30535 1443 0 0 0 0 II d. C. Medicina Galenus De symptomatum causis libri III Kühn, C.G., Leipzig, Knobloch, 1824 Rist. 1965, Hildesheim, Olms. 11

Galenus - De symptomatum causis libri III

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΣΥΜΠΤΩΜΑΤΩΝ.

ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.

[85]   Τὰς αἰτίας τῶν συμπτωμάτων ἐν τοῖσδε τοῖς γράμμασι σκεψώμεθα, τὴν αὐτὴν τῷ λόγῳ τάξιν φυλάττοντες, ἣν κᾀν τῷ περὶ διαφορᾶς αὐτῶν ἐποιησάμεθα. ἔστι μὲν οὖν τὰ σύμπαντα γένη τρία τῶν συμπτωμάτων. ἀλλὰ περὶ μὲν τούτου τοῦ πρώτου ὁ λόγος ἡμῖν ἐγένετο, καθὸ καὶ βεβλάφθαι τὴν ἐνέργειαν ἔφαμεν, οὕτως ἀκούειν ἀξιώσαντες, ὡς εἰ καὶ τελέως τις ἀπόλοιτο. διττῶν δ' οὐσῶν κατὰ γένος ἐνεργειῶν, τῶν μὲν φυσικῶν, τῶν δὲ ψυχικῶν, ἀπὸ τῶν ψυχικῶν ἠρξάμεθα, καὶ ταύτας τριχῆ [86] διελόμενοι, τὰς μὲν αἰσθητικὰς, τὰς δὲ κινητικὰς, τὰς δὲ ἡγεμονικὰς ἐκαλέσαμεν. ἐν τοίνυν ταῖς αἰσθητικαῖς ἐνεργείαις τριττὴ τῶν συμπτωμάτων ἐστὶν ἡ διαφορά· μία μὲν αὐτοῦ τοῦ πρώτου τῆς αἰσθήσεως ὀργάνου πεπονθότος· ἑτέρα δὲ τῆς αἰσθητικῆς δυνάμεως· ἡ τρίτη δὲ τῶν εἰς ὑπηρεσίαν τινὰ τοῦ πρώτου τῆς αἰσθήσεως ὀργάνου γεγονότων.

   Οἷον ἐν ὀφθαλμῷ τὸ μὲν πρῶτον ὄργανον αἰσθητικόν ἐστιν τὸ κρυσταλλοειδὲς, ἐδείχθη γὰρ τοῦτο μόνον ὑπὸ χρωμάτων ἀλλοιούμενον· ἡ δὲ αἰσθητικὴ δύναμις, ἡ ἐξ ἐγκεφάλου παραγινομένη διὰ τοῦ καθήκοντος εἰς αὐτὸν νεύρου· τὰ δ' εἰς ὑπηρεσίαν αὐτοῦ γεγονότα σύμπαντά ἐστι τὰ ἄλλα τὰ κατὰ τὸν ὀφθαλμὸν μόρια. καὶ τοίνυν ἤτοι κακῶς, ἢ οὐδ' ὅλως ὄψεται τὸ ζῶον, ἑνός γέ τινος ἐκ τῶν εἰρημένων βεβλαμμένου. τὰ μὲν οὖν τοῦ κρυσταλλοειδοῦς νοσήματα κατὰ τὰς ὀκτὼ δυσκρασίας ἐστὶ, τὰ δὲ τῆς δυνάμεως ἢ τῷ τὸ νεῦρον ἢ τῷ τὸν ἐγκέφαλον πεπονθέναι. ὀκτὼ δὲ καὶ τούτων ἑκατέρου τὰ γένη, τά γε ὡς ὁμοιομερέσιν [87] αὐτοῖς γινόμενα νοσήματα, τὰ δὲ ὡς ὀργανικοῖς, ἐμφράξεις τε καὶ θλίψεις, ὅσα τε δι' ἐπιῤῥοὴν ὑγρῶν ὄγκον ἐργάζεται παρὰ φύσιν. ἡ δὲ τῆς συνεχείας λύσις ἐπὶ πᾶσι τοῖς εἰρημένοις κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν μορίων ἐστὶν, οὐκ ἐγκεφάλῳ μόνον, ἢ νεύρῳ συμβῆναι δυνάμενον, ἀλλὰ καὶ τῷ κρυσταλλοειδεῖ. τούτῳ μέν γε καὶ τῷ μετακινηθῆναί τε καὶ μεταστῆναι τῆς οἰκείας ἕδρας ὀργανικὸν συμπίπτει νόσημα, τῆς μεταστάσεως, εἰ μὲν ἤτοι πρὸς τὸν μέγαν ἢ τὸν μικρὸν γίγνοιτο κανθὸν, οὐδὲν ἀξιόλογον βλαπτούσης, εἰ δ' ἄνω καὶ κάτω, διπλᾶ ποιούσης ἅπαντα φαίνεσθαι τὰ ὁρώμενα. ταυτὶ μὲν οὖν ἐστι τά τε τοῦ πρώτου τῆς ὄψεως ὀργάνου νοσήματα καὶ τῶν τὴν δύναμιν αὐτῷ χορηγούντων. τὰ δὲ τῶν χρείαν τινὰ παρεχομένων, εἰ κατὰ τὸ τρῆμα τοῦ ῥαγοειδοῦς, ἢ καὶ τὸ μεταξὺ τούτου τε καὶ τοῦ κρυσταλλοειδοῦς, ὑγρόν τε καὶ πνεῦμα συσταίη τηλικοῦτον, ὡς ἐμποδίσαι τὸ πρῶτον τῆς ὄψεως ὄργανον πρὸς τὴν τῶν αἰσθητῶν διάγνωσιν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἡ πρὸ τῆς κόρης [88] μοῖρα τοῦ κερατοειδοῦς ἐμποδίζει τὴν ὄψιν, ἄν τε κατὰ τὸν ἑαυτῆς λόγον, ἄν τε κατ' ἄλλόν τινα τρόπον ἐξίστηται τοῦ κατὰ φύσιν. τὸ μὲν οὖν τρῆμα κατὰ τέσσαρας τρόπους ὑπαλλάττεται τῆς αὐτοῦ φύσεως, ἢ αὐξανόμενον, ἢ μειούμενον, ἢ παρασπώμενον, ἢ ῥηγνύμενον. ἀλλ' ἡ μὲν αὔξησις ἀεὶ βλάπτει τὴν ὄψιν, ἄν τ' ἐκ γενετῆς ᾖ, ἄν τε ὕστερον συμβαίνῃ. ἡ δὲ μείωσις, ἐκ γενετῆς μὲν, ὁράσεως ὀξυτάτης ἐστίν· αὖθις δὲ εἰ γίγνοιτο, μοχθηρᾶς. τῶν δὲ ἄλλων οὐδέτερον οὔτ' ἐκ γενετῆς οὔθ' ὕστερον οὐδὲν ὅ τι καὶ ἄξιον λόγου παραβλάπτει τὴν ὄψιν. ἑωράκαμεν γὰρ ἤδη πολλάκις ἐπὶ προπτώσεσι βραχείαις τοῦ ῥαγοειδοῦς συνουλωθείσαις παρασπωμένην τὴν κόρην, οὐδὲν δὲ εἰς τὸ βλέπειν τὸν ἄνθρωπον ἐμποδιζόμενον, ὅταν γε δὴ τὴν πρὸ αὐτῆς μοῖραν τοῦ κερατοειδοῦς διαυγουμένην ἀμέμπτως ἔχῃ. ταυτὶ μὲν οὖν ἡ πεῖρά γε δείκνυσιν· ἡ δ' αἰτία, δι' ἣν μὲν εὐρύτης τοῦ τρήματος ἀεὶ βλαβερὸν εἰς εὐαισθησίαν ὄψεως, ἡ δὲ στενότης οὐκ ἀεὶ, σκέψεως ἀξία. δοκεῖ δέ μοι τὸ ἀπ' ἐγκεφάλου καταφερόμενον ἐπὶ τὸν ὀφθαλμὸν νεῦρον, ὃ δὴ καὶ [89] πόρον ὀνομάζουσιν οἱ περὶ τὸν Ἡρόφιλον, ὅτι τοῦτο μόνον φανερόν ἐστι τὸ τρῆμα, πνεύματος ὑπάρχειν ὁδὸς αἰσθητικοῦ. καὶ διὰ τοῦτο ἐπειδὰν ἐπιμύσαιμεν τὸν ἕτερον τῶν ὀφθαλμῶν, εὐρύνεσθαι συμβαίνει θατέρου τὴν κόρην, ὡς ἂν εἰς τὸν ἕνα μόνον ἰόντος τοῦ πνεύματος, ὃ πρότερον εἰς ἀμφοτέρους ἐμερίζετο. ταῦτά τοι καὶ ἡ τῶν ὑποκεχυμένων διάγνωσις, εἴτ' ὄψονται παρακεντηθέντος καὶ κατενεχθέντος τοῦ ὑποχύματος, εἴτε μὴ, διὰ τούτου μάλιστα γίγνεται τοῦ σημείου. οἷς μὲν γὰρ εὐρύνεσθαι συμβαίνει τὴν κόρην, μύσαντος θατέρου τῶν ὀφθαλμῶν, τούτους μὲν ἐλπὶς ὄψεσθαι παρακεντηθέντας· οἷς δὲ οὐκ εὐρύνεσθαι, τούτων οὐδεὶς οὐδὲ πώποτε εἶδεν, οὐδ' ἂν ἀνωδυνώτατά τε καὶ κάλλιστα χειρουργηθῶσιν. ἐξ ὧν ἁπάντων εὔδηλον, ὡς ἐπιῤῥεῖ τι πνεῦμα τοῖς ὀφθαλμοῖς ἐξ ἐγκεφάλου ψυχικὸν, εἴς τε τὸ κρυσταλλοειδὲς ὑγρὸν αὐτὸ καὶ τὴν προκειμένην ἅπασαν χώραν, ἣν διορίζει τὸ τρῆμα τοῦ ῥαγοειδοῦς. ὅταν οὖν ἡ κόρη γίγνεται μείζων, εἴτε κατὰ τὴν πρώτην διάπλασιν, εἴθ' ὕστερον, οὐκ ἐκπληροῦται καλῶς ὑπὸ τοῦ πνεύματος ἅπασα· χεῖσθαι τοίνυν [90] ἀναγκάζεται καὶ διαλύεσθαι καὶ σκεδάννυσθαι· κατὰ δὲ τοὐναντίον ἐν τῇ μικροτέρᾳ κόρῃ συνάγεται καὶ σφίγγεται καὶ πυκνοῦται τὸ πνεῦμα. δέδεικται δ' ἐν τοῖς περὶ χρείας μορίων, ὡς τὸ μὲν συνάγεσθαί τε καὶ σφίγγεσθαι πρὸς εὐαισθησίαν αὐτῷ συντελεῖ· τὸ δὲ διαλύεσθαί τε καὶ σκεδάννυσθαι πρὸς δυσαισθησίαν ἀπάγει. τί δή ποτ' οὖν ἡ σμικρυνθεῖσα κόρη λόγῳ νοσήματος, οὐ φύσει, πολὺ χείρων ἀποτελεῖται τῆς συμμέτρου; ἢ διότι μοχθηραῖς διαθέσεσιν ἕπεται, δι' ἃς ἐξ ἀνάγκης χεῖρον ὁρᾷ ὁ παθὼν οὕτως ὀφθαλμὸς, οὐ διὰ τὴν σμικρότητα τῆς κόρης; τίνες οὖν αἱ διαθέσεις; ἔτι γὰρ τοῦτο λείπει τῷ λόγῳ. μία μὲν αὐτοῦ τοῦ ῥαγοειδοῦς χιτῶνος μόνου· δευτέρα δὲ ἡ ἐκ τῆς ὑγρότητος ἐκχεομένης τῆς λεπτῆς, ἣ μεταξὺ τέτακται τοῦ τε κρυσταλλοειδοῦς ὑγροῦ καὶ αὐτοῦ τοῦ ῥαγοειδοῦς. ἡ μὲν οὖν τοῦ χιτῶνος αὐτοῦ μόνου διάθεσις ἔκτασίς τίς ἐστι καὶ χάλασις, οἵα κᾀπὶ τῶν ἐκτὸς ὁρᾶται πολλάκις ἐν ἄρθροις, ὑγρότητι περιττῇ διαβραχέντων τῶν συνδέσμων· ἡ δὲ τῶν ὑγρῶν διάθεσις ἔλλειψίς τίς ἐστι, δι' ἣν κενουμένης τῆς ἔνδον χώρας ὁ ῥαγοειδὴς ἐπ' αὐτὴν [91] καταπίπτων συστέλλεταί τε καὶ ῥυσσοῦται, καὶ διὰ τοῦτο καὶ τὴν κόρην σμικρύνει. χεῖρον οὖν ὁρᾷν ἢ καὶ μηδόλως ὁρᾷν ἐπὶ ταῖς τοιαύταις διαθέσεσιν, οὐ διὰ τὴν σμικρότητα τῆς κόρης, ἀλλὰ διὰ τὴν τῆς ὑγρότητος ἔνδειαν συμβαίνει. δέδεικται γὰρ ἐν τοῖς ὀπτικοῖς λόγοις, οὓς ἔν τε τῇ περὶ χρείας μορίων καὶ προσέτι ἐν τῇ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐποιησάμεθα πραγματείᾳ, τὸ κρυσταλλοειδὲς ὑγρὸν ἀεὶ προβλήματός τινος δεόμενον, ἵνα ἀλύπως ὑπομένῃ τὴν ἔξωθεν αὐγήν. ἓν δὲ δή τι τῶν προβλημάτων αὐτοῦ καὶ τόδε τὸ ὑγρόν ἐστι, μετὰ τοῦ καὶ συνωφελεῖν τι τὴν οὐσίαν τοῦ κρυσταλλοειδοῦς. ὅταν οὖν ἐνδεέστερον γένηται τὸ ὑγρὸν τοῦτο, ξηρότερον μὲν δήπου καὶ αὐτὸ γίγνεται τὸ κρυσταλλοειδὲς, ὡς μηκέτι τεγγόμενον ὑγρότητι δαψιλεῖ· καταπίπτων δὲ καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπ' αὐτὸ τὴν μεταξὺ χώραν ἑαυτοῦ τε κᾀκείνου βραχυτέραν ἐργάζεται, καὶ οὕτως ἀναγκαζόμενον τὸ κρυσταλλοειδὲς ὁμιλεῖν δι' ὀλίγου τῇ κατὰ τὸν ἔξωθεν ἀέρα λαμπρότητι παραπλήσιόν τι πάσχει τὸ πάθος, οἷον καὶ τοῖς τὸν ἥλιον ἀσκαρδαμυκτὶ θεωμένοις συμβαίνει. ἐκείνων δ' οὖν ἔνιοι μὲν [92] ἐτυφλώθησαν, ἐβλάβησαν δὲ ἅπαντες, ὡς μόγις ἀνακτήσασθαι τὴν ὄψιν. ἐδείχθη γὰρ ἡμῖν, ὡς οὐχ οἷόν τέ ἐστι λαμπροῦ φωτὸς ἀλύπως ἀνέχεσθαι τὸ τῆς ὄψεως ὄργανον, καὶ ὡς διὰ τοῦτο καὶ ὁ ῥαγοειδὴς αὐτοῦ χιτὼν προβέβληται μέλας τε ἅμα καὶ κυανοῦς ὑπάρχων, ἐπειδὴ ταῦτα μάλιστα τὰ χρώματα παραμυθεῖται τὴν ὄψιν ὑπὸ λαμπροῦ κάμνουσαν φωτός. αὕτη μὲν οὖν ἡ αἰτία, δι' ἣν ἔλαττον γενόμενον τὸ κατὰ τὴν κόρην γινόμενον ὑγρὸν αἴτιόν τε ἅμα τοῦ χεῖρον θεᾶσθαι γίγνεται καὶ σμικρότερον ἀποφαίνει τὸ τοῦ ῥαγοειδοῦς τρῆμα, καὶ διὰ τοῦτο δυσιατότατόν ἐστι τὸ τοιοῦτον νόσημα τῶν ὀφθαλμῶν· ἡ δ' ἑτέρα διάθεσις, ἡ δι' ὑγρότητα τοῦ ῥαγοειδοῦς μικροτέραν ἐργαζομένη τὴν κόρην, ἧττον ταύτης ἐστὶ μοχθηρά. χαλεπώτερον γάρ ἐστι τῶν ὁμοιομερῶν τι τοῦ σώματος μορίων ἐξηρασμένον ὑγραίνειν, ἤπερ ὑγρασμένον ξηραίνειν. ταυτὶ μὲν οὖν ἤδη πως ἅπτεται θεραπευτικῶν λογισμῶν, λέγωμεν δὲ ὅπερ ἐξ ἀρχῆς προὔκειτο. χαλεπὴ μὲν ἡ παρὰ φύσιν τῆς κόρης σμικρότης, ἀγαθὴ δὲ ἡ σύμφυτος. ἡ δὲ εὐρύτης οὐκ ἀγαθὴ μὲν ἡ σύμφυτος· ἡ δὲ παρὰ φύσιν [93] οὐδ' αὐτὴ μὲν ἀγαθὴ, μικρότερον δ' ἐστὶ τῆς στενότητος κακόν. ἡ μὲν γὰρ, ὡς ἂν εἴποι τις, αἰτία συνεκτικὴ τῆς γενέσεως αὐτῆς τάσις ἐστὶ τοῦ ῥαγοειδοῦς χιτῶνος, ὥσπερ αὖ τῆς σμικρότητος ἡ χάλασις. ἐπεὶ δὲ καὶ κατὰ διττὸν τρόπον τείνεται, ὅτε κατὰ τὸν ἑαυτοῦ λόγον πάσχει, ἢ ξηραινόμενος ὡς ὁμοιομερὲς, ἢ ὑγραινόμενος ὡς ὀργανικόν· ἡ μὲν ξηρότης αὐτοῦ δυσίατος, ἡ δὲ ὑγρότης οὐ δυσίατός ἐστι. φλεγμοναὶ γὰρ καὶ σκίῤῥοι καὶ ἀποστήματα, καὶ ὅσα τοιαῦτα νοσήματα, τῶν ὀργανικῶν ἐστι μορίων ἐπὶ περιτταῖς ὑγρότησιν, ὧν ἁπάντων ἀγαθὸς ἰατρὸς ἐν τῷ ῥαγοειδεῖ συνισταμένων οὐ χαλεπῶς ἂν περιγίγνοιτο. προσγίνεται δέ ποτε τάσις τῷ ῥαγοειδεῖ καὶ κατά τι συμβεβηκὸς ἐκ τοῦ πλήθους τῶν ὑποκειμένων ὑγρῶν ὁρμηθεῖσα. πληρωθεὶς γὰρ ὥσπερ ἀσκὸς ἢ κύστις ἐκτείνεται καὶ περιτείνεται πανταχόθεν τοῖς ἀθροισθεῖσιν αὐτοῦ τε μεταξὺ καὶ τοῦ κρυσταλλοειδοῦς ὑγροῦ. ἐπεὶ δὲ οὐ μόνον ὅσα τοῦ τρήματός ἐστι τοῦ κατὰ τὸν ῥαγοειδῆ νοσήματα διῆλθεν ὁ λόγος, ἀλλὰ καί τινων αὐτοῦ τοῦ ῥαγοειδοῦς ἐμνημόνευσε, καὶ προσέτι τῶν τῆς λεπτῆς [94] ὑγρότητος, ἑξῆς ἂν εἴη τὰ λείποντα τῶν ἐν αὐτοῖς εἰπεῖν, ὑφ' ὧν ἤτοι παραποδίζεται τὸ βλέπειν, ἢ καὶ παντάπασιν ἀπόλοιτο. τῶν μὲν δὴ κατὰ τὸν ῥαγοειδῆ χιτῶνα συνισταμένων, ὅσα γε δὴ λυμαίνεται ταῖς ὄψεσιν, ἓν ἔτι παραλέλειπται νόσημα τὸ κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν, ἡ τῆς ἑνώσεως λύσις, ὅπερ ἐν τούτῳ τῷ μέρει τραῦμά τε καὶ ἕλκος ἐστίν. ὅταν οὖν γένηται μέγα τὸ τοιοῦτον, ὡς διαῤῥαγῆναι μὲν ἱκανῶς τὸν ῥαγοειδῆ, προχυθῆναι δὲ τὴν λεπτὴν ὑγρότητα πρὸς τὸ ἐκτὸς τοῦ χιτῶνος, ὡς ψαύειν ἤδη κερατοειδοῦς, ἀνάγκη συμπίπτειν ἄτοπα ἐν τῷδε δύο, καταπίπτειν μὲν ἐπὶ τὸ κρυσταλλοειδὲς ὑγρὸν τὸν ῥαγοειδῆ χιτῶνα, τὸ δ' ἀπ' ἐγκεφάλου πνεῦμα μηκέτι ὅλον ἐπὶ τὴν κόρην ἀφικνεῖσθαι δυνάμενον διὰ τοῦ τραύματος ἐκρεῖν. ὅτι δὲ οὐ μόνον ἄμφω ταῦτα συνελθόντα βλάβη τῆς ὄψεώς ἐστιν, ἀλλὰ καὶ τὸ ἕτερον αὐτῶν, εὔδηλον ὑπάρχειν ἡγοῦμαι τοῖς γε μὴ παρέργως ἀκηκοόσι τῶν προειρημένων. ἐμοὶ δ' ἂν εἴη καιρὸς μεταβαίνειν ἤδη ἐπὶ τὴν λεπτὴν ὑγρότητα, περὶ ἧς εἴρηται μέν που καὶ πρόσθεν τό γε τοσοῦτον, ὡς εἴτε πλείων, [95] εἴτε ἐλάττων γένοιτο, βλάπτει τὴν ὄψιν· ὅτι δὲ καὶ εἰ παχυτέρα ποτὲ κατὰ τὴν σύστασιν, ἢ ἀλλοιοτέρα κατὰ τὴν χροιὰν ἀποτελεσθείη, καὶ οὕτως ἐργάσεταί τι σύμπτωμα περὶ τὴν τοῦ βλέπειν ἐνέργειαν, ὅπερ οὐκ εἴρηται μὲν ἔμπροσθεν, ἤδη δὲ αὐτὸ λέγεσθαι καιρός. εἰ μὲν δὴ παχύτερον ἑαυτοῦ γίγνοιτο τὸ ὑγρὸν τοῦτο, τήν τε ἀκρίβειαν τῆς ὄψεως ἀφαιρήσεται καὶ τὸ μῆκος κωλύσει, ὡς μήτε τὰ πόῤῥω βλέπειν, μήτε ἀκριβῶς τὰ πλησίον. εἰ δὲ ἱκανῶς ἀποτελεσθείη παχὺ, καθάπερ ἐν τοῖς ὑποχύμασι γίγνεται, διακωλύσει τὸ βλέπειν. εἰ δὲ μὴ πᾶν ἐπισκοτισθείη τὸ τρῆμα πρὸς τοῦ συστάντος αὐτόθι παχυμεροῦς σώματος, ἀλλά τι μέρος ἀπολείποιτο καθαρὸν, ὁρῶσι δι' ἐκείνου τὰ ἐκτὸς, ἕκαστον μὲν αὐτὸ μόνον οὐδὲν χεῖρον ἢ πρόσθεν, οὐ μὴν οὐδ' ὑφ' ἕνα χρόνον ὁμοίως τὰ πολλὰ διὰ τὸ στενώτερον ἑαυτοῦ γεγονέναι τὸν τῆς ὄψεως κῶνον. κατὰ δὲ τὸ κέντρον τῆς κόρης εἰ γένοιτο σύστασις ὑποχύματος μικροῦ, τῶν ἐν κύκλῳ μενόντων καθαρῶν ἅπαντα φαίνεται τοῖς οὕτω πάσχουσιν οἷον θυρίδας ἔχοντα. τὸ γὰρ ἐν μέσῳ τὸ μὴ βλεπόμενον, ἐγκεκολάφθαι [96] δοκεῖ. εἰ δὲ διεσπασμένα τε καὶ μὴ συνεστῶτα πρὸς ἄλληλα τὰ παχυμερῆ σώματα κατὰ τὸ προειρημένον ὑγρὸν ἐμφέροιτο, φαντασίαν ἐργάσεται τοῖς οὕτως ἔχουσιν, ὡς ἐκτὸς ὁρώμενά τινα περιφερόμενα κωνώπια. πολλάκις δὲ καὶ οἷον εἴδωλόν τι προφαίνεσθαι φαντάζονται διὰ τὰς τῶν παχυμερῶν ὑγρῶν συστάσεις. ἡ τοιαύτη δὲ τῶν εἰδώλων γένεσις μετὰ ἐξανάστασιν ὕπνου φαίνεται τὰ πολλὰ, μάλιστα δὲ παισὶ καὶ τοῖς πεπωκόσι πλέον, ἤ πως ἄλλως πεπληρωμένοις τὴν κεφαλήν. εἰ δὲ κατὰ τὴν χροιὰν ἐξαλλαχθείη τὸ μεταξὺ τοῦ τε κρυσταλλοειδοῦς καὶ τοῦ ῥαγοειδοῦς ὑγρὸν, ἐπὶ μὲν τὸ φαιότερον ἀποκλῖναν, ὡς δι' ὁμίχλης ἢ καπνοῦ ποιήσει τὸν ἄνθρωπον ὁρᾷν· ἐπ' ἄλλην δέ τινα χροιὰν ἐκτρεπόμενον, ἐκείνης τὸ φάντασμα προστρίψεται τοῖς ὁρατοῖς· εἰ δὲ ἀνωμάλως ἤτοι τῆς συστάσεως, ἢ τῆς χροιᾶς ἐξίσταιτο τῆς κατὰ φύσιν, ὅ τι περ ἂν αὐτοῦ μέρος οὕτω διακείμενον ἐπὶ τὸ τῆς κόρης ἀφίκηται χωρίον· ὅμοιον ἑαυτῷ καὶ τὸ φάντασμα παρέξει τοῖς ὁρατοῖς· καὶ μὲν γὰρ τὴν χροιὰν ἐκείνου καὶ τὴν σύστασιν καὶ τὸ σχῆμα δόξουσιν ὁρᾷν ἐκτός. ἐκ τούτου τοῦ γένους [97] ἐστὶ τῶν συμπτωμάτων τά τε τῶν ὑποχεομένων φαντάσματα καὶ τῶν ἐκ ῥινὸς αἱμοῤῥαγεῖν ἢ ἐμεῖν μελλόντων, ὑφ' Ἱπποκράτους γεγραμμένα. καὶ μὴν καὶ ὅσοις ἀκριβὴς μὲν ἡ ὄψις ἐστὶν, ὡς μηδὲ τὸ σμικρότατον αὐτὴν λανθάνειν τῶν αἰσθητῶν, ἀναθυμιάσεις δέ τινες ἀπὸ τῆς γαστρὸς ἀναφέρονται, καὶ μάλιστα ὅταν μηδὲ πέψωσι καλῶς, ὅμοια τοῖς ὑποχεομένοις γίγνεται τὰ συμπτώματα. καθαρώτατον μὲν γὰρ τούτοις ἐστὶ φύσει τό τε κρυσταλλοειδὲς ὑγρὸν καὶ τουτὶ δ' αὐτὸ τὸ ὑδατοειδὲς, ὑπὲρ οὗ νῦν διεξερχόμεθα· τὸ δὲ μέγεθος τῶν συμπτωμάτων ἐν αὐτοῖς ἀεὶ κατὰ τὸ μέγεθος τοῦ πάθους ἐστὶν οὐ μόνον ἐφ' ὧν ἄρτι πέπαυμαι λέγων, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν προειρημένων. οἷον αὐτίκα τῶν ὁμοιομερῶν αἱ δυσκρασίαι βραχεῖαι μὲν οὖσαι σμικρὰν τὴν βλάβην τῆς ἐνεργείας ἐργάζονται· μείζονες δὲ γενόμεναι καὶ τὴν βλάβην ἑαυταῖς ἀνάλογον ἐπαυξάνουσιν· ἐπὶ πλεῖστον δ' ἐξιστάμεναι τοῦ κατὰ φύσιν ἄρδην ἀπολλύουσι τὴν ἐνέργειαν. οὕτω δὲ καὶ ὅσα περὶ ποσότητος εἴρηται καὶ συστάσεως καὶ χροιᾶς τῆς ὑδατώδους ὑγρότητος, ἐπ' ὀλίγον μὲν ἐξιστάμενα [98] τοῦ κατὰ φύσιν ὀλίγον τι καὶ τὴν ἐνέργειαν ἀδικεῖ· ἐπὶ πλέον δὲ ἀποχωροῦντα πρὸς λόγον τῆς σφετέρας βλάβης καὶ τὴν τῆς ἐνεργείας βλάβην αὐξάνει· ἐπὶ πλεῖστον δὲ ἐκτρεπόμενα τελέως ἀναιρεῖ τὴν ἐνέργειαν. ὡσαύτως δὲ καὶ ὅσα περὶ τὰς ῥήξεις εἴρηται τοῦ ῥαγοειδοῦς καὶ τὸ τῆς κόρης ποσὸν, ἤτοι βραχύ τι παραβλάπτει τὴν ἐνέργειαν, ἢ πλέον, ἢ καὶ παντάπασιν ἀπόλλυσιν. οὕτω δὲ καὶ τὸ πνεῦμα τὸ ψυχικὸν ἢ ἀκριβῶς ἐστι καθαρὸν, οἷός περ ὁ αἰθὴρ, ἢ ὑγρὸν καὶ θολερὸν ὁμίχλης δίκην· καὶ κατὰ τὸ ποσὸν τῆς οὐσίας ἤτοι πλέον, ἢ ἔλαττον. ἐὰν μὲν οὖν ἅμα πολύ τε καὶ αἰθερῶδες ὑπάρξῃ, καὶ τὰ πλεῖστον ἀπέχοντα θεᾶται καὶ ἀκριβῆ τὴν διάγνωσιν αὐτῶν ποιεῖται· ἐὰν δὲ ὀλίγον μὲν ᾖ, καθαρὸν δὲ, τὰ μὲν ἐγγὺς ἀκριβῶς διαγινώσκει, τὰ πόῤῥωθεν δὲ οὐχ ὁρᾷ· ἐὰν δὲ ὑγρότερόν τε ἅμα καὶ πολὺ τύχῃ, μέχρι μὲν πλείστου, οὐκ ἀκριβῶς δ' ὁρᾷ· ὥσπερ γε καὶ εἰ ὑγρόν τε ἅμα καὶ ὀλίγον εἴη, οὔτ' ἀκριβῶς οὔτ' ἄχρι πλείστου ὁρᾷ. καὶ περὶ μὲν τούτου ἱκανὰ καὶ ταῦτα πρός γε τὰ παρόντα. τοῦ δὲ κερατοειδοῦς ἡ πρὸ τῆς κόρης μοῖρα παχυτέρα [99] καὶ πυκνοτέρα καὶ ὑγροτέρα γεννηθεῖσα βλάπτει τὴν ὄψιν· οὕτω δὲ καὶ εἰ κατὰ τὴν χροιὰν ὑπαλλαχθείη, καὶ εἰ ἕλκος ἀξιόλογον σχοίη, καὶ εἴ τι τῶν ἔξωθεν αὐτοῦ προκειμένων αὐξηθὲν ἐπισκοτήσειεν. ὁ μὲν οὖν παχύτερος καὶ πυκνότερος κερατοειδὴς ἀμβλυωπίας ἐργάζεται, ὁ δὲ ὑγρότερος καὶ πυκνότερος, εἴτε ὁμοιομερῶς, εἴτε ὀργανικῶς, οὐ μόνον ταύτας, ἀλλὰ καὶ δι' ἀχλύος ἢ ὁμίχλης ἢ ἀτμοῦ τινος ἢ καπνοῦ θεᾶσθαι δοκεῖ. εἰ δὲ μὴ πολλὰ μὲν εἴη τὰ ὑγρὰ, τῇ χρόᾳ δ' ἐξηλλαγμένα, κατὰ τὴν ἐκείνων φύσιν παρόρασις γίγνεται. διὰ τοῦτο γοῦν οἱ μὲν ἰκτεριῶντες ὠχρὰ πάντα θεᾶσθαι δοκοῦσιν, οἱ δὲ ὑπόσφαγμα πεπονθότες ἐρυθρά. ἕλκος δὲ ἀξιόλογον οὐ μόνον τῷ περιττὴν ἀθροίζειν ὑγρότητα βλάπτει τὴν ὄψιν, ἀλλὰ καὶ τῷ δι' ὀλίγου τὸ κρυσταλλοειδὲς ἀναγκάζειν ὁμιλεῖν τῷ περιέχοντι φωτί. διασχὸν δὲ εἴσω τὸ κατὰ τὴν κόρην ἕλκος ἀποχεῖ τι καὶ τῆς ὑδατώδους ὑγρότητος ἐκτὸς, ὥστε καὶ κατὰ τοῦτο κίνδυνος εἰς ἐσχάτην ἀφικέσθαι τυφλότητα τὸν οὕτως παθόντα. διὰ [100] τοῦτο δὲ καὶ οἱ τρωθέντες εἰς τὸ πρὸ τῆς κόρης μέρος τοῦ κερατοειδοῦς, ὅταν εἴσω διασχῇ τὸ τραῦμα, τυφλοῦνται τὰ πολλά. παράδοξον μέν τοί τι καὶ οὐκ εἰθισμένως γιγνόμενον ἐπὶ παιδὸς ἐθεασάμεθα νυγέντος γραφείῳ κατὰ τὴν κόρην. ἐκρυέντος γὰρ εὐθέως τοῦ ὑδατώδους ὑγροῦ, καὶ ἡ κόρη μὲν ἐγένετο μικροτέρα, καὶ ὅλος δὲ ὁ κερατοειδὴς ἐφάνη ῥυσσότερος, ἀλλ' ὕστερον θεραπευόμενος ὀρθῶς ἔβλεψεν, ἀθροισθείσης δηλονότι κατὰ βραχὺ τῆς πρότερον ἐκρυείσης ὑγρότητος. ἀλλὰ ταῦτα μὲν σπάνια, τυφλότητες δὲ ὡς τὰ πολλὰ ταῖς τοιαύταις ἕπονται τρώσεσιν, ὥσπερ καὶ τοῖς προειρημένοις αἰτίοις ἅπασιν ἐπὶ πλεῖστον αὐξηθεῖσιν. εἴτε γὰρ ἱκανῶς πυκνὸς, εἴτε παχὺς ἐσχάτως, εἴτε ὑγρὸς ἀμέτρως ὁ κερατοειδὴς ἀπεργασθείη, παντάπασιν ἐπισκοτεῖ ταῖς ὄψεσιν, ὡς μηδ' ὅλως ὁρᾷν τὸν οὕτω διακείμενον. καὶ τί θαυμαστὸν, εἰ τῶν εἰρημένων ἕκαστον αὐξανόμενον ἀφαιρεῖται τοῦ ζώου τὴν ὄψιν, ὅπου γε καὶ αὐτὸς ὁ κερατοειδὴς ἐνίοτε μόνος ῥυσσούμενος ὁμοίως ἐνοχλεῖ; γίγνεται δὲ τὸ πάθημα τοῦτο τοῖς εἰς ἔσχατον γῆρας ἀφικομένοις. ἐπισκεπτέον δὲ ἀκριβῶς ἐν τῷδε τὸ μέγεθος [101] τῆς κόρης. εἰ μὲν γὰρ ἔλαττον γένοιτο, καὶ τὸ ὑδατῶδες ὑγρὸν ἐπὶ μὲν τοιούτων ἐμειώθη· μένοντος δὲ ἴσου, μόνου τοῦ κερατοειδοῦς τὸ πάθημά ἐστιν. ἀλλὰ τῶν μὲν τούτων διορισμῶν οὐδὲν ἡ νῦν ἐνεστῶσα δεῖται πραγματεία. τὰ δὲ τοῦ κερατοειδοῦς χιτῶνος γινόμενα νοσήματα μεγάλα παντελῶς ἐμποδίζει τὰς ὄψεις, καὶ μάλιστα ὅταν ἤτοι φλεγμαίνων, ἢ ἐκπυϊσκόμενος, ἢ σκιῤῥούμενος, ἤ τι τοιοῦτον ἕτερον πάσχων, ὡς ὀργανικὸν μόριον, ὑγρὰ νοσήματα πάσχῃ. τοιαῦτα μὲν δή τινα καὶ τοσαῦτα τὰ τοῦ κερατοειδοῦς ἐστι νοσήματα βλάπτοντα τὴν ὄψιν. ὁ δὲ ἐπιπεφυκὼς ὑμὴν φλεγμαίνων μὲν κατὰ συμβεβηκὸς ἐμποδίζει τὴν ὀπτικὴν ἐνέργειαν· ἐν δὲ ταῖς καλουμέναις χημώσεσι καὶ προσέτι τοῖς πτερυγίοις οὐ κατὰ συμβεβηκὸς, ἀλλ' ἤδη καὶ πρώτως ἐπισκοτεῖ τῇ κόρῃ. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ τῶν βλεφάρων μεγάλαι φλεγμοναὶ, καὶ εἴ τινες ἐπ' αὐτῶν ἔφυσαν ὄγκοι παρὰ φύσιν εἰς τοσοῦτον μεγέθους ἥκοντες, ὡς ἐπισκοτεῖν τῇ κόρῃ. ταυτὶ μὲν οὖν ἅπαντα τοῦ μὴ βλέπειν ἢ τοῦ φαύλως βλέπειν ἐστὶν αἰτία.

[102]    Καὶ περὶ μὲν ὀφθαλμῶν ἱκανὰ καὶ ταῦτα. παραδείγματος γὰρ ἕνεκα μᾶλλον, ἢ ὥστε τὰ κατὰ μέρος ἐπελθεῖν ἅπαντα, τὸν ὑπὲρ αὐτῶν ἐποιησάμεθα λόγον, ἐπεὶ τό γε σπούδασμά ἐστί μοι νῦν διὰ τῶν γενικωτέρων λόγων ἐπιδεικνύναι τὴν μέθοδον, ᾗ χρώμενος ἄν τις ἐξευρίσκοι τὰς τῶν συμπτωμάτων αἰτίας. ἐπεὶ δὲ οὐ μόνον ἐπίστασθαι χρὴ τὰς μεθόδους, ἀλλὰ καὶ γυμνάζεσθαι πολυειδῶς ἐν τοῖς κατὰ μέρος, ὅπερ οὐ πράττειν πάντες εἰσὶν ἕτοιμοι, διὰ τοῦτο νῦν ἐπὶ ὀφθαλμῶν ὑπέδειξα τὸν τρόπον τῆς ἀσκήσεως, ὁποίαν τινὰ προσήκει ποιεῖσθαι. κατὰ γὰρ δὴ τὸν αὐτὸν τρόπον ἡκέτω τις ἐπὶ τὰς ἄλλας αἰσθητικὰς δυνάμεις, ἐπισκοπούμενος ἐν ἑκάστῃ τό τε πρῶτον αὐτῆς ὄργανον καὶ τὰ ἄλλα τὰ χρείαν τινὰ τούτῳ παρέχοντα, καὶ διαιρείσθω, καθάπερ ἀρτίως εἴρηται, τίνα μέν ἐστι νοσήματα τῆς δυνάμεως αὐτῆς πεπονθυίας, τίνα δὲ τῶν ὀργάνων ἑκάστου, δι' ἃ βλάπτεσθαι τὴν ἐνέργειαν συμβήσεται. βαρυηκοΐαι γοῦν καὶ κωφότητες ἤτοι διά τι τῶν κατὰ τὰ ὦτα μορίων, ἢ διὰ τὸ καθῆκον ἐξ ἐγκεφάλου νεῦρον, ἢ διὰ τὸν ἐγκέφαλον ἐν [103] ἐκείνῳ τῷ μέρει βεβλαμμένον, ὅθεν αὐτοῦ τὸ νεῦρον ἀποφύεται, συμπεσοῦνται τῷ ζώῳ. τὰ μὲν γοῦν κατὰ τὸ νεῦρόν τε καὶ τὸν ἐγκέφαλον ὡσαύτως τοῖς κατὰ τοὺς ὀφθαλμούς· τὰ δ' ἐν τοῖς ἄλλοις μορίοις ἀνάλογον μὲν, οὐ μὴν πάντη γε ὡσαύτως βεβλάψεται. ὃν γὰρ ἐν ὀφθαλμῷ λόγον ἔχει τὸ κρυσταλλοειδὲς ὑγρὸν, τοῦτον ἐν ὠσὶ τὸ κατὰ τὸν ἀκουστικὸν πόρον τὸ ἔνδον πέρας, ἔνθα συνάπτει τῷ νεύρῳ πλατυνομένῳ· τὰ δ' ἐκτὸς τοῦδε πάντα τὰ κατὰ τὴν ἕλικα τοῦ πόρου τοῖς προκειμένοις ἐν ὀφθαλμῷ τοῦ κρυσταλλοειδοῦς ἀνάλογον ἔχει. καὶ τοίνυν καὶ τὰ νοσήματα αὐτῶν ἐξ ἐκείνων ἐνταῦθα μεταφέρειν, ὅσα μὲν τῶν ὁμοιομερῶν ἐστι, κατὰ τὰς δυσκρασίας τε καὶ τὴν τῆς ἑνώσεως λύσιν· ὅσα δὲ τοῦ πόρου, κατὰ τὰς ἐμφράξεις, εἴτε δι' ὄγκον τινὰ παρὰ φύσιν αὐτῶν τῶν μορίων, ἐμφράττοντα τὸν πόρον, ἀπόστημα λέγω καὶ φλεγμονὴν καὶ σκίῤῥον καὶ οἴδημα εἴτε δι' ἐπίκτητόν τινα καὶ ὅλως ἅπαντα ὄγκον παρὰ φύσιν, οἷος ἐν τῷ αὐτῷ πόρῳ γίνεται πολλάκις, ἢ πωρώδους τινὸς, ἢ σαρκώδους βλαστήματος ἐπιτραφέντος ἐκ τῶν [104] παρὰ φύσιν ἐμφραττόντων τὸν πόρον, ὧν ἐστι καὶ ὁ ῥύπος ὁ συνήθως ἐν ὠσὶ γιγνόμενος.

   Ὥσπερ οὖν ἐν τούτοις ἡ κατασκευὴ τῶν μορίων ἐνεδείξατο τὰς τῶν συμπτωμάτων αἰτίας, οὕτω καὶ κατὰ τὴν γλῶττάν τε καὶ τὴν ῥῖνα ἐνδείξεται, γιγνωσκόντων γε ἡμῶν κᾀκεῖ τό τε πρῶτον αἰσθητικὸν μόριον καὶ τἄλλα τὰ συμπληροῦντα τὸ σύμπαν ὄργανον. ἐδείχθη γὰρ ἡ μὲν γλῶττα διὰ τὸ δυοῖν ὑπηρετεῖν δυνάμεσιν αἰσθητικῇ τε καὶ προαιρετικῇ, δύο καὶ τὰς ἐνεργείας ἔχουσα, καὶ νῦν αὐτὴν ὡς αἰσθητικὴν ἐπισκοπούμεθα· τὸ δὲ τῶν ὀσμῶν αἰσθητήριον αὐτὰς ἐπεδείκνυμεν εἶναι τὰς κοιλίας τοῦ ἐγκεφάλου. τὰ μὲν οὖν τῆς γευστικῆς αἰσθήσεως συμπτώματα, τό τε μηδὲ ὅλως αἰσθάνεσθαι χυμῶν ἐστι καὶ τὸ κακῶς αἰσθάνεσθαι. διττοῦ δὲ τοῦ κακῶς ὑπάρχοντος, ὡς ἐδείκνυτο, τοῦ μὲν ἀμυδρῶς, τοῦ δὲ ὡς ἄν τις εἴποι παρατυπωτικῶς, τὸ μὲν ἀμυδρῶς ἀνάλογόν ἐστι τῇ κατὰ μὲν τὴν ὄψιν ἀμβλυωπίᾳ, κατὰ δὲ τὴν ἀκοὴν βαρυηκοΐᾳ· τὸ δὲ παρατυπωτικῶς, ὅταν ὑπηλλαγμένα ταῖς χρόαις ἢ τοῖς σχήμασιν ἢ [105] τοῖς μεγέθεσιν ἢ ταῖς σχέσεσιν ὁρῶντες τύχωσιν, ὅπερ ἐν ἀκοῇ παράκουσις ὠνόμασται. τὰ δὲ τῶν εἰρημένων συμπτωμάτων αἴτια νοσήματα κατὰ τὴν γευστικὴν ἐνέργειάν τε καὶ δύναμιν ἔν τε τῷ τῆς γλώττης ἐστὶν ὁμοιομερεῖ σώματι καὶ τῷ περὶ αὐτὴν χιτῶνι, καὶ τοῖς νεύροις τοῖς μαλακοῖς, καὶ τῇ χώρᾳ μάλιστα ἐκείνῃ τοῦ ἐγκεφάλου, καθ' ἣν ἀποφύεται ταῦτα. τὰ μὲν οὖν ἄλλα νοσήματα τῶν εἰρημένων ἁπάντων εὔδηλα· τὸ δὲ οἷον παρατυπωτικῶς αἰσθάνεσθαι τῶν χυμῶν, ὅταν ἀλλοκότου τινὸς ὑγρότητος ἡ γλῶττα πληρωθῇ, συμβαίνειν εἴωθεν, ἤτοι πάντων ὧν ἂν γεύσηταί τις ἁλμυρῶν φαινομένων, ἢ πάντων πικρῶν, ἤ τινα ἄλλην ἀτοπίαν ἔχειν δοκούντων ἄῤῥητον ἢ ῥητήν. ὡς γὰρ ἐπὶ τῶν ὑποχεομένων ἡ ὀπτικὴ δύναμις ἐκτὸς ἐδόκει θεᾶσθαι τὰ κατὰ τὸν ὀφθαλμὸν ἐμφαινόμενα, τὸν αὐτὸν τρόπον ἡ γευστικὴ τὰ κατὰ τὴν γλῶτταν τοῖς αἰσθητοῖς ἀναφέρει τὰ τῶν ὀργάνων συμπτώματα, ἐπὶ μὲν τῶν ἰκτεριώντων τὴν πικρότητα τῆς χολῆς οὐ τῆς γλώττης πάθος, ἀλλ' ὧν γεύεται, ὑπολαμβάνουσα, καὶ κατὰ τὰς ἄλλας δέ τινας διαθέσεις ἁλυκότητας ἢ ὀξύτητας ἐν τοῖς ἐδέσμασι περιέχεσθαι φανταζομένη, τοῦ [106] μὲν προσελθόντος ἔξωθεν αἰσθητοῦ τὴν τέως ἡσυχάζουσαν ἐν τῇ γλώττῃ κακοχυμίαν ἀνακινοῦντος, αἰσθανομένης δὲ τῆς γευστικῆς δυνάμεως οὐ τοῦ προσελθόντος, ἀλλὰ τοῦ πλεονάζοντος ἐν αὐτῇ. σπανιάκις δέ ποτε καὶ πρὸ τοῦ γεύσασθαί τινος αἴσθησις γίνεται τῶν ἐν τῇ γλώττῃ χυμῶν, ἀκριβείᾳ τῆς γευστικῆς αἰσθήσεως. ὅμοιόν τι τούτῳ σύμπτωμα τὸ κατ' ὀφθαλμοὺς ἐπὶ στομαχικαῖς διαθέσεσιν ἢ φαντασίαν ὑποχύσεως συμπίπτειν, ἢ ἐν ὠσὶν ἤχους, οὐδενὸς ἔξωθεν ψοφοῦντος, ἀλλ' αὐτῆς τῆς κατὰ τὰς μήνιγγας κινήσεως τὸ φάντασμα πεμπούσης· ἢ κατὰ τὰς ῥῖνας ὀσμῆς τινος ἀπὸ τῶν αὐτόθι περιεχομένων χυμῶν. ἀλλὰ γὰρ ἐπειδὴ καὶ τῆς ῥινὸς ἐμνημονεύσαμεν διτταῖς ὑπηρετούσης δυνάμεσιν, ὥσπερ καὶ ἡ γλῶττα (καὶ γὰρ καὶ τῶν ὀσφρητικῶν ὀργάνων οἱονεὶ πέρας τι καὶ τῶν ἀναπνευστικῶν ἐστιν) ἄμεινον ἂν εἴη καὶ περὶ ταύτης ὡσαύτως τοῖς εἰρημένοις διελθεῖν. εἰ γάρ τι συμβαίη κατ' αὐτὴν νόσημα τῷ πόρῳ λυμαινόμενον, ἤτοι χεῖρον ἢ οὐδ' ὅλως αἰσθήσεται τῶν ὀσμῶν ἡ ὀσφρητικὴ δύναμις. ἰσχυρῶς τε οὖν συντριβεῖσα καὶ πολύπουν ἤ τινα ὄγκον παρὰ φύσιν ἔχουσα, τὴν ὁδὸν τοῦ πνεύματος ἐμφράξει. τούτου τοῦ [107] γένους ἐστὶ καὶ ἡ περὶ τὸν ἔνδοθεν αὐτῆς ὑμένα γιγνομένη φλεγμονὴ, καὶ μὲν δὴ καὶ ὅσα κατά τινα τῶν ἠθμοειδῶν ὀστῶν ἤτοι τὰς ταύτῃ μήνιγγας, ἢ αὐτὰς τῶν ὀστῶν τὰς διατρήσεις ἐμφράττει, καὶ ταυτὶ βλάπτει τὴν ὀσφρητικὴν αἴσθησιν· ἔτι δὲ ἂν μᾶλλον, εἰ κατὰ τὰς ἀποφύσεις γένοιτο τοῦ ἐγκεφάλου τὰς εἰς ταῦτα τὰ μόρια καθηκούσας. ἐν μέν τοι κατάῤῥοις τε καὶ κορύζαις καὶ ὅλως ἐν ὅσοις ὑπ' ἐκκαύσεως ἢ ψύξεως ἢ ὑγρότητος ἐπληρώθησαν αἱ ἐμπρόσθιαι κοιλίαι τοῦ ἐγκεφάλου, οὐ μόνον ἔμφραξις γίγνεται τῶν ἐνταῦθα χωρίων, ἀλλὰ καὶ τοῦ πνεύματος αὐτοῦ τοῦ κατὰ τὰς κοιλίας, ἔτι τε τοῦ περιέχοντος ἐγκεφάλου δυσκρασία τις ἕπεται. καὶ μὲν δὴ καὶ θλίψεις καὶ διαιρέσεις ἀξιόλογοι τῶν εἰρημένων μορίων αὐτοῦ δυσαισθησίας τε καὶ ἀναισθησίας ἐργάζονται τῶν ὀσμῶν. ἡ δὲ οἷον παρατυπωτική τε καὶ πλημμελὴς αἴσθησις ἐνταῦθα γίγνεται διὰ κακοχυμίαν τινὰ ἐγχώριον, ἥτις ἀτμίζουσα δυσῶδες ἐπιθολοῖ τοὺς ἀναφερομένους ἐπὶ τὴν ὀσφρητικὴν δύναμιν ἀτμοὺς ἀπὸ τῶν πλησιαζόντων σωμάτων, ὅμοιόν τε σύμπτωμα τοῦτο κατὰ τήνδε συμπίπτει [108] τὴν δύναμιν, οἷόν τι καὶ κατὰ τὴν γευστικὴν ἐν ἰκτέροις ἐῤῥέθη συμβαίνειν.

   Ἐπεὶ δὲ περὶ τῶν ἐν τοῖς ἰδίοις μέρεσι τοῦ ζώου γιγνομένων αἰσθήσεων αὐτάρκως εἴρηται, περὶ τῆς ἐν ἅπασι τοῖς ὁπωσοῦν αἰσθανομένοις κοινῆς ἤδη λέγωμεν, ἣν ὀνομάζουσιν ἁφήν. ἔστι δὲ δήπου καὶ ταύτης ἀνάλογον μὲν ταῖς ἄλλαις τὰ συμπτώματα· κέχρηται δὲ οὐκ ἰδίαις, ἀλλὰ κοιναῖς ταῖς προσηγορίαις, ὥσπερ καὶ τῶν εἰρημένων ἔνιαί τινες· οὔτε γὰρ ἐπὶ τῆς γευστικῆς, οὔτ' ἐπὶ τῆς ὀσφρητικῆς δυνάμεως ἔχομεν ὄνομα τοιοῦτον, οἷον ἐπὶ μὲν τῆς ὀπτικῆς ἀμβλυωπίας τε καὶ τυφλότητας καὶ παροράσεις τινάς· ἐπὶ δὲ τῆς ἀκουστικῆς, βαρυηκοΐας τε καὶ κωφότητας, ἔτι τε παρακούσεις, ἢ παρακοὰς, ἢ παρακούσματα, διαφέρει γὰρ οὐδὲν εἴς γε τὰ παρόντα χρῆσθαι τοῖς ὀνόμασιν ὅπως ἂν θέλῃ τις. τὸ μέν τοι τῆς αἱμωδίας ὄνομά τε καὶ σύμπτωμα τῆς ἁπτικῆς δυνάμεως ἐξαίρετον ὑπάρχει. ἀλλὰ τοῦτο μὲν ἐν τῷ στόματί τε καὶ κατὰ τοὺς ὀδόντας μάλιστα συμπίπτειν εἴωθεν ἐπ' ὀξέσι τε καὶ στρυφνοῖς ἐδέσμασιν· ἡ νάρκη δὲ καὶ καθ' ὅλον τὸ σῶμα καὶ μάλιστα κατὰ [109] τὰ κῶλα, σύνθετος ἐκ δυσαισθησίας τε καὶ δυσκινησίας ὑπάρχουσα, φαίνεται προφανῶς μὲν ἐπὶ ψύξεσι καὶ θλίψεσι νευρωδῶν σωμάτων γιγνομένη, καὶ πρὸς τούτοις ἔτι τῆς νάρκης τοῦ θαλαττίου ζώου ψαυσάντων· αὐτομάτως δ' εἰ συμβαίη μηδενὸς αἰτίου τοιούτου προσγινομένου, βίος ἀργὸς καὶ πλῆθος ἐδεσμάτων ἤτοι παχέων ἢ γλίσχρων, ἤ τις ἐποχὴ συνήθων ἐκκρίσεων προηγεῖται ἐξ ἀνάγκης. τὸ μὲν οὖν συνέχον αἴτιον ἢ συνεκτικὸν ἢ προσεχὲς ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τοιαύτη τίς ἐστιν ἐν τῷ νεύρῳ ἡ διάθεσις, ὡς ἐμποδίζεσθαι τὴν ἀπὸ τῆς ἀρχῆς ἐπιπεμπομένην αὐτῷ δύναμιν. ἐμποδίζεται δὲ, εἰ μὲν ἔχοι τινὰ πόρον τὸ νεῦρον, ὥσπερ ἐναργῶς ὁρᾶται τὰ ἐπὶ τοὺς ὀφθαλμοὺς ἔχοντα δι' ἔμφραξιν ἢ θλίψιν· εἰ δ' οὐκ ἔχει, διὰ πίλησιν ἢ ψύξιν ἢ θλίψιν. ὅτι μὲν οὖν, εἴπερ ἔχει τινὰ πόρον οἷον ὁδὸν ἀπὸ τῆς ἀρχῆς διὰ τοῦ νεύρου τεταμένην ἡ ψυχικὴ δύναμις, ἐμφραχθείσης ταύτης ἐμποδισθήσεται, πρόδηλον παντί· καὶ μὲν δὴ καὶ ὡς θλιβέντος ἔξωθεν τοῦ νεύρου στενοχωρία τις ἕπεται κατὰ [110] τὸν πόρον, οὐδὲ τοῦτο ἄδηλον· ὅτι δὲ καὶ εἰ μηδεὶς εἴη πόρος, ἀλλ' ὥσπερ δι' ὕδατος ἢ ἀέρος αἱ ἀκτῖνες τοῦ ἡλίου διεξέρχονται, τὸν αὐτὸν τρόπον ἡ ἀπὸ τῆς ἀρχῆς δύναμις αὐτὸ τὸ σῶμα τῶν νεύρων εἰ διέρχοιτο, παρεμποδισθήσεται κατὰ τὴν δίοδον ἐπὶ τὸ παχυμερέστερον ἀλλοιωθέντων αὐτῶν, οὐδὲ τοῦτο δοκεῖ μοι δεῖσθαι μακρῶν πίστεων ἀναμνησθέντι τῶν περί τε τὸ ὕδωρ καὶ τὸν ἀέρα συμβαινόντων. ὁμίχλη μὲν γὰρ καὶ καπνὸς καὶ νέφος ἐν ἀέρι συνιστάμενα, βόρβορος δὲ καὶ ἰλὺς ἐν ὕδατι, παραποδίζουσί τε καὶ κωλύουσιν εἰλικρινῆ φέρεσθαι πρόσω τὴν ἡλιακὴν αὐγήν· οὕτως οὖν καὶ τὸ νεῦρον εἰ παχυμερέστερόν τε καὶ σκληρότερον ἑαυτοῦ γίγνοιτο, παραβλάψει τι τὴν φορὰν αὐτῆς τῆς δυνάμεως. ἔσται δὲ δή που παχυμερὲς, ἤτοι γλίσχροις τε καὶ παχέσι τρεφόμενον χυμοῖς, ἢ ψύξει βιαίᾳ πιληθέν. εἰ δὲ δὴ καὶ θλίβοιτο πρός τινος ἔξωθεν ὁμιλοῦντος αὐτῷ σκληροῦ σώματος, οὐδ' οὕτως ἀκώλυτον παρέξει τὴν φορὰν τῇ δυνάμει. ταῦτ' ἄρα καὶ ὅσα βρόχοις ἢ χερσὶ διαλαμβάνεται νεῦρα, καὶ ὅσα πρός τινος ἔξωθεν ἤτοι φλεγμαίνοντος ἢ σκιῤῥουμένου θλίβεται, [111] καὶ ὅσα διακινηθέντων ὀστῶν ἐν ἐξαρθρήμασιν ἢ κατάγμασι στενοχωρεῖται, ναρκώδη μὲν τὸ πρῶτον, ὕστερον δὲ παντάπασιν ἀναίσθητά τε καὶ ἀκίνητα γίγνεται. καὶ καλεῖται μὲν ἡ τοιαύτη κάκωσις αὐτῶν παράλυσις· ἐν ταὐτῷ δὲ γένει οὖσα τῇ νάρκῃ, τῷ μεγέθει διαλλάττει. καὶ εἰ κατὰ πάντα συμβαίη τὰ νεῦρα, παραχρῆμα μὲν ἀναίσθητόν τε καὶ ἀκίνητον ἐργάζεται τὸ σύμπαν σῶμα, θάνατον δὲ ὀξὺν ἐπιφέρει στερήσει τῆς ἀναπνοῆς. εἰ μὲν οὖν ἡ ἀρχὴ τοῦ νωτιαίου βλαβείη, τοῖς κατὰ τὴν κεφαλὴν μορίοις αἰσθάνονταί τε καὶ κινοῦνται μόνοις, ἄχρι περ ἂν ζῶσιν· εἰ δὲ καὶ κατὰ τὸν ἐγκέφαλον ἡ βλάβη συμπέσοι, πάντων παραχρῆμα τῶν μορίων ἀκρατεῖς καὶ ἀναίσθητοι γίγνονται· ζῶσι δὲ ἑκάτεροι τοσοῦτον χρόνον, ὅσον ἂν ἔζησαν οἱ ἀγχόνῃ συσχεθέντες. ὅσοις δὲ κατωτέρω τῆς ἐκφύσεως τῶν διαστελλόντων τὸν θώρακα νεύρων ἔπαθεν ὁ νωτιαῖος, ἤτοι σπονδύλου τινὸς ἐκστάντος ἢ καὶ ἄλλως, ἐπὶ μὲν ταῖς μεγάλαις διαθέσεσιν ἀναίσθητοί τε καὶ ἀκίνητοι τὰ κάτω πάντα παραχρῆμα γίγνονται, ναρκώδεις δὲ ἐπὶ ταῖς σμικροτέραις· οὐ μὴν ἀποθνήσκουσιν οὗτοι, διὰ τὸ φυλάττεσθαι τὴν ἀναπνοὴν [112] αὐτοῖς. ἡ μέντοι τῶν χειρῶν αἴσθησις, οἷς μὲν ὁ νωτιαῖος ἔπαθε κατὰ τὸν πέμπτον σπόνδυλον, ἀπόλλυται πᾶσα μετὰ τῆς κινήσεως· οἷς δὲ κατὰ τὸν ἕκτον, οὐ πᾶσα· τὰ γὰρ πρῶτα μέρη τοῦ βραχίονος ἀπαθῆ διαφυλάττεται· πολὺ δὲ δὴ μᾶλλον, εἰ κατὰ τὸν ἕβδομον σπόνδυλον ὁ νωτιαῖος πάθοι· εἰ δὲ κατὰ ὄγδοον, ὀλίγιστον· εἰ δὲ ὁ μετ' αὐτὸν, οὐδὲ ὅλως ἔτι πάσχουσιν αἱ χεῖρες οὐδέν. ἀπόλλυται μέν τοι ἡ φωνὴ πᾶσιν, οἷς ἂν ὁ ἐν τραχήλῳ πάθοι νωτιαῖος· οὐ μὴν ἐπί γε τοῖς τοῦ νώτου σπονδύλοις ἅπασιν, ἀλλ' ὁπόσον τι καθ' ἕκαστον ἐν τοῖς περὶ φωνῆς διώρισται. νυνὶ γάρ μοι δοκῶ καὶ πλείω τοῦ δέοντος εἰρηκέναι. οὐ γὰρ ἐπελθεῖν ἅπαντα τὰ κατὰ μέρος ἐν τῷδε τῷ γράμματι συμπτώματα προὐθέμην, ἀλλ' εἰς τὰς γενικωτέρας αἰτίας ἀναγαγεῖν. κοινῇ τοίνυν εἰρήσθω μοι κατὰ πάσης βλάβης αἰσθήσεως, ὡς ὑφ' ὧν ἕκαστα χορηγεῖται νεύρων ἐῤῥωμένων, ὑπὸ τούτων βλάπτονται παθόντων. εἰ δέ τις ἑκάστου νεύρου τὴν δύναμιν ἐπίστασθαι ποθεῖ, τῶν μὲν εἰς ἀναπνοὴν συντελούντων [113] ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων διώρισται· τῶν δὲ εἰς τὰς φωνὰς, ἐν τῇ περὶ φωνῆς πραγματείᾳ λέλεκται. ταῦτα μὲν οὖν ἠκρίβωται πρὸς ἡμῶν ἑτέρωθι. τὰ δὲ τοῖς κατὰ τράχηλόν τε καὶ κεφαλὴν ἐπιγάστριόν τε καὶ χεῖρας καὶ σκέλη χορηγοῦντα νεῦρα καὶ ἄλλοι τινὲς ἔμπροσθεν οὐ φαύλως ἔγραψαν ἡμεῖς τε ἐγράψαμεν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν. ὁ μὲν οὖν ἐνεστηκὼς λόγος περὶ τῶν κατὰ τὰς αἰσθήσεις συμπτωμάτων ἦν. ἐπεὶ δὲ ὅσα μόρια καθ' ὁρμὴν κινεῖται διὰ νεύρου τινὸς, εὐθὺς ταῦτα καὶ τὴν αἴσθησιν ἔχει δι' αὐτοῦ, διττὴν ἀναγκαῖον αὐτοῖς γενέσθαι βλάβην ἐπὶ τῷ τοῦ νεύρου νοσήματι, τὴν μὲν ἑτέραν τῆς αἰσθήσεως, τὴν δὲ ἑτέραν τῆς κινήσεως. πῶς οὖν ἔνια μὲν μόρια παραλελύσθαι δοκεῖ τῆς κινήσεως τῶν καθ' ὁρμὴν ἐνεργειῶν, αἰσθάνεσθαι δέ; καὶ πῶς πάλιν ἕτερα κινεῖσθαι μὲν, οὐκ αἰσθάνεσθαι δέ; κατὰ μὲν δὴ τὴν γλῶτταν καὶ τοὺς ὀφθαλμοὺς οὐδὲν ἄπορον, ἐπειδὴ διττὰ νεύρων γένη τούτοις ἐστί· ἐν οἷς δὲ μέλεσι τὰ σκληρὰ μόνον ἐστὶ, διοριστέον ὡδὶ τὸν λόγον. εἰ μὲν ἀφῃρημένου [114] τοῦ δέρματος ὁ ὑποκείμενος μῦς γυμνὸς ὢν ἀκίνητος μὲν φαίνεται, ψαυόντων δὲ αἰσθάνοιτο, μικρὰν ἡγητέον αὐτῷ συμπεπτωκέναι τὴν βλάβην, ὡς μέρος τοσοῦτον δυνάμεως δέχεσθαι ψυχικῆς, ὅσον αἰσθάνεσθαι μὲν ἱκανόν ἐστιν, κινῆσαι δὲ τὸν μῦν οὐχ ἱκανόν. ἐν γὰρ τῷ πάσχειν μᾶλλον ἤπερ ἐν τῷ ποιεῖν ἐστιν ἡ τῆς ἁφῆς αἴσθησις, ὥστ' ἐγχωρεῖ καὶ δι' ὀλίγης αὐτὴν ἐπιτελεῖσθαι δυνάμεως· ἡ δὲ τῶν μυῶν κίνησις ἐν τῷ ποιεῖν, οὐκ ἐν τῷ πάσχειν, ἔχουσα τὴν ἐνέργειαν (ὅλον γὰρ ὑπὸ ταύτης μεταφέρεται τὸ σῶμα) πολλῆς δεῖται δυνάμεως ψυχικῆς. ἔμπαλιν δὲ οὐκ ἂν εὕροις ποτὲ γεγενημένον ὡς κινεῖσθαι μὲν, ἀναίσθητον δὲ εἶναι τὸν γυμνὸν μῦν. εἰ δὲ τὸ μὲν περικείμενον αὐτῷ δέρμα τὴν αἴσθησιν ἀπολέσειεν, ὁ δὲ μῦς κινοῖτο, θαυμαστὸν οὐδέν· ὥσπερ οὐδὲ εἰ δυοῖν μυοῖν ὁ μὲν εἴη κινούμενος, ὁ δὲ ἀκίνητος· ἢ ὁ μὲν αἰσθανόμενος, ὁ δὲ ἀναίσθητος. ὥσπερ γὰρ ἐπ' ἐκείνων ἐγχωρεῖ τοῦ μὲν ἑτέρου βεβλάφθαι τὸ νεῦρον, ἀβλαβὲς δὲ εἶναι θατέρου, κατὰ τὸν αὐτὸν τρόπον ἐνδέχεται τὸ μὲν εἰς τὸ δέρμα διασπειρόμενον βεβλάφθαι, τὸ δὲ εἰς τὸν μῦν μὴ βεβλάφθαι· οὕτω δὲ καὶ τουναντίον [115] ἀβλαβὲς μὲν εἶναι τὸ τοῦ δέρματος νεῦρον, οὐκ ἀβλαβὲς δὲ τὸ τοῦ μυός. περὶ μὲν οὖν τῶν προτεθέντων συμπτωμάτων ἱκανὰ καὶ ταῦτα.

   Ἥδεσθαι δὲ καὶ ἀλγεῖν ἁπάσαις μὲν ἐγγίγνεται ταῖς αἰσθήσεσιν, οὐχ ὁμοίως δὲ ἐναργῶς, ἀλλ' ἐν μὲν τῇ τῆς ὄψεως ἥκιστα, μάλιστα δὲ ἐν τῇ τῆς ἁφῆς τε καὶ γεύσεως· ἐφεξῆς δὲ τούτων ἐν ὀσφρήσει· καὶ μετὰ ταύτας ἐν ἀκοῇ. τίς οὖν ἥ τε κοινὴ πάντων αἰτία καὶ τίς ἡ καθ' ἕκαστον ἰδία; κοινὴ μὲν, ἥνπερ καὶ Πλάτων ἐν Τιμαίῳ φησὶ γράφων οὕτως· τὸ μὲν παρὰ φύσιν καὶ βιαίως γιγνόμενον ἀθρόως ἐν ἡμῖν πάθος, ἀλγεινόν· τὸ δὲ εἰς φύσιν ἀπιὸν αὖ πάλιν ἀθρόον, ἡδύ· τὸ δὲ ἠρέμα καὶ κατὰ μικρὸν, ἀναίσθητον. οὕτω μὲν ὁ Πλάτων· ὁ δὲ Ἱπποκράτης ἔτι παλαιότερος ὢν, τοῖς τὴν φύσιν, ἔφη, διαλλαττομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται. τὸ μὲν γὰρ διαφθειρομένοισι τάχος τε ἅμα καὶ μέγεθος ἐνδείκνυται τῆς μεταβολῆς. εἰσὶ δὲ καὶ κατὰ τὴν ἁφὴν αἱ μεγάλαι μεταλλαγαὶ τῆς φύσεως ὑπὸ ψυχροῦ καὶ θερμοῦ βιαίας προσβολῆς, [116] ὅσα τε θλᾷν, ἢ τέμνειν, ἢ διατείνειν, ἢ διαβιβρώσκειν πέφυκε. τὸ γὰρ ὑγρὸν ἢ ξηρὸν ἄνευ τοῦ θερμαίνειν ἢ ψύχειν ἀβίαστον ἔχει τὴν ὁμιλίαν, ὡς ἔνεστί σοι μαθεῖν ἀναλεξαμένῳ τὴν περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν, ἔνθα καὶ τὸ ψυχρὸν ἐδείχθη καθ' ἕτερον μὲν τρόπον ἧδον ἢ τὸ θερμὸν, ἀλλὰ καὶ αὐτὸ τῷ διασπᾷν τὴν οὐσίαν ὀδυνηρὸν γίγνεσθαι. φαίνεται δὲ καὶ τὰ θλῶντα καὶ τὰ τείνοντα κίνδυνον τοῦ ῥαγῆναι φέροντα τοῖς σώμασιν ἀλγημάτων αἴτια γίγνεσθαι, καθάπερ γε καὶ τὰ νύττοντα καὶ τὰ τέμνοντα. οὐ γὰρ δὴ μετὰ τὸ τμηθῆναί τε καὶ ῥαγῆναι τὴν ὀδύνην ἐπιφέρει, ἀλλ' ἐν τῷ γίγνεσθαι τὰ τοιαῦτα πάντα πόνων αἴτια καθίσταται, πλὴν εἰ μὴ κατά τι συμβεβηκὸς ἀκολουθήσειε τοῖς οὕτω παθοῦσιν ὀδύνη, ποτὲ μὲν ὑγρῶν δριμέων δακνόντων τὸ ἡλκωμένον σῶμα, ποτὲ δὲ φλεγμονῆς ἐπιγενομένης, ἥ τις καὶ αὐτὴ διαπαντὸς μὲν τῷ διατείνειν ὀδυνᾷ, πολλάκις δὲ καὶ διὰ τὴν θερμασίαν ἢ διὰ τὴν τῶν ὑγρῶν δριμύτητα. διασπᾶται δὲ καὶ τὸ τῆς γεύσεως ὄργανον, ᾗ μὲν τῆς ἁφῆς μετέσχηκεν, ὑπὸ τῶν εἰρημένων, ᾗ δὲ καὶ τῆς γεύσεώς ἐστιν ἴδιον, [117] ὑπό τε τῶν ὀξέων καὶ πικρῶν καὶ στρυφνῶν καὶ δριμέων, ὅτι καὶ τούτων ἕκαστον, ὡς ἀποδέδεικται, διαιρεῖ τὸ συνεχές. ἀνιαροὶ δέ εἰσι καὶ κατὰ τὴν ὄσφρησιν οἱ τῶν εἰρημένων χυμῶν ἀποῤῥέοντες ἀτμοὶ, διότι καὶ οὗτοι διασπῶσι τὸ συνεχές. ἐν ἀκοῇ δὲ ἥ τε τραχεῖα καὶ ἡ μεγίστη καὶ ἡ ταχίστη φωνὴ, ὧν καὶ συνελθουσῶν εἰς ταὐτὸν ἐν ταῖς φοβερωτάταις βρονταῖς, ἀνάπηροι παντάπασιν ἔνιοι τὴν ἀκουστικὴν αἴσθησιν ἐγένοντο τῷ διασπασθῆναι τῇ βίᾳ τοῦ ψόφου τὸ ὄργανον αὐτῆς. καὶ μέντοι γε καὶ τὴν ὄψιν αἱ λαμπρόταται τῶν αὐγῶν ἀνιῶσί τε ἅμα καὶ διαφθείρουσι τῷ διακρίνειν ἐπὶ πλεῖστον. ἔστι δὲ δήπου καὶ τὸ διακρίνειν ἐκ τοῦ τῶν διαιρούντων γένους, καὶ φαίνεται κοινὸν ἐν ἁπάσαις ταῖς αἰσθήσεσι τὸ ἀνιαρὸν πάθος, ἐκ διακρίσεώς τε καὶ διαιρέσεως τοῦ συνεχοῦς καὶ ἡνωμένου σώματος ἀποτελούμενον, ἐπειδὰν ἀθρόως συμπίπτῃ. καλῶ δὲ ἀθρόως τὸ κατὰ τὰ μεγάλα ἅμα καὶ ταχέως. τοῦτο δὲ δήπου καὶ ὁ Πλάτων ἐβούλετο, σύνθετον ἐκ βιαίου τε ἅμα καὶ ἀθρόου παθήματος ἐγγινομένου τοῖς αἰσθητικοῖς σώμασι τὴν ἀνιαρὰν αἴσθησιν ἀποτελεῖσθαι φάσκων. οὐδὲν γὰρ διοίσει λέγειν ἀνιαρὰν ἢ [118] λυπηρὰν ἢ ἀλγεινὴν ἢ ὀδυνηρὰν ἢ ἐπίπονον αἴσθησιν· ὥσπερ οὐδὲ αὐτὸ τὸ πάθος, ἀνίαν ἢ λύπην ἢ ὀδύνην ἢ πόνον ἢ ἀλγηδόνα. δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων ὁμοτίμως χρώμενος ἐπὶ ταὐτοῦ πράγματος ἅπασι τοῖς εἰρημένοις ὀνόμασιν ἔν τε Τιμαίῳ καὶ Φιλήβῳ καὶ καθ' ὅ τι ἂν ἕτερον αὐτῷ σύγγραμμα περὶ τῶν αὐτῶν ὁ λόγος ἦν. ὅτι δὲ καὶ ἡ Ἱπποκράτους δόξα τῆς αὐτῆς ἔχεται διανοίας ἔν τε τοῖς ὀνόμασι καὶ τοῖς πράγμασιν, εὔδηλον ἔκ τε τῶν ἔμπροσθεν ὀλίγον εἰρημένων καὶ τῶν ἐν ἅπασι τοῖς βιβλίοις αὐτοῦ γεγραμμένων. οὕτω μὲν δὴ πᾶν πάθος λυπηρὸν ἐν ἁπάσαις γίγνεται ταῖς αἰσθήσεσι· τὸ δ' ἐναντίον αὐτῷ τὸ ἡδὺ διὰ τὴν ἐναντίαν αἰτίαν. τοῦ γὰρ κινδυνεύοντος διασπασθῆναι ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος ἀθρόα τὴν ἡδονὴν ἀπεργάζεται. διὰ τοῦτο τοῖς ὀφθαλμοῖς ἥδιστον θέαμα τὸ κυανοῦν, ὥσπερ ὀδυνηρότατον τό τε λαμπρὸν ἅμα καὶ λευκὸν, οἷον ὁ ἥλιος. ἐφεξῆς δὲ τούτων ἐν μὲν τοῖς λυποῦσι τὸ λευκὸν, ἐν δὲ τοῖς ἥδουσι τὸ φαιόν. τὸ μὲν γὰρ τῷ διακρίνειν τε ἅμα καὶ [119] διαλύειν τὴν οὐσίαν αὐτῆς, τὸ δὲ τῷ ἀβιάστως συνάγειν. οὐ γὰρ δή που τὸ συνάγειν γε μόνον ἱκανὸν καὶ αὔταρκες· οὕτω γὰρ ἂν ἦν που καὶ τὸ μέλαν ἡδὺ, νῦν δ' οὐκ ἔστιν· ἐναντίον γὰρ ὑπάρχον τῇ τῆς ὄψεως οὐσίᾳ συνάγει βιαιότερον αὐτὴν, ἢ ὡς εἰς τὴν φύσιν ἐπανάγειν. ἧττον δέ ἐστι τὸ μελάντατον τοῦ λαμπροτάτου ἀνιαρὸν, οὐχ ὅτι τὸ ἐναντίον ἧττον λυπεῖ τῆς κατὰ τὸ συγγενὲς ἀμετρίας, (κατὰ τοῦτο μὲν γὰρ μᾶλλον ἀνιαρὸν ἦν τοῦ λαμπροτάτου τὸ μέλαν) ἀλλ' ὅτι τὸ μὲν τῆς ὄψεως ὄργανον αὐγοειδὲς, αὐγὴ δὲ πᾶσα λεπτομερὴς οὐσία· τὸ δὲ μέλαν ἀεὶ παχυμερές· ἀεὶ δ' ἐν τῇ φύσει δραστικώτερόν ἐστι τὸ λεπτομερὲς τοῦ παχυμεροῦς. ὅταν μὲν οὖν εἰς ταὐτὸν ἀλλήλοις ἥκῃ τὸ λεπτομερὲς καὶ παχυμερὲς, ἧττον εἰς τὸ λεπτομερὲς ἐνεργεῖ τὸ παχυμερὲς, εἴπερ μᾶλλον πάσχειν ὑπ' ἐκείνου πέφυκεν. οὕτως οὖν καὶ ὁ ἥλιος ἀνιᾷ τὴν ὄψιν, ὅτι λεπτομερέστερος ὢν ἑτοίμως αὐτὴν διακρίνει. τῇ μὲν οὖν οἰκειότητι τῆς οὐσίας ἧττόν ἐστι τῶν ἐναντίων ἀνιαρὸς, τῷ δὲ ἰσχυρῷ τῆς ἐνεργείας βιαιότερος ὑπάρχων, τούτῳ καὶ τὸ τάχος ἴσχει τῆς εἰς τὴν ὄψιν βλάβης. [120] ὃ γὰρ ἐν ἐλαχίστῳ χρόνῳ πρὸς τῆς ἡλιακῆς αὐγῆς ἡ ὄψις ἡμῶν πάσχει, τοῦτο ἐν παμπόλλῳ, μηδ' ὅλως αὐγὴν θεασαμένη μηδεμίαν, ἀλλ' ἐν βαθεῖ σκότῳ διαιτηθεῖσα· καὶ γὰρ καὶ αὕτη πρὸς τὸ φῶς ἀναχθεῖσα βλέπειν οὐ δύναται, τῷ κατεσβέσθαι τρόπον τινὰ καὶ πεπαχύνθαι καὶ σκοτώδης γεγονέναι. ἥδιστόν γε οὖν εἰκότως ἐστὶ καὶ ὠφελιμώτατον ὄψει τὸ κυανοῦν χρῶμα, πλὴν τῆς ὑφ' ἡλίου διαπεφορημένης. ἐκείνῃ μὲν γὰρ, ὡς ἂν ἤδη νοσούσῃ, τὸ ἐναντίον ἴαμα· τῇ δὲ ὑγιαινούσῃ μὲν, κεκμηκυίᾳ δὲ, τὸ κυανοῦν ἢ τὸ φαιὸν ὑγιεινότατον θέαμα, μήτε διακρῖνον αὐτὸν ὡς τὸ λευκόν τε καὶ λαμπρὸν, ἀλλὰ μήτε συνάγον καὶ σβεννύον, ὡς τὸ μέλαν. τὸ μὲν οὖν φαιὸν ἐκ λευκοῦ τε ἅμα καὶ μέλανος κραθέντων γίγνεται· τὸ κυανοῦν δὲ, λευκοῦ καὶ λαμπροῦ συνελθόντων, καὶ εἰς μέλαν κατακορὲς ἐμπεσόντων. οὕτω γὰρ ἡμᾶς καὶ ὁ Πλάτων ὑπὲρ ἀμφοῖν ἐδίδαξεν. ὥστ' ἐκ τῶν ἐναντίων τε καὶ ἄκρων κραθέντων ἔμμεσά τε καὶ σύμμετρα γίγνεται ταυτὶ τὰ χρώματα, τήν θ' ὑπερβολὴν ἑκατέραν ἐκφυγόντα, καθ' ἣν ἡ ὄψις ἐβλάπτετο, καὶ τοὺς μετρίους αὐτῆς ἐπανορθούμενα [121] καμάτους, ὥσπερ τὰς ἐπὶ τῇ διακρίσει νόσους τὸ μέλαν. τὸ δ' ἐναργὲς τῆς ἡδονῆς τῆς ἀπ' αὐτῶν οὐχ ὅμοιόν ἐστι τῇ κατὰ τὰς ἄλλας αἰσθήσεις, ὅτι μηδὲ τὸ τῆς ὀδύνης ἶσον ὑπῆρχεν. ἡ γὰρ λεπτομέρεια τῆς ὄψεως οὔτ' ἐν τῷ διακρίνεσθαι βίαιόν τι πάσχει, διὰ τὴν οἰκειότητα τῆς οὐσίας (ἐφ' ὃ γὰρ ἄγεται, φθάνουσα σπεύδει καὶ καθ' ἑαυτὴν) οὔτ' ἐν τῷ συγκρίνεσθαι, διὰ τὴν ἀσθένειαν τῆς μεταβολῆς. ἐδείχθη γὰρ ἀσθενῶς συναγόμενον ὑπὸ τοῦ παχυμεροῦς τὸ λεπτομερές. οὕτω μὲν ἔχει τὰ κατὰ τὴν ὄψιν ἡδονῆς τε καὶ λύπης. ἐπὶ δὲ τῆς ἀκοῆς ἡδίστη μὲν ἡ λειοτάτη καὶ ἡ βραδυτάτη φωνὴ, διότι καὶ ἡ τραχυτάτη καὶ ταχίστη λυπηροτάτη. ἀλλὰ ταῦτα μὲν ὑγιαινούσης ἀκριβῶς τῆς αἰσθήσεως ἡδέα τε καὶ λυπηρά· κεκμηκυίας δὲ, πρὸς τῇ λείᾳ τε καὶ βραδείᾳ, καὶ ἡ σμικρὰ προσφιλής· νοσούσης δὲ, ἡ λειοτάτη τε ἅμα καὶ βραδυτάτη καὶ σμικροτάτη, καὶ ταύτης ἔτι μᾶλλον ἡ εὔρυθμος. ἡ γὰρ παντελὴς ἡσυχία ἀνάλογον ἔχει τι τοῦτο τῷ σκότει τῷ κατὰ τὴν ὄψιν, ὅθεν καὶ ζήτησιν ἔσχεν, εἴτ' ἐναντίον τῷ φωτὶ τὸ σκότος ἐστὶν, εἴτε στέρησις· ὥσπερ [122] φωνῆς μὲν ἡσυχία, κινήσεως δὲ ἠρεμία. τὸ δὲ τῆς ἡδονῆς ἐναργέστερον ἐνταῦθα, διότι καὶ τὸ τῆς οὐσίας παχυμερέστερον. ἔτι δὲ ἐναργέστερον ἐν τῇ τῆς ὀσφρήσεως αἰσθήσει τὸ τερπνὸν, ὅτι καὶ ἡ οὐσία παχυμερεστέρα. εἰς ὅσον γὰρ ἀὴρ αὐγῆς παχύτερος, εἰς τοσοῦτον ἀέρος ἀτμός. ἔστι δὲ αὐγῆς μὲν, ἡ τῆς ὄψεως αἴσθησις· ἀέρος δὲ, ἡ τῆς ἀκοῆς· ἀτμοῦ δὲ, ἡ τῆς ὀσφρήσεως· ὥσπέρ γε καὶ ἡ μὲν τῆς γεύσεως, ὑγρᾶς φύσεως· ἡ δὲ ἁφῆς, στερεοῦ σώματος. ἐπεὶ δὲ ὁμογενής ἐστιν ἡ τῆς ὀσφρήσεως αἴσθησις τῇ τῆς γεύσεως, ἑνὶ μόνῳ διαφέρουσα τῷ λεπτομερεστέρῳ τῆς οὐσίας, (ὁ γὰρ ἀτμὸς ὑγρόν ἐστι λελεπτυσμένον) ὑπὲρ ἀμφοῖν ἅμα ῥηθήσεται, τὴν ἀρχὴν ἀπὸ τῆς γεύσεως ποιησαμένοις, ἕνεκα σαφηνείας. ἥδιστοι τοίνυν εἰσὶ ταύτῃ χυμοὶ, κατὰ φύσιν μὲν ἐχούσῃ πάντες οἱ γλυκεῖς καὶ λιπαροὶ, οὗτοι γὰρ πάντες ἐδείχθησαν οἰκειότατοι τῇ τοῦ σώματος οὐσίᾳ· κεκακωμένῃ δ' ἔναγχος ὑπό τινος τῶν ἀνιώντων αὐτὴν, οἱ λιπαροί· μάλιστα γὰρ οὗτοι τὸ τετραχυσμένον ἐκλεαίνουσι· νοσούσῃ δὲ, οἱ ἐναντίοι τοῖς νοσάζουσι, τοῖς μὲν παχέσιν οἱ λεπτύνοντες, τοῖς δὲ λεπτοῖς οἱ παχύνοντες, τοῖς δὲ γλίσχροις οἱ τέμνοντες, τοῖς δὲ τραχύνουσιν [123] οἱ ἐκλεαίνοντες, οὕτω δὲ καὶ τοῖς μὲν θερμοῖς οἱ ψυχροὶ, τοῖς δὲ ψυχροῖς οἱ θερμοὶ, καὶ τοῖς μὲν ξηροῖς οἱ ὑγροὶ, τοῖς δὲ ὑγροῖς οἱ ξηροί. εἴρηται δὲ περὶ τῆς φύσεως αὐτῶν ἐν τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, καὶ χρὴ μὲν μὴ παρέργως ἀναλέγεσθαι τὸν λόγον ἐκεῖθεν εἴς τε διάγνωσιν καὶ εἰς θεραπείαν ὄντα ὠφέλιμον. ἡ μὲν γὰρ κοιλία τοῖς τε σπλάγχνοις ὑπηρετεῖ καὶ ταῖς φλεψὶν, ὥστε οἵων ἂν ἐκεῖνα δέηται χυμῶν, τοιούτων ὀρέγεσθαι· ταύτης δ' αὖ γνώμων ἡ γλῶττα προβέβληται, τούτοις μάλιστα χαίρουσα τῶν χυμῶν, ὧν ἂν ἡ κοιλία δέηται. τῆς κοινωνίας δὲ ὁ περιαλείφων αὐτὴν χιτὼν μάλιστα αἴτιος. ἥδεται μὲν οὖν ἡ γλῶττα κατὰ διαφέροντας καιροὺς, ἄλλοις ἄλλοτε τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων χυμῶν· ἥδεται οὖν ἐνίοτε καὶ τῶν ἐν αὐτῇ γλυκέων αἰσθανομένη, (φλέγματος δέ ἐστιν εἶδος ὁ γλυκὺς οὗτος χυμὸς) ὥσθ' ὁσάκις γε ἀπὸ τῶν φλεβῶν ἐγχυθέντος αἵματος αἴσθησιν ὡς γλυκέος ἔλαβεν ἡ γλῶττα, τοῖς ἔξωθεν αὐτῇ προσπίπτουσιν ἀνάλογον ἔπαθεν. ἐπὶ μέντοι τῆς ὀσφρητικῆς δυνάμεως, ἡ μὲν τῶν ἔξωθεν ἡδέων τε καὶ [124] ἀνιαρῶν αἴσθησις ἀνάλογον ἔχει τῇ γευστικῇ· τῶν δὲ κατ' αὐτὴν ἀτμῶν ἀηδῶν μὲν ὄντων, ὡς εἴρηται πρόσθεν, αἰσθάνεταί ποτε· γλυκέων δὲ ἢ ὅλως ἡδέων οὐκ αἰσθάνεται, καθάπερ οὐδὲ ἡ ὄψις, οὐδὲ ἡ ἀκοή. τῷ γὰρ εἶναι λεπτομεροῦς οὐσίας αἰσθήσεις οὐ πάσχουσι πάθος οὐδὲν ἰσχυρὸν ἐν αὐταῖς. ἡ δὲ ἁφὴ καὶ ἡ γεῦσις, σφοδρὸν μὲν οὐδὲν οὐδὲ αὗται· πάσχουσι δ' ἐνίοτε καὶ τοιοῦτόν τι πάθος ἀμυδρὸν, ἡ μέντοι γλῶττα πρὸς γλυκέος, ὡς εἴρηται, φλέγματος, ὅνπερ ὁ Πραξαγόρας τε καὶ Φιλότιμος ἰδιώτερον ὀνομάζουσι γλυκὺν χυμόν· ἡ δὲ ἁφὴ τῆς ἐν αὐτῇ κινήσεως αἰσθάνεται πολλάκις, ἐπειδὰν εἰς τὸ κατὰ φύσιν ἐπανέρχηται, τῶν τραχυνόντων γε αὐτὴν ἔνδον ἤτοι πεττομένων ἢ διαπνεομένων ἢ αἰσθητῶς ἐκκρινομένων. καὶ μὴν καὶ οἱ κοπωθέντες, ἐπειδὰν τρίψεσί τε μαλακαῖς ἢ λουτροῖς ἁπαλυνθέντες τὸ σῶμα μετὰ ταῦθ' ἡσυχάζωσιν, ἐναργῶς αἰσθάνονται τῆς ἡδονῆς. ἔτι δὲ δὴ μᾶλλον ἐν αὐταῖς ταῖς εἰρημέναις κινήσεσιν ἥδονται τοῖς κεκμηκόσι μορίοις εἰς τὸ κατὰ φύσιν ἐπανερχομένοις. οὐ μόνον δὲ ἐν τῷ λούεσθαι καὶ ἀνατρίβεσθαι μαλακῶς ἐλαίῳ [125] δαψιλεῖ συμβαίνουσιν ἡδοναὶ τοῖς κεκοπωμένοις μέρεσιν, ἀλλὰ κᾀν ταῖς μείζοσιν ὀδύναις ἐπαφὴ μαλακὴ καὶ πραεῖα καὶ λεία φέρει τινὰ παραμυθίαν οὐ σμικράν. ἔξωθεν δὲ ἤδη τὰ τοιαῦτα, καὶ λεκτέον ἑξῆς ὑπὲρ ἁπάντων αὐτῶν. οὐδὲν γὰρ ἔτι δεόμεθα περὶ τῶν ὀσφρητῶν διεξέρχεσθαι, τοῖς γευστικοῖς ἀνάλογον ἐχόντων. ἡδόμεθα τοίνυν ἐν τούτῳ τῷ γένει τῆς αἰσθήσεως, ἁπλῶς μὲν εἰπεῖν, εἰς τὸ κατὰ φύσιν ἐπανερχόμενοι· καὶ γίγνεται τοῦθ' ἡμῖν ἀεὶ διὰ τῶν ἐναντίων, ἐάν γέ τις, ὡς προσήκει, λαμβάνῃ τὸ ἐναντίον. προσήκει δὲ δήπου τὸ πρώτως τε καὶ καθ' ἑαυτὸ, καὶ μὴ δι' ἑτέρου μέσου, τοῦ τέλους αἴτιον, οὐ τὸ προκατάρχον τε καὶ προκαταρκτικὸν ὀνομαζόμενον, ἐν τοῖς τοιούτοις ἅπασι σκοπεῖν, ὅπερ Ἱπποκράτης ἡμᾶς ἐν ἄλλοις τε πολλάκις ἀναμιμνήσκειν ἔοικε κἀν τῷ φάναι, ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος, νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται· θέρμη δὲ ῥύεται ταῦτα. δόξειε μὲν γὰρ ὅ γέ τις ὑπὲρ τῶν τοιούτων ἀσκεπτότερον ἀποφαινόμενος ὑπὸ τῶν ὁμοίων ἐνίοτε θεραπεύεσθαί τι τῶν [126] παρὰ φύσιν, ὥσπερ καὶ τὸν τέτανον ὑπὸ τῆς ψυχρολουσίας. ἔχει δὲ οὐχ οὕτως τἀληθές· ἀλλ' ἀεὶ πάντα πρὸς τὸ κατὰ φύσιν ἐπανέρχεται διὰ τῶν ἐναντίων, ὥσπερ καὶ ὁ τέτανος διὰ τῆς κατὰ τὴν θερμασίαν ἐπανακλήσεως. εἰ μὲν οὖν ἀθρόως τοῦτο γίγνοιτο, μεθ' ἡδονῆς ἡ θεραπεία συντελεῖται· κατὰ μικρὸν δὲ συμβάντος, ἀναίσθητος ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος ἔσται. οὕτω δὲ καὶ ἡ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ὁδὸς, ἡ μὲν ἀθρόως γιγνομένη βίαιός τε καὶ ὀδυνηρὰ πάντως ἐστίν· ἡ δὲ κατὰ μικρὸν, ἀναίσθητος. καὶ διὰ τοῦτο τῆς κατ' ὀλίγον ἀθροιζομένης ἐν τῷ σώματι διαθέσεως οὐ κατὰ φύσιν, ἀναισθήτου παντάπασιν οὔσης, ἡ εἰς τὰ κατὰ φύσιν ἐπάνοδος, ἐπειδὰν ἀθρόως ἐπιτελῆται, μετ' αἰσθήσεώς τε ἅμα καὶ ἡδεῖα γίγνεται. καὶ μάλιστα ἐπὶ τῶν οἰκειοτάτων ἡμῖν, οἷά περ ἐστὶν ἐν μὲν τῇ γεύσει τὰ γλυκέα· κατὰ δὲ τὴν ὄσφρησιν, ὅσα τούτοις μὲν ἀνάλογον ἔχει, καλεῖται δὲ εὐώδη. ἴδιον δέ τι πέπονθεν ἐξαίρετον ἡ τῶν γεννητικῶν μορίων αἴσθησις, ὅτι καὶ δύναμιν ἰσχυροτάτην ἔχει, κατὰ μὲν τὸ ἄῤῥεν γένος ἀποκριτικὴν τοῦ σπέρματος, [127] κατὰ δὲ τὸ θῆλυ καὶ ταύτην μὲν ἔν τε τοῖς ὄρχεσι καὶ τοῖς σπερματικοῖς ἀγγείοις, ἀλλὰ καὶ τὴν ἑλκτικὴν ἐν ὅλῃ τῇ μήτρᾳ· συνῆψε γὰρ ἡ φύσις ὑπερέχουσαν ἐπιθυμίαν τε ἅμα καὶ ἡδονὴν τῇ τε προέσει καὶ τῇ συλλήψει τοῦ σπέρματος. ἀλλ' ἡ μὲν ἀνία, τοῦ περιττοῦ σπέρματος μένοντος ἔσω, ἀθροίζεται κατ' ὀλίγον ἐν χρόνῳ πλείονι, καὶ διὰ τοῦτο, καί τοι μεγάλα λυποῦσα (περὶ ὧν ἑτέρωθι λέξομεν) ἀπολείπεται τῷ μεγέθει τῆς ἡδονῆς, ἣν ἐν τοῖς ἀφροδισίοις ἴσχοι. ἡ δ' ἀπόκρισις ἡ τοῦ λυποῦντος ἀθρόως γιγνομένη τῷ τάχει τῆς εἰς τὸ κατὰ φύσιν ἐπανόδου καὶ τὸ τῆς ἡδονῆς μέγεθος ἀνάλογον ἔχει.

   Ὑπόλοιπον δ' ἂν εἴη περὶ τῶν κατὰ τὸ στόμα τῆς κοιλίας, ὃ δὴ καὶ καρδίαν ὀνομάζουσι, συμπτωμάτων διελθεῖν. ἔστι μὲν γὰρ ἐκ τοῦ γένους καὶ αὐτὰ τῶν ἁπτικῶν, ἀλλ' οὐδὲν οὕτω μέρος οὔτ' ἀκριβῆ τὴν αἴσθησιν ἔχει, οὔτε τὰς ἀρχὰς ἑκατέρας ἑαυτῷ συνδιατίθησιν, ὡς τὸ στόμα τῆς γαστρός. ὀνομάζεται δὲ συνήθως οὐ τοῖς πολλοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἰατροῖς στόμαχος. αἱ γοῦν καλούμεναι [128] στομαχικαὶ συγκοπαὶ τούτου τοῦ μέρους εἰσὶ συμπτώματα, καθάπερ καὶ αἱ καρδιαλγίαι κατὰ τὴν ἑτέραν αὐτοῦ προσηγορίαν ὠνομασμέναι· καὶ δὴ καὶ δυσπνοίας τε καὶ ἀπνοίας, καὶ πνίξεις καὶ ἐπιληψίας καὶ παρακοπὰς καὶ μελαγχολίας ἐπιφέρει. ταῦτα μὲν οὖν ἅπαντα κατὰ συμπάθειαν· ἀνορεξίας δὲ καὶ δυσορεξίας καὶ μοχθηρὰς ὀρέξεις αὐτὸ καθ' ἑαυτό. καλῶ δὲ ἀνορεξίας μὲν ὅταν μηδὲ ὅλως ὀρέγωνται· δυσορεξίας δὲ, ἐπειδὰν ἀμυδρῶς· αἱ μοχθηραὶ δὲ ὀρέξεις, αἱ μὲν εἰς ἄμετρον ἐκτρέπονται σιτίων ἢ ποτῶν προσφορὰν, αἱ δὲ εἰς ἀλλοκότων ποιοτήτων ἐπιθυμίαν. ῥητέον οὖν ὑπὲρ ἁπάντων ἑξῆς ἀπὸ τῶν οἰκείων αὐτοῦ συμπτωμάτων ἀρξαμένους. ἕπεται δὲ ταῦτα ταῖς κατὰ φύσιν ἐνεργείαις τοῦ μορίου, δι' ἃς καὶ τῶν ἀπ' ἐγκεφάλου νεύρων ἐδεήθη μεγίστων, ἐφ' οἷς δὴ καὶ τὸ περιττὸν τοῦτο εἶδος τῆς αἰσθήσεως ὑπὲρ ἅπαντα κέκτηται. διαφορουμένου γὰρ εἰς τὸ περιέχον ἑκάστου ζώου κατὰ τὸ δέρμα, πρώτως κενοῦσθαι συμβαίνει τοῖς ὑπ' αὐτῷ μέλεσιν, ὧν ἡ σύμφυτος δύναμις, ὡς ἐν τοῖς τῶν φυσικῶν [129] δυνάμεων ὑπομνήμασιν ἐδείκνυμεν, ἐκ τῶν ὁμιλούντων ἑαυτοῖς ἐπισπᾶται τροφὴν ἀναπληροῦσαν τὸ κενούμενον, εἶτ' αὖθις ἐκ τῶν ἑαυτοῖς ὁμιλούντων ἐκεῖνα, κᾄπειτα ἐκ τῶν ἑαυτοῖς τὰ τρίτα, καὶ οὕτως ἀεὶ κατὰ τὸ συνεχὲς ὡς ἐν χορῷ τινι ταχείας τῆς μεταλήψεως γιγνομένης, ἐπὶ τὰς καθηκούσας εἰς τὴν γαστέρα φλέβας ἡ κένωσις ἀφικνεῖται. αὗται δέ γε εἰθίκεσάν τε ἅμα καὶ πεφύκεσαν ἐκ τῆς γαστρὸς ἐπισπᾶσθαι τὴν τροφὴν, ἀνάλογον ταῖς ἐπὶ τῶν φυτῶν εἰς τὴν γῆν καθηκούσαις ῥίζαις. ἅπαν γὰρ τοῦτο τὸ ἔργον οὐ ψυχικὸν, ἀλλὰ φυσικὸν ὑπάρχον, ὁμοίως ἐπιτελεῖται κατά τε τὰ φυτὰ καὶ τὰ ζῶα. τοῖς μὲν οὖν φυτοῖς ἡ γῆ τῆς γαστρὸς δίκην ὑπηρετεῖ διὰ παντὸς ἑτοίμην τε καὶ ἄφθονον ἐπάρδουσα τὴν τροφὴν, ἄχρι περ ἂν αἱ ἐκ Διὸς ὧραι κατὰ φύσιν ἔχωσιν, ὡς εἴγέ ποτε δι' ὑπερβολὴν αὐχμῶν ἀναξηρανθείη τὸ ὑγρὸν ἐξ αὐτῆς, ἐνδείᾳ τροφῆς αὐαίνεται τὰ φυτά. τοῖς δὲ ζώοις ἅτε μὴ προσπεφυκόσι τῇ γῇ, πλὴν ὀλίγων δή τινων, ἡ φύσις ἐδημιούργησε μὲν καὶ τὴν γαστέρα ταμεῖον τροφῆς, οἷόν περ τὴν γῆν τοῖς φυτοῖς· [130] ἔδωκε δὲ καὶ τῆς ἐνδείας αἴσθησιν, ἵν' ἐξορμῶντα τὰ ζῶα πρός τε τὴν ἐδωδήν τε καὶ πόσιν ἑνὶ χρόνῳ πληρῶνται. καὶ καλεῖται μὲν ἡ τῆς τοιαύτης πληρώσεως ἔφεσις ὄρεξις, γίνεται δ' ἐπ' αἰσθήσει τῆς ἐνδείας, ὅταν αἱ μὲν φλέβες ἐξ αὐτῆς τι τῆς γαστρὸς ἕλκωσιν οἷον βδάλλουσαί τε καὶ μυζῶσαι, μὴ φέρουσα δὲ τὴν μύζησιν ἡ γαστὴρ, ἀλλ' οἷον διασπωμένη, τῆς ἀνίας ταύτης ἴαμα τὴν ἐδωδὴν πορίζηται. τρέπονται γὰρ αἱ φλέβες οὕτως ἐπὶ τὰ παρακείμενα σιτία, κᾀξ αὐτῶν ἕλκουσι τὴν τροφὴν, οὐκ ἐκ τῆς γαστρὸς, καὶ συμβαίνει μετὰ τὴν προσφορὰν ἅμα τε τὰς φλέβας ἐπὶ τὰ σιτία τρέπεσθαι καὶ τὴν κοιλίαν εἰς ἑαυτὴν ἕλκειν ἐξ αὐτῶν ὅσον κεκένωται πρότερον ὑπὸ τῶν φλεβῶν. ἡ μὲν οὖν τῆς μυζήσεως αἴσθησίς ἐστιν ἡ πεῖνα· δύο δὲ ἄλλα, τὸ μὲν τοῦ βδάλλειν τὰς φλέβας ἡγεῖται, καὶ καλεῖται καὶ τοῦτο ὄρεξις ὁμωνύμως θατέρῳ, φυσικὸν ἔργον ὑπάρχον, οὐ ψυχικόν· αὐτῆς δὲ τῆς τοιαύτης ὀρέξεως ἡ κένωσις προηγεῖται καὶ γίγνεται πέντε συμπτώματα τὰ σύμπαντα κατὰ στίχον ἐφεξῆς ἀλλήλων τεταγμένα· κένωσις μὲν πρώτη, δευτέρα δὲ ὄρεξις ἡ [131] φυσικὴ τῶν κενωθέντων μορίων, εἶτα ἡ μύζησις τῆς κοιλίας, εἶτα ἡ ταύτης αἴσθησις, εἶτα ἡ ὄρεξις αὐτῆς ἡ ψυχικὴ ἁπασῶν ὑστάτη. καὶ τοίνυν καὶ ἡ ἀπώλεια τῆς ἐνεργείας ταύτης ἢ τῷ τὴν αἴσθησιν ἀπολωλέναι τῆς βδάλσεως, ἢ τῷ μὴ γίνεσθαι τὴν βδάλσιν, ἢ τῷ μὴ κενοῦσθαι τὸ σῶμα συμβαίνει. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ ἀμυδραὶ τῶν ὀρέξεων οὐκ ἐξ ἀπολωλότων ὧν εἴπομεν, ἀλλ' ἐγγὺς ἀπωλείας ἡκόντων ἕπονται. μοχθηραὶ δὲ ὀρέξεις γίγνονται κατὰ μὲν τὸ ποσὸν ὑπερβάλλουσαι, καὶ καλοῦνται πρός τινων αἱ τοιαῦται κυνώδεις, ὅταν ἤτοι κακοχυμία τις ὀξώδης δάκνῃ τὴν κοιλίαν, ἢ καὶ τὸ σύμπαν σῶμα διαφορούμενον ἀμέτρως ἐν χρείᾳ συνεχεῖ καθίσταται τῆς θρέψεως. ἡ μὲν γὰρ ψυχρὰ κακοχυμία τὴν δῆξιν μὲν ἀνάλογον τῇ μυζήσει παρέχει, τὴν ὄρεξιν δ' ἐπεγείρει τῇ τοῦ φυσικοῦ παθήματος ὁμοιότητι, τροφῆς δὲ, οὐ ποτοῦ, τὴν ἐπιθυμίαν ἐργάζεται διὰ τὴν ψύξιν· ἁλυκῆς δ' ἔτι καὶ χολώδους κακοχυμίας δακνούσης τὴν γαστέρα, ποτοῦ μᾶλλον ἢ σιτίων ὀρέγονται. πρὸς γὰρ τῷ θερμαίνεσθαί τε καὶ ξηραίνεσθαι τὴν κοιλίαν, ἅπερ αἴτια δίψους ἐστὶν, ἔτι καὶ τὸ χεῖσθαι τοὺς χυμοὺς ἐν [132] αὐτῇ τε καὶ ταῖς φλεψὶ συμβαίνει. τὸ δὲ τῆς χύσεως τῶν χυμῶν σύμπτωμα πληροῖ τὰ περιέχοντα, καθάπερ, οἶμαι, τὰ τῆς ψύξεως ἐκκενοῖ. καὶ τοίνυν εἰς μὲν τὸ πεινῇν οὐ σμικρὸν ἡ ψύξις τῶν κατὰ τὴν γαστέρα συντελεῖ. κενά τε γὰρ ἐργάζεται τὰ σώματα καὶ τοὺς χιτῶνας αὐτῶν συνάγουσά τε καὶ σφίγγουσα πρὸς τὴν ὄρεξιν ἐπεγείρει. τοῦ δὲ μὴ πεινῆν ἐν τοῖς μάλιστα συνεκτικὸν αἴτιον ἡ θερμότης ἐστὶ, τὰ μὲν στερεὰ σώματα τῷ χαλᾷν ἐκλύουσα καὶ πρὸς τὴν ὁλκὴν ἀτονώτερα κατασκευάζουσα, τὰ δὲ ὑγρὰ τῷ χεῖν ἐπιπλέον ἐκτείνουσα. μία μὲν οὖν αἰτία τῆς κυνώδους ὀρέξεώς ἐστιν ἡ ὀξώδης κακοχυμία· δευτέρα δὲ, ὡς ἐλέγετο, κένωσις πλείων δι' ὅλου τοῦ σώματος, ἤτοι διὰ ῥώμην θερμότητος ἢ δι' ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως ἐπιτελουμένη. καὶ δὴ καὶ συμβαίνει κατὰ μὲν τὴν προτέραν διάθεσιν ὑποχωρήσεις τῶν ληφθέντων γίγνεσθαι πολλάς· κατὰ δὲ τὴν δευτέραν, ὡς ἂν ἐπὶ κενώσει τῆς ἕξεως ἐπιτελουμένην, ἀναδίδοσθαι τὴν τροφήν. ἄμετροι μὲν οὖν ὀρέξεις τε ἅμα καὶ πεῖναι διὰ ταῦτα γίγνονται. μοχθηρῶν δὲ ποιοτήτων ἐπιθυμοῦσιν οἷς ἂν εἰς τοὺς τῆς κοιλίας χιτῶνας ἐναποθῇ τι περίττωμα μοχθηρόν. [133] εἴωθε δὲ τοῦτο γίγνεσθαι μάλιστα ταῖς κακοχύμοις γυναιξὶν, ἐπειδὰν κυήσωσι, καὶ καλεῖται κίττα τὸ πάθος. ὀρέγονται δὲ ἐν αὐτῷ μάλιστα μὲν ὀξέων τε καὶ στρυφνῶν, ἔστι δὲ ὅτε καὶ δριμέων, ἐνίοτε δὲ ἤτοι κιμωλίας γῆς ἢ ὀστράκων ἢ ἐσβεσμένων ἀνθράκων ἤ τινων οὕτως ἀτόπων βρωμάτων. καὶ τοῦτο πάσχουσιν αἱ πλείους αὐτῶν ἄχρι τοῦ δευτέρου καὶ τρίτου μηνός· ἐν δὲ τῷ τετάρτῳ παύονται, τὸ μέν τι τοῖς ἐμέτοις ἐκκενωθείσης τῆς κακοχυμίας, τὸ δέ τι καὶ πεφθείσης ἐν τῷ χρόνῳ, βραχέα σιτουμένης τῆς ἀνθρώπου διὰ τὴν ἀποσιτίαν, τὸ δέ τι καὶ πλήθους ἐκκενουμένου. κατὰ μὲν γὰρ τοὺς πρώτους δύο μῆνας ὀλίγον ἐπισπᾶται τοῦ αἵματος εἰς ἑαυτὸ τὸ ἔμβρυον, ὡς ἂν ἔτι μικρότατον ὑπάρχον, ὅταν μηδ' ἔμβρυον ἤδη πω καλεῖται κατ' ἐκεῖνον τὸν καιρὸν, ἀλλ' ἔτι κύημα· μεῖζον δὲ γιγνόμενον αὐτό τε πλείονι χρῆται τροφῇ καὶ οὐ μόνον ὅ τι περ ἂν ᾖ χρηστότατον ἐν ταῖς φλεψὶ, τοῦτ' ἐπισπᾶται, καθάπερ ἔμπροσθεν, ἀλλὰ τῷ δεῖσθαι πλείονος συνεπισύρεταί τι καὶ τοῦ μοχθηροῦ. καὶ οὕτω σύμπαν σῶμα τότε πληθωρικὸν ἔτ' εἶναι παύεται καὶ ἧττον [134] γίγνεται κακόχυμον. αὐτὸ δὲ δὴ τὸ ἔμβρυον ἧς ἐπισπᾶται τροφῆς τὰ περιττώματα διττοῖς ὑμέσιν ἐναποτίθεται, καὶ γίγνεται μὲν ὡς τὰ πολλὰ καὶ αὐτὸ κακοχυμότερόν τε καὶ δυσκρατότερον, ὡς ἂν ὑπὸ μοχθηροῦ τρεφόμενον αἵματος, ἢν μὴ πάνυ χρησταῖς ἡ κύουσα χρῆται τροφαῖς ἐν τῷ λοιπῷ χρόνῳ τῆς κυήσεως. ἀλλ' οὐδὲν τοῦτό γε πρὸς τὰ παρόντα. τὸ δὲ μοχθηρῶν ὀρέγεσθαι ποιοτήτων, ὑπὲρ οὗ διηγούμενος ἐμνημόνευσα τῆς κίττης, γίγνεταί ποτε καὶ ἀνδράσιν, ὅταν γε καὶ τούτοις εἰς τὸ τῆς γαστρὸς στόμα κατασκήψῃ ὁμοία τις κακοχυμία. ταυτὶ μὲν οὖν τὰ συμπτώματα περὶ τὴν τῆς τροφῆς ὄρεξιν γίγνεται. περὶ δὲ τὴν τοῦ ποτοῦ παραπλήσια τούτοις ἕτερα τοσαῦτα, ἡ μὲν οἷον στέρησις, ἐπειδὰν ἤτοι μηδ' ὅλως δέηται τὸ σῶμα δι' ὑπερβάλλουσάν τε ὑγρότητα καὶ ψύξιν, ἢ ἀναίσθητος ᾖ τοῦ καθ' ἑαυτὴν πάθους ἡ γαστήρ· ἡ δὲ ἐνδεὴς ὄρεξις, ἐπειδὰν ἐνδεῶς γίγνηται τὰ αὐτά. ἡ μοχθηρὰ δὲ τῶν ποτῶν ὄρεξις ἀνάλογος γίγνεται τῇ περὶ τὴν τροφὴν ὀρέξει μοχθηρᾷ, ποτὲ μὲν ἀμέτρου πόματος, ὅταν ἐν αὐτοῖς χιτῶσι τῆς γαστρὸς ἁλμώδης τις ἢ χολώδης [135] κακοχυμία περιέχηται, ποτὲ δὲ οἷον ζέσαντος τοῦ καθ' ἑαυτὴν ὑγροῦ συμφύτου. μοχθηρῶν δ' ἐπιθυμοῦσι πομάτων ὥσπερ καὶ σιτίων, ἀνάλογον τῇ κρατούσῃ κακοχυμίᾳ. ταυτὶ μὲν οὖν ἐν χρόνῳ πλείονι κακῶς διαιτηθεῖσιν ἐπιγίγνεται· ἀπαύστοις δὲ δίψεσι καταληφθεῖσιν, ἐξ ὧν περ καὶ ἀποθανόντας οἶδα τόν τε καταφαγόντα τὴν ἔχιδναν (ἦν δὲ ἄρα διψὰς) καὶ τοὺς ἐκ τοῦ οἴνου πιόντας ἐκ περιστάσεως θεριστὰς, ἐν ᾧ τοιοῦτόν τι θηρίον ἐναποτεθνήκει, καὶ τὸν ἐξ οἴνου παλαιοῦ μεθυσθέντα, καὶ τὸν ἀποκαρτερεῖν θελήσαντα, καὶ τοὺς ἐν τῷ πλοίῳ ἐπιλιπόντος τοῦ ὕδατος, ὧν ὅσοι τῆς θαλάσσης ἐτόλμησάν τι πιεῖν, ἀμετρότερόν τε διψήσαντες τῶν ἄλλων, καί τινες μὲν αὐτῶν ὑπαχθέντες τὴν γαστέρα καὶ δηχθέντες σφοδρῶς ὀξύτερον ἢ κατὰ τοὺς λοιποὺς ἀπέθανον. οἶδα δέ τινα καὶ τῶν πυρεττόντων καυσωδῶς, ἐπιδιδόντος ἔτι τοῦ νοσήματος, ἀνέδην τε πίνοντα ψυχρὸν, καὶ μηδαμῶς ἐμπιπλάμενον, ἄχρι περ ἂν ἀπέθανεν. αὗται μὲν δὴ τοιαῦται καὶ τοσαῦται περὶ τὰς ὀρέξεις τῆς γαστρὸς αἱ πλημμέλειαι. καὶ πρὸς αὐταῖς ἡ καρδιαλγία, σύμπτωμά τι τοῦ [136] στόματος τῆς γαστρὸς αἰσθητικὸν, ἀνιαρὸν ἐπὶ χυμοῖς δακνώδεσιν. ἔξωθεν δὲ τούτων ἐστὶν ὁ καλούμενος βούλιμος ἐνδείας τε ἅμα καὶ ἀτονίας καὶ καταψύξεως τῆς ἐνταῦθα σύμπτωμα. θαυμαστὸν δὲ οὐδὲν, εἰ ταῖς ὀδύναις αὐτοῦ λειποψυχίαι τε καὶ καταπτώσεις ἕπονται τῆς δυνάμεως. ὅπου γὰρ ὁρῶνταί τινες ἐπὶ προσπταίσματι δακτύλου λειποθυμήσαντες, οὐδὲν δήπου θαυμαστὸν ἐπὶ στομάχῳ παθεῖν αὐτὸ, καὶ τῇ τῆς αἰσθήσεως ἀκριβείᾳ καὶ τῇ τῆς θέσεως ἐγγύτητι τὰς δύο ἀρχὰς ἑτοιμότερον εἰς συμπάθειαν ἄγειν αὐτοῦ δυναμένου. καὶ τὰ μέγιστα συμπτώματα τοὺς εὐαισθητοτάτους στομάχους ἔστιν εὑρεῖν ἐπιφέροντας, ὡς ἂν καὶ μᾶλλον τῶν ἄλλων ἀνιωμένους ἐπὶ πᾶσι τοῖς λυποῦσι, καὶ ταῖς ἀρχαῖς ἀμφοτέραις ἀναπέμποντας ἔστιν ἰδεῖν τὴν βλάβην αὐτούς. ὅταν δὲ δὴ καὶ ὅλον τὸ νευρῶδες γένος ἐπί τινος εὐαισθητότερον ἢ εὐπαθέστερον ὑπάρχῃ, τότε δὴ καὶ μάλιστα καὶ αὐτάς γε τὰς ἀρχὰς εἰς συμπάθειαν ἑτοιμότερον ἄγεσθαι συμβέβηκεν, ὅταν ἤτοι κατά τι πάθος, ἢ καὶ φύσει πως ὑπάρχουσιν ἀσθενεῖς. καὶ ὅταν γε συνέλθῃ τὰ τέτταρα, [137] μέγιστον ἀνάγκη γενέσθαι τὸ πάθημα. τέσσαρα δὲ λέγω, τήν τε λυποῦσαν τὸν στόμαχον διάθεσιν ἰσχυρὰν γενομένην, καὶ τὴν αἴσθησιν αὐτῆς μάλιστα ἀκριβουμένην, καὶ τὸ τῶν νεύρων γένος, ἢ τὸ τῶν ἀρτηριῶν ἀσθενὲς ὑπάρχον, ἔτι δὲ πρὸς τούτοις ἤτοι τὸν ἐγκέφαλον, ἢ τὴν καρδίαν. οὕτω γοῦν ἐπιληψίαι τε διὰ τὸν ἄτονον στόμαχον ἐνίοις ἐπιγίνονται, καὶ κάροι, καὶ κώματα, καὶ καταλήψεις, παραφροσύναι τε καὶ μελαγχολίαι, τῆς κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰ νεῦρα συμπαθούσης ἀρχῆς. αἱ δὲ ὀνομαζόμεναι καρδιακαὶ συγκοπαὶ τῆς κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας ἀρχῆς συμπαθούσης ἐπιγίγνονται. οὕτω δὲ καὶ ἀσφυξίαι τε καὶ μικροσφυξίαι, καὶ κακοσφυξίαι· αἱ δ' ἄπνοιαι τῶν ἀρχῶν ἀμφοτέρων εἰς μεγάλην ἀγομένων συμπάθειαν· αἱ δύσπνοιαι δὲ κατὰ διττὸν τρόπον, αἱ μὲν τῇ στενοχωρίᾳ τῶν φρενῶν, αἱ δὲ τῶν ἀρχῶν ἀμφοτέρων συμπασχουσῶν. αἱ δ' εἰς τὰ τοιαῦτα παθήματα προφάσεις ἄγουσαι τὸ ζῶον οὐκ ὀλίγαι. ψύξις τε γὰρ ἰσχυρὰ ποτὲ μὲν αὐτὴ καθ' αὑτὴν, ἔστι δ' ὅτε ἐπὶ φλέγματι πάνυ ψυχρῷ, (τοιοῦτον δέ ἐστι παραπλήσιον [138] ὑάλῳ κεχυμένῃ κατά τε τὴν χρόαν καὶ τὴν σύστασιν, ὅν περ δὴ καὶ ὑαλώδη χυμὸν οἱ περὶ τὸν Πραξαγόραν τε καὶ Φιλότιμον ὀνομάζουσιν) οὐχ ἥκιστα δὲ καὶ φυσῶδες πνεῦμα ψυχρὸν, ἢ ποτὸν, ἢ ἐδεστὸν, ἤ τι φάρμακον ἱκανῶς ψυχρὸν, αὐτό τε τῆς κοιλίας τὸ στόμα καταψύχεται, καὶ σὺν αὐτῷ διὰ μὲν τῶν νεύρων τὸν ἐγκέφαλον, διὰ δὲ τῆς μεγάλης ἀρτηρίας τὴν καρδίαν συγκαταψύχει· τῇ μὲν τῶν νεύρων τοῦ γένους κοινωνίᾳ τὸν ἐγκέφαλον, τῇ δὲ τῆς θέσεως ἐγγύτητι τὴν καρδίαν. ἐπειδὰν μὲν γὰρ ἡ ἐκφυεῖσα τῆς καρδίας ἐπιβῇ τῆς ῥάχεως ἡ μεγίστη τῶν ἀρτηριῶν, πρῶτον μὲν ζεύγνυταί τε καὶ συνάπτεται δι' ὑμένων τῷ στομάχῳ, μετ' αὐτὸν δὲ τῷ στόματι καὶ αὐτῇ τῇ γαστρὶ κατὰ μῆκος ὑποτείνεται κάτω προϊοῦσα. διὰ ταύτης μὲν οὖν τῆς ἀρτηρίας μεγίστης τε οὔσης καὶ ἐξ αὐτῆς τῆς καρδίας ἐκφυομένης, ἡ ἑτέρα τῶν ἀρχῶν συμπαθεῖ τῷ στόματι τῆς κοιλίας· διὰ δὲ τῶν νεύρων ὁ ἐγκέφαλος· ὥστ' οὐδὲν θαυμαστὸν ἐπὶ ταῖς νόσοις αὐτοῦ μέγιστά τε καὶ ἰσχυρότατα συμπτώματα καταλαμβάνειν τὸ ζῶον. ὅστις μὲν οὖν ὁ τρόπος ἐστὶν ἑκάστου τῆς γενέσεως, [139] ἐν τοῖς μετὰ ταῦτα λεχθήσεται· νυνὶ δὲ τὰς προφάσεις αὐτὰς ἀρκεῖ μοι διελθεῖν. εἰσὶ δὲ μύκητές τινες καὶ βουπρήστεις καὶ ψιμμύθιον καὶ γύψος καὶ γάλα πεπηγὸς, αἵ τε ἀπὸ τῶν ὑστερῶν πνίξεις ἐπὶ τῶν χηρευουσῶν τε καὶ μὴ καθαιρομένων, ὅσα τε ἀνάλογον αὐταῖς ἐπὶ τῶν ἀῤῥένων γίνεται. λεχθήσεται δὲ χωρὶς ὑπὲρ ἀπνοίας ἑτέρωθι.

   Καὶ περὶ μὲν τῶν αἰσθητικῶν ὀργάνων ἁπάντων, ἔτι τε τῶν κατὰ ταῦτα δυνάμεων, ἤδη μοι δοκῶ πέρας ἔχειν τὸν λόγον. ἐπ' αὐτὸ δὲ τὸ κατάρχον αὐτῶν ἐπιπέμπον τε τοῖς κατὰ μέρος οἷον ἐκ πηγῆς τινος ἑαυτοῦ τὰς δυνάμεις ἐπιέναι τῷ λόγῳ καιρός. ἔστι δὲ δήπου τὸ πρῶτον αἰσθητικόν. ἐν αὐτοῖς μὲν γὰρ τοῖς κατὰ μέρος ὀργάνοις ἑκάστῃ τῶν αἰσθήσεων ἡ ἀπὸ τῶν αἰσθητῶν ἀλλοίωσις ἐπιτελεῖται. ταύτης δὲ αἰσθητικὸν γίγνεται τὸ ἀλλοιούμενον μόριον, ἐκ τοῦ δέχεσθαι τὴν ἀπ' ἐγκεφάλου κατιοῦσαν εἰς αὐτὸ διὰ τοῦ νεύρου δύναμιν, αὐτὸς γὰρ ὁ ἐγκέφαλος οὐκ αἰσθητικὸν ὄργανον ὑπὸ τῆς φύσεως, ἀλλ' αἰσθητικῶν αἰσθητικὸς ἐγένετο. καὶ ὅτι μὲν ἀεὶ διὰ τῶν νεύρων ἐπιπέμπει τὴν [140] αἰσθητικὴν δύναμιν ἅπασι τοῖς τοῦ ζώου μορίοις, ἐναργέστατόν ἐστιν ἐκ τοῦ μετὰ τὸ τμηθῆναι νεῦρον ὁτιοῦν εὐθέως ἀναίσθητον ἀποτελεῖσθαι τὸ μέρος, εἰς ὃ τὸ νεῦρον κατασχίζεται. ἐναργὲς δὲ οὐδὲν ἧττόν ἐστι καὶ ὡς κατὰ τοὺς ὕπνους ἤτοι παντάπασιν ἀργοῦσιν αἱ αἰσθήσεις, ἢ ἀμυδρῶς ἐνεργοῦσιν. εὔλογον οὖν ὀλίγην τινα ἐπιῤῥεῖν τηνικαῦτα δύναμιν ἀπὸ τῆς ἀρχῆς τοῖς κατὰ μέρος. καὶ τό γε βαθέως τε καὶ μὴ βαθέως κοιμᾶσθαι, τοῦτο δὴ τὸ συνήθως ἑκάστοτε λεγόμενον, ἐν τῷ ποσῷ τῆς ἐπιῤῥοῆς ἐστι. τοσούτῳ γὰρ μεῖον ἐπιῤῥεῖν εἰκός ἐστιν, ὅσῳπερ ἂν ὁ ὕπνος ᾖ βαθύτερος. ἔοικεν οὖν ἐν ἐκείνῳ τῷ χρόνῳ παντὶ τῷ κατὰ τὸν ὕπνον ἀναπαύεσθαι μὲν ἡ ψυχικὴ δύναμις, ἐνεργεῖν δὲ ἰσχυρότερον ἡ φυσική. τεκμήραιτο δ' ἄν τις τῷ κεκμηκυῖαν αὐτὴν ὑπνωσάντων ἀναῤῥώννυσθαι, καὶ μάλισθ' ὅταν ἐπὶ τροφῇ συμμέτρῳ κοιμηθῶμεν· ἔτι τε τῷ πέττεσθαι τὴν τροφὴν ὑπνούντων κάλλιστα καθ' ὅλον τοῦ ζώου τὸν ὄγκον, οὐκ ἐν τῇ γαστρὶ μόνον. ἔστι δὲ καὶ ἄλλως εὔλογον ἀναπαύεσθαί ποτε κᾀκεῖνο τοῦ ζώου τὸ μέρος, ἐν ᾧ τῆς λογικῆς ψυχῆς ἐστιν [141] ἡ ἀρχή. ἡ μὲν γὰρ καρδία φαίνεται κατὰ σμικρὰ τοῦτο ποιοῦσα, ὡς μὴ δεῖσθαι χρόνου πολλοῦ πρὸς ἀνάπαυσιν· ὁ δὲ ἐγκέφαλος οὐχ οὕτως, ἀλλ' ἐν μὲν ταῖς ἐγρηγόρσεσιν ἐνεργεῖ διὰ παντὸς, ὑπνούντων δὲ ἡσυχάζει, καὶ διὰ τοῦτο βαθύτερος ὕπνος συμπίπτει τοῖς πλείονα γυμνασαμένοις, ὡς ἂν ἀπεῤῥυηκυίας αὐτοῖς πολλῆς δυνάμεως ἀπὸ τῆς ἀρχῆς, ὁπότε ἐνήργουν. διά τε οὖν τὴν κένωσιν ἧς ἔπεμψε δυνάμεως ὁ ἐγκέφαλος, ἔτι δὲ διὰ τὸν κάματον, ὃν ἔκαμε διὰ τὰς πολλὰς ἐνεργείας, ἀναπαύσεώς τε ἅμα καὶ ἀναῤῥώσεως χρῄζει. ὥσπερ δὲ ἐπὶ τοῖς γυμνασίοις ἑτοιμότερόν τε καὶ βαθύτερον ὑπνοῦσιν, οὕτω καὶ τροφὴν προσενεγκάμενοι, καὶ ὅσῳ περ ἂν ὑγροτέρα τὴν φύσιν ὑπάρχῃ, τοσούτῳ μᾶλλον ὑπνοῦσιν· οὕτω δὲ καὶ οἶνον πλείονα προσαράμενοι, καὶ λουσάμενοι λουτροῖς δαψιλέσι θερμοῖς κατὰ τῆς κεφαλῆς. ἅπαντα γὰρ τὰ τοιαῦτα φαίνεται πληροῦντα τὸν ἐγκέφαλον ὑγρότητος, ἧς ἄρα δεῖται κεκμηκώς τε καὶ κατεξηρασμένος ὡσαύτως ἐν ταῖς πολλαῖς ἐνεργείαις. ἀλλὰ γὰρ ὅτι ἡ μὲν κεφαλὴ πληρουμένη τὸν ὕπνον ἐπιφέρει, δέδεικται πρὸς Ἀριστοτέλους [142] αὐτάρκως, καὶ οὐδὲν δεῖ νῦν ἡμᾶς ἐπεξιέναι τῷ λόγῳ. τὸ γάρ τοι περὶ ὕπνου καὶ ἐγρηγόρσεως ἀναγνούς τις αὐτοῦ βιβλίον, αὐτό τε τοῦτο σαφῶς ἐκμαθήσεται, τὸ πληρουμένης τῆς κεφαλῆς ἐπιγίγνεσθαι τοῖς ζώοις τοὺς ὕπνους, ἔτι τε πρὸς τούτοις κατανοήσει τὸ χωλεῦον παρ' αὐτῷ τοῦ λόγου. καί τοι γὰρ ἱκανώτατος ὢν ἐπιχειρῆσαι καὶ πιθανώτατος εἰς ὅπερ ἂν ἐθελήσῃ τὸν λόγον ἀγαγεῖν, ὅμως οὐδὲν ἔσχε πιθανώτερον ἐξευρεῖν, διότι τῆς κεφαλῆς πληρουμένης ἀναπαύεται τὸ πρῶτον αἰσθητικὸν ἐν τῇ καρδίᾳ καθιδρυμένον, ὡς αὐτὸς ὑπολαμβάνει· πολὺ γὰρ δήπου πιθανώτερον ἦν ἐπὶ ταῖς τοῦ πνεύμονος ὑγρότησι γίγνεσθαι τοὺς ὕπνους, ὃν ἡ φύσις οὐδὲν ἄλλο ἢ ὑπηρετήσοντα τῇ καρδίᾳ περιέβαλε κύκλῳ. τίς δ' οὐχὶ καὶ τῶν τἀναντία δοξαζόντων ἰατρῶν, ἢ ἀπὸ ψιλῆς ἀναγομένων τῆς ἐμπειρίας, ἐν κάροις καὶ ληθάργοις καὶ κώμασι καὶ πᾶσι τοῖς παρὰ φύσιν ὑπνώδεσι νοσήμασιν ἐπὶ τὴν κεφαλὴν ἀφικνεῖται καταντλῶν καὶ καταπλάττων αὐτὴν, καὶ ξυρῶν, καὶ σικύας προσφέρων, καὶ πᾶν ὁτιοῦν ἄλλο μηχανώμενος, ὡς ἐνταῦθα τῆς ῥίζης τοῦ νοσήματος ὑπαρχούσης; [143] οὕτω δὲ καὶ τὰς παραφροσύνας καὶ φρενίτιδας, ἁπάσας τε τὰς παρὰ φύσιν ἀγρυπνίας ἰώμενοι, τῇ κεφαλῇ τὰ βοηθήματα προσφέρουσιν. ἀλλὰ περὶ μὲν τούτων ἑτέρωθι διὰ πλειόνων ἀποδέδεικται. τὸ δὲ εἰς τὰ παρόντα τοῦ λόγου χρήσιμον, ὡς ὁ ἐγκέφαλος ἡνίκα μὲν ἐπιπλέον αὐτὸς ἐνεργήσας ἀναπαύεσθαι βουληθῇ, τὸν κατὰ φύσιν ὕπνον ἐπάγει τῷ ζώῳ, καὶ μάλιστα ἐπειδὰν ὑγρότητος δαψιλοῦς ἀπολαύειν ἡ ἐν αὐτῷ θρεπτικὴ δύναμις ἔχῃ· ἡνίκα δ' ἂν ὑπὸ πολλῆς ψυχρᾶς ὑγρότητος βαρύνηται, τὸν ἐν κώμασί τε καὶ ληθάργοις ὕπνον ἐπιφέρει, ὅσα τε ἄλλα νοσήματα παραπλήσια· κεφάλαιον δ' αὐτῶν ἐστιν ἡ ὑγρότης τε καὶ ψύξις, ἤτοι κατὰ μόνας ἑκατέρα συνισταμένη, ἢ καὶ κατ' αὐτὸν ἀμφότεραι συνελθοῦσαι. τοιαῦτα γοῦν ἐστι καὶ τὰ φάρμακα πάντα τά τ' ὄντως ὑπνωτικὰ καὶ ὅσα καλεῖται μὲν οὕτως, ἐργάζεται δ' οὐχ ὕπνον, ἀλλὰ κῶμά τε καὶ κάρον καὶ νάρκην παντὸς τοῦ σώματος. ὅσα μὲν οὖν ὑγραίνει μόνον, ὑπνωτικὰ δεόντως ὀνομάζεται· τὰ ψύχοντα δὲ οὐκ ὀρθῶς οὔθ' ὕπνον οὔτ' ἀνωδυνίαν ἐπιφέρειν ἂν λέγοιντο, ἀλλ' ἀντὶ μὲν ὕπνου κῶμα [144] καὶ κάρον, ἀντὶ δὲ τῆς ἀνωδυνίας ἀναισθησίαν ἢ δυσαισθησίαν διὰ τὴν ὑπερβολὴν τῆς ψύξεως. εἴρηται δὲ δήπου καὶ πρόσθεν, ὡς ἡ νάρκη τὸ πάθημα δυσαισθησία τε ἅμα καὶ δυσκινησία τῶν νευρωδῶν μορίων ἐστί· καὶ γίγνεται μὲν, ὡς ἐλέχθη, καὶ κατ' ἄλλας αἰτίας, γίγνεται δὲ καὶ κατὰ δυσκρασίαν, ὡς ἐπὶ τοῖς ψύχουσι φαρμάκοις. οὕτω μὲν οὖν ὕπνοι τε καὶ κώματα καὶ κάροι καὶ νάρκαι γίγνονται. ξηρότης δ' αὖ πάλιν ἀμετροτέρα καὶ θερμότης, καθάπερ ἐν φρενίτισιν, ἢ διὰ χυμόν τινα δακνώδη τε καὶ θερμὸν, ἢ ἐρεθισμοὺς, ἢ ἀγρυπνίας ἐπιφέρουσιν, ὅσαι γε μὴ διὰ λύπην ἤ τινα φροντίδα συνίστανται. ὥσπερ δὲ τὰ τοιαῦτα συμπτώματα κοινὰ τοῦ σώματος ὅλου γίγνεται διὰ τὸ πεπονθέναι τὴν ἀρχὴν, οὕτω καὶ ἄλλα περὶ τὰς καθ' ὁρμὴν ἐνεργείας ἁπάσας συμπίπτει, τῆς ἀρχῆς παθούσης. αἵ τε γὰρ ἀποπληξίαι καὶ ἐπιληψίαι διὰ τὸν ἐγκέφαλον γίγνονται· τοιοῦτον μέν τοι πάθος ἡ ἀποπληξία περὶ τὰς κατὰ προαίρεσιν ἐνεργείας, οἷον ὁ βαθὺς ὕπνος ἐν ταῖς αἰσθητικαῖς ἐνεργείαις. ἕτερον δὲ τοιοῦτον, οἷον ἐν ταῖς αἰσθητικαῖς ἡ ἀγρυπνία, ὁ ἐν ταῖς ἐπιληψίαις σπασμός. ἄμφω μὲν γὰρ ταῦτα πλημμελεῖς [145] κινήσεις εἰσὶ τοῦ ἐγκεφάλου, καὶ διὰ τοῦτο καὶ τῶν κατὰ μέρος ἁπάντων μελῶν· ἄμφω δ' αὖ πάλιν θάτεραι καταλήψεις τε καὶ ἡσυχίαι τῶν ἐνεργειῶν αὐτοῦ. κατὰ μέντοι τοὺς ὅλου τοῦ σώματος σπασμοὺς ἄνευ παραφροσύνης ἢ κάρου τὸ νόσημά ἐστι τοῦ κατὰ τὸν τράχηλον νωτιαίου, καθάπερ γε κᾀπειδὰν ἤτοι χεὶρ ἢ σκέλος ἤτοι εἷς μῦς τείνηταί τε καὶ σπᾶται βιαίως, ἑνὸς ἑκάστοτε νεύρου τοῦ κινοῦντος τὸ μέρος ἡ βλάβη. ἥτις δ' ἀκριβῶς ἐστιν ἡ αἰτία τοῦ νοσήματος ἐφ' ᾧ σπᾶται τὰ μόρια, χαλεπὸν εἰπεῖν, ὥσπερ γε καὶ τρόμου καὶ παλμοῦ καὶ ῥίγους. ὀνομάζω δὲ νῦν ῥῖγος οὐ τὴν τῆς σφοδρᾶς ψυχρότητος αἴσθησιν, ἀλλὰ τὸν ἀνώμαλον ἅπαντος τοῦ σώματος σεισμόν τε καὶ κλόνον. ἅπαντα γὰρ δὴ ταῦτα φαίνεται καταλαμβάνοντα τὸ μυῶδες γένος ἢ μόνον ἢ μάλιστα τῶν ἄλλων μορίων. ἀκριβέστερον δὲ εἰσόμεθα, διαστειλάμενοι πρότερον αὐτῶν τὰς ἐννοίας. ἐν μὲν γὰρ τῷ παρόντι τέτταρας ἐφθεγξάμεθα προσηγορίας, σπασμὸν καὶ τρόμον καὶ παλμὸν καὶ ῥῖγος. ὁποῖον δὲ ἕκαστόν ἐστι τῶν συμπτωμάτων, ἃ δηλοῦσι, παρ' οὐδενὶ τῶν ἐμοῦ πρεσβυτέρων [146] εὗρον ἀκριβῶς διωρισμένον, ἀλλ' οἱ μὲν εὐθέως ἐπὶ τὰς οὐσίας ἔρχονται τῶν νοσημάτων, οἷς ἕπεται τὰ συμπτώματα· τινὲς δὲ ἐπεχείρησαν μὲν αὐτὰ διαστείλασθαι, σφάλλονται δὲ ἐν οἷς ἑρμηνεύουσιν, ὡς ἐξέσται μαθεῖν τῷ βουληθέντι μετὰ τὴν ἡμετέραν διδασκαλίαν ἀναλέξασθαι τὰς βίβλους αὐτῶν. οὐδὲ γὰρ οὐδὲν χαλεπόν ἐστι φωρᾶσαι τὰ κακῶς εἰρημένα, προεγνωσμένων ἤδη τῶν ἀληθῶν. ὑπὲρ ἁπάντων οὖν τούτων εἰρήσεται κατὰ τὸν ἑξῆς λόγον.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΣΥΜΠΤΩΜΑΤΩΝ.

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

[147]    Σπασμὸς δὲ καὶ τρόμος, καὶ παλμὸς, καὶ ῥῖγος, καὶ φρίκη, καὶ λυγμὸς, καὶ βῆχες, ἐρυγαί τε καὶ πταρμοὶ, καὶ σκορδινισμοὶ, καὶ χάσμαι, καὶ τρισμοὶ, κοινὸν μὲν ἅπαντα γένος ἔχει κίνησιν πλημμελῆ· διενήνοχε δ' ἀλλήλων ἑνὶ μὲν καὶ πρώτῳ μάλιστα τῷ τὰ μὲν αὐτῶν ἔργα φύσεως εἶναι βιαίως ἀναγκαζομένης κινεῖσθαι πρός τινος αἰτίου νοσεροῦ, τὰ δὲ νοσώδεσιν ἕπεσθαι διαθέσεσιν, οὐδὲν εἰς τὴν γένεσιν αὐτῶν συμπραττούσης φύσεως· ἔνια δὲ ὑπ' ἀμφοῖν [148] ἐνεργούντων γίγνεσθαι, τοῦ τε νοσήματος ἅμα καὶ φύσεως. ἀκούειν δὲ ἀξιῶ σε τοῦ τῆς φύσεως ὀνόματος ἐν τῷ λόγῳ τῷδε κατὰ πάσης δυνάμεως τῆς διοικούσης τὸ ζῶον, εἴτε κατὰ τὴν ἡμετέραν προαίρεσιν, εἴτε καὶ χωρὶς ταύτης. ἀντιδιαιροῦμεν γὰρ νῦν ἁπάσῃ τῇ παρὰ φύσιν αἰτίᾳ, δι' ἣν βλάπτεται καὶ διαφθείρεται τὸ ζῶον, ὅλον ἐκεῖνο τὸ γένος τῶν δυνάμεων, ὑφ' οὗ διασώζεται. τοιαύτης μὲν οὖν δυνάμεως ἔργα, πταρμοὶ, καὶ βῆχες, καὶ χάσμαι, καὶ σκορδινισμοὶ, καὶ λύγγες· μόνου δὲ τοῦ νοσήματος ἐνεργοῦντος παλμὸς καὶ σπασμός· ἀμφοῖν δὲ συνιόντων, τοῦ τε νοσήματος καὶ τῆς δυνάμεως, αἵ τε ναρκώδεις ἅπασαι κινήσεις ὅσαι τ' ἄλλαι παραλυομένων μὲν, οὐδέπω δὲ παραλελυμένων γίγνονται, καὶ πρὸς ταύταις ὁ τρόμος. αὗται μὲν αἱ πρῶται διαφοραὶ τοῦ νῦν ἡμῖν προκειμένου γένους τῶν συμπτωμάτων. ἐφεξῆς δὲ καθ' ἑκάστην ἴδιαί τινες, ὑπὲρ ὧν ἤδη λέγωμεν, ἀπὸ τῶν ὑπό τινος ἐμφύτου δυνάμεως γιγνομένων κινήσεων ἀρξάμενοι. κοινωνία δὲ καὶ ταύταις ἐστὶ πρὸς τὰς ἀκριβῶς κατὰ φύσιν, ἣν ἀναγκαῖον εἰπεῖν πρότερον ὑπὲρ τοῦ διδάξαι σαφῶς, ὁποία [149] τις αὐτῶν ἐστιν γένεσις. οὐσῶν δὴ τεσσάρων δυνάμεων ὑφ' ὧν διοικεῖται τὰ τρεφόμενα σώματα πάντα, πρώτης μὲν τῆς ἑλκούσης πρὸς ἑαυτὴν τὸ χρηστὸν, ἑτέρας δὲ τῆς κατεχούσης τοῦτο, καὶ τρίτης τῆς ἀλλοιούσης, καὶ τετάρτης τῆς ἀποκρινούσης τὸ περιττὸν, ἐπειδὰν μὲν νόμῳ φύσεως διοικῆται τὸ ζῶον, οὐδεμία κίνησις οὐδεμιᾶς αὐτῶν ἐστι σύμπτωμα· συστάντος δέ τινος παρὰ φύσιν ἐν τῷ σώματι, ὅταν ἀποτρίβεσθαι τοῦτο τῶν ἀποκριτικῶν τις ἐξορμήσῃ δυνάμεων, ἐνίοτε μὲν ἀναίσθητοι τὸ πάμπαν αἱ κινήσεις αὐτῶν, ἐνίοτε δὲ αἰσθητοὶ γίγνονται. περὶ μὲν δὴ τῶν ἀναισθήτων αὖθις εἰρήσεται.

   Περὶ δὲ τῶν αἰσθητῶν ἐπειδὴ κοινωνοῦσι ταῖς προαιρετικαῖς ὀνομαζομέναις, ἡ διδασκαλία γιγνέσθω κοινή. προαιρετικῆς μὲν οὖν ἐνεργείας βλάβη, παράλυσίς τε καὶ σπασμὸς καὶ τρόμος καὶ νάρκη· ποικίλλεται δὲ ἐν τοῖς κατὰ μέρος ὀργάνοις ἕκαστον τῶν εἰρημένων, οὐ τῇ τῶν συμπτωμάτων ἰδέᾳ μόνον, ἀλλὰ καὶ ταῖς προσηγορίαις. ἡ μὲν γὰρ τῶν τὴν ἀναπνοὴν ἐργαζομένων ὀργάνων παράλυσις [150] ἄπνοια, καθάπερ δὴ καὶ ἡ τῶν τὴν φωνὴν ἀφωνία προσαγορεύεται. ἡ δὲ τῆς γλώττης παράλυσις οὐδὲν ὄνομα ἴδιον κέκτηται, τελέως ἀναιροῦσα καὶ αὕτη τὴν διάλεκτον, ἔργον οὐ σμικρὸν προαιρέσεως. ἔμπαλιν δὲ οὐδὲν ἧττον ἡ ἰσχουρία παραπλήσιόν τι δόξει δηλοῦν ἀπνοίᾳ τε καὶ ἀφωνίᾳ, καίτοι γε οὐ προαιρετικῆς ἐνεργείας, ἀλλὰ φυσικῆς ἐστιν ἀπώλεια· τὸ γὰρ ἐκρεῖν ἀκουσίως τὰ οὖρα προαιρετικῆς ἐνεργείας βλάβη. παραπλησίως δὲ τοῖς οὔροις ἐπὶ τῶν διαχωρημάτων ἡ μὲν ἐπίσχεσις φυσικῆς, ἡ δὲ ἀκούσιος ἔκκρισις προαιρετικῆς ἐνεργείας βλάβη. δέδεικται δ' ἐπιπλέον ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ μυῶν κινήσεως. οὕτω μὲν αἱ παραλύσεις ποικίλαι ταῖς ἰδέαις ὑπάρχουσιν. οἱ σπασμοὶ δὲ κατὰ τάδε. τὸ μὲν τρίζειν ἀκουσίως τῶν μασσητήρων μυῶν σπασμός ἐστιν· ἡ δὲ ἴλλωσις οἵ τε καλούμενοι στραβισμοὶ τῶν κατὰ τοὺς ὀφθαλμούς· ὥσπέρ γε καὶ τῆς γονοῤῥοίας ἡ ἑτέρα διαφορά. εἰ μὲν γὰρ μετὰ ἐντάσεως τοῦ αἰδοίου γένοιτο, οἷον σπασμός ἐστιν, εἰ δὲ χωρὶς ταύτης, [151] ἀῤῥωστία τῆς καθεκτικῆς δυνάμεως. δοκοῦσι δὲ ἐνίοις καὶ αἱ λύγγες. καὶ ἡ διπλῆ δὲ τῶν εἰσπνεόντων ἐπανάκλησις ἔστιν ὅτε διὰ σπασμὸν γίγνεται τῶν τὴν εἰσπνοὴν ἐργαζομένων μυῶν, ἔστι δέ τι καὶ τῆς ἐκπνοῆς εἶδος οἷον σπασμῶδες, ἐπιγιγνόμενον αὖ καὶ τοῦτο τοῖς σπασμοῖς τῶν τὴν ἐκπνοὴν ἐργαζομένων μυῶν, ὅπερ ὀνομάζεται παρ' Ἱπποκράτους πνεῦμα προσπταῖον ἐν τῇ ἔξω φορῇ. ὅτι δὲ καὶ ὅλου τοῦ σώματος ἡ μὲν ἀποπληξία παράλυσις, ἡ δὲ ἐπιληψία σπασμός ἐστιν, ἔμπροσθεν εἴρηται. καὶ μέντοι καὶ περὶ τῆς νάρκης εἴρηται πρόσθεν, ὡς ἀμυδρά τίς ἐστι παράλυσις. οὐ σμικρὰ δὲ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἡ διαφορὰ τῶν ναρκωδῶν ἐστι μορίων, ἐπειδὴ μικτόν πώς ἐστι τὸ σύμπτωμα νοσήματός τε καὶ δυνάμεως. εἰ μὲν γὰρ τὸ νόσημα τελέως ἐπικρατήσει τῆς δυνάμεως, οὐδ' ὅλως δύναται μεταφέρειν τὸ μέλος· εἰ δ' ἡ δύναμις, οὐδ' ὅλως ἐμποδίζεται· εἰ δ' οἷον μάχη τις αὐτῶν εἴη, κινοῦσι μὲν, ἀλλὰ μόγις, καὶ εἰ κελεύσειας ἀνατείναντας τὸ βεβλαμμένον κῶλον ἐκτεταμένον φυλάττειν, οὐ δύνανται· καταπίπτει γὰρ ὑπὸ τοῦ συμφύτου [152] βάρους φερόμενον κάτω ἀῤῥωστίᾳ τῆς ὀχούσης αὐτὸ δυνάμεως. τὸ μὲν γὰρ ἐξαῖρόν τε καὶ βαστάζον ἡ δύναμίς ἐστι· τὸ δὲ κάτω φερόμενον αὐτὸ τὸ σῶμα τῆς χειρὸς ἢ τοῦ σκέλους. ἡ δ' αἰτία πρόσθεν εἴρηται κατὰ τὸν περὶ τῶν αἰσθητικῶν ἐνεργειῶν λόγον, ἐπιδεικνύντων ἡμῶν ἤτοι πιλούμενον ὑπὸ τῆς ψύξεως τὸ νεῦρον, ἢ ἐμφραττόμενον ὑπὸ παχέων τε καὶ γλίσχρων χυμῶν, ἢ βαρυνόμενόν τε καὶ θλιβόμενον ὑπό τινος ἔξωθεν αἰτίου εἰς νάρκην τε καὶ παράλυσιν ἔρχεσθαι. ὁ δέ γε σπασμὸς εἰς τὴν αὐτὴν ἄγει τά τε νεῦρα καὶ τοὺς μῦς διάθεσιν, εἰς ἣν καὶ κατὰ φύσιν ἐχόντων ὑπὸ τῆς ψυχικῆς δυνάμεως ἤγετο. εἴτε οὖν τεινομένων ἐπὶ τὴν ἀρχὴν, εἴτε καὶ διὰ πνεύματος ἔμπτωσιν πληρουμένων τῶν μυῶν, αἱ προαιρετικαὶ κινήσεις ἐγίνοντο, καὶ κατὰ τοὺς σπασμοὺς ταῦτα συμβήσεται πνεύματός τε φυσώδους ἐν αὐτοῖς γεννᾶσθαι δυναμένου, καὶ πολλῶν διαθέσεων τάσιν ἐργαζομένων, ὥσπερ καὶ ἡ φλεγμονή. κεφάλαιον δ' αὐτῶν ἐστι διττὸν, ὡς Ἱπποκράτης ἐδήλωσε, πλήρωσίς τε καὶ κένωσις. ἐν μὲν οὖν τοῖς φλεγμονώδεσι πάθεσιν ἡ πλήρωσις· ἐν δὲ τοῖς καυσωδεστάτοις [153] τε καὶ ξηροτάτοις πυρετοῖς ἡ κένωσις. ὅτι δὲ πληρουμένοις τε καὶ κενουμένοις ἐπὶ πλέον ἅπασι τοῖς νευρώδεσι σώμασι τείνεσθαι συμβαίνει, δηλοῦσιν οὐχ ἥκιστα καὶ αἱ ἐν τοῖς ὀργάνοις ἐντεταμέναι χορδαί. ῥήγνυνται γοῦν ἄν τ' εἰς ὑγρὸν καὶ νοτιῶδες, ἄν τ' εἰς ξηρὸν καὶ αὐχμῶδες οἴκημα τεταμέναι κατατεθῶσι. καὶ διὰ τοῦτ' ἐπανίασιν αὐτὰς οἱ τεχνῖται, πρὶν κατατίθεσθαι. διὰ τοῦτο γοῦν ἐῤῥέθη καὶ πρόσθεν ὡς ἡ σπασμώδης κίνησις ὑπὸ μόνου γίγνεται τοῦ νοσήματος, ὁμοίως τῇ κατὰ τὰς παραλύσεις ἀκινησίᾳ. καὶ γὰρ αὕτη τῷ λόγῳ τοῦ νοσήματος ἀποτελεῖται. ἡ δέ γε κατὰ φύσιν ἐν τοῖς ζώοις ἀκινησία τε καὶ κίνησις, ὅταν ἀνατείναντες τὴν χεῖρα δυνάμεθα φυλάττειν ἀκίνητον ἀνατεταμένην, ὑπὸ τῆς ψυχικῆς ἀμφότερα γίγνεται δυνάμεως· εἰ δὲ κατατιθέντες ἐπί τινος στερεοῦ τὴν ὑγιαίνουσαν χεῖρα, πάσας ἐκλύσαιμεν τῶν μυῶν τὰς ἐνεργείας, οὔθ' ὑπὸ τοῦ νοσήματος οὔθ' ὑπὸ τῆς δυνάμεως ἡσυχάζει κατ' ἐκεῖνον τὸν καιρὸν, ἀλλ' ὑπὸ τοῦ συμφύτου βάρους τοῖς ζώοις ἡ χείρ. ὥστε τῶν τριῶν ἡσυχιῶν τὴν μὲν ἐν ταῖς παραλύσεσιν ὑπὸ τοῦ νοσήματος [154] γίνεσθαι, δεδεμένης, ὡς ἂν εἴποι τις, ἐν τούτῳ τῷ χρόνῳ τῆς δυνάμεως· τὴν δ' ὅταν ἀνατεταμένον ἔχωμεν τὸ κῶλον, ὑπὸ τῆς δυνάμεως· ἣν δ' ἀρτίως ἐλέγομεν, ὑπ' οὐδετέρου, γινωσκόντων ἡμῶν ἅπερ ἐν τοῖς περὶ μυῶν κινήσεως ἐλέχθη περὶ τῆς ἀνατεταμένης χειρὸς, ὡς ἐκ τοῦ τῶν ἐνεργειῶν τε καὶ κινήσεών ἐστι γένους κατά γε τὴν ἀλήθειαν αὐτήν. ἐλέχθη δὲ καὶ ὅτι τονικὴν ὀνομάζομεν ἡμεῖς τὴν κίνησιν ταύτην. ἡ μὲν δὴ τοιαύτη κατάστασις ἑτέρῳ μὲν τρόπῳ κίνησις, ἑτέρῳ δ' ἀκινησία λέγοιτ' ἄν· αἱ λοιπαὶ δὲ δύο κατ' οὐδένα τρόπον ἐφάπτονται κινήσεως· ὥσπέρ γε καὶ αἱ λοιπαὶ δύο κινήσεις, ἡ σπασμώδης τε καὶ ἡ προαιρετικὴ, κατ' οὐδένα τρόπον ἐφάπτονται ἀκινησίας. καὶ μὲν δὴ καὶ ὡς ἡ ἀνατεταμένη χεὶρ ἐκ δυοῖν ἰσοσθενῶν ἐλέγετο συγκεῖσθαι κινήσεων, ἄνω μὲν ἀναφερούσης αὐτὴν τῆς δυνάμεως, κάτω δ' ἀνθέλκοντος τοῦ συμφύτου βάρους, οὕτω καὶ ὁ τρόμος ἐκ δυοῖν ἀποτελεῖται κινήσεων καὶ αὐτὸς, τῆς τε διὰ βάρος ἀπαγούσης κάτω τὸ κῶλον, ἥν θ' ἡ δύναμις εἰς τοὐναντίον ἀναφέρουσα ποιεῖται. ἐπὶ μὲν οὖν τῆς ἐῤῥωμένης χειρὸς οὐδ' ἐπὶ βραχὺ νικᾶται πρὸς τοῦ βάρους ἡ δύναμις, ἀλλ' ἰσχυροτέρα [155] καθεστηκυῖα τῆς κάτω τοῦ κώλου ῥοπῆς, ὀχοῦσα τοσοῦτον ἀναφέρει πρὸς τὸ μετέωρον, ὅσον ὑπεσύρετο κάτω· κατὰ δὲ τοὺς τρόμους ἀκούσης αὐτῆς ὑποῤῥεῖ τὸ κῶλον κάτω· φανερῶς γε ἔστι θεάσασθαι τὴν μάχην αὐτῶν οὔτε τῆς δυνάμεως ἐπιτρεπούσης κατενεχθῆναι τὸ κῶλον ὡς ἐν ταῖς παραλύσεσιν, οὔτε τοῦ βάρους συγχωροῦντος τῇ δυνάμει φυλάττειν αὐτὸ μετέωρον, ὡς ὅτε ἔῤῥωται. ἐναλλὰξ οὖν τῆς δυνάμεως νικώσης τε καὶ νικωμένης, καὶ διαδεχομένων ἀλλήλας ἀεὶ τῶν ἐναντίων κινήσεων, ὁ τρόμος γίνεται, σύνθετός τις ὑπάρχουσα κίνησις, ὥσπερ καὶ τῶν ἀρτηριῶν σφυγμός. ἀλλ' ἐν ἐκείναις μὲν αἰσθηταὶ διαιροῦσιν ἡσυχίαι κινήσεων τὴν διαστολὴν ἀπὸ τῆς συστολῆς, εἰ μήπω ἄρα οὕτω γένοιτο πυκνότατος ὁ σφυγμὸς, ὡς ἐν τοῖς μυρμηκίζουσιν. ἐνταυθοῖ γὰρ οὐδεμίαν εὑρεῖν ἔστι μεταξὺ τῶν ἐναντίων κινήσεων αἰσθητὴν ἡσυχίαν. οὐ γὰρ ἀμοιβὴ κινήσεώς ἐστιν ὑπὸ μιᾶς ἐπιτελουμένη φύσεως, ἀλλὰ μάχη δυνάμεώς τε καὶ βάρους σώματος. ὡς δ' ἄν τις εἰκάσειε μάλιστα τὴν κίνησιν ἑτέρῳ τινὶ τῶν κατὰ τὸ σῶμα, τῇ τῶν μυρμηκιζόντων σφυγμῶν ἐστι παραπλήσιος. ὡς γὰρ ἐν ἐκείνοις ἡ κίνησις τῆς ἀρτηρίας [156] κατὰ βραχυτάτης φέρεται διαστάσεως, οὕτως ἐν τοῖς τρόμοις τὸ τοῦ ζώου μόριον, ὅ τι περ ἂν ὑπὸ τῆς ἀσθενοῦς κινῆται δυνάμεως. εὔδηλος οὖν ἤδη καὶ ἡ γένεσίς ἐστι τοῦδε τοῦ συμπτώματος, ὅτι τε σὺν ὁρμῇ τοῦ κινεῖσθαι πάντως, ὅτι τε σὺν ἀσθενείᾳ δυνάμεως ἀποτελεῖται. ἔνιοι δ' οὐκ οἴονται τὴν ὁρμὴν ἀχώριστον εἶναι τοῦ τρόμου, θεωροῦντες ἐνίοτε τὴν κεφαλὴν ὅλην τρομωδῶς σειομένην ἄνευ τοῦ προελέσθαι κινεῖν. ἀγνοοῦσι γὰρ ὡς κᾀν τῷ φυλάττειν τι μέρος ὀρθὸν ἥ τε προαίρεσις ἐνεργεῖ καὶ τείνονται παραπλήσιον ὑπ' αὐτῆς τρόπον οἱ μύες, οἷόν περ ἐτείνοντο κᾀν ταῖς ἄλλαις ἐνεργείαις. ἡμῖν δὲ τοῦτο μὲν ἐν τοῖς περὶ μυῶν κινήσεως ἀποδέδεικται, καὶ νῦν δ' ἂν οὐ μικρὰ παράσχοιμεν τεκμήρια τοῦ τε τὴν προαίρεσιν ἐνεργεῖν ἐν τοῖς τρόμοις καὶ τοῦ διὰ τὴν ἀσθένειαν ἀδυνατεῖν ἄκλονον αὐτὸ φυλάττειν τὸ μέρος. ἐκεῖνον γοῦν τὸν τρομώδη τὴν κεφαλὴν εἰ κατακλίναις ὕπτιον ἐπὶ μαλακοῦ τινος, οὐκέτι τρομώδης ἔσται. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ' ὅστις ἤτοι γράφων, ἢ τέμνων, ἢ ὁτιοῦν ἄλλο διαπραττόμενος ἐν τρόμῳ καθέστηκεν, οὐδ' οὗτος ἡσυχάσας [157] ταῖν χεροῖν, ἔτι φανεῖται τρέμων· ὥσπερ οὐδ' ὁ τοῖν σκελοῖν ἡνίκα βαδίζῃ τρομώδης γιγνόμενος, οὐδὲ γὰρ οὐδ' ἐκεῖνος ἂν ἔτι τρέμοι παυσάμενος τῆς βαδίσεως. ἔνεστιν οὖν σοι πολλάκις θεάσασθαι εὐρωστοτάτους νεανίσκους ἀναθεμένους τι τοῖς ὤμοις μέγιστον βάρος, εἶτ' ἐν τῷ προϊέναι τρέμοντας τοῖς σκέλεσιν· εἰ δὲ παύσαιντο βαδίζοντες, ἢ τὸ φορτίον ἀποῤῥίψαντες, εὐθὺς ἀτρόμους γιγνομένους. ἐπειδὴ γὰρ ἐν τῷ πρός τι τὸ βαρὺ καὶ κοῦφόν ἐστιν, εἴη ἂν καὶ τὸ φορτίον οὕτω μέγιστον, ὡς καὶ τοῖς ἰσχυροτάτοις εἶναι βαρύ. τὴν μὲν οὖν εὔρωστον δύναμιν τὸ μέγιστον φορτίον νικᾷ, τὴν δὲ μὴ τοιαύτην οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ σμικρόν· εἰ δ' ἐπὶ πλέον ἀῤῥωστήσειεν, αὐτὸ τὸ σύμφυτον αὐτῆς σῶμα βαρύνει δίκην φορτίου, καὶ διὰ τοῦθ' οἱ γέροντες ἅπαντες ὅταν ἐπιχειρήσωσιν ἐνεργείαις σφοδροτέραις, αὐτίκα τρομώδεις γίγνονται τοῖς ἐνεργοῦσι μέρεσιν. οὕτω δὲ καὶ παρὰ κρημνόν τις παριὼν τρέμει τὰ σκέλη, καταβάλλει γὰρ τὴν δύναμιν τὸ δέος. οὕτω καὶ θηρίον ὑποφαινόμενόν τις ὑποφεύγων, τρομώδης καθίσταται. καὶ δὴ καὶ προσιών τις δυνάστῃ φοβερῷ, τρέμει παντὶ τῷ σώματι, καὶ εἰ φθέγξασθαι [158] κελεύσειεν αὐτὸν, οὐδὲ τὴν φωνὴν ἄτρομός ἐστιν. ὡς οὖν τὸ ψυχικὸν πάθος ἀῤῥωστίαν ἐργασάμενον τῇ κινούσῃ δυνάμει τρομώδεις ἀποτελεῖ τὰς ἐνεργείας, οὕτω καὶ τὰ τοῦ σώματος νοσήματα βλάπτοντα τὴν δύναμιν ἐπιφέρει τὰ τρομώδη συμπτώματα. πρῶτα μὲν οὖν καὶ μάλιστα βλάπτει τὴν δύναμιν ὅσα κατὰ δυσκρασίαν συνίστανται· καὶ γὰρ καὶ τὸ γῆρας, ὅτι δυσκρασία τίς ἐστιν ἐπὶ τὸ ψυχρότερόν τε καὶ ξηρότερον, διὰ τοῦτο ἑτοίμως ἁλίσκεται τρομώδεσι πάθεσιν· ἁλίσκονται δὲ τῶν νεωτέρων οἵ τε ψυχθέντες ἰσχυρῶς καὶ ὅσοι πολὺν ἐνεφορήθησαν ἔτι τὸν ἄκρατον οἶνον, ἢ πολλὰς ἀπεψίας ἠπέπτησαν, ἢ χρόνῳ πολλῷ σιτίων ἐμπιπλάμενοι διετέλεσαν ἀγύμναστοί τε καὶ ἀργοὶ παντελῶς· εἰσὶ δὲ οἳ καὶ ψυχρὸν ὕδωρ οὐκ ἐν καιρῷ προσενεγκάμενοι τρομώδεις ἐγένοντο. τὰ γὰρ τοιαῦτα πάντα ψυχρὰν δυσκρασίαν ἐργάζεται, πολλάκις μὲν ἐν ὅλῳ τῷ σώματι καὶ κατ' αὐτὴν τῶν νεύρων τὴν ἀρχὴν, ἐνίοτε δ' ἔν τισι μέρεσιν, ἅπερ ἀσθενέστερά τε τῇ φύσει καὶ βλαβῆναι τῶν ἄλλων ἐπιτηδειότερα τύχῃ. καὶ μὲν δὴ καὶ οἱ παχεῖς καὶ γλίσχροι χυμοὶ τὰς ὁδοὺς [159] τῆς δυνάμεως ἐμφράττοντες, ὡς ἐπιῤῥεῖν ἐλάττονα, τρόμων αἴτια καθίστανται, καὶ μάλιστα ὅταν ἀκριβῶς ἐμφράξωσι καὶ παραλύσωσι μόρια ἄττα νεύρων τινῶν. αἱ γὰρ ὑπόλοιποι τῶν ἰνῶν ἀδυνατοῦσιν ἰσχυρῶς ἐντείνειν τὸν μῦν. ἐπειδὰν μέν τοι τὰ φράττοντα τὰς διὰ τῶν νεύρων ὁδοὺς τῆς δυνάμεως ὑγρὰ μηδέπω τελέως ἐμπεπλασμένα τύχῃ, διασείεσθαι δέ τι καὶ διακινεῖσθαι δύνηται κατὰ τὰς βιαιοτέρας ἐμπτώσεις τῆς δυνάμεως, αἱ τοιαῦται γίγνονται κινήσεις, οἵας ἔμπροσθεν ἔφαμεν ἐν παραλύσεσιν ἀρχομέναις ἐνίοτε συμβαίνειν, ἐπαιρομένου μὲν ἐνίοτε τοῦ κώλου, καταπίπτοντος δ' αὐτίκα. κατὰ μὲν γὰρ τὴν ἔμπτωσιν τῆς δυνάμεως ὅταν ἐπεγείρασά τε καὶ συναθροίσασα σφοδρότερον ἑαυτὴν ἀπώσηται τὰ τῶν νεύρων ἐμφράγματα, κινεῖται τὸ κῶλον· αὖθις δὲ τῶν διωσθέντων εἰς τὸν ἐξ ἀρχῆς τόπον συῤῥεόντων, καταπίπτει τε καὶ ἀκίνητον κεῖται, μέχρι περ ἂν πάλιν ἐκ δευτέρου ἡ δύναμις ἀθροώτερον ἐμπεσοῦσα διασκεδάσῃ τοὺς χυμοὺς, οἳ κατειλήφεισαν αὐτῆς τὰς ὁδούς. ἀλλὰ περὶ μὲν τούτων ἱκανὰ καὶ ταῦτα. ὁ δὲ παλμός ἐστι διαστολὴ παρὰ φύσιν, ἐν ἅπασι [160] δὲ γίγνεται τοῖς μορίοις, ὅσα γε διαστέλλεσθαι πέφυκεν. οὐ γὰρ δὴ τά γε ὀστᾶ καὶ οἱ χόνδροι πάλλονταί ποτε, διότι μὴ διαστέλλεσθαι δύνανται. ταῦτ' ἄρα καὶ κατὰ τὸ δέρμα συμπίπτει πολλάκις, ἔστι δ' ὅτε καὶ κατὰ τοὺς ὑποκειμένους αὐτῷ μύας, ἀτὰρ οὐχ ἥκιστα καὶ κατὰ γαστέρα καὶ κύστιν καὶ τὴν μήτραν ἔντερά τε καὶ ἧπαρ καὶ σπλῆνα καὶ διάφραγμα καὶ, συλλήβδην εἰπεῖν, ἅπανθ' ὅσα διαστέλλεσθαι πέφυκεν, ὥστε καὶ ταῖς ἀρτηρίαις καὶ αὐτῇ τῇ καρδίᾳ φαίνεται συμπίπτων, ἑτέρας ταύτης κινήσεως ἐν ταύταις γιγνομένης παρὰ τὸν σφυγμόν. οὔτ' οὖν τῆς προαιρετικῆς δυνάμεως οὔτε τῶν προαιρετικῶν ὀργάνων ἴδιόν ἐστι τὸ πάθος, ὥσπερ ὁ τρόμος τε καὶ ὁ σπασμὸς, ἀλλ', ὡς ἀρτίως εἴρηται, πᾶσι τοῖς διαστέλλεσθαι δυναμένοις ἐγγίγνεται σώμασιν. ἔστι δὲ δήπου ταῦτα πάντα μαλακὰ τὴν φύσιν, ὡς διάστασίν τε καὶ συνίζησιν ὑπομένειν δύνασθαι. τὴν δ' αἰτίαν τοῦ συμπτώματος ἀπὸ τῶν ἐναργέστατα φαινομένων θηρεύειν προσῆκε, τούτων δὴ τῶν κατὰ τὰ βλέφαρά τε καὶ ὀφρῦς καὶ μέτωπον καὶ μῆλα συμπιπτόντων παλμῶν· ὁρᾶται γὰρ ἐν αὐτοῖς ἐξαιρόμενόν τε καὶ διαφυσώμενον τὸ δέρμα, καθ' ὃν αἱ [161] ἀρτηρίαι διαστέλλονται τρόπον. ὅπερ οὖν ἐπ' ἐκείνων ἐζήτηται, πότερον ἐξ αὐτῶν διαστελλόμεναι συνεπισπῶνται τῇ διαστολῇ τὸ πληρῶσον, ὥσπερ αἱ φύσαι τῶν χαλκέων, ἢ πληρούμεναι δίκην ἀσκῶν διαστέλλονται, τοῦτό σε χρὴ κᾀπὶ τῶν παλλομένων μορίων διορίσασθαι πρῶτον. ἔοικε δὲ τῷ μὲν γένει τῆς ζητήσεως ὁμοιοῦσθαι τῷ κατὰ τὰς ἀρτηρίας, τῷ δ' ἑτοίμῳ τῆς εὑρέσεως ἀποκεχωρίσθαι. οὐ γὰρ δὴ ὥσπερ ταῖς ἀρτηρίαις ἀεί τε καὶ κατὰ φύσιν σφυζούσαις εἰκὸς εἶναί τινα δύναμιν ἔμφυτον, οὕτω καὶ τοῖς παλλομένοις μέρεσι. διὰ παντὸς γὰρ ἂν ὑπῆρχεν αὐτοῖς, καὶ ὑγιαίνουσι μᾶλλον. ὁπότε οὖν οὔτε διὰ παντὸς οὔτε ὑγιαίνουσι, δῆλον ὡς οὐδ' ἐξ ἑαυτῶν διαστέλλονται. καὶ μὴν εἴπερ οὐκ ἐξ ἑαυτῶν, πάντως δήπου πρός τινος οὐσίας ἔνδοθεν ἐπιῤῥεούσης αὐτοῖς. διττὴν δ' εἶναι ταύτην εἰκὸς, ἤτοι χυμὸν ἢ ἀερώδη τινὰ φύσιν. χυμὸν μὲν οὖν οὐχ ὁμολογεῖ τὸ τάχος οὔτε τῆς γενέσεως οὔτε τῆς λύσεως τοῦ παλμοῦ· καὶ γὰρ ἐξαίφνης γίγνεται καὶ παύεται παραχρῆμα. χυμὸς δ' οὐδεὶς οὕτως οὔτε [162] ἐπιῤῥεῖ ταχέως οὔτ' ἀποῤῥεῖ, καὶ μάλιστ' ἐν οἷς ἄρτι λέλεκται μέρεσι τοῖς κατὰ τὸ πρόσωπον, ἐπὶ ψιλοῖς σχεδόν τι τοῖς ὀστοῖς ἐπιτεταμένου τοῦ δέρματος· ὥστε ἀνάγκη τὴν ἐργαζομένην τοὺς παλμοὺς αἰτίαν ἀερώδη τινὰ οὐσίαν ὑπάρχειν. ἀλλ' εἴπερ ὀλίγη τε εἴη αὕτη καὶ λεπτομερὴς, ἑτοίμως ἂν διέῤῥει τοῦ σώματος. ἔοικε δ' ἄρα παχυμερής τις εἶναι καὶ ἀτμώδης καὶ τὸ πλῆθος ἀξιόλογον, ὡς πρὸς τὸ χωρίον, ἐν ᾧπερ ἂν ἑκάστοτε συνίσταται. διαστέλλεται οὖν, ὡς εἰκὸς, καὶ ἐξαίρει καὶ διαφυσᾷ τὸ μέρος, ἄχρι περ ἂν ὠθουμένη τε καὶ βιαζομένη πρὸς τὸ συγγενὲς ἀναπνεύσῃ, ὁμοίου συμβαίνοντος τοῦ κατὰ τὰς ἐν τοῖς ἑψομένοις χυλοῖς πομφόλυγας, πλήν γε ὅτι ῥήγνυνται μὲν αἱ πομφόλυγες, τὸ παλλόμενον δ' οὐ ῥήγνυται σῶμα διὰ τὴν ἰσχὺν, ἀλλ' ἐξαίρεται μὲν, ἄχρι περ ἂν ὠθῆταί τε καὶ διεξέρχηται δι' αὐτοῦ τὸ πνεῦμα, καταπίπτει δ' αὖθις εἰς τὴν ἐξ ἀρχῆς ἕδραν, ἐπειδὰν ἐκκενωθῇ τε καὶ διεξέλθῃ τὸ πᾶν. εὐλόγως δὲ καὶ τοῖς ψυχθεῖσιν ὁτιοῦν μόριον οἱ παλμοὶ συμβαίνουσιν. ὃ γὰρ ἐν τῷ κατὰ φύσιν ἔχειν ἀπέῤῥει λεπτυνόμενόν τε καὶ κατεργαζόμενον ἀκριβῶς ὑπὸ τοῦ συμφύτου τοῖς ζώοις θερμοῦ, τοῦτο νῦν ἀῤῥωστήσαντος [163] αὐτοῦ διὰ τὴν ψύξιν ἀτμωδέστερον καὶ παχυμερέστερον γίγνεται· ὥστ' οὐχ ἑτοίμως διαπνεῖται, καθάπερ ἔμπροσθεν, ἀλλ' ἴσχεταί τε κατὰ τὸ δέρμα καὶ στενοχωρούμενον ἐν τῇ διεξόδῳ βραδύνει κατὰ τὴν ὁδόν. εἰ δὲ καὶ αὐτὸ τὸ δέρμα πυκνωθείη, διπλασιασθήσεται τὸ σύμπτωμα, τοῦ πάχους τῆς διαῤῥεούσης οὐσίας προσλαβόντος τὴν στενότητα τῶν ὁδῶν. οὕτω μὲν οὖν ἐν τοῖς παλμοῖς ἐξαίρεταί τε καὶ διαστέλλεται τὸ δέρμα. οὕτω δὲ καὶ οἱ μύες, ὅταν ἐν αὐτοῖς ἀθροίζηται τὸ τοιοῦτον περίττωμα, συνεξαίρουσιν ἐνίοτε διαστελλόμενοι τὸ κῶλον ἅπαν. ἀλλ' ἡ τοιαύτη κίνησις ἐναργέστατα διαφέρει τῆς σπασμώδους τῷ μήτ' ἐκτείνειν ἀκριβῶς μήτε κάμπτειν τὸ κῶλον. ἐπὶ γάρτοι τῶν παλμῶν ἐκτείνεται μὲν ἢ κάμπτεται τὸ κῶλον οὐδὲν ὅ τι καὶ ἄξιον λόγου, διασείεται δέ πως ἐφ' ἑκάτερα, μέχρις ἂν ὁ μῦς παύσηται παλλόμενος, ἐν μὲν ταὐτῷ τρόπῳ τῆς κινήσεως ἐπιτελουμένης, ἐν ᾧπερ καὶ ὁ τρόμος, διαλλαττούσης δ' ἐν τῷ κατὰ μεγάλα γίγνεσθαι διαστήματα, κατὰ σμικρὰ τοῦ τρόμου συμπίπτοντος. ὁ γάρτοι παλλόμενος μῦς ὅταν ἀξιόλογος ᾖ τὸ μέγεθος, ἐν μὲν τῷ διαστέλλεσθαι συνεξαίρει τὸ [164] κῶλον ὅλον ἑαυτῷ πολλάκις, ἐν δὲ τῷ συστέλλεσθαι συγχωρεῖ φέρεσθαι κάτω, καθάπερ ἄψυχον, ὥστ' εἶναι τὴν κίνησιν ἅπασαν παρὰ φύσιν, οὐχ ὥσπερ ἐπὶ τοῦ τρόμου μικτήν γέ πως καὶ σύνθετον. ὁποία δὲ ἡ τῶν παλλομένων κώλων γίγνεται κίνησις, ὀλίγη τε ἅμα καὶ βραδεῖα καὶ ἀραιὰ, τοιαύτη τοῖς ῥιγοῦσι συμπίπτει, πολλή τε ἅμα καὶ πυκνὴ καὶ ταχεῖα. λέγω δὴ πολλὴν μὲν αὐτῷ τῷ τῶν κινήσεων ἀριθμῷ· ταχεῖαν δὲ τῷ ῥοίζῳ τῆς φορᾶς· πυκνὴν δὲ τῷ βραχυχρονίῳ τῶν ἡσυχιῶν. ἔστι δ' οὐχ ὡσαύτως ἡ κίνησις ἥδε παλμῷ καὶ σπασμῷ ὅλη παρὰ φύσιν, ἀλλ' ἕτερον μὲν τρόπον ἤπερ ὁ τρόμος. ἐπίμικτος δ' οὖν καὶ αὕτη πώς ἐστιν ἔκ τε τῆς παρὰ φύσιν αἰτίας καὶ τῆς τοῦ ζώου δυνάμεως, καὶ πλέον γ' ἐπὶ ταύτης ἐστὶν ἤπερ ἐν τοῖς τρόμοις τὸ τῆς δυνάμεως, μᾶλλόν τ', εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἡ μὲν κίνησις ἅπασα συμφύτου δυνάμεώς ἐστιν, ἣν ὀνομάζειν ἔθος ἡμῖν ἐκκριτικήν τε καὶ ἀποκριτικήν· ἡ δὲ τὴν δύναμιν ἀναγκάζουσά τε καὶ βιαζομένη κινεῖσθαι βιαίως αἰτία παρὰ φύσιν ἐστίν.

[165]    Ὅστις μὲν οὖν ἱκανῶς κατενόησε τὰς ἐνεργείας τῆς δυνάμεως ταύτης, ὑγιαίνοντος ἀμέμπτως τοῦ ζώου, καὶ ἄλλως ἐστὶ συνετὸς, οὐδὲν δεῖ τούτῳ μακροτέρου λόγου. ὅστις δ' οὔτ' ἐκείνας ἔγνω καὶ τὴν διάνοιαν ἀμβλύτερος ἔφυ, τούτῳ συμβουλεύσαιμ' ἂν, εἰ μὲν μηδ' ὅλως ἀληθείας ἐρᾷ, χωρίζεσθαι τοῦδε τοῦ γράμματος· εἰ δ' ἐσπούδακέ τε καὶ τιμᾷ τὸ ἀληθὲς, ἐπὶ τὰ τῶν φυσικῶν δυνάμεων ὑπομνήματα πρότερον ἀπελθόντι καὶ γυμνασαμένῳ ἱκανῶς ἐν αὐτοῖς, οὕτως ἐπὶ τόνδε τὸν λόγον ἐπανελθεῖν. εἰ μὴ γὰρ τοῦτο ποιήσειεν, οὔτε τῶν ὑφ' ἡμῶν λεχθησομένων παρακολουθήσει ταῖς ἀποδείξεσιν οὔτε τῶν ἔμπροσθεν εἰρημένων κατανοήσει τὸ ἀναπόδεικτον. ἐγὼ μὲν οὖν προὐθέμην ἐν τῇδε τῇ πραγματείᾳ μηδεμίαν ἐξελέγξαι δόξαν. ἔνεστι δὲ τῷ βουλομένῳ τὴν εἰκοστὴν καὶ τετάρτην Ἀθηναίου βίβλον ἀναγνόντι τὰς ὑπὸ τῶν ἐκείνου πρεσβυτέρων ἰατρῶν τε καὶ φιλοσόφων εἰρημένας αἰτίας περὶ ῥίγους, εἰς ὅσον ἥκουσιν ἀτοπίας καταμαθεῖν· ἐξελέγχει γὰρ ἁπάσας αὐτὰς ὁ Ἀθήναιος. ἔνεστι δὲ καὶ αὐτὴν Ἀθηναίου δόξαν βασανίσαι, πιθανώτερον μέν τι τῶν ἔμπροσθεν [166] ἔχουσαν, οὐ μὴν οὐδ' αὐτὴν ἀληθεύουσαν. ἀλλὰ ταῦτα μὲν ὅτῳ φροντὶς ἀληθείας οἶδ' ὅτι καθ' ὃν ὑφήγηται τρόπον, οὕτω πειράσεται ποιεῖν. ἐγὼ δ' ὡς ἀνεγνωκόσι τὰ περὶ φυσικῶν δυνάμεων ὑφ' ἡμῶν γεγραμμένα διαλέξομαι βραχέα πρότερον ἀναμνήσας ὧν ἐν αὐτοῖς ἀπέδειξα περί τε μήτρας καὶ γαστρὸς, ἐντέρων τε καὶ κύστεως. αἵ τε γὰρ μῆτραι κατ' οὐδένα τρόπον ἕτερον ἐδείχθησαν εἰς ἀποκύησιν ὁρμῶσαι τῶν ἐμβρύων ἢ διὰ τὴν τῆς ἀποκριτικῆς δυνάμεως ἐνέργειαν. αἱ γοῦν ἐννέα μησὶν ἀνεχόμεναι τοῦ τε βάρους τοῦ κατὰ τὸ ἔμβρυον καὶ τῆς σφῶν αὐτῶν διατάσεως, καὶ οὕτως ἀκριβῶς ἐν ἅπαντι τούτῳ χρόνῳ μεμυκυῖαι τὸ στόμιον, ὡς μηδὲ πυρῆνα μήλης παραδέχεσθαι, τελειουμένων ἐν αὐταῖς τῶν κυουμένων, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν παραγίνονται τὴν ἐναντίαν ἑαυταῖς περιτιθεῖσαι κατάστασιν. ὁ μὲν γὰρ στόμαχος αὐτῶν ὁ πρότερον μεμυκὼς ἀνοίγνυται τηλικοῦτον, ὡς γίγνεσθαι δίοδον εὐπετῆ τοῖς τικτομένοις. οἱ δὲ χιτῶνες οἱ πρότερον ἐπὶ πλεῖστον ἐκτεταμένοι συστέλλονται πανταχόθεν ἀπωθοῦσί τε γε τὸ ἔμβρυον, ὡς διεκπεσεῖν ὅτι τάχιστα τοῦ τῶν ὑστερῶν αὐχένος. ἡ δ' οὕτω κηδεμονικὴ τῶν ἐμβρύων δύναμις, [167] ὡς ἀνέχεσθαι μὲν ἐννέα μηνῶν χρόνῳ βαρυνομένη, τελειωθέντων δ' ὅπως ἀσφαλῶς ἐκκριθῇ προνοουμένη, περὶ τὸν τρίτον ἢ τέταρτον ἢ ὁντιναοῦν ἄλλον μῆνα διαφθαρὲν εὐθέως ἐκβάλλει τὸ ἔμβρυον, ἀνοίγουσα καὶ νῦν ὁμοίως τὸν στόμαχον, ὡς ὁπότ' ἤνοιγεν ἐπιστάντος τοῦ τόκου. προθεσμία γὰρ αὐτῇ τοῦ κλείειν τε καὶ ἀνοίγειν οὐχ ὡρισμένη χρόνου περίοδός ἐστιν, ἀλλ' ὁ τῆς χρείας καιρός. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐδείκνυτο καὶ ἡ κοιλία κλείουσα τὸ κάτω στόμιον ἑαυτῆς ἐπὶ ταῖς ἐδωδαῖς, καὶ μηδὲν μεθιεῖσα διεξέρχεσθαι, πρὶν πεφθῆναι τελείως, ὅταν γε μηδὲν ἕτερόν τι αὐτὴν ἀναγκάζῃ διακόψαι τὴν ἐνέργειαν, ὥσπερ τὰς μήτρας ἡ τῶν ἐμβρύων διαφθορά. ἀνάλογον γὰρ δή τι καὶ τῇ γαστρὶ πάθος ἐγγίγνεται διαφθαρέντων ἐν αὐτῇ τῶν σιτίων, ἢ καὶ νὴ Δία πολλάκις ἅμα τῷ ληφθῆναι, μοχθηρῶν οὕτως ὑπαρχόντων ἢ καὶ πολλῶν, ὡς μὴ δύνασθαι φέρειν αὐτά. καὶ διὰ τοῦτο τὰ μὲν ἐπιπολάζοντα δι' ἐμέτων ἐκβάλλει, τὰ δὲ ἤδη ῥέποντα κάτω πρὸς ἐκείνην ἀπωθεῖται τὴν διέξοδον. ἀλλὰ μὴν καὶ χωρὶς σιτίων εἰς ἔμετον πολλάκις ἡ τῆς γαστρὸς [168] δύναμις ἐξορμᾷ, ἤτοι διὰ χολὴν, ἢ φλέγμα μοχθηρὸν, ἤ τινα τοιοῦτον ἕτερον χυμὸν, ἢ ἰχῶρα. σύμφυτος γὰρ ἑκάστῳ τῶν τοῦ ζώου μορίων δύναμίς ἐστιν, ἐκκρίνουσα τὸ παρὰ φύσιν ἐν αὐτῷ συνιστάμενον, ὡς ἐν τοῖς ἰδίοις ὑπὲρ αὐτῆς ἀποδέδεικται λόγοις· ἀρκεῖ γὰρ εἴς τε τὰ παρόντα σαφηνείας ἕνεκα τῶν ἔργων ἐπιμνησθῆναι τῆς τοιαύτης δυνάμεως, ὅσα τ' ἄλλα λέλεκται περί τε μητρῶν καὶ γαστρός. οἵα γάρ τίς ἐστι κατὰ τοὺς ἐμέτους ἐνέργεια τῆς ἐκκριτικῆς ἐν τῇ γαστρὶ δυνάμεως, τοιαύτη κατὰ τὰς βῆχας ἐν θώρακι καὶ πνεύμονι· διδάσκεται δ' οὐδὲν ζῶον οὔτε ναυτιᾷν οὔτ' ἐμεῖν οὔτε βήττειν, ἀλλὰ καὶ παμπόλλῳ χρόνῳ πολλάκις ἀπὸ γενετῆς ἀμέμπτως ὑγιαίνοντα καὶ ἄλλα πολλὰ ζῶα καὶ ἄνθρωποι οὔτ' ἐμέτων ἐπειράθησαν οὔτε βηχός. ἀλλ' ἐὰν καταλάβῃ τὸ λυποῦν αἴτιον ἤτοι τὸ στόμα τῆς κοιλίας ἢ τὰς ὁδοὺς τῆς ἀναπνοῆς, εὐθὺς ἐμεῖ τε καὶ βήττει τὸ ζῶον, ἐν μὲν τοῖς ἐμέτοις ὁμοίως κινουμένης τῆς γαστρὸς, ὡς ἐν τοῖς τόκοις αἱ μῆτραι, κατὰ δὲ τὰς βῆχας ἑτέρως. οὐ γὰρ ἐγχωρεῖ τῷ πνεύμονι τοιαύτην κινηθέντι κίνησιν ἀπώσασθαι τὸ λυποῦν, ἐξευρούσης τῆς [169] φύσεως ἐπικουρίαν τινὰ περιττῶς σοφήν. ἅτε γὰρ εἰς τὰς τραχείας ἀρτηρίας εἰσπνεομένου τοῦ ἔξωθεν ἀέρος, αἳ δὴ χονδρώδεις τέ εἰσι καὶ σκληραὶ καὶ συστέλλεσθαι περὶ τὸ ἐνυπάρχον αὐταῖς ἀδύνατοι, σφοδράν τινα τοιαύτην ἐπετεχνήσατο τοῦ πνεύματος ἔξω φορὰν, ἣν ὀνομάζουσι βῆχα. τούτου τοῦ γένους ἐστὶ καὶ ὁ πταρμὸς, ὑπὲρ τοῦ διώσασθαι τὰ κατὰ τὰς ῥῖνας, αἳ δὴ καὶ αὐταὶ τῆς ἀναπνοῆς εἰσιν ὁδοὶ ὑπὸ τῆς φύσεως εὑρημέναι. ἐκκαθαίρει γὰρ αὐτὸ τὸ πνεῦμα τὰς ὁδοὺς ἑαυτῷ, βιαίως τε καὶ σφοδρῶς φερόμενον, ὥσπερ τοὺς αὐλούς τε καὶ τὰς σύριγγας οἱ δημιουργοί. ὅστις μὲν οὖν ἐστιν ὁ τρόπος τῆς κινήσεως, ἵνα γένηται τοῦτο, προϊὼν ὁ λόγος ἐπιδείξει· τὸ δ' εἰς τὰ προκείμενα χρήσιμον ἤδη λαμβάνωμεν, ὡς αἱ τοιαῦται κινήσεις ἔργα μὲν φύσεως ὑπάρχουσιν, ἐν δὲ τοῖς παρὰ φύσιν ἀριθμοῦνται συμπτώμασι, διὰ τὰς ἀναγκαζούσας οὕτω κινεῖσθαι τὴν φύσιν αἰτίας. ἐπὶ μὲν οὖν ἐντέρων τε καὶ μητρῶν καὶ κύστεων αἱ κινήσεις ὅμοιαι τῆς ἐκκριτικῆς δυνάμεώς εἰσιν, ἄν τε τῶν κατὰ φύσιν ἄν τε τῶν παρὰ φύσιν ἐκκρίνηταί τι. καὶ διὰ τοῦτο σαφῶς οὐκ ἀφώρισται [170] τὰ συμπτώματα, καί τοι τά γε κατὰ τοὺς τεινεσμούς τε καὶ δυσεντερίας καὶ λειεντερίας ἐκκρινόμενα συμπτώματά ἐστιν, ὥσπερ, οἶμαι, καὶ τὰ κατὰ τὰς στραγγουρίας τε καὶ τὴν εἰς οὖρα διάῤῥοιαν. ἂν δ' ἀκριβολογῆταί τις καὶ ἡ ψοφώδης φύσα, καθάπερ γε καὶ ὁ τρυσμὸς καὶ ἡ ἐρυγὴ καὶ ὁ βορβορυγμὸς, ὅσα τε ἄλλα τοιαῦτα. καὶ λεχθήσεταί γε περὶ τούτων ἐν τοῖς ἐφεξῆς.

   Ἐπὶ δέ γε τῆς γαστρὸς ἐναργέστερον ἤδη τὸ κατὰ τοὺς ἐμέτους ἐστὶ, καὶ πολλοὶ καὶ τούτους οὐκ ἔργον φύσεως, ἀλλὰ συμπτώματα εἶναί φασιν· ἐν δὲ ταῖς βηξὶ καὶ τοῖς πταρμοῖς, ἐναργέστερον μὲν κᾀνταῦθα τὸ κατὰ τὰς βῆχας, οὐχ ὁμοίως δ' οἱ πταρμοὶ δοκοῦσιν εἶναι παρὰ φύσιν. ἀλλ' εἰσί γε καὶ οὗτοι καὶ αἱ βῆχες καὶ οἱ ἔμετοι καὶ διάῤῥοιαι καὶ πάνθ' ὅσα τοιαῦτα τοῦ γένους ἐκείνου τῶν συμπτωμάτων, ἐν οἷς αἴτιόν τι παρὰ φύσιν ἐπὶ τὰς τοιαύτας ἐνεργείας ἐξορμᾷ τὴν φύσιν. ὁ δὲ τρόπος τῆς κινήσεως οὔτ' ἐν ἅπασιν ὁ αὐτὸς οὔθ' ὑπὸ τῆς αὐτῆς γίγνεται δυνάμεως· ἀλλ' ὅσα μὲν ὑπὸ τῶν μητρῶν, ἢ τῶν ἐντέρων, ἢ τῆς γαστρὸς, ἢ τῆς κύστεως ἐκκρίνεται, τούτοις μὲν αὐτὰ περιστέλλεται [171] τὰ μόρια κατὰ τὸν αὐτὸν τρόπον ὠθοῦντα τὸ περιεχόμενον ἐν αὐτοῖς, ὃν αἱ χεῖρες ἐκθλίβουσιν. ἡ δ' ἐργαζομένη τὴν κίνησιν αὐτῶν δύναμις ἐκ τῶν τεττάρων ἐστὶ μία τῶν φυσικῶν. ἐπειδάν τι κατὰ τὰς τραχείας ἀρτηρίας περιέχηται σῶμα, χονδρώδεις καὶ σκληρὰς οὔσας, καὶ διὰ τοῦτ' ἀδυνατούσας περιστέλλεσθαι τῷ περιεχομένῳ, σφοδρὰν τὴν τοῦ πνεύματος ἔξω φορὰν ἡ φύσις ἐργάζεται βῆχα κινοῦσα. γίγνεται δ' αὐτὴ διὰ τῶν αὐτῶν ὀργάνων, δι' ὧν ἐπιτελεῖ τὰς μεγάλας τε ἅμα καὶ σφοδρὰς ἐκπνοὰς, ἃς ἐκφυσήσεις ὀνομάζομεν, ὡς εἶναι τὴν βῆχα μηδὲν ἄλλο ἢ σφοδροτάτην τινὰ ἐκφύσησιν, ἵνα πλεῖστόν τε ἅμα καὶ τάχιστα φερόμενον ἔξω τὸ πνεῦμα παρασύρῃ τε καὶ προωθῇ τῇ ῥύμη τὰ ἐμφράττοντα τὰς ὁδοὺς αὐτοῦ. καὶ ὅταν γε κατὰ τὴν ἐκβολὴν τὴν πρώτην ἀδυνατήσῃ διώσασθαι τὰ λυποῦντα, καὶ δὶς καὶ τρὶς ἐμπίπτειν αὐτοῖς οὐκ ὀκνεῖ, καὶ τυγχάνει γε τοῦ τέλους ὡς τὰ πολλὰ, ὅταν αὐτό τε τὸ πνεῦμα φέρηται σφοδρῶς, ἐπιτήδειά τε εὑρίσκῃ προωθεῖσθαι τὰ ἐμφράττοντα· τοιαῦτα δ' ἐστὶν ὅσα μήθ' ὑδατώδη μήτε γλίσχρα τὴν οὐσίαν ἐστί. τὰ [172] μὲν γὰρ ὑδατώδη διὰ τὴν λεπτότητα περισχίζεται τῷ πνεύματι μᾶλλον ἢ πρόσω φέρεται· τὰ δὲ γλίσχρα τῆς ἀρτηρίας ἀντέχεται δυσαπολύτως. ὅταν οὖν ποτε τοιούτοις ὑγροῖς τὸ πνεῦμα διαγωνίζηται, πάνυ πολλάκις ἐμπίπτει βιαίως, καὶ αἱ σφοδρόταταί τε καὶ μετὰ συντονίας πλείστης γιγνόμεναι βῆχες ἐπὶ τοιούτοις αἰτίοις συνίστανται. μᾶλλον δ' ἐκφράττουσι τὰ δυσαπόλυτά τε καὶ δυσανάγωγα τῶν κατὰ τὰς ἀρτηρίας ὑγρῶν οἱ πταρμοὶ, σφοδροτέραν μὲν ἔτι καὶ τῶν βηχῶν ἔχοντες τὴν ὁρμὴν τοῦ πνεύματος, αἰτίαν δὲ τῆς γενέσεως ἑτέραν· τῶν γὰρ ἐν τῇ ῥινὶ λυπηρῶν ἕνεκεν, οὐ τῶν κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἐκπέμπεται βιαίως τὸ πνεῦμα, συνεκπέμπεται δ' αὐτῷ τι κᾀκ τῶν ἐμπροσθίων κοιλιῶν τοῦ ἐγκεφάλου· καὶ διὰ τοῦτο βῆχες μὲν οὐδὲν ὀνίνασι τὴν κεφαλὴν, οἱ πταρμοὶ δὲ ὅταν μὴ διὰ κατάῤῥουν τινὰ γίγνωνται, μέγιστον ἴαμα κεφαλῆς ἀτμῶν πεπληρωμένης εἰσίν. οὐδὲν δὲ δήπου θαυμαστὸν τὸ ὑπὸ μιᾶς ὁρμῆς ἔκ τε τοῦ πνεύμονος ἐκπέμπεσθαι τὸ πνεῦμα καὶ ἐκ τῆς κεφαλῆς. ἐδείχθη γὰρ ἐν τοῖς περὶ μυῶν λογισμοῖς ὁ μὲν ἐγκέφαλος τῷ θώρακι τὴν [173] ἀρχὴν τῆς κινήσεως ἐνδιδοὺς, ὁ δὲ θώραξ τὸν πνεύμονα διαστέλλων τε καὶ συστέλλων. ὅταν οὖν ὁρμήσῃ διώσασθαι τὰ λυποῦντα κατὰ τὰς ῥῖνας, ἀμφοτέραις ἅμα χρῆται ταῖς ὁδοῖς τῆς ἐκπνοῆς, τὴν μὲν ἑτέραν αὐτὸς δι' ἑαυτοῦ ποιούμενος, τὴν δὲ ἑτέραν οἱονεὶ διὰ χειρῶν τινων μακρῶν τῶν καθηκόντων εἰς τὸν θώρακα νεύρων. διὰ τούτων μὲν γὰρ ἐκεῖνον συστέλλει, διὰ δὲ τῶν ἠθμοειδῶν ὀστῶν αὐτὸς ἐκπέμπει τὸ ἀτμῶδες πνεῦμα. ταυτὶ μὲν οὖν τὰ συμπτώματα προαιρετικῆς ἐστι δυνάμεως· ὁ δὲ ἔμετος ἀνάλογόν τι τούτοις ὑπάρχων, φυσικῆς. ὥσπερ δὲ τῶν ἐμέτων αἱ ναυτίαι προηγοῦνται, τὸν αὐτὸν τρόπον τοῦ βήττειν τὸ κέρχνειν. καὶ μέν γε καὶ ὥσπερ ἐναυτίασαν μέν τινες, οὐκ ἤμεσαν δὲ, κατὰ τὸν αὐτὸν τρόπον ὁ μὲν κέρχνος αὐτοῖς ἐγένετο, βὴξ δὲ οὐκ ἠκολούθησε διὰ σμικρότητα τῆς αἰτίας. ἐνίοτε μὲν γὰρ ἐπὶ βραχείᾳ τραχύτητι φάρυγγος, ἐνίοτε δὲ διὰ λεπτήν τινα καὶ παντάπασιν ὀλίγην ὑγρότητα συμβαίνει τὸ κέρχνειν. ἀεὶ γὰρ ᾧπερ ἂν προσκόπτῃ τὸ πνεῦμα, τοῦτ' ἐκβάλλειν ἐπιχειρεῖ διὰ βηχός. ἤτοι δὲ ὑγρόν ἐστι τοῦτο καταφερόμενον ἀπὸ τῆς [174] κεφαλῆς, ὡς ἐν κατάῤῥοις· ἤτοι κατὰ τὰς τραχείας ἀρτηρίας ἀθροιζόμενον, ὡς ἐν περιπνευμονίαις τε καὶ πλευρίτισι καὶ ταῖς τῶν κυρτῶν τοῦ ἥπατος φλεγμοναῖς, ἢ ταῖς τῆς φάρυγγος τραχύτησιν. ἔξωθεν δὲ τούτων ἐστὶν ἀνάλογον τοῖς ἀπὸ κεφαλῆς κατάῤῥοις, ὅσα πινόντων τε καὶ ἐσθιόντων παρεμπίπτει. γένος δέ ἐστι καὶ ἄλλό τι βηχὸς ἐπὶ δυσκρασία τῶν ὀργάνων τῆς ἀναπνοῆς, ὃ κατενόησαν μὲν οὐχ ἥκιστα καὶ τῶν ἀπὸ τῆς πνευματικῆς αἱρέσεως ἀνδρῶν οἱ δοκιμώτατοι, ὧν ἐστι καὶ Ἀθήναιος· τὴν μέν τοι ἀνάγκην, δι' ἣν ἐπιγίνεται βὴξ διὰ δυσκρασίαν, τινὲς μὲν αὐτῶν οὐδ' ἐπεχείρησαν ὅλως εἰπεῖν, ἔνιοι δὲ προσπταίειν ἑαυτῷ φασι τὸ πνεῦμα, τινὲς δ' ἀσαφέστερον ἔτι τούτου ῥῆμα φθεγξάμενοι νομίζουσιν εἰρηκέναι τι. χρὴ δ' οὐχ ὅτι τὴν αἰτίαν ἀγνοοῦσι μέμφεσθαι τοῖς ἀνδράσιν, ἀλλ' ὅτι καλὸν ἐξεῦρον θεώρημα καὶ ἄξιον τῆς ἑαυτῶν φιλοπονίας, ἐπαινεῖν. γίγνεται μὲν οὖν ἡ βὴξ αὕτη ψυχθέντων τῶν ἀναπνευστικῶν μορίων, καὶ οὐδὲν ἀναπτύουσι μὲν οὗτοι κατ' αὐτὴν, οὐδὲ ὅλως γίγνεται βίαιος, ἀλλ' οὕτω σμικρά τε καὶ ἀβίαστος, ὥστε καὶ κατασχεῖν οἷόν τε καὶ κωλύσαι τὴν γένεσιν αὐτῆς ἢ ἐπιπλεῖστον [175] ἢ παντάπασιν. αἱ δέ γε βίαιοι βῆχες οὐ νικῶνται καταλήψει πνεύματος. ὁποῖον δέ τι πρᾶγμά ἐστιν ἡ κατάληψις τοῦ πνεύματος, ἤδη μοι πολλάκις ἐν ἄλλοις εἴρηται. καὶ οὐ μόνον γε παραυτίκα γενέσθαι κωλύονται τῇ καταλήψει τοῦ πνεύματος αἱ κατὰ δυσκρασίαν βῆχες, ἀλλὰ καὶ θεραπεύονται πρὸς αὐτῆς, ἐὰν μὴ πάνυ μεγάλαι τινὲς ὑπάρχουσιν. αὐξάνεται γὰρ ἡ ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις θερμασία διὰ τὴν ἐπίσχεσιν τῆς ἀναπνοῆς, διεξέρχεταί τε τοὺς στενοὺς πόρους ἅπαντας τὸ πνεῦμα θλιβόμενον ὑπὸ τοῦ θώρακος βιαίως, ἀμφοτέρων δὲ τούτων γενομένων, ὁμαλύνεται πάντα καὶ εἰς ὁμοιότητα κράσεως ἀφικνεῖται.

   Διὰ τί δ' ἐπὶ ταῖς ἀνωμάλοις δυσκρασίαις τῶν ἀναπνευστικῶν βήττουσι, (τοῦτο γὰρ ἔφην μὴ πάνυ τι καλῶς ἐξειργάσθαι τοὺς πνευματικοὺς ἰατροὺς) ἐγὼ πειράσομαι διελθεῖν ἀπὸ τῆς οὐσίας τοῦ πράγματος ἀρξάμενος, ὥσπερ καὶ προσήκει τοὺς μέλλοντάς τι μετ' ἀποδείξεως ἐρεῖν. ἡ τοίνυν δυσκρασία ποτὲ μὲν κατὰ ψιλὰς γίνεται τὰς ποιότητας, ἤτοι θερμοτέρων ἢ ψυχροτέρων ἢ ξηροτέρων ἢ ὑγροτέρων [176] ἀποτελουμένων αὐτῶν τῶν σωμάτων, ἢ καὶ κατά τινα συζυγίαν τοῦτο πασχόντων· ἐνίοτε δὲ μετὰ τοῦ παρεσπάρθαι δροσοειδῶς ἐν αὐτοῖς τὸ δύσκρατον. ἡ μὲν οὖν ὁμαλὴ δυσκρασία παντάπασιν ἀνώδυνος, ὡς οἵ τε πυρετοὶ δηλοῦσιν οἱ ἑκτικοὶ καὶ πολλαὶ τῶν κατὰ ψύξιν διαθέσεων, ὁμαλῶς καταλαβοῦσαι τὰ μόρια· γίγνεται γὰρ οἷον φύσις τις ἐπίκτητος ἡ τοιαύτη κρᾶσις ἑκάστῳ τῶν οὕτω διατεθέντων. οὐδὲν δὲ τῶν σωμάτων ὑπὸ τῆς ἑαυτοῦ φύσεως ἀνιᾶται, ὥσπερ ἔλεγεν Ἱπποκράτης· τοῖσι τὴν φύσιν διαλλαττομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται, οὐ διεφθαρμένοισιν ἢ διηλλαγμένοισι. ἐν γὰρ τῷ μεταβάλλειν τε καὶ τῆς ἑαυτῶν φύσεως ἐξίστασθαι λυπεῖται τὰ σώματα, καθάπερ ἐδείκνυτο καὶ κατὰ τὸν ἔμπροσθεν λόγον. ὅταν οὖν ἐγγένηταί τινι τῶν αἰσθητικῶν σωμάτων ἀνώμαλος δυσκρασία, τηλικοῦτον τῆς λύπης ἐστὶ τὸ μέγεθος, ἡλίκον καὶ τὸ τῆς δυσκρασίας. ἐν μὲν οὖν τοῖς ὀξυτάτοις τε καὶ ἰσχυροτάτοις τῶν πυρετῶν ἀνιᾶται τὰ στερεὰ τοῦ ζώου μόρια μεταβαλλόμενά τε καὶ ἀλλοιούμενα πρὸς τῆς παρὰ φύσιν θερμότητος. ἔτι δ' ἀρχομένων [177] τῶν νοσημάτων, πρὶν πυρέττειν αἰσθάνονται μὲν ἐνίοτε καθ' ὅλον ἑαυτῶν τὸν ὄγκον ἀνωμαλίας τινὸς οἱ πολλοὶ τῶν ἀνθρώπων, ἐξειπεῖν δ' αὐτὴν ὁποία τίς ἐστιν οὐ δύνανται. ἀλλὰ θαυμάζοιμ' ἂν, εἴ τις τῶν ὁμιλησάντων τοῖσδε τοῖς γράμμασιν οὕτως εὐτυχής ἐστιν, ὡς μὴ καὶ αὐτὸς ἑαλωκέναι ποτὲ τῷ συμπτώματι. βύθιος γάρ τις αἴσθησις γίγνεται καθ' ὅλον τὸν ὄγκον, ὡς διεσπαρμένου τινὸς ἐν αὐτῷ τῆς φύσεως ἡμῶν ἀλλοτρίου· καὶ τοῦτο τὸ διεσπαρμένον ἐνίοτε μὲν οἷον ὑπόθερμόν τι δόξειεν ἄν τις ὑπάρχειν, ἐνίοτε δὲ δακνῶδες ἄνευ τοῦ θερμαίνειν, ἔστι δ' ὅτε ἄμφω πεπονθὸς ἢ χωρὶς τούτων ἀτρέμα διατεῖνον ἁπάσας τὰς σάρκας. ἐπὶ μὲν δὴ τοῖς τοιούτοις ἅπασι συμπτώμασιν ἀνωμαλίας τέ τινος αἰσθάνεσθαί φασι καὶ σκορδινῶνται καὶ πάντα διατείνονται τὰ μόρια κατά τινα φυσικὴν ὁρμὴν, ὁποίαν ἐλέγομεν ἀρτίως ἅπασι δεδόσθαι τοῖς τοῦ ζώου μέρεσιν ὑπὸ τῆς φύσεως ἐπὶ σωτηρίᾳ τε καὶ διαμονῇ. μάλιστα δὲ διατείνονται μετὰ τοὺς ὕπνους, ἀτμώδους περιττώματος ἐν ταῖς σαρξὶν αἰσθανόμενοι, διά τε τὴν κατεργασίαν τῆς τροφῆς ἠθροισμένου καὶ [178] διὰ τὴν ἡσυχίαν τῶν τοιούτων κινήσεων· καὶ τοῦτ' ἀδίδακτον ἔχει καὶ τὰ σμικρότατα τῶν παιδίων. ἀλλ' εἰς τὴν τοιαύτην κίνησιν ἡ φύσις ἐξορμᾷ τὰ ζῶα διαπνοὴν τοῖς ἀτμώδεσι περιττώμασι μηχανωμένη. ταύτης δ' ἕτερον εἶδος αἰσθήσεώς ἐστιν ἀνιαρᾶς, τὸ κατὰ τὰς κοπώδεις διαθέσεις, εἴτ' οὖν ἐπὶ πόνοις πλείοσιν, εἴτε καὶ αὐτόματοι συνίστανται. τριττὴ μὲν οὖν ἐστιν ἡ ἐν τοῖς κόποις αἴσθησις, ἤτοι τεθλάσθαι τε καὶ συγκεκόφθαι δοκούντων, ἢ τείνεσθαι πάντῃ τὸν ὄγκον τοῦ σώματος, ἢ οἷον ἕλκη πολλὰ διεσκεδασμένα δοκούντων ἔχειν, ἐπειδὰν κινῶνται. τὸ μὲν οὖν τείνεσθαι τὸν ὄγκον, ὅταν γε γυμνασίων χωρὶς οὕτω πάσχωσιν, ὄνομα μὲν ἔχει κόπον αὐτόματον τονώδη· γίγνεται δ' ἐπὶ πλήθει μάλιστα διατείνοντί τε τὰ περιέχοντα καὶ μὴ στεγομένῳ πρὸς αὐτῶν· ὅταν δὲ ἑλκώδης αὐτοῖς αἴσθησις διατρέχῃ, γίνεται μὲν καὶ τοῦτο κινουμένοις μᾶλλον ἤπερ ἡσυχάζουσι, πλὴν εἰ μὴ πάνυ μέγας ὁ κόπος ὑπάρχει. νύττεσθαι δὲ ὥσπερ ὑπὸ ἀκανθῶν πολλῶν ἐμπεπηγυιῶν αὐτοῖς δοκοῦσι, δακνώδους γὰρ ὑγρότητος ἐργαζομένης τὸ σύμπτωμα. ὁ δὲ τρίτος κόπος, ἐν ᾧ φασιν [179] ὀστοκόπῳ συνέχεσθαι, κινήσεως μὲν οὖν οὐδὲ βραχυτάτης ἀνέχεται· θερμότητος δ' ἐπιφανοῦς ἐστιν αἴσθησις αὐτοῖς ἅμα καὶ τάσεως καὶ δήξεως, ἀναπεμπομένης εἰς ὅλον τοῦ ζώου τὸν ὄγκον κακοχυμίας δαψιλοῦς. οὐδεὶς δ' ἐπιχειρεῖ τῶν οὕτως ἐχόντων σκορδινᾶσθαι, δεδιὼς ἅπασαν κίνησιν. ἐν δὲ τοῖς ἑτέροις δυσὶ κόποις, ὧν τὸν μὲν ἑλκώδη καλεῖν εἰώθασι, τὸν δὲ τονώδη, γίνεταί ποτε καὶ ἡ τοιαύτη κίνησις, ὅταν ἤτοι σμικροὶ πάμπαν ὑπάρχωσιν, ἢ φυσώδεσί τε καὶ ἀτμώδεσιν ἐπιγίγνωνται περιττώμασιν· ὁ γοῦν ἑλκώδης κόπος ὅταν μείζων συστῇ, φέρουσι μὲν οὐδ' οὗτοι κίνησιν οὐδεμίαν, ἀλλ' ὀδυνῶνται, καθάπερ ἕλκος, τὸ σῶμα καὶ φρίττουσιν. ἐγγὺς δ' ἥκουσιν, ἢν αὐξάνηται τὸ σύμπτωμα, τῆς φρικώδους διαθέσεως· ἐν ἐκείνῃ γὰρ φρίττουσι καὶ πρὶν κινεῖσθαι. ὥσπερ δ' ὅταν ἑλκώδης αἴσθησις γίγνηται, κινούμενοι φρίττουσι, καὶ μᾶλλον, εἰ σφοδρότερον· οὕτως ἡ φρικώδης διάθεσις, ὅταν εἰς κίνησιν ἄγηται, ῥῖγος ἐργάζεται. γίνεται μὲν γὰρ ταῦτα πάντα διὰ δακνώδη περιττώματα· διαφέρει δ' [180] ἀλλήλων τῷ τε πλήθει τῶν περιττωμάτων αὐτῶν καὶ τῇ κινήσει καὶ τῷ τὰ μὲν μᾶλλον εἶναι δακνώδη, τὰ δὲ ἧττον, καὶ τῷ τὸ σῶμα τὸ κάμνον ἢ δυσπαθὲς ἢ εὐπαθὲς ἢ ἀσθενὲς ἢ εὐαίσθητον ἢ δυσαίσθητον εἶναι φύσει. τὸ μὲν γὰρ εὐαίσθητόν τε καὶ ἀσθενὲς ὑπάρχον ὑπὸ βραχυτάτης αἰτίας ἀνιᾶται· τὸ δ' ἰσχυρὸν καὶ δυσαίσθητον μεγάλης δεῖται τῆς αἰτίας εἰς γένεσιν τοῦ τοιούτου συμπτώματος. ἆρ' οὖν ἐν τούτοις μόνοις, ἢ κᾀν τῷ κινεῖσθαι τὸ αἴτιον ἢ μὴ κινεῖσθαι, καὶ κινούμενον ἤτοι θᾶττον ἢ βραδύτερον κινεῖσθαι, παμπόλλη τίς ἐστιν ἐν τοῖς συμπτώμασι διαφορά; ἐμοὶ μὲν οὕτως δοκεῖ, τῷ γε τὸν αὐτὸν ἄνθρωπον ἡσυχάζοντα μὲν ἀνωμαλίας ἐνίοτε μόνης ἀντιλαμβάνεσθαι, κινηθέντα δὲ φρίττειν, γυμνασάμενον δὲ ῥιγοῦν. ταῦτά τοι καὶ συμβουλεύουσιν οἱ ἰατροὶ τοῖς ὧδε κάμνουσιν, ὑπὸ τῆς πείρας δεδιδαγμένοι, πάσης ἀπέχεσθαι κινήσεως. ἀλλὰ καὶ τῶν ἀπεπτησάντων ἐνίους ἴσμεν, ἂν μὲν ἡσυχάζωσι, μηδὲν πάσχοντας· ἂν δ' εἰς βαλανεῖον εἰσέλθωσιν ἢ ἐν ἡλίῳ στῶσι, φρίττοντας, ἔτι δὲ δὴ μᾶλλον ἐὰν γυμνάσωνται· καὶ γὰρ ὁ ἥλιος καὶ [181] βαλανεῖον καὶ γυμνάσιον εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχάζοντα περιττώματα, καθάπερ γε καὶ τῶν ψυχικῶν παθῶν ὁ θυμός. ἐξ ἑαυτῶν δὲ εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχάζοντα περιττώματα τῷ θερμαίνεσθαι καὶ λεπτύνεσθαι καὶ πνευματοῦσθαι· καὶ οὐδὲν θαυμαστὸν ἡσυχαζόντων μὲν αὐτῶν ἧττον ἀνιᾶσθαι τὰ σώματα, κινηθέντων δὲ λυπεῖσθαί τε μεγάλως καὶ κλονεῖσθαι φρίττοντα καὶ ῥιγοῦντα καὶ πυρέττοντα. καὶ γὰρ ὅσα τοῖς ὀφθαλμοῖς ἔξωθεν ἐμπίπτει σκληρὰ σώματα, μυσάντων μὲν τὰ βλέφαρα καὶ καθησυχασάντων τὸ μόριον ἢ σμικρὸν πάμπαν ἢ οὐδὲν ἀνιᾷ· κινησάντων δὲ δυσάνεκτον ἐπιφέρει τὴν ὀδύνην. ἀλλὰ καὶ χωρὶς παραδείγματος ἐξ αὐτοῦ τοῦ πράγματος τῆς φύσεως ἔνεστιν ἐξευρεῖν, ὡς τὸ κινούμενον αἴτιον ἀνιαρότερον τοῦ μένοντος, ὅταν γε διὰ τῶν αἰσθητικῶν σωμάτων ἡ φορὰ γίγνηται, καθάπερ ἐν ὀφθαλμοῖς ὑπόκειται νῦν. οὐ γὰρ περὶ τῶν ἐν ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις διαῤῥεόντων χυμῶν ὁ λόγος ἦν, ἀλλὰ περὶ τῶν κατὰ τὰς σάρκας τε καὶ ὅλην τοῦ ζώου τὴν ἕξιν. ὅταν οὖν διεξέρχηταί τι διὰ τούτων βιαίως ἐπὶ τὸ δέρμα [182] φερόμενον, ἐν τῇ διόδῳ τῇ διὰ τῆς σαρκός τε καὶ τοῦ δέρματος ἀναγκαῖον αὐτὸ κεντεῖν τε καὶ νύττειν καὶ διαιρεῖν καὶ τιτρώσκειν οἷς ἂν ἐντυγχάνῃ πᾶσιν. ὅτι δὲ τὸ δακνῶδες καὶ κινούμενον αἴτιον ἅπαν εἰς φρίκας τε καὶ ῥίγη ἄγει τὸ ζῶον, ἄν τε θερμὸν ἄν τε ψυχρὸν ᾖ, πρῶτον μὲν ἐκ τῶν τοιούτων κατανοῆσαι δυνατόν· εἰ προσράναις ἐξαίφνης ὑγιαίνοντι σώματι ζέον ὕδωρ, ἢ σπινθῆρας ἐνσείσαις πυρὸς, εὐθέως φρικῶδες γενήσεται. ἀλλὰ καὶ κατὰ τῶν ἡλκωμένων μορίων ἐνίοτε φαρμάκων ἐπιτεθέντων καυστικῶν, φρίττουσι μὲν πρῶτον, ἐφεξῆς δὲ καὶ ῥιγοῦσιν, εἶτα καὶ πυρέττουσιν ἔνιοι. ἀλλὰ καὶ οἱ τριταῖοι πυρετοὶ ἁπάντων δὴ μάλιστα πυρετῶν χολώδεις ὄντες καὶ θερμοὶ, πάντων δὴ μάλιστα φρικώδεις εἰσὶ, καὶ ὅσῳ δ' ἂν ἀκριβέστεροι τύχωσιν ὄντες, τοσούτῳ καὶ τὸ ῥῖγος αὐτοῖς γίνεται σφοδρότερον. ἀλλὰ καὶ ὑπὸ καύσου ἐχομένῳ ῥίγεος ἐπιγενομένου λύσις, Ἱπποκράτης φησὶ, τῷ τὴν τέως ἐν ταῖς φλεψὶν ἁλωμένην χολὴν ὑπὸ τῆς φύσεως ἀπωθεῖσθαι κριτικῶς ἐπὶ τὸ δέρμα διὰ τῶν σαρκῶν. τῆς οὖν κινήσεως καὶ φορᾶς αὐτῆς, ἣν διὰ τῶν αἰσθητικῶν ποιεῖται σωμάτων, ἅμα τε σύμπτωμα καὶ σημεῖόν ἐστι τὸ ῥῖγος. καὶ [183] δὴ καὶ ἱδροῦσι τοὐντεῦθεν οἱ οὕτω ῥιγώσαντες καὶ ἀπαλλάττονται τοῦ πυρετοῦ, κενωθείσης αὐτοῖς τῆς χολῆς. ἐνίοτε δ' οὐκ εἰς τὸ δέρμα τὴν ὁρμὴν, ἀλλ' εἰς τοὺς ἔσω τόπους ποιησαμένη, δι' ἐμέτων τε ἅμα καὶ διὰ τῆς κάτω γαστρὸς ἐκκενοῦται. πολλάκις δὲ εἴσω τε καὶ ἔξω κατὰ τὴν αὐτὴν ἡμέραν ἠνέχθη, ὡς ἱδρῶσαί τε ἅμα καὶ ἐμέσαι καὶ ὑπελθεῖν κάτω τὴν χολήν. ὅσοι δ' αἴτιον ὑγιεινὸν οἴονται τὸ ῥῖγος γίγνεσθαι τοῦ καύσου διὰ τὴν ψύξιν, τὰ γὰρ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα, τοῦ παντὸς ἁμαρτάνουσι. πρῶτον μὲν γὰρ εἰ τοῦτ' ἀληθὲς ὑπῆρχεν, ἐνῆν αὐτοῖς δήπου ῥῖγος ἐργάσασθαι, τοῦτο μὲν ὕδωρ ψυχρὸν προσραίνοντας ἢ καταχέοντας, τοῦτο δ' εἰς ψυχρὸν ἀέρα τὸν κάμνοντα γυμνὸν ἀπάγοντας, ἢ εἰς ὕδατος ψυχροῦ δεξαμενὴν ἐμβάλλοντας· ἔπειτα δ' εἴπερ ἄρα διὰ τῆς πρὸς τοὐναντίον μεταπτώσεως τοῖς καυσουμένοις ἡ λύσις ἐγίγνετο ῥιγώσασιν, ἐχρῆν αὐτοὺς ἐπὶ τῷ ῥίγει πεπαῦσθαι πυρέσσοντας. ἔχει δ' οὐχ οὕτω τἀληθές· οὐ γὰρ ἅμα τῷ ῥιγῶσαι παύονται πυρέσσοντες, οἵ γε πολὺ μείζονι πυρετῷ μετὰ τὸ ῥῖγος ἢ πρόσθεν ἁλίσκονται, [184] ἀλλ' ἐπειδὰν ἱδρώσωσι δαψιλῶς, ἢ ἐμέσωσι τὴν ὠχρὰν χολὴν, ἢ κατ' ἔντερον αὐτοῖς ὑπέλθῃ. ἐπὶ γὰρ τῇ σφοδροτέρᾳ κινήσει τῆς χολῆς σφοδρότερον εἰκὸς ἀνάπτεσθαι τὸν πυρετόν. ὅτι μὲν οὖν οὐ μόνον ἐπὶ τοῖς ψυχροῖς αἰτίοις ῥιγῶσιν, ἀλλὰ κᾀπὶ τοῖς θερμοῖς, ἤδη πέφανται. διὰ τίνα δὲ τὴν αἰτίαν ἐναντιωτάταις προφάσεσι ταὐτὸν ἕπεται σύμπτωμα, λεκτέον ἐφεξῆς, ἀναμνησθέντας αὖθις ὧν ἀπεδείξαμεν ὑπὲρ τῆς ἐκκρινούσης τὰ λυποῦντα δυνάμεως. οὐ γὰρ δήπου τὰ μὲν ἐν ταῖς εὐρυχωρίαις τῶν ὀργάνων ἐκκρίνει, καθάπερ ἐδείκνυτο τὰ κατὰ γαστέρα τε καὶ μήτραν καὶ τὰς κύστεις ἀμφοτέρας ἔντερά τε καὶ πνεύμονα καὶ ῥῖνας, ἀμελεῖ δὲ τῶν ἐν αὐτοῖς τοῖς σώμασιν ὑποτρεφομένων περιττωμάτων· ἀλλὰ κᾀκ τούτων ὁσημέραι πᾶν ἀποκρίνει τὸ περιττὸν ἀλύπως τε καὶ κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν, ὅταν γε νόμῳ φύσεως διοικῆται τὸ ζῶον. ἐπειδὰν δέ τι δακνῶδες ἐν αὐτῷ συστῇ, καὶ μάλισθ' ὅταν ἔχῃ κίνησιν ἰσχυρὰν, ἀνιᾶταί γε καὶ ἀποκρίνειν αὐτὸ σπεύδει, καθ' ὃν ἂν ἐγχωρῇ μάλιστα τρόπον ἐκ τοῦ σώματος αὐτοῦ τῶν μελῶν ἐκκριθῆναί τι, [185] συναγομένων δηλονότι καὶ σφιγγομένων εἰς ἑαυτὰ τῶν μορίων, εἶθ' ἑκάστου τὸ κατ' αὐτὸ μέρος τοῦ περιττώματος ὠθοῦντος. ἀλλ' εἰ πάντα νοήσαις ἅμα τὴν κίνησιν ταύτην κινούμενα, σεισμός τις ὅλον τὸ σῶμα καταλήψεται καὶ κλόνος, ὁποῖος ἐν τοῖς ῥίγεσι φαίνεται καταλαμβάνων. ἀνάγκη γὰρ, οἶμαι, τῶν μυῶν πάντων κλονουμένων, συγκλονεῖσθαι τὰς διαρθρώσεις αὐτοῖς, ὧν κλονουμένων ἐκτάσεις τέ τινας καὶ κάμψεις ἀκουσίους συμπίπτειν, ἑτέρας οὔσης τῆς τοιαύτης κινήσεως παρὰ τὴν ἐν τοῖς σπασμοῖς τε καὶ παλμοῖς. ἐν μὲν γὰρ τοῖς σπασμοῖς ὡσαύτως μὲν, οὐ μὴν ὑπό γε τῆς αὐτῆς δυνάμεως αἱ κινήσεις ἐπιτελοῦνται· κατὰ δὲ τοὺς παλμοὺς οὐχ ὡσαύτως, ἀλλ' ὡς εἴρηται πρόσθεν, ὅτι συνεξαίρεται τῷ μυῒ τὸ κῶλον ὑπὸ τοῦ φυσώδους διαστελλομένῳ πνεύματος· ῥιγούντων δὲ, ὡς ἀρτίως εἴρηται, πᾶν μόριον κινεῖται τοῦ μυὸς ἐκκαθαίροντος ἑαυτόν· κατὰ δὲ τὴν ἐκείνων κίνησιν ὅλος ὁ μῦς σειόμενός τε καὶ κλονούμενος ἅμα ἑαυτῷ τὴν διάρθρωσιν, εἰς ἣν καταφύεται, συγκλονεῖ. τοιαύτη καὶ [186] τοῖς κατὰ θώρακα μυσὶν ἡ κίνησις ἐν ταῖς ἀνωμάλοις γίγνεται δυσκρασίαις, καὶ διὰ τοῦτο βραχυτέρα τε καὶ κερχνωδεστέρα βὴξ αὐτοῖς ἕπεται. διασείονται γὰρ οἱ μύες ἐκκρίνειν ἐφιέμενοι τὰ λυποῦντα τῆς ἑαυτῶν σαρκὸς διὰ τῶν τοῦ πνεύμονος ἀρτηριῶν· ἐν δὲ ταῖς ἄλλαις βηξὶν ἐδείκνυντο σφοδρῶς ἐμπίπτοντες τῷ πνεύμονι, χάριν τοῦ πολλὴν καὶ ἀθρόαν ἐκφύσησιν ἐργάσασθαι. ἔτι τε βιαιότερον ἐμπίπτουσιν ἐν τοῖς πταρμοῖς, ἐξωθοῦντες ἀθρόον τὸ πνεῦμα, τὸ κατὰ τὰς ῥῖνας ἐκκαθᾶραι βουλόμενοι. καὶ τοῦτο κατανοήσαντές τινες ἀσθενεῖς μὲν τὴν δύναμιν, ἀναπτύειν δὲ τὰ κατὰ θώρακά τε καὶ πνεύμονα δεόμενοι, πταρμὸν ἑαυτοῖς κινοῦσιν ἐρεθίζοντες τοὺς μυκτῆρας, ἵνα τῷ βιαίῳ τῆς κινήσεως ἀναπτύσωσιν, ὃ κατὰ βῆχας ἐκβαλεῖν οὐκ ἠδυνήθησαν. ἀλλὰ περὶ μὲν τῶν τοιούτων βηχῶν εἴρηται καὶ πρόσθεν αὐτάρκως. αἱ δὲ κατὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν, ἐκ ταὐτοῦ μέν εἰσι τοῖς ῥίγεσί τε καὶ ταῖς φρίκαις γένους, διαφέρουσι δὲ τῷ θάττονα γίγνεσθαι τὴν αἴσθησιν αὐτῶν, οὐδέποτε ἡσυχαζόντων τῶν ἀναπνευστικῶν ὀργάνων. ἐδείκνυτο γὰρ ἔμπροσθεν, [187] ὡς καὶ τὰς καθ' ὅλον τὸ σῶμα τοιαύτας διαθέσεις ἡ κίνησις ἐξελέγχει μάλιστα. ἐπειδὰν μὲν οὖν ὑγρὰ τὰ λυποῦντα τὴν φύσιν ὑπάρχῃ, τῷ βιαίῳ τούτῳ σεισμῷ καὶ κλόνῳ τῷ κατὰ τὴν βῆχα καὶ τὸ ῥῖγος, ὑπὸ τῆς ἐκκριτικῆς δυνάμεως ὠθούμενα φέρεται πάντῃ πρὸς τοὺς εἴκοντας τόπους, τὰ μὲν εἰς τὴν ἄνω, τὰ δὲ εἰς τὴν κάτω γαστέρα, τὰ δὲ ἐπὶ τὸ δέρμα πρὸς τοὐκτὸς, ὡς αἰσθητὴν αὐτῶν γενέσθαι τὴν κένωσιν. ἐπειδὰν δὲ πνευματώδης τις οὐσία μόνη χωρὶς ὑγρότητος ἤτοι θερμοτέρα τοῦ δέοντος ἢ ψυχροτέρα διεξέρχηται τὸ σῶμα, φρίττουσι μὲν δήπου τότε καὶ ῥιγοῦσιν· ἐνίοτε δὲ διὰ τὴν αὐτὴν αἰτίαν οὔτε δ' ἐμοῦσιν οὔθ' ἱδροῦσιν, οὔθ' ὑποχωρεῖ τι κάτω τοῖς τοιούτοις οὐδὲν αἰσθητὸν, ὡς ἂν αὐτῶν ἐρεθιζόντων τὴν ἐκκριτικὴν δύναμιν ἀερωδῶν ὑπαρχόντων. οὕτως ἐν βαλανείοις περικαέσι, καὶ μάλιστα ἢν ἐξαίφνης τε καὶ ἀθρόως ἄνευ τοῦ προδιαθερμανθῆναι πλησιάσωμεν αὐτοῖς, αὐτίκα φρικώδεις γιγνόμεθα. οὕτως ὅταν εἰς τὸν ψυχρὸν ἀέρα μετέλθωμεν ἀθρόως, ἢ εἰ καὶ μὴ ἀθρόως, ἀλλὰ πολυχρονίως γε ὁμιλεῖν ἀναγκασθῶμεν, ὡς ἐν ὁδοιπορίαις ἐνίοτε [188] συμπίπτειν εἴωθε. τοῦ τοιούτου ῥίγους ἴαμα θέρμανσίς ἐστιν, οὐχ ἱδρὼς ἢ ἔμετος ἢ διαχώρημα γαστρός. ἐπεὶ δ', ὡς εἴρηται, καὶ ψυχρὸν αἴτιον καὶ θερμὸν ἐργάζεται ῥῖγος, ἐπὶ μὲν τῷ θερμῷ τῷ ἀερώδει ψύξις ἱκανὴ πρὸς τὴν ἴασιν· τῷ δὲ ὑγρῷ πυρετὸς μὲν ἐξ ἀνάγκης ἐπιγίγνεται, κένωσις δὲ ἡ ἴασίς ἐστιν. ἐπὶ δὲ τῷ ψυχρῷ τῷ μὲν ἀερώδει θέρμανσις ἴαμα· τῷ δὲ ὑγρῷ ποτὲ μὲν ἡ πέψις ἀρκεῖ μόνη, ποτὲ δὲ ἡ κένωσις, ἔστι δ' ὅτ' ἄμφω συμπίπτει. παλαιὸς μὲν οὖν ὁ λόγος οὗτός ἐστιν ὡς διὰ παντὸς ἕπεται ῥίγει πυρετὸς, οὐ μήν γε ἀληθὴς ὑπάρχει τὸ πάμπαν, οὐδ' ἂν διορίσηταί τις αὐτὸν προσηκόντως, ὥσπερ οὖν καὶ χρὴ διορίζεσθαι φιλικῶς μᾶλλον ἐξηγουμένους τὰ τῶν παλαιῶν, οὐ δυσμενῶς ἐξελέγχοντας, ἀλλ' ὅμως οὐδ' οὕτως ἀληθής ἐστιν ὁ λόγος, οὐδ' ἂν διορισάμενοι φῶμεν ὅσα χωρὶς τῆς ἔξωθεν προφάσεως ἐκ τοῦ σώματος ἡμῶν ὁρμᾶται ῥίγη, πυρετὸν ἐξ ἀνάγκης αὐτοῖς ἀκολουθήσειν. ὦπται γὰρ οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ πολλοῖς τῶν πρὸ ἡμῶν ἰατροῖς ἤδη ῥίγη συστάντα χωρὶς πυρετῶν, οὐ μὴν ἰσχυρά γε οὕτως ἐστὶν, ὡς τὰ τῶν ἀκριβῶν προηγούμενα [189] τριταίων ἢ τεταρταίων, ἢ τὰ κρίνοντα πυρετοὺς καυσώδεις τε καὶ θερμούς. εἴωθε δὲ τὰ τοιαῦτα ῥίγη διαίταις ἕπεσθαι μοχθηραῖς, ἐμπιπλαμένων ἀργῶς ἀνθρώπων καὶ λουομένων ἐπὶ τροφαῖς πολλάκις. ὅταν δὲ καὶ αὐτῶν τῶν ἐδεσμάτων αἱ ποιότητες πολλάκις ἐκ τῆς ψυχροτέρας τε καὶ φλεγματικωτέρας ὦσι κράσεως, ἑτοιμότατον ἁλῶναι ῥίγεσιν ἀνεκθερμάντοις τοὺς οὕτω διακειμένους. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ τὸ μηδέποτε θεάσασθαι ῥίγη τοιαῦτα τοὺς παλαιοὺς ἰατροὺς, ὡς ἂν μήτε πλημμελούντων εἰς τὴν ὑγιεινὴν δίαιταν ἴσα τοῖς νῦν τῶν τότε, μήτε τῆς τῶν βαλανείων χρήσεως εἰς τοσοῦτον ἐπιπολαζούσης. ἀλλ', ὡς εἴρηται ἀρτίως, τὰ τοιαῦτα ῥίγη φρικώδη μᾶλλόν ἐστιν ἢ κλονώδη. πρώτη μὲν γὰρ αἴσθησις ἡμῖν ἐπὶ τοῖς μοχθηροῖς περιττώμασιν ἀνωμαλίας γίγνεται, καὶ ὅταν γε δριμέα τὰ τοιαῦτα ὑπάρχῃ, δακνώδης ἐστὶν ἡ αἴσθησις· δευτέρα δὲ φρίκης μικρᾶς, εἶτα μείζονος, εἶθ' οὕτω μεγάλης, ὡς ἤδη καὶ ῥίγους τι μετέχειν· εἶτα τοῦ ῥίγους αὐτοῦ μόνου κλονοῦντός τε καὶ διασείοντος τὰ μόρια. τοῦτο τὸ ῥῖγος ἐπὶ τοῖς ψυχροῖς χυμοῖς οὐκ ἄν ποτε γένοιτο· τὴν ἀρχὴν γὰρ οὐδὲ σφοδρῶς κινοῦνται οἱ τοιοῦτοι [190] διὰ τὸ πάχος· εἰ δὲ λεπτυνθεῖέν ποτε καὶ οὗτοι, ῥῖγος μὲν οἴσουσιν, οὐ μὴν ἰσχυρότερον. οὐ γὰρ ἐγχωρεῖ τὴν αὐτὴν ἐπιδέξασθαι λεπτότητα φλέγμα λεπτυνθὲν, ἣν ἡ λεπτυνθεῖσα δέχεται ξανθὴ χολή. τὸ μὲν δὴ τοιοῦτον ῥῖγος οὐ πάνυ τι γιγνώσκουσιν οἱ παλαιοὶ ἰατροί· τὸ δ' ἐν νοσήμασι θανατώδεσι γιγνώσκουσιν. λέγει οὖν ὁ Ἱπποκράτης ἐν ἀφορισμοῖς, ἢν ῥῖγος ἐμπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον. ἐν γὰρ τοῖς τοιούτοις ῥίγεσιν ὥρμησε μὲν ἡ φύσις ἐπὶ τὸ διώσασθαι τὰ λυποῦντα, νικηθεῖσα δὲ καταπίπτει καὶ κατασβέννυται, καὶ διὰ τοῦτό ἐστιν ὀλέθριον τὸ σύμπτωμα. κατὰ δὲ τοὺς τεταρταίους ἐπίμικτον τὸ ῥῖγός ἐστιν ἐκ ψυχροῦ τε καὶ θερμοῦ. φύσει μὲν γάρ ἐστι ψυχρὸς χυμὸς ἡ μέλαινα χολὴ, σηπεδόνα δέ τινα προσλαβοῦσα, δι' ἣν καὶ πυρετοὺς ἐξάπτει, τοσοῦτον ἐπικτᾶται θερμότητος, ὅσον καὶ σηπεδόνος. ὅτι μὲν οὖν ἕπεται ῥίγη κᾀν τοῖς θερμοῖς αἰτίοις ἀπεδείξαμεν· ὅτι δὲ κᾀν τοῖς τοιούτοις ἅπασι καταψύχονταί [191] τε καὶ λειφαιμοῦσι, μάλιστα μὲν ὅσα τοῦ σώματος ἄκρα μόρια, σὺν αὐτοῖς δὲ καὶ τὸ δέρμα σύμπαν, ὅσα τ' ἐπιπολῆς ἐστιν ὑπ' αὐτῷ, καὶ διὰ τίνα τὴν αἰτίαν γίγνεται, τοῦτο σκεπτέον ἐφεξῆς. ἔστι δή τις ἐκ τῶν πρώτων καὶ, ὡς ἂν εἴποι τις, ἡγεμονικωτάτων κινήσεων ἡ ἔσω τε καὶ ἔξω φορὰ τῆς ἐμφύτου θερμασίας, ἐπὶ πολλοῖς πάθεσι γιγνομένη ψυχικοῖς, ἅμα δ' αὐτῇ δηλονότι καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα, ποτὲ μὲν ἔσω τε καὶ πρὸς τὴν ἀρχὴν φέρεται καὶ συστέλλεται, ποτὲ δ' ἐκτὸς ἀποτείνεται καὶ χεῖται. αὐτῆς μὲν γὰρ τῆς ψυχῆς τὴν οὐσίαν ἴσως μὲν καὶ κατ' ἄλλην τινὰ πραγματείαν ἀποφήνασθαι τολμηρὸν, ἐν δὲ τῇ νῦν ἐνεστώσῃ πρὸς τῷ τολμηρῷ καὶ περιττόν. ἔοικε δ' οὖν ἥ τις ποτ' ἂν ᾖ, δυοῖν θάτερον, ἤτοι πρώτοις ὀργάνοις εἰς ἁπάσας τὰς ἐνεργείας χρῆσθαι πνεύματί τε καὶ αἵματι καὶ τῇ θερμασίᾳ τῇ κατὰ θάτερόν τε καὶ συναμφότερον, ἢ ἐν αὐτοῖς τούτοις ὑπάρχειν. ἔνεστι δὲ ἐναργῶς θεάσασθαι τὰς κινήσεις αὐτῆς ἐν ἄλλοις τε πολλοῖς καὶ μάλιστα τοῖς ψυχικοῖς πάθεσιν. αὐτίκα φόβος τε καὶ θυμὸς, ὁ μὲν εἴσω τε καὶ πρὸς τὴν [192] ἀρχὴν ὑπάγει καὶ συστέλλει τό τε πνεῦμα καὶ τὸ αἷμα σὺν τῷ καταψύχειν τὰ ἐπιπολῆς, ὁ δὲ ἀποτείνει τε καὶ χεῖ καὶ θερμαίνει. τὸ δ' ἀγωνιᾷν ὀνομαζόμενον ἐξ ἀμφοῖν ὑπάρχον σύνθετον, ἀνώμαλόν ἐστι ταῖς κινήσεσι. καὶ τοίνυν καὶ οἱ σφυγμοὶ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας μικρότατοι μὲν καὶ ἀτονώτατοι τοῖς φοβηθεῖσι, μέγιστοι δὲ καὶ σφοδρότατοι τοῖς θυμωθεῖσιν, ἀνώμαλοι δ' εἰσὶ τοῖς ἀγωνιῶσιν. ἐπὶ δὲ τῆς αἰδοῦς εἴσω μὲν πρῶτον ἡ κίνησις γίγνεται τῆς ψυχικῆς δυνάμεως, ἐπάνοδος δ' αὖθις ἀθρόα πρὸς τοὐκτὸς λαμβάνει· ὡς εἴγε μὴ ἐπανέρχοιτο, φόβος ἐστὶν, οὐκ αἰδώς. ἡ μὲν γὰρ αἰδὼς ἐξαίφνης γίγνεται, μηδὲν τῆς ψυχικῆς δυνάμεως προσδοκώσης κακὸν, ἀλλ', ὡς ἂν εἴποι τις, ὑπὸ μαλακίας τε καὶ δειλίας συμφύτου, μὴ φερούσης ἀνθρώπου πολὺ κρείττονος ὁμιλίαν, ἀλλ' ἀποδρᾶναί τε καὶ εἰ οἷόν τ' ἦν ἐκ ποδῶν γενέσθαι σπευδούσης. καὶ διὰ τοῦτο μόνον ἀποχωρεῖ πρὸς τὸ βάθος, οἷον ἀποδιδράσκουσα χωρὶς τοῦ καταψύχεσθαι. τοῦ λογισμοῦ δ' ἐπεγείροντος καὶ παρορμῶντος τὸ παθητικὸν τῆς ψυχῆς, [193] ὅπερ ἐστὶ τὸ φοβούμενόν τε καὶ αἰδούμενον, ἐπανέρχεταί τε καὶ κινεῖται πρὸς τὰ ἐκτὸς ἐν ὁμοίῳ μάλιστα τρόπῳ κινήσεως, ἐν οἵῳ περ ἂν ὅταν ἐπὶ ψυχρολουσίᾳ θερμασίας ἐπανάκλησις γίγνηται. ἐν δέ γε τοῖς φόβοις, ἅτε μηδ' ὅλως ἐπεγείροντός τε καὶ παρορμῶντος τοῦ λογισμοῦ τὸ παθητικὸν τῆς ψυχῆς, ἀεὶ καὶ μᾶλλον κατασβέννυται τὸ θερμὸν, ὥστε καὶ ῥιγοῦν ἐνίους αὐτῶν. ὅπερ δ' ἐν φόβοις ἀθρόως, τοῦτ' ἐν λύπαις κατὰ βραχὺ πάσχουσι, μεγέθει καὶ σφοδρότητι τῶν παθῶν, οὐχ ὅλῳ τῷ γένει διαφερόντων. καὶ τοίνυν καὶ ἀπέθανον ἤδη τινὲς ἐπὶ φόβοις ἐξαιφνιδίοις, ὅταν ἀσθενὲς φύσει ψυχάριον ἰσχυρῷ πάθει κατασχεθὲν ἀθρόως κατασβεσθῇ τε καὶ καταπνιγῇ. τὸ μὲν γὰρ σβέννυσθαι δι' αὐτὴν τοῦ πάθους γίγνεται φύσιν ἐν τῷ καταψύχεσθαι τὴν γένεσιν ἔχοντος· τὸ δὲ καταπνίγεσθαι διὰ τὸ συννεύειν τε καὶ φέρεσθαι πᾶν ἐπὶ τὴν ἀρχὴν τὸ αἷμα. θυμωθεὶς δ' οὐδεὶς ἀπέθανεν, ὡς ἂν μήτε τῆς θερμότητος καταψυχομένης μήτε τοῦ τόνου λυομένου· χαρέντες μέντοι μεγάλως ἔνιοι τῶν μικροψύχων ἀνθρώπων ἀπέθανον, ὥσπερ καὶ φοβηθέντες· οὐ γὰρ ἅμα τόνῳ καὶ ζέσει κινεῖται πρὸς τὰ ἐκτὸς ἡ ψυχικὴ [194] δύναμις, ἀλλ' αὐτὸ τοὐναντίον, εἴ τι καὶ πρότερον εἶχε τόνου, τοῦτο νῦν ἐκλύει τε καὶ χαλᾷ· διαφορεῖται τοιγαροῦν, ὅταν ἐπιπλεῖστον χαλασθεῖσα φέρηται πρὸς τὸ ἐκτός. ὁ δὲ πόνος ἐναντίως κινεῖσθαι τὴν ψυχὴν ἀναγκάζων ὅμοια τῷ μεγίστῳ φόβῳ φέρει τὰ συμπτώματα. καὶ γὰρ ἀχροοῦσι καὶ καταψύχονται καὶ ῥιγοῦσι καὶ τρέμουσι καὶ μικροσφυκτοῦσι καὶ ἀσφυκτοῦσι καὶ τέλος ἀποθνήσκουσιν ὡσαύτως τοῖς ἐκπλαγεῖσιν. ὑποφεύγει γὰρ κᾀν τούτοις ἐπὶ τὴν ἀρχὴν ἡ ἔμφυτος θερμασία λυομένη θ' ἅμα καὶ κατασβεννυμένη. ὅπου δὲ θάνατον ἐπιφέρει τὰ τοιαῦτα τῶν παθῶν, οὐδὲν δήπου θαυμαστὸν εἰ καὶ λειποψυχίαν. οὔκουν οὐδ' ὅτι τὰ λειποψυχίας ἀκόλουθα συμπτώματα, τά τε ἄλλα καὶ ἡ ἀκούσιος ἔκκρισις τῶν περιττωμάτων ἕπεται οὐδὲν ἔτι χρὴ θαυμάζειν. ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ μηκύνειν ἔτι ὑπὲρ τῶν τοιούτων, ἀλλ' ἐπὶ τὸ προκείμενον ἰτέον. ὅταν οὖν ἐπὶ θερμοῖς τε ἅμα καὶ δακνώδεσι χυμοῖς γίνηται ῥῖγος, οὐδὲν θαυμαστόν ἐστι καταψύχεσθαι τὰ ἐκτὸς ἅπαντα, τῆς ψυχικῆς δυνάμεως εἰς τὸ βάθος συννευούσης ἅμα τῷ αἵματι. γίγνεται γὰρ αἴσθησις [195] τηνικαῦτα τῆς τῶν ἐκτὸς ψύξεως, οὐ τῆς τῶν ἐν τῷ βάθει. καὶ γὰρ διψῶσιν ἰσχυρῶς ἔνιοι κατ' ἐκεῖνον τὸν καιρὸν, ὡς ἂν τῆς ἔνδον θερμασίας διαφυλαττομένης αὐτοῖς. ὅτι δὲ εὐλόγως τὰ τοιαῦτα τοῖς ῥιγοῦσι συμβαίνειν εἴωθεν, ἔνεστι κᾀντεῦθεν συλλογίσασθαι. εἰ γὰρ καθ' ἕν τι μέρος ἐρείδουσαι σφοδρότερον ὀδύναι λειποψυχίας τε ἅμα καὶ καταψύξεις ἐπιφέρουσιν, οὐδὲν ἂν εἴη θαυμαστὸν τὰς καθ' ὅλον ἅμα τὸ σῶμα συνισταμένας, εἰ καὶ μὴ τὰς λειποψυχίας τε καὶ τοὺς θανάτους, ἀλλὰ τάς γε καταψύξεις ἐργάζεσθαι. εἰσὶ γὰρ ὁμογενεῖς καὶ ταῖς ἄλλαις ἁπάσαις ὀδύναις αἱ κατὰ τὸ ῥῖγος, ἀπολείπονται δὲ τῶν ἀναιρουσῶν μεγέθει καὶ χρόνῳ. καὶ γὰρ ἐλάττους εἰσὶ πολλῷ καὶ βραχυχρόνιοι. κωλικὴ μέντοιγε πολλάκις ὀδύνη δυοῖν ἐφεξῆς ἡμερῶν κατέσχε· ῥῖγος δ' ὅσῳπερ ἂν ᾖ σφοδρότερον, τοσοῦτον ὀλιγοχρονιώτερον γίγνεται. προσέοικε γὰρ ἡ κατ' αὐτὸ κίνησις τῆς ψυχῆς οὐ τῇ κατὰ τοὺς φόβους, ἀλλὰ μᾶλλόν πως τῇ κατὰ τὴν αἰδῶ τε καὶ ψυχρολουσίαν. ἀναμάχεται γοῦν ἡ δύναμις καὶ διαγωνίζεται πρὸς τὰ λυποῦντα, μέχρι περ ἂν ἐκμοχλεύσῃ τε καὶ διώσηται πάντα. διά τε οὖν τὰς σφοδρὰς ἐμπτώσεις, καὶ ὅτι [196] κατὰ τὸ βάθος ἀθροισθεῖσα μετὰ πολλῆς ἐπανέρχεται θερμασίας, τὸν ἐπὶ τοῖς ῥίγεσι πυρετὸν ἐξάπτει, τὴν ὕλην ἔχουσα σύμμαχον εἰς τὸ μέγεθος αὐτοῦ. εἰ δέ ποτε διαγωνιζομένη φθάσειε καμεῖν αὕτη, πρὶν διώσασθαι τὰ λυποῦντα, γίγνεται μὲν γὰρ καὶ τοῦτο δι' ἀῤῥωστίαν δυνάμεως, ἢ μέγεθος αἰτίου, θάνατος ἐξ ἀνάγκης ἀκολουθεῖ, καθάπερ ἔμπροσθεν εἴρηται.

   Ὁπότε οὖν ἐνταῦθα τοῦ λόγου γεγόναμεν, ἐπιθῶμεν ἤδη τὴν κεφαλὴν αὐτῷ, βραχέσι κεφαλαίοις ἅπαντά τε τὰ προειρημένα περιλαβόντες, ὅσα τε λείπεται προσθέντες. αἱ μὲν βῆχες καὶ οἱ πταρμοὶ καὶ αἱ λύγγες καὶ τὰ ῥίγη τῆς ἐκκριτικῆς δυνάμεως ἰσχυραὶ καὶ βίαιοι κινήσεις εἰσίν· οἱ δὲ σκορδινισμοὶ καὶ αἱ χάσμαι τῆς αὐτῆς μὲν, ἀλλὰ μέτριαι· μετριώτεραι δὲ κᾀν ταῖς φρίκαις αἱ κινήσεις εἰσί· καὶ πολὺ δὴ τούτων μετριώτεραι αἱ κατὰ τὰς ἀνωμαλίας κινήσεις, ὥστε σχεδὸν οὐδὲ κινήσεις εἴποι τις τὰς τοιαύτας, ἀλλ' αἰσθήσεις μόνον ὑπάρχειν, οἷαί περ καὶ αἱ κατὰ τοὺς ἑλκώδεις κόπους αἰσθήσεις εἰσί. καὶ τούτων μᾶλλον ἔτι ἐν τῷ κνηστιᾷν. [197] αἴσθησις γὰρ ἐν τούτῳ τῷ συμπτώματι μόνον ἐστὶ περιττωμάτων κνησμωδῶν· οὐδὲ γὰρ ὀνομάσαι δυνατὸν ἄλλως αὐτὰ, πλὴν εἰ νιτρώδη καὶ ἁλμυρά τις ἢ πικρὰ προσαγορεύειν ἐθέλοι, τοιαύτη γὰρ ἡ φύσις αὐτῶν. ἔνεστι δὲ μαθεῖν περὶ αὐτῶν ἀπό τε τῶν ἔξωθεν, οἷον ἀκαλήφης τε καὶ σκίλλης καὶ ἅλμης καὶ θαλάττης, ὅσα τ' ἄλλα τοιαῦτα καὶ τούτων οὐδὲν ἧττον ἀπ' αὐτῶν τῶν κατὰ τὸ σῶμα. τοῖς γὰρ ἀλουτοῦσι καὶ ῥυπῶσι καὶ ἀπεπτοῦσι καὶ τροφὰς κακοχύμους ἐσθίουσι κνηστιᾷν συμβαίνει, καὶ πολὺ δὴ μᾶλλον ἐν ψώραις τε καὶ λέπραις, ὅτι πλείων τε καὶ παχύτερος ὁ χυμὸς ἐν ταῖς τοιαύταις διαθέσεσι. καὶ διὰ τοῦτο κνῶνται μὲν ἐπὶ πλεῖόν τε καὶ μᾶλλον ἁπάντων ἄνευ τῆς τοιαύτης διαθέσεως κνηστιώντων· ὀνίνανται δ' οὐδὲν οὐδ' ἂν ἐκδείρωσιν ἑαυτοὺς κνώμενοι σφοδρότατα, διὰ τὸ μένειν ἐν αὐτοῖς ἐμπεπλασμένον τε καὶ, ὡς ἂν εἴποι τις, ἐσφηνωμένον ἐν τῷ δέρματι τὸν λυποῦντα χυμόν. οὔτε γὰρ ὀλίγος οὗτος οὔτε λεπτός ἐστιν, ὡς ἐπὶ τῶν ἀλουτησάντων μόνον ἢ ῥυπώντων, ἀλλὰ καὶ πλεῖστος καὶ παχὺς, ἐνίοτε δὲ καὶ γλίσχρος. ἅπαντα γοῦν τὰ τοιαῦτα συμπτώματα κακοχυμίας ἐστὶν ἔγγονα, διαφέροντα [198] δὲ ποιότητι καὶ ποσότητι τῆς αἰτίας, ἔτι τε πρὸς τούτοις ἡσυχίᾳ τε καὶ κινήσει. ὀλίγη μὲν γὰρ καὶ λεπτὴ καὶ ἁλμυρὰ καὶ ἀκίνητος ἐν τοῖς κνηστιῶσιν· ὀλίγη δὲ καὶ λεπτὴ καὶ δακνώδης καὶ ἀκίνητος ἐπὶ τοῖς ἑλκώδεσι κόποις· πολλὴ δὲ καὶ παχεῖα καὶ ἁλμυρὰ καὶ ἀκίνητος ἐν λέπραις τε καὶ ψώραις· ὀλίγη δὲ καὶ λεπτὴ καὶ δακνώδης καὶ βραχεῖαν ἔχουσα τὴν κίνησιν ἐν ταῖς φρίκαις. εἰ δ' ἤτοι κινηθείη σφοδρῶς ἢ πλείων ἢ δακνωδεστέρα γένοιτο, ῥῖγος, οὐ φρίκην ἐπιφέρει, μέγιστον μὲν ἡ πλείστη τε καὶ σφοδροτάτη καὶ δακνωδεστάτη καὶ σφοδρότατα κινουμένη, ἐλάχιστον δὲ, εἰ καθ' ἕν τι τούτων μετρίως αὐξηθὲν ἐκ φρίκης εἰς ῥῖγος μεταπέσοι. πάμπολλαι δὲ ἄλλαι μεταξὺ τοῦ τ' ἐλαχίστου ῥίγους ἐστὶ καὶ τοῦ μεγίστου, τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέρουσαι παρά τε τὸ μᾶλλον καὶ ἧττον κινεῖσθαι τὴν αἰτίαν καὶ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον εἶναι δακνώδη, καὶ προσέτι τὴν ἐν τῇ ποσότητι διαφορὰν, ἔτι τε πρὸς τούτοις ἤτοι παρὰ τὸ πάσαις ταῖς εἰρημέναις διαφοραῖς, ἢ παρὰ τό τισιν ἤ τινι τὴν ποιοῦσαν τὸ ῥῖγος αἰτίαν ηὐξῆσθαι. [199] ταυτὶ μὲν οὖν ἅπαντα τὰ συμπτώματα περὶ τὸ δέρμα καὶ τὰς ὑπ' αὐτὸ σάρκας ἀθροιζομένης τῆς αἰτίας εἴωθε συνίστασθαι. βῆχες δὲ καὶ πταρμοὶ καὶ λύγγες, αἱ μὲν βῆχες ἐν τοῖς κατὰ πνεύμονά τε καὶ φάρυγγα καὶ θώρακα τῶν αἰτίων συνισταμένων· οἱ πταρμοὶ δὲ ἐν τοῖς κατὰ τὰς ῥῖνας· λύγγες δὲ ἐν τοῖς κατὰ γαστέρα καὶ στόμαχον. ἐν ἅπασι δὲ τοῖς εἰρημένοις κοινὸν ἡ τῶν λυπούντων ἐκκριτικὴ δύναμις, ἑαυτὴν ἐπεγείρουσα πρὸς τὰς σφοδροτάτας κινήσεις ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα, καθάπερ ἔμπροσθεν εἴρηται τά τ' ἄλλα περὶ τῆς γενέσεως αὐτῶν καὶ ὅτι κατὰ συμβεβηκός ποτε καὶ ὁ πταρμὸς τῶν κατὰ πνεύμονα συνεστώτων ὑγρῶν ἴαμα καθίσταται, μὴ γινόμενος ἐκείνων ἕνεκεν. οὕτω δὲ καὶ κατὰ τὴν γαστέρα καὶ τὸν στόμαχον, ἐφ' οἷς αἱ λύγγες συνίστανται, κατὰ συμβεβηκὸς ἐκκαθαίρουσιν οἱ πταρμοὶ, καὶ ταύτῃ γίγνονται λυγγῶν ἰάματα. συνεπωθοῦσι γὰρ τὴν κοιλίαν οἱ κατεπιγάστριοι μύες ἐκτεινόμενοί τε καὶ προστέλλοντες, ὡς βιαιοτέραν γίνεσθαι τὴν ἔμπτωσιν αὐτοῖς τοῖς λυποῦσιν αἰτίοις, ἃ διώσασθαι σπεύδει. εἴρηταί μοι σχεδὸν ἅπαντα [200] τὰ τῶν ψυχικῶν ἐνεργειῶν τε καὶ δυνάμεων συμπτώματα σὺν ταῖς ἀπογεννώσαις αἰτίαις αὐτά· κατὰ μέντοι τὸ πρῶτον ὑπόμνημα τῶν ἐν ταῖς φυσικαῖς ἐνεργείαις τε καὶ δυνάμεσι γιγνομένων συμπτωμάτων οὐδενὸς ἐπεμνήσθην, ἐν δὲ τῷ δευτέρῳ τῷδε κατὰ τὴν κοινωνίαν τοῦ λόγου λέλεκταί τι καὶ περὶ ἐκείνων ἐπ' ὀλίγον, ἀλλά γε τὸν τέλεόν τε καὶ ἴδιον αὐτοῖς λόγον ἀποδώσομεν ἐν τῷ τρίτῳ τῷ μετὰ τοῦτον.

   Νυνὶ δὲ πρὸς τὸ πάνθ' ἡμῖν ἐν τοῖς δύο συμπεπληρῶσθαι τὰ ταῖς ψυχικαῖς δυνάμεσι γενόμενα συμπτώματα, καὶ περὶ τῶν κατὰ τὰς ἡγεμονικὰς ἐνεργείας ἐροῦμεν. ἔστι μὲν οὖν κᾀν ταύταις τρία τὰ πρῶτα γένη τῶν συμπτωμάτων· ἓν μὲν ἀπώλεια τῆς ἐνεργείας· ἕτερον δὲ βλάβη· τὸ δὲ τρίτον εἰς ἑτέραν ἰδέας ἐκτροπήν. ἀπώλεια μὲν ἐν ταῖς καλουμέναις μωρώσεσί τε καὶ λήθαις. ὦπται γὰρ οὐκ ὀλιγάκις ὡς εἰς ἀπόστασίν τινα κατασκήψαντα νοσήματα μώρωσιν ἢ λήθην ἐπήγαγεν. ἐνίους γοῦν καὶ γράμματα καὶ τέχνας τελέως ἐπιλαθομένους [201] ἐθεασάμεθα καὶ μηδὲ τῶν σφετέρων ὀνομάτων μεμνημένους, ὁποῖόν τι καὶ ὁ Θουκυδίδης φησὶν ἐν τῷ λοιμῷ συμβῆναι· τινὰς γὰρ τῶν διασωθέντων ἀγνοῆσαι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους. ὤφθησαν δὲ καὶ διὰ γῆρας ἔσχατον ἔνιοι παραπλησίοις ἁλόντες συμπτώμασιν· ᾧ καὶ δῆλον, ὡς ἐπὶ καταψύξει γίνεται καὶ μώρωσις καὶ λήθη. καὶ γὰρ οὖν καὶ τὰ φάρμακα τὰ τῶν τοιούτων συμπτωμάτων ποιητικὰ ψυχρὰ ταῖς δυνάμεσίν ἐστι. τὰ μὲν δὴ τοιαῦτα συμπτώματα τὸ σῶμα αὐτὸ κατεψύχθαι δηλοῖ τοῦ ἐγκεφάλου, ὥσπερ καὶ τὰ ἀποπληκτικὰ καὶ τὰ ἐπιληπτικὰ διὰ φλεγματώδους χυμοῦ πλῆθος ἐν ταῖς κοιλίαις αὐτοῦ τοῦ ἐγκεφάλου συναθροισθέντος ἔοικε γίγνεσθαι. καὶ διὰ τοῦτο ἐξαιφνίδιος ἥ τε γένεσις αὐτῶν ἐστι καὶ ἡ λύσις, οὐδαμῶς τούτου συμβῆναι δυναμένου κατὰ τὰς τῶν σωμάτων δυσκρασίας. αἱ δὲ μέτριαι βλάβαι καὶ οἷον νάρκαι τοῦ λογισμοῦ τε καὶ τῆς μνήμης ἐπὶ βραχυτέρᾳ καταψύξει συμβαίνουσιν, ἤτοι διά τι τῶν εἴσω τοῦ σώματος ληφθέντων φαρμάκων ψυχρῶν, ἢ κατὰ [202] τῆς κεφαλῆς ἐπιτεθέντων, ἢ καὶ χυμοῦ ψυχροῦ κατὰ τὸν ἐγκέφαλον ἠθροισμένου· καὶ παραφροσύναι δὲ πᾶσαι, πλημμελεῖς ὑπάρχουσαι κινήσεις τῆς ἡγεμονικῆς δυνάμεως, ἐπὶ μοχθηροῖς συνίστανται χυμοῖς ἢ δυσκρασίᾳ τῶν κατὰ τὸν ἐγκέφαλον. ὀνομάζονται δὲ φρενίτιδες μὲν αἱ μετὰ πυρετῶν, μανίαι δὲ αἱ χωρὶς τούτων, ποτὲ μὲν τοῖς δακνώδεσι καὶ θερμοῖς ἑπόμεναι χυμοῖς, ὁποῖος ὁ τῆς ξανθῆς χολῆς ἐστι μάλιστα, πολλάκις δὲ κατὰ τὴν δυσκρασίαν τὴν ἐπὶ τὸ θερμότερον αὐτοῦ τοῦ ἐγκεφάλου συνιστάμεναι μόναι δ' αἱ μελαγχολικαὶ παράνοιαι ψυχρότερον ἔχουσι τὸν αἴτιον χυμόν. ἡ μὲν γὰρ φρενῖτις οὐδὲ ἁπλῶς ἐπὶ θερμοῖς συνίσταται χυμοῖς, ἀλλὰ μετὰ τοῦ φλεγμονὴν ἐργάζεσθαι κατά τε τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας. ἐν δὲ τοῖς ἄλλοις πυρετοῖς αἱ παραφροσύναι πληθύνοντος ἐν ἐγκεφάλῳ γίγνονται τοῦ τοιούτου χυμοῦ· καὶ ὅσαι γε κατὰ τὰς ἀκμὰς συνίστανται τῶν ὀξυτάτων πυρετῶν, ἀτμὸν δακνώδη καὶ θερμὸν ἀναθυμιώμενον ἴσχουσιν ἐπὶ τὸν ἐγκέφαλον. αἱ δὲ μελαγχολικαὶ παράνοιαι πολυειδεῖς [203] μέν εἰσι ταῖς κατὰ μέρος ὑπούλοις φαντασίαις, ἓν δ' αὐταῖς ἔοικεν ἁπάσαις ὑπάρχειν κοινὸν, ὃ πρὸς Ἱπποκράτους εἴρηται· ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχουσα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον. δυσθυμοῦσι γὰρ ἅπαντες ἀλόγως, οὐδ', ἢν ἐρωτήσῃς, ἔχοντες εἰπεῖν ἐφ' ὅτῳ λυποῦνται, δεδίασί τε ἐξ αὐτῶν οὐκ ὀλίγοι θάνατόν τε καὶ ἕτερά τινα μηδενὸς ἄξια δείματος· εἰσὶ δὲ οἳ καὶ σφοδρῶς ἐπιθυμοῦσι θανάτου. τό γε μὴν ἐπὶ τῇ μελαίνῃ χολῇ καταλαμβανούσῃ τὴν ἀρχὴν τῆς λογικῆς ψυχῆς φόβους τε γίγνεσθαι καὶ δυσθυμίας καὶ θανάτου προσδοκίας, οὐδὲν θαυμαστόν. ὁρῶμεν γὰρ καὶ τῶν ἔξωθεν τοῦ σώματος οὐδὲν οὕτως ἡμῖν φοβερὸν, ὡς τὸ σκότος. ὅταν οὖν οἷον σκότος τι περιχυθῇ τῷ λογιστικῷ μορίῳ τῆς ψυχῆς, ἀναγκαῖον ἀεὶ φοβεῖσθαι τὸν ἄνθρωπον, ὡς ἂν ἀεὶ τὴν αἰτίαν τοῦ φόβου συμπεριφέροντα τῷ σώματι· ὅπερ γὰρ ἡμῖν ἔξωθεν γίνεται κατὰ χρόνον τινὰ, βαθυτάτου σκότους καταλαβόντος τὸν πέριξ ἀέρα, τοῦτο τοῖς μελαγχολῶσιν ἔνδοθέν τε κᾀξ αὐτοῦ τοῦ σώματος ὁρμᾶται, [204] καταλαβούσης τὸν ἐγκέφαλον ἤτοι τῆς μελαίνης χολῆς αὐτῆς, ἤ τινος ἀναθυμιάσεως ἀτμοῦ μελαγχολικοῦ, καθάπερ ἐν τῷ νοσήματι τῷ φυσώδει τε καὶ ὑποχονδριακῷ προσαγορευομένῳ.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΣΥΜΠΤΩΜΑΤΩΝ.

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

[205]    Ὅτι δὲ ὅσα κατὰ τὰς φυσικὰς ἐνεργείας τε καὶ δυνάμεις ἀποτελεῖται συμπτώματα τὴν αὐτὴν μὲν ἔχει μέθοδον τῆς εὑρέσεως, ἥνπερ καὶ τὰ ταῖς ψυχικαῖς ἐνεργείαις ἐπιγινόμενα, κάλλιον μὲν ἴσως ἐστὶ κᾀν τοῖς τούτων εἴδεσι γυμνάσασθαι κατὰ μέρος, ὥσπερ κᾀν τοῖς τῶν ψυχικῶν ἐγυμνασάμεθα. τὸ μὲν δὴ κεφάλαιόν ἐστι τῆς εὑρέσεως ἁπάντων τῶν αἰτίων ὅσα λυμαίνεται ταῖς δυνάμεσιν ἡ γνῶσις τοῦ τρόπου καθ' ὃν ἐνήργουν ὑγιαίνουσαι. [206] εἰ μὲν γὰρ τῷ τρίβειν ἡ γαστὴρ ἔπεττε τὰ σιτία, περὶ τὸ τρίβειν ἐμποδισθεῖσα τὰ τῆς πέψεως ἀποτελέσει συμπτώματα· μηδ' ὅλως μὲν τρίψασα, τὸ μηδ' ὅλως πέψαι· μοχθηρῶς δὲ τρίψασα, τὸ μοχθηρῶς πέψαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ τῷ σήπειν ἔπεττεν, οὐ πέψει τῷ μὴ σῆψαι. εἰ δ', ὡς ἡμεῖς ἀπεδείξαμεν, αὐτὴ μὲν ἡ πέψις ἀλλοίωσίς ἐστι κατὰ ποιότητα, γίγνεται δὲ ὑπὸ τῆς γαστρὸς ὁμοιούσης ἑαυτῇ τὰ σιτία, παντί που δῆλον, ὡς ἡ περὶ τὴν ἀλλοίωσιν ἀποτυχία σύμπτωμα γενήσεται πέψεως. εἰ μὲν δὴ μηδ' ὅλως ἀλλοιωθείη, καλεῖται μὲν ἀπεψία τὸ σύμπτωμα, καθάπερ ἀκινησία τε καὶ ἀναισθησία περὶ τὰ τῆς ψυχῆς ἔργα, σημαινουσῶν ἀπώλειάν τε καὶ στέρησιν τῆς ἐνεργείας τοῦ πρώτου μορίου τῆς ψυχῆς. εἰ δ' ἀλλοιωθείη, οὐχ ὡς προσῆκε δὲ, ἀπεψία μὲν καὶ τοῦτο καλεῖται· σημαίνει δ' οὐ στέρησιν ὡς πρότερον, ἀλλὰ κάκωσιν μόνην. οὔσης δὲ καὶ αὐτῆς τῆς κακώσεως διττῆς, ἢ τῷ βραδύνειν τε καὶ μηδέπω δέχεσθαι τὴν οἰκείαν μεταβολὴν, ἢ τῷ διεφθάρθαι παντάπασιν, ὡς μηδ' ὅλως δύνασθαι τὸν ἐκ τῆς φύσεως κόσμον δέξασθαι, [207] βραδυπεψίαν μὲν ὀνομάζουσι τὴν προτέραν· ἡ δευτέρα δὲ οὐδὲν ἴδιον ὄνομα κέκτηται. τοσαῦται μὲν οὖν αἱ βλάβαι τῆς πέψεως. αἰτίαι δὲ αὐτῶν, κοινὴ μὲν ἡ τῆς ἀλλοιούσης δυνάμεως ἀποτυχία τοῦ σκοποῦ. διῄρηται δ' αὕτη κατ' εἴδη τε καὶ γένη. τὰ μὲν δὴ πρῶτα δύο γένη τῆς ἀποτυχίας εἰσὶ τὸ μὲν ἕτερον ἡ δύναμις αὐτὴ πεπονθυῖα, τὸ δὲ ἕτερον ἔξωθέν τις πλημμέλεια. διαιρεῖται δὲ ἑκάτερον, ἡ μὲν τῆς δυνάμεως βλάβη κατὰ τρόπον διττὸν, ἤτοι διὰ τὴν ἑαυτῆς οὐσίαν ἢ διά τι νόσημα τῶν ὀργανικῶν· ἡ δ' ἔξωθεν πλημμέλεια τριττὴ μὲν καὶ αὐτή· ἡ μὲν ἐν τοῖς κατὰ τὴν γαστέρα περιττώμασιν· ἡ δὲ ἐν τοῖς σιτίοις· ἡ δὲ ἐν τῷ χρόνῳ τῶν ὕπνων. ἀλλ' αἱ μὲν κατὰ τὴν οἰκείαν οὐσίαν τῆς δυνάμεως βλάβαι δυσκρασίαι τινές εἰσι τῶν δραστικῶν ποιοτήτων· αἱ δ' ἀπὸ τῶν ὀργανικῶν νοσημάτων ἐρυσιπέλασι καὶ οἰδήμασι καὶ φλεγμοναῖς καὶ σκίῤῥοις καὶ ἀποστήμασι καὶ ἄνθραξι, ὅσα τ' ἄλλα τοιαῦτα, τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα νοσήματα περὶ τὴν γαστέρα συνίσταται. διὰ ταῦτα μὲν δὴ πάντα κακῶς ἡ γαστὴρ πέττει, τῆς δυνάμεως αὐτῆς ᾗ [208] πέττει βλαπτομένης, ἐν μὲν ταῖς δυσκρασίαις κατὰ τὴν οἰκείαν ἑαυτῆς οὐσίαν, ἐν δὲ τοῖς ἄλλοις νοσήμασιν, ὅσα μὲν ἁπλῶς ἐστιν ὀργανικὰ, παραποδιζομένης μόνον, ὅσα δὲ ἐκ δυσκρασιῶν τε καὶ ὀργανικῶν σύνθετα, κατ' ἀμφοτέρους τοὺς τρόπους. ἐπὶ ταύταις ταῖς προφάσεσιν ἡ γαστὴρ κακῶς πέττει, κᾂν μηδὲν τῶν ἄλλων πλημμελῆται τῶν ἔξωθεν. τὸ ἔμπαλιν δὲ τῆς γαστρὸς αὐτῆς μηδὲν πεπονθυίας, οὐ πέττει τὸ ζῶον ἤτοι διὰ πλῆθος ἄμετρον ἐδεσμάτων τε καὶ πομάτων ἢ διὰ ποιότητα μοχθηρὰν ἢ δι' ἀκαιρίαν ἢ δι' ἀταξίαν ἢ περίττωμα φαῦλον ἢ ὕπνον ὀλίγον. ἀλλ' ἐπὶ μὲν ταῖς μοχθηραῖς τῶν σιτίων ποιότησι καὶ τοῖς περιττώμασιν, ὅσα κατὰ τὴν γαστέρα συνίσταται, μετὰ διαφθορᾶς ἀπεπτοῦσιν, ἔστι δ' ὅτε καὶ δι' ἀταξίαν τε καὶ ἀκαιρίαν. λέγω δὲ ἀταξίαν μὲν, εἰ μῆλα καὶ ῥοιὰς, εἰ οὕτως ἔτυχε, πρῶτα, τελευταῖα δὲ προσφέροιντο λάχανα δι' ἐλαίου καὶ γάρου· ἀκαιρίαν δ', εἰ ἕωθεν, πρὶν ὑπελθεῖν καλῶς τὴν προτέραν τροφὴν, ἢ πρὸ ὀλίγου τῶν γυμνασίων ἀριστήσειεν. αἱ διαφθοραὶ δὲ κνισώδεις μὲν ἐπὶ τοῖς θερμοτέροις τε καὶ χολωδεστέροις ἐδέσμασι [209] συμπίπτουσιν· ὀξώδεις δὲ ἐπὶ τοῖς ψυχροτέροις φύσει καὶ φλεγματωδεστέροις. οὕτω δὲ κᾀπὶ τοῖς περιττώμασιν ὀξώδεις μὲν ὅσα φλεγματικὰ καὶ ψυχρά· κνισώδεις δὲ ὅσα θερμά τε καὶ πικρόχολα. καὶ αὐτὴ δὲ ἡ γαστὴρ ἐπὶ μὲν τοῖς ψυχροτέροις νοσήμασι τὰς ὀξώδεις, ἐπὶ δὲ τοῖς θερμοτέροις τὰς κνισώδεις ἐργάζεται μεταβολάς. βραδυπεψίας δὲ ἐργάζεται τὰ δυσδιάφθαρτα μὲν, ὑπὲρ τὴν δύναμιν δὲ ἢ ὑπὲρ τὸν ὕπνον. ὅταν δὲ χωρὶς τοῦ διαφθαρῆναι στέρησις παντελὴς γένηται πέψεως, ἰστέον ἐν τῷδε νενικῆσθαι τὴν γαστέρα τελέως ἤτοι διὰ πλῆθος ἄμετρον, ὡς πρὸς τὴν ἀσθένειαν τῆς δυνάμεως, ἢ διὰ ψύξιν ἰσχυράν· ἀπεπτεῖ γὰρ ἐν ταῖς τοιαύταις καταστάσεσιν ἡ γαστὴρ, ὡς μηδ' ἐπιχειρεῖν ὅλως πέψαι. ταῦτ' οὖν ἔστω σοι παραδείγματα καὶ τῆς ἐν τοῖς ἀγγείοις ἀπεψίας. εἰς γὰρ τοὺς αὐτοὺς αὖ τρόπους ἀνάξεις κᾀκείνας, καὶ πρὸς ἐκείναις γε τὰς κατὰ τὴν τρίτην πέψιν, αἷς ἡ θρέψις ἕπεται τοῦ σύμπαντος ὄγκου, τὴν αὐτὴν ἀναλογίαν ἐχούσης πρὸς μὲν τὰς φλέβας τῆς ἐκ κοιλίας εἰς αὐτὰς ἀναδιδομένης τροφῆς, πρὸς δὲ τὰς σάρκας τῆς ἐκ τῶν φλεβῶν εἰς ἐκείνας, [210] ἥνπερ εἶχε τὰ ἐσθιόμενά τε καὶ πινόμενα πρὸς τὴν γαστέρα. ταῦτ' οὖν ἅπαντα ἡμῖν ἐνεδείξατο προγιγνωσκόμενος ὁ τῆς πέψεως τρόπος. ὅτι γὰρ ἡ ἐκ τῶν τεσσάρων στοιχείων τοιάδε τις κρᾶσις, ἡ καὶ τὴν ἰδιότητα τοῦ τῆς γαστρὸς ἐργασαμένη σώματος, αἰτία τῆς ἀλλοιώσεώς ἐστι τῶν σιτίων, ἐπιστάμενοι, καὶ ὅτι πλείστην εἰς τοῦτο δύναμιν εἰσφέρεται τὸ θερμὸν στοιχεῖον, ἐποδηγήθημεν εἰς τὴν εὕρεσιν τῶν ἐν ταῖς ἀπεψίαις αἰτίων. ἔστι δὲ οὐ μόνον ἐν ταῖς ἀπεψίαις, ἀλλὰ καὶ κατὰ τὰ σύμπαντα τῶν συμπτωμάτων γένη, τὸ μὲν οἷον ἀπώλεια τῆς ἐνεργείας ἢ στέρησις ἢ ὡς ἄν τις ἑτέρως ὀνομάζειν ἐθέλοι· τὸ δὲ οἷον ἀτελὴς καὶ ἐλλιπὴς ἐνέργεια· τὸ δὲ μοχθηρά τε καὶ πλημμελής. ἐν μὲν οὖν τῇ γαστρὶ, καθάπερ ἀρτίως εἴρηται, στέρησις μὲν τῆς ἐνεργείας ἐστὶν, ὅταν μηδ' ἐπὶ βραχύτατον ἀλλοιωθῇ τὰ σιτία· πέψις δὲ ἐλλιπὴς ἐν ταῖς βραδυπεψίαις, ὥσπερ γε καὶ ἡ μοχθηρὰ καὶ ἡ πλημμελὴς ἐν ταῖς διαφθοραῖς. κατὰ δὲ τὰς φλέβας ἡ μὲν τῆς ἐνεργείας στέρησις ἐν τοῖς παντάπασιν ὠμοῖς χυμοῖς· ἡ δὲ ἐλλιπὴς ἐνέργεια κατὰ τοὺς ἡμιπέπτους· ἡ δ' αὖ [211] πλημμελὴς ἐν ταῖς κακοχυμίαις. οὕτω δὲ καὶ καθ' ὅλην τοῦ ζώου τὴν ἕξιν ἡ μὲν οἷον στέρησις ἐν τοῖς ὠμοῖς κατ' ἐκεῖνα χυμοῖς· ἡ δ' οἷον ἐλλιπὴς ἐν τοῖς ἡμιπέπτοις· ἡ δὲ μοχθηρὰ κατὰ τὰς ἐν αὐτοῖς κακοχυμίας. ἐκ τούτων τῶν κακοχυμιῶν ἐρυσιπέλατά τε καὶ καρκῖνοι καὶ γάγγραιναι γίγνονται, φαγέδαιναί τε καὶ ἄνθρακες, καὶ ἕρπητες, ὅσα τ' ἄλλα τοιαῦτα. κατὰ δὲ τὴν τῆς θρέψεως ἐνέργειαν ἀτροφία μὲν ἡ στέρησις τῆς ἐνεργείας· ἐλλιπὴς δὲ θρέψις ἡ ἰσχνότης· μοχθηρὰ δὲ ἡ ἐν ταῖς λεύκαις τε καὶ κατὰ τὸν ἐλέφαντα προσαγορευόμενον. αἱ δὲ αἰτίαι τῶν λελεγμένων ἁπάντων συμπτωμάτων αἱ αὐταὶ κατὰ τὸ γένος εἰσὶ ταῖς ἔμπροσθεν ἐπὶ τῆς γαστὸς εἰρημέναις, ἔνιαι μὲν αὐτῶν εἰς ἀῤῥωστίαν δυνάμεως, ἔνιαι δὲ εἰς τὴν τῆς τροφῆς πλημμέλειαν, αἱ τρίται δ' εἰς ἐπιτηδεύματά τε καὶ τὰ προσπίπτοντα τοῖς ζώοις ἔξωθεν ἀναγόμεναι. καὶ κατά γε τὸν αὐτὸν ἐκείναις τρόπον αἱ ἀῤῥωστίαι τῆς δυνάμεως, αἱ μὲν οἰκεῖαι ταῖς τῶν ὁμοιομερῶν δυσκρασίαις, αἱ δ' οὐκ οἰκεῖαι τοῖς ὀργανικοῖς ἕπονται νοσήμασιν. αἱ δὲ πλημμέλειαι τῆς τροφῆς εἰς πλῆθός τε καὶ [212] ποιότητα χυμῶν διαιροῦνται, καθάπερ, οἶμαι, καὶ αἱ τῶν ἐπιτηδευμάτων τε καὶ τῶν ἔξωθεν ὁμιλούντων εἰς ἀταξίαν τε καὶ ἀκαιρίαν τινά. ἐπιτηδεύματα δὲ καλῶ νῦν ἱππασίας, ἁλιείας, ἀφροδίσια, λουτρὰ, περιπάτους, πλοῦς, κυνηγέσια, καὶ ἅπανθ' ἁπλῶς ἐν οἷς ἐνεργοῦμέν τι τῷ σώματι. χρὴ δ' οὐκ αὐτῶν δήπου μόνον τῶν συμπτωμάτων διαγνωστικόν τε ἅμα καὶ τῆς γενέσεως εὑρετικὸν εἶναι τὸν ἰατρὸν, ἀλλὰ καὶ τοῦ τρόπου τῆς γενέσεως αὐτῶν ὡς ἐν τῇ διαφορᾷ τέτακται τῶν ποιητικῶν αἰτίων. οὐ γὰρ εἰ μηδ' ὅλως ἔπεψε μόνον ἡ γαστὴρ ἐπίστασθαι προσῆκεν, ἀλλὰ καὶ διότι, πότερον δι' ὑπερβάλλουσαν ἀσθένειαν τῆς πεπτικῆς δυνάμεως, ἢ διά τι πλῆθος ἄμετρον, ἢ μοχθηροτάτην τινὰ σιτίων ποιότητα. τὸ μὲν γὰρ ἐπὶ τοῖς σιτίοις σύμπτωμα ῥᾳδίως ἐπανορθοῦται· τὸ δ' ἐπὶ ταῖς ἐσχάταις καταπτώσεσι τῆς δυνάμεως εἰς λειεντερίαν ἢ τὸν καλούμενον τυμπανίαν ὕδερον ἀφικνεῖται· καὶ κατὰ φλέβας δὲ ὡσαύτως οὐ μόνον ἀποτυχίαν αἱματώσεως ἐπισκοπεῖν χρὴ, ἀλλὰ καὶ διότι γίγνεται· [213] πότερον δι' ἀῤῥωστίαν τῆς αἱματοποιοῦ δυνάμεως, οὐδὲν γὰρ χεῖρον οὕτως αὐτὴν ὀνομάζειν, ἢ διὰ πλῆθός τι χυμῶν ἀπέπτων τε καὶ ψυχρῶν ἐκ τῆς γαστρὸς ἀναδιδομένων· εὐίατον μὲν γὰρ τοῦτο, θάτερον δ' εἰς ὕδρωπα τελευτᾷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν τῇ σαρκί. διὰ μὲν γὰρ τοὺς ὠμοὺς χυμοὺς οἱ ἐκ νοσημάτων ἀνέδην ἐμφορούμενοι φυσώδεις τε καὶ ὑδαλέοι τὴν ὅλην ἕξιν ἀποτελοῦνται· διὰ δὲ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως οἱ ἀνὰ σάρκα προσαγορευόμενοι τῶν ὑδέρων. ἅπασαι μὲν οὖν αἱ μεγάλαι δυσκρασίαι καταβάλλουσι τὴν δύναμιν· ἀλλ' αἱ μὲν ἐπὶ τῷ ψυχρῷ κρατοῦντι τὰ ψυχρὰ τῶν παθῶν ἐργάζεσθαι πεφύκασιν· αἱ δὲ ἐπὶ τῷ θερμῷ τἀναντία. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῆς ὑπολοίπου γιγνώσκειν ἀντιθέσεως καὶ συζυγίας. ἐν ἁπάσαις δ', ὡς εἴρηται, κοινὸν ἡ μεγίστη τοῦ κατὰ φύσιν ἐκτροπή. τὸ γὰρ μηδ' ὅλως ἐνεργῆσαι περὶ τὰ σύμμετρά τε καὶ συνήθη σιτία μεγίστην ἐνδείκνυται τῆς γαστρὸς τὴν δυσκρασίαν· ἀλλ' εἰ μὲν δι' ὑπερβάλλουσαν θερμότητα συμβαίνει τὸ τοιοῦτον, εὐθὺς καὶ διαφθείρεται τὰ σιτία, κοινὴν μέν τινα διαφθορὰν ἐπὶ τὸ [214] κνισῶδες· ἰδίαν δὲ ἕκαστον, ὡς ἂν φύσεως ἔχῃ. τὰ μὲν γὰρ οἷον βρώμου τινὸς ἢ βορβόρου διαφθειρόμενα· τὰ δὲ ἰχθύων τινῶν ὠμῶν ἢ ἀῤῥήτου τε καὶ ἀλλοκότου σηπεδόνος ἐξόζει. διαμεῖναι γὰρ ἀσήπτῳ θερμαινομένῳ σφοδρῶς οὐδενὶ τῶν ἐδεσμάτων δυνατόν· εὐθὺς δὲ δήπου καὶ διψῶσιν ἀμέτρως οἱ οὕτω διακείμενοι καὶ πυρέττουσιν ἐνίοτε λεπτοὺς καὶ μικροὺς ἑκτικοὺς πυρετούς· εἰ δὲ διὰ ψύξιν ἄμετρον ἀπόλοιτο παντάπασιν ἡ πέψις τῶν σιτίων, ἄδιψοί τέ εἰσι καὶ ἀπύρετοι, καὶ αὐτῶν τῶν σιτίων ἀκριβεῖς ἀποσώζουσι τὰς ποιότητας, εἴτ' ἐρυγγάνειν ἐθελήσειαν, εἴτε καὶ ἐμεῖν. εἰ δὲ καὶ βραχεῖά τις ἐνέργεια παρὰ τὴν πέψιν αὐτῶν γένοιτο, καὶ ἡ τῶν σιτίων φύσις ἤτοι τῆς μέσης εἴη κράσεως ἢ τῆς ψυχροτέρας, ὀξυρεγμιώδεις ἀποτελοῦνται. θερμοτέρων δὲ κατὰ κρᾶσιν ὄντων ἢ καὶ φύσει φυσωδεστέρων, ἐμπίπλαται πνεύματος ἀτμώδους ἡ γαστήρ. εἰς μὲν δὴ τὰς τοιαύτας δυσκρασίας ἐγχωρεῖ διὰ ταχέων αὐτὴν ἀφικέσθαι· καθ' ὑγρότητα δὲ καὶ ξηρότητα δύσκρατος εἰς τοσοῦτον, ὡς ἀπολέσαι τὴν ἐνέργειαν, οὐκ ἄν ποτε γένοιτο γαστὴρ, ἄνευ χρόνου παμπόλλου· καὶ [215] χρὴ προηγήσασθαι τῆς μὲν ὑγρότητος ὕδερον· τῆς δὲ ξηρότητος ἤτοι γῆρας ἢ μαρασμόν. ἀλλὰ τὰς μὲν τοιαύτας διελέσθαι διαφορὰς πραγματείας ἑτέρας ἐστίν.

   Ἐπὶ δὲ τὴν καθεκτικὴν δύναμιν ἰτέον ἤδη. γίγνεται γὰρ κατὰ ταύτην ἡ μὲν πρώτη διαφορὰ τῶν συμπτωμάτων τριττὴ, ἤτοι μηδ' ὅλως περιστελλομένη, ἢ ἐλλιπῶς, ἢ πλημμελῶς. τῷ μὲν οὖν μηδ' ὅλως ἢ ἀῤῥώστως περιστέλλεσθαι πνευματώσεις τε καὶ κλύδωνες ἀκολουθοῦσι· πνευματώσεις μὲν, ἐπειδὰν τὰ σιτία φυσώδη καὶ ἡ γαστὴρ ὑπάρχῃ μὴ πάνυ τι ψυχρά· κλύδωνες δὲ, ὅταν ἤτοι μηδὲν ἐν αὐτῇ περιέχηται πνευματοῦσθαι δυνάμενον, ἢ καταψυχθῇ σφοδρῶς, οὐδένα γὰρ ἀτμὸν ἡ τοιαύτη γεννᾷ διάθεσις. πρόδηλον δὲ, ὡς οὐκ ἄνευ πόματος ὁ κλύδων γίγνεται τῇ γαστρί. τοῦ δ' ἄτονον εἶναι ἐσχάτως αὐτὴν αἰτία νόσος ἐστὶν, ἡ μὲν ὡς ὁμοιομεροῦς μορίου τῆς γαστρὸς, ἡ δὲ ὡς ὀργανικοῦ. περὶ δὲ τῶν πλημμελῶν κατ' αὐτὴν κινήσεων ὅτι μὲν ἤτοι τρομώδεις τινές εἰσιν ἢ παλμώδεις ἢ οἷον κλονώδεις ἢ σπασμώδεις, εἴρηται πρότερον ἐν τῷ περὶ τῆς τῶν [216] συμπτωμάτων διαφορᾶς· ὁποία δέ τις ἑκάστη τῶν εἰρημένων ἐστὶ κινήσεων, ἥ τις τε ἡ καθ' ἑκάστην αὐτῶν αἰτία, διὰ τοῦ προτέρου δεδήλωται λόγου. νυνὶ δὲ τοσοῦτον ἔτι προσθετέον, ὡς ἐπιμίγνυται τά τε νοσήματα καὶ τὰ συμπτώματα τῆς καθεκτικῆς καὶ ἐκκριτικῆς δυνάμεως. αὐτίκα ἡ οἷον σπασμώδης κίνησις τῆς γαστρὸς, ἥπερ ἐν τῷ λύζειν συμπίπτει, σπασμὸς μὲν ἀκριβῶς οὐκ ἔστιν, ὅς γε μόνοις γίγνεται τοῖς μυσὶν, (ἡ δέ γε γαστὴρ οὔτ' αὐτὴ μῦς ἐστιν οὔτε ὁ στόμαχος αὐτῆς) οἷον σπασμὸς δέ τις, ἀμφοτέρων κοινόν τι σύμπτωμα τῶν δυνάμεων· τῆς μὲν καθεκτικῆς, ὅτι μοχθηρῶς τε καὶ οὐ κατὰ φύσιν ἡ γαστὴρ λύζουσα περιστέλλεται τοῖς σιτίοις· τῆς δὲ ἐκκριτικῆς, διότι πρώτως ἐκείνης αὐτῆς ἐστιν ἡ κίνησις ἡ πλημμελὴς, ἀποτρίψασθαί τι τῶν λυπούντων ἐφιεμένης. ἔστι δὲ οὐχ ἡ αὐτὴ κίνησις, ὅτι μηδὲ ἡ αὐτὴ διάθεσις, ἐμοῦσί τε καὶ λύζουσιν. ἐν μὲν γὰρ τοῖς ἐμέτοις τὰ κατὰ τὴν εὐρυχωρίαν ἐκκρίνουσιν· ἐν δὲ τῷ λύζειν τὰ κατ' αὐτὸ τῆς γαστρὸς τὸ σῶμα, παραπλησίας τῆς τε διαθέσεως καὶ τῆς κινήσεως [217] γιγνομένης, οἵαν καὶ τοῖς βήττουσι κατὰ δυσκρασίαν ἐδείκνυμεν γίγνεσθαι, πάντων τῶν μορίων τῆς κοιλίας ἐκθλιβόντων τὸ λυποῦν αὐτά. διὰ τοῦτο τοῖς τε ῥιγώσασι τὴν γαστέρα τὸ τοιοῦτον σύμπτωμα γίγνεται καὶ τοῖς πεπέρεως ἀθροώτερον λαβοῦσιν ἤ τι θερμὸν οὕτω φάρμακον, εἶτ' ἐπιπίνουσι θερμὸν ποτὸν, καὶ μᾶλλόν γε γίγνεται λύζειν αὐτοῖς, ὅταν ἀκριβῶς ᾖ λεπτὸν τὸ πέπερι, μᾶλλον γὰρ ἐγκαταδύεται τὸ τοιοῦτον αὐτῷ τῷ σώματι τῆς κοιλίας. οὕτω δὲ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα ψύχοντά τε καὶ θερμαίνοντα τῷ σώματι τῆς γαστρὸς ἐγκαταβαίνει, τὸ λύζειν ἕπεται, πρώτως μὲν τῆς ἐκκριτικῆς δυνάμεως κίνησίς τις οὖσα πλημμελὴς, δευτέρως δὲ καὶ τῆς καθεκτικῆς τε καὶ περισταλτικῆς ὀνομαζομένης. οὕτως δὲ καὶ αἱ ναυτίαι καὶ οἱ ἔμετοι τῆς ἐκκριτικῆς δυνάμεως κινήσεις εἰσὶ πλημμελεῖς, ἐπὶ τῷ τὰ λυποῦντα τὸ σῶμα τῆς γαστρὸς ὅτι τάχιστα κενῶσαι διὰ τοῦ στομάχου. παραπλήσιον δὲ τούτῳ σύμπτωμά ἐστι καὶ τὸ κατὰ τὰς λειεντερίας, ὅταν ὑπό τινος ἡ γαστὴρ ἤτοι δάκνοντος ἢ βαρύνοντος λυπῆται, τοῦτ' ἀποκρίνειν εὐθέως ἐφιεμένη. ὄντων δὲ αὐτῇ δυοῖν [218] στομάτων, ἄνω μὲν τοῦ κατὰ τὸν στόμαχον, ἐν δὲ τοῖς κάτω τοῦ κατὰ τὸν πυλωρὸν, ἐφ' ὁπότερον ἂν αὐτῶν ῥέπῃ τὸ λυποῦν, ἐκείνῳ συγχρῆται πρὸς τὴν ἔκκρισιν. εἰ δ' ὅλῃ ποτὲ αὐτῇ συμβαίη τοιαύτη διάθεσις, ἀμφοτέροις ἅμα χρῆται τοῖς στόμασιν, ὡς ἐν ταῖς χολέραις. ἡ δὲ λοιπή τε καὶ τετάρτη δύναμις αὐτῆς ἡ ἑλκτικὴ συμπτώμασιν ἁλίσκεται τριττοῖς μὲν καὶ αὐτὴ κατὰ γένος· ἤτοι μηδ' ὅλως ἕλκειν δυναμένη τὰ σιτία, καὶ καλεῖται τὸ τοιοῦτον σύμπτωμα στομάχου παράλυσις· ἢ μόγις ἕλκουσα, καθ' ὃν χρόνον ἄρχεται μὲν παραλύεσθαι, παρεῖται δ' οὐδέπω· καὶ τρίτον ἐπὶ τούτοις, ἐπειδάν τι πλημμελῶς. αἱ πλημμελεῖς δὲ κινήσεις εἴρηνται πολλάκις, ὥσπερ οὖν καὶ αἱ διαθέσεις ἐφ' αἷς γίγνονται. συμβαίη δ' ἐνίοτε καὶ βλάστημά τι σαρκῶδες κατὰ τὸν στόμαχον, οἷα κᾀκτὸς ὁρᾶται πολλάκις γενόμενα, ὡς ἤτοι παντάπασιν ἀποφράξαι τὴν ὁδὸν τῶν σιτίων, ἢ παραβλάψαι κατά τι. καλεῖται δ' ὀργανικὰ τὰ τοιαῦτα νοσήματα, καὶ διῄρηται περὶ αὐτῶν ἐν τῇ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς. ἐν μὲν δὴ τῷ κατὰ φύσιν ἔχειν ἡ γαστὴρ ἕλκει μὲν [219] ἄνωθεν εἰς ἑαυτὴν διὰ τοῦ στομάχου, κάτω δὲ ἐκκρίνει· παρὰ φύσιν δὲ διατεθεῖσα κᾀκ τῶν κάτωθέν τι μεταλαμβάνει. καὶ γὰρ καὶ κλυστὴρ ἐπανῆλθέ τισιν ὡς ἐμεθῆναι, καὶ κόπρος ἐν τοῖς ὀλεθρίοις εἰλεοῖς. ἄμεινον γὰρ οὐχ ἕλκειν αὐτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν ὑπολαμβάνειν, ἀλλὰ δέχεσθαι μόνον ὅσον ἂν ὑπὸ τῶν ἐντέρων ἀναθλιβόντων βιαίως ἄνω φέρηται. κατὰ φύσιν μὲν γάρ ἐστιν ἐν τοῖς ἐντέροις, ἤδη γὰρ καὶ περὶ τούτων λέγειν καιρὸς, ἡ περιστολὴ, καθάπερ ἐν ἑτέροις ἐπιδέδεικται, καὶ ταύτῃ χρώμενα προωθεῖ τὴν τροφὴν ἄχρι τοῦ κάτω πέρατος. ἐν διαθέσεσι δέ τισιν, ὅταν ἡ περισταλτικὴ κίνησις ἄρξηται κάτωθεν, ἡ φορὰ τῶν περιεχομένων ἐν αὐτοῖς ἄνω γίγνεται. οὕτω καὶ χυμός τις δριμὺς ἐνίοτε κατενεχθεὶς ἐπὶ τὴν ἕδραν, ἤτοι κατ' ἀγορὰν διατριβόντων ἢ κατ' ἄλλό τι χωρίον ἢ πρᾶξιν, ἧς οὐχ οἷόν τε ἦν ἀπαλλαγῆναι, βιαίως ἐπισχεθεὶς, ἀνηνέχθη πάλιν ἄνω, καὶ τήν τε γαστέρα δάκνει καὶ τὴν κεφαλὴν ἀναθυμιώμενος πληροῖ, τὴν μὲν ἀρχὴν τῆς κινήσεως ἀπὸ τοῦ σφιγκτῆρος λαβὼν ὀργάνου ψυχικοῦ, τοὐντεῦθεν δ' ἑκάστου τῶν ἐντέρων [220] ὠθοῦντός τε αὐτὸ πάλιν ἀφ' ἑαυτοῦ πρὸς τὸ ὑπερκείμενον, ἐν οἵῳ τρόπῳ πρότερον εἰς τὸ κάταντες ὠθοῖτο. κατὰ δὲ τὸν αὐτὸν ἐνίοτε τρόπον καὶ ἡ φῦσα κατασχεθεῖσα παλινδρομεῖ. θαυμαστὸν οὖν οὐδὲν, εἰ καὶ κλύσματός τι καὶ κόπρου ταῖς οὕτω βιαίοις περιστολαῖς τῶν ἐντέρων ἐπαναφέρεταί ποτε εἰς γαστέρα παρὰ φύσιν, εἶθ' οὕτως ὁρμᾶται πρὸς ἔκκρισιν. αἱ δὲ ἕτεραι κινήσεις αὐτῶν ἐκ μὲν τοῦ γένους εἰσὶ τῶν κατὰ φύσιν, ἤτοι δ' ἐλλιπεῖς εἰσιν ἢ πλημμελεῖς, καὶ διὰ τοῦτο καὶ συμπτώματα. ληπτέον δὲ αὐτὰς ἀνάλογον ταῖς ἐπὶ τῆς γαστρὸς εἰρημέναις. οὕτω δὲ καὶ ἡ τῆς κινήσεως αὐτῶν στέρησις, οὐ σμικρότατον οὖσα σύμπτωμα· καὶ γένοιτ' ἄν ποτε καὶ διὰ τοιαύτην αἰτίαν εἰλεὸς, ὥσπερ γε καὶ οἱ παρὰ φύσιν ὄγκοι ποτὲ μὲν οὐδ' ὅλως ἐπιτρέψουσι φέρεσθαι κάτω τοῖς περιττώμασιν, ἔστι δ' ὅτε ἐλλιπῶς· ἀλλὰ καὶ σκληρὰ κόπρος ἔν τινι τῶν ἐντέρων ἕλικι σφηνωθεῖσα κωλύσειεν ἄν ποτε διεξέρχεσθαι κάτω τὴν ὑπερκειμένην κόπρον. καὶ φυλάττεται κᾀνταῦθα τοῖς ἐπὶ τῆς γαστρὸς εἰρημένοις ἡ [221] ἀναλογία πάντων τῶν συμπτωμάτων τῶν τοῖς ἐντέροις ἤτοι διὰ δυσκρασίαν τινὰ συμβαινόντων, ἢ δι' ὄγκους οὐ κατὰ φύσιν, ἢ δι' αὐτὰ τὰ περιεχόμενα περιττώματα. οὔκουν οὐδὲ χρονίζειν ἔτι κατὰ τὸν ὑπὲρ αὐτῶν λόγον ἄμεινον, ἀλλ' ἐφ' ἕτερόν τι αὐτῶν γένος ἰέναι συμπτωμάτων καιρός.

   Ἔστιν οὖν τι φυσικὸν ἔργον ἀνάδοσις τροφῆς, ἐκ κοιλίας μὲν εἰς ἧπαρ, ἐξ ἥπατος δὲ εἰς ὅλον τὸ σῶμα. καὶ δέδεικται καὶ περὶ ταύτης, ὡς ἕλκοντος ἑκάστου μορίου τὴν οἰκείαν ἑαυτῷ τροφὴν ἐπιτελεῖται. συμπτώματα δὴ τριττὰ καὶ περὶ τὴν τοιαύτην ἐνέργειαν ἔσται, ποτὲ μὲν ἐλλιπῶς, ἢ μοχθηρῶς, ποτὲ δὲ οὐδ' ὅλως ἐπιτελουμένην. αἱ δὲ αἰτίαι τριτταὶ, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἤτοι δυσκρασίαι τῶν ἑλκόντων, ἢ νοσήματα ὀργανικὰ τῶν αὐτῶν τούτων, ἢ τῆς ἀναδιδομένης τροφῆς μοχθηρία. αἱ μὲν οὖν δυσκρασίαι τὴν δύναμιν ἄῤῥωστον ἀποτελοῦσιν, τὰ δὲ ὀργανικὰ νοσήματα τὰς ὁδοὺς στενοχωρεῖ. τῆς τροφῆς δ' ἡ μοχθηρία πάχος τέ ἐστι καὶ γλισχρότης· περὶ δὲ τῆς διαγνώσεως αὐτῶν οὐ νῦν λέγειν καιρὸς, ἀλλ' ἐπὶ τὰς διακρίσεις τῶν [222] περιττωμάτων ἰτέον. εἰσὶ δὲ κᾀν ταύταις αἰτίαι τριτταί· μία μὲν ἡ τῶν ἐκκαθαιρόντων αὐτὰ μορίων ἀτονία· δευτέρα δὲ ἡ στενοχωρία τῶν ὁδῶν· ἡ δ' ὑπόλοιπος τοῦ περιττώματός ἐστιν αὐτοῦ μοχθηρία. τῆς μὲν οὖν ἀτονίας αἰτία δυσκρασία τετύχηκεν οὖσα· τῆς δὲ στενοχωρίας ἔμφραξις ἢ ὄγκος τις τῶν ὀργάνων. ἀλλὰ τῶν μὲν ὄγκων αἴτιον ὑπάρχει ῥεῦμα χυμῶν εἰς αὐτὸ κατασκῆπτον τὸ σῶμα τῶν ὀργάνων· τῆς δὲ ἐμφράξεως ἤτοι πάχος ἢ γλισχρότης τῶν χυμῶν ἢ βλαστήματα· τῶν περιττωμάτων δ' αὐτῶν ἡ μοχθηρία πλῆθός ἐστι καὶ πάχος καὶ γλισχρότης. ὄντων δὲ τριῶν περιττωμάτων τῆς ἐν ταῖς φλεψὶ πέψεως, ἑνὸς μὲν τοῦ πικροχόλου, δευτέρου δὲ τοῦ μελαγχολικοῦ, καὶ τρίτου τοῦ ὀῤῥώδους, τὸ μὲν πικρόχολον ἡ ἐπὶ τῷ ἥπατι κύστις ἐκκαθαίρει· τὸ δὲ μελαγχολικὸν ὁ σπλήν· τὸ δὲ ὀῤῥῶδες οἱ νεφροί. καὶ τοίνυν καὶ καθαρθήσεται φαύλως ἕκαστον ἢ διά τι τῶν οἰκείων ὀργάνων ἀῤῥωστῆσαν, ἢ τῶν ὁδῶν στεγνωθεισῶν ὁπωσοῦν, ἅτε δὴ διττῶν ὑπαρχουσῶν τῶν ὁδῶν, ἑτέρων μὲν δι' ὧν ἕλκεται τὸ περιττὸν, ἑτέρων δὲ δι' ὧν ἐκκρίνεται, [223] κατ' ἀμφοτέρας ἡ στενοχωρία βλάψει τὴν διάκρισιν· ἔστι δ' ὅτε τούτων μὲν οὐδὲν ἐβλάβη· τὸ δὲ πλῆθος τοῦ περιττώματος, ὅταν ἄμετρον ᾖ, πᾶν ἐκκαθαρθῆναι μὴ δυνάμενον, ἅμα τῷ αἵματι φέρεται πανταχόσε τοῦ σώματος. τῆς δὲ ἀμετρίας αὐτοῦ διττὸν αἴτιον, ἥ τ' ἀλλοιωτικὴ δύναμις οὐ καλῶς διακειμένη καὶ τῶν ἐδεσμάτων ἡ μοχθηρία· τοῦ μὲν δὴ βεβλάφθαι τὴν δύναμιν ἡ δυσκρασία τῶν μορίων αἰτία, καθάπερ εἴρηται πολλάκις· ἡ δὲ τῶν ἐδεσμάτων μοχθηρία καθ' ἕκαστον τῶν περιττωμάτων ἐστὶν ἰδία· τὰ μὲν γὰρ μελαγχολικώτερα φύσει, τὰ δὲ ὑδατωδέστερα, τὰ δὲ πικρόχολα ταῖς οὐσίαις ἐστὶν, ὡς ἐν τοῖς ὑπὲρ αὐτῶν λόγοις διῄρηται. καὶ μέν γε καὶ τῆς ἀλλοιωτικῆς δυνάμεως ἡ δυσκρασία πρὸς μὲν τὸ θερμότερον ἐκτρεπομένη ποτὲ μὲν τὸ πικρόχολον, ἔστιν ὅτε δὲ τὸ μελαγχολικὸν ἀποτελεῖ περίττωμα· δέδεικται δ' ἐν ἑτέροις ὁποῖόν ἐστιν ἑκάτερον· ἐπὶ δὲ τὸ ψυχρότερον, ἤτοι φλεγματικώτερον ἢ ὑδατωδέστερον. ἀκολουθήσει δ' ἑκάστῳ τῶν περιττωμάτων οἰκεία τοῦ συμπτώματος ἰδέα, τῇ μὲν ὠχρᾷ πλεοναζούσῃ καθ' ὅλον μὲν τὸν ὄγκον ἴκτεροι, καθ' ἓν δέ τι [224] μέρος ἐρυσιπέλατά τε καὶ ἕρπητες· τῇ μελαίνῃ δὲ καθ' ὅλον μὲν τὸν ὄγκον ἐλέφας, καθ' ἓν δέ τι μέρος ὁ καρκῖνος· τῷ φλεγματώδει δὲ καθ' ὅλον μὲν τὸν ὄγκον ὁ λευκοφλεγματίας ὀνομαζόμενος ὕδερος, ἐν ἑνὶ δέ τῳ μορίῳ τὸ καλούμενον οἴδημα, λέγουσι δὲ οὕτω τὸν ἀνώδυνόν τε καὶ χαῦνον ὄγκον, ὀῤῥώδεσι δὲ περιττώμασι πλεονάζουσιν, ὅ τ' ἀσκίτης ὀνομαζόμενος ὕδερος ἕπεται, ἔτι τε φλυκταινῶν γενέσεις ἐν ἐκείνοις τοῖς τοῦ ζώου μέρεσιν, εἰς ἅπερ ἀνηνέχθη τὰ περιττά. οὕτω μὲν ἐπειδὰν εἰλικρινὲς ἕκαστον αὐτῶν πλεονάζῃ, μιγνυμένων δ' ἀλλήλοις τε καὶ τῷ αἵματι πάμπολλαι συμπτωμάτων τε καὶ νοσημάτων ἰδέαι συνίστανται, περὶ ὧν οὐκ ἀναγκαῖον ἐν τῷδε μηκύνειν, ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέρχεσθαι.

   Τῶν φυσικῶν ἐνεργειῶν ἡ πρώτη τε καὶ ἀναγκαιοτάτη σχεδὸν ἁπασῶν ἡ θρέψις ἐστὶν, εἶδός τι τῆς ἀλλοιωτικῆς ἐνεργείας ὑπάρχουσα. ἔστι μὲν γὰρ καὶ ἡ κατὰ τὴν γαστέρα πέψις ἀλλοίωσις· ἔστι δὲ καὶ ἡ ἐν ταῖς φλεψίν· ἔστι δὲ καὶ ἡ καθ' ἕκαστον μόριον, ἐφ' ᾗ τετάρτη τις ἀλλοίωσις, [225] ἣν ἐξομοίωσιν ὀνομάζουσιν, οὐ ταὐτὸν μὲν ὄνομα τῇ θρέψει, τὸ δὲ ἔργον οὐχ ἕτερον. ἀποτυγχάνεται δὲ καὶ ἡ θρέψις, ἤτοι μηδ' ὅλως, ἢ ἐλλιπῶς, ἢ πλημμελῶς γιγνομένη, διά τε τὴν θρεπτικὴν δύναμιν, ἧς τὸ γένος ἐστὶν ἡ ἀλλοιωτικὴ, ἢ διὰ τὴν τῆς ὕλης ἔνδειαν, ἢ μοχθηρίαν· ἔνδειαν μὲν ἐν ταῖς ἀτροφίαις, ὅσαι τε ἐλλιπῶς καὶ ὅσαι στερητικῶς ὀνομάζονται· μοχθηρίαν δὲ, ὡς ἐν ἐλέφασί τε καὶ λεύκαις, ὅσα τ' ἄλλα τοιαῦτα. συμβαίνει γὰρ ἐν τῷ προσφύεσθαι τὴν τροφὴν ταῖς σαρξὶν, ἐπειδὰν φλεγματικώτερον ὑπάρχῃ τὸ αἷμα, καὶ τὴν σάρκα γίνεσθαι φλεγματικωτέραν. οὐ γὰρ ταὐτόν ἐστιν αὐτῇ σαρκί τε εἶναι καὶ φλεγματικῇ σαρκί· ὥσπερ οὐδὲ ταὐτόν ἐστι σαρκί τε εἶναι καὶ μελαγχολικῇ σαρκί· καὶ νὴ Δία γε πικροχόλῳ τε καὶ εὐκράτῳ τε καὶ δυσκράτω, καὶ κατὰ τὰς πρώτας ὀνομαζομένας ποιότητας, ὑγροτέρᾳ τε καὶ ξηροτέρᾳ καὶ θερμοτέρᾳ καὶ ψυχροτέρᾳ. πιστεύσεις δὲ τῷ λόγῳ βεβαιότερον, ἐννοήσας τῶν ζώων τὰς σάρκας ἐναίμων τε καὶ ἀναίμων, καὶ πρὸς τούτοις τῶν ἑρπετῶν, ὅσα κατὰ τὸ ἔαρ ὁρᾶται γεννώμενα, καὶ μάλιστ' αὐτῶν ὅσα βοτάναις χλωραῖς [226] ἔοικεν. ἀλλὰ τούτων μὲν ἡ σὰρξ ὁμοιοτάτη ταῖς πόαις ἐστίν· ἑτέρων δὲ λευκὴ καὶ ἄναιμος, ὥσπερ τῶν καράβων τε καὶ πολυπόδων, ἄλλων τε ἄλλη τις· οὐδὲ γὰρ ὀνομάσαι τὰς διαφορὰς αὐτῶν ἔνεστιν, οὕτως ἄπειροι τὸ πλῆθος ὑπάρχουσιν. ὅταν οὖν, ὡς ἐλέγομεν, ὑπὸ φλεγματικοῦ τε ἅμα καὶ γλίσχρου τοῦ αἵματος ἡ σὰρξ τρέφηται χρόνῳ πολλῷ, σὰρξ μὲν ἔτι μένει, μεταλλάττεται δ' αὐτῆς ἡ διαφορὰ καὶ πρὸς ἑτέραν ἰδέαν ἐκτρέπεται, καὶ γίνεται μεταξὺ τῶν ἐναίμων σαρκῶν καὶ ἀναίμων. ἐπειδὰν δὲ τοιαύτη καταστῇ, συμβαίνει λοιπὸν αὐτῇ μηδ' ἐπιχειρεῖν ἔτι τὴν ἐπιφερομένην ἑαυτῇ τροφὴν εἰς ἐρυθρὰν σαρκὸς ἰδέαν μεταβάλλειν, οὐ μᾶλλον ἢ πολύποσί τε καὶ καράβοις· ἐν τούτῳ δὴ καὶ τάχιστα λευκή τε γίγνεται πᾶσα καὶ φλεγματώδης, ὅταν αὐτή τε μηκέτι δύνηται τὴν τροφὴν εἰς ἐρυθρότητα μεταβάλλειν, ἐπιῤῥέει τε τὸ φλεγματῶδες ἐκεῖνο. οἵαν οὖν ἐξ ἀρχῆς ὁ κάραβος ἔχει τὴν σάρκα καὶ σχεδὸν ἅπαντα τὰ ὄστρεα, τοιαύτην ἐκ μεταπτώσεως ἴσχουσιν οἱ ταῖς λεύκαις ἁλισκόμενοι· καὶ γὰρ ὀνομάζουσιν οὕτω τὸ πάθημα τῆς σαρκὸς ἀπὸ τῆς χροιᾶς τὴν ὀνομασίαν [227] θέμενοι· τῆς δέ γε μελαίνης σαρκὸς ἅμα καὶ ὀχθώδους ἀπὸ τοῦ ζώου τοῦ ἐλέφαντος ἐποίησαν τοὔνομα. γίγνεται δὲ κᾀκείνη κατὰ τὸν αὐτὸν τρόπον τῇ λεύκῃ, χρόνῳ παμπόλλῳ μελαγχολικῆς ἐπιῤῥεούσης τροφῆς τῇ σαρκί. τῶν δὲ ἀλφῶν ἡ γένεσις ὁμοειδὴς μέν ἐστι τοῖς εἰρημένοις πάθεσιν, οὐ μὴν αὐτῆς γε δι' ὅλου πεπονθυίας τῆς σαρκὸς, ἀλλ' ἐπιπολῆς τοῦ δέρματος οἷον λεπίδες τινὲς ἐπιπεπήγασιν οἱ ἀλφοὶ, λευκοὶ μὲν ἐκ φλεγματικοῦ, μέλανες δὲ ἐκ μελαγχολικοῦ γινόμενοι χυμοῦ. πηλίκα δὲ δύναται τροφὴ, καὶ ὡς μέγιστα πρὸς ἀλλοίωσιν σαρκὸς, εἴρηται καὶ Ἀριστοτέλει μεμνημένῳ χωρίων, ἐν οἷς ἀλλοιοῦται τὰ βοσκήματα μεθιστάμενα χρόαν τε καὶ ἄλλας αἰσθητὰς διαφοράς. ὅσοι δ' οὐ συγχωροῦσιν ὑπὸ τροφῆς ἀλλοιοῦσθαι τὰ τρεφόμενα, κρατουμένου γὰρ οὐ κρατοῦντος ὄνομα ὑπάρχειν τὴν τροφὴν, οὔτε περὶ τῆς κατὰ τὰ ζῶα μεταβολῆς οὔτε πολὺ μᾶλλον ἔτι περὶ τῆς κατὰ τὰ φυτὰ δύνανται λέγειν ὑγιὲς μηδὲν, ἀλλ' ἀποροῦνται παντάπασιν ὑπὸ τῶν πραγμάτων ἐναργῶς ἅπασι φαινομένων. τὰ μὲν γὰρ τοῦ Περσικοῦ φυτοῦ τοῦ μετακομισθέντος ἐκ Περσῶν εἰς Αἴγυπτον [228] οὐδεὶς ἀγνοεῖ· θανάσιμον μὲν ἦν κατὰ τὴν Περσίδα, μετακομισθὲν δὲ εἰς Αἴγυπτον μετέβαλε τὸ κινδυνῶδες, καθάπερ, οἶμαι, καὶ τὸ τῶν παρ' ἡμῖν ἀμπέλων, ὡς ὑπαλλάττουσαι τὰ χωρία διάφορον ἐκφέρουσι τὸν οἶνον· τὰ δὲ τῶν ἄλλων φυτῶν οἱ τὰ γεωργικὰ ἀναγράψαντες ἐδήλωσαν, ὥσπέρ γε καὶ τὰ τῶν βοτανῶν οἱ τὰ βοτανικά· μετακομιζόμεναι γὰρ ἐξ ἑτέρων χωρίων εἰς ἕτερα πολλάκις οὐδὲ δυοῖν σταδίοιν διάστημα κατὰ πολλὰς ἀλλοιοῦνται διαφοράς. ἐχρῆν οὖν ὅσοι φάσκουσι κρατουμένου καὶ ἀλλοιουμένου καὶ μεταβαλλομένου τὴν τροφὴν ὑπάρχειν ὄνομα, μὴ τοῦτο μόνον ἐπίστασθαί τε καὶ λέγειν, ἀλλὰ καὶ περὶ λεύκης γενέσεως ἐπιχειρῆσαι διελθεῖν. ἤτοι γὰρ τρεφομένη σὰρξ αἰτία τοῦ παθήματος, ἢ τὸ τῆς τροφῆς μοχθηρόν. ἀλλ' εἴπερ οὐχ ἡ τροφὴ, βούλονται γὰρ οὕτως, ἀνάγκη φάναι τὴν σάρκα. τί ποτ' οὖν αὐτὴ παθοῦσα τὴν τροφὴν οὐκ ἔτι ἑαυτῇ κατὰ πᾶν ὁμοιοῖ; γενήσεται γὰρ οὕτω γε τοῦ πάθους ἡ φύσις αἰτία, πολὺ δ' ἦν ἄμεινον, οἶμαι, τὴν τροφὴν αἰτιᾶσθαι. οὐ μὴν οὐδ' ὅτι τὸ μὲν ὁμοιοῦν ἑαυτῷ τὴν τροφὴν ἔργον ἐστὶ τοῦ τρεφομένου, [229] τὸ δ' ὁμοιοῦσθαί τε καὶ μεταβάλλεσθαι πάθος τῆς τροφῆς, διὰ τοῦτο οὐκ ἀδύνατόν ἐστι τῷ πάσχοντι περὶ τὸ ποιοῦν ἀντιδρᾶσαί τι, κᾂν ᾖ σμικρότατον. αὐτὸ γὰρ δήπου ἐναντιώτατον ἐν τοῖς περὶ τούτων λογισμοῖς ἐπεδείξαμεν οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ τῶν φιλοσόφων ὅσοι δεινότατοι τῶν ὅλων τῆς φύσεως ἐνεργειῶν τε καὶ παθῶν ἐξηγηταὶ γεγόνασι. φαίνεται γοῦν ἅπαντα κᾂν ἰσχυρότερα πολὺ τῶν ὁμιλούντων τυγχάνῃ, πάσχοντά τι πρὸς αὐτῶν αἰσθητὸν καὶ σαφὲς, εἰ καὶ μὴ κατὰ τὴν πρώτην τούτων ὁμιλίαν, ἀλλ' ἐν τῷ χρόνῳ γε προϊόντι. καί που καὶ σίδηρος ὁ τμητικώτατος ἠμβλύνθη τέμνων σάρκα μαλακωτάτην, ὅ τε σκληρότατος λίθος ἔσχε τι κοῖλον ἐν ἑαυτῷ χρόνῳ πολλῷ πληττόμενος ὑπὸ τοῦ σταλαγμοῦ. τί δεῖ λέγειν ἔτι περὶ τῶν κεραννυμένων, ἅπαντες γιγνώσκουσιν. κᾄν τε γὰρ εἰς ἀμφορέα ζέοντος ὕδατος ἐμβάλῃς κοτύλην ψυχροῦ, τὸ μικτὸν ἐξ ἀμφοῖν οὐ μόνον ἐνδείκνυται τὴν ἧτταν τῆς κοτύλης, ἀλλὰ καὶ τοῦ νικήσαντος τὸ πάθος· ἐάν τις ἔμπαλιν εἰς ἀμφορέα ψυχροῦ κοτύλην θερμοῦ ἐμβάλῃ, νικηθήσεται μὲν ἡ κοτύλη, πείσεται δέ τι βραχὺ [230] καὶ ὁ ἀμφορεύς. ἀλλὰ γὰρ ὅπερ εἴρηταί μοι καὶ πρόσθεν, οὐκ ἀντιλέγειν ἐν τῇδε τῇ πραγματείᾳ προὐθέμην οὔτε μηκύνειν, ἀλλ' ὅσον οἷόν τε ταχίστην ποιήσασθαι τὴν διδασκαλίαν. ἡ μὲν οὖν λεύκη μέγιστόν τι σφάλμα τῆς ἀλλοιωτικῆς ἐστι δυνάμεως· ἕτερα δὲ πάμπολλα σμικρὰ, καθ' ὑγρότητα καὶ ξηρότητα καὶ ψυχρότητα καὶ θερμότητα τῆς σαρκὸς ὑπαλλαττομένης. ἀτροφήσει δὲ τὸ μέρος οὐ μόνον δι' ἀῤῥωστίαν τῆς ἀλλοιωτικῆς δυνάμεως, ἀλλὰ καὶ διὰ τὴν ἑλκτικὴν ἀτονήσασαν, ἢ διὰ τὴν ἐκκριτικὴν ἀμετρότερον κινηθεῖσαν. εἰς ἀμετρίαν δὲ κινήσεως ἡ ἀποκριτικὴ δύναμις ἔρχεται, καθάπερ εἴρηται καὶ πρόσθεν, ὅταν ἤτοι διὰ πλῆθος ἢ δριμύτητα περιττωμάτων, ἢ οἰκείαν ἀσθένειαν ἡ καθεκτικὴ βαρύνηται δύναμις. ἐν τούτῳ γὰρ ἀνάγκη συνεκκρίνεσθαι τῷ περιττῷ τὸ χρηστὸν, ὡς ἐν λειεντερίαις τε καὶ δυσεντερίαις καὶ χολέραις· ἀτονίᾳ δὲ τῆς ἀποκριτικῆς δυνάμεως ὑγροτέραν τε καὶ περιττωματικωτέραν ἀνάγκη γίγνεσθαι τὴν σάρκα. τῶν περιττωμάτων δ' αὐτῶν ἡ πλείων γένεσις ἀῤῥωστίᾳ τῆς ἀλλοιωτικῆς ἀποτελεῖται. ὅταν οὖν ἅμα συνέλθῃ τὴν μὲν [231] ἑλκτικὴν πολὺν ἐπισπᾶσθαι χυμὸν, ἀδυνατεῖν δὲ τὴν ἀλλοιωτικὴν δύναμιν ἅπαντα τὸν ἑλχθέντα κατεργάζεσθαι, καὶ διὰ τοῦτο πολλὰ γίγνεσθαι τὰ περιττώματα, τὴν ἀποκριτικὴν δὲ ἐν τούτῳ τῷ καιρῷ χεῖρόν τε καὶ ἀτονώτερον ἑαυτῆς κινεῖσθαι, πλῆθος οὕτως ἀνάγκη περιττωμάτων ἐν ταῖς σαρξὶ συνίστασθαι, κᾀν τούτῳ κατά τε τὴν ἰδέαν καὶ τὸ ποσὸν τοῦ περιττώματος ἄλλοτε ἀλλοίαν γίνεσθαι τὴν σάρκα, ποτὲ μὲν οἰδηματώδη, ποτὲ δὲ φυσώδη, ποτὲ δὲ ὑδερώδη. καὶ γὰρ δὴ καὶ ὁ ἀνὰ σάρκα καλούμενος ὕδερος, ἐκ τούτου τοῦ γένους ἐστίν. ἀλλ' οὐδὲν οἶμαι δεῖν ἔτι μηκύνειν ὑπὲρ τῶν τοιούτων· οὐ γὰρ ἅπαντα διελθεῖν ἐν τῷδε τῷ λόγῳ τὰ κατὰ μέρος συμπτώματα προὐθέμην, ἀλλ' ἐν τοῖς πλείστοις γυμνάσαι τοὺς φιλομαθεῖς.

   Ὥστε μοι καιρὸς ἤδη μεταβαίνειν ἐφ' ἕτερόν τι γένος συμπτωμάτων ἐγγὺς τῷ κατὰ τὰς βεβλαμμένας ἐνεργείας. αὐτὸ μὲν οὖν γένος ἐν τῷ ποσῷ καὶ ποιῷ τῶν ἐκκρινομένων ἐστίν· ἤτοι δὲ διὰ βλάβην τινὰ γίγνεται δυνάμεως, ἢ ἐρεθισμὸν ἄκαιρον, ἢ πλημμελῆ κίνησιν ἐπεγείροντα [232] τὴν δύναμιν, ἢ δι' ἀναστόμωσιν ἢ ῥῆξιν ἢ διάβρωσιν ὀργάνου τινὸς, ὥσπερ ἀμέλει καὶ ἡ τοῦ αἵματος ἔκκρισις· οὐδὲν γὰρ χεῖρον ἀπὸ ταύτης ἄρξασθαι, διότι τῷ γένει δοκεῖ παρὰ φύσιν ὑπάρχειν ὡς πολλά· πλὴν γὰρ ὅσα διὰ μήτρας αἱμοῤῥαγοῦσι γυναῖκες, αἱ μὲν ἄλλαι πᾶσαι κενώσεις τοῦ αἵματος ὅλῳ τῷ γένει παρὰ φύσιν εἰσίν· ἐκεῖναι δὲ τῷ ποσῷ μόνον. αἱ μὲν δὴ ῥήξεις αἱ τῶν ἀγγείων ἤτοι διά τινα τῶν ἔξωθεν γίγνονται πληγῶν, ἢ λακτίσαντός τινος ἢ πατάξαντος ἢ ὁπωσοῦν ἄλλως ἰσχυρῶς πληγέντος τοῦ ἀνθρώπου· γίγνονται μὲν καὶ πηδήσασι μέγα, καὶ κατενεχθεῖσιν ἐπὶ τὴν γῆν ἀφ' ὑψηλοῦ, καὶ διὰ κραυγὴν ὀξεῖάν τε καὶ μεγάλην, ἐπειδὴ καὶ κατὰ ταύτην ἐπὶ πλεῖστον τείνεται τὰ φωνητικὰ τῶν ὀργάνων μόρια. τῷ λόγῳ δὲ τῆς τάσεως ἀναῤῥήγνυται καὶ ὅσα πηδώντων ἐβλάβη· τὰ δὲ ἐξ ὑψηλοῦ κατενεχθέντων ἐν τῷ τῶν πληγῶν ἐστι γένει. διαφέρει γὰρ οὐδὲν ἢ ὑπὸ λίθου τινὸς ἐμπεσόντος ἔξωθεν θλασθῆναί τι μέρος, ἢ αὐτοῦ τοῦ κατενεχθέντος ἰσχυρῶς ἐμπεσόντος τῷ δαπέδῳ. ταῦτα μὲν οὖν ἀγγείου ῥήξεως [233] αἴτια πρόδηλα καὶ οὐδεὶς ἀγνοεῖ· τὰ δ' ἐκ τῶν τοῦ σώματος ὁρμώμενα διαθέσεων, ἐπειδὰν ἀπὸ ταὐτομάτου τις αἱμοῤῥαγήσῃ διὰ ῥινῶν, ἢ ἐμέσας, ἢ ἀναβήξας, ἢ χρεμψάμενος, ἢ κάτω διαχωρήσας, ἢ οὐρήσας αἷμα τύχῃ· ταυτὶ μὲν οὖν ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστί. ταῖς γυναιξὶ δὲ, ὡς εἴρηται, διὰ τῆς μήτρας αἱμοῤῥαγούσαις οὐχ ὅλῳ τῷ γένει παρὰ φύσιν ἡ κένωσις, ἀλλ' ἐν τῷ ποσῷ μόνον. ἅπαντα δὲ τὰ τοιαῦτα ἐμπίπτει διὰ τρεῖς αἰτίας, ἤτοι τῆς δυνάμεως ἀναστομωσάσης ἀγγεῖον, ὡς ἐν ταῖς ἐκ ῥινῶν αἱμοῤῥαγίαις, ἢ δι' αὐτὸ τὸ αἷμα μοχθηρῶς διακείμενον, ἢ τῶν ἀγγείων τι. τὸ μὲν οὖν αἷμα μοχθηρῶς διακεῖσθαι λέγω τό τε κακόχυμον εἰς τοσοῦτον γιγνόμενον, ὡς διαβιβρώσκειν τὰ περιέχοντα, τό θ' οὕτω πλέον, ὡς μὴ στέγεσθαι· καὶ γὰρ καὶ τοῦτο ῥήσσειν ἢ ἀναστομοῦν ἀγγεῖον ἱκανόν ἐστιν. αὐτῶν δὲ τῶν ἀγγείων ἡ κάκωσις ἐν ἀμέτροις ἐστὶ μαλακότησι καὶ σκληρότησι καὶ λεπτότησι. γίγνεται δὲ ταῦτα καὶ φύσει μέν τισιν εὐθέως ἐν τῇ μήτρᾳ διαπλασθεῖσι μοχθηρῶς· οὐδὲν δὲ ἧττον αἱ μὲν μαλακότητες ἐπὶ περιτταῖς ὑγρότησιν· αἱ δὲ σκληρότητες ἐπὶ [234] ξηρότησιν· αἱ δὲ λεπτότητες ἐπὶ ἀτροφίαις. τὸ μὲν οὖν μαλακὸν ἀμέτρως ἑτοιμότερον ῥαγῆναι δι' ἀσθένειαν· τὸ δὲ σκληρὸν πάνυ τῷ μὴ ῥᾳδίως ἐπὶ πλέον ἐκτείνεσθαι· τὸ δὲ ἰσχνὸν δι' ἀμφοτέρας τὰς τοιαύτας τῶν φλεβῶν διαθέσεις οὐ μόνον ὑπὸ τῶν ἔνδον αἰτίων, ἀλλὰ καὶ ὑπὸ τῶν ἐκτὸς ἑτοίμως ῥήσσεσθαι συμβέβηκε. διαβιβρώσκεται δὲ οὐχ ὁμοίως ἅπαντα· τὸ μὲν γὰρ σκληρὸν καὶ παχὺ δυσπαθὲς ὑπὸ διαβρώσεως. οὕτω δὲ καὶ ἀναστομοῦσθαι τῷ μὲν ἀτόνῳ τε καὶ μαλακῷ καὶ ἰσχνῷ πρόχειρον· οὐ πρόχειρον δὲ τῷ εὐτόνῳ τε καὶ παχεῖ καὶ σκληρῷ. γίγνεται δὲ ἡ ἀναστόμωσις ὑπό τε τῶν ἐρεθιζόντων τὰ στόματα τῶν ἀγγείων καὶ διὰ πλῆθος βιασάμενον, ἐνίοτε δὲ καὶ δι' αὐτὴν τὴν φύσιν ἐκκρίνουσαν τὰ λυποῦντα. καλοῦσι δέ τινα καὶ διαπήδησιν αἵματος, ὡς τέταρτον γένος ἐπὶ τοῖς εἰρημένοις. ἔστι δὲ τέταρτον μὲν οὐδαμῶς, ἤτοι δὲ ἀναστόμωσις ἀγγείων μικρῶν, ἢ οὐχ αἵματος ἐκκρίσεως, ἀλλ' ὀῤῥοῦ εἶδος, καθ' οἷον μάλιστα τρόπον ἐπ' ἀτονίας ἥπατος καὶ νεφρῶν οὐρεῖται καὶ κάτω δὲ διαχωρεῖται πολλάκις αἱματώδης ὀῤῥός. εἰρήσεται δὲ ὑπὲρ αὐτῶν ὀλίγον ὕστερον, ἐπειδὰν ἐπέλθωμεν πρότερον [235] ὑπὲρ τῶν ἐμουμένων. ἐκκρίνεται γὰρ οὖν καὶ ταῦτα, ποτὲ μὲν ὡς πλείω τε καὶ βαρύνοντα τὴν κοιλίαν, ὥσπερ ἐνίοτε τὸ πλῆθος τῆς τροφῆς, ἔστιν ὅτε δὲ ὡς ἀνιῶντά τε καὶ δάκνοντα, καθάπερ ὅταν ὀξώδης ἢ κνισώδης ἢ πικρὰ καὶ δριμεῖα κατὰ τὴν ἀπεψίαν ἡ προσενεχθεῖσα γένηται τροφή. τούτου τοῦ γένους ἐστὶ καὶ τὰ χολώδη τε καὶ φλεγματώδη καὶ ὀῤῥώδη περιττώματα, τά τ' αὐτόθι γεννώμενα καὶ ὅσα συῤῥεῖν πέφυκεν εἰς αὐτὴν ἐξ ὅλου τοῦ ζώου τῆς ἕξεως. ἔστι δὲ καὶ τρίτον τι γένος ἐπὶ τούτοις αἰτίων εἰς ἔμετον ἐξορμώντων τὴν γαστέρα, κᾂν μήτε βαρύνῃ μήτε δάκνῃ, μόνον δὲ αὐτοῖς ὑπάρξῃ τὸ παρὰ φύσιν. ὅρος δ' ἐστὶ κοινὸς ἁπάντων τῶν παρὰ φύσιν, εἰ μὴ δύναιτο τρέφειν πεφθέντα. κατὰ τοῦτον, οἶμαι, τὸν λόγον οὐ μόνον ὀξὺ φλέγμα καὶ ἁλυκὸν, ἀλλὰ καὶ γλυκὺ πολλάκις ἐν τῇ γαστρὶ συστὰν εἰς ἔμετον αὐτὴν ἐξορμᾷν εἴωθε· καὶ αὐτό γε τὸ αἷμα τὸ εἰς τὴν κοιλίαν ἐκχυθὲν οὕτως ἐμεῖν αὐτὴν ἀναγκάζει. καὶ μὴν καὶ κάτω διαπέμπει ποτὲ μὲν πρωϊαίτερον, ἔστιν ὅτε δὲ βραδύτερον, ἢ ἔλαττον, ἢ πλέον, ἢ ὀλιγάκις, ἢ πλεονάκις, ἤτοι χρηστὴν [236] τροφὴν, ἢ διεφθαρμένην, ἢ τὸ συῤῥέον εἰς αὐτὴν ἄνωθεν, ἢ τὸ κατ' αὐτὴν ἀπογεννώμενον. ἀλλ' ἡ μὲν φθάνουσα τὸν συνήθη καιρὸν ἔκκρισις ἤτοι καὶ βαρυνομένης τῆς κοιλίας, ὡς ὑπὸ πολλοῦ τοῦ ληφθέντος, ἢ ὀδαξουμένης τε καὶ κεντουμένης, ὡς ὑπὸ δάκνοντος, ἢ ὡς ἀλλότριον καὶ οὐκ οἰκεῖον ἀπωθουμένης γίγνεται, μεμνημένων ἡμῶν, ἐπειδὰν πολύ τι λέγωμεν, ὡς τριττὴν ἔχει τοῦτο τὴν γένεσιν, ἤτοι τῷ τὴν δύναμιν ἀτονωτέραν ὑπάρχειν ἑαυτῆς, ἢ τῷ τὸ ληφθὲν ὑπερβάλλειν τὸ σύμμετρον, ἢ διὰ τὸ συναμφότερον. ἔξωθεν δὲ τῶν εἰρημένων ἡ τῶν ὑγροτέρων τε καὶ γλισχροτέρων ἐδεσμάτων προσφορὰ ταχεῖαν ἐργάζεται διαχώρησιν, ὀλισθαινόντων αὐτῶν ἑτοιμότερον, εἰ καὶ περιπατήσαντες μάλιστα τύχοιεν ἐπ' αὐτοῖς ἀτρέμα, ὥστε κατασεῖσαι μὲν αὐτὰ, μὴ μέντοι γε ἀνάδοσιν ἐργάσασθαι πρὸ τοῦ καιροῦ· συμβαίνει γάρ τι τοιοῦτον ἐν ταῖς κατασείσεσιν, ἐπειδὴ πάμπολλαι τῶν ἐντέρων ἕλικές εἰσιν. ἀνάγκη δήπου καθ' ἑκάστην αὐτῶν ἐκ τῶν ὑψηλοτέρων εἰς τὰ ταπεινότερα φέρεσθαι τὰ σιτία, τοὐντεῦθεν δὲ τῷ βάρει μὲν οὐκ ἔθ' οἷόν τε μένειν, [237] τῇ δὲ τῶν ἐντέρων αὐτῶν ἐνεργείᾳ προωθεῖται τὰ σφηνούμενα κατὰ τὰς ἕλικας αὐτῶν ἐχόντων δύναμιν ἔμφυτον ἀποκριτικὴν τῶν ἀνιώντων αὐτά. τὰ δ' ὑγρὰ καὶ γλίσχρα σιτία διεξέρχεται ῥᾷον, εἴτε τῷ βάρει καὶ τῷ σεισμῷ τοῦ σώματος, εἴτε τῇ τῶν ἐντέρων ἐνεργείᾳ προωθοῖτο. ταχείας μὲν οὖν διεξόδου λέλεκται τὰ αἴτια. ὀψιαίτερον δὲ τοῦ συνήθους ἀποκρίνει ἡ κάτω γαστὴρ, ἤτοι δι' ἀτονίαν, ἢ διὰ δυσαισθησίαν τῶν ἐντέρων, ἢ δι' ὀλιγότητα τῶν ἐδεσμάτων, ἢ διὰ ποιότητα. τά τε γὰρ ἄτονα προωθεῖν οὐ σθένει· τὰ δὲ δυσαίσθητα τῶν λυπούντων ἀμυδρῶς αἰσθάνεται, τῆς λύπης δ' ἦν αὐτοῖς ἴασις ἡ ἔκκρισις. καὶ μὲν δὴ καὶ αὐτῶν τῶν σιτίων τὰ μὲν ἐλάττω τοῦ δέοντος ὀλίγον ἴσχει τὸ περιττὸν, ὥστ' οὐχ ὁμοίως βαρύνει· τὰ δὲ παχέα καὶ στρυφνὰ βραδύπορα πάντ' ἐστὶν ἐναντίως τοῖς γλίσχροις τε καὶ ὑγροῖς. οὐ μόνον δὲ ἀτονίᾳ τῶν ἐντέρων, ἀλλὰ καὶ τῶν κατ' ἐπιγάστριον μυῶν ἡ διαχώρησις βραδύνει, καὶ μάλιστ' ἐπειδὰν σκληρότερα τύχῃ γενόμενα τὰ περιττώματα. τηνικαῦτα γὰρ [238] οὐ μόνον τῶν κατ' ἐπιγάστριον, ἀλλὰ καὶ τῶν κατὰ τὸν θώρακα μυῶν ἰσχυρῶς ἐνεργούντων δεῖται. ἔλαττον δὲ γίγνεται περίττωμα τῆς πρὸς τὸ πλῆθος ἀναλογίας τῶν ἐδηδεσμένων, ἐπειδὰν εἰς ἀνάδοσιν ἐξ αὐτῶν πλέον ἀφίκηται· ἔμπαλιν δὲ πλέον τῆς ἀναλογίας τῶν ληφθέντων διαχωρεῖται, ποτὲ μὲν ἐνδείᾳ τῆς ἀναδόσεως, ἔστιν ὅτε δὲ συῤῥεόντων τινῶν ἄνωθεν εἰς τὰ κατὰ τὴν γαστέρα χωρία. συνεχεῖς δὲ ἐκκρίσεις γίγνονται δι' ἀτονίαν ἢ δῆξιν. ἡ μὲν οὖν ἀτονία τῶν κατὰ τὴν κοιλίαν ὀργάνων, ὡς ἤδη πολλάκις εἴρηται, διὰ δυσκρασίαν· ἡ δὲ δῆξις ὑπὸ τῶν περιεχομένων ἐν αὐτοῖς γίγνεται. τέτταρες δὲ αἰτίαι τῆς γενέσεώς εἰσι τῶν οὕτω δακνόντων, ἤτοι φαρμακώδης τις δύναμις ἅμα τοῖς σιτίοις ἢ καθ' ἑαυτὴν ληφθεῖσα, ἢ καὶ τῶν ἐδεσμάτων αὐτῶν αἱ διαφθοραί· καὶ πρὸς τούτοις ὅσα ἐκ τοῦ σώματος εἰς τὰ κατὰ γαστέρα συῤῥεῖ δακνώδη περιττώματα· καὶ ὅσα κατ' αὐτὴν γεννᾶται τοιαῦτα, καθάπερ ἐν δυσεντερίαις ταῖς ἐφ' ἑλκώσει κακοήθει. δύναιτο δ' ἄν τις ἅμα ταῖσδε καὶ πέμπτην αἰτίαν προστιθέναι τῶν τοιούτων συμπτωμάτων, αἴσθησιν περιττὴν [239] τῶν σωμάτων, εἴτ' ἐκ φύσεως ὑπάρχουσαν, εἴτε δι' ἕλκωσιν. ἕτερος δὲ τρόπος ἐκκρίσεως συνεχοῦς ἐστι τῷ γένει τῆς αἰτίας ἀποκεχωρισμένος ἁπάντων τῶν προειρημένων αἰτίων, ὁ ἐπὶ τῇ παραλύσει τῶν ἐπικειμένων μυῶν τῷ πέρατι τῆς ἐκροῆς τῶν περιττωμάτων· ἀπροαίρετος γὰρ ἐπὶ τούτων ἡ ἔκκρισις, καὶ διὰ τοῦτο ἄκαιρός τε καὶ ἄτακτος καὶ συνεχής. ἀλλὰ περὶ μὲν διαχωρημάτων ἱκανὰ καὶ ταῦτα.

   Περὶ δὲ τῶν ἀτμωδῶν πνευμάτων, ἃ δὴ καὶ φύσας ὀνομάζουσιν, ἐφεξῆς ῥητέον. ἔστι δὲ καὶ τούτων ἡ μὲν γένεσις ἐν αὐτοῖς τοῖς κατὰ τὴν γαστέρα χωρίοις, χυμῶν τινων αὐτόθι φλεγματωδῶν ἢ σιτίων εἰς ἀτμοὺς λυομένων ὑπὸ θερμότητος ἐνδεοῦς. ἡ μὲν γὰρ τελεία ψύξις οὐδ' ὅλως ἀτμὸν ἐργάζεται, διότι μηδὲ ὅλως λεπτύνει, μηδὲ κατεργάζεται, μηδὲ διαλύει τὴν τροφήν· ἡ δ' ἰσχυρὰ θερμασία, πολλῷ τῷ περιέχοντι κρατοῦσα, πλέον ἤδη ἢ κατὰ γένεσιν ἀτμοῦ λεπτύνει τὴν τροφὴν, ἢν μὴ φυσώδης ὑπάρχῃ φύσει· τηνικαῦτα δὲ γεννᾶται μέν τι πνεῦμα θολερόν τε καὶ, ὡς ἂν εἴποι τις, ὁμιχλῶδες, ὀλίγον δὲ τοῦτο καὶ κατὰ [240] χρόνον ἐλάχιστον, ὡς ἀπὸ μιᾶς ἢ δευτέρας ἐρυγῆς ἐκκενοῦσθαι. ἡ δὲ ἐνεργοῦσα μὲν ἀμφὶ τὰ σιτία θερμότης ἐνδεέστερον μέν πως διαλύει αὐτὰ, κατεργάζεται δὲ οὐκ ἀκριβῶς, κᾀντεῦθεν ἡ τοῦ φυσώδους πνεύματος γένεσις. ἑνὶ δὲ λόγῳ, καθάπερ ἐκτὸς αἵ τε ψυχρόταται καταστάσεις αἱ αἴθριοι, μάλιστα δ' ἐν τοῖς βορείοις γίγνεσθαι πεφύκασιν· αἵ τε θερμόταται θέρους ὥρᾳ συνιστάμεναι καθαρὸν ἀπεργάζονται τὸ περιέχον· αἱ μεταξὺ δ' αὐτῶν εἰσιν αἱ τὴν ὁμίχλην γεννῶσαι· κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ζώοις οὔτε ταῖς ἐσχάταις ἀτονίαις τῆς θερμασίας, οὔθ' ὅταν ἰσχυρῶς εὐρωστῇ, κατὰ δὲ τὰς μεταξὺ τούτων ἀπογεννᾶται τὸ φυσῶδες περίττωμα. καὶ τοῦτο διὰ μὲν τοῦ στόματος ἐκκρινόμενον ἐρυγὴν ἐργάζεται, διὰ δὲ τοῦ κάτω πέρατος ἤτοι ψοφοῦσαν ἢ ἄψοφον φύσαν· ἐπειδὰν δὲ μηδ' ἑτέροις ἐκφέρηται, τὴν ἐμπνευμάτωσιν ὀνομαζομένην ἀποτελεῖ, σύμπτωμα γαστρὸς ἀτονούσης ἐκκρίνειν τὸ περιττωματικόν τε καὶ ὁμιχλῶδες πνεῦμα. κατὰ τὰ μόρια δὲ ἄλλοτε ἄλλα τῶν ἐντέρων, ἐπειδὰν συνίσταταί τε καὶ κινεῖται τὸ τοιοῦτον πνεῦμα, πολυειδεῖς ἀποτελεῖ τοὺς [241] ψόφους, ὀνόματα μὲν οὐκ ἔχοντας ἅπαντας, ἐνδείξασθαι δὲ τῷ συνετῷ δυναμένους, ὁποῖόν τε καὶ ὁπόσον ἐστὶ τὸ περίττωμα, καὶ καθ' ὅν τινα μάλιστα τόπον ἑλισσόμενον. εἰ μὲν γὰρ ὀξὺ καὶ λεπτὸν ἠχοίη, τὸ μὲν τοιοῦτον πνεῦμα διὰ κενοῦ τε φέρεται τοῦ ἐντέρου καὶ πάντως στενοῦ, καθαρώτερόν τε καὶ ἀερωδέστερον ὑπάρχον αὐτό· φυσωδέστερον δὲ γενόμενον, ὁμοίως μὲν ἐργάζεται τὸν ψόφον μικρὸν, ἐν τοῖς λεπτοῖς ἐντέροις ἐνελιττόμενον, ἀλλ' οὔτ' ἀκριβῶς ὀξὺν, οὔτε λεπτόν. οἱ μὲν δὴ τοιοῦτοι ψόφοι πάντες ἐν τοῖς κατὰ τὴν νῆστιν μάλιστα συνίστανται χωρίοις· εἰς ὅσον δ' ἂν ὑποκαταβαίνουσιν ἄχρι τῶν ἄλλων ἐντέρων τῶν λεπτῶν, ἧττον ἠχώδεις ἀποτελοῦνται. βομβώδεις δ' εἰσὶν ἕτεροι, τοῖς ἐξ εὐρυτάτων αὐλῶν ἐοικότες, ὁποίους ἔχουσιν οἱ τυμβαῦλαι καλούμενοι, διὰ μὲν τὴν ὕλην ἐξ ἧς γεγόνασιν οὐ δυναμένους ἠχεῖν καθαρὸν, διὰ δὲ τὴν εὐρύτητα τῆς τοῦ πνεύματος ὁδοῦ βαρύτατα φθεγγομένους. οἱ τοιοῦτοι πάντες ἐν τοῖς παχέσιν ἐντέροις συνίστανται κενοῖς γενομένοις περιττωμάτων εἰ δ' ὑγρότης τις ἐν αὐτοῖς περιέχοιτο, προσέρχεταί τις ἰδέα τῷ βόμβῳ καὶ [242] παρὰ τῆσδε, καὶ καλοῦσι τὸν τοιοῦτον ψόφον οἱ ἄνθρωποι βορβορυγμὸν, ἔκκρισιν ἐπαγγελλόμενον ὑγροῦ περιττώματος. ἡ γὰρ ἰδέα ψόφου ταῦτ' ἄμφω προμηνύει, διότι μὲν ἐπὶ κινουμένῃ γίγνεται τῇ φύσει, τὴν ἔκκρισιν ἐπαγγελλομένη· ὅτι δὲ καὶ μετὰ βορβορυγμοῦ, τὴν ὑγράν· καὶ αὐτῶν δὲ τῶν ἔξω φερομένων φυσῶν ὁ ψόφος, ὁ μὲν οἷον βορβορυγμῷ τινι προσέοικεν, ἔκκρισιν ὅσον οὔπω γενήσεσθαι προδηλῶν· ὁ δὲ καθαρός τε καὶ, ὡς ἂν εἴποι τις, εὔηχός ἐστι καὶ ἀερώδης, ἤτοι κενὸν ἐνδεικνύμενος εἶναι τὸ ἔντερον, ἢ καὶ πάνυ τι σκληρὸν ἔχειν ἀνωτέρω που περίττωμα· καὶ μὲν δὴ καὶ μέσος τις τούτων ἐστὶν ἄλλος οἷον βομβώδης, ἐπὶ μέσῃ τινὶ καὶ μεταξὺ τῶν εἰρημένων διαθέσει γενόμενος. ὁ δ' οἷον τρυσμὸς ἢ τρισμὸς, ἑκατέρως γὰρ αὐτὸν ὀνομάζουσιν, οἱ μὲν ἀπὸ τοῦ υ τὴν ἀρχὴν, οἱ δ' ἀπὸ τοῦ ι ποιούμενοι τῆς πρώτης συλλαβῆς, ἐπὶ στενοχωρίᾳ τε ἅμα τῶν ὀργάνων καὶ φυσώδει πνεύματι μετ' ὀλίγης ὑγρότητος γίγνεται.

   Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται πρός γε τὰ παρόντα, περὶ τῶν ἄνωθεν εἰς τὴν γαστέρα [243] συῤῥεόντων ἐπανέλθωμεν· ἐῤῥήθη γὰρ δὴ καὶ ταῦτα διαχωρημάτων ὑγρότητός τε καὶ πλήθους αἴτια καθίστασθαι. φέρεται τοίνυν ἄνωθεν εἰς τὴν γαστέρα πολλάκις μὲν εὐρωστίᾳ τῆς φύσεως ἐκκρινούσης τὸ περιττὸν, ἔστι δ' ὅτε ὑπ' ἀῤῥωστίας οὐδὲ τὸ χρηστὸν βαστάζειν δυναμένης. ἐκκρίνεται μὲν οὖν τὸ περιττὸν ἔν τε ταῖς κρίσεσι καὶ κατὰ τὸν τῆς ὑγείας ἐνίοτε χρόνον, ὥσπερ ἀμέλει καὶ ταῖς γυναιξὶν ἐφ' ἑκάστῳ μηνί. τοιαύτας δὲ καὶ τὰς αἱματηρὰς δυσεντερίας ὁ Ἱπποκράτης ἔφασκε συμπίπτειν, ἐφ' ὧν ἀπεκόπη τι κῶλον. εἴδομεν δὲ καὶ ἡμεῖς οὐ τούτοις μόνοις, ἀλλὰ καὶ ἄλλοις τισὶ συμπιπτούσας ἐκ περιόδου τινὸς ὡρισμένης. ἅπαντες δ', οὓς ἐθεασάμεθα κενουμένους οὕτως, ἐκ γυμναστικοῦ τοῦ πρόσθεν βίου μεθεστήκεσαν εἰς ἀργίαν παντελῆ. τὸ μὲν δὴ τοιοῦτον περίττωμα τῷ ποσῷ μόνον ἀλλότριόν ἐστιν· ἕτερον δὲ τῷ ποιῷ, τὰ πολλὰ μὲν ἐν τοῖς ὀξέσι νοσήμασι κριτικῶς ἐκκρινόμενον, ἔστιν ὅτε δὲ λόγῳ συντήξεως. ἐν τῷ μεταξὺ δὲ τούτου τε τοῦ παντάπασιν ἀχρήστου καὶ μοχθηροῦ περιττώματος κᾀκείνου τε τοῦ προειρημένου χρηστοῦ, τρίτον [244] ἄλλο γένος ἐστὶ περιττώματος, οἷόν περ ἐν γαστρὶ τὸ ἡμίπεπτον σιτίον. ἐκκρίνεται δὲ τοῦτο κατὰ τὰς ἡπατικὰς μάλιστα διαθέσεις. ὀνομάζουσι δὲ οὕτως ἐφ' ὧν ἀτονία τοῦ ἥπατος ἡ νόσος ὑπάρχει, κᾂν μηδεμία συνῇ φλεγμονή. τηνικαῦτα γὰρ ὅμοιόν τι τὸ πάθημα συμβαίνει τῷ σπλάγχνῳ τοῖς κατὰ τὴν ἄτονον γαστέρα συμπίπτουσιν, ἐπειδὰν ὀρέγηται μὲν ἡ γαστὴρ, ἃ δ' ἂν προσάρηται σιτία μὴ πέψασα, βαρύνηταί τε καὶ ἡμίπεπτα τοῖς ἐντέροις ἐκπέμπῃ· αὕτη μὲν γὰρ καὶ εἰς ἔμετον ὁρμᾷ· τὸ δ' ἧπαρ ἀνάλογόν τι τῷ ἐμέτῳ πάσχον, ἣν ἐπεσπάσατο τροφὴν, ὡς διὰ στομάχων τῶν κατὰ τὸ μεσάραιον ἀγγείων, αὖθις ἀποπέμπει δι' αὐτῶν ἡμίπεπτον. ἔστι δὲ τῆς τοιαύτης ἐκκρίσεως ἡ ἰδέα, καθάπερ οὖν καὶ εἰκάζουσιν αὐτὴν οἱ πρὸ ἡμῶν, ἐοικυῖα μάλιστα πλύματι κρεῶν· ἄμεινον δ' ἴσως οὐχ ἁπλῶς οὕτω λέγειν, ἀλλ' εἰς ἀκρίβειαν τῆς εἰκόνος, ἐναίμων τε καὶ νεοσφαγῶν τῷ λόγῳ προστιθέναι. καὶ μὲν δὴ καὶ εἴ τις ὑδατῶδες αἷμα τὸ οὕτως ἐκκρινόμενον εἴποι, καὶ οὗτος ἐμοὶ δοκεῖ σαφῶς ἑρμηνεύειν αὐτό. [245] τουτὶ μὲν δὴ τὸ σύμπτωμα τοῖς τῶν ἡμιπέπτων σιτίων ἐμέτοις ἀνάλογον ἔχει. τὸ δὲ ἕτερον, ὃ μέλλω λέγειν, ἔοικεν ὑγροῖς διαχωρήμασι γαστρὸς εἰς ἀκριβεστάτην μὲν ἀφιγμένοις πέψιν, ἀτυχήσασι δὲ τῆς ἀναδόσεως. ὡς γὰρ καὶ ταῦτα πάντως δήπου βαρυνομένη πρὸς αὐτῶν ἡ γαστὴρ ἐκκρίνειν ἐφίεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ ἧπαρ, ἐπειδὰν ἱκανῶς ἀπολαύσῃ τῆς ἀναδοθείσης τροφῆς εἰς ἑαυτὸ, οὐκ ἔτι ἀνέχεται παρακειμένης ἐπιπλέον. ὅταν οὖν αὕτη μὴ δύνηται φέρεσθαι πρόσω δι' ἡντιναοῦν αἰτίαν, ἀναγκαῖον αὐτῇ παλινδρομεῖν εἰς τὴν γαστέρα, καὶ φαίνεται τηνικαῦτα τὸ ἐκκρινόμενον αἷμα μελάντερόν τε τοῦ κατὰ φύσιν καὶ στίλβον, ὡς ἐξ αἵματός τε καὶ μελαίνης χολῆς κεκραμένον. αἷμα μὲν γὰρ αὐτὸ καθ' ἑαυτὸ μελαινόμενον ἐν τῷ ψύχεσθαι, πρὸς τῷ μηδεμίαν ἐπικτᾶσθαι στιλπνότητα, καὶ ἣν ἐξ ἀρχῆς εἶχεν ἀπόλλυσιν· ἡ μέλαινα δὲ χολὴ στιλπνοτέρα καὶ αὐτοῦ τοῦ αἵματός ἐστιν, ὥσπερ καὶ ἡ ἐκ τῆς νεκρᾶς θαλάττης ἄσφαλτος, ἣν Ἰουδαϊκὴν ὀνομάζουσιν. οὐ γὰρ ἀποψυχόμενον τὸ αἷμα γεννᾷ τὴν μέλαιναν χολὴν, ὥσπερ ἐπὶ τοῦ θρόμβου, ἀλλ' [246] ὑπεροπτώμενον, διὸ καὶ τὴν στιλπνότητα διασωζομένην ἔχει. οὐ γὰρ ὡς ὁ θρόμβος, ἀποψυχθέντος τοῦ αἵματος, οὕτω καὶ ἡ μέλαινα χολὴ τὴν γένεσιν ἔχει· τοὐναντίον γὰρ ἅπαν ἐξ ὑπεροπτήσεώς τε καὶ ζέσεως, οἷον τέφρα τις ἡ μέλαινα χολὴ συνίσταται, ψυχρὰ μὲν, ὅτι γεώδης, θερμότητος δὲ μετέχουσα, καθάπερ ἡ τέφρα τε καὶ τὸ ὄξος. ἔρχεται δὲ εἰς τὴν εἰρημένην διάθεσιν ὁ ἐκ τῆς κοιλίας ἀναδοθεὶς χυμὸς ἐπὶ πλέον ἐν ἥπατι μένων, τῷ μὴ τυγχάνειν τῆς ἐντεῦθεν ἀναδόσεως. ὀνομάζεται δὲ ἡ τοιαύτη τῶν ἐκκρίσεων ἰδέα πρὸς ἐνίων δυσεντερία· καὶ γὰρ οὖν καὶ δάκνονται πολλάκις ὁμοίως τοῖς δυσεντερικοῖς, ἅτε γὰρ, οἶμαι, τῆς ξανθῆς χολῆς δριμείας αὐτοῖς γινομένης ἐν τῷ κατοπτᾶσθαι τὸ αἷμα· καλείτω μὲν οὖν ἕκαστος ὡς ἂν ἐθέλῃ. διαφοραὶ δὲ τῶν ἐκκρινομένων αἱματωδῶν αἱ πᾶσαι τέσσαρες ὑπάρχουσιν ἐπὶ τέτταρσι διαθέσεσι· μία μὲν αὐτοῦ τοῦ αἵματος, ἐπὶ τῶν ἀποκοπέντων κώλων, ἢ γυμνάσια καταλυσάντων ἐκ περιόδου τινὸς ἀποτελουμένη· δευτέρα δὲ, δι' ἀτονίαν ἥπατος ὑδατώδους αἵματος ὑπιόντος, ὃ κρεῶν εἰκάζουσι πλύματι· τρίτη δὲ ἡ νῦν [247] εἰρημένη τοῦ μελαγχολικοῦ καὶ στίλβοντος, αὗται μὲν οὖν αἱ τρεῖς ἀθρόαν τε ἅμα καὶ πολλὴν ἐργάζονται τὴν ἔκκρισιν· ἡ τετάρτη δὲ κατὰ βραχύ τε καὶ δι' ὀλίγου τοῦ χρόνου τὴν ἀπόκρισιν ἔχει γινομένην, ἐνίοτε μὲν ἀκριβοῦς αἵματος, ἔστι δ' ὅτε θρομβώδους. ἐν ταύτῃ καὶ πύου τι συνεκκρίνεται πολλάκις ὀλίγον, καὶ τῶν καλουμένων ἐφελκίδων, ὑμενώδη τέ τινα σώματα, μόρια τῶν ἐντέρων αὐτῶν· ἀλλὰ καὶ συνεστηκυῖα πολλάκις ἐπὶ τούτων ἡ κόπρος ἐκκρίνεται σταγόνας αἵματος ἐφ' ἑαυτῇ ἔχουσα. αἱ διαθέσεις δὲ τῶν μὲν πρώτων τριῶν ὀλίγον ἔμπροσθεν εἴρηνται· τῆς τετάρτης δὲ τῆς νῦν εἰρημένης ἕλκωσις ἐντέρων ἐστὶν ἡ διάθεσις. ταύτην καὶ μόνην ἀξιοῦσί τινες ὀνομάζεσθαι δυσεντερίαν. ἀλλ', ὅπερ εἴρηταί μοι πολλάκις, ὑπὲρ τοῦ μηδὲν παραλειφθῆναι πρᾶγμα μεγάλην δεῖ πεποιῆσθαι τὴν φροντίδα, τῶν δὲ ὀνομάτων καταφρονητέον. ἔστι δὲ ἐκ ταὐτοῦ τοῦ γένους τῇ προειρημένῃ δυσεντερίᾳ καὶ ὁ καλούμενος τεινεσμὸς, ἕλκος ἐν ἀπευθυσμένῳ γινόμενον, τὰ μὲν ἄλλα συμπτώματα παραπλήσια φέρων, ἐντάσεις δὲ πολὺ σφοδροτέρας τῶν δυσεντερικῶν.

[248]    Αἱ δὲ τῶν οὔρων ἐπισχέσεις τε καὶ μοχθηραὶ κενώσεις ἀνάλογον ἔχουσι ταῖς κατὰ τὴν γαστέρα τῶν περιττωμάτων ἐπισχέσεσί τε καὶ παρὰ φύσιν ἐκκρίσεσιν. ἴσχονται μὲν γὰρ ἢ ἀδυνατούσης ἐκκρίνειν τῆς κύστεως, ἢ στεγνωθέντος αὐτῆς τοῦ στομάχου. ταυτὶ μὲν οὖν ἄμφω τὰ νοσήματα τῆς κύστεως ἓν κοινὸν ἔχει σύμπτωμα, τὴν ἰσχουρίαν ἴσχεται γὰρ ἐν αὐτῇ τὰ οὖρα. καλοῦσι δὲ οὐδὲν ἧττον οἱ πολλοὶ τῶν ἰατρῶν ἰσχουρίαν κᾀκεῖνο τὸ σύμπτωμα, καίτοιγε οὐκ ἦν ἰσχουρία, ἐπειδὴ μηδόλως εἰς τὴν κύστιν ἀφικνεῖται τὸ οὖρον, ἀπολλυμένης τῶν νεφρῶν τῆς ἐνεργείας. καὶ συγχωρητέον γε αὐτοῖς ὀνομάζειν οὕτως ἀποροῦσι προσηγορίας οἰκείας· οὐ μὴν ἀγνοεῖσθαι προσήκει γε τὴν διαφορὰν τῶν διαθέσεων. ἑτέρα μὲν γάρ ἐστι διάθεσις, ὅταν μηδὲν ἐκκρίνηται, πεπληρωμένης τῆς κύστεως· ἑτέρα δὲ, ὅταν ὑπάρχῃ κενὴ, μηδὲν ὅλως ἐν αὐτῇ περιέχουσα. κατὰ γοῦν τὴν τοιαύτην διάθεσιν ἐν ᾗ πλήρης ἡ κύστις ἐστὶν, ἤτοι γε ἐστέγνωται τὸ στόμα αὐτῆς, ἢ τούτου κατὰ φύσιν ἔχοντος ἀῤῥωστεῖ περιστέλλεσθαί τε καὶ ἐξωθεῖν ἔξω τὸ οὖρον. αἱ μὲν οὖν [249] στεγνώσεις τοῦ στομάχου δι' ἔμφραξίν τε καὶ μύσιν ἀποτελοῦνται. καὶ γίνεται ἡ μὲν ἔμφραξις ὑπὸ θρόμβου τε καὶ πύου παχέος καὶ λίθου καὶ πώρου καὶ διὰ βλάστημά τι κατ' αὐτὸν ἐπιτραφὲν τὸν πόρον, ὁποῖα κᾀν τοῖς ἄλλοις ἅπασιν ἐκτὸς ὁρᾶται γινόμενα κατά τε τὰ ὦτα καὶ ῥῖνας αἰδοῖά τε καὶ ἕδραν. ἡ δὲ μύσις ἤτοι δι' ὄγκον τινὰ παρὰ φύσιν ἢ διὰ ξηρότητα γίνεται πολλήν. ὁ μὲν οὖν ὄγκος ἐπὶ φλεγμοναῖς ἀποτελεῖται καὶ σκίῤῥοις καὶ τοῖς ἄλλοις οἰδήμασιν, ὅσα τε τὸν τράχηλον ἐξαίροντα τῆς κύστεως εἰς τὸν ἐντὸς πόρον ἀποχεῖ τὸν ὄγκον· ἡ δὲ ξηρότης ἐν τοῖς καυσωδεστάτοις τε καὶ αὐχμωδεστάτοις πυρετοῖς, ἐν οἷς πολλάκις ὁρῶμεν οὐδὲ φθέγξασθαι δυναμένους τοὺς κάμνοντας, ἄνευ τοῦ διαβρέξαι τὸ στόμα. τῆς δὲ κατὰ τὴν κύστιν ἀτονίας οὐδὲν ἔτι δέομαι λέγειν τὰς αἰτίας· εἴρηνται γὰρ ἤδη μοι πολλάκις ἐπὶ πολλῶν μορίων, εἴθ' ὡς ὁμοιομερέσιν αὐτοῖς, εἴθ' ὡς ὀργανικοῖς συμπίπτουσιν. περιττότερον δέ τι κατὰ τὴν κύστιν ἔοικε συμπίπτειν ὑπερπληρωθεῖσαν, ὅπερ οὐχ ἡμεῖς μόνοι τεθεάμεθα γινόμενον, ἀλλὰ καὶ παρ' ἄλλων ἐπυθόμεθα. πληρωθείσης [250] γὰρ αὐτῆς αἰδεσθέντων τινῶν ἐξαναστῆναι τοῦ δείπνου καὶ οὐρῆσαι, τὴν ἐνέργειαν ἀπολέσθαι συνέβη, καὶ οὐκ ἔτ' ἠδυνήθησαν ἐκκρῖναι τὸ οὖρον, κᾂν ἱκανῶς βιαζόμενοι τύχοιεν. ἔοικε δέ τι καὶ κατὰ τὴν γαστέρα συμπίπτειν τοιοῦτον καὶ τὰ ἔντερα, ἀλλὰ τοὺς πολλοὺς λανθάνειν, ἐπὶ μὲν τῶν κατ' αὐτὴν τὴν κοιλίαν τοῦτο παθόντων, ἀποπνίγεσθαι φθανόντων· ἐπὶ δὲ τῶν ἐν τοῖς ἐντέροις ἅπασιν ἠθροικότων τὸ περίττωμα, διὰ τὰ παρεπόμενα συμπτώματα περιελκομένων ἐπ' ἄλλα τῶν ἰατρῶν· ἐν μόναις γὰρ καθάρσεσι συνδοθείσαις μὲν εἰς ἔντερα, μεινάσαις δὲ εἰς αὐτὰ, εἴωθε τὸ τοιοῦτον συμπίπτειν. αὗται μὲν οὖν αἱ διαθέσεις τὴν οἷον στέρησιν τῆς ἀποκρίσεως τῶν οὔρων ἐπιφέρουσιν· αἱ δ' ὁμογενεῖς μὲν αὐταῖς, ἀπολειπόμεναι δὲ μεγέθει, τὰς οἷον ἀμυδράς τε καὶ ναρκώδεις ἐνεργείας ἀποτελοῦσιν. ἐπ' ἄλλαις δὲ διαθέσεσι τὸ τρίτον γένος τῶν συμπτωμάτων ἐπιγίγνεσθαι πέφυκεν, ἐν ταῖς πλημμελέσι κενώσεσι συνιστάμενον. ἰδέαι δὲ πλείους αὐτῶν· πρώτη μὲν ἡ στραγγουρία καλουμένη, δι' ἀτονίαν τῆς κύστεως ἢ δριμύτητα τῶν οὔρων ἀποτελουμένη· δευτέρα δὲ [251] τοῖς κατὰ τὴν γαστέρα ῥεύμασιν ἐοικυῖα, περὶ ἧς ἄμεινον ἐπὶ πλέον εἰσάπαξ εἰπεῖν ἐν τῷδε. γίγνεται δή τις οἷον ἀναστοιχείωσις, ἢ σύντηξις, ἢ ἀνάλυσις, ἢ ὡς ἄν τις ὀνομάζειν ἐθέλοι, ποτὲ μὲν ἅπαντος τοῦ σώματος, ἔστιν ὅτε δὲ τῶν ἐν ταῖς φλεψὶ μόνων χυμῶν· καὶ ταύτης τὸ σύντηγμα ποτὲ μὲν εἰς τὴν γαστέρα συῤῥεῖ, ποτὲ δὲ εἰς τὰ οὖρα, ποτὲ δὲ εἰς ἱδρῶτας ἀποτρίβεται. τῶν μὲν οὖν ἐν ταῖς φλεψὶ χυμῶν εἰς ἰχῶρας ὀῤῥώδεις ἀναλυομένων, οἱ νεφροὶ τὸ τοιοῦτον πεφυκότες ἕλκειν περίττωμα, καὶ μάλισθ' ὅταν ὑγιαίνοντες τύχωσιν, ἐκκαθαίρουσι μὲν τῶν φλεβῶν τὸν ὀῤῥὸν, ἐπιφέρουσι δὲ τῇ κύστει τὸ ῥεῦμα συνεχῶς. ὅταν δὲ καὶ οἱ νεφροὶ τύχωσιν ἕλκειν ἀδύνατοι, ἢ εἰς τὴν γαστέρα καταπέμπουσιν αἱ φλέβες τὸν τοιοῦτον ὀῤῥὸν, ἢ παντὶ τῷ σώματι μεταδιδοῦσαι, τὰς ἐξαιφνιδίους ὑδερώδεις καταστάσεις ἐπιφέρουσιν. ἐὰν δὲ τὸ σύντηγμα παχύτερον ᾖ, καὶ οἷον οὐ πεφύκασιν ἕλκειν οἱ νεφροὶ, συῤῥεῖ πᾶν ἐξ ἀνάγκης εἰς τὴν γαστέρα. τοῦ δὲ σαρκώδους γένους οὕτως συντηκομένου, καὶ ἡ γαστὴρ μὲν ἐνδέχεται τὸ ῥεῦμα, ἐπειδὰν παχύτερον ᾖ, καὶ ἱδρῶτες ἐπιγίνονται [252] πολλοί· ἀναλυθέντος δὲ εἰς ἀτμοὺς, ἱδρῶτες. ταῦτα μὲν περὶ τῆς κατὰ τὰς σάρκας τε καὶ τὸ αἷμα συντήξεως εἴς γε τὸ παρὸν ἱκανά. τὰ δ' ἄλλα τῶν οὔρων συμπτώματα τὰ μὲν ἤτοι κύστεως ἢ νεφρῶν ἐνδείκνυταί τινα διάθεσιν, ὑπὲρ ὧν ἐν ἀφορισμοῖς ἔγραψεν Ἱπποκράτης· τὰ δὲ, εἰς ὅσον ἀπεψίας ἢ πέψεως ἥκει τὸ αἷμα, διδάσκει. γέγραπται δὲ περὶ αὐτῶν ἐν τῷ προγνωστικῷ.

   Μεταβαίνειν οὖν ἤδη καιρὸς ἐπὶ τοὺς ἱδρῶτας, ὑπὲρ ὧν εἴρηται μέν που τό γε τοσοῦτον ὡς ἀναλυομένης ἐνίοτε γίγνονται τῆς ἕξεως, καὶ καλεῖται τὸ πάθημα συγκοπή· τούτῳ δὲ ἐναντία κατάστασίς ἐστιν ἡ ἐν τοῖς κρισίμοις ἱδρῶσιν, ἐῤῥωμένην ἐνδεικνυμένοις, οὐ διαλυομένην τὴν φύσιν. οἱ μὲν δὴ τοιοῦτοι τῶν ἱδρώτων ἐκκαθαίρουσι τὸ σῶμα· παραπλήσιοι δ' αὐτοῖς εἰσιν οἱ κατὰ τὰ μέτρια γυμνάσια καὶ τὰ βαλανεῖα καὶ τὸ θάλπος τὸ θερινόν. ἐν δὲ τοῖς ἀμέτροις γυμνασίοις ἤδη τι καὶ τοῦ χρηστοῦ συναπέρχεται. τὴν δ' ὀσμὴν ἴσχουσι καὶ τὴν χρόαν τῷ κενουμένῳ ὁμοίαν περιττώματι· τὸ δὲ πλῆθος ἤτοι διὰ τὴν ἀραιότητα [253] τοῦ σώματος, ἢ διὰ τὸ πλῆθος τοῦ περιττώματος, ἢ διὰ τὴν λεπτότητα τοῦ κενουμένου. διὰ δὲ τἀναντία τούτων ἴσχεσθαι πεφύκασιν, ὅταν ὀλίγον ἢ γλίσχρον ἢ παχὺ τύχῃ τὸ περιττὸν, ἢ οἱ πόροι στεγνωθῶσι. πάσχουσι δὲ τοῦτο δι' ἔμφραξιν ἢ μύσιν. ἐμφράττονται μὲν οὖν ὑπὸ παχέων τε καὶ γλίσχρων ὑγρῶν· μύουσι δὲ δι' ἀτροφίαν, ἢ ψύξιν, ἢ μαλακότητα. γίγνεται δὲ καὶ δι' ἀτονίαν τῆς κατὰ τὰς σάρκας δυνάμεως ἐπίσχεσίς τε καὶ ἔκκρισις ἱδρώτων, ὥσπερ καὶ τῶν ἄλλων περιττωμάτων. καὶ γὰρ καὶ κύστις καὶ γαστὴρ ἐνίοτε μὲν ἀνέχονται μᾶλλον ἐν ἑαυτοῖς περιεχομένων τῶν περιττωμάτων, ἀποκρίνειν ὀκνοῦντα· πολλάκις δ' ἔμπαλιν, οὐδὲ γὰρ βραχύτατον φέρουσιν, ἀλλὰ βαρύνονταί τε καὶ ἀποῤῥίπτουσι παραχρῆμα.

   Κοινὸν δὲ τοῦτον ὑπάρχοντα λόγον ἁπάντων τῶν μορίων ἐφύλαξα τελευταῖον ἐπὶ πᾶσι διελθεῖν ἅμα. καὶ γὰρ ἄπορον δοκεῖ εἶναι, βλαβέντος τινὸς σώματος, οὐκ ἐξ ἴσου συμβλάπτεσθαι τὰς δυνάμεις αὐτοῦ πάσας, ἀλλὰ [254] τὰς μὲν μᾶλλον, τὰς δὲ ἧττον, ἐνίας δ' οὐδ' ὅλως. ὅτι μὲν οὖν ἄνευ τοῦ βλαβῆναί τι τὴν οὐσίαν ἑκάστου τῶν ὄντων, οὐχ οἷόν τε τὴν ἐνέργειαν αὐτοῦ παραποδισθῆναι, πρόδηλον παντί· πολλάκις δὲ ἐνεργοῦντος ἑκάστου τῶν μορίων, ἄλλοτε ἄλλη βλάπτεται τῶν ἐνεργειῶν, οὐ γὰρ ὁμοίας δεῖται κατασκευῆς εἰς τὰς ἀλλοιωτικάς τε καὶ πρακτικὰς ἐνεργείας. ἡ μὲν γὰρ ἀλλοίωσις γίγνεται τῶν πλησιαζόντων ἁπάντων ἀλλήλοις οὐδὲν δεομένων οὔτε τόπον ἐκ τόπου μεταχωρεῖν, οὔτ' ἀντιλαμβάνεσθαί τινος, οὔτε κατέχειν, οὔτε ἀντιστηρίζεσθαι· τῶν δ' ἤτοι τι μελλόντων ἕλξειν ἢ καθέξειν ἢ ἀπώσασθαι, σὺν τῇ κατὰ τόπον κινήσει τὴν ἐνέργειαν ἀνάγκη γίγνεσθαι. κᾀν τούτῳ τὸ μὲν οὕτω μαλακὸν, ὡς ὑγρόν τε εἶναι καὶ ῥυτὸν καὶ ἀστήρικτον, οὔτε ἕλκειν ὁμοίως οὔτε κατέχειν οὔτε ἀποκρίνειν ἐστὶ δυνατόν· ἐν ἅπασι γὰρ τοῖς τοιούτοις ἔργοις ἀποστήριξιν καὶ τάσιν ὑπάρχειν χρὴ τοῖς ἐνεργοῦσιν· ἀλλοιοῦν δὲ, κᾂν ὑγρότατον ᾖ, τὰ πλησιάζοντα δύναται, καὶ μάλισθ' ὅταν ἅμα καὶ θερμότατον ὑπάρχῃ· φαίνεται γὰρ οὐδεμία τῶν δραστικῶν ποιοτήτων οὕτω ταχέως ἀλλοιοῦσα τὸ πλησιάζον, [255] ὡς ἡ θερμότης· ἐξ ὧν δῆλον, ὡς τὸ μὲν θερμότατον καὶ ὑγρότατον σῶμα τάχιστα ἀλλοιώσει, τοῦτ' ἔστι πέψει τε ἅμα τὴν οἰκείαν τροφὴν ἑαυτῷ κᾀξομοιώσει· τὸ δὲ σκληρὸν εἰς τοσοῦτον, εἰς ὅσον μὴ δυσκαμπὲς μὲν ὑπάρχειν, στηρίζεσθαι δ' ἀσφαλῶς, ἕλκειν τε δυνήσεται σφοδρῶς, ὅ τι ἂν ἐθελήσῃ, καὶ ὠθεῖν βιαίως καὶ κατέχειν εὐρώστως. οὔτε γὰρ ὀκλάζει κατὰ τὴν τάσιν, ὡς τὰ λίαν μαλακὰ, καὶ κίνδυνος οὐδεὶς αὐτῷ ῥαγῆναι σφοδρότερον ἐνταθέντι, καὶ ὧν ἂν ἅπαξ ἀντιλάβηται, κατέχει ταῦτα περιπτυσσόμενον, οὔτε τῶν διὰ σκληρότητα δυσκάμπτων οὕτως ἐνεργεῖν δυναμένων, οὔτε τῶν δι' ὑγρότητα μαλακῶν· τὰ μὲν γὰρ οὐκ ἀσφαλῶς περιστέλλεται, τὰ δὲ ἀῤῥώστως χρώμενα ταῖς λαβαῖς ἀποῤῥεῖ ῥᾳδίως ὧν ἀντιλαμβάνεται. κάλλιστα μὲν οὖν τρέφεται τὰ ὑγρὰ καὶ θερμὰ σώματα· καὶ γὰρ ἀλλοιοῖ τάχιστα καὶ παραδέχεται τὴν τροφὴν εἰς ἑαυτὰ καὶ προσφύει καὶ ἐξομοιοῖ· κάκιστα δὲ τὰ ψυχρὰ καὶ ξηρὰ, μήτε ἀλλοιοῦν δυνάμενα, μήτε εἰς ἑαυτὰ καταδέχεσθαι, μήτε προσφύειν, μήθ' ὁμοιοῦν. ὅτι μὲν οὖν ἀλλοιοῖ [256] τάχιστα τὸ θερμότατον, εἴρηται καὶ πρόσθεν· ἐν τούτῳ γὰρ ἦν τὸ πέττειν· ὅτι δὲ τὸ ὑγρότατόν τε καὶ μαλακώτατον ἑτοίμως εἰς ἑαυτὸ παραδέχεται τὸ ἀλλοιωθὲν, ἀναμνήσεως δεῖ μᾶλλον ἢ πίστεως· ὥσπέρ γε τὸ ξηρόν τε καὶ σκληρὸν οὐδὲν εἰς ἑαυτὸ παρίησιν εἰσιέναι, πρὶν διαστῆναί τε κατά τι καὶ οἷον ἑλκωθῆναι. καὶ γὰρ δὴ ὅτι προσφύεταί τε καὶ συμφύεται τὰ μὲν ὑγρότερα ῥᾷόν τε καὶ θᾶττον, ὅσα δὲ σκληρότερα, τὰ μὲν οὐδὲ ὅλως, τὰ δὲ μόγις, οὐδεὶς ἀγνοεῖ. ἵνα γοῦν παρῇ τις χαλκὸν καὶ σίδηρον καὶ χρυσὸν καὶ λίθον, ἐπὶ μόλιβδόν τε τὸν λόγον ἀγάγῃ, φαίνεται μηδ' ὅλως ἑτέρῳ μολίβδῳ συμφυόμενος ἄνευ τοῦ θερμανθεὶς χυθῆναι. τοῖς μὲν οὖν παιδίοις, ὅσα τε ἄλλα σώματα θερμότερά τε καὶ ὑγρότερα ταῖς κράσεσιν ὑπάρχει, τά τε τῶν πέψεων ἄριστά ἐστι καὶ τὰ τῶν προσθέσεων, καὶ προσφύσεων, καὶ θρέψεων. ἡ μὲν γὰρ πέψις τε καὶ θρέψις ἀλλοιώσεις εἰσίν· ἡ δὲ πρόσθεσις εἰς ἑαυτὸ καταδεχομένου τὴν τροφὴν δροσοειδῶς τοῦ τρεφομένου γίγνεται· ἡ πρόσφυσις δὲ κόλλησίς τίς ἐστι καὶ ἕνωσις· ἐφ' οἷς ἅπασιν οὐ σμικρὸν ἀγαθὸν εἰς ἐξομοίωσιν ἡ [257] ὑγρότης τοῦ τρεφομένου σώματος, ὁμοία τῷ τρέφοντι τὴν σύστασιν ὑπάρχουσα. τὰ δὲ τῆς ἀναδόσεως ὄργανα τοῖς παισὶν εἰ καὶ μὴ σφόδρα ἰσχυρὰ ταῖς ἐνεργείαις ἐστὶν, ἀλλ' ἱκανά γε καὶ οὐδαμῶς ἐνδεῆ. σύμμετρον γὰρ ἤδη σκληρότητα καὶ τόνον αἱ φλέβες ἔχουσιν. αἱ καθεκτικαὶ δὲ δυνάμεις ἀσθενέστεραι τούτοις εἰσὶ, καὶ διὰ τοῦτο ταχέως ἀποκρίνουσιν, ἤν τε βαρύνωνταί ποτε πρός τινος, ἤν τε ἄλλως ἀνιῶνται. ταύταις δ' ὁμοίως αἱ ἀποκριτικαὶ μέτριαι κατὰ τὴν ἀῤῥωστίαν εἰσί. καίτοι φαίνονται οὐ παισὶ μόνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν αἱ καθεκτικαὶ δυνάμεις τῶν ἀποκριτικῶν ἀσθενέστεραι, κᾂν ὁμοίως ἔχωσι, διὰ τὸ πολυχρόνιον τῆς ἐνεργείας. ἐπὶ πλεῖστον μὲν γὰρ αἱ καθεκτικαὶ δυνάμεις ἐνεργοῦσιν, ὡς ἂν κατέχειν ἔργον πεποιημέναι· βραχυχρόνιον δὲ ἔχουσι τὴν ἐνέργειαν αἱ ἐκκριτικαὶ, διώσασθαί τε καὶ ἀποῤῥῖψαι τὸ λυποῦν ἐν πτώσει μιᾷ δυνάμεναι. ὡς οὖν ἐπὶ τῶν ἐκτὸς ὁ αὐτὸς ἄνθρωπος ἀποῤῥῖψαι τὸ φορτίον ἱκανώτατος ὑπάρχων ἀδυνατεῖ βαστάζειν αὐτὸ δι' ὅλης ἡμέρας, οὕτω κᾀν τοῖς ἔνδον ὀργάνοις ἀπώσασθαι τὸ λυποῦν [258] ἑτοιμότερόν ἐστι τοῦ κατέχειν ἐπιπλέον. οἱ γοῦν παῖδες, ὑπὲρ ὧν ὁ λόγος, ἀλλοιωτικὴν μὲν ἔχουσι δύναμιν ἰσχυροτέραν τῶν ἀκμαζόντων, ἑλκτικὴν δὲ τῆς μὲν τῶν ἀκμαζόντων ἀσθενεστέραν, οὐ μὴν ἐλλιπῆ γε πρὸς τὴν ἑαυτῆς χρείαν, τὰς λοιπὰς δὲ δύο τῶν ἀκμαζόντων ἀσθενεστέρας. ἀλλ' οὐκ ἐξελέγχεται τῆς ἀποκριτικῆς ἡ ἀσθένεια διὰ τὸ βραχυχρόνιον τῆς ὑπηρεσίας. ἐμοῦσι γὰρ καὶ διαχωροῦσι συνεχέστερον τῶν ἀκμαζόντων, οὐ ῥώμῃ τῆς ἀποκριτικῆς, ἀλλ' ἀῤῥωστίᾳ τῆς καθεκτικῆς. ἐν δὲ ταῖς κατὰ τὴν γαστέρα πέψεσιν, ὅσα μὲν ὑγρὰ καὶ μαλακὰ, παραπλησίως τοῖς ἀκμάζουσιν· ὅσα δὲ σκληρὰ, χεῖρον πέπτουσι. παισὶ μὲν γὰρ ἀτμοειδέστερον τὸ θερμὸν, ἀκμάζουσι δὲ ξηρότερον. καὶ μὲν δὴ καὶ ὅσοις μὲν ὑγρότερόν ἐστι τὸ σῶμα, τῶν θρεψόντων ὑγροτέρων δέονται· οἷς δὲ ξηρότερον, ξηροτέρων. εἴπερ οὖν ἡ πέψις ἀλλοίωσίς ἐστιν εἰς τὴν οἰκείαν τοῖς τρεφομένοις ποιότητα, τοῖς μὲν παισὶν οἰκειότερα τὰ μαλακώτερα καὶ ὑγρότερα τῶν ἐδεσμάτων ἐστί· τοῖς δ' [259] ἀκμάζουσιν οἰκειότερα τὰ σκληρότερα· γέρουσι δὲ πρὸς ἁπάσας σχεδόν τι τὰς ἐνεργείας κακῶς διάκειται τὸ σῶμα· ξηρότερόν τε γάρ ἐστι πολὺ πλέον ἢ τοῖς ἀκμάζουσι καὶ μόνοις ψυχρόν. οὔτ' οὖν πέττουσι καλῶς ἐνδείᾳ θερμότητος οὔτε τρέφονται διὰ ξηρότητά τε ἅμα καὶ τῆς ἀλλοιωτικῆς δυνάμεως ἀῤῥωστίαν· ἥ τ' ἀνάδοσις αὐτοῖς οἷον ὑπὸ ναρκώντων ἤδη διὰ ψυχρότητα τῶν ὀργάνων ἀποτελεῖται βραδεῖά τε ἅμα καὶ ἀσθενής· αἵ τ' ἀποκρίσεις, ὅσαι μὲν ὀλιγοχρόνιοι, τὴν ἀῤῥωστίαν οὐκ ἐξελέγχουσι τῆς δυνάμεως· ὅσαι δὲ πολυχρονιώτεραι, κακῶς ἐπιτελοῦνται. πρὸς δὲ τὰς πρακτικὰς ἐνεργείας τὸ μὲν ξηρὸν καὶ θερμὸν ὄργανον ἐπιτηδειότερόν ἐστι· τὸ δὲ ὑγρὸν καὶ ψυχρὸν ἀσθενέστερον· ἐν τῷ μέσῳ δ' ἀμφοῖν αἱ λοιπαὶ δύο συζυγίαι καθεστήκασι. κατὰ μὲν οὖν τὰς ἡλικίας οὐκ ἂν εὕροις ὑγρὸν καὶ ψυχρὸν σῶμα· τὸ γὰρ τῶν γερόντων ἐδείχθη ψυχρὸν καὶ ξηρόν. ἐν δὲ ταῖς μοχθηραῖς κράσεσιν, ὅσαι τε κατὰ φύσιν ἑκάστῳ τὴν ἰδέαν εἰσὶ καὶ ὅσαι κατ' ἐπικτήτους γίγνονται διαθέσεις· οἷον αὐτίκα φρενῖτις [260] μὲν ξηρὸν καὶ θερμόν ἐστι νόσημα, καὶ διὰ τοῦτο ταῖς πρακτικαῖς ἐνεργείαις εὐρωστότατον· ὁ δὲ λήθαργος ἄῤῥωστον, ὑγρότητι δαψιλεῖ τε καὶ ψυχρᾷ διαβρέχων τὰ μόρια. τοιοῦτον δέ τι καὶ τὸ τῶν ὑδέρων ἐστὶ γένος, καὶ μάλιστα τῶν λευκοφλεγματιῶν τε καὶ ἀνὰ σάρκα. καὶ πανταχοῦ δὲ τὸ ψυχρὸν ἀσθενέστερόν τε καὶ ναρκῶδές ἐστιν, ἄν τε μετὰ ξηρότητος, ἄν τε μεθ' ὑγρότητος ᾖ. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ καθεκτικαὶ τῶν φυσικῶν δυνάμεων εὐρωστότεραι μὲν ἐπὶ ξηροτέροις τε καὶ θερμοτέροις ὀργάνοις, ἀῤῥωστότεραι δὲ ἐφ' ὑγροτέροις καὶ ψυχροτέροις, εἴτ' ἐκ γενετῆς εἰσιν, εἴτ' ἄλλως ἐπιγένοιντο. προσέχειν δὲ τὸν νοῦν χρὴ ἐφ' ἑκάστου μορίου τῷ ποσῷ τῆς ἀμετρίας, οἷον αὐτίκα νεῦρα μὲν καὶ τένοντας καὶ μῦς καὶ συνδέσμους εἰς ὅσον ξηροτέρους, εἰς τοσοῦτον καὶ ῥωμαλεωτέρους ὑπάρχειν ἀναγκαῖον, ἄχρι τῆς ἀμετρίας ἐκείνης, ἐν ᾗ δυσκαμπεῖς τε γίγνονται διὰ σκληρότητα καὶ οἷον κραῦροι διὰ ξηρότητα. σπάσμασι γὰρ οὕτως ἁλίσκονται. τὰ δ' αὖ φυσικὰ τῶν ὀργάνων εἰς ὅσον μὲν [261] ὑγρότερα, τρέφεσθαι βελτίω, κᾂν ἐσχάτως ὑγρὰ ταῖς κράσεσιν ὑπάρχῃ· πρὸς δὲ τὰς πέψεις οὔτε βελτίω σφῶν αὐτῶν οὔτε τῶν ξηροτέρων, εἰ καὶ ὁμοίως εἴη θερμὰ, πλὴν εἴ γε τροφὴν ξηρὰν δοίης ὀργάνῳ ξηρῷ καὶ αὐχμώδει, μὴ μίξας ὑγρότητος αὐτῇ δαψιλοῦς. εἰς δὲ τὰς ἀναδόσεις τε καὶ τὰς ἀποκρίσεις τὰ λίαν σκληρὰ σώματα μοχθηρά· καὶ γὰρ καὶ διαστέλλεται καὶ συστέλλεται χαλεπώτερον, ὧν τὸ μὲν ὁλκὴν ἐργάζεται, τὸ δὲ ἔκκρισιν. ἵνα δὲ καὶ εἰς ὀλίγους ἀποβλέπῃ τις σκοποὺς, ἐν κεφαλαίοις διαιρήσω τὸ πᾶν. αἱ μὲν τῆς θερμασίας αὐξήσεις ἀλλοιοῦσιν ἱκανώτερον ἄχρι περ ἂν εἰς τοσοῦτον ἥκωσιν ἰσχύος, ὡς μηδέπω συντήκειν· τότε γὰρ πρῶτον εἰς ἅπαν ἄχρηστοι· αἱ δὲ ψυχρότητες εἰς οὐδεμίαν ἐνέργειαν χρησταί· ξηρότητες δὲ εἰς ῥώμην καὶ τόνον, ἄχρι τοῦ μηδέπω δυσκίνητα μηδὲ εὔρηκτα ποιεῖν· ὑγρότητες δὲ εἰς μὲν τὰς θρέψεις ἐπιτηδειόταται, πρὸς δὲ τὰς ἄλλας ἐνεργείας ἐναντιώταται, πλὴν αὐξήσεως, εἰς ταύτην δὲ πλέον ἢ κατὰ τὴν θρέψιν ὑπάρχουσι χρησταὶ, διατείνεσθαί τε [262] καὶ διαφυσᾶσθαι πάντῃ δεομένων ἑτοιμότατα τῶν μελλόντων αὐξηθήσεσθαι καλῶς.

   Ἤρκει μὲν ἴσως ἐνταῦθά που καταπαύειν ἤδη τὴν πραγματείαν· ὡς γὰρ κᾀν τοῖς ἔμπροσθεν εἶπον, οὐχ ὑπὲρ τοῦ πάντα τὰ κατὰ μέρος ἐπελθεῖν, ἀλλ' ἕνεκα τοῦ γυμνάσαι τοὺς φιλομαθεῖς ἐπὶ πλειόνων παραδειγμάτων, εἰς πολλὰ συμπτωμάτων εἴδη τε καὶ γένη τὸν λόγον ἤγαγον· χωροῦντος δ' ἔτι τοῦ κατὰ τὸ γράμμα μεγέθους, εἰρήσεταί τι καὶ περὶ τῶν παραλελειμμένων. εἴτε γὰρ ἐκ ῥινῶν, εἴτ' ἐξ ὤτων, εἴτ' ἐξ ὑπερώας, εἴτ' ἐξ ὀφθαλμῶν, εἴτ' ἐκ φάρυγγος, εἴτ' ἐκ μήτρας, εἴτ' ἐξ ὅτου δὴ τῶν ἄλλων ἁπάντων ἐκκρίνοιτό τι, τό τε ποσὸν ἐν αὐτοῖς σκοπεῖσθαι προσήκει καὶ τὸ ποιὸν, ἔτι τε τὸν τρόπον τῆς ἐκκρίσεως εἰς τὰς εἰρημένας αἰτίας ἀναγαγόντα. πάντα γὰρ εὑρεθήσεται τὰ συμπτώματα διά τε τὰς δυσκρασίας γιγνόμενα τῶν ὁμοιομερῶν καὶ τὰ νοσήματα τῶν ὀργανικῶν, ἔτι τε τῆς ὕλης αὐτῆς τὸ ποιόν τε καὶ ποσόν. οἷον αὐτίκα καὶ κατάῤῥου καὶ κορύζης [263] αἴτιος ὁ ἐγκέφαλος, ἐν μὲν ταῖς ψύξεσιν ὡς ὁμοιομερὴς εἰς δυσκρασίαν ἀγόμενος, ὁμοίως δὲ κᾀν ταῖς ἐκκαύσεσιν ὡς ὀργανικὸς δὲ, πληρούμενος. ὁποῖον οὖν ἡ διάῤῥοια πάθος ἐν τῇ γαστρὶ κατὰ δυσπεψίαν γίγνεται, τοιοῦτον ἑκάτερον τῶν εἰρημένων ἐν ἐγκεφάλῳ· κατάῤῥουν μὲν ὀνομαζόντων ἡμῶν, ἐπειδὰν εἰς τὸ στόμα καταῤῥέῃ τὸ περίττωμα· κόρυζαν δὲ, ἐπειδὰν εἰς τὰς ῥῖνας· ὁ δὲ βράγχος ἐπὶ κατάῤῥοις γίγνεται, διαβραχείσης τῆς φάρυγγος. εἰ δὲ εἰς τὸν γαργαρεῶνα κατασκήψειε τὸ ῥεῦμα, ἤτοι τὴν καλουμένην ἐν αὐτῷ σταφυλὴν ἐγέννησεν, ἢ ἄλλως εἰς ὄγκον ἔγειρεν αὐτόν· εἰ δὲ εἰς τοὺς ἑκατέρωθεν ἀντικειμένους ἀλλήλοις ἀδένας ἐν τῷ πέρατι τοῦ στόματος, ἀντιάδας· εἰ δὲ εἰς τὰ τούτων ἐχόμενα, παρίσθμια. καταφέρεται δὲ καὶ εἰς τὴν γαστέρα τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα καὶ εἰς τὴν τραχεῖαν ἀρτηρίαν, ἑκατέροις μεγάλως λυμαινόμενον. ἀλλὰ τὰς μὲν ἐκ τῶν τοιούτων ῥευμάτων βλάβας ἄλλοι τε πρὸ ἡμῶν ἐπιμελέστερον ἐξήγηνται καὶ ἡμεῖς ἐροῦμεν ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς θεραπευτικοῖς· ὑπὲρ δὲ τῶν πνεύμονός τε καὶ θώρακος ἀναπτυομένων [264] ἤδη φθάνομεν ἐν τοῖς περὶ κρίσεων εἰρηκότες. οὐ μὴν οὐδὲ τὰ περὶ τὴν τῶν καταμηνίων ἐπίσχεσιν, ἢ μοχθηρὰν ἀπόκρισιν ἁπάντων τῶν ἐκ τῆς μήτρας, ἔτι χαλεπὸν ἐξευρεῖν, εἰς τοὺς ὁμοίους ἀναφέροντα σκοπούς. καί τοι γὰρ αὐτῆς τῆς μήτρας τὸ σῶμα πυκνὸν καὶ σκληρὸν ὑπάρχον, αἴτιον ἐπισχέσεως ἔσται, φύσει μὲν τοιοῦτον γεγονὸς, ὡς μηδ' ὅλως μηδέποτε καθαρθῆναι, πλὴν εἰ φαρμάκοις τε καὶ χρόνῳ πολλῷ τις αὐτὸ μετακοσμήσειεν ἐπὶ τὸ βέλτιον· ἐν χρόνῳ δέ τινι, κατ' ἐκείνην τὴν διάθεσιν, ἥ τις ἂν ἑκάστοτε τύχῃ τὰς ὑστέρας καταλαβοῦσα. καὶ ἡ τῶν φλεβῶν δὲ στενότης εὐθέως ἐξ ἀρχῆς συγγεννᾶται, μοχθηρῶς διαπλασθέντος ταύτῃ τοῦ θήλεος· ἀνάλογον δ' αὐτῇ καὶ ἡ ἐκ τῶν περικειμένων ἐν τοῖς ἀγγείοις θλίψις ἐστὶν, ὅταν ἀμέτρως παχυνθῇ τὸ σῶμα. ἡ δὲ δυσκρασία τῆς ὑστέρας καὶ φύσει καὶ κατὰ διαθέσεις τινὰς γίγνεται, καθάπερ ἡ πυκνότης. ἔσται δέ ποτε καὶ διὰ τὴν ὕλην αὐτὴν ἐπίσχεσις τῶν καταμηνίων, ὅταν ἤτοι παχὺ τὸ κενούμενον, ἢ γλίσχρον [265] γένηται. καὶ μέν γε καὶ εἰ αὐτὸ μὲν εἴη χρηστὸν, ἔμφραξις δέ τις ἐν τοῖς καθήκουσιν εἰς τὰς μήτρας ἀγγείοις ἐκ τῶν τοιούτων χυμῶν φθάνει γεγενημένη, καὶ οὕτως ἐπισχεθήσεται τὸ καταμήνιον. ἀλλὰ διὰ τὸ σύμπαν σῶμα ποτὲ μὲν οὐδ' ὅλως καθαρθήσεται τὸ θῆλυ, ποτὲ δ' ἔλαττον, ἢ πλέον, ἢ μοχθηρόν· οὐδ' ὅλως μὲν, ἐπί τε γυμνασίοις πλείοσι καὶ διαίτῃ λεπτῇ, καὶ τῇ πρὸς ἄλλα μόρια ῥοπῇ τῶν χυμῶν· διὰ τὰ αὐτὰ δὲ ταῦτα μετριώτερα γενόμενα τοῦ κατὰ φύσιν, ἔλαττον· ἐπιπλέον δὲ, διά τε μακρὰν ἡσυχίαν καὶ δίαιταν ἁδράν. ἀλλὰ καὶ τὰ μοχθηρὰ διὰ τῶν ὑστερῶν ῥεύματα, καλεῖται δὲ τὸ σύμπτωμα ῥοῦς γυναικεῖος, ἐκκαθαιρομένου κατὰ τοῦτο τὸ μόριον ἅπαντος τοῦ σώματος γίγνεται. τοιοῦτον δ' ἐστὶ τὴν ἰδέαν ἑκάστοτε τὸ κενούμενον, οἷον καὶ τὸ πλεονάζον ἐν τῷ ζώῳ· τὸ μὲν ἐρυθρὸν, ἰχὼρ αἵματος· ἕτερον δὲ λευκὸν, ἀπὸ φλέγματος· ὠχρὸν δὲ ἄλλο, τὸ πικρόχολον, ἄλλο δὲ ὑδατῶδες, καὶ ὀῤῥῶδες ἄλλο. ἔξωθεν δὲ τούτων ἐστὶ κένωσις τῶν ἐκ μήτρας μοχθηρὰ, [266] διά τι πάθος ἐν αὐτῇ γεγονός· ἔξωθεν δὲ καὶ ἡ τοιαύτη τῶν καταμηνίων ἐπίσχεσις, ὅταν μήτε δι' ἔνδειαν αἵματος, ὡς ἐπί τε γυμνασίοις πλείοσιν εἴρηται καὶ λεπτῇ διαίτῃ, μήτε διὰ πάθος ἐν τῇ μήτρᾳ γεγονὸς, ἀλλ' ἐνίοτε διὰ τὴν ῥώμην, εἰς ἕτερα μόρια κατασκήψαντος τοῦ αἵματος, αἱ κατὰ τὰς μήτρας ἴσχωνται καθάρσεις. ἀλλ' ὡς ἀρτίως εἶπον, οὐδὲν οἶμαι χαλεπὸν, ἐπὶ πολλῶν ἤδη γεγυμνασμένον ἕκαστον τῶν ὁμιλούντων τοῖσδε τοῖς ὑπομνήμασι καὶ αὐτὸν ἐξευρίσκειν τὰ τοιαῦτα. καὶ γὰρ ὅτι διὰ τὰ τῆς μήτρας ἴδια νοσήματα, τά τε κατὰ τὰ κέρατα συνιστάμενα καὶ τὰ κατὰ τὸν τράχηλον, ἔτι τε καὶ καθ' ὅλον τὸ κύτος, ἐνίοτε μὲν ἤτοι πλείονα τῶν πρόσθεν, ἢ ἐλάττονα φέρεται τὰ καταμήνια, ποτὲ δὲ οὐδ' ὅλως, ἢ μοχθηρὰ, παντί που δῆλον, κατὰ τοῦτό που γένος ἐν τῇ τοῦ λόγου διαιρέσει καὶ τῶν ἀτρήτων εὑρισκομένων. οὕτω δὲ καὶ ὁ καλούμενος πριαπισμὸς οἴδησίς τε καὶ διαφύσησις ἀκούσιός ἐστι τοῦ τῶν ἀῤῥένων αἰδοίου, φυσώδους πνεύματος ἔκγονον σύμπτωμα. [267] καὶ μὴν καὶ αἱ γονόῤῥοιαι, χωρὶς μὲν τοῦ συνεντείνεσθαι τὸ αἰδοῖον, ἀῤῥωστίᾳ τῆς καθεκτικῆς δυνάμεως τῆς ἐν τοῖς σπερματικοῖς ἀγγείοις· ἐντεινομένου δέ πως, οἷον σπασμῷ τινι παραπλήσιον πασχόντων ἐπιτελοῦνται.

   Οὐκ οὖν ἔτι χρὴ περὶ τῶν τοιούτων διέρχεσθαι, μεταβάντας δ' ἐπὶ τὸ λοιπὸν γένος τῶν συμπτωμάτων, οὐ πολλοῦ δεόμενον οὐδ' αὐτὸ λόγου διὰ τὰ προειρημένα περὶ τῶν ἑπομένων ἀλλήλοις συμπτωμάτων, καταπαύειν ἤδη τὴν πραγματείαν ἐνταῦθα. χρώματα μὲν οὖν ὑπαλλαχθήσεται, συνελόντι μὲν εἰπεῖν, διὰ τοὺς χυμοὺς ἐξισταμένους τῆς κατὰ φύσιν ἰδέας, ἢ ὑπονοστοῦντας εἰς τὸ βάθος, ἢ οἷον ἐπικλύζοντας τὸ δέρμα κατὰ μέρος δὲ, διὰ τὰς τοὺς χυμοὺς ἀναγκαζούσας αἰτίας εἰς τὰς τοιαύτας ἀφικνεῖσθαι κινήσεις τε καὶ διαθέσεις. ἔστι δὲ δήπου τὰ πάθη τὰ ψυχικὰ καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ εἰς θερμότητά τε καὶ ψυχρότητα μεταβολαί. καὶ αὐτοῦ τοῦ σώματος γὰρ αἱ διαθέσεις, ἢ θερμότερον ἴσχοντος, ἢ ψυχρότερον, ἢ ἔλαττον, ἢ πλέον, ἢ ὠθούμενον ἐκτὸς, ἢ ἀντισπώμενον ἔσω τὸ [268] αἷμα. τούτου δ' ἐστὶ τοῦ γένους καὶ ἡ κακοχυμία πᾶσα, κατὰ τὴν ἑαυτῆς ἰδέαν ἀλλοιοῦσα καὶ τὴν ἅπαντος τοῦ σώματος χροιὰν, ἐν ἰκτέροις τε καὶ ὑδέροις καὶ ἐλέφασι καὶ σπληνὸς καὶ ἥπατος ἀτονίαις. ἀνάλογον δὲ καὶ αἱ καθ' ὁτιοῦν μόριον ἄχροιαι συστήσονται. τὰ δὲ κατὰ φύσιν ὑπαλλαχθήσεται σχήματα, πληρουμένων ἀμετρότερον, ἢ κενουμένων τῶν μορίων, ἢ τῆς οἰκείας χώρας μεθισταμένων, ἢ παρασπωμένων. αἰτίαι δὲ δήπου καθ' ἕκαστον αὐτῶν πλείους εἰσὶν, ἃς οὐδὲν ἔτι χαλεπὸν ἐξευρίσκειν, ὅτῳ μὴ παρέργως ἀνεγνώσθη τὰ πρόσθεν. οὕτω δὲ καὶ τὰς τῶν δυσωδιῶν αἰτίας, ἢ μαλακοτήτων, ἢ σκληροτήτων, ἢ τῶν ἄλλων ὅσα τούτοις ἀνάλογόν ἐστιν, οὐ χαλεπὸν ἐξευρίσκειν, ἀπὸ τῶν προειρημένων ὁρμώμενον. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ τελευταῖον ἤδη μοι μέρος εἴρηται τοῦ συγγράμματος, ὃ περὶ τῆς τῶν συμπτωμάτων διαφορᾶς ἐπιγέγραπται. οὔκουν ἔτι χρὴ μηκύνειν ὑπὲρ τῶν αὐτῶν, ἀλλ' ἐν τῷδε τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων ἡ πραγματεία τέλος ἐχέτω, τοῦτο ἔτι μόνον προσθέντων ἡμῶν, ὅπερ ἀνεβαλλόμην ἐν τῷ περὶ τῆς τῶν συμπτωμάτων [269] διαφορᾶς ἐπιδείξειν ἐνταῦθα, τὸ τινὰ μὲν ἐξ ἀνάγκης ἀλλήλοις ἕπεσθαι συμπτώματα, τινὰ δὲ οὐκ ἐξ ἀνάγκης, ὅπερ οὐδ' αὐτό μοι δοκεῖ δεήσεσθαι λόγου μακροῦ· ἀρκέσει δ' ὡς ὑφ' ἑνὸς παραδείγματος ἐπιδείξαντα τὴν μέθοδον αὐτοῦ, παραιτήσασθαι τὸ πλῆθος τῶν κατὰ μέρος. κελεύω δή σε σκοπεῖσθαι, πότερον ὑπὸ μιᾶς αἰτίας ἐπιτελεῖται τὸ γιγνόμενον, ἢ πλειόνων. εἰ μὲν γὰρ ὑπὸ μιᾶς, ἐξ ἀνάγκης ἀκολουθήσει τῷ ποιοῦντι, πλειόνων δ' εἰς γένεσιν δεόμενον, οὐκ ἐξ ἀνάγκης. αὕτη μὲν οὖν ἐπὶ πάντων πραγμάτων ἡ μέθοδος κοινή. κατὰ δὲ τὸν αὐτὸν τρόπον χρή σε κᾀπὶ τῶν συμπτωμάτων σκοπεῖσθαι. εἰ μὲν ἓν ἐφ' ἑνὶ γίγνοιτο, τὴν ἀκολουθίαν ἀναγκαίαν ἕξει· προσιόντων δὲ καὶ ἄλλων τινῶν αἰτίων εἰς τὴν γένεσιν τοῦ δευτέρου συμπτώματος, οὐκ ἔτι ἐξ ἀνάγκης ἀκολουθήσει τῷ προτέρῳ. οὐ γὰρ εἰ ἠπέπτησεν, ἐμπνευμάτωσιν ἀναγκαῖον ἀκολουθεῖν· ὥσπερ οὐδὲ δῆξιν, οὐδὲ ὑγρὰν διαχώρησιν ἢ πολλὴν, οὐδὲ ναυτίαν, ἢ ὄρεξιν ἐπιτεταμένην, ἢ ὄκνον εἰς τὰς πράξεις, ἢ νωθρότητα διανοίας, ἢ καρηβαρίαν, ἢ ἀγρυπνίαν, ἢ καρδιαλγίαν, [270] ἔτι δὲ μᾶλλον οὐδ' ἐπιληψίαν, ἢ παράνοιαν, ἢ ἔκστασιν, ἢ κῶμα, καθάπερ οὐδὲ δυσθυμίαν, οὔτ' ἄλλην ἀνίαν, οὔτε πολὺ μᾶλλον τὴν μελαγχολικὴν, οὐδὲ δὴ κώλου πάντως, ἢ νεφρῶν, ἢ σπληνὸς, ἢ ἥπατος, ἢ θώρακος, ἢ ἄρθρων ἄλγημα καθάπερ οὐδὲ ἀνωμαλίαν, ἢ φρίκην, ἢ ῥῖγος, ἢ πυρετόν. καί τοι καὶ τούτων ἕκαστον καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων συμπτωμάτων οὐκ ἔστιν εὑρεῖν ὃ μὴ κατά τινα καιρὸν ἐπιφαίνεται τοῖς ἀπεπτήσασιν, ἄλλα τε παρά τε τὸ μέγεθος τῆς ἀπεψίας καὶ τὴν διαφορὰν, καὶ τὴν τῆς τοῦ ἀνθρώπου φύσεως εὐαισθησίαν τε καὶ δυσαισθησίαν, ἑκάστου τε τῶν κατὰ τὸ σῶμα μορίων ἰσχὺν ἢ ἀσθένειαν, ἄλλοτε ἄλλο γενήσεται σύμπτωμα. μεγάλη μὲν γὰρ ἀπεψία μείζονά τε καὶ πλείονα φέρει τὰ συμπτώματα· μικρὰ δὲ ἔμπαλιν ἐλάττονά τε καὶ μικρότερα. καὶ τοίνυν καὶ αὐτῶν τῶν ἀπεπτηθέντων αἱ διαφοραὶ πρὸς μὲν τὸ ψυχρόν τε καὶ φλεγματῶδες ἐκτρεπόμεναι συμπτωμάτων ἑτέρων εἰσὶ γεννητικαί· πρὸς δὲ τὸ κνισῶδές τε καὶ θερμὸν, ἑτέρων· οὕτω δὲ καὶ δάκνουσαί τε καὶ μὴ δάνουσαι, καὶ εἰς ἀτμῶδες πνεῦμα λυόμεναί τε καὶ μὴ λυόμεναι. καὶ ἡ φύσις δὲ, ὡς [271] εἴρηται, τοῦ ἀνθρώπου συντελεῖ τε καὶ ἀντιπράττει τῇ γενέσει τῶν συμπτωμάτων. οἷον αὐτίκα οἷς δυσαίσθητος ἡ γαστὴρ, οὔτε δάκνονται σφοδρῶς, οὔτ' ἀλγοῦσιν, οὔτ' ἐκκρίνουσι πολλά· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε καρδιαλγοῦσιν οὔτε κεφαλὴν ἀδικοῦνται ῥᾳδίως· ὅσοις δὲ εὐαίσθητος, ἑτοίμως ἅπαντα τούτοις ἕπεται, τῆς ἄνωθεν ἀρχῆς τὰ συμπτώματα ἐπιπεμπούσης. τί δεῖ λέγειν ὡς ἑκάστῳ τῶν ἀπεπτησάντων ἐκεῖνο μάλιστα τὸ μέρος αἰσθάνεται τῆς βλάβης, ὅπερ ἂν ἀσθενέστατον ᾖ; καὶ διὰ τοῦτο οὐκ ἔνεστιν εἰπεῖν ἐξ ἀνάγκης ἑπόμενον ἀπεψίᾳ σύμπτωμα οὐδέν. ἡ μέν τοι τῆς ἀναδιδομένης εἰς τὸ σῶμα τροφῆς εἴτ' οὖν στέρησις εἴτ' ἀῤῥωστία τῆς ἐνεργείας ἀτροφίαν ἐξ ἀνάγκης ἐπιφέρει, ὥσπερ γε καὶ ἡ τῆς καθ' ἕκαστον μέρος ἀλλοιωτικῆς δυνάμεως βλάβη, καὶ ἡ περὶ τὴν διάκρισιν δὲ τῶν περιττωμάτων τοῦ αἵματος ἀποτυχία, σύμπτωμα οὖσα καὶ αὐτὴ διακριτικῆς ἐνεργείας, ἐξ ἀνάγκης ἐπιφέρει τὰ τῆς ἀχροίας συμπτώματα· καὶ καλεῖται τὸ μὲν ἕτερον αὐτῶν ἴκτερος· ἀνώνυμον δέ ἐστι τὸ ἐπὶ τῷ μελαγχολικῷ περιττώματι. κατὰ δὲ τὸν αὐτὸν [272] τρόπον ἐπὶ παντὸς γένους συμπτώματος ἐξευρήσεις ὅσα τε διὰ παντὸς ἀλλήλοις ἕπεται καὶ ὅσα μὴ διὰ παντός. ἐγὼ δὲ μήκους φειδόμενος ἐνταυθοῖ καταπαύσω τὸν λόγον.