1077 55 0 1 1 0 II d. C. Medicina Galenus De melancholia (ap. Aëtium) Olivieri, A., Berlin, Akademie-Verlag, 1950. 6

Galenus - De melancholia (ap. Aëtium)

[6]

[9]    τὸ μὲν οὖν ἐπὶ μελαίνῃ χολῇ καταλαβούσῃ τὰς ἀρχὰς τῆς λογικῆς ψυχῆς φόβους τε γίγνεσθαι καὶ δυσθυμίας καὶ θανάτου προσδοκίας οὐδὲν θαυμαστόν· ὁρῶμεν γὰρ καὶ τῶν ἔξωθεν τοῦ σώματος οὐδὲν οὕτως ἡμῖν φοβερὸν ὡς τὸ σκότος. ὅταν οὖν οἷον ζόφος τις περισχεθῇ τὸ λογικὸν μόριον ὃ τῆς ψυχῆς, ἀναγκαῖον ἀεὶ φοβεῖσθαι τὸν ἄνθρωπον, ὡς ἂν τὴν αἰτίαν τοῦ φόβου συμπεριφέροντα τῷ σώματι· ὡς γὰρ ἐν σκότῳ βαθεῖ τὰ παιδία φοβεῖται καὶ τῶν τελείων οἱ ἀπαίδευτοι, οὕτως καὶ τῆς μελαίνης χολῆς τὸ χρῶμα παραπλησίως σκότῳ τὸν φρονοῦντα τόπον ἐπισκιάζον ἐργάζεται τοὺς φόβους.

   Πάντων μὲν οὖν τῶν παρεπομένων ἑκάστῳ συμπτωμάτων τὰς αἰτίας εἰπεῖν ἀδύνατον· ἀπορίαν γὰρ πολλὴν ἔχει τὰ πλεῖστα, οἷον διὰ τί τὰ μὲν φεύγουσιν ὡς δεινὰ μὴ ὄντα δεινά, τὰ δὲ διώκουσιν ὡς χρηστὰ μὴ ὄντα χρηστά, καὶ διὰ τί ὁ μὲν τοὺς οἰκείους φοβεῖται, ὁ δὲ ὅλους ἀνθρώπους καὶ τὰ τοιαῦτα. τῶν πλείστων δὲ συμπτωμάτων εἰπεῖν τὰς αἰτίας τὸν ἰατρὸν οὐ χαλεπόν, οἷον ὁ δοκῶν ἑαυτὸν κέραμον εἶναι, διὰ τὴν ξηρότητα τοῦτο πάσχει· ψυχρὸς γὰρ καὶ ξηρὸς ὁ μελαγχολικὸς χυμός. ὁμοίως δὲ καὶ ὁ τὸ ἑαυτοῦ δέρμα δοκῶν εἶναι ταῖς ξηραῖς διφθέραις ὅμοιον. ὁ δὲ οἰόμενος μὴ ἔχειν κεφαλὴν ἴσως διὰ κουφότητα τῆς κεφαλῆς τοῦτο ᾤετο, τὴν δὲ κουφότητα τὸ ἀναφερόμενον πνεῦμα παρεῖχεν αὐτῇ. διὰ τί δὲ ὀρέγονται οἱ μελαγχολικοὶ πλειόνων σιτίων, ἢ ὅτι ψύχεται αὐτοῖς τὸ στόμα τῆς γαστρός; διὰ τί δὲ ἔνιοι αὐτῶν οἰνοπόται, ἢ ὅτι ψυχρὸν ὂν θερμανθῆναι χρῄζει; διὰ τί δὲ ἀποκτενοῦσι σφᾶς αὐτῶν, ἢ ὅτι μειζόνων κακῶν ὑπολαμβάνουσιν ἀπαλλάττεσθαι; εἰ μὴ ἄρα δόξα τοιαύτη ὑπογίγνεται αὐτοῖς, ἢ ὅτι τὸ ἀποθνήσκειν ἐστὶ καλόν, ὥσπερ τῶν βαρβάρων ἐνίοις; διὰ τί δὲ ἀπεψίαι συνεχεῖς αὐτοῖς γίγνονται, ἢ ὅτι θολερὸν καὶ περιττωμάτων μεστόν ἐστιν αὐτῶν τὸ σῶμα καὶ διὰ τοῦτο καὶ δύσκρατος ἡ γαστὴρ ψυχομένη διὰ παντὸς ἐκ τοῦ μελαγχολικοῦ χυμοῦ; διὰ τί δὲ αἱ κοιλίαι ὡς ἐπίπαν αὐτοῖς ξηραίνονται, ἢ ὅτι τὸ πνεῦμα τοῖς ἄνω περὶ τὰ ὑποχόνδρια προίσταται καὶ οὐ πάνυ κάτω διαχωρεῖ; ἀνάγκη τοίνυν δι' αὐτὸ τοῦτο καὶ τὰς γαστέρας εἶναι ξηράς· ἐκ δὲ πολλῆς τῆς ἐπισχέσεως ἀθρόα ποτὲ καὶ περιτετηκότα διαχωροῦσι. σκαρδαμυκταὶ δὲ καὶ ἐξόφθαλμοι καὶ παχύχειλοι ὡς ἐπίπαν γίγνονται διὰ τὸ παχὺ πνεῦμα, μελανόχροες δὲ διὰ τὴν φύσιν τοῦ χυμοῦ. δασεῖς δὲ οἱ πλείους αὐτῶν διὰ τὸ πλῆθος τῶν παχέων περιττωμάτων, ταχύγλωσσοι δ' ὡς ἐπίπαν εἰσὶ καὶ τραυλοὶ καὶ ἰσχνόφωνοι τῷ ἀκρατεῖ τῆς γλώττης. αἱ γὰρ συντονίαι τῆς κινήσεως κατὰ τὸ πνεῦμα γίγνονται· πᾶν δὲ τὸ συντόνως κινηθὲν ἀπορρεῖ ταχέως. εὐπετὲς μὲν τῷ βουλομένῳ καὶ τῶν λοιπῶν συμπτωμάτων ἀποδοῦναι τὰς αἰτίας ἐκ τούτων ὁρμωμένῳ. μελαίνεται δὲ ὁ χυμὸς οὗτος ποτὲ μὲν ὑπερθερμαινόμενος, ποτὲ δὲ ὑπερψυχόμενος· οἷον γάρ τι πάσχουσι οἱ καιόμενοι ἄνθρακες, διαυγέστατοι μὲν ὄντες τῇ φλογί, σβεννυμένης δὲ τῆς φλογὸς ἀπομελαίνονται, τοιοῦτόν τι καὶ ἡ ψῦξις περὶ τὸ φαιδρὸν χρῶμα τοῦ αἵματος ἐργάζεται. ὁρῶμεν γὰρ κἀπὶ τῶν ἐκτὸς πελιδνὰ γιγνόμενά τινα τῶν σωμάτων καὶ μελαινόμενα ὑπὸ ψύξεως. ἡ δὲ ὑπερβολὴ τοῦ θερμοῦ πάλιν ξηράνασα καὶ δαπανήσασα τὰς ὑγρότητας, ὑφ' ὧν τρέφεται τὸ θερμόν, μελαίνει τοὺς χυμούς, ὥσπερ καὶ ὁ ἥλιος τοὺς καρποὺς καὶ τὰ τῶν ἀνθρώπων σώματα. γινώσκειν τοίνυν χρὴ ὡς διττὸν τὸ εἶδος τῆς μελαγχολίας. τινὲς μὲν γὰρ αὐτῶν ἐκ φύσεως καὶ τῆς ἐξ ἀρχῆς κράσεως ἔχουσι τὸ μελαγχολικόν, τινὲς δὲ ἐκ διαίτης φαύλης εἰς ὕστερον τὴν κρᾶσιν ταύτην ἐπεκτήσαντο. καί ἐστι τὸ εἶδος τοῦτο νωθρὸν καὶ κατηφὲς ἀεί. ὅτι δὲ ἐξ ὑπεροπτήσεως τῆς ξανθῆς χολῆς τῇ παραφροσύνῃ περιπίπτουσι, θρασύτεροι καὶ ὀργιλώτεροι τῶν ἄλλων εἰσὶ καὶ πλῆκται καὶ τὰ πάνδεινα πράττοντες κατὰ τὸν καιρὸν ἐκεῖνον μάλιστα, ἐν ᾧ ὑπεροπτᾶται ἡ χολή· τῷ χρόνῳ δὲ ὅταν καὶ αὐτὴ ἀποσβεσθῇ, κατηφεῖς καὶ ἐπίλυποι καὶ ἐπίφοβοι γίγνονται. τὰ μὲν οὖν πρὸ τῆς θεραπείας εἰς τοσοῦτον διεγνωκέναι χρὴ τὸν ἰατρόν· ἃ δ' ἄν τις μαθὼν ἔχοι βοηθεῖν τοῖς οὕτω νοσοῦσιν, ἤδη καιρὸς ἐκτίθεσθαι. διαφέρει δὲ εἰς τὴν θεραπείαν οὐ σμικρὰ τὸ εἰδέναι ὅθεν τὴν ἀρχὴν ἔσχε τὸ νόσημα. Γαληνοῦ. ὅταν μὲν γὰρ ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχῃ τὸ αἷμα, τὴν ἀρχὴν τῆς θεραπείας ἀπὸ φλεβοτομίας ποιεῖσθαι προσῆκον· ὅταν δὲ τὰ κατὰ μόνον τὸν ἐγκέφαλον οὐ χρῄζει φλεβοτομίας ὁ κάμνων, εἰ μήτι γε πολύαιμος εἴη καὶ χάριν προφυλακῆς τὴν ἀφαίρεσιν ποιούμεθα. ἡ δ' οὖν διάγνωσις ἀπὸ τῶνδέ σοι γιγνέσθω, πότερον ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχει τὸ αἷμα ἢ κατὰ τὸν ἐγκέφαλον μόνον ἤθροισταί τις τοιοῦτος. οἱ ‹μὲν› μελάντεροι καὶ δασεῖς καὶ φλέβας εὐρείας ἔχοντες ἐπιτηδειότατοι πρὸς τὴν τοῦ μελαγχολικοῦ χυμοῦ γένεσιν, ἔσθ' ὅτε δὲ καὶ οἱ ἐξέρυθροι τὴν χρόαν ἄνθρωποι μεταπίπτουσιν ἀθρόως εἰς τὴν μελαγχολικὴν κρᾶσιν· ἐφεξῆς δὲ αὐτῶν οἱ ξανθοὶ καὶ μάλισθ' ὅταν ἀγρυπνίαις καὶ πόνοις πλείοσι καὶ φροντίσι καὶ λεπτῇ διαίτῃ ἢ μελαγχολικοῖς ἐδέσμασι διῃτημένοι τύχωσιν ὄντες· πρὸς τούτοις εἰ ἐπέσχηταί τις αἱμορροῒς ἐν ἕδρᾳ ἢ ἄλλη τις συνήθης κένωσις αἵματος ἢ καταμήνια ταῖς γυναιξίν. οὐ μικρὰ δὲ συντελεῖ καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις τοῦ ἀέρος καὶ τὸ χωρίον ἥ τε τοῦ κάμνοντος ἡλικία καὶ τὸ ἐπιτήδευμα. ταῦτα δὲ πάντα προσδιασκεψάμενος, ὅταν ἐλπίσῃς ἐν ταῖς καθ' ὅλον τὸ σῶμα φλεψὶ μελαγχολικὸν αἷμα περιέχεσθαι, τὴν βεβαιοτάτην ἐπάγειν διάγνωσιν ἐκ τοῦ τεμεῖν τὴν κατ' ἀγκῶνα φλέβα· βέλτιον δὲ τὴν μέσην τέμνειν· εἶτα εἰ μὴ φαίνοιτο μελαγχολικὸν εἶναι τὸ ῥέον αἷμα, ἐπίσχειν εὐθέως· εἰ δὲ τοιοῦτον φαίνοιτο, κένωσον ὅσον ἂν ὑπολάβοις ἄνταρκες ἔσεσθαι τῇ τοῦ κάμνοντος σώματος ἕξει. ἡ δὲ τρίτη διαφορὰ τῆς μελαγχολίας, ἧς τὴν ἀρχὴν ἀπὸ τῆς κοιλίας ἴσχειν ἐλέγομεν, ὑποχονδριακὸν πάθος ὀνομαζομένη, διαγιγνώσκεται ἐκ τῶν προειρημένων πολλάκις. πρῶτον γὰρ ἄρχεται τὰ κατὰ τὴν γαστέρα συμπτώματα, οἷον ἐμπνευματώσεις βορβορυγμοὶ ἐρυγαὶ [ὀρέξεις] ὀξώδεις καὶ βρομώδεις καὶ τὸ ἐπιξηραίνεσθαι τὴν γαστέρα καὶ τὸ ἐπὶ ταῖς διαχωρήσεσι καὶ τοῖς ἐμέτοις καὶ ταῖς ἐρυγαῖς ἐπικουφίζεσθαι καὶ τὸ τοὺς κάμνοντας αὐτοὺς συναισθάνεσθαι τῶν ὀχληρῶν πάντων περὶ τὰ ὑποχόνδρια συνεδρευόντων. ὥσπερ οὖν τισι πολλάκις ἀναφερομένης ἐκ τῆς γαστρὸς αἰθαλώδους τινὸς ἢ καπνώδους ἀναθυμιάσεως ἢ ὅλως ἀτμῶν τινων παχέων, ὅμοια τοῖς τῶν ὑποχεομένων δοκεῖ φαίνεσθαι πρὸ τῶν ὀφθαλμῶν, κατὰ τὸν αὐτὸν λόγον καὶ νῦν, ἐπὶ τὸν ἐγκέφαλον ἀναφερομένης τῆς μελαγχολικῆς ἀναθυμιάσεως, οἷον αἰθάλη ἢ καπνὸς τὰ μελαγχολικὰ γενήσεται περὶ τὴν διάνοιαν συμπτώματα. ὅταν μὲν οὖν τὰ τῆς μελαγχολικῆς παρανοίας ἴδια σημεῖα φαίνηται μεγάλα, κατὰ δὲ τὴν κοιλίαν ἤτοι μηδὲν ὀχλεῖν ἢ σμικρότατον τοῦτο εἴη, τὸν ἐγκέφαλον ἡγητέον ἐπὶ τούτων πρωτοπαθεῖν, καθὼς προείρηται.

[10]    Θεραπεία μελαγχολικῶν Γαληνοῦ. τὴν μὲν οὖν ἐξ ἐγκεφάλου πρωτοπαθοῦντος συνισταμένην μελαγχολίαν διά τε λουτρῶν συνεχῶν καὶ διαίτης εὐχύμου τε καὶ ὑγρᾶς καὶ ἀφύσου ἐκθεραπεύειν χωρὶς ἑτέρου δραστικοῦ βοηθήματος, ὅταν γε μήπω διὰ χρόνου μῆκος δυσκένωτος ᾖ ὁ λυπῶν χυμός, ἡνίκα ποικιλωτέρας καὶ ἰσχυροτέρας προσάγειν χρὴ τὰς ἰάσεις. ἀρχόμενον δὲ τὸ πάθος θεραπεύειν προσήκει. χρονίσαν γὰρ καὶ αὐξηθὲν δυσμεταχείριστον γίνεται.