[737] Τίς ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος ἡμῶν; ἆρά γ' ἡ εὐκρατοτάτη, καθάπερ ἔδοξε πολλοῖς τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων; ἢ τὴν μὲν ἀρίστην ἀναγκαῖον εὐκρατοτάτην ὑπάρχειν, οὐ μὴν τήν γ' εὐκρατοτάτην ἐξ ἀνάγκης ἀρίστην; ἡ μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ σύμμετρος κρᾶσις ὑγίεια τῶν ὁμοιομερῶν ἐστι τοῦ [738] σώματος ἡμῶν· ἡ δ' ἐκ τούτων ἁπάντων τοῦ ζῴου διάπλασις ἐν θέσει καὶ μεγέθει καὶ σχήματι καὶ ἀριθμῷ τῶν συνθέτων ὑπάρχει καὶ δόξειεν ἂν ἐγχωρεῖν ἐξ ἁπάντων ἢ ἐκ τῶν πλείστων γε μορίων εὐκράτων συγκείμενόν τι σῶμα περὶ τὸ μέγεθος αὐτῶν ἢ τὸν ἀριθμὸν ἢ τὴν διάπλασιν ἢ τὴν πρὸς ἄλληλα σύνταξιν ἡμαρτῆσθαι. πειρατέον οὖν ὑπὲρ ἁπάντων τούτων ἐφεξῆς διελθεῖν ἀρξαμένους ἀπὸ τῶν ὀνομάτων, οἷς ἐξ ἀνάγκης χρώμεθα κατὰ τόνδε τὸν λόγον, ἐπειδὴ καὶ περὶ τούτων ἐρίζουσί τινες, οἱ μὲν κατασκευὴν ἀρίστην, οἱ δὲ διάθεσιν, οἱ δ' ἕξιν ἢ σχέσιν ἢ φύσιν σώματος ἢ ὅπως ἂν ἑκάστῳ δόξῃ λέγειν ἀξιοῦντες. ἐγὼ δὲ τὸ μὲν ὡς ἄν τῳ παραστῇ ποιεῖσθαι τὴν ἑρμηνείαν οὐ μέμφομαι, τὸ δ' ἐγκαλεῖν τοῖς ἑτέρως ὀνομάζουσιν οὐκ ἐπαινῶ, τὴν πλείστην καὶ μεγίστην φροντίδα τῶν πραγμάτων αὐτῶν, ὑπὲρ ὧν ὁ λόγος ἐστίν, ἡγούμενος χρῆναι ποιεῖσθαι μᾶλλον ἢ τῶν ὀνομάτων. εἴτ' οὖν ἀρίστην κατασκευὴν σώματος εἴτε διάθεσιν εἴθ' ἕξιν εἴτε σχέσιν εἴτε φύσιν εἴθ' ὁπωσοῦν ἑτέρως ὀνομάζειν ἐθέλοι τις, οὕτω θέμενος, ἐὰν ἀπό τε τῆς [739] ὁμολογουμένης ἐννοίας ἄρξηται καὶ προϊὼν ἐπὶ τὴν τῆς οὐσίας εὕρεσιν ἐν τάξει τινὶ καὶ μεθόδῳ ποιῆται τὴν ζήτησιν, ἐπαινέσομαι τοῦτον ἐγὼ πολὺ μᾶλλον ἢ εἰ περὶ τῶν ὀνομάτων πάνδεινός τίς μοι φαίνοιτο. καὶ τοίνυν καὶ ἡμεῖς οὕτω ποιῶμεν ἀπὸ τῆς κοινῆς ἐννοίας ἀρξάμενοι καὶ ταύτην διορισάμενοι μεθόδῳ προΐωμεν ἐπὶ τὸ συνεχὲς τῆς σκέψεως.
Τίς οὖν ἔννοια κοινὴ πᾶσιν ἀνθρώποις ἐστὶν ἀρίστης κατασκευῆς σώματος; ἀκοῦσαι μὲν γὰρ ἔστι λεγόντων αὐτῶν οὐχ ὁμοίως τῇ λέξει, νοούντων δ' ἁπάντων ἓν καὶ ταὐτὸν πρᾶγμα. τὸ γοῦν ὑγιεινότατον σῶμα πάντες μὲν ἑξῆς ἐπαινοῦσιν, ὥσπερ οὖν καὶ τὸ εὐεκτικώτατον, εἰς ἓν μέν τι πρᾶγμα βλέποντες ἀμφότεροι καὶ τούτῳ τὴν διάνοιαν ἐπιβάλλοντες, οὐ μὴν οὔτε διηρθρωμένως αὐτὸ νοοῦντες οὔθ' ἑρμηνεῦσαι σαφῶς ἐπιστάμενοι. καὶ γὰρ καὶ τὰς ἐνεργείας ἁπάντων τῶν τοῦ σώματος μορίων εὐρώστους ἔχειν ἀξιοῦσι καὶ μὴ ῥᾳδίως ὑπὸ τῶν νοσωδῶν αἰτίων νικᾶσθαι. τούτων δὲ τὸ μὲν ἐν ταῖς ἐνεργείαις ταῖς κατὰ φύσιν ὑγίεια, τὸ δὲ μετὰ ῥώμης τινὸς εὐεξία. κοινὸν [740] δ' ἀμφοῖν τὸ μὴ ῥᾳδίως ἁλίσκεσθαι νόσοις, ὥστ' εὐεκτικὴ μὲν πάντως ἐστὶν ἡ ὑγιεινοτάτη κατάστασις, ἧς ἅπαντες ἄνθρωποι γλίχονται· συμβέβηκε δ' αὐτῇ τό τ' ἐν ταῖς ἐνεργείαις κατωρθωμένον καὶ τὸ δύσλυτον. ταῦτά τοι καὶ δεόντως εὐεξία κέκληται, ἐμφαίνοντος μὲν ἤδη καὶ αὐτοῦ τοῦ τῆς ἕξεως ὀνόματος τὸ μόνιμόν τε καὶ δύσλυτον, ἀλλ' ἐπὶ μᾶλλον ἔτι τοῦ τῆς εὐεξίας, ὡς ἂν ἀρίστης τινὸς ἕξεως ὑπαρχούσης. ὥστε καὶ κατασκευὴν ἀρίστην σώματος εἴτε τὴν ὑγιεινοτάτην εἴτε τὴν εὐεκτικωτάτην εἴποιμεν, οὐχ ἁμαρτησόμεθα καὶ κρινοῦμεν αὐτὴν τῷ δυσλύτῳ τῶν κατωρθωμένων ἐνεργειῶν. ἐπεὶ δὲ τοῦτ' ἤδη διώρισται, σκεπτέον ἐφεξῆς, ἥτις ἐστὶν ἡ οὐσία τῆς τοιαύτης τοῦ σώματος ἕξεως. ἀρχὴ δὲ κἀνταῦθα τῆς εὑρέσεως, εἰ ζητήσαιμεν, ὅπως διακειμένου τοῦ σώματος ἐνεργοῦμεν ἄριστα. χρὴ τοίνυν εἰς τοῦτο τῶν ἤδη δεδειγμένων ἐν ἑτέροις ὑπομνήμασιν ἀναμνησθῆναι, πρῶτον μὲν ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ [741] ξηροῦ καὶ ὑγροῦ τὰ σώμαθ' ἡμῶν κέκραται· δέδεικται δὲ περὶ τούτων ἐν τῷ Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων γράμματι· δεύτερον δὲ τοῦ διορίσασθαι τὰς κράσεις τῶν μορίων· εἴρηται δὲ καὶ περὶ τούτων ἐν τοῖς Περὶ κράσεων ὑπομνήμασιν· ἐφεξῆς δὲ τούτων, ὡς ἕκαστον μὲν τῶν ὀργανικῶν τοῦ σώματος μελῶν ἓν ἔχει τῶν ἐν ἑαυτῷ μορίων αἴτιον τῆς ἐνεργείας, τὰ δ' ἄλλα σύμπαντα τὰ συμπληροῦντα τὸ πᾶν ὄργανον ἐκείνου χάριν ἐγένετο. δέδεικται δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν τῇ Περὶ χρείας μορίων πραγματείᾳ. εἴη ἂν οὖν ἀρίστη κατασκευὴ τοῦ σώματος, ἐν ᾗ τὰ μὲν ὁμοιομερῆ πάντα ‑ καλεῖται δ' οὕτω δηλονότι τὰ πρὸς αἴσθησιν ἁπλᾶ ‑ τὴν οἰκείαν ἔχει κρᾶσιν, ἡ δ' ἐκ τούτων ἑκάστου τῶν ὀργανικῶν σύνθεσις ἔν τε τοῖς μεγέθεσιν αὐτῶν καὶ τοῖς πλήθεσι καὶ ταῖς διαπλάσεσι καὶ ταῖς πρὸς ἄλληλα συντάξεσιν εὐμετρότατα κατεσκεύασται. ὅ τι γὰρ ἁπάσαις ταῖς ἐνεργείαις ἄριστα διάκειται, τοῦτο καὶ δυσπαθέστατον εἶναι τῶν ἄλλων σωμάτων ἁπάντων οὐ χαλεπῶς ἄν τις ἐξεύροι. ὃ γὰρ ἂν ἐνεργῇ μόριον ἄριστα, τοῦτο [742] τῆς [μὲν] τῶν ὁμοιομερῶν εὐκρασίας καὶ τῆς τῶν ὀργανικῶν συμμέτρου κατασκευῆς ἔκγονον ὑπάρχει. τοιοῦτον δ' ἐστὶ τὸ προειρημένον σῶμα. δῆλον οὖν, ὡς ἐνεργήσει πάντων ἄριστα. ὅτι δὲ καὶ δυσπαθέστατόν ἐστιν, ὧδ' ἂν μάλιστα μάθοις.
Αἱ βλάβαι τοῖς σώμασιν ἡμῶν αἱ μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων, αἱ δ' ἀπὸ τῶν τῆς τροφῆς ὁρμῶνται περιττωμάτων. αἱ μὲν ἀπ' αὐτῶν τῶν ἔξωθεν αἰτίων ἐγκαυθεῖσί τε καὶ ψυχθεῖσιν ὑγρανθεῖσί τε καὶ ξηρανθεῖσι πέρα τοῦ προσήκοντος. ἐν τούτῳ δὲ τῷ γένει καὶ κόπους καὶ ἀγρυπνίας καὶ λύπας καὶ φροντίδας ὅσα τ' ἄλλα τοιαῦτα θετέον. ἀπὸ δὲ τῶν τῆς τροφῆς περιττωμάτων διτταὶ μὲν κατὰ γένος, ὅτι καὶ ταῦτα διττά, τὰ μὲν τῷ ποσῷ, τὰ δὲ τῷ ποιῷ διοχλοῦντα, πολυειδεῖς δὲ κατ' εἶδος. ὅτι μὲν οὖν τοῖς ἔξωθεν αἰτίοις τὸ συμμέτρως διακείμενον σῶμα δυσάλωτόν ἐστι, πρόδηλον μὲν κἀξ αὐτῆς αὐτοῦ τῆς εὐκρασίας, χαλεπῶς καὶ μόγις εἰς ἀμετρίαν κράσεως ἀφικνουμένης τῷ πάντη τῶν ἄκρων [743] ἀφεστάναι πλεῖστον. οὐ μὴν ἀλλὰ κἀκ τοῦ καλῶς ἐνεργεῖν ἄριστ' ἂν εἴη παρεσκευασμένον εἰς δυσπάθειαν, ἥκιστα καμάτοις ἁλισκόμενον. ὑπάρχει δ' εὐθὺς τῷ τοιούτῳ σώματι καὶ εὐχυμοτάτῳ τῶν ἄλλων ἁπάντων εἶναι, ὥστε καὶ λύπης καὶ θυμοῦ καὶ ἀγρυπνίας καὶ φροντίδος ὄμβρων τε καὶ αὐχμῶν καὶ λοιμῶν καὶ πάντων ἁπλῶς εἰπεῖν τῶν νοσερῶν αἰτίων ῥᾷον τῶν ἄλλων ἀνέξεται σωμάτων. μάλιστα γὰρ δὴ τὰ κακόχυμα πρὸς τῶν τοιούτων αἰτίων ἐξελέγχεται ῥᾳδίως, ὡς ἂν ἤδη καὶ καθ' ἑαυτὰ πλησίον ἥκοντα νόσων. οὕτω μὲν ὑπὸ τῶν ἔξωθεν ἡμῖν προσπιπτόντων καὶ λυπούντων τὸ σῶμα δυσάλωτός ἐστιν ἡ εἰρημένη διάθεσις. ὅτι δ' οὐδ' ὑπὸ τῶν τῆς τροφῆς περιττωμάτων εὐάλωτος ὑπάρχει νόσοις, ὧδ' ἂν καὶ τόδε μάλιστα μάθοις, εἰ λογίσαιο μήτε πλῆθος ἐν τῇ τοιαύτῃ φύσει μήτε κακοχυμίαν [οὐδεμίαν] ἢ ἀθροίζεσθαι ῥᾳδίως ἢ ἀθροισθεῖσαν λυμαίνεσθαί τι τοῖς ζῴοις. ἥ τε γὰρ συμμετρία τῶν φυσικῶν ἐνεργειῶν [744] πρὸς ἀλλήλας καὶ ἡ καθ' ἑκάστην αὐτῶν ἀρετὴ καὶ γίνεσθαι κωλύει τὰ περιττώματα καὶ γενόμενα ῥᾳδίως ἐκκρίνει, κἂν εἰ μείνειε δέ ποτε μέχρι πλείονος, ἥκιστα νικᾶται πρὸς αὐτῶν. τὸ μὲν γὰρ ὑπὸ τῶν νοσερῶν αἰτίων ῥᾳδίως νικᾶσθαι ταῖς ἀσθενέσι τε καὶ δυσκράτοις ὑπάρχει φύσεσι, τὸ δ' ἀντέχειν ἐπὶ πλεῖστον ταῖς εὐκράτοις τε καὶ ἰσχυραῖς, ὁποίαν εἶναι τὴν ἀρίστην ἔφαμεν. ἔχεις δ' αὐτῆς ἐν μὲν τοῖς Περὶ κράσεων ὑπομνήμασιν ὡς εὐκράτου τὰ γνωρίσματα, κατὰ δὲ τὸ ἑπτακαιδέκατον τῶν Περὶ χρείας μορίων ὡς συμμέτρως ἐχούσης τοῖς ὀργανικοῖς μορίοις, καὶ νῦν δ' ἂν οὐδὲν ἧττον ἐκ τῶν εἰρησομένων ἀναμνησθείης αὐτῶν. ἐπειδὴ γὰρ οὐκ ἐστενωμένον οὐδ' ἁπλοῦν ἀκριβῶς οὐδ' ἄτμητον πρᾶγμα τὴν ὑγίειαν ἐδείξαμεν ἐν τοῖς περὶ αὐτῆς λόγοις, ἀλλ' εἰς ἱκανὸν πλάτος ἐκτείνεσθαι δυναμένην, δοκεῖ μοι καλῶς ἔχειν, εἰ μέλλει χρήσιμος ὁ λόγος ἔσεσθαι τοῖς ἐργαζομένοις τὴν τέχνην, μὴ μόνον τὸ σπάνιον ἐν αὐτῇ σῶμα καὶ οἷον παράδειγμά τι τοῦ Πολυκλείτου κανόνος ἐν τῷ λόγῳ πλάττειν ἀλλὰ καὶ τῶν ἀπολειπομένων μὲν αὐτῆς [745] κατά τι, μὴ μέντοι κατάφωρον ἤδη καὶ μέγα τὸ σφάλμα κεκτημένων ἀναμνησθῆναι. τό τε γὰρ ἑτοίμως γνωρίζειν τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος, εἰ καὶ σπάνιος ἡ γένεσις αὐτῆς, καὶ τὸ τὰς ἄλλας ἁπάσας, αἷς ὁμιλοῦμεν ὁσημέραι, διαγινώσκειν ῥᾳδίως οὕτως ἂν μάλισθ' ἡμῖν ὑπάρξαι. τὸ μὲν γὰρ ἄκρως ἐν ἅπασι κατωρθωμένον, ὡς μήτε τῶν ὁμοιομερῶν μήτε τῶν ὀργανικῶν μορίων μηδὲν ἀμέτρως ἔχειν διακείμενον, οὐ πάνυ τι συνεχῶς, ἀλλ' ἐν μακροτέραις χρόνων περιόδοις εἴωθε γίνεσθαι, τὸ δ' ἀπολειπόμενον βραχὺ τοῦδε κἂν συνεχῶς θεάσαιο.
Τὸ μὲν οὖν ἀκριβῶς εὔκρατον μέσον ἐστὶν ἁπαλοῦ τε καὶ σκληροῦ καὶ δασέος καὶ ψιλοῦ τριχῶν καὶ φλέβας εὐρείας ἔχοντος ἢ στενὰς καὶ σφυγμοὺς μεγάλους ἢ μικρούς. τὸ δ' ἀκριβῶς σύμμετρον τοῖς ὀργανικοῖς μορίοις ἑνὶ κεφαλαίῳ περιληφθὲν οἷόσπερ ὁ Πολυκλείτου κανὼν ὑπάρχειν ἐλέγετο. ὅσα δ' ἤδη θερμότερα τοῦ προσήκοντός ἐστιν, οὐ μὴν πολλῷ γε, καὶ ψυχρότερα δὴ καὶ ξηρότερα [746] καὶ ὑγρότερα μετρίως ἤ τι μέρος ἓν οὐκ ὀρθῶς διαπεπλασμένον ἔχοντα, ταῦτα σύμπαντα καὶ πλεονεκτεῖν ἐνίοτε δόξειεν τοῦ συμμέτρου. αὐτίκα τὸ μὲν σκληρότερον αὐτοῦ σῶμα δυσπαθέστερόν ἐστιν ἅπασι τοῖς ἔξωθεν αἰτίοις, τὸ δ' ἁπαλώτερον τοῖς ἔνδοθεν. οὕτω δὲ καὶ τὸ μὲν πυκνότερον τοῖς ἔξωθεν, τὸ δ' ἀραιότερον τοῖς ἔνδοθεν. τὸ γοῦν ὑφ' Ἱπποκράτους εἰρημένον ἐν τῷ Περὶ τροφῆς· Ἀραιότης σώματος εἰς διαπνοήν, οἷς πλεῖον ἀφαιρέεται, ὑγιεινότερον, οἷς δ' ἔλασσον, νοσερώτερον περὶ τῶν ἐκ τῆς τροφῆς περιττωμάτων εἰς ὑγίειαν καὶ νόσον συντελούντων εἴρηται. οὐ γὰρ δὴ περί γε τῶν ὑγιεινῶν ἁπλῶς ἢ νοσερῶν σωμάτων ἐν ἐκείνῳ τῷ βιβλίῳ προὔκειτο λέγειν αὐτῷ, ἀλλὰ περὶ πάντων τῶν ἐκ τῆς τροφῆς γινομένων ἀγαθῶν τε καὶ κακῶν τὸν λόγον ποιούμενος εὐλόγως ἐμνημόνευσε καὶ τῶν ὅσον ἐπὶ τοῖς ἐξ αὐτῆς περιττώμασιν ὑγιεινῶν καὶ νοσερῶν σωμάτων. τὸ μὲν γὰρ ἀραιότερον ὑγιεινότερον, ὅσον ἐπὶ τοῖσδε, τὸ δὲ πυκνότερον νοσερώτερον. ἔμπαλιν δὲ τοῖς [747] ἔξωθεν αἰτίοις ἅπασι τὸ μὲν ἀραιότερον εὐαλωτότερον, τὸ δὲ πυκνότερον δυσπαθέστερον. ὥστε τὸ σύμμετρον σῶμα πρὸς τοῖς ἄλλοις ἀγαθοῖς οὐδ' ἀραιὸν ἢ πυκνὸν ἔχομεν εἰπεῖν ἀλλ' ὥσπερ τῶν ἄλλων ὑπερβολῶν μέσον, οὕτω καὶ τῶνδε· πλεονεκτεῖ ‹δὲ› κατά τι τῶν ὑπερβαλλόντων ἑκάτερον. τὸ μὲν γὰρ πυκνότερον ἧττον τοῖς ἔξωθεν αἰτίοις εὐάλωτον, τὸ δ' ἀραιότερον τοῖς ἔνδοθεν. ἀμφοτέροις δὲ δυσάλωτον ἀκριβῶς μὲν οὐκ ἂν εὕροις οὐδέν, μετρίως δέ πως τὸ μέσον τῶν ὑπερβολῶν ἁπασῶν, ὃ δὴ καὶ πάντων ὑγιεινότατον τῶν σωμάτων εἶναί φαμεν. οὕτω δὲ καὶ τὸ μὲν ξηρότερον τοῦ συμμέτρου σῶμα τοῖς ὑγραίνουσιν αἰτίοις ἅπασίν ἐστι δυσαλωτότερον, τὸ δ' ὑγρότερον τοῖς ξηραίνουσιν. ὥσθ' ὅπερ ἐλέχθη μικρῷ πρόσθεν, οὐ πάντη πάντων ἐστὶ δυσπαθέστατον τὸ μέσον, ἀλλ' ἑκάστου μὲν καθ' ἕν τι χεῖρον, ἁπάντων δ' αἱρετώτατον. ὅτι δ' οὐκ ἀναγκαῖον ἢ μέγα τὸ τοιοῦτον ἢ μικρὸν ἀλλὰ μέσον ὑπάρχειν, εἴρηται μὲν κἀν τοῖς Περὶ κράσεων, οὐδὲν δ' ἧττον εἰρήσεται καὶ νῦν. ὡς τὸ μὲν μέγα καὶ διὰ πλῆθος ὕλης, τὸ δὲ σμικρὸν καὶ διὰ [748] βραχύτητα γίνεται τοιοῦτον, ὥσπερ ἀνδριὰς μέγας μὲν ἐκ χαλκοῦ πολλοῦ, σμικρὸς δ' ἐξ ὀλίγου, σύμμετρον δ' εἶναι τοῖς μορίοις ἑκάτερον οὐδὲν κωλύει. καὶ δὴ καὶ σῶμα τὸ μὲν μήτε πυκνὸν ἐπιδήλως μήτ' ἀραιὸν μήτε σκληρὸν μήτε μαλακὸν μήτε λάσιον μήτε ψιλὸν τριχῶν εὐκρατότατόν ἐστιν, ὁπηλίκον ἂν ᾖ μεγέθει. εἰ δὲ καὶ τὰς συμμετρίας τῶν ὀργανικῶν μορίων τὰς πρὸς ἄλληλα σώζοι, κάλλιστόν τ' ἂν οὕτως ἰδέσθαι καὶ κατωρθωμένον ἐν τῇ κατασκευῇ τελέως ὑπάρχοι. τὸ δὲ μεῖζον τοῦ δέοντος ἢ σμικρότερον κατὰ διττὰς αἰτίας γίνεται, τὸ μὲν μεῖζον ἢ διὰ πλεονεξίαν ὑγρότητος ἢ ὕλης, τὸ δ' ἔλαττον ἢ διὰ ξηρότητα κρατοῦσαν ἢ ὕλης ἔνδειαν. αὔξησις μὲν γάρ, ἔστ' ἂν τὰ ὀστᾶ κρατυνθῇ, κρατύνεται δ' ἐπὶ σμικρῷ μεγέθει δι' ὕλης ἔνδειαν ἢ ξηρότητα. καὶ τοίνυν καὶ παύεται τῆς αὐξήσεως ἢ πρωϊαίτερον ἢ ὀψιαίτερον ἕκαστον ἐπὶ διττῇ προφάσει· ὥστ' οὐχ ἁπλῶς οὔτε τὸ μέγεθος ὑγρότητος σημεῖον οὔθ' ἡ σμικρότης ξηρότητος· ἀλλ' εἰ τὸ μὲν μέγα καὶ μαλακὸν εὐθὺς ὑπάρχει, τὸ δὲ σμικρὸν σκληρόν, εἴη ἂν οὕτω τὸ μὲν ὑγρὸν, τὸ δὲ [749] ξηρόν. ἀλλ' εἰ ταῦτ' ἀχώριστα, περιττὸν εἰς μέγεθος ἢ σμικρότητα βλέπειν. ἀρκεῖ γὰρ τὰ τῶν κράσεων ἴδια γνωρίσματα. διῄρηται δ' ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς Περὶ κράσεων. εἴπερ οὖν ταῦθ' οὕτως ἔχει, τὴν ἀρίστην κατασκευὴν ἐν δυοῖν τούτοιν θετέον, εὐκρασίᾳ μὲν τῶν ὁμοιομερῶν, συμμετρίᾳ δὲ τῶν ὀργανικῶν.