15368 605 0 0 0 0 II d. C. Medicina Galenus De musculorum dissectione ad tirones Kühn, C.G., Leipzig, Knobloch, 1830 Rist. 1965, Hildesheim, Olms. 0

Galenus - De musculorum dissectione ad tirones

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΜΥΩΝ ΑΝΑΤΟΜΗΣ.

[926] Μυῶν ἀνατομὴν ἀμέμπτως μὲν οὐδεὶς ἔγραψεν, ἀκριβέστερον δὲ μᾶλλον μὲν Μαρῖνος τῶν ἄλλων. ἀλλ' ἐπειδὴ μήτε δι' ἑνὸς βιβλίον μήθ' ἑξῆς ὑπὲρ ἁπάντων διῆλθεν, εὐδοκίμησεν εἰκότως ἡ τοῦ Πέλοπος καὶ τοῦ Λύκου καὶ Αἰλιανοῦ τῶν μυῶν ἀνατομή. ὁ μὲν οὖν Πέλοψ ἐν τῇ τρίτῃ τῶν Ἱπποκρατείων εἰσαγωγικῶν ἅμα τοῖς ἄλλοις ἅπασι μέρεσι καὶ τοὺς μῦς ἀνέτεμεν, ὁ δὲ Λύκος ἓν μέγιστον βιβλίον ἔγραψε περὶ αὐτῶν, ὁ δὲ Αἰλιανὸς κατὰ τὴν βίβλον ἣν ὥσπερ [927] ἐπιτομὴν ἐποιήσατο τῶν τοῦ πατρὸς ἀνατομικῶν συγγραμμάτων, ἅμα τοῖς ἄλλοις ἅπασι μορίοις καὶ αὐτὸς ἔγραψε τὴν τῶν μυῶν ἀνατομήν. ἐμηκύνθη δὲ τὸ τοῦ Λύκου βιβλίον, ὅτι τε μακρότερον ἑρμηνεύει πάντα καὶ ὅτι λογικὰς ζητήσεις ἀνέμιξε τοῖς ἐξ ἀνατομῆς φαινομένοις· ἔτι τε πρὸς τούτοις ὅτι περὶ παθῶν ἐποιήσατο λόγους πολλοὺς, ὧν ἔνια κατ' οὐδὲν ᾠκείωται ταῖς τῶν μυῶν ἀνατομαῖς. Αἰλιανὸς δὲ καὶ Πέλοψ μόνα τὰ φαινόμενα διῆλθον, ἅπερ οὐχ ἥκιστα κἀγὼ νῦν ἔγνωκα πρᾶξαι. περὶ μὲν γὰρ τῆς κινήσεως τῶν μυῶν ἑτέρωθι διὰ δυοῖν ὑπομνημάτων εἴρηταί μοι, περὶ δὲ τῆς χρείας ἅμα τοῖς ἄλλοις ἅπασιν ἐν τῇ μεγάλῃ πραγματείᾳ τῇ περὶ χρείας μορίων, καὶ μέντοι καὶ ὡς ἄν τις κάλλιστα γυμνάσειεν οὐ τοὺς μῦς μόνον, ἀλλὰ καὶ τὰ ἄλλα πάντα τοῦ ζώου μόρια, διὰ τῶν ἀνατομικῶς ἐγχειρήσεων λέγεται. ὅθεν οὐδὲν προῃρούμην ἰδίᾳ τι γράψαι περὶ μυῶν ἀνατομῆς· ἀλλ' ἐπειδὰν εἰς ἓν ἀθροίζω πάντα τὰ κατὰ τὰς ἀνατομὰς ὑφ' ἡμῶν εἰρημένα, τηνικαῦτα καὶ τὰ παραλελειμμένα [928] τοῖς ἔμπροσθεν ἰατροῖς, εἰ μὴ καλῶς εἰρημένα περὶ μυῶν ἐγνώκειν δηλῶσαι. τῶν δ' ἑταίρων ἔνιοι γυμνάζεσθαι βουλόμενοι καθ' ἑαυτοὺς ὑπομνήσεις τινὰς ἔχειν ἠξίωσαν ὧν ἐθεάσαντο δεικνυμένων παρ' ἐμοῦ, καὶ τοῦτο ἠνάγκασάν με γράψαι τὸ βιβλίον. ὧν τὰ μὲν φαινόμενα πάντα κατὰ τὴν ἀνατομὴν τῶν μυῶν ἐκδιδάσκω· ὑπὲρ δὲ τῆς ἐνεργείας ἀπόδειξιν μὲν οὐδεμίαν ἔχω, ἀναμιμνήσκω δὲ τὰ κεφάλαια τῶν ἐν ἑτέροις ἀποδεδειγμένων. ἐπιμνησθῆναι δέ με καὶ τῶν εἴ τι παρέλιπεν ἢ οὐκ ἀκριβῶς εἶπεν ὁ Λύκος ἠξίωσαν. ἐπειδὴ σαφέστατά τε καὶ κάλλιστα πάντων οὗτος ἀνατετμηκέναι μῦς πεπίστευται· ἃ μὲν οὖν ἐπαγγέλλεται τὸ γράμμα, ταῦτά εἰσιν. ἤδη δὲ ἐπὶ τῶν διεξόδων αὐτῶν βαδιοῦμεν. ὅστις ἐθέλει γυμνάζεσθαι περὶ τὴν τῶν μυῶν ἀνατομὴν ἐν ὕδατι πνίξας πίθηκον ἐκδειράτω πρότερον αὐτὸν, ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται· πολλοὶ γὰρ ἐν τούτοις διαμαρτάνουσι τοῖς ἐπιτυχοῦσιν ἐπιτρέποντες τὸ ἔργον.

[929] οὗτοι δὲ καὶ ἄλλα μὲν διασπῶσι πολλὰ καὶ συγχέουσιν, ὥσπερ οὐχ ἥκιστα καὶ τὸν ὑπὸ τῷ δέρματι τοῦ τραχήλου λεπτὸν καὶ πλατὺν μῦν, ὃν εἴ τις οὐκ ἐθέλει μῦν ὀνομάζειν, ἀλλὰ μυώδη γε φύσιν ἢ οὐσίαν ἢ ὅπως ἄν τις βούλοιτο καλεῖν, οὕτω προσαγορευέτω. ἄρχεται δὲ ὁ μῦς οὗτος ἔμπροσθεν μὲν ἐκ τῶν κατὰ τὰ χείλη καὶ τὰς γνάθους χωρίων, ὄπισθεν δὲ ἐκ τῶν κατὰ ῥάχιν ὑποτεταμένος ἐν κύκλῳ παντὶ τῷ περὶ τὸν τράχηλον δέρματι λεπτὸς καὶ ὑμενώδης ὑπάρχων, ὥστε καὶ διὰ τοῦτο λανθάνειν. καὶ ὑμὴν μᾶλλον ἢ μῦς εἶναι δοκεῖ, μέχρι περ ἂν ὁμοῦ τῷ δέρματι βλέπηται, χωρισθεὶς δὲ ἀπ' αὐτοῦ κατάδηλος γίνεται. ἄρθρον δὲ οὐδὲν ὑπὸ τούτου κατακεῖται τοῦ μυός· ὅτι μηδὲν ἐκπέφυκεν εἰς ἄρθρον, ἀλλὰ τὰς γνάθους καὶ τὸ δέρμα κινεῖ μόνον ᾧ συμπέφυκεν. ἔστι δὲ καὶ πρὸ τῆς ἀνατομῆς ἡ κίνησις αὐτοῦ σαφὴς ἐφ' ἡμῶν αὐτῶν. ἐπειδὰν ἀπάγειν ἀλλήλων εἰς τὰ πλάγια τὰς γνάθους βουληθῶμεν, ἄνευ τοῦ κινῆσαι τὴν κάτω γένυν καὶ διοῖξαι τὸ στόμα. [930] καὶ τοῖς σπασθῆναι δὲ μέλλουσιν οὗτος ὁ μῦς πρῶτος ἐντείνεται· καὶ οἱ κυνικοὶ καλούμενοι σπασμοὶ τούτου μάλιστα πάθος εἰσίν. ὀνομαζέσθω δὲ ὑφ' ἡμῶν ἕνεκεν σαφοῦς διδασκαλίας μυῶδες πλάτυσμα. περιβέβληται μὲν οὖν παντὶ τῷ τραχήλῳ, καταφέρεται δὲ πρόσω μὲν ἄχρι τῶν κλειδῶν, ἑκατέρωθεν δὲ κατὰ τὰς ὠμοπλάτων ῥάχεις ἄχρι τῆς ἀρχῆς τοῦ μεταφρένου, τὸ δὲ μεταξὺ ταύτης τε τῆς καταφύσεως καὶ τῆς κεφαλῆς ὑμενῶδες ὑπάρχον ὄρθιον διὰ μέσης τέταται τῆς κατὰ τὸν τράχηλον ἀκάνθης. τουτὶ μὲν οὖν τὸ σῶμα τοῖς ἀνατομικοῖς ἠγνόηται, κακῶς ἐκδερομένου τοῦ ζώου. ἐμοὶ δ' ἂν εἴη καιρὸς ὑπὲρ τῶν κατὰ τὸ πρόσωπον ἤδη μετέρχεσθαι μυῶν.

Περὶ τῶν κατὰ τὸ πρόσωπον μυῶν.

   Οἱ μὲν δὴ τῶν χειλῶν μύες, οἵπερ δὴ καὶ ἀκριβῶς ἀναμίγνυνται τῷ τούτων δέρματι, τέσσαρές εἰσι τὸν ἀριθμὸν, ἐκ μὲν τῶν ἄνωθεν μερῶν εἷς ἑκατέρωθεν ἀπὸ τῶν μήλων [931] καταφερόμενοι λοξοὶ, ἐκ δὲ τῶν κάτωθεν ἀπὸ τῆς γένυος ἄκρας, ἵνα πέρ ἐστι τὸ καλούμενον γένειον εἷς. κἀνταῦθα καθ' ἕτερον μέρος ὁ μὲν ἐκ τῶν δεξιῶν, ὁ δὲ ἐκ τῶν ἀριστερῶν. εἰ μὲν δὴ ἀμφότεροι ταθεῖεν οἱ ἄνω, ἀνασπᾶται τὸ ἄνω χεῖλος, εἰ δὲ ὁ ἕτερος μόνος, παρασπᾶται τὸ χεῖλος πρὸς ἐκεῖνον. οὕτω δὲ καὶ τῶν κάτωθεν ἀμφοῖν μὲν ταθέντων κατασπᾶται τὸ χεῖλος τὸ κάτω, θατέρου δὲ μόνον παρασπᾶται. περὶ δὲ τῆς εἰς τὰ πρόσω κινήσεως τῶν χειλῶν, ὑπὲρ ἧς οὐδὲ ἐπεμνήσθησαν ὅλως οἱ ἀνατομικοὶ, δι' ἑτέρου λεχθήσεται γράμματος, ἐν ᾧ καὶ περὶ τῶν ἄλλων ἁπασῶν κινήσεων ἀπόρων διέξειμι.

Περὶ τῶν κατὰ τὰ πτερύγια τῆς ῥινὸς μυῶν.

   Δύο δὲ ἄλλοι μύες μικροὶ παντάπασιν ἄρχεται μὲν καὶ αὐτοὶ μετὰ τὰ μῆλα, καταφύονται δὲ εἰς τὸ καθ' ἑαυτὸν ἑκάτερος τῆς ῥινὸς πτερύγιον ἀνοιγνύντες αὐτήν. συστέλλεται δὲ ὑπ' οὐδενὸς μυὸς ἡ ῥὶς, ἀλλ' ὅταν οἱ προειρημένοι [932] μύες ἐνεργοῦντες παύσωνται, τὴν μέσην τηνικαῦτα κατάστασιν λαμβάνει. ἐπέκεινα δὲ αὐτῆς ὑπ' οὐδενὸς ἀπάγεται μυὸς, ἀλλ' ἐν ταῖς σφοδροτέραις εἰσπνοαῖς, τῇ ῥύμῃ τοῦ πνεύματος ἕπεται τὰ πτερύγια. κάτω μέντοι κατασπᾶται τοῖς χείλεσιν ἀκολουθοῦσα κατὰ προάρτησιν.

Περὶ τῆς ὑπὸ τῷ δέρματι τοῦ μετώπου μυώδους φύσεως.

   Καὶ μὲν δὴ καὶ τῷ τοῦ μετώπου δέρματι μυώδης φύσις ὑποτέταται λεπτὴ συμφυὴς αὐτῷ καὶ τοῦτο σύμπαν τὸ περὶ τὸ μέτωπον δέρμα κινεῖται, κἂν ἀκίνητος ἡ γένυς φυλάττηται.

Περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς μυῶν.

   Οἱ μὲν περὶ τὴν βάσιν μύες, εἴτε ἕνα τις αὐτὸν φήσειεν εἶναι ἤτοι διπλοῦν ἢ τριπλοῦν εἴτε δύο ἢ καὶ τρεῖς συμφυεῖς, εἰς τὸ στηρίζειν τὸν ὀφθαλμόν εἰσι χρήσιμοι. ἐπειδὰν μάλιστα κατ' εὐθὺ βλέπειν ἀκριβῶς τι μικρὸν σῶμα [933] δεηθῶμεν. οἱ δὲ ἄλλοι πάντες οἱ κινοῦντες αὐτὸν ἓξ τὸν ἀριθμὸν ὑπάρχουσιν. εὐθειῶν μὲν κινήσεων οἱ τέσσαρες ἐξηγούμενοι, δύο δὲ οἱ λοιποὶ περιστρέφοντες ὅλον τὸν ὀφθαλμόν. ἀλλ' οὗτοι μὲν ἀπὸ τῶν κατὰ τὸν μέγαν κανθὸν ὁρμώμενοι χωρίων ἐπὶ τὸν μικρὸν ἀφικνοῦνται. τῶν δὲ ἄλλων τῶν τεσσάρων μυῶν ὁ μὲν ἀνατείνειν αὐτὸν, ὁ δὲ καθέλκειν, ὁ δὲ τῇ ῥινὶ προσάγειν, ὁ δὲ ἐκτὸς ἐπισπᾶσθαι· πέφυκεν ὡς ἐπὶ τὸν μικρὸν κανθόν. ὅσοι δὲ ὥσπερ καὶ Λύκος οὐχ ἓξ, ἀλλὰ πέντε νομίζουσιν εἶναι τοὺς μῦς, τοὺς δὲ ἁμαρτάνουσιν οὐ περὶ τὸν ἀριθμὸν αὐτῶν μόνον, ἀλλὰ καὶ τὴν τῶν ἐνεργειῶν γνῶσιν.

Περὶ τῶν κάτω γένυν κινούντων μυῶν.

   Τέσσαρες συζυγίαι μυῶν τὴν κάτω γένυν κινοῦσιν· ἀνατείνοντες μὲν οἵ τε κροταφῖται καλούμενοι καὶ οἱ ἔνδον τοῦ στόματος. εἰς δὲ τὰ πλάγια παράγοντες οἱ κατὰ τὰς γνάθους, οὓς μασσητῆρας ὀνομάζουσιν ἀπὸ τῆς χρείας τοὔνομα [934] θέμενοι, κατασπῶντες δὲ οἱ λοιποὶ δύο. ἀλλ' οὗτοι μὲν στενοί τέ εἰσι καὶ προμήκεις· ἀρχόμενοι μὲν ὄπισθέν τε καὶ κάτωθεν τῶν ὀστῶν, διὰ δὲ τοῦ τραχήλου πρόσω φερόμενοι, κἄπειτα εἰς ταυτὸν ἀλλήλοις ἰόντες, ἵνα δὴ καταφύωνται τῇ γένυι διανοίγοντες αὐτὴν, ἐπειδὰν ταθῶσιν. οὗτοι μόνοι συμπάντων μυῶν σαρκώδη μὲν ἔχουσιν ἄμφω τὰ πέρατα, τὸν μέσον δὲ ἀκριβῆ τένοντα. τῶν δὲ ἄλλων τριῶν συζυγιῶν εὐρώστων τε ἅμα καὶ μεγάλων οὐσῶν οἱ μὲν κροταφῖται καθήκουσιν, εἴς τε τὰς κορώνας ἄκρας τῆς γένυος εἷς ἑκατέρωθεν, εἴς τε τὴν γένυν αὐτὴν περὶ τὴν ἔκφυσιν τῆς κορώνης ἰσχυραῖς ἀπονευρώσεσιν ἐμφυόμενοι δι' ὧν τήν τε γένυν ἀνασπῶσι καὶ κλείουσι τὸ στόμα· καὶ διὰ τοῦτο καὶ τούτους τοὺς μῦς ἐνίοτε μασσητῆρας ὀνομάζουσιν οὐχ οἱ νεώτεροι μόνον, ἀλλὰ καὶ οἱ παλαιοὶ τῶν ἰατρῶν, ὥσπερ καὶ Ἱπποκράτης. ἵνα δὲ πρῶτον ἀποβλαστάνουσιν οἱ αὐτῶν εἰρημένοι τένοντες ἐγκάρσιον ὀστοῦν [935] ἔξωθεν ἐπιβέβληταί τε καὶ περιβέβληται ζύγωμα προσαγορευόμενον.

Περὶ τῆς τρίτης συζυγίας τῆς κλειούσης.

   Οἱ δ' ἐντὸς τοῦ στόματος μύες ἐπιβεβήκασι μὲν τοῖς πλατέσι καὶ κοίλοις τῆς κάτω γένυος, ἀνατείνονται δὲ ἐπὶ τὴν ὑπερώαν ἐμφυόμενοι τοῖς ἐνταῦθα κοίλοις ὀστοῖς ἃ περιλαμβάνουσιν αἱ πτερυγώδεις ἐκφύσεις. ἔστι δὲ αὐτοῖς ἐνταῦθα καὶ τένων τις εὔρωστος, ὅλον δὲ τὸ πλάγιον μέρος τῶνδε τῶν μυῶν συμπέφυκε τοῖς κροταφίταις. καὶ μέντοι καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχουσιν αὐτοῖς ἀνασπῶντες ἐκ τῶν ἔνδον μερῶν τὴν κάτω γένυν. ἔνιοι μὲν αὐτοὺς μέρος τι τῶν κροταφιτῶν εἶναι νομίζουσιν, ὥσπερ Μαρῖνος, ἔνιοι δὲ ἀποχωρίζουσιν ἰδίως, καθάπερ Αἰλιανὸς καὶ Πέλοψ. ὁ Λύκος δὲ ὅλως ἀγνοήσας αὐτοὺς ἐπιτιμᾷ τοῖς τέτταρας εἶναι λέγουσι τοὺς κροταφίτας.

Περὶ τῶν μασσητήρων τῶν τριγώνων.

[936]    Οἱ λοιποὶ δὲ δύο μύες ἔξωθεν μὲν ἐπιβέβληνται τῷ μήκει τῆς κάτω γένυος, παραφερόμενοι δὲ καὶ καταφερόμενοι ταῖς δύο κεφαλαῖς αὐτῶν πρός τε τὸ μῆλον ἀνατείνονται καὶ τὸ ζύγωμα, δύο κατ' ἀλήθειαν ἑκατέρωθεν ὄντες καὶ οὐχ εἷς· ἀλλήλων γὰρ διαδέχονται τὴν ἐν ταῖς μασσήσεσιν ἐνέργειάν τε καὶ χρείαν· ὁ μὲν εἰς τὸ πρόσω τὴν γένυν κινῶν, ὁ δὲ εἰς τοὐπίσω. καὶ μὲν δὴ καὶ εἰς τοὺς κροταφίτας οἱ μύες οὗτοι συμφύονται κατὰ τοῦ ζυγώματος ἔνδον.

Περὶ τῶν εἰς τὰς ὠμοπλάτας τῆς κεφαλῆς ἐμφυομένων.

   Πρώτως πάντων ἀφαιρεθέντος τοῦ μυώδους πλατύσματος ἐκ τοῦ κατὰ τὸ ἰνίον αὐτοῦ τῆς κεφαλῆς ἐκφυόμενοι φαίνονται δύο μύες ἀλλήλων ψαύοντες εἷς ἑκατέρωθεν· ὁ μὲν ἐκ τῶν δεξιῶν μερῶν τοῦ ζώου, ὁ δὲ ἐκ τῶν ἀριστερῶν. ἔστι δ' ἡ ἔκφυσις αὐτῶν ἰσχνὴ καὶ πλατεῖα κατὰ γραμμὴν ἐγκαρσίαν ἐπὶ τὰ ὦτα φερομένη· οὐ μὴν ἐξικνεῖταί γε πρὸς [937] ἑκάτερον τῶν ὤτων, ἀλλ' ἔλαττόν ἐστι συχνῶς. ἐντεῦθεν ὁρμηθέντες οἱ δύο μύες ἀεὶ καὶ μᾶλλον πλατύνονται καὶ τελευτῶντες ἐμφύονται ταῖς ῥάχεσι τῶν ὠμοπλατῶν ἄχρι τοῦ καθ' ἑκάτερον ἀκρωμίου συνεπιλαμβάνοντές τι καὶ τῶν κλειδῶν. τούτους τοὺς μῦς ἰδεῖν ἔστι καὶ ἐπὶ τῶν γυμναστικῶν ἐναργῶς καὶ πρὸ τῆς ἀνατομῆς. εὐτραφέστατοι γὰρ γίνονται καὶ σύμπαντα καταλαμβάνουσι τὸν αὐχένα. τὸ δὲ ἔργον αὐτῶν οὐχ ὥσπερ οἴεται Λύκος ἅμα πολλοῖς ἐξαπατώμενος· οὐ γὰρ κατασπῶσιν ἐπ' ὠμοπλάτας τὴν κεφαλὴν, ἀλλ' ἐκείνας ἐπὶ τὴν κεφαλὴν ἕλκουσιν. ἀποδείκνυται δὲ τοῦτο διὰ τῶν ἀνατομικῶν ἐγχειρήσεων. ἔνθα καὶ περὶ πολλῶν ἄλλων κινήσεων ἠγνοημένων τοῖς ἔμπροσθεν ἰατροῖς ἐπὶ πλέον διέξιμεν, ὡς ἂν καὶ τὴν μέθοδον ἥτις ἂν ἕκαστος εὑρίσκῃ διδάσκοντες. μετὰ δὲ τὴν τῶν προειρημένων μυῶν ἔκφυσιν ἀποτμηθεῖσαν ὑπόκειταί τις ἑτέρα συζυγία μυῶν ἰσχνῶν καὶ μακρῶν λεπτὴ μὲν καὶ πλατεῖα κατὰ τὴν ἔκφυσιν, ἀεὶ δὲ ἐν τῷ προϊέναι στρογγυλωτέρα γινομένη καὶ [938] τελευτῶσα εἰς τένοντα λεπτὸν, καταφυέται κατὰ τὴν ἀρχὴν τῆς βάσεως τῆς ὠμοπλάτης ἀκριβῶς στρογγύλον οἷόνπερ νεῦρον. ὅστις ἐκ τῶν ἔνδον μερῶν παραφερόμενος τῇ βάσει καὶ προελθὼν ἄχρι τοῦ ἡμίσεως αὐτῆς, οὕτως ἤδη τὴν ἔκφυσιν εἰς αὐτὸ τὸ τῆς βάσεως ὀστοῦν ποιεῖται. ἡ χρεία δὲ αὐτοῦ τῆς ὠμοπλάτης τὴν βάσιν κατ' εὐθὺ ἀνέλκειν τῆς κεφαλῆς, οὐδὲ τοῦτον οἱ περὶ τὸν Λύκον ἔγνωσαν τὸν τένοντα.

Περὶ τῶν ὠμοπλάτην κινούντων μυῶν.

   Ἑπτὰ μύες εἰσὶν οἱ κινοῦντες ἑκατέραν τὴν ὠμοπλάτην· δύο μὲν ἀπ' ἰνίου καταφερόμενοι λοξοὶ, περὶ ὧν ἔμπροσθεν εἶπον· ἕτερος δὲ τρίτος ἀπὸ τῆς εἰς τὸ πλάγιον ἐξοχῆς τοῦ πρώτου σπονδύλου, τέταρτος δὲ ἀπὸ τοῦ τὸν λάρυγγα περιέχοντος ὀστοῦ· καὶ δύο ἄλλοι τὴν ἔκφυσιν ἐκ τῆς κατὰ τὸν νῶτον ἀκάνθης ἔχοντες. ἕβδομος δὲ ἀπὸ τῆς ὀσφύος ἀναφερόμενος ἐπὶ τὴν κατ' ὦμον διάρθρωσιν μέγιστος μῦς, οὗ τὴν φύσιν ἅπασαν ἐν τοῖς ἑξῆς διηγήσομαι κατ' ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἔνθα δίειμι περὶ τῶν κατ' [939] ὦμον ἄρθρον κινούντων μυῶν. ἐκφύεται δὲ ὁ μὲν ἐκ τοῦ πρώτου σπονδύλου τὴν ἔκφυσιν ἔχων εἰς τὸ τῆς ὠμοπλάτης ῥάχεως πέρας, ὅσον ὑψηλόν ἐστι πρὸς τὸ ἀκρώμιον σχεδὸν εἰς τὸ τρίτον που μέρος ὅλης αὐτῆς. ἔστι δὲ σαρκοειδής τε καὶ ἥκιστα πλατὺς ὁ μῦς οὗτος καὶ προσάγει τὴν ὠμοπλάτην τοῖς πλαγίοις μέρεσι τοῦ τραχήλου. τούτου τοῦ μυὸς οὐ τὴν ἐνέργειαν μόνην ὁ Λύκος ἠγνόησεν, ἀλλὰ καὶ τὴν ἔκφυσίν τε καὶ τὴν κατάφυσιν οἰόμενος ἄρχεσθαι μὲν αὐτὸν ἀπὸ τῶν στηλοειδῶν τοῦ κρανίου ἐκφύσεων, ἥκειν δὲ ἐπὶ τὸ ἀκρώμιον. ὁ δὲ ἐκ τοῦ περιέχοντος ὀστοῦ τὸν λάρυγγα τὴν ἔκφυσιν ἔχων εἰς ἐκεῖνο μάλιστα τῆς κατ' ὠμοπλάτην ὑψηλῆς ἐμφύεται πλευρᾶς, ἔνθα ἡ ἀρχὴ τῆς ἀγκυροειδοῦς ἀποφύσεώς ἐστι, στενὸς δὲ καὶ μακρὸς ὁ μῦς οὗτος ὑπάρχει καὶ προσάγει τὴν ὠμοπλάτην εἰς τὸ πρόσω τοῦ τραχήλου πρὸς τὴν ἰδίαν ἀρχὴν, ὅπερ ἁπάντων ἐστὶ κοινὸν τῶν μυῶν· ὁ δὲ ἀπὸ τῶν πλευρῶν τε καὶ τῆς ὀσφύος [940] εἰς τὴν κατὰ τὸν ὦμον διάρθρωσιν ἀναφερόμενος μῦς τῇ τε βάσει τῆς ὠμοπλάτης ὁμιλῶν ὅλῃ καὶ τοῖς σιμοῖς τοῖς κατὰ τὴν ταπεινοτέραν πλευρὰν κάτωθέν τε καὶ πρόσθεν ἐφ' ἑαυτὸν ἐκ τούτων τῶν λαβῶν ἐπισπᾶται τὴν ὅλην ὠμοπλάτην εἴς τε τὰ κάτω καὶ πρόσω. οἱ δ' ὑπόλοιποι δύο μύες, οὓς μόνους οἴεται Λύκος τὴν ὠμοπλάτην κινεῖν, ὁ μὲν ἐπιπολῆς ἐξ ἁπάντων ἐκφυόμενος τῶν τοῦ θώρακος σπονδύλων εἰς τὸ κάτω μέρος ἐμφύεται τῆς ῥάχεως αὐτῆς, ὁ δὲ ὑπ' αὐτῷ κείμενος ἐκφύεται μὲν ἐκ τῶν ἑπτὰ τοῦ θώρακος σπονδύλων· καὶ προσέτι τῶν ἐν τῷ τραχήλῳ πέντε, καταφύεται δὲ εἰς ὅλον τὸ χονδρῶδες τῆς βάσεως. ἀπάγει μὲν οὖν ἑκάτερος αὐτῶν ὀπίσω τὴν ὠμοπλάτην, ἀλλ' ὁ μὲν πρότερον ῥηθεὶς ἑαυτῷ κατασπᾷ, ὁ δὲ δεύτερος ὡς ἐπὶ τὸν τράχηλον ἀνέλκει. εἰ δ' ἄμφω ταθεῖεν, ὀπίσω πρὸς τὴν ῥάχιν, ἀπάγουσιν ὅλην τὴν ὠμοπλάτην, ὡς τοὺς ἑπτὰ τοῦ θώρακος σπονδύλους τοὺς πρώτους, οἷς καὶ παρατέτανται.

Περὶ τῶν τὴν κεφαλὴν κινούντων μυῶν.

[941]   Ἡ κεφαλὴ τὰς μὲν οἰκείας κινήσεις ἄνευ τοῦ τραχήλου κινεῖται βραχυτάτας τε ἅμα καὶ διττὰς ὑπαρχούσας κατὰ διττὰς διαρθρώσεις· τὰς μὲν ἑτέρας ἐφ' ἑκάτερα περιστρεφομένη, τὰς δὲ ἑτέρας ἐπὶ νευόντων τε πρόσω καὶ ἀνανευόντων ὀπίσω. αἱ δὲ σὺν ὅλῳ τῷ τραχήλῳ κινήσεις αὐτῆς ἐπὶ πολύ τε γίνονται καὶ μετ' ὀλίγον ὑπὲρ αὐτῶν δίειμι. νυνὶ δὲ περὶ τῶν οἰκείων αὐτῆς μυῶν εἰρήσεται. τῇ προειρημένῃ συζυγίᾳ τῶν ἰσχνῶν μυῶν, οὓς καὶ αὐτοὺς ἔφην ἀνασπᾷν τὴν ὠμοπλάτην ἐκ τοῦ κατ' ἰνίου ὀστοῦ τῆς κεφαλῆς ἐκφυομένους ἐφεξῆς ἐστιν ἑτέρα τὴν ἔκφυσιν ἐγκαρσίαν τε ἅμα καὶ σαρκώδη καὶ πλατεῖαν ἄχρι τῶν ὤτων ἔχουσα. συνεκφύεται δὲ αὐτῇ τις ἑτέρα τὴν ἀρχὴν ἐκ τῆς ὑπ' αὐτὸ τὸ οὖς χώρας πεποιημένη. αὗται δι' ὅλου τοῦ τραχήλου πρὸς τὰ πρόσω φέρονται λοξαί· κατὰ μὲν τὴν πρώτην ἔκφυσιν μετρίως συμφυεῖς, ἐν δὲ τῷ μετὰ ταῦτα χωρίῳ ἀποχωροῦσι μᾶλλον καὶ διὰ τοῦτο καὶ δύο μύες δόξειεν [942] ἄν τις καὶ οὐχ εἷς ἑκατέρωθεν τοῦ τραχήλου. ἀμφοτέρων δὲ καὶ ἡ χρεία καὶ ἡ κίνησις καὶ ἡ τῶν ἰνῶν θέσις ὁμοία. διαφέρουσι δὲ ἑνὶ μόνῳ τῷ τὰς μὲν τοῦ προτέρου μυὸς ἶνας ἀπὸ τῆς πρώτης ἐκφύσεως, σαρκοειδεῖς ὑπαρχούσας ἄχρι παντὸς τοιαύτας μενούσας εἰς τὸ τῆς κλειδὸς ὀστοῦν καταφέρεσθαι. τὰ δὲ τοῦ δευτέρου καὶ οἷον σύνδεσμον ἔχειν τὴν ἀρχὴν καὶ οἷον τένοντα τὸ πέρας, ὃ πρὸς τὸ στέρνον περαίνεται. τέμνεσθαι δέ πως καὶ αὐτὸς οὗτος ὁ δεύτερος μῦς, εἰ δύο δύναται τῷ βουλομένῳ μέχρι τοσούτου λεπτουργεῖσθαι. σχίζεται γάρ πως περὶ τὸν τράχηλον, ὡς παρακεῖσθαι καὶ ψαύειν αὐτοῦ τὰ μέρη συνηρτημένα. τὸ μὲν οὖν ἕτερον τὸ πρόσθιον ἐμφύεται τῷ στέρνῳ διὰ νευρώδους πέρατος, τὸ δὲ ἕτερον εἰς τὴν ἀρχὴν τῆς κλειδὸς σαρκοειδῆ κατάφυσιν ποιεῖται· μέσον κείμενον αὐτοῦ τε τούτου πρὸς τὸ στέρνον περαίνοντος καὶ τοῦ πρόσθεν ῥηθέντος τοῦ τὴν ἔκφυσιν πεποιημένου ἐξ ἰνίου. τοῦτον ὅλον τὸν μῦν ἕνα χρὴ τίθεσθαι τῇ τε κινήσει καὶ τῇ χρείᾳ· καὶ γὰρ ἡ κίνησις αὐτοῦ λοξὴ καὶ ἡ χρεία τὴν κεφαλὴν [943] τοῦ ζώου περιάγει εἰς τὰ πρόσω, οὐχ ἕνα δὲ διά τε τὸ μὴ πάντη μένειν συνεχῆ καὶ διὰ τὸ τὰς ἐκφύσεις τε καὶ καταφύσεις οὐχ ὁμοίας ἁπάσας εὐθείας ἔχειν. αἵ τε γὰρ ἐκφύσεις αὐτοῦ δύο εἰσὶ, σαρκώδης μὲν ἡ ἐξ ἰνίου, νευρωδεστέρα δέ πως ἡ ὑπὸ τὸ οὖς. αἵ τε καταφύσεις, ὡς νῦν ἤδη λέλεκται, σαρκώδης μὲν ἡ εἰς τὴν κλεῖν καθήκουσα, νευρώδης δὲ ἡ ἐν τῷ στέρνῳ συμφυομένη. ἀλλὰ περὶ μὲν τούτων οὐ μεγάλα τοῖς ἀνατομικοῖς ἡμάρτηται. τὸ δὲ οἴεσθαι τῷ μήκει τῆς κλειδὸς ἐμφύεσθαι παντὶ τὴν ἀπ' ἰνίου μοῖραν αὐτῶν, οὐ μικρόν τι περὶ τὸ φαινόμενον ἐσφαλμένον ἐστίν. εἴρηται δὲ ὑπὸ τοῦ Λύκου τοῦτο· τὸ καὶ ἄλλων τινῶν ἐνδόξων ἀνδρῶν. καίτοι γε οὐ μόνον ὅλην οὐ κατείληφε τὴν κλεῖν ὁ μῦς οὗτος, ἀλλ' οὐδὲ τὸ ἥμισυ μέρος αὐτῆς. αὕτη μὲν οὖν ἡ συζυγία μεγάλων ἱκανῶς ἐστι μυῶν, ὥστε καὶ πρὸ τῆς ἀνατομῆς ἐπὶ πάντων ἀνθρώπων διαγινώσκεσθαι σαφῶς καὶ μάλιστα ἐπὶ τῶν γυμναστικῶν, οἱ δ' ὄπισθεν ἐξ ἰνίου πεφυκότες ἐλάττους τε πολὺ τούτων εἰσὶ [944] καὶ πάμπολλοι τὸν ἀριθμόν. ἔστι δὲ αὐτῶν, ὡς ἄν τις εἴποι, δύο γένη, τὸ μὲν ἕτερον κοινὸν τραχήλου καὶ κεφαλῆς, τὸ δὲ ἕτερον αὐτῆς μόνης τῆς κεφαλῆς. τὸ μὲν οὖν κοινὸν τραχήλου καὶ κεφαλῆς εἰς ὀκτώ που διαιρεῖται μῦς ἑκατέρωθεν τῆς ἀκάνθης τέσσαρας· ὧν ἡ μὲν πρώτη συζυγία πλατείας ἔχουσα τὰς κατ' ἰνίον ἐκφύσεις στενοῦται κατιοῦσα καὶ γίνεται τὸ σχῆμα τῶν μυῶν ἑκατέρου τριγώνῳ παραπλήσιον ὀρθογωνίῳ βάσιν μὲν ἔχοντι τὴν ἐκ τῆς κεφαλῆς ἔκφυσιν, τὴν δ' ἑτέραν μὲν τῶν ἐπὶ τὴν ὀρθὴν γωνίαν πλευρῶν αὐτῆς τῆς ῥάχεως τὴν ἄκανθαν, λοιπὴν δὲ τρίτην τὴν ταύτας ἐπιζευγνύουσαν, ὥστε ἐκ τῶν εἰρημένων εὔδηλον ὅτι λοξαὶ τούτων εἰσὶν ἶνες ἀπὸ τῶν πλαγίων τῆς κεφαλῆς ἐπιστρεφόμεναι πρὸς τοὐπίσω. οὗτοι μὲν οὖν οἱ μύες, ὥσπερ τινὲς πτύχες ἐπίκεινται τοῖς ἄλλοις πεπλατυσμένοι καθ' ἕτερον μέρος εἷς, ἀρθέντων δὲ αὐτῶν ἐνίοτε μὲν ἐναργῶς φαίνονται τρεῖς συζυγίαι μυῶν, ὡς τὸ πολὺ δὲ δύο· παρατεταμένη μὲν ἑτέρα παρὰ τὴν ἄκανθαν ἀτρέμα [945] πλατέων μυῶν λοξῶν ἀπ' ἰνίου πρὸς τὰ πλάγια τῆς ῥάχεως φερομένων, ἡ δ' ἑτέρα στρογγύλων ὑπεναντίως ἐκείνοις ἐχόντων τὰς ἶνας ἐκ τῶν πλαγίων μερῶν τῆς κεφαλῆς, ὅθεν περ καὶ τὴν ἔκφυσιν ἔχουσιν ἐπὶ τὴν ἄκανθαν φερομένην. ἐπειδὰν δὲ τρεῖς συζυγίαι φαίνωνται, μία μὲν αὐτῶν περὶ τὴν ῥάχιν ἐκτέταται, ἡ δὲ ἄλλη παρὰ τὰς πλαγίας ἀποφύσεις, ἡ δὲ λοιπὴ ἀμφοῖν περιτέτακται μέση. πολλάκις δὲ καὶ πάσας τὰς ἶνας ἁπασῶν τῶν ἐκφύσεων ἰδεῖν ἐστιν ἀπὸ τῶν ὀπίσω μερῶν εἰς τὰ πρόσω λοξῶς φερομένας, ὡς τελευτᾷν, ἁπάσας κατ' ἐκεῖνο τὸ μέρος τῶν σπονδύλων, ἵνα πέρ εἰσιν αὐτῶν αἱ ἀποφύσεις αἱ πλάγιαι, ἀφελόντι δὲ αὐτὰς ἀκριβῶς ἤδη καταφαίνονται αἱ περὶ τὴν διάρθρωσιν τῆς κεφαλῆς. εἰσὶ δὲ ἐνταῦθα τέσσαρες μύες μικροὶ καθ' ἑκάτερον μέρος· δύο μὲν ἐκ τοῦ τῆς κεφαλῆς ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες ἐκ κοινῆς ἀρχῆς κατὰ τὸ τοῦ ἰνίου πέρας ἁπτόμενοι τῆς διαρθρώσεως. καθήκει δὲ ὁ μὲν εὐρωστότερος αὐτῶν εἰς τὴν [946] ὀπισθίαν ἀπόφυσιν τοῦ δευτέρου σπονδύλου στενούμενος κατὰ τὴν ἔκφυσιν, ὁ δὲ ἕτερος λοξὸς εἰς τὴν πλαγίαν τοῦ πρώτου, τρίτος δὲ ἄλλος μῦς ἐπιζεύγνυσι ἀμφοτέρους ἀπὸ τῆς τοῦ πρώτου σπονδύλου πλαγίας ἀποφύσεως ἐπὶ τὴν ὄπισθεν ἀφικνούμενος τοῦ δευτέρου, καταφύεται δὲ οὗτος μὲν εἰς τὰ πλάγια τῆς ἐκφύσεως, ὁ δὲ ἕτερος ὁ πρῶτος λεχθεὶς εἰς αὐτὸ τὸ ὑψηλὸν, ὅπερ ἄκανθαν ὀνομάζουσιν, ὑπόκειται δὲ τούτῳ μῦς ἕτερος μικρὸς ἐκ τοῦ τῆς κεφαλῆς ἰνίου καταφυόμενος εἰς τὸν πρῶτον σπόνδυλον. ἡ δὲ ἐνέργεια τῶν μὲν ὑστάτων εἰρημένων μυῶν τούτων τῶν μικρῶν ὀκτὼ τὸν ἀριθμὸν ὄντων ἡ περὶ τὴν διάρθρωσιν μόνην κίνησις τῆς κεφαλῆς, τῶν δὲ ἐπικειμένων αὐτοῖς ἅμα τῷ τραχήλῳ παντὶ τὴν κεφαλήν. ἀνανεύουσι μὲν οὖν ἐπ' εὐθείας μόνην τὴν κεφαλὴν οἱ καθήκοντες ὄρθιοι μύες εἴς τε τὸν πρῶτον καὶ τὸν δεύτερον σπόνδυλον, μετὰ δὲ βραχείας ἐγκλίσεως, οἱ λοιποὶ τέσσαρες οἱ μὲν ἐκ τῆς κεφαλῆς ἐκπεφυκότες ἀτρέμα λοξὴν ἀπάγοντες εἰς τὸ πλάγιον. οἱ λοιποὶ δὲ δύο συνεργοῦντές [947] τε κατὰ τὴν γινομένην ἐκ ταύτης τῆς κινήσεως τοῖς ἀντιτεταγμένοις μυσὶν ἀνάτασιν λοξὴν ἐπὶ τὴν κεφαλὴν ἅμα τοῖς συνέχουσι μορίοις τοῦ πρώτου σπονδύλου πρὸς τὸ κατὰ φύσιν ἐπανάγοντες. πρόδηλον δὲ ὅτι καθ' ἕνα μὲν ἕκαστον μῦν αἱ κινήσεις αὗται γίνονται αἱ λοξαὶ, συναμφοτέρου δὲ καθ' ἑκάστην συζυγίαν ἐνεργήσαντος εὐθεῖα κίνησις ἀποτελεῖται μία. οὕτω δὲ καὶ ἐπὶ τῶν ἐπικειμένων αὐτοῖς μυῶν τῶν ὅλον τὸν τράχηλον κατειληφότων οἱ μὲν λοξοὶ λοξὴν ἀνανεύουσιν, οἱ δὲ εὐθεῖς εὐθεῖαν ἐργάζονται. ἐσφαλμένοι δέ εἰσι καὶ περὶ τούτους ἀνατομικοὶ μήτε τὸν ἀριθμὸν αὐτῶν ἀκριβῶς μήτε τὴν θέσιν μήτε τὴν ἐνέργειαν μήτε τὴν χρείαν μήτε τὸ σχῆμα γράψαντες. ἄλλοι δὲ ἐκ τῶν πρόσω δύο μύες εἰσὶ τῶν κινούντων ἅμα τῷ τραχήλῳ τὴν κεφαλήν· εὔρωστοί τε καὶ μακροὶ προβαίνουσι δὲ ἄχρι τοῦ πέμπτου τῶν κατὰ τὸν θώρακα σπονδύλων, ἐπιτεταμένοι μὲν ἅπασι τοῖς κατὰ τὸν αὐχένα σπονδύλοις ἐκ τῶν ἔμπροσθεν μερῶν, ὑποβεβλημένοι δὲ τῷ στομάχῳ. ἡ [948] δὲ ἔκφυσις τούτων ἐκ τῶν κάτω μερῶν ἐστι τῆς κεφαλῆς, σαρκώδης τε οὖσα καὶ κατειληφυῖα τὸ μεταξὺ τῆς τε διαρθρώσεως αὐτῆς καὶ τοῦ κάτω πέρατος τῆς λαμβοειδοῦς ῥαφῆς. κάμπτουσι δὲ οἱ δύο μύες οὗτοι σὺν τῷ τραχήλῳ τὴν κεφαλὴν, ἐπειδὰν ἐνεργήσωσιν ὅλοι, τὸ δὲ ἄνω μέρος αὐτῶν ὅσον ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πρῶτόν τε καὶ δεύτερον ἐμφύεται σπόνδυλον αὐτὴν μόνην ἐπινεύει τὴν κεφαλὴν ἰδίαν ἔσθ' ὅτε σαφῆ περιγραφὴν ἔχον ἀνάλογον τοῖς ὄπισθεν μυσὶ τοῖς μικροῖς. εἰσὶ δὲ κἀκ τῶν πλαγίων μερῶν περὶ τὸ τῆς κεφαλῆς ἄρθρον ἄλλαι δύο συζυγίαι μυῶν μικρῶν· ἡ μὲν ἑτέρα συνάπτουσα τῇ κεφαλῇ τὸν πρῶτον σπόνδυλον, ἡ δ' ἑτέρα τούτῳ τὸν δεύτερον. οὐκ ἀεὶ σαφὴς ἡ ἐνέργεια δὲ τούτων ἐστὶν, εἰς τὸ πλάγιον δὲ ἐπινεύειν αὐτὰς μόνον τὰς κατὰ τοὺς πρώτους σπονδύλους διαρθρώσεις. τούτων ἁπάντων τῶν μυῶν ὅσοι τὴν διάρθρωσιν ἐστεφανώκασι τῆς κεφαλῆς, ὥσπερ ὁρᾷς ἐν κύκλῳ περικείμενος ἄλλος ἄλλην ἐνέργειαν πεπίστευται, δύο μόνους οἶδεν [949] ὁ Λύκος. ἀγνοῶν δὲ τοὺς ἄλλους ἅπαντας, ὥσπερ καὶ τοὺς ὄπισθεν ὀκτὼ τοῦ ἰνίου, οὓς κοινοὺς ἔφαμεν εἶναι τραχήλου καὶ κεφαλῆς· ἀλλὰ τούτους μὲν οὐκ ἠδυνήθη διαχωρίσαι τῶν ῥαχιτῶν, τοὺς λοιποὺς δὲ ὑπὸ τούτους κατακεκρυμμένους εἰκότως οὐκ ἔγνω.

Περὶ τῶν τῆς τραχείας ἀρτηρίας μυῶν.

   Τῆς τραχείας ἀρτηρίας τέσσαρές εἰσιν ἴδιοι μύες, συστέλλοντές τε καὶ στενοῦντες αὐτὴν, ἐπειδὰν ταθῶσιν ἀντισπῶντες καὶ τὸ ἰοειδὲς ὀστοῦν καὶ τὸν λάρυγγα. ἄρχονται δὲ αὐτῶν οἱ μὲν μείζους ἐκ τοῦ κάτω πέρατος τῆς εὐθείας γραμμῆς τοῦ ἰοειδοῦς, εἶτα κατὰ τὸ μῆκος ὅλης τῆς ἀρτηρίας ἐνεχθέντες ἐμφύονται τῷ στέρνῳ κατὰ τὰ ἔνδον μέρη. δόξειαν δ' ἄν σοί ποτε καὶ διφυεῖς ὑπάρχειν οἱ δύο μύες οὗτοι· ἄλλοι δὲ δύο ἀπὸ τῶν πλαγίων περιλαμβάνονται καὶ κάτω μερῶν ἐκφυόμενοι τοῦ θυρεοειδοῦς χόνδρου τελευτῶσι καὶ οὗτοι πρὸς τὸ στέρνον ἐκ τῶν πλαγίων περιλαμβάνοντες [950] τὴν ἀρτηρίαν, μεμνημένων ἡμῶν ὡς ἐπὶ τῶν πιθήκων ἅπαντα λέγεται ταῦτα. περὶ δὲ τῆς τῶν ἄλλων ζώων πρὸς τούτους διαφορᾶς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται.

Περὶ τῶν τοῦ λάρυγγος ἰδίων μυῶν.

   Δύο μὲν ἐπὶ τοῖς προσθίοις μέρεσι τοῦ χόνδρου τοῦ θυρεοειδοῦς, ὁ μὲν ἐκ τῶν δεξιῶν, ὁ δὲ ἐκ τῶν ἀριστερῶν ὄρθιοι κατὰ τὸ μῆκος ἐπίκεινται πεφυκότες ἐκ τῶν ταπεινῶν μερῶν τοῦ λαμβδοειδοῦς. ἀνασπῶσι δὲ οὗτοι πρός τε τὸ ἄνω καὶ πρόσω τὸν χόνδρον, ἕτεροι δὲ δύο μύες ἀπὸ τῶν ὀπίσω περάτων τοῦ θυρεοειδοῦς χόνδρου καθ' ἑκάτερον εἷς ἐκφυόμενος καταφύονται τῷ στομάχῳ σφιγκτήρων τρόπον περιλαμβάνοντες αὐτὸν, συνάγειν οὗτοι καὶ προστέλλειν πεφύκασι τὸν χόνδρον. ἄλλοι δὲ δύο διφυεῖς τὰ πέρατα τοῦ πρώτου καὶ δευτέρου χόνδρου συνάπτουσί τε καὶ συνάγουσι καὶ μετὰ τούτους ἄλλοι τέσσαρες ἐκ τοῦ δευτέρου [951] χόνδρου διήκοντες εἰς τὸν τρίτον· οἱ μὲν εἰς τοὐπίσω διαστέλλουσι τὴν διάρθρωσιν, οἱ δὲ εἰς τὰ πλάγια τὸ ἄνω πέρας ἀνοίγοντες τοῦ λάρυγγος· καὶ μετ' αὐτοὺς ἄλλοι δύο μὴ φαινόμενοι πρὶν διοιχθῆναι τὸν λάρυγγα συνάπτουσι τὸν θυρεοειδῆ χόνδρον, τῷ μὲν ἀρυταινοειδεῖ διὰ παντὸς, οὐ διὰ παντὸς δὲ τῷ λοιπῷ τῷ ἀνωνύμῳ ἀντικειμένην οἱ μύες οὗτοι τὴν ἐνέργειαν ἔχουσι τοῖς προειρημένοις τέσσαρσι στενοῦντες ἀκριβῶς ἅμα τοῖς εἰρημένοις δύο συμφυέσι τὸ κάτω πέρας τοῦ λάρυγγος. ἔστι δὲ καὶ περὶ τῇ βάσει τοῦ τρίτου χόνδρου μῦς διφυὴς ἢ δύο συμφυεῖς ἢ ὡς ἂν ἐθέλῃς ὀνομάζειν, οὐκ ἐν ἅπασι τοῖς ζώοις ὑπάρχοντες, ἀλλ' ἐνίοις τισὶ συνάγοντες τὸν χόνδρον καὶ κλείοντες τὸν λάρυγγα. πεπλάνηνται δ' οὐ σμικρὰ περὶ πολλοὺς τῶν εἰρημένων μυῶν οἱ ἀνατομικοί.

Περὶ τῶν ἐν ἄκρᾳ τῇ χειρὶ μυῶν.

   Διττὰ μὲν γένη μυῶν ἐστιν ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὰ ἔνδον αὐτῆς μέρη· μικροὶ μὲν πάντες ἐξ ἀνάγκης, ἀλλήλων [952] δὲ οὐκ ὀλίγον διαφέροντες, τά τε ἄλλα καὶ κατὰ τὸ μέγεθος. πέντε μὲν οὖν εἰσιν οἱ τῶν λοξῶν κινήσεων ἐπὶ τὸ ἔσω τε καὶ ἄνω κινοῦντες τοὺς δακτύλους, εἷς καθ' ἕκαστον. ἕκτος δὲ ὁ τὸν ἀντίχειρα καλούμενον τὸν μέγαν προσάγων τῷ λιχανῷ. ὁ δὲ ἕβδομος ἀπάγει μέχρι πλείστου τὸν μικρὸν δάκτυλον ἀπὸ τῶν ἄλλων. τῶν μὲν οὖν ἐπὶ τὰ ἄνω καὶ ἔσω ὅλους τοὺς δακτύλους ἐκκλινόντων οἱ τέσσαρες μὲν ἐκ τῶν περιεχόντων ἀμφιεσμάτων τοὺς τένοντας, οἱ τὸ πρῶτόν τε καὶ τρίτον ἄρθρον ἐλέχθησαν κάμπτειν ἀρχόμενοι, τελευτῶσιν εἰς λεπτὸν τένοντα μετρίως στρογγύλον ὅλῳ τῷ πλαγίῳ μέρει καθ' ἕκαστον δάκτυλον παραπεφυκότες, δι' οὗ δὴ κινοῦσιν αὐτοὺς τὴν εἰρημένην κίνησιν. ὁ δὲ πέμπτος ὁ τὸν μέγαν δάκτυλον ἀπάγων ἐπὶ πλεῖστον τοῦ λιχανοῦ τὴν κεφαλὴν ἀνηρτημένην ἔχων πρὸς τὸ πρῶτον ὀστοῦν τοῦ καρποῦ. τελευτήσας δὲ εἰς τένοντα ὁμοίως καὶ αὐτὸς τοῖς ἄλλοις λεπτὸν ὁμοίως καταφυέται τῷ μεγάλῳ δακτύλῳ καὶ τὴν αὐτὴν ἐργάζεται κίνησιν. ὁ δὲ προσάγων αὐτὸν τῷ [953] λιχανῷ τὴν ἐναντίαν ἔχων κίνησιν, τῷ δὲ λοξῷ ἴσως ἕλκει τὸν δάκτυλον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν ἀνηρτημένην. εἰς τὸ πρὸ τοῦ μέσου δακτύλου μετακάρπιον. ὁμογενῆ δὲ τούτῳ κίνησιν ἔχει μῦς ἄλλος, ἐκφυόμενος μὲν ἐκ τοῦ πρώτου τῶν κατὰ τὸν καρπὸν ὀστῶν τοῦ ταπεινοῦ τὴν θέσιν, καταφυόμενος δὲ εἰς τὰ κάτω τοῦ μικροῦ δακτύλου κατὰ φύσιν ἐσχηματισμένης δηλονότι τῆς χειρὸς ἀπάγων αὐτὸν ἐπὶ πλεῖστον τοῦ παραμέσου· καὶ τοίνυν εἰκότως οὕτως καὶ τὸν μέγιστον ἀπάγων τοῦ λιχανοῦ μείζονές εἰσι πολὺ τῶν ἄλλων πέντε μυῶν ἀνηρτῆσθαι δεηθέντες εἰς τὸν καρπὸν ἕνεκεν τῆς ἐπὶ πολὺ κινήσεως. ἀρθέντων δ' αὐτῶν ἅμα τοῖς τένουσιν ἄλλοι μύες ἐν τῷ μετακαρπίῳ κείμενοι φανοῦνταί σοι τοῖς τε ἀνατομικοῖς ἀγνοηθέντες ἅπασι, κἀμοὶ δὲ μέχρι πολλοῦ, τὴν δ' ἔκφυσιν ἔχοντες ἐκ τοῦ περιλαμβάνοντος συνδέσμου τὰ κατὰ τὸν καρπὸν ὀστᾶ· κατ' ἐκεῖνο μάλιστα τὸ μέρος ἔνθα παύεται μὲν ὁ καρπὸς, ἄρχεται δὲ τὸ μετακάρπιον. ἐντεῦθεν δ' ὁρμώμενοι πρὸς τὴν πρώτην διάρθρωσιν ἥκουσιν [954] ἑκάστου δακτύλου δύο καθ' ἕκαστον ὄντες, ἐμφυόμενοί τε τῆς μέσης χώρας ἑκατέρωθεν, ὡς ἐπιλαμβάνειν τι καὶ τοῦ πλαγίου· καὶ διὰ τοῦτό γε αὐτὸ μετὰ παρεγκλίσεως τῆς εἰς τὸ πλάγιον ἑκάστου τῶν δακτύλων κάμπτουσι τὸ πρῶτον ἄρθρον, ὃ καὶ διὰ τοῦ περιέχοντος συνδέσμου τοὺς μεγάλους τένοντας ἔφην κάμπτεσθαι. κατὰ δὲ τὸν μέγαν δάκτυλον οὐκ ἴσος γ' ἔστιν ὁ τῶν εἰρημένων μυῶν ἀριθμὸς τοῦ τὸν μέγαν δάκτυλον ἐπὶ πλεῖστον ἀπάγοντος τῶν ἄλλων· εἷς μὲν γάρ ἐστι μακρότερος καὶ καταφύεται τῷ δακτύλῳ, πλησίον τῆς δευτέρας διαρθρώσεως, οὐ πάνυ μὲν ἐκείνην σαφῶς κινῶν, τὴν πρώτην δὲ μᾶλλον. οἱ δ' ἐφεξῆς αὐτοῦ δύο τὴν δευτέραν κάμπτουσι διάρθρωσιν, ὁ μὲν τοῦ προειρημένου τοῦ μείζονος ψαύων ἄνω ῥέπειν τὴν καμπτὴν ποιούμενος, ὁ δὲ μετ' αὐτὸν ἐκκλίνων ἀτρέμα εἰς τὸ πλάγιον. ἁπάντων δὲ τῶν εἰρημένων ἕνδεκα μυῶν τῶνδε κοινόν ἐστιν ἔργον [955] τὴν πρὸς τὸν καρπὸν συνάρθρωσιν ἑκάστου τῶν κατὰ τὸ μετακάρπιον ὀστῶν κάμπτειν τοσοῦτον, ὅσον ἑκάστῃ πέφυκε κάμπτεσθαι. βραχύτατον δὲ τοῦτό ἐστι· συνήρθρωται γὰρ ἀλλήλοις τὰ κατὰ τοῦτο τὸ μέρος ὀστᾶ, καὶ οὐ καθάπερ τὰ τῶν δακτύλων διήρθρωται· διὰ τοῦτο δὲ καὶ ἡ τοῦ μεγάλου δακτύλου διάρθρωσις πρώτη ἐναργῆ τὴν κίνησιν ἔχειν. λεληθυῖαν δὲ καὶ τελέως ἀμυδρὰν ἡ τῶν τοῦ μετακάρπου πρὸς τὸν καρπὸν, ἐνίοτε μέντοι κατὰ τὸν μέγαν δάκτυλον οἱ δύο μόνοι φαίνονται μύες, ὁμοίως ἔχοντες τοῖς ἐπὶ τῶν ἄλλων. κἀκεῖνοι δὲ πολλάκις ἀλλήλοις δὲ οὕτως εἰσὶ συμφυεῖς, ὡς ἕνα φαίνεσθαι καθ' ἕκαστον δάκτυλον.

Περὶ τῶν ὑπὸ ταῖς κλεισὶ μυῶν.

   Ὑφ' ἑκατέρᾳ κλειδὶ μῦς ὑπόκειται μηδὲ φανῆναι σαφῶς δυνάμενος πρὶν ἀρθῆναι τὴν κλεῖν. ἔστι δὲ σαρκώδης ὅλος ἑκάτερος αὐτῶν, εἰς ὀστᾶ δύο τὴν κεφαλὴν κατὰ φύσιν ἔχων· τήν τε κλεῖν αὐτὴν καὶ τὴν πρώτην τοῦ θώρακος [956] πλευρὰν τὴν μικρὰν, ἣν ἔνιοι κατακλεῖδα προσαγορεύουσι. τῇ μὲν οὖν κλειδὶ συμπέφυκε κατὰ τὰ πρὸς ἀκρώμιον ἀναφερόμενα μέρη, τὸ δὲ τῆς πλευρᾶς, ἵνα καὶ ὅπου συναρθροῦται τῷ στέρνῳ. περὶ τούτων τῶν μυῶν τῆς ἐνεργείας ἔνιοι μὲν ἀποροῦσι τῶν ἀνατομικῶν, ἔνιοι δὲ τὴν ὠμοπλάτην οἴονται προσαγορεύεσθαι, καθάπερ ὁ Λύκος ἐπί τε τῶν ἄλλων ζώων ὅσα κλεῖς οὐκ ἔχει· καὶ γὰρ καὶ νομίζει συμφύεσθαι τοὺς μῦς τῇ ἀγκυροειδεῖ τῆς ὠμοπλάτης ἀποφύσει μέγιστα σφαλλόμενος. ἐπὶ δὲ τῶν ἀνθρώπων καὶ τῶν κλεῖς ἐχόντων ζώων οὐδὲ τοῦτο δυνάμενος εἰπεῖν, τὴν ὡς συνδέσμου χρείαν αὐτοῖς ἀνατίθησιν· οὐ μὴν οὕτω γε ἔχει τὸ ἀληθὲς, ἀλλὰ καὶ οὗτοι οἱ μύες ὁμοίαν τοῖς μεσοπλευρίοις ὀνομαζομένοις μυσὶ τὴν ἐνέργειαν ἔχουσιν. ὥσπερ γὰρ ἐκείνων ἕκαστος ταῖς ἔξωθεν ἰσὶ πρὸς τὴν ὑψηλοτέραν πλευρὰν ἀνασπᾷ τὴν ταπεινοτέραν, οὕτω καὶ οἵδε πρὸς τὴν κλεῖν ἀνέλκουσι τὴν πρώτην πλευράν.

Περὶ τῶν ἰδίων τοῦ λαμβδοειδοῦς ὀστοῦ μυῶν, ὅπερ καὶ υἱοειδὲς ὀνομάζεται.

[957]    Τὸ ἐπικείμενον ὀστοῦν τῇ κεφαλῇ τοῦ λάρυγγος ἔνιοι υἱοειδὲς, ἔνιοι δὲ λαμβδοειδὲς ὀνομάζουσιν. ἔστι δὲ ἡ μὲν εὐθεῖα τῶν γραμμῶν αὐτοῦ κατὰ τὸ μῆκος τεταγμένη τοῦ τραχήλου ὀστοῦν ἀτρέμα πλατύ. τέτταρες δὲ αἱ λοιπαὶ λοξαὶ κατὰ δύο συζυγίας ἀποφυόμεναι τοῦ προειμέρους ἐκ μὲν τῶν ἄνω μερῶν ἡ ἑτέρα συζυγία λεπτῶν τε καὶ ἰσχνῶν, ὡς γραφείου περάτων, ἡ λοιπὴ δὲ ἐκ τῶν κάτω μερῶν μετρίως πλατέων. ἄλλαι μὲν ἰσχναὶ δύο πλευραὶ διὰ συνδέσμων στρογγύλων καὶ λεπτῶν τοῖς πέρασι τῶν βελονοειδῶν ἐκφύσεων συνδοῦνται. τὰς δὲ λοιπὰς δύο τὰς κάτω συνάπτουσιν ἰσχυρῶς δεσμοὶ παρὰ τὸ ἀρυταινοειδῆ χόνδρον· καὶ μὴν καὶ δύο μύες πλατεῖς τῇ κάτω γένυι συνάπτουσι τὸ υἱοειδὲς ὀστοῦν. ἐκ μὲν τῶν πλαγίων μερῶν τῆς εὐθείας αὐτῶν γραμμῆς ἐκφυόμενοι, καταφυόμενοι δὲ εἰς τὰ πλάγια [958] μέρη τῆς γένυος μετὰ τὴν τῶν ἰδίων αὐτῆς μυῶν ἔκφυσιν, ἄλλοι δὲ δύο μύες ἐπ' ἄκραν ἥκουσι τὴν γένυν ἀλλήλοις ἐπιζευγνύμενοι. ἀρχὴ δὲ αὐτῶν ἐστι τὸ ἄνω πέρας τῆς εὐθείας γραμμῆς τοῦ λαμβδοειδοῦς. ἕτεροι δὲ δύο μύες ἐκ μὲν τῆς ῥίζης ἄρχονται τοῦ γραφοειδοῦς, ἐμπεφύκασι δὲ ταῖς ὀρθαῖς γραμμαῖς τοῦ λαμβδοειδοῦς τῷ κάτω πέρατι καθ' ἑκάτερον μέρος εἷς· αὗται μὲν αἱ τρεῖς συζυγίαι τῶν μυῶν αὐτοῦ μόνου τοῦ λαμβδοειδοῦς εἰσιν ἴδιαι, βραχείας τινὰς αὐτῷ διδοῦσαι κινήσεις· ἡ μὲν ἀπὸ τῆς βάσεως τῶν βελονοειδῶν ἀρχομένη πρὸς τὴν ὀπίσω χώραν ἀπάγουσα. αἱ λοιπαὶ δὲ ἐπὶ τὰ πλάγια τῆς γένυος διορίζουσαι καὶ πρὸς τὴν γένυν ἀνατείνουσαι, οἱ δὲ ἄλλοι μύες οἱ ἀπὸ τοῦ ὑιοειδοῦς ὀστοῦ πεφυκότες ἑτέρων ἕνεκεν γεγόνασι μορίων μᾶλλον. οἱ μὲν εἰς ὠμοπλάτας ὑπὲρ τοῦ κινεῖν ἐκείνας, ὡς ἔμπροσθεν εἶπον, οἱ δὲ ἐπὶ τὴν γλῶσσαν, ὡς καὶ περὶ ταύτης εἰρήσεται. καὶ λοιπὸς ἐπ' αὐτοῖς ὁ κατὰ τῆς φάρυγγος ἔξωθεν ἐπιβεβλημένος, εἴθ' ἕνα τις αὐτὸν ἐθέλει προσαγορεύειν διφυῆ εἴτε δύο παραφυομένους ἀλλήλοις, ὅπερ ἄμεινον [959] εἶναί μοι δοκεῖ. προστέλλουσι δὲ οὗτοι τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸ λαμβδοειδὲς ἀντισπῶσι κάτω.

Περὶ τῶν τὴν γλῶσσαν κινούντων μυῶν.

   Ὡς μὲν ὁ διδάσκαλος ἡμῶν Πέλοψ ἐν γλώττης ἀνατομῇ γράφει, μύες ἓξ καὶ δέκα βοείας εἰσὶ γλώττης, ἡμῖν δὲ νῦν, ὡς ἐν ἀρχῇ προείρηται, γυμνασθῆναι πρόκειται περὶ πιθήκων εἰς σῶμα διὰ τὴν πρὸς ἄνθρωπον ὁμοιότητα. τῶν τοίνυν κινούντων τὴν γλῶσσαν μυῶν οἱ δύο μὲν ἀπὸ τῶν βάσεων τῶν βελονοειδῶν ἐκφύσεων ἀρξάμενοι, στενοὶ καὶ μακροὶ προήκοντες εἰς τὰ πλάγια μέρη τῆς γλώττης ἑκατέρωθεν εἷς ἐμφύονται, λοξῶν κινήσεων ἐξηγούμενοι, οἱ δὲ ὑπόλοιποι πάντες ἐκφυόνται μὲν ἐκ τοῦ περιέχοντος ὀστοῦ τὴν κεφαλὴν τοῦ λάρυγγος, ὃ καλοῦμεν ὑιοειδές τε καὶ λαμβδοειδὲς, ἐμβάλλουσι δὲ εἰς τὴν γλῶσσαν οἱ τέσσαρες μὲν κατὰ δύο συζυγίας ἐναργῶς κινοῦντες αὐτὴν, ὁ πέμπτος δὲ ὁ διφυὴς ἐκ τοῦ ἄνωθεν πέρατος ἀρχόμενος τῆς εὐθείας [960] γραμμῆς τοῦ ὑιοειδοῦς ὑποπέφυκε τῇ γλώττῃ κατὰ τὸ μῆκος αὐτῆς ἀφικόμενος, ἕως ἄκρας τῆς κάτω γένυος ἐπὶ τὸ καλούμενον γένειον, ἔνθα συμπέφυκεν αὐτῆς τὰ ὀστᾶ. οὗτος ὁ μῦς ἀντισπᾷ μὲν ἄνω τῇ γενειάδι ἀντιτεταγμένος τοῖς κατασπῶσιν ἐπὶ τὸ στέρνον αὐτό. σαφῆ δὲ οὐδεμίαν ἐπὶ τῆς γλώττης ἐργάζεται κίνησιν· ἀλλ' οἵ γε ἐναργῶς αὐτὴν κινοῦντες οἱ λοιποὶ τέσσαρές εἰσιν. ἐκφύονται δὲ οἱ δύο μὲν ἐκ τῶν ἄνω μερῶν τοῦ εἰδοῦς, ὅθεν περ καὶ ὁ προειρημένος ὁ διφυὴς ἤδη πως ἐν τοῖς πλαγίοις αὐτοῦ μᾶλλον, οἱ δὲ ὑπόλοιποι δύο τούτων ἐφεξῆς ἔκ τε τῶν πλαγίων τῆς εὐθείας γραμμῆς καὶ τῶν ταπεινῶν αὐτοῦ πλευρῶν. ἐμφύονται δὲ οἱ μὲν μείζους εἰς τὴν μέσην χώραν τῆς γλώττης ἀλλήλων ψαύοντες ἄχρι παντὸς, ἐξήκουσι δὲ πρὸς τὸ δεδεμένον αὐτῆς τὸ πρόσω. οἱ δὲ ἐλάττους εἰς τὰ πλάγια μεταξὺ τούτων τε καὶ τῶν ἀφ' ἑκατέρας βάσεως τῆς βελονοειδοῦς ἐκφύσεως ἡκόντων. αἱ κινήσεις δὲ ἑκάστου τούτων [961] ἀνάλογον τῇ θέσει· λοξαὶ μὲν τῶν λοξῶν, εὐθεῖαι δὲ τῶν εὐθειῶν, ὥσπερ γε καὶ τῶν πρώτων ῥηθέντων πλαγίων πλάγιαι· καὶ δὴ καὶ καλείσθωσαν ἕνεκεν σαφοῦς διδασκαλίας οἱ μὲν ἀπὸ τῶν βελονοειδῶν ἐκφύσεων ἀνιόντες μύες πλάγιοι. λοξοὶ δὲ οἱ τῶν λοξῶν μερῶν ἀποφυόμενοι τοῦ λαμβδοειδοῦς, εὐθεῖς δὲ οἱ τοῦ ἄνω πέρατος. ὑποβέβληνται δὲ τοῖς εἰρημένοις ἅπασι μυσὶν ἐκ τῶν κάτω μερῶν οἱ τὰς ἐγκαρσίας ἔχοντες ἶνας, ἀποπεφυκότες μὲν ὅλῃ τῇ γλώσσῃ, καταφυόμενοι δὲ εἰς τὸ τῆς γένυος ὀστοῦν σχεδὸν ὅλον πλὴν τοῦ γενείου. δύνανται δὲ οἱ μύες οὗτοι ἐπᾶραι τε καὶ κυρτῶσαι τὴν γλῶσσαν.

Περὶ τῶν τῆς φάρυγγος μυῶν.

   Χώρα τις πρόκειται κοινὴ στομάχου τε καὶ φάρυγγος, εἰς ἣν ἑκατέρου τὸ στόμα ἀνήκει. καλοῦσι δὲ αὐτὴν μὲν τὴν χώραν ἰσθμὸν, ἐπειδὴ στενὴ καὶ προμήκης ἐστὶ, τὸ περιέχον [962] δὲ αὐτὴν σῶμα φάρυγγα, καθ' ἣν ἑκατέρωθεν εἷς ἐστι μῦς ἔν τε τῷ φωνεῖν καὶ καταπίνειν ἐνεργῶν, ἡ κεφαλὴ δὲ αὐτῶν πλησίον τέτακται τοῖς κάτωθεν ἀνιοῦσιν εἰς τὰ πλάγια τῆς γλώσσης μυσίν.

Περὶ τῶν τράχηλον κινούντων μυῶν.

   Οἱ μὲν οὖν τραχήλου καὶ κεφαλῆς μύες κοινοὶ ἔμπροσθεν εἴρηται· τρεῖς μὲν αἱ πρῶται συζυγίαι τῶν ἓξ τῶν κατ' ἰνίον, ἑτέρα δὲ μία τῶν ὑποβεβλημένων τῷ στομάχῳ. συνελόντι γὰρ εἰπεῖν, ὁπόσοι τῆς κεφαλῆς ἐκφυόμενοι τῷ τραχήλῳ παντὶ καταφύονται, κινοῦσιν ἄμφω τὰ μόρια. περὶ δὲ τῶν ἰδίων τοῦ τραχήλου μυῶν ἐν τῷδε ῥηθήσεται. δύο καθ' ἑκάτερον μέρος αὐτοῦ εἰσιν, ὁ μὲν ὀπίσθιός πως μᾶλλον, ὁ δὲ ἐμπρόσθιος· ἐκφύεται δὲ ὁ μὲν ὀπίσθιος ἐκ τῆς πλαγίας ἐξοχῆς τοῦ πρώτου σπονδύλου κατ' αὐτὸ μάλιστα τὸ κυρτότατον αὐτῆς. ἐκ γὰρ τῆς πρόσω μᾶλλον ὁ ἐπὶ τὴν ἀρχὴν τῆς ὠμοπλάτης ἀνατεινόμενος, ὑπὲρ οὗ ἔμπροσθεν [963] εἶπον, ἔχει τὴν ἔκφυσιν. ὁ δὲ ὀπίσθιος τοῦ τραχήλου μῦς οὗτος, ὑπὲρ οὗ νῦν πρόκειται λέγειν, ἄχρι τῆς ὠμοπλάτης καθήκει ἐμπεφυκὼς ἐξ ἁπάντων τῶν σπονδύλων διὰ συνδέσμων ἰσχυρῶν ὡς δοκεῖν πολλοὺς εἶναι μῦς καὶ τὸ κάτω πέρας αὐτοῦ συνεχὲς ἀκριβῶς ἐστι τῷ κατὰ τὰ σιμὰ τῆς ὠμοπλάτης τοῦ θώρακος μυί. ὁ δὲ ἕτερος ὁ πρόσθιος τοῦ τραχήλου μῦς οὗτος ἄρχεται μὲν ἐκ τῆς διατετρημένης ἀποφύσεως τοῦ δευτέρου σπονδύλου, συνεκφύεται δὲ καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸν τράχηλον· ἐντεῦθεν δὲ διὰ τῶν μασχαλῶν ἄχρι τῆς πέμπτης πλευρᾶς τῷ θώρακι ἀφικνεῖται ψαύων ἔστιν ὅτε καὶ τῆς ἕκτης. καταφύεται δέ τις μοῖρα καὶ εἰς τὴν πρώτην αὐτοῦ πλευρὰν τὴν ἐφεξῆς τῇ κλειδί. στρογγύλος πως μᾶλλον οὗτος ὁ μῦς ἐστι καὶ μακρός. ἐνέργεια δὲ αὐτοῦ καθαρὰ μὲν ἐπιπέφυκε τῷ τραχήλῳ κάμπτειν τοῦτον, ὡς ἐπὶ τὰ πρόσω λοξόν· καθὰ δὲ εἰς τὰς πλευρὰς τοῦ θώρακος ἀφικνεῖται, διαστέλλειν ἐκεῖνον. ὅθεν ἄμεινον ἤτοι δύο μύες ἀλλήλοις ἡνωμένους [964] ὁμοίως τοῖς προειρημένοις ὑπολαμβάνειν αὐτοὺς ἢ εἴπερ ἕνα χρὴ τιθέναι, τοῦ θώρακος νομίζειν αὐτόν. ἐκεῖνος μὲν γὰρ ἐναργῶς φαίνεται διαστέλλων τὸν θώρακα, τὸν τράχηλον δὲ ἐπινεύων αὐτὸς οὐχ ὁμοίως ἐναργῶς φαίνεται. ἀντιτεταγμένην δὲ αὐτῷ κίνησιν ὁ προειρημένοις ἔχει κάμπτων καὶ αὐτὸς εἰς τὰ πλάγια καὶ πρὸς τοὐπίσω μᾶλλον ὅλον τὸν τράχηλον. εἰ δὲ ἀμφότεροι ταθεῖεν ἅμα τὴν μέσην καμπτὴν ἐπὶ τὰ πλάγια τοῦ σύμπαντος ἐργάζονται τραχήλου. εἰ δὲ οἱ πρόσθιοι μύες μόνοι ταθεῖεν οἱ ἑκατέρωθεν, ὅ τε ἐκ τῶν δεξιῶν καὶ ὁ ἐκ τῶν ἀριστερῶν ὅλον εἰς τὰ πρόσω τὸν τράχηλον ἐπινεύειν ἀναγκάζουσιν· ὁ δὲ ὄπισθεν ἀνανεύειν ὅλον ὀπίσω. εἰ δὲ καὶ πάντες ἅμα ταθεῖεν οἱ τέσσαρες ἰσόῤῥοπος εἰς ἅπαντα τὰ μέρη γένοιτο ἂν οὕτως ὁ τράχηλος, ὡς κἀν τῷ τετάνῳ συμβαίνει πάθει. [965]

Περὶ τοῦ κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν τὸν θώρακα διαστέλλοντος μυός.

   Τὸν διαστέλλοντα τὸν θώρακα μεγάλην διαστολὴν μῦν, ἕνα καθ' ἑκάτερον ὑπάρχοντα μέρος εἴτε κοινὸν τῆς ὠμοπλάτης καὶ θώρακος ὀνομάζειν ἐθελήσειέ τις, εἴτε τοῦ θώρακος μόνου τὸν κατ' ὠμοπλάτην οὐ διοίσει. ἐκφύεται δὲ ἀπὸ τῆς βάσεως αὐτῆς ἐπιτεταμένος ἅπαντι τῷ θώρακι. τουτὶ μὲν οὖν αὐτοῦ κατακέκρυπται τὸ μέρος, ὥστε οὐκ ἂν αὐτὸ θεάσαις πρὶν ἀφελεῖν τὴν ὠμοπλάτην. τὸ δὲ ἀπὸ τοῦδε σύμπαν ἐστὶ φανερὸν ἐπιπεφυκὸς τῷ θώρακι μέχρι τοῦ καθήκοντος ἐπὶ τὴν ἕκτην πλευρὰν μυὸς ἀπὸ τοῦ τραχήλου, ἀλλὰ καὶ τῶν νόθων πλευρῶν ἐπιβαίνει δυοῖν ὁ μῦς οὗτος ἐγγὺς ἤδη τῶν χονδρωδῶν ἀποφύσεων. ἔστι δὲ οὐ συνεχὴς αὐτοῦ ἡ κατάφυσις, ἀλλ' οἷον εἰς μικρούς τινας ἐσχισμένη μῦς ἕνα καθ' ἑκάστην πλευρὰν, ἐφεξῆς δὲ τοῖς τούτου πέρασιν ἅπασι τοῖς τὴν ἀρχὴν τῆς ἐκφύσεως ὁ μέγιστος [966] ἔχει τῶν κατ' ἐπιγάστριον μυῶν ἐσχισμέναις ὁμοίως καὶ αὐτὸς ἐκφύσεσιν ἀνηρτημένος.

Περὶ τῶν τὸ κατ' ὦμον ἄρθρον κινούντων μυῶν.

   Ἐπειδὰν ἀφέλῃς τούς τε κινοῦντας τὴν ὠμοπλάτην μύας καὶ μετ' αὐτοὺς τὸν ἐν τοῖς σιμοῖς αὐτῆς, ὃν ἄρτι διῆλθον ἀφορώτατον ἤδη τὸν ἀριθμὸν ἁπάντων τῶν κινούντων τὸν βραχίονα μυῶν ἕξεις· ὄντων γὰρ ἁπάντων ἕνδεκα, τρεῖς μὲν ἀπὸ τοῦ στήθους ἐπ' αὐτὸν ἀναφερομένους θεάσῃ, δύο δὲ ἐκ τῶν κατὰ τὰς λαγόνας χωρίων, πέντε δὲ ἐξ αὐτῆς τῆς ὠμοπλάτης ὁρμωμένους, ἑνδέκατον δὲ ἐπὶ τούτοις ἅπασι τὸν τὴν ἐπωμίδα κατειληφότα. καὶ γὰρ συμφυεῖς ἀλλήλοις εἰσὶν οὗτοι κατὰ τὴν τῆς ὠμιαίας φλεβὸς χώραν καὶ τὰς ἀπονευρώσεις ἐγγὺς ἀλλήλων εἰς τὸν βραχίονα καταφύουσι κατωτέρω τῆς κεφαλῆς εἰς τὸ πρόσθιον αὐτοῦ κατ' εὐθεῖαν μάλιστα γραμμὴν ἄνωθεν κάτω τεταγμένην· ἰσχνοτέραν μὲν [967] ὁ ἀπὸ τοῦ στέρνου, στρογγυλωτέραν δέ πως καὶ σαρκώδης κἀκ τῶν ἔξω τοῦδε μερῶν ὁ ἀπὸ τῆς ἐπωμίδος. ἡ δὲ ἀρχὴ τῆς ἐκφύσεως τούτων μὲν ἥ τε κλείς ἐστι καὶ ἡ ῥάχις τῆς ὠμοπλάτης καὶ τὰ ἐπιπολῆς χωρία τὰ μετὰ τὴν ὀλίγου δεῖν ἅπαντα τῆς ὠμοπλάτης, ὅσα πρὸς τὴν ταπεινὴν ἐν αὐτῇ ῥέπει πλευράν. τοῦ δὲ ἑτέρου τὸ τοῦ στέρνου ἅπαν ὀστοῦν, ἐντεῦθεν δὲ ὁρμηθέντες ὁ μὲν οἷον ἐσχισμένος ἀμφὶ τὸ ἀκρώμιον ἅπασαν κατείληφε τὴν κεφαλὴν τοῦ βραχίονος. ὁ δέ γε τῇ τε ὠμιαίᾳ φλεβὶ παρατέταται καὶ τὸ πρόσω τῆς μασχάλης τὸ μὴ ἐκφύειν αὐτὸς ἐργάζεται καὶ σχεδὸν ἅπαντα τὰ περὶ τὰ στήθη σαρκώδη ὁ μῦς οὗτός ἐστι· καὶ γὰρ καὶ ὅτι τῆς ὑπ' αὐτοῦ τέτακται, ἄμεινον δὲ δύο μύας αὐτὸν οὐχ ἕνα τίθεσθαι. ὁ γοῦν ἀπὸ τῶν ἐκ τοῦ στέρνου πεφυκὼς ὁ μικρότερος τῶν ἐν αὐτῷ μυῶν ἀντεστραμμένας πως ἔχει τῇ ὠμοπλάτῃ τὰς ἶνας· εἰς γὰρ τὸ ἄνω μέρος ἀναφέρονται πρὸς τὴν ἰδίαν ἀπονεύρωσιν ἀρχόμενοι κάτωθεν. αἱ δὲ λοιπαὶ πᾶσαι τὴν μὲν ἔκφυσιν ἀνωτέρω τούτων ἔχουσιν [968] ἐξ αὐτοῦ τοῦ στέρνου, φέρονται δὲ ἐπὶ τὴν ἀπονεύρωσιν, ἐγκάρσιαι μὲν αἱ τῶν ὑψηλῶν τοῦ στέρνου μερῶν ἀποφυόμεναι, λοξαὶ δὲ ἀτρέμα αἱ τῶν ταπεινῶν, τῶν δὲ ἄλλων δυοῖν ὁ μὲν ἕτερος ἀπὸ τῆς ἔξω τε καὶ κάτω τούτου τοῦ χώρας ὁρμώμενος κατὰ μὲν τὰ πλεῖστα μέρη συμφυής ἐστι τῷ προειρημένῳ τῷ διφυεῖ τε καὶ μεγάλῳ. τελευτῶν δὲ εἰς ὑμενώδη τένοντα καταφύεται τοῖς πρόσω τοῦ βραχίονος εἰς αὐτὴν μάλιστα τὴν προσθίαν ὀφρὺν τῆς κοιλότητος, ἧς κατείληφεν ἡ μείζων κεφαλὴ τοῦ κατὰ τὸν βραχίονα μυὸς τοῦ παρεκτεταμένου κατὰ τὴν ἔνδον χώραν τῇ προφανεῖ κατ' αὐτὸν φλεβί. ὁ δὲ ἕτερος μῦς ὃς οὐδὲ φαίνεται πρὶν ἀνατμηθῆναι τὸν μέγαν ἀπὸ τῶν ἄνω μερῶν γενόμενος, ἐμφύεται μὲν ἔκ τε τοῦ δευτέρου καὶ τρίτου καὶ τετάρτου καὶ πέμπτου καὶ ἕκτου τῶν ὀστῶν, ἀνέρχεται δὲ εἰς αὐτὸ τὸ ὑψηλότατον τῆς ἑτέρας κεφαλῆς τοῦ βραχίονος τὸ πρὸς τῇ κλειδὶ, κἀντεῦθεν ἐμφύεται τῷ περὶ τὸ ἄρθρον ὑμενώδει [969] συνδέσμῳ πολὺ τοῦ προειρημένου μυὸς ἰσχυροτέραν ἔχων τὴν ἀπονεύρωσιν. δύο δὲ οἱ κάτωθεν ἀναφερόμενοι μύες, ὧν ὁ μὲν ἁπάντων ἁδρότατός τε καὶ μήκιστός ἐστι τῶν τὸν βραχίονα κινούντων μυῶν, ὁ δὲ ἰσχνότατος μὲν οὐχ ἥττων τε ἐκείνου τὸ μῆκος· οὗτος μὲν οὖν εἰκότως ἠγνόηται τοῖς ἀνατομικοῖς ἐναφανιζόμενος τῷ δέρματι κακῶς ὑποδερομένῳ. περὶ δὲ τοῦ μεγάλου πάντες ἔγραψαν οἱ μὲν μᾶλλον ἀκριβώσαντες αὐτοῦ τῷ λόγῳ τὴν φύσιν, οἱ δὲ ἧττον. ὁ μὲν οὖν ἰσχνὸς ἔκ τε τοῦ κατὰ τὴν λαγόνα καὶ τὰς νόθας πλευρὰς τοῦ δέρματος ἀναφερόμενος ἐξ αὐτῶν μάλιστα τῶν ὑμένων τῶν ὑπὸ τῷ δέρματι τὴν ἔκφυσιν ἔχει. ἀεὶ δὲ ἐν τῷ περὶ τὴν μασχάλην ἀναφέρεσθαι πάχος τι προσκτώμενος, κἀνταῦθα ἤδη σαφῶς μῦς φαινόμενος εἰς ὑμενώδη τένοντα τελευτᾷ, κατὰ δυοῖν ἐποχούμενος ἑτέρων, οἷς καὶ συμφύεται. γεννᾶται δὲ αὐτῶν ὁ μὲν ἐκ τοῦ ταπεινοτάτου τῶν ἀπὸ τοῦ στήθους μυῶν, ὁ δὲ ἐκ τῆς ἑτέρας μοίρας τοῦ διφυοῦς, ὁ [970] δὲ ὑπόλοιπος τῶν κάτωθεν ἀναφερόμενος μυῶν ἐπὶ τὴν κατ' ὦμον διάρθρωσιν, ὅσπερ καὶ μέγιστός ἐστιν· ἄρχεται μὲν ἀπὸ τῶν κατὰ τὰς νόθας πλευρὰς σπονδύλων, ἐπιπεφυκὼς δὲ τῷ τε ῥαχίτῃ μυὶ καὶ τῷ πέρατι τῆς κατ' ὠμοπλάτην, φέρεται πρόσω λοξὸς ἀτρέμα μέχρι τινὸς ἐπιπεφυκὼς τοῖς ἐπικειμένοις μυσὶ τῇ ταπεινῇ τῆς ὠμοπλάτης πλευρᾷ. κἀπειδὰν ἀφίκηται κατ' εὐθὺ τῆς μασχάλης ὄρθιος ἐπ' αὐτῆς ἀναφέρεται· κἀνταῦθα διὰ τένοντος οὐκ ἀγεννοῦς ἠρέμα πλατέος ἐμφυὼς τῷ βραχίονι κατὰ τὰ ἔνδον μέρη τῆς ἀπονευρώσεως τοῦ μεγίστου μυὸς τῶν ἀπὸ τοῦ στήθους τριῶν. οὗτος ὁ μῦς συμφύεται δύο μυσὶν, ἑνὶ μὲν ὑπερκειμένῳ κατὰ τὴν μασχάλην αὐτὴν, ἑτέρῳ δὲ ἐπὶ τὴν κατ' ἀγκῶνα διάρθρωσιν ἀφικνουμένῳ, περὶ ὧν ἐν τοῖς ἑξῆς εἰρήσεται. οἱ δὲ ἀπ' αὐτῆς τῆς ὠμοπλάτης ἐμφυόμενοι πέντε μύες εἰς εὖρος τοὺς τένοντας πλατὺ πάντες τελευτῶντες ἐμφύονται καὶ αὐτοὶ τῷ τοῦ βραχίονος μέρει, ὡς συμφυὴς μὲν τῷ προειρημένῳ μυὶ πλησίον τῆς ἀπονευρώσεως ὁ ἐκ τῶν κάτω [971] τῆς ταπεινῆς πλευρᾶς ἀρχόμενος· εἶτα ἐκ τῶν ὀπίσω τε καὶ ἔνδον μερῶν ὑποδυόμενος τὸν βραχίονα, κἄπειτα καταφυόμενος εἰς αὐτὸν ὑψηλοτέρᾳ τε ἅμα καὶ μακροτέρᾳ καὶ ἰσχνοτέρᾳ καὶ συνεχεῖ καταφύσει τῇ τοῦ προειρημένου μυός· αὕτη μὲν οὖν ἐκ τῶν ἔνδον μερῶν ἐστι τοῦ βραχίονος ψαύουσα τῆς προειρημένης ἀπονευρώσεως, ἀνωτέρω δέ ἐστι ταύτης εἰς αὐτὴν ἤδη τὴν κεφαλὴν τοῦ βραχίονος ὁ ἐκ τῶν ἔνδον ἐμφύεται μερῶν τένων τοῦ κατειληφότος μυὸς τὸ σιμὸν τῆς ὠμοπλάτης εὔῤῥωστός τε καὶ πλατὺς ὑπάρχων. ἡ δὲ τοῦ τὴν μεταξὺ χώραν τῆς τε ῥάχεως καὶ τῆς ὠμοπλάτης καὶ τῆς ὑψηλοτέρας πλευρᾶς κατειληφότος ἀπονεύρωσις εἰς αὐτὸ τὸ ὑψηλότατον ἐμφύεται τῇ κεφαλῇ τοῦ βραχίονος οὐ κατὰ τὸ πρὸς τῇ κλειδὶ μόριον αὐτῆς, εἰς ὅπερ ὁ προειρημένος, ἀλλ' ὅσον ἐκτὸς ἀποτέτμηκεν ἡ μείζων κεφαλὴ τοῦ κατιόντος μυὸς εἰς τὴν κατ' ἀγκῶνα διάρθρωσιν. συνεχὴς δὲ τῇ προειρημένῃ καταφύσει καὶ ὁ ἐκ τῶν κάτω μερῶν τῆς ἐν ὠμοπλάτῃ ῥάχεως ὁ κατειληφὼς ἅπαν τὸ ἐν μέσῳ χωρίον. [972] αὐτῆς τε καὶ τῆς ταπεινῆς πλευρᾶς ἀπονεύρωσιν ποιούμενος ἐμβάλλει τὸν τένοντα τῇ κεφαλῇ τοῦ βραχίονος ἤδη πως μᾶλλον ἔξωθεν. ὁ δὲ τοιούτῳ συνεχὴς μῦς καὶ τάχα ἂν τὸ μόριον αὐτοῦ δόξας εἰς τὰ ἐκτὸς ἀκριβῶς μέρη τοῦ βραχίονος ἐμβάλλει τὸν τένοντα ἐμφυόμενος ἀπὸ τῶν ἄνω μερῶν τῆς ταπεινῆς ἐν ὠμοπλάτῃ πλευρᾶς σχεδὸν ἐκ τοῦ ἡμίσεως αὐτῆς μέρους, κατὰ τὸ κυριώτατον καὶ ὀξύτατον αὐτῆς. αἱ κινήσεις δὲ αὐτοῦ τοῦ μὲν τὴν ἐπωμίδα κατειληφότος ἀνατείνειν ἄνω τὸν βραχίονα κατ' εὐθεῖαν μάλιστα γραμμήν. τῶν δὲ ἑκατέρωθεν αὐτοῦ τῶν ἐξ αὐτῆς τῆς ὠμοπλάτης ἐκπεφυκότων ὁ μὲν κατὰ τὴν ὑψηλὴν πλευρὰν ἀνατείνει μὲν, ἀλλ' ἐκκλίνων ἐπὶ τὰ ἔνδον, τῶν δὲ κατὰ τὴν ταπεινὴν ὁ μὲν μείζων ἀνατείνει μὲν καὶ αὐτὸν, ἀλλ' ἐπὶ τὰ ἐκτός. ὁ δὲ ὡς μόριον αὐτοῦ λοξὸν ἀπάγει πρὸς τὰ ἐκτὸς, διαδέχονται δὲ τὰς κινήσεις ταύτας, ἔνδοθεν μὲν οἱ ἀπὸ τοῦ στήθους ἀνιόντες, εἴτε τρεῖς ἐθέλοις λέγειν εἴτε [973] τέτταρας. ἔξωθεν δὲ ὁ ἀπὸ τοῦ κάτω πέρατος τῆς ταπεινῆς πλευρᾶς ἀναφερόμενος· τῶν μὲν οὖν ἀπὸ τοῦ στήθους μυῶν ἁπάντων προσαγόντων ἔσω τὸν βραχίονα, τὴν μὲν κεφαλὴν αὐτοῦ μᾶλλον ὑψηλότατος ἐπὶ τὰ νῶτα, τὸ δ' ὅλον κῶλον ὡς ἐπὶ τὸ στῆθος ὁ μέγιστος ὁ διφυὴς προσάγει. ταθέντων δ' ἀμφοτέρων ὁμοῦ τῶν κατ' αὐτὸν μυῶν ὁμοτόνως ἀνατείνεται, τῶν τε ἄνω καὶ τῶν κάτω ἡ μέση γίνεται κίνησις. εἰ δὲ ὁ ἕτερος ἐνεργήσειε μόνος, ὑψηλοτέραν τὴν προσαγωγὴν ὁ ὑψηλότερος ἐργάζεται, ταπεινοτέραν δὲ ὁ ταπεινότερος. ὁ δὲ παρὰ τὸν τιτθὸν προσάγει τῷ στήθει τὸν βραχίονα καὶ κατασπᾷ κάτω. ἐπὶ τούτοις δὲ ὁ μὲν ἐπιπολῆς ὁ λεπτὸς ἐπὶ τὰς λαγόνας ἀτρέμα πλάγιον, ὁ δ' ὑπ' αὐτῷ μέγιστος εὐθὺ ἀποτείνει παρὰ τὰς πλευρὰς τὸν βραχίονα. τούτων δὲ ἐφεξῆς οἱ λοιποὶ δύο μύες ἀπ' αὐτῆς τῆς ὠμοπλάτης ἐκδέχονται περιάγοντες ἔξω τε καὶ εἰς τοὐπίσω τὸ κῶλον· ὁ μὲν ἀπὸ τῶν σιμῶν ἐκπεφυκὼς τὴν κεφαλὴν αὐτοῦ περιστρέφων εἰς τοὐπίσω, ὁ δὲ ἀπό τε [974] τοῦ κάτω πέρατος τῆς ταπεινῆς πλευρᾶς ἐκεῖνο μάλιστα τὸ μέρος, εἰς ὅπερ ἐμφύεσθαι λέγεται, πρὸς τοὐκτὸς ἐπάγων. ἀμφότεροι δὲ ἐνεργήσαντες ἅμα τὴν ἐν τῷ καλουμένῳ διπλασιασμῷ περιαγωγὴν ἐργάζονται τοῦ βραχίονος.

Περὶ τοῦ μικροῦ μυὸς τοῦ κατὰ τὴν ἐν ὤμῳ διάρθρωσιν.

   Μικρὸς παντάπασι μῦς ἐγκατακέκρυπται τῇ διαρθρώσει, συνεκφυόμενος μὲν τῇ μικροτέρᾳ κεφαλῇ τοῦ κατὰ τὸν βραχίονα μυὸς τοῦ μεγάλου, καταφυόμενος δὲ εὐθέως ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ἐν τῇ μεταξὺ χώρᾳ τῶν ἀπονευρώσεων τοῦ τε ἀπὸ τοῦ σιμοῦ τῆς ὠμοπλάτης ἐκφυομένου μυὸς καὶ προσέτι τοῦ παραφυομένου πάσῃ τῇ ταπεινῇ πλευρᾷ. τοῦτον τὸν μῦν καὶ μέρος μὲν ἄν τις ἴσως θείη τοῦ κατὰ τὸν βραχίονα μεγάλου μυὸς, οὐ μὴν ἀλλὰ καὶ καθ' ἑαυτὸν, ἀνατάσει γὰρ λοξῇ βραχύ τι δύναται συντελεῖν.

Περὶ τῶν κινούντων τὴν κατ' ἀγκῶνα διάρθρωσιν μυῶν.

[975]   Ἡ κατ' ἀγκῶνα διάρθρωσις ὑπὸ τεττάρων κινεῖται μυῶν ἅπαν ἐν κύκλῳ τὸ τοῦ βραχίονος ὀστοῦν κατειληφότων. οἱ μὲν οὖν πρόσθιοι δύο κάμπτουσι τὸ ἄρθρον οὐκ εὐθεῖαν ἀκριβῶς ἑκάτερος καμπτὴν, ἀλλ' ὁ μὲν ἔσω παρεγκλίνων, ὁ δ' ἔξω. καταφύεται γὰρ ὁ μὲν εἰς τὸ τῆς κερκίδος ὀστοῦν, ὁ δὲ εἰς τὸ τοῦ πήχεως συνεπιφυόμενος ἑκάτερος καὶ τῷ περιέχοντι τὴν διάρθρωσιν ὑμενώδει συνδέσμῳ. ταθέντων δὲ ἀμφοῖν ἡ μέση γίνεται κάμψις ἡ τὸν καρπὸν ἐπὶ τὸ ἀκρώμιον ἀνάγουσα. ὁ μὲν οὖν ἔσω μᾶλλον κάμπτων ὁ μείζων μῦς ἐναργῶς ὁρᾶται καὶ πρὸ τῆς ἀνατομῆς ὅλον τοῦ βραχίονος κατειληφὼς τὸ πρόσθιον. ἄρχεται δὲ ἀπό τε τῆς ὑψηλῆς ὀφρύος τοῦ τῆς ὠμοπλάτης αὐχένος καὶ τῆς ἀγκυροειδοῦς ἀποφύσεως, τῇ μὲν ὀφρύϊ διὰ συνδέσμου τινὸς ἰσχυροῦ στρογγύλου συναπτόμενος, τῇ δὲ ἀγκυροειδεῖ δι' ἑτέρου συνδέσμου λεπτοτέρου τε ἅμα καὶ ἀκριβῶς [976] στρογγύλου. συνεκφύεται δὲ αὐτῷ σαρκοειδής τις οὐσία προσεοικυῖα μικρῷ μυί. αὕτη μὲν οὖν ὑπερβᾶσα τὸ ἄρθρον ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ἐμφύεται. προελθὼν δὲ ἐντεῦθεν ὁ σύνδεσμος δι' ἄλλης ἀρχῆς ἐμφύεται τῷ βραχίονι τῆς μέσης αὐτῆς χώρας ἀνωτέρω, καθ' ἃ μέρη τὸ σῶμα αὐτοῦ τοῦ μυὸς ἄρχεται γεννᾶσθαι δεχόμενον εἰς ἑαυτὸ καὶ τὸν ἕτερον σύνδεσμον· ἐντεῦθεν δὲ κατιὼν ὁ μῦς διὰ τῶν ἐμπροσθίων μερῶν τοῦ βραχίονος ἄχρι μὲν ἡμίσεως αὐτοῦ ψαύει, τὸ δὲ ἀπὸ τοῦδε μετέωρος ἐπιβεβλημένος θατέρῳ τῶν ἐνταῦθα μυῶν εἰς τὴν κατ' ἀγκῶνα διάρθρωσιν ἐμβάλλει, ὁ δὲ ἕτερος ἐκφύεται μὲν τὴν ἀρχὴν ὄπισθεν ἔχων ἐγγὺς τῆς κεφαλῆς τοῦ βραχίονος· ἐνταῦθα δὲ διὰ τῶν ἔξωθεν μερῶν λοξὸς ἐπὶ τὰ πρόσω παραγενόμενος ἄχρι τῆς κατ' ἀγκῶνα διαρθρώσεως. ἐμφύεται δὲ ὁ μῦς οὗτος εἰς τὸ τοῦ πήχεως ὀστοῦν, ὥσπερ ὁ προειρημένος ὁ μείζων εἰς τὸ τῆς κερκίδος. τῶν δὲ ἐκτεινόντων τὴν κατ' ἀγκῶνα διάρθρωσιν μυῶν ἡ μὲν ἑτέρα τὴν ἀρχὴν ὑπὸ τῆς ταπεινῆς ἐστι πλευρᾶς τῆς ὠμοπλάτης τοῦ ἡμίσεως, ὅσον ὡς [977] πρὸς τὸν ὦμον ἀναφέρεται, ἡ δὲ ἑτέρα μετὰ τὴν κεφαλὴν τοῦ βραχίονος ἐκ τῶν ὄπισθεν μερῶν αὐτοῦ ἐκπέφυκε. συναμφυεῖσαι δὲ ἀλλήλαις αὗται μέγιστόν σοι δόξουσιν ἐργάσασθαι μῦν ἕνα καταφυόμενον εἰς τὸν ἀγκῶνα τένοντι πλατεῖ· ἀλλ' εἰ ταῖς ἄνωθεν ἐκφύσεσιν εἴ πως κατὰ τὴν τῶν ἰνῶν εὐθύτητα φανεῖταί σοι διφυὴς ὁ τένων οὗτος, τὸ μὲν ἔξωθεν μέρος ἀπὸ τοῦ προτέρου ῥηθέντος ἔχων μυὸς, τὸ δὲ ἕτερον ἀπὸ τοῦ δευτέρου. ἐκτείνουσι μὲν οἱ μύες ἀμφότεροι τὴν κατ' ἀγκῶνα διάρθρωσιν, ἀλλ' ὁ μὲν πρότερος ἅμα τῷ παρεγκλίνειν ἐκτὸς, ὁ δὲ ἕτερος ἔσω καὶ οὗτος ἐπὶ βραχὺ ποιεῖται τὴν ἔγκλισιν. ἡ δὲ περιπεφυκυῖα τὸ τοῦ βραχίονος ὀστοῦν μοῖρα τοῦ δευτέρου ῥηθέντος μυός· ἔστι γὰρ ὥσπερ τις διφυὴς σαρκώδης ὕλη διαμένουσα κατὰ τὸ ὄπισθεν ἐμβάλλει μέρος τοῦ ἀγκῶνος, εὐθεῖάν πως μᾶλλον ἔκτασιν ἐργαζομένη περὶ τὸν πῆχυν εἴσω βραχὺ ῥέπουσα. ἔστι δὲ καὶ ἄλλη τις ἔμφυσις εἰς τὴν κατ' ἀγκῶνα διάρθρωσιν ἐπὶ τῶν πιθήκων λοξὴν ἐπὶ τὰ ἔξω τὴν ἔγκλισιν [978] ἐργαζομένη· καὶ γὰρ καταπέφυκεν εἰς τὰ ἐκτὸς ὁ τῆς διαρθρώσεως ἀπὸ διαφύσεως ἐγκαρσίας. ἀρχομένη τοῦ μεγίστου τῶν κατὰ τὸν ὦμον μυῶν, ὃν ἀπὸ τῆς ῥάχεως καὶ τῶν πλευρῶν ἔφην ἀνέρχεσθαι.

Περὶ τῶν κατὰ τὸν πῆχυν μυῶν, ὑφ' ὧν ὅ τε κερκὶς καὶ καρπὸς καὶ οἱ δάκτυλοι κινοῦνται.

   Κατὰ διαφέροντας τρόπους διδασκαλίας ἄλλοτε ἄλλως ὁ ἀριθμὸς δύναται λέγεσθαι τῶν περὶ τὸν πῆχυν μυῶν, ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐδείκνυμεν. ἀκριβολόγου μὲν δεκαεπτὰ, διδάσκειν δὲ βουλομένῳ τοὺς πρώτους ἀρχομένους δεκαπέντε. τεταγμένοι δέ εἰσιν ἐκ μὲν τῶν ἔνδον τοῦ πήχεως ἑπτὰ μύες οὔτε πλείους οὔτε ἐλάττους ἀριθμεῖσθαι δυνάμενοι, κατὰ δὲ τὴν ἔξω χώραν ὁ μὲν ἐλάχιστος ἀριθμὸς ὀκτὼ, διαχωριζομένων δὲ τῶν συμφυῶν μυῶν ὁ πλεῖστος δέκα, μέσος δὲ ἀμφοῖν ὁ τῶν ἐννέα. δῆλον δὲ ὅτι τῆς χειρὸς ἐσχηματισμένης οὕτως ὡς ὑποκεῖσθαι μὲν τὸ τοῦ πήχεως ὀστοῦν, ἐπικεῖσθαι δὲ τὸ τῆς κερκίδος, καθὸ ἢ ἔνδον [979] ἢ ἔξω τι λέγουσι τοῦ πήχεως οἱ ἀνατομικοὶ, κάτωθεν μὲν οὖν ὅλως οὐδεὶς ὑποτέτακται τῷ πήχει μῦς, ἄνωθεν δὲ ἐπιβέβληται τῇ κερκίδι. περὶ ὧν ἐσφάλησαν ἅπαντες, ἀλλ' ἡμεῖς γε σαφῶς αὐτὸν ἐξηγησόμεθα τοῖς ἔξω προσνέμοντες ἐννέα τὸν ἀριθμὸν οὖσι χωρὶς τούτων· τοὺς μὲν γὰρ τέσσαρας δακτύλους ἄνευ τοῦ μεγάλου μῦς εἷς μέγας ἐκτείνει κατὰ τὴν μέσην μάλιστα χώραν τεταγμένος ὅλου τοῦ κώλου τέσσαρας ἀποφύων τένοντας εἰς ἕκαστον δάκτυλον ἕνα. δύο δ' ἐφ' ἑκάτερα τοῦδε μύες· ὁ μὲν τοὺς μικροὺς δακτύλους ἀπάγει λοξοὺς ἀπὸ τῶν ἄλλων, ὁ δὲ τοὺς ὑπολοίπους τρεῖς τούτοις προσάγει. εἰ δ' ἀκριβολογεῖς, δύω μύας ἂν εἴποις εἶναι τούτους ἀλλήλοις συμφυεῖς· οὗτοι μὲν οὖν ἅπαντες ὑφ' ἑνὸς συνδέσμου καλύπτονται κατ' αὐτὰς μάλιστα τὰς κεφαλὰς τῶν τενόντων ἐκπεφυκότος τῷ πρὸς τῷ καρπῷ πέρατι, πήχεώς τε καὶ κερκίδος ἑκάστης κεφαλῆς ἰσαρίθμους ἀποφυούσης τένοντας τοῖς κινουμένοις δακτύλοις. ἄλλοι δ' ἐφ' ἑκάτερα τούτων ὁ μὲν τῷ πήχει παρατεταμένος ἔξωθεν εἰς [980] τὸ πρὸς τῷ μικρῷ δακτύλῳ μετακάρπιον ἐμφύεται δι' ἑνὸς τένοντος, ὁ δὲ εἰς τὸ πρὸ τοῦ λιχανοῦ τε καὶ μέσου διὰ δυοῖν· καὶ τρίτος ἐπὶ τοῖσδε δι' ἑνὸς εἰς τὸ πρῶτον ὀστοῦν τοῦ καρποῦ τὸ κατὰ τὸν μέγαν δάκτυλον ὑπὸ τούτων τῶν τριῶν ὁ καρπὸς ἐκτείνεται κατὰ μὲν τὸν μικρὸν δάκτυλον ἐγκλινομένης ὡς ἐπὶ τὸ πρηνὲς σχῆμα τῆς ἄκρας χειρὸς, κατὰ δὲ τὸν μέγαν ἐπὶ τὸ ὕπτιον. ὁ μέσος δ' ἀμφοῖν οἷον μῦς μέσην ἀμφοτέρων ἐργάζεται τὴν ἔκτασιν τοῦ καρποῦ· μέσην ἀμφοῖν καὶ οἱ λοιποὶ δύο μύες, ἐὰν ἐνεργήσωσιν ἅμα τὴν κατάτασιν, ἡ χεὶρ ἄκρα λαμβάνει. τῷ μέντοι κατὰ τὸν μέγαν δάκτυλον κινοῦντι τὸν καρπὸν, ὡς εἴρηται, παραπέφυκεν ἕτερος μῦς, ὡς ἕνα τίθεσθαι ἀμφοτέρους καθήκων εἰς τὸ πρῶτον ὀστοῦν τοῦ μεγάλου δακτύλου καὶ κινεῖ γε αὐτὸν τὴν ἀνάλογον ἐπὶ θάτερα κίνησιν τῇ προειρημένῃ λοξῇ κατὰ τοὺς πέντε δακτύλους, ἣν ἀπὸ τριῶν ἔφην γίγνεσθαι μυῶν. σύνδεσμος δὲ καὶ ταύτας ἀμφοτέρας τὰς κεφαλὰς περιλαμβάνει κατὰ τὸ τῆς κερκίδος ὑψηλὸν καὶ τὰς ἑτέρας δύο τὰς [981] τὸν καρπὸν κινούσας. εἰ δ' ἄμφω ταθεῖεν ἅμα ἀκλινῆ τὴν ἔκτασιν ὁ μέγας δάκτυλος λαμβάνει. λοιποὶ δὲ τῶν ἔξωθεν τοῦ πήχεως μυῶν εἰσιν ὅ τε ἐμφυόμενος τοῖς ἄνω τῆς κερκίδος μέρεσι λοξὸς ὅλος σαρκοειδής· ὅ τε ἐπικείμενος ἄνωθεν αὐτῇ μακρὸς οὐκ εἰς ἀκριβῆ τένοντα τελευτῶν οὐδ' αὐτός. διαμένει γὰρ τὸ πέρας αὐτοῦ σαρκοειδὲς ἠρέμα πλατεῖ τένοντι μιγνύμενον ὑμενώδει. καταφύεται δὲ εἰς τὸ κάτω πέρας τῆς κερκίδος τὸ πρὸς τῷ καρπῷ κατὰ τὸ ἔνδον αὐτοῦ μέρος, τὴν κεφαλὴν δὲ ἀνήκουσαν ἐπὶ τὸ τοῦ βραχίονος ὀστοῦν ἔχει. τῶν ἄλλων μυῶν τῶν προειρημένων αἱ ἄνωθεν ἀρχαὶ τόνδε τὸν τρόπον ἔχουσιν· ἐκ μὲν τῆς ἔξω κεφαλῆς τοῦ βραχίονος, ἣν δὴ καὶ κόνδυλον ὀνομάζουσι, τρεῖς ἐκπεφύκασι συμφυεῖς ἀλλήλοις, ὑψηλότατος μὲν ὁ τῶν τεσσάρων δακτύλων, ταπεινότατος δὲ ὁ κατὰ τὸν μικρὸν δάκτυλον τοῦ καρποῦ, μέσος δ' ἀμφοῖν ὁ τῶν δυοῖν δακτύλων τῶν μικρῶν, οἱ δὲ τῶν ὑπολοίπων τριῶν δακτύλων δύο μύες ἑνούμενοί τε καὶ συμφυόμενοι κατά τι μέρος ἑαυτῶν [982] ἐκπεφύκασι τοῦ πήχεως ὀλίγου δεῖν ὅλου. ὁ μὲν εἰς τοὺς δακτύλους ἐμβάλλων τόν τε μέσον καὶ τὸν λιχανὸν ἐκ τοῦ πρὸς τὸν καρπὸν μέρους, ὁ δὲ εἰς τὸν μέγαν δάκτυλον ἐκ τοῦ μετ' αὐτὸν τοῦ πρὸς τὴν κατ' ἀγκῶνα διάρθρωσιν ἀνήκοντος. ἡ δὲ ἀρχὴ τῆς ἐκφύσεως αὐτῷ τὸ ὑποκείμενον αὐτοῦ μέρος ἐστὶ τῆς κεφαλῆς τῆς κερκίδος. ταύτης τῆς ἀρχῆς σμικρὸν κατωτέρω καὶ ὁ τὸν μέγαν δάκτυλον κινῶν ἐκφύεται διὰ τῆς μεταξὺ χώρας πήχεώς τε καὶ κερκίδος ἐπὶ τὸ κάτω φερόμενος. ὑψηλότερος δὲ αὐτοῦ τήν τε ἔκφυσιν ἐκ τῆς κερκίδος ἔχων καὶ τὴν μετὰ ταῦτα χείραν ἅπασαν ὁ τοῦ καρποῦ μῦς ἐστιν ὁ κατὰ τὸν μέγαν δάκτυλον. ὁ δ' εἰς τὸ πρὸ τοῦ λιχανοῦ τε καὶ μέσου μετακάρπιον ἐκφυόμενος ἐπίκειται μὲν ἔξω ἐν ἅπαντι τῷ τῆς κερκίδος ὀστῷ, τὴν δ' ἔκφυσιν ἐκ τῶν ὑπεράνω μερῶν ἔχει τοῦ ἔξω κονδύλου τοῦ βραχίονος ὑποκειμένην τοῦ πρώτου πάντων ῥηθέντος μυὸς, ὃς ἐκτείνει τοὺς τέσσαρας δακτύλους. οὗτος ὁ μῦς ἅπτεται μὲν ἀεὶ καὶ τοῦ βραχίονος αὐτοῦ κατὰ τὴν πρώτην [983] ἔκφυσιν ὀλίγον τι προσαναβαίνων ἀπὸ τοῦ κονδύλου. φαίνεται δὲ ἐνίοτε καὶ μέχρι πλείονος ἀνατεινόμενος· οὐ γὰρ ἀκριβοῦσι τὰς εἰρημένας ἐκφύσεις διὰ παντὸς οἱ μύες, ἀλλ' ἐν τῷ σπανίῳ ποτὲ προσεπιλαμβάνουσιν ἤτοι τῶν ἄνω μορίων ἢ τῶν ἐφ' ἑκάτερα. τούτων δὲ ἀνωτέρω τὴν κεφαλὴν ὁ τῆς κερκίδος ἴδιος ἔχει μῦς, ὁ καθ' ὅλης αὐτῆς ἄνωθεν ἐκτεταμένος, ἐνέργειαν ἔχων ὑπτίαν ἐργάζεσθαι τὴν χεῖρα. λοιπὸς δὲ ἄλλος μῦς ἐστι τῆς κερκίδος ἐν τοῖς ἔξω χωρίοις λοξὸς, ἐμφυόμενος αὐτοῦ τοῖς ἄνω μέρεσιν οὐχ ὥσπερ ὁ προειρημένος τῷ κάτω· καὶ διὰ τούτων ἑκάτερος αὐτῶν ἐκεῖνο τὸ μέρος κινεῖ τῆς κερκίδος, εἰς ὃ καταπέφυκεν. ἀμφοτέρων δὲ ἐνεργησάντων ὁμοῦ τὴν ὑπτίαν κατάστασιν ἡ χεὶρ ὅλη λαμβάνει, ἐκπέφυκε δὲ ὁ μῦς οὗτος ἔκ τε τοῦ περὶ τὸ ἄρθρον ὑμενώδους συνδέσμου καὶ τῶν ψαυόντων αὐτῆς τοῦ πήχεως περάτων, οἷς καὶ ὁ ταπεινότατος ἁπάντων τῶν ἔξω μυῶν τῶν τὸν καρπὸν κινούντων ἐπιβαίνων μετὰ τὴν πρώτην ἔκφυσιν ὅλῳ τῷ πήχει παρεμπέφυκεν. οὕτω μὲν [984] ἔχουσι θέσεώς τε καὶ φύσεως καὶ κινήσεως οἱ ἔξωθεν μύες, τῶν δ' ἐντὸς τοῦ πήχεως μυῶν ἑπτὰ τὸν ἀριθμὸν ὄντων δύο μὲν τὸν καρπὸν κάμπτουσι, δύο δὲ τοὺς δακτύλους, δύο δὲ ἄλλοι τὴν κερκίδα περιάγουσιν ἐπὶ τὸ πρηνές. ὁ δὲ ὑπόλοιπος εἷς ὃς καὶ πάντων ἰσχνότατός ἐστιν, ἐπιπολῆς μὲν ὑπὸ τοῦ δέρματος τέτακται, κατὰ μέσον μάλιστα τὸ κῶλον ἄνωθεν κάτω φερόμενος, ἐς τένοντα δὲ τελευτήσας ἕνα στρογγύλον, ἵνα ὅπου πρῶτον ἀποφύεται τοῦ μυὸς, ἀνωτέρου πολὺ τοῦ καρποῦ καὶ διαμένων γέ τοι οὗτος ἄχρι τοῦ καρποῦ πλατύνεται τοὐντεῦθεν οὕτως, ὡς ἀποφύεσθαι παντὶ τῷ τῆς ἄκρας χειρὸς ἔσωθεν δέρματι τῷ ψιλῷ τῶν τριχῶν. οὐδὲν ἄρθρον ὁ μῦς οὗτος κινεῖ, καίτοι νομίζουσί γε οἱ ἀνατομικοὶ πάντες οἱ πρὸ ἡμῶν ἐπισπᾶσθαί τε καὶ κάμπτεσθαι πρὸς αὐτοὺς ἅπαντας τοὺς δακτύλους. τοῦτον μὲν οὖν πρῶτον ἀνατέμνειν χρὴ, διότι καὶ πρῶτος ἁπάντων ὑπὸ τῷ δέρματι τέτακται. μετὰ τοῦτον δὲ τρεῖς μύες ἐφεξῆς ἀλλήλων κεῖνται κατὰ τὸ μῆκος ἅπασαν κατειληφότες [985] τὴν ἐντὸς χώραν τοῦ πήχεως. ἔστι δὲ αὐτῶν ὁ μέσος μὲν τῇ θέσει καὶ ἀκριβῶς ὑποκείμενος τῷ προειρημένῳ μυὶ εὔῤῥωστος εἰς τοὺς τέσσαρας δακτύλους διανεμόμενος· εἷς δὲ ἑκατέρωθεν αὐτοῦ μῦς ἕτερος, ὁ μὲν εἰς τὸν καρπὸν ἐμφυόμενος, ὁ δὲ εἰς τὸ μετακάρπιον ἁπλῷ τένοντι. καὶ δὴ καὶ κάμπτουσιν οἱ δύο μύες οὗτοι τὸν καρπόν· ὁ μὲν εἰς τὴν πρὸ τοῦ μικροῦ δακτύλου χώραν ἐμβάλλων τοῦ καρποῦ μετὰ τὸ παρεγκλίνειν ἐπὶ τὸ ὕπτιον, ὁ δὲ εἰς τὴν πρὸ τοῦ λιχανοῦ τοῦ μετακαρπίου μετὰ τῆς εἰς τὸ πρηνὲς ἐγκλίσεως, ἀμφοῖν δὲ ἐνεργούντων ἡ μέση τε καὶ ἀπαρέγκλιτος καμπὴ γίνεται τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως. ἀνατμηθέντων δὲ καὶ τούτων τῶν τριῶν μυῶν ἄλλος εὑρίσκεται μῦς μέγιστος ὑποκείμενος τῷ μέσῳ κάμπτων καὶ αὐτὸς τοὺς πέντε δακτύλους. τῶν μὲν τεσσάρων τὸ πρῶτον καὶ τρίτον ἄρθρον δι' ἑνὸς ἀμφότερα τένοντος, τοῦ δὲ μεγάλου τὸ δεύτερον καὶ τρίτον ὀστοῦν. τοῖς δὲ τούτου τοῦ μυὸς τένουσι μεγάλοις οὖσιν οἱ τοῦ προειρημένου μυὸς ἐποχοῦνται [986] καθ' ἕκαστον δάκτυλον εἷς ἐφ' ἑνὶ πλὴν τοῦ μεγάλου δακτύλου, καθάπερ εἴρηται. ἐπειδὰν δὲ πλησίον ἥκωσι τῶν μέσων ἀρθρώσεων ὁ μικρὸς τένων διδαχθεὶς ἐν ἑκατέρῳ μέρει περιλαβὼν τὸν ὑποκείμενον ἑαυτῷ τὸν μέγαν εἰς τὴν ἀρχὴν ἐμφύεται τοῦ μέσου τῶν κατὰ τὴν διάρθρωσιν ὀστῶν. τὸ δὲ πρῶτόν τε καὶ τρίτον ἄρθρον ὑπὸ τοῦ μείζονος κάμπτεται τένοντος, οὐ μήν γε κατὰ τὸν αὐτὸν τρόπον ἀμφότερα. τὸ μὲν γὰρ τρίτον ἄρθρον αὐτὸς ὁ τένων δι' ἑαυτοῦ κάμπτει, τὸ δὲ πρῶτον διὰ τοῦ συνδέσμου. ὅτι μὲν οὖν πάντες στρογγύλοι τέ εἰσιν οἱ τοὺς δακτύλους κινοῦντες τένοντες, ὥσπερ νεῦρα, κολῶς εἴρηται τοῖς ἀνατομικοῖς, οὐ μὴν οὔτε τὰς ἄνωθεν ἀρχὰς ἔγραψαν ἀκριβῶς οὔτε τὸν ἀριθμὸν τῶν μυῶν, ὥστε τινὲς αὐτῶν οὐδὲ τοὺς τὴν κερκίδα κινοῦντας μῦς ἐδήλωσαν, ὥσπερ οὐδὲ Αἰλιανός. περὶ μὲν οὖν τούτων ὀλίγον ὕστερον εἰρήσεται· τῶν δὲ προειρημένων πέντε μυῶν ὁ μὲν κατὰ τὸν μικρὸν δάκτυλον κάμπτων τὸν καρπὸν ἀπὸ τοῦ ἔσωθεν ἄρχεται κονδύλου τοῦ βραχίονος συνεφαπτόμενος [987] καὶ τοῦ πήχεως. ὁ δὲ κατὰ τὸν μέγαν ἐκ τῶν ἄνω μερῶν ἄρχεται αὐτοῦ τοῦ κονδύλου, μεταξὺ δὲ ἀμφοτέρων τῶν ἀρχῶν ἡ τοῦ καθήκοντος εἰς αὐτὸ τὸ δέρμα τῆς χειρὸς μυὸς ἔκφυσις τέτακται, ὑπόκεινται δὲ οἱ δύο μύες οἱ μεγάλοι ταύτῃ τῇ ἐκφύσει, τὸ μεταξὺ τοῦ πήχεως καὶ κερκίδος ἀναπληροῦντες ἅπαν· ὁ μὲν οὖν μικρότερος αὐτῶν, ὅσπερ καὶ μέσος ἀκριβῶς τέτακται, τῆς ἐντὸς κεφαλῆς ἐκφύεται τοῦ βραχίονος ἐφαπτόμενός πως ἐνταῦθα καὶ τοῦ πήχεως. ὁ δὲ μέγιστος ὑποτέτακται τούτῳ τὴν μέσην χώραν πήχεώς τε καὶ κερκίδος ἅπασαν κατειληφὼς καὶ συμφυόμενος ἀμφοτέροις τοῖς ὀστοῖς, τῷ δὲ πήχει κατὰ τὰ πρὸς ἀγκῶνα μέρη περιφυόμενος ὡσαύτως· ἀλλὰ τοῦτο μὲν τὸ μέρος τοῦ μυὸς κατ' εὐθὺ τῆς εἰς τὸν μικρὸν δάκτυλόν ἐστιν ἐμφύσεως. ἄλλο δὲ μέρος ἐστὶν ὃ τὴν αὐτὴν ἀρχὴν ἔχει τῷ προειρημένῳ μυὶ τῷ τοὺς τέσσαρας δακτύλους κινοῦντι. κατ' εὐθὺ δέ ἐστι τοῦτο μάλιστα τὸ μέρος τοῦ μυὸς τοῦ λιχανοῦ δακτύλου. τὸ δὲ τρίτον αὐτοῦ τῶν μερῶν, ὅπερ δὴ καὶ μέγιστόν ἐστι, τὴν μεταξὺ χώραν κατείληφε κερκίδος [988] τε καὶ πήχεως. τῶν δὲ λοξῶν μυῶν τῶν τὴν κερκίδα κινούντων ὁ μὲν ἐκ τοῦ ἔσωθεν κονδύλου τοῦ βραχίονος ἐκφυόμενος συμφυὴς ὢν τῇ κεφαλῇ τοῦ κατὰ τὸν μέγαν δάκτυλον κάμπτοντος τὸν καρπὸν μυὸς ἐκ τῶν ὑψηλοτέρων μερῶν ἐκφύεται τοῦ κονδύλου. καθήκει δὲ εἰς τὸ τῆς κερκίδος ὀστοῦν σχεδόν τι μέσος ἐκτεινόμενος ὡς ἐπὶ τὰ ἄνω, περιάγει δὲ ταύτην ὡς ἐπὶ τὸ πρηνὲς, ὁ δὲ ἕτερός ἐστι μὲν ἐλάττων πολὺ τούτου καὶ τῷ μήκει βραχύτατος ὀλίγου δεῖν ἐγκαρσίαν τὴν θέσιν ἔχων, ἐν τοῖς πρὸς τὸν καρπὸν μέρεσι συνάπτων ἀμφοτέρων τῶν ὀστῶν τὰ πέρατα τοῦ τε τῆς κερκίδος καὶ τοῦ πήχεως, ἀτρέμα λοξὸς ἐγκεκλιμένος ἀπὸ τοῦ πήχεως ἐπὶ τὴν κερκίδα. ἡ δὲ ἐνέργεια καὶ τούτου τὴν κερκίδα περιάγειν εἰς τὸ πρηνές.

Περὶ τῶν τοῦ θώρακος μυῶν.

   Τῶν τοῦ θώρακος μυῶν οἱ μὲν ἐν τοῖς μεσοπλευρίοις δύο καὶ εἴκοσί εἰσι τῷ μήκει τὰς ἶνας ἔμπαλιν ἔχοντες. οὐ [989] γὰρ ὥσπερ οἱ μύες ἀπὸ τῆς ῥάχεως ἄχρι τοῦ στέρνου παραίνουσιν, οὕτω καὶ αἱ ἶνες αὐτῶν, ἀλλ' ἐκ πλευρᾶς εἰς πλευρὰν ἐμπεφύκασι λοξαὶ τῷ χ γράμματι παραπλήσιαι ἐγκαρσίαν ἀλλήλαις αἵ τε ἔξω καὶ ἐντὸς ἔχουσαι τὴν θέσιν. αἱ μὲν οὖν ἐκτὸς ἶνες ἐν τοῖς ἄνωθεν κάτω φερομένοις μέρεσι τῶν πλευρῶν διαστέλλουσι τὸν θώρακα, συστέλλουσι δὲ αἱ διὰ βάθους, ἐναντίως δ' αὐταῖς αἱ κατὰ τὰ χονδρώδη τὰ πρὸς τῷ στέρνῳ. προστέλλουσι μὲν αἱ ἐπιπολῆς, διαστέλλουσι δὲ αἱ διὰ βάθους. ἐπὶ δὲ τῶν κατὰ τὰς νόθας πλευρὰς μυῶν ἄχρι τῆς πλευρῆς αὐτῶν ἡ αὐτὴ φύσις ἐστὶ τῶν ἰνῶν, οὐδὲ γὰρ ἔχουσιν αἵδε τινὰ καμπήν. ἑτέρα δὲ συζυγία μικρῶν μυῶν ἀνασπᾷ τὰς πρώτας πλευρὰς, ὥσπερ ἕτεραι δύο κατασπῶσι τὴν δεκάτην τε καὶ τὴν ἑνδεκάτην. ἡ γάρ τοι δωδεκάτη πλευρὰ τοῦ διαφράγματος ἔξωθέν ἐστι συμπεφυκυῖα τῷ λοξῷ κατ' ἐπιγάστριον μυὶ τῷ μικροτέρῳ. φαίνεται δὲ ἐνίοτε καὶ περιγραφὴν ἰδίου μυὸς ἔχουσα τοῦ [990] κατασπῶντος αὐτήν· ἄλλαι δὲ τρεῖς ἐκ τραχήλου καθήκουσαι συζυγίαι μυῶν διαστέλλουσι τὸν θώρακα, μεγίστη μὲν ἡ κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν, ἐλάττων δὲ ἡ πρόσθεν αὐτῆς, ἐλαχίστη δ' ἡ ὄπισθεν. αἱ δὲ ἄνωθεν ἀρχαὶ τῆς μὲν πρώτης λεχθείσης ὁ πρῶτος τῶν ἐν τραχήλῳ σπονδύλων ἐστί· τῆς δευτέρας δ' ὁ δεύτερος, ἡ τρίτη δ' ἐκ τῆς ἀκάνθης ἐκπέφυκε δι' ὑμενώδους συνδέσμου. τοῦ τε ἡμίσεως μέρους τοῦ κάτω τῶν κατὰ τὸν τράχηλον σπονδύλων καὶ τῶν πρώτων δυοῖν τοῦ μεταφρένου. προήκει δὲ ἡ μὲν πρώτη συζυγία μέχρι καὶ τῶν νόθων πλευρῶν, ἡ δὲ δευτέρα μέχρι τῆς πέμπτης, ἡ τρίτη δὲ ἐπιπέφυκε μὲν καὶ τῇ τρίτῃ πλευρᾷ. καταπέφυκε δὲ ἰσχυρῶς ὅμως εἰς τὰς ἐφεξῆς τέσσαρας. οὗτοι πάντες οἱ μύες διαστέλλουσι τὸν θώρακα καὶ πρὸς αὐτοῖς αἱ φρένες. συστέλλουσι δὲ οἵ τε μεσοπλεύριοι ταῖς ἡμισείαις ἰσὶ καὶ οἱ τοῖς ῥαχίταις παρατεταγμένοι κατὰ τὰς ῥίζας τῶν πλευρῶν καὶ τῶν ὀρθίων κατ' ἐπιγάστριον ἡ ἄνω μοῖρα καὶ οἱ τὰς ἐσχάτας πλευρὰς κατασπῶντες. συντελοῦσι δέ τι πρὸς τὰς συστολὰς τοῦ θώρακος [991] ἐνίοτε καὶ οἱ κατ' ἐπιγάστριον. ἐπιδέδεικται δὲ περὶ τούτων ἁπάντων ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων, ἅπερ εἴ τις ἀνελέξατο, γνώσεται σαφῶς ὀλίγου δεῖν ἁπάντων τῶν εἰρημένων μυῶν ἠγνοημένην τὴν ἐνέργειαν τοῖς πρὸ ἡμῶν ἀνατομικοῖς.

Περὶ τῶν ῥαχιτῶν μυῶν.

   Οἱ ῥαχῖται μύες ἄρχονται μὲν ἀπὸ τοῦ δευτέρου σπονδύλου τῶν κατὰ τράχηλον, ἤτοι δὲ τοσοῦτοι τὸν ἀριθμόν εἰσιν, ὅσοιπερ οἱ ἀπὸ τοῦδε σπονδύλου συμφυεῖς ἀλλήλοις ὄντες ἢ εἷς μέγιστος ἑκατέρωθεν τῆς ἀκάνθης ἐκ πολλῶν μυῶν σύνθετος. ἁπάντων δὲ αἱ ἶνες ἀτρέμα τε λοξαὶ τυγχάνουσιν οὖσαι καὶ ταθεῖσαι βραχὺ παρεγκλίνουσιν ἐφ' ἑαυτὰς ἕκαστον τῶν συνεχόντων σπονδύλων. ὅταν δ' ἀμφότεροι ταθῶσιν ἔκ τε τῶν δεξιῶν καὶ ἀριστερῶν ἑκάστου σπονδύλων τηνικαῦτα ὀρθὸς καὶ ἀῤῥεπὴς μένων ἀνακλᾶται πρὸς τοὐπίσω. καὶ εἰ καθ' ὅλην τὴν ῥάχιν οὕτω γένοιτο, [992] μετὰ μὲν μετρίας τῆς τάσεως ἐκτείνεται πᾶσα, βιαιότερον δὲ ταθέντων ἀνακλᾶται πρὸς τοὐπίσω τὴν ἐναντίαν τῇ κυφώσει καλουμένην λαμβάνουσα διάθεσιν.

Περὶ τῶν καμπτόντων τὴν ῥάχιν μυῶν.

   Κατὰ μὲν τὴν ἄνω μοῖραν ἅπασαν μέχρι τετάρτου, ποτὲ δὲ καὶ τοῦ πέμπτου τῶν κατὰ θώρακα σπονδύλων οἱ δύο μύες, οὓς ὑποβεβλῆσθαι τῷ στομάχῳ πρόσθεν εἶπον, οἱ κάμπτοντες τὴν ῥάχιν εἰσί. κατὰ δὲ τὰ κάτω τὰ κατὰ τὴν ὀσφὺν ἡ ἔνδον πᾶσα χώρα μεγίστους ἔχει δύο μύας, οὓς ψόας ὀνομάζουσιν οἱ ἀνατομικοὶ πάντες. ἐκφύονται δὲ ἀνωτέρω τοῦ διαφράγματος οἵδε κατὰ τὸν ἑνδέκατον ἢ δέκατον ἐνίοτε τοῦ θώρακος σπόνδυλον κάμπτοντες τὸ καθ' ἑαυτοὺς μέρος τῆς ῥάχεως, τὸ δὲ ἐν τῷ μεταξὺ τούτων τε καὶ τῶν προειρημένων, ὅπερ ἐστὶ τοῦ θώρακος τὸ μέσον οὐδένα κέκτηται μῦν ἴδιον, ἀλλὰ τοῖς ἑκατέρωθεν μέρεσι συγκινεῖται.

Περὶ τῶν κατ' ἐπιγάστριον μυῶν.

[993]   Ὀκτὼ μὲν μύες εἰσὶν οἱ κατ' ἐπιγάστριον, ἑκατέρωθεν τέσσαρες, ἔξωθεν μὲν ἁπάντων οἱ ἀπὸ τοῦ θώρακος καταφερόμενοι λοξοὶ μέχρι τῶν τῆς ἥβης ὀστῶν μέγιστοι τῶν ἐνταῦθα μυῶν. δεύτερον δὲ ὑπ' αὐτοὺς οἱ ἀπὸ τῶν λαγόνων ἀναφερόμενοι καὶ τρίτοι τούτοις συνάπτοντες οἱ εὐθεῖς· καὶ τέταρτοι οἱ τῷ περιτοναίῳ συμφυεῖς ἐγκάρσιοι τῇ θέσει. ἀλλ' οἱ μὲν εὐθεῖς ὅλοι σαρκώδεις εἰσὶν ἀπὸ τοῦ στήθους ἄχρι τῶν τῆς ἥβης ὀστῶν ἐκτεταμένοι· καὶ μέρει μὲν τοῦ ὀμφαλοῦ καὶ μικρὸν ἔτι προσωτέρω παράκεινταί τε καὶ ψαύουσιν ἀλλήλων, τὸ δὲ ἀπὸ τοῦδε συμφύονται καὶ τελευτῶντες εἰς τὰ τῆς ἥβης ὀστᾶ καταφύονται. ἡ κορυφὴ δ' αὐτῶν ὑμενώδης τένων ἐστὶν ἐπὶ τὴν ἀρχὴν τοῦ θώρακος ἀναφερόμενος· ἀλλ' ἐπικειμένων αὐτῇ τῶν κατὰ τὸ στῆθος μυῶν ἔλαθεν εἰκότως τοὺς ἀνατομικούς. ἀρθέντων δ' ἐκείνων ὁ ὑμενώδης τένων οὗτος ἐναργῶς φαίνεται συμπεφυκὼς ἄκρῳ τε τῷ στέρνῳ· καὶ προσέτι τοῖς πλαγίοις αὐτοῦ μέρεσιν ἅπασι, καθ' ἃ συναρθροῦται τοῖς χονδρώδεσι μέρεσι [994] τῶν πλευρῶν ἄχρι τῆς πρώτης ἀναφερόμενος, ἐξ ἧς ἀνήρτηται. κατὰ δὲ τὴν αὐτὴν ταύτην πλευράν ἐστι καὶ ἄλλη τις σαρκώδης κεφαλὴ τοῦ προειρημένου μυὸς εἰς τὸν αὐτὸν τοῦτον ἐμβάλλουσα τένοντα. τὴν δ' ἔκφυσιν ἐζευγμένην ἔχει τῇ καταφύσει τοῦ κατὰ τὴν κλεῖν μυὸς τοῦ μικροῦ· καὶ μέντοι καὶ κάτω πρὸς ὑποχόνδριον διάφυσις ὁρᾶται κατ' αὐτὴν λευκανθίζουσα, μεθ' ἣν τὸ ἄνω πᾶν ἄχρι τῆς κλειδὸς ἕτερον μῦν ἐγχωρεῖ τίθεσθαι συστέλλοντα τὰς συναρθρώσεις τῶν πλευρῶν. οἱ δὲ ἀπὸ τοῦ θώρακος πρὸς ἐπιγάστριον καταφερόμενοι δύο μύες ἄρχονται μὲν ἀπὸ τῆς ἕκτης ὡς τὸ πολὺ πλευρᾶς. ἐκφύονται δὲ κἀκ τῶν μετ' αὐτὴν ἁπασῶν ἐκδιεστηκυιῶν ἀρχῶν μίαν καθ' ἑκάστην πλησίον τῶν χονδροειδῶν, ἔχοντες ἀποφύσεις ἐν τοῖς κάτω μέρεσι τοῦ τε ἔμπροσθεν μυὸς τοῦ θώρακος καὶ τοῦ κατὰ τὰ σιμὰ τῆς ὠμοπλάτης. λεπτυνόμενοι δὲ τοῖς τε κενεῶσι παραφέρονται καὶ τοῖς τῶν λαγόνων ὀστοῖς ἐπιβάλλουσιν εἰς ὑμενώδεις τένοντας τελευτήσαντες. ἐμφύονται δὲ δι' αὐτῶν [995] τοῖς τε τῆς ἥβης ὀστοῖς καὶ τοῖς βουβῶσι καὶ δὴ καὶ τέτρηνται κατὰ ταύτας καὶ διεξέρχεται διὰ τοῦ τρήματος ὅ τε καταφερόμενος εἰς ἑκάτερον ὅρον μῦς, ᾧ κρεμαστὴρ ὄνομα καὶ σὺν αὐτῷ τό τε σπερματικὸν ἀγγεῖον καὶ φλὲψ καὶ ἀρτηρία καὶ ἡ τοῦ περιτοναίου ἀπόφυσις. ὅσον δὲ πρὸς ἐπιγάστριον αὐτῶν ἀνήκει μέχρι μὲν τῶν προειρημένων μυῶν τῶν εὐθειῶν, ἀποπλύνεται κατὰ βραχύ· τοὐντεῦθεν δὲ εἰς ὑμενώδη τένοντα παυσάμενον ἐπιφύεται τοῖς μυσὶν αὐτοῖς ἔξωθεν, ὡς δοκεῖν ἐκείνων εἶναι ἴδιον σκέπασμα τοιοῦτον, οἷον τοῖς πλείστοις αὐτῶν ὑμένες εἰσίν. ἡ δὲ τρίτη συζυγία τῶν λοξῶν μυῶν ἔμπαλιν τοῖς εἰρημένοις ἔχει τὰς ἶνας ἐκ τῶν κάτω μερῶν ἀναφερομένας λοξάς. ἄρχονται μὲν οὖν ἀπὸ σαρκώδους ἐκφύσεως ἐκ τῶν κατὰ τὰς λαγόνας ὀστῶν, περιέχονται δὲ ἄχρι τῶν εὐθειῶν μυῶν, κἀνταῦθα παύονται τοῖς ἐγκαρσίοις μυσὶ κατὰ τὴν ἄνοδον ἐπιφυόμενοι καὶ τῶν νόθων πλευρῶν τοῖς τέσσαρσι, κατ' αὐτὰς μάλιστα τὰς χονδρώδεις ἀποφύσεις. ἐπιβάλλει δέ τις [996] καὶ τούτων τῶν μυῶν ὑμενώδης ἀπόφυσις λεπτὴ τοῖς εὐθέσι μυσὶ τοῖς κατ' ἐπιγάστριον ὑποβεβλημένη τῇ τῶν ἔξωθεν κατιόντων λοξῶν τῶν μεγίστων. ἡ κάτω δὲ αὐτῶν ἀπονεύρωσις ἑνουμένη τῷ τῶν ὑποκειμένων ἐγκαρσίων εἰς τὰ τῆς ἥβης ὀστᾶ καταφύεται, κατὰ τὰ ἔνδον ἤδη πως αὐτῶν μέρη μᾶλλον ὁμοίως τῷ τῶν προειρημένων διατετρημένη. ἔσωθεν δὲ τῶν εἰρημένων οἱ ἐγκάρσιοι μύες εἰσὶν, ἡ λοιπὴ δὲ καὶ τετάρτη συζυγία τῶν ἐπιγαστρίων μυῶν ἀπό τε τῶν κατὰ τὰς νόθους πλευρὰς περάτων ἐκφυόμενοι κατὰ τὰ ἔνδον αὐτῶν μέρη καὶ προσέτι τῆς πλαγίας ἀποφύσεως τῶν ἐν ὀσφύϊ σπονδύλων· εἶθ' ἑξῆς ὑμενώδει συνδέσμῳ συναπτόμενοι πρὸς τὴν εὐθεῖαν ῥάχιν τοῦ τῆς λαγόνος ὀστοῦ τελευτῶσιν εἰς ἐγκαρσίαν ἀπονεύρωσιν ὑμενώδη τε καὶ λεπτὴν ἐπιπεφυκυῖαν τῷ περιτοναίῳ, καὶ λανθάνει γε τοὺς πλείστους τῶν ἰατρῶν τὸ σύνθετον ἐξ αὐτῶν καὶ τοῦ περιτοναίου περιτόναιον εἶναι νομίζοντας. ἀμέλει κἀν ταῖς καλουμέναις γαστροῤῥαφίαις, ὥσπερ ὑμένα διαῤῥάπτουσιν αὐτὸν καὶ γράφοντες ἐν [997] τοῖς ὑπομνήμασιν ὅπως χρὴ ποιεῖσθαι γαστροῤῥαφίαν, ὡς περὶ ὑμένος διαλέγονται. καταλείπει μέντοι τὸ περιτόναιον ἐν τοῖς κάτω μέρεσιν ἡ ἀπονεύρωσις αὕτη· καὶ φαίνεται μὲν ἐκεῖνο μόνον γυμνόν. ἡ δ' ἀπονεύρωσις ἐκ τῶν ἔξω μερῶν περιβαίνουσα τοὺς εὐθεῖς καὶ σαρκώδεις μῦς ἑνωθεῖσα τῇ τῶν ὑπερκειμένων μυῶν τελευτῇ τοῖς τῆς ἥβης ὀστοῖς ἐμφύεται. τούτων δὲ τῶν ὀκτὼ μυῶν ἡ χρεία τε ἅμα καὶ ἡ κίνησις εἴρηται μὲν ἐπὶ πλέον ἐν τοῖς περὶ χρείας μορίων, εἰρήσεται δὲ καὶ νῦν. τό τε κεφάλαιον ἑκάστης αὐτῶν, εἴς τε τὰς ἐκφύσεις καὶ τὰς καλουμένας καταλήψεις τοῦ πνεύματος καὶ τὰς μεγάλας τε καὶ ὀξείας φωνὰς ἐμέτους τε καὶ διαχωρήσεις γαστρός εἰσι χρήσιμοι. συντελεῖ δ' αὐτῶν ἡ κάτω μοῖρα καὶ μάλιστα τῶν ἐπιβεβλημένων τῇ κύστει τῇ κατὰ τὴν οὔρησιν ἐνεργείᾳ προστέλλοντες εἴσω τὸ ὑπογάστριον.

Περὶ τῶν ἐπὶ τοὺς ὄρχεις καταφερομένων μυῶν.

   Δύο πρὸς ἑκάτερον ὄρχιν ἀφικνοῦνται μύες ἰσχνοὶ, ἐκφύεται δὲ ὁ μὲν ἐκ τῆς ἥβης, ὁ δὲ ἐκ τοῦ τῆς λαγόνος [998] ὀστοῦ δι' ὑμενώδους συνδέσμου λεπτοῦ. καταφέρονται δὲ ἐντεῦθεν ὁ μὲν ἔνθεν, ὁ δ' ἔνθεν διὰ τοῦ καθήκοντος ἐπὶ τὸν ὄρχιν πόρου, κἄπειτα πλατυνόμενοι περιλαμβάνουσι τὸν ἐρυθροειδῆ. τὸ δὲ ἔργον αὐτῶν ἀνατείνειν τὸν ὄρχιν. ὅθεν ἔνιοι κρεμαστῆρας αὐτοὺς ὀνομάζουσι.

Περὶ τοῦ κατὰ τὸν τράχηλον τῆς κύστεως μυός.

   Σαρκώδης μῦς ἐν κύκλῳ περιβέβληται τῷ τραχήλῳ τῆς κύστεως. τὸ πλεῖστον δὲ αὐτοῦ μέρος ὑποβέβληται κάτωθεν. οὗτος ὁ μῦς κλείει τὸ στόμα τῆς κύστεως ὑπὲρ τοῦ μηδὲν ἐκρεῖν ἀκουσίως, συναπωθεῖ δὲ καὶ τὸ δι' αὐτοῦ φερόμενον οὖρον.

Περὶ τῶν τοῦ αἰδοίου.

   Δύο μὲν ἔχει πάνυ λοξοὺς καὶ μικροὺς μῦς τὸ αἰδοῖον εἰς τὴν ἔκφυσιν ἐμβάλλοντας αὐτοῦ, δύο δὲ ἄλλους συμφυεῖς ἢ ἕνα διφυῆ σαρκώδη, κάτωθεν μὲν ὑποκειμένους αὐτῷ [999] μᾶλλον οὐ μὴν ἀλλὰ καὶ περιλαμβάνοντας ἐν κύκλῳ. τούτων μὲν οὖν εἰς οὐδὲν σαφῶς ὀστοῦν ἀνήκουσιν αἱ κεφαλαὶ, τῶν δ' ἄλλων δυοῖν εἰς τὰ τῆς ἥβης ὀστᾶ ὀνομαζόμενα, δύνανται δὲ ἅπαντες οἱ προειρημένοι τέσσαρες μύες, τό τ' ἀῤῥεπὲς ἐν ταῖς ἐκτάσεσι παρέχειν τῷ αἰδοίῳ καὶ τὰς ἐν τῷ διασείειν τε καὶ ἀνασείειν αὐτοῦ κινήσεις.

Περὶ τῶν κατὰ τὴν ἕδραν.

   Αὐτὸ μὲν τὸ ἐξωτάτω πέρας τῆς κεφαλῆς συγκεκραμένον ἔχει τῷ δέρματι μῦν, ὡς ἤτοι γε δερματώδη μῦν εἰπεῖν ἢ σαρκῶδες δέρμα καὶ μάλιστα τοῦθ' εὑρεῖν ἐστιν ἐν τοῖς πρόσω μέρεσιν. ἄλλος δὲ μῦς ἀκριβῶς στρογγύλος, ἐγκάρσιος περιβέβληται τῇ ἕδρᾳ κλείων αὐτὴν ἀκριβῶς καὶ ἰσχυρῶς εἰ ταθείη. κατὰ μὲν τὸ σῶμα μέσον ἑαυτοῦ ψαύων τοῦ καλουμένου κοκκύδος, ἑκατέρωθεν δὲ εἰς τὴν ἔκφυσιν τοῦ αἰδοίου τελευτῶν, λοιποὶ δὲ δύο μύες ὑμενώδεις ὄντες ἐκφύονται μὲν ἐκ τῶν ἔνδον μερῶν τῶν τε τῆς ἥβης ὀστῶν [1000] καὶ τοῦ καλουμένου πλατέος ὀστοῦ. καταφύονται δ' ἑκατέρωθεν εἷς λοξοὶ τείνοντες ἄνω τὴν ἕδραν, εὐθὺς δὲ καὶ τὴν ἔκφυσιν τοῦ αἰδοίου συνανασπῶσιν οἱ αὐτοὶ μύες.

Περὶ τῶν τὴν κατὰ τὸ ἰσχίον διάρθρωσιν κινούντων μυῶν.

   Δέκα μένουσι μύες οἱ τὴν κατ' ἰσχίον διάρθρωσιν κινοῦντες, ἐσφάλησαν δὲ οὐ μικρὰ περὶ αὐτοὺς οἵ τε ἄλλοι τῶν ἀνατομικῶν ἀνδρῶν καὶ ὁ τοῦ Κοΐντου μαθητὴς Λύκος πέντε νομίζων ὑπάρχειν αὐτούς· ἔσωθεν μὲν τρεῖς, ἔξωθεν δὲ δύο, τῶν δ' ἄλλων πέντε παρέλιπε μὲν τρεῖς, ὑπήλλαξε δὲ δύο, τήν τε ἐνέργειαν ἀγνοήσας αὐτῶν καὶ τῇ θέσει μόνῃ προσέχων· ἅμα γὰρ τοῖς ἄλλοις ἅπασι τοῖς κινοῦσι τὴν κατὰ γόνυ διάρθρωσιν ἐπίκεινται τῷ μηρῷ. ἔχει δ' οὐχ ὡς ὁ Λύκος οἴεται τἀληθὲς, ἀλλ' ὡς ἡμεῖς ἐροῦμεν. ὁ μὲν ἕτερος αὐτῶν, ὅσπερ καὶ μέγιστός ἐστιν ἁπάντων τῶν ἐντεῦθεν μυῶν, εἴσω τε καὶ ὀπίσω προσάγει τὸν μηρὸν, ὁ [1001] δ' ἕτερος εἴσω μέν τι βραχὺ καὶ τὴν κνήμην κινεῖ. τὸ πλεῖστον δὲ σύμπαντα τὸν μηρὸν, ὥστε λοιποὺς εἶναι τοὺς μόνην κινοῦντας τὴν κνήμην ὀκτώ. εἰ δέ τις βούλεται σαφῶς θεάσασθαι τοὺς τὴν κατ' ἰσχίον διάρθρωσιν κινοῦντας μῦς, ἀφελεῖν χρὴ προτέρους τοὺς περὶ τὸν μηρὸν ἅπαντας, ὑφ' ὧν ἡ κνήμη κινεῖται. ἐπεὶ δὲ ἡ τάξις τῆς θέσεως ἐπὶ τοὺς κατ' ἰσχίον ἡμᾶς ἄγει προτέρους, ἐντεῦθεν ἄρξομαι τοῦ λόγου. τῆς ψόας οὐ μικροῦ τινος οὔσης μυὸς, ἀρχομένης δὲ ἀπὸ τῆς ἑνδεκάτης τοῦ θώρακος πλευρᾶς, ἡ μὲν ἔνδον μοῖρα δι' εὐρώστου συνδέσμου καταφύεται τῷ κατ' ἰσχίον ἔσωθεν μέρει, καθ' ὃν μάλιστα τόπον ἄρχεται μὲν τὸ καλούμενον ἥβης ὀστοῦν, παύεται δὲ τὸ τῆς λαγόνος, ἡ δ' ἔξωθεν εἰς τὴν ἀρχὴν καταφύεται τοῦ τῆς λαγόνος ὀστοῦ, τὸ δὲ ὑπόλοιπον ἅπαν τῆς ψόας τοῖς ἔνδον μέρεσι τοῦ τῆς λαγόνος ὀστοῦ παραφερόμενον ἄρχεταί τινα καὶ ἐξ ἐκείνου συχνὴν ἔμφυσιν σαρκώδη· κἄπειτα ἄμφω μία γενομένη δι' εὐρώστου τένοντος ἀτρέμα πλατέως ἐμφύεται τῷ μικρῷ τοῦ μηροῦ τροχαντῆρι τὸ περιφερὲς ἅπαν αὐτοῦ κατειληφώς. [1002] οὗτος ὁ μῦς κάμπτει τε ἅμα καὶ πρὸς τοὐκτὸς μᾶλλον ἐπιστρέφει τὸν ὅλον μηρὸν τῷ προειρημένῳ τροχαντηρίῳ τῷ μικρῷ καὶ ἕτερός τις ἐμφύεται μῦς μικρὸς ἀπὸ τῆς βάσεως ἀρχόμενος τοῦ κατ' ἰσχίον ὀστοῦ παρὰ τὸ ψιλὸν καὶ ἄσαρκον τῆς πυγῆς τοῦ πιθήκου, πελιδνὸς τὴν χρόαν. ὁ τένων δ' αὐτοῦ παραπλήσιος ὑπάρχων τοῖς προειρημένοις τὸ κάτω μέρος ἅπαν κατείληφε τοῦ μικροῦ τροχαντῆρος ἐπιλαμβάνων τι καὶ τῶν ἔνδον αὐτοῦ. ταπεινῆς προσαγωγῆς ὁ μῦς οὗτός ἐστιν αἴτιος οὐ δυνάμενος ὀφθῆναι πρὶν ἀφαιρεθῆναι τὸν μέγιστον τῶν κατὰ τὸν μηρὸν μυῶν, ὅστις ἐπίκειται μὲν ἅπαντι τῷ τῆς ἥβης ὀστῷ συνεπιλαμβάνων τι καὶ τῶν ἰσχίων ἐκ πλαγίων τε ἅμα καὶ κάτωθεν ἄχρι τοῦ ψιλοῦ καὶ ἀσάρκου. καταφύεται δὲ εἰς ὅλον κύκλῳ τὸν μηρὸν σαρκώδεσι λαβαῖς ἀντεχόμενος αὐτοῦ. ταῖς μὲν ἐκ τῶν κάτω μερῶν τῶν παρὰ τὸ ψιλὸν καὶ ἄσαρκον ἐκφυομέναις ἰσὶν, αἷς ἐγγὺς τῆς κατὰ γόνυ διαρθρώσεως ἐξικνεῖται, πρὸς τοὐπίσω μᾶλλον ἀπάγων τὸν μηρὸν ἅμα τῷ [1003] προσάγειν ἀτρέμα πρὸς τὸν ἕτερον μηρόν· ταῖς δὲ ὑψηλοτέραις τούτων προσάγων μόνον, ταῖς δὲ ὑψηλοτάταις ἄνωθεν μὲν ἀρχομέναις, εἰς δὲ τὰ πρῶτα μέρη τοῦ μηροῦ καταφυομέναις προσάγων τε ἅμα καὶ ἀνατείνων αὐτόν. ἀνατεινομένου δὲ τούτου τοῦ μυὸς ὁ προειρημένος ὁ πελιδνὸς ἐναργῶς φαίνεται· καί τινες ἕτεραι περιγραφαὶ μυῶν οὐκ ἐναργεῖς, ἐνίοτε μὲν δυοῖν, ἐνίοτε δὲ τριῶν οὓς ἄν τις ἐν τοῖς μυσὶν ἀριθμῇ, πλείονας ἐρεῖ τῶν δέκα τοὺς κινοῦντας εἶναι τὴν κατ' ἰσχίον διάρθρωσιν. ἐκ δὲ τῶν ὀπίσω μερῶν τῶν κατὰ τὴν πυγὴν πρῶτος μέν ἐστιν ὁ ἐπιπολῆς μῦς ἀνάλογον ἔχων τῷ τὴν ἐπωμίδα κατειληφότι κατά τε τὴν θέσιν καὶ τὴν χρείαν. ἐκτείνει γὰρ ἀκριβῶς τὸν μηρὸν ἐπισπώμενος εἰς τοὐπίσω. τῶν δὲ ἄνωθεν ἐκφύσεων αὐτοῦ δύο μέν εἰσι σαρκώδεις, ὑμενώδης δὲ μία. τῶν σαρκωδῶν δὲ ἡ μὲν μείζων ἄρχεται ἐκ τῆς ὀρθίας ῥάχεως τοῦ τῆς λαγόνος ὀστοῦ, ἡ δὲ ἐλάττων ἐκ δυοῖν ὀστοῖν ἰσχίου τε καὶ τοῦ καλουμένου κόκκυγος, τὸ μέσον δὲ τούτων ὑψηλὸν ὑμενώδεις ἅπαντες. οὗτος ὁ μῦς περιλαμβάνει τὸ ὀπίσθιον [1004] τῆς κεφαλῆς τοῦ μηροῦ καὶ βραχύ τι προελθὼν ἀπ' αὐτῆς εἰς τένοντα πλατὺν τελευτήσας κατάντη φύεται τοῖς ὀπισθίοις μέρεσι τοῦ μηροῦ. παρακείμενος ἀκριβῶς ἐνταῦθα καὶ συμφυόμενος τῇ ἐκφύσει τοῦ πλατεῖάν τε καὶ σαρκώδη τὴν ἀπονεύρωσιν ἔχοντος μυὸς, ὃς εἰς τὰ τῆς κνήμης ἔξω καταφυόμενος μέρη τὴν κατὰ γόνυ διάρθρωσιν ἐπιστρέφει πρὸς τοὐκτός. οὐδέ ἐστιν ἀκριβῶς θεάσασθαι τὴν προειρημένην τοῦ κατ' ἰσχίον μυὸς ἔμφυσιν, εἰ μὴ τοῦτόν τις τὸν μῦν ἀνατέμῃ πρότερον. ἔστι δὲ αὐτοῦ καὶ ἑτέρα τις ἀπόφυσις σαρκώδης ἐπὶ τὸν μηρὸν καθήκουσα μεταξὺ τῶν δύο τῶν προσθίων μυῶν, ἐπιφυομένη τέ πως αὐτοῖς καὶ ὑμενώδους τένοντος ἐκπεφυκότος ἐξ ἁπάντων τῶν κάτω μερῶν αὐτοῦ περιλαμβάνουσα τοὺς προσθίους μῦς ἄχρι τοῦ γόνατος. δεύτερος δὲ ὑπὸ τῷ προειρημένῳ μυὶ τῆς ἐπιπολῆς, ἕτερός ἐστι μῦς ἱκανῶς παχὺς καὶ σαρκώδης ἐξ ἁπάντων σχεδόν τι τῶν ἔξωθεν μερῶν ἐκφυόμενος τοῦ τῆς ἥβης καὶ λαγόνος ὀστοῦ. συνεπιφυόμενος δὲ καὶ τῷ τῶν κάτω τοῦ [1005] πλατέος ὀστοῦ μερῶν μυὶ μέχρι τοῦ κόκκυγος. κατὰ μὲν τὸ τῆς λαγόνος ὀστοῦν ὑπόκειται τῷ προειρημένῳ μυὶ, τὸ δὲ ἄνω μέρος αὐτοῦ τὸ πρὸς τὴν ὀσφὺν ἀνατεινόμενον ὑπὸ τῷ δέρματι τέτακται, περιπεφυκυίας αὐτῷ τῆς λεχθείσης ὑμενώδους ἀρχῆς ἐκείνου τοῦ μυός. οὗτος ὁ μῦς εἰς τένοντα πλατὺν εὔρωστον τελευτῶν ἐμφύεται τῇ κορυφῇ πάσῃ τοῦ μεγάλου τροχαντῆρος, ἐκτείνων τε ἅμα τὸν ὅλον μηρὸν καὶ πρὸς τὴν ἐκτὸς χώραν ἐπισπώμενος αὐτοῦ τὴν κεφαλήν. ὑποφύεται δὲ αὐτῷ μῦς ἕτερος πελιδνὸς τὴν χρόαν ἐκ μὲν τῶν ἔνδον μερῶν ἐκφυόμενος τοῦ πλατέος ὀστοῦ, τὴν δὲ ἀπονεύρωσιν συμφυῆ ποιούμενος τῇ προειρημένῃ τοῦ μεγάλου μυὸς ἀπονευρώσει. ἀλλ' ἐκείνη μὲν ἐπὶ τὰ πρόσω τῆς κεφαλῆς ὑπερβαίνει τοῦ τροχαντῆρος. αὕτη δὲ ἐκ τῶν ὄπισθεν ἐκείνης ἐστὶν ἄχρι τε τῆς κορυφῆς ἀνιοῦσα τοῦ τροχαντῆρος καὶ συνεπιλαμβάνουσά τι καὶ τῆς ἔνδον χώρας. οὗτος ὁ μῦς ἀνατείνει τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπισπᾶται τὴν κεφαλὴν τοῦ μηροῦ· καὶ ἄλλος δέ τις μῦς μικρὸς καὶ [1006] παχὺς ἐκ τῶν ἔξω τε καὶ κάτω μερῶν τοῦ τῆς λαγόνος ὀστοῦ καὶ τοῦ κατ' ἰσχίον τὴν ἔκφυσιν ποιησάμενος ὑποφύεται τῷ προειρημένῳ μεγάλῳ μυὶ τελευτῶν καὶ αὐτὸς εἰς εὔρωστον τένοντα πλατὺν ἐμφυόμενος τοῖς ἐντὸς μέρεσι τῆς πρώτης ἐκφύσεως τοῦ μεγάλου τροχαντῆρος ἄχρι τοῦ γλουτοῦ. οὗτος ὁ μῦς ἀνατείνει τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφει τοῦ μηροῦ τὴν κεφαλὴν, ὑπόλοιποι δὲ δύο μύες εἰσὶ τῶν κινούντων τὸν μηρὸν εἰς τὴν ὀπισθίαν ἐμφυόμενοι κοιλότητα τοῦ μεγάλου τροχαντῆρος ἰσχυροῖς τένουσιν ἀτρέμα πλατέσιν. ἐκφύονται δὲ ἐκ τῶν τῆς ἥβης ὀστῶν ὅλων ὁ μὲν ἔσωθεν, ὁ δὲ ἔξωθεν καὶ ἔστιν ἡ τοῦ ἔσωθεν τροχαντῆρος κατάφυσις ὑψηλοτέρα, συνεχὴς δ' ἐστὶ καὶ ἡ ἔξωθεν. οὗτοι οἱ μύες καὶ τὸ φυσικὸν τρῆμα κατειλήφασι τοῦ τῆς ἥβης ὀστοῦ τὸ μέσον ἔχοντες ἑαυτῶν ὑμενώδη σύνδεσμον. ὀπίσω δὲ εἰς ταὐτὸν ἀλλήλοις ἥκουσι παραφυόμενοι τῷ κατ' ἰσχίον ὀστῷ σαρκώδεσι λαβαῖς. ἔργον τούτων τῶν μυῶν ἐστι περιστρέφειν τὴν κεφαλὴν τοῦ μηροῦ ἔσω μὲν ἅμα καὶ πρόσω [1007] τοῦ πρώτου μυὸς, ἔξω δὲ ἅμα καὶ ὀπίσω τοῦ λοιποῦ. δέκατος δὲ ἐπὶ τοῖς εἰρημένοις ἐστὶ μῦς ἐκ τῶν ἔνδον μερῶν τοῦ μηροῦ κείμενος, ὃν ἴσως μέν τις καὶ τὴν κνήμην φήσει κινεῖν, ἐναργέστατα μὲν ὅλον εἴσω προσάγει τὸν μηρόν. ὀλίγον δ' ὕστερον ὁποῖός τίς ἐστι διηγήσομαι, μετὰ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν, ἐπειδὴ σὺν αὐτοῖς τέτακται.

Περὶ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν.

   Ἐννέα μύες εἰσὶν οἱ τὴν κατὰ γόνυ κινοῦντες διάρθρωσιν, οὐχ ὡς ὁ Λύκος οἴεται δέκα σὺν πολλοῖς καὶ ἄλλοις ἀνατομικοῖς ἀνδράσιν, ἀγνοῶν ἕνα μῦν ὅλον, ὑπὲρ οὗ τελευταῖον ποιήσομαι τὸν λόγον, ἐξαπατώμενος ὑπό τε τοῦ καθήκοντος εἰς τὸν ἐντὸς τοῦ γόνατος κόνδυλον τοῦ μηροῦ· καὶ προσέτι τοῦ μεγίστου τοῦ κατ' αὐτὸν μυὸς τοῦ τὴν ἔνδον ἅπασαν αὐτοῦ χώραν κατειληφότος, ἐπιλαμβάνοντος δὲ καὶ τῆς ὄπισθεν οὐκ ὀλίγον. ἀλλ' οὗτός γε οὐ μόνον οὐκ ἐμφύεται τῷ τῆς κνήμης ὀστῷ, δέον ἐμφύεσθαί γε πάντως [1008] εἴπερ κινήσειν αὐτὴν ἔμελλεν, ἀλλ' οὐδὲ τοῖς κατὰ τὴν διάρθρωσιν συνδέσμοις, ὡς ἔνιοι τῶν ἀμυδράν τινα κίνησιν ἐργαζομένων μυῶν. αἱ μὲν γὰρ σφοδραὶ κινήσεις πᾶσαι ὑπερβαινόντων τε τὰς διαρθρώσεις ἐμφυομένων τε τοῖς ἐφεξῆς βόλοις ἀποτελοῦνται. μικρὸν δέ τι συνεπιλαμβάνουσιν αὐταῖς αἱ τῶν εἰς τοὺς συνδέσμους ἐμβαλλόντων, ἀλλ' ὅ γε μέγιστος τῶν κατὰ τὸν μηρὸν μυῶν οὐκ ἐμφύεται τῇ κατ' ἄρνυ διαρθρώσει, καίτοι πλησίον ἀφικνούμενος αὐτῆς. εἰ δέ τις αὐτῶν ἐφάπτεσθαί πως λέγει τῶν συνδέσμων τῆς διαρθρώσεως, οὐδ' οὕτω δίκαιον ἦν ἐκείνης μόνης ἴδιον ὑπολαμβάνειν τὸν μῦν τοῦτον. ἀλλ' εἴπερ ἄρα κοινὸν ἀμφοτέρων τῆς θ' ὑπερκειμένης τῆς κατ' ἰσχίον καὶ τῆς νῦν ἡμῖν προκειμένης. τὴν μὲν γὰρ κατ' ἰσχίον ἐναργῶς καὶ σφοδρῶς κινεῖ, ὡς ἂν τὴν ἔκφυσιν ἐξ ὅλου τοῦ τῆς ἥβης ὀστοῦ πεποιημένος καὶ τὴν κατάφυσιν εἰς ὅλον τὸν μηρόν. ἡ δὲ κατὰ γόνυ κίνησις εἴπερ καὶ ἦν, ἀμυδρά τις ἂν ἦν παντάπασιν, ὡς ἂν ὑπ' ἐλαχίστων λαβῶν ἐπιτελουμένη. περὶ [1009] μὲν δὴ τοῦ μεγίστου τῶν κατὰ τὸν μηρὸν μυῶν ἱκανὰ καὶ ταῦτα. τῶν δ' ἄλλων πρῶτος ἐπιπολῆς ἐστιν ὁ στενότατός τε καὶ μακρότατος τὴν μὲν ἄνωθεν ἔμφυσιν ἐκ μέσης τῆς ὀρθίας ῥάχεως τοῦ τῆς λαγόνος ὀστοῦ πεποιημένος. διὰ δὲ τῶν ἔνδον τοῦ μηροῦ φερόμενος ἐπὶ τὸ γόνυ, κἀνταῦθα καταφυόμενος εἰς τὸ καλούμενον ἀντικνήμιον οὐ μετὰ πολὺ τῆς διαρθρώσεως. οὗτος μὲν οὖν κάμπτει τε ἅμα πρὸς τοὐκτὸς τὴν κνήμην καὶ ἀνατείνει πως ὑψηλὴν καὶ εἰς τοῦτ' ἄγει τὸ σχῆμα τὸ σκέλος σύμπαν, ἐν οἵῳ μάλιστα καθίσταται μαλαττόντων ἡμῶν αὐτὸ καθ' ἑτέρου. ὁ δ' ἐφεξῆς τούτῳ τὴν ἔμφυσιν ἔχων εἰς τὸ τῆς κνήμης ὀστοῦν οὐ διὰ σαρκώδους πέρατος ὡς τὸ πρότερον, ἀλλὰ διὰ τένοντος ἠρέμα πλατέος. ἄρχεται μὲν ἐκ τῶν τῆς ἥβης ὀστῶν, καταφύεται δὲ εἰς αὐτὸ μάλιστα τὸ ἀντικνήμιον, ἔσω καὶ αὐτὸς ἐπιστρέφων τὴν κνήμην μετὰ τῆς ἐπὶ τὸ ὄρθιον ἀνατάσεως. ὁ δ' ὡς τὸ πολὺ μὲν ἐκ τῶν ἔνδον μερῶν, ἐνίοτε δὲ βραχὺ τοῦ προειρημένου κατωτέρω, συνεχὴς αὐτῷ μῦς [1010] ὁμοίως τένοντι καταφυόμενος εἰς τὸ ἀντικνήμιον κάμπτει τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφει τὴν κνήμην λοξὴν, ὥσπερ καὶ αὐτὸς κεῖται λοξός· ἐκφυόμενος γὰρ ἐκ τῶν κάτω τε καὶ ἔξω μερῶν τοῦ κατ' ἰσχίον ὀστοῦ, κἄπειτα διὰ τῶν ὀπίσω μερῶν τοῦ μηροῦ παρενεχθεὶς λοξός· εἶθ' οὕτως εἰς τὴν διάρθρωσιν ὅλην ὑπερβὰς τὴν κατὰ γόνυ, μετὰ ταῦτα ἐπιστρέφεται πρὸς τοὐκτὸς ἐμφύεταί τε λοξὸς ἐπὶ τὸ τῆς κνήμης ἄσαρκον ὃ δὴ ἀντικνήμιον ὀνομάζεται. τούτῳ τῷ μυὶ συνεχῆ τὴν ἔκφυσιν ἔχοντες ἄλλοι τρεῖς εἰσι μύες· ὁ μὲν ἐκ τῶν ἕξω μερῶν σκέλους εὔρωστος ἱκανῶς, ὅστις καὶ διὰ τῶν ἐκτὸς τοῦ μηροῦ ἔξωθεν καταφερόμενος ἐμφύεται μετὰ τὸ γόνυ τοῖς ἔξω μέρεσι τῆς κνήμης, ἰσχνῷ καὶ πλατεῖ πέρατι σαρκώδει πρὸς τοὐκτὸς ἐπιστρέφων αὐτὴν, οἱ δὲ λοιποὶ δύο τὴν μὲν ἄνωθεν ἀρχὴν ἐκ τῶν ἔνδον μερῶν ἔχουσι τῶν προειρημένων δυοῖν ἐφεξῆς, ὡς εἶναι τὰς τέσσαρας ἐκφύσεις ἀλλήλαις ὁμιλούσας ἐκ τῶν ἐμπροσθίων μερῶν τῆς βάσεως ἐμφυομένας τοῦ κατ' ἰσχίον ὀστοῦ. κα[1011]θήκουσι δὲ ὁ μὲν ἐφεξῆς τῶν προειρημένων δυοῖν, ὅσπερ καὶ τὴν χρόαν εὑρίσκεται τοὐπίπαν πελιδνὸς εἰς τὸ τῆς κνήμης ἔνδον οὐ πολὺ τῆς διαρθρώσεως κάμπτων τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφων αὐτὴν διὰ τένοντος ἡρέμα στρογγύλου, ὁ δ' οὖν πάλιν ἐφεξῆς τῶνδε τοῖς ἔνδον μέρεσι τοῦ μηροῦ τοῖς πρὸ τῆς κατὰ γόνυ διαρθρώσεως ἐμφύεται μέχρι τοῦ κονδύλου τοῦ ἐκτὸς, ὅθεν καὶ ὁ ἕτερος τῶν κατὰ τὴν γαστροκνημίαν ἐκπέφυκε μυῶν, ᾧ καὶ αὐτῷ συνεπιφυόμενος ὁ προκείμενος ἐν τῷ λόγῳ μῦς συνεπισπᾶται δι' ἐκείνου βραχύ τι τὴν κνήμην ἐπὶ τὰ ἔνδον μέρη καὶ μάλιστα ὅταν κατεσκληρυμένοι τυγχάνουσιν ὄντες. οὗτος ὁ μῦς ἔσω τε ἅμα καὶ ἐπ' ὀλίγον ὀπίσω τὸν μηρὸν ἄγει. δέκατον αὐτὸν ὠνόμασα τῶν κινούντων τὸ κατ' ἰσχίον ἄρθρον. ἀνεβαλλόμην δὲ τὴν διδασκαλίαν ποιήσασθαι τῆς ὅλης φύσεως αὐτοῦ μετὰ τῶν κινούντων τὴν κατὰ γόνυ διάρθρωσιν, ἐπειδὴ σὺν αὐτοῖς τέτακται, ὑπὲρ οὗ πρόσθεν αὐτάρκως διῆλθεν. οἱ δὲ ὑπόλοιποι τρεῖς μύες τῶν κατὰ τὸν μηρὸν οἱ πρόσθιοι τὴν κατὰ γόνυ διάρθρωσιν ἐκτείνουσιν· οἱ μὲν ἐπιπολῆς [1012] εὔρωστοι δύο τελευτῶσιν εἰς ἰσχυρὸν τένοντα πλατὺν, ὃς ἐμφυόμενός τε καὶ περιφυόμενος ἅπαντι τῷ τῆς ἐπιγονατίδος ὀστῷ προέρχεται μέχρι τῆς κνήμης ἐμφυόμενος αὐτοῖς τοῖς προσθίοις. ὁ δ' ὑπὸ τούτοις κατακεκρυμμένος εἴς τε τὴν ἀρχὴν ἐμφύεται τῆς ἐπιγονατίδος καὶ τοῖς περὶ τὴν διάρθρωσιν ἐπιφύεται συνδέσμοις. οὐ νευρώδης ὥσπερ οἱ προειρημένοι τὸ πέρας, ἀλλὰ κατὰ μὲν τὰ πρόσθια, σαρκώδης δὲ κατὰ τὰ ἔνδον ποιούμενος· καὶ γὰρ διπλοῦς σαφῶς ἐστι καὶ ἔγωγε αὐτὸν οὐχ ἕνα μῦν, ἀλλὰ δύο μᾶλλον ἐτιθέμην. εἰ μὴ τὸ διαφέρεσθαι ταῖς τῶν πρεσβυτέρων διδασκαλίαις ἐφυλαττόμην, ἔνθα μὴ μέγα τι τὸ ἀναγκάζον ἐστίν. αἱ δ' ἀρχαὶ τῶν προσθίων μυῶν τούτων τέσσαρές εἰσι τὸν ἀριθμόν· ἡ μέν τις ἐκ τῆς ἀνάντου ῥάχεως τοῦ τῆς λαγόνος ὀστοῦ τὴν ἔκφυσιν ἔχουσα κατωτέρω τοῦ πρώτου πάντων λεχθέντος τοῦ στενοῦ, ἡ δέ τις ἀπὸ τῶν ἔξω μερῶν τοῦ μηροῦ κατ' αὐτὸν μάλιστα τὸν γλουτόν. αὕτη μὲν οὖν ἡ κεφαλὴ τὸν μέγιστον τῶν προσθίων ἀπογεννᾷ μυῶν, ἅπασαν τὴν ἐκτὸς χώραν κατειληφότα τοῦ μηροῦ. ἡ [1013] προειρημένη δὲ τὸν τῶν ἄλλων μὲν μείζονα, τούτου δὲ ἥττονά πως τὸ μέγεθος ἅπασαν καὶ τοῦτον κατειληφότα τὴν προσθίαν χώραν τοῦ μηροῦ καί τι καὶ τῆς ἔνδον. ἔρχονται δὲ εἰς ταὐτὸν ἀλλήλοις οἱ δύο μύες οὗτοι καὶ μίαν ἀπονεύρωσιν ἐργάζονται. καθήκουσι δὲ, ὡς εἴρηται, πρόσθεν εἰς τὸ τῆς ἐπιγονατίδος ὀστοῦν, ὁ δ' ὑποκείμενος αὐτοῖς μῦς διπλοῦς ὁ περιφυόμενος τῷ μηρῷ τὴν μὲν ἑτέραν τῶν κεφαλῶν ἁπτομένην ἔχει τῆς τε πρώτης ἐκφύσεως τοῦ μεγάλου τροχαντῆρος καὶ τοῦ κατὰ τὴν κεφαλὴν αὐχένος τοῦ μηροῦ, τὴν δ' ἑτέραν ἐκ τῶν ταύτης κάτω μερῶν ἐκ τῆς προσθίου χώρας ἐκφυομένην τῶν μηρῶν, καθήκει δ' αὐτὴ μὲν ἀκριβῶς εὐθεῖα διὰ τῶν προσθίων τοῦ μηροῦ μέχρι τῆς ἐπιγονατίδος ὅλη σαρκώδης μὲν οὖσα· ἡ δὲ ἑτέρα ἡ ἄνωθεν ἀρχομένη τὸ πέρας ὑμενῶδες ἐργασαμένη κατὰ τὴν ἐντὸς κεφαλὴν τοῦ μηροῦ τελευτᾷ. διὸ καὶ πολὺ μᾶλλον ἂν οὗτοι δύο μύες ὀνομάζονται ἢ οἱ τὸν ἕνα τένοντα γεννῶντες. οὗτοι μὲν οὖν ἅπαντες οἱ εἰρημένοι μύες ἄνωθεν καταφερόμενοι διὰ τοῦ μηροῦ καὶ τὴν κατὰ γόνυ διάρθρωσιν [1014] κινοῦντες. ὡς μὲν ἐγώ φημι, δικαιότερον ἂν ἐννέα ῥηθεῖεν, ἵνα δὲ μὴ δοκῶμεν ἐπὶ μικροῖς διαφέρεσθαι πρὸς τοὺς πρεσβυτέρους ἡμῶν ἀνατομικοὺς, ὀκτώ. μικρὸς δέ τις ἄλλος μῦς ἐγκατακέκρυπται τῇ διαρθρώσει κατ' αὐτὴν τὴν ἰγνύαν σύνδεσμον ἔχων τὴν κεφαλὴν ἰσχυρὰν καὶ στρογγύλον ἐκπεφυκότα κατὰ τὸν ἔξω κόνδυλον τοῦ μηροῦ. καθήκει δὲ οὗτος εἰς τὸ τῆς κνήμης ὀστοῦν λοξός πως μᾶλλον διὰ τῶν ὀπίσω μερῶν ἐποχούμενος τῇ διαρθρώσει κάμπτειν αὐτὴν πεφυκώς.

Περὶ τῶν κατὰ τὴν κνήμην ὑφ' ὧν ὅ τε ποῦς ὅλος καὶ οἱ δάκτυλοι κινοῦνται.

   Τεσσαρεσκαίδεκα μύες ἐν κύκλῳ περίκεινται τῇ κνήμῃ· ἑπτὰ μὲν ἐκ τῶν ὀπίσω μερῶν, ἑπτὰ δὲ ἐκ τῶν πρόσω. διὰ τί δὲ ὀκτὼ νομίζουσιν αὐτοὺς ὑπάρχειν οἱ μάλιστα ἀκριβῶς τὰ τοιαῦτα δοξάζοντες ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται. τῶν μὲν οὖν ὀπίσω τῆς κνήμης τεταγμένων μυῶν οἱ τρεῖς μὲν εἰς τὸ τῆς πτέρνης ὀστοῦν τελευτῶσιν, οἱ δὲ [1015] τρεῖς τοὺς δακτύλους κάμπτουσι καὶ τὴν διάρθρωσιν ὅλου τοῦ ποδὸς, ὁ δ' ἕβδομος εἰς τένοντα τελευτήσας ὑποφύεται τῷ ψιλῷ καὶ ἀσάρκῳ τοῦ ποδὸς ἅπαντι πλατυνόμενος. τῶν μὲν οὖν εἰς τὴν πτέρναν ἐμφυομένων οἱ δύο μὲν ἀπὸ τῶν ὀπίσω μερῶν ἐκπεφύκασι τῶν ἐνταῦθα τοῦ μηροῦ κεφαλῶν, ὁ τρίτος δὲ ὑποκείμενος αὐτοῖς ἐκ τοῦ τῆς περόνης ὀστοῦ κατ' αὐτὴν τὴν κορυφήν· οὗτος μὲν δὴ σαρκώδης ἄχρι πέρατος μένει καθήκων ἐπὶ τὸ τῆς πτέρνης ὀστοῦν ὄπισθεν, οἱ δύο δὲ ὅταν εἰς ταυτὸν ἀλλήλοις ἀφίκωνται καὶ διεξέλθωσι τὴν καλουμένην γαστροκνημίαν τένοντα γεννήσαντες εὔρωστον ἐμφύονται δι' αὐτοῦ τῷ πέρατι τῆς πτέρνης ἐφεξῆς τῇ προειρημένῃ καταφύσει τῇ σαρκώδει τοῦ τῆς περόνης ἐκπεφυκότος μυός. ἄλλος δὲ τέταρτος μῦς τὴν αὐτὴν μὲν ἔχει κορυφὴν θατέρῳ τῶν προειρημένων μυῶν τῷ κατὰ τὸν ἔξω κόνδυλον ἐμφυομένῳ τοῦ μηροῦ, κατὰ δὲ τὴν γαστροκνημίαν ἀποχωρίζεται, σαφῶς αὐτοῦ καὶ τελευτήσας εἰς εὐρύτατον τένοντα· πρῶτον μὲν ὑποτείνεται τῷ τῆς πτέρνης [1016] ὀστῷ κάτωθεν πλατυνθεὶς, ἔπειτα δ', ὡς εἶπον, ὅλῳ τῷ ποδί. τούτου μὲν ἡ χρεία δυσπερίτρεπτόν τε καὶ τεταμένον καὶ σκληρὸν, ἔτι τε καὶ ψιλὸν τριχῶν εὐαίσθητόν τε κατασκευάσαι τὸ καλούμενον πέλμα. τῶν δὲ εἰς τὴν πτέρναν ἐκβαλλόντων ἀπάγειν ὀπίσω μετ' αὐτῆς ὅλον τὸν πόδα. τούτων τῶν τεττάρων δύο μὲν ἴσοι πώς εἰσι κατὰ τὸ πάχος, ἐξ ὧν συνιόντων ὁ καταφυόμενος εἰς τὴν πτέρναν ἐλέχθη γεννᾶσθαι τένων. ὁ δ' ὑψηλοτέραν τε καὶ σαρκοειδῆ τὴν εἰς αὐτὴν κατάφυσιν λαχὼν ἥμισύ πως μέρος ἐστὶν ἑκατέρου τῶνδε, πελιδνὸς ὢν τὴν χρόαν· ὁ δὲ τὸν ὑποφυόμενον τῷ ποδὶ γεννῶν τένοντα τρίτον πως μέρος ἐστὶν αὐτῶν, τῶν δ' ὑπολοίπων τριῶν μυῶν τῶν ὄπισθεν· ὁ μὲν τῷ τῆς περόνης ὀστῷ παραφυόμενος ἐκ τῶν ταύτης μερῶν, ὅσπερ καὶ μείζων ἐστὶν εἰς εὔρωστόν πως τελευτήσας τένοντα μεταξὺ τοῦ τῆς πτέρνης ὀστοῦ καὶ τοῦ τῆς κνήμης πέρατος ἐπὶ τὰ κάτω τοῦ ποδὸς διεξέρχεται. παράκειται δ' αὐτῷ κατὰ τοῦτο καὶ συνδιεξέρχεται κάτω τοῦ ποδὸς ἕτερος τένων ἀπὸ μυὸς γενόμενος [1017] ἐκ τῆς κνήμης ἐκπεφυκότος. οὗτοι μὲν οὖν οἱ δύο τένοντες εἰς τοὺς δακτύλους ἐμφύονται τοῦ ποδὸς ὁ μὲν πρότερος εἴς τε τὸν μέσον καὶ τὸν παράμεσον, ὁ δὲ δεύτερος εἴς τε τὸν μικρὸν καὶ τὸν οἷον λιχανόν. ὁ γὰρ μέγας δάκτυλος μόνος τῶν ἄλλων παρ' ἀμφοτέρων ἀπόφυσιν λαμβάνει οὐ δυοῖν τενόντων εἰς αὐτὸν ἐμβαλλόντων, ἀλλ' ἑνὸς ἐξ ἀμφοῖν γεννηθέντος. ἐνίοτε δὲ τοῦτο καὶ τῷ μέσῳ συμβαίνει δακτύλῳ. ἄλλος δέ τις τένων ἐξ ἑτέρου μυὸς μέσου τῶν εἰρημένων καταφερομένου τὴν ἔκφυσιν ἔχων μετὰ τὸ πλησίον ἀφικέσθαι τῆς πτέρνης ἀποχωρεῖ μόνος ἐπὶ τὰ πρόσω κατά τινος χώρας ἡρέμα κοῖλος ἐστηριγμένος ἐν τῇ τῆς κνήμης ἐπιφύσει κάτωθεν, εἶτα ἐντεῦθεν ἐπιστρεφόμενος αὖθις εἰς τὰ κάτω τοῦ ποδὸς κατ' αὐτὸν μάλιστα τὸν ταρσὸν ἐμφύεται πλατυνόμενος ὡς πρὸς τὰ τοῦ μεγάλου δακτύλου μέρη μᾶλλον, ὀπίσω τε ἅμα καὶ πρὸς τοὐκτὸς ἐπιστρέφων ἠρέμα τὸν πόδα, καθάπερ οἱ εἰς τὴν πτέρναν ἐμβάλλοντες ὀπίσω τε ἅμα καὶ πρὸς τοὐκτὸς ἀπῆγον τὸν πόδα. καὶ δόξειεν ἂν ὁ μῦς οὗτος μέρος εἶναι τοῦ προειρημένου μυὸς, ὃν εἴς τε τὸν μικρὸν δάκτυλον καὶ τὸν οἷον λιχανὸν ἔλεγον ἐμφύεσθαι [1018] μέρος μικρὸν τοῦ προειρημένου τένοντος εἰς τὴν προειρημένην ἐμφύεται τοῦ μεγάλου δακτύλου φάλαγγα λοξὴν ἔκτασιν ἀτρέμα πρὸς τοὐκτὸς ἐργαζόμενον αὐτοῦ, αἱ δὲ ἄνωθεν ἐκφύσεις ὧδε ἔχουσι. τοῦ μὲν εἰς τοὺς δύο μέσους ἀφικνουμένου δακτύλου ἡ ἔκφυσις ἐκ τοῦ τῆς πτέρνης ἐστὶν ὀστοῦ κατὰ μῆκος ὅλης ἐκ τῶν ἄνω μερῶν ἀπὸ τῆς ἄνωθεν κορυφῆς ἄχρι τοῦ κάτω πέρατος. καὶ ἔστιν ἡ τοῦ τρίτου τῶν εἰς τὴν πτέρναν ἐμφυομένων μυῶν ἀρχὴ παρακειμένη τε καὶ ὑπερκειμένη τούτου κατὰ τὸ ὄπισθέν τε καὶ ἔνδον μᾶλλον· οὗτος γὰρ τὴν ἔκφυσιν ἔχει κατὰ τὰ ἔξω μᾶλλον τοῦ σκέλους. ἡ δὲ θατέρου μυὸς ἀρχὴ τοῦ τὸν μικρόν τε καὶ οἷον λιχανὸν κάμπτοντος ἐκ τῶν ὀπίσω τῆς κνήμης μερῶν ἐστι κατὰ τὴν κεφαλήν. ἔστι δὲ τῷ πάχει σχεδὸν ἥμισυς ὁ μῦς οὗτος τοῦ τοὺς μέσους δακτύλους κάμπτοντος, ὁ δὲ τρίτος μῦς ὁ τούτου μέρος νομιζόμενος, ὁ εἰς τὸν ταρσὸν ἐμβάλλων τοῦ ποδὸς οὐ δυνάμενος ὀφθῆναι πρὶν τούτους ἀνατμηθῆναι, κατείληφε τὴν μεταξὺ χώραν κνήμης τε καὶ περόνης ἀμφοτέροις τοῖς ὀστοῖς παραφυόμενος ἄνωθεν κάτω [1019] κατὰ τὸ μῆκος. ἔστι δὲ αὐτοῦ καὶ ἡ κορυφὴ κατὰ τὴν κεφαλὴν τῆς κνήμης εἰ συμβάλλει τῇ περόνῃ καὶ ὁ ἀποφυόμενος τένων σαφὴς ὑπάρχει καὶ πρὸ τῶν σφυρῶν ἐνταῦθα μὲν σφίγγονται δι' ἐγκαρσίου συνδέσμου ῥωμαλέου συνδέοντος τὴν πτέρναν τῇ κνήμῃ. οἱ μὲν οὖν ὄπισθεν μύες τῆς κνήμης οὕτως ἔχουσιν, οἱ δὲ ἔμπροσθεν ὅσον μὲν ἐπὶ ταῖς πρώταις ἐκφύσεσι συνίημεν ἂν εἰκότως τρεῖς ἐνομίσθησαν ἐνίοις τῶν ἀνατομικῶν. ἄμεινον δ' αὐτοὺς ἑπτὰ τίθεσθαι, καθάπερ ἀποδείκνυνται διὰ τῶν ἀνατομικῶν ἐγχειρήσεων. ὁ μὲν οὖν ἀνατείνων ὅλον τὸν πόδα καὶ καταφυόμενος εἰς τὸν ταρσὸν, ὅσπερ καὶ μέγιστός ἐστι τῶν προσθίων μυῶν ἄρχεται μὲν ἐκ τῶν ἔξω μερῶν τῆς κνήμης ἀπ' αὐτῆς τῆς κεφαλῆς, ὅλη δὲ αὐτῇ κατὰ μῆκος περιφύεται. ὁ δὲ παρακείμενος αὐτῷ καὶ μέρος αὐτοῦ νομιζόμενος εἶναι τὴν μὲν αὐτὴν ἔκφυσιν πεποίηται τὸ ἄνω, τῷ δ' ἄλλῳ παντὶ κατὰ τοῦ προειρημένου μυὸς ἔξωθεν ἐπιβέβληται, μὴ καθαπτόμενος μηδαμόθεν τῆς κνήμης. οὗτος ὁ μῦς εἰς [1020] τὸ πρῶτον ὀστοῦν ἐμφύεται τοῦ μεγάλου δακτύλου ἀνατείνων αὐτὸν ἀτρέμα λοξόν· ἐφεξῆς δὲ τούτων ἐστὶν ἀπονεύρωσις εἰς ὅλον τὸν μέγαν δάκτυλον ἐμβάλλουσα κατὰ μῆκος, ὑφ' ἧς ἐκτείνεται. ποιεῖται δὲ τὴν ἔκφυσιν ὁ τῆς ἀπονευρώσεως ταύτης μῦς ἰσχνὸς ὢν ἱκανῶς ἐκ τῆς μεταξὺ χώρας κνήμης τε καὶ περόνης ἀμφοτέρων ἀντιλαμβανόμενος τῶν ὀστῶν. ὅταν δὲ ἐγγὺς ᾖ τῷ μεγάλῳ δακτύλῳ σύνδεσμόν τινα διεξέρχεται τοιαύτην ἔχοντα χρείαν, οἵαν ἐπὶ τῶν ἁρμάτων οἱ κυκλίσκοι, δι' ὧν τὰς ἡνίας διεκβάλλουσι καὶ δύναιτ' ἄν τις τοὺς τρεῖς μῦς τούτους ἕνα νομίζειν, ὁ δὲ μετ' αὐτὸν ὁ τοὺς δακτύλους ἐκτείνων, ἄρχεταί τε ἀπὸ τῆς κεφαλῆς τῆς περόνης καθὰ συνάπτεται τῇ κνήμῃ καὶ συμπάσῃ παραπέφυκεν αὐτῇ μακρὸς πάντων, μέσος κείμενος τῶν ἔμπροσθεν μυῶν. ἡ δὲ ἄνωθεν ἔκφυσις ἡ πρώτη τοῦ μυὸς τούτου σύνδεσμός ἐστιν ἐκ τῶν δεξιῶν μερῶν τῆς κνήμης ἐκπεφυκὼς παρ' αὐτὴν ἀκριβῶς τὴν κεφαλὴν τῆς περόνης, μετὰ δὲ τούτους τρεῖς ἄλλοι μύες εἰσὶν ἐκ τοῦ τῆς περόνης ὀστοῦ τὴν ἔκφυσιν ἔχοντες· εἷς μὲν τὸν μέγαν δάκτυλον κάμπτων [1021] τοῦ ποδὸς, ἕτερος δὲ ἰσχνὸς τὸν μικρὸν ἐκτὸς ἀπάγων, ὁ δὲ τρίτος ἀνατείνων ὅλον τὸν πόδα. τὴν δὲ ἔκφυσιν ὁ μὲν πρῶτος ῥηθεὶς ἐξ αὐτῆς τῆς κεφαλῆς ἔχει τῆς περόνης ἐπιπολῆς ἐπὶ τῷ δέρματι τεταμένος· ἀφικνεῖται δ' ἐντεῦθεν ὡς ἐπὶ τὴν πρὸ τοῦ μικροῦ δακτύλου χώραν τοῦ ποδὸς παρεχόμενος ἐκ τῶν ἔξω μερῶν τὸν ἀστράγαλον, ἵνα περ καὶ τελευτήσας εἰς τένοντα στρογγύλον διὰ τῶν κάτω μερῶν τοῦ ποδὸς ἐπὶ τὸ πρῶτον ἄρθρον ἀφικνεῖται τοῦ μεγάλου δακτύλου. ἔνθα δὴ τούτου τοῦ μυὸς ἔκφυσις παύεται τοῦ δευτέρου τῶν εἰρημένων μυῶν ἐστιν ἡ κεφαλὴ καὶ οὐ μετὰ πολύ γε τῆς ἀρχῆς ὁ μῦς οὗτος εἰς τένοντα τελευτᾷ στρογγύλον, ἰσχνὸς ὑπάρχων ὅλος. ἐφεξῆς δ' αὐτῶν σχεδὸν ἤδη πλησίον ἐστὶ τὸ μέσον τῆς περόνης. ὅθεν ὁ τρίτος ἐκφύεται μῦς ὁ σείων τὸν πόδα, καθήκει τε καὶ οὗτος ἐπὶ τὰ ἐκτὸς μέρη τὰ παρὰ τὸν σφυρὸν καὶ τὸν ἀστράγαλον εἰς τένοντα τελευτῶν ἕνα καταφυόμενον εἰς τὸ προτεταγμένον ὀστοῦν τοῦ μικροῦ δακτύλου. δισχιδὴς δ' οὗτος κατὰ τὴν ἔκφυσιν γίνεται τοὐπίπαν ἀνίσοις μέρεσι καὶ διεξέρχεταί τε αὐτὸν μέσος ὁ τὸν μικρὸν δάκτυλον ἐκτὸς ἀπάγων. οἱ τρεῖς [1022] οὗτοι μύες εἷς ἐνομίσθησαν ἐνίοις διὰ τὴν κοινωνίαν τῆς πρώτης ἐκφύσεως· τούτων τῶν ἑπτὰ μυῶν μέγιστος μέν ἐστι καὶ παχύτατος ὁ πρῶτος εἰρημένος. ἴσοι δέ πως ἀλλήλοις ὁ δεύτερος καὶ ὁ πέμπτος ἄμφω καθήκοντες εἰς τὴν ἀρχὴν τοῦ πρώτου κατὰ τὸν μέγαν δάκτυλον ὀστοῦ· ὁ μὲν δεύτερος ἐκ τῶν ἄνωθέν τε καὶ ἔσωθεν τοῦ ποδὸς, ὁ δὲ πέμπτος ἐκ τῶν ὑποκάτω μερῶν· μετὰ δὲ τοὺς εἰρημένους ὅ τε μέσος ἁπάντων ὁ τοὺς δακτύλους ἐκτείνων καὶ ὁ ὕστατος εἰρημένος ὁ τὴν διάρθρωσιν κινῶν ὅλην. ἴσοι μέν πώς εἰσι τὸ πάχος, οὐκ ἴσοι δὲ τὸ μῆκος, ἀλλ' ὁ τοὺς δακτύλους ἐκτείνων μακρότερος. λοιποὶ δὲ δύο μύες ὁ μικρὸς, ὅ τε τρίτος εἰρημένον ἐπὶ τὸν μέγαν δάκτυλον ὅλον καθήκων ἄνωθεν καὶ ὁ ἕκτος ἐπὶ τὸν μικρὸν ἔξωθεν, οὐδ' αὐτοὶ κατὰ τὸ πάχος αὐτοῖς ὑπάρχουσιν ἴσοι· ἀλλ' ἔστιν ὁ ἐπὶ τὸν μέγαν καθήκων δάκτυλον τριπλάσιος καὶ τετραπλάσιος τὸ πάχος· πάνυ γὰρ ἰσχνός ἐστιν ὁ ἐπὶ τὸν μικρὸν καθήκων δάκτυλον, τῷ μήκει δὲ ἴσοι ἀλλήλοις πως τυγχάνουσιν ὄντες. ἐν τούτοις [1023] μὲν οὖν πᾶσι τοῖς μυσὶν, εἰ καὶ παραλέλειπον τοῖς ἀνατομικοῖς ἀνδράσι καὶ ψεῦδος εἴρηται παρεωραμένον, ἀλλ' οὐ τί γε μῦς ὅλως ὑπ' αὐτῶν παρῶπται. τὸν δὲ κατὰ τὴν ἰγνύαν μῦν οὐκ οἶδ' ὅπως ἅπαντες παρέλιπεν ὄντα μὲν τῷ μήκει βραχὺν, οὐ μὴν ἄῤῥωστόν γε καὶ μάλιστα κατὰ τὴν κεφαλὴν, ἥτις ἐστὶ σύνδεσμος ἰσχυρότατος ἐκφυόμενος τοῦ ἔξω κονδύλου τοῦ μηροῦ. κατακρύπτει δὲ αὐτὸν ἥ τε διάρθρωσις αὕτη καὶ ὁ σύνδεσμος ὁ παρατεταμένος ἔξωθεν ἐκ τοῦ μηροῦ εἰς τὴν κνήμην. ἔστι δὲ ἀτρέμα πως λοξὸς ὁ μῦς οὗτος· καὶ διὰ τοῦτο καὶ τὴν τῆς κνήμης καμπὴν οὐκ ἀκριβῶς εὐθεῖαν, ἀλλ' ἐκκλίνουσαν ἠρέμα πρὸς τοὐκτὸς ἐργάζεται. πεντεκαιδέκατος οὗτος ἡμῖν ἀριθμείσθω μῦς τῶν κατὰ τὴν κνήμην ἔσχατος εἰρημένος ἐν τοῖς κινοῦσι τὴν κατὰ γόνυ διάρθρωσιν.

Περὶ τῶν ἐν τῷ ποδί.

   Οὐχ ὥσπερ ἐν ἄκρᾳ τῇ χειρὶ δύο γένη μυῶν ἐστι μόνον κατὰ τὸ ἔνδον αὐτῆς ἑκάτερον κείμενον, οὕτως ἔχει κἀπὶ [1024] τοῦ ποδός. ἀλλ' οἱ μὲν ὅλους τοὺς δακτύλους τὴν λοξὴν κίνησιν κινοῦντες ἑπτὰ τὸν ἀριθμὸν ὄντες ὁμοίαν ἔχουσι θέσιν, ἀνάλογον δὲ καὶ οἱ τὸ πρῶτον ἄρθρον ἑκάστου δακτύλου. δύο δὲ ἄλλα πρὸς τούτοις ἐστὶ γένη μυῶν ἐν ποσί· τὸ μὲν ἑτέρῳ ἄνωθεν ἐπικείμενον τῷ ταρσῷ, τὸ δ' ἕτερον ὑποβεβλημένον ὁμοίως κάτωθεν. οἱ μὲν οὖν ἄνωθεν τοὺς δακτύλους κινοῦσι λοξὴν κίνησιν, ὁποίαν τοὺς ἐν ταῖς χερσὶν ἐκείνων, οἱ ἐκ τοῦ πήχεως καθήκοντες, οἱ κάτωθεν δὲ τὸ δεύτερον ἄρθρον ἑκάστου τῶν δακτύλων κάμπτουσι.

Τὰ προεκδοθέντα περὶ τῶν κατὰ τὸν πόδα μυῶν.

   Ἐπειδὴ τοῖς ἑτέροις ἔδοξε συντομώτερον ἢ κατὰ τὴν τῶν ἄλλων ἀναλογίαν ἑρμηνεῦσαι τὰ κατὰ τὸν πόδα, διὰ τοῦτο τὰ ἐν τῷ δευτέρῳ τῶν ἀνατομικῶν ἐγχειρήσεων εἰρημένα καταλέγειν ἐνταῦθα μετήνεγκα τόνδε τὸν τρόπον ἔχοντα· κατὰ τὸν πόδα τέσσαρα γένη μυῶν εἰσιν, οὐχ ὡς ἐν χειρὶ δύο· τρία μὲν ἐν τοῖς κάτω τοῦ ποδὸς, ἓν δὲ ἐν τοῖς ἄνω [1025] κατὰ τοῦ παραλλήλου τεταγμένον. εἰσὶ δὲ καὶ οὗτοι μὲν οἱ μύες πέντε λοξῶν κινήσεων ἐξηγούμενοι τοῖς δακτύλοις ἀνάλογον τοῖς ἐπὶ τῆς χειρὸς ἔξωθεν, οἱ δὲ ὑποκάτω τοῦ ποδὸς ἑπτὰ μὲν κἀνταῦθα ταῖς ἀνάλογον τοῖς ἐπὶ τῆς χειρὸς ἑπτὰ μυσὶ κινήσεσιν ἕκαστον τῶν δακτύλων κινούντων, ὧν οἱ δύο μύες καθάπερ ἐν τῇ χειρὶ τῶν πρώτων κατὰ τὸν καρπὸν ὀστῶν ἀπεφύοντο καὶ οὗτοι κατὰ τὸν πόδα τῶν πρώτων κατὰ τὸν ταρσὸν ἐπὶ πλεῖστον ἀπάγοντες τῶν ἄλλων δακτύλων τοὺς ἔξωθεν, ἄλλοι δὲ ἐκ τῶν κάτω μερῶν εἰσι μύες μικροὶ ἐκπεφυκότες ἐκ τῶν τοὺς δακτύλους καμπτόντων τενόντων πρὶν ἀκριβῶς ἕκαστον αὐτῶν σχισθῆναι. τὸ δὲ ἔργον τῶν μυῶν τούτων κάμπτειν τὸ μέσον ἄρθρον ἑκάστου δακτύλου· τοῖς γὰρ ἐσχισμένοις ἤδη τένουσιν ἕτεροι μικρότεροι μύες ἐπιφύονται. τοῖς δ' ἔνδον ἐν τῇ χειρὶ τῆς λοξῆς κινήσεως ἐξηγουμένοις ἑκάστῳ δακτύλῳ τὴν αὐτὴν ἀναλογίαν ἔχοντες. τέσσαρες δέ εἰσι καὶ οὗτοι τὸν ἀριθμὸν ὥσπερ κἀκεῖνοι. προσελθόντων δὲ αὐτοῖς δυοῖν μὲν τῶν τοὺς ἐσχάτους [1026] δακτύλους ἐπὶ πλεῖστον ἀπαγόντων, ὥσπερ εἰρήκαμεν, ἑνὸς δὲ ἔτι τοῦ μεγάλου προσάγοντος τῷ λιχανῷ τὸ σύμπαν πλῆθος ἑπτὰ γίνονται. τρίτον δὲ ἄλλο γένος ἐστὶ μυῶν ἐν τοῖς ποσὶ κάτω τῶν αὐτοῖς τοῖς ὀστοῖς ἐπιπεφυκότων ἀνάλογον τοῖς ἀγνοηθεῖσι τελέως ἐν μυσὶν οὓς δηλονότι θεάσῃ, τοὺς τένοντας ἅπαντας ἐκτεμὼν, ὥσπερ κἀκεῖ. καὶ ἥ γε θέσις αὐτῶν πᾶσα καὶ ὁ ἀριθμὸς καὶ ἡ χρεία κατὰ τοὺς ἐν τῇ χειρὶ προειρημένους ἐστί· δύο γὰρ ἑκάστου δακτύλου τῆς πρώτης διαρθρώσεως προτεταγμένοι κάμπτουσι μετρίως αὐτὴν, ἅμα μὲν ἐνεργήσαντες ἰσόῤῥοπον, ἰδίᾳ δ' ἑκάτερος ἐγκλίνων ἀτρέμα πρὸς τὸ πλάγιον, εὑρίσκονται δὲ ἐνίοτε ἀλλήλοις συνεχεῖς οὕτως, ὡς ἕνα δοκεῖν εἶναι καθ' ἕκαστον δάκτυλον.