10593 514 0 0 0 0 II d. C. Medicina Galenus De humero iis modis prolapso quos Hippocrates non vidit Kühn, C.G., Leipzig, Knobloch, 1829 Rist. 1965, Hildesheim, Olms. 2

Galenus - De humero iis modis prolapso quos Hippocrates non vidit

ΠΕΡΙ ΤΩΝ ΟΥΧ ΕΩΡΑΜΕΝΩΝ ΙΠΠΟΚΡΑΤΕΙ ΕΚΠΤΩΣΕΩΝ.

[346] Ὁ μὲν Ἱπποκράτης εἰς μασχάλην μόνον ἑωρακέναι φησὶν ὀλισθαίνοντα βραχίονα· τῶν δὲ μετ' αὐτὸν ἰατρῶν ἔνιοι καὶ ἄλλας ἐκπτώσεις ἔγραψαν, ὡς οἷόν τε καὶ αὐτοὶ καὶ ἡμεῖς δὲ αὐτοὶ πεντάκις εἴδομεν ἄχρι δεῦρο, κατὰ μὲν τὴν Ἀσίαν ἅπαξ, ἐν Ῥώμῃ δὲ τετράκις. ὁσάκις δὲ, οἶμαι, καὶ συνέβη τινὶ γενέσθαι πάθημα τοιοῦτον ἐν τῇ πόλει διὰ τὸ πάντας ἰατροὺς ἐοικέναι ἐμοὶ τὰ παράδοξα δεικνύναι [347] συμβολῆς ἕνεκα, ἐγένοντο μὲν τέτταρες ἐκπτώσεις ἅπασαι μὲν ἐν τῇ πρόσω χώρᾳ, διαφέρουσαι δὲ ἀλλήλων πλησιέστερον ἢ ποῤῥώτερον εἶναι τῆς διαρθρώσεως κατὰ τὸ μῆκος τοῦ κώλου καὶ πλάτος. ἐθαύμαζον δή πως τοῦ μὲν οὐδ' ὅλως, τῶν δὲ μετ' αὐτὸν ἑωρακέναι λεγόντων ὁ μέν τις ἅπαξ, ὁ δὲ δὶς, οὐδεὶς δ' οὕτω πολλάκις, ὡς ἡμεῖς ἄχρι δεῦρο. τάχ' ἂν καὶ αὖθις ὀφθῇ μοί τι τοιοῦτον. νομίζω γὰρ οὐ κατὰ τύχην, ἀλλὰ δι' αἰτίας εὐλόγους οὕτως ἀπηντηκέναι τὸ πρᾶγμα, περὶ οὗ ἑξῆς ἐρῶ. κατὰ μέν γε τὴν ἡμετέραν Ἀσίαν τὸ πρῶτον ἐθεασάμην ἔκπτωσιν τοιαύτην, ἔθ' ὑπὸ τοῖς ἐκεῖ διδασκάλοις παιδευόμενος ἐν Σμύρνῃ. ἔστι δὲ ἡ πόλις αὕτη πολλαπλασία τὸ μέγεθος, ἧς Ἱπποκράτης μέμνηται συνεχῶς ὡς ἐπὶ τὸ πλεῖστον ἐν αὐτῇ διατρίψας, μετὰ τὸ τριακοστὸν ἔτος ἐν Ῥώμῃ διέτριψα, πόλει τοσοῦτον ἀνθρώπων πλῆθος ἐχούσῃ, ὡς ἐπαινεῖσθαι Πολέμωνα τὸν ῥήτορα τῆς οἰκουμένης ἐπιτομὴν αὐτὴν εἰπόντα. καὶ τοίνυν ὅτι τέτταρες ἐν αὐτῇ γεγόνασι μέχρι νῦν ἐξαρθρήσεις τοιαῦται σαφές. διὰ δὲ τὸ πάντας, ὡς ἔφην, ἐμοὶ τοὺς ἰατροὺς [348] κοινοῦσθαι περὶ τῶν παραδόξων ὀφθέντων, οὐ μόνον ἐν Ῥώμῃ λαθεῖν οὐκ ἐδύνατο συμβαῖνόν τι τοιοῦτον, ἀλλὰ οὐδὲ κατὰ τὸν λιμένα καὶ τὴν πλησίον αὐτοῦ πόλιν ἣν Ὀστίαν ὀνομάζουσι διὰ τὸ καὶ τοὺς ἐν ἐκείνοις τοῖς χωρίοις ἰατρεύοντας ἅπαντας εἶναι φίλους, οὖσι καὶ αὐτοῖς πολυανθρώποις. αἱ δὲ πόλεις, ὧν Ἱπποκράτης ἐμνημόνευσεν, ὡς ἐν αὐταῖς ἐπὶ πλέον διατρίψας ἑνὸς ἀμφόδου τῶν ἐν Ῥώμῃ πλείονας οὐκ εἶχον οἰκήτορας. οὐδὲν οὖν θαυμαστὸν ἐν πόλει πλῆθος ἀνθρώπων ἐχούσῃ πλείους ὁμοίως παθόντας. ἔτι δὲ κἀκεῖνο διδαχθεὶς ἀπὸ τῆς πείρας εἰς τὴν τῆς αἰτίας εὕρεσιν ἐποδηγήθην. ἔνιοι μὲν γὰρ ἐν παλαίστραις τοιούτῳ τρόπῳ πεσόντες, ἐνίοις δὲ ἔοικεν ὑπὸ τῶν ἰατρῶν γενέσθαι. δύο γάρ τινες τῶν ὀφθέντων μοι τὴν μὲν ἔκπτωσιν ἔλεγον εἰς μασχάλην γεγονέναι, μοχλευόντων δὲ ἀμαθῶς τῶν ἰατρῶν σφηνωθῆναι τὸ ἄρθρον, οὐχ ὡς ἑωρᾶτο κατὰ συμβολὰς τῶν μυῶν· ὥστε τῷ κατὰ τὴν τῶν Ῥωμαίων πόλιν πλήθει, εἰ προθείης τὰς εἰρημένας αἰτίας δύο, ζητήσεις οὐ διὰ τί τοσούτους γε εἶδον, ἀλλὰ διὰ τί γε οὐχὶ [349] πλείους εἶδον, οἷς οὕτως ἐξήρθρησεν. ἐπὶ γάρ τοι τῶν Ἱπποκράτους χρόνων οἱ ἰατρεύοντες ἐμεμαθήκεισαν νομίμως καὶ μάλιστα περὶ τὰς τοιαύτας χειρουργίας τέχνην. οἱ δὲ νῦν μὴ μαθόντες ὅλως ἢ παντάπασιν ὀλίγῳ χρόνῳ μαθόντες· εἶτα τῶν παλαισμάτων τῇ ἐμπειρίᾳ θαυμαστὸν ὅσον ἐπιδέδωκε τῶν διδασκόντων αὐτὰ πολυειδῶς ἐκστρεφόντων καὶ λυγιζόντων τὰ κῶλα. ζητήσεις οὖν, ἔφην, οὐ διὰ τί τοσούτους εἶπον, ἀλλὰ διὰ τί πλείους οὐκ εἶδον ἐν τοσαύταις μυριάσιν ἀνθρώπων ὑπὸ πολλῶν μὲν παιδοτριβῶν, παμπόλλων δὲ ἰατρῶν ἀμαθῶν εἰς τοιαύτας ἐξαρθρήσεις ἀγομένων. ἡ δ' οὖν ἐμβολὴ καίτοι τῶν ἐξαρθρημάτων τοῖς αὐτοῖς τάσσεται σκοποῖς, ἀντιτάσει τε καὶ μοχλείᾳ καὶ ἀποθέσει. προσήκει δὲ οὐκ ἐπὶ μασχάλης ἐκπτώσεως, οὕτω καὶ νῦν μὲν μοχλεύειν. ἐπ' ἐκείνης μὲν γὰρ ἔδει πρόσω πρῶτον, εἶτ' ἄνω τὸ ἄρθρον ἄγειν, ἄχρις ἂν ἐπ' εὐθείας γένηται τῇ κοιλότητι. νῦν δὲ ἐπειδὴ πάντως μὲν ἐν τοῖς πρόσω μέρεσι τῆς διαρθρώσεώς ἐστιν, ἤτοι δ' ἐγκέκλεισται πρὸς τὴν ἔνδον ἢ τὴν ἔξω χώραν ἐσφηνωμένον ἐν τοῖς μυσὶν [350] ὠθεῖν αὐτὸ χρὴ πρὸς τὴν ἐναντίαν χώραν ἐμβαλόντα τῶν μυῶν ἀνασπασθὲν εἰς τὴν μασχάλην ἐνεχθῆναι. μάλιστα μὲν οὖν οὔτε ἡ ἀντίτασις ἐᾷ γενέσθαι τοῦτο, καὶ κατὰ ταύτην δὲ τὴν ἀντίτασιν οὐδὲ χεῖρόν ἐστιν ἠσφαλίσθαι τὸ κατὰ τὴν μασχάλην χωρίον, ὡς ἐπράξαμεν ἐν Σμύρνῃ περὶ τὸ γενόμενον οὕτως ἐξάρθρημα. κατὰ παλαίστραν μὲν γάρ τινι συνέβη διαπλωθείσης τῆς χειρὸς ὑπὸ τοῦ παλαίοντος, ὅστις μάλιστα τρόπος εἰς τὸ πρόσω δύναται μεταστῆσαι τὸ ἄρθρον. ὕπτιον δὲ κατακλίναντες τὸν πεπονθότα τὴν ἀντίτασιν ἐποιησάμεθα τῇ διὰ τῆς πτέρνης παραπλησίαν ὄπισθεν μὲν καθίσαντές τινα, περιβάλλοντες δὲ τὴν μασχάλην πλατὺν ἱμάντα προϋποβεβλημένου τινὸς εἰς τὸ κοῖλον ἐκπληρώματος. αὐτοὶ δὲ, ὡς ἔφην, ἔξω τῶν προσφιγγόντων τὸ ἄρθρον μυῶν ἀπώσαντες, εἶτ' ἀνέντες τὴν κατάτασιν ἐπετρέψαμεν ἀνασπασθῆναι πρὸς τῶν μυῶν εἰς ἑαυτοὺς συντρεχόντων ἐμβληθῆναι τῇ κοιλότητι. τοῦτο μὲν οὖν εὐκόλως ἐνέπεσε· καὶ γὰρ παραχρῆμα κατ' αὐτὴν τὴν παλαίστραν ἐπεχειρήσαμεν τῇ θεραπείᾳ. καὶ ἤρκεσέ γε ἡ τῆς πεπονθυίας [351] χειρὸς ἡ κατάτασις ὑφ' ἡμῶν αὐτῶν γινομένη, καθάπερ ἐπὶ τοῦ διὰ τῆς πτέρνης τρόπου, ἄλλοτε δὴ καὶ διὰ βρόχου τὴν κατάτασιν ἐποιησάμεθα. χρὴ δὲ ἰσότονον εἶναι τὸν βρόχον, οἷός ἐστιν ὅ τε διπλοῦς καρχήσιος ὅ τ' ἐκ δυοῖν διαντέων· ἄλλοτε δὲ κεχρονισμένου τοῦ ἐξαρθρήματος ἐδεήθημεν τοῦ Ἱπποκρατείου βάθρου, περὶ οὗ ποιήσει τὴν διδασκαλίαν αὐτὸς ἐπὶ προήκοντι τῷ συγγράμματι, νυνὶ δὲ ἀρκέσει τῶν κατολισθημάτων. ἑξῆς οὖν αὐτῷ περὶ τῆς διαφορᾶς αὐτῶν τῶν σωμάτων, ἐν οἷς ἧττον καὶ μᾶλλον ἐκπίπτει τὰ ἄρθρα διδάσκοντι συνακολουθήσομεν.

   ‑ ‑ ‑

   κγ΄. Εἰδέναι μὲν οὖν χρὴ ὅτι φύσιες φυσίων μέγα διαφέρουσιν ἐς τὸ ῥηϊδίως ἐμπίπτειν τὰ ἐκπίπτοντα. διενέγκοι μὲν γὰρ ἄν τι καὶ κοτύλη κοτύλης, ἡ μὲν εὐυπέρβατος ἐοῦσα, ἡ δὲ ἧσσον. πλεῖστον δὲ διαφέρει καὶ τῶν νεύρων ὁ σύνδεσμος, τοῖσι μὲν ἐπιδόσιας ἔχων, τοῖσι δὲ ξυντεταμένος ἐών.

   ‑ ‑ ‑

[352]    Συντελέσας τὸν περὶ τῶν ἐμβολῶν λόγον ἤρξατο νῦν διδάσκειν αἰτίας. τισὶν ἐκπίπτει μὲν οὖν ῥᾳδίως ἐμβάλλεταί τε χωρὶς τῆς μεγάλης πραγματείας ὁτιοῦν ἄρθρον. ἐν οἷς δὲ ἐκπίπτει ὀλιγάκις, ἐμβάλλεταί γε χαλεπῶς. εἴρηται δ' ὑφ' ἡμῶν ἔμπροσθεν ἤδη τήν τε τῶν ὀστῶν διάρθρωσιν ἀντιωμένων, τήν τε τῶν προκειμένων αὐτοῖς μυῶν, ἤτοι συντονίαν ἢ χαλαρότητα.

   ‑ ‑ ‑

   κδ΄. Καὶ γὰρ ἡ ὑγρότης τοῖσιν ἀνθρώποισι γίνεται ἡ ἐκ τῶν ἄρθρων διὰ τῶν νεύρων τὴν ἀπάρτισιν ἢ χαλαρά τε εἴη φύσει καὶ τὰς ἐπιτάσιας εὐφόρως φέρῃ. συχνοὺς γὰρ ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν, ὥστε ὁπόταν ἐθέλωσι, τότε αὐτοῖσι τὰ ἄρθρα ἐξίστανται ἀνωδύνως καὶ καθί   στανται ἀνωδύνως.

   ‑ ‑ ‑

   Ἐνηλλαγμένως μοὶ δοκεῖ τὴν ἑρμηνείαν ποιεῖσθαι· διὰ γὰρ τὴν ὑγρότητα τῆς φύσεως τοῦ ἀνθρώπου γιγνομένων [353] τῶν νευρωδῶν σωμάτων χαλαρῶν, οὐ διότι ταῦτά ἐστι χαλαρὰ, διὰ τοῦτο ὑγραινομένων τῶν περὶ τὰ ἄρθρα. ἡ λέξις αὐτοῦ τὸ ἐναντίον εἴρηκε, δοκεῖ μοι βουληθεὶς τὴν ἑτοιμοτάτην ἐπὶ πλέον ἔκτασιν τῶν νευρωδῶν ποιεῖσθαι σωμάτων, ἐκ τῆς τῶν ἀνθρώπων ὑγρότητος οὐ κρατῆσαι τούτων κατὰ τὴν ἑρμηνείαν, ἀλλὰ χρησάμενος οὐ κυρίως λίαν συνδέσμῳ πρὸς τὴν τῆς αἰτίας νόησιν ἄγει τοὺς ἀναγινώσκοντας.

   ‑ ‑ ‑

   κε΄. Διαφέρει μέντοι καὶ σχέσις τις σώματος· τοῖσι μὲν γὰρ εὖ ἔχουσι τὸ γυῖον καὶ σεσαρκωμένοισιν ἐκπίπτει τε ἧσσον, ἐμπίπτει τε χαλεπώτερον. ὅταν δὲ αὐτοὶ σφῶν αὐτῶν λεπτότεροι καὶ ἀσαρκότεροι ἔωσι, τότε ἐκπίπτει τε μᾶλλον, ἐμπίπτει τε ῥᾷον. σημεῖον δὲ ὅτι ταῦτα οὕτως ἔχει

   τόδε· τοῖσι γὰρ βουσὶ τότε ἐκπίπτουσι μᾶλλον οἱ μηροὶ ἐκ τῆς κοτύλης, ἡνίκα ἂν αὐτοὶ σφῶν αὐτῶν λεπτότατοι ἔωσι. γίνονται δὲ καὶ βόες λεπτότατοι τοῦ χει   μῶνος τελευτῶντος, τότε οὖν καὶ ἐξαρθρέουσι μάλιστα. εἰ δή τι καὶ τοιοῦτο δεῖ ἐν ἰητρικῇ γράψαι, δεῖ δέ.

   ‑ ‑ ‑

[354]    Αἱ μὲν φύσεις καὶ διαφοραὶ τῶν ἄρθρων, ἐφ' αἷς ἢ τὸ ῥᾳδίως ἢ μόγις αἵ τε ἐξαρθρήσεις καὶ ἐμβολαὶ γίνονται, δύο εἰσὶν, ἃς ἐγὼ πολλάκις εἶπον ἔν τε τῇ πρὸ ταύτης ἔγραψα ῥήσει. προσέρχεται δὲ αὐταῖς ἐνίοτε καὶ τρίτη, περὶ ἧς νῦν διδάσκει, κατὰ πάχος τε καὶ λεπτότητα τοῦ σώματος γιγνομένη, ἣν ὀνομάζουσι σχέσιν. ὅσοι γὰρ ἂν εὑρεθῶσιν εὐσαρκότεροι γενηθεῖσιν ἑαυτῶν οἱ ἄνθρωποι, τοσούτῳ δυσκολώτεροι αἵ τε ἐμπτώσεις τῶν ἄρθρων αὐτοῖς, αἵ τε ἐμβολαὶ συντελοῦνται διὰ τὸ σφίγγεσθαι πανταχόθεν αὐτὰ τῷ πλήθει τῶν σαρκῶν. ἔμπαλιν δὲ τοῖς λεπτυνθεῖσι χαλαρὸν μὲν τὸ δέρμα γίνεται τῶν περικειμένων ταῖς ἀρθρώσεσι σαρκῶν ὀλίγοισί τε εἰκῆ ταῖς διαρθρώσεσιν. ἐὰν μέντοι τις ἰσχνὸς ᾖ φύσει, κάκιον οὐδὲν ἔχει τοῦ παχυτέρου. δέδεικται γὰρ ἐν τοῖς περὶ κράσεων ὁ μὲν ἰσχνότερος φύσει ξηρότερος ὢν τὴν κρᾶσιν, ὁ δὲ παχύτερος ὑγρότερος, ὥστε τῶν μὲν ἰσχνῶν σύντονος οὖσα τῶν μυῶν ἡ οὐσία σφίγγει τὴν διάρθρωσιν, τῶν δὲ παχυτέρων, καθόσον μὲν πλείους αἱ σάρκες εἰσὶν, ἀποκλείουσί γε τὴν πέριξ τῶν ἄρθρων [355] χώραν, καθόσον δὲ μαλακαὶ ῥᾳδίως ἀνατρέπονται, παραδέχουσαι τὰς κεφαλὰς ἑξῆς τῶν ἐξισταμένων φαλακρῶν ὀστῶν, ὥστε ἀνίστασθαι τὰ κατὰ τὰς ἐκπτώσεις ἑκατέροις. εἰ μέντοι τις εὔσαρκος φύσει κατά τινα καιρὸν ἰσχνότερος ἑαυτοῦ γίνηται, ῥᾷον ἂν ἐκπίπτει τε τούτῳ καὶ αὖθις ἐμπίπτει κατὰ τὸν καιρὸν ἐκεῖνον ἢ πρόσθεν, ὥσπερ καὶ εἰ σαρκωθείη τις ὢν φύσει λεπτὸς, ἐκπίπτει τ' ἂν αὐτῷ μόγις, ἐμβάλλοιτό τε χαλεπῶς, τούτου τε λόγου τὰ κατὰ τοὺς βοῦς φαινόμενα γράφει μαρτύρια σαφῶς ἑρμηνεύων, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι, πλὴν εἰ λέξις τις εἴη μία που καὶ δύο τοιαῦται, περὶ ὧν ἐπισημανοῦμαι κἀγώ.

   ‑ ‑ ‑

   κστ΄. Καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει ὅτι πάντων τῶν προβάτων βόες ὅτι μάλιστα πονέουσι ταύτην τὴν ὥρην καὶ βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. τούτοισι τοίνυν ἐκπίπτει μάλιστα, οὗτοι γὰρ μάλιστα λεπτύνονται· τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχεῖαν [356] τὴν πόην βόσκεσθαι, βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα γένηται. τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ ἡ προβολὴ τοῦ χείλεος, λεπτὴ δὲ ἡ ἄνω γνάθος, παχεῖα δὲ καὶ ἀμβλεῖα ἡ ἄνω γνάθος, διὰ ταῦτα ὑποβάλλειν εἰς τὰς βραχεῖας πόας οὐ δύνανται.

   ‑ ‑ ‑

   Πρόβατα νῦν εἶπεν ἅπαντα τὰ βοσκήματα, καθάπερ ἐν τῷ περὶ ἱερῆς νόσου γέγραπται κατὰ λέξιν οὕτως· οὐκ ἔστιν ἄλλο πρόβατον οὐδὲν ἢ βόες καὶ αἶγες. καὶ τὸ παρὰ τῷ ποιητῇ τοιοῦτόν ἐστιν, ἔνθα φησί·

Πολλά τέ οἱ πρόβατ' ἐστί.

βούλεται γὰρ ἀγέλας βοσκημάτων δηλοῦν. ἐχρήσαντο καὶ ἄλλοι οὕτως τῶν παλαιῶν τῇ φωνῇ.

   ‑ ‑ ‑

   κζ΄. Τά τε αὖ μώνυχα τῶν ζώων, ἅτε ἀμφώδοντα ἐόντα. δύναται μὲν γὰρ σαρκάζειν, δύναται δὲ ὑπὸ τὴν βραχεῖαν [357] πόην ὑποβάλλειν τοὺς ὀδόντας καὶ ἥδεται τῇ οὕτως ἐχούσῃ πόῃ μᾶλλον ἢ τῇ βαθείῃ. καὶ γὰρ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη ἡ βραχεῖα πόη τῆς βαθείας, ὅτι καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθεῖαν. διὰ τοῦτο οὖν ἐποίησεν ὧδε τάδε τὰ ἔπη·

   ὡς δ' ὁπότ' ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν.

ὅτι ἀσμενωτάτη τοῖσι αὐτοῖσιν ἡ βαθεῖα πόη φαίνεται. ἀτὰρ καὶ ἄλλως ὁ βοῦς χαλαρὸν φύσει τὸ ἄρθρον τοῦτο ἔχει μᾶλλον τῶν ἄλλων, διὰ τοῦτο καὶ εἰλίπουν ἐστὶ μᾶλλον τῶν ἄλλων ζώων καὶ μάλιστα ὅταν λεπτὸν καὶ γηραλέον ἔῃ, διὰ ταῦτα πάντα καὶ ἐκπίπτει βοῒ μάλιστα. πλείω δὲ γέγραπται περὶ αὐτοῦ, ὅτι πάντων τῶν προειρημένων ταῦτα μαρτύριά ἐστι. περὶ οὗ νῦν ὁ λόγος, τοῖσιν ἀσάρκοισι μᾶλλον ἐκπίπτει, ὡς θᾶσσον ἐμπίπτειν ἢ τοῖσιν εὖ σεσαρκωμένοισι καὶ ἧσσον ἐπιφλεγμαίνουσι τοῖσιν ὑγροῖσι καὶ τοῖσιν ἀσάρκοισιν ἢ τοῖσι σκελιφροῖσι καὶ σεσαρκωμένοισι.

   ‑ ‑ ‑

[358]    Τὸ σαρκάζειν ἔνιοι μὲν δηλοῦν φασι συνάγειν ἀλλήλοις τὰ χείλη σφοδρῶς οὕτως, ὡς δύνασθαι καὶ ἀποσπᾶσθαί τι βοτάνης μέρος ὑπ' αὐτῶν, ἔνιοι δὲ τὸ τοῖς ὀδοῦσι τὸ κάτω μετὰ τοῦ ἄνω ἐργάζεσθαι ταὐτὸ, ἐπειδὴ καὶ οἱ σαρκάζοντές τινες δάκνουσι τοῖς ὀδοῦσι τὸ χεῖλος. ἀλλ' ἐκεῖνοι μὲν τοῖς ἄνωθεν ὀδοῦσι τὸ κάτω χεῖλος δάκνουσι, τὰ δὲ μηρυκίζοντα τὸν κάτω στοῖχον μόνον ἔχοντα τῶν ὀδόντων, χρῆσθαι πρὸς τοὺς δάκνοντας. διότι μὲν ὠνόμασται, φασὶ, σαρκάζειν, ἐπειδὴ καὶ σαρκοφαγοῦντα τοῖς ζώοις ἑκατέροις χρῆται· καὶ τούτοις ἔοικε τὰ συμφραζόμενα τῇ λέξει μαρτυρεῖν, οὐ τὰ μηρυκίζοντα τῶν ζώων εἰρηκότος αὐτοῦ σαρκάζειν, ἀλλὰ τὰ τοὺς δύο τῶν ὀδόντων ἔχοντα στοίχους ἃ καλοῦσιν ἀμφόδοντα. ταῦτα μὲν δύναται καὶ τὰς βραχείας νέμεσθαι πόας, τουτέστι βοτάνας, οἷον ἵπποι καὶ ὄνοι καὶ ἡμίονοι. τῶν δὲ τὸν ἕνα στοῖχον ἐχόντων ἐκεῖνα μόνα δύνανται, οἷς λεπτὴ τοῦ χείλους ἐστὶ προβολὴ καὶ διὰ τοῦτο [359] μόνοι τῶν βοτάνας ἐσθιόντων ζώων οἱ βόες ἀποροῦσι τροφῆς ἐν χειμῶνι, διότι μήτε σαρκάζειν δύνανται τὴν βραχεῖαν πόαν, τουτέστι τοῖς ὀδοῦσιν ἀποτέμνειν αὐτὴν, μηδὲ τοῖς χείλεσι παραλαμβάνειν δύνασθαι τὴν βραχεῖαν πόαν ὁμοίως αἰξὶ καὶ προβάτοις. ταῦτα μὲν οὖν τὰ τρία γένη τῶν ζώων ἔχει χηλάς. μώνυχα δέ ἐστι τὰ ἀμφόδοντα, συνῃρημένου τοῦ ὀνόματος, ὥς φασιν οἱ τὰς ἐτυμολογίας τιμῶντες, ἐκ τοῦ μονώνυχας, ἐπειδήπερ ἔχουσιν ὄνων ὄνυχας. τοιοῦτον γὰρ ἐν τοῖς ὅπλοις ἔχουσι ζώοις, οἷς ἐστὶ τὸ κατ' ἄκρους τοὺς πόδας, οἷον ἀνθρώποις οἱ ὄνυχες, καὶ ἧσσον ἐπιφλεγμαίνει τούτοις, ὅτι καὶ ῥᾷον ἐκπίπτει. τούτῳ γὰρ ἕπεται καὶ τὸ τὸ ἐμβάλλεσθαι, τούτοις δ' αὖ πάλιν τὸ μικρὰν ἢ μηδ' ὅλως ἕπεσθαι φλεγμονήν. ἐν γὰρ ταῖς βιαίοις ἐκπτώσεσιν, ὥσπερ καὶ ταῖς ἐμβολαῖς, ὀδύναι γίνονται τοῖς μυσὶν, αἷς ἕπονται φλεγμοναί.

   ‑ ‑ ‑

[360]    κη΄. Καὶ ἧσσόν γε δέδειται ἐς τὸν ἔπειτα χρόνον· ἀτὰρ καὶ ἡ μύξα πλείων ὑπείη τοῦ μετρίου, μὴ ξὺν φλεγμονῇ δὲ, οὕ   τως ἂν ὀλισθηρὸν εἴη. μυξωδέστερα γὰρ τοὐπίπαν τὰ ἄρθρα τοῖσιν ἀσάρκοισιν ἢ τοῖσι σεσαρκωμένοισίν ἐστιν.

   ‑ ‑ ‑

   Ἅπαντα δύναται λέγειν διττὸν ὄντα χρόνον τόν τε μετὰ τὴν ἐμβολὴν εὐθέως, ἐν ᾧ θεραπεύονται τὰ φλεγμαίνοντα μόρια καὶ τὸν τῆς διαδεχομένης αὐτὸν ἑξῆς ἀοχλήτου καταστάσεως. ὁ μὲν γὰρ μετὰ τὴν ἐμβολὴν εὐθέως, ὅταν μετὰ φλεγμονῆς ᾖ, δι' αὐτὴν ἐκείνην ἔχει ἐσφιγμένον τὸ ἄρθρον, ὡς καὶ αὐτὸς εἴρηκεν, ὁ δὲ μετὰ τὴν θεραπείαν ὅτι σύντονός ἐστιν ἐπὶ τῶν τοιούτων ἀνθρώπων ἡ τῶν μυῶν οὐσία καὶ ὅτι διὰ τὰς ἐπιγινομένας φλεγμονὰς μεγάλας οὔσας ὑπολείπεταί τις ἐν τοῖς μυσὶ σκληρότης, ὡς ὑπὸ δεσμοῦ σφίγγεται τὸ ἄρθρον.

   ‑ ‑ ‑

[361]    κθ΄. Καὶ γὰρ αὗται αἱ σάρκες τῶν μὴ ἀπὸ τέχνης ὀρθῶς λελιμαγχημένων αἱ τῶν λεπτῶν μυξωδέστεραί εἰσιν ἢ αἱ τῶν παχέων. ὅσοισι μέντοι ξὺν φλεγμονῇ μύξα ὑπογίνεται, ἡ φλεγμονὴ δήσασα ἔχει τὸ ἄρθρον. διὰ τοῦτο οὐ μάλα ἐκπίπτει τὰ ὑπόμυξα, ἐκπίπτοντα ἂν εἰ μή τι ἢ πλέον ἢ ἔλασσον φλεγμονῆς ὑπεγένετο· οἷσι μὲν οὖν ὅταν ἐκπέσῃ τὸ ἄρθρον καὶ μὴ ἐπιφλεγμήνῃ τὰ περιέχοντα, χρῆσθαί τε ἀνωδύνως αὐτίκα τῷ ὤμῳ δύνανται. οὗτοι μὲν οὐδὲν νομίζουσι δεῖν ἑωυτῶν ἐπιμελεῖσθαι. ἰητροῦ μήν ἐστι καταμαντεύσασθαι τῶν τοιούτων. τοῖσι τοιούτοισιν ἐκπίπτει καὶ αὖθις μᾶλλον καὶ οἷσιν ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα, τοῦτο κατὰ πάντα τῷ ἀνθρώπῳ οὕτως ἔχει καὶ μάλιστα κατ' ὦμον καὶ κατὰ γόνυ. μάλιστα γὰρ οὖν καὶ ὀλισθαίνῃ ταῦτα. οἷσι δ' ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα οὐ δύνανται χρέεσθαι τῷ ὤμῳ· κωλύει γὰρ ἡ ὀδύνη καὶ ἡ ξύντασις τῆς φλεγμονῆς. τοὺς οὖν τοιούτους ἰᾶσθαι [362] χρὴ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι πολλοῖσιν ὑποδέοντα. ὑποτιθέναι δὲ ἐς τὴν μασχάλην εἴριον μαλθακὸν, καθαρὸν ξυνειλίσαντα, ἐκπλήρωμα τοῦ κοίλου ποιέοντα, ἵνα ἀντιστήριγμα μὲν τῇ ἐπιδέσει ἔῃ, ἀνακωχέῃ δὲ τὸ ἄρθρον. τὸν δὲ βραχίονα ἐς τὸ ἄνω ῥέποντα ἴσχειν χρὴ τὰ πλεῖστα, οὕτω γὰρ ἂν οἵη ἑκάστῳ εἴη χωρίου, ἐς ὃ ὄλισθεν ἡ κεφαλὴ τοῦ ὤμου. χρὴ δὲ ὅταν ἐπιδήσῃς τὸν ὦμον ἔπειτα προσκαταδεῖν τὸν βραχίονα πρὸς τὰς πλευρὰς ταινίῃ τινὶ κύκλῳ περὶ τὸ σῶμα περιβάλλοντα.

   ‑ ‑ ‑

   Ὅσοι διὰ λιμὸν ἢ διὰ πολιορκίαν ἢ πένθος ἢ λύπην ἢ ἀνορεξίαν ἐνδεῶς προσφερόμενοι τροφὴν ἐλεπτύνθησαν, οὐκ εὐθέως αἱ σάρκες αὐτοῖς γίνονται ξηραὶ, καθάπερ τοῖς ὑπὸ τέχνης ὀρθῶς λελιμαγχημένοις. ἀλλ' ὑγροτέρας τοὐπίπαν ἐν ἁπάσαις εἴρηκε περιστάσεσιν ἀποτελούσας συντήξεων τινῶν ἐν αὐταῖς γιγνομένων διὰ τὴν ἔνδειαν. οἷς δὲ καὶ λυπεῖσθαι πρόσεστι καὶ μᾶλλον οὗτοι συντήκονται δὴ καὶ [363] μελεδόνας οἱ ποιηταὶ τὰς λύπας καλοῦσιν ἐν ἴσῳ τὰ μέλη ἐδούσας καὶ κατεσθιούσας. συντήκεται δὲ ἐν αὐταῖς ἥ τε πιμελὴ πᾶσα καὶ ὅση μαλθακὴ καὶ ὅση νεοπαγής ἐστι σάρξ. ὅταν δὲ ἰατρὸς ἑκὼν ἰσχνότερον ἐργάζηταί τι, σῶμα μὲν εὑρημένοις τε τοῦτο πράττῃ καὶ μετὰ τοῦτο τρίβει ὅτε χρή. εἴ τις γένοιτο σύντηξις, ἐκκενοῦν αὐτὴν εἴτε διὰ τῶν ἱδρώτων αἰσθητῶς ἢ λόγῳ θεωρητῶς κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν. εἰκὸς δὲ δήπου καὶ τῶν ἐδεσμάτων τε καὶ πομάτων οὐκ ἀμελῶς ἔχειν αὐτὸν, ἀλλὰ καὶ διὰ τούτων ἐπιχειρεῖν εὐλύτους ἐργάζεσθαι τὰς ἐκκρίσεις ἁπάσας, οὐ μόνον ὅσαι διὰ τῆς γαστρὸς, ἀλλὰ καὶ διὰ τῶν οὔρων γιγνομένας. οὕτω γὰρ ἂν μάλιστα πανταχόθεν, εἴ τις εἴη κατὰ τὸ σῶμα διὰ τὴν σύντηξιν ὑγρότης περὶ τὴν κένωσιν ἔξω τοῦ σώματος ποιοῖτο. μένουσα γὰρ ἔνδον ὑπομυξώδεις τῷ χρόνῳ τὰς σάρκας ἐργάζεται, κατὰ τὴν ἄδηλον διαπνοὴν ἄνευ τῶν ἄλλων μᾶλλον γιγνομένην. ὅσον μὲν γὰρ ἀκριβῶς λεπτόν ἐστι καὶ ὀῤῥῶδες ἐν τοῖς συντήγμασιν ἀπέρχεταί τε καὶ διαφορεῖται. τὸ δὲ ὑποπαχύτερον ὑπομένει μόνον, ὅπερ [364] ἑνὶ τῷ χρόνῳ γλισχρότητά τινα προσλαμβάνον ὅμοιον μύξῃ γίγνεται.

   ‑ ‑ ‑

   λ΄. Χρὴ δὲ καὶ ἀνατρίβειν τὸν ὦμον ἡσυχέως καὶ λιπαρῶς. πολλῶν δὲ ἔμπειρον δεῖ εἶναι τὸν ἰατρὸν, ἀτὰρ δὴ καὶ ἀνατρίψιος· ἀπὸ γὰρ τοῦ αὐτοῦ ὀνόματος οὐ τὸ αὐτὸ ἀποβαίνει. καὶ γὰρ ἂν δήσειεν ἄρθρον ἀνάτριψις χαλαρώτερον τοῦ καιροῦ ἐὸν καὶ λύσειεν ἄρθρον σκληρότερον τοῦ καιροῦ ἐόν. ἄλλα διοριεῖται ἡμῖν περὶ ἀνατρίψιος ἐν ἄλλῳ λόγῳ. τὸν γοῦν τοιοῦτον ὦμον μαλθακοῖσι χρὴ χερσὶν ἀνατρίβειν, συμφέρει γὰρ καὶ ἄλλως πρῃέως.

   ‑ ‑ ‑

   Εἰς τὸ μηδὲν ὑπολειφθῆναι λείψανον τῆς φλεγμονῆς σκιῤῥῶδες ἐπιτήδειός ἐστιν ἡσύχως τε καὶ λιπαρῶς ἡ τρίψις γιγνομένη. χρὴ δ' αὐτὴν ποιεῖσθαι πολυειδῶς, περιφέρεσθαι τὰς χεῖρας ἄνωθέν τε κάτω καὶ κάτωθεν ἄνω· [365] κἄπειτα λοξὰς οὐ κάτωθεν ἄνω μόνον, ἀλλὰ καὶ ἄνωθεν κάτω. καὶ μὲν δὴ καὶ τὰς ἐν κύκλῳ τε καὶ οἷον ἐγκαρσίας ἀπό τε τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ καὶ αὖθις ἐπ' ἐκείνων ἐπὶ τὰ δεξιὰ, χάριν τοῦ τὰς ἶνας ἁπάσας μαλάττεσθαι τῶν μυῶν. τὸ γὰρ τῆς ἀνατρίψεως ὄνομα τοῖς παλαιοῖς ἀντὶ τοῦ τῆς τρίψεως ἐλέγετο. μὴ τοίνυν ὑπονοήσῃς πῶς ἔδοξάν τινες ἀξιοῦν αὐτὸν ἐκ τῶν κάτω μερῶν ἄνω ποιεῖσθαι τὴν φορὰν τῶν χειρῶν, ὁπότε τὸν ὦμον ἀνατρίβομεν, ἀλλὰ τὸ ἀνατρίβειν αὐτὸ συμβαίνει ὅλου τοῦ γένους τῶν τρίψεων ὂν δηλωτικὸν οὐ μιᾶς διαφορᾶς τῆς κάτωθεν ἄνω. δῆλον δὲ τοῦτο ποιεῖ λέγων αὐτὸς, ἀλλὰ διώρισται περὶ ἀνατρίψεως ἐν ἄλλῳ λόγῳ· οὐ γὰρ δήπου τὸν περὶ μιᾶς διαφορᾶς λόγον ἐρεῖν ἐπαγγέλλεται, τὰς ἄλλας λιπών. καὶ μέντοι κἀν τῷ κατ' ἰητρεῖον ἁπάσας ἐδήλωσεν αὐτὰς ὀνομάζων κἀκεῖ τὸ γένος ὅλον, ἀνάτριψις δύναται λύσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι καὶ τὰ τούτοις ἐφεξῆς, ὑπὲρ ὧν ἐν [366] τε τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήμασι λέλεκται καὶ μέντοι κατὰ τὴν ὑγιεινὴν πραγματείαν εἴρηται τελεώτατα.

   ‑ ‑ ‑

   λα΄. Τὸ δὲ ἄρθρον διακινέειν μὴ βίῃ, ἀλλὰ τοσοῦτον, ὅσον ἀνωδύνως κινήσεται. καθίσταται δὲ πάντα τὰ μὲν ἐν πλείονι χρόνω, τὰ δ' ἐν ἐλάσσονι.

   ‑ ‑ ‑

   Οὐδέν ἐστι χρησιμώτερον τῆς τοιαύτης κινήσεως ἐν παρακμαζούσαις φλεγμοναῖς. λύει γὰρ αὐτῶν τὸ λείψανον ἅπαν, ἐξ οὗ πέφυκεν ἀμεληθέντος ἀγκυλοῦσθαί τε καὶ δεσμεῖσθαι τὰ ἄρθρα, καλοῦσι γὰρ ἑκατέρως τὸ πάθημα.

   ‑ ‑ ‑

   λβ΄. Γινώσκειν δὲ εἰ ἐκπέπτωκεν ὁ βραχίων τούτοισι χρὴ τοῖσι σημείοισι.

   ‑ ‑ ‑

[367]    Κἀν τῷ περὶ τῶν ἀγμῶν ἐπὶ τοὺς ἁμαρτάνοντας ἧκε τῷ λόγῳ προτέρους καὶ νῦν οὕτω πράξας, ἐπειδὴ συνάψας τῷ πρὸς ἐκείνους ἐλέγχῳ καὶ περὶ τῆς ἐμβολῆς εἶπεν, οὐ μόνον ἑπομένοις τοῖς εἰρημένοις, ἀλλὰ καὶ μαρτυροῦσιν, ἐπ' ἐκείνην ἀφίκετο προτέραν, εἶθ' ἑξῆς νῦν διδάσκει τὰ γνωρίσματα τοῦ κατ' ὦμον ὀλισθήματος. ἐπὶ μὲν τῶν ἔργων τῆς τέχνης ἐξ ἀνάγκης προηγούμενα, κατὰ δὲ τὴν διδασκαλίαν οὐκ ἐξ ἀνάγκης. ἔστω δέ σοι τὸ γνώρισμα τῶν ἑπομένων ἢ προηγουμένων ἐξ ἀνάγκης τὸ μὴ δύνασθαι καλῶς ἤτοι πραχθῆναι τὸ ἑπόμενον ἔργον ἢ νοηθῆναι τὸ μάθημα, πρὶν γνωρισθῆναι τὸ ἡγούμενον. ἡ τοίνυν ἐμβολὴ τῶν ἐξηρθρηκότων πρὸ μὲν τοῦ νοηθῆναι τὴν μετάστασιν τοῦ ἐκπεσόντος εἰς τὶ χωρίον ἐγένετο, διδαχθῆναι σαφῶς οὐ δύναται, πρὶν μέντοι τὰ σημεῖα μαθεῖν αὐτῆς, ἐγχωρεῖ διδαχθῆναι. μόνον γοῦν τοῦτο μεμαθηκότος ἐν ἀρχῇ τοῦ λόγου τὸ γίγνεσθαι τὴν ἔκπτωσιν εἰς μασχάλην, αὐτοί γ' ἐπινοῆσαι τὴν ἐμβολὴν ἐδυνάμεθα καὶ διδάσκοντος ἑτέρου μαθεῖν, οὐ μὴν ἄνευ τοῦ γνῶναι σαφῶς ὅτι εἰς μασχάλην [368] ἔκπτωσις γίγνεται πρὸ τοῦ γνῶναι τὴν φύσιν ἅπασαν τῆς διαρθρώσεως. εἰ μὲν οὖν τις εἰπὼν ἐμβολὴν ἐφεξῆς διδάσκει ποίας διαφορὰς ὀλισθήματος εἴρηκεν ἐμβολὴν, ἐναλλάττει τάξιν ἀναγκαίαν, ὥσπερ εἰ καὶ ὅσον τις ἐπὶ τὴν διαφορὰν τῆς ἐκπτώσεως ἀφικόμενος ἐν τῇ διδασκαλίᾳ πρότερον αὐτῆς ἐπὶ τὴν φύσιν ἔρχεται τῆς διαρθρώσεως. εἰ γὰρ ὅλως ἐνόησέ τις ὅπως εἰς μασχάλην ἔκπτωσις γίγνεται περιττὸν αὐτῷ διδάσκεσθαι τὴν φύσιν τῆς διαρθρώσεως. εἰ δὲ πρώτην μὲν ἀκουστέον, ὡς μάθοι ταύτην ὁποία τίς ἐστιν, ἐφεξῆς δὲ τὴν ἔκπτωσιν, οὐδὲν ἐνδεῖ τοῦτο πρὸς τὴν τῆς ἐμβολῆς διδασκαλίαν. ἀμέλει καὶ νῦν ἡμῖν οὐδὲν ἐνενόησεν εἰς τὴν τῶν ἐμβολῶν νόησιν ἡ τῶν σημείων ἄγνοια καὶ τοῦτο ἐν πάσῃ διδασκαλίᾳ θεραπείας ἐστί. δύναται γάρ τις ἥπατος φλεγμονῆς διδάσκεσθαι θεραπείαν ἢ κοιλίας ἢ νεφρῶν ἢ κώλου πρὸ τῆς διαγνώσεως τῶν ἐν αὐτοῖς παθῶν, οὐ μὴν θεραπεῦσαι δύναται πρὸ τῆς διαγνώσεως, ὥσπερ οὐ κατὰ μέθοδον ἢ εὑρεῖν τὴν θεραπείαν ἢ διδαχθῆναι πρὸς [369] ἑτέρου, πρὶν ἀκριβῶς γνῶναι τοῦ θεραπευομένου μορίου τὴν φύσιν.

   ‑ ‑ ‑

   λγ΄. Τοῦτο μὲν ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλεα παραδείγματι χρέεσθαι δεῖ τῷ ὑγιεῖ πρὸς τὸ μὴ ὑγιὲς καὶ τῷ μὴ ὑγιεῖ πρὸς τὸ ὑγιὲς μήτ' ἀλλότρια ἄρθρα καθορῶντα.

   ‑ ‑ ‑

   Τὸ ἀκριβῶς ἴσον ἑκατέρωθεν ἐκ δεξιῶν γε καὶ ἀριστερῶν δίκαιον ὠνόμασεν, ἐπεὶ δὲ τῶν κώλων ἰδέαι διαφέρουσαι τοῖς ἀνθρώποις εἰσὶν, ἀξιοῖ παραβάλλεσθαι τὸ τοῦ πεπονθότος αὐτοῦ κῶλον ὁμόζυγον ἐξ ἐκείνου τε τεκμαίρεσθαι πόσον ἐξήλλακται τοῦ κατὰ φύσιν.

   ‑ ‑ ‑

[370]    λδ΄. Ἄλλοι γὰρ ἄλλων μᾶλλον ἔξαρθροι πεφύκασιν, ἄλλα τὰ αὐτὰ τοῦ κάμνοντος, ἢν ἀνόμοιον ἔῃ τὸ ὑγιὲς τῷ κάμνοντι.

   ‑ ‑ ‑

   Τοὺς ἐκκείμενα καὶ προὔχοντα κεκτημένους τὰ ἄρθρα κέκληκεν ἐξάρθρους ἐν αὐτῷ τῷ κατὰ φύσιν ἔχειν.

   ‑ ‑ ‑

   λε΄. Καὶ τοῦτο εἰρήσεται μὲν ὀρθῶς, παραξύνεσιν δὲ ἔχει πάνυ πολλήν. διὰ τὰ τοιαῦτα καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην, ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν.

   ‑ ‑ ‑

   Οὐχ ἁπλῶς ἅπασαν ἄγνοιαν ὀνομάζει παρασύνεσιν, ἀλλὰ τὴν παρακειμένην τε καὶ τὴν πλησιάζουσαν τῇ γνώσει. διδάξει δ' αὐτὸς διὰ τῶν ἐφεξῆς, ὅπως ἐξαπατᾶσθαι συμβαίνει τοῖς ἐνίοτε παραβάλλουσι τὸ ἐφεξῆς τὸ ὑγιὲς τῷ πεπονθότι.

   ‑ ‑ ‑

[371]    λστ΄. Πολλοὶ γὰρ ὑπὸ ὀδύνης ἢ ὑπ' ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων ὅμως οὐ δύνανται ἐς τὰ ὅμοια σχήματα καθιστάναι, ἐς οἷά περ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται. προξυνιέναι δὲ δεῖ οὖν καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρὴ, ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη, πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος. τοῦτο δὲ ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον καὶ τὸ τοῦ ἀκρωμίου ὀστέου ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος τοῦ ἄρθρου ἐς τὸ κάτω τοῦ χωρίου.

   ‑ ‑ ‑

   Μίαν μὲν τήνδε παρασύνεσιν, ὡς αὐτὸς ὠνόμασεν, ἐδίδαξεν ἐν τῷ νῦν λόγῳ περὶ τὰ σχήματα γιγνομένην, ἐνίοτε γὰρ οὐ δύνανταί τινα σχήματα περιτιθέναι τοῖς πεπονθόσι κώλοις. οἱ κάμνοντες δὲ οὐ δι' ἔκπτωσιν ἄρθρου τοῦτο πάσχουσι, ἀλλὰ δι' ὀδύνην ἢ σύστασιν μυός. ἐφεξῆς δὲ ἑτέραν ἄγνοιαν διδάσκει.

   ‑ ‑ ‑

[372]    λζ΄. Παραξύνεσιν μὲν καὶ ἐν τούτῳ ἔχει τινὰ, ἀλλ' ὕστερον περὶ αὐτοῦ γεγράψεται, ἄξιον γὰρ γραφῆς ἐστι.

   ‑ ‑ ‑

   Τὸ κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεσθαι τὸ χωρίον, ἔχειν τινὰ διαμαρτίαν φησὶν, ἣν ὕστερον ἐρεῖν ἐπαγγέλλεται. γίγνεται γὰρ ἐνίοτε τοῦτο διασπασθείσης τῆς κλειδὸς ἀπὸ τῆς ὠμοπλάτης.

   ‑ ‑ ‑

   λη΄. Τοῦτο δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων ἢ τοῦ ἑτέρου. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ.

   ‑ ‑ ‑

   Τοῦτο σημεῖον ἔχει παρακείμενον σφάλμα καὶ εἰ ἔτι ὁ κατὰ τὴν μασχάλην ἀγκὼν ὑποπιπτούσης ἐνταῦθα τοῖς ἁπτομένοις τῆς κεφαλῆς τοῦ βραχίονος, δι' ἣν οὐδὲ προσάγειν δύναται ταῖς πλευραῖς τὴν χεῖρα χωρὶς ὀδύνης μεγάλης.

   ‑ ‑ ‑

[373]    λθ΄. Τοῦτο δὲ ἆραι ἄνω τὴν χεῖρα παρὰ τὸ οὖς ἐκτεταμένου τοῦ ἀγκῶνος οὐ μάλα δύναται, ὥσπερ τὴν ὑγιέα οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. τά τε οὖν σημήϊα ταῦτά ἐστιν ὤμου ἐκπεπτωκότος αἵ τε ἐμβολαὶ γεγραμμέναι αἵ τε ἰητρεῖαι αὗται.

   ‑ ‑ ‑

   Τοῦτο τὸ σημεῖον ὃ μικρὸν ἔμπροσθεν ἔφη παρασύνεσιν ἔχειν. δῆλον δὲ ἐξ ὧν ἐπήνεγκεν εἰπών· πολλοὶ γὰρ ὑπὸ ὀδύνης ἢ καὶ ὑπὸ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων, ὅμως οὐ δύνανται εἰς τὰ ὅμοια σχήματα καθιστάναι, εἰς οἷάπερ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται. εἰσενεγκεῖν τὰς χεῖρας πρὸς τὰς πλευρὰς, ὡς εἴρηκεν, ἑτοίμως τις δύναται, βέβαιον γνώρισμά ἐστι τοῦ κατὰ φύσιν ἔχειν τὸ ἄρθρον. ἐὰν δὲ ἐμποδίζηται κατά τι, δυνατόν ἐστι δι' ὀδύνην ἢ σύντασιν μυῶν τοῦτο γίγνεσθαι.

   ‑ ‑ ‑

[374]    μ΄. Ἐπάξιον δὲ τὸ μάθημα, ὡς χρὴ ἰητρεύειν τοὺς πυκνὰ ἐκπίπτοντας ὤμους. πολλοὶ μὲν γὰρ ἤδη ἀγωνίης ἐκωλύθησαν διὰ ταύτην τὴν ξυμφορὰν τἄλλα πάντα ἀξιόχρεοι ὄντες, πολλοὶ δὲ ἐν πολεμικοῖσιν ἀχρήϊοι ἐγένοντο καὶ διεφθάρησαν διὰ ταύτην τὴν ξυμφορὰν ἅμα τε ἐπάξιον καὶ διὰ τοῦτο ὅτι μηδένα οἶδα ὀρθῶς ἰητρεύοντα, ἀλλὰ τοὺς μὲν μηδὲν ἐγχειρέοντας, τοὺς δὲ τἀναντία τοῦ ξυμφέροντος φρονέοντάς τε καὶ ποιέοντας. συχνοὶ γὰρ ἤδη ἰητροὶ ἔκαυσαν ὤμους ἐκπίπτοντας κατά τε τὴν ἐπωμίδα κατά τε τὸ ἔμπροσθεν, ᾗ ἡ κεφαλὴ τοῦ βραχίονος ἐξογκέει, κατά τε τὸ ὄπισθεν ὀλίγον τῆς ἐπωμίδος. αὗται οὖν αἱ καύσιες, εἰ μὲν εἰς τὸ ἄνω ἐξέπιπτεν ὁ βραχίων ἢ ἐς τοὔμπροσθεν ἢ ἐς τοὔπισθεν ὀρθῶς ἂν ἔκαιον. νῦν δὲ δὴ ὅτε ἐς τὸ κάτω ἐκπίπτει, ἐμβάλλουσιν αὗται αἱ καύσιες μᾶλλον ἢ κωλύουσιν. ἀποκλείουσι γὰρ τῆς ἄνω εὐρυχωρίης τὴν κεφαλὴν τοῦ βραχίονος. χρὴ δὲ ὧδε καίειν ταῦτα [375] ἀπολαβόντα τοῖσι δακτύλοισι κατὰ τὴν μασχάλην τὸ δέρμα ἀφελκύσαι κατ' αὐτὴν τὴν ἴξιν μάλιστα, καθ' ἣν ἡ κεφαλὴ τοῦ βραχίονος ἐκπίπτει.

   ‑ ‑ ‑

   Καὶ ἐν τούτῳ τῷ λόγῳ τὰ πλεῖστά ἐστι σαφῆ, ὧν οὐ μνημονεύσομεν, πλὴν ἐν οἷς ἀσάφειά τις περιέχεται.

   ‑ ‑ ‑

   μα΄. Ἔπειτα δὲ οὕτως ἀφειλκυσμένον τὸ δέρμα διακαῦσαι ἐς τὸ πέρην.

   ‑ ‑ ‑

   Ἀξιοῖ μηδὲν ἄκαυστον καταλιπεῖν τοῦ ἀνατεινομένου δέρματος, ἀλλὰ διεκβάλλειν τὸ διάπυρον σιδήριον ἐκ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς μασχάλης καὶ ἐξ ἐκείνων ἐπὶ τὰ δεξιά.

   ‑ ‑ ‑

[376]    μβ΄. Σιδηρίοισι χρὴ τὰ τοιαῦτα καίειν μὴ παχέσι, μηδὲ λίην φαλακροῖσιν, ἀλλὰ προμήκεσι. ταχυπορώτερα γὰρ καὶ τῇ χειρὶ ἐπερείδειν.

   ‑ ‑ ‑

   Φαλακρὰ κέκληκε τὰ περιφέρειαν ἔχοντα κατὰ τὸ πέρας, οἷον οἱ κατὰ τὰς μασχάλας ἔχουσι πυρίνες ἤτοι τὰ διαπύρινα καλούμενα καὶ αἱ σπαθομίλαι. προμήκη δὲ τὰ τούτοις ἐναντίως διακείμενα προσηγόρευσεν, ὧν οὐκ ἔστι περιφερὲς τὸ πέρας, ἀλλ' ὀξύτερόν περ ἐμπλήρωμα παραπλήσιόν πως τοῖς εἰς τὰς παρακεντήσεις ἐπιτηδείοις ὀργάνοις.

   ‑ ‑ ‑

   μγ΄. Χρὴ δὲ διαφανέσι καίειν ὡς ὅτι τάχιστα περαιωθῇ κατὰ δύναμιν, τὰ γὰρ παχέα βραδέως περαιούμενα πλατυτέρας τὰς ἐκπτώσιας τῶν ἐσχαρῶν ποιέεται καὶ κίνδυνος ἂν εἴη ξυῤῥαγῆναι τὰς ὠτειλὰς, καὶ κάκιον μὲν οὐδὲν ἂν εἴη, αἴσχιον δὲ καὶ ἀντεχνότερον. ὅταν δὲ διακαύσῃς ἐς τὸ [377] πέρην τῶν μὲν πλείστων, ἱκανῶς ἂν ἔχοι ἐν τῷ κάτω μέρει τὰς ἐσχάρας ταύτας μόνας θεῖναι.

   ‑ ‑ ‑

   Ἐκπεπυρῶσθαι βούλεται τὰ κατὰ τὴν μασχάλην σιδήρια, τὰ γὰρ ἱκανῶς διάπυρα διαφανῆ κέκληκεν.

   ‑ ‑ ‑

   μδ΄. Ἢν δὲ μὴ κίνδυνος φαίνηται εἶναι ξυῤῥαγῆναι τὰς ὠτειλὰς, ἀλλὰ πολὺ τὸ διὰ μέσου εἴη, ὑπάλειπτρον χρὴ λεπτὸν διέρσαι διὰ τῶν κατηγμάτων, ἔτι ἀναλελαμμένου τοῦ δέρματος· οὐ γὰρ ἂν ἄλλως δύναιο διέρσαι. ἐπὴν δὲ διέρσῃς, ἀφεῖναι τὸ δέρμα, ἔπειτα μεσηγὺ τῶν ἰσχαρῶν ἄλλην ἐσχάρην ἐμβάλλειν λεπτῷ σιδηρίῳ καὶ διακαῦσαι, ἄχρις ἂν τῷ ὑπαλείπτρῳ ἐγκύρσῃ. ὁκόσον δέ τι χρὴ τὸ δέρμα τὸ ἀπὸ τῆς μασχάλης ἀπολαμβάνειν, τοῖσι δὲ χρὴ τεκμαίρεσθαι, ἀδένες ὕπεισιν ὑπὸ τῇ μασχάλῃ, πολλαχῆ δὲ καὶ ἄλλῃ τοῦ σώματος.

   ‑ ‑ ‑

[378]    Ὠτειλὰς κέκληκε τὰ ἕλκη παραπλησίως τῷ ποιητῇ περὶ τοῦ προσφάτου τραύματος εἰπόντι·

   ὄφρα οἱ αἷμ' ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.

Ἐὰν οὖν, ὡς εἶπεν, ἀνατείνας τὸ δέρμα διακαύσῃς ἐγκάρσιον ἐκ δεξιῶν εἰς ἀριστερὰ διερείσας τὸ σίδηρον, ἑτέραν ἐπὶ ταύτῃ δευτέραν καῦσιν ἀξιοῖ σε ποιήσασθαι, καθέντα τὸ διάπυρον σίδηρον, οὐκέτι ἐγκάρσιον ἐκ τοῦ θατέρου μέρους ἐπὶ θάτερον, ἀλλ' οἷον εἰς τὸ βάθος ἄντικρυς ἕως. χρὴ δὲ δῆλον ὅτι τὸ μεταξὺ τῶν προτέρων τραυμάτων ἀξιόλογον γίνεσθαι· μικροῦ γὰρ ὄντος αὐτοῦ κίνδυνος ξυῤῥαγῆναι τὰς ἑλκώσεις καὶ γενέσθαι μεγάλην μίαν, ὑφ' ἧς οὐδὲν μὲν ἀποβήσεται χεῖρον, οἵ γε καίομεν ἕνεκα τοῦ ξηρᾶναί τε καὶ σφίγξαι μέρος· οὐ μὴν ἀναγκαῖόν ἐστιν οὐλὴν μεγάλην ἐργασάμενον αἴσχιον ἀποδεῖξαι τὸ χωρίον, ἐν ᾧ ἐπὶ σμικραῖς τρήσεσι τὴν ἴσην ὠφέλειάν ἐστι ποιήσασθαι.

   ‑ ‑ ‑

[379]    με΄. Ἀλλὰ ἐν ἄλλῳ λόγῳ περὶ ἀδένων οὐλομελίης γεγράψεται, ὅτι τέ εἰσι καὶ οἷα ἐν οἵοισι σημαίνουσί τε καὶ δύναν   ται. τοὺς μὲν οὖν ἀδένας οὐ χρὴ προσεπιλαμβάνειν, οὐδ' ὅσα ἐσωτέρω τῶν ἀδένων, μέγας γὰρ ὁ κίνδυνος.

   ‑ ‑ ‑

   Τὴν ὁλόκληρον φύσιν τῆς τῶν ἀδένων φύσεως οὐλομελίην εἴρηκεν, ἣν ἑτέρωθι διδάσκειν ἐπηγγείλατο, οὐ μὴν διασώζεταί γε τοιοῦτον βιβλίον Ἱπποκράτους περὶ ἀδένων οὐλομελίης. ἀλλά τις τῶν νεωτέρων Ἱπποκρατείων ἔγραψε μικρὸν βιβλίδιον ἐπιγράψας Ἱπποκράτους περὶ ἀδένων οὐλομελίης, ὃ καὶ τῇ λέξει καὶ τῇ διανοίᾳ λείπεται πάμπολυ τῶν γνησίων Ἱπποκράτους συγγραμμάτων, οὐ μὴν οὐδὲ ἐμνημόνευσέ τις περὶ αὐτοῦ τῶν ἔμπροσθεν ἰατρῶν, ἀλλ' οὐδ' οἱ τοὺς πίνακας ποιήσαντες ἴσασι τὸ βιβλίον.

   ‑ ‑ ‑

[380]    μστ΄. Τοῖσι γὰρ ἐπικαιροτάτοισι τόνοισι γειτονεύονται. ὅσον δὲ ἐξωτέρω τῶν ἀδένων ἐπὶ πλεῖστον ἀπολαμβάνειν, ἀσινέα γάρ. γινώσκειν δὲ χρὴ ὅτι εἰ μὲν ἰσχυρῶς τὸν βραχίονα ἀνατείνοις, οὐ δυνήση τοῦ δέρματος ἀπολαβεῖν οὐδὲν τοῦ ὑπὸ τῇ μασχάλῃ, ὅ τι καὶ ἄξιον λόγου κατατεῖναι.

   ‑ ‑ ‑

   Ὑποκεῖσθαι τῷ ὑπὸ τῇ μασχάλῃ φησὶ τόνους ἐπικαίρους οὕτως ὀνομάζων τὰ νεῦρα. γελοίως οὖν ἔνιοι τῶν νεωτέρων ἰατρῶν οἴονται τόνους τούτους ἐκεῖνα τὰ νεῦρα μόνον προσαγορεύειν νῦν ὅσα κατὰ τὴν συζυγίαν ἐξ ἐγκεφάλου πέφυκεν, ἐπειδὴ κατὰ τὸ βιβλίον τῶν ἐπιδημιῶν ἔφη· δύο δὲ τόνοι ἀπ' ἐγκεφάλου παρὰ τὸ ὀστέον τοῦ μεγάλου σπονδύλου καὶ τὰ τούτων ἐφεξῆς. τὰ γὰρ ἐπὶ χεῖρας φερόμενα πρὸς ἁπάντων ὁμολογεῖται τῶν ἀνατομικῶν ἀπὸ τοῦ κατὰ τὸν τράχηλον ἐκφύεσθαι νωτιαίου, καθ' ἃ μέρη πλησιάζει τῷ θώρακι καὶ ὡς φαίνεται ταῦτα προσαγορεύων [381] τόνους ἔν τε τῇ νῦν εἰρημένῃ ῥήσει καὶ μετ' αὐτὴν πάλιν ἐφεξῆς δίς. καὶ κατώτερον δὲ πάλιν ἐν τοῖς περὶ τῆς ῥάχεως λόγοις τόνους ὀνομάζει νεῦρα.

   ‑ ‑ ‑

   μζ΄. Σιμοῦται γὰρ ἐν τῇ ἀνατάσει, οὐδ' αὖ τόνους οὐδεμιῇ μηχανῇ δεῖ τιτρώσκειν. οὗτοι γὰρ πρόχειροι γίνονται καὶ κατατεταμένοι ἐν τούτῳ τῷ σχήματι. εἰ δὲ μικρὸν ἐπάρῃς τὸν βραχίονα, πολὺ μὲν τοῦ δέρματος ἀπολήψῃ, οἱ δὲ τόνοι, ὧν δεῖ προμηθέεσθαι, εἴσω καὶ πρόσω τοῦ χει   ρίσματος γίνονται.

   ‑ ‑ ‑

   Καταδαπανᾶσθαί φασι τὸ κατὰ τὴν μασχάλην δέρμα διὰ τῆς ἀνατάσεως ὅλης τῆς χειρὸς, ἐπειδὴ χαλαρὸν ἔμπροσθεν [382] ὂν, ὡς περιττὸν εἶναι δοκεῖν, ἐν τούτῳ τῷ σχήματι περιγίνεται τοῖς ὑποκειμένοις, ὥστε τὸ περιττεύειν πρότερον φανταζόμενον ἀπόλλυσθαί τε καὶ οἷον ἐκδαπανᾶσθαι κατὰ τὴν ἀνάτασιν τῆς χειρός.

   ‑ ‑ ‑

   μη΄. Ἆρ' οὖν οὐκ ἐν πάσῃ τῇ τέχνῃ περὶ παντὸς χρὴ ποιέεσθαι τὰ δίκαια σχήματα ἐξευρίσκειν ἐφ' ἑκάστοισι;

   ‑ ‑ ‑

   Τὰ κατὰ δύναμιν ἴσα, τουτέστιν ἐν οἷς φυλάττεται τὸ κατὰ τὴν ἀξίαν τε καὶ οἰκεῖον ἑκάστῳ πράγματι. νυνὶ γοῦν ἐστι τὸ μὲν προκείμενον πρᾶγμα καῦσις τοῦ κατὰ τὴν μασχάλην δέρματος, ἣν χρὴ ποιήσασθαι, βραχίονα σχηματίζοντα προσηκόντως. εἰ μὲν οὖν εἰς τοσοῦτον εἴη καθήμενος, ὡς ψαύειν τῶν πλευρῶν, εἴη παντάπασιν ὀλίγον ἐξῃρμένος, οὐδὲ θεάσασθαι τὸ βάθος τῆς μασχάλης οἷόν τε, μή τί γε τοῖς δακτύλοις ἀνατεῖναι τὸ δέρμα καὶ διακαῦσαι, μέχρι πλεῖστόν τε ἐπαρθέντος τοῦ βραχίονος, οὐδὲν ὅ τι καὶ [383] ἄξιον λόγου δέρματος ἀνατεῖναι τοῖς δακτύλοις ἐγχωρεῖ. περιτείνεται γὰρ ἐν τῷδε τῷ σχήματι τοῖς ὑποκειμένοις σώμασιν, ἅμα δὲ καὶ τὰ νεῦρα πρόχειρα γίγνεται, τοιοῦτον ἐξαίρειν χρὴ τὸν βραχίονα καὶ ἀπάγειν τῆς μασχάλης, οἷον ὁρᾶται τὸ χωρίον ἡμῖν παρέξειν καὶ τοὺς δακτύλους εὐμαρῶς ὑποβάλλειν, ἀντιτείνειν τε τὸ δέρμα καὶ διακαίειν δύνασθαι οἷόν τε γένηται ταῦτα πράττειν, κατὰ τοῦτο τὸ σχῆμα τὴν χειρουργίαν προσίεσθαι προσήκει, προσώτερον δὲ μηκέτι ἀνατείνειν. οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐξῄρομεν τὸν βραχίονα, πλὴν τὸ δύνασθαι τὸ περὶ τὴν μασχάλην δέρμα τοῖς δακτύλοις ἀνατείνειν τοσοῦτον, ὡς διακαῦσαι, καθότι προεῖπεν αὐτὸς, ὡς εἴ γε δυνατὸν ἦν ἐνεργεῖν ἡμᾶς ταῦτα καθημένους τοῦ βραχίονος σχήματός ἐστι χρεία, χαλαρώτερον ἐργαζομένου τὸ δέρμα· καὶ γὰρ πλεῖστον οὕτως ἀναταθήσεται καὶ τὰ τῆς χειρουργίας ἀκίνδυνα παντοίως ἔσται.

   ‑ ‑ ‑

   μθ΄. Ταῦτα μὲν κατὰ τὴν μασχάλην καὶ ἱκαναὶ αὗται αἱ καταλήψιες, ἢν ὀρθῶς τεθῶσιν αἱ ἐσχάραι.

   ‑ ‑ ‑

[384]    Εἴρηνται αἱ καταλήψεις κατὰ τὸ δέρμα.

   ‑ ‑ ‑

   ν΄. Κάτωθεν δὲ τῆς μασχάλης δισσὰ μόνα ἐστὶ χωρία, ἵνα ἄν τις ἐσχάρας θείη, τιμωρεούσας τῷ παθήματι.

   ‑ ‑ ‑

   Τὸ ἔκτοσθεν εἴρηκε νῦν οὐ τὴν τόπου διαφορὰν σημαῖνον, ἀλλ' ὥσπερ καὶ παρὰ Δημοσθένει καὶ τοῖς ἄλλοις ῥήτορσιν ἔξωθέν τι τοῦ πράγματος εἰρῆσθαι λέγεται δηλούντων τὸ πρᾶγμα. τὸ τοίνυν ὑπὸ τοῦ Ἱπποκράτους λεγόμενόν ἐστι τοιοῦτον· καὶ χωρὶς δὲ τῆς εἰρημένης εἰς τὴν μασχάλην καύσεως ἄλλαι δύο καύσεις εἰσὶ βοηθοῦσαι τῷ πάθει. τὸ γὰρ τιμωρεούσας τῷ παθήματι πρόδηλον ὅτι βοηθούσας δηλοῖ, καθάπερ καὶ Εὐριπίδης ἐποίησε τὸν Ὀρέστην λέγοντα·

   Ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν τῷ πατρί.

διαφέρει γὰρ τὸ τιμωρῶν τοῦ τιμωρούμενος, ὃ μετὰ τῆς [385] καλουμένης αἰτιατικῆς πτώσεως σημαίνει τὸ κολάζον· οὕτως γοῦν καὶ ἑαυτὸν τιμωρούμενος ἐπιγέγραπται τὸ Μενάνδρου δρᾶμα.

   ‑ ‑ ‑

   να΄. Μίαν μὲν ἐν τῷ ἔμπροσθεν μεσηγὺ τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην.

   ‑ ‑ ‑

   Ἐν τούτῳ τῷ χωρίῳ καὶ ἡμῖν ἑώραται τὸ ἄρθρον ἐστηριγμένον, ὅπερ ἐστὶ μόριον ἁπάσης τῆς ἔμπροσθεν χώρας· οὔσης γὰρ ὅλης αὐτῆς πλατείας ἓν μέν τι μέρος ἐστὶν ἀκριβῶς μέσον, ἄλλα δὲ ἑκατέρωθεν δύο, τὸ μὲν ἐκ τῶν ἔνδοθεν μερῶν, οὗ νῦν ἐμνημόνευσε, τὸ δὲ ἐκ τῶν ἐκτὸς, οὗ μετὰ ταῦτα μνημονεύει. καὶ θαυμάσαι γε ἔστιν αὐτὸν ὅτι μηδ' ὅλως ἑωρακὼς εἰς ἄλλο χωρίον ἐκπῖπτον τὸ ἄρθρον ἢ κατὰ τὴν μασχάλην οὐκ ἤρκεσε τῇ κατ' αὐτὸν καύσει μόνῃ. προστιθεὶς δὲ δύο ἑτέρας ἐκείνων ἀκριβῶς ἐστοχάσατο τῶν χωρίων, ἐν οἷς καὶ ἡμεῖς εἴδομεν ἐστηριγμένην τὴν κεφαλὴν [386] τοῦ βραχίονος. ἐν οἷς τῆς ὠμιαίας φλεβὸς χώρα, καθ' ἣν οἱ δύο μύες συμβάλλουσιν, ὅ τε ἀπὸ τοῦ στέρνου μέγας καὶ ὁ δελτοειδὴς ὀνομαζόμενος ἑώραται τετράκις ἡμῖν ὑποδεξαμένη τὴν ἔκπτωσιν. ἡ δ' ἔξωθεν τῆς μέσης χώρας ἅπαξ, ὑπὲρ ἧς ἐφεξῆς ἐρεῖ.

   ‑ ‑ ‑

   νβ΄. Καὶ ταύτη τὸ μὲν δέρμα τελέως διακαίειν χρὴ, βαθύτερον δὲ οὐ χρή. φλέψ τε γὰρ παχείη πλησίη καὶ νεῦρα, ὧν οὐδέτερα θερμαντέα.

   ‑ ‑ ‑

   Τὴν προσαγορευομένην ὠμιαίαν φλέβα λέγει νῦν παχεῖαν ἐν ἴσῳ τῷ εὐρεῖαν ἢ μεγάλην. ἐπίκειται δὲ αὐτῇ συμβολὴ τῶν προειρημένων δύο μυῶν ἔχουσα παρακείμενον νεῦρον, ἀφ' οὗ πᾶν τὸ πέριξ τῆς φλεβὸς δέρμα ἀπονεμήσεις λαμβάνει. τὸ μὲν οὖν φυλάττεσθαι ψαύειν τε τοῦ νεύρου καὶ τῆς φλεβὸς ἐν τῇ τοῦ δέρματος καύσει σαφῶς [387] ἐδίδαξεν, οὐ μὴν ἐδήλωσέ γε πότερον ἐν τοῖς πρώτοις μέρεσι τῆς φλεβὸς ἢ ἐν τοῖς ἔνδον ἢ κατ' αὐτὴν ἀκριβῶς κελεύει καίειν. ἐγχωρεῖ γὰρ τοῦτο ποιῆσαι πρῶτον μὲν ἀνατείναντα τὸ δέρμα καθ' ὃν εἴρηται τρόπον ἐπὶ τῆς μασχάλης, εἶτ' ἐγκάρσιον διακαύσουσα, κἄπειτα τὸ ὑπάλειπτρον διεκβαλόντα καὶ κατὰ κύκλου τὴν δευτέραν ἐπέρεισιν τοῦ καυτηρίου ποιησάμενον· ὥσπερ γὰρ ἐν τῇ μασχάλῃ, καίτοι γε ὑποκειμένων νεύρων μεγίστων καὶ σὺν αὐτοῖς ἀρτηρίας καὶ φλεβὸς εὐρυτάτης, ὅμως ἐκέλευσε καίειν τὸ δέρμα, τὴν ἀσφάλειαν τοῖς ὑποκειμένοις παρασκευάζων ἐκ τῆς τοῦ ὑπολείπτρου διαρθρώσεως, οὕτω κἀπὶ τῆς νῦν προειρημένης καύσεως οὐδὲν θαυμαστὸν ἐπ' αὐτοῦ τοῦ κατὰ τῆς φλεβὸς ἐπικειμένου δέρματος ἀξιοῦν αὐτὸν τίθεσθαι τὰς ἐσχάρας. ἐκεῖνα μὲν οὖν τὰ νεῦρα τόνους ἐπικαιροτάτους εἶπεν εἰθισμένος χρῆσθαι τούτῳ τῷ ὀνόματι κατὰ τῶν μεγάλην δύναμιν ἐχόντων, ὥσπερ ἔχουσιν ἐκεῖνοι, κατά γε τὸ πλησίον εἶναι τοῦ νωτιαίου καὶ αὐτοὺς παχυτάτους τὴν οὐσίαν ὑπάρχειν, παρὰ δὲ τοῦ τῆς ὠμιαίας φλεβὸς νεῦρον ἁπλῶς εἶπεν, [388] οὐκέτι προσθεὶς τὸ ἐπίκαιρον. καὶ γὰρ ποῤῥωτάτω καὶ τοῦ νωτιαίου καὶ μικρὸν τῷ μεγέθει.

   ‑ ‑ ‑

   νγ΄. Ὄπισθεν δ' αὖ ἄλλην ἐσχάρην ἐνδέχεται ἐνθεῖναι, ἀνωτέρω μὲν συχνῷ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην, κατωτέρω δὲ ὀλίγῳ τῆς κεφαλῆς τοῦ βραχίονος, καὶ τὸ μὲν δέρμα τελέως χρὴ διακαίειν, βαθεῖαν δὲ μηδὲ κάρτα ταύτην ποιέειν· πολέμιον γὰρ τὸ πῦρ νεύροισιν.

   ‑ ‑ ‑

   Ἐπὶ τὴν ὑπόλοιπον χώραν τῶν ὑποδεχομένων τὸ κατ' ὦμον ἄρθρον ἐκπῖπτον ἀφίκετο τῷ λόγῳ, αὕτη δέ ἐστιν ἐν τοῖς ἔξω μέρεσι τῆς πρόσω χώρας, εἰς ἣν καὶ αὐτὴν ἑώραταί μοι ἅπαξ ἐκπεσὼν ὁ βραχίων. οὐκ ὀρθῶς δὲ ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων ἡ λέξις οὕτως γέγραπται, ὀπισθίην τε αὖ ἄλλην ἐσχάρην· οὐ γὰρ ὄπισθεν ὁ τόπος οὗτός ἐστι τῆς διαρθρώσεως, ἀλλ' ἔξωθεν. εἰ γοῦν τις ἀκριβῶς ἐθέλοι διορίσαι τοὺς περικειμένους τόπους τῇ κατ' ὦμον [389] διαρθρώσει πλάτος ἔχοντας, δῆλον ὅτι νοῶν μὲν ἅπαντας ἐν μὲν τοῖς πρόσω μέσην μὲν εἶναί τινα γραμμὴν ἀπλατῆ, νοουμένην ἀκριβῶς μέσην, ἄνωθεν κατὰ μῆκος τοῦ βραχίονος τεταμένην, ἐπὶ πλάτει δ' ἑκατέρωθεν ὁριζομένην τὸ πρόσω· κατὰ μὲν τὴν ἔνδον χώραν ὑπὸ τῆς ὠμιαίας φλεβὸς, ἔξωθεν δὲ μέχρι τοσούτου πάλιν ἄλλου δή τινος διαστήματος, ὧν ἡ φλὲψ αὕτη τῆς ἀπλατοῦς ἀφέστηκεν. οὗτοι μὲν οὖν ὅροι τῆς πρόσω χώρας, ἐφ' ἑκάτερα δὲ τῶν δύο ἕτεροι, ἀφ' ἧς οἱ κατὰ τὴν μασχάλην τένοντες, ὁ μὲν τὴν ἔνδον ὁρίζων χώραν, ὁ δὲ τὴν ἔξω. τὴν μὲν ἔνδον χώραν τῆς διαρθρώσεως νοεῖσθαί σοι τοῦ μετὰ τῆς φλεβὸς καὶ οὐ μεταξὺ τῆς μασχάλης περιγράφοντος ἔξωθεν τένοντος· ἔτι τε τῆς γραμμῆς ἐκείνης, ὧν ἠξίουν ἀπέχειν διαστημάτων μεταξὺ διάστημά τι τῆς ὠμιαίας φλεβὸς καὶ τῆς τ' ἀκριβῶς προσθίας μέσης γραμμῆς, ὥστε κατ' αὐτὴν διαίρεσιν, ὅσον ὑψηλότερόν ἐστι τοῦ κατὰ τὴν μασχάλην [390] ἔξωθεν τένοντος οὐκ ἂν ὀπίσω τῆς διαρθρώσεώς ἐστι τὸ σιμὸν τῆς ὠμοπλάτης, ὥσπερ γε καὶ τὸ κατ' ὦμον ἡ μασχάλη, τὸ δ' ἄνω μεταξὺ τοῦ τ' ἀκρωμίου καὶ τῆς κεφαλῆς τοῦ βραχίονος.

   ‑ ‑ ‑

   νδ΄. Ἰητρεύειν μὲν οὖν χρὴ διὰ πάσης τῆς ἰητρείης τὰ ἕλκεα, μηδέποτε ἰσχυρῶς ἀνατείνοντα τὸν βραχίονα, ἀλλὰ μετρίως ὅσον τῶν ἑλκέων ἐπιμελείης εἵνεκα, ἧσσον μὲν γὰρ ἂν διαψύχοιτο. ξυμφέρει γὰρ πάντα τὰ καύματα σκέπειν, ὡς καὶ ἐπιεικῶς ἰητρεύεσθαι. ἧσσον δ' ἂν ἐκπλήσσοιτο, ἧσσον δ' ἂν αἱμοῤῥαγοίη, ἧσσον δ' ἂν σπασμὸς ἐπιγένοιτο.

   ‑ ‑ ‑

   Τὰς αἰτίας αὐτὸς εἶπε, δι' ἃς κελεύει τὸν βραχίονα μηδέποτε ἀνατεῖναι ἰσχυρῶς· πρώτην μὲν ὅτι πάντα τὰ καύματα συμφέρει σκέπειν, ὡς ἰατρεύεσθαι καὶ μὴ καταψύχεσθαι· καὶ ἄλλως μὲν γὰρ, ὡς αὐτὸς ἔλεγεν, ἕλκεσι τὸ [391] ψυχρὸν δακνῶδες δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει. πολὺ δὲ μᾶλλον ὅσα θερμὸν αἴτιον εἰργάσατο, καθάπερ νῦν τὸ πῦρ, ἧσσον δ' ἂν, φησὶν, ἐκπλήσσοιτο, τουτέστιν ἐπὶ πλέον διΐστασθαι τὸ τοῖς χείλεσιν ἕλκος. ἐν τούτῳ γὰρ ψύχεται μᾶλλον καὶ χρονιώτερον συνουλοῦται καὶ αὐτὰς τὰς οὔλας ἔχει μείζονας. τὸ δ' ἐφεξῆς εἰρημένον, ἧσσον δ' ἂν αἱμοῤῥαγοίη, προσέθηκεν εἰς τὸν καθόλου λόγον ὑπενεχθεὶς ἁπάντων ἑλκῶν, οὐ τῶν νῦν προκειμένων ἴδιον. εἰ γὰρ ὡς ἐκέλευσεν οὕτω τις τὸ δέρμα διακαύσειεν, οὐδεὶς ἀκολουθήσειε φόβος αἱμοῤῥαγίας. ἴσως δ' ἂν ἐκ τοῦ ψυχθῆναι τὰ νεῦρα γυμνωθέντος τοῦ δέρματος, οὐ τοῦ σπασμοῦ κίνδυνος ἀκολουθήσειε μόνος, καὶ αὐτοῦ κατὰ τὴν τελευτὴν ἐμνημόνευσε τῆς ὅλης ῥήσεως.

   ‑ ‑ ‑

   νε΄. Ὅταν δὲ δὴ καθαρὰ γένηται τὰ ἕλκεα ἐς ὠτειλάς τε ἴῃ, τότε δὴ καὶ παντάπασι χρὴ αἰεὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προδεδέσθαι καὶ νύκτα καὶ ἡμέρην.

   ‑ ‑ ‑

[392]    Τὰς ὠτειλὰς ἐνταῦθα κυρίως εἶπεν ἐπὶ τῶν οὐλῶν, οὐχ ὡς ἔμπροσθεν ἐπὶ τῶν ἑλκῶν· ἀξιοῖ δέ ποτε μάλιστα φροντίζειν τοῦ μηδέποτε ἀφίστασθαι τῶν πλευρῶν τὸν βραχίονα, πλὴν ἐπὶ βραχὺ μόνον ἐν ἐκείνῳ τῷ καιρῷ, καθ' ὃν ἂν θεραπεύηται τὰ ἕλκη. μάλιστα γὰρ ἁλίσκεσθαι φαίνεται τὰ καθαρὰ τῶν ἑλκῶν οἷς κατὰ τὴν πρὸ ταύτης ῥῆσιν εἶπεν ἅπασι συμπτώμασι καὶ μάλιστα τοῖς ἀπὸ τῶν ἔξωθεν αἰτιῶν. ἐπειδὴ πρόσθεν ἡμῖν ἥκειν ἔτι ῥυπαρὰ καὶ φλεγμαίνοντα καὶ τὸν ῥύπον αὐτῶν εἶχεν οἷον πρόβλημά τι καὶ σκέπασμά τι καὶ τὴν περιουσίαν τῶν παρὰ φύσιν ὑγρῶν, ἀλλὰ καὶ ἡ θερμασία τῆς φλεγμονῆς ἀντεῖχε τοῖς ἔξωθεν μὴ γινομένοις ψυχροῖς. ἡνίκα δ' ἂν φλεγμαίνει, τότε καθαρὰ καὶ οἷον ἀπέριττα γέγονεν, αἰσθάνεται μᾶλλον ἢ πρόσθεν ὧν πάσχει. διὰ ταῦτα πάντα ῥᾳδίως μὲν ὑπὸ τῶν ἔξωθεν αἰτιῶν καὶ μάλιστα τῶν ψυχρῶν ὀδυνᾶταί τε καὶ ψύχεται. τῷ δ' ἀκριβεῖ τῆς αἰσθήσεως τήν τε ὀδύνην ἴσχει σφοδροτέραν καὶ τὰς ἐπικειμένας αὐτῇ δυσχερείας ἐπικτᾶται.

   ‑ ‑ ‑

[393]    νστ΄. Ἀτὰρ καὶ ὅταν ὑγιέα γένηται τὰ ἕλκεα, ὁμοίως ἐπὶ πολὺν χρόνον χρὴ προσδεῖν τὸν βραχίονα πρὸς τὰς πλευράς· οὕτω γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη ἡ εὐρυχωρίη, καθ' ἣν μάλιστα ὀλισθαίνει ὁ βραχίων.

   ‑ ‑ ‑

   Κἀνταῦθα τὸν σκοπὸν ὃν συνεβούλευσεν αὐτὸς ἐδήλωσεν εἰπών· οὕτως γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη εὐρυχωρίη, καθ' ἣν ὀλισθαίνει ὁ βραχίων, δυνάμει τοῦτο λέγων. ὅσῳπερ γὰρ ἡ οὐλὴ βραχυτέρα γένηται, τοσούτῳ μᾶλλον εἰς ὀλίγον συναχθήσεται τὸ περὶ τὴν μασχάλην δέρμα. μέγιστον δέ ἐστι τοῦτο πρὸς τὸ μὴ ῥᾳδίως ὀλισθαίνειν ἐνταῦθα τὸν βραχίονα.

   ‑ ‑ ‑

   νζ΄. Ὅσοισι δ' ἂν ὦμος καταπορηθῇ ἐμβληθῆναι, ἢν μὲν ἔτι ἐν αὐξήσει ἔωσιν, οὐκ ἐθέλει συναύξεσθαι τὸ ὀστέον τοῦ [394] βραχίονος, ὁμοίως τῷ ὑγιεῖ, ἀλλὰ αὔξεται μὲν ἐπί τι, βραχύτερον δὲ τοῦ ἑτέρου γίνεται.

   ‑ ‑ ‑

   Τὰ συμπτώματα διέρχεται νῦν, ὅσα τοῖς ἔξαρθρον ἔχουσι τὸν ὦμον ἐξ ἀνάγκης ἐπιγίγνεται· πρῶτον μὲν οὖν ἐστι καὶ κοινότατον, ᾧ καὶ τἄλλα ἕπεται πάντα τὸ ἀτροφώτερον ταὐτὸν γίγνεσθαι, τούτῳ δ' αὐτῷ πάλιν ἕπεται. τελειωθέντος μὲν οὖν ἤδη τοῦ κώλου λεπτότης, ἔτι τε αὐξανομένου καὶ ἡ σμικρότης. αὕτη δ' ἀτροφία διά τε τὴν διαστροφὴν γίγνεται τῶν κατὰ κῶλον ἀγγείων τε καὶ μυῶν, αἰτία δὲ ἡ ἀκινησία ὅλου τοῦ ἄρθρου· καὶ γάρ τι τῶν ὑγιῶν κώλων ἐπὶ χρόνῳ πολλῷ παντάπασιν ἀκίνητον μεῖναν σαφῶς ἀτροφώτερον φαίνεται.

   ‑ ‑ ‑

   νη΄. Καὶ οἱ καλεόμενοι δὲ ἐκ γενεῆς γαλιάγκωνες διὰ δισσὰς ξυμφορὰς ταύτας γίνονται· ἤν γέ τι τοιοῦτον αὐτοὺς [395] ἐξάρθρημα καταλάβῃ ἐν γαστρὶ ἐόντας, διά τε ἄλλην συμφορὴν, περὶ ἧς ὕστερόν ποτε γεγράψεται.

   ‑ ‑ ‑

   Εἴτε ἀπὸ τῆς πρὸς τὰς γαλᾶς ὁμοιότητος ἐκλήθησαν οἱ γαλιάγκωνες εἴτ' ἀπ' ἄλλου τινὸς ἐπιτρέπειν χρὴ τοῖς περὶ αὐτὰ σπουδάζουσιν ἐπιμελῶς ζητεῖν. ἰατρῷ δὲ χρήσιμον ἐπίστασθαι τὸ γεννᾶσθαί τινας ἐξάρθρους ἀμφότερα τὰ κατ' ὦμον ἄρθρα, τό τε ἀριστερὸν καὶ τὸ δεξιὸν, ὅτι τε μικροὺς ἐξ ἀνάγκης ἔχουσιν οὗτοι τοὺς βραχίονας. εἰδέναι δεῖ τινα καὶ ἄλλην συμφορὰν ἐργαζομένην ταὐτὸ πάθημα, περὶ ἧς αὖθις ἐρεῖν ἐπαγγέλλεται. χαλεπὸν δὲ εὑρεῖν ἑτέραν, ἣν αὐτὸς ἐφεξῆς λέγει συμβαίνειν τοῖς νηπίοις. ἔχει δὲ ἡ λέξις οὕτως.

   ‑ ‑ ‑

   νθ΄. Ἀτὰρ καὶ οἷσιν ἔτι νηπίοισιν ἐοῦσι κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος βαθεῖαι καὶ ὑποβρύχιοι ἐκπυήσιες γίνονται; καὶ οὗτοι πάντες γαλιάγκωνες γίνονται. καὶ ἤν τε τμηθῶσιν [396] ἤν τε καυθῶσιν ἤν τε αὐτόματόν σφιν ἐκραγῇ, εὖ εἰδέναι χρὴ ὅτι ταῦτα οὕτως ἔχει. χρέεσθαι μέντοι τῇ χειρὶ δυνατώτατοί εἰσιν οἱ ἐκ γενεῆς γαλιάγκωνες, οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἀνατεῖναι παρὰ τὸ οὖς τὸν βραχίονα ἐκτανύσαντες τὸν ἀγκῶνα δύνανται, ἀλλὰ πολὺ ἐνδεεστέρως ἢ τὴν ὑγιέα χεῖρα.

   ‑ ‑ ‑

   Δύναται δὲ τοῦτο καὶ κυουμένοις ἐπισυμβαίνειν· συμφορὰν δ' ἄλλην ἔτι κυουμένοις ἐξαρθρήματος αἰτίαν γίνεσθαι χαλεπὸν εὑρεῖν, ἀμφοτέρας δὲ ταύτας οὐκ ἀδύνατον συμβῆναι· καὶ γὰρ ἐκπυῆσαι δυνατόν ἐστι τὸ ἐκραγῆναι καὶ ἀπουλωθῆναι τῷ κυουμένῳ τῷ βρέφει πρὸς τῆς φύσεως καὶ τοῦτο μᾶλλον ἔτι κατὰ ἔμπτωσιν ἐνδέχεται τοῦ κατ' ὦμον ἄρθρου διά τε τὴν ὑγρότητα τῆς φύσεως τοῦ παιδίου καὶ τῆς κατὰ διάρθρωσιν κοτύλης τὸ εὐυπέρβατον.

   ‑ ‑ ‑

[397]    ξ΄. Οἷσι δ' ἂν ἤδη ἂν ἀνδράσιν ἐοῦσι ἐκπέσῃ ὁ ὦμος καὶ μὴ ἐμβληθῇ, ἐπωμὶς ἀσαρκωτέρη γίνεται καὶ ἡ ἕξις λεπτὴ ἡ κατὰ τοῦτο, ὅταν μέντοι ὀδυνώμενοι παύσωνται. ὁκόσα μὲν δεῖ ἐργάζεσθαι ἐπάραντας τὸν ἀγκῶνα ἀπὸ τῶν πλευρέων εἰς τὸ πλάγιον, ταῦτα μὲν οὐ δύναται ἅπαντα ὁμοίως ἐργάζεσθαι. ὁκόσα δὲ δεῖ ἐργάζεσθαι παραφέροντας τὸν βραχίονα παρὰ τὰς πλευρὰς ἢ ἐς τοὐπίσω ἢ ἐς τοὔμπροσθεν. ταῦτα δὲ δύνανται ἐργάζεσθαι· καὶ γὰρ ἂν ἀρίδα ἑλκύσαιεν καὶ πρίονα καὶ πελεκίσαιεν ἂν καὶ σκάψαιεν, ἂν μὴ κάρτα ἄνω αἴροντες τὸν ἀγκῶνα καὶ τἄλλα ὅσα τῶν τοιούτων σχημάτων ἐργάζονται.

   ‑ ‑ ‑

   Ἡ ἐπωμὶς τοῖς οὕτω πεπονθόσι κἀν τῷ παραχρῆμα φαίνηται λεπτοτέρα καὶ ἀσαρκωτέρα τῆς κεφαλῆς τοῦ βραχίονος ἀπολειπούσης τὸν ὦμον, ἀλλὰ καὶ εἰς ὕστερον ἔτι μᾶλλον φαίνεται τοιαύτη, διότι γίνεται τοῦ χρόνου [398] περιόντος ἀτροφώτερα τὰ μόρια τοῦ δελτοειδοῦς μυὸς ἀσθενοῦς τεινομένου, διότι κάτω γίνεται βίαιος ἀκολουθῶν εἰς μασχάλην τῆς κεφαλῆς τοῦ βραχίονος. ὅτι δὲ διὰ τὸ μὴ κινεῖσθαι μηδὲ ἐνεργεῖν τὴν οἰκείαν ἐνέργειαν, ἣν εἶχεν ἀνατείνων τὸν βραχίονα, ψυχρότερος καὶ ἀσθενέστερος ἀποτενούμενος καὶ ἀτροφώτερος διὰ τοῦτο γίνεται· κίνησις μὲν γὰρ κρατύνει, ἀργίη δὲ τήκει.

   ‑ ‑ ‑

   ξα΄. Ὅσοισι δ' ἂν τὸ ἀκρώμιον ἀποσπασθῇ, τουτέοισι φαίνεται ἐξέχον τὸ ὀστέον τῶν ἀπεσπασμένων. ἔστι δὲ τοῦτο ὁ σύνδεσμος τῆς κληῖδος καὶ τῆς ὠμοπλάτης· ἑτεροίη γὰρ φύσις ἀνθρώπου ταύτη ἢ τῶν ἄλλων ζώων. οἱ οὖν ἰητροὶ μάλιστα ἐξαπατέονται ἐν τούτῳ τῷ τρώματι, ἅτε γὰρ ἀνασχόντος τοῦ ὀστέου τοῦ ἀποσπασθέντος ἡ ἐπωμὶς φαίνεται χαμαιζήλη καὶ κοίλη, ὥστε καὶ προμηθεῖσθαι τῶν ὤμων τῶν ἐκπεπτωκότων. πολλοὺς οὖν οἶδα ἰητροὺς τἄλλα οὐ φλαύρους ἐόντας, οἳ πολλὰ ἤδη ἐλυμήναντο ἐμβάλλειν πειρώμενοι τοὺς τοιούτους ὤμους, οὕτως οἰόμενοι[399] ἐκπεπτωκέναι καὶ οὐ πρόσθεν παύονται πρὶν ἢ ἀπογνῶναι ἢ ἀπορῆσαι δοκέοντας αὐτοὶ σφᾶς αὐτοὺς ἐμβαλέειν τὸν ὦμον. τούτοισιν ἰητρείη μὲν, ἥπερ καὶ τοῖσιν ἄλλοισι τοιούτοισι κηρωτὴ καὶ σπλῆνες καὶ ὀθόνια καὶ ἐπίδεσις τοιαύτη. καταναγκάζειν μέντοι τὸ ὑπερέχον χρὴ καὶ τοὺς σπλῆνας κατὰ τοῦτο τιθέναι πλείστους καὶ πιέζειν ταῦτα, μάλιστα τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προσηρτημένον ἐς τὸ ἄνω μέρος ἔχειν, οὕτω γὰρ ἂν μάλιστα πλησιάζοιτο ἀπεσπασμένον. τάδε μὴν εὖ εἰδέναι χρὴ καὶ προλέγειν ὡς ἀσφαλέα, εἰ ἄλλως ἐθέλοις· ὅτι βλάβη μὲν οὐδεμίη οὔτε μικρὴ οὔτε μεγάλη τῷ ὤμῳ γίνεται ἀπὸ τούτου τοῦ τρώματος, αἴσχιον δὲ τὸ χωρίον. οὐδὲ γὰρ τοῦτο τὸ ὀστέον ἐς τὴν ἀρχαίην ἕδρην ὁμοίως ἂν ἱδρυνθείη, ὥσπερ πέφυκεν, ἀλλ' ἀνάγκη πλέον ἢ ἔλασσον ὀγκηρότερον εἶναι ἐς τὸ ἄνω. οὐδὲ γὰρ ἄλλο ὀστέον οὐδὲν ἐς τὸ αὐτὸ καθίσταται, ὅτι ἂν κοινωνέον ἐστὶν ἑτέρῳ ὀστέῳ καὶ προσπεφυκὸς ἀποπασθῇ ἀπὸ τῆς ἀρχαίης φύσιος. ἀνώδυνον[400] δὲ τὸ ἀκρώμιον ἐν ὀλίγῃσιν ἡμέρῃσιν γίνεται, ἢν χρηστῶς ἐπιδέηται.

   ‑ ‑ ‑

   Σύνζευξιν ἐνδείκνυται τὸ ἀκρώμιον εἶναι, λέγει δὲ καὶ ὀστοῦν ὑπάρχειν αὐτὸ καὶ συνδεῖν ἄμφω τὰ εἰρημένα. δῆλον οὖν ὅτι χονδρῶδες ὀστοῦν ἐστι τὸ ἀκρώμιον ἐπικείμενον τῇ συνζεύξει τῆς κλειδὸς καὶ τῆς ὠμοπλάτης, ὑμένας ἐκπεφυκότας ἔχον, οἷς συνδεῖται τὰ πέρατα τῶν ὀστῶν. ἀποσπασθέντι δὲ αὐτῷ καὶ κλεὶς εἴωθε συνέπεσθαι καὶ διὰ τοῦτο ἐπανόρθωσις γίγνεται καταναγκαζομένης εἰς τὸ κάτω τῆς κλειδὸς, ὡς ἀποτελεῖσθαί τινας κυκλοτερεῖς καμπὰς αὐτῆς. ἐνταῦθα δὴ καὶ τοῖς νεωτέροις ἡ κατανάγκασις αὕτη μᾶλλον ἐπιτυγχάνει· ὅσῳ γὰρ ἡ ἡλικία προέρχεται, ξηρότερα τὰ σώματα ἡμῶν ἀποτελεῖται. καθάπερ οὖν τὰ ξηρὰ ξύλα πρὸς καμπάς ἐστιν οὐκ ἐπιτήδεια, τὰ δὲ ὑγρὰ καὶ χλωρὰ ῥᾳδίως πάσχει τοῦτο, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῶν ἔτι αὐξανομένων ὀστᾶ δύναται κάμπτεσθαι καταναγκαζόμενα, καὶ πολὺ μᾶλλον, ὅταν ᾖ χαῦνα καὶ σηραγγώδη, καθάπερ [401] κλείς ἐστι. καὶ ἔγωγ' ἐπειράθην αὐτὸς ἐπ' ἐμαυτοῦ καμπτομένης αἰσθανόμενος τῆς κλειδὸς, ἔσφυζε γὰρ διὰ βάθους ὁπότε σφοδρῶς κατασπασθῇ τῷ βιαίῳ τῆς ἐπιδέσεως, ὑπέμεινα δὲ τοῦτο μέχρι μ΄ ἡμέρας, ἐν αἷς οὕτω προσήχθη τῇ κεφαλῇ τοῦ βραχίονος ἡ κλεὶς, ὥστε τοὺς μὲν νῦν ὁρῶντας ἀπιστεῖν εἰ ἀπεσπάσθη ποτὲ, τοὺς δὲ ἰδόντας ὁπόταν ἀπεσπάσθη, τριῶν δακτύλων διάστημα τὸ μεταξὺ γενόμενον ὑπερθαυμάζειν τὸ πρᾶγμα. συνέβη μέντοι τὸν βραχίονα τελείως ἀτροφῆσαι κατ' ἐκεῖνον τὸν χρόνον, ὡς ἰσχνὸν παντελῶς γενέσθαι, συνατροφῆσαι δ' αὐτῷ καὶ τὸν πῆχυν. ἀλλὰ ταῦτα μὲν ἐπανορθωσάμενος ἑνὶ βοηθήματι τῷ τῆς ἐπιδέσεως ἀνετράφη σύμπαν τὸ κῶλον, οὐκ ἐν πολλῷ χρόνῳ μετὰ τὸ λυθῆναι τοὺς ἐπιδέσμους. ἐπὶ δὲ μειρακίου καὶ μᾶλλον ἐπὶ παιδίων ἑτοιμότερον ἡ ἐπίδεσις καταναγκάζοι τὸ ὀστοῦν· ἐμοὶ μὲν γὰρ ἔτος ἄγοντι ε΄ καὶ λ΄ οὕτω παθεῖν ἐν παλαίστρᾳ συνέβη, οὐ μὴν ἄλλον γέ τινα τῶν ἤδη τελείων ἐδυνήθην ὁμοίως ἰάσασθαι διὰ τὸ μὴ φέρειν αὐτοὺς τὸ βίαιον τῆς ἐπιδέσεως. ἐγὼ δ' οὖν καὶ αὐτὸς ἠσθανόμην ψυχροῦ τοῦ χωρίου πάντως, ὡς ἀναγκάζεσθαι [402] δι' ὅλης ἡμέρας καὶ νυκτὸς ἔλαιον καταντλεῖν θερμὸν, ὑποβεβλημένου δέρματος ὅλῳ τῷ σώματι, γυμνὸς γὰρ ἐπ' αὐτοῦ κατεκείμην, ὡς ἂν καὶ τῶν ὑπὸ κύνα καυμάτων ὄντων. ὑποκειμένης οὖν κατὰ τὸ πρὸς τῶν ποδῶν μέρος λεκάνης κενῆς ἐσχημάτισται κατὰ τοῦτο πρὸς ἔκρουν ἐπιτηδείως τὸ δέρμα, πάλιν τε τὸ ἀθροισθὲν ἐν τῇ λεκάνῃ μεταβαλόντες εἰς λέβητα κατὰ πυρὸς ἐπικείμενον ἐθέρμαινον, ἐντεῦθεν λαβόντες ἀπήντλουν τῷ πεπονθότι χωρίῳ παντί. καὶ εἰ βραχύ ποτε διέλιπον, εὐθέως ἠσθανόμην τάσεως τῶν κατὰ τὸν τράχηλον μυῶν, ὡς εἶναι δῆλον ὅτι σπασμὸς ἀκολουθήσει ῥαθυμησάντων περὶ τὴν κατάντλησιν. ἐμοὶ μὲν καὶ ἄλλο τι συνέβη κατὰ τὰς κακοπαθείας τῶν μυῶν αἴτιον οὐ σμικρὸν, ὃ καὶ αὐτὸ καλῶς ἔχει δηλῶσαι, χάριν τοῦ νομίσαι τινὰ διὰ μόνην τὴν κατανάγκασιν τῆς κλειδὸς εὐπαθεῖς γενέσθαι τοὺς μύας. ἀποσπασθέντος γὰρ τοῦ ἀκρωμίου κατὰ παλαίστραν ὁ παιδοτρίβης ἰδὼν ταπεινὴν τὴν ἐπωμίδα καὶ εἰς μασχάλην ὠλισθηκέναι τὸν βραχίονα κατέτεινέ τε καὶ μοχλεύειν ἐπεχείρει καὶ τεχνικῶς ἐνήργει [403] ταῦτα. μὴ προχωροῦντος δὲ τοῦ ἔργου καὶ μάτην τοῦ χρόνου τριβομένου νομίσας αὐτὸν ἐν τῇ μοχλείᾳ τι σφάλλεσθαι, τοὺς μὲν ἄλλους μετ' ἐκείνου τείνειν τε τὸν βραχίονα καὶ ἀντιτείνειν ἄνω τὸν ὦμον ἐκέλευον, αὐτὸς ὑποβαλὼν τῆς ἀπαθοῦς χειρὸς τοὺς δακτύλους ὡς ἐσωτάτω τοῦ δοκοῦντος ὠλισθηκέναι τὸν βραχίονα, ἵνα μεταξὺ τῶν πλευρῶν καὶ τῆς κεφαλῆς αὐτοὺς παρενθεὶς ἀναμοχλεύσειεν αὐτὸ μικρὸν τοῦτο μηδὲν εὑρὼν ἐν τῇ μασχάλῃ παρὰ φύσιν ἐκέλευον ἐπισχεῖν τὴν τάσιν τοὺς ἅμα τῷ παιδοτρίβῃ τείνοντάς τε καὶ ἀντιτείνοντας, οὐ γὰρ ἐκπεπτωκέναι τὸ ἄρθρον. οἱ δ' ὡς μετὰ τὴν ὀδύνην μαλθακιζομένου μου περιέτρεπόν τε παρέχειν αὐτὸν ἑαυτοῖς οὐκ ἐμαυτοῦ οὐκ ἐπαύοντό τε τείνοντες, ὥς τις ἂν διέσπασε τὸν μῦν, ὡς ἤδη καὶ ἄλλοις τισὶ συνέπεσεν, εἰ μὴ κατὰ τύχην ἐπιφανὴς ἕτερος εὖ ἰδὼν, μηδέποτ' ἂν διὰ μαλακίαν εἶρξα αὐτοὺς τῆς τάσεως, ἀπέλυσε μὲν ἐκείνους, ἐμοὶ δ' ἐπύθετο τί ποτ' ἂν εἴη τὸ γεγονὸς, ὅ τι τε κελεύοι με πράττειν. εἶπον οὖν αὐτῷ τὸ μὲν γεγονὸς ἀποσπασθῆναι τοῦ ἀκρωμίου, χρῄζειν δὲ ἐλαίου καὶ [404] ὀθονίου καὶ ἐρίων εἰς τὸ βαλανεῖον αὐτὸς ἐπορεύθην καὶ πολὺ περιχεόμενος ἔλαιον ἐνδιέτριψα τῇ δεξαμένῃ, μέχρι δυνατὸν ἦν, νομίζων ὅπως κομισθείη τὰ πρὸς τὴν θεραπείαν· ὥστε μοι καὶ διὰ ταύτην τὴν κακοπάθειαν οἱ μύες ἐδέοντο συνεχοῦς καταντλήσεως. οἱ πολλοὶ δὲ καὶ μὴ γενομένης αὐτῆς τῆς ἐπιδέσεως οὐ φέρουσιν, ἀλλ' αἱροῦνται τὴν εἰς τὸν ἔπειτα χρόνον ἐκ τοῦ πάθους ἔχειν δυσχέρειαν ὑπὲρ τοῦ μὴ πονεῖσθαι μέχρι τεσσαρακονθημέρου· οὐ γὰρ ἡγοῦμαι θᾶττον δύνασθαι τῶν τοσούτων ἀκριβῶς καμφθῆναι τὸ τῆς κλειδὸς ὀστοῦν. τὰ δ' ἄλλα τῆς ῥήσεως δῆλα.

   ‑ ‑ ‑

   ξβ΄. Κληῒς δὲ κατεηγεῖσα ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐϊητοτέρη ἐστὶν, ἢν δὲ παραμηκέως, δυσιητοτέρη. τἀναντία δὲ τούτοις ἐστὶν ἢ ὡς ἄν τις οἴοιτο· τὴν μὲν γὰρ ἀτρεκέως ἀποκαυλισθεῖσαν προσαναγκάσειεν ἄν τις μᾶλλον ἐς τὴν φύσιν ἐλθεῖν καὶ εἰ πάνυ προμηθηθείη τὸ ἀνωτέρω, κατωτέρω ἂν ποιήσειε σχήμασί τε ἐπιτηδείοισι καὶ ἐπιδέσει [405] ἁρμοζούσῃ. εἰ δὲ μὴ τελέως ἱδρυνθείη, ἀλλ' οὖν τὸ ὑπερέχον γε τοῦ ὀστέου οὐ κάρτα ὀξὺ γίνεται. ὡς δ' ἂν παράμηκες τὸ ὀστέον κατεάγῃ, ἰκέλη ἡ ξυμφορὴ γίνεται τοῖσιν ὀστέοισι τοῖσιν ἀπεσπασμένοισι, περὶ ὧν πρόσθεν γέγραπται· οὔτε γὰρ ἱδρυνθῆναι αὐτὸ πρὸς ἑωυτὸ κάρτα ἐθέλει, ἥ τε ὑπερέχουσα ἀκρὶς τοῦ ὀστέου ὀξεῖα γίνεται κάρτα. τὸ μὲν οὖν σύμπαν εἰδέναι χρὴ ὅτι βλάβη οὐδεμίη τῷ ὤμῳ οὐδὲ τῷ ἄλλῳ σώματι γίνεται διὰ τὴν κάτηξιν τῆς κληῖδος, ἢν μὴ ἐπισφακελίσῃ. ὀλιγάκις δὲ τοῦτο γίνεται.

   ‑ ‑ ‑

   Λέγει τὴν δι' ὅλως ἀποκαυλισθεῖσαν, ὡς κατὰ μηδὲν προσέχεσθαι, τὸ δὲ ἀντικείμενον τούτῳ τὸ οὐκ ἀτρεκέως ἐστὶν, ὃ καθ' ἕνα τρόπον γινόμενον ἐδήλωσεν εἰπών· ἢν δὲ παραμηκέως, δυσιητοτέρη μετ' αὐτοῦ καὶ συνενδείξασθαι τὴν μὲν ἀκριβῶς ἀποκαυλιζομένην ἐγκαρσίαν πάσχειν τοῦτο, τὴν δ' οὐκ ἀκριβῶς κατὰ μῆκος. ὅταν μὲν οὖν ὁλοκλήρως ἀποκαυλισθῇ, παραλλάττειν εἴωθε τοὐπίπαν ἀλλήλων τὰ [406] μόρια, καὶ τὸ μὲν ἄνω χωρεῖν, τὸ δὲ κάτω, τὸ μὲν ἔσω, τὸ δὲ ἔξω. καὶ κατὰ τοῦτο φαίνεται μέγα τε τὸ κάταγμα καὶ δυσίατον εἶναι, κατὰ δὲ τὸν ἕτερον τρόπον, ἡνίκα παραμήκης ἐστὶν ἡ διάθεσις τοῦ κατάγματος, ἡ μὲν φαντασία μικροτέρα, χαλεπωτέρα δὲ ἡ ἴασις. οὐ γὰρ ἐνδέχεται τὴν ἐν κύκλῳ περιβολὴν ὥσπερ τὰ κῶλα μόνην δυναμένην προστεῖλαι καὶ παραγαγεῖν τὸ παρὰ μῆκος ἐσχισμένον τῆς κλειδός. ἐὰν οὖν, ὧν εἴρηκα νῦν εἴης μεμνημένος, οὐδὲν ἐνεγκεῖν φαίνεται τῶν ἐφεξῆς ὑπ' αὐτοῦ λεγομένων ἀσαφές.

   ‑ ‑ ‑

   ξγ΄. Αἶσχός γε μὴν προσγίνεται περὶ τὴν κάτηξιν τῆς κληῖδος καὶ τούτοισι τοῖσι τὸ πρῶτον αἴσχιστον, ἔπειτα μὴν ἐπὶ ἧσσον γίνεται.

   ‑ ‑ ‑

   Βέλτιον ἦν εἰπεῖν ἐπὶ ἧσσον γίνεται· κατ' ἀρχὰς μὲν γὰρ τῷ ξένῳ τοῦ πράγματος αἰσχρὸν αὐτοῖς εἶναι δοκεῖ τὸ [407] γεγονός. ἐν δὲ τῷ χρόνῳ συνειθιζομένοις ὥσπερ ἐπὶ τοῖς ἄλλοις ἅπασιν, οὕτω κἀπὶ τῷδε καταφρονεῖται τὸ αἶσχος.

   ‑ ‑ ‑

   ξδ΄. Συμφύεται δὲ ταχέως κληῒς καὶ τἄλλα πάντα ὅσα χαῦνα ὀστέα. ταχεῖαν γὰρ τὴν ἐπιπώρωσιν ποιέεται τὰ τοιαῦτα. ὅταν μὲν οὖν νεωστὶ καταγῇ, οἱ τετρωμένοι σπουδάζουσιν οἰόμενοι μεῖζον τὸ κακὸν εἶναι ἢ ὅσον ἐστὶν οἵ τε ἰητροὶ προθυμέονται δῆθεν ὀρθῶς ἰῆσθαι. προϊόντος δὲ τοῦ χρόνου οἱ τετρωμένοι, ἅτε οὐκ ὀδυνώμενοι οὔτε κωλυόμενοι οὔτε ὁδοιπορίης οὔτε ἐδωδῆς καταμελέουσιν· οἵ τε αὖ ἰητροὶ ἅτε οὐ δυνάμενοι κατὰ τὰ χωρία ἀποδεικνύναι ἀποδιδράσκουσι καὶ οὐκ ἄχθονται τῇ ἀμελείῃ τῶν τετρωμένων, ἐν τούτῳ δὲ ἡ ἐπιπώρωσις συνταχύνεται. ἐπιδέσιος μὲν οὖν τρόπος καθέστηκε παραπλήσιος τοῖσι πλείστοισι, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι μαλθακοῖσιν ἰητρεύειν, καὶ τάδε δεῖ προσιητρεύειν καὶ τάδε δεῖ προσξυνιέναι καὶ μάλιστα ἐν τούτῳ τῷ χειρίσματι, [408] ὅτι τούς τε σπλῆνας πλείστους κατὰ τὸ ἐξέχον χρὴ τιθέναι καὶ τοῖσι ἐπιδέσμοισι πλείστοισι καὶ μάλιστα κατὰ τοῦτο χρὴ πιέζειν. εἰσὶ δὲ δή τινες οἳ ἐπεσοφί   σαντο ἤδη μολύβδιον βαρὺ προσεπικαταδεῖν, ὡς καταναγκάζειν τὸ ὑπερέχον. ξυνιᾶσι μὲν οὖν ἴσως οὐδὲ οἱ ἁπλῶς ἐπιδέοντες· ἀτὰρ δὴ οὐδὲ οὗτος ὁ τρόπος κληῖδος κατήξιός ἐστιν, οὐ γὰρ δυνατὸν τὸ ὑπερέχον καταναγκάζεσθαι οὐδὲν ὅ τι καὶ ἄξιον λόγου. ἄλλοι δ' αὖ τινές εἰσιν οἵτινες καταμαθόντες τοῦτο, ὅτι αὗται αἱ ἐπιδέσιες παράφοροί εἰσι καὶ οὐ κατὰ φύσιν καταναγκάζουσι τὰ ὑπερέχοντα. ἐπιδέουσι μὲν οὖν αὐτοὺς σπλήνεσι καὶ ὀθονίοισι χρώμενοι, ὥσπερ καὶ οἱ ἄλλοι, ζώσαντες δὲ τὸν ἄνθρωπον ταινίῃ τινὶ, ᾗ εὐζωστότατος αὐτὸς ἑωυτοῦ ἐστιν, ὅταν ἐπιθῶσι τοὺς σπλῆνας ἐπὶ τὰ ὑπερέχοντα τοῦ κατήγματος ἐξογκώσαντες ἐπὶ τὰ ἐξέχοντα τὴν ἀρχὴν τοῦ ὀθονίου προσέδησαν πρὸς τὸ ζῶσμα ἐκ τοῦ ἔμπροσθεν καὶ οὕτως ἐπιδέουσιν ἐπὶ τὴν ἴξιν τῆς κληῖδος ἐπιτανύοντες ἐς τοὔπισθεν ἄγοντες, κἄπειτα περιβαλόντες περὶ τὸ [409] ζῶσμα ἐς τοὔμπροσθεν ἄγουσι καὶ αὖθις ἐς τοὔπισθεν. οἱ δέ τινες οὐχὶ περὶ τὸ ζῶσμα περιβάλλουσι τὸ ὀθόνιον, ἀλλὰ περὶ τὸ περίνεόν τε καὶ παρ' αὐτὴν τὴν ἕδρην καὶ παρὰ τὴν ἄκανθαν κυκλεύοντες τὸ ὀθόνιον, οὕτω πιέζουσι τὸ κάταγμα. ταῦτα γοῦν ἀπείρῳ μὲν ἀκοῦσαι φαίνεται ἐγγὺς τοῦ κατὰ φύσιν εἶναι, χρεωμένῳ δὲ ἄχρηστα· οὔτε γὰρ μόνιμα οὐδένα χρόνον, οὐδ' εἰ κατακέοιτό τις, καίτοι ἐγγυτάτω ἂν οὕτως, ἀλλ' ὅμως εἰ κατακείμενος ἢ τὸ σκέλος συγκάμψειεν ἢ αὐτὸς καμφθείη, πάντα ἂν τὰ ἐπιδέσματα κινέοιτο ἄλλως τε ἀσηρὴ ἡ ἐπίδεσις.

   ‑ ‑ ‑

   Τὴν αἰτίαν εἶπεν αὐτὸς τοῦ ταχέως τὰ τοιαῦτα συμφύεσθαι, τοῦ μέντοι τὴν πώρωσιν γίγνεσθαι ταχεῖαν, οὐκ ἔτ' εἶπε τὴν αἰτίαν, ὡς ἂν ἐξ αὐτῶν τῶν ὀστῶν τῆς φύσεως ὑπὲρ ὧν ὁ λόγος ἐστὶ νοηθῆναι δυναμένην. τὰ γὰρ χαῦνα πλείονος ἐν αὐτοῖς ὑγρότητος μετέχει. λέλεκται δὲ ἡμῖν ἐν τοῖς ἔμπροσθεν ὡς ἐκχεομένης αὐτῆς, εἶτα πηγνυμένης ὑπὸ τῆς κατὰ τὸ πεπονθὸς ὀστοῦν δυνάμεως ὁ [410] πῶρος ἐπιτρέφεται τοῖς χείλεσι τοῦ κατεαγότος ὀστοῦ. κἀπειδὰν ἱκανῶς τοῦτο γένηται, συνδεῖταί τε καὶ σφίγγεται τὰ χείλη τοῦ κατάγματος, οὐ διὰ τοῦ βάθους ἐῤῥιμμένου τοῦ πεπονθότος ὀστοῦ, κάθαπερ ἐῤῥιμμέναι σάρκες, ἀλλ' ὡς εἴρηται κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οἷον δεσμόν τινα ἀχθομένου. τὰ δ' ἑξῆς ἅπαντα δῆλα τοῖς προσέχουσι τὸν νοῦν.

   ‑ ‑ ‑

   ξε΄. Ἥ τε γὰρ ἕδρη ἀπολαμβάνεται ἀθρόα τε τὰ ὀθόνια ἐν ταύτῃ τῇ στενοχωρίῃ γίνεται. τά τε αὖ περὶ τὴν ζώνην παραβαλλόμενα οὐχ οὕτως ἰσχυρῶς ἔζωσται, ὡς οὐκ ἀναγκάσαι ἐς τὸ ἄνω τὴν ζώνην ἐπανιέναι καὶ οὕτως ἀνάγκη ἂν εἴη πάντα χαλᾷν τὰ ἐπιδέσματα, ἄγχιστα δ' ἄν τις δο   κέῃ ποιέειν, καίπερ οὐ μεγάλα ποιέων, εἰ τοῖσι μέν τισι τῶν ὀθονίων περὶ τὴν ζώνην περιβάλλοι, τοῖσι δὲ πλείστοισι τῶν ὀθονίων τὴν ἀρχαίην ἐπίδεσιν ἐπιδέοι· οὕτω γὰρ ἂν μάλιστα τὰ ἐπιδέσματα μόνιμά τε εἴη καὶ ἀλλήλοισι τιμωρέοι. τὰ μὲν οὖν πλεῖστα εἴρηται ὅσα καταλαμβάνει [411] τοὺς τὴν κληῖδα καταγνυμένους, προσξυνιέναι δὲ καὶ τόδε χρὴ, ὅτι κληῒς ὡς ἐπὶ τὸ πουλὺ κατάγνυται,    ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος πεφυκὸς ὀστέον εἰς τὸ ἄνω μέρος ὑπερέχειν, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης πεφυκὸς ὀστέον ἐν τῷ κάτω μέρει εἶναι. αἴτια δὲ τούτων τάδε, ὅτι τὸ μὲν στῆθος οὔτε κατωτέρω ἂν πουλὺ οὔτε ἀνωτέρω χωρήσειεν.

   ‑ ‑ ‑

   Οὐκ ἔστι σύνθετον ὄνομα τὸ στενυγροχωρίῳ ἐκ τε τοῦ ὑγροῦ καὶ τοῦ στενοῦ καὶ τῆς χώρας γεγονὸς, ὥς τινες νομίζουσιν, ἀλλ' ἀπὸ τοῦ στενυγρὸν, ὅπερ οὐδ' αὐτὸ πλέον σημαίνει τοῦ στενοῦ κατὰ παραγωγήν τινα γεγενημένης στενυγροχωρίας μηδὲν πλέον δηλούσης τῆς στενότητος. εὔδηλον δὲ τοῦτο κἀξ ὧν Σιμωνίδης εἶπεν, ὧδέ πως ἐχόντων· οὔπω τις οὕτω δασκίοις ἐν οὔρεσιν ἀνὴρ λέγονται δὶς ἐν οὐδὲ πάρδαλιν μοῦνος στενυγρῷ συντυχὼν ἐν ἀτραπῷ. ψιλοῦται δὲ δηλονότι κατὰ τὴν δευτέραν συλλαβήν.

   ‑ ‑ ‑

[412]    ξστ΄. Μικρὸς γὰρ ὁ κιγκλισμὸς τοῦ ἄρθρου τοῦ ἐν τῷ στήθει.

   ‑ ‑ ‑

   Τὴν βραχεῖαν κίνησιν ὠνόμασε κιγκλισμόν. εἰ δ' ἀπὸ τοῦ ζώου τοῦ κίγκλου γέγονε τοὔνομα, διότι κινεῖ συνεχῶς ἐκεῖνο τὰ πηγάνεια πτέρνα ἢ ἀπό τινος ἄλλου τῆς προκειμένης πραγματείας, οὐκ ἔστιν οἰκεῖον, ἀλλὰ μᾶλλον δεῖται αἰτίαν εἰπεῖν, δι' ἣν ἡ πρὸς τὸ στέρνον τῆς κλειδὸς διάρθρωσις οὐ τῶν μικροτάτων οὖσα, καθάπερ ἕτεραί τινες, ὅμως οὐκ ἔχει κίνησιν ἀξιόλογον. αὐτὸς οὖν ὁ Ἱπποκράτης ἥντινα λέγει τούτου τὴν αἰτίαν εἶναι διὰ τῆς λέξεως ἀκούσωμεν. στῆθος δὲ ἔοικεν οὐ τὸ σύμπαν λέγειν χωρίον, ὅσον ἐν τοῖς πρόσω τοῦ θώρακός ἐστιν, ἀλλὰ τὸ μέσον ὀστοῦν, ἐν ᾧ διαρθροῦνται πλευραὶ, ὃ καλοῦσιν ἰδίως οἱ μετ' αὐτὸν ἰατροὶ στέρνον, ὅπερ ἀληθῶς εἶπεν.

   ‑ ‑ ‑

[413]    ξζ΄. Αὐτὸ γὰρ ἑωυτῷ συνεχές ἐστι τὸ στῆθος καὶ τῇ ῥάχει.

   ‑ ‑ ‑

   Τὸ μὲν οὖν ἑαυτῷ συνεχὲς εἶναι τὸ στέρνον ἐναργῶς φαίνεται· τὸ δὲ τῇ ῥάχει νοηθήσεται σαφῶς, ἐὰν σκελετῷ ζώῳ τὰς πλευράς ποτε ἴδῃς ἐναργῶς ἐρηρεισμένας ὀπίσω μὲν ἐπὶ τῆς ῥάχεως, ἔμπροσθεν δὲ πρὸς τὸ στέρνον.

   ‑ ‑ ‑

   ξη΄. Ἄγχιστα μὲν ἡ κληῒς πρὸς τὸ τοῦ ὤμου ἄρθρον πλοώδης ἐστίν· ἠνάγκασται γὰρ πυκινοκίνητος εἶναι διὰ τὴν τῆς ἀκρωμίης σύζευξιν. ἄλλως τε ὅταν τρωθῇ, φεύγει ἐς τὸ ἄνω μέρος τὸ πρὸς τῷ στήθει προσεχόμενον καὶ οὐ μάλα ἐς τὸ κάτω μέρος ἀναγκάζεσθαι ἐθέλει. καὶ γὰρ πέφυκε κοῦφον καὶ ἡ εὐρυχωρίη αὐτῷ ἄνω πλείων ἢ κάτω. ὁ δὲ ὦμος καὶ τὰ προσηρτημένα τούτοισιν εὐαπόλυτά εἰσιν ἀπὸ τῶν πλευρέων καὶ τοῦ στήθεος καὶ διὰ τοῦτο δύναται καὶ ἀνωτέρω πουλὺ ἀνάγεσθαι καὶ κατωτέρω. ὅταν [414] γοῦν καταγῇ κληῒς, τὸ πρὸς τῷ ὤμῳ ὀστέον ἐς τὸ κατωτέρω ἐπιῤῥέπει· ἐς τοῦτο γὰρ ἐπιτροχώτερον αὐτὸ ἅμα τῷ ὤμῳ καὶ τῷ βραχίονι κάτω ῥεῦσαι μᾶλλον ἢ ἐς τὸ

   ἄνω. ὁπότε οὖν ταῦτά ἐστιν, ἀξυνετέουσιν ὅσοι τὸ ὑπερέχον τοῦ ὀστέου ἐς τὸ κάτω καταναγκάσαι οἴονται εἶναι, ἀλλὰ δῆλον ὅτι τὸ κάτω πρὸς τῷ ἄνω προσακτέον ἐστί.

   τοῦτο γὰρ ἔχει κίνησιν, τοῦτο γάρ ἐστι καὶ τὸ ἀποστὰν ἀπὸ τῆς φύσιος. δῆλον οὖν ὅτι ἄλλως μὲν οὐδαμῶς ἐστιν ἀναγκάσαι τοῦτο· αἵ τε γὰρ ἐπιδέσιες οὐδέν τι μᾶλλον προσαναγκάζουσιν ἢ ἀπαναγκάζουσιν. εἰ δέ τις τὸν βραχίονα πρὸς τῇσι πλευρῇσιν ὡς μάλιστα ἐόντα ἀναγκάζοι ἄνω, ὡς ὅτι ὀξύτατος ὁ ὦμος φαίνεται εἶναι, δῆλον ὅτι οὕτως ἂν ἁρμοσθείη πρὸς τὸ ὀστέον τὸ ἀπὸ τοῦ στήθεος πεφυκὸς ὅθεν ἀπεσπάσθη.

   ‑ ‑ ‑

   Τροπικοῖς ὀνόμασι καὶ γλωσσηματικοῖς εἴωθεν ὁ Ἱπποκράτης ἐννοιῶν χρῆσθαι, καίτοι πολιτικὴν ἑρμηνεύων ἑρμηνείαν, ὅμοιόν τι τούτῳ πεπονθὼς ὁ Ξενοφῶν· καὶ [415] γὰρ ἐκεῖνος εἴπερ τις καὶ ἄλλος ἑρμηνεύων πολιτικῶς, ὅμως παρεμβάλλει πολλάκις ὀνόματα γλωσσηματικὰ καὶ τροπικά. σπανιώτερον μὲν οὖν παρ' ἐκείνῳ τὸ τοιοῦτον, συνεχέστερον δὲ παρὰ τῷ Ἱπποκράτει, καθάπερ ἐπὶ τῇ προγεγραμμένῃ ῥήσει τὸν κιγκλισμὸν εἶπεν, ἐνταῦθά τε τὸ πλοώδης ἐστίν. ἐνδείκνυται γὰρ διὰ τῆς φωνῆς τὸ οἷον ἀστήρικτος, ᾧ καὶ τὸ ζῶον φαινόμενον μαρτυρεῖ, καθ' ὅ φησιν ἠνάγκαστο, καθ' ὃ πυκινοκίνητος αὐτὸς ἐδήλωσεν εἰπὼν, διὰ τὴν τῆς ἀκρωμίης σύζευξιν. αὕτη δὲ πάλιν ἡ ἀκρωμίη διὰ τὸ κατ' ὦμον ἄρθρον ἐστὶ πυκινοκίνητος, ἀτενὴς, ἅτε ὑπάρχων αὐτὸς καὶ μεγίστας ἔχων κινήσεις. τὸ δὲ κατ' ἀρχὴν εἰρημένον τῆς ῥήσεως, τὸ ἄγχιστα μὲν τὴν ἀμφιβολίαν ἣν ἔχει πρότερον ἐπὶ τοῦ χωρίου προσῆκεν ἀκούειν ἢ τοῦ πράγματος αὐτοῦ. δῆλον μὲν γὰρ ἐγγυτάτω, ἀλλ' ἤτοι πλησίον τοῦ ἄρθρου πυκινοκίνητον ἐνδείξεται τὴν κλεῖν εἰρημένον, ὅπερ ἐμοὶ δοκεῖ μᾶλλον ἄν τις ἀκούῃ ὀρθῶς, ἐνίοις ἔδοξε συνάπτειν τὸ ἄγχιστα, δεήσει τὸ πυκινοκίνητον εἶναι [416] τὸ λεγόμενον, τὸ οὕτω ἐγγυτάτω τὸ πυκινοκινήτου ἡ κλείς ἐστι πλησίον τοῦ κατ' ὦμον ἄρθρου.

   ‑ ‑ ‑

   ξθ΄. Εἰ οὖν τις τῇ μὲν ἐπιδέσει χρῷτο τῇ νομίμῃ τοῦ ταχέως συναλθεσθῆναι εἵνεκα, ἡγήσαιτο δὲ τἄλλα πάντα μάτην εἶναι παρὰ τὸ σχῆμα τὸ εἰρημένον, ὀρθῶς τε ἂν ξυνίῃ, ἰητρεύοι τ' ἂν τάχιστα καὶ κάλλιστα· κατακέεσθαι μέντοι τὸν ἄνθρωπον μέγα τὸ διάφορόν ἐστι καὶ ἡμέραι ἱκαναὶ τεσσαρεσκαίδεκα, εἰ ἀτρεμέοι, εἴκοσι δὲ πάμπολλαι.

   ‑ ‑ ‑

   Νομίμην ἐπίδεσιν λέγει τὴν ὑπὸ πάντων εἰθισμένην καὶ ὥσπερ ἄγραφον ἤδη νόμον οὖσαν· οὕτως γὰρ κἀν τῷ βίῳ τινὰ τῶν ἐθῶν, ὅσα πρὸς ἁπάντων ἐπιτηδεύηται, τοῖς νόμοις ἐστὶ παραπλήσια. τὴν μὲν οὖν καταγματικὴν ἐπίδεσιν οὐ πάντῃ ἐποίουν τοῦ προσήκοντος, καὶ διὰ τοῦτο πλείονα περὶ αὐτῆς ἔγραψεν ἐν πρώτῳ βιβλίῳ περὶ τῶν ἀγμῶν. ἐνταυθοῖ δὲ οὐδεμία παθήματος ἐπίδεσις οὐδενὸς [417] τοιαύτη. δέδεικται γάρ μοι καὶ διὰ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων, ἀλλὰ καὶ νῦν ἀνεμνήσθη, πάντα μὲν ὅσα τῷ τρόπῳ τῆς καταγματικῆς ἐπιδέσεως ὑποπίπτει παθήματα, κατ' ἐκεῖνο τὸ βιβλίον ὑπ' αὐτοῦ γεγράφθαι, πάντα δ' αὖ πάλιν ὅσα τῇ λοιπῇ κατὰ τοῦτο. γίνεται γὰρ ἡ καταγματικὴ περιβαλλόντων ἡμῶν ἐν κύκλῳ τὰ ὀθόνια τῷ κατεαγότι μορίῳ. τὸ δεύτερον εἶδος τῆς ἐπιδέσεως ἐπ' ἄλλα μόρια τὴν νομὴν ποιουμένων, καὶ κατά γε τὸ πλεῖστον ἐπὶ τὰ ἀντικείμενα τῷ πεπονθότι, καθάπερ κἀν ἰητρείῳ εἶπεν· ὁμολογέει δὲ ὁμοῦ μὲν ἡ περὶ τὴν ἑτέρην μασχάλην περιβολή.

   ‑ ‑ ‑

   ο΄. Εἰ μέντοι τινὶ ἐπὶ τἀναντία ἡ κληῒς καταγείη, ὃ οὐ μάλιστα γίνεται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος ὀστέον ὑποδεδυκέναι, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης ὀστέον ὑπερέχειν καὶ ἐποχέεσθαι ἐπὶ τοῦ ἑτέρου, οὐδεμιῆς μεγάλης ἰητρείης ταῦτά γ' ἂν δέοιτο. αὐτὸς γὰρ ὁ ὦμος ἀφιέμενος καὶ [418] ὁ βραχίων ἱδρύοι ἂν τὰ ὀστέα πρὸς ἄλληλα καὶ φαύλη ἄν τις ἐπίδεσις ἀρκέοι καὶ ὀλίγαι ἡμέραι τῆς πωρώσιος γένοιτ' ἄν.

   ‑ ‑ ‑

   Ἔμπροσθεν μὲν ἔλεγεν, ὡς τὸ πολὺ τὸ ἀπὸ τοῦ στέρνου μέρος τῆς κλειδὸς, ὁπόταν ὅλη δι' ὅλης ἑαυτῆς ἀποκαυλισθῇ, πρὸς τὴν ἄνω χώραν μεθίσταται, ταπεινότερον δὲ γίγνεσθαι τὸ ἀπὸ τῆς ἀκρωμίης. νυνὶ δὲ περὶ τοῦ σπανιωτέρου τρόπου γράφει, καθ' ὃν ὑψηλότερον μὲν γίνεται ἀπὸ τῆς ἀκρωμίης, ταπεινότερον τὸ πρὸς τῷ στέρνῳ, ὃ καί φησιν εὐιατότερον ὑπάρχειν. αὐτοῦ καθιεμένου συγκαθίσταται καὶ τὸ τῆς κλειδὸς μέρος, ὅσον συνεχές ἐστι τοῦ ἀκρωμίου. καὶ οὕτως ἐξ ἴσου τε γενόμενον θατέρῳ τῆς ἐπιδέσεως καὶ τῆς θεραπείας τυγχάνειν.

   ‑ ‑ ‑

   οα΄. Εἰ δὲ μὴ καταγείη μὲν οὕτως, παρολισθαίνοι δὲ ἐς τὸ πλάγιον ἢ τῇ ἢ τῇ, ἐς τὴν φύσιν μὲν ἀπαγαγεῖν ἂν δέοι, [419] ἀναγαγόντα τὸν ὦμον σὺν τῷ βραχίονι, ὥσπερ καὶ πρό   σθεν εἴρηται. ὅταν δὲ ἵζηται εἰς τὴν ἀρχαίην φύσιν, ταχείη ἂν ἡ ἄλλη ἰητρείη εἴη. τὰ μὲν οὖν πλεῖστα τῶν παρηλλαγμένων κατορθοῖ αὐτὸς ὁ βραχίων ἀναγκαζόμενος πρὸς τὰ ἄνω.

   ‑ ‑ ‑

   Ἀκούειν σε χρὴ νῦν εἰρῆσθαι πρὸς αὐτοῦ κατὰ τὴν ἔνδον ἢ ἔξω μετάστασιν τῶν ὀστῶν. ἄκουε δέ μου λέγοντος ἔνδον μὲν εἰς τὸ βάθος τοῦ σώματος, ἔξω δὲ ἐπὶ τοῦ πρὸς τὸ δέρμα.

   ‑ ‑ ‑

   οβ΄. Ὅσα δὲ τῶν ἄνωθεν παρολισθαίνοντα ἐς τὸ πλάγιον ἦλθεν ἢ ἐς τὸ κατωτέρω, συμπορσύνοι ἂν τὴν κατόρθωσιν, εἰ ὁ μὲν ἄνθρωπος ὕπτιος κέοιτο, κατὰ δὲ τὸ μεσηγὺ τῶν ὠμοπλατέων ὑψηλότερόν τι ὀλίγον ὑποκέοιτο, ὡς περιῤῥηδὲς ἔῃ τὸ στῆθος ὡς μάλιστα καὶ τὸν βραχίονα, εἰ ἀνά   γοι [420] τις παρὰ τὰς πλευρὰς παρατεταμένον. ὁ δὲ ἰητρὸς τῇ μὲν ἑτέρῃ χειρὶ ἐς τὴν κεφαλὴν τοῦ βραχίονος ἐμβαλὼν τὸ θέναρ τῆς χειρὸς ἀπωθέοι, τῇ δ' ἑτέρῃ τὰ ὀστέα τὰ κατεαγότα εὐθετίζοι, οὕτως ἂν μάλιστα ἐς τὴν φύσιν ἄγοι. ἀτὰρ ὅπερ ἤδη εἴρηται, εὖ μάλα τὸ ἄνωθεν ὀστέον ἐς τὸ κάτω φιλέει ὑποδύνειν. τοῖσι μὲν οὖν πλείστοισιν ὅταν ἐπιδεθῶσι, τὸ σχῆμα ἀρήγει, παρ' αὐτὰς τὰς πλευρὰς τὸν ἀγκῶνα ἔχοντα οὕτως ἐς τὸ ἄνω τὸν ὦμον ἀναγκάζεσθαι. ἔστι δ' οἷσι μὲν τὸν ὦμον ἀναγκάζειν δεῖ ἐς τὸ ἄνω, ὡς εἴρηται.

   ‑ ‑ ‑

   Ὅταν οὖν τὸ συνεχὲς τῶν στέρνων μέρος τῆς κλειδὸς ἢ εἰς τὸ πλάγιον ἢ εἰς τὸ κάτω παρολισθῇ, τηνικαῦτά φησι συμπαρασκευάζεσθαι εἰς τὴν κατόρθωσιν, εἴ τις τὸν ἄνθρωπον ὕπτιον κατακλίνας ὑποθείη μεταξὺ τῶν ὠμοπλατῶν κατ' αὐτὴν τὴν ῥάχιν, δηλονότι προσκεφάλαιον ἢ ὑπαυχένιον ἤ τι τοιοῦτον, ὡς περικεκλασμένον κατὰ τοῦτο γίνεσθαι τὸν θώρακα σύμπαντα. τὸ γὰρ περιῤῥηδὲς ἔῃ οὕτως εἴρηται καὶ παρὰ τῷ ποιητῇ·

   Περιῤῥηδής τε τραπέζης κατέπεσε.

[421] κατὰ τοῦτον οὖν τὸν τρόπον σχηματισθέντος τοῦ ἀνθρώπου τὸν ἰατρὸν ἀξιοῖ τῇ μὲν ἑτέρᾳ χειρὶ τὴν κεφαλὴν τοῦ βραχίονος διανάγειν παρὰ τὰς πλευρὰς παρατεταμένον ἀπωθεῖν ἐκτός. οὕτως γὰρ ἂν διασταίη μάλιστα τὰ κατεαγότα μόρια τῆς κλειδὸς εἰς τοῦτο καὶ τοῦ περιῤῥηδοῦς σχήματος συντελοῦντος οὐ μικρόν. διαπλάττειν δὲ τῇ ἑτέρᾳ χειρὶ καὶ συναπάγειν πρὸς ἄλληλα τὰ διεστῶτα τῆς χειρὸς μόρια τὸν βραχίονα πρὸς τὰς πλευρὰς παρατεταμένον ἀνάγοντα κατὰ τὴν ἑξῆς ῥῆσιν ἐνίοτέ φησιν ἄμεινον εἶναι.

   ‑ ‑ ‑

   ογ΄. Τὸν δὲ ἀγκῶνα πρὸς τὸ στῆθος παράγειν, ἄκρην δὲ τὴν χεῖρα παρὰ τὸ ἀκρώμιον τοῦ ὑγιέος ὤμου ἴσχειν· ἢν μὲν οὖν κατακέεσθαι τολμᾷ, ἀντιστήριγμά τι προστιθέναι χρὴ, ὡς ἂν ὁ ὦμος ἀνωτάτω ἔῃ, ἢν δὲ περιίῃ, σφενδόνην χρὴ ἐκ ταινίης περὶ τὸ ὀξὺ τοῦ ἀγκῶνος ποιήσαντα ἀναλαμβάνειν περὶ τὸν αὐχένα.

   ‑ ‑ ‑

[422]    Τὸ δὲ τοιοῦτον σχῆμα πρὸς τὴν ἐκτὸς χώραν ἀπάγει δηλονότι τὴν κεφαλὴν τοῦ βραχίονος, ὡς συναπάγεται καὶ τὸ τῆς κλειδὸς μέρος τὸ συνημμένον τῷ ἀκρωμίῳ, ἀλλ' οὐκ εἶναι χρείαν φησὶ τοιούτου σχήματος ὡς τὸ πολύ. γίγνεσθαι γὰρ αὐτάρκως τὴν ἐπανόρθωσιν καὶ διὰ τοῦ προτέρου, καθ' ὃ περὶ τὰς πλευρὰς ὁ βραχίων παρατεταμένος ἐπήγετο, τοῦ ἀγκῶνος αὐτόθι μένοντος, οὐχ ὥσπερ νῦν ἐπὶ τὸ στῆθος παραγενομένου. τοῦτ' οὖν παρέχειν ἐπὶ τὸ στῆθος οὐχ ὡς ἀχρήστου τοῦ προτέρου φευκτέον ἡμῖν ἐστιν, ἀλλ' ὡς καὶ διακινουμένου τὰ πολλὰ τῆς προκειμένης ἐνεργείας κατορθοῦσθαι δυναμένης. εἰ δ' ἐν τῷ πράττειν αὐτὴν μὴ ὑπακούοι τὸ ἔργον, οὕτως ἐπὶ τὸ δεύτερον σχῆμα μεταβησόμεθα.