1791 79 1 16 0 0 II d. C. Medicina Galenus De parvae pilae exercitio Wenkebach, E. 1938. 3

Galenus - De parvae pilae exercitio

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΔΙΑ ΤΗΣ ΣΜΙΚΡΑΣ ΣΦΑΙΡΑΣ ΓΥΜΝΑΣΙΟΥ.

[899]    Πηλίκον μὲν ἀγαθόν ἐστιν, ‹ὦ Ἐπίγενες,› εἰς ὑγίειαν γυμνάσια, καὶ ὡς χρὴ τῶν σιτίων ἡγεῖσθαι αὐτά, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· ὅσον δ' ὑπὲρ τἄλλα τὰ διὰ τῆς σμικρᾶς σφαίρας ἐστί, τοῦτ' οὐδέπω τῶν πρόσθεν ἱκανῶς οὐδεὶς ἐξηγήσατο. δίκαιον οὖν ἡμᾶς ἃ γιγνώσκομεν εἰπεῖν, ὑπὸ σοῦ μὲν κριθησόμενα τοῦ πάντων ἠσκηκότος ἄριστα τὴν ἐν αὐτοῖς τέχνην, χρήσιμα δ', ‹εἴπερ› ἱκανῶς εἰρῆσθαι δόξειε, καὶ τοῖς ἄλλοις, οἷς ἂν μεταδῷς τοῦ λόγου, γενησόμενα.

   Φημὶ γὰρ ἄριστα μὲν ἁπάντων γυμνασίων εἶναι τὰ μὴ [900] μόνον τὸ σῶμα διαπονεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν τέρπειν δυνάμενα. καὶ ὅσοι κυνηγέσια καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν αὐτοῖς πόνον κερασάμενοι, σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην ἀκριβῶς καταμεμαθηκότες. τοσοῦτον γὰρ ἐν αὐτῇ δύναται ψυχῆς κίνησις, ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοσημάτων ἡσθέντες μόνον, πολλοὶ δ' ἑάλωσαν ἀνιαθέντες. οὐδ' ἔστιν οὐδὲν οὕτως ἰσχυρόν τι τῶν κατὰ τὸ σῶμα παθημάτων, ὡς κρατεῖν τῶν περὶ τὴν ψυχήν. οὔκουν οὐδ' ἀμελεῖν χρὴ τῶν ταύτης κινήσεων ὁποῖαί τινες ἔσονται, πολὺ δὲ μᾶλλον ἢ τῶν τοῦ σώματος ἐπιμελεῖσθαι τά τ' ἄλλα καὶ ὅσῳ κυριώτεραι.

   τοῦτο μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων τῶν μετὰ τέρψεως, ἄλλα δ' ἐξαίρετα τῶν διὰ τῆς σμικρᾶς σφαίρας, ἃ ἐγὼ νῦν ἐξηγήσομαι.

   Πρῶτον μὲν ἡ εὐπορία. εἰ γοῦν ἐννοήσειας, ὅσης δεῖται παρασκευῆς θ' ἅμα καὶ σχολῆς τά τ' ἄλλα πάντα τὰ περὶ θήραν [901] ἐπιτηδεύματα καὶ τὰ κυνηγέσια, σαφῶς ἂν μάθοις, ὡς οὔτε τῶν τὰ πολιτικὰ πραττόντων οὐδεὶς οὔτε τῶν τὰς τέχνας ἐργαζομένων δυνατὸς μεταχειρίζεσθαι τὰ τοιαῦτα γυμνάσια. καὶ γὰρ πλουτοῦντος δεῖται πολλῶν καὶ σχολὴν ἄγοντος οὐκ ὀλίγην ἀνθρώπου. τοῦτο δὲ μόνον οὕτω μὲν φιλάνθρωπον, ὡς μηδὲ τὸν πενέστατον ἀπορεῖν τῆς ἐπ' αὐτὸ παρασκευῆς (οὐ γὰρ δικτύων οὐδ' ὅπλων οὐδ' ἵππων οὐδὲ κυνῶν θηρευτικῶν, ἀλλὰ σφαίρας μόνης δεῖται καὶ ταύτης σμικρᾶς), οὕτω δ' εὔγνωμον εἰς τὰς ἄλλας πράξεις, ὥστ' οὐδεμιᾶς αὐτῶν ὀλιγωρεῖν ἀναγκάζει δι' αὑτό. καίτοι τί ἂν εὐπορώτερον γένοιτο τοῦ καὶ τύχην ἀνθρωπίνην ἅπασαν καὶ πρᾶξιν προσιεμένου; τῶν μὲν γὰρ ἀμφὶ τὰς θήρας γυμνασίων τῆς χρήσεως οὐκ ἐφ' ἡμῖν ἡ εὐπορία· πλούτου τε γὰρ δεῖται τὴν παρασκευὴν τῶν ὀργάνων ἐκπορίζοντος καὶ ἀργίας σχολῇ τὸν καιρὸν ἐπιτηρούσης. τούτου δ' ἡ τῶν ὀργάνων παρασκευὴ καὶ τοῖς πενεστάτοις εὔπορος, ὅ τε καιρὸς τῆς χρήσεως καὶ τοὺς ἱκανῶς ἀσχόλους ἀναμένει. τὸ μὲν δὴ τῆς εὐπορίας αὐτοῦ τηλικοῦτον ἀγαθόν.

[902]    Ὅτι δὲ καὶ πολυαρκέστατον τῶν ἄλλων γυμνασίων, ὧδ' ἂν μάλιστα μάθοις, εἰ σκέψαιο καθ' ἕκαστον αὐτῶν, ὅ τι τε δύναται καὶ οἷόν τι τὴν φύσιν ἐστίν. εὑρήσεις γὰρ ἢ σφοδρὸν ἢ μαλακὸν ἢ τὰ κάτω μᾶλλον ἢ τὰ ἄνω κινοῦν ἢ μέρος τι πρὸ τῶν ἄλλων, οἷον ὀσφὺν ἢ κεφαλὴν ἢ χεῖρας ἢ θώρακα, πάντα δ' ἐξ ἴσου τὰ μέρη τοῦ σώματος κινοῦν καὶ δυνάμενον ἐπί τε τὸ σφοδρότατον ἀνάγεσθαι καὶ ἐπὶ τὸ μαλακώτατον ὑφίεσθαι τῶν μὲν ἄλλων οὐδέν, τοῦτο δὲ μόνον τὸ διὰ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὀξύτατόν ‹γ'› ἐν μέρει καὶ βραδύτατον γενόμενον, σφοδρότατόν τε καὶ πρᾳότατον, ὡς ἂν αὐτός τε βουληθῇς καὶ τὸ σῶμα φαίνηται δεόμενον. οὕτω δὲ καὶ τὰ μέρη κινεῖν ἔστι μὲν αὐτοῦ πάνθ' ὁμοῦ, εἰ τοῦτο συμφέρειν δόξειεν, ἔστι δὲ πρὸ ἄλλων ἄλλα, εἰ καὶ τοῦτό ποτε δόξειεν.

   Ὅταν μὲν γὰρ συνιστάμενοι πρὸς ἀλλήλους καὶ ἀποκωλύοντες ὑφαρπάσαι τὸν μεταξὺ διαπονῶσι, μέγιστον αὐτὸ καὶ σφοδρότατον καθίσταται πολλοῖς μὲν τραχηλισμοῖς, πολλαῖς δ' ἀντιλήψεσι παλαιστικαῖς ἀναμεμιγμένον, ὥστε κεφαλὴν μὲν καὶ αὐχένα διαπονεῖσθαι τοῖς τραχηλισμοῖς, πλευρὰς δὲ καὶ [903] θώρακα καὶ γαστέρα ταῖς τε τῶν ἁμμάτων περιθέσεσι καὶ ἀπώσεσι καὶ ἀποστηρίξεσι καὶ ταῖς ἄλλαις παλαιστικαῖς λαβαῖς. τούτῳ δὲ καὶ ὀσφὺς τείνεται σφοδρῶς καὶ σκέλη, ‹καὶ δὴ ῥώννυται καὶ τὸ› ἑδραῖον τῆς βάσεως τῷ τοιούτῳ πόνῳ. τὸ δὲ καὶ προβαίνειν ‹καὶ ὑποβαίνειν› καὶ εἰς τὰ πλάγια μεταπηδᾶν οὐ μικρὸν σκελῶν γυμνάσιον, ἀλλ', εἰ χρὴ τἀληθὲς εἰπεῖν, μόνον δικαιότατα κινοῦν πάντ' αὐτῶν τὰ μόρια. τοῖς μὲν γὰρ προϊοῦσιν ἕτερα νεῦρα καὶ μύες, τοῖς δ' ὑποβαίνουσιν ἕτερα διαπονεῖται πλέον, οὕτω δὲ καὶ τοῖς εἰς τὰ πλάγια μεθισταμένοις ἄλλα. καὶ ὅστις καθ' ἓν εἶδος κινήσεως κινεῖ τὰ σκέλη καθάπερ οἱ θέοντες, ἀνωμάλως οὗτος καὶ ἀνίσως τὰ μέρη γυμνάζει. Ὡς δὴ τοῖς σκέλεσιν, οὕτω καὶ ταῖς χερσὶ τὸ γυμνάσιον τοῦτο δικαιότατον ἐν παντὶ σχήματι λαμβάνειν ἐθιζομένων τὴν σφαῖραν. ἀνάγκη γὰρ κἀνταῦθα τὴν ποικιλίαν τῶν σχημάτων ἄλλοτ' ἄλλους τῶν μυῶν τείνειν σφοδρότερον, ὥστε πάντας ἐν μέρει [904] πονοῦντας ἴσον ἔχειν, ἀνάπαυλάν τε τοῖς ἡσυχάζουσιν εἶναι τὸν χρόνον τῶν ἐνεργούντων, καὶ οὕτως ἐν μέρει πάντας ἐνεργοῦντάς τε καὶ ἀναπαυομένους οὔτ' ἀργοὺς μένειν τὸ πάμπαν οὔτε κόποις ἁλίσκεσθαι μόνους πονοῦντας. ὄψιν δ' ὅτι γυμνάζει, μαθεῖν ἔνεστιν ὑπομνησθέντας, ὡς, εἰ μή τις ἀκριβῶς τὴν ῥοπὴν τῆς σφαίρας εἰς ὅ τι φέροιτο προαισθάνοιτο, διαμαρτάνειν τῆς λαβῆς ἀναγκαῖόν ἐστιν αὐτόν. ἐπὶ τούτῳ δὲ καὶ τὴν γνώμην θήγει τῇ φροντίδι τοῦ τε μὴ καταβαλεῖν καὶ τοῦ διακωλῦσαι τὸν μέσον ἢ αὐτὸν ὑφαρπάσαι, εἴ‹περ› ἐν τούτῳ κατασταίη. φροντὶς δὲ μόνη μὲν καταλεπτύνει, μιχθεῖσα δέ τινι γυμνασίῳ καὶ φιλοτιμίᾳ καὶ εἰς ἡδονὴν τελευτήσασα τὰ μέγιστα καὶ τὸ σῶμα πρὸς ὑγίειαν καὶ τὴν ψυχὴν εἰς σύνεσιν ὀνίνησιν. οὐ σμικρὸν δὲ καὶ τοῦτ' ἀγαθόν, ὅταν ἄμφω τὸ γυμνάσιον ὠφελεῖν δύνηται, καὶ σῶμα καὶ ψυχήν, εἰς τὴν ἰδίαν ἑκάτερον ἀρετήν. ὅτι δ' ἀσκεῖν ἄμφω δύναται τὰς μεγίστας ἀσκήσεις, ἃς μάλιστα μετιέναι τοῖς στρατηγικοῖς οἱ πόλεως βασιλεῖς νόμοι κελεύουσιν, [905] οὐ χαλεπὸν κατιδεῖν. ἐπιθέσθαι γὰρ ἐν καιρῷ καὶ λαθεῖν ἐπιθέμενον καὶ ὀξυλαβῆσαι τὴν πρᾶξιν καὶ σφετερίσασθαι τὰ τῶν ἐναντίων ἢ βιασάμενον ἢ καὶ ἀδοκήτως ἐπιθέμενον καὶ φυλάξαι τὰ κτηθέντα τῶν ἀγαθῶν στρατηγῶν ἔργα· καὶ τὸ σύμπαν φάναι, φύλακά τε καὶ φῶρα δεινὸν εἶναι χρὴ τὸν στρατηγόν, καὶ ταῦτ' αὐτοῦ τῆς ὅλης τέχνης τὸ κεφάλαιον. ἆρ' οὖν ἄλλο τι γυμνάσιον οὕτω προεθίζειν ἱκανὸν ἢ φυλάττειν τὸ κτηθὲν ἢ ἀνασῴζειν τὸ μεθειμένον ἢ τῶν ἐναντίων τὴν γνώμην προαισθάνεσθαι; θαυμάζοιμ' ἄν, εἴ τις εἰπεῖν ἔχοι. τὰ πολλὰ γὰρ αὐτῶν αὐτὸ τοὐναντίον ἀργοὺς καὶ ὑπνηλοὺς καὶ βραδεῖς τὴν γνώμην ἐργάζεται. καὶ γὰρ καὶ ὅσα κατὰ παλαίστραν πονοῦσιν εἰς ‹πολλοὺς στεφανίτας ἀγῶνας,› πολυσαρκίαν μᾶλλον ἢ ἀρετῆς ἄσκησιν φέρει· πολλοὶ γοῦν οὕτως ἐπαχύνθησαν, ὡς δυσχερῶς ἀναπνεῖν. ἀγαθοί γ' οὐδ' ἂν ‹δύναινθ'› οἱ τοιοῦτοι πολέμου γενέσθαι στρατηγοὶ ἢ βασιλικῶν ἢ πολιτικῶν πραγμάτων ἐπίτροποι· θᾶττον ἂν τοῖς ὑσὶν ἢ τούτοις τις ὁτιοῦν ἐπιτρέψειεν. ‹ἀλλ'› ἴσως οἰήσῃ με δρόμον ἐπαινεῖν καὶ τἄλλ' ὅσα λεπτύνει τὸ σῶμα γυμνάσια. τὸ δ' οὐχ [906] οὕτως ἔχει. τὴν γὰρ ἀμετρίαν ἐγὼ πανταχοῦ ψέγω, καὶ πᾶσαν τέχνην ἀσκεῖν φημι χρῆναι τὸ σύμμετρον, κἂν εἴ τι μέτρου στερεῖται, τοῦτ' οὐκ εἶναι καλόν. οὔκουν οὐδὲ δρόμους ἐπαινῶ τῷ τε καταλεπτύνειν τὴν ἕξιν καὶ τῷ μηδεμίαν ἄσκησιν ἀνδρείας ἔχειν. οὐ γὰρ δὴ τῶν ὠκέως φευγόντων τὸ νικᾶν, ἀλλὰ τῶν συστάδην κρατεῖν δυναμένων, οὐδὲ διὰ τοῦτο Λακεδαιμόνιοι πλεῖστον ἠδύναντο τῷ τάχιστα θεῖν, ἀλλὰ τῷ μένειν θαρροῦντες. εἰ δὲ καὶ πρὸς ὑγίειαν ἐξετάζοις, ἐφ' ὅσον ἀνίσως γυμνάζει τὰ μέρη τοῦ σώματος, ἐπὶ τοσοῦτον οὐδ' ὑγιεινόν. ἀνάγκη γὰρ αὐτῷ τὰ μὲν ὑπερπονεῖν, τὰ δ' ἀργεῖν παντελῶς. οὐδέτερον δ' αὐτῶν ἀγαθόν, ἀλλ' ἄμφω καὶ νόσων ὑποτρέφει σπέρματα καὶ δύναμιν ἄρρωστον ἐργάζεται. Μάλιστ' οὖν ἐπαινῶ γυμνάσιον, ὃ καὶ σώματος ὑγίειαν ἱκανὸν ἐκπορίζειν καὶ μερῶν εὐαρμοστίαν καὶ ψυχῆς ἀρετήν, ἃ πάντα τῷ διὰ τῆς σμικρᾶς σφαίρας ὑπάρχει. καὶ γὰρ ψυχὴν εἰς πάντα δυνατὸν [907] ὠφελεῖν καὶ τοῦ σώματος τὰ μέρη δι' ἴσου πάντα γυμνάζειν· ὃ καὶ μάλιστ' εἰς ὑγίειαν συμφέρει καὶ συμμετρίαν ἕξεως ἐργάζεται, μήτ' ἄμετρον πολυσαρκίαν μήθ' ὑπερβάλλουσαν ἰσχνότητα φέρον, ἀλλ' εἴς τε τὰς ἰσχύος δεομένας πράξεις ἱκανὸν καὶ ὅσαι τάχους χρῄζουσιν ἐπιτήδειον. οὕτω μὲν οὖν ὅσον ἐν αὐτῷ ‹τὸ› σφοδρότατον οὐδενὸς τῶν πάντων κατ' οὐδὲν ἀπολείπεται.

   Τὸ δὲ πρᾳότατον ἴδωμεν αὖθις. ἔστι γὰρ ὅτε καὶ τούτου δεόμεθα διά θ' ἡλικίαν ἢ μηδέπω φέρειν ἰσχυροὺς πόνους ἢ μηκέτι δυνάμενοι καὶ κάματον ἐπανεῖναι βουληθέντες ἢ ἐκ νόσων ἀνακομιζόμενοι. δοκεῖ δέ μοι κἀν τούτῳ πλέον ἔχειν ἑτέρου παντός· οὐδὲν γὰρ οὕτω πρᾷον ‹ὡς αὐτὸ τοῦτ'›, εἰ πρᾴως αὐτὸ μεταχειρίζοιο. δεῖ δὲ μέσῳ μὲν οὖν τηνικαῦτα χρῆσθαι μηδενὶ σύμμετρον ἀποστάντα, τὰ μὲν ἠρέμα προβαίνοντα, τὰ δὲ καὶ κατὰ χώραν μένοντα, μὴ πολλὰ διαγωνισάμενον, ἐπὶ τῷδε ‹δὲ› τρίψεσι μαλακαῖς δι' ἐλαίου καὶ λουτροῖς [908] θερμοῖς χρῆσθαι. τοῦτο μὲν ‹οὖν› ἁπάντων ἐστὶ πρᾳότατον, ὥστε καὶ ἀναπαύσασθαι δεομένῳ συμφορώτατον εἶναι καὶ ἀρρώστου δύναμιν ἀνακαλέσασθαι δυνατώτατον καὶ γέροντι καὶ παιδὶ †συμφορώτατον.

   Ὅσα δὲ τούτου μὲν ἰσχυρότερα, τοῦ δ' ἄκρως σφοδροῦ πρᾳότερα διὰ τῆς σμικρᾶς σφαίρας ἐνεργεῖται, χρὴ καὶ ταῦτα γιγνώσκειν, ὅστις γ' ὀρθῶς βούλεται διὰ παντὸς αὐτὴν μεταχειρίζεσθαι. καὶ γὰρ εἴ ποτε δι' ἀναγκαίων ἔργων, οἷά τινα πολλὰ πολλάκις ἡμᾶς καταλαμβάνει, πονήσειας ἀμέτρως ἢ τοῖς ἄνω μέρεσι καὶ τοῖς κάτω πᾶσιν ἢ ποσὶ μόνοις ἢ χερσὶν, ἔνεστί σοι διὰ τοῦδε τοῦ γυμνασίου τὰ μὲν ἀναπαῦσαι, τὰ πρότερον κεκμηκότα, τὰ δ' εἰς τὴν ἴσην ἐκείνοις κίνησιν καταστῆσαι, τὰ πρότερον ἀργὰ παντελῶς μεμενηκότα. τὸ μὲν γὰρ ἐκ διαστήματος ἱκανοῦ βάλλειν εὐτόνως, ἢ οὐδὲν τοῖς σκέλεσιν ἢ παντάπασιν ὀλίγα χρώμενον, ἀναπαύει μὲν τὰ κάτω, τὰ δ' ἄνω κινεῖ σφοδρότερον· τὸ δ' ἐπὶ πλέον διαθέοντα καὶ ὠκέως ἐκ πολλῶν διαστημάτων ὀλιγάκις προσχρῆσθαι τῇ βολῇ τὰ κάτω μᾶλλον διαπονεῖ. καὶ τὸ μὲν ἠπειγμένον ἐν αὐτῷ [909] καὶ ταχὺ χωρὶς συντονίας ἰσχυρᾶς τὸ πνεῦμα μᾶλλον γυμνάζει· τὸ δ' εὔτονον ἐν ταῖς ἀντιλήψεσι καὶ βολαῖς καὶ λαβαῖς, οὐ μὴν ταχύ γε, τὸ σῶμα μᾶλλον ἐντείνει τε καὶ ῥώννυσιν· εἰ δ' εὔτονόν θ' ἅμα καὶ ἠπειγμένον εἴη, διαπονήσει τοῦτο μεγάλως καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ πάντων ἔσται γυμνασίων σφοδρότατον. ἐφ' ὅσον δὲ δεῖ καθ' ἑκάστην χρείαν ἐπιτείνειν τε καὶ ἀνιέναι, γράψαι μὲν οὐχ οἷόν τε (τὸ γὰρ ἐν ἑκάστῳ ποσὸν ἄρρητον), ἐπ' αὐτῶν δὲ τῶν ἔργων εὑρεῖν τε καὶ διδάξαι δυνατόν, ἐν ᾧ δὴ καὶ μάλιστα τὸ πᾶν κῦρος· οὐδὲ γὰρ ἡ ποιότης ἐστὶ χρήσιμος, εἰ τῷ ποσῷ διαφθείροιτο. τοῦτο μὲν δὴ τῷ παιδοτρίβῃ μεθείσθω τῷ μέλλοντι τὸ γυμνάσιον ὑφηγεῖσθαι.

   Τὸ δ' ὑπόλοιπον τοῦ λόγου περαινέσθω. βούλομαι γὰρ ἐφ' οἷς εἶπον ἀγαθοῖς προσεῖναι τῷδε τῷ γυμνασίῳ μηδ' ‹οἵων τε καὶ› ὅσων ἐκτός ἐστι κινδύνων παραλιπεῖν, οἷς τὰ πλεῖστα τῶν ἄλλων περιπίπτει. δρόμοι μὲν γὰρ ὠκεῖς πολλοὺς ἤδη διέφθειραν, ἀγγεῖον ἐπίκαιρον ῥήξαντες. οὕτω δὲ καὶ φωναὶ μεγάλαι [910] θ' ἅμα καὶ σφοδραὶ καθ' ἕνα χρόνον ἀθρόως ἐκφωνηθεῖσαι μεγίστων κακῶν οὐκ ὀλίγοις αἴτιαι ‹κατέστησαν. καὶ μέντοι› καὶ ἱππασίαι σύντονοι τῶν τε κατὰ νεφροὺς ἔρρηξάν τι καὶ τῶν κατὰ θώρακα πολλάκις ἔβλαψαν, ἔστι δ' ὅτε καὶ τοὺς σπερματικοὺς πόρους, ἵνα τὰ τῶν ἵππων ἁμαρτήματα παραλείπω, δι' ἅ γε πολλάκις ἐκπεσόντες τῆς ἕδρας οἱ ἱππεῖς παραχρῆμα διεφθάρησαν. οὕτω δὲ καὶ τὸ ἅλμα καὶ ὁ δίσκος καὶ τὰ διὰ τοῦ σκάπτειν γυμνάσια ‹πολλοῖς μελῶν τι διέστρεψε γυμνασθεῖσιν.› τοὺς δ' ἐκ τῆς παλαίστρας τί δεῖ καὶ λέγειν, ὡς ἅπαντες λελώβηνται τῶν Ὁμηρικῶν Λιτῶν οὐδὲν μεῖον; ὡς γὰρ ἐκείνας φησὶν ὁ ποιητὴς "χωλάς τε ῥυσάς τε παραβλῶπάς τ' ὀφθαλμώ", οὕτω τοὺς ἐκ τῆς παλαίστρας ἴδοις ἂν ἢ χωλοὺς ἢ διεστραμμένους ἢ τεθλασμένους ἢ πάντως γέ τι μέρος πεπηρωμένους. εἰ δὴ πρὸς οἷς εἶπον ἀγαθοῖς ἔτι καὶ τοῦθ' ὑπάρχει τοῖς διὰ τῆς σμικρᾶς σφαίρας γυμνασίοις, ὡς μηδὲ κινδύνῳ πελάζειν, ἁπάντων ἂν εἴη πρὸς ὠφέλειαν ἄριστα παρεσκευασμένα.