3132 128 0 0 0 0 II d. C. Medicina Galenus De purgantium medicamentorum facultate" Ehlert, J. 1959. 7

Galenus - De purgantium medicamentorum facultate

Γαληνοῦ Περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως.

[323] Κατὰ τὴν αὐτὴν αἰτίαν ἐοίκασιν οἱ παλαιότατοι τῶν ἰατρῶν τὰς μοχθηροτάτας δόξας ἀνεξελέγκτους ἐᾶσαι, καθ' ἣν καὶ τῶν νομοθετῶν οἱ ἀρχαιότατοι τὰ μέγιστα τῶν ἁμαρτημάτων ἀτιμώρητα. μετριωτέρας γὰρ οὔσης κατ' ἐκεῖνον τὸν καιρὸν τῆς κακίας καὶ μήτ' ἀδικεῖν ἐπιχειρούντων τὰ μέγιστα μήτ' ἀναισχυντεῖν ὑπομενόντων τὰ φανερώτατα, πῶς ἄν τις ἢ κόλασιν ὥριζε τοῖς μηδόλως γεγενημένοις ἢ ἔλεγχον ἐπῆγεν οἷς οὐδεὶς ὅλως εἶπεν; ἐπεὶ δ' ἐν τῷ χρόνῳ τῆς κακίας αὐξανομένης οὔτ' ἀτόλμητον οὐδὲν ἔτι τοῖς [324] ἀνθρώποις οὔτ' ἄρρητον ἦν, οἱ μὲν νομοθέται πολλοὺς τρόπους καινοὺς ἐξευρίσκουσι τῶν ἐπὶ τοῖς ἀδικοῦσι τιμωριῶν, οἱ δ' ἀλήθειαν τιμῶντες ἑλέγχων ἰδέας πολυτρόπους ἐπὶ τοῖς σοφισταῖς, ὥσπερ καὶ νῦν ἐοίκαμεν ἡμεῖς ἂν δράσειν ἐξελέγχοντες τοὺς ἀναιροῦντας μὲν τῶν καθαιρόντων φαρμάκων τὴν ἑλκτικὴν δύναμιν ὧν ἐκκενοῦσι χυμῶν, μεταβλητικὴν δέ τινα φάσκοντας ἔχειν ἁπάντων ὁμοτίμως τῶν πλησιαζόντων αὐτοῖς. λέλεκται δ' οὐδὲν Ἱπποκράτει πρὸς τὴν τοιαύτην δόξαν. οὔπω γὰρ οὔτ' Ἀσκληπιάδης ἦν κατ' αὐτὸν ὁ προφανῶς ἀναισχυντήσας τε καὶ ὡς ἐπ' ἆθλόν τινα κατὰ τῆς ἀληθείας ἀποδυσάμενος οὔτ' Ἐρασίστρατος ὁ μετ' αἰδοῦς μέν τινος ὅλον δ' ἀνατρέψας τὸ κεφάλαιον αὐτό, ὃ περὶ τῶν καθαιρόντων φαρμάκων φανερὸν ὑπάρχει. τὴν γάρ τοι δραστικωτάτην τε καὶ οἰκειοτάτην τῆς φύσεως δύναμιν τὴν ἑλκτικὴν οὐκ οἶδεν Ἐρασίστρατος οὐδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων, ἀλλὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ μᾶλλον ἀντ' αὐτῆς [325] χρῆται. μέρος δ' ἐστὶ τῆς τῶν οἰκείων ἑλκτικῆς δυνάμεως ἡ ἐν τοῖς καθαίρουσι φαρμάκοις, ὥσπερ γε καὶ καθ' ἣν ἡ χολὴ διακρίνεται καὶ τὸ οὖρον ἄλλα τε πολλὰ κατά τε τὴν ὑγείαν τῶν ζῴων ὑπὸ τῆς φύσεως ἀποτελούμενα καὶ κατὰ τὰς ἰάσεις τῶν νοσημάτων καὶ κατ' αὐτὰ τὰ νοσήματα ὑπό τε τῶν ἰατρῶν καὶ αὐτῆς τῆς φύσεως οὐχ ἥκιστα. ἐπεὶ τοίνυν Ἱπποκράτης οὐδὲν εἶπεν πρὸς τοὺς ἀναιροῦντας ἐκ τῶν ὄντων τὴν ὁλκήν, ὅτι μηδὲ προστάτην ὁ λόγος οὕτως ἰταμὸν ἔσχεν, οἷοι πολλοὶ τῶν μετ' αὐτὸν ἐγένοντο, δίκαιον ἂν εἴη περὶ τῆς ἀληθείας ἀνθ' Ἱπποκράτους ἡμᾶς ἀγωνίσασθαι καὶ πρῶτον μὲν οἷόν τι λέγουσιν ἀναμνῆσαι τοὺς ἄνδρας, εἶθ' ἑξῆς ὡς οὐκ ὀρθῶς λέγοντας ἐπιδεῖξαι. ὁ μὲν δὴ λόγος αὐτῶν τοιόσδε· τὸ καθαῖρον φάρμακον, οὗπερ ἂν ψαύσῃ χυμοῦ, τοῦτον εἰς τὴν ὁμοίαν ἰδέαν ἀλλοιοῖ χολὴν μὲν ξανθὴν ἐργαζόμενον, ὅπερ ὀνομάζουσι χολαγωγόν, ὥσπερ καὶ φλέγμα, ὃ καλοῦσιν φλέγματος ἀγωγόν, ὑδατώδη δέ τινα φύσιν ἀποτελοῦν, ὃ καλοῦσιν ὑδραγωγόν, ἄλλο δέ τινα μέλαιναν χολὴν [326] ἀποφαῖνον οὗπερ ἂν ἅψηται χυμοῦ. συνελόντι δὲ φάναι, μεταβολὴ καὶ ἀλλοίωσίς ἐστι τῶν ἐν ταῖς φλεψὶν ἁπάντων χυμῶν, οὐ κένωσις ἑνὸς ἐξ αὐτῶν ἡ προσαγορευομένη κάθαρσις, ὡς ὁ τούτων λόγος. ἀλλ' εἴπερ ταῦτα βούλεσθε, λέγομεν ἤδη πρὸς αὐτούς, ἄν τε χολῆς ἀγωγόν, ἄν τε φλέγματος, ἄν τε μελαίνης, ἄν τε ὀρώδους ὑγρότητος λάβῃ τις φάρμακον, ἅπαντας κενοῦσθαι τοὺς ἐκ τῶν φλεβῶν χυμούς. καὶ μὴν ταύτῃ μόνον ἄρα διαλλάττει τὸ καθῆραί τινα τοιούτῳ φαρμάκῳ τοῦ τεμόντα φλέβα κενῶσαι τὸ αἷμα, καθ' ὅσον ἐν μὲν ταῖς φλεβοτομίαις οἷόνπερ ἦν ἔμπροσθεν ἐκκρίνεται, κατὰ δὲ τὰς καθάρσεις ἐξαλλαττόμενόν ἐστιν οὐ τῇ χρόᾳ μόνον ἀλλὰ καὶ τῇ συστάσει. τὸ μὲν γὰρ τῶν ὑδατώδων ἀγωγὸν ὑγρὰ καὶ λεπτὰ πάντα ποιεῖται τὰ κατὰ τὰς φλέβας, εἰ καὶ τύχοι πρότερον ὄντα παχύτατα· τὸ δὲ τῆς μελαίνης ἔμπαλιν ἅπαντα παχέα καὶ στάσιμα, κἂν εἰ πρόσθεν ἦν ὑγρότατα. καὶ τοίνυν καὶ ἡ ἔκλεξις ἡμῖν τοῦ φλεβοτομῆσαί τε καὶ καθῆραι κατ' ἄλλους μέν τινας ἔσται σκοπούς, κατ' αὐτὴν δὲ τὴν ἰδέαν τῶν κενουμένων οὐκ [327] ἔσται. τίνες δ' οἱ ἄλλοι σκοποί; πολλοὶ μὲν ἕτοιμοι πρὸς φλεβοτομίαν εἰσὶ τῶν ἀνθρώπων, ἔνιοι δὲ καὶ πρὸς κάθαρσιν, ὥσπερ γε καὶ ἄλλοι θᾶττον ἂν ὁτιοῦν πάθοιεν ἢ φλέβα τμηθεῖεν, ἔνιοι δ' ἀποκοπῆναι μᾶλλον ὑπομένουσι μόριόν τι τοῦ σώματος ἢ καταπιεῖν φάρμακον. καὶ μὲν δὴ καί τινες μὲν ἀνατρέπονται τὸν στόμαχον ὑπὸ τῶν καθαιρόντων φαρμάκων, ἕτεροι δ' ἀλύπως λαμβάνουσιν. ἀπὸ τῶν τοιούτων οὖν σκοπῶν ἐνίους μὲν τῶν ἀνθρώπων φλεβοτομήσομεν, ἐνίοις δὲ τὸ καθαῖρον φάρμακον δώσομεν, οὐκ ἀφ' ὧν ἐνόμιζον οἱ Ἀσκληπιάδαι, φλεβοτομίαν μὲν ὁμοτίμως ἐκκενοῦν ἅπαντας τοὺς ἐν ταῖς φλεψὶ νομίζοντες χυμούς, τὴν κάθαρσιν δ' οὐχ ὁμοτίμως, ἀλλ' ἕνα μέν τινα καὶ μόνον ἐκεῖνον, οὗπερ ἂν ἀγωγὸν εἶναι λέγηται. διὸ καὶ καθαίρεσθαι τὸ αἷμα φασὶν ὑπὸ τῶν τοιούτων φαρμάκων, οὐ κενοῦσθαι καθάπερ ἐν ταῖς φλεβοτομίαις. ταῦτα ὑμῶν ἕπεται ταῖς ὑποθέσεσιν ἑκόντων τε καὶ ἀκόντων. ἀναμνήσω δ' αὐτῶν τὰ κεφάλαια· κατὰ μὲν τοὺς Ἀσκληπιάδας ἁπάντων τῶν ἐν ταῖς φλεψὶ χυμῶν ὁμότιμός ἐστιν ἡ ἐν ταῖς [328] φλεβοτομίαις κένωσις, οὐχ ὁμότιμος δ' ἡ ἐν ταῖς καθάρσεσιν, ἀλλὰ τῶν ἄλλων ἀφαίρεσις, ὡς καθαρὸν ἀποφῆναι τὸ αἷμα. κατὰ δὲ τοὺς περὶ τὸν Ἀσκληπιάδην ὁμότιμος ἁπάντων ἐστὶν ὥσπερ ἐν ταῖς φλεβοτομίαις, οὕτως κἀν ταῖς καθάρσεσιν ἡ κένωσις, ἃς οὐδὲ καθάρσεις ὄντως, ἀλλὰ κενώσεις ἅμα διαφθορᾷ καὶ ἀλλοιώσει τῶν κενουμένων ὑπάρχειν ἑροῦσιν. ἥκοντες τοίνυν ἐπὶ τὸν ἆθλον οἵ τε μετρίως ἀναίσχυντοι τῶν σοφιστῶν οἵ τ' ἐσχάτως ἀγωνιζέσθωσαν ὥσπερ ἐν σταδίῳ μὴ λόγοις πρός με μηδὲ λήροις μακροῖς, ἀλλ' αὐτοῖς τοῖς ἔργοις, εἰς ἃ προσκαλοῦμαι κατὰ τὴν πολυανθρωποτάτην πόλιν τήνδε, μυρίων μὲν ὁσημέραι κατ' αὐτὴν ἰκτεριώντων εὑρεθῆναι δυναμένων, μυρίων δὲ ὑδερικῶν. ἀρκεῖ γάρ μοι περὶ τούτων πρῶτον ποιήσασθαι τὸν λόγον· ἀγέτω τις πρός με τούτων δή τινα χωρὶς πυρετοῦ μεστὸν τῆς πικρᾶς χολῆς τὸ σύμπαν σῶμα καὶ θεασάσθω, πῶς μετὰ τὸ παρασκευάσαι τὸν ἄνθρωπον ἡμέραις τισίν, ὅταν ἤδη μοι δοκῇ καιρὸς εἶναι, δοὺς ὑπήλατόν τι τῶν χολαγωγῶν εἰς τὸ κατὰ φύσιν ἐκ τῆς τοιαύτης καθάρσεως ἐπανάγω τὸν ἄνθρωπον οὐδὲν ὅλως ἔτι περὶ [329] τὸ σῶμα πραγματευσάμενος. ἀλλὰ τοῦθ' ἡμεῖς οὐχ ἅπαξ οὐδὲ δίς, ἀλλὰ πάνυ πολλάκις ἐπεδειξάμεθα τοῖς ἡμιμοχθήροις αὐτῶν καὶ πολλοὺς ἐπὶ τὰ βελτίω μετεστήσαμεν. οὐ μὴν τούτου γ' ἕνεκεν, ὦ σοφιστά, πιστεύειν σε κελεύω τοῖς μαρτυροῦσιν, ἀλλὰ σαυτόν, ὅτε βούλει, θεάσασθαι μιᾷ καθάρσει τὸν ἰκτεριῶντα τὴν κατὰ φύσιν ἀπολαμβάνοντα χρόαν. ὅταν οὖν ἴδῃς τοιοῦτο γιγνόμενον, ὦ γενναῖε, τολμήσῃς ἐν τῷ μέσῳ καταστὰς λαμπρᾷ τῇ φωνῇ, κήρυκος γοῦν δίκην ἀσκῶν αὐτήν, ἀποτεῖναι λόγον μακρόν, οἷον πολλάκις εἶπας τοῖς μαθηταῖς, ὡς οὐχ ἕλκεται τὸ οἰκεῖον ὑφ' ἑκάστου τῶν καθαιρόντων, ἀλλὰ τὸ περιεχόμενον ἐν ταῖς φλεψὶν ἅπαν, ὁποῖον ἂν ᾖ, μεταβάλλεται πρὸς ὅπερ ἂν ἡ τοῦ φαρμάκου δύναμις ἀλλοιοῦν αὐτὸ φύσιν ἔχῃ; καὶ νῦν οὗτος ὁ θεραπευθεὶς τὸν ἴκτερον οὐ τῷ κενωθῆναι τὸν χυμόν, ἀλλὰ τῷ κοινῷ λόγῳ τῆς κενώσεως ὤνητο. θεάσασθε γοῦν, ὅπως ἐγὼ τῶν οὕτως ἐχόντων ἕτερον ἤτοι φλεβοτομήσας ἢ δοὺς ἄλλο τι τῶν ὑπηλάτων ὁμοίως ὠφελήσω. ταῦτ' εἰπὼν ἐφεξῆς μοι δύο τῶν ἰκτεριώντων τὸν μὲν [330] φλεβοτόμησον, τὸν δὲ διά τινος τῶν τοιούτων ὑπηλάτων ἑκκένωσον, ᾧ σύμπαντες μὲν ἄνθρωποι τὴν μέλαιναν κενοῦν, σὺ δ' οὐ κενοῦν, ἀλλὰ γεννᾶν πέπεισαι. κἄπειτ' ἐὰν ὠφελήσῃς αὐτὸν εὔχρουν ἀποφήνας τὸ σῶμα, πᾶν, ὅ τι ἂν ἐθελήσῃς με παθεῖν, συγχωρήσω σοι· μηδὲν μέντοι τὸν ἄνθρωπον ὀνήσας, ἀλλ' εἰς τοὔσχατον ἀγαγὼν βλάβης ἐπὶ τὰ βελτίω μετάστηθι καὶ τὴν Ἱπποκράτους ζήλωσον τέχνην. ἀλλὰ περὶ μὲν τῶν ἰκτεριώντων ἅλις. ἐπὶ δὲ τὸν ὑδεριῶντα μεταβὰς θέασαι πάλιν καὶ τοῦτον οὐχ ὁμοίως ὑπό τε φλεβοτομίας διατιθέμενον καὶ φαρμάκου τινὸς τῶν ὑδραγωγῶν. εἰ γὰρ μὴ δείξαιμι τὸ κατὰ τὸ ἦτρον ὑδατῶδες ἐκκενούμενον ὑπὸ τοῦ φαρμάκου, τότ' ἔνεστί σοι καταγνῶναι μὲν τοῦ παλαιοῦ λόγου νομίζοντος οὐ γεννᾶσθαι τὸν τοιοῦτον χυμόν, ὡς σὺ φῇς, ἀλλ' ἐκ τοῦ σώματος ἕλκεσθαι πρὸς τοῦ φαρμάκου. καθ' ἡμῶν δ' ὅ τι βούλει πρᾶξαι, καὶ μὴν εἰ μελαίνης χολῆς ἢ ξανθῆς ἀγωγὸν δοίης φάρμακον, οὐ κενώσεις τὸν ὄγκον· οὕτως ἕκαστον τῶν φαρμάκων οἰκείου τινὸς ἑλκτικόν ἐστι χυμοῦ. σὺ δ' εἰ [331] νομίζεις ἅπαντας ὁμοίως ἀλλοιοῦσθαι καὶ κένωσιν εἶναι κοινήν, οὐ κάθαρσιν τὸ γιγνόμενον, ἔξεστί σοι τέμνειν τὴν φλέβα. ταῦτα εἰ μὲν ἐν Ἰνδοῖς τις ὢν γράφων προσεκαλεῖτο, χαλεπὸν ἦν ἐξελέγχειν αὐτόν. ἐπεὶ δ' ἄνθρωπος ἑκάστης μὲν ἡμέρας ὑφ' ἡμῶν βλεπόμενος, ἐπ' αὐτὸν δὲ τὸν διὰ τῶν ἔργων ἔλεγχον προσκαλούμενος, οὐκ οἶδα πῶς οὐκ αἰσχύνεσθε φλυαροῦντες. οὐ μέλλω λέγειν, ὅτι παμπόλλων ἰκτεριώντων ἐξεκάθηρα τὸ σῶμα τοῦ χολώδους χυμοῦ καθάρσει μιᾷ· καὶ γὰρ μυρίοι περὶ τούτου μαρτυροῦσιν· εἰ δὲ οἱ ἀναισχυντότατοι σοφισταὶ προσποιήσονται πᾶσιν ἀνθρώποις ἀπιστεῖν, θεασάσθωσαν αὐτοὶ γιγνόμενον αὐτὸ τὸ ἔργον, ὁποσάκις ἂν βουληθῶσι. καίτοι τί λέγω θεασάσθωσαν· ἐπέδειξα γὰρ ἤδη πολλάκις αὐτοῖς τοῦτο καὶ μέμνημαί γε τινὰ καὶ τοιαύτης τινὸς ἀντιλαμβανόμενον ἀδολεσχίας· ἔφησε γὰρ οὐχ ἓν δή τι χυμῶν εἶδος ἕλκεσθαι πρὸς ἑκάστου τῶν φαρμάκων, ἀλλ' ἁπλῶς ἕκαστον μὲν αὐτῶν ἕλκειν ὥσπερ τὰ βδάλλοντα, τῇ δ' ὁλκῇ πρότερον μὲν ἀκολουθεῖν τὸ λεπτότερον ἐν τοῖς χυμοῖς, ἐφεξῆς δ' αὐτῷ [332] τὸ παχύτερον, εἶθ' οὕτως τὸ παχύτατον. ὧν μὲν ἂν οὖν ἡ ῥώμη φαρμάκων ἐκλύηται θᾶττον, ἐπὶ τοῖς ὑδατώδεσιν ἵστασθαι τὴν κένωσιν· ὧν δ' ἂν ἐπὶ πλέον ἐξαρκῇ, κενοῦσθαι τούτοις καὶ τὴν ξανθὴν χολὴν, ὅσα δ' ἰσχυρότατα, τούτοις καὶ τὴν μέλαιναν ἐπισπᾶσθαι. παραχρῆμα μὲν οὖν ἔδοξε τοῖς θιασώταις ὁ τοιοῦτος εὖ λέγειν καὶ πάντες ἐπεβόων αὐτῷ καὶ δρόμῳ πολλῷ καταλιπὼν ἡμᾶς ἀπηλλάττετο γιγνώσκων, οἶμαι, βεβαίως, ὅτι μένων ἐξελεγχθήσεται. δοθέντος μέντοι κατὰ τὴν ὑστεραίαν ὑφ' ἡμῶν τοῖς χορευταῖς αὐτοῦ βιβλίου τινός, ἐν ᾧ τῶν οὕτως ἐξαίφνης ἀποτετολμημένων ἦν ἔλεγχος, οὐκέτ' οὐδέποτ' αὐτοῖς ἐκεῖνος ἔθ' ὁμοίως ἦν πιθανὸς ἀπορῶν διαλύσασθαι τὰ προβεβλημένα. ταυτὶ γὰρ ἐνεγέγραπτο τῷ βιβλίῳ· χθὲς μὲν ἀπέδρας τὸν λόγον ὅμοιόν τι ποιήσας ἀγωνιστῇ τὸν στέφανον ἁρπάσαντι καὶ φυγόντι πρὶν ἀγωνίσασθαι, τήμερον δ' οὐκ ἐκφεύξῃ τὸν ἔλεγχον· ἀκολουθήσει γάρ σοι τουτὶ τὸ βιβλίδιον εἰς τὰς χείρας ἐμπεσὸν τῶν ἀμφί σε χορευτῶν· οὐδὲ γὰρ ἧττόν τι πρὸς ἑκείνους ὁ λόγος ἐστὶν ἢ πρός σε, τοὺς οὐδέποτε μὲν ἔμπροσθεν ἀκηκοότας σοῦ συγχωροῦντος [333] ὑπάρχειν ὁλκὴν ἐν οὐδενὶ τῶν ὄντων ἁπλῶς, χθὲς δ' ὁμολογοῦντος ἀκηκοότας ἕλκεσθαι κοινῇ πάντα τὰ περιεχόμενα κατὰ τὰς φλέβας ὑπὸ τοῦ φαρμάκου. δίκαιον γὰρ ἦν αὐτοὺς μὴ ὅτι θαυμάζειν ἢ ὅλως ἐπαινεῖν τὸ ῥηθέν, ἀλλὰ προδοσίαν ὑπολαμβάνειν ὧν ἐξ ἀρχῆς ἐτίθετο. περί τε γὰρ οὔρων διακρίσεως καὶ χολῆς ξανθῆς καὶ μελαίνης ἄλλων τε πολλῶν ἐνεργειῶν κατὰ τὸ σῶμα παμπόλλους λόγους ἑκάστοτε ποιεῖσθε πάντα μᾶλλον ἢ ὁλκὴν εἶναι συγχωροῦντες ἐνέργειάν τινα φυσικὴν ἑκάστῳ σώματι τῶν οἰκείων ἑαυτῷ· νυνὶ δ' οὐ μόνον εἶναι τὴν ὁλκὴν συνεχώρησας, ἀλλὰ καὶ πάντων ἁπλῶς, ὅπέρ ἐστι πολὺ μεῖζον ὁμολόγημα τοῦ τῶν οἰκείων φάναι. τὸ μὲν γὰρ ὥσπερ τις ἀποκριτικὴ τῶν ἀλλοτρίων ἐστὶ δύναμις ἐν τοῖς ζῴοις, οὕτως εἶναί τινα καὶ τῶν οἰκείων ἑκάστῳ τῶν ὄντων ἑλκτικὴν εὔλογον εἶναι δοκεῖ πᾶσιν ἀνθρώποις, ὅσοι γε μηδέπω τὴν ὑμετέραν εἰσὶ σοφίαν σοφοί· τὸ δ' ἕλκεσθαι πάνθ' ὁμοτίμως ὑπό τινος, ἄν τ' οἰκεῖα ταῖς ποιότησιν ἄν τ' ἐναντιώτατα τύχῃ, θαυμαστῆς ἀλογίας μεστόν. οὕτως οὐ μόνον [334] ὡμολόγησας τὴν ὁλκήν, ἀλλὰ καὶ πολὺ χεῖρον ἢ ἐχρῆν οὐ μόνον τῶν οἰκείων, ἀλλ' ἁπλῶς ἁπάντων εἰπών. οὕτω μὲν δή μοι δοκεῖς οὐκ ἐπαινεῖσθαι μᾶλλον ἢ παροινεῖσθαι δίκαιος ὑπάρχειν ὑπὸ τῶν περί σε χορευτῶν· ὅτι δὲ οὐδὲ κέχρησαί ποτε καθαίρουσι φαρμάκοις, ἀλλ' ἰδιώτης τέ τις εἶ καὶ ἄπειρος ἔργων ἰατρικῶν, ἐγώ μοι δοκῶ καὶ τοῦτο διὰ ταχέων ἐπιδείξειν· ὅσα καθαίρειν πέφυκε μέλαιναν χολήν, εὐθέως ἀπ' ἀρχῆς ἐκκενοῖ μέλαιναν. διαφέρουσι δ' ἀλλήλων αἱ κενώσεις τῷ τὰ μὲν ὑγρότερα, τὰ δ' ἐφεξῆς αὐτῶν ἀεὶ καὶ μᾶλλον εἶναι παχύτερα. ταὐτὸ τοῦτο καὶ τοῖς τὸ φλέγμα καὶ τοῖς τὴν ξανθὴν χολὴν ἐκκαθαίρουσιν ὑπάρχει. ἕλκει μὲν γὰρ ἐξ ἀρχῆς ἕκαστον αὐτῶν τὸν οἰκεῖον χυμόν, ἀλλ' ἐν τῷ χρόνῳ παχύτερον, οὐ μήν, ὡς σὺ νομίζεις, ἐπλήρωσέ τις πρότερον ὅλην λεκάνην ὀρώδους περιττώματος, εἶθ' ἑξῆς ἄλλην χολώδους ξανθοῦ, κἄπειτ' ἄλλην φλέγματος, εἶθ' οὕτως κενοῦσθαι τὴν μέλαιναν. ᾧ δῆλον ὡς ὑπὸ μὲν τοῦ φαρμάκου τὸ οἰκεῖον ἕλκεται, συνέπεται δ' αὑτῷ τὸ ἐπιπολάζον ὑδατῶδες. ἔνεστι δέ σοι τοῦτο θεάσαθαι νῦν, εἰ καὶ μὴ πρότερον πλεῖστον μὲν ὑδατῶδές τε καὶ χολῶδες κενουμένους [335] τοὺς ἀνθρώπους ἐπὶ ταῖς τοιαύταις τῶν φαρμάκων δόσεσιν, ὀλίγην δὲ τὴν σύμπασαν αὐτοῖς γιγνομένην κένωσιν ἐπὶ τοῖς τῆς μελαίνης ἀγωγοῖς. ἐχρῆν δ' ἀεὶ πλεῖστον μὲν τὸ σύμπαν ἐπὶ τοῖς τῆς μελαίνης κενοῦσθαι κατά γε τὴν σὴν ὑπόθεσιν, ἐλάχιστον δ' ἐπὶ τοῖς ὑδατώδεσίν τε καὶ χολώδεσιν. ἀσθενείᾳ γάρ που καὶ ῥώμῃ τῶν φαρμάκων ὁ λόγος σου διέκρινε τὴν τῶν κενουμένων ἰδέαν, ὡς ἐπὶ τοῖς τῆς μελαίνης ἀγωγοῖς. ἐπεὶ δὲ ῥώμῃ τῶν ἄλλων ταῦτα διαφέρει, παμπόλλη τις ἡ κένωσις γενήσεται, πρώτη μὲν τοῦ ὑδατώδους ἅπαντος, εἶτα τοῦ χολώδους, εἶτα τοῦ φλεγματώδους, εἶτ' αὐτῆς τῆς μελαίνης. ἐπὶ δέ γε τῶν ἀσθενῶν ὑπηλάτων αὐτὰ μόνα κενωθήσεται τὰ ὑδατώδη. φαίνεται δ' οὐδὲν τούτων γιγνόμενον, ὥστ' αὐτὰ τὰ φαινόμενα καταβάλλει σου τὸν λόγον. ἄξιον δ' ἀποκρίνασθαί σε καὶ διὰ τί, τῶν παχυτέρων ἀεὶ μετὰ τὰ λεπτότερα κενουμένων, ἡ μέλαινα χολὴ πρότερον τοῦ αἵματος ἕλκεται, καίτοι γε οἷον ἰλύς τις οὖσα τοῦ αἵματος, ὡς ἐν τοῖς οἴνοις ἡ τρύξ.

[336] ἴσως οὖν ζητήσεις, εἴ ἐστι τι φάρμακον εὐθὺς ἐξ ἀρχῆς αἵματος ἀγωγόν; ἔστιν, ὦ βέλτιστε, χρήσαιτο δ' ἂν οὐδεὶς αὐτῷ. διὰ τί, φήσεις ἴσως. ὅτι σφάξαι τοῦτ' ἂν εἴη τὸν ἄνθρωπον, οὐ καθῆραι. τὰ γάρ τοι καθαίροντα δι' αὐτὸ τοῦτο πρὸς ἁπάντων ὀνομάζεται καθαίροντα διότι καθαρὸν ἀποφαίνει τὸ αἷμα τῶν εἰρημένων περιττωμάτων. οὐ μὴν οὕτω γέ τις ἐστὶ σοφὸς ἰατρός, ὡς ἐθελῆσαι κενῶσαι μὲν ἅπαν τὸ αἷμα, καταλιπεῖν δὲ ἐν τῷ σώματι τοὺς ἄλλους χυμούς. ὅθεν ἐν τοῖς δηλητηρίοις ἅπαντα τὰ τοιαῦτα καταριθμοῦσιν, ὅσα κένωσιν αἵματος ἐργάζεται διὰ τῶν κατὰ τὴν γαστέρα τε καὶ τὰ ἔντερα φλεβῶν. ἐχρῆν δ' οὐδὲ ταῦτα κατὰ τὴν σὴν ὑπόθεσιν ἐξ ἀρχῆς κενοῦν αἷμα. τὰ δ' ὀνόματα τῶν τοιούτων φαρμάκων, οὐδ', εἰ βεβαίως ἠπιστάμην, ἐδήλουν ἂν ἐν τοῖς γράμμασιν. ἀλλ' ἐκεῖνό γε μόνον ἀσφαλὲς εἰπεῖν μοι τὸ γενόμενον ἐν θρᾳξὶ Βιθυνοῖς ἔτι παίδων ἡμῶν ὑπαρχόντων. εὗρέ τις ἄνθρωπος τοιαύτην βοτάνην, ὡς τὸν προσαράμενον αὐτῆς ἀποκρίνειν αἷμα καὶ οὕτως ἀπόλλυσθαι. πολλῶν οὖν ἀποθνῃσκόντων [337] ὁμοίῳ τρόπῳ, ζητήσεως ἀκριβεστέρας ἀξιώσαντες τὸ γιγνόμενον εὗρόν τε τὸν φαρμακέα καὶ πρὸς τὸν ἡγούμενον τοῦ ἔθνους ἤγαγον. ἔργον δὲ ἐκείνου ποιουμένου μὴ μόνον αὐτὸν ἀποκτεῖναι τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἴ τις ἄλλος ἢ ἐδίδαξεν αὐτὸν ἢ ἔμαθεν παρ' αὐτοῦ· μαθεῖν μὲν οὐδὲ παρ' ἑνὸς ἔφη τὴν πόαν, ἀλλ' ἧπάρ ποτε χοίρειον εἴς τι προάστειον ἀποκομίζων ἐπειξάσης τῆς γαστρὸς ἀποθέσθαι κατὰ βοτάνης αὐτὸ κἄπειτ' ἀναιρούμενος αὖθις ἰδεῖν ἰχῶρας αἱματώδεις ἐξ ὅλου τοῦ ἥπατος ἐπὶ τὴν βοτάνην ἐκρέοντας ἐντεῦθέν τε στοχασάμενος εἰκὸς εἶναι τὴν βοτάνην ἕλκειν αἷμα δοῦναί τινι πείρας ἕνεκα τῶν ἐπιτυχόντων ἀνθρώπων· ὡς δ' ὅπερ ἤλπισεν εὗρεν, ἐπὶ κακῷ χρῆσθαι τοῦ λοιποῦ. οὐ μὴν οὐδὲ διδάξαι τινά, ἔφη, τὴν βοτάνην ἕτερον ἄνθρωπον. ταῦτα εἶπεν ὁ φαρμακεὺς ἐκεῖνος ἐπὶ πλεῖστον βασανιζόμενος. ὁ δὲ τοῦ ἔθνους ἡγούμενος, ἐπειδὴ κατὰ τὴν διήγησιν, ἣν ἐποιήσατο περὶ τῆς βοτάνης, πάμπολλ' ἔφη πεφυκέναι πανταχόθεν, δεθέντα τοὺς ὀφθαλμοὺς ἐκέλευσεν αὐτὸν ἀπαχθῆναι τεθνηξόμενον, ὅπως μή τινι μεταξὺ δείξειεν. ὥστε, ὦ βέλτιστε, πολλὰ μὲν εἰκὸς εὑρῆσθαι φάρμακα τοιαύτην [338] ἔχοντα δύναμιν, ὡς εὐθὺς ἐξ ἀρχῆς ἕλκειν αἷμα, σιωπᾶσθαι δ' εὔλογον αὐτά, καθάπερ καὶ τἆλλα δηλητήρια πρὸς ἁπάντων σιωπᾶται τῶν ἐχόντων νοῦν. ἐγένοντο γάρ τινες ἤδη καὶ περὶ τὴν τούτων διδασκαλίαν ἄφθονοι, τερατώδη τινὰ κοινωνίαν ἐπιδειξάμενοι καὶ γράψαντες ἑκάστου τῶν δηλητηρίων σκευασίας· ἀλλ' οὐκ ἔκ τε τῶν νοῦν ἐχόντων οἱ τοιοῦτοι, καθάπερ οὐδ' ὑμεῖς, ἐὰν ἡμᾶς ἐρωτᾶτε, τίνα τῶν φαρμάκων αἵματός ἐστιν ἀγωγά. πάλιν τοίνυν τὸν λόγον ἐπὶ τὸν ἐξ ἀρχῆς ἀνάγωμεν σκοπόν. ὁ μὲν ἕλκεσθαι λέγων ὁμοτίμως ἅπαντας τοὺς χυμούς, ἀλλὰ πρώτους μὲν τοὺς εὐρουστάτους, ἐφεξῆς δὲ τοὺς ἄλλους ἐκκρίνεσθαι, προδίδωσι τὰ φίλτατα τὴν ἑλκτικὴν δύναμιν ὑπάρχειν ἐν τοῖς οὖσιν ὁμολογῶν. ὑπὲρ ἧς ἀναισχυντῶν ὁ χορὸς αὐτοῦ περί τε χολῆς καὶ οὔρου διακρίσεως ἀναδόσεώς τε καὶ ἄλλων τοιούτων ἀλλόκοτα λέγειν ὑπέμεινεν· ἔτι τε τοῖς φαινομένοις ἐναντία τίθεται, καθάπερ ἐδείξαμεν ἔμπροσθεν. εἰ γὰρ ἀληθὴς ἡ ὑπόθεσις αὕτη, πλείστη μὲν ἡ σύμπασα κένωσις ἐπὶ τοῖς τῆς μελαίνης ἀγωγοῖς, ἐλαχίστη δ' ἐπὶ τοῖς [339] τῶν ὀρώδων περιττωμάτων ἔσται. καὶ μὴν δείξω σοι μυριάκις, ἂν ἐθελήσῃς, ὦ σοφιστά, κἂν νῦν γοῦν θεάσασθαι τὰ τῆς τέχνης ἔργα, τοῖς μὲν ὑδραγωγοῖς φαρμάκοις ἑπομένην ἀεὶ πλείστην κένωσιν, τοῖς δὲ τὴν μέλαιναν ἐκκαθαίρουσιν ἐλαχίστην. δείξω δὲ καὶ κατ' ἀρχὰς εὐθέως ἐκκενουμένην τὴν μέλαιναν. ὁ μὲν οὖν ἕλκεσθαι λέγων ὁμοτίμως τοὺς χυμοὺς ἅπαντας εἰς τοσοῦτον ἀναίσθητός τε καὶ ἀμαθής ἐστιν, ὁ δὲ ἀλλοιοῦσθαι, θέασαι πάλιν, εἰς ὅσον οὐδὲν διοίσει κατ' αὐτὸν ἢ φλεβοτομεῖν ἢ καθαίρειν χολαγωγῷ φαρμάκῳ τὸν ἰκτεριῶντα· κατὰ δὲ τὸν αὐτὸν τρόπον ὁμότιμόν ἐστι φλεβοτομῆσαί τε τὸν ὑδεριῶντα καὶ κενῶσαί τινι τῶν ὑδραγωγῶν· εἶτ' οὐκ ἐσχάτως; καταγελῶσιν οὐκ ὀρθῶς οἱ πολλοὶ τὰ τοιαῦτα ἀκούοντες ἀλλήλοις ἀντιλεγόντων τῶν ἰατρῶν κατεγνώκασί τε τοῦ λόγου πάντες ὀνομάζουσί τε τοὺς ὁπωσοῦν τι φθεγγομένους λογιάτρους; ὃ γὰρ εἴωθα λέγειν ἀεί, τοῦτο καὶ νῦν εἰπεῖν μοι καιρός· ἰδιώτης ἅπας τοῦ τοιούτου σοφιστοῦ κρείττων ἐστίν. εἰ γὰρ [340] καὶ μηδὲν ἄλλο, τὰς γοῦν κατὰ φύσιν ἐννοίας οἱ ἰδιῶται διασῴζουσιν, ἀπολλύντων καὶ ταύτας διὰ μοχθηροὺς ἐθισμοὺς τῶν σοφιστῶν. ἔναγχος γοῦν τις ἰδιώτης οὐκ ἄφρων, ἐξανθημάτων αὐτῷ κατὰ πολλὰ μόρια τοῦ σώματος ἐξαίφνης γενομένων ἑλκώδων τε καὶ κακοχρόων, ἧκεν ὡς τὸν ἰατρὸν ἀξιῶν ὅτι τάχιστα καθαρθῆναι. τοῦ δὲ φλεβοτομεῖσθαι μᾶλλον αὐτὸν κελεύοντος, οὐ μὲν οὖν, ἔφη, τῷ γὰρ διεφθαρμένῳ συνεκκενοῦσθαι τὸ χρηστὸν εὔλογον ὑπάρχει. ἀλλ' οἱ πάντα μᾶλλον ἢ τὸν Ἱπποκράτειον λόγον ἀληθεύειν βουλόμενοι καὶ τὰς κοινὰς ἐννοίας προσαπολλύουσι τῇ φιλονεικίᾳ. κἄπειτ' ἐπιπηδῶσι μὲν ἡμῖν ὡς διασπασόμενοι, τοῖς δ' ἐπ' αὐτῶν τῶν ἔργων ἐλέγχοις ἄχθονται. δίκαιον δ' ἦν ὡς ἡμεῖς ἐκείνους ἐπηρεάζοντας ὑπὲρ ὧν οὐκ ἴσασιν Ἱπποκράτην φέρομέν τε καὶ πείθειν ἐπιχειροῦμεν, οὕτω καὶ αὐτοὺς ὑπομένειν τοὺς ἐλέγχους καὶ μάλιστα μέν, εἰ οἷόν τε, στέργειν τοὺς διδάξαντας, εἰ δὲ μή, ἀλλὰ μὴ μισεῖν γε πάντως. ἀκούσας γοῦν τις τῶν ἀπὸ τῆς τοιαύτης ἐμπληξίας ἰατρῶν, ὡς ἐγὼ παμπόλλους ἐθεράπευσα μόνῃ καθάρσει τούτων δὴ τῶν [341] τὰς καλουμένας ἀλωπεκίας ἐχόντων, τοὐντεῦθεν ἤρξατο μισεῖν με· καί τις ἄλλος, ὅτι καρκινώδεις διαθέσεις ἀρχομένας τούς τε καλουμένους ἐλέφαντας καὶ φαγεδαίνας ἄλλα τε πολλὰ τῶν κακοήθων ἑλκῶν, ὁμοίως ἐμίσησεν· ἄλλος δέ, ὅτι σκοτωματικοὺς ἐθεράπευσα καθάρσεσι μόναις, ἄλλος δέ, ὅτι μανιώδεις ἐπιλήπτους τε καὶ μελαγχολικοὺς ἔτι τε κεφαλαίᾳ κάμνοντας οὐκ ὀλίγους ἐξιασάμην καθάρσεσι μόναις, ὥσπερ γε καὶ ἰσχιαδικούς. οὕτω δὲ καὶ ἀλγήματα χρόνια κατὰ πολλοὺς τόπους ἐμπεπαρμένα καὶ τοῦτον δὴ τὸν ἔναγχος ὡς κωλικὸν ἤδη τριῶν μηνῶν ὑπὸ τῶν ἰατρῶν θεραπευόμενον ἐπὶ τὸ χεῖρον προιόντα πάντ' ἀπορρῖψαι κελεύσας ἑκεῖνα καθάρσεσι μόναις ἰασάμην. ἰασάμην δὲ καὶ ῥοῦν γυναικεῖον οὐκ ἀφανοῦς τινος τῶν ἐν Ῥώμῃ γυναικῶν καθάρσεσι μόναις, ὥσπερ οὖν καὶ ἄλλων πολλῶν ἀφανεστέρων αὐτό τε τοῦτο τὸ πάθημα καὶ ἄλλα τινὰ τῶν κατὰ μήτρας συνισταμένων. ἐρυσιπελάτων δὲ τί δεῖ καὶ λέγειν ὡς οὐδέν ἐστι δραστικώτερον βοήθημα χολαγωγοῦ φαρμάκου καθάπερ ἐναντιώτατον αὐτοῖς [342] τὸ φλέγματος ἀγωγόν. δι' ὅλης ἡμέρας ἔχω καὶ ἄλλα λέγειν ἔργα θαυμάσια καθάρσεσιν ἑπόμενα, περὶ ὧν ἀγνοεῖν εἰκός ἐστι τοὺς μηδέποτε τὴν περὶ τὰ καθαίροντα φάρμακα τέχνην μεμαθηκότας. ὅπου γὰρ οὐδ' εἶναί τι νομίζουσιν ὅλως καθαῖρον φάρμακον, ἦ πού γε ἐπὶ τίνων χρηστέον ἢ καθ' ὅντινα τρόπον ἐπιστήσονται; διὰ τοῦτο θεραπεύουσι μὲν ἄλλοι τὰ νοσήματα ψιλῇ καὶ μόνῃ ποδηγούμενοι τῇ πείρᾳ, σοφοὶ δ' ἡμῖν οὗτοι καὶ τὸν λόγον, οὐκ ἐφ' ᾧ τι προσθεῖναι τοῖς διὰ τῆς ἐμπειρίας εὑρημένοις, ἀλλ' ἀνατρέψαι καὶ ταύτην μεταχειριζόμενοι πολὺ χεῖρον ἰατρεύουσι τῶν ἐπὶ ψιλαῖς καὶ μόναις ὁρμούντων ταῖς ἀλόγοις τριβαῖς. ἁπάντων δὲ τούτων ἀρχὴ καὶ πηγὴ μία τὸ πρὸς Ἱπποκράτην μῖσος, ἐξ ἧς πηγῆς ἐρρύη μὲν καὶ ἄλλα πολλὰ καὶ τουτὶ δὲ αὐτὸ τὸ νῦν ἐνεστὸς σκέμμα τὸ περὶ τῆς ἑλκτικῆς δυνάμεως, ἧς μέρος ἢ εἶδος ἢ ὡς ἄν τις ἐθέλοι καλεῖν ἐστιν ἡ τῶν καθαιρόντων φαρμάκων δύναμις.