[294] Τῆς κυήσεως οὐχ εἷς ὡρισμένος χρόνος οὔτε τῶν ἑπταμήνων βρεφῶν οὔτε τῶν ὀκταμήνων ἢ δεκαμήνων ἐστί. περὶ δὲ τῶν ἑπταμήνων βρεφῶν νῦν ἐρῶ μηνύσας τὰ δι' ὅλου μου τοῦ βίου γνωσθέντα μοι πάνυ φιλοπόνως βουληθέντι γνῶναι τὰς ἀκριβῶς παραφυλαχθείσας ταῖς γυναιξὶν συλλήψεις τοῦ σπέρματος, ὧν ἀγνοουμένων οὐδ' ὁ τῆς κυήσεως χρόνος εὑρεθῆναι δύναται. τὰς μὲν δὴ πλείστας αὐτῶν εὗρον ἐν τῷ μεταξὺ τῶν ἑκατὸν ἐνενήκοντα καὶ διακοσίων ἡμερῶν κεκυηκυΐας, ὀλίγας δ' ἤτοι πρῳαίτερον ἢ ὀψιαίτερον, οὐδεμίας ‹δ'› οὔτε θᾶττον ἑκατοστῆς καὶ ὀγδοηκοστῆς καὶ τετάρτης ἡμέρας οὔτε ἐξωτέρω τῆς τετάρτης ἐπὶ ταῖς διακοσίαις. ὀρθῶς οὖν ‹ἐν τῷ› περὶ ὀκταμήνου γενέσεως εἴρηται πρῶτος ὅρος οὗτος ἀποκυήσεως ὁ τοῦ ἡμίσεως ἐνιαυτοῦ χρόνος· οὐδεμία γὰρ ἀπεκύησε τούτου πρῳαίτερον, ἀλλ' ἐξωτέρω πᾶσαι. συμπληροῦται δ' οὗτος ὁ χρόνος ἐν τῇ μετὰ τὴν σύλληψιν ἑκατοστῇ καὶ ὀγδοηκοστῇ καὶ τρίτῃ· καί τινα ‹οἶδα› μίαν γυναῖκα τεκοῦσαν ἑκατοστῆς καὶ ὀγδοηκοστῆς καὶ τετάρτης ἡμέρας συμπληρωθείσης. ἡμέραν δ' ὀνομάζω δηλονότι νῦν τὸν τεττάρων καὶ εἴκοσιν ὡρῶν ἀριθμόν· οὕτως γὰρ καὶ τὸν ἐνιαυτὸν ἡμερῶν εἶναι λέγουσι τριακοσίων ἑξήκοντα πέντε τετάρτου καὶ τὸν μηνιαῖον χρόνον εἴκοσι ἐννέα καὶ ἡμίσεως. ὅτι δὲ μὴν ὁ ἀπὸ συνόδου σελήνης πρὸς ἥλιον ἄχρι τῆς ἑξῆς συνόδου χρόνος ὀνομάζεται, ἢ γινώσκεται πᾶσιν ἢ‹...› προσέρχεσθαι ἄλλο τι μόριον Ἵππαρχος ἀπέδειξε τῆς ὅλης ἡμέρας εἰς τριακοστὸν τὸν καὶ εἰκοστὸν καὶ δισμυριεπτακισχιλιοστὸν ἄλλο τέ τι πρὸς τούτῳ πάλιν σμικρόν, οὗ περιττὸν εἰς τὰ παρόντα μεμνῆσθαι. τὸ γάρ τοι προκείμενον ἤδη πέρας ἔχει, κατὰ μὲν τὸ δεύτερον τῶν Ἐπιδημιῶν (II 3, 17), ὅπερ ἦν ὑπόμνημα τοῦ Ἱπποκράτους, ἔτι ζητοῦντος αὐτοῦ, πότερον ἑβδομήκοντα καὶ διακοσίαις ἡμέραις οἱ Ἑλληνικοὶ μῆνες ἐννέα τὴν συμπλήρωσιν ἴσχουσιν, ὅπερ ἐστὶ τῶν τριακονθημέρους αὐτοὺς ἡγουμένων ὑπάρχειν, ‹ἢ› οὐκ ἀκριβῶς ἐν τοσαύταις κυΐσκεται τὰ ἐννεάμηνα παιδία, κατὰ δὲ τὸ[ν] περὶ ὀκταμήνων γενέσεως ἀκριβῶς ἤδη πάνθ' εὑρηκότος· ἐν ᾧ δηλονότι μετὰ τὸ ἥμισυ τοῦ ἐνιαυτοῦ δύναται γεννᾶσθαι τὰ ἑπτάμηνα. τοῖς δὲ καὶ τὴν λέξιν ὅλην, ἣν παρεθέμην ἐν τῷ Περὶ τῶν ὀκταμήνων βρεφῶν τῆς γενέσεως, ἐπιθυμοῦσαι νοεῖσθαι τὴν ἐξήγησιν ὑπογράψω. Οἱ δ' ἑπτάμηνοι, φησίν, γίνονται ἐκ τῶν ἑκατὸν ἡμερῶν καὶ ὀγδοήκοντα καὶ δύο καὶ προσεόντος μορίου. ἑπταμήνους ἤτοι παιδία ἢ τόκους, τὸ δ' ἐπὶ ταῖς ἑκατὸν ὀγδοήκοντα δύο ἡμέραις μόριον τὰς πεντεκαίδεκα ὥρας λέγει μετά τινος, ὡς ἔμπροσθεν ἔφην, μορίου σμικροῦ, ὃ καὶ αὐτὸ μιᾶς ὥρας ἐστὶν εἰκοστὸν τέταρτον ἔγγιστα. δῆλον γὰρ ὅτι τὰς ἰσημερίνας ὥρας λέγομεν ἐν πᾶσι τοῖς τοιούτοις, ὧν ἐστι καὶ τὸ νυχθήμερον ὀνομαζόμενον ὑπὸ τῶν ἀστρονομικῶν εἴκοσι καὶ τεττάρων ὡς ἁπάντων αὐτῶν ἴσων ὄντων, ἐπειδὴ τὸ παραλλάττον ἐλάχιστόν ἐστι, ὥς τινας νομίζειν ὅλως αὐτὸ μηδ' εἶναι. μέσαι τινὲς γάρ πώς εἰσι κατὰ τὸ μέγεθος αἱ κατὰ τὴν ἰσημερίαν ὧραι τῶν τε μεγίστων ἐν ἑκάστῳ χωρίῳ καὶ τῶν ἐλαχίστων. οὕτως δὲ καὶ περὶ τοῦ μηνιαίου χρόνου νόει μοι λελέχθαι, καίτοι γε ἀνίσων ὄντων τῶν μηνῶν. ὁ γὰρ μέσος μὴν ὁμαλῶς ἀριθμοῦσιν τοσούτων ἐστὶν ἡμερῶν ὅσων ἀρτίως εἶπον. οὐ μὴν οὕτως ἔχει κἀπὶ τῶν ἐνιαυτῶν. ἴσοι γὰρ πάντες εἰσίν, ἐάν τε [γὰρ] τὴν ἀπὸ τούτου τοῦ μορίου ... ἐπάνοδον τοῦ ἡλίου λέγῃ τις ἐνιαυσιαῖον εἶναι χρόνον ἐάν τε τὴν ἀπὸ τροπῶν ἐπὶ τροπάς. ἠγνοεῖτο δὲ τοῖς ἔμπροσθεν ἀστρονόμοις ὁ ἀπὸ τροπῶν ἐπὶ τροπὰς χρόνος ἕτερος ὢν τοῦ ἀπὸ σημείου πάλιν ἐπὶ ταὐτὸ σημεῖον ἀποκαθιστάντος τὸν ἥλιον. ὀνομάζομεν γὰρ σημεῖον, ὡς οἱ γεωμέτραι καλεῖν εἰσιν εἰθισμένοι, τὸ αὐτὸ τῇ στιγμῇ.
μετὰ δὲ τὸ πρῶτον μέρος τῆς ῥήσεως, ὃ νῦν ἐξήγημαι, δεύτερον [τ]ὃ κατὰ λέξιν οὕτως ἔχει· ἢν γὰρ τοῦ πρώτου μηνὸς λογίσῃ τὰς πεντεκαίδεκα ἡμέρας. ταῦτα δ' οὕτως ἔγραψεν, ἐπειδὴ βούλεται, κἂν πλείω ἢ τὸ ἥμισυ τοῦ σεληνιακοῦ μηνὸς ἡ γυνὴ κυήσῃ, καὶ οὕτως αὐτὸν τὸν χρόνον τοῦτον ἀριθμεῖσθαι μῆνα, καὶ διὰ τοῦτο πέντε μὲν ὁλοκλήρους γίνεσθαι μῆνας ἐν τῷ μεταξὺ τοῦ τε πρώτου καὶ ἑβδόμου, δύο δ' ἐλλιπεῖς τόν τε πρῶτον καὶ τὸν ἕβδομον, οὐ μὴν οὕτως ἐλλιπεῖς ὡς λείπειν αὐτοῖς πλέον ἢ τὸ ἥμισυ τοῦ μηνός. ἔστι δὲ τὸ ἥμισυ τοῦ μηνὸς ἡμερῶν ἔγγιστα δεκατεττάρων καὶ ἡμίσεως καὶ τετάρτου μιᾶς ἡμέρας· ὥστ' εὔδηλον ὅτι τοσούτου χρόνου καὶ τὸν τοῦ πρώτου μηνὸς εἶναι προσήκει μείζονα καὶ τὸν τοῦ τελευταίου. ἐὰν ‹οὖν› ποτε τοῦ πρώτου μηνὸς ὁ μετὰ τὴν σύλληψιν χρόνος ἡμερῶν ᾖ πλειόνων εἴκοσιν, οἷον εἰ τύχοι τριῶν καὶ εἴκοσι, τῶν δ' ἑξῆς πέντε μηνῶν ἑκατὸν καὶ τεσσαράκοντα καὶ ἑπτὰ καὶ ἡμίσεως ἡμέρας μιᾶς, ἔσται μὲν ὁ ἐξ ἀμφοτέρων χρόνος ἡμερῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἡμίσεως ἡμέρας ‹...›, ἑπτάμηνον δὲ ἐν αὐτῷ δυνήσεται κυηθῆναι παιδίον μετὰ πέντε καὶ δέκα ἡμέρας ἐλαχίστας, ἐπειδὴ πάντως, ἵνα πλέον τοῦ ἑξαμήνου ‹...› εὑρεθῇ τὸ βρέφος, τὸ ἥμισυ τοῦ μηνὸς ἐπιλαμβάνειν δεῖ, τὸ κυούμενον ὥστ' ἔσται τῶν πασῶν ἡμερῶν ἑκατὸν ὀγδοήκοντα πέντε καὶ ἡμίσεως μέρους ἡμέρας μιᾶς. ὥσπερ οὖν θᾶττον τῆς προθεσμίας ‹ταύτης› οὐχ οἷόν τε γεννηθῆναι τὸ οὕτως συλληφθὲν παιδίον, οὕτως οὐδ' ἐξωτέρω τῶν διακοσίων ‹καὶ τεττάρων καὶ ἡμίσεων›· ἐὰν γὰρ ταῖς ἑκατὸν ἑβδομήκοντα καὶ ἥμισυ προσθῇς τὰς ἐννέα καὶ εἴκοσιν, αἱ πᾶσαι γενήσονται ἑκατὸν ἐνενήκοντα ἐννέα ἥμισυ. καὶ τοίνυν ὑποκείσθω‹ν› τοῦ μὲν πρώτου μηνὸς ἡμέραι ὀκτὼ καὶ ἥμισυ κεκυημέναι, τῶν δ' ἐφεξῆς πέντε μηνῶν ἑκατὸν τεσσαράκοντα καὶ ἑπτὰ ἥμισυ, τοῦ δὲ ἑβδόμου μηνὸς ἡμέραι εἴκοσιν ἐννέα. γενήσεται σύμπας ὁ χρόνος ἡμερῶν διακοσίων καὶ τεττάρων καὶ ἡμίσεως, ἐν μεγίσταις προθεσμίαις τοῦ τε πρώτου καὶ ἑβδόμου μηνὸς συμπληρωθέντος. εἰ δ' ἐν ἐλαχίσταις προθεσμίαις ἀμφότεροι γένοιντο, τὸ τοιοῦτον παιδίον οὔπω γόνιμον εἶναι βούλεται. ὅσον μὲν γὰρ ἐπὶ τοῖς σεληνιακοῖς μησὶ δυνατὸν ἦν γενέσθαι τὸ βρέφος ἑπτάμηνον [ἢ] ἐν ἐλάττονι χρόνῳ τοῦ ἡμίσεως τοῦ ἐνιαυτοῦ. (δείξω γὰρ τοῦτο ἐφεξῆς)· ὅσον δ' ἐπὶ ‹...› τὸ μὴ δύνασθαι ‹γενέσθαι› παιδίον ἑπτάμηνον ἐν ἐλάττονι χρόνῳ τοῦ ἡμίσεως [τοῦ ἡμίσεως] τοῦ ἐνιαυτοῦ, πρὸ τῶν ἑκατὸν ὀγδοήκοντα καὶ δύο ἡμερῶν καὶ τῶν πεντεκαίδεκα ὡρῶν ὡς ἔγγιστα, γόνιμον οὐκ ἂν γένοιτο. ὅπως οὖν ὅσον ἐπὶ τοῖς σεληνιακοῖς μησὶ δυνατὸν ἦν καὶ πρότερον αὐτὸ γενέσθαι γόνιμον, ἐφεξῆς ἤδη πρόσεχε τὸν νοῦν. ὑποκείσθω τοῦ πρώτου μηνὸς ἐν ἡμέραις ἓξ καὶ δέκα κεκυηκέναι τὴν γυναῖκα καὶ μετὰ τοὺς πέντε μῆνας ἑκκαιδεκάτῃ πάλιν ἡμέρᾳ τετοκέναι. γένοιτ' ἂν οὕτως ὁ σύμπας χρόνος ἡμερῶν ἑκατὸν ἑβδομήκοντα ἐννέα καὶ ἡμίσεως ἡμέρας μιᾶς. ἀλλ', ὅπερ ἔφην, οὔτ' ἐν ἐλάττονι χρόνῳ τοῦ ἡμίσεως τοῦ ἐνιαυτοῦ βούλεται γίγνεσθαι γόνιμον ἑπτάμηνον παιδίον οὔτ' ἐν ἐλάττονι χρόνῳ ἡμίσεως μηνὸς ἢ κατὰ τὸν πρῶτον ἢ κατὰ τὸν ἕβδομον μῆνα κυΐσκεσθαι τὴν γυναῖκα.
γεγενημένης δ' ἤδη σαφοῦς ὅλης τῆς γνώμης τοῦ Ἱπποκράτους ὅσον ὑπόλοιπόν ἐστι τῆς λέξεως ἐξηγήσομαι. κελεύει γὰρ ἐφεξῆς τῷ πρώτῳ μηνὶ τῶν μετ' αὐτὸν πέντε λογίζεσθαι δεῖν ἡμᾶς ἡμέρας ἑκατὸν τεσσα‹ρά›κοντα ἑπτὰ ἥμισυ. εἶτα διὰ τί τοσαύτας ἀξιοῖ, προστίθησι τὴν αἰτίαν λέγων οὕτως· ἐν γὰρ ἑξήκοντα μιᾶς δεούσαις ἡμέραις ἔγγιστα δύο μῆνες ἐκτελοῦνται. καί μοι μάλιστα ἐνταῦθα πρόσεχε τὸν νοῦν, οὐχ ἁπλῶς εἰπόντος αὐτοῦ ταῖς ἐννέα καὶ πεντήκοντα ἡμέραις ἐκτελεῖσθαι δύο μῆνας, ἀλλὰ προσθέντος τὸ ἔγγιστα. βούλεται γὰρ οὐδὲ τὸν τῶν εἴκοσι καὶ ἐννέα καὶ ἡμίσεως ἡμέρας ἀριθμὸν ἡμερῶν ἀκριβῶς [δι]μηνιαῖον, ἀλλ' ὡς ἔγγιστα. τοῦτο δ', ὡς ἔφην, οἱ ἄριστοι τῶν ἀστρονόμων ἐπίστανται μόνοι, τῶν ἄλλων οἰομένων ἡμέραις ἐννέα καὶ εἴκοσι περιγράφεσθαι μῆνα. ἀλλ' ἐὰν λογίσῃ τῶν μὲν πέντε μηνῶν τὰς ἡμέρας ἑκατὸν τεσσαράκοντα ‹ἑπτὰ› μετὰ ἡμίσεως τοῦ τε πρώτου μηνὸς οὐκ ἐλάττους τῶν πεντεκαίδεκα, λείποιντ' ἂν εἰς τὸ συμπληρωθῆναι τὸ ἥμισυ τοῦ ἐνιαυτοῦ ἡμέραι μὲν εἴκοσι, ὧραι δὲ τρεῖς καὶ μικρόν τι πρός. διὰ τοῦτο οὖν εἶπε‹ν› εἴκοσι ἡμερῶν πλέον εἰς τὸν ἕβδομον ἐμπίπτειν μῆνα. καὶ διὰ τί προσέθηκε πλέον, αὐτὸς ἐδήλωσεν εἰπών τῆς ἡμέρης τοῦ μέρεος τῷ μέρει προσγιγνομένου, ἡμέρας μὲν μέρος εἰπὼν τὸ ἥμισυ τοῦ τετάρτου μέρους τῆς ἡμέρας, ὃ ταῖς τριακοσίαις ἑξήκοντα πέντε τοῦ ἐνιαυτοῦ ἡμέραις προσέκειτο, τῷ μέρει δέ, τῷ ἡμίσει τῆς ἡμέρας, προσέρχεσθαι. τὸ γὰρ ἥμισυ μέρος τοῦ ἐνιαυτοῦ ἡμερῶν ἐστι ἑκατὸν ὀγδοήκοντα δύο καὶ ἡμίσεως καὶ ἔτι ὀγδόου μέρους ἡμέρας. τῷ οὖν ἡμίσει τῆς ἡμέρας τοῦ ὀγδόου προστιθεμένου γένοιτ' ἂν ὁ τοῦ ἡμίσεως ἐνιαυτοῦ χρόνος ἡμερῶν ἑκατὸν ὀγδοήκοντα δύο καὶ ἡμίσεως καὶ ὀγδόου μιᾶς ἡμέρας, ὅπερ ἔμπροσθεν ἔφην ὥρας εἶναι πεντεκαίδεκα πάσας. συνήγοντο δὲ τοῦ τε πρώτου μηνὸς καὶ τῶν μετ' αὐτὸν πέντε μηνῶν ἑκατὸν ἑξήκοντα δύο ἥμισυ. τούτων οὖν ὑπερέχουσιν αἱ τοῦ ἡμίσεως τοῦ ἔτους ἡμέραι ἑκατὸν ὀγδοήκοντα δύο ἥμισυ ὄγδοον ταῖς εἴκοσιν ἡμέραις καὶ ἔτι ὀγδόῳ μέρει μιᾶς ἡμέρας. διόπερ εἰπὼν ὁ Ἱπποκράτης εἰς τὸν ἕβδομον μῆνα γίνεσθαι πλείους τῶν εἴκοσιν ἡμερῶν προσέθηκε τὴν αἰτίαν ἐν τῷ φάναι τῆς ἡμέρας τοῦ μέρεος τῷ μέρει προσγιγνομένου, τουτέστι τοῦ ὀγδόου μέρους τῷ ἡμίσει προστιθεμένου πλέον ἢ εἴκοσιν ἡμέρας ἐμπίπτειν εἰς τὸν ἕβδομον μῆνα.
Τέλος περὶ τῶν ἑπταμήνων Γαληνοῦ.