Οἷόν τι τοῖς ζῴοις ἐστιν ἡ κατὰ τὰς ἡλικίας διαφορά, τοιοῦτον τοῖς νοσήμασιν, οὓς ὀνομάζουσι καιρούς. οὔτε γὰρ ὁ χρόνος ἁπλῶς δηλοῦται διὰ τῆσδε τῆς προσηγορίας, οὔθ' ὁ προσήκων χρόνος, ὑπὲρ οὗ καὶ τὰ βοηθήματα σκοπούμεθα, μόνη δ' ἡ τῶν νοσημάτων, ὡς εἴρηται, ἡλικία, χρόνων ἀμοιβαῖς [2] ὑπαλλαττομένη, καθάπερ καὶ τὸ ζῷον ἐν ταῖς ἡλικίαις. ἔοικε δὲ τοῦτο τοῖς φθαρτοῖς σώμασιν ὑπάρχειν πᾶσι, τοῖς μὲν μᾶλλον, τοῖς δ' ἧττον, ὡς εἴ γε διαπαντὸς ἔμενεν αὐτῶν ἀπαράλλακτος καὶ ἄτρεπτος ἡ φύσις, τὴν ἑαυτῆς οὐσίαν φυλάττουσα, οὐκ ἂν ἐφθείρετο. καθάπερ οὖν καὶ ἡμεῖς αὐτοὶ γεννηθέντες αὐξανόμεθα μέχρι τῆς ἀκμῆς, εἶτ' ἐντεῦθεν ἀρξάμενοι φθίνειν ἕως ἐσχάτου τέλους ἀφικνούμεθα φθορᾶς. ὅσοι πάσας διεξέρχεσθαι μέλλομεν τὰς ἡλικίας, τὸν αὐτὸν τρόπον καὶ τῶν ἀρρωστημάτων ἕκαστον μετὰ τὴν πρώτην σύστασιν τῆς γενέσεως αὐτῶν ὁδῷ τῇ ἐπὶ τὸ μεῖζον παραυξήσει χρώμενον μέχρι τῆς ἀκμῆς ἵεται, ἕως ἀνάλογον τῆς πρόσθεν αὐξήσεως μειούμενον [3] εἰς παντελῆ διάλυσιν ἐλθεῖν. τάχα δ' ἂν ἴσως δόξειε ταύτῃ μόνον διαφέρειν ἡ τῶν νοσημάτων κατὰ χρόνον ἐξαλλαγὴ τῆς κατὰ τὰ ζῷα τῶν ἡλικιῶν, ὅτι τοῖς μὲν ζῴοις ἴδιός ἐστιν ὁ χρόνος τῆς γενέσεως, ἐν ᾧ διαπλάττεται πάντα τὰ μόρια τὰ πρὸς τὴν ζωὴν ἀναγκαῖα, τῶν νοσημάτων δ' οὐδείς ἐστι χρόνος τοιοῦτος ἴδιος, ἀλλ' εὐθὺς ἀπὸ τῆς πρώτης εἰσβολῆς αὐξάνεται. καὶ τοῦτ' εἰκότως γίνεται. τὰ μὲν γὰρ ζῷα σώματά ἐστι, τὰ δὲ νοσήματα τοῖς σώμασι συμβεβηκότα. διάπλασιν μὲν οὖν καὶ γένεσιν ἐπιζητεῖ ἡ τῶν σωμάτων [4] ἰδιότης, τὰ συμβαίνοντα δ' αὐτοῖς, ἅτε μηδεμιᾶς διαπλάσεως δεόμενα, κατὰ τὴν πρώτην εἰσβολὴν εὐθέως τὴν γένεσιν ἴσχει καὶ πρὸς τὴν αὔξησιν ἐπείγεται. τίς γὰρ ἂν εἴη φλεγμονῆς γένεσις, ὁποία ζῴου κυουμένου διάπλασις; ἢ τίς ἐρυσιπέλατος, ἢ τίς, εἰ οὕτως ἔτυχε, πυρετοῦ; φαίνεται γὰρ ἕκαστον τούτων εὐθὺς ἅμα τῷ πρῶτον ἄρξασθαι τοιοῦτον ὑπάρχον τὴν ἰδέαν, ὁποῖόν ἐστι τὸ μέγιστον ἐν ταὐτῷ γένει, λειπόμενον δ' ἐκείνου μόνον τῷ μεγέθει. θερμότερον γοῦν ἑαυτοῦ σὺν ὄγκῳ μείζονι μετ' ὀδύνης θ' ἅμα καὶ τάσεως γίνεται τὸ φλεγμαῖνον· ἀλλὰ ταῦτα κατὰ μὲν τὴν εἰσβολὴν μικρά, τοὐντεῦθεν δ' αὐξάνεται μέχρι τινὸς μεγέθους, οὐκ ἴσου πᾶσιν, [5] ὅθεν ἐφεξῆς ἤτοι διεφορήθη τοῖς βοηθήμασιν ὁ παρὰ φύσιν ὄγκος ἅμα τῷ καὶ τὴν ὀδύνην αὐτῷ καὶ τὴν θερμότητα συναποπαύεσθαι, ἢ μετέβαλεν εἰς πῦον. αὗται γὰρ αἱ τῆς φλεγμονῆς λύσεις, ἄν γε μέλλῃ λύεσθαι. περὶ τούτων γὰρ ὁ λόγος ἡμῖν ἔστω πρότερον, ἀναβεβλημένης κατὰ τὸ παρὸν εἰς ὕστερον τῆς περὶ τῶν μὴ λυομένων νοσημάτων ἐπισκέψεως. χρόνος οὖν οὐδείς ἐστιν ἴδιος ἐξαίρετος ἀποτεταγμένος τῇ γενέσει τῆς φλεγμονῆς, ἕτερος τοῦ τῆς αὐξήσεως, ἀλλ' εἷς ὁ σύμπας ἀπὸ τῆς πρώτης εἰσβολῆς [6] ἄχρι τῆς ἀκμῆς αὐξανομένου τοῦ πάθους. οὕτω δ' ἔχει καὶ περὶ τῶν ἐρυσιπελάτων ἁπάντων τε τῶν ἄλλων. καὶ γὰρ ὁ πυρετὸς ἐν γένει μέν, οἶμαι, τῆς παρὰ φύσιν ἐστὶ θερμασίας· ταύτης δ' οὐκ ἀποτέτμηται χρόνος ἴδιος τῆς γενέσεως, ἀλλ' ἐπειδὰν πρῶτον ἄρξηται τὸ σῶμα θερμότερον ἑαυτοῦ γίνεσθαι πυρετώδει θερμασίᾳ, τοὐντεῦθεν ἕτερος ἐφ' ἑτέρῳ καιρὸς ἐκδέχεται τὴν αὔξησιν τοῦ πάθους, ἄχρι τῆς παντελοῦς ἀκμῆς, ἣν ἐν ἑκάστῳ [7] τῶν ὄντων ἔσχατόν τι μέγεθος εἶναι δοκοῦμεν. οὗτος ὁ λόγος ἐπιεικής ἐστι καὶ δεῖταί τινος ἀγωνιστοῦ γενναίου πρὸς τὴν ἀπάντησιν, ὡς ἐπιδεῖξαι ταῖς ἀρχαῖς τῶν νοσημάτων εἶδος ἴδιον ὑπάρχον ὥσπερ τοῖς ζῴοις διαπλαττομένοις ἀνακείμενόν τε τούτῳ τὸν πρῶτον χρόνον ὅροις οἰκείοις περιγραφόμενον. ἐφ' ὧν ἐστελλόμην ἂν ἤδη διδάσκων ἃ γινώσκω κατ' ἐμαυτόν, εἰ μή με κατὰ δή τινα τύχην ἐν τῷδε τοῦ λόγου γενόμενον ὑπῆλθεν ἡ Ἀρχιγένους διαίρεσις, ὃς εἰς τοὺς πρώτους [8] τε καὶ μεγίστους καιροὺς διαιρῶν τὰ νοσήματα ἀρχὴν τὴν εὐθέως ἄχρι τῆς ἀκμῆς ἀνάβασιν καλεῖ τὸν μεταξὺ καιρὸν ἀφαιρῶν ἐκ τοῦ λόγου [τὴν ἀνάβασιν]. ὅπου γὰρ οὐκ εἶναι δοκεῖ καιρὸς ἴδιος τῆς ἀρχῆς ὅλως, ἀλλ' ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἀκμῆς τὸ μεταξὺ πᾶν ἐπίδοσις ᾖ, πῶς γε συγχωρήσειεν ἄν τις Ἀρχιγένει, τὸ μὲν ὁμολογούμενον ὑπερβαίνοντι, τὸ δ' ἀμφισβητούμενον ὡς ὁμολογούμενον ἑτοίμως τιθεμένῳ; οὗτος μὲν οὖν φαίνεται προδιδοὺς ἐσχάτως τὸν λόγον, ἀγῶνος [9] μεγάλου δεόμενον εἰς τὸ δεῖξαι τὴν ἀρχὴν τοῦ νοσήματος ἴδιον ἔχουσαν τύπον, οὐ σμικρότητι μόνον τῶν ἐφεξῆς αὐτῇ διαφέρουσαν. ἡμεῖς δ' ἐπιχειρήσομεν ἤδη δεικνύναι διαλλάτουσαν ἰδέᾳ τινὶ τὴν ἀρχὴν τοῦ νοσήματος τῆς μετ' αὐτὴν ἀναβάσεως. ἡ δ' ἀρχὴ τοῦ λόγου τὴν ἀνάμνησιν ἕξει ἐκ τῶν φαινομένων ἐναργῶς ἅπασιν ἡμῖν ἐπὶ πολλῶν νοσημάτων. ὅθεν, οἶμαι, καὶ κινηθέντες οἱ ἰατροὶ σχεδὸν ἅπαντες οἱ πρὸ Ἀρχιγένους ἀρχήν τινα λέγουσιν ἑκάστου νοσήματος, οὐ τὴν πρώτην εἰσβολὴν ἐκείνην μόνην τὴν ἀπλατῆ, μῆκος δέ τι χρόνου καὶ πλάτος αὐτῇ προσγράφουσιν ἀξιόλογον [10] ἔστιν ὅτε, καὶ μετὰ ταύτην τὴν ἀνάβασιν, εἶτ' ἀκμήν, ἐφ' ᾗ δηλονότι τὴν καλουμένην παρακμήν. Ἐθεασάμεθα γοῦν ἐνίους ἐν τῷ πράττειν ὁτιοῦν τῶν κατὰ τὸν βίον ἀτρέμα φρίξαντας τὸ πρῶτον, εἶτ' αὖθίς τε καὶ αὖθις ἀνωμαλίας τέ τινος ἰσχυροτέρας καὶ φρίκης ἀξιολογωτέρας αἰσθανομένους, ὡς μήτε πράττειν μήθ' ὑπομένειν ἃ πρότερον ἀμέμπτως ἔπραττον, ἀλλὰ καὶ κατακλιθῆναί τε καὶ δεῖσθαι σκεπασμάτων, καὶ τοῦτο παθόντας ἐνίοτε μὲν ὥραις τρισίν, ἐνίοτε δ' ἐλάττοσιν, ἢ πλείοσιν· ἐντεῦθεν δ' ἄρξασθαι θερμασίας ἀηδοῦς τε καὶ παρὰ [11] φύσιν αἰσθάνεσθαι κατ' ὀλίγον αὐξανομένης. ἐν αὐτοῖς γὰρ τούτοις ἐναργῶς ὁρᾶται διαφέρουσα κατ' ἰδέαν ἐξαίρετον ἡ ἀρχὴ τοῦ παροξυσμοῦ τῆς ἐπιδόσεως. εὔδηλον δ' ὅτι τὴν αὔξησιν ἐπίδοσιν ὀνομάζουσιν ἔνιοι, καθάπερ ἄλλοι τινὲς ἀνάβασιν. ἡμεῖς δ' ἅπασι τοῖς ὀνόμασιν, ὡς ἂν ἐπέλθῃ, χρησόμεθα· δηλοῖ γὰρ ἓν πρᾶγμα. τὸ δὲ τοῖς τρισὶν ὀνόμασι προσαγορευόμενον ἵσταταί ποτε καὶ παύεται τῆς κινήσεως, καὶ φαίνεται διαμένον ἴσον ἑαυτῷ κατά τινα χρόνον [12] ἤτοι μακρότερον ἢ βραχύτερον, εἶτ' ἐντεῦθεν ἔλαττον ἑαυτοῦ γινόμενον, ἤτοι διὰ ταχέων, ἢ χρόνῳ πλείονι· καὶ ποτὲ μὲν εἰς ἀπυρεξίαν ἡ τοῦ πυρέξαντος φαίνεται ἐπανερχομένη διάθεσις, ἔστι δ' ὅτε ὑπὸ τῆς εἰσβολῆς δευτέρου παροξυσμοῦ καταλαμβανομένη τὴν αὐτὴν ἰδέαν ἐχούσης τῇ προειρημένῃ· καὶ πάντως ἔστιν ὅτε τὰ προειρημένα δεύτερον αὖθις ἐπιγίνεται τῷ νοσοῦντι, πολλάκις δ' ἔστιν ὅτε καὶ τρίτον καὶ τέταρτον καὶ πέμπτον [13] περιερχομένης τῆς νόσου κατά τινα κύκλον ἐκ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ διὰ τῆς αὐτῆς τάξεως. ὀνομάζουσι δὲ τῶν τοιούτων κύκλων ἕκαστον οἱ ἰατροὶ περίοδον. ἔνιαι δ' αὐτῶν ἐν τέτταρσι καὶ εἴκοσιν ὥραις περιγράφονται, καὶ καλοῦμεν αὐτὰς ἀμφημερινάς· ἔνιαι δ' ἐν ὀκτὼ καὶ τετταράκοντα, τουτέστιν ἐν δυοῖν ἡμέραιν καὶ νυξίν, ἃς ὀνομάζουσι τριταίων πυρετῶν περιόδους· ἑτέρας δέ τινας [14] ἑβδομήκοντα καὶ δυοῖν ὡρῶν περιγράφει χρόνος, ὧν τοὺς μὲν πυρετοὺς αὐτοὺς ὀνομάζουσι τεταρταίους, τὸν δ' ὅλον κύκλον, ὃς ἐπανέρχεται ἐπὶ τὴν [μιὰν] ἀρχήν, τεταρταίαν περίοδον· οὕτω δὲ καὶ τριταίαν περίοδον ἅμα τριταίῳ πυρετῷ, καὶ τὴν ἀμφημερινὴν ἑκάστης ἡμέρας ἐπανακυκλοῦσαν ἅμα ταῖς ἀμφημερινοῖς πυρετοῖς· ἀλλ' αἵ γε περίοδοι πᾶσαι ποτὲ μὲν εἰς ἀπυρεξίαν ἀφικνοῦνται, καθάπερ ἐν τοῖς προειρημένοις πυρετοῖς, ἀμφημερινῷ, τριταίῳ καὶ τεταρταίῳ· ποτὲ δ' εἰς [15] παρακμὴν μόνον, ἤτοι πλησίον ἀπυρεξίας ἥκουσαν, ἢ καὶ πορρωτέρω. Παραδείγματος οὖν ἕνεκεν ἐπὶ τριταίου πυρετοῦ πρῶτον ἡμῖν ὁ λόγος γινέσθω. φρίκη μετρία τῶν τοιούτων ἄρχεται πυρετῶν, εἶτ' ἄκρων ψύξις ἅμα φρίκαις μείζοσιν, εἶτ' ἤδη καὶ ῥιγοῦσι καὶ ψύχονται τὰ πλεῖστα τοῦ σώματος. ὁ δὲ σφυγμὸς αὐτῶν ἐν τῷδε τῷ καιρῷ σκληρότερός τε καὶ μικρότερος γίνεται τοῦ πρόσθεν, ὠκύτερός τε σαφῶς κατὰ τὴν συστολήν, τοῖς εἰδόσιν αἰσθάνεσθαι συστολῆς· ὡς ἥ γε διαστολὴ τὰ πολλὰ μὲν [16] ἑαυτῆς βραδυτέρα, καὶ μάλιστα κατὰ τὴν εἰσβολήν, ἐνίοτε δ' ἄν σοι δόξειεν ὁμοία διαμένειν τῇ προϋπαρχούσῃ καταστάσει. καὶ μὲν δὴ καὶ τῶν ἠρεμιῶν ἡ μὲν ἐπὶ τῇ συστολῇ μακροτέρα σαφῶς ἐστιν· ἡ δ' ἐπὶ τῇ διαστολῇ κατὰ τὸν αὐτὸν ἐκείνῃ τρόπον ὡς τὰ πολλὰ μὲν ἴση τῇ πρόσθεν, ἔστι δ' ὅτε οὐκ ἴση. ταῦτ' ἐνίοις μὲν ὥραις γίνεσθαι πέφυκεν ἰσημεριναῖς δυσί, τισὶ δὲ πλείοσιν αὐτῶν, ἢ ἐλάττοσιν· εἶθ' ὁ σφυγμός, ἀρξάμενος μείζων θ' ἅμα καὶ θάττων καὶ πυκνότερος γίνεσθαι κατὰ βραχὺ προστίθησιν ἑκάστῳ τῶν εἰρημένων. εὐθὺς δὲ καὶ θερμότεροι σφῶν αὐτῶν ἀποτελοῦνται σὺν ταῖς εἰρημέναις [17] τοῦ σφυγμοῦ μεταβολαῖς, ὥστ' ἔνιοι πολλῆς αἰσθάνονται θερμασίας ἔνδον, ἔτι κατεψυγμένοι τὰ κῶλα, καὶ τὸ σύμπαν εἰπεῖν ἀνωμαλία τις ἐπικρατεῖ κατὰ τοῦτον τὸν χρόνον οὐ σμικρὰ περὶ τὸ σῶμα· δεύτερος οὗτος ὁ χρόνος ἐκείνου τοῦ πρώτου, καθ' ὃν ἐκ τῆς πρόσθεν καταστάσεως ἐψύχθη μὲν ὅλον τὸ σῶμα, τοῦ σφυγμοῦ δ' ἡ μετάπτωσις εἰς τἀναντία τοῖς πρόσθεν ἐγένετο. κατὰ μέν γε τὴν ἀπυρεξίαν, ἥτις ἡμῖν καλείσθω διάλειμμα, διότι καὶ Ἱπποκράτης οὕτως ὠνόμασεν, ὁ σφυγμὸς ἐν τῇ κατὰ φύσιν ἐστὶν [18] ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν καταστάσει, τοιοῦτον γὰρ τὸ κάλλιστον διάλειμμα. μεταβάλλει δ' ἐξαίφνης εἰς τὰς εἰρημένας ὀλίγον ἔμπροσθεν διαφορὰς ἅμα τῷ κατεψύχθαι τὸ ζῷον, εἶτ' αὖθις εἰς τὰς ἐναντίας τρέπεται μετὰ τοῦ θερμαίνεσθαι. πρῶτος μὲν οὖν χρόνος ἐναργῶς ἐστι τῆς ὅλης περιόδου, καθ' ὃν ἐψύχθη τὸ σῶμα σὺν ταῖς εἰρημέναις τοῦ σφυγμοῦ μεταβολαῖς, ἤτοι ἐξ ὑγείας ἢ ἐκ διαλείμματος εἰς τοῦτ' ἀφικόμενον· ἕτερος δ' ἐπὶ τούτῳ δεύτερος, ὁ τῆς εἰς τἀναντία μεταβολῆς τῶν τε σφυγμῶν καὶ τῆς θερμασίας, ἄχρι περ ἂν ὁμαλῶς γένηται [19] θερμὸς ὁ σύμπας ὄγκος τοῦ σώματος· εἶτ' ἐπ' αὐτῷ τρίτος, αὐξανομένης ἔτι τῆς θερμασίας, ἀνάλογον δ' αὐτῇ καὶ τῶν σφυγμῶν ἐπιδιδόντων εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα· τετάρτη δὲ κατάστασις ἐπὶ ταῖς εἰρημέναις τρισὶν ὁρᾶται τῶν εἰρημένων ἁπάντων ἴσον ἑαυτοῖς φυλαττόντων τὸ μέγεθος, ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν· εἶτ' ἐντεῦθεν ἄλλος πέμπτος, ὅταν ἤδη μὲν ἐλάττων ἡ θερμασία γίνηται, σαφῶς δ' ἀτμὸς ἐκκρίνηται (διὰ) τοῦ δέρματος, ὁ σφυγμὸς δ' ἐπὶ τὴν κατὰ φύσιν ἔρχηται κατάστασιν, ἀποτιθέμενος ἃ παρὰ φύσιν ἐπεκτήσατο πάντα, μεγέθους τε πέρι καὶ ταχυτῆτος καὶ πυκνότητος καὶ σκληρότητος. [20] ἐν τούτῳ τῷ χρόνῳ καὶ ἐξαίφνης ἱδρὼς τοῖς πλείστοις αὐτῶν ἐπιγίνεται, καὶ μετ' αὐτὸν ὁ τοῦ διαλείμματος ἀφικνεῖται χρόνος, ἕκτος ἐπὶ τοῖς εἰρημένοις. οὐδὲν δὲ τούτων ὑπόθεσίς ἐστιν ἀδήλου πράγματος, ἀλλ' ἐναργῶς ὁσημέραι σχεδὸν ἅπασι τοῖς πυρέττουσι τριταῖον πυρετὸν οὕτω φαίνεται γινόμενα. καὶ χρὴ προσθεῖναι τῷ λόγῳ τὸ πρὸς Ἱπποκράτους εἰρημένον, ὡς μέχρι μὲν τούτου καὶ μὴ ἰητρὸς δύναιτο ἂν γινώσκειν ὀρθῶς, εἰ τὰς τοῦ σφυγμοῦ τροπὰς ἐξέλοιμεν τοῦ λόγου. περιεργότεροι γὰρ ἢ κατὰ τὸν ἰδιώτην εἰσίν, ἡ δὲ τῆς θερμασίας μεταβολή, [21] κᾂν εἰ μὴ βούλοιντο παρακολουθεῖν οἱ πάσχοντες αὐτήν, κεντρίζειν τε καὶ νύττειν αὐτοὺς πέφυκεν, ὡς μὴ λαθεῖν. ἐξηγοῦνται γοῦν πάντες οἱ κάμνοντες οὕτως, ἐξαίφνης μὲν αὐτοῖς ἤτοι γ' ἀνωμαλίαν ἢ φρίκην διαδραμεῖν, εἶτ' ἐντεῦθεν ἅμα καταψύξει τῶν ἄκρων ἐπιτείνεσθαι τὰς φρίκας, ἀκολουθῆσαι δ' αὐταῖς καὶ ῥῖγος εἶτ' αὖθις τοῦ μὲν ῥίγους γίνεσθαί ποτε παῦλαν, ἐκλύεσθαι δὲ καὶ τὴν περίψυξιν τῶν ἄκρων, αἴσθησιν δὲ φλογώσεως ἔνδον εἶναι καὶ δίψος· ἐπὶ δὲ τούτοις οἴχεσθαι μὲν ἅπασαν ἀνωμαλίαν, [22] ὁμαλῶς δὲ καίεσθαι τὸ σύμπαν σῶμα, καὶ τοῦτ' ἀεὶ καὶ μᾶλλον αὐτοῖς γίνεσθαι, καὶ στῆναί γε ποτε καὶ μεῖναι τὴν θερμασίαν ὁμοίαν ἑαυτῇ· εἶθ' ὕστερον ἄλλην αἴσθησιν αὐτῆς ἐκλυομένης γενέσθαι, καὶ τοῦτο μέχρι τῆς καταστάσεως ἐκείνης μὴ παύεσθαι γινόμενον, ἐν ᾗ πρῶτον ᾔσθοντο μηκέτι πυρουμένων αὐτῶν. ἐπὶ μὲν οὖν τριταίων πυρετῶν αἱ κατὰ μέρος διαφοραὶ τῆς περιόδου τοιαῦταί τινες ὑπάρχουσιν· ἐπ' ἄλλων δ' ἄλλαι πυρετῶν εἰσιν, ὑπὲρ ὧν ἐφεξῆς ἐρῶ. Νυνὶ δ' ἐπὶ τούτου πρῶτον, οὗ πρῶτον παρεθέμην, ὁ λόγος ἐξεταζέσθω. πρῶτος οὖν ἦν καιρὸς ὁ συνάπτων [23] τῇ ἀπυρεξίᾳ, ψύξεως αἴσθησιν παρέχων, ὃν ἀρχὴν ὠνομάσαμεν, δεύτερος δ' ὁ ἀποτιθέμενος τὴν ψύξιν, ὡς εἴρηται, κατὰ βραχύ, καὶ καλείσθω συντόμου διδασκαλίας ἕνεκεν ἀνωμαλίας καιρός· εἶτ' ἐπ' αὐτῷ τρίτος ὁ τῆς ὁμαλοῦς αὐξήσεως. ἐφ' ᾗ τέταρτος ὁ τῆς ἀκμῆς, καὶ πέμπτος ὁ τῆς μειώσεως, καὶ ἕκτος ὁ τῆς ἀπυρεξίας. Ὅτι μὲν οὖν ἕξ εἰσιν αἱ εἰρημέναι μερικαὶ διαφοραὶ κατὰ τὰς τριταίας περιόδους, αἰσθήσεως δεῖ καὶ μνήμης, οὐκ ἀποδείξεως λογικῆς. ἓξ δ' οὐσῶν αὐτῶν ὀνόματα συνθέσθαι κάλλιον ἕνεκα συντόμου θ' ἅμα [24] καὶ σαφοῦς δηλώσεως· νόμος γάρ τις ἐστὶ κοινὸς ἅπασι τοῖς Ἕλλησιν, ὧν μὲν ἂν ἔχωμεν ὀνόματα πραγμάτων παρὰ τοῖς πρεσβυτέροις κείμενα, χρῆσθαι τούτοις· ὧν δ' οὐκ ἔχομεν, ἢ μεταφέρειν ἀπὸ τινῶν ὧν ἔχομεν, ἢ ποιεῖν αὐτοὺς κατ' ἀναλογίαν τινὰ πρὸς τὰ κατωνομασμένα τῶν πραγμάτων, ἢ καταχρῆσθαι τοῖς ἐφ' ἑτέρων κειμένοις. ἔξεστι μέντοι τῷ βουλομένῳ μήτε φυλάττειν τὰ συνήθη τοῖς Ἕλλησι, μήτ' εἴ που δεήσειε ποιεῖν αὐτὸν εἰς τοὺς εἰρημένους ἀποβλέπειν σκοπούς, καὶ πολὺ τοῦτ' ἔστι παρὰ [25] τοῖς νεωτέροις ἰατροῖς, ὡς ἂν μὴ παιδευθεῖσι τὴν ἐν παισὶ παιδείαν, ὥσπερ οἱ παλαιοί. συγχωρητέον οὖν αὐτοῖς ὡς ἂν ἐθέλωσιν ὀνομάζειν, ἐπειδὴ μάχιμοί τ' εἰσὶ καὶ ἀναιδεῖς, καὶ πολλάκις γε χρηστέον τοῖς ὀνόμασιν, ὡς ἂν ἐκεῖνοι κελεύωσιν, ὑπὲρ τοῦ φυγεῖν αὐτῶν τὴν γλωσσαλγίαν· οὐδὲ γὰρ οὐδὲ βλαβήσονται διὰ τὴν ἐν τοῖς ὀνόμασι παρανομίαν οἱ κάμνοντες· ὅταν δ' ἤτοι κλέπτωσί τινα καιρὸν ὅλον ὑπερβαίνοντες, ἢ τοῖς εἰρημένοις ἐπεισάγωσι τὸ μὴ φαινόμενον, οὐκ ἐπιτρεπτέον αὐτοῖς, ὡς ἂν εἰς βλάβην ἤδη [26] τῶν νοσούντων τῆς τοιαύτης ἁμαρτίας διαφερούσης. ἄμεινον οὖν ἐστι[ν ἐν τῷδε] προδιεσκέφθαι τὰς τῶν σφαλμάτων αἰτίας, παρ' αἷς οἱ πλεῖστοι τῶν ἰατρῶν σφάλλονται, πρὸς τὸ μήτ' αὐτούς τι σφαλῆναι κἀκείνοις ἐπιδεῖξαι τὴν ἀληθῆ τοῦ πράγματος ὁδόν, εἰ βουληθεῖεν. ἔνιοι μὲν γὰρ αὐτῶν οὕτω πεφύκασιν, ὡς μηδ', ἂν τὸν Ἀπόλλωνα σχῶσιν αὐτὸν ἢ τὸν Ἀσκληπιόν, ἐπιθυμοῦντάς τε διδάσκειν αὐτοὺς καὶ παρακαλοῦντας, ὑπακοῦσαί ποτε καὶ παρασχεῖν δύνασθαι τὰ ὦτα, μήτοιγε δὴ καταδέξασθαι τῇ ψυχῇ τὰ λεχθέντα. ἀλλ' οὐκ ἐκείνοις γε ταῦτα γεγράψεται. [27] τοῦ τοίνυν σφάλματος αὐτῶν αἰτία πρώτη καὶ μάλιστ' ἐστὶν ἡ τῆς τῶν νοσημάτων διαφορᾶς ἄγνοια. τριταῖος μὲν γάρ, ὡς εἴρηται νῦν, εἴωθε κινεῖσθαί τε καὶ τὰς ὥσπερ ἡλικίας αὐτοῦ διανύειν, οὐ μὴν ὁμοίαν γε κίνησιν ἔχει πᾶν νόσημα· διόπερ οὔθ' ἡμεῖς ὀρθῶς, ἃ περὶ τριταίων εἰρήκαμεν, ἐπὶ πάντα μετοίσομεν, οὔτ' ἄλλος τις ἀπ' ἄλλου πάθους ὁρμηθεὶς ἕνα κοινὸν ἀξιώσει λόγον ἁπάντων ὑπάρχειν. αὕτη μὲν οὖν ἡ πρώτη καὶ μεγίστη τῆς ἁμαρτίας αὐτῶν αἰτία. Τὰς δ' ἄλλας ἐφεξῆς ἐρῶ, κατὰ τὴν τῆς χρείας τάξιν, [28] ἐπειδὰν πρότερον ὀνόματα θῶ τοῖς εἰρημένοις τῆς τριταίας περιόδου καιροῖς. Ἱπποκράτους γοῦν εἰρηκότος· οἱ πυρετοί, ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυροὶ γίνονται, ἐπικίνδυνοι· ὅτῳ δ' ἂν τρόπῳ διαλείπωσι, σημαίνει, ὅτι ἀκίνδυνοι· τὸ διαλείπειν οὐκ ἔστιν ἐπ' ἄλλου δέξασθαι μέρους τῆς περιόδου, τὴν ἀπυρεξίαν ὑπερβάντας. οὐ γὰρ δὴ τοῦτό γέ φησιν, ὅτῳ δ' ἂν τρόπῳ παρακμάζωσιν, οὐ γὰρ ἀληθὲς τοῦτο, [29] χείριστος γὰρ τῶν πυρετῶν ὑπάρχων ὁ ἡμιτριταῖος, ὅμως εἰς παρακμὴν ἀφικνεῖται σαφῆ τοῖς πολλοῖς, καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ‹ἔχει› κατά γε τοῦτο παραπλησίως, ὅτι μὴ ἐν τοῖς συνόχοις ὀνομαζομένοις. οὗτοι γὰρ μόνοι πυρετῶν οὐκ ἔχουσι παρακμὴν αἰσθητήν, ὥσπερ οὐδὲ τὴν ὅλην περίοδον, οὐδ' ἄλλην τινὰ διαφορὰν τῶν προειρημένων, ἀλλ' οἵαν ἔφαμεν εἶναι τῶν τριταίων τὴν ἐπὶ τοῦ μεγέθους ἔν τινι χρόνῳ στάσιν, ἐκεῖνοι τοιαύτην ἔχουσιν ὀλίγου δεῖν ἅπασαν [30] αὐτῶν τὴν διέξοδον. εἴπερ οὖν, ὡς ἔφην, ἀκίνδυνοι κατά γε τὴν ἑαυτῶν φύσιν εἰσὶν οἱ εἰς ἀπυρεξίαν λήγοντες, ὡς ἐν τοῖς περὶ αὐτῶν λόγοις ἐπεδείξαμεν, οὐκ ἄλλο τι τὸ διαλείπειν Ἱπποκράτης ὠνόμασεν ἢ τὸ λήγειν εἰς ἀπυρεξίαν. ὥστ' εὐλόγως ἄν τις ἑπόμενος τῇ παλαιᾷ συνηθείᾳ διάλειμμα καλέσειεν ἐν ταῖς τῶν τριταίων περιόδοις τὸν καιρὸν τῆς ἀπυρεξίας· ὥσπερ γε καὶ τὴν ἐπὶ τοῦ μεγίστου μεγέθους στάσιν, ὡς πρὸς τὴν αἴσθησιν ἡμῶν τε τῶν ἁπτομένων αὐτῶν τε τῶν καμνόντων, ἀκμήν. οὕτω γοῦν καὶ ἡ τῶν ἡλικιῶν ἀκμὴ τὸ [31] τελεώτατόν ἐστι, καὶ φαίνεται τούτῳ τῷ ὀνόματι, καθάπερ καὶ τῷ τοῦ διαλείπειν, ὁ Ἱπποκράτης χρώμενος. ἀλλὰ καὶ τὸ πρῶτον μέρος τῆς περιόδου κατά γε τὴν πρώτην ἡμέραν γινόμενον ἐπὶ τῇ μεταπτώσει τοῦ κατὰ φύσιν, ἔν τε τῇ τρίτῃ καὶ πέμπτῃ καὶ ταῖς ἀνάλογον ὡσαύτως περιοδίζον ἐπὶ τῷ διαλείμματι, καλοῦσιν ἀρχήν, οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἰατροί. μετὰ δὲ τὴν ἀρχὴν ἐναργῶς γνωριζομένην τῇ ψύξει δεύτερος ἦν καιρὸς ὁ τῆς ἀνωμαλίας, καὶ τρίτος ὁ τῆς [32] αὐξήσεως, ἄχρι τῆς ἀκμῆς. ἐπικοινωνοῦντας δ' αὐτοὺς ἀλλήλοις οὐκ ἀκριβῶς ἐθεάσαντο πάντες ἰδέᾳ διαφέροντας, ὀνομάζουσί τε τὸ συγκείμενον ἐξ ἀμφοῖν, ὡς ἓν ὅλον, οἱ μὲν ἐπίδοσιν, οἱ δ' αὔξησιν, οἱ δ' ἀνάβασιν παροξυσμοῦ. καὶ μέντοι καὶ λέγουσιν ἀληθές τι. μετὰ γὰρ τὸν πρῶτον καιρόν, ἐν ᾧ καταψύχεται μὲν τὰ ἐκτός, εἰς δὲ τὸ βάθος ἐναργῶς φαίνεται τὸ αἷμα συρρέον, ἕτερος ἐστι καιρὸς ὅλος, ὅλῳ τῷδε κατ' ἀντίθεσιν [33] ὑφιστάμενος, διαμαχομένου μὲν τοῦ θερμοῦ τῇ ψύξει, οὔπω δὲ τεινομένου πρὸς τὰ ἐκτὸς τοῦ αἵματος. καὶ εἴ γ' οὕτως αὐτὸν ἕνα λέγοιεν, ὡς εἴρηται νῦν, οὐ διοίσει καλεῖν ὅλον τοῦτον τὸν καιρὸν ἀνάβασιν· εἰ δ' οὕτω καλέσαντες ἄτμητον ἐάσειαν, οὐ σμικρὰ βλάψουσι τὴν τέχνην. ὁ γὰρ τῆς ἀνωμαλίας ἐν αὐτῷ καιρὸς ὁ πρῶτος ἑτέρων ἔνδειξιν ἔχει βοηθημάτων, καὶ οὐ πάντῃ τῶν αὐτῶν τῷ μετ' αὐτὸν καιρῷ, καθ' ὃν ὁμαλὴς μὲν ἤδη ἡ τοῦ παντὸς σώματος κατάστασίς ἐστιν, αὔξησις δὲ τῶν ὄντων ἐπὶ τῆς αὐτῆς ἰδέας μενόντων, ἄχρι τῆς ἀκμῆς· λοιπὸς δ' ὁ τῆς παρακμῆς καιρὸς εἷς ἐστιν [34] ὅμοιος ἑαυτῷ κατὰ τὴν ἰδέαν, ὅτι μὴ τῷ μᾶλλόν τε καὶ ἧττον αὐτοῦ τὰ μόρια διαφέρει. ἀλλὰ τοῦτό γε καὶ τῷ πρώτῳ καιρῷ τῆς ἀρχῆς καὶ τῷ δευτέρῳ τῆς ἀνωμαλίας, ἔτι τε τῷ τρίτῳ τῷ τῆς ἀναβάσεως ὑπάρχει. καὶ γὰρ τούτων ἑκάστου διαφορά τις ἐστι κατὰ μέρος αἰσθητῶς ὑπαλλαττομένου. οὐ γὰρ ὁμοία κατὰ πάντ' ἐστὶν ἑκάστου τῶν εἰρημένων καιρῶν ἡ ἀρχὴ τῇ τελευτῇ, διαφέρουσι δ' ἀλλήλων τε καὶ τοῦ μέσου καιροῦ σαφῶς. ἡ γοῦν ἀρχὴ τοῦ παροξυσμοῦ βραχύ τι τῆς κατὰ φύσιν ἀποκεχώρηκε [35] κατατάσεως, ὥσπερ ἡ τελευτὴ πλεῖστον· ὅπου δὲ ταῦτα μεγίσταις διαφοραῖς ἀλλήλων ἀποκεχώρηκε, πάντως δήπου καὶ μέσος τις ἐστιν αὐτῶν καιρός, πλέον μὲν τῆς ἀρχῆς ἀπέχων τοῦ κατὰ φύσιν, ἔλαττον δὲ τῆς τελευτῆς. οὕτω δὲ καὶ ἡ τῆς ἀνωμαλίας ἀρχὴ μικρόν τι διαλλάττει τῆς συναπτούσης αὐτῇ τοῦ πρώτου καιροῦ τελευτῆς, ἐπὶ πλέον δ' ἀφισταμένη, καὶ μεσοῦσα, μεταξύ πως γίνεται τῆς εἰρημένης τοῦ πρώτου καιροῦ τελευτῆς καὶ τῆς ἀρχῆς τοῦ τρίτου. κατὰ δὲ τὸν αὐτόν, οἶμαι, λόγον καὶ ὅσα συνάπτει τοῦ δευτέρου καιροῦ τοῦδε τῆς ἀνωμαλίας ταῖς ἀρχαῖς τοῦ τρίτου [36] καιροῦ, παραπλησίαν ἐκείνοις ἔχει τὴν κατάστασιν. οὕτω δὲ καὶ τοῦ τρίτου πάλιν αὐτοῦ καιροῦ τὰ μὲν πρῶτα τῶν ὑστάτων τοῦ δευτέρου βραχὺ παραλλάττει, τὰ δ' ὕστατα παραπλήσιά πως ἐστι τῇ τῆς ἀκμῆς ἰδέᾳ, τὸ μέσον δ' ἀμφοῖν ἴσον ἑκατέρων τῶν ἄκρων ἀφέστηκεν. ὥστ' οὐδὲν θαυμαστόν, ὥσπερ τούτων ἑκάστου τῶν καιρῶν, οὕτω καὶ τῆς παρακμῆς τὸ μὲν ἀρχὴν εἶναι, τὸ δὲ τελευτήν, τὸ δὲ μεσότητα, καὶ καλεῖν γε, εἰ βούλοιτό τις ἕκαστον αὐτῶν ἰδίᾳ προσηγορίᾳ, δυνατόν. ἀκούω γοῦν ἑκάστοτε τῶν ἰατρῶν λεγόντων, ἀπέκλινεν ἀρτίως ἡ ἀκμή, νῦν ὑφίησι, νῦν ἐνδίδωσι, νῦν ἀνίεται· εἴπερ οὖν [37] ταῦτα λέγουσιν, οὐκ ἀδύνατον αὐτοῖς τὰ πρῶτα τῆς παρακμῆς ὀνομάζειν ἀπόκλισιν ἢ ὕφεσιν ἢ ἔνδοσιν ἢ ἄνεσιν, ἢ καί τινα τούτων ἢ καὶ πάντα. καὶ μέντοι καὶ τὰ μέσα καλεῖν ἔξεστιν ἑνὶ τινὶ τῶν εἰρημένων ὀνομάτων, καὶ τὰ τελευταῖα κατὰ τὸν αὐτὸν τρόπον· ὥσπερ καὶ ὁ Ἀρχιγένης ἄνεσιν ὀνομάζει τὸ τελευταῖον τῆς παρακμῆς. ἀλλ' ἐκεῖνος φαύλως γε πράττει, νομίζων αὐτὴν ἕτερον εἶναι καιρὸν ἰδέᾳ τινὶ διαφέροντα τῆς παρακμῆς. ἀμέλει γάρ, ὥσπερ πάντων τῶν μερῶν τῆς ὅλης περιόδου τὸ μὲν ἀρχὴν ποιεῖται, τὸ δὲ τελευτήν, τὸ δὲ μέσον, [38] οὕτω καὶ αὐτῆς τῆς ἀνέσεως ποιεῖται τὴν τομήν, ὡς ἰδίου τινὸς ὄντος καιροῦ τῶν κατὰ τὴν πρώτην διαίρεσιν, ὅσοι διαφέρουσιν ἀλλήλων ἰδέαις τισίν, οὐ μόνον τῷ μᾶλλον τε καὶ ἧττον. ἐν ἀμφοτέροις οὖν ἁμαρτάνει προφανῶς, ἐξαιρῶν τε τὴν ἀνάβασιν τῆς πρώτης τομῆς, ἣν ἐναργέστερον ἅπαντες οἱ ἄνθρωποι νοοῦσι τῆς ἀρχῆς, προστιθείς τε τὴν ἄνεσιν ἐν τῷ τέλει τῆς περιόδου. εἰ μὲν γὰρ εἰς ἀπυρεξίαν ἀφικνοῖτο, σαφὴς ἂν εἴη ἡ διαφορὰ τοῦ τοιούτου καιροῦ πρὸς τοὺς ἄλλους ἅπαντας· εἰ δ' ἐπιλαμβάνει τὴν παρακμὴν [39] ἡ εἰσβολὴ τοῦ δευτέρου παροξυσμοῦ τριχῇ τμηθεῖσα, ἐν τῷδε τῆς ὅλης παρακμῆς μέρος ἔξεστι καλεῖν ἄνεσιν, οὐ μὴν ἄλλον γέ τινα νομίζειν εἶναι καιρὸν ἰδίᾳ τινὶ φύσει χαρακτηριζόμενον, ὥσπερ τοὺς ἔμπροσθεν εἰρημένους. ὅτι μὲν οὖν ἕξ ἐστι τὰ πάντα μέρη τῆς τριταίας περιόδου σαφέσι διαφοραῖς ἀλλήλων χωριζόμενα, πρόδηλον παντὶ τῷ θεασαμένῳ κἂν ἕνα τινὰ τῶν οὕτω καμνόντων ἀρρώστων· ὠνομάσθωσαν δὲ πρὸς μὲν τοὺς ἐριστικοὺς [40] καιρὸς πρῶτος, καὶ δεύτερος, καὶ τρίτος, καὶ τέταρτος, καὶ πέμπτος, εἶθ' ἕκτος ὁ τῆς ἀπυρεξίας· πρὸς δὲ τοὺς ἰδιώτας ‹τοῖς› ὀνόμασι χρῆσαι ‹τούτοις›, ἃ τοῖς συνθεμένοις ἐστὶν ἐπιτήδεια. τῷ μὲν οὖν πρώτῳ καιρῷ τὸ τῆς ἀρχῆς ἴδιον ὄνομα κείσθω· τῷ δὲ δευτέρῳ τὸ τῆς ἀνωμαλίας· τῷ δὲ τρίτῳ τὸ τῆς ἀναβάσεως· καὶ τῷ τετάρτῳ τὸ τῆς ἀκμῆς· καὶ τῷ πέμπτῳ τὸ τῆς παρακμῆς· ὁ δ' ἕκτος ὁ τῆς ἀπυρεξίας διάλειμμα προσαγορευέσθω.
[41] Ἔξεστι δὲ καὶ κατ' ἄλλον τινὰ τρόπον εἰς μείζω μέρη διελεῖν ὅλην τὴν περίοδον· [εἴς τε γὰρ δύο μέρη δυνατὸν αὐτὴν ὅλην διελεῖν], ἓν μὲν τοῦ πρώτου παροξυσμοῦ ποιοῦντας, ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς [ἐσχάτης] ἀνέσεως· τὸ δὲ μεταξὺ τῆς παρακμῆς καὶ τῆς εἰσβολῆς τοῦ δευτέρου παροξυσμοῦ· καλῶ δ' εἰσβολὴν παροξυσμοῦ τὸν ἀκριβῶς ἤδη πρῶτον χρόνον ἀπλατῆ, τὸν δ' αὐτὸν τοῦτον ἐπισημασίαν εἰώθασιν ὀνομάζειν. καὶ τό γε πρὸς Ἱπποκράτους εἰρημένον· ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή· κατὰ ταύτην ἡγοῦμαι λελέχθαι τὴν τομήν· [42] προειπὼν γάρ, ὡς προσήκει, οἷς μὲν αὐτίκα ἡ ἀκμή, αὐτίκα λεπτῶς διαιτᾶν, οἷς δ' ὕστερον, ἐς ἐκεῖνο καὶ πρὸ ἐκείνου λεπτῶς, ἔμπροσθεν δὲ πιότερον διαιτᾶν, ὡς ἂν ἐξαρκέσῃ ὁ νοσέων, ἐπήνεγκεν· ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή· διδάσκων ἡμᾶς δηλονότι μόνον ἐκεῖνον τὸν καιρὸν φυλάττεσθαι, τὸν ὑπ' αὐτοῦ καλούμενον παροξυσμόν. οὐδέποτε γὰρ ἐν αὐτῷ τρέφομεν, ἐν δὲ τῷ λοιπῷ παντὶ τῆς ἀνέσεως, ἄλλοτε κατ' ἄλλο μόριον αὐτοῦ· ποτὲ μὲν γὰρ [43] ἁπλοῦς ἐστιν παρακμὴ μόνον ὑπάρχων, ἐνίοτε δ' ἐκ παρακμῆς καὶ διαλείμματος σύγκειται. αὕτη μέν ἐστιν ἡ εἰς δύο μέρη τομὴ τῆς μιᾶς περιόδου, τὸ μὲν ἕτερον μέρος αὐτῆς τὸ πρότερον ὀνομαζόντων ἡμῶν παροξυσμόν, τὸ δ' ἐπ' αὐτῷ δεύτερον ἤτοι γ' ἄνεσιν, ὡς ἀρτίως, ἢ ὡς ἔνιοι, διάλειμμα. διάλειμμα γὰρ καλοῦσιν οὐκ ὀλίγοι τῶν ἰατρῶν τὸ μετὰ τὴν ἀκμὴν ἅπαν, ὅπως ἂν ἔχῃ φύσεως, εἴτ' εἰς ἀπυρεξίαν παυόμενον, εἴτε καὶ μή. ἀλλ' ἡμῖν γε φυλαττέσθωσαν αἱ προειρημέναι κλήσεις, ὑπὲρ τοῦ μηδεμίαν [44] ἀσάφειαν γίνεσθαι κατὰ τὸν λόγον, καὶ προσαγορευέσθω τὸ μετὰ τὸν παροξυσμὸν ἅπαν ἄνεσις, οὐ κωλυόντων ἡμῶν, ὡς ἔφην, εἰ καὶ διάλειμμά τις αὐτὸ καλεῖν ὅλον, ἢ παρακμήν, ἢ ὕφεσιν, ἢ ἔνδοσιν, ἢ ἀφαίρεσιν ἐθέλοι. πρόκειται γὰρ οὐ περὶ τῶν ὀνομάτων ζυγομαχεῖν, ἀλλὰ τὰ μέρη τῆς περιόδου σκοπεῖν, ὁποῖά τε καὶ ὁπόσα τὸν ἀριθμόν ἐστι καὶ ὅπῃ διενήνοχεν ἀλλήλων. Αὕτη μὲν οὖν ἡ τομὴ τῶν εἰς ἀπυρεξίαν ληγόντων ἁπάντων ἐστὶ πυρετῶν, ἀμφημερινῶν, τριταίων, καὶ τεταρταίων, ἓξ ἐχόντων τὰ μέρη διαφέροντα ἀλλήλων ἰδέαις εὐσήμοις· [45] ἑτέρα δέ, τῶν μὴ διαλειπόντων, εἰς πέντε μέρη διαίρεσις. εἰσὶ δὲ καὶ οὗτοι παμπόλλοι, τινὲς μὲν ἑκάστης ἡμέρας παροξυνόμενοι, τινὲς δὲ διὰ τρίτης· οὐ μὴν οἵ γε διὰ τετάρτης πολλάκις, ἀλλ' ἐν τῷ σπανίῳ φαίνονται γινόμενοι· τὸ πλεῖστον γὰρ αὐτῶν γένος εἰς ἀπυρεξίαν παύεται. διττὴ δὲ καὶ τούτων ἐστὶν ἡ ἰδέα τῶν εἰς ἀπυρεξίαν παυομένων, ἀμφημερινῶν, τριταίων καὶ τεταρταίων. ἔνιοι μὲν γὰρ αὐτῶν καὶ τὸ μέγεθος ἀποτίθενται τοῦ σφυγμοῦ καὶ τὸ τάχος καὶ τὴν πυκνότητα καὶ τὴν σκληρότητα· [46] τινὲς δὲ τὰ μὲν ἄλλα τρία πρὸς τὸ κατὰ φύσιν ἐπανάγουσι, φυλάττουσι δὲ ταχυτῆτα οἱ μὲν πλέον, οἱ δ' ἧττον. ἀλλ' οὐ τοῦ νῦν παρόντος λόγου περὶ ἐκείνων διαιρεῖσθαι. πρόκειται γὰρ ἐνταῦθ' ἐξαριθμῆσαι τὰ μόρια τῆς περιόδου καθ' ἕκαστον γένος νοσήματος. εἰρηκότες οὖν ὀλίγον ἔμπροσθεν, ὡς ἕξ εἰσι τὰ πάντα κατὰ τοὺς διαλείποντας πυρετούς, ἑξῆς διερχόμεθα τὰ μέρη τῶν μὴ διαλειπόντων, πέντε εἶναι λέγοντες, ὅταν τὰ μὲν ἄλλα παραπλησίως αὐτοῖς ὑπάρχῃ, μόνον δὲ λείπῃ τὸ τῆς ἀπυρεξίας. ἡ δ' ἐν τοῖς [47] ἄλλοις μέρεσιν ὁμοιότης φυλάττεται τῷ τὴν εἰσβολὴν τοῦ παροξυσμοῦ μετὰ συστολῆς γίνεσθαι. ὀνομάζω δ' οὕτω τὴν μετὰ τοῦ ψύχεσθαι, τούτῳ γὰρ ἕπεται καὶ τὸ τοὺς σφυγμοὺς εἴσω μᾶλλον κινεῖσθαι μετὰ σμικρότητος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα τοῦ αἵματος ᾧ πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ τῆς ἀνωμαλίας, εἶθ' ἑξῆς τὸ τῆς ἀναβάσεως ἀκμῆς τε καὶ παρακμῆς· ἐφ' ὧν μέντοι χωρὶς αἰσθητῆς συστολῆς εἰσβολὴ γίνεται παροξυσμοῦ, τοὺς τρεῖς καιροὺς εἰς ἕνα μεταπίπτειν [48] ἀναγκαῖόν ἐστι, καὶ γίνεσθαι τὸ σύμπαν ἄχρι τῆς ἀκμῆς ἀνάβασιν. ὅπου γὰρ οὐκ ἐγένετο συστολή, δῆλον ὡς οὐδ' ἀνωμαλία. τὴν δ' ἀκμὴν οὐδέποτε εἶδον ἀπολείπουσαν, ἀλλ' ἀεὶ διαμένουσαν αἰσθητὴν ἰσότητα κατὰ πάντας τοὺς πυρετοὺς ἐπί τινα χρόνον· εἰσβολὰς μέντοι μυριάκις ἐθεασάμην ἄνευ τῶν εἰρημένων τῆς ἀρχῆς συμπτωμάτων, ὧν τὸ μὲν κυριώτατον ἡ ψύξις ἦν, ἁπάσαις ὀλίγου δεῖν ταῖς ἀρχαῖς συνοῦσα τῶν παροξυσμῶν, ὥσπερ καὶ ἡ ἐπὶ τὰ ἔσω τῶν ἀρτηριῶν κίνησις, ὑπὲρ ἧς [49] εἴρηται μὲν ἐπὶ πλέον ἐν τῇ περὶ σφυγμῶν πραγματείᾳ, κατὰ δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ τῷ τάχει τῆς συστολῆς ἀφορίζειν αὐτήν. ὅσα δ' ἄλλα συμπτώματά τε καὶ σημεῖα τῆς ἀρχῆς τῶν παροξυσμῶν ἴδια προείρηται, τὰ μὲν ἐπιτεινόμενα γίνεται τῇ περιψύξει, τὰ δ' ἄλλως συμβαίνει, σμικρότης μὲν τῶν σφυγμῶν καὶ ἀραιότης καὶ βραδύτης διαστολῆς ἐπὶ τῇ καταψύξει, ῥῖγος δ' ἐπ' ἄλλαις προφάσεσιν, ἃς ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις εἴπομεν. [50] ἀλλ' ὅλον τὸ γένος τοῦτο τῶν παροξυσμῶν παντάπασιν, ὡς ἔφην, ἀπόλλυται, καὶ πολλοὺς πολλάκις ἡμεῖς ἐκωλύσαμεν ὑπὸ τῶν θαυμαστῶν τούτων ἰατρῶν ἤτοι γ' ἐπὶ τὸ λουτρὸν πεμφθέντας, ἢ τροφὴν προσενέγκασθαι κελευσθέντας, ὡς ὑπερβεβηκότας ἤδη τὰς ὑπόπτους ὥρας τοῦ παροξυσμοῦ. συμβαίνει δ' αὐτοὺς ἀγνοοῦντας ἀκριβῶς ἅπτεσθαι τῆς ἀρτηρίας ἐν τοῖς τοιούτοις σφάλμασι καθίστασθαι. ἅπασι γὰρ τοῖς οὕτω παροξυνομένοις ἡ συστολὴ θάττων γίνεται· γνωρίζειν δ' αὐτὴν οὐ παντός ἐστιν, ἀλλὰ δεῖται μάλιστα τοῦτο τὸ ἔργον, εἴπερ τι καὶ [51] ἄλλο τῶν τῆς τέχνης, ἀσκήσεως ἱκανῆς, ἣν οὐχ οἷόν τε ποιήσασθαι, πρὶν τεχνωθῆναι τὸν εἰρημένον ὑφ' ἡμῶν τρόπον ἐν τῷ πρώτῳ τῆς διαγνώσεως τῶν σφυγμῶν. εἰ μὲν οὖν τις εἴη γνωστικὸς τῆς συστολῆς τῶν ἀρτηριῶν, ἐγχωρήσει τούτῳ τίθεσθαι τοῦτ' αὐτὸ τὸ μέρος τοῦ παροξυσμοῦ, καθ' ὃ τὴν συστολὴν ὠκυτέραν ἐγνώρισε γινομένην ἄνευ τῆς διαστολῆς, ἀρχὴν τῆς περιόδου· τὸ δ' ἐφεξῆς τῷδ' ἀνάβασιν, ἄχρι τῆς ἀκμῆς· εἰ δὲ μὴ γνωρίζοι μηδὲ τοῦτο, [52] φαίνοιτο δ' ἄθλιπτος αὐτῷ πάντως ἡ εἰσβολὴ γινομένη, τὸ μέχρι τῆς ἀκμῆς μέρος τοῦ παροξυσμοῦ ἀνάβασιν ἢ ἐπίδοσιν ἢ αὔξησιν ὀνομάσει, τέμνων αὐτὴν εἰς πρῶτα καὶ τελευταῖα καὶ μέσα κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον, οὐκ εἴδεσι διαφόροις, ὡς ἔμπροσθεν ἔλεγον ἐπὶ τῶν αἰσθητῶν ψύξεων. ἐν τοῖς τοιούτοις οὖν πυρετοῖς οἱ πάντες ἔσονται καιροὶ τρεῖς, αὔξησις, ἀκμή, μείωσις· οὐδὲν γὰρ χεῖρον οὐδὲ μείωσιν ὀνομάζειν τὸν καιρὸν ἐκεῖνον, ἐν ᾧ τοῦ μεγέθους ἀφαιρεῖταί τι τοῦ πυρετοῦ· [53] ὅσοις δ' οὐκ ἔστι περίοδος, οἷον τοῖς συνόχοις ὀνομαζομένοις, τούτοις τοῖς πυρετοῖς οὔτε παροξυσμὸς ὅλως τίς ἐστιν, οὔτε τὰ προειρημένα μέρη, τὰ μέντοι τῆς ὅλης νόσου μόρια κατὰ διαφέροντας χρόνους καὶ τούτοις ἐστίν, ἑτέροις τρόποις διαγινωσκόμενα παρὰ τοὺς ἐν τοῖς παροξυσμοῖς καιρούς, οὓς ὀλίγον ὕστερον ἐρῶ, καὶ μάλισθ' ὅτι σφάλλονται πάντες ἐν αὐτοῖς οἱ ἰατροί, καίτοι γ' Ἱπποκράτους ὀρθότατα διδάξαντος ὑπὲρ αὐτῶν. [54] Ἀλλ' ἐπὶ τοὺς κατὰ περίοδον παροξύνοντας ἐπανέλθωμεν τῷ λόγῳ, πᾶν ὅσον ὑπόλοιπον ἐν αὐτοῖς ἄσκεπτον ἀφεῖται διαιροῦντες. ἑνὸς μὲν δὴ καὶ πρῶτον μεμνῆσθαι κελεύω, τοῦ γεγονέναι τὸν λόγον ἡμῖν ἅπαντα τὸν ἀπ' ἀρχῆς ἄχρι δεῦρο περὶ τῶν ἁπλῶν περιόδων. ἐν γὰρ ταῖς ἐπιπεπλεγμέναις ὁ μετὰ τὴν ἀκμὴν καιρὸς ἐνίοτε στενοῦται, φθανούσης εἰσβάλλειν ἐπισημασίας ἑτέρου παροξυσμοῦ, πρὶν τὴν ἑτέραν περίοδον ἀκριβῶς πληρωθῆναι, καὶ πολλάκις γε κατὰ μὲν τὴν ἑαυτοῦ φύσιν ὁ πυρετὸς ἐκ τοῦ [55] τῶν διαλειπόντων ἐστὶ γένους, ὥσπερ ὁ τριταῖος. ἡ δ' ἐπιπλοκὴ χρόνον ἀπυρεξίας οὐδένα καταλείπει τῇ προτέρᾳ περιόδῳ, φθάσαντος εἰσβαλεῖν τοῦ δευτέρου παροξυσμοῦ, πρὶν ἀπολεπτυνθῆναι τὸν πρότερον. εἴρηται δέ μοι περὶ τῶν τοιούτων ἐπιπλοκῶν ἐν δυσὶ πραγματείαις, τῇ τὲ περὶ κρίσεων καὶ τῇ περὶ διαφορᾶς πυρετῶν, ἔνθα καὶ διώρισται μίξις ἐπιπλοκῆς. ὁ γοῦν ἡμιτριταῖος [56] ἐκ μίξεως τε καὶ κράσεως ἐδείχθη γινόμενος ἀμφημερινοῦ τε καὶ τριταίου πυρετοῦ. πολλάκις δὲ καὶ αὐτῷ τῷ ἡμιτριταίῳ τῶν ἁπλῶν εἷς τις ἐπιπλέκεται πυρετῶν, ἤτοι τριταῖος, ἢ ἀμφημερινός, ἀλλ' οὐκ ἔστιν ἡ τοιαύτη ποικιλία τῆς ἐνεστώσης οἰκεία πραγματείας, ἀρκεῖ γὰρ ἑκάστου τῶν πυρετῶν τοὺς ἰδίους ἐνταῦθα καιροὺς ἀκριβῶς διαρθρῶσαι· καὶ γὰρ τὸ συμπλεκόμενον αὐτῶν ἑτοίμως διακρίνειν οὕτως ἂν ἡμῖν μάλισθ' ὑπάρξειεν. οἱ μὲν οὖν ἀκριβῶς ἁπλοῖ προείρηνται, περὶ δὲ [57] τῶν ἐπιμίκτων ἑξῆς ἐρῶ. Γίνεται τοίνυν ἐνίοτε φρικώδης εἰσβολή, τὰ τῆς ἀρχῆς ἴδια γνωρίσματα πάντα ἔχουσα, πλὴν ῥίγους, ἔστι δ' ὅτε καὶ τούτου τὴν ἔμφασιν· ἡ γάρ τοι σφοδρὰ φρίκη δόξειεν ἂν ἤτοι ἀρχή τις εἶναι ῥίγους, ἢ μικρὸν ῥῖγος. ἀλλὰ τό γ' ἀκριβὲς ῥῖγος, οἷον ἐν τριταίοις τε καὶ τεταρταίοις πυρετοῖς ἐστιν, ὁ τοιοῦτος οὐ λαμβάνει, καὶ διὰ τοῦτ' [58] αὐτὸν ὀνομάζω φρικώδη, καὶ πολύ γε μᾶλλον ὅτι προδείξας τινὰ σημεῖα τοῦ δευτέρου καιροῦ πάλιν ἀρχὴν ἑτέρας εἰσβολῆς ἐργάζεται φρικώδους, ὃ καλοῦσιν ἔνιοι μὲν ἐπανάληψιν, ἔνιοι δ' [ἐπ]ἀναδίπλωσιν· ἔστι δ' ὅτε καὶ δεύτερον ἐργάζεται τοῦτο, καί τισιν ἐνίοτε καὶ τρίτον, εἶτα μόγις ὕστερον ὁμαλῶς ἐξαπλοῦται καὶ μέχρι τῆς ἀκμῆς ἀναβαίνων οὗτος ὁ πυρετὸς εἰς ἀπυρεξίαν οὐδέποτε παύεται. ὅ τε γὰρ ἄχρι τῆς ἀκμῆς αὐτῷ χρόνος ὑπάρχει πάμπολυς ἥ τε παρακμὴ χωρὶς [59] αἰσθητῆς διαπνοῆς. πολὺ δὲ δὴ μᾶλλον ἀποδεῖ τοῦ μεθ' ἱδρῶτος εἰς ἀπυρεξίαν ἰέναι, ὥσπερ οὖν ὁ ἀπὸ τῆς πρώτης εἰσβολῆς παροξυσμὸς ἄχρι τῆς ἀκμῆς ἐν πολλῷ χρόνῳ παραγίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῆς ἀκμῆς κατὰ βραχὺ μειοῦται καὶ τοίνυν ἐπὶ τῆς ὑστεραίας ἕτερος αὐτοῖς ἐπιγίνεται παροξυσμός, φρικώδης μὲν ὁμοίως, ἀλλ' οὐκ ἔχων τὰς ἐπαναλήψεις ὡσαύτως τῷ πρόσθεν, ἢ εἴποτε κατὰ τὸ σπάνιον σχοίη, μίαν ἂν ποιήσαιτο μόνην, ὀλιγοχρόνιόν γε. [60] ἀναβαίνει δὲ καὶ οὗτος ὁ παροξυσμὸς ἐπὶ τὴν ἀκμὴν ἐν χρόνῳ πολλῷ, παρακμάζει δ' ὡσαύτως ἐν οὐκ ὀλίγῳ χρόνῳ, καὶ διὰ τοῦτ' αὐτὸν ἐπὶ τῆς τρίτης ἡμέρας ὁ αὐτὸς τῷ κατὰ τὴν πρώτην ἐκδέχεται παροξυσμός, εἶτ' αὖθις ὁ κατὰ τὴν τετάρτην ὁ αὐτὸς τῷ κατὰ τὴν δευτέραν, καὶ τοῦτ' ἐφεξῆς ἀεί. τοῦτον ἐγὼ τὸν πυρετὸν ἕνεκα συντόμου καὶ σαφοῦς διδασκαλίας ἑνὶ προσαγορεύειν βουλόμενος ὀνόματι τέθεικα κατ' αὐτοῦ κλῆσιν ἡμιτριταῖον. [61] εἰ μὲν οὖν καὶ Ἱπποκράτης τὸν τοιοῦτον πυρετὸν ἡμιτριταῖον ἐκάλει, καθάπερ ἐγὼ πείθομαι, δύο ἂν ἐκ τοῦ λόγου κερδαίνοις, ὅτι τε πρᾶγμα μανθάνεις ἰατρικόν, ὅτι τε τοὔνομα παλαιὸν ἐπιφέρεις αὐτῷ· εἰ δ' ἡγεῖταί τις ἕτερόν τινα πυρετὸν ὑφ' Ἱπποκράτους ἡμιτριταῖον καλεῖσθαι, σφάλλεσθαί με νομίσας ἐν τῇ προσηγορίᾳ, τὸ πρᾶγμα αὐτὸ μανθανέτω. ὅτι γὰρ καὶ τοιοῦτός τις γίνεται πυρετός, ὁποῖον εἶπον οὐκέτ' ἐν τῷδε μάρτυρος οὔθ' Ἱπποκράτους οὔτ' ἄλλου τινὸς ὁ λόγος [62] χρῄζει, μόνον οὐ καθ' ἑκάστην ἡμέραν ὁρώντων ἡμῶν αὐτόν, καὶ μάλιστ' ἐν Ῥώμῃ. ὥσπερ γὰρ ἐν ἄλλοις ἄλλα χωρίοις, οὕτως ἐν τούτῳ πλεονάζει τὸ κακὸν τοῦτο. παράκειται δ' αὐτῷ τις ἄλλος, οὔτε τῇ δευτέρᾳ τῶν ἡμερῶν ἕτερον φέρων παροξυσμόν, οὔτε κατὰ τὴν πρώτην καὶ τὴν τρίτην τὰς ἐπαναλήψεις. ἔστι δ' οὐχ εἷς οὐδ' ὁ τοῦδε τρόπος. ἐνίοτε μὲν γὰρ ἄνευ φρίκης, ἐνίοτε δὲ καὶ σὺν φρίκῃ ποιεῖται τὴν εἰσβολήν, ἔστι δ' ὅτε καὶ μετὰ [63] καταψύξεως τῶν ἄκρων σαφοῦς, ὦπται δ' ἐνίοτε καὶ χωρὶς αἰσθητῆς περιψύξεως. οὗτος ὁ πυρετὸς ἔχει τοὺς πέντε καιρούς, ἀρχήν, ἀνωμαλίαν, ἐπίδοσιν, ἀκμὴν καὶ παρακμήν. τοῖς δὲ χρόνοις μόνοις διῃρημένοις ὀλιγοχρόνιος μὲν ἡ ἀρχή, ὀλιγοχρόνιος δ' ἐστιν αὐτοῦ καὶ ἡ ἀνωμαλία. τὰ δὲ τῆς ἀναβάσεως οὐχ ὁμοίως ἅπασιν, ἀλλ' ἐνίοις μὲν οὐ πολυχρόνια, τισὶ δ' ἐν χρόνῳ πλείονι· καὶ μὲν δὴ καὶ ὁ τῆς ἀκμῆς καιρὸς ἐν χρόνῳ μὲν αἰσθητῷ καὶ πλατεῖ, διαφέρει δ' οὐκ ὀλίγον ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὕτω δὲ καὶ τὰ τῆς παρακμῆς ἐν χρόνῳ μὲν ἅπασι μακρῷ, διαφέρει δ' ἐν τῷ τισὶ μὲν [64] αἰσθητῶς ἀφαιρεῖν καὶ παρέχειν ἐλπίδα τοῦ διὰ ταχέων παύσασθαι, μετὰ ταῦτά θ' ἵσταται φυλάττων ἴσον τὸ ὑπόλοιπον μέγεθος τῆς παρακμῆς· τισὶ δ' ὅλην ποιεῖται τὴν παρακμὴν ἀπ' ἀρχῆς ἄχρι τῆς τελευτῆς βραδεῖαν, ὥστ' ἐκ διαστημάτων χρόνου μακροτέρων ἁπτομένῳ σοι δόξει μὲν ἀφῃρηκέναι τι πάντως, ὀλίγιστον μέντοι τουτί. τοιαῦταί τινες εἰσὶ καὶ ἄλλαι μερικαὶ διαφοραὶ τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν, οὓς ἅπαντας ὀνομάζω τριταιοφυεῖς, εἰς μὲν τὴν τῆς διαθέσεως, ὅθεν ἐξάπτονται, [65] γνῶσιν χρησιμώταται, πρὸς δὲ τὴν νῦν ἐνεστῶσαν πραγματείαν ἄχρηστοι. πρόκειται γὰρ ἡμῖν ἐνταῦθα τούς τ' ἐν ταῖς περιόδοις διορίσασθαι καιροὺς καὶ τοὺς ὅλου τοῦ νοσήματος, ἕνεκα τῆς τῶν βοηθημάτων εὐκαίρου χρήσεως, ἣν οὐδὲν ὀνίνησιν ἡ τοιαύτη ποικιλία, καθάπερ οὐδ' ἡ τῶν ἐν ἀμφημερινοῦ σχήματι πεποικιλμένων· καὶ γὰρ καὶ τούτων οὐκ ὀλίγοι καθ' ἑκάστην ἡμέραν παροξυνόμενοι διάλειμμα οὐδὲν ἔχουσιν· ἐρῶ δ' αὐτῶν ὅμως ἕνεκα παραδείγματος ὀλίγας διαφοράς, οὐχ ὡς χρησίμους εἰς τὴν ἐνεστῶσαν ὑπόθεσιν, ἀλλ' ὅτι τῶν ἰατρῶν [66] ἔνιοι παντάπασι φυσῶνται, ἐξ ὧν ἀλόγως φλυαροῦσι, καὶ δόξαν ἀποφέρονται παρὰ τοῖς ἀσυνέτοις, ὡς ἐπιμελεῖς τε καὶ πονητικοὶ καί τι σοφώτερον ἐπιστάμενοι τῶν μόνα τὰ χρήσιμα γραφόντων. εἰσβάλλει τοίνυν ὁ παροξυσμὸς τῶν καθ' ἑκάστην ἡμέραν παροξυνομένων πυρετῶν ἐνίοτε μὲν ἄνευ σαφοῦς περιψύξεως, ἐνίοτε δὲ καὶ σὺν ταύτῃ, καὶ διαμένει γε τὰ τῆς ἀρχῆς ἴδια τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δ' ἐπ' ἐλάττονα χρόνον· καὶ δὴ καὶ τὰ τῆς ἀνωμαλίας ὡσαύτως τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δ' ἐπ' ἐλάττονα χρόνον· καὶ μετὰ [67] ταῦτ' ἀναβαίνει μέχρι τῆς ἀκμῆς ὁ πυρετὸς οὗτος ἐν πλείονι χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων. ὑπάρχει δ' αὐτῷ καί τι τοιοῦτον, ὃ κἀκείνοις μὲν ἔστιν ὅτε γίνεται, πολὺ μᾶλλον δ' ἐν τούτῳ φαίνεται· σαφῆ γὰρ ποιούμενος τὴν ἀνάβασιν ἵσταταί τινι χρόνῳ μηδὲν προστιθείς, εἶτ' αὖθις προστίθησιν. οὕτω δ' ἐπὶ τῆς παρακμῆς ἤτοι γ' ὁμαλὴν ποιεῖται τὴν ἀφαίρεσιν, ἢ μεταξὺ τὰς ἐπὶ τοῦ αὐτοῦ μεγέθους, τοῖς μὲν ὥραν μίαν, τοῖς δὲ δύο, μετὰ ταῦτ' ἀφαιρεῖ. καὶ δὴ καὶ μέχρι τῆς εἰσβολῆς τοῦ δευτέρου παροξυσμοῦ τοῖς μὲν ἀφαιρεῖ, τοῖς δ' ἐν ᾧπερ ἦν [68] μεγέθει διαμένει. μᾶλλον δὲ τοῦτο τοῖς διὰ τρίτης ὑπάρχει, διὸ καὶ ἡ περίσδος αὐτῶν ἐστι μακροτέρα. διπλασία γάρ πως ἐστι τῷ χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν ἡ περίοδος, εἰ παραβάλλοιτο τῇ τῶν καθ' ἑκάστην ἡμέραν. ὥστ' ἐναργῶς διὰ τοῦτο χρονίζει τὸ λείψανον τῆς παρακμῆς αὐτοῖς, ἐν ἴσῳ διαμένον μεγέθει. πολλοὶ δὲ καὶ ἄλλοι τρόποι περιόδων εἰσί, διαφοραῖς μερικαῖς ποικιλλόμενοι, περιττοὶ πρὸς τὰ νῦν ἐνεστῶτα. διὰ τοῦτο δ' ἐνίων ἐμνημόνευσα, διότι τῶν ἰατρῶν οἱ μὴ γινώσκοντες, ὡς οὐκ ἔστιν οἰκεία τοῦ παρόντος σκέμματος [69] ἡ τοιαύτη διδασκαλία, γεγράφασιν ὑπὲρ αὐτῶν, ἁμαρτάνοντες καὶ κατ' αὐτὴν τὴν διήγησιν. ἀλλ' οὐ νῦν καιρὸς ἐλέγχειν αὐτοὺς ἐν οὐκ οἰκείῳ σκέμματι· μαθήσῃ δ' ἐπιστημονικῶς, ὅτι τε φλυαροῦσιν ἄχρηστα λέγοντες, καὶ ὅτι θαυμαστῶς Ἱπποκράτους εὑρόντος τὴν ἐν αὐτοῖς μέθοδον, οὔτ' ἐξειργάσατό τις αὐτήν, καὶ πρὸς τούτῳ καὶ διέφθειραν οἱ πλεῖστοι, κατ' ἐκεῖνο μάλιστα τοῦ λόγου τὸ χωρίον, ἔνθα συνάπτειν μέλλω τοῖς εἰρημένοις καιροῖς τὰ βοηθήματα. πραχθήσεται δέ μοι τοῦτο τοὺς ὅλου τοῦ νοσήματος ἐπιδείξαντι καιρούς· [70] ἄχρι μὲν γὰρ τοῦδε τοὺς ἐν μέρει διῆλθον μόνους.