37699 1504 0 0 1 0 II d. C. Medicina Galenus De praesagitione ex pulsibus libri IV Kühn, C.G., Leipzig, Knobloch, 1825 Rist. 1965, Hildesheim, Olms. 10

Galenus - De praesagitione ex pulsibus libri IV

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΡΟΓΝΩΣΕΩΣ ΣΦΥΓΜΩΝ.

ΒΙΒΛΙΟΝ Α.

[205]   Ὅτι μὲν οὐ τῶν μελλόντων ἡ πρόγνωσίς ἐστι μόνον, ἀλλὰ καὶ τῶν παρόντων τε καὶ τῶν προγεγονότων, ἀρκεῖ τὸ πάλαι πρὸς Ἱπποκράτους δεδηλωμένον. ἐγὼ γὰρ οὐ τί δύναται πρόγνωσις ἐρῶν ἔρχομαι νῦν, ὅτι μὴ πάρεργον, ἀλλὰ τοῖς εἰδόσιν ὃ δύναται περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως ἃ γινώσκω φράσω. διττῆς δὲ οὔσης τῆς κατ' αὐτοὺς διδασκαλίας, ὥσπερ καὶ τῆς τῶν βοηθημάτων, ἑτέρας μὲν τῆς κατὰ τὰς οἰκείας αὐτῶν δυνάμεις, ἑτέρας δὲ τῆς κατὰ τὸ πάθημα, βέλτιον ἡγοῦμαι κατ' ἀμφοτέρας [206] γυμνάζεσθαι, ὥστε καὶ πάθους οὑτινοσοῦν προχειρισθέντος ἑτοιμότατα δύνασθαι τοὺς σφυγμοὺς αὐτῶν διελθεῖν, ἑκάστου τ' αὖ πάλιν ἰδίᾳ ῥηθέντος σφυγμοῦ τῶν παθῶν ἁπάντων ἀναμιμνήσκω διὰ ταχέων, ὅσοις συμπίπτειν εἴωθεν. εἰ γάρ τις ἐν ἀμφοτέροις ἱκανῶς γυμνασάμενος ἀσκήσειεν ἑαυτὸν ἕκαστον τῶν σφυγμῶν ἀκριβῶς διαγινώσκειν, οὗτος ἂν, οἶμαι, τελέως ἂν εἴη τὰ κατ' αὐτοὺς ἐκμεμαθηκώς. ὥστε καὶ εἴ τις εἰς δέον ὁμιλεῖ τοῖσδε τοῖς γράμμασιν, ἀναλέξασθαι χρὴ πρότερον αὐτὸν ἣν ἐγράψαμεν ὑπὲρ τῆς τῶν σφυγμῶν διαγνώσεως πραγματείαν, ἐκείνης δὲ ἔτι πρότερον τὴν ὑπὲρ τῆς διαφορᾶς αὐτῶν, ἔνθα πόσοι τέ εἰσιν οἱ σύμπαντες, ποῖός τέ τις ἕκαστος, ᾧ τέ τινι προσαγορευόμενος ὀνόματι, διήλθομεν. ἔστι δὲ καὶ τρίτη τις ἑτέρα πραγματεία περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, ὧν ἁπασῶν εἰς τὰ παρόντα δεῖ. τῆς μὲν γὰρ πρώτης χωρὶς οὐδὲ νοῆσαι τῶν λεγομένων οὐδὲν οἷόν τε μὴ προγινώσκοντα τῶν ὀνομάτων ἕκαστον ἐφ' ὅτου πράγματος λέγεται· τῆς δὲ δευτέρας ἀγνοουμένης οἴχεται σὺν αὐτῇ τὸ χρήσιμον ἅπαν ἐκ τῆς νῦν προκεχειρισμένης θεωρίας. εἰ γὰρ ἐγὼ μὲν γράφοιμι τὸν ταχὺν, ἢ τὸν μέγαν, [207] ἢ σφοδρὸν, ἤ τινα τῶν ἄλλων σφυγμὸν, ἐνδείκνυσθαι τόδε τι προγεγονὸς, ἢ παρὸν, ἢ γενησόμενον, ὁ δὲ ἀναγινώσκων ἀγνοοῖ διαγινώσκειν ἐπὶ τῶν ἔργων αὐτοὺς, οὔτε κρῖναι δυνήσεται τῶν λεγομένων τὴν ἀλήθειαν οὔτε προγνῶναί ποτ' ἐξ αὐτῶν οὐδέν. ἡ δὲ τρίτη πραγματεία τὰς ἀλλοιούσας τοὺς σφυγμοὺς αἰτίας ἐκδιδάσκουσα καὶ πρὸς ἀπόδειξιν τοῖς νῦν λεχθησομένοις ἐστὶν ἀναγκαία καὶ πρὸς μνήμην καὶ πρὸς ἀνάμνησιν. εἰσόμεθα δὲ καὶ τοῦτο αὐτὸ σαφέστερον, ἑνὸς οὑτινοσοῦν σφυγμοῦ προχειρισθέντος, οἷον εἰ τύχοι τοῦ μεγάλου. διαιρησόμεθα γὰρ ἐν αὐτῷ πρῶτον μὲν τὴν ὁμωνυμίαν, ἐπειδὴ διχῶς ὁ μέγας λέγεται σφυγμὸς, εἶθ' ἑξῆς καθ' ἑκάτερον τῶν σημαινομένων ἐπισκεψόμεθα τί δηλοῦν πέφυκεν ἐνεστὸς, ἢ προγεγονὸς, ἢ μέλλον. τὰ μὲν δὴ σημαινόμενα δύο τοιαῦτά ἐστι. μέγας λέγεται σφυγμὸς ὁ μὲν ὡς πρὸς τὸν σύμμετρόν τε καὶ κατὰ φύσιν, ὁ δὲ ὡς πρὸς ὁντιναοῦν τὸν ἐπιτυχόντα. τὰ δὲ ἐξ ἑκατέρου προγινωσκόμενα τὰ μέν τινα κοινὰ τῶν σφυγμῶν ἀμφοτέρων ἐστὶ, τὰ δὲ ἴδια. καθ' ἑκάτερον ἑξῆς οὖν ἅπαντα διέλθωμεν, ἀπὸ κοινῶν ἀρξάμενοι.

[208] ῥᾴστη δ' αὐτῶν ἡ εὕρεσις, εἴ τις εἴη μεμνημένος ὧν ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ διήλθομεν, ἐπιδεικνύντες ὡς οὐχ ἓν τὸ γένος ἐστὶ τῶν ἀλλοιούντων αὐτοὺς αἰτίων, ἀλλὰ τὸ μὲν, ὡς ἂν οὕτως τις εἴποι, συνεκτικὸν τῆς γενέσεως, ὅπερ δὴ καὶ κατὰ φύσιν ἐστὶν, ἕτερον δ' ἐναντίον τῶνδε τῶν παρὰ φύσιν αἰτίων, ἐφ' ᾧ τρίτον ἄλλο τῶν οὐ φύσει. ταῦτα μὲν ὡς πρὸς τὴν ἀληθινὴν αὐτῶν ὕπαρξίν τε καὶ φύσιν, ἄλλο δὲ τέταρτον, ὡς πρὸς τὴν φαινομένην, ὃ μάλιστα νῦν ἀναγκαῖόν ἐστιν ἀκριβῶς ἐξηγήσασθαι τῆς προγνωστικῆς πραγματείας ἰδιαίτατον ὑπάρχον. ἐκ γὰρ τοῦ φαίνεσθαι τοῖον ἢ τοῖον ἕκαστον τῶν σφυγμῶν ἡ ἀρχὴ τῆς προγνώσεως ἡμῖν ἐστιν. οὐκ ἀεὶ δὲ φαίνεται τοιοῦτος οἷος καὶ ὄντως ἐστί. καὶ λέλεκται μὲν ἤδη καὶ περὶ τούτου κατὰ τὸ δεύτερον τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπὶ τελευτῇ τοῦ βιβλίου, κᾀν τῷ τρίτῳ δ' ἐπ' ὀλίγον, ἔνθα καὶ περὶ τῶν ἰσχνῶν διαλεγόμεθα· λεχθήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον, ἐπειδὰν πρότερον ὑπὲρ τῶν ἀλλοιούντων αὐτοὺς αἰτίων διέλθωμεν. ἐδείχθη καὶ ἐν τῷ πρώτῳ τῶν ἐν τοῖς σφυγμοῖς [209] αἰτίων ὡς οὐχ οἷόν τέ ἐστιν ἀλλοιωθῆναι σφυγμὸν οὐδένα χωρὶς τοῦ τὴν ἐργαζομένην αὐτὸν δύναμιν, ἢ τὸν χιτῶνα τῆς ἀρτηρίας, ἢ τὴν χρείαν δι' ἣν γίνεται, μεταβολήν τινα καὶ ἀλλοίωσιν ἔχειν. οὕτως οὖν κᾀπὶ τῆς νῦν προκειμένης τροπῆς τῆς εἰς τὸ μέγεθος τῶν σφυγμῶν ἐπισκεψόμεθα τί ποτ' ἐστὶν τῶν εἰρημένων ἢ τίνα τὰ τὴν μεταβολὴν εἰληφότα, πότερον ἡ δύναμις εὐρωστοτέρα γινομένη, μεμαθήκαμεν γὰρ ὡς ὅσον ἐφ' ἑαυτῇ τὸν σφυγμὸν ἐργάζεται μείζονα, ἢ ταύτης ὁμοίας διαμενούσης ὁ χιτὼν τῆς ἀρτηρίας ἐμαλάχθη· καὶ γὰρ καὶ τοῦτ' ἐμάθομεν, ὡς ὁ μαλακώτερος χιτὼν εἰς μέγεθος ἐξαίρει τὸν σφυγμόν· ἢ διὰ τὴν τῆς χρείας αὔξησιν ἡ τοιαύτη γέγονεν ἀλλοίωσις. εἰ μὲν οὖν ἡ δύναμις ἐῤῥώσθη, σφοδρότερος ἂν ἦν πάντως· ὑπόκειται δέ γε μείζων μόνον γεγενημένος. εἰ δὲ ὁ χιτὼν τῆς ἀρτηρίας μόνον ἐμαλάχθη, καὶ γὰρ καὶ τοῦτο ἐμάθομεν, ὡς καὶ ὁ μαλακώτερος χιτὼν τῆς ἀρτηρίας εἰς μέγεθος ἐξαίρει τὸν σφυγμὸν, μαλακώτερος ἂν ἐξ ἀνάγκης ἐγένετο. εἴπερ οὖν μηδέτερον φαίνεται, δῆλον ὡς οὔθ' ἡ δύναμις οὔθ' ὁ χιτὼν τῆς ἀρτηρίας ὑπήλλακται. λοιπὸν οὖν [210] ἀναγκαῖον ἐξηλλάχθαι κατά τι καὶ μεταβεβλῆσθαι τὴν χρείαν τῆς τῶν σφυγμῶν γενέσεως. ἐδείχθη δὲ αὐτῶν ἡ χρεία διττὴ, πρώτη μὲν καὶ μεγίστη φυλακὴ τῆς ἐμφύτου θερμότητος, δευτέρα δὲ γένεσις πνεύματος ψυχικοῦ. καλῶ δὲ οὕτω νῦν ᾧ χρῆται πρὸς τὰ κατὰ προαίρεσιν ἐνεργείας ἡ ψυχή. τούτων ἄρα τι πάντως ὑπήλλακται παρὰ τὰ πρόσθεν, ὁπότ' εἰς μέγεθος ὁ σφυγμὸς μεταβέβληται. ἀλλὰ μὴν καὶ ὅτι βραχείας μὲν γινομένης τῆς διὰ τὴν χρείαν ἐκ τοῦ κατὰ φύσιν ἀλλοιώσεως τὸ μέγεθος τῶν σφυγμῶν μόνον ἐπιφανὲς ἔσται, τὸ δὲ τάχος οὐδέπω, πλέονος δὲ τὸ μέγεθος ἐπὶ μᾶλλον αὐξηθήσεται καὶ τὸ τάχος ἐναργῶς φανεῖται, παραυξανομένης δ' ἔτι καὶ τὸ μέγεθος μὲν καὶ τὸ τάχος ἐπιταθήσεται, προσέτι δὲ καὶ πυκνότης, ὡς ἐκ τῆς περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείας εὔδηλόν ἐστιν. εἰ τοίνυν κατὰ τὸ μέγεθος μὲν ὁ σφυγμὸς ἠλλοιῶσθαι φαίνεται, τοῦτο γὰρ ὑπόκειται νῦν, ἀναγκαῖον ἐπὶ βραχὺ τὴν χρείαν ὑπηλλάχθαι. εἰ δὲ μὴ γέγονε μείζων ὁ σφυγμὸς, ἀλλὰ φαίνεται μείζων, ἰσχνότερον ἑαυτοῦ τὸ σῶμα τἀνθρώπου δι' ἡντιναοῦν αἰτίαν ἀπετελέσθη. ταῦτ' οὖν προεπιστάμενός τις ἐπὶ τὰς διαγνώσεις ἡκέτω, [211] πρῶτον ἐπὶ τὰς τῶν ἁπλῶς ὑγιαινόντων σωμάτων, εἶθ' ἑξῆς ἐπὶ τὰς μετά τινος ἐπικτήτου κινήσεως, εἶτα ἤδη καὶ ἐπὶ τὰς νοσούντων ἁπλῶς, καὶ τελευταῖον ἐπὶ τὰς μετά τινος ἔξωθεν ἀλλοιώσεως. ἐν μὲν γὰρ τοῖς ἁπλῶς ὑγιαίνουσι σώμασιν ὁ μέγας σφυγμὸς ἐνδείξεται τήν τε κρᾶσιν τἀνθρώπου καὶ τὴν σχέσιν τοῦ σώματος· ἐν δὲ τοῖς μετ' ἐπικτήτου διαθέσεως ἐκείνην τὴν κίνησιν ἐπικρατεῖν, ἧς οἰκεῖος ὁ μέγας ἐστὶ σφυγμός. εἴρηται δὲ ὑπὲρ τῶν τοιούτων ἁπασῶν κινήσεων ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ. οὕτω δὲ κᾀν τοῖς νοσοῦσι τοῖς μὲν ἁπλῶς ὁ μέγας σφυγμὸς ἐνδείξεται θερμὴν τῆς νόσου τὴν διάθεσιν, τοῖς δὲ μετὰ προσφάτου τινὸς ἔξωθεν ἀλλοιώσεως ἐκείνην τὴν κίνησιν ἐπικρατεῖν, ἧς ἂν οἰκεῖος ὁ μέγας εὑρίσκηται σφυγμός· οἷον αὐτίκα τῶν ὑγιαινόντων ὅσοι τὸν σφυγμὸν ἔχουσι μέγαν, ὡς πρὸς τὸν σύμμετρον δηλονότι παραβαλλόμενοι, ἀναμνησθῆναι χρὴ πρῶτον μὲν αὐτὸ δὴ τοῦτο, τίς ἐστιν ὁ σύμμετρος ἐν τούτῳ τῷ γένει καὶ κατὰ τίνα φύσιν σώματος. ἐπιδέδεικται δ' ἐν τῷ δευτέρῳ τῆς τῶν σφυγμῶν διαγνώσεως ἐν ταῖς ἀρίσταις [212] κατασκευαῖς τοῦ σώματος ὁ σύμμετρος ὑπάρχων σφυγμὸς, οὐδ' ἐπὶ τούτων διαπαντὸς, ἀλλὰ ὅταν ἁπάσης ἐπικτήτου ποιότητος καὶ κινήσεως ἀπηλλαγμένον ᾖ τὸ σῶμα τῶν ἐκ τοῦ γυμνασίου τινὸς, ἢ τροφῆς, ἢ πόματος, ἢ λουτρῶν, ἢ φαρμάκων, ἢ πάθους ψυχικοῦ γινομένων. ἀναμνησθέντα δή σε τοῦ συμμέτρου σφυγμοῦ καὶ τὸν νῦν εὑρόντα μέγαν ὡς πρὸς ἐκεῖνον ἐννοεῖν προσήκει, ὑπὸ τίνος αἰτίας εἰς μέγεθος ἐπέδωκεν· ἤτοι γὰρ διὰ τὴν ἰσχνότητα τοῦ σώματος, ἢ διὰ τὴν θερμότητα τῆς κράσεως, ἢ διὰ τὴν ἐπίκτητον κίνησιν. ἀλλ' αἱ μὲν ἐπίκτητοι κινήσεις αὐτίκα καθίστανται, παραμένουσι δ' ἔτι διὰ τὴν ἰσχνότητα καὶ τὴν κρᾶσιν. αὐτῷ τε οὖν τούτῳ διορίζεσθαι χρὴ καὶ οἷς ὀλίγον ὕστερον ἐρῶ, μικρόν τι προειπὼν ἀναγκαῖον εἰς τὴν ἑξῆς ἅπασαν διδασκαλίαν. ἔστι δ' ὃ προειπεῖν βούλομαι τοιόνδε. ἀκριβεστάτη διάγνωσις ἁπασῶν τῶν κατὰ τὸ σῶμα γινομένων ἀλλοιώσεων ἐκείνων ἡμῖν ἐστι τῶν σωμάτων, ὧν ἐπιστάμεθα τὴν φύσιν. εἰς ὅσον γὰρ ἐξίσταται τῆς φύσεως, ἐπί γε τοῖς παρὰ φύσιν αἰτίοις καὶ προσέτι τοῖς οὐ φύσει λεγομένοις, οὐκ ἔνεστιν [213] ἄλλως ἐξευρεῖν ἀκριβῶς. οὐ μὴν ἀεί γε ταύτην γινώσκομεν, οὐκ οὖν οὐδ' ἀκριβῆ διάγνωσιν ἐπὶ πάντων ἕξομεν, ἀλλ' ἀεὶ τοσοῦτον ἀπολειπομένην τῆς ἀκριβείας εἰς ὅσον καὶ τῆς τοῦ κατὰ φύσιν γνώσεως. ὑποκείσθω δὴ πρῶτον ἐν τῷ προκειμένῳ λόγῳ τὴν διάγνωσιν γίνεσθαι τῆς τοῦ ἀνθρώπου φύσεως, καὶ τοῦτ' αὐτῷ μόνον ἐξαίρετον ὑπαρχέτω, μείζων ὁ σφυγμὸς ἔστω τοῦ συμμέτρου χωρὶς ἁπάσης ἀλλοιώσεως ἐπικτήτου. τὸν γὰρ τοιοῦτον ἄνθρωπον ἀναγκαῖόν ἐστι τοῦ τὴν ἀρίστην ἔχοντος κατασκευὴν ἤτοι θερμότερον ἢ ἰσχνότερον ὑπάρχειν, εἴ τι μεμνήμεθα τῶν προγεγραμμένων ἡμῖν δυοῖν πραγματειῶν, τῆς τε περὶ διαγνώσεως σφυγμῶν καὶ τῆς περὶ τῶν ἐν αὐτοῖς αἰτίων. ὑπομεμνήσθω δὲ καὶ τοῦθ' ἡμῖν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις, ὡς ἐν οἷς παραδιαζευκτικῷ χρώμεθα συνδέσμῳ. ἢ, πάντα ἅμα τὰ κατὰ μέρος ἐγχωρεῖ συνελθεῖν, εἴτε δύο, καθάπερ νῦν, ἥτε θερμότης καὶ ἡ ἰσχνότης, εἴτε καὶ πλείω φαίνοιτο τὰ τὴν ἀλλοίωσιν ἐργαζόμενα. ὁ μὲν δὴ μέγας σφυγμὸς ὁ ἁπλῶς λεγόμενος, ὥσπερ ἐδείκνυτο, πρὸς τὸν ἁπλῶς σύμμετρον παραβαλλόμενος ἤτοι [214] τὴν κρᾶσιν ἢ τὴν παροῦσαν σχέσιν δηλώσει τοῦ σώματος· ὁ δέ γ' ὡς πρὸς τὸν ἑκάστου κατὰ φύσιν μέγας ἐν ἐκείνῳ τῷ σώματι, δηλώσει καὶ αὐτὸς ἤτοι θερμότητα τινὰ προσγινομένην τῷ κατὰ φύσιν ἢ ἰσχνότητα. τὰς δὲ ἀπό τινος ἔξωθεν αἰτίου τροπὰς τῶν σφυγμῶν κατὰ τάδε διορίζειν. ἡ μὲν ἐκ βαλανείων τε καὶ δρόμων καὶ τρίψεων καὶ τῶν ἄλλων κινήσεων γινομένη βραχυχρόνιός τέ ἐστι καὶ οὕτω ταχέως εἰς τὴν ἀρχαίαν ἐπανέρχεται κατάστασιν ὥστ' ἔνεστί σοι τῶν σφυγμῶν ἁψαμένῳ, κᾄπειτα βραχὺ διαλιπόντι καὶ πάλιν ἐφαψαμένῳ σαφέστατα διαγνῶναι τὴν μεταβολήν. ἡ δευτέρα γὰρ ἁφὴ τῆς προτέρας διαλλάττουσα φαίνεται, κᾂν βραχύτατόν τις χρόνον διαλείπῃ. τὸ δὲ ἀπ' οἴνου καὶ τροφῆς μέγεθος τῶν σφυγμῶν ἄχρι μὲν πλείστου παραμένει, διορίζεται δὲ τῇ συνούσῃ σφοδρότητι, σφοδρὸς γὰρ οὐχ ἧττον ἢ μέγας τούτοις ὁ σφυγμὸς γίνεται, νυνὶ δὲ ὑπόκειται μείζων μόνον γεγενημένος. οὔκουν ἀπὸ τούτων ἠλλοίωται. καὶ μέν γε καὶ ἡ ἀπὸ τοῦ θυμοῦ μετὰ σφοδρότητος γίνεται, καὶ οὐδ' ἂν ἄλλως λάθοι τόν γε συνετὸν εἴς τε τοὺς ὀφθαλμοὺς [215] καὶ τὸ σύμπαν πρόσωπον ἀποβλέποντα. κατέχειν μέντοι καὶ κρύπτειν βουλομένῳ τὸν θυμὸν ἀνώμαλος ὁ σφυγμὸς γίνεται καὶ μᾶλλον ἀνώμαλός ἐστιν τοῖς ἀγωνιῶσί τε καὶ αἰδουμένοις. ἡ δ' ἀπὸ τῶν ἡμιπέπτων ἐν τῷ σώματι χυμῶν πεττομένων τε καὶ τρεφόντων τὴν φύσιν εἰς μέγεθος ἐπίδοσις ὁμοίως τοῖς εἰληφόσι τροφὴν συναυξάνει καὶ τὴν σφοδρότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴ τις ἐν ἡλίῳ τε καὶ παρὰ πυρὶ θαλφθείη, πρὸς τῷ μὴ παραμένειν ἄχρι πολλοῦ τὴν ἀλλοίωσιν ἔτι καὶ ὁ χρὼς αὐχμηρὸς αὐτοῖς καὶ οὐχ ὑγρὸς ὡς ἀπὸ βαλανείων ἔσται. οὗτοι μὲν οὖν ἐξ ὑπεναντίου πως διάκεινται τοῖς λελουμένοις ὅσον ἐπὶ μαλακότητι καὶ ὑγρότητι τοῦ δέρματος. μέσοι δ' ἀμφοῖν ἐν τῇ καθ' ὑγρότητά τε καὶ ξηρότητα μεταβολῇ τοῦ δέρματός εἰσιν οἱ τριψάμενοί τε καὶ γεγυμνασμένοι. καὶ μὲν δὴ καὶ ἡ θερμότης αὕτη πλείων μέν ἐστι περὶ τὰ στέρνα τοῖς γεγυμνασμένοις τε καὶ θυμουμένοις, ἐλάττων δὲ τοῖς λελουμένοις καὶ μᾶλλον ἄχρι τῶν ἄκρων ὁμαλῶς ἐκτεταμένη μεθ' ὑγρότητός τε ἅμα καὶ μαλακότητος. ὡσαύτως δὲ καὶ εἰ ὁ ἄνθρωπος ἠλείψατο μεταξύ τινι θερμαίνοντι φαρμάκῳ, δακνώδης τέ τις αἴσθησις ἀπὸ τῆς θερμότητος [216] ἁπτομένῳ σοι γενήσεται καὶ τάχ' ἂν οὐδ' ἄλλως λάθοι ἐμπεπλασμένον αὐτοῦ τῷ δέρματι λίπος ἐκ τοῦ φαρμάκου. αἱ μὲν δὴ τεχνικαὶ διαγνώσεις αὗται τῶν εἰς μέγεθος τρεπόντων αἰτίων τοὺς σφυγμοὺς ἐπί τε ὑγιαινόντων καὶ νοσούντων εἰσίν· αἱ δὲ ἔξωθεν αἱ μὲν ἐξ ἀνακρίσεως, ὡς ὅταν γε μὴν ἐν ἐχθροῖς τισιν, ἢ ἐνεδρεύουσι, ἢ κακοήθως ἀποπειρωμένοις ἀνθρώποις ποιεῖτε τὰς ἐπισκέψεις· αἱ δὲ ἀπὸ τοῦ μὴ κεχωρίσθαι τοῦ κάμνοντος αὐτὸν τὸν ἰατρὸν, ὥσπερ δὴ καὶ ἀρίστας φαμὲν τῶν διαγνώσεων· ὡς ὅσαι γε μήτε διαπαντὸς παρόντος τοῖς νοσοῦσι τοῦ θεραπεύοντος γίνονται μήτ' ἀληθῆ βουλομένους ἀπαγγέλλειν, αὗται χαλεπώτεραί τέ εἰσι καὶ συνετοῦ πάνυ δέονται τοῦ ἰατροῦ. ἐμοὶ γοῦν συνέβη τῶν ἄλλων ἁπάντων ἀφωρισμένων αἷς πρόσθεν εἴρηκα διαγνώσεσιν ὑπολείπεσθαι ζητῆσαι, εἴτε φάρμακον θερμαῖνον ὁ κάμνων προσηνέγκατο μεταξὺ μὴ παρόντων ἡμῶν, εἴτε καὶ τῷ τῆς ἐπισημασίας λόγῳ μέγεθος ὁ σφυγμὸς προσέλαβεν. ἐν μὲν δὴ τοῖς τοιούτοις καιροῖς ἀναγκαῖόν ἐστι πανταχόθεν ἐπιτεχνᾶσθαί τε καὶ στοχάζεσθαι τἀληθοῦς. πρῶτος μὲν οὖν σκοπὸς ἐν τοῖς τοιούτοις ὁ παροξυντικός ἐστι χρόνος· ἐφεξῆς [217] δὲ τοῦ κάμνοντος τὸ ἔθος τε καὶ τὸ ἦθος. εἰ μὲν γὰρ ἄλλῳ τινὶ χρόνῳ καὶ μὴ τῷ παροξυντικῷ μέγεθος ὁ σφυγμὸς προσεκτήσατο, πιθανὸν ἀπὸ τοῦ θερμαίνοντος φαρμάκου μᾶλλον, οὐ λόγῳ παροξυσμοῦ γεγενῆσθαι τὴν ἀλλοίωσιν· εἰ δ' ἐν τῷ παροξυντικῷ, πιθανώτερον ἐπισημασίας λόγῳ. διορισθήσεται δὲ ἀκριβῶς, εἰ βραχὺ διαλιπόντες αὖθις ἁψαίμεθα. τὴν μὲν γὰρ ἀπὸ τοῦ φαρμάκου θερμότητα, δι' ἣν ὁ σφυγμὸς ἐπέδωκεν, ἀεὶ καὶ μᾶλλον ἐκλύεσθαι συμβαίνει τοῦ χρόνου προϊόντος, ἐπιτείνεσθαι δὲ τὴν ἐκ τοῦ παροξυσμοῦ. αὕτη μὲν οὖν ἡ διάγνωσις ἐκ τῶν ἰδίων τῆς τέχνης ἐστίν· ἡ δ' ἀπὸ τοῦ ἔθους τε καὶ ἤθους τῶν καμνόντων ἐξ ἐπιμέτρου προσέρχονται. τινὲς μὲν γὰρ ἀήθεις τ' εἰσὶ καὶ φοβεροὶ πρὸς τὰς τῶν φαρμάκων πόσεις, ἔνιοι δὲ συνήθεις τε καὶ χωρὶς φαρμάκων ζῇν οὐχ ὑπομένοντες. καὶ τοίνυν ἡ πρόγνωσις τοῦ προσενηνέχθαι τι φάρμακον θερμαῖνον ἐπὶ μὲν τῶν ὑπόπτων πρὸς αὐτὰ παντάπασιν ἀμυδρὰ καὶ βραχεῖα, μεγάλη δὲ ἐπὶ τῶν εἰθισμένων. ἤδη δὲ καὶ τὸ ἦθος αὐτὸ τοῦ κάμνοντος εἰς τὴν τοιαύτην πρόγνωσιν οὐκ ὀλίγα συντελεῖ. τινὲς μὲν γὰρ ἐνεδρευτικοί τ' εἰσὶ καὶ καταβλητικοὶ τῶν πέλας, ἐξελέγχειν [218] ἅπαντας ὡς μηδὲν βέβαιον ἐπισταμένους ἔργον πεποιημένοι· τινὲς δὲ ἁπλοῖ τε καὶ χρηστοὶ καὶ πάντα φανερῶς διαπραττόμενοι, καὶ μηδὲν ὑποστελλόμενοι, μηδὲ κρύπτοντες. ἐπὶ μὲν δὴ τούτων οὐδὲν ὑπονοεῖν χρὴ πεπρᾶχθαι λαθραίως, ἐπὶ δὲ τῶν ἐνεδρευόντων ὑποπτεύειν προσήκει πάντα καὶ περισκέπτεσθαι καὶ διορίζεσθαι, τά τε κατὰ τὸν ἴδιον λόγον τῆς τέχνης ὑποπίπτοντα ταῖς διαγνώσεσι καὶ τὰ παρὰ τῶν ἔξωθεν προσερχόμενα· καθάπερ ἐγώ ποτ' ἠναγκάσθην ἐπί τινος ἀνδρὸς πλουσίου ποιῆσαι, φιλοφαρμάκου τε καὶ προσφερομένου συνεχέστατα φάρμακα. ἦν δὲ καὶ τὸ ἦθος οἷος ἥδεσθαι μάλιστα τοῖς τῶν πέλας ἐλέγχοις ὡς μηδὲν ἀκριβὲς ἐπισταμένων. εὑρὼν οὖν αὐτοῦ τοὺς σφυγμοὺς εἰς μέγεθος ἐπιδεδωκότας, εἶτα τῶν ἄλλων ἁπάντων αἰτίων τῶν εἰρημένων ἀφορίσας, ὑπολοίπου δὲ ἔτι μένοντος διορισμοῦ, πότερον ὑπὸ φαρμάκου θερμαίνοντος, ἢ λόγῳ παροξυσμοῦ πυρεκτικοῦ δὲ τοιοῦτον γέγονεν, καὶ γάρ πως καὶ ὁ καιρὸς αὐτὸς ἦν ὁ τῆς εἰσβολῆς τοῦ πυρετοῦ, δεῖξαί μοι τὴν γλῶτταν ἐκέλευσα καὶ κεχρωσμένην ὑπὸ φαρμάκου θεασάμενος αὖθις ἡψάμην αὐτοῦ τῶν σφυγμῶν οὐδεμίαν ὑποψίαν ἐνδούς. [219] ἐν τούτῳ δὲ καὶ ὅτι πιεῖν φαρμάκου βουλόμενον αὐτὸν ἐν τῇ προτέρᾳ διεκωλύσαμεν ἀνεμνήσθην. εἶπον οὖν εὐθέως πρὸς τὸν ἄνθρωπον ὅτι πεπωκὼς εἴη φάρμακον. ὁ δὲ συνεὶς ὡς ἀπὸ τοῦ κατὰ τὴν γλῶτταν χρώματος ἐτεκμηράμην, αὖθίς ποτε ποιήσας σφαιρία μικρὰ τοῦ φαρμάκου κατέπιεν, ὡς μὴ χρωσθῆναι τὴν γλῶτταν. ἀλλ' ἐγὼ καὶ τοῦτ' ἐξεῦρον αὐτοῦ τὸ σόφισμα. θεασάμενος γὰρ τὴν γλῶτταν, εἶτ' αὖθις ἁψάμενος τοῦ σφυγμοῦ καὶ τἄλλα διορισάμενος ἃ μικρὸν ἔμπροσθεν εἴρηται, μᾶλλόν πως ἐπὶ τὸ φάρμακον ἐφερόμην τὴν γνώμην, καὶ πάλιν διαλιπὼν καὶ πάλιν ἁψάμενος, ἠπιστάμην δὲ τὸ φιλόνεικον τἀνδρὸς, ἐτόπασά τε τὸ γεγονὸς ἀποτολμήσας τε πρὸς αὐτὸν ἔφην, ἀλλὰ μέντοι σύ μοι δοκεῖς εἰληφέναι φάρμακον. τοῦ δ' ἀρνουμένου κατὰ τὸ καρτερώτατον καὶ μάρτυρας τοὺς παραμένοντας οἰκέτας ἐπικαλουμένου, κατέχων αὐτοῦ τὴν χεῖρα καὶ τῶν σφυγμῶν ἐφαπτόμενος, ἆρ' οὖν, ἔφην, δύναιό μοι καὶ ὀμόσαι τινὰ ὅρκον ὃν ἂν ἐγώ σε κελεύσω; ὁ δ' οὔθ' ἑτοίμως ἀπεκρίνατο πρὸς τοῦτο καὶ τὴν τῶν ἀρτηριῶν κίνησιν ἀνώμαλον ἴσχεν ὡς ἐπ' ἀγωνίᾳ. καὶ μὴν, [220] ἔφην, ἀκριβῶς ἔλαβες τοῦ φαρμάκου καὶ μὴ ὄμνυε. πρὸς μὲν δὴ τοὺς οὕτως ἀβελτέρους καὶ αὐτὸν εὐμήχανον εἶναι χρή. τὰ πολλὰ δὲ οὐ μόνον οὐκ ἀντιπράττουσιν οἱ ἰδιῶται τοῖς ἰατροῖς εἰς τὸν ἀπὸ τῶν ἔξωθεν διορισμὸν, ἀλλὰ καὶ συμπράττουσιν, αὐτόματοι διηγούμενοι πάντα. καὶ ἡμῖν περὶ μὲν τῆς εἰς μέγεθος ἐπιδόσεως τῶν σφυγμῶν αὐτάρκως εἴρηται τά γε πρῶτα· μετιέναι δὲ ἤδη καιρὸς ἐπὶ τὰ συνεχῆ τοῦ λόγου. ἐπειδὴ γὰρ οὐ καθ' ἕνα τρόπον ὁ μέγας λέγεται σφυγμὸς, ἀλλ' ὁ μὲν ὡς πρὸς τὸν σύμμετρον, ὁ δ' ὡς πρὸς ὁντιναοῦν τὸν ἐπιτυχόντα, διττὸς δ' ἐστὶν οὗτος ὁ ἐπιτυχὼν, ὁ μὲν ἐλάττων ἢ κατὰ τὸν σύμμετρον, ὁ δὲ μείζων, ἐφεξῆς ἂν εἴη διελθεῖν περὶ τῆς εἰς μέγεθος ἐπιδόσεως ἑκατέρων τῶν σφυγμῶν, λέγω δὲ τοῦ ἐλάττονος ἢ κατὰ τὸν σύμμετρον καὶ τοῦ μείζονος. κοινὸν μὲν οὖν ἁπάσης τῆς εἰς τὸ μέγεθος ἐπιδόσεως ηὐξῆσθαι τὴν θερμότητα μόνην καθ' ὃν δηλονότι χρόνον οὔθ' ἡ δύναμις οὔτε τὰ ὄργανα πέπονθε, ἀκίνητος δ' ἐστὶν ὁ κάμνων. ἴδιον δὲ τῆς μὲν ἐκ τοῦ κατὰ φύσιν ἐκτροπῆς τὸ μόνον τὸ μέγεθος αὐξηθῆναι, τῶν δ' ἄλλων δυοῖν [221] τὸ καὶ τὸ τάχος, ἔστιν ὅτε δὲ καὶ τὴν πυκνότητα. φέρε γὰρ, εἰ οὕτως ἔτυχεν, ὃν ὀλίγον ἔμπροσθεν ἀπελίπομεν ἄνθρωπον εἰς μέγεθος ἐπιδεδωκότα τοὺς σφυγμοὺς εὑρεῖν ἡμᾶς, ἐπὶ πλέον ἔτι τὴν αὔξησιν αὐτῶν ἐσχηκότα, τούτῳ καὶ τὴν θερμασίαν μὲν ἀναγκαῖον ἐπιτετάσθαι. κοινὸν γὰρ τοῦτο ἦν τῶν εἰς μέγεθος ἐπιδόσεων ἁπασῶν, ἴδιον δὲ ἐπὶ τῷ κοινῷ τὸ καὶ τὸ τάχος ἐξηλλάχθαι, καὶ ἔτι πλέον γε, εἰ ἡ εἰς τὸ μέγεθος ἐπίδοσις γίγνοιτο τῶν σφυγμῶν, οὐ τὸ τάχος μόνον, ἀλλ' ἤδη καὶ τὴν πυκνότητα. δέδεικται γὰρ ἐν τῷ πρώτῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπὶ βραχὺ μὲν αὐξανομένης τῆς θερμότητος εἰς μέγεθος μὲν ἐναργῶς ἐπιδιδοὺς ὁ σφυγμὸς, εἰς τάχος δ' οὐκ ἐναργῶς, ἐπιπλέον δ' αὐξηθείσης καὶ τῷ μεγέθει μὲν ἔτι προσλαμβάνων, ἀλλὰ καὶ εἰς τὸ τάχος ἐναργῶς ἐπιδιδοὺς, καί τι πυκνότητος προσκτώμενος, ὥσπερ γε καὶ εἰ ἐπὶ πλεῖστον αὐξάνοιτο καὶ ἡ χρεία τῆς τῶν σφυγμῶν γενέσεως ὑπὲρ τὴν μεγίστην εἴη διαστολὴν, εἰς μέγεθος μὲν οὐκ ἐπιδιδοὺς, ὅτ' εἰς ἔσχατον ηὔξητο, τῷ τάχει δ' ὅσον ἐγχωρεῖ προστιθεὶς ἅμα τῇ πυκνότητι, κᾀπειδὰν μηδὲ τὸ τάχος ἔτ' ἐπιτείνεσθαι δύνηται, τὴν πυκνότητα κατεπείγων. ὑποκείσθω δὴ πάλιν ἕτερος ἄῤῥωστος [222] οὐδὲν μὲν οὔτε τὴν δύναμιν οὔτε τὰ ὄργανα βεβλαμμένος, ἐλάττονα δὲ τοῦ κατὰ φύσιν ἔχων τὸν σφυγμὸν, εἶτα καὶ τῷ τοιούτῳ μείζων γιγνέσθω χωρὶς τῆς ἔξωθεν κινήσεως, ἀληθὲς μὲν εἰπεῖν, ὅτι καὶ τῷδε πλέων ἡ θερμότης ἐγένετο τῆς ἔμπροσθεν, καὶ κατά γε τοῦτο κοινὴν ἀπόφασιν ἔξει τῇ δὶς ἤδη προειρημένῃ. τὸ δ' ἴδιον αὐτῆς ἔσται τὸ μὴ ἐκ μικροτέρου μόνον τοῦ σφυγμοῦ γεγονέναι τὴν εἰς τὸ μέγεθος ἐπίδοσιν, ἀδύνατον γὰρ ἄνευ τοῦ καὶ βραδύτερον καὶ ἀραιότερον γενέσθαι, μικρότερον ἀπεργασθῆναί ποτε τοῦ κατὰ φύσιν αὐτὸν, ἀλλὰ μηδὲ μείζονα μόνον οἷόν τε γενέσθαι χωρὶς τοῦ θάττονά τε καὶ πυκνότερον. ὅτι γὰρ ἡ τοιαύτη διάθεσις, ἐν ᾗ μικρότερος ὁ σφυγμὸς τοῦ κατὰ φύσιν ἐγένετο, σὺν ἀραιότητί τε καὶ βραδύτητι συνίσταται, τῷ μεμνημένῳ τῶν ἐν τῷ πρώτῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων εὔδηλόν ἐστι.

   Μεταβάντες οὖν περὶ τῆς εἰς μικρότητα τροπῆς τῶν σφυγμῶν ἐπισκεψώμεθα· τρεῖς μὲν δὴ καὶ ταύτης εἰσὶν ἅπασαι διαφοραί. ἤτοι γὰρ ἐκ τοῦ κατὰ φύσιν τε καὶ συμμέτρου προσαγορευομένου, ἢ ἐκ τοῦ μείζονος ἢ κατὰ τοῦτον, ἢ ἐκ τοῦ μικροτέρου τὰς εἰς μικρότητα συμβαίνει γίνεσθαι διαφοράς. [223] καλεῖται δὲ ὁ μὲν μείζων τοῦ συμμέτρου μέγας ἁπλῶς, ὁ δ' ἐλάττων μικρός. ἀρξώμεθα οὖν πάλιν κᾀνταῦθα ἀπὸ τῶν κοινῶν αὐτοῖς, εἶθ' ἑξῆς ἐπὶ τὰ καθ' ἕκαστον ἴδια μεταβῶμεν. εὐθὺς γὰρ ἐν τῷ τὸ κοινὸν ἐπισκοπεῖσθαι καὶ ἡ τῆς τῶν ἰδίων εὑρέσεως ὁδὸς ἐγκαλύπτεται. ὑποκείσθω δή τις σφυγμὸς ἐπί τινος ἀνθρώπου μικρότερος μὲν τοῦ πρόσθεν, ἑτέραν δὲ μηδεμίαν ἐσχηκὼς μεταβολὴν κατ' ἄλλο γένος μηδέν. καὶ ζητείσθω, τίς γ' ἔμπροσθεν ἦν διάθεσις αὐτῷ, καὶ τίς νῦν ἐστιν. ἡ δὲ τῆς ζητήσεως ὁδὸς ἥδε. μικρότερος ἑαυτοῦ γίνεται σφυγμὸς ἤτοι τῆς δυνάμεως ἀσθενεστέρας ἀποτελεσθείσης, ἢ τῶν ὀργάνων σκληροτέρων, ἢ τῆς χρείας ἐκλυθείσης. ἀλλ' οὔθ' ἡ δύναμις ἀσθενεστέρα γέγονε νῦν, ἢ πάντως ἀμυδρότης συνῆν τῇ μικρότητι, οὔτε τὸ σῶμα τῆς ἀρτηρίας σκληρότερον, οὕτω γὰρ οὐ μόνον μικρότερος, ἀλλὰ καὶ σκληρότερος ἦν ὁ σφυγμός. ὑπολείπεται οὖν ἡ χρεία μόνον ἠλλοιῶσθαι, καὶ εἴπερ ἀκίνητος ὁ ἄνθρωπος ἐν τῷ τέως ἐγένετο, κατὰ τὸ ποσὸν τῆς μεταβολῆς γεγενῆσθαι. καὶ μὲν δὴ καὶ ὡς ἐκ τοῦ μείζονος ἢ κατὰ φύσιν σφυγμοῦ τὴν τοιαύτην γεγονέναι τροπὴν εὔδηλόν [224] ἐστιν τοῖς μεμνημένοις ἐν τῷ πρώτῳ τῶν δεδειγμένων περὶ τῶν ἐν σφυγμοῖς αἰτίων. ἥ τε γὰρ ἐκ τοῦ κατὰ φύσιν εἰς μικρότητα τροπὴ διὰ ψύξιν εὐθὺς καὶ ἀραιότερον αὐτὸν ἐργάζεται καὶ βραδύτερον, ἥ τε ἐκ τοῦ μεγάλου ὑπὲρ τὸ σύμμετρον ηὐξημένου καθαίρεσις τοῦ συμμέτρου εὐθὺς καὶ τοῦ τάχους τι καὶ τῆς πυκνότητος προσλαμβάνει, διὰ τὸ τὸν ἐπιπλέον ηὐξημένον ὑπὲρ τὸν κατὰ φύσιν ἐν τοῖς τρισὶ γένεσι μεταβάλλειν. ὁ τοίνυν τοῦ μεγέθους μόνον ἀφῃρηκὼς, τἄλλα δὲ φυλάττων ἄτρεπτα σφυγμὸς, ὁ βραχεῖ μείζων ἐστὶ τοῦ κατὰ φύσιν. οὗτος γὰρ μόνος ἐπὶ βραχείᾳ θερμότητος αὐξήσει συνίσταται. τῶν δ' ἄλλων τῶν εἰς μέγεθος ἀλλοιουμένων οὐδεὶς ἄνευ τοῦ καὶ τάχος προσλαβεῖν ἢ πυκνότητα τοιοῦτος ἀποτελεῖται. ὥστε οὐδὲ καθαιρήσει τις ἄλλος πλὴν τοῦδε μόνον τὸ μέγεθος. ὁ γὰρ εἰς τοῦτο μόνον αὐξηθεὶς ἐπὶ θερμότητι μειώσει τοῦτο μόνον ἐπὶ ψύξει, ὁ δέ γε εἰς τοσοῦτον ἀλλοιωθεὶς ὑπὸ θερμότητος ὡς μὴ τὸ μέγεθος μόνον, ἀλλὰ καὶ τὸ τάχος ὑπαλλάξαι καὶ τὴν πυκνότητα, τὴν εἰς τοὔμπαλιν ὁδὸν ἕξει διὰ τῶν αὐτῶν κατὰ γένος ἀλλοιώσεων, ὥστε οὐ μόνον μικρότερος, ἀλλὰ καὶ βραδύτερος καὶ ἀραιότερος [225] ἔσται τοῦ πρόσθεν. ὁμοίως δὲ καὶ ἡ ἐκ τοῦ συμμέτρου πρὸς τὸν ἐλάττονα τροπὴ καὶ ἡ ἐκ τούτου πάλιν ἐπὶ τὸν ἔτι μικρότερον ἀλλοίωσις εὐθέως καὶ ἀραιότερον ἑαυτοῦ καὶ βραδύτερον ἐργάζεται τὸν σφυγμόν. συμμετρίαν γάρ τινα διαστολῆς σφυγμὸς κέκτηται κατὰ φύσιν ἐχόντων, ἣν ἀπόλλυσι μὲν ἐξ ἀνάγκης, ἄν τε θερμότερον ἄν τε ψυχρότερον ἑαυτοῦ γένηται τὸ σῶμα. οὐ μὴν ὅ γε τῆς ἀπωλείας τρόπος ὁ αὐτός. ἐν μὲν γὰρ τῷ θερμαίνεσθαι τὸ μέγεθος ἐναργῶς πρῶτον, εἶτα τὸ τάχος, εἶθ' ἡ πυκνότης αὐτῷ προσγίνεται. ψυχομένων δ' ἔμπαλιν ἀραιότης μὲν ἐναργὴς πρώτη; δευτέρα δὲ βραδύτης, μικρότης ἐσχάτη. λέλεκται δ' ὑπὲρ αὐτῶν ἱκανῶς ἐν τῷ πρώτῳ τῶν ἐν σφυγμοῖς αἰτίων. οὔκουν ἔτι χρὴ μηκύνειν περί γε τούτων, ἀλλ' ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβάντας ἑξῆς τοῖς εἰρημένοις διορίζεσθαι τὰς τὴν ψύξιν ἐργασαμένας αἰτίας, τοσαύτας κατὰ γένος οὔσας ὅσαι περ αἱ θερμαίνουσαι. καὶ γὰρ ἀὴρ ψυχρὸς ἔξωθεν προσπεσὼν, ὥσπερ οὖν καὶ ὕδωρ ψυχρὸν, ἢ λουτρὸν, ἢ φάρμακον ἐπαλειφθὲν τῷ σώματι ψύχει, ἢ καὶ μακρά τις ἡσυχία καὶ οἷον [226] φωλεία ψυχρότερον ἐργάζεται τὸ σῶμα· καὶ τῶν εἴσω μεταλαμβανομένων, ὅτ' ἂν ἀναπνεόμενος ἀὴρ ψυχρὸς ὢν, καὶ τροφὴ φλεγματώδης καὶ φάρμακόν τι φύσει ψυχρὸν, ὕδατός τε ψυχροῦ χρῆσις ἄμετρος ἔκ τε τῶν παθῶν τῆς ψυχῆς ὁ πολυχρόνιος φόβος, ἔκ τε τῶν ἐν τῷ σώματι περιεχομένων χυμῶν ὅσοι ψυχροὶ τὴν κρᾶσιν ἡσυχάζοντες πρότερον ἐκινήθησαν νῦν, ἢ ὅλως ἰσχνότεροί πως ἐγένοντο τῶν θερμῶν. διορίζεσθαι δ' αὐτὰ κατὰ μέρος ἀνάλογον τοῖς εἰρημένοις εἴη ἐπὶ τῶν θερμαινόντων αἰτίων. δὶς γὰρ ὑπὲρ τῶν ὁμοίων λέγειν οὐκ ἀναγκαῖον. ἡ μὲν δὴ κατὰ μέγεθός τε καὶ μικρότητα τροπὴ τῶν σφυγμῶν ὑπὸ τοιούτων τε καὶ τοσούτων αἰτίων ἀποτελεῖται, πρὸς γοῦν τὴν φύσιν αὐτοῦ τοῦ πράγματος, ἐπεὶ πρός γε τὴν ἡμετέραν διάγνωσιν ἔτ' ἐνδεῖ, πολλάκις γὰρ ἡ μὲν ἀρτηρία διαστέλλεται μέγιστον, ὅσον ὑπ' αὐτῇ, ἀποκρύπτεται δ' ἢ κωλύεται τὸ μέγεθος τῆς διαστολῆς διὰ τὸ πλῆθος, ἢ τὸ τάχος, ἢ τὴν σκληρότητα τῶν περικειμένων, ἢ προκειμένων σωμάτων. αὕτη μὲν γὰρ ἡ οὐσία τῶν μεγάλων τε καὶ μικρῶν σφυγμῶν κατὰ τὸν κύκλον τῆς ἀρτηρίας συνίσταται, [227] τοῦ μήκους ἴσου φυλαττομένου διὰ παντὸς, οὐ μὴν φαίνεταί γ' ἴσον, ἀλλ' ἀποκρύπτεταί τι μέρος αὐτοῦ. καὶ λέλεκται μὲν οὖν ἤδη περὶ τούτου κᾀν τῷ δευτέρῳ τῶν ἐν σφυγμοῖς αἰτίων. εἰρήσεται δὲ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρηστὸν ἀναμνήσεως ἕνεκεν.

   Τῆς ἀρτηρίας τὸ μὲν ὕψος ἀναλόγως ἀεὶ τῷ πλάτει διαστέλλεται. κατακρύπτεται δὲ ἢ κωλύεται πολλάκις ὑπὸ τῶν περικειμένων τε καὶ προσκειμένων σωμάτων ἤτοι σύμπασα ἡ κίνησις ἢ μοῖρά γέ τις αὐτῆς, καὶ τοῦτο τὸ κωλυόμενον ἤτοι κατὰ τὸ βάθος μᾶλλον, ἢ κατὰ τὸ πλάτος, ἢ κατὰ τὸ συναμφότερον ὡσαύτως φαίνεται. ὅταν μὲν οὖν ἀδιάγνωστος ὡς πρὸς τὴν ἡμετέραν ἁφὴν ἡ κίνησις ᾖ, καθ' ὅλον μὲν τὸ ζῶον συμβάντος τούτου, ὡς μηδαμόθι μεδεμίαν ἀρτηρίαν φαίνεσθαι κινουμένην, ἀσφυξία τὸ πάθημα προσαγορεύεται, κατὰ μὲν τὴν ἀλήθειαν οὐδέποτε ἐν ζῶντι σώματι γινομένη, κινεῖται γὰρ ἡ καρδία διαπαντὸς ἅμα ταῖς ἀρτηρίαις ἁπάσαις, ὡς μέντοι πρὸς τὴν ἡμετέραν ἁφὴν ἔξωθεν ἐπιβαλλομένην πολλάκις εὑρισκομένη. πρόκεινται γὰρ [228] δὴ τοῦ τῶν ἀρτηριῶν σώματος πάντως μὲν ὑμένες τέ τινες καὶ δέρμα, πολλαχόθι δὲ καὶ πιμελὴ καὶ σὰρξ, ὑφ' ὧν οὐ μόνον ἀποκρύπτεσθαι τὸν σφυγμὸν, ἀλλὰ καὶ κωλύεσθαι συμβαίνει. τελέως μὲν οὖν ἀποκρυπτομένης τῆς κινήσεως, εἰ μὲν ἐν ἅπασι τοῖς μέρεσι τῶν ἀρτηριῶν ἁπασῶν τοῦτο συμβαίνῃ, τὸ πάθος ἀσφυξίαν ὀνομάζουσιν, εἰ δὲ κατὰ μὲν τινὰ μέρη φαίνοιτο κινούμενα, τὰ δὲ μὴ, κατὰ τὸ μῆκος ἐν τούτῳ διαφορὰν ἴσχουσιν οἱ σφυγμοί. καὶ δὴ καὶ καλοῦνται μακροὶ μὲν οἷς ἂν τὸ τῆς αἰσθητῆς κινήσεως μῆκος ὑπὲρ τὸ κατὰ φύσιν, βραχεῖς δὲ οἷς ἂν ἔλαττον τοῦ κατὰ φύσιν, οἷς δ' ἴσον τῷ κατὰ φύσιν σύμμετροι. τοσοῦτον γὰρ ἀεὶ φαίνεται τῆς κινήσεως τῶν ἀρτηριῶν ὅσον ἐπιτρέπει τὰ προβεβλημένα σώματα. καὶ διὰ τοῦτο τοῖς μὲν παχέσι βραχεῖς οἱ σφυγμοὶ, τοῖς δ' ἰσχνοῖς μακροὶ, καθάπερ καὶ τοῖς εὐσάρκοις τε καὶ συμμέτροις σύμμετροι φαίνονται. καὶ αὐτῆς μέντοι τῆς φαινομένης κινήσεως οὐκ ἀεὶ ὁμοίως κωλύεται τῷ βάθει τὸ πλάτος, ἀλλ' ἐπειδὰν μὲν αἱ κατὰ τὰ πλάγια χῶραι τῶν ἀρτηριῶν ἤτοι πιμελῆς, ἢ σαρκὸς, ἢ ἀτμῶν, ἢ ὑγρῶν [229] ὦσι πλήρεις, τὸ δ' ἐπικείμενον ἄνωθεν δέρμα καὶ μηδὲν αὐτὰς βαρύνῃ, τοῦ πλάτους ἡ κίνησις ἀμαυροῦται μόνον, καὶ μᾶλλον, εἰ σφοδρὸς ὁ σφυγμὸς εἴη καὶ μέγας ὅσον ἐφ' ἑαυτῷ. ἐπειδὰν δὲ καθαραὶ μὲν αἱ παρακείμεναι χῶραι, ῥυσσὸν δ' ᾖ τὸ ἐπικείμενον αὐταῖς δέρμα, τοῦ βάθους ἡ κίνησις ἐν τῷ τοιούτῳ σώματι πλέον ἀφανίζεται, καὶ μᾶλλον, εἰ μήτε σφοδρὸς εἴη ὁ σφυγμὸς καὶ μέγας ὅσον ἐφ' ἑαυτῷ. ὅταν οὖν εὕρῃς μακρότερον τοῦ κατὰ φύσιν σφυγμὸν, εἰ μὲν καὶ τὸ πλάτος αὐτοῦ καὶ τὸ βάθος εἴη συνηυξημένον, ἐπισκέπτου πότερον ὁ ἄνθρωπος ἰσχνότερος ἑαυτοῦ γέγονεν, ἢ θερμότερος, ἀφωρισμένης τῆς ἐπικτήτου κινήσεως. εἰ μὲν γὰρ ἰσχνότερος εἴη γεγενημένος, εἰ μὲν ἐπὶ τοσοῦτον ἐφ' ὅσον καὶ ὁ σφυγμὸς μείζων, ἓν τοῦτο μόνον ἠλλοίωσεν αὐτὸν, εἰ δ' ἐπ' ἔλαττον, οὐ μόνον τοῦτ' ἐστὶν αἴτιον, ἀλλὰ καὶ θερμότης, εἰ δ' ἐν αὐτῷ μένοι τὰ τῆς τοῦ σώματος σχέσεως, ἡ θερμότης ηὔξηται μόνον, εἰ δὲ καὶ παχύτερος εἴη γεγονὼς, διπλάσιον ηὐξῆσθαι λογίζου τὴν θερμότητα. τὸ δ' ὑπὸ τίνος αἰτίας ηὔξηται διορίζεσθαι τοῖς ἔμπροσθεν εἰρημένοις. εἰ μέντοι μακρότερος ὁ σφυγμὸς εἴη γεγονὼς καὶ [230] πλατύτερος, μὴ μέντοι κατὰ τὴν αὐτὴν ἀναλογίαν εἰς ὕψος ηὐξημένος, ἀλλὰ διαμένων σύμμετρος, ἐπὶ τοῖς προειρημένοις διορισμοῖς ἔτι καὶ τοῦτ' ἐξαίρετον ὑπάρχειν ἀναγκαῖον αὐτῷ, ῥυσσότερον γεγονέναι τὸ κατὰ τῆς ἀρτηρίας ἄνωθεν ἐπικείμενον δέρμα. καὶ εἰ καταστρέφοις τὸ κῶλον, ὥσθ' ὅπερ ἄνωθεν ἦν αὐτοῦ πρότερον εἶναι νῦν κάτωθεν, οὐδὲν οὕτως ἐκκεκολοῦσθαι φανεῖται τὸ βάθος. οὗτοι μὲν οὖν οἱ δύο σφυγμοὶ πρῶτοι πάντων εἰσὶ γεγραμμένοι κατὰ τὸ διάγραμμα τῶν ἑπτὰ καὶ εἴκοσι σφυγμῶν ἐν τῷ προτέρῳ περὶ τῆς διαφορᾶς αὐτῶν, ὃ περὶ τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐν ταῖς τρισὶν ἅμα διαστάσεσι συνισταμένων ἐποιήσαμεν. ἑξῆς δὲ αὐτῶν γέγραπται τρίτος ὁ κατὰ τὸ μῆκός τε καὶ τὸ πλάτος ὑπερβάλλων τὸν κατὰ φύσιν, ἐν δὲ τῇ κατὰ βάθος διαστάσει ταπεινὸς, ὃς καὶ σπανιάκις εὑρίσκεται. μεγάλως γὰρ ὑπὸ τῶν ὑποκειμένων σωμάτων βαρυνομένης γίνεται τῆς ἀρτηρίας, ὅπερ οὐκ ἄν ποτε συμβαίη χωρὶς τοῦ καὶ τὴν δύναμιν ἀσθενεστέραν γενέσθαι καὶ τὸν χιτῶνα τῆς ἀρτηρίας ἐσχάτως μαλακὸν, ὧν τὸ μὲν ἀτονώτερον τοῦ κατὰ φύσιν, τὸ δὲ μαλακὸν ἱκανῶς ἐργάζεται τὸν σφυγμόν. ὥστε μετὰ μὲν τούτων γίνοιτ' ἄν ποτε [231] μακρὸς ἅμα καὶ πλατὺς καὶ ταπεινὸς, ἄλλως δ' οὐκ ἂν γένοιτο. καὶ μὲν δὴ καὶ ὁπότε φαίνεται τοιοῦτον, οὐδὲ τότε πολὺ τοῦ κατὰ φύσιν οὔτ' ἐπὶ τὸ ταπεινότερον οὔτε ἐπὶ τὸ πλατύτερον ἐξίσταται, οὐ γὰρ ἐγχωρεῖ κατὰ μὲν τὸ βάθος ἐσχάτως βαρύνεσθαι τὴν ἀρτηρίαν, κατὰ δὲ τὸ πλάτος οὐδ' ὅλως, ὥσπερ γε οὐδ' ἐπὶ πλεῖστον μὲν ὕψος ἀνέρχεσθαι, παντάπασι δ' ἐστενῶσθαι. πλέον μὲν γὰρ ἐπιδίδωσιν ὕψος ὡς τὰ πολλὰ, καὶ μάλισθ' ὅταν ᾖ σφοδρὸς ὁ σφυγμὸς, οὐ μὴν εἰς τοσοῦτόν γε ὡς τὸν αὐτὸν ὑψηλότατόν τε ἅμα καὶ στενώτατον ὑπάρχειν. εἰ μέντοι περιστραφείη κᾀπὶ τούτου σφυγμοῦ τὸ κῶλον, ὡς τὰ τέως ὑπερκείμενα μέρη νῦν ὑποκείμενα γενέσθαι, καὶ ἡ κατὰ τὸ βάθος αὐτῶν διάστασις ἐπίδοσιν ἕξει καὶ οὐκ ἔτι φαίνεται ταπεινός. ἀλλ' ὥσπερ μακρὸς καὶ πλατὺς, οὕτω καὶ ὑψηλὸς, ὅπερ ἐστὶ μέγας. ὁ γὰρ κατὰ τὰς τρεῖς διαστάσεις αὐξηθεὶς μέγας λέγεται. διοριστέον οὖν ἐπ' αὐτῷ πρὸς τοῖς εἰρημένοις καὶ τὰ τῶν πρώτων ἁπάντων εἰρημένα. προσεπισκεπτέον δὲ καὶ εἰ τοῦ πλάτους ἀφαιρεῖ τι περιστρεφομένου τοῦ κώλου. γίνεται γὰρ καὶ τοῦτ' [232] ἐνίοτε, καὶ δηλοῖ πόσον ὑπὲρ τὴν τοῦ βάθους ἀναλογίαν ἔμπροσθεν ἐπλατύνετο τὸ ἀγγεῖον. ὁ δ' ἐπὶ τοῖσδε τέταρτος ὁ μακρὸς ἅμα καὶ ὑψηλὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος, ὅσον μὲν ἐφ' ἑαυτοῦ πλατύς ἐστιν, ὥσπερ καὶ ὑψηλὸς, ἀλλὰ ὑπὲρ τοῦ στενοχωρεῖσθαι κατὰ τὰ πλάγια κεκολοῦσθαι τὴν εἰς τοῦτο κίνησιν. ὅλως γὰρ ἐπειδὰν ἤτοι τὸ πλάτος ὑπὲρ τὴν τοῦ βάθους ἀναλογίαν, ἢ τὸ βάθος ὑπὲρ τὴν τοῦ πλάτους ᾖ, παραποδίζεται τὸ ἕτερον αὐτῶν ἤτοι διὰ πλῆθος, ἢ πάχος, ἢ σκληρότητα τῶν προκειμένων σωμάτων, ἃ μεταξὺ τῆς ἀρτηρίας ἐστὶ καὶ τῆς ἐπιβαλλομένης ἁφῆς. καὶ γὰρ καὶ ἡ ῥυσσότης πλέονα τὰ ἐπικείμενα σώματα ποιεῖ, κατὰ τὰς ῥυτίδας ἐνδιπλοῦσα τὸ δέρμα. ὥστε καὶ ὁ τοιοῦτος σφυγμὸς ἢ ὄντως μέγας ὑπάρχων ἐμποδίζεται κατὰ τὸ πλάτος, ἢ φαίνεσθαι μέγας δυνάμενος ἐπὶ λεπτότητος τοῦ σώματος, ὅμως οὐ φαίνεσθαι, διότι κατὰ μίαν τῶν διαστάσεων ἐστενοχώρηται. ὁ δὲ πέμπτος ἐν τῷ διαγράμματι γεγραμμένος ὁ μακρότερος μὲν τοῦ κατὰ φύσιν, ἐν δὲ ταῖς ἄλλαις ταῖς δύο διαστάσεσι [233] σύμμετρος, ἰσχνότερον μὲν δηλοῖ ἑαυτοῦ τὸν ἄνθρωπον γεγονέναι, τὸν σφυγμὸν δὲ ὅσον ἐφ' ἑαυτῷ μικρότερον τοῦ κατὰ φύσιν. ἐπειδὴ γὰρ ὁ μακρὸς σφυγμὸς ἢ διὰ μέγεθος οἰκεῖον, ἢ διὰ λεπτότητα φαίνεται τοιοῦτος, οὐ μὴν νῦν γε διὰ μέγεθος ἐγένετο μακρὸς, ἦν γὰρ ἂν οὕτω καὶ ὑψηλὸς ἅμα καὶ πλατὺς, ἢ πάντως γε τὸ ἕτερον αὐτῶν ἀπολείπεται διὰ λεπτότητα μακρὸς γεγονέναι. ἀλλ' ἐπεὶ τοῖς ἰσχνοτέροις τοῦ κατὰ φύσιν οἱ σφυγμοὶ μείζους φαίνονται, δῆλον ὡς στενώτερός τε καὶ ταπεινότερος ὁ σφυγμός ἐστι τοῦ κατὰ φύσιν ὅσον ἐφ' ἑαυτῷ· εἰ δὲ ταῦτα, καὶ μικρότερος ὅσον ἐφ' αὑτῷ. ὁ δ' ἐφεξῆς τῷδε γεγραμμένος ἕκτος ὁ μακρὸς καὶ ταπεινὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος, διὰ τὰς προειρημένας αἰτίας ἥττων τοῦ κατὰ φύσιν ὑπάρχων, ὅσον ἐφ' ἑαυτῷ διὰ λεπτότητα φαίνεται μακρός. ἀλλὰ τοῦτο μὲν αὐτῷ κοινὸν πρὸς τὸν πέμπτον· ἴδιον δ' ἐξαίρετον κεκολοῦσθαι τὸ βάθος δι' ἣν ὀλίγον ἔμπροσθεν εἶπον αἰτίαν. ἕβδομος δ' ἦν ἐν τῷ διαγράμματι σφυγμὸς μακρὸς ἅμα καὶ στενὸς καὶ ὑψηλὸς, ὃς ἐφαίνετ' ἂν ὁμοίως τῷ πάντων πρώτῳ μέγας, μὴ τὸ πλάτος [234] ἐστενοχωρεῖτο. τὰ δὲ ἄλλα καὶ περὶ τοῦδε παραπλησίως τῷ πρώτῳ πάντων δεῖ διορίζεσθαι. καὶ μὲν δὴ καὶ ὅσα κατὰ τὸν τρίτον εἴρηται, καὶ ταῦτ' ἐνταῦθα προστιθέναι, τὸ μήτε πολλάκις φαίνεσθαι τὸν τοιοῦτον σφυγμὸν μήθ' ὅταν φαίνηται, πλεῖστον ὅσον ὑπερβάλλειν μὲν τοῦ συμμέτρου κατὰ τὸ ὕψος, ἀπολείπεσθαι δὲ κατὰ τὸ πλάτος. ὁ δ' ἐφεξῆς αὐτῷ γεγραμμένος ὄγδοος ὁ μακρὸς ἅμα καὶ στενὸς καὶ σύμμετρος κατὰ τὸ βάθος ὅτι μὲν μικρός ἐστι κατὰ τὴν οἰκείαν οὐσίαν, εὔδηλον ἐκ τῶν ἐπὶ τοῦ πέμπτου προειρημένων· ἰσχνοῦ δὲ τοῦ σώματος γενομένου φαίνεται μακρότερος. τὸ δὲ ἴδιον ἐξαίρετον αὐτῷ παρὰ τὸν πέμπτον, ἡ τοῦ πλάτους στενότης, ἐστενοχωρῆσθαι κατὰ τοῦτο δηλοῦσα τὴν ἀρτηρίαν. ὁ δὲ ἔννατος σφυγμὸς ὁ μακρὸς καὶ στενὸς καὶ ταπεινὸς ἔτι δὴ καὶ μᾶλλον ἐνδείκνυται μικρὸς μὲν ὢν ὅσον ἐφ' ἑαυτῷ, φαινόμενος δὲ μακρὸς δι' ἔκτηξιν τοῦ σώματος. ὡς ἐπὶ τὸ πολὺ δὲ αὐτῷ σύνεστιν ἀμυδρότης καὶ σκληρότης. εἰ δὲ μήτε σκληρὸς ᾖ μήτ' ἄγαν ἀμυδρὸς, ἐπὶ καταψύξει τοιοῦτος ἀποτελεῖται. οὕτως μὲν οὖν ἅπαντες οἱ εἰρημένοι νῦν ἐννέα σφυγμοὶ μακρότερον ἔχουσι τὸ μῆκος τοῦ [235] κατὰ φύσιν, ἐξαλλάττονται δὲ κατὰ τὰς λοιπὰς δύο διαστάσεις. οἱ δ' ἐφεξῆς ἐννέα σύμμετροι κατὰ τὸ μῆκος ὄντες ὑπαλλάττονται κατά τε τὸ βάθος καὶ τὸ πλάτος. ὁ μὲν οὖν δέκατος ὑψηλὸς ἅμα καὶ πλατὺς φαινόμενος ἐφ' ἑνὸς μὲν ἀνθρώπου τῷ συμμέτρῳ παραβαλλόμενος ἀδύνατος συστῆναι, πλὴν εἴ ποτε κατὰ τὸ σπάνιον ἡ θέσις ὅλη τῆς ἀρτηρίας ἐξαλλάττοιτο, πρὸς δὲ τὸν ἁπλῶς σύμμετρον εἰ παραβάλλοιτο, καὶ γενέσθαι δυνατός ἐστι. καὶ αἰτία τῆς γενέσεως αὐτοῦ κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα. σύμπτωμα γάρ ἐστιν ἀρτηρίας, ἑκατέρωθεν μὲν ὑπὸ βαθείᾳ σαρκὶ κρυπτομένης, κατὰ δέ τι μέσον ὀλίγον ἐκκειμένης προπετοῦς. ὁ δὲ ἑνδέκατος τοῦ προγεγραμμένου παραλλάττων ἑνὶ μόνῳ, τῷ βάθος ἴσον ἔχειν τῷ κατὰ φύσιν, ἐκ περιττοῦ προσερχομένην ἔχει τὴν τοῦτο ταπεινοῦσαν αἰτίαν. τὰ δ' ἄλλα τῷ δεκάτῳ ταὐτά. ὁ δὲ δωδέκατος ὁ πλατὺς καὶ ταπεινὸς ἐπὶ συμμέτρῳ μήκει, περιστραφέντος τοῦ κώλου γίνεται. ἤτοι γὰρ φανεῖται πάντῃ σύμμετρος ἢ μέγας. εἰ μὲν οὖν πάντη σύμμετρος φαίνοιτο, δηλώσει τὸ μὲν ὕψος ἔμπροσθεν ἐπ' ὀλίγον τεθλίφθαι, τὸ δὲ πλάτος ἐκτετάσθαι διὰ μαλακότητα τῆς ἀρτηρίας· [236] εἰ δὲ μέγας, ἐπὶ πλεῖστον τεθλίφθαι τὸ ὕψος. ὁ δὲ ιγ΄ ὑψηλὸς ἅμα καὶ σύμμετρος ἐν ταῖς λοιπαῖς δύο διαστάσεσιν ὅμοια μὲν τῷ δεκάτῳ κατά τε τὴν φυσικὴν διάπλασιν ἀποτελεῖται καὶ προσέτι τὴν τῆς κατὰ φύσιν θέσεως ἀλλοίωσιν. ἐκ περιττοῦ δ' αὐτῷ πρόσεστι παρ' ἐκεῖνον ἡ στενοχωρία τοῦ πλάτους. ὁ δὲ ιδ΄ ὁ κατὰ τὰς τρεῖς διαστάσεις σύμμετρος ὅτι μὲν τῷ κατὰ φύσιν ὁ αὐτὸς φαίνεται πρόδηλον· εἰ δὲ καὶ ὄντως ἐστὶν ἴσος τῷ κατὰ φύσιν ἐκ τῆς τοῦ σώματος σχέσεως διορίζεται. εἰ μὲν γὰρ ἰσχνότερος εἴη τοῦ κατὰ φύσιν, οὗτος ἂν ὅσον ἐφ' ἑαυτῷ μικρότερος ὢν ὁ σφυγμὸς ἴσος φαίνοιτο τῷ συμμέτρῳ· εἰ δὲ παχύτερον εἴη τὸ σῶμα τοῦ κατὰ φύσιν, ὁ σφυγμὸς ὅσον μὲν ἐφ' ἑαυτῷ μέγας ἐστὶ, φαίνεται δὲ σύμμετρος ὑπὸ πολυσαρκίας κολουόμενος· εἰ δὲ μήτ' εἰς ἰσχνότητα μήτ' εἰς παχύτητα παραλλάττοι τὸ σῶμα σύμμετρον ἐν τῷ τοιῷδε τὸν σφυγμὸν ἀναγκαῖον οὐ φαίνεσθαι μόνον, ἀλλὰ καὶ εἶναι. καὶ δέδεικταί γε ἡμῖν ἐν τῷ δευτέρῳ περὶ σφυγμῶν διαγνώσεως ὅτι πρὸς τοῦτον οἱ ἄλλοι πάντες παραβαλλόμενοι μεγάλοι καὶ μικροὶ καὶ μακροὶ καὶ βραχεῖς καὶ πλατεῖς [237] καὶ στενοὶ καὶ ὑψηλοὶ καὶ ταπεινοὶ λέγονται. ὁ δὲ πεντεκαιδέκατος ὁ ταπεινὸς μὲν κατὰ τὸ βάθος, σύμμετρος δὲ ταῖς λοιπαῖς δύο διαστάσεσιν, ὁ αὐτός ἐστιν τῷ προγεγραμμένῳ τεσσαρεσκαιδεκάτῳ κατὰ πάντα, πλὴν ὅσα τὸ βάθος αὐτοῦ τέθλιπται. ὥσθ' ὅσα ἐπ' ἐκείνου προείρηται, ταῦτα κᾀπὶ τούτου χρὴ δοκεῖν εἰρῆσθαι. μεμνῆσθαι δὲ περὶ τῶν τοιούτων ἁπάντων προσήκει, τὸ δὲ καταστρεφομένον τοῦ κώλου μηκέτι φαίνεσθαι ταπεινόν. ὁ δὲ ἑκκαιδέκατος ὁ σύμμετρος μὲν ἐν τῷ μήκει, στενὸς δὲ καὶ ὑψηλὸς, ἤτοι κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα γίνεται φύσιν τοιοῦτος, ἢ κατὰ τὸ πλάτος, ἐπὶ τῇ κατὰ τὰ πλάγια θλίψει τῶν ἀρτηριῶν. ὁ δὲ ιζ΄ σύμμετρος μὲν κατὰ τὸ μῆκός τε καὶ τὸ βάθος, ἐν δὲ τῇ λοιπῇ διαστάσει στενὸς, ὅτι μὲν στενοχωρεῖται κατὰ τὰ πλάγια πρόδηλον ἐκ τῆς τοῦ βάθους συμμετρίας, τὰ δ' ἄλλα πάντα κᾀπὶ τούτου τοῖς κατὰ τὸν ιδ΄ τε καὶ πεντεκαιδέκατον ὡσαύτως ἔχει. ὁ δὲ ιη΄ ὁ σύμμετρος μὲν κατὰ τὸ μῆκος, στενὸς δὲ καὶ ταπεινὸς, κατὰ μὲν τὴν οἰκείαν οὐσίαν μικρός ἐστι, φαίνεται δὲ τῷ μήκει σύμμετρος ἐπ' ἰσχνότητα. συλλήβδην γὰρ εἰπεῖν ὅταν [238] ὑπὲρ τὴν τοῦ βάθους τε καὶ τοῦ πλάτους ἀναλογίαν ἐκταθῇ τὸ μῆκος, ἰσχνότητα τοῦ σώματος ἐνδείκνυται, οὐ μὴν ὅταν γε μειωθῇ παρὰ τὴν ἀναλογίαν τοῦ βάθους, εὐσαρκίαν σημαίνει, ἀλλ' ἤτοι φυσικήν τινα διάπλασιν ἢ θέσιν τῆς ἀρτηρίας ἀνώμαλον. ὁ δὲ ιθ΄ βραχὺς καὶ πλατὺς καὶ ὑψηλὸς ἤτοι φύσει φαίνεται τοιοῦτος ἐπὶ διαπλάσεως ἰδιότητα ἢ κατὰ τὸ πάθος ἐν τῇ θέσει διαστρεφομένης τῆς ἀρτηρίας. καὶ εἰκοστὸς δὲ κατὰ μὲν τὰς ἄλλας δύο διαστάσεις ὁ αὐτὸς τῷ ιθ΄ φαινόμενος, ἐν δὲ τῷ βάθει σύμμετρος. ἐξαίρετον, ὡς ἐπ' ἐκείνου προείρηται, τὸ κεκολοῦσθαι τὸ ὕψος ἔχει. ὁ δὲ κα΄ ὁ βραχὺς καὶ πλατὺς καὶ ταπεινὸς ἐπὶ τοῖς αὐτοῖς αἰτίοις ἔτι κᾀκεῖνα προσλήψεται τὰ πλατὺν ἅμα καὶ ταπεινὸν ἀπεργαζόμενα τὸν σφυγμόν. ὡσαύτως δὲ ὁ κβ΄ ὁ βραχὺς ἅμα καὶ ὑψηλὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος ἐπὶ ταῖς αὐταῖς αἰτίαις προσλήψεται τὰ ποιοῦντα σύμμετρον ἐν τῷ πλάτει καὶ ὑψηλὸν σφυγμὸν, ὥσπερ γε καὶ ὁ κγ΄ ὁ βραχὺς μὲν κατὰ τὸ μῆκος, ἐν δὲ ταῖς λοιπαῖς δύο διαστάσεσι σύμμετρος, εἰς τὰς αὐτὰς αἰτίας ἀναχθήσεται. ὁ δὲ κδ΄ ἐξαίρετον [239] ἐπὶ ταῖς αὐταῖς αἰτίαις προσλήψεται τὴν ταπεινοῦσαν τὸ ὕψος αἰτίαν. οὕτως δὲ καὶ οἱ ἐφεξῆς δύο κατὰ τὸν αὐτὸν τρόπον εἰς τὰς προειρημένας αἰτίας ἀναχθήσονται, μεμνημένων ἡμῶν ὡς ἂν ἐν οἷς σφυγμοῖς ἀπολείπεται τὸ μῆκος τῆς κατὰ τὸ βάθος καὶ κατὰ τὸ πλάτος ἀναλογίας, ἐν τούτοις ἤτοι φυσικῇ διαπλάσει τὴν αἰτίαν ἀνατιθέναι προσῆκεν, ἢ διαστρόφῳ θέσει τῆς ἀρτηρίας. εἴρηται δὲ κᾀπειδὰν ὑπερέχῃ τὸ μῆκος τῆς κατὰ τὸ πλάτος, ἢ τὸ βάθος ἀναλογίας, ἤτοι κεκολοῦσθαι τὸ ἕτερον αὐτῶν μόνον ὑπὸ στενοχωρίας ἢ καὶ τὸ ἕτερον ηὐξῆσθαι, καὶ ὡς τὸ μὲν κεκολοῦσθαι πολλάκις συμπίπτει, τὸ δὲ ηὐξῆσθαι σπανιάκις, ἐπὶ μὲν τοῦ πλάτους, ὅταν βαρύνηται τὸ ὕψος ἐπὶ μαλακῷ τῷ χιτῶνι τῆς ἀρτηρίας, εὐθὺς δὲ καὶ ὡς οὐδὲ σφοδρὸς ὁ τοιοῦτός ἐστι σφυγμὸς, ἐπὶ δὲ τοῦ βάθους, ὅταν στενοχωρῆται μὲν τὸ πλάτος, ὁ σφυγμὸς δὲ ᾖ σφοδρός τε ἅμα καὶ μέγας ὅσον ἐφ' ἑαυτῷ. λοιπὸς δὲ ἐπὶ πᾶσιν ὁ κζ΄ ἐστὶν ὁ βραχὺς καὶ στενὸς καὶ ταπεινὸς, ὅσπερ δὴ καὶ μικρός ἐστιν, ἤτοι φαινόμενος τοιοῦτος ἢ κατὰ τὴν ἑαυτοῦ φύσιν ὑπάρχων. ἃ γὰρ ἐπὶ τοῦ πρώτου πάντων διώρισται τοῦ μεγάλου, ταῦτα κᾀπὶ τούτου διορίζεσθαι χρή. κατὰ φύσιν [240] μὲν γὰρ ἐχούσης τοῦ σώματος τῆς σχέσεως, ὁ τοιοῦτος σφυγμὸς οὐ μόνον φαίνεται μικρὸς, ἀλλὰ καὶ ὄντως ἐστί· παχυτέρας δὲ γενομένης, εἰ μὲν ὅσον περ ἑαυτοῦ παχύτερος ὁ ἄνθρωπος ἐγένετο, τοσούτῳ καὶ ὁ σφυγμὸς μικρότερος, εἴη ἂν οὕτω γε σύμμετρος μὲν ὅσον ἐφ' ἑαυτῷ, διὰ δὲ παχύτητα τοῦ σώματος ἐλάττων τοῦ κατὰ φύσιν φαινόμενος· εἰ δὲ πλέονι παχύτερος ἤπερ ὁ σφυγμὸς μικρότερος, μείζων ἂν εἴη τοῦ κατὰ φύσιν ὁ τοιοῦτος σφυγμὸς ὅσον ἐφ' ἑαυτῷ· εἰ δ' ἔλαττον παχύτερος ἤπερ ὁ σφυγμὸς μικρότερος, ἐλάττων ἂν εἴη τοῦ κατὰ φύσιν ὁ τοιοῦτος ὅσον ἐφ' ἑαυτῷ. λεπτοτέρου μέντοι τοῦ σώματος ὄντος ἤπερ ὁ σφυγμὸς φαίνοιτο μικρὸς, ἔσται μὲν καὶ οὗτος τῇ φύσει μικρὸς, ἀλλ' ἔλαττον φαίνεται μικρὸς ἢ ὄντως ἐστίν. ἡ γὰρ ἰσχνότης τοῦ σώματος εἰς ὅσον ἐξέστη τοῦ κατὰ φύσιν εἰς τοσοῦτον μέγεθος αὐτῷ προσδίδωσι φαντασίαν. ἃ δ' ἐπὶ τοῦ μικροῦ τε καὶ μεγάλου σφυγμοῦ διώρισται, ταῦτα κᾀπὶ τῶν ἄλλων ἁπάντων διορίζεσθαι χρὴ, γινώσκοντας ὡς κᾀκείνων ἕκαστος ἤτοι μικρὸς, ἢ μέγας, ἢ σύμμετρός ἐστιν ὅσον ἐφ' ἑαυτῷ. καὶ τρεῖς οὗτοι σφυγμοὶ κατὰ τὸ ποσὸν τῆς διαστολῆς εἰσὶν ὡς πρὸς τὴν [241] φύσιν αὐτοῦ τοῦ πράγματος. φαίνονται δ' ἑπτὰ καὶ κ΄ διὰ πάχος ἢ λεπτότητα τοῦ σώματος, ἢ ῥυσσοτέρου τοῦ δέρματος, ἢ στενοχωρίαν ἀνώμαλον τῶν περὶ ταῖς ἀρτηρίαις χωρίων, ἢ διαπλάσεως ἰδιότητα. χρὴ τοίνυν ἕκαστον ὅστις μὴ μέχρι λόγου ψιλοῦ μετέρχεται, ἀλλ' ἐπ' αὐτῶν τῶν ἔργων ἀσκεῖν προαιρεῖται, μεμνημένον ἁπάντων ὧν νῦν δὴ πέπαυμαι λόγων, ἐπειδὰν ἐπισκέπτηταί τινα τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένων σφυγμῶν, πρῶτον μὲν ἐπισκοπεῖσθαι τίς ἐστι τῶν ἑπτὰ καὶ εἴκοσιν, εἶθ' ἑξῆς αὐτοῦ χωρίσαντα τὰς διὰ τὰ παρακείμενα σώματα γινομένας ἀλλοιώσεις ἐξευρεῖν εἴτε σύμμετρός ἐστιν, εἴτε μέγας, εἴτε μικρὸς, εἶθ' ἑξῆς τὰς διαθέσεις ὑφ' ὧν τοιοῦτος ἐγένετο. διδάσκουσι γὰρ αὗται τά τε προγεγονότα καὶ τὰ μέλλοντα, οἷον εὐθέως ἐπὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ ταπεινοῦ, παραδείγματος γὰρ ἕνεκα τὸν λόγον ἐπὶ τούτου διδάξομεν· ὅτι μέν ἐστιν ὅσον ἐφ' ἑαυτῷ μικρὸς εὔδηλον ἐκ τοῦ τὴν μὲν κατὰ κύκλον αὐτοῦ μεμειῶσθαι διάστασιν, ηὐξῆσθαι δὲ τὴν κατὰ μῆκος. εἰ γὰρ ὑπὸ δυοῖν αἰτίων ὁ κύκλος τῆς διαστολῆς ἐλάττων φαίνεται, διά τε πολυσαρκίαν καὶ ὅτι μικρότερος ὄντως [242] ὁ σφυγμὸς ἐγένετο, νυνὶ δὲ οὔκ ἐστι πολυσαρκία, πάντως γὰρ ἂν μόνον οὐδὲν ηὔξητο τοῦ μήκους, ἀλλὰ καὶ ἐμεμείωτο, δῆλον ὡς κατὰ τὴν οἰκείαν οὐσίαν ὁ σφυγμὸς μικρὸς ἐγένετο. ὁπότ' οὖν κεχώρισται τὸ παρὰ τὴν τοῦ σώματος σχέσιν ἐγγινόμενον αὐτῷ φάντασμα τοῦ μήκους, ἐκ τῶν μικρῶν ὑπάρχοντι κατὰ τὴν ἰδίαν οὐσίαν, ἑξῆς ἐπισκεψώμεθα διὰ τίνα ποτ' αἰτίαν ἐγένετο μικρός. μέγιστον δ' εἰς τοσοῦτον συντελεῖ τὸ διαγινώσκειν δύνασθαι τὸ ποσὸν τῆς τε μικρότητος καὶ τοῦ μήκους. ἤτοι γὰρ ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν ἐγένετο μικρότερος, ἢ πολλῷ, ἢ ὡς ἂν εἴποι τις μετρίῳ, καὶ δὴ καὶ κατὰ τὸ μῆκος ἢ ὀλίγον, ἢ μέτριον, ἢ πολὺ τῶν κατὰ φύσιν ὑπερβάλλει. ἔστω δὴ τὸ ἕτερον ἐπὶ πλεῖστον μὲν εἰς μῆκος ἐκτεταμένος, ἐπὶ πλεῖστον δὲ καὶ μικρότητος ἥκων, τουτέστι στενὸς καὶ ταπεινός· ὁ τοιοῦτος σφυγμός ἐστι μὲν τῇ φύσει πολὺ μικρότερος ἢ φαίνεται, ὑπάρχει δ' αὐτῷ τὸ μὲν φαίνεσθαι τοιοῦτος δι' ὑπερβάλλουσαν ἰσχνότητα, τὸ δὲ εἶναι φύσει μικρότερον διὰ τὰς μικροτέρας γεννώσας αἰτίας, ψύξιν, ἀτονίαν, ἰσχνότητα. τίς οὖν ἐκ τούτων ἐστὶν, ἢ τίνες ποιήσασαι τὸν νῦν φαινόμενον σφυγμὸν μακρὸν καὶ στενὸν καὶ [243] ταπεινόν; λέλεκται μὲν ἤδη καὶ πρόσθεν ὡς ἀχώριστόν ἐστι σημεῖον τῆς μὲν σκληρότητος τῶν ἀρτηριῶν ὁ σκληρὸς σφυγμὸς, τῆς δὲ ἀῤῥώστου δυνάμεως ὁ ἀμυδρὸς, ὅσπερ δὴ καὶ ἄτονός τε καὶ ἄῤῥωστος ὀνομάζεται, καθάπερ γε καὶ ὁ ἐναντίος αὐτῷ σφοδρὸς καὶ εὔτονος καὶ εὔρωστος. ἀλλ' ἐπὶ τοῦ προκειμένου σφυγμοῦ κᾀκεῖνο χρὴ γινώσκειν, ὡς ἐξ ἀνάγκης ἐστὶν ἀμυδρός. οὐδέποτε γὰρ ἐσχάτως μικρὸς γίνεται σφυγμὸς εὐρωστούσης δυνάμεως· ἡ μέντοι σκληρότης οὐκ ἐξ ἀνάγκης σύνεστι. περὶ δὲ τῆς ψύξεως οὐχ ἁπλῶς εἰπεῖν ἐγχωρεῖ, ἀλλὰ χρὴ πρῶτον μὲν γινώσκειν ὡς ἕτερον μέν τί ἐστι τὸ ἐψῦχθαι τὴν καρδίαν ἅμα ταῖς ἀρτηρίαις, ἕτερον δὲ τὸ ψύχεσθαι, καὶ ὡς τὸ μὲν ἐψῦχθαι κεκακῶσθαι τὴν δύναμίν ἐστι, τὸ δὲ ψύχεσθαι τὴν χρείαν ἠλλοιῶσθαι. πάνυ δ' ἀκριβῶς χρὴ προσέχειν τῷ λεγομένῳ τὸν νοῦν, εὖ εἰδότας ὡς οὐ μόνον εἰς τὰς διὰ τῶν σφυγμῶν προγνώσεις, ἀλλὰ καὶ τὰς ἄλλας σχεδὸν ἁπάσας οὐδέν ἐστιν αὐτοῦ χρησιμώτερον. εἴρηται δ' ἅπας ὁ λόγος οὗτος ἐκ τοῦ γινώσκειν τὴν οὐσίαν τῆς δυνάμεως, ὑπὲρ ἧς ἐν μὲν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ διὰ τὸ μηδεμίαν ἀνάγκην εἶναι παρελίπομεν εἰπεῖν, [244] ἐνταυθοῖ δὲ, πρὸς γὰρ ἐπιστήμην ἀκριβῆ τῶν λεχθησομένων ἡ γνῶσις αὕτη συντελεῖ, καιρὸς εἶναί μοι δοκεῖ διελθεῖν, οὔτ' ἐνταῦθα μετὰ τῶν οἰκείων ἀποδείξεων, ἑτέρωθι γὰρ εἴρηται μακρότερον, ἀλλ' ὅσον ἐν κεφαλαίῳ ῥηθὲν εἰς τὰ ἐνεστῶτα νῦν χρηστόν.

   Ἡ οὐσία τῆς δυνάμεως ἑκάστου τῶν μορίων ἐν τῇ καθ' ἕκαστον αὐτῶν εὐκρασίᾳ τέτακται. τότε γὰρ ἐπιτελεῖ τὸ ἴδιον ἔργον εὐρώστως, ὅταν εὐκρατότατον ᾖ. καὶ μέντοι καὶ κακῶς ἐργάζεται δύσκρατον γενόμενον, καὶ εἰς τοσοῦτόν γε κακῶς εἰς ὅσον δύσκρατον. οὕτως οὖν καὶ αὐτὸ τὸ τῆς καρδίας σῶμα ψυχθὲν μὲν ἢ θερμανθὲν, ἢ ὑγρανθὲν ἢ ξηρανθὲν ἀμέτρως εἰς ὅσον δύσκρατον ἐγένετο, καὶ τοὺς σφυγμοὺς εἰς τοσοῦτον ἀμυδροὺς ἀποτελεῖ. καὶ τοῦτο μέν ἐστιν αὐτῷ βεφλάφθαι τὴν δύναμιν· τὸ δὲ ὁμιλεῖν ἤτοι τῷ περιεχομένῳ κατὰ τὰς κοιλίας ἑαυτῆς αἵματι καὶ πνεύματι θερμοτέρῳ πολὺ τοῦ κατὰ φύσιν, ἢ τῷ κατὰ τὸ περικάρδιον σκέπασμα, ἢ τὸν πνεύμονα, ἢ καὶ αὐτῷ τῷ περικαρδίῳ καὶ τῷ πνεύμονι, τὴν χρείαν ἐστὶ μόνον ὑπηλλάχθαι χωρὶς τοῦ [245] βεβλάφθαι τὴν δύναμιν. ὡσαύτως δὲ κᾀν τῷ κατεψῦχθαί τε καὶ ψύχεσθαι κατὰ μὲν αὐτὸ τὸ σῶμα τῆς καρδίας ἐπικρατοῦντος ἐν τῇ κράσει τοῦ ψυχροῦ στοιχείου βλάβη τῆς δυνάμεως, κατὰ δὲ τὸν περικάρδιον χιτῶνα καὶ τὸν πνεύμονα καὶ τὸ κατὰ τὰς κοιλίας αὐτῆς αἷμα καὶ τὸ πνεῦμα τῆς χρείας ἔκλυσις, αἱ δ' ὑγρότητες καὶ ξηρότητες αἱ μὲν κατ' αὐτὸ τῆς καρδίας τὸ σῶμα βλάβαι τῆς δυνάμεώς εἰσιν, αἱ δὲ κατά τι τῶν ὁμιλούντων οὐκ ἐξαλλάττουσι τὴν χρείαν. αἱ μὲν γὰρ εὐκρασίαι κατὰ τὰ τέτταρα γίνονται στοιχεῖα, αἱ δὲ τῆς χρείας ἐπιτάσεις τε καὶ ἀνέσεις ἐν τῷ θερμῷ καὶ ψυχρῷ μόνοις. ὅταν οὖν εἰς ἔσχατον ἐκλύσεως ἥκῃ τὰ τῆς χρείας, ἐψυγμένων ἰσχυρῶς τῶν ὁμιλούντων τῇ καρδίᾳ σωμάτων, ἀνάγκη πᾶσα καὶ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἴσχειν δυσκράτως, ὅπερ ἐστὶν οὐδὲν ἄλλο τοῦ τὴν δύναμιν ἀῤῥωστοτέραν γίνεσθαι. καὶ διὰ τοῦτ' ἔλεγον ἀδύνατον εἶναι τῆς ψύξεως ἁπλῶς εἰπεῖν. οὐ γὰρ ὥσπερ ἐπὶ μόνῃ καταπτώσει δυνάμεως, ἢ ὀργάνων σκληρότητι μόνῃ, γίνεταί ποτε μικρότερος ὁ σφυγμὸς, οὕτω καὶ διὰ κατάψυξιν μόνην, ὡς [246] εἴρηται νῦν, οὐ τῆς καταψύξεως ἀκουομένης ἐπὶ τῆς κατὰ τὴν χρείαν ἐκλύσεως· οὐ γὰρ ἐνδέχεταί ποτε τὴν καρδίαν εἰς τὸ καταψύχεσθαι μὲν σφοδρῶς ἀφῖχθαι, μὴ κατεψῦχθαι δὲ καὶ αὐτήν. ἐναργέστατα δ' ἂν ὃ λέγω μάθοις, εἰ πειραθείης ποτὲ τῶν ἐν ὁδοιπορίαις ἀποθνησκόντων ἐπὶ κρύει καρτερῷ. πάντες μὲν γὰρ εὐθέως ἅμα τῷ ψυχρὸν ἐκπνεῖν τὸν ἀέρα καὶ τὸν σφυγμὸν ἴσχουσι μικρότερον, οὐ μὴν μικρότατόν γε οὐδεὶς αὐτῶν ἴσχει, πρὶν εἰς ἔσχατόν γε ἀφικέσθαι καταψύξεως, ἡνίκ' οὐ μόνον ἡ χρεία τέτραπται τῆς τῶν σφυγμῶν γενέσεως, ὅπερ ἐξ ἀρχῆς ὑπῆρχεν αὐτοῖς, ἀλλὰ καὶ ἡ δύναμις ἀῤῥωστεῖ, μηκέτι φυλαττομένης ἐν τῇ καρδίᾳ τῆς φυσικῆς εὐκρασίας. καὶ ἀθρόως γε τοῦτ' αὐτοῖς εἴωθεν ὡς τὸ πολὺ συμβαίνειν, οὐ κατὰ βραχὺ, καθάπερ ἐν ἄλλαις διαθέσεσιν, ὧν ἐστι μία καὶ ἡ νῦν προκειμένη, καθ' ἣν ἅμα τε μικρὸς ὁ σφυγμὸς φαίνεται καὶ στενὸς καὶ ταπεινὸς ἐν νοσήμασι χρονίοις. οἱ γὰρ οὕτω διακείμενοι τὸν μὲν κίνδυνον οὐχ ἧττον ἐφεδρεύοντα τῶν ἐν ὁδοιπορίαις ἔχουσιν, οὐ μὴν ἐξαίφνης γε μικρὸς αὐτοῖς ὁ σφυγμὸς, ἀλλὰ κατὰ βραχὺ γίνεται μαραινομένοις· ἓν γὰρ [247] καὶ τοῦτ' εἶδός ἐστι μαρασμοῦ τὸ πρὸς τοῦ Φιλίππου καλούμενον γῆρας ἐκ νόσου. ὡς ὅ γε περιφρυγὴς μαρασμὸς οὐ διὰ ψύξιν, ἀλλὰ δι' ἀῤῥωστίαν μόνην δυνάμεως ἀσθενεῖς καὶ μικροὺς ἀποτελεῖ τοὺς σφυγμούς. διορίζεται δὲ τοῦ προτέρου τῷ τε τάχει τῆς κινήσεως καὶ τῇ πυκνότητι καὶ τῇ σκληρότητι καὶ τῷ πυρώδει τῆς θερμότητος. ἀλλὰ περὶ μὲν τούτων οὐ τοῦ νῦν ἐνεστῶτος λόγου διελθεῖν· ἐπὶ δὲ τὸ προκείμενον ἐπάνειμι. ὁ μικρὸς καὶ στενὸς καὶ ταπεινὸς σφυγμὸς ὁ ἐπὶ πλέον ἐξεστηκὼς τοῦ κατὰ φύσιν ἐν ταῖς τρισὶ διαστάσεσιν, ἐπειδὰν μὲν ἄνευ σκληρότητος φαίνηται τοιοῦτος, ὑπὸ τίνων γίνεται καὶ πόσων αἰτίων αὐτάρκως διῄρηται· ἐπειδὰν δὲ μετὰ σκληρότητος, εὐθὺς μὲν καὶ ταύτῃ σύνεστιν ἤτοι γ' ὁ ἀμυδρὸς σφυγμὸς ἢ ὁ μέσος ἀμυδροῦ καὶ σφοδροῦ, ὁ μήτ' ἀνατρέπων τὴν ἁφὴν μήτ' ἀνατρεπόμενος ὑπ' αὐτῆς, μεμνημένων γε ἡμῶν ὡς καθ' ἕτερον τρόπον οὐδείς ἐστι μέσος ἀμυδροῦ καὶ σφοδροῦ· δηλοῦται δ' ἐπικροτεῖν ἐν τῷ σώματι διάθεσις ἡ σκληρὰν ἀποτελοῦσα τὴν ἀρτηρίαν. τοῦτο δ' ἐστὶν ἤτοι ξηρότης, ἢ πῆξις ὑπὸ ψύξεως, ἢ τάσις· ξηρότης μὲν ἐν τοῖς καυσωδεστάτοις πυρετοῖς, ὅταν κακοήθως χρονίσωσιν, [248] καὶ μάλιστα τῷ περιφρυγεῖ μαρασμῷ καί τισιν εἴδεσι μελαγχολικῶν τε καὶ τεταρταίων πυρετῶν· πῆξις δ' ἐκ ψύξεως ἐπί τε τοῦ ψυχροῦ πόσεσιν ἀκαίροις ἢ ἀμέτροις, ἢ λουτροῖς ὁμοίοις, ἐπί τε ταῖς ψυχούσαις ὀπώραις ἀκαίροις ἢ ἀμέτροις, ἢ ὅλως ὅσα τὸ ψυχρὸν φλέγμα γεννᾷν πέφυκεν ἱκανῶς, ὅν περ ὑαλώδη χυμὸν ὁ Πραξαγόρας ὀνομάζειν εἴωθεν· τάσις δὲ κατά γε τὰς σπασμώδεις διαθέσεις καὶ τὰς μεγάλας φλεγμονάς. ἐν δὲ τοῖς σκίῤῥοις καὶ πῆξις καὶ τάσις γίνεται τῶν ἀρτηριῶν. συμβαίνει δὲ τὸ τοιοῦτον ἐφ' ἥπατι μάλιστα καὶ σπληνί. ἐπὶ τούτοις γὰρ τοῖς σπλάγχνοις οἱ σφυγμοὶ σαφέστατα καὶ συνεχέστατα σκληροὶ φαίνονται, μάλιστα μὲν σκιῤῥουμένοις, ἤδη δὲ κᾀν ταῖς μεγάλαις φλεγμοναῖς. ἀλλὰ τὰ μὲν τοιαῦτα πάθη καὶ διὰ τῆς ἁφῆς ἔστι γνωρίσαι καὶ δι' οὔρων καὶ διαχωρημάτων καὶ τοῦ χρώματος, ὅλου τε τοῦ σώματος καὶ τῆς γλώττης, ἤδη δὲ καὶ διὰ τῆς ἰδέας τῶν πυρετῶν· ὅσαι δ' ἄλλαι διαθέσεις τὸν σφυγμὸν σκληρὸν ἀποτελοῦσιν, αἱ μὲν ἐξ ἁμαρτημάτων προσφάτων ἐξαιφνίδιον ἴσχουσι τὴν γένεσιν, αἱ δ' ἄλλαι πᾶσαι κατὰ βραχύ. τὰ δ' ἁμαρτήματα τὰ τὰς τοιαύτας [249] ἐργαζόμενα διαθέσεις οἴνου πόσις ἄκαιρός ἐστι καὶ ψυχροῦ, πολλάκις δὲ καὶ ὀπῶραι ψύχουσαι καὶ ψυχρὸν λουτρόν. διαγνώσῃ δὲ τὴν μὲν ἀπ' οἴνου βλάβην, ὅταν ἐξαιφνίδιον ὁ σφυγμὸς μὴ μόνον ᾖ σκληρὸς, ἀλλὰ καὶ μείζων καὶ θάττων γένηται καὶ σφοδρότερος, τὰς δὲ ἄλλας κοινῇ μὲν ἁπάσας οἴνου διακρινεῖς τῷ μήτε μέγεθος αὐταῖς προσγίνεσθαι μήτε σφοδρότητα μήτε τάχος, ἰδίᾳ δ' ἑκάστην ἔστιν ὅτε μὲν ἐπιφανεστέρως, ἔστιν ὅτε δὲ ἀμαυροτέρως τε καὶ στοχαστικωτέρως· ἐπιφανεστέρως μὲν, ὅταν καὶ σύμπτωμά τι συμπαρέπηται τῶν ὀπώραις ἕπεσθαι πεφυκότων, λέγω δὲ ἐμφύσωσιν γαστρὸς, ἢ δῆξιν διαφθαρέντων, ἢ θλίψιν τινὰ κατὰ τὸν στόμαχον, ἢ παραφροσύνην, ὡς ἐπὶ ταῖς οἰνώδεσιν ὀπώραις, ἢ ἔμετον, ἢ διαχώρησιν ὑγροτέραν τε καὶ πλείονα. ταῦτα μέν γε οὐδὲ διὰ σημείων, ἀλλ' ἄντικρυς αὐτὴν τὴν οὐσίαν τῶν ἐδηδεσμένων ἐνδείκνυται. ὅταν δὲ μήτε τούτων τι παρῇ μήτε τῶν ἀπ' οἴνου σημείων, ὕδωρ ψυχρόν ἐστι τὸ τὴν βλάβην ἐργασάμενον ἤτοι ποθὲν ἢ οὐ προσηκόντως ἐν αὐτῷ λουσαμένοις. εἰς δὲ τὴν ἀσφαλεστέραν ἐπὶ τούτων ἁπάντων ἀπόφασιν οἱ τῶν φοβουμένων τε καὶ ἀγωνιώντων σφυγμοὶ μέγιστον γνώρισμα. [250] καὶ εἰ τοῖς εἰρημένοις ἔμπροσθεν ὕστερον ἐπάγοις ἀεὶ τοῦτο, ὅτι ἠτάκτησεν ἡ νόσος, βεβαιοτέραν τε καὶ θαυμασιωτέραν ἐργάζεται τὴν πρόῤῥησιν, ὥστ' ἐνίοτε τοὺς ἀκούοντας ἀπιστεῖν καὶ νομίζειν οὐκ ἐκ τῶν σφυγμῶν εἰρῆσθαί τι τῶν τοιούτων, ἀλλ' ἐξαγγείλαντός τινος τῶν εἰδότων τὸ πλημμεληθὲν τῷ κάμνοντι. χρὴ δὲ προαψάμενον ἀκριβῶς τῶν σφυγμῶν, εἶτα τὸ φανὲν ὑπὸ τῶν σημείων ἀποφηνάμενον ἅπτεσθαι πάλιν ἐπισκοπούμενον εἰ τετάρακταί πως ὁ κάμνων. εἰ μὲν γὰρ ὅλως μὴ ταραχθείη, σκόπει μή τινα τῶν προειρημένων γνωρισμάτων ἢ παρέλιπες, ἢ ὀρθῶς οὐκ ἐπεσκέψω· εἰ δὲ ταραχθείη καί σοι δόξειεν ἀγωνιᾷν, ἢ φοβεῖσθαι, μὴ παραχρῆμα πίστευε τῷ σημείῳ, πολλάκις γὰρ οὐχ ὑπὸ τοῦ συνειδέναι τοιοῦτόν τι πεποιηκόσιν ἑαυτοῖς οἱ κάμνοντες ἀγωνιῶσιν, ἀλλὰ φύσει πως ὄντες εὐπτόητοι. τούτοις μὲν ὀλίγον ὕστερον ὁ σφυγμὸς καθίσαται, τοῖς δὲ ὄντως ἐργασαμένοις εἰς ὅσον ἂν ἀποφαίνηταί τι περὶ αὐτοῦ, εἰς τοσοῦτον καὶ ὁ τοῦ φόβου σφυγμὸς ἴδιος ὑπάρχει. πάντα δὲ τὰ εἰρημένα νῦν ἁμαρτήματα τῶν καμνόντων ἤτοι τὰς φλεγμονὰς, [251] ἢ τοὺς σκίῤῥους, ἢ τὰς ξηρότητας, ἢ τὰς διὰ τὴν ψύξιν πήξεις τῶν σπλάγχνων ἐπιτείνοντα τὴν ἀλλοίωσιν οἵαν εἰρήκαμεν ἐργάζεται· κατὰ δὲ τὴν τῶν νεύρων ἀρχὴν εἴ τι τούτων ἀποτελεσθείη, τὴν σπασμώδη διάθεσιν ἐργάζεται. καλῶ δ' ἐκείνας τὰς διαθέσεις ὅσαις ἐξ ἀνάγκης πρὸ τοῦ θανάτου σπασμῶδές τι γίνεται σύμπτωμα. καὶ ἀποθνήσκουσί γε οἱ τοιοῦτοι πάντες ἔτι θερμοὶ, ἔμπαλιν τοῖς συγκοπτομένοις. οὗτοι μὲν γὰρ ἱκανῶς ὄντες ἤδη ψυχροὶ ζῶσιν ἔτι· οἷς δ' ἡ σπασμώδης διάθεσίς ἐστιν ἐν τῇ τῶν νεύρων ἀρχῇ, νεκροὶ κείμενοι παντάπασιν ἐπιπλεῖστον διαμένουσι θερμοί. εἰσὶ μὲν τῶν τοιούτων ἁπάντων οἱ σφυγμοὶ τῷ γεγυμνασμένῳ τὴν ἁφὴν εὐθὺς ἐν τῇ πρώτῃ προσβολῇ τήν τε τάσιν ἐνδεικνύμενοι καὶ τὴν οἷον σπασμώδη κίνησιν ἐμφαίνοντες. εἰ δέ τισι τῶν τὸν προειρημένον ἐχόντων σφυγμὸν αἱ διαχωρήσεις γένωνται πολλαὶ, συμβαίνει δὲ τοῦτο μάλιστα κατὰ τοὺς σκίῤῥους τοῦ ἥπατος, οὐκ ἔτι τούτοις ὁ σφυγμὸς μακρός ἐστιν, ἀλλ' ἤτοι τῷ κατὰ φύσιν ἐν τῷ μήκει παραπλήσιος ἢ καὶ βραχύτερος ἔτι. καὶ μὴν καὶ τοῦτο περὶ ἁπάντων τῶν σκληρῶν τε ἅμα καὶ μικρῶν σφυγμῶν ἐπίστασθαι καλὸν, ὡς κλονώδεις [252] γίνονται τάχιστα, καὶ ὡς ὅσοι γ' οὐκ εἰσὶ κλονώδεις, ἤτοι δι' ἀῤῥωστίαν τῆς ζωτικῆς δυνάμεως, ἢ δι' ἔκλυσιν τῆς χρείας, ἢ δι' ἄμφω συνελθόντα τὴν τοιαύτην κίνησιν οὐ προλαμβάνουσιν. ὡς ὅταν γε καὶ ἡ χρεία δέηται μεγάλης διαστολῆς, καὶ ὁ τόνος ὁ ζωτικὸς ἐργάζεσθαι δύνηται, μόνον δ' ἀντιλέγῃ τὸ σῶμα τῆς ἀρτηρίας, ὑπὸ σκληρότητος ἀδυνατοῦν εἰς μεγάλην ἐξαίρεσθαι διαστολὴν, ὁ κλόνος ἐν τῇ τοιαύτῃ καταστάσει γίνεται· ἄλλως δὲ ἀμήχανον γενέσθαι κλονώδη κίνησιν ἀρτηρίας. ὥστε καὶ ὁ προκείμενος σφυγμὸς ἄκλονος μὲν φαινόμενος ἢ ἀῤῥωστίαν ἐσχάτην τῆς δυνάμεως, ἢ τῆς χρείας μεγίστην ἔκλυσιν ἐνδείκνυται, κλονώδης δὲ γενόμενος εὐθὺς μὲν καὶ τόνου τι προειληφέναι δηλοῖ τὴν δύναμιν, εὐθὺς δὲ καὶ τὴν χρείαν τῆς τῶν σφυγμῶν γενέσεως οὐκ εἰς ἔσχατον ἐκλελύσθαι. καὶ μὲν δὴ καὶ μικρότητος οὐκ ἐπὶ πλεῖστον ἥκει, ὥσπερ ὁ προκείμενος σφυγμὸς ἥκειν ἐλέγετο. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ καὶ χωρὶς κλόνου μακρότερος μὲν εἴη τοῦ κατὰ φύσιν ὁ σφυγμὸς, στενώτερος δὲ καὶ ταπεινότερος, οὐ μὴν ἐπὶ πλεῖστόν γε καθ' ἕκαστον αὐτῶν ἀποκεχωρηκὼς τοῦ κατὰ φύσιν, ἀλλ' ἐπ' ὀλίγον ἐπισκέπτεσθαι προσήκει, πότερα [253] σκληρὸς ὢν οὐκ ἔτι κλονώδης, ἢ ὅλως οὐ μετέχει σκληρότητος. εἰ μὲν γὰρ σκληρὸς ὢν ἄκλονος εἴη, ψύξιν, ἢ ἀῤῥωστίαν δυνάμεως, ἢ τὸ συναμφότερον ἐνδείκνυται, διορίζεσθαι δ' ἐκ τῶν παρεπομένων· ὅτῳ μὲν γὰρ ἐπὶ καταψύξει μόνῃ τοιοῦτος ὁ σφυγμός ἐστιν, εὐθὺς καὶ βραδύτης αὐτῷ καὶ ἀραιότης συνυπάρχει· ὅτῳ δ' ἐπ' ἀσθενείᾳ δυνάμεως, ἡ ἀμυδρότης ἀχώριστος. ἀλλ' εἰ μὲν τὰ τῆς χρείας ἄτρεπτα διεφυλάττετο, τοσούτῳ τοῦ κατὰ φύσιν ὁ σφυγμὸς ἔσται θάττων τε καὶ πυκνότερος ὅσον ἡ μικρότης ἐξετράπετο τοῦ συμμέτρου. εἰ δ' ὅσῳ περ ἡ δύναμις ἀῤῥωστοτέρα, τοσούτῳ καὶ ἡ τῆς χρείας ἔκλυσις, ὅμοιος τῷ κατὰ φύσιν ὁ σφυγμὸς φανεῖται κατ' ἀμφοτέρας τὰς διαφορὰς καὶ οὔτε θάττων οὔτε βραδύτερος, οὔτε πυκνότερος οὔτε ἀραιότερος· εἰ δὲ θάτερον ὑπερέχει, κατὰ τὴν τῆς ὑπεροχῆς ἀναλογίαν, ὡς ἔμπροσθεν εἴρηται. εἰ δὲ ἅμα τε σκληρὸς εἴη καὶ κλονώδης, τὰς μὲν αὐτὰς ἐνδείξεται διαθέσεις ὑφ' ὧν ἔμπροσθεν ἐλέγομεν ἀποτελεῖσθαι τὸν σκληρὸν σφυγμὸν, οὐ μὴν οὔτε ἄτονον, ὡς ἐπ' ἐκείνων τὴν δύναμιν, οὔτε ἐκλελύσθαι τὴν χρείαν· εἰς ὅσον δὲ ἑκάτερον αὐτῶν βεβλαμμένον, ἐπὶ μὲν τῆς δυνάμεως ἡ κατὰ [254] σφοδρότητά τε καὶ ἀμυδρότητα δηλώσει διαφορὰ σὺν τῷ ποσῷ τοῦ κλόνου, ἐπὶ δὲ τῆς χρείας ἡ κατὰ τάχος τε καὶ πυκνότητα, κᾀνταῦθα σὺν τῷ ποσῷ τοῦ κλόνου, τὰ δ' ἄλλα ἐκ τῶν προειρημένων συντεκμαίρεσθαι· ὡσαύτως δὲ κᾂν μήτ' ὀλίγῳ μήτε πολλῷ τοῦ κατὰ φύσιν ἐξίστηται κατὰ τὰς τρεῖς διαφορὰς, ἀλλὰ μετρίως πως καὶ μέσως, ἐκ τῶν εἰρημένων διαιρεῖσθαι. πολλάκις δ' ἐπὶ τῶν τοιούτων σφυγμῶν, λέγω δὲ τῶν ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν εἰς μῆκός τε καὶ στενότητα καὶ ταπεινότητα τὴν μεταβολὴν ἐσχηκότων, οὐ μόνον οὐδέν τι φαίνεται σκληρότητος, ἀλλὰ καὶ μαλακότης αὐτοῖς σύνεστιν ἐπιφανής. καὶ γίνεται μὲν καὶ τῇδε διὰ τὰς αὐτὰς κατὰ γένος αἰτίας, ἐξαλλάττεται δὲ τῷ ποσῷ καθ' ἑκάστην. εἴτε γὰρ διὰ τὴν τῆς δυνάμεως ἀσθένειαν ἐλάττων ὁ σφυγμὸς ἀποτελοῖτο τοῦ συμμέτρου, μείζων ἡ βλάβη δηλοῦται τῆς δυνάμεως, εἴτε διὰ τὴν τῆς χρείας ἔκλυσιν, ἐπιπλέον ἥκειν καὶ ταύτην κακώσεως. εἰς ὅσον γὰρ ἡ μαλακότης τοῦ χιτῶνος ἑτοιμοτέρα πρὸς τὸ μέγεθος τῆς διαστολῆς ἐστιν, εἰς τοσοῦτο τὴν μικρὸν ἐργαζομένην τὸν σφυγμὸν αἰτίαν ἐπιτετάσθαι δηλώσει. τῆς μὲν οὖν κατὰ τὴν δύναμιν ἀῤῥωστίας τὸ ποσὸν [255] αὐτάρκως ἐδηλοῦτο διὰ τοῦ ποσοῦ τῆς ἀμυδρότητος· ἐξ ἐπιμέτρου δ' ἂν εἴη καὶ τὸ νῦν εἰρημένον. ἡ δὲ τῆς χρείας ἔκλυσις εἰς ὅσον ἥκει κακώσεως ἐκ μόνων τῶν εἰρημένων σημείων εὑρίσκεται, περὶ ὧν εἰρήσεταί τι καὶ διὰ τῶν ἐφεξῆς, ὅταν ἐπιπλέκωμεν ἀλλήλοις τὰ γένη τῶν σφυγμῶν. νυνὶ γὰρ οὐ τοῦθ' ἡμῖν τὸ προκείμενον, ἀλλὰ περὶ τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐγχειρήσαντες λέγειν ἠναγκάσθημεν ἐφάψασθαι καὶ τῶν ἄλλων. αὖθις οὖν ἐπὶ τὸ προτεθὲν ἐξ ἀρχῆς ἐπανέλθωμεν, ἐπὶ τὰ λοιπὰ γένη μεταβαίνοντες. οὐδὲν γὰρ οἶμαι δεῖν ἔτι τοὺς ἄλλους ὁμοίως ἐπανέρχεσθαι σφυγμοὺς ἐκ τοῦ διαγράμματος, ἀλλὰ κατὰ τὴν αὐτὴν μέθοδον ἣν νῦν ἐπὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ ταπεινοῦ πεποιήμεθα, καὶ περὶ τῶν ἄλλων ἑκάστου διορίζεσθαι, πρῶτον μὲν ἀποχωρίζοντας ὅσα διὰ τὴν τοῦ σώματος σχέσιν ἐξαλλάττονται κατὰ μῆκος, ἢ πλάτος, ἢ βάθος, ὡς μὴ μεγάλοι μόνον, ἢ μικροὶ φαίνεσθαι· δεύτερον δὲ τὰς αἰτίας ἐπισκεπτομένους δι' ἃς ἤτοι μείζονες τοῦ κατὰ φύσιν ἢ μικρότεροι γίνονται. περὶ μὲν δὴ τοῦ [256] κατὰ τὸ ποσὸν τῆς διαστολῆς γένους τῶν σφυγμῶν αὐτάρκως εἴρηται πρός γε τὰ παρόντα.

   Περὶ δὲ τῆς εἰς τάχος τε καὶ βραδύτητα μεταβολῆς αὐτῶν, ὅπερ ἰδιαίτατόν ἐστι γένος αὐτῆς τῆς κινήσεως τῶν ἀρτηριῶν, ἑξῆς ἂν εἴη ῥητέον. ἀρκτέον δὲ κᾀνταῦθα πάλιν ἀπὸ τοῦ διαστείλασθαι τὴν ὁμωνυμίαν. λέγεται δὴ ταχὺς σφυγμὸς ὁ μὲν ὡς πρὸς τὸν σύμμετρον, ὁ δὲ ὡς πρὸς ὁντιναοῦν τὸν ἐπιτυχόντα. καὶ μὲν δὴ καὶ αὐτὸς ὁ σύμμετρος ὁ μὲν ἁπλῶς ἐστιν ὁ κατὰ τὴν ἀρίστην δηλονότι φύσιν, ὁ δὲ καθ' ἕκαστον ἄνθρωπον ἀμέμπτως ὑγιαίνοντα. κρίνεται δ' οὗτος ἐν τῇ πρὸς τὸν ἁπλῶς σύμμετρον παραβολῇ, καὶ διδάσκει τὴν κρᾶσιν ὁποία τίς ἐστιν. ὁ μὲν οὖν θάττων θερμοτέραν, ὁ δὲ βραδύτερος ψυχροτέραν ἐνδείκνυται τὴν κρᾶσιν. οὐ μὴν εὑρεῖν γ' ἀκριβῶς ἔστι μόνην εἰς τάχος καὶ βραδύτητα μεταβολὴν οὔτ' ἐν τοῖς κατὰ φύσιν οὔτ' ἐν τοῖς οὐ κατὰ φύσιν ἔχουσι σώμασιν. ὁ γὰρ θερμότερος τῆς ἁπλῶς συμμέτρου κράσεως εἰ θάττονα φαίνοιτο τὸν σφυγμὸν ἔχων, ἐξ ἀνάγκης αὐτὸν ἔχει μείζονα, [257] ὅ τε τοῦ κατὰ φύσιν ἑαυτοῦ σφυγμὸν κατά τινα καιρὸν ἔχων θάττονα καὶ μείζονα πάντως ἔχει. οὐ μὴν πυκνότερός γε οὐδέτερος αὐτῶν ἐξ ἀνάγκης. ἐν γὰρ τῷ παραύξεσθαι τὴν θερμασίαν ἐπὶ πλέον ἡ πυκνότης αὐτοῖς προσγίνεται. τῷ τάχει τοίνυν ἐνίοτε μὲν καὶ τὸ μέγεθος, ἔστι δ' ὅτε καὶ ἡ πυκνότης σύνεστι, ὥσπερ αὖ πάλιν ἐνίοτε πυκνότης μόνον, ὅταν ἀπολιπόντες τινὰ τὴν ἐνδεχομένην ἐν ἐκείνῳ τῷ καιρῷ μεγίστην διαστολὴν ἔχοντα, μετὰ ταῦτ' ἐπανελθόντες εὕρωμεν ἴσον μὲν τὸ μέγεθος, ἐπιτεταμένον δὲ τὸ τάχος. ἐξ ἀνάγκης γὰρ τῷ τοιούτῳ καὶ ἡ πυκνότης συνεπιτέταται. εἰ δὲ ἐκλελυμένην τὴν χρείαν τῶν σφυγμῶν ἔχοντά τινα καταλιπόντες ἐπανελθόντες εὕροιμεν εἰς τάχος ἐπιδεδωκότα τὸν σφυγμὸν, οὐδὲ τότε μόνον εἰς τάχος ἐπέδωκεν, ἀλλὰ καὶ εἰς πυκνότητα μὲν πάντως ἐγχωρεῖ καὶ εἰς μέγεθος, ἐπειδή περ ἡ τῆς χρείας ἔκλυσις εἰς ἀραιότητα μὲν ἐναργέστερον, ἐφεξῆς δὲ εἰς βραδύτητα, καὶ τρίτον εἰς μικρότητα τρέπει τὸν σφυγμόν. οὕτω δὲ καὶ αἱ εἰς βραδύτητα μεταβολαὶ τῶν σφυγμῶν αἱ μὲν ἐκ τοῦ κατὰ φύσιν εὐθὺς καὶ εἰς ἀραιότητα τρέπονται, πολλάκις δὲ καὶ εἰς μικρότητα, ὅταν ἐπιπλέον ἡ χρεία μεμείωται· [258] αἱ δ' ἐκ τῶν οὐ κατὰ φύσιν καταστάσεων αἱ μὲν ἐπὶ παρηυξημένῃ τῇ χρείᾳ, πολλάκις μὲν μετὰ τῆς εἰς μικρότητα τροπῆς, ἔστι δ' ὅτε μετὰ τῆς ἀραιότητος, καί ποτε μετὰ τῆς εἰς ἀμφότερα· αἱ δ' ἐπὶ μεμειωμένῃ τῇ χρείᾳ μεταβολαὶ τῶν σφυγμῶν εἰς βραδύτητα μετὰ ἀραιότητός τε καὶ μικρότητος γίνονται. αὗται μὲν αἱ πρῶταί τε καὶ ἁπλούσταται τροπαὶ τῶν σφυγμῶν εἰς τάχος καὶ βραδύτητα, καὶ τούτων αἰτίαι προηγούμεναί τε καὶ προκατάρχουσαι κατὰ τὸν αὐτὸν τρόπον εὑρισκόμεναι ταῖς ἐπὶ μεγέθους τε καὶ μικρότητος εἰρημέναις. αἱ δ' ἐπίμικτοί τε καὶ σύνθετοι τροπαὶ μετὰ σφοδρότητός τε καὶ ἀμυδρότητος ἢ μαλακότητος συνίστανται. περὶ ὧν καὶ αὐτῶν ἐπισκέπτεσθαί τε καὶ διορίζεσθαι προσήκει κατὰ τὴν αὐτὴν μέθοδον, ἣν ἐν τῷ περὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ ταπεινοῦ λόγῳ διήλθομεν, ἕνεκα τοῦ γνῶναι διὰ τίνα τὴν αἰτίαν εἰς τάχος ἢ βραδύτητα τὴν ἀλλοίωσιν ὁ σφυγμὸς ἐποιήσατο. δυνατὸν μὲν γάρ ἐστιν, ὡς εἴρηται, διὰ τὴν χρείαν ἐπιταθεῖσαν εἰς τάχος ἐπιδοῦναι τὸν σφυγμὸν, οὐκ ἀδύνατον δὲ καὶ διὰ τὴν μαλακότητα τῆς ἀρτηρίας καὶ τὴν ἰσχὺν τῆς δυνάμεως. ἀλλ' ὅταν [259] μὲν ἄτρεπτος ᾖ κατὰ μαλακότητα καὶ σκληρότητα καὶ σφοδρότητα καὶ ἀμυδρότητα, διὰ τὴν χρείαν μόνην ᾖ ἀλλοίωσις· ὅταν δὲ καὶ μετὰ τούτων τινὸς, ἐπισκέπτεσθαί τε καὶ διορίζεσθαι προσήκει τὸ ἐπικρατοῦν αἴτιον, ὡς ἔμπροσθεν ἐδείκνυμεν, οἷον εὐθέως εἰ μετὰ τοῦ θάττων εἶναι μαλακώτερος φαίνοιτο, προσήκει σκοπεῖσθαι πότερον τοσούτῳ θάττων ὅσῳ μαλακώτερος, ἢ πλέονι. εἰ μὲν γὰρ ὅσῳ περ μαλακώτερος τοσούτῳ καὶ θάττων, ἐπὶ τῇ μαλακότητι μόνῃ τὴν ἀλλοίωσιν ἔσχεν· εἰ δὲ πλέονι θάττων ἢ μαλακώτερος, οὐκ ἐπὶ τῇ μαλακότητι μόνον, ἀλλὰ καὶ διὰ τὴν χρείαν ἐπιταθεῖσαν. εἰ δ' αὖ πλέονι μαλακώτερος ἤπερ θάττων, ὅσῳ πλέονι μαλακώτερος, τοῦτ' ἐκ τῆς κατὰ μόνην τὴν χρείαν ἐκλύσεως ἀφῃρέθη. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ μετὰ τοῦ θάττων γενέσθαι καὶ σφοδρότερος γένοιτο, σκεπτέον εἰ τοσούτῳ θάττων ὅσῳ σφοδρότερος. οὕτω μὲν γὰρ ἂν ἡ ῥώμη μόνη τῆς δυνάμεως τοῦ τάχους αἰτία εἴη. εἰ δ' ἔλαττον σφοδρότερος ἤπερ θάττων, ὅσῳ θάττων, τοῦτ' ἐκ τῆς χρείας αὐξηθείσης προσῆλθεν. εἰ δὲ πλέονι σφοδρότερος ἤπερ θάττων, οὐχ ἡ ῥώμη τῆς δυνάμεως μόνον, ἀλλὰ καὶ ψύξις τις ἠλλοίωσε τοὺς [260] σφυγμούς. εἰ δὲ θάττων τε ἅμα καὶ μαλακώτερος καὶ σφοδρότερος φαίνοιτο, ἱκανῶς γεγυμνασμένου δεῖται, γνωσομένου πότερον τοσούτῳ θάττων ἐστὶ τοῦ κατὰ φύσιν ὅσον ἐξ ἀμφοῖν τῶν αἰτίων ἐγένετο, τῆς τε μαλακότητος καὶ τῆς εὐτονίας, ἢ οὐ τοσούτῳ. εἰ μὲν γὰρ τοσούτῳ, δι' ἐκεῖνα μόνα τὴν ἀλλοίωσιν ἔσχεν· εἰ δὲ πλέονι, καὶ διὰ τὴν τῆς χρείας ἐπίτασιν· εἰ δ' ἐλάττονι, καὶ διὰ τὴν τῆς χρείας ἔκλυσιν. οὕτω δὲ κᾀπὶ τῆς εἰς βραδύτητα τροπῆς τῶν σφυγμῶν ἐπισκεπτέον εἴτε διὰ τὴν χρείαν μόνην ἐκλυθεῖσαν, εἴτε δι' ἀῤῥωστίαν τῆς δυνάμεως, εἴτε διὰ σκληρότητα τῶν ὀργάνων ἡ ἀλλοίωσις ἐγένετο. διὰ μὲν οὖν τὴν χρείαν μόνην εὔλογον ἠλλοιῶσθαι τὸν σφυγμὸν, ὅταν μήτε σκληρότερος εὑρίσκηται μήτ' ἀτονώτερος· διὰ δὲ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, ὅταν ὅσῳ περ ἀμυδρότερος, τοσούτῳ καὶ βραδύτερος. οὕτῳ δὲ καὶ διὰ τὴν σκληρότητα τῶν ὀργάνων, ἐπειδὰν ὅσῳ σκληρότερος τοσούτῳ καὶ βραδύτερος. εἰ μέντοι φαίνοιτο πλέονι τοῦ συμμέτρου βραδύτερος, ἐλάττονι δ' ἀμυδρότερος, ἐξ ἀτονίας τε καὶ καταψύξεως ἐγένετο τοιοῦτος. καὶ τό γε δυναστεῦον ἐν αὐτῷ τῶν αἰτίων εὑρήσεις ἐκ τῆς πρὸς τὸν [261] κατὰ φύσιν τε καὶ σύμμετρον παραβολῆς. εἰ μὲν γὰρ ἡ ἀμυδρότης ἀριθμοῖς εἰ τύχοι πέντε τοῦ κατὰ φύσιν ἐξίστασθαι φαίνοιτο, πέντε καὶ δέκα ἀριθμοῖς ἡ βραδύτης, ἐπικρατεῖν ἐν τῇ τοῦ τοιούτου σφυγμοῦ γενέσει τὸ ψυχρὸν αἴτιον, οὐ τὴν ἀτονίαν τῆς δυνάμεως αἰτίαν ὑποληπτέον· εἰ δὲ πεντεκαίδεκα μὲν ἀριθμοῖς ἡ βραδύτης φαίνοιτο, δέκα δ' ἀριθμοῖς ἡ ἀμυδρότης, ἡ ἀτονία πλέον ἐν τῇ τοῦ σφυγμοῦ γενέσει δύναται τῆς ψυχρότητος· εἰ δ' ἐλάττονι μὲν εἴη βραδύτερος, ἀμυδρότερος δὲ πλέονι, διά τε τὴν ἀτονίαν τῆς δυνάμεως καὶ προσέτι θερμότητα τοιοῦτος ἐγένετο. καὶ τό γε μέγεθος ἑκατέρου τῶν αἰτίων ἐκ τῆς κατὰ τὴν ἀναλογίαν ὑπεροχῆς εὑρήσεις, μεμνημένων ἡμῶν ὡς ἅπαντα ταῦτα λέγεται τῆς ἐπικτήτου κινήσεως ἀφωρισμένης. ὡσαύτως δὲ κᾀπειδὰν εἰς βραδύτητα τῆς τροπῆς γενομένης εὑρίσκηται τις σκληρότης, ἐπισκεπτέον εἴθ' ὑπὸ μόνης τῆς σκληρότητος ἡ ἀλλοίωσις, εἴθ' ὑπ' ἀμφοῖν ἐγένετο. εἰ μὲν γὰρ ὅσῳ περ ὁ σφυγμὸς βραδύτερος ἐγένετο τοσούτῳ καὶ σκληρότερος φαίνοιτο, διὰ τὴν σκληρότητα μόνην ἡ ἀλλοίωσις, εἰ δὲ πλέονι βραδύτερος [262] ἤπερ σκληρότερος, οὐ διὰ τὴν σκληρότητα μόνην, ἀλλὰ καὶ διὰ τὴν ψύξιν. εὑρήσεις δὲ κᾀνταῦθα τὸ ἰσχυρότερον αἴτιον, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται. εἰ δὲ πλέονι μὲν εἴη σκληρότερος, ἐλάττονι δὲ βραδύτερος, οὐ διὰ τὴν σκληρότητα μόνον, ἀλλὰ καὶ διὰ τὴν θερμότητα τοιοῦτος ἐγένετο. γνώσῃ δὲ κᾀνταῦθα τὸ μέγεθος ἑκατέρου τῶν αἰτίων ἐκ τῆς κατὰ τὴν ἀναλογίαν ὑπεροχῆς. εἰ δὲ βραδύτερός τε ἅμα καὶ σκληρότερος καὶ ἀμυδρότερος εἴη, γεγυμνασμένου κᾀνταῦθα χρεία τοῦ γνωσομένου, πότερον τοσούτῳ βραδύτερός ἐστι τοῦ κατὰ φύσιν ὅσον ἐξ ἀμφοῖν τῶν αἰτίων ἐγένετο, τῆς ἀτονίας τε καὶ σκληρότητος, ἢ οὐ τοσούτῳ. εἰ μὲν γὰρ τοσούτῳ, δι' ἐκεῖνα μόνα τὴν ἀλλοίωσιν ἔσχεν· εἰ δὲ πλέονι, καὶ διὰ τὴν τῆς χρείας ἔκλυσιν· εἰ δ' ἐλάττονι, καὶ διὰ τὴν τῆς χρείας ἐπίτασιν.

   Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται πρός γε τὰ παρόντα, βραχύ τι τὸν λόγον ἐπιστήσαντες ἐνταῦθα πρὶν ἐπ' ἄλλο τι μεταβῆναι γένος εἴπωμέν τινα πρός τε τὰ προειρημένα καὶ πρὸς τὰ μέλλοντα [263] λεχθήσεσθαι χρήσιμα. τεττάρων γὰρ οὐσῶν γενικῶν διαφορῶν ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν, πρώτης μὲν οἰκειοτάτης τοῖς σφυγμοῖς τῆς κατὰ τὸ ποιὸν τῆς κινήσεως, δευτέρας δὲ τῆς κατὰ τὸ ποσὸν τῆς διαστολῆς, ἡμεῖς καὶ νῦν κᾀν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν οὐ τῆς κυριωτέρας διαφορᾶς ἐμνημονεύσαμεν, ὅτι χαλεπωτέραν ἔχει τὴν διάγνωσιν, ἀλλὰ τῆς τοῖς εἰσαγομένοις διαγνωσθῆναι σαφεστέρας καὶ διὰ τοῦτο καὶ δηλῶσαί τι χρησιμωτέρας. ὑπάρχει δ' αὐτῇ καὶ τοῦτ' ἴδιον ἐξαίρετον, ὅπερ οὐδεμιᾷ τῶν ἄλλων, τὸ φαίνεσθαι μὲν ἑπτὰ καὶ εἴκοσι διαφορὰς σφυγμῶν ἐν αὐτῇ, κατ' ἀλήθειαν δ' εἶναι τρεῖς. ἐν γὰρ τοῖς ἄλλοις ἅπασι γένεσιν ὅσαι πέρ εἰσιν αἱ διαφοραὶ φύσει, τοσαῦται καὶ φαίνονται. λοιπὰ δὲ ἄλλα δύο γένη σφυγμῶν ἐστι κατὰ τὴν διαστολὴν, τὸ μὲν ἕτερον ἐνδεικτικὸν τῆς δυνάμεως, τὸ δὲ ἕτερον τοῦ χιτῶνος τῆς ἀρτηρίας, ἔσχατόν τε καὶ ὡς ἂν φαίη τις οὐκ οἰκεῖον οὐδὲ συγγενὲς, ἀλλ' ἐπίκτητον γένος σφυγμῶν. ὑπάρχει δὲ τοῖς μὲν δύο τούτοις γένεσιν ἀεὶ τὴν αἰτίαν ὑφ' ἧς γίνεται [264] σαφῶς ἐνδείκνυσθαι, τοῖς δ' ἄλλοις δύο τοῖς προειρημένοις οὐκ ἀεί. καὶ γὰρ καὶ συμβέβηκε τοῖς μὲν δύο τοῖς ὑστέροις γένεσιν ὑπὸ μιᾶς αἰτίας ἑκάτερον δημιουργεῖσθαι, τοῖς πρώτοις δὲ δύο πρὸς ἁπασῶν τῶν αἰτιῶν, ἃς τρεῖς εἶναι πολλάκις ἐδείξαμεν. ὅθεν καὶ χαλεπώτερος ἐπὶ τῶν πρώτων δύο γενῶν ὁ λόγος ἐστὶν καὶ διορισμῶν χρῄζων πλειόνων εἰς τὴν τῆς αἰτίας εὕρεσιν. ἐπὶ δὲ τῶν ὑπολοίπων δυοῖν τό τε γένος τῆς αἰτίας ἓν καθ' ἑκάτερον ἥ τε τοῦ ποσοῦ διάγνωσις ἀφωρισμένη.

   Σφοδρὸς μὲν ὁ σφυγμὸς ὑπὸ ῥώμης ἀεὶ γίνεται δυνάμεως, καὶ ὅσῳ γε σφοδρότερος τοσούτῳ καὶ τὴν ῥώμην τῆς δυνάμεως ἐπιτετάσθαι δηλοῖ· ἀμυδρὸς δὲ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως, καὶ ὅσῳ γ' ἂν ἀμυδρότερος ᾖ τοσούτῳ καὶ τὴν δύναμιν ἀσθενεστέραν ὑπάρχειν ἐνδείκνυται. κατὰ ταὐτὰ δὲ καὶ ὁ μὲν σκληρὸς σφυγμὸς ὑπὸ σκληροῦ χιτῶνος τῆς ἀρτηρίας ἀποτελεῖται, ὁ δὲ μαλακὸς ὑπὸ τοῦ μαλακοῦ. καὶ δὴ τὸ ποσὸν τῆς κατὰ τὸν σφυγμὸν σκληρότητός τε καὶ μαλακότητος ἐνδεικτικόν ἐστι τοῦ ποσοῦ τῆς κατὰ τὴν ἀρτηρίαν σκληρότητος καὶ μαλακότητος. [265] ἀλλ' ὁ μὲν τοῦ σκληροῦ καὶ μαλακοῦ μέσος, ὅσπερ καὶ σύμμετρος ὀνομάζεται, πρῶτός τ' ἐστὶν αὐτῶν τῇ φύσει καὶ μόνος κατὰ φύσιν. ἀμυδροῦ δὲ καὶ σφοδροῦ κατὰ τοῦτον μὲν τὸν λόγον οὐδείς ἐστι μέσος. ὁ μὲν γὰρ ἀμυδρὸς ἀῤῥωστούσης τε καὶ παρὰ φύσιν ἐχούσης τῆς δυνάμεώς ἐστιν ἔγγονος, ὁ δὲ σφοδρὸς εὐρωστούσης τε καὶ κατὰ φύσιν διακειμένης. καθ' ἕτερον δὲ τρόπον, ὡς κᾀν τοῖς ἔμπροσθεν ἐλέγομεν, εἴη ἄν τις μέσος ἀμυδροῦ καὶ σφοδροῦ. ὁ δὲ τρόπος ὁ κατὰ τὴν διάγνωσίν ἐστι τῆς ἐπιβαλλομένης ἁφῆς, ἡνίκα μὲν ἀνατρέπηται πρὸς τοῦ σφυγμοῦ, σφοδρὸν ἡμῶν αὐτὸν ὀνομαζόντων, ἡνίκα δ' ἀνατρέπῃ τὸν σφυγμὸν, ἀμυδρὸν, ἡνίκα δὲ οὐδέτερον, ἐν τῷ μέσῳ τοῦτον εἶναι λεγόντων ἀμυδροῦ τε καὶ σφοδροῦ, παρὰ φύσιν ὄντα καὶ αὐτὸν, ὥσπερ καὶ τὸν ἀμυδρόν. αἱ δ' ἀλλοιώσεις τῶν σφυγμῶν αἱ μὲν εἰς ἀμυδρότητα καὶ σφοδρότητα καὶ μόναι γίνονται πολλάκις καὶ ὑφ' ἑνὸς αἰτίου. ὅταν γὰρ τοῦ χιτῶνος τῆς ἀρτηρίας ἅμα τῇ χρείᾳ κατὰ φύσιν ἔχοντος ἐπὶ βραχύ πως ἀλλοιωθῇ τὰ τοῦ τόνου τῆς δυνάμεως, ἀμυδρότερος [266] μὲν ἢ σφοδρότερος ἐν τούτῳ τοῦ πρόσθεν ὁ σφυγμὸς γίνεται, τῶν δὲ ἄλλων γενῶν οὐδὲν αὐτῷ συμμεταβάλλει. οὕτως μὲν δὴ μόναι γίγνονται καὶ ὑφ' ἑνὸς αἰτίου· καθ' ἕτερον δ' αὖ τρόπον ὑπὸ μιᾶς μὲν αἰτίας, οὐ μόναι δέ. τῆς μὲν οὖν δυνάμεως ἐπὶ πλέον ἐκλυθείσης, ἢ ἐπιταθείσης, εἰ καὶ τῶν ἄλλων αἰτίων τῶν συνεκτικῶν μηδέποτε ἀλλοιωθείη, τὴν μὲν τροπὴν τῶν σφυγμῶν ὑφ' ἑνὸς αἰτίου γενέσθαι συμβήσεται, γένος δ' οὐχ ἓν ἀλλοιωθῆναι μόνον. ἥ τε γὰρ ἐπὶ πλέον ἀῤῥωστοτέρα δύναμις οὐ μόνον ἀμυδρὸν, ἀλλὰ καὶ μικρὸν ἐργάζεται τὸν σφυγμὸν, καὶ διότι μικρὸν, διὰ τοῦτο καὶ πυκνὸν, ἥ τ' ἐπὶ πλεῖστον ῥωσθεῖσα σὺν τῷ σφοδρότατον εὐθέως καὶ μείζονα τὸν σφυγμὸν ἀποτελεῖ, καὶ εἰ μηδὲν ὑπαλλάττοιτο ἡ χρεία, καὶ ἀραιότερον. ἡ δ' εἰς σκληρότητά τε καὶ μαλακότητα μεταβολὴ τῶν σφυγμῶν εἰ μὲν ὑφ' ἑνὸς αἰτίου γίνοιτο, πάντως καὶ τῶν ἄλλων τι συμμεταβάλλοι γενῶν. εἰ δὲ μόνη συνίσταται, τῶν πλειόνων αἰτίων συνελθόντων ἀποτελεῖται. ἅμα δὲ μόνη τε καὶ ὑφ' ἑνὸς αἰτίου κατ' οὐδένα τρόπον γίνεται, πλὴν εἰ παντελῶς [267] ἐλάχιστον ἐκτραπῇ τοῦ κατὰ φύσιν, ὥστε βραχυτάτῳ μέν τινι γενέσθαι σκληρότερον τὸν σφυγμὸν, ἴσον μέντοι κατὰ τὸ μέγεθος. οὕτω γὰρ οὐδὲ τὸ τάχος οὐδ' ἡ πυκνότης ὑπαλλαχθήσεται. σαφεστέρας δὲ καὶ μείζονος τῆς σκληρότητος γινομένης ἀνάγκη καὶ τὸν σφυγμὸν γενέσθαι μικρότερον, καὶ τοσοῦτόν γε πυκνότερον ὅσον μικρότερον. εἰ δ' ἅμα τε σκληρότερος ὁ χιτὼν τῆς ἀρτηρίας γένοιτο καὶ ἡ θερμότης αὐξηθείη, σκληρότερος μὲν ἂν ὁ σφυγμὸς ἐπὶ τοσοῦτον εἴη τοῦ κατὰ φύσιν ἐφ' ὅσον καὶ ὁ χιτὼν τῆς ἀρτηρίας· ἐν μέντοι τῷ μεγέθει τῷ κατὰ φύσιν ἴσος, εἴπερ ὅσον τὸ θερμὸν ἐγένετο τοῦ συμμέτρου τοσούτῳ καὶ ὁ χιτὼν τῆς ἀρτηρίας σκληρότερος τοῦ κατὰ φύσιν. ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ μέτρια πρός γε τὴν ἐνεστῶσαν ὑπόθεσιν, ἑξῆς ἂν εἴη τὰς προηγουμένας καὶ προκαταρχούσας αἰτίας τῶν προειρημένων δύο γενῶν διελθεῖν.

   Αἱ μὲν οὖν αὐξάνουσαι τὴν ῥώμην τῆς δυνάμεως αἰτίαι προηγούμεναι αἱ μὲν ἐν αὐτῷ τῷ σώματι χυμοί τέ τινές εἰσιν ἡμίπεπτοί τε καὶ ἄπεπτοι, πεττόμενοι νῦν, ἥ τ' ἐπὶ τὴν κρίσιν ὁρμὴ τῆς φύσεως, εἰ μὴ [268] ἄρα καὶ ἥδε κατὰ τὸν αὐτὸν εἴρηται τρόπον, ἔτι δὲ πρὸς τούτοις θυμός· αἱ δ' ἔξωθεν οἶνός τε καὶ τροφαὶ καὶ γυμνάσια μέτρια, καὶ προσέτι τὰ τὴν δυσκρασίαν ἐπανορθούμενα τοῦ σώματος αὐτοῦ τῆς τε καρδίας καὶ τῶν ἀρτηριῶν εἴτουν ἐδέσματα εἴτε πόματα, εἴτε καὶ φάρμακα εἴη. καταλύουσι δὲ τὴν δύναμιν ἀσιτίαι τε καὶ ἀγρυπνίαι καὶ φροντίδες καὶ λῦπαι καὶ κενώσεις ἄμετροι διὰ γαστρὸς, ἢ οὔρων, ἢ ἐμέτων, ἢ μήτρας, ἤ τινος αἱμοῤῥαγίας, καὶ αἱ σφοδραὶ τῶν ὀδυνῶν, ἢ μετά τινος ἰδιότητος γινόμεναι, καθάπερ ἡ καὶ στομαχικὴ καλουμένη διάθεσις, ἐφ' ᾗ συγκόπτονται. ἔτι τε πρὸς τούτοις ἅπανθ' ὅσα δυσκρασίαν ἐργάζεται κατὰ τὴν καρδίαν, ἢ τὰς ἀρτηρίας, εἴτουν ἐν τῷ σώματι περιεχόμενα, τὰ μὲν ἐν ὑγροῖς, τὰ δ' ἐν τοῖς στερεοῖς, εἴτε καὶ τούτων ἔξωθεν προηγούμενα. καὶ ταῦτα σύμπαντα καταλύει τὴν δύναμιν ἀμέτρως ὑγραίνοντα καὶ ξηραίνοντα καὶ θερμαίνοντα καὶ ψύχοντα καὶ διαφοροῦντα. ὅσαι δὲ αἰτίαι προηγούμεναί τε καὶ προκατάρχουσαι τὸν σφυγμὸν ἐργάζονται σκληρότερον, εἴρηνται πρόσθεν ἐν τῷ περὶ τοῦ μακροῦ τε ἅμα καὶ στενοῦ καὶ [269] ταπεινοῦ λόγῳ. ὥστ' οὐδὲν ἔτι δεῖ νῦν αὐτὰς ἐπέρχεσθαι, μόνας δὲ τὰς τοῦ μαλακοῦ προσθέντας ἐνταυθοῖ που καταπαύειν ἤδη τὸν λόγον.    Μαλακὴν οὖν ἐργάζονται τὴν ἀρτηρίαν αἵ θ' ὑγραὶ τροφαὶ καὶ τὰ πλείω λουτρὰ καὶ ὕπνοι πολλοὶ καὶ ἡ ἁβροτέρα δίαιτα καὶ ἡ θυμηδία. ταῦτα μὲν ἐν τῷ κατὰ φύσιν ἔχειν· ἐν δὲ τῷ παρὰ φύσιν ἐν κώμασι καὶ ληθάργοις καὶ ὑδέροις, ὅσα τ' ἄλλα τοὺς χιτῶνας τῶν ἀρτηριῶν ὑγρότητι πολλῇ καὶ μάλιστα φλεγματώδει διαβρέχει, περὶ ὧν ἐπὶ πλέον εἰρήσεται διὰ τῶν ἑξῆς, ὁπόταν ὑπὲρ τῶν παθῶν ὁ λόγος ᾖ. νῦν δ' ἤδη καιρός ἐστι καταπαύειν τὸν ἐνεστῶτα λόγον εἰς ἓν ἀθροίσαντα κεφάλαιον ὅσον ἐξ αὐτοῦ χρήσιμον. ἔστι δὲ τόδε. τὴν ἐνεστῶσαν διάθεσιν ἑκάστου τῶν συνεκτικῶν αἰτίων οἱ σφυγμοὶ πρώτην ἐνδείκνυνται. γνωσθείσης δὲ ταύτης αἵ τε προηγησάμεναι καὶ αἱ προκατάρξασαι τῆς πρώτης αὐτῶν αἰτίαι λαμβάνονται, κᾀν τούτῳ τῶν προγεγονότων ἡ πρόγνωσις. ἡ δὲ τῶν μελλόντων πρόγνωσις ἐκ τῶν ἑπομένων ταῖς διαθέσεσι λαμβάνεται. καθ' [270] ὃν δὲ μάλιστα τρόπον ἕκαστον τῶν εἰρημένων γίγνοιτο ἂν, ἐν τοῖς μετὰ ταῦτα λόγοις διαιρήσομαι, πρότερόν γε κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων ὅσον ὑπόλοιπόν ἐστι νῦν ἡμῖν προτεθέντων διελθών.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΡΟΓΝΩΣΕΩΣ ΣΦΥΓΜΩΝ.

ΒΙΒΛΙΟΝ Β.

[271]    Περὶ μὲν δὴ τῶν πρώτων τε καὶ ὡς ἂν εἴποι τις στοιχειωδεστάτων σφυγμῶν, ὧν ἐν τῇ διαστολῇ τῆς ἀρτηρίας ἡ διάγνωσις, ἐν τῷ πρὸ τούτου λόγῳ διῄρηται· περὶ δὲ τῶν ὑπολοίπων ἑξῆς ἂν εἴη ῥητέον ἀπὸ τῆς συστολῆς ἀρξαμένοις. ἔστι μὲν οὖν κᾀν ταύτῃ τὰ τέσσαρα γένη τῶν σφυγμῶν, ὅσα περ κᾀπὶ τῆς διαστολῆς. καὶ γὰρ ὠκυτέρα καὶ βραδυτέρα καὶ μείζων καὶ μείων καὶ σφοδροτέρα καὶ ἀμυδροτέρα κατά γε τὴν φύσιν αὐτὴν τοῦ πράγματος ἡ ἐν τῇ συστολῇ κίνησις γίνεται, ὥσπερ γε καὶ τὸ σῶμα [272] τῆς ἀρτηρίας ἤτοι σκληρὸν ἢ μαλακὸν ἀποτελεῖται, οὐ μὴν διαγνῶναί γε δυνατόν ἐστι τῶν εἰρημένων γενῶν οὐδὲν, ὅτι μὴ βραδύτητα μόνην καὶ τάχος, οὐδὲ ταῦτ' ἐπὶ πάντων, ἀλλ' ἐν ἐκείνοις τοῖς σφυγμοῖς ἐν οἷς αἰσθητὴ διάγνωσίς ἐστι τῆς συστολῆς, ὡς ἐν τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν ἐπιδέδεικται. καὶ μὲν δὴ κᾀν τῷ περὶ χρείας σφυγμῶν ἐδέδεικτο τῆς ἀρτηρίας ἐνέργειά τις εἶναι, καὶ ἡ συστολὴ τῆς διαστολῆς οὐδὲν ἧττον. ἀμφότεραι γὰρ διαφυλάττουσι τὴν συμμετρίαν τῆς κατὰ φύσιν θερμότητος. ἡ μὲν γὰρ διαστολὴ καθάπερ εἰσπνοή τις ἐμψύχουσά τε τὸ ὑπερβάλλον τῆς φλογώσεως καὶ τῷ ῥιπίζειν ἀνάπτουσα τὸ σβεννύμενον, ἡ δὲ συστολὴ τὸ λιγνυῶδες ἀποχέουσα δίκην ἐκπνοῆς. δηλώσει τοιγαροῦν τὸ μὲν τάχος τῆς συστολῆς ἀξιόλογόν τι πλῆθος αἰθαλωδῶν περιττωμάτων ἀθροίζεσθαί τε ἅμα καὶ ἐκκρίνεσθαι κατ' ἐκεῖνον τὸν χρόνον ἐν ᾧ περ ἂν εὑρίσκηται· ἡ δὲ βραδύτης τοὐναντίον οὔτε ἀθροίζεσθαι πολὺ τὸ τοιοῦτο περίττωμα, καὶ διὰ τοῦτο μηδὲ κενώσεως δεῖσθαι. πάμπολυ μὲν γὰρ ἀθροίζεται κατὰ τὰς σήψεις τῶν χυμῶν, ἐφ' αἷς [273] ἀνάγκη πυρετοὺς ἀνάπτεσθαι· παντάπασι δ' ὀλίγον, ὅταν εὔχυμον ᾖ τὸ σῶμα· κατὰ δὲ τὰς ἄλλας διαθέσεις ὁπόσαι μεταξὺ τούτων εἰσὶν, ἀνάλογον ἑκάστης τῶν διαθέσεων, ἐπὶ μὲν ταῖς ἐδωδαῖς τε καὶ τοῖς ὕπνοις πλέον, ἐγρηγορούντων δὲ καὶ ἀσιτούντων ἔλαττον. οὕτως δὲ καὶ κατ' αὐτὴν τῶν ἐδεσμάτων τὴν φύσιν ἐπὶ μὲν τοῖς κακοχύμοις πλέον, ἐπὶ δὲ τοῖς εὐχύμοις ἔλαττον. ἀνάλογον δὲ καὶ κατὰ τοὺς πυρετοὺς ἐν μὲν ταῖς ἐπισημασίαις πλέον, ἐν δὲ τοῖς ἄλλοις καιροῖς ἧττον· καὶ πλέον μὲν ἐπὶ τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς, οἷοί περ οἱ φλεγματώδεις εἰσὶ καὶ οὓς ὀνομάζουσιν ὠμοὺς, ἧττον δὲ ἐπὶ τοῖς πικροχόλοις τε καὶ μελαγχολικοῖς· ἐν δὲ τῷ μεταξὺ τούτων ἐφ' αἵματι. καὶ γὰρ καὶ τοῦτο σήπεται κατὰ τὰς φλεγμονὰς, ἐφ' αἷς πυρέττουσι, τάς τε ἄλλας καὶ ὧν ἡ φλόγωσις εἰς τοσοῦτον ἄμετρος ὡς κατακαίειν τε τὸ δέρμα καὶ πάθος ἐργάζεσθαι τὸ προσαγορευόμενον ἄνθρακα. τῆς αὐτῆς δέ πώς εἰσι φύσεως καὶ οἱ μετὰ ἀναβρώσεως ἕρπητες, οὓς ἐσθιομένους Ἱπποκράτης ὠνόμαζεν. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις οἱ χυμοὶ σήπονται. καθ' ἕτερον δ' αὖ τρόπον οἱ ἐν ταῖς τραχείαις ἀρτηρίαις χυμοὶ σηπόμενοι, μεταδιδόασι γὰρ [274] τοῦ σφετέρου κακοῦ τῷ πνεύμονι, καὶ σήπεται καὶ τοῦτο τὸ σπλάγχνον ἐν τῷ χρόνῳ. ἀθροίζονται μὲν οὖν ἐν ταῖς τραχείαις ἀρτηρίαις ἤτοι διὰ τὸν ἀπὸ τῆς κεφαλῆς κατάῤῥουν, ἢ ἐκ πλευρίτιδος, ἢ περιπνευμονίας, ἢ τοῦ πνευμονώδους πάθους, ἢ συνάγχης, ἢ ἐξ ἐμπυήματος μεταληφθέντος. τὴν δ' ἀρχὴν τοῦ σήπεσθαι λαμβάνουσι διὰ τὸ μὴ καλῶς ἀναπτύεσθαι. δέονται γὰρ ἐν τάχει κενοῦσθαι διά τε τὴν σφετέραν μοχθηρίαν καὶ τὴν ἐν τῷ χωρίῳ θερμότητα, πολλάκις δὲ καὶ ῥῆξις ἀγγείου κατὰ τὸν πνεύμονα γενομένη προχεῖ τι τοῦ αἵματος εἰς τὰς τραχείας ἀρτηρίας, ὃ δὴ σηπόμενον ἐν τῷ χρόνῳ φθόην ἐργάζεται. θᾶττον δ' εἰς τοῦτ' ἔρχεται τὸ κατὰ διάβρωσιν τῶν ἀγγείων ἐκχυθέν. ἐν ἁπάσαις δὴ ταύταις αἷς κατέλεξα διαθέσεσιν, ὅσαι τ' ἄλλαι σηπεδόνα τινα χυμῶν ἔχουσιν, ἡ ἔσω κίνησις αὐξάνεται τῶν ἀρτηριῶν, καὶ κατὰ τὸ ποσὸν μὲν, ὡς ἐπιπλέον αὐτὰς συστέλλεσθαι, ἀλλὰ τοῦτό γε οὐκ ἂν αἰσθήσει διαγνοίης ἀκριβῶς. ἡ γοῦν εἰς τάχος ἐπίδοσις ἐναργής τ' ἐστὶ καὶ διαγνῶναι ῥᾳδία τῷ τετριμμένῳ περὶ τοὖργον, ὃν οὐδ' ἄρξασθαι τριβῆς οἷόν τε πρὶν τὰ περὶ [275] διαγνώσεως ὑφ' ἡμῶν γεγραμμένα μαθεῖν, ὧν οὐδὲν οὐδεὶς τῶν ἔμπροσθεν ἰατρῶν ἐδίδαξεν ἡμᾶς. ἀλλ' ἔνιοι μὲν ἄχρι λόγου πιθανοῦ προέρχονται, τεχνολογίας δή τινας Ἡροφιλείας ὑπὲρ τῶν ἐν τοῖς σφυγμοῖς ῥυθμῶν γράφοντες, ἔνιοι δὲ περιλάλησίν τε τὴν τοιαύτην θεωρίαν ἀποκαλοῦσι καὶ τελέως αὐτῆς ἀφίστανται. τὸ δ' ἀληθὲς οὐδέτεροι κατεῖδον, ὡς εἰς τάχος τε καὶ βραδύτητα χρὴ βλέπειν τῆς διαστολῆς καὶ τῆς συστολῆς, ἑκατέρας πολλὰ σημαίνειν δυναμένης, ὥσπερ γε ἤδη νῦν εἴρηται ἡμῖν διὰ κεφαλαίων ἔν τε τοῖς ἑξῆς ἐπιπλέον εἰρήσεται κατὰ τὸν περὶ τῶν νοσημάτων λόγον.

   Ἐν δὲ τῷ παρόντι μετιτέον ἐστὶν ἐπὶ τὸν περὶ πυκνότητός τε καὶ ἀραιότητος λόγον. διττῆς δ' οὔσης ἑκατέρας, ὅτι καὶ τὰς ἠρεμίας τῆς ἀρτηρίας δύο εἶναι συμβέβηκε, τὴν μὲν ἐπὶ τὸ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, τὴν δὲ ἐπὶ τὸ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι, τὸ μέν τι κοινὸν ἀμφοτέραις ὑπάρχει, τὸ δ' ἴδιον ἑκατέρᾳ· κοινὸν μὲν, ὅτι βραχύνονταί τε κατὰ διττὴν αἰτίαν, ἤτοι τῆς προηγουμένης κινήσεως μηκυνθείσης ἢ τῆς ἑπομένης πρωϊαίτερον ἀρξαμένης, [276] μηκύνονται τε πάλιν ἤτοι τῆς προηγουμένης κινήσεως βραχυνθείσης, ἢ τῆς ἑπομένης ὀψιζούσης· ἴδιον δ' ἑκατέρας ὃ σημαίνειν πεφύκασιν. δῆλον δ' ὡς ἐκεῖνο σημαίνουσιν ὅπερ ἂν ἐκ τοῦ μεμηκύνθαι τὴν ἑτέραν κίνησιν, ἢ πρωϊαίτερον ἄρχεσθαι τὴν ἑτέραν ὑπάρχει δηλούμενον, ἢ πάλιν ἐκ τοῦ βραχεῖαν μὲν γεγονέναι τὴν ἑτέραν, βραδύνειν δὲ τὴν λοιπήν. ἐπειδὴ γὰρ ἡ μὲν καθαρὰ θερμότης καὶ ἥκιστα περιττωματικὴ τὴν διαστολὴν ἐργάζεται μείζονά τε ἅμα καὶ ὠκυτέραν, ἡ δὲ τεθολωμένη σηπεδονώδεσι περιττώμασι τὴν συστολὴν, ὅταν δὲ ἐπὶ τῷ πρωϊαίτερον μὲν ἐπὶ τῷ μεγέθει τῆς διαστολῆς ὁ σφυγμὸς γένηται πυκνότερος, ηὐξῆσθαι δηλώσει θερμότητα πολλὴν ἐν τῷ σώματι καθαρὰν, ὅταν δ' ἐπὶ τῷ πρωϊαίτερον ἄρχεσθαι τὴν συστολὴν, ἀκαθάρτου τε καὶ περιττωματικῆς θερμασίας ἐνδείξεται πλῆθος. ὡσαύτως δὲ κᾂν ἀραιότερος ὁ σφυγμὸς γένηται κατὰ τὴν ἐκτὸς ἠρεμίαν, εἰ μὲν ἐπὶ βραχύτητι τῆς διαστολῆς, ἐψῦχθαι τὴν ἐν τῷ ζώῳ θερμότητα δηλώσει, εἰ δὲ διὰ τὸ βραδύνειν τὴν συστολὴν, ἐλάττω γεγονέναι τὰ καπνώδη περιττώματα· κατὰ δὲ τὴν ἐντὸς ἠρεμίαν ἔμπαλιν, εἰ μὲν ἐπὶ τῷ μηκυνθῆναι τὴν συστολὴν [277] ὁ σφυγμὸς πυκνωθείη, πλῆθος ὑποτρέφεσθαι καπνωδῶν περιττωμάτων, εἰ δὲ διὰ τὸ πρωϊαίτερον ἄρχεσθαι τὴν διαστολὴν, ηὐξῆσθαι τὴν θερμότητα. πάλιν δ' αὖ κατὰ τὴν ἠρεμίαν ταύτην ἀραιούμενος ὁ σφυγμὸς, εἰ μὲν διὰ τὸ μεμειῶσθαι τὴν συστολὴν, ἠλαττῶσθαι τὰ περιττώματα δηλώσει, εἰ δὲ διὰ τὸ βραδύνειν τὴν διαστολὴν, μεμειῶσθαι τὴν θερμότητα. συνελθόντων δὲ ἀμφοῖν ἅμα, τοῦ τε μεμηκύνθαι τὴν προτέραν κίνησιν καὶ τοῦ πρωϊαίτερον ἄρχεσθαι τὴν δευτέραν, εἴτε κατὰ τὴν ἐκτὸς ἠρεμίαν, εἴτε κατὰ τὴν ἐντὸς τοῦτο συμβαίνει, σύνθετον ἐνδείξεται διάθεσιν ἐξ ἐκείνων, ὧν ἑκάτερον ἐδήλου κατὰ μόνας. ὁμοίως δὲ κᾂν ἀραιὸς ὁ σφυγμὸς γένηται, καθ' ὁποτερανοῦν τῶν ἠρεμιῶν ἀμφοῖν ἅμα συνελθόντων, τοῦ τε συνῃρῆσθαι τὴν προτέραν κίνησιν καὶ τοῦ μετὰ πλέον ἄρχεσθαι τὴν ἑτέραν, ἡ διάθεσις ἔσται καὶ οὕτω διττή τε καὶ σύνθετος ἐξ ἑκατέρας τῶν ἤδη προδεδηλωμένων, ὑπομεμειωμένης μὲν ὁποτερασοῦν τῶν κινήσεων, ἀναβεβλημένης δὲ καὶ μετὰ πλέον ἀρχομένης τῆς ἑτέρας. οὐ μὴν ἥ γε διάγνωσις εἰς ἴσην ἐνέργειαν ἥκει καθ' ἑκατέρας τὰς ἡσυχίας. ἡ μὲν γὰρ ἐκτὸς ἐναργῶς αἰσθητὴ, τὴν δ' ἐντὸς οὐχ ὅπως ἐναργῶς, ἀλλ' [278] οὐδ' ἀμυδρῶς ἔνεστιν αἰσθήσει διαγνῶναι. στοχασμῷ δ' ἂν μόνῳ τις αὐτὴν ἐξεύροι, συλλογισάμενος ἐκ τῆς καθ' ἑκατέραν τὴν κίνησιν ὁρμῆς, καὶ μᾶλλον ἐπ' ἐκείνων τῶν σφυγμῶν ἐν οἷς ἐναργῶς ἔστιν αἰσθήσει διαγνῶναι τὴν συστολήν. εἴρηταί μοι καὶ περὶ τούτου τοῦ γένους τῶν σφυγμῶν ὅσον ἱκανὸν εἰς τὰ παρόντα.

   Ἑξῆς δ' ἐστὶν ἐπί γε τῇ τάξει τοῦ λόγου περὶ ῥυθμῶν διελθεῖν, ὑπὲρ ὧν Ἡροφίλῳ μὲν ἐπὶ πλέον εἴρηται τήρησίν τινα καὶ ἐμπειρίαν ἱστοροῦντι μᾶλλον ἢ λογικὴν μέθοδον ἐκδιδάσκοντι. τοὺς γὰρ καθ' ἑκάστην ἡλικίαν ὡς τὸ πολὺ φαινομένους ῥυθμοὺς τῶν σφυγμῶν ἔγραψε, πρῶτον μὲν οὐδ' ἐφ' ὧν τινων φύσεων ἐτήρησεν αὐτοὺς οὐδὲν ἡμῖν εἰπών· εἶτ' ἐξ αὐτῶν ὧν διδάσκει δῆλον ὅτι συγκέχυταί τε καὶ ἀδιάρθρωτός ἐστι περὶ τὴν τῆς συστολῆς τε καὶ τῶν ἠρεμιῶν διάγνωσιν. εἴπερ γὰρ ἡγεῖταί ποτε δύνασθαι γενέσθαι συστολὴν ἐπὶ τῶν γεγηρακότων, ἄχρι δὴ τῶν δέκα πρώτων χρόνων ἐκτεταμένην, εὔδηλός ἐστι τῆς ὄντως συστολῆς ἀναισθήτως ἔχων. αὕτη γὰρ ἐνίοτε μὲν ὀλιγοχρονιωτέρα τῆς διαστολῆς ἐστιν, ἐνίοτε δ' ἰσόχρονός ἐστιν, ὁτὲ δὲ, ὡς [279] ἐκεῖνος γράφει, πολυχρονιωτέρα μὲν, οὐ μὴν, ὡς οἴεται, πενταπλασίων, ἀλλὰ βραχεῖ τινι μείζων. ὅσα δ' ἄλλα μοχθηρὰ καὶ ἀδιάρθρωτα καὶ ἀδύνατα πρὸς τὰς προγνώσεις ἔχει τὰ περὶ ῥυθμῶν ὑφ' Ἡροφίλου λεγόμενα, τὰ μὲν ἐκ τοῦ τρίτου περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν ἔνεστι μαθεῖν, τὰ δ' ἐξ ὧν ἰδίᾳ γράψομεν ὑπὲρ τῆς Ἡροφίλου περὶ τοὺς σφυγμοὺς τέχνης. νῦν δὲ, οὔτε γὰρ ἱστορικὴν οὔτ' ἀντιλογικὴν ποιοῦμαι πραγματείαν, ἀλλὰ τῶν ἡμῖν ἐγνωσμένων διδασκαλικὴν, ἐπὶ τὸν περὶ τῶν ἀνωμάλων σφυγμῶν ἤδη μεταβήσομαι λόγον.

   Διττὸν δ' αὐτῶν ἐστι τὸ γένος· ἔνιοι μὲν ἐν μιᾷ πληγῇ τὴν ἀνωμαλίαν λαμβάνοντες, ἄλλοι δ' ἐν ἀθροίσματι. καὶ καλεῖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς συστηματικὴν τὴν τοιαύτην ἀνωμαλίαν, ὅτι, οἶμαι, καὶ τὸ ἄθροισμα σύστημα προσαγορεύουσιν. ἰστέον οὖν ὑπὲρ τῶν ἀνωμάλων σφυγμῶν κοινῇ μὲν τοῦτο κατὰ πάντων, ὅπερ ἐν τῷ δευτέρῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπιδέδεικται, δι' ἐμφράξεις αὐτοὺς, ἢ θλίψεις ὀργάνων, ἢ πλῆθος τὸ πρὸς τὴν δύναμιν νοούμενον, ἢ τὴν τῆς καρδίας ἀνώμαλον δυσκρασίαν [280] συνίστασθαι, χαλεπωτέραν δ' εἶναι τὴν καθ' ἕνα σφυγμὸν ἀνωμαλίαν τῆς ἐν ἀθροίσματι. καὶ μὲν δὴ καὶ τὸ μηδόλως κινεῖσθαι τὴν ἀρτηρίαν, ὅπερ ὀνομάζεται διαλείπειν, ἄν τε καθ' ἕνα σφυγμὸν ἄν τε κατὰ σύστημα γένηται, χαλεπόν ἐστιν ὡς οὐδὲν ἁπάντων τῶν εἰδῶν ἄλλο τῶν ἀνωμάλων γινομένων. ἰδίᾳ δὲ καθ' ἑκάτερον γένος ὑπὲρ ἁπάντων τῶν εἰδῶν ἐπίστασθαι χρὴ, ἀπὸ τῆς ἐν ἀθροίσματι τῶν σφυγμῶν ἀνωμαλίας ἀρξαμένους. γυμνάσωμεν δὲ τὸν λόγον, καὶ πρῶτον ἐν τῇ κατὰ σύστημα, ἐπειδὴ σαφεστέρα τῆς καθ' ἕνα τετύχηκεν οὖσα. τοὺς μὲν δὴ διαλείποντας σφυγμοὺς ἤτοι διὰ τὸ βαρύνεσθαι πρὸς τοῦ πλήθους ἡ δύναμις ἐργάζεται, κωλυομένη κατὰ τὸν προσήκοντα καιρὸν ἐπὶ τὴν κίνησιν ἐξορμᾷν διὰ πάχος, ἢ πλῆθος χυμῶν ἐμφράττον, ἤτοι τὰ στόματα τῶν πλησίων τῆς καρδίας ἀρτηριῶν, δι' ὧν ἕλκει τε καὶ αὖθις ἐκπέμπει τὰς ὕλας, ἢ καὶ μέχρι τινὸς ἀπὸ τῶν στομάτων ὅλην τῶν ἀγγείων τὴν εὐρύτητα. πολλάκις δ' ἔξωθεν αὐταῖς περιχυθὲν τὸ τοιοῦτον πλῆθος οἷον δεσμὸς γίνεται, τὸ μέν πού τι βαρῦνον αὐτὰς οἷον φορτίον, ἔστι δ' ὅτε καὶ τὰς [281] χώρας εἰς ἃς διαστέλλονται καταλαμβάνον, ἐνίοτε δὲ καὶ φλεγμονή τις, ἢ σκίῤῥος, ἤ τις ἕτερος ὄγκος τοιοῦτος ἐν τοῖς περιέχουσι τὰς ἀρτηρίας σώμασι συνιστάμενος ἐμποδὼν ἵσταται ταῖς διαστολαῖς αὐτῶν. εἰ δὲ καὶ κατὰ τοὺς χιτῶνας αὐτῶν τῶν ἀρτηριῶν τοιοῦτόν τι συσταίη, μείζων ὁ κίνδυνος· εἰ δὲ καὶ κατὰ τὸ τῆς καρδίας αὐτῆς σῶμα, τοῦτο μὲν ἤδη κακὸν ἔσχατον, ἐξαιφνίδιον γὰρ οἱ τοιοῦτοι συγκόπτονται. οὐ μὴν ἥ γε δυσκρασία τῆς καρδίας ὁμοίως ὀλέθριος, ἀλλ' ἐπιεικεστέρα μακρῷ φλεγμονῆς. ἕπεται δ' αὐτῇ δυνάμεως ἀῤῥωστία. καὶ ὅ γε ἀμυδρὸς σφυγμὸς οὐκ ἄλλου τινός ἐστιν ἢ τῆς τοιαύτης διαθέσεως γνώρισμα. συμμέτρως μὲν γὰρ ἔχουσα κράσεως ἡ καρδία τὸν σφοδρὸν σφυγμὸν ἀπεργάζεται, μοχθηρῶς δὲ τὸν ἀμυδρόν. τὸ δ' ἧττόν τε καὶ μᾶλλον ἑκατέρῳ διά τε τὴν τῆς εὐκρασίας ἐπίτασίν τε καὶ ἄνεσιν. ἐδείχθη γὰρ πλάτος ἔχειν, καὶ διὰ τὴν τῆς δυσκρασίας οὐδὲν ἧττον ὑπάρχον τοῖς σφυγμοῖς. ἀλλὰ μόνη μὲν ἡ δυσκρασία μικρὸν καὶ ἀμυδρὸν ἀποτελεῖ τὸν σφυγμὸν, οὐ μὴν ἤδη γέ πω καὶ ἀνώμαλον, εἰ μὴ παραβαλλομένη τοῖς χυμοῖς ἡ δύναμις, ὅσοι τε κατ' αὐτὴν τὴν καρδίαν εἰσὶ [282] καὶ ὅσοι κατὰ τὰς πλησίον αὐτῆς ἀρτηρίας τε καὶ φλέβας, ἐλάττων αὐτῶν φαίνοιτο κατὰ τὴν ἰσχὺν, ὅπερ οὐδὲν ἄλλ' ἐστὶν ἢ τὸ πρὸς τὴν δύναμιν πλῆθος. ἐν γὰρ ταῖς τοιαύταις διαθέσεσιν ἀνωμαλία τις ἐξ ἀνάγκης συνυπάρξει τοῖς μικροῖς καὶ ἀμυδροῖς σφυγμοῖς. ἔνθα δ' ἀῤῥωστεῖ μόνον ἡ τῆς καρδίας δύναμις, οὐ μὴν βαρύνεταί γε πρὸς τῶν χυμῶν, ἐνταῦθα μικροὶ καὶ ἀμυδροὶ πάντως εἰσὶν οἱ σφυγμοὶ διὰ τὴν ἀτονίαν τῆς δυνάμεως, ἀνωμαλία δ' οὐδεμία σύνεστιν αὐτοῖς, εἰ μή ποτε ἄρα καὶ αὐτὸ τῆς καρδίας τὸ σῶμα δυσκρασίαν ἀνώμαλον ἐπιδέξεται, περὶ ἧς ὀλίγον ὕστερον εἰρήσεται. νυνὶ δ' ἐπὶ τοὺς διαλείποντας ἐπάνειμι, παρακειμένους μὲν τοῖς ἀραιοτέροις, διοριζομένους δ' αὐτῶν τῷ ῥυθμὸν ὅλον ἀπολωλεκέναι σφυγμοῦ κατὰ τοὺς διαλείποντας. εἰ δὲ μὴ μόνον ἑνὸς σφυγμοῦ χρόνον ἡσυχάσειεν, ἀλλὰ καὶ πλέονα, σαφέστερόν τ' ἂν ὁ τοιοῦτος διαλείπων φαίνοιτο καὶ κινδυνωδέστερος εἰς τοσοῦτον ἔσται τοῦ πρόσθεν εἰς ὅσον ἂν ἐπὶ πλέον ἡσυχάζῃ. ὥστε οὐκ οἶδα εἴ τινα σωθῆναι δυνατόν ἐστι δυοῖν σφυγμῶν χρόνον ἡσυχαζούσης τῆς ἀρτηρίας. ἑνὸς δὲ σφυγμοῦ χρόνον ἢ καὶ βραχεῖ πλέον πολλάκις ἐθεασάμεθα, [283] διαλειπούσης τῆς κινήσεως τῶν ἀρτηριῶν, ἀναῤῥωθέντα τὸν ἄνθρωπον, καὶ μάλισθ' ὅταν ἄγῃ πρεσβυτικὴν ἡλικίαν, καίτοι τάχ' ἂν δόξειεν ἄλογον εἶναι τὸ τοιοῦτον. εἰ γὰρ καὶ ἄλλως ἀσθενής ἐστιν ὁ γέρων καὶ κάμνουσιν αἱ δυνάμεις αὐτῷ καὶ πρὸ τοῦ νοσεῖν, τί ποτε χρὴ προσδοκᾷν ἀποβήσεσθαι τῷ διὰ τὴν ἡλικίαν καμάτῳ προσγενομένου τοῦ διὰ τὴν νόσον; ἀλλ' ὡς ἔοικεν, οὐ ταύτῃ χαλεπόν ἐστιν, ἀλλ' ἐκείνῃ μᾶλλον ἐπιεικὲς, ὅτι τὰς ἀσθενεῖς δυνάμεις ὑπὸ μικρῶν πολλάκις αἰτίων ἐπηρεάζεσθαι συμβαίνει, τὰς δ' ἰσχυρὰς ὑπὸ τῶν μεγίστων μόνον νικᾶσθαι. ταῦτά τοι καὶ ὅσοι ταῖς ἕξεσιν ἰσχυροὶ καὶ χρόνῳ παμπόλλῳ διετέλεσαν ἄνοσοι κινδυνεύουσι νοσήσαντες, οἱ δ' ἀσθενεῖς καὶ συνεχῶς ὑπὸ παντὸς αἰτίου βλαπτόμενοι ῥᾷστα διασώζονται, ὅτι δηλαδὴ τούτων μὲν οὐδεὶς ἀναμένει μέγεθος αἰτίου, φθάνων ὑπὸ παντὸς ἐπηρεάζεσθαι καὶ τοῦ σμικροτάτου, τῶν δ' ἰσχυρῶν ἡ ῥώμη πρὸς ἅπαν ἀπομάχεται τὸ μικρὸν κακὸν, ὥσθ' ὑπὸ μόνων νικᾶσθαι τῶν μεγάλων. γέροντες μὲν οὖν διὰ τοῦτο τοὺς διαλείποντας σφυγμοὺς ἧττον ὀλεθρίους ἔχουσι τῶν ἀκμαζόντων. οἱ δὲ δὴ παῖδες ἑξῆς, ὅτι τήν τε πεπτικὴν δύναμιν ἰσχυρότατοι [284] καὶ τὸ σῶμα μαλακώτατοί τε καὶ ῥᾳδίως διαπνεόμενοι, ἐκπέπτουσί τε οὖν καὶ διαφοροῦσι τάς τε ἀνωμάλους δυσκρασίας καὶ τὸ πλῆθος καὶ τὸ πάχος τῶν χυμῶν. συμβαίνει δὴ καὶ τούτους ἧττον κινδυνεύειν τῶν ἀκμαζόντων ἐν τοῖς διαλείπουσι σφυγμοῖς, διὰ διττὴν αἰτίαν, ὅτι τε τὴν σφυγμικὴν δύναμιν ἀσθενεστέραν ἔχουσι τῆς τῶν ἀκμαζόντων, ὥσθ' ὑπὸ βραχυτέρων αἰτίων ἑτοιμότερον νικᾶσθαι, καθάπερ οἱ γέροντες, καὶ ὅτι τὴν πεπτικὴν ἰσχυροτέραν, ὡς ῥᾷον ἐπανορθοῦσθαι τὰ λυποῦντα. πρόσεστι δὲ καὶ τὸ τῆς διαπνοῆς ἕτοιμον, οὐ μικρὸν ἀγαθὸν εἰς ἐπανόρθωσιν νοσημάτων, ὡς καὶ πρὸς Ἱπποκράτους ἐλέγετο. εἰ μὲν οὖν ἀρέσκοιτό τις τοῖς εἰρημένοις λογισμοῖς, ἔνεστιν αὐτοῖς χρῆσθαι, εἰ δ' οὐκ ἀρέσκοιτο, τὸ γοῦν ἐκ τῆς πείρας φαινόμενον ἴστω τοιοῦτον ὑπάρχον οἷον εἴρηται. μάλιστα μὲν οὖν οἱ ἀκμάζοντες, ἧττον δ' αὐτῶν οἱ παῖδες, ἥκιστα δ' οἱ γέροντες ἐν τοῖς διαλείπουσι κινδυνεύουσιν. οὐδὲν δὲ θαυμαστὸν ὀλεθριωτάτην εἶναι τῶν ἀνωμαλιῶν τὴν διαλειπτικήν. αἱ μὲν γὰρ ἄλλαι πλημμελεῖς πώς εἰσι κινήσεις, ἡ δὲ κατὰ [285] τὸ διαλείπειν ἐν στερήσει κινήσεως γίνεται. καθ' ὃν γὰρ χρόνον ὁ σφυγμὸς διαλείπει, κατὰ τοῦτον οὐδόλως ἡ ἀρτηρία κινεῖται. καὶ σχεδὸν εἰς ὅσον ἀλλήλων διαφέρουσιν ὑγεία καὶ θάνατος καὶ νόσος, εἰς τοσοῦτον καὶ ἡ κατὰ φύσιν κίνησις ἀκινησίας τε καὶ μοχθηρᾶς κινήσεως. ἡ μὲν γὰρ κατὰ φύσιν κίνησις οἷόν περ ὑγεία, ἡ δὲ μοχθηρὰ κίνησις οἷόν περ ἡ νόσος, ἡ δ' ἀκινησία θανάτῳ προσέοικεν. οἷς μέντοι δοκεῖ κατὰ τὰς ἐνεργείας αὐτὰς γίνεσθαι τό θ' ὑγιαίνειν καὶ τὸ νοσεῖν, οὐ κατὰ τὰς τοῦ σώματος διαθέσεις; ἀφ' ὧν ἐνεργοῦμεν, τούτοις οὐχ οἷόν περ ὑγεία τις ἡ κατὰ φύσιν κίνησις τῶν ἀρτηριῶν, ἀλλ' ἄντικρυς ὑγεία λεχθήσεται. κατὰ ταῦτα γοῦν καὶ ἡ πλημμελὴς κίνησις οὐχ οἷόν περ νόσος, ἀλλ' αὐτὸ δὴ τοῦτο νόσον, ἡ δ' ἀκινησία νέκρωσίς τις, εἰ μὲν ἐπὶ πλέον γένοιτο παντελὴς, εἰ δ' ἄχρι τοῦ δοκεῖν ἑνὸς σφυγμοῦ χρόνοιν δυοῖν ἡσυχάζειν, οἷόν περ κάρος, ἢ ἀποπληξία τις, ἢ παράλυσις τῶν καθ' ὁρμὴν ἐνεργειῶν. οἷα γὰρ ταῦτα περὶ ἑτέραν ἀρχήν ἐστι τὴν ἐν ἐγκεφάλῳ, τοιοῦτό τι καὶ ἡ τῶν σφυγμῶν ἡσυχία περὶ τὴν ἐν τῇ καρδίᾳ, καὶ ὥσπερ ἐπ' ἐκείνης [286] ὀρθῶς εἴρηται λύειν ἀποπληξίην, ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον, οὕτω κᾀνταῦθα καλῶς εἰρήσεται, λύειν ἀκινησίαν σφυγμῶν μακροχρόνιον μὲν ἀδύνατον, βραχυχρόνιον δὲ οὐ ῥᾴδιον. μακροχρόνιος μὲν οὖν ἐστιν ἡ δυοῖν σφυγμοῖν χρόνον ὑπερβαίνουσα, βραχυχρόνιος δὲ ἡ τοῖν δυοῖν ἐντός. ἡ δὲ περὶ τῶν ἑνὸς σφυγμοῦ χρόνων ἡσυχία μετριωτάτη τῶν διαλήψεών ἐστι καὶ πολλοὶ διεσώθησαν ἐκ ταύτης γέροντές τε καὶ παῖδες, ἀκμάζων δ' οὐδεὶς οὐδὲ ἐκ ταύτης. ἀλλ' ὑπ' ἀγνοίας ἔνιοι τὴν μακρὰν ἀραιότητα διάληψιν εἶναι νομίζοντες ἡγοῦνται σεσῶσθαί τινας ἀκμάζοντας ἐκ τῆς τοιαύτης κακοσφυξίας. ἔστι μὲν οὖν καὶ ἥδε χαλεπὴ, καὶ μάλιστα τοῖς ἀκμάζουσιν, οὐ μὴν ὀλέθριος πάντως ἐπὶ μέντοι τῶν παίδων τε καὶ τῶν γερόντων ἔτι δὴ καὶ μᾶλλον ἐπιεικής. ὅ γε μὴν θάνατος ἐξαιφνίδιος ἐπὶ τοῖς διαλείπουσι γίνεται σφυγμοῖς ἀνάλογον ἀποπληξίᾳ. σβέννυται γὰρ ἐν ἀμφοτέροις ἡ ἐν τῇ καρδίᾳ θερμότης, ἀναπνοῆς στερηθεῖσα. ἀραιότης μὲν οὖν διαλείποντος σφυγμοῦ διώρισται τῷ μήκει τοῦ χρόνου, προσδιορισθήσεται δ' ἐνίοτε καὶ τῷ τὴν μὲν ἀραιότητα [287] καὶ μεθ' ὁμαλότητός ποτε συνίστασθαι πάντων τῶν πληγῶν, τὸν διαλείποντα δὲ σφυγμὸν ἐξ ἀνάγκης ἀνώμαλον γίνεσθαι, ἐνίοτε μὲν γὰρ διὰ τριῶν, ἐνίοτε δὲ διὰ τεσσάρων, ἔστι δ' ὅτε διὰ πέντε πληγῶν, ἢ καὶ πλειόνων, εὑρίσκεται διαλείπων τε καὶ ἡσυχάζων ἕνα χρόνον ἢ καὶ πλέονα κινήσεως, συμμεταβάλλεται δ' εὐθὺς αὐτῷ καὶ τῶν ἄλλων τι γενῶν εἰς ἀνωμαλίαν τρεπόμενον. οὐ μὴν ἀλλὰ καὶ τοῦτο ταῖς ἐκτεταμέναις ἐπὶ πλείονα χρόνον ἀραιότησιν ἀχώριστον ὑπάρχει, τὸ βραδυτέραν τοῦ προσήκοντος ἀποτελεῖσθαι τὴν κίνησιν, ἐνίοτε μὲν εἰς τοσοῦτον εἰς ὅσον περ καὶ ἡ ἀραιότης, ἐνίοτε δ' ἐπὶ πλέον, ἢ ἔλαττον, ὡς ἂν ἡ τὴν τοιαύτην κακοσφυξίαν ἐργαζομένη διάθεσις ἔχῃ. κατάψυξις δ' ἐστὶν ἰσχυρὰ τῶν τοιούτων σφυγμῶν αἰτία τῆς γενέσεως, ἤτοι κατὰ τὸ σῶμα τῆς καρδίας, ἢ κατὰ τὸ πνεῦμά τε καὶ αἷμα τὸ ἐν ταῖς κοιλίαις αὐτῆς, ἢ κατά τι τῶν ὁμιλούντων μορίων. ἡ μὲν οὖν κατὰ τὸ σῶμα τῆς καρδίας αὐτὸ κατάψυξις μεγάλη εἰς τοσοῦτο καὶ τοὺς σφυγμοὺς ἀμυδροὺς ἐργάζεται καὶ βραδεῖς καὶ μικροὺς εἰς ὅσον ἂν καὶ αὕτη δυναστεύῃ· ἡ δ' ἀπό τινος τῶν ἄλλων ὁρμωμένη τὴν ἀραιότητα [288] πλέον ἢ τὰ ἄλλα τὰ εἰρημένα γένη τοῦ κατὰ φύσιν ἐξίστησιν. ὥστ' ἔνιοί τινες ἐξ αὐτῶν οὐ πολὺ τῶν κατὰ φύσιν ἐλάττους τε καὶ βραδυτέρους καὶ ἀμυδροτέρους ἔχοντες τοὺς σφυγμοὺς ὅμως ἀπόλλυνται διὰ ταχέων. ὁ δὲ θάνατος ἀφυκτότερος μέν ἐστιν, ὅταν αὐτὸ τὸ σῶμα τῆς καρδίας δέξηται τὴν κατάψυξιν, ἐξαιφνίδιος δὲ γίνεται καὶ κατὰ τὴν ἑτέραν διαφοράν. καὶ ἀποθνήσκουσιν οἱ μὲν πρότεροι κοιμώμενοι μᾶλλον, ὡς μηκέτ' ἐξαναστῆναι, οἱ δὲ δεύτεροι καὶ οὕτως μὲν, ἀλλὰ καὶ διαλεγόμενοί τινες ἐξ αὐτῶν, ὡς δοκεῖν τοῖς ἰδιώταις μηδὲν ἔχειν ἄτοπον, ἐξαίφνης οἷόν περ λειποθυμήσαντες ἀπέθανον, οἱ μὲν ἐφιδρώσαντες, οἱ δὲ καὶ χωρὶς τούτου. καὶ καταλαμβάνει τὸ σύμπτωμα τοῦτο καὶ ἡ διάθεσις αὕτη καὶ τῶν ἐν νόσοις μέν τινας, ὅταν ἀπύρετοι γένωνται παραλόγως, καὶ τῶν ὑγιαινόντων δέ τινας ἐν πρεσβυτικῇ μάλιστα τῇ ἡλικίᾳ. ἀραιότης μὲν οὖν σφυγμῶν εἰς τοσοῦτον ὀλέθριος. καὶ μὲν δὴ καὶ οἱ διαλείποντες ἔτι καὶ μᾶλλον, εἴ γε καὶ ἡ γένεσις αὐτῶν ἐπιτεινομένης τῆς ἀραιότητος καὶ ἡ λύσις ἐπάνοδος εἰς τὴν ἀρχαίαν συμμετρίαν ἐστὶ [289] δι' ἀραιότητος, οὐδεὶς γὰρ τῶν σωθέντων ἐπὶ διαλείπουσι σφυγμοῖς ἑτέρως ἐσώθη, ἀλλὰ καθ' ὃν εἴρηται τρόπον ἅπαντες, ἀραιότητος μὲν πρῶτον ἱκανῶς ἐκτεταμένης διαδεξαμένης τὸν διαλείποντα σφυγμὸν, ἐπ' αὐτῇ δ' ἀεὶ καὶ μᾶλλον ὀλιγοχρονιωτέρας γινομένης τῆς ἡσυχίας ἄχρι τοῦ τὴν κατὰ φύσιν ἀπολαβεῖν συμμετρίαν.

   Ἐναντίοι δ' εἰσὶ τοῖς εἰρημένοις σφυγμοῖς ἕτεροι δύο, τῷ μὲν ἀραιῷ πυκνὸς, τῷ διαλείποντι δ' ὁ παρεμπίπτων, οὓς ὁ Ἀρχιγένης ἔοικεν οἴεσθαι χαλεπωτέρους εἶναι τῶν προειρημένων, ἐξαπατώμενος ὑπὸ τῶν πυκνῶν, ὅτι καὶ προηγοῦνται καὶ συνεδρεύουσι συγκοπαῖς· ἐπὶ δὲ τῶν παρεμπιπτόντων, ὅτι περιπνευμονικοῖς ἐνίοτε προσπίπτουσιν ὀλεθρίως ἔχουσι καὶ πυρετοῖς ἔστιν ὅτε, καθ' οὓς ἔμφραξις ἢ θλίψις ἐστὶν ἀρτηριῶν κυρίων. οὐ μὴν εἴς γε τὴν γένεσιν ἀποβλέψαντι τῶν τοιούτων σφυγμῶν ἀληθὴς ἡ δόξα φαίνεται τοῦ Ἀρχιγένους. ὁ μὲν γὰρ παρεμπίπτων ἐπ' ἀνωμάλῳ γίνεται πυκνότητι, διὰ τὸ πολλάκις ἐνδεέστερον τῆς χρείας ἐνηργηκέναι τὴν καρδίαν. αὐτὸ δὲ τοῦτο πάλιν ἤτοι βαρυνομένης γίνεται τῆς καρδίας ὑπὸ πλήθους, ἢ τῶν ὀργάνων [290] ἐμπεφραγμένων, ἢ στενοχωρουμένων, ἅπερ, οἶμαι, καὶ τῶν διαλειπόντων ἦν αἴτια· διαλλάττουσιν οὖν ἀλλήλοις τῷ τοὺς μὲν παρεμπίπτοντας ἀπομαχομένην τε καὶ διαγωνιζομένην τοῖς ἐνοχλοῦσιν αἰτίοις ἔχειν τὴν δύναμιν, τοὺς δὲ διαλείποντας ὀκνοῦσαν τοῦτο πράττειν. ἀμέλει πολλάκις οἱ παρεμπίπτοντες σφυγμοὶ κρίσιν ἤνεγκαν. εἰ γὰρ καί ἐστιν ὥσπερ κατ' ἄπειρον τῆς εἰς ἀγῶνα παρασκευαζομένης φύσεως. εἰ δὲ ἐκ τῶν τοιούτων κρίσεων ἀπόλλυνταί τινες, οὐδὲν τοῦτο πρὸς τὸ χαλεπωτέραν εἶναι τὴν τῶν παρεμπιπτόντων διάθεσιν τῆς τῶν διαλειπόντων. πολὺ πλείους γὰρ ἐκ τῶν διαλειπόντων ἀπόλλυνται, κατὰ δὲ τὸν αὐτὸν τρόπον κᾀκ τῶν ἱκανῶς ἀραιῶν ἤπερ ἐκ τῶν πυκνῶν. οἱ γοῦν περικαεῖς ἅπαντες πυρετοὶ πυκνὸν ἔχουσι τὸν σφυγμὸν, ἔνιοί τινες αὐτῶν ὄντες ἀκίνδυνοι. οἱ δ' ἐν ταῖς συγκοπαῖς πυκνοὶ διὰ τὴν ἀμυδρότητα κινδυνώδεις εἰσὶν, ἀχώριστον οὖσαν ἁπασῶν συγκοπῶν, καὶ χρὴ, οἶμαι, τοὺς ἀμυδροτάτους σφυγμοὺς εἴπερ τινὰς καὶ ἄλλους κινδυνώδεις νομίζειν, οἷοί περ οἱ τῶν συγκοπτομένων εἰσὶν, ὅλως δ' ἐπισκέψασθαι καλῶς ἔχει περὶ τῶν ἐν ἅπασι τοῖς τῶν σφυγμῶν γένεσιν ἀκροτήτων.

[291] ὅτι μὲν γὰρ ὀλέθριοι καὶ πρὸς Ἀρχιγένους ὡμολόγηται. ποία δ' ὀλεθριωτάτη πασῶν ἐστιν οὔτ' ἐκεῖνος οὔτ' ἄλλος τις ἀκριβῶς ἐπεσκέψατο. καίτοι δῆλον ὡς ὅση περ ἂν ἀκρότης σφυγμῶν φαίνηται τῶν ἄλλων ὀλεθριωτάτη, καὶ τὸ κατ' ἐκείνην γένος ὀλεθριώτατον εἰκότως νομισθήσεται τῶν ἄλλων γενῶν. οὕτω δὲ καὶ εἰ παραβάλλοντες ἓν ἑνὶ, τὸ κατὰ θάτερον αὐτῶν ἄκρον εὑρίσκοιμεν ὀλεθριώτερον, οὐκ ἂν ἀλόγως οὐδὲ τὸ γένος ὅλον τοῦ γένους ὀλεθριώτερον εἴποιμεν. ἡ μὲν οὖν ἄκρα πυκνότης οὐδὲν ἧττον τῶν συγκοπτομένων ὑπάρχει τοῖς περικαῶς πυρέττουσιν, οὐκ ἐξ ἅπαντος ὀλεθρίως διακειμένοις, ἡ δ' ἀραιότης οὐκ ἔστιν ὅτε ἀκίνδυνος ὑπάρχει, καθάπερ οὐδ' ἡ ἀμυδρότης, οὐδ' ἡ σμικρότης. αἱ μὲν γὰρ τρεῖς αὗται διαφοραὶ τῶν σφυγμῶν εἰς ἄκρον ἥκουσαι κινδυνώδεις εἰσὶ διαπαντὸς, οὐ μὴν τό γε μέγεθος, ὥσπερ οὐδ' ἡ σφοδρότης, ἀλλ' αὐτὴ μὲν μόνη πασῶν ἀκροτήτων οὐχ ὅπως κινδυνώδης, ἀλλὰ καὶ μέγιστον ἀγαθὸν, ἄν πέρ τις αὐτὴν ἐπίστηται διαγινώσκειν. τὸ δ' ἔσχατον μέγεθος, ἐπειδὰν μὲν ἅμα νοσώδει μαλακότητι συνίστηται, κινδυνῶδες, [292] ἐπειδὰν δὲ μετά τινος ὑγιεινῆς τοῦ χιτῶνος συστάσεως, οὐδὲν ἄτοπον ἔχει. μυριάκις γὰρ ἐν τοῖς πυρετοῖς ἀκινδύνοις μὲν, θερμοῖς δὲ καὶ περικαέσιν ὁ σφυγμὸς γίνεται μέγιστος, ὅταν ἡ δύναμις εὐρωστῇ. οὐκοῦν οὐδ' ἐκ τῆς τῶν ἀκροτήτων παραβολῆς οὔτε τὸ τῶν πυκνῶν σφυγμῶν γένος ὀλεθριώτερον ἂν ἐπιδείξειέ τις τῶν ἀραιῶν οὔτε τὸ τῶν παρεμπιπτόντων τοῦ τῶν διαλειπόντων. ἐπεὶ δὲ ὁ λόγος ἔσπευδε μὲν ἐπὶ τὴν περὶ τούτων ἀπόδειξιν μόνων, ἐν παρέργῳ δὲ καὶ περί τινων ἄλλων ἐσκέψατο γενῶν, οὐδὲν ἂν εἴη χεῖρον ἔργον τὸ πάρεργον ποιησαμένους τῇ μνήμῃ παραθέσθαι τὰ διδαχθέντα περὶ μεγάλου τε καὶ μικροῦ καὶ σφοδροῦ καὶ ἀμυδροῦ σφυγμοῦ. κάλλιον δ', εἰ καὶ τὴν λοιπὴν διαφορὰν αὐταῖς προσθείημεν τὴν κατὰ βραδύτητα καὶ τάχος. φαίνεται γὰρ κᾀνταῦθα τὸ τῶν ταχέων γένος ἀκινδυνότερον ὑπάρχον τῶν βραδέων, εἴ γε δὴ καὶ ἡ ἄκρα ταχύτης τῆς ἄκρας βραδύτητος. ἡ μὲν γὰρ ἄκρα βραδύτης, ὥσπερ γε καὶ ἡ ἀραιότης, σβεννυμένης ἀποτελοῦνται τῆς ἐμφύτου θερμασίας· ἡ δ' εἰς τὸ τάχος αὔξησις διά τε τὴν χρείαν ἐπείγουσαν γίνεται καὶ πάντως ὑπὸ δυνάμεως [293] ἐῤῥωμένης. Ἀρχιγένης δὲ κᾀν τούτῳ σφάλλεται τὸν μυρμηκίζοντα σφυγμὸν ὑπολαμβάνων ταχὺν ὑπάρχειν. οὔτε γὰρ ταχὺς ὅλως ὁ τοιοῦτός ἐστι σφυγμὸς οὔτ' εἰς ἄκρον ἥκει πυκνότητος. ὅτι δ' ἐπιεικεῖς αἱ κατὰ πυκνότητα καὶ μέγεθος καὶ τάχος ἀκρότητες, ἔνεστί σοι κᾀνθάδε καταμαθεῖν. ἐπιλεξάμενος ὑγιαίνοντα νεανίσκον ὀξύτατα κέλευσον δραμεῖν, καὶ τὰς τρεῖς εὐθέως εὑρήσεις γινομένας ἀκρότητας, οὐδὲν οὔτ' ἔχοντος οὔθ' ἕξοντος κακὸν ἀνθρώπου. ὁ δὲ σκληρότατος σφυγμὸς, εὔλογον γὰρ καὶ περὶ ταύτης ἀποφήνασθαί τι τῆς διαφορᾶς, ὅπως μηδὲν ἐλλείπῃ τῷ λόγῳ, παραπλησίως ἐστὶ τῷ μαλακωτάτῳ κινδυνώδης. ὁ μὲν γάρ ἐστιν ἤτοι διὰ σκίῤῥον, ἢ φλεγμονὴν τοῦ σπλάγχνου μεγάλην, ἢ πῆξιν ἐκ ψύξεως, ἢ ξηρότητα τὴν ἐκ καυσωδεστάτου πυρετοῦ γινομένην, ἢ σπασμὸν ἰσχυρόν· ὁ δὲ διά τε κῶμα βαθὺ καὶ τοὺς λευκοφλεγματίας ὑδέρους καὶ συλλήβδην εἰπεῖν ἄμετρον ὑγρότητα τῆς ἕξεως τοιοῦτος ἀποτελεῖται. ἀναλαβόντες οὖν αὖθις ἐν κεφαλαίοις τὰ λεχθέντα, τελευτὴν ἐπιθῶμεν ἤδη τῷ λόγῳ. πάντες οἱ σφυγμοὶ τῆς κατὰ φύσιν ἐπὶ πολὺ συμμετρίας ἀποχωροῦντες οὐκ ἀγαθοὶ, ἀλλ' ὁ μὲν ἀμυδρότατός τε καὶ [294] βραδύτατος καὶ ἀραιότατος ἁπάντων χείριστος, ἑξῆς δ' αὐτῶν ὁ μικρότατος καὶ μαλακώτατος καὶ σκληρότατος, εἶθ' ὁ πυκνότατος, οὐ μὴν ὁ τάχιστός γε, οὐδέ γ' ὁ μέγιστος, ἀλλὰ μετρίως οὗτοι κινδυνώδεις. μόνος δ' ἐκ τῶν ἄκρων ἄριστος ἁπάντων ὁ σφοδρότατος. Ἀρχιγένης δὲ περὶ τούτων ἑτέρως ἀπεφήνατο, μήτ' ἀπόδειξίν τινα τῷ λόγῳ προσθεὶς, οὐδὲ γὰρ εἶχε, μήτε τὴν ἐμπειρίαν ὁμολογοῦσαν ἔχων, ἀλλὰ παραλογισθεὶς ὑφ' ὧν ὀλίγον ἔμπροσθεν εἶπον. ὅστις οὖν ἐθέλει τῶν ἔργων τῆς τέχνης ἔχεσθαι φιλοπόνως, ἐξεταζέτω τὰ νῦν ὑφ' ἡμῶν εἰρημένα διὰ τῆς τῶν καμνόντων ἐμπειρίας. ἀλλὰ τοῦτο μὲν οἶδ' ὅτι πράξουσιν οἷς ἀλήθεια σπουδάζεται. ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, καιρὸς ἂν εἴη λέγειν ἤδη τι καὶ περὶ τῆς καθ' ἕνα σφυγμὸν ἀνωμαλίας.

   Ἔστι δὲ κᾀνταυθοῖ χαλεπωτάτη πασῶν ἡ διαλείπουσα. γίνεται δ' αὕτη διακοπτούσης ἡσυχίας τὴν διαστολήν. ἰδέαι δὲ πλείους αὐτῆς, ἅπασαι μὲν χαλεπαὶ, διαφέρουσαι δ' ἀλλήλλων τῷ μᾶλλόν τε καὶ ἧττον. ὅταν μὲν γὰρ ἡ δευτέρα κίνησις σφοδροτέρα γίνηται τῆς προτέρας, [295] ἐπιεικέστερον, ὅταν δ' ἀμυδροτέρα, χαλεπώτερον. οὕτω δὲ καὶ ἡ μὲν βραδυτέρα χαλεπώτερον σημεῖον, ἡ δὲ θάττων ἐπιεικέστερον. γίνονται γὰρ οἱ τοιοῦτοι σφυγμοὶ διαγωνιζομένης τε ἅμα καὶ ἐμποδιζομένης τῆς φύσεως ὑπὸ τῶν νοσωδῶν αἰτίων. ὅταν μὲν οὖν ἀποσείσασθαί πως αὐτὰ δυνηθεῖσα καὶ οἷον ἐκ δεσμοῦ τινος ἀπολυθεῖσα τὴν μετὰ τὴν ἡσυχίαν κίνησιν ἀμείνονα ποιήσεται τῆς ἔμπροσθεν, ἐπιεικέστερόν ἐστιν, ὁπόταν δὲ χείρονα, χαλεπώτερον. βελτίων δὲ κίνησις ἡ σφοδρὰ καὶ ταχεῖα τῆς ἀμυδρᾶς καὶ βραδείας. ἡ μέντοι κατὰ μέγεθός τε καὶ σμικρότητα διαφορὰ τῆς προτέρας κινήσεως πρὸς τὴν δευτέραν οὐδεμίαν ἀξιόλογον ὑπεροχὴν ἔχει. ἐνδέχεται γὰρ ὁμοίως καὶ ἴσης οὔσης τῆς διαθέσεως ποτὲ μὲν τὸ πρὸ τῆς ἡσυχίας μέρος τῆς κινήσεως μεῖζον, ποτὲ δὲ τὸ μετὰ τὴν ἡσυχίαν, ἔστιν ὅτε δ' ἄμφω γενέσθαι παραπλήσια. κατὰ μέντοι σκληρότητά τε καὶ μαλακότητα διαφορὰ τῶν δύο προσβολῶν τῆς ἀρτηρίας οὐκ ἄν ποτε γένοιτο, διὰ τὸ χρόνου πλέονος ἀεὶ δεῖσθαι τὴν τοιαύτην μεταβολὴν, ὅπου γε κᾀν ταῖς συστηματικαῖς ἀνωμαλίαις σπάνιόν ἐστι κατὰ μίαν ἐπίσκεψιν ἀνωμάλῳ κατὰ σκληρότητά τε καὶ μαλακότητα περιτυχεῖν σφυγμῷ. κλονωδεστέρα μέντοι πολλάκις ἡ δευτέρα [296] προσβολὴ φαίνεται τῆς προτέρας ἔν τε τῇ καθ' ἕνα σφυγμὸν ἀνωμαλίᾳ κᾀν τῇ συστηματικῇ. καὶ διὰ τοῦτ' ἂν ἴσως ἐξαπατήσειεν τοὺς ἀνασκητοτέρους, ὡς σκληροτέρα. σύμπτωμα δ' ἐστὶν ὁ κλόνος ἀρτηρίας σκληρᾶς, ἐπιπλέον ἀναγκαζομένης βιαίως διαστέλλεσθαι. γίνεται δ' οὐ σκληροτέρα τηνικαῦτα κατά γε τὴν ἀλήθειαν, ἀλλ' ἐπιπλέον ἀναγκαζομένη βιαίως διαστέλλεσθαι τὸ τοιοῦτον σύμπτωμα πάσχει. καί ἐστιν ἡ κλονώδης προσβολὴ χείρων τῆς ὁμαλοῦς, ὅταν μὴ διά τινα πρόσφατον αἰτίαν ὁ χιτὼν τῆς ἀρτηρίας ἐσκληρυμμένος ᾖ, χειρίστη δὲ ἧς ὁ τῆς ἡσυχίας χρόνος ἐπιμηκέστερος. ἡ μὲν οὖν διαλείπουσα καθ' ἕνα σφυγμὸν ἀνωμαλία χαλεπωτάτη πασῶν ἐστιν ἀνωμαλιῶν. γίνεται μὲν γὰρ ὑπὸ τῶν αὐτῶν κατὰ γένος αἰτιῶν ὑφ' ὧν περ καὶ ἡ συστηματικὴ, πολὺ δὲ χείρων αὐτῆς ἐστιν. ἐκείνη μὲν γὰρ εἰ καὶ μηδὲν ἄλλο, τὰς γοῦν ἁπλᾶς κινήσεις ἀπαρεμποδίστους ἐᾷ συντελεῖσθαι, αὕτη δὲ οὐ ταύτας ἐᾷ γίγνεσθαι κατὰ φύσιν, ἀλλ' ἐμποδὼν ἵσταται καὶ στερίσκει τῆς κινήσεως τὰς ἀρτηρίας, οὐ διὰ τριῶν, ἢ τεττάρων, ἢ διά τινων ἔτι πλειόνων σφυγμῶν, ἀλλὰ κατὰ τὸν πρῶτον εὐθὺς αὐτόν. ἅπερ οὖν ἐπ' ἐκείνης εἴρηται, ταῦτα πάντα κᾀπὶ ταύτης εἰρῆσθαι χρὴ δοκεῖν [297] ηὐξημένα, κᾀν τούτῳ μόνῳ παραλλάττοντα, τῷ τὸν θάνατον ὑπόγυον ἀπειλεῖν. ἐκ τούτου τοῦ γένους τῶν σφυγμῶν ἐστι καὶ ὁ δορκαδίζων. ἐξηγήμεθα δ' αὐτοῦ τὴν ἰδέαν, ὥσπερ οὖν καὶ τῶν ἄλλων ἁπάντων, ἐν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς αὐτῶν.

   Ἕτερον δέ ἐστι γένος σφυγμῶν ἀνωμάλων κατὰ μίαν διαστολὴν, κοινὸν μὲν ἐχόντων τὸ δὶς παίειν, οὐ κοινὴν δὲ τὴν αἰτίαν. ἀλλ' ὡς καὶ ἐν τῷ δευτέρῳ τῶν ἐν σφυγμοῖς αἰτιῶν εἴρηται, τρεῖς εἰσιν αἱ πρῶται τῆς γενέσεως αὐτῶν αἰτίαι. περὶ μὲν δὴ τῶν δυοῖν εἴρηται μὲν καὶ δι' ἐκείνου τοῦ γράμματος, εἰρήσεται δὲ καὶ νῦν ἀναμνήσεως ἕνεκα περὶ τῆς τρίτης αἰτίας. εἴρηται μὲν ἤδη καὶ περὶ ταύτης τό γε τοσοῦτον, ὡς ἀνώμαλός ἐστι δυσκρασία τοῦ σώματος αὐτοῦ τῆς καρδίας, ἀνεβαλλόμεθα δὲ τὸν σύμπαντα λόγον ὑπὲρ αὐτῆς ἐνταῦθα ποιήσασθαι. καὶ τοίνυν ἥκει καιρὸς αὐτῷ καὶ λεγέσθω. διὰ δὲ τὴν κοινωνίαν τοῦ λόγου καὶ τοὺς ἄλλους ἅπαντας ἀνωμάλους σφυγμοὺς, ὅσοι ταῖς τοῦ σώματος αὐτοῦ τῆς καρδίας ἀνωμάλοις ἀκολουθοῦσι δυσκρασίαις, ἐν τῷδε τῷ λόγῳ διέξιμεν, ἀρξάμενοι [298] κᾀνταῦθα πάλιν ἀπὸ τῶν σαφεστέρων ἀνωμαλιῶν, ἃς ὀνομάζουσι συστηματικάς. τὸ σῶμα τῆς καρδίας ἐν ἑαυτῷ τινα δύναμιν ἔχει διασταλτικήν τε καὶ συσταλτικὴν, οὐ μάτην οὐδ' ὡς ἔτυχεν οὔτε δοθεῖσαν ὑπὸ τῆς φύσεως οὔτ' ἐνεργοῦσαν, ἀλλ' ὡς ἐν ἑτέροις ἐπιδέδεικται, τοῦ φυλάττειν ἕνεκα τὴν ἔμφυτον θερμότητα. κατὰ μὲν οὖν τὰς συστολὰς ἀποχεῖ τὸ λιγνυῶδες περίττωμα, κατὰ δὲ τὰς διαστολὰς ἐπισπᾶται τὸ ἀναψῦχον αὐτήν. ὅταν μὲν οὖν ὁμαλῶς θερμὸν, ἢ ψυχρὸν, ἢ καθαρὸν, ἢ τεθολωμένον ᾖ, πάντ' αὐτοῦ τὰ μόρια πρὸς τὴν ἐνέργειαν ὡσαύτως ἐξορμᾷ. ὅταν δ' ἤτοι τὰ μὲν θερμότερα, τὰ δὲ ψυχρότερα τύχοι τῶν μορίων αὐτοῦ, καὶ τὰ μὲν ἀκριβῶς καθαρὰ, τὰ δὲ τεθολωμένα τῷ πλήθει τῶν περιττωμάτων, οὐ τὴν αὐτὴν ὁρμὴν ἴσχει πρὸς τὴν ἐνέργειαν ἅπαντα, ἀλλὰ τὰ μὲν αὐτῶν φθάνει, τὰ δὲ μέλλει. κᾀν τούτῳ τοῖς πλείοσί τε καὶ ἰσχυρότερον ἐξορμήσασι πρὸς τοὖργον ἕπεται τά τ' ὀλιγώτερα καὶ ἀσθενέστερα. οὐ γὰρ δὴ διασπασθῆναί τε καὶ χωρισθῆναι δυνατὸν αὐτοῖς ἀπ' ἀλλήλων ἑνὸς ὀργάνου μέρεσιν οὖσιν. ὥσπερ δὲ τὰ πλείω [299] τε καὶ σφοδρότερον ἐνεργεῖν ἐπειγόμενα σύμπασαν ἐξορμᾷ τὴν καρδίαν, οὕτω πάλιν, ὅταν ἐλάττω μὲν ᾖ τὰ πρὸς τὴν κίνησιν ἐπειγόμενα, πλείω δὲ τὰ μένοντα, σύμπασαν ἐν ἡσυχίᾳ κατέχει πλείονι. καὶ δὴ καὶ τὸ τῆς κινήσεως ποιὸν ἐκ τῶν κρατησάντων ἐν αὐτῇ μερῶν ὅλῳ τῷ σπλάγχνῳ γίνεται. εἰ μὲν γὰρ τὰ θερμότερα τῆς κινήσεως ἐξηγεῖται, πρωϊαίτερόν τε ἅμα καὶ θάττων καὶ μείζων ἡ διαστολὴ γίνεται, τῶν ψυχρῶν δ' ἡγουμένων ὀψιαίτερόν τε καὶ βραδυτέρα καὶ μικροτέρα. πολλάκις μὲν οὖν τῷ πλήθει τῶν μορίων ἡ τῆς κινήσεως ἡγεμονία συνέπεται, πολλάκις δὲ τῷ μεγέθει τῆς χρείας. ὅσα γὰρ ἱκανῶς δεῖταί τινος, ἑτοιμότερόν τε καὶ σφοδρότερον ἐπὶ τοὖργον ἐξορμᾷ μὲν, κᾂν ἴσα τῷ πλήθει ὑπάρχῃ τοῖς μὴ δεομένοις. ὅταν μὲν οὖν πολὺ πλείω τὰ ἕτερα τῶν ἑτέρων ᾖ, κατ' ἐκεῖνα διαπαντὸς κινεῖται καὶ ἐνεργεῖ τὸ σπλάγχνον· ὅταν δὲ ἤτοι βραχεῖ τινι τὰ ἕτερα τῶν ἑτέρων, ἢ πλείω, ἢ ἀκριβῶς ἴσα, διαπαντὸς μὲν οὐκ ἐνδέχεται κρατεῖν τὰ ἕτερα, νικῶντα δὲ ἐν μέρει τε καὶ νικώμενα ποικίλας τε καὶ ἀνωμάλους ἐργάζεται τὰς ὅλου τοῦ σπλάγχνου κινήσεις. ἔστω γὰρ, εἰ τύχοι, πλείω μὲν, οὐ μὴν πολλῷ γέ τινι τὰ ψυχρὰ [300] μόρια τῶν θερμῶν, ἀνάγκη τὴν πρώτην ἐνέργειαν ἐλάττονά τε καὶ βραδυτέραν γίνεσθαι, καὶ μὲν δὴ καὶ τὴν ἡσυχίαν ἐν τούτοις κρατοῦσι μακροτέραν ἢ εἴπερ ἐκράτει τὰ θερμά. καὶ τοίνυν καὶ ἡ δευτέρα τῆς καρδίας ἐνέργεια τῶν ψυχρῶν κρατούντων γινέσθω, καὶ μετ' αὐτὴν αὖθις ἡσυχία. καὶ τρίτη γε καὶ τετάρτη πρὸς ταύτας ἐνέργειά τε καὶ ἡσυχία κατὰ τὰ ψυχρὰ νικῶντα συντελείσθω, ἆρ' οὐ πρόδηλον ὡς τὰ θερμότερα μόρια τὰ μείζονός τε ἅμα καὶ θάττονος καὶ πυκνοτέρας δεόμενα τῆς κινήσεως ἐνδεῶς ἀπολαύσει τῆς ἑαυτῶν χρείας; ὥστε ἐν τούτῳ θερμότερα γενήσεται καί τι καὶ τοῖς ὁμιλοῦσι μεταδώσει θερμότητος. οὐκοῦν ἔτι φυλαχθήσεται τῆς καρδίας ἡ ἐξ ἀρχῆς διάθεσις, εἴπερ καὶ πλείω γενήσεται τὰ θερμότερα μόρια καὶ μᾶλλον ἢ πρόσθεν θερμά. τούτου τοίνυν ἀεὶ συμβαίνοντος, ἔσται ποτὲ χρόνος ἐν ᾧ καὶ αὐτὰ κρατήσει τῶν ἐναντίων, ὥστε καὶ πρωϊαίτερον ἐπὶ τὴν ἐνέργειαν ἐξορμῆσαι, διὰ τὴν τῆς χρείας ἔπειξιν, αὐτήν τε τὴν κίνησιν ποιήσασθαι θάττονά τε καὶ μείζονα τῶν ἔμπροσθεν ἁπασῶν κινήσεων, ὧν ἡγεῖτο τὰ ψυχρά. συμβήσεται τοιγαροῦν ἐν τούτῳ τὰ μὲν κρατοῦντα συμμέτρως ἀπολαύειν [301] ἐμψύξεως, ὅσα δ' ἦν ψυχρότερα, πλέον ἤδη καταψύχεσθαι, καὶ οὕτως μεταπεσεῖν αὖθις ἐν τῷ χρόνῳ τὴν διάθεσιν ὅλης τῆς καρδίας, ὡς κρατῆσαι τὰ ψυχρότερα. τῶν μὲν γὰρ θερμοτέρων ἱκανῶς ἀπολαυόντων ἐμψύξεως, τῶν δὲ ψυχροτέρων αὐτῶν τε πλέον ἢ δεῖ ψυχομένων καὶ τὰ πλησιάζοντα συγκαταψυχόντων, ἀναγκαῖον οὕτω γενέσθαι πλέονα τὰ ψυχρότερα· πάλιν δ' αὖ ἐν τούτῳ τῷ χρόνῳ τὴν κίνησιν ὅλης τῆς καρδίας ἀναγκαῖον ἔσται κατὰ τὴν τοιούτων χρείαν τυπωθῆναι καὶ γενέσθαι τὰς διαστολὰς αὐτῆς ἀραιὰς καὶ βραδείας καὶ μικρὰς, οἷαί περ ὑπέκειντο γίνεσθαι κατ' ἀρχάς. ἅπερ οὖν ὀλίγον ἔμπροσθεν εἴρητο περὶ τῆς μεταπτώσεως αὐτῶν, ταῦτα γοῦν λεγέσθω καὶ νῦν· ὡσαύτως καὶ ὅσα περὶ τῆς εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν ἐπανόδου λέλεκται πρόσθεν, ἀναμνήσθητι νῦν. οὕτω γὰρ οἶμαί σε πεισθήσεσθαι περὶ τῆς τῶν σφυγμῶν συνεχοῦς μεταπτώσεως ἄχρι περ ἂν ἡ εἰρημένη δυσκρασία κατὰ τὴν καρδίαν παραμένῃ. κατὰ δὲ τὸν αὐτὸν λόγον, ἐπειδὰν ἐν τῷ πλήθει τῶν λιγνυωδῶν περιττωμάτων ἀνώμαλος ἡ δυσκρασία κατὰ τὸ σπλάγχνον εἰς τὴν συστηματικὴν ἀνωμαλίαν καὶ ἡ τῶν [302] σφυγμῶν κίνησις ἀχθήσεται. οὐδὲν δὲ δήπου θαυμαστὸν οὐδὲ τὴν καθ' ἕνα σφυγμὸν ἀνωμαλίαν ἐπὶ ταῖς τῆς καρδίας γίνεσθαι. τὰ μὲν γὰρ τοῖς θερμοτέροις αὐτῆς μέρεσι κατευθὺ τῶν ἀρτηριῶν μόρια θερμότερά τε γενήσεται τῶν ἄλλων καὶ διαστήσεται μεῖζον καὶ κινήσεται θᾶττον· τὰ δὲ τοῖς ψυχροτέροις αὐτά τε ἔσται ψυχρότερα καὶ βραδύτερον κινήσεται καὶ διαστήσεται μεῖον. ὅταν δ' ὅλον ἀγγεῖον ποτὲ κατευθὺ γένηται τοῖς θερμοτέροις μέρεσι τῆς καρδίας, θᾶττόν τε κινήσεται καὶ μεῖζον διαστήσεται τοῦτο τῶν τοῖς ψυχροτέροις κατευθὺ τεταγμένων. καὶ χωρὶς δὲ τῆς καρδίας οἰκεῖαί τινες γινόμεναι ταῖς ἀρτηρίαις δυσκρασίαι τάς τε εἰρημένας ἀνωμαλίας ἀποτελοῦσι, τὰς κατὰ μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδύτητα καὶ ἀραιότητα καὶ πυκνότητα, καὶ εἰ πολὺ τοῦ κατὰ τὴν φύσιν ἐκτρέποιντο, καὶ τὰς κατὰ σφοδρότητά τε καὶ ἀμυδρότητα. καὶ μὲν δὴ καὶ κατὰ αὐτήν γε τὴν καρδίαν, καὶ προσέτι τὰς ἀρτηρίας ἁπάσας, ἐκ τῆς κατὰ τὸ σπλάγχνον ἀνωμάλου δυσκρασίας ἐν μιᾷ διαστολῇ πλείους γενήσονται διαφοραὶ τῶν κινήσεων, τῶν μὲν εἰς τάχος αὐτὴν ἐξορμώντων, ἐνίων [303] δ' ἐπεχόντων τε καὶ βραδύνειν ἀναγκαζόντων. ὥστε ποτὲ καὶ στῆναι μεταξὺ κατὰ τὴν ἄνοδον, οἷόν τι συμβαίνει καὶ τοῖς ἐν ὁδοιπορίαις, ἢ καὶ ἄλλως ὁπωσοῦν ἕλκουσιν ἑτέρους βραδύνοντας. ἀντισπώμενοι γὰρ ὑπ' αὐτῶν ἀτάκτως ἐκκόπτονταί τε καὶ διακόπτονται τὴν ὁρμὴν, ὡς μήτε διαπαντὸς ὁμοίαν ποιεῖσθαι τὴν κίνησιν ἴσχεσθαί τε πολλάκις. εἰ δὲ καὶ ἀντιπράττοντάς τε καὶ ἀντισπῶντας ἕλκοιεν, οὐ μόνον ἴσχονται τῆς κινήσεως, ὡς ἤτοι βραδύτερον ἢ μηδόλως ἐνίοτε βαδίζειν, ἀλλὰ καὶ ἀνθειλκύσθησάν ποτε εἰς τοὐπίσω. ταῦτ' οὖν ἅπαντα συμβαίνει τῇ τε καρδίᾳ καὶ ταῖς ἀρτηρίαις ἐν ταῖς ἀνωμάλοις δυσκρασίαις.

   Καὶ ὅ γε δορκαδίζων σφυγμὸς ἐκ τοῦ γένους μέν ἐστι τῶν ἐν ἡσυχίᾳ διαλαμβανομένων, ἐπιγίνεται δ' ἐνίοτε τοιούτοις πάθεσι καρδίας, ὥσπερ γε καὶ ὁ δίκροτος ἐκ τοῦ γένους μέν ἐστι τῶν ἀνθελκομένων ἔσω, συνεδρεύει δὲ καὶ αὐτὸς ἔστιν ὅτε ταῖς ἀνωμάλοις τῆς καρδίας δυσκρασίαις, καὶ μᾶλλόν γε, ὅταν ἀξιόλογον ᾖ κατ' αὐτὴν τὸ πλῆθος τῶν αἰθαλωδῶν περιττωμάτων ἐν πολλοῖς τῶν μορίων αὐτῆς. [304] ἂν γὰρ ἅμα συμβῇ τὰ μὲν ἁπλῶς εἶναι πάνυ θερμὰ, τὰ δὲ καταπνίγεσθαι καπνώδει λιγνύϊ, πρὸς τὰς ἐναντίας ἐξορμήσει κινήσεις, ὡς διαστέλλεσθαι μὲν ἐπιχειρεῖν τὰ ἕτερα, συστέλλεσθαι δὲ θάτερα. καὶ οὕτως ἤτοι διαστελλομένης τῆς ἀρτηρίας ἐνεργησάντων τῶν συστελλόντων διαδέξεταί ποτε τὴν διαστολὴν ἡ συστολὴ καὶ χωρὶς τῆς ἐκτὸς ἠρεμίας, ἢ συστελλομένης ἐνεργησάντων τῶν διαστελλόντων, ἢ διαδέξεται τὴν συστολὴν ἡ διαστολὴ, χωρὶς τῆς ἐντὸς ἡσυχίας. ἑκάτερον δὲ αὐτῶν ἔσται κατὰ πλείονας τρόπους, ἤτοι γὰρ ἐκνικήσει τελείως ἡ δευτέρα κίνησις τὴν προτέραν, ἢ ἐπ' ὀλίγον μὲν ἀντισπάσει, νικήσασα δὲ ἡ προτέρα πληρώσει τὸ προκείμενον ἑαυτῇ μέτρον, ὥστε γίνεσθαι τρεῖς τὰς πάσας διαφορὰς σφυγμῶν ἔν τε τῷ διαστέλλεσθαι κᾀν τῷ συστέλλεσθαι· πρώτην μὲν, ἐπειδὰν ἐν τῷ διαστέλλεσθαι πρὶν πληρῶσαι τὸ μέτρον ἡ συστολὴ διαδέξηται, δευτέραν δ', ὅταν ἀκριβῶς πληρωθεῖσαν ἐκδέξηται τῆς ἐκτὸς ἠρεμίας ἀπολλυμένης. τὴν τρίτην δ', ὅταν ἔτι γιγνομένην τὴν διαστολὴν ἀντισπάσῃ μὲν ἡ ἐναντία κίνησις, ἀσθενεστέρα δὲ γενομένη συγχωρήσει τὸ λεῖπον ἐκπληρῶσαι. κατὰ ταὐτὰ δὲ καὶ τὴν συστολὴν ἡ διαστολὴ ποτὲ μὲν ἤδη [305] γεγενημένην ἐκδέχεται, μὴ συγχωρήσασα στῆναι, ποτὲ δὲ καὶ πρὸ τοῦ πληρωθῆναι κολούσασά τε καὶ νικήσασα διεδέξατο, ποτὲ δ' ἀντέσπασε μὲν ὀλίγον, ἐνικήθη δέ. τοιαῦται κινήσεις ἀρτηριῶν γίνονταί ποτε καὶ χωρὶς τοῦ τὴν καρδίαν πεπονθέναι, ἤτοι διὰ δυσκρασίαν ἀνώμαλον ἐν αὐταῖς συστῶσαν, ἢ δι' ἀῤῥωστίαν τῆς δυνάμεως, ἢ διὰ σκληρότητα τοῦ χιτῶνος, ὑπὲρ ὧν εἴρηται μὲν ἤδη τι κᾀν τῷ δευτέρῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, εἰρήσεται δὲ καὶ νῦν ἐν κεφαλαίοις, ἐκεῖνο πρότερον ἐπισημηναμένων ἡμῶν, ὡς τὸν περὶ τῆς κατὰ τὴν καρδίαν ἀνωμάλου δυσκρασίας λόγον, ὃν νῦν διήλθομεν, εἰς τήνδε τὴν πραγματείαν ἀνεβαλλόμεθα διά τε τὸ ζητεῖν ἔτι καὶ βασανίζειν αὐτὸν ἐμπειρίᾳ μακρᾷ, καθάπερ καὶ τὰ ἄλλα ἅπαντα τὰ εἰρημένα τε καὶ λεχθησόμενα, καὶ διότι κατ' ἐκείνην τὴν πραγματείαν οὐδέπω περὶ δυνάμεως οὐσίας οὐδὲν εἰρήκαμεν. οὐδὲ γὰρ οὐδὲ τοῦτο τὸ δόγμα, πρὶν ἐν ἅπασι τοῖς κατὰ μέρος ὁμολογουμένοις ἐξευρεῖν, ἐτολμήσαμεν ἀποφήνασθαι. νῦν δ' ἐπειδὴ πεπείσμεθά τε τὴν οὐσίαν τῶν δυνάμεων οὐδὲν ἄλλο παρὰ τὴν ποιὰν εἶναι κρᾶσιν, ἅπαντά τε τὰ κατὰ [306] τὰς διαγνώσεις τε καὶ προῤῥήσεις καὶ θεραπείας ἐπὶ τούτῳ τῷ δόγματι συμφωνοῦνθ' εὑρίσκομεν, εὐλόγως, οἶμαι, καὶ τοὺς ἑπομένους ταῖς ἀνωμάλοις δυσκρασίαις τῆς καρδίας σφυγμοὺς ἐνταῦθα διήλθομεν. εἰσὶ δ', ὡς ἐλέγομεν, ἔνιοί τινες ἐξ αὐτῶν καὶ χωρὶς ἐκείνης συνιστάμενοι. δίκροτος οὖν τίς ἐστι σφυγμὸς κλονώδης, ὃν δὴ καὶ μόνον ᾤμην τό γε κατ' ἀρχὰς εἶναι πλήττοντα δὶς, ἐξαπατώμενος ὑφ' ὧν ἔλεγεν Ἀρχιγένης, εἰκάζων αὐτὸν ταῖς τῆς σφυρᾶς διπλαῖς πρὸς τὸν ἄκμονα πληγαῖς. ἀποπάλλεσθαι γάρ τι σκληρὸν ἀφ' ἑτέρου σκληροῦ κατὰ τὰς τοιαύτας πληγὰς ὑποθέμενος, ἐξ ὧν ἐσφάλην περὶ τὴν ἔννοιαν τοῦ πράγματος, ἐκ τούτων καὶ περὶ τὴν διάγνωσιν ἐσφαλόμην. ἐπεὶ δὲ ἐν τῷ χρόνῳ προσεδρεύων ἀεὶ καὶ λιπαρῶς ἐγκείμενος τῇ διαγνώσει τῆς συστολῆς ἐναργῶς ᾐσθόμην ἀρτηρίας ποτὲ μαλακῆς καὶ ἀκλόνου συσταλείσης ἐπὶ βραχὺ, κᾄπειτ' αὖθις ἐκπληρωσάσης τὴν διαστολὴν, ἐκ τούτου τάς τε διαθέσεις ἐφ' αἷς οἱ τοιοῦτοι γίνονται σφυγμοὶ παρεφύλαξα, καὶ χρόνῳ ποτε μακρῷ σὺν πολλῇ τῇ σκέψει βεβαίως ἠδυνήθην ἀποφήνασθαι ταῦθ' ἅπερ νῦν διεξέρχομαι. φαίνεται δέ μοι καὶ ὁ Ἀρχιγένης ἐπιμελῶς μὲν [307] παραπεφυλακέναι τοὺς δὶς παίοντας σφυγμοὺς, οὔτε δ' ἑρμηνεύειν αὐτοὺς ὀρθῶς οὔτε τὰς διαθέσεις αἷς ἕπονται διαγινώσκειν, ἢ οὐκ ἂν ἁπλῶς οὕτως οὔτε ταῖς τῆς σφυρᾶς διπλαῖς πρὸς τὸν ἄκμονα πληγαῖς εἴκασεν αὐτοὺς οὔτε παρέλιπεν εἰπεῖν ὅστις ὁ τρόπος ἐστὶ τῆς γενέσεως αὐτῶν. ἀλλ' ἡμῖν γε καὶ τοῦτο εὑρέθη μετὰ χρόνον πολὺν, ὥσπερ καὶ ἄλλα πάμπολλα τῆς θεωρίας. καὶ σὺ οὕτως ἔχειν τὸ πρᾶγμα μὲν εὑρήσεις, εἰ μόνον ἐθέλησάς τινα φιλοπονίαν τε καὶ σπουδὴν εἰσενέγκασθαι περὶ τοὖργον, οἵαν ἡμεῖς εἰσενεγκάμεθα. χωρὶς γὰρ ταύτης οὔτε γνῶναι δυνήσεται τὴν ἐν αὐτοῖς ἀλήθειαν οὔτ' αὐτὸς ὠφεληθῆναί τι. τρεῖς οὖν εὑρήκαμεν ἄχρι δεῦρο καὶ διαθέσεις καὶ γενέσεις τῶν δὶς παιόντων σφυγμῶν· μίαν μὲν τὴν τῶν κλονωδῶν, κατὰ τοῦτο μόνον αὐτῶν ἀποκεχωρηκυῖαν, ὅτι βραχέος γενομένου κατὰ τὸ μῆκος τοῦ σφυγμοῦ τῶν ἑκατέρωθεν μερῶν τῆς ἀρτηρίας ἀφανὴς ὁ κλόνος ἐστὶ, καὶ διὰ τοῦτο δίκροτος, οὐ κλονώδης φαίνεται· δευτέραν δὲ καθ' ἣν ὁ μὲν σφυγμὸς ἄκλονός ἐστιν, ἡ δ' ἀρτηρία σκληρὰ καὶ ἡ δύναμις ἀσθενὴς εἰς τοσοῦτον ὡς βαρύνεσθαι μὲν ὑπὸ τῶν ἐπικειμένων σωμάτων, ὅμως δὲ κατά τι μέρος ἐν τῷ [308] δέρματι τεταγμένον ἀκωλύτως ἀναφέρεσθαι. τούτου γὰρ μόνου τοῖς ἁπτομένοις εἰς αἴσθησιν ἥκοντος, ἔσται ποτὲ δίκροτος ὁ σφυγμὸς, ὅταν ἐξορμῆσαν αὐτὸ διὰ τὴν τῶν ἐπικειμένων κουφότητα πάλιν ἀντισπάσῃ κατέχοντά τε καὶ μὴ συνεπόμενα τὰ ἑκατέρωθεν μόρια, τὰ πρὸς τῶν ἐπικειμένων σωμάτων βαρυνόμενα, καὶ διὰ τοῦτο καὶ μήτ' αἰσθητὴν ὅλως ποιούμενα τὴν κίνησιν μήθ' ἣν ποιεῖται τὴν αὐτὴν τῷ φαινομένῳ μέρει τῆς ἀρτηρίας, ἀλλὰ μεμελημένην τε καὶ βραδύνουσαν. ἐν τούτῳ γὰρ ἀντισπᾶσθαι συμβαίνει πρὸς αὐτῶν τὸ φθάνον ἐξορμῆσαι, σκληρᾶς οὔσης τῆς ἀρτηρίας. ἄλλως γὰρ οὐκ ἐγχωρεῖ γενέσθαι τὴν ἀντίσπασιν ἐν ταῖς τοιαύταις διαθέσεσιν. οὗτοι μὲν οὖν οἱ δύο σφυγμοὶ δίκροτοί τ' εἰσὶ καὶ σκληροὶ, ὁ δὲ τρίτος ὁ ἐπὶ δυσκρασίᾳ γινόμενος οὔτε δίκροτος, ἀλλὰ δὶς πλήττων μόνον, οὔτ' ἐξ ἀνάγκης σκληρός. εἰ δὲ καὶ τοῦτόν τις ὀνομάζειν ἐθέλει δίκροτον, οὐδὲν διαφέρει. μεμνήσθω δὲ μόνον ὡς οὐκ ἔστιν ὅμοιος τοῖς ἀποπαλλομένοις σώμασιν ἀπὸ σκληρῶν σκληροῖς, ἀλλ' ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, διαμαχομένων ἀλλήλαις γίγνεται τῶν δύο δυνάμεων, τῆς τε διαστελλομένης καὶ τῆς συστελλούσης τὴν [309] καρδίαν. ἐν τίσι δὲ νοσήμασι καὶ κατὰ ποίας αἰτίας τε καὶ διαθέσεις εἰς ἀνώμαλον ἀφικνεῖται δυσκρασίαν ἡ καρδία, νῦν μὲν οὐκ ἐπείγει λέγειν, ἐν δὲ τοῖς ἑξῆς ὑπομνήμασιν εἰρήσεται. κατὰ δὲ τὸ παρὸν ἀρκέσει τό γε τοσοῦτον, ὡς ἐπὶ ταῖς ἀνωμάλοις δυσκρασίαις τῆς καρδίας, καὶ ὅσα γε κατ' αὐτὸ τὸ σῶμα τοῦ σπλάγχνου συνίστανται, γίγνεται μὲν καὶ ὁ δὶς παίων σφυγμὸς, γίγνεται δὲ καὶ ὁ τὴν ἐκτὸς ἠρεμίαν ἀπολλὺς, ἔτι τε πρὸς τούτοις καὶ ὁ κολουόμενος τὴν διαστολήν. ἐδείχθη δ' ὅτι καὶ οἱ διακοπτόμενοι τὴν κίνησιν ἡσυχίᾳ καὶ αὐτοὶ γίγνονται πάντες ἐπὶ ταῖς ἀνωμάλοις τῆς καρδίας δυσκρασίαις. οὐ μὴν ἀλλὰ καὶ ὅσοι χωρὶς τοῦ διακόπτεσθαι τὴν διαστολὴν ἀνώμαλοι φαίνονται κατὰ βραδύτητά τε καὶ τάχος, εὔδηλον ὅτι καὶ οὗτοι πρὸς ταῖς ἄλλαις αἰτίαις ὑφ' ὧν ἐδείχθησαν γίγνεσθαι καὶ αὐτὴν ταύτην ἕξουσιν ὑπὲρ ἧς ὁ λόγος ἐνέστηκε, τὴν ἀνώμαλον τῆς καρδίας δυσκρασίαν, ὅταν ἐπὶ τοσοῦτον ἀλλήλοις διαμάχηται τὰ θερμὰ μόρια τοῖς ψυχροῖς, ὡς ποτὲ μὲν ἀναγκάζεσθαι βραδύνειν τὰ θερμὰ πρὸς τῶν ψυχρῶν κατεχόμενα, ποτὲ δὲ θᾶττον κινεῖσθαι τὰ ψυχρὰ πρὸς τῶν θερμῶν ἐφελκόμενα.

   Ἕτερον ἐπὶ τοῖς εἰρημένοις γένος ἐστὶν [310] ἀνωμαλίας τῆς καθ' ἕνα σφυγμὸν, οὐκ ὀλιγάκις φαινόμενον, οὐδ' ἐπ' ὀλίγων παθῶν, ἀλλ' εἴπερ τι καὶ ἄλλο πολλάκις τε καὶ ἐπὶ πολλῶν. εὑρίσκεται δὲ ἐν αὐτῷ τὸ ἐγγύτερον τῆς ἀρχῆς μέρος τῆς ἀρτηρίας πρότερον κινούμενον. καὶ ὅ γε κυματώδης τε καὶ ὁ σκωληκίζων σφυγμὸς ἐκ τούτου τοῦ γένους εἰσὶν, ἐπὶ μαλακῇ μὲν ἀρτηρίᾳ, δυνάμει δ' οὐκ εὐρώστῳ συνιστάμενοι. ὁ μὲν οὖν σκωληκίζων οὐ μόνον οὐκ εὔρωστον, ἀλλὰ καὶ καταλελυμένην ἐνδείκνυται τὴν δύναμιν, ὁ δὲ κυματώδης ἐστὶν ὅτε μὲν αὐτὸ δὴ τοῦτο μόνον οὐκ εὔρωστον, οὐ μὴν ἤδη γέ πω καταλελυμένην, ἔστι δ' ὅτε καὶ τόνου μετρίου μετέχουσαν, ἡνίκα μάλιστα κρίσιμον ἱδρῶτα προδηλοῖ. εὑρίσκεται μὲν γὰρ ἐν ὑγροῖς τε καὶ σφυγματικοῖς νοσήμασιν, ὅταν αὐτὰ τὰ στερεὰ σώματα μαλακὰ γένηται τῷ πλήθει τῆς ὑγρότητος τεγχθέντα. συμβαίνει δὲ μάλιστα τοῦτο κατὰ τὰ ληθαργικὰ πάθη καὶ τοὺς ἀμφημερινοὺς πυρετοὺς, καὶ προσέτι τοὺς ἑλώδεις τε καὶ τυφώδεις ὀνομαζομένους. καὶ δὴ καὶ βραδύτητα καὶ ἀραιότητα καὶ μέγεθος ἐν τοῖς τοιούτοις ἅπασιν ὁ σφυγμὸς προσλαμβάνει. εἰ δὲ καὶ ὕψος ἢ σφοδρότητά ποτε προσκτήσαιτο, κρίσιμον ἱδρῶτα δηλώσει· [311] μᾶλλον δ' ἐλπίζειν ἔσεσθαι τοῦτο πλεόνων τῶν σφοδρῶν τε καὶ ὑψηλῶν φαινομένων ἤπερ τῶν ἐναντίων. εἰ δ' ὁμαλῶς τοιοῦτοι φαίνοιντο, χρηστὸν ἅμα καὶ διὰ ταχέων ἔσεσθαι τὸν ἱδρῶτα σημαίνουσι, καὶ μᾶλλον, εἰ καὶ τὰ τῆς πέψεως τοῦ νοσήματος ὑπάρχει γνωρίσματα. πρόδηλον δὲ δήπουθεν ὡς οὔτε φλεγμονή τις οὔτε σκίῤῥος οὔτε πῆξις ἐκ ψύξεως οὔτε ξηρότης ἄμετρος οὔτε σπασμώδης διάθεσις ὑπάρχει κατὰ τὸ σῶμα τἀνθρώπου κυματώδους ὄντος τοῦ σφυγμοῦ, διότι μήτε σκληρύνεσθαι δυνατόν ἐστι μήτε τετάσθαι τὴν ἀρτηρίαν ἐν τῷ τοιούτῳ σφυγμῷ. χρὴ γὰρ, ὡς ἀρτίως εἴρηται, μαλακὴν ἀκριβῶς ὑπάρχειν αὐτὴν, ἵν' ὅταν ὁ διεγείρων τε καὶ διαστέλλων τόνος ὀκλάσῃ κατά τι, κατ' ἐκεῖνο καὶ αὕτη καταπίπτουσα τὴν οἷον κύματος ἐργάζηται περιγραφήν. ἡ σκληρὰ δὲ καὶ ἡ τεταμένη, κᾂν ἐνδῷ κατά τι τῆς διαστελλούσης αὐτὴν δυνάμεως ἀῤῥωστούσης, ἀλλά τοι καὶ αὐτὸ τοῦτο τὸ μόριον συνεξαίρεται τοῖς ἑκατέρωθεν. ὅθεν οὐδ' εἰ φανείη ποτὲ κατὰ τὴν σκληρὰν ἀρτηρίαν ὁ σφυγμὸς τοιοῦτος, ὡς τὸ πρότερον ἀεὶ μέρος αὐτῆς διαστέλλεσθαι πρότερον, οὐδὲ τότε κυματώδης ἢ σκωληκίζων γενήσεται, ἀλλὰ μᾶλλον ἀνωμαλίαν ἔχων τὴν [312] κατὰ τὸ πρότερόν γε καὶ ὕστερον μέρος τῆς ἀρτηρίας τοῦ χιτῶνος κινουμένης γινομένην. οἱ κυματώδεις δὲ καὶ οἱ σκωληκίζοντες καὶ τοῦτο μὲν ἔχουσιν, ἀλλὰ καὶ τὴν οἷον κυμάτων περιγραφὴν ἐξ ἐπιμέτρου προσλαμβάνουσιν, εὑρίσκονται δ' ἐν τοῖς ὑγροῖς, ὡς εἴρηται, πάθεσιν, ὅταν μήτε σκίῤῥος ᾖ περὶ σπλάγχνον τι μήτε φλεγμονὴ, ἐπεί τοι κᾀν τοῖς ὑδέροις, καὶ μάλιστα τοῖς ἀνασάρκα τε καὶ λευκοφλεγματίαις ὀνομαζομένοις τοιοῦτος ἂν ἐφαίνετο διαπαντὸς ὁ σφυγμὸς, εἰ μὴ διὰ τὸ σκιῤῥοῦσθαί τινα σπλάγχνα συνέβαινον οἱ ὕδεροι τὰ πολλά. τοῖς γὰρ ἐξ αἱμοῤῥοΐδος ἐπισχέσεως ἢ καταμηνίων ἐποχῆς ἐθεασάμεθα πολλάκις ἀκριβεῖς κυματώδεις τε καὶ σκωληκίζοντας ἑπομένους σφυγμοὺς, ἐπειδὴ πολλάκις ἐν τοῖς τοιούτοις ὑδέροις οὐδὲν τῶν σπλάγχνων σκιῤῥοῦται. οὐκοῦν, ἀναληπτέον γὰρ αὖθις ἐπὶ κεφαλαίων τὸν λόγον, ὁ κυματώδης σφυγμὸς ὑγρᾶς ἐστι καὶ μαλακῆς ἀρτηρίας ἔγγονος, ἅμα δυνάμει καμνούσῃ μετρίως, ὁ δὲ σκωληκίζων ἀρτηρίας μὲν μαλακῆς, ἀῤῥώστου δ' ἱκανῶς δυνάμεως. διὰ τοῦτο γοῦν καὶ χωρὶς πυρετῶν ὡς τὰ πολλὰ φαίνεται γινόμενος ἐπὶ κενώσεσι [313] λάβροις αἱμοῤῥαγίαις τε καὶ διαῤῥοίαις καὶ χολέραις καὶ καθάρσεσιν ἰσχυραῖς ἐμέτοις τε σφοδροῖς καὶ οὔροις παμπόλλοις καὶ καταμηνίων ἀμέτροις καταῤῥήξεσιν. οὕτως δὲ καὶ ταῖς δι' αἱμοῤῥοΐδων κενώσεσι καὶ ταῖς ἐκ μήτρας αἱμοῤῥαγίαις, ἔτι τε τῷ καλουμένῳ ῥῷ γυναικείῳ καὶ μοχθηροῖς ἱδρῶσιν ὁ τοιοῦτος ἐπιγίνεται σφυγμὸς, οὐδὲν ἧττον δὲ καὶ τοῖς ὑγρότητι πολλῇ διασαπεῖσι τὴν πνεύμονα, καθ' ὃν ἤδη χρόνον ἂν ἢ δύναμις αὐτῶν κάμνῃ. εἰ μέντοι τι φλεγμονῶδες ἐπιγένηται τῇ τοιαύτῃ διαθέσει, σκληρότητα προσλαμβάνοντες οὐκ ἔτι φαίνονται σκωληκίζοντες. διὰ τοῦτο γοῦν οὐδὲ τοῖς ἑκτικοῖς ὀνομαζομένοις πυρετοῖς, ὧν εἰσι καὶ οἱ μαρασμώδεις ἅπαντες καὶ οἱ ἐπὶ ταῖς φθόαις, οὐ γίνονται σκωληκίζοντες οἱ σφυγμοὶ, γενόμενοι πάντως ἂν, ὅσον ἐπὶ τῷ κάμνειν τὴν δύναμιν, ἀλλ' ἡ συνοῦσα τοῖς πάθεσι ξηρότης σκληρὰς ἀποτελεῖ τὰς ἀρτηρίας. ἡ μέντοι τοῦ γένους τούτου τῶν σφυγμῶν ἀνωμαλία συμπίπτει πάντως αὐτοῖς, ὅταν ἱκανῶς κάμνουσι τὴν δύναμιν ἐφ' ἧς εἴπομεν ἐν προτέρῳ μορίῳ τῆς ἀρτηρίας τὴν κίνησιν φαίνεσθαι πρότερον, ὅπερ [314] Ἐρασίστρατος μὲν ἀεὶ βούλεται γίνεσθαι, φαίνεται δ' οὐχ ᾧδε συμβαῖνον, ἀλλ' ὡς δὴ νῦν λέλεκται.

   Ἑξῆς τοῖς εἰρημένοις σφυγμοῖς εἰσιν οἱ προσαγορευόμενοι μύουροι. διττὸν δὲ τὸ γένος αὐτῶν ἐστι, τὸ μὲν ἕτερον ἐν μιᾷ διαστολῇ τῆς ἀρτηρίας, τὸ δὲ ἕτερον ἐν ἀθροίσματι. τὸ μὲν οὖν ἐν μιᾷ διαστολῇ γιγνόμενον ἀσθένειαν ἐνδείκνυται δυνάμεως ἅμα σώματος ἰσχνότητι. χρὴ δ' ἐπιβάλλοντα τοὺς δακτύλους ἅπτεσθαι τῆς ἀρτηρίας, εἶθ' ὅταν ἐν τούτῳ φαίνηται κατὰ μὲν τὰ πρῶτα μέρη τῆς ἀρτηρίας μείζων ὁ σφυγμὸς, ἢ σφοδρότερος, ἢ συναμφότερον, ἐν δὲ τοῖς ὑποκάτω μικρότερος, ἢ ἀμυδρότερος, ἢ ἄμφω, τὸ μὲν πρῶτον τῶν ἐπιβεβλημένων δακτύλων ἐπαίρειν καὶ σκοπεῖσθαι πότερον ὁμοίας τῇ πρὶν ἀρθῆναι τοῦτον αἰσθάνονται κινήσεως οἱ ἐφεξῆς, ἢ σφοδροτέρας τε καὶ μείζονος. ἀμυδροτέρας μὲν γὰρ, ἢ μικροτέρας ἀδύνατον αἰσθάνεσθαι, τοῦ πρώτου δακτύλου μετεωρισθέντος. εἰ μὲν οὖν ὁμοίας ἔτι κινήσεως οἱ μετὰ τὸν ἐπαρθέντα δάκτυλον αἰσθάνονται, κατὰ τὸν ἑαυτῆς λόγον ἡ ἀρτηρία μυούρως διεστέλλετο, καὶ εἴη [315] ἂν τοῦτο σημεῖον ἀτόνου δυνάμεως, ἣν ἀπὸ τῆς καρδίας ἐπιῤῥεῖν αὐταῖς ἐπεδείξαμεν. ἐν μὲν γὰρ τῷ κατὰ φύσιν ἔχειν ἄχρι τοῦ πέρατος ἁπασῶν τῶν ἀρτηριῶν ὁ διαστέλλων αὐτὰς τόνος ὁμοίως ἐξικνεῖται· κατὰ δὲ τοὺς μυουρίζοντας ἐκλύεται κατὰ βραχὺ τοσοῦτον ἑαυτοῦ γινόμενος ἀσθενέστερος ὅσον ἀποχωρεῖ τῆς ἀρχῆς. εἰ δ' ἐπάραντός σου τὸν πρῶτον δάκτυλον, μετ' αὐτὸν ἰσχυροτέρας τε καὶ μείζονος ἢ πρόσθεν αἰσθάνοιο τῆς κινήσεως, ἐνδείκνυται μὲν δήπου καὶ νῦν ἀῤῥωστίαν τῆς κατὰ τὴν ἀρτηρίαν δυνάμεως, ἀλλ' ἐλάττονα τῆς προειρημένης. ἐν ἐκείνῃ μὲν γὰρ ἡ δύναμις ἐξελύετο τῆς ἀρχῆς ἀποχωροῦσα, νυνὶ δὲ διαμένει μὲν ἴση κατά γε τὸν ἑαυτῆς λόγον, ἡ δ' ἀρτηρία βαρυνομένη πρὸς τῆς τῶν δακτύλων ἐπιβολῆς ἀσθενέστερον κινεῖται. ἧττον δ' ἔσται τοῦτο κινδυνῶδες. οὐ γὰρ αὐτῆς καρδίας τοσοῦτον ὅσον τῆς ἀρτηρίας ἧς ἁπτόμεθα τὴν διάθεσιν ἐνδείκνυται. τὸ δ' ἕτερον αὐτὴν μᾶλλον ἀῤῥωστεῖν ἐνδείκνυται τὴν καρδίαν, μὴ δυναμένην ὁμοίως ὡς πρόσθεν ἐκτείνειν ἀφ' ἑαυτῆς ἄχρι τῶν ἐσχάτων τοῦ ζώου μορίων τὴν ἐνέργειαν. πολυειδῶς οὖν ἐπιβάλλειν ἐν τοῖς τοιούτοις σφυγμοῖς χρὴ τοὺς δακτύλους ὑπὲρ [316] τοῦ μαθεῖν ἀκριβῶς ἅπασαν τῶν ἀρτηριῶν τὴν διάθεσιν. ἡ μὲν γὰρ πιέζουσα τὴν ἀρτηρίαν ἐπιβολὴ τῶν δακτύλων ἀσφυξίαν εἶναι δόξει κατὰ τὰς τοιαύτας διαθέσεις, ἡ δ' ἐπιπολῆς ψαύουσα μυούρου φαντασίαν ἕξει τοῦ σφυγμοῦ, καὶ ἤτοι μόνοις δύο δακτύλοις, ἢ τρισὶν, ἢ καὶ τοῖς τέσσαρσιν ὑποπίπτοντος. ἔσται δὲ τοῦτο παρά τε τὴν ἰσχνότητα τοῦ ζώου καὶ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. εἰς ὅσον μὲν γὰρ ἰσχνότερόν ἐστιν, εἰς τοσοῦτον πλεῖον ἡ ἀρτηρία σημαίνει· εἰς ὅσον δ' ἧττον ἰσχνὸν, εἰς τοσοῦτον ἔλαττον. οὕτω δὲ καὶ κατὰ τὴν δύναμιν εἰς ὅσον μὲν εὐρωστοτέρα, πλέον, ἔλαττον δ' εἰς ὅσον ἀσθενεστέρα. κατὰ δὲ τὴν τοιαύτην ἐπιβολὴν, ὁπόταν ἀρθέντος τοῦ πρώτου δακτύλου μηκέτι παραπλήσιος ὁ σφυγμὸς διαμένῃ κατὰ τὸν δεύτερον, ἀλλὰ μείζων τε φαίνηται καὶ ἰσχυρότερος, ὁ μὲν ἀπὸ τῆς καρδίας τόνος εὐρωστότερος, ὁμαλῶς γὰρ ἄχρι πέρατος ἐπιῤῥεῖ, βαρυνθεῖσα δ' ἡ ἀρτηρία κατὰ τὴν ἐπιβολὴν τοῦ πρώτου δακτύλου χεῖρον ἐν τῷ μετ' αὐτὸν διαστέλλεται, καὶ διὰ τοῦτο τοῦ βαρύνοντος ἀρθέντος ἄμεινον. εἰ δ' ὅμοιος ὁ σφυγμὸς φαίνοιτο κατὰ τὸν δεύτερον δάκτυλον τῷ φαινομένῳ, πρὶν ἀρθῆναι τὸν [317] πρῶτον, τὸ μύουρον τῆς κινήσεως ἐν αὐταῖς ταῖς ἀρτηρίαις ἐστὶν, οὐκ ἐν τῇ πρὸς τὴν ἁφὴν διαγνώσει. καὶ γίγνεται τοῦτο τῆς ἀπὸ καρδίας αὐταῖς ἐπιῤῥεούσης δυνάμεως ἐκλυομένης κατὰ βραχύ. εἰ δὲ κρείττων μὲν ἡ κίνησις φαίνοιτο τῆς ἀρτηρίας ἀρθέντος τοῦ πρώτου δακτύλου, μὴ μέντοι γε ἀκριβῶς ἴση τῇ κατὰ τὸν πρῶτον, ἀμφοτέρας ἐνδείκνυται τὰς διαθέσεις ὑπάρχειν ἅμα. καὶ ὡς τὰ πολλά γε οὕτω συμπίπτειν εἴωθεν ἐν ἁπάσαις ταῖς τοιαύταις ἀνωμαλίαις. ἐπιβλέπειν οὖν χρὴ μετὰ τοῦτο πολλοὺς ἐφεξῆς σφυγμοὺς καὶ παραβάλλειν ἀκριβῶς ἀλλήλαις τὰς κινήσεις. ἐνίοτε μὲν γὰρ οἷά περ ᾖ κατὰ τὴν πρώτην ἐπιβολὴν, τοιαῦται γίνονται πᾶσαι. πολλάκις δὲ ἐπὶ τὸ μικρότερόν τε καὶ ἀμυδρότερον ἴασιν. ἐφ' ὧν δηλονότι καὶ ἡ δύναμίς ἐστιν ἀσθενεστέρα. εἰ δὲ καὶ τελέως ἐκλείποιεν, ἔτι δὴ καὶ μᾶλλον ἐνδείξονται τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. ἐν τούτῳ δὲ χρὴ πάντας ἄραντας τοὺς δακτύλους, εἶτ' ὀλίγον τινὰ διαλιπόντας χρόνον αὖθις ἐπιβάλλειν. εὑρεθήσονται γὰρ τὰ πολλὰ κατὰ τὴν δευτέραν ἐπιβολὴν αἱ ἀρτηρίαι σφύζουσαι. ὡς εἴ γέ ποτε παντελὴς ἀσφυξία φαίνοιτο καὶ κατὰ ταύτην τὴν ἐπιβολὴν, ἰστέον ἐν ἐκείνῳ [318] γ' αὐτῷ τῷ χρόνῳ πεποιῆσθαι τὴν προτέραν ἐπαφὴν, ἐν ᾧ συνέβαινε ταῖς ἀρτηρίαις εἰς ἀσφυξίαν ἀφικνουμέναις ὀλίγον ἔτι τῆς κινήσεως ἀποσάζειν. ἀλλὰ τοῦτο μὲν, ὡς ἔφην, σπάνιον, ὡς τὰ πολλὰ δὲ διαλείποντες, εἶτ' αὖθις ἁπτόμενοι σφυζούσας εὑρίσκομεν, ᾧ καὶ δῆλον ὡς οὐ φέρουσαι τῶν δακτύλων τὴν ἐπιβολὴν εἰς ἐσχάτην ἀμυδρότητα κινήσεως ἀφικνοῦνται. καὶ τοῦτ' ἦν αἴτιον ἄρα τὸ διαλανθάνειν ἡμᾶς τὸν σφυγμὸν, ὡς ἂν καὶ αὐτῆς τῆς ἀσφυξίας κατὰ διττὸν τρόπον γινομένης, ἢ τῷ μὴ σφύζειν ὅλως τὰς ἀρτηρίας, ὅπερ ἂν εἴη κακὸν ἔσχατον, ἢ τῷ σφύζειν μὲν, ἀλλ' οὕτως μὲν ἀμυδρόν τε καὶ μικρὸν, ὡς ἐκφεύγειν τὴν αἴσθησιν. ἔστι μὲν δὴ καὶ ἡ τοιαύτη διάθεσις, εἰ χωρὶς λειποθυμίας τινὸς προσφάτου γίνοιτο, χαλεπωτάτη, πολὺ δὲ ἔτι χείρων ἡ ἑτέρα, καθ' ἣν ὄντως οὐ σφύζουσι, μᾶλλον δ' οὐ πολὺ χείρονα χρὴ λέγειν ἐκείνην, ἀλλ' ὀλεθριωτάτην τε καὶ χειρίστην, ὡς ἂν ἤδη νενεκρωμένων τῶν ἀρτηριῶν. εἰ μέντοι πλέονι χρόνῳ τῶν δακτύλων ἐπικειμένων ἀβιάστως τε καὶ ὡς ψαύειν μόνον ἐπανέρχοιτο πάλιν ἡ κίνησις, ἧττον ὀλέθριος ἡ τοιαύτη διάθεσις. ἐπανέρχεται δὲ ποτὲ μὲν εἰς ἀσφυξίαν ἐσχάτην [319] ἀφικνουμένη, ποτὲ δ' εἰς μικροσφυξίαν τε καὶ ἀμυδρότητα. καὶ τοίνυν καὶ καλοῦνται παλινδρομοῦντες μὲν ἀμφότεροι, διαφέρουσι δὲ τῷ τοὺς μὲν μυούρους εἶναι παλινδρομοῦντας, τοὺς δ' ἐκλείποντας παλινδρομοῦντας. ἄμεινον δ' ἐν ταῖς τοιαύταις ἐπισκέψεσιν οὕτω σχηματίζειν τὸ μόριον, ὅτου περ ἂν ἁπτόμενοι τύχωμεν, ὡς ὑποκάτω τῆς ἀρτηρίας εἶναι τὴν ἡμετέραν ἁφὴν, οὕτω γὰρ ἥκιστα πρός τε τῶν δακτύλων θλίβοιτο καὶ αὐτοῦ τοῦ προβεβλημένου δέρματος. ἔνεστι δ' ἔργῳ μαθεῖν ἑκάστῳ τῶν βουληθέντων, ὁπόσον εἰς διάγνωσιν ἀφανῆ κινήσεως ἡ τοιαύτη τῶν δακτύλων ἐπιβολὴ συντελεῖ. πολλάκις γοῦν ἡμεῖς ἄνωθεν μὲν ἐπιβεβληκότες τοὺς δακτύλους κατὰ τὰς ἀρτηρίας οὐδὲ μιᾶς αἰσθανόμεθα κινήσεως, ἐν δὲ τῷ καταστρέψαι τὸ κῶλον εὐθέως ᾐσθόμεθα. χείριστοι δὲ πάντων εἰσὶν οἳ ἂν εἰς ἀκινησίαν τελευτήσαντες αὖθις μηκέτι ἐπανέρχωνται τοῦ κώλου περιστραφέντος. ἧττον δὲ τούτων οἳ ἂν ἐν τῷ περιστραφῆναι φαίνονται κινούμενοι, τούτων δ' ἔθ' ἧττον οἱ μύουροι μὲν γινόμενοι, μὴ μέντοι γ' εἰς ἀκινησίαν παντελῆ τελευτῶντες, καὶ τούτων ἔθ' ἧττον οἱ ἐπανερχόμενοι μύουροι, καὶ μᾶλλον, ἐπειδὰν ὑποπίπτωσιν ἅμα πλείοσι δακτύλοις· ᾧ καὶ αὐτῷ μάλιστα προσέχειν ἀξιῶ [320] καὶ σκοπεῖσθαι τὸ ποσὸν τῆς ἰσχνότητος τοῦ σώματος ἀκριβῶς. εἰ μὲν γὰρ ἐσχάτως ἰσχνοῦ τοῦ σώματος ὄντος ἡ τῶν ἀρτηριῶν κίνησις ὑποπίπτει πλείοσι δακτύλοις, οὐ διὰ ῥώμην δυνάμεως, ἀλλὰ δι' ἔκτηξιν τοῦ σώματος οὕτω συμβαίνει. μετρίως δ' ὄντος ἰσχνοῦ, τρισὶν ἢ τέσσαρσιν ὑποπίπτειν δακτύλοις τὴν κίνησιν τῆς ἀρτηρίας οὐ μικρὸν ἀγαθὸν, ὡς ἐν τοιούτοις. ἐμφαίνεται γὰρ ἀποσώζειν τι τοῦ τόνου κατὰ τὴν ἐνέργειαν. ὁ δ' ἀριθμὸς τῶν δακτύλων, ὅσοις ὑποπίπτειν ἡ κίνησις μέλλει, καθ' ἑκάστην τῶν ἀρτηριῶν ἴδιός ἐστιν. οὐ γὰρ ἁπασῶν ἴσον ἐξέχει τε καὶ διασυμβαίνει κατὰ τὸ δέρμα. κάλλιον δ' εἰς τοῦτο τῆς φύσεως αὐτοῦ τοῦ κάμνοντος ἔχειν ἐμπείρως. τοῖς μὲν γὰρ φύσει μικρότερος ὁ σφυγμός ἐστι, τοῖς δὲ βραχύτερος. ἑκάστῳ δὲ τοῦ ποσοῦ τὸ μέτρον ὡς πρὸς τὴν ἑαυτοῦ φύσιν ἐστίν· ἀγνοοῦντες οὖν τὸ κατὰ τὴν φύσιν ἴδιον αὐτοῦ τοῦ κάμνοντος, ἀπὸ τῶν κοινοτέρων διαφορῶν στοχαζόμεθα τῶν κατά τε τὴν κρᾶσιν τοῦ σώματος καὶ τὴν ἕξιν, ἐν μὲν τῇ κράσει μάλιστα τὴν κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἐπισκοπούμενοι διαφορὰν, ἐν δὲ ταῖς ἕξεσι τὴν κατὰ λεπτότητά τε καὶ πολυσαρκίαν. [321] ἐνίοτε μὲν οὖν ἅμα καὶ συμπίπτουσιν αἱ δύο ἀνωμαλίαι τῶν σφυγμῶν, ἥ τε κατὰ μίαν κίνησιν ἥ τε ἐν ἀθροίσματι. πολλάκις δὲ ἡ μὲν κατὰ μίαν οὐκ ἔστιν, ἡ δ' ἐν ἀθροίσματι σαφῶς εὑρίσκεται. καὶ τοῦ μὴ φαίνεσθαι τότε τὴν κατὰ μίαν αἴτιον διττὸν, ἤτοι τῆς διαθέσεως ἡ σμικρότης ἢ τῶν σφυγμῶν αὐτῶν ἡ βραχύτης. ἄν τε γὰρ ἡ διάθεσις ἡ τοὺς ἐν ἀθροίσματι μυούρους ἐργαζομένη μὴ πάνυ τις ᾖ χαλεπὴ, κατὰ τὴν μίαν διαστολὴν ὁμαλός ἐστιν, ἐν πλείοσι δὲ τὴν μυουρίζουσαν ἀνωμαλίαν λαμβάνει· ἄν τε μεγάλη μὲν ἡ διάθεσις ὑπάρχῃ, βραχὺς δ' ᾖ κατὰ τὸ μῆκος ὁ σφυγμὸς, ὡς ἑνὶ μόνῳ ὑποπίπτειν δακτύλῳ, κᾂν ὅτι μάλιστα κατ' ἀλήθειάν τε καὶ ὄντως ᾖ μύουρος, οὐχ ἕξει τὴν ἀνωμαλίαν αἰσθητήν. πλείοσι γὰρ ὑποπίπτειν χρὴ δακτύλοις τὴν καθ' ἕνα σφυγμὸν ἀνωμαλίαν μυουρίζουσαν. ἐξ οὖν τῶν εἰρημένων εὔδηλον ὡς ἄμφω μὲν τὰ γένη τῶν μυούρων σφυγμῶν ἀσθένειαν ἐνδείκνυται δυνάμεως, ἀλλὰ τὸ μὲν κατὰ μίαν διαστολὴν συνενδείκνυται λεπτότητα τοῦ κάμνοντος σώματος, τὸ δ' ἐν ἀθροίσματι δύναιτ' ἄν ποτε καὶ χωρὶς [322] ἰσχνότητος γενέσθαι. δέδεικται δὲ καὶ ὡς ἄν τις ἐξευρίσκοι τὸ ποσὸν τῆς βλάβης ἐν ἑκατέρῳ τῷ γένει. περὶ μὲν οὖν τῶν μυουριζόντων σφυγμῶν ἱκανὰ καὶ ταῦτα.

   Γεγράφασι δέ τινες ὡς ἀνεστραμμένον εὑρίσκοντές ποτ' εἶδος σφυγμοῦ τοῖς εἰρημένοις. ἐπὶ γοῦν τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἧς δὴ καὶ συνηθέστατον ἅπτεσθαι, πεφαγκέναι φασὶν ἑαυτοῖς εὐρύτερον τὸν ἐν τῷ κάτω πέρατι σφυγμὸν, μύουρον μὲν ὄντα δηλονότι καὶ τοῦτον, ἀλλὰ τὸ λεπτότερον αὐτοῦ μέρος οὐ κάτω τετραμμένον ὡς ἐπὶ τοὺς δακτύλους, ἀλλ' ἄνω τε καὶ πρὸς τὰ κατ' ἀγκῶνα χωρία ἔχοντα. ἐγὼ δ' ἡγοῦμαι τοὺς ἀνθρώπους ἐφ' ὧν εὑρηκέναι φασὶ τοὺς τοιούτους σφυγμοὺς οὐ πρόσκαιρόν τινα τὴν αἰτίαν, ἀλλ' ἐπὶ φυσικῇ διαπλάσει τῶν κατὰ τὸν καρπὸν ἐσχηκέναι μορίων. σπανίως μὲν γὰρ, εὑρίσκεται δ' οὖν ποτε τοιαύτη διάπλασις, ὡς τὸ μὲν πρὸς τῷ καρπῷ μέρος τῆς ἀρτηρίας ὑπ' αὐτῷ τῷ δέρματι τετάχθαι, τὸ δ' ἄνω πᾶν αὐτῆς τῷ μὲν ἀνωτέρω κεκαλύφθαι πλέονι σαρκὶ, τῷ δὲ [323] κατωτέρω τε καὶ κατ' αὐτὸν τὸν καρπὸν ἀθρόον εἰς τὸ βάθος ἐνδύεσθαι. τοῖς τοιούτοις οὖν ἀνθρώποις οὐ νοσοῦσι μόνον, ἀλλὰ καὶ ὑγιαίνουσιν ὁ σφυγμὸς φαίνεται μύουρος, ἄνω μὲν ὡς πρὸς τὸν πῆχυν ἔχων τὸ στενώτερον, ἐν δὲ τοῖς κάτω τε καὶ πρὸς τὸν καρπὸν ὅσον εὐρύτερον. εὔδηλοι δέ εἰσιν οἱ γράψαντες ὑπὲρ τῶν τοιούτων σφυγμῶν ὡς νοσωδῶν οὐ προσεσχηκότες τῷ πράγματι τὴν διάνοιαν ἀκριβῶς ἔκ τε τῶν ἄλλων ὧν γράφουσι κᾀκ τοῦ μηδ' ὅ τι σημαίνουσι προσγράψαι τῷ λόγῳ. πρόδηλον γὰρ ὡς οὐδὲν εὗρον ἐξαίρετον ὑπ' αὐτῶν σημαινόμενον, ἐπὶ φυσικῇ διαπλάσει τοιούτων γινομένων, οὐ νοσώδει διαθέσει. διὸ καὶ πολλάκις εἴρηταί μοι πρὸς τὰς διαγνώσεις τῶν σφυγμῶν οὐδὲν οὕτως εἶναι χρήσιμον ὡς τὸ γινώσκειν ὁποῖός τίς ἐστιν ἑκάστῳ φύσει σφυγμός. καὶ γὰρ οὖν καὶ ἄλλαι τινὲς ἀρτηρίαι ταῖς εἰρημέναις ἔμπαλιν ἔχουσιν, ὡς ἐν μὲν τοῖς ἄνω μέρεσιν ὑπὸ τῷ δέρματι μόνῳ τετάχθαι γυμνῷ, κατωτέρω δ' ἐρχόμεναι πρὸς τὸν καρπὸν εἰς τὸ βάθος καταδύεσθαι. καὶ διὰ τοῦτο καὶ τούτων ὁ σφυγμὸς φαίνεται μύουρος. ἑτέρων δέ γε φύσει περινενευκώς [324] τε καὶ ἐπινενευκὼς ἑκατέρωσε πλέον ἢ κατὰ τὴν κοινὴν φύσιν, οὐ νοσήματος, ἤ τινος ὅλως αἰτίας παρὰ φύσιν, ἀλλὰ φυσικῆς διαπλάσεως ἐργασαμένης αὐτόν. ἅπερ εἰ μὴ γινώσκομεν, ὁπότ' εἴη φύσει, μέγιστα σφαλησόμεθα. γίγνεται μὲν γὰρ, ὡς εἴρηται, μύουρος ὁ σφυγμὸς ἔν τισι παρὰ φύσιν αἰτίοις· εὑρίσκεται μέντοι τισὶ καὶ κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα, καθάπερ καὶ ὁ ἐπινενευκώς τε καὶ περινενευκὼς ὀνομαζόμενός ἐστιν, ὅ γε μὲν οὖν οὕτω τῆς ἀρτηρίας κατασκευασθείσης ὡς τὸ μέσον αὐτῆς μόνον ὑπὸ τῷ δέρματι τετάχθαι ψιλῷ, τὰ δ' ἑκατέρωθεν ἀθροώτερον ἐγκαταβαίνειν τῷ βάθει. γίνεται δὲ καὶ δι' ἀῤῥωστίαν δυνάμεως, ἀδυνατούσης ἐπαίρειν τὰ βαρύνοντα· καὶ ὅταν γε τὸ τοιοῦτον πάθος ἰσχυρότερον αὐτῇ γένηται, καμπήν τινα φαίνεται κατὰ τὸ ὕψος ἔχειν ὁ σφυγμὸς, οὐ κύκλου περιφέρειαν, ἥντινα καμπὴν οὐ κακῶς ὁ Ἀρχιγένης ὀνομάζει γωνίωσιν. οὐκέτι γὰρ ὡς κύκλου περιφέρεια τὸ ὕψος τῆς ἀρτηρίας, ἀλλ' ὡς τριγώνου κορυφὴ κινεῖ τὴν ἁφήν. ἔτι δὲ μᾶλλον αὐτῇ γίγνεται τοῦτο φριττούσῃ τε καὶ πηγνυμένῃ διὰ ψύξιν, ἢ ὁπωσοῦν [325] ἄλλως σκληρυνθείσῃ, καὶ διὰ τοῦθ' εὑρεῖν αὐτὸν ἔστι πλειστάκις ἐν ταῖς μετὰ ψύξεως ἐμβαλλούσαις ἰσχυραῖς ἐπισημασίαις· οὐ γὰρ δὴ ἐν ἁπάσαις γε, ἢ μόναις, ὡς ἔνιοι νομίζουσι. ἂν γὰρ ἥ τε σκληρότης τῶν ἀρτηριῶν ἔχῃ τὰ δυσκαμπῆ ἥ τε δύναμις ἀσθενὴς οὖσα βαρύνηται καθ' ἑκάτερα, τὴν μὲν οἷον κύκλου περιφέρειαν ἀπόλλυσιν, ὁμοιοῦται δὲ τριγώνου κορυφῇ, μὴ δυναμένης τῆς ἀρτηρίας διὰ σκληρότητα κατὰ βραχὺ κάμπτεσθαί τε καὶ πρὸς τὸ βάθος ἐπινεύειν ἑκατέρωθεν, ἀλλὰ κλωμένης μᾶλλον ἢ καμπτομένης διὰ τὴν σκληρότητα. ταῦτ' οὖν αὐτῇ τὰ παθήματα πολλάκις μὲν ἐν ταῖς ψυχούσαις ἱκανῶς ἐπισημασίαις γίνεται, συμπίπτει μὴν ἐνίοτε καὶ χωρὶς εἰσβολῆς παροξυσμῶν· ὥσπερ αὖ πάλιν ἐν ταῖς ἀπεριψύκτοις ἐπισημασίαις οὐδ' ὅλως γίνεται τοιοῦτος ὁ σφυγμός· ἄμεινον δ' ἴσως ἐστὶ μηδὲ χρονίζειν ἔτι κατὰ τὸν τόπον, ἐν τοῖς μετὰ ταῦτα μέλλοντας ἐπιπλέον ὑπὲρ αὐτῶν διεξέρχεσθαι.

   Ἔστι δὲ ἐκ ταὐτοῦ τοῖς εἰρημένοις γένους καὶ ὁ τρομώδης σφυγμὸς, οὐ πάνυ τι φαινόμενος ἐναργῶς. ἐπειδὴ δὲ, καθάπερ ἐπιδέδεικται διὰ τοῦ δευτέρου τῶν ἐν τοῖς [326] συμπτώμασιν αἰτίων, ἀσθενείᾳ δυνάμεως ἕπεται τρόμος, ἀναγκαῖον οὖν ἐστι διὰ τοῦτο καὶ τὸν τρομώδη σφυγμὸν ἀμυδρόν τε ἅμα καὶ μικρὸν εἶναι, ἐν δὲ τῷ τοιούτῳ λανθάνουσιν αἱ τρομώδεις κινήσεις, ἀξιολόγου διαστολῆς εἰς τὸ γνωσθῆναι δεόμεναι. φαντάζεται δὲ ἐνίοτε τοῖς ἀγυμνάστοις ὁ τρομώδης σφυγμὸς ὡς κλονώδης, καὶ διὰ τοῦτ' οἴονται πολλάκις ἑωρακέναι τοιοῦτον. ἀλλ' οὐ δεῖ μακρότερον ὑπὲρ αὐτῶν διεξέργεσθαι κατὰ ἐνεστῶτα λόγον. εἴρηται γὰρ ἐν τῷ δευτέρῳ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων εἰς ὅσον ἀλλήλων διαφέρουσι τρόμος καὶ κλόνος, ἐξ ὧν ὁρμώμενος ἄν τις ὁποῖός τέ τις ὁ κλονώδης ἐστὶ σφυγμὸς ἀκριβῶς εἴσεται καὶ ὡς ὀλιγάκις ὁ τρομώδης ὁρᾶται κατ' ἐκείνους μόνους τοὺς καιροὺς ἐν οἷς οὔθ' ἡ δύναμις ἐσχάτως ἀσθενής ἐστιν, ὅ τε χιτὼν τῆς ἀρτηρίας μαλακὸς, ἥ τε τοῦ σώματος ἕξις ἰσχνή. συμβήσεται γὰρ οὕτως μήτε πάνυ μικροὺς εἶναι τοὺς σφυγμοὺς, ἀλλ' ἐγγύς τι τῶν κατὰ φύσιν, μήτε ἐσχάτως ἀμυδροὺς, ἀλλ' ὥστε φέρειν ἀλύπως ἐπιβολὴν δακτύλων, ὧν ἐξ ἀνάγκης εἰς διάγνωσιν δεῖται. καὶ εἴποτε ἄρα φανείη τρομώδης σφυγμὸς, ἐνδείξεται τήν τε δύναμιν ἀσθενῆ καὶ τὸν χιτῶνα τῆς [327] ἀρτηρίας μαλακὸν καὶ τὴν τοῦ σώματος ἕξιν ἰσχνήν. περὶ μὲν οὖν τῆς ἀνωμαλίας τε καὶ τῶν ἐργαζομένων αὐτὴν αἰτίων ἱκανὰ καὶ ταῦτα. καὶ γὰρ εἴ τι παραλέλειπται, ῥᾷστον εὑρίσκεσθαι τῷ ταῦτά τε τὰ νῦν εἰρημένα μὴ κατὰ τὸ πάρεργον ἐκμαθόντι καὶ ὅσα κατὰ τὸ δεύτερον εἴρηται τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων.

   Ὑπόλοιπον δ' ἐστὶ περὶ τάξεως καὶ ἀταξίας διελθεῖν. δοκεῖ μὲν δὴ πᾶσα τάξις ἀταξίας ὁμογενοῦς ἀμείνων εἶναι. πρόσκειται δ' ὁμογενῶς τῷ λόγῳ διὰ τὸ δύνασθαί ποτε τὴν ἐξ ἑτέρου γένους ἀταξίαν αἱρετωτέραν ὑπάρχειν ἑτερογενοῦς τάξεως, οἷον εἰ οὕτως ἔτυχεν ὁ κατὰ μέγεθος ἢ τάχος ἄτακτος ἧττόν ἐστι χαλεπὸς τοῦ διαλείποντος ἐν τάξει τινί. οὕτω δὲ καὶ ὁ μεμηκυσμένος ἀραιὸς, εἰ καὶ φυλάττοι τάξιν τινὰ, χείρων ἐστὶ τοῦ κατὰ σφοδρότητα καὶ μέγεθος καὶ τάχος ἀνωμάλου. ἀλλ' ἥ γε ὁμογενὴς τάξις ἐπιεικεστέρα τῆς ἀταξίας εἶναι δοκεῖ, διὰ τὸ τῆς φύσεως ἡμῶν εἴπερ τι ἄλλο καὶ τὴν τάξιν οἰκείαν ὑπάρχειν. οὐ μὴν ἁπλῶς γε οὕτως ῥητέος ὁ λόγος, ἀλλὰ μετὰ τοιοῦδε διορισμοῦ. [328] ἡ μὲν τάξις ἐστηριγμένον πως εἶναι δοκεῖ δηλοῦν τὸ αἴτιον, ἡ δ' ἀταξία μεταῤῥέον τε καὶ μὴ μένον ἐφ' ἑνὸς ἢ μεγέθους ἢ εἴδους ἢ χωρίου. τὸ δὲ τοιοῦτον αἴτιον οὐκ ὀλεθριώτερον, ἀλλὰ σφαλερώτερον εἶναι χρὴ νομίζειν. ἐνδέχεται γὰρ αὐτὸ μεταῤῥέον ἔστιν ὅτε μὲν εἰς ἀκυρώτερον, ἔστιν ὅτε δ' εἰς κυριώτερον ἀφικέσθαι χωρίον, ὥστε ἤτοι θάνατον ἐξαπιναῖον, ἢ σωτηρίαν ἐνεγκεῖν. τὸ μέντοι τῆς τάξεως οὐκ ἀδόκητον, ἀλλ' ὡρισμένην ἔχει τὴν ἔκβασιν. ἡ μὲν γὰρ ἐπὶ χαλεπῆς ἀνωμαλίας τάξις, ὥσπερ εἰ οὕτως ἔτυχε τῆς διαλειπτικῆς, ὀλέθριος βεβαίως ἐστίν· ἡ δ' ἐπὶ μετρίας, ὥσπερ ἐπὶ τῆς κατὰ μέγεθος καὶ μικρότητα, βεβαίως ἐπιεικής· ἡ δ' ἀταξία καὶ τὴν ἐπιεικῆ χαλεπὴν ἐργάσασθαι δύναται, μεταῤῥυείσης εἰς κυριώτερον χωρίον τῆς τὴν ἀνωμαλίαν ἐργαζομένης αἰτίας· καὶ μέντοι καὶ τὴν χαλεπὴν ἐπιεικῆ, μετελθούσης καὶ νῦν τῆς αἰτίας ἐκ τῶν κυριωτέρων εἰς ἀκυρώτερα. οὐδὲν οὖν ἀσφαλὲς οὐδὲ βέβαιον ἐπὶ τῆς ἀταξίας ἐστὶν, οὔτε τοιοῦτον οἷον ἐπὶ τῆς τάξεως οὔτε ἀγαθὸν οὔτε κακόν. ἂν μέντοι μετὰ σφοδρότητος σφυγμοῦ γίγνηταί τις ἀταξία, εἴτ' οὖν ὁμαλοῦς [329] εἴτε καὶ ἀνωμάλου τῆς σφοδρότητος οὔσης, παρόντων καὶ τῶν τῆς πέψεως σημείων, ἐλπίζειν χρὴ κρίσιν ἔσεσθαί τινα, καὶ μᾶλλον, εἰ καὶ τὰ ἄλλα σημεῖα κρίσεως γένοιτο, ὅτε καὶ κατὰ τοῦτο διαφέρουσιν αἱ ἀταξίαι τῶν τάξεων, καθ' ὅσον ἐπὶ τοῖς ἄλλοις ἅπασι τοῖς αὐτοῖς ἑτοιμότερον ἐπὶ κρίσιν ἡ φύσις ἐξορμᾷ κατὰ τὰς ἀρτηρίας.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΡΟΓΝΩΣΕΩΣ ΣΦΥΓΜΩΝ.

ΒΙΒΛΙΟΝ Γ.

[330]   Ἥτις μὲν ἑκάστου σφυγμοῦ δύναμίς ἐστιν ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν οἰκείων τοῖς πάθεσιν ἐν τῷδε λεχθήσεται. πάθος μὲν οὖν ὀνομάζω νῦν ἅπαν τὸ παρὰ φύσιν· οἰκείους δ' ἑκάστῳ λέγω σφυγμοὺς ὅσοι τε διαπαντὸς ὑπάρχουσιν αὐτῷ καὶ ὅσοι πλείστακις. ἐπεὶ δὲ τῶν παρὰ φύσιν ἁπάντων, ὡς ἐν ἑτέροις ἐπιδέδεικται, τὰ μέν εἰσι διαθέσεις τινὲς, ὑφ' ὧν πρώτως ἐνέργεια βλάπτεται, τὰ δὲ τούτων αἴτια, τὰ δὲ συμπτώματα, περὶ πρώτων τῶν διαθέσεων ῥητέον. ἐπεὶ δὲ καὶ τούτων ἐδείχθησαν αἱ μέν τινες [331] ἴδιαι τῶν ὁμοιομερῶν σωμάτων, αἱ δὲ τῶν ὀργανικῶν, ἀπὸ τῶν ἐν τοῖς ὁμοιομερέσιν ὑπαρχουσῶν ἀρκτέον. εἰσὶ δὲ ὀκτὼ τὸν ἀριθμὸν, ἅπασαι μὲν κατὰ δυσκρασίαν γινόμεναι, διαφέρουσαι δὲ τῷ τὰς μὲν ἁπλᾶς εἶναι, τὰς δὲ συνθέτους. ἁπλαῖ μὲν οὖν εἰσι δυσκρασίαι θερμότης τε καὶ ξηρότης, ὑγρότης καὶ ψυχρότης· σύνθετοι δὲ ψυχρότης ἅμα ξηρότητι καὶ θερμότης ἅμα ὑγρότητι. δέδεικται γὰρ οὖν ἡμῖν καὶ περὶ τῆς δυσκρασίας ἐν τοῖς περὶ τῶν κράσεων ὑπομνήμασι, καὶ διώρισται πῶς μὲν ἐνίοτε τὸν ὑγιαίνοντα θερμὸν καὶ ὑγρὸν εἶναί φαμεν, ὅπως δὲ τὸ νόσημα τὸ δι' ἀμετρίαν ὑγρότητός τε καὶ θερμότητος ἐνέργειάν τινα βλάπτον. ἔτι δὲ πρὸς τούτοις ἀναμνηστέον ἐστὶν ὡς οὐκ ἄν ποτε σφυγμὸς ἀλλοιωθείη διὰ δυσκρασίαν χωρὶς τοῦ τὰς ἀρτηρίας τι παθεῖν ἢ τὴν καρδίαν, καὶ ὡς ἐνδέχεται ποτὲ τὰς μὲν ἀρτηρίας τι πεπονθέναι, τὴν καρδίαν δὲ ὑπάρχειν ἀπαθῆ. τῆς μέντοι καρδίας πασχούσης οὐκ ἐνδέχεται τὰς ἀρτηρίας ἀπαθεῖς διαμένειν, ἀλλ' ἀναγκαῖον ἀπολαύειν τι τῆς δυσκρασίας αὐτὰς ἔλαττον ἢ μεῖζον. ἡ μὲν οὖν κατὰ [332] ψυχρότητά τε καὶ θερμότητα δυσκρασία τῆς καρδίας ἑτοίμως εἰς ἁπάσας διαδίδοται τὰς ἀρτηρίας, ἡ δὲ καθ' ὑγρότητά τε καὶ ξηρότητα χαλεπώτερον.

   Ἀρκτέον οὖν ἀπὸ τῆς κατὰ θερμότητα καὶ διοριστέον ἐν αὐτῇ τόδε πρῶτον, ὡς ἐνδέχεται καθ' ὃν τοῦτο γίνεται καιρὸν ἤτοι κατὰ φύσιν ἔχειν τὰς ἀρτηρίας, ἢ πεπονθέναι τι καὶ αὐτὰς καὶ ἤτοι πάσας ἤ τινας. αἱ μὲν δὴ κατὰ φύσιν ἔχουσαι τὴν ἐν τῇ καρδίᾳ δυσκρασίαν ὁμοίως διαδέξονται, τῶν δὲ παρὰ φύσιν διακειμένων ἡ διάθεσις ἔσται μικτὴ, τὸ μὲν φυλάττουσα τῆς ἰδίας καταστάσεως, τὸ δέ τι παρὰ καρδίας λαμβάνουσα. πρῶτον οὖν ὑποκείσθωσαν ἀπαθεῖς εἶναι τό γε καταρχὰς αἱ ἀρτηρίαι, θερμοτέρας γενομένης τῆς καρδίας. εἶθ' ἑξῆς σκοπούμεθα τίνες ἐξ ἀνάγκης ὑπάρχουσι σφυγμοὶ τῇ τοιαύτῃ διαθέσει καὶ τίνες ὡς τὸ πολύ. πάλιν οὖν ἀναμνησθέντες ὧν ἔν τε τῷ πρὸ τούτου λόγῳ διειλόμεθα κᾀν τῇ περὶ τῶν ἐν σφυγμοῖς αἰτίων πραγματείᾳ, τοὺς οἰκείους θερμότητος πλεονεκτούσης σφυγμοὺς ἐπέλθωμεν, ἵν' ἐξ αὐτῶν ἐπισκεψώμεθα τίνες μὲν ἀχώριστοι τῆς προκειμένης διαθέσεώς εἰσι, τίνες δ' ὡς τὸ πολὺ συμπίπτουσι. εἰσὶν [333] οὖν οἰκεῖοι σφυγμοὶ πλήθει θερμότητος ὅ τε μέγας καὶ ὁ ταχὺς καὶ ὁ πυκνὸς, ἀλλ' ὁ μέγας μὲν οὐ θερμότητος μόνης ἐπικρατούσης, ἀλλὰ καὶ ὀργάνων δεῖται μαλακῶν καὶ δυνάμεως εὐρώστου· ὥστ' οὐκ ἂν ἀχώριστος εἴη τῆς κατὰ θερμότητα δυσκρασίας. οὕτως δὲ καὶ ὁ ταχὺς ἐῤῥωμένης δεῖται δυνάμεως, καὶ ὀργάνων ἑτοίμως διαστελλομένων, ὥστ' οὐδ' οὗτος ἀχώριστος. ὁ δέ γε πυκνὸς, εἰ μὲν αὐτάρκως ὑπὸ τοῦ μεγέθους τε καὶ τάχους ἡ χρεία πληρωθείη, τὴν ἀρχὴν οὐδ' ἂν συσταίη, δέδεικται γὰρ καὶ τοῦτο, μὴ πληρουμένης δὲ γίγνοιτ' ἄν. ὥστ' οὐδ' οὗτος ἀχώριστος, οὐ μὴν οὐδ' ἐκ τῶν οἰκείων εἴη ἄν τις ἀχώριστος. ἐκ δὲ τῶν οἰκείων μὲν, οὐκ ἀχωρίστων δὲ κρατήσει ποτὲ μὲν ὁ μείζων, ποτὲ δὲ ὁ θάττων, ποτὲ δὲ ὁ πυκνότερος. εἰ μὲν γὰρ ἡ θερμότης αὐξηθείη μόνη, κατὰ φύσιν δ' ἔχοιεν ἥ τε δύναμις καὶ τὰ ὄργανα, βραχείας μὲν τῆς ἐκτροπῆς γενομένης, εἰς μέγεθος μόνον ἐπιδώσουσιν οἱ σφυγμοὶ, πλέονος δὲ καὶ εἰς τάχος, ἀξιολόγον δὲ καὶ εἰς πυκνότητα. προσέχειν δ' ἐν τούτῳ δεῖ τὸν νοῦν ἀκριβῶς τῷ μᾶλλόν τε καὶ ἧττον ἐν ἑκάστῳ γένει σφυγμῶν. εἰ μὲν γὰρ εἰς τὸ μέγεθος [334] ἐξαλλάττοιντο πλέον ἤπερ τὸ τάχος καὶ τὴν πυκνότητα, μὴ πάνυ πολλὴν ἡγοῦ τὴν ἐν τῇ καρδίᾳ θερμότητα· εἰ δ' εἰς τὰ τρία παραπλησίως, εὐθὺς μὲν δήπου καὶ μεγάλως ἐξαλλαχθήσονται, εὐθὺς δὲ καὶ πολλὴν ἐνδείξονται τὴν θερμότητα. εἰ δ' ἐπιπλέον αὐξηθείη τὸ τάχος τοῦ μεγέθους, ἔτι δὴ καὶ μᾶλλον. εἰ δὲ καὶ ἡ πυκνότης, ἔτι μᾶλλον. εἰ δ' ἅμα μέγιστός τε καὶ τάχιστος ὁ αὐτὸς εἴη σφυγμὸς καὶ πυκνότατος, εἰς ἄκρον ηὐξῆσθαι δηλώσει τὴν θερμότητα. εἰ δὲ τάχιστος μὲν εἴη καὶ πυκνότατος, μὴ μέντοι καὶ μέγιστος, ἄλλως μὲν οὐκ ἂν δύναιτο συμβῆναι τοῦτο χωρὶς τοῦ τὴν δύναμιν ἀῤῥωστοτέραν, ἢ τὴν ἀρτηρίαν γενέσθαι σκληροτέραν· εὐδιόριστον δὲ τοῖς ἀχωρίστοις ἑκάτερον σφυγμοῖς, ἥ γε μὴν ἔνδειξις κᾀνταῦθα τῆς ἐν τῇ καρδίᾳ θερμότητος ἡ αὐτή. καὶ μὴν καὶ ὅταν ἡ πυκνότης ἐπὶ πλεῖστον προήκῃ, μὴ συναυξάνηται δ' εἰς ἴσον αὐτῇ τὸ τάχος καὶ τὸ μέγεθος, ἀνάγκη καὶ τότε θερμότητα μὲν εἶναι πολλὴν, ἤτοι δ' ἀῤῥωστίαν δυνάμεως ἢ ὀργάνων σκληρότητα. σὺν ἀῤῥωστίᾳ μὲν οὖν ἀμυδρὸς ὁ σφυγμὸς ἔσται, σὺν σκληρότητι δὲ σκληρὸς ἅμα καὶ κλονώδης. εἰ δὲ καὶ χωρὶς κλόνου σκληρὸς εἴη πυκνὸς ὢν [335] ἐσχάτως, ἀσθενῆ τὴν δύναμιν ἅμα τῷ πλήθει τῆς θερμότητος ἐνδείξεται. πάντως οὖν ὁ τοιοῦτος ἔσται καὶ ἀμυδρὸς καὶ κίνδυνον ἐπάξει συγκοπῆς. ἀναμνησθῆναι δὲ χρὴ κᾀνταῦθα τίνα τρόπον ἐγχωρεῖ θερμότητα μὲν ὑπάρχειν ἐν τῇ καρδίᾳ παμπόλλην, ἐῤῥῶσθαι δὲ τὴν δύναμιν. εἰ γὰρ ἡ μὲν ῥώμη ταῖς εὐκρασίαις, ἡ δ' ἀῤῥωστία ταῖς δυσκρασίαις ἕπεται, δυσκρασία καταλήψεται τὴν καρδίαν ἅμα τῇ πλεοναζούσῃ θερμότητι. ὥστ' ἐξ ἀνάγκης καὶ ἡ δύναμις ἀῤῥωστήσει. πῶς οὖν, ὅταν ὁ σφυγμὸς ἅμα μέγιστός τε ᾖ καὶ τάχιστος καὶ πυκνὸς καὶ σφοδρὸς, οὐ μόνον θερμότητα παμπόλλην ὑπάρχειν ἐν τῇ καρδίᾳ φαμὲν, ἀλλὰ καὶ δυνάμεως εὐρωστίαν; ὅτι διώρισται πολλάκις ἐν ἑτέροις ἡμῖν κᾀν ταῖς τῶν πυρετῶν διαγνώσεσι τὸ θερμαίνεσθαι τοῦ τεθερμάνθαι διαφέρειν. ὅταν μὲν γὰρ θερμαίνηται τὸ σῶμα τῆς καρδίας ὑπὸ τῆς περιεχομένης ἐν ταῖς κοιλίαις αὐτῆς οὐσίας, ἐγχωρεῖ τὴν δύναμιν ἐῤῥῶσθαι, καὶ δι' αὐτό γε τοῦτο πλεῖστον μὲν καὶ τάχιστον καὶ πυκνότατον εἰσπνέουσιν οἱ τοιοῦτοι, μέγιστον δὲ καὶ τάχιστον καὶ πυκνότατον σφύζουσιν, ἀπομαχομένης ἔτι τῆς καρδίας πρὸς τὴν θερμαίνουσαν οὐσίαν καὶ [336] ψύχουσαν ἑτέραν ἔξωθεν ἐπισπωμένην ἀντίῤῥοπον τῇ θερμότητι. ὅταν δέ ποτε νικηθεῖσα τύχῃ καὶ συνεκθερμανθεῖσα τῇ κατὰ τὰς κοιλίας οὐσίᾳ, τεθέρμανται μὲν ἤδη τηνικαῦτα καὶ οὐκέτι μόνον θερμαίνεται, τῇ δυσκρασίᾳ δὲ αὐτῆς ἕπεται δυνάμεως ἀσθένεια. καὶ ἢν ἐπιπλέον θερμανθῇ, καὶ δι' ὅλης αὐτῆς τὸ πυρετῶδες δέξηται θερμὸν, τὸν καλούμενον ἑκτικὸν ἐπιφέρει πυρετόν. ἐνίοτε δ' ἔμπαλιν ἢ ὡς νῦν εἴρηται συμβαίνει, ψυχροτέρας μὲν τοῦ κατὰ φύσιν ἐν ταῖς κοιλίαις τῆς καρδίας οὐσίας περιεχομένης, τοῦ σώματος δὲ αὐτῆς ἐπιπλέον τεθερμασμένου. καὶ γίγνεται τοῦτο τοῖς ἠθροικόσι μὲν ὠμοὺς καὶ ψυχροὺς καὶ φλεγματώδεις χυμοὺς, ἤτοι δὲ σφοδρότατα θυμωθεῖσιν, ἢ ἀγρυπνήσασιν ἀμέτρως μετὰ φροντίδος ἰσχυρᾶς, ἢ διὰ λοιμώδη τινὰ εἰσπνοὴν ἁπτομένου τοῦ σώματος αὐτοῦ τῆς καρδίας, ἤ τινος ὅλως δηλητηρίου ποιότητος ἰδιότητα καθ' ὁντιναοῦν τρόπον ἐπὶ τὴν καρδίαν ἀφικομένης. ταυτὶ μὲν οὖν ἀνεμνήσθην πρὸς τὸ μὴ θαυμάζειν τινὰ πῶς ἐγχωρεῖ θερμότητος ἐπικρατούσης ἀκμάζειν τῆς καρδίας τὸν τόνον. ἐπανέλθωμεν οὖν αὖθις ἐφ' ἃ λέγοντες ἀπελίπομεν. [337] ἡ γάρτοι θερμότης ἡ ἐν τῇ καρδίᾳ τρέπει μὲν, ὡς εἴρηται, τοὺς σφυγμούς. ἀλλ' ἐπεὶ διττὴ κατ' εἶδός ἐστιν, ἡ μὲν ἑτέρα καὶ σηπεδόνος χυμῶν ἔγγονος, ἧς ἡ ποιότης δριμεῖά τέ ἐστι καὶ καπνώδης, ἡ δὲ ἑτέρα μεθ' ὑγρότητος ἡδείας, αὐτῷ μόνῳ τῷ ποσῷ τοῦ κατὰ φύσιν ἀποκεχωρισμένη, μόνιμος μέν ἐστι καὶ δύσλυτος ἡ πρότερον ῥηθεῖσα, ὀλιγοχρόνιος δὲ ἡ ἑτέρα, λουτροῖς καὶ γυμνασίοις καὶ τροφῇ θερμαινούσῃ καὶ οἴνου πόσει καὶ τῶν τῆς ψυχῆς παθῶν, αἰδοῖ καὶ θυμῷ συνεπομένη. εἰ δ' ἐκ τούτου τοῦ γένους τῆς θερμασίας εἰσί τινες πυρετοὶ, καθάπερ οἱ ἐπὶ κόποις, ἢ ἐγκαύσεσιν, ἢ ψύξεσιν, ἢ ἐπὶ βουβῶσιν, ἢ θυμοῖς, τῶν ἀμφισβητουμένων ἐστί. καὶ λέλεκται μὲν ἐπιπλέον ὑπὲρ αὐτῶν ἐν τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ· λελέχθω δὲ καὶ νῦν εἰς τοσοῦτον, ὡς ἡ μὲν ἑτερογενὴς τοῦ κατὰ φύσιν θερμότης ὀλιγοχρόνιον μὲν ἔχει τὴν ἐκτὸς ἠρεμίαν, ταχεῖαν δὲ τὴν συστολὴν ἐπιπλέον ἢ κατὰ τὴν ἀναλογίαν τῆς διαστολῆς, ἡ δὲ τῷ ποσῷ μόνῳ διαλλάττουσα μείζονά τε ἅμα καὶ θάττονα τὴν διαστολὴν ἤπερ τὴν συστολήν. ἡ μὲν γὰρ τοιαύτη θερμότης μόνης ἐμψύξεως δεῖται, [338] ἣν ἐδείξαμεν ἐν τῷ διαστέλλεσθαι γινομένην, ἡ καπνώδης δὲ καὶ ταύτης μὲν ἐπὶ πλέον, ἀλλὰ ἐπὶ πλεῖστον τῆς ἀποχύσεως τοῦ περιττοῦ, ὅπερ ἔργον ἦν τῆς συστολῆς. ὥσθ' ἡ μὲν τοιαύτη καὶ τὴν διαστολὴν ὠκυτέραν ἐπὶ πλέον ἐργάσεται καὶ τὴν συστολὴν ἐπὶ πλεῖστον· ἡ δ' οὐ τοιαύτη τὴν συστολὴν μὲν οὐδ' ὅλως ἀλλοιώσει, τὴν διαστολὴν δ' εἰς τοσοῦτον εἰς ὅσον ἂν ἐκβῇ τὰ μέτρα τῆς κατὰ φύσιν εὐκρασίας. ἀλλὰ περὶ μὲν τούτων ἐπιπλέον ἑξῆς ἐροῦμεν ἐν τοῖς περὶ τῶν πυρετῶν λογισμοῖς.

   Ἐν δὲ τῷ παρόντι τὸν περὶ τῶν ἀρτηριῶν λόγον διέλθωμεν, ὅταν ἐναντίως ἔχωσι τῇ καρδίᾳ, λέγω δὲ ὅταν ἐκείνη μὲν ᾖ θερμοτέρα τοῦ κατὰ φύσιν, αἱ δὲ ἀρτηρίαι ψυχρότεραι, ἤτοι χυμῶν τινων ψυχρῶν ἐν αὐταῖς περιεχομένων οὐδέπω διασηπομένων, ἢ καί τινος ἑτέρας ψύξεως ἐπικρατούσης. ἀνάγκη δὲ ταύτας τηνικαῦτα τὸ μὲν ἐψῦχθαι κατὰ τὴν οἰκείαν ἔχειν διάθεσιν, ἐπικτᾶσθαι δ' ἔτι παρὰ τῆς καρδίας τὸ θερμαίνεσθαι. ἀλλ' ἐπεὶ καὶ τὴν κινοῦσαν αὐτὰς δύναμιν ἐξ ἐκείνης ἐπίῤῥυτον ἔχουσιν, καὶ τόνος εἷς ἐστιν ὁ διαστέλλων τε καὶ συστέλλων ἅμα τῇ καρδίᾳ τὰς ἀρτηρίας, ἀναγκαῖόν ἐστι τὸ μέν τι ταὐτὸν ὑπάρχειν τῇ τε τῆς [339] καρδίας κινήσει καὶ τῇ τῶν κατὰ μέρος ἀρτηριῶν ἁπασῶν, τὸ δέ τι διαλλάττον. αἱ μὲν δὴ πρῶται τῶν κινήσεων ἀρχαὶ κατὰ τὸν αὐτὸν ἔσονται χρόνον, ὅταν γε δέχωνται τὴν παρ' αὐτῆς δύναμιν ἀμέμπτως. οὔτε δὲ τὸ μέγεθος οὔτε τὸ τάχος οὔθ' ἡ σφοδρότης ὁμοίως ἀμφοτέραις ὑπάρξει, ἀλλ' ἡ καρδία τηνικαῦτα καὶ μείζονα καὶ θάττονα καὶ σφοδρότερον ἕξει τὸν σφυγμὸν ἁπασῶν τῶν κατὰ μέρος ἀρτηριῶν. ἡ μὲν γὰρ ἀρχὴ τῆς κινήσεως αὐταῖς ἐκ τῆς καρδίας ἐστὶν, ὁ δὲ τρόπος ἑκάστῃ τῆς οἰκείας κινήσεως, ὡς ἂν καὶ τύχῃ τῇ καρδίᾳ συνδιατεθεῖσα. συνδιατίθεται γὰρ ἡ μὲν ὡσαύτως ἔχουσα τῇ κράσει καθ' ὃν ἂν ἡ καρδία τρόπον ἐνεργῇ, ἡ δ' ἐναντίως εἰς ὅσον ἂν καὶ τύχῃ δεξαμένη τὴν ἐξ αὐτῆς ἀλλοίωσιν. ἐνδέχεται τοιγαροῦν ἐνίοτε τὴν ψυχρὰν ἀρτηρίαν ὑπὸ τῆς καρδίας θερμαινομένην οὔτε μικρὸν ἐργάσασθαι τὸν σφυγμὸν, οἷός περ ὁ τῆς ψυχρᾶς ἐστι, οὔτε μέγαν, οἷός περ ὁ τῆς θερμῆς, ἀλλὰ τὸν ἀμφοῖν μέσον, ὅσπερ δὴ καὶ σύμμετρος καὶ κατὰ φύσιν ἐστίν. οὕτω δὲ καὶ τῷ τάχει σύμμετρος ἐν ταῖς τοιαύταις διαθέσεσιν ὁ σφυγμὸς ἔσται καὶ τῇ σφοδρότητι μέτριος. ἐναργῶς δὲ διαγνώσῃ τὸ λεγόμενον, εἰ κατὰ τὸν αὐτὸν χρόνον [340] ἅπτοιο τῇ μὲν ἑτέρᾳ χειρὶ τῆς καρδίας, τῇ δὲ ἑτέρᾳ τῶν ἀρτηριῶν τινος. αἱ μὲν γὰρ ἀρχαὶ τῶν κινήσεων ἅμα σοι φανοῦνται γίνεσθαι. διαλλάξουσι δὲ μεγέθει καὶ τάχει καὶ σφοδρότητι τηνικαῦτα. ἐνίοτε δὲ συμβαίνει καὶ τὸ μὴ δέχεσθαι καθ' ἕνα χρόνον ἁπάσας τὰς ἀρτηρίας τὴν ἐκ τῆς καρδίας ἐπιῤῥέουσαν δύναμιν τοῦ σπλάγχνου, ἀλλὰ τὰς μὲν ἐγγυτέρω τοῦ σπλάγχνου προτέρας, ὑστέρας δὲ τὰς ποῤῥώτερον. γίνεται δὲ μάλιστα τὸ τοιοῦτον, ἐπειδὰν εἰς ἕνα χρόνον συνέλθοι τάς τε ἀρτηρίας εἶναι ψυχροτέρας ἄτονόν τε τὴν καρδίαν. ἐὰν δὲ καὶ αὐτῶν τῶν ἀρτηριῶν τὰ ποῤῥωτέρω τῆς ἀρχῆς μέρη μᾶλλον ᾖ ψυχρὰ, καθάπερ ἐν ἐπισημασίαις τέ τισι καὶ τοῖς λιπυρίαις συμβαίνει πυρετοῖς, οὐ μόνον ὑπάρξεται πρωϊαίτερον, ἀλλὰ καὶ τὴν κίνησιν αὐτὴν θάττονά τε καὶ μείζονα ποιήσεται τὰ τῆς καρδίας ἐγγυτέρω. καὶ μὲν δὴ ὁ τόνος ἐν ταῖς τοιαύταις περιστάσεσιν ἀσθενὴς μὲν ἐν ἁπάσαις φαίνεται, μᾶλλον δ' ἐν ταῖς ποῤῥωτέραις, ὥστ' ἐναργῶς εἶναι τὸν σφυγμὸν ἐν αὐταῖς ἀμυδρότερον τοῦ κατὰ φύσιν τῶν ὑπερκειμένων. συμβαίνει δέ ποτε καὶ κατὰ τὴν καρδίαν ἡ τοιαύτη τῶν κράσεων ὑπεναντίωσις. ἐνίοτε μὲν γὰρ αὐτὸ τὸ σῶμα τοῦ [341] σπλάγχνου ψυχρότερόν ἐστι τοῦ κατὰ φύσιν, ἡ περιεχομένη δὲ ἐν ταῖς κοιλίαις οὐσία θερμοτέρα, ἐνίοτε δ' ἔμπαλιν ἡ μὲν οὐσία ψυχροτέρα, θερμοτέρα δ' ἡ καρδία. καὶ γίνονται καὶ τότε τῆς καρδίας οἱ σφυγμοὶ τοῖς κατὰ φύσιν ὅμοιοι, μέση γάρ πως ἐν αὐτῇ κατάστασις ἀποτελεῖται ἐκ δυοῖν ἐναντιοτήτων συγκειμένη, καὶ σφάλλουσί γε καὶ τοὺς ἀρίστους ἰατροὺς αἱ τοιαῦται διαθέσεις, ὥσπερ καὶ νῦν ἐπὶ τοῦ μεγάλου λοιμοῦ συνέπεσεν. ἔνιοι μὲν γὰρ ἀπὸ τῆς ἀρχῆς ἕως πλείστου, τινὲς δὲ καὶ δι' ὅλου τοῦ νοσήματος ἦσαν εὔσφυκτοι βραχύ τι τοῦ κατὰ φύσιν ἐξηλλαγμένους ἔχοντες τοὺς σφυγμούς. ἀλλ' οὗτοι μᾶλλον τῶν ἄλλων ἀπώλοντο, καὶ διαγινώσκομεν αὐτοὺς εὐθέως ἐν ταῖς πρώταις ἡμέραις ὅτι τε λοιμώττουσι καὶ ὅτι χείριστα διάκεινται τῷ τε τῆς θερμασίας δριμεῖ καὶ αὐτῷ τῷ τῆς θερμασίας εἴδει, καὶ αὐτῷ βραχύ τι τοῦ κατὰ φύσιν ἐξηλλαγμένους ὄντας αὐτοῖς τοὺς σφυγμοὺς ἀεὶ διαμένειν τοιούτους. ἐν εἴδει γὰρ μάλιστα τῶν ἑκτικῶν ὀνομαζομένων πυρετῶν οἱ τοιοῦτοι σφυγμοὶ συνίστανται. καὶ ὅσοι γε τῶν καμνόντων οὐκ ἔφασκον πυρέττειν, ἐν ἕξει τούτοις ἀκριβῶς ἦν ὁ πυρετὸς, αὐτὸ τῆς καρδίας [342] κατειληφὼς τὸ σῶμα. δύο γὰρ δὴ ταῦτα γνωρίσματα τῶν ἑκτικῶν πυρετῶν ἐστιν ἴδια, τό τε διαπαντὸς ὁμοίους ἑαυτοῖς ὑπάρχειν αὐτοὺς, οὔτε εἰσβολὴν παροξυσμοῦ τινος οὔτ' ἀνάβασιν οὔτ' ἀκμὴν οὔτε παρακμὴν οὐδεμίαν ἔχοντας, τό τε μὴ γινώσκειν ὅτι πυρέττει τὸν κάμνοντα. γίνονται δ' οἱ τοιοῦτοι τῶν σφυγμῶν οὐκ ἐξ ἀνάγκης μὲν μείζονες τῶν κατὰ φύσιν, ἐνίοτε δ' οὐδὲ πυκνότεροι, θάττονες μέντοι πάντως. καὶ ὀρθῶς ἄρα τοῦτο τοῖς πλείστοις τε καὶ ἀρίστοις τῶν ἰατρῶν ἐπιστεύθη, τῶν πυρεττόντων τοὺς σφυγμοὺς ἀχώριστον ἔχειν τὸ τάχος. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις. ὅπερ δὲ λέγοντες ἀπελίπομεν, ἐπειδὰν ὑπὸ σηπεδονώδους ποιότητος ὁ εἰσπνεόμενος ἀὴρ μιανθῇ, καὶ ἅψηται τοῦ σώματος τῆς καρδίας ἡ σηπεδὼν, οἱ τοιοῦτοι γίνονται σφυγμοί. καὶ οὐδὲν ἔτι θαυμαστὸν οὔθ' ὅτι τοὺς σφυγμοὺς ἔχουσιν ὁποίους εἰρήκαμεν οἱ οὕτω λοιμώττοντες οὔθ' ὅτι λοιμώδη τὴν ἀναπνοὴν οὔθ' ὅτι τεθνήξονται πάντως. τί γὰρ ἄκος εὑρεθείη τῆς ἐν τῇ καρδίᾳ σηπεδόνος; ὡς ὅσοις γε τὸ σηπεδονῶδες τοῦτο θερμὸν εἰς τοὺς ἐν ταῖς κοιλίαις ἐτράπετο χυμοὺς μᾶλλον ἤπερ [343] εἰς αὐτὸ τὸ σῶμα τοῦ σπλάγχνου, πολλοὶ τούτων ἐσώθησαν. ἡ διάγνωσις δ' αὐτῶν τῶν λοιμωττόντων, εἰ πρῶτον μὲν αἰσθάνονται πυρέττοντες· ἔπειτα δὲ, εἰ μὴ διαπαντὸς ὡσαύτως πυρέττοιεν· ἔτι δὲ πρὸς τούτοις, εἰ μὴ διάτονον ἔχοιεν τὸν σφυγμόν. οἱ γὰρ ἐπὶ δυσκρασίᾳ τοῦ σώματος αὐτοῦ τῆς καρδίας ἅπαντες ἄτονοι. αἱ μὲν δὴ κατὰ θερμότητα δυσκρασίαι τῆς καρδίας ὁποίους τινὰς ἐργάζονται τοὺς σφυγμοὺς αὐτάρκως λέλεκται.

   Αἱ δὲ κατὰ ψυχρότητα πάντως μὲν δήπου τοὺς ἐναντίους ἀποτελοῦσι, τοὺς μικροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, ἤτοι δ' ἀνάλογον εἰς τὰς τρεῖς διαφορὰς ἀλλοιοῦσιν, ἢ τὰς μέν τινας ἐξ αὐτῶν, ἤ τινα μᾶλλον, ἢ ἧττον. ἑτέρας δέ τινας, ἢ ἑτέραν ἧττον, ἢ μᾶλλον. ἀλλὰ χρὴ κᾀνταῦθα κατὰ τὸν αὐτὸν τρόπον ἐπίστασθαι τὴν ἐλλείπουσαν, ἢ καὶ πλεονάζουσαν, ὡς καὶ πρόσθεν εἴρηται. πρῶτον μὲν γὰρ ὑπαλλάξει τὴν πυκνότητα, δεύτερον δὲ τὸ τάχος, ἑξῆς δὲ τὸ μέγεθος, ἀπαθοῦς γε τῆς δυνάμεως οὔσης. ὡς εἴ γε καὶ ἥδε τι πάθοι, γνωρισθήσεται μὲν ὑπὸ τῆς ἰδίας τε καὶ ἀχωρίστου ποιότητος τῶν σφυγμῶν, ἣν ἀμυδρότητα καλοῦμεν, ἣ εἰς μικρότητά τε καὶ βραδύτητα μᾶλλον ἤπερ εἰς ἀραιότητα [344] τὴν ἀλλοίωσιν ἐργάζεται τῶν σφυγμῶν. ὡς ὅταν γε ἐπὶ πλεῖστον ἡ δύναμις κάμνῃ, κᾂν ψύξις συνῇ, μικροὶ μὲν ἐσχάτως οἱ σφυγμοὶ γίνονται, βραδεῖς δ' οὐκ ἐσχάτως, ἀλλ' ἔστιν ὅτε τοῖς κατὰ φύσιν ὅμοιοι, πυκνότητα δ' οὐ μόνον ἀποτίθενται τὴν πρόσθεν, ἀλλὰ καὶ προσαυξάνουσι. ἐπειδὰν μέντοι τὰ τῆς δυνάμεως ἐπ' ὀλίγον ἀῤῥωστῇ, τὰ δὲ τῆς ψύξεως ἐπὶ πλεῖστον κρατῇ, μακροτάτη μὲν ἡ εἰς ἀραιότητα τροπὴ γίνεται τῶν σφυγμῶν, βραχυτάτη δ' ἡ εἰς μικρότητα, μέση δ' ἀμφοῖν ἡ εἰς βραδύτητα. τὴν αὐτὴν δὲ δηλονότι καὶ αἱ ἀρτηρίαι πᾶσαι κινηθήσονται κίνησιν, ἂν τῇ κράσει φύσιν ἔχωσιν· ἂν δὲ τῆς καρδίας ψυχροτέρας γεγενημένης αὗται θερμότεραι τοῦ κατὰ φύσιν ὦσιν, ἀλλοιώσουσι τὸν τῆς καρδίας σφυγμὸν εἰς τοσοῦτον εἰς ὅσον ἂν ἐκστῶσι τοῦ κατὰ φύσιν. ὥστε ποτὲ καὶ ἀκριβῶς ὅμοιος ἔσται τῷ κατὰ φύσιν ὁ κατὰ τὰς ἀρτηρίας, ὅσον γε ἐπὶ μεγέθει καὶ τάχει, τοῦ κατὰ τὴν καρδίαν ἐλάττονός τε καὶ βραδυτέρου γιγνομένου. εὔδηλον δ' ὡς αἱ τοιαῦται διαθέσεις ἄνευ πυρετῶν εἰσιν αὐτῆς τῆς καρδίας μόνης ψυχθείσης ὑπὸ χυμῶν ψυχρῶν τε ἅμα καὶ γλίσχρων καὶ παχέων. σπανίως μὲν οὖν ἐστιν ἡ τοιαύτη [345] διάθεσις, ἀλλὰ γιγνομένη ποτὲ, καὶ μάλισθ' ὅταν ἐν πνεύμονι τοιοῦτοι περιέχωνται χυμοί. συμβαίνει δ' ὡς τὰ πολλὰ τοῖς ἐπὶ τῇ τοιαύτῃ διαθέσει σφυγμοῖς εὐθὺς καὶ ἀνωμάλοις εἶναι διὰ τὰς ἐμφράξεις, ἃς οἳ προειρημένοι χυμοὶ κατὰ τὰ στόματα τῶν ἐκφυομένων τῆς καρδίας ἀγγείων ποιοῦσιν. εἰ μέντοι συμβαίη ποτὲ καὶ τὰς ἀρτηρίας ὁμοίως τῇ καρδίᾳ ψυχροτέρας γενέσθαι τοῦ κατὰ φύσιν, αὐξήσουσι τὴν ἀτονίαν τῶν κινήσεων αὐτῆς, ἐν ταὐτῷ φυλάττουσαι γένει, ὥστε τῆς καρδίας βραδύτερόν τε καὶ μικρότερον καὶ ἀραιότερον τοῦ κατὰ φύσιν σφυζούσης αὐτὰς ἔτι δὴ καὶ μᾶλλον ἐκείνης καὶ βραδύτερον καὶ μικρότερον σφύζειν, εὐθὺς δὲ δήπου καὶ ἀμυδρότερον. συμβαίνει δέ ποτε ψυχροτέραν τε ἅμα τοῦ κατὰ φύσιν εἶναι τὴν καρδίαν καὶ πλήρη περιττωμάτων δακνωδῶν, ἐν ᾧ καιρῷ τὴν μὲν διαστολὴν μικροτέραν τε ἅμα καὶ βραδυτέραν γίγνεσθαι συμβαίνει, τὴν δὲ συστολὴν ὠκυτέραν. ἐφαίνετο δ' ἂν καὶ μέχρι πλείονος ἔσω χωρεῖν ἡ ἀρτηρία, εἰ μέχρι παντὸς αἰσθητὴν εἶχε τὴν κίνησιν, νυνὶ δὲ τοῦτο μὲν ἀδιάγνωστον αἰσθήσει. τὸ δὲ τὸν τῆς ἐντὸς ἡσυχίας χρόνον ἐπιμηκέστερον τοῦ κατὰ φύσιν γίγνεσθαι πρόδηλον καὶ ἁπτομένοις [346] ἐστί. σύνθετος δ' ὁ χρόνος οὗτος ἅπας ἐκ τριῶν ἐδείκνυτο χρόνων, πρώτου μὲν τῶν ἐσχάτων τῆς συστολῆς, δευτέρου δὲ τῆς ἐντὸς ἠρεμίας, καὶ τρίτου τῶν πρώτων τῆς διαστολῆς. οὗτος μὲν ὁ χρόνος ἱκανῶς ἐκταθήσεται κατὰ τὴν εἰρημένην διάθεσιν, ὁ δὲ τῆς ἐκτὸς ἡσυχίας ἤτοι βραχύτερος ἔσται τοῦ κατὰ φύσιν ἢ παραπλήσιος. ἐπειγομένης γὰρ ἀεὶ τῆς τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως ἀποκρίνειν τὰ περιττώματα, καὶ σπευδούσης ἐπὶ τὴν ἐνέργειαν ἐκείνην δι' ἧς ὑπάρχει τοῦτο πράττειν αὐτῇ, τὴν πρὸ τῆς ἐνεργείας ἡσυχίαν ὀλιγοχρονιωτέραν γίνεσθαι συμβαίνει, καθάπερ καὶ τὴν πρὸ τῆς ἑτέρας ἐνεργείας, λέγω δὲ τῆς διαστολῆς, μακροτέραν, τῷ ψυχροτέραν οὖσαν τὴν καρδίαν ἐκλελυμένως ἐπὶ τὴν ἐνέργειαν ἰέναι, διὰ μίαν ἔτι μόνην χρείαν τὴν τῆς ῥιπίσεως ἀπολωλεκυῖαν ἤδη τὴν ἑτέραν τὴν μείζονα, τὴν τῆς ἐμψύξεως. ἡ μὲν γὰρ ὑπόλοιπος ἡ τρίτη κατ' ἐκείνας μόνας τὰς διαθέσεις ἐπεγείρει τὴν καρδίαν εἰς τὴν ἐνέργειαν, ὅταν ἤτοι κίνησίν τινα κινῆται τὸ ζῶον ἀξιόλογον ἢ κένωσις πολλὴ ἐμπίπτῃ, τῶν ἀρτηριῶν ἐπὶ πλέον ἀνεστομωμένων μὲν εἰς τὰ ἐκτὸς, ἔν γε [347] τοῖς βαλανείοις, καὶ εἰ δή τινες ἄλλοι καθ' ἡντιναοῦν αἰτίαν ἱδρῶτες ἐκχέονται πολλοί· εἰ δὲ τἀντὸς, ἔν τε ταῖς καθάρσεσι καὶ τῶν παθῶν ἐν χολέραις καὶ δυσεντερίαις καὶ ἰσχυραῖς δήξεσι τῶν ἐντέρων. ἐπειδὰν μέντοι συμβῇ καὶ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἐν ἑαυτῷ τινα δυσκρασίαν ἀνώμαλον ἔχειν, ἀναγκαῖον ἔσται καὶ τοὺς σφυγμοὺς αὐτῆς τε τῆς καρδίας καὶ τῶν ἐν τῷ ζώῳ πασῶν ἀρτηριῶν εἰς ἀνωμαλίαν ἐκτραπῆναι πολυειδῆ. καὶ γὰρ καὶ ἡ συστηματικὴ καλουμένη καὶ ἡ καθ' ἕνα σφυγμὸν ἁπάντων ἔσται τῶν γενῶν, εἰς μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδύτητα καὶ ἀμυδρότητα καὶ πυκνότητα καὶ ἀραιότητα συνεχοῦς τῆς μεταπτώσεως γινομένης. εἰς μέντοι σκληρότητα καὶ μαλακότητα μεταβολὴ συνεχὴς οὐκ ἄν ποτε γένοιτο. δέδεικται γὰρ ὑπὲρ τούτου πολλάκις. ἄκλονος μέντοι ποτὲ καὶ κλονώδης ἐν ταῖς τοιαύταις διαθέσεσι συνεχῶς ἀλλήλους διαδέχονται, συνελθούσης τῇ δυσκρασίᾳ τῆς καρδίας τῆς σκληρότητος, ἢ τάσεως ἀρτηριῶν. ἐδείκνυτο γὰρ, εἴ τι μεμνήμεθα, κατὰ τὰς τοιαύτας διαθέσεις, ὅταν ἐπιπλέον ὁρμήσῃ διαστεῖλαι τὰς ἀρτηρίας ἡ καρδία, κλόνος ἐμπίπτων τῇ κινήσει. [348] τούτου δὲ συμβαίνοντος ἕτοιμον δικρότῳ γενέσθαι τῷ σφυγμῷ. καὶ γίνεται δύσκολον ἐν ταύτῃ τῇ διαστάσει τὴν διάθεσιν ἀκριβῶς ἐξευρεῖν, ὡς ἂν τῆς εἰρημένης ἀνωμαλίας οὐκ ἐπὶ δυσκρασίᾳ μόνῃ καρδίας, ἀλλὰ καὶ κακώσει τῶν ὀργάνων καὶ πλήθει συνισταμένης. ἐπειδὴ γὰρ αἱ τοιαῦται τῶν ἀνωμαλιῶν ἐπ' ἐμφράξεσι γίνονται τῶν κατὰ τὴν καρδίαν στομάτων, ἕπονται δὲ καὶ ταῖς ἀνωμάλοις αὐτῆς δυσκρασίαις, οὐκ ἔστι διαγνῶναι ῥᾳδίως τὴν διάθεσιν. ὁ μὲν οὖν δὶς πλήττων σφυγμὸς ἴδιόν ἐστι σύμπτωμα τῆς κατὰ τὸ σῶμα τοῦ σπλάγχνου δυσκρασίας, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται λόγῳ, διαφέρων τοῦ δικρότου μαλακότητι. σκληρότητος δὲ προσγενομένης ἀπόλλυται καὶ ἡ παρὰ τοῦδε διάγνωσις, εἰς γὰρ τὸν δίκροτον μεταπίπτει κοινὸν ὄντα πλειόνων διαθέσεων. ὁ μέντοι κλονώδης δίκροτος ἐδείκνυτο τὴν γένεσιν ἴσχων, ἐπειδὰν ὁ κλονώδης ἁπλῶς σφυγμὸς βραχὺς τῷ μήκει γενήσεται, ὁ δὲ ἄκλονος δίκροτος ὁμοίως μὲν τῷ κλονώδει σκληρὸς ὢν, ἀλλὰ διὰ τὴν αὐτοῦ βραδύτητα καὶ τὸ βάρος τῶν ἐπικειμένων σωμάτων ἀποτελούμενος τοιοῦτος. ὥσθ' ἑκάτερος μὲν αὐτῶν ἀκολουθήσει πλείοσιν αἰτίοις, διοίσουσι [349] δ' ἀλλήλων τῷ πλήθει τῶν ἐργαζομένων αὐτοὺς δυνάμεων καὶ προφάσεων. πομπόλλοις μὲν γὰρ ὁ κλονώδης δίκροτος, ἐλάττοσι δὲ ὁ ἄκλονος ἕπεται. χρὴ δ' ἀναμνησθῆναι πρῶτον μὲν ὅσοις αἰτίοις ὁ κλονώδης ἁπλῶς ἀκολουθεῖ· πᾶσαι γὰρ εἴρηνται πρόσθεν· ἑξῆς δὲ τὴν οἷον συνεκτικὴν αἰτίαν αὐτοῦ. γίγνεται γὰρ ἐπειδὰν ἐπιπλέον ἀναγκάζηται διαστέλλεσθαι σκληρὸν, ἢ τεταμένον ἀρτηρίας σῶμα. τρίτον ἐπὶ τούτοις, ὅτι προσελθούσης τῷδε δυνάμεως ἀῤῥωστίας, ἢ φυσικῆς διαπλάσεως, ὁ κλονώδης δίκροτος ἐδείκνυτο γίγνεσθαι. καὶ πρὸς τούτοις ὁ δίκροτος ἄκλονος ἐγένετο διὰ σκληρότητα μὲν ἀρτηρίας, βραδύτητα δὲ τοῦ σφυγμοῦ, βάρος δὲ τῶν ἐπικειμένων ἄνωθεν ἑκατέρωθεν τῆς αἰσθητῆς κινήσεως. ἐν γὰρ ταῖς τοιαύταις καταστάσεσιν, ὅταν ὑπὸ τῶν ἑκατέρωθεν μερῶν ἀντισπασθῇ τὸ μέσον ἀναφερόμενον ἔτι, κᾄπειτ' αὖθις αὐτοῖς συνέρχηται, δίκροτος ὁ σφυγμὸς γίγνεται. αὗται μὲν οὖν αὐτῶν εἰσιν οἷον συνεκτικαί τινες αἰτίαι, προηγούμεναι δ' ἑκάστου πολλαί. καὶ χρὴ κᾀκείνας προχείρους ἔχειν τῇ μνήμῃ τὸν μέλλοντά τι τῶν προηγησαμένων ἐξευρήσειν. ὁ μὲν [350] οὖν δὶς παίων σφυγμὸς ἀνωμάλοις τε ἕπεται δυσκρασίαις αὐτοῦ τοῦ σώματος τῆς καρδίας, ἠσκημένης δ' ἀκριβῶς ἁφῆς δεῖται διαγινώσκειν τὴν συστολὴν, ὡς εἴ τις κᾀνάσκητός ἐστι τῆς τοιαύτης διαγνώσεως, οὐδὲν ὁ τοιοῦτος σφυγμὸς αὐτῷ διαφέρειν δόξει τοῦ κατὰ τὴν ἄνοδον ἱσταμένου τε καὶ ἡσυχάζοντος ὀλίγον. διαγνωσθήσεται δὲ βραχύ τι μετασχὼν εὐτονίας. ὡς ὅ γε παντάπασιν ἄτονος ἀδιάγνωστον ἔχει τὴν συστολήν. ὑπάρχει δ' ὡς τὰ πολλὰ τόνος ἅπασι τοῖς δὶς παίουσι σφυγμοῖς. οὐ γὰρ ἂν ἐπὶ τοσοῦτον ὕψος ἀνῄεσαν, εἰ μὴ μετεῖχον εὐτονίας τινὸς, ἢ πολὺ μαλακωτέρους ἀναγκαῖον αὐτοὺς γενέσθαι τοῦ κατὰ φύσιν, ἵν' ἀμυδροί τε ἅμα καὶ μικροὶ φαίνωνται. γίγνονται μὲν καὶ οὗτοι κατὰ τὰς ληθαργώδεις διαθέσεις, ἀλλ' οὐκ ἔστι διακρῖναι τηνικαῦτα τὸν ἡσυχάζοντα βραχὺ τοῦ δὶς παίοντος, ὥστε οὐδὲ τὰς διαθέσεις οἷόν τε διακρῖναι κατά γε τοῦτο. δι' ἄλλου μέντοι γνωρίσματος ἐγχωρεῖ. ἴδιον δ' ἐστὶ τοῦτο τὸ γνώρισμα τοῦ κεκρᾶσθαι κακῶς τὸ τῆς καρδίας σῶμα. καὶ οὐδέν γε χεῖρόν ἐστιν ὡς πυρετόν τινα καὶ σφυγμὸν ἑκτικὸν, οὕτω καὶ ἀνωμαλίαν [351] ἡμᾶς ὀνομάζειν ἑκτικὴν, ἕνεκα συντόμου διδασκαλίας. ὅστις δ' οὐ χαίρει τῷ ὀνόματι, μόνιμον αὐτὴν καλείτω. μόνιμος δ' ἐστὶν, ὅταν ἑξῆς ἴση διαφυλάττηται. ἂν δὲ δὴ καὶ τἄλλα σύμπαντα γνωρίσματα τὸν πυρετὸν ἑκτικὸν εἶναι σημαίνει, πολὺ μᾶλλον, οἶμαι, βεβαίως διαγνώσῃ κατὰ τὸ τοῦ σπλάγχνου σῶμα τὴν ἀνώμαλον εἶναι δυσκρασίαν. εἴρηται δ' ὑπὲρ αὐτῶν ἐν ταῖς διαφοραῖς τῶν πυρετῶν. ἐπιβλέπειν δὲ δήπου σε χρὴ καὶ τἄλλα σύμπαντα, τά τε παρόντα καὶ τὰ προηγησάμενα καὶ τὰ προκατάρξαντα. περιπνευμονίας μὲν γὰρ, ἢ ἐμπυήματος, ἢ πλευρίτιδος, ἢ φθόης, ἤ τινος ὅλως ἀποστήματος αὐτόθι γεγονότος, ἢ ἄσθματος, ἢ καταῤῥοικοῦ νοσήματος, ἢ αἵματος πτύσεως, ἢ πνευμονώδους τινὸς, ἢ συλλήβδην εἰπεῖν, ἐφ' οὗ πλῆθος, ἢ πάχος, ἢ γλισχρότης χυμῶν ἐν τῷ πνεύμονι περιέχεται, προσέχειν ἀκριβῶς χρὴ, μή τι δι' ἔμφραξιν ἀρτηριῶν ὁ σφυγμὸς ἀνώμαλος γίνεται· μηδενὸς δὲ τούτων παρόντος τὰ κατὰ τὸ σπλάγχνον αὐτὸ διασκέπτεσθαι, καὶ πολὺ δὲ μᾶλλον, ὅταν ὁ πρόσθεν βίος ὃν ὁ κάμνων ἐβίου, μήτε παχεῖς ἠθροῖσθαι κατὰ τὸ σῶμα μήτε γλίσχρους ἐμφαίνῃ χυμοὺς, ὑφ' ὧν ἤτοι περιχυθέντων ἔξωθεν [352] ἢ φραξάντων τὰ στόματα τῶν ἀρτηριῶν ἡ ἀνωμαλία συνίσταται. δέδεικται γὰρ ὡς ἤτοι τούτων τινὸς, ἢ φλεγμονῆς, ἢ ἁπλῶς ὄγκου παρὰ φύσιν αὐτόθι συνιστάντος, ἢ πλήθους βαρύνοντος τὴν δύναμιν, ἀνωμαλίαι συμπίπτουσι τοῖς σφυγμοῖς. ἐὰν τοίνυν μήτε δι' ὧν τὰ τοιαῦτα πάθη γνωρίζεται παρῇ, μηδὲ ἑκτική τε καὶ μόνιμος ἀνωμαλία διαμένῃ, δυσκρασίαν ἡγητέον ἀνώμαλον ἐν τῷ σώματι τῆς καρδίας εἶναι. οὔσης δὲ καὶ αὐτῆς ταύτης διττῆς, ἑτέρας μὲν ἐν τοῖς ὑγροῖς οἰκείοις αὐτῆς, ἑτέρας δὲ ἐν τοῖς στερεοῖς, ἡ μὲν ἐκ τῶν ὑγρῶν ὁρμωμένη μετὰ παλμοῦ γίνεται τῆς ὅλης καρδίας, ἡ δὲ ἐκ τῶν στερεῶν ἄνευ παλμοῦ. ὅστις δ' ἐπιστημονικῶς ἐκμαθεῖν βούλεται τὰ νῦν λεγόμενα, τὸν περὶ τῶν ἑκτικῶν πυρετῶν ἀναλεξάσθω λόγον ἀκριβῶς ἔκ τε τῆς περὶ τῶν πυρετῶν πραγματείας κᾀκ τοῦ περὶ τοῦ μαρασμοῦ γράμματος. ἡ μὲν δὴ τῆς καρδίας ἀνώμαλος δυσκρασία διαγινώσκεταί τε καὶ χωρίζεται τῶν παρακειμένων διαθέσεων ἐξ ὧν εἴρηκα σημείων· ἡ δ' ἄλλη πᾶσα δυσκρασία κατὰ τὸ σπλάγχνον, ὅταν ἑτέρως μὲν ἔχῃ τὸ σῶμα αὐτὸ κράσεως, ἑτέρως δὲ τὸ κατὰ τὰς κοιλίας αὐτῆς αἷμα καὶ πνεῦμα τοὺς ἀνωμάλους [353] σφυγμοὺς οὐδέποτε ἐργάζεται, ἀλλ', ὡς εἴρηται πρόσθεν, ἐκ τῆς τῶν διαθέσεων ἐπιμιξίαν εἰς μέσην τινὰ κατάστασιν οἱ σφυγμοὶ παραγίνονται. εἰσὶ δ' αἱ μίξεις τῶν διαθέσεων ἔστιν ὅτε μὲν ἀκριβῶς ἀλλήλαις ἐναντίαι, ἔστιν ὅτε δ' οὐκ ἀκριβῶς. λέγω δ' ἀκριβῶς μὲν ἐναντίας ἀλλήλαις διαθέσεις κατὰ τὴν κρᾶσιν, ὅταν ὅσῳ θερμοτέρα τοῦ κατὰ φύσιν ἡ ἑτέρα τοσούτῳ συμβῇ τὴν ἑτέραν εἶναι ψυχροτέραν· οὐκ ἀκριβῶς δὲ, ὅταν ἡ ἑτέρα τῆς ἑτέρας ἐξίστηται πλέον. ἐγχωρεῖ δέ ποτε ὁμογενῶν οὐσῶν ἀμφοτέρων ἐν τῷ ποσῷ γίγνεσθαι τὴν διαφορὰν, ἤτοι τῆς καρδίας αὐτῆς ἐπιπλέον οὔσης θερμοτέρας τῶν κατὰ τὰς κοιλίας ὑλῶν, ἢ τούτων μὲν ἐπιπλέον ἐξεστηκυιῶν τοῦ κατὰ φύσιν, ἔλαττον δὲ τῆς καρδίας. οὕτω δὲ καὶ ψυχρότερον ἤτοι τὸ σῶμα τῆς καρδίας, ἢ τὰς ὕλας ἐγχωρεῖ γενέσθαι. διάγνωσις δὲ τῶν εἰρημένων ἐπιπλοκῶν οὐχ ὁμοίως ἁπασῶν ἐναργὴς, ἀλλ' ἐνίοτε καὶ τὰς οὐκ ἐναργεῖς ἐξ ἄλλων ἐστὶ ποιήσασθαι συλλογιστικῶς. ἡ μὲν οὖν πρώτη ῥηθεῖσα μίξις, ἐν ᾗ τὸ μὲν σῶμα τῆς καρδίας θερμότερόν ἐστι τοῦ κατὰ φύσιν, αἱ δ' ὗλαι ψυχρότεραι, τρεῖς ἔχει τὰς διαφοράς. ἤτοι γὰρ τοσούτῳ θερμότερόν ἐστιν ὅσῳ [354] περ ἐκεῖναι ψυχρότεραι, ἢ πλέονι τοῦτο θερμότερον ἤπερ ἐκεῖναι ψυχρότεραι, ἢ ἔλαττον θερμότερον ἤπερ ἐκεῖναι ψυχρότεραι. κατὰ μὲν οὖν τὴν πρώτην διαφορὰν ὁ σφυγμὸς ὅμοιος ἀκριβῶς φαίνεται τοῦ κατὰ φύσιν, ἔν τε μεγέθει καὶ τάχει καὶ πυκνότητι. παραλλάττει δὲ τοσοῦτον εἰς ἀτονίαν ὅσον ἐξέστη τὸ σπλάγχνον ἐκ τῆς κατὰ φύσιν εὐκρασίας. ἐμοὶ δ' ἐφάνη πολλάκις ἐν ταῖς τοιαύταις διαθέσεσι καὶ τῷ τάχει προσεληλυθέναι τι σαφὲς, οὐ μὴν ἀεί γε φαίνεται τοῦτ' ἐναργῶς, καί μοι δοκεῖ κᾀκ τούτου τις ἂν ἑτέρου μείζονος εὐπορῆσαι γνωρίσματος. εἰς ὅσον γὰρ ἐξέστηκε τὸ σῶμα τῆς καρδίας αὐτὸ τῆς κατὰ φύσιν εὐκρασίας, ἐκ τοῦ τάχους ἔνεστι τεκμήρασθαι. πρὸς γὰρ τὴν κίνησιν ἑτοιμότερόν ἐστιν ἀεὶ τὸ θερμότερον σῶμα τῶν ἄλλων ἴσων ὑπαρχόντων. ἐπειδὰν μὲν οὖν αὐτὸ τῆς καρδίας τὸ σῶμα κατὰ φύσιν ἔχον ἤτοι πρὸς τῶν ἐν ταῖς κοιλίαις ὑλῶν, ἢ καὶ τῇ τοῦ πνεύμονος ὁμιλίᾳ φλεγμαίνοντος, ἢ καὶ ἔκ τινος ἄλλου τῶν πλησιαζόντων μορίων θερμαινόμενον, ἀναψύξεως ἕνεκεν εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα τοὺς σφυγμοὺς ἀλλοιώσῃ, τηνικαῦτα πρώτη μὲν ἡ εἰς τὸ μέγεθος ἐκτροπὴ, δευτέρα δ' ἡ εἰς τὸ [355] τάχος, ἐφεξῆς δὲ ἡ εἰς πυκνότητα γίνεται· ἐπειδὰν δὲ θερμότερον γένηται τῶν ψαυόντων αὐτοῦ κατὰ φύσιν ἐχόντων, εἰς τὸ τάχος μὲν πρῶτον ἡ κίνησις ἐπιδίδωσιν, εἰς μέγεθος δὲ δεύτερον. ὥσθ' ὅταν εὕρωμεν εἰς τὸ τάχος μὲν ἐναργῶς ἐπιδεδωκότα τὸν σφυγμὸν, εἰς μέγεθος δὲ καὶ πυκνότητα μηδεμίαν ἀλλοίωσιν ἐσχηκότα, πολλὴν ἐν τῷ τοιούτῳ σώματι λογιούμεθα τήν τ' εἰς θερμότητα τῇ καρδίᾳ γεγονέναι μεταβολὴν καὶ τὴν εἰς ψυχρότητα τῶν ψαυόντων αὐτῆς. εὐθὺς δὲ δή που καὶ ἡ ἀμυδρότης τῶν σφυγμῶν ἐναργὴς καὶ ἀξιόλογος ἐν τοῖς τοιούτοις φαίνεται σώμασι. εἰ δὲ μὴ τὸ τάχος ἐναργὲς εἴη μήθ' ἡ ἀμυδρότης, ὀλίγην ἔλπιζε προσγεγενῆσθαι τῷ σώματι τοῦ σπλάγχνου θερμασίαν. οἱ τοιοῦτοι πυρετοὶ τοὺς πολλοὺς τῶν ἰατρῶν ἐξαπατῶσιν, ἅτε καὶ τῶν καμνόντων αὐτῶν ἀπυρέτους εἶναι λεγόντων· οὐ γὰρ αἰσθάνονται τοῦ πυρετοῦ διά τε τὴν μικρότητα καὶ τὴν τοῦ σπλάγχνου θερμασίαν, καὶ ὅτι τοῦ σπλάγχνου τὸ σῶμα κατείληφεν. εἴρηται γὰρ ὑπὲρ τούτου πολλάκις. ὅλως μὲν οὖν οὐδὲ γίγνεται μέγας πυρετὸς οὐδεὶς τῶν ἑκτικῶν· ἔτι δὲ καὶ μᾶλλον, ὅταν ὀλίγη τις εἴη κατὰ τὸ σπλάγχνον ἡ θερμότης. ὅσον οὖν ἀπὸ [356] τῆς καρδίας ἐπιῤῥεῖ τῷ παντὶ σώματι θερμασίας, τοῦτο μόνον αἴσθησιν αὐτῆς ἀνωμαλίας ἀσώδους φέρει, δι' ἣν καὶ λουτρῶν ἐπιθυμοῦσιν, ὥσπερ καὶ οἱ ἄλλοι ἀσώδεις τε καὶ ἀνώμαλοι, διὰ κόπον, ἢ ἔγκαυσιν, ἢ ἀλουσίαν, ἢ ἀγυμνασίαν. καὶ χαίρουσί γε οἱ πλεῖστοι τῷ λουτρῷ καὶ βελτίους γίγνεσθαί φασιν. ἅτε γὰρ ἀποθέμενοι μὲν ἀπὸ παντὸς τοῦ σώματος τὴν ἀνωμαλίαν, οὐδὲν δὲ ἀξιόλογον εἴς τε τὸ παραυτίκα βλαπτόμενοι, χάριν τοῦ λουτροῦ γινώσκουσιν. ἴσως δὲ οὐδὲ βλάπτονταί τινες αὐτῶν ὅλως. ἀλλ' οὐ τοῦ νῦν ἐνεστῶτος καιροῦ τὰ τοιαῦτα σκοπεῖσθαι. διοριούμεθα γὰρ ὑπὲρ ἁπάντων τούτων ἐν ταῖς τῶν πυρετῶν θεραπείαις, εἴτε ἰδίᾳ δόξειε γράφειν αὐτὰς, εἴτ' ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. εἰς δὲ τὴν ἐνεστῶσαν ὑπόθεσιν ἡ διάγνωσις μόνη προχειριζέσθω. καὶ γὰρ καὶ δόξει τισὶν ἴσως ἄπορός τε καὶ ἄγνωστος ὑπάρχειν, ὅταν γε μήτε διαφορά τις σφυγμῶν ἐξαλλάττηται τοῦ κατὰ φύσιν, ὅ τε κάμνων αὐτὸς ἀναίσθητος μὲν εἶναι λέγῃ τοῦ πυρετοῦ, τὴν ἀνωμαλίαν δ' ἣν ἐμέμφετο μόνην ἐκ τῶν βαλανείων ἐκθεραπεύηται. ἵνα δ' ἀπορώτερον ἔτι ποιήσω τὸν λόγον, οὐδ' ἐκ τῶν οὔρων ἔνεστιν ἀκριβῆ διάγνωσιν ἐν ταῖς τοιαύταις διαθέσεσιν ἀεὶ λαμβάνειν, ἀλλ' ἐστὶν ἀμφίβολα καὶ [357] ταῦτα τοῖς πλείστοις αὐτῶν, καὶ χροιᾷ καὶ συστάσει τοῖς κατὰ φύσιν ἐοικότα. μύριοι τοιοῦτοι κατὰ τὸν πολυχρόνιον λοιμὸν ὤφθησαν ἡμῖν, ἐφ' ὧν ἦν θεάσασθαι τοὺς ἰατροὺς ἰδιώταις ὁμοίους, ἐνίους δὲ καὶ πολὺ χείρους ἰδιώτου συνετοῦ. καὶ πολλούς γ' οὖν τῶν ἰδιωτῶν εἰ καὶ μηδὲν ἄλλο, τὴν γοῦν ἐκπνοὴν τῶν καμνόντων ἐστὶν ἰδεῖν ἐπισκοπουμένους, καὶ εἰ δυσώδης φαίνοιτο τὰ χείρω προσδοκῶντας. ἐκείνοις μὲν οὖν ἐκ πείρας εὕρηται κατὰ τοὺς λοιμώδεις πυρετοὺς τὸ τοιοῦτον γνώρισμα· σοὶ δ' οὐκ ἐκ τῆς πείρας μόνον, ἀλλὰ κᾀκ τοῦ λόγου φαινέσθω. συνεπισκοποῦνται δὲ δή που καὶ τὰ κατὰ τὸ στόμα μόρια, καὶ εἰ βραχύ τι τῆς λοιμώδους ἐμφαίνοιτο χρόας αὐτοῖς, ἀποφαίνονται λοιμώττειν τοὺς οὕτως ἔχοντας. ἰατρῷ δέ γ' οἶμαι μᾶλλον ἰδιώτου φαίνεσθαι καὶ ταῦτα, τοῖς μὲν γὰρ ἐρυσιπελατώδης, τοῖς δ' ὁμοία τοῖς ἐσθιομένοις ἕρπησιν ἡ χρόα φανεῖται, διεσπαρμένη κατὰ πλείονα μόρια τῆς κατ' ἀρχὰς, ὡς οἶμαι. καὶ εἰ ἐπιβάλοι τῷ θώρακι τὴν χεῖρα πεπειραμένος ἰατρὸς ἐν διαγνώσει πυρετώδους θερμασίας, οὐδὲ αὐτὸν λαθεῖν ἐάσει τὴν διάθεσιν. ἐπισκεπτέον δ' οὐχ ἥκιστα καὶ τὰ οὖρα. [358] καὶ γὰρ ἀνατεταραγμένα τισὶν αὐτῶν φαίνεται καὶ ὑδατωδέστερα καὶ λεπτότερα πολὺ τοῦ κατὰ φύσιν ἐνίοις. ταῦτα μὲν οὖν ἀναμφισβήτητα, καθάπερ καὶ ὅσα τοῖς κατὰ φύσιν ἐοίκασιν ἀκριβῶς, κατά τε χρόαν καὶ κατὰ πάχος, ἀναμφισβήτητα καὶ ταῦτα πρὸς τὴν δευτέραν ἐλπίδα, καὶ εἰ ἐναιώρημά γε ποιήσαιτο χρηστὸν, ἔτι καὶ μᾶλλον ἀναμφισβήτητα, τήν γε ὑπόστασιν ἔχοντα λευκὴν καὶ λείαν καὶ ὁμαλήν. τοῖς δ' ἐναιωρήμασι μάλιστα προσεκτέον τὸν νοῦν. ἔνια γὰρ αὐτῶν ὑποπέλιδνά πως ὄντα λανθάνει, καθάπερ ἄλλα πλατείαις ἀράχναις ἐοικότα, δίκην ἐρίων ἐπιβεβλημένων ἀλλήλαις. εἰ μὲν οὖν τι τοιοῦτον εὑρίσκοις, ἢ ὅλως μηδὲν ἐμφερόμενον ἐναιώρημα τοῖς οὔροις, ἐν τῇ χείρονι μερίδι ταῦτα πάντα τίθεσο. τῶν δ' ἐναντίων φανέντων ὁποῖα διῆλθον ἀρτίως, ἀδύνατόν ἐστιν ἐν κακῇ διαθέσει τὸν ἄνθρωπον εἶναι. ἔκ τε οὖν τούτων διορίζεσθαι, πότερον ἀνωμαλία τίς ἐστι περὶ αὐτὸν, ἢ λοιμώδης εἰσβολὴ νοσήματος ὀλεθρίου πυρετὸν ἑκτικὸν ἔχοντος, ἐπί τε τοῖς μετὰ τὸ λουτρὸν, ἀπόσιτοί τε γάρ εἰσι καὶ διψῶσι πλέον ἢ προσῆκεν, ἐπιθυμοῦσί τε ψυχροῦ. [359] προσεπιθεωρεῖν δὲ ἀκριβῶς αὐτῶν προσήκει καὶ τοὺς ὀφθαλμούς. ἐν γὰρ τῷ λούεσθαι μάλιστα γίνονται κατάδηλοι, θερμοὶ καὶ φλογώδεις ἀποτελούμενοι, ἔνιοι δ' ἐντεῦθεν ἀρξάμενοι διαμένουσιν, οὓς δὴ σαφῶς γνωριοῦμεν ὅτι λοιμώττουσι. ἀλλὰ λοιμοῦ μὲν ὁποῖος ἡμῖν ἐγένετο καί ἐστιν ἔτι μηδέποτ' εἴη πειραθῆναι τοῖς ἀνθρώποις. εἰδέναι μέντοι χρὴ καὶ ἄλλως γινομένους ἄνευ λοιμῶν τοὺς αὐτοὺς τούτους πυρετοὺς, ὥσπερ καὶ γέγραπται περὶ αὐτῶν ἅπασι τοῖς ἀξιολόγοις ἰατροῖς, καὶ καλοῦσί γε λοιμώδεις αὐτοὺς, ὑπὲρ ὧν τῆς ἰδέας ἁπάσης ἐν ταῖς τῶν πυρετῶν διαφοραῖς ἐπὶ πλέον εἴρηται. νυνὶ μὲν γὰρ οὐχ ὡς ἄν τις κάλλιστα διαγινώσκοι πυρετοὺς ὁ λόγος, ἀλλ' ὡς ἂν ἐκ σφυγμοῦ κάλλιστα. καὶ ἴσως καὶ πλείω τοῦ δέοντος εἴρηται περὶ τῶν ἀπὸ τοῦ σώματος αὐτοῦ τῆς καρδίας ἀναπτομένων πυρετῶν, αὖθις οὖν ἀνάγωμεν ἐπὶ τοὺς σφυγμοὺς τὸν λόγον, ὅσον ὑπόλοιπόν ἐστι τῶν ἑκτικῶν πυρετῶν ἐξηγούμενοι. γίνονται μὲν γὰρ, ὡς εἴρηται, καὶ τῶν λοιμωδῶν οὐκ ὀλίγοι καταρχὰς εὐθέως ἑκτικοὶ, διαφέροντες ἁπάντων τῶν ἄλλων πυρετῶν, οἳ ἐν ἰσχυρᾷ σηπεδόνι. γίνονται δὲ καὶ διὰ λύπην ἐνίοτε καὶ [360] θυμὸν ἐξ ἀρχῆς ἔνιοι τῶν ἑκτικῶν. ἄλλως δ' οὐκ εἶδον γιγνόμενον οὐδένα πυρετὸν ἑκτικὸν εὐθέως ἀπὸ τῆς ἀρχῆς, ἀλλ' ἐπὶ προήκοντι τῷ χρόνῳ πολλοῖς τῶν ἄλλων ἐπιγίγνονται. καὶ διορίζει σαφῶς αὐτοὺς ἥ τε μόνιμος ἰσότης, εἰ καί τινι τῶν ἄλλων ἐπιπλέκοιντο, καθάπερ ἐδείξαμεν, ὅσα τ' ἄλλα κατὰ τὴν περὶ τῆς διαφορᾶς τῶν πυρετῶν εἴρηται πραγματείαν. ἡ δ' ἀπὸ τῶν σφυγμῶν διάγνωσις, ὡς ὀλίγον πρόσθεν εἶπον, ἐν ἀρχῇ μὲν ἔτι καὶ περὶ τὰς πρώτας ἡμέρας δύσγνωστός ἐστιν, ὁπόταν κοινὴν ἔχωσιν ἔτι τοῖς ἐφημέροις τὴν ἰδέαν, μετὰ δὲ τὴν τρίτην ἤδη σαφέστεροι γίνονται καὶ τῇ διὰ τῶν σφυγμῶν διαγνώσει. καὶ γὰρ θάττους οὗτοί γε σαφῶς ἔχουσι τοὺς σφυγμοὺς τῶν κατὰ φύσιν, εἰ καὶ τἄλλα μηδὲν διαφέροιεν, ἥ τε θερμασία κατὰ τὸν θώρακα καὶ σαφῶς ἐστι πυρετώδης αὐτοῖς, ἀμυδρότεροί τε τοσοῦτον οἱ σφυγμοὶ τῶν κατὰ φύσιν εἰσὶν εἰς ὅσον ἡ θερμασία παραύξηται. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τῶν πυρετῶν, ὅσοις ἡ καρδία γέγονε θερμοτέρα τοσοῦτον τοῦ κατὰ φύσιν ὅσον αἱ κατ' αὐτὴν ὗλαι ψυχρότεραι. προσκείσθω δ' ἀσφαλείας ἕνεκα ταῖς ὕλαις ἐκεῖνα τὰ σώματα σύμπαντα τὰ ψαύοντα τῆς καρδίας, [361] εἴη δ' ἂν ταῦτα τῶν μὲν σπλάγχνων ὁ πνεύμων, ὑμένων δὲ ὅ τε περικάρδιος ὀνομαζόμενος, ὅσον τε τῶν διαφραττόντων τὸν θώρακα τῆς καρδίας ἐγγύς. ὁμιλεῖ δὲ δή που τῷ σπλάγχνῳ τούτῳ καὶ ὁ περιεχόμενος ἀὴρ ὑπὸ τοῦ περικαρδίου σκεπάσματος, ὥσπερ γε καὶ ἀρτηρίαι καὶ αἱ φλέβες, ὧν ἐν ταῖς κοιλίαις αὐτῆς φαίνεται μέγιστα στόματα. ταυτὶ γὰρ ἅπαντα ταῖς ὕλαις ἀνάλογον ἀλλοιοῖ τῆς καρδίας τὸν σφυγμὸν, καὶ καλείσθω συντόμου διδασκαλίας ἕνεκεν ἅπαντα τὰ κατειλεγμένα ψαύοντα τῆς καρδίας.

   Ἑξῆς οὖν λέγωμεν ὑπὲρ ἐκείνων πυρετῶν ἐν οἷς ἡ μὲν καρδία θερμοτέρα πλείονι μέτρῳ, τὰ ψαύοντα δ' αὐτῆς ἐλάττονι μέτρῳ ψυχρότερα. γενήσονται γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσιν οἱ σφυγμοὶ θάττους τε ἅμα καὶ μείζους καὶ πυκνότεροι καὶ ἀμυδρότεροι τῶν κατὰ φύσιν, ἀλλὰ πλείονι μὲν εἰς ἀμυδρότητα καὶ τάχος, ἐλάττονι δὲ εἰς πυκνότητά τε καὶ μέγεθος τοῦ κατὰ φύσιν ἐξιστάμενοι. μόνιμος δὲ καὶ ἡ τούτων γένεσις, ὥσπερ καὶ ἡ τῶν ἄλλων ἑκτικῶν. εἰ δὲ τὸ μὲν σπλάγχνον ἔλαττον ἐξίσταιτο τοῦ κατὰ φύσιν εἰς θερμότητα, τὰ δὲ ψαύοντα αὐτοῦ πλέον εἰς ψυχρότητα, μικρότεροι [362] μὲν ἐπὶ τῶν τοιούτων οἱ σφυγμοὶ καὶ ἀραιότεροι γενήσονται, τῷ τάχει δ' ἤτοι παραπλήσιοι τοῖς κατὰ φύσιν ἢ βραδύτεροι, παραπλήσιοι μὲν, ὅταν μὴ πολὺ πλέον ἐπὶ τὸ ψυχρότερον ἐξίστηται τὰ ψαύοντα, βραδύτεροι δὲ, ὅταν πολὺ πλέον ἀποκεχωρήκῃ ταῦτα τοῦ κατὰ φύσιν ἐπὶ τὸ ψυχρὸν ἤπερ ἡ καρδία πρὸς τὸ θερμόν. ἡ δ' ἀμυδρότης κᾀνταῦθα κατὰ τὸ ποσὸν τῆς θερμότητος. εἰ δὲ τὸ μὲν σῶμα τῆς καρδίας αὐτὸ ψυχρότερον εἴη τοῦ κατὰ φύσιν, αἱ δ' ὗλαι καὶ ἄλλα τὰ ψαύοντα αὐτῆς θερμότερα, γενήσονται μὲν δή που κᾀνταῦθα τρεῖς αἱ πᾶσαι διαφοραί. τραπήσονται δ' οἱ σφυγμοὶ καθ' ἑκάστην ἀνάλογον ταῖς προειρημέναις. ἔστω γὰρ πρῶτον ἐπὶ τοσοῦτον ἐψῦχθαι τὴν καρδίαν ἐφ' ὅσον τεθέρμανται τὰ ψαύοντα, βραδύτερος ὁ τοιοῦτος ἔσται σφυγμὸς τοῦ κατὰ φύσιν, ὅταν ἀξιόλογος ἡ ἀλλοίωσις ᾖ. ἀνάλογον δ' αὐτῷ καὶ τὸ τῆς ἀμυδρότητος ὑπάρχει. τῷ μεγέθει δὲ οὐδὲ ἓν ἐξαλλαχθήσεται τοῦ κατὰ φύσιν, ὥσπερ οὐδὲ τῇ πυκνότητι σαφὲς, οὐδὲ ἀξιόλογον οὐδέν. ἐν μέντοι ταῖς τοῦ κατὰ φύσιν βραχείαις ἐκτροπαῖς ἐφ' ἑκάτερα δυσφωρατοτέρα ἡ διάκρισις, ὡς πρόσθεν καὶ εἴρηται, καὶ μάλιστα γίνεται δύσγνωστος ἐν [363] οἷς σώμασι τὸ κατὰ φύσιν οὐ προεπιστάμεθα. γινωσκομένου δὲ τούτου δυνατόν ἐστι καὶ τὴν βραχεῖαν ἐπιγνῶναι μεταβολὴν, ὅταν ἠσκημένος ᾖ τις ἐν διαγνώσει σφυγμῶν. ὥσπερ δ' ὀλίγον ἔμπροσθεν, ἡνίκα τοῦ σπλάγχνου θερμοτέρου γενομένου, τῶν ψαυόντων δ' αὐτοῦ ψυχροτέρων, ἐσκοπούμεθα τοὺς σφυγμοὺς, ἑκτικὸν ἐλέγομεν εἶναι τὸν πυρετὸν, οὕτως νῦν εἰ μὲν τὸ σπλάγχνον εἴη ψυχρότερον ἅπαντος τοῦ κατὰ φύσιν ὅρου, τὰ δὲ ψαύοντα θερμότερα, πυρέξει μὲν ὁ ἄνθρωπος, ἀλλ' οὐ τὸν ἑκτικὸν ὀνομαζόμενον πυρετὸν, ἀλλ' ἤτοι τὸν ἐφήμερον ἢ τὸν ἐπὶ σήψει χυμῶν. ἴδια δ' ἑκάτερα τὰ γνωρίσματα, τοῦ μὲν ἐφημέρου πυρετοῦ μιχθέντος ψυχροτέρῳ σώματι καρδίας, ὅταν ἴσως ἑκάτερος ἐξεστήκῃ τοῦ κατὰ φύσιν ὁ σφυγμὸς, οὐδὲν μὲν τῷ μεγέθει παραλλάττει τοῦ κατὰ φύσιν, ὥσπερ οὐδὲ πυκνότητι σαφὲς οὐδὲν, οὐδὲ τάχει, πρὶν ἀξιόλογον ἑκατέρου γενέσθαι τὴν ἐκτροπὴν, ἀμυδρότερον δ' εἰς τοσοῦτον εἰς ὅσον καὶ τὸ σπλάγχνον ψυχρότερον ἔσται. τοῦ δ' ἐπὶ σήψει χυμῶν, ἴσον μὲν ἀεὶ καὶ τούτου τὸ μέγεθος, οὐκ ἴσον δὲ τῶν κατὰ φύσιν, οὐδὲ τῶν ἄλλων γενῶν, ἀλλ' ἐπειδὰν μὲν ὀλίγον ἐξεστήκῃ τοῦ κατὰ φύσιν, οὐδὲν ὅ τι [364] καὶ ἀξιόλογον· πλέον δ' ἐκστάντων ἐναργῶς θάττων ὁ σφυγμὸς γίνεται κατὰ τὴν συστολὴν, ὥσπερ ὁ πρότερος ἐν τῇ διαστολῇ. καὶ μὲν δὴ καὶ πυκνότερος ἐναργῶς κατὰ τὴν ἐκτὸς ἠρεμίαν, ἀμυδρότερος δὲ φαίνεται τοσοῦτον ὅσον ἡ καρδία κατέψυκται. ἔστω δὴ πάλιν ἐπιπλέον ἐψῦχθαι τὴν καρδίαν ἢ τεθερμάνθαι τὰ ψαύοντα, καὶ εἶναι τὸν πυρετὸν ἐφήμερον, ἐπιπλέον οἱ σφυγμοὶ μὲν τούτων σαφῶς ἀμυδροὶ γενήσονται καὶ μικρότεροι, βραδεῖς δ' οὐχ ὁμοίως σαφῶς, ἀλλ' ὅσον ἐπιπλέον ἐψύχθη τὸ σῶμα τῆς καρδίας τῶν ψαυόντων ἑαυτοῦ. καὶ μὲν δὴ καὶ ἀραιοὶ καὶ μικροὶ κατὰ τὴν ἀναλογίαν ἔσονται. ἔστω δὲ πάλιν ἐπὶ σήψει χυμῶν ὁ πυρετὸς, ὁ σφυγμὸς τούτων ἀμυδρὸς ἔσται ὡσαύτως τῷ προειρημένῳ, μικρότερος δ' ἔτι κἀκείνου κατά γε τὴν διαστολὴν καὶ βραδύτερος. ἡ μέντοι συστολὴ θάττων αὐτοῦ γενήσεται τοῦ κατὰ φύσιν. ἔτι δὲ μᾶλλον ἐν ἐκείνοις ἔσται τοῖς καιροῖς τοῦ παροξυσμοῦ τὸ τοιοῦτον, ἐν οἷς τέ ἐστιν ἀρχὴ καὶ ἐπίδοσις, ἐπεὶ κατά γε τὰς ἀκμὰς ἧττον, ἔτι δ' ἧττον ἐν ταῖς παρακμαῖς. ὑποκείσθω δὴ τὸ τρίτον εἶδος τῆς ἐπαλλάξεως, ὅπερ ἐστὶν ἔλαττον [365] εἰς ψυχρότητα μεθεστηκέναι τὴν καρδίαν ἤπερ εἰς θερμότητα τὰ ψαύοντα αὐτῆς, καὶ εἶναι τὸν πυρετὸν ἐφήμερον, οἱ σφυγμοὶ τῷ τοιούτῳ σώματι τοσούτῳ μὲν ἀμυδρότεροι τοῦ κατὰ φύσιν ὅσῳ περ καὶ τὸ σῶμα τῆς καρδίας δυσκρατότερον ἔσονται μείζονές τε καὶ θάττονες τοῦ κατὰ φύσιν, καὶ πλέον γε μείζονες ὅσῳ περ ἢ θάττονες. ἔσονται δὲ καὶ πυκνότεροι. ταῦτα σύμπαντα λέλεκται μήτ' εἰς σκληρότητα μήτ' εἰς μαλακότητα τῶν σφυγμῶν ἐπιδήλως ἠλλοιωμένων, ὡς εἴ γε καὶ κατὰ τοῦθ' ὑπαλλαχθεῖεν, ἡ μὲν ἐπὶ τὸ μαλακὸν αὐτῶν ἐκτροπὴ, τὸ μέγεθος μὲν πάντως αὐξήσει καὶ τὴν ἀραιότητα, προσθήσει δ' ἐνίοτε καὶ βραδύτητα· εἰ δ' ἐπὶ τὸ σκληρὸν, τἀναντία, μικρότητά τε καὶ πυκνότητα, καίτοι καὶ τάχος ἐνίοτε προσθήσει. ἐγὼ μὲν δή μοι πάσας ἤδη δοκῶ τῶν πυρετῶν εἰρηκέναι τὰς ἐκ σφυγμῶν διαφορὰς, εἴ γε δὴ τὴν οὐσίαν αὐτῶν ἐπὶ πλεονεξίᾳ τῆς ἐν τῇ καρδίᾳ θερμασίας ὀρθῶς ἐθέμεθα. καὶ σὺν τοῖς πυρετοῖς γε καὶ ἄλλων οὐκ ὀλίγων ἐμνημόνευσα διαθέσεων ἐναντίων τοῖς πυρετοῖς, ἐφ' ὧν ἡ τῆς καρδίας διάθεσις ψύξις ἐστίν. ἀλλὰ καὶ περὶ τῶν μικτῶν διαθέσεων εἶπον, ὧν ἡ μίξις ἐξ ἐναντίων [366] ἐπιπλεκομένων ἀλλήλοις γίγνεται. καὶ ἦν ἤδη μοι καιρὸς ἐφ' ἕτερόν τινα προϊέναι λόγον· ἐπεὶ δὲ οὐκ οἶδ' ὅπως εἰς παμπόλλην διαφωνίαν ἐμπεπτώκασιν οἱ περὶ πυρετῶν πραγματευσάμενοι, δι' ἐκείνους ἀναλαβεῖν ἐπὶ κεφαλαίων ἔγνωκα τὰ προειρημένα κατὰ τόδε τὸ γράμμα, ἐν ᾧ περὶ τῆς τῶν πυρετῶν ἐκ σφυγμῶν διαγνώσεως, καὶ εἴ γε χρὴ τἀληθὲς εἰπεῖν, δι' Ἀρχιγένην μάλιστα τοῦτο ποιεῖν διέγνωκα. πάντων γὰρ ἐπιμελέστατος ἐν τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ δόξας γεγονέναι κινδυνεύει μηδὲν ἡμᾶς διδάσκειν ὁμοίως Ἐρασιστράτῳ. διττὸς γάρ ἐστι τῶν μηδὲν διδασκόντων ὁ τρόπος, ἐνίων μὲν εἰς ἰδιότητα καταφευγόντων ἄῤῥητον, ἐνίων δὲ λεγόντων μὲν ὀνόματα, μήτε δ' ἃ σημαίνει φυλαττόντων μήθ' ἃ βούλονται σημαίνειν ἑρμηνευόντων. ὁ γάρ τοι σκληρὸς σφυγμὸς, ὃν ἀχώριστον εἶναι βούλεται τῶν πυρεττόντων ὁ Ἀρχιγένης, ὄνομα μόνον ἐστὶν, οὐδὲν πρᾶγμα σημαίνων ἐπιστημονικῶς τε καὶ βεβαίως νοηθῆναι δυνάμενον. εἴρηται δ' ἐπιπλέον ὑπὲρ τοῦ τοιούτου σφυγμοῦ κατά τε τὴν περὶ διαφορᾶς σφυγμῶν πραγματείαν, ἔτι τε καὶ τὴν [367] διαγνωστικὴν, οὐχ ἥκιστα δὲ καὶ δι' ὧν ἐξηγούμεθά τε ἅμα καὶ κρίνομεν, ὅσα κατά γε τὸ περὶ τῶν σφυγμῶν βιβλίον ὁ Ἀρχιγένης ἔγραψεν. ἀναγκαῖον δ' ἐστὶν, ὡς ἔοικεν, εἰπεῖν τι καὶ νῦν ἐπὶ κεφαλαίων ὑπὲρ αὐτῶν.

   Ὥσπερ τῶν ἄλλων ὀνομάτων ἕκαστον ἴδιον δηλοῖ πρᾶγμα παρὰ τοῖς Ἕλλησι πᾶσιν, οὕτω καὶ κατὰ τῶν ὑποπιπτόντων ταῖς αἰσθήσεσιν ἔθεντο προσηγορίας τινὰς, ἰδίᾳ μὲν ὅσαι δηλοῦσι τὰς ἀκουστὰς διαφορὰς, ἰδίᾳ δ' ὅσαι τὰς ὁρατὰς, ἢ ὀσφρητὰς, ἢ γευστὰς, ἢ ἁπτάς. οὔτ' οὖν ἐπ' ἄλλην φέρουσιν αἴσθησιν τό τε λευκὸν καὶ μέλαν καὶ ξανθὸν καὶ πυῤῥὸν, ὠχρόν τε καὶ φαιὸν καὶ κυανοῦν, ὅσα τ' ἄλλα χρωμάτων ἐστὶν ὀνόματα πλὴν τῶν ὁρατῶν, οὔτ' αὖ πάλιν ἐπ' ἄλλα τὸ αὐστηρὸν καὶ γλυκὺ καὶ πικρὸν καὶ στρυφνὸν καὶ στῦφον, ἁλυκόν τε καὶ ἁλμυρὸν, ὅτι μὴ τῶν γευστῶν· οὐ μὴν δ' ἐπ' ἄλλων τινῶν θερμὸν καὶ ψυχρὸν, ξηρὸν καὶ ὑγρὸν, καὶ μαλακὸν καὶ σκληρὸν, ἀλλ' ἐπὶ τῶν ἁπτῶν ἅπαντες. εἰ δέ τις ἐπ' ἄλλο μεταφέρει τῶν εἰρημένων ὁτιοῦν, ὁ μὲν τρόπος τῆς τοιαύτης χρήσεως ὀνομάζεται [368] μεταφορά. γίνεται δὲ δή που ταῖς ἄλλαις ὡσαύτως μεταφοραῖς καθ' ὁμοιότητά τινα καὶ ἀναλογίαν, καθ' οἵαν ὁμοιότητα καὶ πόδες εἴρηνται καὶ κορυφαὶ καὶ λαγόνες ὄρους. ὡς γὰρ ἐπὶ τῶν ζώων τὰ κατωτάτω μὲν οἱ πόδες, ἡ κορυφὴ δὲ τὰ ἀνωτάτω πάντων ἐστὶν, οὕτως ἐπὶ τῶν ὀρῶν συγχωροῦμεν τοῖς ποιηταῖς τὰ μὲν ἀνωτάτω κορυφὰς ὀνομάζειν, τὰ κατωτάτω δὲ πόδας. ἐὰν οὖν τις ἐπὶ ζώου ποιούμενος τὸν λόγον, εἶτα πόδας εἰπὼν ἢ λαγόνας ἀξιώσει μήτε τῶν ποδῶν ἀκούειν, ὡς ἅπαντες ἀκούουσιν, μήτε τῶν λαγόνων, ὡς σύνηθες, ἀλλ' οὕτως δεῖν φάσκῃ λαγόνων ἀκούειν, ὡς ἐπὶ τοῦ ὄρους τοῦ Βριλλησοῦ Καλλίμαχος εἴρηκε·

   Βριλλησοῦ λαγόνες εἰσὶ νόμου, ὃν ἐκτήσαντο, γελοιότατος ἂν εἴη, διττῇ τε καὶ παλινδρομούσῃ χρώμενος ἀπὸ τῶν οὐ κυρίων ἐπὶ τὰ κύρια τῇ μεταφορᾷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὅστις ἐπὶ ἤθους, ἢ οἴνου λεγομένου τοῦ σκληροῦ κατὰ μεταφορὰν, ὑπὲρ τῶν ἁπτῶν σωμάτων ποιούμενος τὸν λόγον οὐχ ὡς σύνηθες ἅπασιν, οὕτως ἀξιῶν τῆς προσηγορίας ἀκούειν, ἀλλ' ὡς οἶνος λέγεται σκληρὸς, [369] ἢ ἄνθρωπος, τὸ ἦθος σκληρόν. ὅμοιον γὰρ ἐκείνῳ τοῦτο τὸ περὶ πραγμάτων ὁρατῶν διαλεγόμενον, εἶτα λευκὸν μὲν εἰπόντα μὴ συγχωρεῖν ἀκούειν οὕτως ὡς εἴθισται πᾶσιν, ἀλλ' ἐπειδὴ πυρετούς τινας λευκοὺς αὐτὸς ὁ Ἀρχιγένης εἴρηκεν, οὕτως ἀκούειν χρῆναι καὶ τὸ χρῶμα τὸ λευκόν. ὥσπερ οὖν ὁ τοιοῦτος οὐκ ἂν δόξειε σωφρονεῖν, εἰ τὸ κυρίως ἐπὶ χρώματος λεγόμενον ὄνομα μετάγειν ἐπ' αὐτὸ κατὰ διττὴν μεταφορὰν ἀπὸ τῶν οὐ κυρίως ἀξιώσειεν, οὕτως, οἶμαι, καὶ ὅστις ἐπὶ σώματος ἁπτοῦ τὸν λόγον ποιούμενος, ἐκ μεταφορᾶς κελεύσει τὸ σκληρὸν ὄνομα ἀκούειν. συμβαίνει γὰρ ἐν τοῖς τοιούτοις ἅπασι λόγοις μηδὲν μανθάνειν τοὺς ἀκούοντας, ὅταν εἴργωνταί τε τοῦ κυρίως λεγομένου, μηδέν τ' ἄλλο νοῆσαι δύνωνται. τί γὰρ ἄλλο τις νοήσειε χρῶμα τὸ λευκὸν ἀκούσας ὄνομα τοῦ τε συνήθους εἰργόμενος ἀκούειν τε κελευόμενος ἐκ τῆς τῶν λευκῶν πυρετῶν μεταφορᾶς; οὕτως οὖν καὶ ὁ σκληρὸς σφυγμὸς ὑπὸ τοῦ Ἀρχιγένους εἰσαγόμενος ἐφ' ἁπτοῦ πράγματος, εἰ μὴ τὸ κύριον σημαίνει, τοῦτο δὴ τὸ συνήθως ἅπασι λεγόμενον, ἀλλ' ὡς ἐκεῖνος ἐκ μεταφορᾶς τῆς τῶν οἴνων βούλεται, παντάπασιν ἀσαφής τε καὶ [370] ἄγνωστος γίγνεται καὶ τοιοῦτος οἷος εἰ καὶ σκινδαψὸς ἐλέγετο, πρὸς τῷ καὶ δύνασθαι πᾶν ὁτιοῦν ἄλλο κατὰ τοῦ τῶν πυρετῶν ἰδίου σφυγμοῦ φέρειν ὄνομα, καὶ δοκεῖν τι λέγειν, ὡς πρὸς ἀνθρώπους μὲν ἀγυμνάστους ἐν διαιρέσεσι σημαινομένων, εὐγνώμονας δὲ καὶ πεπιστευκότας, ὅτι γέρων ἄνθρωπος, ἐν τοσαύτῃ γεγονὼς δόξῃ καὶ πολλὰ τὴν τέχνην ὠφεληκὼς, οὐκ ἂν ἑκὼν εἶναί ποτε τοιαύτην ἀσάφειαν ἐμηχανήσατο κατὰ τὸν λόγον, ὡς ὀνόματα προσφέρεσθαι μηδὲν σημαίνοντα. φέρε γὰρ εἴ τις εἴπῃ τὸν τοῦ πυρέττοντος σφυγμὸν εἶναι πικρὸν, ἀξιώσει οὕτως ἀκούειν τοῦ πικροῦ ὀνόματος ὡς ἐπὶ γευστῶν ἐνίοτε λέγομεν, ἆρ' ἕξομέν τι νοῆσαι σαφές; οὐ μᾶλλον ἢ εἰ στρυφνὸν, ἢ αὐστηρὸν, ἢ ὀξὺν ἀκούσαιμεν εἶναι τὸν σφυγμόν. ἐν ἅπασι μὲν γὰρ αὐτοῖς ἀηδές τι καὶ παρὰ φύσιν ἐμφαίνεται. τί δὲ τοῦτ' ἔστιν οὐ δηλοῦται, καίτοι κατὰ μὲν τὰς τοιαύτας μεταφορὰς ἀπὸ τῶν κυρίων ἐφ' ἕτερον οὐ κύριον ἡ μετάθεσις γίνεται, συγκεχωρημένον ἅπασι καὶ εἰθισμένον πρᾶγμα. κατὰ δὲ τὸ τοῦ σκληροῦ σφυγμοῦ σημαινόμενον, ὅπερ ὁ Ἀρχιγένης ἐνομοθέτησεν, [371] οὔτε συγκεχωρημένον, οὔτε εἰθισμένον, οὔτε ὅλως γεγονὸς, ἢ γενέσθαι δυνάμενον, ἀκοῦσαι χρὴ σημαινόμενον, ἀπὸ τῶν μεταφορικῶν ἐπὶ τὸ κύριον ἐπανερχομένους. διόπερ ὀνόματος μὲν ἔστιν ἀκοῦσαι, πρᾶγμα δὲ οὐδ' ἐννοῆσαι. ἀλλ' οὐκ ἔτι δεῖ περί γε τούτου μηκύνειν, ἐν ἄλλοις ἐπιπλέον ὑπὲρ αὐτοῦ διειλεγμένους, ἀναλαβόντας δὲ τὰ προειρημένα διὰ κεφαλαίων ὑπὲρ ἁπάντων τῶν πυρετῶν ἐπελθεῖν.

   Ὅτι μὲν δὴ τρία ἐστὶ τὰ πάντα αὐτῶν γένη δέδεικται δι' ἑτέρων. ὁποία δέ τις ἑκάστου διάγνωσις ἐκ σφυγμῶν, ἐν τῷδε ῥητέον. οἱ μὲν ἐφήμεροι πάντες εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα τρέπουσι τοὺς σφυγμοὺς ὅσον ἐφ' ἑαυτοῖς. εἰ γὰρ ἐπιμιγνύοιτό τις ἄλλη διάθεσις, ἀνάγκη μικτὴν γενέσθαι τὴν τροπὴν, ἐξ ἐκείνης τε καὶ τῆς κατὰ τὸν λόγον τοῦ πυρετοῦ συνισταμένης. ὡσαύτως δὲ καὶ οἱ ἑκτικοὶ τῶν πυρετῶν εἰς τὰς αὐτὰς διαφορὰς ἀλλοιοῦσι τοὺς σφυγμοὺς ὅσον γ' ἐφ' ἑαυτοῖς, καὶ πλέον γ' ἐπὶ τούτοις ἐξαλλάττεται τὸ τάχος. οἱ δὲ ἐπὶ σήψει χυμῶν ἐν μὲν ταῖς ἀκμαῖς ἀμφοτέρας ἔχουσι τὰς κινήσεις ταχείας, τήν τε τῆς [372] διαστολῆς καὶ τὴν τῆς συστολῆς. ὡσαύτως δὲ καὶ τὰς πυκνότητας ἀμφοτέρας ὁμοίως ἀλλοιοῦσι, τήν τε κατὰ τὴν ἐκτὸς ἡσυχίαν γινομένην καὶ τὴν κατὰ τὴν ἐντὸς, ἐν δὲ ταῖς εἰσβολαῖς οὐχ ὁμοίως, ἀλλὰ μᾶλλον ἐπιτείνουσι τῆς συστολῆς τὸ τάχος. ἐν δὲ ταῖς ἀναβάσεσι καὶ τοῦτο μὲν καὶ τὴν ἐκτὸς ἡσυχίαν ἐπιπλεῖστον συνεργοῦσιν, ὡς πυκνότατον φαίνεσθαι κατ' αὐτὴν τὸν σφυγμόν. οὗτοι μόνοι πυρετῶν εἰσιν ἴδιοι σφυγμοὶ κατὰ τὸν ἑαυτῶν λόγον· οἱ δ' ἄλλοι πάντες οἱ τοῖς πυρέσσουσι συμπίπτοντες ἄλλῃ τινὶ διαθέσει μᾶλλον ἢ τῇ τῶν πυρετῶν ἕπονται. δύο δ' ἔστι γένη κᾀκείνων τῶν διαθέσεων, ἤτοι τῆς δυνάμεως ἢ τῶν ὀργάνων ἡ κάκωσις. ἐδείχθη γὰρ ὡς εἰς τρία χρὴ βλέποντας ταῦτα ἐξευρίσκειν τὰς ἀλλαττούσας αἰτίας τὸν σφυγμὸν, ὄργανόν τε καὶ χρείαν καὶ δύναμιν. ἐπιδέδεικται γὰρ καὶ ὅσα καθ' ἕκαστον αὐτῶν γένος, ἐξιστάμενον τοῦ κατὰ φύσιν, ἀναγκαῖόν ἐστι συμπίπτειν τοῖς σφυγμοῖς. οὔκουν ἔτι θαυμαστὸν εἰ διαφέρονταί τε πρὸς ἀλλήλους οἱ σοφοὶ ἰατροὶ περὶ τῶν ἰδίων τοῦ πυρετοῦ σφυγμῶν, ἁμαρτάνουσί τε πάντες, ἅτε μήτε τὰ γένη τῶν πυρετῶν διελόμενοι, τάς τε διὰ τὴν δύναμιν, [373] ἢ τὴν τῶν ὀργάνων κάκωσιν ἀλλοιώσεις τῶν σφυγμῶν αὐτῶν τῶν πυρετῶν ἰδίας εἶναι νομίζοντες. οἷον αὐτίκα παροξυσμῶν εἰσβαλόντων οἱ μὲν τοὺς πυκνούς τε καὶ μικροὺς, οἱ δὲ πρὸς τούτοις καὶ τοὺς ἀμυδροὺς, ἔνιοι δὲ καὶ τοὺς ἀνωμάλους, εἰσὶ δ' οἳ καὶ τοὺς βραδεῖς, ὥσπερ ἄλλοι τοὺς ταχεῖς, ἔθεντο γνωρίσματα. καίτοι γ' ἔνιοι τῶν πυρετῶν ἀθλίπτους, ὡς αὐτοὶ καλοῦσι, ποιοῦνται τὰς εἰσβολὰς, ἐφ' ὧν εἰς μέγεθός τε καὶ τάχος ἡ πρώτη τροπὴ γίνεται τῶν σφυγμῶν, εἶτ' ὀλίγον ὕστερον αὐξανομένοις τοῖσδε καὶ ἡ πυκνότης ἐπιγίνεται, τῶν δ' ἄλλων σφυγμῶν τῶν εἰρημένων οὐδεὶς αὐτοῖς οὔτ' ἀρχομένων τῶν παροξυσμῶν οὔτε αὐξανομένων οὔτε ἀκμαζόντων ἐπιφαίνεται. ἀλλὰ τούτοις μὲν οὔτε ῥῖγος οὔτε φρίκη τις οὔτ' ἀνωμαλία σαφὴς, ἀλλ' οὐδὲ ψύξις ἄκρων, ἢ τῆς ἐκτὸς ἐπιφανείας, οὐδὲ δῆξις, ἢ βάρος, ἢ θλίψις στομάχου συνεισβάλλει. τοῖς πλείστοις δ' ἤτοι ἕν τι τῶν εἰρημένων ἢ καὶ πλείω συνεδρεύει. καί τισιν αὐτῶν ὀλίγον ὕστερον ἔμετος ἐναργῶς ἐνδεικνύμενος, ὡς ἐκ τοῦ συῤῥεῖν εἰς τὴν γαστέρα μοχθηροὺς χυμοὺς, οἱ μὲν ἐδήχθησαν αὐτῶν, οἱ δὲ [374] ἐθλίφθησαν, οἱ δ' ἀσώδεις ἐγένοντο. προφανέστατα γὰρ ἐπὶ τῶν πλείστων ἀρχῶν ἀποχωρεῖ μὲν ἁπάσης τῆς ἐκτὸς ἐπιφανείας τὸ αἷμα, συῤῥεῖ δ' εἰς τὰ σπλάγχνα, κᾀκ τούτου θλίψεις τε καὶ σφηνώσεις, ἐμφράξεις τε καὶ διατάσεις ἀρτηριῶν γίνονται κυρίων, ἐφ' αἷς οἱ ἀνώμαλοι σφυγμοὶ ταῖς εἰσβολαῖς τῶν τοιούτων παροξυσμῶν συνεδρεύουσιν, ὥσπερ αὖ πάλιν οἱ ἀμυδροὶ διὰ τὴν τοῦ στομάχου τε καὶ τῆς δυνάμεως κάκωσιν. οὕτως δὲ καὶ οἱ μικροὶ διά τε τὴν ἀῤῥωστίαν γίνονται τῆς δυνάμεως καὶ διὰ τὴν ψύξιν, ὥσπερ γε καὶ οἱ βραδεῖς ἐπὶ ταῖς ἰσχυραῖς ψύξεσιν. ἀλλὰ τούτων γε οὐδεὶς ὁμοίως τῇ διαστολῇ τὴν συστολὴν ἐποιήσατο βραδεῖαν, ἀλλ' ἔστιν ἀχώριστόν τε καὶ ἰδιώτατον εἰσβολαῖς πυρετοῦ ἐπὶ σήψει χυμῶν ἡ συστολὴ τῆς ἀρτηρίας ὠκυτέρα γινομένη. καὶ ὅστις ἤσκηται γινώσκειν συστολὴν ἀχώριστον ἀρχῆς παροξυσμοῦ τοῦθ' ἕξει τὸ σημεῖον, ὅταν, ὡς εἴρηται πολλάκις, ὁ σφυγμὸς ἔχῃ τινὰ τόνον. ἐδείχθη γὰρ ἐπὶ τῶν ἀμυδρῶν ἀδιάγνωστος ἡ συστολή. τοῦτ' οὖν ἀσκητέον ἐν τοῖς μάλιστα τὸν ἀκριβῶς βουλόμενον ἀρχὴν γνωρίζειν παροξυσμοῦ. ὅπως δ' ἄν τις [375] ὑπάρξοιτο τῆς ἀσκήσεως, ἐν τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν ἐπὶ πλεῖστον εἴρηται· τοῦτο τὸ σημεῖον ἀψευδέστατόν ἐστι, καὶ χρὴ θαῤῥεῖν αὐτῷ μάλιστα κατὰ τὰς διαγνώσεις ἐναργῶς φανέντι. ἔγωγ' οὖν ἐπὶ πολλῶν πολλάκις, ὧν οὐδεπώποτε πρόσθεν ἡψάμην τῶν σφυγμῶν, οὔθ' ὑγιαινόντων οὔτε νοσούντων, τούτῳ τῷ σημείῳ μόνῳ πιστεύσας ἥμαρτον οὐδέποτε. ταῖς μὲν γὰρ ἄλλαις ἁπάσαις, εἴτ' οὖν ψύξις εἴη ὅλου τοῦ σώματος, εἴτε καὶ τοῦ στόματος τῆς γαστρὸς, ὃ καταχρώμενοι στόμαχον ὀνομάζομεν, εἴτ' εἰς τὸ βάθος ῥοπαὶ τοῦ αἵματος, ἤτοι διὰ λύπην, ἢ φόβον, ἢ δι' ἄλλην τινὰ αἰτίαν γιγνόμεναι, παραπλήσιός ἐστιν ἡ βραδύτης τοῦ σφυγμοῦ διαστελλομένης τε καὶ συστελλομένης τῆς ἀρτηρίας, εὐθὺς δ' αὐτῇ σύνεστι καὶ ἡ ἀραιότης κατ' ἄμφω τὰς ἡσυχίας. μόναις δὲ ταῖς πυρεκτικαῖς εἰσβολαῖς, κᾂν ἡ διαστολή ποτε γένηται βραδυτέρα τῆς ἔμπροσθεν, ἀλλ' ἥ γε συστολὴ τάχος προσκτᾶται. συναιρεῖται δέ τι καὶ τῆς ἐκτὸς ἡσυχίας, ὡς πυκνότερον ἐνταῦθα γίνεσθαι τὸν σφυγμὸν, οὐ μὴν κατά γε τὴν ἐντὸς, ἀλλ' ἤτοι τῷ πρόσθεν ὡσαύτως, ἢ βραχεῖ τινι κατὰ τὸν καιρὸν τοῦτον ἀραιότερος φαίνεται. [376] παραβάλλειν δὲ δηλονότι χρὴ τὴν ἔμπροσθεν ἡσυχίαν ὡς πρὸς τὴν ἁφὴν τῇ νῦν φαινομένῃ, μεμνημένον μὲν ὅτι σύνθετός ἐστιν ἔκ τε τοῦ πέρατος τῆς συστολῆς καὶ τῆς ἀρχῆς τῆς διαστολῆς καὶ τῆς μεταξὺ τούτων ἠρεμίας, ἐκλογιζόμενον δ' ὅσον ἑκατέρωθεν αὐτῇ προσῆλθεν, ἐκ τοῦ μὴ φαινομένου μορίου τῶν κινήσεων, αὐτὸ δὲ δὴ τοῦτο πάλιν ἐκλογίζεσθαι τῷ τόνῳ παραμετροῦντα. εἰ μὲν γὰρ ὡσαύτως ἔχει τόνου νῦν τε καὶ πρόσθεν ὁ σφυγμὸς, εἰς ὅσον ἂν ὁ χρόνος τῆς αἰσθητῆς ἡσυχίας γένηται μακρότερος εἰς τοσοῦτο καὶ καὶ τὴν ὄντως ἡσυχίαν ἡγεῖσθαι μεμηκύνθαι. εἰ δ' ἀμυδρότερος ἢ πρόσθεν γένοιτο, λογίζεσθαί τι καὶ διὰ τοῦτ' ἀποκεκρύφθαι τῶν κινήσεων, ὅπερ ὑφαιρεῖν χρὴ τῆς αἰσθητῆς ἡσυχίας εἰς τὴν τῆς ὄντως εὕρεσιν. εἰ γὰρ ὀλίγῳ μέν τινι τοῦ πρόσθεν ὁ σφυγμὸς ἀτονώτερος γένηται, πολλῷ δὲ ἀραιότερος, ἡγητέον ἐκτετάσθαι τὴν ὄντως ἡσυχίαν. εἰ δ' ἀτονώτερος μὲν πολλῷ, βραχεῖ δ' ἀραιότερος ὡς πρὸς τὴν αἰσθητὴν διάγνωσιν, οὐκέτι καὶ τὴν ὄντως ἡσυχίαν τὴν ἔνδον ἡγητέον ἐκτετάσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ τοῦ σφυγμοῦ βραχεῖαν ἀτονίαν προσλαβόντος, ἀξιολόγως τινὶ [377] φαίνοντο τὰ τῆς πυκνότητος ἐπιτετάσθαι, συναιρεῖσθαι λογιστέον τὴν ὄντως ἡσυχίαν. ἐφ' ὧν μὲν οὖν ἀμυδρότερος ὁ σφυγμὸς ἐγένετο κατὰ τὸν τῆς διαγνώσεως καιρὸν, ὡς εἴρηται, λογιστέον. ἐφ' ὧν δ' ὡσαύτως ἔχει τόνου, σαφεστάτη διάγνωσις ἐπὶ τούτων ἐστὶ καὶ τῆς ἐντὸς ἡσυχίας, ὡς λέλεκται, σκοπουμένοις. ὅταν οὖν ποθ' ὁ σφυγμὸς ἄτρεπτος μὲν ὢν τἄλλα θάττων γένηται κατὰ τὴν συστολὴν, ἀρχῆς παροξυσμοῦ σημεῖον ἀχώριστον τίθεσο. γίγνεται δ' εὐθὺς τοιοῦτος σφυγμὸς καὶ πυκνότερος κατὰ τὴν ἐκτὸς ἡσυχίαν, ἐπειγομένης τῆς φύσεως ἀποτρίψασθαι τὸ καπνῶδες περίττωμα, διὸ θᾶττον συνεστέλλετο. κατὰ μὲν οὖν τὴν πρώτην ἀρχὴν τῆς γενέσεως αὐτοῦ τῷ τάχει τῆς συστολῆς μόνον ὁ σφυγμὸς παραλλάττων φαίνεται τοῦ πρόσθεν, ὀλίγῳ δ' ὕστερον καὶ πυκνοῦσθαι κατὰ τὴν ἐκτὸς ἠρεμίαν, πρωϊαίτερον ἀρχομένης συστέλλεσθαι τῆς ἀρτηρίας. τοῖς δ' ἐφημέροις πυρετοῖς οὐχ ὑπάρχει τοῦτο, διὰ τὸ χωρὶς σήψεως γίγνεσθαι χυμῶν. οὐ μὴν οὐδὲ τοῖς ἑκτικοῖς, ὅτι μηδὲ ἄρχονταί ποτε, πλὴν εἰ συνέλθοι κατὰ τύχην ἑτέρα τις διάθεσις αὐτοῖς, ὥστ' ἐφ' ὧν ζητεῖται μάλιστα πυρετῶν ἡ ἀρχὴ τῶν παροξυσμῶν, [378] ἔχειν ἡμᾶς δεῖ διαρκὲς τὸ σημεῖον. εἰ δὲ κατὰ τὴν πρώτην ἡμέραν ἄρτι μεταπίπτοντος ἐξ ὑγείας εἰς νόσον ἀνθρώπου τινὸς ἁπτοίμεθα τῶν σφυγμῶν, εὐθὺς καὶ τὸ γένος ἡμῖν ἐνδείξεται τοῦ πυρετοῦ τὸ σημεῖον τοῦτο, συνεισβάλλων γὰρ τῷ παροξυσμῷ τῶν ἐπὶ σήψει τινὶ χυμῶν τὸν πυρετὸν εἶναί φησιν. ἐδείχθησαν δ' ἐν ταῖς τῶν πυρετῶν διαφοραῖς ἐκ ταὐτοῦ γένους ὄντες τῷδε καὶ οἱ ἐπὶ ταῖς φλεγμοναῖς. ἀλλὰ διοριστέον αὐτοὺς τῶν ἐπὶ σήψει χυμῶν μόνῃ τῇ σκληρότητι. σκληρὰ γὰρ ἡ προσβολὴ τῶν ἐπὶ φλεγμοναῖς. εἰ μὲν οὖν διαγινώσκειν δύναιο τὴν ἐπὶ τάσει τῆς ἀρτηρίας σκληρὰν προσβολὴν τῆς ἐπὶ ψύξει τε καὶ σκληρότητι, τρεῖς ἕξεις ἐκ τούτου προγνώσεις αἰτίων προγεγονότων, ποτὸν ψυχρὸν, οἶνον ἀκρατέστερον, φλεγμονὴν, ἣν οὐ μόνον ἔμπροσθεν τοῦ παροξυσμοῦ γεγονὸς αἴτιον, ἀλλὰ καὶ παραμένον ἐροῦμεν. τὴν δὲ τοῦ ψυχροῦ τε καὶ τοῦ πλέονος ἀκράτου πόσιν, αὐτὴν μὲν προγεγονέναι, τὴν δ' ἀπ' αὐτῆς διάθεσιν ἔτι φυλάττεσθαι. σκληρύνονται μὲν οὖν ἐπὶ ταῖς βλαψάσαις ψυχροποσίαις οἱ χιτῶνες τῶν ἀρτηριῶν, ἐξήρανται δὲ ἐπὶ ταῖς τοῦ πλείονος [379] οἴνου πόσεσιν. εἰ δὲ καὶ τῆς τῶν νεύρων ἀρχῆς ὁ οἶνος ἅψαιτο, καὶ τείνονται παραπλήσιον τοῖς προδηλοῦσι τὸν σπασμόν. ἐπὶ δὲ ταῖς φλεγμοναῖς ἄνευ τῆς τοῦ χιτῶνος οἰκείας σκληρότητος τείνονται, καὶ καλεῖται μὲν καὶ τότε σκληρὸς ὁ σφυγμὸς διὰ τὸ τῆς πληγῆς βίαιον, οὐ μὴν ἐσκλήρυνταί γε κατὰ τὸν ἑαυτῆς λόγον ἡ ἀρτηρία, καθάπερ ὅταν ἤτοι ξηρανθῇ πως, ἢ ψυχθῇ βίαιον, ἢ οἷον σκιῤῥώδη τινὰ δέξηται διάθεσιν. ταυτὶ μὲν οὕτω διωρίσθω. τοὺς δ' ἐν τῇ πρώτῃ τῶν ἡμερῶν μηδόλως ἔχοντας τὸ λελεγμένον γνώρισμα, τῶν μὲν ἐπὶ σήψει χυμῶν ἀφοριστέον ἐστὶν, ἤτοι δ' ἐφημέρους νομιστέον ἢ ἑκτικούς. σπανιώτατα μὲν οὖν εὐθὺς ἐξ ἀρχῆς συνίσταται πυρετὸς ἑκτικὸς, οὐ μὴν ἀδύνατός γε οὐδ' ἡ τοιαύτη γένεσις αὐτοῦ, ἀλλ' ὤφθησάν που ἡμῖν καὶ οἱ τοιοῦτοι. τὰ μὲν οὖν ἄλλα πάντ' αὐτῶν γνωρίσματα δι' ἑτέρας εἴρηται πραγματείας, ἐν ᾗ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς ἐσκοπούμεθα· τὰ δὲ ἀπὸ τῶν σφυγμῶν εἰρήσεται νῦν, οὔθ' ὁ μέγας οὔθ' ὁ σφοδρὸς [μὴ σκληρὸς] σφυγμὸς ἅμα τοῖς ἑκτικοῖς ποτε συνεισβάλλουσι πυρετοῖς, ἀλλ' ὅτι περ ἂν ὑπάρχῃ [380] τούτων αὐτοῖς, οὐκ εἰσὶν ἑκτικοί. εἰ δὲ καὶ πάνθ' ἅμα παρείη, προφανῶς εἰσιν ἐφήμεροι, τῆς γε συστολῆς αὐτῶν, ὡς εἴρηται, μὴ ταχυνούσης, ἴδιον γὰρ ἐκείνης τὸ τάχος ἐστὶν ἐπὶ σήψει χυμῶν, ὧν τὰς κατὰ μέρος ἁπάσας διαφορὰς ἐν τῇ προειρημένῃ πραγματείᾳ διῆλθον. εἰσὶ δ' ὡς ἐπὶ κεφαλαίων φάναι πάντες μὲν οἱ κατὰ περιόδους παροξυνόμενοι, πάντες δ' οἱ συνεχεῖς, ὅταν ὑπὲρ τὴν τρίτην ἡμέραν ἐκταθῶσιν. ἐκ ταὐτοῦ δὲ αὐτοῖς εἰσι γένους καὶ οἱ ταῖς φλεγμοναῖς ἐπιγινόμενοι. κατὰ μὲν οὖν τὰς παρακμὰς ἐκλύεται τὸ τάχος τῆς συστολῆς, καὶ μάλισθ' ὅταν εἰς ἀπυρεξίαν, ἢ ἐγγὺς αὐτῆς ἀφίκωνται, κατὰ δὲ τὰς ἀρχὰς τῶν παροξυσμῶν γεννᾶται, τυφομένων τρόπον τινὰ τῶν χυμῶν, ἐπιτείνεται δὲ κατὰ τὰς ἀναβάσεις. ἐγγὺς δ' ἤδη τῆς ἀκμῆς ἐξημμένων τε τῶν χυμῶν καὶ ζεόντων ἀθρόαν μὲν αὔξην τὸ τάχος τῆς διαστολῆς λαμβάνει, διαμένει δὲ ἴσον ἑαυτῷ τὸ τάχος τῆς συστολῆς. ὅταν δ' ἀκμάσῃ τελέως ὁ πυρετὸς, εἰς ἄκρον μὲν ἥκει τοῦ κατ' ἐκεῖνον τὸν παροξυσμὸν τάχους ἡ διαστολὴ, μειοῦται δὲ τὸ τάχος τῆς συστολῆς. οἱ μὲν οὖν [381] πλεῖστοι τῶν ἰατρῶν, καὶ μάλισθ' ὅσοι τὴν συστολὴν ἀδιάγνωστον αἰσθήσει φασὶν ὑπάρχειν, οὐδ' ἐγγὺς ἥκουσι τοῦ λελεγμένου σημείου, τῶν τε ἐπὶ σήψει χυμῶν ἁπάντων πυρετῶν τῆς τε καθ' ἕκαστον αὐτῶν παροξυσμὸν ἀρχῆς. ὀλίγιστοι δέ τινες ἀμυδρὰν εἰκόνα τοῦ πράγματος ἐοίκασιν ἑωρακέναι. γράφουσι γοῦν ἀδιορίστως τε καὶ ἀσαφῶς εἰς τοσοῦτον ὡς μηδ' εἰκάσαι μηδένα τί ποτε βούλονται δηλοῦν. ἐξ αὐτῶν ἐστι καὶ ὁ Ἀρχιγένης, ὡς ἔνεστι γνῶναι τῷ βουληθέντι τό τε περὶ σφυγμῶν αὐτοῦ βιβλίον ἀναγνῶναι καὶ τὰ περὶ τῆς τῶν πυρετῶν σημειώσεως, ἢ τήν γ' ἐπιτομὴν αὐτῶν. ἐπεσκέμμεθα δὲ καὶ ἡμεῖς ἅμα ταῖς τῶν ἀσαφῶν ἐξηγήσεσιν ἐν ὑπομνήμασιν ὀκτὼ τὴν περὶ τῶν σφυγμῶν αὐτοῦ πραγματείαν. ἄριστα δέ μοι δοκοῦσιν ἀποφήνασθαί τινες, εἰ προσθείημεν αὐτῷ τῷ λόγῳ διορισμόν τινα, τὴν ἐφ' ἑκάτερα μεταβολὴν τῶν σφυγμῶν, ἀρχῆς παροξυσμοῦ σημεῖον ὑπάρχειν. ὃν δέ φημι χρῆναι προσθεῖναι διορισμὸν, ἔστιν εἰ χωρὶς ἑτέρας προφάσεως ἡ ἀλλοίωσις γένοιτο. προφάσεις δ' ἔνιαι μὲν ἔξωθέν εἰσιν, οὐ μόνοις τοῖς ἰατροῖς, ἀλλὰ καὶ τοῖς [382] ἰδιώταις γνώριμοι, τροφῶν καὶ ποτῶν προσφορὰ, καὶ κίνησις ἡτισοῦν καὶ πάθος ψυχικὸν ὀργισθέντων, ἢ φοβηθέντων, ἢ ἀγωνισάντων, ἡ ὁπωσοῦν ἑτέρως ταραχθέντων. ἔνιαι δ' ἐξ αὐτοῦ τοῦ σώματος ὁρμώμεναι, περὶ ὧν ὀλίγον ἔμπροσθεν εἶπον, ἡνίκα φρίκης τε καὶ ῥίγους καὶ καταψύξεως, ἔτι τε τῶν εἰς τὴν γαστέρα συῤῥεόντων ἐμνημόνευσα. μηδενὸς γὰρ τοιούτου περὶ τὸν κάμνοντα συμβαίνοντος, ἡ ἐξαιφνίδιος ἐφ' ὁτιοῦν μεταβολὴ παροξυσμὸν ἀγγέλλει, θάττονος μὲν καὶ μείζονος γινομένου τοῦ σφυγμοῦ, θερμασίας ὑποτρεφομένης τῇ τῶν ἀρτηριῶν ἀρχῇ, βραδυτέρου δὲ ἢ μικροτέρου, ψύξεως. οὕτω δὲ καὶ ἡ μὲν πυκνότης ὁμολογήσει τῇ πλεονεξίᾳ τῆς θερμασίας, ἡ δ' ἀραιότης τῇ ψύξει. καὶ ἡ ἀμυδρότης δὲ καίτοι δι' ἄλλο τι σύμπτωμα γινομένη ταῖς τῶν παροξυσμῶν εἰσβολαῖς ἐστιν οἰκεία, συῤῥεόντων ὑγρῶν μοχθηρῶν εἰς τὴν γαστέρα τηνικαῦτα, καὶ τῇ τοῦ στόματος αὐτῶν βλάβῃ κακούντων τὴν δύναμιν. ἡ δὲ ἀνωμαλία τῶν σφυγμῶν, ἡ πολλοῖς τῶν παροξυσμῶν συνεισβάλλουσα θλιβομένων, ἢ ἐμφραττομένων ὑπόγυον ἀρτηριῶν, ἢ πλήθους τοῦ πρὸς τὴν δύναμίν ἐστι γνώρισμα, λόγῳ καὶ τούτων τοῦ παροξυσμοῦ γίγνεσθαι [383] δυναμένων. ὅσαι μὲν οὖν μεταβολαὶ σφυγμῶν ἤτοι τῆς ἐν τῇ καρδίᾳ θερμασίας αὐξανομένης ἢ συῤῥεόντων ἔσω τῶν χυμῶν ἀποτελοῦνται, φανερῶς ἂν αὗται δόξαιεν ἐνδείκνυσθαι παροξυσμὸν ἀρχόμενον, ὅταν γ', ὡς εἴρηται, τῶν ἄλλων ἀφορισθῶσι προφάσεων. ὅσαι δὲ ψύξεως, οὐκ ἔτ' ἐξ ἀνάγκης αὗται δείξουσι πυρετὸν εἰσβάλλοντα σημαίνειν· ἀλλ' ἐὰν κᾀνταῦθα τὰς ἄλλας προφάσεις ἀφορισώμεθα ἁπάσας, ἕξομεν καὶ τὴν ψύξιν ἀγγέλλουσαν, ὅσον οὐδέπω πυρετὸν ἀναφθήσεσθαι. πνίγεται γὰρ κατ' αὐτὴν τῆς συῤῥεούσης ὕλης εἰς τὸ βάθος, ἱκανῶς ψυχρᾶς ὑπαρχούσης, ὡς κινδυνεύειν σβεσθῆναι τὴν ἀρχὴν, οἷόν τι κᾀκτὸς συμβαίνει πολλάκις, ὅταν ὕλην ἅμα τε πολλὴν καὶ δύσκαυστον ἐπιβάλλωμεν ἀθρόως ὀλίγῳ πυρὶ, κινδυνεύει μὲν γὰρ αὐτίκα σβεσθῆναι, μὴ σβεσθὲν δ', ἀλλ' ἀντισχὸν, ὑποτύφειν τε τὴν ὕλην ὀλίγον ὕστερον ἄρξεται, καί τινα θερμασίαν γεννᾷν, τὰ μὲν πρῶτα καπνώδη, προϊόντος δὲ τοῦ χρόνου καὶ φλογώδη, μέχρι περ ἀκριβῶς κρατῆσαν τῆς ὕλης, καθαρὰν ἐργάζηται τὴν φλόγα. τῆς γὰρ τοιαύτης φλογὸς οὐ καπνός ἐστι τὸ ἀποῤῥέον, ἀλλ' [384] αἰθάλη τε καὶ λιγνύς ἐστιν, ἄμφω γὰρ ὀνομάζεται τὸ κατοπτηθὲν τῆς ὕλης ἀνωφερὲς περίττωμα, καθάπερ γε τὸ κατωφερὲς τέφρα τε καὶ σποδιὰ καλεῖται. ἀνάλογον δή μοι νόει κᾀπὶ τῶν πυρετῶν, ὅταν ἐν ἀρχῇ παροξυσμοῦ πλῆθος ὕλης ψυχρᾶς ἐπὶ τὴν καρδίαν ἀφίκηται, τὰ μὲν πρῶτα κίνδυνον γίνεσθαι θανάτου, καὶ προδηλώσει τὸν κίνδυνον τοῦτον ἡ ἐπὶ πλεῖστον εἰς ἀραιότητά τε καὶ βραδύτητα καὶ μικρότητα τροπὴ τῶν σφυγμῶν. ἂν γὰρ ἐπιγένηται τούτοις ἀμυδρότης ἀξιόλογος, αὐτίκα τεθνήξονται· μὴ γενομένης μέντοι τῆς ἀμυδρότητος, ἀναμάχεται τὴν ἧτταν ταύτης ἡ φύσις, ἐπεγείρει τε τὴν κίνησιν τῶν ἀρτηριῶν ἐπὶ τὸ μεῖζόν τε καὶ θᾶττον καὶ πυκνότερον, ὥστε τὰς κινήσεις ἀμφοτέρας μὲν γενέσθαι θάττονας, ἀλλ' ἐπιφανέστερον τὴν τῆς συστολῆς, καὶ παραυξάνεσθαί γε διὰ ταχέων αὐτὴν αἰσθητῶς, ἄχρις ἂν ὁ παροξυσμὸς αὐξάνηται, τῷ χρόνῳ δ' ὅταν ἐγκρατὲς τῆς ὕλης γένηται τὸ θερμὸν, ἡ οἷον φλὸξ ἀνάπτεται. καὶ τοῦτ' ἔστιν ἡ ἀκμὴ τῶν παροξυσμῶν, τὸ μὲν αἰθαλῶδες περίττωμα διά τε τῆς ἐκπνοῆς καὶ τῆς τῶν ἀρτηριῶν συστολῆς ἀποχεούσης τῆς φύσεως, τὸ δ' οἷον τεφρῶδες διὰ πάχους μὲν οὐ δυναμένης ἐκκρίνειν ὁμοίως, αἰσθητοῖς δέ τισιν ἐξοχετευούσης [385] πόροις. ἔστι δὲ τοῦτο κατὰ μὲν τὰ φλεγμαίνοντα μόρια τὸ πῦον, ἐν δὲ τοῖς ἀγγείοις αὐτοῖς ὅπερ ἐν τοῖς οὔροις ὑφίσταται. περὶ μὲν δὴ τούτων ἐν ταῖς περὶ τῶν πυρετῶν πραγματείαις ἐπὶ πλεῖστον εἴρηται· τοὺς σφυγμοὺς δ', ὡς ἔφαμεν, ἀναγκαῖόν ἐστι τὰς εἰρημένας τροπὰς ἐν ἑκάστῳ τε καιρῷ τοῦ σύμπαντος ἔχειν παροξυσμοῦ, καὶ δὴ καὶ κατὰ τὴν ἀρχὴν, ὡς ἐλέγομεν, οὐ κακῶς ἀποφήνασθαί τινας ἅπασαν μεταβολὴν αὐτῶν ἐφ' ἑκάτερα. πρὸς δὲ τὸ φυλάττειν ἀκριβῶς τὰς εἰρημένας διαγνώσεις ἀσκητέον ἐστὶ διακρίνειν ἁπάσας τὰς ἀπὸ τῶν ἄλλων προφάσεων ἀλλοιώσεις τῶν σφυγμῶν, εἰς ἃς καίτοι φυλαττόμενος ὁ Ἀρχιγένης ἐμπίπτει πολλάκις, ὥστε μακρολογεῖν τε ἅμα καὶ ταράττειν τὴν διδασκαλίαν τοῖς ἰδίοις καὶ ἀχωρίστοις ἑκάστου τῶν καιρῶν γνωρίσμασι τὰ συνακολουθοῦντα, πολλάκις ὁμοτίμως γράφων, καίτοι γ' ἐν ἐλαχίστῳ κεῖται μεθόδῳ ληφθέντα. τὴν μὲν γὰρ καθαρὰν θερμότητα τῆς διαστολῆς ἡ κίνησις ἐνδείκνυται, τὴν δὲ οἷον καπνώδη τῆς συστολῆς. αἱ δ' ἄλλαι τῶν σφυγμῶν ἀλλοιώσεις ἤτοι διὰ τὴν τῆς δυνάμεως ἢ τὴν τῶν ὀργάνων γίνονται [386] μεταβολήν. ἑκάτερον δὲ τούτων ἐπί τισιν ἑτέροις αἰτίοις προηγουμένοις, ὧν τὰ πλεῖστα πάλιν ἐφ' ἑτέροις προκατάρξασιν. ὀνομαζέσθω γὰρ ἕνεκα σαφοῦς διδασκαλίας ὅσα μὲν ἐκ τοῦ σώματος ὁρμᾶται τῶν ἀλλοιούντων αἰτίων ἤτοι τὴν δύναμιν ἢ τὰ ὄργανα προηγούμενα· τούτων δ' αὐτῶν ἔστιν ἃ πάλιν ἔξωθεν ὄντα τοῦ σώματος αἴτια τῆς ἀλλοιώσεως ἐγένετο προκατάρχοντα. λέλεκται δ' ἡμῖν ἡ περὶ ταῦτα μεθόδος ἅπασα δι' ἑτέρας πραγματείας, ἣν περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπιγράφομεν. οὐδὲν οὖν θαυμαστόν ἐστιν, εἰ ταῦτά τις ἅπαντα μνήμῃ πρόχειρα ποιησάμενος ἀσκήσας τε διαγινώσκειν ἑτοίμως ἅπαντας τοὺς σφυγμοὺς ἐπιστημονικῶς, ἐνίοτε τὰ προγεγονότα τῶν αἰτίων ἐπὶ τῶν καμνόντων ἐξευρήσει. οὗτος μὲν οὖν ὁ λόγος ἐνταυθοῖ τελευτάτω.

   Περὶ δὲ τῆς κάθ' ὑγρότητά τε καὶ ξηρότητα δυσκρασίας αὐτῆς τε τῆς καρδίας καὶ προσέτι τῶν ἀρτηριῶν, ἑκάστης τε καταμόνας ἁπασῶν τε κοινῶς, ἐφεξῆς δίειμι. εἴρηται μὲν οὖν τινα καὶ περὶ τούτων ἔμπροσθεν, [387] ἀλλ' ἡ τοῦ λόγου τάξις ἰδίαν αὐτῶν ἀπαιτοῦσα διδασκαλίαν ὡς οὐδενὸς εἰρημένου περανθήσεται. ποτὲ μὲν οὖν ἡ καρδία ξηροτέρα γενομένη τοῦ κατὰ φύσιν ἁπάσας ἑαυτῇ συναλλοιώσει τὰς ἀρτηρίας, ἐνίοτε δὲ καθ' ἕν τι τοῦ ζώου μόριον, ἢ καὶ πλείω συμβήσεται τοῦτο ταῖς ἀρτηρίαις. ἔστι δὲ ὅτε τὴν ἐναντίαν μὲν ἕξουσι διάθεσιν, ὅσον ἐφ' ἑαυταῖς αἱ ἀρτηρίαι τῇ καρδίᾳ, δέξονται δὲ καὶ τὴν παρ' ἐκείνης, ὥστε συστῆναι μέσην τινὰ διάθεσιν αὐταῖς ἐν ὑγρότητί τε καὶ ξηρότητι, ὥσπερ ἔμπροσθεν ἐπὶ τῆς κατὰ θερμότητα καὶ ψυχρότητα δυσκρασίας ἐλέγομεν, αἴτια δὲ προηγούμενα τὰ μὲν τὰς ἀρτηρίας ἀποφαίνοντα ξηροτέρας, ὕδατα θειώδη καὶ στυπτηριώδη καὶ ἁπλῶς εἰπεῖν ὅσα ξηραίνειν πέφυκεν, οὐχ ὕδατα μόνον, ἀλλὰ καὶ φάρμακα πολυχρονίως ὁμιλήσαντα μορίῳ τινὶ τοῦ σώματος, ἐν ᾧπερ ἂν ἡ τοιαύτη δυσκρασία κατὰ τὰς ἀρτηρίας γενομένη τὸν σφυγμὸν αὐτὸν ἐργάσεται σκληρότερον. οὐχ ἥκιστα δὲ κᾀν ταῖς πλείσταις τῶν ἀτροφιῶν αἵ τ' ἀρτηρίαι τῶν ἀτροφούντων μορίων γίνονται ξηρότεραι καὶ [388] τὸν σφυγμὸν ἀποφαίνουσι σκληρότερον. ἐν αὐτῇ δὲ τῇ καρδίᾳ τὴν κατὰ ξηρότητα δυσκρασίαν ἀποτελεῖ. καὶ ἡ δίαιτα μὲν εἰ πολυχρόνιος ἐπὶ τὸ ξηρότερον ἀχθείη, καὶ μέντοι καὶ τῶν φαρμάκων τῶν ξηραινόντων ἐδωδαί τε καὶ πόσεις, ἐν οἷς ἐστι καὶ ὁ ἄκρατος οἶνος, ἔνδειά τε τροφῆς, ἢ κατὰ ἄλλην τινὰ αἰτίαν, ἢ διὰ πάνδημον λιμὸν, ἐνίοτε δὲ καὶ ποτὸν, ὡς ἐν ἀπλοίαις μακραῖς, ἔτι δὲ πόνων ἀμετρία καὶ γῆρας καὶ φροντὶς καὶ λύπη καὶ ἀγρυπνία πολυχρόνιος, οἵ θ' ἑκτικοὶ πυρετοὶ, καὶ μάλισθ' ὁ μαρασμώδης. ταῦτ' οὖν πάντα τὰ εἰρημένα καὶ κατὰ μόνας γενόμενα καὶ σύνδυο καὶ τρία καὶ πλείονα συνιόντα ξηροτέραν μὲν ἐργάζεται τὴν καρδίαν, σκληρότερον δὲ τοῦ κατὰ φύσιν εἰς τοσοῦτον τὸν σφυγμὸν εἰς ὅσον ἂν ἡ ξηρότης αὐξηθῇ. ὑγρᾶς δὲ δυσκρασίας αἴτια τά τε τοῖς μορίοις ἐγγινόμενα πολυχρόνια τῶν οἰδημάτων καὶ οἱ λευκοφλεγματίαι τῶν ὑδέρων, οἳ καὶ τὴν καρδίαν ἀλλοιοῦσι, καὶ μέντοι καὶ τὰ τῶν κυρίων σπλάγχνων οἰδήματα, πάντα ταῦτα τὰς μὲν ἀρτηρίας ὑγρὰς, ὥσπερ καὶ τὴν καρδίαν, τοὺς σφυγμοὺς δὲ ἐργάζεται μαλακούς. αἴτια δὲ μαλακότητος σφυγμῶν [389] ἐστι μετρίας τε καὶ οὐχ ἱκανῶς ἐκδήλου καὶ τὰ τοιαῦτα, ἐδωδαὶ πλείους ὑγραινόντων ἐδεσμάτων, ἀργία τε πολλὴ, καὶ ὕπνοι μακροὶ, καὶ τὰ μετὰ τροφὴν λουτρά. τοῖς μὲν οὖν σκληροῖς σφυγμοῖς ἐδείκνυτο πρόσθεν ἑπομένη ἡ μικρότης, ὥσπερ τοῖς μαλακοῖς τὸ μέγεθος. αὐτοῖς δὲ τούτοις πάλιν ἑπόμενα τάχος τε καὶ βραδύτης, ἔτι τε πυκνότης καὶ ἀραιότης. ἐδείχθησαν δὲ καὶ τῶν ἄλλων αἰτίων αἱ συζυγίαι. λέγω δ' αἴτια νῦν τὰ πρῶτά τε καὶ οἷον συνεκτικὰ τῆς τῶν σφυγμῶν γενέσεως, τὴν χρείαν τε καὶ τὴν δύναμιν. ὥστε οὐδὲν ἔτι λείπει τῶν τῇ καρδίᾳ συμβαινόντων ἐπὶ δυσκρασίᾳ. οὐ μὴν οὐδ' ὄγκοι τινὲς ἐν αὐτοῖς γίνονται τοὺς σφυγμοὺς ἀλλοιοῦντες εἰς σκληρότητα, καθάπερ ἐφ' ἑτέρων σπλάγχνων αἱ φλεγμοναί τε καὶ οἱ σκίῤῥοι. φθάνει γὰρ ἀπολέσθαι τὸ ζῶον, συγκοπὲν ἐπὶ τῇ τῶν τοιούτων ὄγκων γενέσει. πάντ' οὖν εἴρηται τὰ κατὰ τὴν καρδίαν, ὅσα τοὺς σφυγμοὺς ἀλλοιοῖ. ὥστε κᾀμοὶ καιρὸς ἥκει καταπαύειν μὲν ἤδη τὸν ἐνεστῶτα λόγον ἐν τῷδε, μεταβάντι δ' ἐπὶ τὸν τέταρτον ἁπάντων τῶν ἄλλων μορίων τῶν τοῦ σώματος ἐξηγήσασθαι [390] τὰς διαθέσεις, ὅσαι τε κατὰ δυσκρασίαν τινὰ γίνονται καὶ ὅσαι δι' ὄγκους παρὰ φύσιν, ὁποῖός τέ τις ἑκάστῃ σφυγμὸς ἕπεται.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΡΟΓΝΩΣΕΩΣ ΣΦΥΓΜΩΝ.

ΒΙΒΛΙΟΝ Δ.

[391]   Τέταρτος ἡμῖν οὗτος ὁ λόγος ἐστὶ τῆς διὰ σφυγμῶν προγνώσεως, ἐν μὲν τοῖς πρώτοις δύο καθ' ἕκαστον σφυγμὸν προβληθέντα τὰς γεννώσας αὐτὸν ἐπισκεψαμένοις διαθέσεις, ἐν δὲ τῷ τρίτῳ καθ' ἑκάστην διάθεσιν τοὺς οἰκείους σφυγμοὺς ἐξευροῦσιν. ἠρξάμεθα δ' ἀπὸ τῶν τῇ καρδίᾳ συμβαινόντων, ἐν οἷς εἰσι καὶ πυρετοὶ πάντες, ὡς ἐν τοῖς ὑπὲρ αὐτῶν ἐπιδέδεικται λόγοις. ὅπερ οὖν ὑπόλοιπον ἔτι, τὰς ἐν τοῖς ἄλλοις ἅπασι μορίοις τοῦ ζώου διαθέσεις, αἷς ἡ καρδία συμπάσχουσα τοὺς σφυγμοὺς ἀλλοιοῖ, διέλθωμεν ἁπάσας [392] ἑξῆς, ὥσπερ καὶ τἄλλα πρόσθεν εἰς μέθοδον ἄγοντες. ἓν μὲν δὴ τοῦτο μόνον ἁπασῶν αὐτῶν κοινὸν ἐπίστασθαι χρὴ, τὸ μηδέποτε δύνασθαι τοὺς ἐν ὅλῳ τῷ ζώῳ σφυγμοὺς εἰς κοινὴν ἀλλοίωσιν ἀχθῆναι, πρὶν τὴν καρδίαν συμπαθεῖν τῷ προτέρῳ πεπονθότι μορίῳ, κατὰ μέρη δέ τινα τοῦ σώματος, ἀλλοιωθῆναί τινας ἀρτηριῶν κινήσεις δύνασθαι, καὶ χωρὶς τοῦ πρὸς τὴν καρδίαν ἐξικέσθαι τὴν βλάβην. ἐπὶ δὲ τούτῳ μνημονευομένῳ πρώτας μὲν ἐπέλθωμεν ὅσαι τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐγγίνονται διαθέσεις, εἶθ' ἑξῆς ὅσαι τοῖς τροφικοῖς ὀνομαζομένοις, εἶτ' αὖθις ὅσαι τοῖς κατὰ κεφαλὴν, καὶ τελευταίας ὅσαι τοῖς κατὰ κῶλα καὶ τὰ προφανῆ τοῦ ζώου μέρη, κᾄπειθ' ὅσαι τοῖς γεννητικοῖς.

   Τὰ μὲν οὖν ἀναπνευστικὰ μόρια τοῦ ζώου δύο ἐστὶ μόνα, πνεύμων καὶ θώραξ· τὰ δὲ τῆς τροφῆς ὄργανα πολὺ πλείω δυοῖν, ἧπαρ καὶ γαστὴρ, ἔντερά τε καὶ σπλὴν, οἱ νεφροὶ, καὶ αἱ κύστεις ἀμφότεραι, ταχίστην θ' ἅμα καὶ μεγίστην ἁπάντων ἐπιφέρει τῇ καρδίᾳ τὴν βλάβην ὁ πνεύμων. καὶ γὰρ τῇ θέσει πάντων ἔγγιστα καὶ τοῖς ἀγγείοις αὐτῇ συγγενέστατος ὑπάρχει, καὶ σύῤῥους μεγίστοις στόμασιν [393] εἰς ἀμφοτέρας τὰς κοιλίας ἐστίν. εἰ γοῦν ἑαυτοῦ γένοιτό ποτε θερμότερος, αὐτίκα καὶ τὴν καρδίαν θερμαίνει, κᾂν ᾖ ψυχρότερος, οὐδὲ τοῦτ' ἀναβάλλεται. τάς τε καθ' ὑγρότητά τε καὶ ξηρότητα δυσκρασίας οὐχ ὁμοίως μὲν ταῖς εἰρημέναις, θᾶττον δ' οὖν καὶ ταύτας ἁπάντων τῶν ἄλλων ὀργάνων ἐπιπέμπει τῇ καρδίᾳ. καὶ τὰ πληθωρικὰ δ' ἐν αὐτῷ νοσήματα, καὶ μάλιστα ὅταν ἐρυσίπελας, ἢ φλεγμονὴ καταλάβῃ τὸ σπλάγχνον, αὐτίκα τῆς καρδίας ἀλλοιοῖ τὰς ἐνεργείας. ὡσαύτως δὲ καὶ ὅσα διὰ φλεγματικὸν ῥεῦμα συνίσταται παθήματα κατ' αὐτὸν, εἰς συμπάθειαν ἐπισπᾶται τὴν καρδίαν. ἀλλ' ἀπὸ τῶν δυσκρασιῶν ἀρκτέον, ὅσαι ἄνευ ῥεύματος γίνονται, καὶ πρώτην γ' ἐξ αὐτῶν προχειριστέον ἐστὶ τὴν κατὰ θερμότητα. τῷ τοίνυν πνεύμονι θερμανθέντι νοσωδῶς ἡ καρδία συνθερμανθεῖσα τοὺς ἐπὶ τῇ χρείᾳ τῶν σφυγμῶν αὐξηθείσῃ γιγνομένους ἐργάζεται σφυγμούς. εἰ δ' ἐν πλέονι χρόνῳ τοῦτο συμβαίνει, κίνδυνος αὐτῇ τὸν ἑκτικὸν ἀναδέξασθαι πυρετὸν, οὗ τὰ γνωρίσματα πρόσθεν εἴρηται. ἡ μὲν δὴ τῶν σφυγμῶν ἀλλοίωσις ἡ αὐτὴ γενήσεται τῆς καρδίας μόνης αὐτῆς καθ' ἑαυτὴν δυσκράτως ἐχούσης, ἐπί τε τῇ πρὸς τὸν [394] πνεύμονα συμπαθείᾳ. καὶ μέντοι καὶ ἡ τῆς ἀναπνοῆς ἰδέα τὴν αὐτὴν ἕξει κατάστασιν, εἴθ' ἡ καρδία μόνη τὴν πυρετώδη πάθοι δυσκρασίαν, εἴτε τῷ πνεύμονι συμπάσχοι. πλέονος δ' αἰσθήσεται καύματος ἐν ἅπαντι τῷ κύτει τοῦ θώρακος ὁ διὰ τὸν πνεύμονα πάσχων, ἐκπνεύσει τε θερμὸν ἱκανῶς, ὡς καὶ διψήσει θατέρου μᾶλλον καὶ θερμοτέραν ἕξει τήν τε φάρυγγα καὶ τὴν γλῶτταν, ὡς τὰ πολλὰ δὲ καὶ ξηροτέραν. εἰ δ' ἐπὶ πλέον ἥκοι τὸ κακὸν, χρωσθήσεται χρώματι μέλανι τὴν γλῶτταν καὶ τραχεῖαν ἐσχάτως ἕξει. ψυχθέντος δὲ τοῦ πνεύμονος, ἡ καρδία συμπάσχουσα κατ' ἀρχὰς μὲν εἰς ἐκείνην ἄξει τοὺς σφυγμοὺς τὴν ἀλλοίωσιν, ἣν ἔμπροσθεν ἐδείξαμεν ἐκλυομένης τῆς χρείας συνίστασθαι, προϊόντος δὲ τοῦ χρόνου ψύξιν ἑκτικὴν ἀναδεξαμένη, τοὺς ἐπὶ ταύτῃ κρατούσῃ λελεγμένους γίγνεσθαι σφυγμοὺς ἀπεργάσεται. τὰ μὲν οὖν ἄλλα κοινὰ τοῖς τε τὴν καρδίαν μόνην ἐψυγμένοις ἐστὶ καὶ τοῖς τὸν πνεύμονα, συμπάσχει γὰρ ἐξ ἀνάγκης τὸ ἕτερον τῷ ἑτέρῳ. πρόσεστι δ' ἐξαίρετον οἷς ὁ πνεύμων ἔψυκται πρῶτος αἴσθησις ψυχρᾶς τῆς ἀναπνοῆς. εἰ δὲ καὶ κατὰ ξηρότητα δύσκρατος ὁ πνεύμων γένοιτο, κατ' ἀρχὰς μὲν οὐδέν τι σαφὲς ἀλλοιώσει [395] τοὺς σφυγμοὺς, ἐν τῷ χρόνῳ δ' ἄν ποτε σκληροτέρους ἐργάσεται, τῆς καρδίας συμπαθούσης αὐτῷ. τούτοις ἡ φάρυγξ ἑτοίμως ξηραίνεται, καίτοι γ' οὐ διψῶσιν. ἡ δὲ καθ' ὑγρότητα δυσκρασία πλαδαρὰν μὲν καὶ ἄδιψον ἐργάζεται τὴν φάρυγγα, τῷ χρόνῳ δ' ἀλλοιοῖ τοὺς σφυγμοὺς εἰς μαλακότητα. τοιαῦται μὲν αἱ ἁπλαῖ δυσκρασίαι τοῦ πνεύμονος. αἱ σύνθετοι δ' ἐκ τούτων γνωριζέσθωσαν. ἐμοὶ γὰρ ἤδη καιρὸς ἐπὶ θάτερον ἰέναι γένος, ὃ ῥευμάτων ἔγγονον ἔφην ὑπάρχειν. ἔστι δ' ἐν αὐτῷ κοινὸν μὲν ἁπάντων ἀνωμαλία τῶν σφυγμῶν, ἔμφραξίς τε γὰρ ἑτοίμως καὶ σφήνωσις καὶ θλίψις τῶν κυριωτάτων ἀρτηριῶν, ἐπὶ τοῖς τοιούτοις γίνεται ῥεύμασιν. οὐχ ἧττον δὲ τούτων καὶ τὸ πρὸς τὴν δύναμιν πλῆθος, ὡς ἂν ἐγγὺς οὕτω κειμένης τῆς καρδίας τῷ πνεύμονι, καὶ διὰ μεγάλων στομάτων ἐχούσης τὴν σύῤῥοιαν. ἡ μὲν οὖν ἀνωμαλία κοινὴ πάντων ῥευμάτων ὅσα κατασκήπτει τῷ πνεύμονι, τοῦ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ παρά τε τὴν σύστασιν καὶ τὸ ποσὸν τοῦ χυμοῦ γιγνομένου. ἐλάττων μὲν γὰρ ἐπί τε τοῖς λεπτοῖς καὶ ὀλίγοις, ἀξιολογωτέρα δὲ ἐπί τε τοῖς παχέσι καὶ γλίχροις καὶ πολλοῖς ἀποτελεῖται ῥεύμασι, [396] καὶ γὰρ ἐμφράττει ταῦτα καὶ θλίβει καὶ βαρύνει μᾶλλον. αἱ δ' εἰς τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἀλλοιώσεις ἐπὶ μὲν τοῖς θερμοτέροις ῥεύμασιν οἵας ἐπὶ πλήθει θερμασίας, ἐπὶ δὲ τοῖς ψυχροτέροις οἵας ἐπ' ἐνδείᾳ πρόσθεν ἔφαμεν συνίστασθαι. σκληρότεροι δὲ γίνονται τῶν κατὰ φύσιν ἐπί τε ταῖς ξηραῖς δυσκρασίαις καὶ τοῖς φλεγμονώδεσιν ὄγκοις ἢ σκιῤῥώδεσι τοῦ πνεύμονος, ὥσπερ γε καὶ μαλακώτεροι διὰ τὰς οἰδηματώδεις διαθέσεις. οὐ μὴν οὐδὲ τὸ τῆς ἀναπνοῆς εἶδος ὅμοιον ἐπί τε ταῖς δυσκρασίαις ἐστὶ καὶ τοῖς ῥεύμασιν· αἱ μὲν γὰρ ψυχραὶ δυσκρασίαι μικρὰν καὶ βραδεῖαν καὶ ἀραιὰν ἐργάζονται τὴν ἀναπνοὴν, ὥσπερ καὶ τοὺς σφυγμούς. τὰ μὲν δὴ ῥεύματα τὰ ψυχρὰ τοὺς μὲν σφυγμοὺς ὁμοίως ἀλλοιοῖ, τὴν δ' ἀναπνοὴν οὔτε μικρὰν οὔτε βραδεῖαν οὔτ' ἀραιὰν ἐργάζεται. διὰ γὰρ τὴν στενοχωρίαν ὀλίγου πνεύματος ἐμπίπτοντος τῷ πνεύμονι, καὶ διὰ τοῦτο τῆς φύσεως ἐλλιπῶς ἀπολαβούσης αὐτοῦ, συμβαίνει τὴν δευτέραν ἐνέργειαν αὐτίκα τε καὶ ταχεῖαν ἅμα καὶ μεγάλην ἀποτελεῖσθαι, καὶ μόναις ταύταις τῶν δυσπνοιῶν, ὡς κᾀν τῇ περὶ αὐτῶν ἐδείχθη πραγματείᾳ, συμβέβηκεν ὑπεναντίως ἔχειν τῇ διαστολῇ τοῦ θώρακος τὸ ποσὸν τῆς εἰσπνοῆς. μέγιστον μὲν [397] γὰρ ὁ θώραξ διαστέλλεται, πλεῖστον δ' οὐκ εἰσπνεῖται, καθάπερ ὅτ' ἄφρακτος ὁ πνεύμων ὑπῆρχεν. ἡ μὲν οὖν ἰδέα τῆς ἀναπνοῆς ὁμοία τοῖς ῥεύμασιν ἅπασιν ὑπάρχει. τὸ πνίγεσθαι δ' οὐχ ὁμοίως ἅπασιν, ἀλλὰ τοῖς θερμοῖς ἅπασι μᾶλλον ἕπεται, ἐπειδὴ πλείονος τῆς εἰσπνοῆς ἡ φύσις δεῖται τηνικαῦτα. διὰ δὲ τὰς δυσκρασίας μόνας οὐδεὶς ἕπεται κίνδυνος πνίξεως. καὶ τοῖς σφυγμοῖς δ' αὐτοῖς ἐγγίνεταί τις ἑτέρα διαφορὰ παρὰ τὰς ἔμπροσθεν εἰρημένας ἐν τῷ τὸ ῥεῦμα ποτὲ μὲν εἰς αὐτὰς μόνας ἐμπίπτειν τὰς τραχείας ἀρτηρίας, ποτὲ δ' εἰς τὰς λείας τε καὶ τὰς φλέβας, ἢ καὶ τὰς μεταξὺ χώρας αὐτῶν ἁπάσας μεταλαμβάνειν. ἐπὶ μὲν γὰρ ταῖς τραχείαις ἀρτηρίαις μόναις πληρωθείσαις οὐδεμία κατὰ σκληρότητα γίνεται μεταβολὴ τοῖς σφυγμοῖς· ἐπὶ δὲ ταῖς λείαις αἱ καθ' ὅλον τὸ ζῶον ἀρτηρίαι τεινόμεναι σκληρότερον ἐργάζονται τὸν σφυγμόν. τὰ δ' οἰδήματα τοσοῦτον ἐνδεῖ τοῦ σκληρύνειν αὐτὸν ὥστε καὶ μαλακώτερον ἀποτελεῖν, διαβρέχοντα μὲν ἐν τῷ χρόνῳ τοὺς χιτῶνας τῶν ἀρτηριῶν, τάσιν δ' οὐδεμίαν ἐργαζόμενα, καθάπερ ἐπὶ τῶν φλεγμονωδῶν τε καὶ σκιῤῥωδῶν ὄγκων ἔχει. μὴ τοίνυν ὀνόματα ζήτει ἀκούειν ἔτι [398] περιπνευμονιῶν, ἢ ἀσθμάτων, ἢ πνευμονωδῶν παθῶν, μεμαθηκὼς τὰς διαθέσεις τοῦ πνεύμονος. ὅτι γὰρ ἡ διὰ τῶν ὀνομάτων διδασκαλία πρώτην μὲν ἔχει τὴν περὶ τὸ σημαινόμενον ἀμφισβήτησιν, δευτέραν δὲ τὴν τοῦ ἀριθμοῦ τῶν νοσημάτων ἔννοιαν, ἐν πολλαῖς πολλάκις ἐπιδέδεικται πραγματείαις.

   Ἀλλ' ἐπὶ τὰ τοῦ θώρακος ἰέναι καιρὸς ἤδη νοσήματα κατὰ τὴν αὐτὴν μέθοδον. αἱ μὲν δὴ δυσκρασίαι τὰς αὐτὰς ἀλλοιώσεις ἐργάζονται ταῖς ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ πνεύμονος εἰρημέναις. οἱ δ' ὄγκοι κατά τε τὴν ποσότητα καὶ τὴν ἰδέαν ἑκάστου τῶν ἐργασαμένων αὐτοὺς χυμῶν. διαλλάξουσι δὲ τῷ θᾶττον μὲν καὶ μᾶλλον τῷ πνεύμονι συμπάσχειν τὴν καρδίαν, ἧττον δὲ καὶ βραδύτερον τῷ θώρακι. διαλλάξουσι δὲ κᾀν τῷ ποτὲ μὲν νῦν εἶναι τὸ πάσχον μέρος τοῦ θώρακος, ποτὲ δὲ τὸν ὑπεζωκότα τὰς πλευρὰς χιτῶνα. πλείων γὰρ ἡ τάσις ἐπὶ τοῖς σκληροῖς καὶ πυκνοῖς μέρεσιν εἰς ὄγκον ἀρθεῖσιν, καὶ διὰ τοῦτο καὶ οἱ πλευριτικοὶ τῶν περιπνευμονικῶν ἀεὶ σκληρότερον ἔχουσι τὸν σφυγμόν. ὁμαλὸς δὲ τοὐπίπαν ἐπὶ τοῖς κατὰ τὰς πλευρὰς ὄγκοις ὁ σφυγμὸς, οὐχ [399] ὥσπερ ἐπὶ τοῖς κατὰ τὸν πνεύμονα παντοίως ἀνώμαλος. οὔτε γὰρ διὰ μεγάλων ἀγγείων οὔτ' ἐγγὺς τῆς καρδίας ἡ κοινωνία τῷ θώρακι πρὸς αὐτήν ἐστι. περὶ δὲ τῆς κατὰ τὴν δύσπνοιαν ἰδέας οὐδὲν ἐν τῷδε τῷ λόγῳ δέομαι λέγειν, ὥσπερ ἐπὶ πνεύμονος ἐδεήθην διακρῖναι. ποτὲ μὲν ἡ καρδία πρώτη πάσχει, ποτὲ δὲ ὁ πνεύμων. ἑτοίμη γὰρ ἡ διάγνωσις ἐπὶ τῷ θώρακι πάσχοντι.

   Ἥπατος δὲ νοσοῦντος ἀλλοιοῦνται σφυγμοὶ κατὰ μὲν τὰς δυσκρασίας ὡς ἔμπροσθεν εἴρηται, κατὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους, ἀνάλογον μέν πως κᾀν τούτοις, ἀλλ' ἧττον ἐπὶ ταῖς φλεγμοναῖς γίνονται σκληροὶ τῶν ἐπὶ θώρακι τοσοῦτον ὅσον τῶν ἐπὶ πνεύμονι μᾶλλον. οὐδέποτε δ' οὔτ' ἐπὶ θώρακος οὔτ' ἐφ' ἥπατος ὄγκῳ μαλακὸς ὁ σφυγμὸς γίνεται, διότι μηδ' ἐπιγίνεταί ποτε τοῖς ὀργάνοις τούτοις οἴδημα φλεγματικόν. ὁ μὲν γὰρ θώραξ πυκνότερος ἢ ὥστε δέξασθαι τοιοῦτον ῥεῦμα, τὸ δ' ἧπαρ οὐ πυκνότερον μόνον, ἀλλὰ καὶ τῇ συμφύτῳ δυνάμει ῥᾳδίως ἀλλοιοῖ τὸ φλέγμα, συμπάσχει δ' ἑτοιμότερον ἡ καρδία τῷ ἥπατι, [400] καίτοι ποῤῥώτερον τοῦ θώρακος κειμένῳ, διὰ τὴν τῆς κοίλης φλεβὸς κοινωνίαν.

   Συμπάσχει δὲ καὶ τῷ διαφράγματι μᾶλλον τῶν ἄλλων ἁπάντων τοῦ θώρακος μερῶν, ὅτι παρ' αὐτῆς τῆς κοίλης αἱ φλέβες τούτῳ. τάσιν δ' οὐδὲν οὕτω μόριον ἄλλο ταῖς ἀρτηρίαις ἐργάζεται, καὶ μάλιστα ὅταν αὐτὸ τὸ νευρῶδες αὐτοῦ πάθοι. εἰ μὲν οὖν ὑπὸ τῶν ἐν αὐτῷ περιττωμάτων διατείνοιτο, χωρὶς πυρετῶν, ὀδύνη τε καὶ δύσπνοια τό γε κατ' ἀρχὰς ἐπιγίνεται. προϊόντος δὲ τοῦ χρόνου πυρέττουσι σηπομένων τῶν περιττωμάτων. εἰ δὲ ἐκ ῥεύματος εἰς αὐτὸ κατασκήψαντος, εἶναι μὲν χρὴ τοῦτο πάντως ἤτοι χολῆς ξανθῆς ἢ αἵματος θερμοῦ καὶ λεπτοῦ, παχὺ γὰρ αἷμα καὶ φλέγμα γλίσχρον οὐκ ἄν ποτε δέξαιτο διὰ πυκνότητα. παραφρονήσουσι δ' ἐξ ἀνάγκης, ἕξουσί τε τὸν σφυγμὸν ἱκανῶς σκληρὸν, καὶ διὰ τοῦτο καὶ μικρόν. ὅτι δ' ἄμφω γε ταῦτα καὶ ἡ θερμασία πολλὴ, διὰ τοῦτο καὶ πυκνότατος. ὁ δ' ἄνευ πυρετοῦ σφυγμὸς ἐπὶ διαφράγματι δυσπραγοῦντι σκληρὸς μὲν γίνεται καὶ μικρὸς, οὐ μὴν πυκνός γε ἐπιπλέον ἀλλ' ἤτοι βραχύ τι παντάπασιν ἢ οὐδ' ὅλως εἰς τοιαύτην [401] ἀφικνεῖται μεταβολήν. ἀνάλογον δὲ τοῖς ἐπὶ τῷ νευρώδει τοῦ διαφράγματος ἕπεται πάντα ταῖς μεγάλαις πλευρίτισιν, ὅτι καὶ ὁ ὑπεζωκὼς τὰς πλευρὰς χιτὼν πλείστων τε νεύρων μετέχει καὶ συνῆπται ταῖς φρεσὶ καὶ τοῖς τὸν θώρακα διαφράττουσιν ὑμέσι, δι' ὧν κατὰ συνέχειαν ἐγγὺς τῆς καρδίας ἀφικνεῖται. καὶ μέγιστον δὴ τοῦτ' ἔστι γνώρισμα πλευρίτιδος ὀλεθρίας, εἰ σκληρὸς ἱκανῶς ὁ σφυγμὸς γένοιτο, καὶ διὰ τοῦτο καὶ μικρὸς καὶ δι' ἄμφω τε ταῦτα καὶ τὴν θερμότητα πυκνότατος. οὐδεὶς ἐσώθη πλευριτικὸς ἐπὶ τοιούτῳ σφυγμῷ. παραπαίουσι δ' ἧττον οὗτοι τῶν τὸ διάφραγμα φλεγμαινόντων. ἐγγυτέρα γάρ ἐστι τῆς ἀρχῆς ἡ τῶν τοῦ διαφράγματος νεύρων ἔκφυσις. ἀλλ' οὐ χρὴ μηκύνειν ἐν ταῖς ἄλλαις διαγνώσεσι περὶ σφυγμῶν προθεμένους λέγειν. ἐν γὰρ τοῖς τῶν πεπονθότων τόπων ὑπομνήμασιν ἐπιπλέον ὑπὲρ τῶν τοιούτων διῄρηται.

   Γαστὴρ δὲ κακοπραγοῦσα κατὰ δυσκρασίαν μὲν ἀνάλογον τοῖς προειρημένοις ἀλλοιώσει σφυγμοὺς, δι' ὄγκον δέ τινα κατὰ μὲν τὸν πυθμένα συμβάντα τοῖς ἄλλοις ἀνάλογον· εἰ δ' ἐν τῷ στόματι γένοιτο, [402] σκληρότερος ὁ σφυγμὸς ἔσται διὰ τὸ πλῆθος τῶν νεύρων, οὐ μὴν οὕτω γε σκληρὸς ὡς ἐπὶ διαφράγματι. παμπόλλῳ γὰρ ἀπολείπεται τοῦδε, καίτοι γ' οὐκ ἀπολειπομένου τοῦ μορίου τῷ μεγέθει τῶν νεύρων. ἀλλὰ διὰ μὲν ταῦτα τὰ νεῦρα τὸ περιττὸν τῆς αἰσθήσεως ἔχει μαλακὰ γάρ ἐστι καὶ μεγάλα καὶ ἀπ' αὐτῆς ἐκπέφυκε τῆς ἀρχῆς· διὰ δὲ τὸ τῆς τοῦ σώματος οὐσίας σαρκοειδὲς ἀπολείπεται σκληρότητι τοῦ θ' ὑπεζωκότος καὶ τῶν φρενῶν. σύντονα γὰρ ἐκεῖνα τὰ μόρια καὶ σκληρὰ καὶ πυκνὰ, διὸ καὶ τείνεται μᾶλλον εἰς ὄγκον αἰρόμενα. καὶ τὰ νεῦρα δ' αὐτῶν ὁμοίως αὐτοῖς τοῖς ὀργάνοις σκληρὰ καὶ σύντονα, τὰ δὲ τῆς γαστρὸς, ὡς εἴρηται, μαλακά. ταῦτά τοι σκληρότατοι μὲν ἐπὶ διαφράγματι καὶ ὑπεζωκότι, καὶ διὰ τοῦτο καὶ μικροὶ γίνονται σφυγμοὶ, καὶ εἰ θερμασία τις αὐτοῖς συνείη, καθάπερ ἐν φλεγμοναῖς τε καὶ πυρετοῖς, εὐθὺς καὶ πυκνότατοι. κατὰ δὲ τὸ τῆς γαστρὸς στόμα σκληρὸς μὲν οὐδέποθ' οὕτως ὁ σφυγμὸς, ὅτι μήτ' αὐτὰ τὰ νεῦρα μήτε τὸ μόριον σύντονον, μικροὶ μέντοι καὶ πυκνοὶ πολλάκις ἐπὶ τῷ περιττῷ τῆς αἰσθήσεως, ὅτι τάχιστα καμνούσης [403] τε καὶ καταλυομένης τὴν δυνάμεως. ἐμάθομεν γὰρ ὁποίους ἄλγημα, καὶ μάλιστα τὸ τῆς δυνάμεως ἁπτόμενον ἐργάζεται τοὺς σφυγμούς. ὥσπερ δ' ἐπὶ τοῖς ἀλγήμασι τοῖς κατὰ τὸ στόμα τῆς γαστρὸς ἡ δύναμις τάχιστα κάμνει, κατὰ τὸν αὐτὸν λόγον οὐκ ἀνέχεται πλήθους οὐδ' ἐπ' ὀλίγον, ἀλλὰ βαρύνεταί τε καὶ κάμνει, καὶ τοὺς σφυγμοὺς ἀνωμάλους ἐργάζεται. λέλεκται δ' ἐν τοῖς ἔμπροσθεν ὁποῖοι σφυγμοὶ γίνονται βαρυνομένης δυνάμεως ὑπὸ πλήθους ὕλης, ὥσπερ γε καὶ οἷοί τινες ἀῤῥωστούσης. ἀμφοτέρας οὖν τὰς βλάβας τῆς δυνάμεως ἑπομένας ἔχον τὸ στόμα τῆς γαστρὸς εὐλόγως ἐργάζεται τοὺς σφυγμοὺς ἐνίοτε μὲν ἀμυδροὺς καὶ μικροὺς καὶ πυκνοὺς, ἐνίοτε δὲ ἀνωμάλους, ἔν τε τοῖς εἰρημένοις τρισὶ γένεσι καὶ προσέτι τῷ κατὰ τάχος τε καὶ βραδύτητα.

   Καὶ τοίνυν οὐδὲν ἔτι χαλεπὸν οὐδὲ ἐπὶ τῶν ὑπολοίπων ὀργάνων τῆς τροφῆς ἐξευρίσκειν τὰς τροπὰς τῶν σφυγμῶν εἰς τὰ προειρημένα σύμπαντα καθάπερ εἰς στοιχεῖα βλέποντας, ὡς μηδὲν αὐτῶν ἄσκοπον παραλιπεῖν. ὅσα μὲν γὰρ ἐγγυτέρω τε τῆς καρδίας ἐστὶ καὶ διὰ μεγάλων ἀγγείων κοινωνεῖ, θᾶττόν τε καὶ μᾶλλον αὐτὴν εἰς συμπάθειαν [404] ἄξει· ὅσα δ' ἀπωτέρω τε καὶ διὰ μικρῶν, ἧττόν τε καὶ βραδύτερον. οὕτως δὲ καὶ ὅσα μέν ἐστι σκληρὰ καὶ σύντονα καὶ νεύρων πλείστων μετέχει σκληρῶν, ἑτοίμως ταῦτα τοὺς σφυγμοὺς ἐργάζεται σκληροὺς, ὅσα δὲ ἐναντία, μαλακούς. ὅσα δ' αἰσθητικὰ, βλάψει τὴν δύναμιν ἑκατέραν τὴν βλάβην. ὥστε οὐδὲν χαλεπὸν ἐξευρεῖν αὐτόν τινα καθ' αὑτὸν ἕκαστον τῶν μορίων, ὁποῖόν τινα τὸν σφυγμὸν ἐργάζεται καθ' ἕκαστον πάθος, οἷον αὐτίκα κύστις καὶ μήτρα τῇ θέσει μὲν οὐδὲν ἀλλήλων διαφέρουσι, σκληροτέρα δ' ἐστὶ καὶ νευρωδεστέρα ἡ κύστις· ὥστε καὶ τοὺς σφυγμοὺς φλεγμαίνουσα μᾶλλον τῆς μήτρας ἐργάζεται σκληροὺς, ἀλλοιώσει δὲ θᾶττόν τε καὶ μᾶλλον αὐτοὺς εἰς μέγεθός τε καὶ μικρότητα καὶ τὰς ἄλλας διαφορὰς ἡ μήτρα. μείζους τε γὰρ ἀρτηρίας ἔχει καὶ φλέβας καὶ πολὺ πρότερον ἀποφυομένας τῶν κατὰ ῥάχιν ἀγγείων τῶν μεγάλων ἤπερ αἱ εἰς τὴν κύστιν ἥκουσαι. τὰ δὲ τῆς ὀδύνης ἀμφοτέροις τοῖς ὀργάνοις, ὅσον μὲν ἐπὶ τῷ νευρῷ ἐξ ἴσου μετέχειν, ὡσαύτως, ὅσον δ' ἐπὶ τῷ πυκνότερον καὶ σκληρότερον εἶναι τὸ τῆς κυστέως σῶμα, μείζους ἐν τούτῳ. τὰ γὰρ ἐν πυκνοτέροις σώμασιν [405] ἐμφραττόμενά τε καὶ σφηνούμενα τῶν ὑγρῶν ὀδυνηρότερα τῶν ἐν ἀραιοτέροις τέ ἐστι καὶ μαλακοῖς, ὡς ἂν βιαιοτέραν ποιούμενα τὴν τάσιν, ᾗ τὸ τῆς ὀδύνης εἵπετο μέγεθος. οὕτως μὲν οὖν χρὴ μεθόδῳ ζητεῖν ἁπάσας τῶν μορίων τὰς διαφοράς.

   Ἀλλ' ἐγὼ γυμνασίας ἕνεκα καὶ τὰς τῶν ἄλλων ἔπειμι τῶν ἐκτὸς βουβώνων τε καὶ μασχαλῶν, ἐπειδὴ καὶ τούτοις ἔστι μέν τι παρὰ τὰ πρόσθεν εἰρημένα σύμπαντα διάφορον, ὥσπερ καὶ πρὸς ἄλληλα κατὰ μέρος, ἔστι δέ τι καὶ κοινὸν, ἀλλήλοις τε καὶ τοῖς προειρημένοις. τὸ μὲν δὴ πόῤῥω τῆς καρδίας εἶναι κοινὸν ἀμφοῖν ἐστι καὶ μᾶλλον τοῖς κάτω· διαφέρει δ' ἀλλήλων ταῖς οὐσίαις τε καὶ ταῖς ἐνεργείαις, ὥσπερ γε κοινόν τι πρὸς ἄλληλα καὶ τὰ πρόσθεν εἰρημένα σύμπαντα κέκτηται κατὰ τὰς προειρημένας ἁπάσας διαφοράς. ἔστι γάρ τοι καὶ τούτων αὐτῶν τὰ μὲν σκληρότερά τε καὶ πυκνότερα, τὰ δ' ἀραιότερά τε καὶ μαλακώτερα, καὶ τὰ μὲν πλειόνων τε καὶ μειζόνων, τὰ δ' ἐλαττόνων τε καὶ μικροτέρων ἀγγείων τε καὶ νεύρων μετέσχηκε, καὶ τὰ μὲν [406] αἰσθητικώτερα τετύχηκεν ὄντα, τὰ δ' ἀναισθητικώτερα. τὴν δ' ἐν ταῖς ἐνεργείαις αὐτῶν διαφορὰν οὐδεὶς ἀγνοεῖ, καὶ μάλιστα τῶν ἄνω μασχαλῶν. σκέλη μὲν γὰρ καὶ χεῖρες ἐνεργειῶν ἕνεκα προαιρετικῶν ἐγένοντο, παραπλησίων ἀλλήλαις κατὰ γένος. ὀφθαλμοὶ δὲ καὶ ὦτα καὶ γλῶττα μήνιγγές τε καὶ αὐτὸς ὁ ἐγκέφαλος, ὅσα τε κατὰ τὸν τράχηλόν ἐστι μόρια, πολὺ δή τι ταῖς ἐνεργείαις διαφέρει τῶν κατὰ τὰ κῶλα μορίων. ἕπεσθαι τοίνυν εἰκὸς ἑκάστῳ συμπτωμάτων οἰκείαν ἰδέαν, οὐχ ὁμοίως ἀλλοιοῦσαν τοὺς σφυγμούς· οἷον αὐτίκα, καίτοι γ' ἐν τούτῳ κειμένων ἐγκεφάλου τε μηνίγγων ἅπασι τοῖς κατὰ τὴν κεφαλὴν, ἐπὶ μὲν ταῖς τούτων φλεγμοναῖς ἐξ ἀνάγκης πυρέττουσί τε καὶ παραφρονοῦσιν, ἐπὶ δὲ ταῖς τῶν ἄλλων οὐκ ἐξ ἀνάγκης. αἱ γοῦν τῶν κροταφιτῶν μυῶν φλεγμοναὶ καὶ πυρετοὺς καὶ παραφροσύνας καὶ σπασμοὺς καὶ κάρους ἐπιφέρουσι πολλάκις, ὁπόταν μεγάλαι γενηθῶσιν, οὔτ' ἐξ ἅπαντος οὔθ' ὅταν μικραὶ τύχωσιν οὖσαι, τὰ τοιαῦτα συμπτώματα φέρουσιν. ὁ δ' ἐγκέφαλος αὐτὸς, ὁπόταν εἰς δυσκρασίαν ἐμπέσῃ νοσώδη, τὸ τῆς δυσκρασίας οἰκεῖον ἐξ ἀνάγκης ἐπιφέρει σύμπτωμα, κατὰ μὲν τὰς ἀμέτρους θερμασίας, [407] εἰ μὲν αὐταὶ μόναι καθ' αὑτάς ποτε γένοιτο, παραφροσύνη· εἰ δὲ μετὰ ξηρότητος, ἅμα ταῖς ἀγρυπνίαις. οἰκεῖον γὰρ ξηρότητι τὸ σύμπτωμα τοῦτο, καθάπερ γε καὶ ὑγρότητι, βαθὺς ὕπνος, ἢ κῶμα. τῆς ψύξεως δ' αὐτοῦ σύμπτωμά ἐστιν ἀχώριστον ἡ καλουμένη μώρωσις. εἰ δὲ σὺν ὑγρότητι γένοιτο, βαθεῖα τοῖς τοιούτοις ἕπεται καταφορά. πολλῷ δὲ τοῦ κατὰ φύσιν ὑγρότερός τε καὶ θερμότερος ἀποτελεσθεὶς τὴν σὺν ἀγρυπνίᾳ τε καὶ παραφροσύνῃ φέρει καταφοράν. εἴρηται δὲ αὐτῆς ἡ ἰδέα πᾶσα καθ' ἕτερον γράμμα τὸ περὶ τοῦ παρ' Ἱπποκράτους κώματος. ἰσχυρὰ δὲ ψύξις ἐγκεφάλου μετὰ ξηρότητος γινομένη ἀκινησίαν μὲν ἐπάγει τοῦ σώματος σύμπαντος, οὐ μὴν κωματώδεις εἰσὶν, ἀλλ' ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς ἀσκαρδαμυκτὶ βλέπουσιν. οἱ σφυγμοὶ δ', ὧν ἕνεκεν εἴρηται ταῦτα, θερμοῦ μὲν ἱκανῶς ἐγκεφάλου χωρὶς ξηρότητος, ἐν μὲν τῇ συστάσει τῆς ἀρτηρίας σύμμετροί τε καὶ τοῖς κατὰ φύσιν ὅμοιοι, μεγέθει δ' ὑπερβάλλοντες καὶ τάχει καὶ πυκνότητι τοσοῦτον ὅσον ἂν ἡ νοσώδης θερμότης ὑπὲρ τὴν κατὰ φύσιν ᾖ. εἰ δὲ μὴ [408] μόνον εἴη θερμότερος, ἀλλὰ καὶ ξηρότερος νοσωδῶς, εὐθὺς μὲν δήπου καὶ ἡ διεζωκυῖα μήνιγξ αὐτὴν, ἡ λεπτὴ, παραπλησίως διακείσεται. σὺν αὐτῇ δὲ καὶ τὰ νεῦρα σύμπαντα, καὶ ἐκεῖνα καὶ αἱ ἀρτηρίαι, σκληρότερον ἔχουσι τὸν σφυγμὸν, ὅτι τε τείνονται τὸν χιτῶνα καὶ ξηραίνονται. δέδεικται γὰρ ἑτέρωθι περὶ τῆς τῶν ἀρχῶν συμπαθείας. εἰ δ' ἐκ χολώδους χυμοῦ πλεονεξίας εἰς θερμὴν καὶ ξηρὰν ἀχθείη διάθεσιν ὁ ἐγκέφαλος, ἔτι δὴ καὶ μᾶλλον ἡ τάσις ἐγγίνεται ταῖς ἀρτηρίαις. οὕτω δὲ καὶ ἡ ἐξ αἵματος θερμοῦ καὶ οἷον ζέοντος ἡ μὲν ξηρότης ἥττων, μείζων δ' ἡ τάσις αὐταῖς τε ταῖς μήνιγξιν ὑπάρχει καὶ τοῖς νεύροις καὶ ταῖς ἀρτηρίαις. ὁ μὲν χολώδης χυμὸς, ὁ γοῦν ὠχρὸς, οὗ νῦν μεμνήμεθα, λεπτομερὴς ὑπάρχων οὐχ ὁμοίως σφηνοῦται κατὰ τὰ μαλακὰ σώματα, ὥστε οὐδ' εἰς ὄγκον αἴρειν αὐτὰ δύναται. τὸ δ' αἷμα τὸ θερμὸν ἐμφράττεταί τε καὶ σφηνοῦται μᾶλλον, ὥστε καὶ τὸν ὄγκον ἐργάζεται μείζω καὶ τὴν τάσιν ἰσχυροτέραν. καὶ τοίνυν προσέχειν ἀκριβῶς χρὴ τῇ τῆς ἀρτηρίας συστάσει, πότερον ὑπὸ ξηρότητος, ἢ τάσεως ὁ χιτὼν φαίνεται σκληρός· [409] εἶτ' εἰ μὲν ἐπὶ ξηρότητι φαίνοιτο, δυοῖν θάτερον ἡγεῖσθαι κατὰ τὸν ἐγκέφαλον ὑπάρχειν, ἢ δυσκρασίαν θερμὴν καὶ ξηρὰν, ἢ χολῆς πλεονεξίαν· εἰ δ' ἐπὶ τάσει, φλεγμονώδη διάθεσιν· εἰ δ' ἐπ' ἀμφοῖν, ἡγεῖσθαι χρὴ καὶ αὐτὴν τὴν διάθεσιν εἶναι σύνθετον ἐξ αἱματώδους τε καὶ πικροχόλου χυμοῦ. παραφρονοῦσι μὲν οὖν ἅπαντες οἱ τοιοῦτοι διηνεκῆ παραφροσύνην, διαλλάττουσι δ' ἀλλήλων τῷ τοὺς μὲν ἐπὶ δυσκρασίᾳ μόνῃ, μετρίως τε πάσχειν τοῦτο, καὶ ἀῤῥωστεῖν ἁπάσαις ταῖς προαιρετικαῖς ἐνεργείαις, τοὺς δ' ἐπὶ χολώδει χυμῷ μήτ' ἀῤῥωστεῖν, ἐξίστασθαί τε κατὰ τὰς παραφροσύνας ἰσχυρῶς. ὅσοι δ' ἐπὶ μελαίνῃ χολῇ ζεσάσῃ διὰ σηπεδόνα τοιοῦτόν τι πάσχουσι, ῥᾳδίως ἐξίστανται, σκληροὶ δὲ καὶ τούτων εἰσὶν οἱ σφυγμοὶ δι' ἀμφοτέρας τὰς αἰτίας, ξηρότητά τε καὶ τάσιν, εὐθὺς δὲ δήπου καὶ μικροὶ διὰ τὴν σκληρότητα καὶ θάττους τῶν κατὰ φύσιν, ὅτι πυρέττουσι, καὶ πυκνοὶ, διὰ τὸ μὴ πληροῦσθαι τὴν χρείαν. αἱ δ' ὑγραὶ δυσκρασίαι αἱ κατὰ τὸν ἐγκέφαλον μαλακοὺς ἐν τῷ χρόνῳ τοὺς σφυγμοὺς ἀποτελοῦσι, καὶ κωματώδη τὸν ἄνθρωπον. εἰ δὲ πυρετώδης αὐταῖς συνείη θερμότης, λήθαργος μὲν ὀνομάζεται τὸ νόσημα, γίνεται δ' ὁ σφυγμὸς οὐ μαλακὸς μόνον, ἀλλὰ καὶ μέγας. εἰ δ' ἐπὶ [410] σηπομένῳ φλέγματι κατὰ τὸν ἐγκέφαλον ἡ τοιαύτη γίνεται διάθεσις, εἴη μὲν ἂν καὶ οὕτως τὸ νόσημα λήθαργος, ἕξει δ' ὁ σφυγμὸς ἔμφασίν τινα τεινομένης τῆς ἀρτηρίας καίτοι μαλακῆς ὑπαρχούσης. μεγάλοι δ' εἰς τοσοῦτον ἐν τοῖς τοιούτοις νοσήμασι πᾶσίν εἰσιν εἰς ὅσον ἂν ἡ θερμότης αὐξηθῇ. τὸ δὲ τάχος ἤτοι παντάπασιν ἐλάχιστον, ἢ οὐδόλως ἐπιτείνεται τούτοις, ὡσαύτως δὲ καὶ πυκνότης. ἅπαντα δὲ συναύξεται ταῦτα τῷ πλήθει τῆς θερμασίας. ἐπιμίκτου μέν τοι τῆς διαθέσεως ἐκ χολῆς καὶ φλέγματος γενομένης οὔτ' ἄγρυπνοι τὸ σύμπαν ὑπάρχουσιν οὔτ' ἐν βαθεῖ κώματι· καταφερόμενοι δὲ παραπαίουσιν, ἐπαίρειν ἀδυνατοῦντες τὰ βλέφαρα. καὶ τὸ σύμπαν εἰπεῖν οἱ τοιοῦτοι κωματώδεις εἰσὶ καὶ ἄγρυπνοι. καὶ τοίνυν καὶ οἱ σφυγμοὶ τούτοις ἐν μέσῳ τὴν ἰδέαν ὑπάρχουσι τῶν ἐπιπεπλεγμένων ἀλλήλαις διαθέσεων. ψύξεως δὲ νοσώδους ἐν ἐγκεφάλῳ γινομένης, ὅταν εἰς συμπάθειαν ἀφίκηται ἡ καρδία, μικρότεροι καὶ βραδύτεροι καὶ ἀραιότεροι τῶν κατὰ φύσιν οἱ σφυγμοὶ γενήσονται. καὶ εἰ μὲν ὕλης ἄνευ, μόνῃ τῇ δυσκρασίᾳ τοῦ ἐγκεφάλου, χωρὶς ἁπάσης τάσεως· εἰ δὲ σὺν ὕλη, μελαγχολικῆς μὲν αὐτῆς ὑπαρχούσης, [411] τείνεσθαί τε συμβήσεται τὰς ἀρτηρίας, καὶ διὰ τοῦτο σκληρότερον φαίνεσθαι τὸν σφυγμόν· φλεγματικῆς δὲ, οὐχ ἁπλῶς, ἀλλ' εἰ μὲν παχὺ καὶ γλίσχρον εἴη τὸ φλέγμα, ταθήσονται· σκιῤῥώδεις γὰρ ὄγκους ὁ τοιοῦτος ἐργάζεται χυμός· εἰ δ' ὑγρὸν καὶ πνευματῶδες, ὑφ' οὗ μάλιστα τὸ καλούμενον οἴδημα γίνεται, χωρὶς τοῦ τείνεσθαι μαλακὸς ὁ σφυγμὸς ἔσται· εἰ δ' ἐπίμικτον εἴη τὸ φλέγμα τῶν προειρημένων ἀμφοτέρων μετέχον εἰδῶν, ἅμα τε μαλακὸς καὶ σὺν τάσει τινί. πρόδηλον δ' ὡς, ὁπότε μαλακὸς ὁ σφυγμὸς γίνεται, καὶ μείζων ἀποτελεσθήσεται τοῦ πρόσθεν. ὁποία δέ τις ἡ τῶν ἄλλων συμπτωμάτων αὐτοῖς ἰδέα γενήσεται, στοχάζεσθαί τινι καὶ αὐτῷ δυνατὸν ἐκ τῶν προειρημένων ὁρμωμένῳ. ἐμοὶ δ' ἐπὶ πλέον ἐνθάδε μηκύνειν οὐκ ἀναγκαῖον ἐν τῇ τῶν πεπονθότων τόπων πραγματείᾳ τὰ τοιαῦτα πάντ' ἐπὶ πλεῖστον ἐξειργασμένῳ. νυνὶ γὰρ οὐχ ἅπασαν, ἀλλὰ τὴν ἐκ σφυγμοῦ μόνου διάγνωσιν ἐπισκέψασθαι προὐθέμην. ὥστε ἐκ περιουσίας τε καὶ κατὰ τὸ πάρεργον εἴρηταί τινι τῶν ἄλλων συμπτωμάτων, οὐκ ἐν ἔργῳ. καταπαύσας οὖν ἤδη τὸν ἐνεστῶτα λόγον ἐφ' ἕτερόν τι τῶν εἰς τὰ παρόντα χρηστῶν μέτειμι, μακροτέρας μὲν τῆς ἐπισκέψεως [412] ἐν τῇ τῶν πεπονθότων τόπων πραγματείᾳ τετυχηκὸς, ἀναγκαῖον δὲ καὶ νῦν δειχθῆναι.

   Ἡ λεπτὴ μῆνιγξ ἡ διεζωκυῖα τὸν ἐγκέφαλον οὔ μοι δοκεῖ δύνασθαι μόνη ποτὲ παθεῖν τῶν εἰρημένων νοσημάτων οὐδὲν ἐγκεφάλον χωρὶς, ὥσπερ οὐδ' ἐγκέφαλος ἄνευ τῆς μήνιγγος. ἀλλ' εἴτε δυσκρασία χωρὶς ῥεύματος, εἴτε καὶ ῥεῦμα κατασκήψειεν εἰς ὁπότερον αὐτῶν, εὐθὺς ἀναγκαῖον εἶναι νομίζω μεταδίδοσθαι τοῦ πάθους εἰς τὸ λοιπόν. ἡ μέντοι σκληρὰ μῆνιγξ οἵα τ' ἐστὶ καὶ μόνη πάσχειν ἐπὶ πλεῖστον ἀφεστῶσα τοῦ ἐγκεφάλου. καὶ εἴπερ ἡ ἐξ αὐτῆς διάθεσις ἀξιόλογος γενομένη τήν τε καρδίαν εἰς συμπάθειαν ἐπισπάσοιτο καὶ τὰς ἀρτηρίας, ἀνάλογον ταῖς κατὰ τὸν ἐγκέφαλον διαθέσεσιν ὁ σφυγμὸς ἀλλοιωθήσεται, τῶν μὲν θερμῶν ἐν αὐτῇ διαθέσεων τὴν χρείαν αὐξανουσῶν, τῶν δὲ ψυχρῶν ἐκλυουσῶν τε ἅμα ταύτην καὶ σκληροτέρας ἀτρέμα τὰς ἀρτηρίας ἐργαζομένων, καὶ μάλισθ' ὅσαι τῆς καρδίας εἰσὶν ἀνωτέρω, καὶ τῶν μὲν ξηρῶν σύντονόν τε καὶ σκληρὸν ἐργαζομένων τὸν σφυγμὸν, τῶν δ' ὑγρῶν μαλακὸν, οὐ μὴν εἰς τοσοῦτόν γε μαλακὸν καὶ σκληρὸν εἰς ὅσον ὁ ἐγκέφαλος, ἀλλ' [413] ἐπὶ πλεῖον μὲν σκληρὸν, ἐπ' ἔλαττον δὲ μαλακόν. ὅσα μὲν γὰρ φύσει σκληρὰ σώματα σκληρυνούσας ἐδέξατο διαθέσεις, εἰς μεγίστην ἀφικνεῖται σκληρότητα, καθάπερ γε καὶ τὰ φύσει μαλακὰ τὰς ὑγραινούσας τε καὶ χεούσας δεξάμενα τελείως ἔκλυτά τε γίνεται καὶ μαλακά. ὅσα δ' ἤτοι σκληρὰ τὰς ὑγραινούσας ἐδέξατο διαθέσεις ἢ μαλακὰ τὰς σκληρυνούσας, οὐκέτ' εἰς ἄκραν ἀφικνεῖται τὴν ἐναντίαν αὐτοῖς κατάστασιν. οὕτως οὖν οὔτ' ἐπὶ μηνίγγων οἰδήματι γένοιτ' ἄν ποτε ὁ σφυγμὸς εἰς τοσοῦτον μαλακὸς εἰς ὅσον ἐπὶ ἐγκεφάλου τε καὶ πνεύμονος οὔτ' ἐπ' ἐγκαφάλῳ τε καὶ πνεύμονι φλεγμήνασιν οὕτω σκληρὸς ὡς ἐπὶ μήνιγξιν, ἀλλὰ τοῖς μὲν ἐπὶ μήνιγξι σκληροῖς ὅμοιος ὁ ἐπὶ διαφράγματι καὶ ὑπεζωκότι, τοῖς δὲ ἐπὶ ἐγκεφάλῳ τε καὶ πνεύμονι μαλακὸς μὲν ὁμοίως οὐδεὶς, ἐγγυτέρω δὲ τῶν ἄλλων ὁ ἐφ' ἥπατι καὶ σπληνὶ κατὰ τὰς οἰδηματώδεις διαθέσεις, ὡς σκιῤῥωθέντα γε καὶ ταῦτα τὰ σπλάγχνα σκληροὺς ἱκανῶς ἀποτελεῖ τοὺς σφυγμοὺς, ἧττον δὲ τῶν σκίῤῥων ἐν ταῖς φλεγμοναῖς. ἐγκέφαλος δὲ καὶ πνεύμων ἴσως ἂν οὐδ' ἐδέξαντό ποτε διάθεσιν [414] σκιῤῥώδη· σκληροῖς γὰρ καὶ πυκνοῖς σώμασιν, οὐκ ἀραιοῖς καὶ μαλακοῖς ἡ τοιαύτη διάθεσις οἰκεία. κοινὰ δ' ἐπὶ πᾶσι τοῖς εἰρημένοις ἐπίστασθαι, κᾂν εἰ μὴ λελεγμένα καθ' ἕκαστον τύχοι, τό τε τὰς ψυχρὰς διαθέσεις, ὅταν ὑπερβαλλόντως γενηθῶσι τοιαῦται, σκληροὺς ἐργάζεσθαι τοὺς σφυγμοὺς, ἄλλως δ' οὐχὶ, καὶ τὸ τὰς ἀρτηρίας ὅσαι πλησίον ἀλλοιοῦσθαι μᾶλλον εἰς μαλακότητά τε καὶ σκληρότητα, τὰς δ' ἤτοι πόῤῥω τῶν πεπονθότων ἢ διὰ μέσης τῆς καρδίας ἧττον. τοῦτ' οὖν ἐπιστάμενός τις οὐδὲ περὶ τῶν ἄλλων ὅσα κατὰ πρόσωπον, ἢ τὸν τράχηλον, ἢ τὰ κῶλα, νοσήματα γίνεται, διδασκαλίας ἑτέρας δεήσεται. εἰ μὲν γὰρ πυκνὸν καὶ σκληρὸν εἴη τὸ πεπονθὸς μόριον, σκληροὺς ἐργάσεται τοὺς σφυγμοὺς, εἴτε φλεγμαῖνον, εἴτε σκιῤῥούμενον, εἴθ' ὑπερβαλλόντως ψυχόμενον, εἰς συμπάθειαν ἄγει τὰς ἀρτηρίας· εἰ δὲ σαρκῶδες, εἰ μὲν ἤτοι φλεγμήνειεν, ἢ σκιῤῥωθείη, σκληροὺς, ἀλλ' ἧττον τῶν προειρημένων· εἰ δ' οἰδήσειε, μαλακούς. συμπαθήσουσί τε τοῖς μὲν ἀρτηριώδεσι θᾶττον αἵ τ' ἐγγὺς ἀρτηρίαι πᾶσαι καὶ ἡ καρδία, τοῖς δὲ φλεβώδεσιν ἐφεξῆς τούτων, ἥκιστα δὲ τοῖς νευρώδεσιν. ἐν χρόνῳ τε γὰρ ταῦτα καὶ μεγάλως [415] πάσχοντα τὴν κίνησιν τῶν ἀρτηριῶν ἀλλοιοῖ. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διότι τοῖς κατὰ ἐπιγάστριόν τε καὶ θώρακα μυσὶ φλεγμήνασι πυρετοὶ μὲν ἑτοίμως ἕπονται καὶ διὰ τοῦτο καὶ οἱ σφυγμοὶ μεγάλοι γίγνονται καὶ ταχεῖς καὶ πυκνοὶ, σκληρὸς δ' ἐπ' αὐτῶν ἱκανῶς ὁ σφυγμὸς ἢ σπασμώδης οὐδέποτε γίγνεται. τῶν δ' ἐν πήχει καὶ κνήμῃ μυῶν φλεγμηνάντων, καὶ μάλιστα καθ' ὃ μέρος αὐτῶν ἐκπεφύκασιν οἱ τένοντες, ἕτοιμον μὲν ἁλῶναι καὶ σπασμῷ, ῥᾷστα δ' οἱ σφυγμοὶ τείνονταί τε καὶ σκληρύνονται. σαρκώδεις μὲν γὰρ οἱ περὶ τὸν θώρακά τε καὶ γαστέρα, νευρώδεις δ' ἱκανῶς οἵ τ' ἐν χερσὶ καὶ ποσί· ἔτι δὲ μᾶλλον εἰ τένων φλεγμήνειε τῶν κατὰ χεῖρας ἄκρας ἢ πόδας, ἑτοίμως μὲν ὁ σφυγμὸς αὐτοῖς γίνεται σκληρὸς, ἑτοίμως δὲ σπῶνται. γίνονται δ' ἱκανῶς σκληροὶ σφυγμοὶ καὶ δι' ἥπατος ἢ σπληνὸς σκίῤῥον. ἀλλ' ἐπὶ τοῖς οὕτω σκληροῖς ἀδεὲς σπασθῆναι. σπληνὶ μὲν οὖν μεγάλως σκιῤῥωθέντι πολλάκις ἐθεασάμεθα μηδόλως ἐπιγενόμενον ὕδερον· ἥπατι δ' ἐξ ἀνάγκης ἕπεται καὶ γίνεται τηνικαῦθ' ὁ σφυγμὸς θαυμαστὸν ὅπως ἀμφοτέρων τῶν διαθέσεων ἔχων τὰ σημεῖα, τὸν μὲν χιτῶνα τῶν ἀρτηριῶν αὐτὸν ὑγρότερόν [416] τε καὶ μαλακώτερον, ἐνδεικνύμενον δὲ σαφῶς τὴν ἐπὶ τῷ σκίῤῥῳ τάσιν, καὶ διὰ τοῦτο καὶ σκληρότερον. αὐτὸς δὲ καθ' ἑαυτὸν ὕδερος ἄνευ σπλάγχνων φλεγμονῆς οὐδεμίαν ἐργάζεται περὶ τὸν σφυγμὸν τάσιν. συνίστανται δ' οἱ τοιοῦτοι δι' αἱμοῤῥοΐδος ἄμετρον κένωσιν, ἢ ἐπίσχεσιν ἀήθη. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ τῶν καταμηνίων ἐπισχέσεις τε καὶ ἄμετροι κενώσεις ὑδέρους ἐπιφέρουσιν. ὅσα δὲ κατὰ μήτραν πάσχουσι γυναῖκες εἴρηται πρόσθεν ὅπως ἀλλοιοῖ τοὺς σφυγμοὺς, ἡνίκα παρεβάλλομεν αὐτὴν κύστει.

   Λοιπὸν οὖν ἔτι περὶ τῶν κατὰ τοὺς ὄρχεις μνημονεῦσαι προσήκει. ταυτὶ γὰρ τὰ μόρια καίτοι γ' οὖν ἐκτὸς ὄντα βουβώνων αὐτίκα πυρετοὺς ἐπιφέρει φλεγμήναντα διὰ τὴν τῶν ἀγγείων γειτνίασιν. ἄνωθεν γὰρ ἀπὸ τῶν κατὰ τοὺς νεφροὺς χωρίων καταφέρεται φλὲψ καὶ ἀρτηρία διὰ τῶν τοῦ περιτοναίου τρημάτων ἐπὶ τοὺς ὄρχεις, ἀξιόλογα τὸ μέγεθος ἀγγεῖα. καὶ ὁ ἐλυτροειδὴς δὲ χιτὼν ἀπ' αὐτοῦ τοῦ περιτοναίου πέφυκεν, ὥστ' εὐλόγως ἐπὶ τούτῳ μὲν φλεγμήναντι σκληρὸς ὁ σφυγμὸς γίγνεται, καὶ διὰ τοῦτο καὶ μικρότερος, ἐπ' ὄρχεσι δ' οὔθ' ὁμοίως σκληρὸς καὶ μέγας [417] διὰ τὸν πυρετόν. ὅσα μὲν γὰρ ἀρτηριώδη τέ ἐστι καὶ φλεβώδη μόρια, πυρετοὺς ἐγείρει μᾶλλον· ὅσα δὲ νευρώδη, ἢ οὐδόλως ἢ μικροὺς, τετάνων δ' ἐστὶ καὶ σπασμῶν γεννητικά. τὰ μὲν οὖν προτεθέντα πάντα ἤδη τέλος ἔχει, τὰς γὰρ ἐν ἑκάστῳ μορίῳ διαθέσεις ἁπάσας ὑπελθόντες ἐδηλώσαμεν ὁποῖόν τινα ἑκάστη τροπὴ ἐργάζεται σφυγμόν.

   Ὅπερ δ' ἀναγκαιότατόν ἐστιν, εἰς ὀλίγα κεφάλαια τὴν σύνοψιν αὐτῶν ἀναγαγεῖν πειραθῶμεν. ἡ μὲν δὴ τῶν ἐνεστώτων διάγνωσις οὐδὲν ἄλλο ἐστὶν ἢ διαθέσεων εὕρεσις· ἡ δὲ τῶν προγεγονότων οὐδὲν αὖ πάλιν ἄλλο τῶν τὰς διαθέσεις ἐργαζομένων αἰτίων. εἰ τοίνυν ἅπασαι μὲν αἱ διαθέσεις ἐν τῇδε τῇ πραγματείᾳ διῄρηνται, ἅπαντα δ' εἴρηται τὰ ποιητικὰ μὲν ἐν ἑτέραις πραγματείαις, τὰ δ' ἐν τῇ προηγουμένῃ τῆσδε τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, λείποιτ' ἂν οὐδὲν ἔτι τῶν εἰς πρόγνωσιν ἀναγκαίων ἤτοι τῶν προγεγονότων ἢ τῶν παρόντων. ὅτι δὲ καὶ ἡ τῶν μελλόντων πρόγνωσις ἐκ τῶν ἐνεστώτων γίνεται, πολλάκις μὲν ἤδη καὶ διὰ τῶν ἔμπροσθεν εἰρημένων ἐνεδειξάμεθα, καὶ νῦν δ' ἀναγκαῖον ἅπαντα διελθεῖν ἐπὶ κεφαλαίων τὸν λόγον, [418] ἀρχὴν αὐτῶν τήνδε ποιησαμένους τῆς περὶ τὸ μέλλον ἀποβήσεσθαι διαγνώσεως. ἓν μὲν καὶ πρῶτόν ἐστιν εἰς ὅ τι τελευτήσει τὸ νόσημα, πότερον εἰς ὄλεθρον, ἢ εἰς σωτηρίαν· ἕτερον δ' ἐπ' αὐτῷ δεύτερον, ἐν τίνι μάλιστα τοῦτ' ἔσται χρόνῳ. καὶ τρίτον δ' ἐπὶ τούτοις τίς ὁ τρόπος ἔσοιτο τοῦ τε θανάτου καὶ τῆς σωτηρίας. ἁπάντων δὲ τούτων ἡ πρόγνωσις ἐκ τῶν διαθέσεών ἐστιν. ἐξ αὐτῶν γὰρ, ὡς ἐδείξαμεν, ἥ τε τοῦ νοσήματος ἰδέα καὶ τῆς δυνάμεως ἀῤῥωστία τε καὶ ῥώμη διαγιγνώσκεται. τούτων δ' ἀλλήλοις παραβαλλομένων τὰ μέλλοντα γενήσεσθαι προγινώσκεται. τοῦ μὲν γὰρ νοσήματος ἡ γνῶσις ἐκ τόπου τοῦ πεπονθότος ἐστὶ καὶ τῆς ἐν αὐτῷ διαθέσεως· τῆς δὲ δυνάμεως ἐκ τῆς εὐκρασίας τε καὶ δυσκρασίας τῶν στερεῶν σωμάτων. εἰ γὰρ ἀσθένειαι γίνονταί τινες, διὰ τὸ πνεῦμα τὸ ψυχικὸν ὀλιγοχρόνιοί τ' εἰσὶ καὶ συμπτωματικαί. ἀλλήλοις δὲ τούτων παραβαλλομένων, εἰ μὲν οἵα τέ ἐστι τὴν ἀκμὴν τοῦ νοσήματος ἐνεγκεῖν ἡ δύναμις, ἀνάγκη σωθῆναι τὸν ἄνθρωπον, ἔξωθέν γε μηδενὸς ἁμαρτηθέντος· εἰ δ' οὐχ οἵα τε, πάντως τεθνήξεσθαι. τοῦ χρόνου δ' ἡ πρόγνωσις, ἐν ᾧ τῶν εἰρημένων ἑκάτερον [419] ἔσοιτο, διὰ τῶνδε γινώσκεται. σωθήσονται μὲν οἱ μέλλοντες σώζεσθαι κατ' ἐκεῖνον τὸν χρόνον ἐν ᾧπερ ἂν ἡ φύσις ἐπικρατήσῃ τελεώτατα τῆς νοσώδους διαθέσεως· τεθνήξεται δὲ κατ' ἐκεῖνον τὸν χρόνον ἐν ᾧπερ τὸ νόσημα τῆς δυνάμεως εἰς τοσοῦτον ἔσται κρεῖττον ὡς ἐνέργειάν τινα τῶν πρὸς τὸ ζῇν ἀναγκαίων ἀπολέσθαι. καὶ μὲν δὴ καὶ ὁ τρόπος ὅ τε τοῦ θανάτου καὶ ὁ τῆς σωτηρίας ἐκ τῶν αὐτῶν προγνωσθήσεται. τῶν γὰρ ἀπολλυμένων ἐνεργειῶν ἀναγκαίων εἰς τὸ ζῇν ἔνιαι μὲν πνίξιν ἐπιφέρουσιν, ἔνιαι δὲ τῆς ζωτικῆς δυνάμεως κατάπτωσιν, ἔνιαι δ' ἀνάλογον τῆς ζωτικῆς κατάπτωσίν τε καὶ οἷον πνίξιν. αἱ μὲν οὖν τῆς ζωτικῆς δυνάμεως ἐπιφέρουσαι πνίξιν ἐκ τῶν τοῦ θώρακός τε καὶ πνεύμονος, ἔτι τε τραχείας ἀρτηρίας καὶ λάρυγγος καὶ φάρυγγος ὁρμῶνται διαθέσεις ἔνιαι δὲ καὶ κατ' αὐτὴν εὐθέως συνίστανται τὴν καρδίαν· αἱ δὲ τὴν κατάπτωσιν ἔκ τε τῶν στομαχικῶν ὀνομαζομένων διαθέσεων, ἐφ' αἷς συγκόπτονται, καὶ προσέτι τῶν καθ' ἧπαρ χρονίων, ἐφ' αἷς ἀτροφοῦσι, καὶ ἀλγημάτων χρονίων, ἢ σφοδρῶν, ἔτι τε τῶν ἑκτικῶν ἁπάντων πυρετῶν. συνελόντι δὲ φάναι, τοῦ τῆς καρδίας [420] σώματος αἱ μεγάλαι δυσκρασίαι, καθ' ὃν ἄν τινα τρόπον ἢ αὐταὶ καθ' ἑαυτὰς εὐθὺς ἐξ ἀρχῆς, ἢ δι' ἕτερα σπλάγχνα πάθωσι, κατάπτωσιν ἐπάγουσι τῆς ζωτικῆς δυνάμεως. οὕτω δὲ καὶ τῆς ψυχικῆς δυνάμεως αἱ μὲν ἀῤῥωστίαι ταῖς ἐγκεφάλου μεγάλαις ἕπονται δυσκρασίαις, αἱ δ' οἷον πνίξεις ταῖς τε πληρώσεσι τῶν κοιλιῶν αὐτοῦ καὶ ταῖς ἐμφράξεσι τῶν εἰς αὐτὰς ἡκόντων πόρων. ὥσθ' ὅστις ἀκριβῶς διαγινώσκει μέτρον τε δυνάμεως καὶ τόπον πεπονθότα καὶ τὴν ἐν αὐτῷ διάθεσιν, οὗτός ἐστιν ὁ προγνωστικώτατος τῶν ἐσομένων. ὅπως μὲν οὖν χρὴ διαγινώσκειν τὰ πεπονθότα μόρια δι' ἑτέρας δεδήλωται πραγματείας· ὅπως δὲ καὶ τὰς διαθέσεις αὐτῶν ἐν ἐκείνῃ τε συνεπιδέδεικται κᾀν τοῖς περὶ κρίσεων οὐχ ἥκιστα, καὶ μέντοι κᾀν τῇδε τῇ πραγματείᾳ. λέλεκται δὲ καὶ περὶ τῶν δυνάμεων ἐν πολλοῖς πολλάκις ὡς ἔκ τε τῶν ἐνεργειῶν αὐτῶν ἡ διάγνωσις ἔκ τε τῆς τῶν ἐνεργούντων δυσκρασίας. περὶ μὲν δὴ τῶν ἄλλων δυνάμεως ἐν ἑτέρῳ διώρισται, περὶ δὲ τῆς τοὺς σφυγμοὺς ἐργαζομένης, ἣν δὴ καὶ ζωτικὴν ὀνομάζομεν, εἴρηται μὲν καὶ ἐν τούτοις οὐκ ὀλίγα, λεχθήσεται δὲ καὶ νῦν.

[421]    Ἐπειδὰν μὲν ἅπαντες ἀμυδροὶ τυγχάνωσιν ὄντες οἱ σφυγμοὶ, κατὰ τὸν ἑαυτῆς λόγον ἡ δύναμις ἀῤῥωστεῖ, καθ' ὅλον μὲν τὸ σῶμα τούτου γινομένου, τοῦ τῆς καρδίας σώματος ἔχοντος δυσκράτως, καθ' ἓν δὲ μόριον, ἐκείνου μόνου τοῦ μορίου. ἐπειδὰν δὲ κατὰ τὰς αὐτὰς ἀρτηρίας ἐνίοτε μὲν ἀμυδρὸς ὁ σφυγμὸς, ἐνίοτε δ' ᾖ σφοδρὸς, οὐ κατὰ τὸν ἑαυτῆς λόγον ἡ δύναμις ἀσθενής ἐστιν, ἀλλ' ὑπὸ πλήθους βαρύνεται. μόνην δὲ οὔποθ' εὗρον οὔτ' ἐν ὅλῳ τῷ σώματι τὴν τοιαύτην ἀνωμαλίαν οὔτε καθ' ἕν τι μόριον, ἀλλὰ καὶ τἄλλα τρία γένη συμμεταβάλλοντά τε καὶ ἀνώμαλα γινόμενα. λέγω δὲ τρία γένη τό τε κατὰ μέγεθος καὶ μικρότητα καὶ τὸ κατὰ τάχος καὶ βραδύτητα καὶ τὸ κατὰ πυκνότητα καὶ ἀραιότητα. καὶ γὰρ μεγάλοι καὶ μικροὶ καὶ μέσοι, καὶ ταχεῖς καὶ βραδεῖς καὶ μέσοι, καὶ πυκνοὶ καὶ ἀραιοὶ καὶ μέσοι, καθάπερ γε καὶ ἀμυδροὶ καὶ σφοδροὶ καὶ μέσοι ταῖς ὑπὸ πλήθους χυμῶν βαρυνομέναις γίνονται δυνάμεσιν. εἰ μὲν οὖν οἱ σφυγμοὶ οἱ σφοδροὶ καὶ μεγάλοι πλείους τῶν ἐναντίων ὑπάρχοιεν, ἧττον ἡ δύναμις ὑπὸ τοῦ πλήθους κέκμηκεν· εἰ δ' οἱ μικροὶ καὶ ἀμυδροὶ, μᾶλλον. οὕτω δὲ καὶ τῶν κατὰ [422] μίαν πληγὴν ἀνωμάλων, ὅσοι τε διακοπτομένης ἡσυχίᾳ τῆς κινήσεως, ὅσοι τε συνεχοῦς μενούσης ἐλέχθησαν γίνεσθαι, πάντες οὗτοι τὰ τέλη τῶν κινήσεων εὐτονώτερά τε καὶ θάττονα ποιούμενοι ῥωμαλεωτέραν ἐνδείκνυται τὴν δύναμιν ὑπάρχειν ἁπάντων τῶν ἀμυδροτέραν τε καὶ βραδυτέραν ποιουμένων. ἐλέχθη δ' αὐτάρκως καὶ περὶ τῆς ἐν τοῖς μυούροις διαφορᾶς. ὅταν οὖν ποτε ἐπὶ τῇ τοιαύτῃ καταστάσει σφυγμῶν ὑψηλὸς ὁ σφυγμὸς φανῇ, δῆλον μὲν ὅτι μέγας ἱκανῶς ὁ τοιοῦτός ἐστιν, ὡς ἔμπροσθεν εἴρηται, δηλώσει δὲ τὴν φύσιν ἐπικρατεῖν ἤδη τοῦ πλήθους. ἀμυδρὸς μὲν οὖν σφυγμὸς ὑψηλὸς οὐδέποτε γίνεται, μᾶλλον μέντοι καὶ ἧττον σφοδρὸς, ὅσῳπερ ἂν ὑψηλότερός τε ἅμα καὶ σφοδρότερος ἀποτελεσθῇ, τήν τε ῥώμην ἐνδείκνυται τῆς δυνάμεως ἀκώλυτόν τε τὴν κίνησιν. εὐθὺς δὲ τῇ τοιαύτῃ μεταπτώσει συμμεταβάλλειν ἀναγκαῖόν ἐστι τὴν ἔμπροσθεν ἀνωμαλίαν, καὶ πρῶτον μὲν τοὺς μεγάλους καὶ ὑψηλοὺς σφυγμοὺς πολὺ πλείους γενέσθαι τῶν ἐναντίων, ἔπειτα δὲ καὶ πάντας ἑξῆς ὁμαλοὺς, ἐξ ἀνάγκης οὗτοι δι' ἐκκρίσεων κριθήσονται. καὶ οὐ μόνον τοῖς ὑψηλοῖς τε καὶ σφοδροῖς σφυγμοῖς, [423] ἀλλὰ καὶ τοῖς μεγάλοις ὁμοῦ καὶ σφοδροῖς ἕπεται τοῦτο· βεβαιότερον δὲ καὶ ἀδιαψευστότερον, ὅταν ὑψηλοὶ γενηθῶσιν. ἐπισκέπτεσθαι δὲ τηνικαῦτα τὴν κίνησιν τῆς συστολῆς· ἀεὶ μὲν γὰρ ἀποτιθεμένην εὑρήσεις αὐτὴν τὸ πρόσθεν τάχος, ἧττον δὲ καὶ μᾶλλον πάσχουσαν τοῦτο. διορισμὸς οὖν ἐντεῦθέν σοι τοῦ τῆς κρίσεως ἤθους ὑπάρξει. βελτίων γὰρ ἡ κρίσις ἀκολουθεῖν εἴωθε τοῦ κατὰ τὴν συστολὴν τάχους ἐπιπλέον ἐκλυθέντος. εἰ δὲ καὶ τἄλλα τῆς πέψεως ὑπάρχοι γνωρίσματα, γέγραπται δ' ἐν τοῖς περὶ κρίσεων ἅπαντα, τὴν ἀρίστην κρίσιν ἡ τοιαύτη προδηλοῖ κατάστασις. εἰ δὲ τὸ τάχος τῆς συστολῆς ἐπ' ὀλίγον ἐκλυθῇ, ἢ καὶ μήπω φαίνοιτο πεπέφθαι τὸ νόσημα, γενήσεται μὲν ἡ μετ' ἐκκρίσεως κρίσις, οὐ μὴν ἀγαθή γε πάντως, ἀλλ' ἔχουσά τι τῶν κακῶν κρίσεων, ἢ ἓν, ἢ δύο, ἢ καὶ πάνθ' ἅμα συνόντα. χωρὶς μέντοι τοῦ προηγεῖσθαι τὴν προειρημένην ἀνωμαλίαν ὁ σφυγμὸς μέγας τε καὶ σφοδρὸς γινόμενος οὐκ ἀεὶ σημαίνει τὴν ἔκκρισιν· ὁ δ' ὑψηλὸς ἀεὶ μὲν, ἀλλὰ χωρὶς τοῦ προγεγονέναι τὴν ἀνωμαλίαν, εἰ συσταίη, μετρίας ἐκκρίσεις ἔσεσθαι σημαίνει· παμπόλλας δ', ὅταν ἐπὶ ταῖς πολλαῖς τὸ πρὸς [424] τὴν δυνάμιν πλῆθος ἐνδεικνυμέναις ἀνωμαλίαις γενηθῇ. θαυμαστὸν οὖν ἴσως δόξει τὸ τῶν ἀρίστων ἐκκρίσεων ὑψηλόν τε ἅμα καὶ σύμμετρον τῷ τάχει κατὰ τὴν συστολὴν προηγεῖσθαι σφυγμὸν, ἑπομένων γε τῶν ἐκκρίσεων οὐκ ἐν ταῖς διαστολαῖς τῶν ἀρτηριῶν, ἡνίκα ἕλκουσιν εἰς ἑαυτὰς, ἀλλ' ἐν ταῖς συστολαῖς, ἡνίκ' ἐκκρίνουσι. καί μοι δοκεῖ τοῦτο μάλιστα καὶ τοὺς περὶ τὸν Ἀρχιγένη πεῖσαι κατὰ μὲν τὰς συστολὰς ἕλκειν τι τὰς ἀρτηρίας εἰς ἑαυτὰς, κατὰ δὲ τὰς διαστολὰς ἐκκρίνειν. ἀλλ' ὅτι μὲν ἀδύνατον τοῦτο, δέδεικται διὰ τὸ περὶ χρείας σφυγμῶν· ἥτις δ' ἐστὶν ἡ αἰτία, δι' ἣν ὁ ὑψηλός τε ἅμα καὶ ὁ ταχὺς ἐν τῇ συστολῇ σφυγμὸς ἀγγέλλει κριτικὰς ἐκκρίσεις, ἐν τῷδε λεχθήσεται· οὐχ ἡ αὐτὴ δύναμίς ἐστιν ἥ τε ζωτικὴ προσαγορευομένη καὶ ἡ θρεπτική τε καὶ ἡ φυσική. τῆς μὲν γὰρ ἔργον ἐστὶν ἓν τοῦτο μόνον, ἡ τοῦ σφυγμοῦ γένεσις· ἡ φυσικὴ δὲ τό τ' οἰκεῖον εἰς τὴν θρέψιν ἕλκειν καὶ τὸ μὴ τοιοῦτον ἀποκρίνειν σὺν τῷ καὶ κατέχειν δηλονότι καὶ ἀλλοιοῦν τὸ οἰκεῖον. εἰς γὰρ τὸ τρέφεσθαι τὰ σώματα τούτων ἁπάντων δεῖται, καθάπερ γε καὶ εἰς τὸ φυλάττεσθαι [425] τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας τοῦ διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τὰς ἀρτηρίας καὶ τὴν καρδίαν. ἥντινα δύναμιν οὔτ' ἐν τοῖς φυτοῖς ἔστιν εὑρεῖν οὔτ' ἐν τοῖς ζώοις ὅσα ψυχρὰ, καθάπερ τά τ' ὄστρεα καὶ ὅσα προσπέφυκε πέτραις, ἤ τισιν ἄλλοις στερεοῖς σώμασιν. ὅσα δὲ θερμὰ τῶν ζώων ἐστὶ, καὶ μάλιστα τὰ ἔναιμα, φανερωτάτην τε καὶ σφοδροτάτην ἔχει τὴν τοιαύτην δύναμιν. αὕτη μὲν οὖν ἐν ταῖς συστολαῖς τῶν σφυγμῶν ἀποχεῖ τὸ λιγνυῶδες περίττωμα μόνον, ὅσον ἂν ἐμποδὼν ἵστηται τῇ συμμετρίᾳ τῆς ἐμφύτου θερμασίας, ὥσπέρ γε καὶ κατὰ τὰς διαστολὰς ἐπισπᾶται τὸ ἀναψῦχον αὐτήν. ἡ δὲ ἑτέρα δύναμις ἡ θρεπτικὴ τό τ' οἰκεῖον εἰς τὴν θρέψιν ἕλκει καὶ τὸ ἄχρηστον ἐκκρίνει. διάφοροι μὲν οὖν αἱ ἀρχαὶ τῶν δυνάμεών εἰσιν, ὡς καὶ τοῦτ' ἐν τοῖς περὶ τῶν Ἱπποκράτους τε καὶ Πλάτωνος ἐπιδέδεικται δογμάτων· ἐπιμίγνυται δ' ἀλλήλαις ἐν τοῖς κατὰ μέρος ὀργάνοις. αἱ γοῦν ἀρτηρίαι καθόσον τρέφονται τῇ θρεπτικῇ διοικοῦνται δυνάμει, καὶ ταύτης ἔργον ἐστὶν ἔκκρισις τῶν περιττωμάτων [426] τῆς τροφῆς, ὥσπερ τῆς ἑτέρας τῆς ζωτικῆς ἡ τῶν καπνωδῶν περιττωμάτων ἔκκρισις. ὅταν μὲν οὖν ταῦτα πλεονάζῃ, μεγίστην τε ἅμα καὶ ταχεῖαν αἱ ἀρτηρίαι ποιοῦνται τὴν συστολὴν, καὶ εἴπερ ἦν ἐς αὐτὰς ἔσω καθέντα τὸν δάκτυλον ἐπὶ τὴν τῶν σφυγμῶν διάγνωσιν ἥκειν, ᾐσθόμεθα ἂν αὐτῶν ἀκριβῶς ἐπὶ πλεῖστον εἴσω φερομένων· ἐπεὶ δ' ἀδύνατον τοῦτο, τῷ τάχει μὲν πρώτως καὶ μάλιστα προσέχειν τὸν νοῦν χρή· ἑξῆς δὲ καὶ τῷ ποσῷ τῆς συστολῆς, εἴ τις ἱκανῶς εἴη διαγινώσκειν αὐτὴν γεγυμνασμένος. ἐπειδὰν δὲ ταῦτα μὲν τὰ περιττώματα μηκέτι ᾖ, πεφθῶσι δ' οἱ πρότερον σηπόμενοι χυμοὶ, ἑτέρᾳ δυνάμει τῇ φυσικῇ τὰ περιττώματα τῶν πεφθέντων ἐκκρίνεται. διαπεφοίτηκε δ' αὕτη διὰ παντὸς μορίου τοῦ ζώου, καὶ διὰ τῶν σαρκῶν καὶ διὰ τῶν νεύρων καὶ διὰ τῶν συνδέσμων καὶ διὰ τῶν ὀστῶν, οὐ διὰ μόνων τῶν ἀρτηριῶν τε καὶ φλεβῶν διατέταται. αὕτη τοίνυν ἐστὶν ἡ δύναμις ἡ καὶ τὰς κρίσεις ἐργαζομένη, καὶ καθόσον ταύτης μετέχουσιν αἱ ἀρτηρίαι, τὸ περιττὸν ἀποτρίβονται. διὰ δὲ τὴν ἑτέραν δύναμιν τὴν σφυγμικὴν, ἧς μόναι μετέχουσιν, ἀποκρίνουσιν [427] ἐν ταῖς συστολαῖς τὸ καπνῶδες περίττωμα, καθάπερ ἐν ταῖς διαστολαῖς ἕλκουσι τὸ ἀναψῦχον αὐτάς. ἡ χρεία δ' οὐκ ἴση διὰ παντὸς ἑκατέρων ἐστὶν, ἀλλ' ἡ τοῦ πλεονάζοντος ἔστιν ὅτε κρατεῖ. καὶ τοίνυν καὶ τυποῖ καθ' ἑαυτὴν τὸν σφυγμὸν, εἰ καὶ τὰ τῆς δυνάμεως ὡσαύτως ἔχοι. τοῦ μέντοι καπνώδους περιττώματος κρατοῦντος ἐπὶ πλεῖστον μὲν συστέλλεται, διαστέλλεται δ' οὐκ ἐπὶ πλεῖστον ἡ καρδία μετὰ τῶν ἀρτηριῶν, ἀλλὰ τοσοῦτον μόνον ὅσον αὔταρκες εἰς ἀνάψυξιν ἀπὸ τῆς ἐσχάτης συστολῆς αὐταῖς ὑπάρχει. εἰ δὲ τὸ μὲν καπνῶδες θερμὸν ὀλίγον εἴη, πλεῖστον δὲ τὸ ἀπέριττόν τε καὶ καθαρὸν καὶ οἷον φλογῶδες, ἐπιπλεῖστον μὲν ἐξαίρονται διαστελλόμενα, συστέλλονται δὲ τοσοῦτον μόνον ὅσον ἱκανὸν εἰς τὴν τῆς ἑτέρας χρείας ἐκπλήρωσιν. ὥστε ἀεὶ μὲν ἴση κατὰ τὸ μέγεθός ἐστιν ἡ διαστολὴ τῇ συστολῇ, πλὴν εἰ κατά τινα τύχην ἐπιβαλλόντων ἡμῶν τοὺς διακτύλους ἐξαίφνης ἡ μεταβολὴ γίνοιτο· διαφέρει δὲ ἐν τῷ ποτὲ μὲν τὴν ἔξω κίνησιν ἐπικρατεῖν, ποτὲ δὲ τὴν ἔσω, καὶ σημαίνει, καθάπερ εἴρηται, καπνώδη μέν τινα κατὰ τὰς ἀρτηρίας [428] εἶναι θερμασίαν ἡ εἴσω κίνησις κρατοῦσα, πυρώδη δὲ καὶ καθαρὰν ἡ ἔξω. διὰ ταύτην μὲν δὴ τὴν αἰτίαν ὁ ὑψηλὸς σφυγμὸς ἐκκρίσεώς ἐστι δηλωτικὸς, ἐπὶ πεπεμμένοις ἤδη τοῖς τὸν πυρετὸν ἐργαζομένοις γινόμενος χυμοῖς· ἀεὶ δ' ἔκκρισις ἅπασα κατὰ λόγον φύσεως ἀποτελουμένη πέψεσιν ἕπεται. καὶ γὰρ κατὰ τὴν γαστέρα τότε ἀποκρίνουσα φαίνεται τὸ περιττὸν ἡ φύσις, ὅταν πέψῃ. τὰς δὲ ἄλλας ἁπάσας ἐκκρίσεις, ὅσαι πρὶν πεφθῆναι τὴν τροφὴν γίνονται, ποτὲ μὲν τῷ δάκνεσθαι πρὸς τῶν ἐν αὐτῇ περιεχομένων, ποτὲ δὲ τῷ βαρύνεσθαι πρὸ τοῦ καιροῦ τῆς πέψεως ἀναγκάζεται ποιεῖσθαι. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἡ καθ' ὅλον τὸ σῶμα δύναμις, ἐπειδὰν ἱκανῶς πέψῃ τὸν οἰκεῖον ἑκάστου μορίου χυμὸν, ἀποκρίνει τηνικαῦτα τὸ περιττὸν, ὅταν γε, ὡς εἴρηται, μηδὲν αὐτὴν ἐρεθίζῃ πρὸ τοῦ καιροῦ. τὸ πλῆθος δὲ τῆς ἐκκρίσεως ἔκ τε τοῦ τὰ πληθωρικὰ προγεγονέναι σημεῖα καὶ ἐκ τῆς παρούσης φλογώδους θερμασίας προγινώσκεται. διὰ δὲ τὴν αὐτὴν ταύτην θερμασίαν οἱ σφυγμοὶ μεγάλοι φαίνονται καὶ ὑψηλοί. χείρισται τοιγαροῦν τῶν ἐκκρίσεών [429] εἰσιν ἐφ' ὧν ὁ σφυγμὸς οὔτε μέγας ἐστὶ καὶ ταχὺς ἐν τῇ συστολῇ φαίνεται. εἰ δὲ δὴ καὶ μέχρι πλείονος εἴσω χωροίη τὸ καπνῶδες, οὗτος μάλιστα σημαίνει περίττωμα κρατεῖν, καὶ διὰ τοῦτ' ἄπεπτον ὑπάρχειν τὴν νόσον. εἰ δ' ἐν τούτῳ καὶ ἄτονος ὁ σφυγμὸς εἴη, κίνδυνος συγκοπῆναι. φλεγματωδεστέρου δὲ τοῦ νοσήματος ὑπάρχοντος, ὅταν ἐπὶ τοῖς ἀνωμάλοις σφυγμοῖς ἡ μετάπτωσις εἰς πλείους τοὺς σφοδροὺς καὶ μεγάλους ἀποτελεσθῇ, δι' ἀποστάσεως ἡ κρίσις, καὶ μᾶλλον, ὅταν ἤδη χρονίζῃ· καὶ μᾶλλον, ὅταν ἔτι κατὰ χειμῶνα καὶ ψυχρὰν ἡλικίαν καὶ φύσιν καὶ χώραν. εἰς ὅ τι δὲ μάλιστα τοῦ σώματος ὁρμήσει μόριον ἡ ἀπόστασις ἐκ τῶν σφυγμῶν οὐκ ἔνεστι προγινώσκειν, ἀλλ' ὡς κᾀν τοῖς περὶ κρίσεων εἴρηται, σκέπτεσθαι χρὴ τὰς ῥοπὰς τῆς φύσεως, ἃς κᾀν τοῖς περὶ κρίσεων λογισμοῖς τὸν τρόπον τῆς κινήσεως ἔφαμεν ἐνδείκνυσθαι. ὅταν γὰρ ὁ σφυγμὸς ἐκκριτικὸς ἀκριβῶς ᾖ, συνόντων μὲν αὐτῷ τῶν αἱμοῤῥαγικῶν καλουμένων σημείων, ἐκ ῥινῶν αἱμοῤῥαγήσουσιν· ἀπόντων [430] δὲ αὐτῶν ἐξ ἄλλου τινὸς χωρίου διασκέπτεσθαι τὴν ἔκκρισιν. εἴρηται δὲ περὶ τοιούτων ἁπάντων αὐτάρκως ἐν τοῖς τῶν κρίσεων ὑπομνήμασιν.