[64] Τῆς ἰατρικῆς τέχνης σκοπὸς μὲν ἡ ὑγίεια, τέλος δ' ἡ κτῆσις αὐτῆς. ἐξ ὧν δ' ἄν τις ἢ μὴ παροῦσαν ὑγίειαν ἐργάζοιτ' ἢ παροῦσαν διαφυλάττοι, γιγνώσκεσθαι μὲν ἀναγκαῖον τοῖς ἰατροῖς· καλεῖται δὲ τὰ μὲν ἐργαζόμενα τὴν μὴ οὖσαν ὑγίειαν ἰάματά τε καὶ βοηθήματα, τὰ δὲ φυλάττοντα τὴν οὖσαν [ὑγίειαν] ὑγιεινὰ διαιτήματα. ταῦτ' ἄρα καὶ αὐτὴν τὴν ἰατρικὴν ἐπιστήμην ὑγιεινῶν καὶ νοσερῶν ὁ παλαιὸς λόγος φησίν, ὑγιεινὰ μὲν καλῶν τά τε φυλάττοντα τὴν οὖσαν [65] ὑγίειαν καὶ τὰ τὴν διεφθαρμένην ἀνασώζοντα, νοσερὰ δὲ τἀναντία τούτων· δεῖται γὰρ ἀμφοῖν ὁ ἰατρὸς τῆς γνώσεως ὑπὲρ τοῦ τὰ μὲν ἑλέσθαι, τὰ δὲ φυγεῖν. ὅθεν δ' ‹ἂν› τὴν τούτων ἐπιστήμην ἐκπορίσαιτο, οὐκέθ' [ὁμοίως] ὁμολογεῖται παρὰ πᾶσιν, ἀλλ' οἱ μὲν τὴν ἐμπειρίαν μόνην φασὶν ἀρκεῖν τῇ τέχνῃ, τοῖς δὲ καὶ ὁ λόγος οὐ σμικρὰ δοκεῖ συντελεῖν. ὀνομάζονται δ' οἱ μὲν ἀπὸ τῆς ἐμπειρίας μόνης ὁρμώμενοι παρωνύμως ἐκείνης ἐμπειρικοί, ὁμοίως δὲ καὶ οἱ ἀπὸ τοῦ λόγου λογικοὶ καὶ δύο εἰσὶν αὗται πρῶται τῆς ἰατρικῆς αἱρέσεις, ἡ μὲν ἑτέρα διὰ πείρας ἰοῦσα πρὸς τὴν τῶν ἰαμάτων εὕρεσιν, ἡ δ' ἑτέρα δι' ἐνδείξεως. καὶ ὀνόματά γε ταῖς αἱρέσεσιν ἔθεντο ἐμπειρικήν τε καὶ λογικήν· καλεῖν δ' εἰσὶν εἰθισμένοι τὴν μὲν ἐμπειρικὴν τηρητικήν τε καὶ μνημονευτικήν, τὴν δὲ λογικὴν δογματικήν τε καὶ ἀναλογιστικήν· καὶ τοὺς ἄνδρας ὁμοίως ταῖς αἱρέσεσιν ἔθεντο ἐμπειρικοὺς μὲν καὶ τηρητικοὺς καὶ μνημονευτικοὺς τῶν φαινομένων, ὅσοι τὴν ἐμπειρίαν εἵλοντο, λογικοὺς δὲ καὶ δογματικοὺς καὶ ἀναλογιστικούς, ὅσοι τὸν λόγον προσήκαντο.
[66] Συστήσασθαι δὲ τὴν τέχνην οἱ μὲν ἐμπειρικοὶ τόνδε τὸν τρόπον φασίν. ἐπειδὴ πολλὰ τοῖς ἀνθρώποις ἑώρων πάθη τὰ μὲν ἀπὸ ταὐτομάτου γιγνόμενα νοσοῦσί τε καὶ ὑγιαίνουσιν, οἷον αἵματος ῥύσιν ἐκ ῥινῶν ἢ ἱδρῶτας ἢ διαρροίας ἤ τι τοιοῦτον ἄλλο βλάβην ἢ ὠφέλειαν φέρον, οὐ μὴν τό γε ποιῆσαν αἴτιον αἰσθητὸν ἔχον, ἕτερα δ' ὧν τὸ μὲν αἴτιον ἐφαίνετ', οὐ μὴν ἐκ προαιρέσεως ἡμετέρας ἀλλὰ κατά τινα συντυχίαν, οἷον συνέβη πεσόντος τινὸς ἢ πληγέντος ἢ ἄλλως πως τρωθέντος αἷμα ῥυῆναι καὶ πιεῖν ἐν νόσῳ χαρισάμενον τῇ ἐπιθυμίᾳ ψυχρὸν ὕδωρ ἢ οἶνον ἤ τι τοιοῦτον ἄλλο, ὧν ἕκαστον εἰς ὠφέλειαν ἢ βλάβην ἐτελεύτα, τὸ μὲν [οὖν] πρότερον εἶδος τῶν ὠφελούντων ἢ βλαπτόντων ἐκάλουν φυσικόν, τὸ δὲ δεύτερον τυχικόν· ἑκατέρου δ' αὐτῶν τὴν πρώτην θέαν περίπτωσιν ὠνόμαζον ἀπὸ τοῦ περιπίπτειν ἀβουλήτως τοῖς πράγμασι τοὔνομα θέμενοι. τὸ μὲν οὖν περιπτωτικὸν εἶδος τῆς ἐμπειρίας τοιόνδε τί ἐστι, τὸ δ' αὐτοσχέδιον, ὅταν [67] ἑκόντες ἐπὶ τὸ πειράζειν ἀφίκωνται ἢ ὑπ' ὀνειράτων προτραπέντες ἢ ἄλλως πως δοξάζοντες. ἀλλὰ καὶ τρίτον τῆς ἐμπειρίας εἶδός ἐστι τὸ μιμητικόν, ὅταν τῶν ὠφελησάντων ἢ βλαψάντων ὁτιοῦν ἢ φύσει ἢ τύχῃ ἢ αὐτοσχεδίως ἐπὶ τῶν αὐτῶν παθῶν αὖθις εἰς πεῖραν ἄγηται, καὶ τοῦτ' ἐστὶ τὸ μάλιστα τὴν τέχνην αὐτῶν συστησάμενον· οὐ γὰρ δὶς μόνον ἢ τρὶς ἀλλὰ καὶ πλειστάκις μιμησάμενοι τὸ πρόσθεν ὠφελῆσαν, εἶτ' ἐπὶ τῶν αὐτῶν παθῶν τὸ αὐτὸ ποιοῦν εὑρίσκοντες ὡς ἐπὶ τὸ πολὺ τὴν τοιαύτην μνήμην θεώρημα καλέσαντες ἤδη πιστὸν ἡγοῦνται καὶ μέρος τῆς τέχνης. ὡς δὲ πολλὰ θεωρήματα τοιαῦτ' ἠθροίζετ' αὐτοῖς, ἰατρικὴ μὲν ἦν τὸ σύμπαν ἄθροισμα καὶ ὁ ἀθροίσας ἰατρός. ἐκλήθη δ' ὑπ' αὐτῶν αὐτοψία τὸ τοιοῦτον ἄθροισμα, μνήμη τις οὖσα τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων. ὠνόμαζον δ' αὐτὸ τοῦτο καὶ ἐμπειρίαν, ἱστορίαν δὲ τὴν ἐπαγγελίαν αὐτοῦ· τὸ γὰρ αὐτὸ τοῦτο τῷ μὲν τηρήσαντι αὐτοψία, τῷ δὲ μαθόντι τὸ τετηρημένον ἱστορία ἐστίν.
[68] Ἐπεὶ δὲ καὶ νοσήμασί τισιν ἐνετύγχανον ἔστιν ὅτε πρόσθεν οὐχ ἑωραμένοις ἤ τισιν ἐγνωσμένοις μὲν ἀλλ' ἐν χωρίοις, ἐν οἷς οὐκ ἦν ἰαμάτων εὐπορία τῶν διὰ τῆς πείρας τετηρημένων, ὄργανόν τι βοηθημάτων εὑρετικὸν ἐποιήσαντο τὴν τοῦ ὁμοίου μετάβασιν, ᾧ χρώμενοι πολλάκις καὶ ἀπὸ πάθους ἐπὶ πάθος [ὅμοιον] τὸ αὐτὸ βοήθημα μεταφέρουσι καὶ ἀπὸ τόπου ἐπὶ τόπον καὶ ἀπὸ τοῦ πρόσθεν ἐγνωσμένου βοηθήματος ἐπὶ τὸ παραπλήσιον ἔρχονται, ἀπὸ μὲν πάθους ἐπὶ πάθος, ὡς εἰ ἀπ' ἐρυσιπέλατος ἐφ' ἕρπητα μεταβαίνοιεν, ἀπὸ δὲ τόπου ἐπὶ τόπον, ὡς ἀπὸ βραχίονος ἐπὶ μηρόν, ἀπὸ δὲ βοηθήματος ἐπὶ βοήθημα, ὡς ἐν διαρροίαις ἀπὸ μήλου ἐπὶ μέσπιλον. ἅπασα δ' ἡ τοιαύτη μετάβασις ὁδὸς μέν ἐστιν ἐπὶ τὴν εὕρεσιν, εὕρεσις δ' οὐδέπω πρὸ τῆς πείρας, ἀλλ' ἡνίκ' ἂν τὸ ἐλπισθὲν εἰς πεῖραν ἀχθῇ, πιστὸν ἤδη τὸ μαρτυρηθὲν ὑπ' αὐτῆς ἐστιν οὐδὲν ἧττον ἢ εἰ πλειστάκις καὶ ὡσαύτως ἔχον ἐτετήρητο. τὴν δὲ πεῖραν ταύτην τὴν ἑπομένην τῇ τοῦ ὁμοίου [69] μεταβάσει τριβικὴν καλοῦσιν, ὅτι χρὴ τετρῖφθαι κατὰ τὴν τέχνην τὸν μέλλοντά τι οὕτως εὑρήσειν· αἱ δ' ἔμπροσθεν ἅπασαι πεῖραι αἱ πρὸ τῆς ἐμπειρίας, ὧν εἰς σύστασιν ἐδεῖθ' ἡ τέχνη, καὶ περὶ τὸν τυχόντα δύνανται γενέσθαι. τοιαύτη μὲν ἡ διὰ τῆς πείρας πρὸς τὸ τέλος τῆς τέχνης ὁδός.
Ἡ δὲ διὰ τοῦ λόγου φύσιν ἐκμαθεῖν παρακελεύεται τοῦ τε σώματος, οὗ ἐπιχειρεῖ ἰᾶσθαι, καὶ τῶν αἰτίων ἁπάντων τὰς δυνάμεις, οἷς ὁσημέραι περιπῖπτον τὸ σῶμα ἢ ὑγιεινότερον ἢ νοσερώτερον αὐτὸ ἑαυτοῦ γίγνεται. μετὰ δὲ ταῦτ' ἤδη καὶ ἀέρων [φύσεις] καὶ ὑδάτων καὶ χωρίων καὶ ἐπιτηδευμάτων καὶ ἐδεσμάτων καὶ πομάτων καὶ ἐθῶν ἐπιστήμονα, φασίν, εἶναι δεῖ τὸν ἰατρόν, ὅπως τῶν τε νοσημάτων ἁπάντων τὰς αἰτίας ἐξευρίσκῃ καὶ τῶν ἰαμάτων τὰς δυνάμεις καὶ παραβάλλειν οἷός τ' ᾖ καὶ λογίζεσθαι, ὅτι τῷ τοιῷδε τῆς αἰτίας εἴδει τὸ τοιάνδε δύναμιν ἔχον προσαχθὲν [φάρμακον] τοῖόν τι ἐργάζεσθαι πέφυκε· πρὶν γὰρ ἐν τούτοις πᾶσι γυμνάσασθαι πολυειδῶς οὐχ οἷόν [70] τε, φασίν, ἰαμάτων εὐπορῆσαι αὐτόν. οἷον, ἵν' ἐκ μικροῦ παραδείγματος ἴδῃς τὸ πᾶν, ἔστω τι μέρος τοῦ σώματος ὀδυνώμενόν τε καὶ σκληρὸν καὶ ἀντίτυπον καὶ ἐν ὄγκῳ μείζονι. ἐνταῦθα δεῖ τὸν ἰατρὸν ἐξευρεῖν πρῶτον μὲν τὴν αἰτίαν, ὅτι ῥυὲν ὑγρόν τι πλέον τοῦ κατὰ φύσιν εἰς τὸ μέρος ἐξῆρέ τ' αὐτὸ καὶ διατεῖναν εἰς ὀδύνην ἤγαγεν, ἐφεξῆς δ' εἰ μὲν ἔτ' ἐπιρρέοι, [τοῦτο] εἴργειν τοῦ ἐπιρρεῖν, εἰ δὲ μή, κενοῦν ἤδη τὸ μέρος. πῶς οὖν τὸ μὲν ἐπιρρέον ἔτι κωλύσεις, τὸ δ' ἤδη περιεχόμενον κενώσεις; ψύχων μὲν καὶ στύφων τὸ μέρος εἴρξεις τὸ ἐπιρρέον, ἀλεαίνων δὲ καὶ χαλῶν κενώσεις τὸ ἠθροισμένον. οὕτω μὲν οὖν ἀπ' αὐτῆς τῆς διαθέσεως ἡ ἔνδειξις αὐτοῖς τοῦ συμφέροντος γίγνεται, οὐ μὴν ἀρκεῖν μόνην γε ταύτην φασίν, ἀλλὰ καὶ παρὰ τῆς δυνάμεως τοῦ νοσοῦντος ἑτέραν [ἔνδειξιν] εἶναι καὶ παρὰ τῆς ἡλικίας ἄλλην καὶ παρὰ τῆς ἰδίας αὐτοῦ τοῦ κάμνοντος φύσεως ἄλλην· οὕτω δὲ καὶ παρὰ τῆς ὥρας τοῦ ἔτους καὶ τοῦ χωρίου τῆς φύσεως καὶ τῶν ἐπιτηδευμάτων καὶ τῶν ἐθῶν ἔνδειξιν [ἀφ' ἑκάστου τούτων] γίγνεσθαι τοῦ συμφέροντος ἰδίαν. οἷον, ἵνα καὶ τοῦτο σαφέστερον ἐπὶ παραδείγματος ἐκμάθῃς, [71] ἔστω τινὰ πυρέττειν ὀξέως ὀκνοῦντά τε κινεῖσθαι καὶ βαρέος τοῦ σώματος αἰσθανόμενον· ἔστω δὲ καὶ εὐογκότερος νῦν ἢ πρόσθεν καὶ ἔρευθος πλέον ἐχέτω, ἔστωσαν δ' αὐτῷ καὶ φλέβες ἐν ὄγκῳ μείζονι. παντί που δῆλον, ὡς τῷ τοιούτῳ πλῆθος αἵματος θερμοτέρου πλεονάζει. τίς οὖν ἡ ἴασις; ἢ δῆλον ὅτι κένωσις; ἐναντίον γὰρ τοῦτο τῷ πλήθει· τὰ δ' ἐναντία τῶν ἐναντίων [ἐστὶν] ἰάματα. πῶς οὖν αὐτὸ κενώσομεν ἢ μέχρι πόσου; τοῦτ' οὐκέτι δυνατὸν ἀπὸ τῆς αἰτίας μόνης εἰδέναι· χρὴ γὰρ καὶ δύναμιν καὶ ἡλικίαν καὶ ὥραν καὶ χώραν καὶ τἆλλα πάντα τὰ μικρῷ πρόσθεν εἰρημένα προσεπισκοπεῖν. εἰ μὲν γὰρ ἰσχυρὸς εἴη τὴν δύναμιν καὶ ἀκμάζων τὴν ἡλικίαν καὶ ἡ ὥρα τοῦ ἔτους ἐαρινὴ καὶ τὸ χωρίον εὔκρατον, οὐκ ἂν ἁμάρτοις, εἰ φλέβα τεμὼν κενώσαις τοῦ αἵματος ὅσον ἡ αἰτία κελεύει· ἀρρώστου δὲ τῆς δυνάμεως οὔσης καὶ τῆς ἡλικίας ἢ παιδὸς κομιδῇ σμικροῦ ἢ πρεσβύτου πάνυ καὶ ‹τοῦ› χωρίου τῶν κατεψυγμένων, οἷα τὰ περὶ τὴν Σκυθίαν, ἢ διακεκαυμένων, οἷα τὰ περὶ τὴν Αἰθιοπίαν, καὶ τῆς ὥρας τοῦ ἔτους ἢ σφόδρα θερμῆς ἢ σφόδρα [72] ψυχρᾶς, οὐκ ἄν τις ἔτι τολμήσειε φλέβα τεμεῖν. οὕτω δὲ καὶ ἔθη καὶ ἐπιτηδεύματα καὶ φύσεις σωμάτων ἐπισκοπεῖσθαι κελεύουσι· γίγνεσθαι γὰρ [αὐτοῖς] ἐξ ἁπάντων αὐτῶν ἔνδειξιν τοῦ συμφέροντος ἰδίαν.
Ἀφ' ὧν δ' ἡ τοῦ συμφέροντος ἔνδειξις τοῖς δογματικοῖς, ἀπὸ τούτων ἡ τήρησις τοῖς ἐμπειρικοῖς. τὸ γὰρ προειρημένον ἄθροισμα τῶν συμπτωμάτων ἐπὶ τοῦ πυρέττοντος, ὃ συνδρομὴν καλεῖν εἰσιν εἰθισμένοι, τῷ μὲν δογματικῷ τὴν κένωσιν ὑπαγορεύει, τῷ δ' ἐμπειρικῷ τὴν ὑπόμνησιν τῆς τηρήσεως· ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων πολλάκις ἑωρακὼς τὴν κένωσιν ὠφελοῦσαν ἐλπίζει καὶ νῦν χρησάμενος ὀνήσειν. ἀλλὰ καὶ τοὺς ἀκμάζοντας τῇ ἡλικίᾳ τὴν ἱκανὴν κένωσιν ἀλύπως φέροντας οἶδεν ἐξ ὧν πολλάκις ἑώρακεν. οὕτω δὲ καὶ ἦρος μᾶλλον ἢ θέρους καὶ ἐν χωρίῳ εὐκράτῳ καὶ εἰ ἔθος δέ τινος κενώσεως εἴη τῷ κάμνοντι, οἷον δι' αἱμορροΐδος ἢ διὰ ῥινῶν, ὁ μὲν δογματικὸς ἀφέλοι ἂν καὶ διὰ τοῦτο πλέον τοῦ αἵματος ἀπὸ τῆς τοῦ πράγματος φύσεως ὁρμώμενος, ὁ δ' ἐμπειρικός, ὅτι οὕτω [73] τετήρηκεν, καὶ καθόλου φάναι τὰς αὐτὰς ἐπὶ τῶν αὐτῶν παθῶν ἰάσεις οἵ τε δογματικοὶ καὶ οἱ ἐμπειρικοὶ παραλαμβάνουσι περὶ τοῦ τρόπου τῆς εὑρέσεως αὐτῶν ἀμφισβητοῦντες· ἐπὶ γὰρ τοῖς αὐτοῖς φαινομένοις κατὰ τὸ σῶμα συμπτώμασιν ἔνδειξις μὲν τῆς αἰτίας γίγνεται τοῖς δογματικοῖς, ἐξ ἧς τὴν θεραπείαν εὑρίσκουσιν, ὑπόμνησις δὲ τοῖς ἐμπειρικοῖς τῶν πλειστάκις καὶ ὡσαύτως τετηρημένων. ἐφ' ὧν δὲ μηδὲν ἔχουσιν οἱ δογματικοὶ φαινόμενον σύμπτωμα τὸ τὴν αἰτίαν ἐνδεικνύμενον, ἐπὶ τούτων ἐρωτᾶν οὐκ ὀκνοῦσι τὸ προκαταρκτικὸν καλούμενον αἴτιον, οἷον εἰ κύων λυττῶν ἦν ὁ δακὼν ἢ ἔχιδνα ἤ τι τοιοῦτον ἄλλο. τὸ μὲν γὰρ ἕλκος αὐτὸ οὐδὲν ἀλλοιότερον μέχρι παντὸς φαίνεται τῶν ἄλλων ἑλκῶν ἢ πάντως γε κατ' ἀρχάς. ἐπὶ μὲν γὰρ τοῦ λυττῶντος κυνὸς μέχρι παντὸς ὅμοιον φαίνεται ‹τῷ› τοῖς ὑπ' ἄλλου τινὸς δηχθεῖσι γεγενημένῳ· ἐπὶ δὲ τῶν ἐχιδνῶν ἐν μὲν ταῖς πρώταις ἡμέραις ὅμοιον τοῖς ἄλλοις, ὕστερον δ' ἡνίκ' ἂν ἤδη μοχθηρῶς ἔχωσι, παθήματά τινα περὶ τὸ σῶμα προσγίγνεται αὐτοῖς ὀλέθρια. τὰ δὴ τοιαῦτα [πάντα] συμπτώματα, ὅσα [74] ὑπὸ τῶν ἰοβόλων καλουμένων ζῴων γίγνεται, μὴ θεραπευόμενα καλῶς εὐθὺς ἐξ ἀρχῆς ἐσχάτως ὀλέθρια καθίσταται. τίς οὖν ἡ ὀρθὴ θεραπεία; ἢ δῆλον ὅτι κενῶσαι τὸν ἰὸν τὸν ἅμα τῇ δήξει τῷ σώματι τοῦ δηχθέντος ἐμπεσόντα; οὔκουν ἐπ' οὐλὴν ἄγειν δεῖ καὶ κλείειν τὰ τοιαῦτα σπεύδειν, ἀλλὰ τοὐναντίον ἐπιτέμνειν πολλάκις, εἰ σμικρὰ παντελῶς, ἤδη δὲ καὶ θερμοῖς καὶ δριμέσι καὶ δυναμένοις ἕλκειν τε καὶ ξηραίνειν τὸν ἰὸν φαρμάκοις χρῆσθαι διὰ τὴν αὐτὴν αἰτίαν. τὰ δ' αὐτὰ φάρμακα καὶ οἱ ἐμπειρικοὶ προσφέρουσιν οὐχ ὑπὸ τῆς φύσεως αὐτοῦ τοῦ πράγματος ποδηγούμενοι πρὸς τὴν εὕρεσιν αὐτῶν, ἀλλὰ τῶν διὰ τῆς πείρας φανέντων μεμνημένοι. ὥσπερ γὰρ ἐπὶ ταῖς ἡλικίαις καὶ ταῖς ὥραις καὶ ταῖς χώραις ἑκάστου τῶν εἰρημένων ἡ θεραπεία δι' ἐμπειρίας ἐγιγνώσκετ' αὐτοῖς, οὕτω καὶ ἐπὶ τοῖς προκαταρκτικοῖς ὀνομαζομένοις αἰτίοις. εἰ μὲν δὴ οὖν συνεχώρουν ἀλλήλοις τὰς ὁδοὺς τῆς εὑρέσεως ἀμφοτέρας ἀληθεῖς εἶναι, οὐδὲν ἂν αὐτοῖς ἔδει μακροτέρων λόγων.
[75] Ἐπεὶ δὲ τῆς μὲν ἐμπειρίας οἱ δογματικοὶ κατηγοροῦσιν οἱ μὲν ὡς ἀσυστάτου, οἱ δ' ὡς ἀτελοῦς, οἱ δ' ὡς ἀτέχνου, τοῦ λόγου δ' οἱ ἐμπειρικοὶ πάλιν ὡς πιθανοῦ μὲν οὐκ ἀληθοῦς δέ, διὰ τοῦτο διπλοῦς ἑκατέροις ὁ λόγος καὶ μακρὸς πάνυ περαίνεται κατηγοροῦσί τε καὶ ἀπολογουμένοις ἐν μέρει. τὰ μὲν οὖν ὑπ' Ἀσκληπιάδου κατὰ τῆς ἐμπειρίας εἰρημένα, δεικνύντος ὡς ᾤετο μηδὲν πλειστάκις καὶ ὡσαύτως ὀφθῆναι δύνασθαι, παντάπασιν αὐτὴν ἀσύστατον εἶναι βούλεται μηδὲ τὸ σμικρότατον εὑρεῖν οὖσαν ἱκανήν, τὰ δ' ὑπ' Ἐρασιστράτου, τὰ μὲν ἁπλᾶ καὶ ἐφ' ἁπλοῖς εὑρίσκεσθαι διὰ τῆς ἐμπειρίας ὁμολογοῦντος, οἷον ὅτι ἡ ἀνδράχνη τῆς αἱμωδίας ἴαμά ἐστιν, οὐ μὴν τά γε σύνθετα καὶ ἐπὶ συνθέτοις ἔτι συγχωροῦντος, οὐκ ἀδύνατον μὲν αὐτὴν τὸ παράπαν ἐξευρίσκειν, οὐ μὴν εἰς ἅπαντά γ' ἱκανὴν εἶναι βούλεται, τὰ δ' ‹ὑπὸ› τῶν τὰ μὲν τοιαῦτα συγχωρούντων εὑρίσκεσθαι διὰ τῆς ἐμπειρίας, αἰτιωμένων δ' αὐτῆς τὸ ἀπεριόριστόν τε καὶ μακρὸν [76] καὶ ὡς αὐτοί φασιν ἀμέθοδον, εἶθ' οὕτω τὸν λόγον εἰσαγόντων, οὐκ ἀσύστατον μὲν οὐδ' ἀνύπαρκτον, οἷον ἄτεχνον δέ τι πρᾶγμα τὴν ἐμπειρίαν εἶναι βούλεται.
Πρὸς ταύτας οὖν τὰς ἐφόδους τῶν λόγων ἀπολογούμενοι καὶ συστατικὴν καὶ αὐτάρκη καὶ τεχνικὴν ἐπιδεικνύναι πειρῶνται τὴν ἐμπειρίαν καὶ αὐτοὶ δὲ τοῦ ἀναλογισμοῦ καθάπτονται πολυειδῶς, ὥστε πάλιν ἀπολογεῖσθαι πρὸς ἕκαστον εἶδος τῆς κατηγορίας τοῖς δογματικοῖς ἀναγκαῖον. ἐπαγγελλομένοις γὰρ αὐτοῖς τοῦ τε σώματος τὴν φύσιν ἐπίστασθαι καὶ τῶν νοσημάτων ἁπάντων τὰς γενέσεις καὶ τῶν ἰαμάτων τὰς δυνάμεις ὁμόσε χωροῦντες οἱ ἐμπειρικοὶ πάντα διαβάλλουσιν, ὡς ἄχρι μὲν τοῦ πιθανοῦ καὶ εἰκότος προϊόντα, βεβαίαν δὲ γνῶσιν οὐδεμίαν ἔχοντα. ἔστι δ' ὅτε καὶ τὴν γνῶσιν αὐτῶν συγχωρήσαντες τὸ ἄχρηστον αὐτῆς ἐπιδεικνύναι πειρῶνται καὶ τοῦτό ποτε δόντες αὖθις τὸ περιττὸν ἐξελέγχουσι. Τοιαῦτα μὲν δὴ καθόλου πρὸς ἀλλήλους ἀμφισβητοῦσιν ἐμπειρικοί τε καὶ δογματικοί· ἐν μέρει δὲ πολλὰ [77] καθ' ἕκαστον αὐτῶν, οἷον ἐν ταῖς περὶ τῆς εὑρέσεως τῶν ἀφανῶν ζητήσεσι, τῶν μὲν τὴν ἀνατομὴν καὶ τὴν ἔνδειξιν καὶ τὴν διαλεκτικὴν θεωρίαν ἐπαινούντων· ὄργανα γὰρ αὑτοῖς ταῦτα τῶν ἀδήλων θηρατικά· τῶν δ' ἐμπειρικῶν μήθ' εὑρίσκειν τι τὴν ἀνατομὴν συγχωρούντων μήτ', εἰ καὶ εὑρίσκοιτ', ἀναγκαῖον εἰς τὴν τέχνην εἶναι τοῦτο, ἀλλὰ μηδ' ἔνδειξιν ὑπάρχειν τὸ παράπαν μηδ' ἕτερον ἐξ ἑτέρου δύνασθαι γνωσθῆναι. πάντα γὰρ δεῖσθαι τῆς ἐξ αὑτῶν γνώσεως μηδ' εἶναί τι σημεῖον ἀδήλου φύσει πράγματος οὐδενός· ἀλλὰ μηδὲ διαλεκτικῆς δεῖσθαι μηδεμίαν τέχνην. εἶτα καὶ πρὸς τὰς ὑποθέσεις τῆς διαλεκτικῆς λέγουσί τι καὶ πρὸς τοὺς ὅρους καὶ οὐδὲ τὴν ἀρχὴν ἀπόδειξιν εἶναί φασιν [ἀδήλου φύσει πράγματος οὐδενός]. ἤδη δὲ καὶ περὶ τῶν μοχθηρῶν τρόπων τῆς ἀποδείξεως, οἷς εἰώθασιν οἱ δογματικοὶ χρῆσθαι, λέγουσί τι καὶ περὶ παντὸς τοῦ ἀναλογισμοῦ, καὶ ὡς οὗτος μὲν ἀδύνατος ἐξευρίσκειν, ἃ ἐπαγγέλλεται, καὶ οὔτ' ἄλλη τις τέχνη συνίσταται κατ' αὐτὸν οὔθ' ὁ βίος τῶν ἀνθρώπων [78] πρόεισιν. ὁ δ' ἐπιλογισμός, ὃν δὴ ‹τῶν› φαινομένων λόγον εἶναί φασι, χρήσιμος μὲν εἰς εὕρεσιν τῶν προσκαίρων ἀδήλων· οὕτω γὰρ αὐτοὶ καλοῦσιν, ὅσα τοῦ γένους μέν ἐστι τῶν αἰσθητῶν, οὐ μὴν ἤδη γέ πω πέφηνε· χρήσιμος δὲ καὶ πρὸς ἔλεγχον τῶν κατὰ τοῦ φαινομένου τι λέγειν τολμώντων. χρήσιμος δὲ καὶ τὸ παρορώμενον ἐν τοῖς φαινομένοις δεῖξαι καὶ σοφίσμασιν ἀπαντῆσαι μηδαμοῦ τῶν ἐναργῶν ἀφιστάμενος, ἀλλ' ἐν τούτοις ἀεὶ διατρίβων, οὐ μὴν ὅ γ' ἀναλογισμός, φασίν, ἀλλ' ἄρχεται μὲν ἀπὸ τῶν φαινομένων, προέρχεται δ' ἐπὶ τὰ διὰ παντὸς ἄδηλα καὶ διὰ τοῦτο πολυειδής ἐστιν· ἀπὸ γὰρ τῶν αὐτῶν φαινομένων ἄλλοτ' ἐπ' ἄλλο τῶν ἀδήλων παραγίγνεται. καὶ τὴν διαφωνίαν ἐνταῦθα προχειρίζονται τὴν ἀνεπίκριτον, ἣν δὴ σημεῖον εἶναι τῆς ἀκαταληψίας φασίν· οὕτω γὰρ αὐτοὶ καλοῦσι τὴν μὲν ἀληθῆ καὶ βεβαίαν γνῶσιν κατάληψιν, ἀκαταληψίαν δὲ τοὐναντίον ταύτης· καὶ τὴν μὲν ἀκαταληψίαν αἰτίαν εἶναί φασι τῆς διαφωνίας τῆς ἀνεπικρίτου, τὴν διαφωνίαν δ' αὖ πάλιν τῆς ἀκαταληψίας [79] σημεῖον. ἀνεπίκριτον δὲ τὴν περὶ τῶν ἀδήλων ἀνομολογίαν εἶναί φασιν, οὐ τὴν περὶ τῶν φαινομένων. ἐνταῦθα γὰρ ἕκαστον φανὲν οἷόν ἐστι μαρτυρεῖ μὲν τοῖς ἀληθεύουσιν, ἐξελέγχει δὲ τοὺς ψευδομένους. τοιαῦτα μυρία πρὸς ἀλλήλους ἀμφισβητοῦσιν ἐμπειρικοί τε καὶ δογματικοὶ τὴν αὐτὴν θεραπείαν ἐπὶ τῶν αὐτῶν παθῶν ποιούμενοι, ὅσοι γε νόμῳ καθ' ἑκατέραν τὴν αἵρεσιν ἤσκηνται.
Οἱ δὲ μεθοδικοὶ καλούμενοι, οὕτω γὰρ ἑαυτοὺς ὠνόμασαν, ὥσπερ οὐχὶ καὶ τῶν ἔμπροσθεν δογματικῶν μεθόδῳ τὴν τέχνην μεταχειρίσασθαι φασκόντων, οὐ μέχρι λόγου μοι δοκοῦσι ταῖς παλαιαῖς ἀμφισβητεῖν αἱρέσεσιν, ἀλλ' ἤδη καὶ τῶν ἔργων τῆς τέχνης πολλὰ μετακοσμεῖν, οἵ γ' οὔτε τόπον πεπονθότα χρήσιμον οὐδὲν ἔχειν φασὶν εἰς θεραπείας ἔνδειξιν οὔτ' αἰτίαν οὔθ' ἡλικίαν οὔθ' ὥραν οὔτε χώραν οὔτε τοῦ νοσοῦντος τῆς δυνάμεως τὴν ἐπίσκεψιν ἢ τῆς φύσεως ἢ τῆς ἕξεως αὐτοῦ. παραιτοῦνται δὲ καὶ [τὰς ὥρας καὶ τὰς χώρας καὶ] τὰ ἔθη, παρὰ μόνων τῶν παθῶν τὴν ἔνδειξιν τοῦ συμφέροντος ἀρκεῖν αὑτοῖς φάσκοντες οὐδὲ παρὰ τούτων κατ' εἶδος, ἀλλὰ κοινῇ καὶ καθόλου τιθέμενοι.
[80] καὶ δὴ καὶ καλοῦσι κοινότητας αὐτὰ δὴ ταῦτα τὰ διὰ πάντων διήκοντα τῶν ἐν μέρει καὶ πειρῶνταί γ' οἱ μὲν τῶν κατὰ δίαιταν νοσημάτων, ἔνιοι δὲ καὶ πάντων ἁπλῶς δύο κοινότητας ἐπιδεικνύναι καί τινα τρίτην μικτήν. ὀνόματα δ' αὐταῖς ἔθεντο στέγνωσιν καὶ ῥύσιν καὶ πᾶν νόσημά φασιν ἢ στεγνὸν ἢ ῥοῶδες εἶναι ἢ ἐξ ἀμφοῖν ἐπιπεπλεγμένον. εἰ μὲν γὰρ αἱ φυσικαὶ τῶν σωμάτων κενώσεις ἴσχοιντο, στεγνὸν καλοῦσιν, εἰ δέ τι μᾶλλον φέροιντο, ῥοῶδες· ἡνίκα δὲ καὶ ἴσχοιντο καὶ φέροιντο, τὴν ἐπιπλοκὴν ἐν τούτῳ συνίστασθαι, καθάπερ ἐπ' ὀφθαλμοῦ φλεγμαίνοντός θ' ἅμα καὶ ῥευματιζομένου. τὴν γὰρ φλεγμονὴν στεγνὸν οὖσαν πάθος, ὅτι μὴ μόνη νῦν, ἀλλὰ σὺν τῷ ῥεύματι περὶ ἕνα καὶ τὸν αὐτὸν τόπον ἐγένετο, τὸ σύμπαν ποιεῖν πάθος ἐπιπεπλεγμένον. ἔνδειξιν δὲ τοῦ συμφέροντος ἐπὶ μὲν τῶν στεγνῶν τὴν χάλασιν, ἐπὶ δὲ τῶν ῥοωδῶν τὴν στάλσιν ὑπάρχειν. γόνατος μὲν γάρ, εἰ τύχοι, φλεγμαίνοντος [81] χαλᾶν φασι χρῆναι, ῥέουσαν δὲ τὴν κοιλίαν ἢ τὸν ὀφθαλμὸν ἐπέχειν τε καὶ στέλλειν, ἐν δὲ τοῖς ἐπιπεπλεγμένοις πρὸς τὸ κατεπεῖγον ἵστασθαι· τῷ γὰρ μᾶλλον ἐνοχλοῦντι καὶ τὸν κίνδυνον ἐπιφέροντι, τοῦτ' ἔστι τῷ ἰσχυροτέρῳ, ἐναντιοῦσθαί φασι δεῖν μᾶλλον ἢ θατέρῳ. τί δὴ οὖν οὐχὶ δογματικοὺς ἑαυτοὺς ἐκάλεσαν ἐνδείξει τὰ βοηθήματα ποριζόμενοι; διότι, φασίν, οἱ δογματικοὶ τὸ ἄδηλον ἐρευνῶσιν, ἡμεῖς δ' ἐν τοῖς φαινομένοις διατρίβομεν. ἀμέλει καὶ ὅλην τὴν αἵρεσιν ἑαυτῶν οὕτως ὁρίζονται γνῶσιν φαινομένων κοινοτήτων, καὶ ἵνα μὴ κοινὸς ὁ ὅρος εἶναι δοκῇ ταῖς ἄλλαις ἁπάσαις τέχναις, καὶ γὰρ κἀκείνας γνώσεις εἶναι νομίζουσι φαινομένων κοινοτήτων, διὰ τοῦτο προστιθέασιν, ἀκολούθων τῷ τῆς ἰατρικῆς τέλει. τινὲς δ' αὐτῶν οὐκ ἀκολούθων ἀλλὰ συμφώνων προσέθεσαν, οἱ πλεῖστοι δ' ἄμφω συνθέντες γνῶσιν εἶναι φαινομένων κοινοτήτων τὴν μέθοδόν φασι συμφώνων καὶ ἀκολούθων τῷ τῆς ἰατρικῆς τέλει, τινὲς δ' ὥσπερ καὶ ὁ Θεσσαλὸς προσεχῶν καὶ ἀναγκαίων πρὸς ὑγίειαν. ταῦτα δὴ [82] ἀξιοῦσι μήτε δογματικοὶ καλεῖσθαι, μηδὲ γὰρ δεῖσθαι τοῦ ἀδήλου, καθάπερ ἐκεῖνοι, μήτ' ἐμπειρικοί, κἂν ὅτι μάλιστα περὶ τὸ φαινόμενον διατρίβωσιν, τῇ γὰρ ἐνδείξει κεχωρίσθαι αὐτῶν. οὐ μὴν οὐδ' ἐν αὐτῷ τῷ τρόπῳ τῆς περὶ τὸ φαινόμενον διατριβῆς ὁμολογεῖν ἑαυτούς φασι τοῖς ἐμπειρικοῖς· ἐκείνους μὲν γὰρ ὡς ἀγνώστων ἀποχωρῆσαι τῶν ἀδήλων, ἑαυτοὺς δ' ὡς ἀχρήστων, καὶ τοὺς μὲν ἐμπειρικοὺς τήρησιν ἐπὶ τοῖς φαινομένοις, αὑτοὺς δ' ἔνδειξιν ἔχειν. ἔν τ' οὖν τούτοις διαφέρειν ἑαυτοὺς ἑκατέρων φασὶ καὶ μάλιστ' ἐν οἷς ὥρας καὶ χώρας καὶ ἡλικίας καὶ τὰ τοιαῦτα σύμπαντα περικόπτουσιν, ἄχρηστα μὲν ὄντα φανερῶς, ὡς αὐτοὶ νομίζουσι, δόξης δὲ χάριν τοῖς ἔμπροσθεν ἰατροῖς τετιμημένα. καὶ τοῦτ' εἶναι τὸ μέγιστον ἀγαθὸν τῆς μεθοδικῆς αἱρέσεώς φασι καὶ σεμνύνονταί γε διὰ τοῦτο καὶ θαυμάζεσθαι δικαιοῦσι καὶ τῷ γε βραχὺν [εἶναι] τὸν βίον εἰπόντι, τὴν δὲ τέχνην μακρὰν ἐπιτιμῶσι· τοὐναντίον γὰρ ἅπαν αὐτὴν μὲν βραχεῖαν εἶναι, [83] τὸν δὲ βίον μακρόν. ἀφαιρεθέντων γὰρ ἁπάντων τῶν ψευδῶς ὑπειλημμένων τὴν τέχνην ὠφελεῖν καὶ πρὸς μόνας τὰς κοινότητας ἀποβλεπόντων ἡμῶν οὔτε μακρὰν ἔτι τὴν ἰατρικὴν οὔτε χαλεπὴν εἶναι, ῥᾴστην δὲ καὶ σαφῆ καὶ μησὶν ἓξ ὅλην [τάχιστα] γνωσθῆναι δυναμένην. οὕτω μὲν γὰρ ἐπὶ τῶν κατὰ δίαιταν νοσημάτων εἰς στενὸν κομιδῇ συνῆκται τὸ πᾶν· ὡσαύτως δὲ κἀπὶ τῶν κατὰ χειρουργίαν τε καὶ φαρμακείαν. καὶ γὰρ ἐν ἐκείνοις καθόλου τινὰς κοινότητας ἐξευρίσκειν πειρῶνται καὶ σκοποὺς ὑποτίθενται τῶν ἰαμάτων ὀλίγους τὸν ἀριθμόν, ὥστ' ἐμοὶ μὲν δοκεῖν οὐδ' ἐν τοῖς πολυθρυλήτοις ἓξ μησὶν ἀλλὰ καὶ πολὺ θᾶττον ὅλην αὐτῶν τὴν τέχνην ἐκμαθεῖν ὑπῆρξεν, καὶ χρὴ χάριν οὕτω γιγνώσκειν αὐτοῖς τῆς συντόμου διδασκαλίας, εἴ γε μὴ ψεύδονται, ψευδομένοις δ' ὀλιγωρίαν ἐγκαλεῖν.
Ὅπως δ' ἄν τις μάλιστα δοκοίη μοι κρῖναι δικαίως ἢ τυφλώττοντας αὐτοὺς περὶ τὸ χρήσιμον ἢ μόνους τὸ περιττὸν ὀρθῶς φεύγοντας, ἤδη φράσω. καὶ γὰρ οὐδὲ σμικρὸν ἔοικεν εἶναι τοῦτο τὸ [84] σκέμμα οὐδὲ μέχρι λόγου μοι προϊέναι μόνον δοκοῦσιν, ὥσπερ τῶν δογματικῶν τε καὶ ἐμπειρικῶν ὅσοι περὶ τῆς πρώτης τῶν βοηθημάτων εὑρέσεως φιλονεικοῦσι περὶ τῆς νῦν χρήσεως ὁμολογοῦντες ἀλλήλοις, ἀλλ' ἤτοι μεγάλα βλάπτεσθαι τὰ τῆς τέχνης ἔργα πρὸς τῆς μεθοδικῆς αἱρέσεως ἀναγκαῖον ἢ μεγάλ' ὠφελεῖσθαι. διττῆς δὲ τῆς ἐν τοῖς πράγμασι κρίσεως οὔσης τῆς μὲν διὰ τοῦ λόγου μόνου, τῆς δὲ διὰ τῶν φαινομένων ἐναργῶς, ἡ μὲν ἑτέρα ἡ διὰ μόνου τοῦ λόγου μείζων ἢ κατὰ τοὺς εἰσαγομένους ἐστίν· οὔκουν αὐτῆς νῦν ὁ καιρός· ἡ δ' ἑτέρα ἡ διὰ [μόνου] τοῦ φαίνεσθαι κοινὴ πάντων ἀνθρώπων ὑπάρχει. τί οὖν κωλύει ταύτῃ χρήσασθαι πρώτῃ σαφεῖ θ' ἅμα τοῖς εἰσαγομένοις οὔσῃ καὶ πρὸς αὐτῶν τῶν μεθοδικῶν τετιμημένῃ; διὰ παντὸς γοῦν οὐδὲν ἄλλ' ἢ τὸ φαινόμενον ὑμνοῦσι καὶ τοῦτο πρεσβεύουσιν ἐπὶ παντὶ καὶ τὸ ἄδηλον ἅπαν ἄχρηστον εἶναι λέγουσι. φέρε δὴ πρῶτον ἐπισκεψώμεθα περὶ τῶν προκαταρκτικῶν καλουμένων αἰτίων κανόνα τῆς κρίσεως τὸ φαινόμενον τιθέμενοι.
Καὶ πρῶτός γ' ὁ μεθοδικὸς παρελθὼν ὧδέ πως [85] λεγέτω· Τί δή ποτε ψύξεις τε καὶ ἐγκαύσεις καὶ μέθας καὶ ἀπεψίας καὶ πλησμονὰς καὶ ἐνδείας καὶ κόπους καὶ ἀργίας καὶ ἐδεσμάτων ποιότητας καὶ ἐθῶν ὑπαλλαγάς, ὦ δογματικοί τε καὶ ἐμπειρικοί, μάτην πολυπραγμονεῖτε; πότερον ταῦτ' ἰᾶσθαι μέλλετε τὰς ἐν τῷ σώματι παρέντες διαθέσεις, ἃ τὴν ἀρχὴν οὐδὲ πάρεστιν [οὐκέτι τῶν τοιούτων οὐδέν], ἀλλ' αὐτὰ μὲν οἴχεται, τὸ δ' ὑπ' αὐτῶν γενόμενον ἐν τῷ σώματι μένει καὶ τοῦτο χρὴ ἰᾶσθαι· τοῦτο γάρ ἐστι τὸ πάθος. ἐπισκεπτέον οὖν αὐτό, οἷόν τί ἐστιν. εἰ μὲν γὰρ στεγνόν, χαλαστέον, εἰ δὲ ῥοῶδες, σταλτέον, ὑφ' ὅτου ἂν αἰτίου γεγονὸς ἑκάτερον ᾖ. τί δὴ οὖν ἔτι τὸ αἴτιον ὠφελεῖ, μήτε τοῦ ῥοώδους χαλάσεώς ποτε δεομένου μήτε τοῦ στεγνοῦ στάλσεως; ἦ πάντως οὐδέν, ὥς γε τὸ πρᾶγμα αὐτὸ δείκνυσιν.
Ὅμοιος δ' ὁ λόγος τοῖς μεθοδικοῖς καὶ περὶ τῶν ἀδήλων καὶ συνεκτικῶν ὀνομαζομένων αἰτίων· καὶ γὰρ κἀκεῖνα περιττά φασιν εἶναι, τοῦ πάθους τὴν οἰκείαν θεραπείαν ἐνδεικνυμένου καὶ χωρὶς τοῦ γνωσθῆναι τὴν αἰτίαν, ὑφ' ἧς ἐγένετο. τῷ δ' αὐτῷ τρόπῳ τῶν [86] λόγων ἐπί τε τὰς ὥρας καὶ τὰς χώρας καὶ τὰς ἡλικίας μεταβαίνουσι, θαυμάζοντες κἀνταῦθα τῶν παλαιῶν ἰατρῶν, εἰ μὴ συνιᾶσιν οὕτως ἐναργοῦς πράγματος· ἡ γάρ τοι φλεγμονή, φασί, πάθος οὖσα στεγνόν, οὐ δήπου, θέρους μὲν εἰ γένοιτο, τῶν χαλώντων δεῖται βοηθημάτων, χειμῶνος δ' ἄλλων τινῶν, ἀλλ' ἐν ἀμφοτέραις ταῖς ὥραις τῶν αὐτῶν, οὐδ' ἐπὶ μὲν τῆς τῶν παίδων ἡλικίας τῶν χαλαστικῶν, ἐπὶ δὲ τῆς τῶν πρεσβυτέρων τῶν στελλόντων, οὐδ' ἐν Αἰγύπτῳ μὲν τῶν χαλώντων, Ἀθήνησι δὲ τῶν ἐπεχόντων. ἀνάπαλιν δὲ τῇ φλεγμονῇ τὸ ῥοῶδες πάθος οὐδέποτε τῶν χαλώντων ἀλλ' ἀεὶ τῶν στελλόντων δεῖται καὶ χειμῶνος καὶ ἦρος καὶ θέρους καὶ φθινοπώρου καὶ παιδὸς ὄντος τοῦ νοσοῦντος καὶ ἀκμάζοντος καὶ γέροντος καί, εἰ τύχοι, περὶ τὴν Θρᾴκην ἢ τὴν Σκυθίαν ἢ τὴν Ἰωνίαν [εἶναι ὁ ἀρρωστῶν]. οὔκουν οὐδὲν τῶν τοιούτων εἰς οὐδὲν χρήσιμον εἶναί φασιν ἀλλὰ μάτην ταῦτα πάντα πολυπραγμονεῖσθαι.
Τί δὲ καὶ τὰ μέρη τοῦ σώματος [ἐπισκοπῆσαι]; ἆρ' οὐχὶ καὶ ταῦτα μάταια πρὸς ἔνδειξιν θεραπείας; [87] ἢ τολμησάτω τις εἰπεῖν, ὡς ἐν μὲν τῷ νευρώδει μέρει τὴν φλεγμονὴν χαλαστέον, ἐν δὲ τῷ ἀρτηριώδει ἢ φλεβώδει ἢ σαρκώδει σταλτέον. ἢ ὅλως εἴ τι στεγνὸν ἔν τινι μέρει τοῦ σώματος γένοιτο, τολμησάτω τις εἰπεῖν, ὡς οὐ χαλαστέον αὐτὸ ἢ οὐ σταλτέον τὸ ῥοῶδες. εἰ τοίνυν ἡ τοῦ μέρους φύσις οὐδὲν ὑπαλλάττει τῆς θεραπείας τὸν τρόπον, ἀλλ' ἀεὶ κατὰ τὸ γένος τοῦ πάθους ἡ τῶν βοηθημάτων εὕρεσις, ἄχρηστος φανερῶς ἡ τοῦ μέρους ἐπίσκεψις. ὁ μὲν δὴ μεθοδικὸς τοιοῦτος, ὡς τύπῳ φάναι.
Παρίτω δ' ἐπ' αὐτῷ δεύτερος ὁ ἐμπειρικὸς ὧδέ πως λέγων· Ἐγὼ τῶν φαινομένων οὐδὲν οἶδα πλέον οὐδ' ἐπαγγέλλομαί τι σοφώτερον ὧν πολλάκις ἐθεασάμην. εἰ μὲν δὴ ἀτιμάζεις τὸ φαινόμενον, ὥσπερ τινὸς ἔμπροσθεν ἀκοῦσαί μοι δοκῶ σοφιστοῦ, ἡμῖν μὲν ὥρα πρὸς τοὺς τιμῶντας αὐτὸ τὸ φαινόμενον ἀπαλλάττεσθαι, σὺ δ' ἂν ἤδη νικῴης νίκην Καδμείαν. εἰ δ', ὥσπερ καὶ κατ' ἀρχὰς ἤκουσά σου, τὸ μὲν ἄδηλον [88] ἅπαν ἄχρηστον εἶναι φάσκεις, ἕπεσθαι δ' ὁμολογεῖς τοῖς ἐναργέσι, τάχ' ἄν σοι δείξαιμι τὸ παρορώμενον ὑπομνήσας τοῦ φαινομένου.
Δηχθέντες ὑπὸ κυνὸς λυττῶντος ἄνθρωποι δύο πρὸς τοὺς συνήθεις ἰατροὺς ἐπορεύθησαν ἰάσεως δεόμενοι. σμικρὸν δ' ἦν ἑκατέρου τὸ ἕλκος, ὡς μηδὲ τὸ δέρμα πᾶν διῃρῆσθαι, καὶ τὴν θεραπείαν ὁ μὲν ἕτερος αὐτῶν ἐποιεῖτο τοῦ ἕλκους μόνου μηδὲν ἄλλο πολυπραγμονῶν καὶ δι' ὀλίγων γ' ἡμερῶν ὑγιὲς ἀπέφηνε τὸ μέρος· ὁ δ' ἕτερος, ἐπειδὴ λυττῶντ' ἔγνω τὸν κύνα, τοσοῦτον ἀπέδει τοῦ σπεύδειν εἰς οὐλὴν ἄγειν τὸ ἕλκος, ὥστ' αὐτὸ τοὐναντίον ἀεὶ καὶ μᾶλλον εἰργάζετο μεῖζον ἰσχυροῖς τε καὶ δριμέσι χρώμενος φαρμάκοις ἕως χρόνου συχνοῦ καὶ πίνειν δ' αὐτὸν κατηνάγκαζεν ἐν τῷ χρόνῳ τούτῳ φάρμακα τὰ λύττης ἰάματα, ὡς ἔφασκεν αὐτός. καὶ δὴ καὶ οὕτως ἐτελεύτα τὸ συμβὰν ἀμφοτέροις· ὁ μὲν ἐσώθη τε καὶ ὑγιὴς ἐγένεθ' ὁ πιὼν τὰ φάρμακα, ὁ δ' ἕτερος οὐδὲν ἔχειν κακὸν οἰόμενος ἐξαίφνης ἔδεισέ τε τὸ ὕδωρ καὶ σπασθεὶς ἀπέθανεν. ἆρά σοι δοκεῖ μάτην τὸ προκατάρξαν αἴτιον ἐν τούτοις [89] ἐρευνᾶσθαι; ἢ δι' ἄλλο τι ἀπέθανεν ὁ ἄνθρωπος πλὴν διὰ τὴν ὀλιγωρίαν τοῦ ἰατροῦ μήτε πυθομένου περὶ τῆς αἰτίας μηδὲν μήτε τὴν τετηρημένην ἐπ' αὐτῷ θεραπείαν παραλαβόντος; ἐμοὶ μὲν γὰρ οὐ δι' ἄλλο τι φαίνεται ἢ διὰ τοῦτο.
Ἐπεὶ δὲ τῷ φαινομένῳ ἕπομαι, παρελθεῖν οὐ δύναμαι τοιοῦτον οὐδὲν αἴτιον· οὕτω δὲ καὶ ἡλικίαν οὐ δύναμαι παραδραμεῖν οὐδ' ἀτιμάσαι· καὶ γὰρ κἀνταῦθ' ἀναγκάζει με πιστεύειν τὸ φαινόμενον, τῶν αὐτῶν [κατὰ πάντα] παθῶν οὐ πάντοτε τὴν αὐτὴν θεραπείαν ἐνδεικνυμένων ἀλλ' ἔστιν ὅτε τοσοῦτον διαφέρουσαν ἐν ταῖς διαφόροις ἡλικίαις, ὥστε μὴ ποσότητι μόνον ἢ τρόπῳ βοηθημάτων διαλλάττειν ἀλλ' ὅλῳ τῷ γένει. πλευριτικοὺς γοῦν πολλοὺς ἀκμάζοντάς τε καὶ ἰσχυροὺς εἶδον ἐγὼ πολλάκις καὶ ὑφ' ὑμῶν φλεβοτομουμένους, ἀλλ' οὐδένα τῶν ἐν ἐσχάτῳ γήρᾳ ἢ κομιδῇ σμικρὸν παῖδα οὔθ' ὑμεῖς ἐτολμήσατε διὰ φλεβὸς κενοῦν οὔτ' ἄλλος οὐδεὶς οὐδεπώποτε.
Τί δ' ὅταν Ἱπποκράτης εἴπη· 'ὑπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι·' καὶ ὅταν αὖ πάλιν· 'φαρμακεύειν θέρεος μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος [90] δὲ τὰς κάτω' πότερον ἀληθεύειν ὑμῖν ἢ ψεύδεσθαι δοκεῖ; καθ' ἑκάτερον γὰρ ἀπορήσειν ὑμᾶς ἀποκρίσεως οἴομαι· ψεύδεσθαι μὲν γὰρ εἰ φαίητε, τὸ φαινόμενον ἀτιμάζετε, ὃ τιμᾶν προσεποιεῖσθε· φαίνεται γὰρ οὕτως ἔχον τἀληθές, ὡς Ἱπποκράτης λέγει· εἰ δ' ἀληθεύειν εἴποιτε, προσίεσθε τὰς ὥρας, ἃς ἀχρήστους ἀπεφήνασθε. νομίζω δ' ὑμᾶς μηδὲ πόρρω που τῆς οἰκείας ἀποδημῆσαι μηδ' ἐν πείρᾳ γενέσθαι διαφορᾶς χωρίων· ἢ πάντως ἂν ἠπίστασθε τοὺς μὲν ὑπὸ ταῖς ἄρκτοις οὐ φέροντας τὰς ἀθρόας τοῦ αἵματος κενώσεις, ὥσπερ οὐδὲ τοὺς κατ' Αἴγυπτόν τε καὶ ὅλην τὴν μεσημβρίαν, τοὺς δ' ἐν μέσῳ τούτων ἐναργῆ πολλάκις τὴν ὠφέλειαν ἐπὶ ταῖς φλεβοτομίαις λαμβάνοντας.
Τὸ δὲ μηδὲ τὰ μέρη τοῦ σώματος ἐπισκοπεῖσθαι πάνυ μοι θαυμαστὸν ἐφ' ὑμῶν καταφαίνεται καὶ δεινῶς ἄτοπον οὐ τοῖς ἀληθέσι μόνον ἀλλὰ καὶ τοῖς ὑφ' ὑμῶν αὐτῶν πραττομένοις ἐναντίον. ὦ πρὸς τῶν θεῶν, ἔνθ' ἂν ἡ φλεγμονὴ γένηται, τῆς αὐτῆς δεῖται θεραπείας, [91] κἂν ἐν σκέλει κἂν ἐν ὠτὶ κἂν ἐν στόματι κἂν ἐν ὀφθαλμοῖς; τί δήποτ' οὖν πολλάκις ὑμᾶς ἐθεασάμην τὰς μὲν ἐν τοῖς σκέλεσι φλεγμονὰς καὶ ἀποσχάζοντας σμίλῃ καὶ ἀποβρέχοντας ἐλαίῳ, τοὺς δ' ὀφθαλμοὺς οὐδεπώποτε; τί δὲ τοὺς μὲν ὀφθαλμοὺς τοῖς στύφουσιν ἰᾶσθε φαρμάκοις φλεγμαίνοντας, οὐχὶ δέ γε καὶ τὰ σκέλη τοῖς αὐτοῖς ἐπαλείφετε; τί δ' οὐχὶ καὶ τὰ ὦτα φλεγμαίνοντα τοῖς τῶν ὀφθαλμῶν ἰᾶσθε βοηθήμασι; τί δ' οὐχὶ καὶ τοὺς ὀφθαλμοὺς τοῖς τῶν ὤτων; ἀλλ' ἕτερον μὲν ὤτων φλεγμονῆς, ἕτερον δ' ὀφθαλμῶν ἐστι φάρμακον. ὄξος μὲν γὰρ μετὰ ῥοδίνου φλεγμονῆς ὤτων ἀγαθὸν φάρμακον, ἀλλ' οὐκ οἶμαί τινα τολμήσειν ἐγχεῖν αὐτὸ φλεγμαίνουσιν ὀφθαλμοῖς· εἰ δὲ καὶ τολμήσειεν, οὐ μετὰ σμικρᾶς εὖ οἶδ' ὅτι ζημίας πειράσεται τῆς τόλμης. καὶ γαργαρεῶνος φλεγμαίνοντος ἀγαθὸν φάρμακον ἀκάνθης Αἰγυπτίας ὁ καρπός, ἀγαθὸν δὲ καὶ ἡ σχιστὴ στυπτηρία. ἆρ' οὖν ταῦτα καὶ ὀφθαλμῶν φλεγμαινόντων καὶ ὤτων ἢ πᾶν τοὐναντίον ἐσχάτη βλάβη;
[92] Καὶ ταῦτα πάντα λέγω συγχωρήσας ὑμῖν τὴν πρώτην ὑπόθεσιν, ὡς χρὴ τὴν μὲν ἐν τοῖς σκέλεσιν ἢ ταῖς χερσὶ φλεγμονὴν χαλᾶν, οὐ μὴν τήν γε τῶν ὀφθαλμῶν ἢ τοῦ γαργαρεῶνος ἢ τῶν ὤτων. εἰ δ' ὅτι καὶ τὴν ἐν τοῖς σκέλεσιν ἢ ταῖς χερσὶν οὐκ ἐξ ἅπαντος τρόπου χαλαστέον ὑπομνήσαιμι, τάχ' ἂν γνοίητε, εἰ σωφρονήσετε, ὅσον ἁμαρτάνετε. ἔσται δὲ καὶ νῦν ὁ λόγος ἀνάμνησις τοῦ φαινομένου· τῶν γὰρ ἐπὶ μηδεμιᾷ πληγῇ φλεγμηνάντων ὁτιοῦν μέρος ἀλλ' αὐτομάτως ὑπαρξαμένων, τῆς πληθωρικῆς καλουμένης διαθέσεως παρούσης, οὐδεὶς χρῄζει χαλάσεως τοῦ μορίου πρὸ τῆς τοῦ ὅλου σώματος κενώσεως· οὐ μόνον γὰρ οὐδὲν μειώσεις ἀλλὰ καὶ προσαυξήσεις τὴν οὖσαν φλεγμονήν, εἰ τοῦτο δράσειας. ὅθεν ἐν τούτῳ μὲν τῷ καιρῷ τὰ στύφοντα καὶ ψύχοντα τῷ μέρει προσφέρομεν, ἡνίκα δ' ἂν τὸ ὅλον σῶμα κενώσωμεν, τηνικαῦτα καὶ τὸ φλεγμαῖνον μόριον ἀνέχεται τῶν χαλώντων. εἰ δ' ὑμᾶς μὴ πείθω ταῦτα λέγων, ὅπερ ἔφην ἀρχόμενος τοῦ λόγου, καιρὸς ἂν εἴη μοι πρὸς τοὺς τιμῶντας [αὐτὸ] τὸ φαινόμενον ἀπαλλάττεσθαι.
[93] Ταῦτ' εἰπόντος τοῦ ἐμπειρικοῦ παρελθὼν ὁ δογματικὸς ὧδέ πως λεγέτω· Τάχα μὲν εὖ φρονοῦντί σοι καὶ ταῦτ' ἦν ἱκανὰ περὶ τοῦ μήθ' ἡλικίαν μήθ' ὥραν μήτε χώραν ἀλλὰ μηδὲ προκαταρκτικὸν αἴτιον μηδὲ μέρος τι τοῦ σώματος ἄχρηστον ὑπολαμβάνειν· εἰ δέ σε μήπω πέπεικεν ὁ ἐμπειρικὸς ὑπομιμνήσκων τῶν φαινομένων, ἀλλά τινος ἔτι καὶ λόγου δέει, τοῦτόν μοι δοκῶ προσθήσειν ἐγὼ καὶ τὴν ὑπόθεσίν σου τῆς αἱρέσεως ἀποδείξω σαθρὰν οὖσαν. ἀκούω μὲν γὰρ ὑμῶν λεγόντων γνῶσιν φαινομένων κοινοτήτων, ἐρωτῶν δ' ἑκάστοτε, περὶ τί μάλισθ' ἡ κοινότης αὕτη συνίσταται καὶ πῶς αὐτὴν γνωριοῦμεν, οὐδέπω καὶ νῦν μοι δοκῶ γνῶναι δύνασθαι. τὸ δ' αἴτιον· ἄχρι τῶν ὀνομάτων ἀλλήλοις ὁμολογεῖτε περὶ τῶν πραγμάτων διαφερόμενοι. τινὲς μὲν γὰρ ὑμῶν ταῖς κατὰ φύσιν ἐκκρίσεσι παραμετροῦσι τὸ στεγνὸν καὶ τὸ ῥοῶδες, ἰσχομένων μὲν αὐτῶν στέγνωσιν ὀνομάζοντες τὸ πάθος, ἀμέτρως δ' ἐκκρινομένων, ῥύσιν. ἄλλοι δέ τινες ἐξ ὑμῶν, οὐκ ὀλίγος χορός, ἐν αὐταῖς τῶν σωμάτων [94] ταῖς διαθέσεσι τὰ πάθη φασὶν εἶναι καὶ μέμφονταί γε δεινῶς τοῖς εἰς τὸ κενούμενον ἀποβλέπουσιν.
Ἐμοὶ δ' ὅπῃ δοκοῦσιν ἑκάτεροι σφάλλεσθαι, τάχ' ἂν ἤδη δηλώσαιμι. γιγνέσθω δ' ἡμῖν ὁ λόγος πρὸς ἐκείνους πρότερον, ὅσοι ταῖς κατὰ φύσιν ἐκκρίσεσι κρίνουσι τὰ πάθη· θαυμάζω γὰρ αὐτῶν, εἰ μήθ' ἱδρῶτάς ποτε μήτ' οὖρα μήτ' ἐμέτους μήτε διαχωρήματα πλείω τῶν κατὰ φύσιν εἶδον ἐν ταῖς νόσοις χρηστῶς κενούμενα, καὶ τὸ πάντων ἀτοπώτατον, εἰ μηδ' ἐκ ῥινῶν αἱμορραγίαν ποτὲ κρίνασαν ἐθεάσαντο. ταύτης μὲν γὰρ οὐ τὸ ποσὸν μόνον ἀλλ' ὅλον τὸ γένος παρὰ φύσιν, ἱδρώτων δ' ἢ οὔρων ἢ ὅσα κατὰ γαστέρα ἢ δι' ἐμέτων ὁρμᾷ, τὸ μὲν γένος οὐ παρὰ φύσιν, οὕτω γε μὴν ἄμετρόν ἐστί ποτε τὸ πλῆθος, ὥστ' ἐγὼ μὲν εἶδόν τινας εἰς τοσοῦτον ἱδρώσαντας ἄχρι τοῦ καὶ τὰ γνάφαλα διαβρέξαι καὶ ἄλλους δὲ κατὰ γαστέρα κενωθέντας ὑπὲρ τριάκοντα κοτύλας, ἀλλ' οὐκ ἐδόκει τούτων οὐδὲν παύειν, ὅτι τὸ λυποῦν ἐκενοῦτο. καίτοι τῷ γε ταῖς κατὰ φύσιν ἐκκρίσεσιν εἰς ἅπαντα κανόνι [95] χρωμένῳ κωλυτέον ἦν τὰ τοιαῦτα συμπτώματα. διὸ καὶ πιθανώτεροί πως εἶναί μοι δοκοῦσιν οἱ τὰς διαθέσεις ἐν αὐτοῖς τοῖς σώμασι τὰς κοινότητας ὑποτιθέμενοι, θαυμάζω δὲ καὶ τούτων, ὅπως αὐτὰς φαινομένας ἐτόλμησαν εἰπεῖν· εἰ γὰρ μὴ τὸ ῥέον ἐκ τῆς κοιλίας ἡ ῥύσις ἐστὶν ἀλλ' ἡ διάθεσις τῶν σωμάτων, ἐξ ἧς τὸ ῥέον, οὐκ ἐνδέχεται δὲ ταύτην οὐδεμιᾷ τῶν αἰσθήσεων φαίνεσθαι, πῶς ἂν εἶεν αἱ κοινότητες ἔτι φαινόμεναι; καὶ γὰρ ἐν κώλῳ δυνατὸν τὴν τῆς ῥύσεως διάθεσιν εἶναι καὶ ἐν λεπτοῖς ἐντέροις καὶ περὶ τὴν νῆστιν καὶ [περὶ] τὴν γαστέρα καὶ τὸ μεσάραιον καὶ ἄλλα πολλὰ τῶν ἐντός, ὧν οὐδὲν οὔτ' αὐτὸ δυνατὸν αἰσθήσει λαβεῖν οὔτε τὸ πάθος αὐτοῦ. πῶς οὖν ἔτι φαινόμεναι λέγοιντ' ἂν αἱ κοινότητες, εἰ μή τι ἄρα καὶ τὸ διὰ σημείων γνωρίζεσθαι φαίνεσθαί τις ἐθέλοι καλεῖν; ἀλλ' εἰ τοῦτο, τίνι τῶν παλαιῶν ἰατρῶν ἔτι διαφέρουσιν, οὐκ οἶδα. πῶς δὲ [ταχέως καὶ] ἐν ἓξ μησὶν ἐπαγγέλλονται τὴν τέχνην ἐκδιδάσκειν; οὐ γὰρ ἂν οἶμαι σμικρᾶς δέοιντο μεθόδου πρὸς τὸ γνῶναί τι τῶν ἐκφευγόντων τὴν αἴσθησιν, ἀλλὰ τῷ τοῦτο [96] καλῶς ἐργασομένῳ καὶ ἀνατομῆς χρεία τῆς ἕκαστον τῶν ἐντὸς ὡς ἔχει φύσεως ἐκδιδασκούσης καὶ φυσικῆς θεωρίας οὐ σμικρᾶς, ἵνα τό τ' ἔργον ἑκάστου καὶ τὴν χρείαν ἐπισκέψηται· πρὶν γὰρ ταῦθ' εὑρεθῆναι τῶν ἐν τῷ βάθει τοῦ σώματος μορίων οὐδενὸς οἷόν τε διαγνῶναι τὸ πάθος. τί δεῖ λέγειν, ὅτι καὶ διαλεκτικῆς ἐνταῦθα χρεία μεγάλη, ἵν' ἐκ τίνων τί περαίνεται σαφῶς εἰδῇς καὶ μὴ παρακρουσθῇς ποτε σοφίσμασι μήθ' ὑφ' ἑτέρου μήθ' ὑφ' αὑτοῦ; καὶ γὰρ καὶ ἡμᾶς αὐτοὺς ἄκοντες ἔστιν [ἰδεῖν] ὅτε σοφιζόμεθα.
Καὶ μὴν καὶ οἷόν τί ἐστιν ἡ ῥύσις, ἡδέως ἂν αὐτοὺς ἐροίμην, εἰ διαλέγεσθαι μεμαθήκεσαν. οὐ γὰρ δὴ τοῦτό γε μόνον ἀρκεῖν ἡγοῦμαι τό τισιν ἐξ αὐτῶν εἰρημένον, ὅτι διάθεσίς τις παρὰ φύσιν ἡ ῥύσις ἐστί. τίς γὰρ ἡ διάθεσις εἰ μὴ μάθοιμεν, οὐδὲν ἂν οὐδέπω πλέον εἰδείημεν, ἆρά γε χάλασίς τις ἢ μαλακότης ἢ ἀραιότης· οὐδὲ γὰρ ἔστιν ἀκοῦσαί τι σαφὲς οὐδὲν αὐτῶν λεγόντων, ἀλλ' ὅ τι ἂν ἐπέλθῃ, νῦν μὲν τοῦτο, [97] αὖθις δ' ἐκεῖνο, πολλάκις δὲ καὶ πάνθ' ἅμα, ὥσπερ οὐδὲν διαφέροντα, καὶ εἴ τις ἐπιχειρήσειε διδάσκειν αὐτούς, ὅπῃ διαφέρει ταῦτ' ἀλλήλων καὶ ὡς ἕκαστον αὐτῶν ἰδίας δεῖται θεραπείας, οὐ μόνον οὐχ ὑπομένουσιν ἀκούειν ἀλλὰ καὶ τοῖς παλαιοῖς ἐπιπλήττουσιν ὡς μάτην τὰ τοιαῦτα διοριζομένοις. οὕτως ἀταλαιπώρως ἔχουσι περὶ τὴν τῆς ἀληθείας ζήτησιν. ἀλλ' οὐδ' ὅτι τῷ μὲν χαλαρῷ τὸ συντεταμένον ἐστὶν ἐναντίον, τῷ δὲ μαλακῷ τὸ σκληρόν, τῷ δ' ἀραιῷ τὸ πυκνόν, ἀκούειν ἀνέχονται, καὶ ὡς παρὰ ταῦτα πάνθ' ἕτερόν τί ἐστι τὸ ἐπέχεσθαι τὰς φυσικὰς ἐκκρίσεις καὶ τὸ ῥεῖν, καὶ ὡς ὑφ' Ἱπποκράτους ταῦτα πάντα [πάλαι] διώρισται. προπετῶς δὲ περί τε τούτων αὐτῶν ἀποφαίνονται καὶ τὴν φλεγμονήν, οὕτω δὲ καλοῦσι τὸν σκληρὸν καὶ ἀντίτυπον καὶ ὀδυνηρὸν καὶ θερμὸν ὄγκον, ἑτοίμως πάνυ καὶ ἀσκέπτως στεγνὸν εἶναι πάθος φασίν. εἶτ' αὖθις ἑτέρας φλεγμονὰς ἐπιπεπλεγμένας ὀνομάζουσιν, ὥσπερ τὰς ἐν ὀφθαλμοῖς, ὅταν μετὰ ῥεύματος ὦσι, καὶ τὰς ἐν παρισθμίοις καὶ γαργαρεῶνι καὶ οὐρανίσκῳ [98] καὶ οὔλοις. εἶθ' ὑποτίθενται πόρους τοὺς μὲν ἀραιοὺς γεγονέναι, τοὺς δὲ μεμυκέναι καὶ διὰ τοῦτ' ἀμφότερα τὰ πάθη πεπονθέναι. τινὲς δ' οὐκ ὀκνοῦσι περὶ ἕνα καὶ τὸν αὐτὸν πόρον ἅμα συνίστασθαι λέγειν ῥύσιν τε καὶ στέγνωσιν, ὃ μηδ' ἐπινοῆσαι ῥᾴδιον. οὕτως ἐπὶ πᾶν τόλμης ἥκουσιν. ὀλίγοι δέ τινες ἐξ αὐτῶν ὑπομεῖναι δυνηθέντες ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων ἀκοῦσαί τε καὶ διασκέψασθαι μόλις ποτὲ μεταγνόντες ἐπὶ τὸ ἀληθέστερον τρέπονται. τούτοις μὲν οὖν καὶ ὅσοι μετ' ἀκριβείας τινὸς βούλονται μαθεῖν τι περὶ τῶν πρώτων καὶ γενικῶν παθῶν, ἰδίᾳ γέγραπται. τὸ δὲ νῦν εἶναι ‹ἐπεὶ› τοῖς εἰσαγομένοις χρήσιμον, βραχέα πρὸς αὐτοὺς εἰπεῖν δίκαιον. εὐξαίμην δ' ἄν τι κἀκείνους ἀπ' αὐτῶν ὄνασθαι· γένοιτο δ' ἂν τοῦτο, εἰ τοῦ φιλονεικεῖν ἀποστάντες αὐτὸν τὸν λόγον ἐξετάσειαν ἐφ' ἑαυτῶν. ἔχει δ' ὁ λόγος ὧδε· ἡ καλουμένη καὶ πρὸς αὐτῶν ἐκείνων φλεγμονὴ παρὰ φύσιν ὄγκος ἐστὶν ὀδυνηρὸς καὶ ἀντίτυπος καὶ σκληρὸς καὶ θερμός, οὐδέν [99] τι μᾶλλον ἀραιότερον ἐργαζομένη κατὰ τὸν ἑαυτῆς λόγον ἢ πυκνότερον ἑαυτοῦ τὸ μέρος ἢ σκληρότερον ἀλλὰ μεστὸν ῥεύματος περιττοῦ καὶ διὰ τοῦτο τεταμένον. οὐ μὴν πάντως, εἴ τι τέταται, τοῦτο πυκνότερον ἢ σκληρότερον γέγονεν ἑαυτοῦ. μάθοις δ' ἂν ἐπί τε βυρσῶν καὶ ἱμάντων καὶ πλοκάμων, εἰ πάντη διατείνειν ἐπιχειρήσαις. οὕτω δὲ καὶ ἡ ἴασις τῶν πεπληρωμένων κένωσίς ἐστιν· ἐναντίον γὰρ τοῦτο τῇ πληρώσει. κενουμένοις δ' εὐθὺς ἕπεται τοῖς μορίοις χαλαρωτέροις γίγνεσθαι. τάσις μὲν δὴ τοῖς πεπληρωμένοις ἐξ ἀνάγκης ὥσπερ τοῖς κενουμένοις ἡ χάλασις ἕπεται, πύκνωσις δ' ἢ ἀραίωσις οὐκ ἐξ ἀνάγκης, ἀλλ' οὐδὲ ῥύσις ἢ ἐπίσχεσις· οὔτε γάρ, εἰ ἀραιόν, ἤδη τι καὶ ῥεῖν ἐξ αὐτοῦ πάντως ἀναγκαῖον· τί γὰρ εἰ παχὺ καὶ ὀλίγον εἴη τὸ περιεχόμενον; οὔτ', εἰ πυκνόν, ἴσχεσθαι· τὸ γὰρ πολὺ καὶ λεπτὸν καὶ διὰ πυκνῶν ἐκρεῖ τῶν πόρων. βέλτιον οὖν ἦν καὶ αὐτοὺς τὰς τῶν παλαιῶν ἀναγνόντας βίβλους μεμαθηκέναι, κατὰ πόσους τρόπους τὸ πρότερον ἐν τῷ μορίῳ στεγόμενον αὖθις ἐκκρίνεται. [100] καὶ γὰρ ἀραιουμένου τοῦ περιέχοντος αὐτὸ καὶ αὐτοῦ τοῦ περιεχομένου λεπτυνομένου τε καὶ πλείονος γιγνομένου καὶ σφοδρότερον κινουμένου καὶ ὑπό τινος τῶν ἐκτὸς ἐφελκομένου ἢ πρός τινος τῶν ἐντὸς ὠθουμένου καὶ οἷον ἀναρροιβδουμένου [πρός τινος τῶν ἐντός]. εἰ δέ τις ταῦτα πάντα παρεὶς μίαν αἰτίαν ἡγοῖτο κενώσεως εἶναι τὴν ἀραίωσιν τῶν πόρων, δόξει μηδὲ τὰ φαινόμενα γιγνώσκειν. ἔριον γοῦν ἢ σπογγιὰν ἤ τι τῶν οὕτως ἀραιῶν ὁρῶμεν ἐναργῶς, εἰ μὲν ὀλίγον ἐντὸς ἑαυτῶν ὑγρὸν ἔχει, στέγοντα καὶ μὴ μεθιέντα, τὸ πλέον δ' ἀποχέοντα. τί δήποτ' οὖν οὐχὶ κἀπὶ τῶν ὀφθαλμῶν καὶ τῶν μυκτήρων καὶ τοῦ στόματος καὶ τῶν ἄλλων τῶν οὕτως ἀραιῶν τὸ αὐτὸ τοῦτ' ἐνενόησαν, ὡς ἐνδέχοιτό ποτε τῷ πλήθει τῆς περιεχομένης ἐν αὐτοῖς ὑγρότητος, οὐκ ἀραιώσει τῶν πόρων ἐκρεῖν τι; καὶ μὲν δὴ καὶ κεράμους εἴδομεν πολλάκις ἀραιοὺς οὕτως, ὡς διηθεῖσθαι τὸ ὕδωρ. ἀλλ' εἰ μέλιτος ἐγχέοις, οὐ διηθεῖται· παχυτέρα γὰρ ἡ τοῦ μέλιτος οὐσία τῶν τοῦ κεράμου πόρων. οὔκουν οὐδὲ τοῦτ' ἀπεικὸς ἦν ἐννοῆσαι, ὡς διὰ λεπτότητα πολλάκις ἐκρεῖ τι, κἂν [101] μηδ' αὐτὸ τὸ περιέχον σῶμα τετρημένον ἐκ τῆς φύσεως ᾖ· ἀλλ' οὐδ' ὅτι πολλάκις ἡ φύσις, ἥπερ διοικεῖ τὸ ζῷον, ὁρμῇ σφοδροτέρᾳ χρησαμένη τὸ περιττὸν ἅπαν ἐκένωσε [δι' αὐτοῦ], καθάπερ ἐκθλίψασά τε καὶ ἀπωσαμένη, χαλεπὸν ἦν ἐννοῆσαι τῷ γ' ἀκριβῶς τοῖς τῆς τέχνης ἔργοις ὡμιληκότι· τὰ πολλὰ γὰρ αἱ κρίσεις τῶν νοσημάτων ὧδέ πως γίγνονται. καὶ παρίημι τὰς λοιπὰς τῶν κενουμένων αἰτίας, ὡσαύτως δὲ καὶ τῶν ἰσχομένων ἴσας τὸν ἀριθμὸν ἐναντίας ταύταις οὔσας· οὐ γάρ ἐστι τῶν ἐκείνων ἀκοῶν ὁ τοιοῦτος λόγος ἄκουσμα. ὃ δέ μοι δοκοῦσι τάχ' ἄν ποτε συνήσειν, ἐπὶ τοῦτ' αὖθις ἐπάνειμι, τὸ δύνασθαί ποτε ῥευματίζεσθαι τὸν ὀφθαλμὸν ἢ πολλοῦ τοῦ ῥέοντος ἢ λεπτοῦ γεγονότος ἢ ὑπὸ τῆς φύσεως διὰ τοῦδε τοῦ μέρους ἀπωθουμένου, μηδὲν αὐτῶν τῶν σωμάτων παρὰ τὸ κατὰ φύσιν ἀλλοιότερον ἐχόντων, καὶ χρὴ δηλονότι τὸ μὲν λεπτὸν ῥεῦμα παχύνειν, τὸ δὲ πολὺ κενοῦν, τὴν δ' ὁρμὴν τῆς φύσεως, ἐὰν ἐν καιρῷ γένηται, δέχεσθαι, μηδὲν περὶ τὰ σώματα τῶν ὀφθαλμῶν αὐτὰ πραγματευόμενον, ὅτι μηδὲ τῆς [102] ῥύσεως ἦν αἴτια. τὸ δ' οἴεσθαί τινα μὲν φλεγμονὴν στεγνὸν εἶναι πάθος, ἑτέραν δ' ἐπιπεπλεγμένην οὐκ οἶδ' ὅπως σωφρονούντων ἐστί. πρῶτον μὲν γὰρ ἐπελάθοντο τῶν σφετέρων λόγων, ὡς οὐ τῇ κενώσει κριτέον τὸ ῥοῶδες ἢ ταῖς ἐπισχέσεσι τὸ στεγνόν, ἀλλ' εἰς αὐτὰς τῶν σωμάτων τὰς διαθέσεις χρὴ βλέπειν. ὅταν οὖν κατὰ πᾶν ὅμοιαι τυγχάνωσιν αὗται καὶ μηδενὶ φαίνηται διαφέρειν ἡ νῦν φλεγμονὴ τῆς πρόσθεν ἄλλῳ γ' ἢ τῷ τῆς μὲν ἀπορρεῖν τι, τῆς δ' οὔ, πῶς οὐ δεινῶς ἄτοπον ἐπιπεπλεγμένην μὲν ταύτην, στεγνὴν δ' ἐκείνην εἶναι νομίζειν; ἔπειτα δὲ πῶς οὐδὲ τοῦθ', ὅπερ ἦν προχειρότατον, ἐπῆλθεν αὐτοῖς λογίσασθαι, ὅτι μήτ' ἐν χειρὶ μήτ' ἐν ποδὶ μήτ' ἐν πήχει μήτ' ἐν βραχίονι μήτ' ἐν κνήμῃ μήτ' ἐν μηρῷ μήτ' ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος συστὰν ὤφθη ποτὲ φλεγμονῆς εἶδος τοιοῦτον οἷον ἐκτὸς ἀποχεῖν τι, μόναις δὲ ταῖς ἐν τῷ στόματι καὶ τοῖς ὀφθαλμοῖς καὶ ταῖς ῥισὶν ὑπάρχει τοῦτο; πότερον ὁ Ζεὺς προσέταξε ταῖς κοινότησιν ἁπάσαις [103] ταῖς ἐπιπεπλεγμέναις, ὥστε μηδεπώποτε μηδεμίαν αὐτῶν εἰς ἄλλο μηδὲν ἀφικνεῖσθαι τῶν τοῦ σώματος μορίων, ἀλλ' ὀφθαλμοῖς μόνον καὶ ῥινὶ καὶ στόματι πολεμεῖν; ἡ φλεγμονὴ μὲν γὰρ ἅπαντα δύναται καταλαμβάνειν, ὅσα γε τὰ τῆς γενέσεως αὐτῆς αἴτια δέχεσθαι πέφυκεν. τῷ δ' εἶναί τινα μὲν ἀραιὰ τὴν φύσιν, τινὰ δὲ πυκνὰ τῶν μὲν ἀποχεῖταί τι τοῦ ῥεύματος, ἐν δὲ τοῖς ἴσχεται. καὶ γὰρ εἰ πληρώσειας ἀσκὸν ἢ ἄλλο τι τῶν οὕτω στεγανῶν οὐσίας ὑγρᾶς, οὐδὲν ἀπορρεῖ· σπογγιὰν δ' ἤ τι τῶν οὕτως ἀραιῶν, εὐθὺς ἅπαν τὸ περιττὸν ἀποχεῖται. τί δὴ οὖν χαλεπὸν ἦν ἐννοήσαντας αὐτούς, ὅσῳ τὸ ἄλλο δέρμα πᾶν στεγανώτερόν ἐστι τοῦ κατὰ τοὺς ὀφθαλμοὺς καὶ τοὺς μυκτῆρας καὶ τὸ στόμα, τῇ τῶν μορίων φύσει τὴν αἰτίαν ἀναθεῖναι, παρέντας ἐπιπλοκὴν καὶ λήρους μακρούς; ὅτι γὰρ τοῦθ' οὕτως ἔχει, δηλοῦσιν αἱ μεθ' ἑλκώσεως ἐν τοῖς ἄλλοις μορίοις γιγνόμεναι φλεγμοναί. καὶ γὰρ καὶ ἐπ' ἐκείνων ἀπορρεῖ τὸ λεπτότερον, ὥσπερ ἐν ὀφθαλμοῖς καὶ ῥινὶ καὶ στόματι. ἕως δ' ἂν ἀπαθὲς ᾖ καὶ πάντη στεγανὸν τὸ δέρμα, τοῦ μηδὲν ἀποχεῖσθαι τοῦτ' αἴτιον, οὐ τὸ τῆς [104] φλεγμονῆς εἶδος· ὥσπερ αὖ πάλιν, εἰ μέλιτι δεύσειας ἢ ὑγρᾷ πίττῃ μὴ πάνυ τὸ πλῆθος ἀμέτρῳ σπογγιὰν ἢ ἔριον, οὐδὲν ἀπορρεῖ διὰ τὸ τῆς ὑγρότητος πάχος, ἢ ὕδατι μὲν ἤ τινι τῶν οὕτω λεπτῶν, ἀλλ' ἐλαχίστῳ, τούτων οὐδὲν πάλιν ἀπορρεῖ διὰ τὴν ὀλιγότητα τοῦ ὑγροῦ, κατὰ τὸν αὐτὸν οἶμαι λόγον οὐ διὰ παντὸς ἐκχεῖταί τι τῶν ὀφθαλμῶν ἢ διὰ τὸ πάχος τῆς ὑγρότητος ἢ τῷ μὴ περιττεύειν, ὥσπερ γε καὶ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων. ὥστ' ἐνδέχεται ταὐτὸν εἶδος τῆς φλεγμονῆς μηδενὶ διαφέρον ἄλλῳ γε πλὴν τῷ πάχει τῆς ἐπιρρεούσης οὐσίας ὀφθαλμίαν ἐργάσασθαι χωρὶς ῥεύματος, ἣν οἱ σοφώτατοι μεθοδικοὶ στεγνὴν ὀνομάζουσι καὶ διαφέρειν οἴονται τῆς ἐπιπεπλεγμένης ἐπιλανθανόμενοι τῶν ἰδίων λόγων, οὓς ἄνω καὶ κάτω μεταφέρουσι, σωματικὰς ἀξιοῦντες εἶναι τὰς κατασκευὰς τῶν παθῶν, οὐκ ἐν τοῖς ὑγροῖς συνίστασθαι. πῶς οὖν, ὅταν μὲν ἐν τοῖς σώμασιν ἡ αὐτὴ διάθεσις ᾖ οὐδενὶ ἄλλῳ γε διαφέρουσα, μόνῃ δὲ τῇ τῶν ὑγρῶν φύσει λεπτῶν ἢ παχέων ὄντων ἕπηται ποτὲ μὲν ἀπορρεῖν [105] τι, ποτὲ δ' ἐπέχεσθαι, διαφερούσας ὑπολαμβάνετ' εἶναι τὰς κοινότητας; οὕτω μὲν δὴ καὶ τὸ ἐπιπεπλεγμένον ὑμῶν ἀδιανόητόν ἐστι. τὰ δ' ἄλλα πάντα τὰ κατὰ μέρος οὐκ ἐν τοῖς κατὰ δίαιταν μόνον ἀλλὰ κἀν τοῖς κατὰ χειρουργίαν τε καὶ φαρμακείαν ὅσα σφάλλεσθε, τάχ' ἂν αὖθις μάθοιτε, εἰ μήπω διὰ τούτων ἐπείσθητε. νυνὶ δ' ἐπεὶ τοῖς εἰσαγομένοις ἱκανὰ καὶ ταῦτα, καταπαύσω τῇδε τὸν παρόντα λόγον.