2051 71 0 27 8 0 II d. C. Medicina Galenus De ordine librorum suorum ad Eugenianum Marquardt, J., Leipzig, Teubner, 1891 Rist. 1967, Amsterdam, Hakkert. 1

Galenus - De ordine librorum suorum ad Eugenianum

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΑΞΕΩΣ ΤΩΝ ΙΔΙΩΝ ΒΙΒΛΙΩΝ ΠΡΟΣ ΕΥΓΕΝΙΑΝΟΝ.

[49]   Καλῶς μοι δοκεῖς, ὦ Εὐγενιανέ, γενέσθαι τι βιβλίον ἠξιωκέναι τὴν τάξιν τῶν ὑπ' ἐμοῦ γεγραμμένων ἐξηγούμενον· οὔτε γὰρ εἷς αὐτῶν ἁπάντων ὁ σκοπὸς οὔτε δύναμις οὔτ' ἐπαγγελία. τὰ μὲν γὰρ φίλων, ὡς οἶσθα, δεηθέντων ἐγράφη τῆς ἐκείνων μόνον ἕξεως στοχαζόμενα, τινὰ δὲ μειρακίοις εἰσαγομένοις ὑπηγορεύθη, [50] σκοπὸν ἐπ' οὐδετέρων ἔχοντός μου διαδοθῆναι τοῖς ἀνθρώποις αὐτὰ φυλαχθῆναί τε τῷ μετ' ἐμὲ χρόνῳ διὰ τὸ θεάσασθαί με καὶ τῶν ἐν τοῖς ἔμπροσθεν γεγραμμένων βιβλίων ὀλίγους πάνυ τῶν ἀνθρώπων αἰσθανομένους. θαυμάζουσι γοῦν ἄλλος ἄλλον ἰατρῶν τε καὶ φιλοσόφων οὔτε τὰ αὐτῶν μεμαθηκότες οὔτε ἐπιστήμην ἀσκήσαντες ἀποδεικτικήν, ᾗ διακρῖναι δυνήσονται τοὺς ψευδεῖς λόγους τῶν ἀληθῶν, ἀλλ' ἔνιοι μὲν ὅτι πατέρας ἔσχον ἤτοι γ' ἐμπειρικοὺς ἢ δογματικοὺς ἢ μεθοδικούς, ἔνιοι δ' ὅτι διδασκάλους, ἄλλοι δ' ὅτι φίλους ἢ διότι κατὰ τὴν πόλιν αὐτῶν ἐθαυμάσθη τις ἀπὸ τῆσδε τῆς αἱρέσεως. οὕτω δὲ κἀπὶ τῶν φιλοσοφίας αἱρέσεων ἄλλος κατ' ἄλλην αἰτίαν ἤτοι Πλατωνικὸς ἢ Περιπατητικὸς ἢ Στωικὸς ἢ Ἐπικούρειος ἐγένετο, νυνὶ δ' ἀφ' οὗ καὶ διαδοχαὶ ‹τῶν› αἱρέσεών εἰσιν, οὐκ ὀλίγοι κατὰ τήνδε τὴν πρόφασιν ἀναγορεύουσιν ἑαυτοὺς ἀπὸ τῆς αἱρέσεως, ὅθεν ἀνατρέφονται, μάλισθ' ὅταν ἀπορῶσιν ἀφορμῆς ἑτέρας βίου. ἐγὼ μὲν δὴ [μοι] πεπεικὼς ἐμαυτόν, ὡς οὐδ' ἂν ὑπὸ τῶν Μουσῶν αὐτῶν γραφῇ τι βιβλίον, ἐντιμότερον ἔσται [51] τοῦτο τῶν τοῖς ἀμαθεστάτοις γεγραμμένων, οὐκ ὠρέχθην οὐδεπώποτε τῶν ἐμῶν ὑπομνημάτων οὐδὲν ἐν τοῖς ἀνθρώποις εἶναι· διαδοθέντων δ' εἰς πολλοὺς αὐτῶν ἄκοντος ἐμοῦ, καθάπερ οἶσθα, πρὸς τὸ διδόναι τι τοῦ λοιποῦ τοῖς φίλοις ὑπόμνημα λίαν ὀκνηρῶς ἔσχον, ἠναγκάσθην δὲ διὰ ταῦτα καὶ βιβλίον τι γράψαι περὶ τῆς ἀρίστης αἱρέσεως, οὐ τοιοῦτον οἷον πολλοὶ τῶν ἔμπροσθεν ἔγραψαν ἰατρῶν τε καὶ φιλοσόφων ὀνομαστὶ τὴν ἑαυτῶν αἵρεσιν ἐπαινοῦντες, ἀλλὰ τὴν ὁδὸν αὐτὴν μόνον ἐνδεικνύμενος, ᾗ τις ἂν χρώμενος ‹τὴν› ἀρίστην αἵρεσιν συστήσαιτο ἢ κατ' ἰατρικὴν ἤ τιν' ἄλλην τέχνην. εἴρηται δ' ἐν αὐτῷ καὶ δέδεικται τὸ λεγόμενον ὀλίγον ἔμπροσθεν, ὡς ἀποδείξεως ἐπιστήμονα χρὴ γεγονέναι πρότερον, ὅστις ἂν μέλλῃ κριτὴς ὀρθὸς ἔσεσθαι τῶν αἱρέσεων. οὐκ ἀρκεῖ δ' οὐδὲ τοῦτο μόνον ἀλλὰ καὶ πάθους ἀπηλλάχθαι ‹χρή›, καθ' ὃ φιλοῦντες ἢ μισοῦντες τὰς αἱρέσεις [οὐχ ὡς] οἱ πολλοὶ τυφλώττουσιν ἀμφ' αὐτάς· εἰ γάρ ‹τις› μὴ τοῦτ' ἔχων ἐθελήσειεν ἤτοι κατὰ μέθοδον ἐπιστημονικὴν αὐτὸς ζητῆσαι τἀληθὲς ἢ τὰ τοῖς ἄλλοις εἰρημένα κρῖναι, [52] μόνος ἂν οὗτος ἐξεύροι τὴν ἀρίστην αἵρεσιν. ἐπίστασαι δὲ καὶ σὺ τοὺς πολλοὺς τῶν ἰατρῶν τε καὶ φιλοσόφων, ὅταν ἐξελέγχωνται, ὡς μηδὲν ἀποδεικτικὴν μέθοδον ἠσκηκότας, ἐπ' ἐναντίας ὁδοὺς ἐκτρεπομένους καὶ τοὺς μὲν αὐτῶν μηδ' εἶναι φάσκοντας ἀπόδειξιν, ἐνίους δ' οὐ μόνον ὑπάρχειν ἀπόδειξιν ἀλλὰ καὶ γιγνώσκεσθαι φύσει πᾶσιν, ὡς μηδὲν εἰς τοῦτο μήτε μαθήσεως δεῖσθαί τινα μήτ' ἀσκήσεως· οἷς πῶς ἂν ἔτι διαλέγοιτό τις εἰς τοσοῦτον ἐμπληξίας ἥκουσιν; ἀλλά τις ἴσως αὐτῶν ἐρεῖ ‑ καὶ γὰρ τολμηρότατοί πώς εἰσι περὶ ὧν οὐκ ἴσασιν ἀποφαίνεσθαι ‑ τὴν τόλμαν ἐν ἐμοὶ μᾶλλον εἶναι. ἵν' οὖν μήτ' αὐτὸς ἀκούω ταῦτα μήτε πρὸς ἑτέρους ἀναγκάζωμαι λέγειν, ἐγνώκειν μηδὲν ἐκδιδόναι βιβλίον. ἀλλὰ τῶν γε τοῖς φίλοις δοθέντων ἐκπεσόντων εἰς πολλοὺς ἐγράφη μὲν ἐξ ἀνάγκης δι' ἐκεῖνα καὶ τὸ περὶ τῆς ἀρίστης αἱρέσεως, εἴρηται δ' ἐν αὐτῷ καὶ ἡ τῆς γραφῆς αἰτία. ταῦτά τ' οὖν εἴ τις ἀναγιγνώσκειν ἐθέλοι πρῶτα πάντων, ὀρθῶς ποιήσει, καὶ εἰ πεισθεὶς αὐτοῖς ἀποδεικτικὸς [53] γενέσθαι βουληθείη, πρὶν ἐπὶ τὴν μάθησίν τε καὶ κρίσιν ἥκειν ἁπασῶν τῶν αἱρέσεων, ἔχει πραγματείαν τὴν ὑφ' ἡμῶν γεγραμμένην, τὴν περὶ ἀποδείξεως, ἧς ἐὰν μὴ μόνον μάθῃ τὰς μεθόδους ἀλλὰ καὶ γυμνάσηται κατ' αὐτάς, ἐπὶ πάσης ὕλης πραγμάτων ἐξευρήσει τὴν ἀλήθειαν, ἐάν γ' ἐραστὴς ὑπάρχῃ καὶ μὴ κατὰ πάθος ἄλογον αἱρῆταί τι, καθάπερ οἱ περὶ τὰς διαφορὰς τῶν χρωμάτων ἐν ταῖς ἱπποδρομίαις ἐσπουδακότες· ὁ δ' αὐτὸς οὗτος ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις παραγενόμενος ἐξευρήσει τά τ' ἀληθῶς ἄλλοις ἐγνωσμένα καὶ ψευδῶς ὑπειλημμένα.

   Μία μὲν οὖν ἥδε τῶν ἡμετέρων ὑπομνημάτων ἐστὶν ἀρχὴ τῆς ἀναγνώσεως ἐκείνοις τῶν ἀνδρῶν, ὅσοι καὶ φύσει συνετοὶ καὶ ἀληθείας ἑταῖροι· χωρὶς δὲ ταύτης ἐάν τις ἡμῶν αὐτῶν ᾖ πεπειραμένος ἐπί τε τοῦ βίου παντὸς καὶ κατὰ ‹τὰ› τῆς τέχνης ἔργα [τάχα ἐπ' αὐτῶν τῶν νοσούντων], ὥστε πεπεῖσθαι περὶ μὲν τοῦ τρόπου τῆς ψυχῆς ὅτι χωρὶς ἔχθρας ἢ φιλονεικίας ἢ φιλίας ἀλόγου πρὸς αἵρεσίν τινα πάντα πράττομεν ‹ἀεί›, περὶ ‹δὲ› τῶν ἔργων τῶν κατὰ τὴν [54] τέχνην ὅπως μαρτυρεῖ τῇ τῶν δογμάτων ἀληθείᾳ, καὶ χωρὶς τῆς ἀποδεικτικῆς θεωρίας οὗτος ὠφελεῖσθαι δυνήσεται πρὸς τῶν ἡμετέρων ὑπομνημάτων, οὐ κατ' ἐπιστήμην ἀκριβῆ τῶν πραγμάτων (τοῦτο γὰρ ὑπάρχει μόνοις τοῖς ἀποδεικτικοῖς) ἀλλὰ κατὰ δόξαν ὀρθήν, ὑπὲρ ἧς εἰκότως εἴρηται τοῖς παλαιοῖς ὡς εἰς μὲν τὰς πράξεις οὐδὲν ἐπιστήμης ἀπολείπεται, τὸ μόνιμον δ' αὐτῇ καὶ βέβαιον οὐ πρόσεστιν. ἀναγνώσεται τοιγαροῦν οὗτος ἁπάντων πρῶτα τὰ τοῖς εἰσαγομένοις γεγραμμένα, τό τε περὶ τῶν αἱρέσεων, ὃ δὴ καὶ κατὰ τήνδε τὴν λέξιν ἐπιγέγραπται 'περὶ αἱρέσεων τοῖς εἰσαγομένοισ' καὶ τὸ περὶ ‹τῶν› σφυγμῶν, ὃ δὴ καὶ αὐτὸ παραπλησίως ἐπιγέγραπται 'περὶ σφυγμῶν τοῖς εἰσαγομένοισ', καὶ τρίτον, ὃ 'περὶ ὀστῶν τοῖς εἰσαγομένοισ' ἐπιγέγραπται, τῆς ἀνατομικῆς πραγματείας ὑπάρχον πρῶτον, ἣν δὴ καὶ πᾶσαν εἴ τις βούλοιτο διελθεῖν, ἐπὶ τὴν τῶν ἀνατομικῶν ἐγχειρήσεων ἡκέτω πρὸ τῶν ἄλλων· αὕτη γὰρ διδάσκει τὰ φαινόμενα μόρια κατὰ τὰς ἀνατομὰς ὡς ἔχει μεγέθους τε καὶ θέσεως καὶ διαπλάσεως καὶ πλοκῆς [καὶ χροιᾶς] καὶ [55] τῆς πρὸς ἄλληλα κοινωνίας. ὁ δ' ἐν τῇ τούτων θέᾳ κατὰ τὰς ἀνατομὰς γυμνασάμενος ἑξῆς αὐτῶν τὰς ἐνεργείας μαθήσεται, τὰς μὲν φυσικὰς ἐν τρισὶν ὑπομνήμασι γεγραμμένας, ἃ 'περὶ φυσικῶν δυνάμεων' ἐπιγέγραπται, τὰς ψυχικὰς δ' ὀνομαζομένας ἐν ἄλλοις πλείοσιν, ὧν προηγεῖται τό τε περὶ τῆς ἐπὶ τῶν τεθνεώτων ἀνατομῆς καὶ δύο ἐφεξῆς τῷδε, τὰ ‹περὶ› τῆς ἐπὶ τῶν ζώντων, καὶ δύο ἐπ' αὐτοῖς ἄλλα, τὰ περὶ τῆς ἀνατομικῆς διαφωνίας· ἐφεξῆς δὲ τούτοις ἐστὶ τρία μὲν περὶ θώρακος καὶ πνεύμονος ‹κινήσεως›, δύο δὲ περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων καὶ τούτων ἐφεξῆς ‹τέτταρα› περὶ φωνῆς· ἐκ ταὐτοῦ δὲ γένους ἐστὶ καὶ τὰ περὶ μυῶν κινήσεως. ‹ὑπὲρ ἡγεμονικοῦ δὲ καὶ τῶν ἄλλων ἁπάντων, ὅσα περὶ φυσικῶν ἢ ψυχικῶν ἐνεργειῶν ζητεῖται, διὰ πολυβίβλου πραγματείας ἐδηλώσαμεν, ἣν 'περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων' ἐπιγράφομεν. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ τῆς θεωρίας καὶ τὰ περὶ σπέρματος ἰδίᾳ γεγραμμένα καὶ προσέτι τὰ περὶ τῆς Ἱπποκράτους ἀνατομῆς, οἷς ἅπασιν ἡ περὶ χρείας μορίων ἕπεται πραγματεία. αἱ δ' ἀρχαὶ τῆς γενέσεως ἅπασι τοῖς οὖσιν ὕλην ἔχουσι τὰ τέτταρα στοιχεῖα, κεράννυσθαί τε πεφυκότα δι' ὅλων ἀλλήλων καὶ δρᾶν εἰς ἄλληλα· ὑπὲρ ὧν ἐν τῷ πρώτῳ› περὶ τῶν ‹ἰατρικῶν› ὀνομάτων ‹κἀν τῷ περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων› ἐπιδέδεικται. καὶ αὐτὰ μὲν τὰ περὶ τῆς ἀποδείξεως τῶν στοιχείων οὐ πάντ' εἴρηται κατὰ τὸ βιβλίον ἀλλ' ὅσοις αὐτὸς Ἱπποκράτης ἐχρήσατο· πρὸς δὲ τὸ τελεώτατον τῆς ἐπιστήμης τῶν τοῦ σώματος στοιχείων ἀναλέξασθαι προσήκει τά τ' ἐν τῷ τρισκαιδεκάτῳ περὶ ἀποδείξεως εἰρημένα καὶ κατὰ τὸ πέμπτον καὶ ἕκτον περὶ τῶν Ἀσκληπιάδου δογμάτων. ἀλλὰ καὶ [τὰ] περὶ τῆς τῶν καθαιρόντων φαρμάκων [56] δυνάμεως εἴρηται μέν τινα κἀν τῷ περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων, γέγραπται δὲ καὶ κατὰ μόνας ἐν ἑτέρῳ βιβλίῳ. τῷ δὲ περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων ἕπεται τὰ περὶ κράσεων ὑπομνήματα τρία καὶ τούτοις ἡ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως πραγματεία κἀκείνῃ πάλιν ἡ περὶ συνθέσεως φαρμάκων. ἐν μὲν οὖν τοῖς πρώτοις ‹περὶ κράσεων αἱ ἐν τοῖς› ζῴοις ‹κράσεις› λέγονται μετὰ τῶν ἰδίων ἑκάστης γνωρισμάτων, ἐν δὲ τῷ ‹τρίτῳ› περὶ τῆς τῶν φαρμάκων κράσεως ὁ λόγος ἐστίν. ἐάν τ' οὖν μετὰ ‹τὰ› δύο βουληθῇ τις ἐάν τε μετὰ ‹τὰ› τρία τό τε περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος ἀναγνῶναι καὶ τὸ περὶ τῆς εὐεξίας καὶ τὸ περὶ ἀνωμάλου δυσκρασίας, ἐν τῇ προσηκούσῃ τάξει πράξει τοῦτο. μικρὰ δ' ἐστὶ πάνυ τὰ τρία ταῦτα βιβλία φίλοις ἀξιώσασιν ὑπαγορευθέντα κἄπειτ' ἐκδοθέντα πρὸς ἐκείνων· ἐπεί τοι καὶ τούτων ἡ δύναμις ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ περιέχεται, καθ' ἣν αἱ διαφοραὶ τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς .

   τῶν ἐξηγήσεων ὅσαι τ' ὀρθῶς λέγονται καὶ ὅσαι μή, προγεγυμνασμένῳ κατὰ τὰς [57] ἡμετέρας πραγματείας. ἕξεις δ' εἰς ἔνια τῶν Ἱπποκράτους καὶ τὰ ἡμέτερα καὶ ἐπειδὴ ταῦτ' ἤδη γέγραπται, προσθεῖναι πειράσομαι τὰ λοιπά. τοῦτο μέν, ἐὰν ζήσωμεν, ἔσται· φθάσαντος δ' ἀποθανεῖν ἐμοῦ, πρὶν ἐξηγήσασθαι τὰ κυριώτατα τῶν Ἱπποκράτους συγγραμμάτων, ἕξουσιν οἱ βουλόμενοι τὴν γνώμην ‹γνῶναι› αὐτοῦ καὶ τὰς ἡμετέρας μέν, ὡς εἴρηται, πραγματείας ἅμα τοῖς ἤδη γεγονόσιν ὑπομνήμασι καὶ τῶν ἐξηγησαμένων δὲ τὸν ἄνδρα τά τε τοῦ διδασκάλου Πέλοπος ‹καί› [εἰ] πού τι καὶ τῶν Νουμισιανοῦ [ἔχοιεν] ‑ ἔστι δ' ὀλίγα τὰ διασῳζόμενα ‑ καὶ πρὸς τούτοις τά τε Σαβίνου καὶ Ῥούφου τοῦ Ἐφεσίου. Κόϊντος δὲ καὶ οἱ Κοΐντου μαθηταὶ τὴν Ἱπποκράτους γνώμην οὐκ ἀκριβῶς ἐγνώκασι, διὸ καὶ πολλαχόθι τὰς ἐξηγήσεις οὐκ ὀρθῶς ποιοῦνται· Λύκος δ' ἐνίοτε καὶ προσεγκαλεῖ τῷ Ἱπποκράτει καί φησι ψεύδεσθαι τὸν ἄνδρα μὴ γιγνώσκων αὐτοῦ τὰ δόγματα· καίτοι τά γε τοῦ Λύκου βιβλία φανερῶς πάντα ... γέγονεν. ὁ δ' ἡμέτερος διδάσκαλος Σάτυρος ‑ τούτῳ γὰρ πρώτῳ συγγενόμενοι μετὰ ταῦτ' ἠκούσαμεν Πέλοπος ‑ οὐ τὰς αὐτὰς ἐξηγήσεις ἐποιεῖτο τῷ Λύκῳ τῶν Ἱπποκρατείων [58] βιβλίων· ὁμολογεῖται δὲ Σάτυρος ἀκριβέστατα διασῴζειν τὰ Κοΐντου δόγματα μήτε προσθεὶς αὐτοῖς τι μήτ' ἀφελών· Αἰφικιανὸς μὲν γάρ τι καὶ μετερρύθμισεν ἐπὶ τὸ Στωϊκώτερον. ἡμεῖς οὖν ἑτέρως μὲν ἔμπροσθεν ἀκηκοότες Σατύρου τὰς ἐξηγήσεις Κοΐντου, μετὰ χρόνον δ' ὕστερον ἀναγνόντες τινὰ τῶν τοῦ Λύκου κατέγνωμεν ἀμφοτέρων ὡς οὐκ ἀκριβῶς ἐγνωκότων τὴν Ἱπποκράτους γνώμην. ἄμεινον δ' ἔγνωσαν οἱ περὶ Σαβῖνόν τε καὶ Ῥοῦφον· ὁ δ' ἐν ταῖς ἡμετέραις πραγματείαις προγεγυμνασμένος ἱκανὸς καὶ τὰ τούτων κρίνειν καὶ φωρᾶσαι τά τε καλῶς ὑπ' αὐτῶν εἰρημένα καὶ εἴ που τύχοιεν ἐσφαλμένοι.

   Ἀλλ' ἐπεὶ καὶ περὶ τῶν Ἱπποκράτους ἐξηγήσεων αὐτάρκως εἴρηται, μεταβῶμεν ἐπὶ τὰ λοιπὰ τῶν ἡμετέρων ὑπομνημάτων, ὅσα τῆς λογικῆς ἐστι πραγματείας. ἔστι δ' ἐξ αὐτῶν σοὶ μέν, ὦ Εὐγενιανέ, καὶ ὅσοι τὴν ἰατρικὴν μόνην ἐσπουδάκατε, ‹τὰ› περὶ τῆς ἀποδείξεως αὐτάρκη, τοῖς δ' ἄλλοις, ὅσοι φιλοσοφίᾳ σχολάζουσι, καὶ τἆλλα, πλὴν εἴ τις ἀμφοτέρας [59] δύναιτο καλῶς μετέρχεσθαι τὰς θεωρίας ἰατρικῆς τε καὶ φιλοσοφίας. εἶναι δὲ χρὴ τοῦτον ἀγχίνουν θ' ἅμα καὶ μνήμονα καὶ φιλόπονον, ἔτι δὲ πρὸς τούτοις εὐτυχηκότα τοιαύτην εὐτυχίαν οἵαν ἡμεῖς εὐτυχήσαμεν ὑπὸ πατρὶ παιδευθέντες, ‹ὃς› ἀριθμητικῆς τε καὶ λογιστικῆς καὶ γραμματικῆς θεωρίας ἐπιστήμων ἡμᾶς ἐν τούτοις τε κἀν τοῖς ἄλλοις, ὅσα παιδείας μαθήματα, θρέψας, ἡνίκα πεντεκαιδέκατον ἔτος ἤγομεν, ἐπὶ τὴν διαλεκτικὴν θεωρίαν ἦγεν ὡς μόνῃ φιλοσοφίᾳ προσέξοντας τὸν νοῦν, εἶτ' ἐξ ὀνειράτων ἐναργῶν προτραπεὶς ἑπτακαιδέκατον ἔτος ἄγοντας καὶ τὴν ἰατρικὴν ἐποίησεν ἀσκεῖν ἅμα τῇ φιλοσοφίᾳ. ἀλλὰ καὶ τοιαύτην ἐγὼ τὴν εὐτυχίαν εὐτυχήσας ἐκμανθάνων τε καὶ θᾶττον ἁπάντων τῶν ἄλλων ὅ τι περ [ἂν] ἐδιδασκόμην, εἰ μὴ τὸν ὅλον μου βίον εἰς τὴν τῶν ‹ἐν› ἰατρικῇ τε καὶ φιλοσοφίᾳ θεωρημάτων ἄσκησιν καθεστήκειν, οὐδὲν ἂν ἔγνων μέγα. μηδὲν τοίνυν μηδὲ τοῦτο θαῦμα, διότι πολὺ πλῆθος ἀνθρώπων ἀσκούντων ἰατρικήν τε καὶ φιλοσοφίαν ἐν οὐδετέρᾳ κατορθοῦσιν· ἢ γὰρ οὐκ [60] ἔφυσαν καλῶς ἢ οὐκ ἐπαιδεύθησαν ὡς προσῆκεν, ἢ οὐ κατέμειναν ἐν ταῖς ἀσκήσεσιν ἀλλ' ἐπὶ τὰς πολιτικὰς πράξεις ἀπετράποντο. ταῦτα μὲν οὖν μοι κατὰ τὸ πάρεργον εἰρήσθω καίτοι ‹γ'› οὐκ ὄντα πάρεργα. τὰ γοῦν τῆς φιλοσόφου θεωρίας ἡμέτερα βιβλία μετὰ τὴν περὶ τῆς ἀποδείξεως πραγματείαν ἀναγιγνώσκειν χρή· τίνες δ' αὐτῶν εἰσιν αἱ ὑποθέσεις καὶ πόσαι, καθ' ἕκαστον ‹μὲν› αὐτῶν γέγραπται, δι' ἐκείνου δὲ δειχθήσεται τοῦ γράμματος, ἐν ᾧ τὴν γραφὴν ποιήσομαι ἁπάντων τῶν ἐμῶν βιβλίων.

   Ἐπεὶ δ' ἐπύθου μου καὶ περὶ τῆς πραγματείας, ἐν ᾗ τὰ παρὰ τοῖς Ἀττικοῖς συγγραφεῦσιν ὀνόματα κατὰ τὴν τῶν πρώτων ἐν αὐτοῖς γραμμάτων ἤθροισται τάξιν, ἅπερ ἀπεκρινάμην σοι, βέλτιον ἡγοῦμαι κἀνταῦθα γράψαι σοι· πρόδηλον γάρ, ὅτι καὶ ἄλλοι πολλοὶ ζητοῦσιν, ἥτις ποτ' ἐστὶν αὐτῆς ἡ ὑπόθεσις. οὐ γὰρ δὴ τοῦτ' ἀξιοῦμεν ἡμεῖς, ὅπερ ἔνιοι τῶν νῦν κελεύουσιν, ἅπαντας ἀττικίζειν τῇ φωνῇ, κἂν ἰατροὶ τυγχάνωσιν ὄντες ἢ φιλόσοφοι καὶ γεωμετρικοὶ καὶ μουσικοὶ καὶ νομικοὶ κἂν μηδὲν τούτων ἀλλ' ἁπλῶς ἤτοι πλουτοῦντές τινες ἢ μόνον εὔποροι· τοὐναντίον [61] γὰρ ἀπαξιῶ μηδενὶ μέμφεσθαι τῶν σολοικιζόντων τῇ φωνῇ μηδ' ἐπιτιμᾶν· ἄμεινον γάρ ἐστι τῇ φωνῇ μᾶλλον ἢ τῷ βίῳ σολοικίζειν τε καὶ βαρβαρίζειν. ἐγράφη δέ μοί ποτε καὶ πραγματεία πρὸς τοὺς ἐπιτιμῶντας τοῖς σολοικίζουσι τῇ φωνῇ· τοσούτου δέω παιδείας τι μόριον ὑπολαμβάνειν τὸ ἀττικίζειν. ἀλλὰ διὰ τὸ πολλοὺς ἰατροὺς καὶ φιλοσόφους, ἐν οἷς αὐτοὶ νομοθετοῦσι καινὰ σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων, ἐν τούτοις ἑτέροις , διὰ τοῦτο καὶ τῶν ὀνομάτων τὴν ἐξήγησιν ἐποιησάμην ἐν ὀκτὼ καὶ τεσσαράκοντα βιβλίοις ἀθροισάμενος ‹ἐκ τῶν› Ἀττικῶν συγγραφέων αὐτά, καθάπερ ἐκ τῶν κωμικῶν ἄλλα. γέγραπται μὲν οὖν, ὡς ἔφην, ἡ πραγματεία διὰ τὰ σημαινόμενα· σὺν τούτῳ δ' εὐθέως ὑπάρχει τοῖς ἀναγνωσομένοις αὐτὰ καὶ ἡ τῶν Ἀττικῶν ὀνομάτων γνῶσις οὐδὲν αὐτὴ καθ' ἑαυτὴν ἄξιον ἔχουσα μεγάλης σπουδῆς· ἀλλά γε διὰ τοὺς κακῶς χρωμένους τοῖς ὀνόμασιν ἄλλη μοι γέγραπται πραγματεία περὶ τῆς ὀρθότητος αὐτῶν, ἣν δὴ καὶ πρώτην ἁπασῶν ἄμεινον ἀναγιγνώσκειν.