4585 186 5 28 17 0 II d. C. Medicina Galenus De instrumento odoratus Kollesch, J., Berlin, Akademie-Verlag, 1964. 5

Galenus - De instrumento odoratus

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΟΣΦΡΗΣΕΩΣ ΟΡΓΑΝΟΥ.

[1]    Ὅ τι μέν ἐστι τὸ τῆς ὀσφρήσεως ὄργανον τῆς ἀνατομικῆς θεωρίας ἔργον ἐπισκέπτεσθαι· ὁ δὲ προκείμενος λόγος ἥκει διδάξων τίς μὲν ὁ τρόπος ἐστὶ τῆς ἀντιλήψεως τῶν ὀσφραντῶν, τί δὲ τὸ πρῶτον μόριον, [2] ‹ἐν ᾧ› τῆς ὀσφρήσεως ἀντίληψις γίγνεται. ὄσφρησιν μὲν ὀνομάζουσιν οὐ μόνον τὴν ἀντίληψιν τῶν ὀσφραντῶν, ἀλλὰ καὶ τὴν δύναμιν, ὑφ' ἧς τὴν τοιαύτην ὑπομένομεν διάθεσιν. ὄργανον δὲ τῆς ὀσφρήσεως [οὖ], δι' οὗ ποιεῖται τὴν τῶν ἰδίων αἰσθητῶν διάγνωσιν ἡ προκειμένη δύναμις, [3] ‹ἡ ῥίς›, ἀνάλογον ὀφθαλμῷ τε καὶ γλώττῃ. ὅτι μὲν ἡ ἀντίληψις τῶν ὀσφραντῶν διὰ τῆς ῥινὸς καθ' ἕνα χρόνον συμβαίνει τὸν τῆς εἰσπνοῆς, δῆλον ἐκ τοῦ μὴ κατὰ τὰς ἐκπνοὰς τὴν αἴσθησιν ἡμῖν πορίζεσθαι τῶν ὀσμῶν. ὅτι δὲ μὴ ἐν τοῖς κάτω τῆς ῥινὸς μορίοις, ἐν δὲ ταῖς ἀποφύσεσι τῶν προσθίων ἐγκεφάλου κοιλιῶν τὰ τῆς ὀσφρήσεως πάθη συνίστανται, ἐμφανὲς ἐκ τοῦ μὴ σπασθέντα τῇ ῥινὶ ἀλλὰ συντονώτερον εἰσπνευσθέντα [4] εἰς τὴν αἴσθησιν ἡμῖν ἀφικνεῖσθαι τὸν ἀτμόν. ταῦτά τοι καὶ κατὰ τὸ ἀναπνεῖν ἡμᾶς εἰς ἐγκέφαλον †φαμὲν ὅσους ἀποδεχόμενα διά τινων †σαφῶς. ἐπὶ δὲ τῶν νηπίων κἀν ταῖς ἀνατρήσεσι τοῦ κρανίου φαίνεται κατὰ μὲν τὰς εἰσπνοὰς ὑψούμενός τε καὶ διαστελλόμενος, κατὰ δὲ τὰς ἐκπνοὰς συναγόμενός τε καὶ συστελλόμενος ὁ ἐγκέφαλος.

[5]    Ταῦτα μὲν οὖν ἡμῖν κατὰ τὴν τῶν φαινομένων ἀκολουθίαν λέλεκται. φησὶ δ' ὁ λόγος, ὡς ἀδύνατον τῷ δρῶντι πάθος ἀπεργάσασθαι τοῦ [6] διατιθεμένου μὴ πεφυκότος πάσχειν. τὰ μὲν οὖν ἐγκεφάλῳ συνεχῆ ὡς ἂν εὐαλλοίωτα ‹ὄντα› διὰ μαλακότητα ἑτοίμως πάσχει[ν] πρὸς τῶν ἀτμῶν. ὅσα δὲ τῆς ῥινὸς ἤτοι χόνδρος ἢ ὀστώδη τὴν οὐσίαν εἰσί, τὸ μὲν θλᾶται καὶ διαιρεῖται, τὸ δὲ εὐπετὲς ἀλλοιοῦσθαι οὐκ ἂν εἴη· ‹τοῦ›το γὰρ ἴδιον [7] τῶν εὐπαθῶν. ταῦτ' ἄρα καὶ ὅπου τὴν τῶν νεύρων ἰδέαν ἡ φύσις ἀπεργάζοιτο, οὐχ ὁμότιμα ἅπαντα τὴν διάπλασιν ἐτεχνήσατο, ἀλλ' ὅσα μὲν αὐτῶν κινήσειν ἔμελλε μόρια, ταῦτα σκληρότερα κατεστήσατο, τὰ δὲ τὴν αἴσθησιν ποιοῦντα μαλακώτερα. τοῖς μὲν γὰρ αἰσθησομένοις διὰ τοῦ παθεῖν ἡ ἀντίληψις, τὰ δὲ κινήσειν μέλλοντα οὐκ ἐν τῷ πάσχειν, ἐν [8] δὲ τῷ ‹...› τὴν ὕπαρξιν. τῶν γοῦν εἰς τὸν ὀφθαλμὸν καθηκόντων νεύρων καὶ τῶν εἰς τὴν γλῶτταν περαιουμένων διττῶν κατὰ γένος ὑπαρχόντων τὰ μὲν εἰς ἀντίληψιν τῶν αἰσθητῶν [καὶ χαλαρὰ ὄντα] μαλακά ἐστι, τὰ δὲ τὴν κίνησιν αὐτοῖς τὴν καθ' ὁρμὴν ἐκποριζόμενα σκληρά.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΤΗΣ ΟΣΦΡΗΣΕΩΣ ΟΡΓΑΝΟΥ.

[1]

[1]    Ὄσφρησιν ὀνομάζουσιν οἱ Ἕλληνεσ οὐ μόνον τὴν διάγνωσιν τῶν †χυμῶν , ἀλλὰ καὶ τὴν δύναμιν, ἧς τοῦτο ἔργον ἐστίν, ὥσπερ γε καὶ τὴν γεῦσιν οὐ τὴν διάγνωσιν μόνην τῶν γευστῶν, ἀλλὰ καὶ τὴν δύναμιν αὐτήν. καὶ κατ' ἄμφω δὲ τὰ σημαινόμενα τὸ τῆς ὀσφρήσεως ὄργανον ἓν ἂν εἶναι λέγοιτο, δι' οὗ ποιεῖται τῶν ἰδίων αἰσθητῶν τὴν [2] διάγνωσιν ἡ δύναμις, ἀνάλογον ὀφθαλμῷ καὶ γλώττῃ. δοκεῖ δὲ εἶναι τοῦτο κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς διανοίας ἡ ῥίς. ἐν γοῦν τῷ διὰ τοῦ στόματος εἰσπνεῖν στεγνώσαντες αὐτὴν ὁπωσοῦν οὐδενὸς τῶν ὀσφρητῶν ἀντιλαμβανόμεθα, καθάπερ γε κἀπειδὰν ἀνοίξαντες τοὺς μυκτῆρας [3] εἰσπνέωμεν, εὐθέως αἰσθανόμεθα. πότερον οὖν ὁ ὑπαλείφων ἔνδοθεν ἑκάτερον τῶν κατὰ τὴν ῥῖνα πόρων ὑμὴν ἢ χιτὼν (ἀμφοτέρως γὰρ ὀνομάζουσιν αὐτόν) αἰσθάνεται τῶν ὀσφρητῶν ‑ οὐ γὰρ δὴ τό γε ὀστοῦν αὐτὸ τῆς ῥινός ‑ ἤ τι τῶν ἔνδον τοῦδε τὸ τῶν ὀσμῶν ἐστιν [4] ὄργανον ἄξιον ἐπισκέψεως. ἐὰν γοῦν πληρώσῃς τοὺς πόρους εἴτ' οὖν μύρων τῶν εὐωδῶν ἤ τινος ἄλλου σφοδρὰν ὀσμὴν ἔχοντος, οὐκ αἰσθήσῃ πρὶν εἰσπνεῦσαι. διὸ καὶ δοκεῖ τισιν ἡ μὲν ῥὶς πόρος εἶναι τῶν ὀσφρητῶν, αὐτὸ δὲ τὸ τῶν ὀσμῶν αἰσθανόμενον σῶμα προσωτέρω που τετάχθαι.

[5] καὶ διὰ τοῦτο ἀναγκαῖόν ἐστι τὰ συνεχῆ τοῖς πόροις τῆς ῥινὸς ἐπίστασθαι σώματα πρὸς τῆς ἀνατομῆς διδαχθέντας. γιγνωσκόντων δ' οὐ πάντων αὐτὰ διηγήσασθαι βέλτιον, ὅπως κατεσκεύασται.

[2]

[1]    Τῆς τοίνυν ῥινὸς ἐχούσης μέσον διάφραγμα καὶ πόρους ἀξιολόγους δύο, τούτους δὴ τοὺς φαινομένους ἕνα καθ' ἑκάτερον μυκτῆρα χρὴ γινώσκειν ἀνωτέρω τῶν μέσων τῆς ῥινὸς ἑκάτερον αὐτῶν δίχα σχιζόμενον. ἥκει δὲ τῶν μερῶν τὸ μὲν ἕτερον εἰς τὸ τοῦ στόματος ἔνδον, τὸ δ' ἕτερον ὄρθιον, ὡς ἐξ ἀρχῆς ἐφέρετο, πρὸς αὐτὸν ἀναβαίνει[ν] τὸν ἐγκέφαλον.

[2] εἰσὶ γὰρ αὐτῷ[ν] καὶ δύο κατὰ τοῦτο ἀποφύσεις προμήκεις τε καὶ κοῖλαι, τὴν ἀρχὴν μὲν ἐκ τῶν προσθίων ἔχουσαι κοιλιῶν, καθήκουσαι δ' ἐπ' ἐκεῖνο τοῦ κρανίου τὸ μέρος, ὅθεν ἡ ῥὶς ἄρχεται. κατὰ τοῦτο καὶ ἡ τῶν ἠθμοειδῶν ὀστῶν ἐστι θέσις, ὧν τὴν χρείαν ἱκανὸν ἐνδείξασθαι τοὔνομα· καὶ ἥ γε μῆνιγξ ἡ παχεῖα, καθ' ὃ ψαύει τῶνδε τῶν ὀστῶν, [3] ὀπαῖς λεπταῖς τέτρηται. διὰ ταύτης γέ τοι πρώτης διηθεῖται τὰ παχύτερα τῶν τοῦ ἐγκεφάλου περιττῶν (ἔθος δ' ἐστὶν ἀπ' Ἀριστοτέλουσ ἀρξάμενον ὀνομάζεσθαι τὰ τοιαῦτα πάντα περιττώματα). τὰ μὲν γὰρ ἀτμοειδέστερα κατὰ τὰς ῥαφὰς ἀναθεῖ καὶ ταύτῃ ἔχει τὴν κένωσιν. ὅσα δὲ τούτων παχέα, καθάπερ ἡ βλέννα καὶ ἡ κόρυζα, κατάντη φέρεται πρώτην μὲν τὴν παχεῖαν μήνιγγα διεξερχόμενα, μετ' ἐκείνην δὲ διὰ τῶν ἠθμοειδῶν ὀστῶν ἠθούμενα, κἄπειθ' οὕτως ἐμπίπτοντα τοῖς πόροις [4] τῆς ῥινός. ἐν δὲ τῇ διὰ τούτων πορείᾳ μέρος ἔστιν ὅτε καταρρεῖ τῶν καταφερομένων εἰς τὸ στόμα διὰ τῶν εἰρημένων ἐκ τῆς ῥινὸς εἰς αὐτὸ συντρήσεων. καὶ τάς γε παχυτέρας βλέννας καὶ μάλισθ' ὅσαι γλίσχραι κατὰ μὲν τὸ ἕτερον αὐτῶν ἐνίοτε πέρας ἐμπεπτωκυίας ταῖς εἰς τὸ στόμα συντρήσεσι, κατὰ δὲ τὸ ἕτερον ἐν τοῖς τῆς ῥινὸς οὔσας πόροις ἑκατέρως ἐκκενοῦμεν[ον] ἐκφυσήσει μὲν βιαιοτέρᾳ χρησάμενοι διὰ τῶν μυκτήρων, ἀναχρέμψει δὲ διὰ τοῦ στόματος.

[5]    Ὑπαλείφει δ' ἄναιμος χιτών, ὑμένος παχύτερος, αὐτούς τε τῆς ῥινὸς τοὺς εὐθεῖς πόρους ἀναφερομένους ἄχρι τῶν ἠθμοειδῶν, καὶ πρὸς τούτοις τοὺς ἄλλους τοὺς λοξούς, οὓς εἰς τὸ στόμα τελευτᾶν ἔφην. ἔστι δὲ συνεχὴς ὁ χιτὼν οὗτος καὶ αὐτῷ τῷ τὴν τοῦ στόματος ὅλου περιγραφὴν ἔνδοθεν ὑπαλείφοντι καὶ τὴν γλῶτταν ἀμφιεννύντι καὶ πρός γε ταύτῃ φάρυγγά [6] τε καὶ λάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν καὶ στόμαχον. εἰς δὲ δὴ τὸν χιτῶνα τοῦτον ἕνα μὲν ὑπάρχοντα καὶ συνεχῆ καὶ τῷ τῆς οὐσίας εἴδει τὸν αὐτὸν ἐν ἅπασι τοῖς εἰρημένοις φαινόμενον, οὐ μὴν ἴσον γε τὸ πάχος ἐν ἅπασιν αὐτοῖς ἔχοντα διασπείρεταί τινα τῶν ἐξ ἐγκεφάλου [7] νεύρων μικρά, πλὴν τῶν εἰς τὴν γλῶτταν ἰόντων. ἱκανῶς γὰρ ἐκεῖνα ‹ἔχει› πάχους, διότι περιττοτέρας αἰσθήσεως δεῖ τῷ μορίῳ τῷδε γεύσεως αἰσθητικῷ γεγενημένῳ. ταῦτ' ἄρα καὶ τοῖς ὀφθαλμοῖς ἔτι παχύτερα τῶν εἰς τὴν γλῶτταν ἰόντων ἡ φύσις ἔνειμε νεῦρα καὶ μετ' αὐτοὺς ὠσὶ καὶ στόματι κοιλίας, ἐπειδὴ καὶ τοῦτο αἰσθητικώτατον [8] ἐχρῆν ὑπάρχειν, ὡς ἐν τοῖς ὑπὲρ αὐτοῦ δέδεικται λόγοις. ὀφθαλμὸς μὲν οὖν ὄργανον ὀπτικὸν καὶ οὖς ἀκουστικὸν καὶ γλῶττα γευστικόν, ὀρέξεως δὲ σιτίων καὶ πομάτων ἡ γαστήρ ἐστιν ὄργανον καὶ ταύτης [9] μάλιστα τὸ στόμα. παχυμερεστάτην δὲ εἰς ‹τὴν τῶν› αἰσθητῶν διάγνωσιν ἡ φύσις ἐποίησεν τὴν ἁπτικὴν δύναμιν οὐκέτι ταύτην γε καθ' ἓν ἀποκεκριμένην χωρίον ὡς ἑκάστην τῶν εἰρημένων, ἀλλ' εἰς ὅλον ἐκτεταμένην τὸ σῶμα. καὶ διὰ τοῦτο καὶ νεύρων αὐτῇ μικροτέρων ἔνειμεν ‹...›, καὶ τούτων σκληρῶν ἐκ νωτιαίου μυελοῦ τῶν πλείστων ἀρχομένων. εἰς δὲ τὰ προειρημένα μόρια περιττοτέρας αἰσθήσεως δεόμενα καὶ μείζω καὶ μαλακώτερα νεῦρα κατέφυσεν ἐξ ἐγκεφάλου πάντα βλαστάνοντα.

[10]    Φωτοειδέστατον μὲν οὖν ἐποίησεν τὸ τῆς ὄψεως ὄργανον ὡς ἂν καὶ μόνον αὐγῆς καὶ φωτὸς αἰσθανόμενον, ἀερῶδες δὲ τὸ τῆς ἀκοῆς αἰσθητικὸν ἐσόμενον καὶ τοῦτο τῶν κατὰ τὸν ἀέρα ψόφων. οὕτω δὲ καὶ τὸ τῶν χυμῶν διαγνωστικὸν ὄργανον, τὴν γλῶτταν, ἐκ τῆς ὑγροτέρας [11] ἰδέας τοῦ σώματος ἡ φύσις εἰργάσατο. μεταξὺ δὲ ἀέρος τε καὶ ὑγροῦ [καὶ πυρὸς] τὸ τῆς ὀσφρήσεώς ἐστιν αἰσθητὸν οὔθ' οὕτω λεπτομερὲς ὑπάρχον ὡς ὁ ἀὴρ οὔτε παχυμερὲς ὡς ὑγρόν. ὅσον γὰρ ἀπορρεῖ τῶν σωμάτων ἑκάστου, τοῦτ' ἔστι τῶν ὀσφρητῶν ἡ οὐσία.

[12] μαθεῖν δ' ἔστι μάλιστα ἐπὶ ῥόδων αὐτῶν καὶ τῶν οὕτως ἁπλῶν, ἃ διὰ ταχέων ἑαυτῶν ἐλάττω τε ἅμα καὶ ξηρότερα γίνεται φανερῶς ἐνδεικνύμενα τὴν ὑγροτέραν μοῖραν ἐκ τῆς οὐσίας αὐτῶν διαφορεῖσθαι.

[3]

[1]    Ζητήσωμεν οὖν ἤδη τὸ τῆς ὀσφρήσεως ὄργανον ἀρξάμενοι μὲν ἀπὸ τῆς τῶν συνεχῶν κατασκευῆς τοῖς μυκτῆρσι μορίων, ἑξῆς δὲ [2] τούτοις ἐπισκεψάμενοι τὰ τῆς ἐνεργείας ἴδια συμβεβηκότα. ἐπεὶ τοίνυν ‹ἐν› τοῖς κατὰ τὴν ῥῖνα πόροις ὑποτέταται τοῖς ὀστοῖς ὁ χιτὼν ἐκεῖνος, ὃν καὶ τῇ φύσει καὶ τῇ συνεχείᾳ τὸν αὐτὸν ἔφην εἶναι τῷ κατά τε τὸ στόμα καὶ τὴν γλῶτταν καὶ τὴν φάρυγγα πλήν γε ὅτι λεπτομερής ἐστι, ἢ τοῦτο‹ν› αἰσθητήριον εἶναι χρὴ νομίζειν ὀσμῶν ἢ τὸ τῆς ῥινὸς [3] ὀστοῦν. οὐδὲν γὰρ ἄλλο τρίτον ἐνταῦθα μόριόν ἐστιν. ἀλλὰ τῷ μὲν τῆς ῥινὸς ὀστῷ μὴ ὅτι τῆς ὀσφρητικῆς, ἀλλ' οὐδὲ τῆς ἁπτικῆς αἰσθήσεως μέτεστιν· ὁ δ' ὑποτεταμένος ἔνδον χιτὼν ὁμοιότατος μὲν ὑπάρχει τῷ κατὰ τὸν οὐρανίσκον τε καὶ τὴν ὑπερῴαν, καὶ ταύτῃ γε ἀδύνατον αὐτῷ πλεονεκτεῖν ἐκείνων εἰς ἀκρίβειαν αἰσθήσεως, ἠδύνατο μέντοι μεγέθει μόνῳ νεύρων πλεονεκτῆσαι καθάπερ ἡ γλῶττα. φαίνεταί γε μὴν οὐδὲ ταύτῃ οὗτος πλέον ἔχων, ἀλλ' ὅσον ἀναγκαῖον εἰς αἴσθησιν [4] ἁπτικήν, τοσοῦτον νεύρων μετειληφώς. καὶ μὲν δὴ καὶ αὐτὴ τοῦ χιτῶνος ἡ φύσις οὐ κατὰ τὴν τῶν αἰσθητῶν οὐσίαν ἐστίν, ὥσπερ αἱ λοιπαί. τὸ μὲν γὰρ τῆς ὄψεως ὄργανον αὐγοειδές ἐστιν, τὸ δὲ τῆς ἀκοῆς ἀερῶδες, ὥσπερ γε καὶ τὸ μὲν τῆς γεύσεως ὄργανον ὑγρὸν καὶ σπογγοειδές, τὸ δὲ τῆς ἁφῆς σκληρὸν καὶ γεῶδες, προπαρασκευασθέντος ἑκάστου τῶν [5] ὀργάνων ὑπὸ τῆς φύσεως εἰς ὁμοιότητα τῶν αἰσθητῶν. ἐχρῆν οὖν καὶ τὸ τῶν ὀσμῶν αἰσθητήριον ἀτμοειδὲς ὑπάρχειν, οὐ σκληρὸν καὶ γεῶδες, ὁποῖόν ἐστιν ὁ κατὰ τοὺς μυκτῆρας χιτὼν πρὸς τῷ τοιοῦτος εἶναι μηδὲ νεύρων ἀξιολόγων τυχών, ἃ πάντως ἂν εἶχε καὶ πρὸ τῆς γλώττης ὡς ἂν καὶ τρίτην ἔχων τάξιν ἐν τοῖς αἰσθητικοῖς ὀργάνοις εἰς διάγνωσιν [6] οὐσίας λεπτομεροῦς. τὸ μέν γε τῆς ὄψεως νεῦρον εἰς τοσοῦτον ἥκει μεγέθους, ὥστε τοῦ κατιόντος εἰς τὸ στόμα τῆς γαστρὸς μεῖζον εἶναι πολὺ καίτοι οὐκ εἰς ὅλον διανεμόμενον τὸν ὀφθαλμόν, ἀλλ' ἐπὶ μόνον ἧκον τὸ κρυσταλλοειδὲς σῶμα (τοῦτο γὰρ ἐδείχθη τὸ κυριώτατον [7] ὄργανον τῆς ὄψεως). ὅ γε μὴν ἀκουστικὸς πόρος βραχύτατον ἔχων τὸ ἔνδον πέρας, ὃ τοῦ νεύρου ψαύει, παχὺ καὶ οὗτος κατὰ τὴν τοῦ μεγέθους ἀναλογίαν εἴληφε νεῦρον. οὐ μὴν οὐδὲ ἡ γλῶττα μικρῶν μετέσχεν τῶν ἐξ ἐγκεφάλου νεύρων. οὐκοῦν οὐδὲ τὸ τῶν ὀσμῶν αἰσθητήριον ἔσχεν ἄν ποτε ἰσχνόν, ὁποῖόν ἐστι τὸ κατὰ τὸν τῆς ῥινὸς χιτῶνα· καὶ μὲν δὴ καὶ ἀτμοειδὲς ἀναγκαῖον ὑπάρχειν αὐτό· τοιαύτη γὰρ ἡ τῶν ὀσμῶν οὐσία.

[8]    Ταῦτα μὲν οὖν ἡμᾶς ἀπάγει τῶν κατὰ τοὺς μυκτῆρας χωρίων ἀπὸ τῆς κατασκευῆς τὴν ἔνδειξιν τοῦ ζητουμένου λαμβάνοντας· ἐφεξῆς δὲ ἀπὸ τῶν ἰδίων τῆς ἐνεργείας ἐπισκεπτομένοις φαίνεται οὐδεμία γιγνομένη διάγνωσις ὀσμῶν ἄνευ τῆς εἰσπνοῆς, καίτοι γ' ἐνίοτε πεπληρωμένων τῶν πόρων τῆς ῥινὸς ἀτμοῦ σφοδροτάτην ἔχοντος δύναμιν.

[9] ἐὰν οὖν τις ἐν οἴκῳ σμικροτάτῳ θυμιάσας ἄσφαλτον ἢ κασίαν ἢ σμύρναν ἢ λιβανωτὸν ἢ στύρακα καὶ πληρώσας ὀσμῆς ἰσχυροτάτης αὐτὸν εἰσελθὼν ἀποπειρῷτο διὰ πολλοῦ χρόνου ποιούμενος τὴν εἰσπνοήν, εἴσεται τοῦ λεγομένου τὴν ἀλήθειαν ἐν μὲν τῷ τῆς εἰσπνοῆς χρόνῳ μόνῳ τῆς ὀσμῆς αἰσθανόμενος, ἐν δὲ τῷ λοιπῷ παντὶ μηδεμίαν ἴσχων αὐτῶν [10] διάγνωσιν, καίτοι γε πεπληρωμένων τῶν πόρων τῆς ῥινός. οὕτω δέ, κἂν ἐνστάξῃς εἰς τοὺς μυκτῆρας ὁτιοῦν ἔχον ἰσχυρὰν ὀδμήν, ἐν ἐκείνῳ μόνῳ τῷ χρόνῳ τὴν διάγνωσιν αὐτοῦ λήψῃ, καθ' ὃν εἰσπνέομεν. ἔοικεν οὖν ἕτερόν τι μόριον εἶναι τὸ τῶν ὀδμῶν διαγνωστικόν, ἔνδον που τεταγμένον ἐν βαθυτέρῳ τοῦ σώματος, οὐ πρόχειρον οὕτως οὐδ' ἐκτὸς ὡς ὁ κατὰ τὴν ῥῖνα χιτών.

[11]    Ἀλλ' [ὡς] ἐν τοῖς περὶ τῆς εἰσπνοῆς λόγοις ἐμάθομεν, ὡς ὁ μὲν θώραξ ὑπό τινων μυῶν διαστέλλοιτο, συνέποιτο δὲ ὁ πνεύμων αὐτῷ, κἄπειτα ἐξ ἀνάγκης τῷδε κατὰ τὸ συνεχὲς ὁ ἔξωθεν ἀὴρ διά τε τῆς τραχείας ἀρτηρίας καὶ τῆς φάρυγγος καὶ τοῦ στόματος καὶ τῆς ῥινός.

[12] εἴπερ οὖν ὁ κατὰ τὴν ῥῖνα χιτὼν οὐκ ἔστι τῆς ὀσφρήσεως ὄργανον, ἑξῆς ἐπισκεπτέον ἡμῖν περὶ τοῦ κατὰ τὸν οὐρανίσκον, εἶθ' ἑξῆς φάρυγγός [13] τε καὶ τραχείας ἀρτηρίας. ὁ μὲν δὴ κατὰ τὸν οὐρανίσκον χιτὼν οὐκ ἂν εἴη τὸ τῆς ὀσφρήσεως ὄργανον, εἴ γε τοῖς ἐμφράξασι μὲν τοὺς μυκτῆρας ἢ καὶ σφίγξασι διὰ τῶν δακτύλων τὰ τῆς ῥινὸς πτερύγια καὶ κλείσασιν ἀμφοτέρους τοὺς πόρους, ἀναπνέουσι δὲ ἐν τῷδε διὰ τοῦ στόματος οὐδεμία τῶν ὀσμῶν αἴσθησις γίνεται. διὰ δὲ ταὐτὸ τοῦτο καὶ τὴν φάρυγγα καὶ τὴν τραχεῖαν ἀρτηρίαν οὐχ ὑποληπτέον ὑπάρχειν αὐτό.

[4]

[1]    Λείπει τοίνυν ἐπισκέψασθαι περὶ τοῦ λοιποῦ πέρατος τῶν κατὰ τὴν ῥῖνα πόρων, ὃ διὰ τῶν ἠθμοειδῶν ὀστῶν ἐπὶ τὸν ἐγκέφαλον ἀναφέρεται. ἀλλὰ κἀνταῦθα τὰ μὲν τῆς κατασκευῆς ὅμοια (χιτὼν ὑπαλείφων τὸν πόρον ὡσαύτως ἔχει τῷ κάτω κατὰ τὴν οἰκείαν οὐσίαν καὶ τὴν τῶν νεύρων ἰσχνότητα), τὰ δὲ ἀπὸ τῶν συμβεβηκότων ἕτερα.

[2] κατὰ γάρ τοι τὴν εἰσπνοὴν ἐγχωρεῖ τὸν ἐγκέφαλον αὐτὸν ἐνεργοῦντα καὶ διαστέλλοντα τὸν θώρακα διὰ τῶν ἰδίων ἀποβλαστημάτων ἐπισπάσαι τι καὶ πρὸς τὰς ἑαυτοῦ κοιλίας. οὐ γὰρ ἀδύνατον τούτῳ ἄλλα κινοῦντι βραχυτάτην ἑαυτῷ παρέχεσθαι κίνησιν εἰς ἑαυτόν τε καὶ ἐξ ἑαυτοῦ, πιλούμενον μὲν ἡνίκα εἰς ἑαυτὸν συνάγεται, χεόμενον δὲ ὁπόταν ἀποτείνηται πάντῃ, συνακολουθεῖν δὲ αὐτῷ κατὰ τὸ συνεχές, ἐπειδὰν εἰς ἑαυτὸν συνάγηται, τὸν ἔξωθεν ἀέρα καθάπερ γε καὶ ἀντεκπνεῖσθαι πάλιν, ἐπειδὰν χέηται.

[3]    Τοῦθ' ἡμῶν σκοπουμένων ποτὲ κατά τινα τύχην συνέβη βεβλαμμένον ἄνθρωπον ἐκ κορύζης τε καὶ κατάρρου πολυχρονίου τὴν αἴσθησιν [4] ὀσφρητικὴν ἐπὶ τὴν τοῦ μελανθίου βοήθειαν ἀφικέσθαι. κόπτεται δὲ ἀκριβῶς τοῦτο χάριν τοῦ χνοῶδες γενέσθαι καὶ ἔπειτα μιχθὲν ἐλαίῳ παλαιῷ τρίβεται μετ' ἐκείνου πάλιν ἐπιμελῶς. εἶτα πληρώσας ὁ θεραπευόμενος ὕδατος τὸ στόμα καὶ τὴν κεφαλὴν ἀνανεύσας ἐπὶ πλεῖστον ἐγχεόμενον διὰ τῶν μυκτήρων τὸ φάρμακον εἰσπνέων ἕλκει σφοδρότερον. ἐπὶ δὲ τριῶν ἐφεξῆς ἡμερῶν ὁ νεανίσκος χρησάμενος τῷ βοηθήματι μεγάλως ὤνητο. φιλοτιμότερον δ' εἰσπνεύσας τῇ τετάρτῃ τῶν ἡμερῶν ἰσχυρᾶς ᾔσθετο δήξεως ἐν τῷ βάθει τῆς κεφαλῆς, ‹ἣ› καὶ [μάλιστ'] αὐτὴ[ς] κατὰ βραχὺ μειουμένη[ς] παντάπασιν ἐπαύσατο κατὰ τὴν [5] ὑστεραίαν. ἐδόκει τοιγαροῦν ἡμῖν ἀν‹εν›ηνέχθαι τι τοῦ μελανθίου κατὰ τὰς πρὸς τὸν ἐγκέφαλον κοιλίας, ὃ προσιζῆσαν ἤτοι τοῖς χοριοειδέσι πλέγμασιν, ἴσως δὲ καὶ αὐτῷ τῷ ἐγκεφάλῳ παρέσχε τὴν ὀδύνην. ὁμολογεῖν δὲ φαίνεται τοῖσδε καὶ τὸ δεῖν ἀτμοειδές πως εἶναι τὸ τῶν [6] ὀσμῶν ἴδιον ὄργανον. καὶ διὰ τοῦθ' ἕνεκα τοῦ βεβαίως πεισθῆναι καὶ ἄλλῳ τινὶ καὶ ἄλλῳ καὶ πολλοῖς ἐφεξῆς οἰκέταις ὁμοίως ἐνεχέαμεν τοῦ φαρμάκου σφοδρῶς ἀναπνεῦσαι κελεύσαντες, ἐξ ὧν ἔνιοι μὲν οὐδ' ὅλως, ἔνιοι δὲ ἀμυδρῶς, εἰσὶ δ' οἳ καὶ σαφῶς ᾔσθοντο δήξεως ἐν τῷ βάθει τῆς κεφαλῆς.

[7]    Ἡμεῖς μὲν οὖν ἔκ τε τούτων ἀναλογιζόμενοι καὶ τῶν ἄλλων τῶν προειρημένων ἐν ταῖς προσθίαις κοιλίαις τοῦ ἐγκεφάλου τὴν τῶν ὀσφρητῶν [8] αἴσθησιν ἐπιστεύομεν γίνεσθαι. προσήρχοντο δὲ ἡμῖν ἐξ ἐπιμέτρου πίστεις οὐ μικραί· πρώτη μὲν ἡ τῶν πταρμῶν ὠφελούντων ἐναργῶς τὰ βάρη τῆς κεφαλῆς, ὅταν γε ὑπὸ ἀτμῶν παχέων ὁ ἐγκέφαλος ἐμπλησθῇ· δευτέρα δὲ ὅτι πληροῦταί τε καὶ θερμαίνεται κατὰ τὰς τῆς ἀναπνοῆς ἐπισχέσεις ὁ ἐγκέφαλος, ὡς ὀλίγον ὕστερον ἐρῶ (εἰκὸς οὖν ἐστι δεῖσθαι τῆς μὲν ἐκπνοῆς αὐτὸν ἕνεκα τοῦ τὰ λυποῦντα κενῶσαι, τῆς δ' εἰσπνοῆς ἀναψύξεως χάριν)· ἔτι τε τρίτον ‹ἐπὶ› τούτοις· ἐγκεκαυμένης ἢ καὶ ἄλλως ὁπωσοῦν θερμῆς ‹γεγενημένης› τῆς κεφαλῆς αἰσθανόμεθα τήν τε τῶν ῥόδων ὀσμὴν καί τινων ἄλλων, ὅσα προσηνῶς ἐμψύχει, ἐπιφανῶς [9] ἰᾶσθαι τὴν θέρμην· οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ μηδένα τρόπον ἐγχωρεῖν ἐν τῷ τῆς ῥινὸς χιτῶνι τὴν αἴσθησιν γίνεσθαι τῶν ὀσμῶν (ὃ γὰρ εἶχε μόνον βραχὺ τὸ πιθανὸν ὑπ' Ἀριστοτέλουσ εἰρημένον, ἐξεταζόμενον ηὑρίσκετο ψεῦδος).

[5]

[1]    Ὅπως οὖν ἀκριβεστέρα γένοιτο παντὸς τοῦ δόγματος ἡ βάσανος, ἀρξώμεθα τῶν προειρημένων κεφαλαίων ἀπὸ τοῦ τελευταίου. τί δή ποτε γὰρ εἰσπνεόντων ἡ τῶν ὀσμῶν αἴσθησις γίγνεται, κατ' ἄλλον δὲ οὐδένα χρόνον, εἴπερ ἐν τοῖς τῆς ῥινὸς πόροις ἡ γένεσις αὐτῆς ἐστιν; [2] ἐπισκεπτομένοις ἡμῖν ἓν τοῦτο μόνον ηὑρίσκετο πιθανόν, ὡς μὴ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ τῆς ῥινὸς χιτῶνος, ἀλλὰ διὰ βάθους συχνοῦ τὸ τῆς ὀσφρήσεως ὄργανον τετάχθαι πόρων μέν τινων ἐπ' αὐτὸ τεινόντων, οὐ μὴν ἀνεῳγμένων γε διὰ παντός, ἀλλ' οἷον ἐπιθήματά τινα ἐχόντων ὑμενώδη λεπτά, τούτων δ' ἐν ταῖς εἰσπνοαῖς ὑπὸ τῆς ῥύμης τοῦ πνεύματος ἀνοιγομένων οὕτως, ‹ὡς› ἀφικνεῖσθαι τὸ αἰσθητὸν [3] ἐπὶ τὸ διαγνωστικὸν αὐτοῦ μόριον. ἔοικε δέ τι τοιοῦτον καὶ Ἀριστοτέλησ λέγειν ἔν τε τῷ δευτέρῳ Περὶ ψυχῆς κἀν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν (ἐπιγράφεται δὲ τοῦτο καὶ καθ' ἕτερον τρόπον ὧδε Περὶ αἰσθήσεως καὶ αἰσθητηρίων, ἐπειδὴ τὰ τῶν αἰσθήσεων ὄργανα καλεῖν οὕτως ἔθος ἐστὶν Ἀριστοτέλει). κατὰ μὲν οὖν τὸ δεύτερον Περὶ ψυχῆς ταυτὶ γέγραπται· Οὕτως οὖν καὶ τὸ ὀσφραντικὸν ὄργανον τοῖς μὲν ἀκαλυφὲς εἶναι, ὥσπερ τὸ ὄμμα, τοῖς δὲ τὸν ἀέρα δεχομένοις ἔχειν ἐπικάλυμμα, ὃ ἀναπνεόντων ἀνακαλύπτεσθαι, διευρυνομένων τῶν [4] φλεβῶν καὶ τῶν πόρων." ἐν δὲ τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητηρίων τάδε φησί· Ἀλλὰ τοῖς μὲν ἀναπνέουσι τὸ πνεῦμα ἀφαιρεῖ[ν] τὸ ἐπικείμενον, ὥσπερ πῶμά τι (διὸ οὐκ αἰσθάνεται μὴ ἀναπνέοντα), τοῖς δὲ μὴ ἀναπνέουσιν ἀφῄρηται τοῦτο, καθάπερ ἐπὶ τῶν ὀφθαλμῶν τὰ μὲν ἔχει βλέφαρα τῶν ζῴων, ὧν μὴ ἀνακαλυφθέντων οὐ δύναται ὁρᾶν, τὰ δὲ σκληρόφθαλμα οὐκ ἔχει, διόπερ οὐ προσδεῖται οὐδενὸς τοῦ ἀνακαλύψαντος, [5] ἀλλ' ἐκ τοῦ δυνατοῦ ὁρᾷ[ν] οὕτως εὐθύς." αὗται μὲν αἱ τοῦ Ἀριστοτέλουσ ῥήσεις οὐδ' ὅλως ἐπιχειρήσαντος ζητῆσαι τὸ μόριον, ἐν ᾧ πρώτῳ τὴν τῶν ὀσμῶν αἴσθησιν ἔχομεν· ἀλλὰ καὶ τὸ λελεγμένον ὑπ' αὐτοῦ περὶ τῶν ἀνακαλυπτομένων πόρων ἀδιανόητον μὲν οὐκ ἔστιν (ὥσπερ ἔνια τῶν λεγομένων ὑπό τινων), οὐ μὴν δυνατόν γε [6] συστῆναι κατὰ τοὺς πόρους τῆς ῥινός. ἐπὶ μέν γε τῶν βλεφάρων ἡ κίνησις κατὰ τὴν ἡμετέραν ἐπιτελεῖται προαίρεσιν, καὶ διὰ τοῦτο ἔξεστιν ἡμῖν, ὁπότε βουλόμεθα, καὶ κλείειν αὐτὰ καὶ ἀνοίγειν. ἐπὶ δὲ τῆς τῶν ὀσμῶν αἰσθήσεως οὐχ ὧδ' ἔχει· συμβεβηκὸς γάρ ἐστι ταῖς εἰσπνοαῖς τὸ κατὰ τὴν ἄνοιξιν τῶν πόρων, οὐχ ἡμέτερον ἔργον. πῶς [7] οὖν συμβήσεται, σκεπτέον ἐφεξῆς. καίτοι γε δίκαιος ἦν Ἀριστοτέλης, ὁ πατὴρ τοῦ λόγου, [κατεσκευακέναι] τὴν ἑαυτοῦ δόξαν οὐκ ἀποφηνάμενος ἁπλῶς ἡμῖν ἐπιτρέψαι περὶ τῆς ἐκείνου γνώμης ἀπομαντεύσασθαι μηδὲν εἰπόντος σαφές, ὥστε οὐδὲ κατασκευὴν ἣν λέγει τῶν πόρων ἐδήλωσεν, εἴτ' ἐν τῷ τῶν μυκτήρων χιτῶνι, εἴτ' ἐν ἄλλῳ τινὶ [8] μέρει βούλεται τούτους δὴ τοὺς ὀσφρητικοὺς πόρους ὑπάρχειν. ἀλλ' ὅτι γε μὴ κατὰ τοὺς μυκτῆρας, ἐνθένδε δῆλον. εἰ γὰρ ‹...›, ἡ φορὰ τοῦ προσπίπτοντος ἔξωθεν ἀέρος ἀνοιγνύοι ‹ἂ›ν αὐτούς, ἐὰν καὶ [9] χωρὶς τῆς εἰσπνοῆς ἐμπίπτῃ τὸ πνεῦμα. ὅτι δὲ οὐκ ἐργάζεται, σαφῶς ἔνεστί σοι θεάσασθαι· πρῶτον μὲν αὑτῷ τεχνησάμενον κίνησιν ἀέρος ἐν οἴκῳ μεστῷ σφοδροτάτης ὀσμῆς, δεύτερον δὲ καὶ πρὸς ἄνεμον τρέψαντα τοὺς μυκτῆρας ἐν τούτῳ τῷ χωρίῳ, καὶ τρίτον ἐπιθέντα κατὰ τῶν μυκτήρων ἕν τι τῶν ὀργάνων τῶν δυναμένων ὠθεῖν ἀέρα (καλαμίσκοι δ' εἰσὶ τοιοῦτοι καὶ κύστεις εὐθύτρητα πρὸς ἑαυτῶν ἔχουσαι κέρατα), ἀλλά τοι, τούτων πάντων κινούντων ἀέρα διάγνωσις οὐδεμία γίγνεται τῆς ὀσμῆς.

[10]    Οὐ μὴν ‹οὐδὲ› τοῦτ' ἔστιν εἰπεῖν, ὡς τοιαύτη κίνησίς ἐστι τῶν κατὰ τὸν χιτῶνα πόρων, οἵα τῶν τῆς καρδίας κοιλιῶν, ὧν διαστελλομένων ἀνοίγνυσθαι συμβαίνει τὰ στόματα τῶν εἰσαγόντων τὰς ὕλας ἀγγείων. ἤτοι γὰρ κατὰ τὴν ἡμετέραν προαίρεσιν ὑποθέσθαι δεήσει τὴν κίνησιν γίνεσθαι τῶν πόρων ἢ χωρὶς προαιρέσεως, οἵα καὶ [11] τῆς καρδίας ἐστίν. εἰ μὲν οὖν κατὰ τὴν ἡμετέραν προαίρεσιν, ἔνεστι καὶ χωρὶς τῆς εἰσπνοῆς διαστέλλειν αὐτοὺς καὶ αἰσθέσθαι τῆς ὀσμῆς, εἰ δὲ φυσικῶς ᾖ, εὔδηλον ὅτι καὶ οὕτως ἄνευ τῆς εἰσπνοῆς. ἀλλὰ μὴν οὐδέποτε χωρὶς τῆς εἰσπνοῆς αἰσθανόμεθα. φανερὸν οὖν, ὅτι τοῖς αἰσθητικοῖς τῶν ὀσμῶν πόροις οὔτε κατὰ προαίρεσιν οὔτε ἄνευ προαιρέσεώς ἐστιν οἰκεία κίνησις ἡ διοίγουσα τὸ στόμιον.

[12]    Οὐ μὴν οὐδὲ τῶν ἀναπνευστικῶν πόρων κίνησις διαστεῖλαι δυνήσεται τοὺς ὀσφρητικοὺς πόρους· αὐτὸς μὲν γὰρ ὁ θώραξ ἐν τοῖς περὶ τούτων λόγοις ἐπιδέδεικται διαστελλόμενος ὑπὸ μυῶν, ὁ πνεύμων δ' αὐτὸς συνεπόμενός τε πάντῃ καὶ συνδιαστελλόμενος τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, τούτῳ δὲ ἀκολουθῶν ὁ ἔξωθεν ἀήρ, οὐκέτ' ἐξ ἀνάγκης διαστελλομένων τῶν παραπεμπόντων αὐτὸν σωμάτων, οὔτε τοῦ στόματος οὔτε τῆς ῥινός (ἀναπεπταμένων γὰρ αὐτῶν μόνον διὰ μείζονος [13] ἧς ἔμπροσθεν εἶχον εὐρύτητος, ἐπικτωμένων δὲ οὔ). δῆλον οὖν ἐστιν ἐκ τῶν εἰρημένων, ὡς ἡ τῶν ἀναπνευστικῶν ὀργάνων κίνησις οὐ δύναται τοὺς λεπτοὺς ἐκείνους πόρους τῶν κατὰ τοὺς μυκτῆρας χιτώνων ἀνοιγνύναι, ὥστ' ἐκ τῆς φορᾶς τοῦ ἀέρος ἀνοιχθήσονται μόνης, ἣν ‑ ὡς ἔφην ‑ [14] ἐγχωρεῖ καὶ χωρὶς τῆς εἰσπνοῆς ἐπιτεχνήσασθαι. εἰ δέ τις φαίη τῶν δι' ἀναισθησίαν εἰκῇ πολλὰ φθεγγομένων ἐν τῷ τῆς εἰσπνοῆς χρόνῳ τοὺς πόρους ἀνοίγνυσθαι μόνον, καὶ ἡμεῖς ἀναμνήσομεν αὖθις αὐτόν, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρημένοις ἐξελήλεγκται τοῦτο κατ' ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἡνίκα ἤτοι καθ' ὁρμὴν τοῦ ζῴου τὴν ἄνοιξιν αὐτῶν ἔφαμεν ἢ [15] φυσικήν τινα εἶναι. κατὰ προαίρεσιν μὲν οὖν οὐκ ἔστι· ἐφ' ἡμῖν γὰρ ἂν ἦν, ὁπόταν βουληθῶμεν ἀνοίγειν αὐτούς, καὶ χωρὶς τῆς εἰσπνοῆς. οὐ μὴν οὐδὲ φυσική, καθάπερ ἡ τῆς καρδίας· οὐ γὰρ ἂν οὐδ' οὕτω κατὰ τὸν τῆς εἰσπνοῆς χρόνον ἐγίνετο διὰ παντός, ἀλλ' ἰδίαν εἶχε τάξιν κινήσεως, ἐνίοτε μὲν εἰς ταὐτὸ τῷ τῆς εἰσπνοῆς ἀφικνουμένη χρόνῳ, πολλάκις δὲ τῷ τῆς ἐκπνοῆς ἢ ἐπισχέσεως ὅλης τῆς ἀναπνοῆς.

[16]    Εἰ τοίνυν οὔτ' ἐξ αὑτῶν οὔθ' ὑπὸ τῆς τῶν ἀναπνευστικῶν ὀργάνων κινήσεως οἱ πόροι τοῦ κατὰ τὴν ῥῖνα χιτῶνος ἀνοίγνυνται, λείπεται πρὸς τῆς τοῦ πνεύματος ῥύμης εἰς τοῦθ' ἥκειν αὐτούς, ἥν, ὡς ἔφην, οἷόν τ' ἐστὶ τεχνήσασθαι καὶ χωρὶς τῆς εἰσπνοῆς. εἰ δέ τις ἀπορεῖ, διὰ τίνα αἰτίαν ὑπὸ τῆς τοιαύτης κινήσεως, εἰ σφοδροτάτη γένοιτο, μηδὲν ὀσμῆς μέρος εἰς τὸν ἐγκέφαλον συνελαύνεται, καίτοι τρημάτων ὄντων εἰς τοσοῦτον εὐρέων, ὡς καὶ τὰς παχυτάτας βλέννας ἐξ ἐγκεφάλου δι' αὐτῶν φέρεσθαι, διδάξομεν αὐτόν, ὡς οὐδὲ εἰς τὸν λάρυγγα καὶ τὸν πνεύμονα φέρεταί τι κατὰ τὰς εἰρημένας κινήσεις τοῦ κατὰ τοὺς μυκτῆρας [17] ἀέρος, ἐπειδὴ φθάνουσιν οἰκείου πεπληρῶσθαι πνεύματος. ὁπότ' οὖν οὐδ' εἰς τοὺς μεγάλους πόρους οὐδὲν ἔξωθεν ἐμπίπτει πνεῦμα χωρὶς τῆς τῶν ὀργάνων διαστολῆς, εἰκὸς δή που μηδ' εἰς ‹τοὺς› τοσοῦτον [18] λεπτούς, ὥς τισι τῶν ἀμελῶς ἀνατεμνόντων μηδ' εἶναι δοκεῖ‹ν›. ἀμέλει κἂν εἰς τὸν μυκτῆρα καθεὶς αὐλίσκον ἀκριβῶς στεγνώσῃς τὸν πόρον, οὐ δυνήσει πνεῦμά τι ἐνεῖναι, πρὶν ἀνοῖξαι τὸ στόμα. διοιχθέντος δ' αὐτοῦ τὸ κατὰ τὴν ὑπερῴαν ἐκπῖπτον πνεῦμα πρὸς τοὐκτὸς ἀκολουθοῦν [19] ἀποχωρεῖν ἐπιτρέπει τῷ συνεχεῖ. μὴ τοίνυν ἀξίου μηδ' εἰς τὸν ἐγκέφαλον ἀνέρχεσθαί τι κατὰ τὰς εἰρημένας ἐμπτώσεις εἰς τὴν ῥῖνα τοῦ πνεύματος. ἄχρι γὰρ ἂν ἡ κατ' αὐτὸν εὐρυχωρία φθάνῃ πεπληρωμένη πρὸς ἑτέρου πνεύματος, οὐχ οἷόν τ' ἐστὶν ἐπεισελθεῖν ἄλλο, πρὶν διαστῆναι τὸν ἐγκέφαλον, ὅπερ εἰσπνεόντων μὲν οἷόν τ' ἐστὶ γενέσθαι. διαστέλλεται [20] γὰρ πρῶτον, ἵν' ἕλξῃ, κἄπειθ' οὕτω εἰσδέχεται τὸν ἔξωθεν ἀέρα. χωρὶς δὲ τῆς ἐξ ἑαυτοῦ διαστολῆς οὐκ ἐνδέχεται παραδέξασθαι πνεῦμά τι αὐτόν, οὐδ' εἰ βιαίως ὠθοῖτο. εἰ δ', ὥσπερ ‹ἂν› καὶ βούλοιτό τις, βιαίως ὠθούμενον ἐμπίπτει, ἀλλ' οὐδὲ τοῦτο δυνατὸν εἶναι πολύ. θλίβεται μὲν γὰρ βιαίως, ὡς ἴσμεν, ὁ ἀὴρ καὶ πάλιν τείνεται πανταχόθεν παρὰ τὴν ἑαυτοῦ φύσιν ἑκάτερον τούτων ἀναγκαζόμενος πάσχει‹ν›, ὡς μηδεμιᾶς γε τοιαύτης αὐτὸν αἰτίας βιαζομένης ἢ τῆς ἣν κατείληφε χώρας. οὐ μὴν οὐδ' ὅτε πιλούμενος εἰς ἐλάττω συνέρχεται τόπον ἢ χεόμενος ἐπὶ πλέον ἐκτείνεται, μεγάλην ἐργάζεται ἐφ' ἑκάτερα μεταβολήν, ἀλλὰ καὶ συστέλλεται καὶ χεῖται βραχὺ παραχωρῶν ἐφ' ἑκάτερα. διὰ τοῦτο γοῦν οὐδὲν εἰς αὐτὸν ἐμπίπτει, κἂν σφοδρῶς ἐκθλίβῃ τις, ἀνεῳγμένων [21] τῶν μυκτήρων. ὁ δὲ κατ' αὐτοὺς χιτών, ἐν ᾧ τοὺς αἰσθητικοὺς πόρους ὑποτιθέμεθα, φανερῶς αἰσθάνεται πληττόμενος ὑπὸ τοῦ προσπίπτοντος αὐτῷ ἔξωθεν ἀέρος βιαίως, ὥστε ἀνοίγνυσθαι τοὺς πόρους ἐχρῆν ἐν ταῖς τοσαύταις ἐμπτώσεσιν εἰς τὴν ῥῖνα τοῦ πέριξ ἀέρος, ἀνοιχθέντων δὲ ἕπεσθαι τὴν αἴσθησιν τῶν ὀσμῶν. εἴπερ οὖν οὐχ ἕπεται, τοὺς εἰρημένους πόρους ἀδύνατον ὑπάρχειν.

[22]    Οὐ μὴν οὐδὲ πιθανὸν τὴν φύσιν ἐπιτεχνήσασθαί τι τοιοῦτον μηδενὸς ἕνεκα. εἰ γὰρ ἐπεποιήκει τινὰς αἰσθητικοὺς πόρους ὀσμῶν, οὐκ ἂν ἐπέφραξεν αὐτούς, ὥσπερ οὐδὲ τοὺς κατὰ τὰ ὦτα. βέλτιον γάρ ἐστι διὰ παντὸς ἑκάστην αἴσθησιν διαγνωστικὴν εἶναι τῶν ἰδίων [23] αἰσθητῶν, οὐκ ἐν χρόνῳ μόνῳ τῷ τῆς εἰσπνοῆς. οὐδὲ διὰ τοῦτο τοῖς ὀφθαλμοῖς ἐποίησεν ἡ φύσις ἐπιθέματα, διότι βέλτιον ἦν αὐτοὺς μὴ διὰ παντὸς ἐνεργεῖν. ἀμέλει καὶ αὐτὸς ὁ Ἀριστοτέλησ εἴρηκεν, ὡς ἐν τοῖς σκληρὸν ἔχουσι ζῴοις τὸν ἔξωθεν χιτῶνα τῶν ὀφθαλμῶν ἡ φύσις οὐκ ἐποίησε βλέφαρα, διότι δυσπαθεῖς εἰσι καὶ αὐτοὶ καθ' ἑαυτοὺς οὐδὲν οὔτε προβλημάτων οὔτε στεγασμάτων οὐδὲ καλυμμάτων ἐπὶ τούτων χρῄζουσι τῶν ζῴων, ἀλλ' ἡμεῖς γε χρῄζομεν δεόντως ἕνεκά τε τῶν εἰρημένων, κἀπειδὰν ὕπνου καιρὸς ἥκῃ. ἀδύνατον γὰρ ἐν ἀέρι φῶς [24] ἔχοντι καθυπνῶσαί τινα χωρὶς τοῦ σκεπασθῆναι τοὺς ὀφθαλμούς. οὕτω γοῦν καὶ αὐτοῖς ἐκείνοις τοῖς ζῴοις, οἷς οὐκ ἔστι βλέφαρα (καράβοις καὶ ἀστακοῖς καὶ παγούροις καὶ καρκίνοις), ἡ φύσις ἐποίησε κοιλότητάς τινας, οἷον θαλάμας, ὑποδεχομένας ὅλους τοὺς ὀφθαλμούς, ἐπειδὰν ὑπνοῦν ἐθέλωσιν, ὡς ὅταν γε χρῆσθαι βουληθῶσιν αὐτοῖς, ἐξαίρουσιν ὅλους ὀρθίους ἅμα τοῖς αὐχέσιν, ἐφ' ὧν βεβήκασιν, εἰς τὴν οἰκείαν ὀφθαλμοῖς καθιστῶντες χώραν, ἥπερ ἐστὶ ἐπὶ τῶν ὑψηλοτάτων ἐν τοῖς [25] ζῴοις μορίων. εἴρηται δὲ περὶ τῶν τοιούτων ἁπάντων αὐτάρκως ἐν τοῖς Περὶ χρείας μορίων· ἅπερ εἴ τις ἀναλέξεται, γνώσεται μὲν καὶ τῶν βλεφάρων τὴν χρῆσιν, γνώσεται δὲ καὶ ὡς ἀεὶ τῇ φύσει πρόκειται τὰς αἰσθήσεις ἐνεργεῖν. εἰ δέ ποτ' ἄλλου τινὸς ἕνεκα χρησιμωτέρου κατά τινα καιρὸν ἡσυχάζειν ἀναγκαῖον αὐταῖς ἐστι, οὐδὲν τοῦτό γε ἀπόρημα τῷ [26] λόγῳ. τὰ γὰρ μὴ δυνάμενα μετ' ἀλλήλων ὑπάρχειν, οὐδ' ἂν οἱ πάντες θεοὶ ζεῦξαι βουληθῶσιν, οἷόν τε αὐτοῖς ἐργάσασθαι τοῦτο· ὅσα γοῦν ἀδύνατα τῇ σφῶν αὐτῶν φύσει, καὶ θεοῖς ἐστι ἀδύνατα. μὴ τοίνυν θαύμαζε τὸ πῶς ἡ φύσις ἀεὶ βουλομένη τὰς αἰσθήσεις ἐνεργεῖν ἡσυχάζειν ἐπιτρέπει κατὰ τοὺς ὕπνους· βούλεται γὰρ ‹οὐδὲν› ἐν τῷδε [τὸν ὕπνον] [27] ἄλλο τι μᾶλλον ἢ ὕπνον ὑπάρχειν. οὐ μὴν οὐδ' ἐν καιρῷ μοι νῦν ἐστιν ἐξηγεῖσθαι φύσιν ὕπνου, λέλεκται γὰρ ἐν ἑτέροις ὑπὲρ ἑκάστου τῶν φυσικῶν ἐν ἡμῖν ἔργων τε καὶ παθημάτων. εἴτ' οὖν ἔργον ἐστὶ φυσικὸν εἴτε πάθος ὁ ὕπνος (οὐδὲ γὰρ οὐδὲ τοῦτο εὐδιαίτητον), ἀδύνατον αὐτῷ [28] τὰς αἰσθήσεις ἀκριβῶς αἰσθανομένας φυλάττειν. οὔτ' οὖν, ὅτι κατὰ τοὺς ὕπνους ἐνεργεῖν ὁμοίως οὐ δυνάμεθα ταῖς αἰσθήσεσιν, διὰ τοῦθ' ὁ λόγος ἐστὶ ψευδὴς ἄμεινον εἶναι φάσκων διὰ παντὸς ἑκάστην αἴσθησιν ἐνεργεῖν τοῦ διαλείπειν, οὔθ', ὅτι φυλαττόμενοί τινα τῶν ἐμπιπτόντων τε καὶ προσπιπτόντων ἔξωθεν ἀναγκαζόμεθα κλείειν τὰ βλέφαρα. ταυτὶ μὲν οὖν εἰρήσθω μοι περὶ βλεφάρων χρείας, ἀπό γε πολλῶν ὀλίγα, μηκύνειν γὰρ οὐκ ἐν καιρῷ.

[29]    Μεταφέρωμεν δὲ ἤδη τὸν λόγον ἐπὶ τοὺς ὀσφρητικοὺς πόρους, οἷς Ἀριστοτέλησ φησὶν ἐπιθέματα γεγονέναι πρὸς τῆς φύσεως οὔτε χρείαν τινὰ εἰπὼν τῆς τοιαύτης κατασκευῆς οὔτ' ἀποδείξας ὑπάρχειν. οὐ μόνον γὰρ [ἂν] οὐδενὸς ἕνεκα χρηστοῦ τοιοῦτοι γεγόνασιν, οἵους Ἀριστοτέλησ αὐτοὺς εἶναι φησί, ἀλλὰ καὶ βλάβην ἐργάζονται μεγάλην ἐν τῷ πλείονι χρόνῳ τῆς ζωῆς πηροῦντες ἡμῶν τὴν ὀσφρητικὴν αἴσθησιν, ὅπερ οὐδὲ κατὰ μίαν τῶν ἄλλων ὁρᾶται γεγονός. ἐγρηγορότων γὰρ ἐνεργοῦσιν ἅπασαι διὰ παντός, ὅταν γε εὐπορῶσι τῶν οἰκείων αἰσθητῶν.

[30] ὅτι μὲν οὖν τὰ καλύμματα τῶν ὀσφρητικῶν πόρων ἄδηλός ἐστι καὶ ἀναπόδεικτος ὑπόθεσις οὐδ' ὑφ' ἑνὸς τῶν ἐναργῶν μαρτυρουμένη, δεδειχέναι μοι δοκῶ.

[6]

[1]    Σκεψώμεθα δ' ἐφεξῆς, ὅπως οἱ πταρμοὶ τὰ τῆς κεφαλῆς ἰῶνται βάρη. γίνονται μὲν γὰρ ἐπὶ προηγησαμέναις μεγίσταις εἰσπνοαῖς ἐκφυσήσεως ἑπομένης τάχιστα (ὀνομάζω δὲ ἐκφύσησιν τὴν ἀθρόαν ἐκπνοήν). εἰ δέ γε μηδὲν ἐξ ἐγκεφάλου δι' αὐτῶν ἐκενοῦτο, πρὸς τῷ μὴ παύσασθαι τὰ βάρη τῆς κεφαλῆς ὑπὸ τῶν πταρμῶν πολλάκις ἔτι καὶ συνεπληροῦτο ἂν μᾶλλον ὑπὸ τῆς ἀθρόας εἴσω τοῦ πνεύματος φορᾶς καὶ προσέτι τῆς ὑπ' αὐτοῦ γενομένης πληγῆς. οὕτως οὖν φαίνεται καὶ [2] ἐπὶ ταῖς μεγάλαις φωναῖς διατιθεμένη. καὶ μὲν δὴ καὶ πάθη τινὰ τῶν κατὰ τὸν ἐγκέφαλον συνισταμένων, οἷα μάλιστά ἐστι τὰ ληθαργικὰ καὶ καρώδη, καὶ διὰ τῶν πταρμικῶν οὐχ ἥκιστα θεραπεύεται φαρμάκων. ἅμα γε καὶ πρὸς τὸν ἥλιον ἀποβλέποντες ἐρεθιζόμεθα πρὸς πταρμόν, ὡς ἄν, οἶμαι, χεομένων ὑπ' αὐτοῦ τῶν ἀτμοειδῶν κατὰ τὸν ἐγκέφαλον πνευμάτων. καταρ‹ρ›ήσ‹ς›ουσι δὲ καὶ βλέννας ἀθρόως ἐξ ἐγκεφάλου παχείας καὶ γλίσχρας οἱ πταρμοὶ τῇ τοῦ πνεύματος ἔξω φορᾷ συνεκβάλλοντες.

[3] οὐ μὴν εἰκὸς φέρεσθαι μὲν ἔξω τι πνεῦμα κατὰ τοὺς πταρμοὺς ἐξ ἐγκεφάλου, μηδὲν δὲ εἴσω μηδέποτε, καὶ ταῦτα μέντοι πόρων ὑπαρχόντων πολλῶν κατά τε τὸ καλούμενον ἠθμοειδὲς ὀστοῦν καὶ τὴν ὑπαλείφουσαν ἐκ τῶν ἄνω μερῶν αὐτὸ μήνιγγα.

[4]    Καὶ μὴν καὶ τὸ βλάπτεσθαι παραχρῆμα καὶ πληροῦσθαι καὶ βαρύνεσθαι τὴν κεφαλὴν ὑπὸ τῶν ἰσχυρῶν ὀσμῶν ‹καὶ› ἐνίοτε καὶ παραφροσύναις ἁλίσκεσθαι σημεῖόν ἐστι τοῦ φέρεσθαί τι τῆς οὐσίας αὐτῶν εἰς τὸν ἐγκέφαλον. οὐ γὰρ δὴ κατά γε τὴν τῆς ποιότητος κοινωνίαν μόνην [5] ἀθρόως ἂν οὕτως καὶ σφοδρῶς ἐλυπεῖτο. κατὰ τὸν αὐτὸν γοῦν τρόπον εἰκός ἐστι καὶ τὸν ὑπ' ἐγκαύσεως πονούμενον ἐγκέφαλον ὀνίνασθαι πρὸς τῆς τῶν ῥόδων ὀσμῆς. οὐδὲν δὲ αὐτὸν ἧττον ῥόδων ὀνίνησι τηνικαῦτα καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόμενος, ὥσπερ καὶ ὁ πάνυ θερμὸς ἱκανῶς φαίνεται [6] βλάπτων. καὶ μέντοι τῆς ἀναπνοῆς ὅλης ὑπ' ἐγκεφάλου γινομένης ἕνεκα τοῦ φυλάττεσθαι τῆς ἐν τῇ καρδίᾳ θερμασίας τὴν συμμετρίαν εὔλογον δή που πρώτῳ ταύτην ἑαυτῷ πορίζειν αὐτόν, ἑτοιμότατον βλάπτεσθαι πεφυκότα πρὸς τῶν ἀμετρότερον ἤτοι θερμαινόντων ἢ ψυχόντων. πῶς ‹οὖν› οὐκ ἄν τινα πρὸς τοῦτο κίνησιν ἡ φύσις ἔδωκεν αὐτῷ σύμφυτον, ἐν μὲν ταῖς εἰσπνοαῖς ῥιπίζουσάν τε καὶ σφίγγουσαν, ἐν δὲ ταῖς ἐκπνοαῖς ἀποχέουσαν μὲν ἐνίοτε τὸ φλεγματῶδες καὶ βλένναν καὶ κόρυζαν; [7] ἐδείχθη δὲ ἡμῖν κἀν τοῖς τῶν Φυσικῶν δυνάμεων ὑπομνήμασιν ἅπαντα τὰ τοῦ σώματος μόρια τήν τε τῶν ἀλλοτρίων ἐκκριτικὴν ἔχοντα δύναμιν καὶ τὴν τῶν οἰκείων ἑλκτικήν. καὶ φαίνεται δ' ἐναργῶς ἐπί τε γαστρὸς τοῦτο καὶ μητρῶν. ἆρ' οὖν ἡ φύσις τῇ μὲν γαστρὶ δυνάμεις ἔδωκεν ‑ ἕλκουσαν μὲν ἑτέραν τὸ χρηστόν, ἐκκρίνουσαν δὲ ἄλλην τὸ μοχθηρόν ‑ , ἐγκέφαλος δὲ μόνος οὐκ ἔχει ταύτας; ἀλλὰ μένει τὰ κατὰ τὰς κοιλίας αὐτοῦ περιττώματα, τῷ βάρει μόνῳ κάτω φερόμενα, κατὰ βραχὺ δ' [8] ἐκπίπτει ποτὲ εἰς τὰς ῥῖνας; οὔκουν οἴεσθαί γε χρή, καὶ μάλισθ' ὅταν ὕπτιοι τύχωμεν ὅλης νυκτὸς κατακείμενοι, φθάσει γὰρ ἀποπληξία τις ἢ κάρος ἢ ἐπιληψία συ[νι]στᾶσα τῶν κοιλιῶν αὐτοῦ πληρωθεισῶν. ἀνατιτράμενοι γοῦν πολλοὶ παραχρῆμα καρώδεις γίνονται τῶν ὑπηρετουμένων τοῖς χειρουργοῦσιν ἀμετρότερον ἐνίοτε θλιψάντων τὰς κατὰ τὸν ἐγκέφαλον κοιλίας. καίτοι τί λέγω; †κοιλίας †‹...›