[273] Αἱ διαφοραὶ τῶν πυρετῶν αἱ μὲν οἰκειόταται καὶ κυριώταται κατὰ τὴν οὐσίαν αὐτῶν εἰσιν· αἱ δ' ἄλλαι κατά τι τῶν συμβεβηκότων. ἐπεὶ δὲ καὶ αὐτῶν τῶν συμβεβηκότων οὐ μία φύσις, ἀλλὰ τὰ μὲν ἐγγυτέρω τε καὶ οἰκειότερα τῆς διαιρουμένης οὐσίας ἐστὶ, τὰ δὲ ποῤῥωτέρω τε καὶ ἀλλοτριώτερα, διὰ τοῦτο καὶ τῶν ἐνθένδε λαμβανομένων διαφορῶν οὐχ ἓν τὸ γένος ἐστί. μάλιστα μὲν οὖν ἁμαρτάνουσιν οἱ τῶν οἰκείων τε καὶ κυριωτάτων ἀποχωροῦντες· [274] ἐφεξῆς δὲ ὅσοι τούτων ἐπιμνησθέντες ἀνέμιξαν αὐταῖς ὁμοτίμως ἁπάσας τὰς κατὰ τὸ συμβεβηκὸς, οὐ διακρίναντες ἀπὸ τῶν χρησίμων τὰς ἀχρήστους. οὐ μόνον δὲ ἐν τοῖς γένεσι τῶν διαφορῶν ἥμαρτον οἱ πλεῖστοι τῶν ἰατρῶν, ἤτοι πλεονάσαντες, ὡς καὶ τῶν ἀχρήστων μνημονεύειν, ἢ ἐλλιπόντες, ὡς καὶ τῶν χρησίμων ἐνίας παρελθεῖν ἀλλὰ κατὰ τὴν ἐν αὐτοῖς τοῖς γένεσι τομὴν εἰς τὰς οἰκείας διαφορὰς ὡσαύτως ἐσφάλησαν. αὐτίκα γέ τοι τοῦ πρώτου τε καὶ κυριωτάτου γένους τῶν διαφορῶν ἀπὸ τῆς τοῦ τεμνομένου πράγματος οὐσίας λαμβανομένου, τινὰς μὲν τῶν ἰατρῶν ἔστιν ἰδεῖν ὅλον παρελθόντας τὸ γένος τοῦτο· τινὰς δὲ ἤτοι πλεονάσαντας, ἢ ἐλλιπόντας ἐν τῇ διαιρέσει, καίτοιγε Ἱπποκράτους ἄριστα πεποιημένου τὴν διαίρεσιν ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν. ἔχει δὲ ἡ ῥῆσις ὧδε πυρετοὶ, οἱ μὲν δακνώδεες τῇ χειρί οἱ δὲ πρηέες· οἱ δὲ οὐ δακνώδεες, ἐπαναδιδόντες δέ· οἱ δὲ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός· οἱ δὲ περικαέες εὐθέως· οἱ δὲ διὰ παντὸς βληχροὶ, ξηροί· οἱ δὲ ἁλμυρώδεες· [275] οἱ δὲ πεμφιγώδεες, ἰδεῖν δεινοί· οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες· οἱ δὲ ἐξέρυθροι· οἱ δὲ ἔξωχροι· οἱ δὲ πελιοὶ, καὶ τὰ ἄλλα τὰ τοιαῦτα. ἐναργέστατα γὰρ ἐν τούτοις ἀπό τε τῆς οὐσίας τοῦ πράγματος ἅμα καὶ ἀπὸ τῆς διαγνώσεως εἰς τὰς οἰκείας διαφορὰς ἐποιήσατο τὴν διαίρεσιν. ἡ μὲν γὰρ οὐσία τῶν πυρετῶν ἐν τῷ γένει τῆς παρὰ φύσιν θερμότητος αἱ διαφοραὶ δὲ τῆς θερμασίας, αἵ τε παρὰ τὸ μᾶλλον καὶ τὸ ἧττόν εἰσι, καὶ παρὰ τὴν ὕλην, ἐν ᾗ τὸ παρὰ φύσιν τοῦτο θερμὸν, καὶ αἱ παρὰ τὸν τρόπον αὐτοῦ τῆς κινήσεως, ἃς ἁπάσας συμπλέξας τῷ τρόπῳ τῆς διαγνώσεως ἔγραψεν, ὡς ἐπὶ προήκοντι τῷ λόγῳ δείξομεν. αἱ μέντοι δὴ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον εὔδηλοί τε καὶ σύνηθες ἤδη τοῖς ἰατροῖς ὀνομάζειν ἐν τούτῳ τῷ γένει τῆς διαφορᾶς τὸν μέγαν τε καὶ μικρὸν πυρετὸν, οὐ κυρίως μὲν ἐπὶ ποιοῦ πράγματος ὄνομα ποσότητος ἐπιφέρουσιν, ὅμως δὲ οὖν εἰθισμένοι οὕτω ποιεῖν οὐκ ἐπὶ τοῦ πυρετοῦ μόνον, ἀλλὰ καὶ ἐπὶ ἄλλων μυρίων ἐν ποιότητι μὲν ἐχόντων τὴν ὕπαρξιν, ὀνομαζομένων δὲ μεγάλων τε καὶ μικρῶν. αἱ δὲ παρὰ τὴν ὕλην, ἐν ᾗ τὸ παρὰ [276] φύσιν τοῦτο θερμὸν, οἰκειόταται διαφοραὶ τῆς παρὰ φύσιν θερμασίας εἰσὶν, ἤτοι τὸ σῶμα τῆς καρδίας αὐτὸ κατειληφυίας αὐτῆς, ἢ τοὺς περιεχομένους ἐν ταῖς κοιλίαις αὐτῆς χυμούς. λοιπὴ δὲ καὶ τρίτη τις ἐπ' αὐταῖς διαφορὰ, τῆς ἀερώδους οὐσίας μόνης ἐκτεθερμασμένης ἱκανῶς, τῶν δὲ ὑγρῶν καὶ στερεῶν σωμάτων θερμαινομένων μὲν ἔτι, ἐκτεθερμασμένων δὲ οὐδέπω. διαφέρει γὰρ οὐ σμικρῷ τὸ θερμαίνεσθαί τι τοῦ τεθερμάνθαι. μάθοις δ' ἂν ἐναργέστατα τὸ λεγόμενον ἐπὶ παραδειγμάτων τοιῶνδε. νόησόν μοι θερμὸν ὕδωρ ἐμβεβλημένον λέβητι ψυχρῷ, κᾄπειτα θερμαινόμενον ὑπ' αὐτοῦ τῇ γειτνιάσει τὸ τοῦ λέβητος σῶμα, θερμὸν δὲ ἀκριβῶς ὅλον μηδέπω γεγενημένον· αὖθις οὖν μοι νόησον εἰς θερμὸν καὶ διάπυρον λέβητα ψυχρὸν ὕδωρ ἐγκεχυμένον, εἶτα θερμαινόμενον ἔτι, θερμὸν μηδέπω μηδὲ αὐτὸ γεγενημένον. ἐπὶ ταύταις ταῖς εἰκόσι κατὰ μὲν τὴν δευτέραν ἡ πρώτη διαφορὰ τῶν πυρετῶν ἐστιν, οὓς ἔφαμεν αὐτὸ τῆς καρδίας τὸ σῶμα κατειληφέναι· κατὰ δὲ τὴν προτέραν ἡ τῶν ἐν τοῖς χυμοῖς τοῖς κατ' αὐτό· ἡ δὲ λοιπὴ καὶ τρίτη πάντη μὲν οὐκ ἔχει [277] ὅμοιον παράδειγμα, σαφηνείας δ' ἕνεκα φύσαν ἐννόησόν μοι χαλκευτικὴν ἕλκουσαν εἰς ἑαυτὴν ἀέρα πάνυ θερμὸν, εἶτα θερμαινομένην ἔτι πρὸς αὐτοῦ, ἐκτεθερμασμένην δὲ οὐδέπω. μᾶλλον δ' ἂν ἔτι τὸ παράδειγμα τὴν τοῦ δηλουμένου πράγματος ἐνδείξεται φύσιν, εἰ περιεχόμενον ὑγρὸν ἐν τῇ φύσῃ νοήσῃς, καὶ μᾶλλον ἔτι, εἰ τὰς ὀπὰς τῆς φύσης, δι' ὧν ἕλκει τε καὶ ἐκπέμπει τὸν ἀέρα, στεγνὰς οὕτως ἐργασάμενος, ὡς ὑγρῷ μὲν ἀβάτους ὑπάρχειν, ἀέρι δὲ βασίμους· ἐν ᾧ δὴ καὶ μάλιστα διαφέρει τὰ τῆς φύσεως ἔργα τῶν ὑπ' ἀνθρώπου γινομένων. ἀναμέμικται γὰρ ἔν τε ταῖς ἀρτηρίαις ἁπάσαις διὰ πολλῶν ὀπῶν ἅμα πνεούσαις ἡ ἀερώδης οὐσία τῷ αἵματι, καὶ κατὰ τὴν καρδίαν οὐδὲν ἧττον, ὡς ἂν σύῤῥους ὑπάρχουσα πάσαις αὐταῖς.
Ἄρχεται μὲν οὖν ἡ παρὰ φύσιν αὕτη θερμότης, ἥν περ καὶ πυρετὸν ὀνομάζομεν, ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημένων, ἐπινέμεται δὲ καὶ συνδιατίθησι τῷ πεπονθότι τὰ λοιπὰ δύο γένη. ῥᾴστη μὲν οὖν ἡ ἐκ τῶν ὑγρῶν εἰς τὸ πνεῦμα μετάληψις τῆς θερμότητος, ἧττον δ' ἑτοίμως τῷ [278] πνεύματι συνεκπυροῦται τὰ ὑγρά. καὶ μέν γε καὶ τὸ στερεὸν σῶμα τοῖς ὑγροῖς τε καὶ ἀερώδεσιν ἑτοιμότερον μεταδίδωσι τῆς θερμασίας ἢ αὐτὸ παρ' ἐκείνων λαμβάνει· πᾶσα μὲν γὰρ ἡ λεπτομερὴς οὐσία ῥᾷον ἀλλοιοῦται τῆς παχυμεροῦς· ἔστι δὲ λεπτομερεστάτη μὲν ἡ τοῦ ἀέρος, παχυμερεστάτη δὲ ἡ τῶν στερεῶν σωμάτων, ἐν τῷ μεταξὺ δὲ ἀμφοῖν ἡ τῶν ὑγρῶν. οὐδὲν δὲ διαφέρει ἔν γε τῇ παρούσῃ διδασκαλίᾳ πνεῦμα λέγειν ἢ ἀέρα· διώρισται γὰρ ὑπὲρ αὐτῶν ἀκριβεστέρως ἑτέρωθι. νῦν δὲ ἀρκεῖ τό γε τοσοῦτον γινώσκειν, ὅπερ, οἶμαι, καὶ ὁ Ἱπποκράτης ἐνδεικνύμενος ἔλεγε, τὰ ἴσχοντα καὶ τὰ ἐνισχόμενα καὶ τὰ ἐνορμῶντα· ἴσχοντα μὲν αὐτὰ τὰ στερεὰ μόρια τοῦ σώματος, ἐνισχόμενα δὲ τὰ ὑγρὰ, ἐνορμῶντα δὲ τὰ πνεύματα προσαγορεύων. ἄρχεται μὲν γὰρ ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημένων ἡ πυρετώδης διάθεσις, οὐ καταμένει δὲ ἐν τῷ πρώτῳ γένει τοῦ βλαβέντος, ἀλλ' ἐπινέμεται τὰ λοιπὰ δύο, καὶ εἰ μὴ φθάσειε λυθῆναι, συνδιατίθησιν ὡσαύτως κᾀκεῖνα τῷ χρόνῳ. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα· χρὴ δὲ ἀποδεῖξαί τε ἅμα τὰ εἰρημένα καὶ τὰς διαγνώσεις ἑκάστου γένους τῶν πυρετῶν [279] ἐπελθεῖν. εὐθὺς δὲ ἀναγκαῖον εἰπεῖν τι καὶ περὶ τῆς γεννήσεως αὐτῶν.
Ὅτι μὲν οὖν ἐπὶ κόποις, καὶ θυμοῖς, καὶ λύπαις, ἐγκαύσεσί τε καὶ ἐμψύξεσι, καὶ ἀγρυπνίαις, καὶ ἀπεψίαις, καὶ μέθαις, καὶ πλησμοναῖς ὁρῶνται πυρέττοντες ἔνιοι, πᾶσιν ἀνθρώποις ἐστὶν ἤδη τοῦτό γε πρόδηλον, ὑπ' αὐτῆς τοῦ πράγματος τῆς ἐναργείας δεδιδαγμένοις. καὶ μὲν δὴ καὶ ὅτι λοιμώδους ἀέρος κατάστασις ἤνεγκε πυρετὸν, οὐδὲ τοῦτο ἀγνοοῦσιν, οἷς μέτεστι συνέσεως, ὥσπερ γε καὶ ὅτι συνδιατρίβειν τοῖς λοιμώττουσιν ἐπισφαλές. ἀπολαῦσαι γὰρ κίνδυνος ὥσπερ ψώρας τινὸς ἢ ὀφθαλμίας. ἐπισφαλὲς δὲ καὶ τοῖς ὑπὸ φθόης συνεχομένοις συνδιημερεύειν, καὶ ὅλως ὅσοι σηπεδονῶδες ἐκπνέουσιν, ὡς καὶ τοὺς οἴκους, ἐν οἷς κατάκεινται, δυσώδεις ὑπάρχειν. ἔγνωσται δὲ πρὸς τῆς μακρᾶς πείρας, καὶ ὡς οἱ καταλύσαντες ἔθος γυμνασίων ἄλλοις τέ τισιν ἁλίσκονται νοσήμασι καὶ οὐχ ἥκιστα τοῖς πυρετώδεσι. καὶ μέν γε καὶ ὡς ἡ καλουμένη πληθώρα φέρει πυρετοὺς, ἐδέσματά τέ τινα μοχθηρὰ, καὶ φάρμακα, καὶ τὰ περὶ [280] κυνὸς ἐπιτολὴν καύματα, καὶ ἄλλα τινὰ τοιαῦτα, γινώσκεται μὲν ἅπασιν ἀνθρώποις, ὡς ἔπος εἰπεῖν· ἥτις δὲ ἀπ' αὐτῶν ἐν τοῖς σώμασιν ἡμῶν γίγνεται διάθεσις, ἀφ' ἧς πυρέττομεν, οὐκ ἔτι γε τοῦτό γε ἴσασιν οὔθ' οἱ πολλοὶ τῶν ἀνθρώπων οὔτ' ἔνιοι τῶν ἰατρῶν. διττὸν δὲ τὸ γένος τῶν ἀγνοούντων τὰ τοιαῦτα, τὸ μὲν ἕτερον ἀπὸ τῆς ἐμπειρίας μόνης ὁρμώμενον, ὡς οὐδενὸς τῶν ὄντων τῆς φύσεως εὑρεθῆναι λόγῳ δυναμένης, τὸ δ' ἕτερον χορὸς ἀνθρώπων ἐστὶ δοξοσόφων, ἀγνοούντων μὲν ὁμοίως τοῖς προτέροις, οἴησιν δ' ἐπιστήμης ἐχόντων. ἀγνοῆσαι μὲν αὐτοὺς συνέβη διὰ τὸ μὴ γεγυμνάσθαι πρότερον ἐν ταῖς λογικαῖς μεθόδοις, ἐξ ὧν γνωρίζεταί τε καὶ διακρίνεται τῶν ἀποδεικτικῶν λημμάτων τὰ πιθανὰ μὲν, οὐδὲν δὲ ἀληθὲς οὔθ' εὑρεῖν οὔτ' ἀποδεῖξαι δυνάμενα. τῇ δὲ ἀγνοίᾳ ταύτῃ προσγενομένης ἀλαζονείας, ἔνιοί τέ τινες ἐξ αὐτῶν εἰς τοσοῦτον ἀναισθησίας ἢ τόλμης ἧκον, ὡς μηδὲ ἃ πάντες ἄνθρωποι γινώσκουσι τῇ πεῖρᾳ δεδιδαγμένοι, μηδὲ ταῦθ' ὁμολογεῖν αἴτια πυρετῶν· ὑπὲρ ὧν [281] ἐν τῷ περὶ τῶν προκαταρκτικῶν ὀνομαζομένων αἰτίων αὐτάρκως διειλεγμένος οὐδὲν δέομαι τό γε νῦν μεμνῆσθαι τῆς ματαίας φλυαρίας αὐτῶν. οὔτε γὰρ ἀντιλογητικὸν οὔτε σοφισμάτων ἐπιλυτικὸν ἐνεστησάμην τόνδε τὸν λόγον, ἀλλ' ἐπιστημονικὸν καὶ διδασκαλικὸν, ὑποθέσεις μὲν ἔχοντα τὰς δι' ἑτέρων ἀποδεδειγμένας, διδάσκοντα δὲ τὰς διαφορὰς τῶν πυρετῶν. αἱ μὲν οὖν ὑποθέσεις αὗται· τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἶναι τὰ στοιχεῖα τῶν σωμάτων, καὶ γίνεσθαι τὰς πρώτας νόσους ἐπὶ τῇ δυσκρασίᾳ τούτων, ὧν μίαν εἶναι καὶ πυρετὸν, ἐπειδὰν ἐν τῇ καρδίᾳ θερμότης τις γίνηται παρὰ φύσιν. αἱ διαφοραὶ δὲ κατὰ γένος τῆς θερμότητος, ὑπὲρ ὧν ὁ προκείμενος περαίνεται λόγος, ἀπὸ τῆς τῶν ὑλῶν διαφορᾶς ἐλαμβάνοντο τῶν δεχομένων τὴν πυρετώδη θερμασίαν, τριῶν οὐσῶν κατὰ γένος. ἤτοι γὰρ ἐν αὐτῷ τῷ σώματι τῆς καρδίας ἀνάπτεσθαι πρώτην αὐτὴν ἐλέγομεν, ἢ ἐν τοῖς χυμοῖς, ἢ ἐν τῷ πνεύματι· προκατάρχειν δὲ τῆς συστάσεως ἁπάντων τῶν πυρετῶν αἰτίας ἐναργῶς ἅπασι γινωσκομένας, ἃς ὀλίγον ἔμπροσθεν εἴπομεν, ἐφ' αἷς ὁ μὲν ἐμπειρικὸς ἰατρὸς ἐκ τῆς τηρήσεώς τι καὶ πρὸς [282] τὴν θεραπείαν εὐπορεῖ· ὁ δὲ λογικὸς ἐπὶ τὴν φύσιν αὐτὴν τοῦ πράγματος ἐρχόμενος ἐνδεικτικῶς ἀπ' ἐκείνης εἴς τε τὴν τῶν ἐσομένων πρόγνωσιν καὶ εἰς τὴν τῆς θεραπείας εὕρεσιν ὀνίναται, χρώμενος μὲν ἅπασι καὶ τοῖς διὰ πείρας εὑρισκομένοις, προστιθεὶς δὲ αὐτοῖς ἐκ τῆς λογικῆς μεθόδου πολλά. τίνα μὲν οὖν ἐστι τὰ καθ' ἑκάτερον μέρος εὑρισκόμενα (τήν τε ἐμπειρίαν λέγω καὶ τὸν λόγον) ἑτέρωθι δηλοῦμεν ἥτις δὲ ἀπὸ τῶν προκαταρκτικῶν αἰτίων ἑκάστου διάθεσις ἐν τῷ σώματι συνίσταται πυρετὸν ἀνάπτουσα, νῦν πρόκειται λέγειν.
Ἐπεὶ τοίνυν ὁρῶμεν οὐχ ἕνα τρόπον οὔτε γενέσεως οὔτε αὐξήσεως τῆς θερμασίας, ὅτι μηδὲ αὐτοῦ τοῦ πυρὸς, ἀλλ' ἤτοι διὰ κίνησιν, ἢ διὰ σῆψιν, ἢ διὰ ὁμιλίαν ἑτέρας θερμότητος, ἢ δι' ἐπίσχεσιν ἀποῤῥοῆς θερμῆς, ἢ δι' ἐπιμιξίαν οὐσίας θερμῆς ὥσπέρ γε ἐκ πηγῆς τινος ἀναζεούσης, ἤτοι γεννωμένης, ὥς γε πρὸς τὴν ἡμετέραν αἴσθησιν, ἢ αὐξανομένης τὴν θερμασίαν, ἀνάγκη πάσας καὶ τὰς τῶν πυρετῶν αἰτίας εἰς τοὺς εἰρημένους ἀνάγεσθαι τρόπους. οἷον αὐτίκα ἡ ἔγκαυσις, εἴθ' ἡ ἀπὸ τοῦ ἡλίου ἐνέργεια ταύτην ἔχει τὴν προσηγορίαν, εἴτε τὸ γιγνόμενον [283] ἐν τῷ σώματι πάθος, εἴτε τὸ ἤδη γεγενημένον. ἔστι μὲν δήπου καὶ αὐτὸ τοῦτο παρὰ φύσιν θερμότης, οὐ μὴν ἤδη γέ πω πυρετὸς, εἰ μὴ συνεκθερμαίνῃ τὴν καρδίαν. ἅπαν γέ τοι τοῦτο τὸ γένος τῆς αἰτίας ἐξ ὁμιλίας γίνεται τοῦ θερμαίνοντος, εἴτε ἥλιος, εἴτε φάρμακον εἴη τὸ θερμαῖνον, ἔξωθεν ἁπτόμενον, ἢ πλησιάζον, ἢ ὁμιλοῦν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ. ὁ δέ γε θυμὸς οἷον ζέσις τις καὶ κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως ἐν τῷ σώματι τῆς καρδίας αὐτῷ καθιδρυμένης. συνεκθερμαίνεται δὲ αὐτῇ ποτὲ μὲν ἡ τοῦ πνεύματος, ἔστιν ὅτε δὲ ἡ τοῦ αἵματος οὐσία, καὶ ἢν ἐπιτηδείως ἔχοντα τύχῃ πρὸς τὸ τὰ δεξάμενα κατασχεῖν ἐπὶ πολὺ τὴν θερμότητα, κᾂν τῆς καρδίας ἡ κίνησις καταστῇ, διαμένει ταῦτα παρὰ φύσιν θερμὰ, κᾀν τῷδε πυρέττειν ἀνάγκη τὸν ἄνθρωπον. ὁ μὲν οὖν τοιοῦτος πυρετὸς ἀρχὴν ἔχει τὴν κίνησίν τε καὶ ζέσιν τῆς ἐμφύτου θερμασίας· ὁ δὲ ἐπὶ λύπαις οὐκέτι ζέσιν, ἀλλὰ κίνησιν μόνον· ὁ δ' ἐπὶ κόποις, ἀρχὴν μὲν καὶ αὐτὸς ἔχει κίνησιν πλείονα μυῶν [284] καὶ νεύρων καὶ συνδέσμων καὶ ἄρθρων, ἃ δὴ καὶ πρῶτα θερμαίνεται, διαδίδοται δὲ κατὰ τὸ συνεχὲς ἐντεῦθεν εἰς τὴν καρδίαν ἡ θερμασία, κᾀν τούτῳ πυρέττουσιν. ὁ δ' ἐπὶ πυκνώσει τοῦ δέρματος ἀναπτόμενος πυρετὸς, ὁποῖος μάλιστα τοῖς γε στυφθεῖσι καὶ ψυχθεῖσιν εἴωθε συμπίπτειν, ἀθροιζομένης ἐν τῷ σώματι τῆς δακνώδους ἀποῤῥοῆς γίνεται. διαπνεῖται μὲν γὰρ ἀεὶ τὰ τῶν ζώων σώματα κατὰ διττὸν τρόπον, ἀπερχομένων μὲν εἰς τοὐκτὸς ὁσημέραι τῶν ἀτμωδῶν καὶ λιγνυωδῶν περιττωμάτων, ἑλκομένης δὲ εἴσω τῆς ἐμψυχούσης τε καὶ ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν ἀερώδους οὐσίας. ἐπειδὰν οὖν αἰτία τις ἰσχυρὰ πυκνώσασα τὸ δέρμα τὰς εἰρημένας διόδους στεγνώσῃ, πολλάκις μὲν εἰς πληθωρικὴν ἐνέβαλε διάθεσιν, ὅταν ἀτμῶδές τε καὶ χρηστὸν ᾖ τὸ ἀποῤῥέον· ἔστι δ' ὅτε εἰς πυρετὸν, ὅταν δριμὺ καὶ δακνῶδες εἴη, ἡνίκα μάλιστα κᾀκ τοῦ μηδὲν εἴσω τοῦ σώματος ἕλκεσθαι τὸ ἀναψύχον ἡ θερμασία συνεπαύξεται. δριμὺ δ' ἀποῤῥεῖ καὶ δακνῶδες περίττωμα τοῖς ἤτοι κακοχυμοτέροις, ἢ ἐδέσματα μοχθηρὰ προσφερομένοις, ἢ πολλάκις ἀπεπτοῦσι, καὶ μάλιστα εἰ ἐπὶ τοῖς τοιούτοις ἐδέσμασιν ἢ ἰλυῶδες καὶ πηλῶδες καὶ βορβορῶδες [285] καὶ τελματῶδες, ἢ λιμναῖον, ἢ ὁπωσοῦν διεφθαρμένον τε καὶ σεσηπὸς ὕδωρ πίνουσιν· ὡσαύτως δὲ καὶ τοῖς ὑπερπονοῦσιν, ἢ ἀγρυπνοῦσιν, ἢ φροντίζουσιν, ἢ φάρμακα δριμέα συνεχῶς προσφερομένοις. ἐδέσματα μὲν οὖν λέγω μοχθηρὰ τά τε φύσει τοιαῦτα, καθάπερ κρόμμυά τε καὶ σκόροδα καὶ κάρδαμα καὶ πράσα καὶ κράμβας ὤκιμά τε καὶ ἀκαλήφας, ὅσα τ' ἄλλα καλοῦσιν ἄγρια, καθάπερ καὶ τὰς λαψάνας παρ' ἡμῖν, τά τε φύσει μὲν χρηστὰ, διὰ σηπεδόνα δέ τινα τὴν ἴσην τοῖς εἰρημένοις ἢ καὶ μείζονα πολλάκις ἐπικτησάμενα κακίαν, ὥσπερ καὶ πυροὶ καὶ κριθαὶ καὶ τἄλλα γεύματα σύμπαντα σιτηρὰ, τὰ μὲν ὑπὸ χρόνου μήκους εἰς σηπεδονώδη διάθεσιν ἀχθέντα, τὰ δὲ εὐρῶτος ἐμπλησθέντα διὰ μοχθηρὰν ἀπόθεσιν, ἔνια δὲ καὶ κατὰ τὴν πρώτην γένεσιν ὑπ' ἐρυσίβης κακωθέντα. τοιαῦτα γοῦν ἐδέσματα καὶ νῦν ἀναγκασθέντες ἐσθίειν πολλοὶ διὰ λιμὸν οἱ μὲν ἀπέθανον ἀπὸ σηπεδονωδῶν τε καὶ λοιμωδῶν πυρετῶν, οἱ δὲ ἐξανθήμασιν ἑάλωσαν ψωρώδεσί τε καὶ λεπρώδεσιν. ὅταν μὲν οὖν ἀνάμεστον ᾖ τὸ σῶμα τοιούτων χυμῶν, ἔμφραξις δὲ μηδεμία κατὰ μηδὲν τῶν [286] σπλάγχνων ᾖ, ἀκωλύτως δὲ διαπνέηται καὶ ἀναψύχηται κατὰ τὸ δέρμα σύμπαν τὸ ζῶον, ὑγιαίνει μὲν, ἀλλ' ἐπίκαιρόν τε καὶ σφαλερὰν ἔχει τὴν ὑγείαν. ἐπειδὰν δὲ ἤτοι τὸ ἐκτὸς πέρας στεγνωθῇ, ἢ ἐμφραχθῇ τὰς ἐν τῷ βάθει διόδους, ἐπὶ μὲν ταῖς στεγνώσεσι τὸ νῦν εἰρημένον, ἐπὶ δὲ ταῖς ἐμφράξεσι τὸ μετ' ὀλίγον εἰρησόμενον ἕπεται γένος τῶν πυρετῶν. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τῶν ἀπεπτησάντων οἱ μὲν ἐπύρεξαν, οἱ δὲ οὔ. τοῖς μὲν ἤδη κακοχύμοις οὖσι καὶ κακῶς διαπνεομένοις, ἢ πονήσασιν ἀκαίρως, ἢ λουσαμένοις προπετέστερον, ἕτοιμον πυρέξαι· τοῖς δὲ εὐχύμοις καὶ καλῶς διαπνεομένοις, ἡσυχάσασι καὶ θάλψασι τὰ κατὰ τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀδύνατον πυρέξαι· μένει γὰρ αὐτόθι πᾶν αὐτοῖς τὸ διεφθαρμένον κατὰ τὴν γαστέρα καὶ τὸ ἧπαρ, καὶ ἐν τῷ χρόνῳ δὲ πέττεται κατὰ βραχὺ, καὶ γίνεται χρηστόν· ὥσπερ καὶ τοῖς ἐπὶ κινήσεσι σφοδροτέραις ἀφικομένοις ἢ εἰς ἥλιον θερινὸν, ἢ λουτρὸν θερμὸν γλυκέων ὑδάτων, ἀναλαμβάνεται πάντῃ εἰς τὴν τοῦ σώματος ἕξιν τὰ διεφθαρμένα σιτία· οὕτω [287] δὲ καὶ οἷς ἐπῆλθε κάτω τὰ διεφθαρμένα σιτία, πυρετὸς οὐκ ἠκολούθησεν, εἰ μὴ κατ' ἄλλην τινὰ αἰτίαν, οἱονεὶ κοπωθεῖσιν ἐπὶ ταῖς πολλαῖς ἐξαναστάσεσιν ἢ φλεγμήνασι τὰ κατὰ τὴν γαστέρα.
Κατὰ μέντοι τὰς ἐμφράξεις τῶν πόρων καὶ σφηνώσεις τῶν χυμῶν, ἀνεβαλόμην γὰρ ἐρεῖν τὰ περὶ τοῦδε, πυρέττει τὰ ζῶα τὸν ἐπὶ σηπεδόνι πυρετόν. ἑτοιμότατα γὰρ σήπεται πάνθ' ὅσα θερμὰ καὶ ὑγρὰ καὶ πολλὰ κατὰ θερμὸν χωρίον, εἰ μὴ τύχῃ διαπνοῆς τε ἅμα καὶ ἀναψύξεως. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί πληθώραις ἕπονται πυρετοί. καὶ γὰρ ἐμφράξεις πολλαὶ καὶ δυσανάπνευστον ὅλον γίνεται τὸ σῶμα κατὰ τὰς τοιαύτας διαθέσεις· ὥσπερ οὖν κατὰ θάτερον πλῆθος τὸ πρὸς δύναμιν ἐπὶ διαφθορὰν ἀφικνοῦνται ταχέως οἱ χυμοὶ, μηκέτι κρατούμενοι μηδὲ πεττόμενοι χρηστῶς, ὡς ἂν τῆς κατεργαζομένης αὐτοὺς δυνάμεως ἀσθενεστέρας ὑπαρχούσης. διὰ τοῦτο καὶ ὅσα γλίσχρα καὶ παχύχυμα τῶν ἐδεσμάτων, νοσωδέστερα· ἐμφραχθῆναί τε γὰρ καὶ σφηνωθῆναι τὸν ἐξ αὐτῶν χυμὸν ἑτοιμότερόν ἐστιν. καὶ [288] τί δή ποτ' οὖν; οὐχὶ κατὰ τἀναντία, νοσώδη τὰ λεπτύνοντα καὶ δριμέα; φαίνονται γὰρ ὁμοίως ἁλισκόμενοι πυρετοῖς οἱ πλεονάζοντες ἐν ἑκατέρῳ τῷ γένει διαίτης, ὅτι καὶ πρόσθεν εἴρηται κακόχυμα πάντ' εἶναι τὰ τοιαῦτα. τῷ μὲν οὖν τῆς κακοχυμίας λόγῳ ταῦτα· τῷ δὲ τῆς σήψεως, ὅσα γλίσχρα καὶ παχέα πυρετῶν ἐστιν αἴτια. καὶ τὰ φλεγμαίνοντα δὲ μέρη τῆς σήψεως λόγῳ ἀνάπτει πυρετούς. σφηνωθὲν γὰρ ἐν αὐτοῖς τὸ ἐπιῤῥυὲν, ὅταν ᾖ φύσει θερμὸν, ὑπὸ τοῦ μὴ διαπνεῖσθαι καλῶς σήπεται. ὅταν μὲν οὖν ἀκριβῶς ᾖ πικρόχολον τὸ ῥεῦμα, θερμότης ἐρυσιπελατώδης καταλαμβάνει τὸ μέρος· ὅταν δὲ αἱματικὸν, φλεγμονώδης· τὸ δὲ ἐξ ἀμφοῖν μικτὸν ἢ ἐρυσίπελας γίνεται φλεγμονῶδες, ἢ φλεγμονὴ ἐρυσιπελατώδης, τὸ μὲν ὄνομα παρὰ τοῦ ἐπικρατοῦντος χυμοῦ λαμβάνον, τὴν δὲ ἐπωνυμίαν ἐπικτώμενον ἀπὸ θατέρου. πυρετὸς δὲ ἐπὶ πᾶσι τούτοις ἀνάπτεται τῷ λόγῳ τῆς κοινωνίας. συνεκθερμαίνεται γὰρ ἀεὶ τῷ θερμανθέντι τὸ συνεχὲς, ἄχρις ἂν ἐπὶ τὴν καρδίαν ἡ διάθεσις ἀφίκηται. συνεκθερμαίνεται γὰρ καὶ τοῖς [289] ἄνθραξι τὸ συνεχὲς, ἐπὶ θερμῷ μὲν ἱκανῶς αἵματι, μελαγχολικωτέρῳ δὲ διὰ τὸ κατοπτᾶσθαι, τὴν γένεσιν ἔχουσιν.
Αἱ δὲ θερμότεραι τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις, οἷαι περὶ κυνὸς ἐπιτολὴν γίνονται μάλιστα, διὰ μὲν τῆς εἰσπνοῆς ἄντικρυς αὐτὴν θερμαίνουσι τὴν καρδίαν· ἔξωθεν δὲ περικεχυμέναι τῷ σώματι σύμπαν αὐτὸ θερμὸν ἀποφαίνουσι, καὶ μάλιστα τὰς ἀρτηρίας, ὡς ἂν ἑλκούσας τι καὶ τῆς οὐσίας αὐτῆς τοῦ περιέχοντος ἡμᾶς ἀέρος, οἷς ἅπασι συνδιατίθεσθαι τὴν καρδίαν ἀναγκαῖόν ἐστι, καὶ θερμὴν ἀμέτρως γινομένην αὐτὴν πρώτην τε καὶ μάλιστα τὴν πυρετώδη διάθεσιν ἴσχειν, ἐπιπέμπειν τε παντὶ τῷ σώματι. κατὰ δὲ τὰς λοιμώδεις καταστάσεις ἡ εἰσπνοὴ μάλιστα αἰτία. γίνεται μὲν γάρ ποτε καὶ διὰ τοὺς ἐν τῷ σώματι χυμοὺς ἐπιτηδείους πρὸς σῆψιν ὑπάρχοντας, ὅταν ἀφορμήν τινα βραχεῖαν ἐκ τοῦ περιέχοντος εἰς ἀρχὴν πυρετοῦ λάβῃ τὸ ζῶον· ὡς τὰ πολλὰ δὲ ἐκ τῆς ἀναπνοῆς ἄρχεται τοῦ πέριξ ἀέρος ὑπὸ σηπεδονώδους ἀναθυμιάσεως μιανθέντος. ἡ δὲ ἀρχὴ τῆς [290] σηπεδόνος ἤτοι πλῆθός τι νεκρῶν ἐστι μὴ καυθέντων, ὡς ἐν πολέμοις εἴωθε συμπίπτειν· ἢ ἐκ τελμάτων τινῶν, ἢ λιμνῶν ἀναθυμιάσεις ὥρᾳ θέρους· ἔστι δ' ὅτε κατάρχει μὲν ἄμετρος θερμασία τοῦ περιέχοντος, ὡς ἐπὶ τοῦ καταλαβόντος Ἀθηναίους λοιμοῦ, καθά φησιν ὁ Θουκυδίδης· ἀλλ' ἐν καλύβαις πνιγηραῖς ὥρᾳ θέρους διαιτωμένων ὁ φθόρος κατὰ τὸ σῶμα ἐγίνετο. τῷ δ' εἶναι τοὺς ἐν τῷ σώματι χυμοὺς ἐκ μοχθηρᾶς διαίτης ἐπιτηδείους εἰς σῆψιν ἀρχὴ τοῦ λοιμώδους γίνεται πυρετοῦ. τάχα δὲ καὶ κατὰ τὸ συνεχὲς ἐξ Αἰθιοπίας ἐῤῥύη τινὰ σηπεδονώδη μιάσματα τοῖς ἐπιτηδείως ἔχουσι σώματα βλαβῆναι πρὸς αὐτῶν, αἴτια πυρετοῦ γενησόμενα. χρὴ γὰρ μεμνῆσθαι τούτου ἀεὶ παρ' ὅλον αὐτὸν τὸν λόγον, ὡς οὐδὲν τῶν αἰτίων ἄνευ τῆς τοῦ πάσχοντος ἐπιτηδειότητος ἐνεργεῖν πέφυκεν· ἢ οὕτως ἂν οἵ τ' ἐν ἡλίῳ θερινῷ διατρίψαντες ἅπαντες ἐπύρεττον οἵ τ' ἐπὶ πλέον κινηθέντες, ἢ οἰνωθέντες, ἢ θυμωθέντες, ἢ λυπηθέντες. οὕτω δ' ἂν, οἶμαι, καὶ περὶ κυνὸς ἐπιτολὴν ἅπαντες ἐνόσουν ἔν τε τοῖς λοιμοῖς ἀπέθνησκον· ἀλλ', ὡς [291] εἴρηται, μεγίστη μοῖρα γενέσεως νοσημάτων ἐστὶν ἡ τοῦ μέλλοντος πάσχειν σώματος ἑτοιμότης. ὑποκείσθω γοῦν ὡς ἐν παραδείγματι, κατὰ μὲν τὸ περιέχον ἐμφέρεσθαί τινα λοιμοῦ σπέρματα, τῶν δ' ὁμιλούντων αὐτῷ σωμάτων τὰ μὲν εἶναι περιττωμάτων παντοίων μεστὰ ἑτοίμων ἤδη καὶ καθ' ἑαυτὰ σήπεσθαι, τὰ δὲ ἀπέριττα καὶ καθαρά· καὶ προσκείσθω τοῖς μὲν προτέροις ἔμφραξις τῶν πόρων πολλαχόθεν, καὶ ἡ καλουμένη πληθώρα καὶ βίος ἀργὸς ἐν ἀδδηφαγίαις καὶ μέθαις καὶ ἀφροδισίων ἀμέτροις χρήσεσι καὶ ταῖς ἐξ ἀνάγκης ἅπασι τοῖς εἰρημένοις ἀκολουθούσαις ἀπεψίαις· τοῖς δ' ἄλλοις ἅπασι σώμασι τοῖς καθαροῖς καὶ ἀπερίττοις ὑπαρχέτω πρὸς τοῖς οὖσιν ἀγαθοῖς εὔπνοια μὲν ἅπασι τοῖς πόροις ἀφράκτοις τε καὶ ἀθλίπτοις ὑπάρχουσι, γυμνάσια δὲ σύμμετρα καὶ σώφρων δίαιτα· κᾄπειτα ἐπὶ ταύταις ταῖς ὑποθέσεσιν ἐννόησον, ὅπως ἑκάτερα τῶν σωμάτων εἰκός ἐστι διατίθεσθαι πρὸς τῶν ἀναπνεομένων εἰς αὐτὰ σηπεδονωδῶν ἀέρων. ἆρ' οὐκ εἰκὸς τὰ μὲν εὐθὺς ὑπὸ τῆς πρώτης εἰσπνοῆς ἀρχήν τε τοῦ σήπεσθαι λαμβάνειν, ἐπὶ πλεῖστόν τε προσέρχεσθαι [292] κακώσεως· ὅσα δὲ ἀπέριττα καὶ καθαρὰ, τὰ μὲν μηδόλως, τὰ δὲ ἐπ' ὀλίγον πάσχειν, ὡς ῥᾴστην αὐτοῖς γίγνεσθαι τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον; οὕτω δὲ κᾀπειδὰν ἡ κατὰ τὸν ἀέρα κρᾶσις ἀμέτρως ἐκτραπῇ τοῦ κατὰ φύσιν ἐς ὑγρότητά τε καὶ θερμότητα, λοιμώδη μὲν ἀνάγκη γενέσθαι νοσήματα, πάσχειν δ' ἐν αὐτοῖς μάλιστα τοὺς ἤδη προπεπληρωμένους ὑγρότητος περιττῆς· ὡς ὅστις γε συμμέτροις τε πόνοις καὶ βίῳ κεκοσμημένῳ χρῆται, τὸ πάμπαν ἀπαθὴς διαμένει κατὰ πάσας τὰς τοιαύτας διαθέσεις. οὗτος ὁ λόγος ἐφ' ἑνὸς μὲν εἴρηται παραδείγματος, ἀληθεύεται δὲ ὅμως ἐπὶ παντὸς γένους αἰτίας. καὶ ὅστις γε προῄρηται τελέως ἐν αὐτῷ γυμνάσασθαι, τὸ περὶ τῶν προκαταρκτικῶν αἰτίων ἀναγινωσκέτω βιβλίον· ἐγὼ δὲ ἐν τῷ παρόντι μήκους φειδόμενος ἑνὶ κεφαλαίῳ σύμπαντα περιλαβὼν αὐτὸν ἀπαλλάξομαι. χρὴ γὰρ ἐφ' ἑκάστου τῶν αἰτίων, ᾗ τινι μάλιστα ἐπισκεψάμενον δυνάμει νοσάζειν πέφυκεν, ἑξῆς ἐπισκοπεῖσθαι τὰς ὁμολογούσας τε καὶ ἀντιβαινούσας αὐτῷ διαθέσεις τῶν σωμάτων, εὖ εἰδότα ὡς ταῖς μὲν ὁμολογούσαις ἑτοίμη βλάβη, ταῖς δὲ ἐναντιουμέναις [293] τε καὶ ἀπομαχομέναις, εἰς ὅσον ἂν ἥκῃ δυνάμεως καὶ μεγέθους ἡ ἐναντίωσις, εἰς τοσοῦτον ἀηττήτοις ὑπάρξει διαμένειν, οἶδα γοῦν ἔγωγέ ποτε τοιαύτης καταστάσεως γενομένης, οἵαν Ἱπποκράτης ἐν Κρανῶνι γενέσθαι φησὶν, ἄνθρακας ἐπιδημήσαντας οὐκ ὀλίγους, ὧν ἥ τε γένεσις καὶ ἄλλα σύμπαντα καθ' ὃν ἐκεῖνος ἔγραψε τρόπον ἠκριβοῦτο. καὶ μέντοι καὶ ὅσα κατὰ τὸ τρίτον τῶν ἐπιδημιῶν ἐπὶ τῆς λοιμώδους ἔγραψε καταστάσεως, καὶ ταῦτα σύμπαντα καθ' ἑτέραν ὁμοίαν ἐκείνῃ κατάστασιν ὡσαύτως ἐγίνετο. κεφάλαιον δὲ αὐτῶν ἦν, ὡς αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσεν, ἡ σηπεδὼν, καὶ ἡμεῖς τοῦτο προγινώσκοντες εὐθὺς ἀρχομένης τῆς καταστάσεως, ὅσα μὲν ὑγρὰ τῶν σωμάτων ἑωρῶμεν, εὐθὺς ἐκ παντὸς τρόπου ξηραίνειν ἐπεχειροῦμεν· ὅσα δὲ ξηρότερα, τὴν ἀρχαίαν φύσιν ἐπὶ τούτων ἐφυλάττομεν· ὅσα δὲ περιττωματικὰ, καθάρσεσιν ἐξιώμεθα· τὰς δὲ ἐμφράξεις τῶν πόρων ἐξεφράττομέν τε καὶ διεῤῥύπτομεν. ἀλλὰ ταῦτα μὲν ἤδη πως ἔχεται τῆς θεραπευτικῆς μεθόδου, καὶ δῆλον ὅτι δι' ἐκείνης τῆς πραγματείας ἐπὶ πλεῖστον εἰρήσεται. νῦν δὲ ἐπεμνήσθην [294] αὐτῶν ἀκολουθήσας τῷ λόγῳ διδάσκοντι, καθ' ὅν τινα τρόπον ὑπὸ μιᾶς αἰτίας δυναστευούσης ἔνιοι μὲν ἁλίσκονται πυρετοῖς, ἔνιοι δὲ ἀπαθεῖς διαμένουσιν. αἱ γὰρ τῶν σωμάτων διαθέσεις ἀνόμοιοί τε καὶ πολυειδεῖς ὑπάρχουσαι, τινὲς μὲν εὐνίκητοί τε καὶ παθεῖν ἑτοιμόταται πρὸς τῆς ἐνεργούσης αἰτίας εἰσὶ, τινὲς δὲ ἀήττητοι καὶ τὸ πάμπαν ἀπαθεῖς ὑπάρχουσιν, ἢ δυσκόλως πάσχουσιν. εἰς ἀπόδειξιν δὲ τοῦ πράγματος ἠναγκάσθημεν ὑπομνησθῆναι καὶ τῆς θεραπείας, ὅμοιόν τι παθόντες Ἱπποκράτει προγράψαντί που κατά τινα τρόπον ἐκεῖνο τὸ πολυθρύλλητον ῥῆμα, τὸ δηλοῖ δὲ ἡ ἴησις.
Ἔστι μὲν οὖν καὶ ἡ προφυλακὴ λεγομένη κατά τινα τοιοῦτον τρόπον ἴασις. ἀμέλει καὶ συγκέχυται πολλαχόθι τὰ ὀνόματα παρὰ τοῖς ἰατροῖς. ὥσπερ γὰρ ἐν ἑτέρῳ δέδεικται γράμματι, πᾶν ἔργον ἰατροῦ τῶν περὶ τὸ σῶμα σφαλμάτων ἐπανορθωτικόν ἐστιν. ἀλλ' οὐδὲν εἰς τὰ παρόντα τῆς τοιαύτης δεῖ λεπτολογίας, εἴτε γὰρ εἰς δύο τέμνεις ὀνόματα τὸ σύμπαν, ἴασιν καὶ προφυλακὴν, εἴτε εἰς ἓν ἄμφω συνάγεις, ἴασιν ὀνομάζων, οὐ μικρὸν τεκμήριόν [295] ἐστι τοῦ μὴ πάσχειν ὁμοίως ὑπὸ τῆς τοιαύτης αἰτίας ἅπαντας ἡ τῶν κωλυθέντων ἁλῶναι τοῖς ἐπιδημίοις τε καὶ λοιμώδεσι νοσήμασι διάθεσις. εἷς μὲν γὰρ καὶ πρῶτος σκοπός ἐστιν ἐπὶ πάντων κοινὸς, ἀπέριττον ὅτι μάλιστα καὶ εὔπνουν εἶναι τὸ σῶμα· δεύτερος δὲ ἐφεξῆς τῷδε, ὡς πρὸς τὴν δυναστεύουσαν αἰτίαν ἀπομάχεσθαι ὡς δυνατόν. ὅσοις δὲ τἀναντία τούτων ὑπάρχει, τάχιστά τε πάσχουσι καὶ μάλιστα κάμνουσιν. ἐπεὶ δὲ τῶν λοιμωδῶν ἐμνημόνευσα πυρετῶν ὑπὸ σηπεδόνος ἁπάντων γινομένων, ἄξιον ἐπιστάντα τὸν λόγον ἐν τῷδε διασκέψασθαι περὶ παλαιοῦ δόγματος, ἅπαντα πυρετὸν ἐπὶ τῇ τῶν χυμῶν σήψει φάσκοντος γενέσθαι. κινδυνεύει γὰρ οὖν δοξάζειν ὧδε καὶ ὁ τῶν ἀπ' Ἀθηναίου χορὸς, ἄνδρες οὐχὶ φαυλότατοι τά τ' ἄλλα τῆς τέχνης καὶ οὐχ ἥκιστα πυρετῶν ἐπιστήμης, περὶ ὧν κᾀγὼ τό γε πλεῖστον αὐτοῖς σύμφημι, πλὴν ἕν τι παρίημι, τοὺς ἐφημέρους ὀνομαζομένους πυρετούς. οὐ γάρ μοι δοκοῦσιν οὗτοι σήψεσιν ἕπεσθαι χυμῶν, ἀλλ' ὁ μὲν ἐπ' ἐγκαύσει πυρέξας ὑπὸ τῆς τοῦ δρῶντος αἰτίου θερμασίας [296] ἀλλοιοῦσθαι πέφυκε· τῷ δ' ἐπὶ θυμῷ πυρέττοντι, καὶ τούτῳ ζέσιν μέν τινα γενέσθαι τοῦ κατὰ τὴν καρδίαν αἵματος ἀναγκαῖον, οὐ μὴν ἤδη γε καὶ σῆψιν. οὕτω δὲ καὶ τῷ γυμνασαμένῳ πλείονα θερμασίαν ἀνῆφθαι παρὰ φύσιν ἄνευ σήψεως χυμῶν· καὶ ὅστις ἐπυκνώθη τὸ δέρμα, δριμύτερα περιττώματα δι' αὐτοῦ κενούμενος, ἀθροισθέντων ἐκείνων, ἐπύρεξεν ἄνευ σηπεδόνος χυμῶν. καὶ μὲν δὴ καὶ οἱ ἐπὶ βουβῶσι πυρετοὶ πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων, Ἱπποκράτης πού φησι, καίτοι καὶ ὁ βουβὼν ἐκ τοῦ γένους ἐστὶ τῶν φλεγμονῶν· καὶ σύμφημι κατά γε τοῦτο τῷ τῆς σήψεως λόγῳ, διὰ τοῦτο γὰρ ἐπὶ ταῖς φλεγμοναῖς πυρέττουσιν, οὐχ ὡς Ἐρασίστρατος ὑπελάμβανεν. ἀλλ' ὅμως εἰσί τινες ἐπὶ βουβῶσι πυρετοὶ τοῦ γένους τῶν ἐφημέρων, ὥσπερ ἕτεροί τινες ἀγγέλλουσιν, οὐκ εὐμεταχείριστα νοσήματα, φλεγμονῆς ἢ ἕλκους ἢ ἀποστάσεως ἤ τινος ἑτέρας τοιαύτης ἐν σπλάγχνῳ διαθέσεως ἔγγονα. διαφέρουσι δὲ οἱ ἐπὶ βουβῶσιν ἐφήμεροι πυρετοὶ τῶν ἐπὶ ταῖς σήψεσι συνισταμένων ἤτοι κατά τι σπλάγχνον, ἢ κατὰ κοῖλα καὶ μέγιστα τῶν ἀγγείων, ὅτι τοῖς μὲν ἐπὶ [297] βουβῶσι συνεκθερμαίνουσιν ἀεὶ τὸ συνεχὲς, ἡ μὲν θερμασία διαδίδοται μέχρι τῆς καρδίας, οὐκ ἀφικνεῖται δὲ εἰς αὐτὴν ἡ σηπεδονώδης λιγνὺς, ἀλλ' αὐτόθι μένει περιγεγραμμένη κατὰ τὸ τοῦ βουβῶνος χωρίον, ἀλλοιώσει μόνῃ τῇ κατὰ τὸ συνεχὲς ἐπὶ τὴν καρδίαν ἀφικνουμένης τῆς θερμότητος, ᾧ μάλιστα τρόπῳ κᾀπὶ τῶν ἐγκαιομένων τε καὶ κοπουμένων ἐκ τῶν πρώτων θερμανθέντων ἐπὶ τὴν ζωτικὴν ἀρχὴν ἡ διάδοσις γίνεται· ἐπὶ δὲ τῆς κατὰ τὰ σπλάγχνα καὶ τὰ μεγάλα τῶν ἀγγείων σηπεδόνος οἷον καπνὸς ἐκ τῶν σηπομένων χυμῶν εἰς τὰς κοιλίας ἀφικνεῖται τῆς καρδίας. καὶ τοίνυν καὶ σήπεσθαι συμβαίνει τοὺς μὲν ἐν τῷ βουβῶνι χυμοὺς ἀθρόως ἅπαντας, εἴτε κατὰ μίαν ἡμέραν, εἴτε κατὰ δύο συνεχῶς, ἅτε ὁμιλοῦντάς τε ἀλλήλοις καὶ κατακεκλεισμένους ἐν ἑνὶ χωρίῳ· τοὺς δὲ κατὰ τὰ σπλάγχνα καὶ τὰ μεγάλα τῶν ἀγγείων, ἅτε διαῤῥέοντας ἀεὶ καὶ συνδιασήποντας ὅσων ἂν ἐφάψωνται, χρόνῳ πλείονι τὸ σηπεδονῶδες ἀνάπτειν θερμόν. ἑνὶ δὲ λόγῳ καθάπερ ἐπὶ τῶν ἐκτὸς ἁπάντων, ὅσα θερμαίνεται παρὰ φύσιν ὑφ' ἡστινοσοῦν αἰτίας, εἰ μὲν ἄσηττον εἴη τὸ θερμανθὲν, οἷον ἤτοι λίθος ἢ ξύλον ἤ τι τοιοῦτον ἕτερον, [298] ἄχρι τοσούτου μένει θερμὸν, ἄχρι περ ἂν ἀποψυχθῇ κατὰ βραχύ· τὸ δὲ σήπεσθαι πεφυκὸς ἐπινεμομένην ἀεὶ κατὰ τὸ συνεχὲς ἴσχει τὴν θερμασίαν, ὥσπερ ποτὲ κατ' ἀγρὸν ἐθεασάμην κόπρον κτηνῶν τε ἅμα καὶ περιστερῶν ἔκ τινος μέρους ὑφ' ἡλίου θερμανθεῖσαν οὕτως ἰσχυρῶς, ὥστε παμπόλλην ἀναθυμίασιν ἀφιέναι καπνοῦ δίκην ἀναφερομένην, ἰσχυρῶς δάκνουσαν καὶ ἀνιῶσαν, εἴ τις πλησιάζοι, ὡς τούς τε ὀφθαλμοὺς καὶ τοὺς μυκτῆρας βλάπτεσθαι· ἦν δὲ ἄρα καὶ τοῖς ἁπτομένοις ἡ κόπρος οὕτω δήπου θερμὴ, ὥστε κατακαίειν τοὺς ἐπὶ πλέον ἐντιθέντας αὐτῇ τὰς χεῖρας ἢ τοὺς πόδας· οὐ μὴν εἰς ἀεί γε τὸ σύμπτωμα τοῦτο παρέμενεν, ἀλλὰ κατὰ τὴν ἑξῆς ἡμέραν ἀπεψύχετο μὲν, ὅσον ἀκμαίως ἔζεσε τῆς κόπρου κατὰ τὴν προτεραίαν· τὸ συνεχὲς δ' αὐτῷ τὸ τέως ὑποτυφόμενον, ἡνίκ' ἀκμὴν εἶχεν ἡ πρώτη ζέουσα, τοῦτ' ἐν τῷ παρακμάζειν ἐκείνην αὐτὸ πάλιν ἀνεθερμαίνετό τε καὶ ἀνέζει καὶ ὀλίγον ὕστερον ἤκμαζε, τῆς πρώτης ἀπεψυγμένης, καὶ τοῦτο αὖθις παρήκμαζεν ὑποτυφομένου τοῦ συνεχοῦς αὐτῇ, καὶ μικρὸν ὕστερον ἀνήπτετο μὲν ἐκεῖνο καὶ ἤκμαζεν, [299] ἀπεψύχετο δὲ τὸ πρότερον. ἦν δὲ περίοδος σχεδόν τι χρόνος ἡμέρας καὶ νυκτὸς, ὡς ἀμφημερινοῦ μάλιστα πυρετοῦ παράδειγμα τὸ γινόμενον οἰκειότατον ὑπάρχειν. εἰ δέ γε καὶ δυσὶν ἡμέραις καὶ νυξὶν ἡ εἰρημένη περίοδος ἐγίνετο, παράδειγμα ἦν οὕτω τριταίου πυρετοῦ· καὶ μέν γε καὶ εἰ τρισὶ, τεταρταίου· καὶ εἰ τέτταρσι, πεμπταίου, εἴπερ γε πεμπταῖός τίς ἐστι πυρετός· ἐγὼ μὲν γὰρ οὔπω σαφῶς εἶδον οὔτε ταύτην τὴν περίοδον οὔτ' ἄλλην τινὰ ἐξωτέρω τῆς τεταρταίας. ἀλλὰ περὶ μὲν τῶν κατὰ τὴν περίοδον παροξυνομένων αὖθις εἰρήσεται· ἡ δὲ σῆψις τῶν χυμῶν ἡ ἐν τοῖς ἀγγείοις γινομένη παραπλησία τῇ κατὰ τὰς φλεγμονὰς καὶ τὰς ἀποστάσεις ἐστὶ καὶ τὰ ἄλλα τὰ φύματα, διττὴ μὲν κατὰ γένος, ἐξ ἐπιμιξίας δὲ τῶν δύο γενῶν ἄλλη τις τρίτη ποικίλη κατ' εἶδος, ὅτι καὶ τὸ τῆς μίξεως ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ὑπερέχειν τε καὶ ὑπερέχεσθαι θάτερον τῶν γενῶν, οὐκ εὐαρίθμητόν ἐστιν. ἀλλὰ τά γε δύο γένη, τὸ μὲν ἕτερον ἐπικρατούσης τῆς φύσεως γίγνεται, τὸ δὲ ἕτερον νενικημένης· ἐπικρατούσης μὲν, ὡς ἐπὶ ταῖς φλεγμοναῖς τε καὶ τοῖς φυματώδεσιν ὄγκοις ἅπασι τὸ [300] πύον· ἐν δὲ τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας χυμοῖς ἀνάλογον τῷ πύῳ τὸ τοῖς οὔροις ὑφιστάμενον. ἡ μὲν δὴ τοιαύτη σῆψις οὐχ ἁπλῶς σῆψίς ἐστιν, ἀλλά τι καὶ πέψεως ἔχει. μενούσης γὰρ ἔτι τῆς πεπτικῆς δυνάμεως τῶν ἀγγείων, ὁ διασηπόμενος τέως χυμὸς εἰς τοιαύτην ἀλλοίωσιν ἀφικνεῖται. ἑτέρα δέ ἐστί τις σηπεδὼν, ἀῤῥωστούσης εἰς τοσοῦτον τῆς πεπτικῆς δυνάμεως, ὡς μηδεμίαν ἐπὶ τὸ χρηστὸν ἐργάζεσθαι μεταβολὴν τοῦ σηπομένου περιττώματος. ὃ καὶ γίνεται ποτὲ μὲν ἐσχάτως ἀσθενούσης ἐκείνης, κᾂν τὸ σηπόμενον μετρίως ᾖ μοχθηρόν· ἔστι δὲ ὅτε τὰ μὲν τῆς δυνάμεως οὐκ εἰς ἔσχατον ἀῤῥωστίας ἥκει, τὸ δὲ ὑγρὸν ἄκρως μοχθηρὸν ὑπάρχει. τοῦ τοιούτου περιττώματος ἡ σηπεδὼν οὔτε σύστασιν οὔτε χρόαν οὔτε ὀσμὴν ἴσχει μίαν, ἀλλὰ κατὰ τὴν οὐσίαν ἀεὶ τὸ σηπόμενον ἐξαλλάττεται καὶ ποικίλλεται. ἡ δὲ ἑτέρα σῆψις, ἣν καὶ πέψιν ἔφαμεν ὑπάρχειν, εἰς ἓν εἶδος ἀεὶ μεταβάλλει πύου καὶ χρόαν καὶ σύστασιν καὶ ὀδμήν.
[301] Κρατησάσης μὲν οὖν ἀκριβῶς τῆς φύσεως τὸ κάλλιστον γίνεται πύον, ἰδεῖν μὲν λευκὸν καὶ παχὺ καὶ ὅμοιον ἑαυτῷ πανταχόθεν, λεῖον δ' ἁπτομένῳ καὶ ἥκιστα δυσῶδες. εἰ δὲ οἷον ἡμισαπὲς εἴη, τὸ τρίτον γένος ἐν τῇ τοιαύτῃ μεταβολῆ, ὃ μικρὸν ἔμπροσθεν ἔφαμεν, συνίσταται. εἴρηται δὲ καὶ ὡς πολυειδέστατόν ἐστι τὸ τοιοῦτον γένος· ἐν γὰρ τῷ μᾶλλόν τε καὶ ἧττον δεδέχθαι τὴν πέψιν ἀναρίθμητος ἡ διαφορά. πολλάκις μὲν γὰρ λευκὸν ἀποτελεσθὲν, ἤτοι δυσῶδές ἐστιν ἢ λεπτὸν κατὰ τὴν σύστασιν, ἐνίοτε δὲ οὐ λευκὸν, ἀλλὰ πελιδνὸν φαίνεται, κᾀν τούτοις ἅπασι τὸ μᾶλλόν τε καὶ τὸ ἧττον ἄπειρον. ὅσαι δὲ ἐν τοῖς ἀποστήμασι τῆς σηπεδόνος διαφοραὶ, τοσαῦται κᾀν τοῖς ὑπὸ σηπεδόνος ἀναπτομένοις πυρετοῖς αἱ τῶν ἐμφερομένων τοῖς οὔροις ἰδέαι. τὸ μὲν γὰρ ἄριστον, ὅπερ ἐκ τοῦ σηπομένου χυμοῦ τὴν ἐκ τοῦ περιέχοντος ἀγγείου καταδεξαμένου πέψιν ἀποτελεῖται, λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ ἥκιστα δυσώδη τὴν ὑπόστασιν ἔχει· τὸ δὲ χείριστον ἐναντιώτατόν ἐστιν τῷδε κατὰ πάντα· τὸ δ' ἐν τῷ μεταξὺ καθ' [302] ὅσον ἂν ὁποτέρου πλησιαίτερον ὑπάρχῃ, κατὰ τοσοῦτον χεῖρον ἢ βέλτιον γίνεται. ἀλλὰ περὶ μὲν τῆς τῶν οὔρων διαφορᾶς ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι λέγεται. τοὺς δὲ ἐπὶ σήψει χυμῶν ἀναπτομένους πυρετοὺς ἑτέρους χρὴ νομίζειν τῶν ἐφημέρων. καὶ ἥγε διάγνωσις αὐτῶν οὐ χαλεπὴ, κᾄν τισιν ἀδύνατος εἶναι δοκῇ, καὶ τοῦτο ἔργῳ μυριάκις ἐδείξαμεν ἐπὶ τῷ πρώτῳ παροξυσμῷ παυσαμένῳ, λουσάμενόν τε καὶ μετρίως διαιτηθέντα τῶν συνηθῶν ἔχεσθαι κελεύσαντες, ὡς οὐκέτι πυρέξοντα, καὶ οὕτως ἀπέβη. ἓν μὲν δὴ καὶ πρῶτον γνώρισμα τῶν ἐφημέρων πυρετῶν τὸ ἀπό τινος ἄρξασθαι προκαταρχούσης αἰτίας προσφάτου τε καὶ φανερᾶς, ἥνπερ ἤδη συνήθως ὀνομάζουσιν οἱ νεώτεροι πάντες ἰατροὶ προκαταρκτικὴν αἰτίαν. ἀλλὰ τοῦτο μὲν εἰ καὶ ἀχώριστόν ἐστι τῶν τοιούτων πυρετῶν, ἴδιον αὐτῶν οὐκ ἔστιν· ἄρχονται γὰρ καὶ τῶν ἄλλων ἔνιοι, φανερᾶς προηγησαμένης αἰτίας. ἀχώριστον δὲ καὶ ἴδιον ἡ τῶν οὔρων πέψις ἐστὶν εὐθέως ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, καὶ πρὸς τούτοις εἰς μέγεθος καὶ τάχος ἐπιδιδόντων τῶν σφυγμῶν ἀξιόλογον, ὡς ἀπολείπεσθαι τῆς ἀναλογίας [303] τὴν πυκνότητα κατὰ τὴν ἐκτὸς ἡσυχίαν. ἔτι τε μᾶλλον ἴδιον καὶ ἀχώριστον αὐτῶν ἐστι τὸ μηδ' ὅλως εἰς τάχος ἐπιδιδόναι τὴν συστολήν· ἢ εἰ καὶ ἐπιδιδοίη ποτὲ, μικρότατον εἶναι τοῦτο καὶ δυσγνώριστον καὶ ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν ἐξιστάμενον· ἀλλὰ μὴν καὶ τὸ τῆς θερμασίας ἡδὺ τῶν τοιούτων πυρετῶν ἴδιόν τέ ἐστι καὶ ἀχώριστον· ἀχώριστον δὲ καὶ ἡ ὁμαλότης, καὶ ἄθλιπτος ἀνάβασις ἔν τε τῇ θερμασίᾳ καὶ τοῖς σφυγμοῖς, οὐ μὴν ἴδιόν γε· καὶ γὰρ καὶ τῶν ἄλλων ὑπάρχει τισὶν, ὥσπερ γε καὶ τὸ τῆς ἀκμῆς ἐπιεικές· οὐδὲ γὰρ τοῦτο ἴδιον, εἰ καὶ μάλιστα τούτοις ὑπάρχει. καὶ κάλλιόν γε τὰ κοινὰ ταῦτα κατὰ τὰς ἀναβάσεις τε καὶ τὰς ἀκμὰς ἐν τῷ μάλιστα ὑπάρχειν τοῖς ἐφημέροις ἴδια τίθεσθαι. γένοιτο γὰρ ἂν οὕτως εἰ καὶ μὴ τοῦ πράγματος εἶδος, ἀλλὰ τὸ κάλλιστόν γε καὶ ἀπηκριβωμένον τῶν τοιούτων πυρετῶν ἴδιόν τε ἅμα καὶ ἀχώριστον σημεῖον, ὥσπερ γε καὶ ἡ παρακμὴ μεθ' ἱδρῶτος, ἢ νοτίδος, ἢ πάντως γε σὺν ἀτμῷ τινι χρηστῷ γινομένη, τελείας ἀπυρεξίας ἐκδεχομένης αὐτήν. αὕτη μὲν ἡ κοινὴ διάγνωσις τῶν [304] πυρετῶν· ἕκαστον γὰρ αὐτῶν ἰδίᾳ κατ' εἶδος ἐν τοῖς ἑξῆς διοριοῦμαι.
Τοῦ δὲ ἄλλου γένους τῶν πυρετῶν, ὅπερ ἀντιδιαιρεῖται τοῖς ἐφημέροις, οὐδὲν μὲν ὄνομα κοινὸν ἁπάντων ἐστὶν, αἱ διαφοραὶ δὲ αἱ πρῶται δύο εἰσὶν οὐκ ἀσαφέσιν ἰδέαις ἀφωρισμέναι· τινὲς μὲν γὰρ αὐτῶν ἐπὶ σήψει χυμῶν ἀνάπτονται· τινὲς δὲ αὐτὰ κατειλήφασι τὰ στερεὰ τοῦ ζώου μόρια, καὶ καλοῦσιν αὐτοὺς ἑκτικοὺς πυρετοὺς, εἴθ' ὅτι μόνιμοί τ' εἰσὶ καὶ δύσλυτοι, καθάπερ αἱ ἕξεις, εἴθ' ὅτι τὴν ἕξιν τοῦ σώματος αὐτὴν κατειλήφασιν. οὕτω γὰρ εἰώθασιν ὀνομάζειν τὰ στερεὰ, τοῖς ὑγροῖς ἀντιδιαιρούμενοι. αἱ διαγνώσεις δὲ τῶν ἐπὶ σήψει χυμῶν πυρετῶν αἱ τοιαίδε. πρώτη μὲν ἁπασῶν οὐκ ἀχώριστος μὲν, ἴδιος δὲ, τὸ μηδὲν τῶν προκαταρκτικῶν αἰτίων ἡγήσασθαι τῶν τοιούτων πυρετῶν, οὐδετέρῳ γὰρ τῶν ἄλλων γενῶν τοῦθ' ὑπάρχει, διὰ τὸ τοὺς ἐφημέρους ἅπαντας ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις συνίστασθαι, τοὺς δ' ἑκτικοὺς, ὅταν ἄνευ τούτων γένωνται, μηδέποτε ἐξ ἀρχῆς εἰσβάλλειν, ὥσθ' ὅταν ἄνευ προκαταρχούσης [305] αἰτίας ὑπάρξηταί τις πυρέττειν, εἰδέναι τούτου τὴν αἰτίαν τοῦ πάθους ἐν τοῖς χυμοῖς ὑπάρχειν. ἔστι μὴν ὅτε προκαταρξαμένη τις αἰτία φανερὰ τὸν ἐφήμερον, ὅσον ἐφ' ἑαυτῆς, συνιστῶσα πυρετὸν, διεδέξατο δ' αὐτὸν ὁ ἐπὶ σήψει χυμῶν, ὅταν οὕτως ἔχῃ τὸ πάσχον σῶμα, τουτέστιν ὅταν ἀκάθαρτόν τε καὶ περιττωματικὸν ὑπάρχῃ. θερμανθέντα γὰρ ἐπὶ πλέον ἐν τοῖς ἐφημέροις πυρετοῖς τὰ περιττώματα, κᾄπειτ' ἀρχὴν σηπεδόνος ἐντεῦθεν λαβόντα, θάτερον εἶδος ἀνάπτει τῶν πυρετῶν ἐπὶ τῷ προτέρῳ παυσαμένῳ. διάγνωσις δὲ τῆς διαδοχῆς μία μὲν ἴδιός τε ἅμα καὶ ἀχώριστος ἁπάντων τὸ μὴ τελευτῆσαι τὸν ἐφήμερον πυρετὸν εἰς ἀπυρεξίαν ἀκριβῆ· συμβαίνει μὴν ἔστιν ὅτε καὶ κατ' αὐτὴν τὴν ἀκμὴν ἐφημέρων πυρετῶν ἐμφαίνεσθαί τι τῆς μεταπτώσεως, καὶ πολὺ δὴ μᾶλλον ἐν ταῖς παρακμαῖς, ὅταν ὅπερ ὀλίγον ἔμπροσθεν ἐλέγομεν ἐν τῷ μάλιστ' εὐφόρως τετάχθαι τοῦτ' ἀπῇ. ταῦτά τοι μὲν μεταπτώσεως σημεῖα. τὸ δ' ἀπὸ ῥίγους ἄρξασθαι τὸν πυρετὸν, οὔτ' ἐγκαύσεως οὔτε καταψύξεως ἰσχυρᾶς προηγησαμένης, ὁποῖαι μάλιστα τοῖς διὰ χιόνος ὁδοιπορήσασι [306] συμπίπτουσιν, ἢ ἄλλως ἐν ἰσχυρῷ κρύει διατρίψασιν ἐπὶ πλέον, ἴδιόν ἐστι καὶ αὐτὸ τῶν ἐπὶ σηπεδόνι χυμῶν ἀναπτομένων πυρετῶν, οὐ μὴν ἀχώριστόν γε. οὐ γὰρ ἅπασιν αὐτοῖς ὑπάρχει, καθάπερ οὐδὲ αἱ φρῖκαι· αὗται μέν γε οὐ μόνον οὐκ εἰσὶν ἀχώριστοι τῶν τοιούτων πυρετῶν, ἀλλ' οὐδὲ τὴν ἀρχὴν ἴδιαι. τὸ δὲ τῆς ἀνωμαλίας τῶν σφυγμῶν καὶ τῆς θερμασίας, εἴτ' ἐν ταῖς εἰσβολαῖς εἴτ' ἐν ταῖς ἀναβάσεσι γίγνοιτο, τοῦ γένους μέν ἐστι τῶν τοιούτων πυρετῶν ἴδιον, οὐ μὴν ἀχώριστόν γε οὐδ' αὐτό· πολλοὶ γὰρ χωρὶς ἀνωμαλίας αἰσθητῆς ἐσβάλλουσί τε καὶ ἀναβαίνουσιν ἐπὶ τὴν ἀκμήν. ἔτι δὲ δὴ μᾶλλον οὐδὲ τὸ πολλὰς οἷον εἰσβολὰς ἴσχειν τοὺς παροξυσμοὺς, ὅπερ ἐπιπαροξύνεσθαι καλοῦμεν· ὥσπέρ γε καὶ τὸ τῆς θλίψεως τῶν σφυγμῶν (οὕτω δὲ ὀνομάζουσιν, ὅταν ἀρχομένου τοῦ παροξυσμοῦ μικροὺς ἱκανῶς ἔχωσι καὶ ἀνωμάλους αὐτοὺς) οὐδ' αὐτὸ τῶν τοιούτων πυρετῶν ἀχώριστον, οὐ μὴν οὐδὲ κοινόν ἐστιν ἑτέρῳ τινὶ γένει πυρετῶν, ἀλλ' ἴδιον ἐξαίρετον τούτων, ὥσπερ καὶ τὸ τῆς ἀνωμαλίας, ὅταν γε μὴ κατά τι σύμπτωμα γίνηται. πολλάκις γὰρ [307] ἐν αὐτῷ στόματι τῆς κοιλίας ἠθροισμένου τινὸς χυμοῦ μοχθηροῦ καὶ δάκνοντος ἢ ψύχοντος αὐτὸ, μικροί τε ἅμα καὶ ἀνώμαλοι γίνονται. πλεονάζει μὲν ἐπὶ μὲν τῶν ψυχόντων ἡ μικρότης, ἐπὶ δὲ τῶν δακνόντων ἡ ἀνωμαλία, ἀλλὰ ἐμεσάντων γε ταῦτ' ἄμφω παραχρῆμα καθίσταται. ὅτε δὲ οὐδὲν ἡ γαστὴρ πέπονθε, τοῦ γένους τῶν προκειμένων εἰσὶ πυρετῶν οἱ τοιοῦτοι σφυγμοί. μέγιστον δὲ γνώρισμα τῶν ἐπὶ σήψει πυρετῶν ἐστι καὶ ἡ τῆς θερμασίας ποιότης. οὐδὲν γὰρ ἔχει χρηστὸν, οὐδὲ μέτριον, οὐδ' ὅμοιόν τι τῶν ἐφημέρων, ἀλλ' ὥσπερ εἴρηται καὶ τοῖς ἀρίστοις τῶν πρὸ ἡμῶν ἰατρῶν, δακνώδης πώς ἐστι μᾶλλον, ὡς ἀνιᾷν καὶ διαβιβρώσκειν τὴν ἁφὴν, ὥσπερ ὁ καπνὸς τοὺς ὀφθαλμοὺς καὶ τοὺς μυκτῆρας. ἀλλ' ἐν μὲν ταῖς ἐπιβολαῖς τῶν παροξυσμῶν, ὡς ἂν ἔτι καταπνιγομένου τε τοῦ θερμοῦ καὶ τυφομένων ἔνδον τῶν περιττωμάτων, οὐκ εὐθέως ἐπιβαλλόντων τὴν χεῖρα διαγινώσκεται, χρονισάντων δὲ, τὸ εἰρημένον εἶδος τῆς θερμότητος ἐκ βάθους ἀναφέρεται. καί μοι δοκεῖ τοιοῦτόν τι κατιδὼν Θεμίσων ἴδιόν τε καὶ ἀχώριστον ὑπάρχειν ἅπασι τοῖς πυρέττουσιν ὑπελάμβανεν.
[308] ἀλλὰ περὶ μὲν τούτου ἐν οἰκείῳ τοῦδε τοῦ λόγου χωρίῳ καὶ αὖθις σκεψόμεθα. τὸ δ' εἰρημένον εἶδος τῆς θερμασίας, τὸ κεντοῦν, ὡς ἂν εἴποι τις, ἢ διαβιβρῶσκον, ὥσπερ τι φάρμακον δριμὺ, τὴν ἐπιβαλλομένην χεῖρα, σηπεδόνος ἐστὶ χυμῶν ἔγγονον, ἐναργῶς μὲν ταῖς ἀναβάσεσί τε καὶ ταῖς ἀκμαῖς τῶν πυρετῶν φαινόμενον, οὐκ ἐναργῶς, οὐδ' εὐθέως ἐν ταῖς εἰσβολαῖς. ἴδιον δὲ ἀχώριστόν ἐστι τοῦ γένους τῶν ἐπὶ χυμοῖς ἀναπτομένων πυρετῶν καὶ τὸ τάχος τῆς τῶν σφυγμῶν συστολῆς, ἐναργέστερον μὲν ἐν ταῖς ἐπιδόσεσι φαινόμενον, οὐκ ἀσαφὲς δὲ οὐδ' ἐν ταῖς εἰσβολαῖς τε καὶ ταῖς ἀκμαῖς. σύνεστι δ' αὐτοῖς κατὰ μὲν τὰς ἀρχὰς ὁ μικρός τε ἅμα καὶ ὁ ταχὺς σφυγμὸς, ἔν τε ταῖς ἀκμαῖς ὁ μέγας τε ἅμα καὶ ταχύς. οὕτω δὲ καὶ ἡ κατὰ τὴν ἐκτὸς ἠρεμίαν πυκνότης ἐναργής ἐστιν ἐν τοῖς τοιούτοις πυρετοῖς, οὔτε τοῖς ἐφημέροις οὔτε τοῖς ἑκτικοῖς ὅμοιος ὑπάρχουσα. ἴδιον δὲ ἐν τοῖς μάλιστα τῶν τοιούτων πυρετῶν ἐστι καὶ ἡ τῶν οὔρων ἀπεψία, καὶ ἡ ἀμυδρὰ πέψις ἴδιόν ἐστι γνώρισμα τῶν ἐπὶ χυμοῖς πυρετῶν. οὔτε γὰρ ἄπεπτον οὔτε ἀμυδρῶς πεπεμμένον ἐν τοῖς [309] ἐφημέροις φαίνεται. ἑκάτερον μὲν αὐτῶν ἰδίᾳ λεγόμενον ἴδιόν ἐστι γνώρισμα τῶν ἐπὶ χυμοῖς πυρετῶν· ἅμα δ' ἄμφω λεγόμενα κατὰ τὸ παραδιεζευγμένον ἀξίωμα παντάπασιν ἀχώριστα. τῷ γὰρ τοιούτῳ γένει τῶν πυρετῶν τὰ πρῶτα τῶν οὔρων ἤτοι παντάπασιν ἄπεπτα, ἢ ἀμυδρῶς πεπεμμένα συνεισβάλλει. μέγα δὲ καὶ ἀξιόλογον γνώρισμα πέψεως ἐν τοῖς πρώτοις οὔροις οὐδέποτε φαίνεται κατὰ τοὺς τοιούτους πυρετοὺς, ἀφωρισμένης τῆς ἐκ τῶν ἐφημέρων πυρετῶν μεταπτώσεως, ὑπὲρ ἧς ἔμπροσθεν ἔφαμεν. ἐπὶ δὲ τοῖς εἰρημένοις γνωρίσμασι τῶν προκειμένων πυρετῶν ἐστὶ καὶ τὸ κατὰ τὴν ἀκμὴν τοῦ παροξυσμοῦ προδεῖξαί τι σύμπτωμα καυσώδους πυρετοῦ. καὶ μέντοι γε καὶ τὰ τῶν ἠπιάλων καὶ λειπυριῶν εἰ φανείη συμπτώματα, καθάπερ οὖν καὶ τὰ τῶν ἡμιτριταίων, ἢ τυφωδῶν, ἤ τινος ἄλλου τοιούτου πυρετοῦ, ἅπερ ἴδια μέν ἐστι τοῦ γένους τῶν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν, οὐ μὴν ἀχώριστά γε, καὶ διὰ τοῦτο μὴ παρόντων μὲν αὐτῶν, ἐξ ἑτέρων ἡ διάγνωσις· εἰ παρείη δὲ, οὐ μόνον τοῦ γένους τῶν τοιούτων πυρετῶν, ἀλλὰ καί [310] τινος εἴδους ἑνὸς ἐξ αὐτῶν ἐστι δηλωτικά. καὶ μὲν δὴ καὶ τὸ μὴ παύσασθαι τὴν παρακμὴν εἰς ἀπυρεξίαν, εἴτ' οὖν μεθ' ἱδρῶτος εἴτε καὶ ἄλλως γένοιτο, δυοῖν θάτερον, ἤτοι μεταπτώσεώς ἐστιν ἴδιον, εἰ τὰ πρόσθεν ἅπαντα τῶν ἐφημέρων εἴη γνωρίσματα· εἰ δὲ μηδὲν τούτων εἴη, τῶν ἐπὶ χυμοῖς τινα πυρετῶν εὐθέως ἐξ ἀρχῆς εἰσβάλλειν ἐνδείκνυται. εἰ δέ ποτε φανείη σκληρὸς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ὁ σφυγμὸς, ἐπισκέπτεσθαι, πότερα πῆξίς τις ἐκ ψύξεως, ἢ ξηρότης, ἢ τάσις σπασμώδης ἐν τῷ σώματι τοῦ κάμνοντος, ἢ φλεγμονή τις, ἢ σκίῤῥος ἐστὶν, εὖ εἰδότας, ὡς ἐπὶ τούτοις μόνοις ὁ σφυγμὸς γίνεται σκληρός. Ἀρχιγένης γὰρ ὅσα πλημμελεῖ περί τε τὴν ἔννοιαν καὶ τὴν διάγνωσιν τοῦ σκληροῦ σφυγμοῦ, διὰ τῆς περὶ τῶν σφυγμῶν πραγματείας αὐτάρκως ἐπιδέδεικται, ἧς δηλονότι τὸν ὁμιλήσοντα τοῖσδε τοῖς γράμμασιν ἐμπείρως ἔχειν ἀναγκαῖόν ἐστι, καὶ μάλιστα τῆς διαγνωστικῆς. τὰ μὲν γὰρ ὀνόματα τῶν σφυγμῶν καὶ τὰ σημαινόμενα πρὸς αὐτῶν ἅπαντα διὰ μιᾶς ἐξηγησάμεθα πραγματείας, ἣν περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν ἐπιγράφομεν· ὅπως δ' ἕκαστον χρὴ διαγινώσκειν, [311] ἐν ἑτέρᾳ πραγματείᾳ λέγεται διὰ βιβλίων τεττάρων, ἣν περὶ διαγνώσεως σφυγμῶν ἐπιγράφομεν· ὥσπέρ γε καὶ τὴν ἑξῆς αὐτῇ τετράβιβλον ἑτέραν περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐποιησάμεθα· καὶ τετάρτην ἐπὶ ταῖς εἰρημέναις περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως, οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ τοῖς ἔργοις αὐτοῖς ἐπιδειξάμενοι τῆς τοιαύτης θεωρίας τὸ χρήσιμον. καὶ εἴ τις ἡμῖν ἐπ' ἀῤῥώστων συμπαρεγένετο, τὴν τῶν βιβλίων θεωρίαν ἔργῳ διαδεικνυμένοις, οὗτος ἐπείσθη τά τε ἄλλα καὶ ὡς οὐκ ἔστιν οὔτ' ἴδιος οὔτ' ἀχώριστος τῶν πυρετῶν τούτων ὁ σκληρὸς σφυγμός. ἀλλ' οὐ νῦν περὶ τούτου καιρός· ἔν τε γὰρ ταῖς εἰρημέναις πραγματείαις καὶ δι' ἑτέρας ὀκτωβίβλου, καθ' ἣν ἐπισκοπούμεθα τὸ περὶ τῶν σφυγμῶν Ἀρχιγένους βιβλίον, αὐτάρκως ἐπιδέδεικται τὰ τοιαῦτα συμπτώματα. νυνὶ δὲ ὅσον εἰς τὰ παρόντα χρήσιμον, εἰρήσεται. ὁ σκληρὸς σφυγμὸς οὐκ ἔστιν οὔτ' ἴδιος οὔτ' ἀχώριστος οὐδενὸς γένους πυρετῶν, οὔτε τῶν ἐφημέρων οὔτε τῶν ἐπὶ χυμοῖς οὔτε τῶν ἑκτικῶν· σύνεστι δὲ ὡς τὰ πολλὰ μὲν τοῖς ἑκτικοῖς, ἔστι δὲ ὅτε καὶ τοῖς ἄλλοις δύο [312] γένεσι κατά τι σύμπτωμα· τοῖς μὲν ἐφημέροις, ἐπειδὰν ἐπ' ἐμψύξει σφοδρᾷ πυρέττωσιν, ἤ τις αὐτοῖς συνυπάρχῃ τάσις νευρώδης· ἔστι δ' ὅτε καὶ δι' ἔγκαυσιν ἰσχυρὰν, ἢ κόπον ἅμα, ἢ ἔνδειαν τροφῆς, ἢ ἀγρυπνίαν ἄμετρον, ἢ κένωσιν, ὅταν ἐπ' ἐνδείᾳ τροφῆς καὶ ταῦτα συστῇ· τοῖς δὲ ἐπὶ σήψει χυμῶν σκληρὸς ὑπάρχει σφυγμὸς, ἐπειδὰν ἤτοι φλεγμαίνῃ τι σπλάγχνον, ἢ σκιῤῥωθῇ, καὶ κατὰ σύμπτωμα δέ τι συνὸν, ἤτοι νευρώδη τινὰ τάσιν, ἢ ξηρότητα, γένοιτ' ἂν καὶ οὕτως σκληρὸς ὁ σφυγμὸς, ὥσπερ καὶ τοῖς ἀκαίρως πιοῦσι ψυχρὸν, ἢ λουσαμένοις ἐν ψυχρῷ, καί τινας ὀπώρας προσενεγκαμένοις δαψιλῶς. κατ' αὐτὸν δὲ τὸν τοῦ πυρετοῦ λόγον, ᾗ πυρετός ἐστιν, οὐδέποτε γίνεται σκληρὸς ὁ σφυγμὸς οὔτε τοῖς ἐφημέροις πυρετοῖς οὔτε τοῖς ἐπὶ σήψει χυμῶν· οὐδὲ γὰρ ὅταν ἐπὶ φλεγμονῇ πυρέττωσι, κατὰ τὸν αὐτὸν λόγον ὅ τε πυρετὸς ἕπεται καὶ ἡ τοῦ σφυγμοῦ σκληρότης· ἀλλὰ ὁ μὲν πυρετὸς ἐπὶ σήψει τῶν χυμῶν, ἡ δὲ σκληρότης ἐπὶ τῇ διὰ τὴν συμπλήρωσιν τῶν ἀγγείων τάσει. συλλήβδην γὰρ εἰπεῖν ἡ σκληρότης τοῖς χιτῶσι τῶν ἀρτηριῶν ἐγγίγνεται, ἢ διὰ πῆξιν, [313] ἢ τάσιν, ἢ ξηρότητα. πῆξιν μὲν οὖν αἱ ἰσχυραὶ καταψύξεις ἐργάσονται· τάσιν δὲ αἵ τε φλεγμοναὶ καὶ οἱ σκίῤῥοι καὶ ἡ τῶν νεύρων ἀνάλογος φλεγμοναῖς διάθεσις· ξηρότητα δὲ αἵ τε κενώσεις αἱ πολυχρόνιοι, ἢ διὰ ῥεῦμα γαστρὸς, ἢ λειεντερίαν, ἢ δυσεντερίαν, ἢ ἐμέτους μακροὺς, ἤ τι τοιοῦτον ἕτερον, ὅ τε πολυχρόνιος λιμὸς, οἵ τε καυσώδεις τῶν πυρετῶν οἱ μακροὶ, καὶ τὸ σύμπαν εἰπεῖν, ὅσοι ξηραίνουσιν ἰσχυρῶς αὐτοῦ τοῦ ζώου τὰ μόρια τὰ στερεὰ, καθάπερ οὖν καὶ οἱ ἑκτικοὶ πυρετοὶ, περὶ ὧν ἤδη λέγειν καιρὸς, ἀπὸ τῆς γενέσεως αὐτῶν ἀρξαμένους.
Γίνονται τοίνυν οἱ ἑκτικοὶ καλούμενοι πυρετοὶ κατὰ διττὸν τρόπον, ὡς τὰ πολλὰ μὲν ἐπὶ τοῖς καυσώδεσιν, ἤτοι μηκυνθεῖσιν εἰς τοσοῦτον, ὡς ἐκδαπανῆσαι τῷ χρόνῳ τὴν ἰκμάδα τοῦ τῆς καρδίας σώματος, ἢ καὶ μενούσης ἔτι συχνῆς. ἐκεῖνοι μὲν οὖν οὐχ ἑκτικοὶ μόνον εἰσὶν, ἀλλὰ ἤδη καὶ μαρασμώδεις· οἱ δ' ἔτι μενούσης τῆς ὑγρότητος γιγνόμενοι, τὸ σῶμα τῆς καρδίας αὐτὸ καταλαβόντες, ἐντεῦθεν [314] ἀνάπτονται μάλιστα, καθάπερ ἡ τῶν λύχνων φλὸξ ἐκ τῆς θρυαλλίδος. ἡ μὲν δὴ μία γένεσις αὐτῶν εἴρηταί μοι· ἡ κατάλοιπος δ' ἐστὶν, ὅταν ἐξ ἀρχῆς εὐθέως εἰσβάλλωσι, τὴν πρώτην γένεσιν ὁμοίαν ποιησάμενοι τοῖς ἐφημέροις ἐπὶ λύπῃ καὶ θυμῷ καὶ κόπῳ πλείονι μετ' ἐγκαύσεως ἅμα γινομένῳ. τούτους μὲν οὖν τοὺς πυρετοὺς οὐ χαλεπόν ἐστιν ἰᾶσθαι· τοὺς δ' ἐξ αὐτῶν εἰς μαρασμὸν ἀφικομένους ἀμαθίᾳ τῶν ἐπιστατούντων ἰατρῶν, οὐ μόνον οὐ ῥᾴδιον, ἀλλὰ οὐδὲ δυνατόν ἐστιν ἰᾶσθαι συστάντας γε ἀκριβῶς ἤδη, καὶ μηκέτ' ἀρχομένους. ἡ γάρ τοι φύσις αὐτῶν ἐστι ξηρὰ καὶ θερμὴ, παραπλήσιόν τι πασχούσης τῆς καρδίας, οἷόν περ ἡ θρυαλλὶς ἐν τοῖς λύχνοις, ἐπειδὰν ἐπὶ πλεῖστον ἐκκαυθῇ. θρύπτεται γὰρ ἡ οὕτω φρυγεῖσα καὶ διαλύεται, καὶ τὸ συνεχὲς ἀπόλλυσιν ὑπὸ κραυρότητος, ὡς μηδ' εἰ παραχέοις ἄφθονον ἔλαιον, ἀναφθῆναι δύνασθαι φλόγα δαψιλῆ. περισπείρεται τοιγαροῦν ἐν αὐτῇ ἡ μικρὰ καὶ ἄτονος φλὸξ, ἀεὶ καὶ μᾶλλον ἐλάττων γιγνομένη, μέχρι περ ἂν ἀποσβεσθῇ. ὁ μὲν ἀκριβῶς μαρασμώδης πυρετὸς τοιοῦτός ἐστιν, οὐ ταὐτὸν ὑπάρχων [315] νόσημα τῷ πάθει τῷ μαρασμῷ. τουτὶ μὲν γὰρ ἐπί τε τῶν γηρασάντων γίγνεται χωρὶς πυρετοῦ, σβεσθείσης αὐτοῖς τῆς ἐμφύτου θερμότητος, ὅπερ δὴ καὶ μάλιστα θάνατος ἄλυπός ἐστι καὶ κατὰ φύσιν ἐπὶ ξηρότητι συνιστάμενος, ὥσπέρ γε καὶ τῶν παρὰ φύσιν μαραινομένων ἐκεῖνο τὸ εἶδος, ὃ προσαγορεύει Φίλιππος ἐκ νόσου γῆρας, εἰς ὃ πολλοὺς εἴδομεν οὐ πρεσβύτας μόνον, ἀλλὰ καὶ παῖδας ἐμπεσόντας. ὁ δὲ μαρασμώδης πυρετὸς οὐ ξηρὸν μόνον, ἀλλὰ καὶ θερμόν ἐστι πάθος. ἀποσβέννυται δὲ κατὰ τοῦτο πολὺ θᾶττον ἡ ἐν τῷ ζώῳ θερμότης καὶ μαραίνεται σύμπαν τὸ σῶμα, δίκην δένδρου καταξηρανθέντος ἐσχάτως, ἤτοι διὰ χρόνου μῆκος, ἢ διὰ φλογὸς γειτνίασιν, ἢ σφοδρὸν καὶ ἄμετρον αὐχμόν. ἀλλὰ περὶ μὲν ὅλης τοῦ μαρασμοῦ διαθέσεως, ὁποία τίς ἐστιν, ἰδίᾳ γέγραπται.
Τῶν δ' ἑκτικῶν πυρετῶν, ἐπειδὴ διττόν ἐστι τὸ εἶδος, ὡς ἄρτι διώρισται, τὰς διαγνώσεις ἐφεξῆς λέγωμεν. ὁ μὲν δὴ συνεμπίπτων τῷ μαρασμῷ πυρετὸς ἑκτικὸς ἑτοιμότατός ἐστι καὶ προχειρότατος γνωσθῆναι. πρὶν [316] μὲν γὰρ ἅψασθαι τῶν τε σφυγμῶν καὶ τῆς θερμασίας, ὀφθαλμοὺς κοίλους ἀμέτρως θεάσῃ, καθάπερ ἐν βόθροις τισὶν ἐγκειμένους, ἐξ ἀπωλείας ἁπάσης αὐτῶν τῆς ὑγρᾶς οὐσίας, ὡς καὶ τῶν ὀστῶν οἷς ἐπιπέφυκε τὰ βλέφαρα φαίνεσθαι τὰς ἐξοχάς. καὶ μὴν καὶ λῆμαι κατ' αὐτοὺς ἐμφαίνονται ξηραὶ, καί τις αὐχμώδης διάθεσις, οἵα μάλιστα τοῖς πολλὴν διελθοῦσι κόνιν δι' ὅλης ἡμέρας ἐν ἡλίῳ θερμῷ. ἀπόλωλε δὲ καὶ τῆς χρόας αὐτὸ τὸ ζωτικὸν ἄνθος, τοῦτο μέν γε καὶ τῷ προσώπῳ παντὶ συμβέβηκε, καί τις ἄμετρος αὐχμὸς ἐμφαίνεται τοῦ τε δέρματος ἅπαντος τοῦ περὶ τὸ πρόσωπον, καὶ μάλιστα τοῦ κατὰ τὸ μέτωπον, ὡς διὰ ξηρότητα σκληρόν τε εἶναι καὶ περιτεταμένον, οὐ μὴν οὐδ' ἀνατείνειν ἐπιπλέον οἷοί τέ εἰσι τὰ βλέφαρα, παραπλησίως τοῖς νυστάζουσιν ἀεὶ διακείμενοι. καὶ μέντοι καὶ μύουσιν ὡς τὰ πολλὰ, καθάπερ ὑπνώττοντες· ἔστι δ' οὐχ ὁ ὕπνος αὐτῶν τὸ πάθος, ἀλλ' ἐγρηγόρσεως ἀδυναμία. ἐκτετήκασι δὲ καὶ αἱ σάρκες αἱ κατὰ τοὺς κροτάφους, ὡς φαίνεσθαι συμπεπτωκότα καὶ κοῖλα τὰ χωρία. καὶ τί γὰρ ἄλλο ἢ ὀστᾶ καὶ δέρμα τὸ σύμπαν εἰσίν; ὥστ' εἰ καὶ γυμνώσας αὐτοὺς ἐπισκέπτοιο τὰ κατὰ [317] τὴν γαστέρα, δόξει σοι μηδὲ τῶν ἐντέρων τι μήτε τῶν σπλάγχνων μηδὲν ἀποσώζεσθαι, καὶ τὸ ὑποχόνδριον ἀνεσπᾶσθαι σφοδρῶς εἰς τὸν θώρακα· εἰ δὲ καὶ ἅψασθαι βουληθείης αὐτῶν, τὸ μὲν δέρμα καρφαλέον ἐσχάτως ἐστὶ, καὶ εἰ ἀνατείναις ἐπιλαβόμενος τοῖς δακτύλοις, ὥσπερ βύρσα τις ἵσταται· ὁ δὲ σφυγμὸς ἰσχνὸς καὶ σκληρὸς καὶ ἀμυδρὸς καὶ πυκνός· ἡ θερμασία τε κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀμυδρὰ, μετ' ὀλίγον δὲ τό τε δριμὺ καὶ τὸ διαβρωτικὸν ἐνδείκνυται, καὶ μᾶλλον, ἢν ἐπιπλέον ἐγχρονίσῃς ἁπτόμενος. οὐδὲν ἔτι χρὴ τῶν λοιπῶν μνημονεύειν γνωρισμάτων ἐν οὕτω σαφεῖ πράγματι. βέλτιον γὰρ ἐπὶ τὸν ἀρχόμενον ἔτι μαρασμὸν ἀπάγειν τὸν λόγον. ἄρχεσθαι δὲ λέγω τὸν μαρασμὸν, ὅταν ἡ σύμφυτος ὑγρότης ἡ ἐν ἑκάστῳ σώματι παρεσπαρμένη κατὰ τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν, ἐξ ἧς πρῶτον τρέφεται τὰ μόρια, κινδυνεύῃ μηκέτ' εἶναι κατὰ τὸ τῆς καρδίας σῶμα. μέχρι μὲν γὰρ τοῦ σώζεσθαί τι ταύτης, ἑκτικὸς μόνον ὁ πυρετός ἐστιν, οὐ μὴν ἤδη γέ πω καὶ μαρασμώδης· ὅταν δὲ εἰς κίνδυνον ἥκῃ τοῦ μηκέτ' εἶναι τῆς τοιαύτης ὑγρότητος μηδὲν, ὁ ἀκριβὴς ἤδη μαρασμὸς συνίσταται. χαλεπὴ [318] μὲν οὖν καὶ ἡ τῶν ἑκτικῶν ἁπάντων πυρετῶν ἐστι διάθεσις, ὅταν γε τὸν τῆς ἀρχῆς χρόνον ὑπερβῶσιν. ὁρίζω δὲ τὴν ἀρχὴν οὐχ ἡμερῶν ἢ ὡρῶν ἀριθμῷ, καθότι μηδ' ἐν τοῖς ἄλλοις νοσήμασιν, ἀλλὰ τῷ ποιῷ τῆς διαθέσεως. ἐν γὰρ τῷ πρῶτον ἐκτρέπεσθαι τῆς κατὰ φύσιν εὐκρασίας τὸ σῶμα τῆς καρδίας οὔθ' ἡ σύμφυτος ὑγρότης ἀπόλωλεν εὐθέως οὔθ' ἡ δύναμις ἀῤῥωστεῖ, ἀλλὰ πρῶτον μὲν οἷον ζέσις τις γίνεται τῆς ὑγρότητος, ἐν ᾧ δὴ καιρῷ ῥᾷστον ἰᾶσθαι τὸν τοιοῦτον πυρετὸν, ὡς ἂν μηδὲν τῆς δυνάμεως ἤδη πεπονθυίας· ἐφεξῆς δὲ καὶ δαπάνη τις ἐπὶ τῇ ζέσει, καὶ ταύτης ἐπιπλέον ἤδη προερχομένης καὶ αὐτὰ τὰ ὁμοιομερῆ σώματα, τὰ οἷόν περ στοιχεῖα τῆς καρδίας, ξηρότερά τε καὶ ἀτροφώτερα γίγνεται, καὶ ἡ δύναμις ἄῤῥωστος εἰς τοσοῦτον, εἰς ὅσον περ ἂν ἥ τε ξηρότης ἐν αὐτῇ κρατῇ καὶ ἡ θερμότης, ὧν ἤρκει καὶ θάτερον ἐπικρατῆσαν ἄτονον ἐργάσασθαι δύναμιν. ὁ τοιοῦτος πυρετὸς ἤδη πως ἐπαμφοτερίζει καὶ μέσος ἐστὶ τοῦ τ' ἀνιάτου παντάπασιν ἐκείνου τοῦ μαρασμώδους καὶ τοῦ μικρὸν ἔμπροσθεν εἰρημένου τοῦ κατ' ἀρχὰς ἔτι ῥᾴστου θεραπεύεσθαι. πλάτη [319] δ' ἐστὶ κᾀν τούτῳ πάμπολλα· διότι καὶ τῆς διαθέσεως αὐτῆς οὐκ ὀλίγη τις ἡ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ὑπάλλαξις. ὁ μὲν οὖν ἶσον ἀπέχων ἑκατέρων τῶν πυρετῶν, τοῦ τ' ἀκριβῶς ἤδη μαρασμώδους καὶ τοῦ μηδέπω μηδὲν ἔχοντος τοιοῦτον, μέσος πώς ἐστι καὶ πρὸς τὴν ἴασιν ἀμφίδοξον ἔχων τὴν ἐφ' ἑκάτερα ῥοπήν· ὁ δ' ἐγγυτέρω τοῦ μαρασμώδους ἤδη κινδύνῳ πελάζει, καθάπερ καὶ ὁ θατέρου τοῦ πρώτου πλησίον οὐκ ὀλίγας ἔχει σωτηρίας ἐλπίδας. ἑξῆς οὖν ἐπὶ τὰς διαγνώσεις αὐτῶν ἰτέον, καὶ πρώτου γε τοῦ λύεσθαι δυναμένου ῥᾳδίως, ἢν μὴ περιπέσῃ τινὶ τῶν πολλῶν τοιούτων ἰατρῶν. ἔστι δὲ μόνος μὲν ὑφιστάμενος, οὐ χαλεπὸς ἐπιγνωσθῆναι, συνεπισπώμενος δέ τινα τῶν ἐπὶ σήψει χυμῶν, δυσφώρατος ἤδη γίγνεται διὰ τὴν ἐπιμιξίαν. ὑποκείσθω δὲ πρῶτος αὐτὸς μόνος ἐπί τινι τῶν προειρημένων αἰτίων συνιστάμενος, καὶ φαινέσθω γε κατὰ τὴν πρώτην ἡμέραν ἅπαντα ἐπ' αὐτοῦ τὰ γνωρίσματα τῶν ἐφημέρων πυρετῶν τοῦ γένους. συνεμφαίνεται μὲν οὖν αὐτοῖς εὐθέως καὶ ἡ ἰδέα τοῦ προκατάρξαντος αἰτίου, καὶ δειχθήσεται καὶ τοῦτο τοῦ λόγου [320] προϊόντος. ἀλλὰ καὶ πυθομένους αὐτοῦ τοῦ κάμνοντος ἔνεστι μαθεῖν, εἰ τὰ ἄλλα διακείμενος ἀμέμπτως, ἐπὶ μόνῳ τῷ θυμωθῆναι σφοδρῶς ἢ λυπηθῆναι πυρέττειν ἤρξατο. καὶ εἰ φαίνοιτο ταῦθ' οὕτως ἔχοντα, καὶ παρατείνοιτο κατὰ τὴν δευτέραν ἡμέραν ὁ πυρετὸς, μήτ' εἰς ἀπυρεξίαν ἀναπαυόμενος, ἀλλὰ μηδὲ σφοδρότερος γινόμενος, αὐχμηρότερός γε φαινόμενος, ὑποπτεύειν ἑκτικὸν ἔσεσθαι τὸν τοιοῦτον· εἰ δὲ κᾀν τῇ τρίτῃ τῶν ἡμερῶν ἄσιτος ὑπερβάλλειν ἐθελήσειε τὰς ὑποπτευομένας ὥρας τοῦ διὰ τρίτης παροξυσμοῦ, καὶ μήτε προσθήκη τις γένοιτο μήτε ἀφαίρεσις ἀξιόλογος, ἀλλὰ τὸ τοῦ πρώτου πυρετοῦ λείψανον τὸ σμικρὸν ἐκτείνοιτό τε καὶ παραμένοι σὺν αὐχμηρῷ τῷ σώματι, καὶ τῇ θερμασίᾳ κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν τῆς χειρὸς ἐπιεικεῖ φαινομένῃ, χρονιζόντων δὲ δριμείᾳ καὶ δακνώδει καὶ αὐχμηρᾷ προσπιπτούσῃ, τὸν τοιοῦτον πυρετὸν ἑκτικὸν ὑπολαμβάνειν εἶναι. μέγιστον δέ σοι καὶ ἀναμφισβήτητον ἔσται γνώρισμα τῆς φύσεως αὐτοῦ, θρέψαντι τὸν ἄνθρωπον, ἡνίκα μάλιστα δοκεῖ βεβαίως ὑπερβεβηκέναι τὰς ὑπόπτους ὥρας ἁπάσας. εὐθέως γὰρ ἐπὶ τῇ [321] τροφῇ μετὰ μίαν ὥραν ἢ δευτέραν ἅπασι τοῖς ἁπτομένοις τοῦ κάμνοντος ἑτέραν ἐπίδοσιν ὁ πυρετὸς ἐσχηκέναι δόξει. καί τις καὶ τοῖς δοῦσι τὴν τροφὴν ὡς ἀκαίρως θρέψασιν ἐγκαλέσει, καὶ ὡς κατ' αὐτὰς μάλιστα τὰς ὥρας τοῦ παροξυσμοῦ, καὶ ὡς ἐχρῆν ἐπὶ πλείω χρόνον ἐπιμετρῆσαι, καὶ ὡς ὑστέρησεν ἡ ἐπισημασία. τὸ δ' οὐχ οὕτως ἔχει. πᾶσι γὰρ τοῖς ἑκτικοῖς πυρετοῖς ἴδιον ἀχώριστον ὑπάρχει τοῦτο, τὸ τροφῆς προσενεχθείσης ἀνάπτεσθαι μὲν τὴν θερμασίαν, ἐπιδιδόναι δὲ τὸν σφυγμὸν εἰς μέγεθος καὶ τάχος, ὡς ἄθλιπτον δοκεῖν ἐπισημασίαν γεγονέναι. προσαγορεύω δὲ ἄθλιπτον, ἐν ᾗ μήτε φρίκη τις ἐγένετο, μήτε περίψυξις τῶν ἄκρων, μήθ' οἷον εἰς ὕπνον τις καταφορὰ, μήτε νωθρότης τις ἐπίσημος, ἢ ἀνωμαλία τις ὅλως ἤτοι κατὰ τὴν θερμασίαν, ἢ κατὰ τοὺς σφυγμοὺς, ἔτι δὲ μᾶλλον οὐδὲ σμικρότης, οὐδ' ἀμυδρότης, οὐδ' ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ' ὡς ἂν καὶ ἄλλῳ τινὶ τραφέντι μείζων αὐτίκα καὶ θάττων σφυγμὸς ἀποτελεσθείη. γίνεται μὲν οὖν ποτε καὶ κατ' ἄλλους τινὰς πυρετοὺς ἄθλιπτος ἀνάβασις, καὶ ὅσον γε ἐπὶ τούτου, δόξειεν ἂν οὐκ εἶναι αὐτῶν ἑκτικῶν ἴδιον ἀχώριστον σύμπτωμα· διαφέρει μὲν [322] οὐκ ὀλίγον, εἰ τὸ σύμπαν ἄθροισμα τῶν εἰρημένων γνωρισμάτων ἐπιβλέπεις. ἐν μὲν γὰρ τοῖς ἄλλοις ἅπασι πυρετοῖς αἱ τοιαῦται εἰσβολαὶ ἄθλιπτοι γίνονται χωρὶς τοῦ τραφῆναι· κατὰ δὲ τοὺς ἑκτικοὺς πᾶν τὸ ἐναντιώτατον, οὐδ' ὅλως ἐπισημασία γίνεται κατ' οὐδένα χρόνον, ἀλλ' εἷς ἐστι συνεχὴς πυρετὸς ὥσπερ, ὁ καλούμενος ἰδίως σύνοχος. ἀλλ' ἐκεῖνος μὲν ὥσπέρ τινα φλόγα παμπόλλην ἀπαντῶσαν ἔχει τοῖς ἐπιβάλλουσι τὴν χεῖρα, πρὸς τῷ καὶ τοὺς σφυγμοὺς ταχίστους καὶ πυκνοτάτους καὶ μεγίστους ὑπάρχειν αὐτῷ· κατὰ δὲ τοὺς ἑκτικοὺς πυρετοὺς οὔτε πλῆθος ἀπαντᾷ θερμασίας, οἵ τε σφυγμοὶ τοσοῦτον μικρότεροι καὶ ἀραιότεροι καὶ βραδύτεροι τῶν ἐν τοῖς συνόχοις εἰσὶν, ὅσον περ καὶ τὰ τῆς θερμότητος ἐλάττω.
Κοινὸν μὲν οὖν ἁπάντων τῶν ἑκτικῶν πυρετῶν βληχροῖς τε εἶναι καὶ ἴσοις διὰ παντὸς, ἀπὸ τῆς πρώτης ἀρχῆς ἕως τῆς ἐσχάτης τελευτῆς· ἴδιον δὲ τοῖς τῶν μαρασμῶν συγγενέσιν ἡ ξηρότης, ἐπεί τοι πολλάκις ἄνευ ξηρότητος ἑκτικοὶ συνίστανται πυρετοὶ, μὴ μεταπίπτοντες εἰς μαρασμὸν, οἷοι καὶ νῦν ἐγένοντο παμπόλλοις ἐν [323] τῷ λιμῷ τῷ μεγάλῳ. τῶν μὲν οὖν συνόχων διαφέρουσιν, ὡς εἴρηται, οἱ ἑκτικοὶ πυρετοί· τῶν δὲ ἄλλων τῶν ἀθλίπτους ἐχόντων τὰς ἐπισημασίας αὐτῷ μάλιστα τούτῳ διαφέρουσι, τῷ θλίψιν μέν τινα πάντως ἐκείνοις προσγίγνεσθαι τραφεῖσιν ὑπὸ τὴν εἰσβολὴν τοῦ παροξυσμοῦ, τοῖς δ' ἑκτικοῖς τὴν οἷον ἄθλιπτον ἐπισημασίαν ἐπὶ ταῖς τροφαῖς συμπίπτειν, οὐκ οὖσαν μὲν, ὡς ὁλίγον ἔμπροσθεν εἶπον, ἐπισημασίαν, ἐξαπατῶσαν δὲ τοὺς ἀγυμνάστους περὶ τὰ τοιαῦτα τῷ τε πλήθει τῆς θερμασίας καὶ τῷ μεγέθει καὶ τῷ τάχει τῶν σφυγμῶν. ἐναργέστερον δὲ κατὰ τὴν ἑξῆς ἡμέραν ὁ τοιοῦτος ἐπιγνωσθήσεται πυρετὸς, ἐπιμελέστερον ἔτι παραφυλαξάντων ἡμῶν, ἄχρι πόσου παραμένει τὰ μετὰ τὸ τραφῆναι τὸν ἄνθρωπον ἔν τε τοῖς σφυγμοῖς ἀλλοιωθέντα καὶ περὶ τὴν θερμασίαν. εὑρεθήσεται γὰρ ἄχρι τοσούτου ἠλλοιῶσθαι τὰ φαινόμενα σύμπαντα σαφῶς, ἄχρι περ ἂν ἡ ἀπὸ τῆς τροφῆς ἀνάδοσίς τε καὶ πρόσθεσις ὑγραίνηται τὸν αὐχμὸν τῆς καρδίας, εἶτ' αὖθις εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν ἐπανερχόμενα τὴν πρὸ τοῦ τραφῆναι τὸν ἄνθρωπον. εἰ τοίνυν ἐν ἑτέρῳ καιρῷ θρέψειας [324] αὐτὸν ἐν τῇ μετὰ ταύτην ἡμέρᾳ, καὶ πάλιν ἐν ἑτέρῳ κατὰ τὴν ἑξῆς, εὑρήσεις ὃ λέγω γινόμενον, αὐξανομένην μὲν ἐπὶ τῇ τροφῇ τὴν θερμασίαν, ἀλλοιουμένους δὲ, ὡς εἴρηται, τοὺς σφυγμούς. ἔοικε γὰρ αὐτοῖς συμβαίνειν οἷόν τι κᾀπὶ τῆς τιτάνου καὶ τῶν λίθων τῶν διατεθερμασμένων. εἰ γὰρ καὶ ψυχρότατον ὕδωρ αὐτῶν καταχέεις, πολὺ θερμότεροι φαίνονται, τρεφομένης, ὡς ἔοικε, τῆς αὐχμώδους ἐν αὐτοῖς θερμασίας ὑπὸ τῆς ὑγρᾶς οὐσίας. ἥτις μὲν οὖν ἐστιν ἡ αἰτία δι' ἣν τοῦτο γίγνεται, τῶν φυσικῶν προβλημάτων ἐστίν· ὅτι δὲ οὕτως γίγνεται, μαθεῖν ἔνεστιν ἅπαντι τῷ πειραθῆναι βουληθέντι. λαβὼν γοῦν ἐπὶ τὴν χεῖρα βῶλον τιτάνου καταφρονεῖ τῆς αὐτῆς θερμασίας καὶ οὐκ αἰσθάνεται· εἰ δὲ ἀποτιθέμενος χαμαὶ καταχέεις αὐτῆς ὕδωρ, ὄψει μὲν αὐτίκα μάλα θερμαινομένην τε καὶ οὕτω ζέουσαν, ὥσπερ οἱ λέβητες, ὅταν ὁμιλήσωσι παμπόλλῃ φλογί· θεάσῃ δὲ καὶ ἀτμὸν οὐκ ὀλίγον ἀναφερόμενον ὑπ' αὐτῆς· εἰ δὲ καὶ ἅψασθαι τολμήσειας ἐν τῷδε, καυθήσῃ ῥᾳδίως. οὕτως ἄρα πρός γε τὴν αἴσθησιν ἡ ὑγρὰ θερμότης οὐκ ὀλίγῳ τινὶ τῆς ξηρᾶς ἐναργεστέραν ἔχει τὴν δύναμιν. ὅτι δὲ ξηρὰ θερμότης ἐστὶν ἡ κατὰ τοὺς ἑκτικοὺς [325] πυρετοὺς, οἷς ἕπεται μαρασμὸς, ἔνεστί σοι κᾀντεῦθεν μαθεῖν· οὐδεὶς ἐξ ἀρχῆς εὐθέως ἑάλω τοιούτῳ πυρετῷ τῶν ὑγρὰν ἐχόντων τὴν ἕξιν τοῦ σώματος, ἀλλ' ὅσοι καὶ φύσει ξηρότεροι, καὶ μάλιστα εἰ σὺν τούτῳ θερμοὶ τὴν κρᾶσιν εἶεν, εἵλοντό τε βίον ἐν πόνοις καὶ ἀγρυπνίαις καὶ φροντίσι καὶ διαίτῃ λεπτῇ, τούτοις εἴωθεν εὐθὺς ἐξ ἀρχῆς εἰσβάλλειν ἑκτικὸς πυρετὸς ἐπὶ θυμοῖς ἢ λύπαις· ἔτι δὲ καὶ μᾶλλον εἰ θέρους ὥρᾳ συμπέσοι καὶ κατάστασις θερμὴ καὶ ξηρὰ καὶ χωρίον τοιοῦτον. ὅρος δὲ τῆς ἀρχῆς αὐτοῦ τὸ κατὰ τὸν χρόνον, ἐν ᾧπερ οἱ ἐφήμεροι διὰ παρακμῆς ἐπιεικοῦς εἰς ἀπυρεξίαν ἔρχονται, πρὸς τῷ μηδὲν αὐτοῖς γίγνεσθαι τοιοῦτον, ἐναργῶς ἐπιτείνεσθαι τὴν ξηρότητα. τότε γὰρ πρῶτον ὑποχωρήσας τῶν ἐφημέρων, ἑκτικὸς ἤδη γίνεται. τῆς δ' οἷον αὐξήσεώς τε καὶ τελείας συμπληρώσεως αὐτοῦ ὅρος ἕτερός ἐστιν ὁ κατὰ τὴν τρίτην ἡμέραν παροξυσμός· εἰ γὰρ, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, κατὰ τήνδε μήτ' εἰσβάλλει τις ἕτερος παροξυσμὸς μήτ' ἀπύρεκτος ὁ κάμνων γένοιτο, τῆς ξηρότητος ἐπιτεινομένης αὐτῷ, βεβαίως ὁ τοιοῦτος ἤδη τῶν ἑκτικῶν ἐστι, [326] καὶ προϊόντος δὲ τοῦ χρόνου μαρασμώδης ἔσται ταχέως, σφυγμός τε ἀμυδρός τε ἅμα καὶ σκληρὸς γίνεται. εὐθὺς δὲ δήπου καὶ μικρὸς ἐξ ἀνάγκης τοιοῦτός ἐστι καὶ πυκνὸς, οὐ μὴν διὰ ταῦτά ἐστι μαρασμώδης, ἀλλὰ διὰ τὴν ἀμυδρότητα καὶ σκληρότητα. γίνεται γὰρ ἡ μὲν ἀμυδρότης ἐπὶ ταῖς ἰσχυραῖς τῆς καρδίας δυσκρασίαις· ἡ δὲ σκληρότης ἐπὶ ταῖς ξηρότησιν· ἢν δὲ δὴ ταῦτα τὴν καρδίαν καταλάβῃ τὰ παθήματα, πυρέττειν ἀνάγκη τὸ ζῶον ἐν τῷδε μαρασμώδη πυρετόν. εἰς δὲ τὸν αὐτὸν τοῦτον ἐμπίπτουσι πυρετὸν ἐκ τῶν ὀξέων τε καὶ καυσωδῶν οἱ πλεῖστοι τῶν κακῶς ἰατρευθέντων, καὶ μάλισθ' ὅσοι δεόμενοι ὕδατος πιεῖν ψυχροῦ πρὸς τῷ μὴ πιεῖν οὐδ' ἄλλο τι ψυκτήριον ἴαμα τοῦ θώρακος καὶ τῶν ὑποχονδρίων ἔσχον. εἰ δὲ δὴ πρὸς τῷ μηδὲ τούτων τι σχεῖν ἔτι καὶ τοῖς διὰ μέλιτος ἐπὶ πλεῖστον ἐχρήσαντο καταπλάσμασιν, ἃ νῦν ἐπιπολάζει, ἐπιπλέον μαρανθῆναι τούτοις ἕτοιμον, εἴθ' ἁπλῶς πυρέττοιεν, εἴτ' ἐφ' ἥπατος ἢ γαστρὸς φλεγμονῇ. μάλιστα γὰρ οὖν δὴ ταύταις ταῖς φλεγμοναῖς οὐκ ὀρθῶς θεραπευομέναις ἕπονται μαρασμοί· ὥστέ τινες ᾠήθησαν οὐδ' ἄλλως δύνασθαι γενέσθαι τὸ τοιοῦτον πάθος, οὐκ εἰδότες [327] ὡς οὔτε τούτων οὐδέτερον, οὐδ' ἄλλο τι σπλάγχνον ἢ μόριον, οὔτε μαρασμὸν οὔθ' ὅλως ἑκτικὸν οὐδένα πυρετὸν ἀπεργάζεται, πρὶν, ὡς εἴρηται, παθεῖν τὴν καρδίαν. ἄρχεται δὲ τὸ πάθος αὐτῇ ποτὲ μὲν ἐξ αὐτῆς, ὡς ἐπὶ θυμοῖς καὶ λύπαις ἰσχυραῖς καὶ μακραῖς· ἐνίοτε δὲ ἐπὶ τοῖς καυσώδεσι πυρετοῖς· ἔστιν ὅτε δὲ ἐπὶ τοῖς κατὰ πνεύμονα καὶ θώρακα πάθεσι, καὶ μάλιστα ἐμπυήμασί τε καὶ φθόαις. ὥσπερ δὲ ἐπὶ τούτοις, οὕτως ἐπὶ γαστρὶ καὶ ἥπατι καὶ ἁπλῶς εἰπεῖν ἁπάσαις χρονιζούσαις φλεγμοναῖς ἐπὶ κυρίοις μέρεσιν ἅμα ξηρότητι τοῦ γε σύμπαντος ζώου καὶ μάλιστα τῆς καρδίας. ἐγὼ γοῦν οἶδα καὶ κώλου φλεγμονῇ χρονισάσῃ μαρασμὸν ἀκολουθήσαντα, καὶ στομάχου καὶ κύστεως καὶ νεφρῶν. ἐγίνοντο δέ τινες οὐχ ἥκιστα καὶ τῶν δυσεντερικῶν ἐν τοιούτῳ πυρετῷ, φλεγμηνάντων αὐτοῖς δηλονότι τῶν ἐντέρων. καὶ λειεντερίαις δὲ καὶ διαῤῥοίαις μακραῖς, ὅταν ἤτοι γε εὐθέως ἀπ' ἀρχῆς, ἢ ἐν τῷ χρόνῳ προϊόντι πυρετὸς συμπέσῃ βληχρὸς, ἕπονται μαρασμοὶ, καὶ ἁπλῶς εἰπεῖν, ὅταν ἤδη [328] προεξηρασμένον τὸ τῆς καρδίας σῶμα τὴν πυρετώδη θερμότητα καταδέξηται δυσλύτως.
Διὸ καὶ μέγιστόν ἐστι γνώρισμα πυρετῶν ἑκτικῶν αἱ ἀρτηρίαι θερμότεραι φαινόμεναι τῶν πέριξ σωμάτων, ὅπερ αὐταῖς οὐ συμβαίνει κατὰ τοὺς ἄλλους πυρετούς. ἔτι δὲ ἐναργέστερον γίνεται τὸ σύμπτωμα, λουσαμένων ἢ ἄλλως ὁπωσοῦν ἀραιωθέντων, ὡς ἰκμάδα τέ τινα προχυθῆναι καὶ διαπνεῦσαι τὴν θερμότητα. σύμμετρος μὲν γὰρ ἡ ἐν τοῖς ἄλλοις ἅπασι μέρεσι θερμασία φαίνεται μετὰ τὰς τοιαύτας διαπνοάς· οὐδὲν δὲ τῆς ἔμπροσθεν ἐλάττων ἡ ἐν ταῖς ἀρτηρίαις. μάλιστα δ' αὐτῆς ἐστιν ἀκριβῶς αἰσθάνεσθαι κατὰ τὰς διαστολὰς τῶν σφυγμῶν, οἵ τινες οὐδ' αὐτοὶ μεταβάλλουσιν ἐπὶ ταῖς εἰρημέναις διαπνοαῖς, ἀλλὰ διαμένουσιν ὅμοιοι τὰ πάντα. μόνος μὲν οὖν συνιστάμενος ὁ ἑκτικὸς πυρετὸς εὔδηλός ἐστιν, ἄν θ' ἁπλῶς ἑκτικὸς ἄν τε καὶ ἅμα μαρασμώδης ὑπάρχῃ· σὺν ἑτέρῳ δέ τινι χαλεπώτερον ἤδη γινώσκεται, καθάπερ ὁ ἔναγχος ἐπί τινος γυναίου γινόμενος, οὐ δι' ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς οὐκ [329] ἀσαφῶς παροξυνόμενος. ἐλάνθανε γὰρ ὁ μαρασμώδης πυρετὸς ἅπαντας τοὺς ἐπισκοπουμένους ἰατροὺς οἰομένους χρῆναι μήτ' ἀρχὴν εἰσβολῆς αἰσθητὴν εἶναι τοῖς ἑκτικοῖς πυρετοῖς, μήτε ἀνάβασιν, μήτε ἀκμὴν, ὡς οὐκ ἐνδεχόμενον ἑκτικῷ πυρετῷ συμπλακῆναί τινα τῶν ἐπὶ χυμοῖς· ἀλλ' ἡμῖν γε κᾀπὶ ταύτης γυναικὸς εὐθέως ἐν ταῖς πρώταις ἡμέραις ἐγνωρίσθη. ἑκατέρα γὰρ τῶν ἐπισημασιῶν, ἥ τε δι' ἡμέρας καὶ ἡ νύκτωρ γινομένη, βραχυχρόνια μὲν ἐποιεῖτο τὰ μέρη τοῦ παροξυσμοῦ, καὶ πολλάκις τε καὶ μετὰ νοτίδος τινὸς, ἢ ἀτμώδους διαπνοῆς ἐλύετο σαφῶς οὕτως, ὡς εὔκρατον ἁπτομένοις φαίνεσθαι τὸ σῶμα· τὰ δὲ κατὰ τὰς ἀρτηρίας σημεῖα τὰ μικρὸν ἔμπροσθεν εἰρημένα διὰ παντὸς ἔμενεν, οὔτε ἀποψυχομένων αὐτῶν ὁμοίως τοῖς ἄλλοις μορίοις οὔτε τὸ τάχος ἢ τὴν πυκνότητα τῆς κινήσεως ἐκλυουσῶν. ἅπερ οὖν εἴρηταί μοι καὶ δι' ἑτέρων ἤδη πολλάκις, εἰρήσεται καὶ νῦν, ὡς οὐ χρὴ τὰς περιόδους τε καὶ ἀναλογίας τῶν παροξυσμῶν ἐπισκοπεῖσθαι μόνον, ἀλλὰ πολὺ πρότερον αὐτὴν τὴν ἰδέαν τοῦ πυρετοῦ, κᾀκ ταύτης γνωρίζειν αὐτοὺς τοὺς πυρετοὺς, ὥσπερ τοὺς ἀνθρώπους ἐκ [330] τῆς ἰδίας μορφῆς. οὕτω τοι καὶ ἡμεῖς ἐν τῇ πρώτῃ πολλάκις ἡμέρᾳ τὸ εἶδος ἐγνωρίσαμεν τοῦ πυρετοῦ, μὴ περιμείναντες ἢ διὰ τρίτης, ἢ διὰ τετάρτης, ἢ ἀμφημερινῆς ἀνταποδόσεως. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ πλέον ἐν τῷ δευτέρῳ περὶ κρίσεων εἴρηται. λέλεκται δὲ οὐδὲν ἧττον ἐν ἐκείνῳ βιβλίῳ καὶ ὡς χρὴ τῶν ἐφημέρων πυρετῶν γνωρίζειν τὰς διαφοράς. ἐπηγγειλάμην μὲν οὖν κᾀνταῦθα, οἶδ' ὅτι, περὶ αὐτῶν ἐρεῖν. ἀναμνησθεὶς δὲ ὡς μικροῦ τινος ἐνδεῖ τὰ κατ' ἐκείνου τοῦ βιβλίου εἰς τὸ τελέως εἰρῆσθαι πάντα, τὰ μὲν ἄλλα περιττὸν ᾠήθην μεταγράφειν ἐνταῦθα, μόνα δὲ ἅπερ ἐλλιπῶς διώρισται ἐν αὐτῷ προσθήσω.
Τοῖς μὲν ἐπ' ἐγκαύσει πυρέττουσι τὸ δέρμα μᾶλλον ἐπὶ τὸ θερμότερόν τε καὶ αὐχμωδέστερον ἤπερ σφυγμοὶ πρὸς τὸ πυρετῶδες ἐξανίστανται. καὶ γὰρ οὖν καὶ διψώδεις ἧττον οἱ τοιοῦτοι τῶν ἴσην ἐχόντων τὴν θερμότητα, καὶ κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς χειρὸς ἀκμαῖον ἐπ' αὐτῶν φαίνεται τὸ θερμὸν, ἔμπαλιν ἢ ὡς ἐπὶ τῶν διὰ στέγνωσίν τινα νοσούντων· ἐπαναδίδωσι γὰρ ἐπ' ἐκείνοις. διακαίεσθαι δὲ καὶ ἡ κεφαλὴ μάλιστα δοκεῖ τοῖς ἐπ' ἐγκαύσει πυρέξασι, [331] καὶ χαίρουσί τε μᾶλλον καὶ ὀνίνανται ψυχροῖς καταντλούμενοι, καὶ οἱ ὀφθαλμοὶ δὲ αὐτοῖς θερμότεροί τε καὶ ἐρυθρότεροι φαίνονται μετὰ ξηρότητος, ὅσοι γε δὴ χωρὶς κορύζης καὶ κατάῤῥου κάμνουσιν. ἐνίοις γὰρ τῶν ἐγκαυθέντων καὶ ταῦτα συμπίπτει, καὶ γίγνεται τούτοις οὐ θερμὴ μόνον, ἀλλὰ καὶ πλήρης ἡ κεφαλὴ τοῦ αἵματος, ὡς καὶ τὰς φλέβας ἐπιπλέον συντείνεσθαι συμπάσας, ὅσαι γε καὶ κατὰ τοὺς ὀφθαλμούς εἰσι καὶ τοὺς κροτάφους, καὶ τὸ μέτωπον, ὅλον τε τὸ πρόσωπον. ἔστι δ' οὐχ ἥκιστα διακρῖνον καὶ τοῦτο τὸ πλήρεις εἶναι αὐτοὺς ἱκανῶς τῶν ἐπὶ ψύξει χυμῶν πυρεττόντων. καὶ γὰρ καὶ τούτων ὅσοι τὴν κεφαλὴν ἐκακώθησαν, ἑτοίμως ἁλίσκονται κορύζαις τε καὶ κατάῤῥοις, καὶ ὅ γε πυρετὸς αὐτοῖς ἐνίοτε σύμπτωμά ἐστι μόνης τῆς ἐν τῇ κεφαλῇ διαθέσεως· ὡς τὰ πολλὰ δὲ τότε μᾶλλον πυρέττουσιν, ὅτε τὸ σῶμα σύμπαν ψυχθῶσιν ἢ ἐγκαυθῶσιν. ἧττον δ' ἐστὶ θερμὸν τὸ δέρμα τοῖς ψυχθεῖσιν, ἐν ὄγκῳ τε μείζονι τὸ σῶμα, καὶ οὐδεὶς αὐχμὸς ἀμφὶ τὸ πρόσωπον, οἷος τοῖς ἐπ' ἐγκαύσει πυρέττουσιν ἄνευ τοῦ πεπληρῶσθαι τὴν κεφαλήν. ὡς τὰ πολλὰ μὲν οὖν εἴωθεν ἅπασι τοῖς τοιούτοις ἡ κεφαλὴ πληροῦσθαι, πλὴν [332] εἴ τις ἀκριβῶς εἴη καθαρὸς καὶ ἀπέριττος τὸ σῶμα· τούτοις γὰρ μόνοις ἐνδέχεται θερμαινομένην τὴν κεφαλὴν ἀπλήρωτον διαμένειν, ὅμως μὴν ἔστιν ὅτε καὶ χωρὶς τοῦ πεπληρῶσθαι θερμασίαν παμπόλλην καταλαμβάνειν σύμπασαν αὐτὴν ἐγκαυθεῖσαν. αὕτη μὲν οὖν ἡ διάθεσις ἐναργέστατα διαφέρει τῆς κατὰ ψύξιν· ἡ δὲ μετὰ τοῦ πεπληρῶσθαι δυσδιάκριτός ἐστιν, ὡς ἂν καὶ κατάῤῥουν ἐπικαλουμένη καὶ κόρυζαν, ἅπερ καὶ τοῖς ψυχθεῖσι συμβαίνει, ἀλλ' ὡς εἴρηται, τὸ αὐχμῶδες καὶ τὸ ἄγαν θερμὸν τοῦ δέρματος, ὅσα τ' ἄλλα μικρὸν ἔμπροσθεν εἶπον, ἴδια τῶν ἐγκαυθέντων εἰσὶ, περὶ ὧν ἐπιπλέον ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται σὺν ταῖς ἄλλαις ἁπάσαις τῶν ἐφημέρων πυρετῶν διαφοραῖς, ὧν τὰς διαγνώσεις ἐν τῷ δευτέρῳ περὶ κρίσεων εἰρηκότες, οὐδὲν ἔτι δεόμεθα νῦν ἐκδιηγεῖσθαι. ἀλλὰ τοῦτον μὲν ἤδη τὸν λόγον ἐνταυθοῖ καταπαύσομεν, ἑξῆς δὲ τῶν ἐπὶ χυμοῖς ἀναπτομένων πυρετῶν ἁπάσας ἐροῦμεν τὰς διαφοράς.
[333] Ὑπόλοιπον ἂν εἴη τὰς διαφορὰς τῶν ἐπὶ χυμοῖς ἀναπτομένων πυρετῶν διελθεῖν, αὐτὸ τοῦτο πρότερον ὑπὲρ αὐτῶν εἰπόντας, ὡς οὐχ ἱκανόν ἐστιν ὅ τινες ὑπέλαβον εἰς γένεσιν πυρετῶν, αὐξηθῆναί τε καὶ πλεονάσαι τὸν πικρόχολον χυμὸν, ὃν ἔνιοι μὲν ὠχρὰν, ἔνιοι δὲ ξανθὴν ὀνομάζουσι χολήν. ἅπαντες γὰρ ἂν οὕτω μεγίστους ἐπύρεττον πυρετοὺς οἱ ἰκτεριῶντες, οἷς πλῆθός γε τῆς τοιαύτης χολῆς ἐν ἅπαντι σώματι περιέχεται, ἀλλ' οὐ πυρέττουσι, πλὴν εἰ κατ' ἄλλην τινὰ αἰτίαν συνελθοῦσαν, ὑπὲρ ἧς ὀλίγον ὕστερον [334] εἰρήσεται. ἄτοπον δὲ τὸ κᾀν τοῖς τεταρταίοις καὶ τοῖς ἀμφημερινοῖς πυρετοῖς τοῖς ἀκριβέσιν ἠθροῖσθαι τὴν πικρὰν χολὴν ὑπολαμβάνειν, ὥσπερ ἐν τοῖς τριταίοις καὶ καύσοις. ἔμπαλιν γὰρ ἐπί τε τῶν ἀμφημερινῶν καὶ τεταρταίων πυρετῶν οὔτε ἔμετοι χολώδεις, οὔθ' ἱδρῶτες, οὔτ' οὖρα, καὶ διαχωρήματα φαίνεται πικρόχολα, πρὸς τῷ μηδ' ἄλλο τι τῶν προσγεγονότων τε καὶ συνυπαρχόντων αὐτοῖς μαρτυρεῖν. οἱ μὲν γὰρ τριταῖοι πυρετοὶ τὸ ἐπίπαν ἔν τε σώμασι συνίστανται χολωδεστέροις φύσει καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων, ἥ τίς ἐστιν ἁπασῶν τῶν ἡλικιῶν χολωδεστάτη, καὶ ἐν ὥρᾳ θερινῇ μάλιστα, καθ' ἣν ὁ τοιοῦτος ἐπικρατεῖ χυμός. οὕτω δὲ κᾀν τοῖς θερμοῖς καὶ ξηροῖς τῇ κράσει χωρίοις, καὶ καταστάσει τοῦ περιέχοντος ἀέρος τοιαύτῃ, καὶ βίοις οὐκ ἐν ῥᾳστώνῃ καὶ ῥᾳθυμίᾳ τὸ πλέον, ἀλλὰ ἐν πόνοις καὶ φροντίσι καὶ ἀγρυπνίαις, ἐγκαύσεσί τε καὶ τροφαῖς ὀλίγαις, καὶ ταύταις θερμαῖς καὶ ξηραῖς. ἀλλὰ καὶ ἡ θερμαινόντων τε καὶ ξηραινόντων φαρμάκων ἀμετροτέρα χρῆσις εὔφορός ἐστι τριταίων πυρετῶν· οἱ δ' ἀμφημερινοὶ κατὰ τοὐναντίον ἅπαν, ἔν τε ταῖς φλεγματικωτέραις φύσεσι, καὶ τῶν ὡρῶν ἐν χειμῶνι, [335] καὶ τῶν καταστάσεων ἔν τε ταῖς ὑγροτέραις καὶ ψυχροτέραις, γέρουσί τε καὶ παισὶ μᾶλλον, ἐν ὑγροῖς καὶ ψυχροῖς χωρίοις, καὶ βίοις ἀργοῖς ἅμα καὶ σὺν πλησμονῇ, καὶ μάλισθ' ὅταν ἐπὶ σιτίοις λούωνται, καὶ πολὺ δὴ μᾶλλον, ὅταν καὶ αὐτὰ τὰ σιτία φλεγματικώτερα τὴν φύσιν ὑπάρχῃ. οὐ μὴν οὐδ' ἐμοῦσιν οὗτοι τὸν πικρόχολον χυμὸν, οὐδὲ διαχωροῦσιν, οὔθ' ἱδροῦσιν, ὥσπερ ἐν τοῖς τριταίοις πυρετοῖς. οὗτοι μὲν γὰρ ἐπὶ τῇ ξανθῇ χολῇ σηπομένῃ γίγνεσθαι πεφύκασιν· οἱ δ' ἀμφημερινοὶ τοῖς φλεγματώδεσιν ἕπονται χυμοῖς, ὥσπερ οἱ τεταρταῖοι τοῖς μελαγχολικοῖς. οὕτω γοῦν καὶ φύσεις σωμάτων αἱ μελαγχολικώτεραι, καὶ τῶν ἡλικιῶν ἡ παρακμαστικὴ, καὶ τῶν ὡρῶν τὸ φθινόπωρον, ἅπαντά τε τὰ τούτοις ἀνάλογα ἐν ἐδέσμασί τε καὶ πόμασι καὶ τῷ σύμπαντι βίῳ ξηρὰ καὶ ψυχρὰ τὴν κρᾶσιν ὑπάρχοντα τεταρταίων ἐστὶ γόνιμα πυρετῶν. διὰ τοῦτο καὶ τὸ προηγούμενον αὐτῶν ῥῖγος οὐχ ὅμοιον, ἀλλὰ τὸ μὲν ἐν τοῖς τριταίοις οἷον νύττοντός τε καὶ τιτρώσκοντος τὴν αἴσθησιν ἐνδείκνυται τοῦ ποιοῦντος αἰτίου· τὸ δ' ἐν τοῖς τεταρταίοις οἷον ψύχοντος. εἴρηται δ' ἱκανῶς ὑπὲρ τῆς ἐν τοῖς ῥίγεσιν ἰδέας ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις, ἔνθα καὶ περὶ τῆς τῶν ὁμογενῶν [336] πυρετῶν ἀποδέδεικται διαφορᾶς, ὡς οἱ μὲν διαλείποντες αὐτῶν, οὕτω δὲ ὀνομάζω τοὺς εἰς αἰσθητὴν ἀπυρεξίαν ἀφικομένους, ἐπὶ κινουμένῳ τε καὶ πάντῃ τοῦ σώματος ἰόντι τῷ τὸν πυρετὸν ἐργαζομένῳ συνίστανται χυμῷ· οἱ δὲ συνεχεῖς ἀφικνοῦνται στεγνουμένῳ καὶ περιεχομένῳ ἐν ταῖς φλεψὶν, ὑπὲρ ὧν τῆς διαγνώσεως ἐν τῷ δευτέρῳ περὶ κρίσεων εἴρηται.
Τῶν μὲν οὖν διαλειπόντων τρεῖς εἰσιν αἱ πᾶσαι διαφοραὶ, ἀμφημερινὸς, τριταῖος, καὶ τεταρταῖος· ἐπὶ φλέγματι μὲν ὁ ἀμφημερινὸς σαπέντι· ἐπὶ δὲ ταῖς χολαῖς ἑκατέραις, τῇ ξανθῇ μὲν ὁ τριταῖος, τῇ μελαίνῃ δὲ ὁ τεταρταῖος. τῶν δὲ συνεχῶν ἐπὶ μὲν τῇ ξανθῇ χολῇ διττὸν εἶδος, ἓν μὲν τὸ τῶν συνόχων ὀνομαζομένων, ὧν ὁ σύμπας χρόνος εἷς παροξυσμός ἐστιν ἀπ' ἀρχῆς ἄχρι λύσεως· ἕτερον δὲ τὸ τῶν ὁμωνύμως τῷ γένει λεγομένων συνεχῶν, ἐν πολλαῖς ταῖς κατὰ μέρος περιόδοις προερχομένων. τῶν μὲν οὖν συνόχων αἱ πᾶσαι τρεῖς εἰσιν αἱ διαφοραί. τινὲς μὲν γὰρ αὐτῶν ἀπὸ τῆς ἀρχῆς ἕως τῆς τελευτῆς ἶσοι διαμένουσι· [337] τινὲς δὲ παραυξάνονται κατὰ βραχύ· τρίτοι δ' ἄλλοι μειοῦνται κατὰ βραχύ. καί τινες ὀνόματα τοῖς μὲν πρώτοις ὁμοτόνους τε καὶ ἀκμαστικοὺς ἔθεντο· τοῖς δὲ δευτέροις ἀναβατικούς τε καὶ ἐπακμαστικούς· τοῖς δὲ τρίτοις παρακμαστικούς. τῶν δὲ συνεχῶν δύο μέν εἰσιν αἱ πρῶται διαφοραὶ, τῶν μὲν διὰ τρίτης μόνον παροξυνομένων, ἑτέρων δὲ κᾀν τῇ μέσῃ φερόντων παροξυσμόν. οὗτοι μὲν οὖν οὐδὲν ἴδιον ἐξαίρετον ὄνομα κέκτηνται· τοὺς δὲ διὰ τρίτης παροξυνομένους ἐγὼ μὲν ὀνομάζω τριταιοφυεῖς, οὐ μὴν κωλύω γε τὸν βουλόμενον ἕτερον αὐτοῖς ἐπιφέρειν ὄνομα, φυλαττομένης τῆς ἐν τοῖς πράγμασι διαφορᾶς. ἄλλη μὲν γάρ ἐστι φύσις, ὅταν εἰς ἀπυρεξίαν παύωνται, ἄλλη δ' ὅταν εἰς παρακμὴν πυρετώδη τελευτῶσιν οἱ διὰ τρίτης συνεχεῖς παροξυνόμενοι πυρετοί· καὶ πρὸς τούτοις ἔτι φύσις ἑτέρα τίς ἐστι τῶν καὶ ἐν τῇ μέσῃ παροξυνομένων. ἡμιτριταῖον δὲ τούτων οὐδένα καλῶ, οὐ μὴν οὐδὲ κωλύω τοὺς βουλομένους ὀνομάζειν οὕτως, εἴ μοι τοῦθ' ἓν μόνον φυλάττοιτο πρὸς αὐτῶν, τὸ μηδεμίαν [338] ἰδέαν παραλείπεσθαι πυρετοῦ, λέγεσθαι δὲ ἐφεξῆς ἁπάσας, ὡς ἐγὼ νῦν ἐνεστησάμην τόνδε τὸν λόγον. τῶν γὰρ κᾀν τῇ μέσῃ παροξυνομένων συνεχῶν ἔνιοι μὲν ἐν ἀμφημερινοῦ σχήματι προέρχονται, τοὺς δύο παροξυσμοὺς ὁμοιοτάτους ἀλλήλοις ποιούμενοι· τινὲς δ' ἀνομοίους ἔχοντες τοὺς δύο, τῷ μὲν πρώτῳ τὸν τρίτον ὁμοιότατον ἴσχουσι, τῷ δὲ δευτέρῳ τὸν τέταρτον, ἐν σχήματι δυοῖν τριταίων προϊόντες. οὗτοι μὲν ἐπὶ χολώδει μᾶλλον· οἱ δὲ καθ' ἑκάστην ἡμέραν ὁμοίως παροξύνοντες ἐπὶ φλεγματικωτέρῳ συνίστανται χυμῷ. τρίτον δ' ἄλλο γένος ἐστὶ τῶν συνεχῶν πυρετῶν σπανίως γιγνόμενον, ἐπειδὰν ὁ παροξυσμὸς ἐν σχήματι τεταρταίου περιόδου προέρχηται μὴ παυόμενος εἰς ἀπυρεξίαν. γίγνεται δὲ ὥσπερ ὁ διὰ τρίτης ἔστιν ὅτε διπλοῦς καὶ τριπλοῦς, οὕτω καὶ οὗτος οὐ μόνον διπλοῦς, ἀλλὰ καὶ τριπλοῦς. αἱ μέν τοι τοιαῦται τῶν πυρετῶν ἐπιπλοκαὶ τῆς περὶ τύπων εἰσὶ θεωρίας ἴδιαι. τῶν δ' ἐπὶ χυμοῖς ἀναπτομένων ἁπλῶν πυρετῶν αἱ σύμπασαι διαφοραὶ τοσαῦται τὸν ἀριθμόν εἰσιν, ὅσαι περ εἴρηνται νῦν· ἐξ ἐπιμιξίας δ' αὐτῶν ἕτεραί τινες γίνονται, [339] περὶ ὧν ἐφεξῆς ἐρῶ, πρότερόν γε περὶ τῶν ἁπλῶν ἔτι τὸ λεῖπον προσθεὶς, ὡς ὅστις ἂν ἀκριβῶς ἁπλοῦς ᾖ πυρετὸς, ἓν εἶδος οἷον κανόνα τινὰ κεκλήρωται τῶν νῦν ὑφ' ἡμῶν λεχθησομένων· ὅστις δ' ἂν τοῦτο νοθεύσῃ κατά τι, κατὰ τοσοῦτον ἀποχωρεῖ τῶν ἁπλῶν πυρετῶν.
Ὁ μὲν γὰρ ἐπὶ τῇ ξανθῇ χολῇ διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένῃ γιγνόμενος εἰσβάλλει τε μετὰ ῥίγους καὶ καυσώδης ἐστὶ, καὶ χολῆς ἐμέτοις, ἢ διαχωρήσεσιν, ἢ ἱδρῶσιν, ἤ τισιν αὐτῶν, ἢ πᾶσιν ἅμα ἐκλύεται. τοῦ τοιούτου πυρετοῦ τὸ μῆκος τοῦ παροξυσμοῦ τὸ μέγιστον ὡρῶν ἐστιν ἰσημερινῶν δώδεκα, καὶ καλοῦμεν αὐτὸν ἀκριβῆ τριταῖον, ἐπὶ κράσει τοῦ κάμνοντος χολώδει, καὶ ὥρᾳ καὶ καταστάσει καὶ διαίτῃ θερμῇ καὶ ξηρᾷ συνιστάμενον. εἴρηται δὲ καὶ τἄλλα τὰ συντελοῦντα πρὸς τὴν γένεσιν αὐτοῦ πάντα μικρὸν ἔμπροσθεν. ὀλιγοχρονιώτερος δὲ ὡς τὰ πολλὰ τοῦ προειρημένου μήκους ὁ παροξυσμὸς γίγνεται, παμπόλλην ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχων τὴν διαφορὰν, ἤτοι διὰ τὸ ποσόν τε καὶ τὸ ποιὸν αὐτῆς τῆς χολῆς, ἢ διὰ τὴν τοῦ κάμνοντος [340] δύναμιν, ἢ διὰ τὴν ὑπάρχουσαν τηνικαῦτα τῷ πάσχοντι τὴν διάθεσιν. ἡ μὲν γὰρ πλείων χολὴ τῆς ἐλάττονος μακρότερον φέρει τὸν παροξυσμόν· ἡ δὲ λεπτὴ τῆς παχείας βραχύτερον. οὕτω δὲ καὶ τῆς δυνάμεως ἡ μὲν ἰσχυροτέρα βραχύτερον· ἡ δ' ἀσθενεστέρα μακρότερον. καὶ τῆς τοῦ σώματος διαθέσεως ἡ μὲν ἀραιὰ βραχύτερον· ἡ δὲ πυκνὴ μακρότερον. ὁ δὲ τοῦ διαλείμματος χρόνος ἐν τῷ τοιούτῳ πυρετῷ τὸ κατὰ τοὺς σφυγμοὺς σημεῖον τῆς σηπεδόνος τοῦ χυμοῦ παντάπασιν ἀδιάγνωστον ἔχει κατὰ τὴν ἑξῆς ἡμέραν ἢ νύκτα τοῦ παροξυσμοῦ· βραχέως δὲ ὑποτυφόμενον γνωστὸν ἀμυδρῶς ἐν τοῖς πρώτοις μέρεσι τῆς μετ' αὐτήν· σαφέστερον δὲ ἤδη περὶ τὰ πέρατα τῆς αὐτῆς ἡμέρας ἢ νυκτός· ἔτι δὲ σαφέστερον ἐπὶ τῆς ἐχομένης, ἥτις προηγεῖται δηλαδὴ τῆς παροξυντικῆς ἡμέρας ἢ νυκτός. ἐν ἐκείνῃ δὲ αὐτῇ σαφὲς ἤδη τὸ σημεῖόν ἐστι, καὶ πολὺ μᾶλλον, εἰσβάλλοντος τοῦ παροξυσμοῦ, καὶ πολὺ μᾶλλον ἀναβαίνοντος ἐπὶ τὴν ἀκμήν. ἐν ταύτῃ δὲ ἧττον ἢ κατὰ τὴν ἀνάβασιν, καὶ μακρῷ πάλιν ἧττον ἐν τῇ παρακμῇ. τοῦτον τὸν πυρετὸν εἰ βούλοιο καλεῖν ἀκριβῆ τριταῖον, ὀνόματι χρήσῃ παλαιῷ· [341] εἰ δὲ μὴ, ἀλλ' ἡμῖν γε συγχώρησον οὕτως ὀνομάζειν ἕνεκα σαφοῦς διδασκαλίας.
Ἔστι δ' ἕτερος ἀκριβὴς ἁπλοῦς πυρετὸς, ἐπὶ φλέγματι σηπεδονώδει διὰ τῶν αἰσθητικῶν σωμάτων ὑπὸ τῆς φύσεως ὠθουμένῳ γιγνόμενος. ἄρχεται μὲν ἀπὸ καταψύξεως τῶν ἄκρων καὶ φρίκης μᾶλλον ἢ ῥίγους· δυσεκθέρμαντος δ' ἐστὶ καὶ πολυχρόνιον ἔχει τὴν ἀνάβασιν ὡς ἐπὶ τὴν ἀκμὴν, ἐπειδὴ καὶ ὁ χυμὸς, ἐφ' ᾧ συνίσταται, ψυχρὸς μέν ἐστι καὶ ὑγρὸς τὴν κρᾶσιν, γλίσχρος δὲ τὴν σύστασιν. δυσέξαπτός τε οὖν ἐστι διὰ ταῦτα καὶ βραδύπορος, καὶ πολλαχόθι κατὰ τοὺς πόρους ἰσχόμενος θλίβει μὲν ἐνίοτε καὶ βαρύνει τὴν δύναμιν, ἀνωμάλους δὲ καὶ πλέον ἀμυδροὺς ἐργάζεται καὶ μικροὺς τοὺς σφυγμοὺς ἔν τε ταῖς εἰσβολαῖς καὶ τῶν ἀναβάσεων ἐν τοῖς πρώτοις. γίγνεται μὲν οὖν καὶ τῷ χολώδει πυρετῷ κατὰ τὰς εἰσβολὰς τῶν παροξυσμῶν ἕκαστον τῶν εἰρημένων περὶ τὸν σφυγμὸν παθημάτων, ἀλλ' ἐπ' ἐκείνου μὲν ἐν τάχει καθίσταται τά τε ἄλλα καὶ ἡ ἀνωμαλία, τὰ πολλὰ μηδὲ συνεισβάλλουσα τοῖς τοιούτοις πυρετοῖς· ἡ θερμασία [342] δὲ οὐ μετὰ πολὺ τοῦ παύσασθαι τὸ ῥῖγος ἐξάπτεται λαμπρὰ, καθάπερ τι πῦρ ἀκριβῶς καθαρὸν, οὐδὲ μιᾶς ἐμφερομένης αὐτῷ καπνώδους ἀχλύος. τὴν δὲ τοῦ φλεγματώδους χυμοῦ θερμασίαν εἰκάσαις ἂν πυρὶ καπνώδει ξύλων χλωρῶν ἐξαπτομένων. ταῦτ' ἄρα καὶ κενώσεις ἐπ' αὐτοῦ βραχεῖαι, καὶ τὸ μῆκος τοῦ παροξυσμοῦ μακρότερον γινόμενον, ὅ τε χρόνος ὁ τοῦ διαλείμματος οὐχ ὁμοίως τῷ πρώτῳ καθαρὸς, ἀλλ' ἀεὶ τὸ τῆς σήψεως τοῦ χυμοῦ διαφυλάττων γνώρισμα κατὰ τήν τε θερμότητα καὶ τοὺς σφυγμούς. ἐναργέστατον δὲ κᾀν τούτῳ τῷ πυρετῷ περὶ τὰς εἰσβολάς τε καὶ τὰς ἐπιδύσεις τῶν παροξυσμῶν ἐστι τὸ τῆς σήψεως σημεῖον· ὅμως δ' οὖν καὶ οὗτος, ὅταν ἀκριβὴς ᾖ, τοῖς πολλοῖς δοκεῖ καθαρὸν ἔχειν τὸ διάλειμμα, καὶ ἡμεῖς οὕτως καὶ αὐτοὶ λέγομεν οὐκ ὀλιγάκις, ὅταν ἄκαιρος ἡ ἀκριβολογία φαίνηται. συμβαίνει δὲ φύσεσί τε σωμάτων καὶ ὥραις, καὶ χώραις καὶ καταστάσεσιν, ἐπιτηδευμασί τε καὶ διαίτῃ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς φλεγματώδεσι. παροξύνεται δὲ καθ' ἑκάστην ἡμέραν, καί τοι γ' ἧττον ὑπάρχων θερμὸς τοῦ διὰ τρίτης τοῦ χολώδους. ἀλλ' ἔοικεν ἐκεῖνος μὲν, ἐπειδὴ τὸν χυμὸν εὐέξαπτον ἔχει, καὶ [343] ῥᾳδίως ἑκάστοτε διὰ λεπτότητα τὸ ζέσαν αὐτοῦ κατὰ τὸν παροξυσμὸν ἐκκαθαίρεται σύμπαν, εἰς ἀπυρεξίαν τέ τινα καθαρωτέραν ἰέναι καὶ βραχὺ μετὰ τὸν παροξυσμὸν ἐγκαταλείπειν σπέρμα σηπεδονώδους θερμότητος· ὁ δ' ἐπὶ τῷ φλέγματι μήτε καθαίρεσθαι τελέως ἐν ταῖς παρακμαῖς τῶν παροξυσμῶν, μήτ' ὀλίγον ὑπολείπειν τὸ οἷον ὑποτυφόμενον. ἐντεῦθεν ἆρα τό τε διάλειμμα πολὺ φαυλότερον αὐτῷ καὶ τοῦ δευτέρου παροξυσμοῦ πρωϊαίτερον ἡ εἰσβολή.
Τὸ δὲ τρίτον γένος τῶν διαλειπόντων πυρετῶν ὁ ἀκριβὴς τεταρταῖος, ὅταν ἐπὶ μόνῳ γίνηται τῷ μελαγχολικῷ χυμῷ ψυχρῷ καὶ ξηρῷ τὴν κρᾶσιν ὑπάρχοντι, κατὰ βραχὺ μὲν ὑποτύφεται καθάπερ τις λίθος, ἢ ὄστρακον, ἢ ὀστοῦν, ἤ τι τῶν οὕτω ψυχρῶν καὶ ξηρῶν σωμάτων· ἐπειδὰν δ' ἐξαφθῇ τις ἐξ αὐτοῦ φλὸξ, οὐδὲν ὑπολείπει καπνῶδες, οὐδὲ ἡμίκαυστον ἐπὶ τῷ παροξυσμῷ, καὶ διὰ τοῦτο κενώσεις τε πλείονες ἐπὶ τούτῳ τῷ χυμῷ μᾶλλον ἢ τῷ φλεγματικῷ, καὶ τὸ διάλειμμα καθαρὸν ἀκριβῶς εἶναι δοκεῖ τῷ κᾀνταῦθα [344] ἅπαν κενοῦσθαί τε καὶ διαφορεῖσθαι τὸ ἐξαφθὲν τοῦ μελαγχολικοῦ χυμοῦ. διὰ τοῦτο δὲ καὶ τὸ ῥῖγος αὐτοῖς ἐστιν, οἷον μάλιστα τοῖς ἐν κρύει καρτερῷ καταψυχθεῖσιν, οὐχ οἷόν περ ἐνίοτε γίνεται τοῖς ἐγκαυθεῖσιν, ἢ κοπωθεῖσιν, ἢ ἐπὶ φαρμάκοις θερμοῖς καὶ δάκνουσιν ἕλκει προσενεχθεῖσιν. ἀνάγκη δὲ τοῦ τοιούτου πυρετοῦ προηγήσασθαι μὲν ὅσα χολὴν ἀθροίζει μέλαιναν, ἐν ἐπιτηδεύμασι, καὶ διαίτῃ, καὶ καταστάσει, καὶ ὥρᾳ, καὶ χώρᾳ, τὴν φύσιν τε καὶ ἡλικίαν εἶναι τοῦ κάμνοντος μελαγχολικωτέραν. ὁ παροξυσμὸς δὲ καὶ τούτου τοῦ πυρετοῦ τῷ μήκει τοῦ χρόνου τῷ τριταίῳ παραπλήσιος, ἔστι δ' ὅτε καὶ μακρότερος, ἔτι μένοντος ἀκριβῶς, ὡς ἂν ἐπὶ ψυχροτέρῳ χυμῷ συνισταμένου. ἡ δ' αἰτία παραπλήσιος ἐπί τε τούτων ἐστὶ τῶν πυρετῶν καὶ τῶν ἄλλων ἁπάντων, ἡ τὴν διαφορὰν ἐργαζομένη τοῦ μήκους τῶν παροξυσμῶν, ὥσπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τῶν ἀκριβῶν εἴρηται τριταίων, ἐν πλήθει καὶ ποιότητι τοῦ χυμοῦ καὶ ῥώμῃ καὶ ἀῤῥωστίᾳ δυνάμεως, ἔτι πρὸς τούτοις αὐτῇ τοῦ κάμνοντος τῇ διαθέσει τὴν διαφορὰν ἔχουσα. καὶ γὰρ καὶ τἄλλα πάντα αὐτοῖς ἀνάλογον ὑπάρχει τοῖς ἐπὶ τῷ πικροχόλῳ χυμῷ [345] συνισταμένοις. εἰ γοῦν μήτε σήποιτο μήτε φέροιτο σφοδρῶς διὰ τῶν αἰσθητικῶν σωμάτων ὁ μελαγχολικὸς χυμὸς, οὐκ ἂν ἀπεργάσεται τεταρταίαν περίοδον ἀκριβῆ. καὶ μὴν καὶ τοῖς ἰκτεριώδεσι παθήμασιν ἀνάλογον αἱ ἐπὶ σπληνὸς ἀῤῥωστίαι χρόνιαι μελαγχολικαὶ, καὶ δύσχροιαι περὶ τὸ σύμπαν γίνονται σῶμα· καὶ τοῖς ἐρυσιπέλασιν ἐπὶ τῇ ξανθῇ χολῇ συνισταμένοις ἀνάλογον οἵ τε καρκῖνοι καὶ αἱ φαγέδαιναι. πυρέττουσι δ' οὔτε ἐν τούτοις ἐξ ἀνάγκης οὔτ' ἐν τοῖς μελαγχολικοῖς, εἰ μὴ σαπείη πρότερον ὁ μελαγχολικὸς χυμός. πειρᾶται μὲν γὰρ ἡ φύσις ἀεὶ ἑαυτῆς χρωμένη δυνάμεσιν ὁμοιοῦν μὲν τοῖς τρεφομένοις ὅσον ἂν ἐγχωρῇ γενέσθαι χρηστὸν, ἐκκρίνειν δὲ τὸ μὴ τοιοῦτον· ἢν δέ ποτε διὰ πάχος, ἢ πλῆθος, ἢ γλισχρότητα τοῦ περιττώματος, ἤ τινα στέγνωσιν τῶν ὁδῶν, ἢ καὶ διὰ τὴν ἑαυτῆς ἀσθένειαν ἀδυνατήσῃ πᾶν ἐκκρῖναι τὸ μοχθηρὸν, ἀναγκαῖον αὐτῷ χρονίζοντι κατὰ τὸ τοῦ ζώου σῶμα διαφθείρεσθαι. μένειν μὲν γὰρ οἷον ἦν ἐξ ἀρχῆς οὐδὲ τῶν ἄλλων ὑγρῶν οὐδὲν δύναται, μή τι γε δὴ τὸ οὕτω φαῦλον, [346] ὡς μηκέτ' ἐπιδέχεσθαι τὸν παρὰ τῆς φύσεως κόσμον, ἀλλ' ἤτοι πεττόμενον προστίθεταί τε καὶ ὁμοιοῦται τοῖς στερεοῖς τοῦ ζώου μορίοις, ἢ διαφθείρεταί τε καὶ σήπεται. οὕτω γὰρ καὶ τοῖς ἰκτεριώδεσι καὶ μελαγχολικοῖς, ὅταν ἐπὶ πλείονα χρόνον ἐν τῷ σώματι μένωσιν οἱ χολώδεις χυμοὶ πλεονάζοντες, ἐπιγίγνονται πυρετοί. πολλάκις δὲ καὶ ἡ κατὰ τὸ ἧπαρ ἢ τὸν σπλῆνα διάθεσις ἤνεγκε πυρετὸν, ὅταν ἤτοι φλεγμονή τις ἢ ἔμφραξις ἐργάζηται τὰ προειρημένα παθήματα. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ' ὅταν ὁ φλεγματώδης πλεονάζῃ χυμὸς, ἕπεται πυρετὸς, εἰ μὴ σαπείη πρότερον. ἐπὶ τούτῳ μέν γε καὶ τὸ τοῖς παλαιοῖς ἀδύνατον εἶναι δοκοῦν ὦπται πολλάκις. ἔστι δὲ τοῦτο τὸ χωρὶς πυρετοῦ ῥῖγος, ἔστι δὲ οἷς μὲν ἅπαξ γινόμενον, ἔστι δὲ οἷς καὶ κατὰ περίοδον ἐπὶ πλείους ἡμέρας, ἢ συνεχὲς ἀπ' ἀρχῆς ἄχρι τέλους, ἤτοι παντάπασιν οὕτω μέτριον, ὡς μηδ' εἶναι δοκεῖν, ὅταν ἡσυχάζωσιν, ἀλλὰ μόνον εἰ κινηθεῖεν, εἰς αἴσθησιν ἥκειν, ἢ καὶ μειζόνως, ὡς καὶ χωρὶς τοῦ κινεῖσθαι διοχλεῖν. ἀλλ' ὅταν γε καὶ ὁ τοιοῦτος ἐν τῷ χρόνῳ διασαπῇ χυμὸς, οὐ [347] ῥιγοῦσι μόνον, ἀλλὰ καὶ πυρέττουσι. καὶ χρόνιός τε πάνυ καὶ δύσλυτος ἐπιγίγνεται ταῖς τοιαύταις αἰτίαις ὁ πυρετὸς ἐν ἀμφημερινοῦ σχήματι.
Τούτου τοῦ γένους ἐστὶ καὶ ἠπίαλος πυρετὸς ἰδίως ὀνομαζόμενος, ὅταν ἅμα πυρέττουσί τε καὶ ῥιγοῦσι, καὶ ἀμφοτέρων αἰσθάνονται κατὰ τὸν αὐτὸν χρόνον, ἐν ἅπαντι μορίῳ τοῦ σώματος. Ἀρχιγένης μὲν οὖν οἴεται κατ' ἄλλου μηδενὸς ἐπιφέρεσθαι μηδέποτε τοὔνομα τὸν ἠπίαλον ἀλλ' ἢ κατὰ μόνου τοῦ τοιούτου πυρετοῦ. φαίνονται δὲ τῶν Ἀττικῶν ἀνδρῶν ἔνιοι καὶ τὸ πρὸ τοῦ πυρετοῦ ῥῖγος οὕτως ὀνομάζοντες. ὑαλώδη δέ μοι δοκεῖ προσαγορεύειν ὁ Πραξαγόρας τὸν χυμὸν τοιοῦτον· οἱ νεώτεροι δὲ, ὧν ἐστι καὶ Φίλιππος, ὠμὸν ἁπλῶς, οὐδὲν προστιθέντες εἰς ἀκριβῆ διορισμὸν ὄνομα. τῆς φλεγματώδους δ' ἐστὶ δήπου καὶ αὐτὸς ἰδέας, ἱκανῶς ὑπάρχων ψυχρός τε καὶ γλίσχρος. ὃς γὰρ ἂν ὑγρὸς ἅμα καὶ ψυχρὸς ᾖ χυμὸς, ὑπὸ τὴν τοῦ φλέγματος ἀνάγεται προσηγορίαν, εἴ τις Ἱπποκρατείως τε καὶ συνήθως ἅπασιν, οὐ μόνον τοῖς παλαιοῖς ἰατροῖς, ἀλλὰ ἤδη καὶ τοῖς ἄλλοις Ἕλλησιν ὀνομάζειν [348] ἐθέλει. Πρόδικος γὰρ ἐν τῷ περὶ φύσεως ἀνθρώπου παρανομεῖ καὶ περὶ τοῦτο τοὔνομα, πρὸς τῆς θαυμαστῆς ἐτυμολογίας ἀναπειθόμενος. ἀλλ' οὐ νῦν καιρὸς ἐπὶ τὰ τοιαῦτα τὸν λόγον ἐκτρέπειν, ἄλλην αὐτοῖς πραγματείαν ἀνατεθεικότα. αὖθις οὖν ἐπὶ τὸ προκείμενον ἴωμεν. ὅστις ἂν ἐν τῷ σώματι χυμὸς ὑγρὸς ᾖ καὶ ψυχρὸς, ἡμεῖς μὲν τοῦτον ὀνομάζομεν φλέγμα, σὺ δ' εἰ βούλει κάλει σκινδαψόν. οὕτως ἄρα μοι μέλει τῶν ὀνομάτων οὐδέν. ἀλλ' ἴσθι γε τοῦ χυμοῦ τούτου πλείους οὔσας διαφοράς· ἓν μὲν γὰρ εἶδος αὐτοῦ πάνυ δή τι ψυχρόν ἐστιν, ὥστε καὶ μεγίστας ὀδύνας, ὅταν ἐμφραχθῇ χωρίῳ θερμῷ, παρέχεσθαι· καὶ πολλάκις τε πολλὰς ἀλγηδόνας τῶν προσαγορευομένων κωλικῶν, ἐπὶ δριμεῖ κλύσματι τοιοῦτον χυμὸν ἐκκενώσαντι παραχρῆμα παυομένας ἐστὶν ἰδεῖν. ἔοικε δὲ καὶ τὴν ὄψιν ὁ χυμὸς οὗτος ὑάλῳ κεχυμένῃ. ἕτερον δ' ἐστὶ φλέγματος εἶδος, ὃ ἀναχρεμψάμενοι πολλάκις ἀποπτύουσί τινες, αἰσθητὴν ἔχον τὴν γλυκύτητα, καὶ δῆλον ὡς οὐκ ἐνδέχεται τὸ τοιοῦτον ἀκριβῶς εἶναι ψυχρὸν, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως [349] ἀποδεδειγμένων. ἔστι γε δή τι καὶ τρίτον ἄλλο φλέγματος εἶδος αὐτοῖς τοῖς πτύουσιν ὀξὺ φαινόμενον, ἧττον δὲ τοῦ ὑαλώδους, μᾶλλον δὲ τοῦ γλυκέος ψυχρόν· ὥσπερ ἕτερον ἁλμυρὸν, ἤτοι διὰ σῆψιν, ἢ δι' ἐπιμιξίαν ἁλυκῆς ὀῤῥώδους ὑγρότητος, ἐφ' ᾧ δὴ καὶ οἱ πυρέττοντες οὐ ῥιγοῦσιν, ἀλλὰ φρίττουσι μόνον, εἰσβάλλοντος τοῦ παροξυσμοῦ. τὸ δέ γ' ὀξὺ καὶ τὸ ὑαλῶδες εἰ κινοῖτο, διὰ τῶν αἰσθητικῶν σωμάτων ἰὸν, τὰ χωρὶς πυρετοῦ φέρει ῥίγη· καὶ εἰ σηπεδών τις αὐτοῖς ἐπιγένοιτο μετρία, τὸν ἠπίαλον ἐργάζεται πυρετόν· εἰ δ' ἐπὶ πλέον σαπείη, προηγεῖται μὲν τὸ ῥῖγος, ἕπεται δ' ὁ πυρετὸς, ἐκνικωμένης τῆς ψύξεως ὑπὸ τοῦ πλήθους τῆς θερμασίας, ὡς μηδ' ὅλως φαίνεσθαι κατὰ τὰς ἀναβάσεις καὶ τὰς ἀκμὰς τῶν παροξυσμῶν. ἴσως δὲ καὶ τὸ ὑαλῶδες φλέγμα τῆς ὀξείας μετέχει ποιότητος, ὡς εἶναι τὰς πάσας διαφορὰς αὐτοῦ τρεῖς, ὀξὺ καὶ γλυκὺ καὶ ἁλυκόν· ἥκιστα δ' ἐπὶ τῷ γλυκεῖ φλέγματι σηπομένῳ προηγεῖται τοῦ πυρετοῦ ῥῖγος. ἴσως δ' ἄν τις οὐκ ἔθ' ἁπλῶς, οὐδ' ὑφ' ἁπλῆς αἰτίας γίνεσθαι τοὺς τοιούτους ὑπολάβοι πυρετοὺς, εἴ γε δὴ τοῦ φλέγματος ὅσον [350] μὲν δὴ σήπεται, τὸν πυρετὸν ἐξάπτει, τὸ δ' ἄλλο τὸ μηδέπω σηπόμενον, ἐφ' οὗ ῥιγοῦσιν, οὐκ αὐτῆς ἐστι τῷ σηπομένῳ ποιότητος. εἴπερ οὖν ὑπὸ τούτου μὲν τὸ ῥῖγος, ὑπὸ δὲ τοῦ διασαπέντος ὁ πυρετὸς γίγνεται, διττὸν ἀεὶ ἔσται τὸ αἴτιον. ἐγχωρεῖ μὴν κᾀνταῦθα τὸν μὲν πυρετὸν ὑφ' ἑτέρου γένους αἰτίας γίγνεσθαι φάναι, τὸ ῥῖγος δ' ὑπ' ἄλλου, μὴ ὂν ὅπερ ὁ πυρετός· ἔν γε μὴν τοῖς τριταίοις πυρετοῖς ἡ ξανθὴ χολὴ καὶ τὸ ῥῖγος ἐργάζεται καὶ τὸν πυρετόν. ἀλλὰ τὰ μὲν τοιαῦτα λογικωτέραν ἔχει τὴν ἀμφισβήτησιν, ἐπὶ δὲ τὰ νῦν ἡμῖν προκείμενα μετιέναι καιρός.
Μιχθέντος τοῦ σηπομένου φλέγματος, ἐφ' ᾧ τὸν καθ' ἑκάστην ἡμέραν παροξυνόμενον ἐλέγομεν συνίστασθαι πυρετὸν, τῷ πικροχόλῳ χυμῷ τῷ τὸν διὰ τρίτης ἐργαζομένῳ, σύνθετός τε καὶ διπλῆ γίγνοιτ' ἂν ἥ τε αἰτία καὶ ἡ διάθεσις· ὁ μὲν γὰρ ἕτερος τῶν χυμῶν καθ' ἑκάστην ἡμέραν ἐπιφέρει τὸν παροξυσμὸν, ὁ δ' ἕτερος διὰ τρίτης· ὥστε τὴν μὲν ἑτέραν τῶν ἡμερῶν δύο ἔχειν παροξυσμοὺς, ἕνα δὲ τὴν ἑτέραν, ὅταν γε μὴ συμπίπτωσιν ἐγγὺς ταῖς ὥραις οἱ παροξυντικοὶ καιροί· συμπιπτόντων γὰρ, εἷς ἔσται συγκεχυμένος, οὔτε τὴν τοῦ διὰ τρίτης οὔτε τὴν τοῦ καθ' ἑκάστην [351] ἡμέραν ἀκριβῆ διαφυλάττων ἰδέαν. ἐπεὶ δ' ἐστὶν ἑκατέρου τῶν πυρετῶν διττὸν εἶδος, ἐπιπλοκαὶ γενήσονται τέσσαρες, μία μὲν, ἐν ᾗ μίγνυται τριταῖος ἀμφημερινῷ, δευτέρα δὲ, ἐν ᾗ τριταῖος τῷ καθ' ἑκάστην ἡμέραν παροξυνομένῳ συνεχεῖ, καὶ τρίτη μιχθέντος ἀμφημερινοῦ τῷ διὰ τρίτης συνεχεῖ, καὶ τετάρτη καθ' ἣν ὁ καθ' ἑκάστην ἡμέραν παροξύνων συνεχὴς μίγνυται τῷ διὰ τρίτης συνεχεῖ. ἑκάστων δὲ τῶν εἰρημένων συμπλοκῶν ἡ διαφορὰ διττὴ, ποτὲ μὲν εἰς τὴν αὐτὴν ὥραν ἁπάντων ὁμοῦ τῶν παροξυσμῶν, ἔστι δ' ὅτε κατὰ διαφέροντας εἰσβαλλόντων καιρούς. ἀλλ' οὗτοι μὲν εὐδιάγνωστοι, πλὴν ὅτι πολλάκις ὁ διαλείπων ἀγνοεῖται τοῖς ἀγυμνάστοις, ὡς ἂν μηδέποτ' εἰς ἀπυρεξίαν ἐρχομένου τοῦ νοσοῦντος. ἀλλὰ χρὴ τὴν ἰδέαν ἐπισκοπεῖσθαι τοῦ παροξυσμοῦ, καθάπερ ἐν τῷ δευτέρῳ περὶ κρίσεων ἐπιπλέον εἴρηται, κᾀντεῦθεν γνωρίζειν οὐκ ἐκ τῆς τῶν περιόδων ἀναλογίας. ὑποκείσθω γὰρ εἰσβεβληκέναι τινὰ περὶ πρώτην ὥραν παροξυσμὸν ἅμα ῥίγει τιτρώσκειν δοκοῦντι τὰς σάρκας τοῦ κάμνοντος, εἶτα καὶ τἄλλα πάντα μέχρι τῆς ἀκμῆς τοῦ τριταίου πυρετοῦ γνωρίσματα [352] προβάλλοντα, μετὰ χολῆς ἐμέτου ἅμα χρηστοῖς ἱδρῶσι παρακμάζειν, καὶ εἶναι μὲν ἤδη τῆς ἡμέρας ὥραν ἐννάτην, τεκμαίρεσθαι δ' ἡμᾶς ἐκ τῆς συμπάσης κινήσεως τοῦ παροξυσμοῦ περὶ τὴν ἑνδεκάτην ὥραν ἀπύρεκτον εἶναι τὸν κάμνοντα, ταύτην δηλονότι τὴν ἀπυρεξίαν, ἣν ἐν ταῖς περιόδοις ὀνομάζειν εἰώθαμεν· οὕτω δ' ἐλπιζόντων, ἐξαίφνης ἐπισχεθῆναι μὲν τοὺς ἱδρῶτας, ἤτοι πυκνωθέντος μόνον ἢ καὶ φρίξαντος τοῦ δέρματος, ἐντεῦθεν δὲ τά τε τῆς ἀρχῆς καὶ τῆς ἀναβάσεως, ἔτι τε τῆς ἀκμῆς ἐν εἴδει φλεγματώδους γίνεσθαι πυρετοῦ συνεχοῦς· διττὴν γὰρ οὕτω γε γνωσόμεθα τὴν αἰτίαν εἶναι καὶ τὴν ἰδέαν τῶν πυρετῶν μεμιγμένου τοῦ διαλείποντος τῷ συνεχεῖ, κᾂν μηδὲν εὑρίσκηται διάλειμμα. καὶ κατά γε τὴν δευτέραν ἡμέραν ἐλπίσομεν εἰσβάλλειν τὸν παροξυσμὸν ὥρας ἐννάτης, καὶ εἰ κατὰ τὴν προσδοκίαν ἀποβαίη τὸ πρᾶγμα, πάντως δή που καὶ κατὰ τὴν τρίτην ἡμέραν ὁμοίως ἐλπίσομεν ἔτι πυρέττοντος τοῦ κάμνοντος ἐπεισβάλλειν αὐτῷ τοῦ τριταίου πυρετοῦ παροξυσμὸν ὥρας που πρώτης. εἰ δὲ προλάβοιεν ἢ ὑστερήσαιεν ὅ τε κατὰ τὴν δευτέραν ἡμέραν ἐλπιζόμενος ὥρας ἐννάτης γενέσθαι παροξυσμὸς ὅ τε [353] κατὰ τὴν τρίτην πρώτης, οὐκέτι κατὰ τὰς ἑξῆς ἡμέρας οὔτ' ἐννάτην ὥραν οὔτε πρώτην ἐλπίσομεν, ἀλλὰ τοσούτῳ πρότερον ἢ ὕστερον, ὅσῳ περ ἡ ἀναλογία τῆς πρώτης περιόδου τῶν παροξυσμῶν ἢ προλαμβάνοντα τῆς ἀρχῆθεν ὥρας ἢ ὑστερίζοντα προέδειξεν. ὅστις δὲ αὐτῶν παύσαιτο πρότερον, ἔκ τε τῆς ἰδέας τοῦ πυρετοῦ τεκμαίρεσθαι κᾀκ τοῦ κατὰ τὸν παροξυσμὸν μήκους τε καὶ μεγέθους, ἤθους τε καὶ κινήσεως, ἔτι τε τῆς τῶν περιόδων ἀνταποδόσεως ἐν τῷ προλαμβάνειν ἢ ὑστερίζειν, καὶ πρὸς τούτοις ἔτι τοῖς ἐπιφαινομένοις σημείοις ἀπεψίας τε καὶ πέψεως ὅλου τοῦ νοσήματος, ὧν ἐν τοῖς οὔροις ἐστὶ τὰ μέγιστα· καὶ γέγραπται περὶ τούτων ἁπάντων αὐτάρκως ἐν τοῖς περὶ κρίσεων. εἰ δὲ μὴ περὶ τὴν ἐννάτην ὥραν, ἀλλὰ πέμπτην ἢ ἕκτην ὁ φλεγματώδης συνεχὴς ἐπιλάβοι τὸν διαλείποντα χολώδη τὸν κατὰ τὴν πρώτην ὥραν ἠργμένον, ἔτι χαλεπώτερόν ἐστι γνῶναι τοῖς πολλοῖς τούτοις ἰατροῖς, οἷς οὐδὲν μέλει τῆς τοιαύτης θεωρίας, εἴθ' ἕν ἐστιν εἶδος πυρετοῦ τὸ γιγνόμενον, εἴτε δύο, καὶ ὁποῖον ἑκάτερον. ἅτε δὲ μηδὲν τούτων γινώσκοντες, οὐ μόνον οὐκ ἴσασιν ὡς [354] χρὴ θεραπεύειν τουτουσὶ, μηδὲν γνωριζομένους ὁποῖοί ποτ' εἰσὶν, ἀλλ' οὐδ' εἰ καὶ κατὰ τὴν δευτέραν ἡμέραν ὑποπτεύειν χρὴ τὰς ὥρας ἀμφοτέρας, αἵπερ ἐν τῇ πρώτῃ τοὺς παροξυσμοὺς ἤνεγκαν. ἐγὼ γοῦν οἶδα πολλάκις ἐκ μαντικῆς αὐτοῖς μᾶλλον ἢ προγνώσεως ἰατρικῆς στοχάζεσθαι δόξας τῆς εἰσβολῆς τοῦ παροξυσμοῦ. κατὰ γοῦν αὐτὴν ταύτην, ἣν νῦν προχειριζόμεθα, μίξιν τοῦ τριταίου πρὸς τὸν καθ' ἡμέραν παροξυνόμενον οἶδά ποτε περὶ μὲν πρώτην ὥραν εἰσβάλλοντα παροξυσμὸν ἀκριβοῦς τριταίου, κατὰ δὲ τὴν ἕκτην τοῦ καλουμένου πρὸς τῶν νεωτέρων ἰατρῶν ἰδίως καθημερινοῦ. καλεῖν γὰρ ἔθος αὐτοῖς οὕτω τὸν καθ' ἑκάστην ἡμέραν παροξυνόμενον, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενον· ἐγὼ δ' εἴωθα τὸν τοιοῦτον ὀνομάζειν ἀμφημερινὸν συνεχῆ· τὸ γὰρ καθημερινὸν ὄνομα τὴν ἀρχὴν οὐδ' ἔστιν εὑρεῖν παρά τινι τῶν Ἑλλήνων γεγραμμένον, ἀμφημερινὸν δὲ πᾶν πρᾶγμα τὸ καθ' ἑκάστην ἡμέραν ὡσαύτως γιγνόμενον ὀνομάζουσιν. ἀλλὰ γὰρ, ὥσπερ ὁ Πλάτων φησὶ, καταφρονεῖν χρὴ τῶν ὀνομάτων οἷς τοσούτων τε καὶ τηλικούτων πραγμάτων πρόκειται σκέψις. [355] ὀνομαζέσθω τοιγαροῦν ἕνεκα σαφοῦς διδασκαλίας ὁ μὲν ἑκάστης ἡμέρας παροξυνόμενος, εἰς δ' ἀπυρεξίαν παυόμενος, ἀμφημερινὸς ἁπλῶς οὕτω, μηδὲν ἔτι προστιθέντων αὐτῷ κατὰ τὸν λόγον· ὁ δὲ μὴ παυόμενος, ἀμφημερινὸς συνεχής· ἐξέστω δ', εἴ τις βούλοιτο, καὶ θατέρῳ προστιθέναι τὸ διαλεῖπον. οὕτω δὲ κᾀπὶ τοῦ διὰ τρίτης, ἡ μὲν ἑτέρα διαφορὰ τριταῖος ἁπλῶς, ἢ καὶ διαλείπων τριταῖος, ἡ δ' ἑτέρα τριταῖος συνεχής. ἐγχωρεῖ δὲ καὶ τὸν συνεχῆ τριταῖον ὀνομάζειν διὰ τρίτης, ἁπλῶς οὕτω χωρὶς προσθήκης τινὸς, ὥσπερ γε καὶ ὀνομάζουσί τινες. ἀλλὰ γὰρ οὐ χρὴ μηκύνειν ἔτι περὶ τῶν ὀνομάτων, ἐπανέρχεσθαι δὲ ἐπὶ τὸ προκείμενον. ὁ γάρτοι νεανίσκος, ἐφ' οὗ τὴν ἐπιπλοκὴν ἔφην γεγονέναι τοῦ τριταίου πρὸς τὸν ἀμφημερινὸν τὸν συνεχῆ, κατὰ μὲν τὴν πρώτην ἡμέραν ἕωθεν ὑπήρξατο μετὰ ῥίγους οἰκείου τριταίῳ πυρετῷ, καὶ τἄλλα σύμπαντα φυλάττων ἀκριβοῦς τριταίου γνωρίσματα μέχρι τῆς ἕκτης ὥρας, ἐξαιφνίδιόν τ' ἔμετον χολώδη τε καὶ πολὺν ἐκόμισε, καὶ γαστρὸς διαχώρησιν ἱκανὴν, καὶ ταύτην χολώδη, καὶ μικροὺς ἱδρῶτας, ἐφ' οἷς αὐτίκα [356] συνεστάλη καὶ ἔφριξεν ὁ ἄνθρωπος, κᾀντεῦθεν αὖθις ἀρχομένης ἐπισημασίας ἦν ὁ σφυγμὸς μικρὸς καὶ ἀνώμαλος, εἶτα μέχρι μὲν ὥρας ἑνδεκάτης ὑποτυφόμενος ἔτι κατὰ βραχὺ τὰ πλείω μὲν τῆς ἐπισημασίας εἶχεν ἴδια, βραχέα δέ τινα καὶ τῆς ἀναβάσεως· ἐντεῦθεν δὲ μέχρι νυκτὸς ὥρας που τετάρτης ἐπίδοσις ἦν ἀκριβὴς, εἶτα ἐπὶ τοῦ αὐτοῦ μεγέθους ἔμενεν, ὥς γε πρὸς αἴσθησιν, ἄχρι νυκτὸς ὥρας ἕκτης, ὅταν ἤδη σαφῶς ἐφαίνετο παρακμάζειν ἄχρι τετάρτης ὥρας ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν. ἐν ταύτῃ γὰρ ἤδη συνεστέλλετό τε καὶ τὰ τῆς ἐπισημασίας ἐνεδείκνυτο σημεῖα, τῶν μὲν ἀκραίων αὐτοῦ μερῶν ψυχροτέρων γινομένων, τοῦ δὲ σφυγμοῦ μικροῦ· καὶ δὴ καὶ μέχρι τῆς ἑσπέρας ἐπεδίδου κατὰ βραχὺ, μήτε φρίκην τινὰ μήτ' ἀνωμαλίαν ἑτέραν ποιησάμενος· εἶτα πάλιν ἤκμασε περὶ τὴν τετάρτην ὥραν νυκτὸς, αἰσθητῶς τε παρακμάζειν ὑπήρξατο περὶ τὴν ἕκτην. ὅτι μὲν οὖν κατὰ τὴν τρίτην ἡμέραν ὥρας που δευτέρας ἐχρῆν αὐτοῦ προσδοκᾷν ἔσεσθαι τὴν ἀμφημερινὴν ἐπισημασίαν, εὔδηλον ἦν· οὐ μὴν ὅ γε τριταῖος [357] εἴτε φυλάξει τὴν αὐτὴν ὥραν, εἴτε καὶ μὴ, εὔδηλον ἦν. εἰσέβαλλεν οὖν ὥρᾳ δευτέρᾳ παροξυσμὸς φρικώδης, ὅς τις θᾶττον ἢ κατὰ τὸν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ τῶν ἡμερῶν τοῦ συνεχοῦς ἀμφημερινοῦ παροξυσμὸν ἐπιδοὺς ἄχρι πέμπτης ὥρας, ἀρχὴν αὖθις ἑτέραν ἐποιήσατο κατὰ τὴν μετὰ πέμπτην ὥραν· καὶ πάντ' ἦν αὐτῷ τὰ συμπτώματα παραπλήσια τοῖς ἐπὶ τῆς δευτέρας ὥρας γενομένοις· ἐντεῦθεν δ' αὖ πάλιν ἐπιδιδοὺς ἑτοιμότερον ἄχρι τῆς ὀγδόης ὥρας ἔφριξεν αὖθις ἐν ἐκείνῃ, καὶ μετ' ὀλίγον ἑτοίμως ἀνέβαινεν παραυξανόμενος ὁ παροξυσμὸς, ὡς νυκτὸς ὥρας που τετάρτης εἰς ἀκμὴν ἀφικέσθαι. καὶ τί γὰρ ἄλλο ἢ ἀκριβοῦς ἡμιτριταίου παροξυσμὸς οὗτος ἐγένετο; τῶν δύο πυρετῶν κατὰ τὴν αὐτὴν ὥραν εἰσβαλλόντων διὰ τὸ προλαβεῖν μὲν ὥραις δύο τὸν καθ' ἑκάστην ἡμέραν παροξυνόμενον, ὑστερῆσαι δὲ δυοῖν ὥραιν τὸ τριταῖον, ὥστε τῷ δυναμένῳ γνωρίζειν ἰδέας πυρετῶν ἐναργῶς φαίνεσθαι κεκραμένα τά τε τοῦ τριταίου καὶ τὰ τοῦ συνεχοῦς ἀμφημερινοῦ συμπτώματα. τοῦ μὲν γὰρ τριταίου μετὰ ῥίγους εἰσβάλλοντος, τοῦ δ' ἀμφημερινοῦ χωρὶς ῥίγους, ὁ μικτὸς ἐξ ἀμφοῖν [358] φρίκην ἐξαίφνης ἔφερεν, ἔλαττον μέν τι πρᾶγμα ῥίγους, μεῖζον δὲ περιψύξεως, καὶ τοσούτῳ γε μεῖζον περιψύξεως, ὅσῳ ῥίγους ἔλαττον· ὥστ' ἀνάλογον ἀπέχουσαν ἑκατέρου τῶν ἄκρων τὴν φρίκην ἀμφοτέρων ἐν μέσῳ τετάχθαι τοῦ τε ῥίγους καὶ τῆς περιψύξεως, ὅπερ εἴωθε μάλιστα κεραννυμένων γίνεσθαι τῶν ἄκρων. οὐκ οὖν οὐδ' ἄπο τρόπου τοὔνομα τῷ τοιούτῳ πυρετῷ τὸν ἡμιτριταῖον ἔθεντο. κεκραμένος γὰρ ἐξ ἀμφημερινοῦ τε συνεχοῦς καὶ τριταίου διαλείποντος, τῆς ὅλης αὐτοῦ φύσεως τὸ ἥμισυ μέρος ἑκάτερον ἔχει τῶν εἰρημένων πυρετῶν. ὡς οὖν ὁ ἡμίονός τε καὶ ὁ ἡμίθεος ὠνόμασται, τὸν αὐτὸν τρόπον καὶ ὁ ἡμιτριταῖος· ὅ τε γὰρ ἡμίονος ἥμισυ μὲν ἵππου συντελοῦντος αὐτῷ πρὸς τὴν γένεσιν, ἥμισυ δ' ὄνου, κατὰ θάτερον αὐτῶν ὠνόμασται ἡμίονος· ὅ θ' ἡμίθεος ἐνδείκνυται μὲν ἥμισυ μετέχων, ὅτι δ' ἄνθρωπός ἐστι, κατὰ θάτερον ἥμισυ παραλείπει. καί τοι νῦν καὶ ὁ ἡμιτριταῖος ἥμισυ μὲν ἑαυτοῦ μέρος ἔχει τὸν τριταῖον, ἥμισυ δ' ἄλλο τὸν ἀμφημερινὸν τὸν συνεχῆ. διττὸς δὲ ὁ τρόπος αὐτῷ τῆς γενέσεως, ἤτοι συνελθόντων εἰς ἕνα καιρὸν τῶν δύο [359] παροξυσμῶν, ὡς ἀρτίως ἐλέγετο, διὰ τὸ προληπτικὸν μὲν εἶναι τὸν ἕτερον, ὑστερητικὸν δὲ τὸν ἕτερον· ἢ εὐθέως ἐξ ἀρχῆς ἀνακεκραμένων ἀλλήλοις ἀμφοτέρων. ὁ μὲν οὖν εἰς ἕνα καιρὸν ἀμφοτέρων συνελθόντων γιγνόμενος ἕνα μόνον ἴσχει παροξυσμὸν ἡμιτριταίου φύσεως· ὁ δ' ἕτερος ἅπαντας ἐξ ἀρχῆς τοῦ νοσήματος ἄχρι τελευτῆς, ὅσπερ δὴ καὶ κυριώτατος παρὰ πάντων ἡμιτριταῖος ὀνομάζεται. περὶ μὲν δὴ τοῦδε καὶ μετ' ὀλίγον εἰρήσεται μάλιστα διὰ τοὺς περὶ τὸν Ἀγαθῖνόν τε καὶ τὸν Ἀρχιγένην. τῷ δ' οὖν νεανίσκῳ τῷ κατὰ τὴν διήγησιν ὑποκειμένῳ κατὰ τὴν τρίτην ἡμέραν τοῦ παροξυσμοῦ τοιούτου γενομένου, διὰ τὸ συμπεσεῖν εἰς ἕνα χρόνον ἀμφοτέρων τῶν πυρετῶν τὰς εἰσβολὰς, τοῦ μὲν καθ' ἑκάστην ἡμέραν παροξύνοντος ὥραις δύο προλαμβάνοντος ἀεὶ, τοῦ δὲ διὰ τρίτης ὑστερίζοντος ἀεὶ δύο, ὁ κατὰ τὴν τετάρτην ἡμέραν παροξυσμὸς εἰσέβαλλεν ἀνατέλλοντος τοῦ ἡλίου, τὴν ἰδέαν ἀποσώζων ἀκριβῆ τοῦ φλεγματικοῦ πυρετοῦ· ἔμελλε δὲ δήπου κατὰ τὴν ἀναλογίαν ὁ πέμπτος ἀπ' αὐτοῦ παροξυσμὸς ἄρχεσθαι περὶ δεκάτην ὥραν νυκτὸς, ἐπειδὴ προελάμβανεν ἀεὶ δυοῖν ὥραιν· ὁ δὲ τοῦ χολώδους πυρετοῦ [360] τριταῖος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς ἔμελλεν εἰσβάλλειν δήπου κατὰ τὴν πέμπτην ἡμέραν ὥρας τετάρτης, ὥστε εἶναι τὸ μεταξὺ διάστημα τῆς ἀρχῆς τῶν δύο πυρετῶν ἓξ ὡρῶν, ὅπερ οὖν καὶ ἐγένετο, περὶ μὲν τὴν δεκάτην ὥραν τῆς τετάρτης νυκτὸς εἰσβάλλοντος παροξυσμοῦ κατὰ τὴν ἰδέαν τοῦ φλεγματικοῦ πυρετοῦ, καὶ προελθόντος οὕτως ἄχρι τετάρτης ὥρας ἡμερινῆς, ἐπισυνάψαντος δὲ αὐτοῦ τοῦ χολώδους ἅμα ῥίγει μετρίῳ, τοὐντεῦθέν τε πάλιν ἐπίμικτον εἶδος ἔχοντος τοῦ παροξυσμοῦ κατὰ τὴν τοῦ χολώδους τε ἅμα καὶ φλεγματώδους ἰδέαν. τῇ δὲ ἐπιούσῃ νυκτὶ περὶ τὴν ὀγδόην ὥραν ὁ φλεγματώδης πυρετὸς ἀρξάμενος ἀκριβής τε καὶ μόνος ἅπασαν κατέσχε τὴν ἑξῆς ἡμέραν οὖσαν ἕκτην· εἶτα ἄχρι μέσης νυκτὸς παρακμάσας, ἐντεῦθεν πάλιν ὑπῆρξε κατὰ τὸν αὐτὸν τρόπον· εἶτα τὸ ὑπόλοιπον ἥμισυ τῆς νυκτὸς καὶ τὸ μέχρι μεσημβρίας τῆς ἑβδόμης ἡμέρας κατασχὼν, ἤδη πως παρήκμαζεν, ἀλλ' ὅγε τριταῖος αὐτὸν διεδέξατο μετὰ ῥίγους εἰσβαλὼν, ὥσπερ εἴωθεν εἰσβάλλειν ἀκριβὴς τριταῖος, καὶ τἄλλα πάντα κατὰ τὸν αὐτὸν τρόπον ἀκριβῆ κομίσας γνωρίσματα, χολῆς ἔμετον εἰργάσατο, [361] καὶ διαχώρησιν χολώδη, καὶ οὖρα χρηστὰ, καί τινα βραχεῖαν νοτίδα δείλης ὀψίας, δηλῶν ἐναργέστατα τοῖς μεμαθηκόσι διαγινώσκειν εἴδη πυρετῶν, ὡς ὑφίησί τέ τι καὶ παρακμάζει, καὶ παύσαιτο ἄν που μετὰ μίαν που περίοδον, ἢ τὸ πλεῖστον δευτέραν. καὶ γὰρ οὖν καὶ ἡ παρακμὴ ῥᾳστώνην ἔσχε θαυμαστήν τινα, καὶ οἵαν οὐχ ἑτέρα τῶν ἔμπροσθεν, ἄχρι νυκτὸς ὥρας τετάρτης. ἐν ἐκείνῃ γὰρ ὁ φλεγματικὸς πυρετὸς ὁ καθ' ἑκάστην μὲν ἡμέραν παροξυνόμενος, ὥραις δὲ δύο προλαμβάνων, εἰσέβαλλε, καὶ κατασχὼν ὅλην τε τὴν νύκτα καὶ τὴν ἑξῆς ἡμέραν ὅλην, αὖθις ὑπήρξατο κατὰ τὴν ὀγδόην νύκτα δευτέρας ὥρας, ἥν τινα νύκτα κατασχὼν ὅλην, παρήκμασε κατὰ τὴν ἑξῆς ἡμέραν τὴν ἐννάτην. ἔμελλε δὲ δήπου καὶ ὁ τοῦ τριταίου παροξυσμὸς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γενήσεσθαι περὶ τὴν ὀγδόην ὥραν, ἐπειδὴ δυοῖν ὥραιν ὑστέριζεν· ἀλλὰ τότε γε περὶ ἐννάτην ὥραν εἰσέβαλλε, δηλῶν ἔτι κατὰ τοῦτο τὴν ἑαυτοῦ παρακμήν. ἡλίου δὲ δυομένου, συνῆψεν αὐτῷ προληπτικῶς εἰσβάλλων ὁ φλεγματώδης, ὡς εἰώθει, καὶ τήν τε νύκτα κατασχὼν ἐκείνην καὶ τὴν ἑξῆς ἡμέραν, αὖθις εἰσέβαλλε κατὰ τὴν δεκάτην ἡμέραν ὥρας δεκάτης· [362] εἶτ' αὖθις κατὰ τὴν ἑνδεκάτην ἡμέραν ὥρας ὀγδόης ἀκριβῶς διαμένων φλεγματικός· εἶτα περὶ νυκτὸς ὥραν πρώτην φρικώδης εἰσβολὴ τοῦ τριταίου πυρετοῦ τέτταρας ὥρας ὑστερήσαντος ἐγένετο, κᾄπειθ' ἕκτης ὥρας νυκτὸς ἥ τε γαστὴρ διεχώρησε χολώδη, καί τινες ἐν ὅλῳ τῷ σώματι νοτίδες ἐγένοντο, καὶ μετὰ ταύτας ἡ παρακμὴ πᾶσα πλησίον ἀπυρεξίας ἀφίκετο, καὶ ἦν ἤδη δῆλον, ὡς ὁ μὲν τριταῖος ἐπαύσατο τελέως, ὁ δὲ φλεγματώδης ὑπελείπετο μόνος, ἤδη δέ τι καὶ αὐτὸς ἐνδιδούς. ταῦτ' ἄρα κατὰ τὴν δωδεκάτην ἡμέραν οὐκέτι προὔλαβεν ὁ παροξυσμὸς ὥραις δυοῖν, ὥσπερ εἰώθει πρότερον, ἀλλὰ ἑβδόμης ὥρας εἰσέβαλεν. εἶτα κατὰ τὴν τρισκαιδεκάτην οὐδὲ τῇ ἕκτῃ, ἀλλὰ ὑστέρησε καὶ ταύτης, ἑβδόμης ὥρας εἰσβαλὼν ἐπ' ἀξιολόγῳ ῥᾳστώνῃ τε καὶ παρακμῇ. κατὰ δὲ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἥ τε παρακμὴ πολὺ βελτίων ἐγένετο, καὶ ὁ παροξυσμὸς εἰσέβαλεν ὥρας ἐννάτης, κᾀν τοῖς οὔροις ἀξιόλογα σημεῖα πέψεως ἐφάνη, προδηλοῦντα τὴν ἐσομένην λύσιν ἐν τῇ μελλούσῃ κρισίμῳ. ἀλλ' οὐ περὶ τούτου νῦν ὁ λόγος, ὅτι μὴ πάρεργον· ὅτι δ' ἐπιμίγνυνται πολλάκις [363] ἑτερογενεῖς πυρετοὶ, χολώδεις φλεγματώδεσι, καὶ διαλείποντες συνεχέσι, τοὺς πολλοὺς τῶν ἰατρῶν λανθάνοντες, ὁ προγεγραμμένος ἄῤῥωστος ἱκανῶς ἐνδείκνυται.
Ἀλλ' ἐπειδὴ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, ἐπὶ τὸ ἀναβληθὲν ὀλίγον ἔμπροσθεν ἐπάνειμι αὖθις· ὁ γάρ τοι σύνθετος ἐκ τριταίου καὶ ἀμφημερινοῦ συνεχοῦς, ὃν ἡμιτριταῖον ὀνομάζομεν, ἤτοι πλεονεκτοῦσαν ἔχει τὴν ξανθὴν χολὴν, καὶ διὰ τοῦτο καὶ τὰ τοῦ τριταίου συμπτώματα σφοδρότερα· ἢ ταύτην μὲν ἐλάττονα, πλέον δὲ τὸ φλέγμα, καὶ διὰ τοῦτο τὰ τοῦ συνεχοῦς ἀμφημερινοῦ παθήματα βεβαιότερα· ἢ οὐδέτερον θατέρου τῶν χυμῶν ἐπικρατέστερον, ἀλλ' ἰσοσθενεῖς ἀμφοτέρους, ὅσπερ δὴ καὶ ἀκριβὴς ἡμιτριταῖός ἐστι, τοιοῦτος ὢν τὴν ἰδέαν, οἷόν περ Ἱπποκράτης αὐτὸν ἐδήλωσε γράφων ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ὧδε· ἦν δὲ τοῖς πλείστοισιν αὐτέων τὰ παθήματα τοιάδε, φρικώδεις πυρετοὶ, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες, ὁ δὲ τρόπος ἡμιτριταῖος, τὴν μὲν μίαν κουφοτέρην, τῇ δ' ἑτέρῃ ἐπιπαραξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες. [364] φρικώδεις γὰρ εἶπεν οὐχ ἁπλῶς τοὺς μετὰ φρίκης εἰσβάλλοντας, ὡς μυρίοις γε πυρετοῖς ὑπάρχει τοῦτο, περὶ ὧν ἑξῆς ἐρῶ, ἀλλ' ὅσοις τὸ πλεῖστον μέρος τοῦ παροξυσμοῦ κατειλήφασιν αἱ φρῖκαι, κατά γε τὴν ἑτέραν τῶν ἡμερῶν, ᾗ συνεισβάλλουσιν ὁ τριταῖός τε καὶ ὁ συνεχὴς ἀμφημερινός· ἡ γὰρ ὑπόλοιπος ἡμέρα τὸν ἀμφημερινὸν ἔχει μόνον. ὡς τὰ πολλὰ μὲν οὖν ἡ πρώτη τῶν ἡμερῶν τὸν μικτὸν ἐξ ἀμφοῖν ἐπιφέρει πυρετὸν, ἡ δὲ δευτέρα τὸν συνεχῆ φλεγματώδη· συμβαίνει μὴν ἐνίοτε κατὰ μὲν τὴν πρώτην εἰσβάλλειν τὸν φλεγματώδη, κατὰ δὲ τὴν δευτέραν ἀμφοτέρους. ὁ γοῦν παροξυσμὸς ὁ κοινὸς ἐξ ἀμφοῖν, ὅταν ἰσοσθενεῖς ὦσιν οἱ χυμοὶ, τοιοῦτός ἐστιν, οἷον ὀλίγον ἔμπροσθεν ὑπέγραψα τὸν ἡμιτριταῖον· ὅταν δ' ὁ τριταῖος ἐπικρατῇ, φρικωδέστερος ὁ πυρετὸς γίγνεται, καί τι καὶ ῥίγους προσλαμβάνει κατὰ τὴν ἐπισημασίαν. εὐθὺς δὲ δήπου καὶ θερμότερος ὁ τοιοῦτός ἐστι καὶ καυσωδέστερος, καὶ θᾶττον ἐπὶ τὴν ἀκμὴν ἀφικνεῖται, καί τινα χολῆς ἔμετον, ἢ διαχώρησιν, ἢ ἰκμάδα φέρει. θατέρου δὲ τοῦ φλεγματώδους πλεονεκτοῦντος, ἐπικρατοῦσι μὲν αἱ ψύξεις τῶν ἀκραίων, ὀλίγαι δ' εἰσὶν αἱ φρῖκαι, καὶ τῶν [365] σφυγμῶν ἡ θλίψις ἰσχυροτέρα τε καὶ πολυχρονιωτέρα, καὶ βραδέως ἐπιδίδωσιν ὁ παροξυσμὸς καὶ μετὰ πολὺν ἀκμάζει χρόνον, οὐ μὴν οὐδὲ διψώδης, οὐδὲ καυσώδης ἐστὶν, οὐδ' ἔμετος, ἢ διαχώρησις χολώδης, ἢ νοτὶς ἐπ' αὐτοῦ γίγνεται. καὶ ταύτης τῆς μίξεως τῶν δύο πυρετῶν εἰς ἔννοιάν τινα καὶ Ἀρχιγένης ἀφίκετο, συγκεχυμένως μέντοι καὶ ἀδιαρθρώτως, ὡς ἐπιδείκνυμεν ἐν τῷ ἑβδόμῳ τῶν γεγραμμένων ἡμῖν ὑπομνημάτων εἰς τὴν περὶ τῶν σφυγμῶν αὐτοῦ πραγματείαν. οἴεται οὖν ἐν τοῖς ἡμιτριταίοις ἐνίοτε μὲν ἐπικρατεῖν τὸν τριταῖον πυρετὸν, ἐνίοτε δὲ τὸν ἀμφημερινὸν, οὐ μὴν περί γε τῆς ἰσοκρατοῦς μίξεως αὐτῶν, ἥπερ δὴ καὶ μόνη τὸν ἀκριβῆ συνίστησιν ἡμιτριταῖον, οὔτε ἐνενόησεν, οὔτε ἐδήλωσεν, ἀλλ' ὅλως παρέλιπεν. ἐπειδὰν γὰρ ἴσοι κατὰ τὸ μέγεθος ὑπάρχωσιν ὅ τε χολώδης διαλείπων καὶ ὁ φλεγματώδης συνεχὴς, ἡ μὲν εἰσβολὴ τοῦ παροξυσμοῦ μετὰ φρίκης γίνεται· μέσον γὰρ δὴ τοῦτ' ἐστὶ ῥίγους τε καὶ περιψύξεως, ὧν τὸ μὲν τῷ τριταίῳ, τὸ δὲ τῷ συνεχεῖ φλεγματώδει συνῆν· ἡ δ' ἀπὸ τῆς εἰσβολῆς αὔξησις διὰ μὲν τὸν τριταῖον εὐθέρμαντός τέ ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγομένη, διὰ δὲ τὸν φλεγματώδη βραδεῖαν ὅσον [366] ἐφ' ἑαυτῷ ποιούμενον τὴν ἀνάβασιν, ἐπέχεταί τε καὶ διακόπτεται, καί ἐστιν ὥσπέρ τις μάχη τῶν συμπτωμάτων, ἐνίοτε μὲν ἐκθερμαινομένου τοῦ κάμνοντος, ὅταν ἡ τοῦ τριταίου θερμότης ἰσχυρότερον ἐνεργήσασα πρὸς τὸ δέρμα τοὺς χυμοὺς ἀναφέρῃ· κατέχοντος δ' ἔστιν ὅτε καὶ ἀντισπῶντος εἴσω τὴν τούτου κίνησιν τοῦ φλεγματώδους, ἀργοῦ, καὶ δυσκινήτου, καὶ ψυχροῦ, καὶ βραδυπόρου τὴν φύσιν ὑπάρχοντος· ἔν τε τῇ διαμάχῃ ταύτῃ κρατοῦντος μὲν τοῦ ψυχροῦ χυμοῦ συστολαὶ γίνονται καὶ φρῖκαι καὶ καταψύξεις τῶν ἀκραίων τε καὶ τοῦ δέρματος, ὡς δοκεῖν αὖθις ἕτερον εἰσβάλλειν παροξυσμόν· εἰ δ' ὁ θερμότερος ἐπικρατήσειεν, ἀθρόως τε ἐπιθερμαίνονται καὶ πλησίον τῆς ἀκμῆς ἀφῖχθαι δοκοῦσιν· εἶτ' ὀλίγον ὕστερον ἐπικρατήσαντος τοῦ φλεγματώδους, συστέλλονταί τε πάλιν οἱ κάμνοντες καὶ καταψύχονται, καὶ φρίττουσι, καὶ τοῦτ' οὐ παύεται γινόμενον ἄχρι τῆς ἀκμῆς, ἥ τις καὶ αὐτὴ πρωϊαίτερον μὲν ἢ κατὰ τὸν φλεγματώδη χυμὸν, ὀψιαίτερον δὲ ἢ κατὰ τὸν χολώδη γιγνομένη φαίνεται. τοῦ μὲν γὰρ χολώδους τὸ τάχος ὁ φλεγματώδης ἐπέχει, τοῦ δ' αὖ φλεγματώδους τὸ βραδὺ καὶ νωθρὸν ὁ χολώδης ἐπεγείρει.
[367] τοιοῦτος μέν τις ὁ ἀκριβὴς ἡμιτριταῖος, ἐξ ἰσοσθενοῦς κράσεως δυοῖν πυρετοῖν γιγνόμενος, ὅτι καὶ δυοῖν χυμῶν· ὁ δ' οὐκ ἀκριβὴς ἤτοι τὸν χολώδη χυμὸν, ἢ τὸν φλεγματώδη πλείονα κέκτηται.
Δευτέρα δ' ἐστὶν ἐπιπλοκὴ καὶ μίξις δυοῖν πυρετῶν, τριταίου τε καὶ ἀμφημερινοῦ, παραπλήσιον μέν τινα τὸν παροξυσμὸν ποιουμένη τῷ πρόσθεν εἰρημένῳ, διαφέροντα δὲ τῷ τε προάγεσθαι τοῦτον εἰς ἀπυρεξίαν καὶ τῷ κατὰ τὴν δευτέραν ἡμέραν ἤτοι μετὰ φρίκης ἢ μετὰ ῥίγους εἰσβάλλειν μονωθέντα τὸν ἀμφημερινόν. οὔκουν ἔθ' ἡμιτριταῖος ὁ τοιοῦτος ἔσται πυρετὸς, εἴπέρ γε τῶν συνεχῶν ἦν ὁ ἡμιτριταῖος· εἰ δὲ θατέρῳ τῷ γένει τῶν πυρετῶν αὐτὸν ἐναριθμήσαιμεν, οὐχ ὁ τοιοῦτος μόνον, ἀλλὰ καὶ ἄλλοι τινὲς τῶν πυρετῶν ὀνομασθήσονται ἡμιτριταῖοι. κατὰ τοῦτό μοι δοκεῖ καὶ ὁ Ἀγαθῖνος ἅπαντας τοὺς παρεκτείνοντας τριταίους ἡμιτριταίους ὀνομάζειν. ἀλλὰ γὰρ ἐπειδὴ περὶ ὀνομάτων μᾶλλον ἢ πραγμάτων αἱ τοιαῦται ζητήσεις εἰσὶν, διατρίβειν ἐν αὐταῖς οὐκ ἀξιῶ. γέγραπται γὰρ ὑπὲρ τῶν ἰατρικῶν ὀνομάτων ἰδίᾳ καθ' ἑτέραν πραγματείαν, ἐν ᾗ καὶ τοῦτ' αὐτὸ δείκνυταί [368] τε καὶ διορίζεται τελέως, ὁποῖαι μέν τινές εἰσιν αἱ περὶ τῶν πραγμάτων, ὁποῖαι δὲ αἱ περὶ τῶν ὀνομάτων ἀμφισβητήσεις. ἴωμεν οὖν αὖθις ἐπ' αὐτὰ τὰ πράγματα, τὸν ὑφ' Ἱπποκράτους ὀνομαζόμενον ἡμιτριταῖον τὸν φρικώδη καὶ συνεχῆ, ὃν τριταῖος ἀμφημερινῷ μὲν τῷ συνεχεῖ κεραννύμενος ἀπεργάζεται, τῷ διαλείποντι δ' οὐκέτι, διὰ τὸ καὶ τὸν ἐξ ἀμφοῖν συντιθέμενον ἐξ ἀνάγκης καὶ αὐτὸν διαλείποντα γίγνεσθαι. οὐ μὴν οὐδ' ἐκ δυοῖν συνεχῶν, τοῦ τε χολώδους καὶ τοῦ φλεγματώδους, οἷόν τε γενέσθαι τὸν ἡμιτριταῖον. οὔτε γὰρ φρικώδη ποιήσει τὸν τοιοῦτον πυρετὸν ἡ μίξις, οὔτε πολλὰς ἐπαναδιπλώσεις ἔχοντα. παντὸς γὰρ συνεχοῦς πυρετοῦ κατὰ τὸν ἑαυτοῦ λόγον, ὅταν ἀκριβὴς ᾖ, μήτε φρίκην ἔχοντος μήτε ῥῖγος, οὐδ' ὁ συγκείμενος ἐξ αὐτῶν ἔσται φρικώδης. ἀναγκαῖον οὖν, εἰ μέλλοι φρικώδης τε ἅμα καὶ συνεχὴς ὁ αὐτὸς ἔσεσθαι, τὴν γένεσιν ἴσχειν αὐτὸν ἐκ δυοῖν πυρετῶν, τοῦ μὲν ἑτέρου διαλείποντος, τοῦ δὲ λοιποῦ συνεχοῦς. καὶ διὰ τοῦτο τριταῖος μὲν ἀμφημερινῷ συνεχεῖ κεραννύμενος ἐργάζεται τὸν ἡμιτριταῖον, οὔτε δ' ἀμφότεροι διαλείποντες, οὔτε [369] δ' ἀμφότεροι συνεχεῖς γινόμενοι δύνανται γεννῆσαι τοιοῦτον πυρετόν. ἀπολείπεται οὖν μία μίξις ἡ ἐκ διαλείποντος ἀμφημερινοῦ καὶ συνεχοῦς χολώδους γιγνομένη, δυνατή τε καὶ αὕτη συνεχῆ τε ἅμα καὶ φρικώδη γεννῆσαι πυρετόν. ἕξει δ' ἔμπαλιν ἥδε τῇ πρώτῃ τὸ μὲν συνεχὲς ἐκ τοῦ χολώδους, τὸ δὲ φρικῶδες ἐκ τοῦ φλεγματώδους, τὸ δὲ τῶν ἀναδιπλώσεων ἐκ τῆς πρὸς ἀλλήλους μάχης, καὶ μάλιστα ὅταν ἰσοκρατεῖς ὦσιν οἱ χυμοί. κρατοῦντος δ' αὐτῶν ὁποτέρου, κατὰ συμπτώματα καὶ ἡ διάγνωσις ἐν τῇ πρώτῃ μίξει δεδήλωται. ταῦτα σύμπαντα περὶ τῶν τεττάρων μίξεων τοῦ τε χολώδους πυρετοῦ καὶ τοῦ φλεγματώδους οἰκειότερα μέν ἐστιν, ὡς ἄν τῳ δόξειεν τῇ περὶ τύπων πραγματείᾳ· λέλεκται δὲ ἀναγκαίως ἐνθάδε διὰ τὸν ἡμιτριταῖον, οὗ τὴν γένεσιν Ἀρχιγένης μὲν εἰς τριταῖον καὶ ἀμφημερινὸν ἀνῆγεν, οὐ παρακολουθῶν, ὅτι διαλείποντα ποιεῖ πυρετόν· Ἀγαθῖνος δ' ἄντικρυς ὡμολόγησε τοῦ αὐτοῦ γένους εἶναι τῷ τριταίῳ τὸν ἡμιτριταῖον, ἐν τῷ μεγέθει μόνῳ τοῦ παροξυσμοῦ διαφορὰν ἴσχοντα. εἰ μὲν οὖν ἁπάσας τῶν πυρετῶν τὰς διαφορὰς ἀκριβῶς γράψαντες ἐν τοῖς ὀνόμασιν ἐσφάλλοντο, χαλεπὸν ἂν εἴη οὐδέν· ἐπεὶ δ' [370] οὔτε τῶν ἁπλῶν οὔτε τῶν συνθέτων πάσας ἔγραψαν τὰς διαφορὰς, ἔτι τε καὶ περιττάς τινας ἄλλας προσέθεσαν, οὐδὲν οὔτ' εἰς πρόγνωσιν οὔτ' εἰς θεραπείαν ὠφελούσας, ἡμεῖς ἐπειράθημεν εἰς ὅσον οἷοί τ' ἦμεν ἀκριβῶς ἐξεργάσασθαι τὸν τύπον ἅπαντα, χρόνῳ παμπόλλῳ δι' ἐμπειρίας ἅμα καὶ λόγου τὰς χρησίμους ἐξευρόντες ἐν αὐτῷ διαφοράς. αἱ μὲν οὖν ἁπλαῖ τῆς νῦν ἐνεστώσης εἰσὶ πραγματείας· αἱ δ' ἐκ τούτων ἐμπλεκόμεναι τῆς περὶ τύπων, ἧς οὐδ' αὐτῆς ἂν εἴη ἀμαθὴς παντάπασιν ὁ ταύτην ἐπιμελῶς ἀναγνούς. ἐκ γὰρ ὧν εἴπομεν ἐπὶ τοῦ φλεγματώδους καὶ χολώδους πυρετοῦ μιγνυμένων ἀλλήλοις ἔνεστι ταῦτα κᾀπὶ τὸν μελαγχολικὸν μεταφέροντα τεκμαίρεσθαι περὶ τῆς πρὸς ἑκάτερον ἐκείνων ἐπιπλοκῆς τε καὶ κράσεως, ἐπιπλοκὴν μὲν ὀνομάζοντας, ἐπειδὰν κατὰ διαφόρους ὥρας εἰσβάλλωσι, κρᾶσιν δὲ τὴν καθ' ἕνα χρόνον ἀρχήν. οὕτω δὲ τοὺς τρεῖς πυρετοὺς ἐπιπλέκειν τε καὶ κεραννύναι δυνήσεταί τις, αὐτὸς καθ' ἑαυτὸν ἐννοεῖν ἐκ τῶν εἰρημένων ὁρμώμενος. ἁπάντων γὰρ τούτων ἀρχὴ καὶ πηγὴ καὶ στοιχεῖόν ἐστιν τὸ διαγινώσκειν ἀκριβῶς ἑκάστου τῶν ἁπλῶν πυρετῶν τὴν ἰδέαν. οὐδὲ γὰρ πολύ τι τὸ πλῆθος αὐτῶν [371] ἐστιν, ἀλλ' οἱ πάντες τρεῖς, ὅ τε πικρόχολος καὶ ὁ μελαγχολικὸς καὶ ὁ φλεγματικὸς, ὧν ἑκάστου δύο διαφοραὶ, διαλείποντός τε καὶ συνεχοῦς γιγνομένου, ὡς εἶναι τὰς πάσας διαφορὰς ἁπλῶς τῶν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν ἓξ τὸν ἀριθμόν. εἰ δέ τις ἄλλη προσέρχοιτο ταῖσδε κατὰ μέρος ἐν αὐτοῖς διαφορὰ παρά τε τὸ πλῆθος τοῦ χυμοῦ καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν τῆς σήψεως, ἔτι τε τὸν τρόπον τῆς κινήσεως, καὶ τὸ μέρος ἐν ᾧ σήπονται, τὴν γένεσιν ἕξει.
Οἷον αὐτίκα τῶν διὰ τρίτης παροξυνομένων διαλειπόντων πυρετῶν ὅσοις μὲν ὅ τε χρόνος ὁ τοῦ παροξυσμοῦ βραχὺς, ἥ τε εἰσβολὴ μετὰ ῥίγους ἐστὶ, καὶ ἡ λύσις ἐφ' ἱδρῶσι καὶ χολεμεσίαις, ἢ τῆς κάτω γαστρὸς ὑπαγούσης χολώδη, τούτοις μὲν ὄνομα κεῖται τριταῖος ἀκριβής· ὅσοις δ' ἐλλείπει τι τούτων, οὐκέτ' ἀκριβὴς, ἀλλ' ἁπλῶς τριταῖος ὀνομάζεται. ἐὰν δὲ καὶ τὸ διάλειμμα μικρότερον ἔχωσι, μηκυνθέντος δηλονότι τοῦ παροξυσμοῦ, τριταῖον τοῦτον ὀνομάζουσι παρεκτείνοντα, καί τοι καὶ αὐτοῦ τούτου πολλὴν ἐν [372] τῷ μᾶλλόν τε καὶ ἧττον ἔχοντος τὴν διαφοράν. ἔστι μὲν δήπου τὸν μέν τινα καλεῖν ἁπλῶς οὕτως μεμηκυσμένον, ὅστις ἂν, οἶμαι, τέτταρας καὶ εἴκοσιν ὥρας τοῦ παροξυσμοῦ ποιησάμενος ἀπυρέτους ἴσχῃ τὰς λοιπάς· τὸν δέ τινα μεμηκυσμένον ἱκανῶς, ὅστις ἂν ἀμφὶ τὰ τριάκοντα ὥρας τὸν πυρετὸν ἐκτείνῃ· καί τινα πρὸς τούτοις ἐπιπλέον μεμηκυσμένον, ὃς ἂν εἰς ἓξ καὶ τριάκοντα προέρχηται· καί τινα ἕτερον ἐπιπλεῖστον, ὃς ἂν εἰς τεσσαράκοντα καὶ πλείους ἔτι παρεκτείνηται. περιορίζειν δὲ ἀκριβέσιν ὅροις ἕκαστον τῶν εἰρημένων οὐκ ἐγχωρεῖ διὰ σωριτικὴν ἀπορίαν· οὐ μὴν οὐδ' ἀναγκαῖόν ἐστι τοιαύτην ὀνομάτων ἀκρίβειαν ζητεῖν, ἐνόν γε ἡμῖν καὶ χωρὶς αὐτῆς δηλοῦν τοῖς πέλας ἀκριβῶς ὑπὲρ ἑκάστου τῶν νοσούντων, καὶ θεραπεύειν ὀρθῶς καὶ προγιγνώσκειν τὸ ἀποβησόμενον. ὑποκείσθω γὰρ τόνδέ τινα πέντε καὶ δέκα μὲν ὥρας πυρέττειν, ἀπύρετον δὲ γίγνεσθαι τρισὶ καὶ τριάκοντα, καὶ τοῦθ' ἑξῆς αὐτῷ κατ' ἀναλογίαν ἀπαντᾷν. εὔδηλον δ' ὅτι καὶ τὸν καιρὸν τῆς τροφῆς εἴσεταί τις ἔκ τε τοῦ κατὰ τὸν παροξυσμὸν καὶ τὸ διάλειμμα χρόνου, καὶ καθ' ὅσον ἐκ χρόνου δυνατόν ἐστι λαβεῖν εἰς πρόγνωσιν καὶ θεραπείαν χρηστὸν, [373] ἕξει καὶ τοῦθ' ἱκανῶς ἄνευ τοῦ ζητεῖν, εἴτε τριταῖον ἁπλῶς χρὴ καλεῖν τὸν τοιοῦτον πυρετὸν, εἴτε καὶ μετά τινος ἑτέρας προσθήκης ἀφοριζούσης τὴν διαφοράν. ἀλλὰ καὶ δηλῶσαι βουλόμενος ἑτέρῳ τὸν τοῦ κάμνοντος πυρετὸν ὁποῖός τίς ἐστιν, ἀκριβέστερον δηλώσει τό τε τοῦ παροξυσμοῦ καὶ τὸ τοῦ διαλείμματος εἰπὼν μῆκος, ἢ ζητῶν ὄνομα σαφῶς καὶ ἀφωρισμένως ἐνδείξασθαι, ταὐτὸν δυνάμενον. αὕτη μὲν οὖν ἡ ἀρίστη διήγησις καὶ διδασκαλία. δευτέρα δὲ ἣν ὀλίγον ἔμπροσθεν εἶπον, ἀκριβῆ τινα τριταῖον ὀνομάζων, καὶ ἄλλον ἁπλῶς τριταῖον, εἶτ' ἄλλον ἠρέμα μεμηκυσμένον, εἶτ' ἄλλον ἱκανῶς, ἕτερον δὲ ἐπὶ πλέον, εἶτ' ἄλλον ἐπὶ πλεῖστον. ἀσαφεστάτη δὲ καὶ χειρίστη πασῶν ἡ πρώτη λελεγμένη, καθ' ἣν ἐρίζουσι καὶ φιλονεικοῦσι καθ' ἡμέραν πρὸς ἀλλήλους οἱ νεώτεροι τῶν ἰατρῶν, οὐδ' αὐτὸ τοῦτο γινώσκοντες, ὅτι περὶ ὀνόματος ἐρίζουσιν. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἴσως ἧττον ἄν τις θαυμάσειε· Ἀγαθίνου δὲ πάνυ θαυμάζειν ἄξιον, εἴπερ ἐκτείνοντά τινα καλῶν ἀμφημερινὸν καὶ τεταρταῖον, ἐπὶ τοῦ τριταίου τὴν ἀναλογίαν οὐκ ἐφύλαξεν. ἀλλ' ὃς ἂν ἐπὶ πλέον [374] ἐκταθῇ ἐν τῷ παροξυσμῷ, τοῦτον ἡμιτριταῖον ὀνομάζει. ἅλις ἤδη μοι τοῦ περὶ ὀνομάτων λόγου, κινδυνεύω γὰρ οὖν κᾀγὼ πλείονα χρόνον ἢ προσήκει διατρίβειν ἐν αὐτοῖς. ἐπανελθεῖν οὖν μοι καιρὸς εἰς τὴν τῶν ὑπολοίπων πραγμάτων ἐπίσκεψιν.
Εἴη δ' ἂν ἐν τοῖς ὑπολοίποις οὐδενὸς φαυλότερον σκέμμα τόδε, πότερον ὥσπερ ἐπὶ ταῖς χολαῖς ἀμφοτέραις καὶ τῷ φλέγματι γίνονταί τινες ἰδέαι πυρετῶν, οὕτω κᾀπὶ τῷ αἵματι σηπομένῳ. τοὺς μὲν γὰρ ἐφημέρους πυρετοὺς, ἐκθερμανθέντος αὐτοῦ μόνον, οὐ μέν τοι σαπέντος, ἐλέγομεν γίγνεσθαι. κατὰ δὲ τὰς σήψεις, ἀνάγκη γάρ ποτε καὶ τὸ αἷμα σήπεσθαι, ζητητέον ἐστὶ τὴν ἰδέαν τῶν πυρετῶν. εὑρεθήσεσθαι δὲ εἰκὸς αὐτὴν, ἂν πρότερον ἐξεύρωμεν πῶς σήπεται αἷμα. δοκεῖ μὲν γὰρ ὀρθῶς Ἀριστοτέλης εἰρηκέναι τὴν σῆψιν ὑπὸ θερμότητος ἀλλοτρίας γίγνεσθαι. λέγει δ' ἀλλοτρίαν τὴν ἔξωθεν, οὐκ ἔμφυτον οὐδ' οἰκείαν ἑκάστου τῶν ὄντων. αὕτη μὲν γὰρ πέφυκεν πέπτειν, ἡ δ' ἀλλοτρία διαφθείρειν, ὅπέρ ἐστι σήπειν. ἔξωθεν δὲ θερμότης ἐπιγίγνεται [375] τῷ αἵματι κατά τε τὰς ἐγκαύσεις καὶ τὰς λοιμώδεις καταστάσεις, καὶ ἁπλῶς εἰπεῖν, ἅπαντας τοὺς πυρετοὺς, ὑφ' ἧς ἄν τινος αἰτίας εἰς γένεσιν ἥκωσιν. ἀλλὰ κᾀπειδὰν ἔν τινι μορίῳ τοῦ ζώου τὸ αἷμα πλέον ἀθροισθὲν ὑπὲρ τὴν δύναμιν αὐτοῦ γένηται, διαφθείρεται, καὶ μάλισθ' ὅταν ἐμφραχθῇ διὰ πάχος ἐν μικροῖς ἀγγείοις, ἢ σφηνωθῇ διὰ πλῆθος, ὁποῖόν τι συμβαίνει κατά τε τοὺς βουβῶνας καὶ τὰ φύματα, καὶ ἁπλῶς εἰπεῖν, ἁπάσας τὰς φλεγμονάς. ἐν γὰρ ταῖς τοιαύταις διαθέσεσι κατὰ διττὴν αἰτίαν φθείρεται τὸ αἷμα, τῷ τε μὴ διαπνεῖσθαι καὶ τῷ μὴ κρατεῖσθαι πρὸς τῆς φύσεως. ὅτι δὲ καὶ τὰ μὴ διαπνεόμενα σήπεσθαι πέφυκεν, ἐπὶ τῶν ἐκτὸς ἁπάντων ἐστὶ θεάσασθαι καρπῶν τε καὶ σπερμάτων, ἤδη δὲ καὶ ἱματίων. ἐπαγαγεῖν δ' ἡμᾶς ἱκανῶς δύναται τῷ λεγομένῳ καὶ τὸ κατὰ τὰς πλευρίτιδας. ἀναβήττουσι γὰρ ἐν αὐταῖς οἱ μὲν ἀφρῶδες, οἱ δ' ὠχρὸν, οἱ δ' ἐρυθρὸν ἰχῶρα, τοῦ κατὰ τὴν φλεγμονὴν ἐπικρατοῦντος χυμοῦ τὸ μὴ στεγόμενον, ἀλλ' ὑπὸ λεπτότητος ἔξω ἱδρούμενον. ἔστι δ' ὅτε καὶ μέλας ὁ ἰχὼρ φαίνεται οὗτος, καὶ οὐδὲ [376] κατ' ἀρχὰς εὐθέως, ἀλλ' ἐν τῷ χρόνῳ προϊόντι, προηγησαμένων ὡς τὰ πολλὰ τῶν ὠχρῶν πτυσμάτων, ἅπερ ἦν τοῦ πικροχόλου κρατοῦντος χυμοῦ γνωρίσματα, καθάπερ ἀφρώδη μὲν τοῦ φλέγματος, ἐρυθρὰ δὲ τοῦ αἵματος. εἰκὸς οὖν ποτε καὶ αὐτὸ τὸ αἷμα σήπεσθαι κατὰ τὰ φλεγμαίνοντα χωρία, καὶ τὸν ἐπ' αὐτῷ πυρετὸν ἁπλούστερον μὲν εἶναι τῶν ἐπὶ τοῖς ἄλλοις χυμοῖς, ἀναλογίαν δὲ τῶν παροξυσμῶν ἐν τριταίᾳ μάλιστα περιόδῳ λαμβάνειν. οὕτω γὰρ φαίνεται κᾀπὶ τῶν πλευριτικῶν γινόμενον, ὅταν ἐρυθρὰ πτύωσιν· εἰ δ' ὑπεροπτηθείη, μεταβάλλει μὲν δήπου πάντως· ὅσον μὲν δὴ λεπτότατόν τε ἅμα καὶ πῖόν ἐστιν, εἰς τὴν ὠχράν· ὅσον δὲ παχύτερον, εἰς τὴν μέλαιναν χολὴν, ὥσπερ κᾀπὶ τῶν καλουμένων ἀνθράκων, καὶ γὰρ ἐπὶ τούτων ἐξ αἵματος ἰσχυρῶς ζέσαντος ἡ μετάπτωσις εἰς τὸν μελαγχολικὸν χυμὸν γίνεται. οὕτω δ' ἀκούειν χρὴ τό γε νῦν εἶναι μελαγχολικὸν χυμὸν, ὡς οὐκ ἀκριβῶς ἤδη γεγονότα μέλαιναν χολὴν, ἀλλ' ἐν μεθορίῳ τινὶ τεταγμένον. καὶ τοίνυν καὶ οἱ πυρετοὶ κατὰ τὰς τῶν χυμῶν ἰδέας, εἰς οὓς μεταβάλλει τὸ αἷμα, συστήσονται, [377] μόνῳ τῷ κακοήθει καὶ οὐ κακοήθει διαλλάττοντες. ἁπλούστεροι γὰρ οἱ ἐπὶ τῇ τοῦ αἵματος μεταβολῇ τά τ' ἄλλα καὶ τῷ πρᾴῳ τῆς θερμασίας. εἰ γὰρ ὅτι μάλιστα παμπόλλη φαίνοιτο κατὰ τὴν ἐπιβολὴν τῆς χειρὸς, ἀλλὰ πραεῖά γε πάντως ἐστὶν, ὥσπερ ἡ κατὰ τὰ βαλανεῖα. τὸ μὲν γὰρ πλῆθος ἀεὶ τῆς πυρετώδους θερμασίας ἐν τῷ πλήθει κεῖται τῆς ἀποῤῥοῆς· τὸ δὲ ἀνιαρὸν, ὡς πρὸς τὴν ἐπιβαλλομένην ἔξωθεν χεῖρα, κατὰ τὴν τοῦ χυμοῦ δριμύτητα. καί σοι τοῦτ' ἔστω μέγιστον γνώρισμα τοῦ τὸν πυρετὸν ἐργαζομένου χυμοῦ, λέγω δὴ τὸ κατὰ τὴν ποιότητα τῆς θερμασίας. ἡ μὲν γὰρ ἀτμωδεστέρα τε καὶ ἀλυποτέρα τοῦ αἵματός ἐστιν· αἱ δ' ἀνιαραὶ καὶ διαβρωτικαὶ καὶ δακνώδεις ἐπὶ ταῖς χολαῖς συνίστανται. ὅταν δὲ κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀτμῶδές τι μᾶλλον, οὐ δριμὺ φαίνηται, χρονιζόντων δὲ κατὰ βραχὺ, προσγίνηται τὸ δακνῶδες αὐτῷ, καὶ μάλιστα ἀνώμαλον, ὡς δι' ἠθμοῦ τινος ἢ κοσκίνου διηθεῖσθαι δοκεῖν, ἐπὶ φλέγματι σηπομένῳ τὸν τοιοῦτον πυρετὸν ἴσθι γινόμενον.
Ἐπισκεπτομένῳ δέ μοι καὶ ζητοῦντι τὴν [378] αἰτίαν, δι' ἣν οἱ μὲν ἐπὶ τοῖς ἄλλοις χυμοῖς πυρετοὶ τὴν θερμασίαν ὁμαλῶς προσπίπτουσαν ἔχουσιν, οἱ δ' ἐπὶ φλέγματι μετὰ τῆς εἰρημένης ἀνωμαλίας, ἐδόκει μάλιστα αἴτιον εἶναι τὸ γλίσχρον καὶ παχὺ καὶ δυσδιάλυτον τοῦ χυμοῦ. διαπνεῖται μὲν γὰρ δήπου καὶ τούτου, ὡς καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσον ἂν ἑκάστοτε λεπτυνθῇ· λεπτύνεται δὲ μόλις, ὅ τι περ ἂν ᾖ παχύτατον· ἂν δὲ καὶ ψυχρὸν ὑπάρχῃ φύσει, πολὺ δὴ καὶ μᾶλλον οὔτ' οὖν ὅλον οὔθ' ὁμαλῶς, ἀλλὰ ὅπῃ περ ἂν ἡ σηπεδὼν ἐνισχύσῃ, κατ' ἐκεῖνο μόνον ἐκφυσᾶται καὶ ἀναφέρεται λελεπτυσμένον, ὁμοίου τοῦ συμβαίνοντος ὄντος, οἷόν τι κᾀπὶ τῶν ἐκτὸς ἑψομένων γλίσχρων καὶ παχέων χυμῶν τὸ γινόμενον. ἐπανίστανται γὰρ αὐτοῖς πομφόλυγες, ὧν ἐκρηγνυμένων ἀθρόον ἀναφέρεται πνεῦμα συναναφέρον ἑαυτῷ λελεπτυσμένην ὑγρότητα· τοῖς δὲ λεπτοῖς χυμοῖς ἑψομένοις οὔτε πομφόλυγες ἐγγίνονται, καὶ ὁ ἀναφερόμενος ἀπ' αὐτῶν ἀτμὸς ὅμοιός τέ ἐστιν πάντῃ καὶ συνεχὴς ἑαυτῷ.
Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, τὴν αἰτίαν ἐπισκεψώμεθα τῶν ὀνομαζομένων συνόχων [379] πυρετῶν. θαυμαστὸν γὰρ εἶναί μοι δοκεῖ, πολλάκις μὲν ἄχρι τῆς τετάρτης ἢ πέμπτης, ἐνίοτε δὲ καὶ μέχρι τῆς ἑβδόμης ἡμέρας ἕνα παροξυσμὸν ἀπ' ἀρχῆς ἐπ' αὐτῶν ἄχρι τελευτῆς γίνεσθαι. καί τοι γ' εἴ τις ἀκριβῶς ἐπισκέπτοιτο, θαυμασιώτερόν ἐστι τὸ κατὰ περίοδον παροξύνεσθαί τινας πυρετούς. ὃ γὰρ ἐν τοῖς ἔμπροσθεν εἴπομεν παράδειγμα τῆς κόπρου τῆς κατὰ μέρος σηπομένης, οὐ πάνυ τι συμβαίνειν δύναται ἐν τῷ τοῦ ζώου σώματι μιγνυμένων τῶν σηπομένων χυμῶν τοῖς ἀσήπτοις ἑτοίμως, ἅτε συμπνοίας οὔσης καὶ συῤῥοίας ἐκ πάντων εἰς πάντα. οὔκουν οἷόν τε γίνεσθαι τὴν σηπεδόνα καθ' ἕν τι μέρος ἄλλοτε ἄλλο, πλὴν εἰ φλεγμονὴ δήσασα κατέχει τὸν ἀρξάμενον σήπεσθαι χυμόν. ἐπεὶ τοίνυν εἰς τοὐναντίον ὁ λόγος περιέστησε, χαλεπώτερον δέ ἐστιν ἐξευρεῖν τὴν αἰτίαν τῶν κατὰ περίοδον παροξυνομένων πυρετῶν ἤπερ τῶν συνόχων, πειρατέον ὑπὲρ ἀμφοῖν διελθεῖν, οὐδ' ἐνταῦθα μηκύνοντας οὐδ' ἀντιλέγοντας τοῖς ἐσφαλμένοις, ἀλλ' ὥσπερ ἐν ἅπασι τοῖς ἔμπροσθεν ἐποιήσαμεν, αὐτὰ τὰ ἀληθῆ μόνα διερχόμενοι, ἐξ ὧν ὁρμώμενος ἄν τις εὑρίσκειν [380] δύναιτο καὶ τὰ τοῖς ἄλλοις διημαρτημένα. ἀρκτέον δὲ ἀπὸ τῶν ἐναργέστατα φαινομένων, ἅπέρ εἰσιν ὀφθαλμίαι τέ τινες, αἱ μὲν καθ' ἑκάστην ἡμέραν, αἱ δὲ διὰ τρίτης ἡμέρας παροξυνόμεναι. φαίνονται δὲ καὶ ὤτων ἀλγήματα, καὶ κεφαλῆς ἤτοι συμπάσης, ἢ καὶ τοῦ ἡμίσεως, ὃ δὴ προσαγορεύουσιν ἡμικρανίαν· ἐνίοις δὲ καὶ ποδάγρα καὶ ἀρθρῖτις ὁρᾶται κατὰ περίοδον παροξυνομένη. ὥσπερ οὖν ἐπὶ τῶν τοιούτων ἁπάντων ἰδεῖν ἔστι καὶ τὰς φλέβας ἐν τοῖς παροξυνομένοις μέρεσιν εἰς ὄγκον αἰρομένας, καὶ τὴν φλεγμονὴν αὐξανομένην, καὶ τὰς ὀδύνας ἐπιτεινομένας, καὶ ῥεῦμα περιττόν που προχεόμενον ἔξω, οὕτω χρὴ νοῆσαι κᾀπὶ τῶν ἐντὸς ὅσα μὴ φαίνεται τὴν αὐτὴν ἀναλογίαν σωζομένην ἔχοντα. ὥστε καὶ τὴν ἐν τῇ πλευρίτιδι καὶ τὴν ἐν τῇ περιπνευμονίᾳ φλεγμονὴν ἐξαίρεσθαι μὲν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν, διαφορεῖσθαι δὲ καὶ προστέλλεσθαι κατὰ τὰς παρακμάς. ὅπως δὲ γίνεται τοῦτο, τάχ' ἂν εὕροιμεν, εἰ περὶ γενέσεως φλεγμονῆς καὶ τῶν καλουμένων ῥευματικῶν διαθέσεων ἀναμνησθείημεν, ὅσα δι' ἑτέρων ἡμῖν ἐν τῷ περὶ ἀνωμάλου δυσκρασίας ἀποδέδεικται.
[381] σὺν ἐκείνοις γὰρ ὅσον ἴδιόν ἐστι τοῦ νῦν λόγου προστεθὲν, ἀποχρήσει τοῖς παροῦσι ζητήμασι.
Τὸ τοίνυν ἐπιφερόμενον τοῖς ὀφθαλμοῖς ῥεῦμα συγχωροῦσι μὲν ἅπαντες ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥεῖν, ἥτις δέ ἐστιν αἰτία, δι' ἣν ἐν ὡρισμένῃ περιόδῳ πολλάκις ἐπιῤῥεῖ, λέγειν οὐκ ἔχουσιν, ὡς ἂν μὴ φιλοσοφήσαντες ὑπὲρ τῶν φυσικῶν δυνάμεων, ὑπὲρ ὧν ἐν τρισὶ βιβλίοις ἡμεῖς ἐγράψαμεν, ἀποδεικνύντες ὡς αἱ πᾶσαι τέσσαρές εἰσιν, ὑφ' ὧν τά τε φυτὰ καὶ τὰ ζῶα διοικεῖται. μία μὲν οὖν ἐστιν ἡ τῶν οἰκείων ἑλκτική· δευτέρα δὲ ἡ καθεκτικὴ τούτων· καὶ τρίτη πρὸς ταύταις ἡ ἀλλοιωτική· καὶ τετάρτη γε πρὸς αὐταῖς ἡ τῶν ἀλλοτρίων ἀποκριτική. διττὸν δὲ δή που τὸ ἀλλότριόν ἐστιν ἅπασι τοῖς οὖσι, τὸ μὲν τῷ ποιῷ, τὸ δὲ τῷ ποσῷ. ἀθροίζεται μὲν οὖν τοῦτο διὰ τὴν ἐν τοῖς μορίοις τῶν δυνάμεων ἰσχὺν καὶ ἀῤῥωστίαν. ἂν μὲν γὰρ ἰσοσθενεῖς ὑπάρχωσιν, οἵ τ' ἐξοχετεύοντες πόροι τὰ περιττώματα κατὰ φύσιν ἔχωσιν, ὑγιαίνει τὰ μόρια· πλείονος δὲ ἀχθέντος ἢ ὅσον ἀλλοιοῦται, τὸ περιττὸν ἅπαν ἀναγκαῖον ἀποκρίνεσθαι, [382] πρὸς τῆς ἀποκριτικῆς δυνάμεως ὠθούμενον· εἰ δ' ἀῤῥωστήσειεν αὕτη, μένειν ἐν τῷ χωρίῳ, καὶ τὸ μὲν πολὺ βαρῦνόν τε καὶ διατεῖνον αὐτὸ, τὸ δὲ δριμὺ διαβιβρῶσκόν τε καὶ δάκνον, ὥσπέρ γε καὶ τὸ μὲν θερμὸν θερμαῖνον, τὸ δὲ ψυχρὸν ψύχον. ἐναργῶς δὲ φαίνεται ταῦτα κᾀπὶ τῶν κατὰ τὴν γαστέρα. προσενεγκάμενοι γάρ τινες ἔσθ' ὅτε σιτία πλέονα, ποτὲ μὲν ἐμεῖν ἀναγκάζονται ναυτιάσαντες, ἐνίοτε δὲ διαῤῥοίαις ἁλίσκονται. ὅπερ οὖν ἐνταῦθα διὰ μεγίστων εὐρυχωριῶν ἐκκρίνεται πρός γε τὸ ἐκτὸς ἐξερευγομένων τὸ περιττὸν, τοῦτ' ἐν ἄλλοις μέλεσι τοῦ ζώου διὰ λεπτῶν πόρων οὐκ ἐκτὸς, ἀλλ' ἐξ ἑτέρων εἰς ἕτερα μεταῤῥεῖ μέρη, ὠθούντων μὲν αὐτὸ τῶν ἰσχυροτέρων, ὑποδεχομένων δὲ τῶν ἀσθενεστέρων. ὠθεῖται δ' αὖθις κᾀκ τούτων εἰς ἕτερα, καὶ ἐξ ἐκείνων εἰς ἄλλα καταῤῥεῖ, μέχριπερ ἂν εἰς τὰ πάντων ἀσθενέστερα κατασκήψῃ. παλινδρομῆσαι δ' αὖθις εἰς ἕτερα ἐντεῦθεν τῶν ἰσχυροτέρων ἀδύνατον αὐτὸ, καὶ διὰ τοῦτο κατά γε τὰς πληθώρας καὶ κακοχυμίας τὰ πάντων ἀσθενέστερα μόρια τὰ μὲν φλεγμοναῖς ἁλίσκεται, τὰ δ' ἐρυσιπέλασι, [383] τὰ δὲ ἕρπησι, τὰ δ' ἄλλῳ τινὶ παθήματι, τὰ δὲ καὶ τὴν καλουμένην ἴσχει ῥευματικὴν διάθεσιν, ὑπὲρ ἧς ἰδίᾳ μοι γέγραπται. θαυμαστὸν οὖν οὐδὲν, ἤτοι τὸν ἐγκέφαλον, ἢ καὶ σύμπασαν ἐνίοτε τὴν κεφαλὴν, ἀθροίσασάν τι περιττὸν, ἐπί τι τῶν ἀσθενεστέρων ἀπώσασθαι μορίων, ἢ οὖς, ἢ ὀφθαλμοὺς, ἢ κρόταφον, ἢ χεῖλος, ἢ ὀδόντας, ἢ γνάθον, ἢ οὐρανίσκον, ἢ οὖλα, καὶ γαργαρεῶνα, καὶ παρίσθμια, καὶ τοὺς ἀδένας τοὺς ἐνταῦθα· κᾀπειδὰν τούτων μηδὲν ἀσθενὲς ᾖ, καὶ θώρακι, καὶ πνεύμονι, καὶ φάρυγγι, καὶ στομάχῳ, καὶ γαστρὶ καταπέμπειν τὸ ῥεῦμα. καθάπερ οὖν ἡ κεφαλὴ πολλάκις ἑκάστῳ τῶν εἰρημένων αἰτία γίνεται νοσήματος, οὕτω καὶ τῆς κατὰ τὸ ἧπαρ καὶ τὸν σπλῆνα φλεγμονῆς τῶν ὁμιλούντων τι μορίων, ἢ καὶ νὴ Δία τῶν ποῤῥωτέρω κειμένων ἓν ἢ καὶ πλείω γεννᾷ τε καὶ αὐξάνει, καὶ ἀποῤῥεῖ, καὶ κατὰ περίοδον παροξύνει. καὶ οὐδὲν θαυμαστὸν ὅμοιόν τι συμβαίνειν αὐτοῖς πάθημα τῇ κατὰ τὴν γαστέρα τῶν περιττωμάτων ἐκκρίσει. ὥσπερ οὖν εἴτις ἑώρα μὲν, ὅσον ἐκκρίνεται καθ' ἑκάστην ἡμέραν, ἠγνόει δὲ τὴν αἰτίαν τῆς ἐκκρίσεως, [384] ἐθαύμαζεν ἂν τὴν τάξιν· οὕτως ὅστις οὐκ οἶδεν οὔτε τῆς γενέσεως τῶν ἐν τῇ κεφαλῇ περιττωμάτων οὔτε τῆς ἐκκρίσεως τὴν αἰτίαν, ἀγνοεῖ δὲ καὶ διὰ τί τὰ μὲν εἰς τὸ ἐκτὸς ἀποῤῥεῖ, τὰ δ' εἰς ἕτερόν τι μεταῤῥεῖ μόριον, ἀπορεῖ τε καὶ θαυμάζει τὴν ἀναλογίαν τῆς ἐπιῤῥοῆς. ὡσαύτως δὲ καὶ ὅστις οὐκ οἶδεν οὔτε τὰ πέμποντα τῷ ἥπατι τὸ περιττὸν οὔτε τὴν αἰτίαν, καθ' ἣν ἐπιπέμπεται, θαυμάζει τὴν ἀναλογίαν τῶν ἐφ' ἥπατι πυρετῶν, ὁ δέ γε γνοὺς, ὅτι τὸ κατασκῆπτον εἰς τὸ σπλάγχνον ῥεῦμα τήν τε πρώτην εἰργάσατο τῆς φλεγμονῆς ἀρχὴν καὶ τοῦ μετὰ ταῦτα παροξύνεσθαι τὸ πεπονθὸς αὐτὸ τὴν αἰτίαν ἔχει, πέπαυται θαυμάζων.
Διττὴ δὲ ἡ πρόφασίς ἐστι τῆς τοιαύτης ἐπιῤῥοῆς, μία μὲν, ἣν νῦν δὴ πέπαυμαι λέγων, ὅταν ἐξ ἑτέρων μορίων ἐπιπέμπηται τοῖς ἀσθενεστέροις τὰ περιττώματα· δευτέρα δ', ὅταν ἕλκηται, περὶ ἧς ἤδη λεκτέον, ἀρχὴν τῷ λόγῳ κᾀνταῦθα τὰ πᾶσιν ἐναργῶς φαινόμενα ποιησαμένους. εἰ γὰρ ἐπαλείψαις τινὶ θαψίαν, ὄψει τοῦτον ἐν ὀλίγῳ χρόνῳ θερμότερόν τε τὸ μόριον ἴσχοντα καὶ εἰς ὄγκον οὐ σμικρὸν ἐξαιρόμενον. οὕτω δὲ καὶ εἰ παρὰ πυρὶ θάλψαις τὸ μέρος, [385] ἢ ἀνατρίψαις ἰσχυρῶς, ἤτοι ῥητίνῃ καταχρίσας, ἢ πίττῃ μετρίως θερμῇ, κᾄπειτ' ὀλίγον ὕστερον ἀποσπάσας ἀθρόως, ἢ εἰ καί τι προσαπολείψαις ὅτῳ δή ποτε μέρει θερμαῖνον φάρμακον. ὄψει γὰρ ἐν ἅπασι τοῖς τοιούτοις εἰς ὄγκον ἐξαιρόμενον αὐτὸ, τῆς θερμασίας ἤτοι γ' ἕλκειν ἐφ' ἑαυτὴν, ἢ δέχεσθαι ῥεύματα πεφυκυίας. οὐ γὰρ ἀναγκαῖον ἐν τῷ παρόντι τὰ τοιαῦτα διορίζεσθαι, τὸ χρήσιμον εἰς τὸ προκείμενον ἔχοντας ἤδη καὶ χωρὶς τοῦ τὰ τοιαῦτα φιλοσοφεῖν. ἐπιῤῥεῖν γὰρ ἀεὶ φαίνεται τοῖς ἰσχυρότερον θερμαινομένοις μορίοις ἐν μὲν τοῖς πληθωρικοῖς καὶ περιττωματικοῖς σώμασιν ἱκανῶς δαψιλὲς, ἐν δὲ τοῖς ἀπερίττοις ὀλίγον. ἐπιῤῥεῖ δ' οὐχ ἥκιστα καὶ τοῖς ὀδυνωμένοις. οὕτω γοῦν πολλάκις ἄκρον τὸν δάκτυλον τῆς χειρὸς ἐλαχίστῃ βελόνῃ νυχθείς τις, ὀδυνᾶται μὲν αὐτίκα, μικρῷ δ' ὕστερον φλεγμαίνει τε καὶ εἰς ὄγκον αἴρεται μέγιστον ἅπαντα τὰ πέριξ, ἐνίοις δὲ καὶ βουβῶνες ἐπανίστανται κατὰ τὰς μασχάλας, ἀπολαυσάντων τι τοῦ ῥεύματος τῶν ἀραιῶν τε καὶ σπογγοειδῶν ἐνταῦθα σωμάτων, ἃ δὴ καλοῦσιν ἀδένας. ἔστι δ' οἷς καὶ κατὰ μέσον τὸν βραχίονα [386] τοῦτο φαίνεται γιγνόμενον, οἷς ἂν ἀξιόλογος ἀδὴν ἐνταῦθ' ᾖ τεταγμένος. ἐναργέστατα δ' ὄψει τὸ λεγόμενον ἐφ' ὧν ἂν ἑλκύδριόν τι μικρὸν ἀφλέγμαντόν τε καὶ ἀνώδυνον ὄνυχος ᾖ πλησίον. εἰ γὰρ ἀμεληθείη τοῦτο, καὶ μὴ συνέρχοιτο, καὶ εἰς οὐλὴν ἄγοιτο, τῆς ἐπιτρεφομένης αὐτῷ σαρκὸς ὑπὸ τοῦ ὄνυχος θλιβομένης, ὀδυνᾶται μὲν πρῶτον, εἶθ' ἑξῆς ὅλος ὁ δάκτυλος, ἐνίοτε δὲ καὶ καρπὸς αὐτῶν ἢ ποὺς εἰς μεγίστην ἐξαίρεται φλεγμονήν· οὕτως ἄρα καὶ ἡ ὀδύνη ῥεῦμα τοῖς ὀδυνωμένοις ἐπάγει μορίοις, οὐ μὴν οὐδὲ τούτου τὴν αἰτίαν ἐνταῦθα λέγειν ἀναγκαῖον, ἑτέρωθι γὰρ εὐκαιρότερον λέλεκται, καὶ οὐδὲν αὐτῆς εἰς τὰ παρόντα δεόμεθα. φαίνονται γοῦν ἤδη σαφῶς αἰτίαι ῥευμάτων ἐξ αὐτῶν ὁρμώμεναι τῶν ῥευματιζομένων μορίων διτταὶ, μία μὲν ἡ ἐκ τῆς ἀναπτομένης ἐν αὐτοῖς θερμασίας, ἑτέρα δὲ ἡ ἐκ τῆς γινομένης ὀδύνης. τοῦ δ' ἤτοι πλέον, ἢ ἔλαττον, ἢ χρηστότερον, ἢ μοχθηρότερον ἐπιῤῥυῆναι τὴν αἰτίαν οὐκ ἔτ' ἐξ αὐτῶν ἔχει μόνον τῶν ῥευματιζομένων σωμάτων, ἀλλὰ τοῦ μὲν χρηστότερον ἢ μοχθηρότερον, ἐν τοῖς πέμπουσι μορίοις ἡ αἰτία, τοῦ δ' ἧττόν τε καὶ πλέον ἐν τοῖς συναμφοτέροις. αἱ μὲν γὰρ ἰσχυραὶ θερμασίαι [387] τε καὶ ὀδύναι πλέον ἕλκουσιν, αἱ δ' ἀσθενέστεραι μεῖον· οὕτω δὲ καὶ τὰ μὲν ἀπέριττα σώματα βραχύ τι τοῖς ἕλκουσι πέμπουσι, τὰ δὲ περιττωματικά τε καὶ πληθωρικὰ τοσούτῳ πλέον, ὅσῳ περ ἂν ἐξεστήκῃ τοῦ κατὰ φύσιν. αὗται μὲν οὖν αἱ διαφοραὶ τῶν ῥευμάτων χωρὶς τῆς τῶν ῥευματιζομένων ἀσθενείας γίνονται. ἕτεραι δὲ διά τε τὴν τούτων ἀσθένειαν καὶ τὴν ἰσχὺν τῶν πεμπόντων τὰ περιττώματα. πᾶσαι γὰρ αἱ χωρὶς τοῦ τρωθῆναι καὶ θλασθῆναι καταλαμβάνουσαι τὰ μόρια φλεγμοναὶ περιττωμάτων τινῶν κατασκηπτόντων ἐξ ἰσχυροτέρων εἰς ἀσθενέστερα γίνονται· συνεξάπτουσι δ' εὐθὺς αἱ τοιαῦται φλεγμοναὶ καὶ πυρετοὺς, ὅταν ἤτοι διὰ μέγεθος, ἢ γειτνίασιν ἡ ἐξ αὐτῶν θερμότης ἐπὶ τὴν καρδίαν ἐξικνῆται. σήπεται μὲν οὖν ἐν πάσαις ταῖς φλεγμοναῖς τὰ κατασκήψαντα περιττώματα διὰ τὰς εἰρημένας ἔμπροσθεν αἰτίας· οὐχ ὁμοίως δὲ σήπεται τὰ πάντα, τῷ τὰ μὲν εἶναι φλεγματικὰ, τὰ δὲ μελαγχολικὰ, τὰ δὲ πικρόχολα. σηπομένων δὲ αὐτῶν ἀνάπτεται θερμασία παρὰ φύσιν ἐν τῷ φλεγμαίνοντι μορίῳ, συνεκθερμαίνουσα μὲν, [388] ὅσα πρῶτα ψαύει τῶν φλεγμαινόντων μορίων, εἶθ' ἑξῆς τὰ συνεχῆ τούτοις, ὑφ' ὧν αὖθις ἕτερα τῷ τῆς γειτνιάσεως λόγῳ θερμανθέντα, καὶ πάλιν ὑπ' ἐκείνων ἕτερα, διακομίζει τὴν θερμασίαν ἐνίοτε μέχρι τῆς καρδίας. ἥτις μὲν οὖν ἐστιν ἡ ἐν τοῖς φλεγμαίνουσι διάθεσις, ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας εἴρηται λόγῳ κᾀν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων. ὅτι δ' ἀναγκαῖόν ἐστι τὸ περιεχόμενον ἐν αὐτοῖς αἷμα σήπεσθαι πολλάκις ἅμα τοῖς ἐπιῤῥυεῖσιν, ἐν τῷδε λεχθήσεται.
Τὸ κατασκῆψαν ἐξ ἑτέρου μέρους εἰς ἕτερον περίττωμα ποτὲ μὲν οὕτως ἐστὶ πολὺ καὶ μοχθηρὸν, ὡς βλάψαι τοῦ ῥευματισθέντος μορίου τὴν δύναμιν· ἐνίοτε δὲ οὕτως ἐπιεικές τε καὶ ὀλίγον, ὡς μηδὲν ἀδικῆσαι τὸ ὑποδεξάμενον σῶμα. εἰ μὲν δὴ βλάψει τὴν δύναμιν εἰς τοσοῦτον, ὡς ἔκλυτόν τε γίνεσθαι καὶ μηκέτι κρατεῖν ὧν ἔμπροσθεν ἐκράτει, σήπεσθαι τηνικαῦτα ἀναγκαῖον ἤδη καὶ τῷ αἵματι, κατὰ διττὸν λόγον, ὅτι τε τὸ μὴ κρατούμενον ὑγρὸν ὑπὸ τῆς οἰκείας θερμότητος ὑπόλοιπον ἔχει τὴν εἰς σηπεδόνα μετάστασιν, ὅτι τε τοῖς περιττώμασι σηπομένοις συνδιασήπεται. εἰ δὲ [389] μὴ βλάψειεν εἰς τοσοῦτο τὴν δύναμιν, ὡς ἐκλυθεῖσαν ἡσυχάσαι παντάπασιν, ἡμιμόχθηρόν τι καὶ οἷον ἡμισαπὲς ἐν τῇ τοιαύτῃ καταστάσει γίγνεται τὸ αἷμα, τῇ μὲν τῶν σηπομένων περιττωμάτων γειτνιάσει συνδιασηπόμενον, ἐν δὲ τῷ κατὰ φύσιν ἑαυτοῦ διαμένον τοσοῦτον, ὅσον ἐπὶ τῷ λόγῳ τῆς διακοσμούσης αὐτὸ δυνάμεως. ὁποτέρως δ' ἂν ἔχῃ, τό τε κατὰ τὴν πρώτην σηπεδόνα θερμὸν ἀναπτόμενόν ἐστι μὲν πάντως δριμύτερόν τε καὶ δακνωδέστερον τοῦ κατὰ φύσιν, αὐξάνεται δ' εἰς τοσοῦτον, εἰς ὅσον ἂν καὶ ἡ τῶν περιττωμάτων φύσις ἐξαρκῇ. παραπλήσιον γάρ τινα λόγον ἔχει ταῦτα πρὸς τὴν ἐξ αὐτῶν ἀναπτομένην θερμασίαν, οἷόν περ τὰ ξύλα πρὸς τὸ πῦρ. ἐξ αὐτῶν μὲν γὰρ τῶν ξύλων ἀλλοιουμένων γεννᾶται τὸ πῦρ, οὐ μὴν εἰς ἄπειρόν γε χρόνον ἐξαρκεῖ ταῦτα πρὸς τὴν ἀλλοίωσιν, ἀλλ' ἔστιν ὅρος αὐτοῖς τῆς μεταβολῆς ἡ τῆς ἐνυπαρχούσης ἰκμάδος ἀπώλεια, μέχρι τοσούτου καίεσθαι δυναμένοις, ἄχρι περ ἂν ἔχῃ τι τῆς συμφύτου νοτίδος· ἐκδαπανηθείσης δὲ ταύτης, πέπαυταί τε καιόμενα καὶ τὸ λείψανον αὐτῶν καλεῖται τέφρα. καὶ δὴ καὶ τῶν διασηπομένων χυμῶν ὡσαύτως ἡ θερμασία διαμένει μέχρι περ ἂν ὀπτηθῶσι [390] τελέως· ὀλίγον δ' εἰκὸς τὸ τῶν χυμῶν γίγνεσθαι γεῶδες λείψανον, οὐχ ὥσπερ τὸ τῶν ξύλων πολὺ, διότι κατὰ τὴν οὐσίαν αὐτῶν ἐπικρατεῖ τὸ ὑγρὸν στοιχεῖον, οὐ τὸ ξηρόν. οὕτω δ' εἰ καὶ τῶν ἐκτός τινα χυμῶν ἑψεῖν ἐθέλοις, οἷον ἔλαιον ἢ οἶνον, ὀλίγιστον μὲν αὐτοῦ καταλείψεις γεῶδες, τὸ ἄλλο πᾶν εἰς ἀτμόν τε καὶ ἀέρα λεπτυνθὲν οἰχήσεται. καὶ τοίνυν τῶν ζεσάντων ἐπὶ τῇ σηπεδόνι χυμῶν λεπτυνθέντων ὑπὸ τῆς θερμότητος, εἰς τὸ περιέχον ἡ οὐσία σκίδναται πᾶσα κατὰ τὰς ἀκμάς τε καὶ παρακμὰς τῶν πυρετῶν, ὑπολείπεται δ' ἤδη παντάπασιν ὀλίγον περιττὸν, ἢ οὐδέν· ἐν μὲν τοῖς παχυτέροις χυμοῖς, ὀλίγον, ἐν δὲ τοῖς ὀῤῥωδεστέροις οὐδέν. εἰ μὲν δὴ μή τις ἀσθένεια ἐγγένοιτο τῇ τοῦ φλεγμήναντος μέρους δυνάμει, μήτ' αὖθις ἐπιπέμποιτο περιττώματα, πέπαυταί τε τὸ νόσημα, καὶ δεύτερον οὐκ ἂν ἔτι πυρέξειεν ὁ ἄνθρωπος, οὔτε κατὰ τὴν ἑξῆς ἡμέραν, οὔτε διὰ τρίτης, οὔτε διὰ τετάρτης· εἰ δή τοι κατὰ τὴν αὐτὴν αἰτίαν ἐπιπέμποιτο, καθ' ἣν ἐξ ἀρχῆς ἐπέμφθη τῷ μέρει τὰ περιττώματα, ἢ εἰ ταῦτα μὲν οὐκ ἔτι [391] πέμποιτο, παραμένοι δὲ ἡ τῆς δυνάμεως ἀῤῥωστία, δεύτερον ἀνάγκη πυρέξαι τὸν ἄνθρωπον. ὑποκείσθω γὰρ πρότερον ἐῤῥωμένη μὲν ἡ τοῦ μορίου δύναμις, ἀθροιζόμενα δ' ἐν τῷ μεταξὺ χρόνῳ τὰ περιττώματα κατὰ τὰ πρῶτα ἀποπέμψαντα μόρια, τοιαῦτά τε τὴν ποιότητα καὶ τοσαῦτα τὸ πλῆθος, οἷα καὶ ὅσα τὴν ἀρχὴν ἔπεμψεν. ἔστι δὲ τὸ τοιοῦτον, οἷς ἂν ἥ τε διάθεσις τῶν πεμπόντων ἡ αὐτὴ διαμένῃ καὶ τῆς ἑλκομένης εἰς αὐτὰ τροφῆς ἡ ποσότης τε καὶ ἡ ποιότης. ἀνάγκη γὰρ, οἶμαι, τὸ ἶσον καὶ ὅμοιον ὑπὸ τῆς αὐτῆς δυνάμεως ἀλλοιούμενον, ἶσα καὶ ὅμοια ποιῆσαι περιττώματα. καὶ μὲν δὴ καὶ ὁ τῆς ἀθροίσεως αὐτῶν χρόνος ἐξ ἀνάγκης ἶσος ἔσται. τὰ γὰρ τρεφόμενα μόρια μέχρι περ ἂν ὁμοίαν ἔχῃ τὴν κατάστασιν, ὑπὸ τῆς αὐτῆς τρεφόμενα τροφῆς, ἶσά τε τῇ ποσότητι καὶ ὅμοια τῇ ποιότητι καὶ κατὰ τὴν αὐτὴν τοῦ χρόνου προθεσμίαν ἀθροίσει τὰ περιττώματα. καὶ μέν τοι κατὰ τὴν αὐτὴν περίοδον ὁρμήσει πρὸς τὸ ταῦτα ἀπωθεῖν τε καὶ πέμπειν τοῖς ἀσθενεστέροις· εἴγε δὴ τότε πρῶτον ἡ ἀποκριτικὴ δύναμις ὁρμᾷ πρὸς τὴν ἑαυτῆς ἐνέργειαν, ὅταν ἤτοι βαρύνηται τῷ πλήθει τῶν περιττωμάτων, ἢ δυσχεραίνῃ τῇ [392] ποιότητι. δέδεικται δὲ ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ἐν οἷς χρὴ γεγυμνάσθαι τὸν μέλλοντα σὺν ἀποδείξει μαθήσεσθαι τὰ νῦν λεγόμενα, μεγάλων γε τῶν ἄθλων αὐτῷ προκειμένων ἐκ τῆς τοιαύτης θεωρίας εἰς τὴν θεραπευτικὴν μέθοδον. ἵνα γὰρ ἅπαντα παραλίπω τἄλλα τὰ μέλλοντά γε λεχθήσεσθαι κατ' ἐκείνην τὴν πραγματείαν, ἑνός γε μόνου μνημονεύσω, προχειροτάτου τε καὶ πολλάκις ὑφ' ἡμῶν γεγονότος, ὀφθαλμίας παροξυνομένης κατὰ περίοδον· οὐ μικρῶς οἶμαι προτραπήσεσθαι τὸν ἀκούσαντα τὴν νῦν ἡμῖν διαπεραινομένην ἐκμαθεῖν θεωρίαν· ἔμπαλιν γὰρ ἢ ὡς οἱ καλοῦντες ἑαυτοὺς ὀφθαλμικοὺς ἐθεραπεύσαμεν ἀεὶ τὰς τοιαύτας ὀφθαλμίας, ἐκείνων μὲν ἀεὶ τοῖς ὀφθαλμοῖς παρεχόντων πράγματα, ἡμῶν δέ ποτε καθάρσει χρησαμένων, ποτὲ μὲν λουτρῷ, ποτὲ δὲ ἀκρατοποσίᾳ, ὡς Ἱπποκράτης λέγει, ποτὲ δὲ φλεβοτομίᾳ, ποτὲ δ' ἀμφοτέροις, ἢ κλυστῆρι μετὰ φλεβοτομίας, εἶτ' ἔσθ' ὅτε μὲν εὐθὺς ἐπὶ τοῖσδε παυσαμένων, ἔσθ' ὅτε δὲ μετὰ τοῦ προνοήσασθαι [393] τῆς κεφαλῆς. ἅπαντες γὰρ οἱ οὕτω θεραπευθέντες ἢ οὐδ' ὅλως ἔτι παρωξύνθησαν, ἢ ἅπαξ μόνον, ἔλαττον πολὺ τοῦ πρόσθεν. ἀλλὰ περὶ μὲν τῶν θεραπευτικῶν διορισμῶν τε καὶ γνωρισμάτων οὐ νῦν λέγειν καιρός· ὅτι δ' ἐγχωρεῖ ποτε μὲν τὴν ὅλην κεφαλὴν ἤτοι μηδὲν πεπονθυῖαν, ἀλλ' αἵματι μοχθηρῷ καὶ περιττωματικῷ τρεφομένην, ἀθροίζειν περιττώματα πλείω τε καὶ μοχθηρότερα τῶν ἔμπροσθεν, ὡς μηκέτ' αὐτοῖς ἀρκεῖν τὰς φυσικὰς ἐκροάς τε καὶ περιπνοὰς, ἀλλ' ἀναγκάζεσθαι τὴν φύσιν ὠθεῖν τὸ περιττὸν εἴς τι τῶν ἀσθενεστέρων μορίων· ἢ τῶν μὲν χυμῶν ἐχόντων κατὰ φύσιν, αὐτῆς δέ τι πεπονθυίας, ἢ καὶ συνελθόντων ἀμφοῖν ἀθροίζεσθαί τε τὰ περιττώματα καὶ κατασκήπτειν εἴς τι μόριον, ὁ ἐνεστὼς λόγος ἐπιδεῖξαι σπουδάζει. μέχρι γὰρ ἂν ὅ τ' ἐπιῤῥέων χυμὸς ὅμοιος ᾖ, καὶ τῆς κεφαλῆς ἡ διάθεσις ἡ αὐτὴ, μέχρι τοσούτου τά τε περιττώματα κατὰ τὸν ἶσον ἀθροισθήσεται χρόνον ὅμοιά τε καὶ ἶσα, καὶ οἱ παροξυσμοὶ τῶν ὀφθαλμῶν ὅμοιοι γενήσονται. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ καὶ μὴ συμπάσης τῆς κεφαλῆς, ἀλλ' ἑνός γέ τινος [394] τῶν ἐν αὐτῇ μορίων, ἤτοι μηνίγγων, ἢ ἐγκεφάλου γένηταί τις διάθεσις, ὡς ἐκ τῆς τοιαύτης τροφῆς ἀθροίζειν τι τοσόνδε καὶ τοιόνδε περίττωμα κατὰ τοσόνδε χρόνον, εἶτ' ὠθεῖν τὸ περίττωμα τοῦτο τηνικαῦτα τότε πρῶτον, ὅταν ὑπ' αὐτοῦ ἀξιολόγως ἀνιαθείη, συμβήσεται καὶ τότε παροξύνεσθαι κατὰ περίοδον, ἢ ὀφθαλμοὺς, ἢ οὖς, ἤ τι τοιοῦτον ἕτερον, εἰς ὅπερ ἂν ἀσθενέστερον ὠθῇ τὸ περιττεῦον. ὥσπερ οὖν ἐπ' ὀφθαλμῶν, καὶ ὤτων, καὶ ποδῶν, καὶ ἄλλων τε πολλῶν τοιούτων μορίων ἐναργῶς ὁρᾶται κατὰ περίοδον ὁ παροξυσμὸς γιγνόμενος, ὡς ἐπιδέδεικται, τί θαυμαστὸν ἐν πλευρίτιδι καὶ περιπνευμονίᾳ καὶ φρενίτιδι καὶ τοῖς ἄλλοις ἅπασιν, ὧν οὐκ ἔστι θεάσασθαι τὰς φλεγμονὰς, ὁμοίως μὲν ἐπιῤῥεῖν τὸ περιττὸν καὶ ὁμοίως τὸν πυρετὸν ἀνάπτειν, οὐδὲν αὐτοῦ τοῦ φλεγμαίνοντος μέρους πεπονθότος ἐξαίρετον ἴδιον εἰς τὴν τῶν εἰρημένων γένεσιν ἄλλο γε, πλὴν ὅτι τῶν πεμπόντων τὰ περιττώματα κατ' ἐκεῖνον τὸν χρόνον ἀσθενέστερόν ἐστιν; οὐ μὴν οὐδ' ἐκεῖνο θαυμαστόν ἐστι, τὸ μηδὲ κατὰ μίαν ἀθροίζεσθαι προθεσμίαν ἅπαντα τὰ περιττώματα. τῷ γὰρ μήτε τὸ φερόμενον ἐν λόγῳ τροφῆς αἷμα ὅμοιον διὰ [395] παντὸς ὑπάρχειν, μήτε τὴν τῶν τρεφομένων διάθεσιν εἶναι τὴν αὐτὴν, ἄλλος ἄλλῳ χρόνῳ ἱκανός ἐστιν εἰς τὴν τοσούτου περιττώματος ἄθροισιν, ὑφ' οὗ πρώτου λυπεῖται μὲν ἡ φύσις ἡ τοῦ μέρους, ἀναγκάζεται δ' ὡς ἀλλότριον ἑαυτῆς ἀποτρίβεσθαι τὸ λυποῦν. οὐ μὴν οὐδ' ὅτι τῶν παροξυσμῶν αὐτῶν ἄνισόν ἐστι τὸ μῆκος, ἔτι χρὴ θαυμάζειν. εἴπερ γὰρ οὐχ ἓν γένος, οὔτ' εἶδος, οὔτε πλῆθός ἐστι τῶν περιττωμάτων, οὔθ' ὡσαύτως ἀνάπτεσθαι πᾶσιν, ἢ διαφορεῖσθαι προσήκει. τὰ μὲν γὰρ πλείω καὶ ψυχρότερα καὶ γλίσχρα καὶ παχέα μακροτέρους ἐργάζεται τοὺς παροξυσμούς· τὰ δ' ἐλάττω καὶ θερμότερα καὶ λεπτότερα βραχυτέρους, συνεπιλαμβανούσης οὐ σμικρὸν εἰς ταῦτα τῆς τε τοῦ σώματος ὅλου κατασκευῆς ἐν ἐκείνῳ τῷ χρόνῳ, καὶ τοῦ τῆς δυνάμεως τόνου. τὸ μὲν γὰρ ἀραιότερον σῶμα βραχυτέρους, ὅσον ἐφ' ἑαυτῷ, τοὺς παροξυσμοὺς ἐργάζεται, τὸ δὲ πυκνότερον μακροτέρους· καὶ ῥώμη μὲν δυνάμεως ὀλιγοχρονιωτέρους, ἀῤῥωστία δὲ πολὺ χρονιωτέρους. ἡ μὲν γὰρ ἰσχυρὰ δύναμις ἑτοιμότερον ἀφ' ἑαυτῆς ὠθεῖ τὸ ἀλλότριον, ἡ δὲ τοῦ σώματος ἀραιότης οὐκ ἴσχει τὸ φερόμενον, ὥστ' ἀνάγκη τοῖς οὕτω διακειμένοις [396] ταχέως ἐκκενοῦσθαι τὸ περιττὸν, εἰ καὶ τἄλλα παραπλήσια ὑπάρχει. κατὰ δὲ τὸν αὐτὸν λόγον, ὅσοις ἐναντίως διάκειται τὸ σῶμα, τοιούτοις ἀνάγκη πολυχρονιωτέραν γίνεσθαι τὴν ἔκκρισιν τῶν περιττωμάτων, ἀῤῥώστως μὲν ὠθούσης τὰ περιττώματα τῆς δυνάμεως, στεγούσης δὲ τὰ φερόμενα τῇ τῶν διεξόδων στενότητι. ἁπάντων δ' ἅμα συνελθόντων, ἤτοι μακρότατος, ἢ βραχύτατος παροξυσμὸς γίγνεται· μακρότατος μὲν διὰ τὸ πάχος, καὶ τὸ πλῆθος τοῦ περιττώματος, καὶ τὴν ἀσθένειαν τῆς δυνάμεως, καὶ τὴν τῶν διεξόδων στενότητα· βραχύτατος δὲ, διά τε λεπτότητα καὶ ὀλιγότητα τοῦ περιττώματος, καὶ τὴν ῥώμην τῆς δυνάμεως, καὶ τῶν ὁδῶν τὴν εὐρύτητα.
Κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ διὰ τί τῶν παροξυσμῶν οἱ μὲν εἰς ἀπυρεξίαν λήγουσιν, οἱ δὲ οὒ, χαλεπὸν ἐξευρεῖν. ἐπειδὰν μὲν γὰρ ὁ τοῦ προτέρου παροξυσμοῦ χρόνος οὕτως ᾖ βραχὺς, ὡς πρὶν ἄρχεσθαι τὸν δεύτερον, ἤδη πρότερον λελύσθαι, τὸ μεταξὺ τῆς ἀρχῆς τοῦ δευτέρου καὶ τοῦ προτέρου τῆς τελευτῆς διάστημα σύμπαν ἀπύρεκτον γίγνεται· φθάσαντος δ' εἰσβαλεῖν τοῦ δευτέρου, πρὶν ἀκριβῶς [397] λυθῆναι τὸν πρότερον, οὐδὲν αὐτῶν ἀπολείπεται μεταξύ. τουτὶ μὲν οὖν, ὡς εἴρηταί μοι, ἔστι τῆς ἐν τῷ δεχομένῳ μορίῳ τὰ περιττώματα δυνάμεως ὁμοίας ἑαυτῇ διαμενούσης, τοῦτ' ἔστι κρατούσης ἔτι τοῦ περιεχομένου κατ' αὐτὴν αἵματος, ὡς καὶ πρόσθεν· εἰ δ' ἀσθενής ποτε γένοιτο, καὶ τοῦτ' αἴτιον αὐτῇ κατασταίη τοῦ μὴ τὰ περιττώματα μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ αἷμα διαφθείρεσθαί τε καὶ σήπεσθαι καὶ πυρετὸν ἐξάπτειν, ἑτέρα τις κᾀντεῦθεν ἀρχὴ γενήσεται περιοδικῶν παροξυσμῶν. εἰ μὲν οὖν ἔτι ἡ προειρημένη φυλάττοιτο θερμασία, διττὸν εἶδος ἔσται πυρετῶν ἀλλήλοις ἐπιπεπλεγμένων· εἰ δ' ἐκείνη μὲν παύσαιτο, μένοι δὲ ἡ τοῦ δεξαμένου τὸ ῥεῦμα διάθεσις, ἅπερ ἐπὶ τοῦ πέμποντος λέλεκται πρόσθεν, κᾀπὶ τούτῳ μοι νόει. ποιήσει γάρ τινα καὶ τοῦτο τὸ μέρος ἐν αὐτῷ περιττώματα κατὰ διττὸν τρόπον, ὥσπερ δὴ κᾀκεῖνο, τῷ τε μοχθηρὸν εἶναι τὸ αἷμα περιεχόμενον ἐν αὐτῷ καὶ τῷ τὴν δύναμιν ἀῤῥωστεῖν. ὡσαύτως δὲ κᾂν εἰ κατά τινα αἰτίαν ἡντιναοῦν ἀπεργασθείη ἀσθενής ποτε μορίου δύναμις εἰς τοσοῦτον, ὡς ἄχθος αὐτῷ μᾶλλον ἢ τροφὴν εἶναι τὸ παρακείμενον αἷμα, διαφθαρήσεταί τε καὶ εἰ θερμὸν εἴη, σαπήσεται ῥᾳδίως, εἰ δ' [398] ὑπόψυχρόν τε καὶ φλεγματικὸν, οὐκ αὐτίκα μὲν, ἀλλὰ ἔν γε τῷ χρόνῳ καὶ τοῦτο τὴν αὐτὴν ἐπικτήσεται διάθεσιν. καὶ μὴν καὶ ὅταν ἀδυνατήσῃ ποτὲ πέψαι τὰ κατ' αὐτὸ γινόμενα περιττώματα μόριον ὁτιοῦν, ἢ ἀπώσασθαι πρὸς ἕτερον, τοιαύτην ἑαυτῷ τὴν ἀρχὴν τοῦ πυρέττειν, οἵανπερ ἑτέρῳ τὸ πέμπον ἐξεργάζεται· τοῦ δὲ μὴ δύνασθαι πέμπειν ἑτέρῳ τὰ περιττώματα πρώτη μὲν αἰτία κατὰ τὴν τοῦ πέμποντός τε καὶ δεχομένου δύναμιν, ἑτέρα δὲ κατὰ τὴν τῶν ὁδῶν ἔμφραξιν, ὅπερ ἐπὶ γλίσχροις καὶ παχέσι καὶ πολλοῖς εἴωθε γίγνεσθαι χυμοῖς. οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ χωρὶς τοῦ πέμπειν ἕτερον ἑτέρῳ περίττωμα, καθάπερ ἡ κεφαλὴ τοῖς ὀφθαλμοῖς ἔπεμπεν, ἐκ τῶν ἐν αὐτῇ ἔτι μενόντων περιττωμάτων εἰς τὴν αὐτὴν τῷ δεχομένῳ τὰ ἀλλότρια διάθεσιν ἀφίκοιντο. τὰ γὰρ ἐμφράξαντα τὰς φυσικὰς ἐκροὰς ἀναγκαῖον ἐν τῷ χρόνῳ καὶ ταῦτα σήπεσθαί τε καὶ πλήθους περιττωμάτων αἴτια καθίστασθαι τῷ μέρει, κωλύοντα κενοῦσθαι καὶ διαπνεῖσθαι συνήθως αὐτό. σήπεται οὖν ὁμοίως ἐκείνοις κᾀκεῖνα τὰ ὕστερον ἀθροιζόμενα, καὶ συνεξάπτει πάντα ἀλλήλοις αὐτίκα τὴν ἐν τῷ μορίῳ πυρετώδη θερμότητα. [399] δέδεικται δ' ἔμπροσθεν, ὡς ἔνθα ἀνάπτεταί τις ἢ καὶ αὐξάνεται θερμότης, ἐπιῤῥεῖ τούτῳ τῷ μορίῳ τὸ παρὰ τῶν ἄλλων αἷμα. καὶ τοίνυν ἀναγκαῖον ἐν τῷ χρόνῳ τῆς ἐπιῤῥοῆς ψύχεσθαι μὲν ἐκεῖνα λειφαιμοῦντα, βαρύνεσθαί τε καὶ διατείνεσθαι τὸ πεπονθὸς, ἀλλοιοῦσθαι δὲ τὸ ἐπιῤῥυὲν αἷμα διὰ διττὴν αἰτίαν, ὅτι τε μίγνυται τοῖς ἤδη σηπομένοις περιττώμασιν, ὅτι τε σφηνούμενον ἀδιάπνευστον ἀπομένει. τύφεται τοιγαροῦν δίκην ξύλων ὑγροτέρων ἀθρόως ἐπιβληθέντων ὀλίγῃ φλογὶ, καὶ οὗτος ὁ χρόνος ἅπας ἀρχὴ τοῦ παροξυσμοῦ προσαγορεύεται. ἐπειδὰν δὲ τῆς ὕλης ἐγκρατὴς ἡ θερμότης γένηται, καλεῖται μὲν ἐπίδοσίς τε καὶ ἀνάβασις ὁ τοιοῦτος καιρὸς, αὐξάνεται δ' ἐν τούτῳ θερμότης τοσαύτη τὸ πλῆθος, ὡς μὴ μόνον αὐτὸ καίειν τὸ χωρίον, ὃ οἷόν περ ἑστία τις σηπεδόνος ἐστὶν, ἀλλ' ἤδη κατὰ τὸ συνεχὲς ἐπινέμεσθαι τὸ σύμπαν σῶμα. κᾀπειδὰν εἰς ἄκρον ἀφίκωνται τῆς ζέσεως οἱ ἐξαπτόμενοι χυμοὶ, καλεῖται μὲν ἀκμὴ τὸ τοιοῦτο τοῦ παροξυσμοῦ μέρος, ἅπαν δὲ διάπυρον εἶναι δοκεῖ τηνικαῦτα τὸ τοῦ κάμνοντος σῶμα, τῆς θέρμης εἰς ὅλον τὸ ζῶον ὁμαλῶς ἐπιτεταμένης. ἐντεῦθεν δὲ, [400] εἰ μὲν οἵ τε χυμοὶ λεπτοὶ τύχοιεν ὄντες, ἥ τε δύναμις εὔρωστος, ἀραιόν τε τὸ σῶμα, κενοῦται τὸ πλεῖστον τῶν ζεσάντων χυμῶν εἰς ἱδρῶτα χυθέν· εἰ δὲ οὗτοί τε παχεῖς εἶεν, ἄῤῥωστός τε ἡ ἐκκριτικὴ δύναμις, αἵ θ' ὁδοὶ στενωθεῖεν, αἰσθητὸν μὲν οὐδὲν ἀποῤῥεῖ, μόνον δὲ τὸ οὕτως λεπτυνθὲν, ὡς εἰς ἀτμοῦ λεπτοῦ μεταστῆναι φύσιν. ὀνομάζεται δὲ ὁ καιρὸς οὗτος παρακμὴ, διαπνοή τις οὖσα τῶν ζεσάντων χυμῶν. ἀλλὰ μενούσης γε τῆς ἐν τῷ μορίῳ διαθέσεως, ἀναγκαῖον ἕτερον ἐν αὐτῷ γεννηθῆναι περίττωμα, τῆς ἑλκομένης αὖθις εἰς αὐτὸ τροφῆς οὐκ ἀκριβῶς ἁπάσης κρατουμένης, ὃ πάλιν, ὡς εἴρηται πρόσθεν, ὑπό τε τῶν ἐγκαταλελειμμένων τῷ μορίῳ σηπεδονωδῶν περιττωμάτων, καὶ αὐτῆς τῆς οἰκείας μοχθηρίας, ἀρχὴν σηπεδόνος λαμβάνει· κᾀπειδὰν ἱκανῶς θερμανθῇ, πάλιν ἐπιῤῥεῖ πρὸς αὐτὸ, καθάπερ τὸ εἰρημένον πρότερον ἐκ τῶν ἄλλων τοῦ ζώου μορίων αἷμα, καὶ κατὰ τὸν αὐτὸν αὖθις τρόπον ἀρχή τε καὶ ἀνάβασις, ἀκμή τε καὶ παρακμὴ γίγνεται τοῦ παροξυσμοῦ· καὶ τοῦτο οὐ παύεται περιοδίζον, ἄχρις ἂν ἡ διάθεσις ἡ ἐν τῷ πρώτῳ γεννῶντι μορίῳ τὰ περιττώματα φυλάττηται.
[401] Διττὴ δ' ἐστὶν ἡ τοιαύτη διάθεσις, ἡ μέν τις ἀσθένεια τοῦ μορίου, καθ' ἣν γεννᾶται τὰ περιττώματα· δευτέρα δὲ ἡ ἐξ αὐτῶν τῶν ἑκάστοτε γεννωμένων ἀθροιζομένη. μὴ γάρτοι δόκει, τοῖς μὲν ἐκτὸς ἀγγείοις τούτοις, ἐν οἷς ἑψόμενον ἔδεσμα κνισῶδες ἐγένετο, διάθεσιν ὑπολείπεσθαί τινα, τοῖς μέρεσι δ', ἐν οἷς οἱ χυμοὶ σήπονται, μηδεμίαν. ἔτι δὴ μᾶλλον ἀδύνατον λυθῆναι τὴν διάθεσιν, ὅταν καὶ τὸ σύμπαν σῶμα κακόχυμον, ἢ καὶ πληθωρικὸν ὑπάρχῃ, καὶ πολὺ δὴ μᾶλλον, εἰ ἐν τούτοις προσγένοιτο στένωσις ἁπάντων τῶν ἐξοχετευόντων πόρων περιττώματα τοῦ μέρους. ὥσπερ οὖν καὶ ἡ ἴασις ἀκολουθήσειεν, ἐὰν οἵ τε πόροι διακαθαρθεῖεν, ὥστε εὔρουν εἶναι τὸ μόριον, ἥ τε δύναμις ῥωσθείη καὶ ἡ διάθεσις ἐπανορθωθείη, καὶ τὸ σύμπαν σῶμα μήτε πληθωρικὸν μήτε κακόχυμον εἴη· ἔστ' ἂν δὲ ταῦτα διαμένῃ, καὶ τὴν περίοδον τῶν παροξυσμῶν ἀναγκαῖόν ἐστι διαμένειν. οὕτω γοῦν συμβαίνει κᾀπὶ τῶν γυναικῶν· καὶ γὰρ καὶ ταύταις ἄχρι περ ἂν ἶσά τε καὶ ὅμοια μένῃ τὰ τῶν καταμηνίων αἴτια, καὶ ἡ περίοδος αὐτῶν ἡ αὐτὴ φυλάττεται. [402] λέγεται δ' ἐπὶ πλεῖστον ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τῷ περὶ τῶν ῥευματικῶν διαθέσεων λόγῳ, καὶ νῦν οὔτε χρονίζειν ἐν ταῖς πίστεσι τῶν προαποδεδειγμένων εὔλογον οὔθ' ὑπερβαίνειν τὰ κεφάλαια τῶν χρησίμων εἰς τὰ παρόντα. χρήσιμα δ' ἐστὶν ἐν τοῖσδε μάλιστα τό γε γινώσκειν, ὡς ἔνια μὲν τῶν μορίων ἑτέροις ἐπιπέμπει ῥεύματα, καθάπερ ἡ κεφαλὴ τοῖς ὀφθαλμοῖς· ἔνια δὲ ὑπὸ τῶν ἐν αὐτοῖς γεννωμένων περιττωμάτων ἀρχὴν τοῦ πυρέττειν λαμβάνει· καὶ ὅτι τοῖς τοιούτοις ἅπασι κοινὸν μὲν ἡ σηπεδών ἐστι τῶν περιττωμάτων, ἴδιον δ' ἑκάστῳ, τῷ μὲν ἔμφραξίς τε καὶ σφήνωσις τῶν ἀγγείων, ἤτοι διὰ γλίσχρους χυμοὺς, ἢ παχεῖς, ἢ πολλούς· ἑτέρῳ δὲ στέγνωσις τῶν πόρων ἤτοι τῶν αἰσθητῶν, ἢ τῶν οὐκ αἰσθητῶν· ἄλλῳ δέ τινι τὸ πληρωθῆναι τὰς καθ' ὅλον αὐτοῦ τὸ σῶμα χώρας κενὰς, καὶ πρὸς τούτοις ἔτι τὸ πρὸς τὴν δύναμιν πλῆθος, ὡς ἐν τῷ περὶ πλήθους ἐπιδέδεικται λόγῳ. τῶν μὲν δὴ κατὰ περίοδόν τινα παροξυνομένων πυρετῶν οὐκ οἶδ' εἴ τις ἐπιλείπει γενέσεως αἰτία, τῶν δ' ἀτάκτων ἔνιοι μὲν ἐπὶ τῇ μεταπτώσει τοῦ χυμοῦ, τινὲς δὲ καὶ διὰ [403] τὸ τῆς διαίτης πλημμελὲς εἰς τὴν τοιαύτην ἔρχονται κατάστασιν. μεταπίπτει μὲν οὖν μάλιστα τὸ αἷμα σηπόμενον. ὡς γὰρ καὶ πρόσθεν εἴρηται, τὸ μέν τι αἵματος ξανθὴ χολὴ γίνεται, τὸ δὲ μέλαινα. εἰς ὅσον δ' αὖ οἱ ἐν τῷ σώματι τῶν ἀῤῥωστούντων χυμοὶ μεταβάλλουσιν, εἰς τοσοῦτον καὶ αἱ περίοδοι τῶν παροξυσμῶν· ὥστ' οὐδὲν ἔτι θαυμαστὸν ἐν ταῖς τοιαύταις μεταβολαῖς ὑπαλλάττεσθαι τὴν τάξιν. ὑπαλλάττονται δ' οὐχ ἥκιστα κᾀν τῷ τὸ μὲν ἀρξάμενον σήπεσθαι κατά τι μόριον ἕτερον ὑπάρχειν· ἕτερον δ' ἐξ ἄλλων ἐπιῤῥεῖν, ἤτοι γε ἐν ἐκείνοις μόνοις ὄντα τοιοῦτον, ἢ καθ' ὅλον τοῦ ζώου τὸ σῶμα πλεονάζοντα. οὕτως δὲ καὶ ὅσα κατὰ τὴν δίαιταν ἁμαρτάνεται τοῖς κάμνουσιν, οὐδὲν ἧττον καὶ ταῦτα διαφθείρει τῶν περιόδων τὴν τάξιν. ὥσπερ γὰρ καὶ αὐτοῖς τοῖς ὑγιαίνουσιν αἱ μοχθηραὶ δίαιται νοσημάτων αἰτίαι καθίστανται, τὸν αὐτὸν, οἶμαι, τρόπον, ἢ καὶ μᾶλλον ἔτι τοῖς νοσοῦσιν, ἐξ ὧν ἂν πλημμελήσωσιν, οἱ παροξυσμοὶ συμπίπτουσιν. οὐ μόνον γοῦν ἔτι νοσοῦντες, ἀλλὰ καὶ περὶ τὸν τῆς ἀναλήψεως καιρὸν ἑτοίμως ὑπὸ παντὸς ἁμαρτήματος βλάπτονται. καθ' ἑκάστην οὖν ἤδη βλάβην ἀξιόλογον ἤτοι [404] προλαμβάνειν πολὺ τὰς περιόδους ἀναγκάζουσιν, ἢ καί τινας ἑτερογενεῖς τῶν ἔμπροσθεν αὐτοῖς γεννῶσιν, ὑφ' ὧν ἡ τάξις τῶν παροξυσμῶν διαφθείρεται. πολλάκις δὲ διὰ τὴν ἐπιπλοκὴν τῶν περιόδων ἀγνοουμένην τοῖς ἰατροῖς ἀτάκτως ἔδοξαν οἱ νοσοῦντες παροξύνεσθαι. ἀλλ' αἱ μὲν τοιαῦται τῶν ἀταξιῶν οὐκ εἰσὶν ὄντως, ἀλλὰ φαίνονται μόνον· ὅσαι δὲ ὄντως εἰσὶν, ἤτοι διὰ μετάπτωσιν τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν ἢ τὸ πλημμελὲς τῆς διαίτης ἀποτελοῦνται. λοιπὸν δὲ τὸ τῶν συνόχων γένος, ὧν ὁ σύμπας χρόνος εἷς παροξυσμός ἐστιν ἤτοι διὰ παντὸς ὁμότονος, ἢ μειούμενος, ἢ αὐξανόμενος ἄχρι κρίσεως, ὑπὸ τοιαύτης αἰτίας γενέσθαι πέφυκεν, οἵαν ἁπάντων πυρετῶν ὁ Πραξαγόρας ὑπέθετο, σῆψιν οἰόμενος τῶν χυμῶν ἐν τῇ κοίλῃ φλεβὶ συνίστασθαι. τελεώτερος δ' ἂν ὁ λόγος καὶ ἀληθέστερος γίνοιτο κατὰ τόνδε τὸν τρόπον. ὅσα μὲν ἐν περιόδοις τισὶ παροξύνεται νοσήματα, μορίων ἐπιγίγνεται διαθέσεσιν, ἤτοι πεμπόντων, ἢ δεχομένων, ἢ γεννώντων, ἢ ἑλκόντων περιττώματα, καθ' ὃν ὀλίγον ἔμπροσθεν εἴρηται τρόπον· ὅσα δ' ἄνευ περιόδων, οὐδεὶς [405] ἐπὶ τούτων ὁ πεπονθώς ἐστι τόπος ἐξαίρετος, ἀλλ' οἱ κατὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας ἁπάσας χυμοὶ, καὶ μάλισθ' ὅσοι κατὰ τὰς μεγίστας τε καὶ θερμοτάτας εἰσὶν, ἤτοι δι' ἄλλην τινὰ αἰτίαν, ὡς ἐν τοῖς ἐφημέροις, ἢ καὶ διὰ σηπεδόνα ζέσαντες, ἀνάπτουσι πυρετὸν ἕνα σύνοχον, ἀπ' ἀρχῆς ἕως τοῦ τέλους ἀδιάλειπτον, ἄχρι τοσούτου παραμένοντά τε καὶ διακαίοντα τὸν ἄνθρωπον, ἄχρι περ ἂν οἱ γεννῶντες αὐτὸν χυμοὶ δαπανηθῶσιν, ἢ πεφθῶσιν, ἤ τι συναμφότερον πάθωσιν.