[1] Τῆς περὶ τὸ σῶμα τἀνθρώπου τέχνης μιᾶς οὔσης, ὡς ἐν ἑτέρῳ δέδεικται γράμματι, δύο ἐστὶ τὰ πρῶτά τε καὶ μέγιστα μόρια· καλεῖται δὲ τὸ μὲν ἕτερον αὐτῶν ὑγιεινόν, τὸ δὲ ἕτερον θεραπευτικόν, ἔμπαλιν ἔχοντα πρὸς ἄλληλα ταῖς ἐνεργείαις, ἐπειδή γε τῷ μὲν φυλάξαι, τῷ δ’ ἀλλοιῶσαι πρόκειται τὴν περὶ τὸ σῶμα κατάστασιν.
ἐπεὶ δὲ καὶ χρόνῳ καὶ ἀξιώματι πρότερόν ἐστιν ὑγεία νόσου, χρὴ δήπου καὶ ἡμᾶς, ὅπως ἄν τις ταύτην φυλάξειεν, ἐσκέφθαι πρότερον, ἐφεξῆς δὲ καί, ὡς [2] ἄν τις ἄριστα νόσους ἐξιῷτο.
κοινὴ δ’ ἀμφοτέροις ὁδὸς τῆς εὑρέσεως, εἰ γνοίημεν, ὁποία τίς ἐστιν ἡ διάθεσις τοῦ σώματος, ἣν ὑγείαν ὀνομάζομεν· οὐ γὰρ ἂν οὔτε φυλάττειν αὐτὴν παροῦσαν οὔτ’ ἀνακτήσασθαι διαφθειρομένην οἷοί τε ἦμεν ἀγνοοῦντες τὸ παράπαν, ἥτις πότ’ ἐστι.
γέγραπται δὲ ἡμῖν ἑτέρωθι καὶ περὶ τοῦδε καὶ δέδεικται τῶν μὲν ὁμοιομερῶν ὀνομαζομένων ἡ ὑγεία, ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ, συμμετρία τις ὑπάρχουσα, τῶν δ’ ὀργανικῶν ἐκ τῆς τῶν ὁμοιομερῶν συνθέσεώς τε καὶ ποσότητος καὶ πηλικότητος καὶ διαπλάσεως ἀποτελουμένη.
ὥστε καὶ ὅστις ἂν ἱκανὸς ᾖ φυλάττειν ταῦτα, φύλαξ οὗτος ἀγαθὸς ὑγείας ἔσται.
φυλάξει δὲ πρότερον ἐξευρὼν ἅπαντας τοὺς τρόπους, καθ’ οὓς διαφθείρεται.
ὥσπερ γάρ, εἰ καὶ παντάπασιν ἀπαθὲς ἦν ἡμῶν τὸ σῶμα, τῆς προνοησομένης αὐτοῦ τέχνης οὐκ ἂν ἐδεήθημεν, οὕτω νῦν, ἐπειδὴ πάσχει πολυειδῶς, ἀναγκαῖόν ἐστι προστήσασθαί τινα τέχνην, τὴν ἁπάσας αὐτοῦ τὰς βλάβας γινώσκουσαν καὶ φυλάττεσθαι δυναμένην.
[3] Εἰσὶ δὲ βλάβαι τε καὶ διαφθοραὶ τοῦ σώματος ἡμῶν διτταὶ κατὰ γένος· αἱ μὲν γάρ τινες αὐτῶν ἀναγκαῖαί τ’ εἰσι καὶ σύμφυτοι, τὴν οἷον ῥίζαν ἔχουσαι τὰς ἀρχὰς τῆς γενέσεως, ἔνιαι δ’ οὐκ ἀναγκαῖαι μὲν οὐδὲ ἐξ ἡμῶν αὐτῶν ὁρμώμεναι, διαφθείρουσαι δ’ οὐδὲν ἧττον ἐκείνων τὸ σῶμα.
διαιρήσομεν δ’ ἤδη χωρὶς ἑκατέρας.
αἷμα καὶ σπέρμα τῆς γενέσεως ἡμῶν εἰσιν αἱ ἀρχαί, τὸ μὲν αἷμα οἷον ὕλη τις εὔρυθμός τε καὶ εὐπειθὴς εἰς ἅπαν τῷ δημιουργῷ, τὸ δὲ σπέρμα τὸν τοῦ δημιουργοῦ λόγον ἔχει.
κέκραται δὲ ἑκάτερον μὲν ἐκ τῶν αὐτῶν στοιχείων κατὰ γένος, ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ, ἤ, εἴπερ ἐθέλει τις οὐκ ἀπὸ τῶν ποιοτήτων, ἀλλ’ ἀπὸ τῆς οὐσίας ὀνομάζειν αὐτά, γῆς καὶ ὕδατος ἀέρος τε καὶ πυρός (οὕτω γὰρ ἡμῖν ἐν τῷ Περὶ τῶν καθ’ Ἱπποκράτη στοιχείων ἀποδέδεικται), διαφέρουσι δὲ ἐν τῷ ποσῷ τῆς μίξεως.
τῷ μὲν γὰρ σπέρματι πλέον ἐνυπάρχει πυρώδους τε καὶ ἀερώδους οὐσίας, τῷ δ’ [4] αἵματι γεώδους τε καὶ ὑδατώδους· ἐπικρατεῖ γε μὴν ἔτι κἀν τούτῳ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δὲ ὑγρὸν τοῦ ξηροῦ, καὶ διὰ τὴν ἐπικράτειαν ταύτην οὐ ξηρόν, ὥσπερ ὀστοῦν ‹καὶ ὄνυξ› καὶ θρίξ, ἀλλ’ ὑγρὸν εἶναι λέγεται, τὸ δὲ σπέρμα ξηρότερον μέν ἐστιν ἢ κατὰ τὸ αἷμα, ῥυτὸν μὴν καὶ ὑγρὸν ὑπάρχει καὶ αὐτό.
καὶ οὕτως ἑκατέρωθεν ἡμῖν ἡ ἀρχὴ τῆς γενέσεως ἐξ ὑγρᾶς οὐσίας ἐστίν, ἣν οὐχ ὑγρὰν δήπου φυλάττεσθαι προσήκει, μέλλουσάν γε νεῦρα καὶ ἀρτηρίας καὶ φλέβας καὶ ὀστᾶ καὶ χόνδρους καὶ ὑμένας ὅσα τ’ ἄλλα τοιαῦτα γενήσεσθαι.
συγκαταβεβλῆσθαι τοίνυν ἀναγκαῖόν ἐστιν εὐθὺς ἀπὸ τῆς πρώτης γενέσεως ἰσχυρότερον ἐν τῇ κράσει τὸ ξηραντικὸν στοιχεῖον.
ἔστι δὲ τῇ φύσει τοιοῦτον μάλιστα μὲν τὸ πῦρ, ἤδη δὲ καὶ ἡ γῆ· ξηρὸν γάρ τι χρῆμα καὶ ἥδε.
ἀλλὰ τῆς μὲν γῆς οὐχ οἷόν τε ἦν μίγνυσθαι πλεῖον, ὑγρῶν εἶναι δεομένων τῶν ἀρχῶν· τοῦ πυρὸς δ’ οὔτε κωλύει τι πλέον μιχθῆναι καὶ κέκραται τοσούτῳ πλέον ἐν ἀμφοῖν, ὡς μήτε φρύγειν ἤδη [5] καὶ καίειν αὐτάρκως τε ξηραίνειν.
καὶ γὰρ αὖ καὶ τὴν πρὸς τὰς κινήσεις ἑτοιμότητα τοσοῦτον ὑπάρχον τὸ θερμὸν ἱκανὸν ἦν παρασχεῖν.
ὑπὸ τούτου δὴ τὰ μὲν πρῶτα συνίσταταί τε καὶ βραχεῖάν τινα πῆξιν λαμβάνει τὸ κύημα· μετὰ δὲ ταῦτα ἐπὶ μᾶλλον ἤδη ξηραινόμενον οἷον ὑπογραφάς τινας ἴσχει καὶ τύπους ἀμυδροὺς ἑκάστου τῶν μορίων· εἶτ’ ἐπὶ πλέον ξηρανθὲν οὐχ ὑπογραφὰς μόνον οὐδ’ ἀμυδροὺς τοὺς τύπους, ἀλλ’ ἀκριβὲς ἑκάστου τὸ εἶδος ἴσχει.
καὶ δὴ καὶ ἀποκυηθὲν ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ γίνεται ξηρότερόν τε καὶ ῥωμαλεώτερον, ἄχριπερ ἂν εἰς ἀκμὴν ἀφίκηται.
τηνικαῦτα δὲ τά τε τῆς αὐξήσεως ἵσταται μηκέτι ἐπιδιδόντων τῶν ὀστῶν διὰ τὴν σκληρότητα, καὶ τῶν ἀγγείων δ’ ἕκαστον εἰς εὖρος διαφυσᾶται, καὶ σύμπανθ’ οὕτω τὰ μόρια κρατύνεται καὶ εἰς τὴν ἀκροτάτην αὐτῶν ἰσχὺν ἀφικνεῖται.
τὸ δὲ ἀπὸ τοῦδε περαιτέρω τοῦ προσήκοντος ἤδη ξηροτέρων ἁπάντων τῶν ὀργάνων γινομένων αἵ τε ἐνέργειαι χεῖρον ἀποτελοῦνται καὶ ἀσαρκότερόν τε καὶ ἰσχνότερον ἑαυτοῦ γίνεται τὸ ζῷον.
ἐπὶ πλέον δὴ ἀναξηραινόμενον [6] οὐκ ἀσαρκότερόν γε μόνον, ἀλλὰ καὶ ῥυσὸν ἀποτελεῖται, καὶ τὸ κῶλον ἀκρατὲς καὶ σφαλερὸν ἐν ταῖς κινήσεσι.
καὶ καλεῖται μὲν ἡ τοιαύτη διάθεσις γῆρας, ἀνὰ λόγον δ’ ἐστὶ τῇ τῶν φυτῶν αὐάνσει.
καὶ γὰρ αὖ κἀκείνη γῆράς ἐστι φυτῶν, δι’ ὑπερβάλλουσαν ξηρότητα γινομένη.
μία μὲν οὖν ἥδε σύμφυτος ἀνάγκη φθορᾶς ἅπαντι τῷ γεννητῷ σώματι, δευτέρα δὲ τοῖς ζῴοις μάλισθ’ ὑπάρχουσα τῆς ὅλης αὐτῶν οὐσίας ἡ ῥύσις ἐκ τῆς ἐμφύτου θερμότητος ἀποτελουμένη.
ταύτας μὲν οὖν τὰς βλάβας οὐδενὶ γεννητῷ σώματι φυγεῖν ἐγχωρεῖ, τὰς δ’ ἄλλας βλάβας, ὅσαι ταύταις ἕπονται, δυνατὸν φυλάξασθαι προμηθούμενον.
ἡ γένεσις δὲ κἀκείνων ἐκ τοῦ τὰς ἀναγκαίας βλάβας ἐπανορθοῦσθαι πειρᾶσθαι.
ῥεούσης γὰρ τῆς οὐσίας συστάσεως ἁπάντων τῶν ζῴων, εἰ μή τις ἕτερον ὅμοιον ἀντεισάγοι τῷ ἀπορρέοντι, διαφορηθήσεταί τε καὶ σκεδασθήσεται σύμπαν οὕτω τὸ σῶμα.
καὶ διὰ τοῦτο οἶμαι τὴν φύσιν οὐ τοῖς ζῴοις μόνον, ἀλλὰ καὶ φυτοῖς εὐθὺς ἐξ ἀρχῆς συμφύτους δοῦναι δυνάμεις ἐφιεμένας τῶν ἀεὶ ἐλλειπόντων.
[7] οὔτε γὰρ ἐσθίειν οὔτε πίνειν οὔτε ἀναπνεῖν διδασκόμεθα πρός τινος, ἀλλ’ ἐξ ἀρχῆς ἔχομεν ἁπάντων τούτων ἐν ἡμῖν αὐτοῖς τὰς δυνάμεις ἄνευ διδαχῆς ἐπιτελούσας ἅπαντα.
διὰ μὲν οὖν τῆς ἐδωδῆς ἀναπληροῦμεν, ὅσον ἀπερρύη τῆς ξηροτέρας οὐσίας, διὰ δὲ τοῦ πόματος τὸ κενωθὲν τῆς ὑγροτέρας ἀντεισάγομεν, εἰς τὴν ἀρχαίαν ἐπανάγοντες ἄμφω συμμετρίαν.
οὕτω δὲ καὶ τῆς ἀερώδους τε καὶ πυρώδους οὐσίας τὴν συμμετρίαν ἀναπνοαῖς τε καὶ σφυγμοῖς διασῴζομεν.
ἀποδέδεικται δὲ καὶ περὶ τούτων ἁπάντων ἰδίᾳ καθ’ ἕκαστον ἐν ἑτέροις γράμμασι, καὶ προσήκειν ἡγοῦμαι τῷ λόγῳ τῷ νῦν, ὅσα δέδεικται δι’ ἐκείνων ὑποθέσεις ποιησάμενον πρὸς τὴν ὑγιεινὴν πραγματείαν, οὕτως ἔχεσθαι τῶν ἐφεξῆς.
Ἐπειδὴ γὰρ ἀπορρεῖ μὲν ἁπάντων τῶν ζῴων ὁσημέραι πολὺ μέρος τῆς οὐσίας διὰ τὴν ἔμφυτον θερμότητα, δεόμεθα δὲ ὑπὲρ τοῦ τὴν συμμετρίαν αὐτῆς διαφυλάττεσθαι σιτίων τε καὶ πομάτων, ἀναπνοῆς τε καὶ σφυγμῶν, ἐξ ἀνάγκης ἀκολουθήσει τοῖσδε περιττωμάτων γένεσις.
εἰ μὲν γάρ, οἷόνπερ ἦν τὸ κενωθέν, ἕτερον ἀκριβῶς τοιοῦτον [8] εἴχομεν αὐτῷ προσφῦσαι δι’ ὅλου, κάλλιστον ἂν ἦν τοῦτο καὶ ὑγιεινότατον.
ἐπεὶ δὲ τὸ μὲν ἀπορρέον ἑκάστου τῶν μορίων τοιοῦτον τὴν φύσιν ἐστίν, οἷόνπερ αὐτὸ τὸ μόριον, οὐδὲν δὲ τῶν ἐσθιομένων ἢ πινομένων ἀκριβῶς ἐστι τοιοῦτον, ἀναγκαῖον ἐγένετο τῇ φύσει προμεταβάλλειν τε καὶ προπέττειν αὐτὰ καὶ ὡς ἔνι μάλιστα προπαρασκευάζειν ὅμοια τῷ θρεψομένῳ σώματι.
κἀν τούτῳ τὸ μὴ κατεργασθὲν ἀκριβῶς μηδ’ ἐξομοιωθὲν οὔτε προσφύεται τῷ σώματι καὶ περιττὸν ὂν ἀλᾶται κατὰ τὰς ἔνδον εὐρυχωρίας, ὅθενπερ αὐτῷ καὶ τοὔνομα πρὸς τῶν ἔμπροσθεν ὀρθῶς ἐτέθη περίττωμα.
ἐπειδὴ οὖν τὸ μὲν ἐσθίειν τε καὶ πίνειν ἀναγκαῖα τοῖς ζῴοις ὑπάρχει, ἀκολουθεῖ δὲ τούτοις ἡ τῶν περιττωμάτων γένεσις, ὄργανά τε πρὸς τὴν ἀπόκρισιν αὐτῶν ἡ φύσις παρεσκεύασεν καὶ δυνάμεις αὐτοῖς ἐνέθηκε, δι’ ὧν κινούμενα τὰ μὲν ἕλκει, τὰ δὲ παραπέμπει, τὰ δὲ ἐκκρίνει τὰ περιττώματα.
καὶ χρὴ δήπου μήτ’ ἐμφράττεσθαι κατά τι μήτε ἀρρωστεῖν κατὰ τὰς ἐνεργείας [9] ὑπὲρ τοῦ καθαρὸν ἀεὶ καὶ ἀπέριττον διαφυλάττεσθαι τὸ σῶμα.
καί σοι δύο μὲν ἤδη σκοποὺς τούσδε πρὸς δίαιταν ὑγιεινὴν ὁ λόγος ὑφηγήσατο, τὸν μὲν ἕτερον ἀναπλήρωσιν τῶν κενουμένων, τὸν δ’ ἕτερον ἀπόκρισιν τῶν περιττωμάτων.
ὁ γὰρ δὴ τρίτος ὁ περὶ τοῦ μὴ ταχύγηρον γίνεσθαι τὸ ζῷον ἐξ ἀνάγκης ἕπεται τοῖς εἰρημένοις.
εἰ γὰρ μηδὲν ἁμαρτάνοιτο μήτε ἐν τῷ τὸ κενούμενον ἀναπληροῦσθαι μήτε ἐν τῷ τὰ περιττώματα ‹μὴ› μένειν ἔνδον, ὑγιαίνοι τ’ ἂν ἐν τῷδε τὸ ζῷον ἀκμάζοι τε μέχρι παμπόλλου.
περὶ μὲν δὴ τοῦδε καὶ αὖθις εἰρήσεται τοῦ λόγου προϊόντος.
Τὸ δ’ ὑπόλοιπον ὧν ἐξ ἀρχῆς διελέσθαι προὐθέμεθα προσθῶμεν ὑπὲρ τοῦ διωρίσθαι σαφῶς ἤδη τοὺς ὑγιεινοὺς σκοπούς, ὁποῖοί τέ εἰσι καὶ ὁπόσοι.
ἔφαμεν γάρ, ὡς, εἰ μὲν ἀπαθὲς ἦν ἡμῶν τὸ σῶμα, καθάπερ ἀδάμας ἤ τι τοιοῦτον, οὐδεμιᾶς ἂν ἐδεῖτο τέχνης ἐπιστατούσης αὐτῷ· ἐπειδὴ δὲ διττὰς ἔχει τῆς φθορᾶς αἰτίας, τὰς μὲν ἔνδοθεν καὶ ἐξ ἑαυτοῦ, τὰς δὲ ἐκ τῶν ἔξωθεν προσπιπτόντων, ἀναγκαῖον αὐτὸ δεῖσθαι [10] προνοίας οὐ μικρᾶς.
ἐξ ἑαυτοῦ μὲν οὖν ἐδείχθη κατὰ διττὸν τρόπον διαφθειρόμενον, ἢ διὰ γῆρας ἐπὶ θάνατον προϊὸν ἢ διὰ τὸ ῥεῖν ἀεὶ τὴν οὐσίαν αὐτοῦ, καθ’ ἕτερον δὲ τὸν ἑπόμενον οἷς ἐσθίει τε καὶ πίνει τὸν ἐκ τῆς τῶν περιττωμάτων γενέσεως.
ἐξ ἑαυτοῦ μὲν οὖν ὧδέ πως φθείρεται, τῶν δὲ ἔξωθεν αὐτῷ προσπιπτόντων ἓν μὲν ἀχώριστόν τέ ἐστι καὶ διαπαντὸς ὑπάρχον αὐτῷ καὶ ὡς ἂν εἴποι τις σύμφυτον, ὁ περιέχων ἀήρ, τὰ δ’ ἄλλα οὔτ’ ἀναγκαῖα καὶ κατὰ χρόνους τινὰς ἀτάκτως ὁμιλοῦντα, τὰ μὲν ὥσπερ ὁ περιέχων ἀὴρ ἢ τῷ θερμαίνειν ἀμέτρως ἢ τῷ ψύχειν ἢ τῷ ξηραίνειν ἢ τῷ ὑγραίνειν βλάπτοντα, τὰ δὲ τῷ θλᾶν ἢ διασπᾶν ἢ τιτρώσκειν ἢ ἔξαρθρόν τι ποιεῖν.
ἔστι μὲν οὖν τις ἐνταῦθα λογικὴ ζήτησις εἰς ἑκάτερον ἐπιχειρεῖσθαι δυναμένη, τινῶν μὲν τῆς περὶ τὸ σῶμα τέχνης ἁπάντων τούτων τὴν φυλακὴν εἶναι λεγόντων, τινῶν δὲ τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων καὶ ξηραινόντων μόνον· εἰ γὰρ τὸ θλῶν ἢ τὸ τιτρῶσκον ἤ τι [11] τοιοῦθ’ ἕτερον ἐργαζόμενον ἐξίστησι τοῦ κατὰ φύσιν ἡμᾶς, οὐδεμιᾶς εἶναι τέχνης οὔτε γινώσκειν οὔτε φυλάττειν τὰ τοιαῦτα.
ἐμοὶ δὲ περὶ μὲν τῶν τοιούτων προβλημάτων οὐ πρόκειται νῦν διαιρεῖν· ὅπερ δ’ ὁμολογούμενόν ἐστι παρ’ ἀμφοῖν ἐξ ἑτοίμου λαβὼν ἐπὶ τὸ προκείμενον ἐπάνειμι.
τὸ γὰρ ἅπασι μὲν τοῖς ἀνθρώποις γινώσκεσθαι τὰ τῷ τιτρώσκειν ἢ θλᾶν ἤ τι τοιοῦτον ἕτερον ἐργάζεσθαι βλάπτοντά τε καὶ διαφθείροντα τὴν ὑγείαν, οὐχ ἅπασι δὲ ὅσα τῷ θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν, ὡμολόγηται παρ’ ἀμφοῖν.
οὐκοῦν οὐδ’ ἡμεῖς αὐτοῖς παρὰ μέλος τι πράττειν δόξομεν, εἰ τὰ γινωσκόμενα ἅπασιν ὑπερβάντες ἐπὶ τὰ μὴ γινωσκόμενα τὸν λόγον ἄγοιμεν.
οὐ γάρ μοι πρόκειται τό γε νῦν εἶναι σοφιστικὰ ζητήματα διελθεῖν, ἀλλ’ ὡς ἄν τις ἥκιστα νοσήσειεν ὑφηγεῖσθαι.
πάλιν οὖν ἐπὶ τὴν οἰκείαν ἀρχὴν ἀναγάγωμεν τὸν λόγον ἀναμνήσομέν τ’ ἀκριβέστερον ἔτι τῶν ὑποθέσεων αὐτοῦ.
τό τε γὰρ εἶναι τὴν ὑγείαν οὐχ ἁπλῶς εὐκρασίαν ἢ συμμετρίαν τῶν στοιχείων, ἐξ ὧν [12] ἐγενόμεθα, καθάπερ οἱ πρὸ ἡμῶν ὀλίγου δεῖν ἅπαντες ἐνόμιζον, ἀλλὰ μόνον τὴν τῶν ὁμοιομερῶν σωμάτων, ἀποδεδειγμένον ἡμῖν ἐν ἑτέροις, ὑπόθεσις ἔστω πρὸς τὰ παρόντα· τό τε τῶν ὀργανικῶν σωμάτων τὴν ὑγείαν ἐν διαπλάσει τε καὶ ἀριθμῷ καὶ πηλικότητι καὶ συνθέσει τῶν ὁμοιομερῶν συνίστασθαι καὶ τοῦθ’ ὡσαύτως ὑποκείσθω πρὸς τὰ παρόντα δεδειγμένον ἑτέρωθι.
καὶ μὴν καὶ ὅτι ταῖς κατὰ φύσιν ἐνεργείαις ἡ ὑγιεινὴ κατασκευὴ κρίνεται, καὶ ὅτι τῆς ὑγείας ἡ μὲν ἀρίστη τίς ἐστι καὶ ὡς ἂν οὕτω τις εἴποι τελεία τε καὶ ἀκριβής, ἡ δ’ οἷον ἐλλιπής τε καὶ οὐκ ἀκριβὴς οὐδὲ τελεία, ἥνπερ δὴ καὶ πλάτος ἔχειν πάμπολύ φαμεν, ὑποκείσθω καὶ ταῦθ’ ἡμῖν ἐν τῷδε, δι’ ἑτέρων τε ἤδη προαποδεδειγμένα καὶ νῦν οὐχ ἥκιστα δειχθησόμενα.
μάλιστα δ’ ἀνεγνωκέναι βούλομαι τὸν ὁμιλήσοντα τοῖσδε τοῖς γράμμασι τὸ βιβλίον, ἐν ᾧ σκέπτομαι, τίνος ἐστὶ τέχνης μέρος τὸ ὑγιεινόν (ἐπιγράφεται δὲ [13] Θρασύβουλος), ἔτι δὲ καὶ τὸ Περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος ἡμῶν, ἔτι δὲ τὸ Περὶ τῆς εὐεξίας.
ἔστι δ’ ἄμφω μικρὰ βιβλίδια, ἃ προαναγνοὺς εἴ τις ἐπὶ τόνδε τὸν λόγον ἀφίκοιτο, ῥᾷστα ἂν ἀκολουθήσειε τοῖς νῦν λεγομένοις.
ὅτι δὲ καὶ τὸ Περὶ τῶν καθ’ Ἱπποκράτη στοιχείων ἀναγκαῖόν ἐστιν εἰς τὰ παρόντα, πρότερον εἴρηται· καὶ γὰρ δὴ καὶ ἕπεται ἐκείνῳ τὸ Περὶ τῆς ἀρίστης κατασκευῆς καὶ τὸ Περὶ τῆς εὐεξίας.
Ἐπὶ τούτοις ὑποκειμένοις ἀρκτέον ἂν εἴη ἐνθένδε τῆς ὑγιεινῆς πραγματείας.
ἐπειδὴ συμμετρία τίς ἐστιν ἡ ὑγεία, συμμετρία δὲ πᾶσα κατὰ διττὸν ἀποτελεῖται καὶ λέγεται τρόπον, ποτὲ μὲν εἰς ἄκρον ἥκουσα καὶ ὄντως οὖσα συμμετρία, ποτὲ δὲ ἀπολειπομένη βραχύ τι τῆς ἀκριβείας, εἴη ἂν καὶ ἡ ὑγιεινὴ συμμετρία διττή τις· ἡ μὲν γὰρ ἀκριβής τε καὶ ἀρίστη καὶ τελέα καὶ ἄκρα, ἡ δὲ ἀπολειπομένη μὲν ταύτης, οὐ μὴν ἤδη γέ πω τοσούτῳ, ὡς λυπεῖσθαι τὸ ζῷον.
ἔστι δὲ [14] κἀνταῦθα λογική τις μᾶλλον ἢ κατὰ τὴν χρείαν τῆς τέχνης ζήτησις, οὐ συγχωρούντων ἐνίων ἕτερον ἑτέρου μᾶλλον ὑγιαίνειν οὐδ’ εἶναι πλάτος ἱκανὸν ἐν τῇ διαθέσει τοῦ σώματος, ἣν ὑγείαν ὀνομάζομεν, ἀλλ’ ἕν τι καὶ ἀπηκριβωμένον οὖσαν αὐτὴν ἄτμητον εἰς τὸ μᾶλλόν τε καὶ ἧττον ὑπάρχειν.
ἐμοὶ δὲ ὥσπερ τὸ λευκὸν σῶμα τὸ μὲν ἧττον φαίνεται λευκὸν εἶναι, τὸ δὲ μᾶλλον, οὕτω καὶ τὸ ὑγιαῖνον ἧττόν τε καὶ μᾶλλον εἶναι δοκεῖ τοιοῦτον.
διττὴ δὲ ἀπόδειξις τοῦ λόγου· μία μὲν ἐκ τῆς κατὰ τὰς ἡλικίας μεταπτώσεως· ἀφ’ οὗ γὰρ ἂν ἀποκυηθῇ τὸ ζῷον, ἀεὶ μεταβάλλειν ἀναγκαῖον αὐτοῦ τὴν κρᾶσιν, ὡς ἔμπροσθεν ἐδείκνυμεν· ὥστ’, εἴπερ ἐν μὲν τῷ ποιῷ τῆς κράσεως ἡ ὑγεία, τὸ ποιὸν δ’ οὐ μένει ταὐτόν, οὐδὲ τὴν ὑγείαν ἐγχωρεῖ τὴν αὐτὴν φυλάττεσθαι.
δευτέρα δ’ ἀπόδειξις ἐκ τῆς κατὰ τὰς ἐνεργείας διαφορᾶς· οὔτε γὰρ τοῖς ὀφθαλμοῖς ὡσαύτως ἅπαντες οἱ ὑγιαίνοντες ὁρῶσιν, ἀλλ’ οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, οὔτε τοῖς ὠσὶν ὁμοίως ἀκούουσιν, ἀλλὰ κἀνταῦθα [15] πάμπολυ τὸ μᾶλλόν τε καὶ ἧττον, οὐ μὴν οὐδὲ τοῖς σκέλεσιν ὡσαύτως θέουσιν οὐδὲ ἀντιλαμβάνονται ταῖς χερσὶν οὐδὲ τοῖς ἄλλοις ἅπασιν ὀργάνοις ὡσαύτως ἐνεργοῦσιν, ἀλλ’ ὁ μέν τις βέλτιον, ὁ δὲ χεῖρον.
εἴπερ οὖν αἱ διαφοραὶ τῶν ἐνεργειῶν ταῖς τῶν κράσεων διαφοραῖς ἀκολουθοῦσιν, ἀνάγκη τοσαύτας εἶναι τὰς τῶν κράσεων διαφοράς, ὅσαιπέρ εἰσι καὶ αἱ τῶν ἐνεργειῶν.
εἰ δὲ μὴ κράσεων ἐθέλοι τις λέγειν, ἀλλὰ κατασκευῶν, ἵν’ ἐπὶ πάσαις ταῖς αἱρέσεσιν ὁ λόγος ἐκτείνοιτο, συμπεραίνοιτ’ ἂν ὡσαύτως.
συμμετρία γὰρ δή τις ἡ ὑγεία κατὰ πάσας ἐστὶ τὰς αἱρέσεις, ἀλλὰ καθ’ ἡμᾶς μὲν ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ, κατ’ ἄλλους δὲ ὄγκων καὶ πόρων, κατ’ ἄλλους δὲ ἀτόμων ἢ ἀνάρμων ἢ ἀμερῶν ἢ ὁμοιομερῶν ἢ ἀνομοιομερῶν ἢ ὅτου δὴ τῶν πρώτων στοιχείων, ἀλλὰ κατὰ πάντας γε διὰ τὴν συμμετρίαν αὐτῶν ἐνεργοῦμεν τοῖς μορίοις.
εἴπερ οὖν διαφόρως ἐνεργοῦμεν, διάφορός ἐστι καὶ ἡ καθ’ ἕκαστον συμμετρία τῶν στοιχείων, ἥπερ ἦν ἡ ὑγεία.
[16] καὶ μὴν καὶ χωρὶς τοῦ τῶν στοιχείων μνημονεύειν ὧδ’ ἂν ὁ λόγος ἐρωτηθείη.
εἴπερ ταῖς κατασκευαῖς τῶν μορίων ἀκολουθοῦσιν αἱ ἐνέργειαι, ὅσαιπερ ἂν ὦσιν ἐν ταῖς ἐνεργείαις αἱ διαφοραί, τοσαῦται κἀν ταῖς κατασκευαῖς ἔσονται· ἀλλὰ μὴν ἀκολουθοῦσιν ταῖς κατασκευαῖς αἱ ἐνέργειαι· ἀναγκαῖον ἄρα τοσαύτας εἶναι τῶν κατασκευῶν τὰς διαφοράς, ὅσαιπερ καὶ αἱ τῶν ἐνεργειῶν.
εἰσὶ δὲ αἱ τῶν ἐνεργειῶν πάμπολλαι· ‹πάμπολλαί› τινες ἄρα καὶ τῶν κατασκευῶν εἰσιν.
εἴπερ οὖν ἐν ἅπασι τοῖς ὑγιαίνουσιν αἱ κατασκευαὶ τῶν μορίων ὑπάρχουσι σύμμετροι, διάφοροι δέ εἰσιν αἱ κατασκευαί, διότι καὶ αἱ ἐνέργειαι διάφοροι, πάμπολλαί τινες ἄρα συμμετρίαι τῶν κατασκευῶν ἔσονται, ὥστε καὶ ὑγεῖαι πάμπολλαι.
καὶ μὴν εἰ διαφέρουσιν ἀλλήλων αἱ κατὰ μέρος ὑγεῖαι, ἤτοι κατὰ τὸ κοινὸν ἐν ἁπάσαις εἶδος, ἀφ’ οὗπερ ὑγεῖαι λέγονται, διοίσουσιν ἢ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέρουσιν· ἀλλὰ μὴν οὐ κατὰ τὸ κοινὸν ‹εἶδοσ›· ἀδιάφοροι γάρ εἰσιν αἱ ὑγεῖαι· κατὰ τὸ μᾶλλον ἄρα καὶ ἧττον ἀλλήλων διαφέρουσιν.
ὥσπερ γὰρ ἡ ἐν τῇ [17] χιόνι λευκότης τῆς ἐν τῷ γάλακτι λευκότητος, ᾗ μὲν λευκόν ἐστιν, οὐ διαφέρει, τῷ μᾶλλον δὲ καὶ ἧττον διαφέρει, τὸν αὐτὸν δὴ τρόπον ἡ ἐν τῷ Ἀχιλλεῖ, φέρε εἰπεῖν, ὑγεία τῆς ἐν τῷ Θερσίτῃ ὑγείας, καθ’ ὅσον μὲν ὑγεία, ταὐτόν ἐστιν, ἑτέρῳ δέ τινι διάφορος· καὶ τοῦτο τὸ ἕτερον οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ μᾶλλόν τε καὶ ἧττον.
οὔτε γὰρ ὡς οὐ διαφερόντως ἐνεργοῦμεν ἅπαντες ἔνεστιν εἰπεῖν οὔθ’ ὡς δι’ ἄλλο τι τὴν ἀνισότητα ταύτην ἔχομεν ἢ διὰ τὴν κατασκευήν, ἀφ’ ἧς ἐνεργοῦμεν.
εἰ δέ τις φήσει μόνους μὲν τοὺς ἅπασι τοῖς μορίοις ἄκρως ἐνεργοῦντας ὑγιαίνειν, ἡμᾶς δὲ τοὺς ἄλλους, ὅσοι χεῖρον ἐκείνων ἔχομεν, οὐχ ὑγιαίνειν, ἴστω συμπάσης οὗτος τῆς ὑγιεινῆς πραγματείας ἀνατρέπων τὴν ὑπόθεσιν.
εἰ γὰρ δὴ τὸ φυλάττειν ἣν παρελάβομεν ὑγείαν ὁ σκοπός ἐστιν αὐτῆς, οὐδεὶς δὲ ἡμῶν ὑγιαίνει, πρόδηλον, ὡς ἐπ’ οὐδενὸς ἐνεργοῦσαν ἕξομεν ἣν νῦν συστῆσαι βουλόμεθα τέχνην ὑγιεινήν· [18] οὐκοῦν οὐδὲ ζητητέον αὐτήν, ἀλλὰ σιωπητέον τε καὶ καταπαυστέον ἤδη τὸν λόγον.
ἁπάσας οὖν ἐκκόπτει τὰς τοιαύτας ἀπορίας ἡ τοῦ ἀληθοῦς γνῶσις· οὐ γὰρ ἡ τελεία μόνον ἥτις ἐστὶν ἄτμητος ὑγεία λέ γεταί τε καὶ ἔστιν, ἀλλὰ καὶ ἡ τῆσδε μὲν ἀποδέουσα, μηδέπω δὲ τῆς χρείας ἐκπεπτωκυῖα.
χρῄζομεν γὰρ ἅπαντες ἄνθρωποι τῆς ὑγείας εἴς τε τὰς κατὰ τὸν βίον ἐνεργείας, ἃς ἐμποδίζουσί τε ἢ διακόπτουσι καὶ καταπαύουσιν αἱ νόσοι, καὶ προσέτι τῆς ἀνοχλησίας ἕνεκεν· ὀχλούμεθα γὰρ ἐν ταῖς ὀδύναις οὐ σμικρά.
τὴν δὲ τοιαύτην κατάστασιν, ἐν ᾗ μήτε ὀδυνώμεθα μήτε ἐν ταῖς κατὰ τὸν βίον ἐνεργείαις ἐμποδιζόμεθα, καλοῦμεν ὑγείαν, ἣν εἴ τις ἑτέρῳ προσαγορεύειν ὀνόματι βούλεται, πλέον οὐδὲν ἐκ τούτων σχήσει, καθάπερ οὖν οὐδ’ οἱ τὴν ‘ἀειπάθειαν’ εἰσάγοντες.
εἰ μὲν γὰρ διὰ τοῦτ’ εἰσῆγον αὐτήν, ὅτι πᾶν σῶμα γεννητόν, ὥσπερ τὰς τῆς γενέσεως αἰτίας, οὕτω καὶ τὰς τῆς φθορᾶς ἔχει συμφύτους ἐξ ἀρχῆς, ὡς ἡμεῖς ἐπεδείξαμεν ἔμπροσθεν, ἐπῃνοῦμεν ἂν αὐτούς, ὡς ἀληθῆ τε ἅμα καὶ παλαιὰ πρεσβεύοντας δόγματα.
ἐπειδὴ [19] δὲ ὁμοειδῆ τὴν τῶν ὑγιαινόντων σωμάτων κατάστασιν εἶναι βούλονται τοῖς τῶν νοσούντων, οὐκέτ’ ἐπαινοῦμεν οὐδὲ ἀποδεχόμεθα τὸ δόγμα· βέλτιον γὰρ ἦν μακρῷ πλάτος ὑποθέσθαι συχνὸν ἔχειν τὴν ὑγείαν ἤπερ ἅπαντας ἡμᾶς ἀπαύστῳ νοσήματι συνέχεσθαι.
καὶ γὰρ εἰ τὰ σπέρματα τῶν νόσων ἐνυπάρχειν ἡμῖν φασιν, ἀλλά τοι συγχωροῦσί γε καὶ αὐτοὶ διὰ τὴν σμικρότητα τὴν αἴσθησιν ἡμῶν ἐκφεύγειν αὐτά.
ἔστω τοίνυν, εἰ βούλονται, καὶ ὀδυνηρά τις ἐν ἡμῖν διάθεσις, ἀλλ’ οὕτω σμικρὰ καὶ ἀναίσθητος, ὡς μὴ λυπεῖν τοὺς ἔχοντας.
ἔστωσαν, εἰ βούλονται καὶ πυρετοί, ἀλλ’ οὕτω σμικροί, ὡς μήτ’ αἴσθησιν ἀπ’ αὐτῶν ἡμῖν γίνεσθαι μηδεμίαν ἐξεῖναί τε καὶ πολιτεύεσθαι καὶ λούεσθαι καὶ πίνειν ἐσθίειν τε καὶ τἄλλα πράττειν, ὧν δεόμεθα.
τὸ γὰρ τῆς χρείας ἀπαρεμπόδιστον ὁρίζει μᾶλλον τὴν ὑγείαν.
οὐδὲ γὰρ ἡ τῶν ἐνεργειῶν ἀσθένεια νόσου γνώρισμά ἐστιν, οὕτως ἁπλῶς εἰποῦσιν, ἀλλὰ ἡ παρὰ τὴν ἑκάστου φύσιν.
ὡς ἅπαντές γε κακῶς ὁρῶμεν, εἰ τοῖς ἀετοῖς τε [20] καὶ Λυγκεῖ παραβαλλοίμεθα, καὶ δὴ καὶ ἀκούομεν οὐκ ὀρθῶς, εἰ Μελάμποδι, καὶ τοῖς ποσὶν ἀρρωστοῦμεν, εἴ τις ἡμᾶς Ἰφίκλῳ παραβάλλοι, καὶ ταῖς χερσίν, εἰ Μίλωνι, καὶ καθ’ ἕκαστον δὴ μόριον ἐγγὺς ἂν ἥκειν νομισθείημεν πηρώσεως, εἰ τοῖς πρωτεύσασι κατά τι παραβαλλοίμεθα.
τίς γοῦν ἡμῶν φαύλως ἔχειν οἴεται τῶν ὀφθαλμῶν, εἰ μὴ βλέποι τοὺς ἀπὸ δυοῖν σταδίων μύρμηκασ; ἢ τίς τῶν ὤτων, εἰ μὴ κατακούοι τῶν ἀφ’ ἑξήκοντα σταδίων; ἀλλ’ εἰ ταῦτα τὰ γράμματα, τὰ κατὰ τουτὶ τὸ βιβλίον ἐγγεγραμμένα, μὴ βλέποι τις ὀρθῶς, εὐλόγως οὗτος ‹ἂν› ἤδη μέμψαιτο τὰς ὄψεις· οὐ μὴν οὐδ’ εἰ ταῦτα τέσσαρας ἀποστήσας πήχεις μὴ βλέποι, δικαίως ἂν μέμφοιτο, πλὴν εἰ τῶν οὕτω τις ὀξυωπεστάτων εἴη τὴν φύσιν, ὡς καὶ ταῦτα ἐμβλέπειν.
οὕτω γάρ, οἶμαι, καὶ μέμψεται καὶ δικαίως φήσει, ὥσπερ ἅπαντες ἄνθρωποι λέγουσιν, ὡς τόδε τι κατὰ τὸν ἔμπροσθεν χρόνον ἐνεργῶν εἶτα νῦν οὐκ ἐνεργεῖ.
τὸν μὲν γὰρ τοιοῦτον ἐν νόσῳ τινὶ φήσομεν ὑπάρχειν, εἴπερ μὴ διὰ γῆρας ταῦτα πάσχοι· καίτοι καὶ τοῦτο νόσον εἶναι λέγουσιν ἔνιοι.
τοὺς [21] δ’ ἄλλους ἅπαντας, οἷς φύσει μήτ’ ὀξὺ βλέπειν μήτ’ ἀκούειν ὑπάρχει μήτε θέειν ὠκέως ἤ τι τοιοῦτον ἕτερον ἐνεργεῖν ἰσχυρῶς, οὔτε νοσεῖν οὔθ’ ὅλως παρὰ φύσιν ἔχειν ὑποληψόμεθα.
πᾶσαι μὲν γὰρ αἱ νόσοι παρὰ φύσιν, οὐκ ἔχουσι δ’ οἱ τοιοῦτοι παρὰ φύσιν, ὥσπερ οὐδ’ οἱ γέροντες.
οὔκουν ἁπλῶς γε τῶν ἐνεργειῶν εὐρωστίᾳ τε καὶ ἀρρωστίᾳ κριτέον ἐστὶ τοὺς ὑγιαίνοντάς τε καὶ νοσοῦντας, ἀλλὰ τὸ κατὰ φύσιν μὲν τοῖς ὑγιαίνουσι, τὸ παρὰ φύσιν δὲ τοῖς νοσοῦσι προσθετέον, ὡς εἶναι τὴν μὲν ὑγείαν διάθεσιν κατὰ φύσιν ἐνεργείας ποιητικήν, τὴν δὲ νόσον διάθεσιν παρὰ φύσιν ἐνεργείας βλαπτικήν.
οὔτε γὰρ ἡ κατὰ φύσιν διάθεσις ἤδη καὶ ὑγεία (διάθεσις γάρ τίς ἐστι κατὰ φύσιν ἥ τε τῶν Αἰγυπτίων μελανότης ἥ τε τῶν Κελτῶν λευκότης ἥ τε τῶν Ϲκυθῶν πυρρότης· ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑγείας δηλωτικόν, διότι μηδ’ ἐν χρώμασιν ὅλως ἡ ὑγεία) οὔτ’ εἰ παρὰ φύσιν, ἤδη καὶ νόσος (ὡς εἴη γ’ ἂν οὕτω νόσος ἥ τ’ ἐξ ἡλίου μελανότης ἥ τ’ ἐκ μακρᾶς [22] σκιατροφίας λευκότης), ἀλλὰ προσθεῖναι χρὴ τῇ μὲν τῆς ὑγείας ἐννοίᾳ τὸ λόγον αἰτίας ἔχειν αὐτὴν πρὸς τὴν ἐνέργειαν, τῇ δὲ τῆς νόσου τὸ καὶ ταύτην τὴν ἐνέργειαν βλάπτειν.
ἀλλὰ περὶ μὲν τούτων ἐν ἑτέροις εἴρηται διὰ πλειόνων, εἰς δὲ τὰ παρόντα τοσοῦτον ἀποχρήσει μόνον ἐξ αὐτῶν εἰλῆφθαι, τὸ πλάτος ἱκανὸν εἶναι τῆς ὑγείας, καὶ μὴ πᾶσιν ἡμῖν ὑπάρχειν ἴσον ἀκριβῶς.
εἰ δέ τῳ δοκεῖ βίαιον εἶναι καὶ τὴν μὴ παντάπασιν ἠκριβωμένην εὐκρασίαν ὅμως ἔτι καὶ αὐτὴν ὀνομάζεσθαι, οὗτος ἀναμνησθήτω τῶν κατὰ τὸν βίον ἁπάντων ὀνομάτων.
εὔκρατον οὖν τι καὶ πόμα φαμὲν εἶναι καὶ βαλανεῖον, οὐ μόνον ὅτι τὸ μὲν ἄλλῳ, τὸ δὲ ἄλλῳ τοιοῦτόν ἐστιν, ἀλλὰ ὅτι καὶ πρὸς τὸν αὐτὸν ἄνθρωπον ἐν πλάτει τοιοῦτον ὑπάρχει· ἀποστραφέντος γοῦν τοῦ πίνοντος, ἐμβαλὼν εἰς τὸ ποτήριον ἤτοι θερμὸν ἢ ψυχρὸν βραχὺ λάθοις ἄν.
καίτοι γ’, εἴπερ ἦν οὕτως ἀπηκριβωμένον τὸ εὔκρατον, ὡς ἓν εἶναι καὶ ἄτμητον, οὐκ ἂν ἐπιβαλόντος θερμὸν ἢ ψυχρὸν ἔτι εὔκρατον ἐφαίνετο.
κατὰ δὲ τὸν αὐτὸν [23] τρόπον, οὐδ’ εἰ βραχύ τις εἰς τὴν εὔκρατον κολυμβήθραν ἐμβάλλοι ψυχροῦ, διαφθερεῖ παραχρῆμα τὴν εὐκρασίαν αὐτῆς.
οὕτω δὲ καὶ τὸ περιέχον εὔκρατον εἶναί φαμεν, εἰ καὶ βραχείας ἐφ’ ἑκάτερα τροπὰς λαμβάνει.
καὶ τί θαυμαστόν, εἰ τὴν εὐκρασίαν εἰς ἱκανὸν ἐκτείνουσι πλάτος ἅπαντες, ὅπου γε καὶ τὴν ἐν ταῖς λύραις εὐαρμοστίαν τὴν μὲν ἀκριβεστάτην δήπου μίαν καὶ ἄτμητον ὑπάρχειν εἰκός, τὴν μέντοι γ’ εἰς χρείαν ἰοῦσαν πλάτος ἔχειν; πολλάκις γὰρ ἡρμόσθαι δοκοῦσαν ἄριστα λύραν ἕτερος μουσικὸς ἀκριβέστερον ἐφηρμόσατο.
πανταχοῦ γὰρ ἡ αἴσθησις ἡμῖν ἐστι κριτήριον ὡς πρὸς τὰς ἐν τῷ βίῳ χρείας· ὥστε καὶ τὴν εὐκρασίαν δήπου καὶ τὴν δυσκρασίαν αἰσθήσει κρινοῦμεν.
ὡσαύτως δὲ καὶ τὴν τῆς ἐνεργείας βλάβην ἑκάστου τῶν βεβλαμμένων παρὰ τὸ κατὰ φύσιν, ὅταν εἰς αἰσθητὸν ἥκῃ μέγεθος, ἤδη νόσον ἡμῖν εἶναι νομιστέον, οὐδὲν ὡς πρὸς τὰ παρόντα διαφέροντος οὐδ’ ἐνταῦθα, πότερον αὐτὰς ταύτας τὰς βεβλαμμένας ἐνεργείας τὸ [24] νόσημα εἶναι λέγει τις ἢ τὰς διαθέσεις, ὑφ’ ὧν βλάπτονται, ὥσπερ οὐδ’ εἰ διαθέσεις τις ἢ κατασκευὰς ὀνομάζειν ἐθέλοι.
διῄρηται γὰρ ἡμῖν ἑτέρωθι καὶ περὶ τῶνδε καὶ δέδεικται κατὰ τὰς διαθέσεις τε καὶ κατασκευὰς τοῦ σώματος ἥ θ’ ὑγεία καὶ ἡ νόσος, οὐ κατὰ τὰς ἐνεργείας τε καὶ βλάβας αὐτῶν συνιστάμεναι.
ἀλλὰ πρός γε τὸ φυλάττειν ὑγείαν ἢ ἰᾶσθαι τὰς νόσους οὐδὲν ἐκ τῆς τούτων ἀκριβείας ὀνινάμεθα.
μόνον γὰρ ἀρκεῖ γινώσκειν, ὡς ἡ μὲν κατασκευὴ τοῦ σώματος, αἰτίας λόγον ἔχουσα ὡς πρὸς τὴν ἐνέργειαν, ὁ σκοπὸς τῆς ὑγιεινῆς τε καὶ θεραπευτικῆς ἐστι τέχνης· ταύτην γὰρ ἡμῖν φυλάττειν μὲν ὑπάρχουσαν πρόκειται, δημιουργεῖν δὲ ἀπολλυμένην· αἱ δὲ ἐνέργειαι κατ’ ἀνάγκην ἕπονται, ταῖς μὲν χρησταῖς κατασκευαῖς ἄμεμπτοι, ταῖς δ’ οὐ τοιαύταις μοχθηραί.
ὥστ’ ἐπειδήπερ ὃ φυλάττομεν καὶ δημιουργοῦμεν αὐτοὶ διάθεσίς τίς ἐστι καὶ κατασκευὴ τοῦ σώματος, ἕπεται δ’ ἐξ ἀνάγκης αὐτῇ ἡ τῶν ἐνεργειῶν, οὐδὲν ἔτι χρὴ πρὸς τὰ παρόντα, πότερον [25] ἐν τῷ τῶν ἐνεργειῶν ἢ τῶν κατασκευῶν γένει θετέον ἐστὶν ὑγείαν τε καὶ νόσον, ἐπισκοπεῖσθαι.
λαβόντες δ’ ἐξ ὑποθέσεως δέον εἶναι φυλάττειν τῆς κατὰ φύσιν ἡμῶν κατασκευῆς τοῦ σώματος ἐκεῖνα, δι’ ὧν ἐνεργοῦμεν, ἀναμνήσαντές τε πάλιν, ὡς ἡ τῶν ὁμοιομερῶν εὐκρασία τε καὶ ‹τῶν ὀργανικῶν› διάπλασις καὶ θέσις ἀριθμός τε καὶ πηλικότης τῶν ἐνεργειῶν ἐστιν αἴτια καὶ ὡς ἐν πλάτει πάντα ταῦτ’ ἐστὶ καὶ ὡς καθ’ ἕκαστον ἄνθρωπον ἴδια, τῶν ἐφεξῆς ἐχώμεθα.
μεγάλην δ’ εἰς αὐτὰ χρείαν ἡ γνῶσις τοῦ πλάτους αὐτῶν παρέχεται.
τῆς γὰρ εὐκρασίας διττῆς οὔσης, τῆς μὲν ὡς πρὸς ἐπίνοιαν μᾶλλον ἢ μόνιμον ὕπαρξιν, ὡς ἐν ζῴου σώματι, τῆς δὲ ὑπαρχούσης ἅμα καὶ φαινομένης ἐν ἅπασιν τοῖς ὑγιαίνουσιν, αὐτὴν πάλιν ἡμᾶς χρὴ τέμνειν τὴν φαινομένην· εὑρεθήσεται γὰρ οὐ σμικρά τις ἐν αὐτῇ διαφορά.
μάθοις δ’ ἂν ὡς ἔστιν ἀληθὲς τὸ λεγόμενον ἐκ τῶν ἡλικιῶν μάλιστα.
τῆς γὰρ τῶν μειρακίων ἡλικίας ἀρίστης οὔσης πρὸς τὰς καθ’ [26] ὁρμὴν ἐνεργείας, ἡ τῶν βρεφῶν δι’ ὑγρότητα χείρων ἐστίν, ἡ δὲ τῶν γερόντων διὰ ξηρότητά τε καὶ ψύξιν.
ἐν μέντοι ταῖς ἄλλαις ἐνεργείαις ταῖς φυσικαῖς ὀνομαζομέναις, οἷον αὐξήσεσί τε καὶ πέψεσι καὶ ἀναδόσεσι καὶ θρέψεσι, τὰ βρέφη τῶν κατὰ τὰς ἄλλας ἡλικίας ἁπάσας ἀμείνω.
ἀλλ’ ὅμως οὐδὲν κωλύονται πάντες οἱ κατὰ πάσας τὰς ἡλικίας ὑγιαίνειν.
ὡς οὖν ἐπὶ τῶν ἡλικιῶν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον εὑρήσεις καὶ ἐπὶ τῶν φύσεων αὐτῶν ἀμήχανον οὖσαν τὴν διαφορὰν ἐν ταῖς κράσεσιν· ὥστε, εἰ οὕτως ἔτυχε, δυοῖν παίδοιν τὴν αὐτὴν ἡλικίαν ἀγόντων τὸν μὲν ὑγρότερον εἶναι θατέρου πολλῷ, τὸν δὲ ξηρότερον, ὡσαύτως δὲ τὸν μὲν θερμότερον, τὸν δὲ ψυχρότερον.
ἐν ὅσοις δὲ σώμασιν ὑπάρχει τὸ πολὺ τοῦ προσήκοντος ἤτοι θερμοτέροις ἢ ψυχροτέροις ἢ ὑγροτέροις ἢ ξηροτέροις εἶναι, ἐν τούτοις οὐκ ἔστιν ἄμεμπτος ἡ κρᾶσις· ἐν ὅσοις δὲ ὑπάρχει μέν τις διαφορὰ παρὰ τὸ κάλλιστα κεκραμένον, οὐ μὴν αἰσθητή γε διὰ σμικρότητα, τοῦθ’ ὡς πρὸς τὴν χρείαν ἐν ἴσῃ χώρᾳ τιθέμεθα τοῖς ἀρίστοις· ὥστ’ εἶναι τῆς κατὰ πλάτος ὑγείας τὴν μὲν εὔκρατόν τε καὶ ἄμεμπτον ὡς πρὸς [27] αἴσθησιν, τὴν δ’ οἷον δύσκρατόν τε καὶ μεμπτήν.
ἐναργέστατα δὲ τοῦ λεγομένου γνωρίσματα παρέχουσιν αἱ κατ’ ἰσχνότητα καὶ πολυσαρκίαν διαφοραὶ τῶν σωμάτων· ἀναγκαῖον γάρ που τὰς ἐναντίας ἕξεις ἐναντίαις ἕπεσθαι κράσεσιν.
ὥσπερ οὖν οὐκ ἐπαινοῦμεν οὔτε τὸ ἄγαν ἰσχνὸν οὔτε τὸ λίαν παχὺ σῶμα, κατὰ τὸν αὐτὸν τρόπον οὔτε τὰς κράσεις αὐτῶν ἐπαινέσομεν, εἰ καὶ ὅτι μάλιστα βλέπομεν ἀμφοτέρους ὑγιαίνοντας.
αἱ δ’ ἐν τῷ μέσῳ τούτων ἕξεις τῶν εὐσάρκων ὀνομαζομένων, ὥσπερ αὐταὶ σύμμετροί τε καὶ ἄμεμπτοι τὴν ἰδέαν εἰσίν, ἕπονται συμμέτροις τε καὶ ἀμέμπτοις κράσεσι.
τὰς τοίνυν τοιαύτας φύσεις ὡς μὲν πρὸς τὴν ἀκριβεστάτην ἀλήθειαν οὐδ’ αὐτὰς εὐκράτους ἄν τις εἴποι κατά γε τὴν ἁπλῆν καὶ τελέαν εὐκρασίαν, ὡς μέντοι πρὸς τὴν αἴσθησίν τε καὶ πρὸς τὴν χρείαν ἀμέμπτους τε καὶ ἀρίστας χρὴ τίθεσθαι.
τεκμήριον δ’ ἐναργέστατον, ὅτι [28] μηδ’ αὐταὶ τὴν ἀκριβεστάτην ἔχουσιν εὐκρασίαν, ἐκ τοῦ μηδέποτε μένειν αὐτὰς ὡσαύτως ἐχούσας, ἀλλὰ πρῶτον μὲν δέχεσθαι τὴν καθ’ ἡλικίαν μεταβολήν, οὐδέποτε ἐν ταὐτῷ μενούσης οὐδεμιᾶς ἡλικίας, ἀλλ’ ἀεὶ πρὸς τὸ ξηρότερον ἰούσης, δευτέραν δὲ τὴν καθ’ ὕπνον τε καὶ ἐγρήγορσιν, ἡσυχίαν τε καὶ κίνησιν, αὐτῶν τε τῶν κινήσεων τὰς διαφοράς, ἔτι τε πρὸς ταύταις τὴν τοῦ πεινῆν ἢ διψῆν ἢ ἐσθίειν ἢ πίνειν ἢ ἐμπεπλῆσθαι σίτου ἢ πόματος προσδεῖσθαι· καὶ πρὸς τούτοις ἔτι καὶ λουτρὰ καὶ θυμοὶ καὶ φροντίδες καὶ λῦπαι καὶ πάνθ’ ὅσα τοιαῦτα μονονουχὶ καθ’ ἑκάστην ῥοπὴν ὑπαλλάττοντα τὴν κρᾶσιν.
οὔκουν χρὴ ζητεῖν ἐν τοσαύτῃ μεταβολῇ τὴν ἀκριβῶς ἀρίστην κρᾶσιν.
εἰ γὰρ καὶ συνέπεσέ ποτε καθ’ ἡντιναοῦν ἀρίστην φύσιν, ἀλλ’ οὐκ ἔμεινέ γε οὐδ’ ἐν ἀκαρεῖ, ὥστε γ’ ἐμοὶ καὶ θαυμάζειν ἐπέρχεται τὴν δόξαν τῶν ἀνδρῶν, ὅσοι τὴν ὑγείαν τε καὶ τὴν εὐκρασίαν ἀπλατῆ τε καὶ μίαν εἶναι νομίζουσιν, εἰ δέ τι παρὰ ταύτην ἐστίν, οὐχ ὑγείαν [29] εἶναί φασιν· τήν τε γὰρ ἀειπάθειαν ἐσφέροντες οὐκ αἰσθάνονται περὶ πράγματος ἢ μηδέποτε γεγονότος ἐν ζῴου σώματι ποιούμενοι τὸν λόγον ἢ μηδ’ ἐλάχιστον ὑπομένοντος, εἰ καί ποτε γένοιτο.
Τούτοις μὲν οὖν, ἣν ὀνειρώττουσιν ὑγείαν, ἀπολείπωμεν φυλάττειν, ἡμεῖς δ’ ἐπὶ τὰς φαινομένας ἀφικώμεθα καὶ διττὴν αὐτῶν θέμενοι τὴν οὐσίαν, ἣν νῦν δὴ πέπαυμαι λέγων, ἴδιον ἑκατέρας σκοπὸν ἀποδῶμεν, ἐπὶ μὲν τῆς ἀμέμπτου τὴν ἀκριβῆ φυλακὴν ὡς πρὸς αἴσθησιν, ἐπὶ δὲ τῆς μεμπτῆς τὴν οὐκ ἀκριβῆ.
πειρᾶσθαι γὰρ χρὴ τὰς ὑγιεινὰς δυσκρασίας ἐπανορθοῦσθαι, τὰς μὲν ξηροτέρας τοῦ δέοντος φύσεις ὑγροτέρας ἐργαζομένους, ὅσαι δὲ ὑγρότεραι, ξηραίνοντας, οὕτω δὲ καὶ τῶν μὲν θερμοτέρων καθαιροῦντας τὴν ὑπερβολήν, τῶν δὲ ψυχροτέρων καὶ τούτων κολάζοντας τὴν ἀμετρίαν.
ὁποίοις δ’ ἄν τις ὑγιεινοῖς διαιτήμασιν ἐργάζοιτο ταῦτα, προϊὼν ὁ λόγος ἐπιδείξει.
πρότερον γάρ με χρὴ διελθεῖν, ὅπως ἄν τις τῆς ἀρίστης φύσεως διαφυλάττοι τὴν ὑγείαν, [30] ἔτι δὲ τούτου πρότερον, ἥτις ποτέ ἐστιν ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος, ἀναμνήσωμεν.
ἔστι δὲ δήπου κατὰ μὲν τὴν οὐσίαν αὐτὴν τοῦ πράγματος ἐξηγουμένοις ἡ εὐκρατοτάτη τε ἅμα καὶ τὴν διάπλασιν τῶν μορίων ἀκριβῶς ἁρμόττουσαν ταῖς ἐνεργείαις αὐτῶν ἔχουσα καὶ πρὸς τούτοις ἔτι τόν τε ἀριθμὸν ἅπαντα καὶ τὰ μεγέθη καὶ τὴν πρὸς ἄλληλα σύνταξιν ἁπάντων αὐτῶν χρηστὴν ταῖς ἐνεργείαις παρεχομένη.
κατὰ δὲ τὰ γνωρίσματα τὸ ἀκριβῶς εὔσαρκον σῶμα τοιοῦτόν ἐστιν, ὃ μέσον ἔφην ὑπάρχειν ἰσχνοῦ τε καὶ πολυσάρκου· πολύσαρκον δὲ ἢ παχὺ λέγειν οὐ διοίσει.
οὕτω δὲ καὶ τῶν γε ἄλλων ὑπερβολῶν ἀκριβῶς μέσον ἐστὶ τὸ τοιοῦτον, ὥστε μήτε λάσιον αὐτὸ δύνασθαι εἰπεῖν τινα ἢ ψιλὸν τριχῶν, ἀλλὰ μήτε μαλακὸν μήτε σκληρὸν ἢ λευκὸν ἢ μέλαν ἢ ἄφλεβον ἢ εὐρύφλεβον ἢ θυμικὸν ἢ ἄθυμον ἢ ὑπνῶδες ἢ ἀγρυπνητικὸν ἢ ἀμβλὺ τὴν διάνοιαν ἢ πανοῦργον ἢ ἀφροδισιαστικὸν ἢ τοὐναντίον.
εἰ δὲ καὶ πᾶσιν εἴη τοῖς μέρεσιν [31] ἀκριβῶς μέσον ἁπασῶν τῶν ὑπερβολῶν, ἔστι μὲν δήπου καὶ κάλλιστον ὀφθῆναι τὸ τοιοῦτον, ὡς ἂν σύμμετρον ὑπάρχον εἰς ἅπαντάς τε τοὺς πόνους ἐπιτήδειον.
ἕξει δὲ καὶ τὰ ἄλλα πάντα γνωρίσματα τῆς καθ’ ἕκαστον μόριον εὐκρασίας, ἅπερ ἐν τῷ δευτέρῳ Περὶ κράσεων εἴρηται γράμματι.
πολλὰ γὰρ τῶν σωμάτων εὔκρατα μέν, εἰ τύχοι, ταῖς κεφαλαῖς ἐστι, δύσκρατα δὲ τοῖς θώραξι ἢ τοῖς κατὰ γαστέρα τε καὶ τὰ γεννητικὰ μόρια.
τινῶν δὲ ἐν τοῖς κώλοις ἐστὶν ἡ δυσκρασία καὶ πολλοῖς καθ’ ἕν τι τῶν σπλάγχνων ἤ τι μόριον ἕτερον ἓν ἢ πλείω, καθάπερ οὖν καὶ περὶ πλείονα σπλάγχνα ἐνίοις ἐστὶν ἡ δυσκρασία.
πολλοῖς δὲ ἐφώρασα καὶ κατά τι τῶν ὀργανικῶν μορίων δύο κράσεις ὑπαρχούσας, ὥστε, εἰ τύχοι, τὸ μὲν ἄλλο κύτος τῆς γαστρὸς ἅπαν ἑτέρας εἶναι κράσεως, ἤτοι χρηστῆς ἢ μοχθηρᾶς, ἑτέρας δὲ μόνον αὐτῆς τὸ στόμα.
περὶ μὲν δὴ τούτων ἐν ταῖς μοχθηραῖς κατασκευαῖς τῶν σωμάτων εἰρήσεται.
Περὶ δὲ τῆς ἀρίστης ἤδη λέγωμεν, ἧς ἕκαστον μόριον ἄμεμπτον [32] ἔχει τὴν σύμπασαν οὐσίαν.
ὁ δὴ τοιοῦτος ἄνθρωπος ὑπὸ τὴν ὑγιεινὴν ἀγόμενος τέχνην εὐτυχὴς μὲν ἂν εἴη, εἰ μετὰ τὴν πρώτην ἀποκύησιν ἐπιστατοῖτο πρὸς αὐτῆς· οὕτω γὰρ ἄν τι καὶ εἰς τὴν ψυχὴν ὀνίναιτο, τῆς χρηστῆς διαίτης ἤθη χρηστὰ παρασκευαζούσης· οὐ μὴν ἀλλὰ καὶ εἰ κατά τινα τῶν ἑξῆς ἡλικιῶν εἰς χρείαν τῆς τέχνης ἀφίκοιτο, καὶ οὕτως ὀνήσεται τὰ μέγιστα.
εἰρήσεται δὲ πρῶτον μέν, ὡς ἄν τις ἐξ ἀρχῆς παραλαβὼν ἄνθρωπον τοιοῦτον ὑγιαίνοντα διὰ παντὸς ἀποδείξειε τοῦ βίου, πλὴν εἴ τι τῶν ἔξωθεν αὐτῷ συμπίπτει βίαιον (οὐδὲν γὰρ τοῦτό γε πρὸς τὸν τῆς ὑγιεινῆς τέχνης ἐπιστήμονα), δεύτερον δέ, ὅπως ἄν τις, εἰ καὶ μὴ νεογενὲς εἴη τὸ παιδίον, ἀλλ’ ἤδη παιδεύεσθαι δυνάμενον, ἐπιστατήσειεν αὐτοῦ· καὶ οὕτω καθ’ ἑκάστην τῶν ἄλλων ἡλικιῶν.
τὸ τοίνυν νεογενὲς παιδίον, τοῦτο δὴ τὸ ἄμεμπτον ἁπάσῃ τῇ κατασκευῇ, πρῶτον μὲν σπαργανούσθω, συμμέτροις ἁλσὶν περιπαττόμενον, ὅπως αὐτῷ στερρότερον καὶ πυκνότερον εἴη τὸ δέρμα τῶν ἔνδον [33] μορίων.
ἐν γὰρ τῷ κυΐσκεσθαι πάνθ’ ὁμοίως ἦν μαλακὰ μήτε ψαύοντος αὐτοῦ τινος ἔξωθεν σκληροτέρου σώματος μήτ’ ἀέρος ψυχροῦ προσπεσόντος, ὑφ’ ὧν συναγόμενόν τε καὶ πιλούμενον γένοιτ’ ἂν ἑαυτοῦ τε καὶ τῶν ἄλλων μορίων σκληρότερόν τε καὶ πυκνότερον.
ἐπειδὰν δ’ ἀποκυηθῇ, ἐξ ἀνάγκης ὁμιλεῖν μέλλει καὶ κρύει καὶ θάλπει καὶ πολλοῖς σκληροτέροις ἑαυτοῦ σώμασι.
προσήκει διὰ ταῦτα τὸ σύμφυτον αὐτῷ σκέπασμα παρασκευασθῆναί πως ὑφ’ ἡμῶν ἄριστον εἰς δυσπάθειαν.
ἱκανὴ δὲ ἡ διὰ μόνων τῶν ἁλῶν παρασκευὴ τοῖς γε κατὰ φύσιν ἔχουσι βρέφεσιν.
ὅσα γὰρ ἤτοι μυρίνης φύλλων ξηρῶν περιπαττομένων ἤ τινος ἑτέρου τοιούτου δεῖται, μοχθηρῶς δή που διάκειται.
πρόκειται δ’ ἡμῖν τό γε νῦν εἶναι περὶ τῶν ἄριστα κατεσκευασμένων τὸν λόγον ποιεῖσθαι.
ταῦτ’ οὖν, ὡς εἴρηται, σπαργανωθέντα γάλακτί τε χρήσθω τροφῇ καὶ λουτροῖς ὑδάτων χρηστῶν· ὑγρᾶς γὰρ χρῄζει τῆς συμπάσης διαίτης, ἅτε καὶ τὴν κρᾶσιν ὑγροτέραν ἔχοντα τῶν ἐν ταῖς ἄλλαις ἡλικίαις.
[34] ἔοικε δὲ τοῦτο πρῶτον εὐθὺς ἥκειν σκέμμα τῶν ἀναγκαίων εἰς δίαιταν ὑγιεινήν.
εἰσὶ γὰρ οἳ νομίζουσιν ἀεὶ δεῖσθαι ξηραίνεσθαι τὰς ὑγροτέρας φύσεις, ὥσπερ γε καὶ θερμαίνεσθαι μὲν τὰς ψυχροτέρας, ὑγραίνεσθαι δὲ τὰς ξηροτέρας, ψύχεσθαι δὲ τὰς θερμοτέρας· ὑπὸ μὲν γὰρ τῶν ὁμοίων ἑκάστην τῶν ἀμετριῶν αὐξάνεσθαι, κολάζεσθαι δὲ καὶ καθαιρεῖσθαι πρὸς τῶν ἐναντίων, ἑνὶ δὲ λόγῳ «τὰ ἐναντία τῶν ἐναντίων» ὑπάρχειν «ἰάματα».
ἐχρῆν δὲ αὐτοὺς μὴ τοῦτο μόνον Ἱπποκράτους ἀνεγνωκέναι τε καὶ μνημονεύειν [ὡς τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα], ἀλλὰ κἀκεῖνα, δι’ ὧν φησιν· «αἱ ὑγραὶ δίαιται πᾶσι τοῖσι πυρετταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι.» φαίνεται γὰρ ἐνταῦθα παράλληλα θεὶς ἐφεξῆς τὰ τρία, νόσημά τε καὶ ἡλικίαν καὶ ἔθος, ἀπὸ μὲν τοῦ νοσήματος ἔνδειξιν λαμβάνων τῶν ἐναντίων, ἀπὸ δὲ τῆς ἡλικίας τε καὶ τοῦ ἔθους τῶν ὁμοίων.
τῷ μὲν γὰρ πυρετῷ (νόσημα δέ ἐστι τοῦτο θερμὸν καὶ αὐχμῶδες) αἱ ὑγραὶ δίαιται χρησταί· τοῖς δὲ [35] παιδίοις (οὐ γὰρ νόσημα τούτοις γε, ἀλλὰ κατὰ φύσιν ἢ ἡλικίαν) τὸ ὁμοιότατον ὠφελιμώτατον.
οὕτω δὲ καὶ τοῖς ἔθεσιν, ὡς ἂν καὶ αὐτοῖς ἐπικτήτους τινὰς ἐν τοῖς σώμασι φύσεις ἐργαζομένοις, ἡ τῶν ἐναντίων προσφορὰ βλαβερωτάτη.
καὶ δεόντως τοῖς μὲν κατὰ φύσιν ἔχουσι σώμασι φυλάττεσθαι χρὴ τὴν οἰκείαν ἕξιν, τοῖς δὲ νοσοῦσιν ἀλλοιοῦσθαί τε καὶ πρὸς τοὐναντίον ἐπάγεσθαι.
φυλάττεται μὲν οὖν ἕκαστον ὑπὸ τῶν ὁμοίων, ἀλλοιοῦται δὲ ὑπὸ τῶν ἐναντίων.
οὔκουν ξηραίνειν χρὴ τοὺς παῖδας, ὅτι μὴ παρὰ φύσιν αὐτοῖς ἡ ὑγρότης, ὥσπερ ἐν βράγχοις τε καὶ κορύζαις καὶ κατάρροις καὶ ὑδέροις, ἀλλ’ ἐν τοῖς φύσει διαιτᾶν ὑγραίνουσι τὸ κατὰ φύσιν φυλάττοντα ταῖς διαίταις ὑγραινούσαις λουτροῖς τε ποτίμων ὑδάτων (ὅσα γὰρ ἐμφαίνει τινὰ φαρμακώδη ποιότητα, ξηραίνει πάντα, καθάπερ τὰ θειώδη καὶ ἀσφαλτώδη καὶ νιτρώδη καὶ στυπτηριώδη) καὶ τροφὴν καὶ ποτὸν παρέχειν ὅτι μάλιστα κράσεως ὑγροτάτης.
οὕτω δὲ καὶ ἡ φύσις αὐτὴ προὐνοήσατο τῶν παίδων τροφὴν αὐτοῖς ὑγρὰν [36] παρασκευάζουσα τὸ γάλα τῆς μητρός.
ἄριστον μὲν οὖν ἴσως καὶ τοῖς ἄλλοις ἅπασι βρέφεσι τὸ γάλα τῆς μητρός, πλὴν εἰ μὴ τύχοι νενοσηκός, οὐχ ἥκιστα δὲ καὶ τῷ τῆς ἀρίστης κράσεως, ὑπὲρ οὗ νῦν ὁ λόγος ἐστί.
εἰκὸς γάρ που τῆς τούτου μητρὸς ἄμεμπτον εἶναι τό τε σύμπαν σῶμα καὶ τὸ γάλα.
ἐξ αἵματος μὲν οὖν ἔτι κυουμένοις ἡμῖν ἡ τροφή· ἐξ αἵματος δὲ καὶ ἡ τοῦ γάλακτος γένεσις ὀλιγίστην μεταβολὴν ἐν τοῖς μαστοῖς προσλαβόντος.
ὥσθ’ ὅσα παιδία τῷ τῆς μητρὸς γάλακτι τρέφεται, συνηθεστάτῃ τε ἅμα καὶ οἰκειοτάτῃ χρῆται τροφῇ.
φαίνεται δὲ οὐ μόνον παρασκευάσασα τὴν τοιαύτην τροφὴν ἡ φύσις τοῖς βρέφεσιν, ἀλλὰ καὶ δυνάμεις αὐτοῖς εὐθὺς ἐξ ἀρχῆς ἐμφύτους παρασχοῦσα ἕνεκα τῆς χρήσεως αὐτοῦ.
καὶ γὰρ καὶ γεννηθεῖσιν εἴ τις ἐνθείη παραχρῆμα τῷ στόματι τὴν θηλὴν τοῦ μαστοῦ, βδάλλει τε τὸ γάλα καὶ καταπίνει προθυμότατα· καὶ ἢν ἀνιώμενά τε καὶ κλαυθμυριζόμενα τύχῃ, τῆς λύπης οὐκ ἐλάχιστον ἴαμα αὐτοῖς ὁ τιτθὸς τῆς τρεφούσης ἐστὶν ἐντιθέμενος τῷ στόματι.
τρία γὰρ [οὖν] δὴ ταῦτα ταῖς τροφοῖς ἐξεύρηται [37] τῆς λύπης τῶν παιδίων ἰάματα τῇ πείρᾳ διδαχθείσαις, ἓν μὲν τὸ νῦν δὴ λελεγμένον, ἕτερα δὲ δύο, κίνησίς τις μετρία καὶ φωνῆς εὐμέλειά τις, οἷς χρώμεναι διαπαντὸς οὐ καταπραΰνουσι μόνον, ἀλλὰ καὶ εἰς ὕπνον ἀπάγουσιν αὐτὰ δηλούσης αὖ κἀν τούτῳ τῆς φύσεως, ὅτι πρὸς μουσικὴν καὶ γυμναστικὴν οἰκείως διάκειται.
καὶ ὅστις οὖν ἱκανός ἐστι καλῶς χρήσασθαι ταῖς τέχναις ταύταις, οὗτος καὶ σῶμα καὶ ψυχὴν παιδεύσει κάλλιστα.
Ταῖς γοῦν τροφοῖς αἱ τῶν παιδίων κινήσεις ἔν τε λίκνοις καὶ σκίμποσι καὶ ταῖς σφῶν αὐτῶν ἀγκάλαις ἐξεύρηνται.
καί πως ἂν καὶ τοῦθ’ ἕτερον ἡμῖν ἥκοι σκέμμα πρὸς ὑγείας τήρησιν ἀναγκαιότατον, Ἀσκληπιάδου μὲν ἄντικρύς τε κἀκ τοῦ φανερωτάτου κατεγνωκότος γυμνασίων, Ἐρασιστράτου δὲ ἀτολμότερον μὲν ἀποφηναμένου, τὴν δ’ αὐτὴν Ἀσκληπιάδῃ γνώμην ἀποδεικνυμένου, τῶν δ’ ἄλλων σχεδὸν ἁπάντων ἰατρῶν ἐπαινούντων οὐ πρὸς εὐεξίαν μόνον, ἀλλὰ καὶ πρὸς ὑγείαν αὐτά.
τριττὰ δ’ ἐστὶ γένη τά γε πρῶτα τῶν γυμνασίων, ὅσαιπερ καὶ αἱ τῶν κινήσεων διαφοραί· ἢ γὰρ ἐξ ἑαυτῶν ἢ ὑφ’ ἑτέρων [38] ἢ διὰ φαρμάκων κινούμεθα.
τὸ μὲν δὴ τρίτον εἶδος τῆς κινήσεως οὐδαμῶς ὑγιαίνουσι πρέπον· ἡ δ’ ὑφ’ ἑτέρου κίνησις ἔν τε τῷ πλεῖν καὶ ἱππεύειν καὶ ὀχεῖσθαι καί, ὡς ἀρτίως λέλεκται, διά τε λίκνων καὶ σκιμπόδων καὶ ἀγκαλῶν γίνεται.
τοῖς μὲν οὖν νεογενέσι παιδίοις οὔπω δεῖ κινήσεως τηλικαύτης, ἡλίκη διά τε τῶν ὀχημάτων καὶ τῶν πλοίων καὶ τοῖς ἱππαζομένοις γίνεται· τοῖς δ’ ἤδη τὸ τρίτον ἢ τὸ τέταρτον ἔτος ἀπὸ τῆς πρώτης γενέσεως ἄγουσιν ἐγχωρεῖ καὶ δι’ ὀχημάτων καὶ πλοίων κινεῖσθαι τὰ μέτρια· ἑπταετῆ δὲ γενόμενα τὰ παιδία καὶ τῶν ἰσχυροτέρων ἀνέχεται κινήσεων, ὥστε καὶ ἱππεύειν ἐθίζεσθαι.
ἐξ ἑαυτῶν δὲ κινεῖσθαι τὰ παιδία τηνικαῦτα δύναται πρῶτον, ὅταν ἕρπειν ἀπάρξηται, καὶ μᾶλλον, ἐπειδὰν ἀπάρξηται βαδίζειν· μὴ βιάζεσθαι δὲ αὐτὰ πρὸ τοῦ δέοντος, ὅπως μὴ διαστραφῇ τὰ κῶλα.
δηλοῖ μὴν κἀν τῷδε τῆς ἡλικίας, εἰς ὅσον ἡμῶν ἡ φύσις ᾠκείωται γυμνασίοις.
οὐ γὰρ ἄν, οὐδ’ εἰ κατακλείσαις παιδία, οἷός τε εἴης [39] κωλῦσαι διαθέειν τε καὶ σκιρτᾶν ὡσαύτως γε τοῖς πώλοις τε καὶ μόσχοις.
ἱκανὴ γὰρ ἡ φύσις ἐν ἅπασι τοῖς ζῴοις ὁρμὰς οἰκείας ἐνθεῖναι πρὸς ὑγείαν τε καὶ σωτηρίαν.
ἀλλ’ οἱ περὶ τὸν Ἀσκληπιάδην οὐδὲν τῶν τοιούτων ἐννοήσαντες ἐπὶ πολλῆς σχολῆς σοφίσματα πλέκουσιν, ἐπιδείκνυσθαι πειρώμενοι τὰ γυμνάσια μηδὲν εἰς ὑγείαν συντελοῦντα.
πρὸς ἐκείνους μὲν οὖν δὴ καὶ αὖθις εἰρήσεται τὰ εἰκότα, ὡς τῆς ἀδολεσχίας ἐπὶ τέλους εἰρησομένης· πρόκειται γάρ μοι νῦν οὐ σοφιστῶν ἀδολεσχίας ἐλέγχειν, ἀλλ’ αὐτὸ τὸ χρήσιμον εἰς ὑγείαν ἐκδιδάσκειν.
ἐπὶ δὲ τοὺς παῖδας ἐπάνειμι τοὺς ἄριστα κατεσκευασμένους τὸ σῶμα.
τούτους δ’ εἰκὸς εἶναι καὶ τὸ τῆς ψυχῆς ἦθος ἀμέμπτους· ὡς ὅσοι γε θυμικώτεροι τοῦ δέοντός εἰσιν ἢ ἀθυμότεροί τινες ἢ ἀναισθητότεροι ἢ λιχνότεροι τοῦ προσήκοντος, ἀνάγκη τούτους οὐκ ὀρθῶς κεκρᾶσθαι τοῖς μέρεσιν ἐκείνοις τοῦ σώματος, οἷς ἐνεργοῦμεν ἕκαστα τῶν εἰρημένων.
γέγραπται δ’ ὑπὲρ αὐτῶν ἐπὶ πλέον ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήμασιν.
ἀλλ’ ὅ γε [40] νῦν ἡμῖν προκείμενος ἐν τῷ λόγῳ παῖς ἄριστός ἐστι τὰ πάντα.
τούτου τοίνυν ἐπανορθοῦσθαι μὲν οὐδὲν χρὴ τῶν τῆς ψυχῆς ἠθῶν, φυλάττειν δ’, ὅπως μὴ διαφθαρῇ.
φυλάττεται δ’ ἅπαν ὑπὸ τῶν αὐτῶν κατὰ γένος, ὑφ’ ὧνπερ καὶ διαφθείρεται.
διαφθείρεται δὲ τὸ τῆς ψυχῆς ἦθος ὑπὸ μοχθηρῶν ἐθισμῶν ἐν ἐδέσμασί τε καὶ πόμασι καὶ γυμνασίοις καὶ θεάμασι καὶ ἀκούσμασι καὶ τῇ συμπάσῃ μουσικῇ.
τούτων τοίνυν ἁπάντων ἔμπειρον εἶναι χρὴ τὸν τὴν ὑγιεινὴν τέχνην μετιόντα καὶ μὴ νομίζειν, ὡς φιλοσόφῳ μόνῳ προσήκει πλάττειν ἦθος ψυχῆς· ἐκείνῳ μὲν γὰρ δι’ ἕτερόν τι μεῖζον τὴν τῆς ψυχῆς αὐτῆς ὑγείαν, ἰατρῷ δὲ ὑπὲρ τοῦ μὴ ῥᾳδίως εἰς νόσους ὑπομεταφέρεσθαι τὸ σῶμα.
καὶ γὰρ θυμὸς καὶ κλαυθμὸς καὶ ὀργὴ καὶ λύπη καὶ πλεῖον τοῦ δέοντος φροντὶς ἀγρυπνία τε πολλὴ ἐπ’ αὐτοῖς γενομένη πυρετοὺς ἀνάπτουσι καὶ νοσημάτων μεγάλων ἀρχαὶ καθίστανται, ὥσπερ καὶ τοὐναντίον ἀργὴ διάνοια καὶ ἄνοια καὶ ψυχὴ παντάπασιν ἄθυμος ἀχροίας καὶ ἀτροφίας ἐργάζεται πολλάκις ἀρρωστίᾳ τῆς ἐμφύτου θερμότητος.
χρὴ [41] μὲν γὰρ φυλάττειν ἅπαντος μᾶλλον ἐν ὅροις ὑγιεινοῖς τὴν σύμφυτον ἡμῖν θερμότητα.
φυλάττεται δὲ ὑπὸ τῶν συμμέτρων γυμνασίων οὐ κατὰ τὸ σῶμα μόνον, ἀλλὰ κατὰ τὴν ψυχὴν γινομένων.
αἱ δ’ ἄμετροι κινήσεις ἐν ἐπιθυμίαις τε καὶ διαλογισμοῖς καὶ θυμοῖς, αἱ μὲν ὑπερβάλλουσαι χολωδέστερον ἀποφαίνουσι τὸ ζῷον, αἱ δ’ ἐλλείπουσαι φλεγματικώτερον καὶ ψυχρότερον.
καὶ δὴ καὶ ταῖς μὲν προτέραις ἕξεσιν οἵ τε πυρετοὶ καὶ ὅσα θερμότερα πάθη, ταῖς δ’ ἑτέραις ἐμφράξεις καθ’ ἧπάρ τε καὶ σπλάγχνα, ἐπιληψίαι τε καὶ ἀποπληξίαι ἤ τι τοιοῦτον ἄλλο, καὶ συνελόντα φάναι, τὰ καταρροϊκά τε καὶ ῥευματικὰ νοσήματα συμπίπτει πάντα.
καὶ οὐκ ὀλίγους ἡμεῖς ἀνθρώπους νοσοῦντας ὅσα ἔτη διὰ τὸ τῆς ψυχῆς ἦθος ὑγιεινοὺς ἀπεδείξαμεν, ἐπανορθωσάμενοι τὴν ἀμετρίαν τῶν κινήσεων.
οὐ σμικρὸς δὲ τοῦ λόγου μάρτυς καὶ ὁ πάτριος ἡμῶν θεὸς Ἀσκληπιός, οὐκ ὀλίγας μὲν ᾠδάς τε γράφεσθαι καὶ μίμους γελοίων καὶ μέλη τινὰ ποιεῖν ἐπιτάξας, οἷς αἱ τοῦ θυμοειδοῦς κινήσεις σφοδρότεραι γενόμεναι θερμοτέραν τοῦ δέοντος ἀπειργάζοντο [42] τὴν κρᾶσιν τοῦ σώματος, ἑτέροις δέ τισιν, οὐκ ὀλίγοις οὐδὲ τούτοις, κυνηγετεῖν καὶ ἱππάζεσθαι καὶ ὁπλομαχεῖν.
εὐθὺς δὲ τούτοις διώρισε τό τε τῶν κυνηγεσίων εἶδος, οἷς τοῦτο προσέταξε, τό τε τῆς ὁπλίσεως, οἷς δι’ ὅπλων ἐκέλευσε τὰ γυμνάσια ποιεῖσθαι.
οὐ γὰρ μόνον ἐπεγείρειν αὐτῶν τὸ θυμοειδὲς ἐβουλήθη, ἄρρωστον ὑπάρχον, ἀλλὰ καὶ μέτρον ὡρίσατο τῇ τῶν γυμνασίων ἰδέᾳ.
οὐ γὰρ ὡσαύτως θήγεται τὸ θυμοειδὲς εἰς ἀγρίους ὗς ἢ ἄρκτους ἢ ταύρους ἤ τι τῶν οὕτως ἀλκίμων θηρίων ἢ ἐπὶ λαγωοὺς ἢ δορκάδας ἤ τι τῶν οὕτω δειλῶν, οὐδ’ ὡσαύτως ἐπί τε τῆς κούφης ὁπλίσεως καὶ τῆς βαρείας, ὥσπερ οὐδὲ ἐν τῷ θέειν ὠκέως ἢ μετρίως κινεῖσθαι καὶ μετὰ τοῦ φιλονεικεῖν ἑτέροις ἢ καθ’ ἑαυτόν.
οὕτω δὲ καὶ τῶν μέγα κεκραγότων ἢ ἐγκελευομένων τε καὶ παροξυνόντων ἐπὶ τοὺς πόνους ἢ σιωπώντων οὐκ ὀλίγον διαφέρει.
ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ἔπειτα λόγοις ἐπὶ πλέον εἰρή σεται.
τὰ δὲ σμικρὰ παιδία τὰ τὴν ἀρίστην ἔχοντα κρᾶσιν (ὑπὲρ τούτων γὰρ ἦν ὁ λόγος) οὐκ ὀλίγης ἐπιμελείας δεῖται πρὸς τὸ μηδεμίαν ἐν [43] αὐτοῖς τῆς ψυχῆς ἄμετρον γίνεσθαι κίνησιν· ἅτε γὰρ οὐδέπω λόγῳ χρώμενα τῷ κλαίειν τε καὶ κεκραγέναι καὶ θυμοῦσθαι καὶ κινεῖν ἀτάκτως ἑαυτὰ διασημαίνει τὴν ἀνίαν.
ἡμᾶς οὖν χρὴ στοχαζομένους, ὅτου δεῖται, παρέχειν ἑκάστοτε τοῦτο, πρὶν αὐξηθεῖσαν αὐτῶν τὴν λύπην εἰς σφοδροτέραν καὶ ἄτακτον κίνησιν ὅλην ἐμβαλεῖν τὴν ψυχὴν ἅμα τῷ σώματι· ἤτοι γὰρ ἐξ ἑαυτῶν ὀδαξούμενα ἢ πρός τινος ἔξωθεν ἀνιώμενα ἢ ἀποπατεῖν ἢ οὐρεῖν ἢ ἐσθίειν ἢ πίνειν ἐθέλοντα κλαίει τε καὶ κινεῖται πλημμελῶς, ὥσπερ σφαδάζοντα.
γένοιτο δ’ ἄν ποτε καὶ θάλπους ἐπιθυμεῖν αὐτὰ κρύει ταλαιπωρούμενα καὶ ἀναψύξεώς τινος ὑπὸ θάλπους ἀμέτρου διοχλούμενα καί ποτε μὴ φέροντα τὸ πλῆθος τῶν ἐπιβεβλημένων ἱματίων· ἀνιᾷ γὰρ δὴ καὶ τοῦτο πολλάκις οὐ σμικρά, καὶ μάλιστα κατὰ τὰς ὑποστροφὰς ὅλου τοῦ σώματος καὶ τὰς τῶν κώλων κινήσεις.
ἀλλὰ καὶ αὐτὸ τὸ ἡσυχάζειν ἐπὶ πλέον οὐ σμικρῶς λυπηρόν· οὐδενὸς γὰρ ἀμετρίᾳ χαίρει ζῷον οὐδέν, ἀλλ’ ἀεὶ τοῦ συμμέτρου χρῄζει.
[44] σύμμετρον δὲ οὐχ ἓν ἅπασιν, ἀλλ’ ἐν τῷ πρός τι πᾶσα συμμετρία.
διὸ χρὴ τὸν ἐπιμελούμενον ἀνατροφῆς παιδίων, στοχαστικὸν ἀκριβῶς ὑπάρχοντα τοῦ συμμέτρου τε καὶ οἰκείου, παρέχειν ἑκά στοτε τοῦτο [πρὶν αὐξηθεῖσαν αὐτῷ τὴν λύπην εἰς ἀμετρίαν κινήσεως ἐμβαλεῖν τό τε σῶμα καὶ τὴν ψυχήν], εἰ δ’ ἄρα ποτὲ καὶ λάθοι τὸ λυποῦν αὐξηθέν, ἐπανορθοῦσθαι πειρᾶσθαι τὴν λύπην αὐτῷ τε τῷ παρέχειν αὐτίκα τὸ ἐπιθυμηθὲν ἢ ἐκκόπτειν τὸ ἀνιῶν ἔτι τε τῇ κινήσει τῇ διὰ τῶν ἀγκαλῶν καὶ τοῖς μέλεσι τῆς φωνῆς, οἷς εἰώθασιν αἱ σοφώτεραι τῶν τροφῶν χρῆσθαι.
ἐγὼ γοῦν ποτε δι’ ὅλης ἡμέρας παιδίου κλαίοντός τε καὶ θυμουμένου καὶ σφοδρῶς καὶ ἀτάκτως ἑαυτὸ μεταβάλλοντος ἐξεῦρον τὸ λυποῦν ἀπορουμένης τῆς τροφοῦ· ὡς γὰρ οὔτε πρὸς τὸν τιτθὸν ἐντεθειμένον οὔτε προϊσχομένης αὐτὸ τῆς τρεφούσης, εἰ ἀποπατεῖν ἢ οὐρεῖν ἐθέλοι, καθίστατο, παρηγορεῖτο δ’ οὐδέν, οὐδ’ ὁπόταν ἐν ταῖς ἀγκάλαις ἐνθεμένη κατακλίνειν ἐπιχειρήσειεν, [45] ἐθεασάμην δ’ ἐγὼ τὴν στρωμνὴν αὐτοῦ καὶ τὰ περιβλήματά τε καὶ ἀμφιέσματα ῥυπαρώτερα καὶ αὐτὸ τὸ παιδίον ἤδη ῥυπῶν τε καὶ ἄλουτον, ἐκέλευσα λοῦσαί τε καὶ ἀπορρύψαι καὶ τὴν στρωμνὴν ὑπαλλάξαι, καὶ πᾶσαν τὴν ἐσθῆτα καθαρωτέραν ἐργάσασθαι· καὶ τούτων γενομένων, αὐτίκα μὲν ἐπαύσατο τῶν ἀμέτρων κινήσεων, αὐτίκα δὲ καθύπνωσεν ἥδιστόν τε καὶ μακρότατον ὕπνον.
εἰς δὲ τὸ καλῶς ἐστοχάσθαι πάντων τῶν ἀνιώντων τὸ παιδίον οὐκ ἀγχινοίας μόνον, ἀλλὰ καὶ τῆς περὶ τὸ τρεφόμενον αὐτὸ συνεχοῦς ἐμπειρίας ἐστὶ χρεία.
Ταῦτ’ οὖν ἅπαντα περὶ τὸ παιδίον εἰς τρίτον ἔτος ἀπὸ τῆς πρώ της γενέσεως ἀξιῶ πραγματεύεσθαι καὶ πρὸς τούτοις ἔτι τῆς τρεφούσης αὐτὸ οὐ σμικρὰν ποιεῖσθαι πρόνοιαν ἐδεσμάτων τε πέρι καὶ πομάτων, ὕπνων τε καὶ ἀφροδισίων καὶ γυμνασίων, ὡς ἂν ἄριστον εἴη τὴν κρᾶσιν τὸ γάλα.
γίνοιτο δ’ ἂν τοιοῦτον; εἰ τὸ αἷμα χρηστότατον εἴη.
ἔστι δὲ χρηστότατον τὸ μήτε πικρόχολον μήτε μελαγχολικὸν μήτε φλεγματῶδες μήτ’ ὀρρώδει τινὶ μήθ’ ὑδατώδει συμμιγὲς ὑγρότητι.
γεννᾶται δὲ τοιοῦτον [46] ἐπί τε τοῖς συμμέτροις γυμνάσμασι καὶ τροφαῖς εὐχύμοις τε ἅμα καὶ κατὰ καιρὸν τὸν προσήκοντα καὶ κατὰ μέτρα τὰ δέοντα λαμβανομέναις, ὥσπερ οὖν καὶ ἐπὶ πόμασιν εὐκαίροις τε καὶ μετρίοις· ὑπὲρ ὧν ἁπάντων ἐν τοῖς ἔπειτα λόγοις ἀκριβῶς διορισθήσεται.
ἀφροδισίων δὲ παντάπασιν ἀπέχεσθαι κελεύω τὰς θηλαζούσας παιδία γυναῖκας.
αἵ τε γὰρ ἐπιμήνιοι καθάρσεις αὐταῖς ἐρεθίζονται μιγνυμέναις ἀνδρί, καὶ οὐκ εὐῶδες ἔτι μένει τὸ γάλα.
καί τινες αὐτῶν ἐν γαστρὶ λαμβάνουσιν, οὗ βλαβερώτερον οὐδὲν ἂν εἴη παιδίῳ γάλακτι τρεφομένῳ.
δαπανᾶται γὰρ ἐν τῷδε τὸ χρηστότατον τοῦ αἵματος εἰς τὸ κυούμενον.
ἅτε γὰρ ἀρχὴν ζωῆς ἐν ἑαυτῷ ἰδίαν περιέχον, ὑπὸ ταύτης τε διοικεῖται καὶ διὰ παντὸς ἐπισπᾶται τὴν οἰκείαν τροφὴν ὡσανεὶ ἐνερριζωμένον τε τῇ μήτρᾳ καὶ ἀχώριστον ὑπάρχον ἀεὶ νύκτωρ τε ἅμα καὶ μεθ’ ἡμέραν ἔλαττόν τε εἰκότως ἐν τῷδε καὶ φαυλότερον ἀποτελεῖται τὸ τῆς κυούσης αἷμα, καὶ διὰ τοῦτο καὶ τὸ γάλα μοχθηρόν τε καὶ ὀλίγον ἐν τοῖς [47] τιτθοῖς ἀθροίζεται.
ὥστε ἔγωγε βουλεύσαιμ’ ἄν, εἰ κυήσειεν ἡ θηλάζουσα τὸ παιδίον, ἑτέραν ἐξευρίσκειν τροφόν, ἐπισκεπτομένους τε καὶ δοκιμάζοντας αὐτῆς ἀκριβῶς τὸ γάλα γεύσει καὶ ὄψει καὶ ὀσφρήσει.
καὶ γὰρ γευομένοις καὶ ὀσμωμένοις ἡδὺ καὶ θεωμένοις λευκόν τε καὶ ὁμαλὸν καὶ μέσως ἔχον ὑγρότητός τε καὶ παχύτητος ὀφθήσεται τὸ ἄριστον γάλα· τὸ δὲ μοχθηρὸν ἤτοι παχὺ καὶ τυρωδέστατον ἢ ὑγρὸν καὶ ὀρρῶδες καὶ πελιδνὸν καὶ ἀνώμαλον ἐν συστάσει καὶ χροιᾷ καὶ γευομένοις πικρότατον καὶ ἅλμης ἤ τινος ἑτέρας ἀλλοκότου ποιότητος ἔμφασιν παρέξει· τὸ δὲ τοιοῦτον οὐδὲ πρὸς τὴν ὀσμὴν ἡδύ.
ταῦτα μὲν ἔστω σοι γνωρίσματα μοχθηροῦ τε καὶ χρηστοῦ γάλακτος, οἷς τεκμαιρόμενος, ὅταν ᾖ διὰ κύησιν ἢ καὶ νόσημά τι περὶ τὴν μαῖαν γενόμενον ἐφ’ ἑτέραν ἀνάγκη τροφὸν ἰέναι, τὴν κρίσιν τε καὶ τὴν αἵρεσιν αὐτῆς ποιεῖσθαι.
Τρέφειν δὲ τὸ παιδίον τὰ μὲν πρῶτα γάλακτι μόνῳ· ἐπειδὰν δ’ ἐκφύσῃ τοὺς πρόσθεν ὀδόντας, ἐθίζειν ἤδη πως αὐτὸ καὶ τῆς παχυτέρας [48] ἀνέχεσθαι τροφῆς, ὥσπερ οὖν καὶ τοῦτο αὐτὸ τῇ πείρᾳ διδαχθεῖσαι ποιοῦσιν αἱ γυναῖκες, ἄρτου μέντοι πρῶτον, ἔπειτα δ’ ὀσπρίων τε καὶ κρεῶν ὅσα τ’ ἄλλα τοιαῦτα προμασώμεναι καὶ ἐντιθεῖσαι τοῖς στόμασι τῶν παιδίων.
ἀνατρίβειν δὲ χρὴ τὸ σῶμα τῶν βρεφῶν ἐλαίῳ γλυκεῖ, καθάπερ τοῦτ’ αὐτὸ ποιοῦσιν ἐπιτηδείως αἱ πλεῖσται τῶν τροφῶν εὐθὺς ῥυθμίζουσαί τε καὶ διαπλάττουσαι τὰ μόρια.
ἀλλ’ ἐπί γε τοῦ νῦν ὑποκειμένου κατὰ τὸν λόγον παιδίου, τὴν κατασκευὴν τοῦ σώματος ἀμέμπτως ἔχοντος, οὐδὲν χρὴ περιεργάζεσθαι τὴν τροφὸν εἴς γε τὴν τῶν μελῶν εὐρυθμίαν, ἀλλ’ ἀνατρίβειν τε τὰ μέτρια καὶ λούειν ὁσημέραι, καθόσον οἷόν τε μὴ περιεχομένου γάλακτος ἀπέπτου κατὰ τὴν γαστέρα· κίνδυνος γὰρ ἀναληφθῆναι τοῦτο πρὶν πεφθῆναι καλῶς εἰς ὅλον τὸ σῶμα τοῦ παιδίου.
πολὺ δὲ δὴ μᾶλλον, εἰ καὶ τὴν γαστέρα τις αὐτὴν ἀνατρίβοι γάλακτος μεστήν, ἐμπλήσει τε τὸ σῶμα τροφῆς ἀπέπτου πληρώσει τε τὴν κεφαλήν.
διὸ χρὴ πολλὴν πρόνοιαν πεποιῆσθαι τοῦ μὴ λαμβάνειν τὴν τροφὴν τὸ παιδίον μήτε πρὸ λουτρῶν [49] μήτε πρὸ τῶν ἀνατρίψεων.
γένοιτο δ’ ἂν τοῦτο, παραφυλαττούσης ἀκριβῶς τῆς τροφοῦ τὸν ἐπὶ τοῖς μακροτέροις ὕπνοις καιρόν· ἐν τούτῳ γὰρ μάλιστα τὴν κοιλίαν ἤτοι παντάπασιν κενὴν ἢ πεπεμμένην ἤδη τὴν τροφὴν περιέχουσαν εὑρεῖν ἔστιν, οὐδ’, ὥσπερ νῦν ποιοῦσι ἔνιαι μὲν τῶν τροφῶν, ἕνα τινὰ χρόνον ἀφορίσασαι τῆς ἡμέρας, ἔνιαι δ’, ὅταν αὐταὶ σχολάσωσι, [τοῦ] τηνικαῦτα προνοούμεναι· διότι πολλάκις ἀναγκαῖόν ἐστι βλάπτεσθαι τὰ παιδία ἤπερ ὠφελεῖσθαι.
ὁ γὰρ ὑφ’ ἡμῶν ἀφοριζόμενος καιρὸς ἄλλοτε εἰς ἄλλον ἐμπίπτει χρόνον ἤτοι τῆς ἡμέρας ἢ τῆς νυκτός.
ἐπὶ μέντοι τῶν μειζόνων ἤδη παιδίων, ὅσα καὶ πληγαῖς καὶ ἀπειλαῖς ἐπιπλήξεσί τε καὶ νουθετήσεσι πείθεται, καιρὸς ἂν εἴη διττὸς εἰς ἀνάτριψίν τε καὶ λουτρόν· ὁ μὲν πρότερός τε καὶ ἄριστος, ἐπειδὰν ἐξαναστάντα τῶν ἑωθινῶν ὕπνων, εἶτα παίξαντα τροφὴν αἰτῇ.
τότε γὰρ ἐπιτίθεσθαι μάλιστα αὐτοῖς χρή, τὸ μὲν σῶμα πρὸς ὑγείαν τε ἅμα καὶ εὐεξίαν ἀσκοῦντας, τὴν δὲ ψυχὴν εἰς εὐπείθειάν τε [50] καὶ σωφροσύνην, οὐκ ἄλλως παρέξειν αὐτοῖς τὴν τροφὴν φάσκοντας, εἰ μὴ προθύμως ἐπακούσαιεν, εἰς ὅσον ἂν ἐθέλωμεν ἡμεῖς, ἀνατρίψεσί τε καὶ λουτροῖς.
οὗτος μὲν οὖν ὁ ἄριστος καιρός.
εἰ δέ τις ἀσχολία τὸν τρέφοντα τὸ παιδίον ἀπάγει, μέτριον ἄρτου δόντα παίζειν ἐπιτρέπειν, εἰς ὅσον ἂν βούληται, κἄπειτ’ αὖθις αἰτῆσαν αὐτὸ τηνικαῦτα τρίβειν τε καὶ λούειν.
οὐ μὴν πίνειν γε ἐπιτρεπτέον ποτὲ αὐτοὺς πρὸ τῶν λουτρῶν ἐπὶ τοῖς σιτίοις· ἀθροωτέρα γὰρ ἂν οὕτως ἡ ἀνάδοσις εἰς τὸ σῶμα τῶν ἐν τῇ γαστρὶ περιεχομένων γένοιτο.
χρὴ δὲ ἐπὶ τῶν ἀμέμπτως ὑγιαινόντων σωμάτων φυλάττεσθαι τοῦτο.
μεμπτέαι γὰρ αἱ τοιαῦται διαθέσεις τε καὶ κατασκευαὶ τῶν σωμάτων εἰσίν, ἐφ’ ὧν ἄμεινόν ἐστι πρὸ τῶν λουτρῶν διδόναι σιτία.
καὶ διορισθήσεται περὶ αὐτῶν ἐν τοῖς ἔπειτα λόγοις· ἀλλὰ νῦν γε τῆς ὑποθέσεως μνημονευτέον ἐστίν, ὡς τὸν ἄριστα σώματος ἔχοντα παῖδα διαιτῶμεν, ὅπως ἡμῖν φυλάττοιτο τοιοῦτος.
ἐφ’ οὗ βέλτιόν ἐστιν ἡγεῖσθαι τὰ λουτρὰ τῶν σιτίων· εἰ δ’ ἐν τοιούτῳ χωρίῳ τρέφοιτο ὁ παῖς, ἐν ᾧ βαλανεῖον οὐκ ἔνεστιν (ἴσως [51] μὲν οὖν οὐδ’ ὁμιλήσουσι τοῖσδε τοῖς γράμμασιν οἱ τοιοίδε), λούουσι μὲν ἐν σκάφαις αἱ τροφοὶ κἀνταῦθα τοὺς παῖδας, ἕως ἂν εἰς τὸ δεύτερον ἢ καὶ τρίτον ἔτος ἀπὸ γενετῆς ἐξίκωνται· μείζονας δὲ γενομένους, εἰ καὶ μὴ καθ’ ἑκάστην ἡμέραν, ἀλλὰ καὶ διὰ τρίτης γέ που καὶ τετάρτης ἀλείφουσί τε καὶ ἀνατρίβουσιν· εἰ δὲ μὴ κωλύοι τὰ τῆς ὥρας, αἱ λίμναι τε καὶ οἱ ποταμοὶ λουτρὸν αὐτοῖς εἰσιν, οἷόνπερ ἡμῖν τὸ βαλανεῖον.
παρὰ μέν γε τοῖς Γερμανοῖς οὐ καλῶς τρέφεται τὰ παιδία.
ἀλλ’ ἡμεῖς γε νῦν οὔτε Γερμανοῖς οὔτε ἄλλοις τισὶν ἀγρίοις ἢ βαρβάροις ἀνθρώποις ταῦτα γράφομεν, οὐ μᾶλλον ἢ ἄρκτοις ἢ λέουσιν ἢ κάπροις ἤ τισι τῶν ἄλλων θηρίων, ἀλλ’ Ἕλλησι καὶ ὅσοι τῷ γένει μὲν ἔφυσαν βάρβαροι, ζηλοῦσι δὲ τὰ τῶν Ἑλλήνων ἐπιτηδεύματα.
τίς γὰρ ἂν ὑπομείνειε τῶν παρ’ ἡμῖν ἀνθρώπων εὐθὺς ἅμα τῷ γεννηθῆναι τὸ βρέφος ἔτι θερμὸν ἐπὶ τὰ τῶν ποταμῶν φέρειν ῥεύματα, κἀνταῦθα, καθάπερ φασὶ τοὺς Γερμανούς, ἅμα τε πεῖραν αὐτοῦ ποιεῖσθαι τῆς φύσεως ἅμα τε κρατύνειν τὰ σώματα, βάπτοντας εἰς τὸ ψυχρὸν ὕδωρ ὥσπερ τὸν διάπυρον σίδηρον; ὅτι μὲν γάρ, ἐὰν ὑπομείνῃ τε καὶ μὴ [52] βλαβῇ, καὶ τὴν ἐκ τῆς οἰκείας φύσεως ἐπεδείξατο ῥώμην καὶ τὴν ἐκ τῆς πρὸς τὸ ψυχρὸν ὁμιλίας ἐπεκτήσατο, πρόδηλον πάντως· ὅτι δ’, εἰ νικηθείη πρὸς τῆς ἔξωθεν ψύξεως ἡ ἔμφυτος αὐτοῦ θερμότης, ἀναγκαῖον αὐτίκα τεθνάναι, καὶ τοῦτ’ οὐδεὶς ἀγνοεῖ.
τίς οὖν ἂν ἕλοιτο νοῦν ἔχων καὶ μὴ παντάπασιν ἄγριος ὢν καὶ Ϲκύθης εἰς τὴν τοιαύ την πεῖραν ἀγαγεῖν αὑτοῦ τὸ παιδίον, ἐν ᾗ θάνατός ἐστιν ἡ ἀποτυχία, καὶ ταῦτα μηδὲν μέγα τι μέλλων ἐκ τῆς πείρας κερδανεῖν; ὄνῳ μὲν γὰρ ἴσως ἤ τινι τῶν ἀλόγων ζῴων ἀγαθὸν ἂν εἴη μέγιστον, οὕτω πυκνὸν καὶ σκληρὸν ἔχειν δέρμα, ὡς ἀλύπως φέρειν τὸ κρύος· ἀνθρώπῳ δέ, λογικῷ ζῴῳ, τί ἂν εἴη μέγα τὸ τοιοῦτον; οὐδὲ γὰρ εἰς ὑγείαν ἁπλῶς οὑτωσὶ λέγων ἄν τις ἐπιτήδειον ὑπάρχειν τὸ πυκνότατον καὶ σκληρότατον δέρμα δεόντως ἂν εἴποι.
διττῆς γὰρ οὔσης βλάβης τοῖς τῶν ζῴων σώμασιν, ἑτέρας μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων, ἑτέρας δὲ ἀπὸ τῶν ἔνδοθεν, εὐάλωτόν ἐστι τοῖς μὲν ἔξωθεν πᾶσιν, ὧν [53] μαλακόν ἐστι καὶ ἀραιὸν τὸ δέρμα, τοῖς δὲ ἔνδοθεν, ὧν πυκνόν τε καὶ σκληρόν.
καὶ διὰ τοῦθ’ Ἱπποκράτης περὶ τῶν ἀπὸ τροφῆς ἐν ἡμῖν ἐπ’ ὠφελείᾳ τε καὶ βλάβῃ γινομένων διδάσκων ἐπ’ ἄλλοις πολλοῖς καὶ τοῦτ’ ἔγραψεν· «ἀραιότης σώματος ἐς διαπνοήν, οἷσι πλέον ἀφαιρέεται, ὑγιεινότερον, οἷσι δ’ ἔλασσον, νοσερώτερον.» βέλτιον οὖν ἑκατέρας πεφυλάχθαι τὰς ὑπερβολὰς καὶ μήτ’ εἰς τοσοῦτον πυκνὸν τὸ δέρμα παρασκευάζειν, ὡς κωλύειν διαπνεῖσθαι καλῶς, μήθ’ οὕτως ἀραιόν, ὡς ὑπὸ παντὸς αἰτίου τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων ἑτοίμως βλάπτεσθαι.
τοιοῦτον δὲ καὶ φύσει ἐστὶ τὸ σῶμα τοῦ νῦν ἡμῖν προκειμένου τῷ λόγῳ παιδίου, μέσον ἁπασῶν τῶν ὑπερβολῶν.
οὕτως οὖν αὐτὸ διαιτητέον, ὡς φυλάττειν ἀεὶ τῆς κατασκευῆς τὴν ἀρετήν.
φυλαχθή σεται δέ, κατὰ μὲν τὴν πρώτην ἡλικίαν ἐν γάλακτι τρεφομένῳ καὶ λουτροῖς γλυκέων ὑδάτων θερμῶν λουομένῳ, ὅπως ὅτι μάλιστα μέχρι πλείστου μαλακὸν αὐτῷ διαμένον τὸ σῶμα πολλὴν ἐπίδοσιν εἰς τὴν αὔξησιν ποιοῖτο.
μετὰ δὲ ταῦτα, καθ’ ὃν ἂν ἤδη χρόνον εἰς διδασκάλους [54] δύναιτο φοιτᾶν, οὐκ ἀναγκαῖον ἔτι λουτροῖς χρῆσθαι συνεχέσι, ἀλλ’ ἀρκεῖ διαπαλαίειν μανθάνοντα σύμμετρά τε πονεῖν ἐνταῦθα πρὸ τῶν σιτίων, ἀλουτεῖν δὲ ἤδη τὰ πλείω.
τὸ δ’ ὑπερπονεῖν, ὥσπερ ἔνιοι τῶν παιδοτριβῶν ἀναγκάζουσι τοὺς παῖδας, οὐδαμῶς ἀγαθόν· ἀναυξῆ γὰρ ὑπὸ τῆς παρὰ καιρὸν σκληρότητος ἀποτελεῖται τὰ σώματα, κἂν πλείστην ὁρμὴν ἐκ φύσεως εἰς τὴν αὔξησιν ἔχῃ.
Οἴνου δὲ τὸν οὕτω πεφυκότα παῖδα μέχρι πλείστου μηδ’ ὅλως γεύειν.
ὑγραίνει τε γὰρ ἱκανῶς καὶ θερμαίνει τὸ σῶμα πινόμενος οἶνος ἐμπίπλησί τε τὴν κεφαλὴν ἀτμῶν ἐν ταῖς ὑγραῖς καὶ θερμαῖς κράσεσι, οἵαπέρ ἐστι καὶ ἡ τῶν τοιούτων παιδίων.
ἀλλ’ οὔτε ἐμπίπλασθαι καλὸν αὐτοῖς τὴν κεφαλὴν οὔτε ὑγραίνεσθαι καὶ θερμαίνεσθαι περαιτέρω τοῦ προσήκοντος.
εἰς τοσοῦτον γὰρ ἥκουσιν ὑγρότητός τε καὶ θερμότητος, ὡς, εἰ καὶ βραχὺ παραυξήσειέ τις ὁπότερον αὐτῶν, ἐν ἀμετρίᾳ καθίσταται.
οὐσῶν δὲ πασῶν τῶν ἀμετριῶν φευκτῶν, ἡ τοιαύτη μάλιστ’ ἂν εἴη φευκτή, καθ’ ἣν οὐκ εἰς τὸ σῶμα [55] μόνον, ἀλλὰ καὶ εἰς τὴν ψυχὴν ἡ βλάβη διικνεῖται.
διόπερ οὐδὲ τοῖς ἤδη τελείοις ἄνευ τοῦ προσήκοντος μέτρου πινόμενος οἶνος ἀγαθός· εἰς θυμούς τε γὰρ ἐκκαλεῖται προπετεῖς καὶ ὕβριν ἀσελγῆ καὶ τὸ λογιζόμενον τῆς ψυχῆς ἀμβλύ τε καὶ τεθολωμένον ἐργάζεται.
ἀλλὰ τούτοις μὲν ἑτοίμως εἰς τὴν τῶν χολωδῶν περιττωμάτων ἐπίκρασίν τε ἅμα καὶ κένωσιν ἐπιτήδειος.
οὐχ ἥκιστα δὲ καὶ εἰς τὴν ἐν αὐτοῖς τοῖς στερεοῖς ὀργάνοις τοῦ ζῴου γινομένην ξηρότητα διά τε πόνους ὑπερβάλλοντας, ἔστιν ὅτε δὲ καὶ διὰ τὴν οἰκείαν τῆς ἡλικίας κρᾶσιν, ἐπιτήδειος ὁ οἶνος, ὑγραίνων μὲν καὶ ἀνατρέφων, ὅσον ἀμέτρως ἐξήρανται, πραΰνων δὲ τὸ δριμὺ τοῦ πικροῦ χυμοῦ καὶ δι’ ἱδρώτων καὶ οὔρων ἐκκενῶν.
οἱ δὲ παῖδες, ἅτε μήτε τὸν τοιοῦτον ἀθροίζοντες χυμὸν οἰκείαν τε παμπόλλην ἔχοντες ὑγρότητα, τῶν μὲν ἐξ οἴνου γενομένων ἀγαθῶν οὐδενὸς προσδέονται, μόνης δὲ ἀπολαύουσι τῆς αὐτοῦ βλάβης.
οὐκοῦν νοῦν ἔχων οὐδεὶς ἐπιτρέψει τοιούτῳ πόματι χρῆσθαι τοὺς παῖδας, ὃ πρὸς τῷ μηδὲν ἀγαθὸν ἐργάζεσθαι βλάβην ἐξαίσιον ἐφεδρεύουσαν ἔχει.
[56] οὐ μὴν οὐδὲ ψυχροῦ πόματος εἰς τὸ παντελὲς εἴργειν κελεύω τοὺς τοιούτους παῖδας, ὥσπερ ἔνιοι ποιοῦσιν, ἀλλ’ ἐπί τε σιτίοις τὰ πολλὰ καὶ κατὰ τὰς θερμοτάτας ὥρας, ὅταν ἥξωσιν αὐτοὶ πρὸς τὸ ψυχρόν, ἐπιτρέπω χρῆσθαι, μάλιστα μέν, εἰ οἷόν τε, πηγαίῳ προσφάτῳ, μηδεμίαν ἐπίκτητον ἔχοντι ποιότητα [μοχθηράν], μὴ παρόντος δὲ τοῦ τοιούτου τοῖς ἄλλοις.
φυλάττεσθαι δὲ τὰ λιμναῖα καὶ θολερὰ καὶ δυσώδη καὶ ἁλυκὰ καὶ ἁπλῶς εἰπεῖν ὅσα τινὰ ποιότητα κατὰ τὴν γεῦσιν ἐνδείκνυται· χρὴ γὰρ ἀποιότατον αὐτοῖς τὸ κάλλιστον ὕδωρ φαίνεσθαι, οὐ πρὸς τὴν γεῦσιν μόνον, ἀλλὰ καὶ πρὸς τὴν ὀσμήν.
εἴη δ’ ἂν τὸ τοιοῦτον ἥδιστόν τε ἅμα πίνοντι καὶ ἀκριβῶς καθαρόν.
εἰ δὲ καὶ ταχέως ὑποχωρεῖ τῶν ὑποχονδρίων, μηδὲν ζητεῖν ἕτερον βέλτιον, ὡς, ὅσα γε καθαρὰ μέν ἐστι καὶ λαμπρὰ καὶ οὐκ ἀηδῆ πινόμενα, παραμένει δὲ ἐπὶ πλέον ἐν τοῖς ὑποχονδρίοις, ἡμιμόχθηρα νομιστέον.
ἀπέχεσθαι δὲ τούτων κελεύω τῶν πάμπαν ψυχρῶν, οὐ μὴν θερμοῖς γε χρῆσθαι κωλύω.
ἀσφαλέστατον μὲν οὖν τῇ πείρᾳ κεκρίσθαι τὸ τοιοῦτον ὕδωρ· [57] εἰ δὲ καὶ διὰ γνωρισμάτων τις ἐθέλοι προγινώσκειν αὐτοῦ τὴν δύναμιν, ὅσων αἱ πηγαὶ πρὸς ἄρκτον ἐρρυήκασιν ἐκ πετρῶν θλιβόμεναι τὸν ἥλιον ἀπεστραμμένον ἔχουσαι, ἀτέραμνά τε καὶ βραδύπορα τὰ τοιαῦτα χρὴ νομίζειν ἅπαντα.
εὐθὺς δ’ αὐτοῖς ὑπάρχει καὶ τὸ θερμαίνεσθαί τε καὶ ψύχεσθαι βραδέως· ὡς ὅσων γε πρός τε τὰς ἀνατολὰς ἐρρώγασιν αἱ πηγαὶ καὶ διὰ πόρου τινὸς ἢ γῆς διηθεῖται καθαρᾶς θερμαίνεταί τε καὶ ψύχεται τάχιστα, ταῦτ’ ἐλπίζειν εἶναι κάλλιστα πάσαις ταῖς ἡλικίαις.
οὐ γὰρ δή, καθάπερ οἴνων τε καὶ σιτίων καὶ γυμνασίων ἐγρηγόρσεώς τε καὶ ὕπνων καὶ ἀφροδισίων ἄλλον ἄλλως ἀπολαύειν προσήκει κατὰ τὰς διαφερούσας ἡλικίας, οὕτω καὶ ὕδατος, ἀλλ’, ὅπερ ἄριστον εἴρηται νῦν, τούτῳ χρῆσθαι καὶ παῖδα καὶ νεανίσκον καὶ πρεσβύτην, ὥσπερ γε καὶ ἀέρα τὸν ἄριστον εἰσπνεῖν ἅπασιν ὁμοίως χρηστόν.
ἄριστον δὲ ἀέρα λέγω τὸν ἀκριβῶς καθαρόν· εἴη δ’ ἂν τοιοῦτος ὁ μήτ’ ἐκ λιμνῶν ἢ ἑλῶν ἀναθυμιάσεως ἐπιθολούμενος μήτ’ ἐκ βαράθρων [58] δηλητήριον αὔραν ἀποπνεόντων, ὁποία περί τε Ϲάρδεις ἐστὶ καὶ Ἱερὰν πόλιν ἑτέρωθί τε πολλαχόθι τῆς γῆς.
οὕτω δὲ καὶ ὅστις ἔκ τινος ὀχετοῦ τῶν καθαιρόντων ἢ μεγάλην τινὰ πόλιν ἢ πολυάνθρωπον στρατόπεδον ἐπιθολοῦται, μοχθηρὸς ἱκανῶς ἐστι.
μοχθηρὸς δὲ καὶ ὃς ἂν ἔκ τινος σηπεδόνος ἢ ζῴων ἢ λαχάνων ἢ ὀσπρίων ἢ κόπρου μιαίνηται.
καὶ μὴν καὶ ὅστις ὁμιχλώδης ἐστὶ διὰ ποταμὸν ἢ λίμνην γειτνιῶσαν, οὐκ ἀγαθός, ὥσπερ γε καὶ ὅστις ἂν ἐν κοίλῳ χωρίῳ πανταχόθεν ὄρεσιν ὑψηλοῖς περιεχομένῳ μηδεμίαν πνοὴν δέχηται· πνιγώδης γὰρ ὅδε καὶ σηπεδονώδης ἐστὶν ἀνὰ λόγον τοῖς ἀποκεκλεισμένοις ἐν οἴκοις τισίν, ἐν οἷς εὐρὼς ὑπὸ σηπεδόνος τε καὶ ἀπνοίας ἀθροίζεται.
οἱ μὲν δὴ τοιοῦτοι πάσαις ταῖς ἡλικίαις λυμαίνονται, ὥσπερ γε καὶ ὁ καθαρὸς ἀκριβῶς ἁπάσαις ταῖς ἡλικίαις ἀγαθός.
ἡ δὲ κατὰ θερμότητα καὶ ψυχρότητα καὶ προσέτι ξηρότητα καὶ ὑγρότητα διαφορὰ τῶν ἀέρων οὐχ ὁμοίως ἔχει πρὸς ἅπαντας, ἀλλὰ τοῖς μὲν εὐκράτοις σώμασιν ὁ εὔκρατος ἀὴρ ἄριστος, ὅσα δ’ ἂν ὑπό τινος ἐξεχούσης ποιότητος [59] δυναστεύηται, τούτοις ἄριστος ὁ ἐναντιώτατος τῇ κρατούσῃ, ψυχρὸς μὲν τῇ θερμῇ, θερμὸς δὲ τῇ ψυχρᾷ, καὶ δὴ καὶ τῇ μὲν ὑγροτέρᾳ ξηρός, τῇ δὲ αὐχμηροτέρᾳ τοῦ προσήκοντος εἰς τοσοῦτον ὑγρότερος, εἰς ὅσον κἀκείνη τοῦ συμμέτρου ξηροτέρα.
ταυτὶ μὲν ἐν τῷδε τῷ λόγῳ γινώσκειν ἱκανά· ὥσπερ δ’ ἄν τις ἐπανορθοῖτο τὰς ἐκ τῶν μοχθηρῶν ὑδάτων τε καὶ ἀέρων βλάβας, ἐν ἑτέρῳ βιβλίῳ ῥηθήσεται.
νυνὶ γὰρ οἷον σκοπόν τινα καὶ κανόνα τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος ἐπὶ τοῖς ἀρίστοις διαιτήμασι διελθεῖν ἔγνωκα· τὰς δὲ τῶν ἡμαρτημένων κατά τι σωμάτων ἅμα καὶ διαιτημάτων ἐπαλλάξεις ἐν τοῖς μετὰ ταῦτα γράμμασιν ἁπάσας διαιρήσομεν.
Πάλιν οὖν ὁ λόγος ἐπὶ τὸν ἄριστα κατεσκευασμένον παῖδα ἐπανελθὼν τὴν ἀπὸ τῆς πρώτης ἑβδομάδος ἡλικίαν αὐτοῦ μέχρι τῆς δευτέρας ἐκδιηγείσθω, κατά τε τὴν κρᾶσιν ὁποία τίς ἐστι καὶ ὧντινων χρῄζει διαιτημάτων.
ἡ μὲν δὴ κρᾶσις, ὡς κἀν τοῖς Περὶ κράσεων [60] ὑπομνήμασι δέδεικται, θερμὴ μέν ἐστιν· ὁμοίως, ὑγρὰ δὲ οὐχ ὁμοίως.
ἀεὶ γὰρ ἀπὸ τῆς πρώτης γενέσεως ἅπαν ζῷον ὁσημέραι γίνεται ξηρότερον, οὐ μὴν θερμότερόν γε ἢ ψυχρότερον ὡσαύτως ἐπὶ πάσης ἡλικίας· ἀλλ’ ὅσα μὲν ἄριστα κατεσκεύασται σώματα, παραπλησία πως ἐπὶ τούτων ἄχρι τῆς ἀκμῆς ἡ θερμότης παραμένει· ὅσα δὲ ὑγρότερα καὶ ψυχρότερα τῶν ἀρίστων ἐστίν, αὐξάνεται τούτων ἡ θερμότης.
ἀλλ’ οὐχ ὅ γε νῦν λόγος ὑπὲρ ἐκείνων ἐστίν.
ὁ δὲ ἄριστα κατεσκευασμένος ἄνθρωπος ἄχρι τῆς τεσσαρεσκαιδεκαέτιδος ἡλικίας ἐν τῇ προειρημένῃ διαίτῃ φυλαττέσθω, γυμναζόμενος μήτε πάνυ πολλὰ μήτε βίαια, μή πως αὐτοῦ τὴν αὔξησιν ἐπίσχωμεν, καὶ λουόμενος ἐν θερμοῖς μᾶλλον ἢ ψυχροῖς λουτροῖς· οὔπω γὰρ οὐδὲ τούτων ἀλύπως ἀνέχεσθαι δυνήσεται.
πλαττέσθω δὲ καὶ τὴν ψυχὴν ἐν τῷδε τῆς ἡλικίας καὶ μάλιστα δι’ ἐθισμῶν τε σεμνῶν καὶ μαθημάτων, ὅσα μάλιστα ψυχὴν ἐργάζεσθαι κοσμίαν ἱκανά· πρὸς γὰρ τὰ μέλλοντα κατὰ τὴν ἑξῆς ἡλικίαν αὐτῷ περὶ τὸ σῶμα πραχθήσεσθαι μέγιστον ἐφόδιόν ἐστιν ἡ εὐκοσμία τε καὶ εὐπείθεια.
[61] μετὰ δὲ τὴν δευτέραν ἑβδομάδα μέχρι τῆς τρίτης εἰ μὲν εἰς τὴν ἄκραν εὐεξίαν ἄγειν αὐτὸν ἐθέλοις, ἤτοι στρατιώτην τινὰ γενναῖον ἢ παλαιστρικὸν ἢ ὁπωσοῦν ἰσχυρὸν ἀπεργάσασθαι βουλόμενος, ἧττον τῶν τῆς ψυχῆς ἀγαθῶν, ὅσα γε εἰς ἐπιστήμην τινὰ καὶ σοφίαν ἄγει, προνοήσῃ· τὰ μὲν γὰρ εἰς ἦθος ἐν τῷδε μάλιστα τῆς ἡλικίας ἀκριβωθῆναι προσήκει.
εἰ δὲ τὰ μὲν κατὰ τὸ σῶμα μέχρι τοῦ κρατυνθῆναι τὰ μόρια καὶ περιποιῆσαί τιν’ ἕξιν ὑγιεινὴν καὶ αὐξῆσαι προαιροῖο, τὸ δὲ λογικὸν τῆς ψυχῆς τοῦ μειρακίου κοσμῆσαι σπουδάζοις, οὐ τῆς αὐτῆς ἐπ’ ἀμφοῖν διαίτης δεηθήσῃ.
καίτοι καὶ τρίτον ‹ἂν› καὶ τέταρτον εἶδος βίου εὑρεθείη ποτέ, τῶν μὲν ἐπί τινα βάναυσον ἀφιγμένων τέχνην, καὶ ταύτην ἤτοι γυμνάζουσαν ἢ ἀγύμναστον φυλάττουσαν τὸ σῶμα, τῶν δὲ ἐπὶ γεωργίαν ἢ ἐμπορίαν ἤ τι τοιοῦτον ἕτερον.
ὥστε καὶ χαλεπὸν εἶναι δοκεῖ ἀριθμῷ τινι περιλαβεῖν πάσας τῶν βίων τὰς ἰδέας.
τῆς μὲν γὰρ ὑγιεινῆς τέχνης ἐπάγγελμά ἐστιν ἅπασιν ἀνθρώποις ὑποθήκας [62] διδόναι πρὸς ὑγείαν, ἤτοι καθ’ ἕκαστον ἰδίας ἢ κοινῇ σύμπασιν ἁρμοττούσας ἢ τὰς μέν τινας ἰδίας αὐτῶν, τὰς δὲ κοινάς.
οὐ μὴν ἐγχωρεῖ γε περὶ πάντων ἅμα διελθεῖν, ἀλλὰ πρῶτον μὲν ὡς ἄν τις ἐπὶ μήκιστον ἐκτείνων τὴν ζωὴν ὑγιαίνῃ τὰ πάντα· χρὴ δ’, οἶμαι, τὸν τοιοῦτον βίον ἁπάσης ἀναγκαίας πράξεως ἀποκεχωρηκέναι, μόνῳ σχολάζοντα τῷ σώματι· δεύτερον δὲ μεθ’ ὑποθέσεως ἢ τέχνης ἢ πράξεως ἢ ἐπιτηδεύματος ἢ ὑπηρεσίας τινὸς ἤτοι πολιτικῆς ἢ ἰδιωτικῆς ἢ ὅλως ἀναγκαίας ἀσχολίας.
οὐδὲ γὰρ ἄλλως ἂν σαφὴς ὁ λόγος οὔτ’ εὐμνημόνευτος οὔτε μεθόδῳ περαινόμενος ἡμῖν γένοιτο χωρὶς τῆς εἰρημένης ἄρτι τάξεως.
ἐπὶ δὲ τὴν πρώτην ἐπανέλθωμεν ὑπόθεσιν ἐπιδείξωμέν τε, ὅπως ἄν τις ἀρίστην κατασκευὴν σώματος ἔχων ἀποχωρήσας ἁπάντων τῶν κατὰ τὸν βίον εἰς τὸ κοινὸν συντελούντων, ἑαυτῷ μόνῳ ζήσειε, μήτε νοσήσας μηδέποτε, καθόσον οἷόν τε, μήτε ἀποθανὼν ἔμπροσθεν [63] τοῦ μηκίστου χρόνου τῆς ζωῆς.
ἄφθαρτον μὲν γὰρ ποιῆσαι τὸ γεννητὸν οὐχ οἷόν τε, κἂν ὅτι μάλιστα τῶν καθ’ ἡμᾶς τις νῦν ἀνὴρ φιλόσοφος ἐπειρᾶτο δεικνύναι τοῦτο διὰ τοῦ θαυμασίου τούτου συγγράμματος, ἐν ᾧ διδάσκει τὴν ὁδὸν τῆς ἀθανασίας.
ἐπὶ πλεῖστον δὲ χρόνον προήκειν ἐγχωρεῖ ποιῆσαι ζῴου σῶμα, καὶ μάλιστα τοῦ κάλλιστα πεφυκότος.
ἔνια γὰρ οὕτως εὐθὺς ἐξ ἀρχῆς κατεσκεύασται κακῶς, ὡς μηδ’ εἰς ἑξηκοστὸν ἔτος ἀφικέσθαι δύνασθαι, κἂν αὐτὸν ἐπιστήσῃς αὐτοῖς τὸν Ἀσκληπιόν.
ἀλλ’ οὐ νῦν περὶ ἐκείνων ὁ λόγος.
ἐπὶ δὲ τὸν κατεσκευασμένον ἄριστα πάλιν ἐπανελθόντες ἀναμνήσωμεν ὧν ἐν ἀρχαῖς ἀπεδείξαμεν, ὡς ἐσθίειν μὲν καὶ πίνειν ἀναγκαῖον ἡμῖν ἐστιν, ἐπειδὴ διαπαντὸς ἀπορρεῖ τι τοῦ σώματος ἡμῶν, ἐπεὶ δὲ ἐσθίομέν τε καὶ πίνομεν, ἀναγκαῖον αὖθίς ἐστι τῆς τῶν περιττωμάτων προνοεῖσθαι κενώσεως.
ἐπεὶ δὲ τούτων ἐστὶν εἴδη πολλά, τὰ μὲν τῆς ἐν τῇ γαστρὶ πεττομένης τροφῆς, τὰ δὲ τῆς ἐν ἥπατι καὶ ἀρτηρίαις [64] καὶ φλεψί, τὰ δὲ τῆς καθ’ ἕκαστον μόριόν ἐστι περιττώματα, χρὴ δήπου καὶ τὴν κένωσιν αὐτῶν ἰδίαν εἶναι καθ’ ἕκαστον, ὥσπερ γε καὶ ἡ φύσις αὐτὴ φαίνεται τοῦτο ἐξ ἀρχῆς ἐργασαμένη.
παρεσκεύασε γὰρ τοῖς ζῴοις ὄργανα πολλά, τὰ μὲν ἐκκαθαίροντά τε καὶ διακρίνοντα ταυτὶ τὰ περιττώματα, τὰ δὲ παράγοντα, τὰ δὲ ἀθροίζοντα, τὰ δὲ ἐκκρίνοντα.
καὶ λέλεκται μὲν ὑπὲρ ἁπάντων ἐπὶ πλέον ἔν τε τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι κἀν τοῖς Περὶ χρείας μορίων· εἰς δὲ τὸ παρὸν ἔσται καὶ ταῦθ’ ἡμῖν ὑπόθεσις τῷ λόγῳ.
τὸ μὲν γὰρ πρῶτον περίττωμα διακρίνεται ἅμα καὶ προπέμπεται κατὰ βραχὺ διὰ πάν των τῶν ἐντέρων ἄχρι τῆς κατὰ τὸ καλούμενον ἀπευθυσμένον ἀξιολόγου κοιλότητος, ἧς κατὰ τὸ πέρας ἐπίκεινται μύες, εἴργοντές τε καὶ κατέχοντες ἔνδον αὐτὸ καὶ κωλύοντες ἀκαίρως ἐκρεῖν· ἐπειδὰν δ’ ἱκανῶς ἀθροισθὲν ἀνιαρὸν ᾖ τῷ ζῴῳ, τηνικαῦτα παριᾶσιν ἔξω φέρεσθαι, συντελούντων τι πρὸς τὸ τάχος τῆς ἀφόδου τῶν κατ’ ἐπιγάστριον [65] μυῶν ἅμα τῷ διαφράγματι.
τὸ δ’ ἐν ἥπατι περίττωμα, τὸ μὲν οἷόνπερ τὸ καλούμενον ἄνθος ἐν τοῖς οἴνοις ἐστί, τὸ δ’ οἷόνπερ ἡ τρύξ.
ἕλκεται δὲ τὸ μὲν ἕτερον ὑπὸ τῆς ἐπικειμένης τῷ σπλάγχνῳ κύστεως, τὸ δ’ ἕτερον ὑπὸ τοῦ σπληνός· ἀθροισθέντα δ’ ἐν τούτοις ἐκκρίνεται, τὸ μὲν εἰς τὴν ἀρχὴν τῶν λεπτῶν ἐντέρων, τὸ δ’ εἰς αὐτὴν τὴν γαστέρα, καὶ ἀπὸ τούτων ἤδη διὰ πάντων τῶν ἐντέρων ἅμα τῷ ξηροτέρῳ περιττώματι τῆς τροφῆς διεξέρχεται.
τὸ δὲ ἐν φλεψὶ καὶ ἀρτηρίαις περίττωμα τοιοῦτόν ἐστιν, οἷον ὀρρὸς ἐν τῷ πηγνυμένῳ γάλακτι, καθαίροντες δὲ καὶ τοῦτο οἱ νεφροὶ τῇ κύστει παραπέμπουσιν· ἡ δ’ ἀθροίζει τρόπον ὁμοιότατον τῷ πρόσθεν εἰρημένῳ περὶ τοῦ ξηροῦ περιττώματος· ἐπίκειται γάρ τις καὶ τῇδε κατὰ τὸν ἔκρουν ἐπικάρσιος μῦς, κλείων οὕτως ἀκριβῶς τὸ στόμιον, ὡς μηδὲν ἔξω παραρρεῖν.
ἐπειδὰν δὲ καὶ τοῦθ’ ἱκανὸν ἤδη γινόμενον ἀνιᾷ τὸ ζῷον, ἀφίσταται μὲν ὁ μῦς τῆς φρουρᾶς ἀνιείς τε καὶ χαλῶν ἑαυτόν, ἐκκρίνει δὲ τὸ περιττὸν ἅπαν ἡ κύστις, ἐπιβοηθούντων αὖ καὶ τῇδε πρὸς τὸ τάχος ὥσπερ τῇ τῶν ξηρῶν περιττωμάτων ἐξόδῳ τῶν μυῶν τῶν κατ’ ἐπιγάστριον.
[66] τὸ δ’ ὑπόλοιπον γένος τῶν περιττωμάτων γίνεται μὲν ἐν ἑκάστῳ μορίῳ τοῦ τρέφοντος αὐτὰ χυμοῦ, τὸ μὲν οἷον ἡμίπεπτόν τι λείψανον, ἀδυνατῆσαν ἐξομοιωθῆναι τῷ τρεφομένῳ, τὸ δ’, ὅπερ ἦν ἔμπροσθεν ἀναδόσεως ὄχημα, πληρῶσαν τὴν χρείαν, ὑγρὸν καὶ λεπτὸν ὄν, οἷόνπερ τὸ προειρημένον ὀρρῶδες, ἐκ τῶν ἀγγείων εἰς τὴν κύστιν συρρεῖ.
τούτῳ τῷ περιττώματι πόρος μὲν οὐδείς ἐστιν ἀποτεταγμένος ὑπὸ τῆς φύσεως, ἐκκρίνεται δὲ διά τε τῶν μαλακῶν σωμάτων φερόμενον, εἰκόντων αὐτοῦ τῇ ῥύμῃ, καὶ μάλισθ’ ὅταν ὑπὸ πνεύματος ἀθροώτερον ὁρμήσαντος ὠθῆται, καὶ μέντοι καὶ διὰ τῶν σμικρῶν ἁπάντων πόρων, ὧν ἐστι πλῆρες ὅλον τε τὸ σῶμα καὶ σύμπαν τὸ δέρμα.
λέλεκται δ’ ὑπὲρ τῆς γενέσεως αὐτῶν ἐν τοῖς Περὶ κράσεων.
τὸ μὲν δὴ λεπτότερον περίττωμα ῥᾳδίως ἐκκρίνεται πρός τε τῆς ἐμφύτου θερμότητος εἰς ἰδέαν ἀτμοῦ λυόμενον ὑπό τε βιαίας κινήσεως ἀθρόως ἐκρηγνύμενον· ὀνομάζεται δὲ τὸ μὲν οὕτως ἐκκριθὲν ἱδρώς· τὸ δὲ [67] ἕτερον, οὐδὲν ἔχον ὄνομα, διότι οὐδὲ γινώσκεται τοῖς πολλοῖς, ἅτε τὴν ὄψιν ἐκφεῦγον ὑπὸ λεπτότητος, ἄδηλος αἰσθήσει διαπνοὴ κέκληται πρὸς αὐτῶν τῶν φωρασάντων αὐτὸ τῷ λογισμῷ.
κατὰ δὲ τήνδε τὴν ἄδηλον αἰσθήσει διαπνοὴν ἐκκρίνεταί τι καὶ τοῦ παχυτέρου περιττώματος· ἰσχυροτέρας δὲ δεῖ τῷδε καὶ τῆς ἀπαγούσης θερμότητος καὶ τῆς ὠθούσης ῥύμης, ἢ κίνδυνος αὐτῷ στῆναι κατά γε τὸ δέρμα, πρὶν ἀφικέσθαι πρὸς τὸ πέρας.
ἐκ τούτου τοῦ περιττώματος ἥ τε τῶν τριχῶν ἐδείκνυτο γένεσις, οὐχ ἥκιστα δὲ καὶ ὁ περὶ τοῖς δέρμασιν ἀθροιζόμενος ἅπασι τοῖς ζῴοις ῥύπος.
εἴρηταί μοι σχεδὸν ἅπαντα τὰ ἀναγκαῖα τοῦ λόγου κεφάλαια τῆς τῶν περιττωμάτων γενέσεώς τε ἅμα καὶ κενώσεως, ἀποδεδειγμένα μὲν ἐν ἑτέραις πραγματείαις, ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, μελλήσοντα δ’ ὑποθέσεις ἀναγκαῖαι γενήσεσθαι τοῖς νῦν ἐνεστηκόσι λόγοις.
ἐπειδὴ γὰρ ἐκκενοῦσθαι χρὴ ταῦτα, μοχθηρὰ ταῖς ποιότησιν ὑπάρχοντα, κἂν Ἀσκληπιάδης μὴ βούληται, χρὴ πρῶτον μὲν ἐπίστασθαι τὰς αἰτίας αὐτῶν τῆς ἐπισχέσεως, ἐφεξῆς [68] δὲ πειρᾶσθαι μήτε περιπίπτειν αὐταῖς, εἰ δὲ καὶ περιπέσοιμέν ποτε, διὰ ταχέων ἐπανορθοῦσθαι τὸ σφάλμα πειρᾶσθαι.
τὸ μὲν δὴ μὴ περιπίπτειν ἐκ τοῦ γινώσκειν, πότερον αὐτάρκως ἀποκρίνεται ἢ μή, περιγίνεται· τὸ δ’ ἐπανορθοῦσθαι μεθόδου τινὸς ἑτέρας προσδεῖται.
Λεγέσθω δὴ πρῶτον μέν, ὑφ’ ὧν ἴσχεται τῶν εἰρημένων ἐκκρίσεων ἑκάστη· δεύτερον δέ, ὅπως ἄν τις ἐπεσχημένην αὐτὴν προτρέψειεν.
ἡ μὲν δὴ τῶν περὶ τὴν γαστέρα περιττωμάτων ἐπίσχεσις ἤτοι διὰ τὰ λαμβανόμενα σιτία τε καὶ ποτὰ γίνοιτ’ ἂν ἢ διὰ τὴν γαστέρα μετὰ τῶν ἐντέρων, διὰ μὲν τὰ σιτία καὶ ποτὰ παρά τε τὴν ποιότητα καὶ ποσότητα τῶν ληφθέντων ἔτι τε πρὸς τούτοις τάξιν τε καὶ τὸν τρόπον τῆς χρήσεως, παρὰ μὲν τὴν ποιότητα, στρυφνῶν ἢ αὐστηρῶν ἢ ξηρῶν ταῖς συστάσεσιν ὑπαρχόντων, παρὰ δὲ τὴν ποσότητα, τοῦ προσήκοντος ἢ πλειόνων ἢ ἐλαττόνων, παρὰ δὲ τὴν τάξιν, εἰ τὰ μὲν ξηρὰ καὶ στύφοντα πρότερον, τὰ δὲ ὑγρὰ καὶ λιπαρὰ καὶ γλυκέα δεύτερα προσενέγκαιτο, παρὰ δὲ τὸν τρόπον τῆς χρήσεως, εἰ, [69] δέον δὶς σιτεῖσθαι, πᾶσαν εἰς ἅπαξ προσενέγκαιτο τὴν τροφήν.
ἡ δὲ περὶ τὴν γαστέρα τε καὶ τὰ ἔντερα τῆς ἐπισχέσεως τῶν περιττωμάτων αἰτία διά τε τὴν φύσιν αὐτῶν καὶ διὰ τὴν ἐπίκτητον γίνεται διάθεσιν.
αἱ μὲν δὴ περὶ τὴν φύσιν αὐτῶν αἰτίαι τῶν μοχθηρῶν εἰσι τοῦ σώματος κατασκευῶν, ὡς ἐν τῷ περὶ ἐκείνων εἰρήσεται λόγῳ· περὶ δὲ τῶν ἐπικτήτων ἐν τῷδε ῥητέον.
ὀκτὼ διαφοραὶ τῶν προσφάτων εἰσὶ [τῆς γαστρὸς] διαθέσεων, ἅπασαι δυσκρασίαι κατὰ γένος ὑπάρχουσαι, τέσσαρες μὲν ἁπλαῖ, θερμότης καὶ ψυχρότης, ξηρότης καὶ ὑγρότης, τέσσαρες δὲ ἄλλαι σύνθετοι, θερμότης τε ἅμα καὶ ξηρότης, καὶ θερμότης ἅμα ὑγρότητι, καὶ ψυχρότης ἅμα καὶ ξηρότης, καὶ ψυχρότης ἅμα ὑγρότητι.
χρὴ δ’ εἰς τοσοῦτον ἥκειν μεγέθους ἑκάστην τῶν δυσκρασιῶν, ὡς ἀσθενῆ φανερῶς ἐργάσασθαι τὴν προωστικὴν δύναμιν, ἤτοι τῆς γαστρὸς μόνης ἢ τῶν λεπτῶν ἐντέρων ἢ τῶν παχέων, ἢ καὶ συμπάντων ἅμα τῶν εἰρημένων ἤ τινων ἐν αὐτοῖς.
συνίστανται δ’ αἱ τοιαῦται δυσκρασίαι ποτὲ μὲν ἀπὸ τῶν εἴσω τοῦ σώματος λαμβανομένων, ἔστι δ’ ὅτε καὶ ἀπὸ τῶν ἔξωθεν προσπιπτόντων, ἀπὸ μὲν [70] τῶν εἴσω τοῦ σώματος, ὁπόταν ἐν ταῖς τροφαῖς ἢ τοῖς πόμασι φαρμακωδεστέρα τις ᾖ δύναμις, ἢ θερμαινόντων ἢ ψυχόντων ἢ ξηραινόντων ἢ ὑγραινόντων ἢ θερμαινόντων τε ἅμα καὶ ξηραινόντων ἢ καὶ κατ’ ἄλλην τινὰ συζυγίαν ἐνεργούντων, ἀπὸ δὲ τῶν ἔξωθεν προσπιπτόντων, ἤτοι τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἀμέτρως θερμαίνοντος ἢ ψύχοντος ἢ ξηραίνοντος ἢ ὑγραίνοντος ἢ κατὰ συζυγίαν τινὰ τούτων ἐνεργοῦντος ἢ ἀπό τινος ὕδατος, ἐν ᾧ τις ἔτυχε λουσάμενος, ἢ ἀλείμματός τινος ἢ ἁπλῶς ὅτου δή τινος ἑτέρου προσπεσόντος ἔξωθεν τῇ γαστρὶ θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν ἀμέτρως δυναμένου.
διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἐπέχεται ἡ γαστήρ.
τὸ δὲ πικρόχολον περίττωμα διά τε τὴν ἀρρωστίαν τῆς ἑλκούσης ἢ ἐκκρινούσης αὐτὸ δυνάμεως καὶ διὰ στενοχωρίαν τῶν παραγόντων τε καὶ ἐκκρινόντων ὀργάνων.
ἀλλ’ ἡ μὲν ἀρρωστία τῆς τε κύστεως ὅλης τῆς ἐπὶ τῷ ἥπατι καὶ τῶν ἀπ’ αὐτῆς εἰς τὸ σπλάγχνον ἡκόντων [71] στομάτων καὶ τῶν εἰς τὸ ἔντερον ἐξερευγομένων πόρων ἐπὶ προσφάτου δυσκρασίας γένοιτ’ ἄν, ἐφ’ ἧσπερ καὶ ἡ προωστικὴ δύναμις ἐλέγετο βλάπτεσθαι τῶν ἐντέρων τε καὶ τῆς γαστρός· ἡ δὲ στενοχωρία ἢ διὰ φλεγμονὴν ἢ σκίρρον ἢ ἔμφραξιν ἢ τὴν ἐκ τῶν περιεχόντων αὐτὰ θλίψιν ἢ μύσιν τῶν στομάτων.
αὗται δ’ αἱ θλίψεις πάλιν ἐκ τῶν περιεχόντων ἢ διὰ πλῆθος ἄμετρον τῶν ἐν αὐτοῖς περιεχομένων ἢ διὰ φλεγμονὴν ἢ σκίρρον, ὥσπερ γε καὶ ἡ μύσις ἢ διά τι τούτων ἢ διὰ ξηρότητα.
τῆς ξηρότητος δ’ αὐτῆς αἴτια τά τε στύφοντα σφοδρῶς ἐστι καὶ τὰ θερμαίνοντα μετὰ τοῦ ξηραίνειν.
τὰ μὲν γὰρ ἐκθλίβοντά τε τὴν ὑγρότητα καὶ αὐτὰ τὰ ‹συνεστῶτα› συνάγοντα τε καὶ σφίγγοντα καὶ πιλοῦντα, τὰ δὲ διαφοροῦντα τὴν ξηρότητα ἐργάζεται.
φλεγμονὴ δὲ καὶ σκίρρος ἤδη γε νοσήματα φανερῶς ἐστιν· ὥστ’ ἐκπέπτωκεν τῆς ὑγιεινῆς πραγματείας, αὖθίς τε καὶ περὶ αὐτῶν εὐκαιρότερον εἰρήσεται.
κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ τὸ μελαγχολικὸν ἐκκαθαρθήσεταί ποτε [72] περίττωμα, τοῦ μὲν σπληνὸς ἀνὰ λόγον ἔχοντος τῇ χοληδόχῳ κύστει, τῆς δ’ εἰς αὐτὸν τεταμένης φλεβὸς ἀπὸ τῶν πυλῶν τοῦ ἥπατος τοῖς ἕλκουσιν ἀγγείοις τὸ χολῶδες περίττωμα, τῆς δ’ ἐκ τοῦ σπληνὸς εἰς τὴν γαστέρα φερομένης φλεβὸς τῷ τὴν χολὴν ἐξερευγομένῳ πόρῳ.
τὸ δὲ καθ’ ἕκαστον τῶν τρεφομένων τοῦ ζῴου μορίων περίττωμα διά τε πλῆθος καὶ πάχος αὐτοῦ καὶ προσέτι καὶ γλισχρότητα ἢ δι’ ἀρρωστίαν τῆς ἀλλοιούσης αὐτὸ θερμότητος καὶ διὰ στενοχωρίαν τῆς διεξόδου κωλυθήσεται.
πλῆθος μὲν δὴ καὶ πάχος καὶ γλισχρότης ἤτοι γε ἐκ τῆς τῶν πομάτων καὶ ἐδεσμάτων γίνεται φύσεως ἢ ἐκ προσφάτου τινὸς ἀρρωστίας τῆς ἀλλοιωτικῆς ἐν τῷ τρεφομένῳ μορίῳ δυνάμεως· ἡ δ’ ἀσθένεια τῆς ἀλλοιούσης αὐτὸ θερμότητος ἀγυμνασίας ἔκγονος ὑπάρχει· καὶ ἡ στενοχωρία δὲ τῆς διεξόδου διὰ σκίρρον καὶ φλεγμονὴν ἔμφραξίν τε καὶ θλίψιν καὶ μύσιν γίνεται· τούτων δὲ ἑκάστων τὴν γένεσιν ὀλίγον πρόσθεν εἰρήκαμεν.
ἔνια μέντοι μόρια πρὸς τοῖς ἀδήλοις τούτοις πόροις ἑτέρους τινὰς ἐκροὰς ἔχει σαφεῖς καὶ αἰσθητούς, [73] ὥσπερ ἐγκέφαλός τε καὶ ὀφθαλμός.
καὶ τοῦτο γίνεται πρὸς τῆς φύσεως ἢ διὰ τὸ κύριον τοῦ μέρους ἢ διὰ τὴν ἀκρίβειαν τῆς ἐνεργείας ἢ διὰ πυκνότητα τῶν περιεχόντων σωμάτων.
ὁ μὲν γὰρ ἐγκέφαλος οἶκός τίς ἐστι τῆς λογικῆς ψυχῆς καὶ στεγανῷ περιλαμβανόμενος ὀστῷ διὰ μεγίστων τε καὶ πλείστων ὀχετῶν ἐκκαθαίρεται, πρῶτον μὲν τῶν κατὰ τὰς ῥῖνάς τε καὶ τὴν ὑπερῴαν, δεύτερον δὲ τῶν καθ’ ἑκάτερον οὖς καὶ τρίτον τῶν κατὰ τὰς τοῦ κρανίου ῥαφάς· οὐκ ἀπεικὸς δὲ καὶ εἰς τοὺς ὀφθαλμούς τι συρρεῖν ἐξ αὐτοῦ περιττόν.
ὁ δὲ ὀφθαλμὸς οὐχ ὡς κύριος ἔτι οὗτός γε, ἀλλ’ ὡς ἀκριβῶς καθαρὸς εἶναι δεόμενος εἰς τὴν τῆς ἐνεργείας ἀκρίβειαν, αἰσθητοῖς τε ἐκκενοῦται πόροις ἅπαν ὅσον ἐν αὐτῷ περίττωμα γεννᾶται κατά τε τὴν ῥῖνα καὶ τὰ βλέφαρα.
Τὰ μὲν οὖν τῶν περιττωμάτων αἴτιά τε καὶ ὄργανα λέλεκται.
ὅπως δ’ ἄν τις ταῦτα κατεσχημένα κενώσειεν, ἐφεξῆς λεκτέον, ἀρξαμένους αὖθις ἀπὸ τῶν κατὰ τὴν γαστέρα.
κοινὸν μὲν οὖν ἐπὶ [74] πάντων παράγγελμα τὴν ἐναντίαν αἰτίαν τῇ τὴν βλάβην ἐργασαμένῃ προσάγειν, ἴδιον δὲ καθ’ ἑκάστην, εἰ μὲν ὀλιγώτερα καὶ ξηρότερα προσ αράμενος ἐπισχεθείη τὴν γαστέρα, πλείω τε ἅμα προσφέρειν καὶ ὑγρότερα, εἰ δὲ ξηρότερα, πλείω μὲν μὴ προσφέρειν, ὑγρότερα δέ, εἰ δ’ αὐστηρὰ καὶ στρυφνά, γλυκέσι τε καὶ λιπαροῖς εὐωχεῖν, εἰ δὲ τῇ τάξει πλημμελῶς, εἰς τὸ δέον ἐπανάγειν, εἰ δὲ ἅπαξ ἀντὶ τοῦ δίς, οὐ μόνον δίς, ἀλλὰ καὶ πολλάκις προσφέρειν.
κατὰ δὲ τὸν αὐτὸν τρόπον τὰς προσφάτους δυσκρασίας ἐξιᾶσθαι τοῖς ἐναντίοις, ὑγραίνοντα μέν, εἰ ξηρανθείη, θερμαίνοντα δέ, εἰ ψυχθείη, κἀπὶ τῶν ἄλλων ποιοτήτων ἀναλόγως.
αἱ δ’ ὗλαι τούτων ἐν ταῖς περὶ τῶν φαρμάκων γεγραμμέναις ἡμῖν πραγματείαις εἴρηνται.
ἐπισχεθείσης δὲ τῆς ξανθῆς χολῆς, ἐπὶ μὲν ἐμφράξει τῇ λεπτυνούσῃ διαίτῃ χρηστέον (εἴρηται δ’ ἡ ὕλη τῆς τοιαύτης διαίτης ἑτέρωθι δι’ ἑνὸς γράμματος)· ἐπὶ δὲ θλίψεσι, ταῖς μὲν διὰ τὴν τῶν ὁμιλούντων τοῖς τῆς χολοδόχου πόροις σωμάτων [75] ἄμετρον πλήρωσιν, εἰ μὲν διὰ πάχος χυμῶν, τῇ λεπτυνούσῃ διαίτῃ χρηστέον, εἰ δὲ διὰ πλῆθος, τῇ κενούσῃ· εἰ δὲ διὰ φλεγμονὴν ἢ σκίρρον, ἐκπέπτωκεν ἤδη τὰ τοιαῦτα τῆς ὑγιεινῆς πραγματείας· εἰ δὲ διὰ δυσκρασίαν ὑπόγυιον, ἀντεισάγοντα τὴν ἡττημένην ποιότητα.
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἰᾶσθαι χρὴ τὴν μύσιν τῶν στομίων, ἐπὶ μὲν τοῖς αὐστηροῖς γενομένην, τὰ λιπαρὰ καὶ γλυκέα κελεύοντα λαμβάνειν, ἐπὶ δὲ τοῖς θερμαίνουσι καὶ ξηραίνουσιν, ὅσα ψύχει καὶ ὑγραίνει.
λεχθήσεται δ’ ἡ τῶν τοιούτων σιτίων ὕλη ἐν τοῖς ἑξῆς ὑπομνήμασιν.
ὁ αὐτὸς δὲ τρόπος ἐστὶ τῆς καθάρσεως ἐπισχεθέντι τῷ τρίτῳ γένει τῶν περιττωμάτων, ὃ καθ’ ἕκαστον τοῦ ζῴου μόριον ἔφαμεν συνίστασθαι.
εἰ μὲν γὰρ μύσει ἔτι τὰ στόματα τῶν πόρων, ἐπανορθοῦσθαι χρὴ διὰ τῶν ἐναντίων τοῖς βλάψασι, τὰς μὲν ἐπὶ τοῖς ψύχουσιν αἰτίοις στεγνώσεις ἐκθερμαίνοντα, καθάπερ ὅσαι πυκνωθέντων ἡμῶν ὑπὸ κρύους γίνονται, τὰς δὲ ἐπὶ θερμότητι καὶ ξηρότητι ἐμψύχοντά τε καὶ ἀνυγραίνοντα, [76] καθάπερ ὅσαι δι’ ἐκκαύσεις· οὕτω δὲ καὶ ὅσαι διά τι τῶν στυφόντων προσέπεσον, ὥσπερ καὶ ὅσα τῶν ὑδάτων ἐστὶ στυπτηριώδη, λιπαραῖς τε καὶ μαλακαῖς τρίψεσιν ἅμα τοῖς τῶν γλυκέων ὑδάτων λουτροῖς.
εἰ δὲ ἐμφραχθεῖεν οἱ πόροι διὰ πάχος ἢ πλῆθος ἢ γλισχρότητα περιττωμάτων, ἥ τε λεπτύνουσα δίαιτα τούτοις ἁρμόσει καὶ ὅσα τέμνει καὶ θερμαίνει φάρμακα, τὰ μὲν εἴσω τοῦ σώματος λαμβανόμενα, τὰ δὲ ἔξωθεν ἐπιτιθέμενα, καὶ πρὸ τούτων ἁπάντων γυμνάσια.
καὶ γὰρ καὶ ταῦτα λύειν τε δύναται τὰ περιττώματα καὶ διὰ τῶν πόρων ἐκκενοῦν, καὶ τοσούτῳ πλεονεκτεῖ τῶν λεπτυνόντων ἐδεσμάτων τε καὶ φαρμάκων, ὅσῳ βέλτιόν ἐστι μηδὲν βλαπτόμενον εἰς τὴν τῶν σωμάτων ἕξιν ἐκκενοῦσθαι τὰ περιττώματα τοῦ σὺν τῷ τάς τε σάρκας συντήκεσθαι καὶ ἰσχνοῦσθαι τὰ στερεά.
αὗται μὲν γὰρ αἱ βλάβαι τοῖς θερμοῖς τε καὶ λεπτύνουσιν ἐφεδρεύουσι φαρμάκοις· ἐπὶ δὲ τοῖς γυμνασίοις οὐ μόνον οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ ῥώμη τοῖς ὀργάνοις ἐγγίνε ται, τῆς θερμότητος ἀναζωπυρουμένης αὐτοῖς κἀκ τῆς πρὸς ἄλληλα [77] τῶν σωμάτων παρατρίψεως σκληρότητός τέ τινος καὶ δυσπαθείας ἐγγιγνομένης.
ὡς δ’ ἄν τις ἐν καιρῷ γυμνάζοιτο καὶ μέτρῳ τῷ προσήκοντι χρῷτο καὶ τάξει καὶ ποιότητι τῶν κατὰ μέρος ἐνεργειῶν τῇ δεούσῃ, νυνὶ μὲν οὐ πρόκειται λέγειν, ὥσπερ οὐδὲ περὶ τροφῆς καὶ καιροῦ καὶ μέτρου καὶ τάξεως καὶ ποιότητος, οὐδὲ περὶ τῶν λεπτυνόντων ἐδεσμάτων τε καὶ πομάτων, οὐδὲ περὶ τῶν ἀλλοιούντων κατὰ ποιότητα φαρμάκων· οὐδενὸς γὰρ αὐτῶν οὐδέπω τὴν κατὰ μέρος εἴπομεν χρῆσιν, ἀλλ’ ἠρκέσθημεν ἐπὶ κεφαλαίων μόνον διελθεῖν· ἐν δὲ τοῖς ἑξῆς ὑπομνήμασιν ὑπὲρ ἁπάντων ἐπὶ πλέον εἰρήσεται.
Νυνὶ μὲν γὰρ εἰς σύνοψιν ἀγαγεῖν ἠβουλήθην ἅπασαν τὴν πραγματείαν, ὡς μηδεμίαν ὕλην ὑγιεινὴν λαθεῖν, ἧς ἔμπειρον εἶναι χρὴ τὸν ὑγιεινόν.
οὐδὲν γὰρ χεῖρον ὑγιεινὸν ὀνομάζειν τὸν ἐπιστήμονα καὶ ὑγιεινῆς ἁπάσης τέχνης, ὥσπερ τὸν μόνης τῆς περὶ τὰ γυμνάσια γυμναστήν· ἀτὰρ οὖν καὶ ὠνόμασεν Ἐρασίστρατος οὕτως αὐτόν.
ἐν δὲ τοῖς ἑξῆς ὑπομνήμασιν ἑκάστης τῶν εἰρημένων ὑλῶν ἐπισκεψόμεθα [78] τόν τε καιρὸν καὶ τὴν ποιότητα καὶ τὴν ποσότητα καὶ τὸν τρόπον τῆς χρήσεως, ὡς μηκέθ’ ὕλην μόνον, ἀλλ’ ὑγιεινὸν αἴτιον γίνεσθαι.
ἐν τρισὶ γὰρ τούτοις γένεσι πρώτοις ἐστὶν ἡ ὑγιεινὴ πραγματεία, καθάπερ καὶ ἡ θεραπευτική, σώμασί τε καὶ αἰτίοις καὶ σημείοις, σώμασι μὲν αὐτοῖς τοῖς ὑγιαίνουσιν, ἃ χρὴ φυλάττεσθαι τοιαῦτα, σημείοις δὲ τοῖς συμβεβηκόσιν αὐτοῖς, ἐξ ὧν διαγινώσκεται, αἰτίοις δέ, ὑφ’ ὧν ἡ φυλακὴ τῆς ὑγείας γίνεται.
τέτταρας δὲ τῆς τούτων ὕλης τὰς διαφορὰς οἱ δοκιμώτατοι τῶν νεωτέρων ἰατρῶν ἔθεντο, προσφερόμενα καὶ ποιούμενα καὶ κενούμενα καὶ ἔξωθεν προσπίπτοντα, προσφερόμενα μὲν ἐδέσματά τε καὶ πόματα καὶ εἴδη τινὰ τῶν φαρμάκων εἴσω τοῦ σώματος λαμβανόμενα καὶ τὸν εἰσπνεόμενον ἀέρα, ποιούμενα δὲ τρίψεις τε καὶ περιπάτους καὶ ὀχήσεις καὶ ἱππασίαν καὶ σύμπασαν κίνησιν.
εἰ δ’ οὐ πᾶσα κίνησίς ἐστι γυμνάσιον, ἀλλ’ ἡ σφοδροτέρα μόνον, προσκείσθω ὧδε τῇ κινήσει τὸ γυμνάσιον, ὡς εἶναι τὰ ποιούμενα κινήσεις τε καὶ γυμνάσια.
συγκαταριθμοῦνται δὲ τῷ γένει τῶν αἰτίων [79] τούτων καὶ ἐγρηγόρσεις καὶ ὕπνοι καὶ ἀφροδίσια.
τὰ δὲ ἔξωθεν προσπίπτοντα, πρῶτος μὲν ὁ περιέχων ἡμᾶς ἀήρ ἐστιν, ἔπειθ’ ὅσα λουομένοις ἢ ἀλειφομένοις ἢ διαπαλαίουσιν ἐν κόνει προσπίπτει τῷ δέρματι, καὶ εἰ δή τι φάρμακόν ἐστιν οὐκ ἐκβαῖνον ὅρους ὑγιεινούς, ὥσπερ ἅλες ἢ νίτρον ἢ ἀφρόνιτρον ἤ τι τῶν αὐτοφυῶν ὑδάτων θερμῶν.
ἡ δὲ τῶν κενουμένων ὕλη προείρηται μὲν ὀλίγον ἔμπροσθεν· εἰ δ’ ὀρθῶς ἀντιδιῄρηται τοῖς προειρημένοις τρισὶ γένεσι τῶν αἰτίων, οὐ ῥᾴδιον ἀποφήνασθαι.
τάχα γὰρ ἂν ἦν βέλτιον ὑπὸ μὲν τῶν προσφερομένων καὶ ποιουμένων καὶ προσπιπτόντων ἔξωθεν ἀλλοιοῦσθαί τε καὶ μετακοσμεῖσθαι φάναι τὰ κατὰ τὸ σῶμα, τὴν μεταβολὴν δὲ αὐτῶν γίνεσθαι κατά τε τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν, καὶ κατὰ μὲν τὸ ποιὸν ἐν τῷ θερμαίνεσθαι καὶ ψύχεσθαι καὶ ξηραίνεσθαι καὶ ὑγραίνεσθαι, κατὰ δὲ τὸ ποσὸν ἐν τῷ τρέφεσθαι καὶ κενοῦσθαι, καὶ αὐτήν γε τὴν κένωσιν εἶναι διττήν, ἑτέραν μὲν τῶν περιττωμάτων, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν ἐλέγομεν, ἑτέραν δὲ τὴν αὐτῆς τῆς οἰκείας ἡμῶν οὐσίας ἀπορροήν, ἥτις ἀντίκειται τῇ θρέψει.
ἐπισημήνασθαι δὲ χρὴ κἀνταῦθα τὴν [80] ὁμωνυμίαν, ἣν Ἱπποκράτης ἐν τῷ περὶ τροφῆς ἡμῶν συγγράμματι διείλετο, φάμενος ὧδε· «τροφὴ δὲ τὸ τρέφον, τροφὴ καὶ τὸ οἷον, τροφὴ καὶ τὸ μέλλον».
τῇ μὲν γὰρ κατὰ τὸ πρῶτον σημαινόμενον τροφῇ τε καὶ πέψει τὴν ἀπορροὴν τῆς οὐσίας ἀντιδιαιρεῖσθαι χρή, τῇ δὲ κατὰ τὸ δεύτερον σημαινόμενον αἱμορραγίαν τε καὶ ἁπλῶς εἰπεῖν αἵματος ἅπασαν κένωσιν, τῇ δὲ κατὰ τὸ τρίτον ἔμετόν τε καὶ λειεντερίαν.
ἀλλὰ περὶ μὲν τῶν τοιούτων διαιρέσεων, ὅπως ἄν τις ἐθέλῃ, τιθέσθω.
τῶν δ’ ὑλῶν ἁπασῶν τῶν ὑγιεινῶν ἐπίστασθαι ἀναγκαῖον τὰς δυνάμεις τῷ τὴν ὑγιεινὴν τέχνην μετιόντι.
καὶ γὰρ καὶ ἡ ἐπιδέξιος αὐτῶν χρῆσις ἐντεῦθεν ὥρμηται.
γίνεται δ’ ἡ ἐπιδέξιος αὐτῶν χρῆσις, ἐὰν τόν γε καιρὸν ἑκάστου καὶ τὸ μέτρον εὕρωμεν.
ὥστε ἐπὶ ταῦτα χρὴ προϊέναι μᾶλλον, οὐ τὰς μοχθηρὰς αἱρέσεις διεξελέγχειν.
ἀλλὰ ἐπειδὴ μέγεθος ἱκανὸν ὁ πρῶτός μοι λόγος ἔχει, τοῦτον μὲν ἐνταῦθα καταπαύσω, τὰ δ’ ὑπόλοιπα τῆς πραγματείας ἐν τοῖς ἑξῆς διηγήσομαι.
[81] Τὰ μὲν δὴ κεφάλαια καὶ τοὺς σκοποὺς τῆς ὑγιεινῆς τέχνης ὁ πρόσθεν λόγος προείρηκεν· τὰ δὲ κατὰ μέρος ἅπαντα πειρᾶσθαι χρὴ διελθεῖν, ἀρξαμένους αὖθις ἀπ’ ἐκείνων, εἰς ἅπερ ἐτελεύτα τὸ πρῶτον γράμμα.
ὑποκείσθω δή τις ἡμῖν τῷ λόγῳ παῖς ὑγιεινότατος φύσει, τῆς τρίτης ἑβδομάδος ἐτῶν ἀρχόμενος, ἐφ’ οὗ πλάττειν τε καὶ κοσμεῖν τὸ σῶμα προκείσθω καθ’ ὅσον οἷόν τε κάλλιστα.
καὶ πρῶτον τοῦτ’ αὐτὸ διοριστέον, τί ποτε βούλεται τῷ λόγῳ τὸ [82] κάλλιστα προσκείμενον.
βούλεται δὲ τόδε.
ὥσπερ αὐτῶν τῶν σωμάτων ἐδείχθη παμπόλλη τις οὖσα διαφορά, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῶν βίων, οὓς βιοῦμεν, εἴδη πάμπολλά ἐστιν.
οὔκουν ἐγχωρεῖ τὴν ἀρίστην τοῦ σώματος ἐπιμέλειαν ἐν ἅπαντι τῷ προχειρισθέντι βίῳ συστήσασθαι ἀλλὰ τὴν μὲν ὡς ἐν ἑκάστῳ βελτίστην οἷόν τε, τὴν δ’ ἁπλῶς ἀρίστην οὐκ ἐγχωρεῖ κατὰ πάντας τοὺς βίους ποιήσασθαι.
πολλοῖς γὰρ τῶν, ἀνθρώπων μετὰ περιστάσεως πραγμάτων ὁ βίος ἐστί.
καὶ βλάπτεσθαι μὲν ἀναγκαῖόν ἐστιν αὐτοῖς ἐξ ὧν πράττουσιν, ἀποστῆναι δ’ ἀδύνατον.
ἔνιοι μὲν γὰρ ὑπὸ πτωχείας εἰς τοὺς τοιούτους ἐμπίπτουσι βίους, ἔνιοι δ’ ὑπὸ δουλείας, ἤτοι πατρόθεν εἰς αὐτοὺς καθηκούσης ἢ αἰχμαλώτοις ληφθεῖσιν ἢ ἁρπαχθεῖσιν, ἅσπερ καὶ μόνας δουλείας ὀνομάζουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων.
ἐμοὶ δὲ δοκοῦσι καὶ ὅσοι διὰ φιλοτιμίαν ἢ δι’ ἐπιθυμίαν ἡντιναοῦν εἵλοντο βίον ἐν περιστάσεσι πραγμάτων, ὡς ὀλίγιστα δύνασθαι σχολάζειν τῇ τοῦ σώματος ἐπιμελείᾳ, καὶ οὗτοι δουλεύειν ἑκόντες οὐκ ἀγαθαῖς δεσποίναις.
ὥστε τούτοις μὲν οὐκ ἐγχωρεῖ [83] γράψαι τὴν ἁπλῶς ἀρίστην ἐπιμέλειαν τοῦ σώματος· ὅστις δὲ ἀκριβῶς ἐλεύθερος ὑπάρχει καὶ τύχῃ καὶ προαιρέσει, δυνατὸν ὑποθέσθαι τῷδε, ὡς ἂν ὑγιαίνοι τε μάλιστα καὶ ἥκιστα νοσήσειε καὶ γηράσειεν ἄριστα.
καὶ μέν γε καὶ ἡ ὑγιεινὴ μέθοδος, καθάπερ οὖν καὶ ἄλλη πᾶσα μέθοδος, ἀρχὴν διδασκαλίας τοιαύτην ἐπιζητεῖ.
τὸ γὰρ ἁπλοῦν καὶ ἄμεμπτον ἐν ἑκάστῳ γένει, καθάπερ τις κανών, ἁπάντων ἐθέλει προτετάχθαι τῶν οὐχ ἁπλῶν οὐδ’ ἀμέμπτων.
ἁπλοῦν δὲ καὶ ἄμεμπτον ἐν μὲν τοῖς σώμασι τὸ κατεσκευασμένον ἄριστά ἐστιν, ἐν δὲ τοῖς βίοις τὸ ἀκριβῶς ἐλεύθερον.
ταῦτ’ οὖν ἄμφω πρῶτα συζευγνύσθω κατὰ τόνδε τὸν λόγον· εἶθ’ ἑξῆς ἑκάστῃ κατασκευῇ σώματος μοχθηρᾷ βίος ἐλεύθερος μιγνύσθω· κἄπειθ’ ἑξῆς ἀρίστῃ κατασκευῇ σώματος ἕκαστος τῶν ἐν δουλείᾳ τινὶ βίων· ἐπὶ δὲ τοῖσδε τὰς μοχθηρὰς τῶν σωμάτων κατασκευὰς ἐπαλλάξωμεν τοῖς μοχθηροῖς βίοις, εἰ μέλλει τέλειος ἡμῖν ὁ λόγος ἔσεσθαι.
[84] Τίνα ποτ’ οὖν προσήκει τίθεσθαι ἀρχὴν τῆς ὑγιεινῆς πραγματείας τῷ κάλλιστά τε κατεσκευασμένῳ τὸ σῶμα καὶ τρίτης ἑβδομάδος ἐτῶν ἀρχομένῳ καὶ μόνῃ σχολάζοντι τῇ τοῦ σώματος ἐπιμελείᾳ, τὰ δ’ ἄλλα πάντα πάρεργα τεθειμένῳ; ἐμοὶ μὲν οὖν δοκεῖ τὴν ὑφ’ Ἱπποκράτους εἰρημένην ἔν τε τοῖς Ἀφορισμοῖς, ἔνθα γράφει «πόνοι σιτίων ἡγείσθωσαν», ἔν τε τῷ τῶν Ἐπιδημιῶν ἕκτῳ κατὰ τήνδε τὴν ῥῆσιν· «πόνοι, σῖτα, ποτά, ὕπνοι, ἀφροδίσια, πάντα μέτρια».
καὶ γὰρ καὶ τὸ ποσὸν ἀφώρισεν ἅπασι, προσθεὶς τὸ κατὰ τὸ τέλος τῆς ῥήσεως ὄνομα τὸ «μέτρια», καὶ τὸν καιρὸν ἐδίδαξε τῇ τάξει τοῦ λόγου.
εἰς γὰρ τὴν τῆς ὑγείας φυλακὴν ἄρχειν μὲν χρὴ τοὺς πόνους, ἕπεσθαι δὲ σιτία τε καὶ ποτά, εἶθ’ ἑξῆς ὕπνους, εἶτα ἀφροδίσια τοῖς γε δὴ μέλλουσιν ἀφροδισίοις χρῆσθαι.
τὰ μὲν γὰρ ἄλλα πάντα κοινὰ πάσης ἡλικίας ἐστί, τὰ δ’ ἀφροδίσια μόνης τῆς τῶν ἀκμαζόντων, ἡνίκαπερ αὐτῶν καὶ ἡ χρεία, ὡς ταῖς γε πρόσθεν τε καὶ ὄπισθεν ἡλικίαις ἢ οὐδ’ ὅλως σπερμαίνειν ἢ οὐ γόνιμον σπερμαίνειν ἢ μοχθηρῶς γόνιμον ὑπάρχειν.
[85] ἀλλὰ γὰρ ὁ περὶ μὲν τῶν ἀφροδισίων λόγος εἰς τὴν οἰκείαν ἀναβεβλήσθω τάξιν.
ἀπὸ δὲ τῶν πόνων ἀρκτέον, αὐτὸ τοῦτο πρῶτον ἐν αὐτοῖς διελομένους, εἴτε ταὐτόν ἐστι πόνος τε καὶ κίνησις καὶ γυμνάσιον, εἴτε πόνος μὲν καὶ κίνησις ταὐτόν, ἕτερον δέ τι τὸ γυμνάσιον, εἴτε κίνησις μὲν ἕτερον, οὐδὲν δ’ ὁ πόνος τοῦ γυμνασίου διαφέρει.
ἐμοὶ μὲν δὴ δοκεῖ μὴ πᾶσα κίνησις εἶναι γυμνάσιον, ἀλλ’ ἡ σφοδροτέρα μόνη.
ἐπεὶ δ’ ἐν τῷ πρός τι τὸ σφοδρόν, εἴη ἂν ἡ αὐτὴ κίνησις ἑτέρῳ μὲν γυμνάσιον, ἑτέρῳ δ’ οὐ γυμνάσιον.
ὅρος δὲ τῆς σφοδρότητος ἡ τῆς ἀναπνοῆς ἀλλοίωσις· ὡς, ὅσαι γε κινήσεις οὐκ ἀλλοιοῦσι τὴν ἀναπνοήν, οὔπω ταύτας ὀνομάζουσι γυμνάσια· εἰ δ’ ἤτοι μεῖζον ἢ ἔλαττον ἢ θᾶττον ἢ πυκνότερον ἀναγκασθείη τις ἀναπνεῖν ἐπὶ κινήσει τινί, γυμνάσιον ἡ τηλικαύτη κίνησις ἐκείνῳ γενήσεται.
τοῦτο μὲν δὴ κοινῇ γυμνάσιον ὀνομάζεται, ἰδίᾳ δέ, ἀφ’ οὗπερ καὶ τὰ γυμνάσια προσαγο-@ ρεύουσιν ἅπαντες, ἔν τινι κοινῷ τῆς πόλεως οἰκοδομησάμενοι χωρίῳ, [86] εἰς ὅπερ καὶ ἀλειψόμενοί τε καὶ διατριψόμενοι καὶ διαπαλαίσοντες ἢ δισκεύσοντες ἤ τι τοιοῦτον ἄλλο πράξοντες ἥκουσιν.
ἡ δὲ τοῦ πόνου προσηγορία ταὐτόν μοι δοκεῖ σημαίνειν θατέρῳ τῷ ὑπὸ τοῦ γυμνασίου ὀνόματος εἰρημένῳ δηλοῦσθαι τῷ κοινῷ.
καὶ γὰρ καὶ οἱ σκάπτοντες καὶ οἱ θερίζοντες καὶ ἱππαζόμενοι πονοῦσί τε καὶ γυμνάζονται κατὰ τὸ κοινὸν τοῦ γυμνασίου σημαινόμενον.
ἐμοὶ μὲν οὖν οὕτω διῃρήσθω περὶ τῶν ὀνομάτων, καὶ κατὰ ταῦτα τὰ σημαινόμενα πᾶς ὁ ἐφεξῆς λόγος ἀκουέσθω.
εἰ δέ τις ἑτέρως βούλεται χρῆσθαι, συγχωρῶ· οὐδὲ γὰρ ὑπὲρ ὀνομάτων ὀρθότητος ἥκω σκεψόμενος, ἀλλ’ ὡς ἄν τις ὑγιαίνοι μάλιστα· καὶ πρὸς τοῦτ’ αὐτὸ χρήσιμον ὑπάρχον μοι περί τε τῶν γυμνασίων καὶ πόνων καὶ ξυλλήβδην εἰπεῖν ἁπάσης κινήσεως διελέσθαι, τὰ σημαινόμενα τῶν ὀνομάτων ἠναγκάσθην ἀφορίσασθαι.
αἱ μὲν δὴ τῶν γυμνασίων χρεῖαι καὶ διὰ τοῦ πρώτου μὲν εἴρηνται λόγου, βέλτιον δ’ ἂν εἴη καὶ νῦν ἐπανελθεῖν αὐτὰς διὰ βραχέων, ἐπειδὴ σκοπός τε ἅμα καὶ κριτήριον αὗται τυγχάνουσιν οὖσαι πάντων [87] τῶν κατὰ μέρος ἐν τῇ περὶ τὰ γυμνάσια τέχνῃ πραττομένων.
ἦσαν δέ, ὡς οἶμαι, διτταὶ κατὰ γένος, αἱ μέν τινες εἰς τὴν τῶν περιττωμάτων κένωσιν, αἱ δὲ εἰς αὐτὴν τῶν στερεῶν σωμάτων τὴν εὐεξίαν διαφέρουσαι.
ἐπειδὴ γάρ ἐστι κίνησις σφοδρὰ τὸ γυμνάσιον, ἀνάγκη τρία μὲν πρῶτα ταῦτα γίνεσθαι πρὸς αὐτοῦ κατὰ τὸ γυμναζόμενον σῶμα, τήν τε σκληρότητα τῶν ὀργάνων ἀλλήλοις παρατριβομένων, τήν τε τῆς ἐμφύτου θερμότητος αὔξησιν, τήν τε τοῦ πνεύματος κίνησιν βιαιοτέραν, ἕπεσθαι δὲ τούτοις τἄλλα σύμπαντα τὰ κατὰ μέρος ἀγαθὰ τοῖς σώμασιν ἐκ γυμνασίων γινόμενα, διὰ μὲν τὴν σκληρότητα τῶν ὀργάνων τήν τε δυσπάθειαν αὐτῶν καὶ τὴν πρὸς τὰς ἐνεργείας εὐτονίαν, διὰ δὲ τὴν θερμότητα τήν τε τῶν ἀναδιδομένων ὁλκὴν ἰσχυρὰν καὶ τὴν ἀλλοίωσιν ἑτοιμοτέραν καὶ τὴν θρέψιν βελτίονα καὶ χύσιν ἁπάντων τῶν σωμάτων, ἐφ’ ᾗ χύσει τὰ μὲν στερεὰ μαλάττεσθαι, τὰ δὲ ὑγρὰ λεπτύνεσθαι, τοὺς πόρους δ’ εὔρους γίνεσθαι συμβαίνει, διὰ δὲ τὴν τοῦ πνεύματος ἰσχυρὰν κίνησιν ἐκκαθαίρεσθαί τε τοὺς πόρους [88] ἀναγκαῖόν ἐστι καὶ κενοῦσθαι τὰ περιττώματα.
ἀλλ’ εἴπερ ταῦτα ποιεῖ τὸ γυμνάσιον, οὐ χαλεπὸν ἔτι τὸν καιρὸν τῆς χρήσεως ἐξευρεῖν.
διότι μὲν γὰρ ἀναδόσεσι συνεργεῖ, οὐ χρὴ πλῆθος ὠμῶν καὶ ἀπέπτων οὔτε σιτίων οὔτε χυμῶν ἢ κατὰ τὴν κοιλίαν ἢ ἐν τοῖς ἀγγείοις περιέχεσθαι· κίνδυνος γὰρ αὐτοῖς ἑλχθῆναι πρὸς ἅπαντα τοῦ ζῴου τὰ μόρια, πρὶν χρηστοῖς γενέσθαι πεφθεῖσι σχολή.
διότι δὲ ἐκκαθαίρει τοὺς πόρους καὶ κενοῖ τὰ περιττώματα, κάλλιον αὐτὸ πρὸ τῶν σιτίων ἀναλαμβάνεσθαι.
«τὰ» μὲν γὰρ «μὴ καθαρὰ τῶν σωμάτων, ὁκόσον ἂν θρέψῃς, μᾶλλον βλάψεισ».
ὥστε ἐκ τῶν εἰρημένων εὔδηλον, ὡς οὗτος ἄριστός ἐστι γυμνασίων καιρός, ἡνίκα ἡ μὲν χθιζινὴ τροφὴ τελέως ᾖ κατειργασμένη τε καὶ πεπεμμένη τὰς δύο πέψεις, τήν τε ἐν τῇ γαστρὶ καὶ τὴν ἐν τοῖς ἀγγείοις, ἑτέρας δ’ ἐφεδρεύῃ τροφῆς καιρός.
εἰ δὴ τοῦδε πρόσθεν ἢ ὄπισθεν γυμνάζοις, ἢ χυμῶν ἀπέπτων ἐμπλήσεις τὸ ζῷον ἢ τὴν ὠχρὰν χολὴν ἐπιτρέψεις [89] γεννηθῆναι πλείονα.
γνώρισμα δὲ τοῦ τοιούτου καιροῦ τῶν οὔρων ἡ χροιά· τὸ μὲν οὖν ὑδατῶδες ἄπεπτον ἔτι σημαίνει τὸν ἐκ τῆς γαστρὸς ἀναδοθέντα χυμὸν ἐν τοῖς ἀγγείοις περιέχεσθαι, τὸ δὲ πυρρὸν καὶ χολῶδες ἐκ πολλοῦ κατειργάσθαι, τὸ δὲ μετρίως ὠχρὸν ἄρτι τῆς δευτέρας πέψεως γεγενημένης ἐστὶ σημεῖον.
ὅταν γὰρ μηδέπω χρώζηται τῇ χολῇ τὸ οὖρον, ὑδατῶδές τε καὶ λευκὸν φαίνεται, ὅταν δὲ πλέον ἀναδέξηται τοῦ προσήκοντος, πυρρόν.
ἐπειδὰν δὲ συμμέτρως ᾖ πυρρὸν ἢ μετρίως ὠχρόν, τηνικαῦτα τοίνυν ἄγειν ἐπὶ τὰ γυμνάσια, προαποθέμενον ὅσον ἂν ἐν τῇ κύστει καὶ τοῖς ἐντέροις τοῖς κάτω περιεχόμενον ᾖ περίττωμα· κίνδυνος γὰρ κἀκ τῶν τοιούτων εἰς τὴν ἕξιν τοῦ σώματος ἐνεχθῆναί τι τῇ ῥύμῃ τῆς ἐν τοῖς γυμνασίοις θερμότητος ἀναρπασθέν.
εἰ μὲν οὖν εὐθέως ἀποδυσάμενός τις ἐπὶ τὰς ἰσχυροτέρας ἔρχοιτο κινήσεις, πρὶν μαλάξαι σύμπαν τὸ σῶμα καὶ λεπτῦναι τὰ περιττώματα καὶ τοὺς πόρους εὐρῦναι, κίνδυνος μὲν καὶ ῥῆξαί τι καὶ σπάσαι τῶν στερεῶν σωμάτων, κίνδυνος δὲ καὶ τὰ περιττώματα τῇ τοῦ [90] πνεύματος ῥύμῃ κινήσαντος τοὺς πόρους ἐμφράξαι.
εἰ δὲ κατὰ μικρὸν προθερμήνας προμαλάξειε μὲν τὰ στερεά, προλεπτύνειε δὲ τὰ ὑγρὰ καὶ τοὺς πόρους εὐρύνειε, κίνδυνος οὐδεὶς ἔτι οὔτε τοῦ ῥῆξαί τι μόριον οὔτε τοῦ τοὺς πόρους ἐμφράξαι ‹ἂν› καταλάβοι τὸν γυμναζόμενον.
ὅπως οὖν ταῦτα γίνοιτο, χρὴ προθερμάναντα μετρίως ἀνατρίψαντά τε σινδόνι τὸ σύμπαν σῶμα κἄπειτα δι’ ἐλαίου τρίβειν.
οὐ γὰρ δὴ εὐθέως γε χρῆσθαι τῷ λίπει συμβουλεύω πρὶν θερμανθῆναί τε τὸ δέρμα καὶ τοὺς πόρους εὐρυνθῆναι καὶ συλλήβδην εἰπεῖν εὐτρεπισθῆναι τὸ σῶμα πρὸς τὸ καταδέξασθαι τὸ ἔλαιον.
ἱκαναὶ δ’ εἰς τοῦτο παντάπασιν ὀλίγαι περιαγωγαὶ τῶν χειρῶν ἄθλιπτοί τε καὶ μετρίως ταχεῖαι σκοπὸν ἔχουσαι θερμῆναι τὸ σῶμα χωρὶς τοῦ θλῖψαι· καὶ γὰρ δὴ καὶ φανεῖταί σοι τούτων γινομένων ἔρευθος εὐανθὲς ἐπιτρέχον ἅπαντι τῷ δέρματι.
τότ’ οὖν ἤδη τὸ λίπος ἐπάγειν αὐτῷ καὶ τρίβειν γυμναῖς ταῖς χερσὶ συμμέτρως ἐχούσαις σκληρότητός τε καὶ μαλακότητος, ὅπως μήτε [91] συνάγηται καὶ σφίγγηται τὸ σῶμα μήτε ἐκλύηται καὶ χαλᾶται περαιτέρω τοῦ προσήκοντος, ἀλλ’ ἐν τῇ φύσει φυλάττηται.
τρίβειν δὲ κατὰ μὲν τὰς πρώτας ἐπιβολὰς ἀτρέμα, τοὐντεῦθεν δ’ ἤδη κατὰ βραχὺ παραύξοντα καὶ μέχρι γε τοσούτου τὴν τρίψιν ἐπὶ τὸ ῥωμαλεώτερον μεταγαγεῖν, ὡς θλίβεσθαι μὲν ἤδη σαφῶς τὴν σάρκα, μὴ θλᾶσθαι δέ· μὴ πολλῷ δὲ χρόνῳ τὴν οὕτως ἰσχυρὰν τρίψιν ἐπάγειν, ἀλλ’ ἅπαξ ἢ δὶς ἐφ’ ἑκάστου μέρους.
οὐ γὰρ ὥστε σκληρῦναι τὸ σῶμα τοῦ παιδὸς οὕτω τρίβομεν, ὅταν ἤδη τοῖς πόνοις προσάγωμεν, ἀλλ’ ὑπὲρ τοῦ προτρέψαι τε εἰς τὰς ἐνεργείας καὶ συστρέψαι τὸν τόνον καὶ τὴν ἐκ τῆς μαλακῆς τρίψεως ἀραιότητα σφίγξαι.
σύμμετρον γὰρ αὐτοῦ τὸ σῶμα φυλάττεσθαι χρὴ καὶ οὐδαμῶς οὔτε σκληρὸν οὔτε ξηρὸν ἀποτελεῖσθαι, μή πως ἐπίσχωμέν τι τῆς κατὰ φύσιν αὐξήσεως.
τοῦ δὲ χρόνου προϊόντος, ὅταν ἤδη μειράκιον ἡμῖν γίνηται, τότε καὶ τῇ σκληροτέρᾳ τρίψει χρησόμεθα καὶ ταῖς μετὰ τὰ γυμνάσια ψυχρολουσίαις.
ἀλλὰ περὶ μὲν τούτων αὖθις εἰρήσεται.
[92] ‹Ἐν› τῇ δὲ τρίψει ὡς πρὸς τὰ γυμνάσια παρασκευαζούσῃ, σκοπὸν ἐχούσῃ μαλάξαι τὰ σώματα, τὴν μέσην σκληρᾶς καὶ μαλακῆς ἐπικρατεῖν χρὴ ποιότητα καὶ κατ’ ἐκείνην τυποῦσθαι τὸ σύμπαν.
πολυειδεῖς δὲ ταῖς ἐπιβολαῖς τε καὶ περιαγωγαῖς τῶν χειρῶν αἱ ἀνατρίψεις γιγνέσθωσαν, οὐκ ἄνωθεν κάτω μόνον ἢ κάτωθεν ἄνω φερομένων αὐτῶν, ἀλλὰ καὶ πλαγίων καὶ λοξῶν ἐγκαρσίων τε καὶ σιμῶν.
καλῶ δὲ ἐγκάρσιον μὲν τὸ ἐναντίον τῷ εὐθεῖ, σιμὸν δὲ τὸ βραχὺ τούτου παρεγκλῖνον ἐφ’ ἑκάτερα, καθάπερ γε καὶ τὸ τῆς εὐθύτητος ἑκατέρωσε πρὸς ὀλίγον ἐκτρεπόμενον ὀνομάζω πλάγιον· ὅσον δ’ ἀκριβῶς μέσον ἐστὶν ἐγκαρσίας τε καὶ εὐθείας φορᾶς, λοξὸν τοῦτο προσαγορεύω.
καὶ μὲν δὴ καὶ τρίψιν τε καὶ ἀνάτριψιν οὐ διοίσει λέγειν, εἰδότας ὅτι τὸ μὲν τῆς ἀνατρίψεως ὄνομα συνηθέστερον τοῖς παλαιοῖς ἐστι, τὸ δὲ τῆς τρίψεως τοῖς νεωτέροις.
πολυειδεῖς δὲ κελεύω γίνεσθαι τὰς ἐπιβολάς τε καὶ περιαγωγὰς τῶν χειρῶν ἕνεκα τοῦ συμπάσας ὡς οἷόν τε τῶν [93] μυῶν τὰς ἶνας ἐκ παντὸς μέρους ἀνατρίβεσθαι.
τὸ γὰρ οἴεσθαι τὴν μὲν ἐγκάρσιον ἀνάτριψιν, ἣν δὴ καὶ στρογγύλην ὀνομάζουσιν ἔνιοι, σκληρύνειν καὶ πυκνοῦν καὶ σφίγγειν καὶ συνδεῖν τὰ σώματα, τὴν δὲ εὐθεῖαν ἀραιοῦν τε καὶ χαλᾶν καὶ μαλάττειν καὶ λύειν ἐκ τῆς αὐτῆς ἐστιν ἀγνοίας, ἐξ ἧσπερ καὶ τὰ ἄλλα, ἃ περὶ τῆς τρίψεως εἴρηται τοῖς πλείστοις τῶν γυμναστῶν.
πλεῖον γὰρ οὐδὲν οὐδεὶς ἔχει περὶ δυνάμεων τρίψεως εἰπεῖν ὧν Ἱπποκράτης ἔγραψεν ἐν τῷ Κατ’ ἰητρεῖον, ὑπὸ μὲν τῆς σκληρᾶς δεῖσθαι τὰ σώματα φάσκων, ὑπὸ δὲ τῆς μαλακῆς λύεσθαι, καὶ ὑπὸ μὲν τῆς πολλῆς ἰσχναίνεσθαι, σαρκοῦσθαι δὲ ὑπὸ τῆς μετρίας.
ἔχει δὲ ἡ ῥῆσις ὧδε· «ἀνάτριψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι· ἡ σκληρὰ δῆσαι, ἡ μαλακὴ λῦσαι, ἡ πολλὴ μινυθῆσαι, ἡ μετρίη σαρκῶσαι».
τέσσαρες γὰρ αὗται διαφοραὶ κατὰ γένος ἐπὶ τέσσαρσι δυνάμεσί τε καὶ χρείαις τῶν τρίψεων ἁπασῶν εἰσιν.
εἰ δὲ καὶ τὰς μέσας αὐτῶν προσλογιζοίμεθα συνεμφαινομένας ταῖς εἰρημέναις, ἓξ [94] αἱ πᾶσαι διαφοραὶ γενήσονται.
πόθεν οὖν ἐπῆλθε τοῖς πλείστοις τῶν νεωτέρων γυμναστῶν οὕτω πολλὰς διαφορὰς γράψαι τρίψεων, ὡς μηδὲ ἀριθμῆσαι ῥᾳδίως αὐτὰς δύνασθαι; πόθεν ἄλλοθεν ἢ ὅτι λογικῆς θεω ρίας ἀγύμναστοι παντάπασιν ὄντες οὐ συνεῖδον ἅμα ταῖς οἰκείαις τῆς τρίψεως διαφοραῖς ἐνίοτε μὲν καὶ τῶν ἔξωθέν τινος μνημονεύοντες, ἐνίοτε δὲ καὶ τὰς ἀπεργαζομένας ἑκάστην τρίψιν αἰτίας ἀναγράφοντες, ἔστιν ὅτε δὲ καὶ πρὸς ἀλλήλας ἐπιπλέκοντες αὐτάς τε τὰς γνησίας διαφορὰς καὶ ὅσας οὐκ ὀρθῶς αὐταῖς προσέθεσαν.
ὅταν μὲν γὰρ λέγωσι, τὰς τρίψεις ἀλλήλων διαφέρειν τῷ τὰς μὲν ἐν ὑπαίθρῳ γίγνεσθαι, τὰς δὲ ἐν καταστέγῳ, τὰς δὲ ἐν ὑποσυμμιγεῖ σκιᾷ, καὶ τὰς μὲν ἐν ἀνεμώδει χωρίῳ, τὰς δὲ ἐν γαληνῷ, καὶ τὰς μὲν ἐν θερμῷ, τὰς δὲ ἐν ψυχρῷ, καὶ τὰς μὲν ἐν ἡλίῳ, τὰς δὲ ἐν προστάδι βαλανείου, τὰς δὲ ἐν βαλανείῳ, τὰς δὲ ἐν παλαίστρᾳ, καὶ τοιοῦτόν τινα ποιοῦντες κατάλογον, οὐκ οἰκείας διαφορὰς τρίψεων λέγουσιν, ἀλλ’ ὧν οὐκ ἄνευ τινὸς ὁ τριβόμενός ἐστιν.
ἀνάγκη γὰρ πάντως αὐτὸν ἔν τινι χωρίῳ [95] τῶν κατὰ τὴν οἰκουμένην ὑπάρχειν, καὶ πρός γε τῷ χωρίῳ χειμῶνος ἢ θέρους ἢ κατά τινα τῶν ἄλλων ὡρῶν.
ἐπειδὰν δὲ τὰς μὲν τῷ μετὰ πλείονος ἐλαίου, τὰς δὲ τῷ μετὰ ἐλάττονος ἢ παντάπασιν ἐλαίου χωρίς, ἤτοι διὰ τῶν χειρῶν μόνον ἢ μετὰ κόνεως ἢ διὰ σινδόνων, καὶ τούτων ἤτοι σκληρῶν ἢ μαλακῶν γίνεσθαι διαφέρειν ἀλλήλων λέγωσι τὰς τρίψεις, αἰτίων καταρίθμησιν ποιοῦνται τῶν ἤτοι σκληρὰν ἢ μαλακὴν ἀπεργαζομένων τὴν τρίψιν.
ἐξ οὗ γένους τῶν αἰτίων ἐστὶ καὶ τὸ τὰς χεῖρας τῶν τριβόντων ἤτοι σκληρὰς ἢ μαλακὰς εἶναι καὶ ἤτοι πιέζειν σφοδρῶς ἢ πρᾴως ἐφάπτεσθαι.
τὸ δὲ τρίτον εἶδός ἐστι τῶν πολλὰς τῶν τρίψεων οἰομένων εἶναι διαφορὰς ἐκ τοῦ κατὰ συζυγίας τινὰς ἐπιπλέκειν ἀλλήλοις ἅπαντα τὰ νῦν εἰρημένα.
ὅσοι μὲν οὖν αὐτῶν ἢ τὰς ἔξωθεν περιστάσεις τῶν πραγμάτων ἢ τὰς αἰτίας τῶν οἰκείων διαφορῶν ἀλλήλαις ἐπιπλέκουσιν, εὐφωρατότεροι γίνονται μὴ γινώσκοντες ὀρθῶς· ὅσοι δὲ κατὰ τὰς οἰκείας διαφορὰς ποιοῦνται τὰς συζυγίας, [96] ἧττον οὗτοι γνωρίζονται σφαλλόμενοι.
εἰσὶ δὲ οἳ καὶ σοφίας δόξαν ἀπηνέγκαντο καὶ δοκοῦσί τι πλέον εὑρηκέναι τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων.
ὧνπερ οὖν καὶ Θέων ὁ γυμναστής ἐστιν, ὅστις ἔδοξε βέλτιον Ἱπποκράτους ἐγνωκέναι περὶ τρίψεως.
ἀφορισαμένου γὰρ ἐκείνου κατὰ τὴν προγεγραμμένην ῥῆσιν ἐν μὲν τῇ κατὰ ποιότητα διαφορᾷ τήν τε μαλακὴν καὶ τὴν σκληράν, ἐν δὲ τῇ κατὰ ποσότητα τήν τε πολλὴν καὶ τὴν μετρίαν, ὁ Θέων οὐκ ἀξιοῖ μνημονεύειν οὔτε ποιότητος οὔτε ποσότητος ἰδίᾳ, γράφων ἐν ἄλλοις τισὶ κἂν τῷ τρίτῳ τῶν Γυμναστικῶν ὧδε· «ἀρέσκει περὶ τρίψεως παραγγέλλοντας δεῖν ἀεὶ συναρμόζειν ταῖς ποιότησι τὰς ποσότητας.
καθ’ ἑαυτὰς μὲν γὰρ ἀτελεῖς εἶναι πρὸς τὴν ἐν τοῖς ἔργοις κατόρθωσιν.
τὴν γοῦν μαλακὴν τρίψιν παρὰ τὴν ποσότητα τριῶν ἀποτελεσμάτων ποιητικὴν γίνεσθαι.
τὴν μὲν γὰρ ὀλίγην ἀνιέναι ποσῶς τὴν σάρκα καὶ εὐαφῆ ποιεῖν, τὴν δὲ πολλὴν διαφορεῖν καὶ τήκειν, τὴν δ’ αὐτάρκη σαρκοῦν τὸ σῶμα πλαδαρᾷ καὶ συγκεχυμένῃ σαρκί.
ὁμοίως δὲ καὶ τὴν σκληρὰν τρίψιν παρὰ τὴν ποσότητα τὸν ἴσον ἀριθμὸν τῶν ἀποτελεσμάτων ποιεῖν· [97] πολλὴν μὲν γὰρ προσαχθεῖσαν σφίγγειν τὰ σώματα καὶ συνδεῖν καὶ φλεγμονῇ τι παραπλήσιον ἀπεργάζεσθαι, τὴν δὲ αὐτάρκη σαρκοῦν μεμονωμένῃ καὶ εὐπεριγράπτῳ σαρκί, τὴν μέντοι γε ὀλίγην ἐνερευθῆ πρὸς ὀλίγον χρόνον τὴν ἐπιφάνειαν ποιεῖν».
οὐκ ἀξιοῖ δὲ περὶ τῆς σκληρᾶς τρίψεως ἰδίᾳ καθ’ ἑαυτὴν οὐδὲν παραγγέλλειν τὸν γυμναστήν, ἀλλὰ συναρμόζειν αὐτῇ τὸ ποσόν, εἴπερ τι μέλλοι ποτὲ κατόρθωμα τέλεον ἐν τοῖς ἔργοις τῆς τέχνης ἔσεσθαι.
κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ περὶ τῆς μαλακῆς ἰδίᾳ καθ’ ἑαυτὴν οὐδὲν ἡγεῖται δεῖν νῦν ὑποτίθεσθαι· μὴ γὰρ δύνασθαί ποτε γίνεσθαι μαλακὴν τρίψιν αὐτὴν καθ’ ἑαυτὴν μόνην ἄνευ τοῦ πολλὴν ἢ ὀλίγην ἢ σύμμετρον ὑπάρχειν.
εἶθ’ ἑξῆς διηγεῖται κατὰ συζυγίαν, ὅσα περὶ τοῖς σώμασιν ἡμῶν ἐργάζεσθαι πεφύκασιν· τὴν μὲν ὀλίγην τε ἅμα καὶ μαλακὴν ἀνιέναι ποσῶς τὴν σάρκα καὶ εὐαφῆ ποιεῖν, ἀποφαινόμενος οὐδὲν ἄλλ’ ἢ τὸ «λῦσαι» πρὸς Ἱπποκράτους εἰρημένον ἑτέροις ὀνόμασιν ἑρμηνεύων· τὸ γὰρ ἀνιέναι τὴν σάρκα καὶ εὐαφῆ ποιεῖν τί ἄλλο ἢ λύειν ἐστὶ τὰ συνδεδεμένα τε [98] καὶ συνηγμένα; προσέθηκε δὲ τῷ λόγῳ τὸ ποσῶς, οὐ τὸ γένος τῆς ἐνεργείας ὑπαλλάττων, ἀλλὰ τὸ ποσὸν ἐν αὐτῷ διορίζων.
μαλάττει γὰρ ἐπ’ ὀλίγον ἡ τοιαύτη τρίψις, ὡς, εἴ γ’ ἐπὶ πλεῖον γίνοιτο, μαλάξει μὲν ἔτι καὶ νῦν, ἀλλὰ μειζόνως ἢ πρόσθεν.
ὅτι τοίνυν οὐ μεγάλως, οὐδ’ ἱκανῶς, ἀλλὰ καὶ βραχέως ἡ ὀλίγη καὶ μαλακὴ τρίψις ἀνίησί τε καὶ μαλάττει τὰ σώματα, διὰ τῆς τοῦ ποσῶς προσθήκης ἐδήλωσεν, οὐδὲν οὐδέπω κατά γε τοῦτο τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων διδάσκων περιττότερον, ὥσπερ οὐδ’ ἐν τῷ φάναι, «τὴν αὐτάρκη» καὶ μαλακὴν «σαρκοῦν τὸ σῶμα πλαδαρᾷ καὶ συγκεχυμένῃ σαρκί».
διότι μὲν γὰρ αὐτάρκης, σαρκώσει, διότι δὲ μαλακή, λύσει, τοῦτ’ ἔστι μαλάξει, ὅπερ ἴσον ἐστὶ τῷ πλαδαρὰν καὶ κεχυμένην ἐργάσασθαι τὴν σάρκα.
ἐχρῆν δ’ αὐτόν, ὥσπερ ὑπὲρ τούτων εἶπεν ὀρθῶς, οὕτω καὶ ὁπότε περὶ τῆς πολλῆς τε ἅμα καὶ μαλακῆς διαλέγεται, μὴ τοῦτο μόνον εἰπεῖν, ὅτι διαφορεῖν καὶ τήκειν πέφυκεν, ἀλλὰ καὶ ὁποίαν τινὰ τὴν [99] ὑπόλοιπον ἐργάζεται σάρκα.
οὐ γὰρ δὴ πᾶσαν τὴν οὐσίαν διαφορεῖ καὶ τήκει, καθάπερ τὸ πῦρ, ἀλλά τι καὶ καταλείπει πάντως.
τοῦτο οὖν τὸ καταλειπόμενον ὁποῖόν τι τὴν ἰδέαν ἐστὶν ἐχρῆν, οἶμαι, προσκεῖσθαι τῷ λόγῳ καὶ μὴ μόνον τὸ τῆς πολλῆς τρίψεως ἴδιον ἔργον εἰπόντα τὸ τῆς μαλακῆς παραλιπεῖν.
ὅτι μὲν γὰρ ἡ πολλὴ διαφορεῖ, καὶ πρὸς Ἱπποκράτους εἴρηται πρόσθεν· ἀλλ’ οὐχ ὑπὲρ τῆς πολλῆς ἁπλῶς ἐνεστήσατο τὸν λόγον ὁ Θέων, ἀλλὰ κατὰ συζυγίαν ἠξίωσε διδάσκειν, ἀπὸ τῆς πρώτης μὲν ἀρξάμενος τῆς τε ὀλίγης τε ἅμα καὶ μαλακῆς, ἐπὶ δευτέραν δὲ μεταβὰς τὴν μαλακήν τε ἅμα καὶ πολλήν, εἶθ’ ἑξῆς τρίτης μνημονεύσας τῆς μαλακῆς τε ἅμα καὶ συμμέτρου.
ὥσπερ οὖν ἐπί τε τῆς πρώτης καὶ τρίτης συζυγίας οὐκ ἐσιώπησε τὸ τῆς ποιότητος ἔργον, οὕτως ἐχρῆν αὐτὸν οὐδὲ ἐπὶ τῆς δευτέρας παραλιπεῖν, ἀλλὰ κἀνταῦθα φάναι τὴν πολλήν τε ἅμα καὶ μαλακὴν τρίψιν διαφορεῖν τε ἅμα καὶ μαλακὴν ἀπεργάζεσθαι τὴν σάρκα· πλὴν εἰ τὸ τήκειν ἀντὶ τοῦ μαλάττειν χρὴ δέξασθαι, καὶ οὕτως ἀληθὲς μὲν εἴη [100] τὸ εἰρημένον.
οὐχ ὅπως δὲ διαβάλλει τὴν Ἱπποκράτους διδασκαλίαν, ἀλλὰ καὶ παντὸς μᾶλλον ὁμολογεῖ αὐτήν.
εἴπερ γὰρ ἡ μαλακὴ τρίψις ἀεὶ μὲν ἁπαλὸν ἐργάζεται τὸ σῶμα, κἂν ὀλίγη κἂν πολλὴ κἂν σύμμετρος ὑπάρχῃ, προσέρχεται δ’ αὐτῇ οὐδέν τι παρὰ τῆς ποσότητος ἕτερον, ἀχώριστον ἔσται τῆς μαλακῆς τρίψεως τὸ μαλάττειν, ὥσπερ, οἶμαι, καὶ τῆς σκληρᾶς τὸ σκληρύνειν ἢ συνάγειν ἢ σφίγγειν ἢ δεῖν ἢ πυκνοῦν ἢ δυσαφῆ τὴν σάρκα ποιεῖν ἢ ὡς ἄν τις ἑτέρως ἑρμηνεύειν ἐθέλῃ ταὐτὸν πρᾶγμα.
πρῶτον μὲν γὰρ καὶ κύριον ὄνομα τῆς οὕτω διατιθεμένης σαρκός ἐστι τὸ σκληρόν, ὥσπερ καὶ τῆς ἐναντίας αὐτῇ τὸ μαλακόν.
οὐ μὴν ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον, ὡς εἶπον, ἐγχωρεῖ λέγειν.
καὶ διὰ τίνα μὲν τὴν αἰτίαν οὕτω πολλοῖς ὀνόμασιν οἷόν τε χρῆσθαι καθ’ ἑνὸς πράγματος, ὀλίγον ὕστερον εἰρήσεται· νυνὶ δέ (ὡμολόγηται γὰρ τοῦτο) τὴν μὲν αἰτίαν αὐτοῦ λέγειν ἔν γε τῷ παρόντι παραλίπωμεν.
ὅτι δ’ ἐξ ἀνάγκης ἕπεται τῇ μαλακῇ τρίψει τὸ μαλακὰποιεῖν τὰ σώματα, πρόδηλον ἐκ τῶν εἰρημένων.
εἰ γὰρ μήτε πολλὴν [101] μήτ’ ὀλίγην μήτε σύμμετρον τὴν τοιαύτην τρίψιν παραλαβὼν σκληρὸν ἐργάσασθαί ποτε δυνήσῃ τὸ σῶμα, δῆλον, ὡς ἀχώριστον αὐτῆς ἐστι τὸ μαλάττειν, ὥσπερ γε καὶ τῆς σκληρᾶς τὸ συνδεῖν τε καὶ σκληρύνειν.
καὶ γὰρ καὶ ταύτην ἄν τ’ ὀλίγην ἄν τε πολλὴν ἄν τε σύμμετρον παραλάβῃς, οὐδέποτε μαλάξεις τὸ σῶμα κατ’ οὐδεμίαν ποσότητα, διὰ παντὸς δὲ σκληρὸν ἀπεργάσῃ μᾶλλον ἢ ἧττον, ἐπὶ πλέον μὲν τρίβων μᾶλλον, ἐπ’ ἔλαττον δὲ ἧττον.
εἰ δὲ καὶ παντελῶς ὀλίγας τὰς σκληρὰς ἐπιβολὰς ποιησάμενος ἀρκεσθείης, ἀνὰ λόγον τῇ τούτων βραχύτητι καὶ σκληρότης ἀπαντήσεται.
καθάπερ γὰρ καὶ ὁ πυρὶ πλησιάζων ἀεὶ μὲν θερμαίνεται, κἂν ἐπὶ πολὺν χρόνον αὐτῷ τύχῃ πλησιάζων κἂν ἐπ’ ὀλίγον, ἀλλὰ μᾶλλον μὲν τοῦθ’ ὁ πολυχρονίως ὁμιλῶν, ἧττον δὲ ὁ μέχρι βραχέος, ἐπ’ ἐλάχιστον δὲ ὁ ψαύσας μόνον, οὕτω κἀν ταῖς τρίψεσιν ὁμοιοῦται διαπαντὸς τὸ σῶμα, πρὸς μὲν τῆς μαλακῆς μαλαττόμενον, ὑπὸ δὲ τῆς σκληρᾶς σκληρυνόμενον, οὐ μὴν ἴσῳ γε τῷ μέτρῳ διαπαντός, ἀλλ’ ὑπὸ μὲν τῆς πλείονος μᾶλλον, ὑπὸ δὲ τῆς ἐλάττονος ἧττον, ὥσπερ γε καὶ ὑπὸ μὲν τῆς πλείστης μάλιστα, ὑπὸ δὲ τῆς ἐλαχίστης ἥκιστα.
[102] ὁ τοίνυν Θέων, ὁπότε περὶ τῆς μαλακῆς τε καὶ πολλῆς τρίψεως διαλεγόμενος διαφορεῖν καὶ τήκειν εἶπεν αὐτήν, εἰ μὲν τὸ κενοῦν διὰ τοῦ τήκειν δηλοῖ, πλέον οὐδὲν σημαίνει τοῦ διαφορεῖν· ὥστε δὶς μὲν ἂν εἴη ταὐτὸν εἰρηκώς, παραλελοιπὼς δὲ προσθήκην ἀναγκαίαν τῆς γινομένης περὶ τὸ σῶμα διαθέσεως ἐκ τῆς μαλακῆς τρίψεως· εἰ δὲ τὸ μαλάττειν ἢ λύειν ἢ χαλᾶν ἢ ὅπως ἂν ἑτέρως ὀνομάζειν ἐθέλῃ, παραλελείψεται μὲν οὕτως οὐδὲν αὐτῷ, τὰ δ’ Ἱπποκράτους πάντα λέγων φωραθήσεται διὰ μοχθηροτέρου τρόπου διδασκαλίας.
ὅτι μὲν οὖν ὁ τοιοῦτος τρόπος τῆς διδασκαλίας μοχθηρότερός ἐστιν ἧς Ἱπποκράτης ἔγραψεν, ὀλίγον ὕστερον ἐπιδείξομεν· ὅτι δέ, εἴπερ τὸ τήκειν ἀντὶ τοῦ μαλάττειν εἴρηκεν, οὐδὲν τῶν Ἱπποκράτους λέγει περιττότερον, ἄντικρυς δῆλον.
εἰπόντος γὰρ ἐκείνου, τὴν μὲν μαλακὴν λύειν, τὴν δὲ πολλὴν ἰσχναίνειν, εὔδηλον ἂν εἴη παντί γε τῷ νοῦν ἔχοντι συλλογίσασθαι, τὴν ἐκ τῆς μαλακῆς τε ἅμα καὶ [103] πολλῆς σύνθετον ἰσχναίνειν τε ἅμα καὶ μαλάττειν.
ἀλλ’ οὐχ ὁ Θέων ἔοικεν οὕτω γινώσκειν, ἀλλ’ ὅπερ ἐν τῷ πρώτῳ τῶν Γυμναστικῶν ἰσχναίνειν εἶπε δι’ ἑνὸς ῥήματος, τοῦτ’ ἐν τῷ τρίτῳ διὰ δυοῖν, τοῦ τε διαφορεῖν καὶ τήκειν.
ἔχει γὰρ οὖν δὴ καὶ ἡ ἐν τῷ πρώτῳ ῥῆσις ὧδε· «ἐκ δὲ τῶν ἐναντίων τὴν μαλακὴν τρίψιν πολλὴν μὲν γενομένην ἰσχναίνειν τὰ σώματα, αὐτάρκη δὲ σαρκοῦν τρυφερᾷ καὶ κεχυμένῃ σαρκί».
φανερῶς γὰρ ἐνταῦθα τὴν μαλακήν τε ἅμα καὶ πολλὴν τρίψιν ἰσχναίνειν ἔφη τὰ σώματα.
ὅτι δ’ ἀναγκαῖον ἦν οὐ μόνον τὸ τῆς πολλῆς ἴδιον, ἀλλὰ καὶ τὸ τῆς μαλακῆς εἰπεῖν, αὐτὸς ὁ Θέων ἐνεδείξατο διὰ τῆς ἑξῆς ῥήσεως, ἐν ᾗ περὶ τῆς σκληρᾶς τρίψεως διδάσκων τὴν πολλὴν σφίγγειν τὰ σώματα καὶ συνδεῖν καὶ φλεγμονῇ τι παραπλήσιον ἐργάζεσθαί φησιν.
ὃ γὰρ εἶχε συμμέτρως ὑπάρχουσα τῇ ποσότητι, τοῦτο πλεονασθεῖσα μᾶλλον ἐπεκτήσατο.
πάντες οὖν ὁμολογοῦσι τὴν σύμμετρον σκληρὰν σαρκοῦν τὸ σῶμα σκληρᾷ σαρκί, καθάπερ γε καὶ τὴν σύμμετρον μαλακὴν σαρκοῦν μὲν καὶ αὐτήν, ἀλλὰ μαλακῇ τῇ σαρκί.
[104] κινδυνεύει δὲ καὶ ὁ Θέων, ἡνίκα ὑπὲρ τῆς μαλακῆς τε ἅμα καὶ πολλῆς τρίψεως ὁ λόγος ἦν αὐτῷ, μηδὲν τῆς μαλακῆς ἔργον εἰρηκέναι, ὁπότε δὲ περὶ τῆς σκληρᾶς τε ἅμα καὶ πολλῆς, μηδὲν τῆς πολλῆς.
εἰ γὰρ τὸ τήκειν ταὐτὸν τῷ κενοῦν καὶ διαφορεῖν ὑπολάβοιμεν, ὑπὲρ μὲν τῆς πολλῆς ἔσται τι λελεγμένον αὐτῷ, περὶ δὲ τῆς μαλακῆς οὐδέν, ὥσπερ γε κἀν τῷ περὶ τῆς σκληρᾶς τε καὶ πολλῆς ὑπὲρ μὲν τῆς σκληρᾶς εἴρηται τὸ σφίγγειν καὶ συνδεῖν καὶ φλεγμονῇ τι παραπλήσιον ἀπεργάζεσθαι, περὶ δὲ τοῦ πλήθους οὐδέν· καίτοι δίκαιον ἦν τι καὶ περὶ τῆς ποσότητος εἰπεῖν.
ἀπεφήνατο γοῦν, ὡς, εἰ σύμμετρος εἴη τῇ ποσότητι, παχύνει.
τί ποτ’ οὖν ἡ πολλὴ ποιήσει μετὰ τὴν σύμμετρον ὑπάρχουσα; πάντως γὰρ ἤτοι φυλάξει τὸ ταύτης ἔργον ἢ ἀλλοιώσει.
ἀλλ’ εἰ μὲν φυλάξει, τὸ πλῆθος μετὰ τὴν συμμετρίαν τῶν τρίψεων οὐδὲν ἐργάσεται περιττότερον· εἰ δέ τι δράσει πλέον, ἤτοι καθαιρήσει τῆς σαρκώσεως ἢ προσθήσει.
καθαιροῦσα μὲν οὖν λεπτυνεῖ, προστιθεῖσα δὲ σαρκώσει.
ἀλλὰ μὴν οὐ σαρκοῖ· λεπτύνειν γοῦν ἀναγκαῖον αὐτήν.
[105] οὐ μὴν εἶπέ γε ὁ Θέων οὐδὲν ὑπὲρ τῆς κατὰ τοῦτο διαφορᾶς, ἀλλ’ ὅλως ἐσιώπησε, μήτ’ εἰ λεπτύνει μήτ’ εἰ παχύνει ἢ φυλάττει τὴν ἐκ τῆς συμμέτρου τρίψεως σάρκωσιν ἡ σκληρὰ πλεονασθεῖσα μηδὲν ὅλως ἀποφηνάμενος, ἀλλὰ μόνον ὅτι σφίγγει καὶ συνδεῖ παραπλησίως φλεγμονῇ.
ἐχρῆν δ’ οὐ ταῦτα μόνον εἰπεῖν, ἀλλ’ ὅτι καὶ λεπτύνει.
Φαίνεται τοίνυν ἢ μὴ δυνηθεὶς συνιέναι τῆς τοῦ Ἱπποκράτους ἐν τοῖσδε τέχνης ἢ μὴ βουληθεὶς ἐπαινεῖν τὸν ἄνδρα διὰ βραχείας οὕτω ῥήσεως ἁπάσας τε τὰς διαφορὰς τῶν τρίψεων εἰπόντα καὶ πρὸς ταῖς διαφοραῖς ἑκάστης αὐτῶν ἐνέργειάν τε καὶ δύναμιν.
ὡς μὲν γὰρ ἄν τις οἰηθείη κατὰ τὴν πρόχειρον οὑτωσὶ φαντασίαν, ὑπὲρ τεττάρων εἴρηκε μόνον· ἔχει δὲ οὐχ οὕτω τἀληθές, ἀλλ’ ἑτέρας ἐνεδείξατο δύο ταῖς εἰρημέναις ἐξ ἀνάγκης συνεπινοουμένας, ἐν μὲν τῇ κατὰ ποιότητα διαφορᾷ τὴν μέσην τῆς σκληρᾶς τε καὶ μαλακῆς, ἥπερ δὴ καὶ σύμμετρός ἐστιν, ἐν δὲ τῇ κατὰ ποσότητα τὴν ὀλίγην· ἀναγκαῖον γὰρ τὴν ὀλίγην ἐναντίαν εἶναί τινα τῇ πολλῇ.
[106] τὸ δὲ τῆς παλαιᾶς ἑρμηνείας εἶδος οὕτως ἐστὶ βραχυλόγον, ὡς πολλὰ πολλάκις ὑπερβαίνειν δοκεῖν τῇ λέξει τῶν ἐξ ἀνάγκης ἑπομένων τοῖς λεγομένοις.
καὶ διὰ τοῦτ’, οἶμαι, γράφομεν αὐτῶν ὑπομνήματα, ποδηγοῦντες τοὺς δι’ ἀγυμνασίαν ἀδυνάτους ἕπεσθαι τάχει λέξεως παλαιᾶς, καθάπερ κἀν τῷδε τῷ λόγῳ ποιοῦμεν.
εἰ γὰρ ἡ μὲν σκληρὰ δύναται δεῖν, ἡ δὲ μαλακὴ λύειν, ὅσα μὲν ἐκλέλυται σώματα πέρα τοῦ μετρίου, σκληρῶς ἀνατριπτέον, ὅσα δ’ ἔσφιγκται, μαλακῶς.
εἰ δέ τι συμμέτρως ἔχει, τοῦτ’ εὔδηλον ὡς οὔτε μαλακῶς οὔτε σκληρῶς, ἀλλ’ ὅσον οἷόν τε τὰς ὑπερβολὰς ἑκατέρας φυλαττόμενον.
ὁ δὲ θαυμάσιος Θέων εὐθὺς τοῦτο πρῶτον ἔσφαλται, μήτε τὴν δύναμιν εἰπών ποτε τῆς συμμέτρου κατὰ ποιότητα τρίψεως μήτε τὴν χρείαν, ἀλλ’ ἀεὶ παρερχόμενος αὐτὴν ὥσπερ οὐκ οὖσαν.
περὶ μὲν δὴ τοῦδε καὶ μικρὸν ὕστερον ἐροῦμεν.
ὥσπερ δ’ ἐν ταῖς κατὰ ποιότητα διαφοραῖς οὐ σκληρὰ καὶ μαλακὴ μόνον ἐστίν, ἀλλὰ καὶ σύμμετρος, οὕτω κἀν ταῖς κατὰ τὸ ποσὸν οὐ πολλὴ καὶ ὀλίγη μόνον, ἀλλὰ καὶ μετρία.
[107] τί ποτ’ οὖν ἐν μὲν ταῖς κατὰ ποιότητα τὴν μέσην παρέλιπεν ὁ Ἱπποκράτης, ἐν δὲ ταῖς κατὰ ποσότητα τὴν ὀλίγην; ἴσως γὰρ ἄν τινι δόξειεν ἀλόγως τοῦτο πρᾶξαι· χρῆναι γὰρ ἐν ταῖς βραχυλόγοις διδασκαλίαις ἀφορίζεσθαι μὲν ταῖς ἄκραις ἐναντιότησι τὰ πράγματα, παραλείπεσθαι δὲ τὸ μέσον τε καὶ σύμμετρον ἐν αὐταῖς, ὡς ἐξ ἀνάγκης τοῖς ἄκροις συνεπινοούμενον.
ἐγὼ τοίνυν καὶ τοῦτο πειράσομαι διελθεῖν καὶ σαφηνίσαι τὴν τοῦ παλαιοῦ γνώμην, οὐκ ἀναγκαῖον μὲν ὂν ἐνταῦθα (τὰ γὰρ τοιαῦτα ζητήματα διὰ τῶν ἐξηγητικῶν ὑπομνημάτων εἰθίσμεθα λύειν), ἀλλ’ ἐπειδὴ ἅπαξ ἐν τῷδε τοῦ λόγου κατέστην, ὡς ἀπολογεῖσθαι τοῖς ἀγυμνάστοις ὑπὲρ Ἱπποκράτους, ἐν οἷς αὐτοὶ σφαλλόμενοι κατηγοροῦσι τοῦ κατορθοῦντος, οὐκ ὀκνήσω προσθεῖναι καὶ τοῦτο.
δυοῖν οὖν ὄντων πραγμάτων ὅλῳ τῷ γένει κεχωρισμένων, εἴ γε δὴ τὸ ποιοῦν τοῦ ποιουμένου τῷ γένει διενήνοχεν, αἱ μὲν τρίψεις ἐκ τῶν ποιούντων εἰσίν, αἱ δ’ ὑπ’ αὐτῶν ἀποτελούμεναι κατὰ τὰ σώμαθ’ ἡμῶν διαθέσεις ἐκ τῶν ποιουμένων.
ὥστε καὶ τὰς ἐναντιότητας [108] ἀναγκαῖον ἑτέρας μὲν ἐν τῷ τῶν τρίψεων, ἑτέρας δ’ ἐν τῷ τῶν διαθέσεων ὑπάρχειν γένει, ἐν μὲν τῷ τῶν τρίψεων τήν τε μαλακὴν καὶ τὴν σκληρὰν καὶ τὴν πολλὴν καὶ τὴν ὀλίγην, ἐν δὲ τῷ τῶν διαθέσεων τὴν οἷον δέσιν τε καὶ λύσιν τῶν σωμάτων καὶ τὴν ἰσχνότητα καὶ τὴν σάρκωσιν.
ἡ μὲν οὖν προτέρα τῶν διαθέσεων ἐναντίωσις ὑπὸ τῆς προτέρας κατὰ τὰς τρίψεις ἐναντιώσεως γίγνεται, ἡ δὲ δευτέρα οὐκέτι.
συμβαίνει γὰρ ἐπ’ αὐτῆς τὴν μὲν ἰσχνότητα πρὸς τῆς πολλῆς γενέσθαι τρίψεως, τὴν δ’ ἀνάθρεψιν ὑπὸ τῆς μετρίας.
ἡ γὰρ ὀλίγη σαρκοῦν οὐδέπω δυνατή, διότι δεῖται μὲν τὸ σαρκωθησόμενον ἀεὶ αἵματός τε παραθέσεως συμμέτρου καὶ δυνάμεως εὐρώστου.
καὶ ταῦτα ἄμφω καλῶς αὐτῷ πρὸς τῆς συμμέτρου γίνεται τρίψεως, οὐδέτερον δ’ ἱκανῶς οὐδ’ αὐτάρκως ἐπὶ τῆς ὀλίγης.
ἐπεὶ τοίνυν οὐ συνέβαινον ἐς ταὐτὸν αἱ τῶν τρίψεων ἐναντιώσεις ταῖς τῶν διαθέσεων, ἠνάγκαζε δ’ αὐτὸν ἡ τῆς βραχυλόγου διδασκαλίας ἰδέα δι’ ἐναντιώσεων ἀφορίζεσθαι τὸν λόγον, ἐπὶ τὴν χρησιμωτέραν ἐναντίωσιν ἀφικόμενος [109] ὑπερεῖδε τῆς ἀχρηστοτέρας.
χρησιμωτέρα δέ ἐστιν ἡ κατὰ τὰς διαθέσεις τῆς κατὰ τὰς τρίψεις ἑνὶ μὲν καὶ πρώτῳ λόγῳ τῷ κατὰ τὸ τέλος τῆς τέχνης· ἐστοχασμέναι γάρ εἰσιν αἱ τρίψεις τῆς τοῦ σώματος διαθέσεως ὡς τέλους· ἀεὶ γὰρ τὸ τέλος τοῦ πρὸ αὐτοῦ κυριώτερον, ὅσῳ καὶ τοῦ διὰ τί γινομένου τὸ δι’ ὃ γίνεται· δευτέρῳ δὲ λόγῳ ‹τῷ› τῆς σαφηνείας· ἐκ μὲν γὰρ τοῦ μαθεῖν ἡμᾶς τὰ τῆς πολλῆς καὶ τὰ τῆς μετρίας ἀνατρίψεως ἔργα ῥᾷστόν ἐστιν ἐπινοῆσαι καὶ τὰ τῆς ὀλίγης· οὐκέθ’ ὁμοίως δ’ εὐσύνοπτος ἡ τῆς συμμέτρου τρίψεως δύναμις.
οὐ μὴν ἀλλὰ καὶ τρίτον τῷδε τῷ λόγῳ κάλλιστα ἂν ὁ Ἱπποκράτης εὑρίσκοιτο διδάσκων περὶ τρίψεων.
ἡγεῖσθαι μὲν γὰρ χρὴ τὴν τῶν ἐναργῶς ἀποτελουμένων διδασκαλίαν, ἕπεσθαι δὲ τὴν τῶν ἀμυδρῶς, εἴτε γράφοι τις περὶ αὐτῶν ῥητῶς εἴτε τοῖς ἀναγινώσκουσιν ἀπολείποι.
ἔστι δ’ ἐναργὲς ἐπινοεῖν μὲν τὸ τῆς μετρίας τρίψεως ἔργον, ἡ σάρκωσις τοῦ σώματος, οὐκ ἐναργὲς δὲ τὸ τῆς ὀλίγης· οὔτε γὰρ σαρκοῦν οὔτ’ ἰσχναίνειν οὔθ’ ὅλως οὐδὲν ἐναργὲς φαίνεται ποιεῖν, ὅτι [110] μὴ θερμαίνοι μόνον ἐπὶ βραχύ.
κοινὸν δ’ ἦν ἁπάσης τρίψεως τὸ θερμαίνειν.
ὥστ’, ἐπεὶ μήτ’ ἐναργὲς ἀποτελεῖ μηδέν, καὶ ὅ τι φαίνεται ποιεῖν, οὐδὲ τοῦτο ἴδιον αὐτῆς ἐστιν, ἀλλὰ τὸ κοινὸν ἁπάσης τρίψεως, εὐλόγως παρελείφθη.
τὸ μὲν οὖν, ὅτι κοινὸν ἁπάσης τρίψεως ἔργον ἐστὶ τὸ θερμαίνειν, οὐκ ἄξιον Ἱπποκράτους συγγράμματος· ὁποῖον δέ τι πέφυκεν ἑκάστη τρίψις ἴδιον ἀποτελεῖν, Ἱπποκράτει τε διδάσκειν ἀναγκαῖον ἦν ἡμῖν τε μανθάνειν χρήσιμον.
ἀναγαγὼν γὰρ ὥσπερ εἰς στοιχεῖά τινα τὰς ἁπλᾶς διαφορὰς ἅπαντα τὸν περὶ τῆς τρίψεως λόγον ἐδίδαξεν, ὅπως ἀναθρέψεις ἢ καθαιρήσεις ἢ μαλάξεις ἢ σφίγξεις τὸ σῶμα.
τούτοις δ’ εὐθέως συνεμφαίνεται τά τε μέσα τῶν ἔργων καὶ τὰ κατὰ συζυγίαν ἀποτελούμενα· μέσα μέν, ὅταν ἤτοι μήτε δῆσαι τὸ σῶμα μήτε λῦσαι μήτε σαρκῶσαι μήτε μινυθῆσαι προελώμεθα, κατὰ συζυγίαν δέ, ὅταν, εἰ οὕτως ἔτυχεν, ἅμα δῆσαι καὶ σαρκῶσαι.
τίς γὰρ [111] οὐκ ἂν ἐπινοήσειεν, ὡς, ἐπειδὰν σκληρᾷ σαρκὶ σαρκῶσαι σῶμα προαιρώμεθα, τὴν σκληρὰν ἡμῖν τρίψιν ἅμα ποσότητι συμμέτρῳ παραληπτέον ἐστίν, ὥσπερ, κἀπειδὰν μαλακῇ, τὴν μαλακήν τε ἅμα καὶ σύμμετρον ἐν τῷ ποσῷ, καὶ κατὰ τὰς ἄλλας συζυγίας ἀνάλογον; ἃς ἔνιοι τῶν γυμναστῶν ὡς ἴδια γράφοντες εὑρήματα μετὰ καὶ τοῦ προσεγκαλεῖν Ἱπποκράτει μεγάλως πλημμελοῦσιν, ὅτι τε τὸν πρῶτον ὑπὲρ αὐτῶν διδάξαντα δικαίων ἐπαίνων ἀποστεροῦσι καί, τὸ τούτου χεῖρον, ὅτι τὴν ἐκείνου γνώμην εἰς ἑαυτοὺς μεταφέροντες ἔτι καὶ διαβάλλειν αὐτὸν ἐπιχειροῦσιν, οὐδ’ οὖν οὐδὲ καλῶς ἐπαλλάττοντες ἀλλήλαις τὰς ἁπλᾶς διαφοράς.
ἐχρῆν γάρ, οἶμαι, τόν γε κατὰ τρόπον ἐπὶ τὰς ἐν μέρει συζυγίας ἔρχεσθαι βουλόμενον οὔτε τὰς συμπάσας ἓξ ποιεῖν, ὥσπερ ὁ Θέων, οὔτε παραλιπεῖν τι κατὰ ταύτας ἔργον ἢ ποσότητος ἢ ποιότητος ἴδιον, ὥσπερ ἐπὶ μὲν τῆς μαλακῆς τε ἅμα καὶ πολλῆς τὸ τῆς μαλακῆς, ἐπὶ δὲ τῆς σκληρᾶς τε ἅμα καὶ πολλῆς τὸ τῆς πολλῆς [112] ἴδιον ἐδείκνυτο παραλελοιπώς, ἀλλὰ καὶ ταῦτα προστιθέναι, καὶ τὰς κατὰ μέρος συζυγίας ἐννέα ποιεῖν.
αἱ γὰρ τρεῖς διαφοραὶ τῶν κατὰ ποιότητα τρίψεων ταῖς τρισὶ διαφοραῖς τῶν κατὰ ποσότητα τρίψεων ἐπαλλαττόμεναι συζυγίας ἀποτελοῦσιν ἐννέα, ἓξ μὲν τὰς ὑπὸ Θέωνος εἰρημένας ἐν ᾗ παρεθέμην ὀλίγον ἔμπροσθεν ῥήσει, τρεῖς δ’ ἄλλας, ἃς ἐκεῖνος παρέλιπε, τὴν μέσην σκληρᾶς τε καὶ μαλακῆς ὑπερβάς· καίτοι γ’ οὐδ’ ἐπινοῆσαι δυνατόν ἐστιν οὔτε σκληρὰν οὔτε μαλακὴν τρίψιν ἄνευ τοῦ προσεπινοῆσαι τὴν σύμμετρον· ᾗ τάς γε τρεῖς διαφορὰς τῆς ποσότητος εἴπερ ἔζευξεν, ἐννέα τὰς πάσας ἂν οὕτως ἀπειργάσατο συζυγίας τρίψεων, οὐχ ἕξ.
ἐκθήσομαι δὲ αὐτὰς ἐπὶ διαγράμματος, ἐν ᾧ τὸν μὲν πρότερον στοῖχον ἄνωθεν κάτω ποιοτήτων χρὴ νοεῖν, τὸν δὲ δεύτερον ποσοτήτων.
[113] ποιότητες ποσότητες σκληρά ὀλίγη σκληρά πολλή σκληρά σύμμετρος μαλακή ὀλίγη μαλακή πολλή μαλακή σύμμετρος σύμμετρος ὀλίγη σύμμετρος πολλή σύμμετρος σύμμετρος.
τῶν ἐν τούτῳ τῷ διαγράμματι γεγραμμένων ἐννέα συζυγιῶν ἓξ τὰς πρώτας εἰπὼν ὁ Θέων, οὐκέτ’ ἐμνημόνευσεν τῶν ὑπολοίπων τριῶν, αὐτὸς ἑαυτῷ φανερῶς μαχόμενος.
εἴπερ γάρ ἐστι τῆς ὀλίγης καὶ πολλῆς μέση τρίψις, ἣν μετρίαν τε καὶ σύμμετρον ὀνομάζομεν, εἴη ἂν δηλονότι καὶ σκληρᾶς καὶ μαλακῆς ἑτέρα τις μέση, σύμμετρός τε καὶ μετρία προσαγορευομένη.
μεμνῆσθαι δὲ ἡμᾶς χρὴ παρὰ πάντα τὸν [114] λόγον, ὡς ἅπαντα ταῦτα κατὰ τὸ πρός τι λέγεται.
καὶ γὰρ ἡ σκληρὰ τῷδέ τινι μαλακὴ γένοιτ’ ἂν ἑτέρῳ τινὶ καὶ ἡ σύμμετρος ἀσύμμετρος ἡ τ’ ὀλίγη πολλὴ καὶ ἡ πολλὴ τῷδέ τινι τοῖς ἄλλως πως διακειμένοις ὀλίγη.
τοῦτο μὲν δὴ καὶ ὁ Θέων βούλεται, καὶ οὐκ ἔστιν ὥς τις ὑπερβὰς τὴν σύμμετρον ἐν ποιότητι τρίψιν οὐ μακρῶς ἁμαρτάνει.
καί μοι δοκεῖ περιπεσεῖν ὁ Θέων αὑτῷ, διότι παραλέλειπται κατὰ τὴν Ἱπποκράτους ῥῆσιν.
ὥστε κἀκ τούτου κατάφωρον γίνεσθαι τὸν ἄνδρα μηδὲν μὲν ἴδιον ὑπὲρ τρίψεως ἐξευρηκότα, τὰ δ’ Ἱπποκράτους οὐκ ὀρθῶς μεταχειριζόμενον.
οὐ γὰρ ἀνέγνω τὰ συγγράμματα τοῦ παλαιοῦ παρὰ διδασκάλοις εὐθὺς ἐκ παίδων ὁρμώμενος.
ὁμολογεῖ γοῦν αὐτὸς ἀθλητὴς γενέσθαι τὰ πρῶτα, καταλύσας δὲ τὴν ἄσκησιν ἐπὶ τὴν γυμναστικὴν ἀφικέσθαι τέχνην.
καὶ ταῦτα μὰ τοὺς θεοὺς οὐχ ὑπὲρ τοῦ ψέξαι τὸν ἄνδρα προεθέμην εἰπεῖν (ἀποδέχομαι γὰρ αὐτὸν οὐδενὸς ἧττον ἑτέρων ἀρίστων γυμναστῶν), ἀλλ’ ὑπὲρ τοῦ τοῖς ἀναγνωσομένοις τήνδε τὴν πραγματείαν ἐνδείξασθαι τὸ μὴ ῥᾴδιον εἶναι παρακολουθεῖν βιβλίοις παλαιοῖς ἄνευ τῶν ἐπιμελῶς ἐξηγουμένων αὐτά.
[115] διότι μὲν γὰρ ἔπρεπε βραχυλογίᾳ παλαιᾷ τὴν μέσην σκληρᾶς τε καὶ μαλακῆς ὑπερβῆναι τρίψιν ἔν γε τῇ λέξει τῆς ἑρμηνείας, ἔμπροσθεν εἴρηταί μοι· διότι δ’ ἡμᾶς οὐ χρὴ παρορᾶν τά γε τοιαῦτα, καὶ πρόσθεν μὲν ἐπέδειξα καὶ νῦν δ’ οὐδὲν ἧττον ἐπιδείξω.
εἴπερ γὰρ ἡ μαλακὴ καὶ ἡ σκληρὰ τρίψις ἐν τῷ πρός τι τὴν ὕπαρξιν καὶ τὴν νόησιν ἔχουσιν, ἀνάγκη συνίστασθαι καὶ τὴν σύμμετρον ἐν τῷ πρός τι.
τίθεσο δή μοι σῶμα τοιοῦτον, οἷον καὶ τὸ τοῦ παιδὸς ὑπεθέμεθα τοῦ προκειμένου κατὰ τόνδε τὸν λόγον, ἀκριβῶς ὑγιαῖνόν τε καὶ σύμμετρον ἤδη πάντη, ὡς μήτε μαλακώτερον ἐθέλειν ἡμᾶς αὐτὸ μήτε σκληρότερον ἐργάσασθαι μήτε προσθεῖναί τι τῆς σαρκώσεως μήτ’ ἀφελεῖν.
ἆρ’ οὖν ἐπὶ τοῦ τοιούτου σώματος ἢ τὴν σκληρὰν τρίψιν ἢ τὴν μαλακὴν προσάξομεν ἢ τὴν πολλὴν ἢ τὴν μετρίαν; ἐγὼ μὲν οὐδαμῶς ἡγοῦμαι συμφέρειν.
ὑπὸ μὲν γὰρ τῆς σκληρᾶς σκληρότερον, ὑπὸ δὲ τῆς μαλακῆς μαλακώτερον, ὥσπερ γε καὶ ὑπὸ μὲν τῆς πολλῆς ἰσχνότερον, ὑπὸ δὲ [116] τῆς μετρίας παχύτερον ἀπεργασθήσεται τὸ τοιοῦτον σῶμα.
χρὴ δ’ οὐδὲν τούτων, ἀλλὰ τὴν ἀρχαίαν ἀκριβῶς αὐτῷ φυλάττεσθαι συμμετρίαν.
ὥστε οὔτε σκληρῶς οὔτε μαλακῶς αὐτὸ τρίψομεν οὔτε πολλαῖς οὔτε ὀλίγαις, ἀλλὰ μετρίαις ἀνατρίψεσιν αὐτὸ τρίψομεν, οὐδὲν πλέον ἐργαζόμενοι τοῦ παρασκευάζειν τε πρὸς τὰ γυμνάσια καὶ αὖθις ἀποθεραπεύειν, ἐπειδὰν ἱκανῶς γυμνάσηται.
καλείσθω γὰρ οὖν δὴ καὶ ἡμῖν, ὥσπερ γε καὶ τοῖς νεωτέροις γυμνασταῖς, ‘ἀποθεραπεία’ τὸ μετὰ τὰ γυμνάσια μέρος τῆς τρίψεως.
ὁ δέ γε Θέων οὐδεμίαν ὧν εἶπε κατὰ τὰς τρίψεις συζυγιῶν ἐφαρμόσαι δύναται τῇ τοιαύτῃ φύσει τοῦ σώματος.
ἓξ μὲν οὖν εἶπε τὰς πάσας, τρεῖς μὲν τὰς πρώτας τῆς μαλακῆς, ἑτέρας δὲ τρεῖς τὰς δευτέρας τῆς σκληρᾶς.
οὔτε δὲ τῶν μαλακῶν οὐδεμιᾶς τὸ τοιοῦτον σῶμα φαίνεται δεόμενον οὔτε τῶν σκληρῶν, ἀλλὰ τῆς τούτων ἀμφοτέρων μέσης, ἣν σύμμετρον ὀνομάζειν χρὴ κατὰ ποσότητα καὶ ποιότητα.
καὶ δῆλον ἤδη γέγονεν, ἡλίκον ὁ Θέων ἔσφαλται τὴν μέσην σκληρᾶς τε καὶ μαλακῆς ὑπερβὰς τρίψιν.
ἐπὶ γοῦν τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος οὐδεμίαν ὧν εἶπον συζυγιῶν ἐφαρμόσαι δυνατόν, [117] οὔθ’ ὑγιαίνοντος ἀκριβῶς οὔτ’ ἐπανορθώσεως δεομένου τοῦ τοιούτου σώματος.
εἰ μὲν γὰρ ἀκριβῶς ὑγιαίνει, μόνης τῆς παρασκευαστικῆς δεῖται τρίψεως, ἣν ὀλίγην τε ἅμα καὶ μέσην σκληρᾶς καὶ μαλακῆς ἐδείξαμεν ὑπάρχειν· εἰ δ’ ἤτοι τοῦ δέοντος ἰσχνότερον ἢ παχύτερόν ποτε γίνοιτο, μὴ μέντοι κατὰ ποιότητα τῆς σαρκὸς ὑπαλλαγείη μηδέν, ἀλλ’ εἰς τὸ μέσον ἀκριβῶς φυλάττοιτο μαλακοῦ τε καὶ σκληροῦ, τηνικαῦτα τὴν πολλήν τε ἅμα καὶ σύμμετρον κατὰ ποιότητα προσάξομεν ἰσχναίνειν βουλόμενοι, σαρκοῦν δὲ τὴν ὀλίγην τε ἅμα καὶ σύμμετρον κατὰ ποιότητα, τὴν σύμμετρον δὲ κατ’ ἀμφότερα, τό τε ποιὸν λέγω καὶ τὸ ποσόν, ἀνατρέφειν προαιρούμενοι.
ταύτας τὰς τρεῖς συζυγίας ὑστάτας ἐπὶ ταῖς ἓξ ὀλίγον ἔμπροσθεν ἐξεθέμην ἐν τῷ διαγράμματι, δεικνὺς ὡς ἁπάσας αὐτὰς ὁ Θέων παρέλιπεν.
ἐπειδὴ τοίνυν οὐ μόνον ὅτι παρέλιπεν, ἀλλὰ καὶ ὅτι χρησιμωτάτας ὑπαρχούσας, ὁ λόγος ἀπέδειξεν, ἑξῆς ἂν εἴη καιρὸς ἐπί τι τῶν ὀλίγον ἔμπροσθεν ἀναβληθέντων ἰέναι καὶ πρῶτόν γε εἰπεῖν, ὡς ἡ κατὰ τὰ στοιχεῖα τῶν πραγμάτων διδασκαλία χρησιμωτέρα τῶν ἄλλων ἐστίν· εὐσύνοπτόν τε γὰρ ἐργάζεται τὸ πᾶν πρᾶγμα καὶ τῇ μνήμῃ [118] παρατιθέμενον εἰς ἀνάμνησίν τε ῥᾳδίως ἐρχόμενον ἁπάντων τε τῶν κατὰ μέρος ἐπιδέξιον χρῆσιν ἑτοίμως δεχόμενον, ὡς ἂν εἰς ὀλίγα καὶ ὡρισμένα στοιχεῖα τῆς ἀναφορᾶς γινομένης αὐτῶν.
τίς γὰρ οὐκ ἂν ἐξεύροι ῥᾳδίως πάσας τὰς κατὰ μέρος ἐν ταῖς τρίψεσι διαφοράς τε καὶ χρείας καὶ δυνάμεις, εἰ μόνον ἅπαξ ἐκμαθὼν τὴν γνώμην τοῦ παλαιοῦ μετὰ ταῦτα πρόχειρον ἔχει τῇ μνήμῃ τὴν ῥῆσιν αὐτοῦ, δι’ ἧς ἡμᾶς ἐδίδαξεν, ὡς δῆσαι μὲν ἡ σκληρά, λῦσαι δὲ ἡ μαλακή, μινυθῆσαι δὲ ἡ πολλή, σαρκῶσαι δ’ ἡ μετρία δύναται τρίψισ; ἐκ γὰρ τοῦ ταῦτά γε νοῆσαί τε καὶ μνημονεῦσαι πρώτας μὲν τὰς ἐν τῇ ῥήσει παραλειφθείσας δύο διαφορὰς εὑρήσομεν, εἶθ’ ἑξῆς ἐπιπλέκοντες ἀλλήλαις ἁπάσας ἐννέα συζυγίας ἀπεργασόμεθα, τὰς ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ διαγράμματος ἐγκειμένας, ἃς οὔθ’ εὑρεῖν οὔτε μνημονεῦσαι δυνατὸν ἄνευ τοῦ προηγήσασθαι τὴν στοιχειώδη διδασκαλίαν, ἣν Ἱπποκράτης ἐποιήσατο, σύμπαντα τὸν περὶ τῆς τρίψεως λόγον εἰς τὰς πρώτας ἀρχὰς ἀναγαγών, ἐξ ὧν ἀκριβῶς εὑρημένων οὐ μόνον τὰ νῦν εἰρημένα [119] περιγίνοιτο ἂν ἡμῖν, ἀλλὰ καὶ τὸ κρίνειν ἁπάσας τὰς μοχθηρὰς διδασκαλίας.
ἴδιον γὰρ μάλιστα μεθόδου τοῦτο, τὸ διὰ βραχείας ἀρχῆς στοιχειώδους ἐπὶ τὰ πάντα δύνασθαι τὰ κατὰ μέρος ἰέναι καὶ κρίνειν ἅπαντα τὰ μοχθηρῶς εἰρημένα καθάπερ κανόνι τινὶ τοῖς ἐπιστημονικοῖς θεωρήμασι τὰς οὐκ ὀρθὰς δόξας δοκιμάζοντας.
περὶ μὲν δὴ τοῦ μήτε ἄλλον τινὰ περὶ τρίψεων ὀρθῶς ἐγνωκέναι μήτε τὸν γυμναστὴν Θέωνα, καίτοι τῶν ἄλλων κάλλιον ὑπὲρ αὐτῶν ἀποφηνάμενον, ἀλλ’ Ἱπποκράτην τε καὶ ὅσοι τούτῳ παρηκολούθησαν ἱκανὰ καὶ ταῦτα.
Λείποιτο δ’ ἄν τι τῶν τέως ἀναβληθέντων ὑπὲρ τῶν ὀνομάτων εἰπεῖν, ἵνα μή τις ὑπὸ τοῦ πλήθους αὐτῶν ἐξαπατώμενος ἰσαρίθμους οἰηθῇ τὰς διαθέσεις ὑπάρχειν ταῖς προσηγορίαις.
τὸ μὲν γὰρ σκληρὸν ὄνομα κυρίως ἐπιφέρεται κατά τινος μιᾶς τοῦ σώματος διαθέσεως, ἣν οὐδ’ ἐξηγεῖσθαι διὰ πολλῶν ὁποία τίς ἐστι δεόμεθα, πάντων ἀνθρώπων ὑπὸ τῆς φωνῆς ὁδηγουμένων ἐπὶ τὸ πρᾶγμα.
κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ μαλακόν.
τὸ δ’ ἀραιὸν καὶ τὸ πυκνὸν [120] οὐκέθ’ ὁμοίως ἐναργῶς διασημαίνει τὰς διαθέσεις τοῦ σώματος, ὅτι διττή τις ἡ τῶν ὀνομάτων χρῆσις ἐγένετο, κυρίως μὲν ὀνομαζόντων ἑτέρα, καταχρωμένων δ’ ἑτέρα.
τὸ μὲν οὖν κυρίως ἀραιόν ἐστι τὸ μεγάλοις διαλαμβανόμενον πόροις, ὥσπερ γε καὶ πυκνὸν τὸ μικροῖς· τὸ δ’ ἐκ μεταφορᾶς ἢ καταχρήσεως ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ καὶ κατὰ τοῦ κεχυμένου τε καὶ πεπιλημένου λέγεται.
κατὰ τοῦτο γοῦν ἔστιν ὅτε τὸν μὲν ἀέρα καὶ τὸ πῦρ ἀραιά, τὸ δ’ ὕδωρ καὶ τὴν γῆν πυκνὰ λέγομεν, ἐπ’ αὐτὰ τὰ στοιχεῖα τὰς εἰρημένας προσηγορίας ἐπιφέροντες ἡνωμένα τε καὶ ὁμοιομερῆ τὴν φύσιν ὑπάρχοντα καὶ μηδενὶ διαλαμβανόμενα πόρῳ.
πολὺ δὲ δὴ τούτων ἔτι μᾶλλον ἀποκεχώρηκε τοῦ κυρίως ὀνομάζεσθαι τό τε ἐσφιγμένον καὶ τὸ δεδεμένον, ἐκ μεταφορᾶς ἄμφω λεγόμενα, τὸ μὲν ἐσφιγμένον ἐπὶ τοῦ πυκνοῦ καὶ τοῦ σκληροῦ, ποτὲ μὲν ἑκατέρου καταμόνας ὑπάρχοντος, ἔστιν ὅτε δ’ εἰς ταὐτὸν ἀφιγμένων, τὸ δ’ αὖ δεδεμένον ἐπὶ τῶν αὐτῶν μέν, ἀλλ’ οὐκ ἐκ τῆς αὐτῆς μεταφορᾶς· ἐπειδὴ γὰρ ἅπαντα τὰ δεδεμένα δυσκίνητά [121] ἐστιν, οὕτως ὀνομάζουσι καὶ τὰ διὰ ξηρότητά τινα ἢ ψύξιν ἢ φλεγμονὴν ἢ σκίρρον ἢ τάσιν ἢ πλήρωσιν ἢ βάρος ἐν δυσκινησίᾳ καθεστῶτα.
διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ τοῖς ἐναντίοις χρῶνται τῶν ὀνομάτων ἐπὶ τῶν ἐναντίων διαθέσεων ἀνεῖσθαι λέγοντες ἢ ἐκλελύσθαι ἢ κεχαλάσθαι.
χρὴ δὲ μὴ τῷ πλήθει τῶν ὀνομάτων προσέχειν, ἀλλ’ ἡγεῖσθαι διττὰ γένη διαθέσεων ὑπάρχειν τὰ πάντα, τὸ μὲν ἐν αὐτοῖς τοῖς ὁμοιομερέσι σώμασιν, ὅπερ ἤτοι σκληρὸν ἢ μαλακόν ἐστι, τὸ δ’ ἐν ταῖς τῶν ὀργάνων ποροποιΐαις συνιστάμενον, ὅπερ ἤτοι πυκνὸν ἢ ἀραιόν.
αὗται γὰρ ἴδιαι τῶν σωμάτων αὐτῶν εἰσιν αἱ διαθέσεις, ἐπίκτητοι δὲ καὶ ὡς ἂν εἴποι τις πρόσκαιροι ποτὲ μὲν ἐμπεπλησμένων τῶν πόρων ὑγρότητος περιττῆς, ἔστι δ’ ὅτε καθαρῶν ὑπαρχόντων, καὶ ποτὲ μὲν ἀναπεπταμένων, ἔστι δ’ ὅτε μεμυκότων.
Ἀλλὰ περὶ μὲν τῶν διαθέσεων τούτων ἐν τοῖς ἑξῆς ὑπομνήμασιν ὁ λόγος ἔσται· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανιέναι χρὴ καὶ πρῶτον μὲν διορίσασθαι σαφέστερον ἔτι περὶ τρίψεως.
ὡς ἐνίοτε μὲν [122] αὐτὴ καθ’ ἑαυτὴν ἐργάζεταί τι περὶ τοῖς σώμασιν ἡμῶν χρηστόν, ἐνίοτε δὲ τοῖς ἐργαζομένοις ὑπηρετεῖ, καθάπερ Ἱπποκράτης ἔλεγε περὶ ἐπιδέσεως· «ἐπίδεσις τὸ μὲν αὐτὴ ἰῆται, τὸ δὲ τοῖς ἰωμένοις ὑπηρετεῖ».
αὕτη μὲν οὖν ἡ τρίψις ἐργάζεται τά τ’ ἀραιὰ πυκνοῦσα καὶ τὰ μαλακὰ σκληρύνουσα (σκληρὰ δ’ ἂν εἴη πάντως ἡ τοιάδε τρίψις) καὶ μὲν δὴ καὶ τὰ σκληρὰ μαλάττουσα καὶ τὰ πυκνὰ διευρύνουσα (μαλακὴ δέ ἐστιν ἡ τοιαύτη τρίψις).
οὕτω δὲ καὶ ἡ τοῦ σαρκῶσαι χάριν καὶ ἡ τοῦ λεπτῦναι παραλαμβανομένη καθ’ ἑαυτὰς ἐργάζονταί τι χρηστὸν ἐν τοῖς σώμασιν.
ἡ μέντοι παρασκευάζουσα πρὸς τὰ γυμνάσια καὶ ἡ μετὰ ταῦτα παραλαμβανομένη τοῖς γυμνασίοις ὑπηρετοῦσιν, ἡ μὲν ἐκ τοῦ θερμῆναι μετρίως τούς τε πόρους ἀναστομοῦσα τοῦ σώματος καὶ τὰ κατὰ τὴν σάρκα περιττώματα χέουσα καὶ τὰ στερεὰ μαλάττουσα, καλεῖται δὲ παρασκευαστικὴ τρίψις ἡ τοιαύτη.
ἡ δὲ ἑτέρα προσαγορεύεται μὲν ἀποθεραπευτική, γινομένη δὲ μετ’ ἐλαίου πλέονος ἐπιτέγγει τε ἅμα τῷ λίπει καὶ μαλάττει τὰ στερεὰ καί τι καὶ διαφορεῖ τῶν ἐν [123] τοῖς πόροις περιεχομένων· ἀλλὰ περὶ μὲν τῆσδε καὶ αὖθις εἴποιμεν ἂν ἐφεξῆς τοῖς γυμνασίοις.
ἡ μέντοι παρασκευαστικὴ τρίψις ἐπὶ τῆς ἀρίστης φύσεως ἕνεκα τοῦ διαθερμῆναι τὰ σώματα παραλαμβανομένη καθ’ ὃν εἴρηται τρόπον ὀλίγον ἔμπροσθεν γινέσθω, μαλακὴ μὲν τὰ πρῶτα, προσαγόντων δὲ ἤδη τοῖς πόνοις σκληρά.
οὕτω γὰρ ἂν μάλιστα τό τε μαλάττειν ἔχοι καὶ τὸ πρὸς τὰς ἐνεργείας ἐπεγείρειν, καὶ τὸ διαφυλάττειν ὁποίαν παρέλαβε τὴν φύσιν τοῦ σώματος.
εἰ μέντοι διαμαρτάνοιτο κατά τι, πρὸς τὸ σκληρὸν ἐκτρεπέσθω μᾶλλον.
αἱ γὰρ ἐπ’ ὀλίγον ὑπερβολαὶ τῆς συμμετρίας ἐν τῷ δέρματι καταπαύονται τῶν ἐντὸς οὐδὲν ἀλλοιοῦσαι, βλάπτοιτο δ’ ἂν ἧττον τὸ δέρμα πρὸς τὸ σκληρόν τε καὶ πυκνὸν ἐκτρεπόμενον.
οὕτω γὰρ ἂν εἴη δυσπαθέστερον.
ὡς, εἴ γε καὶ διαπνεῖσθαι καλῶς ἠδύνατο τὸ τοιοῦτον, σκληρότατον ‹ἂν› αὐτὸ καὶ πυκνότατον ἀπειργαζόμεθα.
νυνὶ δέ, ἐπειδὴ πρὸς ἄμφω χρὴ παρασκευασθῆναι καλῶς αὐτό, καὶ πρὸς τὴν τῶν ἔνδοθεν περιττωμάτων διαπνοὴν καὶ τὴν τῶν ἔξωθεν ὁμιλούντων βίαν, ἄριστον ἂν [124] εἴη τὸ μέσον ἑκατέρων τῶν ὑπερβολῶν.
εἰ δ’ ἄρα ποτὲ μὴ φυλάττοιτο τοῦτο, βέλτιον τὸ σκληρότερόν τε καὶ πυκνότερον τοῦ μαλακωτέρου τε καὶ ἀραιοτέρου.
τὸ μὲν γὰρ τῆς διαπνοῆς ἐλλιπὲς ἐπανορθώσασθαι γυμνασίοις οἷόν τε· τὸ δὲ τῆς ἑτέρας διαθέσεως εὐεπηρέαστον ὑπὸ τῶν ἔξωθεν αἰτίων οὔτ’ ἐπανόρθωσίν τινα ἑτέραν ἑτοίμην ἔχει, καὶ πρόσεστιν αὐτῷ βλάβη τις οὐ σμικρὰ διαφερομένων πολλάκις οὐ τῶν περιττωμάτων μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς τροφῆς.
ἐν μὲν δὴ ταῖς κατὰ ποιότητα διαφοραῖς ἐπὶ τὸ σκληρότερον ἁμαρτάνειν χρὴ μᾶλλον ἤπερ ἐπὶ τὸ μαλακώτερον, ἐν μέντοι ταῖς κατὰ ποσότητα πρὸς τὸ ἔλαττον ἐπὶ τῆς προκειμένης δηλονότι φύσεώς τε καὶ ἡλικίας.
ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι κατὰ τὸν ἐνεστῶτα λόγον.
αὐξάνεσθαί τε γὰρ ἔτι βουλόμεθα τὸ τοιοῦτον σῶμα καὶ ἥκιστα ξηραίνεσθαι.
τίνας μέντοι χρὴ φύσεις σωμάτων καὶ τίνας διαθέσεις ἐπὶ πλέον τρίβειν, αὖθις εἰρήσεται.
[125] Νυνὶ δὲ ἐπὶ τὴν ἐνεστῶσαν ὑπόθεσιν ἐπανελθόντες ὑπὲρ τοῦ μέτρου τῆς τρίψεως ἐπισκεψώμεθα τὸν αὐτὸν τρόπον, ὅνπερ ἀρτίως ἐπεσκέμμεθα περὶ τῆς ποιότητος.
ἔοικα δὲ κἀνταῦθα, πρὶν ὁρίζειν τὸ μέτρον, ἑτέρου τινὸς ἐπιμνησθήσεσθαι σκέμματος, οὗ χωρὶς οὐδὲ τὸ μέτρον ὀρθῶς οὔτε ὁρισθῆναι δυνατὸν οὔτε γνωρισθῆναι.
τὸ δὲ δὴ σκέμμα τοῦ περιέχοντος ἀέρος τὸν τριψόμενον ἡ κρᾶσίς ἐστιν, ἣν δεῖξαι μὲν ἐπὶ τῶν ἔργων ἐγχωρεῖ, διελθεῖν δὲ τῷ λόγῳ σαφῶς οὕτως, ὡς μηδὲν ἀπολείπεσθαι τὴν ἑρμηνείαν ἐναργοῦς ἐνδείξεως, ἀμήχανόν ἐστι καὶ ἀδύνατον παντάπασιν.
ἀλλ’ εἰ μὴ πολὺ λείποιτο δείξεως ἐναργοῦς ὁ λόγος, ἱκανὸν καὶ τοῦτο.
προηγεῖται δὲ δὴ καὶ τοῦδε πάλιν ἑτέρα τις ὑπόθεσις, ἐν τίνι μὲν ὥρᾳ τοῦ ἔτους, ἐν τίνι δὲ χώρᾳ τῆς οἰκουμένης ὁ γυμνασόμενος ἔσται.
μόνα γὰρ ἐπ’ αὐτοῦ δύο διώρισται, τό τε τῆς κατασκευῆς τοῦ σώματος καὶ τὸ τῆς ἡλικίας· οὔτε δὲ ἐν ᾧτινι τέθραπται μέρει τῆς γῆς, οὔτε ἐν ᾧ μέλλει γυμνάσασθαι νῦν, οὐδὲ καθ’ ἥντινα τοῦ ἔτους ὥραν ἢ καὶ τῆς ἡμέρας, προσδιώρισται, [126] καίτοι παρὰ ταῦτα πάντα τὸ μέτρον τῆς τρίψεως ὑπαλλάττεται.
προσδιοριστέον οὖν αὐτὰ πάλιν, εἰρημένα μὲν ἤδη δυνάμει κατὰ τὴν ἀρχὴν τοῦδε τοῦ γράμματος, οὐ μὴν τῇ γ’ ἑρμηνείᾳ σαφῶς δεδηλωμένα.
λέγοντες γὰρ οἷον κανόνα τινὰ πρῶτον ἐκτίθεσθαι πάντων τῶν ἐφεξῆς εἰρησομένων τὸν ἄμεμπτον τῇ κατασκευῇ τοῦ σώματος ἄνθρωπον, εὐθέως ἐν τούτῳ καὶ τὴν χώραν αὐτοῦ διορισόμεθα δυνάμει.
οὔτε γὰρ εὐκρατότατον οὔτε ἀμεμπτότατον τῇ κατασκευῇ σῶμα γενέσθαι δυνατὸν ἐν τοῖς ἀμέτρως κεκραμένοις χωρίοις, ὡς ὅ τε λόγος ὑπαγορεύει καὶ ἡ πεῖρα δείκνυσι.
ξηροὶ μὲν γὰρ καὶ ἰσχνοὶ καὶ οἷον ἐσκελετευμένοι γίνονται κατὰ τὰς θερμὰς χώρας οἱ ἄνθρωποι, ἀνώμαλοι δὲ ταῖς κράσεσιν, ὡς τὰ μὲν ἔξω ψυχρά, τὰ δὲ ἔνδον τε καὶ κατὰ τὰ σπλάγχνα θερμὰ περαιτέρω τοῦ προσήκοντος ἔχειν, οἱ τῶν ψυχρῶν χωρίων οἰκήτορες.
τὸ δ’ ἄριστον σῶμα, περὶ οὗ νῦν ὁ λόγος, ὥσπερ ὁ Πολυκλείτου κανών ἐστιν, ᾧ κατὰ μὲν τὴν ἡμετέραν χώραν, ὡς ἂν εὔκρατον ὑπάρχουσαν, ὦπται πολλῶν πολλὰ παραπλήσια [127] σώματα, παρὰ δὲ Κελτοῖς ἢ Ϲκύθαις ἢ Αἰγυπτίοις ἢ Ἄραψιν οὐδ’ ὄναρ ἔστιν ἰδεῖν τοιοῦτον σῶμα.
καὶ αὐτῆς δὲ τῆς ἡμετέρας χώρας ἱκανὸν ἐχούσης πλάτος, εὐκρατότατόν ἐστι τὸ μεσαίτατον, οἷόνπερ ὑπάρχει τὸ κατὰ τὴν Ἱπποκράτους πατρίδα· καὶ γὰρ χειμῶνος αὕτη καὶ θέρους ἐστὶν εὔκρατος, ἔτι δὲ δὴ μᾶλλον ἦρός τε καὶ φθινοπώρου.
τοιαύτην οὖν τινα χώραν ὑποθέμενοι τῷ προκειμένῳ σώματι, τὴν ὥραν τοῦ ἔτους αὐτῷ προσυποθώμεθα τὸ μεσαίτατον τοῦ ἦρος.
ἔστω δὲ καὶ τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ μέλλει πρὸς ἡμῶν γυμνάζεσθαι τὸ πρῶτον, ὡς οἷόν τε τὸ μεσαίτατον, ἵνα κατὰ μηδένα τρόπον ὑπὸ τοῦ περιέχοντος ἐξαλλαχθῇ πως ἡ φυσικὴ δύναμις τῆς κράσεως αὐτοῦ.
διὰ δὲ τὸν αὐτὸν λογισμὸν οὐδὲ τὸν οἶκον, ἐν ᾧ γυμνάζεσθαι μέλλει, θερμότερον ἢ ψυχρότερον εἶναι προσήκει κατά γε τὴν ἡμέραν ἐκείνην τοῦ κοινοῦ τῆς πόλεως ὅλης ἀέρος.
ἐν μέντοι χειμῶνι καὶ θέρει τοσοῦτον αὐτῷ προσθετέον, ἐν μὲν χειμῶνι θερμότητα, ἐν δὲ θέρει ψυχρότητα, ὡς εὔκρατον ἀκριβῶς ἀποτελεσθῆναι τὸ σῶμα κατὰ τὸν [128] τῆς τρίψεως καιρόν.
εἰ γὰρ ἤτοι θερμότερος ἢ ψυχρότερος εἴη περαιτέρω τοῦ προσήκοντος, ἐν μὲν τῷ θερμοτέρῳ φθάσειεν ἂν ἱδρῶσαι, πρὶν αὐτάρκως μαλαχθῆναι, κατὰ δὲ τὸν ψυχρότερον οὐδ’ ἂν ἐκθερμανθείη τὴν ἀρχὴν οὐδὲ μαλαχθείη ποτὲ καλῶς οὐδ’ ἐπανθήσειεν ἔρευθος εὐανθὲς οὐδ’ εἰς ὄγκον ἀρθείη τὸ σῶμα.
ταῦτα γὰρ δὴ τὰ γνωρίσματα συμμέτρου τρίψεώς ἐστιν ἐν ἀέρι συμμέτρῳ περὶ τὴν εὔκρατον ἕξιν τοῦ σώματος, ἔρευθός τε καὶ ὄγκος.
ὥσπερ γὰρ ἐν τῷ καταχεῖν ὕδωρ θερμὸν εἰς ὄγκον μὲν τὸ πρῶτον ἐξαίρεται τὰ σώματα, πλεοναζόντων δὲ καθίσταται, καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἐπ’ αὐτῶν εἶπε «τὸ μὲν γὰρ πρῶτον ἀείρεται, ἔπειτα δ’ ἰσχναίνεται», οὕτω καὶ ἡ τρίψις ἐξαίρει μὲν τὸ πρῶτον, αὖθις δὲ συστέλλει τε καὶ καθαιρεῖ τὸ σῶμα.
τοὺς μὲν δὴ σαρκώσεως ἕνεκα τριβομένους τηνικαῦτα παύεσθαι προσῆκεν, ὅταν εἰς ὄγκον ἀρθὲν τὸ σῶμα πλησίον ἥκῃ τοῦ καθίστασθαι· τοὺς δ’ εἰς τὰ γυμνάσια παρασκευαζομένους οὐ χρὴ τοῦτον ἀναμένειν τὸν καιρόν, ἀλλὰ πολὺ πρόσθεν παύεσθαι, καὶ μάλιστα ὅταν [129] ἄριστοι τὴν κρᾶσιν ὦσι καὶ παῖδες ἔτι τὴν ἡλικίαν.
ὑγρὰ γὰρ δὴ τούτων τὰ σώματα καὶ μαλακὰ καὶ βραχείαις τρίψεσι μαλαττόμενα, σκοπὸς δέ ἐστι καὶ τέλος τῆς παρασκευαστικῆς τρίψεως τὸ μαλαχθῆναι μὲν τὰ στερεά, λυθῆναι δὲ τὰ ὑγρά, τοὺς πόρους δ’ εὐρυνθῆναι.
ὁπόσον δ’ ἐστὶ τὸ πλῆθος τῶν ἀνατρίψεων, οὐχ οἷόν τε λόγῳ δηλῶσαι, ἀλλὰ χρὴ τὸν ἐπιστατοῦντα, τρίβωνα τῶν τοιούτων ὑπάρχοντα, κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐκ ἀκριβεῖ στοχασμῷ χρήσασθαι, κατὰ δὲ τὰς ἑξῆς ἐμπειρίαν ἤδη τινὰ τῆς τοῦ σώματος ἐκείνου φύσεως ἔχοντα τὸν στοχασμὸν ἀεὶ καὶ μᾶλλον ἐξακριβοῦν.
καὶ μὲν δὴ καὶ κατὰ τὰ γυμνάσια τῇ μὲν πρώτῃ τῶν ἡμερῶν οὐ δυνατὸν ἀκριβῶσαι τὸ μέτρον, ἐν δὲ ταῖς μετὰ τήνδε καὶ πάνυ δυνατόν.
ἔστω δὴ κἀνταῦθα γνωρίσματα κατὰ μὲν τὴν πρώτην ἡμέραν, ὅταν ἐγκελευομένῳ καὶ παρορμῶντι γυμνάσασθαι μηκέθ’ ὁμοίως ὑπακούῃ, ἀλλὰ βραδυτέρας τε καὶ ἀραιοτέρας καὶ ἀσχημονεστέρας καὶ τὸ σύμπαν εἰπεῖν ἀτονωτέρας ποιῆται τάς τε λαβὰς τῶν προσπαλαιόντων καὶ τὰς κινήσεις.
[130] εἶναι δὲ δηλονότι χρὴ τὸν γυμναζόμενον οὔτε θυμικόν, ὡς ἔτι προθυμεῖσθαι γυμνάζεσθαι καμνούσης ἤδη τῆς δυνάμεως, οὔτ’ ἄθυμον, ὡς ἀπαγορεύειν ἔτι πονεῖν δυνάμενον.
ἔστι δὲ δήπου τοιοῦτος οὐ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν ὁ νῦν ἡμῖν ὑποκείμενος ἄνθρωπος.
ὡς ὅσοι γε ψυχροὺς ἔχουσι χυμοὺς ἐν τῇ γαστρὶ περιεχομένους ἢ κατὰ τὴν ὅλην ἕξιν ἠθροισμένους, ἀργότεροι πρὸς τὰς κινήσεις εἰσίν.
ὡσαύτως δὲ καὶ οἱ πληθωρικῶς διακείμενοι καὶ οἱ προσφάτῳ κρύει καταπονηθέντες ἄθυμοί τέ εἰσι καὶ ὀκνηροὶ κινεῖσθαι, καὶ τούτων ἔτι μᾶλλον, ὅσοι φύσει ψυχρότεροι, καὶ πολὺ δὲ δὴ μᾶλλον, εἰ τῇ ψυχρότητι καὶ ὑγρότης τις προσείη.
οὗτοι μὲν γὰρ νοθεύουσι τὰ τοῦ μέτρου τῶν γυμνασίων γνωρίσματα, καθάπερ γε καὶ οἱ θερμότεροι τὴν κρᾶσιν ἢ διὰ τὴν οἰκείαν φύσιν ἢ δι’ ἐπίκτητόν τινα διάθεσιν εὔθυμοί τέ εἰσι καὶ φιλόνεικοι καὶ πρὸς τὰς ἐνεργείας ἕτοιμοι περαιτέρω τοῦ δέοντος.
ὅσοι δὲ μήτε τὸ σῶμα θερμότερον ἢ ψυχρότερον ἔχουσι μήτ’ ἄθυμοι τὴν ψυχήν εἰσι τὸ πάμπαν ἢ φιλόνεικοί τε καὶ φιλότιμοι καὶ θυμικοί, [131] τούτοις ἀκριβῆ διαφυλάττεται τοῦ μέτρου τῶν γυμνασίων τὰ γνωρίσματα, καὶ κατὰ τὴν πρώτην μὲν ἡμέραν εὐθύς, ἀτὰρ οὖν ἔτι δὴ καὶ μᾶλλον ἐπὶ προήκοντι τῷ χρόνῳ.
εἰ γάρ τι καὶ παρέλαθεν κατὰ τὴν ἀρχήν, ἀκριβωθήσεται τοῦτο τῇ πείρᾳ διδαχθέν.
οὕτως οὖν εἰς ἀκριβῆ στοχασμὸν ἔρχεται καὶ τὸ τῶν σιτίων μέτρον οὐδενὶ τρόπῳ κατ’ ἀρχὰς γνωρισθῆναι δυνάμενον· ἀλλ’ ἡ καθ’ ἑκάστην ἡμέραν πεῖρα καὶ μνήμη τοῦ ποσοῦ τῶν σιτίων καὶ τῶν γυμνασίων, οὐδὲν ἀργῶς ὁρῶντος τοῦ προεστῶτος, ἀλλ’ ἀεὶ μεμνημένου, ὅπως ἔπεψεν ἐπὶ τοσοῖσδε τοῖς γυμνασίοις τὰ τοσάδε σιτία, πλησίον ἀκριβοῦς ἐπιστήμης ἄγει τὴν διάγνωσιν ἐν τῷ χρόνῳ.
ταυτὶ μὲν οὖν ἤδη πως ἅπαντα κοινὰ καὶ ταῖς μοχθηροτέραις ὑπάρχει κατασκευαῖς τῶν σωμάτων, ὑπὲρ ὧν οὐδὲν νῦν πρόκειται λέγειν.
ἡ δ’ ἀρίστη φύσις, ἡ νῦν ἡμῖν προκειμένη, τὰ μέτρα πάντων εὔδηλα κέκτηται, μήτε τοῖς τῆς ψυχῆς ἤθεσι μήτε ταῖς τοῦ σώματος δυσκρασίαις ἐπιθολοῦσά τε καὶ νοθεύουσα τῶν εἰρημένων μηδέν, ἀλλὰ καὶ τρίψεων καὶ γυμνασίων καὶ σιτίων καὶ ὕπνων ἐναργῶς [132] ἐνδεικνυμένη τὰ μέτρα, καὶ τηνικαῦτα πρῶτον ἀπαγορεύουσα πρὸς ἕκαστον, ὅταν μηκέτι δέηται, ὥστε εἶναι καὶ τοῦτο τῷ προεστῶτι τοιούτου σώματος οὐ μικρὸν γνώρισμα μέτρου.
λέγω δὲ τὴν πρὸς ἕκαστον ὧν ἂν πράττῃ προθυμίαν, αὐτῆς τῆς φύσεως ἑαυτῇ τὸ μέτρον εὑρισκούσης ἐν ταῖς ἀρίσταις κατασκευαῖς.
καὶ γὰρ ἀνατριβόμενοι τηνικαῦτα πρῶτον ἐξίασιν ἐπὶ τὸ γυμνάσιον οἱ ἄριστα πεφυκότες, ὅταν ἱκανῶς ἔχωσι μαλακότητός τε ἅμα καὶ θερμότητος ἅπαντι τῷ σώματι· καὶ γυμναζόμενοι τότε πρῶτον ὀκνήσουσιν, ὅταν αὐτάρκως γυμνασθῶσι· καὶ δὴ καὶ σιτίων τε καὶ πομάτων ἀποστήσονται τότε πρῶτον, ὅταν ἱκανῶς ἐμπλησθῶσιν, ὥστ’ οὐδεὶς φόβος οὔτε ὑπερπονῆσαι τὸν τοιοῦτον ἄνθρωπον οὔθ’ ὑπερεμπλησθῆναι, ταῖς ὁρμαῖς τῆς φύσεως οἰακιζόμενον.
οὔκουν οὐδὲ τοῦ προεστῶτος εἰς ἄκρον ἥκοντος ἐπιστήμης ὁ τοιοῦτος ἄνθρωπος δεῖται, καθάπερ οἱ μετὰ ταῦτα λεχθησόμενοι πάντες, οἱ μοχθηρῶς κατεσκευασμένοι.
αὐτὸ γὰρ ἑαυτῷ πάντ’ ἐξευρίσκει [133] τὸ ὑγιεινὸν σῶμα, ταῖς τῆς φύσεως ὁρμαῖς ἐπιτροπευόμενον, καὶ μάλιστ’ εἰ καλῶς εἴη τὰ τῆς ψυχῆς αὐτῷ πεπαιδευμένα.
πολλοὶ γὰρ ἔθεσι μοχθηροῖς ἐντραφέντες ἀκολαστότερον ἢ ἀργότερον διαιτώμενοι διαφθείρουσι φύσεις χρηστάς, ὥσπερ αὖ πάλιν ἔνιοι μοχθηρῶς φύντες τὸ σῶμα βίῳ σώφρονι καὶ ἔργῳ καὶ γυμνασίοις εὐκαίροις ἐπανωρθώσαντο τὰ πολλὰ τῶν ἐλαττωμάτων.
ἀλλὰ τούτοις μὲν ὁ μετὰ ταῦτα λόγος ἅπας σύγκειται· περὶ δὲ τῶν ἄριστα κατεσκευασμένων τὸ σῶμα.
καὶ τὸν νοῦν προσεχόντων ἐπιστάταις ὑγιεινοῖς ἐν τῷδε τῷ γράμματι πρόκειται διελθεῖν.
ὁ μὲν οὖν ἔμπροσθεν λόγος ὑπὲρ αὐτῶν εἰς τὸ μέτρον ἐτελεύτα τῶν γυμνασίων· ἐφεξῆς δ’ ἂν εἴη καιρὸς ὑπὲρ τῶν εἰδῶν διελθεῖν.
Εἴδη δὲ γυμνασίων ὀνομάζω πάλην καὶ παγκράτιον καὶ πυγμὴν καὶ δρόμον ὅσα τ’ ἄλλα τοιαῦτα, τινὰ μὲν οὖν αὐτὸ τοῦτο, γυμνάσια μόνον, ὑπάρχοντα, τινὰ δὲ οὐ γυμνάσια μόνον, ἀλλὰ καὶ ἔργα· γυμνάσια μὲν αὐτά γε δὴ ταῦτα τὰ εἰρημένα καὶ προσέτι τὸ πιτυλίζειν, [134] τὸ ἐκπλεθρίζειν, τὸ σκιομαχεῖν, τὸ ἀκροχειρίζεσθαι, τὸ ἅλλεσθαι, τὸ δίσκον βάλλειν καὶ ἀποτομάδα καὶ διὰ κωρύκου καὶ διὰ σφαίρας, ἢ μικρᾶς ἢ μεγάλης, καὶ δι’ ἁλτήρων ἐκπονῆσαι τὸ σῶμα, γυμνάσια δ’ ἅμα καὶ ἔργα σκάπτειν ἐρέττειν ἀροῦν κλᾶν ἀμπέλους ἀχθοφορεῖν ἀμᾶν ἱππεύειν ὁπλομαχεῖν ὁδοιπορεῖν κυνηγετεῖν ἁλιεύειν ὅσα τ’ ἄλλα κατὰ μέρος πράττουσιν ἄνθρωποι τεχνῖταί τε καὶ ἄτεχνοι τῶν κατὰ τὸν βίον ἕνεκα χρειῶν, ἢ οἰκοδομοῦντες ἢ χαλκεύοντες ἢ ναυπηγοῦντες ἢ ἀροτρεύοντες ἤ τι τοιοῦτον ἕτερον πολέμιον ἢ εἰρηνικὸν ἐργαζόμενοι.
τοῖς πλείστοις δὲ τῶν τοιούτων ἔνεστί ποτε καὶ ὡς γυμνασίοις μόνον χρήσασθαι.
τριττὴ γὰρ αὐτῶν τις ἡ σύμπασα χρεία, ποτὲ μὲν ὡς ἔργων μόνον αὐτὸ δὴ τοῦτο παραλαμβανομένων, ἐνίοτε δὲ ὡς ἀσκημάτων ἕνεκα τῆς τῶν μελλόντων ἔργων χρείας, ἔστιν ὅτε δὲ καὶ ὡς γυμνασίων.
κατ’ ἀγρὸν γοῦν ποθ’ ἡμεῖς ληφθέντες ἐν χειμῶνι ξύλα τε σχίζειν ἠναγκάσθημεν ἕνεκα τοῦ γυμνάζεσθαι καὶ κριθὰς ἐμβάλλοντες ἐν ὅλμῳ κόπτειν τε καὶ ἐκλεπίζειν, ἅπερ ἑκάστης ἡμέρας οἱ κατ’ [135] ἀγρὸν ἔπραττον ὡς ἔργα.
περὶ μὲν δὴ τῆς ὡς ἔργων αὐτῶν χρήσεως ἐν τῷ μετὰ ταῦτα λόγῳ διαιρήσομεν· ἐν δὲ τῷ παρόντι περὶ τῆς ὡς γυμνασίων ἐροῦμεν.
ἅπαντα γὰρ τὰ τοιαῦτα γυμνάσια γίνεται μήτε δι’ ὅλης ἡμέρας αὐτὰ πραττόντων μήτ’ ἐν ἄλλῳ καιρῷ τοῦ πρὸ τῶν σιτίων.
φυλάττεσθαι δὲ δήπου προσήκει καὶ τὸ μέτρον ἐπ’ αὐτοῖς τῶν γυμνασίων καὶ τὴν καλουμένην ἀποθεραπείαν.
εἰ δὲ καὶ προανατριψάμενός τις αὐτάρκως ἐπ’ αὐτὰ παραγίνοιτο, νῦν μὲν ἂν ἅπαντας ἀκριβῶς ἔχοι τοὺς ἀριθμοὺς τῶν γυμνασίων.
ὑπέρ τε οὖν τούτων ἁπάντων, ἃ δὴ καὶ γυμνασίων εἴδη καλοῦμεν, ἐπίστασθαι χρὴ τὸν τὴν ὑγιεινὴν τέχνην μετιόντα, καλεῖν δ’ ἔξεστιν αὐτόν, ὡς ἔμπροσθεν εἶπον, ἢ ὑγιεινὸν ἢ γυμναστὴν ἢ ἰατρόν, κυριωτάτης μὲν ἐσομένης τῆς πρώτης προσηγορίας, ἐκ καταχρήσεως δὲ τῶν ἄλλων.
εἴπερ γὰρ ἅπαντες οἱ τεχνῖται παρωνύμως ὀνομάζονται τῶν τεχνῶν, ἃς μεταχειρίζονται, πρόδηλον, ὡς ὁ τὴν ὑγιεινὴν τέχνην μετερχόμενος ὑγιεινὸς ἂν εὐλόγως προσαγορεύοιτο, καθάπερ καὶ ὁ τὴν περὶ τὰ [136] γυμνάσια μόνον γυμναστὴς καὶ ὁ περὶ τὰς ἰάσεις ἰατρός.
εἰ δέ τις ἢ γυμναστὴν ἢ ἰατρὸν ὀνομάζοι τὸν ὑγιεινὸν δὴ τοῦτον, ἀπὸ μέρους τε προσαγορεύσει τὸ σύμπαν καὶ οὐ κυρίως, ἀλλ’ ἐκ καταχρήσεως ἢ ἐπὶ διαστάσεως, ἢ ὅπως ἄν τις ἐθέλῃ καλεῖν, οὕτω ποιήσεται τὴν προσηγορίαν.
αἴτιον δὲ τούτου τό, μιᾶς οὔσης τῆς περὶ τὸ σῶμα τέχνης, ἐφ’ ὅλης αὐτῆς ὄνομα μηδὲν τετάχθαι κύριον, ὑπὲρ ὧν ἐπὶ πλεῖον ἐν ἑνὶ βιβλίῳ τὸν λόγον ἐποιησάμην, ὃ Θρασύβουλος ἐπιγράφεται.
εἴδη μὲν δὴ γυμνασίων τὰ εἰρημένα.
ποιότης δὲ ἢ διαφορά (καὶ γὰρ οὖν καὶ ταύτην ἔξεστιν ἑκατέρως ὀνομάζειν] ὀξύτης τε κινήσεώς ἐστι καὶ βραδύτης εὐτονία τε καί, ὡς ἂν εἴποι τις, ἀτονία καὶ πρὸς τούτοις ἔτι σφοδρότης τε καὶ ἀμυδρότης.
τρόποι δὲ τῆς χρήσεως ἁπάντων τῶν εἰρημένων εἰδῶν ἅμα ταῖς οἰκείαις διαφοραῖς τοιοίδε εἰσίν· ἤτοι συνεχὴς ἡ κίνησίς ἐστιν ἢ διαλείπουσα· καὶ εἰ μὲν συνεχής, ἤτοι ὁμαλὴ ἢ ἀνώμαλος, εἰ δὲ διαλείπουσα, ἤτοι τεταγμένη ἢ ἄτακτος.
οὗτοι μὲν οὖν οἱ κατ’ αὐτὸ τὸ πρᾶγμα τρόποι τῆς χρήσεως· οἱ δ’ ἀπὸ τῶν ἔξωθεν αὐτῷ προσιόντες τοιοίδε· ἢ ἐν ὑπαίθρῳ χωρίῳ [137] γίνεται τὸ γυμνάσιον ἢ ἐν καταστέγῳ ἢ ἐν ὑποσυμμιγεῖ σκιᾷ.
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἢ θερμόν ἐστι τὸ χωρίον ἢ ψυχρὸν ἢ εὔκρατον καὶ ἤτοι ξηρὸν ἀκριβῶς ἢ ὑγρὸν ἢ μέτριον.
οὕτω δὲ καὶ τὸ μετὰ κόνεως ἤτοι πλείονος ἢ ἐλάττονος ἐλαίου τε κατὰ τὸν αὐτὸν λόγον ἢ πλείονος ἢ ὀλίγου ἢ καὶ χωρὶς ἑκατέρου τρόπος ἐστὶ χρήσεως γυμνασίου.
Ἐπεὶ τοίνυν διώρισται πάνθ’ ἡμῖν, ὧν ἔμπειρον εἶναι χρὴ τὸν ὑγιεινόν, ἐπὶ τὰ τῶν γυμνασίων εἴδη καιρὸς μετιέναι, καὶ πρῶτον μὲν διελέσθαι, τί τε κοινὸν ἅπασιν ὑπάρχει καὶ τί καθ’ ἕκαστον ἴδιον, ἐφεξῆς δὲ τοὺς καιροὺς τῆς χρήσεως ἀφορίσασθαι.
τὸ μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων ἐστὶ θερμότητος αὔξησιν ἐξ αὐτῶν τοῖς ζῴοις ἐργάζεσθαι.
θερμαίνεται γὰρ ἡμῶν τὰ σώματα κατά τε τὰ βαλανεῖα καὶ τὰ τῶν θερμῶν ὑδάτων λουτρὰ καὶ τὰς θερμὰς ὥρας τοῦ ἔτους, ἡλιοθερούντων τε καὶ παρὰ πυρὶ θαλπομένων [138] καὶ θερμοῖς φαρμάκοις ἀνατριβομένων.
ἀλλ’ ἔξωθεν αἱ τοιαῦται πᾶσαι θερμότητες, οὐκ ἔνδοθεν, οὐδ’ ἐκ τῆς οἰκείας ἀρχῆς ἀνάπτονται καὶ αὐξάνονται.
κατὰ δὲ τὰ γυμνάσια τῆς ἐμφύτου τοῖς ζῴοις θερ μασίας αὔξησίς ἐστιν, ἐξ αὐτῶν τῶν ἰδίων σωμάτων γινομένη.
καὶ τοῦτο κοινὸν μὲν ἁπάντων τῶν γυμνασίων, οὐ μήν γε ἴδιόν ἐστιν, εἴ γε δὴ καὶ τοῖς θυμωθεῖσι καὶ τοῖς ἀγωνιάσασι καὶ τοῖς αἰδεσθεῖσιν αὔξησις τῆς ἐμφύτου γίνεται θερμότητος.
ὁ μέν γε θυμὸς οὐδ’ ἁπλῶς αὔξησις, ἀλλ’ οἷον ζέσις τίς ἐστι τοῦ κατὰ τὴν καρδίαν θερμοῦ· διὸ καὶ τὴν οὐσίαν αὐτοῦ τῶν φιλοσόφων οἱ δοκιμώτατοι τοιαύτην εἶναί φασι· συμβεβηκὸς γάρ τι καὶ οὐκ οὐσία τοῦ θυμοῦ ἐστιν ἡ τῆς ἀντιτιμωρήσεως ὄρεξις.
αὐξάνεται δὲ καὶ τοῖς αἰδεσθεῖσιν ἡ ἔμφυτος θερμότης, εἴσω μὲν τὰ πρῶτα συνδραμόντος ἅπαντος τοῦ θερμοῦ, μετὰ ταῦτα δ’ ἀθροισθέντος ἐν τῷ βάθει, κἄπειτα αὐξηθέντος καὶ διὰ τὴν ἄθροισιν μὲν τὴν ἐνταῦθα καὶ διὰ τὴν κίνησιν δὲ τὴν συνεχῆ.
οὐ γὰρ ἡσυχάζει τὸ πνεῦμα τῶν αἰδουμένων, ἀλλ’ ἔνδον τε καὶ περὶ αὑτὸ [139] μετὰ τοῦ σύμπαντος αἵματος κυκᾶται πολυειδῶς, ὥσπερ γε καὶ τὸ τῶν ἀγωνιώντων.
εἰρήσεται δ’ ἐπὶ πλέον ὑπὲρ τῶν τοιούτων ἁπάντων παθῶν τῆς ψυχῆς ἐπὶ προήκοντι τῷ λόγῳ.
νυνὶ μὲν γὰρ διὰ τὸ κοινὸν ἕπεσθαι σύμπτωμα τούτοις τε τοῖς πάθεσι καὶ τοῖς γυμνασίοις ἠναγκάσθην αὐτῶν μνημονεῦσαι δεικνύς, ὡς ἁπάντων κοινὸν γυμνασίων ἐστὶν ἡ τῆς ἐμφύτου θερμότητος αὔξησις ἔνδοθέν τε καὶ ἐξ αὐτῆς, οὐ μὴν ὅτι γε μόνοις ὑπάρχει τοῦτο τοῖς γυμνασίοις, ἀλλὰ καὶ τοῖς εἰρημένοις ἄρτι πάθεσιν.
ἤδη δ’ ἐπὶ τὰ καθ’ ἕκαστον τῶν γυμνασίων ἴδια τὸν λόγον ἄγειν καιρός, ἐπισημηνάμενόν γε πρότερον, ὡς καὶ κατὰ ταῦτα πλείους εἰσὶν αἱ διαφοραί.
τὰ μὲν γὰρ ἄλλοτε ἄλλο τι μέρος ἕτερον ἑτέρου γυμνάζει μᾶλλον, καὶ τὰ μὲν ἐλινυόντων γίνεται, τὰ δὲ ὀξύτατα κινουμένων, καὶ τὰ μὲν εὐτόνως, τὰ δὲ ἀτόνως, καὶ πρὸς τούτοις ἔτι τὰ μὲν σφοδρῶς, τὰ δ’ ἀμυδρῶς.
εὔτονον μὲν οὖν γυμνάσιον ὀνομάζω τὸ βιαίως ἄνευ τάχους διαπονοῦν, σφοδρὸν δὲ τὸ βιαίως τε καὶ σὺν [140] τάχει· βιαίως δὲ ἢ ῥωμαλέως λέγειν οὐ διοίσει.
τὸ μὲν οὖν σκάπτειν εὔτονόν τε καὶ ῥωμαλέον ἐστίν, οὕτω δὲ καὶ τὸ τέτταρας ἵππους ἅμα κατέχειν ἡνίαις εὔτονον μὲν ἱκανῶς γυμνάσιον, οὐ μὴν ὠκύ γε.
κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴ τις ἀράμενος ὁτιοῦν μέγιστον φορτίον ἢ μένοι κατὰ χώραν ἢ προβαίνοι σμικρὰ καὶ οἱ ἀνάντεις περίπατοι τούτου τοῦ γένους εἰσίν.
ἀναφέρεται γοῦν καὶ ἀναβαστάζεται κατ’ αὐτοὺς ὑπὸ τῶν πρώτων κινουμένων ὀργάνων ἅπαντα τὰ λοιπὰ μόρια τοῦ σώματος, ὥσπερ τι φορτίον.
οὕτω δὲ καὶ ὅστις ἀναρριχᾶται διὰ σχοινίου, καθάπερ ἐν παλαίστρᾳ γυμνάζουσι τοὺς παῖδας εἰς εὐτονίαν παρασκευάζοντες.
ὡσαύτως δὲ καὶ ὅστις ἢ σχοινίου λαβόμενος ἤ τινος ὑψηλοῦ ξύλου μέχρι πλείστου κατέχει κρεμάμενος ἐξ αὐτοῦ, ῥωμαλέον μέν τι καὶ ἰσχυρὸν γυμνάζεται γυμνάσιον, οὐ μὴν ὠκύ γε, καὶ ὅστις προτείνας ἢ ἀνατείνας τὼ χεῖρε πὺξ ἔχων ἀτρεμίζει μέχρι πλείστου.
εἰ δὲ καὶ παραστήσας τινὰ κελεύει καθέλκειν κάτω τὼ χεῖρε, μὴ ἐνδιδοὺς αὐτός, ἔτι δὴ μᾶλλον οὗτος εἰς εὐρωστίαν παρασκευάζει τούς τε μῦς καὶ τὰ νεῦρα· [141] τούτων γὰρ ἴδια τὰ τοιαῦτα μάλιστα σύμπαντα γυμνάσια· πολὺ δὲ δὴ μᾶλλον, εἴ τι βάρος ταῖς χερσὶν ἄκραις περιλαβὼν ἑκατέραις καταμόνας, οἷοίπερ οἱ κατὰ παλαίστραν εἰσὶν ἁλτῆρες, ἀτρέμας ἔχει προτείνας ἢ ἀνατείνας αὐτάς.
εἰ δὲ δὴ καὶ κελεύσειε τινι καθέλκειν τε καὶ κάμπτειν βιαίως, ἑαυτὸν ἀκίνητόν τε καὶ ἄκαμπτον οὐ ταῖς χερσὶ μόνον, ἀλλὰ καὶ τοῖς σκέλεσι καὶ τῇ ῥάχει διαφυλάττων, οὐ σμικρὸν γυμνάσεται γυμνάσιον εἰς εὐτονίαν ὀργάνων.
οὕτω τοι λόγος ἔχει κἀκεῖνον τὸν Μίλωνα γυμνάζειν ἑαυτόν, ἐνίοτε μὲν ἀποσαλεῦσαί τε καὶ μετακινῆσαι τῆς ἕδρας ἐπιτρέποντα τῷ βουλομένῳ (ἀλλὰ τοῦτο μὲν σκελῶν ἂν εἴη μάλιστα γυμνάσιον), ἐνίοτε δέ, εἰ τὰς χεῖρας γυμνάζειν βούλοιτο, τὴν πυγμὴν διαλύειν κελεύοντα· αὖθις δ’ ‹ἄν›, ὥς φασιν, ἐν ταῖν χεροῖν ἔχων ἢ ῥοιὰν ἢ ἕτερόν τι τοιοῦτον ἀφαιρεῖσθαι τῷ βουλομένῳ παρεῖχε.
ταυτὶ μὲν οὖν τὰ γυμνάσια μεγίστης ἰσχύος ἐπίδειξίν τε ἅμα καὶ ἄσκησιν ἔχει, τόνον δὲ μορίων γυμνάζει τε καὶ ῥώννυσι, [142] κἀπειδὰν ἤτοι διαλαβὼν ἕτερόν τινα μέσον ἢ διαληφθεὶς αὐτὸς ἐπηλλαγμένων πρὸς ἀλλήλας τῶν χειρῶν τε καὶ τῶν δακτύλων ἤτοι τῷ κρατουμένῳ προστάξῃ διαλύειν ἢ αὐτὸς λύῃ τοῦ κρατοῦντος· οὕτω δὲ κἀπειδάν, ἑτέρου προνεύσαντος ἐκ πλαγίων αὐτῷ προσελθὼν ἐν κύκλῳ τοῖς λαγόσι περιβαλὼν τὰς χεῖρας, ὥσπερ γέ τι φορτίον ἀράμενος ἀναφέρῃ τε ἅμα καὶ περιφέρῃ τὸν ἀρθέντα, καὶ μᾶλλον εἰ ἐπινεύοι τε καὶ ἀνανεύοι βαστάζων· ὧδε γὰρ ἂν ἀκριβῶς τις ἅπασαν τὴν ῥάχιν εἰς ῥώμην παρασκευάσειεν.
οὕτω δὲ καὶ ὅσοι τὰ στέρνα πρὸς ἀλλήλους ἀπερεισάμενοι βιαίως ὠθοῦσιν εἰς τοὐπίσω καὶ ὅσοι τῶν αὐχένων ἐκκρεμάμενοι κατασπῶσιν, εἰς εὐτονίαν παρασκευάζουσιν.
ἀλλὰ τὰ μὲν τοιαῦτα καὶ χωρὶς παλαίστρας ἢ βαθείας κόνεως δύναται γίνεσθαι καθ’ ὁτιοῦν χωρίον ἐπίκροτον ὀρθῶν ἑστώτων· ὅσα δὲ παλαίοντες εἰς ἀλλήλους δρῶσιν ἀσκοῦντες τὸν τόνον, ἤτοι κόνεως βαθείας ἢ παλαίστρας δεῖται.
ἔστι δὲ τὰ τοιάδε· περιπλέξαντες τοῖς ἑαυτοῦ δύο σκέλεσι τὸ ἕτερον [143] σκέλος τοῦ προσπαλαίοντος, ἔπειθ’ ἅψαντες πρὸς ἀλλήλας τὼ χεῖρε, τὴν μὲν ἐπὶ τὸν αὐχένα βιαίως ἐρείδειν, ἥτις ἂν ᾖ κατ’ εὐθὺ τοῦ κατειλημμένου σκέλους, τὴν δ’ ἑτέραν ἐπὶ τὸν βραχίονα.
δύναιτο δ’ ἂν καὶ περὶ τὴν κεφαλὴν ἄκραν τὸ ἅμμα περιθεὶς ἀνακλᾶν εἰς τοὐπίσω βιαζόμενος.
τὰ τοιαῦτα γὰρ παλαίσματα πρὸς εὐτονίαν ἑκάτερον τῶν παλαιόντων ἀσκεῖ, καθάπερ γε καὶ ὅσα ζώσαντος τοῖς σκέλεσι θατέρου τὸ ἕτερον ἢ κατ’ ἀμφοῖν ἄμφω καθέντος γίνεται· καὶ γὰρ καὶ ταῦτ’ ἀμφότερα εἰς ῥώμην παρασκευάζει.
μυρία δὲ ἕτερα τοιαῦτα κατὰ παλαίστραν ἐστὶν εὔτονα γυμνάσια, περὶ ὧν ἁπάντων τὴν ἐμπειρίαν τε ἅμα καὶ τριβὴν ὁ παιδοτρίβης ἔχει, ἕτερος δέ τις ὢν ὅδε τοῦ γυμναστοῦ, καθάπερ ὁ μάγειρος τοῦ ἰατροῦ.
καί πως ἔοικεν αὖ καὶ τοῦθ’ ἡμῖν ἥκειν εἰς σκέμμα· περὶ οὗ λέλεκται μὲν ἤδη καὶ κατ’ ἐκεῖνο τὸ βιβλίον, ὃ Θρασύβουλον ἐπιγράφομεν, εἰρήσεται δὲ καὶ νῦν ὅσον αὔταρκες εἰς τὰ παρόντα, πρότερόν γε διελθόντων ἡμῶν τὰς τῶν γυμνασίων διαφοράς.
ὅσα μὲν οὖν εὔτονα, καὶ δὴ λέλεκται.
[144] Μεταβαίνειν δὲ ἤδη καιρὸς ἐπὶ τὰ ταχέα χωρὶς εὐτονίας καὶ βίας.
δρόμοι δ’ εἰσὶ ταῦτα καὶ σκιομαχίαι καὶ ἀκροχειρισμοὶ καὶ τὸ διὰ τοῦ κωρύκου τε καὶ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὅταν ἐκ διεστώτων τε καὶ διαθεόντων γίνηται.
τοιοῦτον δέ τι καὶ τὸ ἐκπλεθρίζειν ἐστὶ καὶ τὸ πιτυλίζειν.
τὸ μὲν ἐκπλεθρίζειν ἐστίν, ἐπειδάν τις ἐν πλέθρῳ πρόσω τε ἅμα καὶ ὀπίσω διαθέων ἐν μέρει πολλάκις ἐφ’ ἑκάτερα χωρὶς καμπῆς ἀφαιρῇ τοῦ μήκους ἑκάστοτε βραχὺ καὶ τελευτῶν εἰς ἓν καταστῇ βῆμα· τὸ δὲ πιτυλίζειν, ἐπειδὰν ἐπ’ ἄκρων τῶν ποδῶν βεβηκὼς ἀνατείνας τὼ χεῖρε κινῇ τάχιστα, τὴν μὲν ὀπίσω φέρων, τὴν δὲ πρόσω.
μάλιστα δὲ τοίχῳ προσιστάμενοι γυμνάζονται τοῦτο τὸ γυμνάσιον, ἵν’, εἰ καί ποτε σφάλλοιντο, προσαψάμενοι τοῦ τοίχου ῥᾳδίως ὀρθῶνται· καὶ οὕτω δὴ γυμναζομένων λανθάνει τε τὰ σφάλματα καὶ ἀσφαλέστερον γίνεται τὸ γυμνάσιον.
ὠκεῖαι δὲ κινήσεις εἰσίν, οὐ μὴν βίαιοί γε, καὶ ὅσαι κατὰ παλαίστραν ἐπιτελοῦνται κυλινδουμένων [145] ὀξέως μεθ’ ἑτέρων τε καὶ καταμόνας.
ἐγχωρεῖ δὲ καὶ ὀρθοὺς ἐνειλουμένους τε ἅμα καὶ μεταβαλόντας ἐν τάχει τὸν πέλας ὀξὺ γυμνάσασθαι γυμνάσιον.
ἐγχωρεῖ δὲ καὶ διὰ τῶν σκελῶν μόνων ὀρθὸν ἐφ’ ἑνὸς χωρίου γυμνάσασθαι γυμνάσιον ὀξύ, πολλάκις μὲν εἰς τοὐπίσω μόνον ἐφαλλόμενον, ἔστιν ὅτε δὲ καὶ εἰς τούμπροσθεν ἀναφέροντα τῶν σκελῶν ἑκάτερον ἐν μέρει.
καὶ μὲν δὴ καὶ διὰ τῶν χειρῶν ἔστιν ὀξὺ γυμνάσιον ὁμοιόρροπον γυμνάσασθαι χωρὶς τοῦ κατέχειν ἁλτῆρας, ἐπισπεύδοντα τὰς κινήσεις αὐτῶν εἰς πυκνότητά τε ἅμα καὶ τάχος, εἴτε πὺξ ἐθέλοι τις εἴτε καὶ χωρὶς πυγμῆς ἀνασείειν ἁπλῶς.
τοιοῦτον μὲν δή τι καὶ τὸ ταχὺ γυμνάσιόν ἐστιν ἐν οἷς εἴπομεν εἴδεσιν ἀφωρισμένον.
ἐπὶ δὲ τὸ σφοδρὸν ἰέναι καιρός.
ἔστι δ’, ὡς εἴρηται, τοῦτο σύνθετον ἐξ εὐτόνου τε καὶ ταχέος.
ὅσα γὰρ εὔτονα τῶν γυμνασίων εἴρηται, τούτοις ἅπασιν ὡς σφοδροῖς ἄν τις χρῷτο, ταχείας κινήσεις προστιθείς.
οὐχ ἥκιστα δὲ καὶ τὰ τοιάδε γυμνάσια σφοδρά, σκάψαι καὶ δισκεῦσαι [καὶ κινῆσαι] καὶ πηδῆσαι συνεχῶς ἄνευ τοῦ διαναπαύεσθαι.
[146] οὕτω δὲ καὶ τὸ ἀκοντίζειν ὁτιοῦν τῶν βαρέων βελῶν συνείροντα τὴν ἐνέργειαν ἢ βαρέσιν ὅπλοις ἐσκεπασμένον ἐνεργεῖν ὀξέως.
ἀμέλει καὶ οἱ γυμναζόμενοι διά τινος τῶν τοιούτων ἀναπαύονται κατὰ βραχύ.
καί σοι καὶ ἡ κατὰ τὸ συνεχές τε καὶ διαλεῖπον γυμνάσιον ἤδη πως γινωσκέσθω διαφορά.
τὰ γὰρ εἰρημένα νῦν δὴ πάντα διαλείποντες μᾶλλον εἰς χρείαν ἄγουσι, καὶ μάλισθ’ ὅσα πόνοι τινές εἰσι καὶ ἔργα, μὴ μόνον γυμνάσια, καθάπερ τὸ ἐρέσσειν τε καὶ σκάπτειν.
ὅσα δ’ ἀσθενέστερα τῶν γυμνασίων ἐστίν, ἄνευ τοῦ διαναπαύεσθαι γίνεται μᾶλλον, ὥσπερ ὁ δόλιχός τε καὶ αἱ ὁδοιπορίαι.
Ταῦτ’ οὖν ἅπαντα γυμνασίων ἐστὶν εἴδη, τάς γε νῦν εἰρημένας ἔχοντα διαφορὰς καὶ πρὸς τούτοις ἔτι τὸ τὰ μὲν ὀσφὺν μᾶλλον ἢ χεῖρας ἢ σκέλη διαπονεῖν, τὰ δὲ τὴν ῥάχιν ὅλην ἢ τὸν θώρακα μόνον ἢ τὸν πνεύμονα.
βάδισις μέν γε καὶ δρόμος ἴδια σκελῶν γυμνάσια, ἀκροχειρισμοὶ δὲ καὶ σκιομαχίαι ἴδια χειρῶν, ὀσφύος δὲ τὸ ἐπικύπτειν [147] τε καὶ ἀνακύπτειν συνεχῶς ἢ αἴροντά τι βάρος ἀπὸ τῆς γῆς ἢ ἐν ταῖν χεροῖν βαστάζοντά τι διαπαντός.
ἔνιοι μὲν γὰρ καταθέντες ἁλτῆρας ἐν τῷ πρόσθεν διεστῶτας ἀλλήλων ὀργυιάν, εἶτ’ ἐν τῷ μέσῳ στάντες αὐτῶν ἀναιροῦνται προκύπτοντες, τῇ μὲν δεξιᾷ χειρὶ τὸν ἐν τοῖς ἀριστεροῖς, τῇ δὲ ἀριστερᾷ τὸν ἐν τοῖς δεξιοῖς, καὶ αὖθις ἑκάτερον εἰς τὴν οἰκείαν κατατίθενται χώραν καὶ τοῦτο δρῶσιν ἐφεξῆς πολλάκις ἀτρεμίζοντες τῇ βάσει.
τὰ δὲ πλάγια μέρη τῆς ῥάχεως ἡ κίνησις ἥδε διαπονεῖ μᾶλλον, ὥσπερ ἡ προειρημένη τὰ κατ’ εὐθύ.
θώρακος δὲ καὶ πνεύμονος αἱ μέγισται τῶν ἀναπνοῶν οἰκεῖα γυμνάσια, καθάπερ γε καὶ αἱ μέγισται φωναὶ πρὸς τοῖς εἰρημένοις ἁπάντων τῶν φωνητικῶν ὀργάνων.
εἴρηται δ’ ὁ κατάλογος αὐτῶν ἐν τοῖς Περὶ φωνῆς ὑπομνήμασι.
ἐπεὶ δ’ ἐνταῦθα τοῦ λόγου γεγόναμεν, οὐ χεῖρον ὑπὲρ ἁπάντων διελθεῖν τῶν τοῦ ζῴου μορίων, ὅσα τε κινήσεις ἐναργεῖς ἔχει καὶ ὅσα βραχείας τε καὶ ἀμαυράς, καὶ τίνα μὲν ἐξ ἑαυτῶν κινεῖται, τίνα δὲ ὑφ’ ἑτέρων· ἡ γὰρ τοιαύτη διαίρεσις οὐ σμικρὰν εὐπορίαν παρέξει [148] τῷ γυμναστῇ πρὸς τὸ κινεῖν ἅπαντα τοῦ ζῴου τὰ μόρια, ποτὲ μὲν ἐξ ἑαυτῶν τε καὶ κατὰ τὰς οἰκείας δυνάμεις, ἔστιν ὅτε δ’ ὑφ’ ἑτέρων τε καὶ δι’ ἑτέρων.
αἱ μέν γε κατὰ προαίρεσιν ἐνέργειαι πᾶσαι μυῶν τε καὶ νεύρων καὶ τενόντων ἴδιαι κινήσεις εἰσίν· εἰ δὲ καὶ σφοδρότεραι γίνοιντο, τὰ μὲν εἰρημένα μόρια πρῶτά τε καὶ μάλιστα γυμνάζουσι, κατὰ δέ τι συμβεβηκὸς καὶ τὰς ἀρτηρίας.
ὀστᾶ δὲ καὶ φλέβας καὶ σάρκας καὶ συνδέσμους καὶ τἆλλα σύμπαντα τοῦ ζῴου μόρια συγκινοῦσιν ἴσως τοῖς προειρημένοις.
αἱ δ’ ἄλλαι κινήσεις ἐν τοῖς τῶν ζῴων σώμασιν, ὅσαι μὴ κατὰ κοινὴν προαίρεσιν, ἀλλ’ ἤτοι φυσικαί τινες ἢ κατὰ τὰ τῆς ψυχῆς γίνονται πάθη, διτταὶ μέν εἰσι κατὰ γένος· αἱ μὲν ἕτεραι καρδίας τε καὶ ἀρτηριῶν, αἱ δὲ ἕτεραι φλεβῶν τε καὶ ἥπατος ἐνέργειαι, πρῶτον μὲν τούτων καὶ μάλιστα, δεύτερον δὲ τῶν ἄλλων ἁπάντων μορίων, ἐπειδὴ πάντα ταῖς τέτταρσι φυσικαῖς διοικεῖται δυνάμεσιν.
ἡ μὲν δὴ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας κίνησις οὐκ ἔστιν ὅτ’ ἐκλείπει τὸ πάμπαν, ἐπιτείνεται δὲ καὶ ἀνίεται κατὰ [149] μέγεθος καὶ σμικρότητα καὶ τάχος καὶ βραδυτῆτα καὶ σφοδρότητα καὶ ἀμυδρότητα παρὰ πολλὰς αἰτίας, ἃς συμπάσας μὲν ἐν τῇ Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν πραγματείᾳ διῆλθον, ἀρκεῖ δ’ ἐν τῷ παρόντι τὰ κεφάλαια μόνον αὐτῶν εἰπεῖν τὰ πρῶτα.
μία μὲν οὖν αἰτία τῆς τῶν σφυγμῶν μεταβολῆς ἐστιν αὔξησίς τε καὶ μείωσις τῆς ἐμφύτου θερμασίας, ἑτέρα δὲ ἡ κατὰ τὴν ποσότητα τοῦ ψυχικοῦ πνεύματος ἀνάλωσις, τρίτη δὲ ἡ κατὰ τὴν τῆς δυνάμεως εὐρωστίαν τε καὶ ἀρρωστίαν, τετάρτη δὲ ἡ κατὰ τὰ τῶν ὀργάνων πάθη.
ἀλλὰ περὶ μὲν ταύτης οὐ νῦν διδάσκειν καιρός· ἤδη γὰρ νοσεῖν ἀνάγκη τὸ ζῷον ἐν τοῖς τοιούτοις πάθεσιν· αἱ δὲ ἄλλαι πᾶσαι τῶν σφυγμῶν ἀλλοιώσεις καὶ ἐν τοῖς ὑγιαίνουσι γίνονται, παρὰ μὲν τὴν αὔξησίν τε καὶ μείωσιν τῆς ἐμφύτου θερμότητος αἵ τε παρὰ τὰς ὥρας καὶ τροφὰς καὶ πόματα καὶ λουτρὰ καὶ τρίψεις καὶ ὕπνους καὶ ἐγρηγόρσεις ἔτι τε τὰ ψυχικὰ πάθη καὶ τὰς κατὰ προαίρεσιν ἐνεργείας, ἡ δὲ παρὰ τὴν τοῦ ψυχικοῦ πνεύματος ἀνάλωσιν ἐν ταῖς τῶν καθ’ ὁρμὴν κινήσεων διαφοραῖς, [150] ἡ δὲ παρὰ τὴν τῆς δυνάμεως εὐρωστίαν τε καὶ ἀρρωστίαν ἐν ταῖς εὐκρασίαις τε καὶ δυσκρασίαις αὐτοῦ τοῦ σώματος τῆς τε καρδίας καὶ τῶν ἀρτηριῶν.
ἡ δὲ τῶν φλεβῶν ἐνέργεια σὺν καὶ τοῖς ἄλλοις ἅπασιν ὀργάνοις, ὅσα περὶ τὴν τῆς τροφῆς οἰκονομίαν ὑπὸ τῆς φύσεως ἐγένετο, κατὰ τὰς ἐδωδάς τε καὶ πόσεις, ἀναδόσεις τε καὶ πέψεις καὶ θρέψεις ἀλλοιοῦται· μέρος δέ τι ταύτης ἐστὶν κἀν ταῖς ἀρτηρίαις.
ὅσαι δὲ τῶν κινήσεων οὔκ εἰσιν ἐνέργειαι, τριττὴ τούτων ἡ διαφορά· τινὲς μὲν γὰρ ἐξ ἑαυτῶν τοῖς ζῴοις ἐγγίνονται, τινὲς δὲ ἔξωθεν προσέρχονται, τινὲς δὲ ὑπὸ φαρμάκων καταναγκάζονται.
ἐξ ἑαυτῶν μέν, ἃς ἔμπροσθεν εἶπον· ἔξωθεν δὲ κατά τε τοὺς πλοῦς, τὰς ἱππασίας, τὰς αἰωρήσεις, ὅσαι τε δι’ ὀχημάτων γίνονται καὶ ὅσαι διὰ σκιμπόδων κρεμαμένων ἢ λίκνων σειομένων ἢ ἐν ταῖς τῶν τροφῶν ἀγκάλαις τοῖς βρέφεσιν.
ἐκ δὲ τῶν ἔξωθεν κινήσεων εἴη ἂν καὶ ἡ ἀνάτριψις (εἴθ’ οὕτω τις αὐτὴν ὀνομάζειν ὁμοίως τοῖς παλαιοῖς εἴτε καὶ χωρὶς τῆς «ἀνά» προθέσεως ὁμοίως τοῖς νεωτέροις βούλοιτο· [151] διαφέρει γὰρ οὐδὲν εἰς τὰ παρόντα).
ἔνιαι μέντοι κινήσεις εἰσὶ μικταί, καθάπερ καὶ ἡ ἱππασία· οὐ γὰρ ὥσπερ ἐν τοῖς ὀχήμασι καὶ μάλιστα ἐν οἷς κατακλινάμενοι ἀτρεμίζομεν, οὕτω κἀν ταῖς τῶν ἵππων ὀχήσεσι συμπίπτει σείεσθαι μόνον ὑπὸ τοῦ φέροντος ἐνεργοῦντα μηδέν, ἀλλὰ τήν τε ῥάχιν ὄρθιον ἀπευθύνειν χρὴ καὶ τοῖς μηροῖς ἀμφοτέροις ἀκριβῶς ἔχεσθαι τῶν πλευρῶν τοῦ ἵππου καὶ τετάσθαι τὰ σκέλη καὶ προορᾶσθαι τὰ πρόσθεν· ἐν τούτῳ δὲ καὶ ἡ ὄψις γυμνάζεται καὶ ὁ τράχηλος πονεῖ.
μάλιστα δ’ ἐν τῷ τοιούτῳ γυμνασίῳ σείεται τὰ σπλάγχνα.
σείεταί γε μὴν οὐδὲν ἧττον τὰ σπλάγχνα καὶ τοῖς ἁλλομένοις, ἐν μέντοι ταῖς ἐπὶ τῶν ὀχημάτων αἰωρήσεσιν ἧττον.
ὥστε εἴ τις ἐθέλοι τὰ κάτω τῶν φρενῶν σπλάγχνα κινῆσαι βιαιότερον, ἐπί τε τοὺς εἰρημένους ἡκέτω πόνους καὶ πρὸς τούτοις ὅσα διὰ τῆς τῶν ἁμμάτων περιθέσεως τρίβουσι.
χρὴ δ’ ὄπισθεν εἶναι τὸν τρίβοντα, περιφέροντα τὼ χεῖρε ποτὲ μὲν ἐπ’ ἀριστερά, ποτὲ δ’ ἐπὶ δεξιά, συνεπικλινομένου πρὸς ταῦτα καὶ τοῦ τριβομένου.
συγκινοῦσι μέν πως τὰ [152] κάτω τῶν φρενῶν σπλάγχνα καὶ αἱ μέγισται τῶν ἀναπνοῶν τε καὶ φωνῶν, ὥσπερ γε καὶ αἱ ἐκφυσήσεις αἵ τε καταμόνας γινόμεναι καὶ αἱ μετὰ καταλήψεως ἐν αὐλήσεσί τε καὶ φωναῖς, καὶ αὐτὴ δ’ ἡ κατάληψις τοῦ πνεύματος γυμνάσιόν ἐστιν οὐχ ἧττον τῶν κατ’ ἐπιγάστριον ἢ τῶν κατὰ θώρακα μυῶν.
ἀλλὰ περὶ μὲν ταύτης αὖθις εἰρήσεται· πρὸς γὰρ ταῖς εἰρημέναις ἄρτι καὶ ἄλλην οὐ σμικρὰν ἔχει χρείαν, ἧς ἕνεκεν ἐπὶ τελευτῇ τῶν γυμνασίων αὐτὴν παραλαμβάνομεν.
ἐπὶ δὲ τὸ προκείμενον ἐπανιτέον, ὡς πολλαὶ τῶν ἐγγινομένων κινήσεων τοῖς τοῦ ζῴου μορίοις οὔτ’ ἐνέργειαι τῶν μορίων αὐτῶν εἰσιν οὔτ’ ἐνεργείαις ἀκολουθοῦσιν, ἀλλ’ ὑφ’ ἑτέρων τε καὶ δι’ ἑτέρων ἀποτελοῦνται, ὡς ἐπί τε τῶν ὀχουμένων γίνονται καὶ πλεόντων καὶ τριβομένων καὶ καθαιρομένων ὑπὸ φαρμάκων ἐμετηρίων τε καὶ ὑπηλάτων.
ἀλλ’ ἡ τοιαύτη κίνησις οὔκ ἐστι τῆς ὑγιεινῆς πραγματείας, αἱ δ’ ἄλλαι πᾶσαι, καὶ μάλισθ’ αἱ διὰ τρίψεως ἀναγκαιόταται γινώσκεσθαι [153] τοῖς ὑγιεινοῖς.
τῆς γὰρ τούτων τέχνης ἐστὶν ἁπασῶν τῶν κινήσεων ἐπίστασθαι τὰς δυνάμεις, ὥσπερ, οἶμαι, τῶν τεχνιτῶν αὐτῶν ἁπάσας τὰς κατὰ μέρος· ἐκεῖνοι μὲν γὰρ τῆς κατὰ τὴν ὕλην ποικιλίας, ὁ γυμναστὴς δὲ τῆς δυνάμεως αὐτῶν ἔχει τὴν γνῶσιν.
εἰ γοῦν τίς μοι κελεύσειεν ὁπλομαχικὰς κινήσεις ἢ ἕτερον διδάσκειν ἢ αὐτὸν εὐρύθμως κινεῖσθαι, οὐκ ἂν δυναίμην καλῶς ἐνεργῆσαι μίαν ἐξ αὐτῶν τὴν ἐπιτυχοῦσαν· εἰ μέντοι παρείην τινὶ τῶν ὁπλομαχικῶν ἐνεργοῦντι, καὶ τίνα δύναμιν ἑκάστη τῶν ἐνεργειῶν ἔχει καὶ τί μάλιστα μόριον ἐκπονεῖ, πάντων ἂν ἐκείνων ἀκριβέστερον εἰδείην.
μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ μὲν ὁπλομαχικὸς οὐδὲν ἂν εἴποι τῆς δυνάμεως αὐτῶν, ὁ δὲ τὴν περὶ τὰ γυμνάσια τέχνην ἐπιστάμενος ἀκριβῶς ἁπάσας διαγνώσεται πρὸς ὡρισμένους σκοποὺς ἀναφέρων· ἢ γὰρ βίαιοί τινές εἰσι καὶ βαρεῖαι καὶ εὔτονοι ἢ κοῦφαι καὶ ταχεῖαι καὶ σύντονοι ἢ βίαιοί τε ἅμα καὶ ὀξεῖαι.
ταῦτα τε οὖν γνωρίσεις ῥᾳδίως ἐν αὐτῷ θεασάμενος γινόμενα καὶ πρὸς τούτοις ἔτι, τίνες μὲν ἐνέργειαι σκέλη μᾶλλον ἢ [154] χεῖρας ἢ θώρακα, τίνες δὲ ὀσφὺν ἢ κεφαλὴν ἢ ῥάχιν ἢ γαστέρα, τίνες δ’ ὁτιοῦν ἄλλο μέρος ὑπὲρ τἆλλα διαπονοῦσιν.
ὁ μὲν γὰρ ὁπλομαχικὸς εὐρύθμως μὲν ἐνεργήσει κινήσεις ταχείας ἤ, εἰ οὕτως ἔτυχεν, εὐτόνους τε ἅμα καὶ βαρείας, οὐ μὴν ὅτι γε πυκνοῦσιν καὶ ἰσχναίνουσιν αἱ τοιαῦται κινήσεις οἶδεν, ὥσπερ οὐδ’ ὅτι σαρκοῦσί τε καὶ ἀραιοῦσιν αἱ βραδύτεραι.
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐνεργήσει μέν ποτε κινήσεις εὐτόνους καὶ βαρείας καὶ βραδείας, οὐ μὴν ὅτι γε ῥώμην αὗται καὶ βάρος σώματος κατασκευάζουσιν οἶδεν.
οὕτω δὲ καὶ ὁ ἡνιοχικὸς ἐνεργήσει μὲν ἁπάσας τὰς κατὰ μέρος ἐνεργείας εὐρυθμότατα, ἅμα δὲ καὶ τῇ χρείᾳ συμφορώτατα, ποῖαι δ’ αὐτῶν ἤτοι λεπτύνουσιν ἢ σαρκοῦσιν ἢ ῥώμην ἢ συντονίαν ἀποτελοῦσιν, ἢ μαλακὸν ἢ σκληρὸν ἢ πυκνὸν ἢ ἀραιὸν ἐργάζονται τὸ σῶμα, παντάπασιν ἀγνοεῖ.
κατὰ δὲ τὸν αὐτὸν τρόπον ὁ σφαιριστικὸς ἁπάσας μὲν ἐπίσταται τὰς τῆς σφαίρας βολάς τε καὶ λήψεις, οὐ μὴν ἥντινά γε διάθεσιν ἑκάστη τῷ σώματι περιποιεῖ.
οὕτω δὲ καὶ ὁ παιδοτρίβης ἁπασῶν μὲν τῶν κατὰ [155] παλαίστραν ἐνεργειῶν ἐπιστήμων ἐστίν, ὅ τι δὲ ἑκάστη πέφυκε δρᾶν ἀγνοεῖ.
καὶ συλλήβδην εἰπεῖν ἅπαντες ἄνθρωποι τεχνῖταί τε καὶ ἄτεχνοι, διὰ τῶν σωμάτων ἐνεργοῦντες, ἀγνοοῦσι τῶν ἐνεργειῶν τὰς δυνάμεις, ὀρχησταὶ ναυτίλοι τέκτονες ἁλιεῖς γεωργοὶ χαλκεῖς οἰκοδόμοι σκυτοτόμοι πάντες ἁπλῶς οἱ ὁτιοῦν πράττοντες.
ἀλλ’ ὁ γυμναστικός, ἀφ’ ὧν εἶπον ὀλίγον ἔμπροσθεν ὁρμώμενος, εἰ καὶ νῦν πρῶτον εἴη θεώμενος ἡντινοῦν ἐνέργειαν, οὐκ ἀγνοήσει τὴν δύναμιν αὐτῆς.
οἷον αὐτίκα τῶν ὀρχηστῶν αἱ σύντονοι κινήσεις, ἐν αἷς ἅλλονταί τε μέγιστα καὶ περιδινοῦνται στρεφόμενοι τάχιστα καὶ ὀκλάσαντες ἐξανίστανται καὶ προσσύρουσι καὶ διασύρουσι καὶ διασχίζουσιν ἐπὶ πλεῖστον τὰ σκέλη καὶ ἁπλῶς εἰπεῖν ἐν αἷς ὀξύτατα κινοῦνται, λεπτὸν καὶ μυῶδες καὶ σκληρὸν καὶ πυκνὸν ἔτι τε σύντονον ἀποτελοῦσι τὸ σῶμα.
κατὰ δὲ τὰς ἐκλύτους τε καὶ βραδείας καὶ μαλακὰς κινήσεις οὐ μόνον οὐκ ἂν γένοιτο τὸ σῶμα τοιοῦτον, οἷον εἴρηται νῦν, ἀλλ’ εἰ καὶ φύσει μυῶδές τε καὶ σύντονον ὑπάρχοι, τὴν ἐναντίαν ἀμείψει διάθεσιν.
ὅπερ [156] οὖν ὀλίγον ἔμπροσθεν ἔλεγον, ὡς ὁ παιδοτρίβης ὑπηρέτης ἐστὶ τοῦ γυμναστοῦ τοιοῦτος, οἷόσπερ ὁ μάγειρος τοῦ ἰατροῦ, τοῦτο καὶ νῦν ἐπιδέδεικται.
σκευάζει γὰρ ὁ μάγειρος ἢ τεῦτλον ἢ φακῆν ἢ πτισάνην ἄλλοτε ἀλλοίως, οὔτε δὲ τὸ σκευαζόμενον ὁποῖόν τι τὴν δύναμίν ἐστιν ἐπιστάμενος οὔθ’ ἥτις τῶν σκευασιῶν ἡ βελτίστη· ὁ δ’ ἰατρὸς οὐδὲν μὲν τούτων ὁμοίως τῷ μαγείρῳ παρασκευάσαι δυνατός ἐστιν, παντὸς δὲ τοῦ παρασκευασθέντος ἐπίσταται τὴν δύναμιν.
Ὁ τοίνυν γυμναστὴς τοῦ προκειμένου νῦν ἐν τῷ λόγῳ μειρακίου, τοῦ τὴν ἀρίστην ἔχοντος κατασκευήν, ἐπίσταται μὲν τῶν γυμνασίων ἁπάντων τὰς δυνάμεις, ἐκλέγεται δὲ καθ’ ἕκαστον εἶδος τὰ σύμμετρά τε καὶ μέσα τῶν ἀμετριῶν ἑκατέρων.
οὔτε γὰρ ὀξέος οὔτε βραδέος ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος, ἀλλὰ τοῦ συμμέτρου τε καὶ μέσου δεῖται γυμνασίου, κατά τε τὸν αὐτὸν λόγον οὔτε βιαίου καὶ σφοδροῦ οὔτ’ ἐκλύτου καὶ ἀμυδροῦ, ἀλλὰ κἀνταῦθα τὸ σύμμετρον ἄριστον.
οὐ γὰρ ὑπαλλάττειν προσήκει τὴν ἀρίστην κατασκευὴν τοῦ [157] σώματος, ἀλλὰ φυλάττειν.
εἴτ’ οὖν ἐν ὅπλοις ἐθέλοι γυμνάζεσθαι τὸ τοιοῦτον μειράκιον ὁ γυμναστὴς αὐτοῦ, τὸν ἐμπειρότατον τῆς ὕλης τῶν ὁπλομαχικῶν ἐνεργειῶν παραλαβὼν ἁπάσας αὐτῷ δειχθῆναι κελεύσει, κἄπειτ’ αὐτὸς ἐκλέξεται καὶ διακρινεῖ καὶ προστάξει, κατὰ ποίας μὲν αὐτῶν ἐπὶ πλέον χρὴ γυμνάζεσθαι, κατὰ ποίας δ’ ὀλιγάκις ἢ συμμέτρως ἢ οὐδ’ ὅλως ἢ διαπαντός.
οὐ γὰρ δύναται λαθεῖν αὐτὸν οὔθ’ ὅ τι μόριον ἑκάστη διαπονεῖ μᾶλλον οὔθ’ ἥτις αὐτῆς ἐστιν ἡ ποιότης τε καὶ ἡ δύναμις.
εἰ δὲ διὰ σφαίρας ἐπιθυμήσειε γυμνάζεσθαι, κἀνταῦθα πάλιν ἐξευρήσει τό τε εἶδος τῶν ἐνεργειῶν καὶ τὴν ποιότητα καὶ τὸ μέτρον, ὑπηρέτην λαβὼν τὸν σφαιριστικὸν ὑπὲρ τοῦ τὴν ὕλην ἅπασαν θεάσασθαι τῶν ἐνεργειῶν.
αὐτῆς μὲν γὰρ τῆς κατὰ μέρος ὕλης ἐν ἑκάστῃ τῶν τεχνῶν ἄπειρός ἐστιν ὁ γυμναστής, ᾗ γυμναστής ἐστιν· εἰ δὲ ἅπαξ αὐτὴν θεάσαιτο, τήν τε ποιότητα καὶ τὴν δύναμιν αὐτίκα γνωρίσει.
μυρίους γοῦν ἡμεῖς ἀσθενέστερά τινα μέρη τοῦ σώματος [158] ἔχοντας, ὡς συνεχέστατα τοῖς κατ’ αὐτὰ νοσήμασιν ἁλίσκεσθαι, διὰ μόνης γυμναστικῆς ἀνερρώσαμεν οὐκ ἀπαγαγόντες ἀπὸ τῶν οἰκείων γυμνασίων, ἀλλ’, εἴτ’ ὀρχηστικὸς ἦν ὁ ἄνθρωπος εἴθ’ ὁπλομαχικὸς εἴτε παγκρατιαστικὸς εἴτε παλαιστρικὸς εἴθ’ ὁτιοῦν ἄλλο, τὰς ἐν ἐκείνῃ τῇ τέχνῃ κινήσεις ἁπάσας αὐτὸν ἐπιτάξαντες ἡμῶν παρόντων κινηθῆναι κἀξ αὐτῶν ἐκλεξάμενοι τὰς ἐπιτηδειοτάτας ἅμα καιρῷ τε καὶ μέτρῳ προσετάττομεν ταύταις χρῆσθαι· περὶ μὲν δὴ τῶν τοιούτων ἐπανορθώσεων ἐπὶ προήκοντι τῷ λόγῳ διαλέξομαι κατ’ ἐκεῖνο τὸ μέρος τῆς πραγματείας, ἐν ᾧ περὶ τῶν μοχθηρῶν κατασκευῶν τοῦ σώματος διέξειμι.
νυνὶ δὲ τὸ μὲν ἄριστον σῶμα ἐπειδὴ πρόκειται φυλάττειν ἄριστον, ἐξ ἁπάντων οὖν ἐκλεκτέον αὐτῷ τὸ σύμμετρον, ἐκ τρίψεων, ἐκ γυμνασίων, ἐκ λουτρῶν, ἐκ τροφῶν, ἐξ ὕπνων, μήτε μαλακωτέραν αὐτοῦ τὴν ἕξιν τοῦ σώματος ἐργαζομένους μήτε σκληροτέραν (ἡ μὲν γὰρ εὐνίκητος ὑπὸ τῶν ἔξωθεν αἰτίων, ἡ δὲ τὴν αὔξησιν κωλύει) μήτε πυκνοτέραν, ὡς ἴσχεσθαί τι τῶν κατὰ τὴν σάρκα περιττωμάτων, μήτ’ ἀραιοτέραν, ὡς ἀπορρεῖν τι καὶ τοῦ χρηστοῦ.
κατὰ δὲ τὸν αὐτὸν [159] τρόπον οὐδ’ ἰσχνοτέραν ἑαυτῆς ποιητέον οὐδὲ παχυτέραν, εἴπερ ἄριστα διέκειτο, γινώσκοντας, ὡς τὸ μὲν ἰσχνότερον εὐεπηρέαστον ὑπὸ τῶν ἔξωθεν αἰτίων, τὸ δὲ παχύτερον ὑπὸ τῶν ἔνδοθεν κἀξ αὐτοῦ τοῦ σώματος ὁρμωμένων.
τί δεῖ λέγειν, ὡς οὐδὲ θερμότερον αὐτὸν ἢ ψυχρότερον ἢ ξηρότερον ἢ ὑγρότερον ἀποδεικτέον, εἴπερ ἀμέμπτως ἐκέκρατο; εἷς οὖν ἐπὶ τοῦ τοιούτου σώματος ὁ σκοπὸς ἐν ἁπάσαις ταῖς ὑγιειναῖς ὕλαις τὸ σύμμετρόν τε καὶ μέτριον, ὅπερ ἀκριβῶς ἐστι μέσον ἑκατέρων τῶν ἀμετριῶν.
ὡς δ’ ἄν τις μάλιστα τοῦ σκοποῦ τυγχάνοι, λέλεκται μὲν ἤδη καὶ πρόσθεν, ἀλλ’ οὐδὲν χεῖρον ὑπὲρ τῶν ἀναγκαιοτάτων ἀναμιμνῄσκειν πολλάκις.
ἡ μὲν γὰρ πρώτη τῶν ἡμερῶν πλατὺν ἔχει τὸν στοχασμόν, ἡ δευτέρα δὲ καὶ ἡ τρίτη καὶ ἡ τετάρτη καὶ τῶν λοιπῶν ἑκάστη κατὰ τὸ ἑξῆς ἀκριβέστερον.
ἐν μὲν γὰρ τῇ πρώτῃ διὰ τῶν εἰρημένων σκοπῶν ἅπαντά σοι πραττέσθω.
ἀποδυέσθω μὲν ἐπὶ πεπεμμένοις ἀκριβῶς [160] τοῖς οὔροις, ὡς Αἰγίμιος ἐκέλευσεν.
ἐφεξῆς δὲ τῆς μὲν ἀνατρίψεως ὁ σκοπός, ὡς μαλαχθῆναι τὰ μόρια· δηλώσει δὲ τό τε ἐπιτρέχον ἄνθος αὐτοῖς καὶ τὸ ῥᾳδίως ἐκμαλάττεσθαι τὰ κῶλα καὶ τὸ πρὸς τὰς κινήσεις ἁπάσας ἑτοίμως ἔχειν.
μετὰ ταῦτα δὲ ἤδη γυμναζέσθω, μέχρις ἂν εἰς ὄγκον αἴρηται τὸ σῶμα καὶ εὐανθὲς ὑπάρχῃ καὶ αἱ κινήσεις ἕτοιμοί τε καὶ ὁμαλαὶ καὶ εὔρυθμοι γίνωνται.
ἐν τούτῳ δὲ καὶ ἱδρῶτα θεάσῃ θερμὸν ἀτμῷ συμμιγῆ.
παύεσθαι δὲ τηνικαῦτα πρῶτον, ἐπειδὰν ἕν τι τῶν εἰρημένων ἀλλοιωθῇ.
καὶ γὰρ εἰ φανείη συστελλόμενος ὁ τοῦ σώματος ὄγκος, αὐτίκα παύειν τὸ μειράκιον· εἰ γὰρ ἐπὶ πλέον γυμνάζοις, ἐκκενώσεις τι καὶ τῶν χρηστῶν, ὥστ’ ἰσχνότερον ἀποδείξεις τὸ σῶμα καὶ ξηρότερον καὶ ἀναυξέστερον.
ὡσαύτως δὲ καὶ εἰ τὸ τῆς χρόας εὐανθὲς μαραίνοιτο, παύεσθαι· καὶ γὰρ καταψύξεις τὸ σῶμα καὶ διαφορήσεις ἐπὶ πλέον, εἰ γυμνάζοις ἔτι.
καὶ μὲν δὴ καὶ τὸ τῶν κινήσεων ἕτοιμον ἢ εὔρυθμον ἢ ὁμαλὲς ἐπειδὰν ἐνδιδόναι που φαίνηται [161] καὶ ὀκλάζειν κατά τι, παύειν αὐτίκα, καὶ εἰ περὶ τὸν ἱδρῶτα γίνοιτό τις ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὴν ποιότητα μεταβολή.
πλείονα γὰρ αὐτὸν ἀεὶ καὶ μᾶλλον χρὴ γίνεσθαι καὶ θερμότερον, ἐς ὅσον ἂν αἱ κινήσεις ἀνάγωνται πρὸς τὸ σφοδρότερον.
ὅταν οὖν ἢ ἐλάττων ἢ ψυχρότερος γένηται, διαφορεῖται ἤδη τὸ σῶμα καὶ ψύχεται καὶ ἐκλύεται καὶ ξηραίνεται περαιτέρω τοῦ προσήκοντος.
ἀκριβῶς οὖν προσέχειν τὸν νοῦν τῷ γυμναζομένῳ σώματι καὶ διαπαύειν εὐθέως, ἐπειδὰν προφαίνηταί τι τῶν εἰρημένων σημείων, οὐ μὴν αὐτίκα γε ἀπολύειν λουσόμενον, ἀλλὰ τῆς μὲν ἀκμῆς τῶν γυμνασίων ἐπισχεῖν καὶ στῆναι κελεῦσαι, καὶ εἰ βουληθείης μετὰ κατοχῆς πνεύματος πληρῶσαι τὸν λαγόνα, περιχέοντα τοὔλαιον ἀποθεραπεύειν τοὐντεῦθεν.
οἷον δέ τι πρᾶγμά ἐστιν ἡ ἀποθεραπεία καὶ τίνες ἐν αὐτῇ σκοποὶ καὶ τί τὸ μέτρον, ἐξ ὧν συμπληροῦνται κινήσεών τε καὶ τρίψεων, ἐν τῷ μετὰ ταῦτα λόγῳ δηλωθήσεται.
νυνὶ γάρ μοι δοκῶ καταπαύειν ἤδη τὸν ἐνεστῶτα λόγον αὔταρκες ἔχοντα μέτρον, ἐκεῖνο μόνον ἔτι προσθείς, ὡς καὶ τὸ λουτρὸν τὸ ἀκριβῶς [162] εὔκρατον ἐπὶ τῆς προκειμένης ἡλικίας τε καὶ φύσεως ἐκλέγεσθαι προσήκει.
προὔκειτο δ’, εἴ τι μεμνήμεθα, τρίτη τις ἑβδομὰς ἐτῶν ἀπὸ τῆς γενετῆς, τουτέστιν ἡ μετὰ ‹τὸ› τεσσαρεσκαιδέκατον ἔτος ἡλικία μέχρι ‹τοῦ› πρώτου καὶ εἰκοστοῦ, καθ’ ἣν οὐδέπω κελεύω ψυχρολουτεῖν τὸ μειράκιον, ἵν’ ἐπὶ πλεῖστον αὔξοιτο.
τελειωθέντος δ’ αὐτοῦ κατὰ τὸ μέγεθος, ἐπισκεψώμεθά τι καὶ περὶ τῆς ψυχρολουσίας.
ὡσαύτως δὲ καὶ περὶ τῶν ἐπὶ κόνει γυμνασίων ἀκριβέστερον ἐπισκεψώμεθα κατὰ τὸν ἑξῆς λόγον.
ἐν δέ γε τῷ παρόντι τοῦτο εἰπεῖν ἀρκέσει, τὸ @1μηδὲ κόνεως χρῄζειν τὸ μειράκιον, εἰ τὸν οἶκον, ἐν ᾧ γυμνάζεται, καθ’ ὃν ἐν ἀρχῇ τρόπον ἐκέλευσα παρεσκευασμένον ἔχοι.
εἰ δέ γε θερμότερος εἴη ποτέ, καὶ κόνει χρηστέον.
εἰ μὲν δὴ κονίσαιτο, πάντως λουστέον· εἰ δὲ μὴ κόνει χρήσαιτο, δυνατὸν καὶ μὴ λελοῦσθαι, καὶ μάλιστα χειμῶνος.
ἐφεξῆς δὲ ὅσα περὶ τροφὴν ἢ ποτὸν ἢ ὕπνον ἢ περίπατον ἐστοχάσθαι χρὴ τὸν ἐπιστατοῦντα τοῦ μειρακίου, λεχθήσεται μὲν ἐν τοῖς ἑξῆς· ἀδύνατον δ’ ἀκριβῶς τυχεῖν αὐτῶν ἐν τῇ [163] πρώτῃ τῶν ἡμερῶν· ἀλλὰ κατὰ τὴν δευτέραν, ἐπὶ πόσοις γυμνασίοις ὅπως διαιτηθῇ γινώσκων, εἰ μὲν ἀκριβῶς φαίνοιτο διαφυλάττων τὴν ἑαυτοῦ φύσιν, ἐν τοῖς αὐτοῖς μέτροις διαιτήσει τε καὶ γυμνάσει, μὴ φυλάττοντα δέ, καθότι ἂν ἐξίστηται τῶν ἀρχαίων, ἐπανάγειν πειράσεται μεταβάλλων τὰ μέτρα.
καὶ τοῦτ’ οὐ παύσεται ποιῶν, ἄχριπερ ἂν ἐφ’ ἑκάστῳ τῶν πραττομένων ἀκριβῶς ὁρίσῃ τὸ μέτρον.
ὁπόσαι δ’ εἰσὶ καὶ τίνες αἱ εἰς τὸ παρὰ φύσιν ἐκτροπαὶ καὶ πῶς ἑκάστην χρὴ διαγινώσκειν τε καὶ θεραπεύειν, ὁ ἐφεξῆς λόγος ἐξηγήσεται.
[164] Τῶν γραψάντων ὑγιεινὰς πραγματείας ἰατρῶν τε καὶ γυμναστῶν ἔνιοι μὲν ἅπασιν ἀνθρώποις κοινάς τινας ὑποθήκας ἐποιήσαντο, μηδὲν νοήσαντες ὅλως ὑπὲρ τῆς κατ’ εἶδος ἐν τοῖς σώμασιν ἡμῶν διαφορᾶς· ἔνιοι δ’, ὅτι μὲν οὐ μικρῷ τινι διαφέρομεν ἀλλήλων, ἐδήλωσαν, ὡς δ’ ἀδυνάτου ὄντος ἁπάσας ἐπελθεῖν τὰς διαφορὰς ἑκόντες παρέλιπον· ὀλίγοι δέ τινες εἴδεσί τε καὶ γένεσιν ἐπιχειρήσαντες ἀφορίσασθαι πλέονα διήμαρτον ὧν κατώρθωσαν.
ἡμεῖς δὲ κατὰ τὸ πρῶτον [165] εὐθέως βιβλίον ἐδηλώσαμεν, ὁπόσα τὰ πάντα ἐστὶν εἴδη τῶν ἀνθρωπίνων σωμάτων, ἐπηγγειλάμεθά τε καθ’ ἕκαστον ἰδίᾳ γράφειν ὑποθήκας ὑγιεινάς.
ἠρξάμεθα δ’ ἀπὸ τοῦ τὴν κατασκευὴν ἄμεμπτον ἔχοντος.
ἐπεὶ δὲ καὶ ὁ τοιοῦτος ἄνθρωπος ἐν περιστάσεσι πραγμάτων ἐνίοτε γινόμενος ἢ ἑκὼν ἢ ἄκων ἐμποδίζεται κατὰ τὰ προστάγματα τῆς ὑγιεινῆς τέχνης διαιτᾶσθαι, κάλλιον ἔδοξεν ὑποθέσθαι πρῶτον αὐτὸν ἐλεύθερον ἀκριβῶς, αὐτῇ μόνον τῇ τοῦ σώματος ὑγείᾳ σχολάζοντα.
ὅπως μὲν οὖν ἀνατρέφεσθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ὁ πρῶτος λόγος ἐδίδαξε μέχρι τῆς τεσσαρεσκαιδεκαέτιδος ἡλικίας ἐκτείνας αὐτοῦ τὴν ἐπιμέλειαν· ὅπως δ’ ἀνδροῦσθαι, διὰ τοῦ δευτέρου γράμματος ἐδηλώσαμεν.
ἐμηκύνθη δ’ ὁ λόγος εἰς κοινὰ κεφάλαια τῆς ὑγιεινῆς πραγματείας ἀφικόμενος, ὧν χωρὶς οὐχ οἷόν τ’ ἦν οὐδὲ περὶ τῆς ὑποκειμένης ἡλικίας τε καὶ φύσεως ἀκριβῶς διελθεῖν.
ἁπάσας γὰρ ἐξηριθμησάμεθα τάς τε τῶν τρίψεων καὶ τῶν γυμνασίων διαφοράς, οὐ μὰ Δία τὰς κατὰ μέρος, ὅτι μὴ πάρεργον ἕνεκα παραδείγματος εἰς χρείαν ἐλθούσας, [166] ἀλλὰ τάς γε ἐν εἴδεσί τε καὶ γένεσιν ἀφωρισμένας, ἐν μὲν ταῖς τρίψεσι τὴν σκληρὰν καὶ τὴν μαλακὴν καὶ πρὸ τούτων γε τὴν σύμμετρον ἥντινα δύναμιν ἔχουσιν ἐξηγησάμενοι, προσθέντες δ’ αὐταῖς τὰς κατὰ τὸ ποσὸν διαφοράς, τρεῖς οὔσας καὶ αὐτάς, εἶτα κατὰ συζυγίαν ἐννέα τὰς πάσας ἐπιδείξαντες, ἑκάστης τε τὴν δύναμιν εἰπόντες· ἐν δὲ τοῖς γυμνασίοις τίνα μὲν ὀξέα τε καὶ ταχέα προσαγορεύομεν, τίνα δ’ ἀμβλέα τε καὶ βραδέα, καὶ τίνα τούτων μέσα τε καὶ πρῶτα κατά γε τὴν φύσιν ὑπάρχοντα καὶ περὶ τῶν εὐτόνων καὶ μαλακῶν καὶ βαρέων δὴ καὶ κούφων ὁμοίως, ὅσα τε τούτων ἐστὶ τὰ μέσα διελθόντες ἐδείξαμεν, ὡς χρὴ τὴν ἀρίστην κατασκευὴν ἐν ἅπασι τοῖς μετρίοις τε καὶ συμμέτροις, ἃ δὴ καὶ μέσα τῶν ἀμέτρων ἐστί, διαιτᾶσθαι κατά τε τρίψεις καὶ γυμνάσια καὶ λουτρὰ καὶ τροφὰς ὅσα τ’ ἄλλα συμπληροῖ τὴν ὑγιεινὴν δίαιταν.
ὑπεσχόμεθα δέ, καθάπερ ἐπὶ τρίψεών τε καὶ γυμνασίων ἐποιήσαμεν, εἰς εἴδη τινὰ κοινὰ τὴν θεωρίαν ἀναγαγόντες, [167] ὥστε εὐμνημόνευτόν τε ἅμα καὶ μεθοδικὴν εἶναι τὴν διδασκαλίαν, οὕτω κἀπὶ τῶν ἄλλων ἁπάντων ποιῆσαι· καὶ πρῶτόν γε περὶ τῆς καλουμένης ἀποθεραπείας, ἐπειδὴ τοῖς εἰρημένοις ἔμπροσθεν ἐφεξῆς ἐτέτακτο· δηλώσαντες γάρ, εἰς ὅσον ἐπιτείνειν τε καὶ παραύξειν χρὴ τὰ γυμνάσια πρὸς τὸ τέλειον, ὡς ἐν ὑγείας λόγῳ, ἀκολουθεῖν ἔφαμεν αὐτοῖς τὴν καλουμένην ἀποθεραπείαν, ὑπὲρ ἧς ἤδη λέγωμεν.
Ἓν μὲν καὶ πρῶτον, ὡς διττὴ κατὰ γένος ἐστί· ἡ μέν τις ὡς μέρος, ἡ δ’ ὡς εἶδος γυμνασίου.
περὶ μὲν δὴ τῆς ὡς εἶδος ἑξῆς ἐροῦμεν, περὶ δὲ τῆς ὡς μέρος ἤδη λέγωμεν.
ἅπαντος γυμνασίου καλῶς ἐπιτελουμένου τὸ τελευταῖον μέρος ἀποθεραπεία καλεῖται· δύο δ’ αὐτῆς οἱ σκοποί, κενῶσαί τε τὰ περιττώματα καὶ ἄκοπον φυλάξαι τὸ σῶμα.
κοινὸς μὲν οὖν ὁ πρότερος ὅλῳ τῷ γυμνασίῳ.
καὶ γὰρ κἀκείνου δύο τοὺς πάντας ἐλέγομεν εἶναι [168] σκοπούς, ἐπιρρῶσαί τε τὰ στερεὰ μόρια τοῦ ζῴου καὶ κενῶσαι τὰ περιττώματα.
ὁ δ’ ἴδιος τῆς ἀποθεραπείας σκοπὸς ἐνστῆναί τε καὶ διακωλῦσαι τοὺς εἰωθότας ἐπιγίνεσθαι τοῖς ἀμετροτέροις γυμνασίοις κόπους.
ἐπὶ μὲν οὖν τῶν ἀθλητῶν καὶ τῶν ὁτιοῦν ἔργον ἀναγκαῖον ἐν τῷ βίῳ διαπραττομένων, οἷον ἤτοι σκαπτόντων ἢ ὁδοιπορούντων ἢ ἐρεσσόντων ἤ τι τοιοῦτον διαπραττόντων, ἑτοιμότερον οἱ κόποι συνίστανται, πλὴν εἴ τις ἀποθεραπείᾳ χρῷτο· κατὰ δὲ τὸ προκείμενον ἐν τῷ νῦν λόγῳ σῶμα, τὸ κάλλιστά τε κατεσκευασμένον ἀπηλλαγμένον τε δουλείας ἁπάσης, ὡς μόνῃ σχολάζειν ὑγείᾳ, σπάνιος ἡ τοῦ κόπου γένεσις.
ὥσπερ γὰρ οὐδ’ οἱ πλεῖστα πονοῦντες ἀθληταὶ κατ’ ἄλλο τι γυμνάσιον ἐφεδρεύοντα κόπον ἔχουσι, πλὴν τὸ καλούμενον ὑπ’ αὐτῶν τέλειον, οὕτως οὐδ’ οἱ βίον ἐλευθέριον ζῶντες ὑγείας μόνης ἕνεκα γυμναζόμενοι κοπωθήσονταί ποτε διὰ τὸ μηδ’ εἰς ἀνάγκην ἀφικνεῖσθαι τοῦ τοιούτου γυμνασίου.
τοῖς μὲν γὰρ ἀθληταῖς ἀναγκαῖόν ἐστιν, ὡς ἂν παρασκευάζωσι τὰ σώματα πρὸς τοὺς ἐν τοῖς [169] ἄθλοις πόνους ἀμέτρους ἔσθ’ ὅτε καὶ δι’ ὅλης ἡμέρας γινομένους, γυμνάζεσθαί ποτε τὸ τελεώτατον ἐκεῖνο γυμνάσιον, ὃ δὴ καὶ κατασκευὴν ὀνομάζουσι.
τοῖς δ’ ὑγείας μόνης ἕνεκα γυμναζομένοις οὔτ’ ἀναγκαῖον οὔτε χρήσιμον ὅλως ἐστὶν εἰς ὑπερβάλλοντας ἄγεσθαι πόνους, ὥστ’ οὐδεὶς φόβος ἁλῶναι κόποις.
ἀλλ’ ὅμως ἀποθεραπεύειν αὐτῶν χρὴ τὰ σώματα, κἂν εἰ μὴ διὰ κόπου προσδοκίαν, ἀλλά τοι τοῦ κενῶσαι ἕνεκα τὰ περιττώματα.
προσγίνεται δ’ ἐξ ἐπιμέτρου τῷδε καὶ ἡ πρὸς τὸν κόπον ἀσφάλεια.
καὶ γὰρ εἰ καὶ ὅτι μάλιστα τὸ μέτρον αὐτοῖς τῶν γυμνασίων ἄκοπόν ἐστιν καὶ ὁ τῆς ἐνεργείας τρόπος ἀβίαστος, ἐνδέχεταί ποτε λαθεῖν τὸν γυμναστὴν ἐν ἑκατέρῳ τι σμικρόν, ὃ παροφθὲν ἐργάσεταί τινα, κἂν μὴ μέγαν, ἀλλὰ βραχύν γε τῷ γυμναζομένῳ τὸν κόπον.
οὐ μὴν προσήκει τὸν ἑαυτῷ ζῶντα καὶ μόνῃ σχολάζοντα τῇ τοῦ σώματος ὑγείᾳ βλάπτεσθαί ποτε οὐδὲ τὸ σμικρότατον.
ἀσφαλέστατον οὖν ἀποθεραπείᾳ χρῆσθαι διαπαντός.
ὁποίαν δέ τινα ποιητέον αὐτήν, ἡ τῶν σκοπῶν φύσις ἐνδείξεται.
[170] ἐπειδὴ γὰρ πρόκειται τῶν ἐν τοῖς στερεοῖς τοῦ ζῴου μέρεσι περιττωμάτων, ὅσα θερμανθέντα καὶ λεπτυνθέντα πρὸς τῶν γυμνασίων ἔτι μένει κατὰ τὸ σῶμα, κένωσιν ἀκριβῆ ποιήσασθαι, χρὴ δήπου τάς τε δι’ ἑτέρων ἀνατρίψεις παραλαμβάνεσθαι μετὰ τοῦ συντείνειν τὰ τριβόμενα μόρια καὶ πρὸς τούτοις ἔτι τὴν καλουμένην τοῦ πνεύματος κατάληψιν.
ἐπεὶ δ’ οὔτε τῶν τρίψεων ἓν ἁπασῶν ἐστιν εἶδος οὔτε τῆς τοῦ πνεύματος καταλήψεως, ἄμεινον ἐκλέξασθαι τὸ χρησιμώτατον ἐξ ἑκατέρου.
τῶν μὲν δὴ τρίψεων αἱ σκληραὶ συνδεῖν ἐδείκνυντο, τουτέστι πυκνότερόν τε ἅμα καὶ σκληρότερον ἀποφαίνειν τὸ σῶμα· ὥστ’ οὐκ ἂν ἁρμόττοιεν αἱ τοιαῦται τοῖς παροῦσιν, εἴ γε δὴ τὸ μὲν πυκνούμενον ἐντὸς ἑαυτοῦ στέγει, τὸ δ’ ἀραιούμενον ἐπιτρέπει διαρρεῖν τοῖς περιττοῖς.
οὕτω δὲ καὶ τὸ μὲν σκληρύνεσθαι τοῖς συντεταμένοις ἐναντιώτατον (αὐξάνει γὰρ αὐτῶν τὴν διάθεσιν), τὸ δὲ μαλάττεσθαι χρησιμώτατον.
εἴπερ οὖν ἅμα τε διαφορεῖν χρὴ τὰ περιττώματα καὶ μαλάττειν τὰ συντεταμένα, τὰς σκληρὰς τῶν τρίψεων φευκτέον.
οὐδὲν [171] δ’ ἧττον, οἶμαι, φευκτέον ἐστὶ καὶ τὰς βραδείας.
ἐπειδὴ γὰρ οὐκέτ’ ἐξ ἑαυτοῦ κινεῖται τὸ σῶμα, κίνδυνος αὐτῷ ψυχθῆναί τε καὶ πυκνωθῆναι, μηδὲν ἐπικούρημα θερμαῖνον ἔξωθεν προσλαβόντι.
διὰ ταῦτ’ οὖν οὐ μόνον εἰς τάχος χρὴ τρίβειν, ἀλλὰ καὶ πολλαῖς χερσίν, ἵν’ ὡς οἷόν τ’ ἐστὶ μάλιστα μηδὲν ᾖ μέρος τοῦ τριβομένου γυμνόν.
ἀλλ’ εἴπερ μήτε βραδεῖαν εἶναι προσήκει τὴν τρίψιν μήτε σκληράν, ἔλαιον δαψιλὲς χρὴ περικεχύσθαι τῷ τριβομένῳ σώματι· καὶ γὰρ εἰς τάχος τοῦτο καὶ εἰς μαλακότητα τῇ τρίψει συντελεῖ, καὶ πρόσεστιν αὐτῷ τι καὶ ἄλλο μέγιστον ἀγαθόν· ἐκλύει γὰρ τὰς τάσεις καὶ μαλάττει τὰ πεπονηκότα κατὰ τὰς σφοδροτέρας ἐνεργείας.
διὰ ταῦτα μὲν δὴ φευκτέον ἐστὶ τὴν σκληρὰν τρίψιν, δι’ ἕτερα δὲ τὴν μαλακήν· οὔτε γὰρ ἐξικνεῖται πρὸς τὸ βάθος ἡ τοιαύτη τρίψις, ἀλλ’ αὐτόθι που κατὰ τὸ δέρμα καὶ τὰς πλησίον αὐτοῦ σάρκας ἐκλύεται, οὔτ’ ἐκθλίβει τὰ περιεχόμενα κατὰ τοὺς στενοὺς τῶν πόρων περιττώματα.
δι’ ὃ δὴ τήν τε συνέντασιν τῶν τριβομένων παραλαμβάνομεν καὶ τὴν τοῦ πνεύματος κατάληψιν.
ἡ μέση τοίνυν μαλακῆς καὶ σκληρᾶς, ἥπερ δὴ καὶ σύμμετρός ἐστιν, [172] ἐκπεφευγέναι φαίνεται τό τε τῆς μαλακῆς ἄπρακτον καὶ τὸ τῆς σκληρᾶς βίαιον καὶ βλαβερόν.
ἐνεργηθήσεται δὲ τῶν μὲν τοῦ τρίβοντος χειρῶν ἐρρωμένως ἐπιβαλλομένων, ὡς ἐγγύς που τὴν ἀπ’ αὐτῶν θλίψιν εἶναι τῇ σκληρᾷ τρίψει, διὰ δὲ τὸ πλῆθος τοῦ λίπους καὶ τὸ τάχος τῆς φορᾶς ἐκλυομένων τοσοῦτον, ὡς ἀκριβῶς γίνεσθαι σύμμετρον.
τό τε γὰρ λίπος οὐ σμικρὸν ἀλεξητήριόν ἐστι βιαίας ἐπιβολῆς, τό τε βραχυχρόνιον τῆς ὁμιλίας τοσοῦτον ἀφαιρεῖ τῆς βίας, ὅσον καὶ τοῦ χρόνου.
τείνειν δ’ ἀξιοῦμεν ἐν τούτῳ τὰ τριβόμενα μόρια χάριν τοῦ πᾶν ὅσον ἐστὶ μεταξὺ τοῦ δέρματος καὶ τῆς ὑποκειμένης σαρκὸς περίττωμα διὰ τοῦ δέρματος ἐκκενοῦσθαι.
χαλαρῶν γὰρ ἀμφοτέρων ὑπαρχόντων οὐδὲν μᾶλλον εἴσω φέρεσθαι τοῖς περιττώμασιν ἢ ἔξω συμβήσεται· ταθέντων δὲ τῶν ὑποκειμένων τῷ δέρματι πάντ’ ἐκτὸς ἐκκρίνεται, καθάπερ ὑπὸ δυοῖν πιεζόμενα χεροῖν, μιᾶς μὲν αὐτῆς τῆς ἔξωθεν ἐπιβεβλημένης τοῦ τρίβοντος, ἑτέρας δὲ τῶν τεταμένων ἔνδον μερῶν.
δι’ αὐτὰ δὲ ταῦτα καὶ ἡ τοῦ πνεύματος κατοχή τε καὶ κατάληψις [173] οὐ σμικρὸν μόριον ἀποθεραπείας ἐστίν· ὀνομάζεται δὲ οὕτως, ἐπειδὰν ἅπαντας ἐντείναντές τε καὶ προσστείλαντες τοὺς μῦς τοῦ θώρακος, οἳ κατὰ τὰς πλευράς εἰσιν, ἐπέχωμεν τὴν ἐκπνοήν.
συμβαίνει γὰρ τηνικαῦτα τὸ θλιβόμενον ὑπὸ τῶν πλευρῶν πνεῦμα κεκωλυμένον ἐκπνεῖσθαι διὰ τὸ κεκλεῖσθαι τὸν λάρυγγα πᾶν ὠθεῖσθαι κάτω πρὸς τὸ διάφραγμα· τούτῳ δὲ ὑποκειμένων ἥπατός τε καὶ σπληνὸς καὶ γαστρὸς καί τινων ἑτέρων, συνεξαίρεται ταῦτα σύμπαντα τῷ διαφράγματι.
χρὴ δ’ ἐν τούτῳ συνεντείνειν ἀτρέμα τοὺς κατ’ ἐπιγάστριον μῦς, ἵν’ ὑπὸ τούτων τε ἅμα καὶ τοῦ διαφράγματος, ὥσπερ ὑπὸ δυοῖν θλιβόμενα χεροῖν, ὅσα μεταξὺ κεῖται μόρια τὸ περιεχόμενον ἐν αὐτοῖς περίττωμα πρὸς τοὺς εἴκοντας τόπους ὠθῇ.
τὰ μὲν οὖν μεταξὺ κείμενα τό τε ἧπάρ ἐστι καὶ ὁ σπλὴν καὶ ἡ γαστὴρ καὶ κώλων τε καὶ λεπτῶν ἐντέρων τὰ προὔχοντα· χῶραι δ’ εἰς ὑποδοχὴν ἕτοιμοι τοῖς ἐκθλιβομένοις περιττώμασιν ἥ τε τῆς γαστρὸς εὐρυχωρία πᾶσα καὶ τῶν ἐνταῦθα κειμένων ἐντέρων αἱ κοιλότητες.
εἰ δ’ ἀργοὺς ἀκριβῶς ἐάσαις τοὺς [174] κατ’ ἐπιγάστριον μῦς, οὐδενὸς μὲν τῶν εἰρημένων ἐκκενώσεις τὰ περιττώματα, τὰ δ’ ἐν θώρακί τε καὶ πνεύμονι μεταστήσεις κάτω.
προσήκει δ’ ἐνταῦθα μεθίστασθαι μᾶλλον αὐτοῖς τοῦ μένειν ἐν ἐκείνοις, ὅσῳ καὶ ἡ κένωσις ἑτοιμοτέρα τῶν ἐν τῇ κοιλίᾳ περιεχομένων ἤπερ ἡ τῶν ἐν πνεύμονί τε καὶ θώρακι.
τὰ μὲν γὰρ ἐμεῖταί τε καὶ ἀποπατεῖται ῥᾳδίως, τὰ δὲ μετὰ συντονίας τε καὶ βίας ὑπὸ βηχὸς ἐκβάλλεται.
εἰ μέντοι τις ὁμοίως ταῖς φρεσὶν ἐντείνει τοὺς κατ’ ἐπιγάστριον μῦς ἐν ταῖς τοῦ πνεύματος καταλήψεσιν, ἀκριβέστερον μὲν ἐκκαθαρθήσεται τὰ κάτω τῶν φρενῶν σπλάγχνα, μεταστήσεται δὲ οὐδὲν ἐκ τῶν τοῦ πνεύματος ὀργάνων εἰς τὰ τῆς τροφῆς, ἀλλ’ ἅπαν ἐν θώρακί τε καὶ πνεύμονι μενεῖ τὸ περίττωμα.
διὸ τὴν τοιαύτην κατάληψιν τοῦ πνεύματος οὐκ ἐπαινῶ, ἔτι δὲ μᾶλλον, ὅταν ἤτοι μηδ’ ὅλως ἐντείνας τις τὰς φρένας ἰσχυρῶς καὶ βιαίως ἢ ἐπ’ ὀλίγον προσστείλῃ τοὺς κατ’ ἐπιγάστριον μῦς.
ἀνάγκη γὰρ ἐν τῷδε ἐμπίπλασθαι μὲν αἵματός τε καὶ πνεύματος ἅπαντα τὰ κατὰ τὸν τράχηλον ἀγγεῖα καὶ μόρια, φέρεσθαι δ’ ἄνω τε καὶ πρὸς τὴν κεφαλήν, οὐκ ἐπὶ τὴν γαστέρα τε καὶ [175] κάτω τὰ περιττώματα.
θεάσασθαι δ’ ἔστιν αὐτὸ κἀπὶ τῶν αὐλούντων ἢ μέγιστον ἢ ὀξύτατα φωνούντων· εὐρύνεται γὰρ αὐτῶν ἅπας ὁ τράχηλος, οἰδίσκεται δὲ τὸ πρόσωπον, ἥ τε κεφαλὴ πληροῦται σφοδρῶς, ὅτι καὶ κατὰ τοῦτο τὸ ἔργον οἱ κατ’ ἐπιγάστριον ἐντείνονται μύες εἴκοντος αὐτοῖς τοῦ διαφράγματος.
ἔστι γὰρ δὴ τὸ τοιοῦτον ἔργον ἅπαν, ὡς ἐν τοῖς Περὶ φωνῆς ἀποδέδεικται, μικτὸν καὶ σύνθετον ἔκ τε μεγίστης ἐκπνοῆς καὶ πνεύματος καταλήψεως, ἐν μὲν ταῖς ἀθρόαις ἐκφυσήσεσι μεγίστης ἐκπνοῆς γινομένης ἐπὶ σφοδροτάταις ἐντάσεσι τῶν κατὰ τὰς πλευρὰς μυῶν ἅμα τοῖς κατ’ ἐπιγάστριον, ἐν δὲ ταῖς τοῦ πνεύματος καταλήψεσι τῆς μὲν αὐτῆς ἐντάσεως γινομένης ἑκατέρων τῶν μυῶν, ἐκπνεομένου δ’ οὐδενός, ἐπὶ δὲ τῶν αὐλούντων τε καὶ φωνούντων ὀξὺ τῶν μὲν μυῶν ὡσαύτως τεινομένων, οὔτε δ’ ἐπεχομένης ἀκριβῶς τῆς ἐκπνοῆς οὔτε ἀθρόως ἐπιτελουμένης, ἀλλὰ μέσην ἐχούσης κατάστασιν, ὥστε ταῖς τρισὶν ἐνεργείαις κοινὴν μὲν εἶναι τὴν [176] τάσιν τῶν μυῶν, ἰδίαν δὲ κατὰ μὲν τὰς ἀθρόας ἐκφυσήσεις τὴν ταχεῖαν ἔξω φορὰν τοῦ πνεύματος, κατὰ δὲ τὰς καταλήψεις τὴν ἐπίσχεσιν, ἐν δὲ ταῖς αὐλήσεσί τε καὶ φωναῖς σύμμετρον κένωσιν.
αἰτία δὲ τῆς διαφορᾶς τῶν τριῶν ἐνεργειῶν ἡ φάρυγξ, ἀνοιγνυμένη μὲν ἐπὶ πλεῖστον ἐν ταῖς ἀθρόαις ἐκφυσήσεσιν, ἀκριβῶς δὲ κλειομένη καταλαμβανόντων τὸ πνεῦμα, μέσην δ’ ἔχουσα κατάστασιν αὐλούντων τε καὶ φωνούντων ὀξύ τε ἅμα καὶ μέγα.
περὶ μὲν δὴ τούτων ἀνάγκη ποτὲ καὶ αὖθις εἰπεῖν ἐν τῷ περὶ τῆς ἀναφωνήσεως λόγῳ.
ἡ δ’ εἰς τὴν ἀποθεραπείαν ἐπιτήδειος ἐξαίρει τὴν γαστέρα, τεινομένων μὲν ἁπάντων τῶν τοῦ θώρακος μυῶν, ἀνιεμένων δὲ τῶν κατ’ ἐπιγάστριόν τε καὶ τὰς φρένας· οὕτω γὰρ ἐνεχθήσεται κάτω τὰ περιττώματα.
δευτέραν δὲ ἔχει τάξιν ἡ μετρίως ἐντείνουσα τοὺς κατ’ ἐπιγάστριον μῦς ὑπὲρ τοῦ τὰ κάτω τῶν φρενῶν ἀποθεραπεῦσαι σπλάγχνα.
τῶν δ’ αὐτῶν τούτων ἕνεκα καὶ αἱ τῶν ἁμμάτων περιφοραὶ γινέσθωσαν, ἃς ἐξόπισθεν τῶν τριβομένων οἱ τρίβοντες ἱστάμενοι [177] ποιοῦνται περὶ τὴν γαστέρα σύμπασαν· ἄλλας δ’ ἐκ τῶν πρόσθεν ἱστάμενοι τῶν μεταφρένων περιβολὰς ἁμμάτων ποιοῦνται τὼ χεῖρε περιάγοντες· ἄλλας δὲ ταῖς πλευραῖς τε καὶ τῇ ῥάχει καὶ τῷ στέρνῳ συνεπιστρεφομένου πως αὐτοῖς τοῦ τριβομένου.
κατὰ τῆς ὀσφύος δὲ γινέσθωσαν ἁμμάτων ὅμοιαι περιβολαί τε καὶ περιφοραί, συνεντεινομένου μὲν ἁπάσαις αὐταῖς τοῦ τριβομένου, συνεπιστρεφομένου δὲ οὐχ ἁπάσαις· οὐδὲ γὰρ συνεχεῖς ἔτ’ αὐτὸν ἀπὸ τῆς θεραπείας χρὴ ποιεῖσθαι τὰς κινήσεις, ὥσπερ οὐδὲ σφοδράς, ἀλλὰ ποιεῖσθαι μέν τινας, ἐκ διαλειμμάτων δ’ ἐχόντων τρίψεις· αἱ μὲν γὰρ συνεχεῖς τε καὶ σφοδραὶ τρίψεις ἴδιαι τῶν κατασκευαστικῶν γυμνασίων εἰσίν, αἱ δὲ μήτε συνεχεῖς μήτε σφοδραὶ τῆς ἀποθεραπείας οἰκεῖαι.
ὥστε πολλάκις μὲν ἐνανειλείσθω, πολλάκις δὲ καὶ διανωθείσθω, πολλάκις δὲ καὶ μεταβαλλέτω τὸν προγυμναζόμενον ἐν τούτῳ τῷ καιρῷ.
πολλάκις δὲ καὶ κατὰ νώτου γινόμενος αὐτός, ἑκάτερον ἐν μέρει τῶν σκελῶν περιπλέκων τῷ προγυμναστῇ μετ’ ἐντάσεώς τινος οὐκ ἠπειγμένης, ὑφ’ ἑτέρων εὐκαίρως [178] ἐπαφωμένων τριβέσθω· οὕτω γὰρ ἂν μάλιστα διαφυλάττοι τε τὴν ἐν τοῖς γυμνασίοις ηὐξημένην θερμότητα καὶ συνεκκρίνοιτο ταῖς ἰδίαις ἐντάσεσί τε καὶ κινήσεσι τὰ περιττώματα· πρὸς ὃ δὴ καὶ ἡ τοῦ πνεύματος κατάληψις οὐκ ὀλίγον μοι ἔοικεν ἐπιβοηθεῖν· ὠθούμενον γὰρ τοῦτο πανταχόθεν εἰς τοὺς λεπτοὺς πόρους ἀναγκάζεται καταδύεσθαι, καὶ ἢν ἐπὶ πλέον θλίβηταί τε καὶ προωθῆται, πάντας αὐτοὺς διεξέρχεται, συναποφερόμενον ἑαυτῷ τι καὶ τῶν λελεπτυσμένων περιττωμάτων.
οὕτω γέ τοι καὶ τρήματα πολλάκις ὀργάνων λεπτὰ τοὺς δημιουργοὺς ἔστιν ἰδεῖν ἐκκαθαίροντας ἐμφυσήσει σφοδροτέρου πνεύματος.
εἰς ὅσον γὰρ τοῦτο φέρεται πρόσω βιαίως ἐπαναγκαζόμενον, εἰς τοσοῦτον τὰ μὲν ὠθεῖται πρὸς αὐτοῦ, τὰ δὲ παρασύρεται διεξελθεῖν ἐφιέμενα τὴν ὁδὸν ἅπασαν· ὠθεῖται μὲν τὰ πρόσω, παρασύρεται δὲ τὰ πλάγια, τῇ ῥύμῃ τῆς φορᾶς ἄμφω βιαζόμενα.
καὶ τοίνυν καὶ τῶν γυμνασίων αὐτῶν μεταξὺ παραλαμβάνουσιν οἱ ἄριστοι γυμνασταὶ κατάληψιν [179] πνεύματος, ὥσπερ γε καὶ τὴν προειρημένην ἀποθεραπευτικὴν τρίψιν, ἅμα μὲν ἀναπαύοντες, ὅταν ἄρχωνται κάμνειν, ἅμα δὲ κατὰ βραχὺ διακαθαίροντες τοὺς πόρους, ἵν’ εὔπνουν τε ἅμα καὶ καθαρὸν ᾖ τὸ σῶμα πρὸς τοὺς ἑξῆς πόνους, ὡς κίνδυνός γε μηδενὸς τοιούτου προνοηθέντα τὸν γυμναστὴν ἐμφράξαι μᾶλλον ἢ καθῆραι τοὺς πόρους.
αἱ γάρ τοι σφοδρόταται φοραὶ τῶν ὑλῶν τἀναντία πεφύκασιν ἐργάζεσθαι, κατὰ διαφέροντας καιροὺς καὶ τρόπους ἐνεργούμεναι· ἐμφράξεις μέν, ὅταν ἀθρόον τε ἅμα καὶ πολὺ καὶ παχὺ τὸ φερόμενον ᾖ, καθάρσεις δέ, ἐπειδὰν ὀλίγον τε καὶ λεπτομερὲς ὑπάρχον μὴ πάνυ κατεπείγηται καὶ καταναγκάζηται πᾶν ἀθρόως ἐκκενοῦσθαι.
φαίνεται γὰρ οὕτω ταῦτα γινόμενα κατά τι τῶν ἐκτὸς ἁπάντων ὀργάνων τε καὶ πλοκάμων.
ἀποπλύνεται γάρ τοι καὶ ἀπορρύπτεται τὸ περιττὸν ἅπαν ἐξ αὐτῶν, οὐχ ὅταν, ὑπεξιόντων ἔτι τῶν προτέρων, ἕτερα βιαίως ἐπιφέρηται (κίνδυνος γὰρ ἐν τῷδε, σφηνωθέντα καὶ διερεισθέντα πρὸς ἄλληλα τὰ διεξερχόμενα ἐμφράξαι τὴν ὁδόν), ἀλλ’ ὅταν τῶν προτέρων [180] ἤδη κεκενωμένων αὖθις ἕτερα κενωθῇ.
καὶ τί δεῖ περὶ τῶν μικροτέρων θαυμάζειν, ὅπου γε καὶ τῶν θεάτρων ἀθρόως ἐξιόντες πολλοὶ κατὰ τὰς διεξόδους ἴσχονται; διὰ ταῦτα μὲν δὴ καὶ τοὺς ἐν μέσοις τοῖς πόνοις ἀποθεραπείᾳ χρωμένους ἐπαινῶ, καὶ μάλιστα ἐπὶ τῶν τοὺς βαρεῖς καλουμένους ἄθλους ἀσκούντων.
ἀλλὰ περὶ μὲν τούτων αὖθις, ὁ δὲ νῦν ἡμῖν ὑποκείμενος ἄνθρωπος οὐκ ἀθλητικὴν εὐεξίαν, ἀλλ’ ἁπλῶς ὑγείαν ἔχει τὸν σκοπόν.
οὔτ’ οὖν πολλῶν αὐτῷ χρεία γυμνασίων ἐστὶν οὔτε πρὸς ἀνάγκην ἐδωδῆς, ἀλλ’ οὐδὲ πλήθους κρεῶν χοιρείων οὐδ’ ἄρτων τοιούτων, οἵους ἐσθίουσιν οἱ βαρεῖς ἀθληταί.
διὰ ταῦτα γοῦν ἅπαντα τῷ μὲν οὐδεὶς κίνδυνος ἐμφραχθῆναι τοὺς πόρους, εἰ καλῶς προπαρασκευάσαιτο, τουτέστι ἐπιτηδείᾳ τε τρίψει καὶ πόνοις ἐξ ὀλίγου τε ἅμα καὶ κατὰ βραχὺ προϊοῦσιν, ἀθλητῇ δὲ βαρεῖ κίνδυνός ἐστι διά τε τὴν ποιότητα καὶ τὸ πλῆθος τῶν ἐδεσμάτων, εἰ μὴ πάντα γίνοιτο καλῶς, ἐμφραχθῆναι μᾶλλον ἐν τοῖς γυμνασίοις ἢ κα θαρθῆναι τοὺς πόρους.
[181] Ἅλις μὲν ἤδη μοι τῶν περὶ τῆς ἀποθεραπείας λόγων.
ἴωμεν δ’ ἑξῆς ἐπὶ τὰ λουτρά, τοσοῦτον ἔτι μόνον εἰπόντες ὑπὲρ τῶν προκειμένων, ὡς, ὅστις ἂν ἐλάττοσιν ἔπεσιν ἑρμηνεύσῃ ταῦτα, μακρολογίαν ἡμῖν ἐγκαλείτω.
εἰ δὲ τῶν ἀναγκαιοτάτων τι θεωρημάτων ἢ τῶν ταῦτα πιστουμένων ἀποδείξεων ὑπερβάς τινας βραχὺν ἡγοῖτο πεποιηκέναι τὸν λόγον, οὐκ ἀγάλλεσθαι προσῆκεν, ἀλλ’ αἰσχύνεσθαι μᾶλλον αὐτῷ ταῖς τοιαύταις βραχυλογίαις.
ἐγὼ δέ, καίτοι βιβλίον ὅλον ὑπὲρ τῆς καλουμένης ἀποθεραπείας γράψαι δυνάμενος, οὐκ ἐδικαίωσα ποιεῖν οὕτως, συντέμνειν ὅτι μάλιστα τὸ μῆκος τῆσδε τῆς πραγματείας προῃρημένος.
εἰ γὰρ ἐπὶ τὸ διελέγχειν ὅσα κακῶς εἴρηται τοῖς πλείστοις ἐτραπόμην, οὐ μικρὰν οὐδὲ φαύλην ὕλην εἰς μῆκος λόγων ἔσχον ἄν· ἀλλ’ ἐξ ὧν ἀπέδειξα, νομίζω τοῖς ἔχουσι νοῦν ἁπάσας τῆς ἀντιλογίας τὰς ἀφορμὰς παρεσχῆσθαι.
λέγοντος γοῦν Ἀσκληπιάδου τὴν κατάληψιν τοῦ πνεύματος ἐμπιπλάναι τὴν κεφαλήν, ἐξ ὧν ἐγὼ διωρισάμην ὀλίγον [182] ἔμπροσθεν ἐπιδεικνὺς αὐτῆς τὰς διαφοράς, ἔνεστι τῷ βουλομένῳ τὴν πρὸς αὐτὸν ἀντιλογίαν ποιεῖσθαι.
οὕτω δὲ καὶ κατὰ τὸ δεύτερον βιβλίον ἐξῆν δήπου κἀμοὶ τὰ κατὰ μέρος ἅπαντα γυμνάσια διηγουμένῳ μηκῦναι τὸν λόγον, ὥσπερ ἄλλοι τέ τινες ἐποίησαν ὅ τε κάλλιστα μεταχειρισάμενος ὅλην τὴν πραγματείαν Θέων ὁ Ἀλεξανδρεύς· τέτταρα γὰρ οὗτος ἔγραψε βιβλία περὶ τῶν κατὰ μέρος γυμνασίων, ἃ πάντα κἀμοὶ λέγειν ἐξῆν ἄμεινόν γε ἑρμηνεύειν ἐκείνου δυναμένῳ καὶ προσέτι καὶ ἄλλων πολλῶν μνημονεύειν γυμνασίων ἔργοις κοινῶν.
ἐκεῖνος μὲν γὰρ ὡς ἂν ἀθλητὰς μάλιστα γυμνάζειν ἔργον πεποιημένος ἐν τοῖς ἐπ’ ἐκείνων ἐπλεόνασε γυμνασίοις, ἔξεστι δὲ τῷ βουλομένῳ περὶ πάντων τῶν κατὰ πάσας τὰς τέχνας διεξέρχεσθαι.
ταῦτα μὲν οὖν μοι λελέχθω πρὸς τοὺς ἀγανακτήσοντας τῷ μήκει τῆς πραγματείας.
Καιρὸς δ’ ἤδη περὶ λουτρῶν διέρχεσθαι, πρῶτον μέν, ὁπόσα [183] γλυκέων ὑδάτων ἐστὶ θερμαινομένων, ἐπειδὴ τούτων ἡ χρεία πλείων, ἑξῆς δὲ τῶν ψυχρῶν, εἶθ’ οὕτω τῶν αὐτοφυῶν ὀνομαζομένων, καὶ αὐτῶν δή που τὰ μὲν εὔκρατα, τὰ δὲ ζέοντα, τὰ δὲ χλιαρά, τὰ δὲ ψυχρὰ παντάπασιν ὑπάρχει.
ἔστι δὲ ἡ τῶν γλυκέων ὑδάτων θερμῶν δύναμις εὐκράτων μὲν ὄντων ὑγρὰ καὶ θερμή, χλιαρωτέρων δὲ γενομένων ὑγρὰ καὶ ψυχρά, θερμοτέρων δὲ τοῦ δέοντος ἀποτελεσθέντων θερμὴ μέν, οὐκέτι δ’ ὁμοίως ὑγρά.
φρίττειν γὰρ ἀναγκάζει τὰ σώματα καὶ πυκνοῦσθαι τοὺς πόρους αὐτῶν, ὡς μήτ’ ἀπολαύειν ἔτι τῆς ἔξωθεν ὑγρότητος μήτ’ ἐκκενοῦσθαί τι τῶν ἔνδον περιττωμάτων.
ἀλλὰ γὰρ ἀπὸ τῶν εὐκράτων ἀρκτέον, ἃ διὰ παντὸς ὑγραίνει μὲν καὶ θερμαίνει καθ’ ἑαυτά.
συμβαίνει δ’ αὐτοῖς ἐνίοτε κατά τι συμβεβηκὸς ἤτοι διαφορεῖν τὰς ὑγρότητας ἢ πληροῦν ῥεύματος περιττοῦ τὰ μόρια τοῦ σώματος ἢ μαλάττειν ἢ πέττειν ἢ ῥωννύναι τὴν δύναμιν ἢ καταλύειν.
εἰς ταῦτα μέν γε καὶ ἡ ποσότης αὐτῶν οὐκ ὀλίγα συντελεῖ.
πολλὰ δὲ καὶ ἄλλα τῶν τοῖς εἰρημένοις ἑπομένων ἔνεστι καταλέγειν ἔργα τῶν εὐκράτων ποτίμων [184] λουτρῶν, ὧν τὰ πρέποντα τῇ νῦν ἡμῖν ἐνεστώσῃ πραγματείᾳ λεχθήσεται καθ’ ὅσον ἐγχωρεῖ διὰ βραχυτάτων, ἀναβεβλημένης ἐν τῷ παρόντι τῆς εἰς τὰ νοσήματα χρείας αὐτῶν.
εἰς δὲ τὴν ὑγιεινὴν χρῆσιν ὁ προκείμενος ἐν τῷ λόγῳ νεανίσκος ἡκέτω γεγυμνασμένος ὡς εἴρηται πρόσθεν.
ἐπὶ τούτου τοίνυν ὀλίγη μὲν ἡ ἐξ αὐτοῦ ὠφέλεια· πάντα γὰρ ἔχει φθάνων ἐκεῖνος ἔκ τε τῶν συμμέτρων γυμνασίων καὶ τῆς εἰρημένης ἀποθεραπείας.
ὅμως δ’ οὖν, εἰ καλῶς παραλαμβάνοιτο τὰ λουτρά, μέρος ἄν τι γένοιτο καὶ αὐτὰ τῆς ἀποθεραπείας, εἴ γε δὴ μαλάττει μὲν τὰ σκληρὰ καὶ τὰ τεταμένα μόρια, διαφορεῖ δ’, εἴ τι περίττωμα καὶ σύντηγμα πρὸς τοῦ δέρματος ἐντὸς ἴσχοιτο.
ἀλλὰ τούτων γε οὐδετέρου χρῄζειν ἔοικεν ὁ ὑποκείμενος ἄνθρωπος ἐν τῷ λόγῳ· οὔτε γὰρ σύντηγμα σαρκὸς ἁπαλῆς ἢ πιμελῆς εἰκὸς αὐτῷ γεγονέναι τι κατὰ τὰ γυμνάσια.
ταῖς γὰρ ἀμέτροις τε καὶ σφοδραῖς κινήσεσιν εἵπετο τὰ τοιαῦτα, κεκένωται δὲ πάντ’ αὐτῷ τὰ περιττώματα [185] καὶ μεμάλακται τὰ στερεὰ μόρια κατὰ τὸν τῆς ἀποθεραπείας καιρόν, ὥστ’ ἀποπλύνασθαι τὸν ἱδρῶτα καὶ τὴν κόνιν, εἰ καὶ ταύτῃ ποτὲ χρήσαιτο, δεῖται μᾶλλον ἢ θερμανθῆναι κατὰ τὸ βαλανεῖον.
διαβαδίσαι τοιγαροῦν χρῄζει μόνον ἄχρι τῆς δεξαμενῆς, οὐκ ἐνδιατρῖψαι τῷ βαλανείῳ καθάπερ οἱ χωρὶς τοῦ γυμνάσασθαι καθέψοντες ἑαυτούς.
οὐ μὴν οὐδ’ ἐγχρονίζειν ἐν τῇ κολυμβήθρᾳ δεῖται, περιπλυνάμενος δ’, ὡς εἴρηται, πρὸς τὸ ψυχρὸν ὕδωρ ἐπειγέσθω.
σύμμετρον δ’ ἔστω καὶ τοῦτο τῇ συμμέτρῳ φύσει τοῦ σώματος.
ἐφ’ ὅσον γὰρ ἤτοι σφόδρα ψυχροῦ χρεία τοῦ ὕδατος ἢ χλιαροῦ τε καὶ οἷον εἰληθεροῦς, αὖθις εἰρήσεται.
τὸ δ’ ἄριστα πεφυκὸς σῶμα, μέχρι μὲν αὐξάνεται, λέλεκταί που καὶ πρόσθεν, ὡς οὐ χρὴ ψυχρῷ λούειν, ἵνα μή τι τῆς αὐξήσεως αὐτοῦ κωλύσωμεν· ηὐξημένου δ’ ἱκανῶς, ἐθίζειν ἤδη καὶ τῷδε· κρατύνει τε γὰρ ἅπαν τὸ σῶμα καὶ τὸ δέρμα πυκνὸν καὶ σκληρὸν ἀποτελεῖ· κράτιστον δὲ τοῦτο πρὸς τὴν ἀπὸ τῶν ἔξωθεν βλάβην.
ὡς δ’ ἄν τις ὑπάρξαιτο λούσασθαι ψυχρῷ, μηδενὸς ἀπὸ τῆς ἐξαιφνιδίας μεταβολῆς ἀπολαύσας βλαβεροῦ, παντὸς μᾶλλον ἐπίστασθαι [186] χρή.
πολλοὶ γὰρ κακῶς ἀρξάμενοι διεβλήθησαν οὕτω πρὸς ὅλον τὸ ἐπιτήδευμα τῆς ψυχρολουσίας, ὥστε μηδὲ τοῖς ἀσφαλῶς αὐτὸ μεταχειριζομένοις ὑπομένειν ἑαυτούς ποτε παρασχεῖν.
ἔστω τοίνυν ὁ μὲν τοῦ ἔτους καιρὸς ἀρχόμενον θέρος, ἵνα πρὸ τοῦ χειμῶνος ἐν ἅπαντι τῷ μεταξὺ χρόνῳ γένηταί τις ἐθισμὸς ἀξιόλογος.
ἔστω δὲ δή που καὶ ἡ ἡμέρα, καθ’ ἣν ἀρχόμεθα, νήνεμος ὡς ἔνι μάλιστα καὶ εἰς ὅσον οἷόν τε κατ’ ἐκεῖνον τὸν καιρὸν θερμοτάτη.
δῆλον δ’, ὡς καὶ τῆς ἡμέρας αὐτῆς ἐκλέγεσθαι χρὴ τὸ θερμότατον ὥσπερ γε καὶ τὸ γυμναστήριον εὐκρατότατον.
ἡ μὲν οὖν ἔξωθεν αὕτη παρασκευή.
τὸ σῶμα δ’ αὐτὸ τὸ μέλλον χρῆσθαι τῷ ψυχρῷ παρεσκευάσθω κατὰ τάδε.
τῇ μὲν ἡλικίᾳ ἔστω κατὰ τὴν τετάρτην ἑβδομάδα μεσοῦσαν μάλιστα, μηδὲν ὑπὸ μηδενὸς ἠλλοιωμένος αἰτίου προσφάτου κατ’ ἐκείνην τὴν ἡμέραν ἢ τὴν πρὸ αὐτῆς νύκτα, τὴν δ’ ὑγιεινὴν κατάστασιν, ἣν εἶχεν ἔμπροσθεν, ἀκριβῶς διαφυλάττων.
ἔστω δὲ καὶ κατὰ τὴν ψυχὴν εὔθυμός τε καὶ φαιδρὸς ὁ μέλλων χρήσασθαι τῷ ψυχρῷ νεανίας, εἴπερ ποτὲ ἄλλοτε, [187] καὶ τότε μάλιστα.
πρῶτον μὲν οὖν ἀνατριβέσθω σινδόσιν ἐπιπλέον ἢ πρόσθεν· ἔστωσαν δὲ καὶ σφοδρότεραι νῦν μᾶλλον ἢ πρόσθεν αἱ τρίψεις καὶ διὰ σκληροτέρων ὀθονίων· εἰ δὲ καὶ χειρῖδας ῥαπτὰς περιθέμενοι ταῖς χερσὶν οἱ προγυμνασταὶ τρίβοιεν, ὡς ὁμαλωτέραν γενέσθαι τὴν ἐνέργειαν, οὐδὲν ἂν εἴη χεῖρον.
ἐφεξῆς δὲ δι’ ἐλαίου τριβέσθω, καθότι σύνηθες ἦν αὐτῷ· κἄπειτα γυμναζέσθω τῷ πλήθει μὲν ἴσα γυμνάσια, θάττονα δὲ νῦν ἢ πρόσθεν· ἔπειθ’ οὕτως εἰς τὸ ψυχρὸν ὕδωρ καταβαινέτω μὴ βλακεύων, ἀλλ’ ἐπωκύνων τὴν ἐνέργειαν ἢ ἀθρόως ἐναλλέσθω, σκοπὸν ἐν ἀμφοῖν ἔχων, ὡς μάλιστα καθ’ ἕνα χρόνον ἅπασι τοῖς σώματος μέλεσι περιχυθῆναι τὸ ὕδωρ· τὸ γὰρ κατὰ βραχὺ πλησιάζειν αὐτῷ φρίκης ἐστὶ ποιητικόν.
ἔστω δὲ μήτε χλιαρὸν τὸ ὕδωρ μήτε ἀτέραμνόν τε καὶ παγετῶδες· τὸ μὲν γὰρ οὐ ποιεῖ θερμασίας ἐπανάκλησιν, τὸ δὲ ψύχει καὶ καταπλήττει τοὺς ἀήθεις.
ὡς ἔν γε τῷ χρόνῳ προϊόντι καὶ τοιούτῳ ποτὲ χρήσαιτ’ ἂν ἡμῖν ὁ νεανίσκος, ἀνάγκης καταλαβούσης· ἀλλὰ κατά γε τὴν πρώτην [188] ἡμέραν ἀκριβῶς χρὴ φυλάττεσθαι τὸ λίαν ψυχρόν.
ἐξελθόντα δὲ τοῦ ὕδατος ἐπιπλέον ἀνατρίβεσθαι προσήκει δι’ ἐλαίου, μέχρις ἂν ἐκθερμανθῇ τὸ δέρμα· καὶ μετὰ ταῦτα σιτία μὲν πλείω τῶν εἰωθότων, ἔλαττον δὲ προσφερέσθω τὸ πόμα.
ταῦτα δ’, εἰ καὶ σὺ μὴ κελεύσειας, αὐτὸς ἂν οὕτω ποιήσειεν ἁπάντων ὀρθῶς γενομένων.
καὶ γὰρ ὀρέγονται πλεόνων ἐπὶ ταῖς ψυχρολουσίαις καὶ πέττουσιν ἄμεινον καὶ διψῶσιν ἧττον.
ἀφικνοῦνται δὲ καὶ κατὰ τὴν ὑστεραίαν ἐπὶ τὰ γυμνάσια σαφῶς εὐεκτικώτεροι, τὸν μὲν τοῦ σώματος ὄγκον ἴσον ἔχοντες τῷ πρόσθεν, ἐσφιγμένον δὲ καὶ μυωδέστερον καὶ συντονώτερον καὶ τὸ δέρμα σκληρότερόν τε καὶ πυκνότερον.
ὁμοίως οὖν ἐπ’ αὐτοῦ κατὰ τὴν δευτέραν ἡμέραν πρακτέον ἅπαντα καὶ κατὰ τὴν τρίτην τε καὶ τετάρτην.
εἶθ’ οὕτως ἐπὶ προήκοντι τῷ χρόνῳ κελεύσομεν αὐτὸν ἐμβαίνειν τὸ δεύτερον τῷ ψυχρῷ μετὰ τὴν ἐπὶ τῷ προτέρῳ τρίψιν, ὡς εἴρηται πρόσθεν.
τὸ δὲ καὶ τὸ τρίτον ἔτι τοῦτο ποιεῖν, ὡς ἔνιοί τινες ἐκέλευσαν, οὐκ ἐπαινῶ· καὶ γὰρ καὶ τὸ δεύτερον αὔταρκες εἶναί μοι [189] δοκεῖ δυναμένων γε ἡμῶν, εἰς ὅσον ἂν ἐθελήσωμεν, ἐν αὐτῷ κελεῦσαι διατρίβειν.
ὁ δὲ σκοπὸς κἀνταῦθα τοῦ χρόνου τῆς διατριβῆς ἐκ τῆς καθ’ ἑκάστην ἡμέραν λαμβανέσθω πείρας.
εἰ μὲν γὰρ ἀνελθὼν ἐκ τοῦ ὕδατος ἐπὶ ταῖς ἀνατρίψεσιν εὔχρους ἐν τάχει γίνοιτο, μετρίως ἐν αὐτῷ διέτριψεν· εἰ δὲ δυσεκθέρμαντός τε καὶ ἄχρους διαμένοι μέχρι πλείονος, ἀμετρότερον ἐχρήσατο τῷ ψυχρῷ.
τοῦ χρωτὸς τοίνυν προσέχων τοῖς γνωρίσμασιν ἐξευρήσεις ῥᾳδίως, εἴτε τὸν ἴσον χρόνον αὖθις ἐν τῷ ψυχρῷ διατρίβειν προσήκει εἴτε καὶ μετακινῆσαί τι πρὸς τὸ ἔλαττον ἢ τὸ πλέον.
καὶ περὶ μὲν ψυχρολουσίας ὡς πρὸς τὴν ἀρίστην φύσιν ἱκανὰ καὶ ταῦτα.
Τὰς δὲ τῶν παρεμπιπτόντων ἁμαρτημάτων ἐπανορθώσεις ὅπως ἄν τις κάλλιστα ποιοῖτο, διελθεῖν ἤδη καιρός· εἰ γὰρ καὶ ὅτι μάλιστα τὴν κατασκευὴν τοῦ σώματος ἄμεμπτον ἔχοι τις ἀπηλλαγμένος τε εἴη τῶν κατὰ τὸν βίον ἁπάντων πραγμάτων καὶ ἑαυτῷ μόνῳ ζῶν, ἀλλὰ τό γε μηδέποθ’ ἁμαρτάνειν μηδὲν ἢ αὐτὸν ἢ τὸν ἐπιστάτην αὐτοῦ [190] παντάπασιν ἀδύνατον.
εἰκὸς τοίνυν ἐστὶ πρῶτόν τε καὶ μάλιστα καὶ συνεχέστατα περιπίπτειν ἁμαρτήματι νεανίσκον γυμναστικόν, ‹οἷον› ὁ κόπος ἐστίν· ὑπὲρ οὗ πολλάκις μὲν ἤδη πολλοῖς οὐκ ἰατροῖς μόνον ἢ γυμνασταῖς, ἀλλὰ καὶ φιλοσόφοις εἴρηται, ὥσπερ καὶ Θεοφράστῳ βιβλίον ὅλον ὑπὲρ αὐτοῦ γέγραπται.
ἐγὼ δὲ κἀνταῦθα μήκους φειδόμενος, ὅσα μὲν εἴρηται κακῶς ὑπὲρ αὐτοῦ τισιν, ὑπερβῆναι διέγνωκα, τὰ δ’ ἀναγκαιότατα τοῖς ὑγιεινοῖς ἅμα ταῖς οἰκείαις ἀποδείξεσι διελθεῖν.
καὶ πρῶτόν γε περὶ τῆς ἐννοίας αὐτοῦ· δίκαιον γὰρ ἀπὸ ταύτης ἀρξάμενον οὕτως ἐπὶ τὴν οὐσίαν μεταβῆναι.
ἔννοιαν δ’ ἔχουσι κόπου τινὲς μὲν ἐν τῷ ἐμπίπρασθαι τε καὶ τετάσθαι δοκεῖν ἤτοι πάντα τὰ μέλη τοῦ σώματος ἢ τὰ πονήσαντα μόνον· τινὲς δ’ ἐν τῷ δυσχερῆ τινα καὶ ἀνιαρὰν αἴσθησιν ἑαυτῶν κατὰ τὰς κινήσεις λαμβάνειν, ἥν τινες μὲν ἄρρητον ὑπάρχειν ἔφασαν, ἔνιοι δὲ ἑλκώδη προσηγόρευσαν· ἄλλοι δέ τινες, ὅτι ὡς τεθλασμένων τε καὶ φλεγμαινόντων αἰσθανόμεθα τῶν μελῶν.
εἰσὶν μὲν οἳ καὶ μιγνύουσιν ἀλλήλαις τὰς ἁπλᾶς [191] ταύτας διαθέσεις, τήν τε τῆς τάσεως καὶ τὴν ἑλκώδη καὶ τὴν φλεγμονώδη· τινὲς δὲ δύο μιγνύουσιν ἐξ αὐτῶν, ἤτοι τὴν ἑλκώδη τῇ μετὰ τάσεως ἢ τὴν φλεγμονώδη μεθ’ ἑκατέρας αὐτῶν ἀνὰ μέρος.
ὥσθ’ ἑπτὰ τὰς πάσας γίνεσθαι δόξας περὶ τῆς κατὰ τὸν κόπον ἐννοίας, ἐκ μέρους μέν τινος ἁπάσας ἀληθεῖς, τὸ σύμπαν δὲ οὐχ ἁπλῶς.
ἐάν τε γὰρ ἑλκώδης αἴσθησις γίνηται κινουμένοις, ἐάν τε φλεγμονώδης, κόπος ἐστίν· ὑπὲρ οὗ πολλάκις μὲν ἤδη πολλοῖς οὐκ ἰατροῖς μόνον ἢ γυμνασταῖς, ἀλλὰ καὶ φιλοσόφοις εἴρηται, ὥσπερ καὶ Θεοφράστῳ βιβλίον ὅλον ὑπὲρ αὐτοῦ γέγραπται.
ἐγὼ δὲ κἀνταῦθα μήκους φειδόμενος, ὅσα μὲν εἴρηται κακῶς ὑπὲρ αὐτοῦ τισιν, ὑπερβῆναι διέγνωκα, τὰ δ’ ἀναγκαιότατα τοῖς ὑγιεινοῖς ἅμα ταῖς οἰκείαις ἀποδείξεσι διελθεῖν.
καὶ πρῶτόν γε περὶ τῆς ἐννοίας αὐτοῦ· δίκαιον γὰρ ἀπὸ ταύτης ἀρξάμενον οὕτως ἐπὶ τὴν οὐσίαν μεταβῆναι.
ἔννοιαν δ’ ἔχουσι κόπου τινὲς μὲν ἐν τῷ ἐμπίπρασθαι τε καὶ τετάσθαι δοκεῖν ἤτοι πάντα τὰ μέλη τοῦ σώματος ἢ τὰ πονήσαντα μόνον· τινὲς δ’ ἐν τῷ δυσχερῆ τινα καὶ ἀνιαρὰν αἴσθησιν ἑαυτῶν κατὰ τὰς κινήσεις λαμβάνειν, ἥν τινες μὲν ἄρρητον ὑπάρχειν ἔφασαν, ἔνιοι δὲ ἑλκώδη προσηγόρευσαν· ἄλλοι δέ τινες, ὅτι ὡς τεθλασμένων τε καὶ φλεγμαινόντων αἰσθανόμεθα τῶν μελῶν.
εἰσὶν μὲν οἳ καὶ μιγνύουσιν ἀλλήλαις τὰς ἁπλᾶς [192] ταύτας διαθέσεις, τήν τε τῆς τάσεως καὶ τὴν ἑλκώδη καὶ τὴν φλεγμονώδη· τινὲς δὲ δύο μιγνύουσιν ἐξ αὐτῶν, ἤτοι τὴν ἑλκώδη τῇ μετὰ τάσεως ἢ τὴν φλεγμονώδη μεθ’ ἑκατέρας αὐτῶν ἀνὰ μέρος.
ὥσθ’ ἑπτὰ τὰς πάσας γίνεσθαι δόξας περὶ τῆς κατὰ τὸν κόπον ἐννοίας, ἐκ μέρους μέν τινος ἁπάσας ἀληθεῖς, τὸ σύμπαν δὲ οὐχ ἁπλῶς.
ἐάν τε γὰρ ἑλκώδης αἴσθησις γίνηται κινουμένοις, ἐάν τε φλεγμονώδης, δριμέων ὑπαρχόντων, κεντᾶσθαί τε καὶ οἷον τιτρώσκεσθαι τὸ δέρμα καὶ τὰς σάρκας, ὥστε καὶ φρίκην ἐνίοτε γίνεσθαι καί τι καὶ ῥίγους, ὅταν ἰσχυρῶς ᾖ δριμέα τε ἅμα καὶ πολλά.
τοιοῦτος μὲν δή τις ὁ οἷον ἑλκώδης κόπος.
ἐν ᾧ δὲ τείνεσθαι δοκεῖ τὰ μόρια μόνον, ἑλκώδης δ’ οὔκ ἐστιν [193] αἴσθησις, ἐν τῷδε τῷ κόπῳ περίττωμα μὲν οὐδέν, ὅ τι καὶ ἄξιον λόγου, περιέχεται τοῖς σώμασι, κατὰ δὲ τοὺς μῦς καὶ τὰ νεῦρα διάθεσίς τις ἐπὶ ταῖς σφοδροτέραις ἐντάσεσιν, ἃς ἐποιήσαντο κατὰ τὰ γυμνάσια, συνίσταται τοῦ ποιήσαντος αἰτίου τὴν δύναμιν ἐνδεικνυμένη.
συμβαίνει γὰρ ἐν ταῖς σφοδροτέραις ἐντάσεσιν ἁπάσας μὲν τῶν μυῶν τείνεσθαι τὰς ἶνας, οὐχ ὁμοίως δὲ ἁπάσας κάμνειν, ἀλλ’ ὅσαι μάλιστα κατὰ τὴν εὐθύτητα τῆς τάσεώς εἰσιν· ὡς ὅσαι γε λοξότεραί πως ὑπάρχουσιν, ἧττον εὐθύνονται τεινόμεναι.
ὥστε ταύταις μὲν οὐδεὶς ἐφεδρεύει κίνδυνος, ἐν δὲ ταῖς ἐπὶ πλέον ἐκτεινομέναις, ὡς ἐγγὺς ἥκειν τοῦ διασπασθῆναι, καταλείπεταί τις διάθεσις ὁμοία τῇ κατὰ τὰς ἐνεργείας ἐγγινομένῃ· τείνεσθαι γὰρ ἔτι δοκοῦσι, κἂν μηκέτι τείνωνται.
ἡ δὲ δὴ τρίτη τοῦ κόπου διαφορά, καθ’ ἣν ὥσπερ τεθλασμένων ἢ φλεγμαινόντων αἰσθανόμεθα τῶν μορίων, τηνικαῦτα μάλιστα συμπίπτειν εἴωθεν, ὅταν ἐκθερμανθέντες ἱκανῶς οἱ μύες ἐπισπάσωνταί τι τῶν περικεχυμένων ἑαυτοῖς περιττωμάτων.
εἰ δὲ καὶ περὶ τοὺς [194] τένοντας ἢ τὰ νεῦρα τὴν αὐτὴν γενέσθαι διάθεσιν συμβαίνει, ὀστοκόπον ὀνομάζουσι τὸ πάθημα, τῷ βάθει τῆς αἰσθήσεως ἐπὶ τὰ διὰ βάθους κείμενα μόρια τοὔνομα φέροντες.
ἐπιπολῆς μὲν γὰρ τὸ δέρμα, δευτέραν δὲ ἔχουσι θέσεως τάξιν οἱ μύες, ἐν κύκλῳ τοῖς ὀστοῖς περικείμενοι, συμφυεῖς δὲ οἱ τένοντες ὑπάρχουσι τοῖς ὀστοῖς, ὥστ’ εὐλόγως, ὅταν οὗτοί τι τῶν εἰρημένων πάσχωσιν, ἐν τῷ βάθει τε καὶ περὶ τοῖς ὀστοῖς αὐτοῖς ἡ διάθεσις εἶναι δοκεῖ.
αὗται μὲν δὴ τρεῖς ἁπλαῖ τῶν κόπων εἰσὶ διαφοραί· σύνθετοι δ’ ἐξ αὐτῶν, ὡς ἔμπροσθεν εἴρηται, τέτταρες, ὑπὲρ ὧν ἑξῆς ἐροῦμεν, ἐὰν πρότερον τὸν περὶ τῶν ἁπλῶν διέλθωμεν λόγον.
ἔστι γὰρ δή τις καὶ ἄλλη διάθεσις ἐξαπατῶσά τινας ὡς κόπος, ἧς ἡ μὲν γένεσις ἐν τῷ ξηρανθῆναι τοὺς μῦς περαιτέρω τοῦ προσήκοντος, ὥστε ἅπαν αὐχμηρὸν καὶ προσεσταλμένον φαίνεσθαι τὸ σῶμα καὶ πρὸς τὰς κινήσεις ὀκνεῖν ἀτρέμα, ἄλλο δ’ οὐδὲν ὑπάρχειν αὐτῷ τῶν ἔμπροσθεν εἰρημένων, οὔτε τὴν οἷον ἕλκους αἴσθησιν ἢ τάσεως, οὔτε δὲ πολὺ μᾶλλον τὴν οἷον φλεγμονῆς.
ἐναντιωτάτη γὰρ ἡ ὄψις [195] τοῦ γε τοιούτου καὶ τῆς νῦν λεγομένης διαθέσεώς ἐστιν.
αὕτη μὲν γὰρ αὐχμώδεις καὶ προσεσταλμένους ἀπεργάζεται τοὺς μῦς, ὁ δὲ φλεγμονώδης κόπος ἐν ὄγκῳ μείζονι καὶ αὐτοῦ τοῦ κατὰ φύσιν.
ὥστ’ εἶναι τὰς πάσας τέτταρας ἁπλᾶς διαθέσεις, ἰδίας ἑκάστην ἐπανορθώσεως δεομένην.
Ἀρκτέον οὖν ἀπὸ τοῦ τὴν ἑλκώδη φέροντος αἴσθησιν, ὃν καὶ διὰ δριμύτητα περιττωμάτων ἐλέγομεν συνίστασθαι.
οὗτος ὁ κόπος συμπίπτει μὲν μάλιστα τοῖς κακοχύμοις τε καὶ περιττωματικοῖς σώμασιν.
ἐπιγίνεται δὲ καὶ ταῖς ὑπογυίοις ἀπεψίαις, ὅταν ἤτοι γυμνάσωνται προπετέστερον ἢ ἐν ἡλίῳ διατρίψωσιν.
οὐ μὴν ἀδύνατόν γε αὐτὸν συστῆναί ποτε χωρὶς ἀπεψίας ἐν εὐχύμῳ σώματι δι’ ὑπερβολὴν ἀμέτρων γυμνασίων.
εἰώθασι δ’ αὐτὸν ὀξεῖαί τε καὶ πολλαὶ φέρειν κινήσεις.
πυκνὸν δὲ καὶ φρικῶδες φαίνεται τῶν ἐν τούτῳ τῷ κόπῳ τὸ δέρμα, καὶ ὁμολογοῦσιν ἐν τῷ κινεῖσθαι καθάπερ ἕλκος ἀλγεῖν, οἱ μὲν τὸ δέρμα μόνον, οἱ δὲ καὶ τὰς ὑπ’ αὐτῷ σάρκας.
ἡ δ’ ἴασις ἐξ ὑπεναντίου [196] τῇ διαθέσει· διαφορῆσαι γὰρ χρὴ τὰ περιττώματα, καὶ πέπαυται τὸ πάθημα.
διαφορηθήσεται δὲ τρίψει πολλῇ καὶ μαλακῇ σὺν ἐλαίῳ μηδεμίαν ἔχοντι στύψιν, ὁποῖον μάλιστ’ ἐστὶ τὸ Ϲαβῖνον.
ἐναντιώτατον δὲ τῇ διαθέσει [τό τ’ ἐκ τῆς Ἱσπανίας καὶ] τὸ ἐκ τῆς Ἰβηρίας, ὅπερ Ἱσπανὸν ὀνομάζουσι, τό τε καλούμενον ὀμφάκινον ἢ ὠμοτριβές· ἑνὶ δὲ λόγῳ τὸ αὐστηρὸν ἅπαν οὐκ ἐπιτήδειον, ὡς ἔνεστί σοι γευομένῳ διαγινώσκειν τὴν δύναμιν αὐτοῦ, κἂν μήπω πρότερον ᾖς πεπειραμένος.
οὕτω γοῦν καὶ ἡμεῖς ἐν Μακεδονίᾳ ποτὲ γευσάμενοι τοῦ κατὰ τὸν Αὐλῶνα τὸν περὶ τῷ Στρυμόνι γεννωμένου τῆς αὐτῆς εἶναι δυνάμεως ἐγνωρίσαμεν αὐτὸ τῷ καλουμένῳ Ἱσπανῷ.
καὶ μὲν δὴ καὶ τῶν ἄλλων ἐλαίων ἁπάντων οὕτω γνωρίσεις τὴν δύναμιν, ὅσα τε καταχρηστικῶς ὀνομάζεται καὶ ὅσα σκευάζεται δι’ ἀνθῶν ἢ ῥιζῶν ἢ βοτανῶν ἢ φύλλων ἢ βλαστῶν ἢ καρπῶν.
εἴρηται δ’ αὐτάρκως μὲν ὑπὲρ αὐτῶν ἁπάντων ἐν τῇ περὶ φαρμάκων πραγματείᾳ· λεχθήσεται δὲ καὶ κατὰ τὸν ἐνεστῶτα λόγον ἐν οἰκείῳ καιρῷ.
νῦν δὲ τοῦτ’ ἀρκεῖ [197] μόνον εἰπεῖν, ὡς, ὅπερ ἂν ᾖ γλυκύτατον ἔλαιον, ἐπιτηδειότατόν ἐστιν εἰς τὰ παρόντα.
τούτῳ τοίνυν χρῆσθαι δαψιλεῖ μετὰ τρίψεως πολλῆς, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ὑπὲρ τοῦ μηδ’ ὅλως γενέσθαι τὸν ὑποπτευόμενον ἔσεσθαι κόπον, ἐν δὲ τῇ δευτέρᾳ χάριν τοῦ λῦσαι τὸν ἤδη γεγονότα.
λύει δ’ αὐτὸν τὸ καλούμενον ἀποθεραπευτικὸν γυμνάσιον, ἐν ᾧ καὶ κινήσεις ἔνεστι ποιεῖν συμμέτρους μὲν τῇ ποσότητι, βραδυτέρας δὲ τῇ ποιότητι, μετὰ πολλῶν τῶν μεταξὺ διαναπαύσεων, ἐν αἷς χρὴ τρίβειν τὸν ἄνθρωπον, ἐφαπτομένων ὁμοῦ πλειόνων, ὅπως μήτε καταψύχοιτό τι μέρος αὐτοῦ καὶ τάχιστα διαφοροῖτο τὰ περιττώματα.
πλεονάζειν δὲ χρὴ ταῖς μὲν τρίψεσι κατὰ τὸν ἐν τῷ δέρματί τε καὶ ὑπὸ τῷ δέρματι τὸ πλῆθος τῶν περιττωμάτων ἔχοντα, ταῖς δ’ ἐξ ἑαυτοῦ κινήσεσι κατὰ τὸν ἕτερον κόπον, ᾧ τὸ πλέον ἐν τοῖς μυσὶν ἤθροισται.
τὰ γὰρ ἐν τούτοις περιττώματα τρίψις μόνη διαφορεῖν οὐχ ἱκανή.
δεῖται γὰρ οὐκ ἔξωθεν μόνον ἕλκεσθαι πρός τινος, ἀλλὰ καὶ [198] συναπωθεῖσθαι πρὸς ἑτέρου τινὸς ἔσωθεν.
ἐπωθεῖ δ’ αὐτὰ τό τ’ ἀναπτόμενον θερμὸν ἐν ταῖς κινήσεσι καὶ τὸ συνεκκρινόμενον πνεῦμα καὶ ἡ αὐτῶν τῶν μυῶν ἔντασις, ἐξ ἐπιμέτρου δὲ καὶ ἡ καθ’ ἕκαστον τῶν μορίων ἀποκριτικὴ τῶν ἀλλοτρίων δύναμις.
ὁ δὲ ἕτερος κόπος, ἐφ’ οὗ συντάσεως αἰσθάνονται, τὸν σκοπὸν τῆς ἰάσεως ἔχει τὴν πρὸς Ἱπποκράτους ὀνομαζομένην χάλασιν· ἐναντίον γὰρ τοῦτο τῇ συντάσει, καθάπερ τῇ σκληρότητι ‹ἡ› μάλαξις.
ἔλεγεν οὖν ὧδε· «δέρματος σκληροῦ μάλαξις, συντεταμένου χάλασισ», ὡς ἐναντίον ὑπάρχον τῷ μὲν σκληρῷ τὸ μαλακόν, τῷ δὲ συντεταμένῳ τὸ χαλαρόν.
χαλᾶται δὲ τὸ συντεταμένον ἐν μὲν ταῖς ἄλλαις διαθέσεσιν, ἃς ἐν τῷ πέμπτῳ Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως εἴπομεν, ἑτέρως, ἐπὶ δὲ τῇ διὰ τὰ γυμνάσια τρίψει μὲν ὀλίγῃ τε ἅμα καὶ μαλακῇ δι’ ἐλαίου γλυκέος εἰληθεροῦς, ἀναπαύσει τε ὅλως ἢ ἡσυχίᾳ ἢ καὶ λουτροῖς εὐκράτοις καὶ διατριβῇ πλέονι κατὰ τὸ θερμὸν ὕδωρ, ὥστε, εἰ καὶ δὶς αὐτὸν ἢ καὶ τρὶς λούσαις, ὀνήσεις μειζόνως.
οὗτοι καὶ μετὰ τὰ βαλανεῖα ἀλείφεσθαι δέονται πρὶν ἀμφιέννυσθαι· [199] καὶ εἰ δι’ ἱδρῶτά τινα τύχοιεν ἀπομάξαντες τὸ λίπος, αὖθις ἀλείφεσθαι χρῄζουσι.
καὶ μέντοι καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ἀναστάντες ἐκ τῆς κοίτης ἀλειφθῆναι δέονται, μηδέποτ’ ἄκρως ψυχρῷ τῷ ἐλαίῳ μηδὲ σκληρῶς ἀνατριβόμενοι.
γίνεται δ’ ὁ τοιοῦτος κόπος εὐχύμοις ἀνδράσι πονήσασιν εὔτονα μᾶλλον ἢ ὀξέα γυμνάσια, καὶ δεινῶς ὀκνηρούς τε καὶ δυσκαμπεῖς ἐργάζεται τοὺς κοπωθέντας, οὐ μὴν πυκνοί τε καὶ φρικώδεις οἱ τοιοῦτοι φαίνονται, καθάπερ οἱ μικρὸν πρόσθεν εἰρημένοι.
προσεσταλμένοι δ’ οὐδὲν ἧττον ἐκείνων οὗτοι καὶ αὐχμώδεις ὁρῶνται, καὶ θερμότεροι τοῖς ἁπτομένοις εἶναι δοκοῦσιν οὐ μόνον τῶν τὴν ἑλκώδη διάθεσιν ἐχόντων, ἀλλὰ καὶ σφῶν αὐτῶν, ὅθ’ ὑγίαινον.
Ὁ δὲ τρίτος τῶν κόπων ἐπὶ σφοδροτάταις γίνεται κινήσεσι καὶ μόνος ἐξαίρει τοὺς μῦς εἰς ὄγκον ὑπὲρ τὸ κατὰ φύσιν, ὡς ἐοικέναι φλεγμονῇ τὴν διάθεσιν αὐτῶν.
ταῦτά τοι καὶ ψαυόντων ὀδυνῶνται καὶ θερμότεροι φαίνονται· ὀδυνῶνται δὲ καί, ἣν αὐτοὶ καθ’ ἑαυτοὺς ἐπιχειρήσωσι κινεῖσθαι.
ἀήθεσι δὲ γυμνασίων ἀνθρώποις ὁ τοιοῦτος [200] κόπος ὡς τὰ πολλὰ συμπίπτει, γυμνάζεσθαι δ’ εἰθισμένοις ὀλιγάκις ἐγένετο κατὰ τὰς σφοδροτάτας τε ἅμα καὶ παμπόλλας κινήσεις.
ἡ δὲ ἴασις αὐτοῦ τρεῖς ἔχει τοὺς σκοπούς, οὕσπερ σχεδόν τι καὶ τὰ φλεγμαίνοντα σύμπαντα, κένωσιν τοῦ περιττώματος καὶ ἀνάπαυσιν τοῦ συντεταμένου καὶ ἀνάψυξιν τοῦ φλογώδους.
ἔλαιόν τε οὖν πολὺ χλιαρὸν αἵ τε τρίψεις μαλακώτεραι καὶ ἡ ἐν τοῖς εὐκράτοις ὕδασι διατριβὴ πολυχρονιωτάτη τοὺς τοιούτους ἰᾶται κόπους.
εἰ δὲ καὶ βραχύ τι χλιαρώτερον εἴη τὸ ὕδωρ, ὀνήσει μᾶλλον.
οὕτω δὲ καὶ ἡσυχία πολλὴ καὶ ἀλείμματα συνεχῆ καὶ πάνθ’ ὅσα τὸ μὲν κεκμηκὸς ἀναπαύει τε ἅμα καὶ παρηγορεῖ, τὸ δὲ περιττὸν διαφορεῖ.
τάχα δ’ ἄν τις οἰηθείη τὸν τοιοῦτον κόπον οὐχ ἁπλοῦν οὐδὲ τρίτον ἐπὶ τοῖς εἰρημένοις ἔμπροσθεν δύο, σύνθετον δ’ ὑπάρχειν ἐξ αὐτῶν, οὐδὲν ἔχοντα πλέον τῆς τε τάσεως τῶν νευρωδῶν σωμάτων καὶ τῆς ἑλκώδους αἰσθήσεως· τὴν γὰρ θερμότητα τοῖς τοιούτοις κόποις ἄλλως μὲν ὑπάρχειν φύσει, καθάπερ καὶ τῶν προειρημένων [201] ἑκατέρῳ, οὐ μὴν συμπληρωτικήν γε τῆς ἐννοίας ἢ τῆς οὐσίας εἶναι.
ἀλλά τοι τό γε τοῦ παρὰ φύσιν ὄγκου τούτῳ τῷ κόπῳ μόνῳ παρὰ τοὺς ἄλλους ἐξαίρετον ὑπάρχει καὶ τὸ τῆς ἀλγεινῆς αἰσθήσεως οὐχ ὅμοιον ἔν γε τῷ τονώδει κόπῳ καὶ τῷδε.
τείνεσθαι μὲν γὰρ ἐν ἐκείνῳ, τεθλάσθαι δὲ τὰ νεῦρα σύμπαντα μέχρι καὶ τῶν ὀστῶν οἱ τούτῳ τῷ κόπῳ κατεχόμενοι νομίζουσιν· ὥστε κατά γε ταῦτα διαφοράν τινα ἐξαίρετον ἔχει παρὰ τοὺς ἄλλους δύο κόπους, οὐχὶ σύνθετός ἐστι μόνον.
αὗται μὲν δὴ τρεῖς εἰσιν, εἴτε καταστάσεις σώματος εἴτε διαθέσεις εἴθ’ ὅ τι βούλεταί τις ὀνομάζειν.
ἄλλη δ’ ἐπ’ αὐταῖς τετάρτη, παραπλησία μὲν ὑπάρχουσα κόπῳ, κόπος δ’ οὐκ οὖσα, τῷ μήτε τὴν ἑλκώδη μήτε τὴν τονώδη μήτε τὴν φλεγμονώδη διάθεσιν ἔχειν, ἀλλὰ μηδὲ φρίκην τινὰ μηδ’ ἄλγημα μηδὲ τὸν πρὸς τὰς κινήσεις ὄκνον ὅμοιον τοῖς κόποις ἐπιφέρειν, ἰσχνότητα δὲ μόνην ἅμα ξηρότητι.
γίνεται μὲν οὖν ἐν εὐχύμοις τε ἅμα καὶ γυμναστικοῖς σώμασιν, ὅταν ἀμετρότερον γυμνασθέντα μὴ καλῶς ἀποθεραπευθῇ.
διαφορεῖται γὰρ οὕτω τὰ περιττώματα καὶ χαλᾶται τὰ τεταμένα [202] καὶ οὐδὲν ἄλλο ὑπολείπεται κατὰ τὸ σῶμα πλὴν ξηρότητος, ἣν ἐκ τῆς ἀμετροτέρας κινήσεως ἔσχον.
δεῖται δὲ κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐδενὸς ἐξηλλαγμένου παρὰ τὰ πρόσθεν, ὅτι μὴ θερμοτέρου τοῦ ὕδατος, ὡς συναγαγεῖν ἀτρέμα καὶ θερμῆναι καὶ τονῶσαι τὸ δέρμα, κατὰ δὲ τὴν δευτέραν ἀποθεραπευτικοῦ γυμνασίου βραχέος τε ἅμα καὶ μαλακοῦ καὶ βραδέος ἔν τε κινήσεσι καὶ τρίψεσι καὶ τῆς δεξαμενῆς ὁμοίως θερμῆς.
ἐκπηδάτωσαν δ’ εὐθέως εἰς τὴν ψυχρὰν ὑπὲρ τοῦ μένειν αὐτοῖς τὸν ἐν τῷ δέρματι τόνον ἅμα θερμότητι.
καὶ γὰρ ἧττον ἐν τῷ μετὰ ταῦτα χρόνῳ διαφοροῦνται καὶ ῥᾳδίως εἴς τε τὰς σάρκας καὶ τὸ δέρμα τὴν τροφὴν ἀναλαμβάνουσιν, οὗ μεῖζον ἀγαθὸν οὐδὲν ἂν ἐξεύροις αὐτοῖς, οὐδεμίαν γε διάθεσιν ἐξαίρετον ἔχουσι παρὰ τὴν τῆς σαρκὸς ἰσχνότητα καὶ ξηρότητα.
δεῖται δ’, οἶμαι, τό γε τοιοῦτον ἀνατραφῆναί τε ἅμα καὶ ὑγρανθῆναι, καὶ ταῦτ’ ἄμφω κάλλιστ’ αὐτῷ γίνεσθαι πέφυκεν ἐκ τῆς ὑγραινούσης τροφῆς.
[203] Ἐπειδὴ δὲ ἅπαξ ἐμνημόνευσα τῆς ἐπὶ τοῖς λουτροῖς διαίτης, οὐ χεῖρον ἂν εἴη καὶ τὰ περὶ τῶν κοπωδῶν διαθέσεων ἐπεξελθεῖν.
ὁ μὲν οὖν ἑλκώδης κόπος, εἰ μὲν ἱκανῶς ἀποθεραπευθείη, τῆς συνήθους δεῖται τροφῆς ἤ τι βραχὺ μείονος, ἔτι δ’ ὑγροτέρας τε ἅμα καὶ ἐλάττονος· εἰ δὲ κατὰ τὴν ἀποθεραπείαν εἰς τὴν τετάρτην μεταπέσοι διάθεσιν (εἴωθε γὰρ οὕτω γίνεσθαι τὰ πολλά), κατ’ ἐκείνην καὶ λουέσθω καὶ τρεφέσθω.
ὁ δὲ τονώδης ἔτι δὴ καὶ μᾶλλον ὀλιγωτέρας δεῖται τροφῆς· ὁ δὲ φλεγμονώδης ὑπὲρ ἅπαντας ὑγροτάτης τε καὶ βραχυτάτης καί τι καὶ ψῦχον ἐχούσης.
εὐχύμου δ’ ὁμοίως πάντες οἱ κεκοπωμένοι δέονται τροφῆς, ὁποίᾳ δηλονότι καὶ ὑγιαίνων ὁ ὑποκείμενος ἐν τῷ λόγῳ νεανίσκος ἐχρῆτο.
φυλάττεσθαι δὲ προσήκει τὸ γλίσχρον ἐν αὐτῇ κατά τε τὸν ἑλκώδη καὶ τὸν φλεγμονώδη κόπον, ὡς ἂν κωλῦον διαφορεῖσθαι τὰ περιττώματα.
κατὰ μέντοι τὸν τονώδη καὶ τὰ τοιαῦτα σιτία δοτέον, ἀφαιροῦντα τοῦ πλήθους αὐτῶν.
οὐδὲν [204] οὖν θαυμαστὸν ἐναντιολογίαν εἶναι πολλὴν οὐκ ἰδιώταις μόνον ἐν ἀλλήλοις, ἀλλὰ καὶ τεχνίταις πρὸς ἑαυτούς τε καὶ τοὺς ἰδιώτας, οὔτε περὶ γυμνασίων οὔτε περὶ τρίψεων οὔτε περὶ λουτρῶν οὔτε περὶ διαιτημάτων ὁμολογοῦσιν ὑπὲρ τῶν κοπωθέντων.
ἀκοῦσαι γοῦν ἔστι τῶν μὲν φασκόντων, ὡς κόπῳ χρὴ λύειν τὸν κόπον, ἑτέρων δέ, ὡς ἀνάπαυσις ἰᾶται τὸν κάματον, καὶ τῶν μέν, ὡς ἐνδεῶς χρὴ διαιτᾶσθαι τοὺς κοπωθέντας, ἄλλων δέ, ὡς οὐ μόνον ‹οὐκ› ἀφαιρεῖν προσήκει τῶν εἰθισμένων, ἀλλὰ καὶ τοσούτῳ πλείω προσφέρειν, ὅσῳπέρ ‹τισ› ἔτυχε πλείω γυμνασάμενος (ἀνὰ λόγον γὰρ χρῆναι τοῖς πόνοις προσφέρεσθαι τὰς τροφάς), ἄλλων δέ τινων, ὡς οὔτε προστιθέναι χρὴ ταῖς τροφαῖς οὔτ’ ἀφαιρεῖν.
οὕτω δὲ καὶ λούουσιν οἱ μὲν εὐκράτοις ὕδασιν, οἱ δὲ θερμοτέροις, οἱ δὲ χλιαρωτέροις.
ἥ τε γὰρ ἐμπειρία πρὸς ἐκεῖνο μόνον ἕκαστον ἀπάγει, πρὸς ὅπερ ἔτυχε θεασάμενος πολλάκις, ὅ τε λόγος, ὡς ἂν μὴ τέλειος ὑπάρχων ἑκάστῳ, καθάπερ ἐδείκνυτο πρόσθεν, ἀλλὰ μίαν τινὰ διάθεσιν ἐκδιδάσκων κοπώδη, τὰς δ’ ἄλλας [205] ὥσπερ οὐκ οὔσας ὑπερβαίνων, ἐκείνης μόνης ἐκδιδάσκει τὴν ἐπανόρθωσιν, ἧς ἔγνω μόνης.
ἀληθὲς γοῦν ἐστι καὶ τὸ κόπῳ λύεσθαι τὸν κόπον, ὅταν γε δὴ φαίνηταί ποτε δέον εἶναι τοῖς ἐν τῇ προτεραίᾳ γυμνασίοις ἴσα κατὰ τὴν ὑστεραίαν γυμνάζεσθαι, καὶ τὸ τὴν ἴασιν τῶν κόπων ἡσυχίαν ὑπάρχειν.
τούτων γὰρ τὸ μὲν ἐν τοῖς περιττωματικοῖς κόποις, καὶ μάλισθ’ ὅσοι κατὰ τοὺς μῦς ἔχουσι τὰ περιττώματα, τὸ δ’ ἐν τοῖς τονώδεσί τε καὶ φλεγμονώδεσι φαίνεται συμφέρον.
ἀληθὲς δὲ καὶ τὸ χρῆναι τοὺς κοπωθέντας ἐνδεῶς διαιτᾶσθαι· τοῦτο γὰρ ἑώραται τοὺς φλεγμονώδεις ὠφελοῦν.
ἀληθὲς δὲ καὶ τὸ τὰ συνήθη διδόναι· τοῦτο γὰρ ἐπὶ τῶν ἑλκωδῶν, ὅταν ἀποθεραπευθῶσιν, ὀρθῶς τετήρηται γινόμενον, ὥσπερ γε καὶ τὸ πλείω λαμβάνειν ἐπὶ τῆς ὁμοιουμένης τοῖς κόποις διαθέσεως, εἰς ἣν κἀκ τῆς ἑλκώδους ἔνιοι μεταπίπτουσιν.
οὕτω δὲ καὶ τὸ λούειν εὐκράτοις ὕδασιν ἀληθὲς ἐπὶ τοῖς περιττωματικοῖς κόποις.
ἀληθὲς δὲ καὶ τὸ μὴ λούειν τοιούτοις ἐπί [206] τε τῶν φλεγμονωδῶν (χλιαρωτέρων γὰρ οὗτοι δέονται) κἀπὶ τῆς ὁμοίας κόπῳ διαθέσεως (οὗτοι γὰρ οὐ χρῄζουσι θερμοτέρων).
οἴονται δ’ ἔνιοι καὶ τὴν τοιαύτην διάθεσιν εἶναι κόπον.
ἕτεροι δέ τινες ὁποία μέν τίς ἐστιν ἡ διάθεσις οὐκ εἶπον, ἐφ’ ὧν δ’ ἂν ὑποψία τις ᾖ γενησομένου κόπου συμβουλεύουσι θερμοτέρῳ χρῆσθαι τῷ κατὰ τὸ λουτρὸν ὕδατι καὶ προστιθέασι δὲ τὴν αἰτίαν, ὡς ἡμεῖς ἔμπροσθεν ἔφαμεν, οἱ μὲν ἀναδόσει φάσκοντες, οἱ δὲ θρέψει συντελεῖν τὸ τοιοῦτον λουτρόν, οὐ μὴν καθ’ ὅντινά γε λόγον οἵα τε κωλύειν ἐστὶ κόπον ἀνάδοσίς τε καὶ θρέψις ἐκδιδάσκουσιν, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ὁποία τίς ἐστιν ἡ τοῦ κόπου διάθεσις, οὐδὲ τοῦτο γράφουσιν.
οἱ γοῦν πλείους αὐτῶν οὐδὲν εἶπον, ἔνιοι δὲ τολμήσαντες εἰπεῖν ἀπεφήναντο ξηρότητα.
τὸ μὲν οὖν ὑπὸ τροφῆς θεραπεύεσθαι ξηρότητα καὶ μάλιστα τῆς ὑγραινούσης, ὅπερ οὐδ’ αὐτὸ προστιθέασιν οἱ πλείους αὐτῶν, ἀληθέστατον, οὐ μὴν οὔτ’ ἴαμα τῶν κόπων ἐστὶν οὔτε προφυλακὴ τὸ τοιοῦτον.
ἀλλ’ ὅταν, ὡς εἴρηται, ξηρότερα μὲν ἀπεργασθῇ τὰ μόρια, [207] μήτε δὲ τάσις ᾖ κατ’ αὐτὰ μηδεμία μήτε περιττώματα λεπτὰ καὶ δριμέα μήτε φλεγμονώδης διάθεσις, ἀνατρέφειν δήπου προσήκει τὰ διὰ τὴν κένωσιν ἐξηραμμένα τροφαῖς ὑγραινούσαις, ὡς, εἴ γε μὴ ἀναθρέψειας αὐτάρκως, ἰσχνότερόν τε καὶ ξηρότερον ὄψει κατὰ τὴν ἑξῆς ἡμέραν ἑαυτοῦ τὸ σῶμα.
καὶ ταύτην τὴν διάθεσιν ἔνιοι κόπον ὑπολαβόντες ὑπάρχειν οἴονται θερμοτέρῳ λουτρῷ καὶ τροφῇ δαψιλεῖ κεκωλυκέναι τὴν γένεσιν αὐτῆς.
ἀλλ’ ἐκεῖνο θαυμάζειν ἐνίων ἄξιον, ὥσπερ καὶ Θέωνος, εἰ τὸν ἤδη γεγενημένον κόπον οὐκ ἀξιοῦσιν ὁμοίως ἰᾶσθαι.
εἴτε γὰρ ἣν νῦν εἴρηκα διάθεσιν ὑπολαμβάνει τις εἶναι κόπον, ἀναθρέψει χρὴ λύειν αὐτὸν καὶ κωλύειν γενέσθαι, εἴτε τῶν ἄλλων τινὰ τῶν ὄντως κόπων, ἐνδεέστερον ἐπὶ πάντων χρὴ τρέφεσθαι τὸν ἄνθρωπον, ἔτι τε προσδοκωμένων καὶ ἤδη γεγονότων.
οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὡς ἡ τετάρτη διάθεσις ἡ παρακειμένη τοῖς κόποις, εἰ μὴ κατὰ τὴν πρώτην ἡμέραν ἐπανορθωθείη δι’ εὐτροφίας, εἴς τινα τῶν τριῶν μεταπίπτειν εἴωθεν.
εἰ μὲν γὰρ αὐτὸ τοῦτο μόνον εἴη κατ’ [208] αὐτὴν ἡ ξηρότης, ἰσχνότητος οὐδὲν ἀκολουθήσει πλέον· εἰ δὲ καὶ θερμότης τις συνείη, πυρέξαι κίνδυνος.
οὐ μὴν ταὐτόν γ’ ἐστὶ κόπος καὶ πυρετός, εἰ καὶ ὅτι μάλιστα τῶν κοπωθέντων ἐπύρεξαν ἔνιοι.
θαυμάζειν οὖν ἐπέρχεταί μοι Θέωνος ἐν τῷ τετάρτῳ τῶν κατὰ μέρος γυμνασίων, ἐν οἷς περὶ τοῦ τελείου γυμνασίου διεξέρχεται, τάδε γράφοντος· «καὶ κόπου τινὸς τοῖς οὕτω γυμνασθεῖσιν ὡς τὰ πολλὰ τῇ ἑξῆς ἡμέρᾳ παρακολουθοῦντος, ἡ ζεστολουσία παραιτεῖται τὴν πρὸς τὸν κόπον ἐπιτηδειότητα, πυροῦσα τὴν ἐπιφάνειαν, ἵνα αὕτη σικύας τρόπον τὴν λαμβανομένην τροφὴν ἐπισπωμένη τοῖς κεκμηκόσι ἀντιδιέληται νεύροις.» οὗτος μὲν γὰρ πρὸς τοῖς ἄλλοις ὥσπερ αἴνιγμά τι τὸ «ἀντιδιέληται» ῥῆμα παρέλαβεν ἐν τῷ λόγῳ.
δύναται μὲν γάρ τις ἀκούειν, ἵνα ἡ ἐπιφάνεια σικύας τρόπον ἐπισπωμένη τὴν τροφὴν μέρος ἐξ αὐτῆς τι καὶ τοῖς νεύροις παρέχῃ· δύναται δὲ καὶ τοὐναντίον, ἵνα ἡ ἐπιφάνεια σικύας τρόπον ἐφ’ ἑαυτὴν ἀντισπῶσα τὴν ἐπὶ τὰ νεῦρα φερομένην τροφὴν μερίζηται.
ὥστε κατὰ μὲν τὸν πρότερον λόγον εἰς [209] εὐτροφίαν τοῖς νεύροις συναίρεσθαι θερμανθὲν τὸ δέρμα (τοῦτο γὰρ ἡγοῦμαι λέγειν αὐτὸν «ἐπιφάνειαν»), κατὰ δὲ τὸν δεύτερον εἰς ὀλιγοτροφίαν.
ὅσον μὲν οὖν ἐπ’ αὐτῇ τῇ ῥήσει, τὴν γνώμην τοῦ Θέωνος οὐκ ἄν τις ἐξεύροι· ἐξ ὧν δ’ ἐν ἄλλοις τε λέγει κἀν τῷ τρίτῳ τῶν Γυμναστικῶν, ἐλάττονα τροφὴν δίδοσθαι βούλεται μετὰ τὸ τέλειον γυμνάσιον.
καίτοι γ’ οὐδ’ αὐτὸ τοῦτο διεσάφησε, τίνι ποτὲ λογισμῷ συμβουλεύει.
δίδοται μὲν γὰρ ἐλάττων τροφὴ τῆς συνήθους ἢ τῷ μὴ δεῖσθαι τῆς ἴσης ἢ τῷ μὴ δύνασθαι πέψαι.
τὸ μὲν οὖν πρότερον οὐκ ἀληθὲς ἐπὶ τῶν πολλὰ γυμνασαμένων, τὸ δὲ δεύτερον ἔστιν ὅτε μὲν ἀληθές, ἔστιν ὅτε δὲ ψευδές.
εἰ μὲν γὰρ ἀρρωστοτέραν ἔχοιεν τὴν πεπτικὴν δύναμιν, ἀληθές, εἰ δὲ μὴ ταύτην, ἀλλ’ ἑτέραν τινά, ψευδές.
ἀκούειν δὲ χρὴ πεπτικὴν δύναμιν οὐ τὴν ἐν γαστρὶ μόνον ἢ φλεψὶν ἢ καθ’ ἧπαρ, ἀλλὰ καὶ τὴν καθ’ ἕκαστον μόριον, ὥσπερ ἐν τοῖς παροῦσι τὴν ἐν τοῖς μυσίν, ἐν οἷς δὴ καὶ μάλιστά ἐστιν ἡ διάθεσις, ὑπὲρ ἧς [210] διαλεγόμεθα.
διαφορηθέντες γὰρ ἐπὶ πλέον ἐν τοῖς γυμνασίοις ἰσχνότεροί τε καὶ ξηρότεροι γίνονται.
εἰ μὲν οὖν ἐπ’ ὀλίγον αὐτοῖς ταῦτα συμβαίη, κατεργάζεσθαι δύνανται τροφήν, ὅσησπερ δέονται· εἰ δέ τι πολὺ τοῦ κατὰ φύσιν ἀποχωρήσειαν, ἀδυνατοῦσιν.
ὧν ὁ Θέων οὐδὲν ὅλως οὔτ’ ἐνενόησεν οὔτε διωρίσατο.
τὴν ἀρχὴν γὰρ οὐδ’ ἐκ λόγου τινός, ἀλλ’ ἐξ ἐμπειρίας, ὡς καὶ αὐτὸς ὁμολογεῖ, τὸ θερμότερον ὕδωρ ἐπὶ τῷ τελείῳ γυμνασίῳ χρήσιμον ὑπάρχον ἐτήρησεν.
οὕτως οὖν ἐφεξῆς γράφει· «τοῦτο δέ, εἰ μὲν καὶ τὸν λόγον ἔχει παρακείμενον, εὐτυχήματος ἔργον, εἰ δὲ μή γε, τὸ πρὸς τῶν ἀποτελεσμάτων ἐπιμαρτυρούμενον οὐ παραδεκτέον, εἰ μὴ καὶ τὸν λόγον ἐξ εὐκαίρου ἔχοι συμπροσπίπτοντα».
εἰ μὲν οὖν ἀκριβῶς ἐξευρὼν τὴν διάθεσιν, ἐφ’ ἧς τὸ θερμὸν ὕδωρ ἐπαινεῖ, τὴν αἰτίαν ἀγνοεῖν ὡμολόγει, συγγνωστὸς ἂν ἦν εἰκότως· ἐπεὶ δ’ ἁπλῶς εἶπεν ἐπὶ τῶν τελείων γυμνασίων ἁρμόττειν τὴν ζεστολουσίαν (οὕτω γὰρ αὐτὴν καὶ ὀνομάζει), δύνανται δὲ πολλαὶ διαθέσεις ἀκουλουθῆσαι τῷ τοιούτῳ γυμνασίῳ, μέμψαιτ’ ἄν τις αὐτῷ [211] μὴ διορισαμένῳ περὶ πασῶν ἐφεξῆς.
αὐτὸς γοῦν οἶδε καὶ τὸν φλεγμονώδη κόπον ἀκολουθοῦντα τῷ τοιούτῳ γυμνασίῳ, καθ’ ὃν εἰς ὄγκον μείζονα τοῦ κατὰ φύσιν ἐξαίρεται τὰ πεπονηκότα, καὶ τὸν ἕτερον, ὃν ὡς ἕνα γράφει, τῷ κοινῷ συμπτώματι προσέχων τὸν νοῦν, ὅπερ ἀντίκειται τῷ παρὰ φύσιν ὄγκῳ.
λεπτότεροι μὲν γὰρ ἐν τοῖς ἄλλοις δύο κόποις ἀποτελοῦνται καὶ προσέτι γε τῇ τετάρτῃ διαθέσει, περὶ ἧς ὁ λόγος συνέστηκεν.
ἀλλ’ οὐχ, ὥσπερ ἓν κοινὸν σύμπτωμα τῶν τριῶν διαθέσεών ἐστιν, οὕτω καὶ ἡ διάθεσις μία.
κατὰ μὲν οὖν τὴν ἐπὶ τῇ τάσει τῶν νευρωδῶν σωμάτων οὐ χρὴ λούειν θερμοτέρῳ τοῦ συνήθους· οὕτω δὲ οὐδὲ κατὰ τὴν ἐπὶ τοῖς περιττώμασι· κατὰ δὲ τὴν ἄνευ τούτων ἰσχνότητα συμφέρει λούειν θερμοτέρῳ τοῦ συμμέτρου· γίνεται γὰρ ἡ διάθεσις αὕτη, διαφορηθέντων ἐπὶ πλέον ἐν τοῖς γυμνασίοις τῶν σωμάτων, οὕτως ὡς ἐν ταῖς μακροτέραις ἀσιτίαις εἴωθε συμβαίνειν.
ὥστε καὶ ἡ ἐπανόρθωσις αὐτῶν ἐν προσθέσει τε καὶ ἀναπληρώσει τοῦ κενωθέντος ἐστίν.
οὐ δύναται δ’ αὕτη γενέσθαι τοῦ [212] δέρματος ἀραιοῦ μένοντος.
συναγαγεῖν οὖν αὐτὸ χρὴ καὶ πυκνῶσαι καὶ σφίγξαι πρότερον, εἰ μέλλει τι τῆς δαψιλοῦς τροφῆς ὄφελος ἔσεσθαι.
συνάγει δὲ καὶ στεγνοῖ τό τε ψυχρὸν ὕδωρ καὶ τὸ ζέον.
ἀλλ’ ὑπὸ μὲν τοῦ ψυχροῦ κίνδυνος βλαβῆναι τὸν ἄνθρωπον, ἀραιόν τε ἅμα καὶ κενὸν ἐπὶ τῷ πλήθει τῶν γυμνασίων γεγενημένον· ὑπὸ δὲ τοῦ ζέοντος βλάβη μὲν οὐδεμία, πυκνότης δ’ ἀσφαλὴς ἐγγίνεται τῷ δέρματι, συνεπιλαμβανούσης τι καὶ τῆς ἐγκαταλειπομένης αὐτῷ θερμότητος.
ὅθεν οὐδὲ χρονίζειν ἐπὶ πλέον ἐν τῷ ψυχρῷ προσήκει τὸν οὕτω λουσάμενον, ἀλλ’, ὥσπερ καὶ αὐτὸς ὁ Θέων τοῦτό γε παρετήρησεν ὀρθῶς, φυλακτέον ἐστὶ τὴν ἐν τῷ ψυχρῷ διατριβήν, ὡς τὴν ἐκ τῆς ζεστολουσίας ἀναλύουσαν ὠφέλειαν.
ἡ δὲ αἰτία τοῦ σφαλῆναι τὸν Θέωνα, τὸ μιᾷ διαθέσει συμφέρον ὡς πάσαις ἁρμόττον γράφοντα, τῶν γυμναζομένων ὑπ’ αὐτοῦ σωμάτων ἡ ἕξις ἐστίν· ἀθλητὰς γὰρ ἐγύμναζε τοὺς μετὰ τὸ τέλειον γυμνάσιον εἰς μὲν τὴν τετάρτην διάθεσιν ἑτοίμως ἐμπίπτοντας, εἰς δὲ τὴν τρίτην σπανιάκις.
ὅπερ οὖν ἐθεάσατο πολλάκις, [213] ὡς διηνεκὲς ἔγραψεν.
εἰ δέ γε κακοχύμους ἢ καχέκτας ἢ ἀήθεις γυμνασίων ἢ ἀσθενεῖς ἢ μὴ νεανίσκους ἐγύμναζε, σπανιάκις μὲν ἂν εἰς τὴν τοιαύτην διάθεσιν ἐμπίπτοντας ἐθεάσατο, μυριάκις δ’ εἰς τὰς ἄλλας.
ἢ τοῦτο μὲν ἴσως καὶ λέγειν περιττόν· αὐτὸς γὰρ ὁμολογεῖ μετὰ τὰ κατασκευαστικὰ γυμνάσια χρῆσθαι τῇ ζεστολουσίᾳ· τὰ δὲ τοιαῦτα γυμνάσια μόνοις ἀθληταῖς ἐπιτηδεύεται.
καίτοι φήσει τις, ὡς ἐκείνοις μὲν ἑκουσίως καὶ κατὰ περίοδον, ἄλλοις δὲ πολλοῖς ἢ δι’ ἀνάγκην ἢ φιλονεικίαν ἤ τι τοιοῦτον ἕτερον.
ἀλλ’ ἐπί γε τῶν τοιούτων ἐπὶ τοῖς ἀμέτροις γυμνασίοις ἀνάγκη πρότερον ἢ καὶ μίαν ἢ καὶ πλείους συστῆναι κόπων διαθέσεις.
ὥστ’ ἐν μόνοις τοῖς εὐεκτικοῖς σώμασιν ἡ τετάρτη γίνεται διάθεσις, οἷάπέρ ἐστι τά τε τῶν καλῶς ἀγομένων ἀθλητῶν καὶ τοῦ νῦν ἡμῖν ἐν τῷ λόγῳ προκειμένου νεανίσκου.
καὶ εἴ τις ἁπλῶς ἀποφαίνοιτο, μετὰ τὰ σφοδρότατα γυμνάσια τὴν τοῦ θερμοτέρου λουτροῦ χρῆσιν ἐπιτήδειον ὑπάρχειν, ἐπὶ μιᾶς μὲν ἀληθεύσει [214] καταστάσεως, ἐπὶ τριῶν δὲ ψεύσεται.
πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα καθ’ ὅλην τὴν ὑγιεινὴν πραγματείαν ἰατροῖς τε καὶ γυμνασταῖς γέγραπται ψευδῆ.
κεφάλαιον δ’ αὐτῶν ἐστι παρὰ τὸ τῆς ῥήσεως ἀδιόριστον, ὅταν, ὅπερ ἐπὶ μιᾶς ἕκαστος ἐθεάσατο διαθέσεως, ἐπὶ πολλῶν ἀναγράφῃ.
Καὶ μὲν δὴ καὶ πέμπτη τίς ἐστι διάθεσις ἐγγύς τι ταῖς προειρημέναις, ἣν ὀνομάζουσι στέγνωσιν, ὑπὲρ ἧς, ἐπειδὰν συμπεραίνωμεν τὸν ἐπὶ τοῖς κόποις λόγον, ἐφεξῆς ἐρῶ.
αἱ μὲν γὰρ ἁπλαῖ διαφοραὶ τρεῖς αὐτῶν εἰσιν, ὑπὲρ ὧν ἤδη μοι λέλεκται· κατὰ σύνδυο δὲ λαμβανομένων ἄλλαι γίνονται τρεῖς· ἑβδόμη δ’ ἐπὶ πάσαις ἐστὶν ἡ τῶν τριῶν ἅμα συνερχομένων.
ἡ μὲν δὴ διάγνωσις αὐτῶν ἐστιν ἀπὸ τοῦ συνδυάζεσθαι τὰ γνωρίσματα, σκοπὸς δὲ τῆς ἐπανορθώσεως ὁ μὲν κοινὸς ἁπασῶν ἀποβλέποντα πρὸς τὸ ἐπικρατοῦν μηδὲ τοῦ λοιποῦ παντάπασιν ἀμελεῖν, ὁ δ’ ἴδιος ἐπὶ τῷ κοινῷ κατὰ τὰς ἐν μέρει διαθέσεις λαμβάνεται.
πάσας μὲν οὖν ἐπέρχεσθαι τὰς συζυγίας μακρόν, ἕνεκα δὲ [215] σαφηνείας ἐπὶ μιᾶς ὡς παραδείγματος ὁ λόγος περανθήσεται.
ἐὰν τοίνυν ὄγκος τε ἅμα περὶ τοὺς μῦς ὑπάρχῃ καὶ τεθλάσθαι δοκῶσιν αὐτοὶ καὶ ἢ ἑλκώδης αἴσθησις ἢ φλεγμονώδης κόπος ἅμα τῷ περιττωματικῷ κατειλήφῃ τὸν ἄνθρωπον, ἡ ἀποθεραπεία γενήσεται στοχαζομένη μὲν ἀμφοῖν, ἀλλὰ μᾶλλον τοῦ μείζονος.
οὐχ ἁπλῆ δ’ ἐν ἅπασι τοῖς οὖσιν ἡ τοῦ μείζονος φύσις, ἀλλ’ ἡ μὲν κατὰ δύναμίν τε καὶ τὸ οἷον ἀξίωμα τοῦ πράγματος, ἡ δὲ κατὰ τὴν οἰκείαν οὐσίαν.
ἀξιώματι μὲν οὖν καὶ δυνάμει μείζων ἐστὶν ὁ φλεγμονώδης κόπος τοῦ περιττωματικοῦ· κατὰ δὲ τὴν οἰκείαν οὐσίαν ἑκάτερος αὐτῶν οὕτω δύναται γενέσθαι μέγας τε καὶ μικρός, ὡς εἰ καὶ κατὰ μόνας ἑκάτερος ἦν.
εἰ μὲν οὖν ἴσον ἐξειστήκει τοῦ κατὰ φύσιν ἑκάτερος, ὁ φλεγμονώδης ἐφ’ ἑαυτὸν ἐπισπάσεται τὸ κῦρος τῆς θεραπείας, ἐπικρατῶν γε κατὰ δύναμιν· ἂν δ’ ὀλίγιστον μὲν ὁ φλεγμονώδης, πλεῖστον δ’ ὁ ἑλκώδης ἀποκεχωρήκῃ τοῦ κατὰ φύσιν, ἐπισκεπτέον, εἴτε τοσοῦτον ὑπερέχει [216] κατὰ τὸ μέγεθος ὁ ἑλκώδης, ὅσον ὁ φλεγμονώδης κατὰ δύναμιν, ἢ ἔλαττον ἢ μεῖζον, καὶ οὕτως ἐξευρίσκειν τὸν ἐπικρατοῦντα· κἂν ἰσοσθενεῖς δέ ποτε φαίνωνται, πρὸς ἀμφοτέρους ὁμοίως ἀποβλεπτέον.
αὕτη μὲν οὖν ἡ μέθοδος ἔστω σοι κοινὴ πασῶν τῶν ἐπιπεπλεγμένων διαθέσεων.
ὥσπερ δ’ οἱ κόποι τρεῖς ὄντες, εἶτ’ ἀλλήλοις ἐπιπλεκόμενοι τέτταρας ποιοῦσι τὰς συζυγίας, οὕτως, εἰ καὶ τὴν τετάρτην αὐτοῖς ἐπιπλέξειέ τις διάθεσιν, αἱ συζυγίαι πολὺ πλείους γενήσονται.
μάθοις δ’ ἂν ἐναργῶς, ὃ λέγομεν, ἐπὶ διαγράμματος.
ἔστω δ’ ἐν αὐτῷ πρώτη μὲν διάθεσις ἡ ἑλκώδης· δευτέρα δὲ ἡ τονώδης· τρίτη δ’ ἡ φλεγμονώδης· τετάρτη δ’ ἡ τῆς ἰσχνότητος.
ἢ τοίνυν ἡ πρώτη μετὰ τῆς δευτέρας συστήσεται διαθέσεως ἢ μετὰ τῆς τρίτης ἢ μετὰ τῆς τετάρτης· ἢ πάλιν ἡ δευτέρα μετὰ τῆς τρίτης ἢ τῆς τετάρτης· ἢ πάλιν ἡ τρίτη μετὰ τῆς τετάρτης.
ὥστ’ εἶναι τὰς πάσας ἓξ συζυγίας, ἀνὰ σύνδυο λαμβανομένων τῶν διαθέσεων, ἄλλας δὲ τέτταρας, ὅταν ἅμα τρεῖς ἐπιπλέκωνται διαθέσεις ἀλλήλαις.
ἤτοι γὰρ ἡ πρώτη μετὰ τῆς δευτέρας ‹τε› καὶ τρίτης ἢ μετὰ τῆς δευτέρας τε καὶ τετάρτης ἢ μετὰ [217] τῆς τρίτης τε καὶ τετάρτης συστήσεται· ἢ πάλιν ἡ δευτέρα μετὰ τῆς τρίτης τε καὶ τετάρτης.
ὑστάτη δὲ πασῶν ἐπιπεπλεγμένη διάθεσις ἔσται τῶν τεττάρων ἅμα διαθέσεων ἀλλήλαις μιγνυμένων.
ὥστ’ εἶναι τὰς πάσας ἕνδεκα τὸν ἀριθμόν.
ἦσαν δέ γε καὶ αἱ τῶν ἁπλῶν τέτταρες.
γενήσονται τοίνυν αἱ σύμπασαι πεντεκαίδεκα· α ἑλκώδησ αβ, αγ, αδ, βγ, βδ, γδ β τονώδησ αβγ, αβδ, αγδ, βγδ γ φλεγμονώδησ αβγδ δ ἰσχνότησ εἰ δὲ καὶ τὰς τῆς στεγνώσεως διαφορὰς ἐπιπλέκοις ἀλλήλαις τε καὶ ταῖς πεντεκαίδεκα, παμπληθεῖς ἑτέρας ἐργάσῃ συζυγίας.
εἰ δὲ καὶ τὰς τῆς ἀπεψίας αὐταῖς ἢ τὰς ἐπὶ τοῖς ἀφροδισίοις ἢ ταῖς ἐγκαύσεσιν ἢ ταῖς ἀγρυπνίαις ἢ ταῖς λύπαις ἐπιπλέξειας καταστάσεις τοῦ σώματος, οὐδ’ ἀριθμηθῆναι ῥᾳδίως ἅπασαι δυνήσονται.
καὶ οὔπω λέγω τὰς τῆς πληθώρας ἢ κακοχυμίας ἢ ἐπισχέσεως γαστρὸς ἢ διαρροίας ἢ ἐμέτων ἢ βάρους κεφαλῆς ἤ τινος ἄλλου μέρους ἢ ὅλως ὅσαι κατά τι σύμπτωμα συνίστανται· λεχθήσεται γὰρ αὖθις ὑπὲρ τῶν τοιούτων ἁπάντων.
ἀλλὰ [218] νῦν γε τούτου χάριν ἐπεμνήσθην αὐτῶν ὑπὲρ τοῦ δεῖξαι τὸ πλῆθος τῶν ἐπιπλοκῶν ὁπόσον ἐστί.
θαυμάσαι γὰρ οἶμαί τινα τοὺς ἐπὶ τοῖς ἀθροίσμασιν αὐτῶν, ἃς ὀνομάζουσι συνδρομάς, ἤτοι θεραπείαν ἢ πρόγνωσιν τῶν ἀποβησομένων ἐπαγγελλομένους τετηρηκέναι.
καθ’ ἕνα γὰρ τρόπον οἷόν τ’ ἐστὶ καὶ προγνῶναί τι καὶ θεραπεῦσαι δεόντως, ὡς Ἱπποκράτης ἐδίδαξεν, ἑκάστου τῶν ἁπλῶν πραγμάτων ἀξιῶν ἐπίστασθαι τὴν δύναμιν, ὡς ἐγὼ νῦν ἐπέδειξα περὶ τῶν τεττάρων διαθέσεων.
εἰ μὲν γὰρ ἑκάστη καθ’ ἑαυτὴν συσταίη, τὴν ἐπανόρθωσιν ἁπλῆν ἐνδείξεται, μιχθεῖσα δ’ ἑτέρᾳ, κατὰ τὴν ὀλίγον ἔμπροσθεν εἰρημένην μέθοδον ὑπὲρ ἁπασῶν τῶν ἐπιπεπλεγμένων διαθέσεων.
Ὁπότ’ οὖν τοῦτ’ ἔχον οὕτω φαίνεται, ἰτέον αὖθις ἐπὶ τὰς ἁπλᾶς διαθέσεις, ὧν ἐφεξῆς ταῖς εἰρημέναις ἦσαν αἱ κατὰ τὴν στέγνωσιν· οὕτω δ’ ὀνομάζω τὴν βλάβην τῶν πόρων, ἐφ’ ᾗ κωλύεται διαφορεῖσθαι τὰ περιττώματα.
γίνεται δ’ αὕτη δι’ ἔμφραξιν ἢ πύκνωσιν, ἣν δὴ καὶ μύσιν ὀνομάζουσι τῶν πόρων.
ἔμφραξις μὲν οὖν ὑπὸ [219] γλίσχρων ἢ παχέων γίνεται περιττωμάτων ἀθροώτερον ὁρμησάντων ἐπὶ τὸ δέρμα, πύκνωσις δὲ ὑπό τε τῶν στυφόντων καὶ ψυχόντων.
ἀλλ’ ἐμφράξει μὲν ἁλῶναι τὸ προκείμενον ἐν τῷ λόγῳ σῶμα, κατὰ τὴν εἰρημένην ἐπιμέλειαν ἀγόμενον, οὐκ ἐγχωρεῖ, πυκνωθῆναι δὲ δύναταί ποτε διά τε κρύος καρτερὸν καὶ λουτρὸν στυπτηριῶδες.
ἐγχωρεῖ δέ ποτε καὶ μετὰ βαλανεῖον ἢ ἱδρῶτα καὶ ἄλλως ἀραιοῦ τοῦ δέρματος ἔκ τινος ἑτέρας αἰτίας γενομένου καταπνεύσασαν αὔραν ἔμψυξίν τέ τινα καὶ πύκνωσιν ἀποτελέσαι.
διαγινώσκεται μὲν οὖν ἡ εἰρημένη διάθεσις εὐθὺς μὲν ἀποδύντων ἀχροίᾳ τε λευκῇ καὶ σκληρότητι καὶ πυκνώσει τοῦ δέρματος, κατὰ δὲ τὸ γυμνάζεσθαι τῷ δυσεκθερμάντῳ.
οὔτε γὰρ ἱδροῦσιν ὁμοίως ὡς πρόσθεν οὔτ’ εὐχροοῦσιν, ἀλλ’ εἰ καὶ βιάσαιντο τῇ εὐτονίᾳ τῶν γυμνασίων ἱδρῶτός τι προκαλέσασθαι, καὶ μείων οὗτος γίνεται τοῦ συνήθους καὶ ψυχρότερος καὶ ἧττον ἀτμώδης.
ἡ δ’ ἴασις τῆς τοιαύτης διαθέσεως θέρμανσίς ἐστιν· ἐναντίον γὰρ [220] τοῦτο τῇ ψύξει.
συντονωτέροις τε οὖν γυμνασίοις χρηστέον ἐστὶ καὶ βαλανείοις θερμοτέροις.
ἄμεινον δὲ καὶ καλινδεῖσθαι κατὰ τὸν πρῶτον οἶκον ἐπὶ ἐλαίου λιπαρῶς.
ἔστω δὲ καὶ τὸ ἔλαιον τῶν χαλαστικῶν, οἷόνπέρ ἐστιν ἐν Ἰταλίᾳ τὸ Ϲαβῖνον· ἄμεινον δ’ ἐπὶ τῶν τοιούτων διαθέσεων ἐτῶν εἶναι δύο ἢ τριῶν αὐτό· καὶ γὰρ λεπτομερέστερον τοῦτο καὶ θερμότερον.
ἡ δὲ ἐν τῇ ψυχρᾷ κολυμβήθρᾳ διατριβὴ μὴ πολυχρόνιος γινέσθω, μηδ’ αὐτὸ τὸ ὕδωρ ἄγαν ἔστω ψυχρόν.
ἐνδύεσθαι δὲ μέλλοντες ἀλειφέσθωσάν τινι τῶν μετρίως θαλπόντων, ἐλαίων μέν, ὅσα γε κατ’ Αἴγυπτόν εἰσι, κικίνῳ καὶ ῥαφανίνῳ, κατὰ δὲ τὴν ἄλλην οἰκουμένην τῷ γλυκεῖ καὶ λεπτομερεῖ καὶ μετρίως παλαιῷ, μύροις δὲ Ϲουσίνῳ τε καὶ γλευκίνῳ καὶ ἰρίνῳ καὶ ἀμαρακίνῳ καὶ Κομμαγηνῷ.
τὸ μὲν δὴ γλεύκινον ἄκοπον ἀκριβῶς ἐστιν καὶ χαλαστικόν, ὥστε καὶ τοῖς ἰσχυρῶς κοπωθεῖσιν ἐπιτήδειον ὑπάρχει· βραχεῖ δὲ αὐτοῦ τὸ Ϲούσινον θερμότερόν ἐστι καὶ μαλακτικώτερον· ἴρινον δὲ καὶ ἀμαράκινον καὶ Κομμαγηνὸν ἱκανώτερον τούτων θερμῆναι, ὥστε [221] καὶ ταῖς καλουμέναις ἰδίως ψύξεσι χρήσιμα τετύχηκεν ὄντα.
τὰς μέντοι πυκνώσεις τοῦ δέρματος αὐτάρκως ἰᾶται καὶ τὸ ἀνήθινον ἔλαιον, καὶ μάλιστ’ εἰ χλωρὸν εἴη τὸ ἄνηθον.
ἁρμόττει δὲ ταῖς τοιαύταις διαθέσεσιν, ὥσπερ οὖν καὶ τοῖς ἰσχυροῖς κόποις, τὸ διὰ τοῦ σπέρματος τῆς ἐλάτης ἄκοπον· εἰρήσεται δὲ ἐν τοῖς ἐφεξῆς ὅπως χρὴ σκευάζειν αὐτό.
νυνὶ μὲν γάρ μοι δοκῶ καὶ ταῦτα περαιτέρω τῆς ὑποθέσεως εἰρηκέναι.
τῷ γὰρ ἄριστα κατεσκευασμένῳ τὸ σῶμα καὶ βίον ἐλεύθερον ἐπανῃρημένῳ καὶ μηδὲν αὐτῷ πλημμελοῦντι καὶ τὸν ἐπιστατοῦντα τῆς ὑγείας ἄριστον ἔχοντι τὰς νοσωδεστέρας διαθέσεις οὐ πάνυ τι συμπίπτειν εἰκός.
Ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν καὶ παραλιπόντες ἐκκαύσεις καὶ ψύξεις καὶ ἀπεψίας καὶ διαρροίας ὅσα τ’ ἄλλα τοιαῦτα (βέλτιον γὰρ ἀναβαλέσθαι σύμπαντα ταῦτα εἰς ἕνα λόγον, τὸν περὶ τῶν νοσωδῶν συμπτωμάτων ἐπιγραφησόμενον) ἐν τῷ παρόντι περὶ τῶν ἐπ’ ἀφροδισίοις γυμνασίων ἐπισκεψώμεθα.
καὶ γὰρ διαπεφώνηταί πως ὑπὲρ αὐτῶν, ἐνίων μὲν οἰομένων οὕτω χρῆναι [222] γυμνάζειν ἐπ’ αὐτοῖς ὡς κατὰ τὸ καλούμενον ἀποθεραπευτικόν, ἐνίων δὲ ὡς κατὰ τὸ παρασκευαστικόν.
ἔστι δὲ δήπου τὸ παρασκευαστικὸν γυμνάσιον ἐν μὲν τῇ ποσότητι τῶν κινήσεων ἔλαττον τοῦ συμμέτρου, κατὰ δὲ τὴν ποιότητα συντονώτερόν τε καὶ ὀξύτερον.
οἱ μὲν οὖν ἀποθεραπεύειν ἀξιοῦντες, ὥσπερ τοὺς ἀπὸ καμάτου, τήν τε κατάλυσιν τῆς δυνάμεως ὑφορῶνται καὶ τὴν ξηρότητα τοῦ σώματος (ἄμφω γὰρ ταῦτα πάσχομεν ἐπ’ ἀφροδισίοις τε καὶ πλήθει τῶν γυμνασίων), οἱ δὲ τῷ παρασκευαστικῷ χρῆσθαι γυμνασίῳ, τὴν ἀραιότητά τε καὶ τὸ εὐίδρωτον, ἅπερ ἐπιτείνεσθαι μὲν ὑπὸ τῶν ἀποθεραπευτικῶν, ἐπανορθοῦσθαι δ’ ὑπὸ τῶν παρασκευαστικῶν.
ἐγὼ δ’ ἑκατέρους ἐπαινέσας, ὡς ἑωρακότας ἐκ μέρους τἀληθές, ἐς ταὐτὸν συνθήσω τὰς δόξας αὐτῶν.
ὅτι μὲν γὰρ ἀναρρῶσαί τε χρὴ τὴν δύναμιν καὶ σφίγξαι τὴν ἀραιότητα καὶ μὴ παραυξῆσαι τὴν ξηρότητα, συγχωρήσουσιν ἑκάτεροι.
λείπει δ’ αὖ εἷς διορισμὸς ἀμφοτέροις, ὥσπερ ἐν ταῖς ἐπιπεπλεγμέναις ἁπάσαις διαθέσεσιν ὑφ’ ἡμῶν ἔμπροσθεν εἴρηται, ῥηθήσεται δὲ καὶ νῦν οὐδὲν ἧττον.
[223] ἐπειδὰν γὰρ ἐς ταὐτὸν συνέλθωσι πλείους διαθέσεις, εἰ μὲν ἕνα τρόπον ἐνδείκνυται θεραπείας, ἐπιτείνεσθαι χρὴ τὸν τρόπον ‹μᾶλλον› ἤπερ εἰ κατὰ μόνας ἑκάστη τῶν διαθέσεων ἦν, εἰ δ’ ἐναντιούμεναι, κατὰ τὴν ἐπικρατοῦσαν διάθεσιν ἐπανορθωτέον ἐστὶ πρότερον, οὐδὲ τῶν ἄλλων ἀμελοῦντας τὸ σύμπαν.
ὅσοι μὲν οὖν ἤτοι δι’ ἡλικίαν ἢ καὶ ἄλλως ἀσθενεῖς ὑπάρχοντες ἀφροδισίοις ἐχρήσαντο, τούτοις μὲν ἀναγκαῖόν ἐστιν ἐπικρατεῖν τὴν ἀρρωστίαν τῆς δυνάμεως· ὅσοι δ’ ἰσχυροί τε καὶ νέοι, καθάπερ ὁ νῦν ὑποκείμενος ἐν τῷ λόγῳ νεανίσκος, ἐν τούτοις ἡ τοῦ σώματος ἕξις εἰς ἀραιότητα πλέον ἤπερ ἡ δύναμις εἰς ἀρρωστίαν ἀλλοιοῦται.
καὶ τοίνυν ἡ ἐπανόρθωσις οὐ διὰ τῶν ἀραιούντων, οἷόν ἐστι τὸ ἀποθεραπευτικὸν γυμνάσιον, ἀλλὰ διὰ τῶν συναγόντων τε καὶ σφιγγόντων, ὁποῖόν ἐστι τὸ παρασκευαστικόν, ἐν τοῖς τοιούτοις γίνεται σώμασιν.
εἰ δὲ δὴ καὶ ψύξις τις ἐπὶ τοῖς ἀφροδισίοις ἐγγίνεται τοῖς σώμασι, καὶ κατὰ τοῦτ’ ἂν εἴη τῷ παρασκευαστικῷ γυμνασίῳ χρηστέον· ἐπεγείρει γὰρ ἐκεῖνο τὴν θερμότητα τῷ τε τῶν κινήσεων ὀξεῖ καὶ συντόνῳ καὶ τῷ συνάγειν καὶ σφίγγειν τὴν ἕξιν.
[224] ὅτι δὲ τὴν ἀραιότητα τοῦτο μόνον τῶν γυμνασίων ἰᾶται, πρὸς ἁπάντων ὡμολόγηται τῶν γυμναστῶν, ὑπὸ τῆς πείρας δεδιδαγμένων.
ὥστ’ οὐδὲν ἂν εἴη βέλτιον εἰς τὰ παρόντα τοῦ τοιούτου γυμνασίου.
τῆς δὲ ὥρας τοῦ ἔτους ἐπιτρεπούσης οὐδὲ τῆς ψυχρολουσίας ἀφεκτέον ἐστίν.
ἐδέσματα δὲ τῷ πλήθει μὲν ἐλάττω, τῇ ποιότητι δὲ ὑγρότερα δοτέον, ἵνα καὶ πέψῃ καλῶς αὐτὰ καὶ τὴν ἐκ τῶν ἀφροδισίων ἐπανορθώσηται ξηρότητα.
χρὴ δ’ οὐδὲ ψυχρότερα τὴν κρᾶσιν, ἀλλ’ ἤτοι τῆς μέσης ἰδέας ἢ τῶν θερμοτέρων ὑπάρχειν αὐτά.
διότι γὰρ ἐξ ἀφροδισίων ἀραιότερον καὶ ψυχρότερον ἅμα καὶ ἀσθενέστερον καὶ ξηρότερον ἀποτελεῖται τὸ σῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα καὶ ὑγραίνοντα καὶ τὴν δύναμιν ἀναρρωννύντα προσφέρεσθαι, καὶ τούτους εἶναι τοὺς σκοποὺς ἐπ’ αὐτοῖς.
ὅτι δὲ αὕτη δύναμίς ἐστιν τῶν ἀφροδισίων, οὐ τοῦ νῦν ἐνεστῶτος λόγου· προὔκειτο γὰρ ἐν αὐτῷ διελθεῖν, ὅπως ἂν κάλλιστα γυμνάζοιτο τὸ προκείμενον σῶμα μετὰ τὴν τῶν ἀφροδισίων χρῆσιν, ὅπερ οὐκ ἠδύνατο περανθῆναι καλῶς ἄνευ τοῦ προλαβεῖν ἐξ ὑποθέσεως, ὁποία τίς ἐστιν ἡ ἐν τῷ [225] σώματι γινομένη διάθεσις ἐπὶ τοῖς ἀφροδισίοις.
ἀλλὰ νῦν μὲν ἐξ ὑποθέσεως, αὖθις δὲ μετ’ ἀποδείξεως εἰρήσεται, τίς τε ἡ δύναμις αὐτῶν ἐστι καὶ εἰ χρηστέον ὅλως ἢ μὴ καὶ τίνες αὐτῶν ὠφέλειαι καὶ βλάβαι κατά τε τὰς τοῦ σώματος διαθέσεις εἰσὶ καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς χώρας ὅσα τ’ ἄλλα τοιαῦτα χρὴ προσδιορίζεσθαι.
Μετὰ μὲν δὴ τὴν τῶν ἀφροδισίων χρῆσιν εἶδος ἔστω γυμνασίου τὸ παρασκευαστικὸν ὀνομαζόμενον, ἀγρυπνίας δὲ προσγινομένης ἢ λύπης ἢ ἀμφοτέρων τὸ ἀποθεραπευτικόν, ὅταν γε χωρὶς ἀπεψίας γεννηθῶσιν· ἐπὶ γὰρ ταῖς ἀπεψίαις οὐδ’ ὅλως γυμναστέον.
ὅτι δὲ τὸ ἀποθεραπευτικὸν γυμνάσιον ἐπὶ λύπαις τε καὶ ἀγρυπνίαις ἁρμόττει, δηλοῖ μὲν καὶ ἡ πεῖρα· φαίνονται γὰρ ὑπὸ τῶν ἄλλων γυμνασίων βλαπτόμενοι, πρὸς τῷ μηδ’ ἀνέχεσθαι τῶν ἐπιταττόντων, εἰ τύχοιεν ἔτι λυπούμενοι.
δηλοῖ δ’ οὐχ ἧττον τῆς πείρας καὶ ὁ λόγος· ἐπειδὴ γὰρ ἐπ’ ἀγρυπνίαις τε καὶ λύπαις ὁρῶνται λεπτότεροί τε καὶ αὐχμηρότεροι [226] καὶ δυσήκοοι γινόμενοι, ξηρότερον ἡγητέον αὐτοῖς εἶναι τὸ σῶμα.
τὰς δὲ τοιαύτας διαθέσεις αἵ τε μαλακώτεραι τρίψεις ἐξιῶνται σὺν ἐλαίῳ πλείονι γινόμεναι καὶ λουτροῖς εὐκράτοις αἵ τε κινήσεις αἱ βραδύτεραι καὶ χωρὶς ἰσχυροτέρας τάσεως ἀναπαύσεσι πλείοσι διειλημμέναι.
τύπος δ’ ἦν οὗτος ἀποθεραπευτικοῦ γυμνασίου.
κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ἐπὶ θυμοῖς ἢ δι’ ἔνδειαν ποτοῦ γινομένας ξηρότητας ἐπανορθωτέον ἐστίν.
ἐναντίως δὲ τοῖς εἰρημένοις ἐπανορθοῦσθαι χρὴ τὰς κατὰ ταύτην τὴν ἕξιν ὑγρότητας, εἴτε διὰ πόμα πλέον εἴτε δι’ ἄλλην τινὰ πρόφασιν ἐγένοντο.
σκοπὸς γὰρ οὖν δὴ καὶ τῶν τοιούτων διαθέσεών ἐστιν ἡ ξήρανσις.
ἀλλὰ τοῦτο μὲν ἁπασῶν κοινόν, ἴδιον δ’ ἑκάστης ἐν ταῖς κατὰ μέρος διαφοραῖς.
εἰ μὲν οὖν ἐπ’ ἀργίᾳ πλείονι καὶ ταῖς τῶν ὑγραινόντων ἐδεσμάτων ἀμέτροις τε καὶ ἀκαίροις χρήσεσιν ὑγρότης ἐγένετο, μακροτέρας δεῖται τῆς ἐπανορθώσεως· εἰ δ’ ἐπὶ ποτῷ πλείονι κατὰ τὴν προτεραίαν ἡμέραν γεγονότι χωρὶς τοῦ πεπονθέναι τι τὴν κεφαλὴν ἢ τὸ στόμα τῆς κοιλίας, ἐν μιᾷ δυνατὸν [227] ἡμέρᾳ τελέως ἐξιάσασθαι πλεονάσαντας μὲν ἐν ταῖς ξηραῖς τρίψεσι, γυμνάσαντας δ’ ὀξύτερον, ἐλάττονι δὲ ποτῷ χρησαμένους ἐδέσμασί τε ξηραντικωτέροις.
ὡς, ὅσαι γε μετὰ τοῦ τὴν κεφαλὴν ἢ τὸν στόμαχον ἀπολαῦσαί τι τῆς ἐξ οἴνου βλάβης ὑγρότητές εἰσι κατὰ τὸ σῶμα περιτταί, τοῦ νῦν ἐνεστῶτος οὐ δέονται λόγου· ῥηθήσεται γὰρ ὑπὲρ αὐτῶν ἐν τοῖς περὶ τῶν νοσωδῶν συμπτωμάτων.
αἱ δ’ ἐπ’ ἀργίᾳ πάνυ μακροτέρᾳ τὴν ἀρχὴν μὲν οὐδ’ ἂν γένοιντό ποτε κατὰ τὴν προκειμένην διάθεσιν, ὥσπερ οὐδ’ αἱ διὰ πλῆθος ἐδεσμάτων ὑγρῶν τὴν φύσιν, οἷαίπερ αἱ πλεῖσται τῶν ὀπωρῶν εἰσι καὶ τῶν λαχάνων ὅσα μὴ δριμέα· γενομένας δ’ αὐτὰς ἀθρόον μὲν οὐχ οἷόν τε θεραπεύειν· εἰ γὰρ εἰς τοσοῦτον πονήσειεν ὁ ἄνθρωπος, ὡς αὐτάρκως ξηρᾶναι τὴν ἕξιν, ἁλώσεται κόπῳ καὶ πυρέξει πυρετὸν μὲν ἐφήμερον πάντως, ἂν δὲ καὶ μοχθηραὶ τύχωσιν αἱ ὑγρότητες ὑπάρχουσαι, πλειόνων ἡμερῶν· ἐν χρόνῳ δ’ ἂν ἐπανορθωθεῖεν, ὡς ὕστερον εἰρήσεται κατ’ ἐκεῖνον τὸν λόγον, ἐν ᾧ τὰς μοχθηρὰς κράσεις ἐπὶ τὸ [228] βέλτιον ἀλλοιοῦμεν.
ὁμοία γὰρ ἡ πρόνοια τῶν ἐπικτήτων διαθέσεών ἐστι καὶ τῶν φυσικῶν δυσκρασιῶν, ὥστ’ οὐδὲν χρὴ τό γε νῦν εἶναι περὶ αὐτῶν διεξέρχεσθαι.
Λείπεται οὖν ἔτι περὶ τῶν ἑωθινῶν τε καὶ κατὰ τὴν ἑσπέραν τρίψεων διελθεῖν, οὐ μὰ Δία οὕτως, ὥς φασιν ἀποκρίνασθαι Κόιντον ἐρομένῳ τινὶ γυμναστῇ, τίνα δύναμιν ἔχει τὸ ὑποσυγχρίεσθαι, φάμενον ἀφανίζειν τὰ ἱμάτια.
τούτοις γὰρ τοῖς ὀνόμασιν, οἷς ἐγὼ νῦν ἐχρησάμην, ἐρέσθαι τε λέγουσι τὸν γυμναστὴν ἀποκρίνασθαί τε τὸν Κόιντον.
ὅμοιόν τι τοῦ Κοίντου περιφέρεται ἀπόφθεγμα τό τε περὶ τῶν οὔρων, ὡς γναφέως ἐστὶ καταμανθάνειν αὐτά, καὶ τὸ περὶ θερμοῦ, ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, διότι βαλανέων ἐστὶν ὀνόματα ταῦτα.
ἃ ἐγὼ μὲν οὐκ ἂν πεισθείην, μὴ ὅτι Κόιντον, ἀλλ’ οὐδὲ τῶν ἀπὸ Θεσσαλοῦ τινα φθέγξασθαι· βωμολοχικὰ γὰρ ἅπαντ’ ἐστὶ τὰ τοιαῦτα κομψεύματα καὶ οὐδαμῶς ἀνδρὶ προσήκοντα σεμνῆς οὕτω τέχνης ἐπιστήμονι.
βέλτιον οὖν ὑπὲρ μὲν τῆς ἑωθινῆς ἀνατρίψεως ὧδέ πως σκοπεῖσθαι κατά γε τὸ προκείμενον ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ σῶμα.
τουτὶ [229] γὰρ ἤτοι παντάπασιν ἄμεμπτόν ἐστι μετὰ τοὺς ὕπνους ἤ τινι τῶν κοπωδῶν ἐνέχεται διαθέσεων ἢ καὶ τῶν ἄλλων τινί, περὶ ὧν ἐφεξῆς ταῖς κοπώδεσιν ὀλίγον ἔμπροσθεν ἄχρι τοῦ δεῦρο διῆλθον.
εἰ μὲν οὖν ἄμεμπτον ὑπάρχει, περίεργόν ἐστιν ἢ ἀνατρίβειν ἢ ἀλείφειν αὐτό, πλὴν εἴ ποτ’ ἀναγκαῖον εἴη συνενεχθῆναι κρύει κρατερῷ· τηνικαῦτα γὰρ ὡς τοὺς μέλλοντας ψυχρολουτρεῖν οὕτω καὶ τούτους τῇ τρίψει παρασκευάσομεν.
εἰ δέ τις αἴσθησις εἴη κοπώδης, λέλεκται καὶ πρόσθεν, ὡς ἀλείφειν τε χρὴ τηνικαῦτα καὶ ἀνατρίβειν μαλακῶς.
οὕτω δὲ καὶ εἰ ξηρότερον εἴη πλέον τοῦ δέοντος, ἀλειπτέον μὲν ἐλαίῳ γλυκεῖ (τέγγει γὰρ τοῦτο τὸν ξηρὸν χρῶτα), τριπτέον δ’ ἐλάχιστα μέν, ἀλλὰ μήτε σκληρᾷ τρίψει μήτε μαλακῇ.
προτρέψαι γὰρ μόνον δεόμεθα τὴν ἀνάδοσιν, οὔτε δ’ ἀλλοιῶσαι τοῦ δέρματος ἢ τῆς σαρκὸς τὴν ἕξιν οὔτε διαφορῆσαί τι τῶν περιεχομένων ἐν αὐτοῖς.
ἐργάζεται δὲ ἄμφω μὲν ἡ μαλακή, θάτερον δὲ καὶ ἡ σκληρὰ τρίψις, εἴ γε δὴ πυκνοῖ μὲν [230] αὕτη καὶ σκληρύνει τὸ δέρμα, διαφορεῖ δ’ ἡ μαλακὴ καὶ ἀραιοῖ καὶ μαλακὸν ἀπεργάζεται τὸ σῶμα.
πύκνωσιν μέντοι τοῦ δέρματος ἐπανορθώσασθαι βουλόμενοι, τὴν μὲν ἐπὶ ταῖς σκληραῖς ἀνατρίψεσι καὶ λαβαῖς καὶ σφοδρῷ γυμνασίῳ καὶ κόνει πολλῇ γεγενημένην ἐλαίῳ δαψιλεῖ καὶ γλυκεῖ χρώμενοι μαλακῶς ἀνατρίψομεν, τὴν δ’ ἐπὶ ψύξει πρώτως μὲν ταῖς ξηραῖς τε ἅμα καὶ ταχείαις ἀνατρίψεσι, δευτέρως δὲ ταῖς δι’ ἐλαίου θερμαίνοντος εἰς τὸ κατὰ φύσιν ἐπανάξομεν.
ἀραιότητα δὲ τὴν ἐπί τε λουτροῖς πλείοσι καὶ τρίψεσι μαλακαῖς ἀφροδισίων τε χρήσεσι γεγενημένην ὀλίγαις μὲν ταῖς ξηραῖς ἀνατρίψεσιν, ὀλίγαις δ’ ἐφεξῆς αὐτῶν ταῖς σὺν ἐλαίῳ τινὶ τῶν στυφόντων ἰασόμεθα.
τὰς δ’ ἐπὶ πλέοσι ποτοῖς ὑγρότητας τρίψεις ξηραὶ μόναι θεραπεύουσι διά τε σινδόνων ἢ χειριδίων ἐπιτελούμεναι καὶ αὐτῶν μόνων ἐνίοτε τῶν χειρῶν ἢ χωρὶς λίπους παντὸς ἢ σὺν ἐλαίῳ ἐλαχίστῳ τινί.
ἔστω δὲ τοῦτο τοὔλαιον γλυκύ, ἵν’ ᾖ διαφορητικόν, ἁπάσης ἀπηλλαγμένον στυφούσης ποιότητος.
ὧδε μὲν ἔχει περὶ τῆς ἑωθινῆς ἀνατρίψεως.
[231] ἡ δ’ εἰς ἑσπέραν ἤτοι κοπώδεσιν ἱκανῶς ὑπάρχουσιν ἢ κατεξηρασμένοις ἢ ἀτροφοῦσιν ἐπιτήδειος.
ἀλλὰ τὸ μὲν τῆς ἀτροφίας σύμπτωμα τό γε νῦν ἐξαιρείσθω τοῦ λόγου μετὰ τῶν ἄλλων ἁπάντων νοσωδῶν συμπτωμάτων ἑξῆς προχειρισθησόμενον.
ἐπὶ δὲ τῆς ὑποκειμένης φύσεως, ὅταν ἤτοι κόπος ἰσχυρὸς ἢ ξηρότης τις ἄμετρος ὑπάρχῃ κατὰ τὸ σῶμα, τὸ μὲν ἄριστον ἔλαττον γινέσθω, πλείων δ’ ὁ μεταξὺ χρόνος ἄχρι τοῦ δείπνου, τὰ πολλὰ δ’ ἐφ’ ἡσυχίας· ὀλίγον δέ τι καὶ περιπατείτωσαν, ὡς ὑποκαταβῆναι τὰ σιτία ταῖς ὀρθίαις κινήσεσι κατασεισθέντα· βέλτιον δὲ καὶ εἰ ἀποπατῆσαι δυνηθεῖεν.
τούτων γὰρ ἁπάντων καλῶς γενομένων ἀκίνδυνον ἀνατρίβειν ἐλαίῳ γλυκεῖ, μὴ πάνυ τι τῆς γαστρὸς ἐφαπτόμενον· εἰ δὲ μή, κίνδυνος αὐτά τε τὰ σιτία πεφθῆναι χεῖρον ἀναδοθῆναί τέ τινα χυμὸν ἐξ αὐτῶν ἡμίπεπτον ἐπιθολωθῆναί τε τὴν κεφαλὴν ἀνατραπῆναί τε τὸν στόμαχον.
ἄριστον μὲν οὖν ἐστι τὸ μηδ’ ὅλως ἅπτεσθαι τῆς γαστρός· εἰ δέ ποτε τῶν ἀμφ’ αὐτῇ μυῶν ἤτοι κοπώδης τις αἴσθησις ἢ πλείων ἐμφαίνοιτο ξηρότης, [232] ἀλείφειν τὰ μέτρια πράως ἐφαπτόμενον.
εἰ δὲ καὶ τὰς αἰτίας τις ἀκοῦσαι ποθεῖ τῶν εἰρημένων, τὸν ἑξῆς ἀναμεινάτω λόγον, ἐν ᾧ περὶ τῶν νοσωδῶν συμπτωμάτων διερχόμεθα· νυνὶ μὲν γὰρ ἤδη μοι δοκῶ μέγεθος αὔταρκες ἔχειν τὸν ἐνεστῶτα λόγον.
[233] Οὐχ ὡς οἱ πλεῖστοι τῶν νεωτέρων ἰατρῶν ἐν τοῖς σοφιστικοῖς ζητήμασι κατατρίψαντες τὸν χρόνον ἤτοι διὰ βραχέων ἐπιτρέχουσι τὸν περὶ τῶν ἀναγκαιοτάτων λόγον ἢ καὶ παντάπασι παραλείπουσιν, οὕτω καὶ ἡμεῖς ποιήσομεν, ἀλλ’, ὅπερ ἐξ ἀρχῆς ἐνεστησάμεθα, τὸ χρήσιμον αὐτὸ διερχόμενοι τὰ λογικωτέραν ἔχοντα τὴν ἐπίσκεψιν εἰς ἕτερον ἀναβαλλόμεθα καιρόν.
αὐτίκα γέ τοι περὶ τῶν νοσωδῶν συμπτωμάτων, ὑπὲρ ὧν ἐν τῷδε τῷ λόγῳ πρόκειται διελθεῖν, οὐ μικρὰ [234] ζήτησίς ἐστι, πότερον ἐκ τῆς ὑγιεινῆς ὑπάρχει πραγματείας ἢ ἐκ τῆς θεραπευτικῆς ἢ τούτων μὲν οὐδετέρας, ἄλλης δέ τινος ἀμφοῖν τρίτης, ἣν δὴ καὶ μέσην ὑγείας τε καὶ νόσου τίθενταί τινες οὐδετέραν ὀνομάζοντες.
ἐγὼ δ’ ἐπιστάμενος μέν, ὡς, εἴτ’ ἐν τοῖς ὑγιεινοῖς τις εἴτ’ ἐν τοῖς θεραπευτικοῖς αὐτῶν μνημονεύσειεν, ὁμοίως ὑπὸ τῶν σοφιστῶν ἐπηρεασθήσεται, γινώσκων δ’ οὐδὲν ἧττον, ὡς, εἰ καὶ τρίτης τις αὐτοῖς ἀναθείη γενέσθαι πραγματείας ὑπὲρ τῶν οὐδετέρων διαθέσεων ἐπιγράψας, ἔτι καὶ μᾶλλον ἐπιγελάσονταί τε καὶ τωθάσονται καὶ ἐρήσονται, περὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν ἐν ποίᾳ πραγματείᾳ διδάσκομεν, εἱλόμην ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ διελθεῖν ὑπὲρ αὐτῶν.
εἰ γὰρ ἀδύνατον μέν ἐστι διαφυγεῖν τῶν σοφιστῶν τὴν γλωσσαλγίαν, ἔλαττον δ’ ἐπηρεάσουσιν οὕτω διαπραξάντων, ἄμεινον ἴσως ἐστὶν τοῦτο ποιεῖν.
ἔτι δὲ μᾶλλον ἄν τις ἐξ αὐτῆς τῆς θεωρίας ἐπιγνοίη τὴν κοινωνίαν τῆς διδασκαλίας, εἰ προσέχοι τὸν νοῦν ἀκριβῶς τοῖς λεχθησομένοις, ὧν ἀρκτέον ἐνθένδε.
τῆς ὑγιεινῆς ἐπιστήμης οὐ φαυλότατόν ἐστι μόριον [235] ἡ περὶ τὰ γυμνάσια τέχνη· ταύτης δ’ αὐτῆς οὐ μικρὰ μοῖρα τὸ φυλάξασθαι κόπους.
ἐδείχθη δ’ ἔμπροσθεν, ὡς ὁμοία τίς ἐστιν ἥ τε προφυλακὴ τῶν ἐσομένων κόπων καὶ ἡ ἐπανόρθωσις τῶν ἤδη γεγονότων.
οὔκουν ἑτέρωθι μὲν ἐχρῆν ἐκδιδάσκειν, ὅπως χρὴ φυλάττεσθαι κόπους, ἑτέρωθι δ’, ὅπως εἰς τὸ κατὰ φύσιν ἐπανάγειν προσήκει τοὺς ἤδη γεγονότας.
διὰ ταῦτα μὲν οὖν ἐν τῷ πρὸ τούτου γράμματι, τρίτῳ τῆς ὅλης πραγματείας ὄντι, περὶ τῶν ἐπὶ γυμνασίοις κόπων ὁ λόγος ἡμῖν ἐγένετο μετὰ τοῦ τῶν ὁμοίων αὐτοῖς ἐπιμνησθῆναι διαθέσεων, ὧν ἔνιαί τινες ἐπὶ γυμνασίοις ἐγίνοντο μάλιστα.
νυνὶ δὲ πρῶτον μὲν ὑπὲρ αὐτῶν ἐροῦμεν, ἐπειδὰν ἄνευ τῶν γυμνασίων γίνωνται, δεύτερον δὲ καὶ περὶ τῶν ὁμοειδῶν αὐτοῖς.
Ὁ μὲν οὖν ἐπὶ γυμνασίοις ἀμέτροις γινόμενος κόπος ὑγιεινόν τι σύμπτωμά ἐστιν, ὁ δὲ χωρὶς τούτων νοσώδης.
ὥστε καὶ Ἱπποκράτει δοκεῖ κάλλιστα εἰρῆσθαι· «κόποι αὐτόματοι φράζουσι νούσουσ».
[236] ἡ μὲν οὖν ἑλκώδης αἴσθησις σύμπτωμά ἐστι κοπῶδες, ἡ δ’ αἰτία, δι’ ἣν αὕτη γίνεται, διάθεσις κοπώδης.
ἡ δὲ καὶ ταύτης αὐτῆς αἰτία διττὴν ἔχει τὴν διαφοράν, ἤτοι κατ’ αὐτὸ τοῦ ζῴου τὸ σῶμα περιεχομένη, καὶ ὀνομάζεται τηνικαῦτα προηγούμενον αἴτιον, ἢ μηδ’ ὅλως ἐνυπάρχουσα, καὶ καλεῖται τηνικαῦτα προκαταρκτικὸν αἴτιον.
ὡς εἶναι μὲν τρία τὰ σύμπαντα γένη, περὶ ὧν ὁ νῦν ἡμῖν ἐνέστηκε λόγος, τό τε σύμπτωμα τὸ κοπῶδες καὶ τὴν διάθεσιν τὴν κοπώδη καὶ τὴν αἰτίαν αὐτῆς.
ἑκάστου δ’ αὐτῶν εἰδικάς τινας ὑπάρχειν διαφοράς, ἐν μὲν ταῖς αἰτίαις, ὡς εἴρηται νῦν δή, τὴν προηγουμένην καὶ τὴν προκατάρχουσαν, ἐν δὲ ταῖς διαθέσεσιν, ὡς ἔν γε τῷ πρὸ τούτου λόγῳ δέδεικται, τὴν ἑλκώδη καὶ τὴν τονώδη καὶ τὴν φλεγμονώδη, καὶ μέντοι κἀν τοῖς συμπτώμασι τρεῖς τὰς αὐτάς.
ὀνομάζειν μὲν οὖν ἔξεστιν, εἰ βούλοιτό τις, ἑτέρως· οὔτε δὲ πλείω τῶν εἰρημένων λέγειν τε καὶ ποιεῖν ἔξεστιν, ἀληθεύειν γε βουλομένοις, οὔτε πλείους διαφορὰς τῶν λελεγμένων.
ὁ μὲν οὖν ἑλκώδης κόπος (ἀρκτέον γὰρ ἀπὸ τοῦδε) κινουμένοις [237] αἴσθησιν ὀδυνηρὰν ὡς ἑλκουμένου φέρει τοῦ σώματος, ἤτοι κατὰ τὸ δέρμα μόνον, ὅταν ᾖ μετριώτερος, ἢ κατὰ τὰς ὑποκειμένας αὐτῷ σάρκας, ὅταν γένηται σφοδρότερος, ἢ κατὰ τὸ συναμφότερον, ἐπειδὰν ἰσχυρότερος ᾖ.
καὶ τοῦτο μέν ἐστι τὸ κοπῶδες σύμπτωμα.
διάθεσις δὲ κοπώδης, ἐφ’ ᾗ γίνεται τὸ σύμπτωμα, δριμύτης ὑγρῶν ἐστι λεπτῶν καὶ θερμῶν, ὡς διαβιβρώσκειν τε καὶ κεντεῖν καὶ νύττειν τὰ σώματα.
γίνεται δὲ αὕτη ποτὲ μὲν ἐπὶ ταῖς ἀμέτροις κινήσεσιν, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται λόγῳ, ποτὲ δ’ ἐπὶ κακοχυμίᾳ τινὶ λεληθότως ὑποτραφείσῃ, καὶ τοὺς τοιούτους κόπους αὐτομάτους ὁ Ἱπποκράτης ὀνομάζει.
τὸ δ’ ἕτερον γένος τοῦ κόπου τὸ τονῶδες, ὅταν αὐτόματον συνίστηται, ταῖς καλουμέναις πληθώραις ἕπεται.
διατείνεται γὰρ ἐν ταύταις τὰ στερεὰ τοῦ ζῴου μόρια, καὶ μάλιστα ἐν οἷς οἱ χυμοὶ περιέχονται.
τὸ δὲ τρίτον τοῦ κόπου γένος τὸ φλεγμονῶδες ἐπὶ πληθώρᾳ τε ἅμα καὶ τῇ προειρημένῃ γίνεται κακοχυμίᾳ.
οὐ γὰρ δὴ πᾶν εἶδος κακοχυμίας, ἀλλ’ ἐκεῖνο μόνον, ἐν ᾧ δριμύτης ἐστὶ δακνώδης, ἐργάζεται [238] τὸν ἑλκώδη κόπον· οὐδ’ οὖν οὐδ’ αὐτὴ κατὰ τὰς φλέβας ἀναμεμιγμένη τῷ αἵματι (λανθάνει γὰρ αὐτῆς ἡ δύναμις τηνικαῦτα διαρρεούσης τε ἅμα καὶ νικωμένης ὑπὸ τῆς τοῦ αἵματος χρηστότητος), ἀλλ’ ὅταν εἴς τε τὰς σάρκας καὶ τὸ δέρμα μόνη μεταληφθεῖσα στηριχθῇ, τὴν ἑλκώδη διάθεσίν τε καὶ αἴσθησιν ἐπιφέρει.
ὅσοι δὲ πλήθους ἔκγονον ὑπάρχειν οἴονται τὸν κόπον τοῦτον, ἁμαρτάνουσιν· οὔτε γὰρ τοῦ τοιούτου πλήθους, ὃ δὴ καὶ πληθώραν ὀνομάζουσι (τὸν τονώδη γὰρ ἐκεῖνο κόπον ἐργάζεται), οὔτε τοῦ τὴν δύναμιν βαρύνοντος· οὐ γὰρ δῆξις οὐδὲ ἑλκώδης αἴσθησις, ἀλλ’ ἤτοι βάρος τε καὶ δυσκινησία τοῦ τοιούτου πλήθους ἐστὶ συμπτώματα τὴν ψυχικὴν βαρύνοντος δύναμιν, ὅταν ὡς πρὸς ταύτην ὑπάρχῃ πλέον, ἢ κακοσφυξίαι τινές, ὅταν ὡς πρὸς τὴν ζωτικήν.
εἴρηται δ’ ὑπὲρ αὐτῶν αὐτάρκως ἐν τοῖς Περὶ σφυγμῶν, ὥσπερ γε κἀν τῷ Περὶ πλήθους βιβλίῳ τὰ γνωρίσματα τῆς φυσικῆς δυνάμεως εἴρηται βαρυνομένης ἅμα τοῖς τῶν ἄλλων ἀμφοτέρων.
οὔκουν τὸ πλῆθος αἴτιόν ἐστι τοῦ τὴν ἑλκώδη φέροντος αἴσθησιν κόπου, ἀλλὰ τῶν ἐν τῷ δέρματι καὶ τῇ σαρκὶ περιεχομένων χυμῶν ἡ [239] δριμύτης.
αὕτη γάρ, ἐπειδὰν μὲν ἡσυχάζουσα περικέηται, διαλανθάνει τὴν αἴσθησιν, εἰς κίνησιν δ’ ἀφικομένη παραχρῆμα γνωρίζεται.
κίνησις δ’ αὐτῇ πρώτως μὲν καὶ μάλιστ’ ἐγγίνεται κατά τινας οἰκείους λόγους, οὓς ἑξῆς ἐροῦμεν, ἑτέρα δὲ κατὰ συμβεβηκός, ἐπειδὰν ἡμεῖς αὐτοὶ προελόμενοι κινῆσαί τι μέρος ἢ καὶ σύμπαν τὸ σῶμα σὺν ἐκείνῳ καὶ τὰς ἐν αὐτῷ περιεχομένας κινήσωμεν ὑγρότητας.
ἀλλ’ ἡ μὲν τοιαύτη κίνησις ἐλαχίστη τέ ἐστι καὶ τὴν κοπώδη μόνην αἴσθησιν ἐπιφέρει, ἡ δὲ σφοδροτέρα ῥίγους ἐστὶν αἰτία, ἡ μέση δ’ ἀμφοῖν φρίκης.
ὅτι δ’ οὐδὲν κωλύει, κἂν θερμὸν ὑπάρχῃ τὸ αἴτιον, ῥῖγός τε καὶ φρίκην αὐτὸ ποιεῖν, ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις ἀναδέδεικται.
νυνὶ δ’ ἀρκεῖ μόνον αὐτὰ τὰ κεφάλαια τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ δεδειγμένων ὑπόθεσιν ποιήσασθαι τοῖς παροῦσιν.
ὅταν οὖν ἐν τοῖς αἰσθητικοῖς σώμασιν ὑποτραφῇ περιττώματα δάκνοντα, κατὰ διττὸν τρόπον εἰς κίνησιν ἀφικνεῖται, καθ’ ἕνα μὲν ὑπ’ αὐτῶν τῶν αἰσθητικῶν σωμάτων ὠθούμενα, δύναμιν ἐχόντων ἀποκριτικὴν τῶν ἀλλοτρίων, καθ’ [240] ἕτερον δὲ ὑπὸ κινήσεως σφοδροτέρας, ἣν ἔκ τε γυμνασίων καὶ θυμοῦ ἢ καὶ τῆς ἐκ τοῦ περιέχοντος θερμασίας ἐπικτᾶται.
τὰ μὲν οὖν ὑπόθερμά τε καὶ σηπεδονώδη περιττώματα, κινηθέντα σφοδρότερον, οὐ φρίκην μόνον ἢ ῥῖγος ἐπιφέρει, ἀλλὰ καὶ πυρετὸν ἐξάπτει· τὰ δὲ ψυχρά τε ἅμα καὶ λεπτομερῆ φρίκην μὲν καὶ ῥῖγος ἐπιφέρει, πυρετὸν δὲ οὐκ ἐξάπτει.
προσεῖναι δέ τι καὶ πλῆθος ἀξιόλογον ἑκατέροις ἀναγκαῖον, εἰ μέλλοι ταῦτα ποιήσειν.
ὅσα δ’ ἤτοι παντάπασιν ὀλίγα περιττώματα δάκνοντα τοῖς αἰσθητικοῖς ἐγγίνεται σώμασιν ἢ πλείω μέν ἐστιν, οὔπω δ’ ἀκριβῶς δακνώδη, τὸν ἑλκώδη κόπον ἐργάζεται.
καὶ δὴ καὶ λεκτέον ἡμῖν ὑπὲρ τούτων ἐν τῷ παρόντι· τὰ γὰρ τοὺς πυρετοὺς ἐπιφέροντα τῆς θεραπευτικῆς ἐστι πραγματείας· οὐ μὴν ἀλλὰ καὶ ὅσα φρίκην μὲν ἐργάζεται, πυρετοὺς δ’ οὐκ ἐξάπτει, καὶ ταῦτα τῆς ἐνεστώσης ἐστὶ πραγματείας.
[241] Ἡ ἴασις δὲ ἡ μέν τις εἰς κοινοὺς ἀμφοτέροις ἀνάγεται σκοπούς, ἡ δέ ἐστιν ἑκατέρων ἴδιος· εἰρήσεται δὲ πρότερον ἡ κοινή.
χρὴ τοίνυν, εἴτε θερμὸν εἴτε ψυχρὸν εἴη τὸ περίττωμα, κενοῦν ἢ ἀλλοιοῦν αὐτό.
δέχεται δ’ οὐ πᾶν περίττωμα τὴν ἐκ τῆς φύσεως ἀλλοίωσιν, ὥσπερ οὐδὲ πᾶν ἔδεσμα πᾶσι τοῖς ζῴοις τὴν ἐν τῇ γαστρὶ πέψιν, ἀλλ’ εἶναι χρή τινα συγγένειαν ἀεὶ τῷ πεττομένῳ πρὸς τὸ πέττον.
ὅταν οὖν ἀλλότριον ᾖ παντάπασιν, οὐδεμία μηχανὴ τοῦτο τὸν ἐκ τῆς φύσεως ἀναδέξασθαι κόσμον, ἀλλὰ χρὴ κενοῦν αὐτὸ πειρᾶσθαι διὰ ταχέων, ὥσπερ γε καὶ τὰ κατὰ τὴν γαστέρα διεφθαρμένα τελέως ἢ ἐμέτοις ἢ διαχωρήσεσιν ἐκκενοῦσθαι κράτιστον.
οὐ μὴν ἐνδέχεται τὴν ἐν τῇ σαρκὶ καὶ τοῖς ἄλλοις σώμασιν ἀναπεπομένην κακοχυμίαν ἑτοίμως οὕτως ἐκκενοῦν, ὡς τὴν ἐν ταῖς αἰσθηταῖς εὐρυχωρίαις περιεχομένην.
ἐνίοτε δὲ καὶ ἡ φύσις αὐτὴ τοῦ κάμνοντος οὐ προσίεται βοήθημα ταχέως ἐκκενῶσαι δυνάμενον.
[242] ἔστιν δ’ ὅτε καὶ ἄλλη τις διάθεσις ἀνθίσταταί τε καὶ ἀπαγορεύει τὸν τοιοῦτον τρόπον τῆς κενώσεως, ὑπὲρ ὧν ἐφεξῆς εἰρήσεται, πρότερόν γε τὸ λεῖπον ἐν τῇ πρώτῃ διαιρέσει προσθέντων ἡμῶν.
οἱ μὲν γὰρ κοινοὶ σκοποὶ τῆς τῶν περιττωμάτων ἰάσεως εἴρηνται, κένωσίς τε καὶ ἀλλοίωσις.
ἰδίους δ’ ἑκατέρων προσθετέον ἡμῖν· οὐ γὰρ ἑνὶ τρόπῳ κενωτέον οὐδὲ ἀλλοιωτέον ἐστίν, ἀλλὰ τὸν οἰκεῖον ἀεὶ τοῦ λυποῦντος ζητητέον.
οἰκεῖος δὲ συλλήβδην μὲν εἰπεῖν ὁ διὰ τῶν ἐναντίων ἐστίν, ἐν μέρει δὲ ὁ καθ’ ἕκαστον ἐναντίως.
τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα· χρὴ δ’ ἐξηγήσασθαι πλατύτερον αὐτὰ καὶ τὴν οἰκείαν ἀπόδειξιν ἑκάστῳ προσθεῖναι, τὴν ἀρχὴν ἀπὸ τῆς ἑλκώδους διαθέσεως ποιησαμένους τῶν αὐτομάτων κόπων.
Ἐπεὶ τοίνυν ἐπὶ κακοχυμίᾳ δριμέων περιττωμάτων ὁ τοιοῦτος ἐγίνετο κόπος, ἐπισκεπτέον πρότερον, εἴτ’ ἐν τοῖς στερεοῖς μόνοις σώμασιν εἴτε κἀν ταῖς κοιλίαις τῶν φλεβῶν ἡ κακοχυμία περιέχεται.
γνώρισμα δ’ οὐδὲν ἔχομεν ἐναργὲς οὐδὲ σαφὲς ὑπὲρ τῶν ἐν ταῖς [243] φλεψὶ περιττωμάτων, ὅτι μὴ κατὰ τὰ οὖρα μόνον, ἀλλὰ στοχάζεσθαι χρὴ διὰ τῶνδε· πρῶτον μὲν ἐπισκοπουμένους, ᾗτινι κέχρηται διαίτῃ τὸ κάμνον σῶμα· δεύτερον δ’, εἰ καὶ φύσει κακοχυμίαν ἦν ἔθος ἀθροίζειν αὐτῷ· καὶ πρὸς τούτοις, εἰ αἱ συνήθεις ἐκκρίσεις ἐπέχονται [αἱ φυσικαί]· τέταρτον ἐπὶ τούτοις, εἰ γυμνασίοις ἢ καθάρσεσιν ἢ ἐμέτοις ἢ αἰωρήσεσιν ἢ χρήσεσιν αὐτοφυῶν ὑδάτων εἰθισμένος ἐκκενοῦν τὰ περιττώματα νῦν ὠλιγώρησεν.
ἐν μὲν οὖν τῇ διαίτῃ σκεπτέον, εἰ ἀπεψίαι προήγηνται πολὺ πλείους καὶ μείζους τῶν συνήθων ἢ κακοχύμων ἐδεσμάτων ἐνεφορήσατο πλῆθος ἢ οἶνον ἀντὶ μὲν παλαιοῦ γλεύκινον, ἀντὶ δὲ λεπτοῦ παχὺν ἢ τεθολωμένον ἔπιεν ἢ καὶ παντάπασιν εἰς ὕδατος πόσιν ἐξ οἴνου μετῆλθεν, οὐχ ἅπαξ ἢ δὶς ἐφ’ ἑκάστῳ τῶν εἰρημένων πλημμελήσας, ἀλλὰ συνεχῶς τε ἅμα καὶ χρόνῳ πολλῷ.
δεύτερον δ’ ἐπισκεπτέον, ὡς εἴρηται, μή τις τῶν φύσει κακοχυμίαν ἑτοίμως ἀθροιζόντων ἐστὶν ὁ κάμνων.
ἐξευρήσεις δὲ τοῦτο πυθόμενος, εἰ ψωρώδης ποτὲ διάθεσις ἢ λεπρώδης ἢ ἀλφώδης ἢ κνησμώδης ἐπὶ [244] πλέον αὐτῷ συνέπεσεν ἢ ἐρυσίπελας ἢ ἕρπης ἢ ἐλέφας ἢ ὀφίασις ἢ ἀλωπεκίασις ἢ φλύκταιναι πλείους ἢ ἑλκώδεις ἐξανθήσεις ἢ ἐπινυκτίδες ἢ ὅλως ὁτιοῦν τῶν ἐπὶ κακοχυμίᾳ γεννωμένων τε καὶ αὐξανομένων συμπτωμάτων.
ἐπὶ δὲ τούτοις ἐλέγομεν χρῆναι σκοπεῖσθαι, μὴ συνήθης τις ἔκκρισις ἐπέσχηται δι’ ἐμέτων ἢ δι’ αἱμορροΐδων ἢ σύριγγός τινος ἢ δυσεντερίας ἢ γυναιξὶ καταμήνια· εἶθ’ ἑξῆς, εἰ αὐτὸς ἐπιτηδεύων ἐκκαθαίρειν ἑαυτὸν ἀεὶ πέπαυται νῦν.
ἔνιοι μὲν γὰρ ὑπηλάτοις φαρμάκοις, ἔνιοι δὲ ἐμετηρίοις ἢ οὐρητικοῖς ἢ ἱδρωτικοῖς ἢ χρήσεσιν ὑδάτων αὐτοφυῶν ἤτοι θειωδῶν ἢ ἀσφαλτωδῶν ἢ νιτρωδῶν ἐκκενοῦντες ἑαυτῶν τὰ περιττώματα καθ’ ἕκαστον ἔαρ ἢ φθινόπωρον ὠλιγώρησαν νῦν, πολλοὶ δέ, ὡς εἴρηται, καὶ γυμνασίων ἔθους ἀπέστησαν, ἔνιοι δὲ καὶ τρίψεως ἁπάσης ἢ λουτρῶν ἢ τῶν μετὰ τὸ βαλανεῖον ἐμέτων ἐπ’ οἴνῳ γλυκεῖ.
πρόδηλον δέ ἐστιν, ὡς ὁ λόγος οὐ μόνον τῶν τὴν ἀρίστην [245] ἐχόντων κατασκευὴν ἐμνημόνευσεν, ἀλλ’ ὑπὲρ τοῦ μηδὲν λείπειν τῷ καταλόγῳ τῶν τῆς κακοχυμίας αἰτιῶν ἐφήψατο καὶ τῶν ἀθροιζόντων φύσει κακοχυμίαν σωμάτων, ὑπὲρ ὧν ἐν ταῖς μοχθηραῖς κατασκευαῖς τοῦ σώματος ἐν τοῖς ἑξῆς ὑπομνήμασιν ἐπὶ πλέον ἐροῦμεν.
ἐκ τούτων μὲν οὖν στοχάζεσθαι χρὴ τοῦ ποσοῦ τῆς κακοχυμίας, ἴασιν δὲ τῷ μέτρῳ τῆς ποσότητος ἐξευρίσκειν ἀνὰ λόγον, εἰ μὲν ὀλίγη παντάπασιν ὑπάρχει καὶ κατ’ αὐτὸ μόνον ἠθροισμένη τὸ δέρμα, μετριωτέραν, εἰ δὲ μείζων καὶ διὰ βάθους, ἰσχυροτέραν.
εἰρήσεται δὲ πρῶτον μὲν ἡ τῆς ἐπιεικοῦς τε καὶ περὶ τῷ δέρματι μόνον, ἑξῆς δὲ καὶ ἡ τῶν σαρκῶν ἐμπεπλησμένων, καὶ τρίτη πρὸς αὐταῖς, ὅταν ὅλον ἀκάθαρτόν τε καὶ περιττωματικὸν ὑπάρχῃ τὸ αἷμα.
ὑποτίθεμαι πρῶτον μὲν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἀνελθὼν εὔχυμόν τινα φύσει νεανίσκον, ἔμπροσθεν μὲν ὑγιεινῶς διαιτώμενον κατὰ πάντα, νῦν δὲ διά τινα χρείαν ἀναγκαίαν ἐν ὁδοιπορίᾳ πλείονι χρόνῳ διατετριφότα, μήτε γυμνάσασθαι τὰ συνήθη μήτε λούσασθαι, κεχρῆσθαι δὲ καὶ βρώμασι καὶ πόμασι μοχθηροῖς καὶ μετὰ τὸ ἄριστον ἢ [246] τὸ δεῖπνον ἢ καὶ δι’ ὅλης τῆς ἡμέρας ἐπ’ ὀχήματος ἐνηνέχθαι μηδ’ ὕπνου τὰ πολλὰ καλῶς ἀπολαύσαντα· προσυποκείσθω δὲ μηδὲν αὐτῷ πεπλημμελῆσθαι περὶ τὴν ποσότητα τῶν προσενηνεγμένων καὶ διὰ τοῦτο μηδ’ ἀπεψίᾳ τινὶ περιπεπτωκέναι.
τὸν γὰρ τοιοῦτον ἄνθρωπον οὐκ ἐνδέχεται κακοχυμίαν ἠθροικέναι πολλήν.
οὔκουν οὐδὲ τῆς ἐπανορθώσεως δεῖται μακρᾶς, ἀλλ’ ἀρκεῖ γυμνάσιον ἀποθεραπευτικόν, οἷον ἐν τῷ πρὸ τούτου γράμματι διήλθομεν.
εἴρηται δὲ καὶ περὶ τῆς ἀκολούθου διαίτης ἐν αὐτῷ.
καὶ νῦν οὐδὲν ἔτι χρὴ μηκύνειν, ἀλλ’ ἀναμνῆσαι μόνον, ὡς ὁ σκοπὸς τῶν οὕτω διακειμένων σωμάτων κένωσίς ἐστι τῶν κατὰ τὸ δέρμα περιττωμάτων, ὡς ἂν καὶ τῆς διαθέσεως ἐν τούτῳ μόνῳ γεγενημένης.
ὑποκείσθω δὲ πάλιν ὁ αὐτὸς ἄνθρωπος ἐπὶ τοῖς ἄλλοις τοῖς αὐτοῖς ἀπεψίαις πλείοσι περιπεπτωκώς· ὑποκείσθω δὲ καὶ ἡ ἑλκώδης αἴσθησις αὐτῷ μὴ κατὰ τὸ δέρμα μόνον, ἀλλὰ καὶ διὰ βάθους, ὡς ὑπονοεῖν ὅλον ἐμπεπλῆσθαι τὸ σῶμα τῆς κακοχυμίας.
οὐκέτι τὸν τοιοῦτον οὔτ’ ἐπὶ γυμνάσιον ἄξομεν οὔτ’ ἐπὶ κίνησιν ὅλως [247] οὐδεμίαν, ἡσυχάσαι δὲ καὶ ὑπνῶσαι κελεύσαντες ἐν ἀσιτίᾳ διαφυλάξομεν ὅλην τὴν ἡμέραν· εἶτ’ εἰς ἑσπέραν ἀλείψαντές τε λιπαρῶς καὶ λούσαντες εὐκράτῳ θερμῷ τροφὴν εὔχυμον καὶ ῥοφηματώδη δώσομεν ὀλιγίστην· οὐκ ἀφέξομεν δ’ αὐτὸν οὐδ’ οἴνου· συμπέττει γὰρ τοὺς ἡμιπέπτους χυμοὺς ὁ οἶνος, εἴπερ τι καὶ ἄλλο, καὶ ἱδρῶτας καὶ οὖρα προτρέπει καὶ ὕπνῳ συντελεῖ.
δεόμεθα δ’ ἐπὶ τῶν οὕτως ἐχόντων, ὅσον μὲν ἤδη ἀκριβῶς μοχθηρόν ἐστι, τῆς κακοχυμίας πεφθῆναι μηκέτι δυναμένης, ἱδρῶσί τε καὶ οὔροις ἐκκενῶσαι, τὸ δ’ οἷον ἡμίπεπτον ἔτι συμπέψαι τε καὶ χρηστὸν ἀπεργάσασθαι.
τοῦτο δὲ μάλιστα δι’ ἡσυχίας καὶ ὕπνου ἀποτελεῖται.
εἰ μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις κατασταίη τὸ σύμπτωμα, πρὸς τὰ συνήθη κατ’ ὀλίγον ἐπανάγειν χρὴ τὸν ἄνθρωπον.
εἰ δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ἔτι παραμένοι, σκεπτέον ἤδη περὶ βοηθήματος ἰσχυροτέρου, καὶ μάλιστ’ εἰ διὰ τῆς νυκτὸς ἤτοι κοπώδης ἐπὶ πλέον ἢ ἀσώδης ἢ ἄγρυπνος ἢ ἐν ὕπνοις τισὶ φαντασιώδεσί τε [248] καὶ ταραχώδεσι γένοιτο.
τοὺς γὰρ τοιούτους σὺν μὲν ἰσχυρᾷ τῇ δυνάμει δυοῖν θάτερον, ἢ φλεβοτομεῖν ἢ καθαίρειν προσήκει, διορισάμενον, ὁποτέρου δεῖ μᾶλλον, ὡς ἐφεξῆς ἐρῶ· σὺν ἀσθενεῖ γὰρ τῇ δυνάμει φλεβοτομεῖν μὲν οὐδαμῶς, ὑποκαθαίρειν δὲ μετρίως.
ὁποῖαι δ’ εἰσὶν αἱ μέτριαι καθάρσεις, ἐν τοῖς ἑξῆς εἰρήσεται, πρότερόν γε διορισαμένων ἡμῶν τὰ πρότερον.
τῆς γὰρ δυνάμεως ἰσχυρᾶς οὔσης καὶ τοῦ κόπου παραμένοντος ἐπισκεπτέον, εἴτε μετὰ πλήθους αἵματος ἢ ὠμῶν καὶ ἀπέπτων χυμῶν εἴτε αὐτὴ καθ’ ἑαυτὴν μόνη γέγονεν ἡ τὸν κόπον ἐργαζομένη κακοχυμία.
εἰ μὲν γὰρ μετὰ πλήθους αἵματος, ἤτοι φλεβοτομητέον ἤ τι τῶν ἀνὰ λόγον πρακτέον.
ἀνὰ λόγον δέ ἐστι τόδε· τοῖς μὲν αἱμορροΐδας ἐπεσχημένοις ἐκείνας ἀναστομῶσαι, ταῖς δὲ γυναιξὶ τὴν τῶν καταμηνίων ἔκκρισιν κινῆσαι, ὥσπερ γε καὶ οἷς τούτων οὐδέν ἐστιν, ἀποσχάσαι τὰ σφυρά, κἄπειθ’ οὕτως ὑποκαθαίρειν φαρμάκῳ τῷ μάλιστ’ οἰκείῳ τῇ κακοχυμίᾳ.
μόνης δὲ συστάσης τῆς [249] κακοχυμίας ἄνευ πλήθους αἵματος ἐπὶ τὴν οἰκείαν τῷ λυποῦντι περιττώματι κάθαρσιν ἔρχεσθαι χρή.
λυπεῖ δὲ ποτὲ μὲν ἤτοι πικρόχολον ἢ μελαγχολικόν, ἔστι δ’ ὅτε φλεγματῶδες ἢ ἁλυκὸν ἢ ὀξύ, καὶ τούτων ἕκαστον ἢ ὀρρωδέστερον ἢ παχύτερον ἢ μέσον πως κατὰ τὴν σύστασιν.
ὑπὲρ ὧν τῆς διαγνώσεως ἤδη λέγωμεν.
εἰ μὲν ἅμα τισὶν ἐξανθήμασιν ἡ κοπώδης γεγένηται διάθεσις, ἐξ ἐκείνων ἕτοιμον εὑρίσκειν, ὁποῖόν τι τὸ εἶδός ἐστι τοῦ περιττώματος· εἰ δὲ τούτων χωρίς, ἐπὶ μὲν εὐχύμου φύσεως ἔκ τε τῶν προηγησαμένων ἐδεσμάτων καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσα συνέπεσεν αὐτῷ, κακοχύμου δ’ ὄντος φύσει κἀντεῦθέν τι ληπτέον.
εἰρήσεται δ’ ἐπὶ πλέον αὖθις ὑπὲρ τῶν τοιούτων κράσεων· νυνὶ δὲ περὶ τῶν ἄλλων λεκτέον, ἐξ ὧν καὶ αὐτῶν ἔνεστι τεκμήρασθαι τὸ τῆς κακοχυμίας εἶδος.
ἀργότερον μὲν γὰρ διῃτημένου φλεγματωδέστερος ἀθροίζεται χυμός, ἐν πόνοις δὲ πλείοσιν ἤτοι πικρόχολος ἢ μελαγχολικός, ἐν θέρει μὲν πικρόχολος, ἐν φθινοπώρῳ δὲ μελαγχολικός.
ἀλλὰ καὶ τῶν πόνων [250] τὸ μῆκος ἐπισκεπτέον· ὅσῳ γὰρ ἂν ὦσι πολυχρονιώτεροι, τοσῷδε μᾶλλον ἐπὶ τὸ μελαγχολικὸν ἐκτρέπονται.
καὶ τοίνυν, ὅσοι μὲν ἅμα πολλοῖς ἱδρῶσιν ἐγένοντο, παχύτερον ἐργάζονται τὸ περίττωμα, λεπτότερον δὲ οἱ χωρὶς ἱδρῶτος, ὥσπερ οἱ ἐν χειμῶνι καὶ ὅλως ταῖς ψυχραῖς καταστάσεσι.
συνεπισκεπτέον δ’ ἐν τῷδε καὶ περὶ τῶν οὔρων τι τοῦ πλήθους, ὥσπερ γε καὶ περὶ τῆς τῶν ἱδρώτων ποιότητος· οἱ μὲν γὰρ ὀξῶδες, οἱ δὲ ἁλμυρόν, οἱ δὲ οἷον βορβόρου τινὸς ἢ βρώμου σαφῶς ἐξόζουσιν.
ἔνεστι δὲ τοῦτο καὶ διὰ τῆς στλεγγίδος, ὁπότε λούοιντο, σκοπεῖσθαι.
πολλάκις γοῦν ἐφάνη πικρόχολος ἀκριβῶς, οἷος ἐπὶ τῶν ἰκτεριώντων ἀποκρίνεται.
διάγνωσις δ’ αὐτοῦ ῥᾳδία καὶ πρὸ τῆς γεύσεώς ἐστιν ἐκ μόνης τῆς χρόας· ὠχρὸς γὰρ ὁμοίως τῇ τοιαύτῃ χολῇ φαίνεται.
πολλάκις μὲν ἐπὶ πόνοις ἰσχυροτάτοις καὶ καύμασι σφοδροτάτοις ἀκριβῶς ξανθὸς ὤφθη.
καὶ μὲν δὴ καὶ μέσος ποτὲ καὶ μικτὸς ἐξ ἀμφοῖν, οἷον ὠχρόξανθός τις, ὥσπερ γε καὶ ὁ τῆς χολῆς χυμός.
ἔστι γὰρ οὖν [251] καὶ τοῦτον ἰδεῖν ‹ἐν› ἐμέτοις τε καὶ διαχωρήμασιν ἤτοι γ’ ὠχρὸν ἢ ξανθὸν ἢ ἐξ ἀμφοῖν σύνθετον.
ὁποῖος δ’ ἂν οὗτος ἐν τῷ σώματι περιέχηται, τοιοῦτον ἀναγκαῖον αὐτοῦ φαίνεσθαι καὶ τὸν ὀρρόν.
ὁ μὲν οὖν ἱδρὼς τῶν καθ’ ὅλον τὸ σῶμα πλεοναζόντων χυμῶν ἐστι γνώρισμα, τὸ δ’ οὖρον ἐκείνων μόνον, ὅσοιπερ ἂν ἐν τοῖς ἀγγείοις περιέχωνται.
μηδὲν οὖν παραλιπεῖν ὅλως, ἀλλὰ καὶ τοὺς ἱδρῶτας ἐπισκεπτέον, ὡς εἴρηται νῦν.
καί ποτ’ αὐτὸν τὸν κάμνοντα κελεύειν αὐτῶν ἀπογεύεσθαι πρὸς ἀκριβεστέραν διάγνωσιν· ὅπερ εἴωθεν ἔσθ’ ὅτε καὶ αὐτομάτως γίνεσθαι, παραρρυέντος εἰς τὸ στόμα τοῦ καταφερομένου πολλάκις ἔκ τε τοῦ μετώπου καὶ τῶν ταύτῃ μορίων.
ἐπισκεπτέον δὲ καὶ τῶν οὔρων τήν τε σύστασιν ἅμα καὶ τὴν χροιάν.
οὐ παραλειπτέον δὲ οὐδέ τι τῶν ἐναιωρουμένων οὐδὲ τῶν παρυφισταμένων ἀνεπίσκεπτον.
δηλοῖ γὰρ ἀκριβῶς τὰ τοιαῦτα πάντα, ὁποῖόν τι τὸ ἐν τοῖς ἀγγείοις ἐστὶν αἷμα.
χολώδους μὲν οὖν ὄντος, ἀναγκαῖόν ἐστι καὶ τὸν ὀρρὸν αὐτοῦ χολώδη φαίνεσθαι καθ’ ἑκατέραν τῆς χολῆς τὴν ἰδέαν, ὁμοίως δ’ ἔτι καὶ φλεγματώδους ὑπάρχοντος.
ὅταν [252] μὲν οὖν ἀκριβῶς ἄπεπτον ὑπάρχῃ, λεπτὸν καὶ ὑδατῶδές ἐστι τὸ οὖρον, οὔθ’ ὑπόστασιν ἴσχον οὔτε ἐναιώρημά τι· πεττομένου δὲ ταῦτα φαίνεται καί τινες ἄνωθεν ἐφίστανται νεφέλαι λεπταί, καθάπερ καὶ ἡ καλουμένη γραῦς ἢ καὶ ἐπίπαγος ἐπὶ τῶν ἀποψυχομένων ζωμῶν.
εἰ δὲ θολερόν, οἷον καὶ τὸ τῶν ὑποζυγίων, φαίνοιτο, δηλώσει μὲν ἐμπεπλῆσθαι τῶν καλουμένων ὠμῶν χυμῶν τὰς φλέβας, οὐ μὴν ἡσυχάζειν γε περὶ αὐτοὺς τὴν φύσιν, ἀλλὰ πέττειν ἐρρωμένως.
εἰ δὲ διακρίνοιτο ταχέως καὶ τὸ ὑφιστάμενον εἴη λευκόν τε καὶ λεῖον καὶ ὁμαλόν, ὅσον οὔπω δηλοῖ κρατήσειν ἁπάντων αὐτῶν τὴν φύσιν.
εἰ δ’ οὐρησάντων μὲν εἴη καθαρόν, ἀναθολωθείη δ’ εὐθέως, ἐπιχειρεῖν τῇ πέψει τῶν ὠμῶν χυμῶν ἐνδείκνυται τὴν φύσιν, εἰ δὲ μετὰ πλείονα χρόνον, οὐκ εὐθύς, ἀλλ’ ὕστερον ἐπιχειρήσειν.
κοινὸν δ’ ἐπὶ πάντων οὔρων θολερῶν ἔστω σοι γνώρισμα ἡ διάκρισις, ἤτοι ταχέως ἢ βραδέως ἢ μηδ’ ὅλως γινομένη.
εἰ μὲν οὖν ταχέως τε γίνοιτο καὶ τὸ [253] ὑφιστάμενον εἴη λευκὸν καὶ λεῖον καὶ ὁμαλόν, ἰσχυροτέραν ἐνδείκνυται μακρῷ τὴν φύσιν ὧν πέττει χυμῶν.
εἰ δ’ ἀγαθὴ μὲν ἡ ὑπόστασις, ἐν χρόνῳ δὲ γίνοιτο πλείονι, καὶ τὴν φύσιν ἐν χρόνῳ πλείονι κρατήσειν τῶν χυμῶν ἐπαγγέλλεται.
εἰ δ’ ἤτοι μὴ διακρίνοιτο παντάπασιν ἢ σὺν μοχθηραῖς ὑποστάσεσιν, ἀσθενὴς ἡ φύσις ἐστὶ καὶ δεῖται βοηθείας τινὸς εἰς τὸ πέψαι τοὺς χυμούς.
ὥσπερ δὲ τὰ οὖρα τῶν ἐν τοῖς ἀγγείοις χυμῶν ἐνδείκνυται τὴν διάθεσιν, οὕτως οἱ ἱδρῶτες καὶ τἄλλα τὰ περὶ τὴν σύμπασαν ἕξιν τοῦ ζῴου φαινόμενα τῶν κατ’ ἐκείνην ἐστὶ δηλωτικά.
θερμότητος μὲν γὰρ αἴσθησις ἀήθης ἐν αὐτῇ γίνεται, τῶν θερμῶν ἐπικρατούντων χυμῶν, ψυχρότητος δέ, τῶν ψυχρῶν.
καὶ λευκότεροι μὲν ἐπὶ ταῖς τοῦ φλέγματος, ὠχρότεροι δὲ ἐπὶ ταῖς τῆς χολῆς φαίνονται πλεονεξίαις, εἰ δὲ καὶ ἀκρατεστέρα ποτ’ εἴη, ξανθότεροι.
τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐστιν, οὐ τῶν στερεῶν τοῦ ζῴου μορίων, ὅταν γε μὴ ὑποχωρήσωσιν εἰς τὸ βάθος οἱ χυμοί.
συμβαίνει δ’ αὐτοῖς τοῦτο διὰ κρύος ἢ ῥῖγος ἢ πάθος [254] ψυχικόν, οἷον φόβον ἢ λύπην ἰσχυρὰν ἢ ἀρχομένην αἰδώ· μηδενὸς δὲ τούτων παρόντος, οὐκ ἄν ποθ’ ὑπονοστήσειαν εἰς τὸ βάθος οἱ χυμοί, ὥσπερ οὐδ’ ἐπικαύσαιεν ἄν ποτε τὸ δέρμα βιαιότερον ὁρμήσαντες ἐπ’ αὐτὸ χωρὶς τοῦ παθεῖν τι τὴν ψυχὴν ἢ θάλπος ἄμετρον ἔξωθεν περιστῆναι τῷ ζῴῳ.
ὀργισθέντων οὖν ποτ’ ἰσχυρῶς ἢ θυμωθέντων ἢ τὴν ἐκ τῆς αἰδοῦς οἷον ἄμπωτιν τῶν χυμῶν ἀναφερόντων, μὴ προσέχειν τὸν νοῦν τῇ χροιᾷ· χωρὶς δὲ τοῦ βιάζεσθαι τὸ περιϊστάμενον ἔξωθεν ἤτοι θερμὸν ἢ ψυχρὸν ἤ τι πάθος ὧν ἀρτίως εἴρηται γεγενημένον, ἀψευδής ἐστιν ἡ ἐκ τῆς χροιᾶς τοῦ ζῴου διάγνωσις τῶν χυμῶν.
ὡς οὖν τὸ μὲν λευκότερον ἑαυτοῦ γεγονὸς σῶμα τὸν φλεγματικὸν ἐπικρατεῖν ἐνδείκνυται χυμόν, τὸ δ’ ὠχρότερον ἢ ξανθότερον τὸν χολώδη, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἐπὶ τὸ ἐρυθρότερον ἐκτροπὴ τοῦ κατὰ φύσιν αἷμα πλεονάζειν, ἡ δὲ ἐπὶ τὸ μελάντερον τὴν μέλαιναν χολὴν δηλοῖ.
δόξειε δ’ ἄν σοί ποτε καὶ οἷον μολίβδῳ τινὶ τὴν χροιὰν ἐοικέναι καὶ αὖθις οἷόν τις μίξις εἶναι λευκοῦ τε ἅμα καὶ πελιδνοῦ [255] καί ποτε τὸ πελιδνὸν αὐτὸ μόνον ἐπικρατεῖν ἄνευ τοῦ λευκοῦ.
τὰ τοιαῦτα οὖν χρώματα τὸν ὠμὸν ἐπικρατεῖν ἐνδείκνυται χυμόν, ἐν εἴδει μὲν ὑπάρχοντα φλέγματος, ἧττον δ’ ὑγρὸν ὄντα τοῦ συνήθους ὀνομαζομένου φλέγματος.
ὡς τὰ πολλὰ δὲ οὐδὲ γλισχρότης αὐτῷ πρόσεστιν· ὡς, εἴ γε προσείη, τὸν τοιοῦτον χυμὸν ὁ Πραξαγόρας ὑαλώδη καλεῖ, ψυχρὸν μὲν ἱκανῶς ὑπάρχοντα, παχύτερον δ’ ἧττον ὄντα τοῦ κατ’ ἐξοχὴν ὠμοῦ προσαγορευομένου.
κοινῇ μὲν γὰρ οἱ τοιοῦτοι χυμοὶ λευκοί τε καὶ ὠμοὶ πάντες εἰσί, προσαγορεύεται δ’ αὐτῶν ἄλλος ἄλλῃ προσηγορίᾳ.
καὶ οὐ τοῦ νῦν ἐνεστῶτος καιροῦ διορίσασθαι πάντας αὐτούς· μόνου γὰρ εἰς τὰ παρόντα τοῦ κοινῇ πᾶσι συμβεβηκότος δεόμεθα, τοῦ μηδέπω κατειργάσθαι τελέως αὐτοὺς ὑπὸ τῆς φύσεως, ἀλλ’ ἔθ’ ὑπάρχειν ὠμούς.
ἐν μεθορίῳ γάρ ἐστι τὸ αἷμα τῶν τε χολωδῶν χυμῶν καὶ τούτων, ὧν τὸ γένος ἑνὶ προσρήματι καλεῖν ἔξεστιν ἢ ὠμὸν χυμὸν ἢ φλέγμα.
ἐκεῖνοι μὲν γὰρ ὑπερκατεργασθέντος ἀποτελοῦνται τοῦ αἵματος, οὗτοι δ’ οὐδέπω γεγονότος.
ἔστι δ’ ἑκατέρων [256] ἄπειρος μὲν ἡ κατὰ μέρος διαφορά, διώρισται δέ πως ἤδη πρὸς τῶν περὶ τὰ τοιαῦτα δεινῶν εἴδεσιν εὐαριθμήτοις· ὧν οὐδ’ αὐτῶν ἀναγκαῖόν ἐστιν μεμνῆσθαι νῦν ἁπασῶν, ἀλλ’ ἀρκεῖ μόνον εἰς ἓν ἀγαγεῖν ἅπαντα τὰ κεφάλαια, ὅπερ οἷον σκοπόν τινα ποιήσασθαι προσήκει τῶν πρακτέων.
ἐπειδὴ γὰρ οἱ μέν τινές εἰσι, πρὶν ἀκριβῶς αἱματωθῆναι τὴν τροφήν, οἷον ἡμίπεπτοι [τινεσ], οἱ δ’ ἄπεπτοι παντάπασιν, οἱ δ’ ὀλίγον ἀποδέοντες αἵματος ἰδέας, ἕτεροι δ’ ἔσχατοι τῆς αἱματώσεως, ἀμετρίᾳ θερμότητος ἑπόμενοι, καὶ τούτων αὐτῶν οἱ μὲν ὀλίγον ἀποκεχωρηκότες τοῦ αἵματος, οἱ δὲ πλέον, οἱ δὲ πλεῖστον, ἐπὶ μὲν τῶν ὀλίγον ἀπεχόντων ἐφ’ ἑκάτερα θαρρούντως χρῆσθαι φλεβοτομίᾳ, ἐπὶ δὲ τῶν πλέον εὐλαβέστερον, ἐπὶ δὲ τῶν πλεῖστον οὐδ’ ὅλως.
συνεπισκοπεῖσθαι δὲ πειρᾶσθαι καὶ τὸ ποσὸν ἐν αὐτοῖς, οἷον, εἰ οὕτως ἔτυχεν, ἂν μὲν ὀλίγον ὑπάρχῃ τὸ χρηστὸν αἷμα, πλεῖστος δ’ ἄλλος τις χυμός, ἀφίστασθαι τῆς φλεβοτομίας· ἂν δ’ οὗτος μὲν ὀλίγος ᾖ, [257] δαψιλὲς δ’ ὑπάρχῃ τὸ αἷμα, θαρρούντως χρῆσθαι φλεβοτομίᾳ.
εἶθ’ οὕτως, ὡς εἴρηται πρόσθεν, ὑπάγειν γαστέρα πρός τε τὸ πλῆθος ἀφορῶντα καὶ τὴν ἰδέαν τοῦ πλεονάζοντος χυμοῦ.
εἰ δέ τις ἤτοι δι’ ἡλικίαν ἢ διὰ δειλίαν οὐκ ἐθέλοι παρέχειν αὑτὸν τῷ ἰατρῷ πρὸς οὐδένα τρόπον αἵματος ἀφαιρέσεως, ἐπὶ κάθαρσιν ἰσχυροτέραν ἄγειν αὐτόν.
εἰ δὲ καὶ ταύτην ὑποπτεύοι, δι’ ἑτέρων ἐκκενοῦν τὸ περιττόν.
ἐπὶ μὲν οὖν τῆς ὑποκειμένης ἐν τῷ λόγῳ φύσεως οὐδὲν χαλεπὸν ἐξευρεῖν ἑτέρας κενώσεις· ἐπ’ ἄλλων δὲ μετὰ διορισμῶν ἀκριβεστέρων ἐξευρίσκειν αὐτὰς προσῆκεν, οὓς αὖθις ἐροῦμεν, ἐπειδὰν πρότερον ὑπὲρ τῆς εὐχύμου φύσεως εἴπωμεν.
ὑποκείσθω γὰρ ὁ τοιοῦτος ἄνθρωπος ἐπὶ μοχθηρᾷ διαίτῃ κοπώδης γεγενημένος, εἶτ’ ἐξ ὧν εἰρήκαμεν σημείων ἐν μὲν τῷ φλεβώδει γένει τῶν ἀγγείων ἐμφαινέσθω τι πλῆθος αὐτῷ χυμῶν ἡμιπέπτων, ἐν δὲ τῷ παντὶ σώματι τούτων δὴ τῶν δακνωδῶν, οἷς ὁ κόπος εἵπετο, συνηυξήσθω δέ πως αὐτῷ καὶ τὸ αἷμα.
μάλιστα μὲν οὖν, ὡς εἴρηται, [258] ἐχρῆν τοῦ αἵματος ἀφελόντα καθῆραι τοὐντεῦθεν ἐκεῖνον τὸν χυμόν, ὃς ἂν ἐπικρατεῖν φαίνηται.
μὴ προσιεμένου δὲ τὴν τοῦ αἵματος ἀφαίρεσιν, αὐξῆσαι τὴν κάθαρσιν.
εἰ δὲ μηδέτερον ὑπομένοι, σκοπεῖσθαι τὴν ἑτέραν ὁδόν, ᾖ μάλιστα ἄν τις, εἰ καὶ μὴ διὰ ταχέων, ἀλλ’ ἐν χρόνῳ τε πλείονι πρὸς τὴν ἀρχαίαν τοῦ σώματος ἕξιν ἐπανάγοιτο τὸν ἄνθρωπον.
ἐπεὶ οὖν οἱ πρῶτοι δύο σκοποὶ τῆς ἐπανορθώσεως ἐν ἁπάσαις ταῖς τοιαύταις διαθέσεσίν εἰσι, πέψις μὲν τῶν ἀπέπτων ἢ καὶ ἡμιπέπτων χυμῶν, ὁπόσοι πρότεροι τοῦ αἵματος γεννῶνται, κένωσις δὲ τῶν δριμέων τε καὶ δακνωδῶν, ὁπόσοι δεύτεροί τ’ εἰσὶ καὶ ὕστεροι τοῦ αἵματος, ἀπέχειν μὲν αὐτοὺς χρὴ κινήσεως ἁπάσης ἰσχυρᾶς, ἀτρέμα δ’ ἀλείφοντας καὶ ἀνατρίβοντας ἐλαίῳ λούειν ὅτι μάλιστα προσηνεστάτοις λουτροῖς, εἶτ’ ἐφ’ ἡσυχίας τε καὶ ἀσιτίας διάγειν, εἰ δ’ οἷόν τ’ εἴη, καὶ ὕπνου, εὖ εἰδότας, ὡς οὐδὲν οὕτω πέττει μὲν τὰ πεφθῆναι δυνάμενα, διαφορεῖ δὲ τοὺς μοχθηροὺς χυμοὺς ὡς ὁ μετὰ τὸ βαλανεῖον ὕπνος.
ὅταν οὖν, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τῇ πρώτῃ τῶν [259] ἡμερῶν ἀποπειραθέντες, εἰ καθίσταται ῥᾳδίως ὁ κόπος, ὁμοίως ἐνοχλούμενον ὁρῶμεν τὸν ἄνθρωπον, ἐπί τε λουτρὸν ἄγειν αὐτὸν καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν ἡσυχάζειν τε καὶ ἀσιτεῖν ἀναγκάζειν· ὡς καὶ τὸ δεύτερον ἔτι τε καὶ τρίτον ‹ἐπιτήδειον› γνόντας λοῦσαι νῆστιν, ἡσυχίᾳ τε καὶ ὕπνῳ τὰ μεταξὺ τῶν βαλανείων διαλαμβάνοντα.
συντελεῖ δὲ καὶ εἰς τὸν ὕπνον οὐχ ἥκιστα καὶ αὐτὸ τὸ βαλανεῖον αὐτοῖς.
ὑπνωδέστεροι γὰρ οἱ λουσάμενοι γίνονται πάντες, εἰ μηδὲν ἄλλο κωλύσει μεῖζον.
ὥστε σοι τὸν ὕπνον αἴτιόν τε καὶ σημεῖον ἀγαθὸν γίνεσθαι τῆς ἐλπιζομένης ὠφελείας, ὥσπερ γε καὶ τὸ μὴ δυνηθῆναι καθεύδειν ἐπὶ τοῖς βαλανείοις οὐκ ἀγαθὸν αἴτιον ἅμα καὶ σημεῖον.
ὡς τὰ πολλὰ μέντοι καὶ τῶν πλεοναζόντων χυμῶν ἐξ ὕπνου τε καὶ ἀγρυπνίας ἔνεστί σοι λαβεῖν διάγνωσιν.
ἐπὶ μὲν γὰρ τοῖς ψυχροῖς τά τε κώματα καὶ οἱ μακρότεροι τῶν ὕπνων, ἐπὶ δὲ τοῖς θερμοῖς καὶ δακνώδεσιν ἀγρυπνία, καὶ εἰ καθυπνώσειέ γέ ποτε, φαντασιώδεις τε καὶ θορυβώδεις ὕπνοι ὑποπίπτουσιν, ὡς ἐξανίστασθαι ταχέως αὐτούς.
ὥσπερ δὲ κατὰ τὴν πρώτην ἡμέραν, οὕτω καὶ κατὰ τὴν δευτέραν ἐλάχιστά [260] τε καὶ ἁπλᾶ ῥοφήματα προσοίσομεν αὐτοῖς· τὸ μὲν γὰρ πλείω διδόναι τοῖς κενώσεως δεομένοις ἄντικρυς ἐναντίον, τὸ δ’ αὖ μηδ’ ὅλως τρέφειν ἀσῶδές ἐστι καὶ κακωτικὸν τοῦ στομάχου καὶ τῆς δυνάμεως καταβλητικὸν καὶ τῆς κακοχυμίας αὐξητικόν.
ἐλάχιστον οὖν αὐτοῖς διδόναι, μάλιστα μέν, εἰ οἷόν τε, χυλοῦ πτισάνης ἁπλῶς ἠρτυμένης, εἰ δὲ μή, ἀλλὰ τοῦ χόνδρου τὸν αὐτὸν τρόπον ἠρτυμένου τῇ πτισάνῃ, καὶ μάλισθ’ ὅταν ὠμῶν χυμῶν πλῆθος ὑποπτεύωμεν ἢ ἐν ταῖς φλεψὶν ἢ καθ’ ὅλον ὑπάρχειν τὸν ὄγκον.
εἴπερ γὰρ μηδὲν ὅλως ὄξους ὁ χόνδρος προσλάβοι, γλισχότερός ἐστιν ἢ πρέπει τοῖς παροῦσιν, ὥστ’ ἐμφράξει μᾶλλον, οὐ διαρρύψει τοὺς πόρους, οὗ μάλιστα χρῄζουσιν ἐπὶ τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς, οἷοίπερ εἰσὶ τοὐπίπαν οἱ φλεγματώδεις ἅπαντες.
εὔχυμος μὲν οὖν ἐστι καὶ διὰ τοῦτο κακοχυμίας ἐπικεραστικός.
ἀλλ’ εἰ μὴ κολασθείη τὸ γλίσχρον ἐν αὐτῷ, προσλαβὼν ὄξους τε καὶ πράσου τὸ μέτριον ἐμφράξει τε καὶ θρέψει μειζόνως ἢ συμφέρει τοῖς ἐνεστῶσι.
διὰ ταῦτ’ ἄρα καὶ ὁ τῆς πτισάνης χυλὸς [261] ἀμείνων ἐστὶν εἰς τὰ τοιαῦτα καὶ τρέφων συμμέτρως καὶ μηδαμόσε κατὰ τὰς στενοτέρας ὁδοὺς ἰσχόμενος, ὥσπερ ὁ χόνδρος, ἀλλ’ αὐτός τε διεξερχόμενος προσαπορρύπτων τε τοὺς πόρους ἅμα τῷ τέμνειν τε καὶ διαλύειν, ὁπόσον ἂν ἐν τοῖς ἡμιπέπτοις τε καὶ ἀπέπτοις χυμοῖς ὑπάρχῃ παχύ.
διὰ ταῦτά γε καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐστιν αὐτοῖς, ὀξύμελί τε καὶ ἀπόμελι καὶ πέπερι καὶ ζιγγίβερι καὶ πάνθ’ ὅσα τέμνει τε καὶ διαλύει τὰ παχέα χωρὶς τοῦ κακοχυμίαν ἐργάζεσθαι.
λεχθήσεται δὲ ὑπὲρ τῆς ὕλης αὐτῶν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς· εἰς δὲ τὸν ἐνεστῶτα λόγον ὥσπερ τινὰ παραδείγματα τά τε προειρημένα λελέχθω μοι καὶ τὰ μέλλοντα λεχθήσεσθαι.
ὀσπρίων μὲν γὰρ ἐπιτηδειοτάτη ἡ πτισάνη, λαχάνων δ’ ἡ θριδακίνη, τῶν δ’ ἰχθύων οἱ πετραῖοι, καὶ τῶν ἄρτων οἱ κριβανῖται καὶ ζυμῖται καὶ καθαροὶ συμμέτρως, ὀρνίθων δὲ οἱ ὄρειοι, τῶν δὲ ποτῶν ὀξύμελι, μελίκρατον, οἶνος λεπτὸς καὶ λευκός, ἁπλῶς δ’ εἰπεῖν, ὅσαπερ εὔχυμά τ’ ἐστὶ καὶ ῥυπτικὰ καὶ μὴ γλίσχρα [262] μηδὲ παχύχυμα μηδ’ ἱκανῶς πολύτροφα.
τὰ δ’ οὐρητικὰ προσαγορευόμενα κατὰ τὸν ἐνεστῶτα καιρὸν οὐκ ἐπαινῶ, καὶ μάλισθ’ ὅσα σφοδρότερον θερμαίνει τε καὶ κατατήκει τὸ αἷμα· τῷ γὰρ μέλλοντι καλῶς πεφθήσεσθαι τοσαύτης ταραχῆς οὐδέπω χρεία.
ταῦτά τε οὖν ἅπαντα πρακτέον οὕτως ἐστὶ κατὰ τὴν δευτέραν ἡμέραν, οὐχ ἥκιστα δὲ κατὰ τὴν τρίτην τε καὶ τὴν τετάρτην.
ἔτι τε πρὸς τούτοις, εἰ πραΰνοιτο μὲν ἡ κοπώδης διάθεσις, εὔχρουν δὲ γίνοιτο τὸ σῶμα καὶ οὖρα πέπονα καὶ ὕπνοι χρηστοί, τρῖψαι μὲν ἐπὶ πλέον αὐτὸν ἀποτολμήσαντα, γυμνάσαι δ’ ὀλίγον.
πράξαντος γὰρ οὕτως, εἰ μὲν μηδεμία κοπώδης αἴσθησις ἐπιγίνοιτο, πρὸς τὰ συνήθη γυμνάσια διὰ ταχέων ἐπανάγειν· εἰ δ’ ἐπιφανείη τι τῶν ἔμπροσθεν ἤτοι συμπτωμάτων ἢ σημείων, αὖθις οὖν καὶ σὺ πρὸς ἐκεῖνο βλέπων ἐξαλλάττειν πειρῶ τὰ κατὰ μέρος.
εἰ μὲν οὖν τῆς κοπώδους αἰσθήσεως ἀνάμνησις γένοιτο μόνης ἐπὶ τοῖς ἄλλοις ἅπασι σημείοις ἀγαθοῖς διαμένουσιν, ἀποθεραπευτικῶς [263] ἐπανορθοῦμεν τὸν κόπον· εἰ δὲ τὰ μὲν σημεῖα ταραχθείη τε καὶ οἷον χυθείη, μὴ παρείη δ’ ὁ κόπος, ἐν ἡσυχίᾳ πλείονι διαφυλάττειν τὸν ἄνθρωπον· εἰ δ’ ἄμφω συνέλθοι, διὰ τῆς αὐτῆς ἐπιμελείας ἄγειν, ᾗ χρώμενος ἔμπροσθεν εἰς τοσοῦτον προσήγαγες ὠφελείας αὐτόν, ὡς τολμῆσαί τι καὶ περὶ γυμνασίων.
οὕτω μὲν οὖν ἐπανορθοῦσθαι προσήκει τὴν εἰρημένην διάθεσιν.
Εἰ δὲ τἄλλα μὲν εἴη ταὐτὰ κατὰ τὸν εἰρημένον ἄνθρωπον, ὑπάρχοι δ’ ἐν τῷ κοπώδει σώματι τὸ μὲν χρηστὸν αἷμα ὀλίγον, οἱ δ’ ὠμοὶ χυμοὶ πάμπολλοι, μήτε φλεβοτομεῖν μήτε καθαίρειν μήτε γυμνάζειν, ἀλλὰ μηδὲ κινεῖν ὅλως μηδὲ λούειν.
αἱ μὲν γὰρ φλεβοτομίαι τὸ μὲν χρηστὸν αἷμα κενοῦσι, τὸ δὲ μοχθηρόν, ὅπερ ἐν ταῖς πρώταις μάλιστα φλεψὶ ταῖς καθ’ ἧπάρ τε καὶ μεσάραιον ἀθροίζεται, πρὸς ὅλον ἐπισπῶνται τὸ σῶμα.
κάθαρσις δὲ ἐπὶ τῶν τοιούτων στρόφους τε καὶ δήξεις ἐργάζεται καὶ λειποψυχίας σὺν τῷ μηδὲ κενοῦν ἀξιολόγως· οἱ γὰρ ὠμοὶ χυμοὶ πάντες ἀργοὶ καὶ δυσκίνητοι διὰ τὸ πάχος εἰσὶ καὶ τὴν ψυχρότητα.
προσεμφράττουσι γοῦν ἁπάσας τὰς στενὰς ὁδούς, δι’ [264] ὧν χρὴ τὸ κενούμενον ἐν ταῖς καθάρσεσιν ἐπὶ τὴν γαστέρα παραγίνεσθαι, καὶ διὰ ταύτην τὴν αἰτίαν οὔτ’ αὐτοὶ κενοῦνται καὶ τοὺς ἄλλους ἐμποδίζουσι.
τοῦτο μὲν οὖν καὶ ὑφ’ Ἱπποκράτους διὰ βραχυτάτων παρῄνηται ῥημάτων εἰπόντος· «πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμά.» διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὐδὲ γυμνάζειν οὐδὲ κινεῖν ὅλως ἀλλ’ οὐδὲ λούειν προσήκει τοὺς ἐν ταῖς πρώταις φλεψὶ τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἔχοντας.
ἅπασαι γὰρ αἱ τοιαῦται κινήσεις εἰς ὅλον τὸ σῶμα ποδηγοῦσι τοὺς χυμούς.
φυλακτέον οὖν αὐτοὺς ἐν ἡσυχίᾳ πάσῃ καὶ δοτέον ἐδέσματά τε καὶ ποτὰ καὶ φάρμακα λεπτύνοντά τε καὶ τέμνοντα καὶ κατεργαζόμενα τὸ πάχος τῶν χυμῶν, ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς· οἱ γὰρ θερμανθέντες ἰσχυρότερον χυμοὶ πανταχόσε τοῦ σώματος ἴασιν.
διαιτᾶν οὖν αὐτοὺς ἐπ’ ὀξυμέλιτι μάλιστα βραχύ τι καὶ πτισάνης ἐνίοτε καὶ μελικράτου διδόντα.
καὶ γὰρ φέρουσι τὴν λεπτὴν δίαιταν, εἴπερ τινὲς ἄλλοι, καταχρώμενοι τῷ πλήθει τῶν ὠμῶν χυμῶν εἰς τροφὴν τοῦ σώματος ἐν τῷ κατὰ βραχὺ πέττειν αὐτούς.
ἐπεὶ [265] δὲ καὶ τὸ ὑποχόνδριον ἅπασι τοῖς τοιούτοις ἐπῆρταί τε καὶ διαπεφύσηται καὶ ῥᾳδίως, ὅ τι περ ἂν προσάρωνται, πνευματοῦται, βέλτιον ἂν εἴη διδόναι σὺν τῇ τροφῇ πεπέρεως μακροῦ.
καὶ γὰρ διαλύει τοῦτο παχύτητα φυσώδους πνεύματος, ἀπωθεῖται δὲ καὶ πρὸς τὴν κάτω γαστέρα τὰ καθ’ ὑποχόνδριον ἀργῶς συνεστῶτα καὶ τῇ πέψει τῶν ληφθέντων συναίρεται κατὰ τὸν αὐτὸν λόγον ἁπάντων πεπέρεων.
εἰ δὲ μὴ παρείη τοῦτο, τῷ λευκῷ χρηστέον· ἔστι γὰρ στομάχου τονικώτερον ἀμφοῖν τοῖν ἄλλοιν πεπερέοιν.
εἰ δὲ μηδὲ τοῦτο παρείη, χρῆσθαι τῷ καλλίστῳ μέλανι· τοῦτο δὲ τὸ βαρύσταθμον.
ἄμεινον δὲ καὶ τῷ Διοσπολιτικῷ προσαγορευομένῳ χρῆσθαι φαρμάκῳ.
συντίθεται δὲ διττῶς, ἐνίοτε μὲν ἐξ ἁπάντων ἴσων, κυμίνου τε καὶ πεπέρεως καὶ πηγάνου καὶ νίτρου, καὶ ἔστιν οὕτω μᾶλλον ὑπακτικώτερον γαστρός· ἐνίοτε δὲ τῶν μὲν ἄλλων ἴσον ἑκάστου μίγνυται, τοῦ νίτρου δ’ ἥμισυ.
κάλλιον δὲ κύμινον μὲν ἐμβάλλεσθαι τὸ καλούμενον Αἰθιοπικόν, πεπέρεως δὲ ἤτοι τὸ μακρὸν ἢ τὸ λευκόν.
ἐμβρέχεσθαι δὲ [266] τὸ κύμινον ὄξει δριμυτάτῳ· κἄπειτ’ εὐθέως τριβέσθω ἢ πρότερον φρυγέσθω μετρίως ἐν ἀγγείῳ κεραμέῳ, τελέως ὠπτημένῳ κατὰ τὴν κάμινον.
ὅσα γὰρ ἐνδεῶς ἐξηράνθη, πηλώδη μᾶλλόν ἐστιν ἢ κεράμεα καὶ τοῖς φαρμάκοις τι προστρίβεται τῆς ἑαυτῶν ποιότητος.
ἔστω δὲ καὶ τὰ τοῦ πηγάνου φύλλα προανεξηραμμένα συμμέτρως.
εἰ μὲν γὰρ ἐπὶ πλέον ξηρανθείη, δριμέα τε γίνεται καὶ πικρὰ καὶ περαίτερον τοῦ προσήκοντος θερμά, μηδ’ ὅλως δὲ προξηρανθέντα περιέχει τινὰ περιττωματικὴν ὑγρότητα μηδέπω κατειργασμένην ἀκριβῶς, δι’ ἣν οὐ γίνεται παντάπασιν ἄφυσα.
τούτοις τοῖς τέσσαρσιν ἐνίοτε μὲν ἀναμίγνυται μέλι προαπηφρισμένον, ἐνίοτε δ’ οὐδέν, ἀλλὰ μόνα χωρὶς τοῦ μέλιτος ἀποτεθέντα πτισάνης ἐμβάλλεται χυλῷ καὶ ὅτῳπερ ἂν ἄλλῳ τῶν ἐδεσμάτων μάλιστα πρέπειν δοκῇ.
λαμβάνεται δὲ καὶ καθ’ ἑαυτὸ τὸ φάρμακον τοῦτο πρὸ τροφῆς τε καὶ μετὰ τροφήν.
καὶ ἔστι κάλλιστον ἐπὶ τῇ τοιαύτῃ χρήσει τὸ τῷ μέλιτι μιγνύμενον, ἀκριβῶς προαπηφρισμένῳ· τοῦτο γὰρ ἀφυσώτατον.
ἔστω δὲ δηλονότι καὶ αὐτὸ τὸ μέλι [267] κάλλιστον, εἴπερ ἀφυσώτατόν τε καὶ τμητικώτατον ἔσεσθαι μέλλει τὸ φάρμακον.
ἐπιτήδειον δὲ τοῖς οὕτω διακειμένοις ἐστὶ καὶ τὸ διὰ τριῶν πεπέρεων, ὅταν μὴ πάνυ φαρμακῶδες καὶ ποικίλον κατασκευασθῇ καθάπερ οἱ πολλοὶ τῶν ἰατρῶν συντιθέασιν αὐτό, δίκην καρυκείας τινὸς ἢ συὸς ἀγρίου πρὸς δὴ τούτων τῶν θαυμασίων ὀψοποιῶν ἐσκευασμένον.
ὥστ’ ἔργον οὐ σμικρὸν τοῖς ἰατροῖς ἐστιν ἢ τοῖς προσαραμένοις αὐτὸ τὰ ἐπεμβαλλόμενα φάρμακα ἀποπέψαι, τὸ ἄμμι καὶ τὸ σέσελι καὶ τὸ λιβυστικὸν ὅσα τ’ ἄλλα τοιαῦτα· διαγινώσκεται γοῦν λαμβανόντων ὠμὰ καὶ ἀμετάβλητα μέχρι πλείστου κατὰ τὴν γαστέρα μένοντα.
ταῦτά τε οὖν ἀφελεῖν χρὴ τοῦ φαρμάκου καὶ προσέτι τὸ ἑλένιόν τε καὶ τὸν τῆς νάρδου στάχυν, ὡς δὲ ἔνιοι συντιθέασι, καὶ τὴν κασίαν.
ἔχειν δ’ ἐσκευασμένον ἕτοιμον διττόν, ὡς ἡμεῖς εἰώθαμεν· ἁπλοῦν μὲν τὸ ἕτερον, ὅπερ ἐπί τε τῶν ἠπεπτηκότων χρὴ διδόναι καὶ τῶν πρόσφατον ψύξιν ἐχόντων κατὰ τὴν γαστέρα καὶ φλεγματώδη χυμόν· ἕτερον δὲ [268] φαρμακῶδες, ᾧ μάλιστα ἐπὶ τῶν ἀπὸ τῆς κεφαλῆς εἰς τὸν θώρακα ῥευμάτων χρώμεθα.
ἀλλὰ τοῦτο μὲν ὅπως χρὴ σκευάζειν, αὖθις εἰρήσεται.
τὸ δ’ ἁπλοῦν, ᾧ καὶ πρὸς τὸ πλῆθος τῶν κατὰ τὰς πρώτας φλέβας ὠμῶν χρώμεθα, τοιόνδ’ ἐστίν· εἰς πεντήκοντα δραχμὰς ἑκάστου τῶν τριῶν πεπέρεων ἀρκεῖ μιγνύειν ἀνίσου τε καὶ θύμου καὶ ζιγγιβέρεως ἑκάστου δραχμὰς ὀκτώ.
τὸ μὲν ἁπλούστατον τοῦτο, καὶ τούτου μᾶλλον ἔτι τὸ χωρὶς ζιγγιβέρεως.
ἕτερον δὲ τὸ διὰ τῶν αὐτῶν συγκείμενον, ἀλλ’ εἰς τὰς πεντήκοντα δραχμὰς ἑκάστου τῶν τριῶν πεπέρεων ἑκκαίδεκα δραχμῶν ἐμβαλλομένων ἑκάστου τῶν τριῶν, ἀνίσου καὶ θύμου καὶ ζιγγιβέρεως, ᾧ καὶ μάλιστα χρώμεθα πρὸς τὰ παρόντα.
χρὴ δ’, εἴπερ οἷόν τ’ εἴη, τὸ μὲν ἄνισον εἶναι Κρητικόν, Ἀττικὰ δὲ τὰ θύμα ἢ πάντως γε ἐκ χωρίων ὑψηλῶν τε καὶ ξηρῶν.
ἐμβάλλειν δ’ αὐτῶν τὴν κόμην ἅμα τοῖς ἄνθεσιν, ἀποκρίνοντα τὸ ξυλῶδες.
ἔστω δὲ καὶ τὸ πέπερι τὸ μὲν μακρὸν ἄτρητόν τε καὶ ὑγιές, ὥσπερ οὖν καὶ τὸ ζιγγίβερι· τάχιστα γὰρ ἀμφότερα τιτρᾶται.
καὶ πρὸς τῷ μὴ τετρῆσθαι [269] τὸ ἀληθινὸν δηλονότι αὐτὸ τὸ πέπερι τὸ ἀπὸ τῆς βαρβάρου κομιζόμενον ἔστω.
διττῶς γὰρ ἐνταῦθα πανουργεῖται, σκευαζόμενον μὲν τὸ ἕτερον ἐπὶ τῆς Ἀλεξανδρείας μάλιστα, βοτάνης δέ τινος ἐκβλάστημα θάτερον ὑπάρχει.
ὡς δ’ ἄν τις μάλιστα γνωρίζοι τὸ πεπανουργημένον, ἐγὼ διηγήσομαι, τοσοῦτον πρότερον εἰπὼν ὑπὲρ τοῦ μὴ θαυμάζειν τινὰ μηδὲ ζητεῖν τὴν αἰτίαν, δι’ ἣν εἴτε συνθέσεις φαρμάκων ἢ δοκιμασίας ἐπῆλθέ μοι γράφειν ἐνταῦθα, μὴ πάνυ τι πράττειν τοῦτο εἰθισμένῳ κατὰ τὴν θεραπευτικὴν πραγματείαν.
ἐν ἐκείνῃ μὲν γὰρ αὐτοῖς μόνοις διαλέγομαι τοῖς ἰατροῖς, ἐνταυθοῖ δὲ καὶ τοῖς ἄλλοις ἅπασιν, οὓς ὀνόματι κοινῷ προσαγορεύουσιν ἔνιοι φιλιάτρους, ἐν τοῖς πρώτοις δηλονότι μαθήμασι γεγονότας, ὡς γεγυμνάσθαι τὴν διάνοιαν.
οὔκουν ἀναγκαῖόν ἐστι τοῖς τοιούτοις οὔτ’ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων οὔτ’ ἐν τῇ περὶ συνθέσεως αὐτῶν γεγυμνάσθαι πραγματείᾳ, πολὺ δὲ δὴ μᾶλλον οὔθ’ ὡς σκευάζειν ἐπίστασθαι οὔθ’ ὡς χρὴ δοκιμάζειν ἕκαστον.
τούτοις οὖν ἄμεινόν ἐστι γράφεσθαι τὰ τοιαῦτα πάντ’ [270] ἀκριβῶς, ὥσπερ ἀρτίως τὰ περὶ τοῦ μακροῦ πεπέρεως ἐπεχείρησα διηγεῖσθαι.
χρὴ γὰρ ἀπογεύεσθαι μὲν αὐτοῦ πρῶτον, ἀκριβῶς ἐπισκοπούμενον, εἰ πεπέρεως ἀποσῴζει ποιότητα, μετὰ δὲ τοῦτ’ ἐμβαλεῖν ὕδατι.
τὸ γὰρ ἐσκευασμένον, εἰ βραχείη δι’ ὅλης τῆς ἡμέρας, αὐτίκα διαλύεται τηκόμενον.
εἴπερ οὖν ἥ τε ποιότης ἀκριβῶς αὐτῷ πεπέρεως ὑπάρχει καὶ μὴ διαλύεται βρεχόμενον, εἶθ’, ὡς εἴρηται, καὶ ἄτρητον εἴη, ἐπιτήδειον νόμιζε τὸ τοιοῦτον μακρὸν πέπερι.
τὸ δέ γε μέλαν μήτε μικρὸν ἔστω μήτε ῥυσσὸν μήτε παχύφλοιον, ἀλλ’ ἐκ τοῦ βαρυστάθμου καλουμένου τὸ μέγιστόν τε ἅμα καὶ εὐτραφέστατον ἐκλεγέσθω.
καὶ τοῦ λευκοῦ δ’ ὁμοίως ἐκλεγέσθω τὸ μέγιστόν τε καὶ εὐτραφέστατον.
εἶτα πάντων ἅμα κοπέντων καὶ λεπτῷ κοσκίνῳ διαττηθέντων ἀπηφρισμένον ἐπιμελῶς μιγνύσθω μέλι τὸ κάλλιστον, εὐῶδες δήπου τοῦτο καὶ ξανθὸν ὑπάρχον γλυκύτατόν τε ἅμα καὶ δριμύτατον καὶ τῇ συστάσει μήτε παχὺ μήθ’ ὑγρόν, ὡς ἀποσπᾶσθαι τῆς συνεχείας, ἀλλ’ ὥστε καθέντα τὸν δάκτυλον εἰς αὐτό, κἄπειτα καταστήσαντα μετέωρον, [271] ἀπορρέον ὁρᾶν αὐτοῦ τὸ μέλι μέχρι πλείστου συνεχὲς ἑαυτοῦ.
ἄμεινον δ’ ἐπ’ ἀνθράκων ἑψεῖν ἢ ξύλων ἀκριβῶς ξηρῶν, ἃ δὴ καὶ καλοῦσιν ἄκαπνα.
τοῦτό τε οὖν διδόναι χρὴ τὸ φάρμακον οὐχ ἅπαξ μόνον ἢ δίς, ἀλλὰ καὶ πλεονάκις ἑκάστης ἡμέρας· καὶ γὰρ ἕωθεν καὶ πρὸ τροφῆς καὶ μετὰ τροφὴν καὶ καθυπνοῦν μελλόντων ἐπιτήδειον ὑπάρχει· τὸ δὲ πλῆθος ἑκάστης δόσεως ἔστω κοχλιάριον μεστόν, μικρὸν μὲν ἐπὶ τῶν μικρῶν σωμάτων, μέγιστον δὲ ἐπὶ τῶν μεγίστων, ἀνὰ λόγον δ’ ἐπὶ τῶν μεταξύ.
καὶ μέντοι καὶ τὸ ζιγγίβερι, τὸ κομιζόμενον ἐκ τῆς βαρβάρου, διάβροχον ὄξει, συμφέρει λαμβάνειν.
ἔστι δὲ τοῦτο ῥίζα χλωρᾶς τῆς πόας ἐμβαλλομένη τῷ ὄξει μετὰ τὴν ἀναίρεσιν εὐθέως.
κατασβέννυται γὰρ ἡ τῶν τοιούτων φαρμάκων θερμότης αὐτόθι που περὶ τὰς πρώτας φλέβας, οὐκέτ’ ἀναφερομένη πρὸς ὅλον τὸ σῶμα, καθάπερ ἑτέρων τινῶν, οἷον καὶ τὸ διὰ τῆς καλαμίνθης, ὑπὲρ οὗ μετ’ ὀλίγον ἐπὶ πλέον εἰρήσεται.
Ταῦτ’ ἄρα καὶ ὀξύμελι χρησιμώτατον αὐτοῖς ἐστιν, ὡς καὶ [272] πρότερον εἴρηται.
σκευάζειν δὲ καὶ τοῦτο προσήκει κατὰ τάδε.
μέλι τὸ κάλλιστον ἐπ’ ἀνθράκων ἀπαφρίσαντας ἐπεμβάλλειν αὐτῷ τοσοῦτον ὄξους, ὡς γευομένῳ μήτ’ ἄγαν ὀξὺ φαίνεσθαι μήτε γλυκύ· καὶ τότ’ αὖθις ἑψεῖν ἐπ’ ἀνθράκων, ὡς ἑνωθῆναί τε τὰς ποιότητας αὐτῶν ἀκριβῶς καὶ μὴ φαίνεσθαι γευομένοις ὠμὸν τὸ ὄξος· εἶτ’ ἀποθεμένους τούτῳ μιγνύειν ὕδωρ ἐπὶ τῆς χρήσεως, οὕτω κεραννύντας ὡς οἶνον.
εἰ μὲν οὖν ὁ πίνων αὐτὸ μήθ’ ὡς ὀξὺ μήθ’ ὡς γλυκὺ μέμφοιτο, χρηστέον ἄχρι παντός· εἰ δὲ μή, τὸ λεῖπον ἐπεμβάλλοντας ἀφεψεῖν αὖθις.
οὐ γὰρ ἐπαινῶ τοὺς κατὰ μίαν συμμετρίαν σκευάζοντας αὐτό· παραπλήσιον γάρ τί μοι δοκοῦσιν οἱ τοιοῦτοι ποιεῖν τοῖς ἀξιοῦσιν ἅπαντας τοὺς πίνοντας ὡσαύτως κεραννύναι τὸν οἶνον τῷ ὕδατι, μὴ γινώσκοντες, ὡς ἔνιοι μὲν ὑδαρέστερον εἰθισμένοι πίνειν εὐθέως πλήττονται τὴν κεφαλήν, εἰ καὶ βραχύ τις αὐτοῖς ἀκρατέστερον κεράσειεν, ἔνιοι δ’ ἀκρατεστέρῳ χαίροντες ἀνατρέπονται τὸν στόμαχον ὑδαρέστερον πιόντες.
ὁπότ’ οὖν ἐπὶ οἴνου ταῦτα συμπίπτει, συνήθους οὕτω ποτοῦ, [273] πολὺ δὴ μᾶλλον ἐπ’ ὀξυμέλιτος, ὅσῳ καὶ ἀηθέστερον οἴνου καὶ ἰσχυρότερόν ἐστιν, εἰκὸς ἀκολουθήσειν αὐτά.
βέλτιον οὖν ἐστιν ταῖς τῶν λαμβανόντων αἰσθήσεσι κρίνειν τὸ σύμμετρον, οὐ ταῖς ἡμετέραις, οἰκειότατον μὲν εἶναι νομίζοντας τῇ φύσει τοῦ λαμβάνοντος τὸ ἥδιστον ὀξύμελι καὶ διὰ τοῦτο καὶ ὠφέλιμον, ἐναντιώτατον δὲ τὸ ἀηδέστατον.
αὐτὴν δὲ τὴν πρώτην κρᾶσιν αὐτοῦ, ὡς ἂν μάλιστα τοῖς πλείστοις ἁρμόσειε, κατὰ τάδε χρὴ ποιεῖσθαι· ὄξους ἑνὶ μέρει διπλάσιον μιγνύσθω τοῦ τὸν ἀφρὸν ἀφῃρημένου μέλιτος, εἶθ’ οὕτως ἐπὶ μαλακοῦ πυρὸς ἑψείσθω, μέχρις ἂν ἑνωθῶσιν αὐτῶν αἱ ποιότητες· οὕτω γὰρ ἂν οὐδὲ τὸ ὄξος ὠμὸν ἔτι φαίνοιτο.
δι’ ὕδατος δ’ εὐθέως ἐξ ἀρχῆς ὧδε σκευάζειν ὀξύμελι.
τῷ μέλιτι μιγνύσθω τετραπλάσιον ὕδατος καλλίστου κἄπειθ’ ἑψείσθω μετρίως, μέχρις ἂν ὁ ἀφρὸς ἐφιστῆται.
τὸ μὲν οὖν φαῦλον μέλι πάμπολυν ἐξερεύγεται τὸν ἀφρόν, ὥστε καὶ ἡ ἕψησις αὐτοῦ πολυχρονιωτέρα γίνεται· τὸ δὲ ἄριστον ἐλαχιστοτέρῳ χρόνῳ καὶ βραχύτατον ἀφίησιν, ὥστ’ οὐδὲ ἴσης αὐτῷ δεῖ τῆς ἑψήσεως.
ἡ δ’ οὖν πλείστη τὸ τέταρτον [274] ἀπολείπει μέρος τοῦ κραθέντος ἐξ ἀρχῆς.
μίξαντας δ’ ὄξους ἥμισυ τοῦ μέλιτος πάλιν ἑψητέον ἄχρι τοῦ τὰς ποιότητας αὐτῶν ἀκριβῶς ἑνωθῆναι καὶ μηκέτ’ ὠμὸν φαίνεσθαι τὸ ὄξος.
σκευάζεται δὲ καὶ κατ’ ἀρχὰς εὐθέως τῶν τριῶν μιχθέντων.
ἔστω δὲ ἓν μὲν ὄξους μέρος, δύο δὲ μέλιτος, ὕδατος δὲ τέτταρα· καὶ ταῦθ’ ἑψείσθω μέχρι τοῦ τρίτου μέρους ἢ τετάρτου, τὸν ἀφρὸν ἀφαιρούντων ἡμῶν.
εἰ δὲ ἰσχυρότερον αὐτὸ ποιῆσαι βούλοιο, τοσοῦτον ἐμβαλεῖς ὄξους, ὅσον καὶ μέλιτος.
ἀπόμελι δὲ κάλλιστον ἐν ὕδατι σκευάζεται, καὶ πίνουσιν αὐτὸ δι’ ὅλου τοῦ θέρους, ὡς ἐμψῦχον ποτόν.
ἔνεστι δὲ τῷ βουλομένῳ καὶ πρὸς τὴν ὑποκειμένην ἐν τῷ παρόντι λόγῳ διάθεσιν ὠφελίμως χρῆσθαι, καὶ μάλισθ’ ὅταν ὀξυνθῇ· πάσχει δὲ πλειστάκις τοῦτο, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον, ὡς ἂν δι’ ὕδατος σκευαζόμενον, οὐ τοῦ ὀμβρίου, καθάπερ τὸ ὑδρόμελι, ἀλλὰ τοῦ ἐπιτυχόντος.
ἔνεστι δ’, εἰ βούλοιτό τις, καὶ δι’ ὀμβρίου συντιθέναι.
καὶ ἔγωγ’ ἂν οὕτω ποιεῖν συνεβούλευον, εἰ ἐπῄνουν τὸ ὄμβριον· ἀλλὰ γὰρ οὔτε τοῦτο ἐπαινῶ καὶ οὐδὲν [275] χεῖρον ὀξυνόμενον ἀποτελεῖται καὶ μάλιστα εἰς τὰ παρόντα.
καὶ γὰρ οὖν καὶ μετρίως ὀξύνεται τό γε μὴ παντάπασιν ἀμελῶς ἐσκευασμένον.
ἡ δ’ ἐπιμέλεια τῆς σκευασίας ἐστὶν ἐν τῷ τὸ κηρίον εἶναι μὴ πάνυ φαῦλον ἑψεῖσθαί τ’ ἐπὶ πλέον ἐν ὕδατι πηγαίῳ, καθαρῷ τε καὶ ἡδεῖ.
χρὴ γὰρ ἐκπιέσαντα τῶν κηρίων τὸ μέλι μέχρι τοσούτου καθεψεῖν ἐν ὕδατι, ἄχρις ἂν μηκέτι μηδεὶς ἀφρὸς ἐπανιστῆται.
τούτῳ τε οὖν χρῆσθαι ποτῷ καὶ τῶν οἴνων τοῖς ὠξυσμένοις ἀτρέμα καὶ τῶν ἐδεσμάτων τοῖς λεπτύνουσιν ἄνευ τοῦ θερμαίνειν, οἷάπερ ἐστὶ καὶ ἡ κάππαρις, εἰ δι’ ὀξυμέλιτος ἢ δι’ ὀξελαίου λαμβάνοιτο.
μέχρι μὲν δὴ δυοῖν ἢ τριῶν ἡμερῶν, ὡς εἴρηται, διαιτᾶν· εἰ δ’ ἐλπίζοις ἱκανῶς ἤδη λελεπτύσθαι τοὺς ὠμοὺς χυμούς, οἶνον προσφέρειν, λεπτὸν μὲν τῇ συστάσει, κιρρὸν δὲ ἢ λευκὸν τῇ χροιᾷ· ὁ μὲν γὰρ εἰς εὐχυμίαν τε καὶ πέψιν, ὁ δ’ εἰς οὔρησιν ἀγαθός.
εἰσὶ δ’ ἐπὶ μὲν τῆς Ἰταλίας ὅ τε Φαλερῖνος καὶ ὁ Ϲουρεντῖνος ἐκ τοῦ προτέρου γένους, ὥσπερ οὖν ἐκ τοῦ δευτέρου ὁ Ϲαβῖνός τε καὶ ὁ Ἀλβανὸς καὶ Ἀδριανός, ἐπὶ δὲ τῆς Ἀσίας ἐκ μὲν τοῦ προτέρου Λέσβιός τε καὶ [276] Ἀριούσιος, ἐκ δὲ τοῦ δευτέρου Τιτακαζηνός τε καὶ Ἀρσυηνός.
οὗτοι μὲν οὖν ὡς παραδείγματα εἴρηνται τοῦ λόγου.
πολλοὶ δὲ καὶ ἄλλοι κατὰ τὴν Ἰταλίαν εἰσὶ καὶ τὴν Ἀσίαν, οὐχ ἥκιστα δὲ κἀν τοῖς ἄλλοις ἔθνεσιν, ὅμοιοι τοῖς εἰρημένοις, οὓς αὐτὸν ἕκαστον ἐκλέγεσθαι χρὴ πρὸς τοὺς εἰρημένους ἀποβλέποντα σκοπούς, τήν τε χρόαν καὶ τὴν σύστασιν, ἀποδοκιμάζειν τε τούς τε παχεῖς καὶ τοὺς μέλανας, ὡς κακοχύμους τε καὶ βραδυπόρους.
εἰ δ’ ἐπὶ τοῖσδε βελτίων ὁ ἄνθρωπος γίνοιτο, καὶ λούειν ἤδη προσήκει καὶ ἀλείφειν καὶ ἀνατρίβειν μαλακῶς, κἀπειδὰν πρῶτον ὑπόστασιν ἴσχῃ τὰ οὖρα, τάς τε τρίψεις αὐξῆσαι καὶ πρὸς τὰ συνήθη γυμνάσια κατ’ ὀλίγον ἐπανάγειν.
ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ τοῖς διαφορητικοῖς ἀλείμμασι χρηστέον, ὧν καὶ πρόσθεν μὲν ἐμνημόνευσα, καὶ αὖθις δ’ ὑπὲρ αὐτῶν ἐρῶ.
οὐ μὴν ἐμέτοις χρῆσθαι συμβουλεύω κατὰ τὰς τοιαύτας διαθέσεις, ὥσπερ ἐνίοις ἔδοξεν ἰατροῖς τε καὶ γυμνασταῖς, ἐξαπατηθεῖσιν, οἶμαι, πρὸς τῶν ὑπὸ Φιλοτίμου τε καὶ Πραξαγόρου γεγραμμένων ἐπὶ ταῖς τῶν τοιούτων χυμῶν θεραπείαις.
[277] οὐ γάρ, ὅταν ἅμα κοπώδεις διαθέσεις πλεονάζωσιν, ἀλλ’ ἐπειδὰν μόνοι λυπῶσιν, ἐμέτοις αὐτοὺς ἐκκενοῦσιν· οὐδεὶς γὰρ κίνδυνος ἀντισπασθῆναι τηνικαῦτα βιαιότερον ἔσω τι τῶν κατὰ τὰς σάρκας περιττωμάτων, ὥσπερ ὅταν ἄμφω πλεονάζῃ, τὰ μὲν ὠμὰ κατὰ τὰς πρώτας φλέβας, ἐν δὲ τοῖς στερεοῖς τὰ δακνώδη.
φυλάττεσθαι γὰρ τῶν τοιούτων ἄμεινόν ἐστιν ἑκατέρας τὰς ἀντισπάσεις, ἔξω μὲν τὴν τῶν ὠμῶν, ἔσωθεν δὲ τὴν τῶν δακνωδῶν.
ὥσπερ οὖν ἐφυλαξάμεθα κατὰ τὸν ἔμπροσθεν λόγον ἔξω τοὺς ὠμοὺς ἐπισπᾶσθαι χυμούς, οὕτω χρὴ φυλάττεσθαι τοὺς δακνώδεις ἀντισπᾶν εἴσω.
κεφάλαια δὲ τῆς μὲν ἔξω φορᾶς αὐτῶν εἰσι γυμνάσια καὶ τρίψεις καὶ λουτρὰ καὶ θάλπος ἀλείμματά τε θερμαίνοντα, καὶ τῶν ψυχικῶν παθῶν ἡ ὀξυθυμία καὶ ἁπλῶς εἰπεῖν ἅπανθ’ ὅσα τοὺς ἐν τῷ βάθει τοῦ ζῴου χυμοὺς εἰς τὴν πανταχόθεν κίνησιν ἐξορμᾷ, τῆς δ’ εἴσω τὰ ἀποτρέποντα τῆς ἔξω φορᾶς.
ἔστι δὲ δήπου ταῦτα τῶν ὁμιλούντων τῷ δέρματι τά τε ψυχρὰ καὶ τὰ στύφοντα καὶ ὅσα πρὸς τούτοις ἐπισπᾶται τοὺς [278] χυμοὺς ἢ ἄλλως ὁπωσοῦν ἐπεγείρει τὴν ἔσω κίνησιν αὐτῶν, ἐξ ὧν ἐστι λύπη καὶ φρίκη καθ’ ἡντινοῦν αἰτίαν γινομένη· καὶ γὰρ καὶ διὰ ψυχρὸν αἴτιον καὶ διὰ θερμὸν ἐδείχθη φρίκη τε καὶ ῥῖγος γινόμενον καὶ διὰ τῶν ἐκπληττόντων τε καὶ φοβούντων τὴν ψυχὴν ἤτοι ἀκουσμάτων ἢ θεαμάτων.
ἅπαντ’ οὖν τὰ τοιαῦτα φυλακτέον ἐστίν, ἐπειδὰν ἅμα τε κοπώδης ὁ αὐτὸς ἄνθρωπος ᾖ καὶ τὰς φλέβας ἔχῃ μεστὰς ἀπέπτων χυμῶν.
οὔτε γὰρ τοὺς ἔξω χυμοὺς ἀντισπᾶν ἔσω καλὸν οὔτε τοὺς ἔνδον ἔξω, ἀλλὰ τοὺς μὲν ἔξω διαφορεῖν ἀτρέμα [τὰ γὰρ ἰσχυρότερον τοῦτο δρῶντα καὶ τῶν ἔνδον ἐπισπᾶταί τι), τοὺς δ’ ἔνδον λεπτύνειν τε καὶ συμπέττειν.
εἰ δ’ ἤτοι δι’ ἐμέτων ἢ διὰ γαστρὸς ὑπαγωγῆς ἐπιχειρήσειας αὐτοὺς ἐκκενῶσαι σφοδρότερον, ἐπισπάσῃ τινὰς ἐκ τῶν ἔξωθεν εἴσω.
τοὺς δὲ περὶ τὸν Φιλότιμον οὐ χρὴ μέμφεσθαι τῇ τοιαύτῃ κενώσει χρωμένους, ὅταν ἐν ταῖς πρώταις φλεψὶ πλῆθος ὠμῶν χυμῶν περικέηται χωρὶς ἑτέρας διαθέσεως, ἀλλὰ μᾶλλον ἡμᾶς αὐτοὺς ἐθιστέον ἀκριβέστερον ἕπεσθαι παλαιοῖς γράμμασιν.
[279] εἰς αὐτὸ μὲν οὖν τὸ μελίκρατον ὕσωπον ἐναφεψοῦντες, οὐκ εὐθέως μὲν οὐδ’ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ἐν δὲ ταῖς ἐχομέναις δώσομεν, ἐφ’ ὧν ἅμα τε τὸ πλῆθός ἐστι τῶν ὠμῶν χυμῶν ἔνδον ἥ τε κοπώδης αἴσθησις ἔξω.
τοὺς δ’ ἐμέτους παραιτησόμεθα δεδιότες, ὡς εἴρηται, τῶν ἔξωθέν τι περιττωμάτων εἴσω παλινδρομῆσαι.
Πραξαγόρας δὲ καὶ Φιλότιμος εὐλόγως ἔμετον ἐπὶ τοιούτῳ μελικράτῳ παραλαμβάνουσιν, ὠμοὺς χυμοὺς θεραπεύοντες ἄνευ κοπώδους διαθέσεως.
Ἀλλ’ ἐπειδὴ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, καιρὸς ἂν εἴη τῆς ὑπολοίπου διαθέσεως ὑπάρξασθαι, καθ’ ἣν αἱ μὲν φλέβες αἷμα χρηστὸν περιέχουσι σύμμετρον τῇ ποσότητι, τὸ δὲ τῶν ὠμῶν πλῆθος εἰς τὴν ἕξιν ἀνελήφθη.
γίνεται δὲ ταῦτα κατ’ ἐκείνας μάλιστα τὰς περιστάσεις τῶν πραγμάτων, ἐν αἷς ἤτοι θάλπος ἢ γυμνάσιον ἄμετρον ἐκ τῶν φλεβῶν ἀναρπάζει τοὺς ὠμοὺς χυμοὺς εἰς τὰς σάρκας οὐδεμίαν ἐν τῷ παρόντι πρόσφατον ἀπεψίαν ἠπεπτηκότων, ὡς, εἴ γε καὶ τοῦτο συνέλθοι, σύμπαν οὕτως ἐμπλησθήσεται τῶν ὠμῶν χυμῶν τὸ σῶμα.
καὶ λεχθήσεται μὲν ὀλίγον ὕστερον, ὡς χρὴ τὴν τοιαύτην ἐπανορθοῦσθαι διάθεσιν.
[280] ἀλλ’ ἐπεὶ τὸ σύνθετον ὕστερόν τέ ἐστι καὶ δεύτερον τῶν ἁπλῶν, ἄμεινον ἂν εἴη περὶ τῆς ὑπολοίπου διαθέσεως ἁπλῆς διελθόντας ἐπὶ τὰς συνθέτους αὖθις ἰέναι.
καίτοι γε οὐδὲ ταύτην ἀκριβῶς ἁπλῆν χρὴ νομίζειν, ἀλλ’ ὡς ἐν αὐτομάτοις κόποις ἁπλῆν.
ὑποκειμένης γὰρ τῆς τὸν κόπον ἐργαζομένης διαθέσεως, ἐπιμίγνυμεν αὐτῇ τὰς ἄλλας.
ἀλλ’ ὅτι καὶ κατὰ τὴν μίξιν ἐνίοτε μὲν ἁπλῆ καὶ μία μίγνυται διάθεσις, ἐνίοτε δὲ σύνθετος, οὕτως ὠνομάσαμεν ἁπλῆν, ὑπὲρ ἧς ὁ λόγος ἐνέστηκεν.
ἔστω δὲ τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἐν τοῖς στερεοῖς τοῦ ζῴου μέρεσιν, οὐκ ἐν ταῖς φλεψίν, ἅμα τῷ καὶ τὴν ἑλκώδη τοῦ κόπου διάθεσιν ἐν τοῖς αὐτοῖς ὑπάρχειν· ἡ γὰρ ἐξ ἀρχῆς ὑπόθεσις τοῦ λόγου τοιαύτη τις ἦν.
ὡς οὖν ἐφ’ οἷς κατὰ τὰς φλέβας ἦν, καὶ μάλιστα τὰς πρώτας, τὸ πλῆθος τῶν ὠμῶν ἐφυλαττόμεθα τὰ θερμαίνοντα, δεδιότες εἰς τὴν ἕξιν ἀναληφθῆναι τοὺς τοιούτους χυμούς, οὕτω νῦν οὐδὲν χρὴ δεδιέναι.
δοτέον οὖν αὐτοῖς, ὅσα μέχρι [281] τοῦ δέρματος ἐκτείνει τὴν θερμότητα, καὶ ἀνατριπτέον ἐπὶ πλέον ἐλαίῳ χαλαστικῷ, καὶ μάλιστα μετὰ τὸν ὕπνον ἕωθεν ἐξαναστάντας· ἡ γὰρ τοιαύτη τρίψις ἅμα τε πέττει τοὺς ὠμοὺς χυμοὺς καὶ τρέφει τὸν ὄγκον τοῦ σώματος.
χρὴ δ’ ἡσυχάσαι μετὰ ταῦτ’ ἄχρι πλείονος, εἰ μέλλοι καλῶς γενήσεσθαι ταῦτα.
πολὺ δ’ ἂν ἐνεργέστερον ἀνύσειεν, οὗ χάριν γίνεται, βραχέα τε σιτία προσενηνεγμένου κατὰ τὴν προτεραίαν τοῦ ἀνθρώπου καὶ μηδὲν ἐπὶ τῷ δείπνῳ πίνειν πλὴν οἴνου κιρροῦ καὶ λεπτοῦ.
καὶ γυμνάζεσθαι δ’ οὐ συμφέρει συνεχῶς καὶ σφοδρῶς αὐτίκα, μή πῃ λάθωμεν ἀπέπτων ἔτι χυμῶν ἀναγκάζοντες τρέφεσθαι τὸ σῶμα.
βέλτιον οὖν ἕωθεν ἐπὶ πλέον ἀνατρῖψαί τε καὶ μετὰ ταῦτα ἡσυχάσαι περιπατῆσαί τε τὰ μέτρια καὶ αὖθις χρήσασθαι τρίψει πολλῇ καὶ λουτρῷ συμμέτρως θερμῷ καὶ τροφαῖς εὐχύμοις τε ἅμα καὶ μὴ γλίσχροις.
εἴρηται δ’ ἔμπροσθεν αὐτῶν ἡ ὕλη, πτισάνην ἐπαινούντων ἡμῶν εἰς τὰ τοιαῦτα καὶ τοὺς πετραίους ἰχθύας καὶ τῶν ὀρνίθων τοὺς ὀρείους.
ἐπιτήδεια δὲ καὶ τὰ λεπτύνοντα τῶν ἐδεσμάτων, ὑπὲρ ὧν ἓν ἰδίᾳ γέγραπται βιβλίον.
εὐλαβεῖσθαι δὲ χρὴ μηδέν, εἰ καὶ θερμαίνοι σφοδρῶς, ἀλλὰ καὶ τὸ [282] διὰ τῆς καλαμίνθης φάρμακον ἀδεῶς λαμβάνειν.
ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ τοιαύτη.
καλαμίνθης καὶ γλήχωνος καὶ πετροσελίνου καὶ σεσέλεως ἑκάστου δραχμὰς δώδεκα, σελίνου σπέρματος, κορύμβων θύμου ἀνὰ δραχμὰς τέτταρας ἑκατέρου, καὶ πρὸς τούτοις ἔτι λιβυστικοῦ μὲν δραχμὰς ἑκκαίδεκα, πεπέρεως δὲ ὀκτὼ καὶ τετταράκοντα.
πεπέρεως μὲν οὖν ἔστω τὸ βαρύσταθμον ὀνομαζόμενον, σέσελι δὲ τὸ Μασσαλεωτικόν, πετροσέλινον δὲ τὸ Μακεδονικόν, καὶ τούτου μάλιστα τὸ Ἀστρεωτικόν, καλαμίνθη δὲ καὶ γλήχων μάλιστα μὲν ἐκ Κρήτης, εἰ δὲ μή, ἐκ χωρίων ὑψηλῶν τε καὶ ξηρῶν, ὡσαύτως δὲ καὶ τὰ θύμα.
τὰ μὲν οὖν σκληρὰ καὶ ξυλώδη τῶν βοτανῶν ἀπορρίπτειν, λαμβάνειν δ’ εἰς τὸ φάρμακον τὰ φύλλα, καὶ τούτων μάλιστα τὰ λεπτότατά τε καὶ εὐθαλέστατα καὶ ἐπ’ ἄκραις ταῖς βοτάναις, καὶ πρὸς αὐτοῖς ἄνθη τε καὶ τὰ σὺν αὐτοῖς λεπτότατα κάρφη.
κόπτειν δ’ ἅμα σύμπαντα καὶ διαττᾶν χρὴ διὰ λεπτοτάτου κοσκίνου· μάλιστα γὰρ εἰς ὅλην τοῦ ζῴου τὴν ἕξιν τὰ τοιαῦτα τῶν φαρμάκων ἀναδίδοται, καθάπερ γε [283] τὰ παχύτατα κατὰ τὴν γαστέρα μένει, τοῖς στενοῖς στόμασι τῶν φλεβῶν ἐναρμοσθῆναι μὴ δυνάμενα.
διὰ τοῦτο καὶ τὸ Διοσπολιτικὸν ὀνομαζόμενον φάρμακον, οὗ κατὰ τὸν ἐνεστῶτα λόγον ἔμπροσθεν ἐμνημονεύσαμεν, παχυμερέστερον εἰώθαμεν σκευάζειν, ἐπειδὰν ὑπαχθῆναι τὴν γαστέρα διὰ τούτου δεήσῃ.
καί τις οὐκ εἰδὼς τοῦτο, λεπτότατόν τε καὶ χνοωδέστατον ἐργασάμενος αὐτό, τὴν μὲν ὑποχώρησιν οὐδέν τι προὔτρεψεν, οὖρα δ’ ἐκίνησεν οὐκ ὀλίγα· καὶ ἡμῖν ἐκοινοῦτο θαυμάζων τε ἅμα καὶ ζητῶν τοῦ γεγονότος τὴν ἀληθινὴν αἰτίαν.
αὐτὸς μὲν γὰρ ἔφη νομίζειν ἰδιοσυγκρισίαν τινὰ τοῦ ἀνθρώπου (καὶ γὰρ ἐκάλεσεν οὕτως) αἰτίαν εἶναι τοῦ συμβεβηκότος.
ὡς δ’ ἔμαθεν, ὅτι τὸ τῆς συνθέσεως [εἶδοσ] αἴτιον [ἴδιον] ὑπῆρχεν, αὖθις ἑτέρως σκευάσας ἔτυχε τοῦ σκοποῦ.
τούτου μὲν οὖν τοῦ παραγγέλματος ἐπὶ πάσης συνθέσεως φαρμάκων ἄμεινον μεμνῆσθαι.
τὸ δὲ προκείμενον ἐν τῷ παρόντι λόγῳ φάρμακον ἀκριβῶς ἅπαντα λεπτὰ λαμβανέτω χάριν τοῦ ῥᾳδίως ἀναδίδοσθαί τε καὶ φέρεσθαι πάντη.
μιγνύσθω δὲ τοῖς οὕτω παρεσκευασμένοις μέλι τὸ κάλλιστον, ἀκριβῶς ἀπηφρισμένον.
[284] ἡ δὲ χρῆσις αὐτοῦ γινέσθω μετὰ τὴν ἑωθινὴν ἀνάτριψιν πρὸ τῶν γυμνασίων τε καὶ λουτρῶν.
ἔξεστι δὲ καὶ χωρὶς τοῦ μῖξαι τὸ μέλι ξηρὸν τὸ φάρμακον φυλάξαντα χρῆσθαι παραπλησίως ἁλσὶ τοῖς εἰς τὰ ὄψα παρεσκευασμένοις.
ἔξεστι δὲ καὶ εἰς πτισάνην ἐμβάλλειν ἢ ὄξος ἤ τι τοιοῦτον ἀντὶ πεπέρεως.
οὐ μόνον δὲ τὸ ξηρὸν ἁλῶν δίκην ἐστὶ πολύχρηστον, ἀλλὰ καὶ τὸ σὺν τῷ μέλιτι.
καὶ γὰρ καὶ τοῦτο δυνατὸν ἀναμιγνύντα τοῖς ἐδέσμασιν ἀποπειρᾶσθαι μετά τινος ἐξ αὐτῶν, ὡς ἡδὺ τῷ χρωμένῳ φαίνεσθαι.
μετὰ μέντοι τὴν τροφὴν μηδέποτε λαμβάνειν μήτε τοῦτο μήτ’ ἄλλο τι φάρμακον ἀνάδοσιν ἰσχυροτέραν ἐργαζόμενον.
οὐ γὰρ ἀναδίδοσθαι τηνικαῦτα βέλτιον, ἀλλὰ πέττεσθαι τοῖς ληφθεῖσιν.
ἄμεινον οὖν ἐστι τοῖς ἐπικουρίας τινὸς ἔξωθεν εἰς πέψιν δεομένοις ἐν τούτῳ τῷ καιρῷ δίδοσθαι φάρμακον, οὗ τὴν σύνθεσιν ἔμπροσθεν ἐδήλωσα.
λέγω δὲ τὸ διὰ τριῶν πεπέρεων ἁπλοῦν.
καὶ αὐτὸ δὲ τὸ πέπερι μόνον ἐπιπαττόμενον τῷ ποτῷ χρηστὸν εἰς τὰ [285] παρόντα, καὶ εἴπερ ἄρα μείζων τις εἴη χρεία, καὶ τὸ διὰ χυλοῦ τῶν κυδωνίων μήλων, οὗ τὴν σύνθεσιν ἅπασαν ἐρῶ καὶ τὴν δύναμιν ἀκριβῶς ἐξηγήσομαι κατὰ τὸν ἑξῆς λόγον.
εἰς δὲ τὸ παρακείμενον νῦν ἁπάντων ἄριστον φάρμακον ὧν ἐγὼ γινώσκω τὸ διὰ τῆς καλαμίνθης ἐστί.
καὶ γὰρ λεπτύνει τὰ παχέα καὶ γλίσχρα καὶ διαφορεῖ καὶ οὔρησιν κινεῖ καὶ καταμήνια γυναιξίν.
ἔστι δὲ καὶ ἥδιστον ἐν τῇ χρήσει, καὶ μάλισθ’ ὅταν λάβῃ πλείονος τοῦ μέλιτος.
ἑψεῖσθαι δ’ ἐπὶ πλέον αὐτὸ χρὴ τηνικαῦτα.
τοῖς δ’ ἀπεστραμμένοις τὰ γλυκέα καὶ φεύγουσι τὸ μέλι (καὶ γὰρ καὶ τοιαῦταί τινες εὑρίσκονται φύσεις) ὀλίγον ἐν τῇ συνθέσει τὸ μέλι μιγνύσθω.
βέλτιον δὲ καὶ μᾶλλον ἑψεῖσθαι τούτοις· καὶ γὰρ ἧττον οὕτως ἐστὶ γλυκὺ καὶ ἧττον ἀνατρέπει τὸν στόμαχον ἐπὶ τῶν ἀπεστραμμένων φύσει τὸ μέλι.
τὰ μὲν δὴ τοιαῦτα πάντα καὶ αὐτός τις ἐπινοείτω πρὸ τῆς ἡμετέρας συμβουλῆς, ἕνα κοινὸν ἐν ἅπασι διαφυλάττων τὸν σκοπόν, ἥδιστον γενέσθαι τὸ φάρμακον, εἰς ὅσον ἐγχωρεῖ, φυλαττομένης αὐτοῦ τῆς εἰς τὴν ὠφέλειαν δυνάμεως· οὐ [286] γὰρ δὴ ταύτην γ’ ἐκλῦσαι κελεύω τῆς ἡδονῆς στοχασάμενον.
ὅταν οὖν ἐπὶ δύο που τὰς πρώτας ἡμέρας ἢ τρεῖς οὕτως ᾖ παρεσκευασμένος ὁ ἄνθρωπος, οὐδὲν ἂν εἴη χεῖρον αὐτὸν καὶ γυμνάσασθαι διὰ τῶν συνήθων αὐτῷ, ἀποπειρώμενον εὐχροίας τε καὶ τῶν ἄλλων σημείων, ἃ κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον.
εἰ μὲν γὰρ ἅπαντά σοι χρηστὰ φαίνοιτο, τελέως γυμνάζειν αὐτόν· εἰ δὲ μή, προκαταπαύειν τε τοῦ συμμέτρου κἀν τοῖς προειρημένοις διαιτήμασί τε καὶ φαρμάκοις φυλάξαντα κατ’ ἐκείνην τὴν ἡμέραν αὖθις ἐπιχειρεῖν τῷ γυμνασίῳ κατὰ τὴν ὑστεραίαν ἐπὶ τοῖς αὐτοῖς σημείοις τε καὶ σκοποῖς, ἵν’, ὅταν ἤδη πάντα ἄμεμπτα φαίνηται, πρὸς τὴν αὐτὴν δίαιταν ἐπανάγῃς αὐτόν, ἣ καὶ πρὶν ἁλῶναι τῷ κοπώδει συμπτώματι συνήθης ἦν.
Ἐπεὶ δὲ καὶ τῷ διὰ τῆς ἐλάτης ἀκόπῳ φαρμάκῳ χρῆσθαι συμφέρει τοῖς κατὰ τὴν σάρκα τε καὶ τὸν ὄγκον ἅπαντα τοῦ ζῴου χυμοὺς ἠθροικόσιν, ἤτοι πεφθῆναι δεομένους ἢ διαφορηθῆναι, οὐδὲν ἂν εἴη χεῖρον εἰπεῖν τι καὶ περὶ τῆς ἐκείνου συνθέσεως.
ἔστι μὲν οὖν [287] ὡραιότατον αὐτῆς τὸ σπέρμα περὶ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου, ὅστις καιρὸς ἐν Ῥώμῃ μὲν ὁ καλούμενος μήν ἐστι Ϲεπτέμβριος, ἐν Περγάμῳ δὲ παρ’ ἡμῖν Ὑπερβερεταῖος, Ἀθήνησι δὲ μυστήρια.
ἐλαίῳ δ’ ἐμβάλλειν αὐτὸ χρή, καθ’ ἣν ἂν ἐθέλῃς ὥραν τοῦ ἔτους· οὐδεμία γὰρ ὅσον ἐπὶ τούτῳ διαφορά.
βέλτιον δέ, εἰ καὶ θλάσας ἐμβάλλοις αὐτό· θᾶττον γὰρ ἂν οὕτω τὸ ἔλαιον ἐμπλήσει τῆς οἰκείας ποιότητος καὶ δυνάμεως.
εἴη δ’ ἂν ὁ χρόνος οὗτος ἐλάχιστος ἡμερῶν τετταράκοντα· πολλάκις δ’ ἡμεῖς τρεῖς καὶ τέτταρας καὶ πολὺ πλείους μῆνας ἐπετρέψαμεν ἐμβραχῆναι, κἄπειθ’ οὕτως λαβόντες, εἶτα τὴν ὑγρότητα τοῦ σπέρματος ἐκθλίψαντες αὐτὸ μὲν ἀπερρίψαμεν τὸ σπέρμα, τὸ δ’ ὑγρὸν ὀθονίῳ διηθήσαμεν.
ἔστω δὲ τὸ μὲν ἔλαιον ἕν τι τῶν χαλαστικῶν, οἷόνπερ ἐν Ἰταλίᾳ τὸ Ϲαβῖνον, ἐμβαλλέσθω δ’ εἰς τὰς εἴκοσι καὶ πέντε κοτύλας αὐτοῦ μόδιος Ἰταλικὸς τοῦ σπέρματος τῆς ἐλάτης, οὐσῶν δὲ καὶ τῶν κοτυλῶν Ἰταλικῶν, ἃς δὴ καὶ λίτρας ὀνομάζουσι.
βραχέντος δ’ ἐν αὐτῷ τοῦ σπέρματος, πολλῷ δηλονότι μεῖον γίνεται.
σύμμετρον δ’ οὖν ἐστι τῷ καταλειφθέντι κηροῦ μὲν λίτρας ἐμβαλεῖν [288] τέσσαρας, ῥητίνης δὲ ἐλατίνης τὸ τρίτον τῆς λίτρας μέρος, αἵπερ εἰσὶν ὁλκῆς δραχμαὶ δύο καὶ τριάκοντα.
τὸ δ’ ἴσον ἐμβαλλέσθω καὶ τῆς στροβιλίνης ῥητίνης.
εἰ δ’ αὗται μὴ παρεῖεν, ἀντ’ αὐτῶν τῇ τερμινθίνῃ χρῆσθαι.
ἑψεῖν δ’ ἄμεινον ἐπ’ ἀγγείου διπλοῦ ἢ πάντως γ’ ἐπὶ πυρὸς ἀσθενοῦς, οἷόν ἐστι τὸ τῶν ἀνθράκων· ἔστωσαν δὲ μηδ’ οὗτοι πολλοί.
τοῦτο τὸ φάρμακον ἐπιτηδειότατόν ἐστιν εἰς ἅπαντας κόπους αὐτομάτους τε καὶ οὐκ αὐτομάτους.
ἀγαθὸν δὲ καὶ τὸ διὰ τῆς αἰγείρου τῶν ἀνθῶν συντιθέμενον.
ἔστι δὲ καὶ τοῦτο τοιόνδε.
τῶν ἀνθῶν τῆς αἰγείρου μεμυκότων ἔτι μόδιος Ἰταλικὸς ἐμβάλλεται λίτραις ἐλαίου Ϲαβίνου πεντεκαίδεκα ἢ εἴκοσι.
μὴ παρόντος δὲ τοῦ Ϲαβίνου, τῶν ὁμοίων τι παρασκευαστέον ἐλαίων.
εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν, ὡς ὅμοια πάντ’ ἐστὶ τὰ λεπτομερῆ θ’ ἅμα καὶ μὴ στύφοντα.
κάλλιον δ’, εἰ καὶ μετρίως θλασθὲν ἐμβληθείη τῷ ἐλαίῳ τὸ ἄνθος.
εἰ δὲ καθ’ ἑκάστην ἡμέραν διακινοῖτο, καὶ μάλισθ’ ὅταν ἥλιος ᾖ θερμός, ἐν οἰκήματί τε θερμῷ τὴν ἀπόθεσιν ἴσχοι, [289] θᾶττόν τε ἂν οὕτω καὶ μᾶλλον ἡ τῆς αἰγείρου ποιότης τε καὶ δύναμις εἰς τοὔλαιον μετέλθοι, ὥστε σε μετὰ δύο που καὶ τρεῖς μῆνας δύνασθαι ἐκθλίψαντα τὸ ἄνθος αὐτὸ μὲν ἀπορρῖψαι, τὸ δ’ ἔλαιον ἔχειν ἀδήκτως διαφορητικόν, οὐδέν τι μεῖον τοῦ ἐλατίνου.
καὶ μέντοι καὶ κηρὸν καὶ ῥητίνην ἔξεστιν ἐμβάλλειν αὐτῷ τοσοῦτον, ὅσον ἀρτίως ἐν τῇ συνθέσει τοῦ διὰ τῆς ἐλάτης εἴρηται φαρμάκου.
παχύτερον δ’ εἴ ποτε γένοιτο τὸ ἐκθλιβὲν ὑγρόν, ἱκανὸν οὐ μόνον τὸ τέταρτον μέρος, ἀλλὰ καὶ τὸ πέμπτον μίγνυσθαι κηροῦ.
ἐγὼ δ’ οἶδά ποτε καὶ τὸ ἕκτον ἐμβαλών, παχυτέρου τε τοῦ ἐλαίου γινομένου καὶ τοῦ μέλλοντος αὐτῷ χρῆσθαι χαίροντος ὑγροτέρῳ φαρμάκῳ.
τινὲς δ’, οὐκ ἀναμένοντες ἐν χρόνῳ πλείονι διαβρέχεσθαι τά τε ἄνθη καὶ τὰ σπέρματα, τοῦτο μὲν ἑψεῖν αὐτὰ δέονται, τοῦτο δ’ ὕδωρ ἐμβάλλειν, ὅσοι γε προμηθέστεροι, χάριν τοῦ μήτε φρυγῆναι τὰ ἐμβληθέντα μήτε κνισῶδες γενέσθαι τοὔλαιον.
ὅσοι δ’ ἔτι τούτων ἐπιμελέστεροι, τὴν ἕψησιν ἐν ἀγγείοις [290] διπλοῖς ποιοῦνται· καλεῖται δ’ οὕτως, ἐπειδὰν προϋποκειμένου λέβητος ὕδωρ ἔχοντος ζέον ἐνιστῆταί τι τούτῳ μικρότερον ἀγγεῖον, εἰς ὃ μέλλει τὸ ἔλαιον ἐγχεῖσθαι.
τοῦτο μέν γε καὶ ἡμεῖς ποιοῦμεν, ἀλλ’ οὐκ εἰς τὴν τῶν σπερμάτων ἢ ἀνθῶν ἕψησιν (οὐδὲν γὰρ ταύτης δεό μεθα πολυχρονίως αὐτὰ ἀποβρέχοντες), ἀλλ’ ὁπόταν διατήκειν ἐν τῷ λίπει τάς τε ῥητίνας καὶ τὸν κηρὸν ἐπιχειρῶμεν ἐν τῇ τοῦ φαρμάκου σκευασίᾳ.
καταναγκαζόμενος δέ τις ἐν τάχει σκευάζειν αὐτὰ δεήσεταί τε προαφεψεῖν, ὡς εἴρηται, καὶ ὕδατος ἐγχεῖν ἢ οἴνου χάριν τοῦ μὴ φρύγεσθαι.
τὸ μὲν οὖν ὕδωρ εἰς τὰ παρόντα χρησιμώτερον, ὁ δ’ οἶνος εἴς τε τὰς ποδαγρικὰς διαθέσεις καὶ ὅλως ἀρθρίτιδας.
ἀρκεῖ δὲ μιγνύναι τοσοῦτον ὕδατος, ὡς ἑψώντων ἐκδαπανηθῆναι τὸ πᾶν.
εἴη δ’ ἂν οὕτως ὀλίγον, ὡς τετραπλάσιον ἢ πενταπλάσιον αὐτοῦ τὸ ἔλαιον ὑπάρχειν.
ταῦτά τε οὖν τὰ φάρμακα διαφορεῖ τοὺς κατὰ τὰς σάρκας τε καὶ τὸ δέρμα μὴ πάνυ παχεῖς μηδὲ γλίσχρους χυμούς, καὶ πρὸς τούτοις ἔτι τὸ ἐκ τοῦ χαμαιμήλου ἔλαιον, αὐτό τε καθ’ ἑαυτὸ μόνον, [291] ἐμβληθέντων τε κηροῦ καὶ ῥητίνης αὐτῷ.
ἱκανὸν δὲ κἀνταῦθα τοῦ μὲν κηροῦ τὸ τέταρτον μέρος, τῆς δὲ ῥητίνης τὸ δωδέκατον.
εἰ δὲ μηδενὸς τῶν εἰρημένων ἐλαίων εὐποροίης, ἀνήθινον ἔλαιον ποιήσασθαί σοι ῥᾷστον.
ἔστι δὲ καὶ τοῦτο διαφορητικὸν φάρμακον, εἴτε καταμόνας τις εἴτε σὺν κηρῷ τε καὶ ῥητίνῃ χρῷτο.
πειρᾶσθαι δ’ ἐπ’ ἀγγείου διπλοῦ τὸ ἀνήθινον ἑψεῖν.
ἄμεινον δὲ καὶ χλωρὸν εἶναι τὸ ἄνηθον.
ὅταν δὲ ᾖ τοῦτο, καθ’ ὃν χρῄζεις καιρόν, ὡραῖον ὑπάρχει.
τὸ σαμψύχινον δ’ ἔλαιον ἐπιτήδειον ἐν ὥρᾳ χειμερινῇ καὶ χωρίῳ ψυχρῷ καὶ καταστάσει παραπλησίᾳ.
λαμβανέτω δὲ καὶ τοῦτο κηροῦ τε καὶ ῥητίνης, εἰ παραμένειν αὐτό γε βούλοιο τοῖς ἀλειφομένοις ὑπ’ αὐτοῦ σώμασιν.
ὁμοίως δὲ καὶ τὴν λιβανωτίδα πόαν ἐναφεψεῖν ἐλαίῳ.
καὶ εἰ μηδὲ ταύτην ἔχεις, ῥίζα τεύτλου λευκοῦ καὶ ἡ τοῦ σικύου δὲ τοῦ ἀγρίου ῥίζα καὶ ἡ τῆς ἀλθαίας καὶ ἡ τῆς βρυωνίας ἱκανῶς διαφοροῦσιν ἐναποτιθέμεναι καὶ αὗται τὴν ἑαυτῶν ποιότητά τε καὶ δύναμιν ἐλαίῳ τινὶ τῶν διαφορητικῶν.
ἐς ὅ τι δ’ ἂν ἐθέλῃς ἔλαιον οὕτω παρασκευασθὲν [292] ἐμβάλλειν ἤτοι κηρὸν μόνον ἢ καὶ ῥητίνην τινὰ σὺν αὐτῷ, καλλίστην τε καὶ παραμόνιμον ἀλοιφὴν κατασκευάσεις.
ἀρκεῖ δὲ τοὐπίπαν ἐμβάλλειν τοῦ μὲν κηροῦ τὸ τέταρτον μέρος, τῆς δὲ ῥητίνης τὸ δωδέκατον.
εἰ δὲ καὶ δύο ῥητίνας ἐμβάλλοις ἐλατίνην τε ἅμα καὶ στροβιλίνην ἢ καὶ τρίτην ἐπ’ αὐταῖς τὴν τερμινθίνην ἢ καὶ μὴ παρουσῶν τούτων τὴν ὑγρὰν πιτυΐνην, ἔσται σοι καὶ οὕτω διαφορητικὸν τὸ φάρμακον.
ἀπορῶν δὲ καὶ ταύτης ἤτοι τὴν ἐκ τῶν κεραμείων μιγνύναι πιτυΐνην ἢ τὴν φρυκτὴν ὀνομαζομένην, εἰδὼς μέν, ὡς ἀποδέουσιν αὗται τῶν προειρημένων, οὐ μὴν παντάπασίν εἰσιν ἀπόβλητοι.
Λοιπῆς δ’ οὔσης κοπώδους διαθέσεως, ἐν ᾗ πρὸς τῷ τῆς αἰσθήσεως ἑλκώδει πλῆθος ὠμῶν χυμῶν ἐν ὅλῳ τῷ σώματι περιέχεται, λεκτέον ἂν εἴη καὶ περὶ τῆσδε.
χαλεπὸν δ’ οὐκέτ’ οὐδὲν ἐξευρεῖν αὐτῆς τὴν ἐπανόρθωσιν, ἀπὸ τῶν εἰρημένων ὁρμώμενον.
εἰ γάρ, ὁπότε μὲν ἐν ταῖς πρώταις φλεψὶ τὸ πλῆθος τῶν ὠμῶν ἐστι, τέμνειν αὐτὰ [293] καὶ πέττειν ἔφαμεν χρῆναι, φυλαττομένους τὴν εἰς τὸν ὄγκον ἀνάδοσιν, ὁπότε δ’ ἐν ταῖς ἐσχάταις φλεψὶ καὶ κατὰ τὴν ἕξιν τοῦ ζῴου, πέττειν τε ἅμα καὶ διαφορεῖν, ἄμφω μικτέον ἐστίν, ἐφ’ ὧν καὶ ἄμφω συμβέβηκεν· εἰ μὲν ἰσοσθενῶς σοι δόξειεν ἐνοχλεῖν, ὁμοτίμως ἀμφοτέρων στοχαζόμενον, εἰ δὲ εἴη θάτερον ἐπικρατέστερον, εἰς ἐκεῖνο μὲν ἀναφέρειν τῆς ὅλης θεραπείας τὸ κῦρος, ἀμελεῖν δὲ μηδὲ θατέρου τοῦ μικροτέρου.
μιχθήσεται μὲν οὖν ἡ πρὸς ἀμφότερα θεραπεία κατὰ τόνδε τὸν τρόπον· οὐδὲν γὰρ χεῖρον ἐπὶ παραδειγμάτων ὀλίγον εἰπεῖν τι καὶ περὶ τοῦδε.
τῷ διὰ τῶν τριῶν πεπέρεων ἁπλῷ φαρμάκῳ χρῆσθαι συνεβούλευον, ἐφ’ ὧν ὠμῶν χυμῶν πλῆθος ἐν ταῖς φλεψίν ἐστι, καὶ μάλιστα ταῖς πρώταις.
εἰ τοίνυν μὴ μόνον ἐν αὐταῖς, ἀλλ’ ἐν πάσαις ταῖς φλεψὶν εἴη, ἤδη δὲ καὶ κατὰ τὰς σάρκας, ἐν ἀρχῇ μὲν τῆς ἐπιμελείας τῷ διὰ τριῶν πεπέρεων φαρμάκῳ χρηστέον, ἔχοντι καὶ πετροσελίνου τοσοῦτον, ὁπόσον ἂν εἶχεν ἀνίσου καὶ θύμου καὶ ζιγγιβέρεως· μετὰ δὲ τὴν πρώτην ἡμέραν καὶ μᾶλλον ἔτι τὴν δευτέραν ἐπιμιγνύναι αὐτῷ τοῦ διὰ τῆς καλαμίνθης· εἶθ’ ἑξῆς ἴσα μικτέον· εἶτ’ ἐπὶ προήκοντι [294] τῷ χρόνῳ πλέον τοῦ διὰ τῆς καλαμίνθης· εἶτ’ ἐπὶ τελευτῇ καὶ μόνον.
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς ἄλλης ἁπάσης διαίτης, ὅταν ἰσοκρατεῖς αἱ διαθέσεις ὑπάρχωσι, μιγνύναι μὲν αὐτῶν τῆς ἐπανορθώσεως τοὺς σκοπούς.
ἀλλ’ ἐν ἀρχῇ μὲν ἐπικρατείτω τὰ τῶν ἐν ταῖς πρώταις φλεψὶν ἰάματα, κατὰ δὲ τὴν τελευτὴν τὰ τῶν ἐν σαρκί, μεσοῦντος δὲ τοῦ χρόνου, μιγνύσθω κατ’ ἴσον ἀμφότερα.
ταῦτά τε οὖν εἴρηταί μοι καὶ ἤδη δῆλον, ὅπως ἐπανορθοῦσθαι χρὴ τὰ κατὰ τοὺς χυμοὺς ἁμαρτήματα, πρὶν νοσῆσαι τὸν ἄνθρωπον.
ἐξ ὧν γὰρ ἐπὶ τῆς ἑλκώδους διαθέσεως εἴπομεν, ὅταν ἐπιμίγνυταί τινι κακοχυμίᾳ, πάρεστι συλλογίσασθαι καὶ περὶ τῶν ἄλλων ἑκάστης, ἐπειδὰν μόνη ποτὲ συνιστῆται.
Περὶ μὲν οὖν τοῦ τε πρώτου γένους τῶν κόπων, ἐφ’ ὧν νυγματώδης ἐστὶ κατὰ πάντα τοῦ ζῴου τὸν ὄγκον αἴσθησις, ὅσαι τ’ ἄλλαι μοχθηρῶν χυμῶν ἐν τῷ σώματι γίνονται πλεονεξίαι, καθ’ ἑαυτάς τε καὶ σὺν κόποις, σχεδὸν ἤδη λέλεκται πάντα.
[295] περὶ δὲ τοῦ τονώδους ὑφ’ ἡμῶν κληθέντος κόπου λέγω ἐφεξῆς.
ὅτι μὲν οὖν ὁ τοιοῦτος κόπος, ὅταν ἄνευ γυμνασίων συνιστῆται, πλῆθος ἐνδείκνυται διατεῖνον τὰ στερεὰ μόρια τοῦ ζῴου, καὶ ἄλλοις μέν τισι τῶν εὐδοκίμων ἰατρῶν ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τοῖς περὶ τὸν Ἐρασίστρατον.
ὅτι δ’, ὅταν αἵματος ᾖ πλῆθος, ἄριστον ἤτοι φλέβα τέμνειν ἢ ἀποσχάζειν τὰ σφυρά, λέλεκται μέν που καὶ πρόσθεν, ἀναληπτέον δ’ ἔτι καὶ νῦν τὸν λόγον Ἐρασιστράτου χάριν, ὃς οὔτ’ ἐπ’ ἄλλης ὅλως οὐδεμιᾶς οὐδὲ ἐπὶ τῆσδε τῆς διαθέσεως ἐχρήσατο φλεβοτομίᾳ.
ὅτι μὲν οὖν ἐπὶ τῆς ὑγιεινοτάτης φύσεως, ὑπὲρ ἧς ὁ λόγος ἐνέστηκεν, ἐγχωρεῖ καὶ κατ’ ἄλλον τρόπον ἐκκενοῦν τὸ τοιοῦτον πλῆθος, ἔμπροσθεν εἴρηται.
κατὰ μὲν γὰρ τὰς μοχθηρὰς φύσεις, ἐφ’ ὧν τὸ περιττὸν κατὰ τὸν ἐγκέφαλον ἢ τὰ τῆς ἀναπνοῆς ὄργανα φέρεται, πηλίκον ἐστὶ κακὸν ἑτέρῳ τρόπῳ κενώσεως χρῆσθαι, παραλιπόντα φλεβοτομίαν, εἰρήσεται μέν που καὶ διὰ τῶν ἑξῆς ὑπομνημάτων, ὅταν ὑπὲρ τῶν μοχθηρῶν κατασκευῶν ὁ λόγος περαίνηται, λέλεκται δ’ ἤδη [296] κἀν τῷ Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον.
ὅθεν οὐδὲν ἔτι μηκύνειν δεῖ περὶ αὐτῶν, ἀλλ’ ἐπὶ τὸν λοιπὸν καὶ τρίτον κόπον, ὅταν αὐτομάτως συνιστῆται, τὸν λόγον ἄγειν, ὃν ἐν τοῖς ἔμπροσθεν ἐκαλέσαμεν φλεγμονώδη διά τε τὸ τῆς ὀδύνης μέγεθος καὶ ὅτι μετὰ θερμότητος ἐπιφανοῦς συνίσταται συνεξαίρων εἰς ὄγκον τοὺς μῦς.
οὗτος ὁ κόπος οὐδ’ ὡρῶν ὀλίγων, μή τί γε δυοῖν ἢ τριῶν ἀνέχεται ἡμερῶν τῆς Ἐρασιστράτου βραδυτῆτος, ἀλλ’ αὐτίκα πυρετὸν ἐπιφέρει σφοδρότατον, ἢν μή τις φθάσας ἀποχέῃ τοῦ αἵματος.
καὶ γὰρ οὖν θερμότατόν ἐστι τὸ τῶν τοιούτων [κόπων] αἷμα, καὶ πλείστης αὐτοῦ δέονται τῆς κενώσεως ἅπαντες σχεδὸν οἱ καταληφθέντες τῷ κόπῳ.
καὶ οἱ πολλοί γ’ αὐτῶν πυρέττουσι, κἂν ἀποχέῃς τοῦ αἵματος.
ὅθεν οὔτε βλακεύειν οὔτε ὀλίγον ἀφαιρεῖν προσῆκεν, ἀλλὰ καὶ διὰ ταχέων ἐκκενοῦν καὶ μέχρι λειποθυμίας ἄγειν, εἰ μηδὲν ἕτερον κωλύοι.
κάλλιον δέ, εἰ ἐγχωρεῖ, δὶς ἀφελεῖν ἐν ἡμέρᾳ μιᾷ, τὸ μὲν πρότερον [297] οὕτω κενοῦντας, ὡς μὴ λειποθυμῆσαι τὸν ἄνθρωπον, τὸ δὲ δεύτερον οὐδὲ τὴν λειποθυμίαν φοβεῖσθαι προσήκει.
τῇ μὲν γὰρ προτέρᾳ κενώσει καταλυθεὶς οὐκ ἂν ὑπομείναι τὴν δευτέραν· ἐν ταύτῃ δ’ εἴ τι πάθοι τοιοῦτον, εὐανακόμιστος γίνεται.
μὴ φλεβοτομηθέντες δὲ οἱ οὕτω διακείμενοι τύχης ἀγαθῆς εἰς τὸ σωθῆναι δέονται, καὶ οὐδὲ σῴζονται, εἰ μὴ καθ’ ἕτερόν τινα τρόπον, ἢ αἱμορραγήσαντες ἐκ ῥινῶν ἢ λάβρων ἱδρώτων αὐτοῖς ἐκχυθέντων.
ἐπισκοπεῖσθαι δὲ χρὴ μάλιστα μέλλοντας φλέβα τέμνειν, πότερον κατὰ θώρακα καὶ νῶτα καὶ ὀσφῦν ἐρείδουσιν αἱ τάσεις τε καὶ αἱ νυγματώδεις ὀδύναι ἢ κατὰ κεφαλὴν καὶ τράχηλον μᾶλλον.
οὕτω μὲν γὰρ οὖν τὴν ὠμιαίαν διαιρήσεις, καὶ μᾶλλον εἰ πλήρους αἰσθάνονται καὶ θερμῆς τῆς κεφαλῆς, ἐκείνων δὲ τὴν ἔνδον· εἰ δ’ ὅλον ὁμαλῶς ὑπὸ τοῦ κόπου τὸ σῶμα κατέχοιτο, τὴν μέσην ἀμφοῖν.
εἰ μὲν οὖν ἐπὶ τῇ φλεβοτομίᾳ πυρέσσειν ἄρξαιντο, τῆς θεραπευτικῆς ἔργον ἤδη μεθόδου προνοήσασθαι τούτων· εἰ δ’ ἀπύρετοι διαμένοιεν, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ἐπὶ τῇ φλεβοτομίᾳ πτισάνης [298] χυλὸν ἢ ἐκ χόνδρου ῥόφημα διδόναι μόνον, ἐν δὲ τῇ δευτέρᾳ καὶ λούειν ἂν ἤδη δύναιο σὺν ἐλαίῳ δαψιλεῖ, διαιτᾶν δέ, κἂν λούσῃς, μετριώτατα θριδακίνης, εἰ βούλοιτο, διδόντα καὶ κολοκύνθης, εἰ παρείη, καὶ πτισάνης.
ἀγαθὸς δὲ καὶ ὁ χόνδρος, εἴθ’ ὡς πτισάνην τις αὐτὸν ἡδύνας ὄξει σκευάσειεν εἴτε χωρὶς ὄξους.
εἰ δὲ μὴ παρείη κολοκύνθη, μαλάχῃ καὶ τεύτλῳ καὶ λαπάθῳ καὶ ἀνδραφάξυϊ χρῆσθαι.
εἰ δὲ καὶ σαρκῶν γεύσασθαι βούλοιτο, τῶν πετραίων ἰχθύων ἢ ὀνίσκων ἐν λευκῷ ζωμῷ καλῶς ἑψήσαντα διδόναι.
προσαγορεύω δὲ λευκὸν ζωμόν, ὅταν ἄνευ γάρου τε καὶ πολὺ δὴ μᾶλλον ἔτι τῆς ἄλλης καρυκείας σκευασθῇ, ἀνήθου τε καὶ ἁλῶν ἐμβληθέντων εἰς ὕδωρ σὺν ἐλαίῳ καὶ πράσῳ βραχεῖ.
κάλλιον δέ, εἰ καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν οἴνου φείσαιτο.
τῇ τρίτῃ δέ, εἰ μὲν εὐπέπτως φέρει τὴν ὑδροποσίαν, εἴργειν οἴνου καὶ τότε· μὴ φέροντος δέ, μάλιστα μὲν ἀπόμελι δοτέον· καὶ γὰρ ἐμψύχει πως ἠρέμα τοῦτο τὸ ποτόν, οὗ καὶ αὐτοῦ χρῄζουσιν οἱ φλεγμονώδεις κόποι· μὴ παρόντος δὲ τούτου, λευκὸν καὶ λεπτὸν οἶνον [299] διδόναι καὶ τἄλλα κατὰ λόγον ἀνακομίζειν εὐχύμῳ τε καὶ μηδαμῶς θερμαινούσῃ διαίτῃ χρώμενον.
εὐλαβεῖσθαι δὲ μάλιστα πάντων ἀθρόως ἀνατρέφειν.
ὅσοι γὰρ ἐπὶ τοιαύταις κενώσεσιν εἰς τὴν ἐξ ἀρχῆς δίαιταν εὐθέως ἐπανῆλθον, ἐμπίπλαται τούτοις ἡ ἕξις ἀπέπτων χυμῶν, οὓς ἀναρπάζει, πρὶν πεφθῆναι καλῶς ἔν τε τῇ γαστρὶ καὶ κατὰ τὰς φλέβας, ὁ τοῦ σώματος ὄγκος.
αὕτη μὲν ἡ ἀρίστη πρόνοια τοῦ φλεγμονώδους κόπου.
διὰ τί δὲ ἐπαφαιρεῖν κελεύομεν αἵματος ἐπ’ αὐτῷ καὶ μὴ πληροῦν ἀθρόως, ἀρκεῖ μὲν δήπου καὶ τὴν ἐμπειρικὴν αἰτίαν εἰπεῖν, ὅτι καὶ μᾶλλον ὀνίνανται κενωθέντες οὕτω καὶ ὑγιαίνουσιν εἰς μακρόν, ὡς εἴρηται, διαιτώμενοι.
προσθεῖναι δ’ οὐδὲν χεῖρον ἂν εἴη καὶ τὴν ἀπὸ τῆς φύσεως τῶν πραγμάτων ἔνδειξιν.
ἐπεὶ τοίνυν ἐν τῷ φλεγμονώδει κόπῳ πλῆθος αἵματος ἠθροισμένον θερμοῦ κατὰ τὸν ὄγκον ἐστίν, ἡ φλεβοτομία δὲ τοὺς ἐν τοῖς ἀγγείοις ἐκκενοῖ χυμούς, ἄμεινον [300] ἐπὶ τῇ προτέρᾳ κενώσει τοσοῦτον χρόνον διαλιπεῖν, ὡς μεταληφθῆναί τι καὶ εἰς τὰς φλέβας ἐκ τῶν κατὰ τὸ σῶμα.
τοῦτο δ’ οὐκ ἐπιτρεπτέον ἐν αὐταῖς ὑπομένειν, ἡμιμόχθηρον ὑπάρχον, ἀλλ’ ἐκκενωτέον αὐτοῦ τὸ πλεῖστον.
ταῦτά τοι καὶ κατὰ τὴν δευτέραν ἡμέραν ἐπαφαιροῦμεν αἵματος, ἐνίοτε δὲ καὶ κατὰ τὴν τρίτην, ἐπειδὰν ἀντισπᾶν τε καὶ μετάγειν ἐξ ἑτέρων εἰς ἕτερα συμφέρειν δόξῃ.
λέγεται δὲ καὶ περὶ τῶν τοιούτων ἁπάντων διορισμῶν ἀκριβέστερον ἐν τοῖς Περὶ φλεβοτομίας, ὧν οὐκ ἐγχωρεῖ μεμνῆσθαι τὰ νῦν διὰ τὸ τῆς θεραπευτικῆς πραγματείας ἰδιωτέρους ὑπάρχειν αὐτοὺς καὶ μέλλειν που καὶ αὖθις ἴσως ἡμᾶς ἐν τῇδε τῇ πραγματείᾳ περὶ φλεβοτομίας ἐπιμελέστερον διέρχεσθαι.
Λοιπὸν οὖν ὅτι ταχέως οὐ χρὴ πληροῦν ἐπὶ φλεβοτομίαις εἰπόντες, ἐνταῦθα καταπαύσομεν τὸν λόγον.
ἕξει δὲ καὶ οὗτος εἰς πίστιν ὑπόθεσίν τινα τῶν ἤδη προαποδεδειγμένων ἐν τῇ Περὶ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ· δέδεικται γὰρ ἐν ἐκείνῳ τῷ λόγῳ πᾶσι τοῖς ὑπὸ φύσεως διοικουμένοις ὑπάρχουσα δύναμις ἔμφυτος ἑλκτικὴ [301] τῶν οἰκείων χυμῶν, ὑφ’ ὧν τρέφεσθαι μέλλει, δέδεικται δὲ καὶ ὡς, ἐπειδὰν ἀπορῇ μὲν οἰκείας τε ἅμα καὶ χρηστῆς τροφῆς, ἐπείγεται καὶ τῶν οὐ χρηστῶν τι συναρπάξαι.
τοιοῦτον δ’ ἐστί που καὶ τὸ μήπω πεφθὲν ἐν κοιλίᾳ τε καὶ φλεψίν.
ἀναγκαῖον οὖν, ἐπειδὰν πλείω λαμβάνῃ σιτία κατὰ τὸν καιρὸν τοῦτον ὁ ἄνθρωπος, ἀναρπάζεσθαι πλεῖστον ὠμὸν χυμὸν εἰς τὸν ὄγκον τοῦ ζῴου διὰ πολλὰς αἰτίας· ὅτι τε φαυλότερον ἐν τῇ γαστρὶ καὶ ταῖς φλεψὶ πέττεται, ὅτι τε πλέον εἰς τὸν ὄγκον ἀνέλκεται διὰ τὸ πλέον ὑπάρχειν, ὅτι τε πρωϊαίτερον ἢ χρὴ διὰ τὸ συγχωρεῖν μὲν τὴν γαστέρα ταῖς φλεψί, τὰς φλέβας δὲ ἅπασι τοῖς ἄλλοις τοῦ ζῴου μορίοις ἐπισπᾶσθαι τὸ μήπω κατειργασμένον, ὅπερ οὐκ ἂν συνεχώρησαν ὁμοίως, εἴπερ ὀλίγον ἦν.
ἐπιδέδεικται γάρ, ὡς αὐτὰ πρότερον ἀπολαύει τὰ μόρια τῆς οἰκείας τροφῆς, εἶθ’ οὕτως ἑτέροις ἐπιπέμπει.
τὸ δὲ δὴ τελευταῖον καὶ μέγιστον αἴτιον τῆς βλάβης τοῖς οὕτω διακειμένοις ἐστὶ τὸ πολλὴν καὶ [302] ἡμίπεπτον ἐπισπασάμενα τροφὴν τὰ καθ’ ὅλον τὸν ὄγκον τοῦ ζῴου μόρια πλῆθος οὐκ ὀλίγον ἐξ αὐτῆς ἀπογεννᾶν περιττωμάτων.
οὐδὲ γὰρ πέττειν αὐτὴν ἅπασαν ὁμοίως τῇ χρηστῇ δυνατὸν αὐτοῖς οὔτε προσφύειν οὔθ’ ὁμοιοῦν, ἀλλ’ ἀτυχεῖν ἐν ἑκάστῳ τῶν οἰκείων ἔργων ἐπὶ τῇ μοχθηρᾷ τε ἅμα καὶ πολλῇ τροφῇ.
ὅμοιον γάρ τι συμβαίνειν αὐτοῖς ἀναγκαῖον, οἷόν τι καὶ αὐτῇ τῇ γαστρὶ προσενεγκαμένῃ σιτία πολλὰ κακῶς παρεσκευασμένα.
λέγω δὲ παρεσκευάσθαι κακῶς, ὅσα δεόμενά τινος ἑψήσεως ἢ ὀπτήσεως οὐκ ἀπήλαυσε τελέως αὐτῆς.
ἄρτον οὖν ἐλλιπῶς ὠπτημένον ἢ κρέας ἢ ὄσπριον ἀτελῶς ἡψημένον ἀδύνατόν ἐστι πεφθῆναι χρηστῶς ἐν τῇ γαστρί.
τὸν αὐτὸν δὲ λόγον ἔχει τὰ κατὰ τὴν γαστέρα μοχθηρῶς κατεργασθέντα πρὸς τὴν δευτέραν τὴν ἐν φλεψὶ πέψιν, ὃν ἐξ ἀρχῆς τὰ φαῦλα παρασκευασθέντα σιτία πρὸς τὴν ἐν τῇ γαστρί.
καὶ μέντοι τὰ κατὰ τὰς φλέβας οὐκ ὀρθῶς πεφθέντα τὸν αὐτὸν ἔχει λόγον ὡς πρὸς τὴν ἐν τῇ σαρκὶ πέψιν, ὃν εἶχεν τὰ μὲν σιτία πρὸς τὴν ἐν τῇ γαστρί, τὰ δ’ ἐκ ταύτης ἀναδιδόμενα πρὸς [303] τὴν ἐν ταῖς φλεψίν.
οὔτ’ οὖν ἡ γαστὴρ ἀκριβῶς πέττει τὰ ἔξωθεν οὔθ’ αἱ φλέβες τὰ ἐκ τῆς γαστρὸς οὔθ’ αἱ σάρκες τὰ ἐκ τῶν φλεβῶν, ὅταν μὴ καλῶς ᾖ προκατειργασμένα· κἀν τούτῳ πλῆθος ἀναγκαῖόν ἐστιν ἐν τῷ σώματι γεννᾶσθαι περιττωμάτων.
ἐμοὶ μὲν οὖν εἴρηται τὸ σύμπαν, ὡς ἐν βραχυτάτῳ διελθεῖν· εἰ δέ τις ἑκάστου τῶν εἰρημένων εἰς τὴν ἀπόδειξιν ἐπιστήμην ἀκριβῆ λαβεῖν βούλεται, τούτῳ τὰ Περὶ τῶν φυσικῶν δυνάμεων ἀναγνωστέον ἐστίν, ἐν οἷς ἀποδέδεικται πρῶτον μέν, ὡς ἡ γαστὴρ ἑαυτῆς ἕνεκα λαμβάνει τὴν τροφήν, ἵνα ἀπολαύσῃ τε καὶ ἀναπληρώσῃ τὸ ἐλλεῖπον ἑαυτῇ, καὶ διὰ τοῦτο περιπτύσσεται πανταχόθεν αὐτῇ καὶ κατέχει σύμπασαν, ἄχριπερ ἂν ἱκανῶς κορεσθῇ· δεύτερον δὲ ὡς, ἐπειδὰν μηκέτι δέηται τοῦ τρέφεσθαι, τότ’ ἀνοίγνυσι μὲν τὸν πυλωρόν, ἐκθλίβει δὲ καὶ ὠθεῖ κάτω τὰ περιττὰ τῶν σιτίων, οἷον ἄχθος ἀλλότριον· εἶθ’ ὡς ἐν τῇ διὰ τῶν ἐντέρων ὁδῷ, καὶ μάλιστα τῶν λεπτῶν, ἀναρπάζουσιν αἱ καθήκουσαι φλέβες τὴν τροφήν, ἐκ τῆς πρὸς τὴν κοιλίαν ὁμιλίας ἠλλοιωμένην τε καὶ συμφυλοτέραν [304] τῷ ζῴῳ γενομένην· εἶτα καὶ κατὰ τὰς φλέβας ἐξ ἄλλης εἰς ἄλλην διαδίδοται τὸν ὅμοιον τρόπον, ὃν ἐκ τῆς γαστρὸς εἰς τὰς φλέβας· ἐντεῦθεν δ’ ἤδη κατειργασμένη τέλεον εἰς ἕκαστον ἕλκεται τῶν τοῦ ζῴου μορίων, ἵνα πέττεται τὴν τρίτην πέψιν ὁμοιοῦταί τε τῷ τρεφομένῳ.
ταῦτ’ οὖν ὅστις ἐξ ἐκείνων ἀναλέξεται τῶν γραμμάτων, οὐκέτ’ ἀπορήσει τὴν αἰτίαν, δι’ ἣν πολλοὶ κενωθέντες τὴν ἕξιν, εἰ μὴ μετρίως ἀνατρέφοιντο, πολλὰ περιττώματα καθ’ ὅλην αὐτὴν ἀθροίζουσι καὶ νοσοῦσιν ἐξ αὐτῶν οὐκ εἰς μακράν.
[305] Πέμπτον ἐνιστάμενος λόγον ὑπὲρ τῆς ὑγιεινῆς πραγματείας παραμυθήσασθαι βούλομαι πρότερον, εἴ τινες ἄρα δυσχεραίνουσι τῷ μήκει τῆς διδασκαλίας.
οὐχ ἡμέτερον ἔγκλημα τοῦτ’ ἐστίν, ἀλλὰ τῆς φύσεως αὐτοῦ τοῦ προκειμένου πράγματος ἴδιον.
εἰ μὲν γὰρ οἷόν τέ ἐστιν μακρὰν θεωρίαν ἐν βραχέσι διελθόντα μηδὲν τῶν χρησίμων παραλιπεῖν, ἡμεῖς ἁμαρτάνομεν, οὐκ ἀναγκαίως μηκύνοντες· εἰ δ’ οὐκ ἐγχωρεῖ σαφέστερόν τε ἅμα καὶ θᾶττον ὑπὲρ τῶν αὐτῶν εἰπεῖν, οὐχ ἡμῖν [306] μέμφεσθαι προσῆκεν, ἀλλὰ τοῖς παραλείπουσιν οὐκ ὀλίγα τῶν ἀναγκαίων.
ἔστι δ’ ἐν τοῖς ἀναγκαιοτάτοις τε ἅμα καὶ οἷον στοιχείοις ἁπάσης τῆς ὑγιεινῆς πραγματείας, ὡς πάμπολλαι φύσεις τῶν ἀνθρώπων εἰσίν, ὅπερ ὡμολόγηται μὲν ἅπασιν ἰατροῖς τε καὶ γυμνασταῖς.
οὕτω δὲ γράφουσιν οἱ πλείους αὐτῶν ὑπὲρ τῆς ὑγιεινῆς ἀγωγῆς, ὡς ὑπὲρ ἑνὸς ἀνθρώπου διαλεγόμενοι, καὶ ταῦτα μηδὲ ἐπιδειξάμενοί ποτε κἂν ἕνα τινὰ πρὸς αὐτῶν ὠφεληθέντα· καίτοι γ’ οὐδ’ ἕνα δίκαιον ἦν, ἀλλὰ παμπόλλους ἐπιδείξαντας ἔμπροσθεν μὲν νοσοῦντας συνεχῶς, ὕστερον δ’ ἀνόσους ἔτεσι πολλοῖς ὑπ’ αὐτῶν διαφυλαχθέντας, οὕτως ἐπιχειρεῖν γράφειν.
ἀλλ’ ἡμεῖς γε τοῖς ἔργοις αὐτοῖς ἐπιδειξάμενοι τοῦτο καὶ πολλοὺς τῶν ἔμπροσθεν συνεχῶς νοσούντων ἀνόσους φυλάξαντες ἐκ τοῦ πεισθῆναι τοῖς ὑγιεινοῖς παραγγέλμασιν, οὕτως ἐπεχειρήσαμεν ὑπὲρ αὐτῶν γράφειν.
ἐνίους μὲν γὰρ ὅλως ἐκωλύσαμεν γυμνάζεσθαι, ταῦτα δὴ τὰ ἐκ τῶν ἐπιτηδευμάτων γυμνάσια, μόναις ταῖς κατὰ τὸν βίον ἐνεργείαις ἀρκεῖσθαι συμβουλεύσαντες· ἐνίους δὲ τοῦ πλήθους [307] ἀφελεῖν τῶν γυμνασίων ἐκελεύσαμεν, ὡς εἰς ἐλάχιστον συστεῖλαι τὸ πᾶν· ἐνίους δὲ τὰς ποιότητας ὑπαλλάξαι μόνον ἢ τὴν τάξιν ἢ τὸν καιρόν· ἐνίους δὲ τὴν σύμπασαν αὐτῶν ἰδέαν μεταβαλεῖν.
ὡσαύτως δὲ καὶ περὶ τῶν λουτρῶν ὑποθήκας δόντες, ὡς ἤτοι μὴ λούεσθαι παντάπασιν ἢ πλεῖον ἢ ἔλαττον καὶ πρὸ τροφῆς μόνον ἢ καὶ μετὰ τροφὴν ἢ θερμοτέροις τῶν πρόσθεν ἢ χλιαρωτέροις ὕδασιν ἢ ψυχροῖς παντάπασιν, ἀνόσους ἐφυλάξαμεν ἔτεσι παμπόλλοις.
ἀλλ’ οὐκ ἂν τούτων οὐδὲν ἐποιήσαμεν, εἰ μήτε τὰς φυσικὰς τῶν σωμάτων διαφορὰς ἠπιστάμεθα μήτε τὴν ἑκάστῳ προσήκουσαν ὑγιεινὴν δίαιταν.
ἔνιοι δὲ τῶν ὑγιεινὰ συγγράμματα γραφόντων ἢ καὶ χωρὶς γραμμάτων ὑποθήκας διδόντων οὐδὲ σφᾶς αὐτοὺς ἀνόσους ἠδυνήθησαν φυλάξαι, κἄπειθ’ ὅταν ἐπισκώπτωνται πρός τινων ἄλλα τέ τινα λεγόντων πρὸς αὐτοὺς καὶ προφερομένων ἐκεῖνο τὸ ἔπος
ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων,
οἱ μὲν εἰς ἀσχολίας δή τινας ἀναφέρουσι τὴν αἰτίαν, οἱ δὲ καὶ δι’ ἀκολασίαν [308] ὁμολογοῦσι νοσεῖν.
ἀλλὰ τούτοις μὲν ἡ ἀπολογία πολὺ χείρων ἐστὶ τῆς κατηγορίας, ἐμοὶ γοῦν κριτῇ.
τοῖς δ’ εἰς τὰ κατὰ τὸν βίον ἑαυτοῖς συμπίπτοντα τὴν αἰτίαν ἀναφέρουσιν, εἰ μὲν ἐφήμερόν τινα πυρετὸν πυρέξειαν ἐπ’ ἐγκαύσει καὶ ψύξει καὶ κόπῳ καί τισιν ἑτέροις τοιούτοις αἰτίοις, ἀφίστασθαι χρὴ τῶν ἐγκλημάτων, εἰ δέ τινα τῶν ἄλλων, οὐκ ἀφίστασθαι.
οὐδὲ γὰρ ἡμεῖς τὸ πάμπαν ἀπύρετοι διεμείναμεν, ἀλλὰ διὰ κόπους τινὰς ἐπυρέξαμεν ἁπάντων τῶν ἄλλων νοσημάτων ἀπαθεῖς διατελοῦντες ἐτῶν ἤδη παμπόλλων, καὶ μέντοι καὶ πληγέντες τινὰ μέρη τοῦ σώματος, ἐφ’ οἷς ἕτεροι φλεγμοναῖς τε ἅμα καὶ βουβῶσιν ἁλόντες ἐπύρεξαν, οὔτε βουβῶνα ἔσχομεν οὔτ’ ἐπυρέξαμεν, οὐκ ἄλλοθέν ποθεν ἢ ἐκ τῆς ὑγιεινῆς θεωρίας τῶν τηλικούτων ἐπιτυχόντες, καὶ ταῦτα μήτε κατασκευῆς σώματος ὑγιεινῆς εὐτυχήσαντες ἐξ ἀρχῆς μήτε βίον ἀκριβῶς ἐλευθέριον ἔχοντες, ἀλλὰ καὶ ταῖς τῆς τέχνης ὑπηρεσίαις δουλεύοντες καὶ φίλοις καὶ συγγενέσι καὶ πολίταις ὑπηρετοῦντες εἰς πολλὰ καὶ τῶν νυκτῶν τὸ πλεῖστον ἀγρυπνοῦντες, [309] ἐνίοτε μὲν ἀρρώστων ἕνεκα, διαπαντὸς δὲ τῶν ἐν παιδείᾳ καλῶν.
ἀλλ’ ὅμως οὐκ ἐνοσήσαμεν οὐδὲν νόσημα τῶν ἐκ τοῦ σώματος ὁρμωμένων ἐτῶν ἤδη παμπόλλων, ὅτι μή, καθάπερ ἔφην, ἐφήμερόν ποτε πυρετὸν ἐν τῷ σπανιωτάτῳ διὰ κόπον γενόμενον.
καίτοι κατά γε τὴν τῶν παίδων ἡλικίαν καὶ προσέτι τῶν ἐφήβων τε καὶ μειρακίων οὐκ ὀλίγαις οὐδὲ μικραῖς ἑάλωμεν νόσοις.
ἀλλὰ μετά γε τὸ εἰκοστὸν ὄγδοον ἔτος ἀπὸ γενετῆς ἐμαυτὸν πείσας, ὡς ἔστι τις ὑγιεινὴ τέχνη, τοῖς προστάγμασιν αὐτῆς ἠκολούθησα παρ’ ὅλον τὸν ἑξῆς βίον, ὡς μηκέτι νοσῆσαι νόσημα μηδέν, ὅτι μὴ σπάνιόν που πυρετὸν ἐφήμερον.
ἔστι δὲ δήπου καὶ τοῦτον αὐτὸν φυλάξασθαι τελέως, ἐλεύθερον ἑλόμενον βίον, ὡς ἔν τε τοῖς ἔμπροσθεν ἤδη γέγονε δῆλον ἔτι τε μᾶλλον ἔσται σαφὲς ἐν τοῖς ἐφεξῆς εἰρησομένοις, εἰ θέλοι τις προσέχειν τὸν νοῦν.
ἐγὼ γάρ φημι μηδὲ βουβῶνα δύνασθαι γενέσθαι τοῖς ἀκριβῶς παρεσκευασμένοις εἰς ὑγείαν, εἴ γ’ ἀπέριττον αὐτοῖς ἐστι τὸ σῶμα τοῦ γένους τῶν περιττωμάτων ἑκατέρου, τοῦ τε κατὰ τὸ ποσὸν καὶ τοῦ κατὰ [310] τὸ ποιόν.
πρὸς μὲν δὴ τοὺς νῦν ἐπαγγελλομένους ἢ λέγειν ἢ γράφειν ὑγιεινὰ παραγγέλματα καὶ ταῦθ’ ἱκανά· πρὸς δὲ τοὺς ἔμπροσθεν, ὑπὲρ ὧν οὔτε ἐκ τῆς τῶν ἄλλων ἱστορίας ἠκούσαμεν, ὡς ἤτοι σφᾶς αὐτοὺς ἀνόσους διεφύλαξαν ἢ τοὺς πειθομένους αὐτοῖς, οὔτ’ ἐτόλμησαν ἐν τοῖς συγγράμμασιν ἀλαζονεύεσθαί τι τοιοῦτον, οὐδ’ ἀντιλέγειν ἀναγκαῖον, ἀλλὰ θαυμάζειν μόνον, εἴ τινες αὐτῶν ἐν ἑνὶ βιβλίῳ τὴν ὑγιεινὴν ἅπασαν θεωρίαν ἐπηγγείλαντο περιλαβεῖν, οὐ μὰ Δία οὕτω γράφοντες ὑπὲρ αὐτῆς, ὡς Ἱπποκράτης, ἐν τοῖς πρώτοις τε καὶ γενικωτάτοις κεφαλαίοις ἐνδεικνύμενος τὴν μέθοδον, ἀλλ’ ἐξεργαζόμενοι πᾶν ἀκριβῶς, ὥσπερ ἡμεῖς.
ἡ μὲν δὴ τοῦ μήκους τῶν λόγων αἰτία καὶ δὴ λέλεκται.
χρὴ δ’, ὅστις ἐστὶ φιλόκαλός τε ἅμα καὶ φιλόπονος ἐπὶ τοῖς ἀρίστοις, οὐ πρὸς τὸ μῆκος ἀπαγορεύειν τῆς ὑγιεινῆς τέχνης, ἀλλὰ τοῦ μεγέθους ἄγασθαι τῶν ἐπαγγελμάτων αὐτῆς.
πῶς γὰρ οὐ μεγάλα καὶ [311] θαυμαστὰ τῆς τέχνης ταύτης ἐστὶν ἔργα, γηράσαντα μέχρι πλείστου, ταῖς αἰσθήσεσιν ἀπαθῶς ὑγιαίνοντα, διὰ παντὸς φυλάττεσθαι ἄνοσον ἀνώδυνον ὁλόκληρον, εἴ γε δὴ μὴ παντάπασιν ἐξ ἀρχῆς νοσώδους εἴη τετυχηκὼς σώματοσ; ἀλλ’ ἐγὼ καὶ πάνυ μοι δοκῶ τινας ὑγιεινοὺς φύσει θεάσασθαι παμπόλλαις νόσοις ἁλισκομένους καὶ τελευτῶντας δὴ κατά γε τὸ γῆρας ἀνιάτοις περιπεσεῖν πάθεσιν, οὓς ἐνῆν, ὅσον ἐπὶ τῇ φυσικῇ τοῦ σώματος ἕξει, ταῖς τ’ αἰσθήσεσιν ἁπάσαις ἀπηρώτους διατελέσαι μέχρι γήρως ἐσχάτου καὶ τοῖς ἄλλοις ἅπασι μορίοις τοῦ σώματος ὑγιαίνοντας.
πῶς οὖν οὐκ αἰσχρόν ἐστιν ἀρίστης φύσεως τυχόντα βαστάζεσθαι μὲν ὑπ’ ἄλλων διὰ ποδάγραν, κατατείνεσθαι δὲ ταῖς ὀδύναις λιθιῶντα καὶ κόλον ἀλγοῦντα καὶ κατὰ κύστιν ἕλκος ἐκ κακοχυμίας ἔχοντα; πῶς δ’ οὐκ αἰσχρόν ἐστι διὰ τὴν θαυμαστὴν ἀρθρῖτιν ἀδυνατοῦντα χρῆσθαι ταῖς ἑαυτοῦ χερσὶν ἑτέρου δεῖσθαι τοῦ προσφέροντος τὴν τροφὴν τῷ στόματι καὶ τοῦ τὴν ἕδραν ἀπονίζοντος ἐν τῷ ἀποπάτῳ; ἄμεινον γάρ, ὅστις μὴ παντάπασιν εἴη μαλακός, ἑλέσθαι δὴ [312] μυριάκις τεθνάναι, πρὶν τοιοῦτον ὑπομεῖναι βίον.
εἰ δὲ δὴ καὶ τοῦ κατ’ αὐτὸν αἴσχους τις ὑπερορᾷ δι’ ἀναισχυντίαν τε καὶ μαλακίαν, ἀλλὰ τῶν γε πόνων οὐκ ἐχρῆν ὑπερορᾶν, οὓς νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἔχουσιν, ὥσπερ ὑπὸ δημίων στρεβλούμενοι τῶν παθῶν.
καίτοι τούτων ἁπάντων ἢ ἀκολασίαν ἢ ἄγνοιαν ἢ ἀμφοτέρας ἀναγκαῖον αἰτιάσασθαι.
ἀλλὰ τὴν μὲν ἀκολασίαν οὐκ ἦν καιρὸς ἐπανορθοῦσθαι, τὴν δ’ ἄγνοιαν ὧν χρὴ ποεῖσθαι ἐλπίζω διὰ τῆσδε τῆς πραγματείας ἰάσασθαι, καθ’ ἑκάστην φύσιν σώματος ἰδίαν ἀγωγὴν ὑγιεινὴν θέμενος.
Ἄρξασθαι δὲ δήπου δίκαιον ἂν εἴη ἀπὸ τῆς ἀρίστης, ἧς ὁ σκοπός ἐστιν οὐκ ἐπανόρθωσις, ἀλλὰ φυλακὴ τῶν ὑπαρχόντων, ὅπερ ἡμεῖς ἐποιήσαμεν εἰπόντες ὑπὲρ αὐτῆς ἄχρι δεῦρο καθ’ ἑκάστην τῶν ἡλικιῶν πλὴν τῆς παρακμαστικῆς καλουμένης, ἧς τὸ τελευταῖον μέρος ἰδίως ὀνομάζεται γῆρας, ἔχοντός τινα καὶ τούτου τομὴν ἰδίαν, ὡς ὕστερον εἰρήσεται κατ’ ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἔνθα τὸ καλούμενον τῆς τέχνης γηροκομικὸν μέρος εἰς διδασκαλίαν ἄξομεν.
ἀλλὰ νῦν γε τὰ [313] κυριώτατα τῶν προειρημένων ἀναλαβόντες ἐπὶ τὰς μοχθηρὰς φύσεις τῶν σωμάτων μεταβησόμεθα δεικνύντες, ὅπως ἑκάστην αὐτῶν ἐν ὑγείᾳ μάλιστα φυλακτέον ἐστίν.
τὸ τοίνυν ἄριστον σῶμα σκοποὺς ἔχει κατὰ μὲν τὰς ποσότητας καὶ ποιότητας καὶ δυνάμεις ἐν μὲν τοῖς γυμνασίοις τὰ μέτριά τε καὶ σύμμετρα προσαγορευόμενα, μετὰ τοῦ πᾶσιν ὁμοτίμως τοῖς μορίοις τοῦ σώματος προσάγεσθαι, φυλαττομένων ἡμῶν ἅπασαν ὑπερβολήν, εἰ δέ ποθ’ ἁμαρτηθείη καθ’ ὁτιοῦν τῶν εἰρημένων, ἐπανορθούντων τὸ σφάλμα.
κατὰ δὲ τὴν τῶν ἐσθιομένων τε καὶ πινομένων φύσιν ἐν ποσότητι καὶ ποιότητι καὶ δυνάμει σκοπὸς πάλιν ἐστὶ κἀνταῦθα τὸ σύμμετρον, ὡς μήτε πλείω μήτ’ ἐλάττω λαμβάνειν, ἀλλ’ ἢ ὅσα πεφθέντα καὶ ἀναδοθέντα καὶ θρέψαντα τὸ σῶμα καλῶς (εἰ δέοι καὶ τοῖς ἔτ’ αὐξανομένοις τι προστεθῆναι σύμμετρον) οὐδὲν ἐάσει περιττὸν οὐδ’ ἐνδεές.
οὕτω δὲ καὶ κατὰ τοὺς ὕπνους τε καὶ τὰς ἐγρηγόρσεις καὶ τὰ λουτρὰ καὶ τὰς τῆς ψυχῆς ἐνεργείας ὅσα τ’ ἄλλα τοιαῦτα τὴν συμμετρίαν δηλονότι [314] φυλάττειν προσήκει, εἰ δέ ποθ’ ἁμάρτοι τις καθ’ ὁτιοῦν τῶν εἰρημένων, ἐπανορθοῦσθαι τὸ σφάλμα.
κοινὸς δ’ ἔστω σοι σκοπὸς ἁπάσης ἐπανορθώσεως ἡ τῆς ἐναντίας ἀμετρίας χρῆσις, εἰ μὲν ἐπὶ πλέον ἐπόνησε τὸ σῶμα τῇ προτεραίᾳ, καθαιροῦντι τὸ πλῆθος τῶν γυμνασίων, εἰ δ’ ἐνδεέστερον, αὐξάνοντι, οὕτω δὲ καὶ ὀξυτέραις εἰ ἐχρήσατο ταῖς κινήσεσιν, ἀνιέντι μετρίως, εἰ δ’ ἐκλελυμέναις, ἐπιτείνοντι.
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ μὲν τοῖς εὐτονωτέροις τὰ μαλακώτερα γυμνάσια παραλαμβάνων, ἐπὶ δὲ τοῖς ἀτονωτέροις τὰ ἰσχυρότερα, καὶ τὰ σφοδρὰ δὲ τοῖς ἀμυδροῖς ἀντεισάγων καὶ τοῖς σφοδροῖς τἀναντία, καὶ συλλήβδην εἰπεῖν ἅπασαν ἀμετρίαν ἐπανορθούμενος διὰ τῆς ἐναντίας ἀμετρίας ὑγιαίνοντα διαφυλάξεις τὸν ἄνθρωπον.
εἰς δὲ τὸ μηδὲν ταῖς ἐπανορθώσεσι σφάλλεσθαι πρῶτον μὲν χρὴ διαγινώσκειν ἀκριβῶς τὰς διαθέσεις τοῦ σώματος, εἶτα μεμνῆσθαι τῶν ἐν τῇ προτεραίᾳ γενομένων ἁπάντων.
αἱ μὲν γὰρ διαθέσεις ἐνδείξονται τὸ πλημμεληθέν, ἡ μνήμη δὲ τῶν προγεγενημένων, εἰς ὅσον χρὴ μετακινῆσαί τι τῶν συνήθων, ὑπαγορεύσει.
κατὰ μὲν δὴ τὰς διαθέσεις αἱ τοιαίδε εἰσὶν ἀμετρίαι, ὡς [315] ἰσχνότερον ἢ εὐογκότερον ἢ σκληρότερον ἢ μαλακώτερον ἢ ὑγρότερον ἢ ξηρότερον ἢ ἀραιότερον ἢ πυκνότερον ἑαυτοῦ φαίνεσθαι τὸ σῶμα πρὸς τῷ μηδὲ τὴν κατὰ φύσιν ἀκριβῶς ἀποσῴζειν εὔχροιαν.
ἡ μνήμη δὲ τῶν προγεγονότων αὐτό τε τὸ ἁμαρτηθὲν ἐνδείξεταί σοι καὶ διδάξει τὴν ἐπανόρθωσιν ἐκ τοῦ παραβάλλεσθαι τοῖς ἐνεστῶσιν.
εἰ μὲν γὰρ ἰσχνότερον τὸ σῶμα φαίνοιτο, σκοπεῖσθαι χρὴ καὶ ἀναμιμνῄσκεσθαι, πότερον πλείω τοῦ προσήκοντος ἐπόνησεν ἢ ὀξυτέραις ἐχρήσατο ταῖς κινήσεσιν ἢ περὶ τὴν τρίψιν ἐπλεόνασεν ἢ τὰ λουτρά· καὶ μετὰ ταῦθ’ ἑξῆς ἐπισκοπεῖσθαι, πότερον ἐφρόντισεν ἢ ἠγρύπνησεν ἢ ἐξέκρινε κατὰ γαστέρα πολὺ πλείω τοῦ προσήκοντος· ἐπισκοπεῖσθαι δὲ καί, εἰ ὁ οἶκος θερμότερος, ἐν ᾧ διέτριψεν, ἢ εἰ ἔφαγεν ἔλαττον ἢ ἔπιεν ἢ ἀφροδισίοις ἐχρήσατο μὴ δεόντως· εἰ δ’ ἐν ὄγκῳ μείζονι τὸ σῶμα φαίνοιτο, μὴ τρίψις ἢ γυμνάσιον ἔλαττον ἢ βραδύτερον ἢ πλείων ὕπνος ἢ ἐποχὴ γαστρὸς ἢ [316] σιτίων πλῆθος ἀμέμπτως πεφθέντων.
εἰ δὲ σκληρότερον ἑαυτοῦ φανείη τὸ σῶμα, τρίψεων μὲν ἀναμνησθῆναι χρὴ πρῶτον, εἶτα γυμνασίων εὐτόνων μετ’ ἀνταγωνιστοῦ σκληροῦ, καὶ πρὸς τούτοις εἰ ἐν κόνει καὶ ταύτῃ σκληρᾷ καὶ ψυχρᾷ παντάπασιν καὶ εἰ χωρὶς τῆς καλουμένης ἀποθεραπείας· εἶθ’ ἑξῆς λουτρῶν, εἰ ψυχρὰ παντάπασιν ἢ λίαν θερμά, καὶ ὁ οἶκος, ἐν ᾧ διέτριψεν ἐγρηγορώς τε καὶ κοιμώμενος, εἰ ψυχρός· ἔτι δὲ σιτίων ξηρότητος καὶ πομάτων ἐνδείας.
καὶ εἰ μαλακώτερον ἑαυτοῦ γένοιτο κατὰ τὴν ὑστεραίαν τὸ σῶμα, πρῶτον μὲν ἀναμιμνῄσκεσθαι χρὴ τῆς τρίψεως, εἰ μαλακή τε καὶ σὺν λίπει καὶ λουτροῖς ἀτρέμα χλιαρωτέροις ἐγένετο· μετὰ δὲ τὴν τούτων ἐπίσκεψιν, εἰ τὰ γυμνάσια βραδέα καὶ ὀλίγα καὶ μετὰ τοῦ συμπαλαίοντος ἀμετρότερον ἁπαλοῦ, κἄπειτα περὶ πόματος, εἰ πλέον, εἶθ’ ἑξῆς ἐδεσμάτων, εἰ πλέον’ ἢ ὑγρότερα τὴν φύσιν, εἶθ’ ὕπνων, εἰ πλείους.
ἐγγὺς δὲ τῆς μαλακῆς ἐστι τοῦ σώματος διαθέσεως ἡ ὑγρὰ καλουμένη, πλὴν ὅσον ἡ μὲν μαλακὴ τῶν σωμάτων αὐτῶν ἐστιν οἰκεία ποιότης, ἡ δ’ ὑγρὰ τῶν ἐν αὐτοῖς ὑγρῶν.
διακρίνεται δ’ ἁπτομένων ἡμῶν· ἡ μὲν γὰρ ὑγρὰ σὺν [317] ἰκμάσιν ἐστίν, ἡ δὲ μαλακὴ χωρὶς τούτων, ὄντος γε δηλονότι καὶ τοῦ μαλακοῦ σώματος ὑγροῦ τοῖς οἰκείοις μορίοις· ἀλλ’ ἕνεκα σαφοῦς διδασκαλίας μαλακὸν μὲν τοῦτο καλείσθω, τὸ δ’ ἕτερον ὑγρόν.
ἡ μὲν οὖν ἀμέτρως ξηρὰ διάθεσις εὐθὺς σκληρύνει τὴν ἕξιν, οὐκ ἐξ ἀνάγκης δὲ μετὰ μαλακότητός ἐστιν ἡ ὑγρά.
δύναται γὰρ ἐσκληρύνθαι μὲν ἡ σάρξ, ἀναφέρεσθαι δ’ ἰκμὰς ἐκ τοῦ σώματος ἢ ἱδρώς.
ἐπὶ μὲν οὖν τῶν ὑγροτήτων ἤτοι γ’ ἀφροδισίων χρῆσιν ἄκαιρον ἢ ἀπό τινος ἑτέρας αἰτίας ἀρρωστίαν τῆς δυνάμεως ὑποπτευτέον ἢ ἀραιότητα τοῦ σώματος ἐπὶ μαλακαῖς ἀμέτρως τρίψεσιν ἢ λουτροῖς πλέοσιν ἢ ἀέρι τῷ κατὰ τὸν οἶκον, ἐν ᾧ διέτριψε, θερμοτέρῳ παρὰ τὸ δέον.
ἐπισκεπτέον δὲ καὶ περὶ πόματος εἰ πλέον, εἰ ὕπνοι πολὺ πλείους τῶν κατὰ φύσιν, ἢ εἰ τὸ περιέχον ἀθρόως μετέβαλεν εἰς ὑγρότητα καὶ θερμότητα, καὶ περὶ τροφῶν ὡσαύτως.
ἐπὶ δὲ τῆς ἁπαλότητος ἢ μαλακότητος (ἑκατέρως γὰρ ὀνομάζειν ἔθος ἐστίν), ὅταν ποτὲ χωρὶς ὑγρότητος ᾖ, [318] πεπέφθαι μὲν τὴν τροφὴν ὀρθῶς καὶ τεθράφθαι τὸ σῶμα, γεγυμνάσθαι δὲ ἐνδεέστερον· ἔμπαλιν δὲ ἐπὶ τῆς σκληρότητος ἢ τετρῖφθαι σκληρῶς ἢ γεγυμνάσθαι πλεῖον μετὰ σκληροῦ σώματος ἐν κόνει.
ξηρότης δὲ τῆς ἕξεως ἔνδειαν πόματος ἢ τροφῆς ἢ ἀγρυπνίαν ἢ μέριμναν βιωτικὴν ἢ πολλὴν τρίψιν ἢ γυμνάσιον ἄμετρον ἐνδείκνυται.
ταῦτ’ οὖν ἐπισκεπτόμενος ἐπανορθοῦσθαι δυνήσῃ καθ’ ἑκάστην ἡμέραν τὸ σφάλμα, πρὶν αὐξηθὲν δυσίατον γενέσθαι.
μέμνησο δ’ ἀεὶ τοῦ πᾶσαν ἀμετρίαν εἰς ἐπανόρθωσιν ἄγεσθαι διὰ τῆς ἐναντίας ἀμετρίας.
ὁ γάρ τοι σκοπὸς οὗτος ἁπάντων ἐστὶ κοινὸς τῶν παρὰ φύσιν.
ὥστε χρὴ προσθέντα σε τῷδε τήν τε τῶν σωμάτων αὐτῶν διάγνωσιν, ὧν προνοεῖσθαι μέλλεις, ἑκάστου τε τῶν βοηθημάτων τὴν δύναμιν ἁπάσης ἐπιστήμονα τῆς περὶ τὸ σῶμα τέχνης γενέσθαι, καθ’ ἣν οὐ μόνον τοὺς ὑγιαίνοντας ἐν ὑγείᾳ διαφυλάξεις, ἀλλὰ καὶ τοῖς νοσοῦσιν ἀναλήψῃ τὴν ἀρχαίαν ἕξιν.
[319] Ὁποῖον μὲν οὖν ἐστι τὸ ἄριστον σῶμα, πρόσθεν εἴρηται.
τὸ δ’ ἀπολειπόμενον τοῦδε γινώσκειν μέν σε χρὴ διὰ τρεῖς αἰτίας ἀπολειπόμενον, ἢ ὅτι κακῶς ἐξ ἀρχῆς κατεσκευάσθη κυούμενον, ἢ ὅτι μετὰ ταῦτα πρός τινος αἰτίας εἰς τὴν παρὰ φύσιν ἤχθη διάθεσιν, ἢ τῷ τῆς ἡλικίας λόγῳ.
πειρᾶσθαι δ’ ἐπανορθοῦσθαι πάντη διὰ τῆς ἀντικειμένης ἀμετρίας· οἷον αὐτίκα τὸ γῆράς ἐστι μὲν ψυχρὸν καὶ ξηρόν, ὡς ἐν τοῖς Περὶ κράσεων ἀποδέδεικται λόγοις.
ἐπανόρθωσις δ’ αὐτοῦ διὰ τῶν ὑγραινόντων καὶ θερμαινόντων γίνεται.
τοιαῦτα δ’ ἐστὶ θερμὰ λουτρὰ γλυκέων ὑδάτων καὶ οἴνου πόσις ὅσαι τε τῶν τροφῶν ὑγραίνειν τε ἅμα καὶ θερμαίνειν πεφύκασι.
περὶ δὲ γυμνασίων ἢ τρίψεων ἁπάσης τε κινήσεως (ἀπὸ τούτων γὰρ ἄρξασθαι βέλτιον, ἐπειδὴ καλῶς εἴρηται «τοὺς πόνους τῶν σιτίων ἡγεῖσθαι») τάδε χρὴ γινώσκειν, ὡς ἐκ μέρους μέν τινος ὀρθῶς εἶπεν ὁ ποιητής·
ἐπὴν λούσαιτο φάγοι τε,
εὑδέμεναι μαλακῶς·
ἡ γὰρ δίκη ἐστὶ γερόντων.
[320] οὐ μὴν τό γε σύμπαν ἐν τούτῳ τέτακται.
δέονται γὰρ οἱ γέροντες οὐδὲν ἧττον τῶν νέων εἰς κίνησιν ἄγειν τὸ σῶμα, κινδυνευούσης αὐτοῖς σβεσθῆναι τῆς ἐμφύτου θερμασίας.
ἐπὶ μέν γε τῶν ἀκμαζόντων σωμάτων εὑρίσκονταί τινες φύσεις ἡσυχίας δεόμεναι, περὶ ὧν εἴρηταί που καὶ Ἱπποκράτει· γέρων δ’ οὐδεὶς χρῄζει παντελοῦς ἡσυχίας, ὥσπερ οὐδὲ γυμνασίων σφοδρῶν· ῥιπίζεσθαι μὲν γὰρ αὐτῶν δεῖται τὸ θερμόν, ἐξελέγχεται δὲ κατὰ τὰς σφοδροτέρας κινήσεις.
αἱ μὲν οὖν μεγάλαι φλόγες οὐδὲν ἔτι χρῄζουσι τοῦ ῥιπίζοντος, ἀλλ’ ἑαυταῖς εἰσιν ἱκαναὶ πρὸς τὸ διασῴζεσθαί τε καὶ κρατεῖν τῆς ὕλης.
οὔκουν οὐδ’ ἀνατρίβεσθαι μετὰ τοὺς ὕπνους ἕωθεν οἱ ἀκμάζοντες δέονται, καθάπερ οἱ γέροντες.
ὁ γάρ τοι σκοπὸς τῆς τοιαύτης ἀνατρίψεως ἅμα λίπει γινομένης διττός ἐστιν, ἢ κοπώδη διάθεσιν ἰάσασθαι, πρὶν αὐξηθεῖσαν ἀνάψαι πυρετόν, ἢ ἀρρωστοῦσαν ἀνάδοσιν ἐπεγεῖραι.
πολλοὺς γὰρ ἀτροφοῦντας ἐκ μακροῦ χρόνου ῥᾳδίως ἐν ὀλίγαις ἡμέραις εὐσαρκώσαμεν, [321] ἐπὶ τὴν τοιαύτην ἀνάγοντες τρίψιν.
ἀλλ’ ὅπερ τοῖς ἄλλοις κατὰ πάθος ἐν χρόνῳ τινὶ γίνεται, τοῦτ’ ἀεὶ τοῖς γέρουσιν ὑπάρχει.
ψυχρὸν γὰρ ὅλον αὐτοῖς ἐστι τὸ σῶμα καὶ ἀδύνατον ἕλκειν τὴν τροφὴν ἐφ’ ἑαυτὸ καὶ κατεργάζεσθαι καλῶς καὶ τρέφεσθαι πρὸς αὐτῆς.
ἀλλ’ ἡ τρίψις ἐπεγείρουσα τὸν ζωτικὸν τόνον αὐτῶν καὶ θερμαίνουσα τὰ μέτρια τήν τ’ ἀνάδοσιν εὐπετεστέραν ἐργάζεται καὶ τὴν θρέψιν ἑτοιμοτέραν.
οὕτω τοι καὶ διὰ τὸ πιττοῦσθαι νέοι πολλοὶ τῶν ἀτροφούντων ἐσαρκώθησαν οἵ τε γέροντες ὀνίνανται πάντες.
ἓν μὲν δή σοι τοῦτο καθάπερ τι γυμνάσιον ἔστω τοῖς γέρουσιν ἕωθεν γινόμενον, ἡ μετ’ ἐλαίου τρίψις, ἐφεξῆς δὲ περίπατοί τε καὶ αἰωρήσεις ἄκοποι, στοχαζομένῳ [329] τῆς τοῦ γέροντος δυνάμεως.
οὐ γὰρ μικρά τις ἐν αὐτοῖς ἐστιν διαφορά, τινῶν μὲν ἐσχάτως ἀρρώστων εἰς τὰς κινήσεις ὄντων, εἰ καὶ μηδέπω τύχοιεν ἑβδομηκοντοῦται τὴν ἡλικίαν ὄντες, ἐνίων δὲ πολὺ ῥωμαλεωτέρων ἢ κατὰ τούσδε γεγονότων ἔτη πλείω ἢ ὀγδοήκοντα.
τοὺς μὲν ἀσθενεστέρους αἰωρεῖν μᾶλλον ἢ περιπατεῖν κελεύων κινήσεις, τοὺς δ’ ἰσχυροτέρους δι’ ἀμφότερα γυμνάσια· ἄξεις δὲ πρὸς τὴν δευτέραν τρίψιν οὐχ ὁμοίως ἀμφοτέρους, ἀλλ’ ἀεὶ τὸν ἀρρωστότερον θᾶττον.
ἔστω γάρ σοι καὶ τοῦτο τῶν κοινοτάτων παραγγελμάτων, ἐπὶ μὲν [330] ἀσθενοῦς δυνάμεως ἀνατρέφειν τὸ σῶμα πυκναῖς καὶ βραχείαις τροφαῖς, ἐπὶ δὲ ἰσχυρᾶς ἀραιαῖς καὶ πολλαῖς.
Εἰπεῖν μὲν οὖν καὶ ταῦτα καὶ τἄλλα ῥᾷστον, ἐπιστατῆσαι δὲ γέροντι διαφυλάττοντα τὴν ὑγείαν αὐτοῦ τῶν χαλεπωτάτων, ὥσπερ γε καὶ τῶν ἀνακομιζομένων ἐκ νόσου.
καλεῖται δὲ ὑπὸ τῶν νεωτέρων ἰατρῶν τουτὶ μὲν τὸ μέρος τῆς τέχνης ἀναληπτικόν, τὸ δὲ ἐπὶ τῶν γερόντων γηροκομικόν.
καὶ δοκοῦσιν αἱ διαθέσεις ἀμφοῖν οὐ κατὰ τὴν ἀκριβεστάτην ὑπάρχειν ὑγείαν, ἀλλ’ ἤτοι μέσαι τινὲς εἶναι νόσου τε καὶ ὑγείας ἢ πάντως μὴ τῆς καθ’ ἕξιν, ἀλλὰ τῆς κατὰ σχέσιν ὀνομαζομένης ὑπ’ αὐτῶν ὑγείας.
εἴτ’ οὖν νόσον εἴτε νοσώδη διάθεσιν εἴτε μέσην ὑγείας τε καὶ νόσου διάθεσιν εἴτε κατὰ σχέσιν ὑγείαν ὀνομάζειν χρὴ τὸ γῆρας, οὐ πάνυ τι τῶν τοιούτων † φροντίζοντας ζητήσεων μέχρι λόγου προερχομένων ἐπίστασθαι δὲ χρὴ † τὴν κατάστασιν τοῦ τῶν γερόντων σώματος, ὅτι ἐπὶ σμικροῖς αἰτίοις εἰς νόσον μεθισταμένην [331] ὁμοίως τοῖς ἀναλαμβάνουσιν ἐκ νόσου τὴν ἀρχαίαν ὑγείαν διαιτᾶν χρή.
διόπερ εἰπεῖν μὲν ῥᾴδιον, ἄμεινον εἶναι χρίεσθαι λίπει μετ’ ἀνατρίψεως ἕωθεν τὸν γέροντα, προσηκόντως δὲ ἐργάσασθαι τοὖργον ἁπάντων χαλεπώτατον.
ἥ τε γὰρ σκληροτέρα βραχὺ τρίψις κοπώδης, ἥ τ’ ἄγαν μαλακὴ πλέον οὐδὲν ἐργάζεται, καθάπερ οὐδ’ ἡ βραχεῖα παντάπασιν, ἡ δέ γε πολλὴ διαφορεῖ μᾶλλον ἢ ἀνατρέφει.
καὶ μὴν καὶ τὸ χωρίον, ἐν ᾧ γυμνοῦται τὸ τοῦ γέροντος σῶμα, ψυχρότερον μὲν ὂν οὐ μόνον οὐδὲν ἐργάσεται χρηστόν, ἀλλὰ καὶ πυκνώσει καὶ καταψύξει, θερμότερον δ’ εἴπερ εἴη τοῦ δέοντος, ἐν μὲν χειμῶνι πλέον ἢ προσήκει τὸ σῶμα τοῦ γέροντος ἀραιότερον ἀποτελέσαν εὔψυκτον ἐργάσεται, θέρους δὲ διαφορήσει τε καὶ καταλύσει τὴν δύναμιν αὐτοῦ.
τοῖς μὲν γὰρ καθ’ ἕξιν ὑγιαίνουσιν οὐδὲ τῶν ἰσχυροτέρων αἰτίων οὐδὲν ἀλλοιοῖ τὸ σῶμα, τοῖς γέρουσι δὲ καὶ τὰ σμικρότατα μεγίστην ἐργάζεται μεταβολήν.
οὕτω τοίνυν ἔχει κἀπὶ τῆς τῶν σιτίων ποσότητός τε καὶ ποιότητος.
καὶ γὰρ κἀν τούτοις ἂν βραχύ τι τοῦ προσήκοντος ὑπερβῶσιν [332] οἱ γέροντες, οὐ σμικρὰ βλάπτονται, τῶν νεανίσκων ἐπὶ μεγίστοις ἁμαρτήμασι βραχέα βλαπτομένων.
ἀσφαλέστερον οὖν ἐστι τοῖς ἀσθενέσι γέρουσιν ὀλίγα διδόναι τρὶς τῆς ἡμέρας, ὡς Ἀντίοχος ὁ ἰατρὸς ἑαυτὸν διῄτα, γεγονὼς μὲν ἐτῶν πλείω τῶν ὀγδοήκοντα, προϊὼν δὲ καθ’ ἑκάστην ἡμέραν εἰς τὸ χωρίον, ἐν ᾧ τὸ συνέδριον ἦν αὐτῷ τῶν πολιτῶν, ἔστι δ’ ὅτε μακρὰν ὁδὸν ἀπιὼν ἐπισκέψεως ἀρρώστων ἕνεκα.
ἀλλ’ εἰς μὲν τὴν ἀγορὰν ἀπὸ τῆς οἰκίας ἐβάδιζεν, ὁδὸν ἕως τριῶν σταδίων· οὕτω δὲ καὶ τοὺς πλησίον ἀρρώστους ἑώρα· πορρώτερον δ’ εἴ ποτ’ ἠναγκάσθη πορευθῆναι, τὸ μὲν ἐν δίφρῳ βασταζόμενος ἐκομίζετο, τὸ δ’ ἐπ’ ὀχήματος αἰωρούμενος.
ἦν δ’ αὐτῷ τι κατὰ τὴν οἰκίαν οἴκημα διὰ καμίνου θερμαινόμενον ἔν γε τῷ χειμῶνι, θέρους δὲ εὔκρατον ἔχον ἀέρα καὶ χωρὶς τοῦ πυρός.
ἐν τούτῳ πάντως ἀνετρίβετο καὶ χειμῶνος καὶ θέρους ἕωθεν ἀποπατήσας δηλονότι πρότερον.
ἐν δὲ τῷ κατὰ τὴν ἀγορὰν χωρίῳ περὶ τρίτην ὥραν ἢ τὸ μακρότερον περὶ τετάρτην ἤσθιεν ἄρτον μετὰ μέλιτος Ἀττικοῦ, πλειστάκις μὲν ἑφθοῦ, σπανιώτερον δ’ ὠμοῦ.
καὶ μετὰ ταῦτα τὸ μέν τι συγγιγνόμενος ἑτέροις [333] διὰ λόγων, τὸ δέ τι καθ’ ἑαυτὸν ἀναγινώσκων εἰς ἑβδόμην ὥραν παρέτεινε, μεθ’ ἣν ἐτρίβετό τε κατὰ τὸ δημόσιον βαλανεῖον ἐγυμνάζετό τε τὰ πρέποντα γέροντι γυμνάσια, περὶ ὧν τῆς ἰδέας ὀλίγον ὕστερον εἰρήσεται.
κἄπειτα λουσάμενος ἠρίστα σύμμετρον, πρῶτα μὲν ὅσα λαπάττει τὴν γαστέρα προσφερόμενος, ἐφεξῆς δὲ ἰχθύων τὸ πλεῖστον, ὅσοι πετραῖοί τε καὶ πελάγιοι.
κἄπειτ’ αὖθις ἐπὶ τοῦ δείπνου τῆς μὲν τῶν ἰχθύων ἐδωδῆς ἀπείχετο, τῶν δ’ εὐχυμοτάτων τε καὶ δυσφθάρτων ἐλάμβανεν, ἤτοι χόνδρον μετ’ οἰνομέλιτος ἢ ὄρνιν ἐξ ἁπλοῦ ζωμοῦ.
τούτῳ μὲν οὖν τῷ τρόπῳ γηροκομῶν ἑαυτὸν ὁ Ἀντίοχος ἕως ἐσχάτου διετέλεσεν ἀπήρωτος ταῖς αἰσθήσεσι καὶ τοῖς μέλεσιν ἄρτιος ἅπασι.
Τήλεφος δὲ ὁ γραμματικὸς ἐπὶ πλείονας μὲν ἐξίκετο χρόνους Ἀντιόχου σχεδὸν ἑκατὸν ἔτη βιούς.
ἐλούετο μὲν τοῦ μηνὸς δὶς ἐν τῷ χειμῶνι, τετράκις δὲ ἐν τῷ θέρει, τρὶς δὲ ἐν ταῖς μεταξὺ τούτων ὥραις.
ἐν αἷς δ’ ἡμέραις οὐκ ἐλούετο, περὶ τρίτην ὥραν ἠλείφετο μετὰ βραχείας ἀνατρίψεως.
εἶτα χόνδρον ἡψημένον ἐν ὕδατι, μέλι μιγνὺς ὠμὸν ὅτι [334] κάλλιστον, ἤσθιε, καὶ τοῦτ’ ἤρκει μόνον αὐτῷ τήν γε πρώτην.
ἠρίστα δὲ καὶ οὗτος ὥρας ἑβδόμης ἢ βραχεῖ τινι θᾶττον, λάχανα μὲν πρῶτον προσφερόμενος, εἶθ’ ἑξῆς ὀρνίθων ἢ ἰχθύων γευόμενος.
ἑσπέραν δὲ μόνον ἄρτον ἤσθιε διαβρέχων ἐν οἴνῳ κεκραμένῳ.
Ὥσπερ δὲ τοῖς παισὶν ὁ οἶνος ἐναντιώτατόν ἐστιν, οὕτω τοῖς γέρουσι χρησιμώτατον.
ἔστω δὲ τῶν φύσει θερμοτέρων, ὁποῖοι τῶν Ἑλληνικῶν ὁ Ἀριούσιός ἐστι καὶ ὁ Λέσβιος καὶ ὁ καλούμενος Μύσιος, οὐκ ἐκ τῆς παρὰ τὸν Ἴστρον Μυσίας, ἀλλ’ ἐκ τῆς Ἑλλησποντίας ὀνομαζομένης, ἥτις ἐστὶ κατὰ τὴν ἡμετέραν Ἀσίαν ὁμοροῦσα Περγάμῳ, τῶν δ’ ἐκ τῆς Ἰταλίας ὅ τε Φαλερῖνος καὶ ὁ Ϲουρεντῖνος.
ἐφεξῆς αὐτῶν εἰσι κατὰ μὲν τὴν Ἰταλίαν ὅ τε Τιβουρτῖνος καὶ ὁ Ϲιγνῖνος, ἀμφότεροι παλαιωθέντες, ὡς νέοι γε ὄντες οὔτ’ εἰς ἀνάδοσιν ὁρμῶσιν οὔτ’ οὖρα κινοῦσιν, ἀλλ’ ἐπὶ πολὺ κατὰ τὴν γαστέρα μένουσι κλύδωνας ἐργαζόμενοι· δεύτεροι δ’ ἐπ’ αὐτοῖς Ἀδριανός τε καὶ Ϲαβῖνος καὶ [335] Ἀλβανὸς καὶ Γαυριανὸς καὶ Τριφυλῖνος ὅσοι τ’ Ἀμιναῖοι κατὰ τὴν Ἰταλίαν γεννῶνται περί τε Νεάπολιν καὶ κατὰ τὴν Θούσκων γῆν.
κατὰ μέν γε τὴν τοῦ Ϲουρεντίνου δύναμιν ὁ Μύσιός ἐστι, κατὰ δὲ τὴν τοῦ Φαλερίνου τῶν Τμωλιτῶν οἱ κάλλιστοι, Ϲαβίνῳ δὲ καὶ Ἀδριανῷ Τιτακαζηνός τε καὶ Ἀρσυηνὸς ἐοίκασι.
τούτων οὖν μετρίως παλαιωθέντων πίνειν χρὴ τοὺς πρεσβύτας, ὅσοι μὴ πάνυ τὴν κεφαλὴν ἰσχυρὰν ἔχουσιν· οἷς δ’ ἰσχυρά, τούτοις Φαλερῖνός τε καὶ Ϲουρεντῖνος Ἀριούσιός τε καὶ Λέσβιος καὶ Μύσιος καὶ Τμωλίτης ἐπιτήδειοι.
δῆλον οὖν, ὡς καθ’ ἕκαστον ἔθνος ἐκ τῶν εἰρημένων παραδειγμάτων αἱρεῖσθαι τὸν ἐπιτηδειότατον ἕκαστος ‹τῶν γερόντων› δυνήσεται σκοπὸν ἔχων ἐπὶ τῇ τῶν οἴνων δοκιμασίᾳ κατὰ μὲν τὴν σύστασιν ἀεὶ τὸν λεπτότατον αἱρεῖσθαι, κατὰ δὲ τὴν χρόαν, ὃν ὁ Ἱπποκράτης εἴωθε «κιρρὸν» καλεῖν· δύναιτο δ’ ἄν τις καὶ ξανθὸν ὀνομάζειν αὐτόν.
ἀγαθὸς δὲ καὶ ὁ ὠχρός, ἐν τῷ μέσῳ καθεστὼς ξανθοῦ τε καὶ λευκοῦ.
καὶ γὰρ εἰ βουληθείης μῖξαι τὸν ξανθὸν οἶνον τῷ λευκῷ, τὸν μικτὸν ἐξ ἀμφοῖν [336] ὠχρὸν ἐργάσῃ, καὶ κραθεὶς μεθ’ ὕδατος ὁ ξανθὸς τοιοῦτος γίνεται.
παρὰ δὲ τὸ πλέον ἢ ἔλαττον ὕδωρ ἐπιβάλλειν ἐνίοτε μὲν ὠχρός, ἐνίοτε δὲ οἷον ὠχρόλευκος ἢ ὠχρόξανθος φαίνεται.
θερμότατος μέν, ὅσον ἐπὶ τῇ χρόᾳ, τῶν εἰρημένων οἴνων ὁ ξανθός, ἥκιστα δὲ θερμὸς ὁ λευκός· οἱ δ’ ἐν τῷ μεταξύ, καθ’ ὅσον ἂν ἑκατέρῳ πλησιάζωσι, τῆς ἐκείνου μετέχουσι δυνάμεως.
ἓν μὲν οὖν τοῦτο μέγιστον ἀγαθὸν ἐξ οἴνου τοῖς γέρουσι περιγίνεται, τὸ θερμαίνεσθαι πάντ’ αὐτῶν τὰ μόρια, δεύτερον δὲ τὸ δι’ οὔρων καθαίρεσθαι τὸν ὀρρὸν τοῦ αἵματος.
διὸ καὶ κάλλιστος ἐπὶ γερόντων ὁ οἶνος, ὃς ἂν ταῦτ’ ἐργάζηται μάλιστα.
τοιοῦτος δ’ ἐστὶν ὁ τῇ συστάσει μὲν λεπτός (οὖρα γὰρ οὗτοι κινοῦσι), τῇ χρόᾳ δὲ ξανθός (ἴδιον γὰρ τοῦτο τῶν θερμῶν ἱκανῶς οἴνων τὸ χρῶμα).
διὸ κἂν πάνυ λευκοὶ κατ’ ἀρχὰς ὦσι, παλαιούμενοι προσλαμβάνουσί τινα ξανθότητα, δι’ ἣν ὕπωχροι μὲν τὸ πρῶτον, ὕστερον δὲ τελέως ὠχροὶ γίνονται, κἂν ἐπὶ πλεῖστον ἥκωσι χρόνου, τελευτῶντες ὠχρόξανθοι φαίνονται· τελέως γὰρ οὐχ οἷόν τε τοῖς λευκοῖς οἴνοις [337] γενέσθαι ξανθοῖς.
ὅσοι δὲ τῶν ὠχρῶν ἢ ξανθῶν οἴνων παχεῖς εἰσιν, αἷμα γεννῶσιν οὗτοι καὶ τρέφουσι τὸ σῶμα· διὸ γένοιντ’ ἄν ποτε καὶ αὐτοὶ χρήσιμοι τοῖς γέρουσι, καθ’ ὃν δηλονότι χρόνον οὔτ’ ὀρρῶδες ὑγρὸν ἔχουσιν ἐν ταῖς φλεψὶ καὶ δέονται θρέψεως περιττοτέρας.
ὡς ἐπὶ τὸ πολὺ δὲ τῶν οὐρητικῶν οἴνων χρῄζουσιν οἱ τὴν ἡλικίαν ταύτην ἄγοντες διὰ τὸ πλεονάζειν ἐν αὐτοῖς ὑδατῶδες περίττωμα.
τῶν δ’ ἐπὶ πλέον ἐν τῇ γαστρὶ μενόντων οἴνων οὐδέποτ’ οὐδεὶς οἰκεῖος γέροντι.
τοιοῦτοι δ’ εἰσὶν οἱ ἀπὸ τῆς Βιθυνίας Ἀμιναῖοι καὶ τῶν ἀπὸ τῆς Ἰταλίας ὁ Μάρσος καὶ Ϲιγνῖνος καὶ Τιβουρτῖνος, ἔστ’ ἂν ὦσι νέοι.
ἀλλ’ οὗτοι μὲν πάντες λευκοί, μέλανες δὲ ἄλλοι καὶ παχεῖς, ὅσοι στύφουσιν, ἐν τῇ γαστρὶ μένουσι χρόνῳ πολλῷ καὶ κλύδωνας ἐργάζονται κατ’ αὐτήν, ὥσπερ ὁ ἐν Κιλικίᾳ μὲν Ἀβάτης, ἐν Ἀσίᾳ δὲ Αἰγεάτης τε καὶ Περπερίνιος.
ὅσοι δὲ χωρὶς τοῦ στύφειν μέλανές τέ εἰσι καὶ παχεῖς, οἷος ὁ Ϲκυβελίτης τε καὶ ὁ Θηραῖος, ἧττον μὲν ἐν τῇ γαστρὶ μένουσιν, οὔρησιν δὲ οὐδ’ αὐτοὶ κινοῦσιν, ἀλλ’ ὑπέρχονται κάτω· διὸ [338] καὶ προπίνουσιν αὐτοὺς ἐδωδῆς σιτίων.
ἀλλ’ οὐδ’ οὗτοι χρήσιμοι τοῖς γέρουσιν οὔτε προπίνειν οὔτε πολὺ μᾶλλον ἐν ἑτέρῳ καιρῷ προσφέρεσθαι, καθότι μηδ’ ἄλλο μηδὲν τῷ γέροντι παχύχυμον· ἐμφράττεται γὰρ ἐξ αὐτῶν ἧπάρ τε καὶ σπλὴν καὶ νεφροί· κἀντεῦθεν οἱ μὲν ὑδεριῶσιν, οἱ δὲ λιθιῶσι τῶν ἐπὶ πλέον αὐτοῖς χρησαμένων γερόντων.
εἴπερ οὖν ἐθέλοι μετὰ τὸ λουτρὸν οἴνῳ γλυκεῖ χρήσασθαι τῶν πρεσβυτέρων τις, ἐδηδοκότι μὲν ἕωθεν αὐτῷ, καθότι τὸν Ἀντίοχον ἔφην πράττειν, ἄριστος ὁ Φαυστιανὸς Φαλερῖνος, ἐκείνου δ’ ἀποροῦντι τῶν ὁμοίων τις.
ὅμοιοι δ’ ἂν εἶεν οἱ γλυκεῖς τε ἅμα καὶ ὠχροὶ κατὰ χρόαν, ἐφεξῆς δὲ τούτοις ὅ τε Θηρῆνος καὶ ὁ Κυριῆνος.
οὐ κωλύω δὲ οὐδὲ τοῖς ἐσκευασμένοις διὰ μέλιτος οἴνοις χρῆσθαι, καὶ μάλισθ’ ὅσοις τῶν γερόντων ὑποψία τίς ἐστιν ἐν νεφροῖς λιθιδίων γενέσεως ἢ καὶ ποδάγρα τις ἢ ἀρθρῖτις ἐνοχλεῖ.
τὸν δ’ οἶνον ἐπὶ τῆς τοιαύτης συνθέσεως ἄριστον εἶναι Ϲαβῖνον ἤ τινα τῶν ὁμοίων.
ἐπεμβάλλεται δὲ αὐτῷ καὶ πετροσέλινον, καὶ μόνον ἀρκεῖ τοῦτο τοῖς ἀρθριτικοῖς.
ἐπὶ δὲ τῶν [339] λιθιώντων καὶ τῆς βετονίκης τι πόας μίγνυται καὶ κέστρου τοῦ παρὰ τοῖς Κελτοῖς γεννωμένου· καλοῦσι δὲ τὴν βοτάνην ταύτην σαξίφραγον.
ἔνιοι δὲ περιεργότερον σκευάζοντες τὸ φάρμακον ἐπεμβάλλουσι καὶ ναρδοστάχυος, εἰσὶ δ’ οἱ καὶ ἄλλων τινῶν οὔρησιν κινεῖν δυναμένων.
ἀλλὰ τό γ’ ἁπλοῦν πόμα δι’ οἴνου καὶ μέλιτος οἱ πολλοὶ συντιθέασι, πηγάνου τε καὶ πεπέρεως ἔχον ὀλίγον.
εἰ δὲ καὶ προεδηδοκὼς εἴη πρὶν λούσασθαι καὶ ἡ γαστὴρ αὐτοῦ μηδεμιᾶς βοηθείας χρῄζοι, τῶν λευκῶν καὶ ὀλιγοφόρων οἴνων πίνειν χρὴ μετὰ τὸ λουτρόν.
ὅσοι δὲ παχεῖς καὶ γλυκεῖς καὶ μέλανες, ὡς ἐμφράττοντας τὰ σπλάγχνα τοὺς τοιούτους ἅπαντας φεύγειν προσήκει.
Ἀλλ’ αἱ μὲν ἀπὸ τῶν οἴνων ἐμφράξεις μέτριαι, τὰς δ’ ἀπὸ τῶν ἐδεσμάτων, ὅσα γλίσχρον ἢ παχὺν ἐργάζεται χυμόν, οὐ ῥᾴδιον ἰᾶσθαι.
διόπερ οὐ χρὴ πλεονάζειν τοὺς γέροντας οὔτε ‹ἐν› χόνδρων ἢ τυρῶν ἢ ὠῶν ἢ κοχλιῶν ἢ φακῆς ἢ βολβῶν ἢ χοιρείων κρεῶν ἐδωδῇ, [340] πολὺ δὴ μᾶλλον ἐν ταῖς τῶν ἐγχελύων ἢ ὀστρέων ἢ ὅλως τῶν σκληρὰν καὶ δυσκατέργαστον ἐχόντων τὴν σάρκα.
διὰ τοῦτο οὖν οὐδὲ τῶν ὀστρακοδέρμων οὐδὲν ἢ σελαχίων ἢ θύνων ἢ ὅλως τῶν κητωδῶν ἐπιτήδειον, ὥσπερ οὖν οὐδὲ τῶν ἐκ τῆς γῆς φυομένων μυκήτων ἢ τῶν κρεῶν τῶν ἐλαφείων ἢ αἰγείων ἢ βοείων.
καὶ ταῦτα μὲν οὐδ’ ἄλλῳ τινὶ χρήσιμα· προβάτεια δὲ νέοις μέν ἐστιν οὐ φαῦλον ἔδεσμα, γέρουσι δὲ οὐδὲ ταῦτα, καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῶν ἀρνῶν· ὑγρὰ γάρ ἐστι καὶ βλεννώδη καὶ γλίσχρα καὶ φλεγματώδη.
τά γε μὴν τῶν ἐρίφων οὐκ ἀνεπιτήδεια γέροντι καὶ τῶν πτηνῶν, ὅσα μὴ καθ’ ἕλη καὶ ποταμοὺς ἢ λίμνας διαιτᾶται.
τὰ δὲ ταριχευθέντα πάντα τῶν προσφάτων ἀμείνω.
χρὴ τοίνυν, ὥσπερ εἴρηται, μάλιστα μὲν ἀπέχεσθαι τῶν ἐμφραττόντων ἐδεσμάτων, εἰ δ’ ὑπ’ ἀνάγκης ποτὲ χρήσασθαι συμβαίη πλείοσιν αὐτοῖς, αὐτίκα προσφέρεσθαι τὸ διὰ τῆς καλαμίνθης φάρμα κον, οὗ τὴν σύνθεσιν ἔμπροσθεν εἴρηκα κατὰ τὸ τέταρτον γράμμα.
μὴ παρόντος δὲ αὐτοῦ τῷ διὰ τῶν τριῶν πεπέρεων χρηστέον.
εἰ δὲ μηδὲ [341] τοῦτο παρείη, κόπτοντα καὶ διαττῶντα ἀκριβῶς, ὡς χνοῶδες γενέσθαι, πέπερι λευκὸν ἅμα τε τοῖς ὄψοις ἐσθίειν ἐπιπάττειν τε τῷ ποτῷ.
καὶ κρόμμυον δὲ ἐσθίειν τηνικαῦτα συμφέρει, κἂν τούτῳ συνήθης ‹ᾖ›, σκόροδον.
καὶ τῇ διὰ τῶν ἐχιδνῶν δ’ ἄν τις ἣν καλοῦσι θηριακὴν ἀντίδοτον ἐπὶ τῶν γερόντων οὐ κακῶς χρῷτο, καὶ μάλισθ’ ὅταν ἐν τοῖς ἐμφράττουσιν ἐδέσμασιν αὖθις τῶν ἐκφραττόντων φθάσῃ προσενηνέχθαι τι· καλλίστη γὰρ ἡ παρὰ τοῦ θηριακοῦ φαρμάκου βοήθεια τηνικαῦτα γίνεται.
καὶ γαστρὸς δ’ ἐπὶ τοῖς τοιούτοις ὑπαχθείσης χρησιμώτατον ἂν εἴη διδόναι τῇ ὑστεραίᾳ τὸ διὰ τῶν ἐχιδνῶν.
οὐδὲν δὲ ἧττον αὐτοῦ τὴν ἀμβροσίαν τε καὶ ἀθανασίαν ὀνομαζομένην ὅσα τ’ ἄλλα διὰ τῶν εἰρημένων ἀρωμάτων σύγκειται φάρμακα.
τῷ γε μὴν ἀκριβῶς ἑαυτῷ προσέχοντι γέροντι φαρμάκου μὲν οὐκ ἄν ποτε γένοιτο χρεία τοιούτου· δεηθέντι δὲ ἐνίοτε λεπτυνούσης διαίτης ἀρκέσει τὰ λελεγμένα δι’ ἑτέρου γράμματος ἰδίᾳ, καθ’ ὃ Περὶ τῆς λεπτυνούσης διαίτης ὁ λόγος ἡμῖν ἐγένετο.
[342] Πρόδηλον δ’, ὅτι καὶ τῶν ἄρτων τοὺς μήτ’ ἐνδεῶς ἔχοντας ἁλῶν ἢ ζύμης ἢ φυράσεως ἢ ὀπτήσεως ἐσθίειν χρὴ μήτε τὴν ἐπαινουμένην ὑπὸ πάντων σεμίδαλιν ἢ τὰ δι’ αὐτῆς πέμματα· καὶ γὰρ δύσπεπτα πάντα καὶ παχύχυμα καὶ σπλάγχνων ἐμφρακτικά.
καὶ εἴ γε μὴ τοῖς διὰ βουτύρου καὶ σεμιδάλεως σκευαζομένοις πλακοῦσιν ἐμίγνυτο μέλι δαψιλές, οὐδὲν εἴη ἂν ἔδεσμα πολεμιώτερον ἀνθρώποις πᾶσιν, οὐ μόνον τοῖς πρεσβύταις.
ἀλλὰ τί δεῖ τοῖς βλαβεροῖς τὸ χρήσιμον μιγνύειν, ἐνὸν αὐτῷ μόνῳ χρῆσθαι τῷ μέλιτι, τοῦτο μὲν ἀφεψῶντα, τοῦτο δὲ σὺν ἄρτῳ λαμβάνοντα πρὶν ἑψηθῆναι; προνοητέον δὲ τῆς κατὰ τὸν ἄρτον ἀρετῆς μᾶλλον ἢ τῆς κατὰ τὸ μέλι.
βέλτιον γάρ, εἰ τὸ μέλι τοιοῦτον εἴη τήν τε ἰδέαν καὶ τὴν δύναμιν οἷον τὸ Ἀττικόν· εἰ δὲ καὶ μὴ τοιοῦτον ἔχοιμεν, ἀλλὰ παντὶ μέλιτι χρηστέον ἐστὶ πλὴν τῶν δυσωδῶν ἢ ἐν ὅσοις αἰσθητῶς κηροῦ ποιότης ἐμφαίνεται, καὶ πολὺ δὴ μᾶλλον, εἴ τινος ἑτέρας ἀλλοκότου.
τῶν δ’ ἄρτων ὁ μὲν τοιοῦτος, [343] οἷον ἀρτίως εἶπον, οὐ μόνον οὐδὲν ἀγαθὸν ἐργάζεται κατὰ τὸ σῶμα τοῦ γέροντος, ἀλλὰ καὶ βλαβερώτατός ἐστι, καὶ μάλισθ’ ὅσῳπερ ἂν ᾖ καθαρώτερος.
ὁρῶ δὲ τοῖς ἀθληταῖς αὐτὸν ἐπίτηδες σκευαζόμενον.
ἀλλ’ ἐκείνοις μὲν εἰς ὅσον ἐπιτηδεύουσιν ἁρμόττει, γέροντι δέ, εἰ μὴ πολὺ μὲν ἁλῶν ἔχοι, πολὺ δὲ ζύμης ὠπτημένος τε ἀκριβῶς εἴη, παχὺν ἐργάζεται καὶ γλίσχρον χυμόν, ὃς οὐδ’ ἄλλῳ μὲν ἀγαθός ἐστιν ἐπὶ πλέον αὐξανόμενος.
ἀτὰρ οὖν καὶ τὰς καθ’ ἧπάρ τε καὶ σπλῆνα καὶ νεφροὺς ἐμφράξεις ἐργάζεται, καὶ μάλισθ’ ὅσοις φύσει στενότερα τῶν ἐπὶ τούτοις τοῖς σπλάγχνοις ἀγγείων ἐστὶ τὰ πέρατα.
καθάπερ γὰρ ἐπὶ τῶν ἐκτὸς τούτων φλεβῶν, ἃς ἐναργῶς ὁρῶμεν, οὐ σμικρὰ διαφορὰ φαίνεται κατὰ τὸ εὖρος ἄλλου τε πρὸς ἄλλον ἄνθρωπον καὶ καθ’ ἕκαστον ἐν τοῖς μορίοις, οὕτως εἰκὸς ἔχειν κἀπὶ τῶν ἔνδον.
ἀλλ’ οὐχ οἷόν τε γνῶναι τὴν διαφορὰν πρὸ τῆς πείρας· λέγω δὲ πεῖραν, ἣν ἐφ’ ἑκάστῳ τῶν προσφερομένων ἔνεστι ποιεῖσθαι.
γέροντα γοῦν τινα γεωργικὸν ἔγνωμεν, ἔτη πλείω τῶν ἑκατὸν βιώσαντα κατ’ ἀγρόν, ᾧ τὸ πλεῖον τῆς τροφῆς αἴγειον ἦν γάλα, ποτὲ μὲν [344] αὐτίκα λαμβανόμενον ἄρτου θρυμμάτων ἐν αὐτῷ διαβρεχομένων, ἔστι δ’ ὅτε καὶ μέλιτος ἐμίγνυε, καί ποτε καὶ ἥψει ἐμβάλλων ἀκρέμονας θύμων ἅμα τοῖς ἄρτοις.
ἀλλὰ τοῦτόν γέ τις μιμησάμενος (ᾤετο γὰρ αἴτιον αὐτῷ τὸ γάλα τῆς πολυχρονίου ζωῆς γεγονέναι) διὰ παντὸς ἐβλάβη καὶ κατὰ πάντα τρόπον προσφορᾶς.
ἐβαρύνετο γὰρ αὐτῷ τὸ στόμα τῆς γαστρὸς καὶ μετὰ ταῦτα τὸ δεξιὸν ὑποχόνδριον ἐτείνετο.
καί τις ἕτερος, ὁμοίως ἐπιχειρήσας χρήσασθαι τῷ γάλακτι, τῶν μὲν ἄλλων οὐδὲν ἐμέμφετο (καὶ γὰρ ἔπεττε καλῶς αὐτὸ καὶ οὔτε ὀξυρεγμία τις ἢ ἐρυγὴ κνισσώδης ἢ πνευμάτωσις ἢ βάρος ἐπεγίνετο καθ’ ὑποχόνδριον), ἑβδόμῃ δ’ ἡμέρᾳ μετὰ τὴν ἀρχὴν ἐναργῶς ἔφη τοῦ ἥπατος αἰσθάνεσθαι βαρυνομένου· δοκεῖν γὰρ ἑαυτῷ κατὰ τὸ δεξιὸν ὑποχόνδριον ἐγκεῖσθαί τι καθάπερ λίθον, ὑφ’ οὗ κατασπᾶσθαί τε τὰ ὑπερκείμενα καὶ μέχρι κλειδὸς ἀνήκειν τὴν τάσιν.
εὔδηλον οὖν, ὅτι τούτῳ μὲν ἐνεφράττετο τὸ ἧπαρ, ἐπνευματοῦτο δὲ θατέρῳ.
καὶ μὲν δὴ καὶ ἄλλον ἐπὶ γάλακτος χρήσει πολυχρονίῳ λίθον γεννήσαντα κατὰ τοὺς νεφροὺς οἶδα, [345] καί τινα ἕτερον ἀπολέσαντα πάντας τοὺς ὀδόντας.
τοῦτο μὲν οὖν καὶ ἄλλοις ἐγένετο πολλοῖς τῶν ἐπὶ γάλακτι μακρῶς διαιτηθέντων.
ἀλύπως δ’ ἕτεροι διὰ παντὸς ἐχρήσαντο τῷ γάλακτι καὶ μετ’ ὠφελείας μεγίστης, ἄλλοι δὲ παραπλησίως τῷ κατ’ ἀγρὸν βιώσαντι πλείω τῶν ἑκατὸν ἐτῶν, ὡς ἔφην.
ὅταν γὰρ ἥ τε ποιότης αὐτοῦ τῇ τοῦ χρωμένου φύσει μηδὲν ὑπεναντίον ἔχῃ, τῶν τε σπλάγχνων εὐπετεῖς αἱ διέξοδοι διὰ τὴν τῶν ἀγγείων εὐρύτητα ὦσι, τῶν μὲν ὠφελίμων ἐκ γάλακτος ἀπολαύουσιν οὗτοι, μοχθηροῦ δ’ οὐδενὸς πειρῶνται.
τὰ δ’ ἐκ τοῦ γάλακτος ἀγαθὰ λέλεκται καὶ τοῖς ἔμπροσθεν ἰατροῖς, ὑπαγωγὴ μετρία γαστρὸς εὐχυμία τε καὶ θρέψις, οὐ βραχέα συντελούσης εἰς ταῦτα καὶ τῆς νομῆς τῶν ζῴων, ὧν μέλλεις χρήσασθαι τῷ γάλακτι.
καίτοι γ’ ἀμελοῦσιν ἔνιοι παντάπασι τῆς νομῆς, ὡς ἤτοι μηδὲν ἢ βραχύτατον εἰς ἀρετὴν γάλακτος συντελούσης.
ἀλλ’ ἐναργῶς γε θεώμεθα τὰ νεμηθέντα τῶν ζῴων, ὧν μέλλομεν χρήσασθαι τῷ γάλακτι, ἢ σκαμμωνίαν ἢ τῶν τιθυμάλλων τινάς, καθαρτικὸν ἴσχοντα τὸ γάλα.
δῆλον οὖν, [346] ὡς καὶ δριμὺ καὶ ὀξὺ καὶ αὐστηρὸν ἐπὶ ταῖς μοχθηραῖς ἔσται νομαῖς, ἐξομοιούμενον ἀεὶ τῇ φύσει τῆς πόας.
καὶ διὰ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν ἰατροῖς ἐκ τῆς πείρας διδαχθεῖσιν εἴρηνταί τινες εὐγάλακτοι νομαί (προσαγορεύουσι γὰρ οὕτως αὐτάς), ὑπὲρ ὧν καὶ ἡμεῖς ἑτέρωθι διερχόμεθα.
νῦν δ’ ἀρκεῖ τό γε τοσοῦτον ἐπίστασθαι περὶ αὐτῶν, ὡς οὔτε δριμείας οὔτ’ ὀξείας οὔτ’ αὐστηρὰς πάνυ χρὴ τὰς τροφὰς εἶναι τῶν ζῴων, ὧν τῷ γάλακτι μέλλομεν ὡς εὐχυμοτάτῳ χρῆσθαι.
καὶ μὴν καὶ ὅτι κατὰ τὴν ἡλικίαν ἀκμάζον εἶναι χρὴ καὶ κατὰ τὴν ἕξιν τοῦ σώματος ἄμεμπτον τὸ ζῷον, εὔδηλον δήπου, κἂν ἐγὼ μὴ λέγω.
καὶ κάλλιόν γε τὸ μὲν αἶγα, τὸ δ’ ὄνον εἶναι, χρῆσθαι δὲ τῷ γάλακτι παρὰ μέρος ἑκατέρου· λεπτότερον μὲν γὰρ καὶ ὀρρωδέστερον τὸ τῆς ὄνου, σύμμετρον δὲ τῷ πάχει τὸ τῆς αἰγός.
ὥστε τοῦτο μὲν ἀνατρέφει μᾶλλον, εἰ τούτου χρεία, τὸ δ’ ὄνειον ἀσφαλέστερον πάντη.
καὶ γὰρ εἰ μόνον ποτὲ λαμβάνοιτο χωρὶς ἄρτου, καὶ ὑπέρχεται θᾶττον καὶ ἥκιστά ἐστι φυσῶδες οὐ τυροῦταί τε κατὰ τὴν γαστέρα, καὶ μάλισθ’ ὅταν ἁλῶν καὶ μέλιτος προσλάβῃ.
[347] χρὴ δὲ καὶ τούτου καὶ τῆς ἄλλης ἁπάσης ὕλης τῶν βοηθημάτων τὰς δυνάμεις ἰδίᾳ προμεμαθηκέναι τὸν μέλλοντα χρήσασθαι καλῶς, ἵνα μὴ πολλάκις ἀναγκαζώμεθα περὶ τῶν αὐτῶν λέγειν τὰ αὐτά.
καὶ νῦν γέ μοι δοκῶ μακρότερον ἢ δεῖ τοῖς ἐνεστῶσι διεληλυθέναι περί τε γάλακτος καὶ οἴνων.
ἄμεινον γὰρ ἦν εἰπόντα τὴν ἐξ αὐτῶν ὠφέλειαν τοῖς γέρουσι γινομένην ἐπὶ τὴν τῆς ὕλης ἐκλογὴν ἀποπέμψαι τὸν ἤδη μεμαθηκότα τάς τε κοινὰς δυνάμεις καθ’ ἑκάτερον αὐτῶν καὶ τὰς ἐν μέρει διαφοράς, ἐπὶ μὲν τῶν οἴνων εἰπόντα [τὰς διαφορὰσ] τοὺς θερμοτέρους τε καὶ οὐρητικωτέρους ἀμείνους εἶναι τοῖς γέρουσι, ἐπὶ δὲ τοῦ γάλακτος, ὡς οὐδὲ πᾶσι δοτέον, ἀλλὰ μόνοις ὅσοι γε πέττουσιν αὐτὸ καλῶς καὶ συμπτώματος οὐδενὸς αἰσθάνονται κατὰ τὸ δεξιὸν ὑποχόνδριον.
ἐπεὶ δ’ ἔστιν ὅτε διὰ τὴν πολλῶν ὀλιγωρίαν οὐχ ὑπομενόντων ἀναγινώσκειν τὰ βιβλία, δι’ ὧν ἐπὶ πλέον ὑπὲρ τῆς τῶν βοηθημάτων ὕλης λέλεκται, μηκύνειν ἀναγκαζόμεθα πολλάκις, εἰκότως ἄν τις ἡμῖν καὶ νῦν συγγνοίη τοῦ τρόπου τῆς διδασκαλίας, οὐ κατὰ τὴν [348] ἀκριβῆ βραχυλογίαν ἐπὶ ταῖς καθόλου μεθόδοις προερχομένοις.
ἰστέον γε μήν, ὡς ἀδύνατόν ἐστιν ἀμέμπτως χρήσασθαι ταῖς γραφομέναις ὕλαις ἐκ μόνων τῶν τοιούτων λόγων, οἵους καὶ νῦν εἶπον ὑπὲρ οἴνου τε καὶ γάλακτος.
ἀλλὰ χρὴ τὸν ἄριστα μεταχειριούμενον αὐτὰς ἰδίᾳ πρότερον ὑπὲρ ἑκάστης μεμαθηκέναι τὸν οἰκεῖον λόγον, ἐν ᾧ τήν τε κοινὴν τῆς ὕλης δύναμιν ἐπισκεπτόμεθα καὶ τὰς κατὰ μέρος ἐν αὐτῇ διαφορὰς μέχρις ἐσχάτων εἰδῶν.
οὐδὲ γὰρ περὶ τῶν ἄλλων ἁπάντων, ὅσα χρὴ γινώσκεσθαι τῷ μέλλοντι προνοήσασθαι γέροντος, ἄμεινον ἐν τῇδε τῇ πραγματείᾳ διέρχεσθαι μακρῶς, ἀλλ’ ἀρκεῖ περὶ μὲν ἐνίων, ὅσα μάλιστά ἐστι χρήσιμα τοῖς πρεσβύταις, οὕτως εἰπεῖν ὡς νῦν εἴρηται περί τε γάλακτος καὶ οἴνου, περὶ δὲ ἐνίων ἔτι βραχύτερον ἢ κατὰ ταῦτα διελθεῖν, ὥσπερ γε καὶ περὶ ἄλλων ὅλως μηδὲν εἰπεῖν.
καίτοι τῷ γε μηκύνειν βουλομένῳ δυνατόν ἐστιν ἁπάντων μνημονεύειν, ὅσα πλεονάζει τοῖς γέρουσιν, ᾧδέ πως λέγοντι.
[349] Κάλλιον δὲ καὶ περὶ τῶν ἄλλων διελθεῖν, ὅσα τοῖς πλείστοις τῶν γερόντων γίνεται, βράγχοι καὶ κόρυζαι καὶ λίθων γενέσεις ἐν νεφροῖς ἀρθρίτιδές τε καὶ ποδάγραι καὶ ἄσθματα καὶ τἄλλα ὅσα τοιαῦτα.
πρὸς μὲν οὖν τοὺς βράγχους τε καὶ τὰς κορύζας δίαιταν μὲν τήνδε, φάρμακα δὲ τάδε προσφέρειν χρή, πρὸς δὲ τὰς τῶν λίθων γενέσεις ταῦτα, καθ’ ἕκαστόν τε τῶν ἄλλων οὕτως ἐπερχόμενος ἐπιμελής τε εἶναι δόξεις καὶ περιττὸς εἰς ἐπιστήμην γηροκομικήν.
ἀλλ’ ὥσπερ τούτων οὐδὲν χρὴ γράφειν ἐν συγγράμματι γηροκομικῷ (μεταφέρειν γε δυναμένων αὐτὰ τῶν γεγυμνασμένων ἐν ταῖς τῶν νοσημάτων θεραπείαις), οὕτως αὖ πάλιν οὐδ’ ἐπὶ μόνοις τοῖς κοινοῖς παύσασθαι, προειπόντα δ’ αὐτὰ προστιθέναι τινὰ τῶν κατὰ μέρος, ἃ μάλιστ’ ἐστὶν οἰκεῖα τῷ προκειμένῳ σκέμματι, καθάπερ ἡμεῖς ἐποιήσαμεν.
ἐπειδὴ γὰρ ἐδείχθη τὸ γῆρας ἐν τοῖς Περὶ κράσεων ὑπομνήμασιν ὁμολογουμένως μὲν εἶναι ψυχρόν, οὐχ ὁμολογουμένως δὲ ξηρόν, ἐνίων [350] ὑγρὸν αὐτὸ φάντων εἶναι, προσήκει δήπου, λαβόντας ὑπόθεσιν εἰς τὸ γηροκομικὸν μέρος τῆς τέχνης, ὃ νῦν ἡμῖν πρόκειται, τὰ δειχθέντα περὶ τῆς κράσεως αὐτοῦ, τὸν μὲν σκοπὸν αὐτῶν τῶν πραγμάτων ἀπ’ ἐκείνης λαβεῖν, ἐπελθεῖν δ’ ἔνια τῶν κατὰ μέρος, τὰ μὲν ἕνεκα τοῦ γυμνάσαι τὸν μαθητήν, τὰ δ’ ὡς παραδείγματα πρὸς τὴν τῶν οὐκ εἰρημένων εὕρεσιν γενησόμενα, διὰ τὸ μὴ πάντας οὕτως εἶναι συνετούς, ὡς ἐκ μόνου τοῦ καθόλου γνωσθέντος εὑρίσκειν τὰ κατὰ μέρος, ἀλλὰ τοῦ ποδηγήσοντος ἐπ’ αὐτὰ προσδεῖσθαι.
γεγυμνασμένος γάρ τις τὸν λογισμὸν ἀκούσας τὸ τοῦ γέροντος σῶμα κατὰ μὲν αὐτὰ τὰ μόρια ψυχρὸν εἶναι καὶ ξηρόν, ἐμπίπλασθαι δὲ ῥᾳδίως ὀρρωδῶν τε καὶ φλεγματωδῶν περιττωμάτων [δι’ ἀρρωστίαν], ἐξοχετεύειν μὲν ταῦτα πειράσεται, τὰ στερεὰ δ’ αὐτὰ τοῦ σώματος μόρια θερμαίνειν τε καὶ ὑγραίνειν.
ὅσοι δ’ ἐκ τοῦ τῶν περιττωμάτων πλήθους ἀπατηθέντες ἀδιορίστως ἀπεφήναντο τὴν τῶν γερόντων κρᾶσιν ὑπάρχειν ὑγράν, οὗτοι περὶ τὸν [351] πρῶτον εὐθέως ἐσφάλησαν σκοπόν, ἡγούμενοι χρῆναι ξηραίνειν τὰ πρεσβυτικὰ σώματα.
τῶν τε οὖν ἐδεσμάτων ὅσα ξηραντικὰ διδόασι μᾶλλον, οἷον ἐν μὲν τοῖς λαχάνοις τὴν κράμβην πρὸ τῆς μαλάχης καὶ τοῦ βλίτου καὶ τοῦ λαπάθου καὶ τῆς ἀτραφάξυος καὶ τῆς θριδακίνης, ἐν δὲ τοῖς ὀσπρίοις τὴν φακῆν πρὸ τῆς πτισάνης καὶ τὸν κέγχρον πρὸ τοῦ κυάμου καὶ τὸν ἔλυμον πρὸ τῆς ζειᾶς, ἐν δὲ τοῖς καρποῖς ἀμύγδαλα καὶ τερμίνθου σπέρμα μᾶλλον ἢ κολοκύνθης τε καὶ σικύων πέπονα καὶ κοκκύμηλα καὶ μόρα, κρεῶν δὲ τὰ τῶν ἀγρίων ζῴων μᾶλλον ἢ τὰ τῶν ἡμέρων καὶ τὰ ταριχηρὰ τῶν προσφάτων, ἐν ὅλῃ τε τῇ διαίτῃ φεύγουσι μὲν ὧν ἡ δύναμις ὑγρά, προαιροῦνται δὲ διδόναι τὰ ξηραίνοντα.
καίτοι γε τοὐναντίον ἅπαν ἐστὶν ἀληθὲς ὠφελουμένων ἐναργῶς τῶν γερόντων ὑπὸ τῶν ὑγραινόντων ἐδεσμάτων.
ἐπεὶ δ’ ἐξ αὐτῶν ἔνια ψυχρὰ ταῖς κράσεσίν ἐστι (διὰ τοῦτο φλέγμα γεννῶσιν εὐθὺς ἐν τῇ γαστρὶ καὶ κατὰ τὰς πρώτας φλέβας), ἐντεῦθεν οὖν ἔδοξεν εἶναι βλαβερὰ τοῖς μήτε τὴν ὅλην κρᾶσιν ἐπισταμένοις τῶν γερόντων [352] μήτ’ εἰς τὰ κεφάλαια τῆς διαίτης ὁρῶσιν.
οὔτε γὰρ ἔλαιον αὐτοὺς οὔτε λουτρὰ θερμὰ ποτίμων ὑδάτων οὔτ’ οἴνου πόσις ὠφελεῖ μὴ δεομένους ὑγραίνεσθαι.
καὶ μὴν καὶ τὸ μέτρια κινεῖσθαι καὶ τὸ χρῄζειν ὕπνων ἱκανὰ μαρτύρια τοῖς σκοποῖς τῆς διαίτης.
ὥστ’ εἰ καί ποτε φλέγματος ἐν γαστρὶ γεννηθέντος ἐξ ἀνάγκης ἑλοίμεθά τι τῶν τεμνόντων, μετιέναι χρὴ ταχέως ἐπὶ τὴν ὑγραίνουσαν δίαιταν.
οὕτω δὲ κἂν δι’ ὑποψίαν ἐμφράξεως ἐπί τι τῶν ἐκφραττόντων ἐδεσμάτων ἢ φαρμάκων ἀφικώμεθα, οὐδὲ τὰ θρέψοντα τῶν σιτίων ὑγρᾶς εἶναι κράσεως οὐ χρὴ παντάπασιν οὐδὲ κατ’ ἐκείνην αὐτὴν ἀποστῆναι τὴν ἡμέραν πολὺ δὲ μᾶλλον ἐπὶ τῆς ὑστεραίας ἔχεσθαι προσήκει τοῦ σκοποῦ, τόν τε χόνδρον ἅμα τῷ μέλιτι διδόντας ἢ ὄξους αὐτῷ μιγνύντας, ὅταν ὡς πτισάνην σκευάζωμεν, δι’ οἰνομέλιτος ἢ οἴνου Φαλερίνου προσφέρεσθαι κελεύοντας ἢ τῷ γάλακτι χρωμένους, ὡς προεῖπον, ἢ πτισάνην καλῶς ἑφθήν, πεπέρεως ἀκριβῶς χνοώδους ἐπεμβάλλοντας.
οὕτω δὲ καὶ πέπειρα σῦκα πρὸ τῆς ἄλλης ὀπώρας αἱρετέον ἐστὶν καὶ κατὰ τὸν [353] χειμῶνα τὰς ἰσχάδας ἄρτον τε παρεσκευασμένον, ὡς εἶπον, ἢ μετὰ μέλιτος ἢ οἰνομέλιτος ἢ μετά τινος οἴνου τῶν ἐπιτηδείων.
ὡς παραδείγματα γὰρ ἕνεκα σαφηνείας λέγεται ταῦτα πρὸς τὸ καὶ τοὺς ἀναγνόντας αὐτὰ δύνασθαι κρίνειν τὴν ὕλην ὁμοίως ἀποβλέποντας εἰς τὸν καθόλου σκοπόν, ὃν ἐν τῷ θερμαίνειν τε καὶ ὑγραίνειν ἔφην κεῖσθαι Ὅτι δὲ τά τε φλεγματώδη καὶ ὀρρώδη περιττώματα κατὰ τὸ τῶν πρεσβυτέρων ἀθροίζεται σῶμα, τήν τε οὔρησιν ἐφ’ ἡμέρᾳ προτρέπειν χρή, μὴ διὰ τῶν φαρμακωδῶν, ἀλλὰ σελίνῳ καὶ μέλιτι καὶ οἴνοις οὐρητικοῖς, ὑπάγειν τε τὴν γαστέρα δι’ ἐλαίου μάλιστα, καταρροφοῦντας αὐτὸ πρὸ τῶν σιτίων.
εὔδηλον δέ, ὅτι καὶ τὰ λαχανώδη πάντα πρὸ τῶν ἄλλων σιτίων ἐσθίειν χρὴ δι’ ἐλαίου καὶ γάρου.
τὸ μὲν οὖν ἐφ’ ἡμέρᾳ διά τε τούτων ἱκανῶς ἐνίοις ἡ γαστὴρ λαπάττεται καὶ σύκων, ὁπότ’ εἴη, καὶ κοκκυμήλων ὅσα τ’ ἄλλα κατὰ θέρος καὶ φθινόπωρον ἀκμάζει, χειμῶνος δὲ διά τε τῶν ἰσχάδων καὶ τῶν Δαμασκηνῶν κοκκυμήλων ἤτοι γ’ ἑψημένων ἢ ἁπλῶς βεβρεγμένων ἐν μελικράτῳ τὸ πλέον ἔχοντι μέλιτος.
ἔσται δὲ τοῦτο κάλλιον, ἐὰν Ἀττικὸν ᾖ τὸ μέλι.
[354] πολύ γε μὴν τῶν Δαμασκηνῶν ὑπακτικώτερα τὰ ἀπὸ τῆς Ἱσπανίας ἐστί.
καὶ τῶν ἐλαιῶν δὲ τῶν ἐκ τῆς ἅλμης ἐγχωρεῖ ποτε λαμβάνειν.
οὐ μὴν ἀλόην γε συμβουλεύω προσφέρεσθαι, καθάπερ ὁρῶ πολλοὺς τῶν γερόντων, ὅσοις ἡ γαστὴρ ξηρά, τινὰς μὲν ἀναπλάττοντας εἰς καταπότια καὶ χυλῷ κράμβης, ἐνίους δὲ καὶ μόνης αὐτῆς λείας ἐπιπάττοντας ὑγρῷ τινι (καὶ γὰρ καὶ τοῦτο τισὶ μὲν ὕδωρ ἐστί, τισὶ δὲ μελίκρατον)· ὅσοι δ’ ἐξ αὐτῶν πλούσιοι, τὴν μετὰ κινναμώμου σκευαζομένην ἀλόην λαμβάνουσιν.
ὀνομάζουσι δὲ τὸ φάρμακον ἔνιοι μὲν ἱερὰν τὴν διὰ τῆς ἀλόης, ἔνιοι δέ τινες πικράν.
ἔχουσι δὲ τινὲς μὲν ξηρόν, ὡς ἐπιπάττειν τῷ ποτῷ, τινὲς δὲ μετὰ μέλιτος ἀνέφθου μετρίως ἀνειλημμένου.
ἀλλ’ οὐδενὸς τούτων ἐστὶ χρεία τοῖς γέρουσιν, ὅτι μὴ μεγάλης ἀνάγκης καταλαβούσης.
ὑπακουούσης μὲν γὰρ τοῖς εἰρημένοις τῆς γαστρός, εἰ καὶ μὴ καθ’ ἑκάστην ἡμέραν, ἀλλὰ παρὰ μίαν, οὐδὲν ὅλως χρὴ φαρμακῶδες προσφέρειν· εἰ δὲ μὴ διὰ τρίτης ὑπέλθοι δυοῖν ἡμερῶν ἐπισχεθεῖσα, τηνικαῦτα καὶ λινόζωστις αὐτάρκης ἐστὶ καὶ ἡ καλουμένη θαλασσοκράμβη καὶ κνίκος ἐν πτισάνῃ διδόμενος ὅσα τ’ ἄλλα μετρίως φαρμακώδη, καθάπερ οὖν καὶ ἡ τερμινθίνη ῥητίνη.
[355] λαμβάνουσι δὲ αὐτῆς ἐνίοτε μὲν καρύου Ποντικοῦ μέγεθος, ἐνίοτε δὲ καὶ δυοῖν ἢ τριῶν· οὐ μόνον γὰρ ἀλύπως λαπάττειν πέφυκεν, ἀλλὰ καὶ τὰ σπλάγχνα πάντα διαρρύπτειν, ἧπαρ καὶ σπλῆνα καὶ νεφροὺς καὶ πνεύμονα.
ποικίλως δὲ χρῆσθαι δεῖ τοῖς εἰρημένοις, οὐχ ἓν ἐπιλεξάμενον ἐκεῖνο μόνον προσφέρεσθαι· συνήθης γὰρ ἐν τῷ χρόνῳ τοῦ λαμβάνοντος ἡ φύσις αὐτῷ γινομένη καταφρονεῖ τῆς τοῦ φαρμάκου δυνάμεως.
ὑπαλλάττειν οὖν χρὴ τὰ εἰρημένα καὶ πρὸς αὐτοῖς τὸ διὰ τῶν ἰσχάδων σκευαζόμενον· ἔστωσαν δὲ λιπαραὶ καὶ ἀφαιρείσθω τὸ περικείμενον ἔξωθεν αὐταῖς οἱονεὶ δέρμα· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τοὺς κνίκους, εἶτ’ ἄμφω μιγνύμενα κοπτέσθω.
τῷ σταθμῷ δ’ ἔστω πολλαπλάσιος τοῦ κνίκου ἡ ἰσχάς.
ἔξεστι δὲ κἀνταῦθα πειρωμένους τοῦ φαρμάκου, ὡς ἔχει πρὸς τὴν τοῦ λαμβάνοντος φύσιν, ἐνίοτε μὲν ἔλαττον, ἐνίοτε δὲ πλέον μιγνύναι τοῦ κνίκου.
λαμβάνειν δὲ τὸ μέγεθος ἰσχάδων δυοῖν ἢ τριῶν.
ἐξ αὐτῆς δέ, ὡς εἶπον, τῆς πείρας ἑαυτῷ τις εὑρήσει τὸ μέτρον ἐπὶ τῶν τοιούτων ἁπάντων· ἐνίοις μὲν γὰρ [356] μᾶλλον, ἐνίοις δ’ ἧττον ὑπακούουσα τοῖς αὐτοῖς φαρμάκοις ἡ γαστήρ.
ἀλλ’ ἱκανῶς γε δαψιλὲς οὐδὲν οὐδέποτε χρὴ τῶν εἰρημένων τι λαμβάνειν φαρμάκων.
ἐν μὲν γὰρ τῷ παραχρῆμα χαίρουσιν ἔνιοι σφοδρῶς κενωθέντες, ὅσον δ’ ἂν μᾶλλον ἐκκενωθῶσι, τοσοῦτον μᾶλλον αὐτοῖς ἡ γαστὴρ ἴσχεται κατὰ τὰς ἐφεξῆς ἡμέρας.
διὰ τοῦτο δ’ ἐγὼ καὶ τοὺς ἐν νόσοις χρονίαις τὴν κοιλίαν ἐπεχομένους, ὁποῖαι μάλιστα κατὰ τὸν χειμῶνα γίνονται πολλοῖς, καὶ μετὰ μακρὰν ἀρρωστίαν ἐν ταῖς ἀναλήψεσιν ὁμοίως ἐνοχλουμένους οὐ κλύζω δριμέσι κλύσμασιν, ἀλλ’ ἔλαιον ἐνίημι μόνον.
ὅπερ οὐδὲν κωλύει καὶ τοῖς ὑγιαίνουσιν γέρουσιν ἐγχεῖν ἐνίοτε τῆς γαστρὸς ἐπισχεθείσης· καὶ γὰρ διαβρέχεται τὰ σκληρὰ τῶν περιττωμάτων, καί τις ὄλισθος ἐν τῇ διόδῳ γίνεται, καὶ τὸ σῶμα τῶν γερόντων αὐτὸ μαλάττεται ταῖς σκληραῖς ὁμοίως διφθέραις ἐσκληρυμ μένον.
ἀλλ’ οὐδὲ ταῦτα τοῦ γέροντος, ᾗ γέρων ἐστίν, ἴδια· καὶ γὰρ καὶ τοῖς ἐκ νοσημάτων μακρῶν ἀνακομιζομένοις συμφέρει.
τί τοίνυν ἴδιόν ἐστι τοῦ γέροντος, ᾗ γέρων ἐστί; τὸ τῇ κράσει σύμφορον.
αὕτη γάρ ἐστι, δι’ ἣν καὶ γηρῶμεν, ἄλλος ἐν ἄλλῳ χρόνῳ, πρωϊαίτερον ἢ [357] ὀψιαίτερον, ὡς ἂν καὶ φύσεως ἔχωμεν ἐξ ἀρχῆς ἢ ‹δι’› ἐπιτηδεύματα ἢ δίαιταν ἢ νόσους ἢ φροντίδα ἤ τι τοιοῦτον ξηρανθέντες ἀμετρότερον τύχωμεν.
ἔστι μὲν γάρ, ὅ γε κυρίως ἅπαντες ἄνθρωποι γῆρας ὀνομάζουσιν, ἡ ξηρὰ καὶ ψυχρὰ κρᾶσις τοῦ σώματος ἐκ πολυετίας γινομένη.
συμβαίνει δέ ποτε καὶ διὰ πυρετῶδες νόσημα, καὶ καλοῦμεν αὐτὴν ἐκ νόσου γῆρας, ὡς ἐν τῷ Περὶ μαρασμοῦ λέλεκται γράμματι· μαρασμὸς γὰρ καὶ ἡ τοιαύτη διάθεσίς ἐστιν, οὐκ ἐν ζῴοις μόνον, ἀλλὰ καὶ ἐν φυτοῖς γινομένη.
γέγραπται δὲ καὶ κατὰ τὸ πρῶτον βιβλίον τῆσδε τῆς πραγματείας ἡ ἀναγκαία τοῦ γήρως γένεσις.
ἔκ τε οὖν ἐκείνων καὶ ἐξ ὧν ἐν τοῖς Περὶ κράσεων εἴρηται καὶ προσέτι τοῦ Περὶ μαρασμοῦ γράμματος εὐπορώτερος ἄν τις εἰς τὸ γηροκομικὸν μέρος τῆς τέχνης γενηθείη.
Ϲύγκειται γὰρ ἅπασα πρόνοια σωματικῆς διαθέσεως ἔκ τε τοῦ γινώσκειν αὐτῆς τὴν οἰκείαν οὐσίαν καὶ τῆς τῶν βοηθημάτων ὕλης τὰς [358] δυνάμεις· οἷον εὐθέως ἐπὶ τοῦ προκειμένου νῦν ἡμῖν, τοῦ γήρως, ὁ γνοὺς τὴν διάθεσιν ἐπιστημονικῶς, ὅτι ξηρότης ἐστὶ μετὰ ψύξεως, ἐὰν ἐκμάθῃ τὰς ὑγραινούσας τε καὶ θερμαινούσας ὕλας τῶν βοηθημάτων, ἀγαθὸς ἂν ἰατρὸς εἴη γερόντων.
οὐσῶν δὴ τεττάρων ὑλῶν κατὰ γένος, ἃς ὀνομάζουσι, προσφερομένων ποιουμένων κενουμένων καὶ προσπιπτόντων ἔξωθεν, ἐκλέγεσθαι προσήκει καθ’ ἑκάστην αὐτῶν τὰ θερμαίνειν τε καὶ ὑγραίνειν δυνάμενα.
πρὸς δὲ τὴν οἰκείαν ἑκάστου [321] χρῆσιν ἡ ἐπὶ τῶν παραδειγμάτων ἄσκησις ὠφελιμωτάτη.
διόπερ ἡμῖν εἴρηται πρόσθεν ‹περὶ› ἐδεσμάτων τε καὶ πομάτων οὐκ ὀλίγα παραδείγματος δ’ ἕνεκεν καὶ νῦν εἰρήσεται περὶ τῶν γυμνασίων, ὑπὲρ ὧν ἐμάθομεν ἔμπροσθεν, ὡς τὰ μὲν ὀξέα (προσαγορεύουσιν δ’ οὕτως, ὧν αἱ [322] κινήσεις ταχεῖαι) λεπτύνει τὸ σῶμα, τὰ δ’ ἐναντία παχύνει, καὶ τὰ πολλὰ μὲν ξηραίνει, τὰ δὲ μέτρια σαρκοῖ.
λέλεκται δὲ καὶ περὶ τῶν ἄλλων ἐν αὐτοῖς διαφορῶν ἁπασῶν, ὥσπερ γε καὶ περὶ τῶν τρίψεων.
αἱ δὲ τῶν γυμνασίων ἰδέαι τοῖς γέρουσιν, ὅσαι τ’ ὠφέλιμοι καὶ ὅσαι βλαβεραί, κριθήσονται τῇ τε τοῦ σώματος ὅλου διαθέσει καὶ τοῖς ἔθεσι καὶ τοῖς ἐνοχλοῦσι παθήμασι.
τῇ μὲν ὅλου τοῦ σώματος διαθέσει κατὰ τάδε.
τὸ μὲν ἄριστον τῇ κατασκευῇ σῶμα, περὶ οὗ μέχρι δεῦρο πεποίημαι τὸν λόγον ἐξ ἀρχῆς, ὥσπερ ἐν νεότητι πρὸς ἅπαντας τοὺς σφοδροτάτους πόνους ἐπιτηδειότατόν ἐστιν, οὕτως ἐν γήρᾳ πρὸς ἅπαντας τοὺς μετρίους.
τὸ δ’ ἤτοι παχυσκελὲς ἢ εὐρύστερνον ἢ περαιτέρω τοῦ προσήκοντος ἰσχνοσκελὲς ἢ ὅσοις ὁ θώραξ μικρός ἐστιν καὶ κομιδῆ στενὸς ἢ τὸ βλαισὸν ἢ τὸ ῥαιβὸν ἢ ὁπωσοῦν ἄλλως ἀσύμμετρον εἰς πολλὰ τῶν γυμνασίων οὐκ ἐπιτήδειον.
ἐν μὲν γὰρ τοῖς διὰ τῆς φωνῆς γινομένοις ὁ κακῶς κατεσκευασμένος θώραξ, ἐν δὲ τοῖς διὰ περιπάτων τὰ σκέλη βλάπτεται.
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπί τε [323] χειρῶν εἰρῆσθαί μοι νόει καὶ τραχήλου καὶ νώτου καὶ ὀσφύος ἰσχίων τε καὶ τῆς ῥάχεως ὅλης.
ὅ τι γὰρ ἂν αὐτῶν κακῶς ᾖ κατεσκευασμένον, ἐξελέγχεται μᾶλλον ἢ ῥώννυται γυμναζόμενον, εἰ μὴ ἄρα τὰς συμμέτρους τις κινήσεις ὀνομάζειν ἐθέλοι γυμνάσια σύμμετρα τοῖς ἀσθενέσι μορίοις· ἀλλ’ οὕτω γε περὶ ὀνόματος μᾶλλον ἢ περὶ πράγματος ἡ ἀμφισβήτησις ἔσται.
τὰ δ’ εἰς ὑγείαν διαφέροντα τῷ γέροντι γυμνάσια διὰ τῶν ἰσχυροτέρων χρὴ ποιεῖσθαι μορίων· συγκινεῖται γὰρ ἐκείνοις καὶ συγγυμνάζεται τὰ λοιπά.
καὶ μὲν δὴ καὶ τὰ ἔθη μεγίστην ἔχει μοῖραν εἰς εὕρεσιν ἰδέας γυμνασίων.
ἄκοποί τε γὰρ αὐτοῖς αἱ εἰθισμέναι γίνονται κινήσεις ἥδονταί τε κατ’ αὐτὰς ἐνεργοῦντες, ὥσπερ αὖ πάλιν ἐν τοῖς ἀήθεσιν ἄχθονταί τε καὶ κοπώδεις γίνονται.
τῶν γε μὴν τεχνικῶν ἐνεργειῶν οὐδ’ ἅψασθαι δυνατόν ἐστιν οἷον αὐλεῖν ἢ σαλπίζειν ἢ κιθαρίζειν, ὥσπερ γε τῶν κατὰ παλαίστραν, ὅσοι παλαισμάτων ἀμαθεῖς.
ἕκαστον οὖν τῶν γερόντων ἐν τοῖς συνήθεσι γυμνάζειν, ἀνιέντας αὐτῶν τὴν σφοδρότητα.
τρίτος δὲ σκοπὸς ἰδέας γυμνασίων [324] ἀπὸ τῶν παθημάτων λαμβάνεται, κοινὸς μὲν ἁπάσης ἡλικίας ὑπάρχων, οὐ μὴν ἴσην γε τὴν δύναμιν ἐν ἁπάσαις ἔχων, ὅτι μηδὲ τὴν βλάβην ἴσην ἐργάζεται παροφθείς.
ὅσοι μὲν γὰρ ἑτοίμως ἁλίσκονται σκοτώμασιν ἢ ἐπιληψίαις ἢ ὀφθαλμίαις σφοδραῖς ἢ ὠταλγίαις, οὐ χρὴ τούτους ἐπινεύοντας ἢ κατακύπτοντας ἢ καλινδουμένους χαμαὶ γυμνάζεσθαι, περιπάτοις δὲ πολλοῖς καὶ δρόμοις μετρίοις αἰωρήσεσί τε ἐπὶ τῶν ὀχημάτων ἀκόπως χρῆσθαι.
παραπλήσιον δὲ τρόπον καὶ ὅσοις παρίσθμια ῥᾳδίως ἢ ἀντιάδες ἢ συνάγχαι γίνονται καὶ ὅσοις γαργαρεὼν ἑτοίμως ῥευματίζεται καὶ ὅσοις οὖλα καὶ ὅσοις ὀδόντες ἢ ὅλως τι τῶν κατὰ τὸν τράχηλόν τε καὶ τὴν ὅλην κεφαλὴν μορίων.
ἡμικρανίᾳ γοῦν ἐνοχλοῦνται πολλοί, καὶ τένοντας ἄλλοι συνεχῶς ἀλγοῦσιν ἐπὶ μικραῖς προφάσεσιν.
ὧν οὐδεὶς ἀνέχεται γυμνασίου πληροῦντος τὴν κεφαλήν, ἀλλ’ ἔστιν ἅπασιν αὐτοῖς τὰ διὰ τῶν σκελῶν ὠφέλιμα, καθάπερ γε τοῖς ἀσθενέσι φύσει τὰ σκέλη βελτίω τὰ διὰ τῶν [325] ἄνω μερῶν γυμνάσια, χειρονομίαι καὶ ἀκροχειρισμοὶ καὶ δίσκων βολαὶ καὶ ἁλτήρων χρῆσις ὅσα τε κατὰ τὴν παλαίστραν γυμνάζεται χαμαὶ πάντα.
τοῖς γε μὴν τὰ μέσα μόρια χειρῶν καὶ σκελῶν πάσχουσι ῥᾳδίως ἅπαν μὲν εἶδος ἐπιτήδειόν ἐστι γυμνασίων, εἰ μὴ τῶν ἄλλων τις ἀπείργοι σκοπῶν.
ἤδη δὲ τὰ μὲν κατὰ θώρακα τοῖς κάτω μᾶλλον χαίρει, τὰ δὲ κατὰ κύστιν ἢ νεφροὺς τοῖς ἄνω, σπλὴν δὲ καὶ γαστὴρ καὶ ἧπαρ ἔντερά τε καὶ κῶλον, ὥσπερ ἐν τῷ μέσῳ τῶν ἄνω τε καὶ κάτω μερῶν ἐστιν, οὕτω καὶ τοῖς γυμνασίοις ἀμφοτέροις ὁμοίως χαίρει.
τάς γε μὴν τρίψεις τῶν ἀσθενῶν μορίων, ἐν οἷς μὲν χρόνοις νοσεῖ, φυλάττεσθαι προσῆκεν, ἐν οἷς δὲ ὑγιαίνει, προσφέρειν μᾶλλον ἢ τοῖς ἄλλοις καὶ μάλιστα τὰς ξηράς, ἐπὶ πλεῖστον ἀνατρίβοντα διά τε τῶν ὀθονίων καὶ μόναις ταῖς χερσί.
καὶ μὲν δὴ καὶ ὅσαι κατὰ περίοδον ὀδύναι γίνονται μορίοις τισί, οὐ σμικρὸν γίνεται κώλυμα τοῦ μὴ γίνεσθαι τοιαύτη τρίψις ἐν τῷ μεταξὺ χρόνῳ παραλαμβανομένη, καὶ μάλιστα πρὸ δυοῖν ἢ τριῶν ὡρῶν τοῦ παροξυσμοῦ· ῥώννυται γὰρ ὑπ’ αὐτῆς τὰ μόρια καὶ ἧττον δέχεται τὰ συνήθη κατασκήπτοντα ῥεύματα.
[326] ταυτὶ μὲν οὖν ἅπαντα κοινὰ γερόντων ἐστὶ καὶ τῶν ἄλλην ἡλικίαν ἐχόντων ἡντινοῦν.
τὸ δὲ μὴ γυμνάζεσθαι τοῖς ἀσθενέσι μορίοις ἐπὶ γερόντων μόνον συμβουλεύω· τῶν δ’ ἄλλων ὅσον τις ἂν ᾖ τοῦ γήρως ἀπωτέρω, τοσούτῳ μᾶλλον αὐτῷ γυμναστέον ἐστὶ τὸ ἀσθενές.
ὅπως δὲ καὶ διὰ παραδείγματος ὁ λόγος ᾖ σαφής, οὐκ ὀκνήσω διελθεῖν.
ὑποκείσθω τι σῶμα τῶν ἔτ’ αὐξανομένων ἰσχνὸν τοῖς σκέλεσι.
τούτῳ συμφέρει πιττοῦσθαί τε τὰ σκέλη καὶ τρίβεσθαι μετρίως καὶ δρόμῳ χρῆσθαι μᾶλλον ἢ ἄλλῳ τινὶ γυμνασίῳ.
χρὴ δ’ ἐπιστατεῖν αὐτῷ τινα τὸ σύμμετρον ὁρίζοντα τῶν κινήσεων, ὡς μήτε τοῦ προσήκοντος ἐνδεέστερον γυμνάζοιτο μήθ’ ὑπερβάλλοι τοσοῦτον ὡς ἁλῶναι κόπῳ.
τοῦτο δὴ καίτοι δύσγνωστον εἶναι δοκοῦν οὐκ ἐν γυμνασίοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν ἡμεῖς ἐπεδείξαμεν εὔγνωστον ἔν γε τοῖς κατὰ τὴν ὑγιεινὴν δίαιταν.
οὐ γάρ ἐστιν ἐπ’ αὐτοῖς ὀξὺς ὁ καιρός, ὡς ἐν ταῖς νόσοις, ἀλλ’ ἔνεστιν ἄρξασθαι μὲν ἀπὸ τῶν ἀσφαλεστάτων [327] ἐν ἑκάστῳ μέτρῳ, ἐπισκοπούμενον δὲ τὸ ἀποβαῖνον ἤτοι γ’ ἀφαιρεῖν ἢ προστιθέναι τι, καθ’ ἑκάστην ἡμέραν ἐπανορθούμενον τὸ παροφθέν.
οἷον εὐθέως ἐπὶ τῶν ἰσχνοσκελῶν, ἐγώ ποτε παιδάριον ἐτῶν τρισκαίδεκα παραλαβών, εἶτα παντὶ τῷ μετὰ ταῦτα χρόνῳ τῆς αὐξητικῆς ἡλικίας προνοησάμενος αὐτοῦ κατὰ τοὺς ὑπογεγραμμένους σκοπούς, ἀπέφηνα νεανίσκον εὔρυθμόν τε καὶ σύμμετρον.
ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν αὐτὸν κατέχρισα τῇ πίττῃ δὶς ἐφεξῆς, ὡς εἴωθα, καὶ δραμεῖν ἐκέλευσα μήτ’ ὀξέως μήτε πολύ.
κατὰ δὲ τὴν δευτέραν τρίψει συμμέτρῳ μὲν κατὰ σκληρότητά τε καὶ μαλακότητα, βραχείᾳ δὲ κατὰ τὸ πλῆθος ἅμα λίπει προμαλάξας, ἐκέλευσα βραχὺ πλείω δραμεῖν, οὐ μὴν ὀξύτερόν γε τῶν πρόσθεν.
ἐπὶ δὲ τῷ δρόμῳ δηλονότι ταῖς ἀποθεραπευτικαῖς ὀνομαζομέναις ἐχρώμην τρίψεσιν.
ἐκέλευον δὲ αὐτῷ καὶ περιπατεῖν καθ’ ἑκάστην ἡμέραν ἀπὸ μετρίων ἀρξάμενος ἀεὶ πλείω, κατασκεπτόμενος τά τ’ ἄλλα τῶν σκελῶν καὶ μάλιστα τὰς μεγάλας φλέβας, εἰ μὴ περιττότερον εὐρύνοιντο τῆς τῶν σκελῶν εὐτροφίας.
[328] χαλεπὸν γὰρ τοῦτο, ῥευματικὰ καὶ βλαισώδη τῷ χρόνῳ παρασκευάζον, οὐκ εὔτροφα τὰ κῶλα.
τούτῳ τε οὖν προσέχειν σε χρὴ τῷ γνωρί σματι, καὶ εἰ θερμότερα περαιτέρω τοῦ προσήκοντος γίνοιτο τὰ σκέλη, καὶ εἰ κοπώδη τινὰ αἴσθησιν ἔχοντα.
μηδενὸς μὲν γὰρ τούτων τῶν σημείων φανέντος αὐξάνειν τε χρὴ τὸ πλῆθος τῶν περιπάτων καὶ τῶν δρόμων καὶ πιττοῦν διὰ τρίτης.
ὀφθέντος δέ τινος αὐτῶν, ἀνάρροπά τε σχηματίζειν ἐν τῇ κοίτῃ τὰ κῶλα καὶ τοῦ πλήθους ἁπάντων ὧν διῆλθον ἀφαιρεῖν, ἐλάττω μὲν περιπατεῖν, ἐλάττω δὲ τρέχειν κελεύοντα καὶ τῇ τρίψει κάτωθεν ἄνω.
ὅταν δέ σοι ταῦτα πράξαντι κατὰ φύσιν ἀκριβῶς ἔχῃ τὰ σκέλη, πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς εἰρημένην χρῆσιν τῶν βοηθημάτων ἰέναι, βραχυτάταις αὐξήσεσι χρώμενον ἢ καὶ διὰ παντὸς ἐπὶ τῶν αὐτῶν καταμένοντα.
παρεμβάλλειν δὲ χρὴ καὶ τὰς στρογγύλας καλουμένας τρίψεις μετὰ σκληρότητός τε καὶ μαλακότητος, ἔσθ’ ὅτε μὲν ἄνωθεν, ἐνίοτε δὲ ἐκ τῶν κάτω μερῶν ἀρχομένους.
καί που κεκονισμένοις τοῖς σκέλεσι παραχέοντας ἔλαιον οὕτω [329] τρίβειν.
ἔστω δὲ κόνις ἡ καλουμένη λιπαρά· προσαγορεύουσι δ’ οὕτως, ἐν ᾗ μήτε τραχὺ μήτε δριμύ.
λεπτύνουσι γὰρ μᾶλλον ἢ σαρκοῦσιν, ὅσαι τραχύτητος κισσηρώδους ἢ δριμύτητος λιτρώδους ἢ ἁλμώδους μετέχουσιν.
ὅτῳ δὲ παχύτερα μὲν τὰ σκέλη, βραχίονες δὲ καὶ πήχεις ἰσχνοί, τούτῳ τὰ μὲν διὰ χειρῶν γυμνάσια πάντ’ ἐπιτηδευτέον ἐστί, φευκτέον δὲ τὰ διὰ τῶν σκελῶν.
αἵ γε μὴν τρίψεις τε καὶ πιττώσεις ὁμοίως γινέσθωσαν, ὅσα τ’ ἄλλα περὶ τῶν κατὰ τὰ σκέλη λέλεκται [358] γυμνάσια.
οἶδα δέ ποτε θώρακα παιδὸς ἀπολειπόμενον οὐκ ὀλίγῳ τῆς τῶν ἄλλων μορίων συμμετρίας αὐξήσας εἰς τὸ μέτριον ἐκ τοιαύτης ἰδέας βοηθημάτων.
ἐζώννυον μὲν αὐτοῦ τὰ κάτω τοῦ θώρακος ἅπαντα μέχρι τῶν ἰσχίων ζώνῃ συμμέτρως πλατείᾳ, οὕτω παραβάλλων, ὡς ἐρηρεῖσθαι μὲν ἀλύπως, μήτε δὲ χαλαρὸν ἀπολείπειν τι μήτε πεπιέσθαι, γυμνάσια δὲ τά τε δι’ ὅλων τῶν χειρῶν ἐπιτηδευόμενα καὶ τὰς καλουμένας ὑπὸ τῶν φωνασκῶν ἀναφωνήσεις παρελάμβανον, ἐφ’ ἑκάτερα [359] δὲ κατάληψιν πνεύματος ἐκέλευον ποιεῖσθαι.
γίνεται δ’ αὕτη σφοδρῶς μὲν θλιβόντων ἡμῶν ἐκ παντὸς μέρους τὸν θώρακα, τὴν δ’ ἐκπνοὴν κατεχόντων, ὡς ἐπέχεσθαι πᾶν ἔνδον τὸ πνεῦμα τὸ διὰ τῆς εἰσπνοῆς φθάνον εἱλκύσθαι.
διὸ καὶ πλέον εἰσπνευστέον ἐστὶ τῷ μέλλοντι καλῶς τοῦτο δράσειν· ὅσῳ γὰρ ἂν ᾖ πλείων ὁ θλιβόμενος ἀήρ, τοσούτῳ μᾶλλον ὁ θώραξ εὐρύνεται διατεινόμενος.
ὅτι δὲ καὶ τὰς ἀναφωνήσεις ἐν μεγέθει τε καὶ τῇ κατ’ ὀξύτητα τάσει τῆς φωνῆς ποιητέον ἐστὶν ἐπὶ τούτων, οὐκ ἄδηλον, εἴγε δὴ πρόκειται γυμνάζειν ἰσχυρῶς πάντα τοῦ θώρακος τὰ μόρια.
ταῦτα μὲν οὖν ἐπὶ τῶν αὐξανομένων σωμάτων εἰς συμμετρίαν ἄξει τὰ φύσει κακῶς διαπεπλασμένα· μέτρια δὲ καὶ τοὺς ἤδη τελείους ὠφελήσει.
οὐ μὴν ἐπί γε τῶν πρεσβυτῶν ἐπιχειρήσεις ἔργῳ τοιούτῳ· βέλτιον γὰρ ἐπ’ ἐκείνων ἡσυχάζειν τοῖς ἀσθενέσι μορίοις, ὡς εἴρηται, βέλτιον δὲ καὶ τὸ διὰ τῶν συνήθων [358] γυμνάσια.
οἶδα δέ ποτε θώρακα παιδὸς ἀπολειπόμενον οὐκ ὀλίγῳ τῆς τῶν ἄλλων μορίων συμμετρίας αὐξήσας εἰς τὸ μέτριον ἐκ τοιαύτης ἰδέας βοηθημάτων.
ἐζώννυον μὲν αὐτοῦ τὰ κάτω τοῦ θώρακος ἅπαντα μέχρι τῶν ἰσχίων ζώνῃ συμμέτρως πλατείᾳ, οὕτω παραβάλλων, ὡς ἐρηρεῖσθαι μὲν ἀλύπως, μήτε δὲ χαλαρὸν ἀπολείπειν τι μήτε πεπιέσθαι, γυμνάσια δὲ τά τε δι’ ὅλων τῶν χειρῶν ἐπιτηδευόμενα καὶ τὰς καλουμένας ὑπὸ τῶν φωνασκῶν ἀναφωνήσεις παρελάμβανον, ἐφ’ ἑκάτερα [359] δὲ κατάληψιν πνεύματος ἐκέλευον ποιεῖσθαι.
γίνεται δ’ αὕτη σφοδρῶς μὲν θλιβόντων ἡμῶν ἐκ παντὸς μέρους τὸν θώρακα, τὴν δ’ ἐκπνοὴν κατεχόντων, ὡς ἐπέχεσθαι πᾶν ἔνδον τὸ πνεῦμα τὸ διὰ τῆς εἰσπνοῆς φθάνον εἱλκύσθαι.
διὸ καὶ πλέον εἰσπνευστέον ἐστὶ τῷ μέλλοντι καλῶς τοῦτο δράσειν· ὅσῳ γὰρ ἂν ᾖ πλείων ὁ θλιβόμενος ἀήρ, τοσούτῳ μᾶλλον ὁ θώραξ εὐρύνεται διατεινόμενος.
ὅτι δὲ καὶ τὰς ἀναφωνήσεις ἐν μεγέθει τε καὶ τῇ κατ’ ὀξύτητα τάσει τῆς φωνῆς ποιητέον ἐστὶν ἐπὶ τούτων, οὐκ ἄδηλον, εἴγε δὴ πρόκειται γυμνάζειν ἰσχυρῶς πάντα τοῦ θώρακος τὰ μόρια.
ταῦτα μὲν οὖν ἐπὶ τῶν αὐξανομένων σωμάτων εἰς συμμετρίαν ἄξει τὰ φύσει κακῶς διαπεπλασμένα· μέτρια δὲ καὶ τοὺς ἤδη τελείους ὠφελήσει.
οὐ μὴν ἐπί γε τῶν πρεσβυτῶν ἐπιχειρήσεις ἔργῳ τοιούτῳ· βέλτιον γὰρ ἐπ’ ἐκείνων ἡσυχάζειν τοῖς ἀσθενέσι μορίοις, ὡς εἴρηται, βέλτιον δὲ καὶ τὸ διὰ τῶν συνήθων ἐπιτηδευμάτων γυμνάζειν, εἰ καὶ βλαβερὰ μετρίως εἴη.
τοῖς γε μὴν νέοις ὑπαλλάττειν πειρᾶσθαι τὰ βλάπτοντα, κἂν ἐκ παίδων ᾖ συνηθέστατα· [360] δύναται γὰρ ἡ δύναμις αὐτῶν ὑπομεῖναι τὴν μεταβολὴν ἐν μέτρῳ γινομένην, ἐλπίς τ’ ἐστὶ τῷ λοιπῷ χρόνῳ τῆς ζωῆς ὀνήσασθαί τι πρὸς τῶν ἀμεινόνων ἐπιτηδευμάτων.
ὁ δὲ γέρων, εἰ δυνηθείη χρόνῳ συχνῷ κατὰ βραχὺ μεταστῆναι τῶν φαύλων ἐθῶν, οὐδ’ ἐν ᾧ χρόνῳ χρήσεται τοῖς βελτίοσιν ἕξει, συμβήσεται δ’ αὐτῷ πονῆσαι μάτην, ὥσπερ εἰ καὶ τέχνην ἄρχοιτο μανθάνειν ὀγδοηκοντούτης ὤν.
ὥσπερ δὲ τῶν γερόντων αὐτῶν οὐ σμικρά τίς ἐστι διαφορὰ πρὸς ἀλλήλους, εἴτε κατὰ τὴν ἡλικίαν αὐτὴν εἴτε κατὰ τὴν διάθεσιν τοῦ σώματος, οὕτω καὶ τῶν φύσει ξηροτέρων τε ἅμα καὶ ψυχροτέρων, ὡς πρὸς τὸν σύμμετρον παραβάλλειν, οὐκ ὀλίγον τὸ ἐν μέσῳ τῆς δυσκρασίας ἐστὶ πρὸς ἀλλήλους τε καὶ τοὺς γέροντας.
ὑγραίνειν μὲν οὖν αὐτοὺς δηλονότι καὶ θερμαίνειν προσήκει, θαρραλεώτερον δὲ πράττειν ταῦτα, διὰ τὴν ἡλικίαν ἀνεχομένοις ἰσχυρῶν γυμνασίων, ὡς ἂν ἐρρωμένης ἔτι τῆς δυνάμεως.
ὁ γάρ τοι πρῶτος σκοπός, ἀφ’ οὗ τὴν ἔνδειξιν τῶν ἰαμάτων λαμβάνομεν, ἡ τοιάδε δυσκρασία τοῦ σώματός ἐστιν, [361] οὐ τὸ γῆρας ἢ ὅλως ἡλικία τις.
ἀλλ’ ἐπειδὴ στοχαστικῶς ἡμῖν τὸ τῶν διαθέσεων μέτρον λαμβάνεται, διὰ τοῦτο καὶ τὴν ἡλικίαν ἐπισκοποῦμεν.
ἡ δ’ αὐτὴ χρεία καὶ τῆς τῶν ἐθῶν γνώσεώς ἐστι καὶ τῆς τῶν προκαταρκτικῶν ὀνομαζομένων αἰτίων· εἰς γὰρ τὴν τῆς διαθέσεως ἀκριβεστέραν γνῶσιν ἐκ τῶν τοιούτων ἁπάντων ὠφελούμεθα, τῶν δ’ ἰαμάτων ἡ ἔνδειξις οὐκ ἐκ τούτων γίνεται.
τῷ γε μὴν ἐμπειρικῷ μέρος τῆς ὅλης συνδρομῆς ἐστι καὶ τὰ τοιαῦτα, τετηρημένης ἐπ’ αὐτοῖς τῆς θεραπείας, οὐκ ἐνδεικτικῶς εὑρισκομένης.
εἰκότως τοιγαροῦν Ἱπποκράτης τὰ πλεῖστα περὶ διαγνώσεών τε καὶ προγνώσεων ἔγραψε γυμνάζων ἡμᾶς ἐν τοῖς κατὰ μέρος, οἵ τ’ ἄριστοι τῶν μετ’ αὐτὸν ἰατρῶν ὡσαύτως ἔπραξαν, εὖ εἰδότες, ὡς τῷ ‹μὴ› γνόντι τὴν διάθεσιν ἀκριβῶς τοῦ σώματος, ὃ μεταχειριζόμεθα νοσοῦν [ὑγιαῖνον], χαλεπῶς εὑρίσκεται τὰ βοηθήματα.
χρὴ γάρ, ὡς εἴρηται πολλάκις, ἄρχεσθαι μὲν ἀπὸ θεραπευτικοῦ παραγγέλματος τοῦ «τὰ ἐναντία τῶν ἐναντίων ἰάματα», τῆς δ’ ὕλης τῶν βοηθημάτων ἐπιστήμονα γενόμενον, ὡς ἐκμαθεῖν αὐτῆς τὰς δυνάμεις, ἀεὶ προσφέρειν ἅπαντι σώματι, τῷ [362] μὲν φαύλως διακειμένῳ τἀναντία, τῷ δ’ ἄριστα κατεσκευασμένῳ τὰ παραπλήσια ταῖς δυνάμεσι.
καὶ τοίνυν καὶ τὰς δυσκρασίας αὐτάς, ὅσαι κατὰ τὸ τῆς ὑγείας ἔτι πλάτος εἰσίν, ἐπανορθοῦσθαι μὲν βουλόμενος ὑπεναντίως διαιτήσεις.
ὅπερ ἐπὶ πολλῆς γίνεται σχολῆς.
ἐν ἀσχολίᾳ δὲ οὖσι διὰ τῶν ὁμοίων ὑπηρετήσεις, καὶ μάλισθ’ ὅταν οὕτως ὦσιν εἰθισμένοι.
συμβαίνει δὲ ὡς τὰ πολλὰ θάτερον τούτων μᾶλλον, ὡς ἂν τῶν φύσεων ἀδιδάκτως αἱρουμένων τὰ οἰκεῖα, καὶ μέχρι γε τοσούτου προσφερομένων αὐτά, μέχριπερ ἂν εἰς τὴν ἀρχαίαν ἐπανέλθωσι κατάστασιν.
Ἡ δέ γ’ ἐπανορθουμένη τὴν δυσκρασίαν δίαιτα περαιτέρω προέρχεται τὰ πολλά.
διὸ καὶ τοῖς οἰκείοις νοσήμασιν ἁλισκόμεθα πλείοσι, τοῦ μὲν φύσει θερμοτέρου ῥᾳδίως τὰ θερμὰ νοσήματα νοσοῦντος τοῦ δὲ ψυχροτέρου τὰ ψυχρά, καὶ τῶν ἄλλων ὡσαύτως.
ἐπανέρχεται τοιγαροῦν θᾶττον εἰς τὴν ἰδίαν φύσιν ἕκαστον τῶν δυσκράτων σωμάτων ἤπερ ἐπὶ τὴν ἀρίστην κρᾶσιν.
ἐν τῷ μεσαιτάτῳ γὰρ αὕτη πασῶν [363] οὖσα τῶν δυσκρασιῶν, ἐὰν μὲν οἰκείῳ τις ἁλῷ τῇ φύσει νοσήματι, πλέον ἀφέστηκεν, ἐὰν δὲ οὐκ οἰκείῳ, βραχύτερον.
οὐκοῦν οὐδὲ τὰ ἔθη μεταβλητέον ἐστί, κἂν ᾖ μοχθηρά, δυσαρεστουμένων ἔτι τῶν σωμάτων· ἀλλ’ ἐν ταῖς ἀκριβεστέραις ὑγείαις οὐδὲ ἀεὶ τοῦτο πρακτέον, ἀλλ’ ὅταν ἀπὸ τῶν πολιτικῶν πραγμάτων ἄγῃ σχολὴν ὁ μέλλων μεταχθήσεσθαι.
ταῦτ’ οὖν ὄντα κοινὰ παραγγέλματα πασῶν τῶν κράσεων ὑπαλλάττεται κατὰ μέρος, εἰς ὅσον ἂν ἑκάστη δυσκρασία τῆς ἄκρας εὐκρασίας ἀπολείπηται, καὶ θαυμαστὸν οὐδέν ἐστι, τὰς δυσκράτους φύσεις ἐν τῷ μέσῳ καθεστηκυίας ἀκριβοῦς τε ὑγείας αἰσθητοῦ τε νοσήματος ἐπαμφοτερίζειν καὶ τῷ τρόπῳ τῆς διαίτης.
οὐ μὴν οὐδὲ τὸ φαίνεσθαι τοὺς ἀνθρώπους ὑπὸ τῶν αὐτῶν ὠφελουμένους τε καὶ βλαπτομένους θαυμαστόν.
εἰ μὲν γὰρ ἅπαντες ὁμοίαν ἀλλήλοις εἶχον κατασκευήν, τότ’ ἂν ἦν θαυμαστὸν ὑπὸ τῶν ἐναντίων ἐνίους ὠφελεῖσθαι, βλαπτομένων ἐνίων ὑπὸ τῶν αὐτῶν· ἐπεὶ δ’ ἐναντίαι πολλῶν τῶν ἀνθρώπων εἰσὶ κατασκευαὶ τοῦ σώματος, εὔλογόν ἐστι καὶ τὴν ὠφέλειαν αὐτοῖς ὑπὸ [364] τῶν ἐναντίων γίνεσθαι.
διὸ καὶ θαυμάσειεν ἄν τις ἁπάντων τῶν ἰατρῶν, ὅσοι γράφειν ἐπεχείρησαν ὑγιεινὰ συγγράμματα, μὴ διελομένων τῷ λόγῳ τὰς φύσεις.
ὥσπερ γὰρ ἑνὶ καλάποδι πρὸς ἅπαντας ἀνθρώπους ἀδύνατον χρῆσθαι τοῖς σκυτοτόμοις, οὕτω καὶ τοῖς ἰατροῖς ἰδέᾳ βίου συμφερούσῃ μιᾷ.
διὰ τοῦτο οὖν ἐνίοις μὲν ὑγιεινότατον εἶναί φασι τὸ γυμνάζεσθαι καθ’ ἑκάστην ἡμέραν ἱκανῶς, ἐνίοις δὲ μηδὲν κωλύειν, εἰ καὶ παντάπασί τις ἐν ἡσυχίᾳ διατρίβει, καὶ λούεσθαι τοῖς μὲν ὑγιεινότατον εἶναι δοκεῖ, τοῖς δ’ οὔ, καὶ πίνειν ὕδατος καὶ οἴνου, καὶ περὶ τῶν ἄλλων ὡσαύτως, οὐ μόνον ὑγιεινῶν διαιτημάτων, ἀλλὰ καὶ τῶν τοῖς νοσοῦσι προσφερομένων ἰαμάτων, ἐναντιώτατα γράφουσιν ἀλλήλοις, ὡς σπάνιον εὑρεῖν ὁμολογούμενον ἕν τι πᾶσιν αὐτοῖς.
ἥ γε μὴν πεῖρα δείκνυσιν ὑπό τε τῶν αὐτῶν ἐνίους βλαπτομένους τε καὶ ὠφελουμένους, ὑπό τε τῶν ἐναντίων ὡσαύτως.
οἶδα γοῦν τινας, οἳ τρεῖς ἡμέρας ἀγύμναστοι μείναντες εὐθέως νοσοῦσιν, ἀγυμνάστους τε ἑτέρους [365] ἀεὶ διατελοῦντας, ὑγιαίνοντας δέ, καὶ τούτων ἐνίους μὲν ἀλούτους, ἐνίους δέ, εἰ μὴ λούσαιντο, πυρέττοντας αὐτίκα, καθάπερ ὁ Μιτυληναῖος Πριμιγένης.
ὅτι μὲν οὖν οὕτω φαίνεται ταῦτα γινόμενα, καὶ οἱ τῇ πείρᾳ μόνῃ τὴν τέχνην ἀθροίζοντες ἴσασιν.
οὐ μὴν ἔγραψέ γέ τις αὐτῶν γνωρίσματα, καθάπερ ἐπὶ τῶν νοσημάτων, οἷς προσέχοντες εὑρήσομεν, ὁποίας ἕκαστος δεῖται διαίτης.
ἐπ’ ὀλίγων γὰρ ἔστιν εὑρεῖν τὰς καλουμένας ὑπὸ τῶν ἐμπειρικῶν συνδρομὰς ἠκριβωμένας, ὡς ἐν περιπνευμονίᾳ καὶ πλευρίτιδι· τὰ δὲ πλεῖστα νοσήματα στοχαστικὴν ἔχει τὴν διάγνωσιν, ὡς οὐκ ἐξ ἀθροίσματος ὡρισμένων συμπτωμάτων γινομένην, ἀλλ’ ἀνδρὸς δεομένην ἀκριβῶς μὲν ἐπισταμένου τὴν διάθεσιν τοῦ σώματος, εὑρίσκειν δ’ ἱκανοῦ τὰ κατὰ μέρος ἅπαντα τὰ τῇ τοιαύτῃ συμφωνοῦντα.
τὸ γοῦν προκείμενον αὐτῷ τῷ λόγῳ ποδηγηθέντες ἡμεῖς εὕρομεν ἔτι νέοι τὴν ἡλικίαν ὄντες.
ᾧ καὶ δῆλον, ὡς ἡ μακρὰ πεῖρα χωρὶς λόγου τὰ τοιαῦθ’ εὑρίσκειν ἀδυνατεῖ.
ἐπὶ γοῦν τοῦ Πριμιγένους ἀκούσας, ὅτι πάντως πυρέττοι μὴ λουσάμενος, [366] ἐλογισάμην αὐτῷ καπνώδη περιττώματα γεννᾶσθαι διαπνεῖσθαι δεόμενα, πυκνοτέρου δὲ τοῦ δέρματος ὄντος ἢ ὡς ἐπιτρέπειν αὐτοῖς κενοῦσθαι πᾶσιν ἀθροιζομένοις ὑπὸ τῷ δέρματι θερμασίαν γεννᾶν.
διὸ καὶ τὰ λουτρὰ χρησιμώτατα ταῖς τοιαύταις φύσεσιν, οὐ μόνον τῷ κενοῦν τὸ καπνῶδες, ἀλλὰ καὶ τῷ τέγγειν ὑγρότητι γλυκείᾳ.
καταμαθεῖν οὖν ἔδοξέ μοι πλατεῖαν ἐπιβαλόντι τὴν χεῖρα τῷ θώρακι τοῦ Πριμιγένους, ὁποία τίς ἐστιν ἡ τῆς θερμασίας ποιότης.
ὡς δὲ δριμεῖα καὶ δακνώδης εὑρέθη παραπλησίως τοῖς κρόμμυα προσενηνεγμένοις δαψιλῆ, πολὺ δὴ μᾶλλον ἔτι τὴν αἰτίαν τοῦ γινομένου καλῶς εὑρῆσθαί μοι πεισθείς, ἐπυθόμην, εἴ τινες ἱδρῶτες αὐτῷ γίνοιντο χωρὶς τοῦ λουτροῦ, καὶ φάντος μὴ γίνεσθαι, βεβαιοτέραν γνῶσιν ἐπείσθην ἔχειν τῆς διαθέσεως αὐτοῦ.
καὶ μὴν δὴ καὶ ἄλλους τινὰς εἶδον, ὁμοίως μὲν ἐκείνῳ δακνῶδες ἔχοντας τὸ θερμόν, οὐ μὴν ἐπ’ ἀλουσίᾳ γε μιᾷ πυρέττοντας, ἐπειδὴ δι’ ἱδρώτων αὐτοῖς ἐκενοῦτο τὸ περίττωμα.
τῷ Πριμιγένει δὲ πρὸς τῇ φυσικῇ κατασκευῇ καὶ ὁ τρόπος τῆς διαίτης [367] αἴτιος ἦν τοῦ πυρέττειν ἐπ’ ἀλουσίᾳ μιᾷ, διατρίβοντι τὸ πλεῖστον τῆς ἡμέρας ἐπὶ τῆς οἰκίας, ἐν ᾗ γράφων ἢ ἀναγινώσκων διετέλει διὰ τὸ προσκεῖσθαι θεωρίᾳ Περιπατητικῇ, καθ’ ἣν οὐδενὸς ἦν δεύτερος τῶν κατ’ αὐτόν.
ἴσμεν δ’, ὅτι καὶ τοῖς μὴ κατὰ φύσιν τοιοῦτον γεννῶσι περίττωμα φιλοπονία καὶ φροντὶς αἴτιαι γίνονται τῆς γενέσεως αὐτοῦ.
διόπερ ἕτερον ἄνθρωπον ὁμοίως ἐκείνῳ τὴν θερμασίαν ἔχοντα δακνώδη συνέβαινε μὴ πυρέττειν αὐτίκα μετὰ μίαν ἡμέραν ἀλουσίας, ἐπειδὴ μήτε φροντιστὴς ἦν αἵ τε πράξεις αὐτῷ κατὰ τὴν πόλιν ἐγίνοντο περιπατοῦντι πολλὰ καὶ ὠνουμένῳ καὶ πιπράσκοντι καὶ μαχομένῳ πολλάκις, ἐν οἷς ἱδροῦν ἠναγκάζετο· καὶ διὰ τοῦτο ἕτερόν τινα τῶν νοσούντων καθ’ ἕκαστον θέρος ὀξὺ καὶ χολῶδες νόσημα παμπόλλων ἐτῶν ἤδη τελέως ἄνοσον ἐφύλαξα γυμνάζεσθαι κωλύσας· θερμὸς γὰρ ὢν καὶ ξηρὸς τὴν κρᾶσιν ὁμοίως τῷ Πριμιγένει γυμνασίοις τε συντόνοις ἐχρῆτο καὶ ἡλίῳ καὶ κόνει.
συνέβαινεν οὖν αὐτῷ, τὴν μὲν θερμασίαν ἀμετρότερον αὐξάνεσθαι, πυκνοῦσθαι δὲ τὸ δέρμα καὶ δυσδιάπνευστον γίνεσθαι· [368] συνελθόντων δὲ εἰς ταὐτὸν ἀμφοτέρων, ἕτοιμον ἤδη πυρέξαι τῷ ταῦτα πάσχοντι σώματι.
ὅπερ οὖν κατὰ τὴν ἰατρικὴν τέχνην ἅπασαν εἴωθα λέγειν ἀεί, τοῦτο καὶ νῦν ἐρῶ· τάχιστα μὲν οὖν ὁ λογισμὸς εὑρίσκει τὰ ζητούμενα, βεβαιοῖ δὲ τὴν πίστιν αὐτῶν ἡ πεῖρα.
καίτοι γε θαυμασιώτερον, Ἱπποκράτους εἰρηκότος, ὡς ἐν τῷ θερμῷ φύσει ἄμεινον ἀργεῖν ἐστιν ἢ γυμνάζεσθαι, παμπόλλους τῶν ἰατρῶν ἔστιν ἰδεῖν μὴ διαγινώσκοντας, οἵτινές πότ’ εἰσιν οἱ τοιοῦτοι τῶν ἀνθρώπων, ἀλλ’ ἑξῆς ἅπασι γυμνάσια προστάττοντας, ὥσπερ αὖ πάλιν ἄλλους οὐκ ὀλίγους ἰατροὺς οὐδὲν ἐκ γυμνασίων πλέον εἰς ὑγείαν ἡγουμένους γίνεσθαι, καὶ πρὸς τούτοις γε τρίτους ἄλλους τοῖς μὲν εἰθισμένοις γυμνάζεσθαι συγχωροῦντας, εἴργοντας δὲ τοὺς ἀήθεις ἀπὸ τῶν γυμνασίων.
ἅπαντες μὲν οὖν ἁμαρτάνουσιν, ἀλλ’ οἱ τρίτοι ῥηθέντες ἧττον.
οἱ πλείους γὰρ τῶν ἐθιζόντων ὁτιοῦν ἔθος οἰκεῖον αἱροῦνται τῇ φύσει διὰ τὸ βλαπτομένους πολλάκις ὑπὸ τῶν οὐκ οἰκείων ἀφίστασθαι.
τινὲς [369] δ’ ἤτοι νικηθέντες ὑφ’ ἡδονῆς ‹ἢ› δι’ ὑπερβάλλουσαν ἄνοιαν οὐκ αἰσθανόμενοι τῶν τῆς βλάβης αἰτιῶν ἐμμένουσι τοῖς κακοῖς ἔθεσιν.
ἀλλ’ οὗτοι μὲν ὀλίγοι, πλείους δέ εἰσιν οἱ μεθιστάμενοι.
διὸ καὶ τοὺς ἰατροὺς ἧττον ἁμαρτάνειν εἰκός ἐστιν, ὅσοι διαφυλάττειν ἀξιοῦσιν ἅπαν ἔθος· ὅσοι μέντοι νομίζουσι μηδὲν διαφέρειν εἰς ὑγείαν ἀγύμναστον ἢ γυμνασθέντα προσαίρεσθαι σιτίον καὶ ὅσοι πάντας ἀξιοῦσι γυμνάζεσθαι, πλείω βλάπτουσι τῶν προειρημένων.
αὐτῶν δὲ τούτων ἀλλήλοις παραβαλλομένων ἧττον βλάπτουσιν οἱ πρὸ τῶν σιτίων ἀεὶ γυμνάζεσθαι ἐθέλοντες.
οἴονται δ’ ἔνιοι καὶ Ἱπποκράτην ‹τοῦτο› παραινεῖν «πόνους σιτίων ἡγεῖσθαι» κατὰ τοὺς Ἀφορισμοὺς εἰρηκότα, μὴ γινώσκοντες, ὡς περὶ τάξεως νῦν ὁ λόγος αὐτῷ ἐστι γυμνασίων καὶ σιτίων, οὐ τοῦτο λέγοντι, ὡς ἐπὶ πάντων ἀνθρώπων ἄμφω χρήσιμ’ ἐστίν, ἀλλ’ ὡς, ἐφ’ ὧν συμφέρει γυμνάσια, προηγεῖσθαι χρὴ τῶν σιτίων.
ὅτι δ’ οὐ πᾶσι συμφέρει, διά τε τῶν Ἐπιδημιῶν ἐδήλωσε σαφῶς, τὰς θερμὰς φύσεις ἀξιῶν «ἐλιννύειν», ἔν τε τοῖς Ἀφορισμοῖς δυνάμει διὰ τοῦ δηλῶσαι [370] καθόλου τὸ «τὰ ἐναντία τῶν ἐναντίων ἰάματα» ὑπάρχειν.
δύναται δέ ποτε καὶ διαφωνίας γενέσθαι φαντασία κατὰ τὰ τοιαῦτα παραγγέλματα, τινῶν μὲν ἅπασαν κίνησιν σύμμετρον τῷ κινουμένῳ σώματι γυμνάσιον ὀνομαζόντων, ἐνίων δὲ τὴν σφοδροτέραν μόνην.
ὥστε κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἅπαντας ἀνθρώπους δεῖσθαι γυμνασίων, καὶ τοῦτο εὔδηλον παντί· κατὰ δὲ τὸ δεύτερον οὐκ ἀληθές.
τῶν γὰρ ἐν ταῖς εἱρκταῖς ὑγιαινόντων οὐκ ὀρθῶς μοι δοκοῦσιν ἔνιοι μεμνῆσθαι· διαφθείρονται γὰρ οὗτοι πάντες ἐν τῷ χρόνῳ, κωλυόμενοι παντάπασιν γυμνάζεσθαι· τὸ δὲ πρὸς ὀλίγας ἡμέρας ἀντέχειν αὐτοὺς τῇ νοσώδει διαίτῃ θαυμαστὸν οὐδέν.
εἴπερ οὖν ἅπασα κίνησις ὑπὸ τὴν τοῦ γυμνασίου προσηγορίαν ἄγοιτο, κἂν ὁ περιπατήσας καὶ ὁ τριψάμενος καὶ ὁ λουσάμενος γεγυμνάσθαι λέγοιτο, ἐὰν συμμέτρως κινηθῇ τῇ παρούσῃ τοῦ σώματος καταστάσει· ἐὰν δὲ καὶ τούτων εἴρξῃς τινά, νοσήσει πάντως.
ὁρῶμεν γὰρ νῦν εἰργομένους οὐ μόνον νοσοῦντας, ἀλλὰ καὶ ἀποθνῄσκοντας ἐν ταῖς εἱρκταῖς, ἐπειδὰν κατακλεισθῶσι πλείονα χρόνον.
[371] εἰ δὲ τὰς σφοδρὰς κινήσεις μόνας ὀνομάζοι τις γυμνάσια, γένοιτ’ ἂν οὕτως ἀληθὲς τὸ μὴ δεῖσθαι πάντας ἀνθρώπους γυμνασίων.
εὐθέως μέντοι ὁ Πριμιγένης ἐκεῖνος οὐδεμιᾶς μὲν ἐδεῖτο βιαίας κινήσεως, οὐκ ὀλίγον δὲ πρὸ τοῦ λουτροῦ περιεπάτει κατὰ τὰς πρὸ τοῦ βαλανείου στοάς.
ἀλλὰ καὶ τὸ τρίψασθαι μετ’ ἐλαίου καὶ τὸ μετὰ τὸ λουτρὸν ἀπομάξασθαι τὸ ὕδωρ αὐτάρκεις εἰσὶ κινήσεις ἀνδρὶ τοιαύτης κράσεως.
ὁ δὲ καὶ πρὸ τοῦ δείπνου περιεπάτει τε καὶ διελέγετο τοῖς ἑταίροις, ὥσπερ οὖν καὶ κατὰ τὴν οἰκίαν ἕωθεν.
οὔκουν ἐστί τις ὑπὸ παντελοῦς ἀργίας ὀνινάμενος.
ἀλλ’ ὅταν «ἐλιννύειν» ταῖς θερμαῖς φύσεσιν ὁ Ἱπποκράτης συμβουλεύῃ, τῶν σφοδρῶν κινήσεων ἀπέχεσθαι κελεύει.
κἀγὼ πολλοὺς ὤνησα νοσοῦντας οὐκ ὀλίγον ἐν ἀρχῇ φθινοπώρου διὰ τὰς ἐπιτηδευομένας αὐτοῖς κινήσεις ἐν ὅλῳ τῷ θέρει· κωλύσας τοῦτο πράττειν ὑγιαίνοντας ἀπέφηνα· καθάπερ ἄλλους εἶρξα τοῦ γυμνάζεσθαι σφοδρῶς, ἑτέρους δ’ ἔμπαλιν ἐξ ἀργίας εἰς γυμνάσια καταστήσας ἀνόσους διεφύλαξα, νοσοῦντας ἔμπροσθεν οὐκ [372] ὀλιγάκις.
εἰσὶ δ’ οὗτοι ψυχρότεροι τῶν εὐκράτων τε καὶ συμμέτρων, ἐναντίως διακείμενοι τοῖς θερμοτέροις καὶ ξηροτέροις.
εἴρηται δὲ οὐ μόνον ἐν τῇ Περὶ κράσεων πραγματείᾳ τὰ γνωρίσματα τῶν κράσεων, ἀλλὰ κἀν τῇ Τέχνῃ τῇ ἰατρικῇ· τοῦτο γάρ ἐστι τὸ ἐπίγραμμα τῶν ἡμετέρων βιβλίων ἑνί.
θαυμάσαι δ’ ἔστι τῶν ἰατρῶν, ὅσοι μηδὲ τὰ διὰ τῶν αἰσθήσεων ἐναργῶς φαινόμενα γινώσκουσι.
τίς γὰρ οὐχ ὁρᾷ τὴν διαφορὰν τῶν ἀνθρώπων ἐπὶ πλεῖστον ἐκτεταμένην, ὥσθ’ ὑπὸ τῶν αὐτῶν ἐπιτηδευμάτων καὶ σιτίων ἐνίους μὲν ὠφελεῖσθαι, βλάπτεσθαι δ’ ἑτέρους, ὥσπερ γε κἀν ταῖς νόσοισ; ὥσθ’, ὅτι μὲν οὐ χρῄζουσι τῶν αὐτῶν ἅπαντες, ἐναργῶς φαινόμενον ἐχρῆν αὐτοὺς εἰδέναι, γράφοντες δὲ συγγράμματα διορίσασθαί τε καὶ διδάξαι, τίνες ὑπὸ τίνων ὠφελοῦνται καὶ βλάπτονται.
τίς οὖν ἡ αἰτία τοῦ παραλείπεσθαι τοὺς διορισμοὺς αὐτοῖς, καίτοι γ’ ὑφ’ Ἱπποκράτους εἰρημένουσ; ἡ ἐπίτριπτος ἐπιθυμία τοῦ δόξαν ἔχειν ἐν ἀνθρώποις αἱρεσιάρχας ὀνομασθέντας.
διὰ [373] ταῦτα μὲν οὖν ἐκεῖνοι μὲν ἐπεχείρησαν οὐ τοῖς ἐναργῶς φαινομένοις ἀκολουθεῖν, ἀλλὰ ταῖς δόξαις αἷς ὑπέθεντο.
τῶν δὲ εἰς αὐτοὺς ἐκπεσόντων νεωτέρων ἐπείσθησαν οἱ πλεῖστοι τῷ μήτ’ ἄλλο τι μεμαθηκέναι βέλτιον ἀμαθεῖς τε εἶναι καὶ ἀγυμνάστους παντάπασιν ἀποδείξεων· ὡς, εἴ γ’ ἕποιτό τις ἀποδείξει, ῥᾷστα διακρινεῖ τῶν τ’ ἀληθῶν δογμάτων τὰ ψευδῆ τῶν τε μετὰ διορισμοῦ γεγραμμένων τὰ μὴ τοιαῦτα καταγνώσεταί τε πάντων ἀτεχνίας, ὅσοι χωρὶς διορισμῶν ἔγραψάν τι.
Πρόσχες οὖν μοι τὸν νοῦν ἄνωθεν ἐπερχομένῳ διὰ βραχέων, ὁποίους εἶναι χρὴ τοὺς διορισμούς.
ὅσοις μὲν φύσει τὸ θερμὸν δακνῶδές ἐστιν, ὡς καπνώδη γεννᾶν περιττώματα, τούτοις λουτρὰ χρήσιμα καὶ κινήσεις βραχεῖαί τε καὶ νωθραί, πολλαὶ δὲ καὶ ὀξεῖαι βλαβερώτεραι.
τούτοις οὖν οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς λούεσθαι τῆς ἡμέρας συμφέρει, καὶ μάλιστα θέρους, ἐσθίειν τε τροφὰς εὐχύμους, μηδὲν ἐχούσας δριμύ· πολέμιον δ’ αὐτοῖς καὶ τὸ ἡλιοῦσθαι καὶ τὸ θυμοῦσθαι καὶ τὸ φροντίζειν πολλά.
ταῖς δ’ ἐναντίαις ἢ κατὰ τούσδε φύσεσι (εἰσὶ δ’ [374] οὗτοι ψυχροὶ καὶ ὑγροὶ τὴν κρᾶσιν) ἰσχυροτέρων τε κινήσεων χρεία καὶ διαίτης πλέον ἐχούσης τὸ λεπτόν· εἴρηται δ’, ἥτις ἐστὶν ἡ τοιαύτη, δι’ ἑνὸς ὑπομνήματος· οὐ μὴν οὐδ’ ἐν ἡλίῳ γυμναζόμενοι βλάπτονται, καθάπερ οὐδ’ ἀλουτοῦντες.
μεγίστη μὲν οὖν διαφορὰ ταῖς εἰρημέναις ἐστὶ φύσεσι πρὸς ἀλλήλας· ἐναντιωτάτη γὰρ ἡ ὑγρὰ καὶ ψυχρὰ κρᾶσις τῇ θερμῇ καὶ ξηρᾷ· μεγίστη δὲ τῇ θερμῇ καὶ ὑγρᾷ πρὸς τὴν ψυχρὰν καὶ ξηράν.
ἔστι δὲ ἡ μὲν ψυχρὰ καὶ ξηρὰ τῇ τῶν γερόντων ὁμοία· διὸ καὶ ταχέως γηρᾷ τὰ τοιαῦτα σώματα, καὶ λέλεκται περὶ αὐτῶν αὐτάρκως ἔμπροσθεν.
ἡ δ’ ὑγρὰ καὶ θερμὴ τοῖς ῥευματικοῖς εὐάλωτος πάθεσι.
τό γε μὴν κοινὸν ἐπὶ πασῶν τῶν δυσκράτων φύσεων ἄμεινόν ἐστι κἀπὶ τῆσδε πράττειν.
ἔστι δὲ τοῦτο κολάζειν μὲν αὐτὴν διὰ τῶν ἐναντίων ἐπὶ πολλῇ σχολῇ, φυλάττειν δὲ διὰ τῶν ὁμοίων, ἐπειδὰν ὑπὸ πλειόνων ἀσχολιῶν εἴργηταί τις ἑαυτῷ σχολάζειν.
περί γε μὴν τῶν ἐν τοῖς τοιούτοις σώμασιν γυμνασίων ὧδ’ ἔχει· πλεῖον μὲν χρὴ [375] πονεῖν διὰ τὴν ὑγρότητα τῶν σωμάτων, σύντονα δ’ οὐ χρὴ διὰ τὴν θερμότητα.
προσέχειν δ’ ἀκριβῶς, ὅταν ἐξ ἀργοτέρας διαίτης εἰς τὰ γυμνάσια μεταβάλλωσι· παραχρῆμα γὰρ ἁλίσκονται ῥευματικοῖς νοσήμασιν, εἰ μὴ προκενωθέντες ἅπτονται τῶν γυμνασίων.
ὅσον γὰρ ἂν ἐν τῷ σώματι συνεστὸς ᾖ καὶ παχὺ κατὰ τοὺς χυμοὺς ἢ καὶ μετρίως ψυχρόν, αὐτίκα τοῦτο πνευματοῦταί τε καὶ χεῖται.
ταῦτ’ ἄρα καὶ κατὰ τὸ ἔαρ αἱ τοιαῦται φύσεις μάλιστα τοῖς ὑπὸ πλήθους γινομένοις ἁλίσκονται νοσήμασι, συνάγχαις κυνάγχαις κατάρροις αἱμορροΐσιν αἱμορραγίαις αἵματος πτύσεσι ποδάγραις ἀρθρίτισιν ὀφθαλμίαις περιπνευμονίαις πλευρίτισι τοῖς τ’ ἄλλοις ἅπασιν, ὧν τὸ γένος ἐστὶ φλεγμονή.
διὸ καὶ φθάνειν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος αἵματος ἀφαιρεῖν αὐτῶν ἢ φλέβα τέμνοντα ἢ ἀποσχάζοντα τὰ σφυρά.
μὴ βουλομένων δ’ οὕτως κενοῦσθαι, καθαρτέον ἐστὶ φαρμάκῳ ποικίλῳ, δυναμένῳ καὶ ξανθὴν χολὴν ἕλκειν καὶ φλέγμα καὶ τῶν ὀρρωδῶν τι περιττωμάτων.
ἃ δ’ ἐπὶ τῶν γυμνασίων εἴρηται, ταῦτα κἀπὶ τῶν βαλανείων [376] εἰρῆσθαι χρὴ δοκεῖν.
καὶ γὰρ καὶ ταῦτα σφαλερά, πρὶν κενωθῆναι, κενωθεῖσι δὲ ὠφέλιμα, καὶ μάλισθ’ ὅσων λουτρῶν οὐκ ἔστι πότιμον ὕδωρ, ἀλλ’ ἔχει τινὰ διαφορητικὴν δύναμιν.
ὅ γε μὴν οἶνος ὅτι μὲν ὠφελιμώτατός ἐστι ταῖς ξηραῖς καὶ ψυχραῖς φύσεσιν, εἴρηται πρόσθεν.
εἰ δὲ ταῖς θερμαῖς ἁπάσαις οὐκ οἰκεῖος, ἀλλ’ ἄμεινον ἐπ’ αὐτῶν ἐστιν «ὕδωρ ποτόν», ὡς ἐν ταῖς Ἐπιδημίαις γέγραπται, σκεπτέον ἐφεξῆς.
ἴσως γάρ τινι δόξει παντάπασιν ἄτοπον εἶναι, νεανίσκον ἤτοι στρατιωτικὸν ἢ ἀθλητικὸν ἤ τινα τῶν σκαπτόντων ἢ θεριζόντων ἢ ἀροτριώντων ἢ ὅλως ὁτιοῦν ἔργον ἰσχυρὸν ἐργαζομένων ἐφ’ ὕδατος μόνου διαιτᾶσθαι, καὶ ταύτῃ σφάλλεσθαι τὸν Ἱπποκράτην περὶ τῶν θερμῶν κράσεων ἁπλῶς ἀποφηνάμενον, ὡς ὑδροποσίας δεομένων.
ἐμοὶ δ’ οὐχ ἁπλῶς Ἱπποκράτης εἰρηκέναι δοκεῖ τοῦτο, ἀλλὰ περὶ τῆς ἄκρως θερμῆς φύσεως κατὰ δυσκρασίαν δηλονότι τοιαύτης οὔσης, οὐ τῷ πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμόν, ὅπερ αὐξάνεσθαί φησιν ἐν τῷ τῶν ἀθλητῶν ἐπιτηδεύματι.
[377] ἀλλ’ ὅ γε δύσκρατος θερμὸς οὔτ’ ἀθλητὴς οὔτε στρατιώτης οὔτε τῶν κατὰ γεωργίαν ἢ πολιτείαν ἔργων ἀγαθὸς ἄν ποτε γένοιτο ἐργάτης· ἰσχυρῶν γάρ ἐστιν ἀνδρῶν τὰ τοιαῦτα ἐπιτηδεύματα· τοιοῦτοι δ’ οὐκ ἂν εἶεν ἄνευ τοῦ συμμέτρως κεκρᾶσθαι· συμμέτρως δ’ αὐτῶν κεκραμένων, πλεῖστον ἂν εἴη τὸ ἔμφυτον θερμόν.
τῇ μὲν οὖν τοιαύτῃ φύσει σύμμετρον δηλονότι δοτέον ἐστὶ τὸν οἶνον, ὥσπερ καὶ αὐτὴ σύμμετρός ἐστι, καὶ μέχρι τοσούτου γε σύμμετρον, ἄχριπερ ἂν ᾖ σύμμετρος.
ἀνάγκη γάρ ἐστι καὶ ταύτῃ, οὐκ ἐν γήρᾳ μόνον, ἀλλὰ καὶ τῷ τῆς παρακμῆς χρόνῳ τῆς συμμέτρου γενέσθαι ψυχροτέρᾳ.
ἥτις δ’ ἄν, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, θερμοτάτη κρᾶσις ᾖ, ταύτῃ συμφέρει μηδ’ ὅλως οἶνον διδόναι.
τριῶν δ’ οὐσῶν κατὰ γένος διαφορῶν τῆς θερμῆς κράσεως, μιᾶς μέν, καθ’ ἣν ἡ ἑτέρα τῶν ἀντιθέσεων, ἡ κατὰ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, εὔκρατός ἐστι, δευτέρας δέ, ᾗ σύνεστιν ἀμετροτέρα τοῦ συμμέτρου ξηρότης, καὶ τρίτης, καθ’ ἣν ἅμα τῷ θερμῷ πλεονάζει τὸ ὑγρόν, ἐν ᾗ μὲν ἡ ἑτέρα τῶν ἀντιθέσεων εὔκρατός ἐστιν, οὐκ ἂν γένοιτό [378] ποτε ἄκρως ἄμετρον, ἐπειδὴ τῷ τοιούτῳ ξηρότης ἐπιγίνεται διὰ ταχέων, αὕτη δὲ οὐχ ὑπόκειται ξηρά· ἐν ᾗ δὲ ἐστὶ καὶ ξηρότης ἅμα τῇ θερμότητι, δυνατὸν ἐν αὐτῇ γενέσθαι τὴν παρὰ φύσιν θερμότητα πλείστην, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, μέχρι πλείονος χρόνου, πλείστην δὲ ἐν ὀλίγῳ χρόνῳ, καὶ τὴν μεθ’ ὑγρότητος ἄκρως ἄμετρον θερμασίαν, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, δυνατὸν γενέσθαι.
τῇ μὲν οὖν πρώτως ῥηθείσῃ τοσοῦτον ἐπιτρέψομεν ὑδατώδους οἴνου προσφέρειν, ὅσον ἀποκεχώρηκε τῆς ἄκρας δυσκρασίας· τῶν δ’ ἄλλων οὐδετέρᾳ συγχωρήσομεν, ἄκρᾳ γε οὔσῃ, καθότι δέδεικται.
ταῖς γὰρ μὴ τοιαύταις δυσκρασίαις οἶνον δώσομεν ὀλίγον καὶ ὑδατώδη· τοιοῦτος δ’ ἐστὶν ὁ λευκὸς μὲν τὴν χροιάν, λεπτὸς δὲ τὴν σύστασιν· καθάπερ γε καὶ ταῖς ψυχραῖς δυσκρασίαις τοὺς θερμοτέρους τῶν οἴνων προσοίσομεν.
ὁ μὲν οὖν ἄκρως θερμὸς οἶνος ταῖς ἄκρως ψυχραῖς δυσκρασίαις σύμφορος, ἐπὶ δὲ τῶν ἄλλων ὁ ἀνάλογος.
οὐ γὰρ μόνον ἁπλῶς χρὴ μεμνῆσθαι [379] τοῦ «τὰ ἐναντία τῶν ἐναντίων ἰάματα» ὑπάρχειν, ἀλλὰ καὶ τοῦ καθ’ ἑκάστην ἐναντίωσιν ποσοῦ.
καθάπερ οὖν ἐπὶ τῶν φαρμάκων ἐδείξαμεν, ὡς οὐ μόνον χρὴ σκοπεῖν, εἰ θερμὸν ἢ ψυχρόν ἐστιν, ἀλλὰ καὶ τίνος ἐξ αὐτῶν τάξεως, οὕτω κἀπὶ τῶν οἴνων ποιητέον, οὐ τὸν ὑδατώδη μόνον ἢ τὸν θερμὸν αἱρουμένους, ἀλλὰ καὶ τὸν τὴν ἀναλογίαν ἔχοντα οἰκείαν τῆς ἑαυτοῦ θερμότητος ἢ ψυχρότητος ὡς πρὸς τὸ τῆς δυσκρασίας εἶδος.
ταῦτα δὲ περὶ τῶν τὴν μέσην ἐχόντων ἡλικίαν τοῦ γήρως εἴρηται, γινωσκόντων ἡμῶν τὸ μὲν πρῶτον αὐτοῦ μέρος, ὃ ‹τὸ› τῶν ὠμογερόντων ὀνομάζουσι, δυναμένων ἔτι τὰ πολιτικὰ πράττειν, τὸ δὲ δεύτερον, ἐφ’ οὗ σύμφορον τὸ ὄνομα φέρουσιν, αὐτὸ τοῦτο εἶναι, καθ’ οὗ λέγουσιν
ἐπὴν λούσαιτο φάγοι τε,
εὑδέμεναι μαλακῶς·
οὐ μὴν ἐπί γε τῆς τρίτης, ἐν ᾗ τὸν γραμματικὸν ἔφην Τήλεφον ὄντα ἐν τῷ μηνὶ δὶς ἢ τρὶς λούεσθαι· διὰ γὰρ τὴν ἀρρωστίαν τῆς δυνάμεως οὐ φέρουσιν οὗτοι τὰ συνεχῆ λουτρά.
πρόσεστι δ’ αὐτοῖς τὸ μηδ’ [380] ἀθροίζειν δακνώδη περιττώματα διὰ τὴν ψύξιν τῆς ἕξεως.
ὀνομάζουσι δὲ τὸν κατὰ τὴν ἡλικίαν ταύτην πέμπελον, ὡς οἱ ταῖς ἐτυμολογίαις χαίροντές φασι, παρὰ τὸ ἐκπέμπεσθαι τὴν εἰς Ἅιδου πομπήν.
[381] Ἑτέρας ὑποθέσεως ὑγιεινῶν διαιτημάτων ἀρχὴν ἐν τῷδε ποιούμενος ἀναμνῆσαι δέομαι τὰ κεφάλαια τῶν ἔμπροσθεν εἰρημένων, ἀναγκαῖα τοῖς λεχθησομένοις ὄντα.
πρῶτον μὲν οὖν ἐρρέθη, τί ποτ’ ἐστὶν ὑγεία· δεύτερον δὲ ἐπ’ αὐτῷ, καθόλου τίς ὑπογραφή· τρίτον δέ, πῶς ἂν φυλάττοιτο· καὶ πρὸς τούτοις, ‹εἰ›, διότι μεταβάλλει διαπαντὸς τὰ τῶν ζῴων σώματα, κατὰ τοῦτο ἀναγκαῖον εἴη καὶ τὴν ὑγείαν αὐτῶν κινδυνεύουσαν φθαρῆναι τῆς ἐξ ἡμῶν ἐπικουρίας δεῖσθαι πρὸ τοῦ μεγάλην [382] γενέσθαι μεταβολήν, ὡς νοσεῖν ἤδη σαφῶς.
ἐπικουρία δ’ ἐστὶν ἐξ ἐδεσμάτων τε καὶ πομάτων ἀναπληρούντων ὅσον ἀπερρύη τῆς τοῦ σώματος οὐσίας.
ἑτέρα δ’ ἀβοήθητος ἐδείχθη μεταβολὴ κατὰ τὸν τῶν ἡλικιῶν λόγον γινομένη, ξηραινομένου τοῦ παντὸς ζῴου μετὰ τὴν πρώτην γένεσιν ἄχρι τῆς τελευτῆς ἐν τῷ μεταξὺ χρόνῳ παντί.
τοὺς δ’ ἀγνοοῦντας τὴν ὑγιεινὴν δίαιταν εἰκός ἐστι θᾶττον ἢ κατὰ τὸν τῆς φύσεως λόγον ἀποθνῄσκειν.
ἐπεὶ δ’, ὡς ἔφην, ἀναγκαῖον μέν ἐστι τρέφεσθαι ζῷον ἅπαν γεννητόν, ἡ δ’ οὐσία τῶν ἐδεσμάτων οὔκ ἐστιν ὅλη τρόφιμος, καὶ διὰ τοῦτο [τὸ] περιττὸν αὐτῆς ὑπολείπεταί τι μοχθηρόν, ὃ καλοῦσιν ἰδίως «περίττωμα», παρεσκευάσθη τῇ φύσει μόρια τοῦ σώματος εἰς τὴν διάκρισίν τε καὶ κένωσιν αὐτοῦ.
πολλῆς δὲ οὔσης ἐν τῇ τῶν σωμάτων φύσει διαφορᾶς, εὔλογόν ἐστι καὶ τὴν ἑκάστου πρόνοιαν ὑγιεινὴν ἰδίαν ὑπάρχειν ἑκάστῳ.
πρῶτον οὖν ὑποθέμενοι τῷ λόγῳ τὸν ἄριστα κατεσκευασμένον ἄνθρωπον, ὅπως ἄν τις τοῦτον [383] ὑγιαίνοντα διαφυλάττοι, διελθεῖν προὐθέμεθα.
πολλῶν δ’ αἰτίων κατὰ πολλοὺς τρόπους διακοπτόντων τὴν ὑγιεινὴν ἀγωγὴν ὑπεθέμεθα τὸν ἄριστα κατεσκευασμένον ἑαυτῷ σχολάζειν ἐλεύθερον ὄντα πολιτικῆς ἀσχολίας ἁπάσης.
καὶ τοῦτον ὅπως ἄν τις ἀπὸ πρώτης ἡλικίας ἄχρι γήρως ἐσχάτου φυλάξειεν ὑγιαίνοντα διελθόντες ἐν τοῖς πρώτοις ὑπομνήμασι πέντε μεταβησόμεθα νῦν ἐπί τε τοὺς κατὰ περίστασίν τινα πραγμάτων ἀδυνατοῦντας ἐν τοῖς προσήκουσι καιροῖς ἐσθίειν τε καὶ πίνειν καὶ γυμνάζεσθαι καὶ τοὺς εὐθὺς ἐξ ἀρχῆς νοσώδη κατασκευὴν σώματος ἔχοντας.
συντομώτερος δὲ τοῦ πρόσθεν ὁ περὶ τούτων ἐστὶ λόγος, καίτοι γ’, ὅσον ἐφ’ ἑαυτῷ, μακρότερος ὢν διὰ τὸ προειρῆσθαι τῶν πλείστων ὑλῶν τὰς δυνάμεις, αἷς εἰς τὴν ὑγιεινὴν πρόνοιαν χρώμεθα.
διά τε γὰρ τρίψεων καὶ λουτρῶν καὶ γυμνασίων ἐδεσμάτων τε καὶ πομάτων θάλψεών τε καὶ ψύξεων ἀφροδισίων τε χρήσεως καὶ ἀποχῆς, εἴ τί τε τοιοῦτόν ἐστιν ἄλλο, τὰς μεταβολὰς τοῦ σώματος ὁρῶμεν γινομένας, ὧν, ὡς ἔφην, εἴρηνται πρόσθεν αἱ δυνάμεις.
[384] Αἱ μοχθηραὶ δὲ τῶν σωμάτων κατασκευαὶ διτταὶ κατὰ γένος εἰσίν· ἔνιαι μὲν γὰρ αὐτῶν ὁμαλῶς, ἔνιαι δὲ ἀνωμάλως ἔχουσι κεκραμένα τὰ στοιχειώδη τε καὶ πρῶτα τοῦ σώματος μόρια, καλούμενα δ’ ὑπ’ Ἀριστοτέλους «ὁμοιομερῆ».
λέγω δ’ ὁμαλῶς μέν, ὅταν ἐπί τινα δυσκρασίαν ἐκτραπῇ πάντα ὁμοίως τὰ τοῦ σώματος μόρια, ψυχρότερα τοῦ προσήκοντος ἢ θερμότερα γινόμενα ἢ ξηρότερα ἢ ὑγρότερα καὶ κατὰ συζυγίαν δὲ ἢ ψυχρότερα καὶ ὑγρότερα ἢ θερμότερα καὶ ξηρότερα ἢ θερμότερα καὶ ὑγρότερα ἢ ψυχρότερα καὶ ξηρότερα· ἀνωμάλως δέ, ὅταν μὴ πάντως συνεκτραπῇ, ἀλλὰ τινὰ μὲν ᾖ θερμότερα, τινὰ δὲ ψυχρότερα ἢ τὰ μὲν ξηρότερα, τὰ δὲ ὑγρότερα καὶ μὲν δὴ καὶ κατὰ συζυγίαν τινὰ μὲν ὑγρότερα καὶ ψυχρότερα, τινὰ δὲ ξηρότερα καὶ θερμότερα γινόμενα καὶ τινὰ μὲν ὑγρότερα καὶ θερμότερα, τινὰ δὲ ψυχρότερα καὶ ξηρότερα.
καὶ μέντοι καὶ κατὰ τὴν τῶν ὀργανικῶν μορίων σύνθεσιν ἔνια μὲν ὁμαλῶς, ἔνια δὲ ἀνωμάλως σύγκειται.
πρῶτον μὲν οὖν ἐρῶ καὶ νῦν, ὁποῖαι κατασκευαὶ σωμάτων εἰσὶν αἱ νοσωδέσταται, καθάπερ ἔμπροσθεν ἐδήλωσα τὴν ὑγιεινήν.
ἀλλ’ αὕτη μὲν μία· τὸ γὰρ ἄριστον ἐν παντὶ γένει πράγματος ἕν ἐστι, τὰ μοχθηρὰ δὲ δηλονότι πάμπολλα.
διττὴ δ’ ἐν αὐτοῖς ἐστιν ἡ γενικὴ διαφορά, καθάπερ ἀρτίως εἶπον, ἐνίων μὲν ἐν ὁμοίᾳ δυσκρασίᾳ πάντ’ [385] ἐχόντων τὰ μόρια, τινῶν δ’ ἐν διαφερούσῃ.
τῶν μὲν οὖν ὁμοίαν ἐχόντων δυσκρασίαν εὔδηλον ὡς χείριστά ἐστι τὰ σφοδρὰς ἔχοντα ταύτας καὶ μάλιστα τὰς ψυχρὰς ἅμα καὶ ξηράς· τῶν δ’ ἀνωμάλους ἐχόντων κατασκευὰς σωμάτων οὐδ’ ἀριθμῆσαι ῥᾴδιόν ἐστι τὰς ἐπαλλάξεις.
ἀλλὰ κἀκεῖνα δ’ ὑπαλλάξειεν ἄν τις διττοῖς εἴδεσιν ἢ γένεσιν ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι.
νοσωδέστατα μὲν γὰρ αὐτῶν ἐστιν, ὅσα ταῖς ἐναντίαις κράσεσι τὰ κυριώτατα τῶν μορίων ἔχει πλεονεκτούμενα, μετριώτερα δ’, ἐν οἷς οὕτω διάκειται τὰ μὴ κύρια.
τεθέαμαι γάρ τινας ἤδη ἔχοντας κοιλίαν μὲν ψυχράν, κεφαλὴν δὲ θερμήν, ὥσπερ ἐνίους ἔμπαλιν ἐπὶ κεφαλῇ ψυχρᾷ θερμὴν κοιλίαν.
ἐθεασάμην δὲ καὶ κατὰ συμβεβηκὸς οὐ πρώτως οὐδὲ κατὰ τὸν ἴδιον λόγον τῆς κράσεως ἐκχολουμένην γαστέρα συνεχῶς οὐκ οὖσαν φύσει θερμήν, ὥσπερ γε καὶ ψυχομένην ἑτέραν καίτοι οὐκ οὖσαν ψυχράν· οὕτω δὲ καὶ κεφαλὴν ἧπάρ τε καὶ σπλῆνα καὶ ἄλλο μόριον ἀπολαῦον ἐνίοτε τῆς ἑτέρας [386] δυσκρασίας ἤτοι μηθὲν αὐτὸ φύσει βεβλαμμένον εἰς τὴν προσήκουσαν κρᾶσιν ἢ διακείμενον ἐναντίως αὐτῇ.
περὶ πρώτων οὖν ὁ λόγος ἔσται μοι τῶν ὁμαλὴν τὴν δυσκρασίαν ἐχόντων, ἀπὸ τῶν θερμοτέρων ἀρξαμένῳ.
λέλεκται δ’ ἐν τοῖς Περὶ κράσεων ἀδύνατον εἶναι διαμένειν ἐπὶ πολὺ δυσκρασίαν τινὰ μίαν.
αὐτὴ γὰρ ἑαυτῇ προσκτᾶταί τινα ἐξ ἀνάγκης ἑτέραν.
διὸ καὶ τοῖς πλείστοις τῶν ἰατρῶν τέτταρες ἔδοξαν εἶναι μόναι δυσκρασίαι σύνθετοι· τήν τε γὰρ θερμὴν ἐξικμάζουσαν ἀεὶ τὰς ὑγρότητας ἐπικτᾶσθαι ξηρότητα, τήν τε ψυχρὰν ἅτε οὐκ ἐκδαπανῶσαν ὑποτρέφειν ὑγρότητα· κατὰ ταὐτὰ δὲ καὶ τὴν ξηρὰν ἐν μὲν τῷ χρόνῳ τῶν αὐξητικῶν ἡλικιῶν ἑαυτοῦ θερμότερον ἀποφαίνειν τὸ ζῷον, ἐν δὲ τῷ τῶν παρακμαστικῶν ἀποξηραίνειν μὲν τὰ στερεὰ μόρια τοῦ σώματος, ἀθροίζειν δὲ περιττωμάτων πλῆθος· ὥσπερ γε καὶ τὴν ὑγράν, ὅταν ἅμα θερμότητι συμμέτρῳ συστῇ, γίνεσθαί ποτε κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις εὔκρατον.
ἀμφοτέρας δ’ ἀντιθέσεις λέγω δηλονότι τὴν κατὰ τὸ θερμὸν [387] καὶ τὸ ψυχρὸν καὶ τὴν κατὰ τὸ ξηρὸν καὶ τὸ ὑγρόν.
ἔσται δ’ εὔκρατος ἡ τοιαύτη κατὰ τὸν τῆς ἀκμῆς καιρόν, οὐχ ἥκιστα δὲ κἀν τῷ κατὰ τὴν παρακμήν, ὡς ἐν ἐκείνῳ πρέπει.
τὴν μὲν γὰρ ἀρίστην κρᾶσιν ἴσχει τὸ σῶμα κατὰ τὴν τῶν μειρακίων ἡλικίαν, αἱ δ’ ἄλλαι πᾶσαι χείρους ταύτης εἰσίν, ὡς ἐδείχθη.
καὶ μέντοι καὶ τοῦτ’ ἀναμεμνήσθω, τῶν εἰρημένων ἕν τι ὂν καὶ αὐτό· διττῶν γὰρ οὐσῶν ἐνεργειῶν κατὰ τὰ ζῷα, τὰς μὲν φυσικὰς ἀρίστας οἱ παῖδες ἔχουσι, τὰς δὲ ψυχικὰς ἡ μετὰ τοὺς παῖδας ἡλικία μέχρι τῆς παρακμαστικῆς.
οὐκ ἔστι δὲ ἐτῶν ἀριθμῷ περιορίσαι ταύτας, καθάπερ ἔνιοι πεποιήκασι, πλὴν ἢ κατὰ τὸ πλάτος.
ἡβάσκειν οὖν ἄρχονταί τινες ἅμα τῷ πληρῶσαι τὸ τεσσαρεσκαιδέκατον ἔτος, ἔνιοι δὲ μετ’ ἐνιαυτὸν ἢ καὶ πλείονα χρόνον, ἀρχήν τε τῆς παρακμῆς ἴσχουσιν ἔνιοι μὲν εὐθέως μετὰ τὸ τριακοστὸν ἔτος, ἔνιοι δὲ μετὰ τὸ πέμπτον καὶ τριακοστόν.
τὴν μὲν οὖν ἰσχὺν ἅπαντες ἄνθρωποι καθαιροῦνται μετὰ τὴν ἀκμαστικὴν ἡλικίαν, οὐ μὴν [388] τήν γε ὑγείαν ἀπολλύουσιν, ἀλλ’ ἧττον μὲν ἐπαινετὴν ἔχουσιν ἢ πρόσθεν, ἔχουσι δ’ οὐ μόνον ἄχρι γήρως ἀρχῆς, ἀλλὰ καὶ κατ’ αὐτὸ τὸ γῆρας ὅλον, ὃ δὴ δοκεῖ τισιν εἶναι νόσημα φυσικόν.
ὁπόταν γὰρ μήτ’ ὀδυνῶνταί τι μήτε τινὰ τῶν ἐνεργειῶν, αἷς εἰς τὰς κατὰ τὸν βίον πράξεις χρώμεθα, τελέως ἀπολέσωσιν ἢ μὴ παντάπασιν ἄρρωστον ἔχωσιν, ὑγιαίνουσιν ὑγείαν οἰκείαν γήρᾳ.
μεμνῆσθαι γὰρ δεῖ που καὶ τῶν περὶ τῆς ὑγείας ἀποδεδειγμένων, ὡς πάμπολυ τὸ πλάτος αὐτῆς ἐστιν.
ἔστι δὲ καὶ τρίτη τις διάθεσις σώματος, ἣν οἱ περὶ τὸν Ἡρόφιλον «οὐδετέραν» ὀνομάζουσι, τοῖς τε ἐκ πυρετῶν χαλεπῶν διασωθεῖσιν ὑπάρχουσα κατ’ αὐτὸν τὸν τῆς ἀναλήψεως χρόνον καὶ τῇ τοῦ γήρως ἡλικίᾳ.
‹καὶ› τὸ μὲν ἔξω νόσου τοῖς γέρουσιν εἶναι πάντως ὑπάρξει, τὸ δὲ τὰς ἐνεργείας ἰσχυρὰς ἔχειν ὁμοίως τοῖς ἀκμάζουσιν οὐχ ὑπάρχει.
ἀλλ’ ἐάν, εἰς ὅσον γέροντι χρεία βλέπειν τε καὶ ἀκούειν καὶ βαδίζειν καὶ τἄλλα πράττειν δύνασθαι, μηδὲν ἐλλίπῃ τὸ σῶμα, καὶ τοῦτ’ ἄν τις εἰκότως ὀνομάζοι γέροντος ὑγείαν, ὅλον τοῦτο λέγων ὑγείαν [389] γέροντος, οὐχ ἁπλῶς ὑγείαν.
ἐκείνη μὲν γὰρ ἄμεμπτός ἐστι διὰ τὴν τῶν ἐνεργειῶν ἀρετήν, μεμπτὴ δ’ ἡ τῶν γερόντων· ἔχουσα γὰρ ἁπάσας τὰς ἐνεργείας οὐδεμίαν ἐρρωμένην ἔχει.
καὶ δὴ καὶ τὸ γηροκομικὸν ὀνομαζόμενον μέρος τῆς ἰατρικῆς σκοπὸν ἔχει τὴν γεροντικὴν ὑγείαν εἰς ὅσον οἷόν τε διαφυλάττειν.
ὅσα δὲ σώματα νοσώδη κατασκευὴν ἔσχηκεν εὐθὺς ἐν τῇ πρώτῃ γενέσει, ταῦτα τὴν ἀρχὴν μὲν οὐδ’ ἀφικνεῖταί ποτε εἰς γῆρας, εἰ δ’ ἀφίκοιτο, πάντως ἕν γέ τι νόσημα χρόνιον ἴσχει.
προὐθέμεθα δ’ ἐν τῷ νῦν λόγῳ περὶ τῶν μοχθηρὰν ἐχόντων κατασκευὴν διελθεῖν σκοποῦντες, ὅπως ἄν τις αὐτὰ φυλάττοι κατὰ τὸ πλεῖστον ὑγιαίνοντα.
Τὴν ἀρχὴν οὖν ἀπὸ τῶν ὁμαλὴν ἐχόντων τὴν δυσκρασίαν ἐν ἅπασι τοῖς μέρεσι τοῦ σώματος ποιησάμενοι λέγωμεν ἤδη περὶ τῆς θερμοτέρας κράσεως, οὐ μὴν ἐν τῇ καθ’ ὑγρότητα καὶ ξηρότητα συμμετρίᾳ μεμπτῆς.
εὐθὺς μὲν οὖν ἀπ’ ἀρχῆς ἡ τοιαύτη φύσις τοῦ σώματος ὑγιεινοτέρα φαίνεται τῆς κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις δυσκράτου· [390] λέγω δ’ ἀμφοτέρας τῆς τε κατὰ θερμότητα καὶ ψυχρότητα καὶ τῆς καθ’ ὑγρότητα καὶ ξηρότητα.
καὶ τούς τε ὀδόντας φύσει θᾶττον καὶ φθέγξεται διηρθρωμένην φωνὴν καὶ βαδιεῖται θᾶττον αὐξηθήσεταί τε κατὰ τὴν ἀναλογίαν ἑκάστοτε τῶν ἐτῶν.
ἐπειδὰν δὲ τὴν τῶν μειρακίων ἡλικίαν διεξέλθῃ, τὸ μεταξὺ πᾶν ἄχρι τῆς παρακμῆς σαφοῦς πλέον ἤδη φανεῖται θερμόν, ὡς τοῖς ἀπὸ ξανθῆς χολῆς νοσήμασί τε καὶ συμπτώμασιν εὐάλωτον ὑπάρχειν.
ἡ γάρ τοι πολλὴ θερμότης ἐκδαπανῶσα τὴν ὑγρότητα ξηροτέραν ἐργάζεται τὴν κρᾶσιν.
οὔσης δὲ τῆς τῶν ἀκμαζόντων ἡλικίας θερμῆς ἡ συζυγία τῶν κράσεων αὐτῶν ἔσται θερμή τε ἅμα καὶ ξηρά· χολὴ δὲ ἐν ταῖς τοιαύταις κράσεσιν ἡ ὠχρά τε καὶ ξανθὴ πλεονάζει.
τοὺς οὖν οὕτω πεφυκότας ἄχρι μὲν τῆς τῶν μειρακίων ἡλικίας ὁμοίως χρὴ τοῖς ἄριστα πεφυκόσι διαιτᾶν, ὑπὲρ ὧν εἴρηται κατὰ τὸν ἔμπροσθεν λόγον· ἐπειδὰν δὲ τέλειον αὐτῶν ᾖ τὸ σῶμα, διασκέψασθαι προσήκει, πότερον ὑπέρχεται τὸ περιττὸν τῆς χολῆς αὐτοῖς ἅμα τοῖς διαχωρήμασιν ἢ πρὸς τὴν ἄνω [391] κοιλίαν ὁρμᾷ.
κάτω μὲν ὑπιόντος αὐτοῦ πρόδηλον, ὡς οὐδὲν χρὴ περι εργάζεσθαι, πρὸς δὲ τὴν ἄνω γαστέρα φερομένου, δι’ ἐμέτων ἐκκενοῦν, μακρὰ χαίρειν εἰπόντας ἐκείνοις τῶν φιλοσόφων, ὅσοι κωλύουσι μετὰ τὰ γυμνάσια πρὸ τροφῆς ἀφ’ ὕδατος χλιαροῦ ἐμεῖν.
οἴνῳ γὰρ οὐδ’ ἐγὼ συμβουλεύω τηνικαῦτα χρῆσθαι, πλὴν εἰ δυσχερῶς ἐμοῖεν ἀφ’ ὕδατος.
εἰσὶ γὰρ καὶ τοιαῦται φύσεις σωμάτων, αἷς συγχωρητέον οἴνου γλυκέος προσφέρεσθαι προπίνοντας αὐτοῦ τὸ ὕδωρ.
ἔτι δὲ καὶ μᾶλλον, ὅταν ἡ κρᾶσις ἐξ ἀρχῆς ᾖ θερμοτέρα τε καὶ ξηροτέρα, πρὸς τοὺς ἐμέτους ἔρχεσθαι· καὶ γὰρ καὶ μᾶλλόν εἰσιν οὗτοι χολώδεις ἐπὶ τῆς ἀκμαστικῆς ἡλικίας.
καὶ δὴ καὶ γυμνάζεσθαι βέλτιον αὐτούς, οὐκ ὀξὺ καὶ σύντονον γυμνάσιον, ἀλλὰ σχολαιότερόν τε καὶ μαλακώτερον· εἰσὶ γὰρ δὴ καὶ ἰσχνότεροι πάντως οἱ τοιοῦτοι.
συμπεφώνηται δὲ καὶ τοῖς γυμνασταῖς ἅπασι, λεπτύνειν μὲν τὰ ὀξέα γυμνάσια, σαρκοῦν δὲ τὰ βραδέα.
τινὲς δὲ τῶν σφόδρα θερμῶν τὴν κρᾶσιν οὐδ’ ὅλως χρῄζουσι [392] γυμνασίων, ἀλλ’ ἀρκεῖ περίπατός τε καὶ λουτρὸν αὐτοῖς, ἀνατριψαμένοις ἐλαίῳ μαλακαῖς τρίψεσι.
δριμὺ γὰρ καὶ δακνῶδες καὶ θερμὸν τὸ διαπνεόμενον ἀπ’ αὐτῶν ἐστιν, οὐκ ἀτμῶδες οὐδ’ ἡδὺ καὶ ἄδηκτον.
οὗτοι δὲ καὶ τοῖς μετὰ τροφὴν λουτροῖς χαίρουσι.
καί τινες αὐτῶν ἄπιστον ὅπως ἐπαχύνθησαν ἐπὶ τῇ τοιαύτῃ διαίτῃ.
παλαιὸς δὲ οἶνος ἐναντίος αὐτοῖς ἐστι, οἰκεῖος δὲ ὁ λευκὸς καὶ λεπτός.
ἐπιβλέπειν δὲ ἐπὶ πάντων τῶν μετὰ τροφὴν λουομένων, μή πως κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἔνθα κεῖται τὸ ἧπαρ, αἰσθάνονταί τινος ἀλγήματος ἢ βάρους ἢ τάσεως.
αἱ γὰρ τοιαῦται κατασκευαὶ τῶν σωμάτων ἡπατικαῖς ἁλίσκονται νόσοις, ἐὰν ἐδηδοκότες λούωνται.
κἂν αἴσθωνται δέ ποτε τοιούτου τινὸς συμπτώματος, αὐτίκα διδόναι τι τῶν ἐκφραττόντων τὸ ἧπαρ ἀπέχειν τε καὶ τῶν παχυχύμων ἐδεσμάτων καὶ μάλισθ’ ὅσα γλίσχρα.
λέλεκται δὲ περὶ αὐτῶν ἐπὶ πλέον ἔν τε τοῖς τρισὶν ὑπομνήμασιν, ἃ Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἔγραψα, καὶ τῷ Περὶ τῆς εὐχύμου τε καὶ κακοχύμου διαίτης ἔτι τε κἀν τῷ Περὶ [393] τῆς λεπτυνούσης.
καὶ γὰρ οὖν κεχρῆσθαι ‹ἐν› τοῖς ἀλγήμασι τοῖς καθ’ ἧπαρ ἀναγκαῖόν ἐστι λεπτυνούσῃ διαίτῃ, μέχριπερ ἂν αὐτοῖς ἀνώδυνόν τε καὶ κοῦφον γένηται πᾶν τὸ δεξιὸν ὑποχόνδριον.
ἀγαθὸν δὲ καὶ τῆς κόμης τοῦ ἀψινθίου τὸ ἀπόβρεγμα προσφέρεσθαι καὶ τὸ διὰ ταύτης τε καὶ ἀνίσου καὶ πικρῶν ἀμυγδάλων συντιθέμενον, ὃ δι’ ὀξυμέλιτος ἄμεινον πίνειν ἐν τῷ μέσῳ χρόνῳ τῆς τε ἐκ τῶν ὕπνων ἀναστάσεως καὶ τοῦ λουτροῦ.
προκατειργασμένων τε γὰρ τῶν ἀναδεδομένων εἰς ἧπαρ ἐκ τῆς γαστρὸς ἄμεινον προσφέρεσθαι τὰ τοιαῦτα, τῇ τε ἐξ αὐτῶν ἐνεργείᾳ χρόνον τινὰ δίδοσθαι πρὸ τῆς τῶν σιτίων προσφορᾶς.
ἀγαθὸν δὲ καὶ τὸ διὰ τῆς καλαμίνθου φάρμακον, οὗ τὴν σύνθεσιν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ἔγραψα.
ἀλλ’ ἐπί γε τῶν χολωδῶν κράσεων προσήκει φυλάττεσθαι τὴν συνεχῆ τοῦδε χρῆσιν.
καὶ μέντοι καὶ ὁπότε τις αὐτῷ χρῆται τῆς καθ’ ἧπαρ ἐκφράξεως ἕνεκεν, ἄμεινόν ἐστι δι’ ὀξυμέλιτος πίνειν.
τὸ δὲ τῶν τροφῶν εἶδος, εἰ μὲν ὑπαλλάττειν ἐπὶ τὸ βέλτιον ἐθέλοις τὴν κρᾶσιν τῶν [394] οὕτως ἐχόντων, ἐναντίον ἔστω τῇ δυσκρασίᾳ.
κατὰ βραχὺ δὲ γίνεται τοῦτο χωρὶς βλάβης ἐπιστατοῦντος μὲν ἰατροῦ, σχολὴν δ’ ἄγοντος αὐτῷ τοῦ βοηθουμένου τοσαύτην, ὡς ἅπαντα ποιεῖν ἐν τῷ προσήκοντι καιρῷ.
πράττοντι δὲ ἀνθρώπῳ τὰ πολιτικὰ καὶ πολλαῖς ἀσχολίαις δουλεύοντι κάλλιόν ἐστι μηδ’ ἐπιχειρεῖν ὑπαλλάττειν τὴν κρᾶσιν, ἀλλὰ τὰς οἰκείας αὐτῇ τροφὰς δοτέον.
οἰκεῖαι δ’ εἰσὶν αἱ μὲν ὑγραὶ ταῖς ὑγραῖς, αἱ δὲ ξηραὶ ταῖς ξηραῖς.
ἡ γάρ τοι θρέψις ὁμοιουμένου γίνεται τοῦ θρέψοντος ἐδέσματος τῷ τρεφομένῳ σώματι· θᾶττον δὲ ὁμοιοῦται τὰ μὲν ξηρὰ τοῖς ξηροῖς, τὰ δ’ ὑγρὰ τοῖς ὑγροῖς.
ἐπὶ δὲ τῶν ὁμαλὴν τὴν κρᾶσιν ἐχόντων, ὅσῳπερ ἂν ἥδιον ᾖ τὸ βρῶμα, τοσούτῳ τροφιμώτερον γίνεται· τῶν δ’ ἀνώμαλον τὴν κρᾶσιν ἐχόντων σώματος, ὡς ἄλλην μὲν εἶναι τὴν τοῦ ἥπατος, ἄλλην δὲ τὴν τῆς γαστρὸς ἤ τινος τῶν καθ’ ἧπαρ, ἕτερον μέν ἐστι τὸ κατὰ τὴν προσφορὰν ἥδιον, ἕτερον δὲ τὸ καθ’ ἕκαστον μόριον οἰκεῖον.
ἐπεὶ δὲ τὸ καθ’ ἕκαστον οἰκεῖον ἐδείχθη διττόν, ἕτερον [395] μὲν τὸ κατὰ τὰς ἁπλᾶς ποιότητας, ἕτερον δὲ τὸ κατὰ τὴν ὅλην οὐσίαν, ἡ μὲν οὖν κατὰ τὰς ἁπλᾶς ποιότητας οἰκειότης ὁποία τίς ἐστιν ὀλίγῳ πρόσθεν εἴρηται μεταβάλλειν τε βουλομένοις αὐτὴν ἐπὶ σχολῆς ὑπηρετεῖν τε ἀναγκαζομένοις ἐν ἀσχολίᾳ, ἡ δὲ κατὰ τὴν ὅλην οὐσίαν τῇ πείρᾳ μόνῃ γινώσκεται.
μεγίστην οὖν δύναμιν εἰς τὴν τῶν ἐσθιομένων τε καὶ πινομένων κατεργασίαν οὐ κατὰ τὴν γαστέρα μόνον, ἀλλὰ καὶ κατὰ σύμπαν τὸ σῶμα καὶ τὸ ἧπαρ ἡ κατὰ τὴν ὅλην οὐσίαν οἰκειότης ἔχει, δι’ ἣν αἱ τροφαὶ τοῖς ζῴοις ὑπηλλαγμέναι τε καὶ πολὺ διαφέρουσαι ταῖς ἰδέαις εἰσὶν οὐδὲν ὅμοιον ἐχούσης τῆς ἐκ τῶν ἀχύρων τε καὶ πόας τῇ ἐξ ὀστῶν τε καὶ σαρκῶν ἢ τῆς ἐξ ἄρτων τῇ ἐκ κωνείου τε καὶ ἑλλεβόρου· καὶ γὰρ ταῦτα ζῴοις τισίν εἰσι τροφαί.
γίνονται δὲ καὶ κατὰ τὰς ποιότητας οἰκειότητες, εἰ μὲν φυλάττειν ἐθέλοις τὰς κράσεις, ταῖς μὲν ὑγραῖς τῶν ὑγραινόντων ἐδεσμάτων ἁρμοττόντων, ταῖς δὲ ξηραῖς τῶν ξηραινόντων, εἰ δὲ ὑπαλλάττειν, τῶν ἐναντίων.
[396] ἐπὶ δὲ τῆς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν εἰς δυσκρασίαν ἐκτροπῆς ἡ τῶν ἐναντίων προσφορὰ διαπαντὸς ἁρμόττει.
δραστικώταται γάρ εἰσι καὶ ὡς ἂν εἴποι τις δυναστικώτεραι τῶν καθ’ ὑγρότητα καὶ ξηρότητα δυσκρασιῶν αἱ τοιαῦται· ῥᾳδίως γὰρ ὑπὸ τῶν ὁμοίων τροφῶν εἰς νοσώδη διάθεσιν ἀφικνοῦνται.
ξηρότερον δ’ ἐργασάμενος ὁτιοῦν τῶν μορίων οὐδέν τι βλάψεις σαφές, ὥσπερ οὐδ’ εἰ φυλάττοις ὑγρότερον.
ἐναργέστερον δέ σοι τεκμήριον αἱ ἡλικίαι γινέσθωσαν, αἱ μὲν ἀπὸ τῆς πρώτης γενέσεως ἄχρι τῆς τῶν μειρακίων ὑγροτάτην ἔχουσαι τὴν σάρκα, ξηρὰν δὲ ἱκανῶς αἱ πρεσβύτεραι.
μεμνῆσθαι δ’ ἐν τῷ τοιούτῳ λόγῳ χρὴ τῶν εἰρημένων ἐν τοῖς Περὶ κράσεων, ὅπως μή τις ὑπολάβῃ τοὺς ὑπὸ περιττῶν ὑγρῶν βαρυνομένους ὑγρὰν ἔχειν τὴν κρᾶσιν, ὃ καὶ τοὺς οἰηθέντας ὑγρὸν καὶ ψυχρὸν εἶναι τὸ γῆρας ἐξηπάτησεν.
οὐ γὰρ αὐτὰ τὰ μόρια τοῖς γέρουσιν ὑγρότερα ταῖς κράσεσίν ἐστιν, ἀλλ’ αἱ μεταξὺ τῶν σωμάτων χῶραι τῆς περιττῆς [397] ὑγρότητος ἐμπίπλανται γερόντων τε καὶ νοσούντων νόσους ὑγράς.
ὁποῖον δέ τι τὸ ξηρὸν νόσημά ἐστιν, ἐπιστημονικὴν γνῶσιν ἕξεις τὸ γεγραμμένον μοι Περὶ μαρασμοῦ βιβλίον ἐπιμελῶς ἀναγνούς, οὐχ ἅπαξ ἢ δὶς οὐδὲ παρατρέχων, ἀλλ’ ἐφιστάμενός τε καὶ προσέχων τὸν νοῦν ἑκάστῳ τῶν λεγομένων.
προγεγυμνάσθαι δὲ χρὴ τὸν μέλλοντα καλῶς ἀναλέξασθαι ταῦτα τῷ δευτέρῳ Περὶ κράσεων ὑπομνήματι, καθ’ ὃ δέδεικται τοῦ γέροντος ἡ κρᾶσις εἶναι ξηρά.
τὸ δὲ προκείμενον ἐν τῷ νῦν λόγῳ σῶμα θερμότερον τοῦ δέοντος, ἐὰν μὲν ἐν τῇ πρώτῃ συστάσει μέσον ὑγρότητός τε καὶ ξηρότητος ᾖ, πάντως τοῦτο κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν γίνεται ξηρόν, ἔτι δὲ μᾶλλόν τε καὶ θᾶττον, εἰ καὶ φύσει ξηρότερον εἴη.
καὶ δὴ καὶ γηράσει τοῦτο θᾶττον, ὅσῳ καὶ θᾶττον εἰς ἀκμὴν ἀφίκοιτο.
πάντων γὰρ ἐν τῇ παρακμῇ ξηραινομένων εὔλογόν ἐστι τὸ φύσει ξηρότερον εἰς τὴν τῆς γεροντικῆς ἀμετρίας ξηρότητα ἀφικνεῖσθαι θᾶττον.
δέονται τοίνυν οὗτοι μάλιστα κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν ὑγρᾶς διαίτης, ἧς τὸν τύπον ἀρτίως ὑπέγραψα, [398] διά τε τῶν ὑγραινόντων ἐδεσμάτων καὶ λουτρῶν ἀποχῆς τε γυμνασίων συντόνων καὶ πολλῶν γινομένης, ὥστε θέρους ὥρᾳ καὶ θᾶττον λούεσθαι καὶ μετὰ τροφὴν αὖθις.
ὀνίνησι δὲ τούτους καὶ ἡ τοῦ ψυχροῦ πόσις.
ἐναντιώτατα δὲ ταῖς ξηραῖς κράσεσίν εἰσιν ἀφροδίσια.
φείδεσθαι δὲ χρὴ μάλιστα αὐτοὺς ἐγκαύσεων τε καὶ κόπων καὶ φροντίδων καὶ ἀγρυπνιῶν καὶ κινήσεων ἁπασῶν ὀξειῶν.
καὶ οἱ θυμοὶ δὲ μάλιστα τὰς χολώδεις φύσεις ἐκπυροῦντες ὀξεῖς γεννῶσι πυρετούς.
ἅπερ οὖν ἐπῄνηται διαιτήματα τοῖς θερμοῖς τὴν κρᾶσιν ἐπὶ τῆς ἀκμῆς, κἂν σύμμετρον ἐξ ἀρχῆς ἔχωσιν τὴν ὑγρότητα, ταῦτα μᾶλλον ἁρμόττει τοῖς φύσει θερμοῖς τε καὶ ξηροῖς.
εὔδηλον δ’, ὅτι τὴν ποσότητα τῆς ὑπεροχῆς τοῦ κρατοῦντος στοιχείου σκεπτέον ἐν τοῖς μάλιστα.
τοσοῦτον γὰρ ἐπιτείνειν τε καὶ ἐκλύειν ἢ αὐξάνειν χρὴ τὸ τῆς διαίτης εἶδος, ὅσον ὑπὲρ τὸ κατὰ φύσιν ηὔξηταί τε καὶ μεμείωται τὰ τῆς κράσεως στοιχεῖα.
διὸ καὶ τοὺς ὑγροτέρους τε καὶ φύσει θερμοτέρους, εἰ μὲν ὑπαλλάττειν αὐτῶν ἐθέλοις τὴν κρᾶσιν ἐπὶ τὸ [399] ψυχρότερόν τε καὶ ξηρότερον εἶδος, χρὴ διὰ τῆς ἐναντίας διαίτης ἄγειν, εἰ δὲ φυλάττειν, διὰ τῶν ὁμοίων.
αἱ δὲ τοιαῦται φύσεις ἐν τῇ τῶν παίδων ἡλικίᾳ ῥευματικοῖς τε καὶ πληθωρικοῖς ἁλίσκονται νοσήμασι, καὶ πρὸς τούτοις γε σηπεδονώδεσι· δέονται τοίνυν γυμνασίων πλειόνων ἀκριβοῦς τε τῆς ἐν τῇ γαστρὶ πέψεως· ὅσα γὰρ ἐν ταύτῃ διαφθείρεται, νοσημάτων σηπεδονωδῶν ὑπόθεσις γίνεται παντὶ τῷ σώματι.
διὸ καὶ πρὸ τροφῆς δὶς καὶ τρὶς οὗτοι λουσάμενοι καὶ τοῖς αὐτοφυέσι θερμοῖς ὕδασι χρώμενοι μάλιστα ὠφελοῦνται.
σκοπὸς γὰρ ἐπ’ αὐτῶν ἐστιν αὐτὰ μὲν τὰ μόρια τοῦ ζῴου φυλάττειν ὑγρά, κοινὸν ὂν τοῦτο πάσης κράσεως, εἴ γε καὶ τοὐναντίον αὐτῷ θᾶττον ἐπὶ τὸ γῆρας ἄγει τὰ σώματα τῶν ζῴων ἁπάντων αὐτοῦ τε τοῦ θνητὸν εἶναι τὸ γεννητὸν σῶμα τὴν αἰτίαν ἔχει· ὡς, εἴγε δυνατὸν ἦν ἀεὶ διαφυλάττειν ὑγρὰν τὴν κρᾶσιν τοῦ σώματος, ὁ τοῦ σοφιστοῦ λόγος, ὃν ἐν ἀρχῇ διῆλθον, ἀθάνατον ἐπαγγελλομένου ποιήσειν τὸν αὐτῷ πειθόμενον, ἀληθὴς ἦν.
ἀλλ’ ἐπεὶ τὴν φυσικὴν ὁδὸν τὴν ἐπὶ τὸ ξηραίνεσθαι τὸ σῶμα φυγεῖν [400] οὐκ ἔστιν, ὡς ἐδείχθη, διὰ τοῦτο γηρᾶν ἀναγκαῖον ἡμῖν ἐστι καὶ φθείρεσθαι, πολυχρονιώτατος δ’ ἂν ὁ ἥκιστα ξηραινόμενος γένοιτο.
τῆς δ’ ὑγρᾶς διαίτης περιττώματά τε καὶ πλῆθος χυμῶν γεννώσης χαλεπὸν γίνεται κρατῆσαι τῆς συμμετρίας, ὡς μήτε νόσοις ἁλίσκεσθαι μήτε ταχέως γηρᾶν.
ὅσον δ’ οὖν ἐπὶ τῇ κράσει, πολυχρονιώτατοι πάντων τ’ εἰσὶν οἱ ὑγρότατοι καὶ μέντοι καὶ ὑγιαίνουσιν, ἐπειδὰν κρατυνθῇ τὸ σῶμα, τῶν ἄλλων μᾶλλον, ὥσπερ καὶ ἰσχυρότεροι μέχρι γήρως ἐσχάτου τῶν τὴν αὐτὴν ἡλικίαν ἐχόντων εἰσί.
καὶ κατὰ τοῦτο ἐπῄνηται σχεδὸν ὑπὸ πάντων ἰατρῶν τε καὶ φιλοσόφων, ὅσοι τὰ στοιχεῖα τοῦ σώ ματος ἀκριβῶς ἔγνωσαν, ἡ κρᾶσις αὕτη· καὶ μέντοι καὶ διὰ τοῦτο μόνη τισὶν ἔδοξε κατὰ φύσιν εἶναι.
κρείττων γὰρ ἐν τῷ χρόνῳ τῶν ἄλλων γίνεται τό γε κατ’ ἀρχὰς οὖσα χείρων.
ὥστε καὶ τὸν ἐπιστατοῦντα τῷ τοιούτῳ σώματι τῶν ἀπορροιῶν αὐτοῦ προνοεῖσθαι χρὴ διά τε [401] γυμνασίων, ὡς ἔφην, καὶ λουτρῶν πρὸ τροφῆς πλεόνων ἐκκρίσεώς τε τῶν δι’ οὔρων καὶ γαστρὸς γινομένων.
οὐδὲν δὲ κωλύει καὶ ἀποφλεγματισμοῖς ποτε χρῆσθαι καὶ καθάρσεσιν εὐχύμοις τε πρὸ πάντων ἐδέσμασιν οἴνων τε πόσει τῶν οὔρησιν κινούντων.
Περὶ μὲν οὖν τῶν θερμῶν κράσεων αὐτάρκως εἴρηται· περὶ δὲ τῶν ψυχρῶν ἐφεξῆς ἂν εἴη λεκτέον.
εἰσὶ δὲ καὶ τούτων αἱ μέγισται διαφοραὶ τρεῖς· ἤτοι γὰρ εὔκρατοι κατὰ τὴν ἑτέραν ἀντίθεσίν εἰσιν, ὡς μηδὲν μᾶλλον ὑγροὺς ἢ ξηροὺς ὑπάρχειν, ἢ τὸ ὑγρὸν ἢ τὸ ξηρὸν ἐν αὐτοῖς ἐπικρατεῖ.
χειρίστη δ’ εἰκότως ἐστὶν ἡ ξηρὰ κρᾶσις· ὃ γὰρ ἐν τῷ χρόνῳ τοῖς γηρῶσι γίνεται, τοῦτ’ εὐθὺς ἐξ ἀρχῆς ὑπάρχει τούτοις.
ὑγραίνειν τε οὖν αὐτοὺς χρὴ καὶ θερμαίνειν.
ἔσται δὲ τοῦτο γυμνασίοις συμμέτροις καὶ τροφαῖς ὑγραῖς τε καὶ θερμαῖς οἴνου τε πόσει τῶν θερμοτέρων ὕπνοις τε πλείοσι προνοουμένων ἡμῶν.
ὅπως τὰ καθ’ ἑκάστην ἡμέραν ἐν τῷ σώματι γεννώμενα περιττώματα τῆς τε τροφῆς καὶ τοῦ πόματος ἐκκενῶται πάντα.
περὶ δὲ τῶν ἀφροδισίων [402] εἴρηται μὲν καὶ πρόσθεν, ὡς ἅπαντας μὲν τοὺς ξηροτέρους τῇ κράσει βλάπτει, νυνὶ δ’, ὅτι τούτων αὐτῶν μάλιστα τοὺς πρὸς τῇ ξηρότητι καὶ ψυχρούς.
ἀβλαβῆ γὰρ ἀφροδίσια μόνοις τοῖς ὑγροῖς καὶ θερμοῖς ἐστι καὶ ὅσοι φύσει πολύσπερμοι, περὶ ὧν ἐν ταῖς ἀνωμάλοις κράσεσιν αὐτίκα λεχθήσεται.
μοχθηραὶ δὲ καὶ αἱ μεθ’ ὑγρότητος ψυχραὶ κράσεις εἰσὶ καὶ μάλιστα αὗται τοῖς ῥευματικοῖς ἁλίσκονται νοσήμασιν, ὀνίνησι δ’ αὐτὰς ἀλουσία τε καὶ γυμνάσια καὶ δίαιτα λεπτοτέρα καὶ χρίσματα μετρίως θερμαίνοντα, περὶ ὧν τῆς ἰδέας ἔμπροσθεν εἴρηται κατὰ τὸν περὶ τῶν κόπων λόγον.
ὅσοι δὲ ψυχρότεροι μέν εἰσι φύσει, συμμέτρως δ’ ἔχουσι τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν κράσεως, ἧττον οὗτοι τῶν κατὰ τοῦτο δυσκράτων εἰσὶ μοχθηροὶ πρὸς ὑγείαν τε καὶ ῥώμην σώματος.
ἐπεγείρειν τε οὖν αὐτῶν χρὴ καὶ ῥωννύναι τὴν θερμασίαν, ἐν δὲ τῇ καθ’ ὑγρότητα καὶ ξηρότητα τῆς ὅλης διαίτης ἰδέᾳ [403] τὸ μέσον ἐκλέγεσθαι.
ταῦτά σοι σύμπαντα περὶ τῶν ὁμαλὴν τὴν δυσκρασίαν ἐχόντων εἴρηται, τουτέστιν ὁμοίως ἅπαντα μόρια πρὸς τὸ θερμότερον ἢ ψυχρότερον ἢ ὑγρότερον ἢ ξηρότερον ἐκτετραμμένα.
Περὶ δὲ τῶν ἀνώμαλον ἐχόντων τὴν κατασκευὴν τοῦ σώματος οὐκ ἐγχωρεῖ διὰ βραχέων εἰπεῖν, ἐπειδὴ πολλαὶ τῶν τοιούτων ὑπαλλάξεις εἰσὶν ἄλλων ἄλλο μόριον ἐχόντων δύσκρατον.
ἀλλὰ κἂν δύο μόρια ἔχωσί τινες δύσκρατα, ὑπαλλάξεις καὶ τούτων γίνονται πολλαί.
καὶ διὰ τοῦτο πρότερον εἰπόντες, ὅσα τῷ τε τὴν ἄμεμπτον ἔχοντι κατασκευήν, βιοῦντι δὲ βίον δουλικὸν ἢ περισπαστικὸν ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι ποιητέον ἐστίν, καὶ μετὰ ταῦτα, ὅσα τοῖς ὁμαλὴν τὴν δυσκρασίαν ἐν ὁμοίῳ βίῳ, μεταβησόμεθα τηνικαῦτα πρὸς τοὺς ἀνώμαλον ἔχοντας ἐν τοῖς τοῦ σώματος μέρεσι τὴν κατασκευήν.
ἄμεμπτον δὲ κατασκευὴν σώματος, ὡς πολλάκις εἴρηται, κατὰ πλάτος νοητέον ἐστίν, ὥσπερ καὶ αὐτὴν τὴν ὑγείαν.
οὔτε γὰρ ὑγιαίνειν τις ἡμῶν [404] ‹ἂν› δόξειε τήν γ’ ἀκριβῶς ἄμεμπτον ὑγείαν οὐκ ἔχων οὔτ’ ἀμέμπτως κατεσκευάσθαι τὸ σῶμα.
λέγουσι δ’ ὑγιαίνειν, ὅσοι μήτ’ ὀδυνῶνταί τι μέρος τοῦ σώματος εἴς τε τὰς κατὰ τὸν βίον ἐνεργείας ἀπαρεμπόδιστοι τυγχάνουσιν ὄντες, οὕτω δὲ καὶ κατασκευὴν ἔχειν σώματος ἄμεμπτον, ὅταν μήθ’ ὑπὸ τῶν ἔξωθεν αἰτίων ἑτοίμως εἰς νόσον ἄγηται μήθ’ ὑπὸ τῶν ἐξ αὐτοῦ, διωρισμένου δηλονότι τοῦ νοσεῖν ἐνίους συνεχῶς οὐ διὰ τὴν οἰκείαν κατασκευὴν τοῦ σώματος, ἀλλὰ καὶ διὰ μοχθηρὰν δίαιταν ἤτοι γ’ ἀργὸν βίον βιοῦντας ἢ ὑπερπονοῦντας ἢ περὶ τὰς τῶν σιτίων ποιότητας ἢ ποσότητας ἢ καιροὺς ἁμαρτάνοντας ἤ τινα τῶν ἐπιτηδευμάτων βλαβερῶς ἐπιτηδεύοντας ἢ περὶ τὴν τῶν ὕπνων ποσότητα σφαλλομένους ἢ χρῆσιν ἀφροδισίων ἄμετρον ἢ καὶ συντήκοντας ἑαυτοὺς ἐν λύπαις καὶ φροντίσιν οὐκ ἀναγκαίαις.
οἶδα γὰρ παμπόλλους διὰ τοιαύτην αἰτίαν νοσοῦντας καθ’ ἕκαστον ἐνιαυτόν· ἀλλ’ οὐ φήσομεν αὐτοὺς κακῶς κατεσκευάσθαι τὸ σῶμα, καθάπερ ἐκείνους, ὅσοι μηδὲν ἁμαρτάνοντες ὧν κατέλεξα συνεχῶς νοσοῦσιν.
[405] ὑποκείσθω τοίνυν ἐν τῷ λόγῳ πρῶτος ὁ τὴν κατὰ πλάτος ἄμεμπτον ἔχων κατασκευὴν σώματος, ἐν βίῳ δουλικῷ δι’ ὅλης ἡμέρας ὑπηρετῶν ἤτοι τῶν μέγιστα δυναμένων τισὶν ἢ μονάρχων, χωριζόμενος δὲ περὶ τὰ πέρατα τῆς ἡμέρας.
ὁρίσαι δὲ πάλιν ἐπὶ τούτου χρή, τίνα λέγω πέρατα· παρακοὴν γὰρ ὁ λόγος ἐργάσεται τοῖς ἀναλεγομένοις αὐτόν, εἰ μὴ τύχοι διορισμοῦ προσήκοντος.
ἐὰν γοῦν εἴπω χωρίζεσθαι τηνικαῦτα πρῶτον εἰς τὴν ἐπιμέλειαν τοῦ σώματος, ἡνίκα ὁ ἥλιος δύνῃ, μὴ προσθείς, ὁποίας ἡμέρας λέγω, πότερον τῆς περὶ τὰς θερινὰς τροπὰς ἢ χειμερινὰς ἢ κατά τινα τῶν ἰσημερινῶν ἢ χρόνον ἑκάτερον ἐν τῷ μεταξὺ τῶν εἰρημένων καιρῶν, ἀδύνατον ἔσται συμφερούσας ποιήσασθαι ὑποθήκας.
κατὰ γοῦν τὴν Ῥωμαίων πόλιν αἱ μέγισται μὲν ἡμέραι καὶ νύκτες βραχὺ μείζους ὡρῶν ἰσημερινῶν πεντεκαίδεκα γίνονται, καθάπερ γε πάλιν αἱ ἐλάχισται μικρὸν ἀποδέουσι τῶν ἐννέα, κατὰ δὲ τὴν μεγάλην Ἀλεξάνδρειαν τεσσάρων καὶ δέκα μὲν ὡρῶν αἱ μέγισται, δέκα δὲ αἱ σμικρόταται.
ὁ μὲν οὖν ἐν ταῖς σμικροτάταις [μὲν] ἡμέραις [μεγίσταις δὲ νυξὶν] ἀφιστάμενος τῆς ὑπηρεσίας ἡλίου δυομένου καὶ τρίψασθαι κατὰ σχολὴν καὶ λούσασθαι δύναται [406] καὶ κοιμηθῆναι συμμέτρως, ὁ δ’ ἐν ταῖς μεγίσταις οὐδ’ ἓν τούτων οἷός τ’ ἐστὶ πρᾶξαι μετρίως· οὐ μὴν οὐδ’ ἔγνων τινὰ τοιαύτῃ δυστυχίᾳ βίου χρησάμενον.
ὁ γοῦν ὧν ἴσμεν αὐτοκρατόρων ἑτοιμότατα πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν ἀφικόμενος Ἀντωνῖνος ἐν μὲν ταῖς μικραῖς ἡμέραις ἡλίου δύνοντος εἰς τὴν παλαίστραν παρεγίνετο, κατὰ δὲ τὰς μεγίστας ἐνάτης ὥρας ἢ τὸ πλεῖστον δεκάτης, ὡς ἐξεῖναι τοῖς παραμένουσιν αὐτῷ κατὰ τὰς ἡμερησίας πράξεις ἀπαλλαγεῖσι προνοήσασθαι τοῦ σώματος ἐν τῷ λοιπῷ μέρει τῆς ἡμέρας, ὡς ἅμα τῷ δῦναι τὸν ἥλιον εἰς ὕπνον τρέπεσθαι.
τῆς γάρ τοι σμικροτάτης νυκτὸς ἴσης οὔσης ἐννέα ταῖς ἰσημεριναῖς ὥραις αὐτάρκης ὁ τοσοῦτος χρόνος αὐτοῖς ὕπνου τυχεῖν.
ἐπισκεπτέον οὖν, εἴτε γυμνάζεσθαι κατὰ τὸν ἔμπροσθεν βίον ὁ τοιοῦτος ὑπηρέτης ἔθος εἶχεν εἴτ’ ἀγύμναστος λούεσθαι.
τινὲς γὰρ οὐδὲ ἄχρι τοῦ τρίψασθαι προνοοῦνται σφῶν αὐτῶν, ἀλλ’ ἄντικρυς εἰς τὸ βαλανεῖον εἰσίασιν περιχεόμενοι τὸ ἔλαιον ἢ καὶ στλεγγίδα μόνον [407] λαβόντες, ὡς κατ’ αὐτὸ τὸ βαλανεῖον ἀποστλεγγίζεσθαι τὸν ἱδρῶτα.
καὶ μέντοι καὶ μετρίως φέρουσι τὸ τοιοῦτον ἔθος ἔνιοι.
ὥστε τινὰς αὐτῶν μηδὲ νοσεῖν συνεχῶς, ὅταν ὦσιν εὐδιάπνευστοι.
καὶ καλοῦσί γε αὐτοὺς «ἀραιοσυγκρίτουσ» ἔνιοι τῶν ἰατρῶν τε καὶ γυμναστῶν.
εἴρηται δὲ καὶ ὑφ’ Ἱπποκράτους ὑγιεινοτέρους εἶναι τοὺς τοιούτους· «ἀραιότης γάρ» φησί «σώματος ἐς διαπνοὴν οἷς πλεῖον φέρεται ὑγιεινότεροι, οἷς δ’ ἐλάσσω νοσερωδέστεροι».
τὴν μὲν δὴ τοιαύτην φύσιν τοῦ σώματος οὐ χρὴ μετάγειν ἐφ’ ἕτερον ἔθος, οὐδ’ ὅλως οὐδεμίαν, ἀλλ’ ὅσαι διὰ πολλοῦ χρόνου νοσοῦσιν.
Εἰ δὲ συνεχῶς τις νοσοίη, σκεπτέον τὴν αἰτίαν ἐπ’ αὐτοῦ.
εὑρεθήσεται δὲ τὴν ἀρχὴν τῆς ζητήσεως ἡμῶν ἀπὸ τοῦ τῶν νόσων εἴδους ποιησαμένων.
ὅσα γὰρ ἐκ τῆς ἐν αὐτῷ κακίας νοσεῖ τὸ σῶμα, διττὴν ἔχει τὴν πρόφασιν, ἤτοι πλῆθος ἢ κακοχυμίαν.
εἰ μὲν δὴ πληθωρικὰς νόσους νοσεῖν φαίνοιτο, σκοπὸς ἔστω σοι καθ’ ὅλην τὴν [408] ὑγιεινὴν δίαιταν αὐτοῦ, ὅπως συμμέτρους ἔχῃ τοὺς χυμούς· εἰ δὲ διὰ κακοχυμίαν, ὅπως ἀρίστους.
ἡ δὲ κατὰ μέρος πρόνοια τῆς μὲν ἐν ποσότητι συμμετρίας εἰρήσεται πρότερον, τῆς δ’ ἐν ποιότητι δεύτερον.
λέγωμεν οὖν ἤδη περὶ τῆς προτέρας ἐπ’ ἀρχὴν ἀναγαγόντες τὸν λόγον.
ὅταν ἐλάττω τὰ διαπνεόμενα τοῦ σώματος ᾖ τῶν λαμβανομένων, αἱ πληθωρικαὶ νόσοι γίνονται.
φυλακτέον οὖν ἐστι τὴν συμμετρίαν τῶν ἐσθιομένων τε καὶ πινομένων πρὸς τὰ κενούμενα· σύμμετρον δὲ ἔσται σκεψαμένων ἡμῶν ἐν ἑκατέροις τὰς ποσότητας.
τοὺς μὲν γὰρ ἄντικρυς εἰς τὸ βαλανεῖον εἰσιόντας ἐπιτάξομεν τρίψει τε κεχρῆσθαι καί τι καὶ βραχὺ κινεῖσθαι πρότερον, ὅσοι δ’ ἔφθανον ταῦτα ποιεῖν, ἐπ’ ὀλίγον μὲν αὐξῆσαι καὶ αὐτὰ ταῦτα συμβουλεύσομεν.
ἀφελεῖν δὲ χρὴ καὶ τῶν τροφῶν ἤτοι τῆς ποιότητος ἢ τῆς ποσότητος ἢ καὶ συναμφοτέρων· τοὺς μὲν γὰρ ταχέως ἀθροίζοντας ἀξιόλογον πλῆθος ἑκατέρων· ὅσοι δ’ οὐ ταχέως ἢ οὐκ ἀξιόλογον, ἀρκέσει θάτερον, ὃ ἂν αὐτὸς ὁ ἄνθρωπος αἱρῆται.
τὸ μὲν οὖν τῆς ποσότητος ἀφελεῖν [409] γνώριμον, τὸ δὲ τῆς ποιότητος ἐν τῇ τῶν ὀλιγοτρόφων ἐδεσμάτων προσφορᾷ γίνεται.
πολλοὶ γὰρ ἐπὶ χοιρείοις κρέασι διαιτώμενοι πλῆθος ἀθροίζουσι τάχιστα, δεομένης τῆς τοιαύτης τροφῆς τρίψεών τε καὶ γυμνασίων ἰσχυρῶν.
ἐπὶ λάχανα τοίνυν αὐτοὺς ἀκτέον ἐστὶ καὶ χέδροπα τὰ μὴ πολύτροφα καὶ ἰχθύας ὁμοίως καὶ ὄρνιθας, ὅσοι μὴ πολύτροφοι.
τῶν δὲ κακοχυμίαν ἀθροιζόντων, οὐχ ὡσαύτως τοῖς τὸ πλῆθος ἀθροίζουσιν, οὐχ εἷς ἐστιν ὁ σκοπός, ὅτι μηδὲ τῆς κακοχυμίας ἰδέα μία.
τινὲς μὲν γὰρ ψυχροτέραν τε καὶ φλεγματικωτέραν ἀθροίζουσι κακοχυμίαν, τινὲς δὲ θερμοτέραν τε καὶ χολωδεστέραν, ἔνιοι δὲ ὑδατωδεστέραν, ὥσπερ ἄλλοι μελαγχολικωτέραν.
ἀφεκτέον οὖν ἐστιν ἑκάστου τῶν σιτίων τε καὶ ποτῶν, ὅσα πέφυκε γεννᾶν ἑτοίμως τὸν ἀθροιζόμενον αὐτοῖς χυμόν.
εἴρηται δὲ περὶ αὐτῶν ἱκανῶς ἐν τρισὶ μὲν ὑπομνήμασιν, ἃ Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἐπιγέγραπται, καθ’ ἕτερον δέ, ἐν ᾧ Περὶ εὐχυμίας καὶ κακοχυμίας ἡ διαίρεσις γίνεται.
[410] καὶ τούτων δ’ ἔξωθέν ἐστι τὸ Περὶ τῆς λεπτυνούσης διαίτης, ἥτις ἐπιτήδειος τοῖς τὸν καλούμενον ὠμὸν χυμὸν ἀθροίζουσίν ἐστι, παχὺν μὲν ὑπάρχοντα πάντως, οὐκ ἀεὶ δὲ καὶ γλίσχρον.
ἐπὶ πάντων δὲ τούτων κοινὸν βοήθημα γαστρὸς ὑπαγωγὴ καὶ μάλισθ’, ὅσοις ἐστὶ φύσει σκληροτέρα, κοινὸν δὲ καὶ τὸ τῶν ἀφροδισίων σύμμετρον.
Ἐπὶ μὲν γὰρ τῶν ἀμέμπτων κατασκευῶν τοῦ σώματος οὐ χρὴ παντάπασιν ἀφροδισίων ἀπέχεσθαι, καθάπερ ἐπὶ τῶν ξηρῶν ἔμπροσθεν εἴρηται.
σκεπτέον δ’ ἐν τοῖς μάλιστα, πότερον ἅπαξ ἢ δὶς ἐσθίειν τοῖς ἐν τῷ τοιούτῳ βίῳ συμφέρει.
τῆς σκέψεως δ’ ἔστι κεφάλαιον ἥ τε τοῦ σώματος αὐτῶν φύσις ἥ τ’ ἐπὶ ταύτῃ συνήθεια τῆς διαίτης καὶ τρίτον ἐπ’ αὐτοῖς, ἐάν σοι φανῇ μετακινητέον εἶναι τὸ ἔθος, ὅπως αὐτοῦ φέρει τὴν ὑπαλλαγὴν ὁ ἄνθρωπος.
ἀπὸ μὲν οὖν τῆς φύσεως ἡ τοῦ συμφέροντος ἔνδειξις γίνεται τῶν μὲν ἐκχολουμένης τῆς γαστρός, τῶν δὲ οὔ.
ὅπως δὲ χρὴ προνοεῖσθαι γαστρὸς ὑπαγωγήν, εἴρηται μὲν ἤδη καὶ διὰ τοῦ τετάρτου γράμματος, εἰρήσεται δὲ καὶ νῦν· ἔστω μὲν ἀεὶ τὰ πρῶτα τῶν ἐσθιομένων τε καὶ πινομένων, ὅσα λαπάττει τὴν γαστέρα, τῶν μὲν οἴνων οἱ γλυκεῖς καὶ [411] ὑπακτικοί (οὐ γὰρ ἅπαντές εἰσι τοιοῦτοι), ἐδεσμάτων δὲ τὰ λάχανα δι’ ἐλαίου καὶ γάρου.
φυλακτέον δὲ τῶν οἴνων τοὺς αὐστηρούς, ὥσπερ γε καὶ τῶν ἐδεσμάτων τὰ στύφοντα, πλὴν εἰ μετὰ τὴν ἐδωδὴν ἅπασαν ἕνεκα τοῦ τονῶσαι τὸ στόμα τῆς γαστρὸς ἡ προσφορὰ γίνοιτο.
κριτέον δὲ καὶ τοῦτο τῇ πείρᾳ· τισὶ γὰρ οὐ μόνον ἄλυπός ἐστιν ἡ τοιαύτη χρῆσις τῶν στυφόντων, ἀλλὰ καὶ συντελεῖ τι πρὸς ὑπαγωγὴν γαστρὸς ἐκ τοῦ τονωθῆναι κατὰ τὸ στόμα τῆς κοιλίας.
ἐναργέστατον δὲ ἐπὶ τῶν ἀτονώτερον ἐχόντων αὐτὸ φαίνεται γινόμενον.
ὅσοι δὲ τοῖς κατὰ παλαίστραν γυμνασίοις ἐχρῶντο πρὸ τοῦ λουτροῦ, πρὶν ἐμπεσεῖν ἀσχόλῳ βίῳ, τούτοις ἀποστῆναι μὲν αὐτῶν βλαβερώτατον, ὁμοίως δὲ χρῆσθαι πρὸς τῷ βλαβερῷ καὶ ἀδύνατον.
ὅπερ οὖν ἔφην ὀνομάζεσθαι γυμνασίων εἶδος ἀποθεραπευτικόν, τούτῳ χρηστέον αὐτοῖς ἅμα τῷ καὶ τοῦ πλήθους τῶν χοιρείων κρεῶν ἀφαιρεῖν.
ἐπεὶ δέ, ὡς ἔφην, ἐνίοις ἐσθίειν ἄμεινόν ἐστι πρὸ τοῦ λουτροῦ, περί τε τῆς ὥρας, ἐν ᾗ τοῦτο πρακτέον [412] αὐτοῖς ἐστι, καὶ περὶ τῆς ποσότητός τε καὶ ποιότητος, ὧν χρὴ προσφέρεσθαι, λεκτέον ἐστίν.
ὅπερ οὖν εἴωθα ποιεῖν αὐτὸς ἐγὼ καθ’ ἣν ἂν ἡμέραν ὀψιαίτερον ἡγῶμαι λούσασθαι δι’ ἀρρώστων ἐπισκέψεις ἤ τινα πολιτικὴν πρᾶξιν, εἰπεῖν οὐκ ὀκνήσω.
ὑποκείσθω γοῦν ἡμέρα, καθ’ ἣν τοῦτο γίνεται, τριῶν καὶ δέκα τῶν ἰσημερινῶν ὡρῶν, ἐλπιζέσθω δὲ περὶ δεκάτην ὥραν ἡ τοῦ σώματος ἐπιμέλεια γενήσεσθαι.
κατὰ ταύτην τὴν ὑπόθεσιν ἔδοξέ μοι περὶ τετάρτην ὥραν προσφέρεσθαι τροφὴν ἁπλουστάτην, ἥτις ἐστὶν ἄρτος μόνος.
ἐγὼ μὲν οὖν οὕτως αὐτὸς ἔπραξα, τινὲς δὲ οὐχ ὑπομένουσιν ἄρτον ἐσθίειν μόνον, ὄψου χωρίς, ἀλλ’ ἤτοι μετὰ βαλάνων φοινίκων ἢ ἐλαιῶν ἢ μέλιτος ἢ ἁλῶν ἐσθίουσιν, εἶτα καὶ πίνουσιν ἔνιοί τινες αὐτῶν, ἐγὼ δὲ οὐκ ἔπιόν ποτε ἐπὶ τοιαύτῃ τροφῇ καὶ μόνον ἔφαγον τὸν ἄρτον.
ἔστω δ’ αὐτῶν πλῆθος ἑκάστου τοσοῦτον, ὅσον ἄχρι τῆς δεκάτης ὥρας ἐν τῇ γαστρὶ πεφθῆναι δύναται· καὶ γὰρ εἰ γυμνάζεσθαι βούλοιντο, μάλιστα ἂν οὕτως ἀβλαβῶς γυμνάσαιντο.
βλάβη γὰρ ἐνίοις οὐ σμικρὰ γίνεται γυμναζομένοις [413] ἐν πλήθει σιτίων, ἐνίοις δὲ καὶ ἡ κεφαλὴ πληροῦται καὶ κατὰ τὸ ἧπαρ αἴσθησις γίνεται τάσεως ἢ βάρους ἢ ἀμφοῖν.
ὅταν οὖν τι τοιοῦτον συμβαίνῃ, θεραπευτέον αὐτὸ παραχρῆμα, τὰς μὲν κατὰ τὸ ἧπαρ ἐμφράξεις διὰ τῶν ἐκφραττόντων, τὰς δὲ τῆς κεφαλῆς πληρώσεις διὰ περιπάτων, μάλιστα μὲν πρὸ τροφῆς, οὐδὲν μὴν κωλύει καὶ μετὰ τροφήν.
ἀλλὰ τούτους μὲν ἐσχάτως βραδεῖς ποιεῖν προσήκει, τοὺς δὲ πρὸ τῆς τροφῆς συντονωτέρους μὲν τούτων, οὐ μὴν τοιούτους, ὁποίους ἐπειγόμενοι πρός τινα πρᾶξιν ἐνεργοῦμεν.
ὅσα δ’ ἐκφράττει τὸ ἧπαρ, ἁρμόζει ταῦτα ταῖς βραδυπεψίαις, ἄριστα δ’ αὐτῶν ἐστιν ὀξύμελί τε καὶ τὸ διὰ τριῶν πεπέρεων, ἐν ᾧ μηδὲν μέμικται τῶν ἀήθων φαρμάκων, καὶ ἡ λεπτύνουσα δίαιτα· ταῦτα γὰρ βραδυπεψίας ἐπανορθοῦται καὶ τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις ἰᾶται.
διαφθορᾶς δὲ τῶν ἐν τῇ γαστρὶ σιτίων γινομένης, οἷς μὲν ὑπέρχεται τὰ διεφθαρμένα, μέγιστον ἐφόδιον εἰς ὑγείαν ἔχουσιν, οἷς δὲ οὐχ ὑπέρχεται, διὰ τῶν ἀλύπως [414] ὑπαγόντων ἐρεθιστέον.
ἔστι δὲ ταῦτα τό τε Διοσπολιτικὸν ὀνομαζόμενον φάρμακον, ὅταν ἴσον τοῖς ἄλλοις λάβῃ τὸ νίτρον, τό τε διὰ ἰσχάδων καὶ κνίκου, ὅσα τ’ ἄλλα διὰ κνίκου ἢ δι’ ἐπιθύμου συντίθεται.
τοῖς δ’ οὕτω διακειμένοις ἀνθρώποις συμφέρουσι καὶ οἱ πρὸ τῆς τροφῆς ἔμετοι δι’ οἴνου πόσεως γλυκέος γινόμενοι.
συμβουλεύειν δὲ αὐτοῖς χρὴ μηδὲν κνισσῶδες ἢ βρομῶδες ἢ ὅλως εὔφθαρτον ἔδεσμα προσφέρεσθαι, τὰ καλούμενα δ’ ὑπὸ τῶν ἰατρῶν εὔχυμα, ταῦτ’ ἐκλέγεσθαι.
γέγραπται δὲ περὶ αὐτῶν ἑτέρωθι κατὰ τὸ Περὶ τῆς εὐχυμίας τε καὶ κακοχυμίας ὑπόμνημα· γέγραπται δέ, ὡς ἔφην ἤδη, κἀν τοῖς τρισίν, ἐν οἷς Περὶ τῆς ἐν ταῖς τροφαῖς δυνάμεως ὁ λόγος ἐστίν.
ἐπιτήδειον δὲ τοῖς οὕτως ἔχουσιν ἀνθρώποις ἐκ διαλειμμάτων χρόνου συμμέτρου τῆς γαστρὸς ὑπαγωγὴ διὰ τῶν μετρίως καθαιρόντων, ὁποῖόν ἐστι τὸ δι’ ἀλόης πικρόν· οὕτω γὰρ αὐτὸ καλοῦσι πολλοὶ τῶν ἰατρῶν, ὥσπερ ἔνιοι πικρὰν θηλυκῶς.
ἐὰν δ’ ἐπιτρέψῃς πολλῷ χρόνῳ τὴν κακοχυμίαν ἀθροίζεσθαι, νόσημά τι χαλεπὸν αὐτοῖς συμβήσεται.
καὶ [415] δύνανταί γε τὴν τοιαύτην ἑαυτῶν πρόνοιαν ποιεῖσθαι κατὰ τὰς ἡμέρας ἐκείνας, ἐν αἷς ἑορτή τίς ἐστι δημοτελὴς ἐλευθεροῦσα τῆς δουλικῆς ὑπηρεσίας αὐτούς.
ἀλλὰ δι’ ἀκρασίαν οὐ μόνον οὐδὲν ποιοῦσιν εἰς ἐπανόρθωσιν τῶν κατὰ τὸ σῶμα μοχθηρῶς ἠθροισμένων, ἀλλὰ καὶ προσεπιπληροῦσιν αὐτὰ κακῶς διαιτώμενοι κατὰ τὰς ἑορτάς.
ἁλίσκονται τοιγαροῦν νοσήμασιν ἔνιοι μὲν αὐτῶν οὕτως χρονίοις, ὡς ἐν ἁπάσῃ τῇ ζωῇ παραμένειν, ὁποῖόν ἐστι κακὸν ἥ τε ποδάγρα καὶ ἡ ἀρθρῖτις καὶ ἡ νεφρῖτις, ἔνιοι δὲ ὀξέσι μέν, ἀλλ’ ἐνοχλοῦσιν αὐτοῖς ἤτοι καθ’ ἕκαστον ἔτος ἢ πάντως γε διὰ δυοῖν, τινὲς δὲ καὶ δὶς οὕτω νοσοῦσιν καθ’ ἕκαστον ἔτος.
Ἡ δ’ ὑγιεινὴ τέχνη τοὺς πειθομένους αὐτῇ διαφυλάττειν ὑγιαίνοντας ἐπαγγέλλεται, τοῖς δ’ ἀπειθοῦσιν ἐν ἴσῳ καθέστηκεν, ὡς εἰ καὶ μηδ’ ὅλως ἦν.
ἀπειθοῦσι δ’ ἔνιοι μὲν ὑπὸ τῆς ἐν τῷ παραχρῆμα νικηθέντες ἡδονῆς, οὓς ἀκρατεῖς τε καὶ ἀκολάστους ὀνομάζομεν, ἔνιοι δὲ ὑπὸ φιλοτιμίας, ἣν ὀνομάζουσιν οἱ νῦν Ἕλληνες κενοδοξίαν, ὁποῖος [416] ἦν καὶ ὁ πάντα μᾶλλον ὑπομείνας παθεῖν ἢ πιττοῦσθαι συνεχῶς ὅλον τὸ σῶμα συμβουλευόντων αὐτῷ τῶν ἰατρῶν τὸ βοήθημα τοῦτο διὰ τὴν ἰσχνότητα.
γίνεται δ’ αὕτη τισὶ μὲν ἐπὶ τῇ καθ’ ὅλον τὸ σῶμα δυσκρασίᾳ κατὰ τὴν ἐπὶ τὸ ξηρόν τε καὶ ψυχρὸν ὑπερβολήν, ἐνίοις δὲ διὰ τὴν ἀναδοτικὴν δύναμιν ἢ θρεπτικὴν ἢ ἀμφοτέρας ἀρρωστοτέρας οὔσας φύσει.
πάντας δὲ τοὺς οὕτως ἔχοντας ὀνίνησιν ὁ καλούμενος ὑπὸ τῶν νῦν Ἑλλήνων «δρῶπαξ»· καὶ γὰρ ἀναδόσει συντελεῖ καὶ θρέψει καὶ πολλούς γε τῶν ἰσχνῶν ἔμπροσθεν ἔστιν ἰδεῖν παχυνθέντας ἐπὶ τῷ βοηθήματι καὶ μάλισθ’ ὅσοις ἡ μὲν ἀναδοτικὴ δύναμις ἄρρωστός ἐστιν, ἡ θρεπτικὴ δὲ οὐκ ἄρρωστος μέν, ἀλλὰ δι’ ἀπορίαν ὕλης ἐπιτηδείου τρέφειν αὐτάρκως οὐκ ἐδύνατο, τούτου συμβαίνοντος αὐτῇ δι’ ἔνδειαν τῆς ἀναδιδομένης τροφῆς.
ἀλλ’ ἔνιοι, ὡς ἔφην, ὑπὸ φιλοτιμίας, ἵνα μὴ δόξωσιν ὁμοίως τοῖς τρυφῶσιν ἢ καλλωπιζομένοις πιττοῦσθαι, φεύγουσι τὴν ἐξ αὐτοῦ βοήθειαν ἄλλο τι κελεύοντες εὑρεῖν [417] αὐτοῖς βοήθημα τῆς ἰσχνότητος.
ἔστι δὲ οὐδὲν τῷδε δύναμιν ἔχον ἴσην· ὠφελεῖν μέντοι δύναται καὶ τὰ τοιαῦτα· πρὸ τοῦ λουτροῦ χερσὶ μὴ πάνυ μαλακαῖς, ὥσπερ αὖ μηδὲ τραχείαις, ἀνατρίβειν τὸ σῶμα, μέχριπερ ἂν ἔρευθος σχῇ, κἄπειτα τρίψει σκληρᾷ μὴ πολλῇ πιλοῦντα τὸ δέρμα πυκνὸν καὶ σκληρὸν ἐργάζεσθαι καὶ μετὰ ταῦτα γυμνασίοις συμμέτροις χρησάμενον, εἶτα λουσάμενον ἄνευ τοῦ χρονίσαι κατὰ τὸ βαλανεῖον, ἐκμάξασθαι παραπλησίως τῇ προειρημένῃ ξηροτριβίᾳ καὶ μετὰ ταῦτα ἐπαλειψάμενον ἐλαίῳ βραχεῖ προσφέρεσθαι τὰ σιτία.
σκοπὸς γὰρ ἐπὶ τῶν τοιούτων ἐστὶν εἰς τὸ σαρκῶδες γένος ἑλκύσαντας αἷμα χρηστὸν ἐπιρρῶσαι τὴν ἐν αὐτοῖς θρεπτικὴν δύναμιν, ὅπως μὴ διαφορηθῇ τὸ ἑλχθέν.
ῥώννυται μὲν οὖν ἡ θρεπτικὴ δύναμις ἐκ τοῦ θερμανθῆναι τὰς σάρκας, οὐ διαφορεῖται δὲ τὸ παραγόμενον εἰς αὐτὰς αἷμα χρισαμένων ἐλαίῳ δύναμιν ἐμπλαστικὴν ἔχοντι φαρμάκου.
εἰ δὲ τὰ τῆς ἡλικίας ἐπιτρέπει, καὶ ψυχρολουσίαις ὁ αὐτὸς ἄνθρωπος χρώμενος ἅμα τοῖς εἰρημένοις ὀνήσεται μεγάλως.
ἔμπαλιν δὲ ἐπὶ τῶν [418] ἀμέτρως παχυνθέντων ἐκλύειν μὲν χρὴ τὴν ἀνάδοσιν, αὐξάνειν δὲ τὰς ἀπορροίας τοῦ σώματος.
ἡ μὲν οὖν ἀνάδοσις ἐκλύεται συνεχέσιν ὑπαγωγαῖς γαστρὸς ἐθισάντων ἡμῶν τὰ τῆς τροφῆς ὄργανα κάτω ταχέως ὠθεῖν, ὅσα περιέχεται κατὰ ταῦτα.
τὰς δὲ ἀπορροίας τοῦ σώματος αὐξήσομεν ὀξέσι τε γυμνασίοις, ὧν ἐστι καὶ δρόμος, ἀλείμμασί τε διαφορητικοῖς τρίβοντες ἐπὶ πλεῖστον.
εἶναι δὲ χρὴ δηλονότι τὴν τρίψιν μαλακήν τε καὶ ἀραιωτικήν.
ἐγὼ γοῦν παχύν τινα ἱκανῶς ὀλίγῳ χρόνῳ συμμέτρως εὔσαρκον εἰργασάμην ὀξεῖ δρόμῳ χρῆσθαι καταναγκάζων, εἶτ’ ἀπομάττων μὲν τὸν ἱδρῶτα σινδόσιν ἤτοι λίαν μαλακαῖς ἢ λίαν τραχείαις, ἐφεξῆς δὲ τρίβων ἐπὶ πλεῖστον ἀλείμμασι διαφορητικοῖς, ἃ καλοῦσιν ἤδη συνήθως οἱ νεώτεροι τῶν ἰατρῶν «ἄκοπα».
καὶ μετὰ τὴν τοιαύτην τρίψιν ἐπὶ τὸ λουτρὸν ἦγον, ἐφ’ ᾧ [λουτρῷ] τροφὴν μὲν εὐθέως οὐ προσέφερον, ἡσυχάζειν δὲ μεταξὺ κελεύων ἢ καί τι τῶν συνήθων αὐτῷ πράττειν αὖθις ἐπὶ τὸ δεύτερον ἦγον λουτρόν, εἶτ’ ὄγκους ἐδεσμάτων ὀλιγοτρόφους ἐδίδουν, ὡς ἐμπίπλασθαι [419] μέν, ὀλίγον δὲ ἐξ αὐτῶν εἰς ὅλον ἀναδίδοσθαι τὸ σῶμα.
καὶ τὰς ἄλλας γε δυσκρασίας ἐν ὅλῳ τῷ σώματι γινομένας ὁμοίως ἐπανορθοῦσθαι χρή, πρῶτον μὲν ὧν προσήκει πράττειν εὑρίσκοντα τὸν σκοπόν, εἶτα τὰς δυναμένας αὐτὰ δρᾶν ὕλας.
διὸ καὶ σύντομος ὁ νῦν λόγος ἅπασι γίνεται τοῖς μεμνημένοις τῶν τε τρίψεων καὶ τῶν γυμνασίων καὶ τῶν λουτρῶν τὰς διαγωγὰς ἔτι τε πρὸς τούτοις ἐδεσμάτων τε καὶ φαρμάκων.
περὶ μὲν οὖν τρίψεών τε καὶ γυμνασίων ἐν τῇδε τῇ πραγματείᾳ πρόσθεν εἴρηται, περὶ δὲ τῶν τροφῶν ἑτέρωθι, καθάπερ γε καὶ περὶ τῶν φαρμάκων.
ἡ γάρ τοι κατὰ μέθοδον διδασκαλία τὰ κοινὰ καὶ καθόλου περιλαμβάνουσα εἰς πολλὰ τῶν κατὰ μέρος εὐμνημόνευτός τε καὶ σύντομος γίνεται.
ἐγὼ δὲ οὐ μόνα τὰ καθόλου λέγω, ἀλλὰ καὶ τὰ παραδείγματα τῶν κατὰ μέρος αὐτοῖς προστιθεὶς τελειοτάτην ἡγοῦμαι ποιεῖσθαι τὴν διδασκαλίαν.
Καιρὸς οὖν ἤδη μεταβαίνειν ἐπὶ τὰς ἀνωμάλους κατασκευὰς [420] τῶν σωμάτων, αἳ δὴ καὶ νοσώδεις πάντως εἰσίν.
ἀνώμαλοι δὲ κατασκευαὶ γίνονται τριτταί, διότι καὶ ἡ τοῦ σώματος ἡμῶν σύνθεσίς ἐστι τριττή· μία μὲν ἡ ἐκ τῶν πρώτων στοιχείων, ἐξ ὧν γέγονε τὰ καλούμενα πρὸς Ἀριστοτέλους «ὁμοιομερῆ»· δευτέρα δὲ ἡ ἐκ τούτων αὐτῶν τῶν ὁμοιομερῶν, ἃ δὴ καὶ αὐτὰ στοιχεῖα πάλιν ἐστὶν αἰσθητὰ τῶν ἀνομοιομερῶν, ὅθεν ἡ τῶν ὀργανικῶν γίνεται σύνθεσις· τρίτη δ’ ἐπ’ αὐτοῖς ἡ τοῦ παντὸς σώματος, ἡ ἐκ τῶν ὀργανικῶν.
εὐκολωτέρα μὲν οὖν ἐστιν ἡ τρίτη λεγομένη καὶ διαγνωσθῆναι καὶ προνοίας τυχεῖν, δυσκολωτέρα δὲ ἡ δευτέρα, χαλεπωτάτη δὲ ἡ πρώτη.
βέλτιον οὖν ἀπὸ τῆς τρίτης ἄρξασθαι ῥᾴονα τήν τε διάγνωσιν ἐχούσης καὶ τὴν πρόνοιαν, οἷον εὐθέως ἐπὶ τῆς κεφαλῆς (οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξασθαι) δυσκράτου φύσει γινομένης, ὡς πολλὰ γεννᾶν περιττώματα, ἐξ ὧν αἱ βλάβαι γίνονται πᾶσι τοῖς ὑποκειμένοις ὀργάνοις, ἐφ’ ὅ τι ἂν αὐτῶν τρέπηται τὸ περιττόν.
ἑτοιμοτάτη μὲν οὖν ἡ εἰς τὸ στόμα καὶ τὰς ῥῖνας φορά, παραγίνεται δὲ καὶ εἰς ὀφθαλμούς, ἐνίοις καὶ εἰς [421] ὦτα.
τὴν δὲ εἰς τὸ στόμα φορὰν τῶν περιττωμάτων ὑποδέχεται στόμαχός τε καὶ ἡ τραχεῖα ἀρτηρία (καλοῦσι δὲ αὐτὴν καὶ βρόγχον), ἧς τὸ συνάπτον τῷ στόματι πέρας ὑψηλὸν (ὀνομάζεται δὲ λάρυγξ) ὄργανον φωνῆς ὑπάρχει, ὡς ἐν τῷ Περὶ φωνῆς ὑπομνήματι δέδεικται.
οὗτός τε οὖν αὐτὸς ὁ λάρυγξ ὑπὸ τῶν εἰς αὐτὸν ἐκ τῆς κεφαλῆς καταρρεόντων ὑγραινόμενος ἐν ἀρχῇ μὲν βραγχώδη τὴν φωνὴν ἐργάζεται, προϊόντος δὲ τοῦ χρόνου μικράν· ἢν δ’ ἐπὶ πλέον ἥκῃ τὸ κακόν, ἀπόλλυται πᾶσα· συνδιαβρέχεται γὰρ τῷ λάρυγγι καὶ ἡ ἀρτηρία.
δριμέος δὲ τοῦ ῥεύματος ὄντος, οὐκ εἰς φωνὴν μόνον ἡ βλάβη τοῖς εἰρημένοις μορίοις, ἀλλὰ καὶ χαλεπωτάτη τις ἀνάβρωσις προσέρχεται τοιαύτη τὴν φύσιν, οἵας καὶ κατὰ τὸ δέρμα θεώμεθα γινομένας πολλάκις ἄνευ τῆς ἔξωθεν αἰτίας.
οὕτω δὲ καὶ πνεύμων αὐτοῖς ἑλκοῦται, καὶ φθόη καλεῖται τὸ πάθος.
ἐὰν δὲ εἰς στόμαχόν τε καὶ γαστέρα τρέπηται τὸ ῥεῦμα, ψυχρὸν μὲν ὑπάρχον εἰς δυσκρασίαν ψυχρὰν ἄγει τὰ σώματα, θερμὸν δὲ εἰς θερμήν.
ἑλκοῖ δὲ καὶ τοῦτο τῷ χρόνῳ, κατ’ [422] ἀρχὰς δὲ τάς τε ὀρέξεις βλάπτει καὶ τὰς πέψεις.
ἐὰν μὲν οὖν ψυχρὸν ᾖ τὸ ῥεῦμα, βραδυπεψίας τε καὶ ἀπεψίας καὶ ὀξυρεγμίας ἐργάζεται· ἐὰν δὲ καὶ διεφθαρμένον, εἰς διαφθορὰν ἄγει τὴν τροφὴν κνισσώδεις ἢ ὀξώδεις ἐρυγὰς ἀναπέμπουσαν ἤ τινος ἑτέρας ἀρρήτου τε καὶ ῥητῆς ποιότητος.
ὑποκαταβαίνουσα δὲ ἡ βλάβη καὶ τὴν νῆστιν ἀδικεῖ καὶ τὸ κῶλον.
ἅπτεται δὲ καὶ τῶν κατὰ τὸ μεσεντέριον ἀγγείων, δι’ ὧν εἰς ἧπαρ ἡ ἀνάδοσις γίνεται· καὶ τισὶ μὲν ἀνορεξίαι παρακολου θοῦσιν, ἐνίοις δὲ ὀρέξεις παρὰ φύσιν, ἃς ὀνομάζουσι «κυνώδεισ», ἢ καὶ μοχθηρῶν ἐδεσμάτων ἐπιθυμία καθάπερ ταῖς κιττώσαις.
εὔδηλον δέ, ὅτι καὶ σταφυλὴ καὶ παρίσθμια καὶ παρουλίδες ἀντιάδες τε καὶ βρώσεις ὀδόντων ἑλκώσεις τε καὶ σηπεδόνες ἐν τῷ στόματι τοῖς ἐκ τῆς κεφαλῆς εἰς αὐτὸ καταρρέουσιν ἰχῶρσιν ἕπονται.
καὶ τό γε πολὺ πλῆθος τῶν ἰατρῶν ἢ τὸν γαργαρεῶνα τέμνουσιν ἢ φάρμακα διδόασιν, ὅπως ἀναπτύηται τὰ διὰ τῆς τραχείας ἀρτηρίας εἰς τὸν πνεύμονα κατενεχθέντα.
τῆς γαστρὸς δὲ ἄλλοι προνοοῦνται, καθάπερ ἄλλοι τῶν [423] ὀδόντων τε καὶ τοῦ στόματος ἢ καὶ τῶν ἐν τῇ ῥινὶ συνισταμένων, ἵνα τοὺς ὀφθαλμοὺς ἢ τὰ ὦτα παραλείπω, βλαπτομένων οὐκ ὀλίγων εἰς αὐτά.
βέλτιον δ’ ἦν, οἶμαι, τὴν οἷον πηγὴν τῶν κακῶν ἐκκόψαι ῥώσαντα τὴν κεφαλὴν ἤ, εἴπερ ἀδύνατον εἴη τοῦτο διὰ τὴν σφοδρότητα τῆς φυσικῆς δυσκρασίας, προνοεῖσθαι γοῦν αὐτῆς διὰ παντὸς τὴν ἔνδειξιν τῆς προνοίας ἀπὸ τῆς κατ’ αὐτὴν ἰδέας ποιούμενον, οὐχ ὡς ἔνιοι τῶν ἰατρῶν ἁπάσαις ἀεὶ ταῖς κεφαλαῖς τὰ διὰ θαψίας καὶ νάπυος προσφέρουσιν, οὕτω δὴ καὶ αὐτοὺς πράττοντας.
εἰ γὰρ ὑπὸ θερμῆς δυσκρασίας ἡ κεφαλὴ κακῶς ἔχει, βλαβερὰ τὰ τοιαῦτα φάρμακα.
χρὴ τοίνυν αὐτοὺς λουτροῖς πολλοῖς ποτίμων ὑδάτων παρηγορεῖν διαφοροῦντάς τε ἅμα τοὺς ἐν τῇ κεφαλῇ γενομένους ἀτμοὺς θερμοὺς καὶ τὴν κρᾶσιν ἐργαζομένους ὅλην βελτίω.
βλαβερὰ δὲ τούτοις ἡ τῶν αὐτοφυῶν ὑδάτων θερμῶν χρῆσις.
ὅσα μὲν γὰρ αὐτῶν θειώδη τέ ἐστι καὶ ἀσφαλτώδη, τῷ θερμαίνειν ἐναντιώτατα ταῖς φύσει θερμαῖς κεφαλαῖς, [424] ὅσα δὲ στυπτηριώδη, τῷ στεγνοῦν.
μόνοις δ’ ἄν, εἴπερ ἄρα, τοῖς γλυκέσι τῶν αὐτοφυῶν ὑδάτων ἀβλαβῶς χρῷντο· τοῦτο γὰρ ἀσφαλὲς εἰπεῖν, ὡς τό γέ τι καὶ ὠφελεῖσθαι παρ’ αὐτῶν οὐχ ὁμοίως ἀσφαλές.
οὐ γὰρ ἂν ἦν ἴσως θερμὰ μὴ μετέχοντά τινος δυνάμεως φαρμακώδους θερμῆς.
ἄμεινον δὲ τῇ πείρᾳ κρίνειν τὰ τοιαῦτα τῶν ὑδάτων· καὶ γὰρ καὶ σπανίως εὑρίσκεται παρ’ ἡμῖν ἀπὸ σταδίων τῆς πόλεως πολὺ πλειόνων ἑκατόν, ἐν Προύσῃ δὲ ἐλαττόνων ἢ δέκα.
τὸ μὲν οὖν παρ’ ἡμῖν ἐν Ἀλλιανοῖς (οὕτω γὰρ ὀνομάζεται τὸ χωρίον) ἑνὸς εἴδους ἐστὶν ὅλον, ἐκ μιᾶς πηγῆς ἀνίσχον· ἐν δὲ τῷ τῆς Προύσης προαστείῳ καὶ ἄλλη πηγὴ φαρμακώδους ὕδατος, ὥσπερ παρ’ ἡμῖν ἐν Λυκέτοις.
ὅσοι δὲ σφόδρα θερμὴν καὶ διακαῆ ἔχουσι κεφαλήν, ἄμεινον αὐτοῖς ὥρᾳ θέρους ἀλείφεσθαι ῥοδίνῳ χωρὶς στυμμάτων ἐκ μόνων ῥόδων γεγονότι· καὶ τούτου γε αὐτοῦ βέλτιόν ἐστι τὸ καλούμενον ὀμφάκινόν τε καὶ ὠμοτριβὲς ἔλαιον ἐμβεβλημένων τῶν ῥόδων καὶ πολύ γε βέλτιον, εἰ [425] καὶ χωρὶς ἁλῶν ἐσκευασμένον εἴη.
τινὲς δὲ κεφαλαὶ διὰ τὴν τῶν ἀρτηριῶν κρᾶσιν ἐν συμπτώμασι γίνονται σκοτωματικοῖς τε καὶ κεφαλαλγικοῖς, ἐφ’ ὧν καὶ τῇ ἀρτηριοτομίᾳ χρώμεθα τῆς ὑγιεινῆς πραγματείας ἐκπεπτωκυιῶν.
Τὰς μέντοι συνεχῶς ὀδυνωμένας διὰ τὴν τῶν νεύρων εὐαισθησίαν, ὅσα τῆς κεφαλῆς ἐκφυόμενα τῷ πλείστῳ μὲν ἑαυτῶν μέρει τὸ τῆς γαστρὸς στόμα διαπλέκει, φέρεται δέ τις αὐτῶν μοῖρα καὶ πρὸς τὴν λοιπὴν γαστέρα, τῆς ὑγιεινῆς τέχνης ἔργον ἰάσασθαι, μᾶλλον δ’ ὅπως μηδ’ ὅλως γίνηται ταῦτα παρασκευάζειν.
ἀρίστη δὲ προφυλακὴ προνοουμένων ἡμῶν τὸν χολώδη χυμὸν ἤτοι μηδ’ ὅλως συρρεῖν εἰς τὴν κοιλίαν ἢ ὅτι τάχιστα κενοῦσθαι.
τοῦ μὲν οὖν μηδ’ ὅλως συρρεῖν ἡ πρόνοια γίνεται διὰ τοῦ θᾶττον ἐσθίειν.
ὅταν μὲν γὰρ ἡ μὲν ὅλου τοῦ σώματος κρᾶσις ᾖ χολωδεστέρα, τὰ δὲ κατὰ κοιλίαν ἀτονώτερα, στηρίζεσθαι δεῖται διὰ τροφῆς εὐστομάχου.
μὴ γινομένου δὲ τούτου καταρρέουσιν ἰχῶρες εἰς αὐτήν, οὓς ἀθροίζει τὸ σῶμα περιττούς.
ἐκ δὲ τῆς τούτων ἀναθυμιάσεως οὐ μόνον αἱ κεφαλαλγίαι γίνονταί τισιν, [426] ἀλλὰ καὶ τὰ τῶν ὑποχεομένων συμπτώματα, καί τισιν αὐτῶν ἐπιληπτικοὶ σπασμοί.
τούτοις οὖν ἅπασιν ἡ μὲν ὅλη δίαιτα πρὸς τὸ ψυχρότερον μᾶλλον καὶ ὑγρότερον ὑπαλλαχθήτω, κενούσθω δὲ τὰ συρρέοντα δι’ ἐμέτων τε καὶ γαστρὸς ὑπαγωγῆς, ῥωννύσθω δ’ ὁ στόμαχος ἐδέσμασι μὲν ἑκάστης ἡμέρας πρὶν ἐκχολωθῆναι, φαρμάκοις δ’ ἐκ διαλειμμάτων μακροτέρων, ἀψινθίου τε πόσει καὶ τοῦ διὰ τῆς ἀλόης, ἣν καλοῦσι πικράν.
ἐκκαθαίρει γὰρ τοῦτο καὶ τὸ διὰ βάθους χολῶδες ἐν τοῖς χιτῶσι τῆς γαστρός, οὐ πάνυ τι τοῦ ἀψινθίου δυναμένου τοῦτο ποιεῖν· ῥυπτικαί τε γὰρ αὐτῷ καὶ στυπτικαὶ δυνάμεις εἰσὶ μόναι, ὥστε τὸ μὲν ὡς ἂν εἴποι τις ῥύπον τῶν χιτώνων τῆς γαστρὸς ἀποσμᾷ, οὐ μήν, εἴ τι κατὰ βάθος αὐτοῦ ἐστιν, ἕλκειν ἔξω τοῦτο καὶ κενοῦν, ὥσπερ ἡ ἀλόη.
τὰ δ’ ἔξωθεν τοῦ σώματος χρίσματα τῆς γαστρὸς ἐπὶ τούτων ἔστω μετρίως στύφοντα.
μήλινον δέ ἐστι καὶ μαστίχινον καὶ νάρδινον καὶ τὰ τοιαῦτα· θέρους μὲν τὸ μήλινον μᾶλλον, ἐν χειμῶνι δὲ ἡ νάρδος, ἦρος δὲ τὸ μαστίχινον· ἐν τῷ μέσῳ γὰρ [427] τοῦτό ἐστι μηλίνου τε καὶ ναρδίνου μύρου, θερμαίνοντος μὲν τοῦ ναρδίνου, καὶ μάλισθ’ ὅταν ἀμώμου πλέον ἔχῃ, ψύχοντος δὲ τοῦ μηλίνου.
ταῖς δὲ πλουσίαις γυναιξὶν ὑπάρχει νάρδου κρεῖττον χρίσμα, φουλιᾶτα τε καὶ τὰ καλούμενα σπικᾶτα, θερμαίνοντα καὶ ῥωννύντα τὴν γαστέρα.
ἐὰν δὲ μὴ μόνον ἡ κεφαλὴ θερμοὺς ἰχῶρας ἐπιπέμπῃ τοῖς κατὰ γαστέρα χωρίοις, ἀλλὰ καὶ αὐτὰ τύχῃ θερμὴν δυσκρασίαν ἔχοντα, τοῖς ἐμψύχουσιν ἐδέσμασί τε καὶ πόμασιν ἀεὶ χρῆσθαι προσήκει τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς ὑπαλλάττοντας κατὰ τὰς ὥρας τοῦ ἔτους, οὐ πρὸς τοὐναντίον ἀφικνουμένους, ὥσπερ ἐπὶ τῶν εὐκράτων ἐργαζόμεθα, χειμῶνος μὲν θερμαίνοντες, θέρους δὲ ψύχοντες.
ὡσαύτως δὲ κἂν ἀμφότερα τὰ μόρια τὴν ψυχρὰν ἔχῃ δυσκρασίαν, ἀεὶ μὲν χρῆσθαι τοῖς θερμοῖς ἐδέσμασί τε καὶ πόμασι καὶ χρίσμασιν, ὑπαλλάττειν δὲ αὐτὰ κατὰ τὰς ὥρας, ἐπιτείνοντας καὶ ἀνιέντας.
χαλεπὴ δὲ γίνεται μίξις, ὅταν ἤτοι γε εἰς θερμὴν γαστέρα καταρρέωσιν ἐκ τῆς κεφαλῆς οἱ ψυχροὶ [428] καὶ φλεγματώδεις ἰχῶρες, εἰς τὴν ψυχρὰν δὲ οἱ θερμοί· καὶ τούτων γ’ ἀμφοτέρων ἐπειράθην ἀεὶ δυσμεταχειριστοτέρας οὔσης τῆς ἑτέρας, καθ’ ἣν εἰς θερμὴν κοιλίαν οἱ φλεγματώδεις τε καὶ ψυχροὶ καταφέρονται χυμοί.
χειρίστη δέ, ὅταν οὕτως ἔχῃ κατασκευῆς τε καὶ φύσεως ὁ ἄνθρωπος, ὡς μήτ’ εὔλυτον ἔχειν γαστέρα μήτ’ ἐμεῖν ἑτοίμως.
διαφθείρονται γὰρ οἱ φλεγματώδεις χυμοί, κατὰ τὴν θερμὴν γαστέρα χρονίζοντες, ὡς δάκνειν ταύτην ἀναπέμπειν τε πρὸς τὴν κεφαλὴν ἀτμοὺς μοχθηρούς.
ὡς ἐάν γε φλεγματώδης χυμὸς ἐκ τῆς κεφαλῆς εἰς ψυχρὰν φύσει γαστέρα καταρρέῃ, ῥᾴστη τοῖς τοιούτοις βοήθεια γίνεται, λαμβάνουσιν ἕωθεν τοῦ διὰ τριῶν πεπέρεων ἁπλοῦ φαρμάκου.
καὶ πέπερι δὲ μόνον ἀκριβῶς λεῖον ὕδατι μίξαντα πίνειν ἐγχωρεῖ· κάλλιον δ’ ἐστὶ καὶ εὐστομαχώτερον εἰς αὐτὰ τὸ λευκόν.
ἀψινθίου δὲ πόσις ἐναντιωτάτη τοῖς οὕτω διακειμένοις· ἐμπλάττει γὰρ αὐτῶν τῇ γαστρὶ τὸν φλεγματώδη χυμόν, ὡς ἂν οὐκ ἔχον ἀξιόλογον ἐν ἑαυτῷ δύναμιν ῥυπτικήν.
οὐ μὴν οὐδ’ ἀλόη τούτους ὀνίνησιν ἑλκτικὴν δύναμιν ἔχουσα [429] χολώδους χυμοῦ.
καὶ διὰ τοῦτ’ ἐπενοήθη καλῶς ἡ καλουμένη πικρὰ τῇ τῶν μιγνυμένων δριμύτητι καὶ θερμότητι τέμνουσα καὶ ῥύπτουσα τοὺς παχεῖς καὶ γλίσχρους χυμούς, ὁποῖόν ἐστι τὸ κινάμωμον.
ἀλλ’ οὐχ οἷόν τε τοιούτῳ φαρμάκῳ χρῆσθαι συνεχῶς, ὥσπερ τῷ διὰ τριῶν πεπέρεων ἢ τῷ διὰ τῆς καλαμίνθης.
εἰ γὰρ καὶ καθ’ ἑκάστην ἡμέραν χρῷτο τούτοις ὁ τὴν ψυχρὰν ἔχων γαστέρα, βλάβης οὐδεμιᾶς πειραθήσεται.
τοὐπίπαν μὲν οὖν εἰς ἑκατὸν δραχμὰς τῆς ἀλόης ἓξ ἑκάστου τῶν ἄλλων μίγνυνται, ὄντων καὶ αὐτῶν ἕξ.
καὶ αὕτη γ’ ἐστίν, ἣν ἅπαντες ἐν Ῥώμῃ σκευάζουσι πικράν.
ἐγὼ δὲ καὶ δύο ἄλλας συντίθημι κατὰ μὲν τὴν ἑτέραν αὐτῶν πλέονα μιγνὺς τὰ θερμαίνοντα, κατὰ δὲ τὴν ἑτέραν ἐλάττονα.
πλέονα μὲν οὖν ἐμβληθήσεται τῆς ἀλόης μόνης ἀφελόντων ἡμῶν τοῦ πλήθους, ὡς εἰς ὀγδοήκοντα δραχμὰς ἐμβάλλεσθαι τῶν ἄλλων ἑκάστου τὰς ἕξ· ἐλάττονα δὲ τῆς ἀλόης τὸ πλῆθος αὐξησάντων εἴκοσι δραχμαῖς, ὡς εἰς ἑκατὸν καὶ εἴκοσι τῆς ἀλόης ἑκάστου τῶν ἄλλων ἐμβάλλειν ἕξ.
εὔδηλον δέ, ὅτι κιναμώμου τις [430] ἀπορῶν ἐμβάλλει κασίας τῆς ἀρίστης τὸ διπλάσιον· ἔνιαι γὰρ εἰς τοσοῦτον ἥκουσι τῆς οἰκείας ἀρετῆς, ὡς μηδὲν ἀποδεῖν ἀτόνου κιναμώμου· τοῦ γὰρ εὐτόνου καὶ ἡ τοιαύτη κασία πολλῷ λείπεται.
ἀλλ’ ὥσπερ, ὅταν ἀπορῶμεν ἄρτου καλοῦ, τὸν φαυλότατον ἐσθίομεν, οὕτω καὶ κασίᾳ τῇ καλλίστῃ χρησόμεθα κατὰ τὴν ἀπορίαν τοῦ κιναμώμου.
ἐφ’ ὧν μὲν οὖν σωμάτων ἡ γαστήρ ἐστιν ἤτοι γ’ εὔκρατος μέν, ἀλλ’ ἐπὶ τὸ ψυχρότερον ῥέπουσα, ἐπιτήδειόν ἐστι τὸ καλούμενον Διοσπολιτικὸν φάρμακον, ὃ καὶ αὐτὸ διττῶς εἴωθα συντιθέναι, τοῖς μὲν ἐπεχομένοις τὴν γαστέρα νίτρου τοῦ Βερνικαρίου καλουμένου μιγνὺς ἴσον τῷ τε κυμίνῳ καὶ τῷ πηγάνῳ καὶ τῷ πεπέρει, τοῖς δ’ εὔλυτον ἔχουσιν ἥμισυ.
συμπεφώνηται γὰρ ὑπὸ τούτου τοῦ φαρμάκου λεπτύνεσθαί τε τὸ φλέγμα καὶ τὰ φυσώδη πνεύματα κενοῦσθαι.
χαλεπὴ δ’ ἐστὶ καὶ δυσμεταχείριστος ἡ ἐπιπλοκὴ τῆς δυσκράτου κατὰ θερμότητα γαστρὸς τῇ ψυχρᾷ κεφαλῇ.
τὸ μὲν γὰρ φλέγμα τὸ καταρρέον εἰς τὴν γαστέρα χρῄζει τοῦ [431] διὰ τριῶν πεπέρεών τε καὶ καλαμίνθης, ὥσπερ καὶ τοῦ προειρημένου Διοσπολιτικοῦ, τὸ δὲ στόμα τῆς γαστρὸς ὑπὸ τῶν ἐκπυρούντων βλάπτεται.
τέμνειν οὖν τῶν οὕτω διακειμένων καὶ ἀπορρύπτειν τὸ φλέγμα πειρᾶσθαι χρὴ διὰ τῶν μὴ θερμαινόντων, ὁποῖόν ἐστι καὶ ὀξύμελι.
χαλεπὴ δὲ καὶ δυσδιάθετός ἐστιν ἐπιπλοκὴ καὶ ἡ τῶν τοιούτων τοῦ σώματος κατασκευῶν, ἐν αἷς ἄτονον μέν ἐστι καὶ ναυτιῶδες τὸ στόμα τῆς κοιλίας, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν, ἴσχεται δὲ ἡ γαστήρ.
ὅσα γὰρ αὐτὴν προτρέπει, εὐθέως πάντα ἀνατρέπει τὸν στόμαχον, ὡς ἐπιπολάζειν τε αὐτῷ τὰ σιτία καὶ ναυτίαν ἐργάζεσθαι πολλάκις· οἷς ἐξ ἀνάγκης ἕπεται τὸ μηδὲ πέττεσθαι καλῶς τὴν τροφήν.
ἐὰν δὲ πάλιν εὐστόμαχα διδῷς αὐτοῖς ἐδέσματα, καὶ τρίτης καὶ τετάρτης ἡμέρας ἡ γαστὴρ ἐπέχεται.
τοῖς τοιούτοις οὖν ἓν εἶδος εὗρον διαίτης ἁρμόζον, ἐν ἀρχῇ μὲν προσφερομένοις λάχανά τε δι’ ἐλαίου καὶ γάρου καὶ τἄλλα, ὅσα λαπάττειν εἴωθε τὴν γαστέρα, μετὰ δὲ τὴν αὐτάρκη τροφὴν ἐπιλαμβάνουσί τι τῶν τονούντων τὸν στόμαχον.
ἔστι δὲ δὴ ταῦτα [432] μῆλά τε καὶ ἄπια καὶ ῥοιαί· ἔνια γάρ ἐστι τοιαῦτα γένη χωρὶς ὀξύτητος στύφοντα.
αὐτὸς δὲ ὁ ἄνθρωπος ἁπάντων αὐτῶν ἐν μέρει πειραθείς, ὅπερ ἂν ἀβλαβέστατόν τε καὶ ἥδιστον εὑρίσκῃ, τούτῳ χρήσθω.
μὴ πολὺ δὲ μηδὲ τούτων ἑκάστου λαμβάνειν, ἀλλ’ ὅσον, ὡς ἔφην, ἰάσεται τὴν ἀτονίαν τοῦ στομάχου· τῆς γὰρ τοιαύτης αὐτῶν χρήσεως ἐπειράθην εὔλυτον ἐργαζομένης τὴν κοιλίαν.
καὶ μᾶλλόν γε τοὐπίπαν οἱ οὕτω διακείμενοι διαχωροῦσιν ἐπιφαγόντες τι τῶν στυφόντων ἢ εἰ μηδ’ ὅλως ἐχρήσαντο.
τονωθὲν γὰρ αὐτῶν τὸ στόμα τῆς κοιλίας ὠθεῖ κάτω τά τ’ ἐπιπολάζοντα καὶ σὺν αὐτοῖς τὰ καθ’ ὅλην τὴν ἄνω γαστέρα καὶ τήν γε φορὰν τῶν σιτίων ὑποδεχόμενα τὰ ἔντερα διαφυλάττει, προωθοῦντα καὶ αὐτὰ τὸ παραγινόμενον ἐκ τῶν ὑπερκειμένων εἰς αὐτά.
φαίνεται γὰρ ἡ προωστική τε καὶ ἀποκριτικὴ δύναμις, κἂν ἐκ τῶν κατὰ τὴν ἕδραν χωρίων ὁρμήσῃ τι πρὸς τὴν ἄνω φοράν, ἄχρι τοῦ πλείστου διαφυλάττουσα, καίτοι παρὰ φύσιν οὔσης ἐν ζῴῳ τοιαύτης [433] ὁδοῦ.
ὅτι δὲ ἀληθές ἐστιν ὃ λέγω, πάρεστι μαθεῖν ἑκάστῳ τῶν πολλάκις ἡμῖν συμβαινόντων ἀναμνησθέντι.
δακνώδης γοῦν ἐνίοτε χυμὸς εἰς τὰ κατὰ τὴν ἕδραν χωρία παραγενόμενος, ἐρεθίζει μὲν ἡμᾶς ἐπὶ τὴν ἔκκρισιν αὐτοῦ· κατασχεῖν δὲ αὐτὸν ἀναγκασθέντες, ἐπειδὰν ἐν πολιτικαῖς ὦμεν πράξεσιν, ἀπαλλαγέντες αὐτῶν οὐκέτ’ ἀποκρίνομεν, αἰσθανόμεθά τε κἀκ τούτου πολλάκις τῆς κεφαλῆς ὀδυνηρᾶς γινομένης ἀνατρεπομένης τε τῆς γαστρός.
εὐλόγως οὖν, εἰ καὶ ὑπακτικοῖς σιτίοις ἐπιπολαζομένου τοῦ στομάχου τὰ στύφοντα ληφθέντα τόνον † ἐμποιήσαντα τοῖς ἄνω μέρεσι τῆς γαστρός, ἀρχὴν τῆς κάτω φορᾶς ἐργάζεται τοῖς ἐν αὐτῷ περιεχομένοις, ἣν διαδεχόμενα τὰ ἔντερα μέχρι τοῦ κάτω πέρατος εἴωθε φυλάττειν.
Αὐτάρκως οὖν εἰρημένων τούτων ὥρα μεταβαίνειν ἐπ’ ἄλλην κατασκευὴν ἀνώμαλον οὐδεμιᾶς τῶν πρόσθεν ἀπολειπομένην τῇ κακίᾳ, καθ’ ἣν οἱ μὲν νεφροὶ λίθους ἢ πώρους ἢ ὁπωσοῦν ὀνομάζειν ἐθέλεις γεννῶσιν, ἡ δὲ τοῦ σώματος ἅπαντος φύσις ἰσχνὴ τετύχηκεν οὖσα.
[434] χρῄζουσι μὲν γὰρ οὗτοι φαρμάκων καὶ διαιτημάτων λεπτυνόντων, ἐναντιώτατα δ’ ἐστὶ ταῦτα τοῖς ἰσχνοῖς σώμασιν.
ὥστε τις τῶν χρωμένων αὐτοῖς διὰ τοὺς νεφρούς, δυσκινήτων τε καὶ δυσαισθήτων καὶ ὥσπερ ψοφούντων καπυρόν, ὡς αὐτὸς ὠνόμαζεν, αἰσθανόμενος τῶν δακτύλων, ἐκοινώσατο μὲν τὰ πρῶτα τοῖς κατὰ τὴν Καμπανίαν ἰατροῖς, ἔνθα διέτριβεν, οἱ δὲ ὡς καταψυχθέντων αὐτῶν ἐπὶ διαθέσει παράλυσιν ἀπειλούσῃ τοῖς δι’ εὐφορβίου καὶ λιμνήστεως, ἣν «ἀδάρκην» τε καὶ «ἀδάρκιον» ὀνομάζουσιν, ἐχρῶντο φαρμάκοις.
ὡς δὲ πολὺ χείρων ἡ διάθεσις ἐγίνετο καὶ προσανέβαινεν ἀεὶ τὰ συμπτώματα τοῖς ὑπερκειμένοις μέρεσι μετὰ τοῦ σφόδρα ὀδυνᾶσθαι, κατά τινα τύχην ἐπιδημήσαντί μοι τῇ Καμπανίᾳ δηλώσας ὁ κάμνων τὰ συμβάντα παρεκάλει βοηθεῖν.
ἐγὼ δὲ ὅτι μὲν ἐκ τῶν φαρμάκων ὧν εἶπεν ὑπερξηρανθεὶς εἰς τὴν τοιαύτην ἧκε διάθεσιν συνῆκα, ζητῶν δέ, τίνα ἄν τις αὐτῷ δίαιταν εὕροι, καθ’ ἣν ἄνευ τοῦ βλάπτεσθαι τοὺς νεφροὺς ἰάσεται τὴν ξηρότητα, πτισάνης τε χυλὸν ἐπενόησα καὶ τῶν ἰχθύων τοὺς πετραίους καὶ πελαγίους, [435] ὅσοι τ’ ἄλλοι μηδὲν ἔχουσι γλίσχρον.
οὕτω δὲ καὶ τῶν πτηνῶν ζῴων ὅσα παραπλήσιον ἔχει τὴν σάρκα.
πολλὰ δὲ τῶν ὀρείων ὀνομαζομένων ὀρνίθων τοιαῦτα ταῖς κράσεσιν· ὅσα γὰρ ἐν ταῖς πόλεσι κατακλείσαντες ὑγραῖς καὶ πολλαῖς τροφαῖς πιαίνουσιν οἱ τὰ τοιαῦτα καπηλεύοντες, ἐναντιώτατα τούτοις ἐστίν.
ἀρίστη δὲ σὰρξ εἰς τὴν τοιαύτην διάθεσίν ἐστιν ἡ τῶν ὀρείων περδίκων, ἐπ’ αὐτῇ δὲ τῶν ἀτταγήνων καὶ ψάρων καὶ κοττύφων καὶ κιχλῶν.
ἐὰν δὲ ἀπορῶμεν ὀρείων ὀρνίθων, ἐκ τῶν ἐν τοῖς ἀγροῖς τρεφομένων καὶ τῶν κατὰ τοὺς πύργους περιστερῶν νομάδων λαμβάνειν προσήκει, καθάπερ καὶ τῶν ἐν αὐτοῖς τοῖς πύργοις νεοττευόντων στρουθίων, οὓς ὀνομάζουσι πυργίτας.
ἔστωσαν δὲ ἐν ὑψηλοῖς χωρίοις οἱ τοιοῦτοι τῶν ἀγρῶν· οὕτω γὰρ καὶ ταῖς ἀλεκτορίσι καὶ τοῖς ἀλεκτρυόσι τοῖς κατὰ τὰς ἐπαύλεις τρεφομένοις ἔνεστι χρῆσθαι.
γάλακτος δὲ τοῦ μὲν τῶν ἄλλων ζῴων εἴργειν τοὺς οὕτω διακειμένους, μόνῳ δ’ ἐπιτρέπειν χρῆσθαι τῷ τῶν ὄνων, ἐπειδὴ λεπτομερέστερόν ἐστι τοῦτο τῶν ἄλλων.
καὶ συνελόντι φάναι, μεταξὺ τῆς τε λεπτυνούσης διαίτης καὶ τῆς παχυνούσης [436] εἶναι χρή.
τὴν δὲ τούτοις ἁρμόττουσαν τὴν κατὰ μέρος ὕλην ἐν τοῖς Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ὑπομνήμασιν ἔγραψα καὶ προσέτι τῷ Περὶ εὐχυμίας τε καὶ κακοχυμίας.
διὸ καὶ μηκύνειν ἐν τῷ παρόντι περιττόν· ἀρκεῖ γὰρ τοῦτο μόνον εἰπεῖν, ὡς καὶ τῆς ὅλου τοῦ σώματος ἀναθρέψεως ἐπὶ τῶν τοιούτων προνοεῖσθαι χρὴ δι’ ἧς ἔμπροσθεν εἶπον ἀγωγῆς, ἡνίκα ἐμνημόνευσα τοῦ πάντα μᾶλλον ὑπομένοντος παθεῖν ἢ πιττοῦσθαι.
παχέος δὲ ὄντος τοῦ λιθιῶντος ἀνθρώπου, θαρρῶν ἂν χρῷο τῇ λεπτυνούσῃ διαίτῃ.
τὰ δ’ αὐτὰ νόμιζε καὶ περὶ τῶν ἀρθριτικῶν † προσιέναι.
πίνοντες γὰρ ἐκεῖνοι τὰς ἀρθριτικάς τε καὶ ποδαγρικὰς ἀντιδότους οἱ μὲν εὔσαρκοι καὶ παχεῖς καὶ πιμελώδεις οὐδὲν βλάπτονται, λεπτοὶ δὲ ὑπάρχοντες ὅλον τε τὸ σῶμα ξηραίνονται καὶ τοὺς πόδας αὐτοὺς ἐνίοτε καὶ τὰς χεῖρας, εἰ πρότερον ἐπεπόνθεισαν, εἰς χαλεπωτέραν ἄγουσι διάθεσιν.
εἰδέναι μέντοι χρὴ τὰς ποδαγρικὰς ταύτας ἀντιδότους πολὺ τῶν νεφριτικῶν διαλλαττούσας οὐ μόνον τῷ [437] λεπτύνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμούς, ἀλλὰ καὶ τῷ θερμαίνειν τε καὶ ξηραίνειν· ἐπὶ γάρ τοι τῶν νεφριτικῶν οὐδὲ τὴν ἀρχὴν ὅσα θερμαίνει σφοδρῶς διδόναι χρή.
λέλεκται δὲ τελέως δηλονότι περὶ τῶν τοιούτων ἁπάντων ἐν τῇ τῆς Θεραπευτικῆς μεθόδου πραγματείᾳ καὶ ταῖς Περὶ τῶν φαρμάκων, διτταῖς οὔσαις καὶ ταύταις, προτέρας μὲν τῇ τάξει τῆς τῶν ἁπλῶν, δευτέρας δὲ τῆς τῶν συνθέτων· ‹ὧν› οὔτε μηδ’ ὅλως οὔτ’ ἐπὶ πλέον προσήκει μεμνῆσθαι διὰ τὸ καὶ τὰ τοιαῦτα σώματα μεταξὺ τῶν τ’ ἀκριβῶς ὑγιαινόντων καὶ τῶν ἤδη νοσούντων εἶναι· τὸ γάρ τοι προφυλακτικὸν ὀνομαζόμενον μέρος τῆς ἰατρικῆς τῶν οὕτω διακειμένων προνοεῖται σωμάτων.
οὐδένα γοῦν τῶν ἄμεμπτον ἐχόντων τὴν τοῦ σώματος ἕξιν οὔτ’ ἀξιοῦμεν φάρμακα πίνειν οὔτε λεπτυνούσῃ διαίτῃ χρῆσθαι· τοὺς δὲ διὰ φυσικὴν ἀσθένειαν ἤτοι τοῦ σώματος ἅπαντος ἢ μορίων τινῶν ἑτοίμως βλαπτομένους εἰς τὴν προφυλακτικὴν ὀνομαζομένην ἀγωγὴν ἀξιοῦμεν ἕλκεσθαι, τῆς ὑπόπτου [438] διαίτης ἀφισταμένους, ὑφ’ ἧς οὐδὲν ὁρῶμεν βλαπτομένους, ὅσοι καλῶς κατεσκευασμένοι τὰ σώματα φύσει διαπονεῖν οὐκ ὀκνοῦσι τὰ μέτρια.
Τοῖς μέντοι ῥᾳδίως πάσχουσιν, ὡς καὶ τοῖς μεγάλοις νοσήμασιν ἐμπίπτειν συνεχῶς, οἷον τοῖς ἐπιληπτικοῖς καὶ σκοτωματικοῖς καὶ κεφαλαλγικοῖς ἔτι τε τοῖς ἄλλοις, ἐφ’ ὧν ἡ κεφαλὴ τοῖς ὑποκειμένοις μορίοις αἰτία γίνεται τῶν συμπτωμάτων (ἐν οἷς εἰσιν ὀδόντες οὖλά τε καὶ κίων καὶ συλλήβδην εἰπεῖν ἅπαντα τὰ κατὰ τὸ στόμα καὶ τὴν φάρυγγα μόρια καὶ πρὸς αὐτοῖς ὦτα καὶ ὀφθαλμοὶ καὶ στόμαχος καὶ κοιλία καὶ τὰ πνευματικὰ μόρια λάρυγξ ἀρτηρία τραχεῖα καὶ πνεύμων καὶ θώραξ), ὁ σκοπὸς τῶν διαιτημάτων κοινὸς αὐτὴν μὲν καὶ πρώτην μάλιστα τὴν κεφαλὴν ἐργάζεσθαι δυσπαθῆ, μετὰ ταύτην δὲ καὶ τῶν βλαπτομένων μορίων προνοεῖσθαι γινώσκοντας, ὡς καὶ τοῦτ’ αὐτὸ πάλιν ἑτέρου δεῖται διορισμοῦ, λέγω δὲ τὸ μὴ πάντα ῥωννύναι τὰ βλαπτόμενα μόρια.
ἄριστος δὲ διορισμὸς ὁ εἰς τὴν χρείαν αὐτῶν ἀναγόμενος.
ὀφθαλμῶν μὲν γὰρ καὶ ὤτων ἡ χρεία μεγάλη, καὶ [439] διὰ τοῦτο προσήκει τῶν ἐκ τῆς κεφαλῆς περιττωμάτων εἰς αὐτὰ φερομένων τὴν ὑφ’ Ἱπποκράτους ὀνομαζομένην «παροχέτευσιν» ἐργάζεσθαι, μάλιστα μὲν ἐπὶ ῥῖνα περισπῶντα τὸ φερόμενον ἐπ’ αὐτά, ταύτης δ’ οὐχ ὑπακουούσης, εἰς τὸ στόμα διὰ τῶν ἀποφλεγματιζόντων φαρμάκων, ὥσπερ γε κἀπὶ τὴν ῥῖνα διὰ τῶν πταρμοὺς κινούντων, ὅσα τε πρὸς τὰς ἐμφράξεις αὐτῶν ἁρμόττει.
ὀφθαλμοὺς δὲ τονώσεις τῷ διὰ τοῦ Φρυγίου λίθου χρώμενος ξηρῷ κολλυρίῳ, τοῖς βλεφάροις ἐπάγων τὴν μήλην χωρὶς τοῦ προσάπτεσθαι τοῦ κατὰ τὸν ὀφθαλμὸν ἔνδον ὑμένος· οὕτως οὖν πράττουσιν ὁσημέραι καὶ στιμμιζόμεναι αἱ γυναῖκες.
εἰς δὲ τὴν τῶν ὤτων ῥώμην ἀπόχρη μὲν καὶ τὸ γλαύκιον μόνον, παρατριβόμενον ἐπ’ ἀκόνης σὺν ὄξει, κἄπειτα διὰ μήλης ἐγχεόμενον ἀτρέμα χλιαρὸν ἢ διὰ τούτου δὴ τοῦ συνήθους ὀργάνου, καλουμένου δὲ ὑπὸ τῶν ἰατρῶν «ὠτεγχύτου»· κἀπειδὰν ἤδη σοι δοκῇ τονοῦσθαι καλῶς, ὡς μηδὲν ἐπιρρεῖν αὐτοῖς, συνεχῶς ἐνστάξεις ναρδίνου μύρου τοῦ ἀρίστου, πρότερον μὲν [440] ἐν Λαοδικείᾳ μόνῃ τῆς Ἀσίας σκευαζομένου καλλίστου, νυνὶ δὲ καὶ κατ’ ἄλλας πόλεις.
ἔτι δὲ μᾶλλον τὸ διὰ γλαυκίου καλούμενον κολλύριον ὀνήσει τε καὶ ῥώσει τὰ ὦτα καὶ τὸ διὰ ῥόδων καὶ τὸ κροκῶδες καὶ τὸ νάρδινον καὶ τὸ δι’ οἴνου καὶ τῶν μύρων τὰ ἐν Ῥώμῃ σκευαζόμενα ταῖς πλουσίαις γυναιξίν, ἃ φουλιᾶτα τε καὶ σπικᾶτα προσαγορεύουσιν.
εἰ δὲ πολὺ συνεχῶς ἐπὶ τὰ ὦτα καταφέροιτο τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα καὶ πύον καὶ ἑλκώσεις γεγονυῖαι τύχοιεν, τὴν μὲν ἕλκωσιν διὰ τοῦ Ἀνδρωνίου φαρμάκου καὶ τῶν ὁμοίων ἐκθεραπευτέον.
ἐν αὐτῷ δὲ τῷ ταῦτα πράττειν ἀντισπαστέον ἐπὶ ῥῖνά τε καὶ στόμα καὶ μετὰ ταῦτα τοῖς εἰρημένοις χρηστέον.
Ὥσπερ δὲ ὑπὸ τῶν ἐκ τῆς κεφαλῆς καταρρεόντων βλάπτεται πολλάκις πολλὰ τῶν ὑποκειμένων, οὕτω δι’ ἧπαρ ἢ νεφροὺς ἢ σπλῆνα νόσοι συμβαίνουσιν ἑτέροις μορίοις ἀσθενεστέροις αὐτῶν.
ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἕκαστον μόριον ἑλκτικὴν [441] τῶν οἰκείων αὐτοῦ χυμῶν ἴσχον δύναμιν, οὓς ἀλλοιοῦσα κἀξομοιοῦσα εἰς τροφὴν καταχρῆται, καί τινι πάλιν ἑτέρᾳ δυνάμει τὸ περιττὸν ἀποκρίνειν ἐφιέμενον εἴς τι τῶν πλησίον.
ἂν μὲν οὖν αὐτὸ τὸ πεπονθὸς εὔρωστον ἔχῃ τὴν ἕξιν τοῦ σώματος, οὐ δέχεται τὸ πεμπόμενον, ὥστ’ ἐν τῷ πρωτοπαθοῦντι μένον ἐκείνῳ τῷ μορίῳ συνεχῶς πάσχοντα τὸν ἄνθρωπον ἀπέδειξεν· ἐὰν δ’ ἀσθενέστερον ᾖ τι τοῦ πέμποντος, ἐδέξατο μέν, αὖθις δὲ ὠθεῖ πρός τι καὶ αὐτὸ τῶν ἀσθενεστέρων, κἀκεῖνο πάλιν εἰς ἄλλο, μέχρις ἂν εἴς τι τῶν οὐδὲν ἐχόντων ἀσθενέστερον ἑαυτῶν κατασκήψῃ τὸ περιττόν.
κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἄλλος ἄλλῳ μέρει συνεχῶς ἐνοχλεῖται τῶν ἀμελῶς διαιτωμένων· τοῖς δὲ μὴν μηδὲν ἀθροίζουσι περιττὸν ἀβλαβὲς ἀεὶ μένει τὸ ἀσθενές.
ἀπόδειξις δὲ τούτου σαφεστάτη τὸ δι’ ἑξαμήνου ἢ πλεόνων ἐνίους ἐνοχλεῖσθαι τοῖς ἀσθενέσι μορίοις.
εἰ γὰρ αὕτη μόνη ἦν ἀσθένεια τῆς βλάβης αἰτία, διὰ παντὸς ἂν ἔπασχε τὸ ἄρρωστον μόριον, ὡς ἄν γε διαπαντὸς ἔχον ἐν ἑαυτῷ συνυπάρχουσαν τὴν τοῦ πάσχειν [442] αἰτίαν.
ἐπεὶ τοίνυν οὐ πάσχει διὰ παντός, εὔδηλόν ἐστι καὶ ἄλλο τι προσέρχεσθαι τὸ συμπληροῦν τοῦ παθήματος αὐτοῦ τὴν γένεσιν, ὅπερ οὐδὲν ἕτερόν ἐστι τοῦ περιττεύοντος ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὴν ποιότητα.
καὶ τοῦτό γε αὐτὸ τὸ περιττεῦον ἢ καθ’ ὅλον ἀθροίζεται τὸ σῶμα (καὶ καλοῦσι «πληθώραν» τὴν τοιαύτην διάθεσιν) ἢ ἔν τινι τῶν κυρίων μέν, ἀσθενῶν δὲ φύσει μορίων, ὅπερ ἤτοι γ’ ἐν αὐτῷ μένον ἢ πρός τι τῶν ἀσθενεστέρων φύσει μορίων ἀποχωροῦν τὴν βλάβην ἐργάζεται.
σκεπτέον οὖν καὶ διοριστέον αὐτὸ τοῦτο πρῶτον, εἴτε δι’ ἑαυτοῦ αἰτίαν συνεχῶς νοσεῖ τὸ μόριον εἴτε δι’ ἄλλο τι πρότερον αὐτοῦ πάσχον.
ἐνίοτε μὲν οὖν ἔξωθεν ἡ βλάβη τοῖς ἀσθενέσι γίνεται μορίοις ἤτοι ψυχθεῖσιν ἢ φλεχθεῖσιν ἢ πληγεῖσιν ἢ κοπωθεῖσιν, ὡς τὰ πολλὰ δὲ ἐπὶ τοῖς διαιτήμασι πλῆθος ἢ κακοχυμίαν ἀθροίζουσι.
προσέχειν οὖν χρὴ τῷ μεγέθει τῆς φυσικῆς ἀσθενείας τοῦ μορίου, διορισμῷ χρώμενον τοιῷδε· λεπτότερον χρὴ διαιτῆσαι τὸν ἄνθρωπον ἢ πρόσθεν [443] ἅμα τῷ δηλονότι καὶ τὰ προσήκοντα γυμνάσια γυμνάζεσθαι, φυλάττεσθαι δὲ καὶ τὴν ἀπὸ τῶν ἔξωθεν αἰτίων βλάβην· εἶτα, ἐὰν μὲν ἐπὶ τούτοις μήτ’ ἰσχνὸς γένηται μήτε διοχλῆται τὸ ἄρρωστον αὐτοῦ μόριον, ἐπιμένειν τοῖς διαιτήμασιν, ἐὰν δ’ ἤτοι λεπτύνηται πᾶσι τοῖς μέρεσιν ἢ καί τι πάσχῃ τὸ φαύλως κατεσκευασμένον, ὑπαλλάττειν τὴν τοιαύτην δίαιταν, ἐὰν μὲν πάσχῃ, δυοῖν θάτερον ἐργαζομένους, ἢ τὴν δίαιταν ἐπὶ τὸ λεπτότερον ἄγοντας ἢ κενώσεσιν ὡραίαις χρωμένους.
ἐνίοις μὲν οὖν ἦρος εἰσβάλλοντος αὐτάρκης κένωσις μία καθ’ ἕκαστον ἔτος γινομένη, τισὶ δ’ ἐπὶ τῇδε καὶ δευτέρας φθινοπωρινῆς γίνεται χρεία.
πλῆθος μὲν οὖν ἀθροίζοντος τοῦ σώματος, αἵματος ἀφαιρέσει κενοῦν, κακοχυμίαν δὲ διὰ καθαίροντος φαρμάκου τὸν ἐπικρατοῦντα χυμόν.
ἐὰν δὲ ἐπὶ τῇ προσηκούσῃ διαίτῃ μηδὲν πάσχῃ τὸ μόριον, ἰσχναίνηται δὲ τὸ σῶμα, τῇ πιττώσει χρηστέον, ὡς ἔμπροσθεν εἴπομεν, εἰς ἀνάθρεψιν ἕξεως λεπτυνομένης.
Μοχθηροτάτη δὲ σύστασίς ἐστι σώματος καὶ ἡ τοιάδε· σπέρμα [444] πολὺ καὶ θερμὸν ἔνιοι γεννῶσιν ἐπεῖγον αὐτοὺς εἰς ἀπόκρισιν, οὗ μετὰ τὴν ἔκκρισιν ἔκλυτοί τε γίνονται τῷ στόματι τῆς κοιλίας (ὃ καὶ αὐτὸ καλεῖται «στόμαχοσ» οὐ μόνον ὑπὸ τῶν ἰατρῶν, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ἀνθρώ πων, ὥσπερ ὑπὸ τῶν παλαιῶν ἐκαλεῖτο «καρδία») καὶ τῷ σώματι δὲ παντὶ καταλύονταί τε καὶ ἀσθενεῖς γίνονται καὶ ξηροὶ καὶ λεπτοὶ καὶ ὠχροὶ καὶ κοιλοφθαλμιῶντες οἱ οὕτω διακείμενοι.
εἰ δὲ ἐκ τοῦ ταῦτα πάσχειν ἐπὶ ταῖς συνουσίαις ἀπέχοιντο μίξεως ἀφροδισίων, δύσφοροι μὲν τὴν κεφαλὴν γίνονται, δύσφοροι δὲ τῷ στομάχῳ καὶ ἀσώδεις.
οὐδὲν δὲ μέγα διὰ τῆς ἐγκρατείας ὠφελοῦνται· συμβαίνει γὰρ αὐτοῖς ἐξονειρώττουσι παραπλησίας γίνεσθαι βλάβας, ἃς ἔπασχον ἐπὶ ταῖς συνουσίαις.
εἷς δέ τις ἐξ αὐτῶν ἔφη μοι δακνώδους τε καὶ θερμοῦ πάνυ τοῦ σπέρματος αἰσθάνεσθαι κατὰ τὴν ἀπόκρισιν οὐ μόνον ἑαυτόν, ἀλλὰ καὶ τὰς γυναῖκας, αἷς ἂν ὁμιλήσῃ.
τούτῳ τοίνυν ἐγὼ συνεβούλευσα βρωμάτων μὲν ἀπέχεσθαι τῶν γεννητικῶν σπέρματος, προσφέρεσθαι δὲ οὐ βρώματα μόνον, ἀλλὰ καὶ φάρμακα τὰ τούτου σβεστικά (λέλεκται δὲ αὐτῶν [445] ἡ ὕλη κατὰ τὰ Περὶ τροφῶν καὶ τὰ τῶν ἁπλῶν φαρμάκων ὑπομνήματα), γυμνάσια δὲ γυμνάζεσθαι τὰ διὰ τῶν ἄνω μορίων μᾶλλον, ὁποῖόν ἐστι τό τε διὰ τῆς σμικρᾶς σφαίρας καὶ τὸ διὰ τῆς μεγάλης καὶ τὸ διὰ τῶν ἁλτήρων, μετὰ δὲ τὸ λουτρὸν ὅλην τὴν ὀσφὺν ἀλείφεσθαι τῶν ψυχόντων τινὶ χρισμάτων· ἔστι δὲ δὴ τὰ τοιαῦτα τὸ καλούμενον ὠμοτριβὲς καὶ ὀμφάκινον ἔλαιον ῥόδινόν τε καὶ μήλινον ἐκ τοῦ τοιούτου γεγονὸς ἐλαίου.
συνέθηκα δ’ αὐτὸς ἐνίοις καὶ παχύτερα τῇ συστάσει χρίσματα πρὸς τὸ μὴ ῥᾳδίως ἀπορρεῖν.
ἡ δὲ σύνθεσις αὐτῶν ἐστι διά τε κηροῦ καί τινος ἄλλου τῶν ψυχόντων γινομένη.
πρῶτον δὲ τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν «κηρέλαιον» ποιήσας, εἶτ’ ἐν θυίᾳ μαλάξας ταῖς χερσὶν ἱκανῶς ἐπίχει τὸν ψύχοντα χυλὸν ἐπὶ πλεῖστον ἀναφυρῶν ὡς ἑνωθῆναι.
τὴν δ’ ὕλην τῶν τοιούτων χυλῶν ἐν τῇ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ γεγραμμένην ἔχεις.
προχειρότατοι δ’ αὐτῶν εἰσι καὶ ῥᾷστοι πορισθῆναι οἵ τε τῶν ἀειζῴων καὶ τοῦ στρύχνου κοτυληδόνος τε καὶ ψυλλίου καὶ πολυγόνου καὶ τριβόλου καὶ [446] ἀνδράχνης· οὐκ ἀνίησι δὲ αὕτη χυλόν, ἐὰν μὴ κοπτομένης ἐν ὅλμῳ παρεγχέηταί τις ἄλλου ὑγροῦ καὶ λεπτοῦ καὶ ὑδατώδους τὴν σύστασιν καὶ γλίσχρου καὶ παχέος, ὥσπερ ὁ τῆς ὄμφακός τε καὶ τῶν ῥόδων.
ἀλλ’ οὗτοι μὲν ἐν τῷ θέρει, τῶν δ’ ἄλλων πολλοὶ καὶ κατὰ τὰς ἄλλας ὥρας εἰσίν, ὥσπερ ὁ τῆς θριδακίνης τῶν ψυχόντων καὶ αὐτὸς ὑπάρχων.
ἀλλὰ καὶ τὸ λινόσπερμον ἑψόμενον ἐν ὕδατι ψύχοντα χυλὸν ἐργάζεται.
γυμναστὴν δέ τινα τῶν ἀθληταῖς ἐπιστατούντων ἐθεασάμην μολιβδίνην λεπίδα ταῖς ψόαις ὑποβάλλοντα τοῦ ἀθλητοῦ πρὸς τὸ μὴ ὀνειρώττειν αὐτόν, καί τινι τῶν οὕτω πασχόντων ἰδιωτῶν ἐδήλωσα, καὶ χάριν ἔγνω τῇ χρήσει τοῦ δηλωθέντος.
ἕτερος δέ τις ἀσθενεστέραν ἔχων τὴν φύσιν τῆς σαρκὸς οὐκ ἠνέσχετο τῆς τοῦ μολίβδου σκληρότητος, ᾧ συνεβούλευσα τῶν εἰρημένων ἄρτι βοτανῶν ὑποστρώννυσθαί τινας, ἀναμιγνύναι δὲ αὐταῖς καὶ ἄγνου κλῶνας ἁπαλοὺς καὶ πηγάνου, ᾔσθετό τε παραχρῆμα τῆς ἐξ αὐτῶν ὠφελείας, ὡς χρῆσθαι τοῦ λοιποῦ διαπαντός.
ἀλλὰ καὶ συνεχῶς ἐσθίειν τὸ σπέρμα τοῦ ἄγνου [447] συμβουλεύσαντός μου καὶ τούτου χάριν ᾔδει, καθάπερ καὶ τοῦ πηγάνου.
τῶν μὲν οὖν τοιούτων ἡ ὕλη κατά τε τὰ τῶν ἁπλῶν φαρμάκων ὑπομνήματα καὶ τὰ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων εἴρηται νυνὶ δ’ ἀναγκαῖον εἶναί μοι δοκεῖ προσθεῖναι τῷ λόγῳ φυλάττεσθαι τὰ σφοδρῶς ψύχοντα, καθάπερ ὅσα διὰ μήκωνός τε καὶ μανδραγόρου γίνεται χρίσματα· μήτε γὰρ τούτων τι προσφέρειν μήτε, ὅταν ἀκμάζῃ τὰ φυτά, καθάπερ τοῖς προειρημένοις οὕτω καὶ τούτοις ἔστιν ὑποστορέσμασι χρῆσθαι.
καὶ ῥόδων δὲ ἠξίωσά τινα πειραθῆναι, καὶ ὠνήσατο καὶ οὗτος ὑποστρωννὺς αὐτὰ χωρὶς τοῦ βλαβῆναί τι κατὰ τοὺς νεφρούς.
αἱ γὰρ σφοδραὶ ψύξεις τῶν ἐπιτιθεμένων τοῖς κατὰ τὴν ὀσφὺν χωρίοις ἀδικοῦσι τοὺς νεφρούς.
ἐπενόησα δέ τι καὶ ἄλλο τοῖς οὕτω διακειμένοις χρήσιμον, ὡς ἐκ τῆς πείρας ἐμαρτυρήθην.
ταύτην γὰρ ἀεὶ κριτήριον ἔχειν τῶν ἐπινοηθέντων χρὴ καὶ μηδὲν γράφειν ὡς χρήσιμον, οὗ τις αὐτὸς οὐκ ἐπειράθη, πλὴν εἰ προσγράφοιτο τοῦτο αὐτῷ ἐννοεῖσθαι μὲν αὐτό, πεπειρᾶσθαι δὲ μηδέπω.
τί οὖν ἐστιν, ὃ ἔφην [448] ἐπινοήσαντός μου μεγάλης ὠφελείας ᾐσθῆσθαι τοὺς χρησαμένους, ἤδη σοι φράσω.
παραφυλάττειν ἔφην χρῆναι τοὺς τῇ τοιαύτῃ κατασκευῇ σώματος ἐνοχλουμένους, ἡνίκα μάλιστα φαίνονται πλῆθος ἠθροικέναι σπέρματος ἀποκρίσεως δεόμενον, ἐν ἡμέρᾳ τινὶ διαιτηθέντας εὐχύμως τε καὶ μετρίως χρῆσθαι μὲν ἐπὶ τῷ δείπνῳ τρεπομένους εἰς ὕπνον τῇ συνουσίᾳ· κατὰ δὲ τὴν ἑξῆς ἡμέραν, ὅταν αὐτάρκως ἔχωσιν ὕπνου, διαναστάντας ἀνατρίψασθαι σινδόνι, μέχρις ἂν ἔρευθός τι σχῇ τὸ δέρμα· κἄπειτά τινι δι’ ἐλαίου τρίψει συμμέτρως χρησαμένους, εἶτα μὴ πολὺ διαλείποντας ἄρτον ἄζυμον κριβανίτην καθαρὸν ἐξ οἴνου κεκραμένου προσενεγκαμένους, οὕτως ἐπὶ τὰς συνήθεις ἔρχεσθαι πράξεις· ἐν δὲ τῷ μεταξὺ τῆς δι’ ἐλαίου τρίψεως καὶ τῆς δι’ ἄρτου προσφορᾶς, εἰ χωρίον ἔχει τι πλησίον ἐπιτήδειον, ἐμπεριπατῆσαι τούτῳ, πλὴν εἰ κρύος εἴη χειμέριον· ἄμεινον γὰρ ἔνδον μένειν τηνικαῦτα.
ταύτην μέντοι τὴν διὰ τῆς ἐδωδῆς ῥῶσιν τοῦ στομάχου καὶ γραμματικῷ τινι συνεχῶς ἁλισκομένῳ σπασμοῖς ἐπιληπτικῶς συνεβούλευσα, καὶ μεγάλως ὤνητο.
μάλιστα [449] δὲ αὐτὸν ὠφελήσειν ἤλπισα πυθόμενος παρ’ αὐτοῦ τῷ τῶν σπασμῶν συμπτώματι περιπίπτειν, ὅταν ἐπὶ πλεῖον ἄσιτος διαμείνῃ, καὶ μᾶλλον ἐὰν ἐν τῷ μεταξὺ λυπηθεὶς ἢ θυμωθεὶς τύχῃ.
καὶ μέντοι καὶ τὴν ἕξιν αὐτοῦ τοῦ σώματος ἑώρων ἰσχνήν, ἐρωτώμενός τε συνεχῶς ἐκχολοῦσθαι τὸν στόμαχον ὡμολόγει.
κοινὴν δέ τινα συμβουλὴν ἅπασι τοῖς ταῦτα ἀναγνωσομένοις, ἰδιώταις μὲν τῆς ἰατρικῆς, οὐκ ἀγυμνάστοις δὲ τὸν λογισμόν, ὑποτίθημι τήνδε· μή, καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων ὡς ἄλογα ζῷα διαιτῶνται, καὶ αὐτοὺς οὕτως ἔχειν, ἀλλὰ διὰ τῆς πείρας κρίνειν, τίνα μὲν αὐτοὺς ἐδέσματά τε καὶ πόματα βλάπτει, τίνες δὲ καὶ πόσαι κινήσεις· ὁμοίως δὲ καὶ περὶ χρήσεως ἀφροδισίων ἐπιτηρεῖν, εἴτε ἀβλαβὴς αὐτοῖς ἐστιν εἴτε βλαβερὰ καὶ διὰ πόσων ἡμερῶν χρωμένοις ἀβλαβής τε καὶ βλαβερὰ γίνεται.
καθάπερ γὰρ ἱστόρησά τινας μεγάλως βλαπτομένους, οὕτως ἑτέρους ἀβλαβεῖς διαμένοντας μέχρι γήρως ἐπὶ ταῖς χρήσεσιν αὐτῶν.
οὗτοι μὲν σπάνιοι καθ’ ἑκάτερον γένος, οἵ τε μεγάλως βλαπτόμενοι καὶ οἱ μηδὲν ἀδικούμενοι· τὸ δὲ μεταξὺ πᾶν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον εἰς τὸ πολὺ τῶν ἀνθρώπων [450] ἐκτέταται πλῆθος.
ὧν τοῖς πεπαιδευμένοις (οὐ γὰρ δὴ οἱ τυχόντες γε ταῦτα ἀναγνώσονται) συμβουλεύω παραφυλάττειν, ὑπὸ τίνων ὠφελοῦνταί τε καὶ βλάπτονται· συμβήσεται γὰρ οὕτως αὐτοῖς εἰς ὀλίγα δεῖσθαι τῶν ἰατρῶν, μέχρις ἂν ὑγιαίνωσιν.
Τούτων ἤδη γεγραμμένων ἀναγνούς τις τῶν ἑταίρων ὅλον τὸ βιβλίον ἕν τι τῶν ἔμπροσθεν ἀναβληθέντων, ὕστερον δὲ ῥηθησομένων παραλελεῖφθαί μοι τελέως ἔφη, τὸ διὰ τοῦ χυλοῦ τῶν ‹κυδωνίων› μήλων φάρμακον, ἐπιτήδειον εἴς τε τὰς ὀρέξεις τοῖς ἀνορέκτοις καὶ τὰς πέψεις τοῖς μὴ καλῶς πέττουσι καὶ συνελόντι φάναι τὴν γαστέρα ῥωμαλεωτέραν ἐργαζόμενον.
ἐπαινέσας οὖν τὸν ἀναμνήσαντα προσθήσω τῷ λόγῳ τὴν σκευασίαν αὐτοῦ τοιαύτην οὖσαν· τῶν κυδωνίων μήλων τὰ μείζω τε καὶ ἡδίω καὶ ἧττον στρυφνά, ἃ στρουθία καλοῦσιν οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν Ἕλληνες, ἐκ τούτων τοῦ χυλοῦ λαβόντας ξέστας Ῥωμαϊκοὺς δύο, χρὴ μῖξαι μέλιτος ὅτι καλλίστου τὸ ἴσον μέτρον, ὄξους δὲ ξέστην ἕνα καὶ ἡμίσειον· καὶ ταῦτα ἐπ’ ἀνθράκων [451] διακεκαυμένων προεψήσαντας μετρίως καὶ προαπαφρίσαντας μῖξαι ζιγγιβέρεως οὐγκίας τρεῖς, πεπέρεως δὲ τοῦ λευκοῦ δύο, καὶ οὕτω πάλιν ἐπὶ τῶν ὁμοίως διακεκαυμένων ἀνθράκων ἑψῆσαι μέχρι μελιτώδους συστάσεως, ἐν οἵᾳ καὶ τὰ στομαχικὰ τῶν φαρμάκων σκευάζεται.
τοῦτο τὸ φάρμακον τοῖς ἄτονον ἔχουσι τὸ ἧπαρ ὠφελιμώτατόν ἐστιν.
εὔδηλον δέ, ὅτι μάλιστα μὲν αὐτὸ νῆστιν ὄντα προσφέρεσθαι χρὴ πλῆθος, ὅσον ἂν ᾖ μύστρου συμμέτρου τῷ μεγέθει.
βλάπτει δὲ οὐδέν, οὐδὲ ἐὰν μετὰ τροφήν τις αὐτὸ λαμβάνῃ.
καλῶς δ’ ἂν προσφέροιτο καὶ εἰ προηριστηκώς τις εἴη, εἶτα δειπνεῖν μέλλων προσλάβοι.
κάλλιστος δὲ καιρὸς ὁ πρὸ δυοῖν ἢ τριῶν ὡρῶν τῆς τροφῆς.
εἰ δὲ στυπτικώτερον αὐτὸ βούλοιο ποιῆσαι, καὶ διὰ τῆς σαρκὸς τῶν κυδωνίων μήλων σκεύαζε.
τοῖς μέντοι δύσκρατον ἔχουσι κατὰ θερμότητα τὴν γαστέρα καὶ τοῖς ὁπωσοῦν πληρουμένοις χολῆς ἀφελὼν τό τε ζιγγίβερι καὶ τὸ πέπερι τὸν χυλὸν τῶν μήλων δίδου, μετ’ ὄξους τε καὶ μέλιτος ἑψήσας μόνον ἐν τῇ προγεγραμμένῃ συμμετρίᾳ.
ὅσαι δὲ μέσαι πώς εἰσι κατὰ τὴν κρᾶσιν γαστέρες, ὡς μήτε χολῶδες ἀθροίζειν περίττωμα μήτε [452] φλεγματῶδες, ἥμισυ τῆς προειρημένης συμμετρίας τοῦ τε ζιγγιβέρεως ἐμβάλλειν καὶ τοῦ πεπέρεως, ὡς εἶναι πεπέρεως μὲν οὐγκίαν μίαν, ζιγγιβέρεως δὲ μίαν καὶ ἡμίσειαν.
ὅσαι δὲ δυσκρασίαι κατὰ ψυχρότητα, τέτταρας μὲν τοῦ ζιγγιβέρεως οὐγκίας, τοῦ πεπέρεως δὲ τρεῖς ἢ δύο καὶ ἡμίσειαν.
ἔξεστι δέ σοι καὶ κατὰ τὴν μέσην συμμετρίαν σκευάζοντι προσβάλλειν ἐπὶ τῆς χρήσεως τοῦ πεπέρεως.
οὕτω μὲν οὖν προνοητέον ἐστὶ τῶν ἐν διαφέρουσι μορίοις τοῦ σώματος ἐναντίας ἐχόντων κράσεις.
ὅσοι δὲ καθ’ ἓν ὁτιοῦν ἤτοι γε ὁμοιομερὲς ἢ ὀργανικὸν ἀνώμαλον ἔχουσι κρᾶσιν, ἕτερος ἐπ’ αὐτοῖς εἰρήσεται λόγος.