[1] Ἐπειδὴ δέῃ καὶ δι' ὑπομνημάτων ἔχειν, ἃ πρὸς τὴν ἐρώτησιν ἀπεκρινάμην, ἣν ἐνεστήσω πρὸς ἡμᾶς ὑπὲρ τοῦ γραφέντος Ἀντωνίῳ τῷ Ἐπικουρείῳ βιβλίου περὶ τῆς τοῖς ἰδίοις πάθεσιν ἐφεδρείας, ἤδη πράξω τοῦτο καὶ τήνδε τίθεμαι τὴν ἀρχήν.
ἄριστον μὲν ἦν αὐτὸν τὸν Ἀντώνιον εἰρηκέναι σαφῶς, τί ποτε βούλεται σημαίνειν ἐκ τοῦ τῆς ἐφεδρείας ὀνόματος, ὡς δ' ἄν τις ἐξ ὧν [2] λέγει κατὰ τὸ βιβλίον εἰκάσειεν, ἤτοι τὴν παραφυλακὴν ἢ τὴν διάγνωσιν δοκεῖ μοι δηλοῦν ἢ καὶ πρὸς τούτοις τὴν ἐπανόρθωσιν. ἐφαίνετο δ', ὡς οἶσθα, ‹συγκεχυμένωςς› καὶ ἀσαφῶς ἑρμηνεύων, ‹ὥστε› τὰ πολλὰ τῶν εἰρημένων εἰκάσαι μᾶλλον εἶναι ἢ νοῆσαι σαφῶς. ἐνίοτε μὲν γὰρ δόξει προτρέπειν ἡμᾶς ἐννοεῖν, ὅτι καὶ αὐτοὶ πολλὰ παραπλησίως τοῖς ἄλλοις ἁμαρτάνομεν, ἐνίοτε δ' ὅπως ἄν τις ἕκαστον ὧν ἁμαρτάνει διαγινώσκοι, καὶ πρὸς τούτοις αὖθις, ὅπως ἄν τις ἑαυτὸν ἀπάγοι τῶν ἁμαρτανομένων, ὃ δοκεῖ μοι τοῦ λόγου παντὸς εἶναι σκοπός· ἕκαστον γὰρ τῶν προειρημένων ἄχρηστόν ἐστι καὶ περιττόν, εἰ μὴ πρὸς τοῦτο ἀναφέροιτο.
διορθοῦν δ' ἐχρῆν αὐτὸν ‹τὰ γραφέντα διορίζοντα› ἐν τοῖς μάλιστα ‹τὰ› πάθη τῶν ἁμαρτημάτων. ἐνίοτε μὲν γὰρ ὡς περὶ μόνων τῶν παθῶν αὐτοῦ ὁ λόγος γίνεται, πολλάκις δ' ὡς περὶ τῶν ἁμαρτημάτων, ἔστι δ' ὅτε περὶ ἀμφοτέρων διαλέγεσθαί σοι δόξει. ἐγὼ δ' αὐτὸ τοῦτο πρῶτον, ὡς οἶσθα, διώρισα, τὸ μὲν ἁμάρτημα κατὰ ψευδῆ [3] δόξαν εἰπὼν γίγνεσθαι, τὸ δὲ πάθος κατά τιν' ἄλογον ἐν ἡμῖν δύναμιν ἀπειθοῦσαν τῷ λόγῳ· κοινῇ δ' ἀμφότερα κατὰ ‹τὸ› γενικώτερον σημαινόμενον ἁμαρτήματα κεκλῆσθαι. λέγομεν οὖν ἁμαρτάνειν καὶ τὸν ἀκολασταίνοντα καὶ τὸν θυμῷ τι πράττοντα καὶ τὸν διαβολῇ πιστεύοντα.
γέγραπται μὲν οὖν καὶ Χρυσίππῳ καὶ ἄλλοις πολλοῖς τῶν φιλοσόφων θεραπευτικὰ γράμματα τῶν τῆς ψυχῆς παθῶν, εἴρηται δὲ καὶ πρὸς Ἀριστοτέλους ‹περὶ τούτων› καὶ τῶν ἑταίρων αὐτοῦ καὶ πρὸ τούτων ὑπὸ Πλάτωνος· καὶ ἦν μὲν βέλτιον ἐξ ἐκείνων μανθάνειν αὐτά, ὥσπερ κἀγώ. τὰ δ' οὖν κεφάλαια διὰ τοῦ πρώτου λόγου τοῦδε διὰ συντόμου, ἐπειδὴ κελεύεις, διήξω σοι πάντα, καθ' ἣν ἤδη τάξιν ἤκουσας, ὅτ' ἐπύθου περὶ τοῦ γεγραμμένου τῷ Ἀντωνίῳ βιβλίου.
Ὅτι μὲν εἰκός ἐστιν ἁμαρτάνειν, εἰ καὶ μὴ δοκοίημεν αὐτοὶ σφάλλεσθαί τι, πάρεστιν ἐκ τῶνδε λογίσασθαι· πάντας ἀνθρώπους ὁρῶμεν ἑαυτοὺς ὑπολαμβάνοντας ἤτοι γε ἀναμαρτήτους εἶναι παντάπασιν [4] ἢ ὀλίγα καὶ σμικρὰ καὶ διὰ πολλοῦ σφάλλεσθαι, καὶ τοῦτο μάλιστα πεπονθότας, οὓς ἄλλοι πλεῖστα νομίζουσιν ἁμαρτάνειν. ἐγὼ γοῦν, εἰ καί τινος ἑτέρου, καὶ τοῦδε παμπόλλην ἔσχηκα πεῖραν· ὅσοι μὲν τῶν ἀνθρώπων [ἐπ'] ἄλλοις ἐπέθεντο τὴν περὶ αὑτῶν ἀπόφα‹ν›σιν, ὁποῖοί τινές εἰσιν, ὀλίγα τούτους ἐθεασάμην ἁμαρτάνοντας, ὅσοι δ' ἑαυτοὺς ὑπειλήφασιν ἀρίστους εἶναι χωρὶς τοῦ τὴν κρίσιν ἑτέροις ἐπιτρέψαι, μέγιστα καὶ πλεῖστα τούτους ἑώρακα σφαλλομένους. ὥσθ' ὅπερ ᾤμην, ὅτε μειράκιον ἦν, ἐπαινεῖσθαι μάτην (τοῦτο δ' ἦν τὸ Πύθιον γνῶναι κελεῦον ἑαυτόν· οὐ γὰρ εἶναι μέγα τὸ πρόσταγμα), τοῦθ' εὗρον ὕστερον δικαίως ἐπαινούμενον. ἀκριβῶς μὲν γὰρ ὁ σοφώτατος μόνος ἂν ἑαυτὸν γνοίη, τῶν δ' ἄλλων ἁπάντων ἀκριβῶς μὲν οὐδείς, ἧττον δὲ καὶ μᾶλλον ἕτερος ἑτέρου. καθάπερ γὰρ ἐν ὅλῳ τῷ βίῳ καὶ κατὰ πάσας τὰς τέχνας τὰς μὲν μεγάλας ὑπεροχάς τε καὶ διαφορὰς τῶν πραγμάτων ἅπαντος ἀνδρός ἐστι γνῶναι, τὰς δὲ μικρὰς τῶν φρονίμων τε καὶ τεχνιτῶν, οὕτω κἀπὶ τῶν ἁμαρτημάτων ἔχει [5] καὶ παθῶν. ὅστις μὲν ἐπὶ μικροῖς ὀργιζόμενος σφοδρῶς δάκνει τε καὶ λακτίζει τοὺς οἰκέτας, οὗτος μέν σοι δῆλός ἐστιν ἐν πάθει καθεστηκώς, ὁμοίως δὲ καὶ ὅστις ἐν μέθαις ἑταίραις τε καὶ κώμοις καταγίνεται. τὸ δ' ἐπὶ μεγάλῃ βλάβῃ χρημάτων ἢ ἀτιμίᾳ μετρίως ταραχθῆναι τὴν ψυχὴν οὐκέθ' ὁμοίως ἐστὶ φανερόν, εἰ τοῦ γένους τῶν παθῶν ὑπάρχει, ὥσπερ οὐδὲ τὸ πλακοῦντα φαγεῖν ἀκυρώτερον, ἀλλὰ καὶ ταῦτα κατάδηλα γίνεται τῷ προμελετήσαντι τὴν ψυχὴν ἐξοδιάσαντί ‹τε› ἁπάντων παθῶν ἐπανορθώσεως δεόμενα· ‹εἰ› καὶ μεῖ[ζ]όν γ' ἐλλιπὲς ‹τὸ μὴ› ἀποφυγεῖν αὐτά, διότι μικρά.
ὅστις οὖν βούλεται καλὸς κἀγαθὸς γενέσθαι, τοῦτο ἐννοησάτω, ὡς ἀναγκαῖόν ἐστιν αὐτὸν ἀγνοεῖν πολλὰ τῶν ἰδίων ἁμαρτημάτων· ὅπως ‹δ'› ἂν ἐξεύροι πάντα, δυνάμενος ἐγὼ λέγειν, [ὅπ]ὡς εὑρὼν αὐτός, οὔπω λέγω, διότι τὸ βιβλίον τοῦτο δύναταί ποτε καὶ εἰς ἄλλων ἀφικέσθαι χεῖρας, ὅπως ἂν κἀκεῖνοι γυμνασθῶσι πρότερον ὁδὸν εὑρεῖν τῆς γνώσεως τῶν ἰδίων ἁμαρτημάτων. ὥσπερ ‹οὖν› καὶ σέ μοι λέγειν [6] ἠξίωσα καί, μέχρι τὸ σαυτῷ δοκοῦν ἀπεφήνω, διεσιώπησα, καὶ νῦν οὕτω πράξω, παρακαλέσας τὸν ὁμιλοῦντα τῷδε τῷ γράμματι καταθέμενον αὐτὸ ζητῆσαι, ὅπως ἄν τις ἑαυτὸν δύναιτο [τὸ] γνωρίζειν ἁμαρτάνοντα.
δύο γάρ, ὡς Αἴσωπος ἔλεγε, πήρας ἐξήμμεθα τοῦ τραχήλου, τῶν μὲν ἀλλοτρίων τὴν πρόσω, τῶν ἰδίων δὲ τὴν ὀπίσω, καὶ διὰ τοῦτο τὰ μὲν ἀλλότρια βλέπομεν ἀεί, τῶν δ' οἰκείων ἀθέατοι καθεστήκαμεν. καὶ τοῦτόν γε τὸν λόγον ὡς ἀληθῆ προσίενται πάντες. ὁ δὲ Πλάτων καὶ τὴν αἰτίαν ἀποδίδωσι τοῦ γιγνομένου· τυφλώττειν γάρ φησι τὸ φιλοῦν περὶ τὸ φιλούμενον. εἴπερ οὖν ἕκαστος ἡμῶν ἑαυτὸν ἁπάντων μάλιστα φιλεῖ, τυφλώττειν ἀναγκαῖόν ἐστιν αὐτὸν ἐφ' ἑαυτοῦ. πῶς οὖν ὄψεται τὰ ἴδια κακά; καὶ πῶς ἁμαρτάνων γνώσεται; πολλῷ γὰρ ἔοικεν ὅ τε τοῦ Αἰσώπου μῦθος καὶ ὁ τοῦ Πλάτωνος λόγος ἀνελπιστοτέραν ἡμῖν τὴν τῶν ἰδίων ἁμαρτημάτων εὕρεσιν ἀποφαίνειν· εἰ γὰρ μὴ τοῦ φιλεῖν τις ἑαυτὸν ἀποστῆσαι δύναται, τυφλώττειν ἀναγκαῖόν ἐστι τὸ φιλοῦν περὶ τὸ φιλούμενον.
οὐ μὴν οὐδ' ἐγὼ τὸν ἀναγινώσκοντα τόδε τὸ βιβλίον ἠξίουν ἂν [7] ἐπισκέψασθαι καθ' αὑτὸν ‹περὶ› τῆς τῶν ἰδίων ἁμαρτημάτων εὑρέσεως, εἰ μὴ χαλεπὸν ἦν τὸ πρᾶγμα, κἄν τις ὡς ἐπὶ πλεῖστον ἐσκεμμένος ᾖ καθ' αὑτόν. καὶ τοίνυν ἐγὼ τὴν ἐμὴν ἀποφαίνομαι γνώμην, ἵν', εἰ μέν τινα καὶ αὐτὸς ἕκαστος ἑτέραν ὁδὸν εὕροι, προσλαβὼν καὶ τὴν ἐμὴν ὠφεληθῇ πλέον ἅτε διπλῆν ἀνθ' ἁπλῆς εὑρὼν ὁδὸν σωτηρίας· εἰ δὲ μή, ἀλλ' αὐτῇ γε τῇ ἡμετέρᾳ διατελῇ χρώμενος, ἄχρι περ ἂν ἑτέραν εὕρῃ βελτίονα· τίς οὖν ἡ ἐμή, λέγειν ἂν ἤδη καιρός, ἀρχὴν τῷ λόγῳ τήνδε ποιησάμενον.
Ἐπειδὴ τὰ μὲν ἁμαρτήματα διὰ [τὴν] ψευδῆ δόξαν γίγνονται, τὰ δὲ πάθη διά τιν' ἄλογον ὁρμήν, ἔδοξέ μοι πρότερον ἑαυτὸν ἐλευθερῶσαι τῶν παθῶν· εἰκὸς γάρ πως καὶ διὰ ταῦτα ψευδῶς ἡμᾶς δοξάζειν. ἔστι δὲ πάθη ψυχῆς, ἅπερ ἅπαντες γινώσκουσι, θυμὸς καὶ ὀργὴ καὶ φόβος καὶ λύπη καὶ φθόνος καὶ ἐπιθυμία σφοδρά. κατὰ δὲ τὴν ἐμὴν γνώμην καὶ τὸ φθάσαι πάνυ σφόδρα φιλεῖν ἢ μισεῖν ὁτιοῦν πρᾶγμα πάθος ἐστίν. ὀρθῶς γὰρ ἔοικεν εἰρῆσθαι τὸ "μέτρον ἄριστον", [8] ὡς οὐδενὸς ἀμέτρου καλῶς γιγνομένου.
πῶς οὖν ἄν τις ἐκκόψειε ταῦτα μὴ γνοὺς πρότερον ἔχων αὐτά; γνῶναι δ', ὡς ἐλέγομεν, ἀδύνατον, ἐπειδὴ σφόδρα φιλοῦμεν ἡμᾶς. ἀλλὰ κἂν μὴ σαυτὸν ὁ λόγος οὗτος ἐπιτρέπῃ σοι κρίνειν, ἄλλον γε συγχωρεῖ δύνασθαι κρῖναι τὸν μήτε φιλούμενον ὑπὸ σοῦ μήτε μισούμενον. ὅταν οὖν ἀκούσῃς τινὰ τῶν κατὰ τὴν πόλιν [ὃν μήτε φιλήσειν οἶδε μήτε ‹μισήσειν›] ἐπαινούμενον ὑπὸ πολλῶν ἐπὶ τῷ μηδένα κολακεύειν, ἐκείνῳ προσφοιτήσας τῇ σαυτοῦ πείρᾳ κρῖνον, εἰ τοιοῦτός ἐστιν, οἷος εἶναι λέγεται, καὶ πρῶτον, ἐὰν ἴδῃς αὐτὸν ἐπὶ τὰς τῶν πλουσίων τε καὶ πολὺ δυναμένων ἢ καὶ τὰς τῶν μονάρχων οἰκίας ἐπιόντα συνεχῶς, γίγνωσκε μάτην ἀκηκοέναι τὸν ἄνθρωπον τοῦτον ἀληθεύειν ἅπαντα (ταῖς γὰρ τοιαύταις κολακείαις ἕπεται καὶ τὸ ψεύδεσθαι), δεύτερον ‹ἢ προσαγορεύοντα› ἢ παραπέμποντα τοὺς τοιούτους ὁρῶν αὐτὸν ἢ καὶ συνδειπνοῦντα. τοιοῦτον γάρ τις ἑλόμενος βίον οὐ μόνον ‹οὐκ› ἀληθεύει, [9] ἀλλὰ καὶ κακίαν ὅλην ἐξ ἀνάγκης ἔχει, φιλοχρήματος ὢν ἢ φίλαρχος ἢ φιλότιμος ἢ φιλόδοξος, ἤ τινα τούτων ἢ πάντα. τὸν δὲ μὴ προσαγορεύοντα μήτε παραπέμποντα μήτε συνδειπνοῦντα τοῖς πολὺ δυναμένοις ἢ πλουτοῦσι καὶ κεκολασμένῃ τῇ διαίτῃ χρώμενον ἐλπίσας ἀληθεύσειν εἰς βαθυτέραν ἀφικέσθαι πειρῶ γνῶσιν, ὁποῖός τίς ἐστιν (ἐν συνουσίαις δ' αὕτη πολυχρονιωτέραις γίγνεται), κἂν εὕρῃς τοιοῦτον, ἰδίᾳ ποτὲ μόνῳ διαλέχθητι παρακαλέσας, ὅ τι ἂν ‹ἐν› σοὶ βλέπῃ τῶν εἰρημένων παθῶν, εὐθέως δηλοῦν, ὡς χάριν ἕξοντι τούτου μεγίστην ἡγησομένῳ τε σωτῆρα μᾶλλον ἢ εἰ νοσοῦντα τὸ σῶμα διέσωσε. κἂν ὑπόσχηται δηλώσειν, ὅταν ἴδῃ τι τῶν εἰρημένων πάσχοντά σε, κἄπειτα πλειόνων ἡμερῶν μεταξὺ γιγνομένων μηδὲν εἴπῃ συνδιατρίβων δηλονότι, μέμψαι τὸν ἄνθρωπον, αὖθίς τε παρακάλεσον ἔτι λιπαρέστερον ἢ ὡς πρόσθεν, ὅ τι ἂν ὑπὸ σοῦ βλέπῃ κατὰ πάθος πραττόμενον, εὐθέως μηνύειν. ἐὰν δ' εἴπῃ σοι, διὰ τὸ μηδὲν ἑωρακέναι περὶ σὲ τοιοῦτον ἐν τῷ μεταξύ, διὰ τοῦτο μηδ' αὐτὸς εἰρηκέναι, μὴ πεισθῇς [10] εὐθέως μηδ' οἰηθῇς ἀναμάρτητος ἐξαίφνης γεγονέναι, ἀλλὰ δυοῖν θάτερον, ἢ διὰ ῥᾳθυμίαν οὐ προσεσχηκέναι σοι τὸν παρακληθέντα φίλον ἢ ἐλέγχειν αἰδούμενον σιωπᾶν ἢ καὶ μισηθῆναι μὴ βουλόμενον διὰ τὸ γινώσκειν ἅπασιν ὡς ἔπος εἰπεῖν ἀνθρώποις ἔθος εἶναι μισεῖν τοὺς τἀληθῆ λέγοντας, ἢ εἰ μὴ διὰ ταῦτα, ἴσως ‹μὴ› βουλόμενον αὐτὸν ὠφελεῖν σε διὰ τοῦτο σιωπᾶν, ἢ καὶ ‹δι'› ἄλλην τινὰ [ἴσως] αἰτίαν, ἣν οὐκ ἐπαινοῦμεν ἡμεῖς. ἀδύνατον γὰρ εἶναι τὸ μηδὲν ἡμαρτῆσθαί σοι, πιστεύσας ἐμοὶ τοῦτο νῦν ἐπαινέσεις ‹μ'› ὕστερον, θεώμενος ἅπαντας ἀνθρώπους καθ' ἑκάστην ἡμέραν μυρία μὲν ἁμαρτάνοντας καὶ κατὰ πάθος πράττοντας, οὐ μὴν αὐτούς γε παρακολουθοῦντας. ὥστε μηδὲ σὺ νόμιζε σαυτὸν ἄλλο τι καὶ μὴ ἄνθρωπον εἶναι. νομίζεις δ' ἄλλο τι μᾶλλον ‹ἢ› ἄνθρωπος ὑπάρχειν, ἐὰν ἀναπείσῃς σαυτὸν ἅπαντα καλῶς σοι πεπρᾶχθαι μὴ ὅτι μηνὸς ἑνός, ἀλλὰ μιᾶς ἡμέρας.
ἴσως οὖν ἐρεῖς, ‹ἢν› ἀντιλογικὸς ᾖς, ἤτοι κατὰ προαίρεσιν ἢ ἐκ [11] μοχθηροῦ τινος ἔθους γεγονὼς τοιοῦτος ἢ καὶ φύσει φιλόνεικος ὤν, ὅσον ἐπὶ τῷ νῦν ὑπ' ἐμοῦ προκεχειρισμένῳ λόγῳ, τοὺς σοφοὺς ἄνδρας ἄλλο τι μᾶλλον ἢ ἀνθρώπους εἶναι. τούτῳ δή σου τῷ λόγῳ τὸν ἡμέτερον ἀντίθες διττὸν ὄντα, τὸν μὲν ἕτερον, ὅτι μόνος ὁ σοφὸς ἀναμάρτητός ἐστι τὸ πάμπαν, ἕτερον δ' ἐπ' αὐτῷ τῷ προϊεμένω, εἴπερ ἀναμάρτητός ἐστιν ὁ σοφός, οὐδ' ἄνθρωπον ὑπάρχειν αὐτὸν ὅσον ἐπὶ τῷδε. καὶ διὰ τοῦτο τῶν παλαιοτάτων φιλοσόφων ἀκούσῃ λεγόντων ὁμοίωσιν εἶναι θεῷ τὴν σοφίαν. ἀλλὰ σύ γε θεῷ παραπλήσιος ἐξαίφνης οὐκ ἄν ποτε γένοιο. ὅπου γὰρ οἱ δι' ὅλου τοῦ βίου ‹τὴν› ἀπάθειαν ἀσκήσαντες οὐ πιστεύονται τελέως αὐτὴν ἐσχηκέναι, πολὺ δήπου μᾶλλον ὁ μηδέποτ' ἀσκήσας σύ· μὴ τοίνυν πιστεύσῃς τῷ λέγοντι μηδὲν ἑωρακέναι κατὰ πάθος ὑπὸ σοῦ πραττόμενον, ἀλλ' ἤτοι μὴ βουλόμενον ὠφελεῖν σε νόμιζε λέγειν οὕτως, ἢ μὴ παραφυλάξαι προῃρημένον, ἃ πράττεις κακῶς, ἢ φυλαττόμενον ὑπὸ σοῦ μισηθῆναι· τάχα δὲ καὶ εἶδέ σέ ποτε δυσχεράναντα πρὸς τὸν ἐπιτιμήσαντα τοῖς σοῖς ἁμαρτήμασί τε [12] καὶ πάθεσι, ὥστ' εἰκότως σιωπᾷ, μὴ πιστεύων ἀληθεύειν σε λέγοντα βούλεσθαι ἕκαστον εἰδέναι, ὧν ἁμαρτάνεις. ἐὰν δὲ ‹τὸ› πρῶτον τῶν ὑπὸ σοῦ ‹κατὰ πάθος› πραττομένων ἀπαλλαγεὶς σιωπήσῃς, εὑρήσεις πολλοὺς ὀλίγον ὕστερον ἀληθῶς ἐπανορθουμένους σε, καὶ πόλυ γε μᾶλλον, ἐὰν χάριν γνῷς τῷ μεμψαμένῳ χωρισθείσης σου τῆς βλάβης τούτου γ' ἕνεκεν. ἐξ αὐτοῦ δὲ τοῦ διασκέψασθαι, πότερον ἀληθῶς ἢ ψευδῶς ἐπετίμησέ σοι, μεγάλης ὠφελείας αἰσθήσῃ, κἂν συνεχῶς πράττῃς αὐτὸ προῃρημένος ὄντως εἷς γενέσθαι καλὸς κἀγαθός, ἔσῃ τοιοῦτος.
ἐν μὲν δὴ τῷ πρώτῳ χρόνῳ μηδ' ἐὰν καὶ σκεπτόμενος ἀκριβῶς εὕρῃς ἐπηρεαστικῶς τε καὶ ψευδῶς [ὡς] ἐγκεκληκότα σοί τινα, πειρῶ σαυτὸν πείθειν, ὡς οὐδὲν ἥμαρτες, ἀλλά σοι τοῦτο πρῶτον φιλοσόφημα τὸ καρτερεῖν ἐπηρεαζόμενον. ὕστερον δέ ποτε κατεσταλμένων ἱκανῶς ‹τῶν› σαυτοῦ παθῶν αἰσθόμενος ἐπιχειρήσεις ἀπολογεῖσθαι τοῖς ἐπηρεάζουσι μηδέποτε πικρῶς μηδ' ἐλεγκτικῶς μηδέ τοι φιλόνεικως ἐμφαίνων [μηδὲ] καταβάλλειν ἐθέλειν ἐκεῖνον, ἀλλ' ὠφελείας ἕνεκα τῆς σῆς, ἵνα τι καὶ πρὸς τὴν ἀντιλογίαν ἀντειπόντος αὐτοῦ πιθανὸν ἤτοι [13] πεισθῇς ἐκεῖνον ἄμεινον γιγνώσκειν ἢ μετὰ πλείονος ἐξετάσεως εὕρῃς αὑτὸν ἔξω τῶν ἐγκλημάτων ‹ὄντα›. οὕτω γοῦν καὶ Ζήνων ἠξίου πάντα πράττειν ἡμᾶς ἀσφαλῶς, ὡς ἀπολογησαμένους ὄλιγον ‹ὕστερον τοῖς παιδαγωγοῖσ›. ὠνόμαζε γὰρ οὕτως ἐκεῖνος ὁ ἀνὴρ τοὺς πολλοὺς τῶν ἀνθρώπων ἑτοίμους ὄντας τοῖς πέλας ἐπιτιμᾶν, κἂν μηδεὶς αὐτοὺς παρακαλῇ.
χρὴ δὲ τὸν ἀκούοντα μήτε πλούσιον εἶναι μήτε αἰδοῦς ἔχειν πολιτικῆς, ὡς, ἄν γε ταύτην ἔχῃ, διὰ φόβον οὐδεὶς αὐτῷ τἀληθῆ λέξει, καθάπερ οὐδὲ τοῖς πλουτοῦσι διὰ κέρδος οἱ κόλακες· ἀλλὰ κἂν εἴ τις ἀληθεύων παραφανῇ, διανίσταται πρὸς αὐτῶν. ἐὰν οὖν τις ἤτοι πολλὰ δυνάμενος ἢ καὶ πλούσιος ἐθελήσῃ γενέσθαι καλὸς κἀγαθός, ἀποθέσθαι πρότερον αὐτὸν δεήσει ταῦτα, καὶ μάλιστα νῦν, ὅπου ‹γ'› οὐχ εὑρήσει Διογένη δυνάμενον εἰπεῖν τούτῳ τἀληθῆ, κἂν πλουσιώτατος ᾖ, κἂν μόναρχος.
ἐκεῖνοι μὲν οὖν ὑπὲρ ἑαυτῶν βουλεύσονται· σὺ δ' ὁ μὴ πλούσιος μηδὲ δυνατὸς ἐν πόλει πᾶσι μὲν ἐπίτρεπε λέγειν, ἃ καταγινώσκουσί σου, πρὸς μηδένα δ' αὐτὸς ἀγανάκτει, καὶ οὕτως ἔχε πάντας, ὡς [14] Ζήνων ἔλεγε, παιδαγωγούς. οὐ μὴν ὁμοίως σε πᾶσι περὶ ὧν ἂν εἴπωσιν ἀξιῶ προσέχειν, ἀλλὰ τοῖς ἄριστα βεβιωκόσι πρεσβύταις. ὁποῖοι δ' εἰσὶν οἱ ἄριστα βιοῦντες, ὀλίγον ἔμπροσθεν εἶπον. ἐν δὲ τῷ χρόνῳ προϊόντι καὶ χωρὶς ἐκείνων αὐτὸς παρακολουθήσεις καὶ γνώσῃ, πηλίκα πρόσθεν [ἦν, ἄν] ἥμαρτες, ἡνίκα μάλιστα ἐγώ σοι φανοῦμαι λέγων τἀληθῆ, μηδένα φάσκων ἔξω παθῶν ἢ ἁμαρτημάτων εἶναι, μηδ' ἂν εὐφυέστατος ᾖ, μηδ' ἂν ‹ἐν› ἔθεσι καλλίστοις τεθραμμένος, ἀλλὰ πάντως τινὰ σφάλλεσθαι καὶ μᾶλλον, ὅταν ἔτι νέος ᾖ. Δεῖται γὰρ ἀσκήσεως ἕκαστος ἡμῶν σχεδὸν ‹δι'› ὅλου τοῦ βίου πρὸς τὸ γενέσθαι τέλειος ἀνήρ. οὐ μὴν ἀφίστασθαι χρὴ τοῦ βελτίω ποιεῖν ἑαυτόν, εἰ καὶ πεντηκοντούτης τις ὢν αἴσθοιτο τὴν ψυχὴν λελωβημένος οὐκ ἀνίατον οὐδ' ἀνεπανόρθωτον λώβην. οὐδὲ γὰρ εἰ τὸ σῶμα κακῶς διέκειτο πεντηκοντούτης ὤν, ἔκδοτον ἂν ἔδωκε τῇ καχεξίᾳ, [15] πάντως ‹δ'› ἂν ἐπειράθη βέλτιον αὐτὸ κατασκευάσαι, καίτοι τὴν Ἡράκλειον εὐεξίαν οὐ δυνάμενος σχεῖν. μὴ τοίνυν μηδ' ἡμεῖς ἀφιστώμεθα τοῦ βελτίω τὴν ψυχὴν ἐργάζεσθαι, κἂν τὴν τοῦ σοφοῦ μὴ δυνώμεθα σχεῖν, ἀλλὰ μάλιστα μὲν ἐλπίζωμεν ἕξειν κἀκείνην, ἂν ἐκ μειρακίου προνοώμεθα τῆς ψυχῆς ἡμῶν, εἰ δὲ μή, ἀλλὰ τοῦ γε μὴ πάναισχρον αὐτὴν γενέσθαι, καθάπερ ὁ Θερσίτης τὸ σῶμα, φροντίζωμεν. εἴ γ' οὖν ἐφ' ἡμῖν ἦν γινομένοις ἐντυχεῖν τῷ προνοουμένῳ τῆς γενέσεως ἡμῶν δεομένοις τε τοῦ λαβεῖν σῶμα γενναιότατον, ὁ δ' [ἣ] ἠρνήσατο, πάντως ἂν ἐφεξῆς ἐδεήθημεν αὐτοῦ δεύτερον γοῦν ἢ τρίτον ἢ τέταρτον αὐτὸ σχεῖν ἀπὸ τοῦ πρώτου κατ' εὐεξίαν. ἀγαπητὸν γὰρ εἰ καὶ μὴ τὸ τοῦ Ἡρακλέους, ἀλλὰ τό γε τοῦ Ἀχιλλέως σχεῖν, ἢ εἰ μηδὲ τούτου, τό γε τοῦ Αἴαντος ἢ Διομήδους ἢ Ἀγαμέμνονος ἢ Πατρόκλου, εἰ δὲ μὴ τούτων, ἄλλων γέ τινων ἀγαστῶν ἡρώων. οὕτως οὖν, εἰ καὶ μὴ τὴν τελείαν εὐεξίαν τις οἷός τ' ἐστὶ τῆς ψυχῆς ἔχειν, [16] δέξαιτ' ἂν οἶμαι δεύτερος ἢ τρίτος ἢ τέταρτος γενέσθαι μετὰ τὸν ἄκρον. οὐκ ἀδύνατον δὲ τοῦτο τῷ βουληθέντι κατεργάσασθαι χρόνῳ πλείονι συνεχῶς τῆς ἀσκήσεως γενομένης.
ἐγὼ δὲ μειράκιον ὢν ἔτι ταῦτ' ἀσκήσας, ἐπιδὼν ἄνθρωπον ἀνοῖξαι θύραν σπεύδοντα, μὴ προχωρούσης εἰς τὸ δέον αὐτῷ τῆς πράξεως δάκνοντα τὴν κλεῖν καὶ λακτίζοντα τὴν θύραν καὶ λοιδορούμενον τοῖς θεοῖς ἠγριωμένον τε τοὺς ὀφθαλμοὺς ὥσπερ οἱ μαινόμενοι καὶ μικροῦ δεῖν αὐτὸν ἀφρὸν ὡς οἱ κάπροι προϊέμενον ἐκ τοῦ στόματος ἐμίσησα τὸν θυμὸν οὕτως, ὥστε μηκέτ' ὀφθῆναι δι' αὐτὸν ἀσχημονοῦντά με. ἀρκέσει δὲ καὶ τοῦτο τήν γε πρώτην, ὡς μήτε θεοῖς λοιδορεῖσθαί σε μήτε λακτίζειν μήτε δάκνειν τοὺς λίθους καὶ τὰ ξύλα, [καὶ] μήτ' ἄγριον ἐμβλέπειν, ἀλλ' ἐν σαυτῷ κατέχειν τε καὶ κρύπτειν τὴν ὀργήν. ἀόργητος μὲν γὰρ εὐθέως ἅμα τῷ βουληθῆναι γενέσθαι ‹τις› οὐ δύναται, κατασχεῖν δὲ τὸ τοῦ πάθους ἄσχημον δύναται. τοῦτο δ' ἂν πολλάκις ποιήσῃ, γνωριεῖ ποτε καὶ αὐτὸς ἑαυτὸν ἧττον νῦν ‹ἢ› πρόσθεν [17] ὀργιζόμενον, ὡς μήτ' ἐπὶ σμικροῖς μήτ' ἐπὶ μέσοις θυμοῦσθαι ἀλλ' ἐπὶ μόνοις τοῖς μεγάλοις μικρόν. οὕτως γὰρ ὑπάρξει ποθ' ὕστερον αὐτὸν καὶ ἐπὶ τοῖς μεγίστοις ὀργίζεσθαι μικρόν, ἤν τις ὅπερ ἐγὼ προστάξας αὑτῷ μειράκιον ὢν ἔτι διὰ παντὸς ἐφύλαξα τοῦ βίου, ‹φυλάξῃ› τὸ μηδέποτε τυπτῆσαι τῇ χειρί μου μηδένα τῶν οἰκετῶν, ὅπερ ἤσκητό μου καὶ τῷ πατρί· καὶ πολλοῖς ἐπετίμησε τῶν φίλων περιθλάσασι νεῦρον ἐν τῷ πατάξαι κατὰ τῶν ὀδόντων οἰκέτας, ἀξίους εἶναι λέγων ἐπὶ τῇ γενομένῃ φλεγμονῇ καὶ σπασθῆναι καὶ ἀποθανεῖν, ὅπου γ' ἐξῆν αὐτοῖς καὶ νάρθηκι καὶ ἱμάντι μικρὸν ὕστερον ἐμφορῆσαι πληγάς, ὅσαις ἠβούλοντο τῇ βουλῇ τὸ τοιοῦτον ἔργον ἐπιτελεῖν.
ἄλλοι δ' οὐ μόνον πὺξ ‹παίουσιν›, ἀλλὰ καὶ λακτίζουσι καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττουσι καὶ γραφείῳ κεντοῦσιν, ὅταν τοῦτο τύχωσιν ἔχοντες. εἶδον δέ τινα καὶ καλάμῳ δι' οὗ γράφομεν ὑπ' ὀργῆς εἰς τὸν ὀφθαλμὸν πατάξαντα τὸν οἰκέτην. Ἀδριανὸς δ' αὐτοκράτωρ, ὥς φασι, γραφείῳ πατάξας εἰς τὸν ὀφθαλμὸν ἕνα τῶν ὑπηρετῶν, ἐπειδὴ διὰ τὴν πληγὴν ταύτην ἔγνω γενόμενον ἑτερόφθαλμον, ἐκάλεσέ τε καὶ [18] συνεχώρησεν ἀντὶ τοῦ πάθους αἰτεῖν παρ' αὐτοῦ δῶρον. ἐπεὶ δὲ διεσιώπησεν ὁ πεπονθώς, αὖθις ἠξίωσεν ὁ Ἀδριανὸς αἰτεῖν, ὅτι βούλοιτο, θαρροῦντα· τὸν δ' ἄλλων μὲν οὐδέν, ὀφθαλμὸν ‹δ'› αἰτῆσαι. τί γὰρ ἂν καὶ γένοιτο δῶρον ἀντάξιον ἀπωλείας ὀφθαλμοῦ;
βούλομαι δέ σε καὶ τῶν ἐμοί ποτε συμβάντων ἑνὸς ἀναμνῆσαι καίτοι γ' ἤδη πολλάκις ὑπὲρ αὐτοῦ εἰρηκώς· ἀπονοστήσας γὰρ ἐκ Ῥώμης συνωδοιπόρησά τινι φίλῳ τῶν ἐκ Γόρτυνος τῆς Κρήτης ἀνδρί, ‹ὃς› τὰ μὲν ἄλλα λόγου τινὸς ἄξιος (καὶ γὰρ ἁπλοῦς ἦν καὶ φιλικὸς καὶ χρηστὸς ἐλευθέριός τε περὶ τὰς ἐφ' ἡμέρας δαπάνας), ἦν δ' ὀργίλος οὕτως, ὡς ταῖς ἑαυτοῦ χερσὶ χρῆσθαι κατὰ τῶν οἰκετῶν, ἔστι δ' ὅτε καὶ τοῖς σκέλεσι, πολὺ δὲ μᾶλλον ἱμάντι καὶ ξύλῳ τῷ παρατυχόντι. γενομένοις οὖν ἡμῖν ἐν Κορίνθῳ πάντα μὲν ἔδοξε τὰ σκεύη καὶ τοὺς οἰκέτας ἀπὸ Κεγχρεῶν εἰς Ἀθήνας ἐκπέμψαι κατὰ πλοῦν ἐκτὸς δυεῖν, αὐτὸν δ' ὄχημα μισθωσάμενον πεζῇ διὰ Μεγάρων πορεύεσθαι. καὶ δὴ διελθόντων ἡμῶν Ἐλευσῖνα καὶ κατὰ τὸ Θριάσιον ὄντων ἤρετο τοὺς [19] ἑπομένους οἰκέτας αὐτῷ περί τινος σκεύους· οἱ δ' οὐκ εἶχον ἀποκρίνασθαι. θυμωθεὶς οὖν, ἐπεὶ μηδὲν ἄλλο εἶχε, δι' οὗ πατάξειε τοὺς νεανίσκους, ἐν θήκῃ περιεχομένην μάχαιραν μεγάλην ἀνελόμενος, ἅμα τῇ θήκῃ καταφέρει τῆς κεφαλῆς ἀμφοτέρων, οὐ πλατεῖαν ἐπενεγκών (οὐδὲν γὰρ ‹ἂν› οὕτως εἴργαστο δεινόν), ἀλλὰ κατὰ τὸ τέμνον τοῦ ξίφους. ἥ τ' οὖν θήκη διετμήθη παραχρῆμα καὶ τραῦμα μέγιστον ἐπὶ τῆς κεφαλῆς διττὸν ἀμφοτέροις εἰργάσατο· δὶς γὰρ ἑκάτερον αὐτῶν ἐπάταξεν. ὡς δὲ πλεῖστον ‹καὶ› ἄμετρον αἷμα χεόμενον ἐθεάσατο, καταλιπὼν ἡμᾶς εἰς Ἀθήνας ἀπῄει βαδίζων ὠκέως ἕνεκα τοῦ ‹μὴ› διαφθαρῆναί τινα τῶν οἰκετῶν ἔτι παρόντος αὐτοῦ. ἐκείνους μὲν οὖν ἡμεῖς ἐσώσαμεν εἰς τὰς Ἀθήνας. ὁ δὲ φίλος ὁ Κρὴς ἑαυτοῦ καταγνοὺς μεγάλως εἰσάγει με λαβόμενος τῆς χειρὸς εἰς οἶκόν τινα, καὶ προσδοὺς ἱμάντα καὶ ἀποδυσάμενος ἐκέλευσε μαστιγοῦν αὑτὸν ἐφ' οἷς ἔπραξεν ὑπὸ τοῦ καταράτου θυμοῦ βιασθείς· αὐτὸς γὰρ οὕτως ὠνόμασεν. ἐμοῦ δ' ὡς εἰκὸς γελῶντος ἐδεῖτο προσπίπτων τοῖς γόνασι, μὴ ἄλλως ποιεῖν.
[20] εὔδηλον οὖν, ὅτι μᾶλλον ἐποίει με γελᾶν, ὅσῳ μᾶλλον ἐνέκειτο μαστιγωθῆναι δεόμενος. ἐπειδὴ ‹δὲ› ταῦτα ποιούντων ἡμῶν ἱκανὸς ἐτρίβετο χρόνος, ὑπεσχόμην αὐτῷ δώσειν πληγάς, εἴ μοι παράσχοι καὶ αὐτὸς ἕν, ὃ ἂν αἰτήσω, σμικρὸν πάνυ. ὡς δ' ὑπέσχετο, παρεκάλουν παρασχεῖν μοι τὰ ὦτα λόγον τινὰ διερχομένῳ, καὶ τοῦτ' ἔφην εἶναι τὸ αἴτημα. τοῦ δ' ὑποσχομένου πράξειν οὕτως, πλέον αὐτῷ διελέχθην ὑποτιθέμενος, ὅπως χρὴ παιδαγωγῆσαι τὸ ἐν ἡμῖν θυμοειδές, [τ]ᾧ λόγῳ δῆλον ὅτι καὶ διαμαστιγῶν ἀλλ' ἑτέρῳ τρόπῳ, παιδαγωγήσας ἀπῆλθον.
ἐκεῖνος μὲν οὖν ‹ἐν› ἐνιαυτῷ προνοησάμενος ἑαυτοῦ πολὺ βελτίων ἐγένετο. σὺ δ' εἰ καὶ μὴ πολὺ γένοιο βελτίων, ἀρκεσθήσῃ γε καὶ μικρῷ τινι κατὰ τὸν πρῶτον ἐνιαυτὸν ἐπιδοῦναι πρὸς τὸ κρεῖττον. ἐὰν γὰρ ἐπιμείνῃς τῷ πάθει ‹τ'› ἀντέχων καὶ πραΰνων τὸν θυμόν, ἀξιολογώτερον ἐπιδώσεις κατὰ τὸ δεύτερον ἔτος. εἶτ' ἐὰν ἔτι διαμείνῃς ἑαυτοῦ προνοούμενος καὶ μᾶλλον ἐν τῷ τρίτῳ καὶ μετ' αὐτὸν ἐν τῷ [21] τετάρτῳ καὶ πέμπτῳ καὶ τοῖς ἑξῆς, αἰσθήσῃ μεγάλης αὐξήσεως εἰς βίου σεμνότητα. αἰσχρὸν γάρ, ἵνα μέν τις ἰατρὸς ἀγαθὸς ἢ ῥήτωρ ἢ γραμματικὸς ἢ γεωμέτρης γένηται, πολλοῖς ἔτεσιν ἐφεξῆς ‹πάντα› κινεῖν, σὲ δ' ἄνθρωπον ἀγαθόν ποτε γενέσθαι τῷ μήκει τοῦ χρόνου κάμνειν.
Τίς οὖν ἐστιν ἡ τῆς ἀσκήσεως ἀρχή; πάλιν ἀναλάβωμεν (ὑπὲρ γὰρ τῶν ἀναγκαιοτάτων οὐδὲν χεῖρόν ἐστι καὶ δὶς καὶ τρὶς λέγειν τὰ αὐτά) τὸ μηδέποτε μηδένα τῶν οἰκετῶν ἁμαρτάνοντα διὰ τῶν ἑαυτοῦ χειρῶν νουθετεῖν· ἀλλ' ὥσπερ ἐγώ ποτε πυθόμενος αἰδεῖσθαι Πλάτωνα πρός τινα τῶν ὑπηρετῶν ἁμαρτόντα διὰ παντὸς οὕτως ἔπραξα, καλὸν ἡγησάμενος εἶναι τὸ ἔργον, οὕτω καὶ σὺ παράγγειλον ἑαυτῷ μήτ' αὐτὸς διὰ τῶν αὑτοῦ χειρῶν οἰκέτην πλῆξαι μήτ' ἄλλῳ προστάξαι, παρ' ὃν ἂν ὀργισθῇς χρόνον, ἀλλ' εἰς τὴν ὑστεραίαν ἀναβαλέσθαι. καταστάντος γάρ τοι τοῦ θυμοῦ σωφρονέστερον ἐπισκέψῃ, πόσας χρὴ πληγὰς ἐντεῖναι τῷ τῆς κολάσεως ἀξίῳ. ἢ μηδὲ τὴν ἀρχὴν ἄμεινόν [22] ἐστι σὺν γνώμῃ πρᾶξαι οὕτως αἰτήσαντα ἱμάντα καὶ σωφρονίσαντα λόγῳ καὶ ἀπειλήσαντα μηκέτι τοῦ λοιποῦ συγχωρήσειν, ἐὰν ὁμοίως ἁμάρτῃ; πολλῷ γὰρ ἄμεινόν ἐστι μηκέτι ζέοντος τοῦ θυμοῦ πράττειν, ἃ πράττεις, ἔξω τῆς ἀλογίστου μανίας γενόμενον, ὁπότε καινῷ λογισμῷ τὸ ποιητέον εὑρήσεις. ὅτι γὰρ ὁ θυμὸς οὐδὲν ἀποδεῖ μανίας, ἐξ αὐτῶν ὧν ποιοῦσιν οἱ θυμούμενοι μαθεῖν ἔστι. παίοντες γὰρ καὶ λακτίζοντες καὶ κατασχίζοντες ἱμάτια καὶ θορυβῶδες ἐμβλέποντες ἕκαστα πράττουσιν, ἄχρι τοῦ, καθάπερ ἔφην, καὶ θύραις καὶ λίθοις καὶ κλεισὶν ὀργίζεσθαι καὶ τὰ μὲν καταράσσειν, τὰ δὲ δάκνειν, τὰ δὲ λακτίζειν. ἀλλ' ἴσως φήσεις σὺ ταῦτα τῶν ὄντως μαινομένων εἶναι, τὰ δ' ὑπὸ σοῦ γιγνόμενα σωφρονούντων· ἐγὼ δ' ὅτι μὲν ἔλαττον ἁμαρτάνουσι τῶν τοὺς λίθους καὶ τὰς θύρας καὶ τὰς κλεῖς δακνόντων τε καὶ λακτιζόντων οἱ τοὺς οἰκέτας ταῖς ἑαυτῶν παίοντες χερσὶν ὁμολογῶ, πέπεισμαι δὲ καὶ τὸ πρὸς ἄνθρωπον ἀνίατόν τι ποιεῖν ἢ μικρᾶς μανίας [23] ἔργον ὑπάρχειν ἢ ζῴου τινὸς ἀλόγου τε καὶ ἀγρίου· ‹ὅπ›ου γὰρ μόνος ἄνθρωπος ἐξαίρετον ἔχει παρὰ τὰ ἄλλα τὸ λογίζεσθαι, τοῦτ' ἐὰν ἀπορρίψας τῷ θυμῷ χαρίζηται, ζῴου, οὐκ ἀνθρώπου βίος.
μὴ τοίνυν νόμιζε φρόνιμον ἄνθρωπον ὑπάρχειν, ὃς ἂν αὐτὸ τοῦτο μόνον ἐκφύγῃ ‹τὸ› λακτίζειν καὶ δάκνειν καὶ κεντεῖν τοὺς πέλας ὁ γὰρ τοιοῦτος οὐκέτι μέν ἐστι θηρίον, οὐ μὴν ἤδη γε φρόνιμος ἄνθρωπος ἀλλ' ἐν τῷ μεταξὺ τούτων καὶ τῶν θηρίων. ἆρ' οὖν ἀρκεῖ σοι μηκέτ' εἶναι θηρίῳ, τοῦ ‹δ'› ἄνθρωπος γενέσθαι καλὸς κἀγαθὸς οὐ πεφρόντικας; ἢ βέλτιον, ὥσπερ οὐκέτι θηρίον, οὕτω μηδ' ἄφρονά σε μηδ' ἀλόγιστον ἔτι διαμένειν; ἔσῃ δὲ τοιοῦτος, ἐὰν μηδέποτε θυμῷ δουλεύων, ἀλλ' ἀεὶ [δια]λογιζόμενος ἅπαντα πράττῃς ἅ [παντα] σοι χωρὶς τοῦ πάθους σκεπτομένῳ φαίνεται κράτιστα. πῶς οὖν ἔσται τοῦτο; τιμήσαντός σου τιμῆς σεαυτὸν μεγίστης, ἧς οὐδ' ἐπινοῆσαι δυνατόν ἐστι μείζονα. τὸ γὰρ ἁπάντων ἀνθρώπων ὀργιζομένων αὐτὸν ἀόργητον εἶναι, τί ἄλλο ἐστὶν ‹ἢ› ἑαυτὸν ἐπιδεῖξαι πάντων ἀνθρώπων βελτίονα; [24] σὺ δ' ἴσως [τί ἄλλο ἐστὶν ἑαυτὸν ἀποδεῖξαι] νομίζεσθαι μὲν εἶναι βελτίων ἐθέλεις, εἶναι δὲ ὄντως βελτίων οὐ βούλει, καθάπερ εἴ τις ἐπεθύμησε νομίζεσθαι μὲν ὑγιαίνειν τὸ σῶμα, νοσεῖν δὲ κατ' ἀλήθειαν. ἢ οὐχ ἡγεῖ νόσημα ψυχῆς εἶναι τὸν θυμόν; ἢ μάτην ὑπὸ τῶν παλαιῶν ὀνομάζεσθαι νομίζεις πάθη ψυχῆς πάντα ταῦτα, λύπην ὀργὴν θυμὸν ἐπιθυμίαν φόβον;
ἀλλ' ἔμοιγε δοκεῖ βέλτιον εἶναι [δοκεῖ] μακρῷ ‹τὸν βουλόμενον ὡς› ἐπὶ πολὺ ἔχειν ἄνευ τῶν εἰρημένων παθῶν πρῶτον μὲν ἐξαναστάντα τῆς κοίτης ἐπισκοπεῖσθαι πρὸ πάντων τῶν καθ' ἡμέραν ἔργων, ἆρα βέλτιόν ἐστι πάθεσι δουλεύοντα ζῆν ἢ λογισμῷ χρῆσθαι πρὸς ἅπαντα· δεύτερον δ', ὅτι τῷ βουλομένῳ γίγνεσθαι καλῷ κἀγαθῷ παρακλητέον [δ'] ἐστὶ τὸν δηλώσοντα τῶν ὑφ' ἑαυτοῦ πραττομένων οὐκ ὀρθῶς ἕκαστον· εἶθ' ὅτι ‹χρὴ› καθ' ἑκάστην ἡμέραν τε καὶ ὥραν ἔχειν ἐν προχείρῳ τὴν δόξαν ταύτην, ὡς ἄμεινον μέν ἐστιν ἑαυτὸν τιμῆσαι τῶν καλῶν κἀγαθῶν, τοῦτο δ' ἄνευ τοῦ σχεῖν τὸν δηλώσαντα τῶν ἁμαρτανομένων ἕκαστον ἀδύνατόν ἐστιν ἡμῖν περιγενέσθαι, καὶ [25] μέντοι καὶ [τὸν] σωτῆρα ἐκεῖνον καὶ φίλον μέγιστον ἡγεῖσθαι τὸν μηνύσαντα τῶν πλημμελουμένων ἕκαστα· εἶθ' ὅτι, κἂν ψευδῶς σοι φαίνηταί ποτ' ἐγκαλέσας, ἀόργητον προσήκει φαίνεσθαι, πρῶτον μὲν ὅτι δύνατόν ἐστιν ἐκεῖνον σοῦ βέλτιον ὁρᾶν ἕκαστον ὧν ἁμαρτάνων τυγχάνεις, ὥσπερ καί σε τῶν ἐκείνου τι, δεύτερον ὅτι κἂν ἐπηρεάσῃ ποτὲ ψευδῶς, ἀλλ' οὖν ἐπήγειρέ σε πρὸς ἀκριβεστέραν ἐπίσκεψιν, ὧν πράττεις. ὃ δ' ἐστὶ μέγιστον ἐν τούτῳ, ἀεὶ φύλαττε, προῃρημένος γε τιμᾶν σεαυτόν. ἔστι δὲ τοῦτο διὰ μνήμης ἔχειν πρόχειρα τό τε τῶν ὀργιζομένων τῆς ψυχῆς αἶσχος τό τε τῶν ἀοργήτων κάλλος. ὃς γὰρ ἁμαρτάνειν ἐθισθεὶς χρόνῳ πολλῷ δυσέκνιπτον ἔσχε τὴν κηλῖδα τῶν παθῶν, τούτῳ καὶ τῶν δογμάτων, οἷς πειθόμενος ἀνὴρ γενήσῃ καλὸς κἀγαθός, ἐν πολλῷ χρόνῳ προσήκει μελετᾶν ἕκαστον. ἐπιλανθανόμεθα γὰρ αὐτοῦ ῥᾳδίως ἐκπίπτοντος τῆς ψυχῆς ἡμῶν διὰ τὸ φθάσαι πεπληρῶσθαι τοῖς πάθεσιν αὐτήν. τοιγαροῦν παρακολουθητέον ἐστὶν ἑκάστῳ τῶν σωθῆναι βουλομένων, ὡς ‹δεῖ› μηδεμίαν ὥραν ἀπορρᾳθυμεῖν, ἐπιτρεπτέον [26] τε πᾶσι κατηγορεῖν ἡμῶν, ‹παρ›ακουστέον τε πράως αὐτῶν καὶ χάριν ‹ἰστέον› οὐ τοῖς κολακεύουσιν, ἀλλὰ τοῖς ἐπιπλήττουσιν.
ἀνεῴχθω σου ἡ θύρα διὰ παντὸς τῆς οἰκήσεως ‹καὶ› ἐξέστω τοῖς συνήθεσιν εἰσιέναι πάντα καιρόν, ἢν οὕτως ᾖς παρεσκευασμένος, ὡς θαρρεῖν ὑπὸ τῶν εἰσιόντων εὑρίσκεσθαι μηδενὶ τῶν μεγάλων ἁμαρτημάτων ἰσχυρῶς κατειλημμένον. ἔστι δ' ὥσπερ τῷ ‹ἄκοντι› πᾶν ἐκκόψαι δύσκολον, οὕτω τὰ μεγάλα τῷ βουληθέντι ῥᾷστον. τῆς θύρας οὖν ἀνεῳγμένης σου διὰ παντός, ὡς εἶπον, ἐξουσία τοῖς συνήθεσιν ἔστω κατὰ πάντα καιρὸν εἰσιέναι. ὡς δ' οἱ ἄλλοι πάντες ἄνθρωποι προελθόντες εἰς τὸ δημόσιον ἅπαντα πειρῶνται πράττειν κοσμίως, οὕτω σὺ κατὰ τὴν ἰδίαν οἰκίαν πρᾶττε. ἀλλ' ἐκεῖνοι μὲν αἰδούμενοι τοὺς ἄλλους ἁμαρτόντες τι φωραθῆναι μόνους ἑαυτοὺς οὐκ αἰδοῦνται, σὺ δὲ σαυτὸν αἰδοῦ μάλιστα πειθόμενος τῷ φάντι·
πάντων δὲ μάλιστ' αἰσχύνεο σαυτόν.
οὕτω γὰρ πράττων δυνήσῃ ποτὲ τὴν τοῦ θυμοειδοῦς ἐν σοὶ δύναμιν [27] ἄλογον ὥσπερ τι θηρίον ἡμερῶσαί τε καὶ πραῧναι· ἢ δεινὸν ἂν εἴη τοὺς μὲν ἱππικοὺς ἄνδρας ἀχρείους τοὺς ἵππους παραλαβόντας ἐν ὀλίγῳ χρόνῳ χειροήθεις ἐργάζεσθαι, σὲ δ' οὐκ ἔξωθέν τι λαβόντα ζῷον, ἀλλ' ἐν τῇ σαυτοῦ ψυχῇ δύναμιν ἄλογον, ᾗ διὰ παντὸς ὁ λογισμός σου συνοικεῖ, μὴ δυνηθῆναι πραῧναι ταύτην, εἰ καὶ μὴ ταχέως, ἀλλ' ἐν μακροτέρῳ χρόνῳ.
Λέλεκται ‹δ'› ἐπὶ πλέον ἐν τοῖς Περὶ ἠθῶν ὑπομνήμασιν, ὅπως ‹ἂν› ἀρίστην τις αὐτὴν ἐργάσαιτο καὶ ὡς τὴν μὲν ἰσχὺν οὐ χρὴ καταβαλεῖν αὐτῆς, ὥσπερ οὐδὲ τῶν ἵππων τε καὶ κυνῶν, οἷς χρώμεθα, τὴν δ' εὐπείθειαν ὡς ἐκείνων οὕτω καὶ ταύτης ἀσκεῖν. ἐπιδέδεικται δέ σοι [καὶ] δι' ἐκείνων τῶν ὑπομνημάτων οὐχ ἥκιστα καὶ ὅπως αὐτῇ πάλιν τῇ τοῦ θυμοειδοῦς δυνάμει συμμάχῳ χρήσῃ κατὰ τῆς ἑτέρας, ἣν ἐπιθυμητικὴν ἐκάλουν οἱ παλαιοὶ φιλόσοφοι, φερομένης ἀλογίστως ἐπὶ τὰς διὰ τοῦ σώματος ἡδονάς. ὥσπερ οὖν αἰσχρὸν θέαμα διὰ θυμὸν ἄνθρωπος ἀσχημονῶν, οὕτω καὶ δι' ἔρωτα καὶ γαστριμαργίαν, [28] οἰνοφλυγίαν τε καὶ λιχνείαν, ‹ἃ› τῆς ἐπιθυμητικῆς ἐστι δυνάμεως ἔργα τε καὶ πάθη, προσεοικυίας οὐχ ἵππῳ καὶ κυνί, καθάπερ εἴκασα τὴν πρώτην, ἀλλ' ὑβριστῇ κάπρῳ καὶ τράγῳ καί τινι τῶν ἀγρίων ἡμερωθῆναι μὴ δυναμένων. διὸ ταύτης μὲν οὐδεμία παίδευσις τοιαύτη ἐστὶν οἵα τῆς ἑτέρας ἡ εὐπείθεια, ὃ δ' ἐκάλουν οἱ παλαιοὶ κολάζειν ἀναλογίαν τινὰ ἔχει πρὸς τήνδε. γίγνεται δ' ἡ κόλασις τῆς δυνάμεως ταύτης ἐν τῷ μὴ παρέχειν αὐτῇ ‹τὴν› τῶν ἐπιθυμουμένων ἀπόλαυσιν· ἰσχυρὰ μὲν γὰρ οὕτω καὶ μεγάλη γίγνεται, κολασθεῖσα δὲ μικρά τε καὶ ἀσθενής, ὡς ἔπεσθαι τῷ λογισμῷ δι' ἀσθένειαν, οὐ ‹δι'› εὐπείθειαν. οὕτως γοῦν καὶ αὐτῶν τῶν ἀνθρώπων ὁρῶμεν ἑπομένους τοῖς βελτίοσι τοὺς χείρους, ἢ ἄκοντας βιαζομένους ὥσπερ τὰ παιδία καὶ τοὺς οἰκέτας ἢ πεισθέντας ἑκόντας ὥσπερ τοὺς ἀγαθοὺς φύσει.
καὶ τοίνυν καὶ πρόσρημα τῶν μὴ κολασθέντων αὐτὸ δὴ τοῦ‹το› τοῖς παλαιοῖς σύνηθές ἐστιν, ὡς ἀκόλαστος ὅδε τις ἄνθρωπός ἐστιν, ἐφ' οὗ δηλονότι τὴν ἐπιθυμητικὴν δύναμιν οὐκ ἐκόλασεν ἡ λογιστική.
[29] δύο γὰρ ἔχομεν ἐν ταῖς ψυχαῖς δυνάμεις ἀλόγους, μίαν μέν, ἧς ‹τὸ› θυμοῦσθαί τε παραχρῆμα καὶ ὀργίζεσθαι τοῖς δόξασί τι πλημμελεῖν εἰς ἡμᾶς ἔργον ἐστί. τῆς δ' αὐτῆς ταύτης καὶ τὸ μηνιᾶν ἄχρι πλείονος, ὃ τοσούτῳ πλεῖόν ἐστι θυμοῦ πάθος, ὅσῳ καὶ χρονιώτερον. ἄλλη δ' ἐστὶν ἐν ἡμῖν δύναμις ἄλογος ἐπὶ τὸ φαινόμενον ἡδὺ προπετῶς φερομένη, πρὶν διασκέψασθαι, πότερον ὠφέλιμόν ἐστι καὶ καλόν, ἢ βλαβερόν τε καὶ ‹κακόν›. ταύτης οὖν ἐπέχειν πειρῶ τὴν σφοδρότητα, πρὶν αὐξηθεῖσαν ἰσχὺν δυσνίκητον κτήσασθαι. τηνικαῦτα γὰρ οὐδ' ἂν θελήσῃς ἔτι κατασχεῖν αὐτὴν δυνήσῃ, κἄπειτα φήσεις, ὅπερ ἤκουσά τινος ἐρῶντος, ἐθέλειν μὲν παύσασθαι, μὴ δύνασθαι δέ, παρακαλέσεις τε μάτην ἡμᾶς ὡσαύτως ἐκείνῳ τῷ δεομένῳ βοηθῆσαί τε καὶ τὸ πάθος ἐκκόψαι. καὶ γὰρ τῶν τοῦ σώματος παθῶν ἔνια διὰ μέγεθός ἐστιν ἀνίατα. σὺ δ' ἴσως οὐδ' ἐνενόησάς ποτε τοῦτο. βέλτιον οὖν σοι κἂν νῦν ἐννοῆσαί γε καὶ διασκέψασθαι, πότερον ἀληθεύω λέγων αὐξανομένην τὴν ἐπιθυμητικὴν δύναμιν εἰς ἀνίατον ἔρωτα πολλάκις ἐμβαλεῖν, οὐ σωμάτων μόνον ὡραίων οὐδ' ἀφροδισίων, ἀλλὰ καὶ λιχνείας [30] καὶ γαστριμαργίας οἰνοφλυγίας τε καὶ τῆς παρὰ φύσιν αἰσχρουργίας, ἢ ψεύδομαι καὶ ταῦτα καὶ ἄλλα πολλὰ τῶν ἔμπροσθεν εἰρημένων.
ἃ γὰρ περὶ τοῦ θυμοῦ λέλεκται μέχρι τοῦ δεῦρο, ταῦτα καὶ περὶ τῶν ἄλλων παθῶν ἡγοῦ λελέχθαι· πρῶτον μέν, ὡς ἑτέροις ἐστὶ τὴν διάγνωσιν αὐτῶν ἐπιτρεπτέον, οὐχ ἡμῖν αὐτοῖς· εἶθ' ὅτι μὴ τοὺς τυχόντας τούτοις ἐπιστατέον, ἀλλὰ πρεσβύτας ὁμολογουμένους μὲν εἶναι καλοὺς κἀγαθούς, ἐξητασμένους δὲ καὶ πρὸς ἡμῶν αὐτῶν ἐπὶ πλέον ἐν ἐκείνοις τοῖς καιροῖς ἕνεκα ‹τοῦ› ἔξω παθῶν εἶναι· εἶθ' ὅτι φαίνεσθαι χρὴ τοῖς τοιούτοις, ὅταν εἴπωσί τι τῶν ἡμετέρων ἁμαρτημάτων, οὐκ ἀγανακτοῦντας, ἀλλὰ χάριν εἰδότας, εἶτα ‹ταῦτα› καθ' ἑκάστην ἡμέραν αὑτὸν ἀναμιμνήσκειν, ἄμεινον μὲν εἰ πολλάκις, εἰ δὲ μή, ἀλλὰ πάντως γε κατὰ τὴν ἕω, πρὶν ἄρχεσθαι τῶν πράξεων, εἰς ἑσπέραν δέ, πρὶν ἀναπαύσεσθαι μέλλειν. ἐγὼ δήπου καὶ ταύτας δὴ τὰς φερομένας ὡς Πυθαγόρου παραινέσεις εἴθισμαι δὶς τῆς ἡμέρας ἀναγινώσκειν μὲν τὰ πρῶτα, λέγειν δ' ἀπὸ στόματος ὕστερον.
[31] οὐ γὰρ ἀρκεῖ μόνον ἀοργησίαν ἀσκεῖν, ἀλλὰ καὶ λιχνείας καὶ λαγνείας οἰνοφλυγίας τε καὶ περιεργίας καὶ φθόνου καθαρεύειν. ἕτερος οὖν ἡμᾶς ἐπιτηρείτω, μή τί που, καθάπερ οἱ κύνες, ἀπλήστως ὤφθημεν ἐμφορούμενοι σιτίων ἢ ὡς οἱ διακαιόμενοι πυρετῷ συνεχεῖ ψυχρὸν ἐπεσπασάμεθα τὸ πόμα λαβρότερον ἢ ἀνδρὶ σεμνῷ πρέπει. οὔτε γὰρ διὰ πεῖναν ἐμφορεῖσθαι προσήκει σφοδρῶς καὶ ἀπλήστως, οὔτε διὰ δίψος ὅλην τὴν κύλικα χανδὸν ἐκπίνειν, ἔτι δὲ μᾶλλον οὐδὲ διὰ λιχνείαν ἁπάντων τῶν παρόντων πλέον ἤτοι πλακοῦντος ἤ τινος ἄλλου τῶν λίχνων ὄψων ἀπολαύειν, ἀλλ' ἐν ἅπασιν τούτοις ἀρχομένοις μὲν ἔτι παρακλητέον ἐστὶν ἑτέρους ὅ τι ‹ἂν› ἁμάρτωμεν ἐπιτηρεῖν τε καὶ λέγειν ἡμῖν, ὕστερον δὲ καὶ χωρὶς παιδαγωγῶν ἡμᾶς αὐτοὺς ἐπιτηρῶμεν αὐτοὶ καὶ παραφυλάττωμεν, ὅπως ἁπάντων τε τῶν συνδειπνούντων ἔλαττον ὄψου προσενεγκώμεθα καὶ τῶν λίχνων ἐδεσμάτων ἀποσχώμεθα, σύμμετρα τῶν ὑγιεινῶν προσαράμενοι.
τοῦ χρόνου δὲ προϊόντος οὐκέτ' οὐδὲ πρὸς τοὺς συνδειπνοῦντας [32] ἀποβλέπειν ἀξιώσαιμ' ἄν σε· μέγα γὰρ οὐδὲν ἐκείνων ἐσθίειν τε καὶ πίνειν ἐγκρατέστερον. εἰ δέ περ ὄντως αὑτὸν ἔγνωκας τιμᾶν, ἐπισκέπτου, ‹πότερον› μᾶλλον [ποτε] ἐγκρατῶς διῄτησαι χθὲς ἢ τήμερον· ἐὰν γὰρ τοῦτο ποιῇς, αἰσθήσῃ καθ' ἑκάστην ἡμέραν εὐκολώτερον, ὧν εἶπον, ἀπεχόμενος, αἰσθήσῃ τε μεγάλα εὐφρανθησόμενος τὴν ψυχήν, ἐάν γε σωφροσύνης ὄντως ἐραστὴς ὑπάρχῃς. ὅτου γὰρ ἄν τις ἐρασθῇ, χαίρει προκόπτων ἐν αὐτῷ. καὶ διὰ τοῦτο τοὺς μὲν οἰνόφλυγας ἰδεῖν ἔστιν ἡδομένους, ὅταν πίνοντες ὑπερβάλωνται τοὺς συμπότας, ὅσοι δὲ γαστρίμαργοι, καὶ τούτους τῷ πλήθει τῶν ἐδεσμάτων εὐφραινομένους, ὅσοι δὲ λίχνοι, πλακοῦσι καὶ ταγήνοις καὶ λοπάσι καὶ κωρυκίοις. ἐνίους δὲ μέγα φρονοῦντας ἔγνων ἐπὶ τῷ πλήθει τῶν ἀφροδισίων.
ὡς ‹οὖν› ἐκεῖνοι τὴν ἀκρότητα τῶν σπουδαζομένων ἀσκοῦσί τε καὶ μεταδιώκουσιν, οὕτως καὶ ἡμᾶς χρὴ σωφροσύνης ἀκρότητα σπουδάζειν. ἢν δὲ τοῦτο πράξωμεν, οὐ τοῖς ἀκολάστοις ἡμᾶς παραβαλοῦμεν οὐδ' ἀρκέσει πλέον ἐκείνων ἔχειν ἐγκρατείας τε καὶ σωφροσύνης, ἀλλὰ [33] πρῶτον μὲν τοὺς σπουδάζοντας τὰ αὐτὰ φιλονεικήσομεν ὑπερβαλέσθαι (καλλίστη γὰρ ἡ τοιαύτη φιλονεικία), μετ' ἐκείνους αὖθις δ' ἡμᾶς αὐτοὺς ὡς ἐξ ἔθους πολυχρονίου τούτοις ὑγιεινοτάτοις τε [ἅμα] καὶ προσθεῖναι ῥᾴστοις ἡδέως ἅμα τροφῇ χρῆσθαι, μεμνημένους ‹ὡς› τῶν καλῶς εἰρημένων ἓν καὶ τοῦτ' ἐστίν· ἑλοῦ ‹τὸν› βίον ἄριστον, ἡδὺν δ' αὐτὸν ἡ συνήθεια ποιήσει.
ὥσπερ οὖν, ὁπότε πρὸς τὸν θυμὸν ἀσκεῖν ἠξίουν σε, γνώρισμα τῆς ὠφελείας εἶχες ὁρᾶν σαυτὸν οὐκέτι θυμούμενον, ὡσαύτως ἐπὶ τῆς σωφροσύνης ἔστω σοι γνώρισμα μηδ' ἐπιθυμεῖν ἔτι τῶν ἡδίστων. ὁδὸς δ' ἐπ' αὐτήν ἐστι διὰ τῆς ἐγκρατείας. τούτῳ γὰρ αὐτῷ πλεονεκτεῖ σώφρων ἀκρατοῦς, τῷ μηδ' ἐπιθυμεῖν ἔτι λίχνων ἐδεσμάτων ἢ διὰ πολυχρόνιον ἔθος ἢ δι' ἐγκράτειαν, καθάπερ καὶ αὐτὸ τοὔνομα αὐτῆς ἐνδείκνυται, ὅπερ ἐστὶν ἐκ τοῦ κρατεῖν καὶ νικᾶν τὰς ἐπιθυμίας γεγονός. ἐπίπονος ‹δ'› ἐστὶ καὶ τραχεῖα τό γε κατ' ἀρχάς, ὥσπερ καὶ ‹αἱ› ἄλλαι πᾶσαι τῶν καλῶν ἐπιτηδευμάτων ἀσκήσεις. εἰ μὲν οὖν ἤτοι τὴν ἀρετὴν ἀντὶ τῆς κακίας ἔχειν ἐθέλεις ἢ τὴν γαλήνην τῆς ψυχῆς ἀντὶ [34] τῶν τοῦ σώματος γαργαλισμῶν, ἀσκητέον ἐστί σοι τὸν εἰρημένον τρόπον ἐπὶ σωφροσύνην βαδίζοντι δι' ἐγκρατείας· εἰ δ' ἤτοι τὴν ἀρετὴν ἀτιμάζειν ἢ γαργαλίζεσθαι βούλει δι' ὅλου τοῦ σώματος, ἤδη καταλειπτέον τὸν λόγον τοῦτον. οὐ γάρ ἐστι προτρεπτικὸς ἐπ' ἀρετήν, ἀλλὰ τοῖς προτετραμμένοις ὑφηγητικὸς τῆς ὁδοῦ, καθ' ἣν ἄν τις αὐτὴν κτήσαιτο. διαιρουμένου δὲ [καὶ] τοῦ λόγου πρός τε τὸ διαγνωστικὸν ἕκαστον ἡμῶν ὑπάρχειν ἑαυτοῦ καὶ πρὸς τὴν ἐπὶ τῇ διαγνώσει τῶν ἁμαρτημάτων ἐπανόρθωσιν οὐ περὶ ταύτης πρόκειται λέγειν, ἀλλὰ περὶ διαγνώσεως τῶν ἰδίων ἁμαρτημάτων. ἐπεὶ δὲ τοῖς [μὲν] ἀρχομένοις αὐτοῖς οὐ διαγνῶναι δυνατόν, ἑτέρους μὲν τοῖς ἀρχομένοις ἐπιστήσομεν ἐπόπτας, αὐτοὺς δ' ἑαυτοῖς τοὺς ἀσκοῦντας, ὡς ἂν ἤδη δυναμένοις γνῶναι, ποίων μὲν ἀπηλλάγησαν ἁμαρτημάτων καὶ παθῶν, ὅ τι ‹δ'› αὐτοῖς ἐνδεῖ πρὸς τὸ τέλος. ὅπερ ‹δ'› εἴωθα λέγειν ἑκάστοτε, καὶ νῦν ἐρῶ· καθ' ἕτερον μὲν τρόπον ἁπάντων ἐστὶ δυσκολώτατον ἑαυτὸν γνῶναι, καθ' ἕτερον δὲ ῥᾷστον. ἐὰν μὲν γὰρ ὄντως θέλῃ τις τιμηθῆναι ‹.....› αὐτός, χαλεπώτατόν ἐστιν.
[35] Ἐγὼ μὲν οὖν ἅπαντα τά τ' εἰρημένα καὶ τὰ μέλλοντα λεχθήσεσθαι τοῖς βουληθεῖσιν ὑποτίθεμαι. τάχα μὲν οὖν οὔσης καὶ ἄλλης τινὸς ὁδοῦ πρὸς τὸ καλὸν κἀγαθὸν γενέσθαι, μὴ γιγνώσκων δ' εὑρεῖν αὐτὸς ἐχρησάμην τε δι' ὅλου τοῦ βίου ταύτῃ καὶ τοῖς ἄλλοις ἀφθόνως ἐδήλουν παρακαλῶν ἀντιδιδόναι τε καὶ ἀντονινάναι τι καὶ ἀντιδιδάσκειν, εἴ τιν' ἑτέραν [ἄλλην] αὐτοὶ γιγνώσκουσι καλοκἀγαθίας ὁδόν, ‹ἀλλ'› ἄχρι περ ἂν ἐπιτύχωμεν ἄλλης, ἐν τῇδε διατρίβωμεν, ἣ κοινὴ πάντων διαγνώσεώς τε καὶ θεραπείας. καὶ γὰρ ἡ φιλονεικία καὶ ‹ἡ› φιλοδοξία καὶ ἡ φιλαρχία πάθη τῆς ψυχῆς εἰσι. τούτων ‹δ'› ἔλαττον μὲν ‹ἡ ἀπληστία›, ἀλλ' ὅμως καὶ αὐτὴ πάθος. περὶ δὲ τοῦ φθόνου τί δεῖ καὶ λέγειν; ἔσχατον τῶν κακῶν ἐστιν· ὀνομάζω δὲ φθόνον, ὅταν τις ἐπ' ἀλλοτρίοις ἀγαθοῖς λυπῆται. πάθος μέν ἐστι καὶ λύπη πᾶσα, χειρίστη δὲ ὁ φθόνος ἐστίν, εἴτε ἓν τῶν παθῶν εἴτε λύπης ἐστὶν εἶδος πλησιάζον δέ πως αὐτῇ· κοινὴ δ' ἐφ' ἁπάντων ὁδὸς τῆς ἰάσεως [36] ἡ προειρημένη. χρὴ γάρ, ὅτι μὲν αἰσχρὸν καὶ φευκτόν, κατανοεῖν ἐπὶ τῶν ἐνεχομένων αὐτοῖς σφοδρῶς· ἐναργὲς γὰρ ἐπ' ἐκείνων φαίνεται τὸ αἶσχος· ὅτι δ' οὐ βλέπομεν ἐφ' ἡμῶν αὐτῶν, μηδ' εἶναι νομίζειν οὐ προσήκει· τυφλώττει τε γὰρ τὸ φιλοῦν [εἴτε] περὶ τὸ φιλούμενον, ἔνιά τε λανθάνει διὰ σμικρότητα καὶ παρορᾶται, μὴ δυνάμενα παροφθῆναι διὰ τὸ μέγεθος ἐν ἄλλοις. πρεσβύτην οὖν τινα βλέπειν αὐτὰ δυνάμενον εὑρίσκειν προσήκει παρακαλοῦντας ἅπαντα μετὰ παρρησίας δηλοῦν, εἶτ' εἰπόντος τι, πρῶτον αὐτῷ χάριν μὲν γνῶναι παραυτίκα, χωρισθέντας δὲ διασκέπτεσθαι κατὰ μόνας ἑαυτοῖς ἐπιτιμῶντας ἐκκόπτειν τε πειρωμένους τὸ πάθος, οὐκ ἄχρι τοῦ μὴ φαίνεσθαι τοῖς ἄλλοις μόνον, ἀλλ' ὥστε μηδὲ ῥίζαν ἐγκαταλιπεῖν αὐτοῦ τῇ ψυχῇ· ἔτι γὰρ ἀναφύεται τῇ τῶν συζώντων ἀρδόμενον πονηρίᾳ. διὰ τοῦτο προσεκτέον ἡμῖν αὐτοῖς ἐστιν ἐφ' ἑκάστῳ τῶν παθῶν, ὅσα περὶ τοὺς πέλας ἐπισκοποῦμεν, εἴ τι κατὰ τὴν ἡμετέραν ἐστὶ ψυχὴν τοιοῦτον. ἐκκοπτέον [37] γὰρ αὐτὸ φυόμενον ἔτι, πρὶν αὐξηθὲν ἀνίατον γενέσθαι.
τῶν μὲν ἄλλων ἁπάντων παθῶν τῆς ψυχῆς οἱ πολλοὶ καταφρονοῦσι, καίτοι γε, ὅταν ἑτέρους αὐτὰ πάσχοντας ἴδωσι, καταγινώσκοντες, ἡ λύπη δ' ἅπασι φαίνεται κακόν, ὥσπερ ὁ πόνος ἐν τῷ σώματι.
καί τις τῶν συνηθεστάτων ἐμοὶ νεανίσκων ἐπὶ σμικροῖς ἀνιώμενος, ἐς ἑσπέραν ποτὲ κατανοήσας τοῦτο, παραγενόμενος πρός με ‹κατὰ› βαθὺν ὄρθρον ὅλης ἔφη τῆς νυκτὸς ἀγρυπνῶν ἐπὶ τῷδε τῷ πράγματι μεταξύ πως εἰς ἀνάμνησιν ἀφικέσθαι μου μηδ' ἐπὶ ‹τοῖς› μεγίστοις οὕτως ἀνιωμένου, ὡς ἐπὶ τοῖς μικροῖς αὐτός. ἠξίου ‹δ' οὖν› μαθεῖν, ὅπως μοι τοῦτο περιεγένετο, πότερον ἐξ ἀσκήσεως ἤ τινων δογμάτων ἢ φύντι τοιούτῳ. ἀπεκρινάμην οὖν [τ'] αὐτῷ τἀληθῆ. καὶ γὰρ καὶ τὴν φύσιν ἐν ἅπασιν ἔφην [εἰ] δύνασθαι μέγα ἐν τῇ τῶν παιδίων ἡλικίᾳ ‹καὶ τὴν› τοῖς συζῶσιν ὁμοίωσιν, εἶθ' ὕστερον τά τε δόγματα καὶ τὴν ἄσκησιν. ὅτι μὲν οὖν αἱ φύσεις ἡμῶν πάμπολυ διαφέρουσι, μαθεῖν ἐναργῶς ἔστιν ἐπὶ τῶν παραφερομένων παιδίων. ἔνια μὲν γὰρ αὐτῶν [38] ἀεὶ φαιδρά, σκυθρωπὰ δ' ἄλλα θεώμεθα, καὶ τὰ μὲν ἕτοιμα γελᾶν ἐπὶ πᾶσι, τὰ δὲ κλαίειν ἐπὶ μικραῖς προφάσεσιν. οὕτως δὲ καὶ τὰ μὲν ‹ἅπαντ'› ἔχει κοινῇ, τὰ δ' ἁρπάζει. καὶ τὰ μὲν θυμοῦται σφοδρῶς ἐπὶ τῶν μικροτάτων, ὡς δάκνειν τε καὶ λακτίζειν καὶ λίθοις καὶ ξύλοις ἀμύνασθαι τοὺς πέλας, ὅταν ἀδικεῖσθαι δόξῃ, τὰ δ' ἐστὶν ἀνεξίκακα καὶ πρᾶα, μήτ' ὀργιζόμενα μήτε κλαίοντα, πρὶν ἀδικηθῆναί τι μέγα. ταῦτ' ἄρα καὶ ὁ Εὔπολις ἐρωτώμενον Ἀριστείδην τὸν Δίκαιον ὑπὸ τοῦ †ἠτον
τί παθὼν ἐγένου δίκαιος οὕτω διαπρεπῶς;
ἀποκρινόμενον ἐποίησεν·
ἡ μὲν φύσις τὸ μέγιστον ‹ἦν›· ἔπειτα δὲ
κἀγὼ προθύμως τῇ φύσει συνελάμβανον.
οὐ μόνον οὖν ἕτοιμοι τῶν νέων ‹αἱ› φύσεις πρὸς τὸ λυπεῖσθαι ῥᾳδίως, ἀλλὰ καὶ πρὸς τὸ θυμοῦσθαι καὶ λιχνεύειν, ὑπὲρ ὧν ἄχρι δεῦρο τὸν πλεῖστον λόγον ἐποιησάμην. ἔτι δὲ πρὸς τοῖς εἰρημένοις ἔστιν ἰδεῖν ἔνια μὲν ἀναίσχυντα τῶν παιδίων, ἔνια δ' αἰδούμενα καὶ τὰ μὲν μνημονικά, τὰ δ' ἀμνήμονα, τινὰ δ' ἐπιλήσμονα καὶ τὰ μὲν φιλόπονα περὶ τὰ διδασκόμενα, τὰ δ' ἀμελῆ καὶ ῥᾴθυμα, καὶ τῶν φιλοπόνων ἔνια [39] μὲν [ἐπὶ τῷ] χαίρειν ἐπαινούμενα πρόθυμα, ἔνια δὲ ἐπὶ τῷ καταγινώσκεσθαι πρὸς τῶν διδασκάλων αἰδήμονα, τινὰ δὲ καὶ ‹ἐπὶ› τῷ δεδιέναι πληγάς. οὕτως δὲ καὶ τῶν ῥᾳθύμων ἐπὶ ταῖς ἐναντίαις ‹αἰτίαις› ἕκαστόν ἐστι ῥᾳθυμοῦν.
ἐξ ὧν οὖν ‹ἂν› θεῶνται περὶ τὰ παιδία πάντες ἄνθρωποι, τὰ μὲν αἰσχυντηλὰ καλοῦσιν αὐτῶν, τὰ δ' ἀναίσχυντα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἤτοι φιλότιμα καὶ φιλόκαλα ἢ ἀφιλότιμα καὶ ἀφιλόκαλα, καὶ μὴν δειλὰ ‹ἢ› καταφρονητικὰ πληγῶν, ἑτέρας τε τοιαύτας ἐπ' αὐτῶν τίθενται προσηγορίας κατὰ τὰς φύσεις αὐτῶν. οὕτως οὖν καὶ τὰ μὲν φιλοψευδῆ, τὰ δὲ φιλαλήθη τῶν παιδίων ὁρῶμεν ὄντα φύσει καὶ πολλὰς ἄλλας ἔχοντα διαφορὰς ἠθῶν, ὑπὲρ ὧν οὐκ ἀναγκαῖόν ἐστι νῦν λέγειν εἰκότως· ἔνια μὲν ‹γὰρ› ἐκ τοῦ ῥᾴστου δέχεται τὴν ἀγαθὴν παιδείαν, ἔνια δ' οὐδὲν ὀνίναται. οὐ μὴν τούτου γ' ἕνεκεν ἀμελητέον ἐστὶ τῶν παιδίων, ἀλλ' ἐν ἀρίστοις ἔθεσι θρεπτέον. ἢν μὲν ἡ φύσις αὐτῶν δέξηται τὴν ἐκ τῆς ἐπιμελείας ὠφέλειαν, ἀγαθοὶ γενηθεῖεν ‹ἂν› [40] ἄνδρες. εἰ δὲ μὴ δέξαιτό που, τὸ μὲν ἡμέτερον ‹ἂν› ἄμεμπτον εἴη. παραπλησία γάρ πώς ἐστιν ἡ τῶν παίδων διαγωγὴ τῇ τῶν φυτῶν ἐπιμελείᾳ. κατ' ἐκείνην γοῦν ὁ γεωργὸς οὐκ ἄν ποτε δυνήσαιτο ποιῆσαι τὸν βάτον ἐκφέρειν βότρυν· οὐ γὰρ ἐπιδέχεται ἡ φύσις αὐτοῦ τὴν ἀρχὴν τοιαύτην τελείωσιν. ἀμπέλους δ' αὖ πάλιν ἑτοίμας οὔσας ὅσον ἐφ' ἑαυτῶν καρπὸν ἐκφέρειν, ἐὰν ἀμελήσας ἐπιτρέψῃ μόνῃ τῇ φύσει, μοχθηρὸν ἢ οὐδ' ὅλως οἴσουσιν αὐτόν. οὕτως δὲ κἀπὶ τῶν ζῴων ἵππον μὲν παιδεύσας εἰς πολλὰ χρήσιμον ἕξεις, ἄρκτος δέ, κἂν ἡμέρα ποτὲ δόξῃ, μόνιμον οὐκ ἔχει τὴν ἕξιν, ἔχιδνα δὲ καὶ σκορπίος οὐδ' ἄχρι τοῦ δοκεῖν ἡμεροῦσθαι προέρχεται.
Ἐγὼ τοίνυν, ὅπως μὲν τὴν φύσιν εἶχον, οὐκ ἔχω φάναι (τὸ γὰρ ἑαυτὸν γνῶναι χαλεπόν ἐστι καὶ τοῖς τελείοις ἀνδράσι, μή τί γε δὴ τοῖς παισίν), εὐτύχησα δὲ μεγάλην εὐτυχίαν, ἀοργητότατον μὲν καὶ δικαιότατον καὶ χρηστότατον καὶ φιλανθρωπότατον ἔχων πατέρα, μητέρα [41] δ' ὀργιλωτάτην, ὡς δάκνειν μὲν ἐνίοτε τὰς θεραπαίνας, ἀεὶ δὲ κεκραγέναι τε καὶ μάχεσθαι τῷ πατρὶ μᾶλλον ἢ Ξανθίππη Σωκράτει. παράλληλά τε ὁρῶντί μοι τὰ καλὰ τῶν τοῦ πατρὸς ἔργων τοῖς αἰσχροῖς πάθεσι τῆς μητρὸς ἐπῄει τὰ μὲν ἀσπάζεσθαί τε καὶ φιλεῖν, τὰ δὲ φεύγειν καὶ μισεῖν. ὥσπερ δ' ἐν τούτοις ἑώρων παμπόλλην διαφορὰν τῶν γονέων, οὕτω κἀν τῷ ‹φαίνεσθαι› τὸν μὲν ἐπὶ μηδεμιᾷ ζημίᾳ λυπούμενον, ἀνιωμένην ‹δ'› ἐπὶ σμικροτάτοι τὴν μητέρα. γινώσκεις δὲ δήπου καὶ σὺ τοὺς παῖδας, οἷς μὲν ἂν ἡσθῶσι, ταῦτα μιμουμένους, ἃ δ' ἂν ἀηδῶς ὁρῶσι φεύγοντας.
ἡ μὲν οὖν ὑπὸ τῷ πατρὶ παιδεία τοιαύτη τις ἦν· ὑποπληρώσας δὲ τετταρεσκαιδέκατον ἔτος ἤκουον φιλοσόφων πολιτῶν, ἐπὶ πλεῖστον μὲν Στωϊκοῦ, φιλοπάτορος μαθητοῦ, βραχὺν δέ τινα ‹χρόνον› καὶ Πλατωνικοῦ, μαθητοῦ Γαΐου, διὰ τὸ μὴ σχολάζειν αὐτὸν εἰς πολιτικὰς ἀσχολίας ἑλκόμενον ὑπὸ τῶν πολιτῶν, ὅτι μόνος αὐτοῖς ἐφαίνετο δίκαιός τε καὶ χρημάτων εἶναι κρείττων, εὐπρόσιτός τε καὶ [42] πρᾶος. ἐν τούτῳ δέ τις καὶ ἄλλος ἧκε πολίτης ἡμέτερος ἐξ ἀποδημίας μακρᾶς, Ἀσπασίου τοῦ Περιπατητικοῦ μαθητής, καὶ μετὰ τοῦτον ἀπὸ τῶν Ἀθηνῶν ἄλλος Ἐπικούρειος, ὧν ἁπάντων ὁ πατὴρ δι' ἐμὲ τοῦ τε βίου καὶ τῶν δογμάτων ἐξέτασιν ἐποιεῖτο σὺν ἐμοὶ πρὸς αὐτοὺς ἀφικνούμενος. ἐγεγύμναστο δ' ἐπὶ πλεῖστον ἐν γεωμετρίᾳ καὶ ἀριθμητικῇ ‹καὶ› ἀρχιτεκτονίᾳ καὶ ἀστρονομίᾳ. βουλόμενος οὖν ὅμοια ταῖς γραμμικαῖς ἀποδείξεσι λέγειν χρῆσθαι ‹...› τὸν διδάξαντα. διὰ ταύτην δ' ἐχρῆν τὴν αἰτίαν μηδὲ διαφωνίαν τινὰ γεγονέναι πρὸς ἀλλήλους τοῖς ἀπὸ τῶν σοῦ δῆλον ὅτι μαθημάτων καλῶν, καθάπερ οἱ ἀρχαῖοι κατὰ τὰς προειρημένας τέχνας, ὧν αἱ πρῶται γεωμετρία τε καὶ ἀριθμητική, ‹συμφωνοῦσιν ἀλλήλοισ›. καθάπερ οὖν, ἔφη, δεῖ μὴ προπετῶς ἀπὸ μιᾶς αἱρέσεως ἀναγορεύειν σεαυτόν, ἀλλ' ἐν χρόνῳ παμπόλλῳ μανθάνειν τε καὶ κρίνειν αὐτάς, οὕτως ‹ἃ› πρὸς ἁπάντων μὲν ἀνθρώπων ἐπαινεῖται, συνομολογεῖται δὲ καὶ τοῖς φιλοσόφοις εἶναι ζηλωτέα, ταῦτα καὶ νῦν ἤδη καὶ διὰ παντὸς τοῦ βίου ζηλωτέον ἀσκεῖν, καὶ μανθάνειν καὶ αὐξάνειν ἀξιῶ σε δικαιοσύνης ἀντιποιούμενον καὶ σωφροσύνης ἀνδρείας τε καὶ φρονήσεως. ἐπαινοῦσι [43] γὰρ ἅπαντες τὰς ἀρετὰς ταύτας, κἂν αὐτοὶ συνειδῶσιν ἑαυτοῖς οὐδεμίαν αὐτῶν ἔχουσι, καὶ φαίνεσθαί γε πειρῶνται τοῖς ἄλλοις ἀνδρεῖοι καὶ σώφρονες καὶ φρόνιμοι καὶ δίκαιοι, ἄλυποι μέντοι κατ' ἀλήθειαν εἶναι, κἂν μὴ φαίνωνται τοῖς πέλας· ὥστε τοῦτο μέν σοι πρῶτον ἁπάντων ἀσκητέον ἐστὶ τὸ σπουδαζόμενον ἅπασιν ἀνθρώποις μᾶλλον τῶν ἀρετῶν.
ταύτας, ἔφην, ἐγὼ παρὰ τοῦ πατρὸς λαβὼν τὰς ἐντολὰς ἄχρι δεῦρο διαφυλάττω, μήτ' ἀφ' αἱρέσεώς τινος ἐμαυτὸν ἀναγορεύσας, ὧν σπουδῇ πάσῃ ἀκριβῆ τὴν ἐξέτασιν ἔχω, ἀνέκπληκτός τε πρὸς τὰ κατὰ τὸν βίον ὁσημέραι συμπίπτοντα διαμένων, ὥσπερ ἑώρων τὸν πατέρα. οὔτ' οὖν ἀπώλειά τινος ἱκανὴ λυπῆσαί με, πλὴν εἰ παντελῶς ἀπολέσαιμι τὰ κτήματα (τοῦτο γὰρ οὐδέπω πεπείραμαι), δόξης τε καὶ τιμῆς ὁ πατὴρ εἴθισέ με καταφρονεῖν ἀλήθειαν μόνην τιμῶντα. λυπουμένους δ' ὁρῶ τοὺς πολλούς, ὅταν ἠτιμάσθαι δοκῶσιν ὑπό τινος, ἢ χρημάτων ἀπωλείᾳ. κατὰ τοῦτ' οὖν, ἔφην, οὐδὲ λυπούμενον εἶδές μέ ποτε, ‹εἴ γε› μήτε χρημάτων ἀπώλεια συνέπεσέ μοι μέχρι δεῦρο [44] τηλικαύτη τὸ μέγεθος, ὡς μηκέτ' ἔχειν ἐκ τῶν ὑπολοίπων ἐπιμελεῖσθαι τοῦ σώματος ὑγιεινῶς, μήτ' ἀτιμία τις, ‹ὡς› ὁρῶ ‹τοὺς› τοῦ συνεδρίου τῆς τιμῆς [βουλῆς] ἀφαιρεθέντας. εἰ δέ τινας ἀκούσαιμι ψέγειν με, τούς μ' ἐπαινοῦντας αὐτοῖς ἀντιτίθημι καὶ νομίζω τὸ πάντας ἀνθρώπους ἐπαινοῦντας ἐπιθυμεῖν ἔχειν ἐοικέναι τῷ τὰ πάντα ἔχειν ἐθέλειν κτήματα. δοκῶ τοίνυν, ἔφην, ἐμαυτῷ, τάχα δὲ καὶ σοὶ δόξω ‹διὰ τὸ› μηδὲν ἄχρι δεῦρο μέγα πεπονθέναι διὰ τέλους ἄλυπος. οὔτε γὰρ ἀφῃρέθην ἁπάντων τῶν χρημάτων οὔτ' ἠτιμώθην. εἰ δὲ βοῦς ἢ ἵππος ἢ οἰκέτης ἀπέθανεν, οὐχ ἱκανὸν τοῦτο λυπῆσαί ‹με› μεμνημένον ὧν ὁ πατὴρ ὑπέθετο, μὴ πρότερον ἐπὶ χρημάτων ἀπωλείᾳ λυπηθῆναι συμβουλεύων, ἄχρις ‹μὴ› ἂν ᾖ τὰ λειπόμενα πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν αὐτάρκη. τοῦτον γὰρ ἐτίθετο πρῶτον ὅρον ἐκεῖνος κτημάτων, ὡς μὴ πεινῆν, μὴ ῥιγοῦν, μὴ διψῆν. εἰ δὲ πλείω τῆς εἰς ταῦτα χρείας εἴη, καὶ πρὸς τὰς καλὰς πράξεις, ἔφη, χρηστέον αὐτοῖς. ἐμοὶ τοίνυν ἄχρι δεῦρο τοσαύτη χρημάτων κτῆσίς ἐστιν, ὡς [45] καὶ πρὸς τὰς τοιαύτας πράξεις ἐξαρκεῖν. οἶδα δέ, ἔφην, καὶ σὲ διπλάσιά τ' ἐμοῦ κεκτημένον, ἐπίτιμόν τε κατὰ τὴν πόλιν ἡμῶν ὄνθ', ὡς, τίς ἂν εἴη σοι λύπης αἰτία πλὴν ἀπληστίας, οὐχ ὁρῶ. πρὸς ταύτην οὖν ἄσκησον ‹τὸν› λόγον, ὃν εἶπον ἐγώ, διὰ μνήμης ἔχων καὶ μελετῶν ἀεὶ καὶ σκοπούμενος, εἰ ἀληθεύω, μέχρι περ ἂν τούτῳ πεισθῇς ὡς τῷ τὰ δὶς δύο τέτταρα εἶναι.
Θεασώμεθα γάρ, ἔφην, ἐπὶ σχολῆς, ὁποῖόν τι πάθος ἐστὶν ἡ ἀπληστία. τὴν δ' ἀρχὴν τῆς σκέψεως ἡ περὶ τὰς τροφὰς ἀπληστία παρέξει. τὸ γοῦν ἐπέκεινα τοῦ συμμέτρου προσφέρεσθαι σιτίων ἀπληστίαν ὀνομάζουσι, τὸ σύμμετρον δὲ αὐτῶν κρίνουσι τῇ χρείᾳ τῆς τροφῆς· χρεία δ' αὐτῆς ἐστι ‹τὸ› θρέψαι τὸ σῶμα· θρέψει δὲ πεφθεῖσα καλῶς, πεφθήσεται δ', εἰ σύμμετρος· τὴν γὰρ πολλὴν ἀπεπτουμένην ἴσμεν. εἰ δ' ἅπαξ τοῦτο γένοιτο, διαφθείρεσθαι τὴν χρείαν αὐτῆς ἀναγκαῖον. εἰ δέ γε ὑπὸ τῆς δήξεως τῶν ἀπεπτηθέντων σιτίων ἡ γαστὴρ [46] ἀνιαθεῖσα πᾶν ἐκκρίνειε, διάρροια μὲν ὀνομάζεται τὸ σύμπτωμα, διαφθείρεται δ' ἡ χρεία τῆς τροφῆς. οὐ γὰρ ἐφ' ᾧτε διεξελθεῖν τὰ ἔντερα λαμβάνομεν αὐτήν, ἀλλ' ἕνεκα τοῦ προστεθῆναι πᾶσι τοῖς μορίοις τοῦ σώματος. εἰ δ' ἀναδοθείη μὴ καλῶς πεφθεῖσα κακοχυμίαν ἐν ταῖς φλεψὶν ἐργάζεται. ἐπεὶ τοίνυν ἐπὶ τοῖς σώμασιν ἡμῶν ἔμαθες, ὁποῖόν τι πρᾶγμά ἐστιν ἡ ἀπληστία, μεταβὰς ἐπὶ τὴν ψυχὴν ἤδη θέασαι κἀνταῦθα τὴν φύσιν αὐτῆς ἐφ' ἑκάστης ὕλης πραγμάτων ἐπισκοπούμενος ἀπὸ τῶν κτημάτων ἀρξάμενος. ἐν τούτοις οὖν ἔνια μὲν ‹οὐκ› ὀρθῶς ἐσπούδασται, καθάπερ οἱ μαργαρῖται καὶ οἱ σαρδόνυχες αἵ τ' ἄλλαι λίθοι πᾶσαι, κόσμον, ὥσπερ αἱ γυναῖκες οἴονται, φέρουσαι ταῖς ἐξαρτησαμέναις αὐτάς· τούτου τοῦ γένους ἐστὶ καὶ τὰ χρυσοϋφῆ τῶν ἱματίων ἤτοι περίεργον ἔργον ἔχοντα ἢ ὕλης δεόμενα πόρρωθεν κομιζομένης, ὥσπερ εἰ τῶν Σηρικῶν ὀνομαζομένων. ἔνια δὲ τῶν κτημάτων ‹ὡς› εἰς τὴν τοῦ σώματος ὑγίειαν διαφέροντα προσηκόντως σπουδάζεται, πρῶτα μὲν ἐξ ὧν τρεφόμεθα καὶ ἀμφιεννύμεθα καὶ ὑποδούμεθα, ἐν οἷς [47] ἐστι ‹καὶ› ἡ οἴκησις. ἐκείνου δὲ τοῦ γένους φαίνεται καὶ τὰ τοῖς νοσοῦσιν ἐπιτήδεια. τινὰ δ' ὥσπερ τοὔλαιον ἀμφοτέροις ὑπάρχει χρήσιμα τοῖς ὑγιαίνουσι καὶ τοῖς νοσοῦσιν, ἔνια δὲ τοιαῦτα, ‹τὰ› μὲν μείζω, τὰ δ' ἐλάττω τὴν ὠφέλειαν παρεχόμενα τοῖς τῶν ἀνθρώπων σώμασιν. καὶ τοίνυν ἤδη τοῦ πλήθους τὸν ὅρον τῆς κτήσεως αὐτῶν ἐναργῶς οἶμαί σε τεθεᾶσθαι. ὥσπερ γὰρ τὸ πηχυαῖον ὑπόδημα τελείως ἐστὶν ἄχρηστον, οὕτω καὶ τὸ ε΄ καὶ ι΄ ἔχειν ὑποδήματα πλὴν δυοῖν, οἷς χρώμεθα, περιττόν τε καὶ ἄχρηστον. τί δ' οὐ δυοῖν ἅμα παρόντων πάντως αὐτάρκης ἡ χρεία; οὕτω δὲ καὶ τὴν ἐσθῆτα διπλῆν ἔχειν αὔταρκες, οἰκέτας τε καὶ σκεύη ‹κατ'› ἴσον. ἡμῖν ‹δ'›, ἔφην, οὐ μόνον ἐσθὴς ὑπάρχει περιττοτέρα τῆς διττῆς, ἀλλὰ καὶ [οἱ] οἰκέται καὶ σκεύη καὶ πάνθ' ἁπλῶς τὰ κτήματα πολὺ πλείω τῶν διττῶν ἐστιν· πρόσοδον γὰρ ἔχομεν, ἀφ' ὧν κεκτήμεθα, πολλαπλασίαν ἢ ὡς εἰς ὑγίειαν μόνην ἐξ αὐτῶν ὑπηρετεῖσθαι τῷ σώματι.
τινὰς οὖν, ἔφην, ὁρῶ τὸν ἀπολαυστικὸν ὀνομαζόμενον ἑλομένους βίον οὐ διπλάσια μόνον ἢ τριπλάσια δαπανῶντας ἡμῶν, ἀλλὰ καὶ πενταπλάσια καὶ δεκαπλάσια καὶ τριακονταπλάσια. σὲ δ' ὡσαύτως ὁμοίως [48] ἐμοὶ διαιτώμενον θεῶμαι, λυπούμενον δ' ἀνομοίως ἐμοί, καίτοι τῆς οὐσίας σου ‹καθ'› ἕκαστον ἔτος αὐξανομένης, ἐπεὶ τῶν ἐξ αὐτῆς προσόδων ἀναλίσκεται μέν σοι τὸ δέκατον ἴσως μέρος, αἱ λοιπαὶ δ' ἐννέα μοῖραι τοῖς ὑπάρχουσι προστίθενται. βλέπω γάρ σε μήτ' εἰς τὰ καλὰ τῶν ἔργων δαπανῆσαι τολμῶντα, μήτ' εἰς βιβλίων ὠνὴν καὶ κατασκευὴν καὶ τῶν γραφόντων ἄσκησιν ἤτοι γ' εἰς τάχος διὰ σημείων ἢ εἰς κάλλος ‹καὶ› ἀκρίβειαν, ὥσπερ γε οὐδὲ τῶν ἀναγινωσκόντων ὀρθῶς. οὐ μὴν οὐδὲ κοινοῦντά σε θεῶμαι καθάπερ ἐμὲ σὺ βλέπεις ἑκάστοτε τοῖς μὲν ἱμάτια ‹τῶν› οἰκείων, τοῖς δὲ εἰς τροφὰς ἢ νοσηλείαν· τινῶν δ' ἐθεάσω με καὶ τὰ χρέα διαλυσάμενον. ἐγὼ μὲν οὖν καταναλίσκω πᾶσαν ἣν ὁ πατὴρ κατέλιπέ μοι πρόσοδον, οὐδὲν ἐξ αὐτῆς περιττὸν ἀποτιθέμενος οὐδὲ θησαυρίζων, σὺ δὲ πολλαπλάσια τῶν ἀναλισκομένων ἀποτιθέμενος ὅμως ἀνιώμενος φαίνῃ πολλάκις, ἐμὲ καθάπερ αὐτὸς ὁμολογεῖς οὐδέποτε λυπούμενον ὁρῶν.
ἆρ' οὖν ἤδη δύνασαι καθορᾶν τῆς λύπης σου τὴν αἰτίαν ἢ παρ' [49] ἐμοῦ καὶ τοὔνομα αὐτῆς ἀκοῦσαι ποθεῖς; εἰ δέ σοι καὶ τοῦτο βούλει γενέσθαι, μίαν ἴσθι πασῶν λυπῶν αἰτίαν, ἣν ὀνομάζουσιν οἱ Ἕλληνες ἐνίοτε μὲν ἀπληστίαν, ἔστι δ' ὅτε πλεονεξίαν· ἀπληστίαν μὲν ἀπὸ τοῦ τὰς ἐπιθυμίας ἀπληρώτους ἔχειν, ‹πλεονεξίαν δὲ διότι πλεονεκτεῖν› ἀεὶ ποθοῦσι τῶν ἔμπροσθεν οἱ ἄπληστοι, ὥστε κἂν διπλάσια ‹ἔχωσι, τριπλάσια› προσκτήσασθαι σπεύδουσι, κἂν τριπλάσια ἔχωσι, τετραπλασίων ἐφίενται. καὶ οὕτως ἐφ[οισ]ορῶσι τοὺς πλέονα κεκτημένους αὐτῶν, οὐ τοὺς ἐλάττονα, καὶ τούτους ὑπερβάλλεσθαι ζητοῦσι καὶ τούτων πλέον ἔχειν ἐπιθυμοῦσι. σὺ γοῦν οὕτως, ἔφην, ἐὰν σκοπῇς ἅπαντας ἡμῶν τοὺς πολίτας, εὑρήσεις οὐδὲ τριάκοντα πλουσιωτέρους αὑτοῦ, ὥστε τῶν ὑπολοίπων ἁπάντων εἶ πλουσιώτερος, εὔδηλον ὅτι καὶ τῶν δούλων αὐτῶν καὶ προσέτι καὶ γυναικῶν τοσούτων. εἴπερ οὖν ἡμῖν οἱ πολῖται πρὸς τοὺς τετρακισμυρίους εἰσὶν ὁμοῦ, ἐὰν προσθῇς αὐτοῖς τὰς γυναῖκας καὶ τοὺς δούλους, εὑρήσεις σαυτὸν δώδεκα μυριάδων ἀνθρώπων οὐκ ἀρκούμενον εἶναι πλουσιώτερον, [50] ἀλλὰ καὶ τούτους βουλόμενον ὑπερβαλέσθαι καὶ πάμπρωτον ἐν πλούτῳ γενέσθαι σε σπεύδοντα· καίτοι πολλῷ 'στιν ἄμεινον ἐν αὐταρκείᾳ πρῶτον ὑπάρχειν, ὅπερ ἐστὶν ἐπὶ σοί. τὸ δ' ἐν πλούτῳ πρωτεύειν οὐκ ἀρετῆς ἀλλὰ τύχης ἔργον, ἥτις καὶ δούλους καὶ ἀπελευθέρους ἐργάζεται πλουσιωτέρους ἡμῶν τῶν ὀνομαζομένων εὐγενῶν. ἀλλὰ σύγε, κἂν σχῇς, ὡς εὔχῃ, πλεῖον τῶν πολιτῶν ἁπάντων, οὐκ ἀρκεσθήσῃ, περισκέψῃ δ' αὐτίκα, μή τις ἐν ἄλλῃ πόλει πλουσιώτερος ‹ᾖ·› εἶτ' ἂν ὑπηρετοῦσάν σοι σχῇς καὶ πρὸς τοῦτο τὴν τύχην, ἐπὶ τἆλλα μεταβὰς ἔθνη καὶ τῶν ἐν ἐκείνοις πλουσίων ἐθελήσεις γενέσθαι πλουσιώτερος. ὥστ' οὐ πάντων πλουσιώτερος, ἀλλ' ἀεὶ πένης ἔσῃ διὰ τὰς ἀορίστους ἐπιθυμίας. εἰ δέ γε τῇ χρείᾳ τῶν κτημάτων ἐμέτρεις σαυτῷ τὸ σύμμετρον, ἐκ τῶν πλουσίων ἂν ἤδη σαυτὸν ἠριθμήκεις, ἢ πάντως γε τῶν εὐπόρων. ἐγὼ γοῦν ἐμαυτὸν ἐκ τούτων ἀριθμῶ, καίτοι γ' ἐλάττω σοῦ κεκτημένος. ἐὰν οὖν τοῦτο πείσῃς σαυτόν, οὐκέτ' ἀνιάσει σε τῶν ἀπολλυμένων οὐδέν, ἔσῃ τε μακάριος, ὅσον ἐπὶ τῷ μὴ λυπεῖσθαι [51] διὰ χρήματα. τὴν δ' αὐτὴν ταύτην [τὴν] ἀπληστίαν ἂν ἐξέλῃς τοῦ τιμᾶσθαι βούλεσθαι, καὶ κατὰ τοῦτ' ἄλυπος ἔσῃ. σοὶ δ' οὐ μόνον ‹οὐκ› ἀρκεῖ τιμᾶσθαι πρὸς τῶν συνήθων, ἀλλὰ καὶ πάντας ἐθέλεις τοὺς κατὰ τὴν πόλιν ἐπαινεῖν σε, καίτοι πόστον τοῦτο μέρος ἐστὶ τῶν καθ' ὅλην τὴν Ἀσίαν, οἵ γε μὴ γιγνώσκουσί σε τὴν ἀρχήν; ἴσως οὖν βουλήσῃ πρότερον αὐτοῖς γνωσθῆναι, δεύτερον δὲ τιμᾶσθαι. τοῦτο δὲ τὸ μὲν γνωσθῆναι πᾶσιν ἐθέλειν ἀπλήστου φιλοδοξίας ἔργον ἐστίν, τὸ δὲ τιμᾶσθαι ματαίας φιλοτιμίας. ἀναγκαῖον οὖν ἔσται σοι, καθάπερ ἐπὶ χρημάτων κτήσει νῦν ἀγρυπνεῖς, οὕτως ἐὰν εἰς φιλοδοξίαν ἢ φιλοτιμίαν ἐκτείνῃς τὴν ἐπιθυμίαν, ἀνιαθήσεσθαι μειζόνως ἐπὶ τοῖς μὴ γινώσκουσί σε καὶ τιμῶσι, πολλοῖς οὖσιν. εἴπερ οὖν ἐρρωμένως ἀσκήσομεν ἐπ' αὐτὸ διὰ παντὸς ἡμᾶς αὐτούς, ἄλυποι γενησόμεθα. πῶς οὖν ἀσκήσομεν ‹μὴ ἀναπε›πεισμένοι πρότερον ὀρθῶς εἰρῆσθαι πάθος εἶναι ψυχῆς μοχθηρότατον ἀπληστίαν; κρηπὶς γάρ τις αὕτη φιλοχρηματίας ἐστὶ καὶ φιλοδοξίας καὶ φιλοτιμίας καὶ φιλαρχίας καὶ φιλονεικίας.
πρῶτον μὲν ‹οὖν› ἀεὶ πρόχειρον ἔχειν δεῖ τὸ περὶ τῆς αὐταρκείας [52] δόγμα συνημμένον δῆλον ὅτι τῷ περὶ τῆς ἀπληστίας. ὁ γὰρ μισήσας τὴν ἀπληστίαν ἐφίλησε τὴν αὐτάρκειαν. εἴπερ οὖν ἐν τούτῳ μόνῳ κεῖται τὸ ἄλυπον εἶναι, τοῦτο δ' ἐφ' ἡμῖν, ἤδη πᾶν ἐφ' ἡμῖν ἀλύποις γενέσθαι, πρόχειρον μὲν ἔχουσι τὸ περὶ τῆς ἀπληστίας τε ‹καὶ› αὐταρκείας δόγμα, τὴν δ' ἐπὶ τῶν κατὰ μέρος ἔργων ἄσκησιν ἑκάστης ἡμέρας ποιουμένοις ἐπὶ τοῖσδε τοῖς δόγμασιν, ἵν', ὅπερ ἐκ τῆς πρώτης παιδείας ἑτέροις ὑπῆρξε, τοῦτο τοῖς ἀτυχήσασιν ἐκείνης ὕστερόν ποθ' ὑπάρξῃ, δι' ἧς εἶπον ὁδοῦ. τίς γὰρ οὐκ ἂν ἐθελήσειεν ἄλυπος εἶναι παρ' ὅλον αὑτοῦ τὸν βίον; ἢ τίς οὐκ ἂν τοῦτο προέλοιτο τοῦ πλουτεῖν Κινύρου τε καὶ Μίδου μᾶλλον;
Ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ ἄλλα πολλὰ διῆλθον ἐκείνῳ τε καὶ ἄλλοις ὕστερον πολλοῖς καὶ πάντας ἔπεισα τό γε παραυτίκα, τὴν δ' ἐκ τῶν ῥηθέντων ὠφέλειαν ὀλιγοστοὺς εἶδον ὕστερον ἔχοντας. τηλικαῦτα γὰρ ἤδη τὰ πάθη τῆς ψυχῆς ηὐξήκασιν οἱ πολλοὶ τῶν ἀνθρώπων ὡς ἀνίατα ὑπάρχειν. ἐὰν δέ τις ἔτι μετρίοις δουλεύῃ πάθεσι [53] γνῶναί τ' [ἂν] οὕτως δύνηταί τι τῶν πρότερον εἰρημένων, ἐπιστήσας ἑαυτῷ, καθάπερ ἔμπροσθεν εἶπον, ἐπόπτην τινὰ καὶ παιδαγωγόν, ὅστις ἑκάστοτε τὰ μὲν ἀναμιμνήσκων αὐτόν, τὰ δ' ἐπιπλήττων, τὰ δὲ προτρέπων τε καὶ παρορμῶν ἔχεσθαι τῶν κρειττόνων, ἑαυτόν τε παράδειγμα παρέχων ἐν ἅπασιν, ὧν λέγει τε καὶ προτρέπει, δυνήσεται κατασκευάσαι λόγοις ἐλευθέραν τε καὶ καλὴν τὴν ψυχήν. αἰσχρὸν γὰρ τὴν μὲν κατὰ νόμους ἀνθρωπίνους ἐλευθερίαν ἀντὶ πολλῶν ποιεῖσθαι, τὴν δ' ὄντως καὶ φύσει μὴ σπουδάζειν, ἀλλ' αἰσχραῖς καὶ ἀσελγέσι καὶ τυραννικαῖς δεσποίναις δουλεύειν φιλοχρηματίᾳ καὶ σμικρολογίᾳ καὶ φιλοδοξίᾳ καὶ φιλαρχίᾳ καὶ φιλοτιμίᾳ. καίτοι τούτων ἁπασῶν οὐκ ἂν ὀκνήσαιμι φάναι κρηπῖδα πλεονεξίαν. τίς οὖν ἔχων ταύτην ἐν τῇ ψυχῇ δύναται καλὸς κἀγαθὸς γενέσθαι; τίς δ' οὐκ ἂν εἴη θανάτων ἄξιος μυρίων, εἰ μὴ μισήσειε τὸ τοιοῦτον αἶσχος τοῦτο; πολὺ δὴ μᾶλλον ἔτι μισητέον ἐστὶ καὶ φευκτέον αὐτὸ ‹τοῖς› σωθῆναι βουλομένοις νέοις, ὡς, ἐὰν φθάσωσιν ἐκτραφέντες ἀπλήστως χρημάτων ἐπιθυμεῖν, δυνατὸν [54] οὐκέτ' αὐτοῖς ἐστι μετὰ τεσσαρακοστὸν ἔτος ὠφεληθῆναι. τίθει δ' εἰ βούλει πεντηκοστόν, ἵνα μή τις ἡμᾶς ἀπανθρώπους φῇ, καθάπερ ἤκουσά τινος λέγοντος ἥττονος μὲν ἀνθρώπου καὶ λιχνείας καὶ ἀφροδισίων καὶ δόξης καὶ τιμῆς, οὐκ ἔχοντος δὲ πλοῦτον, εἶτ' ἀνιωμένου, διότι μηδενὸς ἐτύγχανεν ὧν ἐφίετο. καὶ γὰρ οὖν καὶ οὗτος, ἐπειδὴ ‹διὰ› πολλοῦ χρόνου καθ' ἑκάστην ἡμέραν ἑώρα ‹με› φαιδρόν, αἰσθόμενος ἑαυτοῦ κακοδαι‹μονοῦντοσ›, ἐδεῖτο διδάσκειν, ὅπως ἂν αὐτὸς μὴ ἀνιῷτο. φάντος δ' ἐμοῦ καὶ πολλῶν ἐτῶν δεῖσθαι πρὸς ἐπανόρθωσιν ὧν μέχρι δεῦρο ηὔξησε παθῶν, ἀνακραγὼν εἶπεν· "οὐδὲν ἀπανθρωπότερον σοῦ", ὥσπερ ἐμοῦ σπουδάζειν δυνηθέντος μὲν ἄν, εἴ ‹γ'› ἐβουλήθην, ἄλυπον αὐτὸν ἐργάσασθαι τάχιστα, φθονήσαντος δὲ τῆς εὐεργεσίας· καίτοι μόνου τούτου τῶν μαθημάτων οὐδεὶς τῷ πέλας δύναται φθονῆσαι. συμφέρει γὰρ ἡμῖν ἅπαντας ἀνθρώπους οἷς συνδιατρίβομεν ἔξω τῶν ψυχικῶν παθῶν εἶναι μήτε φιλοδοξίαν μήτ' ἄλλο ‹τι› τοιοῦτο τὴν ψυχὴν λελωβημένους· ὅσῳ γὰρ ἂν ὦσι βελτίονες [55] οἵδε, τοσούτῳ καὶ ἡμῖν ὠφελιμώτεροι φίλοι γενήσονται.
πάλιν οὖν ἐπὶ τὸν ἀληθῶς ἄνδρα γενέσθαι βουλόμενον ἐπανελθὼν ὑποθήσομαι τὴν κοινὴν ὁδὸν εἰς ἅπαντα τὰ κατὰ τὴν ψυχὴν ἡμῶν καλά. χρὴ γὰρ αὑτῷ τιν' ἐπόπτην ἐπιστῆσαι τό γε κατ' ἀρχάς, ὅστις ἐφ' ἑκάστῳ τῶν πραττομένων ἀναμνήσει τὸ παρορώμενον. ἔστι γὰρ ἐνίοτε δυσδιοριστότατον ἐν ταῖς πράξεσι τὸ κατὰ σμικρολογίαν πραττόμενον τοῦ κατ' οἰκονομίαν. ὥστ' ἀδύνατόν ἐστι νῦν ὁρίσαι τοῦτο τῷ πρῶτον ἀρχομένῳ τὸ τῆς φιλοχρηματίας ἐκκόπτειν πάθος. ὥσπερ δ' ἐν τούτοις ἡ ἀρετὴ γειτνιᾷ τῇ κακίᾳ, κατὰ τὸν αὐτὸν τρόπον τῆς φιλοτιμίας ἐκκοπτομένης ἀναισχυντία γίνεται κατὰ τὰς κακῶς πεφυκυίας ψυχάς. ἑτέρους οὖν εἶναι ‹χρὴ› τοὺς ὀψομένους τὰ τῶν σωθῆναι ‹βουλομένων› νέων ἁμαρτήματα, πρεσβύτας μὲν τὴν ἡλικίαν, ἐν ὅλῳ δὲ τῷ βίῳ πεῖραν ἱκανὴν δεδωκότας ἐλευθέρας γνώμης, οἷς ἐπιτιμῶσιν οὐκ ἀντιτείνειν οὐδ' ἀπεχθάνεσθαι προσήκει, ἀλλὰ χάριν εἰδέναι καὶ [56] παρακαλεῖν ἀεὶ λέγειν τἀληθῆ καὶ γνόντας αὐτὸ πειρᾶσθαι, κἂν εἰ μὴ κατὰ μεγάλα μόρια, κατὰ σμικρὰ γοῦν ἀποκόπτειν τι τοῦ μεγέθους τῶν παθῶν, εἰ καὶ χαλεπὸν ἐν ἀρχῇ τοῦτο καὶ μετὰ πολλῆς ταλαιπωρίας φαίνοιτο γιγνόμενον, ἐννοοῦντας, οὐχ ὁμοίως αὐτὸ χαλεπὸν ἔσεσθαι τοῦ χρόνου προϊόντος. ὅσῳ γὰρ ἂν αὔξηται ἡμῶν τὸ λογιστικὸν ἐν ταῖς τοιαύταις ἀσκήσεσι, καθ' ἅσπερ ἡττᾶται καὶ μειοῦται τὰ πάθη, τοσούτῳ ῥᾷον ὕστερον ἡ παντελὴς ὑποταγή. ὅπου γὰρ ἔτι μεγίστων ὄντων ἐκράτησεν ὁ λογισμὸς ἀγύμναστος ὤν, εὔδηλον, ὡς μᾶλλον κρατήσει διττῆς ὑπεροχῆς ἐν τῷ χρόνῳ προσγενομένης αὐτῷ. καὶ γὰρ αὐτὸς ἐξ ὧν ἐγυμνάσατο πολὺ γενναιότερος ἔσται κἀκείνοις διαπαλαίσει σμικροτέροις γινομένοις. ἤρκει δὲ καὶ θάτερον αὐτῶν μόνον εἰς τὴν τοῦ μέλλοντος ἐλπίδα. διόπερ ἐν ἀρχῇ τῆς ἀσκήσεως οὐ προσῆκεν ἀθυμεῖν ὀλίγην ἐπίδοσιν ἑαυτῷ γιγνομένην αἰσθανόμενον ἐν τῇ τῶν παθῶν ἰάσει. μεγάλη γὰρ ἔσται τοῦ χρόνου προϊόντος, ἐὰν μόνον ὑπομείνῃ τις ἀκούειν ὧν ἁμαρτάνει, τὴν ἀληθινὴν φιλίαν ἑαυτὸν φιλήσας [57] καὶ βουληθεὶς γενέσθαι καλὸς κἀγαθός, οὐ φαίνεσθαι μόνον.
ἡ μὲν δὴ τῶν παθῶν τῆς ψυχῆς γνῶσίς τε καὶ θεραπεία κατὰ τὴν εἰρημένην ὁδὸν γίνεται, περὶ δὲ τῶν ἁμαρτημάτων ἐφεξῆς εἰρήσεται.