος ἐξάλλαξις τοῦ κατὰ φύσιν; ἢ οὐχ ἁπλῶς ἐξάλλαξις, ἀλλ' ἐξάλλαξίς τις, ἁπλῶς δὲ ἐξάλλαξις τὸ σύμπτωμα; τοῦ γὰρ ἐν ταῖς διαθέσεσι κατὰ φύσιν ἐξαλλαττομένου καὶ βλάπτοντος τὴν ἐνέργειαν ἡ νόσος γίνεται, καὶ δυοῖν τούτοιν ἐξ ἀνάγκης ἐδεῖτο πρὸς τὸ νόσος ὑπάρχειν, ἐν γένει μὲν εἶναι τῆς διαθέσεως, βλάπτειν δὲ τὴν ἐνέργειαν, ὧν οὐδέτερον ἀνάγκη παρεῖναι τῷ συμπτώματι. καὶ γὰρ εἰ μὴ διάθεσις εἴη, καὶ εἰ μὴ βλάπτοι γέ τινα ἐνέργειαν, ἀλλὰ αὐτῷ γε μόνῳ τῷ παρὰ φύσιν ἱκανῶς ὁρισθήσεται. νοσήματος μὲν δὴ ταύτῃ διήνεγκε, παθήματος δὲ τῷ τὸ μὲν ἐν κινήσει πάντως εἶναι τὸ πάθημα καὶ κατὰ φύσιν ἐνίοτε, τὸ σύμπτωμα δὲ οὐκ ἐν κινήσει μόνον, ἀλλὰ καὶ καθ' ἕξιν τινὰ, καὶ πάντως παρὰ φύσιν. ἔσται δὴ πάθος μὲν ἡ περὶ τὴν ὕλην ἀλλοίωσις ἢ κίνησις ἔτι γινομένη, ἡ δ' ὑπομένουσα, [53] διάθεσις, σύμπτωμα δὲ, πᾶν ὅ τι περ ἂν συμπίπτῃ τῷ ζώῳ παρὰ φύσιν. ὥστε καὶ ἡ νόσος ὑπὸ τὴν τοῦ γενικοῦ συμπτώματος ἀναχθήσεται προσηγορίαν. ἔστι γάρ πως καὶ αὕτη σύμπτωμα. καὶ μὲν δὴ καὶ τὰ προηγούμενα τῶν νόσων αἴτια τὰ κατ' αὐτὸ τὸ σῶμα τοῦ ζώου συνιστάμενα τῇ τοῦ γενικοῦ συμπτώματος ὑποπέπτωκεν ἐννοίᾳ.
Περὶ μὲν οὖν τούτων ἤδη λέλεκται, περὶ δὲ τῶν εἰδικῶν συμπτωμάτων ἐν τῷδε γράμματι πρόκειται διελθεῖν. ἔστι δὲ καὶ τούτων τριττὴ διαφορά· τὰ μὲν γὰρ διαθέσεις εἰσὶν αὐτοῦ τοῦ σώματος ἡμῶν· τὰ δὲ ἐνεργειῶν βλάβαι· τὰ δὲ ἀμφοτέραις ἑπόμενα, κατά τε τὴν ἀμετρίαν τῶν ἐκκρινομένων καὶ ἐπεχομένων καὶ τοὺς ἐν αὐτῷ τῷ ζώῳ συνισταμένους ψόφους, καὶ προσέτι τὰς ἄλλας ἁπάσας αἰσθητὰς διαφοράς. βλάβη δ' ἀκουέσθω νῦν καὶ ἡ στέρησις. οὐ γὰρ ἡ δυσκινησία μόνον, οὐδὲ ἡ δυσαισθησία, βλάβαι τινὲς τῶν ἐνεργειῶν εἰσιν, ἀλλὰ καὶ ἡ ἀκινησία τε καὶ ἡ ἀναισθησία· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ' ἡ δυσπεψία μόνον, ἀλλὰ καὶ ἡ ἀπεψία. ταυτὶ μὲν οὖν τὰ γένη τῶν [54] συμπτωμάτων, ἐν οἷς χρὴ σκοπεῖσθαι τὰς κατὰ μέρος διαφοράς· ἑξῆς δ' ἂν εἴη προσῆκον ἕκαστον διελθεῖν τῷ λόγῳ, πρότερόν γε ἀναμνήσαντας, ὃ κᾀν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς εἴπομεν, ὡς ὅσοι τὴν ὑγείαν οὐ διάθεσιν σώματος, ἀφ' ἧς ἐνεργοῦμεν, ἀλλ' αὐτὰς ἐνόμισαν εἶναι τὰς ἐνεργείας, ἣν ἡμεῖς νῦν ὑπὲρ τῆς τῶν ἐνεργειῶν βλάβης διδασκαλίαν ἐν τοῖς συμπτώμασι διέξιμεν, αὐτοὶ τῶν νοσημάτων ποιήσονται, καὶ διενεχθήσονται δηλονότι περὶ τῶν ὀνομάτων ἡμῖν μόνον, εἰ μηδὲν ἐν αὐτοῖς σφάλλοιντο τοῖς πράγμασιν. ἔστι δὲ, ὡς πολλάκις εἴρηται, τῶν τοιούτων ἁπασῶν διδασκαλιῶν τὰ σφάλματα παραλειπομένης τινὸς διαφορᾶς. ἐὰν οὖν ἁπάσας αὐτὰς διεξιόντες μὴ συμπτωμάτων, ἀλλὰ νοσημάτων εἶναι φάσκωσιν, ἐν ὀνόματι μόνῳ καὶ οὐκ ἐν πράγματι διαφωνήσουσιν ἡμῖν. λεκτέον οὖν ἤδη τὰς διαφορὰς ἐπ' ἀρχὴν ἀναγαγόντας τὸν λόγον, ἐπειδὴ τὸ σύμπτωμα προσαγορεύεται γενικῶς μὲν ἅπαν ὅ τι περ ἂν συμβεβήκῃ τῷ ζώῳ παρὰ φύσιν, ὡς καὶ τὰ νοσήματα, καὶ τὰς αἰτίας αὐτῶν τὰς ἐν τῷ σώματι συνισταμένας· οὐ γὰρ δὴ [55] τάς γε προκαταρκτικὰς εἶναι συμπτώματα. καθ' ἑτέραν δέ τινα καὶ οἷον ἰδικωτέραν ἔννοιαν, ἀφαιρεθέντων τῶν τε νοσημάτων καὶ τῶν αἰτίων, τὰ λοιπὰ πάντα τὰ παρὰ φύσιν ὀνομάζεται συμπτώματα. καὶ νῦν ἡμῖν ὑπὲρ τούτων πρόκειται λέγειν.
Ἀναμνησθέντας οὖν πρῶτον χρὴ τὸ τριττὸν τῆς φύσεως αὐτῶν οὕτω τέμνειν ἐφεξῆς ἅπαντα, τὴν ἀρχὴν ἀπὸ τῆς βλάβης τῶν ἐνεργειῶν ποιησαμένους. τμητέον δὴ ταύτην εἰς δύο τὰ πρῶτα γένη, διότι καὶ τῶν ἐνεργειῶν αὐτῶν δύο εἰσὶν αἱ πρῶται διαφοραί. αἱ μὲν γὰρ ψυχῆς, αἱ δὲ φύσεώς εἰσι. καὶ καλοῦνται διὰ τοῦτο ψυχικαὶ μὲν αἱ πρότεραι, φυσικαὶ δὲ αἱ δεύτεραι. αὖθις οὖν τὰς ψυχικὰς προτέρας τέμνοντες εἴς τε τὰς αἰσθητικὰς καὶ τὰς κινητικὰς καὶ τρίτας τὰς ἡγεμονικὰς, (οὐδὲν γὰρ χεῖρον οὕτως αὐτὰς ὀνομάσαι διδασκαλίας σαφοῦς ἕνεκα) καὶ πάλιν ἑκάστην τῶν εἰρημένων διαιροῦμεν εἰς τὰς ἐν αὐτῇ διαφοράς. ἡ μὲν οὖν αἰσθητικὴ τῆς ψυχῆς ἐνέργεια πέντε τὰς πάσας ἔχει διαφορὰς, [56] ὁρατὰς, καὶ ὀσφρητὰς, καὶ γευστὰς, καὶ ἀκουστὰς, καὶ ἁπτάς· ἡ δὲ κινητικὴ τὸ μὲν προσεχὲς ὄργανον ἓν ἔχει καὶ τὸν τρόπον αὐτοῦ τῆς κινήσεως ἕνα, (δέδεικται γὰρ οὕτως ἐν τοῖς περὶ μυῶν κινήσεως) ποικίλλεται δὲ ἐν τοῖς κατὰ μέρος ὀργάνοις, ὡς φαίνεσθαι πολυειδής. ἡ λοιπὴ δὲ ἐνέργεια τῆς ψυχῆς ἡ κατ' αὐτὸ τὸ ἡγεμονικὸν εἴς τε τὸ φανταστικὸν καὶ διανοητικὸν καὶ μνημονευτικὸν διαιρεῖται. καὶ τοίνυν αἱ βλάβαι τῶν αἰσθητικῶν ἐνεργειῶν κοιναὶ μὲν ἁπασῶν ἀναισθησίαι τινές εἰσιν, ἢ δυσαισθησίαι, (καλῶ δὲ δυσαισθησίας μὲν ἁπάσας τὰς μοχθηρὰς αἰσθήσεις) κατὰ μέρος δὲ ἑκάστης ἐν ὀφθαλμοῖς μὲν τυφλότητές τε καὶ ἀμβλυωπίαι καὶ παροράσεις τινές· ἐν ὠσὶ δὲ κωφότητές τε καὶ βαρυηκοΐαι καὶ παρακούσεις τινές. οὕτω δὲ καὶ κατὰ τὴν γλῶτταν καὶ τὰς ῥῖνας καὶ τὴν ἁφὴν, εἰ καὶ μηδὲν ἴδιον ὄνομα κέκτηνται, ταῖς εἰρημέναις ἀνάλογον ἔχουσιν. ἢ γὰρ οὐδ' ὅλως αἰσθήσονται τῶν οἰκείων αἰσθητῶν, ἢ κακῶς. καὶ τὸ κακῶς τοῦτο διττὸν ἔσται, θάτερον μὲν ἀμυδρῶς, θάτερον δὲ παρατυπωτικῶς. ἴδιον δὲ ἐξαίρετον ἡ κατὰ τὴν ἁφὴν [57] ἐνέργεια παρὰ τὰς ἄλλας αἰσθήσεις κέκτηται σύμπτωμα τὴν ὀδύνην, ἐγγινομένην μὲν καὶ ταῖς ἄλλαις αἰσθήσεσιν ἀπὸ τῶν ἔξωθεν οἰκείων αἰσθητῶν· ἐπὶ δέ γε ταύτης οὐκ ἀπὸ τῶν ἔξωθεν μόνον, ἀλλὰ καὶ πολὺ δὴ μᾶλλον ἀπὸ τῶν ἐν αὐτῷ τῷ σώματι διαθέσεων, καὶ πολλάκις γε οὕτως ἰσχυρῶς, ὥστ' ἀποκτεῖναί τινας σφᾶς αὐτοὺς ὑπὸ τοῦ πόνου βιασθέντας. ἐγγίνεται μὲν οὖν καὶ τοῖς ὀφθαλμοῖς ὀδυνηρόν τι πάθος ὑπὸ φωτὸς λαμπροῦ, καὶ τοῖς ὠσὶν ὑπὸ μεγάλου τινὸς ἢ τραχέος ψόφου. καὶ δὴ καὶ κατὰ τὰς γεύσεις καὶ τὰς ὀσμὰς ἕτερα τοιαῦτα παθήματα συνίσταται λυπηρὰ, πρὸς τῶν ἰδίων αἰσθητῶν ἑκάστης τῶν αἰσθήσεων ὀδυνηρῶς διατιθεμένης. μέγισται δὲ ὀδύναι συμπίπτουσι τῇ τῆς ἁφῆς αἰσθήσει. καὶ γὰρ ὅσα διὰ φλεγμονὴν ὤτων, ἤ τινα ἄλλην ἐν αὐτοῖς διάθεσιν ἀλγοῦμεν ἰσχυρῶς, οὐ τῆς ἀκουστικῆς ἐστιν, ἀλλὰ τῆς ἁπτικῆς αἰσθήσεως ἴδια. κοινὴ γὰρ αὕτη πάντων αἰσθανομένων ὀργάνων, αἱ δ' ἄλλαι τέτταρες ἑκάστου κατὰ μόνας. οὕτω δὲ κᾀν τοῖς ὀφθαλμοῖς πολλάκις ὀδύναι γίγνονται σφοδραὶ, τῆς ἐν αὐτοῖς ἁπτικῆς αἰσθήσεως ἀνιωμένης. ὥσπερ δὲ καὶ κατὰ τοὺς ὀδόντας ἐστὶ καὶ τὸ [58] κῶλον ἀλγήματα. καὶ μὲν δὴ καὶ τὸ κνηστιᾷν ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν συμπτωμάτων. μὴ τοίνυν ἔτι ζήτει καθ' ἕκαστον μόριον ἴδιον ὄνομα τοιοῦτον, οἷον κεφαλαλγίας τε καὶ καρδιαλγίας καὶ ὠταλγίας· οὐ γὰρ εὑρήσεις κείμενον· ἀλλ' ἀρκεῖ λόγῳ πάνθ' ἑρμηνεύειν τὰ τοιαῦτα, κύστεως ἀλγήματα λέγοντα, ἀτὰρ καὶ νεφρῶν καὶ σπληνὸς καὶ γονάτων καὶ ποδὸς καὶ τῶν ἄλλων ὡσαύτως. τοιαῦτα μὲν δὴ καὶ τοσαῦτα τῶν αἰσθητικῶν ἐνεργειῶν τὰ συμπτώματα. καὶ πρὸς τούτοις ἔτι δύο ἐξαίρετα, τὸ μὲν ἀγρυπνία, τὸ δὲ κῶμα, κατ' αὐτὸ τὸ πρῶτον αἰσθητικὸν, ὃ δὴ καὶ κοινὸν ἁπασῶν ἐστι τῶν αἰσθήσεων, συνιστάμενα. τῶν δ' αὖ κινητικῶν ἐνεργειῶν ἀκινησία μὲν καὶ δυσκινησία τὰ πρῶτα συμπτώματα. δυσκινησίας δὲ τὸ μὲν ἀμυδρὰ καὶ ἄῤῥωστος κίνησις, τὸ δὲ μοχθηρά· καὶ τῆς μοχθηρᾶς ἡ μὲν τρομώδης, ἡ δὲ σπασμώδης, ἡ δὲ παλμώδης, ἡ δὲ κλονώδης. ἔνια δὲ τῶν εἰρημένων συμπτωμάτων, ἐπειδὰν ἐν ὅλῳ τῷ σώματι γένηται, διαφόρου τυγχάνει προσηγορίας, ὡς ἐμπροσθότονός τε καὶ ὀπισθότονος καὶ τέτανος. εἰ δὲ μὴ μόνον σπασμὸς [59] εἴη τοῦ παντὸς σώματος, ἀλλὰ καὶ τῶν ἡγεμονικῶν ἐνεργειῶν ἐπίσχεσις, ἐπιληψία τὸ τοιοῦτον προσαγορεύεται, καθάπερ γε καὶ ἀποπληξία ἡ παντὸς τοῦ σώματος παράλυσις ἅμα ταῖς ἡγεμονικαῖς ἐνεργείαις. αὗται μὲν αἱ τῶν κινητικῶν ἐνεργειῶν βλάβαι· εἰ δέ τις ἴδιον ἐξαίρετον ὄνομα οὐ κέκτηται, οὐ χρὴ τούτου χάριν ἐξαπατηθέντας οἰηθῆναι παραλελεῖφθαί τι σύμπτωμα, καθάπερ οὐδὲ τὴν ἄπνοιάν τε καὶ δύσπνοιαν, ἢ τὴν ἰσχουρίαν τε καὶ δυσουρίαν, ἢ τὴν ἀφωνίαν τε καὶ κακοφωνίαν καὶ δυσφωνίαν, ἀλλὰ χρὴ τὰ τοιαῦτα πάντα αὐτὸν τὸν ἰατρὸν ἐξευρίσκειν καθ' ἑκάστην ἐνέργειαν ψυχικὴν, ὥσπέρ γε καὶ τὰς καθ' ἕκαστον αὐτῶν διαφορὰς, οἷον εἰ τύχοι τῆς δυσπνοίας ἑνὸς οὔσης συμπτώματος ἔργου ψυχικοῦ, τῆς ἀναπνοῆς, αἱ πᾶσαι πόσαι γίνονται διαφοραὶ, καθάπερ ἐν τῷ περὶ δυσπνοίας ἐδείξαμεν· ἢ τῆς κακοφωνίας αἱ κατὰ μέρος πόσαι διαφοραὶ, καθάπερ ἐν τοῖς περὶ φωνῆς διῄρηται. πολλαχόθι δὲ καὶ ἀπορήσειεν ἄν τις ἐκ ποίου γένους ἐστὶ τὸ σύμπτωμα, καθάπερ ἐπὶ τοῦ σκορδινᾶσθαι καὶ χασμᾶσθαι καὶ πτάρνυσθαι καὶ βήττειν. [60] ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἁπάντων ἐπὶ πλέον ἐν τῷ μετὰ ταῦτα λόγῳ τῷ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν εἰρήσεται. ἐφεξῆς δ' ἂν εἴη τὰς τῶν ἡγεμονικῶν ἐνεργειῶν βλάβας διελθεῖν, καὶ πρώτης γε τῆς φανταστικῆς. ἔστι δὲ καὶ ταύτης τὸ μὲν οἷον παράλυσίς τις, ὃ δὴ κάρος καὶ κατάληψις ὀνομάζεται, τὸ δὲ οἷον μοχθηρά τις ἢ πλημμελὴς κίνησις, ὅπερ δὴ παραφροσύνη καλεῖται, τὸ δὲ οἷον ἐλλιπὴς καὶ ἄτονος, ὡς ἐν κώμασί τε καὶ ληθάργοις. καὶ μέν γε καὶ αὐτῆς τῆς διανοητικῆς ἐνεργείας ἡ μὲν οἷον παράλυσις, ἄνοια, ἡ δ' οἷον ἐλλιπὴς κίνησις, μωρία τε καὶ μώρωσις, ἡ δ' οἷον πλημμελὴς, παραφροσύνη καλεῖται. τὰ πολλὰ μὲν γὰρ ἐπ' ἀμφοῖν ἅμα συνίσταται τὸ παραφρονεῖν, ἔν τε τῷ μὴ καλῶς φαντασιοῦσθαι κᾀν τῷ μὴ δεόντως λογίζεσθαι, ἔστι δ' ὅτε καὶ κατὰ τὸ ἕτερον αὐτῶν μόνον, ὥσπερ γε καὶ Θεοφίλῳ τῷ ἰατρῷ νοσοῦντι τὰ μὲν ἄλλα σωφρόνως ὑπῆρχε διαλέγεσθαί τε καὶ γνωρίζειν ἀκριβῶς τοὺς παρόντας, αὐλητὰς δέ τινας κατειληφέναι τὴν γωνίαν τοῦ οἰκήματος ἐν ᾧ κατέκειτο, καὶ διαπαντὸς αὐλεῖν τε ἅμα καὶ κτυπεῖν ἐνόμιζε [61] καὶ τούτους βλέπειν ᾤετο, τοὺς μὲν ἑστῶτας αὐτόθι, τοὺς δὲ καθημένους, οὕτω διηνεκῶς αὐλοῦντας, ὡς μήτε νύκτωρ ἀνιέναι τι, μήτε δι' ὅλης ἡμέρας ἡσυχάζειν μὴ τὸ σμικρότατον· ἐκεκράγει δὲ διὰ παντὸς, ἐκβληθῆναι κελεύων αὐτοὺς τῆς οἰκίας. καὶ τοῦτ' ἦν αὐτῷ τὸ τῆς παραφροσύνης εἶδος. καὶ ὡς ἐῤῥώσθη γε τελέως καὶ ἀπέφυγε τὸ νόσημα, τά τε ἄλλα πάντα τὰ ὑπὸ τῶν εἰσιόντων ἑκάστου ῥηθέντα καὶ πραχθέντα διηγεῖτο καὶ τοῦ περὶ τοὺς αὐλητὰς ἐμέμνητο φαντάσματος. ἐνίοις δὲ φάντασμα μὲν οὐδὲν φαίνεται. λογίζονται δ' οὐκ ὀρθῶς, τοῦ διανοητικοῦ τῆς ψυχῆς αὐτοῖς πεπονθότος· ὥσπερ καὶ τῷ φρενιτικῷ τῷ κλείσαντι μὲν τὰς θύρας ἔνδοθεν, ἕκαστον δὲ τῶν σκευῶν προτείνοντι διὰ τῶν θυρίδων, εἶτα ἐρωτῶντι τοὺς παριόντας, εἰ κελεύοιεν ῥίπτειν. οὗτος γὰρ ἑκάστου μὲν τῶν σκευῶν ἀκριβῶς ἔλεγε τοὔνομα, κᾀν τῷδε δῆλος ἦν οὔτ' ἐν τῇ φαντασίᾳ τῇ περὶ αὐτὰ βεβλαμμένος οὔτ' ἐν τῇ τῶν ὀνομάτων μνήμῃ. τί δὴ βούλεται αὐτῷ τὸ πάντα ῥίπτειν ἀφ' ὑψηλοῦ καὶ καταγνύναι; τοῦτ' οὐκέθ' οἷός τ' ἦν συμβαλεῖν, ἀλλ' ἐν αὐτῷ δὴ τῷ ἔργῳ τῷδε κατάδηλος ἐγίνετο παραπαίων. [62] ὅτι δὲ καὶ περὶ τὸ μνημονευτικὸν τῆς ψυχῆς γίνεται συμπτώματα καὶ νοσοῦσιν ἔτι καὶ ἤδη πεπαυμένοις τῶν νοσημάτων, τοῦτο μὲν καὶ παρὰ Θουκυδίδου μαθεῖν ἔνεστιν ἐνίους τῶν διασωθέντων ἐκ τοῦ λοιμοῦ μέχρι τοσούτου τῶν ἔμπροσθεν ἁπάντων ἐπιλαθέσθαι λέγοντος, ὡς μὴ μόνον τοὺς ἰδίους, ἀλλὰ καὶ σφᾶς αὑτοὺς ἀγνοῆσαι.
Ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὰ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ εἴρηται συμπτώματα, μεταβαίνειν καιρὸς ἤδη ἐπὶ θάτερον γένος τῶν ἐνεργειῶν, ἃς ὀνομάζουσι φυσικάς. ἔσται δὴ κᾀνταῦθα καθ' ἑκάστην αὐτῶν ἢ μὴ γινομένην ἢ κακῶς γινομένην συμπτώματα· τούτου μὲν γένους εἰσὶ τῶν συμπτωμάτων κατὰ μὲν δὴ τὴν ὄρεξιν ἀνορεξίαι τε καὶ δυσορεξίαι καὶ ἄμετροι σιτίων ἐπιθυμίαι· κατὰ δ' αὖ τὴν πέψιν ἀπεψίαι τε καὶ βραδυπεψίαι καὶ δυσπεψίαι. καὶ μὲν δὴ καὶ περὶ τὴν ἀνάδοσιν ὡσαύτως, καὶ περὶ τὴν τοῦ αἵματος γένεσιν, ἢ μὴ γιγνομένην ἢ κακῶς γιγνομένην, συμπτώματα ἔσται. τούτου τοῦ γένους εἰσὶ τῶν συμπτωμάτων καὶ οἱ ὕδεροι. καὶ μέν γε κατὰ τὴν τῆς θρέψεως ἐνέργειαν [63] ἀτροφίαι μέν τινες καὶ φθίσεις εἰσὶν αἱ ἀποτυχίαι· λευκᾶς δὲ καὶ ὀφιάσεις καὶ ἀλωπεκίας καὶ πᾶν ὅσον τι τοιοῦτον εἶδος συμπτώματος αἱ μοχθηραὶ θρέψεις ἀποτελοῦσιν. ἀσφυξίαι δὲ καὶ κακοσφυξίαι περὶ τὴν τῶν σφυγμῶν ἐνέργειαν συμπτώματά εἰσι. καὶ μὲν δὴ καὶ κατὰ τὴν διάκρισιν τῶν περιττωμάτων ἢ μηδ' ὅλως ἢ μὴ καλῶς ἐπιτελουμένην συμπτώματα συνίσταται, τὰ μὲν ἀποροῦντα προσηγορίας οἰκείας, καθάπερ τὰ περὶ τὴν μέλαιναν χολὴν, τὰ δὲ ὠνομασμένα συνήθως, ὥσπερ ὁ ἴκτερος. μέθοδος δὲ κᾀνταῦθα τῆς ἁπάντων εὑρέσεως ἡ γνῶσις τῶν φυσικῶν δυνάμεων, ἃς ἐν τῷ περὶ αὐτῶν λόγῳ τέτταρας ἐν ἑκάστῳ τῶν τοῦ σώματος μορίων ἐδείξαμεν ὑπάρχειν, ἑλκτικήν τε καὶ καθεκτικὴν καὶ ἀλλοιωτικὴν καὶ ἀποκριτικήν. ἔσται δὴ καθ' ἑκάστην αὐτῶν διττὸν σύμπτωμα, θάτερον μὲν κακῶς γινομένης τῆς ἐνεργείας, θάτερον δὲ οὐδ' ὅλως γινομένης. ὥστε καθ' ἕκαστον ὄργανον φυσικὸν ὀκτὼ τὰ πάντα ἔσται συμπτώματα. εἴπερ οὖν ἐκ τῆς ἀνατομῆς ἔγνωσται τὸ πλῆθος τῶν τοῦ ζώου μορίων, εὑρεθήσεται ταχέως ἐξ αὐτοῦ τὸ πλῆθος [64] τῶν ἁπάντων συμπτωμάτων. ὅσα μὲν γὰρ τῆς φύσεως μόνης ἐστὶν ὄργανα, τοῖς ὀκτὼ συμπτώμασιν ἁλώσεται μόνοις· ὅσα δὲ τῆς ψυχῆς, καὶ τούτοις μὲν, ἐξ ἐπιμέτρου δὲ ἑτέροις δυσί. δέδεικται γὰρ ὀλίγον ἔμπροσθεν, ὡς καθ' ἑκάστην τῶν ψυχικῶν ἐνεργειῶν διττὸν εἶδος ἔσται συμπτώματος, ἤτοι μηδ' ὅλως αὐτῶν ἢ κακῶς γινομένων. εἴρηται δὲ καὶ ὡς τὸ κακῶς τοῦτο διττόν ἐστι, τὸ μὲν οἷον ἀμυδρῶς, τὸ δὲ ὡς ἄν τις εἴποι πλημμελῶς. ὥστε πάλιν εἰ καὶ μὴ δύο τὰ συμπτώματα καθ' ἑκάστην ἐνέργειάν τε καὶ δύναμιν εἶναι λέγεις, ἀλλὰ τρία πάντα, θάτερον τῶν πρώτων δυοῖν τέμνων δίχα, δώδεκα μὲν ἔσται τὰ πάντα καθ' ἕκαστον ὄργανον φυσικὸν, πεντεκαίδεκα δὲ ἐν τοῖς ψυχικοῖς. ἡ δ' εἰς τὰς πρώτας δύο διαφορὰς τομὴ ὀκτὼ μὲν τὰ τῶν φυσικῶν, δέκα δὲ ἀπεργάζεται τὰ τῶν ψυχικῶν. εἰ δὲ καὶ κατὰ διττὸν εἴη λόγον ὄργανόν τι ψυχικὸν αἰσθητικόν τε ἅμα καὶ κινητικὸν, ὀκτωκαίδεκα μὲν ἔσται τὰ συμπτώματα κατὰ τὴν δευτέραν τομὴν, δώδεκα δὲ κατὰ τὴν προτέραν. ἐφ' ἑνὸς οὖν ἢ [65] δευτέρου μορίου δείξαντες τὸ λεγόμενον, ὅπερ ἐπὶ τούτων ἡμεῖς, τοῦτ' ἐπὶ πάντων ἀξιώσομεν ποιῆσαι τὸν βουλόμενον ἐξαριθμήσασθαι τὰ συμπτώματα, μὴ τοῖς ὀνόμασι προσέχοντα τὸν νοῦν, (οὐ γὰρ εὑρήσει πανταχόθι συνήθεις προσηγορίας) ἀλλ' εἰς αὐτὴν ἀποβλέποντα τῶν πραγμάτων τὴν φύσιν. ἔστω δ' ἡ γαστὴρ ὄργανον τῆς πέψεως ἕλκον μὲν, ὡς ἐδείκνυμεν, εἰς ἑαυτὸ τὴν οἰκείαν τροφὴν, ἀποκρῖνον δὲ πᾶν ὅσον ἀλλότριον· ἀλλὰ καὶ κατέχον τουτὶ τὸ ἑλχθὲν καὶ ἀλλοιοῦν τὸ κατασχεθέν. ὅταν οὖν ἤτοι μηδ' ὅλως ἕλκειν, ἢ κακῶς ἕλκειν αὐτῇ συμβῇ, δύο μὲν ταυτὶ δή μοι νόει περὶ τὴν ἑλκτικὴν δύναμιν τὰ συμπτώματα. τέμνεται δὲ αὖθις διχῆ θάτερον αὐτῶν τὸ μοχθηρῶς, εἰ καὶ μὴ τοῖς ὀνόμασιν ἔχεις ἐνδείξασθαι σαφῶς· οὐ γὰρ κεῖταί τι κατ' αὐτῶν οὐδὲν ὄνομα· λόγῳ γοῦν ὡς οἷόν τε πειρώμενος ἑρμηνεύειν, ὅτι καὶ κατ' αὐτὸ τοῦτο τὸ μοχθηρῶς, τὸ μὲν οἷον ἀῤῥώστως ἔσται, τὸ δὲ οἷον πλημμελῶς. ἀῤῥώστως μὲν τὸ μόγις καὶ δυσχερῶς καὶ σὺν χρόνῳ πολλῷ· πλημμελῶς δὲ, τὸ οἷον παλμωδῶς, ἢ τρομωδῶς, ἢ σπασμωδῶς, ἢ κλονωδῶς. ἐπὶ [66] δέ γε τῆς ἀλλοιωτικῆς δυνάμεως ἐν τῇ γαστρὶ τὸ μὲν μηδ' ὅλως ἐστὶν, ὅταν οἷάπερ ἐλήφθη τὰ σιτία τοιαῦτα διαμένῃ κατὰ πᾶσαν ποιότητα· τὸ δ' ἀῤῥώστως, ἴδιον ὄνομα κέκτηται τὴν βραδυπεψίαν· ὥσπερ καὶ τὸ πλημμελῶς, εἰς ἀλλόκοτον ποιότητα τῶν σιτίων μεταβολήν· ὥστε γενέσθαι τὰ σύμπαντα συμπτώματα τρία περὶ τὴν μίαν ἐνέργειαν ἀποτυγχανομένην. καλεῖται δὲ ἡ μὲν ἐνέργεια, πέψις, ἀλλοίωσις οὖσα τῶν σιτίων εἰς τὴν οἰκείαν τῷ ζώῳ ποιότητα· βραδυπεψία δὲ ἡ ἐν χρόνῳ πλείονι καὶ μόγις εἰς τὴν αὐτὴν ποιότητα μεταβολή· τὸ δ' ἀλλοιοῦσθαι μὲν εἰς ἑτέραν ποιότητα, μὴ μέντοι κατὰ φύσιν, ἀπεψίαν ὀνομάζουσιν· ὁμωνύμως δὲ αὐτῇ προσαγορεύεται καὶ ἡ στέρησις τῆς ἐνεργείας. καί τοι σαφέστερον ἦν ταύτην μὲν μόνην ἀπεψίαν ὀνομάζεσθαι, δυσπεψίαν δὲ τὴν πλημμελῆ μεταβολὴν, βραδυπεψίαν δὲ τὴν ἄῤῥωστον ἀλλοίωσιν· ἀλλὰ γὰρ, ὅπερ ὁ Πλάτων ἔλεγεν, ἀγνοοῦντες οἱ παλαιοὶ τὰ πλεῖστα τῶν πραγμάτων τὰ μὲν οὐδ' ὅλως, τὰ δὲ οὐκ ὀρθῶς ὠνόμασαν. οὔκουν ἐξαπατᾶσθαι χρὴ τοῖς ὀνόμασιν, ἀλλ' εἰς αὐτὴν ἀποβλέπειν τῶν πραγμάτων [67] τὴν οὐσίαν. εἴπερ οὖν τοῦτο ποιοῖμεν, εὑρήσομεν ὡσαύτως καὶ τῆς καθεκτικῆς δυνάμεως ἐνέργειαν μὲν τὴν κατὰ φύσιν, ὅταν ἐξισῶται ὁ χρόνος τῆς περιστολῆς τῷ χρόνῳ τῆς πέψεως, καὶ σφίγγηται πανταχόθεν ἀκριβῶς τὰ σιτία· στέρησιν δὲ παντελῆ τῆς ἐνεργείας, ὅταν μηδ' ὅλως περιλαμβάνῃ· γίνεται δὲ τοῦτο ἐν ταῖς λειεντερίαις· ἀῤῥωστίαν δὲ, ὁπόταν ἢ μὴ περιστέλληται καλῶς, ἢ μὴ μέχρι τῆς παντελοῦς πέψεως, ἢ ἅμα ἄμφω συμπίπτῃ. ἐπειδὴ γὰρ ἐν δυοῖν τούτοιν ὑπῆρχε τὸ καλῶς ἐνεργεῖν τὴν περισταλτικὴν δύναμιν, τῷ τε μηδεμίαν ἀπολιπεῖν χώραν κενὴν μεταξὺ τῆς τε γαστρὸς καὶ τῶν σιτίων, τῷ τ' ἐξισοῦσθαι τὸν χρόνον τῆς περιστολῆς τῷ χρόνῳ τῆς πέψεως, ἤτοι κατὰ θάτερον αὐτῶν μόνον ἐνεργήσει κακῶς, ἢ κατ' ἄμφω, καὶ συμπτώματα ἀκολουθήσει, κλύδωνες μὲν καὶ πνευματώσεις ἀῤῥώστοις περιστολαῖς, ἐκκρίσεις δὲ ταχεῖαι καὶ διαφθορὰ τῶν σιτίων ἐν τῇ κάτω γαστρὶ, ταῖς ὀλιγοχρονίοις. ἔνθα σε καὶ τούτῳ κελεύω προσέχειν τὸν νοῦν, ὡς ἕπεται πολλάκις ἕτερον ἑτέρῳ συμπτώματι. τῇ μὲν γὰρ ἀῤῥώστῳ περιστολῇ ποτὲ μὲν [68] οἱ κλύδωνες ἕπονται, ποτὲ δὲ αἱ πνευματώσεις· τῇ δ' ὀλιγοχρονίῳ πάντως μὲν αἱ ἐλλιπεῖς πέψεις, ἐφεξῆς δὲ ἤτοι ταχεῖα διέξοδος τῶν σιτίων, ἢ διαφθορὰ κατὰ τὴν κάτω γαστέρα. ταχείας μὲν οὖν διεξόδου συμπτώματα ἀχώριστα διαχωρήσεως ὑγρότης καὶ ἀνάδοσις ἐλλιπής· διαφθορᾶς δὲ δυσωδία μὲν ἐν τοῖς διαχωρουμένοις ἐξ ἀνάγκης, οὐκ ἐξ ἀνάγκης δὲ δήξεις ἢ πνευματώσεις, ἀλλ' ἔστιν ὅτε μὲν οὐδέτερον αὐτῶν, ἔστιν ὅτε δὲ θάτερον, ὁτὲ δ' ἀμφότερα. διὰ τί δὲ κᾀν τούτοις κᾀν τοῖς ἔμπροσθεν εἰρημένοις τινὰ μὲν ἐξ ἀνάγκης ἕπεται, τινὰ δ' οὐκ ἐξ ἀνάγκης, ἐν τῷ μετὰ τοῦτον διέξιμεν λόγῳ τῷ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν. ἐν δὲ τῷ παρόντι μετιέναι καιρὸς ἐπὶ τὴν λοιπὴν διαφορὰν τῶν συμπτωμάτων τῆς καθεκτικῆς δυνάμεως. ὅταν οὖν περιστέλληται ἡ γαστὴρ τοῖς σιτίοις, ἀλλὰ μετὰ παλμοῦ τινος, ἢ οἷον σπασμοῦ τε καὶ τρόμου καὶ κλόνου, πλημμελὲς ἂν εἴη τὸ τοιοῦτον τῆς περιστολῆς ἔργον. τοῦ μὲν οὖν παλμοῦ τῆς γαστρὸς σαφῶς αἰσθανόμεθα, καὶ μέν γε καὶ τοῦ σπασμοῦ, [69] λυγμὸς γὰρ ὀνομάζεται τὸ σύμπτωμα· τοῦ δὲ οἷον τρόμου, παθήματος αὐτῆς, οὐκέτ' ἐναργῶς, ἀλλ' εἰ προσέχοις τῷ λόγῳ τὸν νοῦν, οὐκ ἂν οὐδὲ τοῦτο φωράσαις χαλεπῶς. ὅταν οὖν ἐδηδοκότι σοι μήτε κλύδων τις ἐνοχλῇ, μήτε πνευμάτωσις, ἀλλὰ μήτε παλμός τις εἴη, μήτε λὺγξ, ἀήθους δ' ἀπορίας αἴσθησις ὑπάρχῃ κατὰ τὴν γαστέρα, καὶ οἷον βαρύνηταί τε καὶ κάμνῃ καὶ ποθῇ θᾶττον ὑπελθεῖν κάτω τὸ βάρος ἢ ἄνω ἅμα τῷ τινα ἐρυγὴν προσγενέσθαι, καί που καὶ δυσχέρεια περὶ τὴν ἀναπνοὴν δύσφορος δή τις καὶ δύσφραστος ἕπηται, τόθ' ἡγοῦ τὴν γαστέρα περιεστάλθαι μὲν τοῖς σιτίοις, ἀλλ' οἷον τρομωδῶς. ἡ δὲ οἷον κλονώδης κίνησις ἐν τοῖς ῥίγεσι μάλιστα καταφανής ἐστιν, ἅπαντα τοῦ ζώου καταλαμβάνουσα τὰ μόρια. περὶ μὲν δὴ τούτων ἐπιπλέον ἐν τοῖς μετὰ τοῦτο λεχθήσεται γράμμασι· νυνὶ δὲ ἐπὶ τὴν τετάρτην ἤδη τῆς γαστρὸς μετέλθωμεν δύναμιν, τὴν ἀποκριτικήν τε καὶ προωστικὴν ὀνομαζομένην, ἧς ἡ μὲν οἷον στέρησις ἔν τισιν ἰδέαις εἰλεῶν γίνεται· ἡ δὲ ἀῤῥωστία συνεχῶς ἐγγίγνεται ἐν βραδείαις τισὶ περιττωμάτων διεξόδοις· ἡ δ' οἷον [70] πλημμελὴς κίνησις, ὅταν ἤτοι πρὶν τελειωθῆναι τὴν πέψιν ἐξορμήση πρὸς τὴν ἐνέργειαν, ἢ βραδύνῃ καὶ μέλλῃ τελειωθείσης, ἢ μετά τινος ἤδη τῶν εἰρημένων γίνεται συμπτωμάτων, ἢ ἄλλως πως ἀνωμάλως, ἢ οἷον ἀκρατῶς αὐτοῖς ἐμπίπτει τοῖς σιτίοις ἡ γαστὴρ, ἀταμίευτον ἔχουσα τὴν κίνησιν ὁμοίως τοῖς εἰς τὸ κάταντες θέουσιν, εἶτα στῆναι μὴ δυναμένοις, ἐπὶ μὲν δὴ τῆς γαστρὸς, ὡς ὀργάνου πέψεως, εἴρηται τὰ συμπτώματα· καθότι δὲ καὶ τρέφεσθαι δεῖται, καὶ τὸ θρέψον ἕλκειν εἰς ἑαυτὴν, καὶ κατέχειν γε, μέχρι περ ἂν ἀλλοιώσῃ καὶ ἀποκρίνῃ τὸ περιττὸν, ἕτερον ἶσον ἀριθμὸν κτήσεται συμπτωμάτων, ὡς ὁμοιομερὲς σῶμα. τάχα οὖν ἂν εἴη κάλλιον ἅπαντα τὰ περὶ τὴν θρεπτικὴν ἐνέργειαν διελθεῖν συμπτώματα, τῷ τε γαστρὸς σώματι καὶ τοῖς ἄλλοις ἅπασι μορίοις ὑπάρχοντα κοινά· σαφέστερος γὰρ ὁ λόγος οὕτως ἂν γένοιτο τοῖς ἐντυγχάνουσιν, ἐναργέστερόν τ' ἄν τις διδάξειε τὸ μικρῷ πρόσθεν εἰρημένον, ὡς ἔστι καὶ σύμπτωμα συμπτώματος αἴτιον. ἑνὸς γοῦν συμπτώματος τῆς ἀτροφίας, εἴτε καθ' ὅλον αὕτη γίνοιτο τὸ ζῶον, εἴτε καθ' ἕν τι μόριον [71] αὐτοῦ, πλείω προηγεῖται συμπτώματα. δεομένου γὰρ τοῦ μέλλοντος θρέψεσθαι καλῶς ἕλκειν τε πρὸς ἑαυτὸ τὴν οἰκείαν τροφὴν καὶ κατέχειν αὐτὴν ἄχρις ἂν ἀλλοιῶσαν ἐξομοιώσῃ, καὶ μέντοι καὶ ἀποκρίνειν τὸ περιττόν· ὄντος δὲ καὶ αὐτοῦ τοῦ περιττοῦ διττοῦ κατὰ γένος, ἢ γὰρ τῷ ποσῷ περιττόν ἐστιν, ἢ τῷ ποιῷ, ἀνάγκη πᾶσα τὸ ἀτροφοῦν μόριον ἢ δι' ἕν τι τῶν εἰρημένων τοῦτο πάσχειν, ἢ διὰ πλείω. εἴτε γὰρ ἐλλιπῶς ἕλκει τὸ θρέψον, ἢ μηδ' ὅλως, ἢ μοχθηρῶς ἀτροφήσει τὸ μόριον· εἴτε τοῦτο μὲν ὅσον τε ἐχρῆν εἶναι καὶ οἷον ἐπάρδοιτο, σύμπτωμα δέ τι περὶ τὴν καθεκτικὴν δύναμιν εἴη τοῖς ἐπὶ τῆς γαστρὸς εἰρημένοις ἀνάλογον, ἀτροφήσει καὶ οὕτως. εἰ δὲ καὶ τούτων τῶν δυνάμεων ἀμέμπτως ἐνεργουσῶν ἡ ἀποκριτικὴ σφάλλοιτο πλέον ἢ προσῆκε κενοῦσα, καὶ οὕτως ἂν ἰσχνὸν καὶ ἄτροφον ἀποδειχθείη τὸ μόριον. ἀλλὰ μὴν καὶ τῆς ἀλλοιωτικῆς δυνάμεως τὰ συμπτώματα, τὸ μὲν οἷον στέρησις, ὅπερ ἀπεψίαν ἔφαμεν ὀνομάζεσθαι, ἄντικρυς δῆλον, ὡς ἰσχνὸν ἐργάζεται τὸ μόριον· [72] τὸ δ' οἷον ἀῤῥωστία τις, ὅπερ καλοῦμεν βραδυπεψίαν, ἐν χρόνῳ μὲν πλείονι, σαφῆ δ' οὖν καὶ αὐτὴ ποιήσει ποτὲ τὴν ἰσχνότητα· τῷ δὲ τρίτῳ συμπτώματι, τῆς δυσπεψίας ἀνάλογον, οὐκ ἰσχνὸν καὶ ἄτροφον, ἀλλ' ἐξηλλαγμένον τὴν ἰδέαν ἀποδείξει τὸ μόριον, ὥσπερ ἔν τε ταῖς λεύκαις καὶ ταῖς ἐλεφαντιάσεσι φαίνεται. προσέχειν δὲ ἐνταῦθα χρὴ τὸν νοῦν καὶ διορίζειν, πότερον χυμοῦ τινος ἐπιῤῥυέντος, ἢ τῶν στερεῶν αὐτῶν οὕτω διακειμένων ἐξήλλακται τὰ τῆς χροιᾶς. εἰ μὲν γὰρ διὰ χυμὸν, ἐξ ἑτέρου γένους τὸ σύμπτωμά ἐστι, καὶ οὐ τῆς ἀλλοιωτικῆς δυνάμεως τὸ σφάλμα· εἰ δ' ὅλον δι' ὅλου τὸ μόριόν ἐστιν οἷον οὐκ ἐχρῆν εἶναι, τῆς ἀλλοιωτικῆς δυνάμεως. γίνεται μὲν γὰρ κᾀν τοῖς ἰκτερικοῖς ἐξάλλαξις τοῦ κατὰ φύσιν χρώματος, ἀλλὰ τοῦτο μὲν σύμπτωμά ἐστι τῆς διακριτικῆς ἐνεργείας, πλὴν εἰ μὴ τῶν φλεβῶν αὐτῶν πάθος ποθ' ὑπάρχει, τηνικαῦτα γὰρ τῆς ἀλλοιωτικῆς ἐστιν· ἡ δὲ καθ' ἕκαστον μόριον ἴδιος ἄχροια, εἰ μὴ διά τινα χυμὸν ἔξωθεν ἐπίῤῥυτον γίνεται, οἷον δυσπεψία τίς ἐστι τῆς ἐν αὐτῷ δυνάμεως ἀλλοιωτικῆς τε καὶ πεπτικῆς. ἐξέλωμεν δὴ ταύτην ἐν τῷ [73] παρόντι λόγῳ τὴν ἀτροφίαν κακοτροφίαν τινὰ οὖσαν· ἐπὶ δὲ τὴν στερητικὴν τῆς θρέψεως ὀνομαζομένην ἀτροφίαν ἐπανελθόντες ἀναμνήσωμεν, ὡς αὕτη τε σύμπτωμά ἐστι καὶ ἕπεται συμπτώμασιν ἄλλοτ' ἄλλοις, ἤτοι περὶ τὴν ἑλκτικὴν, ἢ περὶ τὴν καθεκτικὴν, ἢ τὴν ἀποκριτικὴν δύναμιν, ἢ καὶ περὶ τὴν ἀλλοιωτικὴν αὐτὴν γιγνομένοις. ἁπάντων δὲ τούτων τῶν συμπτωμάτων αἴτια τὰ νοσήματα. φέρε γὰρ ἐλλιπῶς ἐπί τι μόριον ἕλκεσθαι τὴν τροφὴν, καὶ διὰ τοῦτ' ἀτροφεῖν αὐτὸ, νόσημα ἐξανάγκης προηγεῖταί τι ταύτης τῆς ἐλλιποῦς ἕλξεως· εἴρηται γὰρ ὅταν αὐτὸ τὸ μόριον ἀῤῥωστότερον ἐφ' ἑαυτὸ τὴν τροφὴν ἐπισπᾶται, πάντως δή που δύσκρατον ὑπάρχειν· νόσος δὲ ἡ δυσκρασία· εἰ δ' εὔκρατον μὲν εἴη τὸ μόριον, ἔμφραξις δέ τις ἐν τοῖς τῆς ἀναδόσεως ὀργάνοις ὑπάρχουσα παρεμποδίζει τὴν ἀνάδοσιν, ἡ μὲν ἔμφραξις νόσημα, σύμπτωμα δ' αὐτῆς ἡ βλάβη τῆς ἀναδόσεως. οὐ μόνον δὲ ἐπερχόμενος ἕκαστον τῶν συμπτωμάτων, ὅσα διά τινα βλάβην ἐνεργείας γίνεται, μάθοις ἂν ὡς προηγεῖταί τι νόσημα πάντως αὐτῶν, ἀλλὰ κᾀξ αὐτῆς τῆς [74] οὐσίας τῶν πραγμάτων ἔνεστί σοι χωρὶς ἐπαγωγῆς συλλογίζεσθαι. τὴν μὲν γὰρ ὑγείαν αἰτίαν ἐνεργείας ἐθέμεθα, τὴν δὲ νόσον αἰτίαν ἐνεργείας βλάβης· ἀλλὰ καὶ τὰ συμπτώματα, περὶ ὧν δὴ νῦν τὸν λόγον ποιούμεθα, βλάβας ἐνεργειῶν ὑπάρχειν ἔφαμεν. ἐκ δὲ τούτων ὑποκειμένων συμβαίνει, τοῦ τοιούτου γένους τῶν συμπτωμάτων αἰτίας εἶναι τὰς νόσους.
Ὅτι δὲ καὶ τὰ τῶν λοιπῶν δύο γενῶν αἱ νόσοι προηγοῦνται, λόγον αἰτίας ἔχουσαι πρὸς αὐτὰ, καὶ τοῦτο δείξομεν ὀλίγον ὕστερον, ἐπειδὰν πρότερον ἅπαντα τὸν περὶ αὐτῶν ἐπέλθωμεν λόγον, ἀρξάμενοι πάλιν ἀπὸ τῶν ἐν ταῖς διαθέσεσι τοῦ σώματος συνισταμένων συμπτωμάτων. εἰσὶ δ' αὐτῶν αἱ πρῶται διαφοραὶ τέτταρες. τὰ μὲν γὰρ ὁρατὰ, τὰ δ' ἀκουστὰ, τὰ δ' ὀσφραντὰ, τὰ δὲ γευστὰ, τὰ δ' ἁπτὰ τετύχηκεν ὄντα. τὰ μὲν οὖν ὁρατὰ τὴν γένεσιν ἐν ταῖς παρὰ φύσιν ἴσχει χροιαῖς, ἤτοι παντὸς ἅμα τοῦ σώματος, ἤ τινων μορίων ἤ τινος· ἅπαντος μὲν οὖν, ὡς ἐπὶ τῶν ἰκτεριώντων ἔχει, καὶ τῆς ἡπατίτιδός τε καὶ σπληνίτιδος ὀνομαζομένης [75] νόσου, καί τισιν ὑδέρων εἴδεσιν· ἔν τινι δὲ, καθάπερ ἔν τε τῇ γλώττῃ μόνῃ πολλάκις ὁρᾶταί τις ἐξαίρετος ἄχροια, καὶ τοῖς ἐξ ἀποστημάτων μορίοις μελανθεῖσιν ἢ πελιδνοῖς γενομένοις, οὕτω δὲ κᾀν τοῖς ἄνθραξι, κᾀν τοῖς ἐρυσιπέλασιν ἕρπησί τε καὶ γαγγραίναις ὑπαλλάττεται τὰ κατὰ φύσιν χρώματα. τούτου τοῦ γένους ἐστὶ καὶ ἀλφὸς, καὶ λεύκη, καὶ ἐλέφας, καὶ τἄλλα ὅσα τοιαῦτα. καὶ γὰρ καὶ ταῦτα τὰς κατὰ φύσιν ὑπαλλάττει χροιάς. καὶ μὲν δὴ καὶ πολλοῖς ἅμα μορίοις ἐστὶν εὑρεῖν ποτε συμβαίνουσαν ἄχροιαν ἐν πολλοῖς τῶν νοσημάτων, ἤτοι περὶ τὰ σκέλη μᾶλλον, ἢ περὶ τὸ πρόσωπον, ἢ σύμπαν γε τὸ ἄνω τοῦ σώματος, ἢ σύμπαν τὸ κάτω. τὰς μὲν οὖν ὁρατὰς διαφορὰς ἐν τούτοις ἐπισκεπτέον, τὰς δ' ὀσφρητὰς ἐπί τε τῆς ἀναπνοῆς καὶ τῆς διαπνοῆς πρῶτον. ὀνομάζω δὲ τὴν μὲν διὰ λάφυγγος ὁλκήν τε καὶ αὖθις ἔκπεμψιν τοῦ πέριξ ἀέρος, ἀναπνοήν· τὴν δὲ καθ' ὅλον τὸ σῶμα, διαπνοήν. αἱ τοίνυν κατὰ ταύτας γινόμεναι δυσωδίαι παρὰ φύσιν ἐν τῷ τῶν συμπτωμάτων τετάξονται γένει, μετὰ δὲ ταύτας αἱ κατὰ τὰ ὦτα καὶ ῥῖνας [76] καὶ μασχάλας καὶ ὅσα μόρια κατὰ πάθος σήπεται. καὶ μὲν δὴ κᾀν ταῖς ἐρυγαῖς ἔστιν εὑρεῖν ταὐτὸ τοῦτο γένος τῶν συμπτωμάτων, ἤτοι καπνώδους, ἢ ὀξώδους, ἢ βρομώδους, ἢ ἰχθυώδους, ἤ τινος ἑτέρας τοιαύτης ποιότητος ἐξοζούσης τῆς ἐρυγῆς. κατὰ δὲ τὰς γευστὰς διαφορὰς αὐτῷ τῷ κάμνοντι τεκμαίρεται τὰ συμπτώματα. καὶ γὰρ ἱδρῶτος ἐγεύσαντό ποτε παραῤῥυέντος εἰς τὸ στόμα, καὶ τοῦ κατ' αὐτὴν τὴν γλῶτταν σιάλου τῆς ποιότητος ἐξηλλαγμένης. ὥσπερ οὖν καὶ τοῦ αἵματος, οἷς καὶ τοῦτο διὰ στόματος ἐκκενοῦται καθ' ὁντιναοῦν τρόπον, οἱ μὲν ἐπισήμως γλυκέος ἢ ἁλμυροῦ γέ τινος ἢ πικροῦ τὴν αἴσθησιν ἴσχουσιν· οὕτω δὲ καὶ τῶν ἐκ πνεύμονος ἀναγομένων καὶ τῶν ἐκ γαστρὸς ἐμουμένων οἱ μὲν ὀξέων, οἱ δ' ἁλικῶν, οἱ δὲ πικρῶν, οἱ δὲ γλυκέων, οἱ δ' αὐστηρῶν αἰσθάνονται. πολλοὶ δὲ τῶν ἰατρῶν καὶ ἱδρῶτος γεύεσθαι δικαιοῦσιν αὐτοὶ καὶ προσέτι τοῦ κατὰ τὰ ὦτα ῥύπου· τεκμαίρεσθαι γάρ τι κᾀκ τούτου. καὶ μὴν καὶ τὰς ἁπτὰς διαφορὰς ἐν τούτοις τοῖς συμπτώμασιν ἀριθμητέον, ἐπειδὰν ἐξιστῶνται τοῦ κατὰ φύσιν, οἷον δέρμα σκληρὸν καὶ περιτεταμένον καὶ καρφαλέον. [77] οὕτω δὲ καὶ πλαδαρὸν ἢ ῥυσσὸν ἤ τινα τοιαύτην ἑτέραν ἔχον διαφοράν. ἐξ οὖν τῶν εἰρημένων δῆλον, ὡς καὶ τοῦτο τὸ γένος ἅπαν ὑπὸ νοσημάτων γίνεται. τὰς μὲν γὰρ κατά τε τὴν χροιὰν καὶ ἀτμὸν καὶ χυμὸν ἁπάσας διαφορὰς αὐτῶν τῶν στερεῶν σωμάτων ἐν τοῖς φυσικοῖς λόγοις ἐμάθομεν ἑπομένας ταῖς κράσεσιν· οὕτω δὲ καὶ τὰς ἁπτὰς, καὶ πολύ γ' ἔτι μᾶλλον ἁπασῶν τῶν εἰρημένων, ὅτι ταῖς δραστικαῖς ποιότησιν ὁμογενεῖς αὐτὰς εἶπον, ὡς ὑπὸ τῆς αὐτῆς αἰσθήσεως κρινομένας· καὶ γὰρ μαλακότης καὶ σκληρότης ὑπὸ τῆς ἁφῆς δοκιμάζονται, καθάπερ αἱ δραστικαὶ ποιότητες ὁμογενεῖς ὑπάρχουσαι. ὥσθ' ὅσον ἐν αὐταῖς παρὰ φύσιν, ἔκγονον ἅπαν τοῦτο δυσκρασίας ἐστὶν, ὥσπέρ γε καὶ τὸ κατὰ φύσιν εὐκρασίας. ἀλλ' ἔστιν ἅπασα δυσκρασία νόσος. ὥστε καὶ τὰ τοιαῦτα συμπτώματα νοσημάτων ἔκγονα. τὰ δ' ἐξ ἐπιῤῥύτου τινὸς ὑγρότητος ἐγγινόμενα τοῖς μορίοις, ὁμογενῆ τοῖς εἰρημένοις ὑπάρχοντα συμπτώμασι, τὰ μὲν γὰρ ἐμφράξεσιν, ἢ θλίψεσιν ἑπόμενα, τὰ δὲ τοῖς τῶν ἑλκτικῶν τε καὶ ἀποκριτικῶν [78] δυνάμεων ἔργοις κακῶς γινομένοις, ἀνάγκη καὶ ταῦτα τὴν οἷον πηγὴν τῆς γενέσεως ἔχειν τὰ νοσήματα. ἡ μὲν οὖν κατὰ τὸ ἧπαρ ἔμφραξις νόσημα οὖσα συνθέτου τε καὶ ὀργανικοῦ σώματος, αἰτία τῆς κατὰ τὸν ἴκτερον ἀχροίας ἐστίν. ἡ δὲ καθ' ἕκαστον τῶν μορίων δυσκρασία, νόσημα οὖσα καὶ αὐτὴ τῶν τοιούτων σωμάτων, ἄλλοτ' ἄλλην αὐτῶν ἐμποδίζει δύναμιν, ἤτοι τὴν ἕλκουσαν, ἢ τὴν ἀποκρίνουσαν, ἤ τινα ἑτέραν, ἐφ' αἷς ἀνωμάλως τε καὶ ἀτάκτως τῶν ἐν τῷ σώματι διαῤῥεόντων ὑγρῶν ἄλλοτ' ἄλλο μόριον ἀλλοιοῦται κατὰ χροιὰν καὶ ἀτμὸν καὶ χυμὸν καὶ τὰς ἁπτὰς ἁπάσας διαφοράς. ἀλλὰ μὴν καὶ ὅσον ὑπόλοιπόν ἐστι συμπτωμάτων γένος, ἤτοι περὶ φωνὰς καὶ ψόφους τοὺς κατὰ τὸ ζῶον, ἤτοι κᾀν τοῖς ἐκκρινομένοις τοῦ σώματος ἢ ἐπεχομένοις, ἔκγονον ἅπαν καὶ τοῦτο νοσημάτων ἐστὶν, ἢ αὐτῶν ἄντικρυς, ἢ διὰ μέσων τινῶν συμπτωμάτων. ἐν μὲν γὰρ ταῖς φωναῖς αἵ τε κατὰ τὸ στόμα καὶ τὴν φάρυγγα καὶ τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα καὶ τὸν θώρακα νόσοι τὰ συμπτώματ' αὐτῶν ἐργάζονται, κλονώδεις τέ τινας καὶ τρομώδεις καὶ βραγχώδεις [79] καὶ κλαγγώδεις ἀποτελοῦσαι φωνάς· ἐν ἄλλοις δέ τισι τοῦ ζώου μορίοις ἦχοί τε καὶ βορβορυγμοὶ καὶ τρυσμοὶ καὶ ὅσα τοιαῦτα, τὰ μὲν ὑπὸ στενοχωρίας ὀργάνων ἢ κινήσεως πλημμελοῦς, τὰ δὲ ὑπὸ πλεονεξίας φυσώδους πνεύματος, ἢ καί τινων ἢ καὶ πάντων ἅμα τούτων συνιόντων ἀποτελεῖται περὶ ὧν ἐπιπλέον ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις εἰρήσεται.
Τὰ δ' ἐκκρινόμενα τοῦ σώματος, ἢ κατεχόμενα παρὰ φύσιν, εἰς τρεῖς μὲν τέμνεται καὶ αὐτὰ τὰς πρώτας διαφορὰς, ἢ ταῖς οὐσίας ὅλαις, ἢ ταῖς ποιότησιν, ἢ ταῖς ποσότησιν ἐξιστάμενα τοῦ κατὰ φύσιν. ἕπεται δὲ πάντως νοσήμασιν ἢ αὐτοῖς ἄντικρυς ἢ διὰ μέσων ἑτέρων συμπτωμάτων. αἱμοῤῥαγία μὲν γὰρ ὅλῳ τῷ γένει τῆς ἐκκρινομένης οὐσίας παρὰ φύσιν ἐστίν. ἀλλ' ἤτοι τρωθέντος ἢ ῥαγέντος ἢ ἀναστομωθέντος ἢ διαβρωθέντος ἀγγείου γίνεται. τούτων δὲ ἡ μὲν τρῶσις καὶ ἡ ῥῆξις καὶ ἡ διάβρωσις νόσημά ἐστιν ὁμοιομεροῦς ἴδιον· ἡ δ' ἀναστόμωσις ἴδιον ὀργανικοῦ, ποτὲ μὲν τῆς περισταλτικῆς δυνάμεως [80] ἀῤῥωστούσης, ποτὲ δὲ τῆς ἀποκριτικῆς ἀμέτρως κινουμένης, ποτὲ δὲ ἀμφοτέρων ἅμα βεβλαμμένων ἀποτελουμένη. οὕτω δὲ καὶ ῥοῦς γυναικεῖος ἤτοι διὰ τὰ τῶν εἰρημένων ἐνεργειῶν συμπτώματα γένοιτ' ἂν, ἢ λεπτοῦ καὶ ὀῤῥώδους τοῦ παντὸς αἵματος ἀποτελεσθέντος. ἔστι δὲ καὶ τοῦτο σύμπτωμα, γένεσις δ' αὐτοῦ πολυειδής. ἤτοι γὰρ τῆς ἐξαιματούσης δυνάμεως, ἢ τῆς διακρινούσης τό τε λεπτὸν καὶ ὀῤῥῶδες, ἢ τῆς ἐκκρινούσης, τὸ σφάλμα. γένοιτο δ' ἄν ποτε καὶ τῆς καθεκτικῆς ἀμέτρως ἐνεργούσης καὶ τοῦ δέρματος πυκνωθέντος καὶ τῶν νεφρῶν στεγνωθέντων. οὕτω δὲ καὶ ἱδρῶτας ἀμέτρως ἐκκρίνεσθαι, ἢ ἴσχεσθαι μὴ δεόντως, ἤτοι διὰ τὴν τοῦ δέρματος διάθεσιν, ἢ διά τινα τῶν εἰρημένων δυνάμεων, ἢ δι' αὐτὴν τὴν τῶν ὑγρῶν φύσιν ἀναγκαῖον γίνεσθαι. καὶ δῆλον ὡς ἐν ἅπασι τοῖς τοιούτοις λόγοις παραδιαζευκτικοῖς συνδέσμοις χρώμεθα. πάντως μὲν γὰρ ἐφ' ἑκάστῳ τῶν εἰρημένων συμπτωμάτων εἷς τις ὑπάρχει τρόπος τῆς αἰτίας, οὐ μὴν κεκώλυταί γε δύο καὶ τρεῖς καὶ πάντας ἅμα συνιέναι. δῆλον δὲ ὡς ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν [81] συμπτωμάτων, δυσουρία τε καὶ ἰσχουρία καὶ στραγγουρία καὶ ὁ καλούμενος ὕδρωψ εἰς ἀμίδα, τινὲς δὲ διαβήτην αὐτὸν ὀνομάζουσι, ἄλλοι δὲ διάῤῥοιαν εἰς οὖρα. καὶ μὲν δὴ καὶ τὰ χρώματα τῶν ἐκκρινομένων παρὰ φύσιν, ἢ τὰς ὀσμὰς, οὐδὲν ἔτι δεόμεθα δεικνύειν ἐξ ἀνάγκης ἑπόμενα ταῖς νόσοις, εἴ γε μηδὲν τῶν τοιούτων ἄνευ δυσκρασίας γίνεται. δῆλον δὲ καὶ ὡς τὸ προκείμενον ἀποδέδεικται σαφῶς. ἁπάσης γὰρ τῶν συμπτωμάτων τῆς φύσεως ἡγεῖσθαι χρὴ νοσήματα, ὡς γίνεσθαι πολλάκις οἷον στίχον τινὰ συμπτωμάτων ἐφεξῆς ἀλλήλοις· ὑπὸ μὲν τοῦ νοσήματος αὐτοῦ τὸ πρῶτον, ὑπὸ δὲ τούτου τὸ δεύτερον, εἶτ' αὖθις ὑπ' ἐκείνου τὸ τρίτον, εἶθ' ἑξῆς ἐπὶ τούτῳ τὸ τέταρτον. ἀλλ' ἐνταῦθα μὲν προσέχειν ἀκριβῶς χρὴ τὸν νοῦν καὶ διορίζειν ἐπιμελῶς τῶν ἔργων τοῦ ζώου τὰ συμπτώματα. πολλαχῇ γὰρ ἀλλήλοις οὕτως ἔοικεν, ὡς καὶ τὸ σύμπτωμα ἔργον νομίζεσθαι καὶ τοὖργον σύμπτωμα. καὶ εἰ μή τις ἔχει τι κᾀν τούτῳ κριτήριον ὑγιὲς, ἐξ ὧν ἂν αὐτὸς σφάλληται συκοφαντήσει τὸν λόγον. εἰ γὰρ δὴ τῶν κατὰ φύσιν ἐκκρίσεων, οὕτω δὲ καλοῦσι τὰς [82] ἐπὶ τῶν ὑγιαινόντων γιγνομένας, ἤτοι τὸ ποσὸν, ἢ καὶ τὸ ποιὸν, ἢ καὶ τὸ γένος αὐτὸ τῆς οὐσίας ὑποθέμενός τις σκοπὸν, ἔπειτα πρὸς τοῦτ' ἀποβλέπων κρίνοι τὰ συμπτώματα, σφαλήσεται πολλαχόθι. πολλαπλάσιος γὰρ ἱδρὼς ἐνίοτε τοῦ κατὰ φύσιν, ἢ γαστρὸς διαχώρησις, ἢ οὖρα τοῖς ἀῤῥωστοῦσι γίνεται, μὴ ὅτι βεβλαμμένης ἐνεργείας τινὸς, ἀλλὰ καὶ μετὰ ῥώμης καὶ προνοίας τοῦ ζώου γιγνομένης. ἔνια μέν γε καὶ ὅλῳ τῷ γένει παρὰ φύσιν ὑπάρχοντα, καθάπερ αἱμοῤῥαγίαι διὰ τῶν ῥινῶν, ἢ ἔμετος, ἢ αἵματος ὑποχώρησις, ἢ αἱμοῤῥοῒς, ἤ τι τοιοῦτον ἕτερον, ὅμως οὐδέπω παρὰ φύσιν ἐστὶν, ἂν ἐν καιρῷ γίνηται. τὸ δ' ἐν καιρῷ δῆλον ὅτι τοῦτ' ἔστιν, ἂν τὸ λυποῦν ἐκκαθαίρηται. μενούσης οὖν τῆς ὁμολογίας, ἣν ἐξ ἀρχῆς ὡμολογήσαμεν, ὡς αἱ τῶν ἐνεργειῶν βλάβαι συμπτώμαθ' ὑπάρχουσιν, οὐδὲν τῶν ἐπ' ὠφελείᾳ γινομένων ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν συμπτωμάτων. ἔργον γὰρ φύσεως ἕκαστον αὐτῶν μᾶλλον ἢ βλάβη τις ὑπάρχει. ἀλλ' ἴσως τις ὑπάξει θατέρῳ γένει τῶν συμπτωμάτων, τῷ τῆς παρὰ φύσιν [83] διαθέσεως, ἅπαντα τὰ τοιαῦτα. τὸ γὰρ ὅλως διῃρῆσθαί τινα φλέβα καθ' ὁτιοῦν μόριον τοῦ σώματος, ἢ ἀνεστομῶσθαι μέχρι τοῦ προχεῖν ἃ πρότερον ἔστεγεν, οὐ κατὰ φύσιν εἶναι διάθεσιν. καί τοι κᾀνταῦθα τὴν διάῤῥοιαν τῆς γαστρὸς, ἢ τὸ τῶν οὔρων πλῆθος οὐκ ἂν ἔχοι δεικνύναι πάντως ἑπόμενα ταῖς παρὰ φύσιν διαθέσεσιν. αἱμοῤῥαγίας μὲν γὰρ καὶ ἐμέτους ὅλῳ τῷ γένει φησί τις παρὰ φύσιν ὑπάρχειν, οὔτε δὲ ἡ διὰ γαστρὸς, οὔτε ἡ διὰ κύστεως, οὔτε ἡ διὰ μήτρας ἔκκρισις ὅλῳ τῷ γένει παρὰ φύσιν. ἴσως δ' ἀμφισβητήσει τις καὶ περὶ τῶν ἱδρώτων, ὡς οὐδ' αὐτῶν ὄντων κατὰ φύσιν. καὶ γὰρ οὖν καὶ ὁ Διοκλῆς ἱκανῶς ἐπεχείρησεν εἰς τοῦτο. πάνυ δ' εἶναι τραχὺ δοκεῖ τόδε τὸ δόγμα καὶ παρὰ τὴν ἐνάργειαν, εἰ καὶ ὅτι μάλιστα πιθανῶς κατασκευάζηται. περὶ μὲν δὴ τῶν τοιούτων ἴσως ἄν ποτε καὶ αὖθις εἰπεῖν ἂν γένοιτο ἡμῖν· παντάπασι γὰρ ὀλίγα διαμφισβητεῖται· περὶ δὲ τοῦ παντὸς πλήθους τῶν ἄλλων συμπτωμάτων ἱκανῶς ἐπιδέδεικται, καὶ χρὴ καταπαύειν ἤδη καὶ τόδε [84] τὸ γράμμα. καὶ γὰρ δὴ καὶ γεγυμνασμένος τις ἐν τοῖς ὁμολογουμένοις ῥᾷον ἂν ἀκολουθήσειε τῇ τῶν ἀμφισβητουμένων κρίσει.