[816] Ἐπειδὴ πρὸ μικροῦ τινας εὗρον τῶν ἰατρῶν περί τινα τῶν νοσούντων τῷ χυλῷ τῆς πτισάνης χρωμένους μήτε ἐφ' ὧν ἐνδέχεται ἢ οὐκ ἐνδέχεται παρέχειν ἀρρώστων προσδιοριζομένους μήτε τὸν τρόπον καὶ τὸ ποσὸν τῆς δόσεως καὶ τὸν ἁρμόζοντα καιρὸν τῇ προσφορᾷ τοῦ ῥοφήματος προσαφορίζοντας, ἀλλ' ὡς ἔοικε τὴν τῆς πτισάνης χρῆσιν εὔθετον εἶναι λογιζομένους, ὁπηνίκ' ἄν ‹τις› βουληθῇ, ὧδ' ἔδοξέ μοι, ὅσα τῷ γε Ἱπποκράτει περὶ τῆς χρήσεως αὐτῆς ‹εἴρηται›, [817] σαφέστερον ἐκθεμένῳ διὰ τὴν τῶν πολλῶν παρακολούθησιν ἑρμηνεῦσαι τόν τε τρόπον τῆς ἑψήσεως καὶ τὴν δύναμιν αὐτῆς καὶ ἐνέργειαν καὶ τὸν καιρὸν καὶ τὸ ποσὸν καὶ τὸν τρόπον τῆς δόσεως, ὁπόσα τε ἀγαθὰ τοῖς σώμασι τῶν καμνόντων δίδωσιν ἁρμοζόντως προσφερομένη καὶ τοὐναντίον πάλιν φαῦλα, εἰ ἀκαίρως προσενεχθείη, καὶ πρὸς τούτοις ὁποίοις σώμασιν αὐτὴν προσήκει προσφέρειν καὶ ποίοις οὐ προσήκει. ἀλλ' ἐπειδὴ σύνθετόν τι πρᾶγμα ὑπάρχει ἡ πτισάνη καὶ ὁ χυλός (ἐκ κριθῆς γὰρ κατασκευάζεται πτισθείσης καλῶς, ὃ ἔστιν ἐκλεπισθείσης, καὶ ὕδατος καὶ τοιᾶσδε ἑψήσεως), πρῶτον περὶ τῶν μερῶν αὐτῆς ἔκριν' εἰπεῖν διὰ κεφαλαίων. ἐὰν μὴ γὰρ ταῦτά τις πρότερον διορίσηται, μεγάλως βλάψει, κἂν καὶ τὰ λοιπὰ πάντ' ἀκριβολογήσηται [πρῶτον] ἐφεξῆς.
Ὅτι μὲν οὖν τὸ ἄριστον ὕδωρ ἐκλέγεσθαι χρὴ εἰς τὴν κατασκευὴν τῆς πτισάνης, οὐδεὶς οἶμαι ἀμφισβητεῖ. ἄριστον δὲ ὕδωρ συστάσει [818] καὶ γεύσει καὶ ὀσμῇ καὶ χροιᾷ κρίνεται· τῇ μὲν γεύσει καὶ τῇ ὀσμῇ, ἵνα μηδεμίαν ἀλλόκοτον ὑπεμφαίνῃ ποιότητα, τουτέστιν ἵνα μὴ γλυκὺ ὑπάρχῃ μηδ' ἁλυκὸν μηδ' ὀξῶδες ἢ δριμὺ ἢ δυσῶδες ἢ σηπεδονῶδες ἢ ὅλως ἄλλην τινὰ ἐπίμικτον ποιότητα κεκτημένον, ἀλλ' ἄποιον παντελῶς καὶ χωρὶς πάσης ἐπικτήτου ποιότητος καὶ χωρὶς πάσης ἐπιμιξίας γευστικῆς τε καὶ ὀσφραντικῆς. δεῖ μέντοι καὶ διαυγὲς εἶναι καὶ καθαρὸν καὶ μηδὲν ἰλυῶδες ἔχον, ἀλλ' ὥσπερ ἀκριβῶς διηθημένον καὶ τῶν ἐν αὐτῷ ἐμφερομένων ψηγμάτων ἀπηλλαγμένον· τὸ γάρ τοι τοιοῦτον ὕδωρ πρὸς τὴν μὲν χρῆσίν ἐστι λυσιτελές, πρὸς δὲ τὴν φύσιν οὐδ' οὕτως ἐστὶ καθαρόν, ὥσπερ οὐδ' ἄλλο τι τῶν αἰσθητῶν στοιχείων. εἰ δὲ τοιοῦτόν ἐστιν οἷον εἶπον τὸ ὕδωρ, εὐθύς ἐστι λεπτομερέστερον αὐτὸ ῥᾳδίως τε πεττόμενον καὶ ἀναδιδόμενον καὶ τὰ ὑποχόνδρια ταχέως διεξερχόμενον καὶ οὐ μόνον τῇ φυσικῇ θερμότητι πλησιάζον εὐαλλοίωτόν ἐστιν, ἀλλὰ καὶ τῷ ἔξωθεν πυρὶ προσομιλῆσαν θερμαίνεται συντόμως. καὶ μάρτυς Ἱπποκράτης τοῦ λόγου· [819] ὕδωρ γάρ φησι τὸ ταχέως θερμαινόμενον καὶ αὖθις ταχέως ψυχόμενον ‹κουφότατον. καὶ γὰρ› κουφότατον εἶναι βούλεται οὐ τὸ ἐλαφρὸν καὶ σταθμῷ διακρινόμενον, ἀλλὰ τὸ λεπτομερὲς καὶ ῥᾳδίως εἰς ἑαυτὸ τὰς ἐναντίας ποιότητας δεχόμενον. τὸ δὲ τοιοῦτον ὕδωρ καὶ ψυχρόν ἐστι καὶ ὑγρὸν καὶ ὕδωρ κυρίως. τὰ δ' ὑπό τινος οὐσίας ἢ ποιότητος νοθευθέντα, ὁποῖά εἰσι τὰ ἀσφαλτώδη καὶ θειώδη καὶ στυπτηριώδη, τοσοῦτον τῆς τοῦ ὕδατος φύσεως ἀφεστήκασιν, ὅσον καὶ ἐνοθεύθησαν. εἰ δὲ καὶ ἀπόδειξιν ζητεῖς τοῦ ψύχειν τε καὶ ὑγραίνειν τὸ ὕδωρ, οὐ τοῦ νῦν ἐστι λόγου περὶ πτισάνης προθεμένου διεξελθεῖν (πλὴν ὅτι ψυχρόν ἐστι καὶ ὑγρόν, ἅπαντες οἱ παλαιοί ‹τ'› ἀπέδειξαν καὶ ἡ πεῖρα μαρτυρεῖ), [καὶ] πάντων δὲ λόγοις ὁμολογούμενον τοῦτο λαβὼν εἰς τὸν περὶ κριθῆς λόγον ἔρχομαι.
Κριθὴ τοίνυν ὡς μὲν καθόλου λαμβανομένη ψύχει καὶ ξηραίνει, ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ φυσῶδες. κατὰ μέρος δὲ τὸ μὲν ἐκτὸς αὐτῆς λέπυρον τὸ πιτυρῶδες ξηρότερον ὑπάρχει καὶ ῥυπτικώτερον, τὸ [820] δ' ἐντὸς αὐτῆς οἷον σαρκῶδες καὶ τρόφιμον ῥύπτει μὲν καὶ αὐτό, ἀλλ' ἔλαττον τοῦ πιτύρου, ἔχει δὲ καί ‹τι› φυσῶδες ἐν ἑαυτῷ. ὁ δ' ἕτερος ὑμὴν ὁ λεπτὸς ὁ ἔσωθεν τοῦ λεπύρου κείμενος, περιέχων δὲ τὴν κριθὴν μεταξὺ τούτων ἐστὶ κατὰ τὴν δύναμιν· διὸ ῥύπτει ‹τοῦ λεπύρου› μὲν ἔλαττον, μᾶλλον δὲ τῆς κριθῆς. δεῖ δὲ προσυπακούειν τῷ λόγῳ τὰς ἀρίστας κριθὰς καὶ μηδὲν ἐχούσας ἀπὸ σηπεδόνος ἐπίκτητον ἢ περιττωματικὴν ὑγρότητα καὶ μήτ' ἄγαν νέας μήτε πάντῃ παλαιάς. αἱ μὲν γὰρ νέαι πλήρεις εἰσὶν ὑγρότητος περιττωματικῆς, ἣν ἀπὸ τῆς χώρας ἔλαβον, [καὶ πλήρεις ὑγρότητος] καὶ πνεύματος ἀνάμεστοι, αἱ δὲ παλαιαὶ τῷ χρόνῳ ἐξίτηλοι καὶ ἀσθενεῖς ἐγίνοντο ἀποβαλλόμεναι τὴν ἑαυτῶν δύναμιν· καὶ σημεῖον ἡ ῥυτίδωσις ἡ ἐν αὐταῖς γενομένη καὶ τοῦ μεγέθους ἡ μείωσις καὶ τὸ κοπτομένων αὐτῶν ὥσπερ κόνιν τινὰ ἀποπίπτειν λεπτήν. πλήρεις τε οὖν ‹εἶναι› ἁρμόζει τὰς κριθὰς τὰς εἰς τὴν ποίησιν τῆς πτισάνης ἐκλεγομένας μήτε νέας μήτε παλαιὰς πάνυ καὶ πάσης ἀπηλλαγμένας ἐπικτήτου ποιότητος. ἀλλ' οὐκ ἀρκεῖ [821] τοῦτο μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ τῆς πείρας βάσανον αὐταῖς προσακτέον. εἰ γὰρ πρὸς τοῖς εἰρημένοις ἐν τῇ ἑψήσει εἰς ὄγκον ἐπαίρονται πλείονα καὶ ταύτας †:μᾶν †χρὴ εἰς τὴν ἕψησιν τῆς πτισάνης, εἰ μέλλοι τις κατὰ λόγον αὐτὴν καὶ ὡς ἐνδέχεται ποιεῖν. τί μὲν οὖν ἐστι τὸ ἄριστον ὕδωρ καὶ πῶς διακρίνεται καὶ τίς ἡ καλλίστη κριθὴ καὶ ποίοις γνωρίσμασιν αὐτὴν γνωριοῦμεν, εἴρηται μὲν ἡμῖν διὰ κεφαλαίων.
Λοιπὸν δὲ καὶ κρεῖττόν ἐστιν εἰπεῖν περὶ τῆς ἑψήσεως. σκευάζουσι μὲν γὰρ αὐτὴν ἐν ὅλμῳ διακόψαντες πρότερον εἰς μικρὰ μόρια. ἔπειτα ταχέως ἑψήσαντες ἐπιβάλλουσιν οἱ μὲν ἕψημα, οἱ δὲ ἄμυλον καί τινες κύμινον καὶ μέλι. ἔστι δ' ἡ τοιαύτη σκευασία μοχθηρά· ἡ δ' ἀρίστη καὶ καλῶς γινομένη τοιάδε τίς ἐστιν· προδιαβρέχειν αὐτὴν πρότερον ἐν ὕδατι ὠμὴν οὖσαν, ἔπειτα τρίβειν ταῖς χερσὶν ἐπὶ τοσοῦτον, ἄχρις ἂν ὁ λεπτὸς ὑμὴν καὶ διὰ τοῦτ' αὖθις τρίβεται ἰσχυρῶς μετὰ τῶν χειρῶν, ἕως ἂν ἅπαν τὸ ἀχυρῶδες ἀποτινάξηται, πλὴν εἴ τις αὐτὴν βούλεται ποιῆσαι [822] ῥυπτικωτέραν· τότε γὰρ μᾶλλον ἄμεινον σὺν τῷ ὑμένι αὐτὴν καθεψεῖν. ἡ δὲ ἕψησις αὐτῆς γινέσθω τόνδε τὸν τρόπον, ἵνα πρότερον μὲν ἐπὶ πολὺ ἀναβράσῃ, ὕστερον δ' ἐπὶ μαλακοῦ πυρὸς ἄχρι πολλοῦ χυλωθῇ.
Οὕτω γὰρ ἑψομένη τὸ μὲν φυσῶδες ἀποτίθεται πᾶν, ἐπικτᾶται δ' ὅσαπερ αὐτῇ ἀγαθὰ ὁ Ἱπποκράτης προσμαρτυρεῖ. τὸ γὰρ γλίσχρασμα αὐτῆς φησί λεῖον καὶ συνεχὲς καὶ προσηνές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκκριτον, εἴ τι καὶ τούτου προσδέοι, καὶ οὔτε στύψιν ἔχει οὔτε ἄραδον κακὸν οὔτ' ἀνοιδίσκεται ἐν τῇ κοιλίᾳ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει, ὃ πλεῖστον ἐπεφύκει διογκοῦσθαι. ὅτι μὲν οὖν οὐδὲν ἔχει κολλῶδες καὶ ἐμπλαστικὸν ἡ πτισάνη καθάπερ πάντα τὰ γλίσχρα, πρόδηλον. ῥύπτει γὰρ οὐ τὸν ῥύπον μόνον τοῦ σώματος, ἀλλὰ καὶ τὸν ἐν τῇ γαστρὶ φλεγματικὸν χυμὸν ἀποκαθαίρει πως διδομένη. ἡ δὲ πολλὴ ἕψησις καὶ ἀκριβὴς ἕνωσις τῶν μιχθέντων τὴν φαινομένην ταύτην ἐργάζεται γλισχρότητα. τοῦτο τοίνυν [823] τὸ φαινόμενον αὐτῆς γλίσχρασμα οὐδεμίαν ἔχει τραχύτητα, ἀλλὰ λεῖόν ἐστι πάντῃ καὶ ὁμαλὸν καὶ ἡνωμένον καὶ συνεχές· οὐδεμιᾶς γὰρ στύψεως μετέχον ἢ δριμύτητος ἢ ὀξύτητος, ἐξ ὧν ἡ τραχύτης γίνεται, τὸ λεῖον ἐξ ἀνάγκης ἔχει, οὐ κατὰ τὴν ἁφὴν μόνον, ἀλλ' ἤδη καὶ τὴν δύναμιν. τὰ μὲν γὰρ ἄλλα γλίσχρα, ὥσπερ τὸ ἔλαιον καὶ ἡ †στύλη καὶ τὰ λοιπά, ἁπτομένῳ σοι φανεῖται λεῖα καὶ ὁμαλῆ μηδὲν ἔχοντα ἐν ἑαυτοῖς ἀνώμαλον, ὡς τὸ μὲν εἶναι λεπτόν, τὸ δὲ παχύ, ἢ διεσπασμένον τε καὶ διῃρημένον, ὡς διὰ τοῦτο τὸ κατὰ τὴν ἁφὴν λεῖον κεκτῆσθαι, κατὰ δὲ τὴν πρὸς ἄλλα τινὰ ἐνέργειάν τε καὶ δύναμιν οὐδαμῶς. οὐ γὰρ διαβρέχει πάντα τὰ μόρια τοῦ σώματος ὁμαλῶς τε καὶ συνεχῶς, ὧν ἂν προσεγγίζῃ, ἀλλὰ διίσταται κατὰ τοῦτ' ἀπ' ἀλλήλων τὰ τῶν γλίσχρων ἁπάντων μόρια χωρὶς τῆς πτισάνης. αὕτη γὰρ λεία τυγχάνουσα κατὰ τὴν ἁφὴν καὶ συνεχὴς καὶ ἀδιάσπαστος καὶ κατὰ τὴν δύναμιν τοιαύτη καθέστηκε, κἀκεῖνα μὲν οὐδεμίαν ἔχουσιν ἡδονὴν κατὰ [824] τὴν γεῦσιν, αὕτη δὲ πρὸς τοῖς ἄλλοις καὶ τὸ κατὰ τὴν γεῦσιν ἡδὺ καὶ προσηνὲς κέκτηται καὶ μάλιστ' ἐπὶ τῶν νοσούντων. ἄρτος δ' εἰ καὶ τῶν ἄλλων ὑπερέχει κατ' ἀρετήν, ἀλλὰ καὶ οὗτος ἀηδίαν ἔχει πολλήν, κἂν ὕδατι διάβροχος ᾖ ὡς δεόμενος μασήσεως. δεύτερον δὲ ἡ πτισάνη καὶ τοῦτο πλεονεκτεῖ τὸ μηδεμίαν ἐκ τῆς μασήσεως ἀηδίαν ἐμποιεῖν. ἔχει μέντοι καὶ τὸ ὀλισθηρὸν καὶ μάλισθ' ὁ χυλὸς μηδὲν ἐμπεπλασμένον καταλιπὼν κατὰ τὴν δίοδον καθάπερ πάντα τὰ γλίσχρα χωρὶς τῆς πτισάνης. αὕτη γὰρ ῥᾳδίως διέρχεται εἰς τὰ κατὰ τὸν θώρακα μόρια διὰ τὸ ἐν αὐτῇ ῥυπτικόν, ὥσπερ καὶ πρὸς τὴν ὑποχώρησίν ἐστιν ἐπιτηδεία καὶ πρὸς τὴν ἀνάδοσιν καὶ μάλιστα ἐφ' ὧν εἰς τὰ κυρτὰ τοῦ ἥπατος οὐ διέρχεται εὐκόλως τὰ λαμβανόμενα. πλαδαρὸν δ' ἐστὶ μετρίως, ὅπερ ἐστὶν ὑγρὸν καὶ ἄδιψον. καὶ τὸ μὲν ὑγρὸν ἔχει ἀπὸ τοῦ ὕδατος πλὴν κεκλασμένον διὰ τὴν φύσιν τῆς κριθῆς μετρίως ξηραίνουσαν· τὸ γὰρ ἐξ ἐναντίων συγκείμενον δυνάμεων ἄλλην τινὰ φύσιν ἐπίκτητον κτησάμενον τὰ ἄκρα ἐξέφυγε. ἄδιψον δ' ὡς ὑγρόν· πλέον δὲ τοῦ ὕδατος ἔχει [825] τὸ ἄδιψον, εἰ καὶ ‹κατὰ› τὴν ὑγρότητα ἐλαττοῦται, ὅτι καὶ τάχιον ἀναδίδοται καὶ ὅτι παραμένουσαν αὐτὴν ἔχει τὴν ὑγρότητα διὰ τὴν γλισχρότητα καὶ πρὸς τούτοις, ὅτι καὶ ψυχρόν ἐστι. διὰ ταῦτα καὶ τοῖς διακαέσι πυρετοῖς ἁρμοδιωτάτη, ὡς κατὰ πάντων αὐτοῖς ἐναντιουμένη, ψύχουσά τε καὶ ὑγραίνουσα καὶ ῥύπτουσα τοὺς σηπεδονώδεις χυμοὺς καὶ τροφὴν οὐκ ὀλίγην παρέχουσα τῷ σώματι, τοὺς δ' ἡμισαπεῖς συμπέττουσά τε καὶ εἰς χρηστὸν χυμὸν μεταβάλλουσα. ταῦτα δ' ἔχει πάντα μετὰ τοῦ μηδεμίαν ἔχειν στύψιν ἢ τοῦ στομάχου ἀνατροπήν. ἡ μὲν γὰρ στύψις, ὅσον εἰς ῥῶσιν τῆς γαστρὸς ἱκανή, τοσοῦτον εἰς τὸ παχῦναι τοὺς χυμοὺς ἐπιτήδειος· ἡ δ' ὑγρότης τὸ παχύνειν οὐκ ἔχουσα τὸ εὐμετάτρεπτον ἔχει. ἅπαν μέντοι πέφευγεν ἡ πτισάνη διὰ τὸ μηδὲν ἄμετρον ἔχειν ἑκάτερον. ἀλλ' οὐδὲ θόρυβόν τινα ἢ ταραχὴν ἐν τῇ κοιλίᾳ ποιεῖ διὰ τὸ μηδεμίαν δύναμιν ἔχειν ἀπὸ δριμύτητος ἢ πνεύματος φυσώδους· καὶ τοῦτο γὰρ ἐν τῇ ἑψήσει ἀποβάλλεται. τὰ μὲν [826] οὖν ἀγαθὰ τῆς πτισάνης, ἃ ἐκ τῆς χρηστῆς ἑψήσεως ἐκτήσατο, ταῦτ' ἐστί. καὶ κατὰ μικρὸν μὲν ὁ λόγος ἐδίδαξε καὶ αὖθις δὲ διὰ κεφαλαίων ἐρεῖ· λεῖα μέν ἐστιν αὐτῆς τὰ μόρια καὶ ὁμαλὰ καὶ συνεχῆ καὶ ἡνωμένα, ὡς μὴ τὸ μὲν αὐτῆς φαίνεσθαι λεπτόν, τὸ δὲ παχὺ ἢ ὅλως ἀνώμαλον. καὶ τοῦτο οὐ κατὰ τὴν ἁφὴν ἔχει μόνον, ἀλλ' ἤδη καὶ κατὰ τὴν ἑαυτῆς ἐνέργειάν τε καὶ δύναμιν. ἔστι δὲ καὶ κατὰ τὴν γεῦσιν προσηνής, τουτέστι μηδεμίαν ἔχουσ' ἀηδίαν, καὶ ὑγρὰ καὶ ἄδιψος διὰ τὴν παροῦσαν αὐτῇ γλισχρότητα. τὸ δὲ λεῖον καὶ ὑγρὸν καὶ προσηνὲς καὶ στύψεως ἀπήλλακται καὶ ἄλλης ἰσχυρᾶς ποιότητος. ἐπὶ πᾶσι δὲ τούτοις καὶ ἄφυσος διὰ τὴν χρηστὴν ἕψησιν. οὕτως δ' ἔχουσα τοῖς ὀξέσι πυρετοῖς ὑπάρχει ἁρμοδία, οὐ μόνον ὅτι κατὰ πάντα αὐτοῖς ἀντίκειται, ἀλλ' ὅτι καὶ εὐπεπτοτάτη ἐστὶν καὶ ἀσθενεστάτη κατὰ πᾶσαν ποιότητα καὶ εὐανάδοτος καὶ τοὺς μὲν σεσηπότας χυμοὺς καθαίρουσα διὰ τὸ ῥυπτικόν, τοὺς δὲ ἡμισαπεῖς ἔτι συμπέττουσα.
Πλὴν οὐχ ἁπλῶς δοτέον αὐτὴν ἐπὶ τῶν νοσημάτων, ἀλλὰ προσδιορισμῶν [827] δεῖται πολλῶν. οὔτε γὰρ ἐν τοῖς ἐπικινδύνως ἔχουσι διδόναι αὐτὴν προσήκει οὔτε τοῖς φλεβοτομίας ἢ καθάρσεως δεομένοις ἢ κλυστῆρός τινος ἢ τοῖς πεπληρωμένοις τῶν κατὰ γαστέρα περιττωμάτων ἢ τοῖς ὑπὸ ὀδύνης ἐνοχλουμένοις μεγάλης καὶ μηδαμῶς ‹ἐν›διδούσης ταῖς ἰατρικαῖς πυρίαις ἢ φλεβοτομίαις ἢ καθάρσεσιν, ἀλλ' οὐδὲ τοῖς ξηροτάτοις νοσήμασι προσφέρειν αὐτὴν ἁρμόζει. συνεπισκέπτεσθαι δὲ χρὴ καὶ τὸν καιρὸν καὶ τὸ ποσὸν τῆς δόσεως καὶ τὸ ἔθος τοῦ κάμνοντος καὶ τὸ πότερον τὸν χυλὸν μόνον διδόναι προσήκει ἢ καὶ τὴν πτισάνην αὐτὴν ἢ καὶ ἀμφότερα ἢ καὶ οὐδέτερα. ὁ μὲν οὖν καιρός ἐστι τοῦ ῥοφήματος, ὁπηνίκα διορισάμενος μέλλεις αὐτὴν παρασχεῖν, ὁπότε τὸ σῶμα γέγονε διακείμενον ὁμαλῶς καὶ μὴ τὸ μὲν αὐτοῦ ἐστι θερμότερον, τὸ δὲ ψυχρότερον· τοιοῦτον δ' ἐστί, καθ' ὃν καιρὸν ἡ τοῦ νοσήματος παρακμή· μετὰ ταῦτα γὰρ ἡ τοῦ σώματος σύμπασα θερμότης ὁμαλῶς ἐπὶ πάντα τὰ μόρια διακέχυται. τὸ δὲ πλῆθος μὴ πολὺ ὑπάρχῃ ‹κατ' ἀρχὴν› μηδὲ ὑπέρπαχυ (σφαλερὸν γάρ ἐστι καὶ αὐτῷ τῷ Ἱπποκράτει [828] τὸ κατὰ πολὺ καὶ ἀθρόως πληροῦν), κατὰ βραχὺ δὲ ‹πλείω προσ›τιθέσθω καὶ πρὸς τὸ ἔθος παραμετρείσθω. εἰ μὲν γὰρ ἅπαξ ἦν εἰθισμένος διαιτᾶσθαι, πάρεχε καὶ αὐτὸς καθάπαξ τὸ πόμα, εἰ δὲ δὶς τῆς ἡμέρας ἐτρέφετο, διπλασίαζε καὶ αὐτὸς τὴν δόσιν. τὴν δὲ παραύξησιν καὶ τὴν προσθήκην τοῦ ῥοφήματος ἐπὶ μὲν τῶν ξηροτέρων νοσημάτων οὐ χρὴ γίνεσθαι. δεῖται γὰρ τὰ τοιαῦτα προπομάτων ἰσχυροτέρων ἢ κατὰ πτισάνην, ἵνα πλέον ὑγρανθῇ. ξηρὰ δὲ νοσήματ' εἰσὶ πλευρῖτις καὶ περιπνευμονία καὶ ὅλως τὰ κατὰ θώρακα, ὅταν μηδὲν ἐξ αὐτῶν ἀναπτύηται, τὰ δὲ καθ' ἧπαρ καὶ γαστέρα καὶ ἔντερα, ὅταν μηδὲν ἐκκρίνηται ἢ σκληρὰ καὶ μὴ ἄξια λόγου καὶ πρὸς ἀνάγκην, τὰ δὲ κατὰ τὰς ἀρτηρίας τε καὶ φλέβας ξηρότητι τῆς γλώττης καὶ ἔξω τοῦ δέρματος διαγινώσκεται· οὕτως δὲ καὶ τὰ ἐν τῇ κεφαλῇ πάθη μηδενὸς δι' ὑπερῴας ἢ ῥινὸς ἐκκαθαιρομένου. κατὰ τὸν αὐτὸν δὲ τρόπον κἀ‹πὶ› φλεγμονῆς καὶ [829] ἕλκους ξηρὰ τυγχάνουσιν, ἀφ' ὧν μηδὲν εἰς ἰχῶρας ἀποκρίνεται. ἐπὶ δὲ τῶν τοιούτων νοσημάτων ‹οὐκ εὐθὺς› προσήκει ποιεῖσθαι τὴν πτισάνην· οὔτε γὰρ ὑγραίνειν αὐτὰ δύναται, ἅτε μὴ ἄγαν ὑγραίνουσα τὰ πολλῆς καὶ ἰσχυρᾶς δυνάμεως ὑγραινούσης δεόμενα καὶ ἔτι τὴν ἀπὸ πληρώσεως βλάβην τοῖς σώμασι παρέχουσα. ἂν δὲ καὶ τὸ σῶμα ὑγρότερον ᾖ καὶ εἴ τι ἀπὸ τοῦ πνεύμονος ἐκπτύεται, τότε χρὴ ἐπαύξειν ἀεὶ καὶ προστιθέναι τὴν πόσιν αὐτῆς· ὑγραίνουσα γὰρ καὶ τέμνουσα ὁμοίως τὰ προσόντα ἐν τῷ σώματι ὑγρὰ καὶ ῥῶσιν τοῖς μορίοις παρέχουσα διὰ τὴν τροφὴν καθαρὸν ἀποτελεῖ συντόμως τὸ ζῷον τῆς ἐνοχλούσης κακοχυμίας. συνελθόντων γὰρ ἀμφοτέρων ῥᾳδίως ἐκκαθαίρεται τὰ μοχθηρὰ περιττώματα, οὐδενὸς δὲ τῶν ἄλλων, ὅσα καὶ ὡς φάρμακον ἢ τροφὴ προσφέρεται, ἀμφότερα ταῦτα κεκτημένου, ἀλλ' ἢ κατὰ τὸ λεπτύνειν ἐνδεόντως καὶ ὑγραίνειν τὸ δὲ τρόφιμον ἔχοντος, καθάπερ ἄρτος καὶ χόνδρος καὶ ᾠὰ καὶ ἰχθῦς, ἢ τὸ μὲν τέμνειν ἔχοντος, τὸ δ' ὑγραίνειν τε καὶ τρέφειν οὐ προσφέροντος, καθάπερ ὀξύμελι καὶ εἴ τι τοιοῦτον ἕτερον. ταῦτα δὲ πάντα τὰ ἀγαθὰ ἥκουσι τῇ πτισάνῃ.
[830] ἀλλ' ὅμως οὐδεμίαν ὠφέλειαν προξενεῖ χωρὶς τῶν προ‹σηκόντων› διορισμῶν προσαγομένη, ὅπου γε καὶ θανάτου μᾶλλον καθέστηκεν αἰτία διδομένη. τοῦ γὰρ κάμνοντος κλυστῆρος διὰ τὴν τῶν περιττωμάτων ‹πλεονεξίαν δεομένου› ἢ φλεβοτομίας διὰ περιουσίαν αἵματος καὶ τῆς ὀδύνης μὴ ἐνδιδούσης (‹τῆς γὰρ› ὀδύνης αἴτιον ‹τὸ› πλῆθος), αἰτία θανάτου γέγονεν ἡ πτισάνη προσφερομένη, τάχα καὶ αὐτὴ καὶ διπλασιάζουσα τὸ πλῆθος. διὰ τοῦτο οὐ χρὴ παρέχειν αὐτὴν ‹τῷ ὀξεῖ τινι› πυρετῷ ἐνοχλουμένῳ εἴτε σὺν ὀδύνῃ ἐστὶν εἴτε χωρὶς ὀδύνης ὁ πυρετὸς [ᾖ] ἢ μετ' ὀλίγον τῆς τροφῆς ὁ ἄνθρωπος πυρέττειν ἤρξατο καὶ μήπω ὑπεχώρησεν. οἱ αὐτοὶ δὲ διορισμοὶ οὐκ ἐπὶ τοῦ χυλοῦ μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς πτισάνης. οἷς δὴ χρήσιμος ἦν καὶ αὐτή, οὐκ εὐθὺς διδόναι προσήκει, ἀλλὰ πρῶτον μὲν τὸν χυλὸν μόνον, ἢ τὰ πλείονα μὲν τὸν χυλόν, ὀλίγον δὲ τὴν πτισάνην, εἶτα ἐπίσης ἀμφότερα, εἶτα καὶ [831] μόνην αὐτήν, ἐπιστάμενον εἰς μὲν ῥῶσιν καὶ θρέψιν τοῦ σώματος μέγιστα συντελεῖν τὴν πτισάνην, εἰς δὲ τὸ εὐκατέργαστον καὶ εὔπεπτον καὶ εὐανάδοτον τὸν χυλόν. ταῦτα δ' ὡς ἐν κεφαλαίῳ περὶ τῆς πτισάνης εἰρήσθω, ἵν' ἔχῃς εἰδέναι τήν τ' εὔκρατον αὐτῆς χρῆσιν καὶ τοὺς ἀναγκαίους διορισμούς.