72559 3014 0 0 0 0 II d. C. Medicina Galenus De locis affectis libri VI Kühn, C.G., Leipzig, Knobloch, 1824 Rist. 1965, Hildesheim, Olms. 59

Galenus - De locis affectis libri VI

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ ΤΟΠΩΝ.

ΒΙΒΛΙΟΝ Α.

[960]   Τόπους ὀνομάζουσι τὰ μόρια τοῦ σώματος οὐχ οἱ νεώτεροι μόνον, ἀλλὰ καὶ τῶν παλαιῶν ἰατρῶν οὐκ ὀλίγοι, σπουδάζουσί τε διαγινώσκειν τὰ κατ' αὐτοὺς πάθη, διότι καὶ τὴν θεραπείαν ὑπαλλάττεσθαι συμβαίνει κατὰ τὰς διαφορὰς αὐτῶν. ὁπόσον μὲν οὖν τι τὸ πρὸς τὰς ἰάσεις ἐστὶ χρήσιμον ἐκ τῆς τοιαύτης γνώσεως, ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ δηλοῦται· νυνὶ δὲ μόνον, ὅπως ἄν τις διαγινώσκοι τὰ πάσχοντα μόρια, πρόκειται σκοπεῖσθαι. τὰ μὲν οὖν ἐπιπολῆς ἑτοίμως ὑποπίπτει ταῖς [961] αἰσθήσεσιν ἅμα ταῖς ἰδέαις τῶν παθῶν· ὅσα δ' ἐν τῷ βάθει κατακέκρυπται, γεγυμνασμένου δεῖται τὸν λογισμὸν ἀνδρὸς ἔν τε ταῖς ἐνεργείαις τῶν μορίων καὶ χρείαις, οὐχ ἥκιστα δὲ κᾀν τῇ προηγουμένῃ τούτων ἀνατομῇ, ἥτις ἐδίδαξεν ἡμᾶς ἄλλά τε πολλὰ καὶ τῆς οὐσίας ἑκάστου τὴν ἰδιότητα. σῶμα γοῦν τι χονδρῶδές ἐστι κατὰ τὰς τοῦ πνεύμονος τραχείας ἀρτηρίας, ὃ καλοῦσι βρογχίον, οὗ τὴν ἰδιότητα μόνοις τοῖς τεθεαμένοις ὑπάρχει γιγνώσκειν. ὅταν μὲν οὖν ποτε τοῦτο μετὰ βηχὸς ἀναπτυσθῇ, μέγιστον ἕλκος ἐξ ἀναβρώσεως ἢ σηπεδόνος ἐν πνεύμονι λογιζόμεθ' ὑπάρχειν. ἔστι μὲν γὰρ καὶ καθ' ὅλον τὸν τράχηλον, ἐν τῷ μεταξὺ φάρυγγός τε καὶ πνεύμονος, ἡ τοιαύτη φύσις τοῦ σώματος· ἀλλ' οὐχ οἷόν τε τηλικαύτην ἕλκωσιν ἐνταυθοῖ γενέσθαι· φθάσει γὰρ ἀποθανεῖν τὸ ζῶον· ἐν δὲ τῷ πνεύμονι δυνατὸν, ὡς ἂν σηπομένου τε τοῦ σπλάγχνου δι' ὑγρότητα ῥᾳδίως, ὑπό τε μοχθηρῶν χυμῶν ἑτοίμως ἀναβιβρωσκομένου, τῶν τε βρογχίων ἐν αὐτῷ σμικρῶν ὑπαρχόντων· οὐδὲ γὰρ οὐδὲ μόριον αὐτῶν ἀποσαπῆναι δυνατὸν, ἀλλ' ὅλον ἀνενεχθῆναι τὸ βρογχίον [962] ἀναγκαῖόν ἐστιν, τῶν συναπτόντων αὐτὸ τοῖς συνεχέσιν ὑμενωδῶν δεσμῶν ἀπολυθέντων, οἵτινες πάσχουσι πολὺ πρότερον τῶν βρογχίων αὐτῶν· τὰ μὲν γὰρ χονδρώδη τέ ἐστι καὶ σκληρὰ καὶ παχέα, λεπτοὶ δὲ καὶ ἀσθενεῖς οἱ συνδοῦντες ὑμένες αὐτά. καὶ μὲν δὴ καὶ ἀγγείου τι μόριον οὐ σμικρὸν ἀναβηχθὲν ἐθεασάμεθα, σαφῶς ἐνδεικνύμενον καὶ τοῦτο τοῖς ἐμπείροις ἀνατομῆς, ὡς ἐκ τοῦ πνεύμονός ἐστι. τὰ μὲν γὰρ κατὰ τὴν ἐν τῷ τραχήλῳ τραχεῖαν ἀρτηρίαν ἀγγεῖα τριχοειδῆ πάντ' ἐστὶν, ὥστ' οὐ μόνον ἡ τῆς οὐσίας ἰδιότης, ἀλλὰ καὶ τὸ μέγεθος ἐνδείκνυται πολλάκις οὐκ ἀσαφῶς, ὁποῖός τίς ἐστιν ὁ πεπονθὼς τόπος. οὕτω γ' οὖν ἐν δυσεντερίᾳ θεασάμενός τις ἐντέρου χιτῶνα διαχωρηθέντα, καὶ πλάτει καὶ πάχει μείζονα τῶν ἐν τοῖς λεπτοῖς ἐντέροις, οὐκ ἂν ἀλόγως τεκμαίροιτο τὴν ἕλκωσιν ἐν τοῖς παχέσιν ἐντέροις εἶναι. καὶ μὲν δὴ κᾀπὶ τοῦ μειρακίου τοῦ μετὰ βηχὸς ἀναπτύσαντός ποτε χιτῶνα παχὺν καὶ γλίσχρον ἐτεκμηράμεθα τὸ κατὰ τὸν λάρυγγα σῶμα τὸ ἔνδον, ὃ καὶ τὴν ἐπιγλωττίδα συνίστησιν, εἶναι. ἐθεραπεύθη γ' οὖν τὸ μειράκιον, οὐ πάνυ τι προσδοκώντων [963] ἡμῶν, ἐκακώθη μέντοι τὴν φωνήν. ἡ δὲ τῆς οὐσίας ἰδιότης καὶ τὰ κατὰ τοὺς νεφροὺς ἕλκη τῶν ἐν τῇ κύστει διορίζει, καθότι καὶ Ἱπποκράτης ἔγραψεν ἐν ἀφορισμοῖς· τὰ μὲν πεταλώδη τοῖσιν οὔροισιν ἐμφερόμενα τῆς κύστεως ἕλκωσιν σημαίνει, τὰ δὲ σαρκώδη τῶν νεφρῶν. ἀλλὰ κᾀκ τῶν περιεχομένων ἔν τισι μορίοις οὐσιῶν οὐκ ὀλιγάκις ἡμῖν ἔνδειξις γίνεται τοῦ πεπονθότος τόπου. ἐν Μιτυλήνῃ γ' οὖν ἐτρώθη νεανίσκος ὑπὸ ξίφους ἄχρι βάθους ἱκανοῦ περὶ τὴν ἕδραν, ἡμερῶν τε τριῶν τῶν πρώτων ἄσιτός τε καὶ ἄποτος μείνας, τὴν τετάρτην μετὰ τὴν θεραπείαν τραφεὶς καὶ πιὼν, εἶτ' αὖθις ἡλίου δύνοντος θεραπευόμενος ἐξέκρινε διὰ τοῦ τραύματος οὔρου κοτύλας ὡς τέτταρας, οὐδ' ὅλως πρότερον οὐρηκὼς ἐξ οὗπερ ἔτυχε τρωθείς· καὶ δὴ καὶ τοῦ βάρους ἀπηλλάχθαι τελέως ἔφη τηνικαῦτα τοῦ πρότερον ἀνιῶντος αὐτὸν ἐν τῷ κατὰ τὸ καλούμενον ἐφήβαιον χωρίῳ. δῆλον οὖν ἦν ἐπὶ τοῦδε τὴν κύστιν τετρῶσθαι· δῆλον δὲ κᾀπὶ τοῦ κόπρον ἀποκρίναντος κατὰ τὸ τραῦμα τετρῶσθαί τι τῶν ἐντέρων· ὥσπέρ γε καὶ εἰ [964] τροφή τισιν ἐπανέλθοι, τὴν γαστέρα τετρῶσθαι δηλώσει. καὶ μὴν καὶ φύματός τινι γεννηθέντος ὑπεράνω τοῦ βουβῶνος, ὡς ἐκπυῆσαι, τεμόντος τοῦ ἰατροῦ, κόπρος ἐπηκολούθησεν, ἐφάνη τε σαφῶς ἀπόστημα γεγονὸς ἐν κώλῳ. τοῦ δὲ αὐτοῦ γένους τούτοις ἐστὶν καὶ τὸ τοῦ θώρακος τρωθέντος ἐκφυσώμενον πνεῦμα καὶ τὸ τῆς ἀρτηρίας ἐκχεόμενον αἷμα. πολλάκις γοῦν ἀδήλου πρὸς τὴν αἴσθησιν ὄντος τοῦ τετρωμένου σώματος, ἀκριβὴς διάγνωσις ἐκ τούτων γίνεται. τὸ μὲν γὰρ ἐν ταῖς ἀναπνοαῖς τοῦ θώρακος ἐκφυσώμενον πνεῦμα τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα τετρῶσθαι σημαίνει· τὸ δ' ἐξακοντιζόμενον αἷμα σφυγμωδῶς ἀρτηρίαν· εὐθὺς δὲ τοῦτο καὶ θερμότερόν ἐστι καὶ λεπτομερέστερον καὶ ξανθότερον τοῦ κατὰ τὰς φλέβας. ὥσπερ δὲ ταῦτα σαφῆ τὴν διάγνωσιν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον, ἐὰν ἐπίπλους ποτὲ ὀφθῇ προπεσὼν διὰ τραύματος, ἤ τι τῶν ἐντέρων, ἀναγκαῖόν ἐστι διῃρῆσθαι τὸ περιτόναιον· εἰ δὲ πνεύμονος ὀφθείη τι πέρας λοβοῦ προπεσὸν ἔξω τοῦ τραύματος, ἐνδείκνυται συντετρῶσθαι τὸν θώρακα· διαφέρει δ' οὐδὲν [965] ἢ τὸν ὑπεζωκότα τετρῶσθαι λέγειν, ἢ συντετρῆσθαι τὸν θώρακα. καὶ μὴν κᾀκ τῶν ἐπιφυομένων ἔστιν ὅτε γνωρίζεται ὁ πεπονθὼς τόπος· ἰδιότης μὲν γὰρ τῆς οὐσίας ἐστὶ τῶν ἐπιφυομένων, ὥσπερ τῶν μυκήτων τοῖς ἐν τῇ κεφαλῇ κατάγμασιν, ὅταν ἡ μήνιγξ ᾖ πεπονθυῖα· ἰδιότης δ' ἑτέρα πάλιν, ὅταν ὀστοῦν πεπόνθῃ κατά τι μόριον. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ καὶ ἡ ἐφελκὶς ὀνομαζομένη· δηλοῖ γὰρ ἡλκῶσθαι τὸ μόριον ἐκεῖνο, καθ' ὅπερ ἂν ἐκκριθεῖσα φαίνηται, μετὰ μὲν τῶν οὔρων ὑπελθοῦσα, τῶν οὐρητικῶν τι· μετὰ δὲ βηχὸς ἀναχθεῖσα, τῶν ἀναπνευστικῶν· εἰ δ' ἐμεθείη, τῶν κατὰ τὸν στόμαχόν τε καὶ γαστέρα· καθάπερ γε καὶ εἰ μετὰ τῶν διαχωρημάτων ὑπέλθοι, τῶν ἐντέρων τινὸς ἕλκωσιν ἐνδείκνυται. ἕτερος δὲ τρόπος ἐστὶ διαγνώσεως ἐκ σημείων τινῶν, ὅταν ἐν ἀλλοτρίᾳ χώρᾳ περιέχηταί τι παρὰ φύσιν, οἷον ἐν νεφροῖς ἢ κύστει λίθος, πῦον ἐν θώρακι· ἐκ τούτου δὲ τοῦ γένους ἐστὶν καὶ θρόμβος αἵματος, ἐν ᾧ περ ἂν ᾖ περιεχόμενος, ἤ τις ἕτερος χυμὸς ἀνιαρὸς ἐν τῷ σώματι τοῦ ζώου γεννηθεὶς, [966] ἢ ἔξωθεν ἐπεισαχθείς. ὅθεν καὶ ζήτησις, οὐδὲν μὲν εἰς τὰ τῆς ἰατρικῆς τέχνης ἔργα συντελοῦσα, λογικωτέραν δέ [7] τινα θεωρίαν ἔχουσα, πολλοῖς τῶν νεωτέρων ἰατρῶν ἐγένετο, πότερον ἐκ τῶν πεπονθότων τόπων ἐστὶ καὶ τὰ τοιαῦτα τῶν παρὰ φύσιν ἐν ἡμῖν γινομένων, ἢ τόπος μὲν οὐδεὶς πέπονθεν, ἐνοχλεῖται δὲ τὸ ζῶον ὑπὸ τῆς παρὰ φύσιν αἰτίας. ὅτι δ', ὡς ἔφην, ἄχρηστός ἐστιν ἡ τοιαύτη ζήτησις, ἔνεστί σοι γνῶναι ῥᾳδίως, ἐννοήσαντι τὸ χρήσιμον εἰς τὴν τέχνην ἐκ τῶν διαγνώσεων. ὑποκείσθω γοῦν τις ἡμερῶν τριῶν μηδ' ὅλως οὐρηκώς· ἆρ' οὖν οὐκ εὐθέως ζητήσομεν, ἐν τίνι μορίῳ τοῦ σώματός ἐστιν ἡ τοῦ συμπτώματος αἰτία; πότερον ἐν τοῖς νεφροῖς, ἢ τοῖς οὐρητῆρσιν, ἢ κατὰ τὴν κύστιν, ἢ κατὰ τὴν οὐρήθραν; οὐ μὴν ἐν ἥπατί γε καὶ πνεύμονι καὶ σπληνὶ καὶ γαστρὶ καὶ καρδίᾳ ζητήσομεν αὐτὴν, οὐδ' ὅλως ἐν ἄλλῳ μορίῳ, διότι οὐδὲν ἐκείνων ἐστὶν οὐρήσεως ὄργανον. εἰ δέ γ' ἠγνοοῦμεν, ὡς ἐν μὲν τοῖς νεφροῖς πρῶτον ἡ τῶν οὔρων γίνεται διάκρισις, ἐφεξῆς δὲ διὰ τῶν οὐρητήρων ἐπὶ τὴν κύστιν ἀφικνεῖται, κᾄπειτ' ἐντεῦθεν ἐκκρίνεται καθ' ὃν ἐμάθομεν τρόπον ἔμπροσθεν ἐν τοῖς τῶν φυσικῶν ἐνεργειῶν λογισμοῖς, [8] οὐδὲν ἂν τούτων εὑρεῖν ἠδυνήθημεν. οὐ μὴν οὐδ' ἄχρι τοσούτου προελθεῖν ἀρκέσει· σκέψασθαι γὰρ ἄμεινον, ἥτίς ποτε τῶν εἰρημένων αἰτία, δι' ἣν ἴσχεται τὸ οὖρον. ἡ δὲ ὁδὸς τῆς σκέψεως ἥδε. πάντ' ἐπισκέψασθαι χρὴ τά τε παρόντα καὶ τὰ προγεγονότα συμπτώματα, τὰ μὲν παρόντα θεασάμενον αὐτὸν, ὅσα δ' ἔμπροσθεν ἐγένετο διαπυνθανόμενον οὐ τοῦ κάμνοντος μόνον, ἀλλὰ καὶ τῶν οἰκείων. ἔστω τοίνυν, ἕνεκα παραδείγματος, ὄγκος μέν τις κατὰ τὸ καλούμενον ἐφήβαιον, ἐν περιγραφῇ σαφῶς ἐνδεικνύμενος πεπληρῶσθαι τὴν κύστιν, ἐκκρινέσθω δὲ μηδὲν, ἆρ' οὐ πρόδηλον, ὡς ἤτοι παραλελύσθαι τὴν ἀποκριτικὴν τῶν οὔρων ἐνέργειαν ἀναγκαῖόν ἐστιν, ἢ τὸν τῆς οὐρήθρας πόρον ἐστεγνῶσθαι; πρῶτον μὲν οὖν ἐπισκεπτέον, εἰ παραλελύσθαι δυνατὸν, ἀναμνησθέντας, ὅπως ἡ τῶν οὔρων ἔκκρισις γίνεται τοῖς ὑγιαίνουσιν, ὅταν αὐτοὶ προέλωνται, τοῦ μὲν ἐν κύκλῳ περιβεβλημένου τραχήλῳ τῆς κύστεως μυὸς παυσαμένου τῆς ἐνεργείας, αὐτῆς δὲ τῆς κύστεως ἐνεργούσης. ἔστι δὲ ἡ μὲν τοῦ μυὸς ἐνέργεια κατὰ τὴν ἡμετέραν γινομένη [9] προαίρεσιν, ἡ δὲ τῆς κύστεως ἀπροαίρετός τε καὶ φυσική. δέδεικται γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ἐν ἅπασι σχεδόν τι τοῖς τοῦ σώματος μορίοις ἀποκριτικὴν τῶν περιττωμάτων ὑπάρχειν δύναμιν, ἣν ἔχει μὲν ἀεὶ πάντα, χρῆται δ' αὐτῇ, ὅταν ὑπὸ τῶν περιττωμάτων ἀνιαθῇ. ταύτης οὖν παθούσης τῆς ἀποκριτικῆς δυνάμεως, ἐγχωρεῖ ποτε γενέσθαι τὴν ὀνομαζομένην ἰσχουρίαν· ἀλλ' ἐὰν οὕτω σχηματίσῃς τὸν ἄνθρωπον, ὡς κατάῤῥοπον εἶναι τὸν αὐχένα τῆς κύστεως, ἐπιθλίψῃς τε ταῖς χερσὶν τὸν παρὰ φύσιν ὄγκον, ἐκκριθήσεται τὸ οὖρον· εἰ δὲ ταῦτα παράξαντί σοι μηδὲν γίγνοιτο πλέον, ἀφίστασθαι μὲν χρὴ τῆς κατὰ τὴν παράλυσιν αἰτίας, ἐστεγνῶσθαι δὲ τὴν οὐρήθραν ὑπολαμβάνειν· ὁ γάρ τοι μῦς ὁ περικείμενος αὐτῇ παραλυθεὶς οὐκ ἰσχουρίας, ἀλλ' ἀκουσίου κενώσεως τῶν οὔρων αἴτιος γίνεται. κατὰ πόσους δὴ τρόπους ἐγχωρεῖ στεγνωθῆναι τὸν πόρον τοῦ τραχήλου τῆς κύστεως, ὃν ὀνομάζουσιν οὐρήθραν, ἐφεξῆς ἂν εἴη σκέπτεσθαι. ἐμοὶ μὲν δοκοῦσι τρεῖς οἱ πάντες εἶναι, ἤτοι τοῦ σώματος αὐτῆς εἰς ὄγκον τινὰ παρὰ φύσιν ἀρθέντος οὕτω μέγαν, ὡς ὑπ' αὐτοῦ καταληφθῆναι τὸν πόρον· ἤ τινος [10] ἐπιτραφέντος αὐτῷ παρὰ φύσιν ἤτοι σαρκοειδοῦς ἢ πωροειδοῦς σώματος, ἢ καὶ φράξαντός τινος τὸν πόρον. αὐτὸ μὲν δὴ τὸ σῶμα πρὸς ἀξιόλογον ὄγκον ἐπιδίδοται φλεγμαῖνον, ἢ σκιῤῥούμενον, ἢ ἀφιστάμενον, ἢ ὁπωσοῦν οἰδισκόμενον· ἐπιτραφήσεται δὲ τῷ πόρῳ σὰρξ μὲν, ἑλκώσεώς τινος προηγησαμένης, ἑτέρα δέ τις οὐσία χρόνῳ πολλῷ κατὰ βραχὺ χυμοῦ παχέος καὶ γλίσχρου γεννήσαντος αὐτήν. ἐμφραχθήσεται δ' ὑπό τε λίθου καὶ θρόμβου καὶ πύου καὶ χυμοῦ παχέος τε καὶ γλίσχρου. ταῦτ' οὖν χρὴ διορίζεσθαι πάντα, μὴ μόνον τὰ παρόντα συμπτώματα θεώμενον, ἀλλὰ καὶ τὰ προηγησάμενα. φέρε γὰρ, ὑποκείσθω παιδίον μὲν τὸ κάμνον, ἔμπροσθεν δ' αὐτῷ γεγονέναι τὰ τοῦ λίθου σημεῖα, τὸ μὲν οὖρον ὑδατῶδες, ὑποστάσεις δέ τινες ψαμμώδεις ἐν αὐτῷ, καὶ κνώμενον τὸ αἰδοῖον συνεχῶς, καὶ χαλώμενον ἢ ἐντεινόμενον ἀλόγως, ἔπειτ' ἐξαίφνης ἰσχουρῆσαν· ἐπὶ τούτῳ τις οὐκ ἄνευ λόγου ὑπονοήσειεν ἂν, ἐμπεπτωκέναι τῷ τραχήλῳ τῆς κύστεως τὸν λίθον. ὕπτιόν τε οὖν σχηματίσας τὸ παιδίον, ὑψηλότερά τε πολλῷ τοῦ λοιποῦ σώματος ἐργασάμενος τὰ [11] σκέλη, διασείσεις πολυειδῶς, ἐπιτεχνώμενος ἐκπεσεῖν τοῦ πόρου τὸν λίθον. ἐπειδὰν δὲ ταῦτα πράξῃς, κέλευε προθυμηθῆναι τὸ παιδίον οὐρῆσαι· κᾂν μὲν ὑπακούσῃ τὸ ἔργον, ἐκκριθῇ τε τὸ οὖρον, ἅμα τῆς τ' αἰτίας ἀκριβῆ διάγνωσιν ἐσχηκέναι καὶ τῆς θεραπείας εὐπορηκέναι πεισθήσῃ· μενούσης δὲ ἔτι τῆς ἰσχουρίας, ἐκ δευτέρου διασείσεις σφοδρότερον· εἰ δὲ διασείσαντος καὶ νῦν ἔτι μένοι, διὰ τοῦ καλουμένου καθετῆρος ἅμα μὲν ἀπώσῃ τὸν λίθον ἐκ τοῦ τραχήλου τῆς κύστεως, ἅμα δὲ ποδηγήσεις τοῖς οὔροις. εἰ δὲ τὰ μὲν λίθου σημεῖα μὴ φαίνοιτο προγεγενῆσθαι τῆς ἰσχουρίας, αἵματος δέ τις ἔκκρισις, εἰκὸς εἶναι θρόμβον ἐμφράττοντα τὴν οὐρήθραν· ἐγχωρεῖ δὲ καὶ τῆς κύστεως ἡλκωμένης ἔκκρισιν μὲν αἵματος μὴ προηγήσασθαι, κατὰ βραχὺ δὲ συστῆναι θρόμβον· ἐγχωρεῖ δὲ κᾀκ τῶν νεφρῶν αἷμα διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν ῥυὲν εἰργάσθαι τὸν θρόμβον. ἀλλὰ κᾀπὶ τῶν τοιούτων στοχασμῶν ὁ καθετὴρ χρήσιμος, ὥσπερ κᾀπειδὰν πῦον, ἢ χυμός τις παχὺς καὶ γλίσχρος ὑπονοῆται κατειληφέναι τὸν πόρον. εἰς δὲ τὴν τοιαύτην ὑπόνοιαν [12] ἀφιξόμεθα διὰ τῆς τῶν προγεγενημένων γνώσεως οὕτως. εἰ μὲν γὰρ ἤτοι κατὰ κύστιν ἢ νεφροὺς εἴη τι προγεγενημένον πάθος, ὡς ἐξ αὐτοῦ δύνασθαι προσδοκῆσαι πῦον ἠθροῖσθαι τοσοῦτόν τε καὶ τοιοῦτον, ὑφ' ὅσου τε καὶ οἵου φραχθῆναι τὸν πόρον εἰκός ἐστι δυνατὸν εἶναι, στοχάσεσθαι, διὰ τὴν αἰτίαν ταύτην ἐπίσχεσθαι τὸ οὖρον· ἢ εἰ καὶ ἀνωτέρω τῶν νεφρῶν ἀπόστημα καθ' ἕτερόν τι μόριον προγεγενημένον εἴη, οὗ ῥαγέντος εἰκός ἐστι τὸ πῦον εἰς νεφροὺς μεταληφθῆναι. μηδενὸς δὲ τοιούτου προηγησαμένου, τὴν δίαιταν ἐξετάσομεν, εἰ ἀργὸς, ἢ διὰ πολλῶν ἐδεσμάτων παχεῖς ἢ γλίσχρους ἐργαζομένων χυμούς. οὕτω δὲ εἰ καὶ σάρκα τινὰ δι' ἕλκωσιν ἐπιτραφεῖσαν ἡγούμεθα τὸν τράχηλον τῆς κύστεως ἐμφράττειν, ἔκ τε τῶν προηγησαμένων τοῦ ἕλκους σημείων ἔκ τε τοῦ κενωθῆναι τὸ οὖρον ἐπὶ τῷ καθετῆρι συλλογιούμεθα. καί ποτε καὶ γενόμενον οἶδα τοιοῦτόν τι πάθημα· διεμβαλλομένου γοῦν τοῦ καθετῆρος, ἤλγησεν κατ' ἐκεῖνο τοῦ πόρου τὸ μέρος, ἔνθα καὶ πρότερον ἐτεκμηράμεθα τὴν ἕλκωσιν εἶναι· θλασθείσης δὲ τῆς σαρκὸς ὑπὸ τοῦ καθετῆρος, ἠκολούθησε μὲν μετὰ τὴν τῶν οὔρων ἔκκρισιν αἵματός τέ τι καὶ θρύμματα [13] τῆς σαρκός. ταῦτα μὲν οὖν εἴρηταί μοι τῆς προκειμένης ἴδια πραγματείας ὄντα, καὶ γέγονεν ἤδη δῆλον ὡς λογικὴ μόνον ἐστὶν ἡ μικρὸν ἔμπροσθεν εἰρημένη ζήτησις, οὐδὲν ἡμᾶς ὠφελοῦσα πρὸς τὰ τῆς τέχνης ἔργα. τὸ γάρ τοι χρήσιμον εἰς ταῦτ' ἐστὶ, γνῶναι τὸν πόρον ἐμπεφραγμένον ὑπὸ θρόμβου τινὸς, εἰ οὕτως ἔτυχεν, ἢ λίθου· τὸ δ' εἴτε πάθος εἶναι λεκτέον τοῦ πόρου τὸ γεγονὸς, εἴτε αἴτιον ἰσχουρίας ἐν τῷ πόρῳ περιέχεσθαι, τῶν ἀχρήστων εἰς τὴν τέχνην ἐστίν. Ἀρχιγένης δ' οὐκ οἶδ' ὅπως ἐν τοῖς τοιούτοις σκέμμασι χρονίζει, μετὰ καὶ τοῦ γράφειν ἀσαφῶς οὕτως ὑπὲρ αὐτῶν, ὡς μηδένα νοῆσαι. πάλιν οὖν ἀναλαβόντες τὸν λόγον ἐπὶ τὰ συνεχῆ προέλθωμεν, ὡς ἐκ τῶν προγεγενημένων τε καὶ τῶν νῦν ὄντων συμπτωμάτων ἡ τῆς ἰσχουρίας αἰτία γνωρίζεται. πληγεὶς γάρ τις ἰσχυρῶς κατὰ τὸ καλούμενον περίναιον, ἐπιγενομένης τῇ πληγῇ φλεγμονῆς, οὔτε οὐρεῖν ἠδύνατο καὶ προφανῶς ἡ κύστις αὐτῷ πεπληρωμένη κατὰ περιγραφὴν ἐτέτατο. ἔπειτα τούτῳ καθετῆρα προσφέρειν οὐκ ἐδόκει, παροξυνθησομένης ὑπ' αὐτοῦ τῆς φλεγμονῆς, ἀλλὰ καταντλεῖν [14] ὕδωρ θερμὸν, ἔλαιον παραχέοντας, ἄμεινον ἐφαίνετο· καὶ σχεδὸν ὥραις τρισὶ τοῦτο ποιήσαντες, ἐπειδὴ τήν τε τάσιν ἑωρῶμεν ἱκανῶς κεχαλασμένην τήν τ' ὀδύνην, ὡς αὐτὸς ὡμολόγει, πραοτέραν γεγενημένην, παρεκελευσάμεθα προθυμηθῆναι περὶ τὴν οὔρησιν· οὕτω τε πράξαντος, ἐπεθλίψαμεν ἠρέμα τὸν ὄγκον τῆς κύστεως εἰς τὸ κάτω βιαζόμενοι, καὶ ταῦτα ποιησάντων οὔρησεν ὁ νεανίσκος. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἐναργῶς ἡμῖν ἡ τῆς ἰσχουρίας αἰτία διαγινώσκεται· κατ' ἔνια δὲ τῶν ἄλλων οὐκ ἐναργῶς, ἀλλ' ὁ συνήθως ὀνομαζόμενος ὑπὸ πάντων ἤδη χρήσιμος ἡμῖν τεχνικὸς στοχασμὸς, ὃς ἐν τῷ μεταξύ πώς ἐστιν ἀκριβοῦς τε γνώσεως καὶ παντελοῦς ἀγνοίας. ὅθεν οὐδὲ δυνατόν ἐστιν ἐπὶ πάντων τῶν νοσημάτων ποιήσασθαι τὰς ὑπὸ τῶν ἐμπειρικῶν ὀνομαζομένας παθογνωμονικὰς συνδρομὰς, ἀλλ' ὅπερ ὁ Ἐρασίστρατος εἴωθεν λέγειν, ἀληθέστατόν ἐστιν· γεγυμνάσθαι χρὴ τὸν λογισμὸν, ὅστις μέλλει διαγνώσεσθαι καλῶς οὐ μόνον τὸ πάθος ὁποῖόν ἐστιν, ἀλλὰ καὶ τὸν πάσχοντα τόπον. ἡ γυμνασία δὲ γενήσεται προσηκόντως, οὐκ ἐὰν ζητῶμεν, [15] εἴτε χρὴ φάναι πεπονθέναι τὸν τράχηλον τῆς κύστεως διὰ τὸν ἐμφράξαντα λίθον ἢ θρόμβον, εἴτε τοῦτον μὲν ὑπάρχειν ἀπαθῆ, τὴν δὲ ἐνέργειαν βεβλάφθαι. ταῦτα μὲν οὖν ὁ Ἀρχιγένης ζητεῖ, περιττὰ πρὸς τὴν τέχνην· ἕτεροι δὲ τούτων ἐπέκεινα προϊόντες οὐδὲ τὴν ἐνέργειαν βεβλάφθαι φασί· γίνεσθαι γὰρ αὐτὴν, ἀνιεμένου μὲν τοῦ σφίγγοντος μυὸς τὸν τράχηλον τῆς κύστεως, περιστελλομένης δὲ τῆς κύστεως τῷ περιεχομένῳ κατ' αὐτὴν οὔρῳ, συνεπιθλιβόντων δὲ τῶν κατ' ἐπιγάστριον μυῶν. ὅταν οὖν ἥ τε κύστις ἀβλαβῆ τὴν ἑαυτῆς ἐνέργειαν ἔχῃ τούς τε μῦς ἡ προαίρεσις ὡς ἂν ἐθέλῃ παρασκευάζῃ, τοὺς μὲν ἄνωθεν ἐντείνουσα, τὸν δὲ ἐπὶ τῷ τραχήλῳ χαλῶσα, πῶς ἂν ἔτι, φασὶ, δεόντως τις ὑπολάβοι βεβλάφθαι τὴν ἐνέργειαν; ἀναγκάζονται τοιγαροῦν οὗτοι, τὸ τῆς ἰσχουρίας πάθος οὐ βεβλαμμένης τῆς οὐρήσεως, ἀλλ' ἐμποδιζομένης γίνεσθαι λέγειν, ὥσπερ ὠφελοῦντές τι τὴν ἰατρικὴν, εἰ τὸ βεβλάφθαι ῥῆμα μεταθέντες ἐμποδίζεσθαι λέγοιεν. αἱ μὲν δὴ τοιαῦται ζητήσεις, ὡς ἔφην, λογικαί τινές εἰσιν καὶ γυμνάζουσι τὸν λογισμὸν, οὔτ' εἰς τὴν τῶν [16] παθῶν διάγνωσιν οὔτ' εἰς τὴν τῶν πεπονθότων τόπων εὕρεσιν συντελοῦσαι· ἡ δ' ὑφ' ἡμῶν ἀρτίως λεγομένη τῆς προκειμένης πραγματείας ἐστὶν οἰκεία, καὶ φαίνεται τό γε τοσοῦτον ἤδη κατ' αὐτὴν, ὡς χρὴ γιγνώσκειν πρῶτον μὲν ἐξ ἀνατομῆς ἑκάστου τῶν μορίων ἀκριβῶς τὴν οὐσίαν, ὁποία τίς ἐστιν· ἔπειτα δὲ τὴν ἐνέργειάν τε καὶ πρὸς τὰ πλησιάζοντα μόρια κοινωνίαν, ὅπερ ἐν τῷ τῆς θέσεως ὀνόματι περιλαμβάνεται. καὶ μὴν καὶ ἡ χρεία τῶν μορίων ἑκάστου μεγάλα συντελεῖ πρὸς τὴν τῶν πεπονθότων τόπων εὕρεσιν· αἱ μὲν γὰρ ἐνέργειαι κινήσεις εἰσὶ δραστικαὶ τῶν μορίων, αἱ χρεῖαι δ' ἅπασιν ὑπάρχουσι, κᾂν μηδὲν ἐνεργοῦσιν. ἐπί γέ τοι τῶν κατὰ τὴν οὔρησιν ἡ μὲν ἐνέργεια τῆς ἐκκρίσεως τῇ περιστολῇ τῆς κύστεως γίνεται, συνεπιβοηθούντων ἐνίοτε καὶ τῶν καθ' ὑπογάστριον μυῶν, ὅταν ἤτοι παντάπασιν ὀλίγον ᾖ τὸ περιεχόμενον οὖρον, ἢ ἄτονος ἡ κύστις· ἅπαντα δὲ τἄλλα χρήσιμ' ἐστὶν πρὸς τὴν ἐνέργειαν. εἰ μὴ γὰρ ἥ τε κύστις αὐτὴ τὸ κύτος ὅλον οὕτως ἐσχημάτιστο, καὶ ὁ τράχηλος αὐτῆς ἐτέτρητο δι' ὅλου, καὶ ἡ τῶν οὐρητήρων ἔμφυσις εἰς αὐτὴν ἐγένετο [17] λοξὴ, μάτην ἂν εἶχε τὴν περισταλτικὴν κίνησιν. ἐξ οὖν τῆς τούτων γνώσεως ἡ τῶν πεπονθότων μορίων διάγνωσις ἅμα τοῖς κατ' αὐτὰ γίνεται πάθεσιν, οὐκ ἐκ τοῦ ζητεῖν, εἴτε χρὴ πεπονθέναι φάναι τὸ ἐμπεφραγμένον ὄργανον, εἴτ' ἀπαθὲς εἶναι. παραπλήσιον δὲ τούτου ζήτημά ἐστι καὶ τὸ περὶ πασχόντων μὲν ἔτι μορίων, οὐδέπω δ' ἐχόντων ἐν ἑαυτοῖς διάθεσιν οἰκείαν· οἰκείαν δ' ὀνομάζουσι διάθεσιν, ὅταν τοῦ ποιοῦντος αὐτὴν αἰτίου χωρισθέντος, ἔθ' ὑπομένῃ· κατὰ τοῦτο γοῦν τὸ σκέμμα πάλιν λέγουσιν ἔνιοι, μηδὲν πεπονθέναι τὴν κεφαλὴν ἐν ἐκείναις ταῖς κεφαλαλγίαις, ὅσαι γίγνονται διὰ χολώδη χυμὸν ἐν τῇ γαστρὶ περιεχόμενον· ἐμεθέντος γὰρ αὐτοῦ παύεσθαι παραχρῆμα τὴν κεφαλαλγίαν, ὡς εἴγε καὶ μετὰ τὸν ἔμετον ἔτι διαμένοι, τηνικαῦτα πεπονθέναι λέγουσι τὴν κεφαλήν· πολὺ δὲ δὴ μᾶλλον, ὅταν ὅμοια τοῖς τῶν ὑποχεομένων συμπτώματα γένηται κατὰ τοὺς ὀφθαλμοὺς, ἐφ' ὧν ἀθροίζεταί τι περίττωμα κατὰ τὸ τῆς γαστρὸς στόμα· ταυτὶ γὰρ οἷον σκιάς τινας εἶναι παθῶν. ἐν τοῖς τοιούτοις ἅπασι ζητήμασι πλεονάσαντες οἱ πρὸ ἡμῶν ὀλίγιστα περὶ τῆς τῶν πεπονθότων τόπων ἔγραψαν διαγνώσεως· [18] ἀλλ' ἡμεῖς τὴν ἐναντίαν ὁδὸν ἐκείνοις βαδιοῦμεν, γυμνάζοντές τε καὶ ὡς ἂν εἴποι τις τεχνοῦντες τοὺς ἐσπουδακότας διαγνωστικοὺς γενέσθαι τῶν πεπονθότων μορίων. ὥσπερ οὖν ὀλίγον ἔμπροσθεν ὑπέκειτο, διατεταμένης τῆς κύστεως, ἀδυνατῶν ὁ ἄνθρωπος οὐρεῖν, οὕτω νῦν ὑποκείσθω χωρὶς τοῦ κατὰ τὴν κύστιν ὄγκου γεγενημένη ἡ τῶν οὔρων ἐπίσχεσις. ἀνάγκη δήπου κατὰ τὴν τοιαύτην ἰσχουρίαν ἤτοι τοὺς οὐρητῆρας ἢ τοὺς νεφροὺς ἐμπεφράχθαι. πάλιν οὖν ἐνταῦθα σκεπτέον ἐστὶν τὰ πρὸ τῆς ἰσχουρίας συμπτώματα, πότερα λιθιώντων τῶν νεφρῶν, ἢ φλεγμαινόντων, ἤ τι ἄλλο κακὸν πασχόντων· ἐπισκεπτέον δὲ καὶ περὶ τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως, ἵνα διορισώμεθα καθ' ὅσον οἷόν τε στοχασμῷ τεχνικῷ, πότερον ἐν τοῖς νεφροῖς αὐτοῖς ἡ ἔμφραξις ἐγένετο διὰ λίθους τινὰς, ἢ παχεῖς χυμοὺς, ἢ κατὰ τοὺς οὐρητῆρας καλουμένους, οἵ πέρ εἰσιν οἱ ἀπὸ τῶν νεφρῶν ἐπὶ τὴν κύστιν ἐκτεταμένοι πόροι. τινὰ μὲν γὰρ εἰς ἀκριβῆ διάγνωσιν ἥκει, καθάπερ ὀλίγον ἔμπροσθεν ἐλέγομεν περὶ τῶν ἐμφανιζόντων τῆς πεπονθυίας οὐσίας τὴν ἰδιότητα· τινὰ δὲ ὑποπέπτωκε [19] τεχνικῷ στοχασμῷ, καὶ διὰ ταῦτά γε μακρὸς ὁ λόγος γίγνεται, κᾂν ἀποσκευάσηταί τις τοὺς σοφιστὰς, ὥσπερ ἀμέλει καὶ νῦν Ἀσκληπιάδου κατεφρονήσαμεν ἀλλόκοτα γράψαντος, ὡς δι' ἑτέρων ἐξελήλεγκται, περὶ τῆς τῶν οὔρων ἀθροίσεως ἐν κύστει. κατέγνωσται δ' ἤδη πρὸς ἁπάντων τῶν ἀνατομικῶν καὶ τὰ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ γεγραμμένα τοῖς ἐν τῇ καρδίᾳ νομίζουσιν ὑπάρχειν αὐτὸ, καὶ οἵ γε περὶ τὸν Ἀρχιγένην μήτ' ἀποστῆναι φανερῶς τοῦ δόγματος ὑπομένοντες, ἐξελεγχόμενόν τε αὐτὸ διά τε πολλῶν ἄλλων ὁρῶντες, οὐχ ἥκιστα δὲ καὶ κατὰ τὰς θεραπείας τῶν φρενιτικῶν τε καὶ ληθαργικῶν, ἄνω τε καὶ κάτω τοὺς λόγους στρέφουσιν, ἄλλοτ' ἄλλα λέγοντες, εἰ καὶ μηδὲν ὅλως ἀποσαφοῦντες, οἷον ἀμέλει καὶ τὸ τρίτον ἐστὶ περὶ τῶν πεπονθότων τόπων Ἀρχιγένους. ἡμῖν δὲ περὶ μὲν ἡγεμονικοῦ ψυχῆς ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπὶ πλεῖστον εἴρηται· νυνὶ δ', ὡς ἀποδεδειγμένου, τὴν ἐπίσκεψιν ποιησόμεθα τῶν πεπονθότων μορίων. ὅπερ δέ ἐστι κοινὸν ἐπὶ πάντων τῶν πεπονθότων μορίων καὶ τόπων, [20] οὐκ εἰς λογικὴν ζήτησιν, ἀλλ' ἀναγκαίαν ἐκτεινόμενον, ἤδη σοι δίειμι.

   Τῶν κατὰ τὸ σῶμα τοῦ ζώου πασῶν ἐνεργειῶν ἑκάστης τι μόριον ἴδιόν ἐστιν, δι' οὗ γίνεται. καὶ τοίνυν καὶ βλάπτεσθαι τὴν ἐνέργειαν ἀναγκαῖόν ἐστι, παθόντος κατά τι τοῦ δημιουργοῦντος αὐτήν. πάσχει δὲ ποτὲ μὲν οὕτως εὔλυτον πάθος, ὡς εὐθὺς ἅμα τῷ δράσαντι χωρισθέντι πεπαῦσθαι, ποτὲ δ' οὕτως δύσλυτον, ὡς παραμένειν ἐπὶ πλεῖστον· ἔστιν δ' ὅτε καὶ τὸ δρῶν αὐτὸ διοδεῦον, οὐκ ἐστηριγμένον ἐν τῷ μορίῳ τὸ πάθος ἐργάζεται, καὶ τοῦτ' εἰκάζει σκιᾷ πάθους ὁ Ἀρχιγένης, ὡς ἐπὶ τῶν ὅμοια τοῖς ὑποχεομένοις φανταζομένων ὀφθαλμῶν, ἐφ' ὧν ἐν τῷ στόματι τῆς γαστρὸς ἤθροισται περίττωμα λεπτομερές· ἀτμῶν γάρ τινων ἐντεῦθεν εἰς τοὺς ὀφθαλμοὺς ἀναφερομένων, περιπίπτουσα τούτοις ἡ ὀπτικὴ δύναμις, ὁμοίως φαντάζεται τῇ κατὰ τοὺς ὑποχεομένους· καὶ μάλιστά γε συμβαίνει τὸ τοιοῦτο ἐφ' ὧν αὐτό τε τὸ κατὰ τοὺς ὀφθαλμοὺς ὑγρὸν ἀκριβῶς ἐστι καθαρὸν ἥ τ' ὀπτικὴ δύναμις αἰσθητικωτάτη. [21] κατὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐπί τε τῶν αἱμοῤῥαγησόντων ἐν νόσοις, ἢ ἐμεσόντων, ἐνίοτε προφαίνεται τὰ τοιαῦτα συμπτώματα, καὶ γράφει γε περὶ αὐτῶν ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ ταυτί· ὅστις δ' ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ τὴν κεφαλὴν ἀλγέειν, ἢ καὶ ὀρφνῶδές τι πρὸ ὀφθαλμῶν φαίνεσθαι, ἢν καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται. καὶ μετ' ὀλίγα πάλιν· οἷσι δ' ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνεται, ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ καρδιώττειν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ' ἀριστερὰ ξυντείνεταί τι, μήτε ξὺν ὀδύνῃ μήτε ξὺν φλεγμονῇ, αἷμα διὰ ῥινῶν τουτέῳ ῥυῆναι προσδόκιμον ἀντὶ τοῦ ἐμέτου. αὗται μὲν αἱ τοῦ Ἱπποκράτους ῥήσεις· ἐδίδαξε δὲ δι' αὐτῶν, ὡς ἐπὶ χυμοῖς πολλάκις ἠθροισμένοις ἐν τῇ γαστρὶ συμβαίνει τινὰ φαντάσματα γίγνεσθαι κατὰ τὴν ὄψιν. ἀλλ' εἴπερ ὅλως ἀπὸ τῶν χυμῶν ἐπὶ τοὺς ὀφθαλμοὺς ἀνεφέρετο μηδὲν, οὐδὲ τῶν τοιούτων συμπτωμάτων ἐγίνετό τι, καθάπερ οὐδ' εἰ πρὸς τοὺς τῶν [22] ὤτων ἠνέχθη πόρους, ἢ τοὺς τῆς ῥινὸς, ἢ τὸ τῆς γλώττης σῶμα. κᾀν τῷδε δῆλον, ὡς ἀπολαῦσαί τι χρὴ τῆς κατὰ τὴν γαστέρα διαθέσεως τοὺς ὀφθαλμοὺς, εἰ μέλλει παρόψεσθαι τὸ ζῶον. οὕτως δὲ κᾀπειδὰν εἴπῃ πάλιν ὁ Ἱπποκράτης· οἷσι χολώδεα διαχωρήματα, κωφώσιος ἐπιγενομένης παύεται, καὶ οἷσι κώφωσις, χολωδέων ἐπιγενομένων παύεται· τίς οὕτω ληρώδης ἐξηγητὴς, ὡς ἐάσας ἐν τῷ λόγῳ τὰ ὦτα πάσχειν, ἐπειδὰν ἐπὶ τοὺς ὀφθαλμοὺς ἀνενεχθῆναι συμβῇ τὴν ἔμπροσθεν ἐκκενουμένην διὰ τῆς κοιλίας χολὴν, τηνικαῦτα φάσκῃ γενέσθαι τὴν κώφωσιν; ἀεὶ τοίνυν ἀναγκαῖόν ἐστιν ἄρχεσθαι μὲν ἀπὸ τοῦ τῆς βεβλαμμένης ἐνεργείας ὀργάνου, ζητεῖν δ' ἐφεξῆς, ὅστις ὁ τρόπος αὐτῷ τῆς βλάβης ἐστὶν, ἆρά γε διάθεσις ἤδη μόνιμος, ἢ γινομένη μὲν ἔτι, τὸ μόνιμον δὲ οὔπω προσειληφυῖα· καὶ εἰ γινομένη, πότερον ἐν αὐτῷ τῷ μορίῳ περιεχομένης τῆς ποιούσης τὸ πάθος αἰτίας, ἢ διοδευούσης αὐτό. ξηρανθέντος μὲν γὰρ ἀμέτρως τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, μόνιμος ἡ βλάβη τῷ μορίῳ, καὶ τὸ πάθος ἴδιον τῆς οὐσίας αὐτοῦ· παχυμεροῦς δὲ ὑγροῦ συνισταμένου [23] κατὰ τὴν κόρην, οὐδέπω μὲν ἡ οὐσία βέβλαπται, τὸ δὲ τοῦ συμπτώματος αἴτιον ἐν αὐτῷ περιέχεται τῷ ὀφθαλμῷ· διέρχεται δ' αὐτὸν, ὅταν ὁ ἀτμίζων χυμὸς ἐν τῇ γαστρὶ περιέχηται. τὸ δὲ τηνικαῦτα μόνον ἡγεῖσθαι πεπονθέναι τὸ μόριον, ὅταν τῆς οὐσίας αὐτοῦ μόνιμος διάθεσις γένηται, νομοθετούντων ἐστὶν ἴδια σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων. ἐπὶ μέντοι τῶν ἀλγούντων σφοδρῶς κατ' ἔντερον, ἐστηριγμένῳ δὲ καθ' ἕν τι μέρος τῷ πόνῳ, καὶ οἷον διατιτρῶντι, πῶς ἄν τις ἢ μηδ' ὅλως πεπονθέναι τὸ ἔντερον, ἢ μὴ τὸ πάθος εἶναι κατ' αὐτὸ λέγοι; καίτοι γ' ἐνίοτε μιᾷ καιροῦ ῥοπῇ τὰ τοιαῦτα τῶν ἀλγημάτων ἐπαύσατο, χυμοῦ τινος ὑαλώδους ἐκκριθέντος· οὐ μὴν οὐδ' ἄλλό τι τὸ τῆς ὀδύνης αἴτιον ὑπολαβεῖν ἐνδέχεται παρὰ τὸν ἐκκριθέντα χυμόν. ᾧ γὰρ ἐκκριθέντι παραχρῆμα παύσασθαι τὴν ὀδύνην ἠκολούθησεν, ἅπαντες ἄνθρωποι τοῦτο τῆς ὀδύνης αἴτιον εἶναι πεπιστεύκασι, φυσικοῦ τινος ἀξιώματος ὑπάρχοντος αὐτοῖς ἐξ ἑαυτοῦ πιστοῦ πρὸς τὴν τῶν τοιούτων αἰτίων γνῶσιν. οὗ γάρ τοι ψαύοντος μὲν ἡμῶν γίνεται τόδε τι τὸ πάθος, ἀποχωρήσαντος δὲ [24] παραχρῆμα παύεται, τοῦτ' αἴτιον εἶναι πεπιστεύκασι πάντες ἄνθρωποι. οὕτως οὖν καὶ τὸ πῦρ τοῦ καίειν ἡμᾶς αἴτιον εἶναι πεπίστευται, καὶ τὸ ξίφος τοῦ τέμνειν, ἕκαστόν τε τῶν ἄλλων ὡσαύτως. αἴτιον οὖν ἡγητέον εἶναι καὶ τὸν κενωθέντα χυμὸν τοῦ γινομένου πάθους, ἡνίκα ἐν τῷ μορίῳ περιείχετο· πότερον δὲ τῷ ψύχειν σφοδρῶς, ἢ τῷ θερμαίνειν, ἢ ὅλως κατὰ δυσκρασίαν ἠνώχλει τὸν τόπον, ἢ τῷ διεξέρχεσθαι συνεχῆ σώματα βιαζόμενος ἐπὶ τὴν ἔκκρισιν, ἢ διὰ πνεῦμα φυσῶδες ὑπ' αὐτοῦ γενόμενον, ὡς διατείνεσθαι τὸ περιέχον, ἢ διὰ βιαίαν σφήνωσιν, ἢ τῷ διαβιβρώσκειν καὶ δάκνειν, οὐδέπω δῆλον ἔκ γε τῆς μετὰ τὴν κένωσιν ὠφελείας, ἀλλ' ὅτι μόνον ἐλύπει περιεχόμενος. οὐ μόνον οὖν αἴτιον ἡγητέον εἶναι τὸν τοιοῦτον χυμὸν τῆς ὀδύνης, ἀλλὰ καὶ τὸ μόριον ἐν ᾧ περιείχετο πάσχον ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ' ὃν ὠδυνᾶτο διὰ τὸν χυμόν. οὕτω γέ τοι πάσχειν λέγομεν καὶ διά τι τῶν ἔξωθεν προσπιπτόντων, ἤτοι θερμαινόντων, ὡς τὸ πῦρ, ἢ ψυχόντων, ὡς ἡ χιὼν, ἢ θλώντων, ὡς ὁ λίθος, οὗ [25] χωρισθέντος εὐθὺς πέπαυται τὸ πάθος, οὐδενὸς διὰ τοῦτ' ἐροῦντος ὡς οὐκ ἔπασχεν, ὅτι μηδεμία κατὰ τὸ μόριον ὑπελείπετο διάθεσις. ὡς οὖν οὕτως ἡμῶν ἀεὶ χρησομένων τῷ τοῦ πάθους ὀνόματι καὶ τῷ τοῦ πάσχειν ῥήματι, πρόσεχε τὸν νοῦν τοῖς λεχθησομένοις, ἐπισκοπούμενος ἐν αὐτοῖς τὸ χρήσιμον εἴς τε τὰς προγνώσεις καὶ τὰς θεραπείας. ἐνίοτε μὲν γὰρ ὑπὸ μὲν αἰτίου τινὸς γίνεται τὸ πάθος, οὐ μὴν ἤδη πως μόνιμον ἔχει τὴν διάθεσιν, εἰ χωρισθείη τὸ αἴτιον· ἐνίοτε δ' ἤδη γέγονεν, ἔτι τε γίνεται· πολλάκις δὲ πέπαυται μὲν γινόμενον οἰχομένης τῆς αἰτίας, ἤδη δέ ἐστι μόνιμος ἡ διάθεσις. οἷον ἐπὶ δυσεντερίας ὁ δακνώδης χυμὸς αἴτιός ἐστιν τοῦ πάθους, ἐν ἀρχῇ μὲν ἀποῤῥύπτων τε καὶ ξύων, ἐν χρόνῳ δὲ ἑλκῶν τὸ ἔντερον. εἰ μὲν οὖν πρὶν ἑλκῶσαι παύσεται διεξιὼν, οὐδέπω δυσεντερία τὸ πάθος ἐστίν· εἰ δ' ἑλκωθῆναι φθάσειεν τὸ ἔντερον, οὐκ ἂν ἔτι συμπαύσαιτο τῷ χυμῷ τὸ γενόμενον πάθος, οὐδὲν ἡμᾶς εἰς τὰ παρόντα τοῦ παρὰ μικρὸν λόγου λυποῦντος, ὃν καὶ σωρείτην ὀνομάζουσιν· κοινὴ γὰρ ἡ ἐξ αὐτοῦ πρὸς πολλὰ τῶν κατὰ τὸν βίον ἀπορία, περὶ ὧν [26] εἴρηται καὶ δέδεικται τοῖς πρὸ ἐμοῦ φιλοσόφοις τε καὶ ἰατροῖς· διὸ κᾀμοὶ μνημονεύειν αὐτῶν περιττὸν, ἔχοντί γε κατ' αὐτὸ τοῦτο τῆς τέχνης τὸ μέρος ἐπιδεῖξαι τὴν ἀπορίαν. ὅτι μὲν γὰρ ἔν τινι χρόνῳ γίνεται τὰ πάθη, τῶν ὁμολογουμένων ἐστίν· εἰ δ' ὥσπερ ἡ οἰκία καθ' ὃν γίνεται χρόνον οὐδέπω μέν ἐστιν οἰκία, τὸ δ' ὅλον τοῦτο γινομένη οἰκία, τὸν αὐτὸν τρόπον ἕκαστον τῶν νοσημάτων ἐν ᾧ γίνεται χρόνῳ γινόμενον μέν ἐστιν, ὂν δ' οὐδέπω, ζητήσεως ἄξιον· οὐδὲ γὰρ ἡ αὐτὴ φύσις ἐστὶν ἁπάντων τῶν γινομένων, ἀλλ' ὅσα μὲν ὁμοιομερῆ τε ὑπάρχει καὶ σχῆμα σύμφυτον ἔχει μηδὲν, οὐσία τούτων εὐθὺς ἐξ ἀρχῆς ἐστιν ἡ αὐτή· τῶν δὲ ἤτοι πολυειδῶν τὴν μορφὴν, ἢ ἀνομοιομερῶν, ἐγχωρεῖ τὴν οὐσίαν ὑστέραν εἶναι τῆς γενέσεως. οὐ γὰρ ἅμα γίνεται τῆς οἰκίας τὰ θεμέλια καὶ οἱ τοῖχοι καὶ ἡ ὀροφὴ καὶ ὁ κέραμος αἱ θύραι τε καὶ αἱ θυρίδες, ἐξ ὧν ἁπάντων ὡδί πως συγκειμένων καὶ εἰς μίαν μορφὴν ἀναγομένων σύνθετός ἐστιν ἡ τῆς οἰκίας οὐσία. τὸ δέ γε θερμὸν νόσημα καὶ τὸ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν εὐθὺς ἐξ ἀρχῆς, ἐπειδὰν πρῶτον ὑπερβάλῃ τοὺς ὑγιεινοὺς [27] ὅρους τῆς κράσεως τὸ σῶμα, τὴν αὐτὴν ἑαυτῷ φύσιν ἔχει. καὶ γὰρ εἰ διὰ σμικρότητα πολλάκις ἐκφεύγει τήν θ' ἡμετέραν διάγνωσιν καὶ τὴν τῶν καμνόντων αἴσθησιν, ἀλλὰ τό γε εἶδος ἔχει τὸ οἰκεῖον. οὕτω δὲ καὶ ἡ φλεγμονὴ, καθ' ὅ τι περ ἂν εἴη μέρος τοῦ ζώου μέγιστον ἢ σμικρότατον, ἓν καὶ ταὐτόν ἐστι πάθος ὑπηλλαγμένον οὐκ ἰδέαις, ἀλλὰ μεγέθους διαφορᾷ· ὅτι δὲ ἐγχωρεῖ τινα παθήματα περὶ τοῖς σώμασιν εἶναι, διὰ σμικρότητα μηδέπω φαινόμενα, τεκμήριον καὶ ἡ κοιλαίνουσα τὴν πέτραν ἐν χρόνῳ πλείονι ῥανὶς, ἐφ' ᾗ καὶ τοῦτο τὸ ἔπος ὀρθῶς εἰρῆσθαι πιστεύεται,

   Πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ.

καὶ μὴν οὔθ' ὑπὸ μιᾶς ἢ δυοῖν ἢ τριῶν ἢ τεττάρων πληγῶν τοῦ ὕδατος εἰς τὴν πέτραν ἐμπεσουσῶν, ὅπου γ' οὐδ' ὑφ' ἑκατὸν, αἰσθητή ποτ' ὤφθη κοιλότης, οὔτε δυνατόν ἐστι τῆς μιᾶς πρώτης μηδὲν ἐργασαμένης τὴν δευτέραν ἐργάσασθαί τι· τὸν αὐτὸν γὰρ ἕξει πρὸς τὴν πέτραν λόγον, ὃν ἔσχεν ἡ πρώτη· δεῖ τοίνυν, εἰ δράσει τι περὶ τὴν πέτραν ἡ δευτέρα [28] ῥανὶς, ὑπηλλάχθαι τι κατὰ τὴν προτέραν, ὡς μὴ πάντῃ διαμένειν ἔτι τοιαύτην, οἵαπερ ἐξ ἀρχῆς ὑπῆρχεν. εἰ γὰρ αὐτή τε κατὰ πᾶν ἡ αὐτὴ διαμένοι καὶ τὸ δρῶν εἰς αὐτὴν αἴτιον ἡ ῥανὶς τοῦ ὕδατος, ἀναγκαῖον αὐτὴν, ὥσπερ ἐπὶ τῆς πρώτης πληγῆς, οὕτω κᾀπὶ τῆς δευτέρας ἀπαθῆ διαφυλαχθῆναι· εἰ δὲ τοῦτο, κᾀπὶ τῆς τρίτης· ὁ γὰρ αὐτὸς λόγος· οὕτω δὲ κᾀπὶ τῆς τετάρτης καὶ πέμπτης καὶ πασῶν τῶν ἐφεξῆς· ἄχρι γὰρ ἂν ὡσαύτως ἐχούσῃ τῇ πέτρᾳ προσπίπτῃ ταὐτὸν αἴτιον, οὐδὲν ἐργάζεται πλέον. εἰ δὲ μετὰ χιλίας πληγὰς αἰσθητὴ ἡ τῆς πέτρας φανείη κοιλότης, ἀναγκαῖόν ἐστιν ἑκάστην πληγὴν φάναι τὸ χιλιοστὸν (αὐτῆς) μέρος ἐργάσασθαι τοῦ φανέντος πρῶτον αἰσθητοῦ πάθους ἐν τῇ πέτρᾳ. καὶ τοίνυν καὶ τῶν αἰτίων τῶν δρώντων εἰς τὸ σῶμα τὸ μὲν τοῦ πάθους εἶδος ἐξ ἀρχῆς ταὐτὸν, ἀφανὲς δ' ἐστὶ διὰ σμικρότητα. τὰ δ' οὕτω σμικρὰ πάθη χωρισθέντων τῶν ποιούντων αἰτίων αὐτίκα παύεται, τῆς φύσεως ἰωμένης αὐτά. μόνα γὰρ ἐκεῖνα δεῖται τῆς ἔξωθεν βοηθείας, ὧν διὰ τὸ μέγεθος ἀδυνατεῖ κρατεῖν ἡ φύσις. ὥστε κατὰ τὸν λόγον τοῦτον, ὅταν πρῶτον [29] ὁ δακνώδης χυμὸς ἀποξύσῃ τι τῶν ἐντέρων, εἰ καὶ μηδέπω φαίνεται τὸ γεγενημένον, ἀλλ' ἥ γε διάθεσις ἐν τῷ τῆς δυσεντερίας ἐστὶν εἴδει. καθάπερ οὖν ἕλκη πολλάκις γενόμενα σμικρὰ χωρὶς φαρμάκου παντὸς ἡ φύσις ἐθεράπευσεν, οὕτω καὶ τὰ τῶν ἐντέρων ξύσματα. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον οὐδ' ἀληθές ἐστιν ὅλως, ὃ λέγουσί τινες, ὡς οὐδὲν ὑπολείπεται κατὰ τὰ τοιαῦτα συμπτώματα πάθος τῶν σωμάτων· εἴπερ ἦν ἀληθὲς, ἀλλ' ὁπότε γε πόνος ἀξιόλογος ὑπὸ τῆς τῶν διαχωρουμένων δριμύτητος ἀναβιβρωσκομένων τῶν ἐντέρων ἐγίνετο, τηνικαῦτα ἔπασχε τὰ ἔντερα. φυλαττέσθω δὲ τοῦθ' ἡμῖν ὥσπέρ τι στοιχεῖον ἐν ἅπαντι τῷ μετὰ ταῦτα λόγῳ, καὶ γινέσθω τῆς μεθόδου τῶν εὑρεθησομένων πεπονθέναι τόπων ἀρχὴ τὸ μηδέποτε βλάπτεσθαι μηδεμίαν ἐνέργειαν ἄνευ τοῦ πεπονθέναι τὸ ποιοῦν αὐτὴν μόριον. καὶ γὰρ ἐὰν ὀδύνη τις ᾖ κατ' αὐτὸ, πέπονθε πάντως τι, κᾂν ὄγκος τις παρὰ φύσιν, ἔτι δὲ μᾶλλον, ὅταν ἐνέργεια βλάπτηται. προείρηται δ' ὅτι καὶ τῇ τῶν ἐκκρινομένων φύσει τεκμαρτέον ἐστὶ περὶ τοῦ πεπονθότος τόπου. ὅτι δὲ διττῶς τοῦτο ποιητέον, ἔστι [30] δῆλον, ἢ κατὰ τὴν ἰδιότητα τῆς ἐκκρινομένης οὐσίας, ἢ ἀπὸ τῶν περιεχομένων ἐν αὐτῷ. λέλεκται δ' ὅτι κᾀκ τῶν ἐπιφυομένων ἐνίοτε τεκμήρασθαι δυνατόν ἐστι περὶ τῶν πεπονθότων μορίων· ἔστι δὲ ἐκ τοῦ γένους τῶν συμπτωμάτων καὶ ταῦτα, παμπόλλην ἔχοντα πρὸς ἄλληλα διαφορὰν, ὑπὲρ ἧς αὖθις εἰρήσεται.

   Νυνὶ δὲ πάλιν ἐπ' ἀρχὴν ἀνάγωμεν τὸν λόγον, ἐφ' ἑκάστου μορίου ζητοῦντες εὑρεῖν σημεῖα, τὰ μὲν ὡς τῆς ἰδίας οὐσίας αὐτοῦ δηλοῦντα τὰ πάθη, τὰ δ' ὡς ὀργάνου. καθ' ἑκάτερόν τε πάλιν ἀφορίζοντές τε καὶ διακρίνοντες ἀπὸ μὲν τῶν γεγενημένων ἤδη παθῶν τὰ γινόμενα μὲν ἔτι, μόνιμον δὲ οὐκ ἔχοντα τὴν κατασκευήν· ἀπὸ δὲ τῶν ἐν αὐτῷ τῷ πεπονθότι περιεχομένων αἰτίων τὰ διόδῳ μόνον αὐτῷ χρώμενα· πρόδηλον δ' ὅτι καὶ σύνθετοί τινες ἐκ τῶν εἰρημένων ἔσονται τρόποι. διορίσωμεν δὲ καὶ τὰ κατὰ συμπάθειαν ἑτέρου μορίου γινόμενα πάθη τῶν κατὰ ἰδιοπάθειαν· οἰκειότερον γὰρ ἰδιοπάθειαν ὀνομάζειν, οὐχ ὡς εἴθισται [31] τοῖς ἰατροῖς πρωτοπάθειαν, ἀντιδιαιρουμένης τῆς συμπαθείας τῇ ἰδιοπαθείᾳ. κυρίως οὖν ὀνομάζειν βουλόμενοι, τῇ μὲν πρωτοπαθείᾳ δευτεροπάθειαν ἢ ὑστεροπάθειαν ἀντικεῖσθαι φήσομεν, ἰδιοπάθειαν δὲ τῇ συμπαθείᾳ. καὶ συνελθεῖν γε δύναται πολλάκις εἰς ταὐτὸ κατὰ συμπάθειάν τε καὶ κατ' ἰδιοπάθειαν ἤδη νοσεῖν, ὅταν τῷ πάσχοντι μορίῳ μόνιμος ἐγγένηται διάθεσις· οὐ γὰρ δὴ πρωτοπαθεῖν αὐτὸ τηνικαῦτα φήσομεν, ἀλλὰ δευτεροπαθεῖν τε καὶ ἰδιοπαθεῖν. ἐναργῶς δὲ τοῦτο φαίνεται κᾀπὶ τῶν ἐκτός· ὥσπερ ὅταν ἐφ' ἕλκει γενομένου μεγάλου βουβῶνος ἐν πληθωρικῷ σώματι, τὸ μὲν ἕλκος εἰς οὐλὴν ἀχθῇ, μένῃ δ' ὁ βουβὼν, ἤτοι γ' εἰς φλεγμονὴν ἐκπυϊσκομένην μεταβάλλων, ἢ εἰς σκιῤῥώδη διάθεσιν, ἣν προσαγορεύουσιν χοιράδα. κατὰ πρωτοπάθειαν μὲν οὖν οὐκ ἄν τις φαίη γεγονέναι τὰ τοιαῦτα νοσήματα, προηγησαμένου γ' ἑτέρου πάθους, ἐφ' ᾧ συνέστη· κατὰ συμπάθειαν μέντοι γενόμενα μεταπεσεῖν εἰς τοιαύτην ἰδιοπάθειαν, ὡς εἰ καὶ πρωτοπάθειά τις αὐτοῖς ἐξ ἀρχῆς συνέπεσεν. ἀναμνησθῶμεν δ' εἰς τὰ παρόντα χρησίμως καὶ τῶν ἐν τῇ περὶ ἰατρικῶν [32] ὀνομάτων πραγματείᾳ λελεγμένων, ἔνθα περὶ τῶν σημαινομένων ὁ λόγος ἦν, ἃ κακῶς συγχέουσιν οὐκ ὀλίγοι τῶν νεωτέρων ἰατρῶν τε καὶ φιλοσόφων. ἡ μὲν γὰρ κυριωτάτη χρῆσίς ἐστι τῆς πάθος φωνῆς ἀντικειμένη τῇ τῆς ἐνεργείας, ἐνεργεῖν μὲν λεγομένου τοῦ τὴν κίνησιν ἔχοντος ἐξ ἑαυτοῦ, πάσχειν δὲ τοῦ τὴν κίνησιν ἔχοντος ἐξ ἑτέρου. κινήσεως δ' οὔσης κατὰ γένος διττῆς, ἀλλοιώσεώς τε καὶ φορᾶς, ὅταν εἰς μόνιμον ἀφίκηται διάθεσιν ἡ ἀλλοίωσις, ὀνομάζεται νόσημα, παρὰ φύσιν οὖσα δηλονότι διάθεσις· καταχρώμενοι δ' ἐνίοτε καὶ τὴν τοιαύτην διάθεσιν ὀνομάζουσιν πάθος. ὥστε ἄν τις ἕπηται τῇ λέξει τῶν Ἑλλήνων, πάσχειν μᾶλλον ἐρεῖ τὰ μόρια, καθ' ἅπερ ἂν ὦσι κινήσεις παρὰ φύσιν, ὡς τά γε διαθέσεις ἔχοντα παρὰ φύσιν, ἐὰν μὲν κυρίως ὀνομάζῃ, νοσεῖν μᾶλλον ἢ πάσχειν ἐρεῖ, καταχρώμενος δ' οὐ νοσεῖν μόνον, ἀλλὰ καὶ πάσχειν. ὅπερ δ' ἀεὶ λέγων διατελῶ, τοῦτο καὶ νῦν ἐρῶ· κατὰ τὰς ἐπιστημονικὰς διδασκαλίας ἀρκεῖ τοὔνομα μόνον εἰπόντα, καὶ τὸ σημαινόμενον ἐξ αὐτοῦ, καθ' ὅ τι περ ἂν ὁ διδάσκων ἐθέλῃ, προέρχεσθαι λοιπὸν ἐπὶ τὴν τῶν πραγμάτων ὑφήγησιν. [33] ἐγὼ δὲ διὰ τοῦτο νῦν ἐμνημόνευσα τῶν σημαινομένων, ὅτι πρὸς τῷ διαστρέφειν ἔνιοι τὰ πρὸς τῶν Ἑλληνικῶν φωνῶν δηλούμενα καὶ τοῖς καλῶς χρωμένοις ἐγκαλοῦσι. τοιοῦτοι δ' εἰσὶ καὶ οἱ φάσκοντες ἐν ταῖς βεβλαμμέναις ἐνεργείαις μηδὲν πάσχειν ἐνίοτε τὰ μέρη, διότι μηδέπω διάθεσιν ἔχει μόνιμον, ὥσπερ ἐπὶ κεφαλαλγίας τῆς διὰ τοὺς ἐν τῇ γαστρὶ περιεχομένους χυμοὺς γινομένης. ὑπαλλάξας γὰρ ἄν τις, εἰ βούλοιτο περὶ τῶν ὀνομάτων ἐρίζειν, οἰκειότερον ἑρμηνεύοι, πάσχειν μὲν λέγων τὴν κεφαλὴν, ὅταν συμπαθῇ τῇ γαστρὶ, νοσεῖν δ', ὅταν ἰδιοπαθῇ· καὶ αὐτήν γε τὴν γαστέρα πάσχειν μὲν, ὅταν ὑπὸ μοχθηρῶν ἐνοχλῆται χυμῶν, νοσεῖν δ', ὅταν ἤτοι κατὰ δυσκρασίαν ἰδίαν, ἢ διὰ φλεγμονὴν, ἢ ἕλκος, ἢ ἀπόστημα, παρὰ φύσιν ἔχῃ. εἰ δ' ὅλως τις ἐθέλοι τὰ τοιαῦτα διαλεκτικωτέρᾳ ἀκριβολογεῖσθαι ζητήσει, ποτὲ μὲν ἅμα τῷ διεφθάρθαι τὰ σιτία καὶ τῆς πέψεως τὴν ἐνέργειαν ἐρεῖ βεβλάφθαι, ποτὲ δ' ἀβλαβῆ μὲν εἶναι ταύτην, διεφθάρθαι δ' ἐκεῖνα. τρεῖς γὰρ αἱ πρῶται καὶ οἷον γενικώταται τῆς [34] διαφθορᾶς τῶν σιτίων ὑπάρχουσιν αἱ διαφοραὶ, μία μὲν ἐπὶ νοσήμασιν ἰδίοις τῆς γαστρὸς, ἑτέρα δὲ ἐπὶ χυμοῖς μοχθηροῖς ἀθροιζομένοις ἐν αὐτῇ, καὶ τρίτη διὰ τὴν τῶν ἐδεσμάτων ποιότητα. τὰ γοῦν ἤτοι φύσει τι κνισῶδες, ἢ ὀξῶδες, ἢ ὅλως εὔφθαρτον ἔχοντα, καὶ τὰ τῷ τρόπῳ τῆς σκευασίας εἴς τινα τοιαύτην ἠγμένα διάθεσιν, εὔδηλον μὲν ὅτι διαφθείρεται κατὰ τὴν γαστέρα, καὶ κατὰ τοῦτ' ἂν ἠπεπτῆσθαι λέγοιτο. διαφωνεῖται δὲ περὶ τοῦ πεπονθέναι τηνικαῦτα τὴν πεπτικὴν ἐνέργειαν ἐπ' αὐτῶν, ἐνίων μὲν ἀπαθῆ παντάπασιν ἐν ταῖς τοιαύταις ἀπεψίαις εἶναι φασκόντων αὐτὴν, ἐνίων δὲ πεπονθέναι. καὶ μὴν καὶ τρίτη τίς ἐστι δόξα τῶν μηδ' ἠπεπτῆσθαι τὰ τοιαῦτα λεγόντων, ἀλλὰ μὴ πεπέφθαι μόνον, ὡς οὐ ταυτὸν ὂν ἢ δι' ἀποφάσεώς τι δηλοῦν, ἢ διὰ τῆς καλουμένης ὑπὸ τῶν διαλεκτικῶν στερητικῆς φωνῆς. κατὰ τὴν αὐτὴν ἔννοιαν, οἶμαι, καὶ ὁ Ἐρασίστρατος ἔλεγε τὰ γίγαρτα καὶ τὰ σήσαμα καὶ πάντα τὰ διαχωρούμενα παντάπασιν ἄσηπτά τε καὶ ἀμετάβλητα μηδεμίαν ἐνδείκνυσθαι τῷ ζώῳ γεγενημένην ἀπεψίαν, ἀλλ' αὐτὸ δὴ τοῦτο, μὴ πεπέφθαι, μόνον.

[35]    Οὔκουν ἀμελεῖν οὐδ' ἐν τούτοις προσήκει, ἀλλὰ προσέχοντας τὸν νοῦν ἀκριβῶς, ὅσα μὲν εἰς λογικὴν ἀνάγεται ζήτησιν, ἰδίᾳ καταλιπεῖν, ὅσα δ' εἰς διάγνωσιν τοῦ πεπονθότος, ἀκριβῶς ἐπισκοπεῖσθαι· τὸ γάρ τοι προγινώσκειν μὲν τὸ μέλλον ἔσεσθαι, θεραπεύειν δὲ προσηκόντως τὸ γεγονὸς ἤδη πάθος, ἐντεῦθεν ἡμῖν περιγίνεται. διὸ καὶ χωρὶς τῶν ἀμφισβητουμένων ὀνομάτων ἔνεστι τὸ χρήσιμον ἐκ τῶν πραγμάτων λαμβάνειν ὧδέ πως. ἔστω τινὰ λέγειν ἕωθεν ἀναστάντα κνισῶδες ἐρυγγάνειν, ἤ τι ἕτερον, οἷον ὠῶν ταγηνιστῶν, ἢ δυσωδέστερον καὶ σαπρόν· ὁμολογεῖν δὲ τὸν μὲν τὸ κνισῶδες ἐρυγγάνοντα μετὰ τὸ δεῖπνον ἐδηδοκέναι πλακοῦντος κνισώδους, ὁποῖός ἐστιν ὁ διὰ τοῦ ἐλαίου καὶ ἰτρίου σκευαζόμενος· ἕτερον δὲ, ταγηνιστῶν ὠῶν, ὁμολογοῦντα καὶ τοῦτον αὐτῶν ἐκείνων ἐρυγγάνειν· ἄλλον δὲ ῥαφανίδων πολλῶν, ὡς ἄν τι δυσῶδες καὶ σαπρὸν ἐρυγγάνειν. ὅτι μὲν οὖν οὐ καλῶς ἐπέφθη τὰ σιτία τούτοις, ὁμολογήσουσι πάντες· αὐτή γε μὴν ἡ γαστὴρ οὐδὲν ἐπ' αὐτῷ πέπονθεν, [36] οὐδὲ κατὰ τὸν ἑαυτῆς λόγον ἐσφάλη περὶ τὴν ἐνέργειαν, ὥσπερ οὐδ' ὅταν ὁλόκληρα τὰ γίγαρτα διαχωρήσῃ τις. εἰ μὲν γὰρ ἐπεφύκει κατὰ τὴν τῶν ἀνθρώπων γαστέρα μεταβάλλειν τὰ γίγαρτα, τότ' ἂν ᾐτιώμεθα τὸ σῶμα τῆς κοιλίας αὐτὸ, καὶ μοχθηρῶς ἔχειν ἐνομίζομεν· ἐπεὶ δ' οὐ πέφυκεν, ἀλλ' ἔστι τῆς τῶν γιγάρτων οὐσίας σύμπτωμα τὸ μὴ πέττεσθαι, ταῦτα μὲν εἰκότως λεχθήσεται μὴ πεπέφθαι, τὸ δὲ τῆς γαστρὸς σῶμα κατὰ φύσιν ἔχειν, ὅπέρ ἐστιν χρήσιμον ἐγνῶσθαί τε καὶ διωρίσθαι τοῖς ἰατροῖς· εἴτε δὲ βεβλάφθαι χρὴ φάναι τὴν ἐνέργειαν αὐτῆς ἐν ταῖς τοιαύταις διαχωρήσεσιν, εἴτε μὴ, περιττῶς ζητεῖται πρός γε τὰ τῆς ἰατρικῆς τέχνης ἔργα. φέρε δὴ πάλιν νῦν ἐρυγγάνειν μέν τινα κνισῶδες, ἐδηδοκέναι δὲ μηδὲν κνισῶδες, ἐπὶ τούτου θερμασίαν τινὰ πυρώδη κατὰ τὴν γαστέρα φήσομεν ὑπάρχειν, εἶθ' ἑξῆς διοριούμεθα, πότερον ὑπὸ δυσκρασίας τοῦ σώματος τῆς κοιλίας αὐτοῦ τοῦτο γέγονεν, ξανθῆς χολῆς ἐν αὐτῇ περιεχομένης, ἤτοι κατὰ τὴν ἐντὸς εὐρυχωρίαν, ἢ οἷον ἀναπεπομένης δυσεκνίπτως εἰς τοὺς χιτῶνας αὐτῆς. οὐ μὴν οὐδ' ἐνταῦθα, ζητήσομεν δ' ἐφεξῆς, εἴθ' [37] ἥπατος κακοπραγοῦντος ὁ τοιοῦτος ἀθροίζεται χυμὸς, εἴτ' ἐξ ὅλου καταῤῥέει τοῦ σώματος, εἴτε καὶ κατ' αὐτὴν γαστέρα. ταῦτα μὲν γὰρ ἀναγκαιότατα μέν ἐστιν ἐγνῶσθαι, δεῖται δ' ἀνδρὸς γεγυμνασμένου τὸν λογισμὸν ἐν ἐπιστήμῃ τῶν πραγμάτων αὐτῶν, οὐ τῶν δηλούντων ὀνομάτων αὐτά. οὐ γὰρ ὥσπερ ἡ τῆς διαφθορᾶς ἰδέα τὴν ποιήσασαν αἰτίαν ἐνδείκνυται σαφῶς, οὕτω καὶ περὶ τῆς κατ' αὐτὴν γενέσεως ἔστιν εὑρεῖν ὡρισμένην ἔνδειξιν. εἰ μὲν οὖν κνισοῦται τὰ σιτία κατὰ τὴν γαστέρα, μὴ διὰ τὴν ἑαυτῶν φύσιν, ἀναγκαῖόν ἐστι τὴν ταῦτ' ἐργαζομένην αἰτίαν εἶναι θερμήν· εἰ δ' ὀξύνεται, ψυχράν· οὐ μὴν ἤδη γέ πω δῆλον, εἴτε δυσκρασία τίς ἐστι κατὰ τὸ σῶμα τῆς κοιλίας, εἴτε χυμός τις μοχθηρός· ἀλλὰ διορίσασθαι χρὴ δόντα σιτία τῆς ἐναντιωτάτης φύσεως τῷ τρόπῳ τῆς διαφθορᾶς, ἄρτον μὲν εἰ τύχοι καὶ χόνδρον ἐφ' ὧν κνισοῦται, μέλι δ' ἐφ' ὧν ὀξύνεται· κᾄπειτ' ἐπισκοπεῖσθαι τά τ' ἐμούμενα καὶ τὰ διαχωρούμενα, πότερον ἅμα χυμῷ τινι, τὰ μὲν χολώδει καὶ θερμῷ, τὰ δὲ φλεγματώδει καὶ ψυχρῷ λαμβάνει [38] τὴν κένωσιν, ἢ χωρὶς χυμοῦ τινος βραχεῖάν τινα μεταβολὴν ἐσχηκότα. τῆς κοιλίας μὲν γὰρ αὐτῆς δυσκράτου γεγενημένης κατὰ θερμότητα πυρώδη χωρὶς χυμοῦ, τὸν ἄρτον καὶ τὸν χόνδρον ὄψει διαχωρούμενα βραχυτάτης εἰς αὐτὰ μεταβολῆς γεγενημένης· εἰ δὲ χυμός τις εἴη μοχθηρὸς ὁ φθείρων τὴν τροφὴν, αὐτά τε τὰ σιτία δεδευμένα φαίνεται τῷ τοιούτῳ χυμῷ καὶ σαφέστερον ἠλλοιωμένα κατὰ τὴν ἐνέργειαν αὐτοῦ. πολὺ δὲ δὴ μᾶλλον ἐμέτοις διορίζεται ταῦτα, ῥᾳδίως πεφυκότος ἐμεῖν τοῦ κάμνοντος, ὡς τόν γε μὴ δυνάμενον ἀναγκάζειν ἐμεῖν οὐκ ἐπιτήδειον. ἀλλὰ ταῦτα μὲν, ὅταν ἐμπλέῃ τῷ κύτει τῆς κοιλίας ὁ λυπῶν χυμός· ἀναπεπομένου δ' εἰς τοὺς χιτῶνας αὐτῆς, ναυτίαι μὲν πάντως ἕπονται, δίψος δὲ πλέον ἐπὶ τοῖς θερμοτέροις, ὥσπερ ὄρεξις ἡ πρὸς τὰ σιτία τοῖς ψυχροτέροις ἀκολουθεῖν πέφυκεν. ἐπισκοπεῖσθαι δὲ χρὴ καὶ εἰ ἀπαθές ἐστι τὸ ἧπαρ, ἢ πέπονθέ τι· καὶ τὸ πάθος ὁποῖον αὐτοῦ, πότερα θερμόν ἐστιν, ἢ ψυχρόν· ὡσαύτως δὲ καὶ περὶ τοῦ σπληνός. ἐκ γὰρ τῆς τῶν τοιούτων ἁπάντων [39] ἐπισκέψεως, ἅμα τῇ τῶν ἐσθιομένων ἢ πινομένων ὁσημέραι πείρᾳ, δυνήσεταί τις ἀκριβῶς εὑρεῖν οὐ μόνον τὸν πεπονθότα τόπον, ἀλλὰ καὶ τὴν διάθεσιν αὐτοῦ. χρησιμωτέρα γὰρ ἡ ταύτης γνῶσίς ἐστιν, παρ' ὅσον ἡ τῆς θεραπείας ἰδέα κατ' αὐτὴν τυποῦται. τὴν γοῦν θερμὴν διάθεσιν ἀεὶ μὲν ψυκτέον, ἐν ὁποίῳ ποτ' ἂν εἴη χωρίῳ· τὸ δ' ἄχρι πόσου ψυκτέον, ἢ ὅντινα τρόπον, ἢ διὰ τίνος ὕλης, ὁ πεπονθὼς συνενδείκνυται τόπος. εἰ μὲν οὖν αὐτὸ δὴ τοῦτο μόνον εἴη, δυσκρασία τις ἐν τῷ σώματι τῆς γαστρὸς αὐτῷ, ψύχων μὲν τὴν θερμὴν, θερμαίνων δὲ τὴν ψυχρὰν, ὠφελήσεις αὐτίκα τὸν ἄνθρωπον· ἔσται δέ σοι καὶ τῆς ὑπολήψεως ἣν ἔσχες οὐ ψιλὴ δόξα μόνον, ἀλλ' ἐπιστήμη σαφὴς, καὶ μᾶλλον, ἐὰν ἑκατέρωθεν αὐτὴν βασανίσῃς, ἐπὶ μὲν τοῖς ψύχουσι φαρμάκοις τε καὶ διαιτήμασιν ὠφελούμενον ὁρῶν τὸν ἄνθρωπον, ἐπὶ δὲ τοῖς θερμαίνουσιν βλαπτόμενον· ἢ τοὐναντίον ἐπὶ μὲν τοῖς θερμαίνουσιν ὠφελούμενον, ἐπὶ δὲ τοῖς ψύχουσι βλαπτόμενον. ἐὰν δὲ χυμός τις ᾖ περιεχόμενος ἐν αὐτοῖς τοῖς χιτῶσι τῆς κοιλίας, αἱ μὲν ναυτίαι χωρὶς ἐμέτου γενήσονται κεναὶ, σπαράττουσαι [40] μόνον, οὐ μὴν ἐκκενοῦσαί γέ τινα χυμὸν, ὡς ἐφ' ὧν ἐν αὐτῷ περιείχετο κύτει τῆς γαστρὸς κατὰ τὴν ἔνδον αὐτῆς εὐρυχωρίαν· αἱ δ' ἐρυγαὶ τοῖς μὲν ὀξώδεις ἔσονται, τοῖς δὲ κνισώδεις· ὠφελήσει δὲ τοὺς μὲν τὸ διὰ τριῶν πεπέρεων φάρμακον, ἤ τι τοιοῦτον, δι' ὕδατος, ἢ οἴνου ποθέν· τοὺς δ' ἑτέρους ἀψίνθιόν τε καὶ ἡ διὰ τῆς ἀλόης ἱερὰ, καλοῦσι δ' αὐτὴν ἔνιοι καὶ πικράν. ἐὰν οὖν εὐθέως ἅμα τῇ πρώτῃ πείρᾳ φαίνηται πρὸς τῶν οἰκείων φαρμάκων ἡ ὠφέλεια σαφὴς ἑκατέρων τῶν χυμῶν γεγενημένη, τήν τε διάγνωσιν ἐπιστημονικὴν ἕξεις ἤδη τήν τε θεραπείας ὑφήγησιν, ὡς ἐπιμένοντα τοῖς αὐτοῖς ἐκθεραπεῦσαι τὸν ἄνθρωπον· ἐὰν δὲ ἐπὶ τοῖς ὠφελεῖν εἰθισμένοις φαρμάκοις ἑκατέραν τὴν διάθεσιν ἀκολουθήσῃ ποτὲ βλάβη, περὶ τὴν διάγνωσιν εὑρήσεις ἐσφαλμένον σαυτόν. ἡ γάρ τοι βεβαιοτάτη γνῶσις ἁπασῶν τῶν τοιούτων διαθέσεων γίνεται τοῖς ἀκριβῶς ἐπισταμένοις ὑφ' οἵων ἰαμάτων ἑκάστη καθίσταται. ἐγὼ γοῦν ἐνίους τῶν ὀνομαζομένων κωλικῶν ἰασάμην τῇ πόσει τοῦ διὰ τῆς ἀλόης φαρμάκου, τεκμηράμενος μὲν ἀναπεπόσθαι δακνώδη χυμὸν εἰς τοὺς χιτῶνας [41] τοῦ πεπονθότος ἐντέρου, δούς τε τοῦ φαρμάκου, διότι πάντως ἠπιστάμην ὑπ' αὐτοῦ τὴν τοιαύτην διάθεσιν ὠφεληθησομένην· ὡς δ' ὠφελήθη, γνοὺς ὅτι καλῶς ἐστοχασάμην, πλέον ἐδίδουν αὐτῆς. ἀλλ' ἐκ τίνος γε τὴν ἐλπίδα ταύτην ἔσχον, ἄμεινον εἰπεῖν. ἑώρων τὸν ἄνθρωπον ἐπὶ μὲν τοῖς θερμοῖς ἐδέσμασί τε καὶ φαρμάκοις καὶ ὅλως διαιτήμασι παροξυνόμενον, ἐπὶ δὲ τοῖς εὐχύμοις τε καὶ κατακεραστικοῖς ὀνομαζομένοις ὠφελούμενον· ἑώρων δὲ καὶ πρὸς τῆς ἀσιτίας αὐτὸν βλαπτόμενον. ὡς δὲ καὶ πυνθανομένῳ μοι καὶ περὶ τῆς κατὰ τὴν ὀδύνην ἰδέας ἔφη δακνώδη τινὰ ὑπάρχειν αὐτὴν, ἔτι δὲ καὶ μᾶλλον εἰς ἐλπίδα τῆς ἀληθοῦς διαγνώσεως ἀφικόμενος ἐτόλμησα δοῦναι τοῦ πικροῦ φαρμάκου· θεασάμενός τε προφανῶς ὠφεληθέντα τὸν ἄνθρωπον ἐπείσθην ἐγνωκέναι βεβαίως, ἥ τίς ἐστιν ἡ διάθεσις. ἕτερον δ' ὑπὸ τῶν εὐπέπτων σιτίων παροξυνόμενον ἀνηρώτησα τὰ προηγησάμενα, πυθόμενός τε ὅτι μετὰ καθαρτικοῦ φαρμάκου δόσιν εἰς ταύτην ἤχθη τὴν διάθεσιν, αὖθίς τε ἐρωτήσας, ὑπὸ τίνος αἰτίας ἐπὶ τὴν τοῦ φαρμάκου χρῆσιν ἧκεν, ἀκούσας τε δι' ἀλγήματα δακνώδη τε καὶ διαβρωτικὰ, πολυχρονίως ἐν [42] τοῖς κατὰ τὴν γαστέρα τόποις διαμένοντα, κεκακῶσθαι τὸ ἔντερον ὑπὸ τοῦ καθαρτικοῦ φαρμάκου στοχασάμενος, ἐν διαθέσει τε γεγονέναι ῥευματικῇ, καὶ δέχεσθαι ῥᾳδίως εἰς ἑαυτὸ τὰ περιττὰ τοῦ ἥπατος, ἐπιδιαφθείρειν τε ταῦτα, τροφὴν ἔδωκα δύσφθαρτόν τε καὶ στύφουσαν· ἐφ' ᾗ τῶν τε δήξεων ἐπαύσατο καὶ διεχώρησεν οὐκ ἔτι οὐδὲν, ἔμπροσθεν ἀεὶ μετὰ τὰς δήξεις ἐκκρίνων διεφθαρμένα τε ἅμα καὶ ὑγρὰ καὶ δυσώδη. προπεπυσμένος δ' ὅτι χρόνῳ πλείονι μετὰ τὴν δῆξιν ἡ διέξοδος αὐτῶν ἐγένετο, τῶν μετεώρων ἐντέρων ἐστοχασάμην εἶναι τὴν διάθεσιν, ὡς ἐφ' ἑτέρου τε ταχείας ἐπὶ τῇ δήξει τῆς ἐκκρίσεως γινομένης, ἐτεκμηράμην εἶναι τῶν κάτω τὴν διάθεσιν. ἐκεῖνον μὲν οὖν ἐνέσει φαρμάκου, τοῦτον δὲ τοῖς εἰρημένοις ἐδέσμασιν ἰασάμην, ἐπιστάμενός τε τοῦτο βεβαίως, ὅτι τὰ μὲν ἐγγὺς τῇ γαστρὶ τοῖς ἄνωθεν ἐσθιομένοις τε καὶ πινομένοις ἑτοιμότερον ὠφελεῖται, τὰ δ' οὐ πόῤῥω τῆς ἕδρας τοῖς κάτωθεν. οὐχ ἁπλῶς οὖν προσήκει σκοπεῖσθαι τοῦτο μόνον, εἰ ἡ γαστὴρ πέπονθεν, ἤ τι τῶν ἐντέρων, ἀλλὰ καὶ τί τὸ [43] πάθος ἐστὶ, καὶ διορίσασθαί γε, τίνα μὲν ἴδια τῶν παθῶν ἐστι σημεῖα, τίνα δὲ τῶν πασχόντων μορίων· οἷον ὅτι τὸ μὲν ἀπεπτεῖν γαστρός ἐστι σύμπτωμα, τὸ δ' ἐπὶ τὸ κνισῶδες ἢ ὀξῶδες ἐκτρέπεσθαι τὰ ἐδηδεσμένα τῶν κατ' αὐτὴν αἰτίων τε καὶ παθημάτων. οὕτω δὲ κᾀπὶ τῶν κατὰ τὸ ἔντερον ὅ τε χρόνος τῆς διεξόδου καὶ τῶν ἐκκρινομένων ἡ ἰδέα καὶ τῶν συμπτωμάτων ἡ διαφορὰ μετὰ τῶν προηγησαμένων καὶ τῶν νῦν εἰς πεῖραν ἀγομένων ἐνδείξεται συναμφότερον ἅμα, τό τε πάθος αὐτὸ καὶ τὸ μόριον ἐν ᾧ συνέστη. φέρε γὰρ ἐκκρίνειν τινὰ κατὰ γαστέρα ποτὲ μὲν ἐφελκίδας, ἢ οἷον ὑμενώδη ξύσματα, ἢ οἷον αἱματῶδές τι, ποτὲ δ' ἅμα ταῦτα πάντα· τὸ μὲν ἡλκῶσθαι τὸ ἔντερον οὐκ ἂν ἀμφισβητήσειέ τις, εἴτε δὲ ἐν τοῖς λεπτοῖς ἐντέροις ἐστὶν, ἢ ἐν τοῖς παχέσιν ἡ ἕλκωσις, οὐδέπω δῆλον, ἀλλ' ἔκ τε τῆς τῶν ξυσμάτων ἰδέας, ὡς ἔμπροσθεν εἴρηται, κᾀκ τοῦ χρόνου τῆς διεξόδου καὶ τρίτου τοῦ μεμίχθαι τῇ κόπρῳ τὸ μὲν μᾶλλον αὐτῶν, τὸ δὲ ἧττον ἢ καὶ μηδόλως μεμίχθαι, διορισθήσεται. αἱ μὲν γὰρ ἐν τοῖς κατωτάτω μέρεσιν ἑλκώσεις οὐδ' ὅλως ἔχουσιν [44] ἀναμεμιγμένα τοῖς διαχωρήμασι τὰ τῶν ἑλκῶν γνωρίσματα· ταῖς δ' ὀλίγον ἀνωτέρω μέμικται μὲν, ἀλλ' ἐπὶ βραχύ· καθάπερ γε τῶν ἐπὶ πλέον ἀνωτέρω καὶ ἡ μίξις ἐπὶ πλέον· ἔτι δὲ δὴ μᾶλλον ἐπὶ τῶν ὑψηλοτάτων ἐντέρων ἀναμέμικται τῇ κόπρῳ τὰ τῆς ἑλκώσεως ἴδια.

   Πολλάκις δ' ἅμα τόπου τε καὶ διαθέσεως ἐξ ἐνὸς γνωρίσματός ἐστιν ἡ ἔνδειξις, ἢ τόπου τε ἅμα καὶ αἰτίου· οἷον ἐπὶ μὲν τῶν τόπων ἀπό τε τῆς βεβλαμμένης ἐνεργείας καὶ τῶν ἐκκρινομένων καὶ τῆς θέσεως καὶ τῆς κατὰ τὴν ὀδύνην ἰδιότητος καὶ τῶν οἰκείων συμπτωμάτων ἡ ἔνδειξις, ἐπὶ δὲ τῶν παθῶν ἀπό τε τῆς τῶν ἐκκρινομένων ἰδέας καὶ τῆς τοῦ τόπου φύσεως καὶ τῆς κατὰ τὴν ὀδύνην ἰδιότητος καὶ τῶν οἰκείων συμπτωμάτων. ἀπὸ μὲν οὖν τῆς βεβλαμμένης ἐνεργείας ἔνδειξις τοῦ πεπονθότος μορίου γίνεται κατὰ τόνδε τὸν τρόπον. εἴ τινι σύμπτωμά τι τῆς κατὰ τὸ βλέπειν ἐνεργείας ἐστὶν, ὀφθαλμὸς ἐξ ἀνάγκης ἐκείνῳ πάσχει· πότερον δὲ κατ' ἰδιοπάθειαν, ἢ κατὰ συμπάθειαν, ἢ κατὰ ἄμφω, δεύτερον ἂν εἴη σκέμμα. τῇ δὲ τῶν ἐκκρινομένων ἰδέᾳ διαγινώσκεται τὸ πεπονθὸς μόριον, ὡς ἔμπροσθεν [45] εἴρηται, διά τε τῶν τῆς οὐσίας αὐτοῦ μερῶν καὶ τῶν περιεχομένων ἐν αὐτῷ. καὶ μὴν καὶ ἡ θέσις ἱκανὴ συνενδείξασθαι τὸ πεπονθὸς μέρος. ὄγκος γοῦν σκληρὸς ἐν περιγραφῇ κατὰ τὸ δεξιὸν ὑποχόνδριον οὐ σπληνὸς, ἀλλ' ἥπατος γνώρισμά ἐστι πάσχοντος· ὥσπέρ γε κατὰ τὸ ἀριστερὸν οὐχ ἥπατος, ἀλλὰ σπληνός. ὁμοίων τε τῶν ἐκκρινομένων ὄντων ἡ θέσις ἐνίοτε συνενδείκνυται τὸ πάσχον. εἰ γοῦν ὑμενώδους χιτῶνος ἐκκριθείη μόριον, ὅτι μὲν ἕλκωσίς ἐστί που, δηλώσει· τὸ δ' ὁποίου τοῦ μορίου, παρὰ τῆς θέσεως διδαχθήσῃ. τὸ μὲν γὰρ ἐμούμενον ἤτοι γαστρὸς, ἢ τοῦ στομάχου τὸ πάθος εἶναι σημαίνει· τὸ δ' ἀναβησσόμενον ἤτοι τοῦ λάρυγγος, ἢ τῆς τραχείας ἀρτηρίας· τὸ δὲ πτυόμενον μετὰ τὸ χρέμψασθαι τῆς φάρυγγος· εἰ δ' οὐρηθείη, τῆς οὐρήθρας αὐτῆς· εἰ δὲ διὰ ἕδρας ἐκκριθείη, τῶν ἐντέρων τινός· εἰ δὲ δι' αἰδοίου γυναικείου, τῶν κατὰ τὴν μήτραν. ὅτι δὲ καὶ τῶν ὀδυνῶν ἑκάστη κατὰ τὴν θέσιν ἐνδείκνυται τὸ πεπονθὸς μόριον, εὔδηλον· οὕτως γέ τοι καὶ τὰ προειρημένα διορίζεται· σημείων γὰρ φανέντων ἕλκους ἐν ἐμέτῳ, σκεπτέον ἐστὶ πότερον ἐν [46] τοῖς πρόσω μέρεσιν κατὰ τὸ ὑποχόνδριον, ἢ κατὰ τὸ μετάφρενον ὄπισθεν ὀδύνη τίς ἐστιν. διορισθήσεται δὲ τῆς μὲν ἔμπροσθεν ὀδύνης κατὰ τὴν γαστέρα, τῆς δ' ὀπίσω κατὰ τὸν στόμαχον γινομένης. ἀλλὰ καὶ αὐτῆς τῆς γαστρὸς τὸ στόμα τοῦ κύτους ὡσαύτως διορισθήσεται, εἰ τῶν καταπινομένων δριμέων τὸ μὲν τῷ στόματι τῆς γαστρὸς ἐργάζοιτο τὴν δῆξιν ἢ κατωτέρω, τὸ δ' ἐν τῇ κατὰ τὸν θώρακα διόδῳ· τὰ γὰρ τοιαῦτα πάντα τῇ θέσει διορίζεται, καθάπερ ἄλλα τῇ τῆς ὀδύνης ἰδέᾳ. λεχθήσεται δ' ἐπὶ πλέον ὑπὲρ ἀλγημάτων ἐν τῷ δευτέρῳ γράμματι, νυνὶ δὲ ἤδη καιρὸς εἰπεῖν τι παράδειγμα τῆς ἀπὸ τῶν οἰκείων συμπτωμάτων ἐνδείξεως τόπου πεπονθότος. ἔμπροσθεν μὲν οὖν ἑκάστου τῶν ἐπιφυομένων τοῖς ἕλκεσιν ἰδίαν ἔνδειξιν ἐλέγομεν εἶναι, νυνὶ δὲ καὶ τὰ τοιαῦτα προσκείσθω. ἀσώδεις μὲν ἐπὶ στόματι γαστρὸς πάσχοντι γίνονται· πλύματι δὲ κρεῶν ὅμοια κενοῦνται κάτω δι' ἀτονίαν ἥπατος· ἐρυθρὰ δὲ τὰ μῆλα γίνονται τοῖς περιπνευμονικοῖς. ἀλλὰ καὶ τῶν παθῶν αὐτῶν ἐν μὲν τοῖς ἐκκρινομένοις ἴδια σημεῖα, τοῦ μὲν ἕλκους ἐφελκίς· αἱ δὲ ψαμμώδεις [47] ὑποστάσεις λιθιάσεως· αἱ δὲ τοῖς τῆς κολοκύνθης σπέρμασιν ἐκκρίσεις ὅμοιαι πλατείας ἕλμινθος. ἀπὸ δὲ τῶν τόπων αὐτῶν ἔνδειξις τοῦ νοσήματος γίνεται διὰ τὸ τινὰς μὲν μόνους πάσχειν ἐκεῖνο τὸ νόσημα, τινὰς δὲ μόνους μὴ πάσχειν. ὑποχέονται μὲν γὰρ οἱ ὀφθαλμοὶ μόνοι, λιθιῶσι δὲ νεφροὶ καὶ κύστις, ὡς δ' ἔνιοί φασι, καὶ κῶλον· ἕλμινθες δ' ἐν ἐντέροις γεννῶνται· τὴν καρδίαν δ' αὖ πάλιν ἀδύνατον ἀπόστημα παθεῖν, ὥσπερ ὀδυνηθῆναι πνεύμονί τε καὶ συνδέσμοις. ἀπὸ δὲ τῆς τῶν συμπτωμάτων ἰδιότητος ἔνδειξις γίνεται τοῦ πάθους ἐν τοῖσδε. γρυποῦνται μὲν οἱ ὄνυχες ἐπὶ ταῖς φθινώδεσι νόσοις· ἄλογον δὲ ῥῖγος ἅμα πυρετῷ σημεῖόν ἐστι φλεγμονῆς μεταβαλλούσης εἰς ἐμπύημα· μελαινομένη δὲ γλῶσσα καυσώδους πυρετοῦ σημεῖον, ὥσπέρ γε καὶ ἡ τοῦ χρώματος ἰδιότης ἐν ὅλῳ τῷ σώματι δι' ἧπαρ μὲν ἑτέρα, διὰ σπλῆνα δ' ἄλλη, μὴ δυναμένη λαθεῖν τὸν ἐπιστήμονα, καθάπερ οὐδ' ἡ δι' αἱμοῤῥοΐδας. ἔστι δ' ὀλίγα πάνυ τῶν παθῶν αὐτῶν ἴδια σημεῖα, χωρὶς τοῦ συνενδείκνυσθαι τὸν πεπονθότα τόπον. αἱ μὲν γὰρ τῆς ἐνεργείας βλάβαι [48] μόνον δηλοῦσι τὸ πεπονθὸς μόριον, αἱ δ' ἐν αὐταῖς διαφοραὶ τὸ πάθος αὐτοῦ. μόνα τοίνυν ἐκεῖνα τῶν παθῶν ἐστιν ἴδια σημεῖα, τὰ κατά τι συμβεβηκὸς αὐτοῖς ἑπόμενα. (ὅτι μηδενὸς πάθους ἐνίοτε περὶ τὰ τῆς φωνῆς αὐτῆς ἴδια μόρια γεγενημένου, συμβαίνει βλάπτεσθαι τὴν φωνὴν ἀπορίᾳ τῆς ὕλης ἐξ ἧς ἐγίνετο) φανεῖται δέ σοι τοῦτο σαφέστερον ἐν ὅλῃ τοῦ λόγου τῇ διεξόδῳ· φανεῖται δὲ καὶ τὰ κοινὰ πάθους τε ἅμα καὶ τόπου πάσχοντος, ἢ δυοῖν παθοῖν, ἢ μορίοιν δυοῖν.

   Ἐν δὲ τῷ παρόντι τὸν περὶ τῶν ἰδιοπαθούντων τε καὶ συμπαθούντων λόγον ἔγνωκα προσθεὶς, ἐπ' αὐτοῦ καταπαῦσαι τὸ βιβλίον, ἀναμνήσας πρότερον, ὡς τὴν ὑπὸ τῶν ἄλλων ἰατρῶν ὀνομαζομένην πρωτοπάθειαν οἰκειότερον ἔφην ἰδιοπάθειαν ὀνομάζεσθαι· διαφέρει γε μὴν οὐδὲν, οὐδ' εἰ πρωτοπάθειάν τις αὐτὴν καλεῖ· βέλτιον γὰρ οὐ περὶ τῶν ὀνομάτων ἐρίζειν, ἀλλὰ τῶν πραγμάτων ἐπίστασθαι τὰς διαφοράς. ὅταν μὲν γὰρ ἐκ τῆς κοιλίας, ἤτοι γε ἀτμῶν μοχθηρῶν, ἢ καὶ τῶν χυμῶν αὐτῶν ἀναφερομένων ἐπὶ τὸν [49] ἐγκέφαλον, ἡ διάνοια βλάπτηται, πρώτως μὲν οὐκ ἄν τις φαίη πάσχειν τὸν ἐγκέφαλον, οὐ μὴν οὐδ' ἀπαθῆ γε παντάπασιν ὑπάρχειν, ἀλλ' ὅ τι περ ὑπ' αὐτῶν ἐκείνων ὁμολογεῖται, διὰ τοῦ συμπάσχειν ῥήματος ἀληθέστατόν ἐστιν. δηλοῦται γὰρ οὐ τὸ μηδόλως πάσχειν ἐκ τῆς συμπάσχειν φωνῆς, ἀλλὰ τὸ σὺν ἑτέρῳ πάσχειν. ἄμεινον δὲ καὶ σαφέστερον ἐφ' ἑτέρῳ πάσχειν ἂν εἴποι τις τὸ συμπάσχον. ὅπερ οὖν ἔνιοι τῶν ἰατρῶν νενοήκασι μὲν ἀμυδρῶς, ὥσπερ ὀνειρώττοντες, οὐκ εἰρήκασι δὲ σαφῶς, ὅτι μηδὲ ἐγνώκασι, τοῦτ' ἐγώ μοι δοκῶ διδάξειν ἀναγκαιότατον ὂν εἰς τὴν προκειμένην πραγματείαν, ἀρξάμενος ἐντεῦθεν. ἔνιαι τῶν ἐνεργειῶν ἐξ ὕλης ἐπιτηδείου γενόμεναι προπαρασκευαζομένην αὐτὴν ὑφ' ἑτέρων μορίων λαμβάνουσιν· εἰκότως οὖν ἔσθ' ὅτε, πάθος ἴδιον οὐδὲν ἐχόντων τῶν οἰκείων τῆς ἐνεργείας ὀργάνων, ἀπόλλυσθαι συμβέβηκεν αὐτὴν ἀπορίᾳ τῆς ὕλης ἐξ ἧς ἐγένετο, καθάπερ ἐπὶ τῆς φωνῆς ἔχει. δέδεικται γὰρ ἐν τοῖς περὶ αὐτῆς λόγοις ἡ ἐκφύσησις ὕλη μὲν οὖσα τῆς φωνῆς, γινομένη δ' ὑπὸ τῶν μεσοπλευρίων, [50] μυῶν συστελλομένου τοῦ θώρακος· ὅταν οὖν οὗτοι μηκέτ' ἐνεργῶσιν, ἄφωνον γίνεται τὸ ζῶον, οὐδενὸς πάθους ἐνίοτε περὶ τὰ τῆς φωνῆς αὐτῆς ἴδια μόρια γεγενημένου. ταῦτα δ' ἐστὶ συνελόντι μὲν εἰπεῖν ὁ σύμπας λάρυγξ, κατὰ μέρος δ' ἑρμηνευόντων, οἵ τε τρεῖς αὐτοῦ χόνδροι καὶ οἱ κινοῦντες αὐτοὺς μύες τρεῖς ἅμα τοῖς ἀπ' ἐγκεφάλου νεύροις, ἔτι τε πρὸς τούτοις ἡ ἔνδον τοῦ λάρυγγος ἐπιγλωττὶς, ἥ πέρ ἐστι τὸ κυριώτατον ὄργανον τῆς φωνῆς· αὕτη γὰρ ὑπὸ τῶν μυῶν ἀνοιγομένη τε καὶ συναγομένη μετρίως ἐργάζεται τὰς φωνάς· ἀλλ' οὐχ οἷόν τε γενέσθαι ταύτας ἄνευ τοῦ σφοδρῶς ἔξω φέρεσθαι τὸ πνεῦμα· τοῦτο δ' ὑπὸ τῶν μεσοπλευρίων ἐπιτελεῖται μυῶν. καί τις ἀφ' ὑψηλοῦ πεσὼν, ὡς ἐρεῖσαι κατὰ τῆς γῆς τὴν ἀρχὴν τοῦ μεταφρένου, περὶ μὲν τὴν τρίτην ἡμέραν πάνυ μικρὸν ἐφθέγγετο, τῇ δὲ τετάρτῃ τελέως ἦν ἄφωνος, ἅμα τῷ παραλελύσθαι τὰ σκέλη, μηδὲν τῶν χειρῶν βεβλαμμένων, οὐ μὴν οὔτ' ἄπνους οὔτε δύσπνους ἐγένετο· παραλυθέντος γὰρ ὅλου τοῦ μετὰ τὸν τράχηλον νωτιαίου, συνέβη τῷ θώρακι πρός τε τοῦ διαφράγματος [51] ἔτι τε καὶ τῶν ὑψηλῶν μυῶν κινεῖσθαι τῶν ἓξ, ἐπειδὴ τὰ νεῦρα τούτοις ἐκ τοῦ κατὰ τὸν τράχηλόν ἐστι νωτιαίου· τὰ δὲ τῶν μεσοπλευρίων μυῶν νεῦρα πάντ' ἔπαθεν, ὑφ' ὧν ἡ ἐκφύσησις ἐδείχθη γινομένη. βουλομένων οὖν τῶν ἰατρῶν ἐνοχλήσειν εἰκῇ, τοῖς μὲν σκέλεσι, διότι παρεῖτο, τῷ δὲ λάρυγγι διὰ τὸ τῆς φωνῆς πάθημα, κωλύσας ἐγὼ, μόνου προενοησάμην τοῦ πεπονθότος τόπου, καὶ γενομένου ἀφλεγμάντου τοῦ νωτιαίου μετὰ τὴν ἑβδόμην ἡμέραν ἐπανῆλθεν ἥ τε φωνὴ καὶ ἡ τῶν σκελῶν κίνησις τῷ νεανίσκῳ. τὸ μὲν δὴ τοιοῦτον εἶδος τῆς βλάβης κυριώτερον ἄν τις ὀνομάσειε συμπάθειαν, ἤπερ ὅταν ἐπὶ χυμοῖς τισι κατὰ τὴν γαστέρα περιεχομένοις ἄλγημα γίνηται τῇ κεφαλῇ· ἀναφέρεται γάρ τι πρὸς αὐτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν, οὐ μὴν ἐπὶ τὰ σκέλη γε φέρεταί τι τῶν βλαπτόντων ἐν ταῖς εἰρημέναις διαθέσεσιν, ἀλλὰ τοὐναντίον ἀποστερεῖται δυνάμεως ἧς πρότερον αὐτοῖς ἐχορήγει ὁ νωτιαῖος. ὁ δὲ λάρυγξ οὐκ ἀποστερεῖται μὲν εἰς τὸ παντελὲς τοῦ πνεύματος ἐν ταῖς ἀφωνίαις· ἔτι γὰρ ἐκπνεῖ τὸ ζῶον δι' αὐτοῦ· στερεῖται δὲ τῆς ἐκφυσήσεως, ἥ τις ἦν [52] ἀθρόα φορὰ τοῦ πνεύματος πολλοῦ διὰ λάρυγγος ἔξω τοῦ ζώου. περὶ μὲν δὴ τῶν ὀνομάτων ἑτέροις φιλονεικεῖν ἐπιτρεπτέον· ἡμῖν δ' ἀρκέσει περὶ τῶν πραγμάτων, ὧν ἐκεῖνοι παντάπασιν ἀγνοοῦσι, διελθεῖν. ἄλλως μὲν ἐπὶ τοῖς ἐν γαστρὶ χυμοῖς κεφαλαλγοῦσι, τῶν ἀναφερομένων δηλονότι χυμῶν θερμαινόντων τε ἅμα καὶ διατεινόντων τὰ κατὰ τὴν κεφαλήν· ἄλλως δὲ τὰ τῶν ὑποχεομένων πάσχουσι φαντάσματα, μήτε θερμαινομένων τῶν ὀφθαλμῶν μήτε διατεινομένων, ἀλλὰ μόνον ἀτμοῦ διοδεύοντος αὐτούς· ἔτι τε πρὸς τούτοις ἑτέρως μὲν ὁ φραχθεὶς τὸν ἀπ' ἐγκεφάλου καθήκοντα πόρον οὐχ ὁρᾷ, καὶ τούτῳ παραπλησίως μέν πως, ἑτέρως δὲ, ὁ διὰ τὴν τοῦ νωτιαίου φλεγμονὴν παρεθεὶς τὰ σκέλη· καθ' ἕτερον δὲ τρόπον ὁ τὴν φωνὴν ἀπολέσας ἢ βλαβείς. εἰς μὲν γὰρ τὰ σκέλη δύναμίς τις ἀφικνεῖσθαι κεκώλυται χωρὶς οὐσίας, εἰς δὲ τοὺς ὀφθαλμοὺς μετ' οὐσίας, εἰς δὲ τὸν λάρυγγα τῆς ἀφικνουμένης ὕλης κεκώλυται τὸ πλῆθος· ἐπὶ δὲ τοῦ διὰ τὴν μεσοπλευρίων μυῶν σύντρησιν ἀφώνου γεγονότος ἀπόλωλε τελέως ἡ τῆς φωνῆς ὕλη. ὅστις δὲ ὁ τρόπος τοῖς σκέλεσι τῆς παραλύσεως γίνεται κατὰ τὰς εἰρημένας [53] τοῦ νωτιαίου διαθέσεις, ὁ αὐτὸς καὶ τῷ λάρυγγι, τῶν νεύρων τῶν φωνητικῶν τμηθέντων ἢ βρόχῳ διαληφθέντων. ὀνομάζειν δὲ εἴωθα φωνητικὰ νεῦρα τὰ πρὸς ἡμῶν εὑρεθέντα, τῶν διδασκάλων μόνα τὰ παρὰ ταῖς ἀρτηρίαις εἰδότων. ἀκολουθεῖ μὲν οὖν κᾀκείνοις ὁμοίως κακωθεῖσιν ἀπώλεια φωνῆς, ὅτι καὶ τὰ τοῦ λάρυγγος ἴδια νεῦρα, τὰ παλινδρομοῦντα πρὸς ἐμοῦ κληθέντα, μόρια τῆς οὐσίας αὐτῶν ἐστιν· εἰς πολλὰ δὲ καὶ ἄλλα μόρια νενεμημένων αὐτῶν, οὐκ ἔχει προσηγορίαν οἰκειοτέραν τῆς τῶν φωνητικῶν, ἅπερ ἴδια τῶν τὴν φωνὴν ῥυθμιζόντων ὀργάνων ἐστίν. ὅ γε μὴν τρόπος τῆς βλάβης τοῖς μυσὶ τοῦ λάρυγγος ὁ αὐτός ἐστιν, εἴτε τὰ παλινδρομοῦντα νεῦρα κακωθείη, εἴτε τὰ παρὰ ταῖς ἀρτηρίαις, ἑκατέρως γὰρ ἀποροῦσι δυνάμεως ψυχικῆς, ἧς χωρὶς οὐχ οἷόν τε κατὰ προαίρεσιν αὐτοῖς κινεῖσθαι. καὶ μὴν καὶ ἡ τῶν κινούντων τὴν ἐπιγλωττίδα μυῶν τομὴ, τελέως μὲν ἄφωνον ἐργάζεται τὸ ζῶον· ἀλλ' οὐ κατὰ τὸν αὐτὸν ἁπάντῃ τρόπον, οὐ μὴν οὐδὲ πάντῃ διαφερόντως, ἢ εἰ τὰ νεῦρα βλαβείη· τὸ κοινὸν γὰρ τῆς βλάβης ἀμφοῖν ἐστιν ἐν τῷ στερίσκεσθαι τὴν [54] ἐπιγλωττίδα τῆς πρὸς τὴν κινοῦσαν ἀρχὴν συνεχείας, γίνεταί τε τοῦτο ἐάν τε τοὺς μῦς ἐάν τε τὰ νεῦρα τέμῃς, ἢ βρόχῳ διαλάβῃς, ἢ θλάσῃς, ἢ ὁπωσοῦν ἄλλως κακώσῃς. ἐγὼ γοῦν οἶδα καὶ ψυχθέντων ἐπὶ πλεῖον τῶν παλινδρομούντων νεύρων ἐν χειρουργίᾳ τινὶ κατὰ τράχηλον ἐν χειμῶνι γενομένῃ κακωθεῖσαν τὴν φωνὴν, ὡς ὀλίγου δεῖν ἀπολέσθαι· καὶ συνιέντες γε τοῦτ' αὐτὸ θερμαίνουσι φαρμάκοις αὐτὴν ἀνεκαλεσάμεθα, τὴν κατὰ φύσιν κρᾶσιν ἀνακτησάμενοι τοῖς νεύροις. ὥσπερ δ' ἐπὶ ταῖς τοῦ θώρακος συντρήσεσιν ἀπόλλυται ἡ φωνὴ στερήσει τῆς ὕλης, οὕτω κᾂν τὴν τραχεῖαν ἀρτηρίαν ὅλην διατέμῃς· οὐ γὰρ ἔτι παραγίνεται τὸ πνεῦμα πρὸς τὸ τῆς φωνῆς ἴδιον ὄργανον. ἑτέρῳ δὲ τρόπῳ ταὐτὸν ἐργάζεται βρόχος ὅλῳ τῷ τραχήλῳ περιτεθείς· ἀλλ' οὗτος μὲν οὐκ ἄφωνον μόνον ἀποτελεῖ τὸ ζῶον, ἀλλὰ πνίγει, στερίσκων τῆς ἀναπνοῆς· ἡ δ' ἀρτηρία διαρεθεῖσα φωνὴν μὲν βλάπτει, τῆς δ' ἀναπνοῆς οὐκ ἀφαιρεῖται τὸ ζῶον· αἱ δὲ κυνάγχαι καλούμεναι, φλεγμοναὶ τῶν ἔνδον τοῦ λάρυγγος οὖσαι σωμάτων, ἀνάλογον ἀγχόνῃ στερίσκουσι τῆς ἀναπνοῆς, ἐμφράττουσαι τὸν [55] πόρον αὐτῆς, διὸ δὴ καὶ μάλιστα τοῦ τῆς φωνῆς ὀργάνου πάθος ἴδιόν εἰσιν, ἐφεξῆς δὲ τῶν ἔξωθεν αὐτοῦ μυῶν ἡ βλάβη· τῶν δ' ἄλλων ἁπάντων ὧν διῆλθον, οὐκ ἴδιον, ἀλλὰ κατὰ συμπάθειαν μᾶλλον. ἐκκόπτων γοῦν τις ἐκ τραχήλου χοιράδας ἐν τῷ βάθει κειμένας, εἶτα δὲ εἰς τὸ μὴ τεμεῖν τι ἀγγεῖον οὐ τῇ μήλῃ τέμνων τοὺς ὑμένας, ἀλλὰ τοῖς ὄνυξι διασπῶν, ἔλαθεν ὑπ' ἀγνοίας συνδιασπάσας τὰ παλινδρομοῦντα νεῦρα· καὶ οὕτω τῶν μὲν χοιράδων ὑγιὲς ἀπέφηνε τὸ παιδάριον, ἄφωνον δὲ εἰργάσατο. καί τις ἄλλος ἕτερον παῖδα χειρουργῶν ὁμοίως ἡμίφωνον ἐποίησεν, ἐπὶ θατέρῳ μόνῳ νεύρῳ βλαβέντι· καὶ μέν τοι καὶ θαυμαστὸν ἐδόκει πᾶσιν, ὅτι μήτε τῆς τραχείας, μήτε τοῦ λάρυγγος παθόντων τι, τὴν φωνὴν βλαβῆναι συνέβη· δειχθέντων δ' αὐτοῖς ὑπ' ἐμοῦ τῶν φωνητικῶν νεύρων, ἐπαύσαντο θαυμάζοντες. ἐφ' ὧν οὖν ἤτοι γ' ὕλης ἢ δυνάμεως ἡ χορηγία διαφθείρεται, πιθανῶς ἄν τις λέγοι βεβλάφθαι τὴν ἐνέργειαν, ἀβλαβοῦς φυλαττομένου τοῦ ποιοῦντος αὐτὴν μορίου· τὸ δ' ὑπὸ χυμῶν ἢ ἀτμῶν ἑτέρωθεν ἡκόντων εἰς αὐτὸ βλαπτόμενον οὐκ ἂν εἰκότως ἀπαθὲς [56] εἶναι λέγοιτο· πιθανῶς δ' οὐδὲν ἧττον ἄν τις λέγοι κᾀπὶ τῶν γε στερισκομένων ὕλης τινὸς ἢ δυνάμεως βεβλάφθαι τὸ μόριον, εἴ γε ἐν τῷ παραλαμβάνειν ταῦτα τὴν κατὰ φύσιν εἶχε διοίκησιν. ὥστε κᾀκ τῆς τοιαύτης εἰς ἑκάτερον ἐπιχειρήσεως ἄχρηστος φαίνεται τῶν λογικῶν προβλημάτων ἡ σκέψις, οὐδὲν οὔτ' εἰς τὴν διάγνωσιν τῶν παθῶν οὔτ' εἰς τὴν ἴασιν οὔτ' εἰς τὴν τῶν ἀποβησομένων πρόγνωσιν ὠφελοῦσα. θέασαι γοῦν, ὅπως ἐγὼ μηδ' ἁψάμενος αὐτῆς διηγήσομαι θεραπείαν ἐκ τῆς τοῦ πεπονθότος τόπου γνώσεως εὑρεθεῖσαν. ἔχων τις ἐπικείμενον φάρμακον τοῖς τρισὶ δακτύλοις τῆς χειρὸς, ἔφασκε τριάκονθ' ἡμερῶν ἤδη τὴν αἴσθησιν αὐτῶν ἀπολωλέναι, τῆς κινήσεως ἀβλαβοῦς φυλαττομένης, ὀνίνασθαί τε μηδὲν ὑπὸ τῶν ἐπιτιθεμένων φαρμάκων. ὅπερ οὖν εἴωθα ποιεῖν ἐπὶ τῶν τοιούτων, οὐδὲ τότε παρέλιπον, ἀλλ' ἠρώτησα καλέσας τὸν προνοούμενον αὐτοῦ τῶν δακτύλων ἰατρὸν, ὁποίοις τισὶ χρησάμενος εἴη φαρμάκοις· ὡς δὲ τοῖς προσήκουσιν εὗρον, ἐζήτουν τὴν αἰτίαν τοῦ μηδὲν ὠφελεῖσθαι τὸν ἄνθρωπον, [57] ἠρώτων τε τὰ προηγησάμενα συμπτώματα. τοῦ δὲ μήτε φλεγμονήν τινα μήτε ψύξιν μήτε πληγὴν αὐτῷ προηγήσασθαι φάντος, ἀλλ' ἐκ τοῦ κατὰ βραχὺ τὴν αἴσθησιν ἀπολέσθαι, θαυμάζων πάλιν ἠρόμην, εἰ μὴ τῶν ἀνωτέρω τι μορίων ἐπλήγη. τοῦ δὲ κατὰ μὲν τὴν χεῖρα μηδὲν εἰπόντος, ἐν ἀρχῇ δὲ τοῦ μεταφρένου πληγῆναι φάσκοντος, αὖθις ἠρόμην ὅπως τε καὶ ὁπότ' ἐπλήγη. καὶ μέντοι καὶ ἀποκριναμένου, κατὰ τὴν εἰς Ῥώμην ὁδὸν ἡνίκ' ἐξέπεσε τοῦ ὀχήματος εἶναι τὸν χρόνον οὐ πολὺ πρότερον ἢ τοὺς δακτύλους ἄρξασθαι πάσχειν, ἐτεκμηράμην ἐν τῇ πρώτῃ τοῦ μετὰ τὸν ἕβδομον σπόνδυλον νεύρου διεκπτώσει μόριόν τι ἐπὶ τῇ πληγῇ φλεγμῆναν σκιῤῥώδη διάθεσιν ἐσχηκέναι. τοῦτο δ' ἐνόησα, μεμαθηκὼς διὰ τῆς ἀνατομῆς, ὅτι τὰ νεῦρα κατὰ περιγραφὴν μὲν ἰδίαν, ὡς αἱ φλέβες, ἐκφυόμενα φαίνονται, καὶ δόξαις ἂν ἓν ἀκριβῶς ἕκαστον αὐτῶν ὑπάρχειν, ὥσπερ καὶ τὴν φλέβα· τὰ δ' ἐστὶν εὐθέως ἀπὸ τῆς ἀρχῆς πολλὰ, σφιγγόμενα ἅπαντα καὶ συνεχόμενα κοινοῖς περικλήμασιν ἀπὸ τῶν μηνίγγων ἐκπεφυκόσιν. καὶ τοίνυν τοῦ τελευταίου τῶν ἐκ τοῦ τραχήλου [58] νεύρων ἡ ταπεινὴ μοῖρα πρὸς τοὺς μικροὺς ἀφικνεῖται δακτύλους, εἰς τὸ περιέχον αὐτοὺς διασπειρομένη δέρμα, καὶ προσέτι τοῦ μέσου δακτύλου τὸ ἥμισυ μέρος· ὅπερ δὴ καὶ θαυμασιώτατον ἐδόκει τοῖς ἰατροῖς, ὅτι τὸ ἥμισυ μόνον ἐφαίνετο πεπονθός· ἐμὲ δ' αὐτὸ τοῦτο προσήγαγε μᾶλλον, ὡς ἐκεῖνο μόνον εἴη τοῦ νεύρου τὸ μέρος πεπονθὸς, ὃ κατὰ τὸν πῆχυν ἀποφυόμενον αὐτοῦ τελευτᾷ πρὸς τοὺς εἰρημένους δακτύλους· ἀποῤῥῖψαί τε κελεύσας τὸ φάρμακον, ὃ κατ' αὐτῶν ἐπέκειτο, κατ' ἐκεῖνο μάλιστα τῆς ῥάχεως ἐπέθηκα τὸ μέρος, ὃ τὴν ἀρχὴν εἶχε τοῦ πάσχοντος μορίου. καὶ οὕτως συνέβη, καθάπερ ἐδόκει τοῖς ὁρῶσι, θαυμάσιόν τε καὶ παράδοξον, οἱ τῆς χειρὸς δάκτυλοι διὰ τῶν ἐπιτιθεμένων τῇ ῥάχει φαρμάκων θεραπευόμενοι. κᾀπειδὴ τελέως ἀπηλλάγη τοῦ πάθους, ζήτησις ἐγένετο τοῖς ἰατροῖς, ἥτίς ποτ' ἦν ἡ διάθεσις τῶν νεύρων, ἐν ᾗ τὴν μὲν κίνησιν αὐτῶν σώζεσθαι συμβαίνει, τὴν δ' αἴσθησιν ἀπόλλυσθαι. κᾀγὼ τὸ λελεγμένον ἤδη τισὶ τῶν ἔμπροσθεν ἰατρῶν εἶπον, ὡς ἡ μὲν αἴσθησις ἐν τῷ πάσχειν, ἡ δὲ κίνησις ἐν τῷ ποιεῖν τι γίνοιτο· καὶ διὰ τοῦτο ῥώμης μὲν [59] δεῖ τῷ κινήσοντι, τῷ δ' αἰσθησομένῳ καὶ ἡ βραχυτάτη δύναμις ἀρκεῖ. δόξαντος δ' αὐτοῖς ὀρθῶς εἰρῆσθαι τοῦ λόγου, τί οὖν, εἶπον, οὐ καὶ τοὐναντίον ἐθεάσασθέ ποτε, τῆς αἰσθήσεως σωζομένης ἐκλελοιπυῖαν τὴν κίνησιν; οἱ μὲν οὖν ἄλλοι σχεδὸν πάντες οὐδέποθ' ἑωρακέναι τοῦτ' ἔφασαν, εἷς δέ τις ὡμολόγει, καὶ τοὔνομά γε τοῦ παθόντος ἔλεγε, καὶ μάρτυρας ἐπηγγέλλετο παρέξειν. δόξαντος δὲ τούτου μάχεσθαι τοῖς εἰρημένοις ἐπὶ τῶν κινουμένων μὲν μορίων, οὐ μὴν αἰσθανομένων· ὅσον μὲν γὰρ ἐπ' ἐκείνῳ τῷ λόγῳ, παντάπασιν ἀδύνατόν ἐστιν ἀπωλωλυίας αἰσθήσεως ἔτι κινεῖσθαι κατὰ προαίρεσιν· αὖθις ἐδέοντό μου τὴν αἰτίαν ἀκοῦσαι τῶν φαινομένων ἀμφοτέρων. ἔστι δὲ σαφὴς τοῖς ἐπισταμένοις ἀνατομῆς νεύρων, οὖσα τοιάδε· ἅπασα μὲν ἡ καθ' ὁρμὴν κίνησις ὑπὸ μυῶν γίνεται· νεῦρον γὰρ οὐδέν ἐστιν αὐτὸ καθ' ἑαυτὸ χωρὶς μυὸς οὐδὲ μίαν ἐργαζόμενον ἐν τοῖς τοῦ ζώου μορίοις οὐδαμόθι τοιαύτην ἐνέργειαν, ἀλλὰ διὰ μέσων τῶν μυῶν πάσας τὰς προαιρετικὰς ὀνομαζομένας κινήσεις ἐπιτελεῖ. καθήκουσιν δ' εἰς τὰ κινηθησόμενα μόρια [60] ποτὲ μὲν ἄντικρυς οἱ μύες αὐτοὶ, ποτὲ δὲ διὰ μέσων τενόντων, οὓς ἀπονευρώσεις ἔνιοι προσαγορεύουσιν. ἐκ τούτου τοῦ γένους εἰσὶ καὶ οἱ τοὺς δακτύλους κινοῦντες τένοντες, ὁμοίως τοῖς τόνοις ὀνομαζομένοις ὑφ' Ἱπποκράτους περιφερεῖς. ἐὰν μὲν οὖν τὰ τῶν μυῶν νεῦρα πάθῃ, τὴν κίνησιν ἀπολλύουσιν οἱ δάκτυλοι· τῶν δ' εἰς τὸ δέρμα παραγινομένων παθόντων ἡ κατὰ τὴν ἁφὴν αἴσθησις διαφθείρεται· κατὰ δὲ τὰς ὅλων τῶν κώλων παραλύσεις, ὡς ἂν τῆς κοινῆς ἀρχῆς πεπονθυίας, ἀμφότεραι συναπόλλυνται, κινήσεις τε καὶ αἰσθήσεις. καὶ τόν γε πρωτοπαθοῦντα τόπον ἐκ τοῦ πλήθους τῶν βεβλαμμένων νεύρων μόνον ἔστιν ἐξευρεῖν, ἐάν γέ τις ἀκριβῶς ἴδῃ τὰς κοινὰς αὐτῶν ἀρχὰς, ἃς ἐν τῇ τῶν νεύρων ἀνατομῇ διῆλθον, οὐδενὸς τῶν πρὸ ἐμοῦ τὴν ἀνατομὴν ταύτην ἀκριβώσαντος, ἀλλὰ τῶν μὲν μεῖζον, τῶν δ' ἔλαττον σφαλέντων. ὁ δ' οὖν γεγυμνασμένος ἐν αὐτοῖς μόνος ἀκριβῶς λογίζεσθαι δύναται, κατὰ τίνα σπόνδυλον ὁ νωτιαῖος ἔπαθεν, ἤτοι γε ὅλος, ἢ τὸ ἕτερον αὐτοῦ μέρος· ἔστιν ὅτε γὰρ ἐν τῷ δεξιῷ μόνον αὐτοῦ μορίῳ τὸ πάθος ἐστὶ, [61] μηδὲν θατέρου παθόντος· ἢ πάλιν τοὐναντίον, ἀπαθὲς μὲν ἔμεινε τοῦτο, μόνον δ' ἔπαθε τὸ εὐώνυμον· καὶ κατὰ τοῦτο ποτὲ μὲν ἅπαντα τὰ ἐν τοῖς εὐωνύμοις παραλύεται, τῶν δεξιῶν ἀπαθῶν φυλαττομένων, ἐνίοτε δ' ἔμπαλιν ἔπαθέ τε καὶ παρελύθη τὰ δεξιὰ μέρη μόνον. μηδὲν μέντοι παθόντος αὐτοῦ τοῦ νωτιαίου, μόνης δὲ μιᾶς ἐκφύσεως νεύρου, τῶν μορίων ἐκείνων παρακολουθεῖ παράλυσις, εἰς ἃ τὸ νεῦρον διασπείρεται· καὶ μὴν καὶ δύο καὶ τρεῖς ἐνίοτε μόναι τῶν ἐκφύσεων ἔπαθον, ἀπαθοῦς τοῦ νωτιαίου φυλαχθέντος. οὕτως γοῦν ἐπεπόνθει καὶ ὁ τἄλλα τῆς χειρὸς ἅπαντα παραλυθεὶς, ὡς μήτε αἰσθάνεσθαι μήτε κινεῖσθαι, κατὰ δὲ τοὺς τρεῖς δακτύλους μόνους ἔχων διασωζομένην τὴν αἴσθησιν. ἄλλῳ δ' οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ αἱ κινήσεις ἐσώζοντο τῶν μυῶν ἐκείνων, εἰς οὓς ἡ μετὰ τὸν ἕβδομον σπόνδυλον ἔκφυσις διενέμετο. καί τις ἄλλος ἐκ καταπτώσεως σφοδρᾶς ἐκείνους μόνους τοὺς μῦς παρελύθη τοὺς ἐκ τούτου τοῦ νεύρου λαμβάνοντας μόρια· τῷ δ' αὐτῷ τούτῳ καὶ τοῦ δέρματος ἐκεῖνα μόνα τὴν αἴσθησιν ἀπώλεσεν, ὅσα [62] παρὰ τοῦ λελεγμένου νεύρου τὰς ἀπονεμήσεις ἐλάμβανεν. ὅστις οὖν βούλεται γνωρίζειν, ἐν ποίῳ σπονδύλῳ τὸ πάθος ἐστὶν, ἤτοι μόνης τῆς ἐκφύσεως νεύρου τινὸς, ἢ καὶ τοῦ νωτιαίου μυελοῦ, κατὰ τὴν τῶν νεύρων ἀνατομὴν γυμνασάσθω, μέθοδον ἔχων ἐν ἅπασι κοινὴν, τοὺς παραλυθέντας μῦς ἐπισκοπεῖν ἅμα τῷ τὴν αἴσθησιν ἀπολωλεκότι δέρματι. τοῦ μὲν γὰρ νωτιαίου παθόντος ὅλου κατά τινα σπόνδυλον, ἅπαντα τὰ κάτω μέρη παραλύεται· κατὰ δὲ τὸ ἕτερον μέρος εἰ βλαβείη, θατέρου μένοντος ἀπαθοῦς, ἐν τοῖς κατ' εὐθὺ μέρεσιν ἡ παράλυσις ἔσται μόνον· εἰ δὲ ῥῖζα νεύρου πάθοι, τὰ μὲν ἄλλα τὰ κάτω τοῦ πεπονθότος οὐδὲν πείσεται, μόνα δ' ἐκεῖνα παραλυθήσεται τῶν μορίων, εἰς ἃ ἕκαστον τῶν νεύρων διασπείρεται. ταῦτ' οὖν ἐὰν ἀκριβῶς μάθῃς, οὐκέτ' ἐνοχλήσεις τοῖς παραλελυμένοις κώλοις, ἀφεὶς τὴν ῥάχιν, ἀλλ' ἐπ' ἐκείνην ἀφικόμενος ἐκθεραπεύσεις τὸ πεπονθός. οὕτω δὲ κᾂν μὴ κατὰ τὴν ῥάχιν, ἀλλὰ κατά τι τῶν μετὰ ταύτην χωρίων τὸ νεῦρον πάθῃ, γνωρίσεις ἐκ τῶν μυῶν τε καὶ τοῦ [63] δέρματος. τὸ μὲν οὖν δέρμα ῥᾳδίως γνωρίσεις, ὑποπῖπτόν γε τοῖς ὀφθαλμοῖς· οἱ δὲ μύες ἐκ τῶν ἀπολωλυιῶν ἐνεργειῶν διαγινώσκονται. χρὴ τοίνυν σε καὶ περὶ τῶν μυῶν ἀνατομὴν γεγυμνάσθαι, καὶ γινώσκειν ἧστινος ἕκαστος ἐνεργείας ἐστὶν ὄργανον· οὕτω γὰρ ὑπάρξει σοι μόνως διακρίνειν δύνασθαι, τίνων μὲν ἀπόλλυται μορίων ἡ ἐνέργεια, μηδὲν νόσημα τῆς σωματικῆς οὐσίας αὐτῶν πασχούσης, τίνων δὲ νόσημα προηγεῖται, γινόμενον, ἢ γεγονός. οἶσθα δὲ τά τε γένη τῶν νοσημάτων καὶ τὰς διαφορὰς ἁπάσας ἐν ἑτέρῳ βιβλίῳ γεγραμμένας, ὃ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἐπιγέγραπται, καθάπερ ἐν ἑτέρῳ περὶ τῆς τῶν συμπτωμάτων διαφορᾶς· ἀλλὰ καὶ περὶ τῆς τῶν αἰτίων ἑκατέρων ἰδίᾳ γέγραπται, καθ' ἓν μέν τι περὶ τῆς τῶν νοσημάτων, ἐν τρισὶ δὲ περὶ τῆς τῶν συμπτωμάτων· ἐν οἷς ἅπασι γεγυμνάσθαι προσήκει τὸν μέλλοντα ῥᾳδίως εὑρήσειν τε καὶ διακρινεῖν αἰτίαν καὶ πάθος καὶ τόπον πεπονθότα. κατὰ συνδρομὰς μὲν γὰρ οὐχ οἷόν τε πάντα διδάξαι, καίτοι γ' ἀξιούντων οὕτω τῶν ἐμπειρικῶν· ἀλλὰ τά τε προηγησάμενα [64] καὶ τὰ παρόντα συμπτώματα γνοὺς ἀκριβῶς τις, ἐπί τε τὴν διὰ τῆς θεραπευτικῆς μεθόδου πεῖραν ἀφικόμενος, εὑρήσει τὸ πεπονθὸς ἅμα τῇ διαθέσει. καὶ πλεῖστον τοῦτ' ἔστιν ἐπὶ τῶν ἐν τῷ βάθει τοῦ σώματος τεταγμένων μορίων, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τὴν αἴσθησιν ἢ κίνησιν ἀπολλύντων ἐδείξαμεν. ἴσως μὲν οὐδὲν χεῖρον ἔτι παραγράψαι τινὰ τῶν γεγονότων, ὁποῖα καὶ ταῦτ' ἐστίν. παιδίον ὡς ἐτῶν ἓξ ἀκουσίως ἀποπατεῖν ἤρξατο, παραλυθέντος ἐξαίφνης αὐτῷ τοῦ κατὰ τὴν ἕδραν μυός· ἐγένετο δὲ καὶ γέροντί ποτε τοιοῦτον σύμπτωμα· καί τινι πάλιν ἑτέρῳ παιδίῳ περὶ τεσσαρεσκαιδεκάτην ἡλικίαν ἀκούσιος ἔκκρισις ἐγένετο διαχωρημάτων, ἅμα τοῖς κατὰ τὴν κύστιν ἀλγήμασι, καὶ ἄλλῳ μετὰ τῆς τῶν οὔρων ἐπισχέσεως· ἄλλῳ δὲ πάλιν ἀκουσίως ἐξεκρίνετο τὰ οὖρα, καὶ ἄλλῳ καὶ ταῦτα καὶ τὰ διαχωρήματα. χρὴ τοίνυν ἐπὶ τῶν τοιούτων ἁπάντων πυνθάνεσθαι τὰ προγεγονότα· τοὐπίπαν γὰρ ἤτοι ψύξις τις ἢ πληγὴ κατὰ ῥάχιν αὐτῶν ἡγεῖται· ἡ μὲν ψύξις, ἕνα μόνον τὸν πεπονθότα βλάπτουσα μῦν, ἡ πληγὴ δὲ [65] πλείους ὡς τὰ πολλά· πάνυ γάρ ἐστι σπάνιον ἐπὶ πληγῇ ῥάχεως ἕνα μῦν παθεῖν, ὡς ἂν τῶν ἐκφυομένων τοῦ νωτιαίου νεύρων εἰς πλείονας μῦς κατασχιζομένων. ἀλλὰ καὶ διὰ πληγὴν αὐτοῦ τοῦ πεπονθότος μυὸς, ἀμεληθείσης ἐνίοτε καὶ σκιῤῥωθείσης τῆς ἐπιγενομένης, ἠκολούθησε παράλυσις αὐτοῦ· ἔσται δὲ καὶ τοῦτο σπάνιον· ἀλλ' ἥ γε ψύξις ἔβλαψε πολλάκις ἕνα μῦν, καὶ μάλιστα τῶν ἐπιπολῆς κατὰ τὴν ἕδραν, ἤτοι καθίσαντος ἐπὶ ψυχροῦ λίθου τινὸς, ἢ ἐν ὕδατι ψυχρῷ διατρίψαντος ἐπιπλέον. ὁ γοῦν παῖς ὁ βλαβεὶς τὴν κύστιν τε καὶ κατὰ τὴν ἕδραν, ἐν ποταμῷ θηρεύων ἰχθῦς, ἔπαθεν οὕτως· ἐνίοις δὲ νηξαμένοις ἐν ὕδατι ψυχρῷ τὸ τοιοῦτο συνέβη. τοὺς μὲν οὕτω παθόντας ἰάσασθαι προσήκει θερμαίνοντα βοηθήματα τοῖς πεπονθόσιν τόποις προσφέροντας· οἷς δὲ τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἔπαθέ τι, τῇ ῥάχει προσακτέον τὰ βοηθήματα. πολλάκις γε μὴν ἐπὶ καταπτώσεσιν ἀφ' ὑψηλοῦ τόπου γενομέναις, ἢ πληγαῖς σφοδραῖς, ἰσχυρῶς παθούσης τῆς ῥάχεως, ἡ φλεγμονὴ μέχρι πλειόνων ἐκταθεῖσα [66] μορίων οὐ μόνους τοὺς μῦς ἔβλαψεν, ἀλλὰ καὶ τὴν κύστιν· ἐφ' ὧν ἴσχεται τὰ οὖρα, διὰ τὸ τὴν κύστιν αὐτὴν παθεῖν· ἐνίοις δ' οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ διαχωρήματα τελέως ἐπεσχέθη, παθόντων δηλονότι τῶν ἐντέρων. ὥσπερ γὰρ οἱ μύες εἰς τὰς προαιρετικὰς ἐνεργείας βλάπτουσι παθόντες, οὕτω τὰ ἔντερα καὶ ἡ κύστις εἰς τὰς φυσικὰς, ἐπειδὴ περιστελλομένων αὐτῶν ἐκκρίνεται τὰ περιεχόμενα.

   Καὶ διαφέρει πάμπολυ κατὰ τοῦτο τὰ φυσικὰ τῶν ψυχικῶν ὀργάνων, εἴγε τοῖς μὲν φυσικοῖς ἐδείχθη σύμφυτος ἡ τῆς ἐνεργείας δύναμις οὖσα, τοῖς ψυχικοῖς δὲ ἀπὸ τῆς ἀρχῆς ἐπιῤῥεῖν ὁμοίως ἡλιακῷ φωτί. καθάπερ οὖν ἡ μαγνῆτις λίθος ἐν ἑαυτῇ δύναμιν ἔχει, καθ' ἣν ἕλκει τὸν σίδηρον, οὕτω καὶ τῶν φυσικῶν ὀργάνων ἕκαστον, ὥστε εἴπερ ἦν μόνιμος αὐτῶν ἡ οὐσία, μηδὲν δεῖσθαι μήτ' ἀρτηριῶν μήτε φλεβῶν· ἐπεὶ δὲ καὶ τρέφεσθαι δεῖται, καὶ τὴν συμμετρίαν φυλάττειν τῆς ἐμφύτου θερμασίας, διὰ τοῦτ' αὐτοῖς ἐδέησε φλεβῶν καὶ ἀρτηριῶν. [67] οἱ δὲ μύες ἕνεκα μὲν τοῦ φυλάττεσθαι τὴν οὐσίαν αὑτῶν, ὡσαύτως δέονται φυσικοῖς τοῖς ὀργάνοις ἀρτηριῶν καὶ φλεβῶν· ὅτι δ' οὐκ ἔχουσι σύμφυτον αἰσθήσεώς τε καὶ κινήσεως ἀρχὴν, διὰ τοῦτο τῶν νεύρων ἀεὶ χρῄζουσι, χορηγούντων αὐτοῖς ταῦτα, καθάπερ ὁ ἥλιος τὴν αὐγὴν ἅπασιν οἷς φωτίζει. καὶ διὰ τοῦτό γε μόνον τοῖς αἰσθανομένοις τε καὶ κινουμένοις μορίοις συμβαίνει, μηδὲν ἐνίοτε βεβλαμμένοις αὐτοῖς, ὅμως ἀπολλύναι τὴν ἐνέργειαν· οὐ μὴν τοῖς φυσικοῖς ὀργάνοις τοῦτό γε συμπίπτειν εἴωθεν, ἀλλ' ἀεὶ τῆς κατὰ τὴν ἐνέργειαν βλάβης αὐτὰ πάσχει πρότερα. καὶ μέντοι καὶ τοῖς ψυχικοῖς ὀργάνοις ἅπασιν ἡ φυσικὴ διοίκησις ὑπάρχει, καὶ χρῄζουσί γε καὶ αὐτὰ τῆς τῶν ἀρτηριῶν καὶ φλεβῶν ἐπικουρίας φυλάττειν τὴν οὐσίαν αὐτῶν· καὶ χρὴ σκοπεῖσθαί σε μάλιστα καὶ διορίζεσθαι, τίνα μὲν ὡς ψυχικοῖς, τίνα δὲ ὡς φυσικοῖς συμβαίνει τοῖς ὀργάνοις· οἷον ὅτι τὸ μὲν ἀλλοιοῦσθαι, φέρε εἰπεῖν, ὑπὸ τῶν ὁμιλούντων αὐτοῖς, ὡς φυσικοῖς· τὸ δ' αἰσθάνεσθαι τῆς ἀλλοιώσεως, ὡς ψυχικοῖς· οὕτω γοῦν καὶ κατὰ τοὺς ὀφθαλμοὺς [68] γίνεται πολλάκις. οἱ γὰρ ἀπὸ τῆς γαστρὸς ἀτμοὶ πάντως ἀλλοιοῦσιν αὐτοὺς, οὐ μὴν αἰσθάνονταί γε τῆς οὕτω μικρᾶς ἀλλοιώσεως ἅπαντες, εἰ μὴ καὶ τὴν αἰσθητικὴν δύναμιν ἔχοιεν ἀκριβῆ· λέγω δὲ ἀκριβῆ τὴν καὶ τὰ σμικρότατα βλέπουσαν.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ ΤΟΠΩΝ.

ΒΙΒΛΙΟΝ Β.

[69]    Πρόκειται μὲν, ὡς Ἐρασίστρατος ἀεὶ παρακελεύεται, γυμνάζειν τὸν λογισμὸν εἴς τε τἄλλα τῆς τέχνης ἔργα καὶ τὰ νῦν ἡμῖν προκείμενα περὶ τὰς διαγνώσεις τῶν πεπονθότων τόπων. εἰσὶ δὲ τρεῖς τρόποι γυμνασίου κατ' αὐτά· πρῶτος μὲν ὁ καθ' ἕκαστον τῶν μορίων τοῦ σώματος, ἃ τόπους ὀνομάζουσι· δεύτερος δὲ ὁ κατὰ τὰς αἰτίας τε καὶ διαθέσεις· καὶ τρίτος ὁ κατὰ τὰς τῶν συμπτωμάτων διαφοράς. ὁ μὲν οὖν κατὰ τοὺς τόπους ἐστὶ τοιόσδέ τις· ἐγκεφάλου πάσχοντος ἴδια συμπτώματα ταυτὶ, γαστρὸς πασχούσης [70] ἴδια ταυτὶ, κώλου πάσχοντος ἴδια ταυτὶ, καθ' ἕκαστόν τε τῶν ἄλλων ὁμοίως. ὁ δ' ἀπὸ τῶν διαθέσεών τε καὶ τῶν αἰτίων· φλεγμονῆς μὲν ἴδια ταῦτ' ἐστὶ συμπτώματα· σκίῤῥου δὲ ταῦτα· καὶ ψύξεως μὲν ταῦτα· πλήθους δὲ ταῦτα, καὶ διαφθορᾶς ταυτί. κατὰ δὲ τὰ συμπτώματα· τὸ μὲν ἄλγημα τόδε τῶνδε τῶν διαθέσεών ἐστι δηλωτικὸν ἢ τῶνδε τῶν τόπων, ἡ δὲ βὴξ τῶνδε· καὶ κατὰ τὸν αὐτὸν τρόπον ἔμετος, αἱμοῤῥαγία, διάῤῥοια, σπασμὸς, ῥῖγος, φρίκη, παραφροσύνη. διοριζομένων γὰρ οὕτως ἀπ' ἀλλήλων ἁπάντων αὐτῶν, εὐφωρότατον ἔσται τὸ καλῶς καὶ τὸ κακῶς λεγόμενον. ὅτι δ' οὕτως ἔχει ταῦτα, μαθήσῃ σαφῶς ἐφ' ἑκάστου σκοπούμενος.

   Οἷον εὐθέως, ἐπειδὴ πλεονάζει κατὰ τοῦτο τὸ γένος ὁ Ἀρχιγένης, ἐκ τῆς τῶν ἀλγημάτων διαφορᾶς ἡγούμενος δηλοῦσθαι τὰ πεπονθότα μόρια, σκεπτέον ὑπὲρ αὐτῶν ἀκριβῶς. τὸν γοῦν ναρκώδη πόνον ἐπὶ νεύροις γίνεσθαί φησιν, ἁμαρτάνων προφανῶς. ἡ γάρ τοι νάρκη διὰ ψυχρὰν γίνεται διάθεσιν, οὐκ ἐν νεύροις μόνον, ἀλλὰ καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ σαρξὶν, ὑμέσι τε καὶ χιτῶσι καὶ [71] δέρματι. εἰ δ' ὅτι πάντα ταῦτα διὰ νεύρων ἔχει τὴν αἴσθησιν, καὶ εἰς νεῦρα τὴν διάθεσιν ἀναφέρει, τί οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας διαφορὰς τῶν ἀλγημάτων ἰδίας τῶν νεύρων εἶναί φησιν; ὁ γάρ τοι πόνος αἴσθησίς ἐστιν ἀνιαρὰ, καθάπερ ἡ ἡδονὴ προσηνὴς αἴσθησις. οὔκουν ὁ ναρκώδης μόνος ἐν νεύροις ἔχει τὴν γένεσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστος, οὓς αὐτὸς ἔγραψεν ὁ Ἀρχιγένης. ἐὰν δ' ἀκριβέστερον ἐπισκοπῇς, οὐδὲ διαφορά τις ἐν πόνοις ὁ ναρκώδης ἐστὶν, ὥσπερ οὐδ' ἐν ἕλκεσι τὸ φλεγμαῖνον, ἀλλὰ μᾶλλον δυοῖν σύνοδος πραγμάτοιν, ὡς ἐπὶ τούτων ἕλκους τε καὶ φλεγμονῆς ἐστιν, οὕτως ἐπ' ἐκείνων πόνου τε καὶ νάρκης. ἡ γάρ τοι νάρκη ψύξις τίς ἐστιν οὐκ ἀγεννὴς, καὶ διὰ τοῦτο δυσαισθησίαν τε καὶ δυσκινησίαν ἐπιφέρει τοῖς οὕτω διατεθεῖσι σώμασιν, ὥσπέρ γε καὶ τὴν τελείαν ἀναισθησίαν τε καὶ ἀκινησίαν ἡ τελεία κατάψυξις. ὅτι δὲ διαθέσεως ὄνομά ἐστιν ἡ νάρκη, καὶ οὐκ αἰσθήσεως ἢ πόνου, δεδήλωται καὶ πρὸς Ἱπποκράτους εἰπόντος ὧδε· νάρκη γὰρ μετρίη ὀδύνης λυτική. γίνεται γὰρ ἡ νάρκη καὶ διὰ ψύξιν, ὡς ὁρᾶται φανερῶς ἐπί τε [72] τῶν ἐν χειμῶνι διὰ κρύους ὁδοιπορησάντων, ἐπί τε τῶν ψυχόντων φαρμάκων, οἷς ἄν τις ἐπὶ πλέον ἔξωθεν χρήσηται, ναρκῶδες ἀποτελεῖται τὸ μόριον, ὥσπέρ γε καὶ παντελῶς ἀναίσθητον ἐν ταῖς ἰσχυροτάταις καταψύξεσιν, οὐκ ἐκ φαρμάκου μόνον, ἀλλὰ κᾀκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γινομέναις. οἶδα γοῦν τινων ὅλους τοὺς πόδας οὕτως ψυγέντας, ὡς εἰς ἀναισθησίαν μὲν πρῶτον ἀφικέσθαι, νεκρωθέντας δὲ ἐν ταῖς ἑξῆς ἡμέραις ἀποσαπῆναι. καθάπερ οὖν καὶ ἡ παντελὴς ψύξις ἀναισθησίαν τε καὶ ἀκινησίαν ἐπιφέρει τελείαν, οὕτως καὶ ἡ μετριωτέρα δυσαισθησίαν τε καὶ δυσκινησίαν· ὀνομάζεται δ', ὡς ἔφην, ἡ τοιαύτη ψύξις νάρκη. καὶ τοίνυν τὸ ναρκῶδες ἄλγημα διάθεσις ἐργάζεται ψυχρά τε ἅμα καὶ ὀδυνηρὰ, δηλούσης τῆς λέξεως οὐκ ὀδύνης διαφορὰν, ὡς ἔφην, ἀλλ' ὀδύνην ἅμα καὶ ἤτοι διάθεσιν ψυχρὰν ἢ τὴν ὑπ' αὐτῆς γινομένην ἐν τῷ μορίῳ δυσαισθησίαν τε καὶ δυσκινησίαν. ἴσμεν δ' ὅτι καὶ τοῖς θλιφθεῖσι μορίοις ἰσχυρῶς ἐγγίνεται νάρκη καὶ τοῖς ἁψαμένοις τοῦ ζώου τῆς νάρκης ἔτι ζώσης. καὶ ὅσοις γε κατά τι τῶν κώλων ἐγένετο νάρκη, τῶν [73] τε ψαυόντων (τὴν) ἀμυδρὰν ἔχουσι τὴν αἴσθησιν, ἀδυνατοῦσί τε κινεῖσθαι, καὶ εἰ βιάζοιτό τις, ὀδυνῶνται· χωρὶς δὲ τοῦ πρὸς τὰς κινήσεις ἔρχεσθαι τοῦ μὲν πάθους τῆς νάρκης αἰσθάνονται σαφῶς, οὐ μὴν ὀδυνῶνταί γε. κακῶς οὖν ὁ Ἀρχιγένης νεύρων ἴδιον εἶναί φησι τὸ ναρκῶδες ἄλγημα, διαθέσεως γάρ ἐστιν, οὐ τόπου πεπονθότος, νάρκη γνώρισμα. καὶ τοίνυν μετ' ὀλίγον πάλιν αὐτὸς ὁ Ἀρχιγένης ἰδίαν εἶναι μυῶν αὐτήν φησιν· ἔχει δ' ἑκατέρα τῶν λέξεων οὕτως, ἡ μὲν προτέρα· τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα· καὶ ταῦτα μὲν ναρκώδεις ἐπιφέρει τοὺς πόνους καὶ σκληρῶς διατείνοντας. ἡ δ' ὀλίγον ὕστερον αὐτῆς εἰρημένη ῥῆσίς ἐστιν ἥδε· μύες δὲ σαρκός τε καὶ νεύρου μῖγμα τῶν ἰδιωμάτων, ἀμέλει δὲ καὶ ἀρτηρίας ἐν τοῖς πόνοις ἀναφέρουσι, σφριγῶντες, ὡς ἂν εἴποι τις, καὶ μετ' εὐρυχωρίας διατεινόμενοι, καὶ ναρκῶδες σφύζοντες. τούτων τῶν ῥήσεων ἐν μὲν τῇ προτέρᾳ τὰ νεῦρα ναρκώδεις ἐπιφέρειν τοὺς πόνους φησὶν, ἐν δὲ τῇ δευτέρᾳ τοὺς μῦς ναρκῶδες σφύζειν, οὐ τοῖς πάθεσιν ἀναφέρων τὸ ναρκῶδες, ἀλλὰ τοῖς μορίοις. [74] ἔστι δ', ὡς εἶπον, οὐ μορίου τινὸς ἴδιον ἡ νάρκη πάθος, ἀλλὰ διαθέσεως, ἅπασι μὲν ἐγγινομένης τοῖς σώμασιν, οὐκ ἐν ἅπασι δ' αἰσθητῶς φαινομένης, ἀλλ' ἐκείνοις μόνοις, ὅσα πέφυκεν αἰσθάνεσθαι τῶν ἐν αὐτοῖς παθῶν, καὶ κινεῖσθαι κατὰ προαίρεσιν. ἀλλὰ καὶ πρὸς τὸ φαινόμενον ἐναργῶς ἐπὶ τῶν μυῶν ὁ λόγος αὐτοῦ μάχεται μετὰ τοῦ ἀδιορίστως εἰρῆσθαι· τάχα δὲ καὶ ἀγνοεῖ, ὡς οὐδαμόθι τοῦ σώματος αὐτὴ καθ' ἑαυτήν ἐστι σὰρξ, ἀλλὰ τῶν μυῶν τὸ μὲν νευρῶδες ἔν τε ταῖς πλείσταις τῶν κεφαλῶν ἢ τελευτῶν ἐστιν, ἐνθάδε καὶ οἱ τένοντες, ὅσον δὲ ἐν τῷ μεταξὺ πᾶν, ἡ πρὸς ἁπάντων ἀνθρώπων ὀνομαζομένη σάρξ ἐστιν, οὐδενὸς εἰδότος ὅτι μὴ ἀκριβῶς ἀνατεμόντων, ὡς οὐκ ἔστι μόνη σὰρξ, ἀλλὰ μετά τινων ἰνῶν λεπτοτάτων, εἰς ἃς τὸ νευρῶδες ἐλύθη γένος. ὀνομάζω δὲ γένος νευρῶδες εἰς μίαν ἄγων προσηγορίαν τούς τε συνδέσμους καὶ τοὺς τόνους· τούτων γὰρ διαπειρομένων τῇ σαρκὶ, τὴν τῶν μυῶν οὐσίαν ἐδείξαμεν συνισταμένην· ἕνεκα δὲ τοῦ διαμένειν αὐτὴν ἐδεήθη ἀρτηριῶν τε καὶ φλεβῶν.

[75]    Καὶ τοίνυν καὶ τὸ σφύζειν ἀνωδύνως ὑπάρχει μόναις ταῖς ἀρτηρίαις, ὑγιαίνοντος τοῦ ζώου· φλεγμονῆς δὲ μεγάλης γενομένης, ἢ ἐρυσιπέλατος, ἢ ἀποστήματος, αἰσθανόμεθα σὺν ὀδύνῃ τοῦ σφυγμοῦ τῶν ἀρτηριῶν, ἔμπροσθεν ὅθ' ὑγίαινε τὸ σῶμα μὴ ὅτι μετ' ὀδύνης, ἀλλὰ μηδὲ χωρὶς ταύτης αἰσθανόμενοι. ἔστι γὰρ δὴ τὸ συμβαῖνον τοιόνδε. τὰ φλεγμαίνοντα μόρια κατὰ δύο τούτους καιροὺς ὀδυνᾶται μεγάλως, ὅταν τε πρὸς τὰς κινήσεις ἄγηται καὶ ὅταν θλίβηται πρός τινων. ἐπειδὰν οὖν ὅλος ὁ μῦς φλεγμαίνῃ, κατὰ διττὸν τρόπον ὀδύνης αἰσθανόμεθα, διαστελλομένων τῶν ἀρτηριῶν, ὅτι τε κινοῦνται καὶ ὅτι θλίβουσί τε ἅμα τὴν περικειμένην σάρκα καὶ θλίβονται πρὸς αὐτῆς. οὗτος μὲν ὁ τρόπος ἐστὶ τοῦ κατὰ τὰ φλεγμαίνοντα μόρια σφυγμοῦ, καὶ τοῦτον μόνον ἐκάλουν οἱ παλαιότατοι σφυγμὸν, ὕστερον δὲ καὶ πᾶσαν αἰσθητὴν κίνησιν ἀρτηριῶν ὡσαύτως ὠνόμασαν. οὐ μὴν ἀχώριστόν γε μυῶν πασχόντων, ἢ ὅλως ἴδιόν ἐστι τὸ ναρκῶδες σφύζειν, ὅτι μηδὲ τὸ σφύζειν ὅλως, τοῦ σφυγμοῦ δηλοῦντος, ὡς εἴρηται, τὸ μετ' ὀδύνης· [76] ἔν τε γὰρ τοῖς σκίῤῥοις καὶ τοῖς ἰδίως οἰδήμασιν προσαγορευομένοις ἔν τε ταῖς χωρὶς ὄγκου δυσκρασίαις ἀνώδυνός ἐστιν ἡ τῶν ἀρτηριῶν κίνησις· ἔν τε τοῖς φλεγμονώδεσι πάθεσιν οὐκ ἀεὶ μετ' ὀδύνης, ἀλλ' ὅταν μείζω γένηται· καὶ μὴν καὶ χωρὶς μυὸς αὐτὴ καθ' ἑαυτὴν ἡ ἀρτηρία φλεγμονῶδες πάθος παθοῦσα μετ' ὀδύνης σφύζει· λέγω δὲ δηλονότι φλεγμονῶδες πάθος, ἵνα συνεπινοῆται τῇ φλεγμονῇ τά τ' ἐρυσιπέλατα καὶ τὰ ἀποστήματα. τῶν οὖν τοιούτων παθῶν μειζόνων γενομένων σύμπτωμ' ἐστὶν τὸ σφύζειν· εἰ δέ γε ναρκώδης ποτ' ἐπ' αὐτῶν ὁ σφυγμὸς φαίνοιτο γινόμενος, αὐτῷ δηλονότι τῷ κάμνοντι, τούτῳ γὰρ δὴ καὶ τὸ τῆς νάρκης πάθος ἐστὶν αἰσθητόν· ἰστέον εἶναι τηνικαῦτα διάθεσιν ἐν τοῖς κατὰ τὸν μῦν νεύροις, ἐπὶ παράλυσιν αὐτῶν ἀφικνουμένων· ἡ μὲν γὰρ ναρκώδης διάθεσις ἐν τῷ μεταξὺ παραλύσεώς τ' ἐστὶ καὶ τῆς ὑγιεινῆς καταστάσεως. ὁ δὲ σὺν ἀλγήματι σφυγμὸς ἕπεται φλεγμονώδεσι πάθεσιν ἀξιολόγοις, ἐπ' αὐτῶν μὲν ἀεὶ τῶν ἀρτηριῶν, ἤδη δὲ καὶ τῶν περιεχόντων αὐτὰς σωμάτων, ὅταν ὑπὸ στενοχωρίας θλίβωσιν αὐτὰ καὶ [77] οἷον πλήττωσι διαστελλόμεναι, τοῦ πάσχοντος μέρους αἰσθάνεσθαι πεφυκότος. οὔτ' οὖν ἐν περιπνευμονίᾳ γενήσεται πόνος σφυγματώδης οὔτ' ἐν πλευρίτιδι διὰ τὴν τῶν μορίων φύσιν· ὁ μὲν γὰρ πνεύμων ἀναίσθητος, ἡ πλευρῖτις δὲ νόσημ' ἐστὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὃς ἐν οἷς μὲν ὁμιλεῖ τοῖς ὀστοῖς, ἐξ ἀνάγκης θλίβεται, τὸ μεταξὺ δὲ πᾶν ἄθλιπτόν τ' ἐστὶν αὐτοῦ καὶ μόνον τῷ λόγῳ τῆς φλεγμονῆς ὀδυνώμενον. ἐν τούτῳ τῷ χωρίῳ καὶ ἀρτηρίαι εἰσὶν αἱ κατὰ τὰ μεσοπλεύρια καλούμενα τεταγμέναι, κατά τε τὰ παχέα καὶ χαλαρὰ μέρη τῶν πλευρῶν, ἐν βάθει τε κείμεναι μᾶλλον, ὡς μὴ ψαύειν τοῦ τὰς πλευρὰς ὑπεζωκότος χιτῶνος. οὔτ' οὖν μετ' ὀδύνης οὔθ' ὅλως αἰσθητὴ τῷ κάμνοντι τῶν ἀρτηριῶν τούτων ἐν ταῖς πλευρίτισιν ἡ κίνησις ἔσται· φλεγμαινόντων μέντοί ποτε τῶν ἐν τοῖς μεσοπλευρίοις μυῶν, ὀδυνηρὰν ἀνάγκη γενέσθαι τὴν διαστολὴν τῶν ἀρτηριῶν, καὶ διὰ τοῦτο κατάφωρον αὐτῷ τῷ κάμνοντι· καὶ κατὰ τὸ μέγεθος τὸ τῆς φλεγμονῆς αἰσθήσεται τοῦ κατ' αὐτὴν σφυγμοῦ· καὶ διὰ τοῦτό γε ἐπὶ τοῖς σφοδροτάτοις σφυγμοῖς ἐκπυΐσκεται τὰ [78] φλεγμαίνοντα μόρια, μεγάλαις φλεγμοναῖς ἑπομένης τῆς ἐκπυήσεως. ἐξ οὖν τῶν εἰρημένων δῆλον ἤδη, ὡς ὁ σφυγμώδης τε καὶ σφυγματώδης ὀνομαζόμενος ὑπὸ τῶν ἰατρῶν πόνος ἐν πάθεσί τε γίγνεται φλεγμονώδεσι καὶ σώμασιν αἰσθητικοῖς· κατὰ μὲν αὐτοπάθειαν, ἢ ἰδιοπάθειαν, ἢ πρωτοπάθειαν ἐν ἀρτηρίαις, ὀνομαζέτω γὰρ ἕκαστος ὡς ἂν ἐθέλῃ· κατὰ δὲ τὴν ἐκ τῆς θλίψεως τῶν ψαυόντων κοινωνίαν ἐν τοῖς ἄλλοις ἅπασιν αἰσθητικοῖς.

   Οὔκουν οὐδ' ἐν ἥπατι γένοιτ' ἄν ποτε τοιοῦτος σφυγμὸς, οὐδ' ἐν νεφροῖς, ὅτι μηδ' ἐν ἐκείνοις εἰς ὅλα διασπείρεται τὰ σπλάγχνα τὰ νεῦρα, καθ' ὅτι μηδ' ἐν πνεύμονι. καὶ διὰ τοῦτο βάρους αἴσθησις ἐπ' αὐτῶν γίνεται, περιπεσόντων νοσήμασι τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων· ἐφ' ἑκάστου γάρ τοι τῶν εἰρημένων σπλάγχνων ὁ περικείμενος ὑμὴν, εἰς ὃν διασπείρεται τὸ νεῦρον, αἰσθητικὸς ὑπάρχει· διατεινόμενος οὖν ὑπὸ τοῦ κατὰ τὸ σπλάγχνον ὄγκου τῷ τῆς ὀδύνης εἴδει τὴν προσηγορίαν προσεπεσπάσατο. καὶ διὰ τοῦθ' Ἱπποκράτης μὲν πρῶτος ἔγραψεν· [79] καὶ εἰς νεφρὸν ὀδύνη βαρεῖα· μετ' αὐτόν τ' οὐκ ὀλίγοι τῶν ἀρίστων ἰατρῶν οὐκ ὀδύνης ὀξείας, ἀλλὰ βάρους αἴσθησιν ἐν ταῖς τῶν εἰρημένων σπλάγχνων φλεγμοναῖς ἔφασαν γίνεσθαι. καὶ μὴν καὶ τοὺς ὑμένας ὡς ἂν οὐκ ἔχοντας ἐν ἑαυτοῖς ἀρτηρίας, εἰκὸς δήπου μὴ σφύζειν, ὥσπερ οὐδὲ τὸ δέρμα, κᾂν ἰσχυρῶς φλεγμαίνῃ· κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ τοὺς ἀδένας, ὅσοι οὐ μετέχουσιν ἀρτηριῶν· ἀλλὰ καθ' ἕνα τρόπον ἀλγήσει τὰ τοιαῦτα μόρια φλεγμαίνοντα, τὸν τῆς τάσεως· ἀχώριστος γὰρ οὗτός ἐστι τῶν αἰσθητικῶν σωμάτων ἁπάντων ἐν ταῖς τοιαύταις διαθέσεσιν.

   Οἱ δ' ἄλλοι πόνοι τισὶ μὲν ὑπάρχουσι μορίοις, τισὶ δ' οὔ. μεμνῆσθαι γοῦν αὐτῶν ἀεὶ χρὴ, καὶ γιγνώσκοντα τὴν φύσιν ἑκάστου τῶν τόπων ἐπισκοπεῖσθαι, τίνας μὲν ἐγχωρεῖ δέξασθαι τρόπους ὀδύνης, τίνας δ' οὔ. λέγωμεν οὖν αὖθις αὐτοὺς ἀναλαβόντες. εἷς μὲν τρόπος ὀδύνης ἐστὶν ὁ κατὰ τὴν ἀνώμαλον δυσκρασίαν ἐν αὐτῷ τῷ πάσχοντι μορίῳ συνιστάμενος, εἰ καὶ μηδενὸς ψαύοι τῶν ἔξωθεν· ἕτερος δ' ὁ κατὰ τὴν τάσιν οὐκ ἔτ' ἴδιος μόνου τοῦ [80] πάσχοντος, ἀλλ' ἔστιν ὅτε καὶ διὰ τὰ πλησιάζοντα γινόμενος· ἄλλος δ' ἐκ τῶν ψαυόντων μόνον ὁρμώμενος εἰς τὸ πάσχον, ὅταν ἤτοι θλιβόμενον, ἢ θλώμενον, ἢ τιτρωσκόμενον ὑπό τινος τῶν προσπιπτόντων ὀδυνᾶται. ὅ γε μὴν ἐκ τοῦ κινεῖσθαι τρόπος τῆς ὀδύνης διὰ μέσου τινὸς ἑτέρου τὴν ὀδύνην ἐργάζεται, καθάπερ ἐπὶ τῆς ἀρτηρίας ὀλίγῳ πρότερον ἐλέγετο· καὶ γὰρ τείνεται τὸ κινούμενον ἐξ αὐτοῦ καὶ θλίβεταί ποτε καὶ θλᾶταί τε καὶ τιτρώσκεται προσπῖπτον τοῖς πλησιάζουσιν· εἰ δὲ μηδενὶ προσπίπτοι, τῷ τείνεσθαι μόνον τὴν ὀδύνην ἐξ ἀνάγκης ἔχει· ὡς τά γ' ὑφ' ἑτέρων ὅλα κινούμενα, μηδενὸς ἔξωθεν αὐτῶν ἐπιψαύοντος, οὐδεμίαν ὀδύνην ἐπικτᾶται παρὰ τὴν ἀναγκαίαν. πολλάκις δ' ἐν ἑτέροις εἰρηκὼς οἶδα δύο τοὺς πρώτους τρόπους ὀδύνης, ἀθρόαν ἀλλοίωσιν κράσεως καὶ συνεχείας λύσιν, οἷς οὐ μάχεται τὰ νῦν εἰρημένα. καὶ γὰρ τὸ τεινόμενον καὶ τὸ θλιβόμενον καὶ τὸ θλώμενον καὶ τὸ τιτρωσκόμενον ὀδυνᾶται, λυομένης τῆς συνεχείας αὐτοῦ. οὐδὲ γὰρ ὅταν ὑπὸ βελόνης τιτρώσκηταί τις, ἕτερον πάθος πάσχει τοῦ γινομένου κατὰ τὴν ὑπὸ δριμέος [81] χυμοῦ διάβρωσιν· ἐν ἑκατέρῳ γέ τοι τῷ πάθει διαφθείρεται τὸ συνεχές. οὐχ ὡσαύτως οὖν ὅ τε δακνώδης χυμὸς ὀδύνην ἐργάζεται καὶ ὁ πολύς· ἀλλ' ὁ μὲν τῷ διαβιβρώσκειν, ὁ δὲ τῷ διατείνειν, ὥσπερ καὶ τὸ φυσῶδες πνεῦμα, κᾀν ταῖς ἰσχουρίαις τὸ οὖρον. ἐν ἐρυσιπέλασί τε καὶ φλεγμοναῖς καὶ ὅλως τοῖς φλεγμονώδεσι πάθεσιν οὐ τῷ τείνεσθαι μόνον ἐπὶ τῇ πληρώσει πονοῦσιν, ἀλλὰ καὶ τῇ δυσκρασίᾳ, οὐ σμικρὰν οὐδ' αὐτῆς δύναμιν ἐχούσης πρὸς ὀδύνης γένεσιν, ὡς δηλοῦσιν οἱ ἐξ ὁδοιπορίας ἐν χειμῶνι σφοδρῷ θάλπειν ἀθρόως παρὰ πυρὶ τὰς χεῖρας ἐπιχειρήσαντες· ἀφορήτου γάρ τινος ὀδύνης αἰσθάνονται, καὶ μάλιστα κατὰ τὰς ῥίζας τῶν ὀνύχων. οἶδα δὲ καὶ ἐμαυτῷ ποτε συμβᾶσαν ὀδύνην, ὡς τρυπάνῳ δοκεῖν διατιτρᾶσθαι κατὰ τὸ βάθος τῆς κοιλίας ἐν ἐκείνῳ μάλιστα τῷ χωρίῳ, καθ' ὃ τοὺς ἀπὸ τῶν νεφρῶν ἐπὶ τὴν κύστιν οὐρητῆρας ἐκτεταμένους ἴσμεν· εἶτ' ἐνεθέντος πηγανίνου ἐλαίου, μικρὸν ὕστερον ἀποκρῖναι προθυμηθεὶς αὐτὸ, συνεξέκρινα μετὰ σφοδροτάτης ὀδύνης τὸν ὑαλώδη προσαγορευόμενον ὑπὸ Πραξαγόρου χυμὸν, ὃς ὑάλῳ κεχυμένῃ προσέοικεν τὴν χροιὰν καὶ [82] τὴν σύστασιν· ἐθεασάμην δ' αὐτὸ τοῦτο καὶ ἄλλοις συμβάν. ὅτι δὲ ψυχρότατος ὁ χυμὸς οὗτός ἐστιν, εἴρηται μὲν δήπου καὶ Πραξαγόρᾳ τῷ καὶ τοὔνομα κατ' αὐτοῦ θεμένῳ τὸ ὑαλῶδες· φαίνεται δὲ σαφῶς καὶ κατὰ τὴν τῆς ἁφῆς αἴσθησιν αὐτῶν τε τῶν ἀποκρινάντων αὐτὸν καὶ εἴ τις ἅψασθαι βουληθείη παραχρῆμα· καὶ θαυμάσαι γ' ἐστὶ, πῶς ψυχρὸς ὑποπίπτει, μηδὲν ὑπὸ τῆς κατὰ τὴν ἔκπτωσιν βίας θερμαινόμενος. ἐγὼ μὲν οὖν ᾠήθην λίθον ἐσφηνῶσθαι κατὰ τὸν ἕτερον τῶν οὐρητήρων, οὕτω μοι τὸ τῆς ὀδύνης εἶδος αὐτοῦ τῷ τιτρᾶσθαι παραπλήσιον ἐφαίνετο· δῆλον δ' ἐγένετο, μετὰ τὴν ἔκκρισιν τοῦ χυμοῦ παυσαμένης τῆς ὀδύνης, ὡς οὔτε λίθος ἦν αἴτιος οὔθ' ὁ πάσχων τόπος οὐρητὴρ ἢ νεφρὸς, ἀλλά τι τῶν ἐντέρων, καὶ μᾶλλον ἴσως τῶν παχέων· οὐ γὰρ ὡς διὰ λεπτοῦ σώματος ἡ διέξοδος αὐτοῦ βραχυχρόνιος ἦν, ἀλλ' ὡς ἐκ βάθους τινὸς φερομένου διὰ παχυτέρου τινὸς ἢ κατὰ τὸν χιτῶνα τῶν λεπτῶν ἐντέρων. ταύτῃ μοι δοκοῦσι καὶ οἱ ἰατροὶ σχεδὸν ἅπαντες ὀνομάσαι τὰ τοιαῦτα τῶν ἀλγημάτων κωλικὰ, καίτοι γ' ὅσον ἐπὶ τῷ χωρίῳ, καθ' ὃ τῆς [83] ὀδύνης αἰσθάνονται, μηδενὸς μᾶλλον ἐνδεικνυμένου τὸ κῶλον, ἤ τι τῶν λεπτῶν ἐντέρων ὀδυνᾶσθαι. τὰ μὲν δὴ τοιαῦτα τῶν ἀλγημάτων ὡς ὑπὸ τρυπάνου φαίνεται γινόμενα, τῶν καμνόντων αὐτῶν οὕτως ἑρμηνευόντων· ἕτερα δ' ὡς σκόλοπος ἐμπεπαρμένου φαίνεται, παχὺ μὲν ἐνδεικνύμενα καὶ ταῦτα τὸ πάσχον εἶναι σῶμα, διαφέροντα δ' ἀλλήλων ἤτοι κατὰ τὸ πλῆθος, ἢ τὸ πάχος, ἢ τὴν κίνησιν, ἢ τὴν δύναμιν τῆς ἐργαζομένης τὴν ὀδύνην οὐσίας, εἴτε χυμὸς εἴτε πνεῦμα φυσῶδες εἴη. τὸ γὰρ ἔλαττον ἧττον ὀδυνήσει τοῦ πλέονος, ὥσπέρ γε καὶ τὸ λεπτότερον τοῦ παχυτέρου, καὶ τὸ μένον τοῦ κινουμένου, καὶ τὸ τοῦ βιαίου τῆς ψύξεως ἀπολειπόμενον· ἀλλὰ τό γε τῆς ὀδύνης εἶδος ἐντέρου παχέος ἐστὶν, ἄν θ' ὡς ὑπὸ σκόλοπος ἐμπεπαρμένου τις ἄν θ' ὡς ὑπὸ τρυπάνου διατιτρᾶσθαι νομίζῃ. καὶ διακρῖναί γε ταῦτα τῆς ἀπὸ λίθου σφηνώσεως οὐκ ἔστι, πρὶν περιμεῖναί τι τῶν ἐφεξῆς. οὐ μὴν οὐδὲ βλαπτόμεθά τι πρὸς τὸ πραῧναι τὴν ὀδύνην ἐκ τῆς τοιαύτης ἀγνοίας· κοινὰ γὰρ ἅπαντα τὰ τῆς ὀδύνης ἑκατέρας ἐστὶ βοηθήματα, θάλψεις μὲν ἔξωθέν τε καὶ διὰ τῶν ἐνιεμένων [84] τὸ πρῶτον, ἐπὶ ταύταις δὲ, εἰ μὴ πραΰνοιτο, καὶ τῶν ἀνωδύνων τι καλουμένων φαρμάκων, ὁποῖόν ἐστιν τὸ τοῦ Φίλωνος. ἀλλ' εἰ μὲν λίθος ὁ τὴν ὀδύνην ἐργαζόμενος εἴη, ποτὲ μὲν αὐτὸς μόνος ἐκκριθεὶς ὀφθήσεται, ποτὲ δὲ καὶ μεθ' αἵματος ἅμ' αὐτῷ συνεξουρηθέντος, ξυσθέντων δηλονότι τῶν σωμάτων ἃ διεξῆλθεν, καὶ μᾶλλον εἰ τραχὺς ἢ ὀξὺς ὁ λίθος εἴη· καὶ μετὰ ταῦθ' ὕστερον ἐπισκεπτομένῳ σοι τὰ οὖρα, ψαμμώδεις ὑποστάσεις εὑρεθήσονται· τοῦ κώλου δ' εἴπερ εἴη τὸ πάθος, οὔτε ψάμμος οὔτε λίθος οὔθ' αἷμα, χυμὸς δέ τις, οἷον εἶπον, ἢ τἄλλα γε τὰ κατ' ἔντερον πάσχον ἐπιφαινόμενα συμπτώματα, παραχρῆμα μὲν ἐμφύσησίς τις, καὶ διάτασις, ἢ πάνυ πολλαὶ φῦσαι, καὶ μᾶλλον ἐξ ὑστέρου, καὶ στρόφοι τινὲς, καὶ διαχωρήματα φυσώδη· γνωρίσεις δ' αὐτὰ τῷ καθ' ὕδατος ἐποχεῖσθαι προσεοικότα βολβίτοις. ἀλλὰ καὶ τὰ τῆς ὀρέξεώς τε καὶ πέψεως χείρω, προγεγονότα τε καὶ γινόμενα καὶ συνεπόμενα, κατὰ τὴν τῆς συνεχείας κοινωνίαν τῷ πρωτοπαθοῦντι συμπαθούσης τῆς γαστρός. [85] οὐχ ἥκιστα δὲ καὶ προηγεῖται τῶν κωλικῶν ὀνομαζομένων παθῶν ἀπεψία καὶ πνευμάτωσις, ἔμετός τε καὶ ναυτίαι μέχρι πολλοῦ παραμένουσαι κεναὶ, καὶ δῆξις τῶν καθ' ὑποχόνδριον, ἄση τε καὶ ἀπορία πολλή. τὰ μὲν οὖν σφοδρότατα τῶν τοιούτων ἀλγημάτων εἰκὸς εἶναι κατὰ τὰ παχύτερα τῶν ἐντέρων· ὅσα δ' ἐπιεικέστερα, δυοῖν θάτερον, ἢ ἐν τοῖς αὐτοῖς μένειν, ἀλλὰ διὰ μετριωτέραν αἰτίαν, ἢ ἐν τοῖς λεπτοῖς ἐντέροις συνίστασθαι. τὰ δὲ μετὰ δήξεως ἐπὶ χυμῷ δακνώδει γίνεται διαβιβρώσκοντι τὸ ἔντερον· ἀεὶ γοῦν δυσεντερίας προηγεῖται τὰ τοιαῦτα, τῆς γε μεθ' ἑλκώσεως ἐντέρων γινομένης, ἣν καὶ μόνον ὀνομάζουσι δυσεντερίαν οἵ τε νεώτεροι πάντες ἰατροὶ καὶ τῶν παλαιῶν οὐκ ὀλίγοι· καλοῦσι γὰρ οἱ μέν τινες αὐτῶν οὐ μόνον ταύτην δυσεντερίαν, ἀλλὰ καὶ τὴν ἄλλην τὴν αἱματώδη προσαγορευομένην διὰ τὸ τῶν ἐκκρίσεων εἶδος, ἐνίοτε μὲν αἵματος ἀκριβοῦς καὶ πολλοῦ διαχωρουμένου, ποτὲ δ' ὥσπέρ τινος ἰλύος αὐτοῦ καὶ τρυγὸς, οὐκ ὀλίγου τὸ πλῆθος οὐδὲ τούτου. αὕτη μὲν οὖν σύμπτωμά ἐστιν ἥπατος πάσχοντος, ἡ δ' αἵματος ἀκριβοῦς καὶ πολλοῦ τὸ [86] σύμπαν σῶμα κενοῖ πολλάκις οὕτως ὡς αἱμοῤῥοῒς ἢ κάθαρσις γυναικεία. περὶ μὲν δὴ τούτων καὶ αὖθις ἐγχωρεῖ διελθεῖν, ἐπὶ δὲ τὰ τῶν ἀλγημάτων εἴδη πάλιν ἐπάνειμι· τοῦτο γὰρ μάλιστα προὐθέμην ἐν τῷδε τῷ γράμματι διασκέψασθαι. ἀρξώμεθ' οὖν αὖθις ἀπὸ τοῦ νυγματώδους ὀνομαζομένου, συνισταμένου τε περὶ τοὺς ὑμένας μάλιστα, τῆς μὲν οἷον ῥίζης τοῦ πάθους κατὰ τὸ νύττεσθαι δοκοῦν ἐρηρεισμένης, ἐκτεινομένης δ' ἐπὶ πλέον ἐν κύκλῳ περὶ τοῦτο τῆς ὀδύνης· οὕτω τοι καὶ τὸ τῆς πλευρίτιδος ἄλγημα νυγματῶδες εἶναι σχεδὸν ἅπασι τοῖς ἰατροῖς ὡμολόγηται, καθάπερ τὸ τῆς φλεγμονῆς σφυγματῶδες.

   Οὐ μὴν αἱμωδίᾳ τι προσεοικὸς ὁ πόνος ἔχει τῶν ὑμενωδῶν σωμάτων, ὡς Ἀρχιγένης ἔγραψεν· ἴσμεν γὰρ ὅτι κατὰ τὸ στόμα μόνον, οὐδὲ τοῦτο σύμπαν, ἀλλὰ τοὺς ὀδόντας τε καὶ τὰ οὖλα γίνεταί τι πάθος, ὃ καλοῦμεν αἱμωδίαν, ὃ μηδὲ ἑρμηνεῦσαι λόγῳ δυνατόν ἐστι, ἀλλ' ἐκ τοῦ προηγήσασθαι μὲν ἐδωδὴν ἐδεσμάτων αὐστηρῶν τε καὶ ὀξέων, ἀκολουθῆσαι δέ τι πάθος ἐν τοῖς ὀδοῦσι καὶ τοῖς [87] οὔλοις, ἐπιστεύσαμεν ἅπασι γίνεσθαι ταὐτὸν, ὁρῶντες ἐν τοῖς πλείστοις ὁμοιοπαθεῖς ἡμᾶς ὑπάρχοντας, ὡς ἀπὸ τῶν αὐτῶν αἰτίων πάσχειν τὰ αὐτά. τὸν μὲν οὖν τοιοῦτον πόνον ἐν τῷ στόματι μόνον ἴσμεν γινόμενον, ἄλλους δέ τινας ὧν Ἀρχιγένης ἔγραψεν μὴ ὅτι γνωρίσαι γινομένους δυνατὸν, ἀλλὰ μηδὲ νοῆσαι λεγομένους, οἷον τὸν ὅλκιμον, ἢ τὸν αὐστηρὸν, ἢ τὸν γλυκὺν, ἢ τὸν ἰσχνῶς ὀξὺν, ἢ τὸν ἁλυκὸν, ἢ τὸν γλίσχρον, ἢ ἀτειρὸν, ἢ τὸν στύφοντα. τοιαῦτα γὰρ ὀνόματα καὶ κατὰ τὴν περὶ τῶν σφυγμῶν πραγματείαν ἔγραψεν, οὐδὲν διδάξαι δυνάμενα τὸν ἀκούοντα, διὰ τὸ πᾶσαν ἐπιστημονικὴν διδασκαλίαν ὀνομάτων δεῖσθαι κυρίων· εἰ μὲν περὶ χυμῶν διαλεγοίμεθα, καὶ ὅλως περὶ τῶν τῆς γλώττης ἰδίων αἰσθητῶν, αὐστηρὸν ἡμῶν λεγόντων καὶ στρυφνὸν καὶ στύφοντα καὶ δακνώδη καὶ ἁλμυρὸν καὶ γλυκὺν καὶ πικρόν· εἰ δὲ περὶ τῶν ἁπτῶν, ὑγρὸν σῶμα καὶ ξηρὸν καὶ θερμὸν καὶ ψυχρὸν καὶ τραχὺ καὶ λεῖον καὶ μαλακὸν καὶ σκληρὸν, ὀξύ τε καὶ ἀμβλύ· καθάπερ γε καὶ εἰ περὶ τῶν ὁρατῶν, ἐρυθρὸν καὶ ξανθὸν καὶ μέλαν καὶ λευκὸν καὶ φαιὸν [88] ἤ τι τοιοῦτον ἕτερον. εἰ δ' ὑπαλλάττοι τις αὐτῶν τὰς προσηγορίας, ἀσύνετα τοῖς ἀκούουσιν ἐρεῖ, καθάπερ ἐπὶ τοῦ στύφοντος ἢ αὐστηροῦ πόνου. τὸν μὲν γὰρ γλυκὺν οὐδ' ἐπινοῆσαι δυνατὸν, ἀνιῶντος μὲν ἀεὶ τοῦ πόνου τὸν πάσχοντα, πάντων δὲ τῶν γλυκέων ἡδέων ὄντων. ὅτι μὲν οὖν φιλόπονος εἰς τὰ τῆς ἰατρικῆς ἔργα γέγονεν ὁ Ἀρχιγένης, ἀληθέστατόν ἐστιν· ὅπως δὲ εἰς τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκφέρεται, πολλάκις μὲν ἐσκεψάμην, εὑρεῖν δ' οὐκ ἠδυνήθην.

   Ὅσον οὖν ἐν αὐτοῖς ἐστι σαφὲς, ἐπισκεψώμεθα, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ ναρκώδους πόνου. δίκαιον γάρ ἐστι τὰ μὲν ἀσαφῆ τῶν ὀνομάτων ἐν ἀδήλῳ καταλιπεῖν, ἄχρηστα νομίζοντας, καθάπερ εἰ μηδ' ὅλως ἐγέγραπτο· τὰ δὲ σαφῆ κρίνειν οὐ τῷ λόγῳ μόνον, ἀλλὰ πολὺ πρότερον ἔτι τῇ πείρᾳ. χαλεπὸν δὲ τὸ τοιοῦτον κριτήριον, ὡς ἂν ἑτέροις πολλάκις ἀναγκαζομένων ἡμῶν πιστεύειν, οὔτε παρακολουθοῦσιν σαφῶς οἷς πάσχουσιν διὰ μαλακίαν ψυχῆς, οὔτ', εἰ καὶ παρακολουθοῖεν, ἑρμηνεῦσαι δυναμένοις, [89] ἢ τῷ μηδ' ὅλως οἵους τ' εἶναι λόγῳ δηλῶσαι περὶ ὧν πάσχουσιν, οὐ γὰρ μικρᾶς δυνάμεως τὸ τοιοῦτον, ἢ τῷ μηδ' εἶναι ῥητὸν αὐτό. καταλείπεται τοίνυν αὐτὸν πεπονθέναι τὸν μέλλοντα γράψειν ἑκάστου τῶν ἀλγημάτων τὴν ἰδέαν, ἰατρόν τε ὄντα καὶ ἄλλοις ἑρμηνεῦσαι δυνατὸν, ἑαυτῷ τε παρηκολουθηκότα μετὰ φρονήσεως, ἡνίκ' ἔπασχεν, ἄνευ μαλακίας ψυχῆς. οὐ μὴν ἅπαντά γε τὰ πάθη καθ' ὅλον ἑαυτοῦ τὸν βίον ἔπαθέν τις, εἰ καὶ νοσωδέστατος εἴη· διὸ καὶ θαυμάζω, τὰς ἰδιότητας αὐτῶν ἀναγιγνώσκων, ὅσας ἔγραψεν ὁ Ἀρχιγένης· ὡς γὰρ αὐτὸς ἅπαντα πεπονθὼς διηγεῖται, καίτοι γ' οὐ πάνυ τι νοσώδης γενόμενος· εἰ δὲ καὶ καθ' ἕν τι μόριον τοῦ σώματος ἀσθενὴς καὶ νοσώδης ἦν, ἀλλ' οὔπω γε πάντα, καθάπερ οὐδ' ἄλλος τις οὐδεὶς ἀνθρώπων. οὐδὲ γὰρ ἂν εὕροις τὸν αὐτὸν ἄνθρωπον ἅμα τε κεφαλὴν ἀσθενῆ καὶ θώρακα καὶ πνεύμονα καὶ ἧπαρ καὶ σπλῆνα καὶ γαστέρα καὶ νῆστιν καὶ κῶλον καὶ κύστιν, ἕκαστόν τε τῶν ἄλλων. ἔοικεν οὖν ἐπινοίαις τισὶν ἰδίαις λογικαῖς, ἢ τῇ πείρᾳ τῶν πεπονθότων, ὁ Ἀρχιγένης [90] ἀποπιστεῦσαι, διηγουμένων ὡς ἠδύναντο τὰς διαφορὰς τῶν ἀλγημάτων.

   Ἵν' οὖν τι πλέον ἔχωσι καὶ παρ' ἡμῶν οἱ φιλομαθεῖς, αὐτὰς ῥήσεις αὐτοῦ παραθέμενοι, ὅσα μὲν ἀληθῆ τ' ἐστὶν ἅμα καὶ σαφῆ, ταῦτ' ἐκλέξας μόνα, πιστεύειν αὐτοῖς ἀξιώσω τοὺς ἀσκουμένους κατὰ τὴν τέχνην· ὅσα δ' οὐ τοιαῦτα, παρέρχεσθαι συμβουλεύσω. μεμψάμενος οὖν ὁ Ἀρχιγένης τῷ Ἀσκληπιάδῃ τὸ μὲν πεπονθὸς νεῦρον ἐν ταῖς ἀρθρίτισιν ἀνώδυνον εἶναι λέγοντι, διότι μηδ' ὅλως αἰσθάνεται, τὴν δ' ἀπαθῆ σάρκα τῇ γειτνιάσει θλιβομένην ὀδυνᾶσθαι, μετὰ ταῦτα γράφει κατὰ λέξιν οὕτως· τὰ δ' ἀγγεῖα στερεῶς ἐπιθλιβόμενα τὰς ἄνευ φλεγμονῆς κεφαλαλγίας ἐπέχει, ὥσπερ ἐμπτώσεώς τινος εἰς αὐτὰ κωλυομένης· καὶ ὁ βαρβαρικὸς διάδεσμος, τότε μάλιστα ἀνύει. τὰς δὲ σφακελώδεις ἑτεροκρανίας ἡ διακοπὴ αὐτῶν, καὶ μᾶλλον ἡ τῆς ἀρτηρίας, περιγράφει. ἥτις καὶ σφυγμώδη καθηγουμένη καὶ διαΐσσοντα τὸν πόνον ἐμβάλλει, καὶ στρογγύλλεται ὑποφρίσσουσα ἐπισήμως, ὥσπερ αἱ μὲν φλέβες οἷον ἀποκιρσοῦνται, [91] τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα. καὶ ταῦτα μὲν ναρκώδεις ἐπιφέρει τοὺς πόνους, καὶ σκληρῶς διατείνοντας καὶ βυθίους καὶ ἐμπεπαρμένους καὶ στενοχωρίας πλήρεις καὶ ἥκιστα κεχυμένους· οἱ δ' ὑμένες καὶ ἐπὶ πλάτος διήκοντας αὐτοὺς παρέχουσιν, καὶ ἀνωμάλους, ὥστε καὶ αἱμωδίᾳ τι προσεοικὸς ἔχειν, τὴν τῆς ἀναδόσεως τραχύτητα. πονεῖ δὲ πολλάκις οὕτω καὶ ἡ ἐπιφάνεια καὶ οἱ μεταξὺ τῆς σαρκὸς ὑμένες, οἳ καὶ τοὺς διασπῶντας πόνους ἐπιφέρουσι. τοὺς δὲ ἀπὸ τῶν περὶ τὰ ὀστέα προστυπεῖς εὑρήσεις, ὡς αὐτῶν δοκεῖν τῶν ὀστέων ὄντας. αἱ φλέβες δὲ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρουσιν αὐτοὺς, αἱ δὲ σάρκες κεχυμένους τε καὶ χαλαρωτέρους· διὸ φαίνονται μηδ' ἐπὶ πολὺ ἐκτεινόμεναι, ὡς ἐμπλεούσης τραχύμασί τισι δοκεῖν τῆς αἰσθήσεως. οἱ μύες δὲ σαρκός τι καὶ νεύρου μίγμα τῶν ἰδιωμάτων, ἀμέλει καὶ τῆς ἀρτηρίας, ἐν τοῖς πόνοις ἀναφέρουσιν, σφριγῶντες, ὡς ἂν εἴποι τις, καὶ μετ' εὐρυχωρίας διατεινόμενοι καὶ ναρκῶδες σφύζοντες. τῶν [92] δ' ἄλλων ὁ μὲν ἑλκώδης πόνος καὶ ἐν ἕλκεσιν ὁ ἰσχνῶς ὀξὺς, καὶ οὐχ ἥκιστα ὁ γλυκύτερος καὶ κνησμοῦ προσαγωγὸς, ἐπιφανείας ἔοικεν ὤν· ὁ δὲ νυγματώδης τοῦ βάθους· ὁ δὲ ἐνερείδων κόλπου πλησιάζοντος· ὁ δὲ διακεντῶν τὰ μὲν πεπονθέναι τι τῶν ἐν τῷ τόπῳ διασαφεῖ, τὰ δὲ μὴ, οὐκ ἐν βάθει τὴν ὑπόστασιν ἔχων· σπαράσσων δέ ἐστιν ὁ ἐν κόλποις συνιστάμενος. αὕτη μὲν ἡ πρώτη ῥῆσίς ἐστιν Ἀρχιγένους ἐκ τοῦ πρώτου τῶν πεπονθότων τόπων, ἐπιχειροῦντος διδάσκειν, ὅπως ἄν τις εὑρίσκοι τὰ πεπονθότα μέρη, τῇ τῶν πόνων διαφορᾷ προσέχων τὸν νοῦν. ἐπισκεψώμεθα δ' ἀπ' ἀρχῆς αὐτὴν μὴ παρέργως. τὰς σφακελώδεις, φησὶν, ἑτεροκρανίας ἡ διακοπὴ τῶν ἀγγείων περιγράφει. τίνας μὲν οὖν λέγει τὰς σφακελώδεις, χαλεπὸν εὑρεῖν, οὐδὲ γὰρ ὡμολόγηται τῆς σφάκελος φωνῆς τὸ σημαινόμενον, ἐνίων μὲν ὀδύνην λεγόντων μεγάλην δηλοῦσθαι, τινῶν δὲ φλεγμονῆς ὑπερβολὴν τηλικαύτην, ὡς ἐπιφέρειν κίνδυνον φθορᾶς τοῦ μέρους, ὅπερ ἔνιοι γάγγραιναν ὀνομάζουσιν· ἐνίων δὲ τὴν φθορὰν αὐτὴν τοῦ πάσχοντος μορίου σφάκελον ὀνομάζεσθαι [93] φασκόντων· ἄλλων δὲ σπασμόν· ἄλλων τ' οὐχ ἁπλῶς σπασμὸν, ἀλλὰ τὸν ἐπὶ φλεγμονῇ νευρωδῶν σωμάτων· ἐνίων τ' οὐ τὸν ἤδη γινόμενον σπασμὸν, ἀλλὰ τὸν προσδοκώμενον ἐπὶ μεγέθει φλεγμονῆς· ἐνίων δ' ἁπλῶς τάσιν ἰσχυράν· ἄλλων δὲ σηπεδόνα. τὸ μὲν δὴ σφακελῶδες ὄνομα, τὸ κατὰ τὴν προγεγραμμένην ῥῆσιν ὑπὸ Ἀρχιγένους εἰρημένον, εἰς τοσοῦτον ἀσαφείας ἥκει, ὡς μηδὲν δηλοῦν, μηδ' ἐξήγησιν ὀνομάτων ἰατρικῶν ἐν ἑτέρᾳ πραγματείᾳ γράψαντος αὐτοῦ. τὸ δὲ περιγράφει τάχ' ἄν τις ὑπονοήσειεν εἰρῆσθαι τὸ οἷον ταχέως ἢ παντελῶς ἰᾶται, καὶ κείσθω γ' οὕτως εἰρῆσθαι. τί γὰρ ἄν τις πάθοι νοεῖν ὀρεγόμενος ἃ μηδ' ὁ γράψας αὐτὸς ἐσπούδασε νοῆσαι; σφυγματώδη οὖν καὶ διαΐσσοντα τὸν πόνον ἐμβάλλειν φησὶν τὰς ἀρτηρίας, ὅταν αὗται δηλονότι πρωτοπαθῶσι κατὰ τὰς σφακελώδεις ἑτεροκρανίας. τὸν μὲν οὖν σφυγματώδη πόνον ἐξήγημαι πρόσθεν, ὁποῖός τίς ἐστιν, ὄντα καὶ πρὸ τῆς ἐμῆς ἐξηγήσεως ἅπασι τοῖς ἰατροῖς γνώριμον, οἵ γε καὶ σύμπτωμα αὐτὸν εἶναί φασι φλεγμονῶν μεγάλων.

[94] ὁ δὲ διαΐσσων πόνος ἐστὶν, ὅταν ὥσπερ ἀπὸ ῥίζης ἀρχόμενος τοῦ πρωτοπαθοῦντος μορίου φέρηται ταχέως εἰς τὰ παρακείμενα, καὶ συμβαίνει τοῦτο ταῖς σφοδροτάταις οὐχ ἑτεροκρανίαις μόνον, ὡς Ἀρχιγένης ἐμνημόνευσιν, ἀλλὰ καὶ ταῖς κεφαλαίαις ὀνομαζομέναις. καὶ γὰρ ἐπ' ἐκείνων ἐνίοτε φανερῶς αἱ ἀρτηρίαι πρωτοπαθοῦσαι τοιοῦτον ἔχουσι τὸν πόνον, οἷον εἶπεν ὁ Ἀρχιγένης, ὥσθ' ὁμολογεῖν ἐνίους, αἰσθάνεσθαι τῶν ἀγγείων αὐτῶν ἀλγούντων, ὅπερ ἑρμηνεῦσαι βουλόμενος στρογγύλλεσθαι τὴν ἀρτηρίαν ὑποφρίσσουσαν ἔφη. πότερον οὖν ὥσπερ τὰς ἀρτηρίας ἐν ταῖς σφακελώδεσιν ἑτεροκρανίαις οὕτω πάσχειν ἔφη, κατὰ τὸν αὐτὸν τρόπον ἀκούσει τις αὐτοῦ καὶ περὶ τῶν φλεβῶν, ὡς κατὰ τοῦτο τὸ νόσημα μόνον οἷον ἀποκιρσουμένων; ἢ κοινὸν σύμπτωμά ἐστι φλεβῶν ὁπωσοῦν πασχουσῶν, ἢ φλεγμαινουσῶν μόνον; καθ' ὅσον μὲν γὰρ συνάπτει τῷ περὶ τῶν ἀρτηριῶν λόγῳ τὸν περὶ τῶν φλεβῶν, ἐπὶ ταὐτοῦ πάθους εἰκὸς ὑπολαμβάνειν ἐστὶν γίγνεσθαι τοὺς λόγους αὐτῷ· καθ' ὅσον δ' ἐφεξῆς ὑπέρ τε τῶν νεύρων γράφει καθόλου καί τινων ἄλλων μορίων τοιούτων, μὴ [95] συνάπτων ἑνὶ νοσήματι τὸν ὑπὲρ αὐτῶν λόγον, κατὰ τοσοῦτον αὖ πάλιν ὡσαύτως καὶ αὐτῷ ὑπονοήσεις λελέχθαι περὶ τῶν φλεβῶν. ἄμεινον δ' ὡς ἐν ἀδήλοις, ἐπὶ μὲν τῆς ἡμικρανίας ἡγεῖσθαι τῶν φλεβῶν αὐτῶν ἅμα ταῖς ἀρτηρίαις μνημονεύειν, ἁπλῶς δὲ τῶν ἄλλων ὀργάνων, ἄνευ πάθους τινὸς ἀφωρισμένου κατά τε τὰ νεῦρα καὶ τὰ τούτων ἐφεξῆς, ἐν οἷς πάλιν ἔφη τὰς φλέβας δὲ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρειν τοὺς πόνους. ταυτὶ μὲν οὖν ἀμφιβολίαν ἔχει τινά· τὸ δ' ἐφεξῆς εἰρημένον, ἔνθα φησίν· τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα· φανερῶς ἀποχωροῦντος μέν ἐστι τῆς τῶν ἑτεροκρανιῶν διαθέσεως, ἀποφαινομένου δὲ καθόλου περὶ νεύρων ὁπωσοῦν πασχόντων. ἔστι δὲ τοῦτο φανερῶς ψεῦδος· οὐ γὰρ ἅπαν πάθος νεύρων σκληρύνει καὶ συστρέφει τὴν οὐσίαν αὐτῶν, ἀλλ' ἔστιν ἃ καὶ χαλαρὰ ποιεῖ τὰ νεῦρα, καθάπερ ἀτροφία σαφῶς· ἀλλὰ καὶ πολλάκις οὐδεμίαν αἰσθητὴν ἔχοντα διαφορὰν, ἀλλ' ἀκριβῶς ἐοικότα τοῖς ὑγιαίνουσιν, οὔτ' αἰσθήσεως [96] οὔτε κινήσεώς τι χορηγεῖ τοῖς ὑποτεταγμένοις σώμασιν. ἴσως οὖν ἐν μόναις ταῖς φλεγμοναῖς, ἢ τοῖς φλεγμονώδεσι νοσήμασιν, ἢ τοῖς παρὰ φύσιν ὄγκοις πᾶσιν, ἔφη σκληρύνεσθαί τε καὶ συστρέφεσθαι τὰ νεῦρα· καίτοι ἐν τούτοις ἐναργῶς φαινόμενόν ἐστι τὸ τείνεσθαι τὰ νεῦρα, καὶ γὰρ καὶ αὐτοῖς τοῖς κάμνουσι καὶ ἡμῖν τοῖς ὁρῶσιν αὐτὰ φαίνεται τεινόμενα, διὸ καὶ σπασμοὶ καὶ τέτανοι μὴ θεραπευθεῖσιν αὐτοῖς ἕπονται. καὶ κοινὸν ἔοικε τοῦτ' εἶναι σύμπτωμα τῶν εἰς ὄγκον αἰρομένων ἁπάντων, τὸ τείνεσθαι· τεθεάμεθα γὰρ ἤδη καὶ ἀρτηρίας καὶ φλέβας φλεγμαινούσας ἐναργῶς τεταμένας· τὰς μὲν, ὅταν ἐν ἄκρῳ τῷ κώλῳ φλεγμονῆς γενομένης ἐπαρθῇ βουβὼν, οὐκ ὀλιγάκις γὰρ ἐναργῶς ὤφθη τεταμένον ὅλον τὸ ἀγγεῖον ἐρυθρότερόν τε καὶ θερμότερον, ὀδυνηρότερόν τε ψαυόντων γεγονὸς, ὡς εἶναι πρόδηλον, ὅτι φλεγμαίνει σύμπαν, ἀρξάμενον ἀπὸ τοῦ πρωτοπαθήσαντος μορίου μέχρι τῆς μασχάλης καὶ βουβῶνος. καὶ καλῶς ὑπὸ τῶν ἰατρῶν εἴρηται σχεδὸν ἁπάντων, ἔρευθος καὶ τάσις καὶ ἀντιτυπία καὶ ὄγκος καὶ ὀδύνη τοῖς φλεγμαίνουσι μέρεσι συμβαίνειν· ὁ σφυγμὸς δ' οὐχ ἅπασιν, ὡς εἴπομεν, [97] ἀλλ' ἐν οἷς ἀρτηρίαι τέ εἰσιν αἰσθηταὶ, καὶ τὸ μόριον εἰ αἰσθητικὸν ᾖ, ἀξιόλογός τε κατὰ τὸ μέγεθος ἡ φλεγμονή· τηνικαῦτα γὰρ οἱ κάμνοντες αἰσθάνονται σφυγμώδους ὀδύνης, κᾂν μηδὲν αἰσθητὸν ἀγγεῖον ᾖ κατ' αὐτὸ πάσχον σῶμα. τάχ' οὖν ἐρήσεταί τις με τὰ καθ' ἕκαστον ὄργανον ἴδια συμπτώματα· λέλεκται δ' ἤδη καὶ πρόσθεν καὶ οὐχ ἅπαξ, ὡς ἡ βλάβη τῆς οἰκείας ἐνεργείας ἴδιον ἑκάστου μορίου σύμπτωμά ἐστιν, ὁποία ποτ' ἂν ᾖ κατ' εἶδος· οὔτε δ' ἄλλο τι σύμπτωμα ἐξ ἀνάγκης αὐτοῖς οὔθ' αἱ διαφοραὶ τῆς βλάβης ὑπάρχουσιν, ἀλλὰ κατὰ τὴν ἰδέαν τε καὶ μέγεθος τοῦ πάθους αἱ διαφοραὶ μὲν ἐξαλλάττονται, τὸ δὲ εἶδος, ἢ τὸ γένος, ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν, ἀεὶ διαμένει τοῦ συμπτώματος, ὃ κατὰ τὴν βεβλαμμένην ἐνέργειάν ἐστι. καὶ πλεονάσαι γε κάλλιον ἦν Ἀρχιγένει κατὰ τοῦτο περιλαβόντι μεθόδῳ τὸ σύμπαν ἐπειδὴ καὶ τοῖς ἄλλοις ἠμέληται· γέγραπται δ' ὑφ' ἡμῶν ἐν πολλαῖς ἄλλαις πραγματείαις οὐκ ὀλίγα τῶν τοιούτων, ὥσπερ ἀμέλει καὶ νῦν εἰρήσεται διὰ τῶν ἐφεξῆς, ὅσα μὲν ἑτέρωθι τελείως ἐξειργασάμεθα, συντομώτερον, ὅσα δὲ [98] διὰ βραχυτέρων ἐν ἄλλοις ἐῤῥέθη, μακρότερον ἐνταῦθα διερχομένων ἡμῶν αὐτά. νυνὶ δὲ τὰς ὑπολοίπους τῶν πόνων διαφορὰς ἐπέλθωμεν, ὅσων ἐμνημόνευσεν ὁ Ἀρχιγένης ἐν τῇ προγεγραμμένῃ ῥήσει. τὸ μὲν δὴ ναρκώδεις γίνεσθαι τοὺς πόνους τοῖς νεύροις, ὅπως ἡμάρτηται, καὶ ὡς οὐκ ἔστι μορίου τινὸς ἴδιον ἡ νάρκη πάθος, ἀλλ' αἰτίας τε καὶ διαθέσεως, ἔμπροσθεν εἴρηται· τὸ δὲ σκληρῶς διατείνοντας ἐπ' αὐτοῖς γίνεσθαι τοὺς πόνους, ὀρθῶς εἴρηται, καὶ κάλλιόν γ' ἂν ἦν τὸ ἁπλῶς εἰρημένον, ἄνευ τοῦ σκληρῶς. διατείνοντες γάρ εἰσιν ἱκανῶς ἑκατέρωσε τῶν νεύρων οἱ πόνοι, διότι καὶ τείνεται πρὸς ἄμφω τὰ πέρατα, τό τε τῆς πρώτης ἀρχῆς καὶ τὸ τῆς ἐσχάτης τελευτῆς, ὥσπερ ἐν ταῖς κιθάραις αἱ χορδαὶ, καὶ ῥήγνυνταί γε πολλάκις ἐν αὐταῖς αἱ σφοδρῶς τεταμέναι, καὶ διὰ τοῦτ' ἀποτιθέμενοι μετὰ τὸ χρήσασθαι τοῖς ὀργάνοις οἱ κιθαρισταὶ τὰς χορδὰς ἀνιᾶσι. καὶ μὲν δὴ καὶ ὅτι τείνονται σαφῶς ὑπὸ τῶν ἐναντίων αἰτίων τε καὶ διαθέσεων, οὐδεὶς ἀγνοεῖ, κᾂν ὑγρὸν ᾖ τὸ περιέχον, ὥστε καὶ διαβρέχειν αὐτὰς καὶ πληροῦν, κᾂν ξηρὸν ἱκανῶς· εἰς ἰσχάτην γὰρ [99] ἀφικνούμεναι τάσιν ἐν ἑκατέρᾳ κράσει τοῦ περιέχοντος, εἰκότως ῥήγνυνται. καλῶς οὖν ὁ Ἱπποκράτης τοὺς σπασμοὺς τῶν νεύρων ἐπὶ πληρώσει τε καὶ κενώσει γίνεσθαί φησι, τάσεις ἀμέτρους οὔσας δηλονότι τῶν νεύρων. τὸ δὲ βυθίους εἶναι τοὺς πόνους αὐτῶν, ἀπὸ τῶν συμβεβηκότων εἴληπται τοῖς πλείστοις τῶν νεύρων. ἐπειδὴ γὰρ ἀεὶ πρῶται μὲν ἐπιπολῆς εἰσιν αἱ φλέβες, ἐφεξῆς δ' αὐτῶν αἱ ἀρτηρίαι, καὶ μετὰ ταύτας τὰ νεῦρα, διὰ τοῦτ' ἐν βάθει τῆς τάσεως αὐτῶν οἱ κάμνοντες αἰσθάνονται· τένοντές γε μὴν πολλοὶ, νευρώδη σώματ' ὄντες, ὑπ' ἐνίων ἄντικρυς ὀνομαζόμενοι νεῦρα, τοὺς πόνους οὐ βυθίους. ἀλλ' ἐπιπολῆς ἔχουσιν, ὅταν καὶ αὐτοὶ τύχωσιν οὕτως τεταμένοι, καθάπερ οἱ τοὺς δακτύλους ἐκτείνοντες· εἰσὶ δ' ἀμέλει καὶ οἱ κάμπτοντες αὐτοὺς ἐπιπολῆς μὲν, ἀλλ' οὐχ ὁμοίως τοῖς ἐκτείνουσιν. ὁ δ' Ἀρχιγένης τοὺς πόνους τῶν νεύρων ἐμπεπαρμένους εἶναί φησι, ὑπάρχοντος τοῦ τοιούτου τῆς ὀδύνης εἴδους τῷ κώλῳ μᾶλλον, ὡς ἔμπροσθεν εἶπον· ἐγγίγνεται δὲ καὶ ὠτὶ μετά τινος σφυγμοῦ, καὶ τῶν ὀδόντων ταῖς μύλαις, ἔστι δ' ὅτε καὶ [100] τοῖς ὀφθαλμοῖς, ἥκιστα δὲ τοῖς νεύροις ἐμπεπαρμένος ὑπάρχει πόνος· ἐκτείνεται γὰρ ἐπὶ πλεῖστον ἑκατέρωσε μέχρι τῶν ἄνω τε καὶ κάτω τοῦ ζώου μορίων. τὸ δ' ἐφεξῆς εἰρημένον ὑπὸ τοῦ Ἀρχιγένους, ὅτι καὶ στενοχωρίας πλήρεις ἔχει τὰ νεῦρα τοὺς πόνους, κακοζήλως μὲν εἴρηται τῇ λέξει· δηλοῖ δ' οὐδὲν πλέον τοῦ μετ' αὐτὸ, καθ' ὅ φησι, καὶ ἥκιστα κεχυμένους· τῷ γὰρ ὄντι, κεχυμένους ἥκιστα, τοῦτ' ἔστιν εἰς πλάτος ἐκτεταμένους οὐκ ἔχει τοὺς πόνους τὰ νεῦρα, ἀλλὰ κατὰ περιγραφήν τινα μᾶλλον, ἄνω τε καὶ κάτω τῆς τάσεως αὐτῶν διηκούσης, καὶ μᾶλλόν γ' ἄνω μέχρι τῆς κεφαλῆς· καὶ τότε πρῶτον αὐτοῖς καὶ σπασμοὶ καὶ τέτανοι τοῦ παντὸς ἕπονται σώματος, οὐδενὸς τοιούτου συμβαίνοντος οὐδεμιᾷ τάσει νεύρου, πρὶν ἅψασθαι τῆς κεφαλῆς αὐτῆς. ἐφεξῆς δὲ τοῖς εἰρημένοις ὁ Ἀρχιγένης ἔγραψεν περὶ τῶν ὑμένων, ὅτι μὲν ἐπὶ πλάτος αὐτοῖς διήκουσιν οἱ πόνοι, πασχόντων αὐτῶν, ἀληθεύων· ὅτι δ' αἱμωδίᾳ τι προσεοικὸς ἔχουσιν, οὐκ ἔτι ἀληθεύων, ὡς ἔμπροσθεν εἴρηται. τό γε μὴν ἀνωμάλους εἶναι τοὺς πόνους τῶν ὑμένων, οὐ διὰ παντὸς ἀληθὲς, ὅπου γε [101] τοὐναντίον ἀληθὲς μᾶλλόν ἐστιν· ἐοίκασι γὰρ κατὰ μὲν τὸν αὐτῶν λόγον ὁμαλοὺς ἐπιφέρειν τοὺς πόνους, ἐπειδὴ καὶ τὸ σῶμα πᾶν αὐτῶν ὁμαλόν· ἐκ δὲ τῆς πρὸς τὰ πλησιάζοντα κοινωνίας ἀνωμαλίαν τινὰ ἐπιφέρει ἔστιν ὅτε κατά τι συμβεβηκός. ὅταν γὰρ ἐπὶ τὸ πεπονθὸς αὐτῶν μέρος ἄγηται καὶ τείνηται τὰ πέριξ, ἀνομοίαν ἀναγκαῖόν ἐστιν γίγνεσθαι τὴν ὀδύνην· ἔνθα μὲν αἰσθητικώτερόν ἐστι τὸ τεινόμενον μόριον, ἐνταῦθα ὀδυνωμένων μᾶλλον, ἔνθα δὲ ἧττον αἰσθητικὸν, ἔλαττον ἀλγούντων. καὶ μὴν κᾀκ τοῦ ψαύειν ἢ μὴ ψαύειν ὀστοῦ τὸ τεινόμενον ἡ διαφορὰ τῶν πόνων εἰκότως γίνεται. κατὰ τοῦτον γοῦν τὸν λόγον ἀλγοῦσι κατὰ τὴν κλεῖν ἔνιοι τῶν πλευριτικῶν, ἀνατεινομένου πρὸς τοῦτο τὸ χωρίον τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος· ἐνίοτε δ' οὐκ εἰς τὴν κλεῖν, ἀλλ' εἰς τὸ ὑποχόνδριον ὁ πόνος αὐτῶν διήκει, τῆς αἰσθήσεως γινομένης κατὰ τὸ διάφραγμα κινούμενον ἐξ ἀνάγκης, ὅταν ἀναπνέωσιν οἱ πλευριτικοὶ, μᾶλλον τῶν ἄλλων τοῦ θώρακος μορίων. ἡ γὰρ οἷον ῥῖζα τῆς ὀδύνης ὅτ' ἂν ἐν τῇ πλευρᾷ γένηται, τοῖς ἐνταῦθα μυσὶν ἀναπνεῖν ὀκνοῦσιν οἱ [102] κάμνοντες, ὥστε μόνῳ τῷ διαφράγματι τὸ τῆς ἀναπνοῆς ἔργον ἡ φύσις ἐπιτρέπει τηνικαῦτα, καθάπερ ἐν ταῖς ἀβιάστοις ἀναπνοαῖς ἐπὶ τῶν ὑγιαινόντων. ὅτ' ἂν μὲν οὖν ἐν τοῖς κάτω μέρεσιν τῶν πλευρῶν ἡ φλεγμονὴ γένηται, τὸ διάφραγμα τεινόμενον ὀδυνᾶται μᾶλλον· ὅτ' ἂν δ' ἐν τοῖς ἄνω, κατὰ τὴν κλεῖν ἡ ὀδύνη διασημαίνει, τῷ μὲν τῆς κινήσεως λόγῳ, τὸ διάφραγμα, τῷ δὲ τῆς σκληρότητος, ἡ κλεῖς ἐργαζομένη τὴν ἀνίαν. ἥπατος δὲ μεγάλως φλεγμαίνοντος ἢ σκιῤῥωθέντος, ἡ κατὰ τὴν δεξιὰν κλεῖν ὀδύνη γινομένη τῇ τάσει τῆς κοίλης φλεβὸς ἕπεται μᾶλλον ἢ τῇ τῶν ὑμένων. ὅτ' ἂν δ' εἴπῃ, πονεῖν πολλάκις οὕτω καὶ τὴν ἐπιφάνειαν, ὅπέρ ἐστιν, τὰ τῶν πασχόντων ὑμένων ἔχειν ἴδια, δηλοῖ σαφῶς ὁπόθεν ὁρμηθεὶς αἱμωδίᾳ τι παραπλήσιον ἔφησεν τὰς ὀδύνας ἔχειν αὐτῶν. ἐπειδὴ γὰρ ἅμα τῇ τῆς αἱμωδίας ἰδιότητι καὶ ἡ ναρκώδης ἐστὶν αἴσθησις, ὡς ἂν ὑπὸ μιᾶς αἰτίας ἀμφοτέρων γινομένων, ὁ δ' ἐπιπολῆς ὑμὴν ὁ ὑποτεταμένος τῷ δέρματι πάσχει πολλάκις ὀδύνας ναρκώδεις, ὑπὸ τῶν ἔξωθεν αἰτίων τῶν ψυχρῶν ἑτοιμότερον βλαπτόμενος, διὰ [103] τοῦτο τῇ κοινωνίᾳ τῆς διαθέσεως ἀπατηθεὶς ὁ Ἀρχιγένης, αἱμωδίᾳ τι παραπλήσιον ἔφησεν τοὺς ἄλλους ὑμένας, καὶ τὴν ἐπιφάνειαν πολλάκις, οὐ κατὰ τὴν οὐσίαν αὐτοῦ τοῦ πάσχοντος μορίου γινομένης τῆς ὀδύνης, ἀλλὰ διὰ μὲν τὴν οὐσίαν αὐτῶν, ἄναιμόν τε καὶ ψυχρὰν οὖσαν, εὐκόλως ἁλισκομένων πάθεσιν ψυχροῖς, ἑπομένης δὲ τῆς τοιαύτης ὀδύνης τοῖς πάθεσι· διὸ καὶ πολλάκις ἔφη γίνεσθαι τοὺς τοιούτους πόνους, ὡς ἂν οὐ κατὰ τὴν οὐσίαν αὐτοῦ τοῦ πάσχοντος μέρους, ἀχώριστοι γὰρ ἂν οὕτως γε ἦσαν, ἀλλὰ κατά τι συμβεβηκὸς ἐπιγινομένους. ὁ μὲν οὖν ὑπὸ τῷ δέρματι τεταμένος ὑμὴν, ὁ καὶ συναποδερόμενος αὐτῷ, τονώδεις τε καὶ ναρκώδεις ἐπιφέρει τοὺς πόνους· οἱ δὲ μεταξὺ τῆς σαρκὸς οἷον διασπῶντας, εἰσὶ γὰρ πολλοὶ καὶ ἀνωμάλως ἐμφυόμενοί τε καὶ περιλαμβάνοντες αὐτήν. ὅτ' ἂν οὖν ποτε ἐξ ἐναντίων καταφύσεων τείνεσθαι συμβῇ τὴν σάρκα, τοιαύτας ἀναγκαῖόν ἐστιν γίγνεσθαι τὰς ὀδύνας. ἐπί γε μὴν τοῖς πολλοῖς γυμνασίοις ἤτοι τονώδεις ἢ ἑλκώδεις οἱ πόνοι γίνονται, συνιστάμενοι καθ' ὅλους τοὺς μῦς, ὧν μέρος εἰσὶ καὶ αἱ σάρκες· [104] εἴρηται δὲ περὶ τῶν τοιούτων ἀλγημάτων ἱκανῶς ἐν τοῖς ὑγιεινοῖς. ὅτι δ' οἱ τῶν περικειμένων τοῖς ὀστοῖς ὑμένων πόνοι βύθιοί τ' εἰσὶν, τοῦτ' ἔστιν διὰ βάθους τοῦ σώματος ἐπιφέροντες αἴσθησιν, αὐτῶν τε τῶν ὀστῶν ἐπάγουσιν φαντασίαν ὡς ὀδυνωμένων, οὐδὲν θαυμαστόν. ὀνομάζουσι γοῦν αὐτοὺς ὀστοκόπους οἱ πλεῖστοι, καὶ γίνονται τὰ πολλὰ μὲν ἐπὶ γυμνασίοις, ἔστιν ὅτε δὲ καὶ διὰ ψύξιν, ἢ πλῆθος. τὰς δὲ φλέβας φησὶ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρειν τοὺς πόνους· ἐν ἀρχῇ δὲ ὁπότε τῆς ἡμικρανίας ἐμνημόνευσεν, ἀποκιρσοῦσθαι τὰς φλέβας ἔφη. τάχ' οὖν ἐν ἐκείνῳ μόνῳ χρὴ δέξασθαι λέγειν αὐτὸν τοῦτο, γιγνώσκειν γε μέντοι δεῖ τὸν ἴδιον πόνον ἀρτηρίας καὶ φλεβὸς κατὰ μῆκος ἐκτεινομένου σώματος, οἷον χορδῆς τινος, ἔμφασιν ἔχειν, οὐ μὴν συνεμφαίνει γέ τι βάρος. τὸ δ' ὁμαλῶς ἐμπεπλάσθαι τὸν πόνον τῶν φλεβῶν, οὐδὲ σαφὲς ὅλως ἐστὶν, ἐπ' οὐδενὶ τῶν συμβεβηκότων αὐταῖς ἀνενεχθῆναι δυναμένου τοῦ ἐμπεπλάσθαι. περὶ δὲ τῶν σαρκῶν ἐφεξῆς φησιν, ὡς κεχυμένους τε καὶ χαλαρωτέρους ἐπιφέρουσιν τοὺς πόνους. ὅλως μὲν οὖν [105] πόνος οὐδείς ἐστι χαλαρὸς, ἀλλὰ τοὺς ἧττον τεταμένους ἴσως εἴρηκεν χαλαρωτέρους, ἐπειδὴ τεταμένοι μᾶλλόν εἰσιν οἵ τε τῶν ἀγγείων καὶ οἱ τῶν ὑμένων· τοῦτο γὰρ ὁμολογεῖ καὶ τὸ μηδ' ἐπὶ πλέον ἐκτεταμένους αὐτοὺς φαίνεσθαι, διὰ τὸ κατὰ περιγραφὰς βραχείας συγκεῖσθαι τὰ σαρκώδη μόρια τῶν μυῶν. εἰ δὲ καὶ τὸ τούτῳ γεγραμμένον ἐφεξῆς, ὡς ἐπιπλεούσης τραχύμασί τισι δοκεῖν τῆς ἁφῆς, ἴδιόν ἐστιν τῶν ἐν σαρξὶ πόνων, ἐπισκεπτέον. ὅτι μὲν γὰρ ἐνίοτε τοιοῦτόν τι συμβαίνει κατὰ τοὺς πόνους αὐτῶν, ἀληθὲς ἔστιν· ἐκ δὲ τοῦ μὴ διὰ παντὸς φαίνεσθαι, διαθέσεως μᾶλλον ἐν αὐταῖς γινομένης ὡς τὸ πολὺ μιᾶς τινος, οὐ τῆς οὐσίας αὐτῶν ἴδιον εἶναι δόξει. τὴν διάθεσιν δὲ οὐχ ἁπλῶς ὑποληπτέον εἶναι πάθος φλεγμονῶδες, ἀλλὰ καὶ μετὰ χυμοῦ τραχύνειν πεφυκότος. ἐφεξῆς δὲ περὶ τῶν μυῶν Ἀρχιγένης γράφων, σαρκὸς καὶ νεύρων μίγμα τῶν ἰδιωμάτων ἀναφέρειν αὐτούς φησιν, ὡς ἂν ἐκ τούτων συγκειμένης τῆς οἰκείας οὐσίας αὐτῶν· τὸ δὲ καὶ ἀρτηρίας, ὅτι διαπεφύκασιν αὐτῶν· ἀλλ' οὕτως καὶ τὰς [106] φλέβας ἐχρῆν εἰρῆσθαι καὶ τοὺς ὑμένας. τὸ δὲ σφριγῶντες ὄνομα παρὰ μὲν τοῖς Ἕλλησιν ἐπὶ τῶν εὐεκτικῶς πεπληρωμένων λέγεται, διὸ καὶ κατὰ τῶν νέων αὐτὸ μόνον εἰρήκασι, γέροντος δ' οὐδενὸς, ὡς ἂν μηδὲ δυναμένου τοῦ σώματος αὐτῶν εὐεκτικὴν δέξασθαι πλήρωσιν· ὅ γε μὲν οὖν Ἀρχιγένης ἐπὶ τίνος φέρει τὴν φωνὴν ταύτην, οὐ πάνυ τι ῥᾴδιον εὑρεῖν, μάλισθ' ὅτι συγχεῖ καὶ διαφθείρει πολλαχόθι τὰ σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων· εἰ δ', ὡς ἄν τις ὑπονοήσειεν, ἐπὶ τῶν διὰ πλήρωσιν τεταμένων λέγοι τὸ σφριγῶντες, κοινὸν ἂν εἴη πάντων τοῦτο τῶν πεπληρωμένων σωμάτων, οὐκ ἴδιον τῶν μυῶν· τό γε μὴν μετ' εὐρυχωρίας αὐτοὺς διατείνεσθαι, λελέχθαι νομίζω πρὸς αὐτοῦ τῆς ἐν τοῖς νεύροις πληρώσεως ἀφορίζοντος. ὅτι δὲ τὸ σφύζειν ναρκῶδες, οὐκ ὀρθῶς εἴρηται, δεδήλωται πρόσθεν. τῶν δ' ἄλλων, φησὶ, πόνων ὁ μὲν ἑλκώδης ἰσχνῶς ὀξύς ἐστιν· ἀσαφὴς δ' ἡ λέξις ἥδε καὶ καθ' ἑαυτὴν ἀδύνατος διδάξαι τι, ταῖς ἄλλαις ὁμοίως ταῖς ἀσαφέσιν, ἅς γε οὐδ' ἐξηγήσασθαι δυνατόν ἐστιν, εἰ μή τις αὐτὸς [107] ἐπιστάμενος τὸ πρᾶγμα, προσαρμόσαι πειραθείη τῇ λέξει. καὶ νῦν γοῦν ἐπιστάμενός τις, ἑλκώδεις κόπους ὀνομάζεσθαι πρός τε τῶν ἰατρῶν καὶ τῶν γυμναστῶν, ὅτ' ἂν ἐν τῷ κινεῖσθαί τις ἢ ψαύειν τῶν κεκοπωμένων μορίων αἴσθησιν ἴσχῃ τοῖς ἡλκωμένοις μέρεσιν ὁμοίαν, ἐπινοῆσαι δυνήσεται τὸν ἰσχνῶς ὀξὺν πόνον εἰρῆσθαι τοιοῦτόν τινα τὸ εἶδος, οἷον κεντούσης βελόνης ὀξείας γίνεται. δῆλον οὖν ὅτι μηδὲ συνεχής ἐστιν οὗτος, ὥσπερ γε μηδὲ ὁμαλῶς ἐκτεταμένος ἁπάντῃ. τοῦτον οὖν αὐτόν φησι γλυκύτερον εἶναι, δέον ἀσθενέστερον εἰπεῖν, ἢ ἀμβλύτερον, ἢ οὐ σφοδρὸν, ἢ ἀνιαρὸν ἧττον, ἤ τι τοιοῦτον· τὸ γὰρ γλυκύτερον οὐδ' ἐφ' ἑνὸς τῶν ἀνιαρῶν λέγεται κυρίως. τὸ δὲ κνησμοῦ προσαγωγὸς, ἀδιαρθρώτως εἴρηται· διαφέρει γὰρ ἐναργῶς ἡ κνησμώδης αἴσθησίς τε καὶ διάθεσις τῆς ἑλκώδους· ἀλλ' ἐπεὶ καὶ προηγεῖται πολλάκις ἡ κνησμώδης τῆς ἑλκώδους, ἐκλυομένης τε καὶ παυομένης τῆς ἑλκώδους, εἰς τὴν κνησμώδη μετάπτωσις γίνεται, διὰ τοῦτο συγκεχυμένως τε καὶ ἀδιορίστως ὑπὲρ αὐτῶν ὁ Ἀρχιγένης [108] ἔγραψεν, ὡς ἂν μηδὲ τὰς αἰτίας τῶν διαθέσεων ἀμφοτέρων ἀκριβῶς που διωρικώς. ἀλλ' ἡμεῖς γε τελέως ἐξειργασάμεθα τὸν περὶ τούτων λόγον ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. ὁ μὲν οὖν ἑλκώδης πόνος οὐκ ἐν μόνῳ τῷ δέρματι φαίνεται συνιστάμενος, ἀλλὰ καὶ διὰ τοῦ βάθους ἐκτεταμένος ἄχρι τῶν ὀστῶν· ὁ δὲ κνησμώδης ὄντως τῆς ἐπιφανείας μόνης ἐστὶν, οὐ πρώτως κατὰ τὸν ἴδιον αὐτῆς λόγον, ἀλλὰ κατὰ συμβεβηκὸς, ὅτι πυκνότερον τῶν ὑποκειμένων αὐτῷ τὸ δέρμα ἐστίν. διαθέσεως οὖν ἰδίας ἑκάτερος τῶν πόνων ἐστὶ σύμπτωμα, διὰ δριμύτητας μέν τινας γινόμενοι χυμῶν, ἀλλήλων δὲ διαφέροντες εἰς ὅσον κᾀκεῖναι· διώρισται δ', ὡς ἔφην, ὑπὲρ αὐτῶν ἐν τοῖς ὑγιεινοῖς. ὁ δὲ νυγματώδης, φησὶ, πόνος τοῦ βάθους ἐστίν· οὐκ ὀρθῶς· ὑμένος γάρ ἐστιν, οὐ βάθους ἴδιος. ὁ δ' ἐνερείδων, ὥς φησι, κόλπου πλησιάζοντος, ἀλόγως πάνυ τοῦτο γράψας· κοιλότης γάρ τίς ἐστιν ὁ κόλπος, ἐκ τοῦ διαστῆναι τὰ πλησιάζοντα πρότερον ἀλλήλοις γεγενημένη· καὶ τοίνυν ὅταν μὲν πληρωθῇ ῥεύματος, ὡς ἂν διατεινομένων τῶν περικειμένων σωμάτων, ὀδύνης [109] αἰσθάνονται τονώδους οἱ κάμνοντες, οὐ κατὰ μῆκος ἐκτεταμένης ἐπὶ πλέον, ἀλλ' ἰδίαν ἐχούσης περιγραφήν. ὅτ' ἂν γὰρ ἐκκριθῇ πως ἐκ τοῦ κόλπου τὸ ὑγρὸν, ἀνώδυνοι παραχρῆμα γίνονται, πλὴν εἴ τινι τὰ περιέχοντα σώματα τὸν κόλπον ἐπὶ πλέον ἐκταθέντα τε καὶ διαταθέντα φλεγμονώδη διάθεσιν ἔσχεν. ταῦτα μὲν οὖν τὰ τῶν κόλπων ἴδια· τὸ δὲ ὑπ' Ἀρχιγένους εἰρημένον ἕτερον μέν τι τούτων ἐστὶν, ὁποῖον δέ τι νοήσας ἔγραψεν αὐτὸ, χαλεπὸν εὑρεῖν. καὶ μέν γε καὶ τὸ γεγραμμένον ἐφεξῆς ἴσην ἔχει τῷδε τὴν ἀπορίαν. ὁ διακεντῶν γάρ, φησι, πόνος οὐκ ἐν βάθει τὴν ὑπόστασιν ἔχει· τοῦτο δὲ μάχεται καὶ αὐτῷ τῷ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένῳ τόνδε τὸν τρόπον· ὁ δὲ διακεντῶν τὰ μὲν πεπονθέναι τῶν ἐν τῷ τόπῳ διασαφεῖ, τὰ δὲ μή· τοῦτο γὰρ ἐγχωρεῖ καὶ διὰ βάθους ἐγγυτάτω γενέσθαι τῶν ὀστῶν καὶ κατὰ τὸ δέρμα κᾀν τῷ μεταξὺ, πάντως τοῦ τοιούτου πόνου διὰ δακνώδη χυμὸν γινομένου, διαβιβρώσκοντα τῶν αἰσθητικῶν τι σωμάτων. τὸ δ' ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως γεγραμμένον ὡδὶ, σπαράσσων δ' ἐστὶν ὁ ἐν κόλποις συνιστάμενος, [110] εἰ μὲν τὸ σπαράσσων τὸ οἷον διασπῶν σημαίνει, ψεῦδός ἐστιν, ἥκιστα γὰρ ὑπάρχει τοῦτο τῷ κατὰ τοὺς κόλπους· εἰ δ' ἄλλο τι καὶ μὴ τοῦτο, πόθεν ἄν τις εὑρεῖν αὐτὸ δυνηθείη; τὰ μὲν δὴ τῆς προγεγραμμένης ῥήσεως Ἀρχιγένους τοιαῦτα.

   Μεταβῶμεν δ' ἐφ' ἑτέραν, διδάσκουσαν καὶ αὐτὴν ἐκ τῆς τῶν πόνων διαφορᾶς διάγνωσιν τῶν πεπονθότων μορίων· ἔστι δ' ἡ ῥῆσις ἥδε· ὁ δὲ τοῦ ἥπατος ὅλκιμος, ἐμπεφυκὼς καὶ ναρκώδης ἐστὶ καὶ ἀτειρότερον ἐγκείμενος· ὁ δὲ τοῦ σπληνὸς οὐκ ὀξὺς, βάρος δ' ἅμα καὶ διάτασιν ἔχει, ἀντεντεινομένῳ πρὸς ἔνθλιψιν καὶ ἀποπίεσίν τινα ἔξωθεν ἐπικειμένην ἐοικώς. νεφροὶ δὲ αὐστηρούς τε τοὺς πόνους ἐπιφέρουσι καὶ μετ' ἐμμόνου σφίγξεως ἐπινύσσοντας. κύστις δὲ στύφουσι σφόδρα χρῆται τοῖς ἀλγήμασι καὶ σὺν διατάσεσιν νυγματώδεσιν· ὑστέρα δὲ ὀξέσι, διαΐσσουσι, νυγματώδεσι, διατείνουσιν, ἐμπίπτουσι στροφωδῶς· τοιούτῳ μίγματι πέφυκε πονεῖν, καθ' ὃ καὶ ἀπορίαν τοῦ ἰδιώματος ἐμποιεῖ. ἐν ταύτῃ τῇ ῥήσει πάλιν ὁ [111] Ἀρχιγένης εὐθέως κατὰ τὴν ἀρχὴν ὅλκιμον εἶναί φησι τὸν πόνον τοῦ ἥπατος. ἔστι μὲν οὖν ἄηθες τοὔνομα τοῖς Ἕλλησιν τὸ ὅλκιμον, ὥστ' οὐδὲ τί σημαίνει ῥᾴδιον εὑρεῖν· ἐκ γὰρ πολλῆς χρήσεως ἡ τῶν σημαινομένων εὕρεσις γίνεται· τοὺς δ' οὖν χρησαμένους αὐτῷ τὸ γλίσχρον οἶδα δηλοῦντας, ὃ ὥσπερ ὁ ἰξός ἐστιν, ὥστε μέρους λαβόμενον ἕλκειν δι' αὐτοῦ δύνασθαι τὸ συνεχές. οὕτω δὲ καὶ τὸ σταὶς ὅλκιμον εἴρηται τὸ τῶν πυρῶν, καὶ μάλιστα τὸ κάλλιστα πεφυραμένον· οὐχ ὅλκιμον δὲ τὸ τῶν κριθῶν καὶ τὸ τῆς κέγχρου. τό γε μὴν τοῦ ἥπατος ἄλγημα κατὰ τοῦτο τὸ σημαινόμενον οὐκ ἄν ποτε γένοιθ' ὅλκιμον, ὥστ' ἄλλό τι ζητητέον ἡμῖν ἐστιν. εἷς μὲν δή τις τῶν πρεσβευόντων τὴν Ἀρχιγένους αἵρεσιν ὅλκιμον ἔφησεν πόνον εἰρῆσθαι τὸν τοῦ ἥπατος, ἐπειδὴ καθέλκει φλεγμαῖνόν τε καὶ σκληρούμενον τὴν κλεῖν· ἕτερος δὲ τὸ χρονίζον· ἄλλος δὲ τὸ μέτριον· εἰσὶ δ' οἳ τὸ βραδὺ, τοῦτο δ' εἶναι τὸ ἀντικείμενον τῷ ὀξεῖ, καί φασι τὸ μὲν κατεπεῖγον καὶ σφοδρὸν, ὡς μηδεμίαν ἀνάπαυλαν ποιεῖσθαι, καλεῖν αὐτὸν ὀξὺ, τὸ δ' ἐναντίον, ὅπέρ ἐστι [112] τὸ βραδὺ, ὅλκιμον εἰρηκέναι· τινὲς δὲ τὸν βάρους ἔμφασιν ἔχοντα φασὶν εἰρῆσθαι ὅλκιμον ἤτοι βαρὺν πόνον· ὀνομάζεσθαι γὰρ ἐν τῇ συνηθείᾳ κατὰ τοῦ βάρους τὴν ὁλκήν. πολλὰ δὲ καὶ ἄλλα διαφόρως ἐξηγούμενοι λέγουσιν οἱ θαυμάζοντες ἃ μηδεὶς νοεῖ. τὸ μὲν οὖν ὅλκιμον ὄνομα, τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον, ὅτι μηδὲν ἡμᾶς διδάσκει, πρόδηλον ἤδη γέγονεν· ἐπισκεψώμεθα δ' ἐφεξῆς, τί ποτ' ἐστὶν ὁ ἐμπεφυκὼς πόνος, ἥπατος ἴδιος εἶναι καὶ αὐτὸς εἰρημένος. ἐμοὶ μὲν δὴ πιθανώτερον εἶναι δοκεῖ, τῷ διαΐσσοντι τὸν ἐμπεφυκότα κατ' ἐναντίωσιν εἰρῆσθαι πρὸς αὐτοῦ· τί γὰρ ἂν ἄλλο τις ὑπολάβοι; καὶ μὴν εἴ τις ἄλλος πόνος εἰς συμπάθειαν ἄγει πολλὰ τῶν πέριξ σωμάτων, οὕτω καὶ ὁ τοῦ ἥπατος, ὅς γε καὶ μέχρι τῆς κλειδὸς ἐκτείνεται, καὶ δύσπνοιαν ἐπιφέρει πολλάκις, ἐνίοτε δὲ καὶ βῆχα καὶ δυσεντερίαν, εἴς γε μὴν τὰς νόθας πλευρὰς οὐκ ὀλιγάκις ἐναργῶς διικνεῖται· πῶς ἂν οὖν ἀληθῶς λέγοιτο κατὰ χώραν μένειν; ἆρ' οὖν ἄμεινόν ἐστιν τὸν ἐμπεφυκότα πόνον εἰρῆσθαι δοκεῖν, τὸν οἷον ἐμπεπαρμένον; καὶ μὴν ἥκιστα τοιοῦτός ἐστιν ὁ τοῦ ἥπατος, [113] ὡς ἀρτίως ἐπιδέδεικται. ἐδείχθη δ' ἔμπροσθεν, ὅτι μηδ' ὁ ναρκώδης πόνος ἴδιός ἐστι μορίου τινὸς, ἀλλὰ διαθέσεως μᾶλλον· εἰ δὲ δὴ καὶ μορίου τινὸς, οὐδαμῶς ἥπατος, ἀλλ', εἴπερ ἄρα, τῶν νευρωδῶν σωμάτων. ὁ δ' ἀτειρῶς ἐγκείμενος μάχεται τῷ ναρκώδει, βίαιός τις ὢν καὶ συνεχής· ἔστι δ' οὐ τοιοῦτος ὁ τοῦ ἥπατος, ἀλλὰ μᾶλλον βαρύς· οὐ μὴν οὐδὲ ὁ βαρὺς ἴδιος ἥπατος ἐξαιρέτως, ἀλλὰ κοινὸς σπληνὶ καὶ νεφροῖς φλεγμαίνουσιν. ὁ δ' Ἀρχιγένης οὐκ οἶδα πῶς ἐπὶ μόνου τοῦ σπληνὸς ἐμνημόνευσεν τῆς τοιαύτης ἰδέας τοῦ πόνου, μηδ' Ἱπποκράτους ἀκούσας εἰπόντος, καὶ ἐς νεφρὸν ὀδύνη βαρεῖα. τοῦτο μὲν οὖν ἔλαττον ἁμάρτημα, μέγιστον δὲ, ὅπερ εἴωθε ποιεῖν, ὀνόματα γράφων ἑτέρων αἰσθήσεων οἰκεῖα, καθάπερ καὶ νῦν ἐπὶ νεφρῶν μὲν τοὺς αὐστηροὺς πόνους, ἐπὶ κύστεως δὲ τοὺς στύφοντας· ἔστι γὰρ ταῦτα χυμῶν ὀνόματα, δι' ὀργάνου μὲν τῆς γλώττης, αἰσθήσεως δὲ τῆς γευστικῆς διαγινωσκόμενα. γενικώτερον μὲν οὖν τι πρᾶγμα δηλοῦται πρὸς τῆς στῦφον φωνῆς, εἰδικώτερον δὲ [114] πρός τε τῆς αὐστηρὸν καὶ στρυφνόν· ἄμφω μὲν γὰρ στύφει, μᾶλλον δὲ τὸ στρυφνὸν, οἷόν πέρ ἐστιν ἡ ὀμφακῖτις ὀνομαζομένη κηκίς· αὐστηραὶ δ' εἰσὶ καὶ ῥοαὶ πολλαὶ καὶ τὰ κυδώνια μῆλα καὶ ἄλλα πάμπολλα τῶν ἐδωδίμων, ἀηδῆ γε μὴν τὰ στρυφνὰ, μὴ ὅτι τὰ φάρμακα μόνον, καθάπερ ὑποκιστὶς καὶ βαλαύστιον καὶ κηκὶς καὶ ῥοῦς, ἀλλὰ καὶ τῶν ἐδωδίμων ὅσα τοιαῦτα. διόπερ οὐδὲ νοῆσαι δυνατόν ἐστιν, ὁποῖόν τινα βούλεται τὸν αὐστηρὸν ἢ τὸν στρυφνὸν εἶναι πόνον ὁ Ἀρχιγένης, οὐ μᾶλλον ἢ τὸν κυανοῦν, ἢ τὸν ἐρυθρὸν, ἢ φαιὸν, ἤ τινα ἄλλον ἀπὸ τῶν χρωμάτων ὀνομαζόμενον. ὅπερ δέ τις ἔλεγεν τῶν Ἀρχιγενείων διδασκάλων, ἐπισκέψασθαι καιρός· ἐδόκει γὰρ αὐτῷ τὰς ἰδιότητας τῶν πόνων ἑρμηνεύειν ὁ Ἀρχιγένης φιλοτιμούμενος, ἀῤῥήτους κατά γε τἀληθὲς οὔσας, εἰς τὴν τοιαύτην ἀτοπίαν ἀφικνεῖσθαι τῶν ὀνομάτων· οὐκ εἰδὼς ὅτι μία μὲν ἑκάστη τῶν ποιοτήτων ἐστὶ ῥητὴ κατά τε τὴν ἁφὴν καὶ τὴν γεῦσιν, ἔνθα δ' ἅμα πολλαὶ ποιότητες ἐμφαίνονται κατὰ μίαν οὐσίαν, ἐνταῦθα καὶ γενέσθαι συμβαίνει τὴν ἰδιότητα, καὶ μάλιστ' ἐπὶ τῆς γεύσεως, [115] ὁπόταν, εἰ τύχοι, καὶ πικρότητός τε καὶ γλυκύτητος αὐστηρότητός τε καὶ δριμύτητος ἐμφαίνηταί τι κατὰ μίαν οὐσίαν· ἰδιότης γάρ τις οὕτως γίνεται περὶ τὴν γεῦσιν, ἄῤῥητος μὲν, εἴ τις ἐθέλοι δι' ἑνὸς ὀνόματος αὐτὴν δηλῶσαι, ῥητὴ δ', εἰ καθ' ἑκάστην τῶν ποιοτήτων διέρχοιτο μετὰ τοῦ καὶ τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ἀδύνατον εἶναι προσδηλοῦν. οὕτω δὲ καὶ τὰς βοτάνας ἁπάσας τε καὶ τὴν ἄλλην ὕλην ἐδήλωσαν οὐκ ὀλίγοι τῶν ἰατρῶν, ἐξηγούμενοι τῶν ποιοτήτων ἑκάστην, ὅσαι ταῖς ἑρμηνευομέναις οὐσίαις ὑπάρχουσιν. ὥστε καὶ ὁ Ἀρχιγένης, εἰ μὲν ἑνὶ περιλαβεῖν ὀνόματι τὴν ὅλην ἰδιότητα τῆς οὐσίας ἐπεχείρει, παντάπασιν ἀμαθὴς ὑπῆρχεν, ὅπερ οὐ προσήκει λέγειν ἐπ' Ἀρχιγένους· εἰ δὲ τὰς ἁπλᾶς ποιότητας, αὗται μὲν οὐκ εἰσὶν ἄῤῥητοι, τὸ δὲ ποσὸν ἐν αὐταῖς ἄῤῥητον μὲν ἀκριβεῖ μέτρῳ, ῥητὸν δ' ὡς ἐν πλάτει. οὔκουν ἔτι χρὴ μηκύνειν, πεφηνυίας σαφῶς τῆς ἰδέας τῶν λόγων ᾗ χρῆσθαι δεῖ τὸν ἑρμηνεύειν ἐπιχειροῦντα τῶν αἰσθητῶν πραγμάτων ὁτιοῦν. ἴδια μὲν γὰρ ἔχομεν ἁπασῶν τῶν ἁπτῶν ποιοτήτων ὀνόματα, καθάπερ γε καὶ τῶν γευστῶν· ἴδια δὲ τῶν [116] ὁρατῶν, ὥσπερ καὶ τῶν ἀκουστῶν, καὶ χρῆσθαι προσήκει πᾶσιν αὐτοῖς, ὡς ἔθος ἐστὶν τοῖς Ἕλλησι, μήτε στύφοντα μήτ' αὐστηρὸν ὀνομάζοντα πόνον, ἴδιαι γὰρ αὗται χυμῶν προσηγορίαι. καὶ πάμπολλοι πρὸ Ἀρχιγένους ἰατροὶ τὰς διαφορὰς τῶν πόνων γράψαντες οὐκ ἐτόλμησαν ἑτέροις ὀνόμασι χρήσασθαι τῶν συνηθῶν, ἃ καὶ παρ' αὐτῶν τῶν καμνόντων ἐστὶν ἀκοῦσαι· καὶ γὰρ οὕτως ἀλγεῖν ποτε λέγουσιν, ὡς ὑπὸ βελόνης νύττεσθαι δοκεῖν· οὕτως αὖ πάλιν, ὡς ὑπὸ τρυπάνου τιτρᾶσθαι καὶ θλᾶσθαι δοκεῖν καὶ διασπᾶσθαι καὶ τείνεσθαι καὶ ἀνασπᾶσθαι καὶ κατασπᾶσθαι, καὶ βάρους τινὸς αἴσθησιν ἔχειν, ἐνίοτε μὲν ἐκκρεμαμένου τῶν ὑπερκειμένων, ἐνίοτε δ' ἐγκειμένου τοῖς περιέχουσιν. τὰ μὲν οὖν τοιαῦτα πάντα συνετὰ, στύφοντες δὲ καὶ στρυφνοὶ καὶ αὐστηροὶ πόνοι τῶν ἀσυνέτων τε ἅμα καὶ ἀχρήστων εἰσίν· ὅπερ ἐχρῆν ἐννενοηκέναι τὸν Ἀρχιγένην, διδάσκειν γε βουλόμενον ἡμᾶς διαγνωστικοὺς γίνεσθαι τῶν πεπονθότων τόπων. εἰ μὴ γὰρ ἐξ ὧν οἱ κάμνοντες αὐτοὶ λέγουσι διαγνωσόμεθα, λῆρος ἂν εἴη μακρὸς ὁ περὶ τῶν ἀλγημάτων λόγος· εἰ δὲ παρ' ἐκείνων [117] χρὴ πυνθάνεσθαι, τίνα τρόπον ἀλγοῦσι, λέγουσι δ' οὐδέποτε στρυφνὸν ἢ αὐστηρὸν ἢ ἀτειρὸν ἢ ὅλκιμον πόνον, πάλιν ἄχρηστος τοιαύτη διδασκαλία. καὶ μὲν δὴ καὶ κατ' ἐκεῖνον τὸν λόγον, ἐν ᾧ φασι τὰς ἰδιότητας τῶν πόνων ἐπιχειρεῖν ἑρμηνεύειν τὸν Ἀρχιγένην, τὸ τῆς τοιαύτης διδασκαλίας ἀδύνατόν τε ἅμα καὶ ἄχρηστον ἐμφαίνεται. πρῶτον μὲν ἄῤῥητός ἐστιν ἡ ἰδιότης πᾶσα κατ' αὐτούς· εἰ δὲ τοῦτο, πάντως δήπου καὶ ἀδύνατον εἰς διδασκαλίαν ἐλθεῖν, ὡς ἂν μόνοις γινωσκομένην τοῖς αἰσθητῶς αὐτὴν ἐγνωκόσιν. ἔπειτα δὲ καὶ ἄγνωστος ἡμῖν τοῖς μὴ πεπονθόσιν ἐστὶν, εἰ μὴ ἄρα πάντ' ἔπαθεν ὁ Ἀρχιγένης τὰ τοῦ σώματος μόρια· κᾂν συγχωρηθῇ δὲ τοῦτο, τίς ἂν πιστεύσειεν ὅτι καὶ πάντα τὰ καθ' ἕκαστον μόριον ἔπαθεν εἷς ἄνθρωπος; ὑποκείσθω δ', εἰ βούλει, καὶ τοῦτο, καίτοι γ' ἀδύνατόν ἐστιν· ἀλλ' ὅτι κατὰ τὴν μήτραν οὐκ ἔπαθεν ὁ Ἀρχιγένης ἄντικρυς δῆλον· καὶ μὴν καὶ τὰς κατ' αὐτὴν ἰδιότητας γράφει, μόναις ταῖς πεπονθυίαις γυναιξὶν γιγνωσκομένας· ὥστέ με νὴ τοὺς θεοὺς ἀπορεῖν πολλάκις, ἐκ τίνος ποτὲ λογισμοῦ τὴν ἀλλόκοτον [118] ταύτην ἐπετήδευσεν διδασκαλίαν, ἣν εἰ καὶ ἀληθεύειν τις ὑπόθοιτο, τό γε χρήσιμον οὐχ οἷόν τε συνυποθέσθαι, μηδενὸς τῶν νοσούντων ἑρμηνεύοντος ἃ πάσχει διὰ τῶν Ἀρχιγενείων ὀνομάτων· ἀσᾶσθαι μὲν γὰρ λέγουσι τὸν στόμαχον ἔνιοι τῶν νοσούντων, ὅπέρ ἐστιν ἡμῖν διὰ τὸ πεπονθέναι σαφῶς δῆλον· ὥσπέρ γε καὶ τὸ ἀλύειν, καὶ γὰρ καὶ τοῦτο τῷ πεπονθέναι δῆλον· αὐστηρὸν δὲ πόνον, οὐδ' εἰ πεπονθώς τις εἴη, νοῆσαι δύναται λεγόμενον ὑπ' Ἀρχιγένους, ὡς ἂν οὐκ εἰδὼς καθ' ὅτου ποτε πράγματος ἐπιφέρει τοὔνομα. τὸν μὲν γὰρ νυγματώδη καὶ διατείνοντα καὶ τοὺς ὁμοειδῶς αὐτοῖς λεγομένους, ἔτι δὲ μᾶλλον τὸν σφοδρὸν καὶ τὸν ἰσχυρὸν καὶ τὸν βίαιον καὶ τὸν συνεχῆ καὶ τὸν διαλείποντα νοοῦμεν ἅπαντες, ὡς ἂν ὑπὸ συνηθῶν τε τῶν ὀνομάτων ἑρμηνευομένους αὐτούς τε γινομένους ὁσημέραι παμπόλλοις· αὐστηρὸν δὲ καὶ στύφοντα καὶ ἀτειρὸν καὶ ὅλκιμον οὔτε λέγει τις οὔτ' ἀκούων ἑτέρου λέγοντος νοεῖ. χρὴ δὲ καὶ τὸ πάθος εἶναι κοινὸν καὶ τὴν δηλωτικὴν αὐτοῦ προσηγορίαν συνήθη τοῖς ἀκούουσιν, ὥσπερ ἐπὶ τοῦ θλίβεσθαι τὸν στόμαχον, [119] ὃ δὴ λέγουσιν πάμπολλοι τῶν ἀνθρώπων. οὕτως γὰρ οἷον ἔξωθέν τινος ἐπικειμένου βαρέος ἡ αἴσθησις ἡμῖν γίνεται πολλάκις ἔν τισι διαθέσεσιν τοῦ στόματος τῆς κοιλίας, ὃ δὴ καταχρώμενοι προσαγορεύουσι στόμαχον οὐχ οἱ πολλοὶ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν οἱ δοκιμώτατοι. καὶ μὴν καὶ κατὰ δεξιὸν ὑποχόνδριον ἐν τῷ σφοδρότερον ἀναπνεῖν αἴσθησίς ποθ' ἡμῖν βάρους γίνεται, κᾀπειδὰν χωρὶς πυρετοῦ συμβῇ τοῦτο, δυοῖν θάτερον, ἢ ἔμφραξίν τινα κατὰ τὸ ἧπαρ ἢ σκιῤῥώδη διάθεσιν, ἢ γένεσιν ἀποστήματος εἶναι λογιζόμεθα, καθάπερ ὅτ' ἂν φλεγμονὴ ᾖ, πυρετὸν ἐξ ἀνάγκης ἕπεσθαι. πάντα μὲν οὖν τὰ τοιαῦτα καὶ ῥητὰ καὶ σαφῆ καὶ γνώριμα πᾶσι τοῖς πρὸ Ἀρχιγένους ἰατροῖς ἐστιν, ἄνευ τῶν ἀλλοκότων ὀνομάτων διδασκόμενα· τῆς δ' Ἀρχιγένους διδασκαλίας ἴδιον ἐξαίρετόν ἐστιν οὐ πραγμάτων ὑφήγησις καινῶν, ἀλλ' ὀνομάτων οὐδὲν πρᾶγμα δηλούντων. τοιούτων ὀνομάτων καὶ τὴν περὶ τῶν σφυγμῶν ἐπλήρωσε πραγματείαν, οὐδ' αὐτὴν δεομένην μεταφορᾶς [120] ὀνομάτων ἀκύρων, ὡς ἐπεδείξαμεν ἐν τοῖς περὶ σφυγμῶν ὑπομνήμασιν.

   Ἐγὼ δ' ἠξίουν Ἀρχιγένη μετὰ τοσούτους ἰατροὺς γεγονότα προσθεῖναί τι τῇ σαφηνείᾳ τῆς διδασκαλίας, οὐκ ἀφελεῖν τοσοῦτον, ὡς μηδ' ἡμᾶς αὐτοὺς νοεῖν ἃ λέγει, γεγηρακότας ἐν τοῖς ἔργοις τῆς τέχνης. ὅπερ οὖν ἐκεῖνον ἐχρῆν πεποιηκέναι, τοῦτ' ἐγὼ πειράσομαι πρᾶξαι, καὶ δεῖξαι μὲν πρῶτον ἐν τῷ καθόλου τὴν μέθοδον ᾗ προσήκει χρώμενον αὐτόν θ' εὑρίσκειν τοὺς πεπονθότας τόπους, ἑτέροις δὲ τὴν ὁδὸν ὑφηγεῖσθαι. μέθοδος μὲν οὖν ἐστιν, ὡς κᾀν τῷ πρὸ τούτου λέλεκται βιβλίῳ, τοιάδε. πρῶτον ζητῆσαι χρὴ, πότερον ἴδια σημεῖα καθ' ἕκαστον τόπον, ὅπως ἂν πάσχῃ, δυνατὸν εὑρεῖν ἐστιν, ἢ καθ' ἕκαστον τῶν παθῶν ἀλλοιοῦται. δεύτερον ἐπὶ τῷδε, πότερον ἑκάστου τῶν παθῶν ἴδια σημεῖά ἐστιν, ἢ καθ' ἕκαστον μόριον ὑπαλλάττεται, καὶ χρὴ τόπου τε ἅμα καὶ πάθους μνημονεύσαντας λέγειν ἐφεξῆς τὰ σημεῖα· καθάπερ, εἰ τύχοι, φλεγμονῆς τοῦ πνεύμονος, ὅτι δύσπνοια μετὰ στενοχωρήσεως, ὡς πνίγεσθαι δοκεῖν, [121] ἀνακαθίζειν τε διὰ τοῦτ' ἐπιχειρεῖν, ὅπερ ὀρθόπνοιαν ὀνομάζουσιν· ἀλλὰ καὶ ὅτι θερμῆς αἰσθάνονται τῆς ἐκπνοῆς, καὶ μᾶλλον ὅτ' ἂν ἐρυσιπελατώδης ἡ φλεγμονὴ συστῇ, διόπερ ἐπὶ πλέον ἐκφυσῶντες παρηγοροῦνται, καὶ πλεῖστον ἀέρα ψυχρὸν εἰσπνεῖν ἐπιθυμοῦσιν, ἀναπτύουσί τε μετὰ βηχὸς κεχρωσμένον τὸ πτύελον ἄλλοτ' ἄλλῳ χρώματι· καὶ γὰρ ἐρυθρὸν ἐνίοτε καὶ ξανθὸν καὶ πυῤῥὸν ἀφρῶδές τε καὶ μέλαν καὶ πελιδνὸν φαίνεται· καὶ μέντοι καὶ βάρους τινὸς ἐγκειμένου τῷ θώρακι πολλάκις αἰσθάνονται, καὶ διήκει εἰς αὐτὸν ἐκ τοῦ βάθους ἄλγημα κατά τε τὸ στέρνον καὶ τὴν ῥάχιν· ἔτι τε πρὸς τούτοις ὀξέως μὲν πυρέττουσι, σφυγμὸν δὲ ἔχουσιν ὁποῖον ἐν τοῖς περὶ σφυγμῶν εἴπομεν. οὕτω δὲ κᾀπὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ἐπειδὰν φλεγμαίνῃ, πυρετὸς μὲν ὀξὺς ἅμα τῷ ἰδιώματι τῶν λελεγμένων σφυγμῶν κατὰ τὴν περὶ τῶν σφυγμῶν πραγματείαν, ἄλγημα δὲ νυγματῶδες ἅμα δυσπνοίᾳ καὶ πτυέλῳ κεχρωσμένῳ παραπλησίως τοῖς περιπνευμονικοῖς ἐπιφαίνεται τὰ πολλά. τὸ μὲν οὖν δυσπνοεῖν ἀμφοτέροις τοῖς πάθεσιν, διὰ τὸ πεπονθὸς μόριον [122] ἀναπνευστικὸν ὑπάρχειν, ἐξ ἀνάγκης ἕπεται· τὸ δὲ πυρέττειν διά τε τὸ πάθος γίνεται καὶ τὴν θέσιν· ἐγγὺς μὲν τῆς καρδίας ὅ τε ὑπεζωκὼς καὶ ὁ πνεύμων, θερμὸν δὲ πάθος ἡ φλεγμονή. οὕτω δὲ καὶ τὸ βήττειν μὲν ὡς ἀναπνευστικοῖς ὑπάρχει, τὸ δὲ ἀναπτύειν τι διὰ τὸ πάθος γίνεται· δέδεικται γὰρ ἐξ ἐπιῤῥοῆς αἵματος φλεγμονὴ πᾶσα γινομένη, διόπερ ἐὰν μὲν χολωδέστερον ᾖ τὸ αἷμα, ξανθὸν, ἢ ὠχρόν ἐστι τὸ πτυόμενον· ἐὰν δὲ φλεγματικώτερον, ἀφρῶδές τε καὶ λευκόν· ἐὰν δὲ μελαγχολικώτερον, ἤτοι μέλαν, ἢ πελιδνόν· ἐὰν δὲ μηδὲν τούτων, ἐρυθρόν. ἔτι δὲ τῇ μὲν πλευρίτιδι πλεονάκις τὸ χολωδέστερον, τῇ δὲ περιπνευμονίᾳ τὸ φλεγματικώτερον πτύσμα συνέπεται· δέδεικται γὰρ ἡμῖν καὶ περὶ τούτου. τὸ δὲ διὰ τῆς τραχείας ἀρτηρίας ἀναφέρεσθαι τὰ περιττώματα τῶν φλεγμαινόντων μορίων διά τε τὴν θέσιν αὐτῶν γίνεται καὶ διάπλασιν· ἐκροὴν γὰρ ἔχουσι ταύτην μόνην. γαστρὶ δὲ διττοὶ μὲν πόροι, μᾶλλον δ' ἐπιπολάζει τε καὶ ἀνεμεῖται τὰ κατ' αὐτὴν μοχθηρὰ, τὰ δ' ἐκ τῶν ἐντέρων διαχωρεῖται· καθάπερ γε τὰ μὲν ἐκ νεφρῶν καὶ κύστεως οὐρεῖται, [123] τὰ δ' ἐξ ἐγκεφάλου διὰ ῥινῶν μὲν μάλιστα, ποτὲ δὲ καὶ διὰ οὐρανίσκου καὶ ὑπερῴας καὶ ὤτων ἐκκενοῦται. τὰ γνωρίσματα οὖν τῶν πεπονθότων τόπων ἀπὸ συμπτωμάτων εἰσὶν, ἀπό τε τῆς βεβλαμμένης ἐνεργείας καὶ τῆς τῶν ἐκκρινομένων ποιότητος, ἔτι δὲ τῶν παρὰ φύσιν ὄγκων, ἢ ἀλγημάτων, ἢ ἀχροίας τινὸς ἑπομένης, ἤτοι δι' ὅλου τοῦ σώματος, ἢ καθ' ἕν τι μόριον, ἢ δύο, μάλιστ' ὀφθαλμούς τε καὶ γλῶτταν· ἔξωθεν δὲ τούτων ἐστὶ τὰ κατὰ τὴν ἰδίως ἂν ὀνομασθεῖσαν, εἴ τις βούλοιτο, συμπάθειαν, ὡς ἐν τῷ πρώτῳ λέλεκται γράμματι. νυνὶ δέ μοι καιρὸς εἶναι δοκεῖ γυμνάσαι τοὺς ἑταίρους, ὧν ἀξιωσάντων γράφεται ταῦτα. γυμνάσιον δ' ἅπαν γίνεται διὰ τῶν κατὰ μέρος ὑπὸ τὴν αὐτὴν μέθοδον ἀγομένων. ἔστι δὲ χρησιμώτατον, ὡς πολλάκις ἐπιδέδεικταί μοι, τὸ τοιοῦτο τῆς διδασκαλίας εἶδος, ὡς αἵ γε μέθοδοι μόναι γνωσθεῖσαι χωρὶς τοῦ πολυειδῶς γυμνάσασθαι κατ' αὐτὰς ἀδυνατοῦσι τελείους ἐργάσασθαι τοὺς μανθάνοντας. ἄνωθεν μὲν οὖν εἰπόντες τὴν μέθοδον, ἐπὶ τὸ γυμνάσιον ἴωμεν. ἐπισκέπτεσθαι χρὴ πρῶτον μὲν, εἴ τις [124] ἐνέργεια βέβλαπται, σὺν αὐτῇ γὰρ ἀνάγκη πεπονθέναι τὸ τῆς ἐνεργείας ἴδιον ὄργανον. εἶθ' ἑξῆς εἴπερ εὕροις βεβλαμμένην τὴν ἐνέργειαν, ἐπὶ τὸν τρόπον τῆς βλάβης ἀφικόμενος ἐπισκέπτου, τίνος ἐστὶ πάθους ἴδιον. ἐπὶ τοῖσδε σκόπει τὸ πεπονθὸς μόριον, εἴ τιν' ὄγκον ἢ ἄλγημα διασημαίνει, μὴ παρέργως, ἀλλὰ μετὰ τοῦ συνεπισκοπεῖσθαι τὸ καθ' ἕκαστον αὐτῶν εἶδος· ἔμαθες γὰρ οὐ μόνον ὄγκων ἰδέας πλέονας, ἀλλὰ καὶ τῶν ἀλγημάτων. εἶτ' ἐπισκόπει τὰ περιττώματα τοῦ πεπονθότος μορίου, διὰ τίνος ἐκκενοῦται πόρου, θεώρει τε μή τι τῆς οὐσίας τοῦ πεπονθότος ἐκκρίνεται μορίου· καὶ μετὰ ταῦτα, πότερον ἄπεπτά ἐστι παντελῶς, ἢ μετρίως πέττεται τὰ περιττώματα αὐτοῦ· κᾄπειτα τίνων μὲν ἐξ αὐτοῦ συναπολαύει τὸ πᾶν σῶμα, τίνων δ' ἐξαιρέτως μόρια ἄττα, τὰ μέν τι κατὰ τὴν ἐνέργειαν αὐτῶν, τὰ δὲ κατὰ τὴν χρόαν ἢ σχῆμα. φέρε γάρ τινα καθ' ὃν ἀναπνεῖ καιρὸν ἀλγεῖν ἐν τῷ κατὰ τὰς νόθας πλευρὰς τόπῳ· μὴ προπετῶς ὑπολάβῃς τοῦτον εἶναι πλευριτικὸν, ἀλλὰ πρῶτον μὲν, εἰ ἀναπτύει τι βήττων, ἄθρει· κεχρωσμένον γὰρ, ὡς εἴρηται, θεασάμενος, [125] ἐρεῖς εἶναι πλευριτικόν· εἰ δὲ μηδ' ὅλως ἀναπτύει βήττων, δύναται μὲν εἶναι καὶ οὗτος πλευριτικὸς, ἄπεπτον δὲ καὶ στεγνὴν ἱκανῶς ἔχων τὴν φλεγμονὴν, ὡς μηδὲν ἔξω χαλᾷν· ἐγχωρεῖ δὲ καὶ δι' ἥπατος φλεγμονὴν ἀλγεῖν αὐτὸν ἐν τῷ λεγομένῳ χωρίῳ· τεινομένων γὰρ εἴσω τῶν ἀρτημάτων, οἷς ἤρτηται πρὸς τὰς πλευρὰς ἐπ' ἐνίων τὸ ἧπαρ, εἰς τὸν ὑπεζωκότα συμβαίνει τὴν ὀδύνην ἐξήκειν. ἀλλά γε σφυγμὸς οὐδὲν ὅμοιον ἔχων ἐστὶν ἐπὶ φλεγμοναῖς ἥπατός τε καὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, οὐ μὴν οὐδὲ τὰ διὰ τῆς γαστρὸς ἐκκρινόμενα παραπλήσια· πλὴν οὐκ ἀεὶ ταῦτα συνυπάρχει φλεγμοναῖς ἥπατος, ἀλλ' ἐν τοῖς καλουμένοις ἰδίως ἡπατικοῖς πάθεσιν. οὐδὲν οὖν χεῖρον ἐφ' ὧν μηδὲν ἐκκρίνεται γνώρισμα, διὰ τῆς ἁφῆς ἐπισκοπεῖσθαι τὸ δεξιὸν ὑποχόνδριον, κᾂν μηδεὶς ὄγκος εὑρίσκοιτο, μηδ' οὕτως ἀφίστασθαι· δύναται γὰρ ἐν τοῖς σιμοῖς ἡ φλεγμονὴ μόνοις εἶναι, δύναται δὲ καὶ κατὰ τὰ κυρτὰ μὲν, ἀλλ' οὐ πάντα, μόνα δ' ὅσα κατακρύπτουσιν αἱ νόθαι πλευραί. μέγιστον οὖν ἀναπνεῖν ἐν τῷδε κελεύειν τὸν κάμνοντα, καὶ πυνθάνεσθαι μή τινος [126] αἰσθάνεται βάρους, ἤτοι γ' ἐκκρεμαμένου τῶν ὑπερκειμένων, ἢ ἐγκειμένου τοῖς περιέχουσιν· ἔστιν ὅτε γε μὴν οἷς ἐνταῦθά ἐστιν ὁ παρὰ φύσιν ὄγκος, οὗτοι δυσπνοοῦσι τῇ στενοχωρίᾳ τῶν φρενῶν, ἐρεθίζονταί γε καὶ πρὸς βραχείας βῆχας. βέβαιον οὖν ἐπὶ τῶν τοιούτων ἐστὶ σημεῖον εἰς διάγνωσιν ὁ σφυγμὸς μὲν ἐν ἅπαντι τῷ χρόνῳ τοῦ νοσήματος, ἐπὶ προήκοντι δ' αὐτῷ καὶ τἄλλα συμπτώματα. καὶ γὰρ ἡ τῆς γλώττης ἀλλοιοῦται χρόα καὶ ἡ παντὸς τοῦ σώματος ἐπὶ ταῖς τοῦ ἥπατος κακοπραγίαις· ὥσπερ αὖ πάλιν αἱ βῆχες αὐξάνονται, τῶν κατὰ θώρακα πασχόντων, ἐπιφαίνεταί τε πάντως ἐν τῷ χρόνῳ τὰ μετὰ τῆς βηχὸς ἀναπτυόμενα. καθάπερ οὖν ἡ δύσπνοια χωρὶς μὲν τοῦ πάσχειν τι τῶν ἀναπνευστικῶν μορίων ἢ ὀργάνων ὁπωσοῦν οὐ δύναται γενέσθαι, συμβαίνει δ' ἐνίοτε νόσημα μηδὲν ἴδιον ἐν αὐτοῖς ὑπάρχειν, ἀλλ' ἤτοι κατασπωμένου τοῦ διαφράγματος ἢ θλιβομένου δυσπνοεῖν τὸν ἄνθρωπον, οὕτως ἔχει κᾀπὶ τοῦ τὸ τῆς ψυχῆς ἡγεμονικὸν ἐν ἑαυτῷ περιέχοντος τόπου· κατὰ τοῦτον γὰρ ἐπιστήμης τε καὶ δόξης ἁπάσης τε διανοήσεως συνισταμένης, [127] ὅταν φαίνηταί τι τούτων βεβλαμμένον, εὐθέως ὑπολαμβάνομεν ἔν τινι πάθει κᾀκεῖνο ὑπάρχειν, ὅπου γε κᾂν ἐν πλευρίτιδι, κᾂν ἐν περιπνευμονίᾳ παραφρονήσῃ τις, οὐδείς φησι διὰ τὴν πλευρὰν ἢ τὸν πνεύμονα γεγονέναι τὸ σύμπτωμα, πάντες δ' ἡγοῦνται συμπεπονθέναι τὸ μόριον ἐκεῖνο, καθ' ὃ τῆς ψυχῆς ἐστι τὸ ἡγεμονικὸν, καὶ ζητοῦσί γε τὸν τρόπον τῆς συμπαθείας ὁμολογοῦντα δεῖξαι τοῖς ἰδίοις δόγμασιν· ἐπ' ἄλλων δὲ παθῶν οὐ συμπαθεῖν, ἀλλὰ πρωτοπαθεῖν φασιν αὐτὸν, ὥσπερ ἐν ληθάργῳ καὶ φρενίτιδι· πανταχόθεν μέν τοι πάσχειν, ἔνθα τῶν ἰδίων τις ἐνεργειῶν αὐτοῦ βέβλαπται· λέγω δ' ἰδίας ἐνεργείας, ἃς δι' οὐδενὸς ἄλλου μορίου ποιεῖται, καθάπερ δι' ὀργάνου· κατὰ μὲν γὰρ τὸν ἀληθῆ λόγον καὶ βλέπειν αὐτὸ τοῦτο καὶ ἀκούειν ὑποληπτέον, ἀλλὰ δι' ὀφθαλμῶν μὲν βλέπειν, δι' ὠτῶν δ' ἀκούειν· ἐννοεῖν μέντοι καὶ μεμνῆσθαι καὶ λογίζεσθαι καὶ προαιρεῖσθαι, μήτ' ὀφθαλμοῖς ἔτι μήτ' ὠσὶ μήτε γλώττῃ μήτ' ἄλλῳ τινὶ προσχρώμενον· ἀλλ' εἰ μὲν οὕτως ἐστὶ τὸ μόριον τοῦτο τῆς ψυχῆς ἐν τῷ περιέχοντι σώματι, καθάπερ ἡμεῖς ἐν οἴκῳ τινὶ, τὴν μὲν ἀρχὴν ἂν ἴσως [128] οὐδ' ὑπονοήσαιμεν αὐτὸ βλάπτεσθαί τι πρὸς τοῦ χωρίου· θεασάμενοι δὲ βλαπτόμενον ἐζητήσαμεν ἂν ὅπως βλάπτεται· εἰ δ' ὡς εἶδός τι τοῦ σώματός ἐστιν ἀχώριστον αὐτοῦ, συνεχωρήσαμεν ὑπὸ τῆς τοῦ δεδεγμένου σώματος ἀλλοιώσεως βλάπτεσθαι· διαστάντων δὲ τῶν φιλοσόφων περὶ αὐτοῦ, καὶ τῶν μὲν ὡς ἐν οἰκήματι περιέχεσθαι φασκόντων αὐτὸ, τῶν δ' ὡς εἶδος, ὅπως μὲν βλάπτεται, χαλεπὸν εὑρεῖν, ὅτι δὲ βλάπτεται, τῇ πείρᾳ μαθεῖν ἔστι. ἐπί τε γὰρ τῶν ἀνατιτραμένων τὸ κατεαγὸς ὀστοῦν τῆς κεφαλῆς, εἴ τις βιαιότερον ἐπιθλίψειεν, ἀναίσθητοί τε παραχρῆμα καὶ ἀκίνητοι γίνονται, καὶ εἰ φλεγμονή τις ἐπιγένοιτο, καὶ ταῦτα μὲν ἔστιν ὅτε συμβαίνει· ἡ τῆς διανοίας οὖν βλάβη γίνεται διὰ παντός. ἐγκαυθέντες δὲ σφοδρῶς τὴν κεφαλὴν οὐκ ὀλίγοι παρεφρόνησαν· ἰσχυραῖς τε πληγαῖς εἰς αὐτὴν γενομέναις ἐν τῷ παραχρῆμα πολλάκις ἠκολούθησε κάρος· ἕτερά τε πολλὰ τοιαῦτα παθήματα περὶ τὴν κεφαλὴν συνιστάμενα σαφῶς φαίνεται βλάπτοντα τὴν διάνοιαν, ὥστε καὶ τοὺς ἰδιώτας, ὅτ' ἂν παραφρονῇ τις, ἢ ὅλως ὁτιοῦν πάσχῃ κατὰ τὴν διάνοιαν, [129] ἀξιοῦν προνοεῖσθαι τῆς κεφαλῆς. ὅτι μὲν οὖν ἀληθέστατόν ἐστι, τὸ κατάρχον αἰσθήσεώς τε καὶ κινήσεως τῆς καθ' ὁρμὴν ἐν ἐγκεφάλῳ καθιδρῦσθαι, καὶ ὅτι τούτου σκεπάσματ' εἰσὶν αἱ μήνιγγες, ἐν ἑτέροις ἐπιδέδεικται· νυνὶ δ' ὅπως ἄν τις χωρίσειε τὰ κατὰ πρωτοπάθειαν αὐτῷ συμβεβηκότα τῶν κατὰ συμπάθειαν, ἐπισκεπτέον· ἴδιόν τε γὰρ τοῦτο τῆς προκειμένης πραγματείας, ἥ τε χρεία πρόδηλος, εἴ γε πρῶτον ἁπάντων ἐστὶν ὡς πρὸς τὰς ἰάσεις ἐπίστασθαι, τίνι χρὴ μορίῳ προσφέρειν τὰ βοηθήματα. πρὶν μὲν γὰρ ἰδίαν τινὰ διάθεσιν ἐν ἐγκεφάλῳ γενέσθαι, κατὰ τὸ συμπάσχειν μόνον αὐτοῦ βλαπτομένου, θεραπευθέντος τοῦ πρωτοπαθοῦντος, οὐδὲν ἂν ἔτι καταλείποιτο τούτῳ σύμπτωμα· γενομένης δέ τινος ἐν αὐτῷ μονίμου διαθέσεως ἐκ τῆς συμπαθείας, οὐ τῷ πρωτοπαθήσαντι μόνῳ τὰ βοηθήματα χρὴ προσφέρειν, ἀλλὰ καὶ τῇ κεφαλῇ· δι' αὐτὸ δὲ τοῦτο καὶ τὸ διορίζειν ἀκριβῶς, εἴτ' ἐγκέφαλός ἐστιν ὁ πρωτοπαθῶν, εἴτε μήνιγγες, οὐ μεγάλην ἔχει τὴν χρείαν, ἑκατέρως τῇ κεφαλῇ προσφερομένων τῶν βοηθημάτων. οὔκουν τοῦτο χρὴ μάλιστα σπουδάζειν, ἀλλὰ [130] τὴν οὐσίαν τοῦ νοσήματος εὑρίσκειν, ὁποία τίς ἐστιν. εἰ μὲν γὰρ ὑγρὸν εἴη, ξηραίνειν αὐτὸ προσῆκεν· εἰ δὲ ξηρὸν, ὑγραίνειν· οὕτω δὲ καὶ τὸ μὲν ψυχρὸν θερμαίνειν, τὸ δὲ θερμὸν ψύχειν. ἔτι δὲ καὶ εἰ κατά τινα συζυγίαν πεπόνθοι, διὰ τῆς ἐναντίας συζυγίας αὐτὸ θεραπεύειν προσήκει, τὸ μὲν ξηρὸν καὶ θερμὸν ὑγραίνοντα καὶ ψύχονται, τὸ δ' ὑγρὸν καὶ ψυχρὸν ξηραίνοντα καὶ θερμαίνοντα, κᾀπὶ τῶν λοιπῶν δυοῖν συζυγιῶν ἀνάλογον· οὕτω δὲ κᾀπὶ τῶν ἄλλων ἁπάντων νοσημάτων πράττειν, ὧν ἑκάστου τὴν ἰδέαν ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἐδήλωσα γράμματι. παραπλησίας οὖν τῆς θεραπείας γενομένης ἐπὶ τοῖς αὐτοῖς νοσήμασιν ἐγκεφάλῳ τε καὶ μήνιγξι, λογικὴ μᾶλλον ἡ ζήτησίς ἐστιν ἤπερ εἰς τὰς ἰάσεις χρήσιμος, ἐν ὁποτέρῳ τὸ ἡγεμονικόν· οὐ μὴν εἴ γε κατὰ τὴν καρδίαν ἐστὶν, ἀλλ' ὅλῳ τῷ πράγματι διαφέρουσα. φέρε γὰρ ὑπὸ χολῆς ξανθῆς γίνεσθαι τὴν φρενῖτιν ἐν τῷ σώματι τῆς καρδίας ἀθροισθείσης τε καὶ διασαπείσης, ἆρ' οὐ ληρεῖν ἂν δόξειεν ὁ καταντλεῖν κελεύων ὀξυῤῥοδίνῳ τὴν κεφαλὴν, ἐνὸν, εἴπερ ἴαμα τὸ φάρμακον τοῦτο τῆς τὴν φρενῖτιν [131] ἐργαζομένης αἰτίας ἐστὶ, μὴ κεφαλῆς, ἀλλὰ θώρακος αὐτὸ καταχεῖν, μηδὲ τούτου παντὸς, ἀλλὰ κατ' ἐκείνου μόνου τοῦ μέρους, ἔνθαπερ ἡ καρδία τέτακται; ταῦτα μὲν οὖν καλῶς ἡμῖν προδιώρισται, καὶ τὸ μὴ μόνον ἐπισκοπεῖσθαι τὸν πεπονθότα τόπον, ἀλλὰ καὶ τὴν βλάπτουσαν αἰτίαν αὐτόν. οἷον εὐθέως, ἔστι μὲν δή που καὶ ἡ παραφροσύνη σύμπτωμα τῆς κατὰ τὸν παραφρονοῦντα τόπον ἐνεργείας· ἔστι δὲ καὶ τὸ κῶμα καὶ ὁ κάρος, ἀλλ' ὑπὸ τῆς ἐναντίας αἰτίας γίνεται. τὰς μὲν γὰρ ἀγρυπνίας τε καὶ παραφροσύνας θερμὸν τὴν δύναμιν αἴτιον ἐργάζεται· τὰ δ' ὑπνώδη τε καὶ κωματώδη καὶ καρώδη πάθη πάντα ψυχρᾶς αἰτίας ἐστὶν ἔγγονα. καὶ τοῦτ' ἔνεστί σοι καταμαθεῖν ἐναργῶς ἀπὸ τῶν φαρμάκων πρῶτον. ὅσα μὲν γὰρ αὐτῶν ἐστιν ψυχρὰ, ναρκοῖ καὶ καροῖ, τὰ θερμὰ δ' ἔμπαλιν ἀγρύπνους τε καὶ πολυκινήτους ἐργάζεται. καὶ τί δεῖ μνημονεύειν ἰσχυρῶν φαρμάκων, ὁρῶντας ὁσημέραι τὰς μὲν θριδακίνας καὶ τὰ τῶν ποτίμων τε καὶ θερμῶν ὑδάτων λουτρὰ καὶ οἴνου πόσιν ὕδατι μετρίως κραθέντος ὕπνον ἐργαζόμενα, καθάπέρ γε καὶ τἄλλ' ὅσα [132] πέφυκεν ὑγραίνειν τε καὶ ψύχειν, τὰ δ' ἐναντία πάντα τὰς ἀγρυπνίας; κατὰ τοῦτό γέ τοι καὶ ἡ λεπτὴ δίαιτα καὶ ὁ ἄκρατος οἶνος ἀγρυπνητικά· πολὺ δὲ δὴ μᾶλλον, ὅταν ὁ ἄκρατος οἶνος ᾖ φύσει θερμὸς, ἢ παλαιὸς ἱκανῶς, οἷόν τι συνέβη καὶ παρ' ἡμῖν ποτε ἐν Περγάμῳ, καὶ κάλλιόν γ' αὐτὸ διηγήσασθαι δέ. γραμματικοῦ μὲν ἦν τὸ παιδάριον ἐκεῖνο· καθ' ἑκάστην δ' ἡμέραν εἰς τὸ βαλανεῖον ἀπιὼν ὁ γραμματικὸς ἅμ' ἑτέρῳ παιδὶ, κατέλειπεν ἔνδον ἐγκλείων αὐτὸ, χάριν τοῦ φυλάττεσθαί τε τὰ κατὰ τὴν οἰκίαν καὶ εὐτρεπίζεσθαι τὰ πρὸς τὴν ἐδωδήν. ἀλλὰ διψῆσάν γέ ποτε σφοδρῶς, εἶτ' ἔνδον οὐκ ἔχον ὕδωρ, ἐξέπιεν οἴνου παλαιοῦ δαψιλές· ἐντεῦθέν τε τοῦ λοιποῦ χρόνου παντὸς ἄγρυπνον ἦν, ὕστερον δὲ καὶ πυρέξαν ὑπό τε τῶν ἀγρυπνιῶν καὶ τῆς ἐπιγενομένης ἐν αὐτῷ παραφροσύνης διεφθάρη. καὶ τὰ ψυχρότερα δὲ τῶν ζώων ἐν τῷ χειμῶνι φωλεύει διὰ τὴν ψύξιν, ὅμοια νεκροῖς κείμενα· καὶ τὰς ἐχίδνας ἔστιν ἰδεῖν τηνικαῦτα μηδ' εἰ ταῖς χερσὶν ἀνελόμενος βαστάζοις, δακνούσας, ὡς ἔν γε τῷ θέρει καὶ τοῦτο τὸ ζῶον καὶ οἱ ἄλλοι πάντες ὄφεις, μάλιστ' [133] ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ὅταν ἐγκαυθῶσι σφοδρῶς, ἐοίκασιν μαινομένοις, ἡσυχάζειν οὐδ' ἐπὶ βραχὺ δυνάμενοι. τοῦτο γοῦν αὐτὸ θεασάμενος αὐτῶν καὶ ὁ Νίκανδρος ἔγραψεν περὶ τοῦ κεγχρίνου,

   Μὴ σύ γε, θαρσαλέος περ ἐὼν, θέλε βήμεναι ἄντην

   Μαινομένου κεγχρίνου.

περὶ μὲν δὴ τούτων ἐν ἄλλοις ἐπὶ πλέον εἴρηταί τε καὶ δέδεικται τὸ μὲν θερμὸν αἴτιον εἰς τὰς κινήσεις ἐπεγεῖρον, ἀγρυπνίας τε διὰ τοῦτο παρέχον, τὸ δὲ ψυχρὸν ἀργὸν μὲν εἰς τὰς κινήσεις, ὕπνου δὲ καὶ κώματος ἐργαστικόν. ἀλλ' ὅ γε ταῦτα γινώσκων, ὅταν ἄνθρωπον ἴδῃ, κατὰ μὲν τὰς ἀκμὰς τῶν διακαῶν πυρετῶν ἀγρυπνοῦντά τε καὶ παραφρονοῦντα, κατὰ δὲ τὰς παρακμὰς κοιμώμενόν τε καὶ κατανοοῦντα, λογιεῖται τῆς κεφαλῆς μὲν αὐτῆς οὐδεμίαν εἶναι διάθεσιν ἰδίαν, ὑπό τε τῆς κατὰ τὸν πυρετὸν θέρμης ἐκπυρούσης αὐτὴν παραφροσύνην ἐργάζεσθαι. οὕτω δὲ καὶ τὰ κατὰ περιπνευμονίαν καὶ πλευρῖτιν, ὅταν ἐν τοῖς πυρετοῖς αὐτῶν εἰς ἀκμὴν ἥκουσιν ἕπηται παραφροσύνη, τῆς κεφαλῆς [134] αὐτῆς ἴδιον οὐκ ἔστι πάθημα· τῷ μονίμῳ γὰρ ἐχρῆν τεκμαίρεσθαι τὸ τοῦ μέρους ἴδιον πάθος, ὅθεν εἰ καὶ πλευριτικῷ τινι μόνιμος ἐπιγένηται παραφροσύνη, νοσεῖν ἤδη λογίζου τὴν κεφαλὴν αὐτῷ νόσον ἰδίαν, ὥστε κᾂν καταστῇ τὸ τῆς πλευρᾶς πάθος, ἐνδέχεσθαι μεῖναι τὸ τῆς κεφαλῆς· καὶ γὰρ τὸν ἐφ' ἕλκει βουβῶνα πολλάκις εἴδομεν ἐπιμένοντα ἔτι, θεραπευθέντος τοῦ ἕλκους. ὅταν οὖν ἕτερον ἑτέρῳ τῷ πρώτῳ πάσχοντι παροξυνομένῳ μὲν σφοδρῶς ἐπιγένηται, παύηται δὲ μειουμένῳ, κατὰ συμπάθειαν αὐτὸ τεκμαίρου πεπονθέναι. κοινὸν μὲν τοῦτο τεκμήριον ἕν· ἴδιον δ' ἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον, ὡς εἴρηται, τὸ μὴ παραμένειν ἀεὶ τὴν παραφροσύνην, ἀλλὰ τῷ μεγέθει τῶν πυρετῶν ἕπεσθαι. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐν εἰσβολαῖς παροξυσμῶν πυρετοῦ καρώδεις τινὲς ἢ κωματώδεις γίνονται, ψυχομένου σφοδρῶς ἐν ἐκείνῳ τῷ καιρῷ τοῦ ἐγκεφάλου, διὰ τὸ προπαρεσκευάσθαι πως αὐτὸν εἰς ἑτοιμότητα βλάβης τοιαύτης, ἤτοι δυσκρασίαν μὲν ἔχοντα ψυχρὰν, οὐ μὴν τοσαύτην γε, ὡς ἡ τῶν εἰρημένων συμπτωμάτων αἰτία δύναται γενέσθαι μόνη· προσελθούσης [135] δὲ κατὰ τὴν ἀρχὴν τοῦ παροξυσμοῦ, μέγεθος ἕξει τηλικοῦτον, ὡς καταφορὰν ἢ κάρον ἐργάζεσθαι· γίνεται μὲν οὖν, ὡς ἔφην, τοῦτο κατὰ δυσκρασίαν ψυχράν· γίνεται δὲ καὶ διὰ φλεγματικὸν χυμὸν ἀθροισθέντα κατὰ τὸν ἐγκέφαλον.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ ΤΟΠΩΝ.

ΒΙΒΛΙΟΝ Γ.

[136]   Περὶ τῶν πεπονθότων τόπων, οὕτω γὰρ ὀνομάζουσι τὰ μόρια τοῦ σώματος, ὀλίγοι τε τῶν ἰατρῶν ἐπραγματεύσαντο πλέον τε παρέλιπον ἀνεξέργαστον ἢ μετεχειρίσαντο· καταλιπὼν οὖν ἐγὼ τοὺς ἄλλους, Ἀρχιγένους ἐμνημόνευσα μόνου δικαίως ὑπὲρ ἐκείνους ἅπαντας ἐπῃνημένου· λέγοντος δ' αὐτοῦ βλάπτεσθαί τινας ἐνεργείας, ἄνευ τοῦ βλάπτεσθαι τὸ μόριον τοῦ σώματος ἐν ᾧ γίνονται, διορισμοῦ τὸν λόγον ἔφην δεῖσθαι· δύνασθαι γάρ τινα λέγειν ὀρθῶς, εἰ καὶ μὴ μόνιμον ἤδη διάθεσιν ἔχοι τὸ κατὰ συμπάθειαν [137] ἑτέρου βλαπτόμενον, ἀλλ' ὡς αὐτὸς ἔφη, καθάπέρ τινα σκιὰν αὐτὸ τοῦτο τὸ πάθος ὑπάρχειν αὐτοῦ. πυρὶ γοῦν οὕτω πλησιάσαντες, ὡς ἐγγὺς μὲν ἥκειν τοῦ καίεσθαι, μὴ μέντοι γε καίεσθαι, σφοδρῶς ἀλγοῦμεν, οὐ δήπου μηδὲν πάσχοντος τοῦ θερμαινομένου μέρους. οὕτω δὲ καὶ κρύος ἰσχυρὸν ἐν τῷ περιέχοντι γενόμενον, ἢ ψυχρὸν ὕδωρ ἀκραιφνὲς, ἢ χιὼν προσπεσοῦσα, σφοδρὰν ὀδύνην ἐργάζεται· κᾂν ἀποστήσῃς τὸ λυποῦν, εὐθέως σὺν αὐτῷ παύεται τὸ πάθημα. βέλτιον οὖν ἐδόκει λέγειν, ὥσπερ καὶ αὐτὸ τοὔνομα ἐνδείκνυται, τὸ πάσχειν ἀμηγέπη τὸ συμπάσχον· οὐ γὰρ τὸ μηδόλως πάσχον, ἀλλὰ τὸ σὺν ἑτέρῳ πάσχον ὑπὸ τῆς συμπάσχον ἑρμηνεύεται φωνῆς. ὥσθ' ὅταν ἐπὶ στομαχικαῖς διαθέσεσιν ὅμοια τοῖς τῶν ὑποχεομένων κατὰ τοὺς ὀφθαλμοὺς γίνηται συμπτώματα, πάσχειν μὲν αὐτοὺς λεκτέον, ἀναφερομένης ἐπὶ τὴν κεφαλὴν ἀναθυμιάσεώς τινος καπνώδους τῶν ἐν τῇ γαστρὶ περιεχομένων χυμῶν, οὐ μὴν ἤδη γέ πω διάθεσιν ἔχειν τοιαύτην, ὡς ἀπελθόντος τοῦ λυποῦντος ἰδίας ἐπιμελείας δεῖσθαι. [138] τὰ μὲν οὖν τοιαῦτα λογικώτερά πως ἔφην εἶναι· λογικὰ γὰρ ὄντως ἐστὶν ὅσα τῆς χρείας ἐπέκεινα προερχόμενα τὴν φύσιν ἀθρεῖ τῶν πραγμάτων, ὁποία τις ὑπάρχει κατὰ τὴν οἰκείαν οὐσίαν. οὕτως γοῦν καὶ Χρύσιππος ὁ φιλόσοφος ἔγραψεν περὶ τῶν τῆς ψυχῆς παθῶν ἓν μὲν τὸ θεραπευτικὸν βιβλίον, οὗ μάλιστα χρῄζομεν εἰς τὴν ἴασιν αὐτῶν, ἕτερα δὲ τρία λογικὰς ἔχοντα ζητήσεις.

   Ὅπερ δ' ἦν ἄμεινον τε καὶ πολὺ χρησιμώτερον εἰς τὴν προκειμένην πραγματείαν, οὐκ ἀκριβῶς διήρθρωσεν ὁ Ἀρχιγένης, ὁπόσοι τρόποι τῶν βλαπτομένων ἐνεργειῶν εἰσιν· οὕτω γὰρ οἵ τε πρωτοπαθοῦντες, ἢ ἰδιοπαθοῦντες, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τόποι τοῦ σώματος εὑρεθήσονται, καὶ τῆς ἰάσεως αὐτῶν εὐπορήσομεν. ἐγὼ δ' ἐπί τε τῶν φωνητικῶν ὀργάνων ἐδείκνυον τοῦτο καὶ τοῦ βλαβέντος εἰς αἴσθησιν τοὺς δακτύλους τῆς χειρὸς, οὐδὲν αὐτοὺς πεπονθότας, ἐφ' οὗ τὸ πρῶτον πάσχον εὑρεθὲν ἐν ἀρχῇ τοῦ μεταφρένου τὴν προσήκουσαν ἐνεδείξατο θεραπείαν.

[139]    Ἄλλῳ μὲν γὰρ τρόπῳ τῆς γαστρὸς πασχούσης ὑποχύσεως φαίνεται συμπτώματα· καθ' ἕτερον δὲ τρόπον οὐδὲν τῶν φωνητικῶν ὀργάνων πεπονθότων ὁ καταπεσὼν ἐξ ὑψηλοῦ τὴν φωνὴν ἐβλάβη, καὶ τούτων γ' ἀμφοτέρων κατ' ἄλλο συμπαθείας εἶδος ὁ τοὺς δακτύλους ἀναισθήτους ἔχων. ἐπὶ μὲν γὰρ τῶν ὀφθαλμῶν, ἀναφερομένου τινὸς ἐπ' αὐτούς· ἐπὶ δὲ τῆς ἀφωνίας τῷ τὴν ὕλην τῆς φωνῆς βεβλάφθαι· τὸ δὲ κατὰ τοὺς δακτύλους σύμπτωμα μηκέτ' εἰς αὐτοὺς ἀφικνουμένης τῆς αἰσθητικῆς δυνάμεως ἐγένετο. καὶ βέλτιον ἦν, εἴπερ ἄρα, μηδὲν ὅλως ἡγεῖσθαι πεπονθέναι τὰ φωνητικὰ μόρια καὶ τοὺς δακτύλους ἤπερ τοὺς ὀφθαλμούς· ἐπ' ἐκείνων μὲν γὰρ αὐτὸ δὴ τοῦτο πάθος ἐστὶν τὸ πληροῦσθαί τινος ἀναθυμιάσεως καπνώδους· ἐπὶ δὲ τῶν φωνητικῶν τε καὶ τῶν δακτύλων οὐ τῷ παραγίνεσθαί τι παρὰ φύσιν εἰς αὐτοὺς, ἀλλὰ τῷ μὴ παραγίνεσθαι τὸ κατὰ φύσιν ἀφικνούμενον, ἐνέργειά τις βλάπτεται. δύναμις μὲν οὖν αἰσθητικὴ τοῖς δακτύλοις οὐκέτ' ἐπιῤῥεῖ, βλαβείσης τῆς κατὰ τὸν νωτιαῖον ἐκφύσεως τοῦ νεύρου· πνεῦμα δ' ἐκφυσώμενον ὁ λάρυγξ οὐκέτι δέχεται, τῶν μεσοπλευρίων μυῶν παραλυθέντων· [140] ἀλλ' ὅμως κᾀπὶ τούτων ἐγχωρεῖ λέγειν αὐτὸ τοῦτο πάθος εἶναι τὸ μὴ παραγίνεσθαι πρὸς τὰ μόρια τὰ πρότερον, ἡνίκ' εἶχε κατὰ φύσιν, ἥκοντα· καὶ γὰρ τῶν κρηνῶν οὐκ ἄν τις ἀλόγως πάθος εἶναι νομίζοι τὸ μηκέθ' ἥκειν ἐπ' αὐτὰς τὸ ὕδωρ, καὶ τῶν ἐκ τῆς γῆς φυομένων δημητρίων φυτῶν τὸν ἄμετρον αὐχμὸν, καὶ τῶν ζώων ἀπορίαν τροφῆς ἢ ποτοῦ· τὸ γὰρ ἐλλεῖπον ὁπωσοῦν ἑκάστῳ πρὸς τὴν κατὰ φύσιν αὐτοῦ διοίκησιν εἰκότως ἄν τις πάθος ἐκείνου νομίζοι. ἀλλὰ ταῦτα μὲν, ὡς ἔφην, λογικωτέραν ἔχει τὴν ζήτησιν· ἐπὶ δὲ τῶν βεβλαμμένων τε καὶ ἀπολωλυιῶν ἐνεργειῶν ἡ ἀναγκαία σκέψις ἠμέληται τοῖς πλείστοις τῶν ἰατρῶν. δυοῖν γὰρ ἢ καὶ τριῶν ἐνεργειῶν ἔσθ' ὅτε τούτων οὐσῶν, ἐνίοτε μὲν ἑνὸς μορίου πεπονθότος τἄλλα συμπάσχοντα συμβλάπτεται τὰς ἐνεργείας, ἐνίοτε δὲ πάνθ' ὡσαύτως πέπονθεν· ἔστι δ' ὅτε τὰ μὲν αὐτῶν ἔχει διάθεσιν ἑκτικὴν, ὡς ἂν εἴποι τις, τὰ δὲ λοιπὰ τὴν, ὡς ἂν φαίη τις, κατὰ σχέσιν· ὑπὲρ ὧν εἴρηται μὲν ἤδη κᾀν τῷ δευτέρῳ περὶ τῆς τῶν ζώντων ἀνατομῆς, εἴρηται δ' [141] ἔτι καὶ κατὰ τὸν πρὸ τούτου λόγον, εἰρήσεται δὲ καὶ αὖθις, ὡς ἂν καὶ τοῦ μέλλοντος ἡμῖν περαίνεσθαι λόγου χρῄζοντος ἐξ ἀνάγκης τοιούτων διορισμῶν. ὃ δέ ἐστι χρήσιμον οὐδὲν ἧττον ἐν τῷδε τῷ τόπῳ προειρῆσθαι, διὰ τοὺς λόγῳ μὲν ἐπιχειροῦντας ἀποδεικνύειν ἀναγκαίαν τοῖς ἰατροῖς τὴν τῶν πεπονθότων ζήτησιν, ἔργῳ δ' ἀνατρέποντας, ἤδη σοι δίειμι, προχειρισάμενος ἕν τι πάθος ἕνεκα παραδείγματος. ἔστω δὴ τοῦτο πλευρῖτις· ἐφ' ἧς ὅτι μὲν ἡ πλευρὰ πέπονθεν, ἔνδειξις ἐκ τοῦ κατ' αὐτὴν ἀλγήματος γίνεται· πότερον δ' ὁ ὑπεζωκὼς ὀνομαζόμενος εἴθ' ὑμὴν εἴτε χιτὼν, οὐδὲν γὰρ διαφέρει, φλεγμαίνει τοῖς πλευριτικοῖς, ἢ καί τι μόριον ἄλλο κατὰ τὰς πλευρὰς, καὶ πότερον ὁ πνεύμων ἐξ ἀνάγκης καὶ αὐτὸς πέπονθεν κατὰ τοὺς λοβοὺς, ἢ παντάπασιν ἀπαθής ἐστιν, οὐκ ἀναγκαῖον ἐπίστασθαί φασιν οἱ τὴν ἐμπειρίαν πρεσβεύοντες· ἑωρακέναι γὰρ ἤδη παμπόλλους πλευριτικοὺς, τοὺς μὲν ἅμα τοῖς διδασκάλοις, τοὺς δ' ὑφ' ἑαυτῶν μόνων θεραπευθέντας, ὡς Ἱπποκράτης ἔγραψεν ἐν τῷ περὶ διαίτης ὀξέων νοσημάτων, ἀκριβῶς τε γιγνώσκειν ἤδη, τίνα μὲν αὐτοὺς [142] ὠφελεῖ, τίνα δὲ βλάπτει, καὶ διορισμοὺς ἔχειν ἀναμιμνήσκοντας ἐπὶ σημείων ἐναργῶς φαινομένων, ὧν δεῖ φλέβα τέμνειν, ὧν δὲ μή· καὶ περὶ πυριάσεως δ' αὐτῶν, ἔτι τε καταπλασμάτων, καὶ διαιτημάτων, ὑπαγωγῆς τε γαστρὸς, αὐτάρκη γνῶσιν ἔχειν ἐκ μακρᾶς πείρας. ὅθεν μὲν οὖν Ἱπποκράτης κινηθεὶς, ἤ τις ἄλλος πρὸ αὐτοῦ, τὴν εὕρεσιν ἐποιήσατο τῶν βοηθημάτων, ἀγνοεῖν ὁμολογοῦσιν· ἑαυτοῖς δ' ἀρκεῖν φασιν τοῖς εὑρημένοις χρῆσθαι προσηκόντως, ὡς καὶ τοὺς ἄλλους τεχνίτας ὁρῶμεν· οὔτε γὰρ ὁ χαλκεὺς, οὔθ' ὁ τέκτων, οὔθ' ὁ σκυτοτόμος, ὅπως εὑρέθησαν αὐτῶν αἱ τέχναι ζητοῦσιν, ἀλλ' ἅ γε παρὰ τῶν διδασκάλων ἔμαθον, αὐτοί τε χρώμενοι τῇ πείρᾳ δοκιμάσαντες ἐβεβαιώσαντο, ταῦτα πράττοντες εὐδοκιμοῦσιν. ἐγὼ μὲν οὖν, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὅταν ἀκούσω λεγόντων ταῦτα τῶν ἐμπειρικῶν ἰατρῶν, ἡγοῦμαι πάνυ πιθανοὺς εἶναι τοὺς λόγους αὐτῶν, εὑρίσκω τε τὰς πρὸς αὐτοὺς ὑπὸ τῶν δογματικῶν εἰρημένας ἀντιλογίας οὐ πάνυ τι γενναίας· ὥσπερ δ' ἐν ἅπασι τοῖς ἄλλοις καθ' ὅλον τὸν βίον ἐμαυτὸν ἀεὶ προπετοῦς συγκαταθέσεως ἐπέσχον, οὕτω καὶ [143] περὶ τούτων ἐζήτησα πολλῷ χρόνῳ κατ' αὐτὴν τὴν ἐπὶ τῶν νοσούντων εὕρεσιν τῶν βοηθημάτων, εἴτε προσδέομαί τινος ἐνδείξεως λογικῆς, εἴτ' ἀρκεῖ μοι τὰ διὰ τῆς πείρας ἐγνωσμένα παρά τε τοῖς διδασκάλοις καὶ κατ' ἐμαυτόν. ἅπερ οὖν ἔκρινα βέλτιστα, πολλῷ χρόνῳ ζητήσας, ἐπικαλεσάμενος θεοὺς μάρτυρας, ἀγορεύσω τοῖς ἀληθείας ἐρῶσιν. οὐδὲ γὰρ αἰτίαν ἔχω τοῦ ψεύδεσθαι, καθάπερ οἱ μανθάνοντες αἵρεσιν μίαν, εἶτα πάντῃ τε καὶ πάντως ἔνδοξοι κατ' αὐτὴν γενέσθαι προῃρημένοι· τούτοις γὰρ ἀναγκαῖόν ἐστι φιλονείκως ἀγωνίζεσθαι περὶ τῆς κατὰ τὴν αἵρεσιν ἀληθείας, ἣν μόνην γινώσκουσιν, ὡς ἂν ἐξ ἄλλης ἀγωγῆς λόγων ἀδυνατοῦσιν πορίζεσθαι δόξαν· ἐγὼ δ' ἔργῳ διεδειξάμην ἐν ἐπιδείξεσίν τε δημοσίαις καὶ ταῖς τῶν βουληθέντων ἡντιναοῦν αἵρεσιν ἐκδιδαχθῆναι παρ' ἐμοῦ, μηδενὸς ἧττον, ἵνα μή τι μεῖζον εἴπω, γινώσκων ἁπάσας αὐτάς. οὐ μὴν οὐδὲ λόγων αὐτοσχεδίων ἀπορίᾳ, συναγορεύειν ἑλόμενος αἱρέσει μιᾷ, ῥᾳδίως ἂν ὑπό τινος ἐξηλέγχθην· ἔμαθον γὰρ οὐκ ἐξ ὑπομνημάτων αὐτὰς, ὥς τινες, ἀλλὰ παρὰ τοῖς πρωτεύουσι διδασκάλοις [144] καθ' ἑκάστην αἵρεσιν. οὔτ' οὖν πρὸς ἐμπειρικούς ἐστί μοί τι μῖσος, ὧν γε τοῖς λόγοις ἐνετράφην, οὔτε πρὸς δογματικῶν τινας· ὁμοτίμως τε γὰρ ἐσπούδασα τὰ πάντων ἐκμαθεῖν, ἐφοίτησά τε τοῖς ἐνδοξοτάτοις διδασκάλοις καθ' ἑκάστην αἵρεσιν· ἀπό τε τῶν ἔργων τῆς τέχνης ἐγνώσθην, οὐκ ἀπὸ λόγων σοφιστικῶν, τοῖς τ' ἄλλοις τῶν ἐν Ῥώμῃ πρώτων ἀνδρῶν καὶ πᾶσιν ἐφεξῆς τοῖς αὐτοκράτορσιν· ὥστ' οὐδὲν ἄν μοι λείποι πρὸς τὸ μὴ οὐ λέγειν ἀληθῶς ἃ φρονῶ καθ' ἑκάστην αἵρεσιν. εὗρον οὖν ἐπὶ τῶν ἔργων τὴν διὰ τῆς ἀληθοῦς ἐνδείξεως εὕρεσιν τῶν βοηθημάτων ἐν τοῖς σπανίως ἀποβαίνουσιν πλεονεκτοῦσαν τῆς ἐμπειρικῆς γνώσεως· καὶ διὰ τοῦτο τοῖς ἐναντιωτάτοις βοηθήμασιν ἐνίοτε τῶν ἐκ τῆς ἐμπειρίας ἐγνωσμένων ἐθεράπευσα πολλὰ τῶν παθῶν, ἅπερ ἐπὶ πλέον ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ διέρχομαι.

   Νυνὶ δ' εἰρήσεται μόνα τὰ πρὸς τὴν ἐνεστῶσαν ὑπόθεσιν χρήσιμα. τὰς γάρ τοι τῶν ἐνεργειῶν βλάβας εὗρον οὐ μόνον ἐπὶ τοῖς ὁμοιομερέσιν, ὑφ' ὧν γίγνονται, [145] νοσοῦσιν βλαπτομένας, ἀλλὰ κᾀπὶ τοῖς ἄλλοις μορίοις, ὧν χρεία μέν τίς ἐστιν, ἐνέργεια δ' οὐκ ἔστιν· εὗρον δὲ καὶ τὰ τῶν ὀργανικῶν μορίων νοσήματα βλάπτοντα τὰς ἐνεργείας. ἐπὶ τούτοις προεγνωσμένοις ἑξῆς εὗρον ἔνια μὲν νοσήματα συνεχῶς γινόμενα τοῖς πολλοῖς τῶν ἀνθρώπων, ἔνια δὲ σπανίως· τὴν δ' ἐμπειρικὴν ἰατρείαν ἑώρων οὐ τὸ σπάνιον, ἀλλὰ τὸ πολλάκις ἀποβαῖνον ἐν μνήμῃ τε καὶ μιμήσει τιθεμένην, καὶ διὰ τοῦτ' ἠμελημένας τῶν σπανίων διαθέσεων οὐ μόνον τὰς θεραπείας, ἀλλὰ καὶ τὰς προηγουμένας αὐτῶν διαγνώσεις. ὅπως οὖν χρὴ διαγιγνώσκειν αὐτὰς πρῶτον ἐζήτησα, καὶ τούτων τινὰς μὲν ἐπιστημονικὴν διάγνωσιν ἐχούσας εὗρον, ἐνίας δ' ὑποπεπτωκυίας τῷ καλουμένῳ τεχνικῷ στοχασμῷ, καὶ διὰ τοῦτο καὶ αὐτὰς ὡς τὸ πολὺ κατορθουμένας, ἡ γὰρ τοῦ τεχνικοῦ στοχασμοῦ δύναμις τοιαύτη τίς ἐστιν· ἀλλὰ καὶ ταύτας καὶ πρὸ τούτων ὅσαι τῶν σπανίων διαθέσεων ἐπιστημονικὴν διάγνωσιν ἔχουσιν, εὗρον ἀεὶ δεομένας τῆς τῶν πεπονθότων μορίων διαγνώσεως. ἐγὼ μὲν οὕτως ἰατρεύων ἄχρι γήρως οὐδαμόθι μέχρι σήμερον ἠσχημόνησα [146] κατὰ θεραπείαν, ἢ πρόγνωσιν, ὡς ἄλλους πολλοὺς εἶδον ἐνδοξοτάτους ἰατρούς· εἰ δέ τις ἐθέλει καὶ αὐτὸς ἀπὸ τῶν ἔργων τῆς τέχνης, οὐκ ἀπὸ λόγων σοφιστικῶν ἔνδοξος γενέσθαι, πάρεστι τούτῳ χωρὶς ταλαιπωρίας ἀναλέγεσθαι τὰ πρὸς ἡμῶν ηὑρημένα μετὰ πολλῆς ζητήσεως ἐν ὅλῳ τῷ βίῳ. γινωσκέτω τοιγαροῦν οὗτος ἐν τοῖς σπανίοις πάθεσιν, ἐν οἷς οὔτε διδάσκαλον εἶδον ἰασάμενόν τινα τῶν πασχόντων οὔτ' αὐτός ποτε ἐπειράθην βοηθήματος, ὁδῷ τοιαύτῃ με χρησάμενον εἰς τὴν τῶν ἰαμάτων εὕρεσιν. ἔστωσαν οὖν μοι καὶ νῦν θεοὶ τοῦ λόγου μάρτυρες· ἐζήτησα γὰρ ἀεὶ, τίνος τόπου πεπονθότος, ἢ τίνος αὐτῷ συμπάσχοντος ἡ τῆς ἐνεργείας ἐγένετο βλάβη, καὶ πείσας ἐμαυτὸν εὑρηκέναι τὸ μόριον, ἐφεξῆς ἐζήτησα τὴν διάθεσιν αὐτοῦ, κᾀκ τούτων εὐθὺς ἀμφοτέρων ἔλαβον ἔνδειξιν ὅλου τοῦ τῆς θεραπείας γένους, εἴς τε τὸ ποσὸν καὶ τὸ ποιὸν τῶν βοηθημάτων, καὶ τὴν τῶν ἐπιτηδείων ὑλῶν εὕρεσιν, ἐπισκοπούμενος ἅμα τοῖσδε τὴν ἡλικίαν τε καὶ φύσιν τοῦ κάμνοντος, ὥραν τε καὶ χώραν, καὶ τἄλλα ὅσα πολλάκις ἤδη λέλεκται κατὰ [147] τὴν Ἱπποκρατείων βιβλίων ἐξήγησιν. ἀλλ' ὁ πεπονθὼς τόπος, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖς πρὸ τοῦδε δύο βιβλίοις, ἔκ τε τῶν ἐκκρινομένων ἐγνωρίζετο καὶ τῶν ἐπιτρεφομένων τοῖς πάσχουσι μέρεσι καὶ τῶν ἐνεργειῶν τῆς βλάβης, ἐν οἷς περιέχεται καὶ τὰ παρὰ φύσιν χρώματά τε καὶ σχήματα· ὄντων τε τῶν ἐκκρινομένων καὶ αὐτῶν τῷ γένει τριττῶν· ἤτοι γὰρ τῶν πεπονθότων τόπων ἐκκρίνεται μέρη, διαλυομένης αὐτῶν ἢ ἀποθρυπτομένης τῆς οὐσίας, ἤ τι τῶν περιεχομένων ἐν αὐτοῖς, ἤ τι τῶν ταῖς νοσώδεσι διαθέσεσιν ἑπομένων ἢ μόναις, ἢ διὰ παντὸς, ἢ ὡς ἐπὶ τὸ πολύ· τῶν μὲν ἄλλων οὐδὲν εὕρισκον ἐπί τινων παθῶν, μόνη δέ μοι τηνικαῦτα τῆς εὑρέσεως τῶν πεπονθότων μορίων ὁδὸς ὑπελείπετο ἡ διὰ τῆς βεβλαμμένης ἐνεργείας.

   Εἰς ἀνάγκην οὖν ποτε καταστὰς ἀνακτήσασθαί τινος ἀπολωλυῖαν μνήμην, ἔτι νεώτερος ὢν, οὔτε τῶν διδασκάλων ἑωρακώς τινα θεραπεύοντα τοῦτο τὸ πάθος οὔτ' ἀνεγνωκὼς παρά τινι τῶν ἀρχαίων τὴν ἴασιν, ἐζήτουν κατ' ἐμαυτὸν πρῶτον μὲν εὑρεῖν, τίς ἂν εἴη ὁ πεπονθὼς τόπος, [148] ᾧ προσάξω τὰ καλούμενα τοπικὰ βοηθήματα, μετὰ τὴν τοῦ παντὸς σώματος ἐπιμέλειαν δηλονότι, κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων ἐστὶ τῶν παθῶν· εἶθ' ἑξῆς, ἐκ τίνος ὁδοῦ τῶν ἰαμάτων ἕκαστον εὑρήσω. τὸν μὲν δὴ πεπονθότα τόπον ἡγούμην εἶναι τὸν αὐτὸν τῷ τὸ καλούμενον ἡγεμονικὸν ἐν ἑαυτῷ περιέχοντι, τὰ δ' ἰάματα τῇ κατ' αὐτὸν ἐναντία διαθέσει. παυσαμένους τοίνυν ἀξιῶ πάντας, ὅσοι τοῖσδε τοῖς γράμμασιν ὁμιλοῦσι, τῆς ψώρας, ἢ λύττης, ἢ μανίας ἧς ἔχουσι περὶ τὰς αἱρέσεις, ὡς ἀνθρώπους σώφρονας ἐπισκέψασθαι τὴν ἀκολουθίαν τῶν ἐφεξῆς εἰρησομένων. ἐν ᾧ γὰρ ἐσκοπούμην ἃ εἴρηκα, πυθόμενος τῷ Ἀρχιγένει τι γεγράφθαι βιβλίον, ἔνθα διδάσκει μνήμης βεβλαμμένης ἀνάκτησιν, εὐθέως περιῆλθον ἁπάσας μὲν τὰς βιβλιοθήκας, ἅπαντας δὲ τοὺς βιβλιοπώλας, ἅπαντας δ' οὓς ᾔδειν ἰατροὺς ἐσπουδακότας περὶ τὰ συγγράμματα τἀνδρὸς, εὐπορῆσαι τοῦ βιβλίου προῃρημένος, ὅπως μοί τι συντελέσειεν πρὸς τὴν τῶν βοηθημάτων εὕρεσιν, οὐ τοῦ τόπου τοῦ πεπονθότος· ἄντικρυς γὰρ ἡγούμην ὑπ' αὐτοῦ λελέχθαι τὸν τόπον τοῦτον, οὐκ [149] ἄλλον τινὰ παρὰ τὴν καρδίαν, ἐπειδὴ κατὰ ταύτην ἡ αἵρεσις αὐτοῦ τὸ τῆς ψυχῆς ἡγεμονικὸν εἶναι πεπίστευκεν· ἐζήτουν δ' ἐγνωκέναι, τίνα δυσκρασίαν αὐτῆς αἰτίαν ἡγεῖται εἶναι τοῦ πάθους. οὐδὲ γὰρ ὅτι δυσκρασίαν τινὰ εἶναι νενόμικεν, ἠμφίβαλλον, εἰδὼς τὴν αἵρεσιν τοῦ ἀνδρός· ἀλλ' ἐπειδὴ δυσκρασίας ᾔδειν ὀκτὼ καθ' ἕκαστον μόριον συνισταμένας, τέτταρας μὲν ἁπλᾶς, τέτταρας δὲ συνθέτους, ἐπεθύμουν γνῶναι, τίνα τούτων ὁ Ἀρχιγένης ἀπεφήνατο τῆς βεβλαμμένης ἐνεργείας αἰτίαν εἶναι, πότερα ψύξιν ἢ ὑγρότητα τοῦ κατὰ τὴν καρδίαν πνεύματος, ἢ σύνθετον ἐκ ψύξεώς τε καὶ ὑγρότητος, ἢ ξηρότητα μετὰ ψύξεως ὑπολαμβάνει δύνασθαι τὸ πάθος ἐργάσασθαι τοῦτο· πρόδηλον γὰρ ἦν, ὅτι τῆς θερμότητος ἀποστήσεται. τί ποτ' οὖν μοι συνέβη, τοῖς, ὡς ἔφην, ἀποτιθεμένοις τὴν τῆς αἱρέσεως μανίαν, ἐφεξῆς φράσω, παραγράψας αὐτὰς τὰς πρώτας ῥήσεις τοῦ βιβλίου, καθ' ὃ θεραπείαν ὁ Ἀρχιγένης ἔγραψεν τῆς ἐπιλησμοσύνης, ἢ λήθης, ἢ μνήμης ἀπωλείας, ἢ βλάβης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ τὸ προκείμενον ἐν τῷ λόγῳ πάθος, ἢ εἰ μὴ πάθος, ἀλλὰ [150] νόσον, ἢ σύμπτωμα, ἢ ἀῤῥώστημα· ταῦτα γὰρ οἱ σοφισταὶ ζητοῦσιν, μὴ ὅτι μικρὸν, ἀλλὰ μηδὲ τοὐλάχιστον εἰς τὴν θεραπείαν συντελοῦντα. σαφηνείας δὲ ἕνεκα τῶν μελλόντων εἰρήσεσθαι τοσοῦτον προειπεῖν ἀναγκαῖόν ἐστιν, ὅτι βιβλίων Ἀρχιγένει γεγραμμένων ἐπιστολικῶν ἕνδεκα τὸν ἀριθμὸν, ἐν τῷ πρώτῳ γέγραπται πρὸς Μάρσον ἐπιστολὴ, δι' ἧς αὐτῷ συμβουλεύει περὶ τοῦ πατρὸς, ὅπως ἀνακτήσηται τὴν μνήμην αὐτῷ· ἐν ἀρχῇ μὲν οὖν αὐτῆς μετὰ τὸ προοίμιον, ὁπότε τῆς θεραπείας ἄρχεσθαι μέλλει, γέγραπται ταῦτα κατὰ λέξιν· ἀφαίρεσιν μὲν οὖν αἵματος σύμμετρον καὶ ἐπαφαίρεσιν πεποιῆσθαι ἡμᾶς ἀρχομένης τῆς ἀποθλίψεως πέπεισμαι, εἰ μή τις ἀσθένεια γέγονεν ἐμποδών. εἶτ' ἐφεξῆς πάλιν· οἶμαι δὲ ὅτι καὶ ἐμβρέγμασί τε κατὰ καιρὸν χρήσασθαι καὶ θάλψεσι μὲν ὅλου τοῦ σώματος, ψιλώσει τε τῆς κεφαλῆς, καὶ σικυῶν προσβολῇ. ταῦτ' ἀναγνοὺς ἐσκοτοδινίασα, χρὴ γὰρ ἴσως εἰπεῖν με τἀληθῆ· πῶς δ' οὐκ ἔμελλον, ἁμαρτὼν τῆς ἐλπίδος ἣν ἥλπισα παρ' ἀνδρὸς ἔσεσθαί μοι, μυριάκις ἐν πολλοῖς συγγράμμασιν τήν τε τῶν πεπονθότων τόπων ἐπιστήμην [151] καὶ τὴν τῆς διαθέσεως αὐτῶν ἀναγκαίαν εἶναι φάσκοντος εἰς τὸ καλῶς ἰᾶσθαι τὰς νόσους; πῶς γὰρ ἂν ἔτι χρήσιμοι πρὸς τοῦτο εἶεν, εἰ μὴ τὴν ἀπ' αὐτῶν τις ἔνδειξιν ἐπιδείξειεν ἡγεῖσθαι τῆς τῶν βοηθημάτων εὑρέσεως; ἐκ τίνος, Ἀρχίγενες, λόγου πιθανοῦ πεισθέντες ἐπὶ τὴν κεφαλὴν ἀφιξόμεθα τὴν καρδίαν ἀφέντες, ἧς ἓν μέν τι τῶν συμφύτων ἔργων ἐστὶν τὸ μεμνῆσθαι, τὸ πάθος δὲ τῆς ἐνεργείας ἐστὶν ἡ ταύτης ἀπώλεια; τίνα δὲ διάθεσιν ἡ τῇ κεφαλῇ προσφερομένη σικύα θεραπεύουσα τὴν μνήμην ἀνακαλέσεται; τίνι λόγῳ τὰ βοηθήματα ταῦτα συνεβούλευσας; ὡς ἔγωγε καὶ νῦν θεῶμαι κατὰ τὰς τῶν νοσούντων ἐπισκέψεις τοὺς ἰατροὺς ἐν τῇ κοινολογίᾳ πυνθανομένους ἀλλήλων, κατὰ τίνα λόγον τόδε βοήθημα πρὸ τοῦδε συνεβούλευσεν, ἄχρι καὶ τῶν σμικροτάτων τοῦτο δρῶντας, οὐ τῶν οὕτω μεγάλων ὁποῖόν ἐστι σικύα προσφερομένη τῇ κεφαλῇ. ἐγὼ μὲν οὖν οὐδ' εἰ τῷ θώρακι προσήγετο, καθ' ὃ μέρος ἡ καρδία τέτακται, λόγον εἰπεῖν εὑρίσκω δι' ὃν ὤνησεν ἄν τι τὸν τοῦ Μάρσου πατέρα, μετὰ τοῦ μηδὲ εἰ τῷ θώρακι προσῆγε, πότερον μετ' ἀμυχῶν τὰς σικύας, ἢ χωρὶς τούτων ἐβούλετο προσβεβλῆσθαι, δεδηλῶσθαι διὰ [152] τῆς ἀρτίως εἰρημένης ῥήσεως. δυναμένης γὰρ, εἰ οὕτως ἔτυχεν, τῆς διαθέσεως ψυχρᾶς καὶ ξηρᾶς εἶναι, τὸ μὲν αἵματος ἀφελεῖν ἔσχατον κακόν ἐστιν· τὸ δὲ σικύαις μόναις κεχρῆσθαι χάριν μὲν τοῦ θερμῆναι χρήσιμον, ἄλλως δ' οὐδαμῶς· ἐπισπῶνται γὰρ ἐκ τοῦ βάθους εἰς αὐτὰ αἱ σικύαι τὴν ὑγρότητα, τοῦτο δ' ἐναντιώτατόν ἐστι διαθέσει ξηρᾷ. μὴ γινωσκόντων οὖν ἡμῶν μηδέπω, τίς ἦν ἡ διάθεσις ἐν τοῖς κατὰ τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας χωρίοις, οὐκ ἀσφαλὲς ἦν ἔξω τοῦ κρανίου ποιεῖσθαι τὴν ἀντίσπασιν. προειρηκέναι τοιγαροῦν ἐχρῆν αὐτὸν ὡδί πως· ἐπειδὴ ψυχρόν ἐστιν καὶ ὑγρὸν τὸ πάθος ἐν τῇ κεφαλῇ, τοιαύτης γενομένης διαθέσεως, εἴη μὲν ἂν ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν τὸ τῆς θεραπείας κεφάλαιον, ὕλαις δ' ἄν τις εἰς τοῦτο βοηθημάτων χρήσαιτο τοιαῖσδε. μόγις γοῦν ἐπεγείρας ἐμαυτὸν ἐκ τῆς σκοτοδινίας ἐπὶ τὴν τῶν ἐφεξῆς γεγραμμένων ἀνάγνωσιν ἧκον, ἐνδέχεσθαι νομίζων, εἰ καὶ μὴ κατὰ τάξιν, ἀλλ' οὖν γε παρὰ τάξιν εἰρῆσθαί τινα τοιοῦτον λόγον, οἷον ἄρτι διῆλθον ἐπὶ τοῦ παραδείγματος. καὶ τοίνυν εὗρον ἅπαντα τῶν βοηθημάτων τὸν κατάλογον [153] ἱκανῶς θερμαίνοντά τε καὶ ξηραίνοντα, μέχρι τοῦ καὶ τῷ καλουμένῳ πρὸς αὐτοῦ σιναπισμῷ καὶ ὅλην κεφαλὴν ἐκθερμαίνειν, καὶ τούτῳ γ' αὐτῷ σφοδροτάτῳ· κελεύει γὰρ, ἀρθέντος τοῦ νάπυος, νίτρῳ καταπάσαντας τὴν κεφαλὴν, ἔπειθ' ὕδατι καταντλεῖν θερμῷ, οὗ βοήθημα βιαιότερον οὐδὲν ἂν εὕροις ἄλλο τῶν κατ' ἰατρικήν· ὁμοίαν γὰρ ἔχει τὴν ὀδύνην καυτηρίῳ, πολυχρονιωτέραν δὲ τὴν ἐνέργειαν. ἀμέλει καὶ αὐτὸς ὁ Ἀρχιγένης ἐπιφέρων ἔφη· δυσυπομόνητον μὲν οὖν ἔχει τὴν ὀδύνην, ἀλλ' οὐδενὸς χεῖρόν ἐστι τοῦτο τῶν μεγίστων βοηθημάτων. καὶ μὴν διὰ νάπυος, καὶ καρδάμου, καὶ κόκκου κνιδίου, καὶ σταφίδος ἀγρίας, ἀποφλεγματισμοὺς ποιεῖσθαι συμβουλεύει, καὶ πταρμικοῖς χρῆσθαι κελεύει, καὶ προποτισμοῖς, διὰ τῶν ἱκανῶς θερμαινόντων τε καὶ ξηραινόντων φαρμάκων ἀμφότερα τὰ βοηθήματα ποιούμενος, ὡς εἶναι δῆλον αὐτὸν ὑγρότητα καὶ ψύξιν ἡγούμενον εἶναι τὴν διάθεσιν, ἤτοι κατὰ τὸν ἐγκέφαλον, ἢ τὰς μήνιγγας· οὐ γὰρ δὴ κατά γε τὸ κρανίον ἡ τοιαύτη διάθεσις γενομένη τῆς μνήμης ἀφαιρήσεται τὸν ἄνθρωπον. ἀλλὰ ταῦτα μὲν εἰρήσθω κατὰ τὸ πάρεργον, [154] ὡς οὐδαμόθι δείξας ὑγρότητι καὶ ψύξει γίνεσθαι τὴν ἐπιλησμοσύνην, ἔπειτα ξηραίνοντα καὶ θερμαίνοντα βοηθήματα παρέχει· τὸ δὲ τῇ κεφαλῇ τοσαῦτα πράγματα παρέχειν, ἑτέρου πεπονθότος μορίου, πῶς οὐκ ἄν τις ἀγανακτήσειεν; περὶ γοῦν τῶν σικυῶν τῇ κεφαλῇ προσβολῆς, ὧν ἀδιορίστως ἐμνημόνευσεν ἐν ἀρχῇ τοῦ λόγου, μετὰ ταῦτα προελθὼν ἔγραψε σαφέστατα τήνδε τὴν λέξιν· ἐρεθισμούς τε διὰ νάπυος καὶ σικυῶν κούφων, τὰ πολλὰ μὲν ἠπίων, ὁτὲ δὲ καὶ πάνυ εὐτόνων· ἀνυστικώτεραι δ' εἰσὶν αἱ μετ' ἀμύξεως. ἀλλὰ πάντα τε ταῦτα κατ' οὐδένα λόγον, Ἀρχίγενες γενναιότατε, τῇ κεφαλῇ προσφέρεις, ἐν καρδίᾳ τοῦ πάθους ὄντος. οὐδὲ γὰρ ἐκ πείρας, ἵνα τι καὶ πρὸς τοὺς ἐμπειρικοὺς εἴπω, τῶν τοιούτων εὑρῆσθαί τι δύναται· καυσούμενος μὲν γὰρ ἄνθρωπος ἐν πυρετῷ διακαεῖ ψυχρὸν ὕδωρ ὑπ' ἀκρασίας προσενεγκάμενος ὤνητο μὲν αὐτός ποτε, μιμήσεως δ' ἀρχὴν ἰατροῖς παρέσχεν ἄνευ λογικῆς ἐνδείξεως· ἡ δὲ τῆς σικύας πρόσθεσις οὐδεμίαν ἔχει περίπτωσιν ἡγουμένην, ἀλλ' ἐκ λογικῆς ἐνδείξεως ἅπασα γέγονεν, μήτ' αὐτῆς ποτε δυναμένης τῆς σικύας αὐτομάτως [155] γεννηθῆναι μήτ', εἰ κᾂν τοῦτό τις συγχωρήσειε, κολληθῆναί ποτε τῇ κεφαλῇ κατὰ περίπτωσιν, καὶ μάλιστ' ἐπὶ πάθους σπανίου. τῶν γοῦν καθ' ἡμᾶς ἰατρῶν, ὅσοι γέροντές εἰσι καὶ τριβακοὶ, πυνθανόμενος, εἴ τινος ἐθεράπευσάν ποτε τοιοῦτο πάθος, ὀλίγου δεῖν ἁπάντων ἤκουσα μηδ' ἐπικεχειρηκέναι λεγόντων, μόνος δ' εἷς ἔφη τολμῆσαι μὲν ἐπὶ τὴν θεραπείαν ἐλθεῖν, ἀνύσαι δὲ μηδὲν ἐπ' αὐτῇ. πῶς οὖν ἐκ πείρας μιμητικῆς τῶν κατὰ περίπτωσιν ὀφθέντων ἡ τοῦ βοηθήματος ἐγένετο γνῶσις, αὐτοῦ γε τοῦ πάθους σπανίως τινὶ συμβαίνοντος, αὐτομάτως τε τῆς σικύας τῇ κεφαλῇ κολληθῆναι κατὰ περίπτωσιν οὐδέποτε δυναμένης; ψυχροῦ μὲν γὰρ πόσις, ἕκαστόν τε τῶν τοιούτων βοηθημάτων, ὧν ὁσημέραι πεῖραν ἔχομεν ἐπὶ πολλῶν πολλάκις, ἐκ πείρας εὑρῆσθαι δύναται μιμητικῶς· ἡ δὲ τῆς σικύας προσβολὴ μετ' ἀμυχῶν, ἢ ἄνευ τούτων, οὐδεμίαν ἐκ πείρας ἀφορμὴν ἐσχηκέναι δύναται. οὐδὲ γὰρ ὥσπερ ἐπ' ἄλλων παθῶν πολλῶν ὁ πεπονθὼς τόπος, εἰ καὶ μὴ πρὸς ἀκρίβειαν, ἀλλὰ πρός γε τὴν τῶν βοηθημάτων αὐτῷ προσφορὰν, αὐτάρκως [156] φαίνεται δι' αἰσθήσεως, οὕτω κᾀπὶ τῆς μνήμης· ἄλλων δὲ λέγω παθῶν τῶν τοιῶνδε, πλευρίτιδος, περιπνευμονίας, νεφρίτιδος, κωλικῆς διαθέσεως, ἡπατικῆς, σπληνικῆς, ἢ κατ' ἔντερον, ἢ κατὰ κύστιν, ἢ μήτραν, ἤ τι τοιοῦτον μόριον ἕτερον, ἐφ' ὧν ἁπάντων αἵ τ' ὀδύναι καὶ τὰ διὰ τῶν πόρων ἐκκρινόμενα τὸν πεπονθότα τόπον, εἰ καὶ μὴ κατὰ τὸ ἀκριβέστατον, ἀλλ' ἐν πλάτει γε διασημαίνουσι. κατά τε γὰρ τῆς πλευρᾶς ὅλης ἐν πλευριτικοῖς ἐπιθεῖναι ῥᾷστόν ἐστιν ὅ τι περ ἂν βουληθῇς, ἐπί τε τῆς κοιλίας ἐν κωλικοῖς, ὥσπερ καὶ κατὰ τῶν ὑποχονδρίων ἐφ' ἥπατός τε καὶ σπληνὸς φλεγμοναῖς, ὡσαύτως δὲ καὶ τῶν ἄλλων μορίων· ἔνθα δὲ ἀπόλωλεν ἡ μνήμη, σημεῖον οὐδέν ἐστι τόπου πεπονθότος, οὐκ ὄγκος παρὰ φύσιν, οὐκ ὀδύνη τις, οὐκ ἔκκρισις, οὐκ ἄλλο οὐδέν· ὥσπέρ γε καὶ ἐπὶ μελαγχολίας καὶ φρενίτιδος καὶ μανίας, ἐπιληψίας τε καὶ ληθάργου καὶ κάρου καὶ τῆς ὀνομαζομένης ὑπὸ τῶν νεωτέρων ἰατρῶν κατοχῆς τε καὶ καταλήψεως· ἀλλ' οὐδὲ τῶν ὅλου τοῦ σώματος σπασμῶν, ἢ παλμῶν, ἢ τῆς ἐξ ἡμίσεος αὐτοῦ μέρους παραλύσεως, ἡ οἷον ῥῖζα προβάλλει [157] τι σημεῖον, οὔτε δι' ὄγκου παρὰ φύσιν, οὔτε δι' ὀδύνης, οὔτε διὰ χρώματος ἐξηλλαγμένου παρὰ τὸ πρόσθεν, ἢ διά τινος τῶν ἐκκρινομένων· ὥστ' οὐδ' ἐπὶ τούτων ἡ Ἀρχιγενικὴ τῶν βοηθημάτων εὕρεσις δύναται γενέσθαι, ληρώδους μὲν οὔσης τῆς τῶν ἐμπειρικῶν περιπτώσεως, τοῦ δ' Ἀρχιγενείου λόγου πρὸς τὴν καρδίαν ἡμᾶς ὁδηγοῦντος. ἀλλὰ δῆτα συγκεχωρήσθω τὴν πεῖραν εὑρηκέναι τὰ βοηθήματα τῶν εἰρημένων παθῶν, ἆρ' οὐ φανερὸς ἔλεγχός ἐστι τῆς ψευδοῦς ἀλαζονείας τῶν δογματικῶν ἀνδρῶν, οὐδ' οὗτος αὐτὸς ἁπλοῦς, ἀλλὰ διττὸς, καὶ ἰσχυρὸς ἑκάτερος; ἐκ γὰρ τοῦ τὴν πεῖραν οὕτως εἶναι χρήσιμον, ὡς μὴ μόνον εὑρίσκειν ἄνευ λόγου τὰς ἰάσεις, ἀλλὰ καὶ διελέγχειν αὐτὸν, ὡς ἔστι προφανῶς ψευδὴς, οὐ μόνον ἄχρηστος ὁ λόγος, ἀλλὰ καὶ πρὸς κακοῦ φαίνεται τοῖς δογματικοῖς ἰατροῖς ἐπιτηδευόμενος. ἤρκει μὲν οὖν, ὥς φασι, καὶ ὁ περὶ τῆς ἀχρηστίας ἔλεγχος· ὁπότε δὲ καὶ βλάπτων ὁ λόγος φαίνεται, τί ἂν ἔτι μεῖζον ἔχοι τις εἰπεῖν εἰς τὴν μοχθηρίαν αὐτοῦ; οἱ πολλοὶ γοῦν λόγοι περὶ ψυχῆς ἡγεμονικοῦ διαλεκτικῶς ἐρωτηθέντες, ἅμα τοῖς περὶ τῆς τῶν πεπονθότων [158] τόπων εὐχρηστίας, ἐνδεικνύμενοι τῇ καρδίᾳ προσφέρειν ἐπὶ τῶν ψυχικῶν παθῶν τὰ βοηθήματα, κατεφρονήθησαν ἐξαίφνης ὑπὸ τοῦ τριβακωτάτου περὶ τὰς θεραπείας Ἀρχιγένους, ὡς ἐᾶσαι μὲν ὅλως τὰ κατὰ τὸν θώρακα μόρια, τὴν κεφαλὴν δὲ σικυάζειν καὶ κατατέμνειν καὶ κατακαίειν οὐδὲν πεπονθυῖαν. ἆρ' οὖν, ὦ πρὸς Διὸς, ἐψευσάμην, ὀλίγον ἔμπροσθεν εἰπὼν, ἐσχάτην προδοσίαν γίνεσθαι τῆς λογικῆς ὁδοῦ πρὸς τὴν τῶν βοηθημάτων εὕρεσιν ὑπὸ τῶν τὴν πατρίδα μᾶλλον ἢ δόγμα προδοῦναι πεπεισμένων; προδοσία γὰρ αὐτοῖς εἶναι δοκεῖ τἀληθῆ λέγειν, ὅταν μέλλωσι διαφωνεῖν τοῖς ἀπὸ τῆς τοιαύτης αἱρέσεως. ὥσπερ δ' ἐνταῦθα φιλονεικίαν αἰσχρὰν ἐπιδείκνυνται προφανῶς, οὕτως ἄνοιαν, ὅταν οἴωνται πάνθ' ἑαυτῶν σαλεύεσθαι τὰ δόγματα, κᾂν ἓν ὁτιοῦν ἐλεγχθῇ· τινὰ μὲν γὰρ ἀλλήλοις ἀκολουθεῖ, καθάπερ γε πάλιν ἕτερα μάχεται, τινὰ δὲ οὔτ' ἀκολουθίαν οὔτε μάχην ἀναγκαίαν ἔχει, καθάπερ αὐτὸ τοῦτο τὸ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ. ἐάν τε γὰρ ἐν καρδίᾳ τις ἐάν τ' ἐν ἐγκεφάλῳ περιέχεσθαι τοῦτό φησι, δυνατόν ἐστιν αὐτῷ καὶ περὶ τῶν φυσικῶν στοιχείων [159] ἣν ἂν ἐθελήσῃ δόξαν ἑλομένῳ μήτε μάχεσθαι τούτῳ μήτ' ἀκολουθεῖν· καὶ περὶ γενέσεως καὶ φθορᾶς ὁμοίως, ὥσπέρ γε καὶ περὶ ψυχῆς οὐσίας καὶ περὶ θεῶν καὶ προνοίας καὶ εἰμαρμένης καὶ τοῦ γεννητὸν εἶναι τὸν κόσμον, ἢ ἀγέννητον, ἄπειρόν τε τὸ πᾶν ἢ πεπερασμένον, ἢ πολλοὺς εἶναι κόσμους ἢ ἀπεριλήπτους κατὰ τὸν ἀριθμὸν, ἢ ἕνα μόνον τοῦτον. οὐδενὶ γὰρ ὧν εἴρηκα δογμάτων οὔτ' ἀκολουθία τίς ἐστιν οὔτε μάχη πρὸς τὸ τῆς ψυχῆς ἡγεμονικὸν, ἐάν τε ἐν καρδίᾳ τις ἐάν τε ἐν ἐγκεφάλῳ φησὶ περιέχεσθαι. προδιδόασιν οὖν ὅλην τὴν δογματικὴν αἵρεσιν οἱ τοιαύτας γράφοντες θεραπείας· περὶ γὰρ ἡγεμονικοῦ ψυχῆς ἀποδείξεων οὐσῶν ἐναργῶν, ὡς ἅπασιν ἀνθρώποις πεπιστεῦσθαι τὸ μόριον ἐν ᾧ κατῴκισται, μόνοις ἰατρῶν τε καὶ φιλοσόφων τοῖς ἀρίστοις οὐ φαίνεται, τοῖς ἐν καρδίᾳ τιθεμένοις αὐτό. τὰς μὲν οὖν ἀποδείξεις ἐν τοῖς ὑπομνήμασιν εἶπον ἐν οἷς ἔγραψα περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων· ὅτι δὲ καὶ πᾶσιν ἀνθρώποις πεπίστευται, τὸ μὲν λογιζόμενον ἐν ἐγκεφάλῳ [160] καθιδρύσθαι, τὸ δ' ἀνδρεῖόν τε καὶ θυμοειδὲς ἐν καρδίᾳ, τὸ δ' ἐπιθυμητικὸν ἐν ἥπατι, μαθεῖν ἔστιν ὁσημέραι λεγόντων αὐτῶν ἀκούοντα, πρὸς μὲν τὸν ἀνόητον, ὡς ἐγκέφαλον οὐκ ἔχει· πρὸς δὲ τὸν ἄτολμον καὶ δειλὸν, ὡς ἀκάρδιος εἴη· τοῦ Τιτυοῦ δ' ὑπ' ἀετοῦ τὸ ἧπαρ ἐσθιόμενον, οὐ μόνον ἐν ποιήμασι λεγόντων, ἀλλὰ καὶ πλαττόντων τε καὶ γραφόντων.

   Ὥρα τοίνυν ἐπανελθεῖν ἤδη μοι πρὸς τὸ προκείμενον. ὁμολογουμένου μὲν ἅπασι τοῖς ἰατροῖς αὐτοῖς τοῖς ἔργοις, οἷς δρῶσιν κατὰ πάντα τὰ τοῦ λογιστικοῦ πάθη, τὴν κεφαλὴν ὑπάρχειν οἶκον αὐτοῦ, προσῆκον ἦν ἐπισκέψασθαι περὶ τῆς ἑκάστου πάθους διαθέσεως ὁποία τίς ἐστιν· οἷον ἡ τῆς μνήμης βλάβη, ἐπειδὴ προὐθέμην ὑπὲρ αὐτῆς διελθεῖν. ἅμα μὲν γὰρ αὐτὴ φαίνεται πολλάκις γενομένη μετὰ βλάβης τινὸς τοῦ λογισμοῦ, καθάπέρ γε καὶ ἡ τοῦ λογισμοῦ βλάβη μετὰ τοῦ καὶ τὴν μνήμην βεβλάφθαι, τῆς μὲν διαθέσεως ἀμφοτέροις τῆς αὐτῆς οὔσης, ἐπιτεταμένης δὲ, ὁπότε τῇ μνήμῃ συναπόλωλεν ὁ λογισμὸς, ὅπερ ὀνομάζεται μώρωσις. [161] ἀπόλλυται δὲ ἄμφω ταῦτα καὶ κατὰ τοὺς ληθάργους τε καὶ τὰ καρώδη πάθη πάντα, καὶ τὴν διάθεσιν αὐτῶν ἀναγκαῖον ὑπάρχειν ὁμογενῆ· κατὰ μὲν τὸ πρῶτον γένος, ὅτι δυσκρασία, δέδεικται γὰρ αὕτη τῶν ὁμοιομερῶν μορίων, ἃ πρώτως ἐνεργεῖ, διάθεσις εἶναι κοινή· κατὰ δεύτερον δὲ, ὅτι ψυχρά τίς ἐστιν ἡ δυσκρασία πάντως, αὕτη γὰρ ὁρᾶται ναρκοῦσα τὰς ψυχικὰς ἐνεργείας, ὡς τά γε διὰ κρύος ἀναγκαζόμενα φωλεύειν ζῶα σαφῶς ἐνδείκνυται, καὶ πάντα τὰ ψύχοντα φάρμακα, καὶ τῶν ἐδεσμάτων δὲ τὰ ψυχρὰ, καθάπερ ἡ θριδακίνη καταφορικοὺς ἐργάζεται τοὺς ὕπνους, εἰ πολλὴν αὐτὴν προσενέγκαιτό τις· ἀλλὰ καὶ τὰ βάρη τῆς κεφαλῆς, ὅσα χωρὶς ὀδύνης δακνώδους συνίσταται, πάνθ' ὑπνώδη τε καὶ καταφορικὰ γίνεται, καὶ φαίνεται δι' ἀποφλεγματισμῶν μεγάλως ὀνινάμενα. πρὸς δὲ τούτοις ἔγκαυσίς τε καὶ ψύξις τῆς κεφαλῆς ἐνδείκνυται ταὐτόν· ἀγρυπνητικαὶ μὲν αἱ ἐγκαύσεις, καταφορικαὶ δ' αἱ ψύξεις γινόμεναι. καὶ μὴν καὶ τὰ χολώδη τῶν νοσημάτων καὶ θερμὰ τὰς ἀγρυπνίας καὶ παραφροσύνας καὶ φρενίτιδας ἐργαζόμενα φαίνεται· τούτοις δ' ἔμπαλιν τὰ φλεγματικὰ καὶ ψυχρὰ νωθρότητάς τε καὶ καταφοράς. [162] ἡ μὲν δὴ πρώτη δύναμις ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρόν ἐστι δυσκρασίᾳ, τῶν ἀγρυπνητικῶν τε καὶ καταφορικῶν νοσημάτων· ἐφεξῆς δ' αὐτῆς ἡ καθ' ὑγρότητα καὶ ξηρότητα. τά τε γὰρ λουτρὰ πάντας ὑπνώδεις ἐργάζεται τὴν κεφαλὴν ὑγραίνοντα, καὶ οἴνου πόσις εὔκρατος, καὶ ὑγραίνουσαι τροφαὶ πᾶσαι. καὶ τῶν ἡλικιῶν ὑπνώδης μὲν ἡ τῶν παιδίων δι' ὑγρότητα· τῶν γερόντων δ' ἀγρυπνητικὴ διὰ ξηρότητα. ταῦτ' οὖν ἅπαντα τεκμήρια γενέσθω τοῦ δευτέραν μὲν ἔχειν χώραν εἰς ἀργίαν ψυχῆς τὴν παρὰ φύσιν ὑγρότητα, προτέραν δ' αὐτῆς εἶναι τὴν ψυχρότητα· διὸ καὶ μόνη μὲν ὑγρότης πλεονάσασα μακροὺς καὶ βαθεῖς ὕπνους ἐργάζεται, καθάπερ γε καὶ μόνη ξηρότης ἀγρυπνίας, ἐφ' ὧν διαθέσεων εἴρηται πρὸς Ἱπποκράτους, ὕπνος καὶ ἀγρυπνίη ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα, μοχθηρόν. εἰ δὲ ψυχρότης μεθ' ὑγρότητος ἱκανῆς προσέλθοι, καταφορικὰ καὶ καρώδη πάθη συνίσταται· χωρὶς δὲ ταύτης αἵ τε τῆς μνήμης βλάβαι καὶ αἵ γε μωρώσεις. οὔσης δὲ πολλῆς διαφορᾶς ἐν τῷ μᾶλλόν τε καὶ ἧττον οὐ καθ' ὑγρότητα καὶ ψυχρότητα μόνον, ἀλλὰ καὶ κατὰ ξηρότητα καὶ θερμότητα, ποικιλία [163] πολυειδὴς γίνεται τῶν βλαπτόντων τὰς ψυχικὰς ἐνεργείας αἰτίων. ἕνεκα δὲ σαφοῦς διδασκαλίας αἱ μὲν τοῦ λογιστικοῦ τῆς ψυχῆς ἐνέργειαι καλείσθωσαν ἡγεμονικαὶ, αἱ δὲ τῶν ἀλόγων ἠθικαὶ, περὶ ὧν οὐ πρόκειται λέγειν, ὅτι μηδὲ περὶ τῶν τῆς καρδίας, ἢ τοῦ ἥπατος παθῶν. ὥσπερ οὖν ὕπνος καὶ ἀγρυπνία μᾶλλον τοῦ μετρίου γίνεται, τὸ μὲν δι' ὑγρότητα, τὸ δὲ διὰ ξηρότητα κράσεως, οὕτως ἐν αὐτοῖς τούτοις τὸ μᾶλλόν τε καὶ ἧττον ἐν ἀγρυπνίαις τε καὶ ὕπνοις ἕπεται τῷ μᾶλλον καὶ ἧττον ἐν ὑγρότητι καὶ ξηρότητι. καὶ διττῶς γε τῶν τοιούτων δυσκρασιῶν γινομένων, ὡς ἐπιδέδεικται, διττὸς ἔσται τρόπος ἑκάστης διαθέσεως, ὁ μὲν ἕτερος ἐπὶ τοῖς ὑγροῖς καὶ ξηροῖς χυμοῖς, ὁ δὲ ἕτερος ἐπ' αὐτοῖς τοῖς σώμασιν, ὅτ' ἄν γε εἰς τὰς αὐτὰς ἀφίκηται δυσκρασίας τὰ στερεὰ τοῖς ὑγροῖς. καὶ πρός γε ταῖς εἰρημέναις δυσκρασίαις ἐναντίαις ἄλλη τις ἐξ ἀμφοῖν γίνεται μικτὴ, καθάπερ ἐν τοῖς ἀγρύπνοις κώμασιν, ἐφ' ὧν φλεγματώδης καὶ χολώδης πλεονάζει χυμός. οἱ δ' αὐτοὶ τρόποι τῶν θ' ἁπλῶν δυσκρασιῶν καὶ τῆς ἐξ ἀμφοῖν μικτῆς ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ [164] ψυχρὸν ἐναντιώσει συνίστανται. χολῆς γοῦν, εὔδηλον δ' ὅτι τῆς ξανθῆς λέγω, φλέγματι μεμιγμένης, ἡ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἐπίμικτος γίνεται διάθεσις· εἰ δὲ κᾀν τοῖς στερεοῖς μορίοις αὐτοῖς τοῦ σώματος ἡ ἐκ τῶν ἐναντίων μικτὴ διάθεσις ὁμολογηθείη γίνεσθαι, κατ' ἐκείνην τρεῖς αἱ πρῶται γενήσονται δυσκρασίαι καθ' ἑκατέραν ἀντίθεσιν. ἅπαντα μὲν οὖν τὰ τοιαῦτα πάθη κατὰ τὸν ἐγκέφαλον γίνεται, διαφέρει δ' ἀλλήλων οὐ μόνον ταῖς ποικιλίαις τῶν μίξεων, οὐδὲ τῷ μᾶλλόν τε καὶ ἧττον ἔν τε ταῖς ἁπλαῖς διαθέσεσιν καὶ ταῖς μικταῖς, ἀλλὰ καὶ τῷ ποτὲ μὲν ἐν ταῖς κοιλίαις τοῦ ἐγκεφάλου συνίστασθαι τὰς δυσκρασίας, ποτὲ δ' ἐν τοῖς καθ' ὅλον αὐτὸν ἀγγείοις, ἢ τὴν παρεσπαρμένην ὑγρότητα τῷ σώματι τοῦ κεφάλου, καὶ τέταρτον ἐπὶ τούτοις, ὅταν αὐτὸ τὸ σῶμα τοῦ ἐγκεφάλου δύσκρατον γένηται.

   Παραφυλάττειν οὖν χρὴ τοὺς ὕπνους τῶν ἀπολωλεκότων τὴν μνήμην, ἢ τὴν σύνεσιν, ἀπώλεια γὰρ τῆς συνέσεως ἡ μώρωσίς ἐστι, πότερον ὑπνώδεις ἱκανῶς οἱ κάμνοντές εἰσιν, ἢ μετρίως ὑπνώδεις, ἢ τὴν ἀρχὴν οὐδ' [165] ὑπνώδεις, ἀλλ' ὅσον ἐπὶ τούτῳ κατὰ φύσιν ἔχουσιν· οὕτω γὰρ ἂν ἐξεύροις τὴν ἐπικρατοῦσαν δυσκρασίαν. ἐπιθεωρητέον δὲ καὶ πότερον ἐκκρίνεταί τι διά τε ῥινῶν καὶ στόματος ἐκ τῆς κεφαλῆς καταφερόμενον, ἢ ξηρὰ φαίνεται τὰ χωρία· δυνήσῃ γὰρ κᾀκ τούτου στοχάσασθαι τὴν διάθεσιν, ὥσπερ ἐπὶ κατάῤῥου καὶ κορύζης· καὶ γὰρ ἐπὶ τούτων ἥ τε ποιότης καὶ ἡ ποσότης τῶν ἐκκρινομένων, μετὰ τοῦ συνεπισκέψασθαι τὰς προηγησαμένας αἰτίας, ἐνδείκνυται τὴν διάθεσιν τῆς κεφαλῆς, ἤτοι θερμὴν οὖσαν, ὡς ἐπ' ἐγκαύσεως, ἢ ψυχρὰν, ὡς ἐπὶ ψύξεως· ἄνευ γὰρ τοῦ διορίσασθαι ταῦτα πάντα, τὴν προσήκουσαν ἑκάστῃ διαθέσει θεραπείαν ἀδύνατον εὑρεῖν. ἐπὶ γοῦν τῆς ἀπολωλυίας ἢ μεγάλως βεβλαμμένης μνήμης ψυχρὰ μὲν δυσκρασία πάντως ἐστὶ, καὶ θερμαίνειν αὐτὴν προσῆκεν, οὐ μὴν ἐξ ἀνάγκης γε καὶ ξηραίνειν, ὥσπερ οὐδὲ ὑγραίνειν· ἀλλ' εἰ μὲν μεθ' ὑγρότητος εἴη, ξηραίνειν, εἰ δὲ μετὰ ξηρότητος, ὑγραίνειν, εἰ δ' ἐν τῷ μέσῳ τούτων, ἐν ταύτῃ τῇ καταστάσει φυλάττειν. ἐγὼ γοῦν οἶδά τινα καὶ τὴν μνήμην μὲν ὀλίγου δεῖν ἀπολέσαντα, καὶ τὸν λογισμὸν δὲ βλαβέντα, διὰ φιλοπονίαν τε καὶ ἀγρυπνίαν ἐπὶ [166] μαθήμασιν· ἕτερον δ' ἀμπελουργὸν, ἐπὶ τοῖς κατὰ τὴν ἀμπελουργίαν πόνοις, καὶ διαίτῃ λεπτῇ, ταὐτὰ τούτῳ παθόντα· καὶ προφανῶς ἑκάτερος αὐτῶν ὑπὸ μὲν τῶν ξηραινόντων τε καὶ θερμαινόντων ἐβλάπτετο πάντων, ὑπὸ δὲ τῶν ὑγραινόντων ἅμα τῷ θερμαίνειν ὠφελεῖτο. γίνονται μὲν οὖν καὶ μετὰ πυρετοῦ βλάβαι τῶν ἡγεμονικῶν ἐνεργειῶν, ὡς ἐπὶ φρενίτιδός τε καὶ ληθάργου· γίνονται δὲ καὶ χωρὶς πυρετοῦ, καθάπερ ἐπὶ μανίας τε καὶ μελαγχολίας· ὥσπέρ γε καὶ κατὰ συμπάθειάν τε καὶ πρωτοπάθειαν ἐγκεφάλου· τὰ μὲν ἠκριβωμένα τοῖς ἰδίοις συμπτώμασι καὶ διηνεκῆ καὶ μὴ προηγησαμένων ἑτέρων γενόμενα κατὰ πρωτοπάθειαν· τὰ δὲ μήτ' ἠκριβωμένα τοῖς ἰδίοις συμπτώμασι μήτε παραμένοντα διαπαντὸς, ἐφ' ἑτέροις τε συστάντα κατὰ συμπάθειαν, μεμνημένων ἡμῶν ὅτι καὶ τῆς συμπαθείας ἡ μὲν ἐν τῷ γίνεσθαι τὸ εἶναι λαμβάνουσα συναποκαθίσταται τοῖς ποιοῦσιν αἰτίοις, ἡ δὲ μόνιμον ἤδη τὴν τῶν συμπαθούντων διάθεσιν ἐσχηκυῖα, κᾂν τὰ ποιήσαντα παύσηται, παραμένει. τὸ μὲν οὖν ἐγκεφάλῳ πάντα γίνεσθαι τὰ τῶν ἡγεμονικῶν ἐνεργειῶν [167] πάθη, πᾶσι τοῖς ἰατροῖς, ὅσοι γε μὴ διὰ φιλονεικίαν αἱρέσεως ἄλλα μὲν ἐν τῇ ψυχῇ φρονοῦσιν, ἄλλα δὲ λέγουσιν, ὡμολόγηται· τὸ δὲ τὴν δυσκρασίαν ὁποία τίς ἐστιν εὑρεῖν, οὐ σμικρὸν ἔργον, ἐν ᾧ χρὴ φιλόπονόν τε καὶ ζητητικὸν εἶναι τὸν ἰατρὸν, οὐκ ἐν τῷ σκοπεῖν ὅπως ἀντείπῃ τοῖς καλῶς εἰρημένοις ὑπὸ τῶν παλαιῶν περὶ ψυχῆς ἡγεμονικοῦ, πράγματος οὕτως ἐναργοῦς, ὡς καὶ τοῖς ἰδιώταις πεπιστεῦσθαι κατὰ τὸν ἐγκέφαλον εἶναι. φιλοσόφοις μὲν οὖν ἐν γωνίᾳ καθημένοις ἁμαρτάνειν ἐν τῷδε τάχ' ἄν τις συγγνοίη· γεγηρακόσι δ' ἐν τοῖς ἰατρικοῖς ἔργοις ἀσύγγνωστος ἡ φιλονεικία, τάχα δ' ἀληθέστερόν ἐστιν εἰπεῖν, ἀναισχυντία· τῶν τε γὰρ ἀγρυπνούντων πάντων ἀῤῥώστων τὴν κεφαλὴν καταντλοῦσι τῶν τε παραπαιόντων καὶ φρενιτιζόντων καὶ ληθαργικῶν· Ἀρχιγένης δὲ καὶ τῶν τὴν μνήμην βλαβέντων τῇ κεφαλῇ προσφέρει τὰ βοηθήματα, κᾂν μωρωθέντα δέ τινα θεραπεύειν ἐπιχειρήσῃ, καὶ τούτου τῇ κεφαλῇ προσοίσει πάντα. τίς δὲ τριβακὸς ἰατρὸς ἀποπλήκτους, ἢ ἐπιλήπτους, ἢ ὀπισθοτονικοὺς, ἢ ἐμπροσθοτονικοὺς, ἢ τετανικοὺς ἑτέρως ἰᾶται; [168] τίς δὲ παραλυθέντας τὸ τοῦ σώματος ἥμισυ μέρος; ἆρ' οὐχὶ τῶν μὲν σπασμωδῶν παθῶν ἅπαντες ἤδη κᾀξ αὐτῆς τῆς πείρας τὸ κῦρος τῆς θεραπείας κατὰ τοὺς πρώτους ποιοῦνται σπονδύλους, ὥσπέρ γε καὶ τῶν παραλελυμένων τὸ ἥμισυ μέρος ὅλου τοῦ σώματος, συνεκθερμαίνουσιν δὲ καὶ τὸν ἐγκέφαλον; ὥσπερ καὶ τοὺς ἀποπλήκτους ἰῶνται, καθάπέρ γε καὶ τοὺς ἐπιλήπτους· ὅταν μὲν ἐπὶ στομάχῳ γίνηται τὸ πάθος ἤ τινι τῶν ἄλλων μορίων, ἐκεῖνο μὲν μάλιστα καὶ πρῶτον ἐκθεραπεύουσιν, παρασκευάζουσιν δὲ καὶ τὸν ἐγκέφαλον εἰς δυσπάθειαν. καὶ χρὴ ταῦτα μᾶλλον ζητεῖν, οὐ περὶ τοῦ σαφέστατα φαινομένου πᾶσι τοῖς ἀδιαστρόφοις τὴν γνώμην ἡγεμονικοῦ, καθάπερ οὐδὲ περὶ τῆς τῶν νεύρων ἀρχῆς, ἣν οὐ χρὴ πορευθέντας εἰς θεοὺς διὰ μαντείας ἐξευρεῖν, ἀλλὰ παρά τινι τῶν ἀνατομικῶν ἀνδρῶν παιδευθέντας.

   Ἔνιοι γὰρ ἀναπείθουσιν ἑαυτοὺς, ἀρχὴν εἶναι τῶν νεύρων τὴν καρδίαν, ἐκ τοῦ μὴ δύνασθαι διακρῖναι σύνδεσμον νεύρου, συντελούσης εἰς τοῦτο καὶ τῆς ὁμωνυμίας, ἐπειδὴ πολλοὶ τῶν ἰατρῶν καὶ τοὺς συνδέσμους ὀνομάζουσιν [169] νεῦρα συνδετικά. τῆς μὲν οὖν προσηγορίας οὐδεὶς αὐτοῖς φθόνος, ἄν γε μνημονεύωσι τῶν προαιρετικῶν νεύρων, ὡς αὐτοὶ καλοῦσιν, ὧν τὴν ἀρχὴν ἐγκέφαλον εἶναί φαμεν, οὐ τῶν συνδέσμων· οὐδὲ γὰρ οὐδ' αὐτοὶ τῶν συνδετικῶν νεύρων πάθος εἶναί φασι τὸν σπασμὸν, ἢ τὴν παράλυσιν, ἀλλὰ τῶν προαιρετικῶν. ὅταν οὖν ὅλον τὸ σῶμα φαίνηται σπώμενον, ἅπαν μὲν εὐθὺς παρίσταται πεπονθέναι τὸ τοιοῦτον μέρος, ὃ καθάπερ ἐν δένδρῳ τὸ στέλεχος τῶν κλάδων, οὕτως αὐτὸ κοινὸν τῶν νεύρων ἁπάντων οἷον πρέμνον ἐστὶν, οὐχ οἷον κλάδος ὀλίγων τινῶν ἐν ἑνὶ μορίῳ, καθάπερ ὅταν ἤτοι σκέλος ἢ μία χεὶρ ἂν τύχῃ σπωμένη. κώλου μὲν γὰρ ὅλου σπασμὸς τὴν ἀρχὴν τῶν εἰς αὐτὸ καθηκόντων νεύρων ἐνδείκνυται πεπονθέναι, καθάπερ εἰ κλάδου τινὸς ἐν δένδροις· ὅταν δ' ὅλον ἁλῷ τὸ σῶμα τῷ πάθει, τὴν κοινὴν ἁπάντων ἀρχὴν τῶν κάτω τοῦ προσώπου νεύρων, ἀνάλογον τῷ κατὰ τὸ δένδρον πρέμνῳ πεπονθέναι χρὴ νομίζειν, ἥτίς ἐστι τοῦ νωτιαίου μυελοῦ τὰ πρῶτα μέρη, διὸ καὶ τούτῳ τὰ βοηθήματα προσφέρουσιν οἱ τριβακοὶ πάντες ἰατροὶ, τῆς καρδίας [170] οὐδὲ τὴν ἀρχὴν ὅλως ἐν τῷ τοιούτῳ παθήματι μεμνημένοι. εἰ δὲ καὶ τὰ κατὰ πρόσωπον ἅμα τῷ παντὶ σώματι φαίνοιτο σπώμενα, τὸν ἐγκέφαλον αὐτὸν ἤδη θεραπεύομεν, οὐ μόνον τὴν ἔκφυσιν τοῦ νωτιαίου· καὶ γὰρ καὶ χείλη σπώμενα θεώμεθα πολλάκις, καὶ ὀφθαλμοὺς, καὶ τὸ κατὰ μέτωπον δέρμα, καὶ ὅλας τὰς γένυας, ὥσπέρ γε καὶ τὴν ῥῖζαν τῆς γλώττης· ἀλλ' ἐπειδὴ ταῦτα πάντα διὰ τῆς ἀνατομῆς ἐμάθομεν ὑπὸ μυῶν κινεῖσθαι παρ' ἐγκεφάλου λαμβανόντων νεῦρα, τὸν ἐγκέφαλον ἐπ' αὐτῶν πεπονθέναι πεπείσμεθα· καθάπερ ὅταν ὁρῶμεν ἀπαθῆ μὲν ἐκεῖνα, σπώμενα δὲ τἄλλα σύμπαντα μόρια, τὴν ἀρχὴν τοῦ νωτιαίου πειθόμεθα πεπονθέναι. ταῦτα μὲν οὖν, ὅπερ ἔφην, ἑτοίμως ἐχρῆν ἡμᾶς μαθόντας ἐπισκοπεῖσθαι τὰς διαθέσεις αὐτῶν· ἔνιοι δὲ τῶν ἰατρῶν τὰς μὲν διαθέσεις οὐδ' ἐπιχειροῦσι ζητεῖν, ἐρίζουσι δὲ περὶ τῶν ἐναργῶς φαινομένων, ἀπολλύντες ἡμῶν τὸν χρόνον, ὃν ἐχρῆν οὐκ εἰς ἀντιλογίαν τῶν ἀναιρούντων τὰ καλῶς ὑπὸ τῶν παλαιῶν ἰατρῶν εἰρημένα καταναλίσκειν, ἀλλ' εἰς εὕρεσιν ὧν ἐκεῖνοι παρέλιπον, ἤτοι παντάπασιν οὐδὲν ἀποφηνάμενοι περί τινων [171] πραγμάτων, ἢ χωρὶς ἀποδείξεως ἢ διορισμοῦ προσήκοντος ἢ ἐλλιπῶς ἀποφηνάμενοι, καθάπερ ὁ Ἱπποκράτης ὑπὸ πληρώσεως γίνεσθαι τὸν σπασμὸν εἰπών. ἀληθὴς μὲν γὰρ ὁ λόγος, ἀλλ' ὑπὸ τίνων πεισθεὶς οὕτως ἀπεφήνατο, μόνοις τοῖς συνετοῖς ἀνδράσιν καὶ νομίμως μεμαθηκόσι τὰ πρῶτα τῆς ἰατρικῆς δῆλόν ἐστι, οὐ τοῖς ἐπιτυχοῦσιν. ταῦτα γοῦν αὐτὰ κᾀγὼ προμεμαθηκὼς ἐπείσθην ὑφ' ὧν εἶπεν Ἱπποκράτης αἰτίων γίγνεσθαι τὸν σπασμόν. εἰ γὰρ ἅπασα μὲν ἡ κατὰ προαίρεσιν κίνησις ὁρᾶται τῶν μυῶν ἐπισπωμένων εἰς ἃ καταφύονται μέρη γιγνομένη, τὸ δὲ ἐπισπᾶσθαι χωρὶς τοῦ πρὸς τὴν ἰδίαν ἀρχὴν ἀνασπᾶσθαι τὸν μῦν οὐχ οἷόν τέ ἐστι γενέσθαι, μόνῳ τῷ χωρὶς τῆς ἡμετέρας προαιρέσεως γίγνεσθαι τὸν σπασμὸν ἐν τοῖς σπωμένοις μέρεσιν, ἡ κίνησις διοίσει τῆς κατὰ φύσιν. ὥσπερ οὖν ἐν τῷ κατὰ φύσιν ἔχειν ἡ κατὰ τὴν ἀρχὴν τῶν νεύρων ἐν ἐγκεφάλῳ τεταγμένη προαίρεσις ἀρχὴν κινήσεως πρώτοις μὲν τοῖς νεύροις, δι' αὐτῶν δὲ καὶ τοῖς μυσὶν δίδωσιν, οὕτως ἄνευ τῆς ἀρχῆς ταύτης ἐὰν εὕρωμεν ὑπὸ τίνος αἰτίας σπασθῆναι δύναται τὰ νεῦρα, τῆς τῶν [172] σπασμῶν γενέσεως ἐπιστήμην ἕξομεν. ἀνθρώπῳ τοίνυν ἑωρακότι νευρώδη σώματα, τὰς ἐν ταῖς λύραις χορδὰς οὕτω σφοδρῶς τεινομένας πολλάκις ὑπὸ τῆς τοῦ περιέχοντος ἀμέτρου κράσεως, ὡς ῥήγνυσθαι, χαλεπὸν οὐδὲν ἐννοῆσαι τὴν αὐτὴν διάθεσιν ἐν τοῖς τῶν ζώων νεύροις γίνεσθαι. πῶς οὖν ἔχοντος τοῦ ἀέρος αἱ χορδαὶ τείνονταί τε καὶ ῥήγνυνται; ξηροῦ τε πάνυ καὶ λίαν διύγρου γινομένου· τὸ μὲν οὖν ὑγρὸν διαβρέχον αὐτὰς εἰς ὄγκον αἴρει παρὰ φύσιν, ἐφ' ᾧ τείνονται· τὸ δὲ ξηρὸν, ὥσπερ ὁ ἥλιος ξηραίνων τὰς βύρσας συσπᾷ, καὶ αὐτὸ τὰς χορδὰς οὕτως ἕλκει τε καὶ τείνει· φαίνονται γοῦν καὶ οἱ ἱμάντες, ὅταν ὑπὸ πυρὸς ξηραίνωνται, συσπώμενοί τε καὶ τεινόμενοι. τούτων προεγνωσμένων, οὐδέν ἐστι χαλεπὸν ἐπὶ τῶν σπωμένων ἐξευρεῖν, εἴτε διὰ ξηρότητα τὸ πάθος αὐτοῖς γέγονεν, ὅπέρ ἐστιν ἔνδεια τῆς ὑγρᾶς οὐσίας καὶ κένωσις· εἴτε διὰ πλῆθος ὑγρότητος, ὅπέρ ἐστιν ἐναντίον ἐνδείᾳ πάθος, ὑφ' Ἱπποκράτους ὠνομασμένον πλήρωσις. ἐκ πόνων μὲν γὰρ καὶ ἀγρυπνιῶν, ἐνδείας τε καὶ φροντίδων, καὶ πυρετοῦ ξηροῦ καὶ διακαοῦς, οἷος καὶ ὁ τῶν φρενιτικῶν ἐστιν, [173] ὅταν ὁ σπασμὸς γένηται, ξηρότητά τε καὶ κένωσιν αἰτιάσασθαι χρή· μεθυσκομένῳ δ' ἀνθρώπῳ καὶ διὰ παντὸς ἐμπιπλαμένῳ καὶ ἀργῶς βιοτεύοντι τὴν ἐναντίαν διάθεσιν εὔλογόν ἐστι τὸν σπασμὸν ἐργάσασθαι· κενώσει δ' ἐναντίον ἐστὶ πλήρωσις.

   Ἀλλὰ καὶ ἡ ἐπιληψία σπασμός ἐστιν ἁπάντων τῶν τοῦ σώματος μορίων, οὐ συνεχὴς ὡς ἐμπροσθότονός τε καὶ ὀπισθότονος καὶ τέτανος, ἀλλ' ἐκ διαστημάτων χρόνου γιγνόμενος· οὐ μόνον δὲ τούτῳ διενήνοχεν τῶν εἰρημένων σπασμῶν, ἀλλὰ καὶ τῇ βλάβῃ τῆς διανοίας καὶ τῶν αἰσθήσεων· ᾧ καὶ δῆλον ὡς ἄνω που κατ' αὐτὸν ἐγκέφαλον, ἡ τούτου τοῦ πάθους ἐστὶ γένεσις. ἐπειδὴ δὲ καὶ ταχὺ παύεται, κατὰ τὰς κοιλίας αὐτοῦ μᾶλλον εὔλογόν ἐστιν παχὺν χυμὸν ἐμφράττοντα τὰς διεξόδους τοῦ πνεύματος ἐργάζεσθαι τὸ πάθος, ἑαυτὴν κλονούσης τῆς ἀρχῆς τῶν νεύρων ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα· τάχα δὲ καὶ διαβρεχομένης τῆς ἐκφύσεως ἑκάστου νεύρου, παραπλησίως τοῖς ἀπὸ τοῦ νωτιαίου τὴν ἀρχὴν ἔχουσι σπασμοῖς, καὶ ὁ τῶν ἐπιλήπτων γίνεται. τὸ δ' ἐξαιφνίδιον αὐτοῦ τῆς γενέσεως καὶ τῆς λύσεως ἐνδείκνυται [174] μηδέποτε διὰ ξηρότητά τε καὶ κένωσιν, ἀεὶ δὲ διὰ πάχος χυμοῦ γίγνεσθαι τὸ πάθος· ἔμφραξις μὲν γὰρ τῶν πόρων ἐξαίφνης ὑπὸ παχέος ἢ γλίσχρου χυμοῦ γένοιτ' ἄν· εἰς ξηρότητα δὲ τοσαύτην ἐλθεῖν, ὡς βύρσῃ παραπλήσιόν τι παθεῖν, τὸν ἐγκέφαλον ἢ τὴν κατ' αὐτὸν μήνιγγα τὴν λεπτὴν, οὐχ οἷόν τε χωρὶς χρόνου πολλοῦ. πρόσεστι δὲ τούτῳ καὶ τὸ μήθ' ὁρᾷν μήτ' ἀκούειν μήθ' ὅλως ἐνεργεῖν αἰσθήσει τινὶ σὺν τῷ μηδὲ παρακολουθεῖν τὸν κάμνοντα τοῖς γινομένοις, ἀλλὰ τὸν λογισμὸν βεβλάφθαι μετὰ τῆς κατὰ τὴν μνήμην δυνάμεως. ἐκ τούτων οὖν ἁπάντων εὔλογόν ἐστι κατὰ τὸν ἐγκέφαλον γεγονέναι τὸ πάθος, ἐμποδίζοντος τοῦ χυμοῦ ταῖς διεξόδοις τοῦ ψυχικοῦ πνεύματος, ὃ κατὰ τὰς κοιλίας ἐστὶν αὐτοῦ, διὰ τί δ' ὀνομάζεται τοῦτο τὸ πνεῦμα ψυχικὸν, ἥτίς τε δύναμίς ἐστιν αὐτοῦ, κατὰ τὰ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήματα δέδεικται. τοῖς γὰρ ἐκ τῆς ἀνατομῆς φαινομένοις ἀκολουθοῦσιν ἡμῖν εὔλογον ἐφαίνετο, τὴν μὲν ψυχὴν αὐτὴν ἐν τῷ σώματι τοῦ ἐγκεφάλου κατῳκῆσθαι, καθ' ὃ καὶ τὸ λογίζεσθαι γίγνεται, καὶ ἡ τῶν αἰσθητικῶν [175] φαντασιῶν ἀπόκειται μνήμη· τὸ πρῶτον δ' αὐτῆς ὄργανον εἰς ἁπάσας τὰς αἰσθητικάς τε καὶ προαιρετικὰς ἐνεργείας εἶναι, τὸ κατὰ τὰς κοιλίας αὐτοῦ πνεῦμα, καὶ μᾶλλόν γε κατὰ τὴν ὄπισθεν· οὐ μὴν οὐδὲ περὶ τῆς μέσης κοιλίας ἀπογινώσκειν προσῆκεν ὡς οὐ κυριωτάτης· πολλὰ γὰρ εὔλογα καὶ πρὸς ταύτην ἡμᾶς ἄγει, καθάπερ γε τῶν ἐμπροσθίων δυοῖν ἀπάγει. εἴς γε μὴν τὴν τῆς θεραπείας εὕρεσιν οὐδὲν ὀνίνησιν ἡ περὶ τούτων ἀκριβὴς γνῶσις· ἱκανὸν γὰρ εἰς τὸ καλῶς θεραπεύειν ἐπίστασθαι τὸν μὲν πεπονθότα τόπον ἐγκέφαλον εἶναι, χυμὸν δὲ τὸν γλίσχρον, ἢ παχὺν ἐν ταῖς κοιλίαις ἀθροιζόμενον αὐτοῦ. καθάπερ δὲ χρήσιμα ταῦτα πρὸς τὰς ἰάσεις ἐστὶν, ὧν ἕνεκα καὶ τοὺς πεπονθότας τόπους καὶ τὰς ἐν αὐτοῖς διαθέσεις ζητοῦμεν, οὕτω καὶ τῶν παχέων χυμῶν αἱ διαφοραὶ πότερα φλεγματώδεις εἰσὶν, ἢ μελαγχολικαί· μεμνημένων αὖ πάλιν ἡμῶν ἐνταῦθα φλεγματικοὺς μὲν ὀνομάζεσθαι πάντας, ὅτ' ἂν ἁπλῶς οὕτως λέγωμεν, ἐφ' ὧν ἐπικρατεῖ κατὰ τὴν κρᾶσιν ὑγρότης καὶ ψύξις· μελαγχολικοὺς δὲ, ἐφ' ὧν ξηρότης τε καὶ ψύξις, ἐπεί τοι διαφοραὶ [176] μεγάλαι κατά τε τοὺς φλεγματικούς εἰσι καὶ τοὺς μελαγχολικοὺς ἑκατέρων ἴδιαι. τοῦ γοῦν φλέγματος τὸ μὲν ἐφ' ἡμέρᾳ πολλοῖς ἀναχρεμπτομένοις καὶ ἀνεμοῦσι καὶ ἀπομυττομένοις ἐκκρινόμενον ἀτμώδους πνεύματος ὑπάρχει μεστὸν, ὡς μηδὲ πρὸς αἴσθησιν ὁμοιομερὲς εἶναι· ἕτερον δέ τι φλέγμα φαίνεται μὲν ὁμοιομερὲς, ἴσως δ' οὐκ ἔστιν, ἐξ οὗ γένους ἐστὶν ὅ τ' ἐν τοῖς οὔροις ὑφιστάμενος ὠμὸς χυμὸς ὅ θ' ὑπὸ Πραξαγόρου κληθεὶς ὑαλώδης· ἀλλὰ καὶ τὸ μὴ λίαν ὑγρὸν μηδ' ὑδατῶδες σίαλον ἐκ τούτου τοῦ γένους εἶναι φαίνεται. καὶ μέντοι καὶ κατὰ τὴν γευστικὴν αἴσθησιν οὐ μίαν ἔχον οὐδ' αὐτὸ τὸ σίαλον ποιότητα φαίνεται, μήτιγε δὴ τὸ σύμπαν φλέγμα· καὶ γὰρ ἁλυκοῦ καὶ ὀξέος καὶ ἁλμυροῦ πολλάκις αἰσθανόμεθα σαφῶς τοῦ κατὰ τὸ στόμα σιάλου, καθάπερ καὶ ἀποίου τε καὶ οἷον ὑδατώδους τὴν γεῦσιν, ὅτ' ἂν ἀμεμπτότατα διάγωμεν. ὡσαύτως δὲ καὶ ὁ μελαγχολικὸς χυμὸς ἐν τῇ συστάσει σαφεῖς ἔχει τὰς διαφορὰς, ὁ μὲν οἷον τρὺξ αἵματος, ἐναργῶς φαινόμενος ἱκανῶς παχὺς, ὥσπερ ἡ τοῦ οἴνου τρύξ· ὁ δὲ πολλῷ μὲν τούτου λεπτότερος κατὰ τὴν [177] σύστασιν, ὀξὺς δὲ καὶ τοῖς ἐμέσασιν αὐτὸν φαινόμενος καὶ τοῖς ὀσμωμένοις· οὗτος καὶ ξύει τὴν γῆν, ἐξαίρων τε καὶ ζυμῶν καὶ πομφόλυγας ἐγείρων, οἷαι τοῖς ζέουσι ζωμοῖς ἐφίστανται· ὃν δ' ἔφην ἐοικέναι παχείᾳ τρυγὶ, τήν τε ζύμωσιν οὐκ ἐργάζεται κατὰ τῆς γῆς ἐκχυθεὶς, πλὴν εἰ μὴ πάνυ σφόδρα τύχοι τότε κατοπτηθεὶς ἐν διακαεῖ πυρετῷ, καὶ ἥκιστα μετέχει ποιότητος ὀξείας, ἡνίκα καὶ καλεῖν αὐτὸν εἴωθα μελαγχολικὸν χυμὸν ἢ μελαγχολικὸν αἷμα, μέλαιναν γὰρ χολὴν οὐδέπω δικαιῶ τὸν τοιοῦτον ὀνομάζειν. γεννᾶται δ' ὁ χυμὸς οὗτος ἐνίοις πολὺς, ἢ διὰ τὴν ἐξ ἀρχῆς κρᾶσιν, ἢ δι' ἔθος ἐδεσμάτων εἰς τοιοῦτον χυμὸν ἐν τῇ κατὰ τὰς φλέβας πέψει μεταβαλόντων. ὥσπερ δ' ὁ παχὺς χυμὸς τοῦ φλέγματος, οὕτω καὶ οὗτος παχὺς χυμὸς ὁ μελαγχολικὸς ἐπιληψίας ποτ' ἐργάζεται κατὰ τὰς ἐκροὰς τῶν ἐν ἐγκεφάλῳ κοιλιῶν ἰσχόμενος, ἤτοι τῆς μέσης, ἢ τῆς ὄπισθεν· ὅτ' ἂν δ' ἐν αὐτῷ πλεονάσῃ τῷ τοῦ ἐγκεφάλου σώματι, μελαγχολίαν ἐργάζεται, καθάπερ ὁ ἕτερος χυμὸς τῆς μελαίνης χολῆς, ὁ κατωπτημένης [178] τῆς ξανθῆς χολῆς γενόμενος, τὰς θηριώδεις παραφροσύνας ἀποτελεῖ χωρὶς πυρετοῦ τε καὶ σὺν πυρετῷ, πλεονάζων ἐν τῷ σώματι τοῦ ἐγκεφάλου. καὶ διὰ τοῦτο τῆς φρενίτιδος ἡ μέν τίς ἐστι μετριωτέρα, τὴν γένεσιν ἐκ τῆς ὠχρᾶς ἔχουσα χολῆς· ἡ δέ τις σφοδροτέρα, τῆς ξανθῆς ἔγγονος ὑπάρχουσα· καί τις ἄλλη θηριώδης τε καὶ μελαγχολικὴ παραφροσύνη γίνεται, κατοπτηθείσης τῆς ξανθῆς χολῆς. ὅσαι δ' ἐν ταῖς ἀκμαῖς τῶν πυρετῶν γίγνονται παραφροσύναι, κατὰ συμπάθειαν αὗται πάσχοντα τὸν ἐγκέφαλον, οὐ κατ' ἰδιοπάθεισαν ἔχουσιν· καὶ διὰ τοῦτο παραπαῖσαι μὲν καὶ παραφρονῆσαι καὶ παρακόψαι τούτους οὐ μόνον οἱ ἰατροὶ λέγουσιν, ἀλλὰ καὶ ἰδιῶται, φρενιτικοὺς δ' οὐκ ὀνομάζουσιν, οὐ γὰρ συναποκαθίστανται ταῖς ἀκμαῖς τῶν πυρετῶν αἱ φρενιτικαὶ παραφροσύναι. καθάπερ οὖν ὁ τῶν φρενιτικῶν πυρετὸς ἕν τι τῶν συμπτωμάτων τῆς ἐγκεφάλου διαθέσεώς ἐστιν, οὕτω τῶν διακαῶν πυρετῶν ἡ παραφροσύνη, πολλῶν ἀτμῶν θερμῶν ἀναφερομένων εἰς αὐτόν. παραπλησία δ' ἐστὶν τῇδε καὶ τῶν ὁμοίων τοῖς ὑποχεομένοις συμπτωμάτων γένεσις, ἐκ τῶν τῆς γαστρὸς ὁρμωμένη διαθέσεων· ἥ τε γὰρ κοιλία τῇ κεφαλῇ [179] καὶ ἡ κεφαλὴ τῇ κοιλίᾳ μεταδίδωσι τῶν παθημάτων, διὰ τὸ μέγεθος τῶν ἐξ ἐγκεφάλου καθηκόντων νεύρων εἰς τὸ στόμα τῆς γαστρὸς, ὑφ' ὧν καὶ τὸ περιττὸν τῆς αἰσθήσεως ὑπὲρ τἄλλα μέρη τοῦ σώματος ὑπάρχει τῷ μορίῳ τῷδε. καὶ διὰ τοῦτο τοῖς κατὰ τὴν κεφαλὴν κατάγμασιν, ὅσα πρὸς τὰς μήνιγγας ἐξικνεῖται, χολεμεσίαι παρακολουθοῦσι· καὶ τοῖς ὁπωσοῦν γενομένοις ἀλγήμασι τῆς κεφαλῆς ἀνατροπή τε τοῦ στομάχου καὶ δῆξις ἐνίοτε· τοῖς δὲ ὑποχονδριακοῖς καὶ φυσώδεσιν ὀνομαζομένοις πάθεσιν δυσθυμίαι μελαγχολικαὶ, καὶ γὰρ καὶ τοῦτο τοιοῦτόν ἐστιν, ὁποῖον ἡ τοῖς ὀξέσι πυρετοῖς ἐπιγινομένη παραφροσύνη, καί τισι διαθέσεσιν τοῦ στόματος τῆς κοιλίας ἡ τῶν τοῖς ὑποχεομένοις ὁμοίων συμπτωμάτων. οὕτω δὲ καὶ τοῖς νευρώδεσι μορίοις φλεγμήνασιν ἑτοιμότερον ἢ τοῖς ἄλλοις ἐπιγίγνονται παραφροσύναι, ποτὲ μὲν αὐτῆς μόνης τῆς θερμασίας κατὰ τὸ συνεχὲς ἐπὶ τὴν κεφαλὴν ἀνερχομένης, ποτὲ δὲ πνεύματος ἀτμώδους, ἢ καπνώδους, ἢ αἰθαλώδους.

   Ὥσπερ δ' ἐν τοῖς κατὰ συμπάθειαν οὐ σμικρὰ διαφορὰ γίνεται τοῖς πάθεσι τῆς κεφαλῆς, οὕτω καὶ [180] ἐν αὐτοῖς τοῖς κατὰ πρωτοπάθειαν. οἱ γοῦν κατ' αὐτὴν τὴν οὐσίαν τοῦ ἐγκεφάλου πλεονάσαντες παχεῖς χυμοὶ ποτὲ μὲν ὡς ὀργανικῷ μορίῳ λυμαίνονται, ποτὲ δὲ ὡς ὁμοιομερεῖ· κατὰ μὲν τὰς ἐμφράξεις τῶν πόρων ὡς ὀργανικῷ μορίῳ, κατὰ δὲ τὰς ἀλλοιώσεις τῆς κράσεως ὡς ὁμοιομερεῖ. καὶ διὰ τοῦτο καὶ ἥδε ἡ λέξις ἐπὶ τῇ τελευτῇ γέγραπται τοῦ ἕκτου τῶν ἐπιδημιῶν· οἱ μελαγχολικοὶ καὶ ἐπιληπτικοὶ εἰώθασι γίγνεσθαι ὡς ἐπὶ πολὺ καὶ οἱ ἐπιληπτικοὶ μελαγχολικοί· τούτων δ' ἑκάτερον μᾶλλον γίνεται, ἐφ' ὁπότερον ἂν ῥέψῃ τὸ ἀῤῥώστημα· ἢν μὲν εἰς τὸ σῶμα, ἐπίληπτοι· ἢν δὲ εἰς τὴν διάνοιαν, μελαγχολικοί. κατὰ ταύτην τὴν ῥῆσιν πρῶτον μὲν ὅτι μὴ διὰ παντὸς, ἀλλ' ὡς τὸ πολὺ μετάπτωσις εἰς ἄλληλα γίνεται τοῖς πάθεσιν ἐδήλωσεν· οὐ γὰρ ὑπὸ μελαγχολικοῦ χυμοῦ μόνον, ἀλλὰ καὶ φλεγματικοῦ τῆς ἐπιληψίας ἀποτελουμένης, ἡ μὲν ὑπὸ τοῦ μελαγχολικοῦ χυμοῦ γινομένη μεταπίπτει ποτὲ εἰς μελαγχολίαν, ἡ δ' ὑπὸ τοῦ φλεγματικοῦ πρὸς ἄλλο μέν τι μεθίσταται πάθος, ὑπὲρ οὗ μικρὸν ὕστερον ἐρῶ, μελαγχολίαν δὲ οὐκ ἐργάζεται. δεύτερον δ' ἐπὶ [181] τῷδε θεώρημά τι περιέχεται κατὰ τὸν εἰρημένον ὑφ' Ἱπποκράτους λόγον οὐ σμικρόν. ἐπεὶ γὰρ ἤτοι κρᾶσίς ἐστιν ἡ ψυχὴ τῶν δραστικῶν ποιοτήτων, ἢ ὑπὸ τῆς κράσεως αὐτῶν ἀλλοιοῦται, τὴν μὲν ὡς ὀργανικῷ μορίῳ τῷ ἐγκεφάλῳ λυμαινομένην χολὴν ἐπὶ τὸ σῶμα τετράφθαι φησὶ τοῦ ἐγκεφάλου, γίγνεται δὲ τοῦτο κατὰ τὰς ἐμφράξεις· τὴν δ' ὡς ὁμοιομερεῖ τὴν κρᾶσιν ἀδικοῦσαν ἐπὶ τὴν διάνοιαν. ἀλλ' ἐκεῖνό γε διορίσασθαι πρότερον ἀναγκαῖον εἶναί μοι δοκεῖ τὸ παραλελειμμένον τοῖς ἰατροῖς· ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις μέρεσι τοῦ σώματος ἐνίοτε μὲν ἅπασιν ἡ αὐτὴ φαίνεται κρᾶσις, ὡς ἐν ἰκτέροις τε καὶ κατὰ τὸν καλούμενον ἐλέφαντα καὶ τοὺς ὑδέρους, ἔτι τε καχεξίας, καὶ πρὸς ταύταις ἐν ἡπατικαῖς τε καὶ σπληνικαῖς ἀχροίαις, ἐνίοτε δ' ἕν τι μόριον ἤτοι πικρόχολον ἢ φλεγματικὸν ἢ μελαγχολικὸν ὑποδεξάμενον χυμὸν αὐτὸ μόνον ἐξαλλάττεται τὴν κρᾶσιν, οὕτως ἐγχωρεῖ καὶ τὸν ἐγκέφαλον ἐνίοτε μὲν, ἅπαντος τοῦ κατὰ τὰς φλέβας αἵματος μελαγχολικοῦ γενομένου, τῷ κοινῷ λόγῳ τῆς βλάβης καὶ αὐτὸν βλαβῆναι· καθ' ἕτερον δὲ τρόπον ἀπαθοῦς διαμένοντος [182] τοῦ καθ' ὅλον τὸν ἄνθρωπον αἵματος, ἀλλοιωθῆναι τὸ κατὰ μόνον τὸν ἐγκέφαλον, καὶ συμβῆναι τοῦτο διττῶς, ἢ ῥυέντος εἰς αὐτὸν ἑτέρωθεν, ἢ γεννηθέντος ἐν τῷ τόπῳ τοῦ μελαγχολικοῦ χυμοῦ· γεννᾶται δ' ὑπὸ θερμασίας πολλῆς ἐγχωρίου, κατοπτώσης ἤτοι τὴν ξανθὴν χολὴν, ἢ τὸ παχύτερόν τε καὶ μελάντερον αἷμα. διαφέρει δ' εἰς τὴν θεραπείαν οὐ σμικρὸν ὁ διορισμὸς οὗτος· ὅτ' ἂν μὲν γὰρ ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχῃ τὸ αἷμα, τὴν ἀρχὴν τῆς θεραπείας ἀπὸ φλεβοτομίας προσῆκεν ποιεῖσθαι· ὅτ' ἂν δὲ τὸ κατὰ μόνον τὸν ἐγκέφαλον, οὐ χρῄζει φλεβοτομίας ὁ κάμνων, ὅσον γε ἐπὶ τῇ διαθέσει ταύτῃ, κατ' ἄλλο γάρ τι δυνατόν ἐστι χρῄζειν αὐτόν. ἡ δ' οὖν διάγνωσις ἀπὸ τῶνδέ σοι γιγνέσθω, πότερον ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχει χυμὸν, ἢ κατὰ μόνον τὸν ἐγκέφαλον ἤθροισταί τις τοιοῦτος, καὶ ἀξιῶ σε πρῶτον μὲν ἐπισκέψασθαι τὴν τοῦ σώματος ἕξιν ὁποία τίς ἐστιν, μεμνημένον, ὡς οἱ μὲν ἁπαλοὶ καὶ λευκοὶ καὶ πίονες ἥκιστα μελαγχολικὸν ἴσχουσι χυμὸν, οἱ δ' ἰσχνοὶ καὶ μελάντεροι καὶ δασεῖς καὶ φλέβας εὐρείας ἔχοντες, ἐπιτηδειότατοι πρὸς ταὐτοῦ [183] τοιούτου χυμοῦ γένεσιν ὑπάρχουσιν, ἔσθ' ὅτε δὲ καὶ οἱ ἐξέρυθροι τὴν χρόαν ἄνθρωποι μεταπίπτουσιν ἀθρόως ἐπὶ τὴν μελαγχολικὴν κρᾶσιν· ἐφεξῆς δ' αὐτῶν οἱ ξανθοὶ, καὶ μάλισθ' ὅταν ἐν ἀγρυπνίαις καὶ πόνοις πλείοσι καὶ φροντίσι καὶ λεπτῇ διαίτῃ προδεδιῃτημένοι τύχωσιν. ὁμογενῆ δὲ τούτοις ἐστὶ καὶ τὰ τοιαῦτα γνωρίσματα· πότερον ἐπέσχηταί τις αἱμοῤῥοῒς, ἢ καί τις ἄλλη συνήθης αἵματος κένωσις, ἢ καταμήνια ταῖς γυναιξί· καὶ τούτων ἐφεξῆς ὁποίαις ἐχρήσατο τροφαῖς, ἆρά γε ταῖς μελαγχολικὸν αἷμα γεννώσαις, ἢ ταῖς ἐναντίαις· λέγω δὲ μελαγχολικὸν μὲν αἷμα γεννᾷν αἰγείων καὶ βοείων ἐδωδὴν κρεῶν, καὶ μᾶλλον ἔτι τῶν τραγείων τε καὶ ταυρείων, ἔτι δὲ μᾶλλον ὀνείων τε καὶ καμηλείων, ἐσθίουσι γὰρ ἔνιοι καὶ τούτων, ὥσπέρ γε καὶ ἀλωπέκων τε καὶ κυνῶν. οὐχ ἥκιστα δὲ καὶ ἡ τῶν λαγωῶν ἐδωδὴ τοιοῦτον αἷμα γεννᾷ, καὶ πολὺ μᾶλλον ἡ τῶν ἀγρίων συῶν· καὶ οἱ κοχλίαι δὲ μελαγχολικὸν αἷμα γεννῶσιν, εἴτις ἐν αὐτοῖς πλεονάσειεν, καὶ πάντα τὰ ταριχευθέντα κρέα τῶν ἐπιγείων ζώων· ἐνύδρων δὲ τά τε τῶν θύννων καὶ φαλαίνης καὶ φώκης καὶ δελφῖνος καὶ κυνὸς [184] καὶ τῶν κητωδῶν ἁπάντων· τῶν δὲ λαχάνων σχεδὸν ἡ κράμβη μόνη τοιοῦτον αἷμα γεννᾷν πέφυκεν, ὥσπέρ γε καὶ τῶν δένδρων οἱ βλαστοὶ δι' ἅλμης καὶ ὀξάλμης συντιθέμενοι, σχίνου λέγω καὶ τερμίνθου καὶ βάτου καὶ κυνοσβάτου· καὶ μέν τοι καὶ τῶν ὀσπρίων ἥ τε φακὴ μελαγχολικώτατόν ἐστιν ἔδεσμα καὶ μετὰ ταύτην οἱ πιτυρῖται καλούμενοι τῶν ἄρτων, οἵ τε ἐκ τῆς τίφης καὶ τῶν μοχθηρῶν σπερμάτων, οἷς ἀντὶ πυρῶν ἔνια τῶν ἐθνῶν χρῆται, διώρισται δὲ περὶ αὐτῶν ἐν τῷ πρώτῳ τῶν περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. ἀλλὰ καὶ τῶν οἴνων οἵ τε παχεῖς καὶ μέλανες ἐπιτηδειότατοι γεννῆσαι τὸν μελαγχολικὸν χυμὸν, ἄν τις ἐν αὐτοῖς πλεονάζων ὑπὸ περιστάσεώς τινος ἐν θερμασίᾳ πλείονι τὸ σῶμα σχῇ· καὶ οἱ παλαιοὶ δὲ τυροὶ ῥᾷστοι γεννῆσαι τὸν τοιοῦτον χυμὸν, ὅτ' ἂν ἐν τῷ σώματι τύχωσιν ὑπερθερμανθέντες. εἰ μὲν οὖν ἐν τοιαύτῃ διαίτῃ πρὸ τοῦ νοσεῖν ὁ ἄνθρωπος εἴη γεγενημένος, ἔξεστι κἀκ ταύτης στοχάσασθαί τι πλέον· εἰ δ' ἐν εὐχύμοις ἐδέσμασιν, ἐπισκέπτεσθαι περί τε τῶν γυμνασίων αὐτοῦ καὶ [185] λύπης καὶ ἀγρυπνίας καὶ φροντίδος· ἔνιοι δὲ καὶ κατ' αὐτὰ τὰ πυρετώδη νοσήματα, καθότι προείρηται, τὸν μελαγχολικὸν ἴσχουσι γενόμενον χυμόν. εἰς δὲ τὴν βεβαιοτέραν διάγνωσιν οὐ σμικρὰ συντελεῖ καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ γεγενημένη τε καὶ οὖσα κατάστασις, ἔτι τε τὸ χωρίον, ἥ τε τοῦ κάμνοντος ἡλικία. ταῦτα πάντα προδιασκεψάμενος, ὅτ' ἂν ἐλπίσῃς ἐν ταῖς καθ' ὅλον τὸ σῶμα φλεψὶ μελαγχολικὸν αἷμα περιέχεσθαι, τὴν βεβαιοτάτην ἐπάγαγε διάγνωσιν ἐκ τοῦ τέμνειν τὴν κατ' ἀγκῶνα φλέβα· βέλτιον δὲ τὴν μέσην τέμνειν, ἐπειδὴ κοινὴ πρὸς ἀμφοτέρας ἐστὶ, τήν τε ὠμιαίαν ὀνομαζομένην καὶ τὴν διὰ τῆς μασχάλης ἐπὶ τὴν χεῖρα φερομένην· εἶτα εἰ μὲν μὴ φαίνοιτο μελαγχολικὸν εἶναι τὸ ῥέον, ἐπίσχες εὐθέως· εἰ δὲ τοιοῦτον φαίνεται, κένωσον ὅσον ἂν ὑπολάβῃς αὔταρκες ἔσεσθαι τῇ τοῦ πάσχοντος ἕξει σώματος. ἔστι δὲ καὶ τρίτη τις διαφορὰ μελαγχολίας, ὥσπερ ὅτ' ἂν ἐπιληψία τὴν ἀρχὴν ἀπὸ τῆς κοιλίας ἴσχει· καλοῦσι δὲ ἔνιοι τῶν ἰατρῶν ὑποχονδριακόν τε καὶ φυσῶδες νόσημα τὴν αὐτὴν διάθεσιν. ἀρκέσει δέ μοι παραθέσθαι τὰ ὑπὸ Διοκλέους γεγραμμένα συνεδρεύειν αὐτῷ συμπτώματα, κατὰ τὸ βιβλίον ὃ ἐπιγράφεται, [186] πάθος, αἰτία, θεραπεία· κατὰ τοῦτο γὰρ ὁ Διοκλῆς ἔγραψεν αὐτοῖς ὀνόμασιν οὕτως· ἄλλο δὲ γίγνεται μὲν περὶ τὴν κοιλίαν, ἀνόμοιον δ' ἐστὶ τοῖς προειρημένοις, καλοῦσι δ' αὐτὸ οἱ μὲν μελαγχολικὸν, οἱ δὲ φυσῶδες. ἕπονται δὲ τούτῳ μετὰ τὰς ἐδωδὰς, καὶ μάλιστα τῶν δυσπέπτων τε καὶ καυστικῶν, πτύσεις ὑγραὶ καὶ πολλαὶ, ὀξυρεγμίαι, πνεύματα, καῦμα πρὸς ὑποχονδρίοις, ἐγκλύδαξις οὐκ εὐθὺς, ἀλλ' ἐπισχοῦσιν· ἐνίοτε δὲ καὶ πόνοι κοιλίας ἰσχυροὶ, διήκοντες ἐνίοις εἰς τὸ μετάφρενον· πραΰνονται δὲ πεφθέντων τῶν σιτίων, πάλιν τε μετὰ τὸ φαγεῖν τὰ αὐτὰ συμβαίνει, πολλάκις δὲ καὶ νήστεσιν καὶ μετὰ τὸ δεῖπνον ἐνοχλεῖ, καὶ ἐμοῦντες ὠμὰ τὰ σιτία ἐμοῦσι, καὶ φλέγματα ὑπόπικρα καὶ θερμὰ καὶ ὀξέα, ὥστε καὶ τοὺς ὀδόντας αἱμωδιᾷν. καὶ τὰ πολλὰ γίνεται τούτων εὐθὺς ἐκ νέων, μηκύνει δὲ ὅπως ἂν γένηται πᾶσι. ταῦτα προειπὼν ὁ Διοκλῆς ἐφεξῆς αὐτοῖς προσέθηκε τὴν αἰτίαν ὧδέ πως γράψας· τοὺς δὲ φυσώδεας καλουμένους ὑπολαμβάνειν δεῖ πλεῖον ἔχειν τὸ θερμὸν τοῦ προσήκοντος ἐν ταῖς φλεψὶ ταῖς ἐκ τῆς γαστρὸς τὴν τροφὴν δεχομέναις, καὶ τὸ [187] αἷμα πεπαχύνθαι τούτων. δηλοῖ γὰρ ὅτι μέν ἐστιν ἔμφραξις περὶ ταύτας τὰς φλέβας, τὸ μὴ καταδέχεσθαι τὸ σῶμα τὴν τροφὴν, ἀλλ' ἐν τῇ γαστρὶ διαμένειν ἀκατέργαστον, πρότερον τῶν πόρων τούτων ἀναλαμβανόντων, τὰ δὲ πολλὰ ἀποκρινάντων εἰς τὴν κάτω κοιλίαν· καὶ τὸ τῇ δευτεραίᾳ ἐμεῖν αὐτοὺς, οὐχ ὑπαγόντων εἰς τὸ σῶμα τῶν σιτίων. ὅτι δὲ τὸ θερμὸν πλεῖόν ἐστι τοῦ κατὰ φύσιν, μάλιστ' ἄν τις κατανοήσειεν ἔκ τε τῶν καυμάτων τῶν γινομένων αὐτοῖς καὶ τῆς προσφορᾶς· φαίνονται γὰρ ὑπὸ τῶν ψυχρῶν ὠφελούμενοι σιτίων, τὰ δὲ τοιαῦτα τὸ θερμὸν καταψύχειν καὶ μαραίνειν εἴωθεν. ἐφεξῆς δὲ τούτων καὶ τἄλλα προσέγραψεν ὁ Διοκλῆς ἐν τῇδε τῇ λέξει· λέγουσι δέ τινες ἐπὶ τῶν τοιούτων παθῶν τὸ στόμα τῆς γαστρὸς τὸ συνεχὲς τῷ ἐντέρῳ φλεγμαίνειν, διὰ δὲ τὴν φλεγμονὴν ἐμπεφράχθαι καὶ κωλύειν καταβαίνειν τὰ σιτία εἰς τὸ ἔντερον τοῖς τεταγμένοις χρόνοις· τούτου δὲ γινομένου, πλείονι χρόνῳ τοῦ δέοντος ἐν τῇ γαστρὶ μένοντα, τούς τε ὄγκους παρασκευάζει καὶ τὰ καύματα καὶ τἄλλα τὰ προειρημένα. ταῦτα μὲν οὖν ὁ Διοκλῆς ἔγραψε, [188] παραλιπὼν ἐν τῷ καταλόγῳ τῶν συμπτωμάτων τὰ κυριώτατα τῆς ὅλης συνδρομῆς, ὅσα τήν τε μελαγχολίαν χαρακτηρίζει καὶ τὸ φυσῶδες καὶ ὑποχονδριακὸν πάθος· καί μοι δοκεῖ, διότι ταῦτα ἐκ τῆς προσηγορίας τοῦ νοσήματος ἐνδεικτικῶς ἐδηλοῦτο, παραλελοιπέναι, μεμαθηκότων γ' ἡμῶν ὑφ' Ἱπποκράτους, ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχοντα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτο. διὰ τί δὲ ἐν τῇ τῆς αἰτίας ἀποδόσει τῶν μὲν ἄλλων συμπτωμάτων ἔγραψε τὰς αἰτίας, αὐτοῦ δὲ τοῦ βλάπτεσθαι τὴν διάνοιαν οὐκ ἔγραψεν, ζητῆσαι ἄξιον. εἴτε γὰρ τὸ θερμὸν ἐν ταῖς κατὰ τὴν γαστέρα φλεψὶ πλέον ἐπ' αὐτῶν ἐστιν, εἴτε φλεγμονὴ τῶν κατὰ πυλωρὸν μερῶν, διὰ τί τούτοις ἀκολουθεῖ τὰ μελαγχολικὰ συμπτώματα, παραλέλειπται, τὸ μὲν γὰρ ἐμπιπλᾶσθαι τὴν γαστέρα φυσώδους πνεύματος, εἶτα ταῖς ἐρυγαῖς αὐτοῦ κουφίζεσθαι, καὶ προσέτι τοῖς εἰρημένοις ὑπὸ τοῦ Διοκλέους ἐμέτοις, εὔδηλόν ἐστι, κᾂν ἐκεῖνος μὴ λέγῃ· τὰ δὲ τῆς μελαγχολίας ἴδια, χαλεπὸν ἦν αὐτῷ συγγράψαι τῇ κατὰ τὴν γαστέρα λελεγμένῃ διαθέσει. προσθῶμεν οὖν ἡμεῖς τοῦτο, τὴν διάθεσιν [189] τῆς γαστρὸς ὁποία τις ἐν τοῖς τοιούτοις γίνεται πάθεσιν ἑρμηνεύσαντες σαφῶς. ἔοικε μὲν γὰρ εἶναί τις ἐν αὐτῇ φλεγμονὴ, τὸ δ' ἐν τῷ φλεγμαίνοντι μορίῳ περιεχόμενον αἷμα παχύτερόν τε καὶ μελαγχολικώτερον ὑπάρχειν. ὥσπερ οὖν ἐπὶ τοὺς ὀφθαλμοὺς ἀναφερομένης ἐκ τῆς γαστρὸς αἰθαλώδους τινὸς ἢ καπνώδους ἀναθυμιάσεως, ἢ ὅλως ἀτμῶν τινων παχέων, ὅμοια τοῖς ὑποχεομένων γίγνεται συμπτώματα, κατὰ τὸν αὐτὸν λόγον καὶ νῦν ἐπὶ τὸν ἐγκέφαλον ἀναφερομένης τῆς μελαγχολικῆς ἀναθυμιάσεως, οἷον αἰθαλώδους τινὸς, ἢ καπνώδους ἀναθυμιάσεως, τὰ μελαγχολικὰ γενήσεται περὶ τὴν διάνοιαν συμπτώματα. καὶ μὴν καὶ συνεχέστατα θεώμεθα τὴν κεφαλὴν ὀδυνωμένην ἐπὶ τῇ ξανθῇ χολῇ κατὰ τὴν γαστέρα περιεχομένῃ, καθάπερ γε καὶ παραχρῆμα γινομένην ἀνώδυνον, ἐμεθείσης τῆς χολῆς· καὶ τά γε τοιαῦτα τῶν ἀλγημάτων δακνώδη τέ ἐστιν καὶ διαβρωτικὰ, καθάπερ ἄλλα μέν τινα μετὰ βάρους, ἄλλα δὲ μετὰ τάσεως ἢ καταφορᾶς ὁρᾶται γινόμενα. συμπεφώνηται δὲ τοῖς ἀρίστοις ἰατροῖς, οὐ ταῦτα μόνον ἀπὸ τῆς γαστρὸς τῇ κεφαλῇ συμπίπτειν, ἀλλὰ καὶ τὴν ἐπιληψίαν. ἀεὶ μὲν οὖν [190] οἱ φόβοι συνεδρεύουσι τοῖς μελαγχολικοῖς, οὐκ ἀεὶ δὲ ταὐτὸν εἶδος τῶν παρὰ φύσιν αὐτοῖς γίγνεται φαντασιῶν, εἴγε ὁ μέν τις ὀστρακοῦς ᾤετο γεγονέναι, καὶ διὰ τοῦτ' ἐξίστατο τοῖς ἀπαντῶσιν, ὅπως μὴ συντριβείη· θεώμενος δέ τις ἄλλος ἀλεκτρυόνας ᾄδοντας, ὥσπερ ἐκεῖνοι τὰς πτέρυγας προσέκρουον πρὸ ᾠδῆς, οὕτω καὶ αὐτὸς τοὺς βραχίονας προσκρούων ταῖς πλευραῖς ἐμιμεῖτο τὴν φωνὴν τῶν ζώων. φόβος δ' ἦν ἄλλῳ, μή πως ὁ βαστάζων τὸν κόσμον Ἄτλας ἀποσείσηται κεκμηκὼς αὐτὸν, οὕτως τε καὶ αὐτὸς συντριβείη καὶ ἡμᾶς αὐτῷ συναπολέσειεν· ἄλλα τε μυρία τοιαῦτα φαντασιοῦνται. διαφέρονται δὲ ἀλλήλων οἱ μελαγχολικοὶ, τὸ μὲν φοβεῖσθαι καὶ δυσθυμεῖν καὶ μέμφεσθαι τῇ ζωῇ καὶ μισεῖν τοὺς ἀνθρώπους ἅπαντες ἔχοντες, ἀποθανεῖν δ' ἐπιθυμοῦντες οὐ πάντες, ἀλλ' ἔστιν ἐνίοις αὐτῶν αὐτὸ δὴ τοῦτο κεφάλαιον τῆς μελαγχολίας, τὸ περὶ τοῦ θανάτου δέος· ἔνιοι δὲ ἀλλόκοτοί σοι δόξουσιν, ἅμα τε καὶ δεδιέναι τὸν θάνατον καὶ θανατᾷν. ὥστε ὀρθῶς ἔοικεν ὁ Ἱπποκράτης εἰς δύο ταῦτα ἀναγαγεῖν τὰ συμπτώματα αὐτῶν πάντα, φόβον καὶ δυσθυμίαν· ἐπί γέ τοι τῇ τοιαύτῃ δυσθυμίᾳ [191] μισοῦσιν πάντας, οὓς ἂν βλέπωσιν, καὶ σκυθρωποὶ διὰ παντός εἰσι, δειμαίνοντες, ὥσπερ ἐν σκότῳ βαθεῖ τά τε παιδία φοβεῖται καὶ τῶν τελείων οἱ ἀπαίδευτοι. καθάπερ γὰρ καὶ τὸ ἔξωθεν σκότος εἰς φόβον ἄγει σχεδὸν ἅπαντας ἀνθρώπους, πλὴν τῶν ἤτοι πάνυ φύσει τολμηρῶν, ἢ πεπαιδευμένων, οὕτως καὶ τῆς μελαίνης χολῆς τὸ χρῶμα παραπλησίως σκότῳ τὸν φρονοῦντα τόπον ἐπισκιάζον ἐργάζεται τοὺς φόβους. ὅτι γὰρ οἵ τε χυμοὶ καὶ ὅλως ἡ τοῦ σώματος κρᾶσις ἀλλοιοῖ τὰς ἐνεργείας τῆς ψυχῆς, ὡμολόγηται τοῖς ἀρίστοις ἰατροῖς τε καὶ φιλοσόφοις, ἐμοί τε δι' ἑνὸς ὑπομνήματος ἀποδέδεικται, καθ' ὃ ταῖς τοῦ σώματος κράσεσιν ἀκολουθούσας ἀπέδειξα τὰς τῆς ψυχῆς δυνάμεις· ὅθεν οὐδὲ γράψαι τι περὶ μελαγχολίας ἐτόλμησαν οἱ τὴν τῶν χυμῶν δύναμιν ἀγνοήσαντες, ἐξ ὧν εἰσι καὶ οἱ περὶ τὸν Ἐρασίστρατον. ἄξιον δέ ἐστι κᾀν τούτῳ θαυμάσαι τὰς κοινὰς ἐννοίας τῶν ἀνθρώπων, ὥσπερ καὶ τἄλλα πολλὰ δόγματα, περὶ ὧν ἠγνόησαν οὐκ ὀλίγοι φιλοσόφων τε καὶ ἰατρῶν· ἅπαντες γοῦν ὀνομάζουσιν τὸ πάθος τοῦτο μελαγχολίαν, ἐνδεικνύμενοι διὰ [192] τῆς προσηγορίας τὸν αἴτιον αὐτοῦ χυμόν. ἐὰν μὲν οὖν ἄρξηταί γε πρῶτα τὰ κατὰ τὴν γαστέρα συμπτώματα, καὶ μείζοσιν αὐτοῖς γινομένοις ἀκολουθήσῃ τὰ μελαγχολικὰ πάθη, κουφίζηταί τε ταῖς διαχωρήσεσιν καὶ τοῖς ἐμέτοις καὶ ταῖς κάτω φύσαις καὶ ταῖς ἐρυγαῖς ὁ ἄνθρωπος, ὑποχονδριακὸν μὲν ὀνομάσομεν οὕτως γε καὶ φυσῶδες τὸ νόσημα, συμπτώματα δὲ εἶναι φήσομεν αὐτοῦ, τήν τε δυσθυμίαν καὶ τὸν φόβον· ὅταν δὲ τὰ μὲν τῆς μελαγχολίας ἴδια συμπτώματα φαίνηται μεγάλα, κατὰ δὲ τὴν κοιλίαν ἤτοι μηδὲν, ἢ σμικρὰ, τὸν ἐγκέφαλον ἡγητέον ἐπὶ τούτων πρωτοπαθεῖν, ἠθροισμένης ἐν αὐτῷ μελαίνης χολῆς. ἐξ ὧν δὲ χρὴ διορίζεσθαι, πότερον ἐν αὐτῷ μόνῳ τῷ ἐγκεφάλῳ περιέχεται τοιοῦτός τις χυμὸς, ἢ καθ' ὅλον ἐστὶ τὸ σῶμα, λέλεκται μικρὸν ἔμπροσθεν· ἀναμιμνήσκω δὲ τοὺς ἰδόντας ἑταίρους διά τε λουτρῶν πολλῶν καὶ διαίτης εὐχύμου τε καὶ ὑγρᾶς τὴν τοιαύτην μελαγχολίαν ἐκθεραπεύοντά με χωρὶς ἑτέρου βοηθήματος, ὅταν γε μήπω διά τε χρόνου μῆκος δυσεκκένωτος ᾖ ὁ λυπῶν χυμός· ὡς ὅταν γε ἤδη κεχρονικὸς ὑπάρχῃ τὸ νόσημα, μειζόνων ἑτέρων ἐπὶ [193] τοῖς εἰρημένοις δεῖται βοηθημάτων. ἐπιγίνεται δὲ ἡ τοιαύτη μελαγχολία προηγησαμέναις θερμαῖς διαθέσεσι τῆς κεφαλῆς, ἤτοι γε ἐξ ἐγκαύσεως, ἢ φλεγμονώδους ἐν αὐτῇ γενομένου πάθους, ἢ καὶ φρενίτιδος· ἐπιγίγνεται δὲ καὶ φροντίσι καὶ λύπαις μετ' ἀγρυπνιῶν. περὶ μὲν οὖν μελαγχολίας ἱκανὰ καὶ ταῦτα.

   Περὶ δὲ τῶν ἐπιληπτικῶν παθῶν, ἐπειδὴ καὶ ταῦτα γίνεται ποτὲ μὲν αὐτῆς τῆς κεφαλῆς πασχούσης, ποτὲ δὲ ἄλλοις συμπασχούσης, διοριστέον ἐπιμελῶς· ἠμέληται γὰρ ἅπασι σχεδὸν τοῖς ἰατροῖς, ὥσπερ ὁ τῶν τριῶν μελαγχολιῶν διορισμὸς, οὕτως καὶ ὁ τῶν ἐπιληψιῶν, τρεῖς ἐχουσῶν διαφοράς. ἁπασῶν μὲν οὖν αὐτῶν κοινόν ἐστι παθεῖν τὸν ἐγκέφαλον, ἤτοι ἐν αὐτῷ τοῦ πάθους συστάντος, ὡς τοῖς πλείστοις γίγνεται τῶν ἐπιλήπτων, ἢ ἀπὸ τοῦ τῆς γαστρὸς στόματος, ὃ δὴ καὶ στόμαχον εἰώθασι καλεῖν οἱ ἰατροὶ, κατὰ συμπάθειαν ἀνιόντος ἐπὶ τὸν ἐγκέφαλον, ἀνάλογον τοῖς γινομένοις συμπτώμασιν περὶ τοὺς ὀφθαλμοὺς ἀπὸ τοῦ στομάχου παραπλησίως τοῖς ὑποχεομένοις· ἐν δὲ τῷ [194] σπανίῳ γίγνεταί τι καὶ ἕτερον ἐπιληψίας εἴτε εἶδος, εἴτε γένος, εἴτε διαφορὰν ἐθέλεις ὀνομάζειν, ἀπὸ μορίου τινὸς οὗ ἔτυχεν ἀρχομένου τοῦ πάθους, εἶτ' αἰσθητῶς αὐτῷ τῷ κάμνοντι τὴν ἄνοδον ἐπὶ τὴν κεφαλὴν ποιουμένου. καὶ τοῦτ' ἐθεασάμην ἐπὶ πρώτου μὲν παιδὸς ὡς ἐτῶν τρισκαίδεκα, μειράκιον ὢν αὐτὸς, ἅμα τοῖς ἀρίστοις ἰατροῖς τοῖς παρ' ἡμῖν συνελθοῦσιν ἐπὶ τὴν τῆς θεραπείας αὐτοῦ σκέψιν. ἤκουον οὖν τοῦ παιδὸς διηγουμένου τὴν ἀρχὴν τῆς διαθέσεως αὑτῷ κατὰ τὴν κνήμην γίνεσθαι, κᾄπειτ' ἐντεῦθεν ἀνιέναι κατ' εὐθὺ διά τε τοῦ μηροῦ καὶ τῆς ὑπερκειμένης λαγόνος τε καὶ πλευρᾶς, ἐπὶ τὸν τράχηλον ἄχρι τῆς κεφαλῆς, ἐπειδὰν δὲ πρῶτον ἐκείνης ψαύσῃ, μηκέτι παρακολουθεῖν ἑαυτῷ. τὴν μέντοι ποιότητα τοῦ φερομένου πρὸς τὴν κεφαλὴν ἐρωτώμενος ὑπὸ τῶν ἰατρῶν ὁποία τις εἴη, λέγειν οὐκ εἶχεν ὁ παῖς· ἀλλ' ἕτερός γέ τις ἐκείνου νεανίσκος, οὐκ ἄφρων, ἀλλ' ἱκανῶς αἰσθάνεσθαι τοῦ γιγνομένου δυνάμενος, ἑρμηνεῦσαί θ' ἑτέρου δυνατώτερος, οἷον αὔραν τινὰ ψυχρὰν ἔφασκεν εἶναι τὴν ἀνερχομένην. ἐδόκει δὴ τῷ διδασκάλῳ Πέλοπι δυοῖν θάτερον, ἤτοι ποιότης ἀναδίδοσθαι ἀλλοιουμένων τῶν μορίων [195] κατὰ τὸ συνεχὲς, ἢ πνευματική τις οὐσία. θαυμαστὸν δὲ οὐδὲν ἔφασκεν, δύναμιν ἰσχυρὰν ἴσχειν τὸν ἐν τῷ πάσχοντι μορίῳ γεννηθέντα παρὰ φύσιν χυμὸν, ὁποῖοι τοῖς πονηροῖς θηρίοις εἰσὶν οἱ ἰοί. τίς γὰρ οὐκ ἂν ἠπίστησεν, εἰ μὴ πολλάκις ἑωρῶμεν αὐτὸ γιγνόμενον, ἐπί τε τῶν σκορπίων ἐγχριμψάντων τῷ κέντρῳ, καὶ φαλαγγίων μικροτάτων δακνόντων, μεγάλην καὶ ἐξαίσιόν τινα μεταβολὴν ἴσχειν ὅλον τὸ σῶμα, καίτοι βραχυτάτης οὐσίας εἰς αὐτὸ καταβαλλομένης ὑπὸ τῶν θηρίων; ἐπὶ μὲν οὖν τοῦ δάκνοντος φαλαγγίου, κᾂν εἰ μικρὸν εἴη τὸ ζῶον, ὅμως δ' οὖν ἐπινοεῖν ἡμᾶς ἰόν τινα διὰ τοῦ στόματος αὐτοῦ καθιέναι τῷ δηχθέντι σώματι. τὸ δὲ τῆς θαλαττίας τρυγόνος κέντρον, ὥσπερ καὶ τὸ τοῦ χερσαίου σκορπίου, φαίνεται σαφῶς εἰς ὀξύτατον πέρας τελευτῶν, ὃ μηδὲν ἔχει κατὰ τὸ πέρας τρῆμα, δι' οὗ προΐησι τὸν ἰόν· ἀλλ' ὅμως ἀναγκαῖον ἐννοεῖν ἡμᾶς εἶναί τινα οὐσίαν ἤτοι πνευματικὴν, ἢ ὑγρὰν, ἥ τις ὄγκῳ μέν ἐστιν ἐλαχίστη, μεγίστη δὲ τῇ δυνάμει. πεπληγὼς γοῦν τις ἔναγχος ὑπὸ σκορπίου χαλάζαις ἔφη δοκεῖν βάλλεσθαι, καὶ ἦν ὅλος ψυχρὸς, [196] ἵδρου τε ψυχρὸν, ἐσώθη τε μόγις βοηθούμενος. οὔκουν ἀδύνατον ἔφασκεν ὁ Πέλοψ εἶναι καὶ κατὰ τὸ σῶμα τοιαύτην τινὰ οὐσίαν γεννηθῆναι χωρὶς τῆς ἔξωθεν αἰτίας, καὶ ταύτην ὅταν ἐν νευρώδει μορίῳ τὴν σύστασιν σχῇ, κατὰ τὸ συνεχὲς εἰς τὴν ἀρχὴν τῶν νεύρων ἀναπέμπειν τὴν δύναμιν, ἤτοι κατ' ἀλλοίωσιν, ὡς ἔφην, ἢ καί τινος οὐσίας πνευματικῆς ἀναφερομένης. ὥσπερ αὔρας. καὶ γάρ τοι καὶ φαίνονται πολλάκις ἐναργῶς, ὅταν ὁ σκορπίος ἐναπερείσηται τὸ κέντρον εἰς νεῦρον, ἢ ἀρτηρίαν, ἢ φλέβα, σφοδροτάτοις συμπτώμασιν οἱ πληγέντες οὕτως ἁλισκόμενοι. τὸ μὲν οὖν τοῦ σκορπίου κέντρον ἐγχωρεῖ καὶ μέχρι βάθους τοῦ σώματος ἐξικνεῖσθαι, διεξελθὸν ὅλον τὸ δέρμα, τὸ δὲ τῶν μικρῶν φαλαγγίων δῆγμα περὶ τὴν ἐπιφάνειαν μόνην γίνεται τοῦ δέρματος· ὥστε δῆλον ἐκ τοῦδε, καὶ διὰ τοῦ δέρματος ἐνίοτε μόνου τὴν δύναμιν τοῦ ἰοῦ φέρεσθαι πρὸς ὅλον τὸ σῶμα. συνεχές τε γὰρ αὐτῷ τὸ δέρμα πᾶν ὑπάρχει καὶ νευρῶδες· οὔκουν οὐδαμῶς ἀδύνατον εἰς ὅλον αὐτὸ διαδιδομένην ἐν τάχει τὴν ἐκ τοῦ καταβληθέντος ἰοῦ δύναμιν, ἐξ αὐτοῦ πάλιν τοῦδε κατὰ τὴν αὐτοῦ ψαῦσιν, εἰς ἕκαστον τῶν ὑποκειμένων αὐτῷ [197] μεταλαμβάνεσθαι, πάλιν τε ἐξ ἐκείνων εἰς ἄλλα κατὰ συνέχειαν, εἶτ' αὖθις ἐκ τῶν παθόντων εἰς ἄλλα, κᾀπειδὰν ἐπί τι τῶν κυρίων μορίων ἀφίκηται, κινδυνεύειν ἀπολέσθαι τὸν ἄνθρωπον. ἐνάγουσι δ' εἰς τοῦτο μάλιστα μὲν καὶ οἱ τοῖς ὑπερκειμένοις μέρεσι δεσμοὶ προσφερόμενοι, φανερωτάτην ὠφέλειαν ἐνδεικνύμενοι. καὶ γὰρ ἐπὶ τῶν ἐχιδνῶν ἐπειράθημεν τούτου καὶ τῶν σκορπίων, ἤδη δὲ καὶ ἀσπίδων, ᾧ καὶ μάλιστα ἄν τις ἠπίστησεν διὰ τὸν ἐπικείμενον αὐτίκα θάνατον. ἀλλ' ὅμως ἐπὶ τῆς Ἀλεξανδρείας ὄντος μου, δηχθείς τις ἄγροικος οὐ πόῤῥω τῆς πόλεως ἕνα τῶν κατὰ τὴν χεῖρα δακτύλων, ἔδησέ τε δεσμῷ σφοδροτάτῳ τὴν πρὸς τῷ μετακαρπίῳ ῥῖζαν αὐτοῦ, καὶ δραμὼν ἐπὶ τὴν πόλιν πρὸς ἰατρὸν συνήθη, παρέσχεν ἀποτεμεῖν ὅλον τὸν δάκτυλον ἀπὸ τῆς εἰς τὸ μετακάρπιον διαρθρώσεως, ἐλπίζων ἐκ τούτου μηδὲν πείσεσθαι· καὶ μέντοι γε καὶ προὐχώρησεν αὐτῷ κατὰ τὴν ἐλπίδα, διεσώθη γὰρ οὐδὲν ἄλλο πραγματευόμενος ἔτι. καθάπερ ἕτερον οἶδα πιόντα τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου, μετὰ τοῦ τὸν δάκτυλον ἀποτεμεῖν, ὑγιασθέντα· καὶ μέντοι γε [198] καὶ ἄλλον ἐθεασάμην ἄγροικον, ὅλον τὸν δάκτυλον ὑπὸ ἐχίδνης δηχθέντα, δρεπάνῳ μὲν, ὃ τότ' εἶχεν, ἦν γὰρ ἀμπελουργὸς, ἀπὸ τῆς ὑστάτης διαρθρώσεως ἀποτεμόντα τὸ δεδηγμένον μέρος, ἄνευ δὲ πόσεως φαρμάκου διασωθέντα, τοῦ δακτύλου κατουλωθέντος ὑπὸ τῶν συνηθῶν φαρμάκων. ἀλλὰ καὶ τὸν ἀπὸ τῆς κνήμης ἐπίληπτον παῖδα θεραπεύειν ἐπιχειρήσαντες οἱ τότε συναθροισθέντες εἰς τὴν σκέψιν ἰατροὶ, δόξαν αὐτοῖς προκαθήραντας ὅλον τὸ σῶμα προσενεγκεῖν τῷ μέρει τὸ διὰ τῆς θαψίας ἢ νάπυος φάρμακον, ἐν τῷ μεταξὺ δήσαντες τὸ κῶλον ἀνωτέρω τοῦ πρωτοπαθοῦντος μορίου, διεκώλυσαν γενέσθαι τὸν παροξυσμὸν, καίτοι καὶ καθ' ἑκάστην ἡμέραν γινόμενον. ἀλλὰ ταῦτα μὲν ἐκ περιουσίας εἰρήσθω μοι τοῦ μὴ θαυμάζειν ἕνεκα, ὅπως ἀπὸ μορίου τινὸς ἀκύρου γένεσιν ἴσχει τηλικοῦτον πάθος· ὑπολείπεται δ' ἔτι ζητῆσαι τὴν αἰτίαν τῶν ἐπὶ ταῖς τοιαύταις συμπαθείαις γιγνομένων ἐπιληπτικῶν σπασμῶν· οὐδὲ γὰρ ὁ Πέλοψ εἰς τοῦτο πιθανὸν οὐδὲν εἶπεν, ὥσπερ οὐδ' ἄλλος οὐδεὶς ὧν ἐκοινωνήσαμεν. ἐμοὶ γοῦν θεασαμένῳ ποτὲ τὴν ἐπὶ τῇ τοιαύτῃ συμπαθείᾳ κατάπτωσιν [199] τοῦ κάμνοντος ἀνθρώπου χωρὶς σπασμῶν σφοδρῶν γιγνομένην, ἐν βραχείαις κατὰ διαλείμματα παλμώδεσι κινήσεσι, πιθανὸν ἐφαίνετο γίγνεσθαί τι τοιοῦτον, οἷον ὁρᾶται συνεχέστατα καὶ ἐπὶ τοῦ στομάχου συμβαῖνον ἐν τοῖς λυγμοῖς. ἐγὼ γοῦν αὐτὸς, ὅταν ποτὲ πεπέρεως προσενέγκωμαι πλέον, εὐθέως λύζω, καὶ ἄλλοις δέ τισιν οὐκ ὀλίγοις εἶδον τοῦτο συμβαῖνον, οἷς αἰσθητικὸν ἱκανῶς ἦν τὸ τῆς γαστρὸς στόμα· προείρηται δ' ὅτι καὶ τοῦτο συνήθως ὀνομάζουσιν οὐχ οἱ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι στόμαχον· εἶδον γοῦν ἐν τῇ καταπτώσει τῶν κατὰ συμπάθειαν, οὐκ ἰδιοπάθειαν ἐγκεφάλου πασχόντων ἐπιλήπτων οἷον παλμώδη τινὰ κλόνον ἐκ διαστημάτων γιγνόμενον, οὐ συνεχῆ σπασμὸν, ὥστέ με τεκμαίρεσθαι παραπλησίαν τινὰ κίνησιν γίγνεσθαι κατὰ τὸν ἐγκέφαλον τῇ κατὰ τὸν στόμαχον ἐπὶ τοῖς ἀνιῶσιν αὐτὸν ἐνίοτε συμπιπτούσῃ. καὶ γὰρ ἐπὶ τροφῆς πλήθει βαρυνόμενος, ὥσπερ οὖν καὶ δακνόμενος ἐπὶ ταῖς διαφθοραῖς αὐτῆς, φαίνεται λύζων· καὶ διὰ δριμύν τε χυμὸν, οὐ μόνον λυγμὸν, ἀλλὰ καὶ σπασμὸν εἶδον οὐκ ὀλιγάκις ὅλῳ τῷ σώματι γιγνόμενον· [200] ἐμεθέντος δὲ τοῦ δάκνοντος, εὐθέως ἐπαύσατο. θαυμαστὸν οὖν οὐδέν ἐστιν, καὶ τὴν ἀρχὴν τῶν νεύρων εἰς τοιαύτην κίνησιν ἀχθῆναι, διώσασθαι σπεύδουσαν ὅ τι περ ἂν ᾖ τὸ ἐπ' αὐτὴν ἀπὸ τοῦ πρωτοπαθοῦντος μέρους ἀναφερόμενον· οὕτω δέ μοι δοκεῖ καὶ τἄλλα πάντα τὰ κλονοῦντα τὸ νευρῶδες γένος ἐπιγίνεσθαι συμπτώματα, τὰ δὲ εἰς κατάπτωσιν ἀναίσθητον ἄγοντα χωρὶς κινήσεως σπασμώδους, ἢ παλμώδους, ἐπὶ καταψύξει γίγνεσθαι σφοδρᾷ· τούτου δὲ γένους ἐστὶ καὶ ὁ λήθαργος. ἡ δὲ ἀποπληξία διὰ τὴν ἐξαίφνης γένεσιν ἐνδείκνυται ψυχρὸν χυμὸν, ἢ παχὺν, ἢ γλίσχρον ἀθρόως πληροῦντα τὰς κυριωτέρας τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν, οὐ κατὰ δυσκρασίαν ὅλης τῆς οὐσίας αὐτοῦ γίνεσθαι, καθάπερ ὅ τε λήθαργος καὶ ἡ φρενῖτις, αἵ τε μανίαι καὶ αἱ μελαγχολίαι καὶ αἱ μωρώσεις, ἀπώλειαί τε τῆς μνήμης, ἀμυδρότης τε τῶν αἰσθήσεων, καὶ τῶν κινήσεων ἐκλύσεις. ἐπὶ δ' οὖν ἁπάντων τῶν τοιούτων παθῶν, ὁποῖόν ἐστι καὶ τὸ τῆς ἀποπληξίας, τὸ μέγεθος τοῦ κινδύνου τεκμαίρου τῷ μεγέθει τῆς κατὰ τὴν ἀναπνοὴν βλάβης. ὥσπερ γὰρ ἐπὶ τῶν κοιμωμένων ἡ ἀναπνοὴ γίνεται, καίτοι μηδεμίαν [201] ἄλλην ἐνέργειαν ἐνεργούντων τῶν προαιρετικῶν, ἀλλ' ὑπτίων ἐπὶ τῆς κλίνης ἀκινήτων ἀνακειμένων, οὕτως κᾀν τοῖς καρώδεσι πάθεσιν ἅπασι μήτ' αἰσθανομένου μήτε κινουμένου τοῦ σώματος, ὅμως ἡ ἀναπνοὴ μόνη διασώζεται, τῶν κινούντων τὸν θώρακα μυῶν ἔργον οὖσα· τούτου γὰρ ἐπιστήμην ἔχομεν βεβαίαν ἀποδεικτικῷ νόμῳ γεγονυῖαν, ὥσπέρ γε καὶ ὅτι τοῖς μυσὶν ἅπασιν ἡ ἀρχὴ τῆς κινήσεως ἀπὸ τῶν ἐμφυομένων αὐτοῖς γίνεται νεύρων· ἡ δὲ ἀνατομὴ σαφῶς ἡμᾶς ἐδίδαξεν, ἁπάντων τῶν νεύρων εἶναι τὴν πρώτην ἀρχὴν τὸν ἐγκέφαλον. οὐχ ἁπλῶς δ' εἶπον ἀρχὴν, ἀλλὰ πρώτην τῷ λόγῳ προσέθηκα, διὰ τὸν νωτιαῖον· ὁρᾶται μὲν γὰρ ἐκφυόμενα τούτου νεῦρα πάμπολλα, τὴν χορηγίαν δ' ὧν ἔχει δυνάμεων, αὐτὸς ὁ ἐγκέφαλος ἐπιπέμπει καὶ τῷ νωτιαίῳ. τὴν τοίνυν ἀναπνοὴν ὅταν ἱκανῶς ἐμποδιζομένην ἴδῃς καὶ μόγις γινομένην, οὐ μικρὰν τεκμαίρου τὴν νοσώδη διάθεσιν ἐν ἐγκεφάλῳ γεγονέναι, κατὰ πάσας τὰς καρώδεις νόσους.

   Ταῦτά τε οὖν ἅπαντα σαφῶς τὰ πάθη περὶ τὴν κεφαλὴν γίνεται, καὶ προσέτι τὸ καλούμενον σκοτωματικὸν, [202] εὔδηλον ὂν κᾀξ αὐτῆς τῆς προσηγορίας, ὁποῖόν ἐστι. σκοτοῦνται γὰρ ἐπὶ σμικραῖς προφάσεσιν οἱ πάσχοντες, ὡς καὶ καταπίπτειν ἐνίοτε, μάλιστα μὲν ὅταν αὐτοί ποτε ἐν κύκλῳ περιστραφῶσιν· ὅπερ γὰρ τοῖς ἄλλοις ἐπὶ πολλαῖς περιστροφαῖς συμβαίνει, τοῦτο ἐκείνοις ἐπὶ μιᾶς. κᾂν ἕτερον δέ τινα περιστρεφόμενον ἴδωσι, σκοτοῦνται, κᾂν τροχὸν, ἤ τι τοιοῦτον περιδινούμενον, αὐτάς τε τὰς καλουμένας δίνας ἐν τοῖς ποταμοῖς. συμβαίνει δ' αὐτοῖς ταῦτα μᾶλλον, ὅταν ἡλιωθῶσιν, ἤ πως ἄλλως θερμανθῶσι τὴν κεφαλήν. ἔοικεν οὖν ὅπερ ἐν τοῖς ἄλλοις ἐκ τοῦ περιστραφῆναι πολλάκις ἐν κύκλῳ συμβαίνει, τοῦτο ἐκείνοις ἄνευ τοῦ περιστραφῆναι γίγνεσθαι· τοῖς δὲ περιστρεφομένοις πολλάκις ἐν κύκλῳ ἀνώμαλός τε καὶ ταραχώδης καὶ ἄτακτος κίνησις τῶν τε χυμῶν καὶ τοῦ πνεύματος ὡμολόγηται γίγνεσθαι· εὔλογον οὖν τοῖς ἐν τῷ σκοτωματικῷ πάθει καθεστῶσι τοιοῦτόν τι συμβαίνειν. διὸ καί τινες αὐτῶν ἀρτηριοτμηθέντες ὤνηντο, διαιρουμένων δηλονότι τῶν ὀπίσω τῶν ὤτων ἀρτηριῶν ὅλων ἄχρι βάθους, ὡς οὐλὴν μεταξὺ γενέσθαι τῶν δύο μερῶν. [203] ὅτι δὲ οὐ πάντες ὑπὸ τοῦ βοηθημάτος τοῦδε θεραπεύονται, δῆλόν ἐστιν· ἕτεραι γὰρ ἀρτηρίαι τούτων πολὺ μείζους ἐπὶ τὸν ἐγκέφαλον ἀνέρχονται κατὰ τὴν βάσιν αὐτοῦ διὰ τοῦ καλουμένου δικτυοειδοῦς πλέγματος, ὑφ' ὧν γίνεσθαι τὸ πάθος εὔλογόν ἐστιν, ἀτμώδους καὶ θερμοῦ πνεύματος δι' αὐτῶν ἀναφερομένου καὶ πληροῦντος τὸν ἐγκέφαλον· ἐγχωρεῖ δὲ καὶ κατ' αὐτὸν τὸν ἐγκέφαλον ἀνώμαλόν τινα δυσκρασίαν γενέσθαι τοιούτου πνεύματος γεννητικήν. ἀλλ' ὅτι γε καὶ τοῦτο τῆς κεφαλῆς ἐστιν τὸ πάθος, ἐξ αὐτῆς τῶν ἐσκοτωμένων τῆς αἰσθήσεώς ἐστι δῆλον· γίγνεται δὲ καὶ αὐτὸ, ποτὲ μὲν πρωτοπαθούσης τῆς κεφαλῆς, ποτὲ δὲ συμπαθούσης κατὰ τὸ στόμα τῆς κοιλίας. ὡμολόγει δὲ τοῦτο καὶ ὁ Ἀρχιγένης ἐν τῷ πρώτῳ τῶν χρονίων παθογνωμονικῶν γράψας ὡδὶ περὶ τοῦ σκοτωματικοῦ τούτου πάθους. λαμβάνει δὲ τὴν κατασκευὴν διχόθεν καὶ αὐτὸ, ἤτοι ἀπὸ κεφαλῆς ἢ καὶ τῶν κατὰ τὰ ὑποχόνδρια χωρίων. καὶ μέντοι καὶ διορίζειν αὐτὰ πειρᾶται, τοῖς μὲν ἀπὸ τῆς κεφαλῆς πρωτοπαθούσης σκοτωματικοῖς ὤτων ἤχους καὶ κεφαλῆς ὀδύνας καὶ βάρη προηγεῖσθαι λέγων, ἢ καὶ τῆς [204] ὀσφρήσεως, ἤ τινος ἄλλης βλάβην αἰσθήσεως τῶν ἐντεῦθεν· αὐτὸς γὰρ προσέθηκεν τούτῳ τῷ λόγῳ, τῶν ἐντεῦθεν, τὰς ἀπὸ τῆς κεφαλῆς ὁρμωμένας ἐμοὶ δοκεῖν ἐνδείξασθαι βουλόμενος· τοῖς δὲ ἀπὸ τοῦ στόματος τῆς κοιλίας σκοτωματικοῖς καρδιωγμοὺς καὶ ναυτίας προηγεῖσθαί φησιν. ἀλλ' ὡς εἴρηταί μοι καὶ πρόσθεν ἤδη πολλάκις, εἰ καὶ κατὰ συμπάθειαν ἑτέρου μορίου πάσχοι ποθ' ἡ κεφαλὴ, τὰ γινόμενα γοῦν πάθη ταύτης εἶναι νομιστέον ἐστίν.

   Οὐ μὴν οὐδὲ περὶ τῆς ὀνομαζομένης ὑπὸ τῶν ἰατρῶν κεφαλαίας ἀμφισβητήσειεν ἄν τις, ὡς οὐκ ἂν εἴη τῆς κεφαλῆς τὸ νόσημα. ἔστι γὰρ, ὡς ἄν τις συλλαβὼν λόγῳ βραχεῖ εἴποι, τὸ πάθος τοῦτο κεφαλαλγία χρόνιός τε καὶ δύσλυτος, ἐπὶ μικραῖς προφάσεσιν μεγάλους ἴσχουσα παροξυσμοὺς, ὡς μήτε ψόφων ἀνέχεσθαι, μήτε φωνῆς σφοδροτέρας, μήτε λαμπροῦ φωτὸς, μήτε κινήσεως, ἀλλ' ἐν ἡσυχίᾳ καὶ σκότῳ κατακεῖσθαι βούλεσθαι διὰ τὸ μέγεθος τῶν ἀλγημάτων. ἔνιοι μὲν γὰρ αὐτῶν ὡς ὑπὸ σφυρᾶς πλήττεσθαι δοκοῦσιν, ἔνιοι δὲ ὡς θλωμένων ἢ διατεινομένων αἰσθάνονται [205] τῶν κατὰ τὴν κεφαλὴν, οὐκ ὀλίγοις δ' εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν διήκει τὸ ἄλγημα. καὶ μέντοι καὶ διαλείπουσιν οἱ τοιοῦτοι παροξυσμοὶ, καθάπερ καὶ τοῖς ἐπιλήπτοις, καί τις χρόνος γίνεται μεταξὺ τελέως ἄμεμπτος. εὔδηλον οὖν ὅτι τὸ νόσημα τοῦτο τὴν μὲν εὐπάθειαν ἔχει τῆς κεφαλῆς ὁμογενῆ τοῖς κεφαλαλγικοῖς, ἐπὶ μᾶλλον δ' ἐκείνων ἀσθενείας ἥκει τὰ κατὰ τὴν κεφαλαίαν πάσχοντα μόρια. διαφορὰ δέ τίς ἐστιν καὶ αὐτῶν τῶν κεφαλαλγικῶν, ἐνίων μὲν τὴν κεφαλὴν εὐπλήρωτον ἐχόντων, ἐπιτήδειον δὲ τὴν ὅλην τοῦ σώματος ἕξιν εἰς τὸ πληροῦν αὐτὴν, ἐνίων δὲ καὶ αὐτὰ τὰ πεφυκότα πάσχειν ἐπιτήδεια· καὶ συμβαίνει γε ταῖς τοιαύταις φύσεσιν κακῶς διαιτωμέναις εἰς τὸ τῆς κεφαλαίας ἐμπίπτειν πάθος. οὐκ ἀπεικὸς δὲ, τοῖς μέν τισιν αὐτῶν τὰς περὶ τὸν ἐγκέφαλον ὀδυνᾶσθαι μήνιγγας, ἐνίοις δὲ τὸ περικράνιον· ἡ διάκρισις δὲ αὐτῶν ἐν τῷ διήκειν, ἢ μὴ διήκειν τὰς ὀδύνας εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν. εὔλογον γὰρ οἷς ἡ διάθεσίς ἐστιν ἔνδον τοῦ κρανίου, τούτοις εἰς τὰς τῶν ὀφθαλμῶν βάσεις ἀφικνεῖσθαι τὸν πόνον, ἐπειδὴ καθήκουσιν εἰς αὐτὰς ἀποφύσεις [206] ἐξ ἐγκεφάλου τε καὶ ἀμφοτέρων τῶν μηνίγγων, ἔτι τε καὶ τῶν ἐν αὐταῖς ἀγγείων. ἀλλὰ καὶ τῶν ὀδυνωμένων τὸ τῆς κεφαλῆς ἥμισυ μέρος, καλουμένων δὲ συνήθως ἡμικρανικῶν, ἐνίοις μὲν ἔξωθεν τοῦ κρανίου τὴν αἴσθησιν τῆς ὀδύνης γίνεσθαι συμβαίνει, τισὶ δὲ εἰς τὸ βάθος τῆς κεφαλῆς διήκουσαν· διορίζει δ' ἑκάτερον μέρος τῆς κεφαλῆς, ἀριστερόν τε καὶ δεξιὸν, ἡ κατὰ τὸ μῆκος ἐκτεταμένη ῥαφὴ, καθ' ἣν ἔνδον τῶν ὀστῶν τῆς κεφαλῆς ἡ μέσον τὸν ἐγκέφαλον διαιροῦσα γραμμὴ τέτακται, πρὸς ἣν ἀνήκει τὸ διάφραγμα τῶν ἐμπροσθίων δυοῖν κοιλιῶν. ἐπιτήδειοι δὲ φύσεις σωμάτων εἰσὶν πληροῦν τὴν κεφαλὴν, ἐν αἷς ἀτμῶδες πνεῦμα γεννᾶται θερμὸν, ἢ χολώδη περιττώματα κατὰ τὸ στόμα τῆς κοιλίας ἀθροίζεται· γίγνεται δὲ τὰ μὲν ἀπὸ τῶν πνευμάτων ἀλγήματα τονώδη, καλεῖται δὲ οὕτως οἷς αἴσθησις συνέζευκται τάσεως· τὰ δ' ἀπὸ τῶν χολωδῶν περιττωμάτων δακνώδη· τὰ δ' ὑπὸ πλήθους γινόμενα βάρους αἴσθησιν ἔχει, μετὰ μὲν ἐρεύθους καὶ θερμασίας συμβάντα θερμῶν χυμῶν, ἄνευ δὲ τούτων οὐ θερμῶν. ἐνίοις δὲ συμβαίνει συνεχῶς ἀλγεῖν τὴν κεφαλὴν ἔκ [207] τε πόσεως οἴνου βραχεῖ πλείονος, ἢ ἀκρατεστέρου ποθέντος, ἔτι τε μᾶλλον, εἰ θερμὸς εἴη φύσει· πασῶν τε τῶν θερμῶν ὀσμῶν, ὅσοι στύρακος, ἢ κύφεως, ἢ ὅλως ἀρωμάτων θερμῶν θυμιωμένων γίγνονται· τινὲς δὲ οὐδὲ τὴν ἀπὸ τοῦ λιβανωτοῦ φέρουσιν ὀσμήν. εὔλογον δὲ καὶ διὰ περιττὴν αἴσθησιν ἐνίοις γίγνεσθαι τὰς ὀδύνας, ὥσπερ ἐπὶ τοῦ στόματος τῆς κοιλίας οὐκ ὀλίγοις· τισὶ μὲν γὰρ οὕτως ἐστὶν αἰσθητικὸν, ὡς μήτ' ὄξος φέρειν δριμὺ, μήτε νᾶπυ, μήτ' ἄλλο τι τοιοῦτον· ἐνίοις δ' ἐγγὺς ἀναισθησίας ἥκει, φαίνονται γοῦν ἐρυγγάνοντες, ἐμοῦντες, ἔνιοι μὲν δεινῶς ἄτοπα ταῖς ποιότησιν, ὡς ἡμῶν τῶν ὀσμωμένων αὐτὰ μηδένα δύνασθαι φέρειν, αὐτοὶ δὲ μηδεμίας ἀξιολόγου δήξεως αἰσθανόμενοι. δυνατὸν οὖν ἐστι καὶ κατὰ τὸν ἐγκέφαλον εἶναι τοιαύτας διαφορὰς τοῖς ἀνθρώποις, ὡς τῶν αὐτῶν ὀσμῶν ἐνίους μὲν ἀλύπως ἀνέχεσθαι, καθάπερ εἰ καὶ μηδ' ὅλως αὐτοῖς ἐπλησίασαν, ἐνίους δὲ ἀνιαρῶς. ἀλλ' ὅτι γε τὰ τοιαῦτα πάθη πάντα τῆς κεφαλῆς ἐστιν, ἐναργῶς φαίνεται.

[208]    Τό γε μὴν τῆς παραλύσεως νόσημα καὶ τὸ τῶν δι' ὅλου τοῦ σώματος σπασμῶν, ἐξ οὗ γένους ἐστὶν καὶ ὁ τέτανος, οὐκ ἔθ' ὁμοίως τοῖσδε δι' αἰσθήσεως γνωστὸν, ἀλλὰ λόγου δεῖται τοῦ διδάξοντος. ὅταν οὖν ὅλον τὸ σῶμα βλάπτηταί ποτ' εἰς τὰ τῶν νεύρων ἔργα, τὴν αὐτῶν ἀρχὴν πεπονθέναι δηλοῖ· ταύτην δ' ἐξ ἀνατομῆς μόνης ἔνεστι γνῶναι. πάντων μὲν οὖν ἅμα τῶν νεύρων ἀπολεσάντων αἴσθησίν τε καὶ κίνησιν, ἀποπληξία τὸ πάθος ὀνομάζεται· κατὰ θάτερον δὲ μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, εἰ συμβαίνει τοῦτο, παράλυσις καλεῖται, τοῦ μέρους ἐκείνου δηλονότι καθ' ὃ συνέστη, ποτὲ μὲν τοῦ δεξιοῦ, ποτὲ δὲ θατέρου· καθάπερ εἰ καὶ κατά τι τῶν κώλων γένοιτο, τοῦ μέρους ἐκείνου παράλυσίς ἐστι· καὶ γὰρ καὶ χεὶρ ὅλη, καὶ σκέλος ὅλον παραλύεταί ποτε, καὶ ποὺς μόνος ἐν σκέλει, καὶ τὰ μετὰ τὸ γόνυ, καὶ κατὰ τὸ τῆς ὅλης χειρὸς κῶλον, ἀνάλογον. ἐμάθομεν δὲ ἐν ταῖς ἀνατομαῖς, ἁπάντων τῶν καθ' ὁρμὴν τοῦ ζώου κινουμένων μορίων ὅσα κάτω τοῦ τραχήλου, τούτων τὰ κινητικὰ νεῦρα τὴν ἔκφυσιν ἔχειν ἐκ τοῦ καλουμένου [209] νωτιαίου μυελοῦ· καὶ μέντοι καὶ ὅτι ποτὲ μὲν ἅμα τῇ τοῦ μυελοῦ προσηγορίᾳ καλοῦσι τὸ μόριον ἐκεῖνο, νωτιαῖον μυελὸν ὀνομάζοντες, ἔστι δ' ὅτε χωρὶς προσθήκης ἁπλῶς νωτιαῖον, ἀκηκόατε πολλάκις. ἐθεάσασθε δὲ κᾀν ταῖς ἀνατομαῖς τὰ τὸν θώρακα κινοῦντα νεῦρα ἐκ τοῦ κατὰ τὸν τράχηλον ἐκφυόμενα νωτιαίου, καὶ πρὸς τοῦτο τὰς ἐγκαρσίας τομὰς αὐτοῦ, καθ' ἃς ὅλως διακόπτεται, τὰ κατωτέρω μέρη πάντα τοῦ σώματος ἀναίσθητά τε καὶ ἀκίνητα ποιούσας, ὡς ἂν καὶ αὐτοῦ τοῦ νωτιαίου τήν τε τῆς αἰσθήσεως καὶ τὴν τῆς καθ' ὁρμὴν κινήσεως δύναμιν ἐξ ἐγκεφάλου λαμβάνοντος. ἀλλὰ καὶ τοῦτο ἔτι κατὰ τὰς ἀνατομὰς ἐθεάσασθε, τὰς ἐγκαρσίας τομὰς τοῦ νωτιαίου, μέχρι τῆς μέσης ἐν αὐτῷ κατὰ τὸ μῆκος χώρας, οὐ πάντα τὰ κάτω παραλυούσας, ἀλλὰ μόνα τὰ κατ' εὐθὺ τῆς τομῆς, δεξιὰ μὲν ἐπὶ τῷ δεξιῷ μέρει τοῦ νωτιαίου τμηθέντος, θάτερα δὲ ἐπὶ τῷ λοιπῷ. εὔδηλον οὖν ὅτι κατὰ τὴν πρώτην ἔκφυσιν τοῦ νωτιαίου γενομένης τινὸς διαθέσεως, ὑφ' ἧς εἰς αὐτὸν αἱ παρ' ἐγκεφάλου δυνάμεις ἀφικνεῖσθαι κωλυθήσονται, πάντα τὰ κάτω κῶλα, πλὴν [210] τῶν κατὰ τὸ πρόσωπον, ἀκίνητα ἔσται καὶ ἀναίσθητα· καθάπερ εἰ καὶ τὸ ἥμισυ μέρος πάθοι τῆς ἐκφύσεως, οὐ πάντων ἔσται τῶν κάτω παράλυσις, ἀλλ' ἤτοι τῶν ἀριστερῶν μόνων, ἢ τῶν δεξιῶν. ὁρῶνται δὲ τῶν τοιούτων παραλύσεων ἔνιαι καὶ τὰ κατὰ τὸ πρόσωπον βλάπτουσαι, καὶ παρασπᾶταί γε τὸ παραλυθὲν ἐπὶ θάτερον μέρος τοῦ προσώπου. μεμαθηκότες οὖν ἐν ταῖς ἀνατομαῖς, ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ νεῦρα τοῖς κατὰ τὸ πρόσωπον ἐπιπέμπεσθαι μορίοις, ἔνθα μὲν καὶ τούτων τι συμπαρελύθη τῷ παντὶ σώματι, κατὰ τὸν ἐγκέφαλον αὐτὸν εἴσεσθε τὴν διάθεσιν εἶναι τῆς παραλύσεως· ἡνίκα δ' ἀπαθῆ διαφυλάττεται ταῦτα, κατὰ τὴν ἀρχὴν τοῦ νωτιαίου. συμβαίνει δ' ἐνίοις μόνα τὰ κατὰ τὸ πρόσωπον πάσχειν, ὥσπέρ γε καὶ μόριον ἕν τι, γλῶτταν, ἢ ὀφθαλμὸν, ἢ γένυν, ἢ χεῖλος, ὡς ἂν οὐκ ἐχόντων αὐτῶν ἁπάντων ἕνα τόπον ἀρχὴν, ἀλλ' ἐκ διαφερόντων μορίων ἐγκεφάλου λαμβανόντων τὰ νεῦρα, φαίνεται γὰρ τοῦτο σαφῶς ἐν ταῖς ἀνατομαῖς. ἡ τοίνυν ἀποπληξία πάσας ὁμοῦ τὰς ψυχικὰς ἐνεργείας βλάπτουσα, σαφῶς ἡμῖν ἐνδείκνυται τὸν ἐγκέφαλον αὐτὸν πάσχειν· ἡ διάγνωσις [211] δὲ τοῦ κατὰ τὸ μέγεθος πάθους ἐκ τοῦ ποσοῦ τῆς κατὰ τὴν ἀναπνοὴν γίγνεται βλάβης· ἐφ' ὧν μὲν γὰρ ἐπὶ πλεῖστον ἐκβέβηκε τοῦ κατὰ φύσιν ῥυθμοῦ, μεγάλην ἡγητέον εἶναι τὴν κατὰ τὸν ἐγκέφαλον βλάβην· ἐφ' ὧν δὲ ὀλίγον ἐμποδίζεται, βραχεῖαν. ἁπασῶν δὲ χειρίστην ἀναπνοὴν ἡγητέον εἶναι τὴν διαλείπουσάν τε καὶ μετὰ βίας μεγάλης γινομένην. καὶ τό γ' ἀποθνήσκειν τοὺς ἀποπλήκτους συμβαίνει διὰ τὴν ἀπώλειαν τῆς ἀναπνοῆς, ὡς τό γε μὴ κινεῖν τὰ μόρια τοῦ σώματος εἰς μὲν τὰς κατὰ τὸν βίον πράξεις ἄχρηστον ἀποδείκνυσιν τὸν ἄνθρωπον, οὐ μὴν ὀξὺν ἐπιφέρει τὸν θάνατον. ἴδομεν γοῦν ἤδη τινὰ τὰ μὲν ἄλλα πάντα παραλελυμένον, ἐνεργοῦντα δὲ κατὰ φύσιν ἅπασιν τοῖς κατὰ τὸ πρόσωπον μέρεσιν· ἐσώζετο δὲ αὐτῷ δηλονότι καὶ ἡ ἀναπνοή· πῶς γὰρ ἂν ἠδύνατο ζῇν ἐπὶ πλεῖστον, ἀπολωλυίας αὐτῆς; τούτῳ πρωτοπαθεῖν ἐλογιζόμεθα τοῦ νωτιαίου τὸ κατωτέρω βραχεῖ τῆς ἐπὶ τὸ διάφραγμα τῶν νεύρων ἐκφύσεως· εὔδηλον δὲ ὅτι καὶ οὖρα καὶ διαχωρήματα χωρὶς προαιρέσεως ἀπεκρίνετο. καὶ μέντοι [212] καὶ ἄλλον ἐκ καταπτώσεως ἐθεασάμεθα, πλὴν τῶν χειρῶν, τὰ κάτω πάντα παραλυθέντα. καθάπερ δὲ παράλυσις ὅταν ἐν ὅλῳ γένηται τῷ σώματι, τῶν κατὰ τὸ πρόσωπον ἀβλαβῶν διαμενόντων, ἐν ἀρχῇ τοῦ νωτιαίου τὸ πάθος εἶναι δηλοῖ, κατὰ τὸν αὐτὸν λόγον, εἰ καὶ σπασμὸς ἐν ὅλῳ τῷ σώματι γένοιτο, τὸν αὐτὸν τόπον τοῦ νωτιαίου πεπονθέναι δηλώσει, τῶν γε κατὰ τὸ πρόσωπον ἀπαθῶν διαμενόντων· εἰ δὲ καὶ ταῦτα πάσχει, κατὰ τὸν ἐγκέφαλον εἶναι τὸ πάθος ἐνδείξεται· μορίου δέ τινος σπωμένου, τὸ κινητικὸν ἐκείνου νεῦρον, ἢ τοὺς μῦς, ἀναγκαῖόν ἐστι πάσχειν. ἐπιστάμενος οὖν τις ἐξ ἀνατομῆς ἀρχὰς τῶν εἰς ἕκαστον μόριον ἀφικνουμένων νεύρων, ἄμεινον ἰάσεται τὰς ἀναισθησίας καὶ ἀκινησίας ἑκάστου μέρους. ἀδιόριστον δὲ τοῦτο καταλειφθὲν ὑφ' Ἡροφίλου τε καὶ Εὐδήμου, τῶν πρώτων μεθ' Ἱπποκράτην νεύρων ἀνατομὴν ἐπιμελῶς γραψάντων, οὐ σμικρὰν ζήτησιν παρέσχε τοῖς ἰατροῖς, ὅπως ἔνιαι μὲν τῶν παραλύσεων αἴσθησιν μόνην, ἔνιαι δὲ τὴν προαιρετικὴν κίνησιν, ἔνιαι δὲ ἀμφοτέρας διαφθείρουσι. μάλιστα μὲν οὖν ἡ παράλυσις ἐπὶ [213] ἐπὶ τῇ τῆς κινήσεως ἀπωλείᾳ λέγεται, τῶν τὴν αἴσθησιν ἀπολωλεκότων μορίων ἀναισθήτων μὲν εἶναι, παραλελύσθαι δ' οὐ πάνυ τι συνήθως λεγομένων· ἤδη μέντοι τινὲς καὶ τοῦτο τὸ πάθημα παράλυσιν αἰσθήσεως ὀνομάζουσιν· ὑμεῖς δὲ, ὡς ἀεὶ παρακελευόμεθα, συγχωρεῖτε μὲν ὀνομάζειν ἑκάστοις ὡς ἂν ἐθέλωσιν, σκοπὸς δ' ὑμῖν ἔστω, τὸν πεπονθότα τόπον εὑρεῖν, ἅμα δηλονότι τῇ κατ' αὐτὸν διαθέσει· χωρὶς γὰρ τοῦ ταῦτα γνῶναι βεβαίως ἀδύνατον ἔσται θεραπεύειν ὀρθῶς τὰ βεβλαμμένα κίνησιν ἢ αἴσθησιν μόρια. Παυσανίας οὖν ἀπὸ τῆς Συρίας σοφιστὴς εἰς Ῥώμην ἀφικόμενός ποτε, τοὺς μικροὺς δύο δακτύλους τῆς ἀριστερᾶς χειρὸς καὶ τοῦ μέσου τὸ ἥμισυ δυσαισθήτους μὲν ἔσχεν τὸ πρότερον, ὕστερον δὲ καὶ ἀναισθήτους, κακῶς θεραπευσάμενος ὑπὸ τῶν ἰατρῶν. ἐπεὶ δὲ ἐγὼ θεασάμενος αὐτὸν ἠρώτων τε τὰ προγεγονότα πάντα, σὺν αὐτοῖς τε ἤκουσα κατὰ τὴν ὁδὸν τοῦ ὀχήματος ἐκπεσόντα τὸν ἄνδρα πληγῆναι τὴν ἀρχὴν τοῦ μεταφρένου, καὶ τὸ μὲν πληγὲν μέρος ἐν τάχει θεραπευθῆναι, κατὰ βραχὺ δὲ αὐξηθῆναι τὴν τῶν δακτύλων βλάβην τῆς αἰσθήσεως· ἃ τοῖς δακτύλοις ἐκεῖνοι προσέφερον [214] φάρμακα, ταῦτ' ἐκέλευσα κατὰ τοῦ πληγέντος τίθεσθαι μορίου, καὶ οὕτως ὁ ἀνὴρ διὰ ταχέων ὑγιάσθη. τὴν ἀρχὴν δὲ οὐδ' ὅτι τῶν μὲν εἰς τὸ δέρμα τῆς ὅλης χειρὸς διασπειρομένων νεύρων, ἐξ ὧν ἔχει τὴν αἴσθησιν, ἴδιαί τινές εἰσιν αἱ ῥῖζαι· τῶν δὲ τοὺς μῦς κινούντων ἕτεραι γιγνώσκονται τοῖς ἰατροῖς. ἴσως δ' ἐπὶ πλέον ἢ προὔκειτο τὸν λόγον ἰόντα καταπαύειν ἤδη προσήκει. προὔκειτο μὲν γὰρ ἐν τῷδε τῷ γράμματι τὰ κατὰ τὴν κεφαλὴν, καὶ μάλιστα τὸν ἐγκέφαλον, εὑρεῖν πάθη πάντα· διότι δ' ἐστὶν οὗτος ἀρχὴ νεύρων, ἐξ ἀκολουθίας ὁ λόγος ἧκεν ἐπὶ τὰ πάθη τῶν νεύρων· ὥστε ἤδη περιγράψαντες καὶ τοῦτον τὸν λόγον ἐνταῦθα περὶ τῶν ἐν τοῖς κατὰ τὴν κεφαλὴν μορίοις γιγνομένων παθῶν ἐφεξῆς σκεψώμεθα, τοσοῦτον ἔτι προσθέντες, ὡς καὶ

   τῆς ὀσφρήσεως ἡ βλάβη πάθος ἐστὶν οὐ τῶν κατὰ τὴν ῥῖνα πόρων, ἀλλ' ἤτοι τῶν ἐμπροσθίων τοῦ ἐγκεφάλου κοιλιῶν εἰς δυσκρασίαν ἀγομένων, ἢ τῶν ἐν τοῖς ἠθμοειδέσιν ὀστοῖς πόρων ἐμφραττομένων· εἴπέρ γε καὶ ἡ [215] τῶν ὀσφρητῶν αἴσθησις ἐν ταῖς ἐμπροσθίαις τοῦ ἐγκεφάλου κοιλίαις γίγνεται, τῶν ἀτμῶν εἰς αὐτὰς ἀναφερομένων διὰ τῶν ἐν τοῖς ἠθμοειδέσιν τρημάτων, ὡς ἐν τῷ περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου δέδεικται γράμματι.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ ΤΟΠΩΝ.

ΒΙΒΛΙΟΝ Δ.

[216]   Ἐν μὲν τοῖς πρώτοις ὑπομνήμασι δύο τὴν καθόλου μέθοδον, ᾗ χρώμεθα πρὸς τὰς τῶν πεπονθότων τόπων διαγνώσεις, αὐτάρκως ἐπεσκεψάμεθα σὺν πολλοῖς παραδείγμασιν ὡρισμένων μορίων. ἐπεὶ δὲ, ὡς εἴρηταί μοι καὶ δέδεικται πολλάκις ἤδη δι' ἄλλων ὑπομνημάτων, ἀσκεῖσθαι χρὴ γυμναζόμενον ἐν τοῖς κατὰ μέρος, εἰ μέλλοι τις ἀσφαλῶς τε ἅμα καὶ ταχέως ἐπὶ τῶν ἔργων τῆς τέχνης ἕκαστα πράττειν, ἃ διὰ τῶν καθόλου μεθόδων ἐμάθετο, διὰ τοῦτο καὶ νῦν ἔδοξεν ἄμεινον εἶναι πάντων τῶν ἐν τῷ σώματι [217] μορίων, ὅσα μὴ φαίνεται ταῖς αἰσθήσεσιν, λογικὰς διαγνώσεις εἰπεῖν, ὅτ' ἂν ὁπωσοῦν πάσχωσιν, τὴν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς ποιησαμένους. περὶ μὲν οὖν τῆς γενομένης βλάβης τῇ τε μνήμῃ καὶ τῇ νοήσει καὶ ταῖς ἄλλαις ἐνεργείαις, ἃς ἡγεμονικὰς εἰώθαμεν ὀνομάζειν, ἐν τῷ τρίτῳ τῶνδε τῶν ὑπομνημάτων διῆλθον, ἅμα τῷ γεγυμνάσθαι κατὰ τὴν μέθοδον ἐν εἴδεσι παθῶν οὐκ ὀλίγοις. εἴρηται γὰρ ἐν αὐτῷ καὶ περὶ παραφροσύνης, τῆς τε ἐν τοῖς φρενιτικοῖς πάθεσιν καὶ τῆς ἄνευ πυρετῶν, ἣν μανίαν ὀνομάζουσιν· ὡσαύτως δὲ καὶ περὶ ληθάργου καὶ κάρου καὶ τῶν ἐπιληπτικῶν καὶ μελαγχολικῶν καὶ σκοτωματικῶν παθῶν, ὥσπέρ γε καὶ περὶ κεφαλαίας καὶ ἡμικρανίας, ἀποπληξίας τε καὶ τῶν ὁμοίων αὐτοῖς.

   Ἐν δὲ τῷ νῦν ἐνεστῶτι τετάρτῳ τῆς ὅλης ὄντι πραγματείας ὁ λόγος ἔστω μοι περὶ τῶν κατὰ τὸ πρόσωπον μορίων τῶν ἐν βάθει πεπονθότων, τὴν ἀρχὴν ἀπὸ τῶν ὀφθαλμῶν ποιησαμένῳ. τούτων γὰρ ἐνίοτε μὲν ὁ ἕτερος, ἐνίοτε δὲ ἀμφότεροι παραλύονται τῆς κινήσεως, ἢ αἰσθήσεως, ἢ ἀμφοτέρων· ἐνίοτε δὲ καὶ κατ' αὐτὸν τὸν ἕνα [218] ποτὲ μὲν τὸ βλέφαρον ἔπαθε μόνον, ἔστι δ' ὅτε καὶ κατ' αὐτὸν τὸν κυρίως ὀνομαζόμενον ὀφθαλμὸν γέγονεν ἢ εἰς αἴσθησιν, ἢ εἰς κίνησιν ἡ βλάβη. ὅτ' ἂν μὲν οὖν μηδενὸς φαινομένου κακοῦ περὶ τὸν ὀφθαλμὸν ἀπολέσθαι τὴν ὀπτικὴν αἴσθησιν συμβῇ, τὸ καθῆκον ἐξ ἐγκεφάλου νεῦρον εἰς αὐτὸν ἔχει τὴν αἰτίαν, ἤτοι φλεγμαῖνον, ἢ σκιῤῥούμενον, ἢ ὁπωσοῦν ἄλλως ἐξ ἐπιῤῥοῆς ὑγρῶν βλαπτόμενον, ἢ ὁπωσοῦν ἄλλως ἐμφραττομένου πόρου τοῦ κατ' αὐτόν. καὶ ταῦτα μὲν ὡς ὀργανικῷ μορίῳ συμβαίνειν ἀναγκαῖον αὐτῷ, τὰ δ' ὡς ὁμοιομερεῖ κατὰ τὰς ὀκτὼ δυσκρασίας· ἔξωθεν δὲ τούτων, ὅταν ἤτοι μηδ' ὅλως ἢ παντάπασιν ὀλίγον ἐπιπέμπηται τὸ αὐγοειδὲς πνεῦμα παρὰ τῆς κατὰ τὸν ἐγκέφαλον ἀρχῆς. τῆς κινήσεως δὲ ἀπολωλυίας μόνης ὁποτέρου τῶν ὀφθαλμῶν, τὸ κατὰ τὴν δευτέραν συζυγίαν νεῦρον ἀποφυόμενον τοῦ ἐγκεφάλου πεπονθέναι τι πάθος ἀναγκαῖόν ἐστιν ὧν διῆλθον ἀρτίως ἐπὶ θατέρου νεύρου τοῦ κατὰ τὴν πρώτην συζυγίαν ἐκφυομένου. ἐπεὶ δὲ, ὡς ἐμάθομεν ἐν ταῖς ἀνατομαῖς, ἓξ μέν εἰσιν οἱ τὸν ὀφθαλμὸν αὐτὸν κινοῦντες μύες, ἄλλοι δὲ περιλαμβάνουσι [219] τὴν ῥῖζαν τοῦ καθήκοντος εἰς αὐτὸν πόρου, καλοῦσι γὰρ οὕτως οἱ ἀνατομικοὶ τὸ κατὰ τὴν πρώτην συζυγίαν νεῦρον, ὅτι μόνῳ σαφές ἐστιν ἐν αὐτῷ τὸ τρῆμα, συμβαίνει δὲ πολλάκις αὐτὸ μὲν τοῦτο μηδὲν πεπονθέναι, τῶν δὲ μυῶν τινα πάσχειν ἤτοι κατὰ τὴν οἰκείαν οὐσίαν ὁτιοῦν πάθος ὧν ἀρτίως εἶπον, ἢ τοῦ νεύρου τοῦ καθήκοντος εἰς αὐτὸν βλαβέντος. εἰς ἕκαστον γάρτοι τῶν μυῶν τούτων ἀφικνεῖταί τις μοῖρα τοῦ κατὰ τὴν δευτέραν συζυγίαν ἀποφυομένου νεύρου, καθάπερ γε καὶ εἰς τοὺς περιλαμβάνοντας τὸν πόρον μύας, εἴτε δύο χρὴ τούτους, εἴτε τρεῖς, εἴθ' ἕνα λέγειν, οὐδὲν γὰρ διαφέρει πρός γε τὰ παρόντα, γιγνωσκόντων ἡμῶν ὅτι τοῖς μυσὶ τούτοις ἔργον ἐστὶν ἀνασπᾷν τε ἅμα καὶ στηρίζειν τὸν ὀφθαλμὸν, ὡς ἂν μὴ περιτρέποιτο κατὰ μηδένα τρόπον τῆς ὁδοιπορίας τὸ μαλακὸν νεῦρον, ὃ δὴ καὶ ὀπτικὸν ὀνομάζεται καὶ πόρος. ἓξ οὖν ὄντων τῶν κινούντων τὸν ὀφθαλμὸν μυῶν, εἰ μὲν ὁ ἀνασπῶν αὐτὸν πάθοι, κατεσπασμένος φαίνεται τηνικαῦτα σύμπας ὁ ὀφθαλμός· εἰ δὲ ὁ κατασπῶν, ἀνεσπασμένος· εἰ δὲ ὁ πρὸς τὸν μικρὸν κανθὸν ἀπάγων, ὡς πρὸς τὸν [220] μείζονα παρεσπασμένος· εἰ δ' ὁ πρὸς τοῦτον, ὡς τὸν ἕτερον· εἰ δὲ τῶν περιστρεφόντων μυῶν ὁποτεροσοῦν παραλυθείη, λοξὴν ἕξει τὴν διαστροφὴν ὁ σύμπας ὀφθαλμός. ὄντων δὲ, ὡς ἔφην, καὶ ἄλλων μυῶν, τῶν περιεχόντων τὸ μαλακὸν νεῦρον, εἰδέναι χρὴ τὴν παράλυσιν αὐτῶν, ὅλον τὸν ὀφθαλμὸν ἐργαζομένην προπετῆ· καὶ βλέπουσί γε τούτων οἱ πλείους ἀβλαβῶς, ἐπεκτεινομένου μὲν ἠρέμα τοῦ νεύρου τοῦ μαλακοῦ, πάσχοντος δὲ οὐδὲν, ὡς ἄν γε πάθῃ τι, χεῖρον ὁρῶσιν οἱ οὕτως παθόντες· εἰ δὲ καὶ μεῖζον αὐτῷ συμβαίη τὸ πάθημα, πρόδηλον ὡς οὐδ' ὅλως ὄψονται. καὶ κατὰ διαστροφὰς δὲ τῶν ὀφθαλμῶν ἡ μὲν ἐφ' ὁποτερονοῦν κανθὸν ἐκτροπὴ φυλάττει τὴν κατὰ φύσιν ἐνέργειαν τὴν ὀπτικήν· ἡ δ' ἄνω καὶ κάτω, καθάπέρ γε καὶ αἱ λοξαὶ, διπλᾶ φαίνεσθαι ποιοῦσιν πάντα τὰ ὁρώμενα. τῶν δὲ τὸ ἄνω βλέφαρον κινούντων μυῶν, ἀκίνητον γάρ ἐστιν τὸ κάτω, σμικροτάτων ὄντων, ὡς μόγις ἐπὶ μεγάλων ζώων φαίνεσθαι σαφῶς, εἰκότως ἡ τῶν νεύρων ἔμφυσις εἰς αὐτούς ἐστι δυσθεώρητος· [221] ἀλλὰ κᾀνταῦθα καθάπερ ἐπὶ τῶν προειρημένων μυῶν, οὕτως κᾀπὶ τούτων ἀναγκαῖόν ἐστι, πολλάκις μὲν αὐτοὺς τοὺς μῦς ἴδιόν τι πάθημα πάσχειν, ὁπόσα τὰ τῶν μυῶν ἴσμεν, ἐνίοτε δὲ τῶν ἐμφυομένων εἰς αὐτοὺς νεύρων τι πεπονθέναι. ὁ μὲν οὖν ἀνατείνων αὐτὸν παραλυθεὶς χαλαρὸν ἀποδείξει τὸ βλέφαρον, ὡς μὴ δύνασθαι διανοίγειν τὸν ὀφθαλμόν· οἱ κατασπῶντες δὲ, δύο γάρ εἰσιν αὐτοὶ, κλείειν ἀδυνατήσουσιν· εἰ δ' ὁ ἕτερος αὐτῶν πάθοι μόνος, ἐπὶ τὸν ἀντικείμενον αὐτῶν μῦν παρασπασθήσεται τὸ βλέφαρον, ὡς δοκεῖν κεκλάσθαι κατὰ μέσην τὴν ἐπὶ τῷ πέρατι περιγραφὴν αὐτῶν, καὶ τὸ μὲν ἕτερον μέρος, ὃ κατὰ τὸν πεπονθόνα μῦν ἐστι, ἀνεσπάσθαι, τὸ δ' ἕτερον, ὃ κατὰ τὸν ἀπαθῆ, κατεσπάσθαι. ταῦτα μὲν οὖν ἴδια πάθη τῶν κατὰ τὸν ὀφθαλμόν ἐστι μορίων, ἀφανεῖς ἔχοντα τοὺς πάσχοντας τόπους, ἕτερα δ' ἐξ ἄλλων ἐπ' αὐτὸν ὁρμᾶται κατὰ συμπάθειαν. τοῖς γοῦν τῶν ὑποχεομένων φαντάσμασιν ὅμοια φαίνεται, μηδεμιᾶς οὔσης ἰδιοπαθείας κατὰ τὸν ὀφθαλμὸν, ἀλλ' ἐπὶ συμπαθείᾳ τῇ κατὰ τὸ στόμα τῆς κοιλίας, ἢ κατὰ τὸν ἐγκέφαλον. ἀλλὰ καὶ ταῦτα διορίζεσθαι χρὴ τῶν ἀπὸ τῆς γαστρὸς ἀρχομένων, πρῶτον [222] μὲν τῷ τὸν ἕτερον ὀφθαλμὸν μόνον ἢ ἀμφοτέρους ὁμοίως φαντάζεσθαι· τοὐπίπαν γὰρ αἱ μὲν ἐπὶ τῇ κατὰ τὴν γαστέρα κακοχυμίᾳ γινόμεναι φαντασίαι τοῖς ὀφθαλμοῖς ἀμφοτέροις ὡσαύτως συμβαίνουσιν, αἱ δ' ἐπὶ ταῖς ὑποχύσεσιν οὔτ' ἄρχονται κατ' ἀμφοτέρους, οὔθ' ὁμοίως φαίνονται· δευτέρῳ δ' ἐφεξῆς τῷ κατὰ τὸν χρόνον· εἰ γὰρ ἤτοι τριῶν ἢ τεττάρων μηνῶν ἢ καὶ πλειόνων ἤδη φαίνοιτο τὰ τῶν ὑποχεομένων συμπτώματα, σοὶ δὲ κατασκεψαμένῳ τὰς κόρας μηδὲν ἀχλυῶδες ἐμφαινόμενον εὑρίσκοιτο, διὰ τὸ στόμα τῆς κοιλίας αὐτοὺς πάσχοντας εὑρήσεις· οὔπω δ' ὄντος ἀξιολόγου τοῦ χρόνου, πρῶτον μὲν ἐρωτήσεις εἰ διηνεκῶς ἐν ἁπάσαις ταῖς ἡμέραις ἀφ' ἧς ἤρξατο πάσχειν οὕτω διατελεῖ φαινόμενα, μηδεμιᾶς ἡμέρας ἐν τῷ μεταξὺ γενομένης ἀμέμπτου τελέως, ἢ παρενέπεσόν τινες ἀμέμπτως ὑγιεῖς, ὡς δοκεῖν ἀκριβῶς ὑγιεῖς εἶναι· τὸ μὲν γὰρ διηνεκὲς ὡς ἔνδειξιν ὑποχύσεως ἔχει, τὸ δὲ διαλεῖπον ὑποψίαν τῶν κατὰ τὴν γαστέρα, καὶ μᾶλλον ὅτ' ἂν ἐπὶ ταῖς ἀκριβέσιν εὐπεψίαις μηδὲν ἑαυτῷ λέγῃ φαίνεσθαι φάντασμα, πολὺ δὲ μᾶλλον ὅταν ἅμα τῇ γενέσει τῶν φαντασμάτων αἰσθάνηταί [223] τινος ἐν τῷ στόματι τῆς κοιλίας δήξεως, ἔτι δὲ μᾶλλον ὅταν ἐπὶ τοῖσδε, τῶν δακνόντων ἐμεθέντων, παύηται τὰ συμπτώματα. ταῦτα μὲν οὖν εὐθέως κατὰ τὴν πρώτην ἡμέραν, ἐν ᾗπερ ἂν ἴδῃς τὸν ἄνθρωπον, ἐξ ἀνακρίσεως ὑπάρξει σοι μαθεῖν, ὅτ' ἂν, ὡς ἔφην, ἀκριβῶς κατὰ φύσιν ἔχωσιν οἱ ὀφθαλμοί· τῆς δὲ θατέρου κόρης ἀχλυωδεστέρας, ἢ θολωδεστέρας, ἢ συνελόντι φάναι, μὴ καθαρᾶς ἀκριβῶς φαινομένης, ὑποχύσεώς ἐστιν ἀρχή· ἐὰν δ' ἔνιοι φύσει τὰς κόρας μὴ πάνυ τι καθαρὰς ἔχωσιν, ἐπισκεπτέον ἐστὶν, εἰ ἀμφότεραι παραπλησίως φαίνονται διακείμεναι, καὶ εἰ πρὸς τούτῳ μηδέπω χρόνος ἱκανὸς ἐπὶ τοῖς τῆς ὑποχύσεως συμπτώμασιν προγεγονὼς ὑπάρχει· κᾂν ταῦθ' οὕτως ἔχῃ, κέλευσον ἀρκεσθῆναι τροφῇ τῆς συνήθους ἐλάττονι, μηδὲν ἐχούσῃ κακόχυμον. εἶτα κατὰ τὴν ὑστεραίαν εὐπεπτηκότος ἀκριβῶς αὐτοῦ, πυθοῦ περὶ τῶν κατὰ τὴν ὄψιν φαντασμάτων· εἰ μὲν γὰρ ἤτοι μηδ' ὅλως ἢ ἀμυδρῶς φαίνοιτο, στομαχικὸν ἦν τὸ σύμπτωμα· μενόντων δ' ὁμοίων αὐτῶν, οὐ κατὰ συμπάθειαν, ἀλλὰ κατὰ διάθεσιν οἰκείαν εἰδέναι χρὴ ταῦτα συμπίπτοντα τοῖς ὀφθαλμοῖς, ἔτι δὲ μᾶλλον, ἐὰν τοῦ [224] δι' ἀλόης φαρμάκου λαβὼν, ὁμοίως ἔχῃ· λέγω δὲ διὰ τῆς ἀλόης, ὃ προσαγορεύουσιν ἔνιοι μὲν ἱερὰν πικρὰν, ἔνιοι δὲ ἁπλῶς πικράν. εἰ γὰρ στομαχικὸν εἴη τὸ σύμπτωμα, θεραπευθήσεται ῥᾷστα διὰ τῆς τοῦ φαρμάκου τούτου πόσεως, ἅμα ταῖς εὐπεψίαις, ὡς συνελθεῖν εἰς ταὐτὸν ἀμφότερα, τήν τε διάγνωσιν τοῦ πεπονθότος τόπου καὶ τὴν θεραπείαν αὐτοῦ. ἐγὼ δὲ, ὡς ἴστε, καὶ χωρὶς τοῦ θεάσασθαι τοὺς οὕτω πάσχοντας ἐθεράπευσα διὰ γραμμάτων ἐνίους ἐν ἄλλοις ὄντας ἔθνεσιν· καὶ γὰρ ἐκ τῆς Ἰβηρίας καὶ τῆς Κελτικῆς καὶ Ἀσίας καὶ Θρᾴκης καὶ ἄλλων χωρίων ἐπιστειλάντων μοί τινων, εἴ τι πρὸς ἀρχὰς ὑποχύσεως, μήπω μηδεμιᾶς ἐναργῶς φαινομένης βλάβης ἐν τῇ κόρῃ, φάρμακον ἔχοιμι δόκιμον, ἀποστέλλειν αὐτοῖς, ἠξίωσα δηλωθῆναί μοι πρότερον, εἰ ἐκ τοῦ πολλοῦ χρόνου πάσχουσι, καὶ τἄλλα περὶ ὧν ὀλίγον ἔμπροσθεν εἶπον· εἶτα τοῖς ἐπιστείλασιν, ἓξ μῆνας ἢ ἐνιαυτὸν ἀπὸ τῆς ἀρχῆς γεγονέναι φασκόντων, ἀμφοτέρων ὁμοίως τῶν ὀφθαλμῶν ἐπὶ μὲν ταῖς εὐπεψίαις ἄμεινον ἐχόντων, παροξυνομένων δὲ ἐπὶ ταῖς [225] ἀπεψίαις καὶ ταῖς τοῦ στομάχου δήξεσιν, ἐμεσάντων τε χολῆς καὶ καθισταμένων, οὐδὲν ἔτι περὶ τῆς κόρης ἀξιώσας πυθέσθαι, βεβαίως ἔγνων ὡς οὐκ ἰδιοπάθειαν ἀλλὰ συμπάθειαν εἶναι τῶν ὀφθαλμῶν ἐπὶ τῇ γαστρί· καὶ πέμψας αὐτοῖς τὴν πικρὰν, ἐκείνους μὲν πρῶτον καὶ μάλιστα, διὰ ἐκείνων δὲ καὶ ἄλλους πολλοὺς τῶν ὁμοεθνῶν αὐτοῖς ἰασάμην· ὄντες γὰρ αὐτοὶ πάντες οἷς ἔπεμψα πεπαιδευμένοι, μαθόντες δ' ἐξ ὧν αὐτοῖς ἐπέστειλα τὰς διαγνώσεις τῶν πεπονθότων τόπων, αὐτοί τε τοῦ λοιποῦ ῥᾳδίως ἐγνώριζον αὐτοὺς, ἐθεράπευόν τε τῷ πικρῷ φαρμάκῳ. παραπλήσια δὲ τοῖς τῶν ὑποχεομένων συμπτώματα γίνεται πολλάκις ἐγκεφάλου πάσχοντος ἔν τισι φρενιτίδων εἴτε εἴδεσιν εἴτε διαφοραῖς ἐθέλοις ὀνομάζειν. εἰσὶν μὲν γὰρ αὐτῆς ἁπλαῖ μὲν δύο, σύνθετος δὲ ἐξ ἀμφοῖν ἡ τρίτη. τινὲς μὲν γὰρ τῶν φρενιτικῶν, οὐδὲν ὅλως σφαλλόμενοι περὶ τὰς αἰσθητικὰς διαγνώσεις τῶν ὁρατῶν, οὐ κατὰ φύσιν ἔχουσι ταῖς διανοητικαῖς κρίσεσιν· ἔνιοι δ' ἔμπαλιν ἐν μὲν ταῖς διανοήσεσιν οὐδὲν σφάλλονται, παρατυπωτικῶς δὲ κινοῦνται κατὰ τὰς αἰσθήσεις, ἄλλοις δέ τισιν κατ' [226] ἄμφω βεβλάφθαι συμβέβηκεν. ὁ δὲ τρόπος ἑκατέρας τῆς βλάβης τοιόσδ' ἐστίν. καταλειφθείς τις ἐπὶ τῆς οἰκίας ἐν Ῥώμῃ μεθ' ἑνὸς ἐριουργοῦ παιδὸς, ἀναστὰς ἀπὸ τῆς κλίνης ἧκεν ἐπὶ τῆς θυρίδος, δι' ἧς οἷόν τ' ἦν ὁρᾶσθαί τε αὐτὸν καὶ ὁρᾷν τοὺς παριόντας. εἶτα τῶν ὑαλίνων σκευῶν ἕκαστον ἐπιδεικνὺς αὐτοῖς, εἰ κελεύοιεν αὐτὸ βάλλειν, ἐπυνθάνετο. τῶν δὲ μετὰ γέλωτος ἀξιούντων τε βαλεῖν καὶ κροτούντων ταῖς χερσὶν, ὁ μὲν ἔβαλεν ἐφεξῆς ἅπαντα προχειριζόμενος, οἱ δὲ γελῶντες ἐκεκράγεισαν. ὕστερον δέ ποτε πυθόμενος αὐτῶν, εἰ καὶ τὸν ἐριουργὸν κελεύοιεν βληθῆναι, κελευσάντων αὐτῶν, ὁ μὲν ἔβαλεν, οἱ δὲ ἐπεὶ καταφερόμενον ἐξ ὕψους ἐθεάσαντο, γελῶντες μὲν ἐπαύσαντο, πεσόντα δὲ προσδραμόντες ἀνείλοντο συντριβέντα. τὸ δ' ἐναντίον οὐ μόνον ἐπ' ἄλλων, ἀλλὰ καὶ ἐμαυτῷ συμβὰν οἶδα μειρακίῳ τὴν ἡλικίαν ὄντι. πυρέττων γὰρ ἐν θέρει πυρετῷ διακαεῖ, τῆς τε κλίνης ἐξέχειν τινα κάρφη, κατὰ τὴν χρόαν ὀρφνώδη, καὶ τῶν ἱματίων ὁμοίας κροκύδας ἐνόμιζον· εἶτ' ἀφαιρεῖν μὲν αὐτὰς ἐπεχείρουν, οὐδενὸς δὲ ὑπὸ τῶν δακτύλων ἀναφερομένου, συνεχέστερόν τε [227] καὶ σφοδρότερον ἐπεχείρουν οὕτω πράττων. ἑταίρων δὲ δυοῖν παρόντων ἀκούσας ἀλλήλοιν λεγόντων, ὡς οὗτος ἤδη κροκυδίζει τε καὶ καρφολογεῖ, συνῆκα μὲν ὡς αὐτὸ τοῦτο πεπόνθοιμι τὸ λεγόμενον ὑπ' αὐτῶν, ἀκριβῶς δὲ παρακολουθῶν ἐμαυτῷ μὴ παραπαίοντι κατὰ τὴν λογιστικὴν δύναμιν, ὀρθῶς, ἔφην, λέγετε, καὶ βοηθεῖτέ μοι, μὴ φρενιτίσω. τραπομένων δ' αὐτῶν ἐπὶ τὰς προσηκούσας ἐπιβροχὰς τῆς κεφαλῆς, δι' ὅλης τῆς ἡμέρας καὶ νυκτὸς ἐνύπνια μέν μοι ταραχώδη τινὰ συνέπεσεν ἄχρι τοῦ βοῆσαί τε καὶ ἀναπηδῆσαι πρὸς ταῦτα, κατέστη δὲ τὰ συμπτώματα πάντα κατὰ τὴν ἑξῆς ἡμέραν. εὔδηλον οὖν ὅτι τῶν συμπτωμάτων ἡ γένεσις ἐπὶ μὲν αἰτίᾳ μιᾷ καὶ τῇ αὐτῇ κατ' εἶδος, οὐκ ἐκ τοῦ αὐτοῦ δὲ πρωτοπαθοῦντος ὁρμᾶται τόπου, τοῖς ἐπ' ἐγκεφάλῳ τε καὶ γαστρὶ κατὰ συμπάθειαν, ὡς εἴρηται, πάσχουσιν· ὅτ' ἂν γὰρ ἀθροισθῇ τις ἐν ἐγκεφάλῳ χολώδης χυμὸς ἅμα πυρετῷ διακαεῖ, παραπλήσιόν τι πάσχει τοῖς ὑπὸ πυρὸς ὀπτωμένοις, καὶ κατὰ τοῦτο λιγνύν τινα γεννᾷν πέφυκεν, ὥσπερ κᾀν τοῖς λύχνοις τοὔλαιον· ἥτις λιγνὺς συνδιεκπίπτουσα τοῖς ἐπὶ τὸν [228] ὀφθαλμὸν ἀφικνουμένοις ἀγγείοις, αἰτία γίνεται τῶν φαντασμάτων αὐτοῖς· ἐθεάσασθε γὰρ ἐν ταῖς ἀνατομαῖς ἅμα τοῖς νεύροις ἐπὶ τὸν ὀφθαλμὸν ἀρτηρίας τε καὶ φλέβας συνδιεκπιπτούσας ἀπὸ τῶν τὴν χοροειδῆ μήνιγγα διαπλεκουσῶν. ἀλλὰ καὶ οὗτος ὁ λόγος ἐνταυθοῖ τελευτάτω, διωρισμένος ἱκανῶς· ἐφεξῆς δὲ περὶ τῶν ἄλλων ἐν ὀφθαλμοῖς μερῶν εἴπωμεν, ἕνα μὲν κοινὸν λόγον, ὡς τὰ φαινόμενα σαφῶς ἡμῖν μόρια μὴ φυλάττοντα τὴν φυσικὴν κατάστασιν, οὐ πρόκειται νῦν διαγιγνώσκειν, ἀλλ' ἐφ' ὧν ἀφανὲς αἰσθήσει τὸ πεπονθός ἐστιν μόριον· ὡς ἐφ' ὧν γε φαίνεται σαφῶς ἤτοι διεῤῥωγός τι τῆς κόρης, ἢ παρεσπασμένον, ἢ παρὰ φύσιν ηὐξημένον ἢ μεμειωμένον, αὐτὸ μὲν τὸ πεπονθὸς οὐδεμιᾶς δεῖται σοφίας εἰς διάγνωσιν, ἥτις δέ ἐστιν ἡ ποιοῦσα διάθεσις αὐτὸ, τῆς ἰατρικῆς τέχνης ἔργον ἐπίστασθαι, καὶ γέγραπται περὶ αὐτῶν ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις· ὥστ' οὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε περὶ τῶν ἐν ὀφθαλμοῖς πεπονθότων μορίων τῶν αἰσθητῶν, ὥσπερ οὐδὲ περὶ τῶν ἐν αὐτοῖς παθῶν. τὰ μὲν γὰρ ὀνόματα τῶν παθῶν ἐν ἑνὶ μικρῷ βιβλίῳ γέγραπται, τὴν [229] ἐπιγραφὴν ἔχοντι, τῶν ἐν ὀφθαλμοῖς παθῶν διάγνωσις· αἱ δ' αἰτίαι, καθάπερ ἔφην, ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις εἴρηνται.

   Καιρὸς οὖν ἤδη μεταβαίνειν ἐπὶ τὴν γλῶτταν. ἑώραται δ' ἡμῖν ἐπ' αὐτῆς ἐνίοτε μὲν ἡ κίνησις, ἐνίοτε δὲ ἡ τῆς γεύσεως αἴσθησις βεβλαμμένη, καί ποτε μὲν σὺν αὐτῇ καὶ ἡ τῆς ἁφῆς. οὐκ ἔστι δ' ἄλλα μὲν ἁφῆς, ἄλλα δὲ γεύσεως νεῦρα, καθάπερ τὰ τῆς κινήσεως· τὰ γὰρ ἀπὸ τῆς τρίτης συζυγίας οὐ μόνον τῶν ἁπτῶν, ἀλλὰ καὶ τῶν γευστῶν ἐστι διαγνωσικά. πλεονάκις δὲ βλάπτεται τῶν γευστῶν ἡ αἴσθησις ἤπερ ἡ τῶν ἁπτῶν, καίτοι τῶν αὐτῶν οὖσα νεύρων, ὡς ἂν ἀκριβεστέρας δεομένη διαγνώσεως. παχυμερέστατον μὲν γὰρ τὸ τῆς ἁφῆς αἰσθητήριον, ὥσπερ τὸ τῆς ὄψεως λεπτομερέστατον· δεύτερον δὲ μετὰ τὴν ὄψιν ἐν λεπτομερείᾳ μὲν τὸ τῆς ἀκοῆς, ἐν παχυμερείᾳ δὲ μετὰ τὴν ἁφὴν τὸ τῆς γεύσεως, ὥσπερ ἐν μέσῳ τῶν τεττάρων τὸ τῆς ὀσφρήσεως. ἡ δὲ κίνησις τῆς γλώττης παρὰ τῆς ἑβδόμης ἐστὶ συζυγίας τῶν ἐξ ἐγκεφάλου πεφυκότων νεύρων, ἐγγὺς τῆς [230] κατὰ τὸν νωτιαῖον ἀρχῆς οὖσα. ὅταν μὲν οὖν ἀμφότερα τὰ μέρη τοῦ ἐγκεφάλου, τό τε δεξιὸν καὶ τὸ ἀριστερὸν, κατὰ τοῦτο τὸ χωρίον ᾖ πεπονθότα, τοὺς ἀποπληκτικοὺς ἐπιφέρει κινδύνους· ὅτ' ἂν δὲ θάτερον μόνον, εἰς παραπληγίαν τελευτᾷ, ποτὲ μὲν τῇ τῆς γλώττης κινήσει μόνῃ λυμαινομένην κατὰ τὸ ἥμισυ μέρος, ἔστι δ' ὅτε καὶ τοῖς κάτω τῆς κεφαλῆς μορίοις ἄλλοτ' ἄλλοις ἐγκατασκήπτουσαν, ποτὲ δὲ καὶ παντὶ θατέρῳ μέρει τοῦ σώματος ἄχρι ποδῶν ἄκρων. ἡ δ' οὖν γλῶττα πολλάκις ἑώραται βλαπτομένη τὴν εἰρημένην βλάβην μόνη τῶν κατὰ τὸ πρόσωπον μερῶν, μήτε τῆς ἁπτικῆς αἰσθήσεως ἐν αὐτῇ μήτε τῆς γευστικῆς βεβλαμμένων. καὶ ἡ αἰτία πρόδηλος ὑμῖν ἐστιν ἑωρακόσιν τὰς ἐξ ἐγκεφάλου τῶν νεύρων ἀποφύσεις εἰς μὲν τὸ πρόσωπον ἀπὸ τοῦ προσθίου μέρους αὐτοῦ γινομένας, εἰς δὲ τὰ κάτω μέρη τοῦ προσώπου πάντα τὰ καθ' ὅλον τὸ ζῶον ἀπὸ θατέρου μέρους τοῦ ὄπισθεν, ἐξ οὗ μέρους ἐστὶ καὶ ἡ συζυγία τῶν ἐπὶ τοὺς τῆς γλώττης μῦς ἀφικνουμένων νεύρων, ὑφ' ὧν αἱ κατὰ προαίρεσιν αὐτῆς γίνονται κινήσεις. ὥστε πάλιν εἰκότως, ὅτ' ἂν τὸ πρόσθιον ἐγκεφάλου πάθῃ μέρος μόνον, ἡ μὲν τῆς γλώττης [231] κίνησις ἀβλαβὴς διασώζεται μόνη, τὰ δ' ἄλλα πάντα τὰ κατὰ τὸ πρόσωπον μόρια τὰς αἰσθητικὰς καὶ προαιρετικὰς κινήσεις ἀπόλλυσι, κατὰ θάτερον δηλονότι μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερόν. ἐὰν γὰρ ὅλον ποτὲ πάθῃ τὸ πρόσθιον ἐγκεφάλου, συμπάσχειν μὲν ἀναγκαῖόν ἐστι καὶ τὰ περὶ τὴν ὑψηλοτάτην αὐτοῦ κοιλίαν, βλάπτεσθαι δὲ καὶ τὰς διανοητικὰς αὐτῶν ἐνεργείας. καὶ κεῖται ἀναίσθητος μὲν καὶ ἀκίνητος ὁ οὕτως παθὼν, οὐδὲν δ' εἰς τὴν ἀναπνοὴν βλάπτεται, καὶ καλεῖται τὸ πάθος τοῦτο κάρος, ὡς τό γε καὶ τὴν ἀναπνοὴν βλάπτον οὕτως ἰσχυρῶς, ὡς μετὰ πολλῆς βίας ἀναπνεῖν μόγις ὁμοίως τοῖς ῥέγχουσιν ἐν ὕπνοις βαθέσιν ἀποπληξία προσαγορεύεται. καὶ τοίνυν καὶ διαδέχεται τὴν μὲν τῆς ἀποπληξίας λύσιν ἡ καλουμένη παραπληγία πάνυ πολλάκις, ἐπὶ δὲ τοῖς κάροις παυομένοις ὑγεία τοὐπίπαν πολλάκις ἀκολουθεῖν εἴωθεν. γίνεται δὲ κάρος ἐπί τε τοῖς τῶν κροταφιτῶν μυῶν πάθεσιν, ὡς Ἱπποκράτης ἐδήλωσεν, κᾀν τοῖς ὀξέσι νοσήμασιν, ὡς καὶ τοῦτ' ἔγραψεν ὁ αὐτὸς Ἱπποκράτης· ἐν τῷ μέσῳ δέ πως ἀμφοῖν ἐστι, τοῦ τε κάρου καὶ τῆς ἀποπληξίας, ἡ ἐπιληψία, σπασμοὺς μὲν ἐπιφέρουσα παντὸς τοῦ σώματος, οὐ [232] μὴν εἰς παραπληγίαν τελευτῶσα. ψυχρὸς μὲν οὖν καὶ παχὺς ἢ πάντως γε γλίσχρος χυμός ἐστιν αἴτιος τῶν τριῶν τούτων νοσημάτων. ἀλλ' ἐν μὲν τοῖς κάροις τε καὶ ταῖς ἐπιληψίαις αἱ κοιλίαι μὲν μᾶλλον, ἧττον δὲ αὐτὸ τὸ σῶμα τοῦ ἐγκεφάλου πάσχειν εἴωθεν, ἐν δὲ ταῖς ἀποπληξίαις μᾶλλον τὸ σῶμα· καὶ κατὰ μὲν τοὺς κάρους τὰ πρόσω μᾶλλον, ἐν δὲ ταῖς ἀποπληξίαις τε καὶ ἐπιληψίαις ἀμφότερα· κατὰ δὲ τὰς καταλήψεις τε καὶ κατοχὰς ὀνομαζομένας τὰ ὀπίσω πάσχει μᾶλλον. ὅτ' ἂν δὲ ἀνατιτραμένου τινὸς ὀστοῦ ἡ μέση κοιλία θλιφθῇ, κάρος καταλαμβάνει τὸν ἄνθρωπον ἄνευ τοῦ σπᾶσθαί τε καὶ δυσχερῶς ἀναπνεῖν, ὧν τὸ μὲν ἐπιληψίας, τὸ δὲ τῆς ἀποπληξίας ἐστὶν ἴδιον, ὥσπέρ γε καὶ κάρου καὶ καταλήψεως ἡ κατὰ φύσιν ἀναπνοὴ σωζομένη. ἀλλ' ὁ μὲν κάρος κεκλεισμένων γίγνεται τῶν βλεφάρων, ἡ κατάληψις δὲ ἀνεῳγότων. ὥσπερ δὲ ἐν ταῖς ἀνατρήσεσιν, ὅτ' ἂν ἀμελῶς τις πιέζων τῷ μηνιγγοφύλακι τὴν μήνιγγα θλίψῃ περαιτέρω τοῦ προσήκοντος, ὁ κάρος γίγνεται, κατὰ τὸν αὐτὸν τρόπον, ὅτ' ἂν ὀστοῦν συντριβὲν σφοδρῶς τοῦ κρανίου θλίβῃ τὰς κοιλίας [233] αὐτοῦ, καὶ μάλιστα τὴν μέσην, ὁ κάρος συμπίπτει· ἕπεται δὲ καὶ σφοδραῖς ὀδύναις τὸ πάθος τοῦτο, καταπίπτοντος ἐν αὐταῖς τοῦ κατὰ τὸ ψυχικὸν πνεῦμα τόνου· καλῶ δὲ οὕτως, ὡς ἴστε, τὸ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πρῶτον ὄργανον ὑπάρχον τῇ ψυχῇ πρὸς τὸ διαπέμπειν εἰς ἅπαντα τὰ μέρη τοῦ σώματος αἴσθησίν τε καὶ κίνησιν. τὰ μὲν οὖν κατὰ τὸν ἐγκέφαλον, οἰκειότητί τε τοῦ προκειμένου λόγου καὶ διότι κατὰ τὸν ἔμπροσθεν λόγον ἀδιοριστότερον εἴρηται, διορίσασθαί μοι νῦν ἄμεινον ἔδοξεν· αὖθις δ' ἐπὶ τὰ τῆς γλώττης ἐπάνειμι πάθη, τὰ μὲν κοινὰ διὰ τὴν πρὸς τὸν ἐγκέφαλον καὶ τὰ νεῦρα κοινωνίαν, τὰ δὲ ἴδια μόνης αὐτῆς. τῇ μὲν οὖν πρὸς τὸν ἐγκέφαλον αὐτῆς κοινωνίᾳ καθάπερ εἰς τὴν κίνησιν ἐβλάπτετο διὰ τὴν ἑβδόμην συζυγίαν, οὕτως εἰς τὴν αἴσθησιν ἐμποδίζεται διὰ τὴν τρίτην, ἣν ὀνομάζουσι μαλακὸν νεῦρον οἱ ἀνατομικοὶ, καταφυομένην, ὡς ἴστε, καὶ κατασχιζομένην εἰς τὸν περιλαμβάνοντα τὴν γλῶτταν χιτῶνα, καθάπέρ τι τῶν ἀπὸ τῆς ζ΄ συζυγίας εἰς τοὺς κινοῦντας αὐτὴν μύας. τὰ δ' ἴδια μόνης τῆς γλώττης πάθη τοῖς μεμνημένοις ὅσα [234] περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς ἰδίων ἀρτίως εἶπον, οὐ χαλεπῶς εὑρεθήσεται. καὶ γὰρ ταύτης αἱ μὲν δυσκρασίαι τῶν μυῶν, ὡς ὁμοιομερῶν, ἐμποδίζουσι ταῖς κινήσεσιν, ὥσπέρ γε καὶ τοῦ περιέχοντος ἔξωθεν αὐτὴν ὑμένος, ἀμφοτέραις ταῖς αἰσθήσεσιν, ἁπτικῇ τε καὶ γευστικῇ· αἵ θ' ὡς ὀργανικῶν παθῶν φλεγμοναὶ καὶ σκίῤῥοι καὶ οἰδήματα καὶ ἐρυσιπέλατα καὶ διαπυήσεις, ἅπερ ἅπαντα τῆς ἐνεστώσης ἀφώρισται πραγματείας, ὁρῶσίν τε ἡμῖν καὶ ἁπτομένοις διαγιγνωσκόμενα· πρόκειται γὰρ, ὅσα μήτ' ὄψει μήθ' ἁφῇ διαγνῶναι δυνάμεθα πάσχοντα μόρια, ταῦτ' ἐπισκέψασθαι, διὰ τίνων σημείων ἐνδεικτικῶς τε καὶ τὸ σύμπαν φάναι λογικῶς νῦν εὑρεθησόμενα.

   Κατὰ τὸν αὐτὸν οὖν λόγον ἐπὶ τῆς ἀκουστικῆς αἰσθήσεως, ὅσα μὲν ἐν αὐταῖς ταῖς ὁρωμέναις κοιλότησι τῶν ὤτων γίνεται παθήματα, λογικῆς οὐ δεῖται γνώσεως· ὅσα δὲ ἀπαθοῦς φαινομένου τοῦ κατὰ τὰ ὦτα πόρου, βλαπτομένου δὲ κατὰ τὴν ἀκουστικὴν ἐνέργειαν, ὁμοίᾳ μεθόδῳ γνωριοῦμεν· εἰ μὲν μόνη πάσχει, τὸ ἴδιον νεῦρον [235] πεπονθέναι λογιζόμεθα· σὺν δὲ τοῖς ἄλλοις τοῦ προσώπου μορίοις ἐν ἐγκεφάλῳ τὴν παρὰ φύσιν εἶναι διάθεσιν, ἢ ὡς ὁμοιομεροῦς, ἢ ὡς ὀργανικοῦ μορίου πεπονθότος αὐτοῦ.

   Καὶ τῶν ἄλλων δὲ τόπων ἁπάντων τῶν κατὰ τὸ πρόσωπον οὐ μόνον ἡ κίνησις, ἀλλὰ καὶ ἡ αἴσθησις ἤτοι γε ἀπόλλυται παντάπασιν ἢ βλάπτεται, ποτὲ μὲν αὐτῶν ἰδιοπαθούντων τῶν βεβλαμμένων τὰς ἐνεργείας μορίων, ποτὲ δὲ τῶν ἐξ ἐγκεφάλου φερομένων ἐπ' αὐτὰ νεύρων, ἢ καὶ δι' αὐτὸν τὸν ἐγκέφαλον πάσχοντα· διορισθήσεται δ' ἀλλήλων ἅπαντα διὰ τῶν ἐζευγμένων αὐτοῖς συμπτωμάτων. ὅτ' ἂν μὲν γὰρ ἕν τι μόριον ἤτοι γε εἰς αἴσθησιν ἢ εἰς κίνησιν ἢ εἰς ἄμφω τύχῃ βλαβὲν, αὐτὸ μόνον ἐκεῖνο τὴν αἰτίαν ἔχει τῆς διαθέσεως, ἤτοι γε ἐν τοῖς ἰδίοις μορίοις ὀργανικῶς ἢ κατὰ δυσκρασίαν πάσχουσιν, ἢ ἐν τοῖς εἰς αὐτὰ φερομένοις νεύροις ἀπὸ τῆς τρίτης συζυγίας· ὅταν δὲ ἅμα πλείω πεπόνθῃ μόρια, σκεπτέον, εἴτε ἐκ μιᾶς ἀρχῆς νεύρων, εἴτε ἐκ πλειόνων ἔχει τὴν αἴσθησιν ἢ τὴν κίνησιν ἐν τῷ κατὰ [236] φύσιν διακεῖσθαι. τεθεάμεθα γὰρ ταῦτα διὰ τῶν ἀνατομῶν, τῆς μὲν τρίτης συζυγίας τοῖς γε κροταφίταις μυσὶν καὶ τοῖς μασσητῆρσιν καὶ τοῖς χείλεσι καὶ τοῖς τῆς ῥινὸς πτερυγίοις αἴσθησίν τε καὶ κίνησιν παρεχούσης, τῇ δὲ γλώττῃ τὴν αἴσθησιν μόνην, ὥσπέρ γε καὶ τοῖς ἐν τῷ στόματι πᾶσιν· τῆς δὲ δευτέρας τοὺς μῦς τῶν ὀφθαλμῶν μόνους κινούσης, ὥσπέρ γε καὶ τῆς πρώτης τὴν ὀπτικὴν αἴσθησιν αὐτοῖς παρεχούσης. ἐὰν οὖν ποτε τὰ παρὰ τῆς τρίτης συζυγίας νευρούμενα μόρια πάντα φαίνηται βεβλαμμένα κατὰ θάτερον δηλονότι μέρος, ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι, κᾂν μὴ ῥηθῇ πόθ' ὑπ' ἐμοῦ, τὴν πρωτοπάθειαν ἡγεῖσθαι χρὴ τοῦ νεύρου γεγονέναι· κατ' ἄμφω δὲ τὰ μέρη τῆς βλάβης συμβάσης, οὐ τοῦ νεύρου τὸ πάθος ἴδιον, ἀλλὰ τοῦ κατὰ τὸν ἐγκέφαλον τόπου πρώτως ἐστὶν, ὅθεν ἐκφύεται τὰ νεῦρα. πάσχοντι δ' ἐγκεφάλῳ κατ' ἄμφω τὰ μέρη, τό τ' ἀριστερὸν καὶ τὸ δεξιὸν, ἐν τῷ κατὰ τρίτην συζυγίαν χωρίῳ συμπάσχει καὶ τὰ πλησιάζοντα, καὶ διὰ τοῦτο τά τε κατὰ τὴν δευτέραν καὶ τὴν πρώτην συζυγίαν βλάπτεται νεῦρα, καὶ τῇ τούτων ἀκολουθεῖ βλάβῃ καὶ τὰ κατὰ τοὺς ὀφθαλμοὺς μόρια βλάπτεσθαι [237] πάντα· μόνου δ' ἑνὸς μυὸς ἢ νεύρου παθόντος ὁπωσοῦν, εἴτε κατ' ἰδιοπάθειαν, εἴτε κατὰ συμπάθειαν, ἐπὶ τὸν ἀντικείμενον μῦν ἐπισπᾶται τὸ μόριον, ἐὰν μὲν ὁ τὸ δεξιὸν χεῖλος κινῶν μῦς παραλυθῇ, πρὸς τὴν ἀριστερὰν χώραν ἀπαγομένου τοῦ κατὰ τοῦτο τὸ μέρος χείλους, ὅτ' ἂν δὲ ὁ τὸ ἀριστερὸν, ἐπὶ τὴν δεξιάν. ὡσαύτως δὲ κᾀπὶ τῆς γένυος ὅλης, καὶ τῶν τῆς ῥινὸς πτερυγίων, καὶ τῶν γνάθων ἑκατέρας, ἃς ἐμάθετε κινουμένας ὑπὸ τοῦ μυώδους πλατύσματος, ἐπὶ τὰ ἐναντία τῷ παραλελυμένῳ συμβαίνει παρασπᾶσθαι τὸ μέρος, οὐκ ἔτ' ἐπὶ τούτου παρὰ τῆς τρίτης συζυγίας τῶν νεύρων ἡκόντων, ἀλλ' ἐκ τῶν κατὰ τὸν τράχηλον σπονδύλων εἰς ἅπαν ὀλίγου δεῖν, ὅτι μὴ κατὰ μέρος τι μικρὸν αὐτοῦ τῶν παρὰ τῆς πέμπτης συζυγίας ἐμφυομένων νεύρων, ἔνθα τὸ πλάτυσμα τὴν ὑψηλοτάτην ἔχει χώραν.

   Μετιέναι δ' ἤδη καιρὸς ἐπὶ τὰ τοῦ νωτιαίου πάθη. τὰ τοῦ νωτιαίου μυελοῦ πάθη σύντομον μὲν ἔχει τὴν ἐν τῷ παρόντι διδασκαλίαν, οὐ σύντομον δὲ τὴν ἐπὶ τῶν ἔργων γνῶσιν αὐτῶν· εἰ μὴ γὰρ μνημονεύοι τις ἑκάστην συζυγίαν τῶν ἀπ' αὐτοῦ πεφυκότων νεύρων, ἐς ὅτι παραγίνεται [238] μέρος τοῦ σώματος, ἀδύνατον αὐτῷ γνῶναι κατὰ πόστον ἔπαθεν σπόνδυλον ὁ νωτιαῖος, ὡς τῷ γε μεμνημένῳ ῥᾴστη ἡ τοῦ πεπονθότος τόπου γνῶσις. ἀλλὰ καὶ κατὰ τὴν τῶν ἄλλων ἁπάντων μορίων διάγνωσιν ἀνάμνησις ἔσται τῶν ἀπὸ τοῦ νωτιαίου μυελοῦ πεφυκότων νεύρων. οἷον εὐθέως ἀπὸ τῶν πρώτων σπονδύλων πασχόντων σπανίως μὲν, ἀλλὰ γίνεται συνάγχη ποτὲ, παιδίοις μᾶλλον ἢ τελείοις, ὑπὲρ ἧς Ἱπποκράτης οὕτως συνέγραψεν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν· ἐπὶ δὲ τῶν κυναγχικῶν παθήματα τοιάδε. τοῦ τραχήλου οἱ σπόνδυλοι εἴσω ἔῤῥεπον, τοῖσι μὲν ἐπὶ πλέον, τοῖσι δὲ ἐπ' ἔλαττον, καὶ ἔξωθεν ἔκδηλος ἦν κοῖλον ἔχων ὁ τράχηλος, καὶ ἤλγει ἐν ταύτῃ ψαυόμενος· ἦν δὲ καὶ κατωτέρω τινὶ τοῦ ὀδόντος καλεομένου ὀστοῦ, ὃ οὐχ ὁμοίως ὀξύ ἐστιν, ἔστι δὲ οἷσι καὶ πάνυ περιφανὴς, μείζονι περιφερείῃ. ἢν μὴ σὺν τῷ ὀδόντι καλεομένῳ, φάρυγξ οὐ φλεγμαίνουσα, ἐγκειμένη δέ. τὰ ὑπὸ γνάθων, ὀγκηρὰ, οὐ φλεγμαίνουσιν εἴκελα, οὐδὲ βουβῶνες οὐδενὶ ᾤδησαν, ἀλλὰ τῇ φύσει μᾶλλον· καὶ [239] γλῶτταν οὐ ῥηϊδίως στρέφοντες, ἀλλὰ μείζων τε αὐτέοις ἐδόκεεν εἶναι καὶ προπετεστέρη. καὶ αἱ ὑπὸ τῆς γλώττης φλέβες ἐκφανέες, καταπίνειν δ' οὐκ ἠδύναντο, ἢ πάνυ χαλεπῶς, ἀλλ' ἐς τὰς ῥῖνα, ἐξέφυγεν εἰ πάνυ ἐβιῶντο, καὶ διὰ τῶν ῥινῶν διελέγοντο. πνεῦμα δὲ τούτοισιν οὐ πάνυ μετέωρον. ἔστι δὲ οἷσιν καὶ φλέβες αἱ ἐν κροτάφοισιν καὶ ἐν κεφαλῇσι καὶ αὐχένι, ἐπῃρμέναι· βραχὺ δέ τι τουτέων τοῖσι παλιγκοτωτάτοισι, κρόταφοι θερμοὶ, εἰ καὶ τὰ ἄλλα μὴ πυρεταίνοιεν. οὐ μὴν πνιγόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμοῖντο, ἢ τὸ πτύελον, ἢ ἄλλό τι. οὐδὲ οἱ ὀφθαλμοὶ ἐγκαθήμενοι. οἷσι μὲν οὖν ἦν ἐς ὀρθὸν ἐξόγκωμα μὴ ἑτερόῤῥοπον, οἱ τοιοῦτοι παραπληκτικοὶ οὐκ ἐγίνοντο. ἀπολόμενον δὲ εἴ τινα εἶδον, ἀναμνήσομαι· οὓς δὲ νῦν οἶδα, περιεγένοντο. ἦν δὲ τὰ μὲν τάχιστα ῥηΐζοντα, τὰ δὲ πλεῖστα καὶ ἐς τεσσαράκοντα ἡμέρας περιῄει, τούτων δ' οἱ πλεῖστοι καὶ ἀπύρετοι. πολλοὶ δὲ καὶ πάνυ ἐπὶ πολὺν χρόνον εἶχόν τι μέρος τοῦ ἐξογκώματος, καὶ κατάποσις καὶ φωνὴ ἐνσημαίνουσα· [240] κίονές τε τηκόμενοι μινύθησίν τινα παρεῖχον πονηρὴν, οὐδὲν δοκέοντες κακὸν ἔχειν. οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες, οὗτοι ὁκόθεν ἂν ἐγκλιθείησαν οἱ σπόνδυλοι, ταύτῃ παρελύοντο, τάδ' ἐπὶ θάτερα ἥλκετο. ἦν δὲ ταῦτα ἐν προσώπῳ καταφανέα μάλιστα καὶ τῷ στόματι καὶ τῷ κατὰ γαργαρεῶνα διαφράγματι· ἀτὰρ καὶ γνάθοι αἱ κάτω παρηλλάσσοντο κατὰ λόγον. αἱ δὲ παραπληγίαι οὐ διὰ παντὸς τοῦ σώματος ἐγίνοντο, οἷον ἐξ ἄλλων, ἀλλὰ μέχρι χειρὸς τὰ ἀπὸ τοῦ κυναγχικοῦ. οὗτοι καὶ πέπονα ἀναπτύοντες βραχὺ μόγις ἦσαν· οἷσι δὲ ἐς ὀρθὸν, ἀπεπτύοντο· οἷσι δὲ καὶ σὺν πυρετῷ, οὗτοι πολὺ μᾶλλον καὶ δύσπνοοι καὶ διαλεγόμενοι σιαλοχόοι, καὶ φλέβες τούτοισι μᾶλλον ἐπῃρμέναι, καὶ πόδες πάντων μὲν ψυχρότατοι, τούτων δὲ μάλιστα· καὶ ὀρθοστατεῖν οὗτοι ἀδυνατώτεροι, καὶ εἴ τινες μὴ αὐτίκα ἔθνησκον· οὓς δὲ ἐγὼ οἶδα, πάντες ἔθνησκον. ταύτην ὅλην τὴν ῥῆσιν ἐξηγησάμην καθ' ἑκάστην ἤδη λέξιν ἐν τῷ δευτέρῳ τῶν εἰς τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπομνημάτων· διὰ τοῦτο δὲ νῦν ὅλην αὐτὴν [241] ἔγραψα, διότι πολλοῖς ὁ Ἱπποκράτης ἐμφαίνει γεγονέναι τὴν σπανίως ἡμῖν ἑωραμένην κυνάγχην, ἄνευ τοῦ πάθος ἴδιον ἔχειν τὸν λάρυγγα· καὶ μέντοι καὶ ὅτι κατὰ τοὺς πρώτους γίνεται σπονδύλους, ὧν ὁ δεύτερος ἔχει τὴν ὀδοντοειδῆ καλουμένην ἀπόφυσιν, ἀφ' ἧς ὅλος ὑπό τινων ὀδοὺς προσηγορεύθη. ἀλλὰ νῦν γε κατωτέρω φησὶν τούτου τοῦ σπονδύλου γεγονέναι τὴν κυνάγχην, οὐχ ὁμοίως ὀξεῖαν οὖσαν τῇ κατὰ τὸν δεύτερον γινομένῃ· πρόδηλον γὰρ ὅτι τὰ ὑψηλότερα τοῦ νωτιαίου μέρη κυριώτερα τῶν ταπεινοτέρων ἐστί· ἐὰν μὲν οὖν πολὺ κατωτέρω γένηται τῶν πρώτων δύο σπονδύλων ἡ αὐτὴ διάθεσις, ἔτι καὶ μᾶλλον ἥττων ἀκολουθήσει ἡ βλάβη. μεμαθήκαμεν γὰρ ἡμεῖς ἐκ τῆς ἀνατομῆς, τὰ τοῦ διαφράγματος νεῦρα μετὰ τὸν τέταρτον καὶ πέμπτον σπόνδυλον ἐκφύεσθαι· ἐμάθομεν δὲ κᾀν τῇ περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων πραγματείᾳ, τὴν ἀβίαστον ἀναπνοὴν ὑπὸ τοῦ διαφράγματος μόνον γίνεσθαι, προσέρχεσθαι δὲ αὐτῇ τὴν τῶν μεσοπλευρίων μυῶν ἐνέργειαν, ὅταν μείζονος εἰσπνοῆς δεηθῶμεν, ὥσπέρ γε καὶ τὴν τῶν ὑψηλῶν, ὅταν μεγίστης· οὐ μὴν διὰ μεγάλην ἢ μεγίστην ἀναπνοὴν μόνον ἐνεργεῖν ἡμᾶς τούτοις τοῖς μυσὶν, [242] ἀλλὰ καὶ δι' ἄλλας αἰτίας, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς περὶ δυσπνοίας εἴρηται. νυνὶ δ' ὅσον εἰς τὴν τῶν πεπονθότων τόπων γνῶσιν ἀναγκαῖον ἐπίστασθαι, παρὰ τῆς προγεγραμμένης ῥήσεως ἀρκέσει λαβεῖν, ἐκείνου πρότερον ἀναμνησθέντας, ὃ διήλθομεν ἐν τῷ περὶ ἄρθρων, ἐξηγούμενοι τὴν λέξιν, ἔνθα φησίν· σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, ὁκόσοι μὲν ὑπὸ νοσημάτων ἐς τὸ κυφὸν ἕλκονται. βούλεται δὲ οὐ μόνον τὴν ἔσω μετάστασιν τῶν σπονδύλων, ἥ τις ὀνομάζεται λόρδωσις, ἀλλὰ καὶ τὴν εἰς τοὐπίσω ταῖς εἰς τὴν ἔξω χώραν τάσεσιν ἕπεσθαι, ἑλκομένων τῶν νευρωδῶν σωμάτων ὑπὸ τῶν ἐνταῦθα συνισταμένων παρὰ φύσιν ὄγκων. ὅτ' ἂν μὲν οὖν καθ' ἕνα μόνον σπόνδυλον ἡ ὁλκὴ γένηται, λορδοῦσθαι συμβαίνει κατ' ἐκεῖνο τὸ μέρος τὴν ῥάχιν, ὡσαύτως δὲ κᾂν ἐφεξῆς ἀλλήλων ἐπὶ δυοῖν ἢ τριῶν σπονδύλων· ὅτ' ἂν οὖν μεταξὺ τῶν ἑλκομένων σπονδύλων εἷς ἢ καὶ πλείους ἀπαθεῖς διαμένωσι, κυρτοῦσθαι συμβαίνει τούτους. ἐπειδὰν μέντοι κατὰ θάτερον μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, ἡ ὁλκὴ γένηται, πρὸς ἐκεῖνον συμβαίνει σκολιοῦσθαι τὴν ῥάχιν. [243] ἀμφοτέρων οὖν ἐμνημόνευσε κατὰ τὴν προγεγραμμένην ῥῆσιν ὁ Ἱπποκράτης, ἐν μὲν τῷ φάναι, οἷς μὲν οὖν ἦν ὀρθὸν ἐξόγκωμα, τῆς λορδώσεως· ἐν δὲ τῷ, οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες, τῆς σκολιώσεως. ἀκριβῶς δὲ πάνυ καὶ ὠφελίμως ἡμῖν τοῖς ἀναγνωσομένοις αὐτὰ προσέγραψεν, ἐπὶ μὲν τῆς λορδώσεως οὐδένα γενέσθαι παραπληκτικὸν, ὅπέρ ἐστι, μορίῳ τινὶ παρετόν· ἐπὶ δὲ τῆς σκολιώσεως γενέσθαι φάσκων ἄχρι χειρὸς, ὅπέρ ἐστιν οὐ κατωτέρω κατὰ τὰς πλευρὰς ἢ ὀσφῦν ἢ τὰ σκέλη. πρῶτον οὖν ἡμᾶς χρὴ τοῦτο γινώσκειν, ὡς ἕτερα μὲν συμπτώματα ἕπεται τοῦ νωτιαίου μυελοῦ παθόντος ἴδιόν τι πάθος, ἤτοι κατὰ δυσκρασίαν μόνην ἢ μετὰ χυμοῦ τινος ἐπιῤῥυέντος, ὡς ἐν ἐρυσιπέλασι καὶ φλεγμοναῖς καὶ σηπεδόσι· ἕτερα δὲ θλιβέντος, ἀπὸ μεταστάσεως ἑνὸς ἢ πλειόνων σπονδύλων. ἔνθα μὲν γὰρ αὐτὸς ὁ νωτιαῖος ἔπαθεν ἴδιόν τι πάθος, ἤτοι κατὰ τὸ ἀριστερὸν ἢ δεξιὸν μέρος, ἄνευ μεταστάσεως σπονδύλων, κατὰ μὲν τὸ ἕτερον αὐτοῦ μέρος μόνον γενομένου τοῦ πάθους, ἅπαντα τὰ κάτω μέρη τοῦ σώματος, ὅσα κατ' εὐθὺ τῆς βλάβης, εἰς αἴσθησίν τε καὶ κίνησιν βλάπτεται· [244] ἔνθα δ' ὅλος ἔπαθεν, ἅπανθ' ὁμοίως, τά τε δεξιὰ καὶ τὰ ἀριστερὰ, τὰ κάτω τοῦ βλαβέντος μέρους παραλύεται. κινηθέντος δὲ σπονδύλου πρὸς μὲν τὸ κυφὸν ἢ λορδὸν, ἐγχωρεῖ μὲν καὶ μηδ' ὅλως βλαβῆναι τῶν ὑποκάτω μερῶν μηδὲν εἰς αἴσθησιν ἢ κίνησιν, ἐγχωρεῖ δὲ καὶ βλαβῆναι κατὰ τὸν ἐν τῷ περὶ ἄρθρων εἰρημένον ὑπ' αὐτοῦ διορισμόν. ὅταν μὲν γὰρ, ὡς αὐτὸς ὠνόμασεν, γωνιώδης ἡ διαστροφὴ γένηται τοῦ νωτιαίου, τουτέστιν μὴ κατὰ βραχὺ καμφθέντος, ἀλλ' ἀθρόως καθ' ἓν μόριον, οἷον κλάσιν τινὰ λαβόντος, ἀνάγκη βλαβῆναι τὰ κάτω μόρια πάντα· κατὰ βραχὺ δὲ τῆς διαστροφῆς γεγενημένης κυκλοτερῶς, οὐδὲν ἀξιόλογον πάσχει τὰ κάτω τοῦ κινηθέντος σπονδύλου. ἡ δ' εἰς τὸ πλάγιον ἐκτροπὴ βλάπτει πάντως ἐκεῖνα τῶν μορίων, εἰς ἃ παραγίνεται τὰ διὰ τῶν μεταστάντων σπονδύλων ἐκφυόμενα νεῦρα· καὶ μᾶλλον μὲν γίνεται τοῦτο κατὰ τὸν τράχηλον, ἧττον δὲ κατὰ τὸν θώρακα, πολὺ δ' ἧττον ἔτι κατὰ τὴν ὀσφῦν. ἐπὶ μὲν γὰρ τοῦ τραχήλου τῶν συνταττομένων ἀλλήλοις σπονδύλων ἑκάτερος ἶσον συντελεῖ τῷ πόρῳ, δι' οὗ τὸ νεῦρον ἐκφύεται· [245] κατὰ δὲ τοὺς τοῦ θώρακος πλέον μὲν ὁ ὑψηλότερος, ἧττον δὲ ὁ ταπεινότερος· ἐπὶ δὲ τῆς ὀσφύος ὅλον τὸ νεῦρον ἐκπίπτει κατὰ τὸν ὑψηλότερον σπόνδυλον. ὥστε ἐνταῦθα μὲν ἡ εἰς τὰ πλάγια ῥοπὴ τῶν σπονδύλων, ἑαυτῇ συναπάγουσα τόν τε νωτιαῖον αὐτὸν καὶ τὸ νεῦρον, ἄθλιπτον ἐργάζεται τὴν κατὰ φύσιν ἔκπτωσιν αὐτοῦ· κατὰ δὲ τὸν τράχηλον ἐκ τῆς μεταξὺ χώρας τῶν δύο σπονδύλων ἐκφυόμενα τὰ νεῦρα, κατὰ τὰς σκολιώσεις θλίβεται μὲν ἐν ἐκείνοις τοῖς μέρεσι τῆς ἐκφύσεως, εἰς ἃ τὴν διαστροφὴν ἔσχεν ἡ ῥάχις, τείνεται δὲ κατὰ θάτερα. ταῖς μὲν οὖν τάσεσιν, ὅταν ἐπιγένηται φλεγμονὴ μεγάλη, σπασμὸς ἐπακολουθεῖ· ταῖς δὲ θλίψεσι παράλυσις τῶν μορίων, εἰς ἃ τὸ θλιβόμενον ἀφικνεῖται νεῦρον. εἰκότως οὖν ἐπὶ ταῖς ἱστορηθείσαις κατὰ τὴν προγεγραμμένην ῥῆσιν κυνάγχαις ἄχρι χειρῶν αἱ παραπληγίαι συνέπεσον, ὡς ἂν ἐκ τοῦ πέρατος τοῦ τραχήλου λαμβανουσῶν τὰ νεῦρα τῶν χειρῶν, μετὰ γὰρ τὸν τράχηλον ὁ θώραξ ἐστὶν, οὐκ εἰς τὰς χεῖρας, ἀλλὰ τὰ μεσοπλεύρια τῶν κατ' αὐτὸν σπονδύλων ἀποφυομένων νεύρων, πλὴν βραχέων τινῶν ἐκ τῶν πρώτων. τὰ μὲν οὖν ἄλλα τὰ κατὰ τὸ πρόσωπον μόρια παντάπασιν [246] ἀβλαβῆ διαμένει, μήτ' εἰς αἴσθησιν ἐμποδιζόμενα μήτε εἰς κινήσιν, ἐπὶ ταῖς εἰρημέναις ἀρτίως τῶν σπονδύλων μεταστάσεσιν· αἱ γνάθοι δὲ μόναι, χωρὶς τῆς γένυος, ὡς ἂν ὑπὸ τοῦ μυώδους πλατύσματος κινούμεναι, βλάπτονται. δῆλον οὖν ὅτι καὶ τῶν μυῶν ὅσοι τὴν ἀρχὴν τῶν εἰς αὐτοὺς διανεμομένων νεύρων ἔχουσιν ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου, βλάπτονται καὶ αὐτοὶ κατά τε τὰ τοῦ νωτιαίου πάθη καὶ τῶν ἀπ' αὐτοῦ πεφυκότων νεύρων. ὁπόσοι δ' εἰσὶ καὶ τίνες οἱ μύες οὗτοι, μεμαθήκατε κατὰ τὴν τῶν ἀπὸ νωτιαίου νεύρων ἀνατομὴν, ὥσπέρ γε καὶ τἄλλα ὅσα χρὴ γιγνώσκειν ἡμᾶς ἑπόμενα συμπτώματα ταῖς τῶν κατὰ ῥάχιν σπονδύλων ἐγκυφώσεσίν τε καὶ λορδώσεσιν καὶ σκολιώσεσιν, ἐν τῷ τρίτῳ τῶν εἰς τὸ περὶ ἄρθρων ὑπομνήματι γεγραμμένα πάντ' ἀκριβῶς ἔχετε σὺν ταῖς οἰκείαις ἀποδείξεσιν, ὧν ἐγὼ τὰ κεφάλαια νῦν ὑμᾶς ὑπομιμνήσκω, ὧν ἔνια μὲν ἤδη διῆλθον, ὅσα δ' οὔπω λέλεκται, νῦν ἐρῶ, πρὸς τὸ μηδ' ἐνταῦθά τι λείπειν τῷ λόγῳ. χρὴ γὰρ ὑμᾶς ἐπίστασθαι τοὺς σπονδύλους ἐξίστασθαί ποτε τῆς οἰκείας θέσεως, ἤτοι γ' ἐκ πτώσεως, ἢ πληγῆς, ἤ τινος ὄγκου [247] παρὰ φύσιν, ἐπισπωμένου τὰ συμφυῆ τοῖς σπονδύλοις αὐτοῖς καὶ τῷ νωτιαίῳ νευρώδη σώματα. διττὰ δέ ἐστιν τῷ γένει ταῦτα, τὰ μὲν ἕτερα τῶν κατὰ φύσιν μορίων, τὰ δὲ ἕτερα τῶν παρὰ φύσιν ὄγκοι τινὲς, οὓς Ἱπποκράτης ἑνὶ περιλαβὼν ὀνόματι κέκληκεν ἄπεπτα φύματα. δῆλον οὖν ὅτι ἐπὶ τῆς προγεγραμμένης καταστάσεως, ἣν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἔγραψεν, οἵ τε ἐπικείμενοι τοῖς τοῦ τραχήλου σπονδύλοις ἔπαθον μύες, ἴσως δὲ καὶ φυματώδης τις ὄγκος ἐγένετό που, δι' ὃν καὶ πτύσαι φησὶν αὐτοὺς πέπονα, πεφθέντων δηλονότι τῶν φυμάτων. διὰ τί τοίνυν αὐτοὺς ὠνόμασεν καὶ κυναγχικούς; ἢ ὅτι δύσπνοιά τις αὐτοῖς ἦν, ἄνευ τοῦ πεπονθέναι τι τῶν κατὰ τὸν θώρακα καὶ πνεύμονα· ταύτῃ γὰρ διήνεγκεν ἡ κυναγχικὴ συνδρομὴ τῆς περιπνευμονικῆς καὶ πλευριτικῆς, καὶ πρὸς τούτῳ γ' ἔτι τῷ τῆς στενοχωρίας αἰσθάνεσθαι κατὰ τὸν λάρυγγα. φαίνεται γοῦν κᾀν τῷ προγνωστικῷ καὶ κυνάγχας ὀνομάζων ἅπαντα τὰ κατὰ τοῦτο τὸ χωρίον γιγνόμενα πάθη δυσκολίαν τῆς ἀναπνοῆς ἐργαζόμενα· φησὶν γὰρ οὕτως· αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ [248] τάχιστα ἀναιροῦσιν, ὅσαι μήτ' ἐν τῇ φάρυγγι ἔκδηλόν τι ποιέουσι μήτ' ἐν τῷ αὐχένι, πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθοπνοίην· αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσιν καὶ δευτεραῖαι καὶ τριταῖαι καὶ τεταρταῖαι. ὁκόσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ καὶ ἐρυθήματα ἐν τῇ φάρυγγι ποιέουσιν, αὗται ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ ὀλίγον τῶν πρόσθεν. οἷσι δὲ συνεξερευθείη ἡ φάρυγξ καὶ ὁ αὐχὴν, αὗται χρονιώτεραι, καὶ μάλιστα ἐξ αὐτέων περιγίνονται, ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρυθήματα ἔχῃ καὶ μὴ παλινδρομήσῃ τὸ ἐρυσίπελας ἔσω. ἐκ τούτων μὲν ἄν τις ἐτεκμήρατο μιᾷ προσηγορίᾳ πάντα κατὰ τοῦτο τὸ χωρίον πάθη τὴν ἀναπνοὴν ὁπωσοῦν βλάπτοντα κυνάγχας ὀνομάζειν αὐτὸν, οὔπω τῶν ἰατρῶν εἰθισμένων τὸ μέν τι κυνάγχην ὀνομάζειν διὰ τοῦ κ, τὸ δὲ συνάγχην διὰ τοῦ ς, πολὺ δὴ μᾶλλον οὐδὲ παρασυνάγχην τι καλούντων, οὐδὲ παρακυνάγχην· ἡ γὰρ τῶν ὀνομάτων περιεργία μετὰ τῆς τῶν πραγμάτων ἀμελείας ἤρξατο, καὶ διὰ τοῦτο τέτταρα μὲν ὀνόματα πεποιήκασι, δηλοῦσθαι δ' ὑπ' αὐτῶν εἰπόντες πάθη [249] τέτταρα καὶ γράψαντες, αὐτῶν τὰ γνωρίσματα παραλελοίπασιν. τοῦτο τοίνυν ἐμοὶ προχειρισθὲν ἅμα τῇ κατὰ τὸ δεύτερον ἐπιδημιῶν ῥήσει, τίνα οὖν ἐστι τὰ τέτταρα πάθη· τὸ μὲν ἓν καὶ πρῶτον αὐτῶν, ὅτ' ἂν ἡ φάρυγξ φλεγμαίνῃ, φάρυγγα δ' ὀνομάζω τὴν ἔνδον τοῦ στόματος χώραν, εἰς ἣν ἀνήκει τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος πέρας· ἕτερον δὲ δεύτερον, ὅτ' ἂν μήτ' ἄλλό τι τῶν κατὰ στόμα μήθ' ἡ φάρυγξ, ἀλλὰ μηδὲ τῶν ἔξωθέν τι φαίνηται φλεγμαῖνον, αἴσθησις δὲ πνίξεως εἴη τῷ κάμνοντι κατὰ τὸν λάρυγγα· τρίτον δ' ἐπὶ τούτοις, ὅτ' ἂν ἡ ἐκτὸς χώρα τῆς φάρυγγος φλεγμαίνῃ· καὶ τέταρτον, ὅτ' ἂν ἡ τοῦ λάρυγγος ἐκτὸς ὁμοίως διατεθῇ τῇ ἐντός. ἀλλ' ἐπὶ τούτοις γε κατὰ τὸν αὐχένα γίνεταί τι πάθος, ὃ παραλελοίπασιν, εἰς τὴν πρόσω χώραν μεθισταμένων τῶν σπονδύλων, ποτὲ μὲν αὐτῶν μόνων τῶν κοινωνούντων αὐτοῖς μυῶν εἰς ὄγκον τινὰ παρὰ φύσιν ἀρθέντων, ἤ τινος φύματος συστάντος· ἐνίοτε δὲ καὶ τοῦ στομάχου συγκακωθέντος αὐτοῖς· ἔστι δ' ὅτε καὶ τῶν συναπτόντων αὐτὸν μυῶν τῷ λάρυγγι, καὶ πρὸς τούτοις γ' ἔτι τῶν ἰδίων [250] αὐτοῦ τοῦ λάρυγγος μυῶν, ὑφ' ὧν ἀνοίγνυται. ταῦτ' οὖν ἅπαντα τὰ πάθη δυσχέρειαν μέν τινα ἐργάζεται κατὰ τὴν ἀναπνοὴν, οὐ μὴν τὸν τοῦ πνιγῆναι κίνδυνον ἐπιφέρει· δυσκόλως δὲ καταπίνουσι, καὶ μέντοι καὶ ἀλγοῦσιν, ὁπότε μᾶλλον ἀνακόπτεται τὸ ποτὸν αὐτοῖς εἰς τὰς ῥῖνας. ἐνίοτε δὲ τῆς φλεγμονῆς αὐτῆς ἐπιβαινούσης, καὶ τὰ περὶ φάρυγγά τε καὶ γλῶτταν αὐτοῖς συνεξαίρεται, καθάπερ αὐτὸς ἔγραψεν· ἀλλ' οὐ δεῖται νῦν ὁ προκείμενος λόγος τῶν τοιούτων συμπαθειῶν τῆς διηγήσεως, ἑτέρων γὰρ ἐνεργειῶν ἀπώλεια γίνεται, τῆς γλώττης παθούσης.

   Ἔνθα δ' ἡ βλάβη μιᾶς ἐνεργείας ἐστὶν, οἱ πεπονθότες δὲ τόποι πλείους, τῇ ποικιλίᾳ τῶν ἄλλων συμπτωμάτων διοριζομένοις τούτους ἡμῖν εὑρίσκειν πρόκειται νῦν. ἄνευ μὲν γὰρ τοῦ παθεῖν τι τῶν ἀναπνευστικῶν ὀργάνων ὁτιοῦν, εἴτε κατὰ πρωτοπάθειαν, εἴτε κατὰ συμπάθειαν, ἀδύνατόν ἐστι βλαβῆναι τὴν ἀναπνοήν· ἐπεὶ δ' αὐτά τε τὰ ἀναπνευστικὰ πλείω τετύχηκεν ὄντα, πρὸς δ' αὐτοῖς ἕτερος ἀριθμὸς οὐκ ὀλίγος ἐστὶ μορίων, οἷς συμπάσχειν πέφυκεν, [251] εἰκότως οἱ διορισμοὶ πολλοὶ γεγόνασιν, οἷς χρώμενος ἄν τις εὑρίσκοι τούς τ' ἰδιοπαθοῦντας ἑκάστοτε καὶ τοὺς συμπάσχοντας αὐτοῖς τόπους. εὐθὺς οὖν ἐξ αὐτοῦ μόνου τοῦ τῆς ἀναπνοῆς εἴδους ἔνεστι τεκμήρασθαί τι περί τε τοῦ πάσχοντος τόπου καὶ τῆς διαθέσεως αὐτοῦ. φαινέσθω γὰρ ὁ κάμνων ὅλον τὸν θώρακα κινῶν κατὰ τὴν ἀναπνοὴν, ὡς ἔμπροσθεν μὲν ἄχρι τῶν κλειδῶν ἀνήκειν αὐτοῦ τὴν κίνησιν, ἑκατέρωθεν δὲ ἄχρι τῶν ἐπωμίδων, ὀπίσω δὲ ἄχρι τῶν ὠμοπλατῶν· ἐκ ταύτης τῆς ἀναπνοῆς ἔνδειξις γίνεται τριῶν διαθέσεων· μιᾶς μὲν, θερμασίας φλογώδους κατά τε τὸν πνεύμονα καὶ τὴν καρδίαν· ἑτέρας δὲ, στενοχωρίας κατά τι τῶν ἀναπνευστικῶν ὀργάνων· ἐφ' αἷς τρίτης, ἀῤῥωστίας τῆς κινούσης δυνάμεως τοὺς μῦς τοῦ θώρακος. ἐπισκέψασθαι τοιγαροῦν χρὴ τοιαύτην ἀναπνοὴν θεασάμενόν τινα πρῶτον μὲν τοὺς σφυγμούς· ἐνδείξονται γὰρ οὗτοι τὸ πλῆθος τῆς θερμασίας, ὡς ἐν τῇ δι' αὐτῶν προγνώσει γέγραπται· δεύτερον δὲ τὴν ἐκπνοὴν, εἰ πολλὴ καὶ ἀθρόα καὶ μετὰ ἐκφυσήσεως γίγνεται· καὶ τρίτον ἐπὶ τούτοις ἅψασθαι τοῦ θώρακος κατὰ τὸ στέρνον· διακαιόμενον γὰρ εὑρών τις αὐτὸ, οὕτως ἂν ἔχοι [252] πάντα τὰ γνωρίσματα τοῦ πλήθους τῆς θερμασίας, ἐξ ἐπιμέτρου προσερχομένων αὐτοῖς ἐρεύθους προσώπου τε καὶ ὀφθαλμῶν, καὶ κεφαλῆς διακαοῦς, καὶ δίψους ἰσχυροῦ, καὶ γλώσσης ξηρᾶς τε καὶ τραχείας, αὐτοῦ τε τοῦ κάμνοντος καίεσθαι λέγοντος. εἰ δὲ τῶν τῆς φλογώσεως σημείων μετρίων ὑπαρχόντων, ὁ θώραξ ἐπὶ πλέον διαστέλλοιτο, στενοχωρία τίς ἐστιν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, ὥστε ἤτοι τῶν περὶ τὸν λάρυγγά τι πέπονθεν, ἢ πλήθους ὑγρῶν ὁ πνεύμων ἢ ὁ θώραξ ἐμπέπλησται, ἢ φῦμά τι φύεται κατ' αὐτοὺς, ἐξ οὗ γένους ἐστὶ τὸ καλούμενον ἀπόστημα. τὰ μὲν οὖν κατὰ τὸν λάρυγγα διήλθομεν, ὅσα κατὰ συμπάθειάν τε καὶ πρωτοπάθειαν πάσχει· τὰ δὲ κατὰ πνεύμονα καὶ θώρακα μικρὸν ὕστερον ἀκριβέστερον διορισθήσεται, πρόκειται γὰρ ἐν τῷ παρόντι τὰ τοῦ νωτιαίου διελθεῖν πάθη, τά τ' ἄλλα καὶ ὅσα κατὰ τὴν καλουμένην ἀτονίαν πάσχει. γίνεται δὲ ἀτονία ποτὲ μὲν διὰ τὸν ἐγκέφαλον, ὡς ἂν παρ' ἐκείνου τὰς δυνάμεις ἀμφοτέρας ἔχοντος αὐτοῦ, τήν τε αἰσθητικὴν καὶ τὴν κινητικήν· ἐνίοτε καὶ κατ' αὐτὸν μόνον τὸν νωτιαῖον πρωτοπαθοῦντα διά τινα δυσκρασίαν οἰκείαν, ἤτοι καθ' ὅλον [253] αὐτὸν, ἢ κατὰ διαφέροντα μόρια γεγονυῖαν, ἧς οὐδ' εἰς ἔννοιαν οἱ πολλοὶ τῶν ἰατρῶν ἀφικνοῦνται, καίτοι θεώμενοι πολλάκις ἐν νόσοις ἐκλύτους τινὰς αὐτῶν οὕτως ὄντας, ὡς μόγις κινεῖν τοὺς τῆς χειρὸς δακτύλους, ὅμως δ' ἀναπνέοντας ἅπασι τοῖς τοῦ θώρακος μέρεσιν, μηδ' οὖν μηδὲ διακαοῦς θερμασίας ἀναγκαζούσης αὐτοὺς ἐπὶ μεγάλην ἀναπνοὴν ἀφικνεῖσθαι. συμβαίνει δὲ αὐτοῖς τοῦτο διὰ τοιαύτην αἰτίαν. τὴν ἀβίαστον ἐκπνοὴν αἱ φρένες ἐργάζονται μόναι κατ' ἐκείνους τοὺς καιροὺς, ἐν οἷς ἡσυχάζει τὸ ζῶον, ἐῤῥωμέναι· ὁπότ' ἂν δ' ἀῤῥωστῶσιν αὗται, μόναι μὲν πληροῦν τὴν χρείαν τῆς ἀναπνοῆς οὐ δύνανται, βοηθοῦσι δ' οἱ μεσοπλεύριοι μύες αὐταῖς τηνικαῦτα, κᾀπειδὰν ἔτι πλέονος εἰσπνοῆς δέηται τὸ ζῶον, οὕτως ἤδη καὶ οἱ ὑψηλοὶ πάντες, ὧν οἱ μέγιστοι τὰς ὠμοπλάτας ἑαυτοῖς συγκινοῦσιν ἐναργῶς. ὅτ' ἂν οὖν ἴδῃς ἄνθρωπον ἅπασι τοῖς τοῦ θώρακος μέρεσιν ἐνεργοῦντα, μὴ μέντοι πυκνὸν εἰσπνέοντα, προσεπισκέψαι τηνικαῦτα τήν τε πηλικότητα τῆς διαστολῆς τοῦ θώρακος, καὶ τὰ τῆς ῥινὸς πτερύγια· ταῦτά τε γὰρ αὐτὸν εὑρήσεις προστέλλοντα, καὶ μικρὰν τὴν διαστολὴν τοῦ θώρακος ἐργαζόμενον, [254] οὐχ ὥσπερ οἱ διὰ πλῆθος θερμασίας ἐν πυρετοῖς καυσώδεσιν ἐῤῥωμένοι τὴν δύναμιν, ἐπὶ πλεῖστον γὰρ αὐτοὶ τὸν θώρακα διαστέλλουσιν ὅλον· ἀλλ' οὐδ' ὡς οἱ διὰ στενοχωρίαν τινὰ τῶν ἀναπνευστικῶν ὀργάνων, ὡς ἐν κυνάγχαις τε καὶ ταῖς ἐκ πολλοῦ καὶ ἀθρόου κατάῤῥου δυσπνοίαις· ἢ καὶ δι' ἀμφότερα, καθάπερ ἐν περιπνευμονίαις, οὗτοι γάρ εἰσιν οἱ μέγιστόν τε καὶ πυκνότατον ἀναπνέοντες. ὥσπερ δὲ δι' ἀῤῥωστίαν δυνάμεως ἅπαντα τὰ μέρη τοῦ θώρακος ἀναγκάζονται διαστέλλειν, οὕτω καὶ διὰ μερικὴν ἀτονίαν ἑνὸς ἐξ αὐτῶν μέρους. ὁ γοῦν γυμναστὴς Σεκοῦνδος, ὡς ἂν οἷς ἔπασχεν παρακολουθεῖν δυνάμενος, αἰσθάνεσθαι σαφῶς ἔφη τῆς κατὰ τὰς φρένας ἀτονίας, δι' ἣν ἠναγκάζετο καὶ τοὺς μεσοπλευρίους μῦς ἀεὶ κινεῖν, καί ποτε καὶ τοὺς ὑψηλούς· καί ποτε καὶ περιβαλὼν ζώνην τοῖς κατ' ὑποχόνδρια χωρίοις, ἠρκεῖτο μόνῃ τῇ διὰ τῶν φρενῶν ἀναπνοῇ, καθ' ὃν ἡσύχαζε δηλονότι χρόνον. εἴτε δὲ αὐτοῦ τοῦ κατὰ τὸ διάφραγμα μυὸς, εἴτε τῶν ἡκόντων εἰς αὐτὸ νεύρων, εἴτ' ἀμφοτέρων ἦν ἀτονία, [255] δύσκολον ἐφαίνετό μοι διορισθῆναι· τὴν δ' αὐτὴν ἀναπνοὴν ἐθεασάμην τινὰ καὶ ἄλλον ἔχοντα, λακτισθέντα μὲν ὑφ' ἵππου ποτὲ κατὰ τῶν ὑποχονδρίων ἰσχυρῶς, ὡς ἀποθανεῖν κινδυνεῦσαι, φλεγμήναντος αὐτῷ τοῦ διαφράγματος· ὡς δ' ἐκ τοῦ κινδύνου τούτου διεσώθη, παραμεινάσης ἀεὶ τῆς ἀτονίας αὐτῷ. ἑτέρῳ δὲ ἐκ περιπνευμονίας ἰσχυρᾶς ἀνακομιζομένῳ δυσαίσθητος ἐκ τῶν ὀπίσω τε καὶ ἔνδον μερῶν ὁ βραχίων ἐγένετο, καὶ τοῦ πήχεως ὁμοίως τὰ πλεῖστα μέχρι δακτύλων ἄκρων, ὀλίγον δέ τι καὶ πρὸς τὴν κίνησιν ἐβλάβησαν ἔνιοι. τούτῳ τὰ κατὰ τὸ πρῶτον καὶ δεύτερον μεσοπλεύριον νεῦρα βλαβῆναι συνέβη· φέρεται δ' αὐτῶν τὸ μὲν πρῶτον ἀξιόλογον ὑπάρχον τῷ μεγέθει, διὰ βάθους, ἀναμιγνύμενον τῷ μὲν πρὸ αὐτοῦ, κατασχιζόμενον δὲ εἰς μοίρας πολλὰς, ἃς ἐν ταῖς ἀνατομαῖς ἐθεασάμεθα, καί τινας αὐτῶν ἄχρι δακτύλων ἄκρων διὰ τῆς ἔνδον χώρας τοῦ πήχεως ἀφικνουμένας· τὸ δὲ δεύτερον νεῦρον λεπτὸν ὂν, οὐδενὶ μιγνύμενον ἑτέρῳ, διὰ τῆς μασχάλης ὑπὸ τῷ δέρματι πρὸς τὸν βραχίονα φέρεται, κατασχιζόμενον εἰς τὸ δέρμα τῆς [256] ἔνδον τε καὶ ὀπίσω χώρας αὐτοῦ. ταχέως ὁ ἄνθρωπος οὗτος ἐθεραπεύθη, φαρμάκου τεθέντος ἐπὶ τῆς ἐκφύσεως τῶν νεύρων κατὰ τὸ πρῶτόν τε καὶ δεύτερον μεσοπλεύριον· ὥσπερ ἄλλοι τινὲς ἅμα ἄμφω τὰ σκέλη κατὰ βραχὺ παραλυόμενοι, διὰ τῶν κατ' ὀσφῦν ἐπιτεθέντων φαρμάκων ἐκείνῳ τῷ χωρίῳ, καθ' ὃ τὰ τῶν σκελῶν ἀποφύεται νεῦρα τοῦ νωτιαίου μυελοῦ, μηδὲν ἡμῶν ἐπιτεθέντων αὐτοῖς τοῖς παραλελυμένοις σκέλεσι φάρμακον· οὐδὲ γὰρ αὐτῶν ἴδιον ἦν τὸ πάθος, ἀλλὰ τοῦ μυελοῦ. ἑτέρῳ δὲ μεγάλης ἐκπυήσεως γενομένης ἔν τε τῷ κατὰ τὴν ἑτέραν τῶν πυγῶν χωρίῳ καὶ τοῖς πρώτοις μέρεσι τοῦ κατ' αὐτὸν σκέλους ἐγυμνώθη μὲν ἐν τῇ χειρουργίᾳ τὰ τοῦ σκέλους ἐκείνου νεῦρα, θεραπευθέντος δὲ τοῦ χωρίου, δυσκίνητον ἦν ὅλον τὸ κῶλον· ἐφ' οὗ στοχασάμενος τῆς γενομένης φλεγμονῆς ὑπολελεῖφθαί τι σκιῤῥῶδες ἔν τινι τῶν νεύρων, ὡς πρὸς τοιαύτην διάθεσιν ἁρμοσάμενος, ἐπὶ τοῦ πεπονθότος μόνου χωρίου ἐπιτιθεὶς ἐπιτήδεια φάρμακα τελέως τὸν ἄνθρωπον ἐξιασάμην. ὥσπερ δὲ ἐπὶ τῶν κατὰ τὸ πρόσωπον εἴρηται μερῶν, οὕτω κᾀπὶ τῶν ἄλλων ἁπάντων, ὅτ' ἂν ἀπόλλυται μία τις ἐνέργεια, τὸν ποιητικὸν αὐτῆς μῦν [257] μόνον, ἢ τὸ νεῦρον αὐτοῦ πεπονθέναι νομιστέον· εἰ δὲ πλείους ἐνέργειαι βλαβεῖεν, εἰ μὲν καθ' ἓν χωρίον, ἐγχωρεῖ καὶ τοὺς μῦς αὐτοὺς πάντας ἔκ τινος αἰτίας βεβλάφθαι κοινῆς, ἐνδέχεται δὲ καὶ κοινόν τι τῶν μυῶν ἐκείνων νεῦρον εἶναι τὸ πεπονθός. ἰχθῦς γοῦν τις ἐν ποταμῷ θηρεύων, καὶ καταψυχθεὶς τὰ περὶ τὴν ἕδραν τε καὶ κύστιν, ὡς χωρὶς προαιρέσεως ἐκρεῖν αὐτοῦ τό τ' ἀποπάτημα καὶ τὸ οὖρον, ἐθεραπεύθη ταχέως ὑπὸ τῶν θερμαινόντων φαρμάκων ἐπιτεθέντων τοῖς πεπονθόσι μυσίν· ἕτερος δὲ ἄνευ φανερᾶς αἰτίας τοῖς αὐτοῖς περιπεσὼν συμπτώμασιν ἐν πολλῷ χρόνῳ διὰ πολλῶν βοηθημάτων μόγις ὑγιάσθη, τῶν καθ' ἱερὸν ὀστοῦν αὐτῷ παθόντων νεύρων. ὅπερ οὖν ἔφην εὐθέως ἐν ἀρχῇ, τοῦτο καὶ νῦν εἰπὼν ἐφ' ἕτερόν τι μεταβήσομαι· γινώσκων τις ἐξ ἀνατομῆς ἕκαστον τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, εἰς ὅ τι παραγίνεται μόριον, ἀκριβῶς διαγνώσεται τοὺς πεπονθότας τόπους. ἔργῳ δ' ὑμεῖς τὴν βάσανον τούτων ἐπὶ τῶν ἔργων τῆς τέχνης εἰλήφατε, πολλάκις ἑωρακότες ὠφέλειαν ἐναργῆ γιγνομένην τοῖς κάμνουσιν ἐκ τῆς τοιαύτης διαγνώσεως. [258] οὐ μόνον γὰρ σκέλη καὶ χεῖρας εἰκῆ καὶ μάτην οἱ πολλοὶ τῶν ἰατρῶν ἀνατρίβουσι φαρμάκοις θερμαίνουσι δι' ὅλης ἡμέρας τε καὶ νυκτὸς, ἀμελήσαντες τοῦ τόπου, καθ' ὃν ὁ νωτιαῖος ἤ τι τῶν ἀπ' αὐτοῦ βλάπτεται νεύρων, ἀλλὰ καὶ τὴν κεφαλὴν οὐ πρὸ πολλοῦ τινος ἥλκωσαν, ἐπιτιθέντες φάρμακα τῶν πάνυ θερμαινόντων, ἡγούμενοι δι' αὐτῶν ἀνακαλέσασθαι τὴν αἴσθησιν αὐτῆς ἰσχυρῶς βεβλαμμένην· ὅν τινα καὶ αὐτὸν ἡμεῖς ἰασάμεθα, τὸν πεπονθότα τόπον εὑρόντες ἔκ τε τῶν ἄλλων συμπτωμάτων καὶ τῶν προκαταρκτικῶν αἰτίων, ἕκαστον ἀνερωτήσαντες, ὧν ἓν ἦν καὶ τόδε· πάμπολυν ὑετὸν ἔφη σὺν ἀνέμῳ σφοδροτάτῳ γενόμενον, ὁδοιποροῦντος πότ' αὐτοῦ, διαβρέξαι τὴν ἐφεστρίδα κατὰ τὸν τράχηλον, ὡς αἰσθέσθαι σαφῶς ψύξεως ἐν αὐτῷ γενομένης ἰσχυρᾶς. ἐπιστάμενος οὖν τις ἐκ τῶν πρώτων τοῦ νωτιαίου σπονδύλων ἐπὶ τὴν κεφαλὴν ἀναφερόμενα νεῦρα τέτταρα, δι' ὧν τὴν αἴσθησιν ἔχει τὸ περὶ αὐτὴν δέρμα, ῥᾳδίως ἂν ἔγνω τὸν πεπονθότα τόπον, οὗ θεραπευθέντος τὸ τῆς κεφαλῆς συνεθεραπεύθη δέρμα, μηδὲν αὐτὸ κατὰ πρωτοπάθειαν πεπονθός. ἀλλ' οὔτε [259] ταῦτα τὰ νεῦρα γιγνώσκοντες οὔτε τὰ καθ' ἕκαστον μέρος ὅλου τοῦ δέρματος οἱ ἰατροὶ, παρὸν αὐτοῖς ἐλαχίστῳ μορίῳ τῷ κατὰ τὴν ἀρχὴν τοῦ νεύρου προσφέρειν τὰ βοηθήματα, τοῖς οὐδὲν πεπονθόσιν ἐνοχλοῦσιν. ἐγὼ δὲ ὑμῖν ἔδειξα πολλάκις ἔνια μὲν ἐν αὐτῷ τῷ νωτιαίῳ τὴν οἷον ῥῖζαν ἔχοντα, τινὰ δ' οἷον ἐκ κλάδων μεγάλων ἀποσχιζόμενα, πεφυκότων ἐκ τοῦ νωτιαίου, καὶ πάλιν αὐτὰ ταῦτα, σχιζόμενά τε καὶ διανεμόμενα, τὰ μὲν εἰς πολὺ πάνυ μέρος τοῦ δέρματος, ἔνια δὲ εἰς ἔλαττον· ὥστέ με θαυμάσαι τῶν ἀνατομικῶν ἀνδρῶν ἀγνοησάντων αὐτὰ καὶ ζητούντων ἐν ταῖς παραλύσεσι τὴν αἰτίαν, δι' ἣν οὐκ ἀεὶ κίνησίς τε καὶ αἴσθησις ἀπόλλυται τῶν παραλελυμένων μορίων, ἀλλ' ἐνίοτε μὲν ἡ κίνησις, ἐνίοτε δὲ ἡ αἴσθησις, ἐνίοτε δὲ ἥ τε κίνησις καὶ ἡ αἴσθησις. οἴονται γὰρ τῶν εἰς τοὺς μῦς διανεμομένων νεύρων τὰ λείψανα διεκπίπτειν ἐπὶ τὸ δέρμα, καὶ διὰ τοῦτο ἐπειδὰν πάθῃ τὸ κατασχιζόμενον εἰς τὸν μῦν νεῦρον, ἐπὶ μὲν ταῖς μεγάλαις αὐτοῦ διαθέσεσιν ἀμφότερα βλάπτεσθαι, τήν τε αἴσθησιν ἅμα καὶ τὴν κίνησιν· ἐπὶ δὲ ταῖς ἐλάττοσιν διασώζεσθαι μὲν ἔτι τὴν αἴσθησιν, ὡς ἂν οὐκ ἰσχυρᾶς δεομένην δυνάμεως, [260] ἀπόλλυσθαι δὲ τὴν κίνησιν, οὐ δυναμένην γίνεσθαι χωρὶς ῥώμης δυνάμεως. εἷς γάρ τις μῦς ἐνίοτε κινῶν ὅλον τὸ σκέλος, ἢ καὶ τὴν χεῖρα, καὶ διὰ τοῦτο ῥώμης δεόμενος, ἐπειδὰν πάθῃ μηκέτ' ἐνεργεῖν δυνάμενος, ἀκίνητον μὲν ἐργάζεται τὸ κῶλον, ἡ δὲ αἰσθητικὴ δύναμις, διαγνωστικὴ τῶν κατὰ τὸ μόριον οὖσα παθῶν, ἀβλαβὴς αὐτῷ διαμένει, μὴ δεομένη μεγάλης ἰσχύος· τό τε γὰρ πάσχειν οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον ὑπάρχει τοῖς ἀσθενέσιν, ἥ τε διάγνωσις τοῦ πάθους αὐτάρκως γίνεται καὶ δι' ἀῤῥώστου δυνάμεως. ἐπὶ μὲν οὖν τῆς τοιαύτης παραλύσεως ὁ λόγος αὐτῶν πιθανός ἐστιν· ἐφ' ἧς δ' ἡ μὲν αἴσθησις ἀπόλωλεν, ἡ δὲ κίνησις σώζεται, τινὲς μὲν οὕτω ματαίους εἰρήκασι λόγους, ὡς ἄμεινον εἶναι σιωπᾷν αὐτούς· ἔνιοι δ' αἰσθανόμενοι τῆς τοῦ ζητήματος ἀπορίας, οὐκ ὤκνησαν εἰπεῖν οὐδέποτ' ὦφθαι τοιοῦτο παραλύσεως εἶδος, ἐν ᾧ τῆς αἰσθήσεως ἀπολωλυίας ἡ κίνησις σώζεται. τοῖς γὰρ ἀποστᾶσι μὲν τῶν ἔργων τῆς τέχνης, ἀναγορεύσασι δὲ ἑαυτοὺς προστάτας αἱρέσεως, οὐδὲν ἀτόλμητόν ἐστιν, ἀλλ' ἅπαν ἑτοίμως ψεύδονται, καὶ γράφουσιν [261] ἔνια μὲν ὡς πολλάκις ἑωρακότες, ὧν οὐδ' ὄναρ οὐδὲν εἶδόν ποτε, πολλὰ δ' οὐδεπώποτ' ὦφθαί φασι τῶν συνεχῶς αὐτοῖς ὁρωμένων.

   Ἤδη μέν πως ὡμολόγηται τοῖς ἰατροῖς, ἐκ μὲν τοῦ στομάχου καὶ τῆς γαστρὸς ἐμεῖσθαι τὸ αἷμα, μετὰ δὲ βηχὸς ἐκ τῶν ἀναπνευστικῶν ἀνάγεσθαι μορίων· ἐκ δὲ τῶν κατὰ φάρυγγα καὶ γαργαρεῶνα χρεμπτομένοις, ὥσπερ ἐκ τοῦ στόματος, ἁπλῶς ἀποπτύεσθαι· τεθεάμεθα δὲ πολλάκις, ὅτ' ἂν ἀθροώτερον ἐκ τῆς κεφαλῆς καταφέρηται, καὶ μάλιστα τοῦ γαργαρεῶνος ἔνδον ὡς πρὸς τὴν φάρυγγα, μετὰ βηχὸς αὐτὸ ἀναπτυόμενον· ἐμπῖπτον γὰρ αὐτίκα τῷ λάρυγγι βῆχα κινεῖ. προσέχειν οὖν δεῖ τούτῳ μάλιστα, μήποτε δόξωμεν ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀναφέρεσθαι τὸ αἷμα, καθάπερ ἤδη τινὰς ἔγνων ἰατροὺς ὑπολαβόντας ψευδῶς, ἐξ ὧν ἐσφάλησαν αὐτοὶ νομίσαντες οὐκ ὀρθῶς ἀποφήνασθαι πολλοὺς τῶν ἀρίστων ἰατρῶν, χαλεπωτάτην εἶναι τὴν τοιαύτην αἱμοῤῥαγίαν, ὡς ἂν τοῦ πνεύμονος ἰσχυρῶς πεπονθότος· οὐδὲ γὰρ μικροῦ τινος ἀγγείου ῥῆξιν εἰκὸς γίνεσθαι κατ' αὐτόν. [262] ἐγχωρεῖ δὲ καὶ κατὰ διάβρωσιν, ἢ ἀνάβρωσιν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, γίνεσθαι πολλάκις αἵματος ἀναφορὰς ἀθρόας μετὰ βηχός. ὅτ' ἂν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐκ διαλειμμάτων ὀλίγον ἑκάστοτε μετὰ βηχὸς ἀνεπτυκώς τις αἷμα φαίνηται, μετὰ ταῦτα δὲ ὕστερον αὐτῷ μήτε καταπτώσεως ἐξ ὑψηλοῦ συμπεσούσης μήτ' ἐν ἀγῶσιν ἢ παλαίστραις σφοδρᾶς πτώσεως, ἀλλὰ μηδ' ἐπιπεσόντος τινὸς τῷ θώρακι βάρους, ἅμα βηχὶ πολλὴν αἱμοῤῥαγίαν γενέσθαι συμβῇ, κατάλοιπον ἂν εἴη διὰ τὴν ἀνάβρωσιν ἀξιόλογον γενομένην ἀναβηχθῆναι πλεῖον αἷμα. πολλοὶ δὲ τῶν οὕτως παθόντων μόρια ἄττα τοῦ πνεύμονος ἅμα τῷ αἵματι συνανήνεγκαν· καὶ διὰ τοῦτο προσήκει παρακολουθεῖν ἐπιμελῶς, εἰ ἀφρῶδές τι συνανεπτύσθη· καὶ γὰρ καὶ τοῦτο βεβαιότατόν ἐστι γνώρισμα τῆς ἐκ τοῦ πνεύμονος ἀναγωγῆς, ὥσπερ ὅταν ἤτοι βρογχίου τι μέρος, ἢ ἀρτηρίας χιτῶνος, ἢ φλεβὸς, ἢ καὶ τῆς σαρκὸς αὐτῆς τοῦ πνεύμονος ἀναφέρηται. τούτων δ' οὐδὲν ἐπιφαίνεται τοῖς ἐκ τοῦ θώρακος ἀναβήττουσιν αἷμα, καθάπερ οὐδὲ ὀδύνη τις τοῖς ἐκ τοῦ πνεύμονος, ὡς ἂν ἐλάχιστα δύο νεῦρα [263] παρὰ τῆς ἕκτης συζυγίας τῶν ἀπ' ἐγκεφάλου λαμβάνοντος, τῷ μὲν ἔξωθεν αὐτὸν ὑμένι περιέχοντι διανεμόμενα, τῷ βάθει δὲ οὐκ ἐπεκτεινόμενα τοῦ σπλάγχνου· τῷ θώρακι δ', ὡς ἴστε, πολλὰ μὲν ἐκ τῶν ἔνδον μερῶν ἐστι νεῦρα, πολλὰ δὲ ἔξωθεν, ἐξ ὧν αἰσθάνεται τάχιστα τῶν ὀδυνηρῶν διαθέσεων. ἀλλὰ καὶ διότι μυώδης μὲν ὁ θώραξ ἐστὶ καὶ ὀστώδης, ὁ πνεύμων δ' ἄθλιπτός τε καὶ χαῦνος, ἐπιτείνεται μὲν ἡ τοῦ θώρακος, ἀνίεται δ' ἡ τοῦ πνεύμονος ὀδύνη. ὅτ' ἂν οὖν ἀλγήσειέ τις ἓν ὁτιοῦν μέρος ἐκ τοῦ θώρακος, ἀναβήττῃ τε μὴ πολὺ, μηδ' ἐρυθρὸν, ἀλλ' ἤδη μελαινόμενόν τε καὶ θρομβούμενον αἷμα, τούτῳ πρωτοπαθεῖ μὲν ὁ θώραξ, ἀνάγεται δὲ διὰ τοῦ πνεύμονος οὕτως τὸ αἷμα, καθάπερ καὶ τὸ πῦον ἐν τοῖς ἐμπυϊκοῖς πάθεσιν, ἐφ' ὧν μεταξὺ θώρακός τε καὶ πνεύμονος αἰσθητῶς περιέχεται. οὕτως δὲ καὶ τὸ κεχρωσμένον ὁπωσοῦν πτύελον ἐν πλευρίτισιν ἐπιφαίνεται, καὶ κατὰ τὸ μετὰ τοῦτο ὑπόμνημα τὸ πέμπτον εἰρήσεται. νυνὶ δὲ περὶ τῶν ἐπιγιγνομένων ἑλκώσεων ταῖς τοῦ αἵματος ἀναφοραῖς ἀκόλουθον εἰπεῖν. ἐν μὲν γὰρ τῷ πνεύμονι καὶ μᾶλλον γίγνεται, καὶ τισὶ μὲν ἀθεράπευτα [264] παντάπασιν ἔδοξεν, ἐνίοις δὲ δυσθεράπευτα· κατὰ δὲ τὸν θώρακα καὶ κολλᾶται τὰ πλεῖστα τῶν ῥαγέντων ἀγγείων, ἐφ' οἷς ἔπτυσεν αἷμα, καὶ εἰ παραμείνειεν μέχρι πλείονος ἡ ἕλκωσις, ἀλλ' οὔτι γε τελέως ἀνίατος γίνεται· τὰ δὲ ἐν τῷ πνεύμονι χρονίσαντα, κᾂν θεραπευθῇ ποτε, καταλείπει τι λείψανον ἐν αὐτῷ τυλῶδές τε καὶ συριγγῶδες, ὃ τοῦ χρόνου προϊόντος ἀναδέρεται ῥᾳδίως ἐπὶ βραχείαις προφάσεσιν, συναναφέρεται δὲ τοῖς πτυομένοις ἐντεῦθεν ἐνίοτε καὶ ἡ καλουμένη πρὸς τῶν ἰατρῶν ἐφελκὶς, καί τις αἵματος βραχὺς σταλαγμός. ἔστι δὲ ταῦτα κοινὰ καὶ τῶν ἐν ἑτέρῳ τόπῳ γενομένων ἑλκῶν, ἀλλὰ τὰ μὲν ἐκ στομάχου καὶ γαστρὸς ἐμεῖται, τὰ δ' ἐκ νεφρῶν καὶ κύστεως οὐρεῖται, τὰ δ' ἐκ τῶν ἐντέρων διαχωρεῖται, τοῖς δ' ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀδύνατόν ἐστι χωρὶς βηχὸς ἀναπτυσθῆναι. ἐὰν δέ τις ἀναχρέμπτηταί τε καὶ ἀπομύττηταί ποθ' αἷμα πλέοσιν ἐφεξῆς ἡμέραις, μήτε κεφαλῆς ὀδύνης ἢ βάρους, ἤτοι συμπαρόντος, ἢ προηγησαμένου, μήτε πληγῆς αὐτόθι γεγενημένης, ἐπισκέψασθαι χρὴ τούτου τόν τε τῆς ῥινὸς πόρον ἀκριβῶς ὅλον, ἐκεῖνόν τε τοῦ στόματος τὸν τόπον, ἔνθα [265] συντέτρηται πρὸς τὴν ῥῖνα· γίνεται γάρ ποτε τοιοῦτο σύμπτωμα, βδέλλης ἐν τῷ χωρίῳ τούτῳ προσπεφυκυίας, ἥτις αὐξάνεται καὶ καθ' ἑκάστην ἡμέραν, ὥστ' εἰ καὶ ταῖς πρώταις ἡμέραις ἐλάνθανε διὰ σμικρότητα, μετὰ τρεῖς γε ἢ τέτταρας ἑτοίμως ὁρᾶσθαι· κατὰ δὲ τὸν αὐτὸν λόγον ἐκ τῆς γαστρὸς ἐμεῖταί ποθ' αἷμα, βδέλλης καταποθείσης. ἔστι γε μὴν τὸ τοιοῦτον αἷμα λεπτὸν καὶ ἰχωρῶδες, ἐάν τ' ἐκ γαστρὸς, ἐάν τ' ἐκ ῥινὸς, ἐάν τ' ἐκ τοῦ στόματος φαίνηται φερόμενον, ὥστέ τινα θεασάμενον αὐτὸ, καὶ προσέτι τὴν ἕξιν τοῦ ἀνθρώπου κατασκεψάμενον, ἐρωτήσαντά τε περὶ τῶν προηγησαμένων, ἐξ ἁπάντων αὐτῶν στοχάσασθαι τῆς τοῦ πράγματος ἀληθείας. ὑγιαίνοντος γοῦν ποτε ἀμέμπτως ἀνθρώπου, τοιοῦτον αἷμα θεασάμενος ἐμούμενον, ἠξίωσα διηγήσασθαί μοι τὴν δίαιταν ἣν διῄτητο ταῖς ἔμπροσθεν ἡμέραις. σὺν τοῖς ἄλλοις οὖν οἷς διηγεῖτο, καὶ τοῦτο κατέλεξεν, ὡς ἔκ τινος κρήνης οὐ πάνυ τι καθαρὸν ὕδωρ ἐχούσης ἔπιεν ὕδωρ διψήσας νύκτωρ, οἰκέτου τινὸς αὐτῷ κομίσαντος. ὡς δ' ἤκουσα τοῦτο, προσανηρόμην αὐτὸν, εἰ καὶ βδέλλαι ποτ' ὤφθησαν ἐν [266] τῷ κατὰ τὴν κρήνην ὕδατι· καὶ φάντος ἑωρακέναι, δοὺς ἐπιτήδειον φάρμακον, ἐμεθῆναι τὴν βδέλλαν ἐποίησα. ἑτέρου δ' ἀπομυττομένου καὶ πτύοντος αἷμα τοιοῦτο, πυθόμενος ἐν τῇ διηγήσει διατρῖψαι τὸν ἄνθρωπον ἐν λίμνῃ τινὶ κατ' ἀγρὸν ὥρᾳ θέρους, μετά τινων ἑτέρων παίζοντα γυμναστικὰς παιδιὰς, ὁποίας εἰώθασιν οἱ νέοι παίζειν ἐν ὕδατι, καὶ γινώσκων ἐν ἐκείνῳ τῷ ὕδατι βδέλλας γενομένας, ἐξαγαγὼν εἰς αὐγὴν τὸν πάσχοντα, καὶ στρέψας τὸν πόρον τῆς ῥινὸς εὐθὺ τῶν ἡλιακῶν ἀκτίνων, ἐθεασάμην κατ' ἐκεῖνον τὸν τόπον, ἐν ᾧ συντέτρηται πρὸς τὴν ἐν τῷ στόματι χώραν ἡ ῥὶς, οὖσαν βδέλλης οὐρὰν, ἐγκατακεκρυμμένην τῷ πόρῳ. βέλτιον οὖν ἔδοξέ μοι καὶ ταῦθ' ὑμῖν ἱστορῆσαι.

   Ὅτι μὲν γὰρ ἐν τοῖς τοιούτοις λόγοις ἀκουστέον ἐστὶ τὴν βλάβην, εἰ καὶ μὴ παντελῶς ἀπολωλὸς εἴη τὸ κατὰ φύσιν ἔργον ἅπαν τοῦ μορίου, πολλάκις εἴρηταί μοι, χεῖρον δ' οὐδὲν ἀναμνησθῆναι καὶ νῦν. ὅτι δ' οὐ ταὐτόν ἐστι φωνὴ καὶ διάλεκτος, ἀλλ' ἡ μὲν φωνὴ τῶν φωνητικῶν ὀργάνων ἔργον, ἡ διάλεκτος δὲ τῶν διαλεκτικῶν, ὧν τὸ μὲν [267] κυριώτατόν ἐστιν ἡ γλῶττα, συντελεῖ δ' οὐ σμικρὸν ἥ τε ῥὶς καὶ τὰ χείλη καὶ οἱ ὀδόντες, ἐπισταμένους ὑμᾶς ἀναμιμνήσκω· καθάπέρ γε καὶ περὶ τῶν φωνητικῶν ὀργάνων, ὅτι λάρυγξ ἐστὶ καὶ οἱ κινοῦντες αὐτὸν μύες, ὅσα τε τούτοις νεῦρα τὴν ἐξ ἐγκεφάλου παρακομίζει δύναμιν. ἐὰν μὲν οὖν οἱ κλείοντες ἢ οἱ ἀνοίγοντες τὸν λάρυγγα μύες ἀκίνητοι γενηθῶσιν, ἀφωνία παντελὴς καταλήψεται τὸν οὕτω παθόντα· καθάπέρ γε κᾂν δυσκίνητοί πως, ἤ τινα παλμώδη κίνησιν ἢ τρομώδη λάβωσι, κατὰ τὸ τοῦ πάθους εἶδος ἡ φωνὴ βλαβήσεται· παραπλησίως δὲ κᾂν σπασμωδῶς ἢ κλονωδῶς κινῶνται· καὶ μέντοι κᾂν ἀῤῥωστήσῃ ποθ' ἡ δύναμις αὐτῶν, ἤτοι δι' οἰκεῖόν τι πάθος, ἢ διά τι τῶν κινούντων αὐτοὺς νεύρων, ἀμυδρὰν καὶ μικρὰν ἐργάσεται τὴν φωνήν. ἐὰν δ' ἄλλός τις τῶν κινούντων τὸν λάρυγγα μυῶν ὁτιοῦν πάθῃ, βλαβήσεται μέν πως ἡ φωνὴ βλάβην μικρὰν, οὔτε δὲ ἄφωνος ὁ οὕτως παθὼν ἔσται παντάπασιν, οὔτε σμικρόφωνος ἱκανῶς. ὥσπερ δ' οἱ κυριώτατοι μύες τῶν τὸν λάρυγγα κινούντων εἰσὶν οἵ τ' ἀνοιγνύντες αὐτὸν καὶ οἱ κλείοντες, οὕτω καὶ τῶν φωνητικῶν νεύρων τὰ παλινδρομοῦντα, μορία μὲν ὄντα καὶ αὐτὰ τῆς [268] ἕκτης συζυγίας τῶν ἐξ ἐγκεφάλου πεφυκότων νεύρων, ὥσπερ καὶ τἄλλα τὰ εἰς αὐτὸν ἐμφυόμενα, διαφέροντα δ' αὐτῶν τοσοῦτον, ὡς μὴ κατὰ τὸν τράχηλον ἀποσχίζεσθαι τῶν ἐκ τῆς ἕκτης συζυγίας, ἀλλ' ὅταν εἰς τὴν τοῦ θώρακος ἀφικνῆται χώραν. αὐτὴν μὲν οὖν τὴν ἕκτην συζυγίαν ὅλην οὐδεὶς οὕτως ἀφυής ἐστι χειρουργὸς ὡς ἄκων τέμνειν, τὰ παλινδρομοῦντα δ' ἐνίοτε διασπῶσιν ὑπ' ἀγνοίας· ἔστι δ' ὅτε καὶ τέμνεται μετὰ τῆς τραχείας ἀρτηρίας ἢ τὸ ἕτερον αὐτῶν, ἢ ἀμφότερον, κατὰ τὰς μεγάλας τρώσεις αὐτῆς· καὶ ψυχθέντα δ' ἐν χειρουργίαις ἐμποδίζει τῷ φωνήματι, μέχρις ἂν ἐκθερμανθέντα τὴν φυσικὴν εὐκρασίαν ἀνακτήσηται. βλάπτεσθαι δ' ἔτι συμβαίνει τὴν φωνὴν εἰς ὀξύτητά τε καὶ μέγεθος οὐκ ἀφανῶς, κᾀπειδὰν οἱ τῆς φάρυγγος μύες ἀδυνατῶσι συντείνειν αὐτήν· καὶ μέντοι καὶ διάβροχος ὑγρότητι πολλῇ γενόμενος ὁ κοινὸς χιτὼν τῆς φάρυγγος καὶ τοῦ λάρυγγος, ἰσχυρῶς βλάπτει τὴν φωνήν. ὅτι δὲ καὶ οἱ κατάῤῥοι κατὰ τὸν αὐτὸν λόγον βραγχώδη τὴν φωνὴν ἐργάζονται, τῶν πᾶσι γινωσκομένων ἐστί· καθάπέρ γε καὶ τὸ πολλὰ βοῆσαι, καὶ [269] γὰρ καὶ τοῦτο φλεγμονῇ τι παραπλήσιον ἐργάζεται πάθημα κατά τε τὸν εἰρημένον χιτῶνα καὶ τοὺς μῦς τοῦ λάρυγγος, (εὔδηλον δ' ὅτι καὶ τῶν ἔνδον τοῦ λάρυγγος μυῶν φλεγμαινόντων, ἡ κυνάγχη τὸ πάθημα γίνεται, τήν τε φωνὴν ἅμα καὶ τὴν ἀναπνοὴν βλάπτουσα) καὶ ὅλως ἅπαντες οἱ παρὰ φύσιν ὄγκοι κατά τε τὰς ὁδοὺς τοῦ πνεύματος γενόμενοι καὶ θλίβοντες ἔξωθεν αὐτάς. οὕτω γοῦν καὶ ὁ στόμαχος φλεγμήνας, εἶτα θλίβων τὸν χιτῶνα τῆς τραχείας ἀρτηρίας, ᾧ συνάπτεται τὰ σιγμοειδῆ πέρατα τῶν κατ' αὐτὴν χόνδρων, εἰς ἀναπνοήν τε καὶ φωνὴν βλάπτει· καὶ ἡ τῶν κατ' αὐχένα σπονδύλων εἰς τὸ πρόσω μετακίνησις, ὑπὲρ ὧν ἔμπροσθεν εἴρηται. ταῦτα μὲν ἅπαντα τὰ πάθη γίνεται τῇ φωνῇ, τῶν ἰδίων αὐτῆς ὀργάνων οἰκείαν τινὰ βλάβην ἐχόντων, εἴτε κατὰ πρωτοπάθειαν, εἴτε κατὰ συμπάθειαν, οὐδὲν γὰρ διαφέρει πρὸς τὸν ἐνεστῶτα λόγον· ἕτερα δὲ πάσχει, τῷ τῆς οἰκείας ὕλης στερίσκεσθαι· δέδεικται δ' ἐν τοῖς περὶ φωνῆς οἰκεία τῆς ἐνεργείας ταύτης ὕλη γενικῶς μὲν εἰπεῖν ἡ ἐκπνοὴ, κατ' [270] εἶδος δὲ καὶ τὴν οἰκείαν διαφορὰν ἡ ἐκφύσησις, ἥτίς ἐστιν ἀθρόα τοῦ πνεύματος ἔξω φορὰ κατὰ τὴν μεσοπλευρίων μυῶν ἐνέργειαν γιγνομένη. οὕτω δὲ καὶ αἱ μεγάλαι τοῦ θώρακος τρώσεις, ἢ ὅλως αἱ παραλύσεις θατέρου μέρους αὐτοῦ, πρώτως μὲν ἡμίπνουν, κατὰ συμβεβηκὸς δὲ καὶ ἡμίφωνον ἐργάζεται τὸ ζῶον. ὅσα δ' ἐν ἀποπληξίαις καὶ κάροις ἐπιληψίαις τε καὶ κατοχαῖς ἡ φωνὴ βλάπτεται, ταῦτα τῷ κοινῷ λόγῳ γίνεται τῶν καθ' ὁρμὴν ἐνεργειῶν, ἤτοι τῶν πρώτων μερῶν τοῦ νωτιαίου παθόντων, ἢ καὶ σὺν αὐτοῖς τοῦ ἐγκεφάλου. συνημμένων δ' ἀλλήλαις τῶν πέντε τούτων ἐνεργειῶν, ἐκπνοῆς, ἐκφυσήσεως ἀψόφου, ψοφώδους ἐκφυσήσεως, φωνῆς, διαλέκτου, τῇ πρώτῃ μὲν εἰρημένῃ συμβλάπτονται πᾶσαι, τῇ δ' ὑστάτῃ τῶν ἄλλων οὐδεμία· τῇ δευτέρᾳ δὲ αἱ μετ' αὐτὴν τρεῖς, τῇ τρίτῃ δ' ἔσχατα δύο, τῇ τετάρτῃ δὲ ἡ τελευταία μία μόνη. εἰ μὲν γὰρ οὐδ' ὅλως ἐκπνεῖ τὸ ζῶον, ἤτοι κατ' ἄμφω τὰ μέρη τοῦ θώρακος, ἢ κατὰ θάτερον μόνον· εἰ μὲν κατ' ἄμφω, πνιγήσεται διὰ ταχέων· εἰ δὲ κατὰ [271] θάτερον, ἡμίπνουν καὶ ἡμίφωνον ἔσται μετὰ τοῦ καὶ τῶν ἐφεξῆς ἐνεργειῶν αὐτῆς δυοῖν ἀπολωλέναι τὸ ἥμισυ μέρος, ὧν τὴν μὲν ἑτέραν ἄψοφον ἐκφύσησιν ὀνομάζειν εἴωθα, τὴν δὲ ἑτέραν ψοφώδη. εἰ δ' ἡ μὲν ἐκπνοὴ σώζοιτο, διαφθαρείη δὲ ἡ ἐκφύσησις, αἱ λοιπαὶ τρεῖς ἐνέργειαι διαφθείρονται, ψοφώδης ἐκφύσησις καὶ φωνὴ καὶ διάλεκτος· ἀπολομένης δὲ τῆς ψοφώδους ἐκφυσήσεως, καὶ φωνὴ καὶ διάλεκτος συναπόλλυται· καθάπέρ γε καὶ φωνῆς ἀπολομένης ἡ διάλεκτος. ἐπισταμένοις οὖν ἡμῖν τοὺς τῶν εἰρημένων ἐνεργειῶν δημιουργοὺς μῦς ὑπάρξει συλλογίζεσθαι, τίνες μὲν ἔπαθον ἐξ αὐτῶν ἴδιόν τι πάθημα, τίνων δὲ τοὔργον ἐβλάβη κατὰ συμβεβηκός. εἰ δέ τι τῶν ἐν ταῖς ἀνατομαῖς ὀφθέντων ἐπελάθεσθε, τά τε περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ὑπομνήματα καὶ τὰ περὶ φωνῆς ὑμᾶς ἀναμνήσει· λέλεκται δὲ περὶ αὐτῶν κᾀν τῷ δευτέρῳ περὶ τῆς ἐπὶ τῶν ζώντων ἀνατομῆς. ἐκπνοὴν μὲν γὰρ ἅπαντες οἱ συστέλλοντες τὸν θώρακα μύες· ἐκφύσησιν δὲ, οὖσαν ἐκπνοὴν σφοδρὰν, οἱ μεσοπλεύριοι μάλιστα· τὴν ψοφώδη δὲ οἱ τῆς φάρυγγος· αὐτὴν δὲ τὴν φωνὴν οἱ τοῦ λάρυγγος [272] ἐργάζονται μύες· ἡ δὲ γλῶττα, διαρθροῦσα τὴν φωνὴν, εἰς τὸ διαλέγεσθαι χρήσιμος ὑπάρχει, συντελούντων δ' εἰς τοῦτο καὶ τῶν ὀδόντων καὶ τῶν χειλῶν, ἔτι τε τῶν κατὰ τὴν ῥῖνα συντρήσεων, οὐρανίσκου τε καὶ γαργαρεῶνος, ἐπὶ τούτοις τε τοῦ συμμέτρου δεσμοῦ τῆς γλώττης αὐτῆς. οἱ μὲν οὖν τραυλοὶ, καὶ ψελλοὶ, καί τι τοιοῦτον κατὰ τὸ διαλέγεσθαι σφαλλόμενοι, τῶν διαλεκτικῶν ὀργάνων ἔχουσί τι βεβλαμμένον, ἢ κατὰ τὴν φυσικὴν διάπλασιν, ἢ μετὰ ταῦθ' ὕστερον· ὥσπερ οἱ τὸν τῆς ῥινὸς πόρον ὑπὸ πολύποδος, ἢ καὶ ἄλλως φραχθέντες, ἤ τινα τῶν προσθίων ὀδόντων ἀπολέσαντες, ἢ χεῖλος κολοβωθέντες· οἱ δ' ἰσχνόφωνοι καλούμενοι ὅπως γίνονται, καὶ τἄλλα ὅσα φωνῆς ἐστι εἴδη τε καὶ πάθη, βραγχώδους τε καὶ κλαγγώδους, καὶ λεπτῆς, καὶ τραχείας, καὶ μελαίνης, ἐν τοῖς περὶ φωνῆς ὑπομνήμασιν αὐτάρκως εἴρηται.

   Εἴρηται μὲν ἤδη καὶ πρόσθεν ἱκανῶς περὶ δυσπνοίας, ἡνίκα τὰ τοῦ νωτιαίου πάθη διηρχόμην· ἀναμνήσας δὲ καὶ νῦν αὐτῶν, ὅσον ὑπόλοιπον ἔτι τῆς θεωρίας ταύτης ἐστὶ, προσθήσω. καθόλου μὲν οὖν ὑμᾶς ἀξιῶ [273] πάντων ὧν ἐθεάσασθε κατὰ τὰς ἀνατομὰς μυῶν τῶν κινούντων τὸν θώρακα πρόχειρον ἔχειν τὴν μνήμην, ἅμα τοῖς εἰς αὐτοὺς ἀφικνουμένοις νεύροις· εἰσελθόντας δὲ πρὸς τὸν δυσπνοοῦντα, πρῶτον μὲν θεάσασθαι πότερον ἅπαντας κινεῖ τοὺς τοῦ θώρακος μῦς, ἢ τοὺς κατὰ τὰ μεσοπλεύρια μόνους χωρὶς τῶν ὑψηλῶν, ἢ καὶ τὰς φρένας ἅμα τοῖς μεσοπλευρίοις. ἐὰν γὰρ εἰδῆτε πάντας κινουμένους, ἕν τι τῶν τριῶν ἐννοήσαντες ὧν ἐρῶ τῆς τοιαύτης κινήσεως αἰτίων, ἐφεξῆς διορίζεσθαι πειρᾶσθε, τί ποτ' αὐτῶν ἐστι τὸ νῦν ὑπάρχον αἴτιον· ἐὰν δὲ μὴ πάντας, ἐφ' ἕτερον ἀφικνεῖσθε διορισμόν. ὑποκείσθω δή τις ἅπαντας κινῶν τοὺς μῦς, ὡς καὶ τὸ στέρνον ἐξαίρεσθαι σαφῶς ἅμα ταῖς ὠμοπλάταις· ἐπὶ τούτου τῶν τριῶν τούτων ἀναγκαῖον ἕν γέ τι πάντως ὑπάρχειν, ἤτοι τὴν δύναμιν ἄῤῥωστον, ἢ στενοχωρίαν τῶν τοῦ πνεύματος ὁδῶν, ἢ θερμασίαν παμπόλλην ἐν καρδίᾳ καὶ πνεύμονι, δυναμένου δηλονότι καὶ δύο αἰτίας ἐξ αὐτῶν ἅμα γενέσθαι, καὶ τάχα ποτὲ σπανίως καὶ τὰς τρεῖς. ἀλλὰ τῶν μὲν τριῶν ἅμα γινομένων, ὁ κάμνων αὐτίκα τεθνήξεται· τῶν δὲ δύο, δυσκόλως [274] σωθήσεται· μιᾶς δὲ, μετὰ τῶν οἰκείων διορισμῶν εἰς ὄλεθρον ἢ σωτηρίαν τελευτήσει τὸ πάθος. ἡ τοίνυν τῆς δυνάμεως ἀῤῥωστία μόνη γενομένη, διὰ τοῦτ' ἐπὶ τὰ τρία γένη τῶν κινούντων μυῶν ἔρχεται, καὶ πάντας αὐτοὺς ἐπεγείρει πρὸς τὴν κίνησιν, ὅτι σφοδρῶς κινεῖν ἓν ἐξ αὐτῶν γένος ἀδυνατεῖ· ὡς εἴγε τὸ διάφραγμα μόνον ἱκανῶς ἐκίνει, καθάπερ ὅτ' εἶχε κατὰ φύσιν, οὐκ ἂν οὔτε τῶν μεσοπλευρίων οὔτε τῶν ὑψηλῶν ἐδεήθη μυῶν· ἐπεὶ δ' ἄῤῥωστός ἐστιν, ἅπαντάς τε βραδέως κινεῖ, καὶ πυκνὴν οὐκ ἐργάζεται τὴν ἐνέργειαν αὐτῶν, ὥσπερ οὐδ' ἀραιὰν πάνυ. καὶ τούτοις μάλιστα προσέχετε τὸν νοῦν τοῖς γνωρίσμασι, διορίζεται γὰρ ὑπ' αὐτῶν ῥᾳδίως τἄλλα. θερμασίας γοῦν πολλῆς ἠθροισμένης ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, ἅπασι μὲν ἐνεργεῖ τοῖς μυσὶ τοῦ θώρακος τὸ ζῶον, ἀλλὰ καὶ ταχεῖαν αὐτῶν ποιεῖται καὶ πυκνὴν τὴν ἐνέργειαν καὶ σφοδρὰν, ὅτ' ἂν ἄνευ δυνάμεως ἀῤῥωστίας συμπέσῃ τὰ τῆς θερμασίας· ἡ δ' ἄῤῥωστος δύναμις οὔτε ταχεῖαν οὔτε πάνυ πυκνὴν ἔχει τὴν κίνησιν, ὅτ' ἂν ἄνευ θερμασίας ᾖ φλογώδους, ὅθεν οὐδ' ἐπὶ πλεῖστον [275] ἅπαντα διαστέλλει τὰ μέρη τοῦ θώρακος· ὥστε κοινὸν ἓν ἔχει μόνον τῇ κατὰ φλόγωσιν πολλὴν γινομένῃ δυσπνοίᾳ, τὸ τοὺς μῦς ἅπαντας τοῦ θώρακος ἐνεργεῖν. ἔτι δὲ καὶ τοῦτο πρόσεστι τῇ διὰ θερμασίαν πολλὴν δυσπνοίᾳ κατὰ μέγεθος καὶ πυκνότητα καὶ τάχος γινομένῃ, τὸ μετ' ἐκφυσήσεως γίνεσθαι τὴν ἐκπνοὴν θερμοῦ καὶ ζέοντος πνεύματος· ἐπὶ δὲ τῇ τῆς δυνάμεως ἀῤῥωστίᾳ, χωρὶς ἐκφυσήσεως τῆς διὰ στόματος, ἡ διὰ τῆς ῥινὸς μόνης ἔξοδος γίνεται τοῦ πνεύματος, ἥτις ῥὶς καὶ κατὰ τὰς εἰσπνοὰς ἐναργῶς ἔχει προστελλόμενα τὰ πτερύγια, σημεῖον καὶ τοῦτο μέγα δυνάμεως ἀῤῥωστούσης. ἐπὶ δὲ ταῖς στενοχωρίαις τῶν ἀναπνευστικῶν ὀργάνων ὅλος μὲν ὁ θώραξ ἐπὶ πλεῖστον διαστέλλεται ταχέως καὶ πυκνῶς, τὴν δὲ ἐκπνοὴν χωρὶς ἐκφυσήσεως οἱ κάμνοντες οὕτως ἴσχουσιν. ὅταν δ' ἐς ταὐτὸν ἀφίκηται θερμασία τε καὶ στενοχωρία τῶν ἀναπνευστικῶν ὀργάνων, ὥσπερ ἐν περιπνευμονίαις, οὐδ' ἡ μεγίστη καὶ πυκνοτάτη καὶ ταχίστη τούτοις αὐτάρκης ἀναπνοὴ, καὶ διὰ τοῦτο καὶ ἀνακαθίζουσιν, αἰσθανόμενοι τοῦ θώρακος ὅλου διϊσταμένου ῥᾷον οὕτως· κατακειμένων μὲν [276] γὰρ αὐτῶν, εἰς ἑαυτὸν συμπίπτει, καταφερομένων τῶν κατὰ τὰ στήθη μερῶν ἐπὶ τὴν ῥάχιν, ἀναταθείσης δὲ ταύτης ὀρθῆς, συναναφέρεται καὶ ὁ θώραξ ταύτῃ, μηκέτι βαρύνων ἑαυτόν. ὁμοίως τούτοις ἀναπνέουσι καὶ οἱ τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος ὑπὸ πολλοῦ κατάῤῥου πληρωθέντες, ἤ τινος ἐκ τῶν πλησίων χωρίων εἰς αὐτὰς γενομένου ῥεύματος, ἑνὶ μόνῳ διαλλάττοντες, τῷ μήτ' ἐκφυσᾷν μήτ' ἐκπνεῖν θερμόν. ὡσαύτως δὲ καὶ ὅσοις ἐν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος ἤθροισται πῦον δαψιλὲς, οὓς ὀνομάζουσιν ἐμπύους, ὅλον ἐξαίρουσι τὸν θώρακα, θερμὸν δ' οὐκ ἐκπνέουσιν οὐδ' ἐκφυσῶσι, πλὴν εἰ μὴ πυρετὸς αὐτοῖς προσέλθῃ διακαής· ἀλλ' οὗτοί γε τάχιστα πνίγονται, διά τε τὸ πάθος αὐτὸ καὶ ὅτι προκέκμηκεν ἡ δύναμις ἐξ ἀνάγκης ἅπασι τοῖς ἐμπύοις, οὐκ ἐξ ἀνάγκης προκεκμηκυῖα τοῖς τὸν πνεύμονα ῥεύμασι, ἢ περιπευμονίαις, ἢ ἄσθμασιν, ἀλλὰ τοὐναντίον ἰσχυρὰ καὶ ἀκμαία καθεστηκυῖα κᾀν τοῖς ἀσθματικοῖς παθήμασι, γλίσχρων καὶ παχέων ὑγρῶν ἐμπεπλασμένων τῷ πνεύμονι. κᾂν εἰ φῦμα δύσπεπτον ἐν αὐτῷ συσταίη ποτὲ, συμβαίνει μεγίστην μὲν [277] ἴσχειν διαστολὴν τὸν θώρακα, οὐ πολὺν δὲ εἰσπνεῖσθαι τὸν ἀέρα, καὶ διὰ τοῦτο συνεχῶς ἀναπνεῖν ἀναγκάζεσθαι χωρὶς ἐκφυσήσεως· ἴδιον γὰρ τοῦτο θερμασίας πολλῆς. καθ' ἕτερον δὲ τρόπον ἐς ταὐτὸν εἶδος ἀφικνοῦνται δυσπνοίας οἱ κυναγχικοὶ, στενοχωρίας οὔσης οὐκ ἐν ταῖς ὑποδεχομέναις κοιλότησι τὴν εἰσπνοὴν, ἀλλ' ἐν ταῖς παραπεμπούσαις. ἐφ' ὧν δ' ἀπόστημα καὶ φλεγμονὴ καὶ πλῆθος ὑγρῶν ἐστιν ἢ ἐν τοῖς κενοῖς τοῦ θώρακος, ἢ κατὰ τὸν πνεύμονα, μενόντων ἀφράκτων τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας, ἐν ταῖς ὑποδεχομέναις δηλονότι κοιλότησι τὸν εἰσπνεόμενον ἀέρα στενοχωρίας γενομένης, ἐξ ἀνάγκης ἀκολουθεῖ μεγάλην μὲν διαστολὴν γίνεσθαι τοῦ θώρακος, ὀλίγον δ' ἕλκεσθαι τὸ πνεῦμα, καὶ διὰ τοῦτ' ἀναγκάζεσθαι τὸν κάμνοντα ταχέως τε καὶ πυκνῶς ἀναπνεῖν. πρὸ πάντων γὰρ ὑμᾶς μεμνῆσθαι βούλομαι τῆς κατὰ τὴν μεγάλην ἀναπνοὴν διαφορᾶς διττῶς γινομένης, ποτὲ μὲν τῷ μεγέθει τῆς διαστολῆς τοῦ θώρακος, ποτὲ δὲ τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας τοῦ πνεύματος. ἰστέον δ' ὅτι τῶν τοιούτων ὑμᾶς ἀναμιμνήσκω πολλάκις, ὅσα [278] παραλέλειπται τοῖς πρὸ ἐμοῦ· τὰ γὰρ ὑπὸ τῶν ἔμπροσθεν εἰρημένα, διὰ τὸ πολλοὺς εἶναι τοὺς εἰπόντας αὐτὰ, πρόχειρον ἔχει τὴν μνήμην· ὅσα δὲ μήθ' ὑφ' Ἱπποκράτους διωρίσθη τοῦ κάλλιστα περὶ δυσπνοίας γράψαντος, ἄλλός τ' οὐδεὶς τῶν μετ' αὐτὸν ἐξειργάσατο καὶ διωρίσατο τὰ λείποντα, διὰ τοῦτ' ἀναγκαῖόν μοι γίνεται πολλάκις ἀναμιμνήσκειν αὐτῶν. ὅσοι μὲν οὖν ἄνευ φλεγμονῆς, ἤ τινος ὅλως ὄγκου παρὰ φύσιν, ἢ στενοχωρίας ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, δυσπνοοῦσιν ἐν πυρετοῖς καυσώδεσι, τούτοις ἀνάλογον τῷ μεγέθει τῆς διαστολῆς τοῦ θώρακος αὐξάνεται τὸ πλῆθος τῆς εἰσπνεομένης οὐσίας τοῦ πνεύματος· ἐφ' ὧν δ' ὄγκος ἢ στενοχωρία τίς ἐστιν ἐν τοῖς ἀναπνευστικοῖς ἄνευ θερμασίας φλογώδους, ἡ μὲν διαστολὴ τοῦ θώρακος μεγίστη γίνεται, τὸ δ' εἰσπνεόμενον οὐ μόνον ἀπολείπεται τῆς κατὰ τὴν διαστολὴν ἀναλογίας, ἀλλὰ καὶ τοῦ κατὰ φύσιν ἔλαττον εἰσπνεῖται. χωρὶς δὲ διορισμοῦ μίαν ἐνδείκνυται διάθεσιν ἡ μεγάλη διαστολὴ τοῦ θώρακος ἀραιότητα προσλαβοῦσα. προσέχειν δ' ὑμᾶς χρὴ κᾀνταῦθα, μή ποτ' ἐξαπατηθῆτε, τὴν ἁπάντων τῶν μυῶν [279] ἐνεργούντων γινομένην ἀναπνοὴν, ὅτ' ἂν ἐπ' ἀῤῥωστίᾳ δυνάμεως γίνηται, τὴν αὐτὴν ἡγεῖσθαι τῇ μεγάλῃ· βουληθεὶς γὰρ αὐτὴν ἐγὼ σαφῶς ἑρμηνεῦσαί ποτε, μετέωρον ἐκάλεσα· παρέστη δέ μοι τηνικαῦτα ἐννοῆσαι τὸν Ἱπποκράτην μετέωρον ὀνομάζειν πνεῦμα τὸ τοῖς μετεώροις μέρεσι τοῦ θώρακος εἰσπνεόμενον, ὥσπερ ὅτ' ἂν εἴπῃ, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· εὔδηλός ἐστι μέγα λέγων τὸ πολὺ, διττῶς γίνεσθαι δυνάμενον, ἄνευ τε τῆς τῶν μετεώρων μυῶν ἐνεργείας καὶ σὺν αὐτῇ· πολλάκις γὰρ ἥ τε τῶν μεσοπλευρίων μυῶν ἐνέργεια καὶ ἡ τῶν φρενῶν, ἐπιπλεῖστον διαστέλλουσαι τὸν θώρακα, τῶν ὑψηλῶν μυῶν οὐ χρῄζουσιν εἰς τὴν τοῦ πολλοῦ πνεύματος εἰσπνοήν. ὅτι δὲ τὸ τοιοῦτον εἶδος τῆς διαστολῆς ἐνδείκνυται παραφροσύνην, ἐν τοῖς περὶ δυσπνοίας ὑπομνήμασι δέδεικται, καθ' ἃ καὶ τῶν ἄλλων ἁπασῶν δυσπνοιῶν αἱ διαθέσεις ἐῤῥέθησαν. ἀλλὰ νῦν γε καθάπερ τῶν ἄλλων παθῶν, ὅσα προείρηται δι' ἑτέρων πραγματειῶν, οἷον ἐπιτομή τις ἐνταυθοῖ λέγεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ περὶ τῆς ἐν ταῖς δυσπνοίαις διαφορᾶς [280] τὰ μὲν εἴρηται μέχρι δεῦρο, τὰ δ' εἰρήσεται κατὰ τὸν ἐφεξῆς λόγον· ὡς γὰρ ἐπὶ τῆς μεγάλης ἀναπνοῆς ἡ μέν τίς ἐστι πυκνὴ, διαφορὰς ἔχουσα πλείους, ἄλλην ἄλλης διαθέσεως ἐνδεικτικὴν, ἡ δέ τις ἀραιὰ, μίαν ἐνδεικνυμένη διάθεσιν, οὕτως ἐπὶ τῆς μικρᾶς ἡ μὲν ἀραιὰ ψύξιν ἐνδείκνυται τῶν ἀναπνευστικῶν ὀργάνων, ἡ πυκνὴ δὲ πόνον οὐ μόνον τῶν ἀναπνευστικῶν, ἀλλὰ καὶ τῶν συγκινουμένων αὐτοῖς, ἥπατος δηλονότι, καὶ γαστρὸς, καὶ σπληνὸς, καὶ στομάχου. πλεόνων δ' οὐσῶν διαθέσεων, αἷς ἕπεται πόνος ἐν τῷ κινεῖσθαι σφοδρότερον, ἐπισκεπτέον τε καὶ διοριστέον ἐκ τῶν ἄλλων σημείων, εἴτε φλεγμονή τίς ἐστιν, εἴτ' ἐρυσίπελας, εἴθ' ἕλκος, εἴτ' ἀπόστημα, τὸ τὴν ὀδύνην ἐργαζόμενον. ἐμάθετε δ' ὅτι καὶ δυσκρασίαις ἀνωμάλοις ἀλγήματα πολλάκις ἐπιγίγνεται, καὶ πνεύματος ἀπέπτου τε καὶ φυσώδους πλήθει, ποτὲ μὲν αὐτῷ τῷ στέγεσθαι κατά τι διατείνοντος τὰ περιέχοντα, ποτὲ δὲ βιαίως διεξιόντος. ὁμοίως δὲ καὶ χυμοῦ πλήθει θερμοῦ καὶ δριμέος, ἢ ψυχροῦ καὶ γλίσχρου, στεγομένου [281] τε κατά τι καὶ μὴ διεξιόντος, ὀδύναι γίνονται· μειζόνως μὲν πεπονθότων τῶν ὀργάνων, ἐν οἷς περιέχεται ταῦτα, κᾂν μὴ κινῆται· βραχέως δ', ὅταν κινῆται. εἴρηται δ' ἐν τοῖς περὶ δυσπνοίας ἡ αἰτία, δι' ἣν τοῦ μικροῦ πνεύματος τὸ μὲν πυκνὸν πνεῦμα πόνον σημαίνει τῶν κινουμένων ὀργάνων ἐν ταῖς ἀναπνοαῖς, τὸ δ' ἀραιὸν ἰσχυρὰν ψύξιν αὐτῶν μόνον τῶν ἀναπνευστικῶν, καὶ τούτων μάλιστα πνεύμονος καὶ καρδίας. ἔστι δὲ καὶ ἄλλό τι δυσπνοίας εἶδος, οἷον ἐγκοπτομένης τῆς ἐνεργείας τοῦ θώρακος ἡσυχίᾳ βραχείᾳ, ποτὲ μὲν ἐν ταῖς εἰσπνοαῖς, ποτὲ δὲ ἐν ταῖς ἐκπνοαῖς, ἤτοι γ' ἐν σπασμώδει διαθέσει τῶν τοῦ θώρακος μυῶν γινομένου τοῦ τοιούτου συμπτώματος, ἢ διὰ πλῆθος θερμασίας, εἰσπνεῖν, ἢ ἐκπνεῖν ἀναγκαζομένου συνεχέστερον τοῦ κάμνοντος. καὶ μέντοι καὶ ἄλλό τι πάθος ἀναπνοῆς ἔστι, ἣν ἄπνοιαν ὀνομάζουσιν, ὡς μὲν πρὸς τὴν ὄψιν μηδ' ὅλως γιγνομένης, ὡς δὲ πρὸς τὴν φύσιν ἀπιστουμένης μὴ γίνεσθαι· δοκεῖ γὰρ ἀδύνατον μὲν εἶναι, στερηθὲν ἀκριβῶς ὅλης τῆς ἀναπνοῆς τὸ ζῶον ἔτι διασώζεσθαι, φαίνεται δὲ καὶ τὰ φωλεύοντα μηδ' ὅλως [282] κινοῦντα τὸν θώρακα. δυοῖν οὖν θάτερον, ἢ βραχεῖαν οὕτω γίνεσθαι τὴν ἀναπνοὴν ὑποληπτέον, ὡς λανθάνειν τὴν αἴσθησιν, ἢ μηδ' ὅλως δεῖσθαι τηνικαῦτα τὸ ζῶον ἀναπνοῆς, ἀλλ' ἀρκεῖσθαι τῇ καθ' ὅλον τὸ σῶμα διαπνοῇ· γίνεται γὰρ αὕτη μὲν ὑπὸ τῆς καρδίας διὰ τῶν ἀρτηριῶν, ἡ δ' ἀναπνοὴ διὰ τοῦ θώρακος ὑπὸ τοῦ ἐγκεφάλου. ἥτις δ' ἂν ἡ διάθεσις εἴη ἡ τὴν ἄπνοιαν ἐργαζομένη, κοινὴ φαίνεται εἶναι πάντων τῶν τοῦ ζώου μορίων, ὡς ἐν ἀποπληξίαις καὶ κάροις, ἐπιληψίαις τε καὶ καταλήψεσιν· ἐν τούτοις γὰρ ἅπασιν οὐδὲν ἴδιον ἐξαίρετον πάθημά ἐστι τῶν ἀναπνευστικῶν ὀργάνων, οὐ μᾶλλον ἢ τῶν φωνητικῶν, ἢ διαλεκτικῶν, ἢ βαδιστικῶν· ἀλλὰ τῆς ἀρχῆς πασχούσης, ἅπαντα συμπάσχειν ἀναγκαῖον, ὅσοις παρ' ἐκείνης ἐχορηγεῖτο τὰ τῶν διοικουσῶν αὐτὰ δυνάμεων. εἴρηται δὲ ἡμῖν ἰδίᾳ περὶ ἀπνοίας καθ' αὑτὴν, ὥστε νῦν ἤδη μεταβαίνειν ἐφ' ἕτερόν τι καιρός.

   Διττῆς δὲ οὔσης ὁδοῦ τοῖς γυμναζομένοις περὶ τὰς διαγνώσεις τῶν πεπονθότων τόπων, ἑτέρας μὲν ἀπὸ τῶν [283] φαινομένων συμπτωμάτων, ἑτέρας δ' ἀπὸ τῶν τοῦ σώματος μορίων, ἐὰν κατ' ἀμφοτέρας τις γυμνάζηται, δὶς μὲν ἐρεῖ τὰ αὐτὰ, καθ' ἕτερον δὲ καὶ ἕτερον τρόπον. οἷον εὐθέως ἐπὶ τῶν τοῦ πνεύμονος παθῶν εἴρηται μέν τι κᾀν τῷ περὶ τῶν ἀλγημάτων λόγῳ, λέλεκται δὲ κᾀν τῷ περὶ αἵματος ἀναγωγῆς, ὥσπερ κᾀν τῷ περὶ δυσπνοίας, εἰρήσεται δὲ καὶ νῦν. ἄλγημα μὲν γὰρ αὐτῷ βίαιον οὐδέποτε συμπίπτει, βάρους δ' αἴσθησις γίνεται, καί τινος ἐνίοτε τάσεως εἰς τὸ στέρνον ἢ τὴν ῥάχιν διηκούσης· ἐνταῦθα γὰρ οἱ περιέχοντες αὐτὸν ὑμένες ἀνήρτηνται. καὶ μέν γε καὶ στενοχωρίας αἰσθάνονται πολλάκις οἱ κάμνοντες, καὶ διὰ τοῦτ' ἀναπνέουσι πυκνὸν καὶ ταχὺ, διαστέλλοντες μὲν ἐπὶ πολὺ τὸν θώρακα, πολὺν δ' οὐκ εἰσπνέοντες ἀέρα. χωρὶς μὲν οὖν πυρετοῦ ταῦτα γινόμενα, φύματα, ἢ γλίσχρων, ἢ παχέων χυμῶν, ἤ τινων ἄλλων πολλῶν ἐν αὐτῷ πλῆθος ὑπάρχειν, ἢ περικεχύσθαι τι πῦον, ἤ τινα χυμὸν ἄλλον ἢ γλίσχρον, ἢ παχὺν, ἢ πολὺν, ἐνδείκνυται· διορισθήσεται δ' ἀλλήλων ταῦτα τοῖς προηγησαμένοις συμπτώμασιν. ἐὰν μὲν γὰρ ὑγιαίνων τε καὶ τὰ συνήθη πράττων, [284] οὕτως ἄρξηται δυσπνοεῖν, αὐξάνηταί τε τὸ σύμπτωμα αὐτῷ χωρὶς τοῦ κερχνῶδές τι κατὰ τὴν ἀναπνοὴν ἐμφαίνεσθαι, φύματος ἀπέπτου γένεσιν ἐπισκοπεῖσθαι χρή· κερχνῶδες δέ τι τῆς ἀναπνοῆς ψοφούσης, ὑγρῶν γλίσχρων ἢ παχέων πλῆθος ἐμπεπλασμένων δυσαπολύτως τοῖς βρογχίοις τοῦ πνεύμονος ἐνοχλεῖν δηλοῦται· ἐὰν δὲ ἐξαίφνης ἐπὶ στενοχωρίας αἰσθήσει δυσπνοῶσι, ῥεύματος εἰς τὸν πνεύμονα κατασκήψαντος, ἤτοι γ' ἐκ κεφαλῆς, ἢ ἐκ τῶν γειτνιώντων χωρίων, ἔνδειξίς σοι γινέσθω. ὅταν δ' ἤτοι γλίσχρων ὑγρῶν ἢ παχέων ἢ πολλῶν ἐπιῤῥυέντων τῷ πνεύμονι, δυσπνοεῖν εἴπω τὸν ἄνθρωπον, ἐν τοῖς βρογχίοις τὰ τοιαῦτα περιέχεσθαι νόει· κατασχιζομένης γὰρ εἰς ὅλον τὸ σπλάγχνον, ὥσπερ τῆς λείας ἀρτηρίας, οὕτω καὶ τῆς τραχείας, ἡ τῶν βρογχίων οὐσία καθ' ὅλον ἐστὶ τὸν πνεύμονα· βρογχία δὲ καλοῦσιν οἱ ἀνατομικοὶ τοὺς χόνδρους τῆς τραχείας ἀρτηρίας, σιγμοειδεῖς ὑπάρχοντας τῷ σχήματι. προηγησαμένης δὲ πλευρίτιδος, εἶτα τοῦ μὲν σφοδροῦ τῶν πυρετῶν παυσαμένου, βάρους δ' αἰσθήσεως ὑπολειπομένης ἔνδον τῶν πλευρῶν ἐν τῷ βάθει τοῦ θώρακος, [285] ἅμα τῷ καὶ μεταῤῥεῖν τι φαίνεσθαι κατὰ τὰς ἀθρόας μεταλλαγὰς τῆς κατακλίσεως, καὶ μάλισθ' ὅταν ἀπὸ τῆς ἑτέρας πλευρᾶς ἐπὶ τὴν ἑτέραν μετασχηματίζωνται, πύου τηνικαῦτα πλῆθος ἐμφαίνεται, καὶ κλύδωνός γε πολλάκις αἰσθητῶς ἀκούειν ἐστὶν ἐπ' αὐτῶν. ἐνδείκνυται δὲ τοῦτο σὺν τοῖς εἰρημένοις καὶ τὸ μηδὲν ἀξιόλογον ἀναπτύεσθαι, σφοδρᾶς προηγησαμένης πλευρίτιδος. ἐὰν δὲ ἄλλός τις χυμὸς ὀῤῥώδης ἢ φλεγματώδης ἐξαίφνης ἄνευ πυρετοῦ ῥυεὶς εἰς τὰ κενὰ τοῦ θώρακος ἐργάζηται τὴν δύσπνοιαν, ἀναπτύουσιν οὐ παχέα, κατ' ἀρχὰς μὲν ὀλίγα σὺν πολλῇ βηχὶ, πεττομένων δὲ αὐτῶν, πλείω καὶ παχύτερα σὺν ἐλάττονι. κατὰ διττὸν γάρ τοι τρόπον ἐπὶ πολλῇ βηχὶ πτύουσιν ὀλίγα, διὰ πάχος μὲν ἢ γλισχρότητα χυμῶν ἕτεροι, διὰ λεπτότητα δ' ἄλλοι· τὸ μὲν γὰρ λεπτὸν ἀναφερόμενον ὑπὸ τοῦ κατὰ τὴν βῆχα πνεύματος, ἀντικαταῤῥεῖ περισχιζόμενον αὐτῷ· τὸ δὲ γλίσχρον ἢ πάνυ παχὺ δυσχερῶς ἀναφέρεται, μήτ' ἀποῤῥυπτόμενον ἑτοίμως τῶν σωμάτων οἷς ἐμπέπλασται μήθ' ὑπὸ τῆς τυχούσης βίας τοῦ πνεύματος ὠθεῖσθαι δυνάμενον· εἰ μὴ γὰρ πολύ τε καὶ σφοδρὸν [286] ἀναβηττόμενον εἴη τὸ πνεῦμα, συναναφέρειν οὐδὲν ἑαυτῷ δύναται. ὅσον οὖν δὴ μήθ' ὑγρὸν ἄγαν ἐστὶ καὶ ὑδατῶδες, ἀλλὰ μηδὲ παχὺ λίαν ἢ γλίσχρον, εὐπετῶς ἀναφέρεται, καὶ μάλισθ' ὅταν ἡ δύναμις ἐῤῥωμένη τυγχάνῃ· χωρὶς γὰρ τοῦ σφοδρὰν γενέσθαι συστολὴν τοῦ θώρακος, οὐχ οἷόν τε βῆξαι σφοδρῶς· ἄνευ δ' ἰσχυρᾶς βηχὸς ἀδύνατόν ἐστιν ἀνενεχθῆναι τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς. ὅτ' ἂν δὲ τῇ μετὰ στενοχωρίας τε καὶ βάρους δυσπνοίᾳ πυρετὸς ὀξὺς συνεισβάλλῃ, φλεγμονὴ τὸ πάθημά ἐστι τοῦ πνεύμονος· εἰ δ' ἀφόρητος μὲν ἡ φλόγωσις εἴη, τοῦ βάρους δὲ καὶ τῆς στενοχωρίας ἐλάττων αἴσθησις, ἐρυσιπέλατι κάμνει τὸ σπλάγχνον· ἀφωρισμένων δὲ τῶν ἄκρων, οὐδὲν ἔτι χαλεπὸν, ἤτοιγ' ἐρυσίπελας φλεγμονῶδες ἢ φλεγμονὴν ἐρυσιπελατώδη διαγνῶναι. γίνεται δὲ καὶ ἄλλα πάθη τῷ πνεύμονι χωρὶς ἐπιῤῥοῆς χυμῶν, κατὰ δυσκρασίαν ἤτοι γ' ἀνώμαλον ἢ ὁμαλήν. ἡ μὲν οὖν ἀνώμαλος βῆχα ἐργάζεται· ἡ δ' ὁμαλὴ μετρία μὲν οὖσα τὸν ῥυθμὸν τῆς ἀναπνοῆς ὑπαλλάττει, γενομένη δ' ἰσχυρὰ, θερμότητος μὲν ἐπικρατούσης, ἐπιθυμίαν ἀέρος καὶ πόματος [287] ἐργάζεται ψυχροῦ, τῷ χρόνῳ δ' εἰς πυρετὸν τελευτᾷ· τῇ ψυχρᾷ δὲ δυσκρασίᾳ τἀναντία συμβαίνει, θερμοῦ μὲν ἀέρος, θερμοῦ δὲ πόματος ἐπιθυμία, μέχρις ἂν εἴη μετρία, μείζονος δὲ γινομένης, ῥευμάτων ἐμπίπλαται τὸ σπλάγχνον. περὶ δὲ τῆς κατὰ ῥῆξιν, ἢ διάβρωσιν, ἢ ἀναστόμωσιν, ἐξ αὐτοῦ γενομένης αἵματος ἀναβήξεως εἴρηται μέν τι καὶ πρόσθεν ἐν τῷ περὶ τῆς τοῦ αἵματος πτύσεως λόγῳ, λεχθήσεται δὲ καὶ νῦν ἔτι διὰ βραχέων. αἱ μὲν ῥήξεις αἱ κατ' αὐτὸν ἔκ τε τοῦ πολὺ φέρεσθαι τὸ αἷμα γνωρίζονται κᾀκ τοῦ μέγα προηγούμενον αἴτιον αἰσθητὸν εὐθέως ἐπιγενέσθαι· λέγω δ' αἴτια προηγησάμενα τὴν ἐξ ὑψηλοῦ πτῶσιν ἢ κατὰ παλαίστραν, ἢ ἐν ἄθλοις, ἢ ἑτέρου τινὸς ἐμπεσόντος ἑτέρῳ, καθάπέρ γε ἂν ἐπιπέσῃ τῷ θώρακι βαρὺ σῶμα τῶν ἀψύχων ὁτιοῦν, οἷον ἤτοι λίθος ἢ ξύλον· ἐνίοις δὲ ὀξυθυμία μετὰ κραυγῆς προηγήσατο, καί τισιν ἑτέροις ἀγωνιζομένοις κιθαρῳδίαν, ἢ τραγῳδίαν, ἡ ὀξεῖα καὶ μεγάλη φωνὴ διέῤῥηξεν ἀγγεῖα, καὶ μάλισθ' ὅτ' ἂν ἄνευ τοῦ προμαλάξαι ταῖς ἀναφωνήσεσι τὰ κατὰ τὸν πνεύμονα βιαίως κραυγάσωσιν. ὡς γὰρ καὶ τοῖς παλαίουσιν, [288] ὅταν ἄνευ τοῦ προθερμανθῆναι καὶ ὁμαλυνθῆναι τρίψεσί τε καὶ μετρίαις κινήσεσιν τοὺς μῦς ἐπ' ἐνεργείας ἀφικνῶνται σφοδρὰς, ῥήγματά τε καὶ σπάσματα γίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ πνεύμονος εἴωθε συμπίπτειν, ὃν διὰ τρίψεων μὲν οὐχ οἷόν τε παρασκευάσαι πρὸς τὰς σφοδρὰς κινήσεις, ἀνάλογον δέ τι ταῖς τρίψεσιν αἱ ἀναφωνήσεις ἐργάζονται. ἄνευ δὲ φανερᾶς ἔξωθεν αἰτίας πλῆθος αἵματος ἀναῤῥήγνυσιν ἀγγεῖον ἐν πνεύμονι, καθάπερ καὶ κατ' ἄλλό τι μόριον τοῦ σώματος, ὅτ' ἂν δυσεπέκτατον τύχῃ διὰ ψύξιν ὑπόγυον ἢ δυσκρασίαν σύμφυτον. οὕτως καὶ Ἱπποκράτης τὸ ψυχρὸν εἴρηκε φλεβῶν ῥηκτικὸν, οὐκ αὐτὸ δήπου καθ' αὑτὸ τὰς ῥήξεις ἐργαζόμενον, ἀλλ' ὅτι τῇ ψύξει σκληροὺς καὶ δυσεπεκτάτους τοὺς χιτῶνας τῶν ἀγγείων ἐργαζόμενον ἐπιτήδεια πρὸς ῥῆξιν αὐτὰ παρασκευάζει· τῆς ῥήξεως δ' αὐτῆς τὸ αἴτιον ἥ τε σφοδρὰ κίνησίς ἐστι καὶ τὸ πλῆθος τῶν χυμῶν αὐτῶν τε καθ' ἑαυτοὺς καὶ σὺν ἀπέπτῳ καὶ ψυχρῷ καὶ φυσώδει πνεύματι συνδιατείνοντι τοῖς χυμοῖς τὰς φλέβας. ἀλλὰ καὶ τῆς ἐπὶ τούτων ῥήξεως οὐ σμικρὸν γνώρισμά ἐστι κένωσις [289] αἵματος ἐξαίφνης ἀθρόου, τῆς δ' ἀναστομώσεως, ἔμπαλιν τῶν ψυχρῶν, αἱ θερμαὶ διαθέσεις προηγοῦνται, λουτροῖς τε θερμοῖς πολλοῖς κεχρημένου τἀνθρώπου, καὶ κατὰ χώραν ὄντος θερμὴν, ὥραν τε τοῦ ἔτους ὁμοίαν, ἐδέσμασί τε καὶ πόμασι θερμοῖς χρωμένου. αἱ δ' ἐξ ἀναβρώσεως ἀθρόαι κενώσεις αἵματος ἐπί τε προηγουμέναις γίνονται βραχείαις πτύσεσι καὶ τοῖς εἰς τὸν πνεύμονα δριμέσι ῥεύμασιν ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥέουσιν· ἐνίοτε δὲ καὶ συναναφέρεταί τι μόριον τοῦ πνεύμονος, ἢ ἐφελκὶς, ὥστε λαθεῖν ἀδύνατον εἶναι τὸ τοιοῦτον πάθημα τοῦ σπλάγχνου. κατὰ δὲ τὴν τραχεῖαν ἀρτηρίαν ἕλκους γενομένου, πρὸς τοῖς ἀναβηττομένοις πυώδεσιν οὖσιν, ἔτι καὶ τοῦ πεπονθότος μέρους ἀλγοῦντος αἴσθησις γίνεται τῷ κάμνοντι· καὶ ἡ βραχύτης δὲ τοῦ κενουμένου διορίζει τὴν τοιαύτην ἕλκωσιν τῆς ἐν τῷ πνεύμονι, πλεῖον γὰρ ἐπὶ τοῖς ἐν πνεύμονι γεγενημένοις ἕλκεσιν ἀναπτύεται τὸ πῦον. ὥσπερ δὲ τοῦ πνεύμονός τι μόριον συνανενεχθὲν ἐνδείκνυται τὸ σπλάγχνον ἡλκῶσθαι, κατὰ τὸν αὐτὸν τρόπον ἐκ τοῦ λάρυγγος εἴδομεν ἐνίοτε τὸ κατὰ τὴν ἐπιγλωττίδα σῶμα δι' ἕλκωσιν ἀναπτυσθὲν, οἷς οὐ μόνον τοῦτο σημεῖον [290] ὑπῆρξε τοῦ τόπου τοῦ πεπονθότος, ἀλλὰ καὶ ἡ κατὰ τὸ χωρίον αἴσθησις τὸ ἡλκωμένον, ὡς κᾀπὶ τῆς τραχείας ἀρτηρίας ἐῤῥέθη· τὰ μὲν γὰρ ἐν τῷ πνεύμονι χωρὶς ὀδύνης συνίσταται, τὰ δ' ἐν τούτοις τοῖς χωρίοις ὀδύνην μέν τινα φέρει, βραχεῖαν δὲ ταύτην, ὡς τοῖς φύσει δυσαισθήτοις μηδὲ σαφῶς αἰσθητὴν γίνεσθαι. ταῦτα μὲν οὖν ἅπαντα τὰ μέχρι δεῦρο λεγόμενα πάθη κατά τε τὸν πνεύμονα καὶ τὰ κενὰ τοῦ θώρακος, ἔτι τε τὴν τραχεῖαν ἀρτηρίαν καὶ λάρυγγα, καὶ γὰρ καὶ τούτων ἐμνημόνευσα τῇ κοινωνίᾳ τοῦ λόγου προαχθεὶς ἐπ' αὐτὰ, πολλάκις ἑώραταί μοι· ταυτὶ δὲ τὰ νῦν εἰρησόμενα σπανίως. ἐξαίφνης τις ἀνέβηξε χυμὸν ὁμοιότατον ὑγρᾷ χολῇ, τῇ μὲν χρόᾳ μεταξὺ ξανθῆς τε καὶ ὠχρᾶς, δριμύτητα δ' οὐδεμίαν ἔχοντα· κᾀκ τούτου καθ' ἑκάστην ἡμέραν ἀνέπτυεν ἀεὶ πλεῖον· ὕστερον δὲ καὶ πυρετῶν ἐπιγενομένων αὐτῷ λεπτῶν, ἔφθινεν, ὡς καὶ πυῶδες ἀναβήττειν. καὶ μετὰ χρόνον ὡς τεττάρων μηνῶν αἷμα συνανήνεγκεν ὀλίγον σὺν τῷ πύῳ, μετὰ τοῦ συντήκεσθαί γε καὶ πυρέττειν μᾶλλον· εἶτα πλέον αὖθις ἔπτυσεν, εἶθ' ἱκανῶς δαψιλές· ἐφ' ᾧ τῶν τε [291] πυρετῶν αὐξηθέντων καὶ τῆς δυνάμεως ἐκλυθείσης, ἀπέθανεν ὡσαύτως τοῖς φθόην νοσήσασι. μετὰ τοῦτον ἄλλον ἐθεασάμην ὁμοίῳ τρόπῳ νοσηλευθέντα μησὶν ἓξ, εἶτ' ἄλλον πλείοσιν. ὁ μὲν οὖν πρῶτος ἡμῖν ὀφθεὶς οὐδὲν ἔχειν ἐδόκει τό γε κατ' ἀρχὰς κακὸν, ὕστερον δὲ δηλονότι μοχθηρῶς ἐφαίνετο διακεῖσθαι· τοῦ δευτέρου δ' ὀφθέντος εὐθὺς ἐξ ἀρχῆς ἔγνωμεν ἐπιμελῶς προνοήσασθαι, καὶ μετ' αὐτὸν ἔτι καὶ μᾶλλον τοῦ τρίτου. ἀλλ' ὅμως, οὐκ ὀλίγα πραγματευσαμένων ἀμφ' αὐτοὺς ἡμῶν, οὔτε τούτων τις οὔτ' ἄλλος ἐσώθη μετ' αὐτούς. ἀνέπτυσαν δὲ πάντες οὗτοι τελευτῶντες αὐτοῦ τοῦ πνεύμονος μέρη σεσηπότα, δι' ἃ καὶ σαφῶς ἔγνων ὅμοιόν τι πάθος συμβαίνειν αὐτοῖς τῷ κᾀπὶ τῶν ἐκτὸς ὁρωμένων μορίων, ὑγρότητι σηπεδονώδει διαβρόχων γινομένων· ἀλλὰ ταῦτα μὲν ἐκκόπτειν ἐγχωρεῖ καὶ πρός γε τούτῳ καὶ καίειν, πνεύμονι δ' οὐδὲν τοιούτων ποιεῖν οἷόν τε, διὸ καὶ πάντες ἀπόλλυνται. τοῦ τελευταίου δ' αὐτῶν ὀφθέντος μοι κηδόμενος, ἐπὶ τὸ ξηραίνειν ἰσχυρῶς τὸ σπλάγχνον ἐτραπόμην ὀσμαῖς τε καὶ πόμασιν ἐπιτηδείοις εἰς τοῦτο· [292] τὸ μὲν γὰρ καλούμενον ἡδύχρουν ὀσμᾶσθαι δι' ὅλης ἡμέρας ἐκέλευον αὐτῷ, προσφέρεσθαί τε τῇ ῥινὶ συνεχῶς· εἰς ὕπνον δ' ἰόντι καὶ τῶν ἐν Ῥώμῃ σκευαζομένων μύρων πολυτελῶν, ἃ δὴ καλοῦσι φουλίατά τε καὶ σπικάτα, ὑπαλείφειν τινὶ τοὺς κατὰ τὰς ῥῖνας πόρους· ἐδίδουν δὲ καὶ πίνειν αὐτῷ φάρμακα, τήν τε μιθριδάτειον ὀνομαζομένην ἀντίδοτον, ἀμβροσίαν τε καὶ ἀθανασίαν καὶ θηριακήν· ἀλλὰ καὶ οὗτος ἐνιαυτῷ ταῦτα πίνων, ὁμοίως τοῖς φθισικοῖς ὕστερον ἀπέθανεν, ἴσως εἰς χρόνον πλείονα παραταθεὶς διὰ τὴν εἰρημένην ἀγωγήν. ἕτερον δὲ πάθος εἶδον ἐν πνεύμονι τοιόνδε. βήττων τις ἐκ χρόνου πολλοῦ, καὶ πτύων ὀλίγα καὶ γλίσχρα, χαλαζίῳ μικρῷ παραπλήσιον ἀνέβηξέ τι, καί μοι κομίσας ἔδειξεν αὐτὸ, καὶ πάλιν ἕτερον ὅμοιον οὐ μετὰ πολλὰς ἡμέρας. ἐδόκει δή μοι ξηραινόμενος ὁ γλίσχρος ἐκεῖνος χυμὸς, ὃν ἀνέπτυσεν ἔμπροσθεν, εἰς τοιαύτην σύστασιν ἔρχεσθαι· καὶ διὰ τοῦτ' αὐτῷ φάρμακα ἐδίδουν πίνειν, ὁποῖα καὶ τοῖς ἀσθματικοῖς ἁρμόζει· καὶ πίνων γε αὐτὰ, ἐλάττονα μὲν ἔπτυεν τὰ χαλάζια, [293] καὶ διὰ πλειόνων ἡμερῶν ἢ πρόσθεν, οὐ μὴν ἐπαύσατό γε πολλοῖς ἔτεσι πάσχων οὕτως, ἄχρι τῆς τελευτῆς. μεγέθει δ' ἦν τὰ χαλάζια τοῖς καλουμένοις ὀρόβοις ἶσα κατὰ τὸ πλεῖστον, ἔστι δ' ὅτε καὶ μείζω τούτων, ὥσπέρ γε καὶ μικρότερα. καὶ ἄλλους δέ τινας ὁμοίως ἐκείνῳ πτύοντας ἐθεασάμην ἔτη συχνὰ ζήσαντας, ἐνίους μὲν ἄλλως ἀποθανόντας, ἐνίους δ' ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων παθόντων· οὐ μὴν αἷμα γέ τις ἐκ τούτων ἔπτυσεν. τὸ δ' Ἀντιπάτρῳ τῷ ἰατρῷ συμβὰν ἅπαντες ἔγνωσαν, ὡς οὐκ ἀφανῶς ἰατρεύοντι κατὰ τὴν Ῥωμαίων πόλιν. ἦν μὲν ὁ ἀνὴρ οὗτος ἡλικίαν ἄγων ἐτῶν ἐλαττόνων μὲν ἢ ἑξήκοντα, πλεόνων δὲ ἢ πεντήκοντα, συνέβη δ' αὐτῷ ποτε πυρέξαντι τῶν ἐφημέρων τινὰ πυρετῶν ἐκ φανερᾶς προφάσεως, ἅψασθαι τῶν ἑαυτοῦ σφυγμῶν ἐν τῇ παρακμῇ τοῦ πυρετοῦ, χάριν τοῦ γνῶναι τί ποιητέον ἐστὶν αὐτῷ. πᾶσαν δ' εὑρὼν ἀνωμαλίαν ἐν τῇ τῶν ἀρτηριῶν κινήσει κατεπλάγη μὲν τὸ πρῶτον, ὡς δὲ σαφῶς ὕστερον ᾐσθάνετο μηκέτι πυρέττειν ἑαυτὸν, ἐλούσατο μὲν εὐθέως· ἐπὶ κόποις τε γὰρ αὐτῷ καὶ ἀγρυπνίαις ἐκεκμήκει τὸ σῶμα [294] διῃτήθη δὲ πάνυ λεπτῶς ἄχρι τοῦ τὴν τρίτην ἀπὸ τῆς ἀρχῆς ἡμέραν διελθεῖν· ἐν ᾗ μηδενὸς ἔτι γενομένου πυρετοῦ, προῄει μὲν ἑκάστης ἡμέρας, ὥσπερ καὶ πρόσθεν, ἁπτόμενος δὲ ἑαυτοῦ τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἐθαύμασε διαμενούσης ἐν τοῖς σφυγμοῖς τῆς ἀνωμαλίας. ἀπαντήσας οὖν μοί ποτε, προὔτεινε τὴν χεῖρα γελῶν, ἐκέλευσέ τε τῶν σφυγμῶν ἅψασθαι. κᾀγὼ μειδιάσας, τί τὸ αἴνιγμά ἐστιν, ὃ κελεύεις; ἠρόμην· ὁ δ' αὖθις ὁμοίως γελῶν ἐδεῖτο πάντως ἅψασθαι. καὶ τοίνυν εὗρον ἁψάμενος ἀνωμαλίαν κατὰ τὸν σφυγμὸν ἅπασαν, οὐ μόνον ἐν ἀθροίσματι γινομένην, ἣν συστηματικὴν ὀνομάζουσιν, ἀλλὰ καὶ κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας. ἐθαύμαζον οὖν, ὅπως ἔτι ζῇ τοιοῦτον ἔχων σφυγμὸν, ἐπυνθανόμην τε μή τις αὐτῷ δυσχέρεια κατὰ τὴν ἀναπνοὴν γίνεται· τοῦ δὲ οὐδεμίαν αἰσθητὴν ὁμολογοῦντος, ἐπετήρουν μὲν εἴ τινα μεταβολὴν ἕξοι ποτὲ, συνεχῶς ἁπτόμενος τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας ἓξ μηνῶν που χρόνῳ. πυνθανομένου δ' οὖν αὐτοῦ κατ' ἀρχὰς, ἥ τις εἶναί μοι δοκεῖ διάθεσις ἐν τῷ σώματι, καὶ κατὰ τίνα τρόπον αὐτοῦ τοιοῦτον ἐργάζεσθαι [295] δυναμένη τὸν σφυγμὸν ἄνευ πυρετοῦ, πρὸς τὴν ἐρώτησιν ἀπεκρινάμην, ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ δεδηλῶσθαί μοι περὶ τῆς τοιαύτης ἀνωμαλίας· ἡγοῦμαι γὰρ αὐτὴν ἐπὶ στενοχωρίᾳ τῶν ἐν τῷ πνεύμονι μεγάλων ἀρτηριῶν γίγνεσθαι· τὴν στενοχωρίαν δ' ἔφην, ἐπὶ μὲν φλεγμονῇ τοῦ σπλάγχνου, τό γε ἐπί σοι νῦν, ἀδύνατον ὑπάρχειν· ἐπύρεττες γὰρ ἄν· ἀπολείπεται δ' ἤτοι δι' ἔμφραξιν ὑγρῶν καὶ γλίσχρων καὶ παχέων χυμῶν, ἢ διὰ φύματος ἀπέπτου γένεσιν, εἰς τὴν τοιαύτην ἀφῖχθαί σε διάθεσιν. ὁ δ' ὑπολαβὼν, ἐχρῆν οὖν, ἔφη, ἀσθματικὴν ὀρθόπνοιαν εἶναί μοι. κᾀγὼ πιθανῶς μὲν εἶπον λέγειν αὐτὸν, οὐ μὴν ἀληθῶς· γίγνεσθαι μὲν γὰρ καὶ τὴν τοιαύτην ὀρθόπνοιαν διὰ τοιαύτην αἰτίαν, οὐ μὴν ἐν ταῖς λείαις ἀρτηρίαις, ἀλλ' ἐν ταῖς τραχείαις ἀθροιζομένου τοῦ γλίσχρου καὶ παχέος χυμοῦ. καὶ τοίνυν ἔδοξεν ἡμῖν, τήν τε δίαιταν αὐτῷ πᾶσαν ὁμοίαν ποιεῖσθαι τοῖς τῶν ἀσθματικῶν, τά τε φάρμακα προσφέρεσθαι τὴν αὐτὴν ἐκείνοις ἔχοντα δύναμιν. ἓξ δὲ ἐν τῷ μεταξὺ γενομένων, ὡς ἔφην, μηνῶν, ᾔσθετό τινος οὐ μεγάλης δυσπνοίας ἅμα παλμῷ βραχεῖ [296] τῆς καρδίας, τὸ μὲν πρῶτον ἅπαξ, εἶτα δίς που καὶ τρὶς, εἶτα καὶ τετράκις τε καὶ πλεονάκις γινομένου, μετὰ τοῦ συναυξάνεσθαι τὴν δύσπνοιαν, ἐφ' ἡμέρας ὡς πέντε καὶ δέκα· μεθ' ἃς ἐξαίφνης δυσπνοήσας σφοδρῶς, εἶτ' ἐκλυθεὶς, εὐθέως ἀπέθανεν, ὥσπερ ἄλλοι τινὲς ἐπὶ πάθεσι καρδίας, ὑπὲρ ὧν εἰρήσεται κατὰ τὸν ἐφεξῆς λόγον.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ ΤΟΠΩΝ.

ΒΙΒΛΙΟΝ Ε.

[297]   Ἐν τῷ πρὸ τούτου γράμματι περὶ τῶν κατὰ τὸν πνεύμονα παθῶν διεξερχόμενος, ἐμνημόνευσα τῇ κοινωνίᾳ τοῦ λόγου καὶ θώρακος καὶ καρδίας ἐπ' ὀλίγον, ἀναβαλλόμενος εἰς τουτὶ τὸ πέμπτον ὑπόμνημα τελέως ἀποδώσειν ἅπαντα τὸν περὶ αὐτῶν λόγον. ἐπεὶ τοίνυν ἐτελεύτησεν ἡ κατὰ τὸ τέταρτον ὑπόμνημα διδασκαλία εἰς τὰ συμβάντα τῷ Ἀντιπάτρῳ τῷ ἰατρῷ, τὴν μὲν διάθεσιν αὐτοῦ ἐν αὐτῷ τῷ πνεύμονι ἴσχοντος τὴν πρώτην, ἐπιδιαβάντος [298] δὲ τοῦ πάθους ἄχρι τῆς καρδίας, ἄμεινον εἶναί μοι δοκεῖ περὶ πάντων αὐτῆς τῶν παθῶν διελθεῖν.

   ‑ ‑ ‑

   Ὥσπερ οὖν περὶ τῶν ἄλλων τοῦ ζώου μορίων, οὕτως καὶ ἐπὶ τῆς καρδίας διορίσασθαι χρὴ, τίνα μὲν ἰδιοπαθούσης, ἢ πρωτοπαθούσης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, γίνεται συμπτώματα, τίνα δ' ἑτέροις μέρεσι συμπασχούσης. ἔστι δ' ὁ λόγος ἐπὶ τοῖς προαποδεδειγμένοις ἐν ἑτέραις πραγματείαις, ἐν αἷς ἐδείχθη, τῆς μὲν ἐμφύτου θερμασίας οἷον πηγή τις ὑπάρχειν ἡ καρδία, καὶ πάντως χρῆναι παθεῖν αὐτὴν, εἰ μέλλοι τεθνήξεσθαι τὸ ζῶον. ἀρχῶν οὖν οὐσῶν τριῶν, αἷς διοικεῖται τὸ ζῶον (πρὸς γὰρ τῇ τῆς καρδίας ἀρχῇ ὁ μὲν ἐγκέφαλος αἰσθήσεώς τε καὶ κινήσεως ἐδείχθη χορηγὸς εἶναι πᾶσι τοῖς τοῦ ζώου μέρεσι, τὸ δ' ἧπαρ ἀρχὴ τῆς θρεπτικῆς εἶναι δυνάμεως), ὁ μὲν θάνατος ἀεὶ ταῖς ἀμέτροις τῆς καρδίας ἕπεται δυσκρασίαις, ἅπαντα γὰρ αὐτῇ συγκακοῦται τὰ μόρια· δεδειγμένου δ' ἡμῖν, ἐνεργεῖν αὐτὰ [299] διὰ τὴν οἰκείαν καρδίας εὐκρασίαν, ἀναγκαῖόν ἐστιν ἀπολομένης ταύτης συναπόλλυσθαι τὰς ἐνεργείας αὐτῶν, καὶ κατὰ τοῦτο καὶ τὰς ἐγκεφάλου τε καὶ ἥπατος, οὐ μὴν ταῖς ἐκείνων γε τὴν τῆς καρδίας. εἰ γὰρ μήτε τὰς αἰσθητικάς τε καὶ προαιρετικὰς ἐνεργείας ἔτι διασώζοι τὸ ζῶον, ἀλλὰ μηδὲ τρέφοιτο, καθάπερ οὐδὲ τὰ φωλεύοντα, δυνατὸν ἄν τις εἶναι νομίσειεν ζῇν αὐτὸ, μέχρι περ ἂν ἡ καρδία μηδὲν ᾖ πεπονθυῖα· καὶ μέντοι καὶ φαίνεται πολλάκις ἡμερῶν ἐφεξῆς πολλῶν οὔτε φρονῶν τις οὔτ' αἰσθανόμενος οὔτε κινούμενος, ὅμως ἔτι ζῶν, ὥσπέρ γε καὶ δι' ἀῤῥωστίαν τῆς ἐν ἥπατι δυνάμεως ἀτροφῶν ἐξαρκεῖν εἰς μακρόν· εἰ δὲ τῆς ἀναπνοῆς στερήσειέ τις τὴν καρδίαν, αὐτίκα διαφθείρεται. ὅσοις οὖν ὁ θώραξ οὐδὲν ὅλως ἐδόκει συντελεῖν εἰς τὴν τῆς ἀναπνοῆς ἐνέργειαν, ἀποροῦσι τὴν αἰτίαν εὑρεῖν, δι' ἣν ἐν ταῖς ἰσχυραῖς ἀποπληξίαις ἀποθνήσκουσιν εὐθέως οἱ κάμνοντες, ἐπὶ μόνῃ τῇ βλάβῃ τῆς ἄνωθεν ἀρχῆς· ὑμεῖς δ' οὐκ ἀπορήσετε, πεπεισμένοι βεβαίως, ὑπὸ μυῶν διαστέλλεσθαι τὸν θώρακα, τὴν ἀρχὴν τῆς κινήσεως ἐχόντων ἐκ τῶν εἰς αὐτοὺς φερομένων νεύρων ἀπὸ [300] τοῦ κατὰ τὸν αὐχένα νωτιαίου, στερουμένων τηνικαῦτα τῆς ἐπιῤῥεούσης ἐξ ἐγκεφάλου δυνάμεως αὐτοῖς κινητικῆς τῶν μυῶν· ὡς εἴγε μὴ συνήπτοντο διὰ τῆς ἀναπνοῆς αἱ δύο ἀρχαὶ, δυνατὸν ἂν ἦν ἐστερημένους ἡμᾶς ἐνίοτε τῆς ἄνωθεν ἀρχῆς ἔτι ζῇν. ἴσως οὖν τις ἐξ ὧν ἡμεῖς εὐπορήκαμεν αἰτίαν, δι' ἣν ἡ καρδία βλάπτεται παθόντος τοῦ ἐγκεφάλου κατὰ τὰς μεγάλας ἀποπληξίας, ἐκ τούτων αὐτῶν εὐπορήσει καθ' ἕτερον τρόπον εὑρεῖν τὴν αἰτίαν, δι' ἣν ἐν ταῖς μικροτέραις ἀποπληξίαις, καταλήψεσί τε καὶ κάροις, ἐπιληψίαις τε καὶ ληθάργοις, οὐκ ἀπόλλυται τὸ πάσχον οὕτως ζῶον· εὑρήσει δὲ καὶ τοῦτο θεασάμενος, ὅπως ἀναπνέουσιν ἐν τοῖς εἰρημένοις πάθεσιν οἱ πάσχοντες· ὄψεται γὰρ ὅτι βιαίως τε καὶ μόγις, ὡς ὑπὸ δεσμοῦ τινος εἰργομένου διαστέλλεσθαι τοῦ θώρακος. λέλεκται δ' ἱκανῶς περὶ τούτου κατὰ τὰ περὶ μυῶν κινήσεως ὑπομνήματα· κοινὸν γάρ ἐστι τὸ ζήτημα τῷ γιγνομένῳ κατὰ τοὺς ὕπνους, ἐν οἷς ἁπασῶν τῶν κατὰ τοὺς μῦς ἐνεργειῶν ἐκλελυμένων, ἡ τῶν τὸν θώρακα κινούντων μόνη σώζεται· νυνὶ δ' ἀρκεῖ μέχρι τοσούτου προῆχθαι τὸν λόγον, [301] ὅσον αὐτοῦ χρήσιμον ἦν εἰς τὰ παρόντα. ᾧ γὰρ λόγῳ κατὰ τοὺς ὕπνους ἀναπνέουσιν οἱ ἄνθρωποι, καίτοι τῶν ἄλλων ἁπάντων μυῶν ἡσυχαζόντων, τούτῳ καὶ κατὰ τὰς ἀποπληξίας, ὅσαι μὴ μέγισται, καὶ κατ' ἄλλα πάθη τὰ ταύτῃ παρακείμενα· μεγάλης δ' οὕτως γεγενημένης τῆς ἀποπληξίας, ἢ καί τινος ἑτέρου πάθους, ὡς τελέως ἀπολέσθαι τὴν ἐνέργειαν τῶν κατὰ τὸν θώρακα μυῶν, ἀναγκαῖόν ἐστι συνδιαφθαρῆναι τὴν ἀναπνοὴν, ἐφ' ᾗ καὶ τὴν τῆς καρδίας εὐκρασίαν, ᾗ καὶ πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ ζῶον ὅλον ἀπόλλυσθαι. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἐν ταῖς τῆς ἄνωθεν ἀρχῆς βλάβαις μεγάλαις ἀπόλλυται τὸ ζῶον· καθ' ἕτερον δὲ τρόπον ἐφ' ἥπατι πάσχοντι, διὰ γὰρ ἀτροφίαν νεκροῦται τηνικαῦτα, διὸ καὶ χρόνῳ πλείονι διαρκεῖ τὰ ζῶα κατὰ τὰ τοιαῦτα παθήματα. καὶ μὴν καὶ καθ' ἕτερόν τινα τρόπον, ἐπί τε στομαχικαῖς συγκοπαῖς, ἀλγήμασίν τε σφοδροῖς, καὶ φόβοις ἰσχυροῖς, ἡδοναῖς τε μεγίσταις, ἀποθνήσκουσί τινες· ὅσοις γὰρ ἀσθενής ἐστιν ὁ ζωτικὸς τόνος, ἰσχυρά τε πάθη ψυχικὰ πάσχουσιν ἐξ ἀπαιδευσίας, εὐδιάλυτος τούτοις ἐστὶν ἡ τῆς ψυχῆς [302] οὐσία· τῶν τοιούτων ἔνιοι καὶ διὰ λύπην ἀπέθανον, οὐ μὴν εὐθέως ὥσπερ ἐν τοῖς προειρημένοις· ἀνὴρ δ' οὐδεὶς μεγαλόψυχος οὔτ' ἐπὶ λύπαις οὔτ' ἐπὶ τοῖς ἄλλοις ὅσα λύπης ἰσχυρότερα θανάτῳ περιέπεσον· ὅ τε γὰρ τόνος τῆς ψυχῆς αὐτοῖς ἰσχυρός ἐστι τά τε παθήματα σμικρά.

   Ἴδιον δὲ πάθος ἐν καρδίᾳ γίνεται κατὰ μὲν ἁπλῆν δυσκρασίαν πολλάκις, εἴτ' ἀνώμαλος εἴθ' ὁμαλὴς εἴη, κατά τε φλεγμονὴν ἢ ἐρυσίπελας ἀρχόμενον γίγνεσθαι· διαφθείρεται γὰρ παραυτίκα πρὶν αὐξηθῆναι τὰ πάθη τάδε τὸ ζῶον. ἕπονται δὲ πάλιν ταῖς τοιαύταις διαθέσεσιν αἱ καρδιακαὶ συγκοπαὶ, καθάπερ αἱ στομαχικαὶ ταῖς κατὰ τὸ τῆς κοιλίας στόμα, καλοῦσι δ' ἔνιοι καὶ τοῦτο στόμαχον· ἀλλὰ καὶ αὗται γίγνονται δηλονότι συμπασχούσης τῆς καρδίας. αἱ διαθέσεις δ' ἀμφοτέρων τῶν μορίων, τοῦ τε στόματος τῆς κοιλίας καὶ τῆς καρδίας, ἤτοι διὰ δυσκρασίαν μόνην ἰσχυρὰν, ἢ δι' ὑγρότητα φαρμακώδη, καί ποτε καὶ δι' ἐρυσίπελας εἰώθασι γίγνεσθαι, καὶ διὰ φλεγμονὴν, ἤ τινα παρὰ φύσιν ὄγκον ἕτερον τοιοῦτον. αἱ μὲν οὖν μικραὶ τῆς καρδίας [303] δυσκρασίαι τοὺς σφυγμοὺς ἀλλοιοῦσιν κατὰ τὴν αὐτῶν ἑκάστη φύσιν· εἴρηνται δ' αὐτῶν αἱ διαγνώσεις ἐν τῇ περὶ σφυγμῶν πραγματείᾳ· ταῖς μεγάλαις δὲ, κατὰ μὲν τὰς ἰδίας τῶν ὁμοιομερῶν δυσκρασίας οὐκ ὀξὺς ὁ θάνατος ἕπεται, κατὰ δὲ τὰς ὀργανικὰς ἐξαιφνίδιος, ἀλλ' ἐπὶ προηγουμένοις σημείοις, ὧν ἓν μέν ἐστι καὶ τὸ πρὸς Ἱπποκράτους εἰρημένον, οἷον οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς ἄνευ φανερῆς προφάσεως, ἐξαπίνης τελευτῶσιν· ἕτερον δὲ παλμὸς τῆς καρδίας, ἤτοι μόνος γιγνόμενος, ἢ μετά τινος ἐμφάσεως ἐν ὑγρῷ κινουμένης αὐτῆς· καὶ θαυμαστὸν οὐδὲν ἀθροίζεσθαί ποτε πλῆθος ὑγροῦ τοσοῦτον ἐν τῷ περιέχοντι χιτῶνι τὴν καρδίαν, ὡς ἐμποδίζειν αὐτῇ διαστελλομένῃ· καὶ γὰρ ἐπὶ τῶν ἀνατεμνομένων ζώων ἐθεασάμεθα πολλάκις ὑγρὸν οὔρῳ παραπλήσιον ἐν τῷ περικαρδίῳ δαψιλές. εἷς δέ ποτέ τις πίθηκος ἰσχνότερος ἑαυτοῦ γιγνόμενος οὐκ ἔφθασεν ἀνατμηθῆναι δι' ἀσχολίας ἡμῶν ἀναγκαίας· ἀποθανόντος δ' αὐτοῦ τὰ μὲν ἄλλα πάντα μόρια τοῦ σώματος ἦν ἀπαθῆ, ἐπέκειτο δὲ τῷ περικαρδίῳ χιτῶνι παρὰ φύσιν ὄγκος, ὑγρὸν ἐν ἑαυτῷ περιέχων [304] ὅμοιον τῷ κατὰ τὰς ὑδατίδας· ἐπ' ἀλεκτρυόνος δέ ποτε χωρὶς ὑγροῦ τοιοῦτος σκιῤῥώδης ὄγκος ἐπέκειτο τῷ περικαρδίῳ, παραπλήσιος ὑμέσι παχέσι πολλοῖς κατ' ἀλλήλων ἐπιβεβλημένοις. εἰκὸς οὖν ἐστι καὶ τοῖς ἀνθρώποις γίγνεσθαί τινα τοιαῦτα. φλεγμηνάσης δὲ φανερῶς καρδίας ἐπὶ μονομάχων, ἐθεασάμεθα θάνατον ὁμοιότατον ἀκολουθήσαντα τοῖς συγκοπτομένοις καρδιακῶς. ἐὰν μὲν οὖν ἄχρι κοιλίας τινὸς τῶν ἐν αὐτῇ τὸ τρῶσαν ἀφίκηται, παραχρῆμα τελευτῶσιν αἱμοῤῥαγικῶς, καὶ μᾶλλον, ὅταν ἡ ἀριστερὰ κοιλία τύχῃ τρωθεῖσα· μὴ διασχόντος δὲ τοῦ τρώσαντος εἰς κοιλίαν, ἀλλ' ἐν τῷ σώματι τῆς καρδίας στηριχθέντος, οὐ μόνον αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τρωθέντες ἔτυχον, ἔνιοι διέζησαν, ἀλλὰ καὶ τὴν ἐπιοῦσαν νύκτα, φλεγμονῆς δηλονότι λόγῳ τοῦ θανάτου γενομένου· φρονοῦσί γε μὴν ἅπαντες οὗτοι, μέχρι περ ἂν ζῶσιν, μαρτυροῦντος καὶ τούτου τοῦ φαινομένου τῷ παλαιῷ δόγματι περὶ τοῦ τὸ λογιζόμενον τῆς ψυχῆς οὐκ εἶναι κατὰ τὴν καρδίαν. ὁ δὲ παλμὸς τοῦ σπλάγχνου τούτου πολλοῖς ὑγιαίνουσιν ἀμέμπτως νεανίσκοις [305] τε καὶ παρακμάζουσιν ὤφθη γενόμενος ἐξαίφνης, ἄνευ φανεροῦ συμπτώματος ἑτέρου, καὶ πάντες οὗτοι φλεβοτομηθέντες ὤνηντο, καὶ τελέως αὐτῶν ἔνιοι τοῦ συμπτώματος ἀπηλλάγησαν, ἐπὶ τῇ φλεβοτομίᾳ λεπτυνούσῃ διαίτῃ μετὰ φαρμάκων ὁμοίων θεραπευθέντες ἔνιοι δὲ αὐτῶν αὖθίς ποτε τοῦ συμπτώματος ἐπιφανέντος ὁμοίως ἐθεραπεύθησαν. οἶδα δέ τινα καὶ κατ' ἐνιαυτὸν ἦρος ὥρᾳ πάσχοντα τὸ τοῦ παλμοῦ σύμπτωμα· καὶ ἐπειδὴ τρισὶν ἔτεσιν ἐπειράθη τῆς φλεβοτομίας ὠφελούσης, ἔφθασεν ἐπὶ τοῦ τετάρτου φλεβοτομηθεὶς ἁλῶναι τῷ συμπτώματι, καὶ οὕτως ἔπραττε κατὰ τὸ ἑξῆς ἐτῶν πλειόνων, μετὰ τοῦ καὶ τἄλλα ποιεῖν ἐπὶ τῇ φλεβοτομίᾳ προσηκόντως· ἀλλ' ὅμως καὶ οὗτος ἀπέθανε πρὶν γηρᾶσαι, καθάπερ καὶ οἱ ἄλλοι πάντες, ἔνιοι μὲν ἐν πυρετοῖς ὀξέσιν ἀθρόως συγκοπέντες, ἔνιοι δὲ καὶ κατὰ τὸν τῆς ὑγείας χρόνον, εἷς δέ πού τις ἢ δύο καθ' ἕτερον τρόπον ἀπέθανον χωρὶς συγκοπῆς. οἱ πλείους δὲ τῶν οὕτω παθόντων ἡλικίαν εἶχον ἐτῶν ἐλαττόνων μὲν ἢ πεντήκοντα, πλεόνων [306] δὲ ἢ τεσσαράκοντα. τὸ μέντοι περικάρδιον σκέπασμα τῶν ἀκύρων ἐστὶ μορίων, ὅπως ἂν πάθῃ, πλὴν εἰ φλεγμήναντος αὐτοῦ διαδοθείη κατὰ συμπάθειαν ἡ διάθεσις ἐπὶ τὴν καρδίαν· ἀλλ' ὅταν γε πάσχῃ μόνον, ὁμοίως τοῖς ἄλλοις ἅπασι μορίοις, ὅσα φρουρᾶς ἕνεκα καὶ σκέπης ἑτέρων κυριωτέρων ἐγένετο, κίνδυνον οὐδένα φέρει. δύσπνοιαν δ' οὐδεμίαν ἐργάζετ' ἄλλην καρδία παρὰ τὰς εἰρημένας ἐν τῷ πρὸ τούτου γράμματι κατὰ τὸν περὶ τῆς δυσπνοίας λόγον· ἐπὶ μὲν τὸ μέγα καὶ πυκνὸν ὑπερθερμανθεῖσα, μετὰ τοῦ καὶ θᾶττον γίνεσθαι τὴν ἀναπνοὴν ἐκφυσᾶσθαί τε θερμὸν πνεῦμα· τὴν δὲ ἐναντίαν αὐτῇ διὰ ψύξιν, ἐφ' ᾗ μικρὸν καὶ ἀραιὸν γίνεται τὸ πνεῦμα.

   Καὶ κατὰ τοῦτο τὸ μόριον, ὥσπερ καὶ κατὰ τἄλλα πάντα, τινὰ μὲν ἰδιοπαθοῦντος αὐτοῦ γίνεται, τινὰ δὲ ἑτέροις συμπάσχοντος· ἅπαντα γοῦν ἐξ ἀνάγκης εἰς τὴν τῆς ἀναπνοῆς βλάβην τελευτᾷ, τοῦτο γὰρ ἴδιον ὄργανον ἐδείχθη τῆς ἀναπνοῆς. ὅσα μὲν οὖν ἐν αὐτῷ γίνεται πάθη τῶν ὀδυνηρῶν, μικρὰν καὶ πυκνὴν [307] ἐργάζεται τὴν ἀναπνοὴν, ὡς ἐν τοῖς περὶ δυσπνοίας ὑπομνήμασιν ἐδείχθη, καθάπερ γε καὶ τῶν γειτνιώντων τε καὶ συγκινουμένων. λέλεκται δ' ἔμπροσθεν ἐν τοῖς τοῦ νωτιαίου πάθεσιν, ὅπως ἀναπνοὴ βλάπτεται, μηδὲν αὐτοῦ πεπονθότος ἴδιον πάθημα τοῦ θώρακος, ἀλλ' ἤτοί τινος τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, ἢ αὐτοῦ τοῦ νωτιαίου. τῶν δ' ἰδίων τοῦ θώρακος παθῶν ἔνια μὲν ἐν τοῖς μυσὶν αὐτοῦ, τινὰ δὲ κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα συνίσταται· περὶ δὲ τῶν κατὰ τὸ δέρμα καὶ τὰ τῶν πλευρῶν ὀστᾶ νῦν οὐ πρόκειται λέγειν, αἰσθητὸν ἐχόντων τὸν πεπονθότα τόπον. διττῶν οὖν ὄντων τῶν κατ' αὐτὸν μυῶν, τῶν μὲν ἀναπληρούντων τὰ μεσοπλεύρια καλούμενα, τῶν δ' ἔξωθεν αὐτοῖς ἐπιβεβλημένων, αἱ μὲν τῶν ἔξωθεν ὀδυνηραὶ διαθέσεις, ἑλκωθέντων, ἢ θλασθέντων, ἢ ἀπόστημα σχόντων, ἢ ἐρυσίπελας, ἢ φλεγμονὴν, οὐκ ἀσαφῶς διαγιγνώσκονται τοῖς ἰατροῖς ἐπιβάλλουσι τὰς χεῖρας· αἱ δὲ τῶν μεσοπλευρίων μυῶν φλεγμοναὶ, καὶ μάλιστα τῶν ἐν βάθει, διφυεῖς γάρ εἰσιν, ὡς ἴστε, τὴν μὲν ἁφὴν ἡμῶν λανθάνουσιν, ὀδυνῶσι δὲ τῶν ἐπιπολῆς [308] μειζόνως, καί τι καὶ τοῦ τὴν φλεγμονὴν ἐργασαμένου ῥεύματος εἴσω διαπέμπουσιν διὰ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὃς ἐξ ἀνάγκης αὐτοῖς συμφλεγμαίνει, καθάπερ ἐκείνῳ πάλιν, ὅταν αὐτὸς πρωτοπαθῇ κατά τινα καιρὸν ἕτερον, ἡ ἐντὸς μοῖρα τῶν μεσοπλευρίων συμπάσχει. ἀλλ' ἥ γ' ἀκριβὴς πλευρῖτις ἐν τῇ πρωτοπαθείᾳ τοῦ ὑπεζωκότος γίνεται, διὸ καὶ μέχρι κλειδὸς ἢ ὑποχονδρίων ὁ πόνος ἐξικνεῖται· τῶν μὲν ἄνω μερῶν αὐτοῦ πασχόντων, εἰς κλεῖν· τῶν κάτω δὲ, εἰς τὰ ὑποχόνδρια. πυρετὸς δὲ πάντως ἕπεται ταῖς τοιαύταις φλεγμοναῖς σφοδρὸς, ὡς ἂν ἐγγὺς τῇ καρδίᾳ κειμένου πάσχοντος τόπου, καὶ συμφυοῦς ὑπάρχοντος αὐτῆς τῷ χιτῶνι, καθάπέρ γε καὶ ταῖς φρεσίν. ὁ σφυγμὸς δέ σοι μάλιστα ἐνδείξεται, πότερον ὁ ὑπεζωκὼς ὑμὴν μᾶλλον ἢ οἱ ψαύοντες αὐτοῦ πεπόνθασι μύες· ἧττον μὲν γὰρ οἱ μύες, ὁ δ' ὑπεζωκὼς μᾶλλον ἐντείνει τε καὶ σκληρὰν ἀποφαίνει τὴν ἀρτηρίαν, ὡς ἐπί γε τῶν περὶ πνεύμονα παθῶν οὐδ' ὅλως ἡ τοιαύτη φαίνεται σκληρότης. ὁ δ' ἀποχεόμενος εἰς τὰ κενὰ τοῦ θώρακος ἰχὼρ, [309] μεταλαμβανόμενος εἰς τὰς τραχείας τοῦ πνεύμονος ἀρτηρίας, ἀναπτύεται μετὰ βηχὸς, ἐνδεικνύμενος ὁποῖός τίς ἐστιν ὁ τὴν φλεγμονὴν ἐργαζόμενος χυμὸς, ἆρά γε πικρόχολος ἢ μελαγχολικὸς ἢ φλεγματικὸς ἢ αἱματικός. ὠχρὰ μὲν γὰρ καὶ ξανθὰ πτύουσιν ἐπὶ τῷ πικροχόλῳ, μέλανα δὲ ἐπὶ τῷ μελαγχολικῷ, τὰ δ' ἀφρωδέστερα καὶ λευκανθοῦντα πτύσματα τοῦ φλεγματικοῦ πλεονεκτοῦντος γίγνεται χυμοῦ, καθάπέρ γε καὶ τὰ ἐρυθρὰ τοῦ αἱματώδους. ὅτι μὲν οὖν ἐκ τῶν κενῶν τοῦ θώρακος ἀναπτύεταί τι μετὰ βηχὸς, ἐναργῶς ἔστι γνῶναι κατὰ τὰς διαθέσεις, ἐν αἷς ἔξωθεν ἔσω τὸ ἕλκος διήκει, ἤτοι συντρήσεως μὴ κολληθείσης, ἢ κατὰ ἀπόστημα μέγα κατ' ἄμφω τὰ μέρη ῥαγὲν, ἢ τμηθὲν μὲν ὡς ἔξω μόνον ἀνίσχον, εὑρεθέντος δ' ἐπὶ τῇ τομῇ διαβεβρωμένου τοῦ ὑπεζωκότος, ἢ καὶ διὰ σφάκελον ἐκκοπείσης πλευρᾶς, ἤτοι μὴ δυνηθέντων ἀπαθῆ φυλάξαι τὸν ὑπεζωκότα τῶν ἰατρῶν, ἢ διαβεβρωμένον ἢ διασεσηπότα πως εὑρόντων· ἐν ἀπάσαις γὰρ ταῖς τοιαύταις διαθέσεσιν, ὅταν ἐγχέωμεν εἰς τὰ κενὰ τοῦ θώρακος μελίκρατον, εὐθέως ἀναπτύεται μετὰ βηχὸς, αὐτῷ τῷ κάμνοντι διὰ [310] διὰ τῆς γεύσεως, ὅτι μελίκρατόν ἐστι, γνωριζόμενον. ὅπως δὲ γίγνεται τοῦτο, καὶ δι' ὧντινων ὁδῶν εἰς τὴν τραχεῖαν ἀρτηρίαν ἀφικνεῖται, πάρεστι σκοπεῖσθαι τῷ βουληθέντι, φυλαττομένῳ παθεῖν ὅπερ ἔπαθον ἔνιοι τῶν ἀπορηθέντων ἐν τῇ τῆς αἰτίας εὑρέσει, τάχα μὲν ἑαυτοὺς πείσαντες ἀδύνατον εἶναι τὴν ἐκ τῶν κενῶν τοῦ θώρακος εἰς τὸν πνεύμονα μετάληψιν, ἴσως δὲ καὶ προσποιησάμενοι διὰ τὸ μὴ βούλεσθαι δοκεῖν ἀπορεῖσθαι. χρὴ δ' ὅτι μὲν ἡ μετάληψις γίνεται, πεπεῖσθαι· φαίνεται γὰρ ἐναργῶς ἐπὶ τῶν συντρήσεων· ὅπως δὲ γίνεται, ζητεῖν, ἀγαπῶντας μὲν εἰ εὕροιμεν, ἄχρι δ' ἂν οὐδέπω πεπεικότες ἑαυτοὺς ὦμεν εὑρηκέναι, τὴν ἄγνοιαν ὁμολογοῦντας μᾶλλον ἢ καταψευδομένους τοῦ γιγνομένου. φαίνεται δὲ κᾀπὶ τῶν ἐναίμως κολλωμένων συντρήσεων ἀναπτυόμενά τινα γνωρίσματα τοῦ ῥυέντος αἵματος ἐν ταῖς τρώσεσιν εἰς τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος χώραν· ἐναργὴς δ' ἐστὶ κᾀπὶ τῶν ἐμπύων ἥ τ' ἐν τῇ χώρᾳ ταύτῃ τοῦ πύου σύστασις ἥ τ' ἐξ αὐτοῦ πτύσις ἅμα [311] βηχί. κατὰ δὲ τὸν αὐτὸν τρόπον εὔλογον γίγνεσθαι καὶ τὰς ἐκ τοῦ θώρακος αἵματός τε καὶ πύου πτύσεις, ἐφ' ὧν Ἐρασίστρατος ζητῶν τὰς ὁδοὺς, ἀπίθανα γράφει κατὰ τὸ περὶ τῆς ἀναγωγῆς τοῦ αἵματος βιβλίον ἐν τῇδε τῇ ῥήσει· ἡ δὲ ὁδὸς ἐπὶ τὴν ἀναγωγὴν τοῖς ἀπὸ τούτων τῶν τόπων ἀναφερομένοις τοιαύτη τις γίνεται. ἀπὸ τῆς παρὰ τὴν ῥάχιν κειμένης ἀρτηρίας ἀποφύσεις εἰσὶν ἀγγείων παρ' ἑκάστην πλευρὰν, ὁμοίως ἔκ τε τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν· αὗται δ' εἰς τοὺς πλησίον τόπους ἐπὶ πλεῖον σχιζόμεναι εἰς ἄδηλα τῇ αἰσθήσει ἀποτελευτῶσιν. ὅταν οὖν γίγνηταί τις εἰς ταύτας τὰς ἀρτηρίας παρέμπτωσις αἵματος, κατὰ τὴν κοίλην ἀρτηρίαν ἐνίοτε λαμβάνει τὴν ἀναφορὰν ἐπὶ τοὺς περὶ τὸν πνεύμονα τόπους, καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκεν τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν· γίγνεται γάρ τις καὶ ταύτῃ τῶν παρεμπεπτωκότων ἐπάνοδος εἰς τὸν πνεύμονα· ἐκ δὲ τοῦ πνεύμονος, ὅπως εἰς τὴν ἀναγωγὴν ἐπανέρχεται, πρότερον εἴρηται. ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ὁ Ἐρασίστρατος ἐδήλωσεν, τὰς ἀπὸ τῆς μεγάλης ἀρτηρίας ἀποπεφυκυίας εἰς ἕκαστον τῶν τοῦ θώρακος μεσοπλευρίων, [312] ὑποδεξαμένας αἷμα διὰ τῶν καθηκόντων στομάτων εἰς τὸ φλεγμαῖνον μέρος, ἐπὶ τὴν μεγάλην ἀρτηρίαν ἀναφέρειν αὐτὸ, τὴν ἀπὸ καρδίας μὲν ἐκπεφυκυῖαν, ἐπιτεταμένην δὲ τῇ ῥάχει· πάλιν δ' ἀπ' αὐτῆς εἰς τοὺς περὶ τὸν πνεύμονα τόπους φησὶ γίγνεσθαι τὴν ἀναφορὰν, οὐκέτι προσθεὶς ὅπως γίγνεται καὶ διὰ τίνων ὁδῶν, ἀλλ' ἐφεξῆς γράψας, καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκεν τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν· γίγνεται γάρ τίς, φησι, καὶ ταύτῃ τῶν παρεμπεπτωκότων ἐπάνοδος εἰς τὸν πνεύμονα· ὅπως δὲ γίγνεται καὶ κατὰ τίνας συμφύσεις, οὐκέτι οὐδ' ἐνταῦθα προσέθηκεν. μένει τοίνυν ἔτι τὸ ζητούμενον, οὐδὲν εἰπόντος εἰς αὐτὸ σαφὲς τοῦ Ἐρασιστράτου, καίτοι σαφῶς ἑρμηνεύειν προῃρημένου κατά τε τἄλλα πάντα συγγράμματα καὶ κατὰ τοῦτ' αὐτὸ, τὸ περὶ τῆς τοῦ αἵματος ἀναγωγῆς. διὸ καὶ μᾶλλον ἄν τις ἡγήσαιτο, μοχθηρὸν εἶναι τὸν λόγον, ὑποπτευθέντα καὶ αὐτῷ τῷ Ἐρασιστράτῳ τοιοῦτον ὑπάρχειν· ἑκών γ' οὖν φαίνεται λέξεσιν ἀσαφέσιν κεχρῆσθαι, χάριν τοῦ δόξαι τι λέγειν, καίτοι λέγων [313] μηδέν· ἐν αὐτῷ γὰρ τῷ τόπῳ τῷ ζητουμένῳ κατέλιπε τὴν διήγησιν, ὅπως μὲν εἰς τὴν μεγάλην ἀρτηρίαν ἐκ τῶν πλευρῶν ἀφικνεῖται τὸ αἷμα, σαφῶς εἰπὼν, ὅπως δὲ πάλιν ἀπὸ ταύτης εἰς τοὺς περὶ τὸν πνεύμονα τόπους, ὡς αὐτὸς εἶπεν, οὐκέτι προσθείς. ἀλλὰ καὶ κατ' αὐτὸ τοῦτο τὸ φάναι, τοὺς περὶ τὸν πνεύμονα τόπους, ἐνὸν εἰπεῖν τὸν πνεύμονα, δῆλός ἐστιν ἑκὼν ἐπιταράττων τὸν λόγον. καὶ τοῦτο μὲν ἐφεξῆς ἐδήλωσεν εἰπών· ἐκ δὲ τοῦ πνεύμονος ὅπως εἰς τὴν ἀναγωγὴν ἐπανέρχεται, πρότερον εἴρηται· ὡς γὰρ εἰς τὸν πνεύμονα φερομένου παρὰ τῆς μεγάλης ἀρτηρίας αἵματος, οὕτω φαίνεται περὶ τῆς ἐντεῦθεν ἀναγωγῆς ἀναμιμνήσκων ἡμᾶς ὅπως γίνεται. ὅτι μὲν οὖν πρότερον εἴρηται περὶ τῆς ἐκ τοῦ πνεύμονος ἀναπτύσεως, ἐπιστάμεθα, καὶ μέντοι καὶ ὅτι σαφῶς εἴρηται, μαρτυροῦμεν· εὐξαίμεθα δ' ἂν ὁμοίως εἰρῆσθαι καὶ περὶ τῆς εἰς τὸν πνεύμονα μεταλήψεως ἐκ τῆς μεγάλης ἀρτηρίας· ὥσπερ κᾀπειδὰν εἴπῃ, καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκε τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν, γίνεσθαι τὴν ἐπὶ τὸν πνεύμονα φορὰν τοῦ αἵματος. [314] οὐδὲ γὰρ ἐνταῦθα τίνας λέγει προσφύσεις ἐδήλωσεν. καὶ γὰρ ἐὰν δι' ὑμένων ἤ τινων ἰνωδῶν σωμάτων γίγνονται, πλέον οὐδὲν ὡς πρὸς τὴν τοῦ περιεχομένου κατὰ τὴν μεγάλην ἀρτηρίαν αἵματος εἰς τὸν πνεύμονα φοράν· ἐκφύεσθαι γάρ τινα δεῖ τῆς ἀρτηρίας ἀγγεῖα, δι' ὧν εἰς τὸν πνεύμονα παραγενήσεται τὸ αἷμα, καθάπερ οἱ Ἐρασιστράτειοι λέγουσι διὰ τῆς ἀρτηρίας γίγνεσθαι τοῦτο τῆς ὑποβεβλημένης τῷ πνεύμονι· φαίνεται γὰρ αὐτῆς ἀμυδρὰ πέρατα πρὸς τὴν τραχεῖαν ἀρτηρίαν περαίνοντα, τὴν δ' ἔκφυσιν ἀπὸ τῆς μεγάλης ἀρτηρίας αὐτὴ λαμβάνει πρὶν ἐπιβῆναι τῇ ῥάχει. καί τινα λόγον διττὸν ἀπ' αὐτῆς τῆς ἀρτηρίας οἱ Ἐρασιστράτειοι πορίζονται, βοηθοῦντες αὐτῷ, νῦν μὲν εἰς τὴν ἀπὸ τοῦ θώρακος ἀναγωγὴν τοῦ αἵματος, ἑτέρωθι δ' εἰς γένεσιν φλεγμονῆς ἐν τῷ πνεύμονι· καὶ γὰρ καὶ περὶ ταύτης αὐτοῖς οἱ ἑτερόδοξοι προὔβαλον, ὡς ἀδυνάτου γίγνεσθαι κατὰ τὰς Ἐρασιστράτου ὑποθέσεις. αὐτὸς γὰρ ἐν τῷ διδάσκειν ὅπως γίνεται φλεγμονὴ, τὸ παρεμπῖπτον εἰς τὰς ἀρτηρίας αἷμα βούλεται τῷ παρὰ τῆς καρδίας φερομένῳ πνεύματι συντυγχάνον ἀναστέλλεσθαί [315] τε καὶ συνελαύνεσθαι πρὸς τὰ πέρατα τῶν ἀρτηριῶν, πλὴν εἴποτέ τινες ἀρτηρίαι τρωθεῖσαι, κενωθέντος ἐξ αὐτῶν κατὰ τὸ τραῦμα τοῦ πνεύματος, ἐκ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας διαδέξονται τὸ αἷμα. κατὰ τοῦτον οὖν τὸν λόγον οὐκ ἂν γενέσθαι φασὶ φλεγμονὴν ἐν ταῖς τοῦ πνεύμονος ἀρτηρίαις· εἰ γὰρ καὶ παρεμπέσοι ποτ' αὐταῖς αἷμα, μηδεμίαν ἀπάντησιν αὐτῷ πρὸς τὸ πνεῦμα γίγνεσθαι. κατὰ γάρτοι μόνας τὰς τοῦ πνεύμονος ἀρτηρίας οὐ βούλεται παρὰ τῆς καρδίας φέρεσθαι τὸ πνεῦμα, καθάπερ εἰς τὰς ἄλλας ἁπάσας, ἀλλ' ἔμπαλιν αὐτὰς χορηγεῖν τῇ καρδίᾳ τοῦ πνεύματος, ὃ διὰ τῆς εἰσπνοῆς τῶν τραχειῶν ἀρτηριῶν αἱ λεῖαι μεταλαμβάνουσιν. τὴν οὖν ἀρτηρίαν ταύτην τὴν ἀπὸ τῆς κατὰ τὴν ῥάχιν ἀρτηρίας μεγάλης εἰς τὸν πνεύμονα φερομένην φασὶ τήν τε φλεγμονὴν ὑπομένειν κατὰ τὰ πέρατα καὶ τὴν ἐκ τοῦ θώρακος ἀναγωγὴν ἐργάζεσθαι τοῦ αἵματος. ἀλλὰ τὸν μὲν περὶ τῆς φλεγμονῆς λόγον οὐ νῦν πρόκειται σκοπεῖν· ἡ δὲ μετάληψις τοῦ αἵματος, ἣν ἐκ τῆς μεγάλης ἀρτηρίας εἰς τὸν πνεύμονα γίγνεσθαί φασιν, οὐκ ὀρθῶς φαίνεται λεγομένη. πρῶτον μὲν γὰρ εἰς μεγάλην ἀρτηρίαν ἐκ τῶν μεσοπλευρίων ἀδύνατον [316] ἐνεχθῆναι τὸ αἷμα, παλινδρομήσει γὰρ αὐτίκα συνελαυνόμενον ὑπὸ τοῦ πνεύματος, ὃ παρὰ τῆς καρδίας διὰ τῆς μεγάλης ἀρτηρίας εἰς ταύτας ἐπιπέμπεται· ἔπειτα δ' εἰ καὶ συγχωρηθείη τοῦτο γίγνεσθαι, καὶ θείημεν εἰς τὴν μεγάλην ἀρτηρίαν αὐτὸ φέρεσθαι, μείζονος ἀτόπου καταλαμβάνοντος τὸν λόγον, ἐξ αὐτῶν τῶν Ἐρασιστρατείων ὑποθέσεων. βούλεται γὰρ εἰς τὴν ἀρτηρίαν ταύτην ἐνθλιβόμενον ὑπὸ τῆς καρδίας τὸ πνεῦμα, διασῶζον τῆς βολῆς τὴν ῥύμην, εἰς ὅλον φέρεσθαι τὸ σῶμα διὰ τῶν ἀπ' ἐκείνης πεφυκυιῶν ἀρτηριῶν· ὡς κατὰ μίαν ἔνθλιψιν τῆς ἀρτηρίας ἐξικνεῖσθαι μέχρι τῶν κατὰ τοὺς πόδας ἄκρων τὴν φορὰν τοῦ πνεύματος, ὑπὲρ τοὺς σφοδροτάτους ἀνέμους τὸ τῆς φορᾶς τάχος εἶναι βουλόμενος. οὔκουν ἐγχωρεῖ τὴν τοσαύτην σφοδρότητα μὴ οὐκ εὐθέως ὠθεῖν τὸ κατὰ τὴν μεγάλην ἀρτηρίαν αἷμα πανταχόσε τοῦ σώματος· οἱ δ' εἰς μίαν ἀρτηρίαν αὐτὸ συνελαύνουσι τῷ λόγῳ, τὴν εἰς τὸν πνεύμονα φερομένην, ὥσπερ νοῦν ἔχον ἐπιστάμενόν τε, δι' ἧς ὁδοῦ κενωθήσεται ῥᾷστα. μάχεται δ' αὖ πάλιν αὐτὸ τοῦτο τῷ νῦν ἐνεστῶτι λόγῳ, κενοῦσθαι τάχιστα συγχωροῦντι τὸ αἷμα διὰ τῆς τραχείας ἀρτηρίας. εἰ γὰρ [317] οὕτως ἐστὶν εὐρέα τὰ πέρατα τῶν ἀρτηριῶν τούτων, ὡς τὸ παρεμπεσὸν εἰς αὐτὰ αἷμα ταχίστην ἴσχειν τὴν κένωσιν, οὐκ ἐνδέχεται σφηνωθὲν αὐτὸ φλεγμονὴν ἐργάσασθαι· τὸ γὰρ σφηνοῦσθαι τῷ διεκπίπτειν ἐναντίον ἐστί. θαυμάσαι δὲ ἔστιν ἔτι μᾶλλον, ὅπως ἐφεξῆς γράφων αὐτὸς Ἐρασίστρατος ἐπιμελέστατα περὶ τῆς τοῦ πύου κενώσεως, ἥν τ' ἐν τοῖς πλευριτικοῖς πάθεσιν, ἥν τ' ἐν τοῖς ἐμπυήμασιν ἴσχει, τὴν μάχην οὐ σύνοιδεν, ἣν ἡμῖν καὶ ἅπασι τοῖς ἄλλοις ἀνθρώποις οἱ δύο λόγοι πρὸς ἀλλήλους ἔχειν φαίνονται. γνωσθήσονται δ' ἐναργῶς, παραγραφείσης αὐτοῦ τῆς ῥήσεως, ἐχούσης κατὰ λέξιν οὕτως· ἐν δὲ τοῖς αὐτοῖς τούτοις πάθεσι πύου ἀνακάθαρσις ἐνίοτε πολλοῦ γίνεται· ἡ δ' αἰτία τούτου παρὰ τὴν φύσιν τῶν ἀγγείων γίνεται· ἐπιλογισμὸς δ' αὐτῶν ὅδε. ἐκ τῆς καρδίας ἀπόφυσις φλεβὸς εὐμεγέθης κεῖται παρὰ τὴν ῥάχιν, ἀποτελευτῶσα καθ' ὃν τόπον αἱ φρένες ἐκ τῶν σπονδύλων ἐκπεφύκασιν· ἀπὸ δὲ ταύτης αἱ παρὰ τὰς πλευρὰς τείνουσαι καὶ ταῖς ἀρτηρίαις παρακείμεναι φλέβες τὴν ἀπόφυσιν ἔχουσιν. ὅταν οὖν ἕλκωσις ἐν τοῖς τόποις τούτοις [318] ἢ ἀπόστημα γένηται, πλείονος πύου συναγωγὴν ποιούμενον, εἰς μὲν τὸ μεταξὺ τοῦ πνεύμονος καὶ τῶν πλευρῶν οὐ ῥᾳδίως τὴν ἔκχυσιν λαμβάνει, διὰ τὸ τὸν ὑμένα ὑπεζωκότα τὰς πλευρὰς νευρώδη τε καὶ ἰσχυρὸν καὶ δυσδιαίρετον εἶναι· συῤῥήγνυται δ' εἰς τὰ ἐντὸς ἀγγεῖα τοῦ ὑμένος κείμενα. λεπτοτέρας δὲ καὶ ἀσθενεστέρας οὔσης τῆς φλεβὸς ἢ τῆς ἀρτηρίας, πρότερα ταῦτα τὰ ἀγγεῖα τῶν περὶ τὰς ἀρτηρίας διαιρεῖται· κατὰ δὲ τὰς διαιρέσεις ἡ ἀνάχυσις τοῦ πύου εἰς τὰς φλέβας γίνεται. ἐπὶ μὲν οὖν τοὺς κάτω τόπους οὐ γίνεται τοῦ πύου διέξοδος, διὰ τὸ μὴ διϊκνεῖσθαι τὴν φύσιν τῶν φλεβῶν, ἀλλὰ τὴν ἀποτελεύτησιν ἔχειν, καθάπερ εἴρηται, κατὰ τὴν ἔκφυσιν τοῦ διαφράγματος· πληρουμένων δὲ ἀεὶ τῶν συνεχῶν τόπων, τὴν ἐπάνοδον λαμβάνειν ἀναγκαῖον εἰς τοὺς ἐπάνω τόπους. ἐπινοεῖν οὖν δεῖ τὴν γινομένην κατὰ τὴν ἀναπνοὴν τοῦ πνεύμονος ἐνέργειαν, καὶ τὴν ὁλκήν τε καὶ δίωσιν τοῦ πνεύματός τε καὶ τῶν ὑγρῶν, καὶ ὅτι κατὰ τοῦτον τὸν τρόπον ἡ τοῦ πύου ἐπάνοδος ἀπὸ τῶν πλευρῶν εἰς τὸν πνεύμονα γίνεται· ἡ δ' ἐκ τοῦ πνεύμονος ἀναγωγὴ ὃν τρόπον γίνεται, πρότερον εἴρηται. ἐν ταύτῃ τῇ ῥήσει τὸ μὲν [319] μὴ δύνασθαι κατωτέρω τοῦ διαφράγματος ἀφικέσθαι τὸ μεταληφθὲν εἰς τὰς φλέβας πῦον, ἀληθῶς εἴρηται τῷ Ἐρασιστράτῳ, τῆς γε τὰς κάτω τοῦ θώρακος ὀκτὼ πλευρὰς, οὐ γὰρ δὴ πάσας γε, τρεφούσης φλεβὸς, ἄχρι τοῦ διαφράγματος ἐρχομένης· οὐ γὰρ χρὴ μικρολογεῖσθαι νῦν, εἰ διεκπίπτει τι μέρος αὐτῆς μικρόν· ὅπως δὲ ἀναπτύεται τὸ πῦον τοῦτο, τὴν ἀρχὴν οὐδ' ἐπεχείρησεν εἰπεῖν, ὥσπερ οὐδὲ τῶν ἀπ' αὐτοῦ τις. οὐ γὰρ δὴ ὥσπερ ἀρτηρίαν τινά φασιν ἀπὸ τῆς μεγάλης ἀποσχιζομένην ἐπὶ τὸν πνεύμονα φέρεσθαι, κατὰ τὸν αὐτὸν ἔχουσι λόγον ἀποφαίνεσθαί τι περὶ τῆς φλεβός· ἡ μὲν γὰρ ἀρτηρία φαίνεται, κᾂν εἰ μὴ κατασχιζομένη σαφῶς εἰς τὸ σπλάγχνον, ἀλλ' ὑποβεβλημένη γ' αὐτῷ, καὶ μέχρι τῆς τραχείας ἀρτηρίας ἀποφύσεις πέμπουσα· φλέβα δ' οὐδεμίαν οὔθ' ἡμεῖς εἴδομεν οὔτ' ἄλλός τις τῶν ἀνατομικῶν ἔγραψεν οὔτ' αὐτὸς ὁ Ἐρασίστρατος ἐτόλμησεν εἰπεῖν, ἐπὶ τὸν πνεύμονα φέρεσθαι ἀπὸ τῆς ἐπὶ τῇ ῥάχει μεγάλης φλεβός· ὡμολόγηται γὰρ ὑπὸ πάντων ἐκ τῆς δεξιᾶς κοιλίας τῆς καρδίας ὁ πνεύμων αἷμα λαμβάνειν δι' ἑνὸς ἀγγείου μόνου. δεήσει τοίνυν [320] γε τὸ παραγιγνόμενον ἐκ τῶν πλευρῶν πῦον εἰς τὴν κατὰ ῥάχιν φλέβα πρότερον μὲν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, δεύτερον δὲ εἰς τὴν φλέβα τὴν ἀπ' αὐτῆς εἰς τὸν πνεύμονα φερομένην, εἶτα τὸ τρίτον ἐκ ταύτης εἰς τὰς ἐν ἐκείνῳ τραχείας ἀρτηρίας μεταληφθῆναι, καὶ μετὰ ταῦτα βηχὸς δεηθῆναι δηλονότι τῆς εἰς τὸ στόμα δυνησομένης ἀνάξειν αὐτό. κατὰ τίνα μὲν τρόπον ἡ τοῦ μιχθέντος πύου τῷ αἵματι διάκρισις ἀπ' αὐτοῦ γίνεται, παρέλιπεν εἰπεῖν, ὥσπέρ τι μικρὸν ὂν τοῦτο καὶ τὸ τυχὸν ὑπερβὰς, ἀλλ' οὐκ αὐτὸ μάλιστα τὸ συνέχον ὅλον αὐτοῦ τὸν λόγον. οὐδὲ γὰρ τοῦτ' ἔστιν εἰπεῖν, ὡς τὸ περιεχόμενον αἷμα κατὰ τὴν ἐν τῇ ῥάχει φλέβα πρὸς τὴν καρδίαν ἀναφέρεσθαι πέφυκεν· αὐτὸ γάρ τοι τοὐναντίον ἐστὶν εἰπεῖν, τὸ ἀπὸ τοῦ κατὰ τὴν καρδίαν ὠτὸς τοῦ δεξιοῦ τὴν φλέβα ταύτην ἀρχομένην ἅμα ἑαυτῆς κομίζειν αἷμα, τὰ κατὰ τὰς ὀκτὼ πλευρὰς μόρια πάντα τοῦ θώρακος θρέψον· οὐ γὰρ δὴ τά γε κατὰ τὰς ὑψηλὰς αὐτοῦ τέτταρας, αἱ γὰρ ἐκεῖνα τρέφουσαι φλέβες ἀπὸ τῆς εἰς τὰς σφαγὰς ἀναφερομένης πεφύκασιν ἐν τῷ μεταξὺ τόπῳ καρδίας τε καὶ κλειδῶν· ὥστε καὶ τοῦτ' ἄτοπον ἱκανῶς ἕπεται τοῖς Ἐρασιστράτου λόγοις· [321] τὸ γὰρ ἀπὸ τῶν ὑψηλῶν τοῦ θώρακος τεττάρων πλευρῶν πῦον ἀναφερόμενον εἰς τὴν κοίλην φλέβα μάλιστα μὲν ἐπὶ τὰς κατὰ τὸν τράχηλον ὠμοπλάτας τε καὶ κεφαλὴν καὶ χεῖρας ἀφικνουμένας φλέβας, ἤδη δὲ καὶ τὰς καθ' ὅλον τὸ ζῶον, ἐνεχθήσεται. ταῦτά τε οὖν ἄτοπα τοῖς ὑπ' Ἐρασιστράτου γεγραμμένοις ἕπεται καὶ πρὸς τούτοις ἔτι τὸ παραλελειμμένον ὑπ' αὐτοῦ κατὰ τὸν λογισμὸν τῆς αἰτίας· εἰπὼν γὰρ, εἰς τὸ μεταξὺ πνεύμονός τε καὶ τῶν πλευρῶν οὐ ῥᾳδίως ἔκχυσιν λαμβάνειν τὸ πῦον, διὰ τὸ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα νευρώδη τε καὶ ἰσχυρὸν καὶ δυσδιαίρετον εἶναι, τὸ μὲν ἐκχεῖσθαί ποτε πῦον εἰς τὴν χώραν ταύτην οὐκ ἠρνήσατο, προσέθηκε δὲ τῷ λόγῳ τὸ μὴ ῥᾳδίως. ἐχρῆν οὖν καὶ τούτου τοῦ μὴ ῥᾳδίως μὲν, ὅμως δ' οὖν γινομένου ποτὲ, τὸν λογισμὸν ἀποδοῦναι, διδάξαντα τὰς ὁδοὺς αἷς χρώμενον τὸ πῦον ἐπὶ τῶν ἐμπυϊκῶν ἀναπτύεται. καθάπερ γὰρ ἀπολλυμένους εἴδομεν οὐκ ὀλίγους τῶν οὕτως ἐχόντων, οὕτω καὶ σωθέντας ἑτέρους πολλοὺς, ἐφ' ὧν εἴ τις ἤθροιζε τὸ καθ' ἑκάστην ἡμέραν ἀναβηττόμενον πῦον, ἐνίοτε μὲν ἓξ ἢ ὀκτὼ κοτυλῶν, ἐνίοτε δὲ καὶ δέκα, ἐνίοτε δὲ καὶ πλειόνων ἂν εὑρέθη [322] τὸ σύμπαν κεφάλαιον. ἀλλ' ὅπερ ἀεὶ λέγειν εἴωθα, καὶ νῦν ἐρῶ· πολλοὶ τῶν ἰατρῶν ἐναργῶς ὁρωμένων πραγμάτων ἀδυνατοῦντες εἰπεῖν τὰς αἰτίας, οὐδ' εἶναί φασιν αὐτὰ, καίτοι, ὡς ἔφην, ἁπάντων τῶν συντετρημένων τὸν θώρακα τὸ διὰ τοῦ τραύματος ἐνιέμενον μελίκρατον εὐθέως ἀναβηττόντων· ἀλλὰ καὶ διὰ τῆς ἐναίμου τε καὶ κολλητικῆς ὀνομαζομένης ἀγωγῆς, οὐκ ὀλίγων συντρήσεων θεραπευομένων, ἀναπτύουσιν ἔνιοι πυῶδες ἐν ταῖς πρώταις ἡμέραις, ὅτ' ἂν μὴ καλῶς μηδ' ἀκριβῶς ἅπαν ἐκχυθῇ τὸ αἷμα διὰ τοῦ τραύματος, ἐν τῷ κατασείεσθαι τὸν οὕτω τετρωμένον ἄνθρωπον. ἀλλ' ὁ τὰς πλευρὰς ὑπεζωκὼς ὑμὴν ἰσχυρὸς καὶ νευρώδης ἐστὶν καὶ δυσδιαίρετος· εἰ βούλει δὲ, πρόσθες τῷ λόγῳ καὶ τὸν ἀμφιεννύντα τὸν πνεύμονα, τὴν αὐτὴν ἔχοντα φύσιν αὐτῷ· καὶ διὰ τοῦτο τὴν εἰς τὰ κενὰ τοῦ θώρακος ἔκχυσιν τῶν ὑγρῶν ὁ μὲν οὐ μεθίησιν, ὁ δ' οὐ μεταλαμβάνει. λέγε τοίνυν καὶ τὸ δέρμα πολὺ τῶν ὑμένων τούτων ἰσχυρότερόν τε καὶ παχύτερον ὑπάρχον, ἐν ταῖς τῶν καταγμάτων πωρώσεσι μή ποτ' ἐπιτρέπειν ἔξω φέρεσθαι δι' ἑαυτοῦ τὸν αἱματώδη [323] χυμὸν, ὃν ὁρῶμεν οὕτω πολὺν ἐπί τινων ἐκχεόμενον, ὡς διαβρέχειν ὅλους τοὺς ἐπιδέσμους· εἰ δὲ τοῦτο φαίνεται γιγνόμενον, οὐδὲν ἔτι θαυμαστὸν οὐδὲ διὰ λεπτῶν ὑμένων γίνεσθαι ταὐτὸν τοῦτο. κάλλιον δ' ἦν οὐ τοῦτ' ἠπορηκέναι τὸν Ἐρασίστρατον, ἀλλ' ἐκείνου μᾶλλον ηὐπορηκέναι τοῦ μεταλαμβάνεσθαι τὸ μεταξὺ θώρακός τε καὶ πνεύμονος ὑγρὸν εἰς τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος, οὔτε δ' εἰς τὰς λείας οὔτ' εἰς τὰς φλέβας ἀφικνεῖσθαι· κατὰ γὰρ αὐτὸν τὸν Ἐρασίστρατον ἀλλήλοις συμπαρεκτείνεται ταῦτα τὰ τρία, καὶ συγκατασχιζόμενα ἀποτελευτᾷ τοῖς ἐσχάτοις ἑαυτῶν στόμασιν εἰς τὸν περικείμενον ὑμένα τῷ πνεύμονι. τί δή ποτ' οὖν ἀλλήλοις παρακειμένων τῶν τριῶν στομάτων, εἰς ἓν αὐτῶν μόνον ἡ μετάληψις γίνεται, τοῦτ' ἐχρῆν ἐζητηκέναι τὸν Ἐρασίστρατον· ἄμεινον γάρ ἐστιν, ὅπως γίγνεται τὰ γινόμενα ζητεῖν, ἢ κατασκευάζειν ὅτι μὴ γίγνεται. καίτοι οὐκ ἄπορος οὐδ' ἀνεύρετος ἐμοὶ φαίνεται τῶν ἐκ τοῦ θώρακος ἡ μετάληψις εἰς τὸν πνεύμονα, δυναμένη γε κατὰ τὰ τῆς τραχείας ἀρτηρίας πέρατα γίγνεσθαι· ταῦτα γὰρ οὐ τὴν αὐτὴν ἔχει [324] στενότητα τοῖς τῶν λείων τε καὶ φλεβῶν, ὅτι τε τὸ πλεῖστον τῆς οὐσίας τῶν τραχειῶν ἀρτηριῶν χόνδρος ἐστὶν, οὐ δυνάμενος εἰς ἐσχάτην ἀφικνεῖσθαι σύμπτωσιν, ὅτι τε πολὺ μεῖζόν ἐστι τῶν ἑτέρων δυοῖν ἀγγείων τὸ τῆς τραχείας ἀρτηρίας. σχιζομένων οὖν αὐτῶν κατὰ τὸν πνεύμονα σχίσεις ἰσαρίθμους, εὔλογόν ἐστιν ἀνάλογον ἀεὶ τοὺς οἷον κλάδους τῆς τραχείας ἀρτηρίας ὑπερέχειν τῶν κατὰ τὰ λοιπὰ δύο γένη μορίων· ἀλλὰ καὶ φαίνεται σαφῶς τοῦτο, καὶ κατὰ τὴν ἀνατομὴν τοῦ σπλάγχνου τὴν αὐτὴν ἀναλογίαν τῆς κατὰ τὸ μέγεθος ὑπεροχῆς φυλαττόντων ἀεὶ τῶν παρακειμένων ἀλλήλοις ἀγγείων, ἣν ἐξ ἀρχῆς εἶχε τὰ μέγιστα. ταῦτ' ἐχρῆν εἰπόντα τὸν Ἐρασίστρατον ἐφεξῆς προσθεῖναι τὸν καιρὸν ἐν ᾧ μεταλαμβάνεται τὸ πῦον ἐκ τῶν κενῶν τοῦ θώρακος εἰς τὸν πνεύμονα, πότερον ὁ τῆς εἰσπνοῆς, ἢ ὁ τῆς ἐκπνοῆς, ἢ ὁ τῆς ἡσυχίας ἐστί· εἶτα διδάξαντα μήτε τὸν τῆς εἰσπνοῆς ὄντα μήτε τὸν τῆς ἡσυχίας, ἑξῆς εἰπεῖν ὅτι κατὰ τὴν ἐκπνοὴν ἡ μετάληψις γίνεται. ῥᾷστον γὰρ ἦν καὶ τοῦτο δεῖξαι, προαποδεδειγμένην ἔχοντα τὴν τῆς ἀναπνοῆς ἐνέργειαν ὑπὸ τοῦ θώρακος γιγνομένην, [325] οὐδεμίαν ἔχοντος ἰδίαν κίνησιν τοῦ πνεύμονος, ἀλλ' ὁπότε μὲν ὁ θώραξ διαστέλλοιτο, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ συνδιαστελλομένου, κατὰ δὲ τὰς συστολὰς αὐτοῦ συνιζάνοντος εἰς αὐτὸν ὁμοίως τοῖς σπόγγοις οὓς ταῖς χερσὶν περιλαμβάνοντες θλίβομεν. οὕτως γοῦν φαίνεται προσπίπτων λοβὸς αὐτοῦ διὰ τοῦ τραύματος ἐν ταῖς μεγάλαις συντρήσεσιν. ἀλλὰ πρό γε τοῦ τρωθῆναι συστελλόμενος ὁ θώραξ σφοδρῶς ἐνθλίβει τὸ μεταξὺ περιεχόμενον αὐτοῦ τε καὶ τοῦ πνεύμονος ὑγρὸν εἰς τὰς τραχείας ἀρτηρίας αὐτοῦ. μὴ παρέργως δ' ἀκούσῃς τοῦ, σφοδρῶς, προσκειμένου κατὰ τὸν λόγον· ἐὰν γὰρ μὴ πάνυ σφοδρῶς θλίψῃ τὸν πνεύμονα πανταχόθεν ὁ θώραξ, οὐ μεταληφθήσεται τὸ ὑγρὸν εἰς τὰ τῶν τραχειῶν ἀρτηριῶν στόματα, καὶ τούτου χάριν ὑπὸ τῆς φύσεως ἐδόθη τοῖς ζώοις εἰς τὴν τῆς θλίψεως ῥώμην ἡ καλουμένη βὴξ, σύμπτωμα φυσικὸν ὅμοιον πταρμῷ καὶ λυγγὶ καὶ ναυτίᾳ, περὶ ὧν αὐτάρκως ἐν τοῖς περὶ τῶν συμπτωμάτων αἰτίας εἴρηται· πρὸς δὲ τὴν γένεσιν τοῦ φυσικοῦ τούτου συμπτώματος ἰσχύος χρῄζοντες οἱ κάμνοντες ἀποθνήσκουσιν εἰκότως οὐκ ὀλιγάκις [326] ἐν τοῖς ἐμπυϊκοῖς πάθεσιν, ὡς ἂν προκεκμηκυίας αὐτῶν τῆς δυνάμεως· ἡ γὰρ εὐτονωτάτη τε καὶ ταχίστη συστολὴ τοῦ θώρακος ἐργάζεται βῆχα· οὐ δύναται δ' εὐτόνως οὔτε ταχέως ἐνεργεῖν ἡ ἀσθενὴς δύναμις. περὶ μὲν οὖν τῆς ἐκ τῶν κενῶν τοῦ θώρακος ἀναπτύσεως ἀρκεῖ καὶ ταῦτα· πάλιν δ' ἐπὶ τὸν ἐξ ἀρχῆς προκείμενον λόγον ἐπανέλθωμεν. αἱ κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα καὶ τοὺς τούτῳ συνεχεῖς μῦς φλεγμοναὶ νόσον ἐργάζονται τὴν καλουμένην πλευρῖτιν, ἥ τις ἀχώριστα μὲν ἔχει συμπτώματα, πυρετὸν ὀξὺν, ὀδύνην ὡς διατεινομένων τῶν τόπων ἢ νυττομένων, πνεῦμα πυκνὸν καὶ μικρὸν, σφυγμὸν μικρὸν σκληρὰν τὴν ἀρτηρίαν ἐμφαίνοντα σύν τινι τάσει, βῆχα κατὰ τὸ πλεῖστον μὲν ἅμα τοῖς κεχρωσμένοις πτύσμασιν, ὀλιγάκις δὲ καὶ χωρὶς τούτων, ἃς ἀπτύστους καὶ ἀπέπτους ὀνομάζουσι πλευρίτιδας, ἤτοι διὰ ταχέων ἀναιρούσας, ἢ χρόνῳ πλείονι λυομένας· ἀλλὰ καὶ τὴν ὀδύνην ὡς τὸ πολὺ μέχρι κλειδὸς ἢ ὑποχονδρίου διήκουσαν ἔχουσιν. ἕτεραι δ' εἰσὶν ὀδύναι πλευρῶν ἅμα πυρετοῖς, ἐφ' ὧν ἐξ ἀνάγκης μὲν γίνεται πυκνὸν καὶ μικρὸν τὸ πνεῦμα, [327] πτύεται δ' οὐδὲν, ὡς ἐοικέναι κατὰ τοῦτο ταῖς ἀπτύστοις πλευρίτισιν· ἀλλὰ καὶ διορίζονται ῥᾳδίως αὐτῶν τῷ τε μηδ' ὅλως βήττειν, ὡς ἐπὶ τῶν ἀπτύστων ξηρᾶς τῆς βηχὸς γινομένης, καὶ τῷ μήτε τάσιν ἴσχειν τὸν σφυγμὸν μήθ' ὅλως σκληρότητα, καὶ πρὸς τούτοις ἔτι τὸν πυρετὸν οὐχ ὁμοίως ὀξὺν εἶναι· καὶ ἡ δύσπνοια δ' αὐτοῖς ἧττον ἐνοχλεῖ, τινὲς δὲ καὶ θλιβόντων ἡμῶν τὸν φλεγμαίνοντα τόπον ἔξωθεν ἀλγοῦσι. ἐπὶ τούτων ἡ μὲν ἀνακάθαρσις οὐ γίνεται διὰ τῶν πτυσμάτων, ὅτι μηδὲ τὴν ἀρχὴν εἰς τὰ κενὰ τοῦ θώρακος ἀφικνεῖταί τι τοῦ τὴν φλεγμονὴν ἐργασαμένου· πεπτομένης δ' αὐτῆς, ἐὰν μὴ φθάσῃ διαφορηθῆναι τὸ γενόμενον πῦον, ἀποκορυφοῦται πρὸς τὸ δέρμα καὶ τέμνεται.

   Τὸν δὲ κάτω τοῦ θώρακος ὅρον οἱ μὲν παλαιοὶ πάντες ὠνόμαζον φρένας, εἴθ' ἁπλῶς ἐπελθὸν αὐτοῖς, εἴθ', ὥς τινες οἴονται, διότι φλεγμαίνοντος αὐτοῦ βλάπτονται τὴν φρόνησιν οἱ κάμνοντες· ἀπὸ Πλάτωνος δ' ἤρξατο καλεῖσθαι διάφραγμα, προσαγορεύσαντος μὲν αὐτοῦ φρένας ὁμοίως τοῖς ἄλλοις παλαιοῖς, ἡγουμένου δὲ τὴν τοῦ [328] διαφράγματος ἐν τοῖς ζώοις χρείαν ἔχειν, ἐπειδὴ τὸ θυμοειδὲς τῆς ψυχῆς ἐν καρδίᾳ περιεχόμενον ἀπὸ τοῦ καθ' ἧπαρ ἐπιθυμητικοῦ διαφράττοι. τοὐντεῦθεν δὲ ἔθος ἔσχον οἱ ἰατροὶ προσαγορεύειν αὐτὸ διάφραγμα, τῆς ἀρχαίας ἀμελήσαντες προσηγορίας, ὅπερ ἐποίησαν ἀμέλει κᾀπὶ τοῦ νωτιαίου· καὶ γὰρ καὶ τούτῳ τῆς οἰκείας οὐσίας ὄνομα μυελός ἐστιν, ὥσπερ τοῦ νῦν προκειμένου κατὰ τὸν λόγον ὀργάνου φρένες· ἐκείνῳ τε οὖν προσετέθη διορισμοῦ χάριν ὁ νωτιαῖος, ὥσπερ καὶ διαυχένιος, καὶ ῥαχίτης, καὶ ψωΐτης, εἶτα μετὰ ταῦτα σχεδὸν ἅπαντες εἴθισαν ὀνομάζειν ἁπλῶς νωτιαῖον· ἐνταῦθά τε πάλιν ἐάσαντες τὸ τῶν φρενῶν ὄνομα, διάφραγμα καλοῦσιν. Ἀριστοτέλης δὲ ὠνόμαζεν ὑπόζωμα τὸ μόριον τοῦτο τοῦ ζώου, μὴ γινώσκων μηδ' αὐτὸς ἐνέργειαν εἶναι μεγάλην αὐτοῦ, χρησιμωτάτην τοῖς ζώοις· ἔστι γὰρ ἀναπνοῆς ὄργανον· εἰκότως οὖν ἐμποδίζει ταύτην παθὸν, ὡς κᾀν τῷ περὶ δυσπνοίας λόγῳ πρόσθεν εἴρηται, τοῖς κατὰ συμπάθειαν ἐπὶ τῷ νωτιαίῳ καὶ τοῖς ἀπ' αὐτοῦ νεύροις γινομένοις ἐν αὐτῷ παθήμασι συναποδοθέντων καὶ τῶν ἰδίων αὐτοῦ. νυνὶ δὲ [329] καὶ τῶν ἄλλων αὐτοῦ παθημάτων, ὅσα κατὰ συμπάθειαν τῆς ἄνωθεν ἀρχῆς ἐπιφέρει, μνημονεύσωμεν. πρὶν μὲν οὖν παραφρονεῖν, πυκνὸν καὶ μικρὸν ἐργάζεται τὸ πνεῦμα· παραφρονούντων δ' ἤδη, ποικίλως ἀνώμαλον, ὡς ἐν τοῖς περὶ δυσπνοίας ἐδείχθη. παραφροσύναι μὲν οὖν γίγνονται κᾀπὶ τῷ τῆς γαστρὸς στόματι κακοπραγοῦντι καὶ διακαέσι πυρετοῖς καὶ πλευρίτισιν καὶ περιπνευμονίαις· ἀλλ' αἱ διὰ τὰς φρένας ἐγγὺς τῶν φρενιτικῶν εἰσιν· ἐπὶ μὲν γὰρ τοῖς ἄλλοις μορίοις πάσχουσι καὶ τοῖς διακαέσι πυρετοῖς ἐν ταῖς παρακμαῖς αὐτῶν ἡ παραφροσύνη καθίσταται· ταῖς φρενίτισι δ' ἴδιον ἐξαίρετον ὑπάρχει τὸ μηδ' ἐν ταῖς παρακμαῖς τῶν πυρετῶν παύεσθαι τὴν παραφροσύνην· οὐ γὰρ ἐπὶ συμπαθείᾳ κατ' ἐκείνην τὴν νόσον ὁ ἐγκέφαλος πάσχει, ἀλλὰ κατ' ἰδιοπάθειάν τε καὶ πρωτοπάθειαν κάμνει, καὶ διὰ τοῦτο κατὰ βραχύ τε συνίσταται τοῦτο τὸ πάθος καὶ οὐκ ἐξαίφνης παρακόπτουσιν ἢ ἀθρόως, ὡς ἐπὶ τοῖς ἄλλοις μορίοις, ὅσα προεῖπον ἀρτίως· οὐκ ὀλίγα τε συμπτώματα προηγεῖται τῆς κατασκευῆς αὐτοῦ, καὶ καλεῖταί γε πάντα ταῦτα φρενιτικὰ σημεῖα, καὶ γεγράφασιν αὐτὰ πάντες οἱ πρὸ ἐμοῦ. [330] τοῦτο μὲν γὰρ ἀγρυπνίας ἢ καί τινας ὕπνους θορυβώδεις ἐπὶ φαντάσμασιν ἐναργέσιν, ὡς καὶ κράξαι ποτὲ καὶ ἀναπηδῆσαι, προηγουμένους ἔστιν ἰδεῖν, τοῦτο δ' ἀλόγους ἐπιλησμοσύνας, ὡς αἰτήσαντας ἀμίδα τοὺς κάμνοντας οὐκέτ' οὐρεῖν, ἢ οὐρήσαντας ἐπιλαθέσθαι προδοῦναι τὸ σκεῦος, ἢ θορυβωδέστερον ἢ ὅλως θρασύτερον ἀποκρίνασθαι, καὶ μάλισθ' ὅταν ἔμπροσθεν ᾖ κόσμιος. ἀλλὰ καὶ βραχυπόται πάντες εἰσὶν οὗτοι, καὶ μέγα καὶ ἀραιὸν ἀναπνέουσι, καὶ τοὺς σφυγμοὺς μικροτέρους τε καὶ νευρωδεστέρους ἔχουσι, καί ποτε καὶ τὰ κατ' ἰνίον ὀδυνῶνται. πλησίον δὲ ἤδη τοῦ φρενιτίζειν ὄντες αὐχμηροὺς ἱκανῶς ἴσχουσι τοὺς ὀφθαλμοὺς, ἤ τι κατὰ τὸν ἕτερον αὐτῶν δάκρυον ἐκχεόμενον δριμὺ, καὶ μετὰ ταῦτα καὶ λήμας καὶ φλέβας τὰς ἐν αὐτοῖς μεστὰς αἵματος, ἐκ ῥινῶν τε στάξεις αἵματος, ἡνίκ' ἤδη μηδὲ τὰς ἀποκρίσεις ἔμφρονας ἀκριβῶς ποιοῦνται, κροκυδίζουσί τε καὶ καρφολογοῦσι, καὶ πυρετὸν ἴσχουσιν αὐχμωδέστερον οὐ μεγάλας ἐφ' ἑκάτερα μεταβολὰς ποιούμενον, ὥσπερ ἄλλοι τινὲς, ἀκμὰς μὲν σφοδροτάτας [331] ἴσχοντες, ἐπιεικεῖς δὲ τὰς παρακμάς. τί δεῖ λέγειν περὶ γλώττης ἱκανῶς τραχείας, ἢ τοῦ παρακούειν ἐνίοτε, καί ποτε καὶ κατακεῖσθαι σκυθρωποὺς ἀποκρινομένους μόγις, ἢ μέρους τινὸς ὀδυνηρὰν ἔχοντος διάθεσιν οὐδ' ὅλως αἰσθάνεσθαι, κᾂν σφοδρότερόν τις αὐτοῦ θίγῃ; κατὰ βραχὺ γὰρ οὕτως ἐπ' ἐγκεφάλῳ πάσχοντι φρενιτίζουσιν, ἐπ' ἄλλῳ δ' οὐδενὶ μορίῳ τὸ διηνεκές ἐστι τῆς παραφροσύνης, ὅτι μὴ διαφράγματι μόνῳ· πλησίον γάρ πως ἥκει τοῦ διηνεκοῦς, ὡς δι' αὐτὸ τοῦτο δοξασθῆναι τοῖς παλαιοῖς, ἐπὶ τῷ μορίῳ τούτῳ φλεγμαίνοντι γίγνεσθαι φρενιτικοὺς, ὀνομάσαι τε φρένας αὐτὸ διὰ τὴν αὐτὴν ὑπόνοιαν, ὡς καὶ τῷ φρονοῦντι μορίῳ συμβαλλόμενόν τι. διορίζεται δ' ἡ ἀπὸ τούτου παραφροσύνη τῆς φρενιτικῆς τοῖς τε κατὰ τοὺς ὀφθαλμοὺς συμπτώμασι καὶ ταῖς ἐκ τῶν ῥινῶν αἵματος στάξεσιν, καὶ τῷ τῆς ἀναπνοῆς εἴδει· μέγα μὲν γὰρ καὶ διὰ πολλοῦ χρόνου τὸ πνεῦμα τοῖς ἐπ' ἐγκεφάλῳ φρενιτικοῖς ἐφεξῆς ἐστιν ἀεί· τοῖς δ' ἐπὶ ταῖς φρεσὶν ἀνώμαλον, ὡς καὶ μικρόν ποτε γενέσθαι, καὶ πυκνὸν, αὖθίς τέ ποτε μέγα καὶ στεναγματῶδες. ἀρχομένης [332] μέντοι τῆς κατὰ τὸ διάφραγμα φλεγμονῆς, πρὶν παραφρονῆσαι, μικρὸν καὶ πυκνὸν ἀναπνέουσιν, ἔμπαλιν τοῖς ἐπ' ἐγκεφάλῳ, προηγεῖται γὰρ ἐκείνοις μέγα καὶ ἀραιὸν πνεῦμα· καὶ συνελόντι φάναι, τῶν εἰρημένων ἀρτίως προηγεῖσθαι φρενίτιδος ἤτοι γ' οὐδὲν ἢ μικρὰ συμβαίνει τοῖς ἀρχομένοις φλεγμαίνειν τὸ διάφραγμα· καθάπερ γε πάλιν ἀνασπᾶσθαι μὲν ὑποχόνδριον ἴδιον αὐτῶν τῶν φρενῶν πασχουσῶν εὐθὺς ἐξ ἀρχῆς, ἐπ' ἐγκεφάλου δὲ ἕν τι τῶν ὕστερον ἐπιγενομένων, ἤδη κατασκευαζομένου τοῦ πάθους καὶ οὐκ ἀρχομένου· καὶ ἡ θερμασία δὲ πλείων ἐστὶ κατά τε τὴν κεφαλὴν καὶ τὸ πρόσωπον ἐπὶ τῶν ἐν αὐτῇ τῇ κεφαλῇ τὴν κατασκευὴν ἐχόντων τῆς παραφροσύνης. τὰ δ' ἄλλα τοῦ διαφράγματος πάθη, τά τε κατὰ πρωτοπάθειαν αὐτοῦ γιγνόμενα καὶ τὰ κατὰ συμπάθειαν, τὰ μὲν οὐκ ἔστι τῆς προκειμένης πραγματείας, ὅσα προδήλως πάσχει κατά τε τἄλλα συμπτώματα καὶ τὰς ἐν αὐτῷ γιγνομένας ἀποστάσεις, τὰ δὲ ἐν τῷ πρόσθεν εἴρηται λόγῳ.

   Τὸ μεταξὺ τῆς τε φάρυγγος καὶ τοῦ στόματος τῆς κοιλίας, ὅπερ οἰσοφάγον ὠνόμαζον οἱ παλαιοὶ, [333] στόμαχον εἰώθασιν οἱ μετ' Ἀριστοτέλη προσαγορεύειν, αὐτοῦ τοῦ Ἀριστοτέλους οὐκ ἀεὶ τῷ παλαιῷ καλοῦντος ὀνόματι τὸ μόριον τοῦτο τοῦ ζώου. χρεία δ' αὐτοῦ διττή· μία μὲν ὡς ὁδοῦ τῶν καταπινομένων καὶ τῶν ἐμουμένων, ἑτέρα δὲ, καθ' ἣν ἐνεργεῖ τι πρὸς ἀμφοτέρας τὰς ὁδοὺς, τῶν τ' ἐκ τοῦ στόματος εἰς τὴν γαστέρα καταφερομένων καὶ τῶν ἐξ ἐκείνης ἀναφερομένων εἰς τὸ στόμα· δύο γὰρ ἔχων ἑαυτοῦ μόρια, τοὺς ὀνομαζομένους ὑπὸ τῶν ἀνατομικῶν χιτῶνας, ἕλκει μὲν θατέρῳ τά τε ποτὰ καὶ τὴν τροφὴν εἰς τὴν κοιλίαν, ἐκπέμπει δὲ θατέρῳ κατὰ τοὺς ἐμέτους. εἰκότως οὖν ἐστι δύο γένη τῶν παθῶν αὐτοῦ, τὸ μὲν ἕτερον ὡς ὁδοῦ τῶν καταπινομένων, τὸ δ' ἕτερον ὡς ὀργάνου τῶν ἐμουμένων τε καὶ καταπινομένων. ὅτι δ' αὐτῶν τούτων τῶν δύο χρειῶν ἡ ἑτέρα μὲν ἀναγκαία διαπαντός ἐστιν, ἡ δὲ ἑτέρα κατά τινας καιροὺς, εὔδηλον παντί. τὸ μὲν οὖν ὡς ὁδοῦ σιτίων γένος ἐν αὐτῷ τῶν συμπτωμάτων ἐστὶ, ὅταν ὑπό τινος τῶν παρὰ φύσιν ὄγκων στενοχωρία τοῦ κατ' αὐτὸν γένηται πόρου· τὸ δ' ἕτερον, ὅτ' ἂν αὐτὸς ἀδυνατῇ τὰς ἰδίας ἐνεργείας ἐπιτελεῖν. [334] εἴρηται μὲν οὖν καὶ πρόσθεν, ἡνίκα περὶ κυνάγχης ὁ λόγος ἐγένετο τῆς ἑπομένης τῇ μεταστάσει τῶν ἐν τῷ τραχήλῳ σπονδύλων, ὡς ἐπίκτητος αὐτῷ στενοχωρία συμπίπτει ὑπ' αὐτῶν θλιβομένῳ· καὶ νῦν δ' ἀναμνησθῶμεν καὶ αὐτὸ τοῦτο, συναναμεμνήσθωσαν δὲ καὶ οἱ τῶν ὑποβεβλημένων αὐτῷ μυῶν ὄγκοι, καθ' ὁντιναοῦν τρόπον γιγνόμενοι, δεδήλωνται γὰρ ἅπαντες ἐν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων. ἐφ' ἁπάντων δὲ τούτων κοινὸν ἡ ἐν τῷ καταπίνειν στενοχωρία, τοσαύτη γιγνομένη πολλάκις, ὡς ἀναπέμπεσθαι τὸ ποτὸν εἰς τὰς ῥῖνας. ὅταν μέντοι φλεγμήνας αὐτὸς οἴκοθεν σχῇ τὴν στενοχωρίαν, οὐκ ἐκ τῶν γειτνιώντων ἐπίκτητον, ὀδύνη σφοδρὰ γίγνεται καταπινόντων, ἅμα τῇ δυσχερείᾳ τῆς διεξόδου, καὶ μάλιστα ὅταν ὁ κάμνων ὕπτιος κατακείμενος ἐπιχειρῇ καταπίνειν· διὸ καὶ μετασχηματίζεσθαι προθυμοῦνται καὶ ἀνακαθίζειν, αὐτῷ τῷ συμβαίνοντι διδασκόμενοι, ῥᾷον ἐν τούτῳ τῷ σχήματι καταπίνοντες, ὡς ἂν οὐ μικρὰ συντελούσης τῆς εἰς τὸ κάταντες φορᾶς τῶν σιτίων, καὶ δυναμένης γε πολλάκις καὶ μόνης γίγνεσθαι, μετὰ τὴν ἐκ τοῦ στόματος ἔκθλιψιν [335] εἰς τὴν ἀρχὴν τοῦ στομάχου· κατὰ δὲ τὴν ὑπτίαν κατάκλισιν οὐδεμία βοήθεια πρὸς τῆς κατάντους γίνεται φορᾶς, ἀλλ' ὑπὸ μόνης τῆς κατὰ τὸν στόμαχον ἐνεργείας ἐπιτελεῖται τὸ τῆς καταπόσεως ἔργον· ἅπαντα δ' ἴστε τὰ φλεγμαίνοντα μόρια κατὰ μὲν τὰς ἐνεργείας ὀδυνώμενα, παρηγορούμενα δ' ἐν ταῖς ἡσυχίαις. αἰσθητικοῦ δ' ὄντος τοῦ στομάχου, συγχρῆσθαι πάρεστι καὶ τούτῳ τῷ πλεονεκτήματι τοῦ μορίου πρὸς τὴν διάγνωσιν τῶν ἐν αὐτῷ παθῶν, ἐκ τῆς τοῦ κάμνοντος ἀνακρίσεως, ὅτάν γε μὴ παντάπασιν ἠλίθιος ὑπάρχων ἀδυνατῇ σαφῶς ἑρμηνεύειν ἃ πάσχει· ὡς ἐάν γε δυνατὸς ἑρμηνεύειν ᾖ, μέγιστον πλεονέκτημα πρὸς τὴν διάγνωσιν αὐτοῦ τῶν παθῶν ἐστιν ἡ γιγνομένη κατὰ τὸν στόμαχον αἴσθησις. ἐνίοτε μὲν γὰρ ἀτονίας αἰσθάνεσθαί φασιν, ἐν πολλῷ χρόνῳ μόγις διεξερχομένων τοῦ στομάχου τῶν δι' αὐτοῦ φερομένων· ἐνίοτε δὲ κατὰ μὲν τὴν πρώτην ὁρμὴν ἑτοίμως κατιόντων, ἰσχομένων δ' αὖθις, ὡς ἐσφηνῶσθαι δοκεῖν, εἶτα τὸ ὑπόλοιπον τῆς φορᾶς ἀλύπως τε καὶ ῥᾷστα διεξερχομένων. ὁ μὲν οὖν πρότερος τρόπος ἀτονίαν [336] ἐνδείκνυται τῆς ἐνεργείας, ὁ δὲ δεύτερος στενοχωρίαν καθ' ἕν τι μόριον· ἑκατέρου δ' αὐτῶν τὰς διαφορὰς ἐκ τῶν ἄλλων συμπτωμάτων ἔνεστι γνωρίζειν. ἐπὶ μὲν γὰρ τῆς ἀτονίας, ὅταν κατὰ δυσκρασίαν μόνην γίγνηται χωρὶς ὄγκου παρὰ φύσιν, ἡ κατὰ τὴν διέξοδον ὧν καταπίνουσι βραδύτης ὁμαλὴ καὶ χωρὶς ὀδύνης, ἐπιτεινομένη μὲν ἐν ταῖς ὑπτίαις κατακλίσεσιν, πραϋνομένη δ' ἐν τοῖς ὀρθίοις τοῦ τραχήλου σχήμασιν, ἄνευ τῆς κατὰ τὴν στενοχωρίαν αἰσθήσεως, εἴωθε συμβαίνειν· ἡ δὲ σὺν ὄγκῳ τινὶ στενοχωρίαν τε φέρει καθ' ἕν τι μόριον ὑπὲρ τἄλλα, καθ' ὃ καὶ χρόνιος ἡ διέξοδος γίνεται· κᾀπειδὰν ἤτοι φλεγμονώδης, ἢ ἐρυσιπελατώδης ὄγκος ᾗ, καὶ σὺν ὀδύνῃ καὶ δίψει καὶ θερμασίας πολλῆς αἰσθήσει, μετὰ πυρετῶν οὐ πάνυ τι θερμῶν οὐδὲ κατὰ τὴν ἀναλογίαν τοῦ δίψους· ἐὰν δέ τις τῶν μὴ πάνυ θερμῶν ὄγκων ᾖ, χωρίς γε πυρετοῦ καὶ θερμασίας καὶ δίψης, τὸ τῆς καταπόσεως ἀνώμαλον γίνεται, καθ' ἕν τι μέρος ἰσχομένων τῶν σιτίων, καὶ μᾶλλον ὅταν ἁδρομερέστερά τε καὶ σκληρότερα καταπίνηται, καὶ σὺν ὀδύνῃ τινὶ βραχείᾳ. τοιούτων συμπτωμάτων ἐν χρόνῳ πολλῷ γιγνομένων, καί [337] ποτε καὶ πυρετῶν ἐφημέρων συμπιπτόντων, καὶ φρίκης ἔστιν ὅτε, στοχαζομένοις ἡμῖν ἀπόστημα δύσπεπτον ἐν τῷ στομάχῳ γίγνεσθαι, συνέβη τοῦ χρόνου προϊόντος αἴσθησιν αὐτῷ τῷ κάμνοντι γενέσθαι ῥήξεως, ἐφ' ᾗ πῦον ἤμεσεν ἔν τε τῷ παραχρῆμα καὶ κατὰ τὴν ὑστεραίαν καὶ τρίτην ἡμέραν, εἶτ' ἠκολούθησεν αὐτῷ τἄλλα πάντα ἐφεξῆς ἡλκωμένου στομάχου σημεῖα. καὶ γὰρ ἐπὶ τοῖς δριμέσι καὶ ὀξέσι καὶ ἁλυκοῖς καὶ στρυφνοῖς καταπινομένοις ᾐσθάνετο δήξεως ἢ στύψεως, ἤλγει τε κατ' ἐκεῖνο τὸ μέρος, εἰ καὶ μηδὲν κατέπινεν, ἀλλὰ μετρίως· ἰσχυροτέραν γὰρ τὰ δάκνοντα καὶ στύφοντα τὴν τῆς ὀδύνης αἴσθησιν εἰργάζετο. οὗτος μὲν οὖν ἐν πολλῷ χρόνῳ μόγις ἐσώθη, συμβαλλούσης αὐτῷ καὶ τῆς ἡλικίας· ὅσοι δὲ πρεσβύτεροι αὐτοῦ, διεφθάρησαν. ἥ γε μὴν ὀδύνη πᾶσι τοῖς ἐν στομάχῳ τι πάθος ἀλγεινὸν ἔχουσι κατὰ τὸ μετάφρενον διασημαίνει· καὶ ἡ αἰτία πρόδηλος ἑωρακόσιν ὑμῖν ἐπιτεταμένον τῇ ῥάχει τὸν στόμαχον. ὅτι δὲ κατὰ τοὺς αὐτοὺς τρόπους κᾀκ τῶν κατὰ τὸν στόμαχον ἀγγείων ἐμοῦσιν αἷμα, καθ' ὃν κᾀκ τῶν ἄλλων ἁπάντων, εὔδηλόν ἐστιν. ἀλλ' αἱ μὲν [338] κατὰ ῥῆξιν αἵματος ἀναφοραὶ σὺν ἀλγήμασι γίγνονται διασημαίνουσαι τὸν τόπον ἐν ᾧ γέγονεν ἡ ῥῆξις· ὁμοίως δ' αὐταῖς καὶ αἱ κατὰ διάβρωσιν, ἢ ἀνάβρωσιν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ· αἱ δὲ κατ' ἀναστόμωσιν ἀνώδυνοι τελέως εἰσὶν, αὐτῷ τε οὖν τούτῳ διορίζονται τῶν ἑτέρων καὶ τῷ μήτ' ἐπὶ πληγῇ σφοδρᾷ μήτ' ἐπὶ καταπτώσεσι γεγονέναι, καθάπερ αἱ ῥήξεις εἰώθασι γίγνεσθαι. συμβαίνουσι δὲ καὶ χωρὶς προφάσεως τῆς ἔξωθεν ἐνίοτε ῥήξεις ἀγγείων ὑπὸ πλήθους αἵματος· αἱ δὲ κατὰ διάβρωσιν ἑλκώσεως προηγησαμένης γίγνονται· τὴν δ' ἕλκωσιν αἵ τε ῥήξεις τῶν ἀγγείων ποιοῦσιν καὶ αἱ τῶν κακοηθῶν χυμῶν ἐπιῤῥοαί· καθάπερ ὁρῶνται κᾀπὶ τοῦ δέρματος συμβαίνουσαι πολλάκις.

   Τὸ στόμα τῆς κοιλίας οἱ παλαιοὶ καρδίαν ὠνόμαζον, ἀφ' ὧν ἐπιφέρει συμπτωμάτων, ὥς φασιν, οὕτω προσαγορεύσαντες· οὐ γὰρ μόνον ὡς καρδιακαῖς συγκοπαῖς, οὕτω καὶ στομαχικαῖς ἁλίσκονταί τινες, ἀλλὰ καὶ σπασμοῖς καὶ κάροις ἐπιληψίαις τε καὶ μελαγχολίαις, ἤδη δὲ καὶ τοῖς τῶν ὑποχεομένων συμπτώμασιν, ὡς ἐν τῷ περὶ τῶν ὀφθαλμῶν [339] λόγῳ πρόσθεν εἴρηται. καὶ ταῦτα πάντα συμπασχόντων αὐτῷ γίγνεται μορίων ἑτέρων· ἐπεί τοι κατὰ τὸν ἴδιον λόγον ἀνορεξίας τε καὶ διαφθορὰς τῶν ἐπιπολαζόντων ἐργάζεται σιτίων, ὡς τά γ' ἐν τῷ πυθμένι τῆς κοιλίας στηρίζεσθαι πεφυκότα, καὶ μάλιστα ὅτ' ἂν ᾖ δυσδιάφθαρτα, τοιούτων οὐδὲν πάσχει. προσέχειν οὖν ἀκριβῶς χρὴ τοῖς κατὰ συμπάθειαν ἐπ' αὐτῷ γινομένοις παθήμασι, καὶ χωρίζειν αὐτὰ τῶν κατὰ πρωτοπάθειαν ἐκείνοις τοῖς μορίοις γιγνομένων, ὧν ταῖς ἐνεργείαις λυμαίνεται τὸ τῆς γαστρὸς στόμα πάσχον, ὅπερ ὡς οἱ παλαιοὶ πάντες ὠνόμαζον καρδίαν, οὕτως οἱ νῦν ὀνομάζουσι στόμαχον. ὁ διορισμὸς δὲ ἐκ τῶν προηγησαμένων μάλιστα γίγνεται κατάδηλος ἀνδρὶ τετριμμένῳ περὶ τὰς διαγνώσεις. ἰδιότητες γάρ τινες ἄῤῥητοι προσέρχονται τοῖς ῥητοῖς συμπτώμασιν, αἱ βεβαιοῦσαι τὰς διαγνώσεις τῶν πεπονθότων μορίων· ἐκείνας μὲν οὖν ἕκαστος ἑαυτῷ προσεξευρήσει, τὰ δ' οἷον θεμέλια τῆς ὅλης διαγνώσεως, ἐξ ὧν οἱ φιλόπονοι καὶ τὰς ἀδυνάτους ῥηθῆναι τῶν συμπτωμάτων ἰδιότητας αὑτοὺς [340] διδάξουσιν, ἐγὼ διηγήσομαι. νεανίσκος τις ἡλίσκετο τῷ τῆς ἐπιληψίας πάθει γραμματικὸς, ἡνίκα μάλιστα σφοδρότερον ἐδίδασκεν, ἢ ἐφρόντισεν, ἢ ἐπιπλέον ἠσίτησεν, ἢ ἐθυμώθη. τούτῳ τὸ στόμα τῆς κοιλίας ὑπενόησα πάσχειν, εὐαίσθητον ὑπάρχον, ἐφ' ᾧ κατὰ συμπάθειαν τὸν ἐγκέφαλον ὅλον τὸ σῶμα κραδαίνειν σπασμωδῶς. ἐκέλευσα τοιγαροῦν εὐπεψίας μόνης αὐτὸν ἀκριβοῦς προνοεῖσθαι, τρίτης δ' ὥρας ἢ τετάρτης ἄρτον ἐπιμελῶς ἐσκευασμένον προσφέρεσθαι, μόνον μὲν, εἰ ἄδιψος εἴη, δίψης δ' αἰσθανόμενον, ἐξ οἴνου κεκραμένου τῶν ἠρέμα στυφόντων καὶ λευκῶν· οὗτοι γὰρ καὶ τονοῦσι τὴν γαστέρα καὶ τὴν κεφαλὴν οὐ πλήττουσιν, ὥσπερ οἱ σφοδροί. ὡς δὲ τοῦτ' αὐτῷ πράττοντι συνέβαινε μηδὲν πάσχειν, ἀκριβῆ τε γνῶσιν εἶχον ὧν ἐστοχαζόμην ἔμπροσθεν, ἐδίδουν τ' αὐτῷ τοῦ διὰ τῆς ἀλόης πικροῦ φαρμάκου δίς που καὶ τρὶς ἑκάστου ἔτους, ἐπειδὴ καθαίρει τε τῶν περιττωμάτων ὅλην τὴν γαστέρα καὶ ῥώννυσι πρὸς τὰς οἰκείας ἐνεργείας, ἔτεσιν οὗτος ὁ ἀνὴρ οἷς ἐπεβίω πλέοσι τῶν εἴκοσι, ὑγιαίνων [341] ἀμέμπτως διετέλεσεν· εἰ δέ που σπανίως ὑπὸ περιστάσεως πραγμάτων ἄσιτος ἠναγκάσθη διατεθῆναι, συνέβαινεν ἁλίσκεσθαι βραχυτάτοις αὐτὸν σπασμοῖς. ἐθεασάμην δὲ καὶ ἄλλους ἀπὸ τοῦ στόματος κοιλίας ἐπιληπτικῶς σπωμένους, ὁπότε σφοδρῶς ἠπέπτησαν, ἢ οἴνου πλέονος ἀκρατεστέρου πίνοιεν, ἢ ἀφροδισίοις ἀκαιρότερον χρήσοιντο· τινὰς δ' ἐν πυρετοῖς ἐθεασάμην σπασθέντας ἐξαίφνης οὐδενὶ προηγησαμένῳ σημείῳ τῶν προδηλούντων σπασμὸν, οἷς ἐπιγενομένου χολώδους ἐμέτου παραχρῆμα συνέβη πάντων ἀπαλλαγῆναι τῶν ὀχληρῶν. ἔνιοι δὲ τῶν οὕτω παθόντων ἤμεσαν φαιὰ, καί τινες ὅμοια πράσου χυλῷ, τινὲς δ' ὑπὸ πλήθους ἐδεσμάτων μοχθηρῶν βαρυνόμενοι καρώδεις ἐγίνοντο, μέχρι τοῦ τὰ θλίβοντα τὸ στόμα τῆς κοιλίας ἐξεμέσαι πάντα. τούτων οὐδὲν ἤλπισεν ἄν τις ἐπὶ στόματι κοιλίας γενέσθαι, καθάπερ οὐδὲ τὰς συγκοπὰς, εἰ μὴ πολλάκις ἑωρᾶτο γιγνόμενα· νεύρων γὰρ ἔχει πλῆθος ἐξ ἐγκεφάλου καθηκόντων, οὐ μὴν ὥστε προσδοκῆσαι δι' αὐτῶν εἰς τοσοῦτον συμπαθείας ἀφικέσθαι [342] τὴν ἀρχὴν, ὡς σπασμοὺς ἐπιφέρειν· ἔτι δὲ μᾶλλον οὐδὲ τὴν καρδίαν εἰς τηλικαύτην ἔρχεσθαι συμπάθειαν πάσχοντι τῷ στόματι τῆς κοιλίας, ὡς ὀξεῖαν ἀκολουθῆσαι συγκοπήν. ἐγένοντο δὲ πολλοῖς οὐ μόνως ὀνείρατα καὶ ὕπνοι θορυβώδεις, ἀλλὰ καὶ παράνοιαι, διὰ χυμὸν μοχθηρὸν ἐν τῷ στόματι τῆς κοιλίας ἀθροισθέντα. περὶ δὲ τοῦ φυσώδους τε καὶ ὑποχονδριακοῦ καλουμένου νοσήματος οὐδείς ἐστιν ὃς οὐκ εἴρηκεν, ὅπως δυσθύμους καὶ δυσέλπιδας καὶ σκυθρωποὺς ἀπεργάζεται, καὶ τὸ σύμπαν φάναι μηδὲν ἀπολειπομένους τῶν μελαγχολικῶν. φαίνονται δὲ καὶ οὗτοι μετὰ τὰς ἀπεψίας σφοδρότερον ἁλισκόμενοι τοῖς εἰρημένοις συμπτώμασιν· οἱ πλείους δ' αὐτῶν καὶ σπληνώδεις εἰσὶν, ὡς λογίσασθαί τινα, κᾀκ τούτου τοῦ σπλάγχνου συῤῥεῖν εἰς τὴν γαστέρα μοχθηρὸν ἰχῶρα. ὅσα μὲν οὖν κατὰ τὸν ἐγκέφαλον ἢ τοὺς ὀφθαλμοὺς γίγνεται συμπτώματα, μοχθηρῶν ἀναθυμιάσεσιν ἕπεται χυμῶν· αἱ στομαχικαὶ δὲ συγκοπαὶ διὰ τὴν ἰδιότητα τῶν κατ' αὐτὸν ἀλγημάτων ἔκλυσιν ἐπιφέρουσιν, ἴσως δὲ καὶ τῆς δυσκρασίας αὐτοῦ διϊκνουμένης εἰς τὴν καρδίαν, ὡς κᾀκείνης [343] ἐν δυσκρασίᾳ μεγάλῃ γινομένης ἀθρόαν κατάπτωσιν ἀκολουθῆσαι τῆς δυνάμεως. εὔδηλον δ' ὅτι καὶ ταῖς γυναιξὶν αἱ καλούμεναι κίτται γίγνονται τοῦ μορίου τούτου πάσχοντος· ὅσα γὰρ ὀρεγομέναις κυνωδῶς ἢ μηδ' ὅλως ὀρεγομέναις ἢ μοχθηρῶν ἐδεσμάτων ὀρεγομέναις γίγνεται, ταῦτα πάντα τοῦ τῆς ὀρέξεως ὀργάνου παθήματά ἐστι, ὃ ἐδείχθη τὸ στόμα τῆς γαστρός. ὡσαύτως δὲ καὶ αἱ καλούμεναι ναυτίαι τούτου τοῦ μέρους εἰσὶ παθήματα, καθάπέρ γε καὶ καρδιαλγίαι καὶ λύγγες. τὰς δ' αἰτίας ἁπάντων τῶν τοιούτων παθημάτων ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις εἴπομεν, ὥστ' οὐδὲν ἔτι δεῖ διατρίβειν ἐν τῷδε. καὶ γὰρ ὅσαι κατὰ δυσκρασίαν αὐτῷ γίγνονται διαφοραὶ νοσημάτων, ὡς ὁμοιομερεῖ σώματι συμβαίνουσαι, διήλθομεν ἐν ἐκείνοις· ὅσα δ' αὐτῷ συμπίπτειν εἴωθεν ὀργανικὰ νοσήματα, σαφῆ τὴν διάγνωσιν ἔχει, καὶ λαθεῖν ὑμᾶς οὐκ ἂν οὐδὲν αὐτῶν δύναται μεμνημένους τῶν κοινῶν ἐπ' αὐτοῖς σημείων, ἔμπροσθέν τε λελεγμένων ἐν τοῖσδε τοῖς ὑπομνήμασιν ἐν ἑτέροις τέ τισιν εἰρησομένων. οὔτε γὰρ ἀποστήματα γιγνόμενα κατὰ τὸν τόπον τοῦτον οὔτε φλεγμονώδεις ἢ ἐρυσιπελατώδεις ὄγκοι λάθοιεν ἂν ἡμᾶς, [344] ὥστ' οὐδ' ἕλκη· διάγνωσις μὲν γὰρ αὐτῶν κοινὴ τοῖς ἐπὶ τοῦ στομάχου προειρημένοις, ἐναργεστέρα δὲ τοσοῦτον, ὅσον αἰσθητηκώτερόν ἐστι τὸ μόριον τοῦτο καὶ πρόχειρον καὶ σαφῆ τὴν διάγνωσιν ἔχον. ὡσαύτως δὲ καὶ περὶ τῆς τοῦ αἵματος ἐξ αὐτοῦ πτύσεως ἡ μὲν τῶν σημείων ἰδέα κοινὴ τοῖς ἐπὶ στομάχου προειρημένοις, ἡ διάγνωσις δ' ἐναργεστέρα. εἰκὸς μὲν δήπου καὶ τὸ κύτος ὅλον τῆς κοιλίας ἐν ὁμοίᾳ διαθέσει ταῖς ἐπὶ τοῦ στόματος αὐτῆς εἰρημέναις γίγνεσθαι, καὶ τὰ συμπτώματα φέρειν ὅμοια, τῷ δ' εἶναι πολὺ βιαιότερα τὰ κατὰ στόμα, παρορᾶσθαί τε καὶ καταφρονεῖσθαι πρὸς τῶν ἰατρῶν, ὡς οὐδ' ὅλως γιγνόμενα, τὰ κατὰ τὸ κάτω μέρος τῆς γαστρός. ἀλλὰ τό γε τῆς πέψεως ἔργον ἐν τοῖς μετὰ τὸ στόμα μέρεσι γίγνεσθαι πάντες ὡμολογήκασιν, ὥστε καὶ τῶν ἀπεψιῶν αἴτιον γίγνεται τοῦτο μὴ καλῶς διακείμενον, ὅτ' ἂν δηλονότι μὴ διὰ τῶν ἐδεσμάτων ἀταξίαν ἢ τὸ πλῆθος ἢ τὴν ποιότητα συμβῇ τὸν ἄνθρωπον ἀπεπτῆσαι. ὅσα δ' ἄλλα νοσήματα κοινὰ πάντων ἐστὶ τῶν μορίων, ὀργανικά τε καὶ κατὰ μόνην δυσκρασίαν, εὔδηλον ἔχοντα τὸν πεπονθότα [345] τόπον, οὐκ ἔστιν ἴδια τῆς ἐνεστώσης πραγματείας· ἐν αὐτῇ γὰρ ὅσα διαφεύγει μόρια τὴν αἰσθητικὴν γνῶσιν, ὑπέκειτο σκοπεῖσθαι. περὶ δὲ τῶν ἐμούντων ἐξ αὐτῆς αἷμα διαπεφώνηταί πως, οἰομένων τινῶν ἀδύνατον εἶναι δι' αὐτῆς γενέσθαι κένωσιν αἵματος ἐξ ἥπατος ἢ σπληνὸς ὁρμηθέντος, ὥσπερ οὐδὲ πύου συῤῥαγέντος ἐξ αὐτῶν· ἐμοὶ δ' ἐπὶ τῶν ἔργων ἐξετάσαντι τὴν ἑκατέρων δόξαν ἐφαίνετο γίγνεσθαί ποτε δι' αὐτῆς κένωσις ἐκ τῶν εἰρημένων σπλάγχνων· ἀλλ' εἰς τὸν περὶ ἐκείνων λόγον ἡ τῶν τοιούτων ἀναβεβλήσθω διδασκαλία, καὶ γὰρ ἐφεξῆς τοῖς εἰρημένοις ἔγνωκα περὶ τῶν καθ' ἧπάρ τε καὶ σπλῆνα διελθεῖν παθῶν.

   Καὶ κατὰ τοῦτο τὸ μόριον ὥσπερ καὶ κατὰ τἄλλα πάντα διττὸν γένος τῶν νοσημάτων ἐστὶ, τὸ μὲν ἕτερον ἐπὶ δυσκρασίᾳ μόνῃ καὶ χωρὶς ὄγκου παρὰ φύσιν, ἅμα δὲ τοῖς ὄγκοις ἐρυσιπέλατά τε καὶ φλεγμοναὶ καὶ σκίῤῥοι καὶ πνευματικαὶ διατάσεις, καὶ χυμῶν παχέων ἢ γλίσχρων ἐμφράξεις ἐν τοῖς πέρασι τῶν ἀγγείων γιγνόμεναι, ὅσα τῆς ἐπὶ ταῖς πύλαις αὐτοῦ φλεβὸς ἀφώρμηνται. [346] ταύταις μὲν οὖν ἕπεται βάρους αἴσθησις, ἐγκειμένου κατὰ τὸ δεξιὸν ὑποχόνδριον· ὅταν δὲ καὶ πνεύματος ἀμμώδους ἀθροισθῇ πλῆθος οὐκ ἔχοντος διέξοδον, οὐ βάρους μόνον, ἀλλὰ καὶ τάσεως αἴσθησις γίγνεται. καὶ τὰς φλεγμονὰς δὲ, ὅσαι χωρὶς ἀτονίας τοῦ σπλάγχνου γίγνονται, τὰς μὲν ἐν τοῖς κυρτοῖς αὐτοῦ μέρεσι γινομένας, καὶ μάλισθ' ὅταν ὦσιν μεγάλαι, ῥᾷστον ἂν ἡμῖν γνωρίζειν ἐστὶ καὶ διὰ μόνης τῆς ἁφῆς· τὰς δ' ἐν τοῖς σιμοῖς διὰ τῶν ἑπομένων συμπτωμάτων μᾶλλον ἢ διὰ τῆς ἁφῆς. ἄρξομαι δ' ἀπὸ τῶν κατὰ τὰ κυρτὰ γιγνομένων, ἀναμνήσας ὑμᾶς πρότερον ὧν ἐν ταῖς ἀνατομαῖς ἐθεάσασθε τῶν μετὰ τὸ δέρμα τεταγμένων μυῶν, ὀκτὼ τὸν ἀριθμὸν ὄντων ἐν συζυγίαις τέτταρσιν. ἔστι γὰρ αὐτῶν ἡ μέν τις ὀρθίων μυῶν ὅλων σαρκωδῶν, ἀπὸ τῶν κατὰ τὰ στέρνα τόπων ἐπὶ τὰ καλούμενα πρὸς τῶν ἀνατομικῶν ἥβης ὀστᾶ καθηκόντων· ἑτέρων δὲ τριῶν ἄχρι τοῦ ψαῦσαι τῶν ὀρθίων, τὸ σαρκῶδες αὐτῶν μέρος ἐχόντων, ὅταν δ' ἅψωνται πρῶτον αὐτῶν, εἰς ἀπονεύρωσιν ὑμενώδη τελευτώντων. ἡ μὲν οὖν [347] μία συζυγία τῶν μυῶν τούτων, ἥπερ καὶ πάντων ἔξωθέν ἐστιν, ἀπὸ τοῦ θώρακος καταφέρεται λοξὴ πρόσω τε καὶ κάτω φερομένη· δευτέρα δ' ἑτέρα κατὰ τοὐναντίον τῇδε, κάτωθεν ἐρχομένη, πρόσω τε καὶ ἄνω φέρεται λοξή· ταύτῃ δ' ὑποβέβληται τρίτη συζυγία μυῶν ἐγκάρσιον ἐχόντων θέσιν, ἐπιβεβλημένων τῷ περιτοναίῳ. τῶν μὲν οὖν ὀρθίων μυῶν οἱ παρὰ φύσιν ὄγκοι προμήκεις τέ εἰσι καὶ κατὰ τὸ μέσον ὅλης τῆς γαστρὸς ἐκτείνονται, περιλαμβάνοντες τὸν ὀμφαλὸν, ὥσπερ αὐτὸ τὸ ζεῦγος τῶν μυῶν· ὥστ' εἰκότως εὔδηλον ἔχει τοῦτο τὴν διάγνωσιν, ἐλεγχομένην ἔκ τε τῆς θέσεως καὶ τοῦ σχήματος, καὶ προσέτι τοῦ μηδένα μῦν ἔξωθεν αὐτῶν προκεῖσθαι. κοινὰ δὲ ταῦτ' ἐστὶν καὶ τοῖς ἐκ τοῦ θώρακος καταφερομένοις λοξοῖς. οἱ δ' ὑποβεβλημένοι τούτοις χαλεπωτέραν ἔχουσι τὴν διάγνωσιν, ἁπάντων τε δυσκολωτάτην οἱ ἐγκάρσιοι. τὸ δ' ἧπαρ εὔδηλον ὅτι καὶ τούτων ἔνδον ἐστὶν ὑπὸ τῷ περιτοναίῳ. τριῶν οὖν ἐπιβεβλημένων αὐτῷ μυῶν, ἡ διὰ τῆς ἁφῆς γνῶσις ἀδύνατός ἐστιν, ἄνευ τοῦ μεγάλην αὐτοῦ γενέσθαι τὴν [348] φλεγμονὴν, ἢ λεπτυνθῆναι τοὺς ἐπικειμένους μῦς. ἀλλὰ τό γε κατὰ τὸ δεξιὸν ὑποχόνδριον βάρος, ἥ τ' ἀνασπῶσα ἐξεπίτηδες ὅλον τὸ ὑποχόνδριον ὀδύνη, τό τ' εἰς τὴν κλεῖν ἄλγημα διατεῖνον, καὶ γὰρ καὶ τοῦτό ποτε γίγνεται, βηχία τε σμικρὰ, καὶ τὸ τῆς γλώττης χρῶμα κατ' ἀρχὰς μὲν ἐρυθρότερον γιγνόμενον, ὕστερον δὲ καὶ μελαινόμενον, ἀνορεξία σφοδρά τε καὶ δίψος ἄπαυστον, καί τινες ἔμετοι χολῆς ἀκράτου τε καὶ λεκιθώδους, ὕστερον δέ ποτε καὶ ἰώδους, ἐνδείκνυται πεπονθέναι τὸ ἧπαρ· ἐπίσχεται δ' αὐτοῖς καὶ ἡ γαστὴρ, ἐάν γε μὴ σὺν ἀτονίᾳ τοῦ σπλάγχνου συμβῇ γίγνεσθαι τὴν φλεγμονήν. ὅμοια δὲ τούτοις ἐστὶ καὶ τὰ τοῦ ἐρυσιπέλατος συμπτώματα, καὶ πυρετὸς ἅμα δίψει σφοδροτάτῳ γίγνεται τούτοις· τοὺς γὰρ ὑπὸ τῶν παλαιῶν ὀνομαζομένους καύσους ὡς τὸ πολὺ γιγνομένους ὁρῶμεν ἐπὶ ταῖς τοῦ ἥπατος ἢ κοιλίας φλογώδεσι διαθέσεσι· γίγνονται μὲν γὰρ καυσώδεις πυρετοὶ καὶ δι' ἐρυσιπελατώδη φλεγμονὴν πνεύμονος, ὥσπέρ γε καὶ καθ' ὅλον τὸ σῶμα διὰ σηπεδόνα χυμῶν χολωδῶν εἰς ἄμετρον ζέσιν ἀφικομένων, ἀλλ' οἱ σφοδρότατοι διὰ γαστέρα καὶ ἧπαρ εἰώθασι [349] γίγνεσθαι, ἐφ' οἷς μορίοις τοὐπίπαν ἡ μετάπτωσις ἐκ τῶν τοιούτων πυρετῶν εἰς μαρασμὸν τελευτᾷ. περὶ μὲν οὖν μαρασμοῦ γέγραπται κατὰ μόνας· αἱ δὲ κατὰ τὰ σιμὰ μέρη τοῦ ἥπατος γιγνόμεναι φλεγμοναὶ πλεονεκτοῦσι τῶν ἐν τοῖς κυρτοῖς, ἀνορεξίαις τε καὶ ναυτίαις, ἐμέτοις τε χολώδεσι καὶ δίψει σφοδρῷ, καθάπερ αἱ ἐν τοῖς κυρτοῖς τῶν ἐν τοῖς σιμοῖς, τῷ μᾶλλον ὀδυνᾶσθαι κατὰ τὰς εἰρημένας ἀρτίως ἀναπνοὰς, καὶ τῷ βηχία κινεῖν, ἀνατείνεσθαί τε μέχρι τῆς δεξιᾶς κλειδὸς τὴν ὀδύνην, ὡς κατασπᾶσθαι δοκεῖν αὐτήν. αἱ νόθαι δὲ πλευραὶ συναλγοῦσι ἀμφοτέροις ἐνίοτε, καὶ τοῦτ' αὐτοῖς κοινὸν εἰκότως ἐστὶ, συμβαῖνον οὐ πᾶσι, ὅτι μὴ συνῆπται πᾶσι δι' ὑμένων τὸ ἧπαρ ταῖς πλευραῖς, ὡς ἔστιν οὐ μόνον ἐπὶ πιθήκων, ἀλλὰ καὶ τῶν ἄλλων ζώων θεάσασθαι· τοῖς μὲν γὰρ φαίνεται συνημμένον, τοῖς δ' οὔ. γίγνεται μὲν οὖν ποτε καὶ τῶν κυρτῶν τοῦ σπλάγχνου μόνον φλεγμονὴ, καθάπερ γε καὶ τῶν σιμῶν· οὐ μὴν συστῆναί γε δύναται κατὰ θάτερον τῶν μερῶν, ἀκριβῶς περιορισθεῖσα, συνεχὴς γάρ ἐστιν ἡ σὰρξ τοῦ σπλάγχνου κατὰ πάντα αὐτοῦ [350] τὰ μόρια. τοῖς μὲν τῇ φύσει λεπτὸν ἔχουσι τὸ ἐπιγάστριον, ὅταν καὶ διὰ τὸ νόσημα γένηται λεπτότερον, ὑποπίπτουσι σαφέστερον αἱ μεγάλαι φλεγμοναὶ τοῦ ἥπατος, ἴδιον ἔχουσαι παρὰ τοὺς ἐπικειμένους μῦς τὸ κατὰ περιγραφὴν ἀθρόαν παύεσθαι τὸν ὑποπίπτοντα ταῖς χερσὶν ὄγκον· ἕκαστος γὰρ τῶν μυῶν, ἅτε συνεχὴς ὅλως ὑπάρχων ἑαυτῷ, κατὰ βραχὺ μειούμενον ἔχει τὸν ὄγκον τῆς φλεγμονῆς, τῷ δ' ἥπατι μόνῳ συμβέβηκεν ἀθρόως περιγραφόμενον ἴσχειν αὐτόν. εὔδηλον δ' ὅτι σκιῤῥούμενον ἐναργεστέραν ἔχει τὴν διάγνωσιν, αὐτοῦ τε τοῦ κατὰ τὸν σκίῤῥον ὄγκου σκληροτέρου τῶν φλεγμονῶν ὑπάρχοντος καὶ λεπτυνομένων τῶν ἐπικειμένων σωμάτων ἐν ταῖς τοιαύταις διαθέσεσι. προϊόντος δὲ τοῦ χρόνου, καίτοι μείζονος γιγνομένου τοῦ κατὰ τὸν σκίῤῥον ὄγκου, συμβαίνει τὴν διάγνωσιν αὐτοῦ πρός τε τὴν ἁφὴν δυσκολωτέραν γίγνεσθαι, τῷ φθάνειν ἤδη παρέγχυσιν ὑδερικὴν ἕπεσθαι· χωρὶς μὲν γὰρ τοῦ παθεῖν τὸ ἧπαρ οὐκ ἂν γένοιτο τοιοῦτον πάθος, οὐκ ἀεὶ δὲ κατὰ πρωτοπάθειαν αὐτοῦ συνίσταται, κᾂν ὅτι μάλιστα διὰ τοῦτο γίγνηται. διότι μὲν γὰρ αὐτὸ τῆς αἱματώσεώς [351] ἐστιν ὄργανον, ἀκόλουθόν ἐστιν ἀποτυγχάνεσθαι τὴν ἐνέργειαν ἐπὶ τῇ τοῦδε τοῦ σπλάγχνου κακώσει· συμβαίνει δ', ὡς ἔφην, ἄλλοτ' ἄλλου μέρους ἐν δυσκρασίᾳ πάνυ ψυχρᾷ γιγνομένου διαδίδοσθαι τὴν ψύξιν εἰς ἧπαρ. ἐπὶ μὲν οὖν σπληνὶ καὶ κοιλίᾳ καὶ πᾶσι τοῖς ἐντέροις, καὶ μάλιστα τοῖς κατὰ τὴν νῆστιν, αἱ κατὰ τὸ μεσεντέριον ἅπασαι φλέβες ἑκτικὴν δυσκρασίαν παθοῦσαι, συγκαταψύχουσιν ἑαυταῖς ῥᾳδίως τὰς ἐν τοῖς σιμοῖς μέρεσιν τοῦ ἥπατος ἁπάσας φλέβας, ἐξ ὧν καὶ εἰς αὐτὸ τὸ σῶμα τοῦ ἥπατος ὅλον ἡ διάδοσις γίγνεται τῆς δυσκρασίας· ἐπὶ δὲ πνεύμονι καὶ διαφράγματι καὶ νεφροῖς αἱ κατὰ τὰ κυρτὰ τοῦ σπλάγχνου φλέβες εἰς συμπάθειαν ἔρχονται πρότεραι, συνδιατίθεται δὲ τῷ χρόνῳ δηλονότι καὶ ταύταις ὅλον τὸ σπλάγχνον. ταῦτα μὲν οὕτως ἔχειν ὡς εἴρηται νῦν, οὐδεὶς ἂν ἀμφισβητήσειεν, πλὴν εἴ τις ἐριστικὸς, ἢ παντάπασιν ἀμαθὴς εἴη· περὶ δὲ τῶν ἐμφράξεων οὐχ ὁμοίως εὔδηλον. ὅτι μὲν γὰρ αἱ κατὰ τὰ σιμὰ τοῦ σπλάγχνου φλέβες, ἀπὸ τῆς ἐπὶ πύλας πεφυκυῖαι τελευτῶσιν εἰς λεπτότατα πέρατα, σαφῶς φαίνεται, καθάπερ γε καὶ ὅτι [352] πρὸς τὸν αὐτὸν ἀφικνεῖται τόπον ἕτερα πέρατα τῶν ἀπὸ τῆς κοίλης εἰς τὰ κυρτὰ τοῦ σπλάγχνου κατασχιζομένων· οὐ μὴν αἵ γε συναναστομώσεις αὐτῶν ὁρῶνται, οὐ μὴν οὐδ' ἠμφισβήτησέν τις, ἀλλὰ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀπεφήναντο, τὴν ἀναδιδομένην τροφὴν εἰς ὅλον τὸ σῶμα, διεξελθοῦσαν πάσας τὰς κατὰ τὰ σιμὰ φλέβας, εἰς τὰς κατὰ τὰ κυρτὰ μεταλαμβάνεσθαι διὰ τῶν εἰρημένων περάτων. ὁμολογουμένου δὴ τούτου, καὶ τοῦ τῶν φλεβῶν φλεγμαινουσῶν τε καὶ σκιῤῥουμένων ὄγκου στενοῦντος τὴν διέξοδον τοῦ αἵματος, εὔλογον εἶναι φαίνεται, καθάπερ ἔδοξέ τισιν, ὅσον λεπτόν ἐστι καὶ ὑδατῶδες ἐν αἵματι, μεταληφθήσεσθαι, καὶ πάντῃ τοῦ σώματος ἐνεχθήσεσθαι, τὸ δ' ἀκριβὲς αἷμα τὸ διὰ πάχος αὐτοῦ κατὰ τὰ σιμὰ τοῦ σπλάγχνου μένον αἴτιον αὐτῷ γενήσεσθαι πληθωρικῶν νοσημάτων. ἀνασκεπτομένοις ἡμῖν τὴν δόξαν τήνδε τὸ μέν τι τοῖς εἰρημένοις ὁμολογεῖν ἐδόκει, τὸ δέ τι καὶ διαφέρεσθαι τοῖς φαινομένοις. τὸ μὲν γὰρ ὑδατῶδες ἐν αἵματι, μεταληφθὲν εἰς τὴν κοίλην φλέβα, πανταχόσε τοῦ σώματος ἀναδίδοσθαι [353] τοῖς προομολογουμένοις ἀκόλουθον φαίνεται· καθάπερ γε καὶ τὸ παχύτερον αἷμα, στεγόμενον ἐν ταῖς κατὰ τὸ σπλάγχνον φλεψὶν, εἴς τε τὴν νῆστιν καὶ τὸ λεπτὸν ἔντερον καὶ τὸ κῶλον καὶ τὸ τυφλὸν καὶ τὸ ἀπευθυσμένον ἀντικαταφέρεσθαι, τάχα δ' ἄν τινα φάναι, καὶ εἰς αὐτὴν τὴν γαστέρα. οὐ μὴν φαίνεται τοῦτο γιγνόμενον οὔτ' ἐπὶ τοῖς παρὰ φύσιν ὄγκοις τοῦ ἥπατος οὔτ' ἐπὶ ταῖς ἐμφράξεσιν, ἀλλὰ τὸ μὲν ὅλον ἄνω καὶ κάτω σῶμα φλεγματικὸν αἷμα περιέχειν φαίνεται, κατά τε τοὺς ἀνὰ σάρκα τε καὶ λευκοφλεγματίας καὶ ὑδέρους ὀνομαζομένους. διὰ δὲ τῆς γαστρὸς οὐδὲν αἱματῶδες οὔτ' ἐν τούτοις οὔτ' ἐν τοῖς ἀσκίταις τε καὶ τυμπανίαις ἐκκρίνεται, τῆς δ' ὑδατώδους ὑγρότητος ἐμπίπλαται τὸ μεταξὺ τοῦ περιτοναίου καὶ τῶν ὑποκειμένων αὐτῷ σωμάτων. εὐλογώτερον οὖν ἐστιν ἐπὶ τῇ ψύξει τοῦ σπλάγχνου μὴ μεταβάλλειν εἰς αἷμα τὴν ἀναδιδομένην τροφὴν, ἀλλὰ καὶ συγκαταψύχεσθαι τὰς ἐν ὅλῳ τῷ σώματι φλέβας, καὶ μάλισθ' ὅτι πολλάκις ὄγκος μὲν οὐδεὶς ἐν ἥπατι φαίνεται, παρεγχύσεσι δ' ὑδρωπικαῖς ἁλίσκονται, σπληνὸς κακοπραγοῦντος, ἢ τῶν κατὰ [354] τὴν νῆστίν τε καὶ τὸ λεπτὸν ἔντερον καὶ μεσάραιον, ἢ πνεύμονα καὶ νεφροὺς, ἢ καὶ δι' ἄμετρον αἱμοῤῥοΐδος κένωσιν, ἢ ῥοῦν γυναικεῖον, ἢ καταμηνίων ἐπίσχεσιν, ἤ τινα ἄλλην ἐν ὑστέρᾳ μεγάλην διάθεσιν· ὁρᾶται γὰρ ἐν ἅπασι τοῖς τοιούτοις, οὐδένα παρὰ φύσιν ὄγκον ἔχοντος τοῦ σπλάγχνου, τοῖς ὑδερικοῖς ἁλίσκεσθαι νοσήμασι τὸ σῶμα. μάλιστα δ' ἐναργῶς ἔστιν ἰδεῖν τοῦτο τοῖς ἱστορήσασιν ἐπ' ἀκαίρῳ πόσει ψυχροῦ καταψυχθὲν ἀθρόως τὸ ἧπαρ, ὡς εὐθέως ἐργάσασθαι παρέγχυσιν ὑδερικὴν, πρὶν εἰς ὄγκον ἀρθῆναι σκιῤῥώδη. τοῖς δ' οὕτως παθοῦσιν ὄρεξις σιτίων ἰσχυρὰ γίγνεται· καὶ οὐδὲν θαυμαστὸν, ἐμάθομεν γὰρ ἐπὶ τῷ τῆς γαστρὸς στόματι ψυχομένῳ τὰς τοιαύτας ὀρέξεις συμβαινούσας. ἀλλὰ περὶ μὲν ὑδέρων ἢ ὑδρώπων ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, πρός γε τὴν ἐνεστῶσαν ὑπόθεσιν ἀρκεῖ καὶ ταῦτα.

   Πότερον δὲ διαπαντὸς ἐν τοῖς ἰκτέροις ὁ πεπονθὼς τόπος ἧπάρ ἐστιν, ἢ καί τις ἄλλη διάθεσις ἐργάζεται τὸ πάθος τοῦτο, μεταβάντες ἤδη σκοπῶμεν. ὁρᾶται [355] γάρ ποτε, μηδὲν ὅλως πεπονθότος τοῦ σπλάγχνου τούτου, χολῆς ὠχρᾶς ἀνάχυσις εἰς τὸ δέρμα γιγνομένη κριτικῶς, ὥσπερ ἄλλα τινὰ τῶν ἀποσκημμάτων· ὁρᾶται δὲ καὶ χωρὶς κρίσεως ἐκχολούμενον ἐνίοτε τὸ αἷμα κατά τινα διαφθορὰν ἀλλόκοτον, ὁποία καὶ θηρίων δακνόντων γίγνεται. δηχθεὶς γοῦν τις τῶν αὐτοκρατορικῶν οἰκετῶν, οἷς ἔργον ἐστὶν ἐχίδνας θηρεύειν, ἄχρι μέν τινος χρόνου τῶν συνηθῶν ἑαυτῷ φαρμάκων ἔπινέν τι, μεταβαλλούσης δ' αὐτῷ τῆς χροιᾶς ὅλης, ὡς γενέσθαι πρασοειδῆ, προσελθὼν ἡμῖν ἕκαστά τε διηγήσατο, καὶ πίνων τῆς θηριακῆς ἀντιδότου τάχιστα τὴν κατὰ φύσιν ἀνεκτήσατο χροιάν. ἐζητημένου δὲ τοῖς ἰατροῖς, εἰ φαρμακείας ἐστὶν ἴδια σημεῖα, διὰ τὸ πολλάκις ἑωρᾶσθαι χωρὶς τῶν θανασίμων φαρμάκων εἰς διαφθορὰν χυμῶν ἀφικνούμενον τὸ σῶμα παραπλησίαν τῇ διὰ τῶν φαρμάκων γιγνομένῃ, θαυμαστὸν οὐδέν ἐστι καὶ τοιαύτην ποτὲ συμβῆναι τροπὴν τῶν χυμῶν, ὡς ἰκτεριωθῆναι τὸ πᾶν σῶμα. δυνατὸν δὲ καὶ διὰ τὴν αὐτοῦ τοῦ ἥπατος ἀλλοίωσιν τῆς κατὰ φύσιν κράσεως, ἡ τοιαύτη γενέσθαι κακοχυμία, χωρὶς ἐμφράξεως ἢ φλεγμονῆς [356] ἢ σκίῤῥου· καὶ γὰρ οὖν καὶ φαίνεταί γε σαφῶς, ἐνίοτε μὲν ὅμοιον ὠχρολεύκοις πόαις ὅλον τὸ σῶμα γιγνόμενον, ἐνίοτε δὲ μολίβδῳ παραπλήσιον ἔχον τὴν χρόαν, ἢ καὶ φαιοτέραν τῆσδε, καί τινας ἄλλας ἀῤῥήτους ἰδιότητας χρωμάτων, ἐπὶ κακοπραγίαις ἥπατος, ἄνευ τῶν παρὰ φύσιν ὄγκων· ὥσπέρ γε καὶ διὰ σπλῆνα τοιαῦται γίγνονται, πολλῷ μελάντεραι τῶν ἐφ' ἥπατι, χαλεπαὶ μὲν ἑρμηνευθῆναι, γνωρισθῆναι δὲ ῥᾷσται τοῖς πολλάκις ἑωρακόσιν. Στησιανὸν γοῦν, ὁπότ' ἐπὶ τῶν διαγνώσεων ἦν, οὐκ οἶδ' ὅπως ἐδόκουν οἱ πλείους τῶν ἐπισκεπτομένων ἰατρῶν ἀπόστασιν ἔχειν ἐν ἥπατι· κᾀπειδὴ πλείονι χρόνῳ μηδὲν ἐπεδίδου πρὸς τὸ βέλτιον, ἐκάλεσεν κᾀμέ. θεασάμενος οὖν αὐτὸν ἅμα τῷ πρῶτον εἰσελθεῖν εἰς τὸν οἶκον, ἔνθα κατέκειτο, τοῦτο μὲν, ἔφην, ἤδη γίνωσκε, μηδὲν ἐν τῷ σπλάγχνῳ σοι κακὸν εἶναι, τὰ δ' ἄλλα γυμνώσας τὸ ὑποχόνδριον εἴσομαι. καὶ ἦν τούτῳ τῶν ἐν τῷ βάθει μυῶν ἀπόστημα, καὶ συνείλεκτο πῦον ἤδη μεταξὺ τῶν τ' ἐγκαρσίων καὶ [357] τῶν κάτωθεν ἄνω φερομένων λοξῶν, οὓς μέσους ἴστε κειμένους τῶν τε τοῦ περιτοναίου ψαυόντων ἐγκαρσίων καὶ τῶν ἐπιπολῆς ἐπὶ τῷ δέρματι λοξῶν ἄνωθεν κάτω φερομένων. οὕτω δὲ καὶ ἄλλους πολλοὺς ἴστε με σημειωσάμενον, ὡς ἐκ τῆς χροιᾶς ἀποφήνασθαι, ποτὲ μὲν ἧπαρ εἶναι τὸ πάσχον αὐτοῖς, ποτὲ δὲ σπλῆνα, μήτε τῶν προγεγονότων ἀκηκοότα τι μήτε διὰ τῆς ἁφῆς γνωρίσαντα τὸ πάθημα τῶν σπλάγχνων· διὸ καὶ πολλάκις ἀκούετέ μου καταρωμένου τοῖς πρώτοις τολμήσασιν ἑαυτοὺς προστάτας μὲν ἰατρικῆς θεωρίας ἀποφῆναι, θεραπεύειν δὲ τοὺς νοσοῦντας οὐ βουληθέντας. οἱ πλεῖστοι δὲ τούτων ἐμπειρικοί τε καὶ μεθοδικοὶ γεγόνασιν, οἷς ἄν τις λέγῃ δυνατὸν εἶναι, διὰ μόνης τῆς χρόας ἐνίοτε διαγνῶναι τὸν πεπονθότα τόπον, ἀνοίξαντες τὸ στόμα, τὴν ἀναίσχυντον αὐτῶν γλῶτταν, ὥσπέρ τινα κύνα λυττῶντα, τοῖς διαλεγομένοις ἀφιᾶσιν. ἀλλ' οὐ πρὸς ἐκείνους ὁ νῦν ἐνεστηκὼς λόγος, ὡς ἤδη καιρὸς ἐφ' ἕτερον ἰέναι γένος συμπτωμάτων, ἐνδεικνύμενον ἥπατος ἀτονίαν αὐτὴν καθ' ἑαυτὴν μόνην ἄνευ φλεγμονῆς, ὥσπέρ γε καὶ μικρὸν ἔμπροσθεν ὁ περὶ τῆς φλεγμονῆς αὐτοῦ λόγος ἐλέχθη μόνος, ἄνευ τῆς κατὰ τὴν [358] οἰκείαν δύναμιν ἀῤῥωστίας. ἐπεὶ τοίνυν ἔργον ἥπατος ἴσμεν αἵματος γένεσιν, ἥτις ἂν αἰτία τοῦτο ποιεῖν πέφυκεν, δύναμιν ἥπατος αὐτὴν ἐροῦμεν ὑπάρχειν ἰδίαν· πρόσκειται δὲ τῷ λόγῳ τὸ ἰδίαν, διὰ τὰς κοινὰς ἁπάντων τῶν ἐν ἡμῖν μορίων, ἃς ἐν τῇ περὶ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ διῆλθον, ἑλκτικήν τε λέγω καὶ καθεκτικὴν καὶ ἀποκριτικήν· ἡ γὰρ τετάρτη ἡ κατὰ τὸ γένος ἀλλοιωτικὴ κατ' εἶδός ἐστιν ἡ αἱματοποιητική. πασῶν δὲ τῶν δυνάμεων τὰς οὐσίας ἐν ταῖς τῶν μορίων οἰκείαις κράσεσιν ἐμάθετε ὑπάρχειν· συμβήσεται τοιγαροῦν καὶ κατὰ τὸ ἧπαρ, ὅταν εἴς τινα τῶν ὀκτὼ δυσκρασιῶν ἀφίκηται, βλάπτεσθαι τὰς δυνάμεις αὐτοῦ βλάβας οἰκείας τῇ δυσκρασίᾳ, περὶ ὧν εἴρηται μὲν ὁ κοινὸς λόγος ἐν τῷ τρίτῳ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων, ὁ δ' ἴδιος ἑκάστου μορίου κατ' εἶδος, ἀνάλογον τῷ κοινῷ. κατὰ γοῦν τὸ ἧπαρ αἱ μὲν θερμαὶ δυσκρασίαι κατοπτῶσιν καὶ συγκαίουσιν τούς τε προϋπάρχοντας ἐν αὐτῷ χυμοὺς καὶ τοὺς διὰ τῶν ἐν μεσεντερίῳ φλεβῶν ἀναφερομένους· αἱ δὲ ψυχραὶ παχὺν μὲν καὶ δύσρουν καὶ δυσκίνητον ἐργάζονται τὸν ἤδη [359] περιεχόμενον ἐν αὐτῷ, φλεγματικὸν δὲ καὶ ὠμὸν καὶ ἡμίπεπτον τὸ ἀναφερόμενον· οὕτως δὲ καὶ τῶν ἄλλων δυοῖν ἡ μὲν ξηρὰ δυσκρασία ξηροτέρους καὶ παχυτέρους ἐργάζεται τοὺς χυμοὺς, ἡ δ' ὑγρὰ λεπτομερεστέρους καὶ ὑδαρεστέρους. ὅτ' ἂν οὖν ποτ' ἴδητε διαχωρήματα, οἷον νεοσφαγῶν κρεῶν πλύμασιν ἐοικότα, βεβαιότατον γνώρισμα τοῦθ' ὑμῖν ἔστω πάθους ἡπατικοῦ. καλεῖται δ' ἐξαιρέτως ἡπατικὰ τὰ διὰ τὴν ἀῤῥωστίαν αὐτοῦ τῆς δυνάμεως· τῆς γάρτοι τοῦ ἥπατος οὐσίας ἐστὶ ταῦτ' ἴδια παθήματα· μεμαθήκατε δ' ὡς ἑκάστου τῶν πρώτων σωμάτων ἡ οὐσία κατὰ τὴν κρᾶσίν ἐστι τῶν τεττάρων ποιοτήτων. ὁμοίως δὲ ἂν οἷον αἵματος τρύγα θεάσησθε δι' ἕδρας ἐκκριθεῖσαν, ἡπατικὸν ἴστε καὶ τοῦτ' εἶναι γνώρισμα. τὸ μὲν οὖν λεπτὸν καὶ ἰχωροειδὲς ἀῤῥωστοῦντος ἐξαιματοῦν ἐστι τοῦ σπλάγχνου γνώρισμα· τὸ δ' οἷον τρὺξ ὑπεροπτῶντος τὸ αἷμα. καὶ μὲν καὶ τοῦτο πολλάκις ἑωρακότες μέμνησθε, κατ' ἀρχὰς μὲν ἰχῶρας αἱματώδεις ἐκκρινομένους, ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ τὸ παχὺ καὶ μελαγχολικὸν αἷμα, τὰ τελευταῖα δὲ καὶ μέλαιναν ἀκριβῶς χολήν· [360] ἄρχεται μὲν γὰρ ἐνίοτε καὶ χωρὶς πυρετοῦ τὸ κατὰ τὴν ψυχρὰν δυσκρασίαν πάθος, ἡνίκα λεπτὸς ἰχὼρ αἵματος ἐκκρίνεται· προϊόντος δὲ τοῦ χρόνου καὶ διαφθειρομένου τοῦ κατὰ τὸ σπλάγχνον αἵματος, ἐπιγίγνονται πυρετοί. καὶ λίαν γε καταφρονοῦσιν αὐτῶν οἱ ἄπειροι, καί ποτε καὶ τελέως ἀπύρετος αὐτοῖς ἔδοξεν ὁ κάμνων εἶναι, καὶ γεγονέναι τοῦτο λογίζονται διὰ τὰς ἀσιτίας, ἃς διὰ τὴν ἀνορεξίαν μᾶλλον ἢ τὴν τῶν ἰατρῶν πρόσταξιν οἱ πάσχοντες οὕτω ποιοῦνται. κατὰ γαστέρα τε οὖν οὐδενὸς ἐκκριθέντος ἐν τῷ μεταξὺ καὶ τοῦ πυρετοῦ δόξαντος οὐδ' ὅλως εἶναι, λούουσίν τε καὶ συγχωροῦσιν ἀμελέστερον διαιτηθῆναι. οὕτως αὖ πάλιν ἥ τε γαστὴρ ἐκκρίνει διεφθαρμένα τὰ σιτία, καί τι καὶ τῶν ἡπατικῶν ἠκολούθει διαχωρημάτων. ἐνίοις δὲ τῶν κατὰ ψυχρὰν δυσκρασίαν ἀρξαμένων νοσεῖν οὐ μόνον οὐδὲν ἐκλύεται τὰ τῶν ὀρέξεων, ἀλλὰ καὶ πεινῇν ἐνίοτέ φασι νῦν μᾶλλον ἢ πρόσθεν. οὐ μὴν ταῖς γε θερμαῖς δυσκρασίαις ἕπεταί ποτ' ὄρεξις σιτίων, ἀλλ' ἀνορεξία τε δεινὴ καὶ δίψος καρτερὸν καὶ πυρετὸς οὐκ ἀγεννὴς καὶ μοχθηρῶν χυμῶν ἔμετος. [361] ταῦτα μὲν οὖν ἴδια συμπτώματα τῶν ἡπατικῶν ἐστιν· ὀνομάζεσθαι δ' οὕτως ἔφην ἐκείνους, οἷς ἄῤῥωστος ἡ τοῦ σπλάγχνου δύναμίς ἐστιν, ἐφ' ὧν οἱ πλείους τῶν ἰατρῶν ἐξαπατώμενοι δυσεντερίαν εἶναι νομίζουσι τὸ πάθος· ἕτερα δ' ἐστὶν, ὡς εἴρηται, τὰ τῆς φλεγμονῆς συμπτώματα. καί ποτε συνελθόντων ἀμφοτέρων τῶν παθῶν, ἑκάτερα φαίνεται, καὶ χρὴ πρόχειρον αὐτῶν ἔχειν τὴν μνήμην· οὕτως γὰρ οὐ μόνον ἐπαινεῖσθαι πρὸς τῶν χρωμένων ἡμῖν, ἀλλὰ καὶ θαυμάζεσθαι γενήσεται, προσεπιθεωροῦσι καὶ τὰ κοινὰ πρὸς ἕτερα πάθη, καθάπερ τὸ διήκειν εἰς νόθας πλευρὰς τὸ ἄλγημα, καὶ συγκατεσπάσθαι δοκεῖν τὴν κλεῖν, ἀναπνεῖν τε μικρὸν καὶ πυκνόν. ἐγὼ γοῦν, ὁπότε πρῶτον εἰς Ῥώμην ἀνῆλθον, ὑπὸ Γλαύκωνος τοῦ φιλοσόφου μεγάλως ἐθαυμάσθην ἐπὶ τοιᾷδέ τινι διαγνώσει. συντυχὼν γάρ μοι καθ' ὁδὸν ἔφασκεν ἐν καιρῷ φανῆναι· καὶ οὕτως ἐμβαλὼν τῇ χειρὶ τὴν χεῖρα, πλησίον, ἔφη, τοῦ κάμνοντός ἐσμεν, ὃν ἥκω τε θεασάμενος ἄρτι καὶ παρακαλῶ μετ' ἐμοῦ παραγενέσθαι σὲ πρὸς αὐτόν· ἔστι δὲ ὁ ἀπὸ τῆς Σικελίας ἰατρὸς, ὃν πρὸ ἡμερῶν ὀλίγων ἐθεάσω [362] περιπατοῦντα σὺν ἐμοί· τί δὲ καὶ τὸ λυποῦν, ἔφην, αὐτόν ἐστιν; ὁ δὲ καὶ μάλα παρατεταγμένος ὡμολόγησεν ἐκ φανερωτάτου, καὶ γὰρ ἦν οἷος μηδὲ κρυψίνους εἶναι, μηδὲ πανοῦργος· ἐπεί μοί, φησιν, ἀπήγγειλαν χθὲς οἱ περὶ Γοργίαν καὶ Ἀπελὰν διαγνώσεις τε καὶ προγνώσεις πεποιῆσθαί σε μαντικῆς μᾶλλον ἢ ἰατρικῆς ἐχομένας, ἐπιθυμῶ πεῖραν αὐτὸς σχεῖν, οὐ σοῦ τοσοῦτον, ὅσον τοῦ κατ' ἰατρικὴν τέχνην, εἰ καὶ τοιαῦτα διαγινώσκειν τε καὶ προγινώσκειν δύναται. ταῦτά τε οὖν ἔλεγεν καὶ ἦμεν ἐπὶ τῇ θύρᾳ τοῦ κάμνοντος, ὡς μηδ' ἀμείψασθαί με τῷ λόγῳ δυνηθῆναι τὴν πρόκλησιν αὐτοῦ, μηδ' εἰπεῖν ἅπερ ἴστε λέγοντά με πολλάκις, ὡς ἐνίοτε μὲν ἡμῖν εὐτυχῶς φαίνεταί τινα τῶν βεβαίων σημείων, ἐνίοτε δ' ἀμφίβολα πάντ' ἐστὶ, καὶ διὰ τοῦτο δευτέραν καὶ τρίτην ἐπίσκεψιν ἀναμένομεν. ἀλλά τοι μετὰ τὴν πρώτην εἴσοδον ἀπήντησέ τις ἡμῖν λεκάνην ἐκ τοῦ κοιτῶνος ἐκκομίζων εἰς τὸν κοπρῶνα, ἔχουσαν οἷον κρεῶν νεοσφαγῶν πλύμα, λεπτὸν αἵματος ἰχῶρα, βεβαιότατον σημεῖον ἥπατος πάσχοντος. ὡς οὖν μηδ' ὅλως ἑωρακὼς αὐτὸ εἰσῆλθον ἅμα τῷ Γλαύκωνι [363] πρὸς τὸν ἰατρὸν, ἐπέβαλόν τε τὴν χεῖρα τῷ καρπῷ, βουλόμενος γνῶναι, πότερον καὶ φλεγμονή τις εἴη κατὰ τὸ σπλάγχνον, ἢ μόνον ἀτονία. ἰατρὸς δ' ὢν, ὡς ἔφην, ὁ κατακείμενος, ἀρτίως ἔφη κατακεκλίσθαι μετὰ τὸ διαχωρῆσαι, ὥστε προσλογίζου τι τῇ πυκνότητι τῶν σφυγμῶν καὶ διὰ τὴν ἐξανάστασιν προσγεγονέναι. ὁ μὲν οὖν ταῦτ' ἔλεγεν, ἐγὼ δ' εὗρον φλεγμονῆς ἔμφασιν· εἶτα καὶ θεασάμενος ἐπικείμενον τῇ θυρίδι χυτρίδιον μικρὸν, ὕσσωπον ἔχον ἐν μελικράτῳ παρεσκευασμένον, ἐλογισάμην οἴεσθαι τὸν ἰατρὸν ἑαυτὸν εἶναι πλευριτικὸν, ἀλγήματος αὐτῷ κατὰ τὰς νόθας πλευρὰς ὑπάρχοντος, ὃ κᾀν ταῖς κατὰ τὸ ἧπαρ φλεγμοναῖς ἐπιγίγνεταί ποτε· τούτου τοίνυν αἰσθανόμενον αὐτὸν, ἀναπνέοντά τε πυκνὸν καὶ μικρὸν, ἐρεθιζόμενόν τε βηχίοις μικροῖς, ἐνενόησα νομίζειν ἑαυτὸν εἶναι πλευριτικὸν, καὶ διὰ τοῦτο παρεσκευακέναι τὸ ὕσσωπον ἐν τῷ μελικράτῳ. παρέχουσαν οὖν μοι καὶ τὴν τύχην ὁδὸν, ὡς εὐδοκιμῆσαι παρὰ τῷ Γλαύκωνι, συνιδὼν, ἐπήνεγκα τὴν ἑαυτοῦ χεῖρα κατὰ τῶν τοῦ κάμνοντος ἐν τῷ δεξιῷ μέρει νόθων πλευρῶν, καὶ δεικνὺς ἅμα τὸν τόπον, ἔφην ἀλγεῖν αὐτὸν ἐνταῦθα· τοῦ δ' ὁμολογήσαντος, [364] ὁ Γλαύκων ἐκ τοῦ σφυγμοῦ μόνου τὴν διάγνωσιν τοῦ πεπονθότος τόπου νομίσας γεγονέναι, καταφανὴς ἦν μοι θαυμάζων. ὅπως οὖν αὐτὸν μᾶλλον ἐκπλήξαιμι, προσετίθην καὶ ταῦτα· καθάπερ, ἔφην, ὡμολόγηκας ἐνταυθοῖ ἀλγεῖν, προσομολόγησον ὅτι καὶ τοῦ βῆξαι γίγνεταί σοι προθυμία, καὶ βήττεις ἐκ διαστημάτων μειζόνων βηχία σμικρὰ ξηρὰ, μηδενὸς ἀναπτυομένου. ταῦτα λέγοντος ἐμοῦ, κατὰ τύχην ἔβηξε τοιοῦτον εἶδος βηχὸς, ὁποῖον ἔλεγον· ὥστε τὸν Γλαύκωνα μεγάλως θαυμάσαντα μὴ κατέχειν ἑαυτὸν, ἀλλ' ἐπαινεῖν κεκραγότα μεγάλῃ τῇ φωνῇ. μὴ τοίνυν, ἔφην ἐγὼ, ταῦτα μόνα δόκει τὴν τέχνην ἱκανὴν εἶναι μαντεύεσθαι περὶ τοὺς κάμνοντας, ἀλλὰ καὶ πρὸς αὐτοῖς ἔτι ταυτὶ τὰ νῦν ἐμοὶ λεχθησόμενα· μαρτυρήσει δ' αὐτοῖς ὁ κάμνων αὐτός. ἐντεῦθεν δὲ πάλιν ἀρξάμενος ἔφην πρὸς αὐτόν· ὅτ' ἂν ἀναπνεύσῃς μεῖζον, αἰσθάνῃ μὲν δήπου καὶ τῆς κατὰ τὸ χωρίον ὀδύνης, ὃ ἔδειξά σοι, σφοδροτέρας γιγνομένης, αἰσθάνῃ δὲ καὶ βάρους ἐγκειμένου κατὰ τὸ δεξιὸν ὑποχόνδριον. ἐπὶ τούτοις οὐδ' αὐτὸς ὁ νοσῶν ἔτι ἡσύχαζεν, ἀλλὰ θαυμάζων ἐκεκράγει [365] μετὰ τοῦ Γλαύκωνος. αἰσθανόμενος οὖν ἐγὼ τῆς κατὰ τὸν καιρὸν ἐκεῖνον εὐτυχίας, ἐτόλμων μὲν εἰπεῖν τι καὶ περὶ τῆς κλειδὸς, ὡς κατασπωμένης· εἰδὼς δὲ ταῖς μεγάλαις αὐτοῦ φλεγμοναῖς ἑπόμενον, ὥσπερ οὖν καὶ τοῖς σκίῤῥοις, οὐκ ἐθάῤῥουν εἰπεῖν, εὐλαβούμενος ἀποθραῦσαί τι τῶν ἔμπροσθεν ἐπαίνων. ἐπῆλθεν οὖν μοι μετ' ἀσφαλείας ἀποφήνασθαι, καὶ προσβλέψας τῷ κάμνοντι, τῆς κλειδὸς, ἔφην, ὑποκατασπωμένης αἰσθήσῃ διὰ ταχέος, εἰ μὴ τυγχάνει σοι γεγονὸς ἤδη που τοῦτο. συνομολογήσαντος δ' αὐτοῦ, θεασάμενος ἐγὼ τὸν κάμνοντα θαυμαστῶς ἐκπεπληγότα, μίαν, εἶπον, ἔτι προσθήσω τοῖς εἰρημένοις μαντείαν· ἐρῶ γὰρ καὶ τὴν τοῦ κάμνοντος ὑπόληψιν, ἣν ἔχει περὶ ὧν πάσχει παθημάτων. ὁ μὲν οὖν Γλαύκων οὐκ ἀπελπίζειν οὐδὲ ταύτης ἔφη τῆς μαντείας, αὐτὸς δ' ὁ νοσῶν ἐπὶ τῷ παραδόξῳ τῆς ὑποσχέσεως ἐκπεπληγὼς ἐνέβλεπέν μοι δριμὺ, προσέχων τὸν νοῦν τῷ ῥηθησομένῳ. καὶ δὴ καὶ φάντος μου, πλευρῖτιν αὐτὸν οἴεσθαι τὴν ἐνοχλοῦσαν εἶναι νόσον, ὁ μὲν ἐμαρτύρησεν θαυμάζων, οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ παρεστὼς αὐτῷ, καὶ ὁ [366] κατηντληκὼς ὡς πλευριτικὸν ἐλαίῳ πρὸ βραχέος. ὁ δὲ Γλαύκων ἐξ ἐκείνου περί τε ἡμῶν καὶ ὅλης τῆς ἰατρικῆς ἔσχεν ἀξιόλογον ὑπόληψιν, ἔμπροσθεν οὐδὲν μέγα τὴν τέχνην ἔχειν οἰόμενος, ἐκ τοῦ μηδέποτε συντετυχηκέναι παρεσκευασμένοις κατ' αὐτὴν ἀξιολόγοις ἀνδράσιν. εἴρηταί μοι ταῦτα πρὸς ὑμᾶς, ὅπως εἰδότες τά τ' ἴδια πάθους ἑκάστου συμπτώματα καὶ τὰ κοινὰ πρὸς ἕτερα πάθη, καὶ σὺν αὐτοῖς ἔτι τὰ μὲν ἑκατέρου γένους ἀχώριστα, τὰ δ' ὡς ἐπὶ τὸ πολὺ, τὰ δ' ἀμφιδόξως ἢ σπανίως γιγνόμενα, παρεχούσης τε τῆς τύχης ὑμῖν ἀφορμὴν τοιαύτην, οἵαν ἔφην ἐμαυτῷ γεγενῆσθαί ποτε, δεξιῶς αὐτῇ χρῆσθαι δύνησθε. πολλάκις γὰρ ἡ μὲν τύχη μεγάλας εὐδοκιμήσεως ἀφορμὰς ὑποβάλλει, χρῆσθαι δ' αὐταῖς οἱ πολλοὶ δι' ἀμαθίαν οὐκ ἴσασιν· ἀλλ' ὁ τεχνίτης ὅτ' ἂν ἕν τι θεάσηται σύμπτωμα τῶν ἐνδεικνυμένων τό τε πάθος ἅμα καὶ τὸν πεπονθότα τόπον, ἑτέρων εὐπορεῖν εἰς πρόῤῥησιν οὐκ ὀλίγων ἱκανὸς ἔσται, τῶν μὲν ἐξ ἀνάγκης ἑπομένων, τῶν δὲ ὡς τὸ πολὺ, τῷ πεπονθότι τόπῳ καὶ τῷ κατ' αὐτὸν πάθει. μεμνῆσθαι δ' ὑμᾶς μάλιστα χρὴ τῶν [367] γενικῶν θεωρημάτων, ἃ δὴ καὶ καθόλου προσαγορεύεται, κοινὰ πολλῶν ὄντα τῶν κατὰ μέρος, ἵν' ἐπὶ πάσης ὕλης τῶν κατὰ μέρος πραγμάτων γυμνάζησθε διαγινώσκειν αὐτὰ ταχέως. ἔστι δὲ ὁ κοινὸς λόγος, ὃν ἐρεῖν μέλλω, περὶ τῶν φυσικῶν δυνάμεων, ἃς ἐν ἑκάστῳ μορίῳ προμεμαθήκατε τέτταρας εἶναι κατὰ γένος· ὧν πρώτην μὲν τὴν ἑλκτικὴν ὀνομάζω, τῶν οἰκείων τῷ μορίῳ χυμῶν εἰς θρέψιν ὀρεκτικήν τε ἅμα καὶ ἐπισπαστικὴν οὖσαν· ἐφεξῆς δ' αὐτῇ δευτέραν, τῶν ἑλχθέντων ἀλλοιωτικὴν, καθ' ἣν ὁ ἑλχθεὶς χυμὸς ὁμοιοῦται τῷ τρεφομένῳ· καὶ ταύτης ὑπηρέτιδες ἕτεραι δύο, καθεκτικὴ μὲν, ἡνίκα πέττει τὸν ἑλχθέντα χυμὸν, εἰς τὴν ἑαυτοῦ φύσιν ἀλλοιοῦν, τὸ μόριον· ἀποκριτικὴ δ', ἡνίκα μετὰ τὴν πέψιν ἐκκρίνει τὸ ἄχρηστον, ὃ καλεῖται περίττωμα. ταύτας τὰς δυνάμεις ἐφ' ἑκάστου μορίου πάσχοντος ἀεὶ σκοπεῖσθαι παραινῶ, πῶς ἔχουσιν εὐρωστίας τε καὶ ἀῤῥωστίας· οἷον ἐπὶ τοῦ ἥπατος, ἐπειδὴ περὶ τούτου πρόκειται λέγειν, ἡ μὲν ἑλκτικὴ δύναμις πάσχουσά πως, τὴν τροφὴν ἐν τῇ γαστρὶ καταλείψει κεχυλωμένην, ὥστ' ἐκκρίνεσθαι διὰ τῆς ἕδρας αὐτὴν, ἀκριβῶς μὲν πεπεμμένην, ὑγρὰν δὲ καὶ ἀνεξίκμαστον. [368] ἔσται δ' ὑμῖν τοῦτο σημεῖον αὐτῆς πεπονθυίας· ὅσα γὰρ ὑπό τινων ὡς αἰτίων γίγνεται, ταῦτ' ἐστὶν αὐτῶν σημεῖα. τοῦτο τὸ πάθος ἔνιοι μεσαραίου φασὶν εἶναι, καὶ καλοῦσι τοὺς οὕτω νοσοῦντας μεσαραϊκοὺς, ἐπειδὴ διὰ τῶν ἐν τῷ μεσαραίῳ τε καὶ μεσεντερίῳ καλουμένῳ φλεβῶν τῆς ἀναδόσεως γινομένης ὁρῶσιν ἀποτυγχανομένην αὐτὴν, ὁμοίᾳ περιπίπτοντες ἀγνοίᾳ τοῖς τὰς χεῖρας ἡγουμένοις πεπονθέναι τῶν συγκοπτομένων ἤτοι στομαχικῶς ἢ καρδιακῶς, ἐπειδὴ δι' αὐτῶν ἐνεργεῖν ὡς ἔμπροσθεν ἀδυνατοῦσιν. αἱ γάρτοι κατὰ τὸ μεσάραιον φλέβες οἷόν περ χεῖρές εἰσι τῷ ἥπατι, τὴν ἐκ τῆς κοιλίας τροφὴν ἀναφέρουσαι πρὸς αὐτό. παραπλήσιον δέ τι τούτοις ποιοῦσι καὶ οἱ τῶν παραλελυμένων τὰ σκέλη διά τι πάθος τοῦ κατ' ὀσφῦν νωτιαίου, τοῖς μὲν σκέλεσι προσφέροντες τὰ φάρμακα, τοῦ νωτιαίου δ' ἀμελοῦντες. εἰ μὲν οὖν φλεγμαίνοι τὸ μεσεντέριον, ἤ τι τοιοῦτον πάθος ἕτερον εἴη κατ' αὐτὸ, προσηκόντως ἄν τις ὑπολάβοι τὸ πάθος τοῦτο ἴδιον ὑπάρχειν αὐτοῦ· εἰ δ' ἀῤῥωστοῦν τὸ ἧπαρ ἀδυνατοίη διὰ τῶν ἐν αὐτῷ φλεβῶν ἔλκειν τὴν τροφὴν, οὐ μεσάραιον αὐτοῖς ἐστι τὸ τῆς [369] θεραπείας δεόμενον, ἀλλ' ἧπαρ, ὥσπερ οὐδ' αἱ χεῖρες, ἢ τὰ σκέλη τοῖς διά τι πάθος τοῦ νωτιαίου παραλελυμένοις. ἀλλ' ἥ γε διάγνωσις ὑμῖν ἔσται τῶν ἤδη φλεγμονῶδες ἢ ἐρυσιπελατῶδες ἐχόντων πάθος ἐν μεσεντερίῳ τὰ κάτω διαχωρούμενα κατασκεπτομένοις ἐπιμελῶς. οὐ γὰρ μόνον οἷα τοῖς ἀτονοῦντος ἥπατος ἕλκειν ἐφ' ἑαυτὸ τὴν τροφὴν εἴρηται διαχωρεῖσθαι, τοιαῦτα καὶ τούτοις ἀκριβῶς ἐκκρίνεται, ἀλλὰ φανεῖταί γε ὑμῖν ἐπιμεμίχθαί τις ὡς ἐκ φλεγμονῆς ἰχώρ· ἁπάντων γὰρ τῶν φλεγμαινόντων μορίων, οἷς μηδὲν στέγασμα περίκειται πυκνὸν καὶ παχὺ, λεπτοὶ μὲν κατ' ἀρχὰς ἰχῶρες ἀποῤῥέουσι, πεττομένων δὲ τῶν φλεγμονῶν, παχύτεροι καὶ πυωδέστεροι. ὅτ' ἂν οὖν τι τοιοῦτον τοῖς ἐγκεχυλωμένοις διαχωρήμασιν ἐμφέρηται, μηδεμιᾶς ἐν ἥπατι φλεγμονῆς οὔσης, ἡγεῖσθαι χρὴ τὸ μεσάραιον αὐτοῖς πεπονθέναι. ὥσπερ δὲ τοῦ μὴ δυναμένου δι' ἀτονίαν ἐπισπᾶσθαι τὸν ἐκ τῆς κοιλίας χυλὸν ἡ ἑλκτικὴ πέπονθε δύναμις, οὕτως τοῦ κατέχειν μὴ δυναμένου τῆς περισταλτικῆς καὶ καθεκτικῆς δυνάμεώς ἐστιν ἀτονία· καὶ διὰ ταύτην ἔκκρισις ἐν ἀρχῇ μὲν αἵματος ἰχωροειδοῦς [370] γίγνεται, μετὰ ταῦτα δ' ἤδη καὶ παχυτέρου καὶ οἷον τρυγώδους. οὕτως ἕτεραί τινες ἐκκρίσεις οὐ δι' ἀῤῥωστίαν, ἀλλὰ διὰ ῥώμην τῆς ἐκκριτικῆς δυνάμεως γίγνονται, πολλάκις μὲν ὑγιαινόντων κατὰ τὰ πάντα, πλήθους λόγῳ, πολλάκις δὲ καὶ τοῦ πεπονθότος δι' ἥπατος ἐκκαθαιρομένου, τῆς φύσεως ἀναῤῥωννυμένης· πεφθέντων γὰρ ἐν αὐτῷ τῶν μοχθηρῶν χυμῶν, ἕπεται διάκρισις, ὡς τοὺς μὲν χρηστοὺς κατέχεσθαι, τοὺς δὲ φαύλους ἐκκρίνεσθαι. καί τινες ὀνομάζουσι καὶ τὰς τοιαύτας ἐκκρίσεις αἱματηρὰς δυσεντερίας, γιγνομένας ἐνίοις καὶ τῶν ἀποκοπέντων τι κῶλον, ἢ μετὰ τὸν ἐν γυμνασίοις πολλοῖς βίον εἰς ἀργὸν μεταστάντων. ὤφθη δέ ποτε καὶ γυναιξὶν ἐκ καταμηνίων ἐπισχέσεως ἡ τοιαύτη κένωσις αἵματος δι' ἕδρας γιγνομένη, καθάπερ δὴ καὶ δι' ἐμέτων ἐνίαις ἐπὶ ταῖς τοιαύταις. ἀλλὰ καὶ τούτοις μὲν εἰλικρινὲς αἷμα τοῖς τῶν σφαττομένων ἱερείων ὅμοιον γίγνεται κατά τε τὴν κάτω γαστέρα καί ποτε καὶ διὰ τῆς ἄνω, μοχθηρὸν δὲ καὶ ἰλυῶδες ἢ σηπεδονῶδες ἐπὶ ταῖς ἐρυσιπελατώδεσί τε καὶ φλεγμονώδεσι διαθέσεσι πεττομέναις. σπανίως δέ ποτε καὶ τοῖς ἡπατικοῖς [371] πάθεσιν, ὅταν ὑπὸ τῶν βοηθημάτων τονωθῇ τὸ ἧπαρ, ἐκκρίσεις ἐπιγίγνονται μοχθηρόταται κατά τε τὸ χρῶμα καὶ τὴν ὀσμὴν, ἐκκαθαιρομένου τοῦ σπλάγχνου. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐρεῖται τούτοις οὖρα μοχθηρότατα, δυνάμενα σφᾶλαι τοὺς ἀπείρους ἰατροὺς, ὡς ὀλεθρίως ἔχοντος τοῦ κάμνοντος. οἱ γὰρ ἄνευ λογισμοῦ διὰ πείρας μόνης ἄλογον τριβὴν κτώμενοι τῶν σπανίως γιγνομένων ἀπείρως ἔχουσιν, ὡς ἂν τῶν πλειστάκις καὶ ὡσαύτως ἑωραμένων μνημονευτικοί τινες ὄντες. ὅτι δὲ ἐπὶ προήκοντι τῷ χρόνῳ τοῦ νοσήματος ἅμα τοῖς τῆς πέψεως σημείοις αἱ τοιαῦται γίγνονται κενώσεις, οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ἐν ταῖς ἐξηγήσεσι τῶν Ἱπποκράτους συγγραμμάτων ἐμάθετε. καθάπερ οὖν τῆς καθεκτικῆς δυνάμεως ἀτονούσης ποτὲ καὶ μὴ δυναμένης κατέχειν τὸ βαρῦνον αὐτὴν ἡ ἀποκριτικὴ δύναμις τὸ λυποῦν ἐκκενοῖ, κατὰ τὸν αὐτὸν τρόπον ἀῤῥωστούσης τῆς ἀποκριτικῆς κατέχεταί τινα μὴ πάνυ βαρυνομένης τῆς καθεκτικῆς. ἄλλοτε γὰρ ἄλλη δύναμις ἐν ἑκάστῳ τῶν ὀργάνων ἰσχυροτέρα τε καὶ ἀσθενεστέρα [372] γίγνεται κατὰ τὴν ἐπὶ τὰς ἐνεργείας ἀναφορὰν, εἰς ἔννοιαν ἡμῶν ἀφικνουμένων ἑκάστης δυνάμεως· ἐπεί τοι κατά γε τὸ ἀληθὲς, ὅλον ἀεὶ τὸ μόριον ἐνεργεῖ κατὰ τὴν ἰδιότητα τῆς ὑπαρχούσης ἑκάστοτε κράσεως αὐτῷ. ἀλλ' ἐνίοτε μὲν ὑπομένει βαρυνόμενον, ἐν χρόνῳ τε πλείονι τοῦ λυποῦντος ἐκράτησεν, κατεργασάμενόν τε καὶ ἀλλοιῶσαν καὶ πέψαν αὐτό· καθ' ἕτερον δ' αὖ χρόνον ἤτοι τὴν ποιότητα τοῦ λυποῦντος ἢ τὸ πλῆθος οὐ φέρον ἐξορμᾷ πρὸς τὴν ἔκκρισιν αὐτοῦ· καθάπερ γε πάλιν ἐνίοτε μεγάλως ἀνιώμενον, ἀποῤῥῖψαί τε τὸ λυποῦν ἐφιέμενον, ὑπ' ἀσθενείας ἀδυνατεῖ, καταπεπτωκὸς εἰς ἐσχάτην ἀτονίαν. ἃ σύμπαντα καθ' ἕκαστον ὄργανον φυσικὸν ἐννοοῦντας ὑμᾶς γυμνάζειν χρὴ τὸν λογισμὸν εἰς τὴν διάγνωσιν αὐτῶν· εὑρήσετε γὰρ οὕτω σκοποῦντες ἐνίων μορίων οὐδ' ὅλως ἐζητημένα τὰ πάθη ὑπὸ τῶν παλαιῶν, καθάπερ οὐδὲ τῆς χοληδόχου κύστεως. εἰ γὰρ, ὡς ἐδείξαμεν, ἕλκει τὸ χολῶδες ὑγρὸν εἰς ἑαυτὴν, ὥσπερ οἱ νεφροὶ μὲν τὸν οἷον ὀῤῥὸν τοῦ αἵματος, ὁ δὲ σπλὴν τὸ παραπλήσιον, ὅπερ ἐν μὲν τοῖς οἴνοις τρὺξ, κατὰ δὲ τοὔλαιον ἀμόργη, γενήσεταί ποτε [373] καὶ δι' ἀτονίαν τῆς κύστεως ταύτης ἀκάθαρτον αἷμα, καί τις οὗτος ἕτερος τρόπος ἰκτέρου γενέσεως ἐπὶ τοῖς εἰρημένοις ἔμπροσθεν ὑπάρχει τρισίν. ἐγχωρεῖ δέ ποτε καὶ πληρωθεῖσαν αὐτὴν, ὥσπερ ἡ οὐροδόχος κύστις οὔρων, μὴ δύνασθαι κενωθῆναι δι' ἔμφραξιν ἢ ἀτονίαν τῆς ἐκκριτικῆς δυνάμεως· ὥσπέρ γε καὶ δι' ἔμφραξιν ἢ ἀτονίαν τῶν εἰς ἧπαρ ἀπ' αὐτῆς ἀνεστομωμένων ἀγγείων οὐχ ἕλξει ποτὲ τὸ χολῶδες ὑγρόν. ἐπισκοπεῖσθαι τοιγαροῦν ἀναγκαιότατόν ἐστιν ἐν τοῖς ἰκτερικοῖς παθήμασι τὴν τῶν διαχωρουμένων ἰδέαν, ἔστι γάρ τις ἡμῖν κᾀκ τοῦδε πρὸς τὴν διάγνωσιν ὠφέλεια. ἐγὼ γοῦν ἐννοήσας τοῦτο, τῶν ἰκτεριώντων εὗρον ἐνίοις ἱκανῶς κεχρωσμένα τῇ ξανθῇ χολῇ τὰ διαχωρήματα, καθάπερ ἐνίοις τὰ οὖρα, καὶ κατὰ τὸ δέρμα, τινῶν μὲν ἐκκρινόμενον ἐν τοῖς λουτροῖς τὸ πλεῖστον, τινῶν δ' ἐπεχόμενον τὸ πλεῖστον τῆς ξανθῆς χολῆς, ὀλίγιστον δὲ ἐκκρινόμενον. ἀκριβῶς δὲ αὐτὸ κατανοῆσαι πειρώμενοι, χωρὶς τοῦ προαλείψασθαι τὸν ἄνθρωπον, ἀποστλεγγίζεσθαι τὸν ἱδρῶτα κελεύετε· θεάσεσθε γὰρ οὐ τὸν αὐτὸν ἐπὶ πάντων κατὰ τὸ κοῖλον τῆς στλεγγίδος [374] ἀθροιζόμενον, ἀλλ' ἐπὶ τινῶν μὲν ὑδατωδέστερον, ἐπὶ τινῶν δὲ χολωδέστερον· ὥστε μετὰ τῶν προγεγονότων ὑμῖν ἡ διάγνωσις ἔσται σαφεστέρα τοῦ πεπονθότος τόπου προσλαβοῦσι καὶ τοῦτο τὸ γνώρισμα. πυρέξας γοῦν τις ὀξὺν καὶ χολώδη πυρετὸν ἑβδομαῖος ἀπηλλάγη τοῦ νοσήματος, χολῆς ξανθῆς παμπόλλης εἰς τὸ δέρμα κατασκηψάσης, ἐπὶ δὲ τῶν ἑξῆς ἡμερῶν ὁ ἴκτερος αὐτῷ παρέμενεν. ἐπεσκεψάμεθα τά τε διαχωρήματα καὶ τὰ οὖρα· φαινομένων δ' ἀμφοτέρων κατὰ τὴν φύσιν ἔχειν, καὶ διὰ τοῦτ' ἀπαθὲς εἶναι τὸ σπλάγχνον ἐνδεικνυμένων, εἰς ἔννοιαν ἦλθέ μοι δυνατὸν εἶναι, παχυτέραν τὴν κατασκήψασαν εἰς τὸ δέρμα χολὴν ὑπάρχειν. ἐκ τούτου τοῦ λογισμοῦ προτραπεὶς, καὶ καταμαθὼν ὁποῖός τις ὁ ἱδρώς ἐστι, φανέντος ὑδατώδους, ἔγνων δυσδιαφόρητον εἶναι τὴν χολὴν, ἐκέλευσά τε τῷ κάμνοντι χρῆσθαι θερμοῖς ὕδασιν αὐτοφυέσι διαφορητικοῖς, ἅμα τῷ καὶ τὴν δίαιταν ὑγροτέραν ποιεῖσθαι καὶ μετρίως λεπτύνειν πάχος χυμῶν δυναμένην. οὗτος μὲν οὕτως ἀπηλλάγη τοῦ πάθους, ἑνὶ βοηθήματι τῆς τε διαγνώσεως αὐτοῦ βεβαιωθείσης καὶ τῆς ἰάσεως συντελεσθείσης. ἑτέρῳ δὲ πλῆθος ἐν τῇ στλεγγίδι χολῆς εὑρὼν, ὑπενόησα [375] γεννᾶσθαι πολλὴν ἐν ὅλῳ τῷ σώματι, καὶ τῇ θεραπείᾳ πρὸς τοῦθ' ἁρμοττούσῃ χρησάμενος ἰασάμην. ὅσοις δ' ἀπυρέτοις, ἅμα τῷ βάρους τινὸς αἴσθησιν εἶναι κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἴκτερος ἐγένετο, τούτοις ἅπασι προεκφράττων, ὡς ἴστε, τὰς ἐμφράξεις λεπτύνουσιν ἐδέσμασί τε καὶ πόμασι καὶ φαρμάκοις, εἶτα πιεῖν διδοὺς χολαγωγὸν φάρμακον, ἰασάμην ἡμέρᾳ μιᾷ τοὺς πλείστους αὐτῶν· ἐφ' ὧν δ' οὐδὲν ἤνυε τὸ καθαρτικὸν, αὖθις ἰσχυρότερον ἐκφρακτικὸν ποτίσας, ἐκ δευτέρου πάλιν ἐκάθηρα βιαιότερον, ὡς ἐπὶ τῷ τέλει τῆς καθάρσεως ἅμα δήξει σφοδροτάτῃ τὴν χολὴν ἐκκριθῆναι κυανίζουσαν μᾶλλον ἢ ξανθήν. ἐπὶ τούτων οὖν ἡγοῦμαι τὴν χοληδόχον κύστιν ὅμοιόν τι πάθημα παθεῖν τῷ τῇ τὸ οὖρον ἀθροιζούσῃ γιγνομένῳ ἐνίοτε· καὶ γὰρ καὶ κατ' αὐτὴν ἀθροίζεταί ποτε τοσοῦτον, ὡς ὑπερδιαταθεῖσαν αὐτὴν ἀδυνατεῖν ἐκκρῖναι τὸ περιεχόμενον. ἀλλ' ἐπὶ μὲν τῆς οὐροδόχου κύστεως, οὐ χεῖρον γὰρ αὐτὴν οὕτως ὀνομάσαι, διττῶς γίγνεται τοῦτο· ποτὲ μὲν δι' ἀῤῥωστίαν τῆς ἀποκριτικῆς δυνάμεως, [376] ἐνίοτε δ' ἤτοι διὰ βαθὺν ὕπνον, ἤ τινα ἀσχολίαν ἐπισχεθέντος ἐπὶ πλέον τοῦ οὔρου, κᾀκ τούτου τῆς κύστεως ὑπερδιαταθείσης, καὶ ταύτην αὐτὴν αἰτίαν ἐχούσης τὴν δύναμιν αὐτῆς ἀῤῥωστῆσαι· κατὰ δὲ τὴν χοληδόχον κύστιν, ὡς ἂν οὐδὲν εἰς τὴν ἀπόκρισιν βοηθουμένην ὑπὸ δυνάμεως ψυχικῆς, ἀρχὴ μία τῆς ἀτονίας ἐστὶν, ὥσπερ κᾀπὶ τῶν ἄλλων ὀργάνων φυσικῶν, ἐκ δυσκρασίας τοῦ μορίου γιγνομένη.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ ΤΟΠΩΝ.

ΒΙΒΛΙΟΝ Ζ.

[377]    Ἐκ τῶν προειρημένων ἐπὶ τοῦ ἥπατος οὐδὲν ἔτι χαλεπὸν εὑρίσκειν ὑμᾶς, ἐκ τίνων σημείων ὁ σπλὴν πεπονθὼς διαγιγνώσκεται, πρὸς τῷ καὶ τὰς φλεγμονὰς αὐτοῦ διὰ σκληρότητα ῥᾳδίως ὑποπίπτειν ἁπτομένοις. ἔχων δὲ τὰ πλεῖστ' αὐτῶν κοινὰ πρὸς ἧπαρ, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχειν αὐτὰ διαλλάττει. τὰ μὲν γὰρ τῆς χρόας ὅλου τοῦ σώματος ἐπὶ τὸ μελάντερον ῥέπει κατὰ τὸ τῆς ἀτονίας αὐτοῦ πάθος. ἐπεὶ δὴ τὴν ἐνέργειαν ἔχει φύσει, τὸ μελαγχολικὸν [378] ἐκ τοῦ ἥπατος ἕλκειν αἷμα εἰς ἑαυτὸν, τούτῳ γὰρ ἐδείχθη τρεφόμενος, τῆς οὖν ἑλκτικῆς αὐτοῦ δυνάμεως ἀτόνου γενομένης, ἀκάθαρτον εἰς ὅλον τὸ σῶμα φέρεται τὸ ἐξ ἥπατος αἷμα, καὶ κατὰ τοῦτο μελάντερον αὐτοῖς γίνεται τὸ χρῶμα. καὶ μέντοι καὶ ἀποκρίνει πολλάκις ἐξ ἑαυτοῦ περιττώματα, καθάπερ τὸ ἧπαρ, ὥστε καὶ δι' ἐμέτων ἅμα ναυτίαις ἐκκριθῆναί ποθ' αἷμα μελαγχολικὸν, ὑπελθεῖν τε κάτω τοιοῦτον ἄλλο· καὶ χωρὶς δὲ τῆς τοιαύτης κενώσεως, ἀθυμίας τε καὶ δυσθυμίας μελαγχολικὰς ἐργάζεται, καὶ σιτίων ἐνίοτε μὲν ὀρέξεις σφοδροτάτας, καὶ μάλισθ' ὅταν ἀκριβῶς ὀξῶδες ᾖ τὸ φερόμενον εἰς τὴν γαστέρα περίττωμα, πολλάκις δ' ἀνατροπήν τε καὶ ὑπτιασμὸν, ὅταν ἑτέραν τινὰ ἔχῃ διαφθοράν. σκιῤῥούμενος δ' ὅπως ὑδέρους ἐπιφέρει, συμπαθοῦντος αὐτῷ τοῦ ἥπατος, καὶ ἔμπροσθεν εἴρηται. καὶ μέντοι καὶ παθόντων ποτ' ἀμφοτέρων τῶν σπλάγχνων, ἰκτέρους γιγνομένους ἐθεασάμεθα πρὸς τὸ μελάντερον τῶν συνηθῶν ῥέποντας, ὡς νομίζειν τὴν ξανθὴν χολὴν ἀσβόλῃ μεμίχθαι· καί τινες τῶν ἰατρῶν, ἀπαθὲς εἶναι τοῖς τοιούτοις τὸ ἧπαρ ὑπολαμβάνοντες, [379] ἀποροῦσιν ὅπως ἐπὶ σπληνὶ γίγνονταί τινες ἴκτεροι, καθάπερ καὶ ὅσοι χωρὶς ἥπατος ἡγοῦνται παρεγχύσεσιν ὑδερικαῖς περιπίπτειν τοὺς κάμνοντας ἐπὶ μόνῳ τῷ σπληνὶ σκιῤῥωθέντι. τὴν δ' αὐτὴν ἀπορίαν ἔχουσι καὶ περὶ τῶν ἐπ' ὀξέσι νοσήμασιν ὑδέρων, ἀφ' ὧν ἐπὶ δυσκρασίᾳ τῇ κατὰ θερμότητα, πολλάκις δὲ καὶ ξηρότητα, τὸ ἧπαρ οὕτως ἔπαθεν ἰσχυρῶς, ὡς μηκέθ' αἱματοῦν τὴν τροφήν· οὐδὲ γὰρ ἐπὶ τούτων ἡγοῦνται πεπονθέναι τὸ σπλάγχνον, ἐθισθέντες ὑπὸ τῶν περὶ τὸν Ἐρασίστρατον ἀπαθὲς εἶναι νομίζειν ἕκαστον τῶν μορίων, ὅτ' ἂν μήτ' ὄγκος τις εἴη κατ' αὐτὸ μήθ' ἕλκος. ἀλλ' ἐκείνοις μὲν συγχωρητέον ἔσται οὕτως ὑπολαμβάνειν, οὐδὲν ἡγουμένοις νόσημα γίγνεσθαι κατὰ δυσκρασίαν· ὅσοι δὲ τῶν ἰατρῶν ἑπόμενοι τοῖς ἐναργῶς φαινομένοις, ἐπὶ τῷ ψυχθῆναί τι μόριον ὑπολαμβάνουσι γίγνεσθαί τινα συμπτώματα, οὐ θαυμάσαι τούτων ἐστὶ τοὺς ὑδέρους οὐδ' ἐφ' ἑνὶ τόπῳ πεπονθότι συνίστασθαι νομιζόντων; εἰ γὰρ ὅτι μηδεὶς ὄγκος ἐστὶ παρὰ φύσιν ἐν ἥπατι, διὰ τοῦτ' ἀπαθὲς ὑπάρχειν ἡγοῦνται τὸ σπλάγχνον, οὐδ' ἄλλο οὐδὲν ἔσται [380] πεπονθὸς ἐπὶ τῶν ἀθρόον ἀκαίρως ψυχρὸν ὕδωρ μοχθηρὸν πιόντων, εἶθ' ὑδέρῳ καταληφθέντων ἐπ' αὐτῷ. βλάπτει μὲν οὖν τὸ οὕτως ποθὲν ψυχρὸν ἄλλοτ' ἄλλο μόριον τῶν ἔνδον, ἢ μᾶλλον τῶν ἄλλων, ἢ πρῶτον, ὡς ἂν καὶ τύχῃ τι κατ' ἐκεῖνον τὸν χρόνον ἀσθενέστερον ὑπάρχον· ἀπ' αὐτοῦ δ' εἰς τὸ ἧπαρ ἀνάγκη διαδοθῆναι τὴν ψύξιν, εἰ μέλλοι τις ὑδερικὴ διάθεσις ἀκολουθῆσαι. οὕτως οὖν καὶ διὰ τὸν σπλῆνα γίγνεταί ποθ' ὕδερος, ἢ μετ' ὄγκου ψυχθέντα, καθάπερ ἐν τοῖς σκίῤῥοις, ἢ καὶ χωρὶς ὄγκου, καθάπερ ἐν ταῖς ἀθρόαις τε καὶ ἀκαίροις μοχθηροῦ ψυχροῦ πόσεσιν. ὅτι δὲ καὶ μελαγχολικαὶ γίγνονται δυσθυμίαι, διαπέμποντος αὐτοῦ τοιοῦτον περίττωμα τῷ στόματι τῆς γαστρὸς, ἐν τῷ κατ' ἐκεῖνο λόγῳ πρόσθεν εἴρηται· ὥστ' οὐδὲν ἔτι δεῖ πλείω λέγειν ὑπὲρ αὐτοῦ, τῶν μὲν ὀργανικῶν ἐν αὐτῷ παθῶν οὐ δεομένων λογικῆς διαγνώσεως, τῶν δὲ κατὰ τὴν δυσκρασίαν ἔκ τε τῶν νῦν εἰρημένων καὶ τῶν ἔμπροσθεν ἐν τῇ περὶ τῶν κατὰ τὸ ἧπαρ παθῶν διδασκαλίᾳ· τινὰ μὲν γὰρ αὐτῶν ὀνομαστὶ [381] λέλεκται, τινὰ δ' ὁμοίως συνιστάμενα ἐκείνοις καὶ τὴν διάγνωσιν ὁμοίαν αὐτοῖς ἕξει.

   Ἤδη καὶ πρόσθεν εἶπόν τι περὶ τῶν κατὰ τὴν γαστέρα παθῶν, εἰς μέγιστα μόρια δύο διελὼν αὐτὴν τῷ λόγῳ, τό τε πρῶτον ἄνωθεν, ὃ συνεχές ἐστι τῷ στομάχῳ, πολλοῖς νεύροις αἰσθητικοῖς διαπεπλεγμένον, ἕτερον δὲ τούτῳ συνεχὲς ἄχρι τῆς κατὰ τὸ ἔντερον ἐκφύσεως. ἔστι δ' ὥσπερ ἑκατέρου χρεία τοῖς ζώοις ἴδιος, ἀνάλογόν τε τῇ χρείᾳ τὰ συμπτώματα διαφέροντα, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κοινὰ πάθη τῶν ὁμοιομερῶν ἐστι καὶ τῶν ὀργανικῶν, ὑπάρχει δήπου καὶ τούτοις κοινὰ πρὸς ἄλληλά τε καὶ σύμπαν τὸ ἔντερον. ἡ δὲ τῶν συμπτωμάτων ὁμοιότης οὐ μόνον τούτοις πρὸς ἄλληλά ἐστι, ἀλλὰ καὶ τοῖς ψαύουσιν αὐτῶν, ὥσπερ τοῖς νεφροῖς πρὸς τὸ κῶλον. ἔνια μὲν οὖν εὔγνωστον ἔχει τὸν πεπονθότα τόπον, ὥσπερ αἱ δυσεντερίαι καὶ οἱ τεινεσμοί· χρὴ δ' ὑμᾶς ἐν τῷ παρόντι λόγῳ τὰς κυρίως ὀνομαζομένας δυσεντερίας ἀκούειν, ὡς σημαινούσης τῆς προσηγορίας ἐντέρων ἕλκωσιν· οὔτε γὰρ ἀθρόως γίγνεται τὸ πάθος [382] τοῦτο, καθάπερ θάτερον, ἐν ᾧ τὸ ἧπαρ ἔφαμεν πάσχειν, ἴδιά τε γνωρίσματα αὐτῷ σύνεστιν. ἐν ἀρχῇ μὲν οὖν ἔκκρισις χολῆς δακνώδους ἱκανῶς ἐπ' αὐτοῦ γίγνεται, μετὰ δὲ ταύτην ἀκολουθεῖ ξύσματα τῶν ἐντέρων· εἶτα τοῖς ξύσμασι συνεκκρίνεταί τι μικρὸν αἵματος, ἡνίκ' ἤδη δυσεντερία τὸ πάθος ἐστί. ὁπότε μὲν οὖν μόνα ταῦτα τὰ ξύσματα διαχωρεῖται, προσέχειν χρὴ, μή τι πιμελῶδες αὐτοῖς συνεκκρίνεται· τῶν παχέων γὰρ ἂν οὕτως ἐντέρων ἡ ἕλκωσις εἴη· τοῦ δ' αἵματος ἤδη συνεκκρινομένου, σκοπεῖσθαι χρὴ, πότερον ἀναμέμικται τοῦτο τοῖς ἄλλοις ὅλον ὅλοις, ἢ καθ' ἕν τι μέρος αὐτῶν ἐποχεῖται. τὸ μὲν γὰρ ἀναμεμιγμένον ἐν τοῖς ὑψηλοτέροις ἐντέροις ἐνδείκνυται τὴν ἕλκωσιν εἶναι, τὸ δ' ἐποχούμενον ἐν τοῖς ταπεινοτέροις· ὁρᾶται δὲ τοῦτο κᾀπὶ τῶν ξυσματωδῶν ἐκκρίσεων γιγνόμενον, ἀλλ' ἧττον σαφῶς ἢ ἐπὶ τοῦ αἵματος. ὡσαύτως δὲ κᾂν ἐφελκὶς ἐκκρίνηται, δηλώσει ποίων ἐστὶν ἐντέρων, ἐξ αὐτῆς τε τῆς οἰκείας οὐσίας καὶ τοῦ μεμίχθαι τοῖς ἐκκρινομένοις, ἢ καθ' ἕν τι μέρος αὐτῶν ἐποχεῖσθαι. διαφέρει δ' οὐ σμικρὸν εἰς τὴν θεραπείαν [383] ἐγνῶσθαι τὴν ἕλκωσιν, ἐν τίνι μέρει τῶν ἐντέρων ἐστίν. αἱ μὲν γὰρ ἐν τοῖς ὑψηλοτέροις ὑπὸ τῶν καταπινομένων φαρμάκων ὠφελοῦνται, αἱ δ' ἐν τοῖς ταπεινοτέροις ὑπὸ τῶν ἐνιεμένων ὠφελοῦνται. διορίζονται δὲ τῶν ἀφ' ἥπατος ἐκκρίσεων αἱ τοιαῦται δυσεντερίαι τῷ τε λεπτὸν αἵματος ἰχῶρα κατ' ἀρχὰς ἐκκρίνεσθαι ταῖς ἀφ' ἥπατος, εἶτα τοῦ πάθους αὐξανομένου παχὺν χυμὸν οἴνου τρυγὶ παραπλήσιον· ἔτι τε τῷ μηδὲν ἐπ' αὐτῶν συνεκκρίνεσθαι ξυσματῶδες, ἀλλὰ καὶ διάλειμμα δυοῖν ἡμερῶν ἢ καὶ τριῶν ἐνίοτε γίγνεσθαι ταῖς ἡπατικαῖς ἐκκρίσεσιν, εἶτ' αὖθις ἐπανέρχεσθαι τὸ κακὸν, ἐκκρινόντων αὐτῶν πολὺ χείρω τῶν ἔμπροσθεν· οὐ μὴν ἐπί γε τῶν κατ' ἔντερα ἑλκώσεων οὕτω φαίνεται γιγνόμενον, οὔτε γὰρ ἀθρόον οὔτ' ἐκ διαστημάτων χρόνου μακρῶν ἐκκρίνουσιν. αἱ μέν τοι κατὰ τὸ ἀπευθυσμένον ἑλκώσεις, ἃς τεινεσμοὺς ὀνομάζουσι, σφοδρὰς μὲν ἐντάσεις καὶ προθυμίας ἰσχυρὰς ἐπιφέρουσι, ἐκκρίνουσι δ' ὀλίγα, κατ' ἀρχὰς μὲν φλεγματώδη τε καὶ πιμελώδη, προϊόντος δὲ τοῦ χρόνου καὶ ξυσματώδη· πάντα γε μὴν ταῦτα κατὰ πάντα τὸν χρόνον [384] ἄμικτα τοῖς ἄνωθεν ἀφικνουμένοις φαίνεται. γεγράφασι δέ τινες ἐπὶ σφοδροτάταις ἐκκρίσεων προθυμίαις, ἀλγημάτων ἰσχυρῶν προηγησαμένων, ἐκκρῖναί τινας λίθους πωροειδεῖς ὁμοίους τοῖς ἐν τῇ κύστει συνισταμένοις, ὅπερ οὔτε εἶδον αὐτὸς οὔτ' ἄλλου τινὸς ἑωρακότος ἤκουσα. κώλου δ' ἄλγημα σφοδρὸν εἶδον πολλάκις, ὑπὸ τῶν ἰατρῶν οὐ κώλου νομιζόμενον, ἀλλὰ νεφρῶν εἶναι, καθάπέρ γε καὶ τὸ τῶν νεφρῶν εἰς κῶλον ἀναφερόντων. ἔνιοι δ' αὐτῶν ᾤοντο, μηδὲ γενέσθαι ποτὲ κωλικὴν διάθεσιν ἐν τοῖς ἀριστεροῖς μέρεσιν. ἔχει μὲν οὖν τι δυσδιόριστον ἐν ἀρχῇ τὰ πάθη, καθ' ὃν χρόνον οὐδὲ μεγάλης διαφορᾶς βοηθημάτων χρῄζει· σκοπεῖσθαι μέν τοι χρὴ καὶ τότε τὰ πλεονάζοντα συμπτώματα. ναυτίαι γὰρ ἅμα ἐμέτοις γίγνονται πολὺ μείζους τε καὶ συνεχέστεραι τοῖς τὸ κῶλον ἀλγοῦσιν, ἐμεῖταί τε φλεγματώδη καὶ διεφθαρμένα πλείω τούτοις, ἴσχεταί τε τὰ διαχωρήματα μᾶλλον ἅμα τῷ μηδὲ φύσαν ἐκκρίνεσθαι μήτ' ἐρυγὴν γίγνεσθαι· πολλάκις δὲ καὶ ὥσπερ συμπεριστρεφόμενόν ἐστιν αὐτοῖς τὸ ἄλγημα καὶ πλέονα τόπον ἐπιλαμβανόμενον· ἐνίοτε δὲ καὶ κατὰ διαφέροντα [385] μόρια φοδρότερον γινόμενον, ἐρηρεισμένων καθ' ἕνα τόπον ἀεὶ τῶν νεφριτικῶν ἀλγημάτων. ὅταν γε μὴν ὑψηλότερον ὑπάρχῃ τὸ ἄλγημα τῆς θέσεως τῶν νεφρῶν, ἐναργὴς ἡ διάγνωσίς ἐστιν ἐπὶ τῆς τοῦ κώλου πείσεως· εἰ δὲ κατὰ τὴν τῶν νεφρῶν εἴη θέσιν, ἐρηρεισμένον τε καθ' ἕνα τόπον, οὐδὲν εἰς διάγνωσιν ἐκ τούτου λαμβάνειν ἐστί. ἀλλὰ πρὸς οἷς ἄρτι διῆλθον ἐπισκεπτέον ἐστὶ καὶ τὰ οὖρα· πάνυ γὰρ ὑδατώδη καὶ καθαρὰ τό γε κατ' ἀρχὰς οὐρεῖται τοῖς νεφριτικοῖς, ὥσπερ ἐν ταῖς ἑξῆς ἡμέραις ὑπόστασιν ἴσχοντα τραχεῖαν, εἶτ' ἀκριβῶς ψαμμώδη. κᾂν διαχωρήσῃ δέ ποθ' ἡ γαστὴρ ἐπὶ τῶν κωλικῶν, πνευματωδέστερά πως ἐκκρίνεται, καὶ πολλάκις γ' ἐποχεῖται τῷ ὕδατι, τῇ συστάσει παραπλήσια βολβίτοις. ἀλλὰ καὶ παρηγοροῦνται τοῖς χαλαστικοῖς ἐνέμασιν οἱ κωλικοὶ παροξυσμοὶ μᾶλλον τῶν νεφριτικῶν· ἔστι δ' ὅτε καὶ χυμοῦ τινος ψυχροῦ συνεκχυθέντος αὐτοῖς, παραχρῆμα παύονται, τοῦ παρηγορικοῦ βοηθήματος οὐ παρηγορικοῦ μόνου, ἀλλὰ καὶ θεραπευτικοῦ καὶ διαγνωστικοῦ γενομένου. καθάπερ δὲ χυμὸς ψυχρὸς ἐπὶ τούτων ἐκκριθεὶς, οὕτως ὁ λίθος ἐπὶ τῶν [386] νεφριτικῶν οὐρηθεὶς ἀπήλλαξέ θ' ἅμα τῆς ὀδύνης ἐνεδείξατό τε τὸν πεπονθότα τόπον, ὥστε τοῦ λοιποῦ τῆς δυσπαθείας αὐτῶν προνοεῖσθαι· ὥσπερ γὰρ ἐν ταῖς ὀδύναις ἀμφότερα τὰ μόρια τῶν αὐτῶν δεῖται βοηθημάτων, οὕτως ἐν τῷ μετὰ ταῦτα χρόνῳ διαφερόντων. διὸ καὶ νομίζειν χρὴ βλάβην οὐδεμίαν ἔχειν ἡμᾶς εἰς τὴν θεραπείαν ἐκ τοῦ δυσδιάκριτον εἶναι τὴν πρώτην εἰσβολὴν αὐτῶν· οὔτε γὰρ δέονται τηνικαῦτα διαφόρων βοηθημάτων, οὔτ' ἔξωθεν οὔτ' ἔσωθεν, ἀλλ' ἀρκεῖ τὰ παρηγορικὰ μόνον. τεταγμένων δὲ τῶν ἐντέρων ἁπάντων μετὰ τὴν γαστέρα, τῆς μὲν νήστεως ὑψηλοτάτης, ἐφεξῆς δὲ αὐτῆς τοῦ λεπτοῦ καλουμένου, μεθ' ὃ τοῦ μὲν τυφλοῦ πρὸς τὰ κάτω μέρη τὴν ἔκτασιν ἔχοντος, τοῦ δὲ κώλου πρὸς τὴν ἄνω χώραν ἀναφερομένου, μέχρι τοῦ συνηρτῆσθαι πολλάκις ἥπατί τε καὶ σπληνὶ, θαυμάζειν ἐπῆλθέ μοι, πόθεν ἐπείσθησαν οὐ μόνον οἱ ἰατροὶ σχεδὸν ἅπαντες, ἀλλὰ καὶ οἱ ἰδιῶται, τὰ σφοδρότατα τῶν ἀλγημάτων, ἐν οἷς ἂν τύχῃ μέρεσι γιγνόμενα, τοῦ κώλου νομίζειν εἶναι. φαίνεται μὲν οὖν τοῦτο κᾀμοὶ πιθανώτατον ὑπάρχειν, ἀλλὰ καὶ ζητήσαντι [387] τὴν αἰτίαν τοῦ σφοδροῦ τε ἅμα καὶ μονίμου τῆς ὀδύνης, οὐχ ἁπλῶς πεισθέντι τοῖς ἀποφηναμένοις. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἐν νεφροῖς καὶ οὐρητῆρσι λίθων ἐσφηνωμένων ἀλγήματα γίγνεται σφοδρὰ κατὰ τὴν δίοδον, οὕτω κᾀπὶ τῶν λεπτῶν ἐντέρων εὐλόγως ἄν τις ὑπολάβοι, τὰ περιεχόμενα πνεύματα ψυχρὰ καὶ χυμοὺς ὁμοίους αὐτοῖς, ἐργάζεσθαι τὴν ὀδύνην· ἡ γὰρ τοῦ σώματος οὐσία τῶν ἐν τοῖς λεπτοῖς ἐντέροις χιτώνων ἀραιά τέ τις οὖσα καὶ λεπτὴ, κατέχειν ἐπὶ πλέον οὐ δύναται τὰ τοιαῦτα τῶν αἰτίων. εὔλογον οὖν ἐστιν ἔν τινι πυκνῷ καὶ παχεῖ σώματι γεννηθέντα ψυχρὸν καὶ παχὺν ἢ γλίσχρον χυμὸν, ἢ πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον, ὀδύνην ἐργάζεσθαι, σφοδρὰν μὲν κατ' ἄμφω, διά τε δυσκρασίαν καὶ τάσιν τῶν σωμάτων ἐν οἷς στέγεται, μακρὰν δὲ, τῷ μὴ δύνασθαι κενωθῆναι ῥᾳδίως, εἰργόμενον ὑπό τε τοῦ πάχους καὶ τῆς πυκνότητος τῶν περιεχόντων αὐτὸ σωμάτων. γίγνονται δέ ποτε καὶ ἄλλοι πόνοι σφοδρότατοι κατὰ τὰ μετέωρα μέρη τῶν ἐντέρων, ἱκανῶς σπαράσσοντες ἐμέτοις, ὡς ἐπὶ τέλει κόπρον ἐμέσαι τινὰς, ἐξ οὗ πάθους [388] σπανιώτατά τις ἐσώθη, καὶ καλοῦσί τινες αὐτὸ εἰλεὸν, καθάπερ ἕτεροι χορδαψὸν, ὅτ' ἂν ἐξέχῃ τις ὄγκος ἐν τῇ χώρᾳ τῶν λεπτῶν ἐντέρων, ὡς δοκεῖν οἷον χορδήν τινα περιεστράφθαι τὸ ἔντερον. εὔλογον οὖν ἔδοξε τοῖς πρὸ ἡμῶν ἰατροῖς, ἤτοι διὰ φλεγμονὴν, ἢ ἔμφραξιν κόπρου ξηρᾶς τὰ τοιαῦτα γίγνεσθαι πάθη τῶν λεπτῶν ἐντέρων. ἕτερα μέντοι συμπτώματα πάντων ἅμα πεπονθότων εὐλόγως ἐπιστεύθη γίγνεσθαι, τῶν ἐντέρων τε καὶ τῆς γαστρὸς, ὥσπερ αἵ τε λειεντερίαι καὶ αἱ κοιλιακαὶ καλούμεναι διαθέσεις, ὅσαι μὴ δακνώδεις εἰσίν· αἱ μὲν γὰρ δακνώδεις αὐτῷ τῷ δάκνειν ἐξορμῶσιν ἐπὶ τὴν ἀπόκρισιν ἅπαν τὸ ἔντερον· ὅσαι δ' οὐ δάκνουσιν, ἀτονίαις ἐντέρων ἕπονται, διὰ τὸ μὴ δύνασθαι κατέχειν τὰ περιεχόμενα μηδ' ἐπ' ὀλίγον χρόνον, ἐκκρινόντων αὐτὰ παραχρῆμα, καθάπερ ἄχθος τι βαρῦνον ἀποτιθέμενα ταῖς στραγγουρίαις ἀνάλογον· ὁρῶνται γὰρ κᾀκεῖναι γιγνόμεναι ποτὲ μὲν διὰ δριμύτητα καὶ δῆξιν ἀποκρινούσης τῆς κύστεως συνεχῶς τὸ παραγιγνόμενον εἰς αὐτὴν, ἔστι δὲ ὅτε μὴ φερούσης τὸ βάρος [389] αὐτοῦ, κᾂν ὀλίγον εἴη. τὰς δ' ἐργαζομένας αἰτίας τὸ λειεντερικὸν πάθος ἑτέρωθι γεγραμμένας ἔχετε καταμόνας, πρὸς τῷ κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου καὶ τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ἔτι τε τοῖς τῶν συμπτωμάτων αἰτίοις εἰρῆσθαι. νῦν γὰρ οὐ περὶ τῶν τὰς νόσους ἐργαζομένων αἰτίων ὁ λόγος ἐστὶν, ἀλλὰ περὶ τῶν πεπονθότων τόπων, ὅσοι τὴν διὰ τῆς ἁφῆς τε καὶ τῆς ὄψεως ἐκφεύγουσι γνῶσιν. ἐπεὶ δ' εἰς τὴν τούτων ἀκριβῆ διάγνωσιν ἐνίοτε καὶ περὶ τῶν διαθέσεων αὐτῶν ἠναγκάσθην εἰπεῖν τι, διὰ τοῦτο καὶ περὶ τῶν ἐργαζομένων αὐτὰς αἰτίων ἐπεμνήσθην. ὥστε καταπαύειν ἐνταῦθα προσήκει τὸν περὶ τῶν ἐντέρων λόγον· ὅσα γὰρ ἐναργῶς ἔστι πάθη γνῶναι συνιστάμενα κατὰ αὐτὰ, καὶ ταῦτα κοινὰς ἔχει τὰς διαγνώσεις τοῖς προειρημένοις· τὰ γὰρ τῶν ἀποστημάτων, ἢ φλεγμονῶν, ἢ σκίῤῥων, ἢ πνευματώσεων, ἢ ἐρυσιπελάτων γνωρίσματα γιγνωσκόμενα πᾶσιν, ὅταν ἐν τοῖς κατὰ τὴν κοιλίαν τόποις ὀφθῇ, καὶ τοῦ πάθους ἅμα καὶ τοῦ πεπονθότος τόπου τὴν διάγνωσιν ἐνδείκνυται, καὶ λέλεκται καὶ περὶ τούτων ἐν τοῖς ἔμπροσθεν λόγοις αὐτάρκως.

[390]    Ἐὰν μὲν εἰσβάλλῃ ἐξαίφνης νεφρῖτις, ἀξιολόγου λίθου σφηνωθέντος, ἤτοι κατά τινα τῶν νεφρῶν, ἢ καὶ τῶν οὐρητήρων, παραπλήσιον ἄλγημα γίγνεται τοῖς κωλικοῖς· διορίζεται δὲ τῷ τε πλήθει καὶ μεγέθει τῶν ναυτιῶν, ἅμα τοῖς ἐμουμένοις χολώδεσί τε καὶ φλεγματώδεσιν οὖσιν, καί τι καὶ τῆς ἐδηδεσμένης τροφῆς μεμιγμένον ἔχουσι· πολλάκις καὶ τῷ τόπῳ, τῶν ὑψηλῶν μερῶν τοῦ κώλου πασχόντων· ἔστι δ' ὅτε καὶ τῷ μὴ καθ' ἕνα τόπον ἐρηρεῖσθαι τὴν ὀδύνην, ἀλλ' ἐνειλεῖσθαί τε καὶ μέχρι πλείονος ἐκτείνεσθαι, καὶ μηδὲ φύσαν προΐεσθαι· ταῦτα γὰρ ἅπαντα μόνοις γίγνεται τοῖς κωλικοῖς, τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον. ὅταν δ' ἐκ τῶν ὑφισταμένων τοῖς οὔροις, ἢ καί τινος οὐρηθέντος λίθου σαφῶς διορισθείη, ζήτημα οὐκέτ' οὐδὲν ὑπολείπεται. πολλοὶ δὲ τῶν πασχόντων, ὀδύνης μετρίας αἰσθάνονται διὰ βάθος κατὰ τὰς λαγόνας ὑπαρχούσης ἀπ' ἀρχῆς, οὐδέπω ψαμμώδους οὐδενὸς ἐκκρινομένου σαφῶς· ἐφ' ὧν, ὡς ἴστε, διδοὺς τῶν φαρμάκων ὅσα θρύπτει τοὺς ἐν τοῖς νεφροῖς λίθους, ἅμα τε διάγνωσιν ἀκριβῆ ποιούμενος τοῦ τε πάθους [391] καὶ τοῦ πάσχοντος τόπου, καὶ θεραπείας ἀρχὴν ἴσχω τὴν αὐτήν. ἐὰν γὰρ εὑρεθῇ τι ψαμμῶδες ἐν τοῖς οὔροις ἐπὶ τῇ πόσει τοῦ φαρμάκου, νεφριτικὸν τότε πάθος ἔγνων ὑπάρχειν, ἐφεξῆς τε δίδωμι τῶν αὐτῶν φαρμάκων, ἅμα τῇ λοιπῇ θεραπείᾳ. διεγνωσμένου δὲ, ὅτι πάσχει τις οὕτω νεφρὸς, ἐὰν ἀλγήματα μετὰ φρίκης ἐκ διαλειμμάτων ἀνωμάλως φαίνηται γιγνόμενα, καὶ πυρετοί τινες ἐπ' αὐτοῖς ἄτακτοι, τηνικαῦτα κατακλίνοντες ἐπὶ τὴν γαστέρα τὸν κάμνοντα, καί ποτε καὶ κατὰ θάτερον πλευρὸν, ὡς ὑψηλὸν εἶναι τὸ πεπονθὸς μέρος, ἐρωτᾶτε μή τινος βάρους ὥσπερ ἐκκρεμαμένου κατὰ τὸν ἀλγοῦντα νεφρὸν αἰσθάνονται· τούτων γὰρ αὐτοῖς συμβαινόντων, ἀπόστημα χρὴ προσδέχεσθαι συνιστάμενον, ἐφ' ᾧ πεφθέντι πῦον οὐρηθὲν ἅμα τε τῆς ὀδύνης ἀπαλλάττει τὸν κάμνοντα καὶ κίνδυνον ἑλκώσεως ἐπιφέρει τῷ νεφρῷ, καὶ διὰ τοῦτο πειρᾶσθαι χρὴ παντὶ τρόπῳ τῆς ἐπουλώσεως αὐτοῦ φροντίζειν· ἐὰν μὴ διὰ ταχέων εἰς οὐλὴν ἀχθῇ, δυσθεραπευτότερον γίγνεται. σημεῖα δὲ τοῦ διαμένειν τὴν ἕλκωσιν ἔν τε τοῖς οὐρουμένοις οὐκ ἀσαφῆ καὶ τῷ κάμνοντι πολλάκις [392] ὀδύνης αἴσθησις ἐν τῷ κατὰ τὸν πεπονθότα νεφρὸν χωρίῳ· συνεκκρίνεται δ' αὐτοῖς ἐνίοτε καὶ πῦον, ὡς ἀφ' ἕλκους, ὀλίγον· ἐφελκὶς δ' ὁμοίως ἐκκρίνεται, ἔστι δ' ὅτε καὶ αἷμα σημαῖνον ἀναβιβρώσκεσθαι τὸ ἕλκος· ἀλλὰ καὶ ῥηγνυμένου ποτ' ἀγγείου διὰ πλῆθος, ἢ ἐκ καταπτώσεως, ἢ πληγῆς σφοδρᾶς, οὔρησαν αἷμα δαψιλὲς ἔνιοι· καί ποτε καὶ φλεβὸς ἀναστομωθείσης αὐτοῖς γίγνεται τοῦτο. τῶν δ' ἑλκῶν αὐτῶν τῶν ἐν τοῖς νεφροῖς τεκμήρια βεβαιότατα τὰ συνεξερχόμενα τοῖς οὔροις σαρκία σμικρὰ, τῆς τῶν νεφρῶν οὐσίας ὄντα μόρια, κατὰ τὴν ἐπιπλέον ἀνάβρωσιν ἐκ τῆς ἑλκώσεως ἀποῤῥυπτόμενα. τά γε μὴν ταῖς θριξὶν ὅμοια καὶ ὁ Ἱπποκράτης μὲν εἶδεν τοῖς οὔροις συνεξερχόμενα, καθάπερ αὐτὸς ἐν ἀφορισμοῖς ἔγραψεν, καὶ ἡμεῖς δὲ ἐθεασάμεθα, ποτὲ μὲν σπιθαμιαῖα τὸ μῆκος, ἔστι δ' ὅτε καὶ μείζω, καί ποτε καὶ πάνυ σμικρὰ, ὥστέ με θαυμάζειν, εἰ ἐν τῇ κοιλίᾳ τῶν νεφρῶν συνέστη τηλικαῦτα· καὶ διὰ τοῦτο πιθανώτερον ἐφαίνετό μοι, τὴν γένεσιν αὐτῶν ἐν ταῖς φλεψὶν εἶναι, καθ' ὃν τρόπον ἐν ταῖς κνήμαις ἔν τινι τόπῳ τῆς Ἀραβίας, ὥς φασι, τὰ καλούμενα [393] δρακόντια γίνεται, νευρώδη μὲν τὴν φύσιν, ἕλμινσι δὲ καὶ τῇ χρόᾳ καὶ τῷ πάχει παραπλήσια. λεγόντων μὲν οὖν ἑωρακέναι ταῦτα πολλῶν ἤκουσα, μὴ θεασάμενος δ' αὐτὰ, οὐκ ἔχω συμβαλεῖν οὔτε περὶ τῆς γενέσεως αὐτῶν οὔτε περὶ τῆς οὐσίας ἀκριβῶς οὐδέν· ὅπου γε καὶ τὰς οὐρουμένας τρίχας ἰδὼν, ἐκ μὲν τῆς χρόας τε καὶ συστάσεως ἐπειθόμην τοῖς εἰρηκόσιν αὐτὰς ἐκ παχέος τε καὶ γλίσχρου χυμοῦ θερμανθέντος τε καὶ ξηρανθέντος ἐν ταῖς φλεψὶ συνίστασθαι, τοῦ μήκους δ' αὐτῶν οὐκ ἐπινοῶ τὴν αἰτίαν. ἀλλὰ τήν γε θεραπείαν, ὁπότε πρῶτον εἶδον, ἤλπισα διὰ τῶν οὐρητικῶν φαρμάκων ἔσεσθαι, καὶ οὕτως ἀπέβη, καὶ σχεδὸν ἅπασιν οἷς συνέβη τὸ πάθημα τοῦτο, νεφριτικὸν οὐδὲν οὔτ' ἔμπροσθεν ἦν οὔτ' αὖθις ἐπεγένετο σύμπτωμα, θεραπευθεῖσιν ὑπὸ τῶν οὐρητικῶν φαρμάκων. ἀλλὰ κᾂν ἄλλη τις ἐκκαθαίρηται τῶν φλεβῶν δι' οὐρήσεως μοχθηρία χυμῶν, οὐδὲν ὑπ' αὐτῆς εἶδον οὔτε νεφροὺς οὔτε κύστιν οὔτε τοὺς οὐρητικοὺς πόρους παθόντας, ὥσπερ οὐδ' εἰ πῦον ἐκκρίνειέ τις πολὺ δι' οὔρων, ἀλλὰ κατά γε τοῦτο, παραπλησίως ἔχει ταῦτα τοῖς κατὰ τὰ ἔντερα, πάσχει γὰρ οὐδ' ἐκεῖνά τι κατὰ τὰς ἡπατικὰς διαθέσεις, [394] καίτοι ὑπὸ χολῆς ἀκράτου βλαπτόμενα, καθάπερ αὖ πάλιν ἡ κύστις ὑπὸ δριμέων οὔρων διόδου χρόνῳ πολλῷ γενομένης ἑλκοῦται. νεφρῶν γε μήν ἐστι καὶ ἄλλό τι πάθος, ἐφ' οὗ λεπτὸς ἰχὼρ αἵματος οὐρεῖται, τοῖς ἐπὶ τῶν ἡπατικῶν παθῶν ἐν ἀρχῇ γιγνομένοις διαχωρήμασιν ὅμοιος, πλὴν ὅσον αἱματωδέστερα ὀλίγῳ φαίνεται· συμβαίνει δὲ τοῦτο καὶ διὰ παραπλησίαν μέν τινα διάθεσιν ἐν νεφροῖς γινομένην, οἵαν ἐν ἥπατι τὴν τῆς ἀτονίας ἔφαμεν εἶναι, καὶ δι' εὐρύτητα δὲ τῶν ἐκ τῆς κοίλης φλεβὸς εἰς τοὺς νεφροὺς τὸ οὖρον διηθούντων στομάτων, ἢ πόρων, ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλῃς. ἐμοὶ δὲ δοκοῦσιν οἱ νεφροὶ πεπονθέναι καὶ κατὰ τοῦτο τὸ πάθος, ὅ τινες μὲν ὕδερον εἰς ἀμίδα, τινὲς δὲ διάῤῥοιαν εἰς οὖρα, τινὲς δὲ διαβήτην, ἔνιοι δὲ διψακὸν ὀνομάζουσι, σπανιώτατα γιγνόμενον. ἐμοὶ γοῦν ὤφθη δὶς ἄχρι δεῦρο, διψώντων μὲν ἀμέτρως τῶν πασχόντων, καὶ πινόντων γε δι' αὐτὸ τοῦτο δαψιλῶς, οὐρούντων τε τὸ ποθὲν ἐν τάχει τοιοῦτον, οἷον ἐπόθη· παραπλήσιον δ' αὖ καὶ τοῦτο κατὰ νεφροὺς καὶ κύστιν πάθος, οἷον ἐν κοιλίᾳ καὶ ἐντέροις ἡ λειεντερία. περὶ [395] μὲν οὖν λειεντερίας ἰδίᾳ γέγραπται, δεικνύντων ἡμῶν οὐ μόνον τὴν κοιλίαν, ἀλλὰ καὶ πᾶν τὸ ἔντερον ἐπὶ μὲν τὴν ἀπόκρισιν ἐν τάχει παραγίγνεσθαι τῶν καταποθέντων σιτίων τε καὶ πομάτων, οὐ δυνάμενα φέρειν οὐδ' ἐπ' ὀλίγον ἀλύπως ἢ τὸ βάρος αὐτῶν, ἢ τὴν ποιότητα· περὶ δὲ τῆς εἰς τὴν κύστιν ἀθρόας τε καὶ ταχείας φορᾶς ἀδύνατον ἀτονίαν αἰτιάσασθαι τῆς γαστρὸς, ἢ τῆς νήστεως, ἢ τῶν λεπτῶν ἐντέρων· εἴπερ γὰρ ἀδυνατοῦντα βαστάζειν τὸ ποτὸν ἐπὶ τὴν ἔκκρισιν αὐτοῦ παραγίνεται, τί ἐκώλυεν ἐκκρίνεσθαι διὰ τῆς ἕδρας αὐτὸ, καθάπερ ὁρᾶται γιγνόμενον ἐπὶ τῶν λειεντερικῶν; οὐ μόνον γὰρ ἐκκρίνεται τὰ σιτία ταχέως διεξερχόμενα τὴν τοσαύτην ἕλικα τῶν ἐντέρων, ἀλλὰ καὶ τὰ ποτά. τὴν δ' εἰς ἧπαρ ἀνάδοσιν ἀπὸ τῶν καθ' ὅλην τὴν γαστέρα χωρίων ἐμάθομεν οὔθ' ἥπατος ἀτονίᾳ γιγνομένην, οὔτε τῶν κατὰ τὸ μεσεντέριον φλεβῶν οὔτε τῶν κατὰ τὴν κοιλίαν, ὥσπερ οὐδὲ τῶν ἐξ ἥπατος ἐπὶ τοὺς νεφρούς· ἐδείχθη γὰρ ἡμῖν κᾀν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ἕλκειν μὲν εἰς ἑαυτὸ τὸ ἧπαρ ἐκ τῆς κοιλίας τὴν τροφὴν διὰ τῶν ἐν μεσαραίῳ [396] φλεβῶν, ὥσπερ τὰ δένδρα τὴν ἐκ τῆς γῆς ἕλκει διὰ τῶν ῥιζῶν· ἐδείχθησαν δὲ καὶ οἱ νεφροὶ τὸ ὑδατῶδες ἐν αἵματι ἕλκειν, μὴ μέντοι τὴν κύστιν ἕλκειν ἐκ τῶν νεφρῶν, ὥσπερ μηδ' ἐκ τῆς κοιλίας τὰ ἔντερα· πέμπειν δ' ἐκκρίνοντας, εἰς μὲν τὴν κύστιν τοὺς νεφροὺς διὰ τῶν οὐρητήρων, εἰς δὲ τὴν νῆστιν, τὴν κοιλίαν διὰ τῆς ἐκφύσεως, ἣν Ἡρόφιλος ὠνόμασε δωδεκαδάκτυλον, ἀπὸ τοῦ μήκους αὐτῇ τὴν ἐπωνυμίαν θέμενος. ὥστε τῶν μὲν νεφρῶν ἀτονίαν ἄν τις αἰτιάσαιτο, κατέχειν ἐπὶ πλέον ἐν ἑαυτοῖς μὴ δυναμένων τὸ οὖρον· οὐ μὴν τῶν γ' ἄλλων μορίων, ὅσα διεξέρχεται τὸ ποθέν. ἀλλὰ πάλιν εἰ μέμφοιτό τις ὡς ἀτόνους τοὺς νεφροὺς, πῶς ἕλξουσιν εἰς αὐτοὺς ταχέως τὸ οὖρον; ἢ δυνατὸν λέγειν, ὥσπερ ἐπὶ τῆς κοιλίας ἐνίοις τῶν λειεντερικῶν ὀρέξεις γίνονται σφοδρόταται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ νεφρῶν ὄρεξίν τε ἅμα γίγνεσθαι σφοδρὰν, καὶ διὰ τοῦθ' ἕλκειν εἰς ἑαυτοὺς διὰ τῆς κοίλης φλεβὸς τὸ οὖρον, αὐτίκα μέν τοι βαρύνεσθαι διὰ τὸ τῆς ὁλκῆς λάβρον; ὥσπέρ γε καὶ ἐπὶ τῶν ὀνομαζομένων ὀρέξεων κυνωδῶν ἐνίους ὁρῶμεν ἐμπιπλαμένους μὲν ἀθρόως, [397] ἐμοῦντας δ' ὀλίγον ὕστερον, ἢ διαῤῥοϊζομένους· οὐ μόνον γὰρ ὁρᾶται τοῦτο παρὰ φύσιν ἐχόντων γιγνόμενον, ἀλλὰ καὶ ζώοις τισὶν ὑγιαίνουσιν ἀμέμπτως, ὡς τοῖς ὀρνιθίοις, ἃ καλοῦσιν ἐν Ἀσίᾳ παρ' ἡμῖν Σελευκίδας· ἀττελάβους γὰρ ταῦτα δι' ὅλης ἡμέρας ἀπλήστως ἐσθίοντα, διὰ ταχέος αὐτοὺς ἐκκρίνει· καὶ ἄλλοις δὲ ζώοις ὑπάρχειν φαίνεται τὸ τοιοῦτον σύμπτωμα φυσικόν. ὥσπερ οὖν ἐν τῷ στόματι τῆς γαστρὸς ἡ κυνώδης ὄρεξις γιγνομένη, μετὰ τοῦ μὴ φέρειν αὐτὴν τῶν καταποθέντων τὸ βάρος, ἀναγκάζει πολλὰ μὲν καὶ λάβρως προσφέρεσθαι, ταχέως δὲ ἀποκρίνειν αὐτὰ, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς νεφροῖς ἡ τῆς ὀῤῥώδους ὑγρότητος ὄρεξις, ἅμα τῇ τῆς δυνάμεως αὐτῶν ἀτονίᾳ, τό θ' ὑγρὸν ἕλκειν ἀθρόως ἀναγκάζει τήν τ' εἰς κύστιν αὐτῶν ἔκκρισιν αὐτίκα ποιεῖσθαι. τί δή ποτ' οὖν, φησίν τις ἴσως, ἐξαιφνίδιον μὲν ἡ εἰς οὖρα διάῤῥοια γίγνεται, λειεντερία δ' οὐχ οὕτως, ὥσπερ οὐδ' ὄρεξις κυνώδης, ἀλλ' ἀριθμῷ πλεόνων ἡμερῶν; ἡ γὰρ ἀρχὴ τοῦ πάθους διώρισται τῆς αὐξήσεως, ἥ τ' αὔξησις τῆς ἀκμῆς. ὅτι ψυχικὸν μὲν ἔργον ἐστὶν ἡ τῆς γαστρὸς ὄρεξις [398] σιτίων τε καὶ ποτῶν, οὐκ ἄνευ τῆς ἡμετέρας αἰσθήσεως γιγνομένη, φυσικὸν δὲ καὶ χωρὶς αἰσθήσεως ἡμετέρας τὸ τῶν νεφρῶν, ὥστε μηδ' ὅταν εἰς τὴν ἀκμὴν ἀφίκηται, γίγνεσθαί τινα αἴσθησιν αὐτοῦ, καθάπερ τῆς κυνώδους ὀρέξεως. εὔλογον οὖν ἐστιν ἄρχεσθαι μὲν αὐτὸ κατὰ βραχὺ, μεῖζόν τε γιγνόμενον ἕλκειν μὲν τὸ πρῶτον ἐκ τῶν φλεβῶν τὸν ὀῤῥὸν τοῦ αἵματος οὐκ αἰσθανομένων ἡμῶν, ὁπόταν δὲ τοῦτον ἑλκύσῃ πάντα, καὶ ξηρὸν ἰκμάδος τοιαύτης ἀποφαίνῃ τὸ κατὰ τὰς φλέβας αἷμα, τὰ ξηρανθέντα τῶν ἀγγείων ἕλκειν ἐκ τοῦ ἥπατος τὴν ἰκμάδα, κᾄπειτ' ἐκεῖνο τὴν ἐκ τῶν ἐντέρων τε καὶ κοιλίας· ἐπειδὰν δὲ ξηρανθῶσιν αἱ κατὰ τὸ στόμα τῆς γαστρὸς φλέβες, ὀρέγεσθαι τηνικαῦτα ποτοῦ τὸν ἄνθρωπον, αἰσθανόμενον τῆς διαθέσεως· εἶτα προσενεγκαμένου τὸ πότον αὐτοῦ, τὰς καθηκούσας εἰς τὴν γαστέρα φλέβας ἐξ ἥπατος, αὐχμώσας ἀναρπάζειν εὐθέως αὐτὸ πᾶν, ἐξ ἐκείνων τε τὰς ἐφεξῆς, ἄχρις ἂν ἡ μετάληψις ἐπὶ τοὺς νεφροὺς ἀφίκηται. δέδεικται γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν οὐ μόνον τὸ πόμα πανταχόσε τοῦ σώματος, ἀλλὰ καὶ ἡ τροφὴ τὴν τῆς ὁλκῆς μετάληψιν φέρεσθαι. [399] κατὰ μὲν οὖν τὸ τάχος τῆς διεξόδου παραπλήσιόν ἐστι τὸ πάθος τοῦτο τῇ λειεντερίᾳ, καὶ μέν τοι καὶ καθ' ὅσον ἡ κατὰ τοὺς νεφροὺς διάθεσις ἡ αὐτὴ τῇ κατὰ τὴν κοιλίαν ἐστί· καθόσον δὲ τὸ πρὸ τῶν νεφρῶν ἔργον ἅπαν τῆς φορᾶς, ἐνεργειῶν ἐστι φυσικῶν διαδοχὴ, τῆς ἑλκτικῆς δυνάμεως ἐνεργούσης, κατὰ τοσοῦτον διαφέρουσιν ἀλλήλων· καίτοι κᾀν ταύταις ἕν τι παραπλήσιόν ἐστιν, ἡ ἐκ τῆς κοίλης φλεβὸς εἰς τοὺς νεφροὺς ὁλκὴ, τῇ πρώτῃ καταπόσει τῶν εἰς τὴν γαστέρα φερομένων ἐκ τοῦ στόματος, ἀλλ' αἱ πρὸ ταύτης ἐνέργειαι ταῖς εἰς οὖρα διαῤῥοίαις εἰσὶν ἴδιαι. ὅτι δ' οὐκ ὀρθῶς ἔνιοι τῆς γαστρὸς εἶναι νομίζουσι τὸ τοῦ διαβήτου πάθος ὁμοίως ταῖς κυνώδεσι ὀρέξεσιν, ἔνεστι μαθεῖν ἐκ τῶν ἐπὶ δίψει σφοδρῷ πιμπλαμένων μὲν τὴν γαστέρα, διαμένον δ' ἐχόντων ἐπὶ πλεῖστον αὐτῇ τὸ ποθέν. τέτταρα γὰρ ταῦτα συμπτώματα διαδέχεται τὴν ἐν τῷ σφοδρῷ δίψει πόσιν· ἓν μὲν καὶ πρῶτον ἔμετος· δεύτερον δ' ἡ διὰ τῆς κάτω γαστρὸς ἔκκρισις ταχεῖα, κατὰ τὰς διαῤῥοίας τε καὶ λειεντερίας· ἄλλο δὲ τρίτον ἡ ἐπὶ πλεῖστον ἐν τῇ γαστρὶ μονή· καὶ τέταρτον αὐτῶν αὐτὸ δὴ [400] τοῦτο περὶ οὗ νῦν ὁ λόγος ἐστὶν, εἴτε διαβήτην αὐτό τις, εἴτε διψακὸν, εἴτε διάῤῥοιαν εἰς οὖρα βούλοιτο καλεῖν. οὐ γὰρ ὅπως ὄνομα πρέπον αὐτῷ θώμεθα, ζητοῦμεν, ἀλλ' ἵν' εἰς τὴν θεραπείαν εὕρωμεν ἀφορμὰς ἔκ τε τοῦ πεπονθότος τόπου καὶ τῆς ἐν αὐτῷ διαθέσεως. ἕτερον δ' ἀκριβῶς ὅμοιον τῷ διαβήτῃ τούτῳ γίγνεται πάθος, ἐπὶ σιτίων πλήθει, μήτ' ἀπεπτουμένων, μήθ' ὑποχωρούντων, μήτε πληθώραν ἐργαζομένων μήτ' εὐτροφίαν, ἀλλὰ δῆλον ὅτι διαφορουμένων ταχέως· οὔτε δ' οὕτω σπάνιόν ἐστιν, ὡς ὁ διψακὸς, οὔθ' οὕτως ἀνίατον, ἐπειδὴ πρὸ τοῦ μέγιστον γενέσθαι γνωριζόμενον οὐ χαλεπῶς θεραπεύεται. ὅταν μὲν γὰρ ἄχρι τοῦ διπλασίου τῶν εἰθισμένων ἐσθίοντός τινος, ἀτροφῇ τὸ σῶμα χωρὶς διαῤῥοίας, παρορᾶται τὸ πάθος οὐ μόνον τοῖς ἰδιώταις, ἀλλὰ καὶ τοῖς ἰατροῖς· ὅταν δ' ἐπὶ τριπλασίοις τοῦτο συμβαίνῃ, βοηθεῖται πρὶν ἐπὶ τὸ τετραπλάσιον ἢ πενταπλάσιον ἀφικέσθαι· τοῦτο δ' αὖ πάλιν τὸ πάθος εὔλογον ἀπὸ ταχείας διαφορήσεως ἄρχεσθαι, σωζόντων ἁπάντων μορίων τὴν ἑλκτικὴν δύναμιν ἅμα τῇ συνεζευγμένῃ μὲν αὐτῇ, καλουμένῃ δ' ἰδίως ὀρεκτικῇ· [401] τοῦ μέντοι σφοδροῦ δίψους ἄνευ τοῦ διαβήτου ἡ γαστήρ ἐστιν αἰτία, πάσχουσα δυσκρασίαν θερμὴν ἢ ξηρὰν, ἢ ἀμφοτέρας ἅμα, καὶ μάλιστ' αὐτῆς τὸ στόμα· δεύτερον δ' ἐπὶ τῇ γαστρὶ τὸ ἧπαρ, καὶ μάλιστ' αὐτοῦ τὰ σιμὰ, συνεκπυρουμένων αὐτοῖς δηλονότι τῶν κατὰ μεσεντέριόν τε καὶ νῆστιν, αὐτήν τε τὴν γαστέρα, καὶ κατὰ τὸν στόμαχον δὲ καὶ πνεύμονα. τοῦ τοιούτου συμπτώματος ἡ οἷον ῥίζα γίγνεταί ποτε δι' ἐρυσιπελατώδη διάθεσιν ἐκπυρωθέντων, οἷς εἰς τοὐπίπαν ἕπεται μαρασμὸς ἄλλοτ' ἄλλος, ὡς ἐν τῷ περὶ αὐτοῦ λόγῳ δεδήλωται. ταῦτα μὲν οὖν τῇ κοινωνίᾳ τῶν συμπτωμάτων ἅμα τοῖς κατὰ νεφροὺς εἴρηται πάθεσιν· αὐτῶν δὲ τῶν νεφρῶν ἴδιον πάθος ἐστὶν ὁ διαβήτης, ἀνάλογον τῇ κατὰ τὸ στόμα τῆς κοιλίας ὀρέξει κυνώδει, σὺν ἀτονίᾳ τῆς καθεκτικῆς δυνάμεως· ἐάν τε γὰρ ἄνευ σφοδρᾶς ὀρέξεως γίγνεσθαι φῶμεν αὐτὸ, τὴν ἀρχὴν οὐδ' ἀφίξεταί ποτ' εἰς τοὺς νεφροὺς ἀξιόλογον οὖρον· ἐὰν δὲ χωρὶς ἀτονίας τῆς καθεκτικῆς δυνάμεως, οὐκ ἀκολουθήσει τὸ τάχος τῆς οὐρήσεως.

[402]    Συμπτώματα κατὰ τὴν κύστιν γίγνεται κοινὰ μὲν τοῖς ἄλλοις οἵ τε παρὰ φύσιν αὐτῆς ὄγκοι πάντες, ὀδύναι τε καὶ τὰ ταύτας ἐργαζόμενα πάθη· τὰ δ' ἴδια μόνης αὐτῆς, ἰσχουρίαι τε καὶ στραγγουρίαι, καὶ κατ' ἄλλον τρόπον αἱ ἄμετροι τῶν οὔρων ἐκκρίσεις. ἀλλ' αὗται μὲν, ὡς ἐν τῷ περὶ τῶν νεφρῶν λόγῳ προείρηται, διόδῳ χρῶνται τῇ κύστει, μηδὲν αὐτῆς πεπονθυίας· τῆς στραγγουρίας δ' ἡ μὲν ἐπὶ δριμέσιν οὔροις γιγνομένη σύμπτωμα μέν ἐστι κύστεως, πάθος δ' οὐκ ἔστιν· ἡ δὲ δι' ἕλκωσιν ἢ ἀτονίαν ἐπὶ πάθει κύστεως γίγνεται, καθάπερ ἡ διὰ τὴν δριμύτητα, ποτὲ μὲν ἐπὶ νεφρῶν πάθει, ποτὲ δ' ἐπ' ἄλλῳ τινὶ τῶν εἰς οὖρα τὴν ἑαυτῶν κακοχυμίαν, ἢ τὸ πῦον, ὅτ' ἂν ἀποστήματι κάμνῃ, διαπέμψαι δυναμένων. γίγνεται δέ ποτε καὶ διὰ τοὺς ἐν ταῖς φλεψὶ χυμοὺς, ἐκκαθαιρομένους διὰ νεφρῶν τε καὶ κύστεως. ἀῤῥωστοῦσα δὲ κύστις ἐπὶ δυσκρασίᾳ βλάπτεται τὴν οἰκείαν ἐνέργειαν, ἥ τίς ἐστιν ἐκκριτικὴ τῶν οὔρων, ἐφ' ἣν ὁρμᾷ τὸ ζῶον, ὅτ' ἂν ἤτοι βαρύνηται τῷ πλήθει τῆς περιεχομένης οὐσίας ἡ κύστις, ἢ δακνούσης ἀνιαθῇ. ταῦτα δ' ἀμφότερα [403] τοὺς ἀσθενεῖς μᾶλλον ὀδυνᾷ τῶν ἰσχυρῶν· ἡ δ' ἀσθένεια γίγνεται καὶ δι' ὀργανικὰ μὲν ἐνίοτε πάθη, καὶ διὰ δυσκρασίας τάς τ' ἄλλας καὶ τὰς συνεχέστατα πολλοῖς συμβαινούσας, ὁπότ' ἂν ψυγῶσιν· ἐναργῶς γὰρ φαίνεται βαρυνομένη τηνικαῦτα, κᾂν ὀλίγον ἐν αὐτῇ περιέχηται τὸ ὑγρόν. ὡς οὐρήσεως δὲ ὀργάνῳ τῇ κύστει καὶ τὸ τῆς ἰσχουρίας ἕπεται σύμπτωμα, ποτὲ μὲν, ὡς εἴρηται, μὴ δυναμένης περιστέλλεσθαι σφοδρῶς τοῖς ἐν αὐτῇ περιεχομένοις, ὡς ἐκθλίβειν αὐτὰ, ποτὲ δὲ τοῦ κάτω πόρου φραχθέντος ὑπὸ παχέων ὑγρῶν, ἢ λίθου σφηνωθέντος· ἔστι δ' ὅτε καὶ διὰ φλεγμονὴν, ἤ τινα τοιοῦτον ἕτερον ὄγκον, εἰς στενοχωρίαν ἀγαγόντα τὸν πόρον, ἢ καὶ τελέως ἐμφράξαντα. οὐ μὴν ἐπί γε τοῖς ἀπὸ τοῦ νωτιαίου μυελοῦ νεύροις παθοῦσιν, ἢ αὐτῷ τῷ νωτιαίῳ, γίγνεταί τις ἀτονία τῆς κύστεως, δι' ἣν οὔρων ἐπίσχεσις ἀκολουθεῖ, καθάπερ ἔνιοι νομίζουσιν, οἰόμενοι προαιρετικὸν ἔργον εἶναι τὸ τῆς κύστεως, ἐπειδὴ κατέχομέν τε τὸ οὖρον ἄχρι περ ἂν βουληθῶμεν, ἐκκρίνομέν τε προελόμενοι· βέλτιον γὰρ ἦν αὐτοὺς ἐγνωκέναι, μὴ τὸ τῆς κύστεως, ἀλλὰ τὸ τῆς οὐρήσεως ἔργον [404] εἶναι προαιρετικὸν, ὥσπέρ γε καὶ τὸ τῆς ἀποπατήσεως, οὐ τὸ τῶν ἐντέρων. ἡ μὲν γὰρ κύστις ἐνέργειαν ἔχει μίαν, τὴν περισταλτικήν· ὁ δὲ τὸν οὐρητικὸν πόρον ἐν κύκλῳ περιέχων μῦς, ἐν ἀρχῇ τοῦ τραχήλου τῆς κύστεως τεταγμένος, ὄργανόν ἐστι προαιρετικὸν, ἔργον ἔχον σφίγγειν ἐν κύκλῳ τὸν αὐχένα τῆς κύστεως οὕτως ἀκριβῶς, ὡς μηδὲν εἰς τὸν πόρον αὐτοῦ τῶν ἐκ τῆς κύστεως ὑγρῶν ἐξιέναι· τὴν δ' αὐτὴν ἐνέργειάν τε καὶ χρείαν ἔχει καὶ ὁ ἐπὶ τῷ πέρατι τοῦ ἀπευθυσμένου μῦς· καὶ διὰ τοῦτο, παραλυθέντων αὐτῶν, οὔτ' οὖρον ἴσχεται κατὰ τὴν κύστιν οὔτε κόπρος ἐντὸς τῆς ἕδρας, ἀλλ' ἐκρεῖ κατ' ὀλίγον ἀμφότερα χωρὶς τῆς ἡμετέρας προαιρέσεως. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων μυῶν ὅπερ ἡ παράλυσις ἀκουσίως, τοῦθ' ἡ προαίρεσις ἡμῶν ἑκουσίως ἐργάζεται, κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τούτων ἐνεργοῦντες παυόμεθα, βουληθέντες ἐκκρῖναι κόπρον ἢ οὖρον. ὥσπερ δ' ἔνιοι προαιρετικὸν ἔργον ὅλον ᾠήθησαν εἶναι τὸ περὶ τὴν τῶν οὔρων τε καὶ τῆς τροφῆς περιττωμάτων ἀπόκρισιν, οὐκ ὀρθῶς γιγνώσκοντες, οὕτως ἔνιοι πάλιν ἐξ ὑπεναντίου τοῖσδε σύμπαν αὐτὸ φυσικὸν ἔργον εἶναι νομίζοντες [405] οὐκ ἀληθεύουσιν. ὅλον μὲν γὰρ φυσικόν ἐστιν ἔργον ἡ ἐκ τῆς γαστρὸς εἰς τὴν νῆστιν ἔκθλιψις τῆς τροφῆς, ὅλον δ' αὖ προαιρετικὸν ἔκτασις καὶ κάμψις ἑκατέρων τε τῶν κώλων ἑκάστου τε τῶν δακτύλων· γίγνεται γὰρ ἡ μὲν ἐκ τῆς κοιλίας εἰς τὴν νῆστιν φορὰ, καθάπερ γε καὶ ἡ δι' ἐκείνης εἰς τὸ λεπτὸν ἔντερον, ὑπὸ φυσικῆς δυνάμεως μόνης· ἡ δ' ἀποπάτησίς τε καὶ οὔρησις ἀμφοτέρων τῶν ὀργάνων ἅμα ταῖς οἰκείαις δυνάμεσιν ἐνεργούντων ἐπιτελεῖται· κατὰ μὲν τὸ ἀπευθυσμένον καὶ τὴν κύστιν ὑπὸ τῶν φυσικῶν, κατὰ δὲ τοὺς μῦς ὑπὸ τῶν ψυχικῶν τε καὶ προαιρετικῶν ὀνομαζομένων. οἱ μὲν γὰρ σφίγγοντες τὰς ἐκροὰς μύες οὐκέτ' ἐνεργοῦσιν, οἱ δὲ καθ' ὑπογάστριον ἐνεργοῦσιν, καὶ μάλιστ' αὐτῶν οἱ μέσοι· συνεπιλαμβάνουσι δ' ἔστιν ὅτε τοῖς μυσὶ τούτοις ἔνιοι τῶν δυσκόλως ἀποπατούντων, καὶ τὴν διὰ τῶν χειρῶν θλίψιν, καθάπερ γε κᾀπὶ τῆς δυσχεροῦς οὐρήσεως καὶ τελέας ἐπισχέσεως εἰώθασι ποιεῖν. ὅταν μὲν οὖν τὰ νεῦρα πάθῃ, δι' ὧν ἡ ψυχικὴ δύναμις ἐπὶ τοὺς εἰρημένους ἀφικνεῖται μῦς, ἢ καὶ τὸν νωτιαῖον αὐτὸν βλαβῆναι συμβῇ, παραλυθέντων τῆς ἐνεργείας τῶν μυῶν, ἀκούσιος ἔκκρισις οὔρου [406] τε καὶ κόπρου γίγνεται· ὅταν δ' αὐτὸ τῆς κύστεως τὸ σῶμα τοιοῦτο πάθῃ πάθος, ὡς ἀδυνατεῖν ἐκθλίβειν τὸ περιεχόμενον ἐν αὐτῇ, κατέχεται τούτοις τὸ οὖρον, καὶ καλεῖται τὸ σύμπτωμα αὐτῆς ἰσχουρία. συμβαίνει δὲ καὶ διὰ δυσαισθησίαν αὐτῆς γίγνεσθαί ποτ' ἐπίσχεσιν οὔρων, ἄνευ τοῦ πεπονθέναι τὴν ἐκκριτικὴν δύναμιν, ἐὰν τὰ μὲν τῆς κύστεως ἴδια νεῦρα πάθῃ, τὰ δὲ τοῦ σφίγγοντος αὐτῆς τὸν αὐχένα μυὸς ἐνεργῇ, διασώζοντα τὴν ἑαυτῶν δύναμιν· ὡς ἐάν γε παραλυθῇ, σημεῖον ἴδιον τῆς παραλύσεως τούτου τοῦ μυός ἐστιν ἡ τῶν οὔρων ἀκούσιος ἔκκρισις· ὅταν δὲ τοῦτο γένηται τὸ πάθος, ὅ τε πόρος αὐτῆς φραχθῇ, χαλεπόν ἐστι διαγνῶναι τὰς διαθέσεις ἀμφοτέρας. οὐ μόνον δὲ εἰς τὴν τούτων, ἀλλὰ καὶ τὴν τῶν ἄλλων ἁπάντων τῶν κατὰ τὴν κύστιν ἀκριβῆ διάγνωσιν ἀναγκαιότατόν ἐστι προεπίστασθαι τὰ προκατάρχοντα τῶν ἔξωθεν αἰτίων, ἃ καλοῦσιν ἰδίως οἱ ἰατροὶ προκαταρκτικά· πολὺ δὲ μᾶλλον αὐτῶν τὰ προηγούμενα τὰ κατ' αὐτὸ τὸ σῶμα τοῦ ζώου παθήματα. λορδωθείσης γοῦν ποτε τῆς ῥάχεως ἐπὶ τῇ καταπτώσει, συνέβη τῶν οὔρων ἐπίσχεσις, [407] εἰωθυίας οὕτω γίγνεσθαι, καθάπερ εἴρηται καὶ ὑφ' Ἱπποκράτους· ἐπεσχέθη δ' οὐκ εὐθέως, ἀλλὰ περὶ τὴν τρίτην ἡμέραν, ὑπὸ τῆς τῶν ἔσω μεταστάντων σπονδύλων θλίψεως, φλεγμηνάσης τῆς κύστεως· ἤλγει γοῦν κατὰ τὸ χωρίον αὐτῆς, καὶ χωρὶς μὲν ψαύειν, ἀλλὰ πολὺ μᾶλλον ἐπερειδόντων τὰς χεῖρας· ἐθεραπεύσαμεν δ' αὐτὸν ὡς πρὸς φλεγμονὴν ἱστάμενοι. μεταστάντων δ' ὀπίσω τῶν σπονδύλων ἐφ' ἑτέρου, τὸ οὖρον ἀκουσίως ἐξεκρίνετο χωρὶς ὀδύνης τῆς κύστεως· ἐφ' οὗ τὸ νεῦρον τοῦ κλείοντος τὴν κύστιν μυὸς ἐτεκμηράμεθα πεπονθέναι, καὶ διὰ τοῦτο τὴν θεραπείαν τῷ νωτιαίῳ προσήγομεν. ἐπ' ἄλλου δ' ὁμοίως πεπονθότος ἐπίσχεσις οὔρων ἐγένετο, δυσαισθησίας μὲν ἐπὶ τῇ τῶν νεύρων πείσει καταλαβούσης τὴν κύστιν, ἐν δὲ τοῖς ὕπνοις οὐκ αἰσθανομένου τοῦ ἀνθρώπου πεπληρωμένης τῆς κύστεως, εἶθ' ὑπερδιαταθείσης αὐτῆς, μηκέτ' ἀποκρίνοντος. συμβαίνει γάρ ποτε καὶ τοῦτο τῆς ἰσχουρίας αἴτιον γενέσθαι, καθάπερ γε καὶ ἄλλοις ὑγιαίνουσιν ἤτοι διὰ περίστασίν τινα πραγμάτων, ἢ ἐν ἐκκλησίαις, ἢ βουλαῖς, ἢ ἐν δικαστηρίοις, ἢ καὶ δειπνοῦσι παρά τινι, κατασχοῦσιν ἐπὶ πλέον τὸ οὖρον, ὑπερδιαταθείσης τῆς κύστεως, [408] ἰσχουρίαν ἀκολουθῆσαι, παθούσης τῆς περισταλτικῆς αὐτῆς δυνάμεως ὑπὸ τῆς ἀμέτρου τάσεως. ἑτέρου δὲ ἐπὶ καταπτώσει τῆς ῥάχεως ἀπαθοῦς διαμενούσης ἐν μὲν τῷ παραχρῆμα συνέβη συχνὴν οὔρησιν αἵματος γενέσθαι, μετὰ δὲ ταῦτα τελείαν ἰσχουρίαν· ἐφ' οὗ τεθρομβῶσθαί τι τοῦ αἵματος ἐτεκμηράμεθα, καὶ διὰ τοῦτο καθετῆρι χρησαμένων ἡμῶν, ὀλίγον μὲν οὔρησεν, ἐξαιρεθέντος δὲ τοῦ καθετῆρος, ἐφάνη κατὰ τὸ στόμιον αὐτοῦ γνώρισμα τῆς θρομβώσεως. ἐπ' ἄλλων δὲ χρονίων ἀλγημάτων, ἅμα σημείοις ἀποστημάτων γενομένων, ἐπὶ τῷ λῆξαι ταῦτα συνεξουρήθη τι πυῶδες λεπτὸν, ἐπηκολούθησεν δ' ἐπίσχεσις οὔρων, ὡς τεκμήρασθαι παχὺ πῦον ἐμφράξαι τὸν πόρον. ἐπὶ δὲ τῶν παιδίων λιθιώντων κατὰ κύστιν ἐθεασάμεθα πολλάκις ἰσχουρίαν γενομένην, ἐφ' ᾗ σχηματίσαντες ἀνάῤῥοπον τὸ σῶμα μετὰ κατασείσεως, ἀποκυλισθῆναι τὸν λίθον τοῦ πόρου ἐποιήσαμεν. ἑωρακότας δὲ καὶ τοῦθ' ὑμᾶς, ὃ μέλλω λέγειν, ἀξιῶ μεμνῆσθαι διαπαντός· ἐπὶ ταῖς καλουμέναις θρομβώσεσιν, οὐ μόνον ταῖς κατὰ κύστιν, ἀλλὰ καὶ τούτων ἔτι μᾶλλον εἰ κατ' ἔντερά τε καὶ [409] γαστέρα καὶ θώρακα γένοιντο, συμβαίνει λειποψυχεῖν τε καὶ ὠχριᾷν, καὶ μικροὺς καὶ ἀμυδροὺς καὶ πυκνοὺς ἴσχειν τοὺς σφυγμοὺς, ἀλύειν τε καὶ διαλύεσθαι. ταὐτὸ δὲ τοῦτο κᾀπὶ τοῖς κατὰ τοὺς μῦς μεγάλοις τραύμασιν ἐπιγίγνεται πολλάκις· ὡς θαυμάσαι τὴν αἰτίαν τινὰ τοῦ συμβαίνοντος, εἰ τὸ πάντων οἰκειότατον ἡμῖν αἷμα τηλικούτων κακῶν ἐστι γεννητικὸν ἐκχυθὲν τῶν οἰκείων ἀγγείων· ἀκολουθοῦσι γὰρ αὐτῷ καὶ σηπεδόνες τῶν μορίων καὶ νεκρώσεις. εἶδον δὲ καὶ κατὰ κύστιν ἐνθρομβωθεῖσαν ἀκολουθήσαντα τὰ αὐτὰ συμπτώματα· προηγεῖτο γὰρ αἵματος οὔρησις αὐτῷ δαψιλοῦς, καὶ ἐκ τούτου συνετεκμηράμην τὴν θρόμβωσιν, ἔδωκά τε φάρμακον πιεῖν λίθου θρυπτικὸν δι' ὀξυμέλιτος, αὐτό τε τὸ ποτὸν ὀξύμελι προσεφέρομεν· ἀλλὰ καὶ ταῦτά μου ποιοῦντος, οἱ μὲν ἄλλοι διεφθάρησαν, εἷς δέ τις ἐσώθη, διαλυθέντων αὐτῷ τῶν θρόμβων, εἶτα κατ' ὀλίγον οὐρηθέντων. ὅτι δ' οὐκ ἔστιν αὐτάρκη τὰ κατὰ τὸν ἐνεστῶτα χρόνον συμπτώματα διδάξαι τὸν πεπονθότα τόπον, ἀλλὰ καὶ πολλάκις ἐκ τῶν προγεγονότων ὁ διορισμὸς γίγνεται, τῶν προεωραμένων ὑμῖν ἀναμιμνησκόμενοι γνώσεσθε· πῦον γοῦν οὐρησάντων [410] πολλῶν πολλάκις, ἡ τῶν προγεγονότων συμπτωμάτων μνήμη τὸν πεπονθότα τόπον ἐνεδείξατο, τήν τ' ἐν αὐτῷ διάθεσιν ἐδήλωσεν. ὁ μὲν γάρ τις ἠλγήκει πρότερον τὰ κατὰ τὸ χωρίον τῶν νεφρῶν πολλάκις, ἄτακτοί τε φρῖκαι ποτὲ καὶ ῥίγη τὰ σμικρὰ σὺν πυρετοῖς ἐγεγόνει· τῷ δὲ κατὰ τὴν τῆς κύστεως θέσιν, ἅμα ταῖς τε φρίκαις καὶ τοῖς πυρετοῖς ἀλγήματα προεγεγόνει· τισὶ δὲ κατὰ διάφραγμα καὶ θώρακα, καθάπερ ἑτέροις κατὰ τὸ δεξιὸν ὑποχόνδριον· ἐφ' ὧν ἁπάντων ἐτεκμηράμεθα, κατὰ τὸν ἀλγήσαντα τόπον ἀποστήματος προγενομένου, διὰ νεφρῶν ἐκκαθαρθῆναι τὸ πῦον. συνενδείκνυται δὲ τοῖς εἰρημένοις καὶ τὸ ποσὸν τοῦ πύου καὶ τὸ μεμίχθαι τοῖς οὔροις αὐτὸ πᾶν, ὥσπερ ἀνατεταραγμένον, ἢ μήπω τοῦτο γεγονέναι, καθάπερ ἐπὶ τῶν ἐντέρων εἴρηται πρόσθεν. ὡς γὰρ ἐν ἐκείνοις, ἐὰν μὲν ἐκ τῶν ὑψηλοτέρων ἐντέρων ᾖ τὰ φερόμενα, μέμικται τοῖς τῆς τροφῆς περιττώμασιν ὁμοίως τοῖς ἀναπεφυραμένοις, ἐὰν δ' ἐκ τῶν κατωτέρω, καθ' ἕν τι μέρος αὐτῶν συνεκκρίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἤτοι τεθόλωται τὸ οὖρον ἅπαν ὑπὸ τῶν συνεκκρινομένων αὐτῷ [411] πυωδῶν, ἢ κατά τινα μόρια διεσπασμένον ἀνωμάλως ἐμφέρεται, πολλάκις δὲ καὶ μόνον αὐτὸ τὸ πῦον ἐκκρίνεται χωρὶς οὔρου. τοῦτο μὲν οὖν ἐναργῶς ἐνδείκνυται κατὰ τὴν κύστιν αὐτὴν γεγονέναι τὴν ἐκπύησιν· τὸ δ' ἀναμεμιγμένον ἀκριβῶς, ἄνωθέν ποθεν ἥκειν· τὸ δὲ μέσην τούτων κατάστασιν ἔχον, ἀπὸ τῶν νεφρῶν. ὁμοίως δὲ κᾂν μετὰ τὸ συῤῥαγῆναι τὸ ἀπόστημα φαίνηταί τι γνώρισμα τῆς ἑλκώσεως ἅμα τῇ τοῦ πεπονθότος τόπου διαγνώσει, καὶ τοῦτο ποτὲ μὲν ἀναμεμιγμένον ἀκριβῶς φαίνεται, ποτὲ δὲ μετρίως, ἢ μηδεμίαν ἐσχηκὸς μίξιν, ἢ ἐποχούμενόν πως, ἢ μόνον διεξερχόμενον· τοῦ μὲν ἕλκους γνώρισμά ἐστιν ἴδιον ἡ ἐφελκὶς ὀνομαζομένη, τοῦ πεπονθότος δὲ μέρους ἡ κατὰ τὴν οὐσίαν ἰδιότης· πεταλώδη μὲν γάρ ἐστι τὰ τῆς κύστεως ἀποῤῥυπτόμενα μόρια, σαρκοειδῆ δὲ τὰ τῶν νεφρῶν. οὕτως δὲ κἂν τῶν ἀνωτέρω τι πεπόνθῃ, τὰ συνεκκρινόμενα τοῖς οὔροις ἐπισκέπτεσθαι χρὴ, παραβάλλοντας αὐτὰ τῇ τῶν ὑπονοουμένων οὐσίᾳ. δι' οὔρων μὲν οὖν ἐκκαθαίρεται τά τε κυρτὰ μέρη τοῦ ἥπατος ὅσα τε ἀνωτέρω τοῦδε τέτακται μόρια [412] σύμπαντα· δι' ἕδρας δὲ τά τε σιμὰ τοῦ ἥπατος ἔντερά τε καὶ γαστὴρ καὶ σπλήν. ἔξωθεν δὲ τούτων ἐστὶν ὅσα σπανίως γίγνεται, οἷον διὰ γαστρὸς ἐκκαθαρθέντων τῶν κατὰ θώρακα καὶ πνεύμονα, καὶ δι' οὔρων ἐνίοτε τῶν κάτω τοῦ διαφράγματος, ὧν ἀγνοοῦντες ἔνιοι τὰς αἰτίας, εἶτ' οὐχ ἑωρακότες ἐπ' ἀῤῥώστων αὐτὰ γιγνόμενα, τοῖς ἑωρακόσιν ἀπιστοῦσιν· (ὅτι ἀποστήματός ποτε ἐν πνεύμονι γενομένου, δυνατὸν τὸ πῦον διὰ νεφρῶν ἐκκαθαρθῆναι) ἀλλ' ἡμεῖς γε καὶ πνεύμονος ἀπόστημα δι' οὔρων ἐκκαθαρθὲν ἐθεασάμεθα, καὶ θώρακος, διά τε τῶν ἐντέρων καὶ τῆς ἕδρας. ἡ μὲν οὖν ἐκ τοῦ πνεύμονος εἰς τοὺς νεφροὺς φορὰ τὴν ἀρχὴν οὐδ' ἀπορίαν ἔχει κατά γε τὴν ἀλήθειαν. ὥσπερ γὰρ ἀπὸ τῆς κοίλης φλεβὸς ἀποφύσεις εἰς τοὺς νεφροὺς ἐμβάλλουσιν, οὕτω καὶ τῆς μεγάλης ἀρτηρίας. ἐπεὶ δὲ Ἐρασίστρατος ἡγεῖται πνεύματος μόνου τὰς ἀρτηρίας ὑπάρχειν ἀγγεῖα, τοῖς πεπιστευκόσιν αὐτῷ τὸ ζήτημα, οὐχ ἡμῖν γίγνεται, τῆς λείας ἀρτηρίας τοῦ πνεύμονος, ὅσον εἰς ἑαυτὴν δέχηται πῦον ἐκ τοῦ ῥαγέντος ἀποστήματος, εἰς ἀριστερὰν κοιλίαν τῆς καρδίας κομίσαι δυναμένης, [413] εἶτ' ἐντεῦθεν εἰς τὴν μεγάλην ἀρτηρίαν ἐμπεσόντος αὐτοῦ, διὰ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐνεχθῆναι τὸ συνδοθέν· οὐ μὴν εἴωθεν οὕτω συμβαίνειν ὡς τὸ πολὺ, φθανούσης τῆς μεταλήψεως εἰς τὰς τραχείας ἀρτηρίας γίγνεσθαι. τοῦ μὲν οὖν σπανίως μὲν, ἀλλ' ἕπεσθαί ποτε δι' οὔρων κάθαρσιν, ἐν πνεύμονι πύου γεννηθέντος, ἡ αἰτία λέλεκται· τοῦ δὲ καὶ διὰ γαστρὸς ἕτερόν τι τῶν ἐξ ἀνατομῆς φαινομένων σπάνιον αἴτιον. ἡ γάρ τοι κοίλη φλὲψ εὑρίσκεταί ποτε διά τινος ἀγγείου μέσου συναπτομένη τῇ στελεχιαίᾳ καλουμένῃ· διὸ καὶ θαυμαστὸν οὐδὲν, οὐδ' ἀδύνατον, οὔτ' ἐκ τῶν ἄνω τοῦ διαφράγματος μερῶν εἰς τὴν γαστέρα ῥυῆναι τὸ πῦον οὔτ' ἐκ τῶν κάτω διὰ τῶν νεφρῶν εἰς τὴν κύστιν ἀφικέσθαι· ταῖς γὰρ σπανίαις κατασκευαῖς τῶν σωμάτων εἰκός ἐστιν ἕπεσθαι σπάνια συμπτώματα.

   Οὐδ' ἐνταῦθα χρὴ διαφέρεσθαι, πότερον ὑστέραν ἢ μήτραν κλητέον ἐστὶ τὸ πρὸς τὴν κύησιν ὑπὸ τῆς φύσεως δοθὲν ταῖς γυναιξὶ μόριον, ὥσπερ οὐδ' εἰ κατὰ τὸν πληθυντικὸν ὀνομαζόμενον ἀριθμὸν ὑστέρας ἢ μήτρας, ἢ κατὰ τὸν ἑνικὸν ἐθέλοι τις ὀνομάζειν ὑστέραν καὶ μήτραν. [414] ἄμεινον γὰρ εἰς τὰ χρήσιμα τὸν χρόνον ἀναλίσκειν, ἐξ ὧν εἰς διάγνωσιν ἢ πρόγνωσιν, ἢ θεραπείαν, ὄφελός τι καρπωσόμεθα. καθάπερ ἀμέλει κᾀπὶ τῆς καλουμένης ὑπὸ μέν τινων ὑστερικῆς πνίξεως, ὑπ' ἐνίων δ' ἀπνοίας ὑστερικῆς· ὡς ἓν γάρ τι τὸ πάθος ἑκατέρᾳ τῇ προσηγορίᾳ δηλούντων ἐστὶν ἀκοῦσαι τῶν ἰατρῶν. ἐγὼ δὲ θεασάμενος πολλὰς γυναῖκας ὑστερικὰς, ὡς αὐταί τε σφᾶς αὑτὰς ὀνομάζουσιν αἵ τ' ἰατρίναι πρότεραι, παρ' ὧν εἰκός ἐστι κᾀκείνας ἀκηκοέναι τοὔνομα, τινὰς μὲν ἀναισθήτους τε ἅμα καὶ ἀκινήτους κειμένας, ἀμυδρότατόν τε καὶ μικρότατον ἐχούσας σφυγμὸν, ἢ καὶ παντελῶς ἀσφύκτους φαινομένας, ἐνίας δ' αἰσθανομένας τε καὶ κινουμένας καὶ μηδὲν βεβλαμμένας τοῦ λογισμοῦ, λιποδρανούσας τε καὶ μόγις ἀναπνεούσας, ἑτέρας δὲ συνελκομένας τὰ κῶλα, διαφορὰς ὑπολαμβάνω τῶν ὑστερικῶν παθημάτων εἶναι πλείους, ἤτοι κατὰ τὸ μέγεθος τῆς ποιούσης αἰτίας, ἢ κατ' εἴδη τινὰ διαφερούσας ἀλλήλων. ἡ μὲν οὖν πρώτη λελεγμένη διαφορὰ κατὰ τὸ τοῦ Ποντικοῦ Ἡρακλείδου γεγραμμένον βιβλίον ἀπορίαν ἔχει πολλὴν ὅπως γίγνεται. [415] λέγεται γὰρ ἄπνους τε καὶ ἄσφυκτος ἐκείνη ἡ ἄνθρωπος γεγονέναι, τῶν νεκρῶν ἑνὶ μόνῳ διαλλάττουσα, τῷ βραχεῖαν ἔχειν θερμότητα κατὰ τὰ μέσα μέρη τοῦ σώματος· ἐπιγέγραπται γοῦν τὸ βιβλίον ἄπνους Ἡρακλείδου· καὶ ζήτησιν ἔφη γεγονέναι τοῖς παροῦσιν ἰατροῖς, εἰ μήπω τέθνηκεν. Ἡρακλείδου δ' αὖθις ὕστερον γεγονότες ἔνιοι, βουλόμενοι διασώζεσθαί τι τῆς ἀναπνοῆς, εἰ καὶ μὴ φαίνοιτο, κτηδόνας ἐρίου διεξαμμένου καταρτᾷν φασι χρῆναι πρὸ τῆς ῥινὸς, εἰς διάγνωσιν ἀκριβῆ τοῦ φέρεσθαί τι πνεῦμα διὰ τῆς ἀναπνοῆς εἴσω τε καὶ αὖθις ἔξω· τινὲς δὲ κατὰ τὸ στόμα τῆς γαστρὸς ἐπιτιθέναι κελεύουσιν λεκάνιον ὕδατος μεστὸν, ἀκίνητον γὰρ ἀκριβῶς φυλαχθήσεσθαι τὸ ὑγρὸν, εἰ μηδὲν ὅλως σώζοιτο τῆς ἀναπνοῆς. εἰ μὲν οὖν ἀπέθνησκον αἱ οὕτως ἔχουσαι πᾶσαι γυναῖκες, ἁπλοῦν ἂν εἴη τὸ ζήτημα· σωζομένων δὲ ἐνίων, διπλοῦν γίγνεται, τήν τε διάθεσιν ἡμῶν ζητούντων, ὑφ' ἧς ἀπόλλυται τὸ τῆς ἀναπνοῆς ἔργον, ἔτι τε μᾶλλον ὅπως ἔτι ζῶσιν αἱ μηδ' ὅλως ἀναπνέουσαι· πεπίστευται γὰρ ἀχώριστον εἶναι τοῦ ἀναπνεῖν τὸ ζῇν, τοῦ τε ζῇν τὸ ἀναπνεῖν, [416] ὥστε καὶ τὸν ζῶντα πάντως ἀναπνεῖν καὶ τὸν ἀναπνέοντα πάντως ζῇν. ἢ τοῦτο χαλεπώτερον; οὐκ ἔστι δ' ὄντως χαλεπώτερον, ἀλλὰ θατέρου φωραθῆναι ῥᾷον, εἴ γε καὶ τὰ φωλεύοντα ζῶα νεκροῖς ὅμοια κατὰ τοὺς φωλεοὺς εἰργμένα, τῆς ἀναπνοῆς οὐδὲν ἀποσώζοντα φαίνεται· τούτου γὰρ ἐγνωσμένου καὶ σαφῶς ἐκείνων ὁρωμένων τῶν ζώων ψυχρῶν, ἀποδεδειγμένου δὲ καὶ τοῦ τὴν μεγίστην χρείαν τῆς ἀναπνοῆς εἶναι σωτηρίαν τῆς ἐμφύτου θερμασίας, δι' ἐμψύξεώς τε καὶ ῥιπίσεως γιγνομένην, οὐδὲν ἔτι δύσκολόν ἐστιν ἐπιλογίσασθαι, τὴν ὑπολειπομένην αὐτοῖς ὀλίγην θερμασίαν φυλάττεσθαι διὰ τοῦ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας ἔργου, καλουμένου δ' ὑπό τινων ἰατρῶν διαπνοῆς, ὥσπερ τοῦ διὰ θώρακός τε καὶ πνεύμονος ἀναπνοῆς. ἐγχωρεῖ τοίνυν ἐπὶ τῆς ὑστερικῆς ἀπνοίας, ἐπειδὴ κατέψυκται τὸ πᾶν σῶμα, φαίνεται γὰρ ἐναργῶς τοῦτο, τὴν μὲν διὰ τοῦ στόματος ἀναπνοὴν μηδόλως γίγνεσθαι, τὴν δὲ διὰ τῶν ἀρτηριῶν γίγνεσθαι· δυνατὸν δὲ καὶ γιγνομένην αὐτὴν ἐλαχίστην λανθάνειν τὴν αἴσθησιν. ἐφεξῆς γοῦν ἡμᾶς διαδέξεται ζήτημα πρὸς τὸ μηδὲν ἔτι τῶν [417] κατὰ τοῦτο τὸ πάθος ἀπορεῖν, ὑπὸ τίνος αἰτίας ψύχεται τὸ σῶμα. τάχα δ' ἂν εὑρεθείη καὶ τοῦτο τὰς προηγουμένας αἰτίας ἐπισκεψαμένων ἡμῶν οὔσας τοιαύτας. ὡμολόγηται τοῦτο τὸ πάθος γίγνεσθαι ταῖς χηρευούσαις ἐπὶ πολὺ, καὶ μάλισθ' ὅταν ἐν τῷ πρόσθεν χρόνῳ καθαιρόμεναί τε καλῶς καὶ κυϊσκόμεναι, καὶ ταῖς πρὸς τοὺς ἄνδρας συνουσίαις χρώμεναι, στερηθῶσιν ἁπάντων αὐτῶν. τί ἂν οὖν τις ἐκ τούτων ἔχοι συλλογίσασθαι πιθανώτερον τοῦ διὰ τὴν ἐπίσχεσιν τῶν καταμηνίων ἢ τοῦ σπέρματος ἐπιγίγνεσθαι ταῖς γυναιξὶ ταύτας τὰς ὑστερικὰς ὀνομαζομένας διαθέσεις, εἴτ' ἄπνοιαί τινες, εἴτε πνίγες, εἴτε καὶ συνολκαί τινες τύχοιεν οὖσαι; καὶ μᾶλλον ἴσως διὰ τὴν τοῦ σπέρματος ἐπίσχεσιν, ἐπειδὴ τοῦτο μεγάλην τε δύναμιν ἔχει καὶ ταῖς γυναιξὶν ὑγρότερόν τε καὶ ψυχρότερόν ἐστιν, ἀποκρίνεσθαί τε δεῖται ταῖς φύσει πολυσπέρμοις, ὥσπερ καὶ τοῖς ἄῤῥεσι. καὶ γὰρ καὶ τούτων ἔγνωμεν οὐκ ὀλίγην διαφορὰν, ἐνίων μὲν εὐθέως ἀπὸ νεότητος ἐπὶ ταῖς συνουσίαις ἀσθενῶν γιγνομένων, τινῶν δ', εἰ μὴ συνεχῶς χρῷντο, βαρυνομένων τε τὴν κεφαλὴν, [418] ἀσωδῶν τε καὶ πυρετωδῶν γιγνομένων, καὶ χεῖρον ὀρεγομένων καὶ ἧττον πεττόντων· ὧν τὸ σῶμα δένδροις ὁ Πλάτων εἴκαζε πολυκαρποτέροις τοῦ συμμέτρου. τοιαύτης γοῦν ἐνίους ὄντας φύσεως, εἶτ' ἐγκρατεῖς ἀφροδισίων χρήσεως ὑπ' αἰσχύνης γενομένους, ναρκώδεις τε καὶ δυσκινήτους ἔγνωμεν ἀποτελεσθέντας· ἐνίους δὲ καὶ σκυθρωποὺς ἀλόγως καὶ δυσέλπιδας, ὁμοίως τοῖς μελαγχολικοῖς, ὀρεχθῆναί τε καὶ πέψαι χείρους. οἶδα δέ τινα διὰ πένθος τῆς γυναικὸς ἀποσχόμενον ἀφροδισίων, οἷς ἔμπροσθεν ἐχρῆτο συνεχῶς, ἀνόρεκτόν τε ἅμα καὶ εἰ προσενέγκοιτο βραχύ τι, μηδὲ τοῦτο πέττειν δυνάμενον· εἰ δὲ καὶ βραχὺ πλείω ποτὲ λάβοι βιασάμενος ἑαυτὸν, εὐθέως ἐμοῦντα δηλονότι, καὶ δυσθυμούμενον οὐκ ἐπὶ τούτοις μόνον, ἀλλὰ καὶ χωρὶς αἰτίας φανερᾶς ὁμοίως τοῖς μελαγχολικοῖς· ᾧ πάντ' ἐπαύσατο τάχιστα τὸ ἐξ ἀρχῆς ἔθος ἀναλαβόντι. τὰ τοιαῦτα γοῦν ἀναλογιζομένῳ μοι κατ' ἐμαυτὸν ἐφαίνετο μείζονα δύναμιν ἔχειν εἰς βλάβην σώματος ἡ τοῦ σπέρματος ἐπίσχεσις τῆς τῶν καταμηνίων, ἐπ' ἐκείνων τῶν σωμάτων, ἐφ' ὧν αὐτό τε φύσει κακοχυμότερόν ἐστι [419] καὶ πλέον, ὅ τε βίος ἀργότερος, ἥ τε τῶν ἀφροδισίων χρῆσις ἔμπροσθεν μὲν ἱκανῶς πολλὴ, μετὰ ταῦτα δ' ἀθρόα τις ἀποχὴ τῶν πρόσθεν. ἐνενόησα δὲ τούτοις ἔτι τὴν φυσικὴν ἐπιθυμίαν τῆς ἀποκρίσεως αὐτοῦ αἰτίαν εἶναι· βιάζεται γὰρ ἅπαντας ἀνθρώπους, ὅτ' ἂν ᾖ τοιοῦτό τε καὶ πολὺ, πρὸς τὴν ἔκκρισιν αὐτοῦ. Διογένης οὖν ὁ κυνικὸς ὡμολόγηται μὲν ἁπάντων ἀνθρώπων καρτερικώτατος γεγονέναι, πρὸς ἅπαν ἔργον ἐγκρατείας τε καὶ καρτερίας δεόμενον· ἀλλ' ὅμως καὶ οὗτος ἀφροδισίοις ἐχρῆτο, τὴν ὄχλησιν τὴν ἐκ τοῦ κατεχομένου σπέρματος ἀποθέσθαι βουλόμενος, οὐχ ὡς ἐπ' ἀγαθόν τι τὴν ἐζευγμένην αὐτοῦ τῇ κενώσει παραγιγνόμενος ἡδονήν. ἑταίρᾳ γοῦν ποτε συνθέμενος, ὥς φασιν, ὡς πρὸς αὐτὸν ἀφίκηται, βραδυνούσης αὐτῆς, ἀπετρίψατο τὸ σπέρμα προσαπτόμενος τῇ χειρὶ τοῦ αἰδοίου, καὶ μετὰ ταῦτα παραγενομένην ἀπέπεμψεν, εἰπὼν τὴν χεῖρα φθάσαι τὸν ὑμέναιον ᾆσαι. καὶ δῆλον ἐναργῶς ἐστιν, οὐ διὰ τὴν ἡδονὴν ἔρχεσθαι τοὺς σώφρονας ἐπὶ συνουσίαν, ἀλλὰ τὴν ὄχλησιν ἰάσασθαι βουλομένους, ὡς εἰ καὶ χωρὶς ἡδονῆς ἐγίγνετο. κατὰ τοῦτο δ' ἡγοῦμαι [420] καὶ τἄλλα ζῶα πρὸς ἀφροδισίων ὁμιλίαν ὁρμᾷν, οὐ δόγμα πεποιημένα τὴν ἡδονὴν ἀγαθὸν ὑπάρχειν, ἀλλ' ἐπὶ τὴν ἀπόκρισιν, ὡς ἀνιῶντος ἐν τῷ κατέχεσθαι τοῦ σπέρματος, ἀφικνούμενα, καθάπερ, οἶμαι, καὶ τὸ ἀποπατεῖν καὶ τὸ οὐρεῖν αὐτοῖς ὑπάρχει φύσει. ἐν ταύταις μού ποτε ταῖς ἐννοίαις ὄντος ἐφάνη τοιόνδε συμβὰν ἐκ πολλοῦ χρόνου χηρευούσῃ γυναικί. κατεχόντων γὰρ αὐτὴν καὶ ἄλλων μέν τινων ὀχληρῶν καὶ νευρικῶν διατάσεων, εἰπούσης δὲ τῆς μαίας ἀνεσπάσθαι τὴν μήτραν, ἔδοξε χρήσασθαι βοηθήμασιν οἷς εἰώθασιν εἰς τὰ τοιαῦτα χρῆσθαι· χρωμένης δ' αὐτῆς, ὑπό τε τῆς αὐτῶν θερμασίας καὶ τῆς κατὰ τὴν θεραπείαν ψαύσεως τῶν γυναικείων τόπων, ἐγένοντο συνολκαὶ μετὰ πόνου τε ἅμα καὶ ἡδονῆς ὅμοιαι ταῖς κατὰ τὰς συνουσίας, ἐφ' αἷς ἐκκριθέντος παχέος τε καὶ πολλοῦ σπέρματος, ἀπηλλάγη τῶν κατεχόντων αὐτὴν ὀχληρῶν ἡ γυνή. διὰ ταῦτα μὲν οὖν ἐφάνη μοι μείζονα δύναμιν ἔχειν εἰς βλάβην τοῦ σώματος ὅλου τὸ κακοχυμότερον σπέρμα τῶν καταμηνίων, ὥστε κᾂν ἐκεῖνά ποτε γίγνηται ταῖς χηρευούσαις, ἀλλὰ τήν γε τοῦ σπέρματος ἐποχὴν ἀνιαράν τε ἅμα καὶ βλαβερὰν [421] ὑπάρχειν αὐταῖς. ὅσοι δ' οἴονται μεγάλων συμπτωμάτων ἐν ὅλῳ τῷ σώματι γιγνομένων, ἀπίθανον εἶναι, χυμὸν ὀλίγον ἐν ἑνὶ μορίῳ περιεχόμενον αἰτιᾶσθαι, δοκοῦσί μοι λίαν ἀμνήμονες εἶναι τῶν ὁσημέραι γινομένων. ἐπὶ γοῦν τοῖς τῶν φαλαγγίων δήγμασιν ὅλον ὁρᾶται πάσχον τὸ σῶμα, μικροῦ τινος ἰοῦ κατὰ βραχυτάτην ὀπὴν ἐνιεμένου. τὸ δὲ τῶν σκορπίων ἐστὶ θαυμασιώτερον, ὅτι καὶ τὰ συμπτώματα διὰ συντόμων ἐπιφέρουσι σφοδρότατα, καὶ τὸ καταβαλλόμενον ἐγχριμψάντων αὐτῶν ἤτοι παντάπασιν ὀλίγιστον ἢ ὅλως οὐδέν ἐστιν, ἀτρήτου γε τοῦ κέντρου φαινομένου. καὶ μὴν ἀναγκαῖον, οὐχ ἁπλῶς ὅτι νένυκταί τις ὥσπερ ὑπὸ βελόνης, εὐθέως ὅλον τὸ σῶμα χαλάζαις βάλλεσθαι δοκεῖν, ἅμα λειποθυμίαις, ἀλλ' ἤτοι γε πνεύματός τινος, ἢ λεπτῆς ὑγρότητος ἐνιεμένης, εὔλογον γίγνεσθαι ταῦτα. τινὲς δ' ἡγοῦνται καὶ τῷ ψαῦσαι μόνον ἐνίας τῶν οὐσιῶν ἀλλοιοῦν δύνασθαι τὰ πλησιάζοντα, μόνῃ τῇ κατὰ τὴν ποιότητα δυνάμει· ταύτην γὰρ φύσιν κᾀπὶ τῶν θαλαττίων ναρκῶν ὁρᾶσθαι, δύναμιν ἰσχυρὰν οὕτως ἔχουσαν, ὡς καὶ διὰ τοῦ τῶν ἁλιέων τριόδοντος [422] ἀναδιδομένης τῆς ἀλλοιώσεως εἰς τὴν χεῖρα, ναρκώδη παραχρῆμα πᾶσαν αὐτὴν γίγνεσθαι. ταῦτά τε οὖν ἱκανὰ τεκμήρια τοῦ σμικρὰν οὐσίαν ἀλλοιώσεις μεγίστας ἐργάζεσθαι μόνῳ τῷ ψαῦσαι, καὶ τὸ κατὰ τὴν Ἡρακλείαν λίθον, ἣν καὶ μαγνῆτιν ὀνομάζουσιν, οὐχ ἥκιστα. τοῦ μὲν γὰρ ψαύσαντος αὐτῆς σιδηρίου κρεμαννυμένου χωρὶς δεσμοῦ, δεύτερον ἄλλο τοῦ ψαύσαντος ψαῦον ὁμοίως τῷ πρώτῳ πάλιν ἐξ αὐτοῦ κρεμάννυται, κᾄπειτ' ἄλλο τρίτον ἐκ τοῦ δευτέρου. φαινομένου δὴ σαφῶς, ἰσχυροτάτην ἔχειν τὴν δύναμιν ἐνίας τῶν οὐσιῶν, ὑπόλοιπον ἂν εἴη ζητεῖν, εἰ διαφθορά τις ἐν τοῖς ζώοις δύναται γενέσθαι τηλικαύτη τὸ μέγεθος, ὡς ἰῷ θηρίου παραπλησίαν ἔχειν ποιότητά τε καὶ δύναμιν. ἢ καὶ τοῦτο κέκριται πρὸς αὐτῶν τῶν ἰατρῶν, οἵ γε τῶν προβλημάτων ἕν τι πεποίηνται, πότερον ἴδια φαρμακείας ἐστὶ σημεῖα, ἢ οὐκ ἔστιν; καὶ οἵ γε κάλλιστα δοκοῦντες εἰρηκέναι περὶ αὐτοῦ τὰ μὲν αὐτὰ γίγνεσθαι πάθη συγχωροῦσι κατά τε τὰς τῶν θανασίμων φαρμάκων δόσεις καὶ τὰς ἐκ τοῦ σώματος ἡμῶν ὁρμωμένας διαφθοράς· οὐ μὴν ἀδιακρίτους γε τοὺς εἰληφότας φάρμακα ἀπὸ τῶν μὴ λαβόντων ὑπάρχειν· [423] ὅταν γὰρ εὐχύμῳ τινὶ φύσει, δεδιῃτημένῳ τε κατὰ πάντα τρόπον ὑγιεινῶς ἐξαιφνίδιος γένηται θάνατος, οἷος ἐπί τινι τῶν δηλητηρίων φαρμάκων, εἶτα πελιδνὸν, ἢ μέλαν, ἢ ποικίλον, ἢ διαῤῥέον, ἢ σηπεδόνος ἀνιαρᾶς ἀπόζει τὸ σῶμα, φάρμακον εἰληφέναι τοῦτόν φασιν. εἴπερ οὖν συγχωρεῖται τοιαῦτα πάθη καταλαμβάνειν ἡμᾶς ἐξ ἡμῶν αὐτῶν ἔχοντα τὴν ὁρμὴν τῆς γενέσεως, οἷα γίνεται δηλητηρίου φαρμάκου ληφθέντος, οὐδὲν θαυμαστὸν εἰ σπέρμα κακόχυμον, ἢ καταμήνιον ὁμοίως ἔχον, ἐπισχεθέντα καὶ διασαπέντα, συμπτώματα φέρει χαλεπὰ τοῖς παθεῖν ἐπιτηδείως ἔχουσι σώμασιν. μαθεῖν γὰρ ἔστι κᾀπὶ τῶν κυνῶν, ὅσην ἔχει δύναμιν ἡ πρὸς τὸ παθεῖν ὁτιοῦν ἐπιτηδειότης· οὐδενὸς γοῦν τῶν ἄλλων ζώων ἁλισκομένου λύττῃ, μόνον ἁλίσκεται τοῦτο, καὶ τοσαύτη γε κατὰ αὐτὸ γίγνεται διαφθορὰ τῶν χυμῶν, ὥστε τὸ σίαλον αὐτοῦ μόνον ἀνθρωπίνῳ σώματι προσπεσὸν ἐργάζεται λύτταν. ὡς οὖν ἀπὸ σμικρᾶς ἀρχῆς τῆς κατὰ τὸ σίαλον ποιότητος αὐξανομένη τις ἐν τῷ σώματι διάθεσις, ἡνίκα εἰς ἀξιόλογον ἀφίκηται μέγεθος, ἔγνωσται μῆνας μετὰ ἓξ, ἐνίοτε τῷ [424] πρόσθεν χρόνῳ μηδὲν ἔχουσα γνώρισμα, κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ χυμοῦ τινος ἐν τῷ τοῦ ζώου σώματι γενηθέντος μοχθηροῦ κατὰ βραχὺ συμπάσχει τῷ χρόνῳ τῶν κυρίων τι μορίων, ἀφ' ὧν τὸ σύμπαν σῶμα ταχέως ἀλλοιοῦται. ὅτι δὲ τῶν ὑστερικῶν λεγομένων συμπτωμάτων εἰκότως ἐκ παλαιοῦ πεπίστευται κατὰ τὰς μήτρας ἡ οἷον ῥίζωσις εἶναι, τεκμήριον οὐ σμικρόν ἐστι τὸ μόναις ταῖς χηρευούσαις τε καὶ ταῖς τὰς ἐμμήνους καθάρσεις ἐπεχομέναις τὰ τοιαῦτα γίγνεσθαι παθήματα. ὅτι δὲ τούτων αὐτῶν μείζονα δύναμιν εἰς τὴν τῶν ὑστερικῶν συμπτωμάτων γένεσιν ἔχει τὸ σπέρμα κατεχόμενον, ἐλάττονα δὲ τὸ καταμήνιον, ἐκ τῶν ἄνευ χηρείας ἐπεχομένων τὴν κάθαρσιν ἔνεστι μαθεῖν, ἄλλα μέν τινα πασχουσῶν, ἃ μικρὸν ὕστερον εἰρήσεται, μήτε δ' ἀπνοίαις ἐχομένων μήτε σφοδραῖς λειποψυχίαις μήτε τοῖς ἄλλοις ἃ λέλεκται μικρὸν ἔμπροσθεν, ἔτι δὲ κᾀκ τοῦ τινὰς τῶν χηρευουσῶν ἀμέμπτως καθαιρομένας, ἢ μὴ πολλῷ ἧττον τοῦ πρόσθεν, ὁμοίως ἁλίσκεσθαι συμπτώμασιν. ὁμολογεῖ δὲ τούτοις καὶ [425] τὰ κατὰ τὴν μήτραν φαινόμενα σημεῖα ταῖς ἁπτομέναις ἀκριβῶς ἰατρίναις· ἐνίοτε μὲν γὰρ ὡς ἀνεσπασμένης ὅλης αὐτῆς, ἐνίοτε δ' ὡς παρεσπασμένης ὁ τράχηλος τοῖς ψαύουσιν ἐγκεκλιμένος φαίνεται. διὸ καί τινες οἷον ζῶόν τι παιδοποιΐας ἐπιθυμητικὸν εἶναι τὴν μήτραν ὑποθέμενοι, στερισκόμενον ὧν ὀρέγεται, παντὶ τῷ σώματι λυμαίνεσθαί φασι. γράφει γοῦν ὁ Πλάτων οὕτως· αἱ δὲ ἐν ταῖς γυναιξὶν μῆτραί τε καὶ ὑστέραι λεγόμεναι δι' αὐτὰ ταῦτα, ζῶον ἐπιθυμητικὸν ἐὸν τῆς παιδοποιΐας, ὅτ' ἂν ἄκαρπον παρὰ τὴν ὥραν χρόνον πολὺν γίνηται, χαλεπῶς ἀγανακτοῦν φέρει, καὶ πλανώμενον πάντῃ κατὰ τὸ σῶμα, τὰς τοῦ πνεύματος διεξόδους ἀποφράττον, ἀναπνεῖν οὐκ ἐῶν, εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει καὶ νόσους παντοδαπὰς ἄλλας παρέχει. ταῦτα τοῦ Πλάτωνος εἰπόντος, ἔνιοι προσέθεσαν, ὡς ἐπειδὰν αἱ μῆτραι πλανώμεναι κατὰ τὸ σῶμα τῷ διαφράγματι προσπέσωσιν, ἐμποδίζουσι τὴν ἀναπνοήν· ἔνιοι δὲ πλανᾶσθαι μὲν αὐτὴν ὥσπερ ζῶον οὔ φασιν, ἐπισχεθέντων δὲ τῶν καταμηνίων ξηραινομένην ἀνατρέχειν εἰς τὰ σπλάγχνα, ποθοῦσαν ὑγρανθῆναι, [426] κᾀπειδάν ποτε κατὰ τὴν ἄνοδον ὁμιλήσῃ τῷ διαφράγματι, στερίσκεσθαι τῆς ἀναπνοῆς τὸ ζῶον. ὅσοι μὲν οὖν ἀγνοοῦσί τε τὰ κατὰ τὰς ἀνατομὰς φαινόμενα, περί τε τῶν φυσικῶν καὶ προαιρετικῶν ἐνεργειῶν οὐδὲν ἐπεσκέψαντο, καίτοι μηδὲν ἀποδεικτικὸν ἀκούοντες ὧν εἶπον, ἐνδέχεσθαι νομίζουσιν εἶναί τι τῶν εἰρημένων ἀληθές· ὅσοι δὲ ἐν ἀμφοτέροις ἐγυμνάσαντο, καθορῶσι καὶ χωρὶς ἐμοῦ τὸ σαθρὸν τοῦ λόγου· εἰ γὰρ καὶ ἀνεσπάσθαί τι φαίνοιτο μέρος τῆς μήτρας, βραχὺ τοῦτ' ἐστὶ καὶ οὐχ ἱκανὸν ἐνδείξασθαι τὸ κύτος ὅλον αὐτῆς οὐδ' ἄχρι τῆς γαστρὸς ἀνεσπάσθαι, μήτιγε καὶ ταύτην ὑπερβᾶσαν ἅψασθαι τῶν φρενῶν που· εἰ δέ περ καὶ ἥπτετο, τί ἂν εἴη τοῦτο πρὸς ἄπνοιαν, ἢ λειποψυχίαν, ἢ τὰς τῶν κώλων συντάσεις, ἢ κάρον παντελῆ; τοῖς γοῦν ὑπερεμπλησθεῖσιν ὁ τῆς γαστρὸς ὄγκος ἐναργῶς φαίνεται θλίβων τὸ διάφραγμα· καὶ διὰ τοῦτο μὲν ἡ ἀναπνοὴ πυκνοῦται, σύμπτωμα δ' οὐδὲν ἄλλο καταλαμβάνει τὸ ζῶον. ἀλλὰ καὶ κατὰ τὰς κυήσεις ἐπεκτεινόμεναι τοῖς κυομένοις αἱ μῆτραι [427] πυκνοτέραν ἐργάζονται τὴν ἀναπνοὴν, οὐδὲν δ' οὐδ' αὗται βλάπτουσιν ἄλλο. τὸ δὲ καὶ ξηραινομένας αὐτὰς ἀνατρέχειν ἐπὶ τὰ σπλάγχνα ποθούσας ὑγρανθῆναι, παντάπασιν ἄτοπον· εἰ μὲν γὰρ ἁπλῶς ὑγρότητος αἱ μῆτραι δέονταί ποτε, τὴν κύστιν ὁμιλοῦσαν ἔχουσι καὶ τὸ κάτω μέρος ἅπαν τοῦ παχέος ἐντέρου· εἰ δ' οὐχ ἁπλῶς ὑγρότητος, ἀλλ' αἱματικῆς ὑγρότητος, ἐπὶ τὸ ἧπαρ ἐχρῆν αὐτὰς, οὐκ ἐπὶ τὰς φρένας φέρεσθαι. τί δὲ καὶ δέονται προσπίπτειν ἔξωθεν ἄλλοις μορίοις, ἔχουσαι περικείμενον ἑαυταῖς στέγασμα πυκνὸν, ὑμενῶδες ἀμφίεσμα; τὰ γὰρ ἕλκοντα πάντα τὰς ἐξ ἐντέρων ὑγρότητας εἰς ἑαυτὰ διὰ στομάτων παμπόλλων τοῦτο πράττει· πάμπολλα δ' εἰς τὰς μήτρας καθήκει στόματα φλεβῶν, δι' ὧν ἕλκειν ἐκ τῆς κοίλης φλεβὸς αἷμα δυνατὸν ἦν αὐταῖς, ἐκ τοῦ ἥπατος ἐχούσης ἐπιῤῥέον αὐτῇ τὸ αἷμα. τίνα δ' ἂν ὀχετὸν ἕτερον εὕροι τις αἵματος ἐξ ἥπατος εἰς μήτρας φερόμενον ἀξιολογώτερον τοῦδε; διὰ τίνος δ' ὅλως ἄλλου δυνατὸν αὐταῖς ἐξ ἥπατος ἑλκύσαι τι; κᾂν εἰ μὴ μέγιστος δ' ἦν ὁ τῆς κοίλης φλεβὸς ὀχετὸς, ἀλλά τοί γ' ἄλλος οὐκ ἔστιν· αὕτη γὰρ [428] μία μόνη φλὲψ τοῖς κάτω τοῦ διαφράγματος ἅπασιν ἐξ ἥπατος ὀχετεύει τὸ αἷμα. παντελῶς οὖν ἄτοπος ὁ λόγος αὐτῶν ἐστι, πρὸς τῷ καὶ ζῶον ἐργάζεσθαι τῷ λόγῳ τὴν μήτραν. ἀλλ' εἰ καὶ τοῦτο συγχωρηθείη, λυπηθήσεται μὲν ἀποστερουμένη τῶν ἰδίων ὀρεκτῶν, ἴσως δὲ καὶ ἀτροφήσει, καθάπερ ἔνιοί φασι τοὺς ἐρῶντας φοίνικας πάσχειν, οὐ μὴν οὔτ' ἐπὶ τὰς φρένας οὔτ' ἐπ' ἄλλο τι χωρίον ἀφίξεται· πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ ξηρότατόν ἐστι τῇ κράσει τὸ διάφραγμα, δεῖται δὲ ἡ μήτρα κατὰ τοὺς ξηραίνεσθαι φάσκοντας αὐτὴν ὑγρῶν μορίων κοινωνίας. ἴσως οὖν τις ἡμᾶς ἐρωτήσεται τὴν αἰτίαν, δι' ἣν ἀνεσπασμένη τε καὶ παρεσπασμένη πολλάκις ἡ μήτρα φαίνεται· τοῦτο γὰρ αἱ μαιεύτριαι λέγουσιν, ὥσπέρ γε καὶ ὅτι πολλάκις ἐπὶ τῆς οἰκείας ἕδρας μενούσης αὐτῆς, οὐδὲν ἧττον ἐπιλαμβάνει τὰς γυναῖκας ὑστερικὰ συμπτώματα. πειράσομαι δὴ τούτοις εἰπεῖν τὴν αἰτίαν, ἑπόμενος τοῖς ὑφ' Ἱπποκράτους εἰρημένοις. τὰς γάρ τοι τῶν ὑστερῶν ἐντάσεις αἰτίας γίγνεσθαί φημι τοῦ καὶ τὸν αὐχένα ταῖς ἁπτομέναις μαίαις ἀνεσπάσθαί τε καὶ παρεσπάσθαι φαίνεσθαι· [429] συνεσπάσθαι γὰρ ἀναγκαῖόν ἐστι ταῖς μήτραις τὸν αὐχένα. τίς οὖν αἰτία τοῦ τὰς μήτρας ἀνεσπάσθαι τε καὶ παρεσπάσθαι; τοῦτο γὰρ ἔτι λείπει τῷ λόγῳ· τῶν πρὸς αὐτὰς καθηκόντων ἀγγείων ἡ πλήρωσις ἅμα τοῖς ἀρτήμασιν αὐτῶν· ἀπεδείχθη γὰρ ἡμῖν, ἡνίκα τὸν ἀφορισμὸν ἐξηγούμεθα, καθ' ὅν φησι τὸν σπασμὸν ὑπὸ κενώσεώς τε καὶ πληρώσεως γίγνεσθαι, εἰς μὲν τὸ πλάτος τε καὶ τὸ βάθος ἐκτείνειν τὰ τῶν πληρουμένων σώματα, βραχύτερον δ' ἐργάζεσθαι τὸ μῆκος· ὅσον οὖν βραχύτερον γίγνεται, τοσοῦτον ἐπὶ τὴν ἀρχὴν ἀνασπᾶται. καὶ γὰρ οὖν καὶ τοὺς μῦς ὁ Ἐρασίστρατος ἐκ τοῦ πληροῦσθαι πνεύματος εἰς εὖρος ἐπιδιδόντας ἀφαιρεῖν φησι τοῦ μήκους, καὶ διὰ τοῦτ' ἀνεσπάσθαι. πόθεν οὖν ἡ πλήρωσις γίγνεται τῶν τε φλεβῶν καὶ τῶν ἀρτημάτων; ἐκ τῆς ἐπισχέσεως δηλονότι τῶν καταμηνίων. ἀφικνεῖται γὰρ ἄχρι τῆς μήτρας, εἴσω δ' οὐκ εἰσέρχεται τὸ αἷμα, ποτὲ μὲν αὐτὸ παχύτερον ἢ κατὰ τὸ στόμα τῶν ἀγγείων γεγονὸς, ἔστι δὲ ὅτε μυσάντων ἐκείνων· ὥστε ἐν ταῖς φλεψὶ πληθῦνον ἐκείνας τε διατείνειν, διαβρέχειν τε τὰ πλησίον αὐτῶν ἀρτήματα· [430] τῇ δὲ τούτων τάσει κατὰ τὸ συνεχὲς αἱ μῆτραι συνανασπῶνται. ἐὰν μὲν οὖν ἰσοῤῥόπως ἕλκωνται πανταχόθεν, ἀπαρέγκλιτος αὐτῶν ἡ μετάστασις γίγνεται· ἐὰν δὲ ἑτεροῤῥόπως, πρὸς τὸ μᾶλλον ἕλκον ἐκτείνονται. οὔκουν οὐχ ὡς ζῶον πλανώμενον ἄλλοτ' εἰς ἄλλον ἀφικνεῖται τόπον ἡ μήτρα ταῖς γυναιξὶν, ἀλλ' ὑπὸ συντάσεως ἀνελκομένη. καὶ λέγων ἄν τις αὐτὸ μὲν τὸ σῶμα τῶν ὑστερῶν ἀπαθὲς εἶναι τηνικαῦτα, τὴν διαστροφὴν δὲ πάσχειν αὐτὰς ἑλκομένας ἄλλοτ' ἀλλαχόσε, προσηκόντως ἐρεῖ. συμβαίνει γὰρ καὶ κατ' ἄλλα μόρια τοῦ σώματος ἡ τοιαύτη φαντασία τῶν παθῶν, ὡς πολλάκις ἐξαπατᾶσθαι τοὺς ἰατροὺς, οἰομένους πεπονθέναι τὸ διεστραμμένον, ἢ καμφθῆναι μὴ δυνάμενον ἢ ἐκταθῆναι. καὶ τοῦτο διδάσκων ὁ Ἱπποκράτης ἐν τῷ περὶ ἄρθρων βιβλίῳ καὶ τῆς κατὰ τὰς μήτρας λεγομένης πλάνης ἐμνημόνευσεν ὧδέ πως γράψας· οἷς δ' ἂν εἰς τοὐπίσω κεφαλὴ μηροῦ ἐκπέσῃ, ὀλίγοισι δ' ἐκπίπτει, οὗτοι ἐκταννύειν οὐ δύνανται τὸ σκέλος, οὔτε κατὰ τὸ ἄρθρον τὸ ἐκπεσὸν οὔτέ τι κάρτα κατὰ τὴν ἰγνύην· ἀλλ' ἥκιστα τῶν ἐκ παλαιῶν [431] οὗτοι ἐκταννύουσι καὶ τὸ κατὰ βουβῶνα καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον. ἐν τούτῳ τῷ λόγῳ, καίτοι μηδέν τι πεπονθὸς τὸ κατὰ τὴν ἰγνύην ἄρθρον, ἐκ τῆς πρὸς τὸ κατὰ τὸν βουβῶνα κοινωνίας ἀδυνατεῖν ἐκτείνεσθαί φησιν. εἶθ' ἑξῆς ἐπιφέρων ἐρεῖ· προσξυνιέναι μὴν καὶ τόδε χρὴ, εὔχρηστον γὰρ καὶ πολλοῦ λόγου ἄξιον καὶ τοὺς πλείστους λήθει, ὅτι οὐδ' ὑγιαίνοντες δύνανται κατὰ τὴν ἰγνύην ἐκταννύειν τὸ ἄρθρον, ἢν μὴ συνεκταννύσωσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον, πλὴν εἰ μὴ πάνυ ἄνω αἴρωσιν τὸν πόδα· οὕτως δ' ἂν δύναιντο. οὐ τοίνυν οὐδὲ συγκάμπτειν δύνανται τὸ κατὰ τὴν ἰγνὺν ἄρθρον ὁμοίως, ἀλλὰ πολὺ χαλεπώτερον, εἰ μὴ συγκάμψωσιν καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον. ταῦτα προειπὼν ἐφεξῆς φησιν· πολλὰ δὲ καὶ ἄλλα κατὰ τὸ σῶμα τοιαύτας ἀδελφίξιας ἔχει, καὶ κατὰ τὰς τῶν νεύρων ξυντάσιας, καὶ κατὰ μυῶν σχήματα, καὶ πλεῖστά τε καὶ πλείστου ἄξια γιγνώσκεσθαι, ἢ ὥς τις οἴεται, καὶ κατὰ τὴν τοῦ ἐντέρου φύσιν καὶ τὴν τῆς ξυμπάσης κοιλίης καὶ τὰς τῶν ὑστερῶν πλάνας τε καὶ ξυντάσιας. ἐν ταύταις ταῖς λέξεσι προὔθετο [432] μὲν εἰπεῖν ὁ Ἱπποκράτης περὶ τοῦ κατὰ τὴν ἰγνύαν ἄρθρου, μὴ δυναμένου κινεῖσθαι κατὰ φύσιν, οὐ τῷ πεπονθέναι τι πάθος ἴδιον, ἀλλὰ τῇ κοινωνίᾳ τῇ πρὸς τὸ κατ' ἰσχίον· ἐμνημόνευσε δὲ καὶ τῶν κατὰ τὴν μήτραν συντάσεων, ὅταν αὕτη μὲν ὅσον ἐφ' ἑαυτῇ μὴ μεθίστηται, τεινομένη δ' ὑπό τινων ἑτέρων ἕπηται τοῖς ἐπισπωμένοις. αἱ μὲν οὖν διαστροφαὶ τῆς μήτρας κατὰ τὸν εἰρημένον τρόπον ἀκολουθοῦσι ταῖς τῶν ἐμμήνων ἐπισχέσεσιν, οὐκ αὐταὶ τῶν περὶ τὸ σῶμα τοῦ ζώου συμπτωμάτων αἰτίαι γιγνόμεναι, κοινὴν δὲ αἰτίαν αὐτῶν κτώμεναι τὸ πλῆθος τῆς ἐπεσχημένης ἐμμήνου καθάρσεως· αἱ δ' ἄνευ τῶν διαστροφῶν ἢ καὶ τῆς ἐπισχέσεως τῶν καταμηνίων ταῖς χηρευούσαις γιγνόμεναι βλάβαι διὰ τὴν ἐπίσχεσιν τοῦ σπέρματος συμβαίνουσι. παρὰ δὲ τὴν ποσότητά τε καὶ ποιότητα τοῦ τε καταμηνίου καὶ τοῦ σπέρματος ἄλλοτ' ἄλλο συμπτώματος εἶδος αὐταῖς γίγνεται. ψύχειν μὲν γὰρ ὅλον τὸ σῶμα δυναμένου τοῦ λυποῦντος αἰτίου, καταψύχονται σφοδρῶς, ὡς μήτ' ἀναπνεῖν αἰσθητῶς μήτε σφύζειν· παχέος δ' ὄντος ἢ δριμέος, οἱ σπασμοὶ γίγνονται· [433] δυσθυμίαι δὲ, ὅταν ᾖ μελαγχολικώτερον· ὥσπέρ γε πάλιν λειποψυχίαι τε τῇ σφοδρότητι τῶν τάσεων ἕπονται καὶ ταῖς καταψύξεσι καὶ ταῖς τοῦ στομάχου κακώσεσιν. εὔδηλον δ' ὅτι τὸ στόμα τῆς γαστρὸς ἐν τοῖς τοιούτοις λόγοις εἰώθαμεν ὀνομάζειν στόμαχον, ὥσπερ κᾀν ταῖς στομαχικαῖς συγκοπαῖς ἅπασι τοῖς ἰατροῖς ἔθος ἐστὶν οὕτω χρῆσθαι τῇ προσηγορίᾳ. ὅσα δὲ ταῖς ἐμμήνοις καθάρσεσιν ἐπεχομέναις ἀκολουθεῖ συμπτώματα, καὶ γὰρ καὶ περὶ τούτων ὑπεσχόμην εἰπεῖν τι, νῦν ἤδη δίειμι, τὴν ἀρχὴν ἀφ' ὧν Ἱπποκράτης ἐν ἀφορισμοῖς ἔγραψεν ποιησάμενος, ὧν ἓν καὶ τόδε ἐστίν· ἢν γυνὴ μὴ κύουσα μηδὲ τετοκυῖα γάλα ἔχῃ, τὰ καταμήνια αὐτῆς ἐκλέλοιπεν. ἄνευ δὲ τοῦ γάλα κατὰ τοὺς τιτθοὺς φαίνεσθαι, τῶν καταμηνίων ἐπεσχημένων καὶ τάδε σημεῖα· βάρους μὲν αἴσθησις ἐν ὅλῳ τῷ σώματι, καὶ ἄση, καὶ ἀνορεξία, καὶ ἀνωμαλία φρικώδης· ἐὰν δὲ χωρὶς φρίκης ἀνωμαλία τις ᾖ, καὶ ἄση, καί τινων ἀλλοκότων ἐπιθυμία, σκέψασθαι κέλευσον τὴν μαῖαν ἁψαμένην τοῦ τῆς μήτρας αὐχένος· εἰ γὰρ ἄνευ σκληρότητος μεμυκὼς ᾖ, κυήσεως ταῦτ' ἐστὶ σημεῖα. [434] τινὲς δὲ αὐτῶν καὶ τὴν τροφὴν ἐμοῦσιν, ἐσθίουσί τε γῆν, ἢ ἄνθρακας ἐσβεσμένους, ἤ τινα τοιαῦτα. τὸ μέντοι μετὰ σκληρότητος μεμυκὸς στόμα τοῦ τῆς μήτρας αὐχένος πάθος εἶναί τι κατὰ τὴν μήτραν σημαίνει, καὶ χρὴ σκοπεῖσθαι τὴν μαιεύτριαν, ἐς ὅ τι μέρος παρέσπασταί τε καὶ ἀνέσπασται, κατ' ἐκεῖνο γάρ ἐστιν ὁ πεπονθὼς τόπος τῆς ὑστέρας· ἐνίαις δὲ καὶ διασημαίνει τι κατ' ἐκεῖνο τὸ μέρος ἄλγημα μετὰ βάρους, ἔρχεται δὲ καὶ εἰς ἰσχίον τὸ ἄλγημα, καὶ τὸ κατ' εὐθὺ σκέλος αὐτὸ χωλεύει κατὰ τὴν ὁδοιπορίαν. κᾂν πολλῷ χρόνῳ τὰ καταμήνια κρυφθῇ, καὶ μηδεμίαν κένωσιν ὁ ἰατρὸς τῇ γυναικὶ προσαγάγῃ, φαίνεταί τις ἐνίοτε κατὰ τὸν κενεῶνα παρὰ φύσιν ὄγκος, ἐνδεικνύμενος διὰ βάθους εἶναί τι φλεγμαῖνον· ἐνίαις δὲ καὶ φυματώδης ὄγκος ἐγείρεται κατὰ τὸ πέρας τοῦ κενεῶνος, οἷοι καὶ τοῖς ἀνδράσι γίγνονται κατὰ τὸ χωρίον τοῦτο, καί τινι διεπύησε καὶ τομῆς ἐδεήθη. κατὰ τοῦτο γοῦν τὸ μέρος καὶ κῶλον οἴδαμεν ἐκπυήσαντά τε καὶ τμηθέντα, ἐνίοτε μὲν ἀγνοούντων ὃ τέμνουσι τῶν ἀπειροτέρων ἰατρῶν, ἔστι δ' ὅτε καὶ γιγνωσκόντων· [435] καὶ πάντ' ἰάθη τὰ οὕτως ἐκπυήσαντα κῶλα ῥᾳδίως, αἱ δὲ κατὰ τὴν μήτραν τομαὶ δυσχερέστερον εἰς σύμφυσιν ἔρχονται. τοιαῦτα μὲν οὖν ἕπεται συμπτώματα ταῖς τῶν καταμηνίων ἐπισχέσεσι, καὶ χωρὶς τούτων ἀλγήματα κατ' ὀσφῦν καὶ τράχηλον καὶ βρέγμα καὶ τὰς τῶν ὀφθαλμῶν βάσεις, πυρετοί τε καυσώδεις καὶ οὖρα μελαινόμενα μετ' ἐρυθροῦ τινος ἰχῶρος, ὥσπερ εἰ κρεῶν νεοσφαγῶν πλύμασι μίξαις ἀσβόλην· ἔνιαι δὲ καὶ δυσουροῦσι καὶ ἰσχουροῦσι. ὅτ' ἂν οὖν τι τοιοῦτον ἴδῃς ἐπὶ γυναικῶν, ὑπόπτευε κατὰ τὰς μήτρας εἶναι τὴν οἷον ῥίζαν αὐτῶν. ἐὰν δὲ καὶ κατ' ἄλλον τινὰ τόπον τοῦ σώματος ἔκκρισις αἵματος ἢ φλεγμονή τις ᾖ, ἢ ἐρυσίπελας γένηται, πυνθάνεσθαι χρὴ περὶ τῆς ἐμμήνου καθάρσεως· οὐδὲν γὰρ τούτων γίγνεται ταῖς ἀμέμπτως καθαιρομέναις. ταῖς μὲν οὖν ἐπισχέσεσι τῆς ἐμμήνου καθάρσεως τοιαῦτα τοὐπίπαν ἐπιγίγνεται συμπτώματα· ταῖς δ' ἀμέτροις κενώσεσιν ἄχροιαι καὶ ποδῶν οἰδήματα καὶ ὅλον ὕποιδον τὸ σῶμα, καὶ μοχθηρῶς πέττειν τὰ σιτία καὶ φαύλως ὀρέγεσθαι, καὶ πάνθ' ὅσα δι' αἵματος ἄμετρον κένωσιν εἴωθεν [436] ἕπεσθαι συμπτώματα, κᾂν ἐξ αἱμοῤῥοΐδος, ἤ τινος ἄλλης αἱμοῤῥαγίας ἡ κένωσις γένηται. καὶ χωρὶς δὲ τοῦ πεπονθέναι τὰς μήτρας ὁ καλούμενος ῥοῦς γυναικεῖος ἔστιν ὅτε συμβαίνει ταῖς γυναιξὶν, ὅλου τοῦ σώματος ἐκκαθαιρομένου τε καὶ κενουμένου δι' αὐτῆς, ὥσπερ ἐνίοτε καὶ διὰ νεφρῶν ἐκκενοῦται· καὶ γίγνεται τοῦτο μάλιστα ταῖς ἁπαλοσάρκοις τε καὶ φλεγματώδεσι, ἃς καὶ χωρὶς τοῦ ψαῦσαι τῆς μήτρας ἰασάμεθα διὰ τῶν τοῦ παντὸς σώματος βοηθημάτων. ἔστι δὲ τὸ κενούμενον ἐνίοτε μὲν ἐρυθρὸς ἰχὼρ, ἔστιν ὅτε δ' ὑδατώδης ἢ ὕπωχρος· εἰ δ' αἷμα καθαρὸν ὡς ἐν φλεβοτομίᾳ φαίνοιτο, προσέχειν ἀκριβῶς, μή τις ἀνάβρωσις γέγονεν ἐν τῇ μήτρᾳ· συμβαίνει δ' ὡς τὸ πολὺ κατὰ τὸν αὐχένα μᾶλλον ἢ ἀλλαχόθι τὰς ἀναβρώσεις αὐταῖς γίγνεσθαι. διαγιγνώσκονται δὲ τοῖς φερομένοις ἰχῶρσιν αἱ βυθιώτεραι, κατὰ δὲ τὸ στόμιον τοῦ αὐχένος οὐ τούτοις μόνον, ἀλλὰ καὶ διὰ τῆς ἁφῆς. ἐκκρίνεται δ' αἷμα καὶ τῶν κυουσῶν ἐνίαις, ἀναστομουμένων τῶν κατὰ τὸν αὐχένα φλεβῶν. εἰ δὲ κυούσης γυναικὸς ἐξαίφνης ἰσχνοὶ γενηθεῖεν οἱ τιτθοὶ, προσδόκα [437] ταύτην ἐκτρώσειν· δίδυμα δὲ κυούσης ὁ ἕτερος τιτθὸς ἰσχνὸς γενόμενος ἐκτρωθήσεσθαι σημαίνει τὸ ἕτερον τῶν ἐμβρύων· καὶ τοὐπίπαν τὸ μὲν ἄῤῥεν ὁ δεξιὸς, τὸ δὲ θῆλυ ὁ ἕτερος, ἐπειδὴ τὰ μὲν ἄῤῥενα τοὐπίπαν ἐν τοῖς δεξιοῖς μέρεσι τῶν μητρῶν κυΐσκεται, τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς, καὶ σπάνιόν ἐστι τὸ ἐναντίον, ὡς κᾀπὶ τῶν ἄλλων φαίνεται ζώων, οἷς ἡ φύσις ἐστὶ διδυμοτόκος· αἶγές τε γὰρ πολλαὶ καὶ πρόβατα τοιαῦτα καὶ τῶν ἄλλων τετραπόδων ζώων οὐκ ὀλίγα. εἰ δὲ κυΐσκοιτο μὲν ἑτοίμως ἡ γυνὴ, δίμηνον δὲ καὶ τρίμηνον ἢ τετράμηνον ἐκβάλλῃ τὸ κύημα, περὶ τὰς κοτυληδόνας αὐτῇ τῶν μητρῶν ὑγρότης φλεγματώδης ἀθροίζεται, δι' ἣν ἡ τῶν γενομένων ἐν τῷ χωρίῳ φλεβῶν τε καὶ ἀρτηριῶν σύμφυσις τοῖς στόμασι τῶν καθηκόντων εἰς τὴν μήτραν ἀγγείων ἄτονός ἐστιν, ὡς μὴ φέρειν τὸ τοῦ κυουμένου βάρος, ἀλλ' ἀποῤῥήγνυσθαι ῥᾳδίως.

   Ὥσπερ ὀλίγα τῶν διὰ ἕδρας ἐκκρινομένων σημεῖα τῶν πλησίων αὐτῆς ἐστι τόπων πεπονθότων, τὰ πλεῖστα δ' αὐτῶν τῶν ἐντέρων καὶ τῆς γαστρὸς καὶ τοῦ [438] σπληνὸς καὶ τοῦ ἥπατος, οὐκ ὀλιγάκις δὲ καὶ τῶν ἐν ὅλῳ τῷ σώματί ἐστι χυμῶν γνωρίσματα, κατὰ τὸν αὐτὸν τρόπον ὀλίγα τῶν κατὰ τὸ αἰδοῖον ἐκκρινομένων ἴδιον αὐτοῦ πάθος ἐνδείκνυται, τὰ πολλὰ δὲ κύστεως καὶ νεφρῶν, ἥπατός τε καὶ σπληνὸς, καὶ πνεύμονος καὶ θώρακος, καὶ τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως τῶν χυμῶν ἐστι σημεῖα· διορίζεται δὲ τοῖς ἄλλοις, ἃ συνεδρεύειν εἴπομεν ἑκάστῳ μορίῳ πάσχοντι. τό γε μὴν αἰδοῖον αὐτὸ πεπονθέναι γνωρίσεις ἐκ τῶνδε. τῆς μὲν ἑλκώσεως αὐτοῦ γνώρισμα σαφὲς ἡ ὀδύνη κατ' αὐτὸ γενομένη, μετὰ τοῦ κατὰ τὰς οὐρήσεις ἐκκρίνεσθαί τι τῶν συνεδρευόντων τῷ ἕλκει. καὶ διακρίνεταί γε ταῦτα τῶν ἐκ κύστεως φερομένων τῷ φθάνειν αὐτὰ κατὰ τὴν πρώτην ἔξοδον ἐπιφαίνεσθαι, τὰ δ' ἐκ τῆς κύστεως ἀναμεμίχθαι τοῖς οὔροις· ἀλλὰ καὶ δάκνεται κατὰ τὰς οὐρήσεις συνεχῶς τὰ ἐν τοῖς αἰδοίοις ἕλκη, καὶ μᾶλλον ὅτ' ἂν ἀπολυθείσης ἐφελκίδος, ἢ ῥύπου, καθαρὰ γένηται· πολὺ δὲ μᾶλλον αἵ τε φλεγμοναὶ καὶ τὰ τοιαῦτα χωρὶς σημείου διαγιγνώσκεται. περὶ δὲ γονοῤῥοίας τε καὶ πριαπισμοῦ διελθεῖν ἐπὶ πλέον ἄμεινον. ἡ μὲν οὖν γονόῤῥοια [439] σπέρματος ἀπόκρισίς ἐστιν ἀκούσιος, ἔξεστι δὲ καὶ ἀπροαίρετον ὀνομάζειν, ὥσπερ καὶ σαφέστερον, ἀπόκρισιν σπέρματος συνεχῶς γιγνομένην, χωρὶς τῆς κατὰ τὸ αἰδοῖον ἐντάσεως. ὁ δὲ πριαπισμὸς αὔξησις εἰς μῆκός τε καὶ κύκλον ἐστὶν ὅλου τοῦ αἰδοίου, χωρὶς ἀφροδισίου προθυμίας, ἤ τινος θερμασίας ἐπικτήτου, καθάπερ ἐνίοις γίγνεται καὶ κοιμωμένοις ὑπτίως· οὕτω γὰρ αὐτὸν ὑπετυπώσαντό τινες· ἔνεστι καὶ συντομώτερον, αὔξησιν μόνιμον τοῦ αἰδοίου, ἢ ἐξοίδησιν μόνιμον. ὠνόμασται δὲ παρωνύμως ἀπὸ τοῦ Πριάπου δηλονότι· καὶ γὰρ ἐκεῖνον ὡς φύσει τοιοῦτον ἔχοντα τὸ αἰδοῖον οἱ ἄνθρωποι πλάττουσί τε καὶ γράφουσι. τὸ δὲ τῆς γονοῤῥοίας ὄνομα προφανῶς ἐστι σύνθετον ἔκ τε τῆς γονῆς καὶ τοῦ ῥεῖν· ὀνομάζεται γὰρ τὸ σπέρμα καὶ γονὴ καὶ γόνος. ὥσπερ δὲ καὶ τἄλλα πάντα τὰ ἐκ τοῦ σώματος ἡμῶν ἐκκενούμενα κατὰ διττὸν τρόπον τοῦτο πάσχει, ποτὲ μὲν ἐκ τῶν περιεχόντων αὐτὰ σωμάτων ἐκκρινόμενα, ποτὲ δὲ αὐτομάτως ἐκρέοντα δι' ἀῤῥωστίαν τῶν αὐτῶν σωμάτων οὐ κατεχόμενα, οὕτως καὶ τὸ σπέρμα. τῆς μὲν γὰρ φύσεως ἔργον ἐστὶν ἐπὶ [440] τῶν τοιούτων ἁπάντων ὥσπερ τὸ ἐκκρίνειν ἐπὶ τοῖς προσήκουσι καιροῖς, οὕτω καὶ τὸ κατέχειν. ἀλλὰ τὸ μὲν ἐκκρίνειν γίγνεται, τοῦ μὲν πόρου τῆς ἐκροῆς ἀνοιγνυμένου, τοῦ δ' ἄλλου κύτους περιστελλομένου τε καὶ ὠθοῦντος ἐπὶ τὸν ἀνεῳγότα πόρον ἅπαν τὸ περιεχόμενον ἐν τῇ κοιλότητι, τὸ δ' ἴσχεσθαι, διαμένοντος μὲν ἐν τῷ κεκλεῖσθαι τοῦ πόρου, μηδεμιᾶς δὲ εἰς τὸ περιεχόμενον ἐκ τοῦ περιέχοντος ὤσεως γιγνομένης, ἀλλὰ τοὐναντίον ἅπαν, περιστολῆς τε καὶ κρατήσεως. οὕτως μὲν ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων αἵ τε ἐκκρίσεις καὶ αἱ κατοχαὶ γίγνονται τῶν περιεχομένων ὑγρῶν ἐν τοῖς κοίλοις ὀργάνοις· ἐπὶ δὲ τῶν παρὰ φύσιν αἱ μὲν ἐποχαὶ δι' ἀῤῥωστίαν τῆς ἐκκριτικῆς δυνάμεως, αἱ δὲ ἐκκρίσεις διὰ τὴν τῆς καθεκτικῆς ἀσθένειαν, ἤ τινα διάθεσιν ὁμοίως τῇ κατὰ φύσιν ἐκκριτικῇ κινοῦσαν τὰ μόρια, καθάπερ ἐπ' αὐτῶν τῶν σπερματικῶν ἐν ἐπιληψίαις τε συμβαίνει καὶ τοῖς ἄλλοις σπασμοῖς, ὁπόταν βιαίως γενηθῶσιν. ὁρῶμεν δὲ καὶ καθ' ἕτερα μόρια τοὺς σπασμοὺς, οἷον χεῖρας ἢ πόδας ἢ δακτύλους, ἐνίοτε μὲν ἅμα τῷ παντὶ σώματι σπωμένῳ γιγνομένους, ἐνίοτε δὲ μόνων [441] πασχόντων· οὐδὲν οὖν ἐστιν ἄλογον, ἐν τοῖς σπερματικοῖς ἀγγείοις ποτὲ μόνοις γίγνεσθαι τοιαύτην διάθεσιν, ὥσπέρ γε καὶ τὴν τῆς γονοῤῥοίας, ἀνάλογον οὔρων ἐκκρίσεσιν ἀκουσίοις, ὅταν ἡ κατέχουσα δύναμις αὐτὴ παραλυθεῖσα τύχῃ. γονόῤῥοια μὲν οὖν, τῶν σπερματικῶν ὀργάνων ἐστὶ πάθος, οὐ τῶν αἰδοίων, οἷς ὁδῷ χρῆται πρὸς ἔκρουν ἡ γονή· ὁ πριαπισμὸς δὲ σαφῶς τοῦ αἰδοίου φαίνεται σύμπτωμα, δυνατὸν δ' ἐστὶ καὶ μηδὲν αὐτοῦ πεπονθότος ἴδιον ἐξαίρετον πάθημα, τῶν ἀρτηριῶν εἶναι μόνον, τοιαύτην ἰσχουσῶν διάθεσιν ἐνίοτε παρὰ φύσιν, ὁποία αὐταῖς συμβαίνει, ὅτε ἡ κατὰ φύσιν ἔντασις ἐγίγνετο τοῦ παντὸς αἰδοίου. ὅτι μὲν γὰρ ὑπὸ πνεύματος ἐξοιδίσκεται, πρόδηλόν ἐστι τεκμαιρομένοις τῷ τάχει τῆς ὀγκώσεώς τε καὶ συστολῆς· ὑγρὸν γὰρ οὐδὲν οὕτω ταχεῖαν ἐφ' ἑκάτερα τὴν μεταβολὴν οἷόν τέ ἐστι ποιεῖσθαι. τούτου δ' οὕτως ἔχοντος, καὶ φαινομένων ἐν ταῖς ἀνατομαῖς ἀρτηριῶν μεγάλων εἰς μικρὸν μόριον τὸ αἰδοῖον ἐμβαλουσῶν, φαινομένης δὲ καὶ τῆς οὐσίας τοῦ αἰδοίου τοιαύτης, ὁποίαν [442] οὐδὲν ἄλλο μόριον ἔχει, σῶμα γάρ ἐστι νευρῶδες τὴν ἰδέαν, συριγγῶδες ὅλον, χωρὶς τῆς καλουμένης βαλάνου, τί ἂν ἄλλο τις ἐννοῆσαι δύναιτο παρὰ τὸ πληρούμενον ἀτμώδους πνεύματος ἐκ τῶν ἀρτηριῶν ἐπιῤῥέοντος τὸν ἐν ταῖς ἐντάσεσιν ὄγκον ἴσχειν, καὶ διὰ τοῦτο τὴν βάλανον ἶσον ἀεὶ τὸ μέγεθος ἔχειν, ὅτι τὸ συριγγῶδες αὐτῇ νεῦρον οὐκ ἐνυπάρχει; τίς οὖν αἰτία τοῦ κατὰ τὰς ἀφροδισίας ὁρμὰς ἐντείνεσθαι τὸ αἰδοῖον; ἢ τίς καὶ κοιμωμένοις, ὅταν ὕπτιοι κατακείμενοι θερμανθῶσι τὴν ὀσφῦν; εὑρεθείσης γὰρ αὐτῆς, ἐλπίς ἐστι καὶ τὴν τοῦ πριαπισμοῦ διάθεσιν εὑρήσειν ἡμᾶς. ὅτι μὲν γὰρ ἤτοι ἐκ τῶν ἀρτηριῶν, ἢ ἐκ τοῦ συριγγώδους νεύρου, τὴν ἀρχηγὸν αἰτίαν, ἢ καὶ συναμφοτέρου μεταβολήν τινα σχόντος ἐκ τῆς ἔμπροσθεν καταστάσεως, ἀναγκαῖόν ἐστι γίγνεσθαι τὴν πλήρωσιν, ἄντικρυς δῆλον· ἐξ ὁποτέρου δ' αὐτῶν μᾶλλον, ἢ εἰ καὶ ἐξ ἀμφοτέρων, ἐφεξῆς σκοπῶμεν, ἀρχὴν τῷ λόγῳ τήνδε θέμενοι. τὰ μόρια τοῦ σώματος ἡ διαπλάσασά τε καὶ τελειώσασα φύσις εἰργάσατο χωρὶς διδασκαλίας ἐπὶ τὴν οἰκείαν ἐνέργειαν ἔρχεσθαι· καὶ βασανόν γε τούτου μεγίστην ἐποιησάμην ποτὲ θρέψας ἔριφον, [443] ἄνευ τοῦ θεάσασθαί ποτε τὴν κυήσασαν. αἶγας γὰρ ἐγκύμονας ἀνατεμὼν ἕνεκα τῶν ἐζητημένων θεωρημάτων τοῖς ἀνατομικοῖς ἀνδράσι περὶ τῆς κατὰ τὸ κυούμενον οἰκονομίας, εὑρών ποτε γενναῖον τὸ ἔμβρυον, ἀπέλυσα μὲν τῆς μήτρας, ὥσπερ εἰώθαμεν· ἁρπάσας δὲ πρὶν θεάσασθαι τὴν κυήσασαν, εἰς οἶκον μέν τινα κομίσας κατέθηκα, πολλὰ μὲν ἔχοντα λεκάνια, τὸ μὲν οἴνου, τὸ δὲ ἐλαίου, τὸ δὲ μέλιτος, τὸ δὲ γάλακτος, ἢ ἄλλου τινὸς ὑγροῦ πλῆρες, οὐκ ὀλίγα δ' ἄλλα τῶν δημητρίων καρπῶν, ὥσπέρ γε καὶ τῶν ἀκροδρύων· ἐθεασάμεθα δὲ τὸ ἔμβρυον ἐκεῖνο πρῶτον μὲν βαδίζον τοῖς ποσὶν, ὥσπερ ἀκηκοὸς ἕνεκα βαδίσεως ἔχειν τὰ σκέλη· δεύτερον δ' ἀποσειόμενον τὴν ἐκ τῆς μήτρας ὑγρότητα· καὶ τρίτον ἐπὶ τούτῳ κνησάμενον ἑνὶ τῶν ποδῶν τὴν πλευράν· εἶτ' ὀσμώμενον εἴδομεν αὐτὸ τῶν κειμένων κατὰ τὸν οἶκον ἑκάστου· ὡς δὲ πάντων ὠσμᾶτο, τοῦ γάλακτος ἀπεῤῥόφησεν, ἐν ᾧ καὶ ἀνεκεκράγαμεν ἅπαντες, ἐναργῶς ὁρῶντες ὅπερ Ἱπποκράτης ἔφη· φύσιες ζώων ἀδίδακτοι. καὶ τοίνυν καὶ ἀνεθρέψαμεν ἐκεῖνο τὸ ἐρίφιον, εἴδομέν τε προσφερόμενον ὕστερον οὐ τὸ [444] γάλα μόνον, ἀλλὰ καὶ ἄλλα τινὰ τῶν κειμένων. ὄντος δὲ τοῦ καιροῦ, καθ' ὃν ἐξῃρέθη τῆς μητρὸς ὁ ἔριφος, ἐγγὺς τῆς ἠρινῆς ἰσημερίας, μετὰ δύο που μῆνας εἰσεκομισάμην αὐτῷ μαλακοὺς ἀκρέμονας θάμνων τε καὶ φυτῶν, ὧν πάλιν καὶ αὐτῶν ὀσμησάμενος ἁπάντων ἐνίων μὲν εὐθέως ἀπέστη, τινῶν δὲ ἠξίωσε γεύσασθαι, καὶ γευσάμενος ἐπὶ τὴν ἐδωδὴν ἐτράπετο τῶν καὶ ταῖς μεγάλαις αἰξὶ συνηθῶν ἐδεσμάτων. ἀλλὰ τοῦτο μὲν ἴσως μικρὸν, ἐκεῖνο δὲ μέγα· τὰ γὰρ φύλλα καὶ τοὺς μαλακοὺς ἀκρέμονας ἀποφαγὼν κατέπιεν, εἶτ' ὀλίγον ὕστερον ἐπὶ τὸ μηρυκάζειν ἧκεν, ὃ πάλιν οἱ θεασάμενοι πάντες ἀνεβόησαν, ἐκπλαγέντες ἐπὶ ταῖς φυσικαῖς τῶν ζώων δυνάμεσι· μέγα μὲν γὰρ ἦν καὶ τὸ πεινῆσαν διά τε τοῦ στόματος καὶ τῶν ὀδόντων προσφέρεσθαι τὴν ἐδωδὴν, ἀλλ' ὅτι τὸ καταποθὲν εἰς τὴν γαστέρα, πρῶτον μὲν ἀναφέρειν εἰς τὸ στόμα προσῆκεν, ἔπειτα λεαίνειν ἐν αὐτῷ μασσώμενον ἐν χρόνῳ πολλῷ, καὶ μετὰ ταῦτα καταπίνειν μηκέτι εἰς τὴν αὐτὴν κοιλίαν, ἀλλ' εἰς ἑτέραν, ἱκανῶς ἡμῖν ἐφαίνετο θαυμάσιον εἶναι. παρορῶσι δ' οἱ πολλοὶ τὰ τοιαῦτα τῆς φύσεως ἔργα, μόνα τὰ ξένα θεάματα θαυμάζοντες. [445] ἐπεί τοι πῶς οὐ θαυμαστὸν τὸ τοὺς μὲν ἀνατομικωτάτους τῶν ἰατρῶν ζητεῖν, ὑπὸ τίνος μὲν μυὸς ἐκτείνεται τόδε τὸ ἄρθρον, οἷον φέρε τὸ κατ' ἰσχίον, ὑπὸ τίνος δὲ κάμπτεται, τίνες δ' εἰσὶν οἱ ἐφ' ἑκάτερα πρὸς τὸ πλάγιον ἀπάγοντες αὐτὸ, καὶ τίνες οἱ περιστρέφοντες ἑκατέρωσε· τὸ δ' ἐρίφιον ἣν ἂν ἐθελήσῃ κίνησιν ἑκάστης διαρθρώσεως εὐθέως ἐργάζεσθαι, καθάπερ γε καὶ τοὺς ἀνθρώπους αὐτοὺς, καίτοι γ' ἀγνοοῦντας ὑπὸ τίνος μυὸς ἑκάστη γίνεται κίνησις; ἐπὶ γοῦν τῆς κατὰ τὴν γλῶτταν κινήσεως, ἵν' ὡς ἐν παραδείγματι ταύτης μνημονεύσω, πῶς οὐκ ἄν τις θαυμάσειεν τοὺς μὲν ἀνατομικοὺς διαφωνοῦντας ἀλλήλοις εὑρὼν οὐ μόνον περὶ τὸν ἀριθμὸν τῶν μυῶν, ἀλλὰ καὶ περὶ τὰς ἐνεργείας αὐτῶν, τὴν δὲ φύσιν εὑρὼν τὰ παιδία δεδιδαχυῖαν, ὅπως μὲν μιμήσηται τήνδε τὴν φωνὴν, ἤ τινα τῶν ἄλλων, ὅπως δὲ τὴν γλῶτταν κινήσηται, καὶ διὰ τίνων μυῶν ἐργάσηται τὴν αὐτὴν φωνήν; οὕτω δὲ καὶ περὶ πάσης τῆς ἄλλων φωνῆς τε καὶ ἀναπνοῆς, καὶ συνελόντι φάναι τῶν προαιρετικῶν ἐνεργειῶν θαυμάσειεν ἄν τις τὸ τῶν ὀργάνων αὐτοδίδακτον. οὐ μικρᾶς οὖν οὐδὲ [446] περὶ τούτων τῶν ἐνεργειῶν διαφωνίας γεγονυίας τοῖς ἀνατομικοῖς ἀνδράσιν, ὅπως τε γίγνονται καὶ δι' ὧν τινων ὀργάνων, ὅμως ἀναπνεῖ καὶ φωνεῖ πάντα τὰ ζῶα μετὰ τὴν πρώτην γένεσιν εὐθέως. οὐδὲν οὖν θαυμαστόν ἐστι καὶ τὰ γεννητικὰ μόρια τὰς ἐνεργείας ὧν χάριν ὑπὸ τῆς φύσεως ἐγίγνετο γιγνώσκειν εὐθέως ἐξ ἀρχῆς, ἐπεὶ κατὰ τί συλλαβοῦσα μὲν ἡ μήτρα τὸ σπέρμα μέμυκεν ἀκριβῶς ἄχρι τοῦ τελειωθῆναι τὸ ἔμβρυον, ἀνοίγνυσι δὲ ἐπὶ πλεῖστον, αὐτοῦ τελειωθέντος, ἀνοίξασά τε δι' αὐτὸ τοῦτο τὸ ἔμβρυον ἐκκρίνει; καταφρονεῖται δὲ καὶ ταῦτα τῷ συνεχεῖ τῆς θέας, καὶ παρορᾶται τοῖς πολλοῖς, ὡς τὸ μηδὲν εἰθικόσι θαυμάζειν, οὐ τὰ θαυμαστὰ κατ' ἀλήθειαν, ἀλλὰ τὰ σπανίως αὐτοῖς ὁρώμενα. τί γὰρ ἂν εἴη τῇ φύσει θαυμασιώτερον τοῦ μησὶν μὲν ὅλοις ἐννέα μεμυκέναι τὸ τῆς μήτρας στόμιον οὕτως ἀκριβῶς, ὡς μηδὲ πυρῆνα μήλης παραδέχεσθαι, τελειωθέντος δὲ τοῦ κυϊσκομένου διάστασιν ἴσχειν τηλικαύτην, ὡς ὅλον τὸ ζῶον ἐξέρχεσθαι δι' αὐτοῦ; οὔκουν ἀπιστεῖ τις αὐτοδίδακτον εἶναι καὶ τὴν τῶν αἰδοίων δύναμιν, ὥστε τὸ συριγγῶδες ἐκεῖνο [447] σῶμα, τὸ νευρῶδες τὴν ἰδέαν, ὅτ' ἂν ἐπὶ συνουσίαν ὁρμήσῃ τὸ ζῶον, εὐθέως διΐστασθαι, φυσικὴν ἔχον τὴν διαστέλλουσαν αὐτὸ δύναμιν, ὥσπερ ἡ καρδία τε καὶ ἀρτηρία, πλὴν ὅτι διὰ παντὸς ἐκεῖνα μὲν κινεῖται, διότι καὶ τῆς ἐνεργείας αὐτῶν ἀεὶ χρῄζομεν, οὐ διὰ παντὸς δὲ τὸ συριγγῶδες νεῦρον κινεῖται, ἀλλ' ὅταν ἡ χρεία καλῇ· διαστελλομένου δὲ αὐτοῦ, τὸ ἐκ τῶν ἀρτηριῶν ἕπεται πνεῦμα, καθάπερ ὁ πνεύμων τῷ θώρακι, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ. δύναιτο δ' ἄν τις ἴσως καὶ ταῖς ἀρτηρίαις ἀνατιθέναι τὴν δύναμιν τοῦ πληροῦντος πνεύματος τὸ συριγγῶδες νεῦρον, ὅτ' ἂν ὁρμήσῃ τὸ ζῶον ἐπὶ συνουσίαν· ἄμεινον δὲ πολὺ τοῦ νεύρου φάναι τὴν ἐνέργειαν εἶναι ταύτην, οὐ τῶν ἀρτηριῶν, εἴ γε τὰς ἐνεργείας ἐκ τῆς τῶν μορίων οἰκείας οὐσίας, οὐκ ἐκ τῆς θέσεως εὔλογόν ἐστι γίγνεσθαι, καὶ τήν τε καρδίαν, εἰ καὶ κατ' ἄλλο τι μέρος ἔκειτο, τὴν αὐτὴν ἐνέργειαν ἔχειν, ἧπάρ τε καὶ σπλῆνα, καὶ τὰ ἄλλα πάντα. καὶ τὰς ἀρτηρίας οὖν ἐν ἅπαντι μορίῳ τοῦ σώματος εὔλογόν ἐστι τὴν αὐτὴν ἐνέργειαν ἔχειν, ὥσπερ καὶ φαίνονται· καθ' ἕνα γέ τοι καιρὸν αἱ καθ' ὅλον τὸ ζῶον ἀρτηρίαι διαστέλλονται παραπλησίως ἀλλήλαις· ὥστ' οὐκ εἰκός ἐστι, [448] τὰς εἰς τὸ αἰδοῖον ἐμφυομένας ἀρτηρίας ἄλλην τινὰ δύναμιν ἐπικτᾶσθαι παρὰ τὴν ἐν ὅλῳ τῷ σώματι προϋπάρχουσαν αὐταῖς, ἀλλ' εὐρύτερα ἔχειν τὰ στόματα τῶν ἄλλων ἀρτηριῶν εὔλογον, εἰς τάχος τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας παρεσκευασμένας, ἀεὶ γὰρ ἡ φύσις φαίνεται τὸ χρήσιμον ἑκάστῃ τῶν ἐνεργειῶν πανταχόθεν ἐκπληροῦσα, δύναμιν δὲ ἐνεργείας ἐξαίρετον οὐδεμίαν ἴσχειν ἑτέραν, ὅταν εἰς τὸ αἰδοῖον ἀφίκωνται· θερμανθείσης μέντοι τῆς ὀσφύος, εὔλογόν ἐστι θερμοτέρας τε γίγνεσθαι τὰς ἀρτηρίας ἀναστομοῦσθαί τε μᾶλλον, ὥστε καὶ κατὰ τοῦτο προχεῖν πνεύματος οὐκ ὀλίγην οὐσίαν εἰς τὸ συριγγῶδες νεῦρον, ὑφ' οὗ κατ' ὀλίγον πληρούμενον ἐντείνεται τὸ αἰδοῖον, ὡς ἂν ὅλης τῆς οὐσίας αὐτοῦ κατὰ τὸ συριγγῶδες ὑπαρχούσης νεῦρον. τούτων ἡμῖν ἐγνωσμένων, ἐπὶ τὴν τοῦ πριαπισμοῦ διάθεσιν ἔλθωμεν. ὅτι μὲν γὰρ ἤτοι κατὰ τὰ στόματα τῶν ἀρτηριῶν εὐρυνόμενα γίγνεται τὸ πάθος, ἢ κατὰ τὸ συριγγῶδες νεῦρον ἀτμῶδες πνεῦμα γεννῆσαν, ἐκ τῶν προεγνωσμένων φαίνεται· πότερον δ' αὐτῶν μᾶλλον ἄν τις αἰτιάσαιτο, ζητητέον. ἐμοὶ δὴ δοκεῖ κατ' ἀμφότερα μὲν γίγνεσθαι, πλεονάκις δὲ τοῖς τῶν ἀρτηριῶν [449] στόμασιν εὐρυνομένοις ἕπεσθαι· ῥᾷον γὰρ εὐρυνθῆναι ταῦτα τοῦ πνεῦμα φυσῶδες ἐν τῷ συριγγώδει νεύρῳ γεννηθῆναι· καί μοι δοκῶ τὴν μὲν κατὰ τὸ νεῦρον διάθεσιν ἅπαξ ἑωρακέναι, τὴν δὲ τῶν ἀρτηριῶν πολλάκις· ἐτεκμηράμην δὲ τοῦτο τοῖς τε προηγησαμένοις συμπτώμασι καὶ τῷ τρόπῳ τῆς θεραπείας. ᾧ μὲν γὰρ οἱ παλμοὶ τοῦ αἰδοίου συνεχεῖς προηγοῦντο, πνεῦμα φυσῶδες ἦν αἴτιον, καὶ πρὸς τοῦτο τὴν θεραπείαν ἅπασαν ἁρμοσάμενος ἰασάμην τὸν ἄνθρωπον· οἷς δὲ τὰ στόματα τῶν ἀρτηριῶν ηὐρύνθη, τοιοῦτον μὲν οὐδὲν προηγεῖτο σύμπτωμα, συμβεβήκει δὲ τῷ μέν τινι πολλῷ χρόνῳ παρὰ τὸ ἔθος ἀφροδισίων ἀπέχεσθαι, τῷ δὲ κακοχύμων ἐδεσμάτων καὶ δριμέων ἐδωδῇ κεχρῆσθαι, τῷ δέ τινι ζώνῃ καθ' ὁδοιπορίαν δυοῖν μηνῶν, ἀήθει ζώνης ὄντι. τὴν οὖν ἀναστόμωσιν τῶν ἀρτηριῶν ἐτεκμηράμεθα τοῖς μὲν διὰ τὴν ἐκ τῆς κακοχυμίας δριμύτητα γεγονέναι, τοῖς δὲ διὰ πνεύματος φυσώδους γένεσιν ἀτάκτως τε καὶ βιαίως κινουμένου. καὶ γάρ τοι καὶ τὰ φάρμακα τὰ τῶν αἰδοίων ἐντατικὰ, τά τε πινόμενα καὶ τὰ κατὰ τοῦ περιναίου καὶ τῆς ὀσφύος ἐπιβαλλόμενα [450] θερμὰ καὶ πνευματώδη πάντ' ἐστί· ὥσπερ αὖ τὰ ἐναντία πάντα ἄφυσα καὶ ψύχοντα μᾶλλον ἢ θερμαίνοντα. προσέχειν δὲ χρὴ τῷ λόγῳ μὴ παρατρέχοντα· φάρμακα γὰρ εἶπον, οὐκ ἐδέσματα, διότι τῶν ἐδεσμάτων ἔνια μὲν γεννητικὰ πολλοῦ σπέρματος ὄντα, κατὰ τοῦτο καὶ τὰς εἰς τὴν λαγνείαν ὁρμὰς παροξύνει. ταῦτα μὲν οὖν μαρτυρεῖ τῷ λόγῳ, καθ' ὃν ἀρτίως ἐλέγετο καὶ τοὺς τῶν ἀφροδισίων ἀποσχομένους ἐνίοτε τοῖς πριαπισμοῖς ἁλίσκεσθαι· συμβαίνει γὰρ τοῦτο τοῖς πολυσπέρμοις τε ἅμα καὶ παρὰ τὸ ἔθος ἀποσχομένοις, ὅτ' ἂν μὴ διαπονῶσι πλήθει γυμνασίων τὴν περιουσίαν τοῦ αἵματος, καὶ μάλιστα ἐξ αὐτῶν ὅσοι τῆς μὲν τῶν ἀφροδισίων ἐννοίας οὐκ ἀπηλλάγησαν, ὥσπερ οἱ σωφρονικοί τε φύσει καὶ χρόνῳ πλέονι τὴν τοιαύτην ἐγκράτειαν ἀσκήσαντες, εἰς φαντασίαν δ' αὐτῶν ἀφικνούμενοι, διά τε θεαμάτων ἐξορμᾷν αὐτοὺς δυναμένων καὶ δι' ἀναμνήσεως αὐτῶν· ἐναντιωτάτη γὰρ ἡ τούτων τῶν ἀνθρώπων διάθεσις ἐν τοῖς αἰδοίοις γίγνεται τῇ τῶν οὐδ' ὅλως εἰς ἔννοιαν ἀφροδισίων ἐρχομένων. καί τινι [451] φίλῳ προελομένῳ παρὰ τὸ πρόσθεν ἔθος ἀποσχέσθαι τελέως ἀφροδισίων εἰς ὄγκον ἐπεδίδω τὸ αἰδοῖον ἐμφυσώμενον, ὡς ἀναγκασθῆναι ἀνακοινώσασθαί μοι περὶ τοῦ συμπτώματος. ἔφη γὰρ θαυμάζειν, ὅπως τῶδε μὲν τῷ ἀθλητῇ ῥυσσὸν καὶ προσεσταλμένον ἐστὶ τὸ αἰδοῖον ἐκ τῆς εὐταξίας, ἑαυτῷ δ' ἀφ' οὗ τοῦτ' ἐνεστήσατο, τοὐναντίον συμβαίνει. τότε μὲν οὖν αὐτῷ συνεβούλευσα τὸ ἠθροισμένον ἐκκρῖναι σπέρμα, τοῦ λοιποῦ δὲ καὶ θεαμάτων καὶ διηγήσεως καὶ μνήμης ἐπεγείρειν δυναμένης εἰς ἀφροδίσια παντάπασιν εἴργειν ἑαυτόν. ὅσοι δ' εὐθὺς ἐξ ἀρχῆς ἢ ἀθλοῦντες ἢ φωνασκοῦντες ἄπειροι τῶν ἀφροδισίων διετέλεσαν, εἴρξαντες παντάπασιν ἑαυτοὺς ἁπάσης ἐννοίας τε καὶ φαντασίας τοιαύτης, ἰσχνὰ καὶ ῥυσσὰ τοῖς τῶν γερόντων ὁμοίως αὐτοῖς γίνεται τὰ αἰδοῖα. πρὸς γὰρ τοῖς ἄλλοις κᾀκεῖνο συμβαίνει τοῖς ἐν νεότητι κατὰ τὸν πρῶτον χρόνον ἀφροδισίοις πολλοῖς χρησαμένοις, εὐρυνομένων τῶν ἐν τούτοις τοῖς τόποις ἀγγείων, εὔρουν τε γίγνεσθαι πρὸς αὐτὸ τὸ αἷμα καὶ τὴν ὀρεκτικὴν δύναμιν τῶν ἀφροδισίων αὐξάνεσθαι, κατὰ τὸν κοινὸν λόγον ἁπασῶν τῶν δυνάμεων, [452] ὃν καὶ Πλάτων ἔγραψε, τὴν μὲν ἡσυχίαν ἐκλύειν λέγων, τὴν δ' ἐν τοῖς οἰκείοις ἔργοις διατριβὴν αὐξάνειν τὴν ῥώμην. οὕτως μὲν οὖν καὶ οἱ τιτθοὶ ταῖς μὲν μηδέποτε κυησάσαις προσεσταλμένοι διαμένουσι, ταῖς δὲ μετὰ τὸ κυῆσαι θηλαζούσαις παιδία μέγιστοι γίγνονται, καὶ διαμένουσί γε γάλα παρέχοντες, ἄχρις ἂν θηλάζωσιν, παυομέναις δὲ τοῦ θηλάζειν τὰ παιδία καὶ ἡ τοῦ γάλακτος ἐν τοῖς τιτθοῖς γένεσις οὐ μετὰ πολὺ παύεται. ταῦτ' οὖν ἡμῖν ἅπαντα προδιεσκεμμένοις καὶ πρὸς τὴν θεραπείαν ἀφορμὰς παρέξει, διοριζομένοις τὰς αἰτίας, ὑφ' ὧν ἑκάστῳ τῶν πασχόντων τὸ πάθος ἐγένετο· νῦν δ' οὔπω καιρὸς αὐτῶν, ἀλλ' ἤδη τέλος ἐχούσης τῆς προκειμένης πραγματείας, καταπαύσω τὸν λόγον ἐνταῦθα.