44391 1959 0 0 0 0 II d. C. Medicina Galenus De differentia pulsuum libri IV Kühn, C.G., Leipzig, Knobloch, 1824 Rist. 1965, Hildesheim, Olms. 106

Galenus - De differentia pulsuum libri IV

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΦΥΓΜΩΝ.

ΛΟΓΟΣ Α.

[493]   Εὐξαίμην μὲν ἂν καὶ μαθεῖν καὶ διδάξαι δύνασθαι τὰ πράγματα, χωρὶς τῶν ἐπ' αὐτοῖς ὀνομάτων, ἵνα μὴ πρὸς τῷ μακρὰν εἶναι τὴν τέχνην διὰ τὴν οἰκείαν θεωρίαν, ἐξ ἐπιμέτρου γένοιθ' ἡμῖν ἡ περὶ τὴν λέξιν ἀσχολία. ἐπεὶ δὲ ἀνάγκη διὰ τῶν ὀνομάτων δηλοῦν ἃ βουλόμεθα, τοῖς μὲν σοφισταῖς ἀφθονία κᾀνθάδε σοφισμάτων, καὶ διατριβῆς ἀχρήστου, τοῖς δὲ ἄλλοις ὅσοι πραγμάτων ἐπιστήμην, οὐκ ὀνομάτων ἐμπειρίαν ἐζηλώκαμεν ἄκουσι μὲν, ἐξ ἀνάγκης δὲ ὅμως, [494] προσγίνεται διὰ τὰς τῶν σοφιστῶν ἐπηρείας ἡ περὶ τὴν λέξιν ἀσχολία. κάλλιστον μὲν γὰρ ἦν ὁπωσοῦν περὶ τῶν ὀνομάτων συνθέμενον ἐπὶ τὴν θεωρίαν σπεύδειν, ὡς ἐπὶ τοῦ προγραφέντος ἡμῖν περὶ σφυγμῶν τοῖς εἰσαγομένοις ἐποιήσαμεν, τῶν δὲ ἐν ὀνόμασι μόνων δεινῶν, ἐπ' αὐτῶν δὲ τῶν ἔργων τῆς τέχνης ἀμαθεστάτων ἐνοχλούντων ἀεὶ, καὶ μηδὲ ἀναπνεῦσαι χωρὶς ἐπηρείας ἐπιτρεπόντων, ἀναγκαία σχεδὸν ἤδη καὶ ἡ περὶ τὴν λέξιν ἀσχολία. τοὺς μὲν οὖν παλαιοὺς ἁπλῶς ἔστιν εὑρεῖν χρωμένους τοῖς ὀνόμασιν, ἑνὸς μόνου φροντίζοντας ἀεὶ τοῦ δηλῶσαι τὸ νοούμενον. οἱ δὲ νεώτεροι μόνον καθ' ἑκάστην συλλαβὴν σοφίζονταί τε καὶ φιλονεικοῦσι, καὶ οὐδὲ παύονται περὶ τῶν ὀνομάτων ἐρίζοντες, οἷον εὐθέως, ἵν' ἐξ ἑνὸς μορίου τῆς προκειμένης πραγματείας τὸ πᾶν ἐπιγνῶμεν, ὁ μέν τίς φησι τὸν ἰσχυρῶς πλήττοντα σφυγμὸν σφοδρὸν εἶναι. παρελθὼν δὲ ἕτερος οὐ τοῦτον, ἀλλ' ὃς ἂν καὶ μέγας ᾖ καὶ πλήρης καὶ ταχὺς, ἐκεῖνον εἶναί φησι τὸν σφοδρόν. ἄλλος δέ τις τὸν ἰσχυρὸν ἅμα καὶ ταχύν· καί τις μάλα σεμνῶς ἐπιτιμήσας τούτοις τὸν μέγαν ἅμα καὶ ταχὺν σφοδρὸν [495] εἶναί φησιν. οὐκ ἀνασχόμενος δὲ τούτου πέμπτος τις ἄλλος ἔτι σεμνότερον ἐπιπλήξας, τὸν πλήρη τε ἅμα καὶ παχὺν σφοδρὸν εἶναί φησι. καὶ ναὶ μὰ Δία γε ἕκτος τις ἄλλος ἐπ' αὐτοῖς τὸν μέγαν ἅμα καὶ πλήρη, τοῦτον εἶναί φησι τὸν σφοδρόν. εἰ δὲ καὶ ἕβδομός τις καὶ ὄγδοος παρεῖεν ἐν τούτοις, ὁ μὲν μηδὲν διαφέρειν λέγων τοῦ πλήρους αὐτὸν, ὁ δὲ τῷ σκληρῷ τὸν αὐτὸν εἶναι, πηλίκην οἴει μάχην ἔσεσθαι; ἢ δηλονότι τηλικαύτην, οἵαν πολλάκις ὁρῶμεν ἔν τε τῷ τῆς εἰρήνης τεμένει καὶ ἐπ' αὐτῶν τῶν ἀῤῥώστων; ὥστε τινὰς μηδὲ τὼ χεῖρε κατέχειν ἔτι· τοσοῦτον ἀποδέουσιν αἰσχροῦ ῥήματος ἀποσχέσθαι. καὶ τὰ μὲν τούτων τῶν νῦν ἡμῖν ὀχλούντων ἧττον δεινὰ, καί περ ὄντα δεινότατα. τὰ δὲ τῶν συγγράφειν ἐπιχειρησάντων οὐκ ἀνασχετά. πρόχειρος μὲν γὰρ ὁ τῆς ἀχρηστίας τοῦ ζητήματος ἔλεγχος. οἱ δὲ οὐχ ὁρῶσιν αὐτὸν, ἀλλὰ πάντες ὡδί πως γράφουσιν· ὁ τοιόσδε σφυγμὸς σφοδρός ἐστι, καὶ ὁ τοιόσδε πλήρης ἐστὶ, καὶ ὁ τοιόσδε πυκνός ἐστι, δέον ἀφελεῖν μὲν τὸ ἐστὶ, προσθεῖναι δὲ μάλιστα μὲν, εἰ οἷόν τε, τὸ καλεῖται. τούτου δ' ἀποροῦντας τὸ καλείσθω, καὶ οὕτως ἤδη διδάσκειν, οἷόν τι [496] δηλοῦν πέφυκεν ὁ σφυγμὸς ὁ τοιοῦτος, ὃν ἐκάλεσαν, εἰ τύχοι, σφοδρόν. οὐ γὰρ δὴ τοῦ καλέσαι γε χάριν, οὐδὲ τοῦ θέσθαι τοὔνομα κυρίως, τὴν περὶ τοὺς σφυγμοὺς τέχνην αὐτοὶ μετεχειρισάμεθα, ἢ ἑτέρους διδάσκειν ἐπιχειροῦμεν, ἀλλ' ὅπως ἡμῖν γνωρίζοιτό τε τὰ παρόντα καὶ προγιγνώσκοιτο τὰ μέλλοντα συμβήσεσθαι τοῖς ἀῤῥωστοῦσι. ταῦτα δὲ ἐκ τῶν πραγμάτων, οὐκ ἐκ τῶν ἐπ' αὐτοῖς ὀνομάτων εὑρίσκεται. καθόλου γὰρ πρὸς μὲν τὴν τῶν πραγμάτων ἐπιστήμην οὐδὲν ἡμᾶς ὠφελεῖ τὰ ὀνόματα, πρὸς δὲ τὴν διδασκαλίαν μόνον, ἣν καὶ κατὰ τὴν συνθήκην περαίνεσθαι δυνατόν. εἴτε γὰρ μηδόλως τις ὀνόματα θέμενος τοῖς πράγμασιν, γνωρίζειν τε αὐτὰ ἱκανὸς εἴη καὶ ὅ τι δηλοῦν πέφυκεν ἀκριβῶς ἐπίσταιτο, τῶν ὀνομαζόντων οὐδὲν ἂν ἧττον φαίνοιτο τούτου γ' ἕνεκα· εἴ τε διδάσκειν ἐπιχειρήσας ὀνόματα τίθεται τὰ δόξαντα αὐτῷ, καὶ οὕτως οὐδὲν ἂν ἔχοι μεῖον. ἐμοὶ μὲν οὖν οὐδ' εἰ Δίωνα, ἢ Θέωνά τις καλεῖν σφοδρὸν σφυγμὸν ἐθέλοι, μὴ σφάλλοιτο δ' ἐν τῷ διδάσκειν τίνες αἰτίαι γεννῶσιν αὐτὸν, καὶ τίνος διαθέσεώς ἐστι γνώρισμα, καὶ ἐς ὅ τι τελευτήσει, οὐδὲν οὐδὲ οὗτος δοκεῖ σφαλήσεσθαι. τῷ μὲν [497] δὴ οὕτω μέλλοντι διδάσκειν ὁτιοῦν ἀρκεῖ νομοθετεῖν ὀνόματα, τῷ δ' ἐπὶ τοὺς παλαιοὺς ἀναπέμποντι τὸ ἐκείνων ἔθος διδακτέον, οὐδὲν πάλιν οὐδ' ἐνταῦθα πολυπραγμονοῦντα πότερον κυρίως, ἢ ἀκύρως ὠνόμασαν, ἢ ὑπαλλάττειν τολμῶντα, ἢ καταμεμφόμενον, οἷα δὴ δρῶσιν οἱ σοφισταί. περιττὰ γὰρ ταῦτα ἅπαντα καὶ ἔξω τῆς ἡμετέρας τέχνης. οὐ γὰρ ὀνομάτων αὕτη γε ὀρθότητος ἐπιστήμη ἐστὶν, ἀλλὰ πραγμάτων, οὐδὲ τοὺς μὴ καλῶς ὀνομάζοντας εἰς ἰατροὺς πέμπουσιν οἱ ἄνθρωποι, ἀλλὰ τοὺς ὑγείας δεομένους. οὐκοῦν οὐδὲ ὁ λόγος ὅδε πλέον τῶν εἰθισμένων ἡμῖν τε καὶ τοῖς ἄλλοις ἰατροῖς ὀνομάτων ἐπαγγέλλεται διδάξειν, ἀλλ' ἀγαπῴη ἂν, εἰ τούτου μετρίως τυγχάνοι.

   Πρῶτος μὲν οὖν ἁπάντων ὧν ἴσμεν Ἱπποκράτης τό τε ὄνομα τοῦ σφυγμοῦ γράφει καὶ τὴν ἐν αὐτῷ τέχνην οὐκ ἀγνοεῖν ἔοικεν, οὐ μὴν οὔτ' ἐπὶ πλέον ἐξειργάσατο τοῦτο τὸ μέρος τῆς τέχνης οὔτ' ἐπὶ πάσης ἀρτηριῶν κινήσεως τοὔνομα φέρει. παραπλήσιον δέ τι φαίνεται ποιεῖν αὐτῷ καὶ ὁ Ἐρασίστρατος. ἀλλ' ἐνταῦθα μὲν τοῖς ἰδίοις [498] περὶ τῶν ἀνδρῶν λόγοις εἰρήσεται, καθ' ὅτου τε μάλιστα τοὔνομα τίθενται καὶ ὅπῃ διαφέρουσι πρὸς ἀλλήλους, ἢ ὁμολογοῦσιν. ὁ δὲ τὸ περὶ παλμῶν ἐπιγεγραμμένον Αἰγιμίου βιβλίον συνθεὶς, εἴτ' αὐτὸς ἦν ὁ Ἠλεῖος Αἰγίμιος εἴτ' ἄλλος τις, ἰδίως κέχρηται τῷ ὀνόματι, καὶ πολὺ παρὰ τὸ τῶν ἄλλων οὐκ ἰατρῶν μόνον, ἀλλὰ καὶ ἰδιωτῶν ἔθος ἅπασαν ἀρτηριῶν κίνησιν παλμὸν ὀνομάζει. ἡ δὲ Πραξαγόρου τε καὶ Ἡροφίλου χρῆσις ἔτι καὶ εἰς τάδε κρατεῖ. σφυγμὸν γὰρ οὗτοι πᾶσαν ἀρτηριῶν κίνησιν τὴν αἰσθητὴν καλοῦσιν. οὕτως δὲ καὶ οἱ μετ' αὐτοὺς ἅπαντες, εἰ καὶ τοῖς ὁρισμοῖς διαφέρονται. δειχθήσεται δὲ τοῦτο ἑτέρωθι. ὥστε καὶ ἡμεῖς ἑπόμενοι τῇ κρατούσῃ συνηθείᾳ σκοπῶμεν ἤδη, πόσαι μὲν αἱ πᾶσαι τῶν σφυγμῶν διαφοραὶ, τί δ' ἑκάστης αὐτῶν τοὔνομα. καίτοι καὶ κατ' αὐτὴν τὴν εἰρημένην ῥῆσιν φιλονεικοῦσιν, οἱ μὲν ᾧδέ πως ἀξιοῦντες προβάλλειν, πόσα γένη τῶν σφυγμῶν, οἱ δὲ οὐ γένη φασὶ χρῆναι καλεῖν, ἀλλ' εἴδη, ποιότητας δ' ἄλλοι, καὶ διαφορὰς ἄλλοι. καὶ ὅ τι ἂν ἑκάστῳ δόξῃ, τοῦτ' ὄνομα θέμενος, ἐρίζει μακρὰ καὶ ἀπέραντα [499] περὶ τῆς ὀρθότητος αὐτοῦ. καὶ ὡς περὶ γενῶν, οὕτω καὶ εἰδῶν καὶ διαφορῶν καὶ ποιοτήτων οὐκ ἀναγκαίαν ἐπεισάγουσι ζήτησιν, ἐπιλαθόμενοι τῆς χρείας τοῦ τοιούτου προβλήματος. ἧκον μὲν γὰρ ἐπ' αὐτὸ πάντες, ὡς οἶμαι, τοὺς σφυγμοὺς ἐρευνῆσαι βουλόμενοι, τί δηλοῦν πεφύκασι. τυχεῖν δὲ οὗ προὔθεντο καὶ χωρὶς τῆς περὶ γενῶν καὶ εἰδῶν ζητήσεως δυνάμενοι, πάντα μᾶλλον ἢ τοῦτο δρῶσιν. ἀλλ' ἡμεῖς κᾀνταῦθα τὴν φλυαρίαν αὐτῶν φυγόντες, καὶ προβάλλειν ὅπως ἂν ἐθέλωσιν ἐπιτρέψαντες, ἐχώμεθα τοῦ χρησίμου, τοσοῦτον ἔτι προειπόντες, ὡς τοῖς βουλομένοις περὶ τῶν κατὰ τοὺς σφυγμοὺς ὅρων, ἢ καὶ περὶ τῶν ὀνομάτων αὐτῶν τῆς ὀρθότητος ἐκμαθεῖν, ἐν τοῖς μετὰ τοῦτο τὸ πρῶτον βιβλίον ἅπαντα γέγραπται. τουτὶ γὰρ αὐτὸ μόνον ἔχει τὸ χρήσιμον, οὐδενὸς τῶν σοφιστικῶν ζητημάτων ἐφαπτόμενον, ὥστ' εἰ καὶ τελέως τις ἐθέλοι παραλιπεῖν ἐκεῖνα, δύναιτ' ἄν. εἰς γὰρ τὰς ἄλλας πραγματείας, τήν τε περὶ διαγνώσεως τῶν σφυγμῶν καὶ τὴν περὶ τῶν αἰτίων, καὶ ἔτι τὴν περὶ τῆς δι' αὐτῶν προγνώσεως, τοῦτο μόνον ἀναγκαῖόν ἐστι τὸ βιβλίον. ἐκεῖνα δὲ πρός τε τὰς τῶν σοφιστῶν ἐνοχλήσεις γέγραπται [500] καὶ πρὸς τὸ παρακολουθεῖν τοῖς τῶν ἄλλων συγγράμμασιν, εἰδότας καθ' ὅτου σημαινομένου φέρουσιν ἕκαστον τῶν ὀνομάτων. λέγωμεν οὖν ἤδη πόσα μὲν τὰ πρῶτα γένη τῶν σφυγμῶν, ἐφεξῆς δὲ τὰς διαφορὰς αὐτῶν, ἀρχὴν τῷ λόγῳ τήνδε ποιησάμενοι.

   Τῆς ἀρτηρίας σώματος οὔσης κοίλου καὶ μακροῦ καὶ περιφεροῦς, κινουμένης τε διὰ παντὸς διπλῆν κίνησιν ἐξ ἐναντίων σύνθετον μορίων, ἢ γὰρ εἰς ἑαυτὴν συνιζάνει πανταχόθεν, ἢ διαστέλλεται πανταχόσε, καὶ ταύτης τῆς διπλῆς κινήσεως ὀνομαζομένης σφυγμοῦ, διττὰς ἀναγκαῖον αὐτῇ συμπίπτειν ἠρεμίας ἐφ' ἑκατέρᾳ· ἑτέραν μὲν ἐπὶ τῷ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, δευτέραν δὲ ἐπὶ τῷ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι, καὶ ταύτας τὰς δύο ἡσυχίας ἥ τε τῶν γεγυμνασμένων ἁφὴ γνωρίζει καὶ ὁ λόγος οὐδὲν ἧττον ἀποδείκνυσι. πρὶν γὰρ καταπαῦσαι τὴν προτέραν κίνησιν, οὐκ ἂν ὑπάρξαιτο τῆς ἐναντίας ἡ ἀρτηρία. ἀλλὰ μὴν τὸ καταπαῦσαι στῆναί τε καὶ ἡσυχάσαι ἐστίν. ὥστε ἡσυχία μεταξύ ἐστι τῶν κινήσεων. ἀνάγκη οὖν πᾶσα τὸν μέν τινα χρόνον αὐτῶν εἶναι τῶν κινήσεων ἴδιον ἑκατέρας, [501] τὸν δέ τινα τῶν ἡσυχιῶν, καὶ τούτων πάλιν ἑκατέρας ἴδιον. ἐπεὶ δὲ καὶ τρεῖς διαστάσεις ἡ ἀρτηρία κέκτηται, καθάπερ πᾶν ἄλλο τι σῶμα, μῆκος καὶ πλάτος καὶ βάθος, ἀνάγκη πᾶσα καθ' ἑκάστην τῶν διαστάσεων γίγνεσθαί τινα ποσότητα τῆς διαστολῆς καὶ τῆς συστολῆς. καὶ μὲν δὴ καὶ τόνου πὼς αὐτὴν ἔχειν ἀναγκαῖον, ὥστε ἢ μόγις καὶ ἀῤῥώστως, ἢ ἑτοίμως τε καὶ εὐρώστως ἐνεργεῖν, εἶναι δὲ καὶ αὐτὸν τὸν χιτῶνα τῆς ἀρτηρίας ἢ μαλακὸν, ἢ σκληρὸν, ἀλλὰ καὶ τὴν εὐρύτητα τὴν ἐντὸς ἢ διάκενόν πως, ἢ πλήρη, καὶ κατὰ ταῦτα πάντα ποτὲ μὲν ὁμαλότητα, ποτὲ δὲ ἀνωμαλίαν συνίστασθαι, καί τινα λόγον τοῦ χρόνου τῆς διαστολῆς πρὸς τὸν τῆς συστολῆς, καὶ παρὰ ταύτας μηδεμίαν ἄλλην δύνασθαι συστῆναι καθ' ἕνα σφυγμὸν διαφοράν. εἴτε γὰρ ἐξετάσαι χρὴ τὸν χρόνον τῶν κινήσεων ἢ τῶν ἡσυχιῶν, εἴτε τῶν διαστάσεων, καθ' ὧν κινοῦνται, τὸ ποσὸν, εἴτε τῆς ἐνεργείας τὸ ποιὸν, ἢ τοῦ χιτῶνος τῶν ἀρτηριῶν, ἢ τῆς κοιλότητος, ἢ τοῦ πὼς ἔχειν πρὸς ἄλληλα τὰ δυνάμενα παραβάλλεσθαι, δύναται δὲ δηλονότι τὰ ὁμογενῆ, πάντ' εἴρηται ταῦτα, καὶ [502] οὐδὲν ἔτι λείπει τῷ λόγῳ κατ' οὐδένα τρόπον, ἀλλ' εἰσὶν αἱ πᾶσαι καθ' ἕνα σφυγμὸν συνιστάμεναι διαφοραὶ γενῶν αἱ νῦν εἰρημέναι. δύο δὲ ἄλλαι προσέρχονται συστηματικαὶ καλούμεναι, καθ' ἃς ἐπὶ πλειόνων σφυγμῶν ἀλλήλοις παραβαλλομένων, ὁμαλότητά τε καὶ ἀνωμαλίαν, καὶ τάξιν, ἢ ἀταξίαν σκοποῦμεν.

   Ἑκάστου δὲ τούτων τῶν γενῶν αἱ κατ' εἶδος διαφοραὶ πλείους εἰσὶν, ἃς ἤδη διέξιμεν, ἀπὸ τοῦ κατ' αὐτὴν τὴν κίνησιν ἀρξάμενοι γένους. ἀνάγκη γὰρ ταύτην ἢ σύμμετρόν τε καὶ κατὰ φύσιν ὑπάρχειν, ἢ ὠκυτέραν πως, ἢ βραδυτέραν γεγονέναι, ὡς εἶναι κατὰ τοῦτο τὸ γένος τρεῖς τὰς πάσας διαφορὰς σφυγμῶν, ταχὺν μὲν τὸν ἐν ὀλίγῳ χρόνῳ κινουμένης τῆς ἀρτηρίας γενόμενον, βραδὺν δὲ τὸν ἐν πολλῷ, σύμμετρον δὲ τὸν ἐν συμμέτρῳ. αἱ δὲ κατὰ τὸ ποσὸν τῆς διαστολῆς διαφοραὶ σφυγμῶν, αἱ μὲν κατὰ μίαν νοούμεναι διάστασιν ἐννέα τὸν ἀριθμόν εἰσι, καθ' ἑκάστην τῶν τριῶν διαστάσεων τρεῖς, κατὰ μὲν τὸ μῆκος τῆς ἀρτηρίας, ὅστις σύμμετρος ἐν αὐτῷ, καὶ ὅστις ἂν ὑπερβάλλῃ τοῦδε, ἢ ἐλλείπῃ· [503] καλεῖται δὲ ὁ μὲν ὑπερβάλλων μακρὸς, ὁ δὲ ἐλλείπων βραχύς. κατὰ δὲ τὸ πλάτος ὅ τε σύμμετρος ἐν αὐτῷ καὶ οἱ ἄμετροι δύο, πλατὺς μὲν ὁ ὑπὲρ τὸ σύμμετρον, ὁ δ' ἐναντίος αὐτῷ στενός. κατὰ ταῦτα δὲ κᾀν τῇ κατὰ βάθος διαστάσει τῆς ἀρτηρίας ὁ μὲν ἔσται σύμμετρος, ὁ δὲ ὑψηλὸς, ὁ δὲ ταπεινός. αὗται μὲν ἐννέα διαφοραὶ σφυγμῶν τῶν κατὰ μίαν διάστασιν νενοημένων, αἱ δὲ κατὰ τρεῖς ἅμα διαστάσεις διαφοραὶ σφυγμῶν ἑπτὰ καὶ εἴκοσίν εἰσιν. γνώσῃ δ' αὐτὰ σαφῶς ἐπὶ διαγράμματος, εἷς μὲν γὰρ ἔσται μακρὸς ἅμα καὶ πλατὺς καὶ ὑψηλὸς καὶ γεγράφθω πρῶτος ἁπάντων. ἕτερος δὲ μακρὸς ἅμα καὶ πλατὺς καὶ κατὰ βάθος σύμμετρος καὶ γεγράφθω δεύτερος. ἄλλος δὲ μακρὸς καὶ πλατὺς καὶ ταπεινὸς καὶ γεγράφθω τρίτος. ἑξῆς δὲ τούτοις οἱ λοιποὶ πάντες ὁμοίᾳ μεθόδῳ γνωριοῦνται, τῶν δύο μὲν τῶν πρώτων διαστάσεων τῶν αὐτῶν μενουσῶν, τρὶς δὲ τῆς ἐσχάτης ὑπαλλαττομένης, οἷον οὕτως, ὁ μὲν τέταρτος μακρὸς καὶ σύμμετρος τῷ πλάτει καὶ ὑψηλός· ὁ δὲ πέμπτος μακρὸς καὶ σύμμετρος τῷ πλάτει καὶ σύμμετρος τῷ βάθει. ὁ δὲ ἕκτος μακρὸς καὶ σύμμετρος τῷ πλάτει καὶ ταπεινὸς, εἶτ' ἄλλοι πάλιν τρεῖς ἐφεξῆς, τῆς μὲν πρώτης διαστάσεως τὸ μακρὸν φυλαττούσης, [504] τῆς δὲ δευτέρας τὸ στενὸν, τῆς δὲ τρίτης ὑπαλλαττομένης τριχῶς. οὗτοι μὲν ἐννέα, τῆς μιᾶς διαστάσεως τῆς κατὰ τὸ μῆκος μακρᾶς μενούσης, τῶν δὲ ἄλλων δυοῖν παντοίως ὑπαλλαττομένων. ἕτεροι δὲ ἑξῆς ἐννέα, τῆς μὲν κατὰ τὸ μῆκος διαστάσεως συμμέτρου μενούσης, τῶν λοιπῶν δ' ὑπαλλαττομένων. καὶ αὖθις ἐννέα, τῆς μὲν κατὰ μῆκος διαστάσεως βραχείας μενούσης, τῶν δ' ἄλλων ὑπαλλαττομένων.

α΄ μακρὸς        πλατὺς        ὑψηλὸς       μέγας

β΄ μακρὸς        πλατὺς        σύμμετρος

γ΄ μακρὸς        πλατὺς        ταπεινὸς

δ΄ μακρὸς        σύμμετρος     ὑψηλὸς

ε΄ μακρὸς        σύμμετρος     σύμμετρος     ἰσχνὸς

Ϛ΄ μακρὸς        σύμμετρος     ταπεινὸς      ἰσχνὸς

ζ΄ μακρὸς        στενὸς        ὑψηλὸς

η΄ μακρὸς        στενὸς        σύμμετρος     ἰσχνὸς

θ΄ μακρὸς        στενὸς        ταπεινὸς      ἰσχνὸς

[505]

ι΄ σύμμετρος     πλατὺς        ὑψηλὸς       ἁδρὸς

ια΄ σύμμετρος     πλατὺς        σύμμετρος

ιβ΄ σύμμετρος     πλατὺς        ταπεινὸς

ιγ΄ σύμμετρος     σύμμετρος     ὑψηλὸς

ιδ΄ σύμμετρος     σύμμετρος     σύμμετρος     μέσος

ιε΄ σύμμετρος     σύμμετρος     ταπεινὸς

ιϚ΄ σύμμετρος     στενὸς        ὑψηλὸς

ιζ΄ σύμμετρος     στενὸς        σύμμετρος

ιη΄ σύμμετρος     στενὸς        ταπεινὸς      ἰσχνὸς

ιθ΄ βραχὺς        πλατὺς        ὑψηλὸς       ἁδρὸς

κ΄ βραχὺς        πλατὺς        σύμμετρος     ἁδρὸς

κα΄ βραχὺς        πλατὺς        ταπεινὸς

κβ΄ βραχὺς        σύμμετρος     ὑψηλὸς       ἁδρὸς

κγ΄ βραχὺς        σύμμετρος     σύμμετρος     ἁδρὸς

κδ΄ βραχὺς        σύμμετρος     ταπεινὸς

[506]

κε΄ βραχὺς        στενὸς        ὑψηλὸς

κϚ΄ βραχὺς        στενὸς        σύμμετρος

κζ΄ βραχὺς        στενὸς        ταπεινὸς      μικρὸς

Ὄντων δὴ τούτων ἑπτὰ καὶ εἴκοσι σφυγμῶν, τῶν κατὰ τὸ ποσὸν, ἐν ταῖς τρισὶν ἅμα διαστάσεσι συνισταμένων, δύο μὲν ἔχουσιν ἐξ αὐτῶν ὀνόματα πρὸς ἁπάντων ὁμολογούμενα, ὅ τε πρῶτος ἐν αὐτοῖς γεγραμμένος καὶ ὁ ἔσχατος. ὁ μὲν γὰρ μέγας, ὁ δὲ μικρὸς καλεῖται, τὸ δ' ἄλλο πᾶν πλῆθος οὐκ ἔχει. οὐδὲ γὰρ οἱ ἰσχνοί τε καὶ οἱ ἁδροὶ λεγόμενοι σφυγμοὶ ἕνα τινὰ τῶν ἐκ τοῦ διαγράμματος δηλοῦσι, ἀλλὰ κατὰ πολλῶν ἅμα γενικῶς κατηγοροῦνται. ἐφ' ὧν γὰρ ἂν ἡ κατὰ τὸ μῆκος διάστασις πλεονεκτῇ πως τῶν λοιπῶν δυοῖν, τούτους πάντας ἰσχνοὺς καλοῦσιν· ἐφ' ὧν δ' ἂν αἱ λοιπαὶ δύο ταύτης, ἅπαντας αὖ πάλιν ἐκείνους ἁδρούς. ὥστε καὶ τὸν πέμπτον ἐν τῷ διαγράμματι καὶ τὸν ἕκτον, ἔτι δὲ πρὸς αὐτοῖς τὸν ὄγδοόν τε καὶ ἔννατον καὶ ιη΄ ἰσχνοὺς καλεῖσθαι, ἔμπαλιν δὲ τούτοις ἁδροὺς τόν τε δέκατον ἐν τῷ διαγράμματι καὶ τὸν ἐννεαδέκατον καὶ τὸν εἰκοστὸν καὶ προσέτι [507] τὸν δεύτερον καὶ εἰκοστὸν καὶ τὸν τρίτον καὶ εἰκοστόν. ὥστε γενικώτερα ταῦτ' ἐστὶ τὰ ὀνόματα καὶ πλειόνων κοινά. καλοῦσι δὲ ἤδη τοὺς αὐτοὺς τούτους σφυγμοὺς καὶ ἑτέρως, λεπτὸν μὲν ἰσχνὸν, παχὺν δὲ τὸν ἁδρόν. ἀλλ' οὐδὲ τοῦ συμμέτρου κατὰ τὰς τρεῖς διαστάσεις, ὅσπερ μόνος ἐστὶν ὁ κατὰ φύσιν ἐν τοῖς ἑπτὰ καὶ εἴκοσιν, ἴδιον ἔχομεν ὄνομα. λόγῳ δὲ καὶ τοῦτον δηλοῦμεν, ἤτοι σύμμετρον εἶναι λέγοντες ἐν ταῖς τρισὶ διαστάσεσιν, ἢ μέσον μεγάλου τε καὶ μικροῦ, ἢ κατὰ φύσιν ἐν τῷ ποσῷ τῆς διαστολῆς, ἢ σύμμετρον ἐν τῷ ποσῷ τῆς διαστολῆς, ἢ ὅπως ἂν μάλιστα ἄλλως σαφὲς ἐλπίσωμεν ἔσεσθαι τὸ λεγόμενον. διό μοι καὶ θαυμάζειν ἐπέρχεται τῶν ἐν ὀνόμασι μόνον δεινῶν, καὶ τί χρὴ καλέσαι τὸν τοιοῦτον σφυγμὸν ἀεὶ ζητούντων, εἰ μὴ κᾂν διὰ τοῦτο τῆς ἔριδος παύσαιντο, πολλοὺς ὁρῶντες σφυγμοὺς ὄνομα μὲν ἴδιον οὐκ ἔχοντας, οὐδὲν δ' ἐκ τούτου τὴν διδασκαλίαν βλάπτοντας, ὅταν γε λόγῳ δηλοῦσθαι δύνωνται. τὸ γοῦν σφυγμὸν ὀνομάζειν τινὰς βραχὺν καὶ στενὸν καὶ ταπεινὸν ὅμοιόν ἐστι τῷ λέγειν ζῶον πεζὸν δίπουν. ὡς γὰρ ἐνταῦθα ὁ λόγος μὲν τὸ ζῶον πεζὸν δίπουν, τὸ δὲ ὄνομα τοῦ πράγματος, οὗ [508] ὁ λόγος, ἄνθρωπος, οὕτω κᾀν τοῖς σφυγμοῖς ὄνομα μὲν ὁ μέγας, λόγος δ' αὐτοῦ μακρὸς καὶ πλατὺς καὶ ὑψηλός. καὶ αὖθις ἑτέρου σφυγμοῦ λόγος μὲν, βραχὺς, πλατὺς, ταπεινὸς, ὄνομα δὲ οὐδέν ἐστιν. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις ἐροῦμεν.

   Νυνὶ δὲ μεταβάντες ἐπὶ τὸ τρίτον γένος τῶν σφυγμῶν τὸ κατὰ τὸν τόνον, εἴπωμεν καὶ τὰς τούτου διαφοράς. εἰσὶ δὲ τρεῖς, ὁ μέν τις εὔρωστος τῷ τόνῳ. καλεῖται δὲ σφοδρός. ὁ δέ τις ἄῤῥωστος, ὃν ἀμυδρὸν ὀνομάζουσι. τοῦ μέσου δ' αὐτῶν οὐκ ἔστιν ἴδιον ὄνομα, ἀλλὰ καὶ τοῦτον τῷ λόγῳ δηλοῦμεν. τὸ δὲ τέταρτον τῶν γενῶν τὸ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας συνιστάμενον εἰς τρεῖς τέμνεται καὶ αὐτὸ διαφορὰς καὶ καλεῖται παρὰ μὲν τοῖς πλείστοις τῶν ἰατρῶν, καὶ μάλιστα τοῖς νεωτέροις, τῷ τοῦ πλήρους ὀνόματι καὶ τῷ τοῦ κενοῦ. τὸ γὰρ μέσον ἀμφοῖν ἀνώνυμον κᾀνταῦθα. παρ' ἡμῖν δ' οὐχ οὕτως. ἀλλ' ὁ μὲν ἕτερος αὐτῶν σκληρὸς, ὁ δὲ ἕτερος μαλακὸς ὀνομάζεται, καὶ δηλοῦσιν ἀμφότεροι τῆς ἀρτηρίας τὴν σύστασιν. εἰ δ' ὀρθότερον οὕτως, ἢ ἐκείνως ὀνομάζειν, ὅτῳ καὶ τούτων μέλει, διὰ [509] τῶν ἑξῆς μαθήσεται. νυνὶ δὲ τὸ προκείμενον περαντέον. ἄλλο γένος ἦν σφυγμῶν, ἐμφαῖνον, ὥς φασι, τὸ τῆς ἀρτηρίας ἔγχυμα, μακροῦ δεόμενον, ὡς ἐμοὶ δοκεῖ, εἰς διάγνωσιν ἀκριβῆ λόγου. τὸ δ' οὖν εἴς τε τὰ παρόντα χρηστὸν καὶ τοῖς εἰσαγομένοις ἱκανὸν εἰρήσεται κᾀνταῦθα, τρεῖς νοεῖσθαι τούτου τοῦ γένους διαφορὰς σφυγμῶν, ὀνομάζεσθαι δὲ τὸν μέν τινα πλήρη, τὸν δὲ κενόν. ὁ γὰρ μέσος ἀμφοῖν οὐδὲν ἴδιον ὄνομα κέκτηται. πλήρης μὲν οὖν ἐστι σφυγμὸς, ὡς ὁ Ἀρχιγένης ὁρίζεται, ὁ ναστοτέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν καὶ τὴν ὑπόπτωσιν αὐτῆς διασεσαγμένην ἐγχύλως, κενὸς δὲ ὁ πομφολυγώδη τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν. ταῦτα μὲν οὖν τὰ πέντε γένη τῶν σφυγμῶν κατὰ μίαν κίνησιν τῆς ἀρτηρίας συνίσταται, καὶ ἡ καθ' ἕκαστον ὁμαλότης αὐτῶν τε καὶ ἀνωμαλία, ἧς τὰς διαφορὰς ἐροῦμεν, ὅταν καὶ περὶ τῆς ἑτέρας ἀνωμαλίας τῆς ἐν πλείοσι συνισταμένης σφυγμοῖς λέγωμεν.

   Αἱ δ' ἄλλαι διαφοραὶ τῶν σφυγμῶν τοῖς μὲν μηδ' ὅλως αἰσθάνεσθαι λέγουσι τῆς συστολῆς, ἔν τε τῷ [510] χρόνῳ συνίστανται τῶν διαλειμμάτων, οὕτω γὰρ ὀνομάζουσι τὸν μεταξὺ χρόνον τῶν αἰσθητῶν κινήσεων, καὶ προσέτι τῷ λόγῳ τοῦ τε τῆς κινήσεως αὐτῆς χρόνου καὶ τοῦ τῆς ἡσυχίας. καλοῦσι γὰρ καὶ οὕτως τὸ διάλειμμα. τοῖς δὲ καὶ τῆς συστολῆς αἰσθάνεσθαι λέγουσι, καὶ δηλονότι τῶν μεταξὺ δυοῖν ἠρεμήσεων, ἃς ἡσυχίας τε καὶ ἠρεμίας καὶ ἀκινησίας καλοῦσιν, ἕτεραί τε συνίστανται καὶ πολλῷ πλείους γίνονται. δίκαιον οὖν ὑπὲρ ἑκατέρων ἰδίᾳ σαφέστερον εἰπεῖν, καὶ περὶ προτέρου γε τῶν μόνης τῆς διαστολῆς αἰσθάνεσθαι φασκόντων· ἵν' ἐν τοῖς ἑτοιμοτέροις γνωσθῆναι γυμνασάμενοι ῥᾷον ἑπώμεθα τοῖς χαλεπωτέροις. πληττομένης δὴ τῆς ἁφῆς κατὰ τὴν προσβολὴν τῆς ἀρτηρίας, τῶν τε ἄλλων ὧν εἶπον ἔμπροσθεν αἰσθανόμεθα καὶ χρόνου τοῦ παρεκτεινομένου τῇ κινήσει. δευτέρας δ' αὖ κινήσεως ὑπαρξαμένης, ἄλλος ἡμῖν χρόνος ἐφωράθη μεταξὺ τοῦ τε τῆς προτέρας κινήσεως τέλους καὶ ἀρχῆς τῆς δευτέρας, ὥστε εἶναι δύο χρόνων διάγνωσιν ἐν τῇ τοῦ σφυγμοῦ συμπληρώσει, προτέρου μὲν τοῦ τῆς κινήσεως, ἣν καὶ πληγὴν καὶ διαστολὴν ὀνομάζουσι, δευτέρου δὲ τοῦ τῆς ἡσυχίας, ἣν καὶ διάλειμμα [511] καὶ συστολὴν καλοῦσιν, γίγνεσθαι δὲ κατὰ μὲν τὸ τοῦ προτέρου χρόνου ποσὸν ἢ ταχὺν, ἢ βραδὺν, ἢ τὸν μέσον αὐτῶν σφυγμὸν, κατὰ δὲ τοῦ δευτέρου πυκνὸν, ἢ ἀραιὸν, ἢ τὸν μέσον αὐτῶν, ὥστ' εἶναι ταχὺν μὲν σφυγμὸν τὸν ἐν ὀλίγῳ χρόνῳ τῆς ἀρτηρίας διαστελλομένης γιγνόμενον, πυκνὸν δὲ τὸν δι' ὀλίγου, καὶ βραδὺν μὲν τὸν ἐν πολλῷ χρόνῳ τῆς ἀρτηρίας διαστελλομένης γινόμενον, ἀραιὸν δὲ τὸν διὰ πολλοῦ, καὶ μέσον μὲν ὠκέος καὶ βραδέος τὸν ἐν συμμέτρῳ χρόνῳ τῆς ἀρτηρίας διαστελλομένης γιγνόμενον, μέσον δὲ πυκνοῦ καὶ ἀραιοῦ τὸν διὰ συμμέτρου χρόνου τῆς ἀρτηρίας διαστελλομένης ἀποτελούμενον. εἴτε δὲ διαστελλομένης, εἴτε διϊσταμένης εἴποιμεν, εἴτε ἐξαιρουμένης, εἴτε κινουμένης, οὐδὲν διαφέρειν ἡγοῦμαι. δῆλον οὖν ἤδη τίς τε ὁ πυκνὸς σφυγμὸς κατ' αὐτοὺς καὶ ὅπη τοῦ ταχέος ἕτερος, ὅς τίς τε ἀραιὸς καὶ ὅπῃ βραδέος διαφέρει. παραβαλλομένου δὲ τοῦ τῆς πληγῆς χρόνου τῷ τῆς ἡσυχίας, ὁ ῥυθμὸς γεννᾶται, λόγος ὢν τοῦ χρόνου τῆς πληγῆς πρὸς τὸν τῆς ἡσυχίας. εἴπομεν δὲ ὅτι μηδὲν κατὰ τούτους διαφέρει πληγὴν λέγειν, ἢ [512] διαστολὴν, ἢ κίνησιν. καὶ ἡσυχίαν, ἢ διάλειμμα, ἢ συστολήν. καὶ μὲν δὴ καὶ ἀντὶ τοῦ λόγον φάναι τοῦ χρόνου τῆς διαστολῆς πρὸς τὸν τῆς συστολῆς τὸν ῥυθμὸν εἶναι, τάξιν τινὲς ἔφασαν, ἕτεροι δὲ σχέσιν εἶναι δυοῖν χρόνοιν πρὸς ἀλλήλους, τοῦ τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος. αὕτη μὲν ἡ κατὰ τοὺς προτέρους διδασκαλία.

   Μεταβῶμεν δ' ἐπὶ τοὺς αἰσθάνεσθαι φάσκοντας τῆς συστολῆς, βραδύτητα μὲν καὶ τάχος ὁμοίως ἐκείνοις ἐν τῷ τῆς διαστολῆς χρόνῳ τιθεμένους, ἤδη δὲ κᾀν τῷ τῆς συστολῆς, οὐ μὴν τήν γε πυκνότητα καὶ τὴν ἀραιότητα καὶ τὸν ῥυθμὸν ἔθ' ὡσαύτως ἐκείνοις, ἀλλὰ τὴν μὲν πυκνότητα καὶ τὴν ἀραιότητα κατὰ τὰς ἠρεμίας ἑκατέρας, τὸν ῥυθμὸν δὲ κατὰ τὸν τῆς διαστολῆς χρόνον ἅμα τῷ τῆς μετ' αὐτὴν ἡσυχίας παραβαλλόμενον τῷ τῆς συστολῆς ἅμα τῷ τῆς μετ' αὐτὴν ἠρεμίας. ἔσθ' ὅτε δὲ καὶ τὸν τῆς διαστολῆς μόνης χρόνον τῷ τῆς συστολῆς μόνης παραβάλλοντες, οὕτω τὸν ῥυθμὸν γεννᾶσθαι λέγουσι. καὶ γὰρ περὶ τῆς πυκνότητος ἔνιοι μὲν αὐτῶν, ὡς εἴρηται, τινὲς δὲ τοῖς πρόσθεν [513] παραπλησίως ἐν τῷ τῆς διαστολῆς χρόνῳ τὸ τάχος καὶ τὴν βραδύτητα γεννᾶσθαι φήσαντες, ἐν τῷ λοιπῷ παντὶ τῷ συγκειμένῳ ἔκ τε τῶν δυοῖν ἡσυχιῶν καὶ τῆς συστολῆς τὴν πυκνότητα καὶ τὴν ἀραιότητά φασι συνίστασθαι. τινὲς δὲ καὶ τὸν ῥυθμὸν ὁμοίως τοῖς πρόσθεν οὐκ ὤκνησαν ἐν τῷ λόγῳ τοῦ τῆς διαστολῆς χρόνου πρὸς τὸν λοιπὸν ἅπαντα συνίστασθαι φάσκειν. οὐ μὴν οὐδ' ἐν τῷ πάσης αἰσθάνεσθαι τῆς διαστολῆς ἢ τῆς συστολῆς ὁμολογοῦσιν ἀλλήλοις, ἀλλ' εἰσὶ μὲν οἳ πάσης ἑκατέρας, εἰσὶ δὲ οἳ μήτε τῶν πρώτων τῆς διαστολῆς μήτε τῶν ἐσχάτων τῆς συστολῆς, εἶτα καὶ περὶ τῶν ὀνομάτων ἐρίζουσιν ἀλλήλοις. ἵν' οὖν ἡμεῖς μήτε τι τῶν πραγμάτων αὐτῶν παραλείπωμεν μήτ' ἐν τοῖς ἀχρήστοις ἐπὶ πλέον διατρίβωμεν, εἰπόντες τὸ ἀληθές τε ἅμα καὶ χρήσιμον, ἐπιτρέψωμεν ὀνόματα θέσθαι τοῖς τοῦτο ἔργον πεποιημένοις, τῶν δὲ ὄντως ἔργων τῆς τέχνης ἀμελοῦσιν, οὔτε τῆς διαστολῆς τῶν πρώτων οὔτε τῆς συστολῆς τῶν ἐσχάτων δυνατοῖς αἰσθάνεσθαι. πόσον δ' ἑκατέρου τὸ αἰσθητὸν καὶ διὰ τί, δείκνυμεν [514] ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἔστι δὲ δηλονότι χρήσιμον ἰατρῷ τὸ ὑπὸ τὴν αἴσθησιν ἐρχόμενον· ὥστε καὶ χρόνον διαστολῆς ἢ συστολῆς τὸν αἰσθητὸν ἀναγκαῖον γνωρίζειν αὐτῷ. τὴν μὲν οὖν ἠρεμίαν τὴν ἄνω καλουμένην, τὴν ἐπὶ τῇ διαστολῇ πρὸ τῆς συστολῆς, ἀκριβῶς δυνατὸν ἡλίκη τίς ἐστι γνῶναι διὰ τῆς ἁφῆς, τὴν κάτω δὲ οὐκ ἔτι ἀκριβῶς, διὰ τὸ προσλαμβάνειν ἑκατέρωθεν μόρια, κατὰ μὲν τὴν ἀρχὴν τὸ τῆς συστολῆς πέρας, κατὰ δὲ τὴν τελευτὴν τὰ πρῶτα τῆς διαστολῆς. μεμνῆσθαι δὲ χρὴ τῶν χρόνων τούτων τό τε κατὰ φύσιν ἑκάστου μέγεθος καὶ τὸν πρὸς ἀλλήλους λόγον, καὶ γνωρίζειν δύνασθαι πόσον ἐν τῷ νοσεῖν ἀλλοιοῦνται, καὶ τί δηλοῦν ἑκάστη τροπὴ πέφυκεν, ὃ τῇ τε τῆς αἰτίας εὑρέσει καὶ τῇ μακρᾷ πείρᾳ λαμβάνεται, καὶ ἡμεῖς περὶ αὐτῶν ἑτέρωθι λέγομεν.

   Ἐν δὲ τῷ παρόντι τὰς διαφορὰς ἔτι προσθέντες τῶν δύο τούτων γενῶν τῶν νῦν εἰρημένων, τοῦ τε κατὰ τὴν ἠρεμίαν καὶ τοῦ κατὰ τὸν ῥυθμὸν, ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβαίνωμεν. ἐν μὲν δὴ τῷ κατὰ τὴν ἡσυχίαν τῆς ἀρτηρίας γένει [515] τρεῖς διαφοραὶ συνίστανται σφυγμῶν, ἀραιὸς, πυκνὸς, μέσος, ὧν καὶ τοὺς λόγους ὀλίγῳ πρόσθεν ἐμάθομεν. ἐν δὲ τῷ κατὰ τὸν ῥυθμὸν οὐχ ἁπλῶς οὕτως ἐγχωρεῖ εἰπεῖν τὰς συνισταμένας διαφορὰς, ἀλλὰ πρῶτον, ὅτι πᾶς σφυγμὸς ῥυθμὸν ἔχει, δηλωτέον, ἵνα μή τινα τὸ τῶν ἀρύθμων καλουμένων σφυγμῶν ἐξαπατῆσαν ὄνομα ψευδῶς ὑπολαμβάνειν ποιήσῃ, παντὸς ἐστερῆσθαι ῥυθμοῦ τοὺς τοιούτους σφυγμούς. ὡς γὰρ ἀτράχηλος ἄνθρωπος καὶ κιθαρῳδὸς ἄφωνος, οὕτω καὶ σφυγμὸς ἄρυθμος καλεῖται, κάκωσιν τοῦ κατὰ φύσιν ῥυθμοῦ δηλούσης τῆς προσηγορίας, οὐ στέρησιν παντελῆ. καὶ ἔστιν ἐναντίος τῷ ἀρύθμῳ οὐχ ὁ ἔνρυθμος, πᾶς γὰρ σφυγμὸς ἔν τινι ῥυθμῷ, ἀλλ' ὁ εὔρυθμος καλούμενος. ἀμφοτέρων δὴ τούτων, ἀρύθμου λέγω καὶ εὐρύθμου, κοινὸν γένος ἐστὶν ὁ ἔνρυθμος σφυγμός. ὁ μὲν οὖν εὔρυθμος εἷς μένει καὶ ἄτμητος. τοῦ δὲ ἀρύθμου τρεῖς εἰσι διαφοραὶ, παράρυθμος, ἑτερόρυθμος, ἔκρυθμος. οἷος δ' ἐστὶν ἕκαστος, ἐπὶ παραδείγματος μάθοις ἄν. ἑκάστῃ τῶν ἡλικιῶν [516] ἐστί τις κατὰ φύσιν σφυγμός. τούτων οὖν ὁ μὲν σώζων τὸν ῥυθμὸν εὔρυθμος καλεῖται, ὁ δὲ διαφθείρων ἄρυθμος. καὶ τοῦ διαφθείροντος ὁ μὲν τὸν τῆς πλησίον ἡλικίας ῥυθμὸν μεταλαμβάνων παράρυθμος, ὁ δὲ τὸν τῆς ἑτέρας ἡστινοσοῦν ἑτερόρυθμος, ὁ δὲ μηδεμιᾶς ὅλως ἡλικίας ἀποσώζων ῥυθμὸν ἔκρυθμος ὀνομάζεται. οὕτω δὲ καὶ περὶ φύσεων καὶ ὡρῶν καὶ χωρῶν καὶ τῶν ἄλλων ἁπάντων χρὴ νοεῖν. ἑκάστου γὰρ αὐτῶν ἐστί τις οἰκεῖος ῥυθμὸς, οὗ διαφθειρομένου τό τ' ἄρυθμον χρὴ νοεῖν καὶ τὰς εἰρημένας ἐν αὐτῷ διαφοράς. ἁπάντων δὲ τῶν ῥυθμῶν οἱ μὲν ἐν ἴσῳ λόγῳ συνίστανται, οἱ δὲ ἐν ἀνίσῳ· ἐν ἴσῳ μὲν, ὅταν ὁ τῆς διαστολῆς χρόνος ἴσος ὑπάρχῃ τῷ τῆς συστολῆς· ἐν ἀνίσῳ δὲ, ὅταν θάτερος αὐτῶν ὑπερέχῃ. γίνεται δὲ τοῦτο ποτὲ μὲν ἐν ῥηταῖς, ποτὲ δὲ ἐν ἀῤῥήτοις ταῖς ὑπεροχαῖς· καὶ ἐν ῥηταῖς μὲν διχῶς, ἢ ὡς ἐν πολλαπλασίῳ λόγῳ, ἢ ὡς ἀριθμοῦ πρὸς ἀριθμὸν, ὅσπερ καὶ ἐπιμόριος ὀνομάζεται. πολλαπλάσιος μὲν οὖν λόγος ἐστὶν ὁ διπλάσιος, ἢ τριπλάσιος, ἢ τετραπλάσιος, ἤ τις τῶν ἑξῆς. [517] ὡς ἀριθμοῦ δὲ πρὸς ἀριθμὸν, ὅταν ἡλίκων ἡ διαστολὴ δυοῖν ᾖ χρόνων, τηλικούτων ἡ συστολὴ, πέντε, ἢ ἑπτὰ, ἢ ἐννέα, ἢ ἕνδεκα· ἀῤῥήτοις δὲ τριχῶς μὲν καθόλου· ἢ γὰρ ὁ τῆς διαστολῆς χρόνος ἄῤῥητός ἐστιν, ἢ ὁ τῆς συστολῆς, ἢ ἀμφότεροι. κατὰ μέρος δὲ τούτων ἕκαστος ποτὲ μὲν ἐπ' ὀλίγον παρηυξημένους ἔχει τοὺς ἀῤῥήτους χρόνους, εἴτε πλείους εἶεν, εἴθ' εἷς ὁ πρῶτος, ποτὲ δὲ ἐπὶ πλέον, ποτὲ δὲ ἐπὶ πλεῖστον. ὅτι δὲ πρῶτον χρόνον οὐ πρὸς τὴν φύσιν αὐτὴν, ἀλλὰ πρὸς αἴσθησιν ἀκούειν χρὴ, πρόδηλον. οὕτω γὰρ ἔχει καὶ παρὰ τοῖς μουσικοῖς. ταῦτ' ἀρκεῖ τὸ νῦν περὶ ῥυθμῶν. ὅσον γὰρ ἐκ τούτου τοῦ γένους τῶν σφυγμῶν, τὸ δυνατόν τε καὶ χρήσιμον, ἢ ἀδύνατόν τε καὶ ἄχρηστον, ἔν τε τοῖς περὶ διαγνώσεως αὐτῶν καὶ ἐν τοῖς περὶ προγνώσεως εἰρήσεται.

   Ἀλλ' ἐπὶ τὰ λοιπὰ δύο γένη μεταβαίνωμεν ἤδη· τὸ μὲν ἕτερον ἐν ᾧ τήν τε ὁμαλότητα καὶ τὴν ἀνωμαλίαν ἐπισκοπούμεθα, τὸ δ' ἕτερον ἐν ᾧ τάξιν τε καὶ ἀταξίαν. ὁμαλότης μὲν οὖν καὶ ἀνωμαλία καθ' ἕνα τε σφυγμὸν καὶ [518] περὶ πλείονας γίνεται. τάξις δὲ καὶ ἀταξία περὶ πλείονας μόνον. ἐπεὶ δὲ χαλεπὴ καὶ δυσθεώρητός ἐστιν ἡ καθ' ἕνα σφυγμὸν ἀνωμαλία, περὶ τῆς ἐν πλείοσι συνισταμένης πρότερον εἴπωμεν συναποδόντες αὐτῇ καὶ τὸν περὶ τάξεως καὶ ἀταξίας λόγον, ἐπειδὴ παράκειταί τε καὶ οἰκεῖός ἐστιν, οὕτω καὶ ἐπὶ τὴν καθ' ἕνα σφυγμὸν ἀνωμαλίαν ἐπανελθόντες, ἁπάσας αὐτῆς εἰπεῖν πειρασόμεθα τὰς διαφοράς. ἡ τοίνυν ἐν πλείοσιν σφυγμοῖς θεωρουμένη ὁμαλότης τε καὶ ἀνωμαλία, ἃς καὶ συστηματικὰς καλοῦσιν, ἐν τῷ παραβάλλειν τὰς ἐν τῷ πρώτῳ σφυγμῷ διαφορὰς τὰς ἁπάσας ταῖς ἐν τοῖς ἐφεξῆς νοοῦνται. εἰ μὲν γὰρ ἴσαι φυλάττοιντο κατὰ πάντα, ὁμαλὸς ἁπλῶς ὁ τοιοῦτος καλεῖται σφυγμός· εἰ δὲ ἄνισοι κατὰ πάντα, ἀνώμαλος ἁπλῶς. εἰ δὲ κατὰ τινὰ μὲν, ἢ τινὰς ἴσαι, κατὰ τινὰ δὲ, ἢ τινὰς ἄνισοι, καθ' ἃς μὲν ἴσαι, κατὰ ταύτας ὁμαλὸς ὁ σφυγμὸς ῥηθήσεται, καθ' ἃς δ' ἄνισοι, κατ' ἐκείνας ἀνώμαλος, πολὺ διαφέροντος, ἢ ἁπλῶς ὁμαλὸν καὶ ἀνώμαλον εἰπεῖν, ἢ καθ' ἓν ὁτιοῦν γένος. ὁ μὲν γὰρ ἁπλῶς ὁμαλὸς οὔτε μέγεθος οὔτε τάχος οὔτ' ἄλλο οὐδὲν ἄνισον [519] ἔχει. ὁ δὲ καθ' ἓν ὁτιοῦν ἅμα τῇ ἐκείνου προσηγορίᾳ λέγεσθαι βούλεται κατὰ μέγεθος ὁμαλὸς, κατὰ τάχος, κατὰ σφοδρότητα, καθ' ἓν ὁτιοῦν ἄλλο. καὶ μέντοι καὶ ἀνώμαλος, ἤτοι κατὰ μέγεθος, ἢ τάχος, ἤ τι τῶν ἄλλων, ἔσθ' ὅτε δὲ καὶ κατὰ δύο τούτων, ἢ τρία, ἢ πλείω, ἢ καὶ πάνθ' ὁμοῦ πολλάκις, ὅταν ἁπλῶς ὁμαλὸς, ἢ ἀνώμαλος λέγηται. τοιοῦτοι μὲν ὅ τε ὁμαλὸς καὶ ἀνώμαλος. ὁ δὲ τεταγμένος καὶ ἄτακτος, τμηθέντος τοῦ ἀνωμάλου εἴς τε τὸ κατὰ περιόδους ἴσον καὶ εἰς τὸ παντοίως ἄνισον, καθ' ἑκάτερον τῶν τμημάτων τὴν γένεσιν ἴσχουσι· κατὰ μὲν τὸ τῶν περιόδων ἴσον ὁ τεταγμένος, κατὰ δ' αὖ τὸ παντοίως ἄνισον ὁ ἄτακτος. ᾧδε γὰρ δὴ τὸ πᾶν αὖθις ἀναλαβόντες εἴπωμεν, ὑπὲρ τοῦ μηδὲν ἔτι διαφεύγειν ἀσαφές. αἱ καθ' ἕνα σφυγμὸν ἅπασαι διαφοραὶ ταῖς ἐν τοῖς ἑξῆς ἴσαι καθ' ἕκαστον γένος ἔστωσαν, ὁμαλὸς ἁπλῶς ὁ τοιοῦτος λεχθήσεται σφυγμός. ἀλλὰ πᾶσαι πάσαις ἄνισοι τυγχανέτωσαν οὖσαι, ἀνώμαλος ἁπλῶς ὁ τοιοῦτος. ἀλλὰ τὶς μὲν, ἢ τινὲς ἴσαι, τὶς δ', ἢ τινὲς ἄνισοι, κατὰ τινὰ μὲν, ἢ τινὰς, ὁ σφυγμὸς ὁμαλὸς ἔσται, κατὰ τινὰ δ', ἢ τινὰς ἀνώμαλος. [520] ὁ μὲν οὖν ἁπλῶς ὁμαλὸς, ἢ ὁ κατὰ τινὰ διαφορὰν μίαν, ἢ καὶ πλείους, οὐ δέχεται τομήν. τὸν δ' ἁπλῶς ἀνώμαλον, ἢ κατὰ τινὰς ἰδέας, ἢ τινὰ τέμνοντες, τῷ κατὰ περιόδους ἴσῳ τε καὶ ἀνίσῳ τὸν τεταγμένον τε καὶ ἄτακτον εὑρήσομεν, ἢ ἁπλῶς, ἢ κατὰ τινὰς διαφορὰς, ἢ τινά. τὸ δὲ κατὰ περιόδους ἴσον οἶμαι μὲν ἤδη σαφὲς ὑπάρχειν, ἀπὸ τῶν ἐφεξῆς ἴσων διωρισμένον, οὐ μὴν ἀλλὰ ὑπὲρ τοῦ μηδὲν ἐλλείπειν τῷ λόγῳ καὶ τοῦτο προσκείσθω παραδείγματος ἕνεκα, προχειρισαμένοις ἓν γένος σφυγμοῦ τὸ κατὰ τὸ μέγεθος. ἔστωσαν γὰρ ὁ μὲν πρῶτος σφυγμὸς καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἴσοι κατὰ τὸ μέγεθος, ἄνισος δ' αὖ τοῖς ἐφεξῆς ἑπέσθω ὁ τέταρτος. δῆλον ὡς ἀνώμαλος κατὰ μέγεθος ὁ τοιοῦτός ἐστι σφυγμὸς, οὐ μὴν ἤδη πω δῆλον, εἰ καὶ ἄτακτος, ἀλλὰ χρὴ περιμένειν ἄλλους τέτταρας, ἵν' εἰ μὲν οἱ τρεῖς οἱ δεύτεροι καὶ ἀλλήλοις καὶ τοῖς ἐκ τῆς προτέρας περιόδου γεννηθεῖεν ἴσοι, καὶ μετ' αὐτοὺς ὁ τέταρτος τῷ τετάρτῳ, τεταγμένος ὁ τοιοῦτος λέγοιτο σφυγμὸς κατὰ μέγεθος, εἴ γε ὡσαύτως τὰς πρώτας δύο περιόδους καὶ τὰς ἑξῆς ἁπάσας ἴσας διαφυλάττει. εἰ δὲ μὴ πάντες οἱ ἐκ τῆς δευτέρας περιόδου [521] τοῖς ἐκ τῆς προτέρας ἴσοι γίγνοιντο, τηνικαῦτα ἤδη καὶ ὁ σφυγμὸς ἄτακτος λέγοιτο κατὰ μέγεθος. οὕτω δὲ καὶ κατὰ τάχος καὶ πυκνότητα καὶ τὰς ἄλλας διαφοράς. ἔσθ' ὅτε δὲ δύο μὲν ἢ τρεῖς περίοδοι σφυγμῶν ἄνισοι κατὰ πᾶν ἀλλήλαις εἰσὶν, αἱ δὲ ἑξῆς οὐκ ἔτι· τὸν τοιοῦτον σφυγμὸν ὅτι μὲν οὐ χρὴ καλεῖν τεταγμένον ἁπλῶς, ἄντικρυς δῆλον, οὐ μὴν οὐδὲ ἁπλῶς ἄτακτον, ἀλλ' ἐπισκοπεῖσθαι χρὴ καὶ διορίζεσθαι μή τις τῶν κατὰ περιόδους ἐστὶ τεταγμένων. ἔσθ' ὅτε γὰρ τρεῖς, ἢ τέτταρες περίοδοι ἀλλήλαις ἄνισοι γενόμεναι τὰς ἑξῆς ἴσας ἀνάλογον ἴσχουσιν. ὥστ' εἰ τύχοι τὴν μὲν τετάρτην τῇ πρώτῃ, τὴν δὲ πέμπτην τῇ δευτέρᾳ, τὴν δ' ἕκτην τῇ τρίτῃ κατὰ πᾶν ἐξισοῦσθαι, τοιοῦτον τὸν σφυγμὸν εἰώθαμεν τεταγμένον κατὰ περίοδον καλεῖν, μέσον ὄντα τῶν ἁπλῶς λεγομένων τεταγμένων τε καὶ ἀτάκτων. τούτων μὲν γὰρ ἑκάτερος οὐδαμῇ τοῦ ἐναντίου μετέχει, οὔτ' οὖν ὁ τεταγμένος ἀταξίας οὔθ' ὁ ἄτακτος τῆς τάξεως. ὁ δὲ κατὰ περίοδον τεταγμένος ἔστιν ᾗ τάξεως, ἔστι δὲ ᾗ ἀταξίας μετέχει, τάξεως μὲν τῆς ἐν ἁπάσαις ταῖς περιόδοις, ἀταξίας δὲ τῆς [522] καθ' ἑκάστην αὐτῶν. ὁ μὲν γὰρ ἁπλῶς τεταγμένος ἴσας ἁπάσας ἔχει τὰς περιόδους, ὁ δὲ κατὰ περιόδους τεταγμένος οὐχ ἁπάσας ἴσας, ἀλλὰ διά τινος ἀριθμοῦ. πάλιν δὲ ὁ μὲν ἄτακτος οὔτε πάσας ἐφεξῆς ἴσας ἔχει τὰς περιόδους οὔτε διά τινος ἀριθμοῦ. ὁ δὲ κατὰ περίοδον τεταγμένος ἑκάτερον μὲν αὐτῶν οὐκ ἔχει, θάτερον δ' ἔχει. καὶ οὕτω μέσος τε ἀμφοῖν γίνεται, τεταγμένου τε καὶ ἀτάκτου, καὶ τὸ μὲν ἔχει κοινὸν ἑκατέρου, τὸ δ' οὔ. δύναιτο δ' ἄν τις καὶ ἁπλῶς τεταγμένους τοὺς τοιούτους ἡγεῖσθαι σφυγμοὺς, εἰ τὰς κατὰ μέρος περιόδους τὰς διά τινος ἀριθμοῦ ταῖς ἑξῆς ἴσας εἰς μίαν ἁπάσας μεγάλην συναριθμοίη περίοδον. ὅση δὲ καὶ οἵα ποικιλία καὶ πλοκὴ γένοιτ' ἂν τῶν περιόδων, ἐν διαφέρουσιν ἀριθμοῖς συνισταμένων, οὐ χαλεπὸν συνιδεῖν, καὶ μάλιστα τοῖς γεγυμνασμένοις τὰς ἐν τοῖς πυρετοῖς περιόδους ἐπιπλέκειν ἀλλήλαις. οὔκουν ἐπὶ πλέον ἡμᾶς δεήσει ἔτι τὰς διαφορὰς αὐτῶν ἐπεξιέναι, ἀλλ' ἐπὶ τὰς κατὰ τὴν ἀνωμαλίαν ἐλθόντας εἰπεῖν προτέρας μὲν τὰς συστηματικὰς, ἑξῆς δὲ τὰς καθ' ἕνα σφυγμόν.

[523]    Αἱ μέντοι συστηματικαὶ τῶν ἀνωμαλιῶν, ἐν ἀθροίσματι δ' αὗται πλειόνων, ὡς ἔφαμεν, σφυγμῶν συνίστανται, πρώτην μὲν ἔχουσι διαφορὰν, καθ' ἣν ὁτὲ μὲν ὁμαλῶς, ὁτὲ δὲ ἀνωμάλως γίγνονται, καὶ οὐ χρὴ θαυμάζειν εἰ ὁμαλήν τινα καλοῦμεν ἀνωμαλίαν. ἔχει γὰρ οὕτως οὐκ ἐν σφυγμοῖς μόνον, ἀλλὰ κᾀν τοῖς ἄλλοις σχεδὸν ἅπασιν, ὅσα τρέποντα τὴν ἐξ ἀρχῆς φύσιν, εἴτε κατὰ μέγεθος εἴτε κατὰ ποιότητα, ἢ ὁμαλὰς ποιεῖ τὰς αὐξήσεις, ἢ ἀνωμάλους. καθόσον μὲν γὰρ τρέπει διαφθείροντα τὴν ἰσότητα, λέγοιτ' ἂν ἀνώμαλα, καθόσον δὲ τὸ ἴσον ἀεὶ τῆς τροπῆς ἐπιλαμβάνει, λέγοιτ' ἂν ὁμαλῶς τρέπεσθαι. τὰ δὲ μήτε ἐν τῷ πρόσθεν μένοντα μήτε τὸ ἴσον ἀεὶ τῆς τροπῆς ἐπιλαμβάνοντα τελέως ἀνώμαλα λέγεται. τοιοῦτον δή τι καὶ κατὰ τούσδε τοὺς σφυγμοὺς συμβέβηκεν, ἤτοι κατὰ βραχὺ καὶ ὁμαλῶς ἐκλυομένης αὐτῶν τῆς ἰσότητος, ἢ ἀθρόως καὶ κατὰ μεγάλα. γένοιτο δ' ἂν ἐφ' ἑνὸς γένους, ὡς ἐπὶ παραδείγματος, ὁ λόγος σαφής. ἔστω τοίνυν ὁ μὲν δεύτερος σφυγμὸς τοῦ πρώτου βραχὺ μικρότερος, ὁ δὲ τρίτος τοῦ δευτέρου τοσούτῳ πάλιν, ἀλλὰ καὶ ὁ τέταρτος τοῦ τρίτου τῷ ἴσῳ, καὶ τοῦτ' [524] ἄχρι πλείονος ἐφεξῆς γενέσθω, τοὺς τοιούτους σφυγμοὺς μειουρίζοντάς τε καὶ μειούρους καλοῦσιν, ἀπὸ τῶν εἰς ὀξὺ τελευτώντων σχημάτων τοὔνομα μεταφέροντες. ὅσοι μὲν διὰ παντὸς αὐτῶν μειοῦνται καὶ οὐδέποτε παύονται τοῦδε τοῦ παθήματος, εἰς ἀκινησίαν παντελῆ τελευτῶσιν, καὶ καλοῦμεν αὐτοὺς ἐκλείποντας μυούρους· ὅσοι δὲ παύονται, διττὴν ἔχουσι τὴν διαφοράν. τινὲς μὲν γὰρ αὐτῶν ἐν ᾗ περ πρῶτον ἐπαύσαντο μειούμενοι σμικρότητι, ταύτην διὰ παντὸς φυλάττουσιν, τινὲς δ' αὐξάνονται πάλιν, οὓς μυούρους παλινδρομοῦντας καλοῦσι. τούτων δ' αὐτῶν οἱ μὲν εἰς ἴσον τῷ καταρχὰς ἐπανέρχονται μέγεθος, οἱ δ' εἰς ἔλαττον· καὶ τινὲς μὲν ἐν αἷς ἔμπροσθεν ἐμειώθησαν ὑπεροχαῖς, ἐν ταύταις αὖθις αὐξάνονται· τινὲς δ' ἐλάττοσιν ἢ μείζοσι προσθέσεσι χρῶνται. τοιαῦται μέν τινες αἱ ὁμαλαὶ τῶν ἀνωμαλιῶν εἰσι διαφοραί.

   Τῶν δ' ἀνωμάλων ἀνωμαλιῶν τινὲς μὲν οὐδεμίαν ὅλως φυλάττουσιν ἰσότητα, τινὲς δὲ μέχρι μὲν τριῶν, ἢ τεττάρων, ἢ πέντε σφυγμῶν φυλάττουσι, διαφθείρουσι δ' ὕστερον. ἐν ἑκατέραις δ' αὐτῶν ἤτοι τάξις, ἢ ἀταξία συνίσταται· [525] τάξις μὲν, εἰ περιόδους τινὰς ἴσας φυλάττοιεν· ἀταξία δὲ, εἰ καὶ ταύτας διαφθείροιεν. ἐκλείπουσι δὲ κᾀπὶ τούτων πολλάκις αἱ κινήσεις, ὥσπερ κᾀπὶ τῶν ὁμαλῶς κινουμένων, ἀλλ' ἐκείνους μὲν μυούρους ἐκλείποντας ὀνομάζομεν, τούτους δὲ ἀνωμάλους ἐκλείποντας. ἐν μὲν δὴ τῇ κατὰ τὸ μέγεθος καὶ σμικρότητα ἀνωμαλίᾳ πάνυ σύνηθες τοῖς ἰατροῖς ὄνομα τὸ μύουρον. ἐν δὲ τῇ κατὰ σφοδρότητα καὶ ἀμυδρότητα καὶ τοῖς ἄλλοις γένεσιν οὐκ ἔθ' ὁμοίως ἐν ἔθει. ἡ μέντοι τῶν πραγμάτων ἀναλογία καθ' ἕκαστον γένος ἡ αὐτή. ἤτοι γὰρ ὁμαλῶς διαφθείρουσι τὴν ἰσότητα, ἢ ἀνωμάλως. καὶ τὰς ἄλλας τὰς ἐν μέρει διαφορὰς, τὰς αὐτὰς ἴσχουσιν ἀνωνύμους τὰς πλείστας αὐτῶν. πλὴν γὰρ τοῦ παρεμπίπτοντός τε καὶ διαλείποντος οὐδενὸς τῶν ἄλλων ἐστὶν ἴδιον ὄνομα. τούτων δὲ ὁ μὲν παρεμπίπτων ἐκ τῆς κατὰ πυκνότητα μόνης ἐστὶν ἀνωμαλίας, ὁ δὲ διαλείπων ἔν τε τῇ κατὰ ἀραιότητα καὶ μικρότητα συνίσταται, καθ' ἕτερον ἐν ἑκατέρᾳ τρόπον, ἐν μὲν τῇ κατὰ τὴν ἀραιότητα τῷ τὴν ἡσυχίαν ἐπὶ μήκιστον ἐκτετάσθαι, ἐν δὲ τῇ κατὰ σμικρότητα τῷ τὴν διαστολὴν [526] ἐπ' ἐλάχιστον διεστάλθαι. μᾶλλον δέ πως ἐπὶ μὲν ταῖς σμικρότησι τῶν σφυγμῶν οἱ ἐκλείποντες, ἐπὶ δὲ ταῖς ἀραιότησιν οἱ διαλείποντες γίνονται. παράκεινται δὲ τοῖς διαλείπουσι σφυγμοῖς οἱ καλούμενοι παλινδρομοῦντες ἐκλείποντες, ὅταν δύο, ἢ καὶ τριῶν, ἢ καὶ πλειόνων ἔτι σφυγμῶν χρόνον ἀκίνητος εἶναι δόξασα παντάπασιν ἡ ἀρτηρία πάλιν ὑπάρξηται κινεῖσθαι. ταυτὶ μὲν καὶ τὰ τῆς συστηματικῆς ἀνωμαλίας εἴδη.

   Ὑπόλοιπον δ' ἂν εἴη τῆς καθ' ἕνα σφυγμὸν ἀνωμαλίας εἰπεῖν τὰς διαφοράς. ἔστι δὲ κᾀνταῦθα παραπλήσιος ὁ λόγος ἐφ' ἑκάστου τε τῶν γενῶν καὶ πάντων ὁμοῦ. τὸν μὲν γὰρ ἁπλῶς ὁμαλὸν καλέσομεν, τὸν δὲ ἁπλῶς ἀνώμαλον, τὸν δὲ καθ' ἓν ὁτιοῦν γένος, ἐν ᾧ διαφθείρεσθαι συμβαίνει τὴν ἰσότητα. λέγωμεν οὖν ἐπὶ τοῦ κατὰ τὴν κίνησιν γένους πρώτως τὰς διαφοράς. εἰ γὰρ ἐπὶ τούτῳ γυμνασαίμεθα, ῥᾳδίως ἤδη καὶ περὶ τῶν λοιπῶν συνείσομεν. τῆς οὖν κατὰ τὴν κίνησιν ἀνωμαλίας δύο μὲν χρὴ τὰς πρώτας διαφορὰς τίθεσθαι, τὴν μὲν ἐν ἑνὶ μορίῳ τῆς ἀρτηρίας τὴν γένεσιν ἴσχουσαν, ἐν πλείοσι δὲ τὴν ἑτέραν. ἑκατέρα δ' αὐτῶν αὖθις εἰς πλείους τέμνεσθαι πέφυκεν, ἃς [527] δίκαιον ἂν εἴη πάσας εἰπεῖν ἀρξαμένους ἀπὸ τῆς καθ' ἓν μόριον συνισταμένης, οὐ κατὰ τὸν αὐτὸν δηλονότι χρόνον. ἀμήχανον γὰρ ἓν καὶ ταὐτὸ μόριον ἐν ἑνὶ καὶ ταὐτῷ χρόνῳ μὴ ὡσαύτως φαίνεσθαι κινούμενον, ἀλλ' ἐν διαφέρουσι καιροῖς ἡ τοῦ ἑνὸς μορίου κίνησις οὐχ ἡ αὐτὴ φαίνεται πολλάκις, ὅταν ἀρχομένη μὲν βραδυτέρα, τελευτῶσα δὲ ὠκυτέρα, καὶ ἀνάπαλιν ἀρχομένη μὲν ὠκυτέρα, τελευτῶσα δὲ βραδυτέρα, πάνυ πολλῆς τοιαύτης ἀνωμαλίας καὶ πολλάκις ἐν τοῖς σφυγμοῖς εὑρισκομένης καὶ πολλὰ δηλοῦν πεφυκυίας, ὡς ἑτέρωθι λέγεται. δείξομεν δὲ νῦν αὐτῆς ἁπάσας τὰς κατὰ μέρος διαφοράς. εἰσὶ δὲ τρεῖς μὲν αἱ πρῶται, ποτὲ μὲν ἡσυχίας διακοπτούσης τὴν κίνησιν τοῦ μορίου, ποτὲ συνεχοῦς μὲν φαινομένης αὐτῆς, οὐ μὴν ἰσοταχοῦς, ποτὲ δὲ ἐπανερχομένης. ἐν ἑκάστῃ δ' αὐτῶν κατὰ μέρος ἕτεραι.

   Περὶ πρώτης οὖν εἴπωμεν τῆς πρῶτον ῥηθείσης, ἐν ᾗ διακόπτεσθαι τὴν κίνησιν ὑπὸ τῆς ἠρεμίας συμβέβηκεν. εὑρίσκονται δὲ ἐν αὐτῇ διαφοραὶ σφυγμῶν ἐννέα, τρόπῳ τῷδε συνιστάμεναι. τῆς προτέρας κινήσεως ὠκείας [528] οὔσης, ἡ δευτέρα τὰς τρεῖς τρεπέσθω τροπὰς, ἢ ὠκεῖα, ἢ βραδεῖα, ἢ σύμμετρος γινομένη. τρεῖς μὲν αὗται διαφοραὶ σφυγμῶν. αὖθις δ' ἄλλαι τρεῖς, τῆς προτέρας βραδείας μενούσης, ὑπαλλαττομένης δὲ τῆς δευτέρας τριχῶς, καὶ αὖθις δ' ἄλλαι τρεῖς, τῆς προτέρας μενούσης συμμέτρου, τῆς δὲ δευτέρας τριχῶς τρεπομένης.

   Τῶν δὲ μὴ διαλειπόντων κατὰ τὴν διαστολὴν ἀνωμάλων σφυγμῶν ἐν τῇ κινήσει, ἀλλ' ἑξῆς ἀεὶ μίαν τὴν ἀνωμαλίαν ἐχόντων μηδαμοῦ σχιζομένην ἀκινησίᾳ, τινὲς μὲν ὠκέως ἀρχόμενοι κινήσεως, βραδύνουσι τελευτῶντες, ἄλλοι δ' ἔμπαλιν ἄρχονται μὲν βραδεῖς, ταχύνονται δὲ ἀεὶ καὶ μᾶλλον, ἑκατέροις δ' αὐτῶν ἢ ὁμαλῶς ἢ ἀνωμάλως τὸ τοιοῦτο γίνεται. προείρηται γὰρ ὅπως ὁμαλή τις ἡ ἀνωμαλία γίγνεται. τῶν μὲν οὖν ὁμαλῶς ἐκλυόντων τὴν κίνησιν ἢ ἐπιτεινόντων οἱ μὲν ἀπὸ τῆς ἐσχάτης βραδύτητος ἐπὶ τὴν σύμμετρον κίνησιν ἔρχονται, τινὲς δὲ ἀπὸ τῆς συμμέτρου κινήσεως ἐπὶ τὴν ἐσχάτην βραδύτητα, καὶ τινὲς μὲν ἀπὸ τοῦ πρώτου τάχους τῆς συμμέτρου κινήσεως ἐπὶ τὴν ἐσχάτην βραδύτητα, τινὲς δὲ ἀπὸ ταύτης ἐπὶ τὸ ἔσχατον τάχος. ἄλλοι [529] δέ τινες ἐφ' ἑκάτερα τῆς συμμέτρου κινήσεως βραχὺ ἀποχωροῦσι διχῶς καὶ οὗτοι, ποτὲ μὲν ὠκύτεροι, ποτὲ δὲ βραδύτεροι γιγνόμενοι. ὥστ' εἶναι τὰς πάσας αὐτῶν ἓξ διαφορὰς, καίτοι πλέονες ἐπινοεῖσθαι δύνανται. ἀλλ' ἡμεῖς τὰς φαινομένας εἴπωμεν. οὐ γὰρ εὕρομεν οὔτ' ἀπὸ τῆς ἐσχάτης βραδύτητος εἰς ἔσχατον τάχος ἀφικνούμενον οὐδένα σφυγμὸν τῶν ὁμαλὴν τὴν ἀνωμαλίαν ἐχόντων οὔτ' ἔμπαλιν ἀπὸ τῆς ταχίστης κινήσεως εἰς τὴν βραδυτάτην. ἀλλ' ἐν τοῖς ἀνώμαλον τὴν τροπὴν ποιουμένοις σπανίως γίνεται τοῦτο. οὐ γὰρ ἐπὶ τῇ τυχούσῃ διαθέσει τηλικαύτη μεταβολὴ γίνεσθαι πέφυκεν, ὥστε ἀρξαμένην βραδύτατα κινεῖσθαι τὴν ἀρτηρίαν τελευτῶσαν εἰς ἔσχατον ἀφικέσθαι τάχος, ἢ τάχιστα κατὰ τὴν ἀρχὴν κινηθεῖσαν εἰς ἐσχάτην βραδύτητα μεταστρέψαι. καὶ ὅταν τοῦτο γίνηται, καὶ ἡ τροπὴ τηνικαῦτα ἐξ ἀνάγκης ἀνώμαλός τέ ἐστι καὶ ἀθρόα κατὰ μεγάλας μεταβολὰς, καὶ οὐ κατὰ βραχὺ γενομένη, καθάπερ ἐξαλλομένης τῆς ἀρτηρίας, ὅταν ἐκ τῆς βραδύτητος εἰς τὸ τάχος μεταπίπτῃ, καὶ αὖθις οἷον εἰργομένης καὶ δεσμουμένης καὶ κατεχομένης ὑπό τινος, [530] ὅταν ἐκ τοῦ ταχέως κινεῖσθαι μεταπίπτῃ ποτὲ ἀθρόως εἰς βραδύτητα, τὴν ἐν μέσῳ συμμετρίαν ὑπερβᾶσα. τίνες μὲν οὖν αἱ διαθέσεις καὶ τίνες αὐτῶν αἱ αἰτίαι καὶ εἰς ὅ τι τελευτῶσιν οἱ τοιοῦτοι σφυγμοὶ, τηνικαῦτα λεχθήσεται, ὅταν καὶ περὶ τῶν ἄλλων ἁπάντων ἢ τὰς αἰτίας ἢ ὅ τι δηλοῦν πεφύκασιν ἐπισκεπτώμεθα. νυνὶ δὲ τὰς διαφορὰς μόνον ἐπέξιμεν.

   Εἰρηκότες οὖν ἱκανῶς, ὅτι τῶν ἀνωμάλων καθ' ἓν μόριον σφυγμῶν, ὅταν ὁμαλὴν ποιῶνται τὴν ἀνωμαλίαν, ἕξ εἰσιν αἱ πᾶσαι διαφοραὶ, καὶ ὡς οὐχ εὑρήκαμεν οὐδένα τῶν τοιούτων οὔτ' ἀπὸ τῆς βραδυτάτης κινήσεως εἰς τὴν ταχίστην οὔτ' ἀπ' ἐκείνης εἰς τὴν βραδυτάτην τελευτήσαντα, περὶ τῶν ἀνώμαλον τὴν τροπὴν ποιουμένων ἤδη λέγωμεν, ἐν οἷς ποτὲ μὲν δύο, ποτὲ δὲ τρεῖς σαφῶς φαίνονται διαφοραὶ τῆς κινήσεως. ἡμῖν δὲ καὶ τετάρτη ποτὲ ἀμυδρῶς ἐφαντάσθη. τάχα δ' ἄν τις ἐπὶ πλέον τριβόμενος καὶ προσεδρεύων τῷ πράγματι καὶ ἀσκῶν τὴν ἁφὴν καὶ τέτταρας γνωρίσαι σαφῶς δυνηθείη. [531] ἀλλὰ νῦν περὶ τῶν ἐναργῶς φανεισῶν πολλάκις καὶ ἡμῖν καὶ τοῖς ἄριστα τὴν περὶ τοὺς σφυγμοὺς τέχνην μεταχειρισαμένοις πολλάκις ἐροῦμεν, ὅταν ἤτοι δύο διαφορὰς αἰσθητὰς ἡ κίνησις τῆς ἀρτηρίας, ἢ τρεῖς ποιῆται. δύο μὲν γὰρ οὐσῶν ἓξ ἔσται συμπλοκῶν σχήματα, τριῶν δὲ τέτταρα καὶ εἴκοσι. τί δή ποτε δὲ τριῶν ὄντων σφυγμῶν ἐν ἑκατέρᾳ τῶν διαφερουσῶν κινήσεων, ὠκέος τε καὶ βραδέος καὶ συμμέτρου, τὰς ἐκ τῆς συμπλοκῆς αὐτῶν οὐκ ἐννέα φαμὲν, ἀλλ' ἓξ γίνεσθαι διαφορὰς, ᾧδ' ἂν μάθοις, εἰ γνοίης ὅτι τὸν αὐτὸν σφυγμὸν ἐφεξῆς δὶς ὑποθέμενος γίνεσθαι, μηδεμιᾶς ἡσυχίας μέσης αὐτοῖς ὑπαρχούσης, ἕνα τὸν ὅλον ὁμαλὸν ἀπεργάσῃ, καὶ κατὰ τοῦτο τῶν ἐννέα συμπλοκῶν τρεῖς ἀποχωροῦσιν, ἐν αἷς οὐκ ἔτ' ἀνώμαλος σφυγμὸς, ἀλλ' ὁμαλὸς γίνεται, ἤτοι ταχὺς, ἢ βραδὺς, ἢ σύμμετρος, ὡς ἐπὶ τοῦ διαγράμματός ἐστι δῆλον. ὁ δεύτερος γὰρ ἐν αὐτῷ καὶ ὁ τέταρτος καὶ ὁ ἔννατος ὁμαλοὶ γίνονται, ταχὺς μὲν ὁ δεύτερος, βραδὺς δὲ ὁ τέταρτος, σύμμετρος δὲ ὁ ἔννατος. εἰ δέ τις καὶ αὐτῶν τούτων πρὸς ἀλλήλους ἐστὶ διαφορὰ, τοῦ ταχέος πρὸς τὸν ταχὺν, ἢ τοῦ βραδέος [532] πρὸς τὸν βραδὺν, τοῦτο νῦν παρείσθω. πλέονα γὰρ ἀσάφειαν παρέξει. ἀλλ' ὡς τῶν αὐτῶν καὶ ἴσων ἀλλήλοις ὑπαρχόντων ὁ παρὼν λόγος περαινέσθω.

   α΄ ταχὺς                        βραδὺς

   β΄ ταχὺς                        ταχὺς

   γ΄ ταχὺς                        σύμμετρος

   δ΄ βραδὺς                       βραδὺς

   ε΄ βραδὺς                       ταχὺς

   Ϛ΄ βραδὺς                       σύμμετρος

   ζ΄ σύμμετρος                    βραδὺς

   η΄ σύμμετρος                    ταχὺς

   θ΄ σύμμετρος                    σύμμετρος

Οὕτω δὲ καὶ εἰ τρεῖς ὑποθέμενος διαφερούσας ἀλλήλων κινήσεις, καθ' ἑκάστην αὐτῶν τοὺς τρεῖς σφυγμοὺς ὑπαλλάττων [533] συμπλέκοις, ἑπτὰ μὲν καὶ εἴκοσιν ἔσται τὰ πάντα σχήματα, τρία δ' ἐξ αὐτῶν εἰς ὁμαλότητα μεταπεσεῖν ἀναγκαῖον. ἔστι δὲ καὶ τοῦτο δῆλον ἐπὶ διαγράμματος.

   α΄ ταχὺς              ταχὺς              βραδὺς

   β΄ ταχὺς              ταχὺς              ταχὺς

   γ΄ ταχὺς              ταχὺς              σύμμετρος

   δ΄ ταχὺς              βραδὺς             βραδὺς

   ε΄ ταχὺς              βραδὺς             ταχὺς

   Ϛ΄ ταχὺς              βραδὺς             σύμμετρος

   ζ΄ ταχὺς              σύμμετρος          βραδὺς

   η΄ ταχὺς              σύμμετρος          ταχὺς

   θ΄ ταχὺς              σύμμετρος          σύμμετρος

   ι΄ βραδὺς             ταχὺς              βραδὺς

   ια΄ βραδὺς             ταχὺς              ταχὺς

   ιβ΄ βραδὺς             ταχὺς              σύμμετρος

[534]

   ιγ΄ βραδὺς             βραδὺς             βραδὺς

   ιδ΄ βραδὺς             βραδὺς             ταχὺς

   ιε΄ βραδὺς             βραδὺς             σύμμετρος

   ιϚ΄ βραδὺς             σύμμετρος          βραδὺς

   ιζ΄ βραδὺς             σύμμετρος          ταχὺς

   ιη΄ βραδὺς             σύμμετρος          σύμμετρος

   ιθ΄ σύμμετρος          ταχὺς              βραδὺς

   κ΄ σύμμετρος          ταχὺς              ταχὺς

   κα΄ σύμμετρος          ταχὺς              σύμμετρος

   κβ΄ σύμμετρος          βραδὺς             βραδὺς

   κγ΄ σύμμετρος          βραδὺς             ταχὺς

   κδ΄ σύμμετρος          βραδὺς             σύμμετρος

   κε΄ σύμμετρος          σύμμετρος          βραδὺς

   κϚ΄ σύμμετρος          σύμμετρος          ταχὺς

   κζ΄ σύμμετρος          σύμμετρος          σύμμετρος

[535] Ὁμαλῶν οὖν ἐν τούτοις τριῶν γενομένων, τοῦ δευτέρου κατὰ τὸ διάγραμμα, καὶ τοῦ τρισκαιδεκάτου καὶ ἑβδόμου καὶ εἰκοστοῦ, ταχὺς μὲν ὁ δεύτερος ἔσται, βραδὺς δὲ ὁ τρισκαιδέκατος, μέσος δὲ ὁ ὕστατος. ἤδη δὲ καὶ ἄλλοι δέκα δύο σφυγμοὶ μεταπίπτουσιν εἰς τὸ πρῶτον διάγραμμα. τῷ μὲν γὰρ ἐκ τοῦ πρώτου διαγράμματος πρώτῳ δύο ἂν γενηθεῖεν οἱ αὐτοὶ, τῶν ἐκ τοῦ δευτέρου πρῶτός τε καὶ τέταρτος, ὁ μὲν τάχους τὸ πλέον, ὁ δὲ βραδύτητος ἔχων. τῷ τρίτῳ δὲ ὁ τρίτος καὶ ὁ ἔννατος, ὁ μὲν τάχους τὸ πλέον, ὁ δὲ συμμετρίας ἔχων. τῷ πέμπτῳ δὲ ὅ τε ἑνδέκατος καὶ ὁ τεσσαρεσκαιδέκατος, ὁ μὲν τάχους τὸ πλέον, ὁ δὲ βραδύτητος ἔχων. τῷ ἕκτῳ δὲ ὅ τε πεντεκαιδέκατος καὶ ὁ ὀκτωκαιδέκατος, ὁ μὲν βραδύτητος τὸ πλέον, ὁ δὲ συμμετρίας κεκτημένος. τῷ ἑβδόμῳ δὲ ὅ τε εἰκοστὸς δεύτερος καὶ ὁ εἰκοστὸς πέμπτος, ὁ μὲν τῇ βραδύτητι πλεονεκτῶν, ὁ δὲ τῇ συμμετρίᾳ. λοιποὶ δὲ δύο τῶν ἐκ τοῦ δευτέρου διαγράμματος οἱ αὐτοί εἰσιν τῷ ἐκ τοῦ πρώτου διαγράμματος ὀγδόῳ, εἰκοστός τε καὶ εἰκοστὸς ἕκτος, ὁ μὲν τῷ τάχει πλεονεκτῶν, ὁ δὲ τῇ συμμετρίᾳ. καὶ γένοιτ' ἂν διαίρεσις ἐνταῦθα τῶν μὲν, εἰ δύο μόνον εἶεν ἐν τῇ διαστολῇ διάφοροι κινήσεις, εἰς τὸ πρότερον διάγραμμα, [536] τοὺς τοιούτους σφυγμοὺς ἅπαντας τιθέντων, τῶν δὲ τὰ μεγέθη προσλογιζομένων, καὶ οὕτως, ἴσων μὲν αὐτῶν ὄντων, εἰς τὸ πρότερον τιθέντων, θατέρου δὲ διπλασίονος, εἰς τὸ δεύτερον. ἐπεχείρησα δ' ἂν κρῖναι τὴν μάχην, εἴ τι μέγα κερδαίνειν ἤλπιζον· ἐπεὶ δ' ἀρκεῖ τοσοῦτο διορίσασθαι, τὸ ποτὲ μὲν τὴν ἑτέραν τῶν κινήσεων κατὰ μείζονος ἐνηνέχθαι διαστάσεως, ποτὲ δὲ τὴν ἑτέραν, ἢ καὶ ἀμφοτέρας ἐξ ἴσου, τούτου τις μεμνημένος, ἵν' αὖθις μάθῃ τί δηλοῦν ἑκάστη πέφυκεν, εἰς ὁπότερον βούλεται τῶν διαγραμμάτων τιθέσθω τοὺς εἰρημένους σφυγμούς. ὅτι δὲ οἱ λοιποὶ δώδεκα, οἱ ἐκ τοῦ δευτέρου διαγράμματος, οἱ κατὰ πᾶν ἀνώμαλοι, κατ' οὐδὲν τοῖς ἐν τῷ προτέρῳ κοινωνοῦσιν, ἄντικρυς δῆλον, ἐφ' ὧν αὐτό γε τοῦτο προσγέγραπται τὸ τῆς ἀνωμαλίας, οὐχ ὡς τῶν ἄλλων τῶν δέκα δύο τῶν κοινωνούντων τῷ πρώτῳ διαγράμματι μὴ ὄντων ἀνωμάλων, εἰσὶ γὰρ, ἀλλ' ὅτι κατὰ τὰς τρεῖς διαφορὰς τῶν κινήσεων οὗτοι τὴν ἀνωμαλίαν ἔχουσι σαφῆ, τῶν ἄλλων κατὰ τὰς δύο διαφορὰς ἐχόντων, καί εἰσιν ἀπὸ τοῦ πρώτου κατὰ τὴν τάξιν ἀριθμοῦντι [537] πέμπτος τε καὶ στ΄ καὶ ζ΄ καὶ η΄ καὶ ι΄ καὶ ιστ΄ καὶ ιθ΄ καὶ κα΄ καὶ κγ΄ καὶ κδ΄.

   Ἀρκεῖν μοι δοκεῖ καὶ περὶ τούτων τὰ τοσαῦτα. ἐπὶ γὰρ τὴν ἔτι λοιπὴν καὶ τρίτην διαφορὰν τῶν καθ' ἓν μόριον ἀνωμάλων σφυγμῶν ἐπάνιμεν αὖθις, οὓς Ἀρχιγένης μὲν ὡς ἕνα γράφει καὶ καλεῖ δίκροτον. εἰσὶ δὲ πλείους. ὅσοι δέ τινες καὶ οἷοι, μετ' ὀλίγον ἐροῦμεν, ἂν πρότερον ἐπισκεψώμεθα, πότερον τῶν κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας συνισταμένων ἐστὶν, ἢ δύο εἰσὶν ἐφεξῆς ἀλλήλων ἄνισοι σφυγμοί. τοῦτο δ' οὐχ οἷόν τε κρῖναι καλῶς, εἰ μὴ πρότερον ἀκριβῶς μάθωμεν, οἷός ἐστιν ὁ σφυγμὸς οὗτος, ὁ πρὸς Ἀρχιγένους δίκροτος κεκλημένος. ὅτι μὲν γὰρ τῶν δὶς παιόντων τὴν ἁφὴν, ἄντικρυς δῆλον. ἀλλὰ τοῦτο μὲν καὶ τοῖς διαλείπουσι κατὰ μίαν πληγὴν ὑπάρχει, καὶ εἴ τις μόνῳ τῷ πλήττεσθαι προέχων, δύο σφυγμοὺς τὸν δὶς παίοντα νομίζει, φανερῶς ἁμαρτάνει. τοὺς γὰρ ἐν μιᾷ διαστολῇ διαλείποντας οὐκ ἂν φαίη δύο σφυγμοὺς εἶναι, καί τοι δὶς πλήττουσιν. ἐναργῶς γὰρ ἐπ' αὐτῶν ἡ κίνησις ἀπολλῦσα [538] τὸ συνεχὲς ἀκινησίᾳ μέσῃ διακόπτεται. τὸ δὲ γένος τὸ τῶν δικρότων οὐχ οὕτως, ἀλλ' ἐπειδὰν πληρώσῃ τὴν διαστολὴν ἅπασαν, εὐθὺς ἀποχωρεῖ πρὸς βραχὺ, καὶ αὖθις παίει τὸ δεύτερον, ὥστε τῶν μὲν διαλειπόντων ἡσυχίαν μέσην εἶναι τῶν πληγῶν, τοῦ δὲ δικρότου συστολὴν ἢ σύνοδον, ἢ ὑπονόστησιν, ἢ ὡς ἄν τις ἐθέλῃ καλεῖν. διὰ τοῦτό τινες δύο σφυγμοὺς εἶναί φασι, οὐχ ἕνα, τὸν δίκροτον. ἐροῦσι δὲ αὐτὸ μάλιστα οἱ μὴ παρακολουθοῦντες τῇ συστολῇ τῆς ἀρτηρίας, ἀλλ' ἐκ πληγῆς καὶ διαλείμματος τὸν σφυγμὸν συνεστάναι φάσκοντες. οὗτοι γὰρ μετὰ τὴν προτέραν προσβολὴν τῆς ἀρτηρίας ἀκινησίαν βραχεῖαν ἐροῦσι γίγνεσθαι, καὶ μετ' αὐτὴν ἑτέραν προσβολὴν, καὶ φήσουσιν ἀνώμαλον εἶναι τὸν τοιοῦτον σφυγμὸν κατὰ πυκνότητα. τούτους γὰρ ἀνωμάλους κατὰ πυκνότητα νομίζουσιν, ὑφ' ὧν ἄνισον τὸ μεταξὺ τῶν πληγῶν διάλειμμα, καθάπερ καὶ μετ' ὀλίγον ἐροῦμεν, ἀλλὰ νῦν γε, ὅτι καὶ κατὰ τούτους διοίσουσιν οἱ δίκροτοι σφυγμοὶ τῶν ἐν μιᾷ διαστολῇ διαλειπόντων, πειραθῶμεν πρότερον ἀποδεῖξαι, συγχωρήσαντες αὐτοῖς τὴν ὑπόθεσιν, καθ' ἣν οὔ φασιν αἰσθητὴν εἶναι τὴν συστολήν. εἰ [539] γὰρ καὶ τοῦτο δοθείη, τὸ γοῦν οὐκ ἀπὸ τῶν ἴσων διαστημάτων ἀνιοῦσαν φαίνεσθαι τὴν ἀρτηρίαν οὐκ ἄν τις ἀρνήσαιτο. τοῦτο δ' ἐπὶ τῶν διαλειπόντων ἐναργῶς φαίνεται. κάτωθεν γάρ ποθεν ἀρξαμένη τῆς κινήσεως ἡ ἀρτηρία, κᾄπειτα παυσαμένη, τὴν ἀρχὴν αὖθις τῆς δευτέρας κινήσεως, ἵνα περ ἐτελεύτησεν ἡ προτέρα, ποιεῖται, τῶν δικρότων οὐχ οὕτως πληττόντων, ἀλλὰ φανερῶς ἐκ βάθους πλέονος καὶ κατὰ μείζονος διαστάσεως ἡ προτέρα κίνησις ἐνηνέχθαι φαίνεται, αὐτόθεν δήπουθεν ἐγγύθεν ἡ δευτέρα. τούτους μὲν οὖν τοσοῦτον ὁμολογοῦντας ἕξομεν, ὡς οὐ ταὐτόν ἐστι διαλείπειν ἐν μιᾷ διαστολῇ σφυγμὸν, ἢ δὶς παίειν, ὡς ὁ δίκροτος. οὐ μὴν ἀναγκάσαι γε αὐτοὺς ἄκοντας οἷόν τε, κατὰ μίαν πληγὴν ἀνωμάλους ὀνομάζειν τοὺς δικρότους. ἐροῦσι γὰρ ἀπομαχόμενοι δύο πληγῶν φανερῶς αἰσθάνεσθαι, μήτε τὸ μέγεθος ἴσον μήτε τὸν χρόνον, ἀλλὰ μηδὲ τὸν τόνον. καὶ δι' ὀλίγου φήσουσι χρόνου τὴν δευτέραν ἐπὶ τῇ προτέρᾳ γίγνεσθαι. καὶ ἀνώμαλον μὲν συγχωρήσουσιν εἶναι τὸν τοιοῦτον σφυγμὸν, οὐ μὴν τὸν κατὰ μίαν πληγήν· ἀλλὰ τὰς ἐν πυκνότητι καὶ σμικρότητι καὶ τόνῳ τῆς ἀνωμαλίας [540] διαφορὰς αὐτῷ προσάψουσιν. τοῖς δὲ καὶ τῆς συστολῆς αἰσθανομένοις φανερῶς ὁ δίκροτος ἐκπίπτει τῆς συστηματικῆς καλουμένης ἀνωμαλίας. ἔοικε γὰρ τὸ ἐπ' αὐτοῦ γιγνόμενον ταῖς τῆς σφυρᾶς διπλαῖς πρὸς τὸν ἄκμονα πληγαῖς, τῆς μὲν προτέρας ἐκ πολλοῦ μὲν διαστήματος καταφερομένης καὶ σφοδρῶς παιούσης, τῆς δευτέρας δὲ οἷον ἀναπαλλομένης τῆς σφυρᾶς ἀπὸ τοῦ ἄκμονος οὐκ ἐπὶ πολὺ, καὶ αὖθις αὐτῷ προσπιπτούσης ἀῤῥωστότερόν τε ἢ πρόσθεν καὶ ἐξ ὀλίγης διαστάσεως. τοιοῦτον γάρ τοι καὶ οἱ δίκροτοι τυγχάνουσιν ἔχοντες τὸ εἶδος, οἷον ὠθουμένης τῆς ἀρτηρίας εἰς τοὐπίσω κατὰ τὴν προσβολὴν, εἶτ' αὖθις ἐπανερχομένης. ὃ δ' ἂν μάλιστα σαφέστατα τὴν τῶν δικρότων σφυγμῶν φύσιν ἐνδείξαιτο καὶ χωρίσειε τῆς συστηματικῆς ἀνωμαλίας, τὸ τῆς ἀποχωρήσεώς ἐστιν εἶδος. οὐδὲ γὰρ συστέλλεται τότε ἡ ἀρτηρία, ἀλλά πως οἷον κλονουμένη καταφέρεται, καὶ τὴν καταφορὰν αὐτῆς ἀπὸ τοῦ πέρατος τῆς πρώτης διαστολῆς, οὐδεμία σαφὴς ἡσυχία διαιρεῖ, καθάπερ ἐπὶ τῆς συστολῆς φαίνεται, ἀλλ' εὐθὺς ἅμα τῷ παύσασθαι τῆς ἄνω φορᾶς ἡ ὑποχώρησις γίνεται, πρὸς ὀλίγον κλονουμένης αὐτῆς, εἶτ' αὖθις ἐμπιπτούσης· οἷόν τι [541] καὶ τοῖς πρὸς βίαν ἑλχθεῖσι κλάδοις, εἶτ' ἀφεθεῖσι γίγνεται. καὶ γὰρ ἐκεῖνοι φέρονται μὲν ἐπὶ τὸν ἐξ ἀρχῆς τόπον, οὐ μὴν εὐθὺς ἐν αὐτῷ μένουσιν, ἀλλ' αὖθις ἀναχωροῦσιν ἐπὶ ταὐτὸ, ὅθεν ἠνέχθησαν, καὶ οὐδὲ ἴσην γε διάστασιν ἐπιλαμβάνουσι τῇ πρόσθεν, ἀλλ' ἐλάττονα μικρῷ· καὶ πάλιν ἀπὸ τούτου τοῦ πέρατος ἐπὶ τὸν οἰκεῖον ἀναφέρονται τόπον, καὶ δεύτερόν γε ὑποχωροῦσιν αὖθις καὶ ἐπανέρχονται πάλιν, καὶ τρίτον τε καὶ τέταρτον καὶ πολλάκις, ἔστ' ἂν κατὰ βραχὺ μειοῦντες τὴν ἐπάνοδον, εἰς ἡσυχίαν παντελῆ τελευτήσωσι. τοιοῦτόν τι καὶ τῆς ἀρτηρίας κινήσει συμβέβηκεν ἐν τοῖς δικρότοις σφυγμοῖς. ὥστ' ἔγωγε οὐ μόνον ἅπαξ ἐπανιοῦσαν, ἀλλὰ καὶ δεύτερον εἶδόν ποτε. καὶ τὸ σύμπαν φάναι, κλονώδη πάντως δεῖ τὴν κίνησιν εἶναι τοῦ δικρότου σφυγμοῦ, ὥστε καὶ κατ' αὐτὴν τὴν προτέραν πληγὴν οἷον ἐπαιρομένην καὶ τὸν τόπον ὅλον ἀλλάττουσαν τὴν ἀρτηρίαν ἄνω φέρεσθαι μᾶλλον ἢ διαστελλομένην· τοιοῦτοι γὰρ οἱ κλονώδεις. καὶ ὅταν γε σφοδρῶς αὐτοῖς τοῦτο τὸ πάθημα συμπίπτῃ, καὶ τὰ μόρια τῆς ἀρτηρίας διαφερόντως κινῶνται, τοῦ μὲν εἰ τύχοι πρώτου, τοῦ δὲ δευτέρου, τοῦ δὲ τρίτου καὶ πολλάκις τετάρτου καὶ πέμπτου μέρους αὐτῆς ἀναφερομένου [542] τε καὶ αὖθις καταφερομένου. ὥστε ἔστιν ὅτε καθ' ἕνα καὶ τὸν αὐτὸν χρόνον τὰ μὲν ἀναφέρεσθαί σοι δόξει μόρια, τὰ δὲ καταφέρεσθαι. τοιαύτης οὖν οὔσης τῆς τῶν δικρότων σφυγμῶν ἰδέας, αἱ διαφοραὶ γενήσονται κατὰ πάντα τὰ προγεγραμμένα γένη, πληρότητος, σκληρότητος, μεγέθους, σφοδρότητος, τάχους, καὶ τῶν ἐναντίων, ἐν αὐτῇ τε τῇ πρώτῃ κινήσει καὶ τῇ κατὰ τὴν ὑποχώρησιν ἐπανόδῳ. δύναται γὰρ μεγάλη καὶ οὐ μεγάλη, καὶ σφοδρὰ καὶ οὐ σφοδρὰ, καὶ ταχεῖα καὶ οὐ ταχεῖα, καὶ τῶν ἄλλων ἕκαστον εἰδῶν γίνεσθαι, καὶ ἤτοι ὁμαλὴ, ἢ ἀνώμαλος, ὥστε τὰς τοιαύτας ἐπαλλάξεις πολλὰ ποιεῖν εἴδη τῶν δικρότων σφυγμῶν. αὗται μὲν αἱ κατὰ διαστολὴν τῶν δικρότων σφυγμῶν τῆς ἐν ἑνὶ μορίῳ συνισταμένης ἀνωμαλίας διαφοραί.

   Μεταβάντες δ' ἐπὶ τὴν ἐν διαφέρουσι μορίοις, εἴπωμεν ἤδη καὶ τὰς ἐκείνης ἁπάσας διαφορὰς, πρώτας μὲν δύο, καθ' ἃς ἢ συνεχής ἐστιν ἡ κίνησις, ἢ διαλείπουσα κατά τι, τὰς δ' ἄλλας τὰς κατὰ μέρος ἐκ τῆς τούτων τομῆς συνισταμένας. ἡ μὲν γὰρ συνεχὴς ἤτοι ὁμαλής ἐστιν, ἢ [543] ἀνώμαλος. ἐμάθομεν γὰρ ὅπως ὁμαλὴς καὶ ἀνώμαλος ἀνωμαλία γίγνεται. τῆς μὲν οὖν ὁμαλοῦς, ἢ ἐκλύεσθαι τὸ τάχος, ἢ ἐπιτείνεσθαι ἀναγκαῖον ἑξαχῇ, καθάπερ μικρῷ πρόσθεν ἐλέχθη, τῆς δ' ἀνωμάλου πλείους εἰσὶν αἱ διαφοραὶ παρὰ τὸ μακρὸν, ἢ βραχὺν, ἢ σύμμετρον κατὰ τὸ μῆκος εἶναι τὸν σφυγμόν. τοῖς μὲν γὰρ δύο δακτύλοις ὑποπιπτούσης τῆς κινήσεως ἓξ ἔσονται διαφοραὶ, τοῖς δὲ τρισὶ τέσσαρες καὶ εἴκοσι, τοῖς δὲ τέσσαρσιν ὀκτὼ καὶ ἑβδομήκοντα. ὅπως μὲν οὖν εἰ τοῖς δύο δακτύλοις ἡ κίνησις ὑποπίπτοι, τὰς διαφορὰς ἓξ ἀναγκαῖον γενέσθαι, καὶ εἰ τοῖς τρισὶ, τέσσαρας καὶ εἴκοσι, τὰ προγεγραμμένα δύο διαγράμματα διδάσκει. πῶς δὲ καὶ εἰ τοῖς τέσσαρσιν, ὀκτὼ καὶ ἑβδομήκοντα, μάθοις ἂν, εἰ πρότερον γνοίης ὅτι τεττάρων πραγμάτων ὡντινωνοῦν τρεῖς ἑκάστου διαφορὰς ἔχοντος ἀνάγκη τὰς πάσας συζυγίας γενέσθαι μίαν καὶ ὀγδοήκοντα. τοῦτο δ' οὐ χαλεπὸν εὑρεῖν ἐκ τοῦ γιγνώσκειν, ὅτι τῶν τρεῖς ἐχόντων διαφορὰς ἑπτὰ καὶ εἴκοσι συζυγίαι γίνονται. προσελθόντος γὰρ τοῦ τετάρτου τρεῖς ἔχοντος διαφορὰς, εὔλογόν ἐστι μίαν καὶ ὀγδοήκοντα [544] γενέσθαι τὰς πάσας, ὧν εἰ ἀφέλοιμεν τρεῖς τὰς ὁμαλοὺς ποιούσας τοὺς σφυγμοὺς, οἱ λοιποὶ δηλονότι ὀκτὼ καὶ ἑβδομήκοντα γενήσονται. κατὰ ταὐτὰ δὲ τοῖς προγεγραμμένοις δύο διαγράμμασι δῆλον, ὡς καὶ τούτων τῶν εἴκοσι μὲν καὶ τεττάρων τινὲς τοῖς ἓξ τοῖς πρώτοις οἱ αὐτοὶ γενήσονται, τῶν δὲ ὀκτὼ καὶ ἑβδομήκοντα τοῖς τέσσαρσι καὶ εἴκοσιν, ὅτι τε καθάπερ ἐπ' ἐκείνων, οὕτω καὶ ἐπὶ τούτων αἱρέσεις δύο γενήσονται, τῶν μὲν οἰομένων κοινωνεῖν ἀλλήλοις τὰ διαγράμματα, τῶν δὲ μή.

   Λοιπὸν δ' ἂν εἴη τὰς διαλειπούσης τῆς κινήσεως γιγνομένης διαφορὰς ἐξαριθμῆσαι. γενήσονται δὲ τέτταρες μὲν αἱ πρῶται, κατὰ μέρος δ' ἑκάστης αὐτῶν πλείους, αἱ μὲν τέσσαρες ᾧδέ πως. ἢ γὰρ ὁ πρῶτος καὶ τρίτος δάκτυλος αἰσθάνονται τῆς κινήσεως, οὐ μὴν ὁ δεύτερος καὶ ὁ τέταρτος, ἢ ὁ πρῶτος καὶ τρίτος καὶ τέταρτος, οὐ μὴν ὁ δεύτερος, ἢ ὁ πρῶτος καὶ δεύτερος καὶ τέταρτος, οὐ μὴν ὁ τρίτος, ἢ ὁ πρῶτος καὶ τέταρτος, οὐ μὴν οὔθ' ὁ δεύτερος οὔθ' ὁ τρίτος. ὅταν μὲν οὖν ὁ πρῶτος καὶ τρίτος αἰσθάνωνται μόνον, ἐννέα γίνονται διαφοραὶ σφυγμῶν καθ' ἕκαστον γένος, ὅταν δ' ὁ πρῶτος καὶ ὁ τρίτος [545] καὶ τέταρτος, ἑπτὰ καὶ εἴκοσιν, ἴσαι δὲ τὸν ἀριθμὸν ταῖσδε καὶ ὅταν ὁ πρῶτος καὶ δεύτερος καὶ ὁ τέταρτος. ὅταν δ' ὁ πρῶτος καὶ ὁ τέταρτος, ἐννέα. σαφὴς δὲ ὁ καθ' ἑκάστην ἀριθμὸς ἐκ τῶν προγεγραμμένων μεθόδων. αὕτη καὶ ἡ τῆς κατὰ τὰ διαφέροντα μόρια γινομένης ἀνωμαλίας τομή. γίνονται δὲ καὶ μίξεις ἀμφοτέρων τῶν πρώτων διαφορῶν πρὸς ἀλλήλας πολυειδῶς, ὥστε μὴ μόνον ἐν διαφέρουσι μορίοις εἶναι τὴν ἀνωμαλίαν, ἀλλὰ καὶ καθ' ἓν ὁτιοῦν. εἰ δή τις τῶν ἐκ θατέρου γένους διαφορῶν τὰς ἐνδεχομένας μιγνύναι βούλοιτο ταῖς ἐκ θατέρου, καὶ τοῦτο ποιῶν μὴ κάμνοι πρὶν ἁπάσας συμπλέξαι, γυμνάσαιτ' ἂν οὐκ ἀχρήστως. ἡγοῦμαι δὲ οὐδ' ἂν χαλεπῶς δρᾶσαί τινα αὐτὸ, εἰ μὴ ἀργῶς τὰ μέχρι τοῦδε ὑφ' ἡμῶν γεγραμμένα παρέδραμεν. οὕτως μὲν ἄν τις ἁπάσας μάθοι τὰς κατὰ τὴν κίνησιν ἐν μιᾷ διαστολῇ γινομένας ἀνωμαλίας.

   Ἡ δὲ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἀνωμαλία περὶ μὲν τοῖς διαφέρουσι μορίοις τῆς ἀρτηρίας καὶ φαίνεται γιγνομένη πολλάκις καὶ νοηθῆναι ῥᾴστη διαλείπουσά τε καὶ συνεχὴς, ὁμαλῶς τε καὶ οὐχ ὁμαλῶς, ἐξ οὗ [546] γένους εἰσὶν οἵ τε μύουροι καλούμενοι κατὰ μίαν διαστολὴν, οἵ τε πρός τινων ἐπινενευκότες τε καὶ περινενευκότες ὀνομασθέντες. ἐν ἑνὶ δὲ μορίῳ τῆς ἀρτηρίας οὐκ ἂν συσταίη κατὰ τοῦτο τὸ μέρος ἀνωμαλία καθ' ἕνα σφυγμόν. πρὶν γὰρ ἐπὶ τὸ τέλος ἐξικέσθαι τὴν κίνησιν, οὐδέπω τὸ μέγεθος δῆλον, ἀλλὰ μόνον τοῦτο τὸ γένος τῶν σφυγμῶν εἰς τὴν ἐπίγνωσιν τοῦ τέλους προσδεῖται. σφοδρότητα μὲν γὰρ καὶ τάχος καὶ σκληρότητα καὶ τἀναντία τούτων καὶ τὰ μέσα δυνατόν ἐστι κινουμένης τῆς ἀρτηρίας γνωρίσαι, τὴν δὲ κατὰ τὸ μέγεθος καὶ σμικρότητα διαφορὰν οὐχ οἷόν τε πρὸ τοῦ παύσασθαι κινουμένην. ἅμα μὲν γὰρ τῷ παύσασθαι πηλίκος ἐστὶν ὁ σφυγμὸς ἐγνώσθη, πρὸ τούτου δ' ἔτι ἄδηλον ἦν, μέχρι πόσου κινήσεται. πῶς οὖν οἷόν τε καθ' ἓν μόριον ἀνώμαλον ἐν τούτῳ γένει συστῆναι σφυγμόν; ὃς γὰρ, ἵν' οἷός τίς ἐστι γνωσθῇ, δεῖται συμπεπερασμένης τῆς κινήσεως, οὗτος πῶς ἂν γνωσθείη γιγνομένης ἔτι;

   Ἡ δὲ κατὰ τὸν ζωτικὸν τόνον ἀνωμαλία τὴν αὐτὴν ἐπιδέχεται τομὴν τῇ κατὰ τὴν κίνησιν. ἢ γὰρ [547] περὶ τὸ αὐτὸ μόριον, ἢ ἐν διαφέρουσι συνίσταται. περὶ μὲν τὸ αὐτὸ, τριχῶς, ἢ διαλειπούσης τῆς κινήσεως, ἢ συνεχοῦς μενούσης, ἢ δικρότου γινομένης, περὶ δὲ τὰ διαφέροντα διχῶς, ἢ συνεχοῦς μενούσης, ἢ διακοπτομένης. ἴσαι δὲ καθ' ἕκαστον τούτων τῶν γενῶν αἱ κατὰ μέρος διαφοραὶ ταῖς ἐπὶ τῆς κινήσεως εἰρημέναις. καὶ μὲν δὴ καὶ μίγνυσθαι τὰς περὶ ἓν μόριον συνισταμένας ἀνωμαλίας ταῖς ἐν διαφέρουσι γιγνομέναις ὡσαύτως, ἀναγκαῖον.

   Ἡ δὲ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας ἀνωμαλία, καθ' ἣν μαλακὸς, ἢ σκληρὸς ὁ σφυγμὸς γίνεται, καθ' ἓν μὲν οὐχ οἷόν τε μόριον γενέσθαι, κατὰ δὲ διαφέροντα φαίνεται συνισταμένη δισσῶς, ὥσπερ ἥ τε κατὰ τὴν κίνησιν καὶ ἡ κατὰ τὸν τόνον, ἤτοι συνεχοῦς μενούσης τῆς κινήσεως, ἢ διακοπτομένης. ὥστε καὶ τὰς διαφορὰς εἶναι τὰς αὐτὰς κατὰ τοῦτο τὸ γένος ταῖς ἐπ' ἐκείνων προειρημέναις. ἓν δὲ μόριον ἀρτηρίας οὐχ οἷόν τε κατὰ μὲν τὴν ἀρχὴν τῆς διαστολῆς μαλακὸν φαίνεσθαι, κατὰ δὲ τὴν τελευτὴν σκληρὸν, ἢ ἀνάπαλιν ἀρχομένης μὲν σκληρὸν, τελευτώτης δὲ μαλακόν. [548] ὥστε κατά γε τοῦτο διαφόρως ἔχει τούτῳ τῷ γένει τῶν σφυγμῶν, τῷ κατὰ σκληρότητα καὶ μαλακότητα, τὰ πρόσθεν δύο, τό τε κατὰ τὴν κίνησιν καὶ τὸ κατὰ τὸν τόνον.

   Τὸ δὲ κατὰ τὴν ἐγκεχυμένην οὐσίαν τῇ κοιλότητι τῆς ἀρτηρίας γιγνόμενον γένος σφυγμῶν, ἐν ᾧ καὶ ὁ πλήρης καὶ ὁ κενὸς συνίσταται, τὰς αὐτὰς ἐπιδέχεται ζητήσεις τῷ προειρημένῳ, τῷ κατὰ τὸ ποσὸν τῆς διαστολῆς. δόξει γὰρ κᾀνταῦθα περὶ μὲν τὰ διαφέροντα μόρια δύνασθαι συστῆναι καθ' ἕνα σφυγμὸν ἀνωμαλίαν, περὶ δὲ τὸ αὐτὸ μὴ δύνασθαι. μακροῦ δὲ ὅλον τὸ γένος τοῦτο τῶν σφυγμῶν δεῖται λόγου, καὶ οὐ τοῦ παρόντος καιροῦ. ῥηθήσεται γὰρ ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἔτι δὲ πλείονος δεῖται λόγου τὸ κατὰ τὸ τρίτον σημαινόμενον τῆς πληρότητος, ὑπό τε ἄλλων τινῶν καὶ τῶν περὶ τὸν Ἀρχιγένην λεγόμενον. ὥστε καὶ αὐτὸ εἰς αὖθις ἀναβεβλήσθω. τοσοῦτον δ' ἔτι τοῖς εἰρημένοις προσθέντες ἐπὶ τὰ ἑξῆς ἴωμεν.

   Ὅτι κατὰ τὸν τῆς ἀρτηρίας τόπον, ἐναργέστερον γνωριζομένης τῆς τοῦ πυρετοῦ θερμότητος οἵα τίς [549] ἐστιν, ἢ εἰ κατ' ἄλλο τι μόριον ἅπτοιο, πιθανὸν ἔδοξεν εἶναί τισι καὶ τοιοῦτον γένος σφυγμῶν συναριθμῆσαι τοῖς ἄλλοις, δι' οὗ τὴν ποιότητα τῆς θερμότητος γνωρίζομεν, οὗ δηλονότι γένους ὁμαλότης τε καὶ ἀνωμαλία συστήσονται κατὰ μίαν διαστολήν. καὶ διαφοραὶ τῆς ἀνωμαλίας γενήσονται πρώτη μὲν ἥ τε ἐν διαφέρουσι μορίοις καὶ ἡ περὶ ἓν ὁτιοῦν συνισταμένη, τούτων δ' αὖθις τεμνομένων κατὰ τὰς προγεγραμμένας μεθόδους, ἕτεραι πλείους κατὰ μέρος.

   Ἄλλο γένος ἀνωμαλίας τῆς καθ' ἕνα σφυγμὸν, οὐδενὶ τῶν εἰρημένων ὑποπῖπτον σφυγμῶν, τὸ παρὰ τὴν θέσιν τῆς ἀρτηρίας. φαίνεται γὰρ ἔσθ' ὅτε τὸ μέν τι μέρος αὐτῆς εἰς τὰ δεξιὰ παρῆσθαι, τὸ δὲ εἰς τὰ ἀριστερὰ, καὶ τὸ μὲν ὑψηλότερον εἶναι, τὸ δὲ ταπεινότερον, ἤτοι κατὰ δύο τόπους, ἢ πλείονας, τοῦ τοιούτου πάθους συνισταμένου. παράκειται δὲ τοῦτο κατὰ τὴν φαντασίαν τῇ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἀνωμαλίᾳ, καὶ ὡς χρὴ διορίζειν αὐτὸ, ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως λέγεται.

   Ἄλλο γένος ἀνωμαλίας τῆς καθ' ἕνα σφυγμὸν τὸ κυματῶδες καλούμενον, οὗ τὴν ἰδέαν δηλοῖ μὲν ἱκανῶς [550] καὶ αὐτὸ τὸ ὄνομα, χεῖρον δ' οὐδὲν ὑπὲρ σαφηνείας εἰπεῖν τι καὶ ἡμᾶς. οὐχ ἅμα φαίνεται κατὰ τὴν τοιαύτην ἀνωμαλίαν ἡ ἀρτηρία πᾶσα διαστελλομένη, ἀλλὰ τὸ μέν τι πρῶτον αὐτῆς, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, τὸ δὲ τέταρτον. καὶ οὐδὲ ταῦτα ὡς ἔτυχεν, ἀλλὰ σὺν τῷ τὴν ἔπαρσιν κυματώδη γενέσθαι, τοῦ δευτέρου κύματος ἀεὶ τὸ πρότερον ἐκδεχομένου, καὶ ὅπῃ διαφέρει τῆς διακεκομμένης κινήσεως τὸ τοιοῦτον εἶδος τῆς ἀνωμαλίας, οὐ χαλεπὸν φωρᾶσαι. τὴν γὰρ τοῦ προτέρου μέρους τῆς ἀρτηρίας διαστολὴν ἡ τοῦ δευτέρου διαδέχεται, μηδενὸς ἀκινήτου μορίου μεταξὺ πίπτοντος, ἀλλ' ἐγγὺς μὲν ἀκινησίας ἔχεται τῶν κυμάτων τὸ πέρας, οὐ μὴν παντελῆ γε φωράσαις ἂν ἡσυχίαν οὐδενὸς μορίου, τὰ γὰρ συνάπτοντα τὰς κινήσεις εἰς ὕψος, οἷον κυματώδεις ἀναστάσεις, οὐκ ἔστιν ἀκίνητα παντελῶς, ἀλλὰ βραχεῖαν γοῦν τινα διασώζει κίνησιν. διαφέρει δὲ τοῦ σκωληκίζοντος ὁ σφυγμὸς οὗτος μεγέθει. τὸν γοῦν μέγιστον τῶν κυματωδῶν ἐπινοῶν ἀεὶ μειούμενον εἰς οὕτω ποτὲ μικρὸν ἀφίξῃ, ὥστε ἀπορεῖν εἴτε κυματώδης, εἴτε σκωληκίζων ἐστὶν ἤδη. οὐ γὰρ κατὰ τὸ ποιὸν ἐοίκασιν ἀλλήλων διαφέρειν, ἀλλὰ κατὰ τὸ ποσόν. [551] ἔστι δὲ τὸ μέν τι κοινὸν ἀμφοτέροις τε αὐτοῖς καὶ τοῖς εἴδεσιν ἅπασιν αὐτῶν, τὸ δὲ ἴδιον ἑκατέρων. κοινὸν μὲν ἀφ' οὗ καὶ τοὔνομα ἑκατέροις, τῷ μὲν κυματώδει τὸ οἷον κύματα ἐπανίστασθαι κατὰ τὴν ἀρτηρίαν, ἕτερον ἐφ' ἑτέρῳ, τῷ δὲ σκωληκίζοντι σκώληκος ἐοικέναι πορείᾳ, καὶ αὐτοῦ τοῦ ζώου κυματωδῶς κινουμένου, καθάπερ καὶ Δημόκριτος λέγει που περὶ τῶν τοιούτων διαλεγόμενος, τῶν ὅσα κυματοειδῶς ἀνὰ τὴν πορείαν πλάζεται. καὶ δῆλον ὅτι ἡ ἀρχὴ τῆς ἐπιῤῥοῆς ἄνωθέν ἐστιν ἀεὶ καὶ τελευτᾷ πρὸς τὰ πέρατα τῆς ἀρτηρίας. τοῦτο μὲν οὖν τὸ κοινόν. διαφοραὶ δ' αὐτῶν αἱ κατ' εἶδος ᾧδέ πως συνίστανται. τινὲς μὲν εἰς εὐθὺ τὸ κῦμα φερόμενον ἔχουσι, τινὲς δὲ καὶ εἰς τὸ πλάγιον ἐκκλῖνον, καὶ τινὲς μὲν ἐν βραχείᾳ τῇ κατὰ τὸ μῆκος διαστάσει τὸ ὕψος ἱκανὸν, τινὲς δ' ἔμπαλιν ἐν μακροτέρᾳ τῇ διαστάσει τὸ ὕψος ταπεινὸν, καὶ οἱ μὲν πλατὺ, οἱ δὲ στενὸν, καὶ οἱ μὲν ἰσοταχεῖς, οἱ δ' οὔ. οὕτω δὲ καὶ τόνου τῷ μὲν μᾶλλον, τῷ δὲ ἧττον μέτεστι τῶν κυμάτων. ἐνίοτε δὲ καὶ κατὰ πάσας ἅμα τὰς εἰρημένας διαφορὰς ἡ ἀνωμαλία συνίσταται. ἀλλ' οὐδὲ διὰ μίαν ἄλλην τῶν εἰρημένων ἀνωμαλιῶν οὕτως ὀνομάζονται, [552] οὐδ' ἔστιν οὐδ' ἑτέροις αὐτῶν, οὔτε τοῖς κυματώδεσιν οὔτε τοῖς σκωληκίζουσι, τὸ εἶναι τοιούτοις δι' ἄλλην τινὰ πλὴν τῆς κατὰ τὸ ποσὸν τῆς διαστολῆς. αὕτη γὰρ μόνη ἡ ἀνωμαλία προσλαβοῦσα τὴν κατὰ τὸ πρότερον καὶ ὕστερον τῶν μορίων κίνησιν τοὺς τοιούτους συνίστησι σφυγμοὺς, ὥστ' εἶναι σύνθετον τὴν γένεσιν αὐτῶν ἔκ τε τῶν ἀνωμάλων, κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐν διαφέρουσι μορίοις, καὶ τῶν μὴ ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἐχόντων κινούμενα· οὐ μὴν εὕρηταί γέ πω καθ' ἑαυτὴν ἡ τοιαύτη ἀνωμαλία, ὥστε τὸ πρότερον μόριον τῆς ἀρτηρίας πρότερον φαίνεσθαι κινούμενον, ἀλλ' ὅταν γίγνηται, πάντως τις αὐτῇ καὶ τῶν ἄλλων τῶν προειρημένων μίγνυται. τὸ γὰρ ὑπ' Ἐρασιστράτου λεγόμενον, ὡς ἀεὶ τὸ πρότερον φαίνεται κινούμενον, οὐ τὸ τῆς αἰσθήσεως πάθος διδάσκει. πᾶν γὰρ τοὐναντίον καὶ καταψεύδεται τοῦ φαινομένου, δόγματος δὲ ἕνεκα λέγεται, καθάπερ καὶ ἄλλα πολλὰ πολλοὶ τῶν δόγμασι συναγορευόντων ἀναπλάσαντες ἔγραψαν ὡς φαινόμενα μηδ' ὄναρ πώποτε πεφηνότα.

[553]    Ὥσπερ δὲ τὸν κυματώδη σφυγμὸν ὁ σκωληκίζων διαδέχεται μικρότερον γενόμενον, οὕτω τὸν σκωληκίζοντα ὁ μυρμηκίζων, ὅταν ἀπολλυμένων τῶν κινήσεων τῶν πολλῶν εἰς μίαν, καὶ ταύτην παντελῶς μικρὰν τελευτήσῃ, καὶ διὰ τοῦτο οὐδ' ἀνώμαλος παντελῶς φαίνεται, καίτοι πιθανόν ἐστιν ἐκ τοῦ γένους αὐτῶν εἶναι τῶν ἀνωμάλων, ἀλλὰ διὰ τὴν μικρότητα λανθάνει ἡ ἀνωμαλία. κέκληται δ' οὗτος ὁ μυρμηκίζων ἀπὸ τῆς πρὸς τὸ ζῶον τὸν μύρμηκα ὁμοιότητος, ὡς μέν τινές φασι κατὰ σμικρότητα, ὡς ἕτεροι δὲ διὰ τὸν τρόπον τῆς κινήσεως, ἵν' ὁμοίως τῷ σκωληκίζοντι καὶ δορκαδίζοντι, καὶ οὗτος ᾖ κεκλημένος. ἐκεῖνοί τε γὰρ ὁμοιότητι κινήσεως τῆς πρὸς τὰ ζῶα ὧν τὴν ἐπωνυμίαν ἔχουσιν ἐκλήθησαν, οὗτός τε αὐτὸς ὁ μυρμηκίζων οὕτως. τινὲς δὲ καὶ δι' ἄμφω φασὶν αὐτὸν οὕτως ὀνομάζεσθαι, διά τε τὴν μικρότητα καὶ τῆς κινήσεως τὸ εἶδος. ἡμῖν δὲ περὶ μὲν τούτων οὐ φιλοτιμητέον, οἷος δ' ἐστὶν ὁ μυρμηκίζων, λεκτέον. ἔστι δὲ μικρὸς ἄγαν, οὗ μικρότερος ἄλλος οὐκ ἔστιν, ὡσαύτως δὲ καὶ ἀμυδρότατος πάντως καὶ πυκνότατος, οὐ μὴν ταχύς γε, ὥς τισι δοκεῖ. δειχθήσεται δὲ τοῦτο ἐν τοῖς περὶ [554] σφυγμῶν διαγνώσεως. ἀλλὰ νῦν γε τὸ λεῖπον ἔτι προσθέντες τῆς περὶ τῶν κατὰ μίαν διαστολὴν ἀνωμάλων σφυγμῶν διαφορᾶς, ἐπὶ τοὺς ἄλλους μεταβῶμεν.

   Εἰσὶ δὲ οἵ τε κλονώδεις ἔτι καὶ οἱ σπασμώδεις, ἐοικότες μὲν ἀλλήλοις τῷ μὴ φυλάττειν ἕνα τόπον τὴν ἀρτηρίαν, ἀλλ' ἄνω τε καὶ κάτω φέρεσθαι, τῆς κατὰ φύσιν θέσεως ἐξισταμένης, διαφέροντες δὲ καὶ κατὰ τοῦτο μὲν αὐτὸ, βραχὺ γὰρ τοῦ τοιούτου παθήματος οἱ σπασμώδεις μετέχουσι, μέγα δὲ καὶ σαφὲς ἱκανῶς τοῖς κλονώδεσιν ὑπάρχει, καὶ καθ' ὅσον δὲ οἱ μὲν σπασμώδεις ἑκατέρωθεν ἐκ τῶν περάτων ἀνθέλκεσθαι καὶ τείνεσθαι καὶ σπᾶσθαι φαίνονται, τοῖς κλονώδεσι δὲ οὐδὲν τοιοῦτον ὑπάρχει. καὶ προσέτι μεγάλη μὲν πολλάκις ἡ διαστολὴ τοῖς κλονώδεσι, μικρὰ δ' ἀεὶ τοῖς σπασμώδεσι. καὶ τῶν μορίων τῆς ἀρτηρίας τὰ μὲν ἀναφέρεσθαι, τὰ δὲ καταφέρεσθαι καθ' ἕνα καὶ τὸν αὐτὸν χρόνον ἐν τοῖς κλονώδεσι φαίνεται ἐναργῶς, τῶν σπασμωδῶν παντελῶς ὀλίγοις καὶ ἀμυδρῶς τοῦ τοιούτου συμπιπτόντος. καθ' ὅλου δὲ φάναι οἷον χορδῆς τινος τεταμένης αἴσθησίς ἐστιν ἐπὶ τοῦ σπασμώδους σφυγμοῦ, καθ' ὃ [555] καὶ οὐδενὶ τῶν ἄλλων ἔοικεν· ἐπὶ τῶν κλονωδῶν οὐδὲν τοιοῦτον φαίνεται. μάλιστα γὰρ ἄν τις αὐτῶν τὴν κίνησιν εἰκάσειε τοῖς ἀκοντίοις, ὅσα σφοδρῶς ἀφεθέντα ταχέως φέρεται κραδαινόμενα. καλοῦσι γὰρ οὕτως τὸν πυκνὸν αὐτὸν καὶ ἀνώμαλον σεισμὸν, ὅπερ οὐχ ὑπάρχει τοῖς σπασμώδεσι. τούτους δὲ πάντας τοὺς σφυγμοὺς, τοὺς ἔξω τῶν πέντε γενῶν τῶν πρώτων, κατὰ μίαν διαστολὴν ἀνωμάλους γενομένους, δύο ταῦτα προσιόντα συνίστησι, τό τε παρὰ τὴν θέσιν τῆς ἀρτηρίας εἶδος τῆς ἀνωμαλίας καὶ τὸ πρωϊαίτερον ἢ ὀψιαίτερον ἄρχεσθαι τῆς κινήσεως τὰ μόρια, τὸν μὲν πρῶτον ἐν αὐτοῖς ῥηθέντα, τὸν παρὰ τὴν θέσιν τῶν μορίων ἀνώμαλον, αὐτὸ τοῦτο μόνον, τοὺς δὲ ἄλλους καὶ τοῦτο μὲν, καὶ ἄλλαι δέ τινες ἀνωμαλιῶν προσιοῦσαι διαφοραὶ τῶν πρώτων πέντε γενῶν. σύνθετοι γὰρ αἵ τε νοήσεις καὶ αἱ γενέσεις αὐτῶν, τοῦ τε κυματώδους καὶ τοῦ σκωληκίζονος καὶ τοῦ κλονώδους καὶ τοῦ σπασμώδους. ὁ δὲ μυρμηκίζων, ὡς ἔφαμεν, ἀνώμαλος μέν ἐστιν, οὐ μὴν καὶ φαίνεταί γε.

[556]    Καὶ ὁ δορκαδίζων δὲ κληθεὶς ὑπὸ Ἡροφίλου σφυγμὸς ἔστι μὲν ἐκ τῶν κατὰ μίαν διαστολὴν ἀνωμάλων, σύνθετος δὲ καὶ αὐτός ἐστιν, οὐδετέρας ἐφαπτόμενος τῶν προσιουσῶν τοῖς πρώτοις πέντε γένεσιν ἀνωμαλιῶν, ἀλλ' ὅταν καθ' ἓν μόριον ὁτιοῦν διακόπτηται τὴν κίνησιν ἡ ἀρτηρία, τηνικαῦτα μάλιστα γενόμενος, οὐχ ἁπλῶς. οὐ γὰρ ὅλον τοῦτο τὸ γένος δορκαδίζων ἐστὶ σφυγμὸς, ἀλλ' ὅταν ἡ μετὰ τὴν ἡσυχίαν δευτέρα κίνησις ὠκυτέρα τε καὶ σφοδροτέρα τῆς προτέρας ᾖ. τῷ γὰρ τοιούτῳ μόνῳ τοῦτο ἐπίκειται τὸ ὄνομα, κατὰ τὴν πρὸς τὰ ζῶα τὰς δορκάδας ὁμοιότητα. καὶ γὰρ ἐκεῖνα τοῦτον φαίνεται πηδῶντα τὸν τρόπον, οἷον διπλῆν τινα κίνησιν ποιούμενα. πρὸς βραχὺ γὰρ ὑψώσαντα ἑαυτὰ, καί τινα δόκησιν, ὡς αὐτοῦ που τὴν κίνησιν καταπαύσαντα παρασχόντα, δευτέραν ἀδόκητον ὁρμὴν κινήσεως ποιεῖται, πολὺ τῆς πρόσθεν ὠκυτέραν, ὡς οἷον ἐπεμπηδῶντα ἑαυτοῖς. αὗται αἱ πᾶσαι κατὰ μίαν διαστολὴν ἀνωμαλίαι.

   Περὶ δὲ τῆς κατὰ πυκνότητα καὶ ἀραιότητα καὶ ῥυθμὸν νῦν ἐροῦμεν. οἴονται δὲ συστηματικὰς [557] μόνον γίνεσθαι τὰς τοιαύτας ἀνωμαλίας. οὕτω δὲ καλοῦσι τὰς ἐν πλείοσι σφυγμοῖς συνισταμένας. εἴπωμεν δὲ πρότερον περὶ τῶν ἐν ἀθροίσματι γινομένων, εἶθ' οὕτως ἐπὶ τὰς καθ' ἕνα μεταβησόμεθα, προχειρισάμενοι παραδείγματος ἕνεκα μίαν αἵρεσιν τῶν περὶ πυκνότητος γεγενημένων, ἥπερ δὴ καὶ σαφεστάτη ἐστὶ, περὶ τὰ διαλείμματα τῶν πληγῶν συνίστασθαι νομίζουσα τὸ γένος τοῦτο τῶν σφυγμῶν. ὅταν οὖν ἑξῆς ᾖ πάντα τὰ διαλείμματα ἴσα κατὰ πάντας τοὺς σφυγμοὺς, ὁμαλὸν τοῦτον εἶναί φασι, εἰ δὲ τὰ μὲν μείζω, τὰ δ' ἐλάττω, δηλονότι ἀνώμαλον, ἐν πυκνότητι καὶ ἀραιότητι. καὶ τὸν ῥυθμὸν δ' ὡσαύτως ἐν τῷ λόγῳ τοῦ χρόνου τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος συνιστάμενον, ὅταν ἐφεξῆς ὁ αὐτὸς μένῃ, τότε εἶναί φασιν ὁμαλὸν, εἰ δὲ μεταβάλλει τὸν ἐξ ἀρχῆς λόγον, ἀνώμαλον γίγνεσθαι, καθάπερ εἰ καὶ τῶν διαλειμμάτων, ἃ καὶ ἡσυχίας καλοῦσιν, μεταπέσῃ τὰ μεγέθη, τὴν κατὰ πυκνότητα καὶ ἀραιότητα γίγνεσθαι ἀνωμαλίαν. ταῦτα μὲν οὖν ὀρθῶς λέγουσιν, καὶ ἔστιν ἀπὸ τῆς εἰρημένης αἱρέσεως ἐπὶ τὰς ἄλλας μετιόντα γνωρίζειν ὁμαλότητά τε καὶ ἀνωμαλίαν ἐν ἀμφοτέροις τοῖς γένεσι, τὴν ἐν πλείοσι, [558] ὡς ἔφαμεν, σφυγμοῖς συνισταμένην, ἣν καὶ συστηματικὴν καλοῦσιν.

   Περὶ δὲ τῆς καθ' ἕνα σφυγμὸν ἀνωμαλίας αὐτῶν, ἣν ἅπαντες παραλελοίπασιν, οὐκ ἔθ' ὁμοίως σαφὲς, ἀλλ' ὑπὲρ τοῦ μηδὲν λείπειν τῇ προκειμένῃ πραγματείᾳ καὶ περὶ τούτων πειράσομαι καθ' ὅσον οἷόν τε σαφῶς εἰπεῖν ἀρχὴν τοῦ λόγου τήνδε ποιησάμενος. τὰ μόρια τῆς ἀρτηρίας ἤτοι πάνθ' ἅμα τῆς κινήσεως ἄρχεται, ἢ τὰ μὲν αὐτῶν πρωϊαίτερον, τὰ δὲ ὀψιαίτερον. εἰ μὲν οὖν πάνθ' ἅμα κινεῖσθαι ὑπάρξαιτο, εἶτα καὶ κινηθέντα μὴ ἐν ἴσοις χρόνοις αὖθις τῆς δευτέρας διαστολῆς ἅμα πάλιν ἄρξαιτο, τῶν δύο γενῶν ἀνωμαλία καθ' ἕνα σφυγμὸν συστήσεται, ὅτι μὲν ἐγένετο, γνωρισθεῖσα, τῆς δευτέρας διαστολῆς ἀρξαμένης, οὐ μὴν ἐν τῇ γε δευτέρᾳ τὴν ὕπαρξιν ἔχουσα, ὥσπερ οὐδὲ ὁ ῥυθμὸς αὐτὸς, οὐδὲ τὸ κατὰ πυκνότητα καὶ ἀραιότητα γένος. καὶ γὰρ καὶ ταῦτα καθ' ἕνα μὲν σφυγμὸν γίγνεται, δεῖται δὲ πάντως εἰς τὸ γνωσθῆναι τοῦ δευτέρου. πρὶν γὰρ ἄρξασθαι τοῦτον, οὐχ οἷόν τε τοῦ προτέρου τὸ πέρας γνωρίσαι. ἔτι δ' ἀγνώστου μένοντος τοῦ πέρατος, οὔτε τὴν πυκνότητα δυνατὸν, [559] ἢ τὴν ἀραιότητα, οὔτε τὸν ῥυθμὸν ἐπιγνῶναι. ὥστε καὶ περὶ τὴν τῆς ἀνωμαλίας γένεσιν, ἣν εἰρήκαμεν, οὐδὲν θαυμαστὸν ἀναμένειν τῆς δευτέρας διαστολῆς τὴν ἀρχήν. οὐ μὴν τούτου γε ἕνεκα συστηματικὴν αὐτὴν χρὴ νομίζειν. ἀμέλει πρὶν συμπεραθῆναι τὴν δευτέραν διαστολὴν, εὐθὺς ἀρχομένης αὐτῆς γνωρίζεται, μηδὲν μήτε τοῦ δευτέρου σφυγμοῦ δεηθέντων ἡμῶν μήτε τοῦ τρίτου μήτε τῶν ἑξῆς. οὕτως ἐν τῷ πρώτῳ μόνῳ γίγνεται. διὰ τοῦτ' οὖν ἔφαμεν, ὅταν ἅμα πάντων τῶν μορίων ἀρξαμένων κινεῖσθαι κατά τε τὴν προτέραν καὶ τὴν δευτέραν διαστολὴν, μὴ ἴσος αὐτοῖς ὁ τῆς κινήσεως γένηται χρόνος, τῶν δύο γενῶν ἀνωμαλίαν συνίστασθαι, τὴν μὲν κατὰ πυκνότητα καὶ ἀραιότητα τῷ τῶν διαλειμμάτων ἀνίσῳ, τὴν δὲ κατὰ ῥυθμὸν τῷ λόγῳ τοῦ χρόνου τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος. ὁ μὲν γὰρ τοῦ πρώτου πάντων παυσαμένου τῆς κινήσεως μορίου χρόνος ἐλάχιστος ἔσται, μέγιστος δὲ ὁ τοῦ ὑστάτου. οἱ δ' ἐν τῷ μέσῳ ἀνάλογον, ἐφ' ὅσον ἂν ἢ τοῦ πρώτου ἢ τοῦ ἐσχάτου ἀφεστηκότες ὦσιν. ἔμπαλιν δὲ τοῖς τῶν κινήσεων χρόνοις οἱ τῶν ἡσυχιῶν μείζους μὲν ἔσονται περὶ τὰ πρῶτα παυσάμενοι, [560] ἐλάττους δὲ περὶ τὰ ὕστατα, ὥστε ὁ μὲν κατὰ τὸ πρῶτον παυσάμενον μόριον χρόνος τῆς κινήσεως ἐλάχιστος ὢν μεγίστῳ παραβάλλεται χρόνῳ τῷ τῆς κατὰ τὸ αὐτὸ μόριον ἡσυχίας, ὁ δὲ κατὰ τὸ ὕστατον μέγιστος ὢν ἁπάντων τῶν τῆς κινήσεως χρόνων ἐλαχίστῳ τῷ τῆς κατὰ τὸ αὐτὸ μόριον ἡσυχίας παραβάλλεται, καὶ οὕτως ὁ ῥυθμὸς ὑπαλλάττεται καθ' ἑκάστην, εἰς ὅσον ὁ λόγος τοῦ τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς ἡσυχίας οὐχ ὁ αὐτὸς ἐν ἅπασι μένει. ἂν μέντοι τῆς προτέρας διαστολῆς, ἅμα μὲν ἁπάντων τῶν μορίων τὴν ἀρχὴν τῆς κινήσεως ποιησαμένης, οὐκ ἰσόχρονον δὲ πᾶσιν ἡ δευτέρα διαστολὴ μὴ ἅμα πάντων ποιήσηται τὴν ἀρχὴν τῆς κινήσεως, ἀλλὰ προτέρου μὲν τοῦ προτέρου παυσαμένου, καὶ τοσούτῳ γε προτέρου, ὅσῳ πρότερον ἐπαύσατο, δευτέρου δὲ τοῦ δευτέρου, καὶ οὕτως ἑξῆς ἡ μὲν κατὰ τὸν ῥυθμὸν ἀνωμαλία γένοιτ' ἂν οὕτως, ἡ δὲ κατὰ πυκνότητα καὶ ἀραιότητα οὐκ ἔτι. τὸ μὲν γὰρ τῆς ἡσυχίας ἴσον ἐν ἅπασι γενόμενον οὐδεμίαν ἐργάσεται κατὰ πυκνότητα καὶ ἀραιότητα διαφοράν· οὐ μὴν ὅ γε λόγος ὁ αὐτὸς ἔσται τοῦ τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς ἡσυχίας, εἴ γε ὁ μὲν τῆς κινήσεως οὐκ ἴσος ἦν ἅπασιν, ὁ δὲ τῆς [561] ἡσυχίας ἴσος, ὥστ' οὐδὲ ὁ ῥυθμὸς ἅπασιν ὁ αὐτός. εἰ δ' ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἀρξάμενα κινεῖσθαι, μήθ' ἅμα πάλιν ἄρξαιτο τῆς δευτέρας διαστολῆς μήθ' ἅμα παύσαιτο τῆς προτέρας, ἀλλὰ μηδὲ τὸ τῆς ἡσυχίας ἴσον ἐν ἅπασι γένοιτο, διττὴν ἐν τῷ τοιούτῳ διαφορὰν ἀνάγκη συστῆναι, τῆς μὲν κατὰ πυκνότητα καὶ ἀραιότητα καθ' ἑτέραν τῶν διαφορῶν ἀνωμαλίας συνισταμένης, οὐ μὴν τῆς γε κατὰ τὸν ῥυθμὸν ἐξ ἀνάγκης. ἐνδέχεται γὰρ ἐν τῷ αὐτῷ λόγῳ πάντων τῶν μορίων τοὺς τῆς κινήσεως χρόνους πρὸς τοὺς τῶν ἡσυχιῶν γενέσθαι. καὶ εἰ τοῦτο συμβαίνει, καὶ ὁ ῥυθμὸς ὁμαλὸς ἂν εἴη, μὴ σωζομένου δὲ τοῦ αὐτοῦ κατὰ πάντα τὰ μόρια λόγου, καὶ γὰρ καὶ τοῦτο ἐνδέχεται γενέσθαι, διαφθαρείη ἂν οὕτω καὶ ὁ ῥυθμός. εἰ δ' αὖ πάλιν ἅμα πάντων ἀρξαμένων τῶν μορίων κινεῖσθαι, καὶ κινηθέντων ἐν ἴσῳ χρόνῳ τῆς δευτέρας διαστολῆς, μὴ ἅμα πάντα τὰ μόρια τὴν αὐτὴν ἀρχὴν ποιήσαιτο, ἀλλὰ τὰ μὲν πρωϊαίτερον αὐτῶν ἄρξαιτο, τὰ δὲ ὀψιαίτερον, οὔτε ὁ ῥυθμὸς ἔτι ὁμαλὸς οὔτε ἡ κατὰ πυκνότητα καὶ ἀραιότητα διαφορά. ταύτην μὲν γὰρ ἀνώμαλον ποιεῖ τῶν ἡσυχιῶν τὸ ἄνισον, τὸν δὲ ῥυθμὸν [562] ἡ τῶν λόγων ἑτερότης, ἁπάντων μὲν τῶν μορίων ἐν ἴσῳ χρόνῳ κινηθέντων, οὐ μὴν καὶ ἡσυχασάντων ἐν ἴσῳ χρόνῳ. τοσαῦται μὲν ἀνωμαλίας αἱ διαφοραὶ, τῆς καθ' ἕνα σφυγμὸν ἀμφοῖν τοῖν γενοῖν, ὅταν ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἄρξηται διαστέλλεσθαι· ὅταν δὲ τὸ μὲν πρότερον αὐτῶν, τὸ δὲ δεύτερον ἄρξηται τοῦ διαστέλλεσθαι, παυσαμένων μὲν ἁπάντων ἅμα, καὶ αὖθις τῆς δευτέρας διαστολῆς ἀρξαμένων ἅμα, κατὰ θάτερον γένος τὸ τοῦ ῥυθμοῦ μόνον, τὴν ἀνωμαλίαν ἀνάγκη γίνεσθαι. τὰ μὲν γὰρ διαλείμματα τῶν κινήσεων ἴσα πᾶσιν ἔσται τοῖς μορίοις, ὥστε οὐδεμία κατά γε τοῦτο τὸ γένος ἀνωμαλία συστήσεται. ἴσῳ δὲ ὄντι τῷ χρόνῳ τῷ τῆς ἡσυχίας ἐν ἅπασι τοῖς μορίοις ἄνισος παραβαλλόμενος, ὁ τῆς καθ' ἕκαστον αὐτῶν κινήσεως ἐν διαφέρουσι λόγοις τὸν ἑκάστου μορίου ῥυθμὸν ἀποτελέσει. εἰ δὲ κατὰ τὸν αὐτὸν τρόπον ἄρξαιτο τῆς δευτέρας διαστολῆς ἡ ἀρτηρία, καθ' ὃν καὶ τῆς προτέρας, ὥστε καθ' ἑκατέραν τῶν διαστολῶν ταὐτὸ μόριον ἄρχεσθαι πρωϊαίτερον ἑτέρου τῷ ἴσῳ, καὶ τοῦτ' ἐν ἅπασι τοῖς μορίοις φυλάττοιτο, παυσαμένων αὐτῶν ἅμα τῆς προτέρας διαστολῆς, [563] ἀνάγκη καθ' ἑκάτερον τῶν γενῶν γενέσθαι τὴν ἀνωμαλίαν. ὁ μὲν γὰρ πᾶς χρόνος ὁ συγκείμενος ἔκ τε τῆς κινήσεως καὶ τοῦ διαλείμματος ἴσος ἔσται πᾶσι τοῖς μορίοις τῆς ἀρτηρίας. ἄνισοι δὲ οἱ τῶν κινήσεων λόγοι πρὸς τοὺς τῶν ἡσυχιῶν, τῷ τὸν ὅλον χρόνον μὴ εἰς ἴσα τέμνεσθαι. τῶν μὲν γὰρ πρότερον ἀρξαμένων μορίων κινεῖσθαι ὁ μὲν τῆς κινήσεως χρόνος μείζων ἔσται τοῦ τῶν ὕστερον ἀρξαμένων, ὁ δὲ τοῦ διαλείμματος ἐλάττων. τῶν δ' ὕστερον ἀρξαμένων ἔμπαλιν ὁ μὲν τῆς κινήσεως χρόνος ἐλάττων, ὁ δὲ τῆς ἡσυχίας μείζων. ὥστε ἀνάγκη καὶ τὸν ῥυθμὸν ἄνισον εἶναι καθ' ἕκαστον τῶν μορίων, καὶ τὴν κατὰ πυκνότητα δὲ καὶ ἀραιότητα συνίστασθαι περὶ αὐτοὺς ἀνωμαλίαν, ἀναγκαῖον, εἰς ὅσον οἱ τῶν διαλειμμάτων χρόνοι διαφέρουσι. εἰ δ' ὁμοίως τῆς δευτέρας διαστολῆς τὴν ἀρχὴν τῆς τῶν μορίων κινήσεως ποιησαμένης, ἥν περ ἡ προτέρα ἐπεποίητο, τουτέστιν ἵνα καθ' ἑκατέραν τὸ αὐτὸ μόριον ἄρχηται, τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον τῆς κινήσεως, ἡ τελευτὴ τῆς προτέρας διαστολῆς, μὴ ἴση πᾶσι γένοιτο, δύο ἔσονται διαφοραί. δύναται γὰρ καὶ πολλῷ πρότερον παύσασθαι [564] τὸ πρότερον τῆς κινήσεως ἀρξάμενον μόριον, δύναται δὲ καὶ ὕστερον. εἰ μὲν γὰρ ἐν ἴσῳ παύσαιτο τὸ πρότερον. ὅσῳ πρότερον ἤρξατο, κατ' ἄμφω τὰ γένη, γένοιτ' ἂν οὕτως ὁμαλὸς σφυγμός. εἰ δὲ πολλῷ παύσαιτο πρότερον, ἤπερ ἤρξατο, τὴν ἀνωμαλίαν οὕτω γεννήσει τῶν δύο γενῶν. παυσάμενον δ' ὕστερον τὸ πρότερον ἀρξάμενον πάντως ἐργάσεται τῶν δύο γενῶν τὴν ἀνωμαλίαν, ἄν τε πολλῷ τύχῃ παυσάμενον ὕστερον ἄν τε ὀλίγῳ. εἰ δὲ μήτε τῆς προτέρας διαστολῆς ἡ ἀρχὴ πᾶσιν ἅμα τοῖς μορίοις γένοιτο μήτε τῆς δευτέρας, ἐνδέχεται ποτὲ μὲν τὸν ῥυθμὸν ὁμαλὸν γίνεσθαι, ἐνδέχεται δὲ καὶ τὸ τῆς πυκνότητος καὶ ἀραιότητος γένος, εἰ μὲν οὕτω μερισθεῖεν οἱ τῶν κινήσεων χρόνοι πρὸς τοὺς τῶν ἡσυχιῶν. ὥστε τὸν αὐτὸν ἐν ἅπασιν εἶναι λόγον, ὁμαλοῦ τοῦ ῥυθμοῦ γιγνομένου. εἰ δ' οἱ τῶν ἡσυχιῶν χρόνοι μόνοι ἴσοι γενηθεῖεν, ὁμαλότης ἐν θατέρῳ γένει. ταῦτα μὲν οὖν σπάνια, τὰ δὲ τῶν ἀνωμαλιῶν ἱκανῶς πολλά. καὶ γὰρ ἅμα πάντα δύναται τῆς κινήσεως παύσασθαι τὰ μόρια καὶ οὐχ ἅμα, κᾀν τῷ μὴ ἅμα παύσασθαι τὰ μὲν πρότερον, τὰ δ' ὕστερον, καὶ ἤτοι πολλῷ πρότερον, ἢ πολλῷ ὕστερον. οἷαι δὲ καὶ [565] ὅσαι γένοιντ' ἂν αἱ ἀνωμαλίαι, κατὰ ταῦτα τοῖς προειρημένοις ἂν εὑρίσκοις. ὥστε οὐδὲν δεῖ μηκύνειν ἔτι. μόνον δὲ ὑπομνήσαντας, ὡς τὸ προτεθὲν ἀποδέδεικται, τὸ γίνεσθαί τινας καὶ καθ' ἕνα σφυγμὸν ἀνωμαλίας, ἔν τε τῷ κατὰ πυκνότητα καὶ ἀραιότητα γένει, κᾀν τῷ κατὰ τὸν ῥυθμὸν, ἐνταῦθά που καταπαῦσαι καιρὸς ἤδη τὸν πρῶτον λόγον. ἃ γὰρ ἐπὶ μιᾶς αἱρέσεως, τῆς μεριζούσης εἰς πληγὴν καὶ διάλειμμα τὸν σφυγμὸν, ὡς ἐπὶ παραδείγματος εἰρήκαμεν, οὐδὲν χαλεπὸν καὶ ἐπὶ τὰς ἄλλας μεταφέρειν, ὁμοίως ἡμῶν καὶ κατ' ἐκείνας ἁπάσας ἀποδεῖξαι δυναμένων ἐν τοῖς δύο γένεσι τούτοις, ὑπὲρ ὧν δὴ πέπαυμαι λέγων, τὰς καθ' ἕνα σφυγμὸν ἀνωμαλίας συνισταμένας.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΦΥΓΜΩΝ.

ΛΟΓΟΣ Β.

[566]   Οὐ τὴν αὐτὴν χρείαν ἐπαγγέλλεται τόδε τὸ γράμμα τῷ πρόσθεν, ἀλλ' ὃν ἔχει λόγον ἐλλέβορος, ἢ σκαμμωνία πρὸς ἄρτον, ἢ κρέας, τοῦτον καὶ τὰ νῦν λεχθησόμενα πρὸς τὰ εἰρημένα. τρέφειν μὲν γὰρ ἐκεῖνα τὰς ὑγιαινούσας ἐδύνατο ψυχὰς, ἐκκαθαίρειν δὲ ταῦτα τὰς μοχθηρὰς δόξας, ὥσπερ τινὰ νοσήματα. συγκατασκευάζεσθαι δ' εἰκὸς τοῖς ἐλέγχοις τῶν διημαρτημένων πίστιν βεβαίαν τῶν ὀρθῶς εἰρημένων. ὥστ' εἴ τις τῷ παρόντι λόγῳ καὶ ταύτην προσθείη τὴν χρείαν, εὑρήσει τινὰ καὶ ὠφέλειαν ἑπομένην.

[567]    Ἔστι δὴ πρῶτός μοι λόγος πρὸς τοὺς σοφιστὰς ὁ περὶ τῆς χρήσεως τῶν ὀνομάτων. ἡμεῖς γὰρ ἑπόμεθα τῇ τῶν Ἑλλήνων συνηθείᾳ· καὶ γὰρ ἐτράφημεν ἐν αὐτῇ, πειρώμεθά τε διὰ τῶν σαφεστάτων ὀνομάτων ἑρμηνεύειν ἀεὶ τὸ νοούμενον, οὐ μὴν ἐγκαλοῦμέν γε τοῖς ὀλιγωροῦσιν αὐτῆς, ἀλλ' εἰ καὶ καθ' ἑκάστην λέξιν ἐθέλοι τις βαρβαριστὶ φθέγγεσθαι, μὴ λυμαινόμενος τῷ σαφεῖ τῆς ἑρμηνείας, οὐδὲν ἡμῖν μέλει. τούτου γὰρ ἕνεκα χρώμεθα τῇ πρὸς ἀλλήλους διαλέκτῳ, τοῦ νοῆσαι τὰ δηλούμενα, καὶ τοῦτον ἡγούμεθα κάλλιστα χρῆσθαι λόγῳ, τὸν ἐναργέστατα δηλοῦν ἃ βούλεται δυνάμενον. ἡ μὲν ἡμετέρα προαίρεσις τοιαύτη, μέτριος, ὡς νομίζω, καὶ φιλάνθρωπος, οὐ μὴν ἐπιτρέπουσιν ἡμῖν οἱ σοφισταὶ, ἀλλ' ὥσπερ ἀλλήλοις ἐρίζουσι περὶ τῶν ὀνομάτων, ἀμελοῦντες αὐτῶν τῶν πραγμάτων, οὕτω καὶ ἡμῖν ἐπηρεάζουσιν ὑβρίζοντες ἀεὶ, καὶ καταγελῶντες, εἰ μὴ χρησαίμεθα τοῖς ἐκείνων ὀνόμασιν. εἰ μὲν οὖν ἅπαντες συνθέμενοι μίαν διάλεκτον ὥσπερ νόμισμα καινὸν ὑπὸ ψηφίσματος εἰσηγήσαντο, τάχα ἂν ἐπειράθημεν ἐπιλαθέσθαι [568] μὲν τῆς τῶν Ἑλλήνων, ἐκμαθεῖν δὲ τὴν πρὸς ἐκείνων νομοθετηθεῖσαν. ἀλλ' οὐδ' εἰ τῶν βαρβάρων τινὰ μιᾷ διαλέκτῳ συνέθεντο χρήσασθαι, μαθεῖν ἂν οὐδὲ ταύτην ὠκνήσαμεν, ὑπὲρ τοῦ πάντ' αὐτοῖς χαρίσασθαι. ἐπεὶ δὲ οὐχ Ἑλληνικὴν διάλεκτον εἰλικρινῶς οὐδεμίαν, οὐδὲ βάρβαρον ἁπλῶς, ἀλλά τινα μικτὴν ἐξ ἁπασῶν, οἷον καρύκην, ἤ τινα ποικιλωτέραν τε καὶ ἀλλοκωτέραν καρύκης συντιθέασιν, ὡς ἂν ἕκαστος αὐτῶν βούληται, τὰ μὲν ἐκ Φοινίκης τε καὶ Συρίας, τὰ δὲ ἐξ Αἰγύπτου τε καὶ Θρᾴκης, ἢ ποθὲν ἄλλοθεν συμφορήσας, εἶτα τοῖς τῶν Ἑλλήνων ὀνόμασι μιγνὺς, οὐδὲ τούτοις γνησίοις, ἀλλὰ πολυειδῶς παρεφθαρμένοις, ἐγὼ μὲν οὐκ ἔχω μὰ τοὺς θεοὺς, ὅ τι καὶ γένωμαι, μήτ' ἐκμανθάνειν τὰς τοιαύτας διαλέκτους δυνάμενος μήτ' ἐκείνους πείθων μίαν ἐκμανθάνειν τὴν τῶν Ἑλλήνων, μήτ' ἐπειδὴ τούτων οὐδ' ἑτέρου τυγχάνω, τοῦ γοῦν τρίτου τε καὶ λοιποῦ τυχεῖν παρ' αὐτῶν δυνάμενος, τοῦ συγχωρεῖν ἡμῖν, ἐν ᾗ τεθράμμεθα φωνῇ, ταύτῃ χρήσασθαι. τὸ μὲν δὴ περὶ τὴν τῶν ὀνομάτων χρῆσιν κακὸν τηλικοῦτον.

[569]    Ἕτερον δὲ τὸ περὶ τοὺς ὁρισμοὺς μακρῷ τούτου χαλεπώτερον. ἔνιοι γὰρ αὐτῶν δοκοῦσί μοι μηδὲ λάχανον ἂν πρίασθαι χωρὶς ὅρου, καὶ ταῦτα μέντοι μηδ' ὄναρ διαλεκτικῆς ἡμμένοι, καὶ προτείνουσιν, ὡς ἂν τοιοῦτοί τε κᾀν τοιούτοις τεθραμμένοι, τῶν ὀνομάτων τι τούτων τῶν καλῶν τῶν ἐκ μέσης Συρίας, ἢ Κιλικίας, καὶ τοῦτο ὁρίζεσθαι κελεύουσιν, ὃ μηδ' ἴσως ἤκουσε τὴν ἀρχὴν ἄνθρωπος Ἕλλην μηδὲ πώποτε. εἶθ' ὁ μὲν, ὡς ἂν ξένον τε καὶ βάρβαρον ἀγνοεῖ, ὁ δ' ἤδη καταγελᾷ τε καὶ σκώπτει, καὶ τωθάζει καὶ παῖδα καὶ μειράκιον ἀποκαλεῖ. πολλάκις δὲ τὸ μὲν προταθὲν ὄνομα τῶν Ἑλληνικῶν ἐστιν, οὐ μὴν καθ' οὗ γε παρὰ τοῖς Ἕλλησιν ἐπίκειται πράγματος, οὕτως αὐτὸ νοοῦσιν οἱ δαιμόνιοι σοφισταὶ, κᾄπειτα κελεύουσιν ὁρίσασθαι. καί τις ἴσως Ἕλλην ἀνὴρ ὁριεῖται κατὰ τὴν τῶν Ἑλλήνων συνήθειαν. οἱ δὲ οὐ μόνον οὐ πείσονται, ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ καὶ καταγελάσουσι, καὶ διαπαίξουσιν. οὗτος μὲν ὁ δεύτερος τρόπος τῶν περὶ τοὺς ὁρισμοὺς κακῶν. ὁ δὲ δὴ τρίτος ὁ μηκέτι κατὰ τοὔνομα καὶ τὸ σημαινόμενον, ἀλλ' ἤδη καὶ κατ' αὐτὸ [570] τὸ ὑποκείμενον σφαλλάμενος, ὅταν ἐπιχειρῇ τις ἀνὴρ διαλεκτικὸς τοὺς ὅρους αὐτῶν, τοὺς μὲν ἐλλιπεῖς, τοὺς δὲ περιττοὺς, τοὺς δὲ ἀδιορίστους, τοὺς δὲ ἀσαφεῖς, τοὺς δὲ μακροὺς, τοὺς δὲ ψευδεῖς, τοὺς δ' ὅλως οὐδ' ὅρους δεικνύειν, ἐξαίφνης, ὥσπερ ἐνθουσιῶντες, πικροὶ τῆς διαλεκτικῆς ἀναφαίνονται κατήγοροι, καὶ τότ' αὐτοῖς μάτην καὶ πρὸς κακοῦ δοκεῖ τῷ τε βίῳ παντὶ καὶ ταῖς τέχναις ἐπιτηδεύεσθαι. ὥστ' ἐγὼ μὲν πολλάκις, νὴ τοὺς θεοὺς, ἐξεπλάγην, εἰ παρακαλούντων μὲν ἡμῶν, μὴ πάντα δι' ὅρων πειρᾶσθαι μήτε διδάσκειν μήτε μανθάνειν, οἱ δ' οὐ πείθονται· συγχωρησάντων δ' ὁρίσασθαι, κᾄπειτα δεικνύντων ἡλίκον σφάλλονται, τηνικαῦτα τοὺς ὅρους ἀχρήστους εἶναί φασι, καὶ ταῦτ' οὐ μιᾶς ἡμέρας, ἢ δυοῖν ἐν τῷ μέσῳ γινομένων, ἀλλ' ἐν ἀκαρεῖ χρόνῳ, τὸ λεγόμενον δὴ τοῦτο μεταπεσόντος ὀστράκου, ποτὲ μὲν ὅρον ἐρωτῶσι προβάλλοντες ὄνομα, ποτὲ δὲ ἀχρήστους εἶναι τοὺς ὅρους φασί. τὸ δὲ τέταρτον αὐτοῖς ἐν τοῖς τοιούτοις πλημμέλημα, μηδ' ὅτι πάντων οὐκ εἰσὶν ὅροι γινώσκειν· εἶθ' ὡς ἂν τοῦτο ἀγνοοῦντες ἐπιχειρεῖν ὁρίζεσθαι πάντα, καὶ πρὸς ἀλλήλους διαφέρεσθαι, καὶ κεκραγέναι μάτην [571] ὑπὲρ πραγμάτων ὁρισθῆναι μὴ δυναμένων. τὸ δὲ δὴ πέμπτον καὶ θαυμασιώτατον αὐτῶν ἐν τοῖς ὁρισμοῖς ἁμάρτημα, πρὶν διελθεῖν τὴν ὁμωνυμίαν, ἕνα τῶν πολλαχῶς λεγομένων ὁρισμὸν ποιοῦνται, ὥσπερ οὐ τῶν πραγμάτων τοὺς ὅρους, ἀλλὰ τῶν ὀνομάτων ὄντας. ἐμὲ γοῦν ποτε τούτων τις τῶν ἐπιπολαζόντων σοφιστῶν ὀλίγου δεῖν ἀπέπνιξε. προβαλόντι γὰρ ὡδί πως αὐτῷ, τί ἐστι πλήρης σφυγμὸς, ἐγὼ μὲν ὑπολαβὼν εἶπον τῶν πολλαχῶς λεγομένων εἶναι τοὔνομα, καὶ διὰ τοῦτο μηδ' ἔχειν ὅρον ἕνα, πρὶν διελέσθαι τὴν ὁμωνυμίαν. ὁ δ' ἔτι μου ταῦτα λέγοντος, οὐκ οἶδ', ἔφη, τί ληρεῖς. ἀρκεῖ μοι μαθεῖν παρὰ σοῦ τί ἐστι πλήρης σφυγμὸς, τοὺς δ' ἐκ τῆς διαλεκτικῆς λήρους τοὺς ἐπιτρίψαντας τὴν ἰατρικὴν ἀπόλιπε. καὶ μὴν, ἔφην, οὐδὲν πώποτε ἤκουσας ἐμοῦ σπουδάζοντος οὐδὲν τῶν κατὰ διαλεκτικὴν ὁρίζεσθαι. τοῦτο γάρ τοι, φησὶ, τὸ δεινότατόν ἐστιν, ὅτι μήθ' ὁρίζεσθαι τολμᾶτε καὶ διαλεκτικῇ φλυαρίᾳ καταντλεῖν ἡμᾶς οὐκ ὀκνεῖτε. ἀλλ' εἰπὲ, φθέγξαι, λάλησον, ἀπόκριναι τίς πλήρης ἐστὶ σφυγμός; οὐ δυνατὸν δ', ἔφην ἐγὼ, πρὶν διαστείλασθαι [572] τὴν ὁμωνυμίαν. ὁ δ' ἀνακραγὼν ὁμωνυμίας πάλιν ἔφασκε καὶ λήρους μακροὺς ἀφῖχθαι, τὰ τὴν ἰατρικὴν ἐπιτρίψαντα καὶ ἡμᾶς ἀπολέσαντα. οὐ μὲν οὖν ἡμᾶς, εἶπον, ἀλλ' ὑμᾶς ἀπώλεσε τοὺς ὁρίζεσθαι πάντα βουλομένους. ἰδοὺ, φησὶ, καὶ λοιδορεῖν ἡμᾶς ἐπιχειρεῖ. τί μᾶλλον, ἔφην, ἢ ἐμὲ σύ; κᾀν τούτῳ διανίστατο τυπτήσων, ἀλλὰ τοῦτον μὲν ἐπέσχον οἱ παρόντες καὶ σοβαρῶς ἐπεγγελάσας ἐκεχώριστο, τῶν δ' ὑπολοίπων ἤδη τις πρεσβύτης, πώγωνά τε μέγιστον ἄχρι τῶν στέρνων καθεικὼς, καὶ τἄλλα πάνυ σκυθρωπὸς, τοῦτο γὰρ νῦν τὸ σεμνὸν νενόμισται, παύσασθε, ἔφη, καὶ μὴ θορυβεῖτε, ὦ παῖδες, ἀλλ' ἐάσατε τὸν ἑταῖρον ἡμῖν ἀποσαφῆσαι, τί ποτε καὶ λέγει. κᾀγὼ προσβλέψας αὐτῷ, τί γὰρ, ἔφην, πυνθάνου; τοῦτ' αὐτὸ, εἶπεν, ὑπὲρ οὗ διελέγεσθε, τὸ περὶ τοῦ πλήρους σφυγμοῦ. βούλει τοίνυν, εἶπον, μὴ πάνυ σπεύδειν, ἵν' ἕπωμαί σοι; βραδὺς γάρ εἰμι φύσει, καὶ τοῖς ἐπειγομένοις οὐ ῥᾳδίως ἀκολουθῶ. ὡς οὐ σπεύσοντος ἔφη, διαλέγου. ἆρ' οὖν, ἔφην, βραχύ μοι συγχωρήσεις ἕνεκα παραδείγματος, ἐρέσθαι κοινῇ πάντας ὑμᾶς; [573] ἐξέσται γὰρ ἀποκρίνασθαι τῷ βουλομένῳ. συνεχώρει. κᾀγὼ συγχωρήσαντος ἐπυνθανόμην τί ἐστι γλῶττα, καὶ μετ' ὀλίγον τις ἀποκρίνεται, ὄργανον ζώου γευστικόν. ἕτερος δὲ διαλεκτικὸν εἶπε. καί τις τρίτος γευστικόν θ' ἅμα καὶ διαλεκτικόν. κᾀγὼ πρὸς αὐτοὺς ἀποβλέψας, καὶ ἡ τοῦ ὑποδήματος, ἔφην, καὶ ἡ τοῦ αὐλοῦ γλῶττα ὄργανόν ἐστι ζώου γευστικὸν ἢ διαλεκτικόν; ὡς δὲ διεσιώπησαν ἐπὶ τούτῳ, καὶ ὁ σκυθρωπὸς γέρων πολὺ δή τι σκυθρωπότερος ἐγεγόνει, πάλιν αὐτὸν παρεκάλουν ἓν ἔτι παραπλήσιον ἐρέσθαι. ὁ δὲ πάνυ μὲν σεμνῶς καὶ μόγις, ὑπέσχετο δ' ὅμως. κᾀγὼ φοβηθεὶς μὴ μεταγνῷ βραδύναντος, σπουδῇ προὔβαλον, τί ποτ' ἐστὶ κύων; ἀποκρινομένου δέ τινος ἐκ τῶν παρόντων, ζῶον τετράπουν ὑλακτικὸν, καὶ ὁ θαλάττιος, ἔφην, κύων, ζῶόν ἐστι τετράπουν ὑλακτικὸν, καὶ τὸ κατ' οὐρανὸν ἄστρον, καὶ τὸ κατὰ πρόσωπον πάθος; ἐπὶ τούτοις ὁ μὲν γέρων ὥσπερ ὄνος ἔσειεν ἤδη τὰ ὦτα. καὶ τοῖς ἄλλοις δὲ τοῖς παροῦσιν ἐδοκοῦμέν τι λέγειν καὶ πάντες ἠξίουν, ὧν περ ἕνεκα ταῦτα ἐπηρώτητο, περαίνειν, ἐπειδὴ καὶ καταρχὰς εὐθὺς ὑπεσχόμην [574] παραδείγματος ἕνεκα τῶν ἑξῆς ποιήσασθαι τὴν ἐρώτησιν. ὡς δὲ σιωπῶντας αὐτοὺς καὶ ποθοῦντας ἀκούειν ἔσχον, οἶμαι νοεῖν ὑμᾶς, ἔφην, ἤδη, πηλίκον ἐστὶν ἁμάρτημα, πρὶν διαστείλασθαι τὴν ὁμωνυμίαν, ἐπιχειρεῖν ὁρίζεσθαι· οὐ γὰρ δὴ τῶν ὀνομάτων, ἀλλὰ τῶν πραγμάτων οἱ ὅροι εἰσίν. ὅταν οὖν ὑφ' ἑνὸς ὀνόματος πολλὰ δηλοῦται πράγματα, τοσούτους ἀνάγκη τοὺς ὅρους ὑπάρχειν, ὅσα περ καὶ τὰ πράγματα. φέρε γὰρ ἐπὶ τῆς γλώττης ὄνομα μὲν ἓν, τρία δ' ἐξ αὐτοῦ δηλοῦται, καὶ καθ' ἕκαστον αὐτῶν ἴδιός ἐστιν ὁρισμός. αὖθις δ' εἰ τύχοι, δύο μὲν ὀνόματα, καὶ πολλάκις γε τρία καθ' ἑνὸς πράγματος, ὡς ἐπὶ τοῦ ξίφος τε καὶ ἄορ καὶ φάσγανον· ὁ δ' ὅρος εἷς, οὐ τρεῖς, ὥσπερ τὰ ὀνόματα. ἴσον γὰρ ἀεὶ τὸ πλῆθος τῶν ὅρων τῷ πλήθει τῶν πραγμάτων ἐστίν. ὥστ' οὐδ' ὅταν ἓν πρᾶγμα πολλοῖς ὀνόμασιν ᾖ κεκλημένον, ὅρους ἀξιώσεις λέγεσθαι πολλοὺς, οὔθ' ὅταν ἓν μὲν ὄνομα, πολλὰ δὲ τὰ δηλούμενα, τὸν ὅρον ἀξιώσεις ἕνα σοι ῥηθῆναι. μετρήσεις γὰρ ἀεὶ τὸν ἀριθμὸν τῶν ὅρων τῷ πλήθει τῶν πραγμάτων. εἰ μὲν δὴ τὸ, πλῆρες, ὄνομα, καθ' [575] ἑνὸς ὑποκειμένου λέγεται πράγματος, ἐνδέχεται προτεθέντος αὐτοῦ λέγειν ἤδη τὸν ὅρον. εἰ δ' οἱ περὶ τὸν Ἀρχιγένη μάλιστα δὴ πάντων οὐκ εἴασαν ἓν ἐκ τοῦ πλήρους ὄνομα δηλοῦσθαι, τάξαντές τε πολυειδῶς τὸν τόπον καὶ πλῆθος ἐπεισκυκλήσαντες σημαινομένων, οὐχ ἡμῖν ἐγκαλεῖν χρὴ μὴ τολμῶσιν ὁρίζεσθαι, τοῖς δ' ἀπαρξαμένοις, εἴπερ ἄρα, τῆς τοιαύτης ταραχῆς. εὑρίσκω γὰρ τοὺς νεωτέρους ἰατροὺς, τοὺς μὲν, ὅταν ὁ τῆς ἀρτηρίας χιτὼν ὅπως ἔχει συστάσεως μηνῦσαι θελήσωσι, τῷ τε τοῦ πλήρους ὀνόματι καὶ τῷ τοῦ κενοῦ κατὰ τοῦτο χρωμένους, τοὺς δ' ὅταν τὴν ἐν τῇ κοιλότητι περιεχομένην οὐσίαν. καὶ ταύτης οἱ μὲν τὸ ποσὸν διὰ τῶν ὀνομάτων δηλοῦσθαι νομίζουσιν, οἱ δὲ τὸ ποιὸν, οἱ δ' ἀμφότερα. Ἀρχιγένει δ', ὡς ἔοικεν, οὐκ ἀρκεῖ μόνον ταῦτα, προσεπεισάγει δ' ἡμῖν καὶ τὸ τῆς τοῦ πνεύματος δυνάμεως σημαινόμενον. οὔκουν οὐδ' ὅρον ἕνα δυνατὸν ποιήσασθαι πλήρους σφυγμοῦ, ἀλλὰ τοῦ μὲν τὸ ποσὸν, ἢ τὸ ποιὸν, ἢ τὰ ἀμφότερα τῆς ἐγκεχυμένης οὐσίας δηλοῦντος, ἑτέρους ὁρισμοὺς ποιητέον, τοῦ δὲ τὴν δύναμιν τοῦ πνεύματος ἑτέρους, τοῦ δὲ τὸ ποιὸν τοῦ χιτῶνος ἄλλους. ταῦτ' εἰπὼν ἐγὼ [576] μὲν ἐσιώπων· ἤνυστο γάρ μοι τὸ προτεθέν· οἱ δ' ἠξίουν διελθεῖν αὖθις τὸν λόγον, ἐπειδὴ ἅπαξ ὑπηρξάμην. ἐκείνοις μὲν οὖν δεομένοις ἐχαρισάμην. ἐν δὲ τῷ παρόντι πάντα μὲν οὐ προσήκει λέγειν ἐκεῖνα, μέλλοντά γε τὸ πλεῖστον αὐτῶν καὶ τὸ χρησιμώτατον ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως ἐρεῖν.

   Ὅσον δ' εἰς τὰ προκείμενα χρηστὸν, εἰρήσεται, τὰ μήθ' ὁρίζεσθαι πάντα ἀξιοῦν μήτε πολλὰ σημαινόμενα προειπόντα τὸν ὁρισμὸν ἕνα ποιεῖν, ὅπερ ἐπὶ τοῦ πλήρους σφυγμοῦ διημάρτηται τῷ Ἀρχιγένει. διὰ τοῦτο οὐδ' αὐτὸς ὁ ὅρος αὐτοῦ σαφής ἐστι, οὐδ' ἔχει συμβαλεῖν, εἴτε περὶ τοῦ σώματος τῆς ἀρτηρίας, εἴτε περὶ τῆς ἐν τῇ κοιλότητι περιεχομένης οὐσίας διαλέγεται. κινδυνεύει γὰρ ὀνόματος ὁρισμὸν, οὐ πράγματος ποιεῖσθαι. πάντως γὰρ ἂν εἴπερ ἐτεθέατο τὰ πράγματα, πλείονας ἐποίησεν ὅρους, ἀλλ' ὅτι γε τοὔνομα μόνον σκοπεῖ, μαθεῖν ἔνεστι κᾀξ ὧν εὐθὺς κατ' ἀρχὰς τοῦ περὶ τῶν σφυγμῶν συγγράμματος ὀκτὼ λέγει ποιότητας παρέπεσθαι τοῖς σφυγμοῖς, μέγεθος, σφοδρότητα, τάχος, [577] πυκνότητα, πληρότητα, τάξιν, ἢ ἀταξίαν, ὁμαλότητα, ἢ ἀνωμαλίαν, ῥυθμόν. ἂν γὰρ τὸ τῆς πληρότητος ὄνομα κατὰ πλειόνων λέγηται ποιοτήτων, οὐκ οἶδα πῶς ἔτι μένουσιν ὀκτώ. φέρε γ' οὖν, εἴ τις ἐπὶ ταῖς ἑπτὰ ταῖς ἄλλαις προστιθεὶς τήν τε κατὰ τὸ σῶμα τῆς ἀρτηρίας καὶ τὴν κατὰ τὸ καλούμενον ἔγχυμα, καὶ τὴν κατ' αὐτὸ τὸ πνεῦμα, δέκα λέγει τὰς πάσας εἶναι ποιότητας τῶν σφυγμῶν, τί πρὸς τοῦτον ἐροῦμεν; ἵνα νὴ Δία, εἴ τις εἰς δύο τέμνων τὴν ἐγκεχυμένην οὐσίαν, ἑτέραν μὲν ἐπὶ τῷ ποσῷ ταύτης, ἑτέραν δ' ἐπὶ τῷ ποιῷ τιθῆται τὴν ποιότητα. οὕτως ἐπὶ τοῖς ὀνόμασιν ὁ Ἀρχιγένης ἔοικε καταμένειν, μὴ διαρθρῶν τὰ σημαινόμενα. καὶ δίκαιον ἤδη τὸ τῆς παροιμίας εἰπεῖν, ἰδιωτικὸν μὲν, ἱκανῶς δ' ἐοικὸς τοῖς παροῦσιν, ὅταν γὰρ, φησὶ, τὸ ὕδωρ πνίγῃ, τί ἐπιῤῥοφήσομεν; εἰ γὰρ Ἀρχιγένης ἁμαρτάνει τοιαῦτα, πρὸς τίνα πορευθῶμεν; τίς ἡμῖν ἐπανορθώσεται τὰ τούτων σφάλματα; καὶ γὰρ οὐδὲ ταῦτα μόνον, ἀλλ' εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἄλλα πλείω φαίνεται σφαλλόμενος. αὐτίκα γέ τοι κατὰ τὰς ὀκτὼ τὰς πρώτας ποιότητας, οὐδαμοῦ μνημονεύσας σκληρότητος καὶ μαλακότητος, ἑξῆς ὑπὲρ [578] αὐτῶν διαλέγεται. πρῶτον μὲν γὰρ περὶ μεγέθους, δεύτερον δὲ περὶ σφοδρότητος, καὶ τρίτον περὶ πληρότητος, τέταρτον δὲ περὶ σκληρότητος διείλεκται. εἰ μὲν οὖν σύνθετόν τινα ἐξ ἁπλῶν εἰργάζετο ποιοτήτων αὐτὴν, τάχ' ἄν τις ἀπελογήσατο ὑπὲρ αὐτοῦ, δεόντως μὲν ἐν ἀρχῇ παραλελεῖφθαι φάσκων, ἡνίκα τῶν ἁπλῶν ἐμνημόνευσε μόνων, εὐλόγως δ' ἑξῆς ἐν τοῖς συνθέτοις γεγράφθαι. νυνὶ δὲ περὶ τετάρτης αὐτῆς τὸν λόγον ἐποιήσατο, μέσην ὡς ἔνι μάλιστα τάξας ἁπασῶν τῶν ἁπλῶν ποιοτήτων. ἐξηγούμενος δὲ τί ποτ' ἐστὶ, τὴν κατὰ σύστασιν, ἢ διάλυσιν τῆς ἀρτηρίας ἀντίληψιν εἶπεν, ἐξ ὧν δηλονότι τῶν ἁπλῶν αὐτὴν εἶναι βούλεται. ταῦτα μὲν οὖν εὐθὺς κατ' ἀρχὰς ἡμάρτηται τῷ Ἀρχιγένει περὶ τὴν ἐξαρίθμησιν τῶν πρώτων ποιοτήτων, ἃς οὐδ' ἀποδεῖξαι, πῶς τοσαῦται τὸν ἀριθμόν εἰσιν, ἠξίωσεν, ἀλλ' ἁπλῶς ὡδί πως ἔῤῥιψε τὸν λόγον. ὀκτὼ λέγονται ποιότητες παρέπεσθαι τοῖς σφυγμοῖς, αἱ διηχημέναι παρά γ' οὖν τοῖς καθαρείοις. ἐγὼ δὲ τί μέν ἐστι τὸ διηχημέναι, ἀκριβῶς συμβαλεῖν οὐ δύναμαι. οὐδὲ γὰρ εὗρον τοὔνομα παρά τινι τῶν Ἑλλήνων. ὥστε οὐδὲ καθ' οὗ τέτακται πράγματος ὑπ' Ἀρχιγένους ἐπίσταμαι, καὶ [579] ταῦτα μηδὲ γράψαντος αὐτοῦ βιβλίον περὶ τῆς ἰδίας διαλέκτου, καθάπερ Χρύσιππος ὑπὲρ ὧν ἔθετο κατὰ τὴν διαλεκτικὴν ὀνομάτων· μόνως γὰρ ἂν οὕτως συνίεμεν αὐτοῦ. ἐκ μέντοι τῆς ὅλης λέξεως ὑπονοήσειεν ἄν τις, κατὰ τοῦ παρὰ πᾶσι λεγομένου τε καὶ πεπιστευμένου τὸ διηχημέναι φέρειν αὐτόν. καίτοι γε οὐδὲ τοῦτ' ἐστὶν ἁπλῶς ὑπονοῆσαι δυνατόν. οὐ γὰρ ἅπασιν, ἀλλὰ τοῖς καθαρείοις φησὶν, οὓς οὐδ' αὐτοὺς πάλιν ἐπίσταμαι, τίνες ποτέ εἰσι. καίτοι μαθεῖν γε ἐδεόμην, ἵνα σκέψωμαι πότερον πιστευτέον αὐτοῖς χωρὶς ἀποδείξεως, ἢ μή. παρὰ μὲν γὰρ Ἀριστοτέλους ἔνδοξα λήμματα ἤκουσα, τὰ πᾶσιν ἀνθρώποις, ἢ τοῖς πλείστοις, ἢ τοῖς σοφοῖς δοκοῦντα. νυνὶ δὲ, εἰ τοὺς καθαρείους ἀντὶ τῶν σοφῶν χρὴ νοεῖν, οὐκ οἶδα. κάλλιον δ' ἂν ἦν πολλῷ προσθεῖναί τινα, εἰ καὶ μὴ βεβαίαν ἀπόδειξιν, παραμυθίαν γ' οὖν ἱκανὴν τῷ λόγῳ περὶ τῶν ὀκτὼ ποιοτήτων, ἵνα μή τις εὐθὺς κατ' ἀρχὰς, ὡς εἰς Μωϋσοῦ καὶ Χριστοῦ διατριβὴν ἀφιγμένος, νόμων ἀναποδείκτων ἀκούῃ, καὶ ταῦτα ἐν οἷς ἥκιστα χρή. μέλλων γὰρ ἐρεῖν ὑπὲρ ἁπάντων τῶν σφυγμῶν, ὡς ἄν τις ἐξ ὧν [580] προὔγραψεν εἰκάσειεν, ὁπόσοι γ' εἰσὶν, οὐδεμιᾷ μεθόδῳ λογικῇ προβιβάζειν ἡμᾶς ἠξίωσεν, ἀλλ' ἐμπειρικὴν ἐποιήσατο διδασκαλίαν ὀκτὼ τοῖς καθαρείων λέγων διηχεῖσθαι ποιότητας. τί δὲ, εἰ ῥᾳθυμότερον οἱ καθάρειοι παρέλιπόν τινας ἐξ αὐτῶν, τούτου χάριν, οὐδὲ πρὸς τὴν φύσιν αὐτὴν, πλείους εἰσὶν, ἢ τὰ δοκοῦντα τοῖς καθαρείοις ἀπόχρη λέγειν, ὡς ἀληθῆ; καὶ ταῦτ' οὐκ εἰδότα τίνες ποτ' εἰσὶν οἱ καθάρειοι, πότερον οἱ γράμματα μεμαθηκότες, ἢ οἱ τὰ πρῶτα μαθήματα, ἢ οἱ συνετοὶ, ἢ οἱ φρόνιμοι, ἢ οἱ σοφοί; ἀλλὰ καὶ τὸ ποιότητας ὀνομάζειν τὰς πρώτας καὶ γενικὰς τῶν σφυγμῶν διαφορὰς, ὀλίγωρον. ἡ γοῦν κατὰ μέγεθος καὶ μικρότητα διαφορὰ ποιότης οὐκ ἔστιν, εἰ μὴ καὶ τὸ τρίπηχυ ποιὸν ἐρεῖς. ἐγὼ μὲν γὰρ ᾤμην, ποσόν. ἀλλὰ καὶ περὶ τοῦ μεγάλου καὶ μικροῦ οὐκ ὀλίγον οἶδα γεγονότα λόγον, πότερον ποσόν τι δηλοῦσιν, ἢ πρὸς τὶ, ἢ ὅπερ καὶ ἀληθὲς, πρὸς τὶ μὲν ἔν τε τῇ τοῦ ποσοῦ κατηγορίᾳ, οὐ μὴν τῇ τοῦ ποιοῦ γένους οὐδαμῶς, ὥσπερ οὐδὲ ῥυθμὸν, οὐδ' ἀταξίαν καὶ τάξιν, οὐδ' ὁμαλότητα καὶ ἀνωμαλίαν. [581] φανερῶς γὰρ καὶ ταῦτα τῶν πρὸς τί. τὸ δὲ καὶ κοινὸν γένος νομίζειν τὸ μὲν μέγεθος τοῦ μεγάλου τε καὶ μικροῦ σφυγμοῦ, τὴν δὲ σφοδρότητα τοῦ σφοδροῦ τε καὶ ἀμυδροῦ, τὸ δὲ τάχος τοῦ ταχέος τε καὶ βραδέος, τὴν δὲ πυκνότητα τοῦ πυκνοῦ τε καὶ ἀραιοῦ, καὶ αὖθις ἐφεξῆς ἐν τοῖς κατωτέρω, πληρότητα μὲν πλήρους τε καὶ κενοῦ, σκληρότητα δὲ σκληροῦ τε καὶ μαλακοῦ, πῶς οὐχὶ ταῦτα δεινῶς ἄτοπα; εἰ γὰρ ἐπιθυμεῖ πάντως ἑνὶ τὸ γένος ὅλον ὀνόματι κατηγορῆσαι, τί δή ποτ' ἐπὶ τάξεώς τε καὶ ἀταξίας, ὁμαλότητός τε καὶ ἀνωμαλίας, οὐχ ὑπέμεινεν αὐτό; ἢ εἴπερ οὐκ ἐδεῖτο ἐπὶ τούτων κοινῆς κατηγορίας, τίς ἦν χρεία δεηθῆναι κατὰ τὰς ἄλλας διαφοράς; ἢ εἰ κατὰ τὰς ἄλλας ἅπαξ ἐτόλμησεν ὑπερβῆναι τὸ τῶν Ἑλλήνων ἔθος, τί δή ποτε πυκνότητα μὲν πυκνοῦ κατηγόρησε καὶ ἀραιοῦ σφυγμοῦ, ὁμαλότητα δ' οὐκ ἐτόλμησεν ὁμαλοῦ τε καὶ ἀνωμάλου κατηγορῆσαι; ταῦτ' οὖν ὅπως ἀλλήλοις ὁμολογεῖ, βουλοίμην ἂν μαθεῖν. τὰ μὲν γὰρ ὡς αἰδούμενος τὴν τῶν Ἑλλήνων συνήθειαν, τὰ δ' ὡς καταφρονῶν καὶ ταράττων γράφει. ἐφ' ἑνὸς οὖν τοῦ πρώτου γένους παρείσδυσιν πορισάμενος, ἐνεδείξατο μὲν ὡς ἐπὶ πάντα τὰ [582] ἄλλα τὸν αὐτὸν ἕξει λόγον, οὐ μὴν ἐνέμεινέ γε τῇ τόλμῃ, δέον ἐξ ἀρχῆς ἢ μὴ παρακόπτειν τῆς συνηθείας μηδὲν, ἢ τολμηρῶς καθ' ὅλης ἰέναι. τὸ γάρ τοι μέγεθος τοῦ σφυγμοῦ γενικῶς φήσας λέγεσθαι, καὶ γὰρ τὸν μικρὸν ἔχειν ἴδιον μέγεθος, εἶτα καὶ τὴν σφοδρότητα γενικῶς εἰπών πως οὐ κατὰ τοῦ σφοδροῦ μόνου, ἀλλὰ καὶ κατὰ τοῦ ἀμυδροῦ κατηγορεῖσθαι, περὶ τῆς πληρότητος εὐθὺς ὀκλάζει γράφων ὡδί· τῷ πλήρει σφυγμῷ καὶ τῷ κενῷ ἐστι τι κοινὸν γένος. τοῦτ' ἔσθ' ὅτε πληρότης καλεῖται. τὸ γὰρ ἔσθ' ὅτε, προσέθηκεν ἐν τούτῳ τῷ γένει, μὴ προσθεὶς τοῖς ἔμπροσθεν, οἷον ἐπιτιμώμενος ἤδη τὴν τοῦ παλαιοῦ τῆς λέξεως ἔθους σύγχυσιν. ἐροῦντος γὰρ, οἶμαι, τινὸς πρὸς αὐτὸν τῶν παρ' Ἕλλησι τεθραμμένων, ὦ ἄνθρωπε, τῷ κενῷ τίς ὑπάρχει πληρότης; τί ταῦτα παρανομεῖς εἰς τὰς κοινὰς τῶν Ἑλλήνων φωνάς; ἵνα μὴ τοῦτο γένηται προσέθηκεν, ἔσθ' ὅτε καλεῖται. καὶ δῆλον, ὡς ἡμεῖς μὲν ἐρησόμεθα, πότε, καὶ ποῦ, καὶ πρὸς τίνων. τοῦτο γὰρ βούλεται τὸ, ἔσθ' ὅτε. ὁ δ' οὐδὲν μὲν ἕξει τῶν Ἑλλήνων δεῖξαι βιβλίον, ἐξ οὗ τὴν χρῆσιν πιστώσαιτο, μόνον δὲ [583] ἴσως ἀρκέσει αὐτῷ λέγειν παρὰ τοῖς ναύταις, καὶ τοῖς ἐμπόροις, καὶ τοῖς καπήλοις, καὶ τοῖς βαλανεῦσιν. ἀεὶ γὰρ ἐπὶ τούτους καταφεύγουσι μάρτυρας, ὅταν ὑπὲρ ὀνόματος ἡ ζήτησις ᾖ.

   Τάχα τις ἐρεῖ πρὸς ἡμᾶς· σὺ δ' ὦ τᾶν οὕτως ἄρα τὴν τῶν Ἑλλήνων συνήθειαν ὑπερτετίμηκας, ὥστε μηδ' ἐπιτρέπειν μηδενὶ μηδὲ τοὐλάχιστον αὐτῆς παρακόπτειν; οὐ μὲν οὖν, φήσω, μὰ τὸν Ἡρακλέα καὶ πάντας θεούς· ἀλλ' εἰ καὶ βέκος ἐθέλοις τὸν ἄρτον καλεῖν, ὥσπερ οἱ Φρύγες, οὐδὲν ἡμῖν διαφέρει· μόνον δίδαξόν με πρῶτόν σου τὴν διάλεκτον, ἵν' ἕπωμαι, καὶ μὴ λέγε, καλεῖται. πάντως γὰρ ἐρήσομαί σε, παρὰ τίσιν; οὐ γὰρ δή γε παρὰ τοῖς Ἕλλησιν. ἀλλά πώς φασι, καλείσθω. καὶ εἰ τοῦτό που λέξαντος ἔτι γρύζων εὑρεθείην, ἐμαυτῷ θανάτου τιμῶμαι. νυνὶ δ' ἐπὶ μὲν τινῶν, καλεῖται, λέγεις, καταψευδόμενος τῆς συνηθείας τῶν Ἑλλήνων, ἐπὶ δὲ τινῶν οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ, ἔσθ' ὅτε, καθάπερ ἐπὶ τῆς πληρότητος. τί γὰρ φὴς τοῦτ', ἔσθ' ὅτε πληρότης καλεῖται; ἀλλὰ περὶ μὲν δὴ τῆς πληρότητος [584] ὀκλάζων ἤδη ταῦτ' ἔγραψεν, περὶ δὲ τῆς σκληρότητος οὐδ' ὀκλάζων ἔτι. καταπεπτωκότος γὰρ ἤδη, καὶ νενικημένου τελέως ὁ τοιοῦτος λόγος. ἔστι δὲ μαλακότητος καὶ σκληρότητος σφυγμοῦ κοινόν τι γένος, ὃ τάχ', ἂν τριβείη, σκληρότης καλεῖται. καὶ οὐκ ἔτ' ἐνταῦθα ἐτόλμησε προσθεῖναι τοῦτ', ἔσθ' ὅτε, σκληρότης καλεῖται. καίτοι οὐδὲν ἦν ἡ πληρότης τιμιωτέρα τῆς σκληρότητος, ἵν' ἐπ' ἐκείνης τολμήσας, ἐνταῦθ' αἰδεσθείη, ἀλλ' ὅπερ ἔφην, τοῖς κατὰ βραχὺ πίπτουσιν ἔοικεν. γενναιότερον δ' ἦν, οἶμαι, μὴ κατὰ μικρὸν, ἀλλ' ἀθρόως πεσεῖν, καὶ μήθ' ἡμῖν μήτ' αὐτῷ πράγματα παρέχειν. ὃ τάχ', ἂν τριβείη, φησὶ, σκληρότης καλεῖται. ὑπὸ τίνων τάχ', ἂν τριβείη; τῶν σῶν ἴσως κληρονόμων. ἡμεῖς μὲν γὰρ, ὥσπερ νόμισμα καθ' ἑκάστην τῶν πόλεων ἴσμεν σύμβολον ὠνῆς καὶ πράσεως, ὃ τοὺς παραχαράττοντας οἱ νομοθέται κολάζουσιν, οὕτω καὶ διαλέκτων χαρακτῆρας ἴσμεν πολλοὺς, οὓς φυλάττειν ἀξιοῦμεν ἕκαστον τῶν ἑλομένων ὁντιναοῦν ἐξ αὐτῶν. ἡμεῖς μὲν οὖν συνῃρήμεθα τὴν κοινὴν καλουμένην διάλεκτον, εἴτε μία τῶν Ἀτθίδων [585] ἐστὶ, πολλὰς γὰρ εἴληφε μεταπτώσεις ἡ τῶν Ἀθηναίων διάλεκτος, εἴτε καὶ ἄλλη τις ὅλως. δείκνυμι γὰρ ἑτέρωθι τὴν ἡμετέραν περὶ τούτου γνώμην. καὶ ταύτην τὴν διάλεκτον πειρώμεθα διαφυλάττειν, καὶ μηδὲν εἰς αὐτὴν παρανομεῖν, μηδὲ κίβδηλον ἐπεισάγειν φωνῆς νόμισμα, μηδὲ παραχαράττειν. σὺ δὲ, εἰ μὲν ἐπιθυμεῖς κατ' αὐτὴν ἡμῖν διαλέγεσθαι, πρότερον ἐκμαθεῖν αὐτὴν πειράθητι, εἰ δ' ἄλλῃ τινὶ χρᾷς, καὶ τοῦτο μήνυσον. εἰ μὲν γὰρ, τῶν Ἑλληνίδων ἐστὶ μία, πάντως που καὶ ταύτην γνωρίζομεν· καὶ γὰρ καὶ τὰ τῶν Ἰώνων καὶ τὰ τῶν Αἰσλέων καὶ τὰ τῶν Δωριέων ἀνελεξάμεθα γράμματα· εἰ δ' οὐδεμία τούτων, ἀλλά τις τῶν βαρβάρων, καὶ τοῦτ' εἰπὲ, μόνον πειρῶ φυλάττειν αὐτὴν ἄχραντον, ἥ τις ἂν ᾖ, καὶ μή μοι τρία μὲν ἐκ Κιλικίας φέρειν ὀνόματα, τέσσαρα δ' ἐκ Συρίας, πέντε δ' ἐκ Γαλατίας, ἓξ δ' Ἀθήνηθεν. ἐγὼ γὰρ οὕτω πολλὰς ἐκμανθάνειν οὐ δύναμαι διαλέκτους, ἵν' ἀνδράσιν εἰς τοσοῦτον πολυγλώττοις ἕπωμαι. δίγλωττος γάρ τις ἐλέγετο πάλαι, καὶ θαῦμα τοῦτο ἦν, ἄνθρωπος εἷς ἀκριβῶν διαλέκτους δύο· σὺ δὲ ἡμᾶς ἀξιοῖς πολλὰς ἐκμαθεῖν, δέον αὐτὸν ἐκμανθάνειν μίαν, οὕτω μὲν ἰδίαν, οὕτω δὲ [586] κοινὴν ἅπασιν, οὕτω δ' εὔγλωττον, οὕτω δ' ἀνθρωπικήν. ὅπερ ἐὰν προσχῇς τὸν νοῦν ταῖς φωναῖς τῶν βαρβάρων διαλέκτων, εἴσῃ σαφῶς, τὰς μὲν ταῖς τῶν συῶν, τὰς δὲ ταῖς τῶν βατράχων, ἢ κολοιῶν, ἢ κοράκων ἐοικυίας, ἀσχημονούσας τε καὶ κατ' αὐτὸ τὸ τῆς γλώττης τε καὶ τῶν χειλέων καὶ παντὸς τοῦ στόματος εἶδος. ἢ γὰρ ἔσωθεν ἐκ τῆς φάρυγγος τὰ πολλὰ φθέγγονται τοῖς ῥέγχουσι παραπλησίως, ἢ τὰ χείλη διαστρέφουσι καὶ συρίττουσιν, ἢ κατὰ πᾶσαν αὔξουσι τὴν φωνὴν, ἢ κατ' οὐδεμίαν ὅλως, ἢ κεχήνασι μέγιστον, καὶ τὴν γλῶτταν προσσείουσι, καὶ διανοίγειν οὐδαμῶς δύνανται τὸ στόμα, καὶ τὴν γλῶτταν ἀργὴν καὶ δυσκίνητον καὶ ὥσπερ δεδεμένην ἔχουσιν. εἶτα σὺ παρεὶς τὴν ἡδίστην τε καὶ ἀνθρωπικωτάτην διάλεκτον, ᾗ τοσοῦτον κάλλος ὁρᾶται καὶ χάρις ἐπανθεῖ, ἐκ πολλῶν ἀτόπων καὶ δεινῶν ἀθροίζεις ὀνόματα; πολὺ ῥᾷον ἦν μίαν ἐκμαθεῖν τὴν καλλίστην ἢ μυρίας μοχθηράς. ἀλλ' οὐ μόνον αὐτοὶ μανθάνειν ὀλιγωροῦσιν, ἀλλὰ καὶ ἡμᾶς ἀναγκάζουσιν, ἐν ᾗ τεθράμμεθα καὶ πεπαιδεύμεθα φωνῇ, ταύτην καταλιπόντας, ἐκμανθάνειν τὰς ἐκείνων. οὐ βούλει μαθεῖν ἄνθρωπε τὴν τῶν Ἑλλήνων διάλεκτον; [587] ὡς ἐπιθυμεῖς, βαρβάριζε. μόνον, ὥσπερ ἐγὼ συγχωρῶ καθ' ὃν αὐτὸς προῄρησαι τρόπον λαλεῖν, οὕτω κᾀμοὶ συγχώρησον ὡς ἔμαθον διαλέγεσθαι. πατὴρ ἦν ἐμοὶ ἀκριβῶν τὴν τῶν Ἑλλήνων διάλεκτον, καὶ διδάσκαλος καὶ παιδαγωγὸς Ἕλλην. ἐν τούτοις ἐτράφην τοῖς ὀνόμασιν. οὐ γνωρίζω τὰ σά. μήτ' ἐμπόρων μοι, μήτε καπήλων, μήτε τελωνῶν χρῆσιν ὀνομάτων ἔπαγε, οὐχ ὡμίλησα τοιούτοις ἀνθρώποις. ἐν ταῖς τῶν παλαιῶν ἀνδρῶν βίβλοις διετράφην. καὶ ταῦτα λέγω, μηδενὶ πώποτ' εἰπὼν, μήθ' ὅτι βαρβαρίζεις ὦ οὗτος, μήθ' ὅτι σολοικίζεις, μήθ' ὅτι κακῶς καὶ οὐ κυρίως ὠνόμασας, ἀλλ' ἐπιτρέπω πᾶσιν ὡς βούλονται φθέγγεσθαι. κᾂν ὁ κυβερνήτης εἴπῃ φέρε τὸν ποὺς, οὐδὲν ἐμοὶ διαφέρει. ταῦτα Φαβωρῖνος καὶ Δίων, οὐκ ἐγὼ μέμφομαι· συνιέναι μόνον βούλομαι τοῦ λεγομένου. ὅταν δέ ποτε καὶ κατ' αὐτὸ τοῦτο ταράττωμαι, τότε ἀναγκαίως πυνθάνομαι, τίς δηλοῦν βούλεται τοὔνομα, καὶ μηνύσαντος ὃ βούλεται, σιωπῶ, μήτ' ἐξελέγχων, μήτε μεμφόμενος, εἰ παρὰ τὴν τῶν Ἑλλήνων εἴρηται συνήθειαν. ἑνὸς γάρ μοι μόνου φροντὶς, τοῦ γνῶναι [588] τὸν νοῦν τοῦ λεγομένου. τοῖς δὲ, ὡς ἔοικεν, οὐκ ἀρκεῖ τὸ τοιοῦτον, ἀλλ' ὅταν ἡμεῖς τοῖς τῶν Ἑλλήνων ὀνόμασι χρησώμεθα, τότ' ἐκεῖνοι πρῶτον μέμφονται, τὰ μὲν ὡς διαλεκτικοὶ, τὰ δὲ ὡς φυσικοί τινες ἄνδρες, τὰ δ' ὡς ῥήτορες, τὰ δὲ ὡς γραμματικοί. πολυειδῶς γὰρ ἐπηρεάζουσιν. εἶθ' ὅταν τις αὐτοὺς, εἰς μακρότερον ἀναγκασθεὶς ἀφικέσθαι διάλογον, ἐξελέγχῃ μηδὲν γινώσκοντας, ὧν ὡς γινώσκοντες ἐθρασύνοντο, παραχρῆμα σφῶν αὐτῶν ἐπιλανθανόμενοι, κατηγοροῦσι τῶν αὐτῶν τούτων, ὑπὲρ ὧν ἐξ ἀρχῆς ὡς χρησίμων διελέγοντο. τίς γὰρ ἡμῖν οὐκ ἐπιπηδᾷ τῶν θρασέων τούτων, ἐπειδὰν εἴπωμεν τὰς διαφορὰς τῶν κατὰ τοὺς σφυγμοὺς γενῶν εἶναι τοσαύτας, κακῶς φάσκων διαφορὰς ἡμᾶς εἰρηκέναι, καὶ πολὺ χεῖρον ἔτι γενῶν. φεύγοντες δὲ αὐτῶν ἡμεῖς τὴν ματαίαν ἐπήρειαν, ἀλλ' εἰ βούλει φαμὲν, ποιότητας αὐτὰς κάλεσον, ἢ ὅ τι ἂν ᾖ σοι φίλον. οὐ γὰρ ὑπὲρ ὀνομάτων ὁ λόγος ἡμῖν, ἀλλὰ περὶ πραγμάτων. πόσα γὰρ τὰ πρῶτα γένη τῶν σφυγμῶν χρηστὸν εἰδέναι, μή πως εὐθὺς ἐν τῇ πρώτῃ διαιρέσει γένος ὅλον παραλίπωμεν. οἱ δὲ οὐκ ἐπιτρέπουσιν [589] ἡμῖν οὐδ' αὐτὰ ταῦτα εἰπεῖν, ἀλλ' εὐθὺς ἐπιστομίζουσι πράγματος ὅλου λέγοντας, οὐκ ὀνόματος εἶναι τὴν ἄγνοιαν. εἶτα ἀναγκάζουσιν ἡμᾶς λέγειν πρὸς αὐτοὺς, ἃ μηδέ ποτ' ἂν ἑκόντες εἴποιμεν. κᾄπειτ' ἐξελεγχόμενοι, πρῶτον μὲν ὅτι περὶ ὀνόματος, οὐ περὶ πράγματός ἐστιν ἡ ζήτησις, ἔπειθ' ὅτι κακῶς αὐτοὶ κέχρηνται τοῖς ὀνόμασιν, οὐχ ἡμεῖς, ἀγανακτοῦσι δεινῶς, καὶ ὥσπερ ἐξ ὕπνου διεγερθέντες, ἄχρηστον εἶναι λέγουσι τὴν ἐν τοῖς ὀνόμασιν μικρολογίαν, ὥσπερ ἡμῶν ἐξ ἀρχῆς ἄλλο τι λεγόντων, ἢ βουλομένων, ἢ οὐκ αὐτοὶ κατάρξαντες τῆς τοιαύτης ψυχρολογίας. ὀκτὼ λέγεις ποιότητας, ἄνθρωπε, τῷ σφυγμῷ παρέπεσθαι. συγχωρήσω σοι τῷ τῆς ποιότητος ὀνόματι καλῶς κεχρῆσθαι, μηδὲν περὶ τούτου φθεγξάμενος, ἐπιδείξω πῶς οὐκ εἰσὶν ὀκτώ. περὶ πράγματος αὕτη ἡ ζήτησις, εἰς ἣν ἐγὼ προσκαλοῦμαι τοὺς γενναίους τούτους σοφιστάς. οἱ δ', ἵν' ἐκ ταύτης διαλύσεις πορίσωνται, λέγοντος ἄν μου μεταξὺ κατὰ τὸν λόγον, ὀνόματός τινος ἐπελάβοντο. εἶθ' ὅταν ἐξελεγχθῶσιν ὑπὲρ ἀμφοτέρων, τῶν τε πραγμάτων ἅμα καὶ τῶν ὀνομάτων, ἀγανακτοῦσι, δέον, οἶμαι, περὶ μὲν τῶν πραγμάτων τὴν μοχθηρὰν ἀποθέσθαι δόξαν, [590] τοῖς δ' ὀνόμασιν, ὥσπερ ἡμεῖς ἐκείνοις χρῆσθαι συγχωροῦμεν, οὕτω καὶ αὐτοὺς ἡμῖν ἐπιτρέπειν. ἀλλ' οὐκ ἐπιτρέπουσι. διὰ τοῦτο κᾀγὼ βραχέα περὶ τῆς φωνῆς αὐτῶν ἀναγκασθεὶς εἶπον.

   Καὶ νῦν ἔτι δεήσομαι παρέντας τὸ περὶ τῶν ὀνομάτων ἐρίζειν, καὶ συγχωρήσαντας ἡμῖν κατὰ τὸ τῶν Ἑλλήνων ἔθος διαλέγεσθαι, μαθεῖν ὅτι κακῶς ὀκτὼ ποιότητας λέγουσιν. οὐ γάρ ἐστιν ἅπαντα τὰ πρῶτα γένη τῶν σφυγμῶν ποιότητες, ὡς ἐδείξαμεν. ἀλλὰ πῶς λέγειν χρὴ, φασίν. ἐρωτῶσι δὲ ταῦτα, οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵν' ἀρχὴν ἔχωσιν ἀμφισβητήσεως. σὺ τοίνυν ἀποκριθήσῃ, διαφορὰς χρῆναι λέγειν τῶν πρώτων ἐν τοῖς σφυγμοῖς γενῶν, ἢ καὶ νὴ Δία οὕτως, τῶν ἐν τοῖς σφυγμοῖς διαφορῶν τὰ πρῶτα γένη. οἱ δ' ἐξ ἀνάγκης ποῖα πρῶτα γένη φήσουσι, καὶ τίνα, καὶ ποίας διαφοράς. σὺ δὲ καὶ πρὸς ταῦθ' ὡδί πως αὐτοῖς ἀπόκριναι, πρῶτον ἄκουσον εἰπὼν ὦ τᾶν, ὅτι γενῶν, καὶ τότε ἀκούσεις, ὅτι πρώτων, καὶ μετὰ τοῦθ', ὅτι διαφορῶν. ὅτι μὲν οὖν γενῶν, ἐντεῦθεν εἴσῃ. λέγεταί τις μέγας σφυγμὸς, [591] καὶ ἐναντίως αὐτῷ μικρός. καί τις ἀμφοῖν μέσος, ὁ σύμμετρος αὐτῶν. καὶ νὴ Δία γε μακρός τις καλεῖται σφυγμὸς καὶ βραχὺς καὶ πλατὺς καὶ στενὸς καὶ ὑψηλὸς καὶ ταπεινὸς καὶ οἱ μέσοι τούτων ἁπάντων οἱ σύμμετροι. δοκεῖ σοι τούτων τῶν εἰρημένων σφυγμῶν εἶναί τι κοινὸν γένος, ὁποῖον φήσουσι δηλαδὴ θρασυνόμενοι τῇ φωνῇ. σὺ δὲ, μὴ ταραχθεὶς ἐν τούτῳ, λαβὼν ἀνάγνωθι τὸ τοῦ Ἀρχιγένους βιβλίον αὐτοῖς, πρῶτον μὲν τὸ ἐπίγραμμα τοῦ κεφαλαίου τοιοῦτον ἔχον, περὶ μεγέθους σφυγμοῦ. εἶτα καὶ αὐτὴν τὴν ἀρχὴν τοῦ λόγου κατὰ λέξιν ὡδί πως γεγραμμένην· τὸ μέγεθος τοῦ σφυγμοῦ γενικῶς λέγεται. ἔχει γὰρ μέγεθος καὶ ὁ μικρὸς σφυγμὸς καὶ ὁ μέγας. εἶτα μικρὸν ἐπειλίξας τὸ βιβλίον, αὖθις ἐκ τοῦ περὶ σφοδρότητος ἀνάγνωθι ταύτην τὴν λέξιν· οὐκοῦν γένος μὲν ἡ σφοδρότης, εἴδη δ' αὐτῆς ὅ τε σφοδρὸς σφυγμὸς καὶ ἀμυδρὸς καὶ ὁ μέσος. εἶτα πάλιν ἐπειλίξας τὸ βιβλίον ὀλίγον τὴν ἀρχὴν ἀνάγνωθι τοῦ περὶ τῆς πληρότητος λόγου, τοιαύτην οὖσαν· τῷ πλήρει σφυγμῷ καὶ τῷ κενῷ ἔστι κοινὸν γένος. τοῦτ' ἔσθ' ὅτε πληρότης καλεῖται. καὶ [592] μικρὸν ἐπισχὼν τὸν λόγον, τὴν ἀνάγνωσιν τοῦ βιβλίου, φάθι πρὸς αὐτοὺς, ὡς οὐδὲν ἡμεῖς καινὸν λέγομεν, ἀλλ' ὅπερ εἴρηται καὶ Ἀρχιγένει. καθ' ἕκαστον γὰρ τῶν σφυγμῶν ἔστι τι κοινὸν πλειόνων διαφορῶν γένος, ὥσπερ ἐν τῷ παρόντι τρία ταυτὶ πρὸς Ἀρχιγένους εἴρηται, μέγεθος, σφοδρότης, πληρότης. εἶθ' ἑξῆς φάθι τέταρτον αὐτὸν γράφειν γένος τὴν σκληρότητα, καὶ τὴν λέξιν ἀνάγνωθι τόνδε τὸν τρόπον ἔχουσαν· ἔστι δὲ μαλακότητος καὶ σκληρότητος σφυγμοῦ κοινὸν γένος, ὃ τάχ', ἂν τριβείη, καλεῖται σκληρότης. ἔτι δὲ σαφέστερον ἐν τῷ περὶ τάξεως καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας λόγῳ, τὰ γένη τούτων τῶν διαφορῶν ἀκατονόμαστα λέγων εἶναι, τόνδε τὸν τρόπον ἄρχεται. ὁ δὲ Ἡρόφιλος κατὰ γένος τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἐκθέμενος οὕτως· μέγεθος, τάχος, σφοδρότης, ῥυθμός. ἀσυζύγως κατ' εἶδος τάξεως ἐμνήσθη καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας. ἐγκαλεῖται τοίνυν ὑπὸ τῶν μικραιτίων ὡς γένεσιν εἴδη ἀντιδιαστειλάμενος. ταῦτα μὲν κατὰ τὴν ἀρχὴν τοῦ λόγου· κατωτέρω δὲ οὐκέτι τὸ [593] Ἡροφίλῳ δοκοῦν ἐξηγούμενος, ἀλλὰ τὴν ἑαυτοῦ γνώμην γράφων ἐν τῷ περὶ τάξεως καὶ ἀταξίας λόγῳ, τί φησι; μᾶλλον οὖν ῥητέον, ὅτι τὸ γένος ἐστὶν ἀκατονόμασον. τοῦτο δὲ δὴ τί βούλεται αὐτῷ, ὅτι μεγέθους μὲν καὶ μικρότητος τὸ κοινὸν γένος ὠνόμασε μέγεθος, καὶ σφοδρότητος καὶ ἀμυδρότητος σφοδρότητα, καὶ πληρότητος καὶ κενότητος πληρότητα, καὶ σκληρότητος καὶ μαλακότητος σκληρότητα, καὶ τάχους καὶ βραδύτητος τάχος, καὶ πυκνότητος καὶ ἀραιότητος πυκνότητα, τάξεως δὲ καὶ ἀταξίας τὸ γένος ἐπινοεῖ μὲν, ὄνομα δὲ οὐδὲν ἔχει κατ' ἀμφοῖν τοιοῦτον εἰπεῖν, οἷον κατὰ μεγέθους καὶ μικρότητος τὸ μέγεθος; οὐ γὰρ ὥσπερ ἐκεῖ τῷ μικρῷ σφυγμῷ μέγεθος ὑπάρχειν ἔφησεν, οὕτω κᾀνταῦθα τῷ ἀτάκτῳ τάξιν τολμᾷ φάναι συμβεβηκέναι· κατὰ ταὐτὰ δὲ οὐδὲ τῷ ἀνωμάλῳ ὁμαλότητα. ὅθεν οὐδὲ τούτων τὸ γένος τὸ κοινὸν ὁμαλότης ὠνόμασται. καὶ διὰ τοῦτο ἀκατονόμαστά φησι τούτων τῶν διαφορῶν εἶναι τὰ γένη. γένη μὲν δὴ κατὰ τὰς τῶν σφυγμῶν διαφορὰς οὐχ ἡμεῖς μόνον, ἀλλὰ Ἀρχιγένης εἶναί φησι καὶ Ἀγαθῖνος [594] καὶ πάντες σχεδὸν οἱ περὶ σφυγμῶν γράψαντες ὑπομνήματα. πῇ τοίνυν αὐτῶν διαφέρομεν; ὅτι κυριωτέροις ἡμεῖς χρώμεθα τοῖς ὀνόμασιν. εἰπόντος γὰρ Ἀρχιγένους κατὰ μέγεθος εἶναί τινα ποιότητα, καὶ αὖθις ἑτέραν κατὰ σφοδρότητα, καὶ τρίτην κατὰ πληρότητα, καὶ τετάρτην κατὰ σκληρότητα, καί τινας ἐπὶ ταύταις κατὰ τάχος καὶ πυκνότητα, τὴν μὲν κατὰ μέγεθος ἡμεῖς κατὰ τὸ ποσὸν τῆς διαστολῆς ὀνομάσομεν. οὐ γάρ ἐστι κοινὸν γένος μεγέθους καὶ μικρότητος μέγεθος, οὐ μᾶλλον ἢ λευκότητος καὶ μελανότητος λευκότης. ἀλλ' εἴπερ τούτων γένος τι τὸ χρῶμα, ζητητέον τί ποτ' ἐστὶ τοῦ μεγάλου καὶ μικροῦ γένος. ἢ γὰρ τὸ ποσόν ἐστιν, ἢ τὸ πρὸς τὶ, ἢ σύνθετον ἅμα τῷ πρὸς τὶ καὶ τὸ ποσόν. ἴσμεν γὰρ ὅτι κατὰ πολλὰ γένη συνίστατο τὸ πρὸς τί. καὶ γὰρ λευκότερον καὶ μελάντερον ἐν τῷ γένει τοῦ χρώματος. ποιὸν δὲ τὸ χρῶμα. καὶ ἀνωτέρω καὶ κατωτέρω πάλιν ἐν τῷ τοῦ ποῦ γένει. καὶ πρωϊαίτερον καὶ ὀψιαίτερον ἐν τῷ τοῦ πότε, καὶ κατ' ἄλλας πλείους γενικὰς κατηγορίας τὸ πρὸς τὶ συνίσταται. τί δὴ θαυμαστὸν, εἰ καὶ κατὰ τὴν τοῦ ποσοῦ συνέστη; [595] μάλιστα γὰρ ἂν ἐβουλήθημεν, εἴπερ ἦν δυνατὸν, ὡρισμένῳ μέτρῳ τὸ ποσὸν τῆς διαστολῆς ὀνομάσαι, καθάπερ ἐπὶ πολλῶν ποδιαῖόν τε καὶ πηχυαῖον, ἢ διπηχυαῖον, καὶ τὰ τοιαῦτα καλοῦμεν. ἐπεὶ δὲ οὐδὲν εὕρομεν τοιοῦτον ἐκ τῶν ἐνόντων, ἐγγυτάτω προσίεμεν ὡρισμένων. γιγνώσκοντες γὰρ, οἶμαι, τόν θ' ἁπλῶς καὶ τὸν καθ' ἕκαστον ἡμῶν σύμμετρον σφυγμὸν, τοὺς ὑπερβάλλοντας ἢ ἐλλείποντας ὀνομάζειν σαφῶς πειρώμεθα, ποτὲ μὲν οὑτωσὶ λέγοντες, ἢ κᾂν μὴ λέγωμεν πρὸς ἀλλήλους, ἐν ἡμῖν γοῦν αὐτοῖς νοοῦντες, οὗτος ὁ σφυγμὸς βραχὺ τοῦ συμμέτρου μείζων ἐστὶν, αὖθις δὲ πάλιν, οὗτος ὁ σφυγμὸς οὐκ ὀλίγῳ τοῦ συμμέτρου μείζων ἐστί. τὸ δ' αὐτὸ καὶ οὕτως λέγομεν, ἀξιολόγως τοῦ συμμέτρου μείζων, ἢ ἱκανῶς μείζων· ἢ πάλιν ἁπλῶς, οὑτοσὶ μέγας ἐστὶν ὁ σφυγμός· ἢ καὶ οὕτως, ὁ σφυγμὸς οὗτος ἱκανῶς μέγας ἐστί· ἢ καὶ νὴ Δία οὕτως, πάνυ μέγας ὁ σφυγμὸς οὗτός ἐστι· ἢ μᾶλλον ἔτι προσαύξοντες τὴν νόησιν πάνυ σφόδρα μέγαν εἶναί φαμεν, ἢ καὶ νὴ Δία μέγιστον. ἅπασαι γὰρ αἵδε αἱ λέξεις τὸν τοῦ συμμέτρου μείζονα δηλοῦσαι, τὸ μᾶλλόν τε καὶ [596] ἧττον ἐμφαίνουσιν, ὥστε τινὰ τὸ πρὸς τὴν χρείαν σύμμετρον αὐταρκέστατον δηλοῦν, εἰ μόνον ἐπιστάμενος εἴη τὸ σύμμετρον. ἀρκεῖ γὰρ ἐν αὐτῷ τῷ μείζονι τοῦ συμμέτρου, πέντε ποιησάμενον, ἢ καὶ νὴ Δία ἓξ διαφορὰς, τὸν μὲν ὑπὲρ ἅπαντας, ὃν ἡμῖν καὶ αὐτὸν ἐγνῶσθαι χρὴ, καθάπερ τὸν σύμμετρον, ὀνομάζειν μέγιστον, τὸν δ' ὥσπερ μέσον τοῦ μεγίστου καὶ τοῦ μέσου μέγαν ἁπλῶς. μεταξὺ δὲ τούτου τε κᾀκείνου καθ' ἑκάτερον ἄλλους δύο τάξαι, τὸν μὲν ὀλίγῳ τοῦ συμμέτρου μείζονα, τὸν δ' ἀπολειπόμενον ὀλίγῳ τοῦ μεγάλου, καὶ τὸν μὲν ὑπὲρ τὸν μέγαν τὸν ἐγγυτάτω τοῦ μεγίστου. ταῦτα εἴρηταί μοι πρὸς ἔνδειξιν τοῦ δηλωτικὸν ποσότητος εἶναι τόν τε μέγαν καὶ τὸν μικρὸν, κᾂν ὅτι μάλιστα δοκῶσι τῆς τοῦ πρὸς τὶ κατηγορίας ἔχεσθαι. διὰ τοῦτο οὖν ἡμεῖς τοῦ σαφοῦς τῶν μανθανόντων πεφροντικότες, κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἅπαντα τὰ τοιαῦτα ὠνομάσθαι λέγομεν, ἅμα μὲν τὴν χρείαν αὐτοὺς διδάσκοντες τῶν ὀνομάτων, ἅμα δὲ οὐ ταράττοντες, ὅταν τῷ μικρῷ τὸ μέγεθος ὑπάρχειν λέγωμεν. ἄν τε γὰρ καὶ ἰδιώτης τις ᾖ καὶ ἀγύμναστος τῶν [597] πρώτων μαθημάτων, πᾶν μᾶλλον ἢ τοῦτο προσήσεται, ἂν δ' ᾖ τι καὶ προμεμαθηκὼς, εὕρηκεν, οἶμαι, μυριάκις παρὰ τοῖς Ἕλλησι γεγραμμένα μέγεθος καὶ μικρότητα. καὶ συνείθισται τῷ μὲν μεγάλῳ μέγεθος ὑπάρχειν νοεῖν, τῷ δὲ μικρῷ μικρότητα. καί τινα οἶδά ποτε ἐξηγούμενόν μοι τὸ τοῦ Ἀρχιγένους περὶ τῶν σφυγμῶν βιβλίον, ὑπολαβόντα μηδαμῶς ὑπάρχειν μέγεθος τῷ μικρῷ. εἰ γὰρ δὴ τούτῳ τινι, φησὶν, ἡ μικρότης ὑπάρξει, καὶ ἀμφότερα τῷ αὐτῷ. διασιωπήσαντος δέ μου, ποσότητα μὲν ἔφησεν, ἢ πηλικότητα, ἤ τι τοιοῦτον ἄλλο δύνασθαι νοεῖν ὑπάρχειν τῷ μικρῷ, μέγεθος δὲ οὐδαμῶς. ταῦτ' ἐγὼ μήτε διαβάλλειν ἔχων, ὡς οὐκ ὀρθῶς εἰρημένα, μήτε παρὰ καιρὸν ταράττειν βουλόμενος τοὺς πρῶτον μανθάνοντας, ἐν τῷ διδάσκειν αὐτοὺς, ὅτι τῶν ὁμωνύμων τε καὶ διχῶς λεγομένων τὸ μέγεθός ἐστιν, ὀρθότερον ἐνόμισα λέγειν δεῖν, κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνίστασθαι πολλὰς διαφορὰς σφυγμῶν. οὕτως γὰρ οἶδα τὴν μικρότητα δι' ἔθους τοῖς Ἕλλησιν οὖσαν, ὥς τι συμβεβηκὸς καὶ ἀχώριστον τῶν μικρῶν. ὥστε που Πλάτων καὶ ἰδέας [598] ἐποίει μεγέθους τε καὶ μικρότητος, καὶ τῇ τούτων μεταλήψει τὸ μέγα καὶ τὸ μικρὸν ἐγέννα τῷ λόγῳ. καὶ ταῦτα εἴ τις πάντα παρελθὼν, συγχωρήσειε μεγέθους τι καὶ τοῖς μικροῖς ὑπάρχειν σφυγμοῖς, κατὰ θάτερον τῶν κατὰ τὴν ὁμωνυμίαν σημαινομένων τὸ σπανιώτερον, ἀλλὰ τοῖς γε μακροῖς καὶ βραχέσι καὶ πλατέσι καὶ στενοῖς καὶ ταπεινοῖς καὶ ὑψηλοῖς ἐκ ταὐτοῦ γένους οὖσι τῷ τε μεγάλῳ καὶ μικρῷ πῶς ἂν ὑπάρχειν λέγοιτο μέγεθος; ὁ μὲν γὰρ μακρὸς ὁ κατὰ μῆκός ἐστιν ἐπιπλέον ηὐξημένος τῷ κατὰ φύσιν, ὁ δὲ πλατὺς ὁ κατὰ πλάτος, καὶ ὑψηλὸς ὁ κατὰ βάθος, οὐδεὶς αὐτῶν κατὰ τὰς τρεῖς διαστάσεις νοούμενος τῆς ἀρτηρίας, ὧν οὐκ ἄνευ μέγεθος συνίσταται. τὸ γὰρ κατὰ μίαν διάστασιν ποσὸν οὐ μέγεθος, ἀλλὰ μῆκός ἐστι, καὶ μακροὺς καὶ βραχεῖς κατὰ τοῦτό τινας λέγομεν, οὐ μεγάλους, οὐδὲ μικρούς. οὐδὲ γὰρ γραμμὴν οὕτω ποτὲ καλοῦμεν, ἀλλ' ἤτοι μακρὰν, ἤτοι βραχεῖαν. ὅσα δὲ τριχῇ διέστηκε σώματα, ταῦτα μόνα μεγάλα τε καὶ μικρὰ λέγεται. αὐτὸς γοῦν ὁ Ἀρχιγένης μέγεθος εἶναί φησι σφυγμοῦ τὸν ὄγκον τῆς ἐπαναστάσεως τῶν ἀρτηριῶν. [599] ὄγκος δὲ οὐχ ὑπάρχει γραμμῇ, ἀλλὰ μόνοις τοῖς τριχῶς διεστῶσι. φανερῶς γοῦν καὶ κατ' ἐκεῖνον τοῦ κατὰ μέγεθος γένους ἐκπεπτώκασιν ἅπαντες οἱ κατὰ μίαν διάστασιν λεγόμενοι σφυγμοί. ἢ τοίνυν ἴδιον ἑξῆς ποιησάτω γένος, ὥσπερ τῷ μεγάλῳ τε καὶ μικρῷ τὸ μέγεθος, ἢ μὴ ποιῶν, ζητησάτω μὴ μεγάλου μόνον καὶ μικροῦ κοινὸν γένος, ἀλλὰ καὶ μακροῦ καὶ βραχέος καὶ πλατέος καὶ στενοῦ καὶ ὑψηλοῦ καὶ ταπεινοῦ, καὶ τῶν ἄλλων ἐν ἅπασιν αὐτοῖς συμμέτρων. ἀλλ' οὐδὲν ἕξει κατὰ πάντων κοινῇ κατηγορῆσαι πλὴν τοῦ ποσοῦ. γίγνοιτο δ' ἂν οὕτω καὶ ἡ διδασκαλία πᾶσα σαφὴς καὶ διηρθρωμένη. τίς γὰρ εἰς τοσοῦτον σκαιός ἐστιν, ὡς μὴ συνιέναι τῶν οὑτωσὶ λεγομένων, τὸ ποσὸν τῆς διαστολῆς τῶν ἀρτηριῶν, ὅταν μὲν τὸ κατὰ μίαν διάστασιν ἡντιναοῦν δηλῶσαι βουληθῶμεν, ὀνόμασι τοῖσδε χρώμεθα, τὸν μὲν ὑπερβάλλοντα τὸ κατὰ φύσιν μῆκος μακρὸν, τὸν δ' ἐλλείποντα βραχὺν καλοῦμεν, ὡσαύτως δὲ καὶ τὸν μὲν ὑπὲρ τὸ κατὰ φύσιν πλάτος πλατὺν, τὸν δὲ ἐναντίον αὐτῷ στενὸν, καὶ ὑψηλὸν αὖ καὶ ταπεινὸν ἀνάλογον τούτοις ἐν τῇ κατὰ βάθος [600] διαστάσει. τὸ δὲ κατὰ τὰς τρεῖς ἅμα διαστάσεις ποσὸν ὧδέ πως ὀνομάζομεν, τὸν μὲν ἐπὶ πλεῖον τοῦ κατὰ φύσιν ηὐξημένον πάντῃ μέγαν, τὸν δὲ πάντῃ μεμειωμένον μικρόν. ὅστις δ' ἂν φυλάττῃ πάντῃ τὸ κατὰ φύσιν μέτρον, σύμμετρον τὸν τοιοῦτον καλοῦμεν. ὅταν δὲ μὴ φυλάττωσι τὴν ἀναλογίαν αἱ τρεῖς διαστάσεις, ἀλλά τις ἐξ αὐτῶν ἤ τινες ἐλλίπωσιν, ἢ πλεονεκτήσωσι, τέτταρες καὶ εἴκοσι διαφοραὶ σφυγμῶν γίγνονται, ἃς ἡμεῖς ἐπὶ διαγράμματος ἐξεθέμεθα μετὰ τῶν προειρημένων τριῶν, ἵνα δείξωμεν ἑπτὰ καὶ εἴκοσιν εἶναι τὰς πάσας τῶν κατὰ τὰς τρεῖς ἅμα διαστάσεις συνισταμένων σφυγμῶν διαφοράς. τοῦτο γὰρ ἦν, οἶμαι, χρήσιμον τοῖς ἀρχομένοις μανθάνειν τὴν κατὰ τοὺς σφυγμοὺς θεωρίαν, ἁπάντων γνῶναι τὸν ἀριθμὸν αὐτῶν καθ' ἕκαστον γένος, ὅπερ οἱ πρὸ ἡμῶν παραλελοίπασιν. ἀλλὰ τοῖς μὲν ἄλλοις συγγνώμη. τί γὰρ ἄν τις τοῖς τελέως καταπεπτωκόσι προσπαλαίοι; τοῖς δὲ περὶ τὸν Ἀρχιγένην πῶς οὐκ ἂν ἐγκαλέσαιμεν εἰκότως; οἷς δέον εἰς τὴν τῶν τοιούτων εὕρεσιν χρῆσθαι τῇ διαλεκτικῇ, οἱ δ' ἐν οἷς οὐ χρὴ παρεπιδείκνυνται κακῶς [601] αὐτὴν, ταράττοντες μόνον τοὺς μανθάνοντας, διδάσκοντες δ' οὐδέν. ἄμεινον γὰρ ἦν ἔχοντάς γε διαιρετικὴν καὶ συνθετικὴν μέθοδον, ἐξευρίσκειν μὲν αὐτῇ τὸ πλῆθος ἁπάντων τῶν ἐν τοῖς σφυγμοῖς διαφορῶν, μὴ μέντοι παρεπιδείκνυσθαί γ' ὀψιμαθῶς, ἀλλὰ μηδὲ δηλοῦν αὐτὸ τοῦτο τοῖς εἰσαγομένοις, ὥς ἐστί τις μέθοδος καθ' ἣν συνέστη τὸ διάγραμμα. τοῖς μὲν γὰρ μὴ μεμαθηκόσι τὰ παιδικὰ μαθήματα μάτην ἐρεῖς, οἱ μεμαθηκότες δὲ καὶ πρὸ τοῦ σε μηνῦσαι γνωρίζωσιν ἐκ τῶν ἔργων τὴν μέθοδον. τί δή ποτ' οὖν οὐδεὶς αὐτῶν οὔτε τῇ διαιρετικῇ φαίνεται κεχρημένος μεθόδῳ πρὸς τὴν ἐξαρίθμησιν τοῦ καθ' ἕκαστον γένος πλήθους οὔτε τῇ συνθετικῇ πρὸς τὴν τῶν πρώτων εὕρεσιν; καίτοι διαλεκτικοῖς μόνοις ταύταις ἐστὶ χρῆσθαι μεθόδοις, ποτὲ μὲν ἀπὸ τῶν ἀτόμων τε καὶ ἀπεράντων τὸ πλῆθος ἐπὶ τὸ ἓν ἐκεῖνο τὸ πρῶτον ἁπάντων γένος ἀνιόντα διὰ τῶν ἐν μέσῳ γενικῶν τε καὶ εἰδικῶν διαφορῶν, ποτὲ δ' ἀπ' ἐκείνου πάλιν ἐπὶ τὸ ἄπειρον ἰόντα διὰ τῶν αὐτῶν τῶν ἐν μέσῳ. ἀλλὰ τούτων [602] οὐδεὶς ἐτόλμησεν οὐδεμιᾷ μεθόδῳ πιστώσασθαι τὸν ἀριθμὸν, ἢ τῶν πρώτων γενῶν, ἢ τῶν ἐκ τῆς τούτων τομῆς γινομένων διαφορῶν. ἀλλ' ἡμεῖς γε πεποιήκαμεν αὐτὸ, καὶ ὡς ἂν ὁδῷ βαδίζοντες εὕρομεν τῶν ἑπτὰ καὶ εἴκοσι σφυγμῶν τῶν κατὰ τὰς τρεῖς διαστάσεις λεγομένων καὶ τῶν ἐννέα τῶν κατὰ μίαν ἓν κοινὸν γένος τὸ ποσὸν ἐν τῇ διαστολῇ τῆς ἀρτηρίας. εἰ δὲ καὶ τὴν συστολὴν ἔνεστιν ἁφῇ γνωρίζειν, γένοιτο ἂν, οἶμαι, κᾀν ταύτῃ τὸ ἴσον πλῆθος τῶν διαφορῶν. ἀλλὰ περὶ μὲν τούτου ζητήσομεν ἐν τοῖς περὶ διαγνώσεως.

   Ἀρχιγένης δὲ, τούτου γὰρ πρώτου δίκαιον μνημονεύειν, μετά γε τὸν Ἡρόφιλον ἐπιφωνήσαντας τὸν Ὅμηρον·

   Οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν,

οὐ μόνον ἐν τοῖς ὀνόμασιν ἔοικεν, ἀλλὰ καὶ πολὺ πρότερον ἐν τοῖς πράγμασιν αὐτοῖς τεταράχθαι. καὶ διὰ τοῦτο παρὰ πόδας ἑαυτῷ τἀναντία λέγων οὐκ αἰσθάνεται· μάθοις δ' ἂν ἐξ αὐτῆς τῆς λέξεως, ἐχούσης ᾧδε· εἰσὶ δέ τινες ἄλλοι [603] σφυγμοὶ οὔτε μέσοι οὔτε μεγάλοι οὔτε μικροὶ κατὰ μέγεθος θεωρούμενοι, ἢ τάς γε τοῦ μεγέθους διαστάσεις. εἶθ' ἑξῆς φησιν· ἔστι γὰρ σφυγμὸς κατὰ μῆκος τῆς ἀρτηρίας διϊσταμένης ἐφ' ἱκανὸν, στενουμένης δὲ κατὰ τὸ πλάτος καὶ ταπεινότερον ἐγειρομένης. καλείσθω μακρός. ἕτερος δὲ πλατείας μὲν τῆς διαστολῆς, ταπεινῆς δὲ κατὰ τὸ μῆκος βραχείας ὑποπιπτούσης, καλείσθω πλατύς. τρίτος ἱκανῶς εἰς ὕψος ἐπαιρομένης, στενῆς δὲ καὶ βραχείας κατὰ μῆκος σπάνιος ὢν, ὑψηλὸς λεγέσθω. ἐν τούτοις προὔθετο μὲν εἰπεῖν τοὺς κατὰ μίαν διάστασιν λεγομένους, μὴ συνεπινοουμένων τῶν λοιπῶν δυοῖν. ἀπεπλανήθη δὲ καὶ περὶ τῶν κατὰ τὰς τρεῖς διαστάσεις νενοημένων γράφων. τὸν μὲν γὰρ πρῶτον αὐτῶν οὐ μακρὸν μόνον, ἀλλὰ καὶ στενὸν καὶ ταπεινὸν πεποίηκεν, οὐ τῇ νοήσει μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς ὀνόμασι. τί γάρ φησι; κατὰ μῆκος μὲν τῆς ἀρτηρίας διϊσταμένης ἐφ' ἱκανὸν, στενουμένης δὲ κατὰ πλάτος, καὶ ταπεινότερον ἐγειρομένης, τὸ μὲν γὰρ στενουμένης κατὰ πλάτος τὸν στενὸν σφυγμὸν δηλοῖ, τὸ δὲ, καὶ ταπεινότερον ἐγειρομένης τὸν ταπεινόν.

[604] πάλιν δ' αὖ τὸν δεύτερον οὐ πλατὺν μόνον, ἀλλὰ καὶ ταπεινὸν καὶ βραχὺν ἐποίησεν, οὐ τῇ νοήσει μόνον, ἀλλὰ καὶ τοῦτον τῇ λέξει. καὶ τὸν τρίτον δὲ κατὰ τὰ αὐτὰ οὐχ ὑψηλὸν μόνον, ἀλλὰ καὶ στενὸν καὶ βραχύν. εἰσὶ δὲ οἱ τρεῖς οὗτοι τῶν κατὰ τὰς τρεῖς διαστάσεις ἅμα λεγομένων τῶν ἑπτὰ καὶ εἴκοσιν, οὓς ἐπὶ τοῦ διαγράμματος ἐξεθέμεθα. γέγραπται δὲ ὁ μὲν πρῶτος ἐν τούτοις εἰρημένος ἔννατος ἐν τῷ διαγράμματι τόνδε τὸν τρόπον· μακρὸς, στενὸς, ταπεινός. ὁ δὲ δεύτερος ἐν τούτοις πρῶτος καὶ εἰκοστὸς ἐν τῷ διαγράμματι γέγραπται τόνδε τὸν τρόπον· βραχὺς, πλατὺς, ταπεινός. ὁ δὲ τρίτος ἐν αὐτοῖς πέμπτος καὶ εἰκοστός ἐστιν ἐν τῷ διαγράμματι, γέγραπται δὲ οὕτως· βραχὺς, στενὸς, ὑψηλός. ἢ τοίνυν τὴν ἀρχὴν τοῦ περὶ αὐτῶν ὑπαλλαξάτω λόγου, ἐν ᾧ φησι κατὰ μέγεθος αὐτοὺς θεωρεῖσθαι, ἢ τάς γε τοῦ μεγέθους διαστάσεις ἁπλῶς γραψάτω κατὰ μέγεθος, ἢ προσκειμένου τοῦ κατὰ τὰς τοῦ μεγέθους διαστάσεις, μηκέτι ἐκ τῶν κατὰ μέγεθος διαφορῶν αὐτοὺς ἡγείσθω. τί γὰρ καὶ βούλεται, πότερα τῶν κατὰ τὰς τρεῖς ἅμα διαστάσεις νοουμένων ὑπάρχειν αὐτοὺς, ἢ τῶν κατὰ μίαν μόνην; ἑκατέρως [605] γὰρ ἄπορον, εἰ μὲν τῶν κατὰ τὰς τρεῖς ἀκούοιμεν, ἁπάντων μὲν τῶν κατὰ μίαν διάστασιν παραλελειμμένων ἐννέα τὸν ἀριθμὸν ὄντων, ἄλλων δ' ὀκτωκαίδεκα τῶν κατὰ τὰς τρεῖς ἅμα. ἐννέα γὰρ οὕτω φανεῖται μόνων μνημονεύων, τριῶν μὲν τῶν πρώτων ῥηθέντων, μεγάλου τε καὶ μικροῦ καὶ τοῦ μέσου αὐτῶν· τριῶν δὲ τῶν νῦν ῥηθέντων, καὶ τριῶν ἄλλων τῶν τούτοις ἐναντίων, ὧν ἑξῆς μνημονεύει, καὶ πρὸς τούτοις ἔτι μάτην προσκείσεται τῷ λόγῳ τῷ κατὰ τὰς τοῦ μεγέθους διαστάσεις. ἤρκει γὰρ ἁπλῶς εἰπεῖν κατὰ μέγεθος. ἂν δ' αὖ πάλιν περὶ τῶν κατὰ μίαν διάστασιν νοουμένων, οἰηθῶμεν αὐτὸν ταῦτα γράφειν· πρῶτον μὲν ἄτοπον τὸ μεμνῆσθαι καὶ τῶν λοιπῶν δυοῖν καθ' ἕκαστον, ἔπειτα δὲ οὐκ ὀκτωκαίδεκα μόνους, ἀλλὰ τέτταρας καὶ εἴκοσι φανεῖται παραλελοιπὼς τῶν ἐκ τοῦ διαγράμματος. καὶ τρίτον ὅτι μοχθηρῶς δόξει λέγειν κατὰ μέγεθος αὐτοὺς θεωρεῖσθαι, δέον οὐ κατὰ μέγεθος, ἀλλὰ κατὰ τὰς διαστάσεις τοῦ μεγέθους εἰπεῖν, εἴ γε, ὡς αὐτὸς εἴρηκεν, ὄγκος τίς ἐστι τὸ μέγεθος. οὐ μὴν τό γε μῆκος αὐτὸ καθ' ἑαυτὸ μόνον, ἀλλ' οὐδὲ τὸ βάθος [606] ἢ τὸ πλάτος ὄγκος ἐστὶν, ἀλλ' ὥσπερ καὶ ὀνομάζεται διάστασις. οὐ ταὐτὸν δὲ δήπουθεν ὄγκος τε καὶ ὄγκου διάστασις μία. ἑκατέρως μὲν δὴ σφάλλεται πάντως ὁ τοῦ Ἀρχιγένους λόγος, διὰ τὸ συγκεχυμένως τε καὶ ἀδιαρθρώτως εἰρῆσθαι, καὶ οἷον ἐπαμφοτερίζειν τῇ νοήσει. κατὰ τί δὲ μᾶλλον ἠθέλησεν εἰπεῖν, εἰ χρὴ μαντευσάμενον ἀποφήνασθαι, καὶ τοῦτο τολμήσω. δοκεῖ μοι τοὺς κατὰ μίαν διάστασιν νοουμένους ἐπιχειρῆσαι γράφειν, καὶ διὰ τῆς ἀρχῆς γε αὐτὸ τοῦτο ἐνδείξασθαι, ἢ τάς γε τοῦ μεγέθους διαστάσεις εἰπεῖν, σφαλῆναι δὲ περὶ τὴν ἑρμηνείαν, ὡς ἂν ἐν ὅλῳ τῷ γράμματι συγκεχυμένος τε καὶ τεταραγμένος τὴν διάνοιαν. τὸ γὰρ ἀγνοεῖν ἑπτὰ καὶ εἴκοσιν εἶναι τοὺς κατὰ τρεῖς ἅμα διαστάσεις νενοημένους, μέγιστον τεκμήριον τοῦ παχεῖ λόγῳ καὶ ἀδιαρθρώτῳ περὶ αὐτῶν ἀποφήνασθαι. ὅτι δὲ ταύτης μὲν ἔχεται τῆς προαιρέσεως, ἁμαρτάνει δ' αὐτῆς ἄκων, ἐκ τῶν ἐπιφερομένων ἐστὶ δῆλον. τί γάρ φησιν εὐθὺς ἐφεξῆς; συντρεχουσῶν γὰρ πολλάκις καὶ δυοῖν τινῶν διαστάσεων, ὥσθ' ἅμα βραχὺν καὶ ταπεινὸν εἶναι, ἢ βραχὺν καὶ στενὸν, ἐπί τε [607] τῆς ἑτέρας συζυγίας μακρὸν καὶ πλατὺν, ἢ μακρὸν καὶ ὑψηλόν. δῆλος γὰρ ἐκ τούτων ἐστὶ τοὺς προειρημένους κατὰ μίαν μόνην διάστασιν νοεῖσθαι βουλόμενος. τούτου γ' οὖν κατὰ τὰς δύο μόνας γράφει, τὴν τρίτην ὅπως ἂν ἔχει παραλιπών. τί γάρ φησι; συντρεχουσῶν πολλάκις καὶ δυοῖν τινῶν διαστάσεων, ὥσθ' ἅμα βραχὺν καὶ ταπεινὸν εἶναι. δεῖ γὰρ ἐν τούτῳ τῷ λόγῳ προεγνῶσθαι, τίς ὁ βραχὺς ἁπλῶς, καὶ τίς ὁ ταπεινὸς ἁπλῶς. ἢ οὐκ ἔσται σαφὴς ὁ βραχὺς ἅμα καὶ ταπεινός. ἀλλ' οὐδὲ μακρὸς ἅμα καὶ πλατὺς γένοιτ' ἄν ποτε σαφὴς, μὴ προνοηθέντος ἰδίᾳ καὶ κατὰ μόνας ἑκατέρου. χρὴ γὰρ πρότερον μὲν νοῆσαι τὸν μακρὸν ἰδίᾳ, μετὰ ταῦτα δ' αὖ τὸν πλατὺν, ἰδίᾳ καὶ τοῦτον, ἔπειτα συντιθέναι τὰς νοήσεις αὐτῶν εἰς ταὐτὸν, καὶ οὕτως λέγειν μακρὸν ἅμα καὶ πλατὺν, ᾧ καὶ δηλονότι τεταραγμένος ἐναντία παρὰ πόδας αὐτῷ λέγει. τὸν μὲν γὰρ μακρὸν οὐκ ἠρκέσθη κατὰ μῆκος φάναι τῆς ἀρτηρίας ἐπὶ πολὺ διϊσταμένης γίνεσθαι. καίτοι γ' ἤρκει τοῦτο μόνον, ἀλλὰ προσέθηκεν ἐκ περιττοῦ, στενουμένης δὲ κατὰ πλάτος καὶ ταπεινότερον [608] ἐγειρομένης. τὸν δὲ πλατὺν πάλιν οὐδ' αὐτὸν ἠρκέσθη φάναι πλατείας τῆς διαστάσεως γινομένης, ἀλλὰ προσέθηκε, ταπεινῆς δὲ καὶ κατὰ μῆκος βραχείας. ἀλλ' εἰ ταύτας με χρὴ τὰς ἐννοίας φυλάττειν, ὦ Ἀρχίγενες, πῶς νοήσω τὸν αὐτὸν ἅμα γινόμενον μακρὸν καὶ πλατὺν, ὡς ἑξῆς γράφεις; ἀφεῖλες γὰρ αὐτὸς σὺ τῆς μὲν τοῦ μακροῦ νοήσεως τὴν πλατύτητα, τῆς δὲ τοῦ πλατέος τὴν ὡς ἄν τις εἴποι μακρότητα. ταῦτα οὖν ἐναργῶς ἀλλήλοις διαφέρεται, κατὰ μὲν τὸν πρότερον λόγον ἐξαιροῦντος αὐτοῦ τῆς κατὰ τὸν μακρὸν ἐννοίας τὴν πλατύτητα, κατὰ δὲ τὸν δεύτερον φυλάττοντος. καὶ κατὰ τὸν πλατὺν καὶ ὑψηλὸν ὡσαύτως, ἐν μὲν τῷ προτέρῳ λόγῳ τῶν ὑπολοίπων καθ' ἑκάτερον δυοῖν διαστάσεων ὦσε τὴν ποσότητα, κατὰ δὲ τὸ δεύτερον φυλάττει. ταῦτα δὲ πάντα σφάλματα πέπονθεν ἐν τῇ τῶν ὀνομάτων ἐξηγήσει, διὰ τὸ πολὺ πρότερον ἐν αὐτοῖς τοῖς πράγμασιν ἐσφάλθαι. φαίνεται γὰρ οὔτε τῇ διαιρετικῇ μεθόδῳ κεχρημένος οὔτε τῇ συνθετικῇ κατ' οὐδεμίαν τῶν διδασκαλιῶν. κινδυνεύω δ' εἰπεῖν, ὅτι τὸ τῶν πολλῶν καὶ περὶ λόγους ἀγυμνάστων πέπονθεν, ὥστε πολλάκις μὲν ἐπιχειρεῖν τὸ φύσεως σύνθετον ἀναλύειν εἰς τὰ πρῶτά τε καὶ ἁπλᾶ, πολλάκις [609] δὲ, ἐπεὶ μηδὲν τούτων ἰδίᾳ τε καὶ καθ' ἑαυτὰ δυνατὸν ὑπάρχειν, ἵστασθαί τε καὶ παλινδρομεῖν ἐπὶ τὸ σύνθετον· αὖθις δ' αὖ πάλιν, ἐπειδὴ σύνθετον ἀδιάρθρωτόν τε καὶ ἀδιώριστον ἔχει τὴν διδασκαλίαν, καὶ παντάπασιν ἰδιωτικήν τε καὶ ἄτεχνον, μὴ διαιρεθὲν εἰς τὰ πρῶτα, τοῦ διαιρεῖν ἀποστῆναι μὴ δύνασθαι, εἶτ' ἐντεῦθεν πάλιν ἐπὶ τὸ σύνθετον ἀνακάμπτειν, ὡς ἂν ἀκριβῶς τῇ νοήσει τῶν ἁπλῶν ἕκαστον ἀδυνατοῦντα διορίζεσθαι· καὶ τοῦτον τὸν δίαυλον κάμπτοντά τε καὶ κυλινδούμενον ἐν τῷ μέσῳ τῶν ἄκρων, διαπαντὸς ἐπαμφοτερίζειν τε ταῖς νοήσεσι καὶ ταῖς εἰρημέναις ἐναντιολογίαις ἐξ ἀνάγκης συνέχεσθαι. χρὴ δ', οἶμαι, τόν γε διαλεκτικὸν εἶναι προσποιούμενον ἕξιν ἱκανὴν ἔχειν, ὥστε τὸ προχειρισθὲν ἅπαν, ὅταν ᾖ σύνθετον, ἀναλύειν εἰς τὰ πρῶτά τε καὶ ἁπλᾶ κατ' ἐπίνοιαν, οὐχ ὡς ἴδια καὶ μόνα πόθ' ὑπάρξαντα, τοῦτο γὰρ ἀμήχανον, ἀλλ' ὡς νοηθῆναι μόνα δυνάμενα, μὴ συνεπιβαλλόντων ἡμῶν ἐν τῷ νοεῖν αὐτὰ μηδεμιᾷ διαφορᾷ τῶν ἐξ ἀνάγκης ἐζευγμένων. ὡς γὰρ σιμὸν ἄνθρωπον νοοῦμεν καὶ γρυπὸν, οὔτ' εἰ μέγας ἐστὶν ὁ τοιοῦτος, οὔτε εἰ μικρὸς, οὔτε εἰ λευκὸς, οὔτ' εἰ μέλας, οὔτ' εἰ παχὺς, οὔτ' εἰ [610] λεπτὸς, δεόμενοι, οὕτως ὑψηλόν τινα νοοῦμεν σφυγμὸν, οὐ δεόμενοι πῶς ἔχει μήκους ἢ πλάτους εἰδέναι. ταῦτ' ἄρα καὶ οἱ φάσκοντες μηδένα μακρὸν ἁπλῶς ἐπινοεῖν σφυγμὸν, δεῖν γὰρ αὐτὸν ἐξ ἀνάγκης ἔχειν πὼς πλάτους τε καὶ βάθους, ἄγροικοι καὶ ἀμαθεῖς εἰσι τῶν πρώτων μαθημάτων, ἃ ἐχρῆν αὐτοὺς μεμαθηκότας καὶ γεγυμνασμένους γε κατ' αὐτὰ πρὸς ἡμᾶς ἥκειν οὕτως. ἐκ γὰρ τοῦ μὴ δύνασθαι συστῆναι τὸν μακρὸν ἰδίᾳ, μηδ' ἐννοηθῆναι δύνασθαι φασὶν αὐτὸν ἰδίᾳ. μὴ τοίνυν μηδὲ σιμὸν ἄνθρωπον, μηδὲ γρυπὸν ἰδίᾳ νοείτωσαν, ἂν μὴ μάθωσιν ἅπαντ' αὐτοῦ τἄλλα, πότερον μέγας, ἢ μικρός ἐστιν, ἢ παχὺς, ἢ λεπτὸς, ἢ μέλας, ἢ λευκὸς, ἢ Ἕλλην, ἢ βάρβαρος, ἢ πονηρὸς, ἢ ἀγαθὸς, ἢ ὑγιαίνων, ἢ νοσῶν, ἢ νέος, ἢ πρεσβύτης. πῶς δ' οὐκ ἄτοπον, μακρὸν μέν τινα καὶ ὑψηλὸν καὶ πλατὺν ἅμα νοεῖν ὁμολογεῖν καὶ καλεῖν δι' ἑνὸς ὀνόματος μέγαν, μακρὸν δὲ μὴ δύνασθαι φάσκειν νοεῖν ἰδίᾳ καὶ μόνον, ὥσπερ οὐ τὴν αὐτὴν ἀναλογίαν ἔχοντος καὶ τοῦ μεγάλου πρὸς τὸν ὅλον σφυγμὸν, ἥν περ ὁ μακρὸς πρὸς τὸν μέγαν; ὡς γὰρ μακρὸς ἰδίᾳ καὶ κατὰ μόνας [611] οὐδείς ἐστιν ἄνευ τοῦ πὼς ἔχειν βάθους τε καὶ πλάτους, οὕτως οὐδὲ μέγας σφυγμός ἐστί τις χωρὶς τοῦ ταχὺς, ἢ βραδὺς, ἢ σφοδρὸς, ἢ ἀμυδρὸς ὑπάρχειν, ἤ τινα τῶν ἄλλων ἔχειν διαφορῶν. ἀλλ' οὐδ' εἰ μετὰ πασῶν τῶν διαφορῶν νοήσαις κινουμένην τὴν ἀρτηρίαν, ἰδίᾳ δύναταί ποτε γενέσθαι κινουμένη. τίς γὰρ εἶδεν ἀρτηρίαν ἔξω τοῦ σώματος ἔτι σφύζουσαν; ἀνάγκη τοίνυν αὐτὴν ἐν τῷ ὅλῳ σώματι οὖσαν, ἐπικεῖσθαι μέν τινι νεύρῳ, καὶ τοῦτο εἶναι ποιὸν καὶ ποσὸν, ὑποκεῖσθαι δὲ φλεβὶ, καὶ ταύτην εἶναι καὶ ποιὰν καὶ ποσὴν, περικεῖσθαι δ' αὐτῇ σώματα πολλά. καὶ πάντα τις ἐντεῦθεν ἀρξάμενος δύναται λέγειν, ὧν χωρὶς οὐχ οἷόν τε εἶναι τὸν σφυγμόν. ἀλλ' οἶμαι, νοῦν ἔχων ἄνθρωπος, ἐὰν ὑπακούσῃ τοῦ ταῦτα λέγοντος, ἐρήσεταί τινα τῶν παρόντων, ἆρά γε παίζων ἢ μαινόμενος τὰ τοιαῦτα ληρεῖ. πῶς γὰρ οὐ διωλύγιος ὄντως καὶ μακρὰ φλυαρία, τὰ χωρὶς ἑτέρων ὑπάρχειν μὴ δυνάμενα, μηδ' ἐπινοεῖσθαι χωρὶς ἐκείνων ὁμολογεῖν; ὅτι μὲν οὖν ἄνευ τοῦ πὼς ἔχειν βάθους καὶ πλάτους οὐ δύναται μακρὸς εἶναι σφυγμὸς, οὐδεὶς ἀντιλέγει. ἀλλ' οὐ τοῦτο ἦν [612] τὸ ζητούμενον, ἀλλ' εἰ μηδὲ νοεῖσθαι χωρὶς ἐκείνων δύναται. τοῦτο γὰρ εἴ τις λέγοι, λέληθεν ἑαυτὸν ἁπάσας μὲν ἀνατρέπων τὰς τέχνας, ἅπασαν δὲ τὴν ἐν τῷ βίῳ χρείαν τῶν ὀνομάτων. τίς γὰρ ἡμῶν ποτε τὴν θεραπευτικὴν τέχνην ἔμαθε πλευριτικοῦ Δίωνος; οὐδείς. οὐ μὴν οὐδ' ἁπλῶς ἀνθρώπου πλευριτικοῦ, ἀλλ' ἐν ταῖς ἰδικαῖς τε καὶ γενικαῖς ἐπινοίαις αἱ τέχναι συνίστανται, πρῶτον μὲν κατ' αὐτὸ τὸ πάθος ἰδίων διορισμῶν παραληφθέντων· ἤτοι γὰρ πρὸς κλεῖν τὴν ὀδύνην, ἢ εἰς ὑποχόνδριον ἐνοήσαμεν τελευτῶσαν, καὶ οὐδαμοῦ Δίων ἐνταῦθα ἢ Θέων συνεπινοεῖται· ἔπειτα δὲ τὰ προηγούμενα καὶ τὰ συμπαρόντα πληθωρικός ἐστιν ὁ πλευριτικὸς, ἢ τοὐναντίον ἐνδεῶς ἔχων χυμῶν, εὔχυμος, ἢ κακόχυμος. καὶ τούτων ἑκάτερον, ἆρά γε νῦν, ἢ πάλαι; καὶ εἰ πάλαι, πότερον ἐκ διαίτης, ἢ φύσει; καὶ οὐδαμοῦ πάλιν ἐνταῦθα Δίων ἢ Θέων, ἀλλ' οὐδ' ὅταν περὶ κράσεως τοῦ νοσοῦντος ὁ λόγος ἡμῖν ᾖ, Δίωνος ἢ Θέωνος ἀνάγκη μνημονεύειν, ἢ ὅλως ἐπινοεῖν, ἢ δεῖσθαί τι. γεωμετρία δ' ὅπως ἀπόλλυται, τί δεῖ καὶ λέγειν, ἐάν τις μήτε γραμμὴν [613] φῇ νοεῖν μήτ' ἐπιφάνειαν, ὅτι χωρὶς στερεοῦ σώματος ἀδύνατον ὑπάρχειν αὐταῖς; τί δὲ τὰ κατὰ τὸν βίον σύμπαντα, τὰ χωρὶς ἀλλήλων εἶναι μὴ δυνάμενα, πῶς οὐκ ἄν τις ἄτοπος εἴη μηδὲ νοεῖσθαι κατὰ μόνας συγχωρῶν; ἀλλὰ τὴν μὲν τοιαύτην ἀγροικίαν οὐκ ἄν ποθ' ὑπέμεινεν ὁ Ἀρχιγένης. φαίνεται γοῦν αὐτὸς τοὐναντίον ἀεὶ δρῶν, ἀναλύων ἕκαστον εἰς τὰ πρῶτά τε καὶ ἁπλᾶ. σφάλλεται δὲ τοῦ σκοποῦ, καὶ διαμαρτάνει πολλάκις ἄκων, ὑπ' ἀγυμνασίας, ἐμοὶ δοκεῖ. ἔνεστι γοῦν ἐπ' αὐτοῦ τοῦ νῦν προκειμένου σαφῶς ὃ λέγω τεκμήρασθαι. συντρεχουσῶν γὰρ, φησὶ, πολλάκις καὶ δυοῖν διαστάσεων, ὥσθ' ἅμα βραχὺν καὶ ταπεινὸν εἶναι· ἡμεῖς δὲ τούτους κατὰ σύνδυο νοουμένους, τοῖς μὲν κατὰ μίαν, ὅτι τε τοὺς κατὰ τὰς τρεῖς διαστάσεις νοουμένας ἑπτὰ καὶ εἴκοσιν ὄντας οὐκ ἦν διδάξαι πρὸ τοῦ μίαν ἑκάστην τῶν διαστάσεων ἰδίᾳ νοεῖν ἐθίσαι, ποτὲ μὲν αὐξανομένην, ποτὲ δὲ μειουμένην, ποτὲ δὲ σύμμετρόν τε κᾀν τῷ κατὰ φύσιν διαμένουσαν, καὶ προσέτι διὰ τὸ πολλὰ δύνασθαι διαγινώσκειν ἡμᾶς ἀπὸ μιᾶς διαστάσεως. ὡς γὰρ ὁ μέγας σφυγμὸς [614] ἴδιόν τι πέφυκε δηλοῦν, οὕτω καὶ ὁ ὑψηλὸς αὐτὸς καθ' ἑαυτὸν, οὐ συνεπινοουμένων αὐτῷ τῶν ἄλλων διαστάσεων. οἱ δὲ κατὰ δύο διαστάσεις οὔτε πρὸς τὴν τῶν κατὰ τὰς τρεῖς ἅμα νοουμένων ἔχουσί τι χρήσιμον, ἐκπεπτώκασί τε τῆς διαιρετικῆς μεθόδου, καὶ διὰ τοῦτο καὶ διδασκαλίας ἀτέχνου, μάτην κατατρίβοντες τὸν εἰσαγόμενον, ὥσπερ εἰ καὶ οὕτως τις ἐδίδασκε σφυγμὸν εἶναι, λέγων τὸν μέν τινα μέγαν ἅμα καὶ ταχὺν, ἄλλον δὲ μέγαν ἅμα καὶ σφοδρὸν, καὶ ἄλλον ταχὺν καὶ σφοδρὸν, καὶ οὕτω κατὰ σύνδυο προϊὼν ἐζεύγνυεν, ὅπερ οὐδ' αὐτὸς ὁ Ἀρχιγένης ἐποίησεν, ὡς ἂν ἄτεχνόν τε καὶ ἀμέθοδον ἱκανῶς καὶ ἄχρηστον. τό τε γὰρ ἐξ ἁπασῶν τῶν διαφορῶν σύνθετον καὶ νοεῖν ἠβουλόμεθα καὶ ἡ τέχνη ζητεῖ γνῶναι, πρὸς τὸ τὴν ὅλην εἰδέναι τοῦ προκειμένου πράγματος φύσιν, τό τ' εἰς τὰς ἁπλᾶς ἀναγόμενον διαφοράς. ἄνευ γὰρ τούτου τὸ σύνθετον οὐχ οἷόν τε διηκριβωμένως ἐκμαθεῖν. τὸ δὲ μήτε τὴν ὅλην τοῦ πράγματος φύσιν εἰς ἓν συλλαμβάνειν μήτ' ἐπὶ μιᾶς [615] καὶ ἁπλῆς καταμένειν διαφορᾶς, ἄτεχνόν τε καὶ ἀμέθοδον καὶ ἄχρηστον.

   Διὰ τοῦθ' ἡμεῖς πρῶτον μὲν τὴν ὅλην φύσιν τῶν σφυγμῶν ἀνελύσαμεν εἰς τὰς συντιθείσας αὐτὴν διαφορὰς, τὴν μέν τινα κατὰ τὸ ποσὸν τῆς διαστολῆς ὀνομάσαντες, τὴν δὲ κατὰ τὸ ποιὸν τῆς πληγῆς, ἄλλην δὲ κατὰ τὸ τοῦ χιτῶνος ποιὸν, καὶ ἄλλας τὰς ἑξῆς εἰρημένας. εἶτ' ἐν αὐταῖς ταύταις πάλιν ἐζητήσαμεν ἁπλᾶς νοήσεις, ἵν' ὃν ἔχει λόγον ἡ κατὰ τὸ ποσὸν τῆς διαστολῆς διαφορὰ πρὸς τὴν ὅλην τοῦ σφυγμοῦ φύσιν, τὴν ἐκ πάντων συγκειμένην, οὕτως ἡμῖν εὑρεθῇ τι παραπλησίως ἔχον ἄλλο πρὸς αὐτὴν ταύτην. ὡς γὰρ τοῦτο τὸ γένος συμπληρωτικόν ἐστι τῆς ὅλης τοῦ σφυγμοῦ φύσεως, οὕτως αὐτὸ πάλιν τοῦτο τῶν διαστάσεων ἑκάστην συμπληροῖ. σύνδυο δὲ διαστάσεις ἅμα νοεῖν, οὔθ' ὡς πρὸς τὴν τοῦ ὅλου σφυγμοῦ συμπλήρωσιν ἀναγκαῖον οὔθ' ὡς πρὸς μίαν τὴν κατὰ τὸ ποσὸν τῆς διαστολῆς. διὰ τοῦτο περιττὸς ὁ περὶ αὐτῶν λόγος, καὶ καλῶς μὲν ὑφ' ἡμῶν ἑκόντων παρελήφθη, κακῶς δ' ὁ Ἀρχιγένης οἷον ἐσπάραξεν αὐτὸ, καὶ μόνας ἓξ εἰπὼν συζυγίας, τὰς ἄλλας μίαν οὔσας [616] καὶ εἴκοσι παρέλιπεν. ἁπάσας γὰρ δεῖ τὰς διαφορὰς ἑκάστης τῶν διαστάσεων ἁπάσαις ταῖς διαφοραῖς τῶν ἄλλων ζευχθῆναι, ὥστε γενέσθαι καθ' ἑκάστην δυοῖν διαστάσεων σύζευξιν ἐννέα διαφορῶν, τὰς πάσας δ' ἑπτὰ καὶ εἴκοσι. παραγράψω δὲ μίαν, ἐξ ἧς καὶ περὶ τῶν λοιπῶν ἐνέσται μαθεῖν.

   α΄ μακρὸς                       πλατὺς

   β΄ μακρὸς                       σύμμετρος

   γ΄ μακρὸς                       στενὸς

   δ΄ πλατὺς                       σύμμετρος

   ε΄ σύμμετρος                    σύμμετρος

   Ϛ΄ στενὸς                       σύμμετρος

   ζ΄ βραχὺς                       πλατὺς

   η΄ βραχὺς                       σύμμετρος

   θ΄ βραχὺς                       στενὸς

[617] ἐν τούτῳ μὲν οὖν τῷ διαγράμματι τὰς κατὰ τὸ μῆκος τρεῖς διαφορὰς ταῖς κατὰ τὸ πλάτος τρισὶ συμπλέξαντες ἐννέα συζυγίας ἐποιήσαμεν. ἕτερον δ' αὖ διάγραμμα κατὰ τὸν αὐτὸν γένοιτο τρόπον ταῖς τοῦ μήκους τρισὶ διαφοραῖς, τὰς τοῦ βάθους τρεῖς ἔχον ἐζευγμένας, καὶ ἄλλο τρίτον, ἐν ᾧ ταῖς τοῦ βάθους τρισὶν αἱ τοῦ πλάτους τρεῖς συμπλακήσονται. καὶ πρόδηλον, ὡς καθ' ἕκαστον αὐτῶν ἐννέα γενήσονται συζυγίαι. ὥστ' εἶναι τὰς πάσας ἑπτὰ καὶ εἴκοσι. δῆλον οὖν ἤδη γέγονεν, ὡς καὶ τούτων τῶν κατὰ σύνδυο νοουμένων παμπόλλους παρῆκεν ὁ Ἀρχιγένης, ὥσπερ καὶ τῶν ἄλλων. ἡμεῖς δὲ τούτους μὲν παρήκαμεν δι' ἃς εἴπομεν αἰτίας, ἐγράψαμεν δὲ τούς τε κατὰ μίαν διάστασιν νοουμένους ἐννέα τὸν ἀριθμὸν ὄντας καὶ τοὺς κατὰ τὰς τρεῖς ἅμα, τοὺς ἐν τῷ διαγράμματι, τοὺς ἑπτὰ καὶ εἴκοσιν. ἁπάντων δὲ τούτων κοινὸν γένος ἐποιήσαμεν οὐ τὸ μέγεθος, ἀλλὰ τὸ ποσὸν τῆς διαστολῆς, δηλοῦμέν τε τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν τὰς μὲν ὀνόματι, τὰς δὲ λόγοις. οὔτε γὰρ ἔχουσιν ὀνόματα πᾶσαι καὶ νομοθετεῖν καινὰ περιττὸν ἡγούμεθα, [618] μηδέν γε δὴ χεῖρον τῶν λόγων δηλοῦν δυναμένων. ἐμοὶ μὲν γὰρ δοκοῦσι μὴ πολὺ χεῖρον, ἀλλὰ καὶ πολὺ βέλτιον τῶν ὀνομάτων διδάσκειν οἱ λόγοι. τά τε γὰρ ἄλλα καὶ τὰς πλείστας τῶν διαφορῶν τέμνουσιν εἰς ἄλλας πλείους, καθάπερ εἰρήκαμεν ἐπὶ τοῦ μεγάλου σφυγμοῦ. τούτου γὰρ αὐτοῦ πάλιν ἓξ διαφορὰς ἔστι καὶ νοῆσαι καὶ λόγῳ διερμηνεῦσαι, τὸν μέν τινα μέγιστον ἐν αὐταῖς νοήσαντα καὶ καλέσαντα τὸν πλεῖστον ἀπέχοντα τοῦ συμμέτρου, τὸν δ' ἁπλῶς μέγαν, τὸν μεταξὺ τοῦ μεγίστου καὶ τοῦ συμμέτρου. μεταξὺ δ' ἑκατέρων ἄλλας θεῖναι δύο διαφορὰς ἐγχωρεῖ, τὴν μὲν ὀλίγῳ μείζονα τοῦ συμμέτρου, τὴν δ' ἀπολειπομένην ὀλίγῳ τοῦ μεγίστου. τὸ δ' οὕτως τέμνειν ὅτι μέν ἐστιν εἰς τὰς προγνώσεις χρησιμώτατον, ἅπαντι δῆλον ὅτῳ καὶ μικρὸν ἐμέλησε τῶν ἔργων τῆς τέχνης. καὶ γὰρ ἐπὶ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ πάντων ἁπλῶς τῶν κατὰ τὴν τέχνην τὸ διαιρεῖν ἐπὶ σμικρότητα δύνασθαι καὶ ταῖς κατ' ὀλίγον ὑπεροχαῖς πειρᾶσθαι παρακολουθεῖν ἀνδρός ἐστιν ἄλλως τε συνετοῦ καὶ προσέτι γεγυμνασμένου κατὰ τὰ ἔργα καὶ περὶ [619] παντὸς ποιουμένου τὸ στοχαστικὸν τῆς τέχνης εἰς στενὸν ὡς ἔνι μάλιστα συγκλείειν. οὐ μὴν ἔν γε ταῖς ἀρχαῖς τῆς διδασκαλίας τμητέον οὕτως. τοῖς μὲν γὰρ ἀσυνέτοις τῶν μανθανόντων ταραχὴν οὐκ ὀλίγην παρέξει, τοῖς δὲ συνετοῖς εἷς ἐκ τῶν εἰρημένων ἐπινοηθήσεται. διὰ τοῦτο οὐδὲ ἡμεῖς ἐμνημονεύσαμεν αὐτῶν ἐν τῷ πρώτῳ τῶν ὑπομνημάτων, ἀλλ' οὐδὲ νῦν ἂν εἴποιμεν, εἰ μὴ πᾶν τὸ πλῆθος τῶν κατὰ τὸ ποσὸν ὀνομαζομένων τε καὶ νοουμένων σφυγμῶν ἠβουλήθημεν ἐνδείξασθαι. καὶ γὰρ τῶν κατὰ μίαν διάστασιν νοουμένων τάς θ' ὑπερβολὰς καὶ τὰς ἐνδείας ἐξ ἀρχῆς τέμνειν δυνατὸν, ὥσπερ ἐπὶ τοῦ μεγάλου συνεδείξαμεν. ὁ γὰρ σύμμετρος μόνος ἐν ἑκάστῳ τῶν γενῶν εἷς ἐστι καὶ ἄτμητος, οἱ δὲ ἄλλοι πλείστας τομὰς δέχεσθαι δύνανται, πρὸς μέν γε τὴν φύσιν αὐτῶν ἀπείρους, κατὰ γὰρ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν παντὶ γένει τῷ δεξαμένῳ τὴν ὑπερβολὴν καὶ ἔλλειψιν ἀπείρους ἀναγκαῖον εἶναι τὰς διαφορὰς, οὐ μὴν πρός γε τὴν αἴσθησιν οὕτως ἔχει, ἀλλὰ παρὰ τὸ βέλτιον ἢ χεῖρον αὐτοὺς ἠσκῆσθαι, τῇ μὲν καὶ τὰς παρὰ μικρὸν ἐνέσται διαφορὰς [620] γνωρίζειν, τῇ δὲ τὰς ἀξιολόγους μόνον. καὶ γὰρ καὶ τὰς τῆς φωνῆς ὑπεροχὰς ὁ μὲν μουσικὸς οὐκ ἄχρι τόνου καὶ ἡμιτονίου μόνον, ἀλλὰ καὶ μέχρι διέσεως ἱκανῶς διαγινώσκει, ὁ δ' ἰδιώτης οὐδὲ δυοῖν τόνοιν ὑπεροχὴν ἀκούειν οἷός τε. καὶ γοῦν καὶ ἡμεῖς τό γε νῦν εἶναι τὴν ἡμετέραν αἴσθησιν ἐξηγησάμεθα, παρακολουθοῦμεν γὰρ ἐν τῇ τοῦ συμμέτρου καθ' ἕκαστον γένος ὑπερβολῇ τε καὶ ἐνδείᾳ διαφοραῖς σφυγμῶν ἕξ. ἀλλ' ἀρκεῖ τοῖς εἰσαγομένοις, τὰ μὲν πρῶτα μιᾶς ἑτέρας αἰσθάνεσθαι καὶ χωρίζειν αὐτὰς δύνασθαι τῆς συμμέτρου· χρόνῳ δ' ἂν, οἶμαι, τριβομένοις αὐτοῖς περὶ τὸ πρᾶγμα πρῶτον μὲν ἴσως διχῇ τέμνειν αὐτὰς, εἶτα δὲ καὶ τριχῇ καὶ τετραχῇ περιέσται. ταῦτα πάντα μάλιστα μὲν ὑπὲρ τοῦ δεῖξαι πολλῶν σφυγμῶν ἓν γένος κοινὸν εἴρηται, χρήσιμα δ' ἐστὶ καὶ αὐτὰ καθ' ἑαυτὰ γινώσκεσθαι, καὶ ἡμεῖς τοῖς ἤδη προήκουσιν ἐν τοῖς μαθήμασι τὰ τοιαῦτα λέγομεν, ὧν περ δὴ καὶ μόνων ἐστὶν ἀκούσματα. ὅτι μὲν οὖν ἐστί τι γένος σφυγμῶν τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένων, αὐτάρκως δέδεικται.

[621]    Ὅτι δὲ καὶ τῶν πρώτων ἐστὶ γενῶν, οἶδα γὰρ καὶ τοῦτ' ἐπαγγειλάμενος δείξειν, ᾧδ' ἂν μάλιστα μάθοις, εἰ πειραθείης καθ' ἕκαστον τῶν ἄλλων γενῶν τὴν αὐτὴν ποιήσασθαι γυμνασίαν, ἣν ἐπὶ τούτου νῦν ἐποιησάμεθα. ποιήσεις δὲ μάλιστα οὕτως, εἰ καθ' ἕκαστον αὐτῶν προχειριζόμενος, ἐπισκοποῖο τί κοινὸν γένος ἀνωτάτω ἐνδέχεται συστῆναι, τούτου τε κατὰ τὸ ποσὸν τῆς διαστολῆς καὶ τοῦ σὺν αὐτῷ προτεινομένου. φέρε γὰρ ἐπειδὴ ταχύς τίς ἐστι καὶ βραδὺς καὶ σύμμετρος ἐν τῇ κινήσει τῆς ἀρτηρίας σφυγμὸς, καὶ τοῦτο κοινὸν γένος ἐστὶ τὸ ποιὸν τῆς κινήσεως, ὡς κᾀν τοῖς περὶ διαγνώσεως σφυγμῶν ἐπιδείκνυται, σκεπτέον ἡμῖν ἐστι, τί ποτε κοινὸν γένος εὑρεῖν δυνησόμεθα ποιοῦ τε καὶ ποσοῦ. μὴ δυνηθέντες γὰρ ἐν τοῖς πρώτοις γένεσι τάξομεν τό τε ποσὸν τῆς διαστολῆς καὶ τὸ ποιὸν τῆς κινήσεως. ἀλλ' ἐπεὶ καὶ τὸ ποιὸν τοῦ σώματος τῆς ἀρτηρίας ἄλλο γένος ἦν σφυγμῶν, ἐν αὐτῷ γὰρ ὅ τε μαλακὸς καὶ ὁ σκληρὸς καὶ ὁ σύμμετρος κατὰ τὴν σύστασιν τοῦ χιτῶνος τῆς ἀρτηρίας ἦσαν, ἐπισκεπτέον αὖ πάλιν, τί καὶ τούτων ἐστὶ κοινὸν γένος, [622] λέγω δὲ τούτου τε τοῦ νῦν εἰρημένου καὶ τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς. ἂν δὲ μηδὲν φαίνηται, τῶν πρώτων ἡμῖν καὶ αὐτὸ θετέον εἴη. ὅτι δ' ἐν τῷ περὶ τῶν τοιούτων σκοπεῖσθαι γεγυμνάσθαι χρὴ διαγινώσκειν τὰς κατηγορίας, ἡγοῦμαι πρόδηλον ὑπάρχειν· ἵν' ὅταν ὑπὸ μίαν μὲν ἄμφω ἄγηται κατηγορίαν τὰ ζητούμενα, μὴ μέντοι κοινὸν γένος τι ἐπ' αὐτοῖς ᾖ, μὴ ταραττώμεθα τῷ κοινῷ τῆς κατηγορίας, ὡς τούς γε πλείστους τῶν ὀψιμαθῶν τε καὶ ἀγυμνάστων ψευδοδιαλεκτικῶν, ἔνθα κατηγορία κοινὴ, καὶ γένος ἐνταῦθα κοινὸν εὑρήσεις νομίζοντας, ὡς ἂν μὴ δυναμένους διαιρεῖσθαι τὴν ὁμωνυμίαν. οὕτω γοῦν ἔχει κᾀπὶ τοῦ κατὰ τὴν κίνησιν καὶ τὸ σῶμα τῆς ἀρτηρίας ποιοῦ. κατηγορία μὲν ἡ τοῦ ποιοῦ κοινὴ κατ' ἀμφοῖν τοῖν γενοῖν, οὐ μὴν καὶ γένος γέ τι κοινὸν ἐπ' ἀμφοῖν. ὁμωνύμως γὰρ, οὐ συνωνύμως ἄμφω ποιὰ λέγεται. οὐ γὰρ ἓν ταὐτόν ἐστιν ἐν ἀμφοτέροις τὸ ποιὸν, καθάπερ ἐν λευκῷ καὶ μέλανι, ἢ ἐν ψυχρῷ καὶ θερμῷ, ἀλλὰ κινήσει μὲν τὸ ποιὸν ἴδιον καὶ γένους ἄλλου, τῷ δὲ σώματι τῆς ἀρτηρίας ἴδιον καὶ γένους ἄλλου. [623] οὐ γάρ ἐστιν ἐν ταὐτῷ γένει κίνησίς τε καὶ σύστασις ἀρτηρίας σώματος. ἀλλὰ περὶ μὲν τούτων τάχ' ἂν ἐν τοῖς ἑξῆς πλέον ῥηθείη. περὶ δὲ τοῦ κατὰ τὸ ποσὸν γένους τῶν σφυγμῶν ἤδη δῆλον ὅπως χρὴ σκοπεῖσθαι, πότερα τῶν πρώτων ἐστὶ γενῶν, ἢ τῶν δευτέρων. τοῦ μὲν γὰρ κατά τε τὴν κίνησιν καὶ τὸ σῶμα τῆς ἀρτηρίας φανερῶς ἕτερον ὑπάρχει, εἴ γε καὶ τὸ ποσὸν ἕτερον τοῦ ποιοῦ· διὰ ταῦτά γε καὶ τοῦ κατὰ τὸν τόνον, ἐν ᾧ σφοδροί τέ τινες καὶ ἀμυδροὶ γίνονται σφυγμοί. καὶ γὰρ οὗτοι κατὰ τὸ ποιὸν ἤτοι τῆς πληγῆς, ἢ τοῦ ζωτικοῦ τόνου συνίστανται. καὶ μὴν καὶ ῥυθμοῦ καὶ τοῦ κατὰ τάξιν τε καὶ ἀταξίαν, ὁμαλότητά τε καὶ ἀνωμαλίαν. ὑπὸ γὰρ τὴν τοῦ πρὸς τὶ κατηγορίαν ἔρχεται ταῦτα σύμπαντα. λοιπὸν δ' ἂν εἴη παραβάλλειν αὐτὸ τῷ κατὰ τὴν πυκνότητα καὶ ἀραιότηται γένει. φαίνεται γὰρ τοῦτο κατὰ τὸ ποσὸν τοῦ χρόνου τῆς ἡσυχίας συνιστάμενον. ἀλλὰ κᾀνταῦθα πάλιν ὑπὸ μὲν τὴν αὐτὴν κατηγορίαν ἀναχθήσεται, γένος δ' οὐ ταὐτὸν ἀμφοῖν γενήσεται. γένει γὰρ ὅλῳ διαφέρει [624] τὸ ἐν διαστάσει σώματος ποσὸν τοῦ κατὰ χρόνον ποσοῦ, καὶ δῆλον ὡς οὐδὲν ἀνωτέρω γένος ἐν σφυγμοῖς ἐστι τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς, ὥσπερ οὐδὲ τῶν ἄλλων τῶν εἰρημένων οὐδενός. ὅστις δὲ ἀκριβῶς τούτοις ἕπεσθαι βούλεται, γεγυμνάσθαι πρότερον αὐτὸν χρὴ περὶ τὰς κατηγορίας. τὸ γὰρ τοῦ Ἀρκεσιλάου καλὸν, ὡς οὐδεὶς πόκον εἰς γναφεῖον φέρει. τάξις γάρ ἐστιν ὥσπερ ἐρίων ἐργασίας, οὕτω καὶ μαθημάτων διδασκαλίας. καὶ οὐδεὶς οὔτ' ἀναγινώσκειν διδάσκεται, πρὶν πάσας ἐκμαθεῖν τὰς συλλαβὰς, οὔτε τὰς συλλαβὰς αὐτὰς, πρὶν ἅπαντα τὰ στοιχεῖα τῆς φωνῆς, οὔτε τὰ σύντονα παλαίσματα πρὸ τῶν ἁπλῶν καὶ ῥᾳδίων, οὐδὲ ταῦτα, πρὶν τρίψασθαι καλῶς, οὐδὲ τοῦτο, πρὶν ἀλείψασθαι γυμναστικῶς, ἀλλ' ἕκαστον αὐτῶν τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον ἐστὶν ἐν ἁπάσαις ταῖς τέχναις. οὕτω δὴ κᾀν τοῖς κατὰ τὴν διαλεκτικὴν οὐκ ἐνδέχεταί τινα, πρὶν ἐν τοῖς πρώτοις καὶ οἷον στοιχείοις γυμνάσασθαι, ταῖς τῶν ἑξῆς ἀποδείξεσιν ἕπεσθαι. περὶ μὲν τούτων εἴς γε τὸ παρὸν ἱκανὰ καὶ ταῦτα.

[625]    Λοιπὸν δ' ἂν εἴη περὶ τοῦ τῆς διαφορᾶς ὀνόματος εἰπεῖν. πρῶτον μὲν ὅτι μὴ καινοτομοῦμεν ἡμεῖς περὶ τοὔνομα, δείξομεν· ἔπειτα δὲ καὶ οἷόν τι δηλοῖ παρὰ τοῖς Ἕλλησιν ἐξηγησόμεθα. τοῦ μὲν δὴ μὴ καινοτομεῖν πρῶτος Ἀρχιγένης μάρτυς, ὡδί πως γράφων κατὰ τὴν ἀρχὴν τοῦ περὶ τάξεώς τε καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας γένους· Ἡρόφιλος κατὰ γένος τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἐκθέμενος οὕτως· μέγεθος, τάχος, σφοδρότης, ῥυθμὸς, ἀσυζύγως κατ' εἶδος τάξεως ἐμνήσθη καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας. ἐν ταύτῃ τῇ λέξει σαφῶς ὁ Ἀρχιγένης οὐ μόνον ὅτι διαφοραὶ περὶ τοὺς σφυγμούς εἰσιν, ἀλλὰ καὶ ὡς αἱ μέν τινες αὐτῶν κατὰ γένος, αἱ δὲ κατ' εἶδος ἐμνημόνευσεν. οὐ μόνον δὲ κατὰ τὴν ἀρχὴν τοῦτο ἐποίησεν, ἐπελάθετο δὲ ἐν τῷ μετὰ ταῦτα λόγῳ παντί. μυριάκις γὰρ μνημονεύει τοῦ τε τῆς διαφορᾶς ὀνόματος τοῦ τε τῶν γενῶν καὶ εἰδῶν, ὀρθότατα φρονῶν καὶ γινώσκων ὅτι τῶν διαφορῶν αἱ μέν τινές εἰσι γενικαὶ, αἱ δὲ εἰδικαὶ, καὶ αὐτῶν γε τούτων αἱ μὲν γενικώτεραι, αἱ δὲ εἰδικώτεραι. [626] ὀλίγας οὖν παραγράψομεν ῥήσεις αὐτοῦ εἰς ἀπόδειξιν τοῦ προκειμένου, πρῶτον μὲν ταύτην ἐκ τοῦ αὐτοῦ λόγου περὶ τάξεως καὶ ἀταξίας· οἱ μέν γε τὴν ὁμαλότητα ἐπὶ τινῶν διαφορῶν ἤκουον μόνον, ἐγὼ δ' ἐπὶ πασῶν ἐφ' ὅσων καὶ τὴν τάξιν. εἶθ' ἑξῆς· ἀνωμαλία μὲν ἀνισότης σφυγμῶν κατά τινα τῶν παρεπομένων αὐτοῖς διαφορῶν, ἀταξία δὲ ἀσυστασία χρονικὴ κατά τινα τῶν τοῦ σφυγμοῦ διαφορῶν. ἐν ταύτῃ μέν γε τῇ ῥήσει δὶς ἔγραψε τὸ τῆς διαφορᾶς ὄνομα. εἶτα μετ' ὀλίγον· οὐδ' εἰρήκασιν οὐδ' ὑπὲρ τούτων, εἴ γε δεῖ τὸν κατὰ πᾶσαν διαφορὰν ἴσον ὁμαλὸν λέγειν. αὖθις δ' ἐφεξῆς· καὶ ὁ μὲν καθὰ παρατεταγμένος, οὗτος καθ' ἡμᾶς ἔσται ἴσος μεγέθει, σφοδρότητι, τάχει, ῥυθμῷ, καὶ εἴ τινι ἄλλῃ τοιαύτῃ διαφορᾷ σχέσιν ἔχων θεωρεῖται κατὰ πάσας· πρὸς τὶ δὲ ὁ κατὰ μίαν τινὰ τούτων διαφορὰν ἐν σχέσει θεωρούμενος, ἢ κατὰ δύο, ἢ κατὰ πλείονας. ἐν ταύτῃ γὰρ πάλιν τῇ ῥήσει δὶς ἐμνημόνευσε τοῦ τῆς διαφορᾶς ὀνόματος. συνάπτων δ' αὐτῇ τὸν ἑξῆς λόγον, πρῶσον μὲν οὕτως ἐρεῖ· ἡ μὲν γὰρ καθάπαξ καὶ ἀπολελυμένη πασῶν τῶν διαφορῶν [627] ἐστιν ἰσότης. ποτὲ δὲ οὕτως· καὶ ἀνώμαλον μὲν σφυγμὸν τὸν καθάπαξ καὶ κατὰ μίαν διαφορὰν ἄνισον λεγόμενον. ποτὲ δ' οὕτως· ἔσθ' ὅτε δὲ τὰ μὲν ἄλλα διὰ τριῶν, ὡς εἶπον, ἀναλογεῖ. ἡ σφοδρότης δὲ ὡς ἂν ἀμφημερινός ἐστιν, ὁμαλὴς οὖσα καὶ ἴση. ἐφεξῆς, ἢ ἄλλη τις τῶν λοιπῶν διαφορῶν, ἢ ἄλλη. τούτοις δὲ συνάπτων τὸν ἑξῆς λόγον ἐρεῖ· ἀναλογούντων τῶν σφυγμῶν ὁμοῦ τε πάσαις ταῖς διαφοραῖς καί τινι ἤ τισιν. εἶτ' ἐφεξῆς· ἔσθ' ὅτε δὲ τὰ μὲν ἄλλα πάντα τεταγμένα ἐστὶν, ἢ νὴ Δί' ὁμαλά· μία δέ τις διαφορὰ, οἷον τὸ μέγεθος, ἢ δύο, ἢ πλείους, ἄτακτοι τελέως εἰσίν. εἶτα ἐπὶ τῇ τελευτῇ τοῦ λόγου· νοεῖσθαι γὰρ δεῖ, φησὶν, ἃ ἔφην περὶ τάχους καὶ βραδύτητος ἐπὶ πάσης ἄλλης διαφορᾶς σφυγμοῦ. τοσαῦτα μὲν ἐκ τούτου τοῦ λόγου παραγεγράφθω. τί γὰρ ἄν τις πλειόνων μνημονεύοι; μεταβῶμεν δὲ αὖθις ἐφ' ἕτερον, ὑπὲρ τοῦ μὴ δοκεῖν ἐξ ἑνὸς τόπου μαρτυρίας λαμβάνειν. παραγράφωμεν οὖν ῥήσεις ἐκ τῶν ἑξῆς καὶ πάλιν ἐκ τῶν ἔμπροσθεν. ἑξῆς μὲν οὖν ἐστι πρόγραμμα τοιοῦτον· τίς ἡ καθ' ἕνα σφυγμὸν ἀνωμαλία. [628] γράφει δ' εὐθέως μετὰ τὴν ἀρχὴν τοῦ λόγου τόνδε τὸν τρόπον· εἰσὶ δ' αὐτῆς πλείους διαφοραὶ, τῆς καθ' ἕνα δηλονότι σφυγμὸν ἀνωμαλίας. εἶθ' ἑξῆς· τὰ πολλὰ δὲ ταύταις ταῖς διαφοραῖς καὶ ταῖς κατὰ μέγεθος συντρέχουσιν ἀνωμαλίαις. καὶ πάλιν ἐφεξῆς· ἄλλη δ' ἐστὶ διαφορὰ κατὰ μέγεθος ἀνωμάλου ἑνὸς σφυγμοῦ. ταῦτα μὲν καὶ ἐκ τούτου τοῦ λόγου λαβεῖν ἐστι. προσπαραγράψωμεν δ' αὐτοῖς ἔτ' ὀλίγα τῶν εὐθὺς κατ' ἀρχὰς εἰρημένων τοῦ βιβλίου. μία μὲν οὖν ῥῆσις ἐν τῷ περὶ σφοδρότητος σφυγμοῦ λόγῳ τοιαύτη τις· ἔστι δὲ κατὰ τὴν σφοδρότητα τοιαύταις καὶ ἄλλαις ἐντυγχάνειν διαφοραῖς. ἑτέραν δὲ ταύτην ἀμυδροῦ σφυγμοῦ διαφορὰν θείη τις ἄν. καὶ ἑξῆς ἄλλην. εἰ δ' οὐκ ἔκλυτος μὲν, ἀλλ' οἷον παραπεποδισμένη καὶ εἴσω ῥέπον τὸ βάρος ἔχουσα, πεποδισμένη καὶ δεδυκυῖα διαφορὰ, κατὰ σφοδρότητα ἂν εἴη σφυγμοῦ. ἑξῆς δ' ἐν τῷ περὶ πληρότητος λόγῳ ποτὲ μὲν οὕτως γράφει, τοσούτων διαφορῶν, ποτὲ δ' οὕτως· ἡ διαφορὰ μόνον πρὸς τὸν διανενεγμένον ψιλῶς θεωρείσθω. πάλιν δ' ἐν τῷ περὶ πυκνότητος καὶ τάχους ὡδί πως γράφει· ὀλίγοι [629] δέ τινες ἐμφαίνουσι σαινόμενοι διαφοράς. καὶ κατὰ τὴν τελευτὴν τοῦ παντὸς λόγου· ταχύτητος μὲν δὴ καὶ πυκνότητος διαφοραὶ αὗται. πάλιν δ' ἐν τῷ, τίς ὁ δι' ἴσου καὶ οὐ δι' ἴσου σφυγμός· οὐκ ἔστι δὲ ἰδία τις διαφορὰ σφυγμοῦ αὕτη, ἀλλ' ἐν εἴδει κεῖται ἢ ῥυθμοῦ ἢ τάξεως. ἅλις ἤδη γε διαφορᾶς, μή πως λάθωμεν εἰς ἐκφορὰν ἐκπεσόντες. εἰ γάρ τις βούλεται τὸ περὶ σφυγμῶν βιβλίον ὅλον ἀναγινώσκειν τοῦ Ἀρχιγένους, ἄλλο βιβλίον ἐξ αὐτοῦ πληρῶσαι δυνήσεται τοῦ τῆς διαφορᾶς ὀνόματος· νῦν μὲν γὰρ ἡμεῖς οὐδ' ἐκ τοῦ πέμπτου μέρους ἐξελέξαμεν ταῦτα. καὶ πολλὰς παρεγράψαμεν ῥήσεις, οὐχ οὕτως ὑπὲρ τοῦ τῆς διαφορᾶς ὀνόματος σπουδάσαντες, ἀλλ' ἵν' ἐπιδείξωμεν τὸ σημαινόμενον πολυειδὲς ὄν. καὶ γὰρ τὰ γένη πολλάκις διαφορὰς κέκληκε, τά τε πρῶτα καὶ τὰ δεύτερα, καὶ τὰ εἴδη τῶν γενῶν οὐδὲν ἧττον. καὶ ὅσα δὲ μήτε γένη μήτ' εἴδη τέταχεν ὄντα, διαφοραὶ δ' αὐτὸ τοῦτο μόνον καὶ ταύτας διαφορὰς κέκληκεν, ἐν ᾧ καὶ ἡ παρακοὴ τῶν ψευδοδιαλεκτικῶν ἐστι. τοῦ γὰρ τῆς διαφορῶς ὀνόματος παρά τε τοῖς ἄλλοις Ἕλλησιν ἅπασι καὶ παρὰ τοῖς [630] παλαιοῖς φιλοσόφοις κατὰ τῶν τριῶν τούτων ὧν εἴπομεν ἄρτι λεγομένου, κατὰ μὲν τῶν γενῶν καὶ τῶν εἰδῶν κοινότερον, κατὰ δὲ τῶν μὲν ἐν ταῖς διαιρέσεσιν εὑρισκομένων, ὄντων δὲ μήτ' εἰδῶν μήτε γενῶν ἰδικώτερον, τοῦτο μόνον τὸ σημαινόμενον ἐμνημόνευσαν, τοῦ κοινοῦ παντάπασιν ἐπιλαθόμενοι, ἀλλ' ὑπὸ τῆς Ἀδραστείας νεμεσώμενοι ταῖς σφετέραις ἑαυτῶν οὐκ ἐμμένουσι νομοθεσίαις. διὰ τοῦτ' ἐγὼ νῦν οὐ παρὰ τῶν ἄλλων Ἑλλήνων τὰ σημαινόμενα τῶν ὀνομάτων ἀναμιμνήσκω, ῥᾷστον ὄν μοι παρὰ πάντων λαβεῖν, ἀλλὰ παρ' αὐτῶν τούτων τῶν ψευδοδιαλεκτικῶν. τοὺς γὰρ ἐπαγγελλομένους μὲν ἐξηγεῖσθαι τὰς ἐννοίας τῶν ὀνομάτων καὶ ταύτην ἀρχὴν τῆς διαλεκτικῆς θεωρίας τιθεμένους, οὐκ ἐξηγουμένους δὲ, ἀλλὰ νομοθετοῦντας μόνον, οὕτως ὀνομάζειν εἴωθα. καὶ γὰρ Ἀρχιγένης οἶδ' ὅτι θᾶττον ἂν ὁτιοῦν παθεῖν εἵλετο, πρὶν ὁμολογῆσαι τὸ τῆς διαφορᾶς ὄνομα καὶ κατὰ τῶν εἰδῶν λέγεσθαι. τά τε γὰρ ἄλλα καὶ ἡ αἵρεσις αὐτῶν θᾶττον πόλιν ἢ δόγμα φησὶ χρῆναι προδιδόναι, ἀλλ' ἐὰν σιωπήσῃς νομοθετούντων καὶ μηδόλως ἀντείπης, εἶτ' ἐπιτρέψῃς περί τινος διαλέγεσθαι, παραχρῆμα [631] ταῖς ἑαυτῶν νομοθεσίαις ἐναντία φθέγγονται. πολὺ δὲ τοῦτ' ἔστι παρὰ τῷ προπάππῳ τῆς αἱρέσεως αὐτῶν Χρυσίππῳ. νομοθετεῖ μὲν γὰρ ὀνόματα πλεῖον ἢ Σόλων Ἀθηναίοις ἱστᾷν τοῖς ἄξοσι νομίσματα. συγχεῖ δ' αὐτὸς πρῶτος αὐτά. καὶ εἰ ἔροιο τοὺς διαδόχους αὐτοῦ τῆς νομοθεσίας, τί δή ποτε οὐκ ἐμμένει τοῖς ἑαυτοῦ παραγγέλμασι, καταχρῆται, φασίν. ἔξεστιν οὖν, ὦ βέλτιστοι, καταχρῆσθαι, καὶ οὐχ ἁμαρτάνουσιν οἱ τοῦτο ποιοῦντες; ἔξεστι, φασί. τί γὰρ ἄλλο εἰπεῖν ἔχουσιν, ὅταν ἐν φρέατι, τοῦτο δὴ τὸ τοῦ λόγου, συσχεθῶσι; τί δή ποτ' οὖν τοῖς ἄλλοις ἀνθρώποις οὐκ ἐπιτρέπουσιν; ἢ μόνῳ Χρυσίππῳ καὶ τοῖς ἀπ' αὐτοῦ τοῦτο δρᾷν ἔξεστι; διὰ τί πρὸς τῶν θεῶν; ὅτι δηλαδὴ γηγενὴς Ἀττικὸς ἦν τῶν ἀμφὶ Κόδρον τε καὶ Ἐρεχθέα. ἀλλ' εἰ τῶν τοιούτων ὄντως ἦν, οὐκ ἂν παρεχάραττεν οἷον νόμισμά τι τὸ τῆς παλαιᾶς φωνῆς ἔθος. νυνὶ δὲ τὸ δεινότατον οὔτε γεννηθεὶς Ἀθήνῃσιν οὔτε τραφεὶς, ἀλλὰ χθὲς καὶ πρώτως ἥκων ἐκ Κιλικίας, πρὶν ἀκριβῶς αὐτὸν ἐκμαθεῖν ἡντιναοῦν Ἑλλάδα φωνὴν, Ἀθηναίοις ὑπὲρ ὀνομάτων ἐπιχειρεῖ νομοθετεῖν [632] ἃ κίττα τὰν σειρῆνα μιμουμένα, ἵνα κίτταν εἴπωμεν, μὴ κολοιὸν, μηδὲ κόρακα, μηδ' ἄλλο μηδὲν ὧν οἰκειότερον ἦν εἰπεῖν τὸν οὕτω θρασύν. ὅσα μὲν οὖν Χρύσιππος εἰς τὴν τῶν Ἀθηναίων ἐξυβρίζει διάλεκτον, τάχ' ἄν ποτε καὶ αὖθις ἡμῖν διελθεῖν γένοιτο· τὰ δ' Ἀρχιγένους ταυτὶ τὰ νῦν ἡμῖν προκείμενα θαυμαστῶς ὁρᾷς ὁμόλογα, φοβηθέντος μὲν εἰπεῖν πρῶτα γένη καὶ πρώτας διαφορὰς καὶ γενικὰς διαφορὰς καὶ γένη διαφορῶν, καίτοι τούτων ἁπάντων συνήθων μὲν τοῖς Ἕλλησιν ὄντων, ὑπὸ Ἡροφίλου δὲ καὶ τῶν Ἡροφιλείων σχεδὸν ἁπάντων μυριάκις εἰρημένων, ἐξευρόντος δὲ τὸ τῆς ποιότητος ὄνομα κατὰ πάντων κοινόν. καὶ μὴν τὸ μὲν τῆς διαφορᾶς ἐγχωρεῖ κατὰ πάντων λέγειν, καὶ τῶν ποιῶν καὶ τῶν ποσῶν καὶ τῶν πρὸς τὶ, καὶ ὅλως ἁπαξαπάντων· παρὰ γὰρ τὸ διαφέρειν ἕτερον ἑτέρου τὸ τῆς διαφορᾶς ὄνομα γέγονέ τε καὶ νενόηται. διαφέρει δ' ἀλλήλων τὰ μὲν εὐθὺς ἐν τοῖς πρώτοις γένεσι τῶν κατηγοριῶν, ὡς ἄνθρωπος καὶ λευκὸν καὶ δίπηχυ καὶ δεξιόν. τὸ μὲν γὰρ αὐτῶν οὐσία, τὸ δὲ ποιὸν, τὸ δὲ ποσὸν, τὸ δὲ πρὸς τί. τὰ δ' ἐν τοῖς ὑπ' αὐτὰ, καθάπερ [633] τὸ λευκὸν καὶ τὸ τρίγωνον. τοῦ μὲν γὰρ τὸ χρῶμα γένος, τοῦ δὲ τὸ σχῆμα. πέπτωκε δ' ἄμφω ταῦτα πάλιν ὑπὸ τὴν τοῦ ποιοῦ κατηγορίαν, ὥστε τὸ λευκὸν τῷ τριγώνῳ κατὰ μὲν τὴν πρώτην κατηγορίαν ὡσαύτως ῥηθήσεται· ποιὸν γὰρ ἑκάτερον· ἐν γένει δ' ἔσται διαφέροντι, τὸ μὲν τῶν χρωμάτων, τὸ δὲ τῶν σχημάτων. ἄλλα δ' αὖ κατ' εἶδος διαφέρει, τῷ γένει μὴ διαφέροντα, καθάπερ τὸ λευκὸν καὶ τὸ ξανθόν. τῷ μὲν γὰρ γένει ταὐτὰ, χρώματα γὰρ, εἰδικὴν δέ τινα ἔχει διαφοράν. εἴδη γὰρ χρώματος ὥσπερ τὸ μέλαν καὶ τὸ ἐρυθρὸν καὶ τὸ κυανοῦν, οὕτω τὸ λευκόν τε καὶ ξανθόν. ἄλλα δ' αὖ κατὰ τὸ ἄτομόν τε καὶ ἀριθμῷ ἓν, διαφέρει, καθάπερ καὶ τὸ λευκὸν, ὃ δειχθῆναι δύναται, τοῦδε τοῦ λευκοῦ, τοῦ δειχθῆναι δυναμένου, διαφέρει μέν τινα διαφορὰν ἰδίαν, ὑπὸ δὲ ταὐτὸν πέπτωκεν εἶδος τὸ λευκόν. ἀλλὰ καὶ γένος αὐτῶν ταὐτὸν, τὸ χρῶμα, καὶ κοινὴ κατηγορία, τὸ ποιόν. οὕτως πᾶν παντὸς, ἕτερον ἑτέρου πάντως κατά τι διαφέρει. ἐπεὶ οὖν ἡ διαφορὰ παρὰ τὸ διαφέρειν εἴρηται καὶ νενόηται, τὸ διαφέρειν δὲ κᾀν τοῖς ἀτόμοις κᾀν τοῖς εἴδεσι καὶ τοῖς ὑπ' ἄλληλα γένεσιν εὑρίσκεται, καὶ περὶ [634] πάνθ' ἁπλῶς τὰ ὁπωσοῦν ὄντα, ἀνάγκη καὶ τὴν διαφορὰν ἐν ἅπασιν ὑπάρχειν τοῖς οὖσιν, οὐ μὴν τήν γε ποιότητα. διὰ τοῦτο Ἀρχιγένης μὲν κακῶς τὰ πρῶτα γένη τῶν ἐν τοῖς σφυγμοῖς διαφορῶν ποιότητας ὠνόμασεν, ἡμεῖς δὲ ὀρθῶς καὶ ταῦτα καὶ τἄλλα πάντα διαφορὰς, ὅθεν καὶ τοὐπίγραμμα τῷ λόγῳ παντὶ περὶ σφυγμῶν διαφορᾶς ἐποιησάμεθα. τί λοιπὸν ἔτι λείπει τῶν ἀναβληθέντων; οὐδὲν ἢ τὸ δεῖξαι τήν τε παρὰ τοῖς παλαιοῖς ἰατροῖς καὶ τοῖς ἄλλοις Ἕλλησι περὶ τοὔνομα τῆς διαφορᾶς συνήθειαν. ὁ μὲν γὰρ ἔμπροσθεν λόγος παρ' Ἀρχιγένους αὐτοῦ τὰς πίστεις ἐποιήσατο, καὶ οὐδ' ἐξ ἁπάντων μέντοι τῶν βιβλίων αὐτοῦ, ἀλλ' οὐδ' ἐκ τοῦ περὶ σφυγμῶν ὅλου. ὡς εἴγε κᾀπὶ τἄλλα τις ἔρχοιτο τοῦ Ἀρχιγένους συγγράμματα, καὶ πυρετῶν διαφορὰς εὑρήσει καλοῦντα τὸν ἄνδρα καὶ παθῶν καὶ διαιτημάτων καὶ μυριάκις χρώμενον καθ' ὧν εἴπομεν πραγμάτων τῷ τῆς διαφορᾶς ὀνόματι. τὸ δὲ καὶ παρὰ τῶν ἄλλων τε ἰατρῶν καὶ ὅλως Ἑλλήνων χρήσεις παραγράφειν, οὕτω μοι δοκεῖ μακρὸν ὑπάρχειν, ὥστε βίβλους μεγίστας δύνασθαι πληρῶσαι. κάλλιστον [635] οὖν αὐτῶν ἕκαστον ἐκλέγειν. εὐθὺς γὰρ καὶ τοῖς ἄλλοις τῶν Ἑλλήνων ὀνόμασιν ἐθισθήσεται καὶ ἧττον ἡμῖν πράγματα παρέξει πρὸς τὸν ἑξῆς λόγον. καὶ ἡμετέρας δὲ δύο πραγματείας ὁ βουλόμενος ἔχει, τήν τε περὶ Ἀττικῶν ὀνομάτων καὶ τὴν περὶ τῶν ἰατρικῶν. ἴσως δ' ἄν ποτε καὶ περὶ τῶν Ἰωνικῶν ποιήσαιμ' ἂν, ὥστε ἐξ ἐκείνων ὅσα περὶ λέξεως τε καὶ ὅλως ὀνομάτων ζητεῖται, μανθάνειν. νυνὶ δὲ τὸ συνεχὲς τοῦ λόγου περαινέσθω, τοῦτο μὲν ἐνταῦθα καταπαυσάντων ἡμῶν, ἐν δέ τοι τοῖς ἑξῆς ὅσα λείπει προσθέντων. [636]

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΦΥΓΜΩΝ.

ΛΟΓΟΣ Γ.

   Τὸ μὲν δὴ περὶ τῶν πραγμάτων ἡμᾶς διαφέρεσθαι, τῷ μὲν ἴσως ἀναγκαῖον εἶναι δόξει, τῷ δ' εὔλογον, τῷ δέ τινι καὶ συγνώμης ἄξιον. κατὰ μὲν γὰρ τὸν τραγικὸν ποιητὴν,

   Εἰ πᾶσι ταὐτὸ καλὸν ἔφυ σοφόν θ' ἅμα,

   Οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις.

νυνὶ δ' ἐπεὶ οὐδὲ δοκεῖ πᾶσι ταὐτὸν οὔτε καλὸν οὔτε σοφὸν οὔτε ἀληθὲς εἶναι, ἀναγκαῖον, οἶμαι, διαφέρεσθαι. κατὰ δὲ τὸν φιλόσοφον τὸν εἰπόντα· ἢν γὰρ καὶ τὰ μέγιστα [637] τύχῃ τετελεσμένα, εἰπὼν αὐτὸς, ὅμως οὐκ οἶδε, δοκὸς δ' ἐπὶ πᾶσι τέτυκται. διὰ τὸν δοκὸν τοῦτον εὔλογον διαφέρεσθαι. κατὰ δὲ τοὺς ἡγουμένους εἶναι βεβαίως τε καὶ ἀραρότως γνωστὸν, ἀλλὰ χαλεπὸν εὑρεθῆναι τοῖς πολλοῖς, συγγνωστὸς ὁ μὴ τυγχάνων αὐτοῦ. τὸ δὲ καὶ περὶ τῶν ὀνομάτων διαφέρεσθαι, καὶ μηδὲ μετρίως τοῦτο, μηδ' ὡς ἔτυχε, ποιεῖν, ἀλλὰ βίβλους ὅλας μεγίστας ἀναπιμπλάναι τῆς περὶ ταῦτα τερθρείας, οὔτ' ἀναγκαῖον οὔτ' εὔλογον οὔτε συγγνώμης ἄξιον ἐμοὶ γοῦν εἶναι δοκεῖ. τοσαύτης γὰρ οὔσης τῆς ἐν τοῖς πράγμασιν ἀσαφείας, ὥστε εἰ καὶ τριπλασίονα βίον ζήσαιμεν οὗ νῦν ζῶμεν, οὐδὲ τότ' ἂν ἴσως ἁπάντων ἡμῖν ἀκριβῶς γνωσθέντων, καὶ διὰ τοῦτ' εἰπόντος Ἱπποκράτους, ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, πῶς οὐκ ἄτοπος ὁ περὶ τὰ μηδὲν προσήκοντα τρίβων τὸν χρόνον; ὥσπερ οὕτω πολὺν ἔχων, ὥστε καὶ τοῦτ' ἐκ περιττοῦ μανθάνειν, καὶ τἀναγκαῖα κατὰ σχολὴν ζητεῖν. ἆρ' οὖν οὐ τοῦτο δρῶσιν οἱ τὰ τοιαῦτα γράφοντες, οἷά περ καὶ ὁ Ἀρχιγένης ἐν τῷ περὶ σφοδροῦ σφυγμοῦ λόγῳ; ἔστι δὲ ἡ ῥῆσις μακρὰ καὶ πᾶσαν παραγράφειν ἐνταῦθα [638] αὐτὴν ἄτοπον, ἀλλ' ὅμως ὁ βουλόμενος ἐκ τοῦ περὶ τῶν σφυγμῶν συγγράμματος ἀναγινωσκέτω. τέταρτον γάρ ἐστιν ἀπὸ τῆς ἀρχῆς κεφάλαιον. ἄρχεται δ' αὐτοῦ τοῦτον τὸν τρόπον· τὴν σφοδρότητα τοῦ σφυγμοῦ οὐκ εἶναι ἁπλῶν ποιοτήτων φησὶ Μάγνος. ὡς οὖν ἀνεγνωκότι σοι τοῦτον ἅπαντα τὸν λόγον τὸν περὶ τῆς σφοδρότητος, ἤδη πειράσομαι λέγειν ἃ γινώσκω. θαυμάζω γὰρ οὐ τοῦτο μόνον ὅτι περὶ ὀνόματος ἐρίζει· τοῦτο μὲν γὰρ τὸ ἁμάρτημα σχεδὸν ἤδη τοῖς πλείστοις οὐκ ἰατροῖς μόνον, ἀλλὰ καὶ φιλοσόφοις σύνηθες· ἀλλ' ὅτι μηδ' αὐτὸ τοῦτ' αἰσθάνεται, ὅτι περὶ ὀνομάτων ἐρίζει, καὶ διὰ τοῦτο, οἶμαι, νομίζων περὶ πράγματος διαλέγεσθαι, μακροὺς ἀποτείνει λόγους. οἳ πρὸς τοῖς ἄλλοις ἀτόποις, ἔτι καὶ ἀσαφῶς κειμένοις, βίβλου τινὸς ἑτέρας ἐξηγουμένης αὐτοὺς οὐ μικρᾶς δέονται, ἵν' ἀεὶ κατατριβώμεθα δηλαδὴ περὶ ὄνου σκιᾶς ἀμφισβητοῦντες, μηδὲ τοσοῦτον ἄρα πρὸς τῆς διαλεκτικῆς ὠφεληθέντες, ὡς γνωρίζειν δύνασθαι, τίς μὲν ὑπὲρ ὀνόματός ἐστι, τίς δὲ ὑπὲρ αὐτοῦ ζήτησις τοῦ πράγματος. ὄντος γάρ τινος σφυγμοῦ βιαίου κατὰ τὴν προσβολὴν, ὡς ὠθεῖν τε καὶ ἀνατρέπειν τὴν ἁφὴν, τὸ μὲν ὅπως [639] ἄν τις αὐτὸν ἀκριβῶς διαγινώσκοι ζητεῖν, καὶ προσέτι τὰς αἰτίας ὑφ' ὧν γίνεται, καὶ τί δηλοῦν πέφυκεν ὁ τοιοῦτος σφυγμὸς, περὶ πράγματός ἐστι σκοπεῖσθαι· τὸ δὲ τί κλητέον αὐτὸν, ὑπὲρ ὀνόματος. ἵν' οὖν σαφῶς ἐπιγνῶμεν, ὅτι τὸ μὲν ὑπὲρ ὀνομάτων ἐστὶ, τὸ μηδὲν ζητεῖν, τὸ δ' ὑπὲρ αὐτῶν τῶν πραγμάτων σκοπεῖσθαι τὰς τέχνας αὔξει, καλέσωμεν τὸν προειρημένον σφυγμὸν Δίωνα. κᾄπειτα λέγωμεν, ὅπως μὲν ἀκριβῶς διαγινώσκεται, τουτέστι ὅτι θλιβόντων τὴν ἀρτηρίαν, οὐκ ἐπιπολῆς ψαυόντων, ἔπειθ', ὅτι γίνεται τῇ ῥώμῃ τῆς ζωτικῆς δυνάμεως, ὡς ἐν τοῖς περὶ σφυγμῶν αἰτίας ἐνδείκνυμεν. εἶθ' ὅτι σημεῖόν ἐστιν ἐν νόσοις ἀγαθὸν, καὶ ἄλλα τέ τινα καὶ κρίσεις οἵας πέφυκε δηλοῦν. εἰς τέτταρα γάρ τοι μέρη νενεμημένης ἁπάσης τῆς περὶ τοὺς σφυγμοὺς θεωρίας, εἴς τε τὸ περὶ τῆς διαφορᾶς αὐτῶν καὶ τὸ περὶ διαγνώσεως καὶ τὸ περὶ τῶν αἰτίων καὶ τέταρτον τὸ περὶ τῆς δι' αὐτῶν προγνώσεως, οὐδὲν αὐτῶν παραβλάπτεται, καλεσάντων ἡμῶν τὸν ἰσχυρῶς πλήττοντα σφυγμὸν Δίωνα. καὶ γὰρ ὅπη τῶν ἄλλων διαφέρει μεμαθήκαμεν, ἄν τε Θέων, ἄν τε Δίων, ἄν τ' ἄλλό τι καλῆται, καὶ ὅπως [640] διαγνωσθήσεται, καὶ ὑπὸ τίνος αἰτίας γίγνεται, καὶ τί δηλοῖ. φιλονεικείτω δὴ λοιπὸν ὑπὲρ αὐτοῦ πρὸς Μάγνον Ἀρχιγένης, τάχα μὲν παρανομοῦντα καὶ αὐτὸν εἰς τὸ τῶν Ἑλλήνων ἔθος τὸ περὶ τὰς προσηγορίας, ὅμως δὲ συνιέντα τό γε τοσοῦτον, ὡς τὸ πλεῖστον αὐτῷ τῆς πρὸς τοὺς πρεσβυτέρους ἀμφισβητήσεως ὑπὲρ ὀνόματος ἐστί. τί γὰρ δὴ καί φησιν ὁ Μάγνος αὐτῇ λέξει; χρὴ τοίνυν καὶ μέγεθος ἀξιόλογον εἶναι τοῖς σφυγμοῖς καὶ πληρότητα καὶ μετὰ τάχους προσπίπτειν τοῖς δακτύλοις, εἰ μέλλει τις κυριολογεῖν σφοδρὸν σφυγμὸν ὀνομάζων. οἶδεν οὖν σαφῶς ὁ Μάγνος ὅτι μὴ περὶ πράγματος, ἀλλὰ τοῦ κυρίως ὀνομάζειν, ἢ μὴ κυρίως, πρὸς τοὺς ἄλλους ἰατροὺς ἀμφισβητεῖ. σαφέστατον δ' ἔτι ποιεῖ τοῦτο διὰ τῶν ἐφεξῆς· ἀξιοῖ γὰρ τὸν Δημήτριον, ᾧ ταῦτα τὰ βιβλία τὰ περὶ τῶν ἐφευρημένων μετὰ τοὺς Θεμίσωνος χρόνους ἀνέθηκε, συνεπισκέψασθαι καὶ αὐτὸν, ὡς ἂν φιλόσοφόν τε ὄντα καὶ τί τὸ κύριον ὄνομα καὶ τί τὸ μὴ τοιοῦτον ἀκριβέστερον εἰδότα. λέγει δ' οὕτως, οὐδὲν γὰρ χεῖρον κᾀνταῦθα παραγράψαι τὴν ῥῆσιν αὐτὴν τοῦ Μάγνου· πῶς οὖν τοῦτον καλῶς ἐν ταῖς ἁπλαῖς διαφοραῖς κατέταξαν, [641] σύ μοι διαίτησον. σοὶ γὰρ ἐπιβάλλει μᾶλλον τὰς κυριολογίας κρίνειν καὶ ἀπὸ τῶν ὀνομάτων τεκμήρασθαι τὴν ὑπόστασιν τῶν σημαινομένων. εἶθ' ἑξῆς μᾶλλον σαφέστερον ποιεῖ λέγων ὡδί· ἐγὼ δ' οὐκ ἀλλάσσω τὴν ἐμαυτοῦ γνώμην μέχρι τοῦδε. φημὶ δὲ τὸ τῆς σφοδρότητος ὄνομα σημαίνειν οὐχ ἁπλῆν διαφορὰν σφυγμῶν, σύμμετρον δὲ ἐκ μεγέθους καὶ τάχους καὶ πληρότητος. οὐκοῦν κᾀνταῦθα περὶ τοῦ τί σημαίνει τὸ ὄνομα τὸ τῆς σφοδρότητος ἀμφισβητεῖν ὁμολογεῖ. καὶ ὅλως εἴ τις βούλεται τὸν πάντα λόγον ἀναλέξασθαι, γέγραπται δὲ ἐν τῷ τρίτῳ τῶν ἐφευρημένων μετὰ τοὺς Θεμίσωνος χρόνους, εὕροι αὐτὸν αἰσθανόμενον ὅτι περὶ ὀνόματος ἡ ζήτησίς ἐστι. τάχ' οὖν τινι θαυμάζειν ἔπεισι τῆς καινοτομίας τοῦ Μάγνου. τί γὰρ ἔδει μετατιθέναι τὰ σημαινόμενα τῶν ὀνομάτων, εἴτε ὀρθῶς εἴτε οὐκ ὀρθῶς οἱ πρόσθεν ἰατροὶ κατεχρήσαντο αὐτοῖς; θεωρίαν μὲν γάρ τινα ἐφευρίσκειν εἰς τὰ τῆς τέχνης ἔργα διαφέρουσαν ἀνεμέσητον οὐ Μάγνῳ μόνον, ἀλλὰ καὶ παντὶ τῷ δυναμένῳ, κᾂν τήμερόν τις ᾖ τοιοῦτος, κᾂν μετὰ μυριάδας ἐτῶν παμπόλλας γίνηται· [642] τὸ δ' ὑπὲρ ὀνομάτων ἐρίζειν οἷς τοσούτων πέρι ἡ σκέψις, οὐκ ὀρθόν. ἀλλ' εἴ τις ταῦτα θαυμάζει τε καὶ μέμφεται, καλῶς μὲν ἴσως ποιεῖ, δοκεῖ δὲ ἀγνοεῖν τὴν προαίρεσιν τῶν ἀνδρῶν. ἀρέσκονται γὰρ οὗτοι πάντες οἱ Πνευματικοὶ καλούμενοι τοῖς ἀπὸ τῆς στοᾶς δόγμασιν. ὥστ' ἐπεὶ Χρύσιππος αὐτοὺς εἴθισεν ἀμφισβητεῖν περὶ τῶν κατὰ τὴν φιλοσοφίαν ὀνομάτων, οὐδ' αὐτοὶ περὶ τῶν κατὰ τὴν ἰατρικὴν ταῦτα ποιεῖν ὀκνοῦσι. καὶ Ζήνων δὲ ὁ Κιττιεὺς ἔτι πρότερον ἐτόλμησε καινοτομεῖν τε καὶ ὑπερβαίνειν τὸ τῶν Ἑλλήνων ἔθος ἐν τοῖς ὀνόμασιν. οὐκοῦν ἔτι θαυμαστὸν οὐδὲν, εἰς τοσοῦτον ἐκπεπτωκέναι τῆς ἐν αὐτοῖς φιλονεικείας τοὺς νεωτέρους ἰατρούς τε καὶ φιλοσόφους. ἀλλὰ τί θαυμάζειν αὐτῶν ἄξιον, εἰ μηδ' ὅτι περὶ ὀνόματος ἐρίζουσι συνιᾶσιν; ὥσπερ οὖν οὐδ' ὁ Ἀρχιγένης, καί τοι τἄλλα συνετὸς ὢν, οὐκ ἠξίωσεν, αὐτὸ τοῦτ' ἐπισημηνάμενος, ὅτι καινοτομεῖ περὶ τοὔνομα τῆς σφοδρότητος ὁ Μάγνος, οὕτω παρελθεῖν ἐπί τι τῶν χρησιμωτέρων, ἀλλ' ἄνω καὶ κάτω στρέφεται κατὰ τὸν τόπον, τά τ' ἄλλα διαμαρτάνων [643] καὶ ὅτι μηδ' αὐτὴν τὴν ῥῆσιν ἑκάστοτε τοῦ Μάγνου παρατίθεται, πολὺ σαφεστέραν οὖσαν ὧν αὐτὸς γράφει, μεταλαμβάνων. ἄλλο δέ τι μεῖζον ἁμάρτημα τῆς ἐν τοῖς ὀνόμασι μικρολογίας ἁμαρτάνουσι σχεδὸν ἅπαντες οἱ μεθ' Ἡρόφιλον περὶ τῶν σφυγμῶν γεγραφότες. δέον γὰρ, ὡς ὀλίγῳ πρόσθεν ἡμεῖς διειλόμεθα, καὶ αὐτοὺς οὕτω διελομένους, ἰδίᾳ μὲν περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν, ἰδίᾳ δὲ περὶ τῆς διαγνώσεως αὐτῶν, ἰδίᾳ δ' ἔτι περὶ τῶν ἐν αὐτοῖς αἰτίων, κᾄπειθ' ἑξῆς ἰδίᾳ περὶ τῆς δι' αὐτῶν προγνώσεως διδάσκειν, οὐκ οἶδ' ὅπως ἅπανθ' ὁμοῦ συγχέουσί τε καὶ ταράττουσι, τὰ μὲν παραλιπόντες ὅλως, τῶν δ' ἐπὶ σμικρὸν κομιδῆ μνημονεύοντες, τὰ δ' ἀχρήστως τε καὶ περιττῶς ἀπομηκύνοντες, τὰ δ' ἀλόγως εἰς ταὐτὸ συναγαγόντες, ὥσπερ ἓν ὄντα, καί τοι πάμπολυ διαφέροντα. κατά γ' οὖν τοῦτον αὐτὸν λόγον τὸν περὶ τῆς σφοδρότητος ὁ Ἀρχιγένης, ὅταν μὲν γράφῃ ὡς ἐκ τοῦ καθ' ἕνα χωρισμοῦ φανερὰ γίγνεται καθ' αὑτὴν ἡ σφοδρότης οὖσα ὁ τόνος, ὡς εἶπον, τῆς τῶν ἀρτηριῶν κινήσεως, τὸ τῆς σφοδρότητος αἴτιον εἰπὼν αὐτὴν οἴεται δεδηλωκέναι [644] τὴν σφοδρότητα. εἰ γὰρ δὴ τοῦτό ἐστιν, ὦ Ἀρχίγενες, ἡ σφοδρότης, ἀπόκριναι τὴν αἰτίαν ἡμῖν αὐτῆς. ἀλλ' οὐχ ἕξεις. ἢ πάλιν ταὐτὸν ἀναγκασθήσῃ λέγειν τὸν τόνον. καὶ ἔσται σοι ὁ τόνος τῆς τῶν ἀρτηριῶν κινήσεως ἅμα μὲν αἰτία τῆς σφοδρότηρος, ἅμα δὲ ἡ σφοδρότης αὐτή. πολλῷ τοίνυν ἄμεινον οἱ πρὸ Ἀρχιγένους περὶ σφυγμῶν γράψαντες, οἱ μὲν τὸ ἀντιβατικὸν, οἱ δὲ τὸ βίαιον, οἱ δὲ τὸ ἰσχυρὸν, οἱ δὲ τὸ ἀνατρεπτικὸν τῆς προσβολῆς τῶν ἀρτηριῶν ἐκάλεσαν σφοδρότητα. καὶ τοῦτο καὶ αὐτὸς ὁ Ἀρχιγένης ἐπίσταται. τί γοῦν φησι; δοκεῖ δέ τισι ἐν τῇ τῆς ἁφῆς πληγῇ κεῖσθαι, καθ' ὃ καὶ πληγὴν ἀπ' ἀρτηρίας φασὶν αὐτήν τινες. εἶτ' οὐκ οἶδ' ὅπως οἴεται διαβάλλειν αὐτῶν τὴν δόξαν, ὡδί πως γράφων· φαίνεται δὲ καθ' ὅλην τὴν διαστολὴν τὸ στεγανὸν τῆς ὁρμῆς, καθ' ὃ καὶ εἰ προσπιέσαιμεν τοὺς δακτύλους, στερεωτέρα ὑποπίπτει ἡ πληγὴ, οὐ κατὰ τὸ πέρας τῆς διαστολῆς, ἀλλὰ κατωτέρω τότε γινομένη. ἡ μὲν λέξις αὕτη. πάρεστι δὲ ἐπισκοπεῖσθαι, ὡς οὐδὲν ἡ ἀντιλογία περαίνει. τί γὰρ πρὸς ἔπος, εἰ καὶ πρὸ τοῦ πέρατος τῆς διαστολῆς ἡ τῆς [645] πληγῆς ποιότης δήλη γίγνεται, τὸ μὴ οὐκ εἶναι πληγὴν ἀπ' ἀρτηρίας, τὴν σφοδρότητα; εἰ μὲν γὰρ τοῦτ' ἔλεγον οἱ πρὸ Ἀρχιγένους, ὡς ἔστιν σφοδρότης ἀντιβατικὴ πληγὴ κατὰ τὸ πέρας τῆς διαστολῆς γινομένη, καλῶς ἀντέλεγεν αὐτὸς ὑπομιμνήσκων ὅτι καὶ πρὸ τοῦ πέρατος ἤδη φαίνεται τὸ βίαιον τῆς προσβολῆς, ἐπεὶ δ' ἁπλῶς ἔφασαν ἀντιβατικὴν εἶναι πληγὴν τὴν σφοδρότητα, τὸ δεικνύειν ὅτι καὶ πρὸ τοῦ πέρατος τῆς διαστολῆς ἤδη φαίνεται τοιαύτη, μάταιον.

   Ἀλλ' ἔστω τοῦθ' ὅπερ ὁ Ἀρχιγένης βούλεται, τόνος μέν τις ἡ σφοδρότης, τὸ δ' ἰσχυρὸν τῆς πληγῆς, οὐκ εἶναι σφοδρότης. ἐρωτήσωμεν αὐτὸν, τίς αἰτία σφοδρότητος σφυγμῶν; οὐ γὰρ δή που ταυτόν ἐστι σφοδρότης τε καὶ σφοδρότητος αἰτία. τὸ μὲν γὰρ φαίνεται καὶ πᾶς ἰατρὸς ζητεῖ ἐπὶ νοσοῦντος· ὅ γε μὴν παντάπασιν ἀγύμναστος εὐθὺς γνωρίζει τὸν σφυγμὸν ἢ σφοδρὸν ἢ ἀμυδρὸν εἶναι, οὐ μὴν ἥ γε αἰτία φαίνεται. καὶ διὰ τοῦτο οὐδὲν ὑπὲρ αὐτῆς ὠμολόγηται. Ἡρόφιλος μὲν γάρ φησι ῥώμην τῆς κατὰ τῆς ἀρτηρίας ζωτικῆς δυνάμεως αἰτίαν εἶναι σφοδροῦ σφυγμοῦ· [646] Ἀθήναιος δὲ τοῦ ζωτικοῦ τόνου τὴν ἰσχύν· Ἀσκληπιάδης δὲ ἀμφοῖν καταγελάσεται, καὶ τόνους καὶ δυνάμεις καὶ πάντα τὰ τοιαῦτα καινὰ φάσκων ὑπάρχειν ὀνόματα, τὴν δ' αἰτίαν τῆς σφοδρότητος εἰς πλῆθος καὶ λεπτότητα πνεύματος ἀνοίσει, καθάπερ, οἶμαι, καὶ Ἐρασίστρατος. οὐδὲ γὰρ οὗτος τοῖς χιτῶσιν αὐτοῖς τῶν ἀρτηριῶν μεταδίδωσι τῆς τονικῆς δυνάμεως, ἀλλὰ τῆς καρδίας ἰσχυρῶς ἐκθλιβούσης τὸ πνεῦμα, τῇ τούτου διὰ τῶν ἀρτηριῶν φορᾷ τὸ ἀντιβατικὸν ἐν τῇ πληγῇ φησι γεννᾶσθαι. καὶ τί δεῖ τούτων μνημονεύειν; ὁ γάρ τοι Μάγνος, καὶ αὐτὸς ἀπὸ τῆς πνευματικῆς αἱρέσεως εἶναι προσποιούμενος, ἑτέρως τὸ ἰσχυρὸν τῆς πληγῆς γίνεσθαί φησιν ἢ ὡς Ἀρχιγένης. ἀλλὰ περὶ μὲν τῆς τοιαύτης διαφωνίας οὐ νῦν ὁ καιρός. ὑπομεμνήσθω δ' οὖν εἰς τὰ παρόντα τό γε τοσοῦτον, ὡς τὸ μὲν ἰσχυρὸν τῆς πληγῆς ἐν τῷ τὴν ἁφὴν ὠθεῖν καὶ ἀντιβαίνειν καὶ ἀνατρέπειν κείμενον ἅπασιν ὡμολόγηται, τὸ δ' ὑπὸ τίνος αἰτίας γίγνεται διαφωνεῖται. γελοῖον δ' ἐστὶν ἐν τῇ διαφωνίᾳ τοῦ τί ποτ' ἐστὶν ὅδε τις ὁ σφυγμὸς μὴ τοῦτο διδάσκειν, ἀλλ' ὑπὸ τίνος γίγνεται γράφειν. τὸ μὲν γὰρ τί ποτ' ἐστὶ φαίνεσθαι [647] δεῖ, τὸ δ' ὑπὸ τίνος γίγνεται λόγῳ φωρᾶσθαι. δῆλον οὖν ὡς οὐδ' ὅπῃ διήνεγκεν ὁ σφοδρὸς σφυγμὸς τῆς αἰτίας ὑφ' ἧς γίγνεται, διηρθρωμένως ἐγίγνωσκεν ὁ Ἀρχιγένης. καὶ διὰ τοῦτο ἐν τῷ τόνῳ τῆς κινήσεως τῶν ἀρτηριῶν τὴν σφοδρότητα τίθεται, δέον τοῦτο μὲν αἴτιον εἰπεῖν σφοδρότητος, αὐτὴν δὲ κατὰ τὸ ποιὸν τῆς πληγῆς φάναι συνίστασθαι βιαιόν τινα οὖσαν καὶ ἀντιβατικὴν προσβολήν. ὅτι δὲ συγκέχυται περὶ τὰ πράγματα καὶ διηρθρωμένως οὐδὲν λέγει, δῆλον ἐξ ὧν ἐπιφέρει, προελόμενος ὁρίζεσθαι τοὺς σφυγμούς. τί γάρ φησι; σφοδρὸς μὲν οὖν σφυγμὸς ὁ μείζονα τόνον ἔχων τῆς κινήσεως καὶ ῥοιζώδης ὤν· ἀμυδρὸς δὲ ὁ ἐκλελυμένον τὸν τόνον ἔχων καὶ ἀσύστροφον τὴν πληγήν. οὐ γὰρ ἁπλῶς εἶπε, σφοδρὸς μὲν οὖν ἐστι σφυγμὸς ὁ μείζονα τὸν τόνον ἔχων τῆς κινήσεως, ἀλλὰ προσέθηκε, καὶ ῥοιζώδης ὤν· ὃ τί ποτ' αὐτῷ βούλεται, μὰ τοὺς θεοὺς, οὐκ ἀκριβῶς συνίημι. ποιητικὸν γὰρ τοὔνομά ἐστιν ὁ ῥοῖζος, οὐ πολιτικὸν, οὔτε συνεχῶς λεγόμενον οὐδὲν, οὐδὲ τί ποτε σημαίνει, προδηλοῦν. ἀλλ' εἰ μέν τι χρὴ τοῖς γραμματικοῖς [648] πιστεύειν ἐξηγουμένοις τὸ παρὰ τῷ ποιητῇ λεγόμενον ἐπὶ τοῦ Κύκλωπος,

   Πολλῷ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα, τάχος κινήσεως ὁ ῥοῖζος δηλοῖ. οὐ μὴν ἐβούλετό γε τοῦτο Ἀρχιγένης αὐτὸς, ὁπότ' ἀντέλεγε τῷ Μάγνῳ, πλὴν εἰ παραπλήσιόν τι τοῖς ῥήτορσι ποιεῖ, κατηγορεῖ πολλάκις ὧν οὐκ ἔγνωκεν. ἀλλ' οὐκ ᾤμην ἔγωγε. τί ποτ' οὖν ἐστιν ὃ βούλεται δηλοῦν ὁ ῥοῖζος, εἰ μὴ τὸ τάχος; ἀλλ' ἆρά γε τὸ ἰσχυρὸν τῆς πληγῆς; ἀλλ' οὕτως πάλιν ἅμα δυοῖν ἔσται τὸν ὁρισμὸν πεποιημένος, αἰτίου τε τοῦ ποιοῦντος καὶ γιγνομένου πρὸς αὐτοῦ, καὶ μείζων ἡ ἀπορία. πότερον ἑκάτερον αὐτῶν βούλεται τὸν σφοδρὸν εἶναι σφυγμὸν, τό τε τοῦ τόνου μέγεθος καὶ τὸ βίαιον τῆς πληγῆς, ἢ τὸ συναμφότερον, ἄν τε γὰρ ἑκάτερον ἄν τε συναμφότερον, οὐ καλῶς, ὅτι μὴ δυνατὸν, ὡς ἐλέχθη, τὴν αἰτίαν τῷ γιγνομένῳ πρὸς αὐτῆς ταὐτὸν εἶναι. καὶ γὰρ δὴ τὸ φάναι, μείζονα τόνον ἔχειν τῆς κινήσεως τὸν σφοδρὸν σφυγμὸν, ἀσαφές. οὐδὲ γὰρ οὐδ' ἐνταῦθα συνίημι τί λέγει, πότερον ὑπὸ μείζονος τόνου γίγνεσθαι [649] τὸν σφοδρὸν σφυγμὸν, ἢ τὸν μείζονα τόνον σφοδρὸν εἶναι σφυγμόν. κατὰ μὲν γὰρ τὸ πρότερον τῶν σημαινομένων, οὐ τί ποτ' ἐστὶν ὁ σφοδρὸς σφυγμὸς, ἀλλ' ὑπὸ τίνος γίνεται, δεδηλωμένον ἂν εἴη· κατὰ δὲ τὸ δεύτερον, ἀδήλου τε καὶ ἀμφισβητουμένου κατὰ τὰς αἱρέσεις ἡ διδασκαλία. χρὴ δ' εἴπέρ τι καὶ ἄλλο, καὶ τὸν σφοδρὸν σφυγμὸν ἕν τι τῶν αἰσθητῶν εἶναι πραγμάτων. ἀλλ' ὁ τόνος οὐκ αἰσθητὸς, ἢ πάντως ἂν ἅπασιν ὡμολόγητο. τινὲς μὲν γὰρ οὐδὲ συνιέναι φασὶν ὅλως, τί ποτε σημαίνεται πρὸς τοῦ τόνος ὀνόματος, καί τοι συνιέντές τε καὶ αἰσθανόμενοι σφοδροῦ σφυγμοῦ. τινὲς μὲν ὁμολογοῦσι τὸ λεγόμενον, ὑπάρχειν δ' οὐ συγχωροῦσιν. οὕτως οὐ ταὐτόν ἐστι τόνος κινήσεως καὶ σφοδρὸς σφυγμὸς, εἴγε τὸ μὲν αὐτῶν αἰσθήσει φαίνεται, τὸ δὲ οὐ μόνον ἄδηλον ταῖς αἰσθήσεσιν, ἀλλὰ καὶ διαμφισβητούμενον καὶ ἀσαφὲς ὅλως ἐστίν.

   Ἆρ' οὖν ἡ μὲν τοῦ σφοδροῦ σφυγμοῦ διδασκαλία καὶ ἀσαφὴς καὶ ψευδὴς κατὰ πάντα τὰ σημαινόμενα, σαφεστέρα δὲ καὶ ἀληθεστέρα ἡ τοῦ ἐναντίου αὐτοῦ τοῦ ἀμυδροῦ; τάχα γὰρ ἐκ τῆς ἀντιθέσεως συνιέναι τινὸς τῶν ἐν [650] τῷ προτέρῳ λόγῳ δυνησόμεθα. τί δή φησιν; ἀμυδρὸς δὲ ὁ ἐκλελυμένον τόνον ἔχων καὶ ἀσύστροφον τὴν πληγήν. ἐνταῦθα δὴ φανερῶς τῷ μὲν μεγάλῳ τόνῳ τὸν ἐκλελυμένον ἀντέθηκε, δέον οὐ τοῦτον, ἀλλὰ τὸν μικρὸν ἀντιθεῖναι. ἢ κακῶς ἐν τῷ σφοδρῷ τὸν μέγαν εἶπε, τῷ δὲ ῥοιζώδει ἀσύστροφον τῆς πληγῆς. εἰ μὲν οὖν ἐνόουν τί ποτ' ἐστὶν τὸ ἀσύστροφον, ἴσως ἂν συνῆκα τοῦ ῥοιζώδους. νυνὶ δ' αὐτὸ τοῦτο πάλιν ἀσαφέστερόν ἐστι πολλῷ τοῦ ῥοιζώδους. ὥστ' οὐδέτερον αὐτῶν ἐξηγητικὸν γίνεται θατέρου. πότερον γὰρ τὸ βραδὺ νομίσομεν λέγειν αὐτὸν ἀσύστροφον, ἢ τὸ ἄῤῥωστον, ἢ τὸ μαλακὸν, ἢ τὸ εὐανάτρεπτον, ἢ τὸ διαλελυμένον, οὐκ ἔχω συμβαλεῖν. ἓν δὲ μόνον ἐν τούτῳ τῷ τρόπῳ πλέον μοι νομίζω γεγονέναι, τὸ καὶ τὴν ποιότητα τῆς πληγῆς αὐτὸν εἰς τὴν ἔννοιαν τῆς σφοδρότητος παραλαμβάνειν, καί τοι κατ' ἀρχὰς, ὁπότ' ἀντέλεγε τῷ Μάγνῳ, μόνον τόνον εἰπόντι τῆς τῶν ἀρτηριῶν κινήσεως. ἀλλὰ νῦν καὶ ἀσύστροφον ἔφη τὴν πληγήν· καὶ μὴν ἀντεῖπεν ὀλίγῳ πρόσθεν τοῖς ἐν τῇ τῆς ἁφῆς πληγῆ κεῖσθαι νομίζουσιν αὐτόν. ἐμοὶ μὲν δὴ καὶ ταῦτα [651] πάντη τεταραγμένου καὶ μηδὲν ἀκριβὲς ἔχοντος εἰπεῖν εἶναι δοκεῖ. σοὶ δ' εἴπερ μὴ ταῦτα, τὰ δ' οὖν ἐφεξῆς αὐτῶν οἶδ' ὅτι λῆρος εἶναι δόξει μακρὸς, ἄν γε μὴ σοφιστής τις ᾖς καὶ αὐτὸς, ἀλλὰ τῶν τῆς ἰατρικῆς ἔργων ἐραστής. ἡ μὲν οὖν ῥῆσις αὕτη τοῦ Ἀρχιγένους τόνδε τὸν τρόπον ἔχει· ἔστι δὲ κατὰ τὴν σφοδρότητα τοιαύταις καὶ ἄλλαις ἐντυγχάνειν διαφοραῖς, ἐν αἷς ἐκλελυμένη ἐμπίπτει ἡ πληγὴ καὶ ἀβαρὴς, ὃν ἀμαυρὸν σφυγμὸν ἤδη τινὲς ἐκάλεσαν. ἄλλη δὲ βαρεῖα μὲν ἔκλυτος ταύτην ἀμυδροῦ σφυγμοῦ διαφορὰν θείη τις ἂν, ἡ δ' οὐκ ἔκλυτος μὲν, ἀλλ' οἷον παραπεποδισμένη καὶ εἴσω ῥέπον τὸ βάρος ἔχουσα, πεπιεσμένη καὶ δεδυκυῖα. διαφορὰ κατὰ σφοδρότητα εἴη ἂν σφυγμοῦ καὶ κατὰ τὸν σφοδρόν. ἡ μέν τις πληγὴ εἴη ἂν ἐξεριστικὴ, ὑγρότερον ἐξωθοῦσα τὴν ἁφὴν, οἷα ἀπὸ τροφῆς μάλιστα νεαρᾶς ἐγγίνεται. ἡ δὲ δύσθραυστός ἐστι μᾶλλον, οἷον διηγκωνισμένου τοῦ κινοῦντος. ἡ δ' ἐν πείσεσί τισι καὶ ἐπὶ τοῖς ἐν σαρκὶ πλεονασμοῖς φαίνεται. ταῦτ', ὦ πρὸς θεῶν, πότερον θαυμαστά τις, ἢ ληρήματα φήσει; τὸν γοῦν βίον βραχὺν ὡς πρὸς τὸ τῆς τέχνης ὄντα [652] μέγεθος οὐ βραχὺν οὗτός γε, ἀλλὰ τὸ μηδὲν ποιεῖ, τοσοῦτον ὄχλον ἐπεισάγων αὐτῇ ψευδοῦς θεωρίας. πόθεν γοῦν οὗτοι πάλιν ἥκουσιν ἡμῖν οἱ σφυγμοὶ, βαρὺς καὶ ἀβαρής; τί δ' οὐ καὶ ταύτην ἐν ἀρχῇ τὴν διαφορὰν ἐδήλωσεν, ἡνίκ' ὀκτὼ ποιότητας ἔλεγεν ὑπάρχειν τοῖς σφυγμοῖς; ὡς γὰρ μέγεθος καὶ τάχος καὶ σφοδρότητα καὶ τἄλλα, τί τὸ κωλύον ἦν καὶ βαρύτητα προσγράψαι; πόθεν αὕτη πάλιν ἡ καινὴ τραγῳδία, βαρὺς σφυγμός ἐστί τις; πόσων μνῶν, ὦ Ἀρχίγενες, ἑρμήνευσον ἡμῖν, εἴ γε μὴ μόνον ὀνόματα γεγραφὼς ἔσῃ, πρᾶγμα δ' οὐδὲν εἰρηκώς. ἔστι τις σφοδρὸς σφυγμὸς, ὡς οἱ μὴ τραγῳδοῦντες ἔγραψαν, ἀντιβατικὸς κατὰ τὴν πληγὴν, διάγνωσις δ' αὐτοῦ, θλιβόντων τὴν ἀρτηρίαν, οὐκ ἐπιπολῆς ψαυόντων. αἰτία δ' ἄλλη μὲν κατ' ἄλλον, ἄλλη δὲ κατὰ τοὺς πνευματικοὺς ὑμᾶς, ἡ ῥώμη τοῦ τόνου. λέξον μοι καὶ περὶ τοῦ βαρέος ὡσαύτως, τήν τε φύσιν αὐτοῦ καὶ τὴν διάγνωσιν καὶ τὴν αἰτίαν. ἢ γελοιότατος ἂν εἴης τίς μέν ἐστι σφοδρὸς σφυγμὸς καὶ ταχὺς καὶ μέγας, ἐξηγούμενός τε καὶ ὁριζόμενος, οὓς καὶ χωρὶς ὁρισμῶν ἐνοήσαμεν ἂν, εἴ γε [653] μὴ παντάπασιν ἀήθεις ἦμεν Ἑλληνικῆς λέξεως, τίς δ' ἐστὶν ὁ σφυγμὸς ὁ βαρὺς οὗτος, ὃν ἐπεισάγεις ἡμῖν καινὸν, οὐκ ἐξηγούμενος, ἀλλ' ὑπολαμβάνων, εἰ τοὔνομα μόνον γράψειας, εἰρηκέναι τι πλέον. τοῦτο δὲ οὐ λέγειν, ἀλλὰ λαλεῖν ἐστί. εἰ μὲν οὖν βούλει κατὰ τὸν Κωμικὸν,

   Λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν, ἕτερος ἂν εἴη λόγος· εἰ δ' οὐ λαλεῖν, ἀλλὰ λέγειν, τί καὶ διδάσκειν ἐθέλεις, δήλωσον ἡμῖν, τίνι τῶν αἰσθήσεων, καὶ πῶς διαγνωσόμεθα τὸν βαρὺν τοῦτον σφυγμόν; ἐγὼ μὲν γὰρ οὐδὲ λίθου βάρος, οὐδὲ ξύλου δύναμαι διαγνῶναι, μὴ ταῖς χερσὶν ἀράμενος, ἢ ἀναθέμενος τοῖς ὤμοις, ἢ ἐξαρτησάμενος τοῦ πραχήλου. πότερον οὖν καὶ τὴν ἀρτηρίαν τοῦ νοσοῦντος ἐν ταῖς χερσὶ βαστάζοντας ἡμᾶς, ἢ ἀναθεμένους, δεήσει διαγιγνώσκειν οὕτως τὸ βάρος τῶν σφυγμῶν, ἢ τί κελεύεις ὦ Ἀρχίγενες; πρὸς δὲ ταῦτα τῶν ἀπ' αὐτοῦ τις, γέρων σεμνὸς, ἐννενηκοντούτης, ὦ τὰν, ὦ τέκνον ἔφη, ἐκλελυμένος καὶ νωχελὴς καὶ βραδὺς καὶ μέλλων σφυγμὸς ἂν εἴη. πάλιν οὖν ἡμεῖς ἔφαμεν, ὦ πάτερ, ἐκλελυμένον τίνα λέγεις; ἆρά γε [654] τὸν βραδὺν, ἢ τὸν ἀραιόν; οὐ γὰρ συνίεμεν. ὀλίγον οὖν διασιωπήσας, τὸν βραδὺν ἀπεκρίνατο. καὶ μὴν περί γε τοῦ νωχελοῦς, ἔφην, οὐκ ἂν ἐροίμην σε. δῆλον γὰρ ὅτι καὶ τοῦτον βραδὺν εἶναι φήσειας. ἀλλὰ καὶ ὁ μέλλων, ἔφην, οἶμαι, βραδύς ἐστι. ἐκ τούτων συνεὶς ὁ γέρων, ὡς ἐξ ἁπάντων τῶν τεττάρων ὀνομάτων ἓν ἐδείκνυτο δηλούμενον πρᾶγμα, βραδύτης σφυγμοῦ, ταράττεσθαί τε καὶ φιλονεικεῖν ὑπήρξατο. καὶ πρῶτον μὲν τὸν μέλλοντα πρὸς αὐτοῦ κληθέντα σφυγμὸν οὐ κατὰ τὸ βραδὺ τῆς κινήσεως, ἀλλὰ κατὰ τὸ τῆς ἡσυχίας ἔφασκε μῆκος κεῖσθαι. τοῦτο γὰρ εἶναι τὸ μέλλειν, ὀκνεῖν ἄρξασθαι· μετὰ δὲ ταῦτα καὶ τὸν ἐκλελυμένον καὶ τὸν νωχελῆ τὸν οἷον ἄῤῥωστον ἔλεγεν. ἐκλελύσθαι γὰρ καὶ ἀδυνατεῖν καὶ ἀσθενεῖν ταὐτὸν δηλοῦν. ἐγὼ τοίνυν πρὸς αὐτὸν ὑπολαβὼν, οὐδὲν, ἔφην, πρᾶγμα. καὶ γὰρ εἰ δεύτερον καὶ τρίτον ἀναθέσθαι περὶ τῶν αὐτῶν ἐθέλεις, συγχωρήσομέν σοι. ζητοῦμεν γὰρ ἐξευρεῖν τἀληθὲς, οὐκ ἀμφισβητοῦμεν φιλονεικοῦντες. ἔστωσαν δὴ, ἔφην, ὁ μὲν μέλλων κατὰ τὸ τῆς ἡσυχίας μῆκος νενοημένος ὁ δὲ ἐκλελυμένος καὶ νωχελὴς κατὰ τὴν ἀῤῥωστίαν. ἀναμνήσθητι τοίνυν, ὡς [655] βαρὺν ἔφησθα σφυγμὸν εἶναι τὸν ἐκλελυμένον καὶ νωχελῆ καὶ βραδὺν καὶ μέλλοντα. σαφέστερον δέ μου περὶ τῶν σημαινομένων ἀξιώσαντος μαθεῖν, ἐν ἀρχῇ μὲν οὐδὲν πλέον ἅπαντος τοῦ βραδέος ἐφαίνετο δηλοῦν, νυνὶ δὲ τὸν μὲν ἐκλελυμένον καὶ νωχελῆ τὸν οἷον ἄῤῥωστον ἔφαμεν εἶναι, τὸν μέλλοντα δὲ κατὰ τὸ μῆκος τῆς ἡσυχίας νενοῆσθαι, τὸν βραδὺν δὲ βραδὺν καὶ νῦν ἔτι μένειν. αὖθις οὖν ἀπόκριναί μοι, τὸν ἀραιὸν, εἰ μὴ τὸν ἀμυδρὸν λέγεις; ἀλλὰ λέγω, φησί. τί δὲ τὸ τὸν ἡσυχάζοντα μέχρι πολλοῦ; ἆρ' οὐ καὶ τοῦτον ἀραιὸν ἐρεῖς; ὡμολόγει. περαίνοιτ' ἂν οὖν, ἔφην, ἐκ τῶν ὡμολογημένων ὁ βαρὺς σφυγμὸς ἀμυδρός τις ἅμα καὶ βραδὺς εἶναι καὶ ἀραιός. ἐσιώπησεν ἐπὶ τούτοις ὁ πρεσβύτης μάλα σεμνῶς. ἀλλ' εἰ καὶ τοῦτ', ἔφην, οὐκ ἂν εἴη ποιότης ἑτέρα τις παρ' ἃς ἅπαντες λέγουσιν ἡ τοῦ βαρέος, ἀλλ' ὄνομα κατὰ τριῶν ποιοτήτων συνόδου κείμενον. τὸν γὰρ ἀμυδρὸν ἅμα καὶ βραδὺν καὶ ἀραιὸν βαρὺν εἶναι φήσομεν. οὐκ οἶδ', ἔφη, τί λέγεις, καὶ φιλονεικεῖς μάτην, καὶ τοῦτ' εἰπὼν ἀπηλλάττετο, προσβλέψας ἡμῖν ἐπιτιμητικόν τι καὶ [656] καταγνωστικόν. ἀλλ' ἡμεῖς μετ' ὀλίγας ἡμέρας ἐπὶ νοσοῦντός τινος αὐτοῦ τε παρόντος ἐκείνου τοῦ γέροντος καὶ ἄλλων πολλῶν εὐδοκίμων ἰατρῶν, καὶ πάντων ταραττομένων ἐπὶ τοῖς ὑπάρχουσι τῷ κάμνοντι συμπτώμασι, κοιλίαν ἐκταραχθήσεσθαι προειπόντες, εἶτ' ἐρωτώμενοι πρὸς αὐτῶν, ὁπόθεν αὐτὸ προειρήκαμεν, πόκον, εἴπομεν, εἰς γναφεῖον οὐδεὶς ἀποφέρει, δηλοῦντες αὐτοῖς, ὡς πολλοῦ δέουσι τὰ τηλικαῦτα μανθάνειν, μηδὲ τὰ βραχύτατα γινώσκοντες. ὀλίγων δ' ὕστερον ἡμερῶν ἐξ ἀριστεροῦ μυκτῆρος αἱμοῤῥαγίαν προειπόντες, εἶτ' αὖθις παρωτίδας ἐσομένας, εἶτα ἄλλο τι καὶ ἄλλο, τὸ μὲν προγνόντες, τὸ δὲ θεραπεύσαντες, ὧν ἠδυνάτουν ἐκεῖνοι, δεομένοις αὐτοῖς εἰπεῖν, ἐκ τίνος τὰς τοιαύτας θεωρίας προλέγετε καὶ πράττετε, διὰ παντὸς ἐσιωπῶμεν, ἐκείνοις μὲν οὐδὲν ἀποκρινόμενοι, πρὸς δὲ ὑμᾶς αὐτοὺς λέγοντες τὸ τοῦ Κωμικοῦ,

   Ὡς οὔτε στρεβλὸν ὀρθοῦται ξύλον,

   Οὔτε γερανδριὸν μετατεθὲν μοσχεύεται.

[657] θᾶττον γὰρ ἄν τις τοὺς ἀπὸ Μωϋσοῦ καὶ Χριστοῦ μεταδιδάξειεν ἢ τοὺς ταῖς αἱρέσεσι προστετηκότας ἰατρούς τε καὶ φιλοσόφους. ὥστ' ἐγὼ τελευτῶν ἔγνων κερδαίνειν μακρὰν ἀδολεσχίαν περὶ μηδενὸς αὐτοῖς ὅλως διαλεγόμενος· καί μοι τοῦτο πράττεται καὶ πραχθήσεται. καὶ τάδε τὰ γράμματα σαφῶς εἰδὼς ἀνωφελῆ πᾶσιν ὀλίγου δεῖν ἐσόμενα, πλὴν ἑνὸς ἴσως τινὸς, ἢ δυοῖν, οἳ ἂν καὶ φύσει θαυμαστῇ καὶ διδασκαλίᾳ καὶ μελέτῃ χρήσωνται, καὶ πρὸ τούτων ἁπάντων ἔξω τῆς περὶ τὰς αἱρέσεις καταστῶσι μανίας, ὅμως γράφω, ἅμα μὲν παιδιὰν οὐκ ἄμουσον παίζων, ἅμα δὲ εἰς τὸ τῆς λήθης γῆρας, ὡς ὁ Πλάτων φησὶν, ὑπομνήματα ἑαυτῷ παρασκευαζόμενος, ἅμα δὲ καί τισι τῶν ἑταίρων δεηθεῖσι χαριζόμενος. ἀλλὰ περὶ μὲν τῆς ἐπιπολαζούσης ἀμαθίας ἅμα καὶ φιλονεικίας ἀρκεῖ καὶ ταῦτα.

   Περὶ δὲ ὧν προὐθέμεθα λέγειν ἐπάνιμεν αὖθις, ἐπιδεικνύντες τοῖς ἕπεσθαι δυναμένοις, ὡς ὁ βαρὺς σφυγμὸς ὄνομα μόνον ἐστὶ, πρᾶγμα δὲ οὐδὲ ἕν. εἰ γὰρ ὡς ὁ σοφώτατος τῶν καθ' ἡμᾶς Ἀρχιγενείων ἀναγκαζόμενος αὐτὸν [658] ἐξηγεῖσθαι, μετελάμβανεν, ἀμυδρὸς ἔσται καὶ βραδὺς καὶ ἀραιός. εἰ δὲ τὸν τοιοῦτον σφυγμὸν ἐνδείκνυσθαι φαῖεν ὑπὸ πλήθους βαρύνεσθαι τὴν φύσιν, καὶ διὰ τοῦτο καλεῖσθαι δεῖν βαρὺν σφυγμὸν, ὥρα καλεῖν αὐτοὺς οὐ βαρὺν μόνον, ἀλλὰ καὶ ὠμὸν αὐτὸν καὶ ψυχρὸν, ὃς οὐδὲν ἧττον πλήθους ὠμότητα χυμῶν καὶ κατάψυξιν ἐνδείκνυσθαι δύναιτ' ἄν. οὕτω δ', οἶμαι, καὶ χολώδη τινὰ καὶ φλεγματώδη σφυγμὸν ὀνομάζειν οὐκ ὀκνήσομεν, ἂν ἅπαξ τῶν ποιούντων αὐτοὺς αἰτίων τὰς προσηγορίας αὐτοῖς τοῖς σφυγμοῖς ἐπιφέρειν ἐθίσωμεν. ὅπερ οὖν ἀεὶ λέγεται, τὸ μὴ διωρίσθαι παρ' αὐτοῖς ἰδίᾳ μὲν τὴν περὶ διαφορᾶς σφυγμῶν πραγματείαν, ἰδίᾳ δὲ τὴν περὶ διαγνώσεως, ἰδίᾳ δὲ τὴν περὶ τῶν ἐν αὐτοῖς αἰτίων, ἰδίᾳ δὲ τὴν περὶ προγνώσεως, εἰς τὰς τοιαύτας ἀδολεσχίας ἐμβάλλει. ὅ γ' οὖν Ἀρχιγένης περὶ πρώτου πάντων γράφων τοῦ κατὰ τὸ μέγεθος γένους τῶν σφυγμῶν, οὔτε τῶν ποιούντων αὐτοὺς αἰτίων οὔτε τῆς ἐξ αὐτῶν προγνώσεως ἐμνημόνευσεν, ἀλλὰ τὰς διαφορὰς τῶν κατὰ τὸ γένος τοῦτο συνισταμένων σφυγμῶν καὶ τοὔνομα ἑκάστης αὐτῶν ἐδίδαξε, βραχέα μέν που παρεμβάλλων αὐτοῖς τῆς διαγνώσεως, ἀλλ' οὐδὲ αὐτὸ τοῦτο [659] γινώσκων, ὡς ἐν τοῖς ἑξῆς ἀποδειχθήσεται. δευτέρου δὲ τοῦ κατὰ τὴν σφοδρότητα γένους μνημονεύων, τὰς τρεῖς ὁμοῦ διδασκαλίας συνέχεεν, οὐ περὶ διαφορᾶς μόνον καὶ διαγνώσεως, ἀλλὰ καὶ περὶ τῶν ποιούντων αὐτῶν αἰτίων διαλεχθείς. κᾀν τῇ περὶ πληρότητος ἔτι μᾶλλον ταραχθεὶς, ἑξῆς ἐν τῇ περὶ ῥυθμῶν ὀλίγα μὲν προσήψατο τῆς διαγνωστικῆς θεωρίας, τὰ πλεῖστα δὲ ἐν τῇ πρώτῃ κατέμεινεν· ἐν μόνῃ δὲ τῇ περὶ τάξεώς τε καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας τὸ πρῶτον μέρος τῆς περὶ τοὺς σφυγμοὺς θεωρίας ἠδυνήθη φυλάξαι καθαρὸν, μήτε περὶ διαγνώσεως καὶ προγνώσεως τῆς ἐξ αὐτῶν, ἀλλ' οὐδὲ περὶ τῶν αἰτίων οὐδὲν εἰπὼν ἐνταυθοῖ. ἐν δὲ τῷ περὶ τοῦ βαρέος τε καὶ ἀβαροῦς, ὡς αὐτὸς ὀνομάζει, λόγῳ, πρὸς τοῖς ἄλλοις ἔτι καὶ τοῦτο θαυμαστῶς οὕτως ἔγραψεν· ὃν ἀμαυρὸν σφυγμὸν ἤδη τινὲς ἐκάλεσαν. τίνες, ὦ οὗτος, ἐχρῆν εἰπεῖν· ἐκ ποίας Σκυθίας ἥκοντες; ἵνα γνῶσιν ὡς οὐδὲν πλέον δηλοῖ τὸ ἀμαυρὸν ὄνομα τοῦ ἀμυδροῦ, ἄμφω γὰρ κατὰ τοῦ αὐτοῦ λέγουσιν οἱ Ἕλληνες, ἀλλὰ συνηθέστερον αὐτοῖς τὸ ἀμυδρόν. [660] οὗτοι μὲν δὴ δύο σφυγμοὶ, βαρύς τε καὶ ἀβαρὴς, Ἀρχιγένεια δῶρα, μέχρι τοῦ λαληθῆναι προελθόντες, οὐδεμίαν ἔχουσι διάγνωσιν· οἱ δ' ἐφεξῆς αὐτῶν ἔτ' ἀλλοκοτώτερον σύγκεινται. τίς γάρ ἐστιν ἡ ἔσω ῥέπον τὸ βάρος ἔχουσα διαφορὰ σφυγμῶν, ἐγὼ μὲν οὐκ οἶδα. καὶ διὰ τοῦτο πάλιν ἠναγκάσθην ἐρωτᾷν τοὺς ἀπ' αὐτοῦ, τί ποτε εἴη τὸ αἴνιγμα. τῶν δ' αἰνιγματωδέστερόν τε καὶ ἀλλοκοτώτερον ἔτ' αὐτοῦ τοῦ συγγράψαντος ἀποκριναμένων, ἔγνων βεβαίως, ὡς εἰσὶν ἄρα τινὲς ἄνθρωποι θαυμάζοντες ἃ μὴ νοοῦσι. καί μοι δοκεῖ τοῦτ' αὐτὸ κατανοήσας ὁ Ἀρχιγένης ἑκὼν εἶναι πολλαχόθι γράφων ἀσαφῶς. ἐγὼ μὲν οὖν οὐδὲ χωρὶς τοῦ γελᾷν δύναμαι μνημονεῦσαί ποτε τοῦ ῥέποντος ἔσω βάρους. δῆλον γὰρ ὡς ἕτερόν τι βάρος ἔξω ῥέπον ἐστί. καὶ τοῦτο μὲν, ὡς οἶμαι, τῷ δέρματι τοῦ ἀνθρώπου βαρὺ, τὸ δ' ἕτερον τοῖς ὀστοῖς ἐστι· πῶς γὰρ ἂν ἄλλως τὸ μὲν ἔξω, τὸ δ' εἴσω ῥέπειν λέγοιτο; τὸ δὲ παραπεποδισμένην καὶ πεπιεσμένην καὶ δεδυκυῖαν ὀνομάζειν τινὰ διαφορὰν σφυγμοῦ, ἆρ' οὐ καὶ αὐτὰ τῶν ἐξηγησομένων δεῖται; τίς γάρ ἐστιν ἡ παραπεποδισμένη; [661] καὶ γὰρ ἡ βραδύτερα ἢ χρῆν κινουμένη παραπεπόδισται, καὶ ἡ ἀραιοτέρα ἢ προσήκει καὶ ἡ διαλείπουσα καὶ ἡ ἐκλείπουσα καὶ ἡ ἀνώμαλος πᾶσα καὶ ἡ ἄτακτος καὶ ἡ ἄρυθμος, ἀλλὰ καὶ ἡ μικροτέρα τοῦ δέοντος καὶ ἡ ἀμυδροτέρα, πάντως δή που καὶ αὗται τῶν παραπεποδισμένων εἰσίν. ὅλως γὰρ τὸ παραπεποδίσθαι μᾶλλον αἰτίας ἐστὶν ἢ διαφορᾶς σφυγμοῦ δηλωτικόν. ἡ δ' αὖ πεπιεσμένη, καὶ αὕτη πότερον ἀμυδρά τίς ἐστιν ἢ σμικρά; ἢ τί μέντοι βούλεται κᾀπὶ τῆς δεδυκυίας διαφέρειν; δόξειε γὰρ ἂν ἡ δεδυκυῖα μικρά τις ὑπάρχειν. ἀλλ' ἴσως μὲν ἡμεῖς σκαιοὶ παντάπασίν ἐσμεν, Ἀρχιγένης δὲ μονονοὺ αὐτὸς ὁ Ἑρμῆς, ἕνεκα συνέσεως· ἐχρῆν οὖν αὐτὸν ὡς θεὸν ἀνθρώπους διδάσκειν ἐπιχειροῦντα, μὴ μόνον ὀνόματα γράφειν, ἀλλὰ καὶ διαγνώσεις, ὡς ἐπὶ τῶν σαφεστέρων ἐποίησεν. ἀλλ' εἴπερ ὅλως ἐπεχείρησεν αἰσθητοῖς γνωρίσμασι διακρίνειν αὐτοὺς, οὐκ ἂν οὕτως μάταια λέγων ἐλάνθανεν, ὥσπερ οὖν καὶ ἡμῶν ἑτέρους πλείονας ἄχρι λόγου συνθεῖναι δυναμένων. καὶ δὴ λέγω πρῶτον μὲν τὸν ἀναπεπτάμενον σφυγμόν. οὐ γὰρ δήπου δεδυκότα μὲν ἐκείνῳ [662] λέγειν ἔξεστιν, ἀναπεπτάμενον δ' ἡμῖν οὔ; καὶ νὴ Δί' ἄλλον νηχόμενον. ἤδη δὲ καὶ γλίσχρον καὶ κραῦρον ἐρῶ καὶ μέλανα καὶ λαμπρὸν καὶ καθαρὸν καὶ θολερὸν καὶ δεινὸν καὶ ἱλαρόν. καί που καὶ βλιτυριζόμενον ἐρῶ σφυγμὸν καὶ σκινδαψιζόμενον, εἰ χρὴ λέγειν ὀνόματα μόνον. ἀλλὰ καὶ τὸ βλίτυρι, φασὶ, καὶ τὸ σκινδαψὸς ἄσημα παντελῶς ἐστι, τὰ δ' Ἀρχιγένους δῆλα. τί ληρεῖς ἄνθρωπε ἑκὼν, καὶ γὰρ τὸ βλίτυρι κροῦμά τι δηλοῖ καὶ τὸ σκινδαψὸς οὐκ οἰκέτου μόνον, ἀλλὰ καὶ ὀργάνου τινός ἐστιν ὄνομα. τί δὴ τοῦτο φήσει τις, οἶμαι, πρὸς τοὺς σφυγμούς; τί δὲ ἃ σὺ λέγεις ὀνόματα πρὸς αὐτοὺς ἐστὶ, τά τε μικρῷ πρόσθεν εἰρημένα καὶ ὁ ἀποκεκρημνισμένος καὶ ὁ τρύζων καὶ ὁ ὑγροφανὴς καὶ ὁ καρώδης καὶ βομβῶν καὶ ὁ ἐκτεθαμβημένος καὶ ὁ ἀναλυθεὶς καὶ ὁ ἀτενὴς καὶ ὁ ἀδρανὴς καὶ ὁ ἀποπεπηγὼς καὶ ὁ διαπεφυσημένος καὶ ὁ διηγκωνισμένος καὶ ὁ ἐγκαλυπτόμενος καὶ ὁ ἐξώστης καὶ ὁ ἐμβριθὴς καὶ ὁ ἐγκρέκων καὶ ὁ νότυλος καὶ ὁ κατανεναγμένος καὶ ὁ διανεναγμένος καὶ ὁ λαγαρίζων καὶ ὁ ὑποκλεπτόμενος καὶ ὁ ῥακώδης καὶ ὁ σεσοβημένος καὶ ὁ σκυθρωπῶς ἀποχωρῶν, ὅ τε τῆς ἀρτηρίας ὁλκίμου προσπιπτούσης, [663] ἄλλων τε τοιούτων ὀνομάτων πάμπολυ πλῆθος, ἅπερ ἰδίᾳ μέν τι καὶ καθ' αὑτὰ δηλοῖ, κοινὸν δὲ αὐτοῖς πρὸς τοὺς σφυγμοὺς οὐδέν ἐστιν, ὥσπερ οὐδὲ τὸ ὑγρότερον ἐξωθεῖν λέγεσθαί τινα σφυγμόν; ἐνταῦθα γὰρ πάλιν ἀποπλανᾶται τῆς τῶν σφυγμῶν διδασκαλίας ὁ Ἀρχιγένης, ὑγρότητος μνημονεύων, εἰς μὲν τὰς προγνώσεις χρησίμου πράγματος, ἀλλ' οὐκ ἐκ τῆς περὶ σφυγμῶν θεωρίας. μίξας οὖν αὐτῇ τῇ ἐξεριστικῇ πρὸς αὐτοῦ κληθείσῃ πληγῇ μηδὲν διαφερούσῃ τοῦ σφοδροῦ σφυγμοῦ, διαφοράν τινα προσποιεῖται ἑτέραν ταύτην διδάσκειν, οὖσαν οὐχ ἑτέραν, ἀλλὰ σφοδρὸν σφυγμὸν μεθ' ὑγρότητος. εἶτα ἐξαπατᾷ τὸν ἰδιώτην τῆς θεωρίας, ὡς μέγα τι προσγράψας, τὸ οἷα ἀπὸ τροφῆς μάλιστα νεαρᾶς ἐγγίνεται· ἡ γὰρ ἐξεριστικὴ πληγὴ, φησὶν, αὐτὴ μεθ' ὑγρότητος ἀπὸ τροφῆς μάλιστα νεαρᾶς γίγνεται. τίς λόγος καί φησιν, ὦ Ἀρχίγενες, ἀληθὲς τοῦτο λέγεις, ἀλλὰ ἀδιαρθρώτως τε καὶ συγκεχυμένως, καὶ διὰ τοῦτο ἀσαφῶς. ἐχρῆν γὰρ οὕτως εἰπεῖν, ἐπὶ τροφαῖς προσφάτοις σφοδρὸς γίνεται σφυγμὸς μεθ' ὑγρότητος. τοῦτον δ' οὐκ [664] ἔστιν ἄλλον τινὰ παρὰ τὸν σφοδρὸν σφυγμὸν εἰπεῖν, ἀλλὰ σφοδρὸν σφυγμὸν, καὶ ἄλλο τι, ὃ οὐκ ἔστιν ὅλως σφυγμὸς, πρὸς τῷ καὶ ἀκαίρως ἅπτεσθαι κοινῆς θεωρίας, τοῦ τε περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων τόπου καὶ τοῦ περὶ τῆς δι' αὐτῶν προγνώσεως. ἐν ἐκείνοις γὰρ ἄμεινον ἦν εἰπεῖν, ἐπὶ τροφῇ ποῖός τις σφυγμὸς γίνεται. καὶ ἡμεῖς λέγομεν, ὦ Ἀρχίγενες, οὐχ οὕτως ῥᾳθύμως, ὡς σὺ νῦν, ἀλλὰ μετὰ τῶν οἰκείων διορισμῶν. οὐ γὰρ ἁπλῶς ἐπὶ τροφῇ πάσῃ σφοδρὸς μεθ' ὑγρότητος γίνεται σφυγμὸς, ἀλλὰ καὶ ἐπὶ τῇ συμμέτρῳ μὲν κατὰ ποσὸν, ὑγρᾷ δὲ κατὰ τὸ ποιόν. οὔτε γὰρ ἡ πλείων τροφὴ σφοδρὸν τὸν σφυγμὸν, ἀλλ' ἀνώμαλον ἐξ ἀμυδρῶν καὶ σφοδρῶν καὶ μέσων, οὔτε ἡ ξηρὰ τὸν ὑγρὸν ἐργάζεται. ὥστε τῇ μὲν ὑγρότητι τῆς τροφῆς, ὑγροτέρου ποτὲ γενομένου τοῦ δέρματος, οὐδὲ γὰρ διὰ τοῦτο διαπαντὸς, ἀλλὰ δεῖταί τινος διορισμοῦ, τῇ συμμέτρῳ δ' αὖ κατὰ τὸ ποσὸν τροφῇ πάντως ἑπομένης σφοδρότητος, ἄμεινόν ἐστιν, ὑγρότητος μὲν μηδόλως μνημονεύειν, ἥ γε οὐδὲ τρέπει ποτὲ κατὰ τὸν ἑαυτῆς λόγον τοὺς σφυγμοὺς, τροφῆς δὲ συμμέτρου μνημονεύσοντας σφοδρὸν ὑπ' αὐτῆς λέγειν [665] γίνεσθαι τὸν σφυγμόν. ἀλλὰ τοῦτο, κᾂν ἀληθὲς ᾖ, πρώτης μὲν τῆς τῶν ἐν σφυγμοῖς αἰτίων ἐστὶ διδασκαλίας, ἐφεξῆς δὲ τῆς προγνωστικῆς. οὐ μὴν προὔκειτό σοι περὶ τούτων λέγειν. εἰ δ' ἀδιορίστως ἅμα καὶ οὐκ ἐν καιρῷ γράφειν συγχωρεῖται, μὴ μόνον ἐπὶ νέᾳ τροφῇ τὸν τοιοῦτον ἴσθι γινόμενον σφυγμὸν, ἀλλὰ κᾀν τοῖς βαλανείοις ποτὲ, κᾀν τοῖς γυμνασίοις, καὶ τοῖς θυμοῖς. γίνεται γὰρ κᾀν τούτοις ἔσθ' ὅτε. καὶ πῶς καὶ τίνι τρόπω γίνεται, εἰ μὲν μόνον εἰπόντες ἀρκεσθείημεν, οὐδὲν δήπου πλέον ἐδιδάξαμεν, εἰ δὲ διοριζόμεθα, τῆς προκειμένης ἀποστησόμεθα πραγματείας. μὴ τοίνυν παραφλυαρῶμεν, ἀλλ' εἴ τινα ἔχεις ἡμᾶς διδάξαι διαφορὰν σφυγμῶν ἑτέραν ὧν ἴσμεν, δίδασκε, μὴ μόνον ὀνόματα λέγων, ἀλλὰ καὶ τὸ σημαινόμενον αὐτῶν καὶ τὴν διάγνωσιν ὅλου τοῦ πράγματος. ἐπεί τοι πάλιν, ἵνα ταῦτά τις παραλίπῃ, συνάπτεις αὐτοῖς ἑξῆς τὸν διηγκωνισμένον σφυγμὸν, παραλιπὼν τὸν διεζωσμένον τε καὶ ἀποπεπλεγμένον καὶ προβεβηκότα καὶ ἀποβεβηκότα καὶ λακτίζοντα καὶ γονατίζοντα καὶ γαστρίζοντα. [666] τίς γὰρ ἡ νομοθεσία διηγκωνισμένον μέν τινα καλεῖν, τοὺς δ' ἄλλους παραλιπεῖν; ἀλλὰ διηγκωνισμένον μὲν, φησὶ, λέγομεν τὸν οἷον τεθυμωμένον. οὐκοῦν πάλιν κακῶς παραλείπεις τὸν οἷον λυπούμενον καὶ ὀργιζόμενον καὶ μηνιῶντα. μὴ παῖζε, φησὶ, τὸν γὰρ ἰσχυρὸν οὕτως καλοῦμεν. οὐ παίζω, βέλτιστε. σὺ δ' ἐπιτρέπεις ἡμᾶς, ἐνὸν ἰσχυρὸν εἰπεῖν, διηγκωνισμένον λέγειν. εἰ γὰρ ἰσχυρὸν εἰρήκεις, ἐπυθόμην ἄν σου, τίς ποτέ ἐστιν οὗτος ὁ ἰσχυρὸς, καὶ πῶς αὐτὸν διαγνωσόμεθα. τὸν μὲν γὰρ σφοδρὸν, ὅταν ἐν τῷ θλίβειν ἡμᾶς τὴν ἀρτηρίαν ἀντιβαίνῃ, καὶ τὸν ἐναντίον αὐτῷ τὸν ἀμυδρὸν, ὅταν ἀφανίζηται, θλιβόντων διαγιγνώσκομεν, τὸν δ' ἰσχυρὸν ἐὰν εἴπῃς, καὶ τοῦτον ὅπως διαγνωσόμεθα, διδάξεις τι πλέον. εἰ δὲ μὴ, κᾀνταῦθα ὄνομα μόνον, οὐ πρᾶγμα προσθήσεις. ὅταν βιαίως, φησὶν, ἀνατρέπῃ, καὶ ὠθῇ τὴν ἁφήν. ἀλλὰ καὶ ὁ σφοδρὸς ἀνέτρεπεν, ἀλλ' ἧττον, φησὶ, τούτου βιαίως, οὐκοῦν ἐπιτεταγμένον σφοδρότητι λέγεις τὸν ἰσχυρὸν δὴ τοῦτον καὶ διηγκωνισμένον σφυγμόν; ναὶ, φησὶν, οὕτω λέγομεν. ὥρα τοίνυν ἡμῖν καὶ τὸν ἐπιτεταμένον τῷ [667] τάχει μὴ τάχιστον, ἀλλ' ἄλλο τι καλεῖν, καὶ τὸν ἐπιτεταμένον μεγέθει μὴ μέγιστον, ἀλλ' ἕτερόν τι, καὶ τοὺς ἄλλους ὡσαύτως. εἰ δ' ἐκείνοις ἀρκεῖ τάχιστον εἰπεῖν καὶ μέγιστον καὶ βραδύτατον καὶ ἀραιότατον καὶ πυκνότατον, ἀρκεῖ κᾀνταῦθα σφοδρότατον εἰπεῖν, καὶ μὴ νομίζειν, παρακειμένης τινὸς τῇ σφοδρότητι μνημονεύειν ἑτέρας διαφορᾶς. αἱ γὰρ ἐν ἑκάστῳ τῶν γενῶν ἐπιτάσεις οὐκ εἰσὶν ἔξω τοῦ γένους. οὔτε γὰρ τὸ λίαν λευκὸν ἄλλό τι καὶ οὐ λευκόν ἐστι οὔτε τὸ λίαν μέλαν ἄλλό τι καὶ οὐ μέλαν. οὐκοῦν οὐδὲ τὸ λίαν σφοδρὸν ἄλλό τι καὶ οὐ σφοδρόν. ἅπαντ' οὖν τὰ τοιαῦτα λῆρός ἐστι μακρὸς, ἐξ ἀνάγκης ἑπόμενα τῷ μὴ διηρθρῶσθαι καλῶς ἀπ' αὐτῶν μήτε τὴν ἔννοιαν ἑκάστου τῶν σφυγμῶν μήτε τὴν οὐσίαν μήτε τὴν διάγνωσιν μήτε τὰς αἰτίας ὑφ' ὧν γίγνονται. χρὴ γὰρ, ὡς ἤδη πολλάκις εἴρηταί μοι, τὸν ἀληθείας ἐφιέμενον ἀπὸ τῶν πραγμάτων αὐτῶν ἀρξάμενον ὁπόσα τε ταῦτά ἐστι καὶ ὁποῖα διορίσασθαι, κᾄπειθ' ἑξῆς αὐτοῖς ὀνόματα θέσθαι, καὶ μετὰ ταῦτα περὶ τῆς διαγνώσεως εἰπεῖν, εἶτ' ἐπὶ τοῖσδε τῆς αἰτίας, εἶτα τῆς προγνώσεως, [668] ὅπερ ἡμεῖς πεποιήκαμεν, ἐν μὲν τῇδε τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ τὰς διαφορὰς ἁπάσας ἐπελθόντες τῶν σφυγμῶν, ἐν δὲ τῇ περὶ διαγνώσεως, ὅπως χρὴ τοὺς δακτύλους ἐπιβάλλοντα, καθ' ἑκάστην αὐτῶν ἀκριβῶς αἰσθάνεσθαι, καὶ μετὰ ταῦτα τὴν περὶ τῶν αἰτίων πραγματείαν συνθέντες, εἶτα τὴν προγνωστικήν. ἀλλὰ νῦν γε περὶ μὲν τῆς πρώτης ὁ λόγος ἡμῖν ἐστι, ἧς τὸ χρήσιμον αὐτὸ πρὸς τὰ τῆς τέχνης ἔργα διὰ τοῦ πρώτου βιβλίου δεδήλωται, κεφαλὴν ἐπιθῶμεν ἤδη τῷ περὶ σφοδρότητος λόγῳ.

   Ἔστι δέ τις σφυγμὸς ὁ ἀνατρέπων τὴν ἁφὴν, τουτέστιν ἰσχυρῶς τε καὶ ἀντιβατικῶς πλήττων. τοῦτον εἴτε σφοδρὸν εἴτ' εὔτονον εἴθ' ὅ τι βούλεται καλεῖν τις, οὕτω θέμενος ἴστω διαγιγνωσκόμενον αὐτὸν, ἐρειδόντων ἐπὶ πλεῖον τοὺς δακτύλους, οὐκ ἐπιπολῆς ψαυόντων. αἰτία δ' αὐτοῦ ῥώμη τῆς τοὺς σφυγμοὺς ἐπιτελούσης δυνάμεως. εἰ μὲν οὖν ἡμεῖς πρῶτοι τὴν ὅλην ἐξουσίαν εἴχομεν τῆς θέσεως τῶν κατὰ τὴν ἰατρικὴν ὀνομάτων, εὔτονον ἂν, οὐ σφοδρὸν ἐκαλέσαμεν τὸν τοιοῦτον σφυγμόν. ἐπεὶ δ' ἔφθασεν ὑπὸ τῶν [669] πλείστων ὀνομάζεσθαι σφοδρὸς, οὐ μετατίθεμεν τοὔνομα, καί τοι γινώσκοντες παρὰ τοῖς Ἕλλησι τὸ τῆς σφοδρότητος ὄνομα κατ' ἐνεργείας ἀεὶ λεγόμενον ἰσχυρᾶς τε ἅμα καὶ ταχείας· παλαίσματά τε γὰρ ὀνομάζεται σφοδρὰ τὰ μετὰ συντονίας τε ἅμα καὶ τάχους γινόμενα καὶ ἄνθρωποι κατὰ τὸν αὐτὸν τρόπον, ὅταν εὐτόνως τε ἅμα καὶ ταχέως ἐνεργῶσι, σφοδροὶ προσαγορεύονται. καὶ δὴ καὶ τὸ τῶν λεόντων γένος ἅπαντες ὀνομάζουσι σφοδρὸν, ὅτι καὶ τοῦτο μετὰ συντονίας τε ἅμα καὶ τάχους ἐνεργοῦν ὁρῶσιν, ὥστ' εἴπερ ἦν ἐπ' ἐμοὶ θέσθαι τοὔνομα, τὴν μὲν ἁπλῆν ποιότητα τῶν ἀντιβατικῶν τε καὶ ἀνατρεπτικῶν τῆς ἁφῆς τῶν σφυγμῶν ἰσχὺν ἂν, ἢ ῥώμην, ἢ εὐτονίαν, ἤ τι τοιοῦτον ἕτερον ὠνόμασα, τὴν δ' ἐκ ταύτης ἅμα καὶ τάχους σύνθετον οὐκ ἐκάλεσα σφοδρότητα. νυνὶ δ' ἐπειδὴ τὸ τῆς σφοδρότητος ὄνομα δι' ἔθους ἐγένετο τοῖς πλείστοις τῶν ἰατρῶν ἐπὶ μιᾶς τῶν πρώτων λέγεσθαι διαφορῶν, ἔγνων χρῆναι μὴ φεύγειν αὐτό· καὶ διὰ τοῦτο τὸν μὲν εὐρώστως πλήττοντα σφυγμὸν ὠνόμασα σφοδρὸν, τὸν δ' ἀῤῥώστως ἀμυδρὸν, οὐδὲν διαφέρον, [670] ἢ εὐρώστως, ἢ ἰσχυρῶς, ἢ βιαίως, ἢ εὐτόνως εἰπεῖν. αἰτίαν δ' αὐτοῦ ῥώμην τῆς κινούσης τὰς ἀρτηρίας δυνάμεως εἶναί φησι, διάγνωσιν δὲ τῶν δακτύλων εἰς βάθος ἐρειδομένων. ἐν γὰρ τῷ τοιούτῳ τρόπῳ τῆς ἐπαφῆς ὁ μὲν ἰσχυρὸς σφυγμὸς ἰσχυρότερος φαίνεται, βιαιότερον ἀνθιστάμενος τοῖς θλίβουσι δακτύλοις, ὁ δ' ἀσθενὴς οὗτος ἐνίοτε καταπίπτει τε καὶ νικᾶται πρὸς αὐτῶν, ὡς ἄσφυκτον δοκεῖν εἶναι τὸν ἄνθρωπον. ἀλλὰ περὶ μὲν τούτων ἐν ταῖς ἐχομέναις πραγματείαις ἐροῦμεν· ὁ δὲ νῦν ἐνεστηκὼς λόγος ἤδη μοι πέρας ἐχέτω.

   Βούλομαι γὰρ ἑξῆς ἐπὶ τὴν πολυθρύλλητον ἀφικέσθαι πληρότητα, πολλὰ πράγματα παρεσχηκυῖαν ἅπασι τοῖς ἰατροῖς τοῖς νεωτέροις, μέλλουσάν γε δή που καὶ ἡμῖν οὐκ ὀλίγα παρέξειν, οὐκ ἐν τῇδε τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ μόνον, ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ πολὺ δὴ μᾶλλον ἐν τῇ διαγνωστικῇ. τὴν μὲν γὰρ ἔννοιαν αὐτῆς ὁμολογοῦμεν ὑπάρχειν ἐναργῆ, διάγνωσιν δὲ οὐδεμίαν αἰσθητὴν εἶναί φαμεν. ἀλλὰ περὶ μὲν τῆς διαγνώσεως αὖθις εἰρήσεται, περὶ δὲ τῆς ἐννοίας, ἐπειδὴ καὶ ταύτην ἔνιοι συγχέουσιν, [671] ἤδη λέγωμεν. ἀπὸ μὲν οὖν τῶν πραγμάτων ἀρχομένοις, ἤτοι τοῦ τῆς ἀρτηρίας σώματος ἔσται τις ποιότης ἡ πληρότης, ἢ τῆς ἐγκεχυμένης οὐσίας· ἀπὸ δὲ τῶν ὀνομάτων, ἐνθένδ' ἂν μάλιστά τις ὑπάρξαιτο. πλῆρές φαμεν εἶναι τὸ κεράμιον οἴνου, καὶ πλήρη τὸν θύλακα ἀλφίτων. οὕτω δὲ καὶ τὸ θέατρον, ἢ τὸ στάδιον, ἢ τὸ βουλευτήριον, ἀνθρώπων πλήρη λέγομεν ὑπάρχειν, ὥσπερ αὖ καὶ κενά. οὕτω δὲ καὶ τὴν γαστέρα καὶ τὸ στόμα ποτὲ μέν φαμεν πλήρη εἶναι, ποτὲ δὲ κενά.

   Πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,

   Πλῆρές τοι σχαδόνων, καὶ ἀπ' Αἰγίλω ἰσχάδα τρώγοις.

καὶ ὅλως ἅπαν ἀγγεῖον ἐντὸς αὐτοῦ περιέχων εὐρυχωρίαν ἤτοι πλῆρες, ἢ κενὸν εἶναί φαμεν· ἐπειδὰν μὲν ὑφ' ἑτέρου τινὸς σώματος, εἴθ' ἑνὸς, ἢ καὶ πλειόνων, ἡ εὐρύτης αὐτοῦ καταλαμβάνηται, πλῆρες· ἐπειδὰν δὲ μόνον ἀέρα περιέχῃ, κενόν. οὕτω μὲν ἅπαντες ἄνθρωποι κυρίως τε καὶ πρώτως ὀνομάζουσι. μεταφέροντες δ' ἐντεῦθεν ἤδη τινὲς ἐπὶ τὰς ἑαυτῶν τέχνας, οὐκέτι δηλονότι κυρίως, οὐδὲ πρώτως, [672] ἀλλὰ δευτέρως τε καὶ τροπικῶς ὁ μὲν ἔριον ὠνόμασε πλῆρες, ὁ δὲ οἶνον, ὁ δὲ ἄλλο τι τῇ χρείᾳ κρίνων ἕκαστος τὸ πρᾶγμα. τὸ μὲν γὰρ διαρκῆ τε καὶ μόνιμον ἔχον αὐτὴν ὀνομάζουσι πλῆρες, ὥσπερ τὸν οἶνον οἱ γευσάμενοι μέχρι πλείστου παραμενούσης αἰσθάνονται τῆς ποιότητος, εἰ δ' ἂν ἐν τάχει παύηταί τε καὶ ἀπολύηται ἢ ποιότης, ἢ δύναμις, ἢ χρεία, κενὸν ἐκεῖνον προσαγορεύουσι. οὕτως οὖν καὶ τοὺς λόγους ἐνίοτε ψευδεῖς ὀνομάζουσι κενοὺς, οὐ μήν γε ὅταν κενὸν εἶναί τινα λέγουσιν νοῦ μεταφορᾷ χρῶνται τηνικαῦτα, καθάπερ οὐδ' ὅταν τοὺς μὲν ἰσχνοὺς ἀνθρώπους κενὸν ἔχειν τὸ σῶμα σαρκῶν φάσκωσι, τοὺς δὲ παχεῖς πλῆρες. ἀλλ' ἐν τούτοις φυλάττουσι τὴν ἀγγείου τε καὶ περιεχομένου νόησιν. ἐφ' ὧν, ὡς ἐῤῥέθη, κυρίως τε καὶ πρώτως εἴθισται λέγεσθαι τὸ πλῆρές τε καὶ τὸ κενόν. ἕτερα δ' αὖ σώματα διάκενα λέγουσιν, οὐ κενὰ, καθάπερ σπόγγον τε καὶ κίσσηριν. οὐδὲ γὰρ σῶμα νομίζουσι εἶναι τὸν ἀέρα, χώραν δέ τινα καὶ τόπον κενὸν, ἐπιτήδειον ὑποδέχεσθαι σώματα. οὐ μὴν οἱ τῷ λόγῳ διασκεψάμενοί τι περὶ τοῦ ἀέρος, ἰατροί τε καὶ φιλόσοφοι, κενὸν [673] εἶναι παντάπασιν ὑπολαμβάνουσιν αὐτὸν, ἀλλ' οἱ μέν τινες, ὧν τῆς δόξης καὶ ἡμεῖς μετέχομεν, ἓν ὑπάρχειν σῶμα συνεχὲς ἑαυτῷ πάντῃ, μηδαμόθι κενοῦ παραπλοκὴν ἔχον· οἱ δέ τινες ἐν κενῷ πολλὰ σώματα, τὰ σμικρὰ, τὰ πρῶτα προσφερόμενα, προσκρούοντά τε καὶ ἀποπαλλόμενα, μὴ μέντοι περιπλεκόμενά τε καὶ συγκρινόμενα. καὶ τοίνυν καὶ τὸν κενὸν σφυγμὸν οὕτω μὲν ἡμῖν ἀδύνατον ὀνομάζειν, ὡς οἱ πολλοὶ λέγουσι τὸν ὄντως κενὸν, οὐδὲν γάρ ἐστιν ἐν κόσμῳ τοιοῦτον, ἀλλ' οὐδὲ κατ' ἐπικράτειαν. οὐδενὸς γὰρ ὑπάχοντος ὅλως ἐν κόσμῳ κενοῦ, πῶς ἂν εἴη τι κατ' ἐπικράτειαν κενόν; ὑπόλοιπον δὴ, κενὸν ἡμᾶς λέγειν σφυγμὸν ὥσπερ θύλακον, ἢ ἀσκὸν, ἢ τάλαρον, ἢ σάκκον, ἢ ὅλως ἀγγεῖον ὁτιοῦν. ἀλλ' εἴπερ οὕτω λέγοιτο, διχῶς ἐπινοηθήσεται τοιοῦτος γινόμενος, ἕνα μὲν τρόπον ὥσπερ ὁ πίθος, ὅταν ἀέρα μόνον ἐν αὐτῷ ἔχῃ, ἕτρον δὲ καθάπερ ἀσκὸς, ἢ θύλακος, ἤ τι τοιοῦτον ἕτερον, οὗ δυνατόν ἐστι συμπίπτειν ἐπ' ἀλλήλους τοὺς χιτῶνας, ὥσπερ τὸν πεφυσημένον ἀσκὸν οἴνου μένειν ἀεὶ κενὸν, ἀέρος δὲ μεστόν· εἰ δὲ καὶ τοῦτον ἐκκενώσεις, ὡς συμπεσεῖν πανταχόθεν ἀκριβῶς, τηνικαῦτα ἀκριβῶς γίνεσθαι κενόν. καὶ [674] τοίνυν καὶ τὴν ἀρτηρίαν ἢ οὕτως ἐροῦμεν ὑπάρχειν κενὴν, ὡς ἀέρα περιέχουσαν, ὥστε κᾂν ἐπιπλεῖστον ᾖ διαπεφυσημένη τε καὶ διεστῶσα, κενὴν ὀνομάζεσθαι, ἢ οὐχ οὕτως, ἀλλ' ὥσπερ ἐλέγομεν ἐπὶ τῶν ἀσκῶν, ἐπειδὰν καὶ τὸν ἀέρα τις ἐξ αὐτῶν ἐκκενώσῃ. κατὰ μὲν δὴ τὸ πρότερον τῶν σημαινομένων ὁ κενὸς σφυγμὸς ἔσται τοιοῦτος, οἷόν περ Ἐρασίστρατος ἀεὶ βούλεται κατὰ φύσιν ὑπάρχειν αὐτόν· κατὰ δὲ τὸ δεύτερον οὐδὲν διοίσει τοῦ μικροῦ. τὸ γὰρ δὴ τρίτον τῶν σημαινομένων οὔτε Ἀρχιγένης οὔτε Ἀγαθῖνος οὔτε Μάγνος οὔτ' Ἀθήναιος οὔτε ἄλλος οὐδεὶς τῶν πνευματικῶν ἰατρῶν ἀληθὲς ὁμολογήσει. λέγω δὲ ὅταν ὀλίγα μὲν σώματα περιέχῃ ἐν αὐτῇ ἡ ἀρτηρία, πλείστην δὲ τὴν κενὴν χώραν. οὐ γὰρ εἶναι τοιαύτην οὐδεμίαν ἐν κόσμῳ νομίζουσιν, ἀλλ' ἡνῶσθαι τὴν ὅλην οὐσίαν ἑαυτῇ. λοιπὸν οὖν, ὡς ἔφαμεν, ἤτοι τὸν μικρὸν σφυγμὸν, ἢ τὸν ἀερώδη κενὸν ὀνομάσομεν. οὕτω δὲ καὶ τοὺς ἐναντίους αὐτοὺς πλήρεις, τόν τε μέγαν καὶ τὸν οἷον ὑγροφανῆ. ἀλλὰ τούτους μὲν κατὰ τὴν ἐγκεχυμένην οὐσίαν, καθ' ἣν δὴ καὶ μάλιστ' ἄν τις ὀνομάσειε κυρίως ἢ πλῆρες ἢ κενὸν ἀγγεῖον· ἑτέρως δὲ καθ' [675] αὑτὸ τῆς ἀρτηρίας τὸ σῶμα, τουτέστι τοὺς χιτῶνας αὐτῆς, οὓς ἄμεινον ἦν, οἶμαι, σκληροὺς καὶ μαλακοὺς, οὐ πλήρεις ἢ κενοὺς ὀνομάζειν. οὐδὲν γὰρ ὁμοιομερὲς σῶμα κενὸν ἢ πλῆρες καλεῖται, πλὴν εἰ μὴ κατὰ μεταφορὰν, ἧς οὐ χρὴ προσάπτεσθαι κατὰ τὰς ἐπιστημονικὰς διδασκαλίας. ἀλλ' εἰ μὲν ἔχοιμεν ὀνόματα κύρια, τούτοις χρῆσθαι προσῆκεν· εἰ δὲ μὴ, λόγῳ μᾶλλον ἑρμηνεύειν ἕκαστον τῶν πραγμάτων, οὐκ ἐκ μεταφορᾶς ὀνομάζειν, ὅταν γε διδάσκειν τις βούληται καὶ μὴ περιλαλεῖν, ἐπεὶ τῷ γε μεμαθηκότι τὸ πρᾶγμα συντόμου δηλώσεως ἕνεκεν ἐγχωρεῖ καὶ διὰ τῶν ἐκ μεταφορᾶς ὀνομάτων καὶ διὰ τῶν ἐκ καταχρήσεως ἐνδείκνυσθαι τὸ λεγόμενον. ἡ πρώτη μέντοι διδασκαλία τῶν τεχνικῶν ἁπάντων πραγμάτων ὑπὲρ τοῦ σαφής τε εἶναι καὶ διηρθρωμένη κυρίων ὀνομάτων δεῖται. τὸ τοίνυν σῶμα τῆς ἀρτηρίας, τουτέστιν ὁ χιτὼν αὐτοῦ, ἤτοι σκληρότερός ἐστι τοῦ δέοντος, ἢ μαλακώτερος, ἢ δηλονότι σύμμετρός τε καὶ κατὰ φύσιν ἔχων. οὐ γὰρ δὴ κατ' αὐτό γε τοῦτο πάλιν ἢ ἀερώδη τινὰ φήσομεν περιέχεσθαι οὐσίαν, ἢ ὑγράν. ἓν γάρ ἐστι τὸ συνεχὲς ἑαυτῷ πανταχόθι, πλὴν εἴ που τρήματά τινα πάνυ [676] σμικρὰ κέκτηται. ἀλλὰ καὶ ταῦτα ἢ ἀερώδη τινὰ περιέχειν οὐσίαν, ἢ ὑγρὰν, ἢ ἀτμώδη πάντως ἀναγκαῖόν ἐστιν, ἢ συμπεπτωκέναι παντάπασιν. ἀλλὰ συμπεπτωκότα μὲν εἰς ἴσον τοῖς οὐδ' ὅλως ἔχουσι καθίσταται· περιέχοντα δὲ ὑγρὸν ἢ ἀτμὸν, ἢ ἀέρα, μαλακώτερον ἐργάσεται τὸ τῆς ἀρτηρίας σῶμα ὥστε ἐκ περιόδου πάλιν εἰς τοῦθ' ἥκειν ἡμᾶς, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ὡς ἤτοι σκληρός ἐστιν ἢ μαλακὸς ὁ τῆς ἀρτηρίας χιτὼν, ὁ γὰρ ἐν τῷ μεταξὺ λόγος οὐκ ἄλλην τινὰ τρίτην ἐδήλωσε φύσιν, ἀλλὰ τῶν εἰρημένων δυοῖν διαφόρους τῆς γενέσεως αἰτίας. ἦν δὲ οὐ τοῦτο τὸ προκείμενον, οὐδὲ χρήσιμον ὅλως εἰς τὰ παρόντα, ὡς ἔγωγε καὶ πάσας εἰπεῖν ἕτοιμός εἰμι τὰς τῶν σκληρῶν τε καὶ μαλακῶν γενέσεις, εἰ μέλλοιμί τινος ἐντεῦθεν ἀπολαύειν εἰς τὰ παρόντα χρηστοῦ. πειράσομαι δ' ὡς ἔνι μάλιστα διὰ βραχυτάτων αὐτὸ πρᾶξαι. πάντων τῶν σωμάτων ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρὸς συνεστώτων, ἐν οἷς μὲν ἂν ὑπάρχῃ πλεῖστον, ἤτοι τὸ γεῶδες στοιχεῖον, ἢ τὸ ὑδατῶδες ὑπὸ ψύξεως πεπηγὸς, ἀναγκαῖον εἶναι τὰ τοιαῦτα σκληρά· ἐν οἷς δ' ἂν ἢ τὸ πυρῶδες, [677] ἢ τὸ ἀερῶδες, ἢ τὸ ὑγρὸν στοιχεῖον ἀπαγὲς ἐπικρατῇ, μαλακὰ ταῦτ' εἶναι πάντα. οὕτω δὲ καὶ εἰ τρήματά τινα καὶ πόρους ἔχοιεν, εἰ μὲν ἤτοι γεώδους οὐσίας ἢ ὑδατώδους πεπηγυίας ἐπικρατούσης ἐν αὐτοῖς, ἀναγκαῖον εἰς σκληρότητα τοῦ παντὸς σώματος συντελεῖν· εἰ δ' ἤτοι λεπτομεροῦς τινος ἢ ὑγρᾶς ἀπαγοῦς, εἰς μαλακότητα. τούτων οὕτως ἐχόντων, ἤδη δίκαιον ἐρέσθαι τοὺς ἄνδρας, ἐπὶ τί μάλιστα φέρουσιν ὑποκείμενον πρᾶγμα τὸ τῆς πληρότητος ὄνομα. πάντως γὰρ ἢ τὴν σκληρότητα καλοῦσιν πληρότητα ἁπλῶς, ἤ τινα τῶν εἰρημένων αὐτῆς διαφορῶν. αἱ διαφοραὶ δ' ἦσαν, ὅταν ἤτοι ξηρότης ἐπικρατῇ γεώδης, ἢ πῆξις ὑδατώδης. εἴτ' οὖν ἔχει πόρους τινὰς τὸ ὑποκείμενον ἐν ἑαυτῷ εἴτε μή. κατὰ ταῦτα δὲ καὶ τὴν κενότητα πότερον τὴν μαλακότητα λέγουσιν, ἤ τινα τῶν διαφορῶν αὐτῆς. ἦσαν δ', οἶμαι, καὶ αἱ ταύτης διαφοραὶ κατ' ἐπικράτειαν ἤτοι λεπτομεροῦς οὐσίας ἢ ὑδατώδους ἀπαγοῦς. ἀλλ' οὐδεμίαν ἀποκρίνασθαι τούτων τολμῶσιν. εἶεν γὰρ ἂν οὕτως δήπου μήτε τῆς σκληρότητος ἕτερόν τι τὴν πληρότητα μήτε τῆς μαλακότητος τὴν κενότητα τιθέμενοι. φεύγουσι δ' ἀπὸ τοῦ λόγου πάντα [678] τρόπον, ἔνιοι μὲν αὐτῶν ἀναισχυντότερον, εἰσὶ δ' οἳ καὶ μετ' αἰδοῦς τινος. ἡ δ' ἀπόδρασις ἡ γοῦν εὐσχήμων εἰς τὴν τοῦ πνεύματος καταφεύγει δύναμιν. ὡς γὰρ οἴνου, φασὶ, ποιότης λέγεται πληρότης, οὕτω καὶ τοῦ πνεύματός ἐστί τις πληρότης. ἀλλ' ἐνταῦθα πάλιν ἡμῶν ἀξιούντων, οἴνου τίνα πληρότητα καλοῦσιν, ἀποσαφεῖν αὐτοὺς, ἄῤῥητον εἶναί φασι τὸ πρᾶγμα. πῶς οὖν, ὦ πρὸς Διὸς, ἢ ὀνομάζειν ἐπιχειρεῖτε τὸ ἄῤῥητον, ἢ διδάξειν ἡμᾶς ἐλπίζετε; εἰ γὰρ μήτε διδάξαι δύνασθε τὸ πρᾶγμα μήθ' ἑρμηνεῦσαι λόγῳ, πῶς ἂν ἢ μάθοιμέν τι τῶν γραφομένων ὑφ' ὑμῶν, ἢ κρίναιμεν; καὶ μὴν ἰδοὺ, φασὶν, ἐπ' αὐτῶν τῶν νοσούντων δείκνυμί σοι τὸν πλήρη σφυγμόν. καλῶς τοίνυν ποιήσεις, ὦ οὗτος, εἴπερ ἐστὶν ἄῤῥητος μὲν, δεικτὸς δὲ, μηδὲν μὲν γράφων ὑπὲρ αὐτοῦ, δεικνὺς δὲ μόνον ἡμῖν τὸ πρᾶγμα. καὶ μὴν καὶ γράφεις, ὡς ἑρμηνεῦσαι δυνάμενος, καὶ δεικνύειν ἀδυνατεῖς. οὐδὲ γὰρ συστῆναι δύναται κατὰ δεῖξιν οὐδεμία διδασκαλία χωρὶς ἐξηγήσεως. ἐπιβάλλειν οὖν με κελεύεις τοὺς δακτύλους, ὡς οἶμαι, ἐπὶ τὴν ἀρτηρίαν, εἶτ' ἐρεῖς, ἰδοὺ πλήρης ὁ σφυγμὸς ὁ τοιοῦτός ἐστιν, οὗ νῦν αἰσθάνῃ. τοῦτο δὲ εἰ μὲν ἁπλῆ τις [679] ὑπῆρχε καὶ μία ποιότης τοῖς σφυγμοῖς, ἀληθῶς ἂν ἐλέγετο. νυνὶ δὲ ἐπειδὴ πολλαὶ μὲν αὗται καὶ καθ' ὑμᾶς εἰσιν, ἅπασαι δ' ὑποπίπτουσιν ἀθρόως, οὐκ ἔθ' οἷόν τε χωρὶς ἐξηγήσεως οὐδεμίαν αὐτῶν ἐκμαθεῖν. ἰδοὺ γοῦν ἅπτομαι τῆς ἀρτηρίας, ὡς κελεύεις, ἀλλ' οὐκ εἰδὼς ὅ τί ποτε τῶν συμβεβηκότων αὐτῇ πληρότητα καλεῖς, οὐδὲ μᾶλλον ἐπὶ τῇ δείξει σου συνίημι τοῦ πράγματος ἢ πρόσθεν, ὅτ' οὐκ ἐδείκνυες. ἔστω γὰρ, ὁπότ' ἐπιβάλλω τοὺς δακτύλους τῷ σφυγμῷ, διαίρεσθαι μὲν ἐπὶ πλεῖστον αὐτὸν εἰς μῆκός τε καὶ κύκλον· εἰ δὲ καὶ θλίψαιμι καὶ πιέσαιμι, βιαιότερον ἐμπίπτειν τῇ ἁφῇ, φαίνεσθαι δὲ καὶ σκληρὸν ταχύν. εἶτά με τὴν βίαιον αὐτοῦ προσβολὴν ὑπονοῆσαι λέγεσθαι πληρότητα, πῶς οὐκ ἄτοπόν τι συμβαίη κατὰ τὴν δεῖξιν; ὃν γὰρ ἐν τοῖς ἔμπροσθεν ἐμάθομεν ὀνομάζειν σφοδρὸν σφυγμὸν, τοῦτον νῦν μεταδιδασκόμεθα πλήρη καλεῖν. ἢ τοίνυν ἕτερόν τι σύμπτωμα τῆς διαστελλομένης ἀρτηρίας εἰπὲ, καθ' οὗ κελεύεις με τὸ τοῦ πλήρους ὄνομα φέρειν, ἢ εἴπερ παρὰ ταῦτα οὐδὲν ἄλλο ἐστὶν, ὄνομα μὲν ἐπεισάγεις τοῖς σφυγμοῖς, πρᾶγμα δ' οὐδὲν διδάσκεις. [680] εἰ δ' ἀρκεῖ σοι λέγειν ἄῤῥητον εἶναι τὸ πρᾶγμα, συγχωρήσεις δήπου κᾀμοὶ λέγειν ἄλλας ἐπὶ ταῖς εἰρημέναις ὑφ' ἡμῶν ποιότητας ἐν τοῖς σφυγμοῖς ὑπάρχειν, κατὰ τὴν διαστολὴν τῆς ἀρτηρίας φαινομένας, τρεῖς τὸν ἀριθμὸν, οὐκ ὀρθῶς ὑφ' ἡμῶν παραλελειμμένας. εἰ δ' ἐρωτήσετέ με, τίνας ταύτας, ἀῤῥήτους εἶναι φήσω κυρίοις ὀνόμασιν. ἐκ μεταφορᾶς δ' εἰ βούλοισθε, διδάξειν ὑφέξομαι. καθάπερ γὰρ φωνὴν τὴν μὲν λευκὴν εἶναι, τὴν δὲ μέλαινάν φαμεν, οὕτω καὶ τῶν σφυγμῶν τὸν μέν τινα λευκὸν ὑπάρχειν ἐρῶ, τὸν δὲ μέλανα, καὶ ταύτην πρώτην εὐθέως τὴν ποιότητα παραλελεῖφθαι πρὸς ὑμῶν, ἑτέραν δὲ δευτέραν, καθ' ἣν ἤτοι γλυκύτης τις, ἢ πικρότης αὐτῶν ὁρᾶται, χρῆναι δὲ καὶ τούτων τῶν ὀνομάτων ἀκούειν ἐκ μεταφορᾶς, ἄῤῥητον γὰρ εἶναι τὸ πρᾶγμα, δειχθῆναι μέντοι δυνάμενον. ἰδού γέ τοι δείκνυμί σοι τὸν σφυγμὸν τοῦτον τὸν πικρόν. ἀλλὰ καὶ ἡ τρίτη ποιότης ἄῤῥητος μέν ἐστι, δειχθῆναι μέντοι δυναμένη. καλῶ δ' αὐτὴν ὑπογραφῆς ἕνεκα στρυφνότητα. καθάπερ γὰρ ἐν τῇ γεύσει τὸν στρυφνὸν χυμὸν διαγινώσκομεν, οὕτω κᾀν τῇ ἁφῇ τὴν [681] οἷον στρυφνὴν τῆς ἀρτηρίας προσβολήν. τούτῳ τῷ τρόπῳ τις χρώμενος οὐ τρεῖς μόνον, ἀλλὰ καὶ τριάκοντα φήσει παραλελεῖφθαι διαφορὰς σφυγμῶν. καὶ πρὸ πάντων ἐκείνῳ μοι πρόσεχε τὸν νοῦν, ὅτι στρυφνὸς μέν τις χυμὸς κυρίως ὀνομάζεται, πλήρης δ' οἶνος οὐδεὶς κυρίως· ἀλλ' εἴ τις οὕτω προσαγορεύει, μεταφορᾷ χρῆται καθ' ὃν ὀλίγον ἔμπροσθεν ἐξηγησάμεθα τρόπον. ἀπὸ μὲν δὴ τῶν κυρίως ὠνομασμένων ἅπασιν ἀνθρώποις ἐγχωρεῖ μεταφέρειν, οὐ μὴν ἀπὸ τῶν μετενηνεγμένων αὖθις ἑτέρας ποιεῖσθαι μεταφοράς. οὐδὲ γὰρ ποιηταῖς τοῦτό γε συγχωρητέον ἐστὶν, μή τί γε τοῖς ἐπιστημονικόν τι καὶ τεχνικὸν ἐπαγγελλομένοις διδάξειν. ὥσθ' ὁ μὲν ἀπὸ τῶν χυμῶν ἐπὶ τὴν ἁφὴν μεταφέρων τὸ στρυφνὸν ὄνομα συγγνωστὸς ἀπὸ τῶν χυμῶν κυρίως ἀρχόμενος, ὁ δ' ἀπὸ τοῦ κατὰ γεῦσιν πλήρους ἐπὶ τὸ κατὰ τὴν ἁφὴν πλῆρες ἀξιῶν μεταβαίνειν, οὐδὲ κατὰ νόμον οὗτός γε ποιεῖται τὴν μετάβασιν, ἀλλὰ καὶ τῆς τῶν ποιητῶν ἐξουσίας ἐπέκεινα πρόεισιν, ἀπὸ τῆς προτέρας μεταφορᾶς ἑτέραν ποιῶν δευτέραν μεταφοράν. εἰ γὰρ ἅπαξ τοῦτο συγχωρηθείη, καὶ τρίτην ἀπὸ τῆς δευτέρας, οἶμαι, τολμήσει καὶ τετάρτην [682] ἀπὸ τῆς τρίτης καὶ πέμπτην ἀπὸ τῆς τετάρτης ποιήσασθαι μεταφορὰν, ὥστε εἰς ἐκφορὰν ὄντως ἐμβάλλειν τοὺς ἐπιτριβομένους ὑπ' αὐτῶν. καίτοι γε οὐδ' ἀπὸ τῶν κυρίων ὡς ἔτυχε μεταφέρειν ἔξεστιν οὐδὲ τοῖς ποιηταῖς, ἀλλὰ κᾂν Πίνδαρος εἴη τις, ἢ Ὠκεανοῦ τὰ πέταλα τὰς κρήνας λέγων, οὐκ ἐπαινεῖται, καὶ πολὺ μᾶλλον ἐπειδὰν ἀψευδῆ πρὸς ἄκμονι χαλκεύειν γλῶσσαν, ἤ τι τοιοῦτον ἕτερον εἴπῃ. ἀλλὰ γὰρ, ὡς ἔοικεν, οὐδὲν οὕτω πολυλογίας ἐστὶ ποιητικὸν ὡς ἐπιτολμῶν ἀνὴρ οἷς ἀγνοεῖ. διαφορὰς γοῦν ἑκάστου τῶν πραγμάτων ἐξευρεῖν, ὅσαι τ' εἰσὶ τὸν ἀριθμὸν καὶ ὁποῖαι τὸ εἶδος, ἀνδρὸς ἔργων ἐστὶ θεωρίαν λογικὴν ἠκριβωκότος· ἐφεξῆς δ' ὀνόματα κατ' αὐτῶν θέσθαι, ῥητορικοῦ τινος, ἢ τἀληθέστερον φάναι, διαλεκτικοῦ. ὅταν οὖν ἄνθρωποι μήτε λογικὴν θεωρίαν ἠκριβωκότες μήθ' ἑρμηνεύειν ἱκανοὶ τολμῶσιν ἅπτεσθαι πολὺ μειζόνων ἢ καθ' ἑαυτοὺς πραγμάτων, αὐτοί τε πολυλογοῦσι καὶ τοὺς ἐξελέγχοντας ἀναγκάζουσι, κᾂν ὅτι μάλιστα βραχυλογίαν ἀσκοῦσιν, εἰς τὴν αὐτὴν ἐκείνοις ἐμπίπτειν μακρολογίαν, ὅπερ, οἶμαι, κᾀγὼ νῦν πάσχω. διὰ γάρ τοι τὸ πλῆθος ὧν ἡμαρτήκασιν ἐξίσταμαι τῆς συνήθους [683] ἐμαυτῷ βραχυλογίας. ἀλλὰ κᾀνταῦθα καθ' ὅσον οἷόν τε συντέμνειν πειράσομαι. γένοιτο δ' ἂν τοῦτο τὰ μὲν καθόλου καὶ κοινὰ πάντων ἁμαρτήματα διελέγχοντός μου, τὰ δὲ κατὰ μέρος ἑκάστου παραλείποντος. ἔστι δὲ κοινὰ καὶ καθόλου ταυτὶ, πότερα ποιότητά τινα τοῦ τῆς ἀρτηρίας χιτῶνος ὁ πλήρης σημαίνει σφυγμὸς, ἢ τῆς ἐγκεχυμένης οὐσίας τὸ ποσὸν, ἢ τὸ ποιὸν, ἢ τοῦ συμφύτου πνεύματος· ὡς καὶ τοῦτό τινες ἐτόλμησαν εἰπεῖν, ἤτοι δύναμίν τινα, ἢ ποιότητα. τοῦ μὲν γὰρ σώματος αὐτοῦ τῆς ἀρτηρίας αἱ ποιότητες, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυμεν, οὐ πληρότης ἂν οὐδὲ κενότης, ἀλλὰ σκληρότης τε καὶ μαλακότης ὠνομάζοντο δικαιότερον· τῆς δ' ἐγκεχυμένης οὐσίας αὐτῆς τὸ ποσὸν ὀρθῶς μὲν ἄν τις ὀνομάσειε πληρότητα καὶ κενότητα. διαφέρουσι δ' οὐδὲν αὗται μεγέθους τε καὶ σμικρότητος. εἰ δὲ μὴ τὸ ποσὸν, ἀλλὰ τὸ ποιὸν τῆς περιεχομένης ἐν αὐτοῖς οὐσίας ὑπὸ τῶν ὀνομάτων φάσκοιεν δηλοῦσθαι, κυρίως μὲν οὐκ ἂν ὀνομάζοιεν, ὑπάρχουσαν μέντοι τινὰ ἐροῦσι διαφορὰν, οὐ μὴν αἰσθήσει γε διαγνωστὴν, ὡς ἐν τοῖς περὶ διαγνώσεως [684] ἐπιδείξομεν. ἡ δὲ τοῦ πνεύματος πληρότης τε καὶ κενότης ἔτι δὴ καὶ μᾶλλον ἀναίσθητός ἐστιν αὐτὴ καθ' αὑτὴν, εἰ δ' ὡς αἴτιόν τις αὐτὴν ἐνδείξει λαμβάνοι, τῆς μὲν ῥώμης αὐτοῦ τὸν σφοδρὸν σφυγμὸν θήσεται σημεῖον, τῆς δ' ἀῤῥωστίας τὸν ἀμυδρόν. εἴη δ' ἂν ὁ ταῦτα τιθέμενος ἐκ τῆς πνευματικῆς αἱρέσεως. ὥστε κᾂν νῦν δῆλον, ὡς οὐ κοινὴν ἔννοιαν, οὐδ' αἰσθήσεως πάθος εἰς διάγνωσιν ἧκον ἐρεῖ τις, ἀλλ' ἑαυτοῦ δόγμα πρεσβεύσει. χρὴ δὲ οὔτ' ἐν ταῖς τῆς ἐννοίας τοῦ πράγματος ἀποδώσεσιν οὔτε ἐν ταῖς διαγνώσεσι περιέχεσθαι δόγμα, κοινὰ γὰρ ἁπάντων ἐστὶν, ἀλλ' ἐν μόναις ταῖς αἰτίαις λέγεσθαι, καθάπερ ἡμεῖς ποιήσομεν ἐν τοῖς περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ὑπομνήμασιν. ἐν ἐκείνοις μὲν γὰρ ἁπάσας διεξιόντες τὰς ἀλλοιούσας τοὺς σφυγμοὺς αἰτίας, ἀναγκασθησόμεθα δογμάτων ἐφάπτεσθαι· κατὰ μέντοι τὴν νῦν ἐνεστῶσαν αὐτὸ τοὐναντίον, οὐδενὸς χρὴ ψαῦσαι τὸν λόγον, οὐδ' ἐπ' ἐλάχιστον δόγματος. ἀρκεῖν ἡγοῦμαι ταῦτα καὶ περὶ πληρότητός τε καὶ κενότητος εἴς γε τὰ παρόντα. λεχθήσεται γὰρ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς περὶ διαγνώσεως. καὶ μὲν δὴ καὶ ὅσα περὶ αὐτῶν ἐπὶ πλεῖστον [685] Ἀρχιγένης περιλαλεῖ, καὶ ταῦτ' ἐν τῷ κρίνειν αὐτοῦ τὸ περὶ τῶν σφυγμῶν βιβλίον εἰρήσεται. διεγνώκειν μὲν γὰρ ἐγὼ τό τε κατ' ἀρχὰς ἀρκεσθῆναι ταῖς τέτρασι ταύταις πραγματείαις, ὑπὲρ ὧν ἤδη πολλάκις ἐμνημόνευσα, πρώτης μὲν τῆς ἐνεστώσης, δευτέρας δὲ τῆς διαγνωστικῆς, καὶ τρίτης τῆς αἰτιολογικῆς, καὶ τετάρτης τῆς προγνωστικῆς, ἀλλ' ἕτεροι πολλοὶ βιαζόμενοί τε καὶ καταναγκάζοντες ὑπὲρ τοῦ περὶ σφυγμῶν Ἀρχιγένους βιβλίου γράψαι με, καὶ δεικνύντες, τίνα μὲν ὀρθῶς αὐτῷ, τίνα δὲ οὐκ ὀρθῶς εἴρηται, συντομωτέραν εἰργάσαντο τὴν νῦν ἐνεστῶσαν ἡμῖν διέξοδον. ἀποχωρήσας γὰρ ἐν αὐτῇ τῶν κατὰ μέρος ἁπάντων, αὐτὰ τὰ καθόλου δίειμι κατὰ τὸν ἑξῆς λόγον, οὐχ ὥσπερ ἔν τε τῷ δευτέρῳ τῷ πρὸ τοῦδε. καὶ κατ' αὐτὸ δὲ τοῦτο τὸ βιβλίον ἐν τῷ περὶ τῆς σφοδρότητος λόγῳ τὰς ῥήσεις παρέγραψα τοῦ Ἀρχιγένους, ὑπὲρ τοῦ δεῖξαι τὰ κακῶς εἰρημένα.

   Μεταβὰς οὖν ἤδη πρὸς τὸν περὶ τῆς σκληρότητός τε καὶ μαλακότητος λόγον, ἐπιδεῖξαι πειράσομαι κᾀνταῦθα τὴν περὶ τὰ ὀνόματα πλημμέλειαν τῶν ἀνδρῶν, δι' ἣν ἀναγκαίως καὶ περὶ τὴν διαγνωσίν τε καὶ [686] πρόγνωσιν ἐσφάλησαν. ἓν γὰρ κυρίως σημαίνοντος ἑκατέρου τῶν ὀνομάτων, οὐκ οἶδ' ὅπως ἐκ μεταφορῶν οὗτοι μεταφορὰς ποιοῦσι. τίς γοῦν οὐκ οἶδεν ὡς τὸν μὲν σίδηρον καὶ τὸν λίθον καὶ τὸ ξύλον σκληρὰ σώματα εἶναί φαμεν, ἔλαιον δὲ καὶ μέλι καὶ γάλα καὶ ὕδωρ μαλακά; κριτήριον γὰρ, οἶμαι, πάντες ἄνθρωποι σκληροῦ καὶ μαλακοῦ σώματος ἔχομεν τὴν ἁφήν. ταύτην οὖν ἐπιβάλλοντες τοῖς ἐντὸς ὑποκειμένοις, ὅσα μὲν ἂν αὐτὴν εὑρίσκωμεν ὑποδεχόμενα καὶ οἷον ἐγκαταβαινούσῃ πως ὑπείκοντα, μαλακὰ προσαγορεύομεν· ὅσα δ' ἔμπαλιν αὐτὰ τὸ ἡμέτερον δέρμα βιάζηταί τε καὶ ὠθῇ, τὸ δ' ὑπεῖκον εἰς ἑαυτὸ δέχηται τὰ βιαζόμενα, σκληρὰ ταῦτα προσαγορεύομεν. εἰ μὲν γὰρ ἁπλῶς εἴκοι τε καὶ ἀνατρέποιτο πρὸς τοῦ βιαζομένου, τὸ μὲν ἀνατρεπόμενον ἀσθενέστερον ἅπαντες ὀνομάζουσι, τὸ δ' ἀνατρέπον ἰσχυρότερον· οὕτω γὰρ καὶ ἄνεμος ἰσχυρὸς οὐχ ἡμᾶς μόνον ἀνατρέπειν τε καὶ καταβάλλειν πέφυκεν, ἀλλὰ καὶ δένδρα μέγιστα καὶ πλοῖα. καὶ ἡμεῖς δ' αὐτοὶ καὶ χαλκὸν καὶ σίδηρον καὶ λίθους καὶ ξύλα, καὶ εἴ τι τούτων ἔτι ᾖ σκληρότερον ἀνατρέπομεν, ἐπειδὰν τοῖς ὄγκοις ᾖ μέτρια. καὶ ταύτῃ διήνεγκε τὸ [687] ἰσχυρὸν τοῦ σκληροῦ· τὸ μὲν γὰρ, ὡς εἴρηται νῦν ἤδη, τῆς ἀρχαίας ἕδρας ἐξίστησί τε καὶ ἀνατρέπει τὸ πλησιάζον, τὸ δὲ σκληρὸν μὲν, οὐ μὴν καὶ ἰσχυρὸν, οὐκ ἐξίστησι μὲν, ἐγκαταβαίνει δὲ τῷ μαλακωτέρῳ, κοιλαῖνόν τε καὶ βοθροῦν καὶ πιλοῦν αὐτό. ταῦτά τοι καὶ ὁ Πλάτων ἔλεγε, σκληρὰ μὲν οἷς ἂν ἡμῶν ἡ σὰρξ ὑπείκοι, μαλακὰ δὲ ὅσα ἂν τῇ σαρκί. πολὺ δ' ἀκριβέστερον ὁ Ἀριστοτέλης, οὐ τὸ ὑποκείμενον ὀνομάζων μαλακὸν, ἀλλὰ προστιθεὶς αὐτῷ ποτὲ μὲν τὸ εἰς ἑαυτὸ, ποτὲ δὲ τὸ μὴ μεθιστάμενον. ἄν τε γὰρ οὕτως εἴπωμεν, μαλακόν ἐστι τὸ ὑπεῖκον εἰς ἑαυτό· ἄν θ' οὕτω, μαλακόν ἐστι τὸ ὑπεῖκον ἄνευ τοῦ μεθίστασθαι, καλῶς ὁριούμεθα. καὶ μέντοι καὶ εἰ τὸ συναμφότερον ἅμα προσθέντες, ὡς ἐν τῷ δευτέρῳ περὶ γενέσεώς τε καὶ φθορᾶς ὁ Ἀριστοτέλης ἐποίησε, μαλακὸν εἶναι φαίημεν τὸ ὑπεῖκον εἰς ἑαυτὸ καὶ μὴ μεθιστάμενον, ἔτι σαφέστερον ὁριούμεθα, διὰ δυοῖν οἰκείων συμπτωμάτων ἐνδειξάμενοι τὸ μαλακόν. εἰς ἑαυτό τε γὰρ ὑπείκει καὶ οὐ μεθίσταται. ἑκάτερον δ' ἐστὶν αὐτῷ μόνῳ συμβεβηκός· ὡς τό γε ὑπείκειν κοινὸν ὑπάρχει σύμπτωμα μαλακοῦ [688] τε καὶ ἀσθενοῦς, τὸ δὲ εἰς ἑαυτὸ, μόνου τοῦ μαλακοῦ, καθάπερ τὸ μὴ εἰς ἑαυτὸ, μόνου τοῦ ἀσθενοῦς. καὶ μὲν δὴ καὶ ὥσπερ εἰς τὸ περιέχον μεθίστασθαι τοῦ ἀσθενοῦς ἴδιον, οὕτω τὸ μὴ μεθίστασθαι μόνου τοῦ μαλακοῦ. τὸ μὲν οὖν ὑπεῖκον εἰς ἑαυτὸ καὶ μὴ μεθιστάμενον ἅπαντες Ἕλληνες ὀνομάζονσι μαλακὸν, τὸ δ' οὕτως αὐτὸ διατιθὲν σκληρόν. οὐδὲ ἔστιν ὥσπερ ἄλλων τινῶν ὀνομάτων πλείω τὰ σημαινόμενα κυρίως ὀνομάζοντι καὶ μὴ τροπικῶς, οὕτως καὶ μαλακοῦ καὶ σκληροῦ. ἦ γὰρ ἂν αὐτὰ καὶ ὁ πάντων δεινότατος εἰς σημαινομένου διαίρεσιν εἶπεν Ἀριστοτέλης, ὥσπερ ἀμέλει τούτων ἐφεξῆς ἐν ταὐτῷ βιβλίῳ τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς ὑπὲρ ὑγροῦ τε καὶ ξηροῦ διαλεγόμενος, ἑκάτερον αὐτῶν ἐδίδαξε πλεοναχῶς λεγόμενον, ἀλλ' οὐ σκληρόν τε καὶ μαλακὸν οὐδ' ἐν ἐκείνῳ τῷ συγγράμματι πολλαχῶς ὀνομάζεσθαί φησιν, ὥσπερ οὐδὲ ἐν ἄλλῳ τινὶ, καθάπερ οὐδὲ ὁ Πλάτων. ἀλλ' ἓν ἑκατέρου τῶν ὀνομάτων ἄμφω τὼ ἄνδρε εὑρίσκετον σημαινόμενον, ὅταν γ', ὡς εἴρηται, κυρίως τις ὀνομάζῃ καὶ μὴ τροπικῶς, ἐπεὶ κατά γε [689] τὰς μεταφορὰς ἀναρίθμητον ἔσται τι πλῆθος σημαινομένων, οὐ τούτων μόνον τῶν ὀνομάτων, ἀλλὰ καὶ τῶν ἄλλων σημαινομένων ἁπάντων. αὐτίκα γέ τοι Πλάτων αὐτός φησιν ἐν Σοφιστῇ, σκληροὺς λέγεις καὶ ἀντιτύπους ἀνθρώπους, οὐ κατὰ τοῦ σώματος δή που φέρων ἑκάτερον τῶν ὀνομάτων, οὔτ' οὖν τὸ σκληρὸν οὔτε τὸ ἀντίτυπον, ἀλλὰ καὶ τὸ τῆς ψυχῆς, καὶ ταύτης μάλιστα τοῦ ἤθους τε καὶ τοῦ τρόπου. οὕτω δὲ καὶ οἶνον ἔφη σκληρόν τις ἐκ μεταφορᾶς ὀνομάζων, καὶ φωνὴν σκληρὰν, ἐπιτήδευμά τε καὶ βίον, ἔθος τ' αὖ καὶ νόμον, ἄνεμόν τε καὶ ὕδωρ, ἤτοι τὸ ἀπηνὲς, ἢ τὸ δύσμικτον, ἢ τὸ δυσξύμβολον, ἢ τὸ ἀηδὲς, ἢ τὸ δυσκατέργαστον, ἢ τὸ δυσκαταγώνιστον, ἤ τι τοιοῦτον ἕτερον ἐκ μεταφορᾶς ὀνομάζων. τὸ δὲ σκληρὸν σῶμα τὸ κυρίως τε καὶ πρώτως λεγόμενον ἀντίτυπόν τέ ἐστι καὶ κατ' οὐδὲν εἴκει τῷ πλησιάζοντι. τὸν αὐτὸν, οἶμαι, τρόπον ἄνθρωπον μὲν σκληρὸν λέγουσι τὸν μονότροπον καὶ δυσπειθῆ καὶ πρὸς ἅπαν ἀντιτείνοντα· νόμον τε σκληρὸν καὶ δικαστὴν οἷς μηδὲν μέτεστι συγγνώμης· οἶνον μέντοι σκληρὸν, ὅταν ἰσχυρὸς ᾖ τῇ ποιότητι καὶ [690] πλήττων βιαίως ἤτοι τὴν κεφαλὴν ἢ τὴν αἴσθησιν τὴν γευστικὴν, ὕδωρ δ' αὖ σκληρὸν τὸ δυσκατέργαστόν τε καὶ βραδύπορον, ὡς ἐπιπλεῖστον ἐν τοῖς ὑποχονδρίοις μένον, ἕκαστόν τε τῶν ἄλλων ὅσα σκληρὰ λέγομεν οὐ κυρίως οὐδὲ πρώτως, ἀλλὰ κατὰ συμβεβηκός τε καὶ μεταφέροντες ἀπό τινος ὁμοιότητος οὕτως ὀνομάζομεν. ἐπειδὴ δὲ πολλὰ συμβέβηκε τῷ σκληρῷ σώματι, καθ' ἕκαστον αὐτῶν αἱ μεταφοραὶ γίγνονται· οὐ μὴν τούτου γε ἕνεκεν ἐπιλαθέσθαι προσήκει τοῦ πρώτου τε καὶ κυρίου τῶν σημαινομένων. ἁπτὸν γάρ τοι τὸ σκληρόν ἐστι καὶ ἡ σκληρότης ἁπτὴ ποιότης. ὅταν οὖν ἐπὶ γεῦσιν, ἢ ὄσφρησιν, ἢ ὄψιν, ἢ ἀκοὴν, ὁ λέγων μεταφέρῃ τοὔνομα, τηνικαῦτα χρὴ τὸν ἀκούοντα τῆς πρὸς τὸ κύριον ὁμοιότητος ἀναμιμνήσκεσθαι. καὶ γὰρ καὶ ἡ κρίσις αὕτη τῶν μεταφορῶν ἐστιν εἴτε ὀρθῶς εἴτε οὐκ ὀρθῶς εἰσιν εἰρημέναι. τὰς μὲν γὰρ ἐναργῆ τὴν ὁμοιότητα καὶ πρόδηλον ἐχούσας ἐπαινοῦμεν, ὅσαι δὲ ἀμυδραί τέ εἰσι καὶ ἄδηλοι, ἀπολείπομεν ἅπαντες. ἀλλ' οὔτ' ἄλλο τι τοῖς νεωτέροις ἰατροῖς [691] ἀγαθὸν ἑρμηνείας ἔγνωσται, διόπερ ἀσαφεῖς ἐσχάτως εἰσὶν, οὔθ' ὡς ἐν καιρῷ χρηστέον ἐστὶ ταῖς μεταφοραῖς. εἰ μὲν οὖν ἀσαφῆ μόνον ἦν αὐτῶν τὰ συγγράμματα, τάχ' ἄν τις ἧττον ἐμέμψατο· νυνὶ δ' ἐπεὶ καὶ τὴν ἀλήθειαν αὐτὴν τῶν πραγμάτων ὧν διδάσκειν ἐπιχειροῦσι διαφθείρουσι ταῖς ἀκαίροις μεταφοραῖς, δίκαιον ἤδη μέμψασθαι μειζόνως αὐτοῖς. ὅταν δ' ἔτι πρὸς τούτῳ τις εἰς τοσοῦτον ἐμπληξίας ἥκῃ, ὥστε αὐτὰ τὰ πρῶτά τε καὶ κυριώτατα τῶν ὀνομάτων ἐπιφέρων τοῖς οἰκείοις πράγμασιν ἐκ μεταφορῶν λαμβάνει τὰ σημαινόμενα, πῶς ἄν τις ἀνάσχοιτο; φωνὴν μὲν γὰρ λευκὴν ἐκ μεταφορᾶς νοήσειεν ἄν τις, οὐ μὴν χρῶμά γε λευκὸν ἔθ' ὁμοίως ἐκ μεταφορᾶς ἀκούειν ἐγχωρεῖ· εἰ μὴ γὰρ τοῦτο λέγεται κυρίως λευκὸν, οὐδ' ἄλλο τῶν κυρίως οὐδέν. οὕτω καὶ ἄνθρωπον μὲν στρυφνὸν ἐκ μεταφορᾶς, οἶνον δὲ στρυφνὸν οὐκέτ' ἐκ μεταφορᾶς, ἀλλὰ δηλονότι πρώτως τε καὶ κυρίως. ὥσπερ οὖν εἴ τις τὸν Θηραῖον οἶνον ὀνομάσας στρυφνὸν, εἶτ' ἐξελεγχόμενος ὡς ψευδῶς δοξάζει, γλυκὺν οἶνον, ᾧ μηδὲ βραχὺ μέτεστι στρυφνότητος, οὕτω προσαγορεύων, ἀπίθανος ἂν εἶναι δόξειεν, εἰ [692] κατ' ἐκεῖνο τὸ σημαινόμενον φαίη εἰρῆσθαί οἱ στρυφνὸν τὸν οἶνον, ὥσπερ καὶ ἀνθρώπους ἐνίοτε λέγομεν εἶναι στρυφνοὺς, ἐν ἴσῳ τῷ ἀηδεῖς, οὕτω καὶ ὅστις ἁπτὸν ὁτιοῦν σῶμα σκληρὸν εἰπὼν οὕτω κελεύσειεν ἀκούειν τῆς προσηγορίας, ὡς οἶνος λέγεται σκληρὸς, οὐκ ἂν, οἶμαι, δόξειε σώφρων εἶναι. πασῶν γὰρ τῶν ἁπτῶν ποιοτήτων ἐχουσῶν ὀνόματα, λῆρος μακρός ἐστιν ἐκ μεταφορῶν αὐταῖς ἕτερα ἐπεισάγειν. κατὰ μὲν τὰς ὀσμὰς ὄντως οὐκ ἔστιν ἁπασῶν τῶν ποιοτήτων ὀνόματα, καὶ συγχωρήσειεν ἄν τις ἀλλοτρίοις χρήσασθαι μεταφέροντα. κατὰ μέντοι τὴν ἁφὴν ἅπαντα ὠνόμασται, καθάπερ που καὶ τοῦτ' Ἀριστοτέλης ἐδίδαξεν, ἁπάσας ἐκθέμενος ἐφεξῆς αὐτῶν τὰς προσηγορίας, ἃς κᾀγὼ νῦν ἐρῶ· θερμότης, ψυχρότης, ξηρότης, ὑγρότης, βαρύτης, κουφότης, σκληρότης, μαλακότης, γλισχρότης, κραυρότης, τραχύτης, λειότης, παχύτης, λεπτότης. οὕτω μὲν οὖν αἱ ἁπταὶ ποιότητες ἅπασαι ῥηταί. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ μετέχοντα αὐτῶν σώματα. καὶ γὰρ καὶ τούτων ἑπτὰ μὲν αἱ κατ' ἐναντίωσίν εἰσι συζυγίαι, τεσσαρεσκαίδεκα δὲ τὰ ὀνόματα. πρώτη μὲν οὖν ἐναντίωσις [693] θερμοῦ καὶ ψυχροῦ, δευτέρα δὲ ξηροῦ καὶ ὑγροῦ, τρίτη δὲ βαρέος τε καὶ κούφου, τετάρτη σκληροῦ τε καὶ μαλακοῦ, πέμπτη γλίσχρου καὶ κραύρου, ἕκτη τραχέος καὶ λείου, ἑβδόμη παχέος καὶ λεπτοῦ. μὴ τοίνυν, ὦ οὗτος, ἔμπληκτα λήρει μηδ' ὀνόμασιν Ἑλληνικοῖς τε καὶ κοινοῖς ἁπάντων οἴκοθεν ἐπίφερε καὶ παρὰ σαυτοῦ τὰ σημαινόμενα, ἀλλὰ τὸ μὲν σῶμα τῆς ἀρτηρίας ἢ σκληρὸν, ἢ μαλακὸν εἰπὲ πρώτως καὶ μάλιστα· τὸν δ' ὅπως ἔχει τοῦτο δεικνύντα σφυγμὸν οὐ κυρίως μὲν, οὐδὲ πρώτως ἔτι, κατὰ συμβεβηκὸς δ' ἐξέσται σοι καλεῖν σκληρὸν, ἢ μαλακόν. εἴτε γὰρ ἡ κίνησις αὐτὴ τῶν ἀρτηριῶν ὁ σφυγμός ἐστιν, οὐκ ἄν τις εἴποι κυρίως ὀνομάζων σκληρὰν κίνησιν, εἴθ' ἡ ἀπ' αὐτῆς πληγὴ κατὰ τὴν ἡμετέραν ἁφὴν, εἴτε ἡ τῆς πληγῆς αἴσθησις, οὐδὲν οὐδὲ τοῦτο λέγεται κυρίως οὐδὲ πρώτως σκληρὸν, ἀλλὰ παρονομάζεται δηλονότι τοῦ σκληροῦ σώματος ὁ σκληρὸς σφυγμός· ἐκεῖνο δὲ μόνον, οὐκ ἄλλῳ τινὶ παρονομάζοντες, οὔτε κατὰ συμβεβηκὸς οὔτε μεταφέροντες, ἢ καταχρώμενοι, προσαγορεύομεν σκληρὸν, ἀλλὰ κυρίως τε καὶ πρώτως. ὅταν οὖν τις σκληρὸν σφυγμὸν ἢ κατὰ τὴν τοῦ πνεύματος λέγῃ [694] ποιότητα φαίνεσθαι τοιοῦτον, ἢ καὶ κατὰ τὴν ἰδιότητα τῆς θερμότητος, ἢ κατὰ ἄλλο τι τῶν λαληθῆναι μὲν δυναμένων, διδαχθῆναι δὲ ἀδυνάτων, οὐκ ἀνεξόμεθα τοῦ τὰ τοιαῦτα δηλονότι ληροῦντός τε καὶ περιλαλοῦντος, ὥσπερ οὐδ' Ἀρχιγένης ἔν τε τῷ περὶ σφυγμῶν αὐτοῦ γράμματι κᾀν τῷ δευτέρῳ τῆς τοῦ πυρετοῦ σημειώσεως.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΦΥΓΜΩΝ.

ΛΟΓΟΣ Δ.

[695]    Εἴρηταί μοι καὶ κατὰ τὴν ἀρχὴν εὐθέως τοῦ δευτέρου γράμματος, ὅσον εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον ἐν τῷ πρώτῳ πεπλήρωται βιβλίῳ· καὶ γὰρ ὁπόσον ἐστὶ τὸ πᾶν πλῆθος τῶν σφυγμῶν, ἐδείχθη, καὶ τὰς προσηγορίας, ὅσον γέ εἰσι προσηγορίαι, διήλθομεν, ἠξίωσά τε τὸν βουλόμενον τοῦ ἐπὶ τὸ χρήσιμον ἰέναι τῆς θεωρίας τὴν περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν πραγματείαν, ἐφεξῆς τῇδε γεγραμμένην ἐν τέτταρσι βιβλίοις, ἀναλεξάμενον, εἶτ' ἐπ' ἐκείνῃ τὴν περὶ τῶν αἰτίων ἐν [696] τέτταρσιν ἄλλοις, οὕτως ἐπὶ τὴν ἐξ αὐτῶν ἡμῖν γινομένην ἀφικνεῖσθαι πρόγνωσιν, γεγραμμένην καὶ αὐτὴν ἐν τέτταρσιν ἄλλοις βιβλίοις. τὰ δὲ μετὰ τὸ πρῶτον ἐν τῇδε τῇ πραγματείᾳ τῇ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν εἰρημένα, καθάπερ καὶ ταυτὶ τὰ νῦν γραφησόμενα, διὰ τὴν περίεργον φλυαρίαν τῶν νεωτέρων ἰατρῶν εἴρηται, δεηθέντων τινῶν ἑταίρων, καίτοι γ' ἀντιτείνοντος αὐτοῖς ἐμοῦ μέχρι πολλοῦ. βέλτιον γὰρ ἐνόμιζον εἶναι μηδόλως ἄχρηστα γράφειν καὶ περιττὰ, μήθ' ἑκόντα μήτ' ἄκοντα τοῖς φλυαροῦσιν ἀντιφλυαρεῖν. ἀλλὰ γὰρ ὄντως ἀφόρητόν ἐστιν ἐνίων τὸ θράσος, ἀγνοούντων μὲν ὁπόσας ἀπορίας ἔχει τὰ κατὰ τοὺς ὁρισμοὺς, προχείρως δ' ὁριζομένων οὐ τοὺς σφυγμοὺς μόνον, ἀλλὰ καὶ τἄλλα ξύμπαντα. καίτοι γε οὐδεμιᾶς χρείας οὔσης τῶν ὅρων, ὅταν καὶ πρὸ ἐκείνων σαφῶς νοῆται τὰ πράγματα, καθάπερ ἐπὶ τῆς τοῦ σφυγμοῦ προσηγορίας, ἣν οὐ μόνον ἰατροὶ νοοῦσιν, ἀλλὰ καὶ πάντες ἄνθρωποι. ὅταν γοῦν ἐκτείνοντες τὴν χεῖρα παρέχωσιν αὐτοῖς τὸν καρπὸν, ἅψασθαι κελεύοντες τοῦ σφυγμοῦ τὸν ἰατρὸν, ἆρ' οὕτως αὐτοὺς οἰηθῆναι χρὴ λέγειν τοῦ σφυγμοῦ τὴν προσηγορίαν, ὡς εἰ καὶ σκινδαψὸν [697] εἶπον, ἢ πρᾶγμά τι σημαίνοντες ἐφθέγξαντο τὴν φωνὴν τήνδε; δοκεῖ μοι βέλτιον εἶναι φάναι, νοοῦντάς τι πρᾶγμα, κατ' ἐκείνου τίθεσθαι τοὔνομα τοῦ σφυγμοῦ. πότερον οὖν οὕτω λέγουσι τὸν σφυγμὸν, ὡς τὸν Ἱπποκένταυρον καὶ τὰς Σειρῆνας, ἢ τὴν Σκύλλαν, ἢ κατά τινος πράγματος ὑπάρχοντος ἐπιφέρουσι τοὔνομα; ἐμοὶ μὲν κᾀνταῦθα βέλτιον εἶναι δοκεῖ φάναι, κατά τινος ὑπάρχοντος πράγματος ὑπ' αὐτῶν λέγεσθαι τὸ τοῦ σφυγμοῦ ὄνομα, καὶ τοῦτ' εἶναι τὸ πρᾶγμα τὴν κίνησιν τῶν ἀρτηριῶν, ἣν ὁρῶνται κινουμένην δι' ὅλου τοῦ βίου πᾶσιν ἀνθρώποις, ἐν ἅπαντι μορίῳ τοῦ σώματος, ἔνθα περ ἂν οὖσαι τύχωσι. καὶ μέντοι καὶ κατὰ τὰ φλεγμαίνοντα μόρια σφυγμοῦ τινος αἰσθάνεσθαί φασι καὶ κροτάφων σφυζόντων, ἔν τε πυρετοῖς διαπύροις καὶ πλέονος ἀκράτου πόσει καὶ κεφαλαλγίαις τισὶ καὶ μάλιστα ταῖς ἐξ ἐγκαύσεως ἡλίου. καὶ ταῦτα ἀλλήλοις ἑρμηνεύοντες, οὐ δέονται μακρῶν λόγων, ὧν ἐπλήρωσαν οἱ νεώτεροι τῶν ἰατρῶν τὰ βιβλία, μετὰ τῶν θαυμαστῶν ἀντιλογιῶν ὧν πρὸς ἀλλήλους ποιοῦνται περί τε τοῦ κατ' αὐτὸν τὸν σφυγμὸν ὅρου καὶ τῶν ἐν μέρει διαφορῶν αὐτοῦ πασῶν, οἷον τοῦ σφοδροῦ [698] καὶ μεγάλου καὶ πλήρους, ὁμαλοῦ τε καὶ τεταγμένου τῶν ἄλλων, ὑπὲρ ὧν ἐπὶ πλέον εἴρηται δι' ἐκείνων καὶ τῶν ὑπομνημάτων, ἐν οἷς ἐξηγοῦμαί τε ἅμα καὶ κρίνω τὸ περὶ σφυγμῶν Ἀρχιγένους βιβλίον, ἐπεὶ καὶ τοῦτον τὸν ἄνδρα σὺν τοῖς ἄλλοις ἰατροῖς τοῖς νεωτέροις τὸ τῆς φιλοριστίας ἐπενείματο νόσημα· καινὴν γὰρ ἐγὼ τήνδε τὴν προσηγορίαν ἐπὶ τῷ καινῷ πράγματι τέθειμαι· καίτοι γε οὐκ ἦν ἄξιος Ἀρχιγένης παθεῖν τοῦτο τὸ κακὸν, οὐκ ἀμελῶς ἐσχηκὼς ἀνὴρ περὶ τὰ τῆς τέχνης ἔργα. ἀλλ' ὥσπερ ψώρας καὶ ὀφθαλμίας ἀπολαύουσιν ἔνιοι τῶν πλησιαζόντων ἄκοντες, οὕτω καὶ ὁ ἀνὴρ οὗτος εἰς τὴν περὶ τῶν ὁρίσεων φλυαρίαν ὑπεσύρη, καίτοι μᾶλλον τῶν ἄλλων ἀντιποιούμενος τῶν ἔργων τῆς τέχνης. ὅτι τοίνυν ὧν μάλιστα ἀγνοοῦσι, τούτων ἐφίενται, δείκνυμι διὰ συντόμων αὐτοῖς, ἀξιῶν ὧν βούλονται προβάλλειν ὄνομα, ἐπειδὰν δὲ τοῦτο πράξωσι, κελεύων αὖθις ἀριθμὸν ἐπῶν εἰπεῖν, ἐν ὁπόσῳ βούλονται μέτρῳ ἐλθεῖν ὑπὲρ τοῦ κατὰ τὸ προβληθὲν ὁρισμοῦ. τιτρώσκονται γὰρ ἐκ τῆς τοιαύτης ἐπιδείξεως, καίτοι γε ἀναισθησίας ἐπὶ πλεῖστον ἥκοντες. ὣς γὰρ ἐγχωρεῖ μὲν ὑπὲρ ἑκάστου τῶν ὀνομάτων ἓν ὅλον ποιεῖσθαι [699] βιβλίον, ἔσται δὲ ἔπη πλείω τῶν χιλίων. ταῦτα περὶ πάντων ἡμῶν ὁμοίως διερχομένων, ἀλλὰ νῦν γε δεινὸν ἔοικα πείθεσθαι, προβάλλειν ἀναγκαζόμενος ἐμαυτῷ τι τῶν κατὰ τοὺς σφυγμοὺς, εἰς ἐπίδειξιν αὐτῶν τῆς ματαίας φλυαρίας.

   Ἔστω δὴ τοῦτ' αὐτὸ τὸ πρῶτον καὶ σαφέστατον ὁ σφυγμός. εἰ γὰρ ἐπὶ τούτου δείξαιμι, πόσην ἐποιήσαντο ματαιολογίαν, οὐδὲ περὶ τῶν ἄλλων ἔτ' ἄδηλος ὁ λόγος μενεῖ. τὸν γοῦν σφυγμὸν κίνησιν ἀρτηριῶν ὡρίσαντό τινες, οἷς ἀντιλέγοντες ἔνιοι πρῶτον μὲν ἡμαρτῆσθαι τὸν ὅρον ἔφασαν, ἐπειδὴ παραλέλειπται τὸ, καὶ τῆς καρδίας. ἐχρῆν γὰρ οὕτως ὁρίσασθαι· σφυγμός ἐστιν ἀρτηριῶν καὶ καρδίας κίνησις. ἔνιοι δὲ οὐ καρδίας φασὶ δεῖν, ἀλλὰ τοῦ τῆς καρδίας ἀρτηριώδους μέρους προστιθέναι, ὡς γίνεσθαι τὸν ὅρον τοιοῦτον, σφυγμός ἐστι κίνησις ἀρτηριῶν καὶ τῆς κατὰ τὴν καρδίαν ἀρτηριώδους κοιλίας, ἢ νὴ Δί' οὕτως· σφυγμός ἐστι κίνησις ἀρτηριῶν καὶ τῆς ἀρτηριώδους κοιλίας τῆς καρδίας. οἷς αὖθις ἕτεροι μεμφόμενοι κακῶς εἰρῆσθαί φασι τὸν σφυγμὸν κίνησιν ἁπλῶς· εἶναι γὰρ καὶ ἄλλας κινήσεις ἀρτηριῶν καὶ καρδίας, οἷον τήν τε πεπτικὴν τοῦ [700] περιεχομένου κατ' αὐτὰς αἵματος, ἑλκτικήν τε τούτου καὶ προσθετικὴν, ἀποκριτικήν τε τῶν περιττωμάτων. ἐχρῆν οὖν, φασὶ, προσκεῖσθαι τῷ ὅρῳ τὸ τῆς τῶν σφυγμῶν κινήσεως εἶδος, ἵν' ἴδιος αὐτῶν ᾖ καὶ μὴ πολλῶν κινήσεων κοινός. καὶ τοίνυν αὐτοὶ τὸν ὅρον ἐποιήσαντο τοιόνδε· σφυγμός ἐστιν ἀρτηριῶν καὶ καρδίας διαστολή τε καὶ συστολὴ, καὶ δηλονότι καὶ τούτου πάλιν αὐτοῦ τοῦ ὅρου τοσαῦται γεγόνασιν ἐπανορθώσεις, ὅσαι τοῦ πρόσθεν, ἐνίων μὲν αὐτῷ προστιθέντων καὶ τὸ τῆς καρδίας, ἐνίων δ' οὐχ ἁπλῶς καρδίας, ἀλλὰ τοῦ κατ' αὐτὴν ἀρτηριώδους γένους, ἐνίων δὲ τῆς ἀρτηριώδους κοιλίας τῆς ἀριστερᾶς. εἰσὶ γὰρ οἳ καὶ τοῦτο προσέθεσαν, ὡς γίνεσθαι τοὺς ὅρους τοσούτους· σφυγμός ἐστιν ἀρτηριῶν καὶ καρδίας διαστολή τε καὶ συστολή. σφυγμός ἐστιν ἀρτηριῶν, καὶ τοῦ τῆς καρδίας ἀρτηριώδους μέρους διαστολή τε καὶ συστολή. σφυγμός ἐστιν ἀρτηριῶν καὶ τῆς ἀρτηριώδους κοιλίας τῆς καρδίας διαστολή τε καὶ συστολή. πολεμοῦσι δὲ τούτοις ἅπασιν ἕτερος χορὸς ἀνδρῶν, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰς μήνιγγας σφύζειν λέγοντες· ἔνιοι δὲ καὶ τὸν ἐγκέφαλον· [701] ἄλλοι δὲ ἀμφότερον· τινὲς δὲ πρώτως μὲν τὸν ἐγκέφαλον, κατὰ συμβεβηκὸς δὲ τὰς μήνιγγας· ἄλλοι δὲ αὖ πάλιν οὔτε τὰς μήνιγγας οὔτε τὸν ἐγκέφαλον ἡγοῦνται σφύζειν πρώτως, ἀλλὰ ταῖς μὲν ἀρτηρίαις ὑπάρχειν τοῦτο, κατὰ συμβεβηκὸς δ' ἐκείνοις. συνεξαίρεσθαι γὰρ αὐτὰ ταῖς ἐν αὐτοῖς ἀρτηρίαις φασὶ, παμπόλλαις οὔσαις. εἰ μὲν οὖν συνεξαίρεται μόνον, οὐδεμίαν αὐτὰ δύναμιν ἔχοντα τῆς προειρημένης τοιαύτης κινήσεως, οὐδὲν ἔτι δεήσει προστιθέναι τοῖς προειρημένοις ὅροις· εἰ δ' ἔχει τινὰ δύναμιν οἰκείαν ὁμοίαν ταῖς ἀρτηρίαις, ἀναγκαῖον ἔσται μνημονεύειν κατὰ τὸν ὅρον ἐγκεφάλου καὶ μηνίγγων, ὡς γενέσθαι τὸν ὅλον ὁρισμὸν τοιόνδε, σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν ἐγκεφάλου τε καὶ μηνίγγων. εἰ δὲ τὸ ἕτερον αὐτῶν μόνον ἔχει τὴν τοιαύτην δύναμιν, ἐκείνου μόνου μνημονεύσομεν, ἤτοι γ' οὕτω ποιοῦντες τὸν ὅρον· σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν καὶ μηνίγγων, ἢ οὕτω· σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν καὶ ἐγκεφάλου, καὶ καθ' ἕκαστον γένος τῶν ἔμπροσθεν [702] εἰρημένων ὅρων ὁμοία προσθήκη γενήσεται. τινὲς μὲν γὰρ, ὡς ἔφην, ἠρκέσθησαν εἰπεῖν· σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν· ἔνιοι δὲ οὐχ ἁπλῶς οὕτως, ἀλλ' ἤτοι τῆς ἀρτηριώδους ἐν τῇ καρδίᾳ κοιλίας, ἢ τῆς ἀριστερᾶς, ἢ τοῦ μέρους αὐτῆς τοῦ ἀρτηριώδους προσέθεσαν. ἑκάστου δὴ τούτων τῶν ὅρων οἱ μὲν ἐγκέφαλον, οἱ δὲ μήνιγγας, οἱ δ' ἀμφότερα προσθήσουσι· καὶ γενήσεται πλῆθος ὅρων οὐκ ὀλίγων. ἠμφισβήτηται δὲ οὐδὲν ἧττον αὐτοῖς καὶ περὶ τῶν τῆς καρδίας κοιλιῶν· ἔνιοι γὰρ ἡγοῦνται μὴ σφύζειν τὴν δεξιάν· εἰσὶ δὲ οἳ σφύζειν μὲν, οὐ μὴν πρώτως οὐδὲ δι' αὑτὴν, ἀλλὰ τῇ πνευματικῇ καλουμένῃ συγκινουμένην· ὥσθ' ὅσοι τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, ἢ τῆς ἀρτηριώδους, ἢ ὁπωσοῦν ἄλλως ὀνομάζοντες μνημονεύουσι, διενεχθήσονται τοῖς κατὰ τὴν δεξιὰν ἡγουμένοις σφύζειν. ἔτι δὲ μείζων ἄλλη διαφορὰ τοῖς ἰατροῖς ἐκ παλαιοῦ περὶ τῶν ἀρτηριῶν ἐγένετο, τινῶν μὲν ἡγουμένων αὐτὰς ἐξ ἑαυτῶν σφύζειν, σύμφυτον ἐχούσας ὁμοίως τῇ καρδίᾳ τὴν τοιαύτην δύναμιν, ὧν ἐστι καὶ ὁ Πραξαγόρας, ἐνίων δὲ σφύζειν μὲν αὐτοῦ, [703] τοῦ χιτῶνος αὐτῶν διαστελλομένου τε καὶ συστελλομένου, καθάπερ ἡ καρδία, τὴν δύναμιν δὲ οὐκ ἐχουσῶν σύμφυτον ᾗ τοῦτο δρῶσιν, ἀλλὰ παρὰ καρδίαν λαμβανουσῶν. ἧς γνώμης ἔχεται καὶ Ἡρόφιλος. Ἐρασιστράτῳ δὲ οὐδέτερον ἀρέσκει· βούλεται γὰρ ἔμπαλιν τῇ καρδίᾳ τὰς ἀρτηρίας σφύζειν, ἐκείνης μὲν, ὅτε διαστέλλεται πληρουμένης τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, τῶν δὲ ἀρτηριῶν, ὅτε πληροῦνται διαστελλομένων, πληροῦσθαι δὲ αὐτὰς τοῦ παρὰ καρδίας ἐπιπεμπομένου πνεύματός φησιν. ἅμα μὲν οὖν ἀναγκαῖόν ἐστιν ἀμφότερα γίνεσθαι, τήν τε διαστολὴν καὶ τὴν πλήρωσιν αὐτῶν, ἡγεῖσθαι δὲ τὸ ἕτερον θατέρου λόγον αἰτίας ἔχον ἐν μὲν τῇ καρδίᾳ τὴν διαστολὴν, ἐν δὲ ταῖς ἀρτηρίαις τὴν πλήρωσιν, ὥσπερ ὁρᾶται κᾀπὶ τῶν ἐκτός. αἱ μὲν γὰρ τῶν χαλκέων φῦσαι διότι διαστέλλονται, διὰ τοῦτο πληροῦνται, οἱ σάκκοι δὲ καὶ οἱ θύλακοι καὶ οἱ ἀσκοὶ διότι πληροῦνται, διὰ τοῦτο διαστέλλονται. τὸν ὁρισμὸν οὖν εἴπερ ὅλην τὴν οὐσίαν ἀκριβῶς τοῦ πράγματος μέλλει δηλώσειν, οὐδὲν αὐτῆς τῶν κυριωτάτων παραλείπειν προσήκει· τῆς δ' οὐσίας ἀμφισβητουμένης, ἀναγκαῖον ἔσται καθ' ἑκάστην αἵρεσιν ἴδιον [704] ὁρισμὸν γίνεσθαι· ὥστε τοῖς Ἐρασιστρατείοις οὕτως ὁριστέον ἐστὶν, ὡς ἐνδείκνυσθαι τὸ ἴδιον ἐξ Ἐρασιστράτου δόγμα περὶ τῆς τῶν σφυγμῶν οὐσίας, τοῖς δ' Ἡροφιλείοις, ὡς τὸ ἴδιον Ἡροφίλῳ, καὶ τοῖς ἄλλοις ἅπασιν ὡσαύτως οἰκεῖον ἑκάστοις ἐστὶν ὅρον ποιητέον τῷ σφετέρῳ δόγματι. τοῦτο δὲ εὐθέως αὐτὸ οὐδεὶς σχεδὸν αὐτῶν ἐπίσταται, καὶ τούτου γ' ἔτι μᾶλλον ἀναγκαῖον ἐγνῶσθαι δύο γένη τὰ πρῶτα τῶν ὁρισμῶν εἶναι, τὸ μὲν ἕτερον ἐξηγούμενον σαφῶς τὴν τοῦ πράγματος ἔννοιαν, ἣν ἔχουσιν οἱ ὀνομάζοντες αὐτὸ, τὸ δ' ἕτερον, ὡς εἴρηται, τὸ τὴν οὐσίαν διδάσκον. ἀρετὴ δ' ἑκατέρου τῶν ὅρων ἰδία τοῦ μὲν τὴν ἔννοιαν ἑρμηνεύοντος ὁμολογεῖσθαί τε πᾶσι τοῖς ὁμοφώνοις καὶ μὴ προσάπτεσθαι τῆς οὐσίας τοῦ πράγματος, τοῦ δὲ τὴν οὐσίαν διδάσκοντος ὁμολογεῖν μὲν τῷ κατὰ τὴν ἔννοιαν, ἕτερον δὲ ὑπάρχειν αὐτῷ. πρῶτον οὖν τοῦτό σοι γιγνέσθω γνώρισμα τῶν εἰκῆ φλυαρούντων, ὅταν ἕνα τοῦ προκειμένου πράγματος ἀκούσῃς αὐτῶν λεγόντων ὅρον. ἐπὶ τινῶν μὲν γὰρ οὐ δύο μόνον, ἀλλὰ καὶ τρεῖς καὶ τέτταρας ἄμεινόν ἐστι ποιεῖσθαι· πρῶτον μὲν [705] τὸ ὁμολογούμενον ἅπασι τοῖς ὁμοφώνοις, ὅστις οὐδὲν ἀποφαίνεται περὶ τῆς τοῦ πράγματος οὐσίας, ἐπὶ ψιλῆς καταμένων τῆς ἐννοίας· ἕτερον δ' ἐπ' αὐτῷ, βραχὺ μέν τι τῆς ἐννοίας ἀποχωροῦντα, βραχὺ δέ τι καὶ τῆς οὐσίας ἐφαπτόμενον· καὶ τρίτον ἐπὶ τῷδε, πλέον μὲν ἤδη τῆς ἐννοίας, πλέον δὲ καὶ τῆς οὐσίας ἑρμηνεύοντα· καὶ τέταρτον ἐπ' αὐτοῖς τὸν τὴν οὐσίαν ὅλην διδάσκοντα. τοῦτον μὲν οὖν δείκνυσθαι δεῖ τὴν ἀναφορὰν ἐπὶ τὸν τρίτον ἔχοντα, τοῦτον δ' αὖ πάλιν ἐπὶ τὸν δεύτερον, κᾀκεῖνον αὖθις ἐπὶ τὸν πρῶτον, αὐτὸν δὲ τὸν πρῶτον ἐξ αὐτοῦ πιστεύεσθαι, φαινομένων ἐναργῶς πραγμάτων ἑρμηνείαν ἔχοντα. διὸ καὶ λόγον αὐτὸν ὀνοματώδη κέκληκεν ὁ Ἀριστοτέλης, ὡς εἰ καὶ λόγον ὀνόματος ἑρμηνευτικὸν εἰρήκει. τὸν δ' ἕτερον ὅρον, οὐσιώδη τινὲς ἐκάλεσαν, λόγον εἶναί φησιν τὸν τί εἶναι δηλοῦντα. τί μὲν γάρ ἐστιν ἑκάστῳ τῶν ὁριζομένων τὸ εἶναι τοῦτον ἑρμηνεύειν φησὶ, τὰ συμβεβηκότα δὲ ἰδίως αὐτῷ συνδιέρχεσθαι τὸν ἐννοηματικόν. ὑπολαμβάνει δὲ καὶ ἄλλον ὁρισμὸν εἶναι τὸν καὶ τὴν οὐσίαν τοῦ πράγματος διδάσκοντα. καὶ τί με δεῖ λέγειν μακρότερον ἔτι περὶ τηλικούτων πραγμάτων, ἃ δυοῖν [706] ἐδεήθη βιβλίων, τοῦ τρίτου καὶ τετάρτου τῶν ὑπομνημάτων ὧν ἐποιησάμην εἰς τὸ δεύτερον Ἀριστοτέλους τῶν δευτέρων ἀναλυτικῶν. ἐπ' αὐτοῦ δέ σοι τοῦ σφυγμοῦ πειράσομαι δεῖξαι τούτων ἕκαστον ὅσον οἷόν τέ μοι διὰ βραχυτάτων· ὅστις δὲ οἷς εἶπον ὑπομνήμασι πρότερον ὡμίλησεν, οὗτος ῥᾷον ἀκολουθήσει τοῖς λεχθησομένοις. αἰσθανόμεθα κατ' ἔνια μόρια τοῦ δέρματος κινήσεώς τινος, οὐ μόνον ἐπιβάλλοντες αὐτῷ τὴν ἁφὴν, ἀλλὰ καὶ τοῖς ὀφθαλμοῖς ἐνίοτε. καὶ ἥδ' ἡ κίνησις ἐπὶ πάντων φαίνεται τῶν ὑγιαινόντων ἐν πολλοῖς μέρεσι τοῦ σώματος, ὧν ἕν ἐστι καὶ τὸ κατὰ τὸν καρπὸν τῆς χειρός. ἐναργῶς μὲν οὖν ἀνιόντος τινὸς ἐκ βάθους ἐπὶ τὸ δέρμα καὶ πλήττοντος ἡμᾶς αἰσθανόμεθα, μετὰ δὲ τὴν πληγὴν ἐνίοτε μὲν ἀποχωροῦντος αὐτοῦ σαφῶς, εἶθ' ἡσυχάζοντος, ἐνίοτε δ' εὐθέως ἀπ' ἀρχῆς ἡσυχάζοντος ἔμφασις γίγνεται, καὶ μετὰ ταῦτα πάλιν ἀνιόντος τε καὶ πλήττοντος, εἶτ' αὖθις ἀπιόντος τε καὶ ἡσυχάζοντος, καὶ τοῦτο διὰ παντὸς ποιοῦντος, ἀφ' ἧς ἂν ἡμέρας γεννηθῇ τις, ἕως θανάτου. τὴν τοιαύτην κίνησιν οἱ ἄνθρωποι πάντες ὀνομάζουσι σφυγμόν. [707] καὶ ὅστις ἂν αὐτὴν διὰ ταχέως ἑρμηνεῦσαι δυνηθῇ, κάλλιστα τὸν ἐννοηματικὸν ὅρον ὁ τοιοῦτος ἐργάσεται, μήτε παραλιπὼν δηλονότι μήτε προστιθεὶς ἐκ περιττοῦ παρ' ἃ διῆλθον ἀρτίως. εἰ δέ γέ τι προσθείη, κᾂν ᾖ σμικρὸν, εἰ μὲν ἄχρηστον εἴη τὸ προστιθέμενον, ἀδολεσχήσει μάτην, εἰ δὲ χρήσιμον, ἀποχωρήσει κατ' ἐκεῖνο τῆς ἐννοίας ἐπὶ τὴν οὐσίαν τοῦ πράγματος· οἷον εἰ φαίη τὴν τῶν ἀρτηριῶν τοιάνδε κίνησιν εἶναι σφυγμόν. ὁ γὰρ τοιοῦτος ὅρος οὐ τὴν κίνησιν μόνον, ἀλλὰ καὶ τίνων ἐστὶν ἑρμηνεύει, καίτοι τῶν ἰδιωτῶν ὅτι μέν ἐστί τις ἐν τῷ σώματι τοιάδε κίνησις ἐναργῶς αἰσθανομένων, ἀγνοούντων δ' αὐτὸ τὸ κινούμενον σῶμα. εἰ δέ τις οὐ μόνον εἶδε τὴν ἀρτηρίαν γυμνώσας τοῦ δέρματος ἁπλῶς οὑτωσὶ κατὰ τὴν ἔξωθεν αὐτῆς περιγραφὴν, ἀλλὰ καὶ τοὺς χιτῶνας, ὁπόσοι τέ εἰσι καὶ ὁποῖοι, κατεσκέψατο, περαιτέρω προὐχώρησεν οὗτος ἢ κατὰ τὴν ἔννοιαν, ἔτι καὶ μᾶλλον ἐκείνου τοῦ πρόσθεν, ὃς ἔξωθεν αὐτὴν ἑώρα μόνον. εἰ δὲ δὴ καὶ τὴν δύναμιν εὕροι, καθ' ἣν αἱ ἀρτηρίαι σφύζουσι, καὶ πότερον ἐξ ἑαυτῶν ἔχουσι τὴν ἀρχὴν τῆς κινήσεως, ἢ παρὰ τῆς καρδίας, καὶ εἰ παρὰ ταύτης, ὅπως ἆρά γε πνευματικὴν [708] ὕλην ἐπιπεμπούσης κατὰ τὴν ἐντὸς κοιλότητα τῶν ἀγγείων, ἢ δύναμίν τινα διὰ τῶν χιτώνων αὐτῶν, ἔτι τε πρὸς τούτοις, ἥ τίς ποτέ ἐστιν ἡ χρεία τῆς κινήσεως αὐτῶν, οὗτος ἀκριβῶς εἴσεται τὴν οὐσίαν ὅλην τῆς τῶν σφυγμῶν γενέσεως. οὐ μὴν ἅπαντά γε ταῦτα δυνατὸν ὅρῳ περιλαβεῖν· οὐ γὰρ βούλονται μακροὺς εἰς τοσοῦτον γίνεσθαι τοὺς ὅρους οἱ χαίροντες αὐτοῖς· ὥστε οὐδέ ἐστι πᾶς ὅρος σφυγμῶν οὐσιώδης ἀκριβῶς, ἢ πάνυ μακρὸς ἔσται. πρόσκειται δὲ τῷ λόγῳ τὸ ἀκριβῶς, ὅτι τῶν κατὰ τὴν οὐσίαν ἄλλος ἄλλο προσθέντες ἔνιοι τῶν νεωτέρων ἰατρῶν οὐσιώδη νομίζουσιν ὅρον εἰρηκέναι τοῦ σφυγμοῦ, πρὸς τῷ κᾀκεῖνο μέγιστον ἡμαρτηκέναι, τὸν μόνον εἰρηκέναι τὸ ὁριζόμενον ὑπ' αὐτῶν οὐσιώδη, μὴ προειρημένου τοῦ κατὰ τὴν ἔννοιαν, ὃς ἐν τοῖς περὶ τούτων λογισμοῖς ἡμῖν ἐπιδέδεικται κριτήριον γενόμενος τοῦ κατὰ τὴν οὐσίαν. ἀλλ' οὐδὲ τοῦτ' αὐτὸ γινώσκοντες, εἰκότως ἀποφαίνονται τὸ δόξαν ἀλόγως ἑαυτοῖς. ἀρξώμεθα οὖν αὖθις ἀπὸ τῶν ἐννοηματικῶν ὅρων. οὓς οὐδὲν ἔφαμεν ἑρμηνεύειν πλέον ὧν ἅπαντες ἄνθρωποι [709] γινώσκουσιν. ἔοικε δ' οὐδεὶς εἰρῆσθαι τοιοῦτος οὐδ' ὑπὸ τῶν ἐμπειρικῶν, οἷς ἔπρεπε μάλιστα πάντων ὅροις χρῆσθαι τοιούτοις, οὓς οἱ δεινοὶ περὶ τὰς προσηγορίας οὐδ' ὅρους ἀξιοῦσιν, ἀλλ' ὑπογραφάς τε καὶ ὑποτυπώσεις ὀνομάζειν. ἐγένοντο δ' ἂν αἱ ὑπογραφαὶ τοιαίδε τινές. κίνησις ἀπροαίρετος ἔν τισι μορίοις ὑπάρχουσα τῶν ἐναίμων ζώων ἡσυχίᾳ διακοπτομένη. καὶ μὲν δὴ καὶ εἰ φυσικὴν εἴποι τις τὴν κίνησιν, ἢ οὐχ ἑκουσίαν, ἢ οὐ καθ' ὁρμὴν, οὐ διοίσει. εἰ δὲ καὶ ὅτι κατὰ τὰ σμικρὰ μόρια γίνεται τοῦ δέρματος, ἢ ὅτι βραχυχρόνιος, ἐν τῷ τῆς ὑπογραφῆς λόγῳ περιλάβοι, τελεώτερον ἀποδώσει τὴν ἔννοιαν. εἰ οὐδὲ καὶ τὰς τῶν σοφιστῶν ἐπηρείας φυλάττοιτο, προσθήσει τῷ τῆς κινήσεως ὀνόματι τὸ αἰσθητή· καίτοι γε αἱ τοιαῦται προσθῆκαι δειλίας ἀλόγου μᾶλλόν εἰσιν ἢ ἀσφαλείας εὐλόγου σημεῖον. τὸ γὰρ τῆς κινήσεως ὄνομα πάντες ἄνθρωποι κατὰ τῆς ἐναργῶς φαινομένης αἰσθήσει λέγειν εἰώθασιν, ἐπεί τοι τὰς λόγῳ θεωρητὰς ἔστι τις λόγος πιθανὸς ἐπιδεικνὺς ὑπάρχειν ἀεὶ τοῖς σώμασιν [710] ἅπασιν, κᾂν μὴ φαίνηται κινούμενα. καὶ αὐτὸ δὲ τοῦτο τὸ αἰσθητὸν ὄνομα δύο σημαίνει, τό θ' ὑποπίπτειν αἰσθήσει πρᾶγμα νῦν ἤδη, καθ' ὃν ἂν λέγοιτο χρόνον, ἕτερόν τε πρὸς τούτῳ τὸ δυνάμενον αἰσθητὸν γενέσθαι, κᾂν νῦν ᾖ μηδέπω· καθ' ὃ καὶ τὸν ἐν τῷ βυθῶ λίθον αἰσθητὸν εἶναι λέγομεν ὅσον ἑαυτῷ, διὰ τὸ τῆς φύσεως εἶναι δηλονότι τῶν αἰσθητῶν. ἡ τοίνυν αἰσθητὴ κίνησις, ἔν τισι μέρεσι τοῦ σώματος ἕως ἂν ζῶμεν ἡμῖν φαινομένη, σφυγμὸς ὀνομάζεται· διακόπτεται δὲ, ὡς ἔφην, ἡσυχίᾳ. τοῦτο γὰρ ἀσφαλὲς εἶναι νομίζουσι λέγειν μᾶλλον ἔνιοι τῶν ἰατρῶν ἤπερ ἐκ διαστολῆς τε καὶ συστολῆς συγκεῖσθαι τὴν ὅλην κίνησιν, καίτοι γε οὕτως ἔχει τὸ φαινόμενον ἐναργῶς, εἰς ὕψος τε καὶ πλάτος καὶ μῆκος ἐκτεινομένης τῆς κινήσεως ἐπὶ τῶν ἰσχνῶν τε καὶ μεγαλοσφύκτων. ἕτεροι δὲ τούτων ἀτολμότεροι τῶν ἰδίων παθῶν τῆς ἁφῆς αἴσθησιν αὐτοῖς εἶναί φασι, δεδιότες ἀποφήνασθαι περί τινος τῶν ἐκτὸς ὡς ὑπάρχοντος, ἐκ τῆς τῶν σκεπτικῶν καὶ ἀπορητικῶν ὀνομαζομένων ἀγωγῆς ἐπὶ τοῦτό γε ἠγμένοι. τούτους μὲν οὖν ἀπολειπτέον ἡμῖν ἐστιν. ἴσως γὰρ οὐδ' ὅτι φαίνεταί τις αὐτοῖς κίνησις ἀποφήνασθαι τολμήσουσιν, εἰ τὰ [711] πάντα πείθοιντο τοῖς ἀπορητικοῖς. ἐκείνων γοῦν ἔνιοι φασὶν οὐδὲ τὰ σφῶν αὐτῶν πάθη βεβαίως γινώσκειν, οὓς καλοῦσιν εἰκότως ἀγροικοπυῤῥωνείους. ἐπὶ δὲ τοὺς ὁμολογοῦντας πεπεῖσθαι κίνησιν ὁρᾷν ἐναργῶς ὑπὸ τῷ δέρματι σώματός τινος εἰς μῆκος καὶ πλάτος καὶ βάθος ἐκτεινομένου μεταβάντες, ἐπειδὴ μετριώτεροι τῶν ἄλλων εἰσὶ, παρακαλέσομεν αὐτοὺς διαιρεθέντος τοῦ δέρματος, ἢ κατὰ τὴν ἡμετέραν προαίρεσιν, ἢ κατὰ τύχην ποτὲ, σκέψασθαι, τί ποτ' ἐστὶ τὸ φαινόμενον ὑπ' αὐτῷ κινεῖσθαι. δῆλον γὰρ ὅτι παραπλήσιον ἀγγεῖον ὄψονται τῇ φλεβὶ, πλὴν ὅσῳ τὸν χιτῶνα διττόν τε καὶ πολὺ ῥωμαλεώτερον ἔχον, ὃ καλοῦμεν ἀρτηρίαν. ὄψονται δὲ ἐναργῶς καὶ τὸ πρόσθεν αὐτοῖς ἀμυδρῶς ὁρώμενον, ὡς κατὰ κύκλον τοῦτο τὸ ἀγγεῖον διαστέλλεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἥ τε καρδία γυμνωθεῖσα φανεῖται κινουμένη καὶ ὁ ἐγκέφαλος, ὥστε τολμῆσαί ποτε λέγειν αὐτοὺς, τὴν ὁρωμένην κίνησιν ἐν τῇ τῶν σφυγμῶν γενέσει περὶ σώματα γίνεσθαι τὰ προειρημένα. πότερα δὲ πρώτως τε καὶ καθ' αὑτὸ ἡ δεξιὰ κοιλία τῆς καρδίας, ἢ συγκινουμένη τῇ ἀριστερᾷ, [712] κατὰ τὸν αὐτὸν ἐκείνῃ ῥυθμὸν φαίνεται σφύζουσα, παραιτήσεται ζητεῖν ὁ κατὰ τὴν πρώτην μετάβασιν ἀπὸ τῆς ἰδιωτικῆς ἐννοίας ἐπὶ τὴν οὐσίαν προερχόμενος. ὡσαύτως δὲ κᾀπὶ τοῦ κατὰ τὸν ἐγκέφαλον φαινομένου σφυγμοῦ παραιτήσεται ζητεῖν, εἴτε πρώτως τε καὶ ἐξ ἑαυτοῦ τὴν ἐνέργειαν ἔχει ταύτην εἴτε συνεξαιρόμενος ταῖς κατ' αὐτὸν ἀρτηρίαις, πολλαῖς καὶ μεγάλαις οὔσαις. ὁ δ' ἐπὶ μᾶλλον τοῦδε τολμῶν ἀποφήνασθαι περὶ τῆς τῶν σφυγμῶν οὐσίας καὶ τοῦτο προσθήσει. τέλεον δ' ἄν τις ὁρισμὸν ποιοῖτο τοῦ σφυγμοῦ προσθεὶς τοῖς εἰρημένοις τὴν χρείαν τῆς γενέσεως αὐτῶν, ἣν ἡμεῖς ἐν τῷ περὶ χρείας σφυγμῶν ὑπομνήματι φυλακήν τε τῆς ἐμφύτου θερμασίας ἔφαμεν εἶναι, γινώσκοντος δηλονότι τοῦ τὸν τοιοῦτον ὅρον ποιουμένου, κατὰ τίνα τρόπον γίνεται τὸ φυλάττεσθαι τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας, ἆρά γε τῷ ῥιπίζεσθαι κατὰ τὴν κίνησιν, ἢ διὰ τὴν πρόσπτωσιν τοῦ ψύχοντος ἀέρος συναγομένης, ὡς μὴ διαφορεῖσθαι ῥᾳδίως, ἢ καθαιρομένης τὸ καπνῶδές τε καὶ λιγνυῶδες περίττωμα. χρεία δ' ἐδείχθη τῆς κατὰ τὰς ἀρτηρίας πνευματικῆς οὐσίας καὶ πρὸς τὴν τοῦ ψυχροῦ πνεύματος γένεσιν. τῆς δ' οὐσίας [713] τῶν σφυγμῶν ἐστι καὶ πότερον, ὅταν αἱ ἀρτηρίαι διαστέλλωνται, τηνικαῦθ' ἕλκεσθαι συμβαίνει τὰς ὕλας αὐτὰς, ἢ ὅταν συστέλλωνται. καὶ πάλιν περὶ τοῦ ἐκκρίνεσθαί τι τῶν ἀρτηριῶν ὁ αὐτὸς λόγος. ἡμεῖς γὰρ ἐδείξαμεν, ἕλκεσθαι μὲν διαστελλομένων, ἐκκρίνεσθαι δὲ συστελλομένων. οἱ δ' ἀπὸ τῆς πνευματικῆς καλουμένης αἱρέσεως συστελλομένων μὲν ἕλκεσθαι νομίζουσι, διαστελλομένων δ' ἐκκρίνεσθαι. προσθήσει δ' ἄλλος τούτοις ὁριζόμενος τὸν σφυγμὸν καὶ τὴν ποιητικὴν αἰτίαν αὐτοῦ. περὶ ἧς αὐτῆς ἐζήτηται, πότερον ζωτική τίς ἐστιν, ἢ ψυχικὴ δύναμις, ἢ ὅλως οὐδὲ δύναμις, ὡς Ἀσκληπιάδης κατασκευάζει. δῆλον οὖν ἐστιν, ὡς ὁ οὐσιώδης ὀνομαζόμενος ὅρος, ὅσπερ ἐστὶ λόγος διδασκαλικὸς τῆς τοῦ πράγματος οὐσίας, τό τε γένος ἐρεῖ τοῦ σφυγμοῦ καὶ τὰς διαφορὰς, τήν τε χρείαν τῆς γενέσεως καὶ τὴν ποιητικὴν αἰτίαν, ἔτι τε πρὸς τούτοις ὑλικὴν, ἢ ὀργανικὴν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ· οἷον τὸ μὲν γένος ἤτοι κίνησιν, ἢ ἐνέργειαν, ἢ πάθος ἀρτηριῶν, τὰς δὲ διαφορὰς, ὅτι κατὰ διαστολὴν καὶ συστολὴν καὶ ὅτι χωρὶς προαιρέσεως, τὴν δὲ χρείαν, ὅτι τῆς ἐμφύτου θερμασίας ἕνεκεν, ἢ πνεύματος [714] ζωτικοῦ γενέσεως, ἢ καὶ νὴ Δία ψυχικοῦ, τὴν ποιητικὴν δ' αἰτίαν, ὅτι δύναμίς τίς ἐστι διαστέλλουσα τήν τε καρδίαν καὶ τὰς ἀρτηρίας, ἤτοι ζωτική τις, ἢ ψυχικὴ, ἢ ἀμφότερα, τὴν ὑλικὴν δὲ καὶ ὀργανικὴν, τὴν κατασκευὴν τῶν ἀρτηριῶν, εἰς ἣν εἶπον ἐνέργειαν ἐπιτηδείαν δεῖξαι. καὶ γενήσεται δηλονότι καθ' ἑκάστην αἵρεσιν λογικὴν ἴδιος ὅρος. ὁ μὲν γὰρ Ἐρασίστρατος ἐρεῖ τὸν σφυγμὸν εἶναι κίνησιν ἀρτηριῶν κατὰ διαστολὴν καὶ συστολὴν ὑπὸ ζωτικῆς τε καὶ ψυχικῆς δυνάμεως γινομένην, ἐπιπληρώσεως ἕνεκεν ἀρτηριῶν, ἐχουσῶν ἐν αὑταῖς πνεῦμα ζωτικόν· ὁ δ' Ἀσκληπιάδης κίνησιν ἀρτηριῶν κατὰ διαστολὴν καὶ συστολὴν, πληρουμένων μὲν πνεύματος τῇ πρὸς τὸ λεπτομερὲς φορᾷ, κενουμένων δὲ τῇ καταπτώσει τοῦ χιτῶνος αὐτῶν. ἡμεῖς δὲ φήσομεν, ἐνέργειαν εἶναι τὸν σφυγμὸν ἰδίαν, πρώτως μὲν τῆς καρδίας, δευτέρως δὲ τῶν ἀρτηριῶν κατὰ διαστολὴν καὶ συστολὴν κινουμένων ὑπὸ ζωτικῆς δυνάμεως, ἕνεκα τοῦ φυλάττεσθαι μὲν τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας, γεννᾶσθαι δὲ ἐν ἐγκεφάλῳ πνεῦμα ψυχικόν. ἀνάλογον δὲ τοῖς ὅροις τοῖσδε καὶ οἱ ἀπὸ [715] τῶν ἄλλων αἱρέσεων ὁριοῦνται τὸν σφυγμὸν, ἕκαστος δηλονότι κατὰ τὰς οἰκείας ὑποθέσεις. ἐὰν μὲν οὖν τελέως ὁρίζωνται, συμφωνήσουσιν ἀλλήλοις· ἐὰν δὲ ἐλλιπῶς, ἢ περιττῶς, ἢ κατά τι μοχθηρῶς, διενεχθήσονται. τούτου δέ σοι πίστις μεγίστη τὸ τοὺς Ἡροφιλείους, οἵπερ δὴ καὶ πρῶτοι τὸν σφυγμὸν ἐπεχείρησαν ὁρίζεσθαι, διενεχθῆναι πρὸς ἀλλήλους, ἀντιπαρεξάγοντας δὲ αὐτοῖς καὶ τοὺς Ἐρασιστρατείους, ἤκμασε γὰρ ἄμφω ταῦτα τὰ διδασκαλεῖα μετὰ τὸν Ἡροφίλου θάνατον, ἑτέρως πάλιν καὶ αὐτοὺς ποιεῖσθαι τὸν ὅρον τοῦ σφυγμοῦ, διαφωνοῦντας ἀλλήλοις τε καὶ τοῖς Ἡροφιλείοις. αὐτοὶ μὲν γὰρ οἱ παλαιοὶ χωρὶς ὅρων ἐποιοῦντο τὰς διδασκαλίας, ἐνδεικνύμενοι τὰ σημαινόμενα τῶν ὀνομάτων ὧν ἔλεγον αὐτῇ τῇ κατὰ τὴν ἑρμηνείαν ἰδέᾳ, καθ' ἣν δηλονότι καὶ τὰς παρ' Ὁμήρῳ λέξεις ἅπασί τε τοῖς ἄλλοις παλαιοῖς οἱ γραμματικοὶ σαφηνίζουσι. τὸ γὰρ τῇδε τῇ ἑρμηνείᾳ μήπω σαφὲς ἐξ ἑτέρας εὔδηλον γίνεται, καθάπερ ἐπὶ τοῦ πίσυρες, ἐν μὲν γὰρ τῷ,

   ‑ ‑ Πίσυρες ἐριαύχενες ἵπποι,

[716] σαφὲς οὐδέπω τὸ σημαινόμενόν ἐστιν, ἐν μέντοι τῷ,

   Ἔνθεν τέσσαρα μὲν σάκε' εἷλον, δούρατα δ' ὀκτὼ,

   ‑ ‑ καὶ πίσυρας κυνέας,

εὔδηλον ἐγένετο. τεττάρων γὰρ ὄντων τῶν καθοπλιζομένων, ὥσπερ σάκη τέσσαρα λαβεῖν αὐτούς φησιν, οὕτω καὶ περικεφαλαίας τέσσαρας. ὡσαύτως οὖν ὅταν ἀναγνῶμεν ἔν τινι τῶν παλαιῶν ἰατρῶν βιβλίῳ, σφύζειν τὸ φλεγμαῖνον μόνον μόριον, ἢ τὴν ἐπὶ φλεγμονῇ κίνησιν τῶν ἀρτηριῶν σφυγμὸν ὀνομάζοντας μόνην, ἐπὶ δὲ τοῦ κατὰ φύσιν ἔχοντος τοῦ σώματος οὐδέποτε χρωμένους τῇ προσηγορίᾳ, λογιζόμεθα μὴ πᾶσαν ἀρτηριῶν κίνησιν, ἀλλ' ἤτοι τὴν μεγάλην καὶ σφοδρὰν, ἢ τὴν αἰσθητικὴν αὐτῷ τῷ κάμνοντι, προσαγορεύεσθαι σφυγμόν. οὕτω δὲ δοκεῖ τῇ προσηγορίᾳ τοῦ σφυγμοῦ κεχρῆσθαι καὶ ὁ Ἐρασίστρατος. ὅταν δ' αὖ πάλιν ἀναγνῶμεν Αἰγιμίου τὸ περὶ παλμῶν βιβλίον, εὑρίσκομεν, ὃ νῦν ἡμεῖς καλοῦμεν σφυγμὸν, ὑπ' ἐκείνου παλμὸν ὀνομαζόμενον. ἐναντίως δ' αὐτῷ τὸν Ἡρόφιλον εὕροις ἂν εὐθὺς ἐν ἀρχῇ τῆς περὶ σφυγμῶν πραγματείας διορίζοντα σφυγμὸν παλμοῦ. [717] φαίνεται γὰρ ὁ ἀνὴρ οὗτος ἅπασαν ἀρτηριῶν κίνησιν, ἣν ὁρῶμεν ἐξ ἀρχῆς ἡμῖν ἕως τέλους ὑπάρχουσαν, ὀνομάζων σφυγμὸν, ἐξ οὗ καὶ τὰς διαγνώσεις τῶν παρόντων καὶ τὰς προγνώσεις τῶν ἐσομένων ποιούμεθα, μηδὲν τοῦ κατὰ τὴν καρδίαν, ἢ τὸν ἐγκέφαλον, ἢ τὰς μήνιγγας δεόμενοι σφυγμοῦ. κυριωτάτη μὲν οὖν ἔννοια τοῦ σφυγμοῦ πᾶσι τοῖς νῦν ἰατροῖς ἐστιν ἡ εἰρημένη· καὶ γὰρ δέονται ταύτης, ὡς εἶπον ἄρτι. τὸ δ' ἐπὶ τῇδε πᾶν ἤδη σοφιστικόν. ὅθεν οὐδὲ ὁρίζεσθαι προσήκει τὰ τοιαῦτα τῶν πραγμάτων, οὐδ' αὑτὸν ἐμβάλλειν εἰς λόγους καὶ παρ' αὐτοῖς τοῖς διαλεκτικοῖς διαπεφωνημένους ἕξεώς τε μεγάλης δεομένους, ἵν' ἀκριβῶς τις αὐτοὺς κατορθώσῃ, πρὸς τῷ μηδ' ἀναγκαῖον εἶναι δι' ὅρων οὐσιωδῶν ποιεῖσθαι τὰς διδασκαλίας. οἱ δ' ἐννοηματικοὶ καλούμενοι τῶν ὅρων τοῖς μὲν ἤδη γινώσκουσι τὸ πρᾶγμα περιττοὶ, τοῖς δ' ἀγνοοῦσιν οὐκ ἀναγκαῖοι, δυναμένης γε δὴ τῆς διδασκαλίας διὰ μακροτέρου λόγου γενέσθαι σαφέστερον. εἰ μὲν γάρ τις δύναται διὰ βραχέος θ' ἅμα καὶ σαφοῦς λόγου περιλαβεῖν ἀκριβῶς τὴν ἔννοιαν τοῦ δηλουμένου πράγματος ὑπὸ τῆς [718] προσηγορίας, ἄριστος ἂν εἴη διδάσκαλος, οὐ μὴν ὅ γ' ἀπολειπόμενος τῆς τοιαύτης ἔξεως ἄχρηστος, ὥσπερ οὐδ' ὁ μὴ καλῶς ἑρμηνεύων. ἄριστον μὲν γὰρ οὕτω σαφῶς ἑρμηνεύειν, ὡς οἱ περὶ Λυσίαν τε καὶ Δημοσθένη ῥήτορες· οὐκ ἄχρηστοι δέ εἰσι καὶ οἱ νῦν ἐν τοῖς δικαστηρίοις λέγοντες· οὐκ οὖν κωλύω τοὺς δυναμένους τὰ σημαινόμενα πράγματα πρὸς ἑκάστου τῶν ὀνομάτων ἐναργῶς τε ἅμα καὶ ταχέως ἑρμηνεύειν τοῖς ἀγνοοῦσιν, ὥς γε καὶ αὐτὸς ἔργῳ φαίνομαι τοῦτο σπουδάζων, ἀλλ' ὅτι περιττόν ἐστι πράττειν οὕτως, ἐν οἷς ἤδη γινώσκουσι τὸ ἑρμηνευθησόμενον ἅπαντες, οὐδ' ὅλως τε χρὴ τοὺς οὐσιώδεις ὅρους λέγεσθαι τοῖς ἀρχομένοις ἡστινοσοῦν μαθήσεως, ἀλλ' ὅταν ἀπὸ τῆς ἐννοίας ἀρξάμενοι προσάγωμεν αὐτοὺς ἐπὶ τὴν τῆς οὐσίας γνῶσιν, εἴη ἂν ἤδη χρήσιμον ἐν βραχεῖ λόγῳ περιλαβεῖν τὸ σύμπαν, ἕνεκα προχείρου μνήμης. ὅσοι τοίνυν ἰατροὶ καὶ φιλόσοφοι τοῖς ἀρχομένοις ὁτιοῦν μανθάνειν ἀπὸ τῶν οὐσιωδῶν ὅρων τὴν ἀρχὴν τῆς διδασκαλίας ποιοῦνται, κᾂν ὅτι μάλιστα δυνατοὶ λέγειν ὦσι, κᾂν σαφῶς ἑρμηνεύσωσιν, ὅμως ἀσαφεῖς γίνονται, μὴ δυναμένων [719] νοεῖν τῶν ἀκουόντων ἐν ὅροις βραχέσι λεγόμενα πράγματα, μακρᾶς ἑρμηνείας εἰς νόησιν δεόμενα. προαποδειχθῆναι γὰρ χρὴ διὰ λόγων πολλῶν τὴν οὐσίαν τοῦ ζητουμένου πράγματος, ἵνα γνωσθεῖσά τε καὶ πιστευθεῖσα νοηθῇ ποθ' ὕστερον ἐν βραχείᾳ λέξει. ταῦτα οὖν εἰκότως μεμφόμενος ἀεὶ τοῖς ἐπιχειροῦσιν ἅπαντα δι' ὅρων διδάσκειν εἵνεκα παραδείγματος ἐπὶ τόνδε τὸν λόγον ἧκον, ἔργῳ πολλάκις ἐπιδειξάμενος, ὡς ὅ τι περ ἂν προβάλλῃ τις ὄνομα, βιβλίον ὅλον ποιεῖν ἐπιδεικνύντα πῶς ὁριστέον ἐστὶ τὸ δηλούμενον ὑπ' αὐτοῦ πρᾶγμα. λέγωμεν οὖν αὖθις ἀναλαβόντες ὑπὲρ τοῦ κατὰ τὸν σφυγμὸν ὅρου, μνημονεύοντες ὀνομαστὶ τῶν δοξάντων αὐτὸν ὡρίσθαι καλῶς. ἤρξαντο μὲν οὖν, ὡς ἔφην, τῆς τοιαύτης περιεργίας οἱ Ἡροφίλειοι· διεδέξαντο δ' αὐτοὺς ἔνιοι τῶν Ἐρασιστρατείων· εἶθ' οἵ τε πνευματικοὶ καλούμενοι καί τινες τῶν μεθοδικῶν. εἰ μὲν οὖν ἁπάντων μνημονεύω, δυοῖν, οὐχ ἑνὸς, ἔσται χρεία βιβλίων. βουλομένῳ δέ μοι τὴν οὐκ ἀναγκαίαν ταύτην πολυλογίαν ἐν ἑνὶ καταπαῦσαι γράμματι, τοσούτους αὔταρκές ἐστι διελθεῖν ὅρους, ἅμα τοῖς εἰποῦσιν ἀνδράσιν αὐτοὺς, ὅσους ἂν ὑποδέξασθαι [720] δύνηται τὸ βιβλίον. ἐκ τούτων γὰρ οὖν ἐνέσται καὶ τοὺς ἄλλους ἅπαντας κρίνειν.

   Ὁ μὲν Ταραντῖνος Ἡρακλείδης ἐμπειρικῷ πρέπουσαν ὑπογραφὴν ποιούμενος τὸν σφυγμὸν εἶναί φησι κίνησιν ἀρτηριῶν καὶ καρδίας. ἴσμεν δ' ὅτι τὴν ἀρχὴν οὐδ' ὁρίζεσθαι σπουδάζουσιν οἱ ἀπὸ τῆς ἐμπειρικῆς αἱρέσεως, ἀλλ' ὑποτυπώσεσί τε καὶ ὑπογραφαῖς χρῶνται. καλοῦσι δ' οὕτως αὐτοὶ τοὺς λόγους, ὅσοι διὰ βραχέων ἑρμηνεύουσι τὴν ἔννοιαν τοῦ πράγματος, οὗ τὴν προσηγορίαν φθεγγόμεθα. ταύτην οὖν ἡγεῖται τοὺς ἀνθρώπους ἔχειν ἔννοιαν περὶ τὴν τοῦ σφυγμοῦ προσηγορίαν, αὐτούς τε προτείνοντας ἐνίοτε τὴν χεῖρα καὶ τῶν σφυγμῶν ἀξιοῦντας ἅψασθαι τὸν ἰατρόν. ὅταν δέ τινα λέγωμεν ἄσφυκτον, ἐκ τῆς φωνῆς ταύτης ἡγούμεθα σημαίνεσθαι τὸν οὕτω διακείμενον ἄνθρωπον, ὡς μηδεμίαν ὑποπίπτειν κίνησιν ἐν μηδενὶ μέρει τοῦ σώματος ἀρτηρίας μηδεμιᾶς. εἰ δ' ἔστι τις ἄλλη κίνησις ἐν ταῖς ἀρτηρίαις αὐξανομέναις τε καὶ τρεφομέναις καὶ πληρουμέναις καὶ κενουμέναις, οὐδὲν αὐτῷ μέλει, διότι μηδ' ὑποπίπτει μηδεμιᾷ τῶν [721] ἡμετέρων αἰσθήσεων τὸ γένος τοῦτο τῶν κινήσεων, ἀλλ' ἔστι λόγῳ θεωρητόν. ᾧ λόγῳ καὶ τὰ φυτὰ πάντα φασὶν οἱ φυσιολογοῦντες ἀεὶ κινεῖσθαι, καὶ τό γε τούτου μεῖζον, ὅτι καὶ τἄλλα πάντα μέχρι τῶν σκληροτάτων λίθων, καὶ γὰρ καὶ τούτων ἀποῤῥεῖ τι διαπαντός. ἔνιοι δὲ καὶ προσκρίνεσθαί φασιν αὐτοῖς ἐκ τοῦ περιέχοντος. τὴν μὲν οὖν τοιαύτην κίνησιν οὐ μόνον ἔτι ζῶντος, ἀλλὰ καὶ τεθνεῶτος ἤδη τἀνθρώπου, κατὰ τοὺς ταῦτα φυσιολογοῦντας, ἀναγκαῖον ὑπάρχειν, ὥστε οὐκ ὀρθῶς ἐροῦμεν ἀκινήτους ὑπάρχειν τὰς ἀρτηρίας ἐπὶ τῶν τεθνεώτων, οὐδ' ἀσφύκτους ἐνίοις φαίνεσθαι τῶν ἔτι ζώντων. εἰ δὲ λέγοιντο πρὸς ἁπάντων οὕτως, εὔδηλον εἶναι κίνησιν ἡμᾶς νοεῖν τε καὶ ὀνομάζειν, οὐ τὴν λόγῳ θεωρητὴν, ἀλλ' ἥ τις ἂν εἰς ἐναργῆ γνῶσιν ἥκῃ διαθέσεως. ἐκ τοιούτων μὲν οὖν λογισμῶν ὅ τε Ταραντῖνος Ἡρακλείδης καὶ ἄλλοι τινὲς τῶν ἐμπειρικῶν ἑαυτοὺς πείσαντες ὑπεγράψαντο τὸν σφυγμὸν εἶναι κίνησιν ἀρτηριῶν καὶ καρδίας, ἐπειδὴ καὶ ταύτην ἑώρων αἰσθητῶς κινουμένην ὡσαύτως ταῖς ἀρτηρίαις. ἀντεῖπον δ' αὐτοῖς ἔνιοι τῶν δογματικῶν, οὐκ ἀξιοῦντες αἰσθήσει μόνῃ κρίνεσθαι τὴν κίνησιν, ἀλλ' ἐνίοτε [722] καὶ τῷ λόγῳ· τὸν γοῦν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας ἅπαντας ὁμολογεῖσθαι μὲν ἅπασιν ἀνθρώποις κινεῖσθαι, μὴ γὰρ ἂν ἀπ' ἀνατολῆς εἰς δύσιν ἀφικνεῖσθαι τοσαύτην φορὰν ἄνευ κινήσεως, οὐ φαίνεσθαι δὲ κινουμένους. ἐχρῆν οὖν, φασὶν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν προσκεῖσθαι τῷ λόγῳ τῶν ἐμπειρικῶν, τὸ τὴν κίνησιν τῶν ἀρτηριῶν καὶ τῆς καρδίας αἰσθητὴν εἶναι, καὶ λέγειν αὐτοὺς, τὸν σφυγμὸν εἶναι κίνησιν τῶν ἀρτηριῶν καὶ καρδίας αἰσθητήν. ἔνιοι δ' ἀντιλέγοντες αὐτοῖς κινήσεις αἰσθητάς φασι κατά τε τὴν καρδίαν καὶ τὰς ἀρτηρίας οὐ τὰς σφυγμώδεις μόνον, ἀλλὰ καὶ τὰς παλμώδεις φαίνεσθαι, καὶ ταύτας οὖν ἐχρῆν περιλαμβάνεσθαι κατὰ τὴν ὑπογραφὴν τῶν σφυγμῶν, ἐάν θ' ἁπλῶς εἴπωσιν ἀρτηριῶν καὶ καρδίας εἶναι τὸν σφυγμὸν κίνησιν ἐάν τε προσθῶσι τὴν αἰσθητήν. ἔνιοι δὲ καὶ σπασμῶν καὶ τρόμων μνημονεύουσιν, ὡς καὶ τοιούτων τινῶν κινήσεων ἔστιν ὅτε γινομένων ἐν ἀρτηρίαις τε καὶ καρδίᾳ, παρὰ φύσιν δηλονότι. καὶ διὰ τοῦτο ἀξιοῦσι προσκεῖσθαι τῷ ὅρῳ τὸ φυσικὴ, τοιοῦτον ὅλον αὐτὸν ἐργαζόμενοι· [723] σφυγμός ἐστιν ἀρτηριῶν τε καὶ καρδίας κίνησις φυσική. τούτοις ἀντιλέγοντες οἱ συναγορεύοντες τῷ τοῦ Ταραντίνου ὅρῳ, φασὶ, μηδέποτ' ἐν ἀρτηρίαις, ἢ καρδίᾳ τὰς τοιαύτας γίνεσθαι κινήσεις, μόνον τῶν νευρωδῶν σωμάτων οὔσας. ἀλλ' ὅτι μὲν ὅ τε σπασμὸς καὶ ὁ τρόμος ἐν νεύροις μόνον γίνονται, κᾀγὼ σύμφημι. παλμὸς δὲ προφανῶς ὁρᾶται καὶ περὶ τὸ δέρμα συνιστάμενος. ἐναργῶς δὲ κᾀν τοῖς σαρκώδεσι μορίοις, ἅπερ ἐστὶ μυῶν μέρη, καὶ κατά γε τοὺς φόβους καὶ τὰς ἀγωνίας ἐναργῶς ἡ καρδία φαίνεται παλλομένη. οὐ σμικρὰ δ' ἀντιλογία περὶ τῶν παθῶν τούτων γέγονεν Ἡροφίλῳ πρὸς τὸν διδάσκαλον Πραξαγόραν, οὐκ ὀρθῶς ἀποφηνάμενον ἀρτηριῶν πάθος εἶναι καὶ παλμὸν καὶ τρόμον καὶ σπασμὸν, οὐ γένει διαφέροντα τῆς σφυγμώδους ἐν αὐτοῖς κινήσεως, ἀλλὰ μεγέθει. κατὰ φύσιν μὲν γὰρ ἐχόντων ἄνευ πάσης περιστάσεως γίνεσθαι τοὺς σφυγμοὺς, αὐξηθείσης δὲ τῆς κινήσεως αὐτῶν εἰς τὸ παρὰ φύσιν πρῶτον μὲν σπασμὸν ἀποτελεῖσθαι, δεύτερον δ' ἐπ' αὐτῷ τρόμον, καὶ τρίτον τὸν παλμὸν, ἀλλήλων διαφέροντα μεγέθει πάντα ταῦτα τὰ πάθη. διὰ τοῦτ' οὖν [724] Ἡρόφιλος εὐθέως ἐν ἀρχῇ τῆς περὶ σφυγμῶν πραγματείας ἀνατρέπειν πειρᾶται τὴν τοῦ διδασκάλου δόξαν, ἀλλ' ὡς ἔθος Ἡροφίλῳ, δι' ἑρμηνείας ἀσαφοῦς, ἣν ἐπὶ τὸ σαφὲς οἱ ἀπ' αὐτοῦ μεταλαμβάνοντες ἔγραψαν ἐν αἷς ἐποιήσαντο πραγματείαις περὶ τῆς Ἡροφίλου αἱρέσεως. ὥστε εἰ μνημονεύω νῦν αὐτῆς Ἡροφίλου ῥήσεως, ἣν ἐν ἀρχῇ τοῦ πρώτου περὶ σφυγμῶν ἔγραψεν, ἢ τῶν εἰρημένων τοῖς ἀπ' αὐτοῦ, μέγεθος ἑνὸς βιβλίου γενήσεται, περὶ μόνων τούτων ἐπιμελῶς διερχομένου, ὅπου καὶ χωρὶς τοῦ μνημονεῦσαι τούτων ἓν ὅλον ἐμόν ἐστιν ὑπόμνημα περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους. ἀρκεῖ δέ μοι κᾀνταῦθα τὸ πλῆθος ἐνδεδειγμένῳ τῶν ἐπεισαχθησομένων λόγων εἰς τὸ προκείμενον ζήτημα καταλιπεῖν αὐτὸ, τοσοῦτον μόνον εἰπόντι, κατὰ φύσιν μὲν ἐχόντων ἡμῶν, αἱ κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας κινήσεις, διαστελλομένων τε κατὰ κύκλον αὐτῶν καὶ αὖθις εἰς ἑαυτὰς συναγομένων, γίνονται, παρὰ φύσιν δὲ ἐχόντων, κᾂν παλμώδης, ἢ κλονώδης, ἢ σπασμώδης, ἢ τρομώδης ἡ κίνησις φαίνοιτο τῶν ἀρτηριῶν, οὐδὲν ἄτοπον εἶναι τὸν σφυγμὸν ὀνομάζεσθαι ποτὲ [725] μὲν σπασμώδη, ποτὲ δὲ κλονώδη, ποτὲ δὲ παλμώδη, ποτὲ δὲ τρομώδη. καὶ γὰρ οὖν καὶ καλεῖν ἔθος ἡμῖν ἐστί τινα κλονώδη σφυγμὸν, οὐκ ὀλιγάκις φαινόμενον ἐναργῶς, οὗ τὴν φύσιν ἡρμήνευσα κατὰ τὸ πρῶτον γράμμα τῆσδε τῆς πραγματείας, ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον οὐκ ὀρθῶς ἄν τις προσθείη τῷ ὅρῳ τοῦ σφυγμοῦ τὸ φυσική. περὶ δὲ τῆς αἰσθητῆς, ἐπειδὴ καὶ ταύτην ἔνιοι τὴν προσθήκην ἀξιοῦσι ποιεῖσθαι, τὸ πολλάκις εἰρημένον ὑπ' Ἀριστοτέλους ἄξιον εἰπεῖν. ἐκεῖνος γὰρ ὁ ἀνὴρ αὐτάρκως ἐνίοτε διελθὼν, τὶ προστιθέναι φησὶ δεῖν αὐτῷ διὰ τὰς σοφιστικὰς ἐνοχλήσεις ἔξωθεν ἄλλο τὸ δοκοῦν ἑκάστοτε συμφέρειν τῷ λόγῳ, καὶ διὰ τοῦτο κᾀγὼ τοὐπίπαν ὑπογράφομαι τὸν σφυγμὸν ἀρτηριῶν καὶ καρδίας κίνησιν αἰσθητὴν, καὶ μάλισθ' ὅτι καλοῦμεν ἀσφύκτους οἷς οὐκ ἔστιν ἡ κίνησις αἰσθητὴ, καίτοι σωζομένης αὐτῆς πολλάκις, ὡς πρὸς τὴν οἰκείαν ὕπαρξιν. οὐ γὰρ ἂν ἔζησαν εἰ παντάπασιν ἡ κίνησις ἀπωλώλει τῆς καρδίας καὶ τῶν ἀρτηριῶν.

   Ὅ γε μὴν Ἡροφίλειος Ἀλέξανδρος, ὁ

[726]Φιλαλήθης ἐπικληθεὶς, διττὸν ἐποιήσατο διὰ τὰς τοιαύτας ἐπηρείας τὸν ὁρισμὸν τοῦ σφυγμοῦ, τὸν μὲν ἕτερον ἐξ αὐτοῦ τοῦ πράγματος ἐξ οἰκείας φύσεως, ὃν ὡς ἐν ὑποκειμένοις ὀνομάζει, τὸν δὲ ἕτερον ὡς ἐν ἐπισκέψει. τὸν μὲν οὖν ὡς ἐν ὑποκειμένοις σφυγμὸν εἶναί φησι καρδίας καὶ ἀρτηριῶν συστολὴν καὶ διάστασιν ἀπροαιρέτως, οἵαν τε φαίνεσθαι· τὸν δὲ ὡς ἐν ἐπισκέψει τὴν ἐκ τῆς τῶν ἀρτηριῶν διαπαντὸς ἀπροαιρέτου κινήσεως πρὸς τὴν ἁφὴν πληγὴν καὶ τὸ μετὰ τὴν πληγὴν γινόμενον διάλειμμα. καὶ λέγει γέ τινας λογισμοὺς ἐπ' αὐτοῖς, ὡς οἴεται, πιθανοὺς ἐν τῷ ε΄ τῶν ἀρεσκόντων, ὥσπερ καὶ ὁ Ταραντῖνος Ἡρακλείδης ἐν οἷς ἀντιλέγει πρὸς τὸ περὶ σφυγμῶν Ἡροφίλου. ἀντιλογίαι δ' οὐχ ἥκιστα πρὸς τοὺς τοῦ Φιλαλήθους ὅρους ἐγένοντο τοῖς μετ' αὐτὸν, ἔνιαι μὲν ἀπίθανοι πάνυ καὶ προφανῶς ἐριστικαὶ, τινὲς δὲ ἧττόν τε καὶ μᾶλλον πιθαναὶ, πρὸς ἃς ἀπήντησάν τινες τῶν ἀπ' αὐτοῦ, καὶ μακρός γε λόγος ἑκατέροις περαίνεται. διὰ κεφαλαίων δὲ κᾀγὼ περὶ αὐτῶν ἴσως ὀλίγον ὕστερον ὅλως ἐρῶ, πρότερόν γε παραγράψας τοὺς [727] τοῦ Δημοσθένους ὅρους, ὡσαύτως τῷ διδασκάλῳ Φιλαλήθους ἐπικληθέντος,

   οὗ καὶ τὰ τρία περὶ σφυγμῶν ἐστι συγγράμματα, παρὰ πολλοῖς εὐδοκιμοῦντα. διαιρεῖται δ' οὖν καὶ οὗτος τὸν σφυγμὸν ὁμοίως τῷ Ἀλεξάνδρῳ, καί φησιν εἶναι τὸν μὲν κατὰ τὸ ὑποκείμενον καρδίας καὶ ἀρτηριῶν διαστολὴν, ἢ συστολὴν φυσικὴν, φαίνεσθαι δυναμένην· τὸν δὲ ἐξ οὗ ποιούμεθα τὰς ἐπισκέψεις, καρδίας ἢ ἀρτηριῶν πρὸς τὴν ἁφὴν πλῆξιν φυσικὴν καὶ τὸ μετὰ τὴν πληγὴν γενόμενον διάλειμμα. χρῆται δὲ κατὰ τοὺς ὅρους τῷ ἤ συνδέσμῳ παραδιαζευκτικῷ, νομίζων τὸν καί συμπλεκτικὸν ὄντα τὸ μὲν συγκείμενον ἐξ ἀμφοῖν ὁρίζεσθαι μόνον, ἰδίᾳ δ' ἑκάτερον οὐχ ὁρίζεσθαι. βούλεται δ' αὐτὸς τὴν τῶν ἀρτηριῶν κίνησιν εἶναι σφυγμὸν αὐτὸν καθ' ἑαυτὸν μόνον, εἶναι δὲ δηλονότι καὶ τὴν τῆς καρδίας, αὐτὴν καθ' ἑαυτὴν μόνην καὶ ταύτην, εἶναι δὲ καὶ τὸ συναμφότερον σφυγμόν· ὡσαύτως δὲ καὶ τὴν διαστολὴν μόνην σφυγμὸν ὀνομάζεσθαι καὶ τὴν συστολὴν καὶ τὸ συναμφότερον. ἐπείσθη δ' οὕτως ὀνομάζεσθαι τὸν σφυγμὸν, ἐπειδὴ κατὰ τὴν διαστολὴν μέγας τε [728] καλεῖται καὶ μικρὸς καὶ σφοδρὸς καὶ ἀμυδρὸς καὶ ταχὺς καὶ βραδὺς, κατὰ δὲ τὴν συστολὴν ἀραιὸς καὶ πυκνός. ὅταν μὲν οὖν κατὰ τὸ ὑποκείμενον τὰ μέρη λέγῃ τοῦ σφυγμοῦ, διαστολὴν ὀνομάζει καὶ συστολήν· ὅταν δ' ὡς ἐν ἐπισκέψει, πληγὴν καὶ διάλειμμα, νομίζων ἀδιάγνωστον αἰσθήσει τὴν συστολὴν εἶναι. μεγάλη δὲ πάλιν ἐνταῦθα γέγονεν ἐναντιολογία τοῖς ἰατροῖς, οὐ περὶ ὀνόματος μόνον ἔτι, καθάπερ ἔνιαι τῶν εἰρημένων, οὐ μὴν οὐδὲ περίεργός τε καὶ περιττὴ ταῖς πολλαῖς αὐτῶν ὁμοίως, ἀλλὰ τὸ μέγιστον αὐτὸ καὶ κυριώτατον ἐπισκεπτομένη τῆς θεωρίας. καὶ κρῖναι ἀδεκάστως ἐγὼ, καθάπερ καὶ τἄλλα περὶ ὧν διεφώνησαν οἱ ἰατροὶ, προελόμενος, οὕτως καὶ τοῦτο παμπόλλοις ἔτεσιν ἀπορῶν διετέλεσα· χρόνῳ δ' ὕστερον οὐκ ὀλίγῳ τήν τ' αἰτίαν τῆς διαφωνίας αὐτῶν εὗρον, ἕν τε περὶ τούτου μόνου βιβλίον ἔγραψα, τὸ πρῶτον περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἐν ᾧ διώρισται, τίνες μὲν σφυγμοὶ τὴν συστολὴν αἰσθητὴν ἔχουσι, τίνες δ' οὔ. φαίνεται δ' οὖν ὁ κατ' ἐκεῖνο τὸ βιβλίον ἅπας λόγος ἐπεισαγόμενος τοῖς οἰομένοις αὐτὸν ἐκ πληγῆς τε καὶ [729] διαλείμματος συγκεῖσθαι. τινὲς γὰρ καὶ χωρὶς τοῦ διελέσθαι τὸν ὡς ἐν ὑποκειμένῳ τοῦ κατὰ τὰς ἐπισκέψεις ἁπλῶς ἀπεφήναντο τὸν σφυγμὸν ἐκ πληγῆς καὶ διαλείμματος συγκεῖσθαι. καίτοι κᾂν ἐκ διαστολῆς τε καὶ συστολῆς λέγηται συγκεῖσθαι, ζήτημά τι γίνεται περὶ τῶν ἠρεμιῶν, ἥν τ' ἐπὶ τῇ διαστολῇ πρὸ τῆς συστολῆς καὶ ἣν ἐπὶ τῇ συστολῇ πρὸ τῆς διαστολῆς ἥ τε καρδία καὶ αἱ ἀρτηρίαι ποιοῦνται. κᾂν παραλίπωμεν δέ ποτε τὸ τῆς καρδίας ὄνομα, μόνον τῶν ἀρτηριῶν μνημονεύσαντες, ὑπακούειν χρὴ κατ' ἐκείνης εἰρῆσθαι τὰ αὐτά· καθάπερ κᾂν ἐπὶ τῆς καρδίας εἴπωμέν τι παραλιπόντες τὰς ἀρτηρίας, ἡγεῖσθαι χρὴ καὶ ἐπ' ἐκείνων λελέχθαι τὸ αὐτό. τὴν δ' αὐτὴν ἀπορίαν ἔσχηκε καὶ ἡ κατὰ τὴν ἀναπνοὴν ἠρεμία διττὴ τῶν ἀναπνευστικῶν ὀργάνων. ἡσυχάζει γὰρ ὅ τε θώραξ ὅ τε πνεύμων ἐν τῷ μεταξὺ χρόνῳ τῆς εἴσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος, καὶ κατά γε τὸν χρόνον τῶν ἡσυχιῶν τούτων ἀραιὰν, ἢ πυκνὴν ὀνομάζουσι τὴν ἀναπνοήν. ἥ γε μὴν διάγνωσις οὐχ ὁμοία τούτων ἐστὶ τῶν ἡσυχιῶν καὶ τῶν ἐν τοῖς σφυγμοῖς. ἐναργῶς μὲν γὰρ ἀεὶ ἐπὶ τῆς ἀναπνοῆς [730] φαίνονται, τῶν δ' ἐν τοῖς σφυγμοῖς ἠρεμιῶν ἐνίοις μὲν ἔδοξεν οὐδ' ὅλως εἶναι διάγνωσιν, ἐνίοις δὲ τοῖς ἐκτὸς μόνοις. ἥν περ δὴ αἰσθητὴν καὶ ἡμεῖς εἶναί φαμεν, οὐ μὴν ἐπὶ πάντων γε τῶν σφυγμῶν. ὅτι μὲν οὖν, ὥσπερ ἀναπνοὴ πυκνὴ καὶ ἀραιὰ τῶν ἐπικαίρων ἐστὶ σημείων, οὕτω καὶ σφυγμὸς πυκνὸς καὶ ἀραιὸς, ὡς ἐν τῇ δι' αὐτῶν προγνώσει μαθήσῃ. τὸ δὲ μέρη τὰς ἡσυχίας εἶναι τῆς ὅλης ἀναπνοῆς τε καὶ τῶν σφυγμῶν, ἀμφισβητεῖται. καὶ γὰρ οἱ δοξάζοντες οὕτως οὐ πρώτως, ἀλλὰ κατὰ συμβεβηκὸς εἶναι μέρη φασὶν ἐν ταῖς ἐνεργείαις ταύταις τὰς ἡσυχίας. ἐν μὲν γὰρ ταῖς εἰσπνοαῖς τε καὶ ἐκπνοαῖς ἐνεργεῖ προφανῶς τὰ τῆς ἀναπνοῆς ὄργανα, κατὰ δὲ τοὺς σφυγμοὺς διαστελλομένης τε καὶ συστελλομένης τῆς καρδίας, τὰς μεταξὺ τῶν ἐνεργειῶν τούτων ἡσυχίας παραπλήσιόν τι πρᾶγμα εἶναι τῇ κᾀπὶ τῶν τεθνεώτων αὐτοῖς ὑπαρχούσῃ· ὥσπερ καὶ οἱ λέγοντες ἐνέργειαν εἶναι ἀρτηριῶν τε καὶ καρδίας τὸν σφυγμὸν, ἢ κίνησιν ἀρτηριῶν τε καὶ καρδίας, ἢ διαστολὴν καὶ συστολὴν ἀρτηριῶν τε καὶ καρδίας, δόξουσι παραλιπεῖν τὰς ἡσυχίας, οὐ μικρὰν μοῖραν ἐχούσας [731] εἰς πρόγνωσιν. οἱ γοῦν ἀραιὸς καὶ πυκνὸς σφυγμὸς κατὰ τοῦτο τὸ γένος εἰσὶ, μετὰ τῆς ἐν αὐτοῖς ὁμαλότητός τε καὶ ἀνωμαλίας, ἀταξίας τε καὶ τάξεως, οὐ σμικρὰ δηλοῦντες, ὥσπερ καὶ ὁ διαλείπων καὶ ὁ παρεμπίπτων, κατ' αὐτὸ τὸ γένος τοῦτο συνιστάμενοι, σημεῖον οὐ σμικρὸν οὐδ' αὐτοὶ τῶν ἐσομένων ὄντες. ἐὰν οὖν τις ἐθέλῃ τὸν σφυγμὸν ὁριζόμενος ἐπεισάγειν αὐτῷ τὸν περὶ τῶν ἡσυχιῶν λόγον, εἴτε μέρη τίθεσθαι χρὴ τῶν σφυγμῶν αὐτὰς, εἴτε μὴ, καὶ εἰ μέρη, πότερον πρῶτα καὶ κατὰ τὸν ἴδιον αὐτῶν λόγον, ἢ κατὰ συμβεβηκὸς, οὐκ ὀλίγον ἀναλώσει χρόνον. ἀλλ' ἡμεῖς ὥσπερ ἐπὶ τῶν ἄλλων ἄχρι τοῦ δεῖξαι τὴν καθ' ἕκαστα μακρολογίαν ἀφικόμενοι μετέβημεν ἐφ' ἕτερόν τι, καὶ νῦν οὕτω πράξομεν, ἐπανελθόντες ἐπὶ τοὺς Ἀλεξάνδρου καὶ Δημοσθένους ὅρους, οὓς ἐποιήσαντο τοῦ σφυγμοῦ. φαίνεται γὰρ, εἰ καὶ μὴ τῇ λέξει, τῇ γε δυνάμει ταὐτὰ τῷ διδασκάλῳ βουλόμενος ὁ Δημοσθένης. ὁ μὲν γὰρ Ἀλέξανδρος ἀπροαίρετον ἔφη τὴν τῶν σφυγμῶν ἐνέργειαν ὑπάρχειν, ὁ δὲ φυσικήν· καὶ ὁ μὲν οἵαν τε φαίνεσθαι, ὁ δὲ φαίνεσθαι δυναμένην. οὕτως μὲν οὖν ἐν τῷ κατὰ τὸ ὑποκείμενον ὅρῳ τοῦ σφυγμοῦ φαίνεται τῷ διδασκάλῳ [732] συμφερόμενος ὁ Δημοσθένης, ὡσαύτως δὲ κᾀν τῷ κατὰ τὰς ἐπισκέψεις. εὔδηλον γὰρ ὡς οὐδὲν διαφέρει πληγὴν ἢ πλῆξιν εἰπεῖν, ὥσπερ οὐδ' ἀπροαίρετον ἢ φυσικήν. ὅτι δὲ μόνῳ τῷ τὸν ἤ σύνδεσμον εἰς τὸν ὅρον παραλαβεῖν ἀπέστη τοῦ διδασκάλου, πρόσθεν εἴρηται, καὶ καθ' ὅν τινα λογισμὸν οὕτως ἔπραξεν. ἑξῆς οὖν ἐπισκεψώμεθα τοὺς ὑπὸ τῶν ἄλλων Ἡροφιλείων εἰρημένους ὅρους.

   Ὁ μὲν οὖν Βακχεῖος ἐν ταῖς ἄλλαις ἀκροάσεσι τὸν σφυγμὸν εἶναί φησι συστολὴν καὶ διαστολὴν ἅμα ἐν ἁπάσαις ταῖς ἀρτηρίαις γιγνομένην. πρὸς ὃν ὅρον ἐπηρεαστικῶς μὲν ἀντεῖπον οἱ Ἐρασιστράτειοι, τὸ σφέτερον ἁμάρτημα κατηγορίας ἀρχὴν ποιησάμενοι. δοκεῖ γὰρ αὐτοῖς ἡ μὲν καρδία πρώτη διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τῶν ἀρτηριῶν ἁπασῶν, ἐπιπεμπομένου δὲ τοῦ πνεύματος ἀπ' αὐτῆς εἰς τὰς ἀρτηρίας, κατὰ τὴν ἐπιπλήρωσιν αὐτῶν γίνεσθαι τὴν διαστολὴν, πρῶτον μὲν τῶν πλησίον αὐτῆς τῆς καρδίας, δεύτερον δὲ τῶν ἐφεξῆς ταύταις, εἶθ' ἑξῆς τῶν ἐπὶ ταῖσδε, καὶ οὕτω κατὰ τὸ συνεχὲς ἐπὶ τὰς ἐσχάτας ἁπασῶν ἀρτηριῶν [733] διϊκνεῖσθαι τὴν κίνησιν, οὐδεμίαν αὐτῶν τῶν ἀρτηριῶν ἐχουσῶν δύναμιν οὔτε ἰδίαν οὔτε παρὰ καρδίας ἐπιπεμπομένην αὐταῖς, ᾗ χρώμεναι διαστέλλουσί τε καὶ συστέλλουσιν ἑαυτὰς, ὥσπερ ἡ καρδία. τοῖς δὲ περὶ τὸν Ἡρόφιλον ἀρέσκει τὰς ἀρτηρίας συνεχεῖς οὔσας τῇ καρδίᾳ διὰ τῶν χιτώνων ἐπιῤῥέουσαν ἔχειν τὴν παρ' αὐτοῖς δύναμιν, ᾗ χρώμεναι παραπλησίως αὐτῇ τῇ καρδίᾳ διαστελλόμεναι μὲν ἕλκουσι πανταχόθεν, ὅθεν ἂν δύνωνται, τὸ πληρῶσον αὐτῶν τὴν διαστολὴν, συστελλόμεναι δὲ ἐκθλίβουσι, καὶ διὰ τοῦτο φαίνεσθαι καθ' ἕνα χρόνον ἅμα πάσας αὐτὰς διαστελλομένας τε καὶ συστελλομένας, τὴν αὐτὴν προθεσμίαν τῇ καρδίᾳ τῶν κινήσεων ἀμφοτέρων φυλαττούσας. Ἐρασιστράτῳ δὲ ἀκολουθεῖ μὲν, οὐχ ἅμα φαίνεσθαι τήν τε καρδίαν καὶ τὰς ἀρτηρίας διαστελλομένας τε καὶ συστελλομένας. ἔχει δ' οὐχ οὕτως τὸ φαινόμενον· ὥστ' οὐκ ὀρθῶς ἐνεκάλεσαν οἱ Ἐρασιστράτειοι τῷ Βακχείῳ τὸ φαινόμενον εἰπόντι. βέλτιον δ' ἀντεῖπον ὅσοι φασὶ μόνων τῶν κατὰ φύσιν σφυγμῶν ὑπ' αὐτοῦ γεγονέναι τὸν ὁρισμόν· ἐν γὰρ τῷ παρὰ φύσιν ἔχειν τὸ ζῶον ἐνίοτε φαίνεσθαι μὴ πάσας ἅμα διαστελλομένας τὰς ἀρτηρίας.

[734]    Ἀριστόξενος δὲ ὁ Ἡροφίλειος οὐ τοῦτο μόνον ἐνεκάλεσεν, ἀλλὰ καὶ τὸ παραλελεῖφθαι μὲν τὸ γένος τῶν σφυγμῶν κατὰ τὸν ὅρον, ἐκ διαιρέσεως δ' αὐτοῦ λελέχθαι τι περὶ διαστολῆς καὶ συστολῆς· αὐτὸς γὰρ ἀξιοῖ τὸν σφυγμὸν λέγειν ἐνέργειαν ἀρτηριῶν. τοῦτο γὰρ εἶναι τὸ πρῶτον γένος. εἶτ' ἐπεὶ καὶ ἄλλαι τινὲς ἐνέργειαί εἰσι τῶν ἀρτηριῶν, αὐξανομένων τε καὶ τρεφομένων, προστίθησι τὴν ἰδίαν, ὡς εἶναι τὸν ὅλον ὅρον τοιόνδε· σφυγμός ἐστιν ἐνέργεια καρδίας καὶ ἀρτηριῶν ἴδιος. ὅτι μὲν οὖν τὸ γένος τοῦ πράγματος, οὗ περ ἂν ὁριζόμενοι τύχωμεν, ἁπάντων πρῶτον λέγεσθαι χρὴ κατὰ τὸν ὅρον, ὀρθῶς εἶπεν ὁ Ἀριστόξενος· ἐπεὶ δ' ἐστὶ τὸ μέν τι προσεχὲς αὐτοῦ γένος, οὕτω γὰρ ὀνομάζουσι τὸ διὰ μηδενὸς ἑτέρου μέσου, τὸ δέ τι δι' ἑνὸς, ἢ δυοῖν μέσων, ἢ καὶ τὸ πάντων ἀνωτάτω, ζήτησις οὐ μικρὰ γέγονε, ποῖον χρὴ γένος λέγεσθαι πρῶτον ἁπάντων κατὰ τὸν ὅρον, ἆρά γε τὸ ἀνωτάτω, μεθ' ὃ μηδέν ἐστιν ἔτι γενικώτερον, ἢ τὸ προσεχὲς, ἢ καί τι τῶν μεταξὺ τούτων, ὅταν ἀμφοτέρων τῶν εἰρημένων ᾖ σαφέστερον. εἰκότως οὖν ἐνίοις ἤρκεσε τὸ [735] προσεχὲς γένος τῶν σφυγμῶν κίνησιν εἰπεῖν. οὐσῶν δὲ κινήσεων πολλῶν, ἥ τε γὰρ φορὰ καὶ ἡ ἀλλοίωσις, ἥ τε αὔξησίς τε καὶ φθίσις, ἔτι τε πρὸς τούτοις γένεσίς τε καὶ φθορὰ, κινήσεις εἶναι δοκοῦσιν, ἀκόλουθον ἦν εἰπεῖν ἥν τινα κίνησιν εἶναι βούλοιντο τὸν σφυγμόν. εἶπον γὰρ ἂν δηλονότι φοράν. εἶτα τῆς φορᾶς πολλὰς ἐχούσης διαφορὰς, ἐχρῆν ἐφεξῆς εἰπεῖν ἥν τινα φορὰν εἶναι βούλονται τῶν τοὺς σφυγμοὺς ἀποτελούντων ὀργάνων. ἄνωθεν δέ τις ἀρξάμενος ἀπὸ τοῦ πρώτου γένους, εἰ τοῖς διαλεκτικοῖς ἕπεσθαι βούλοιτο, τὸν σφυγμὸν ἂν ὡρίσατο καρδίας καὶ ἀρτηριῶν ἐνέργειαν εἶναι κατὰ κίνησιν τὴν κατὰ φορὰν γινομένην ἐν τῷ διαστέλλεσθαι καὶ συστέλλεσθαι. τάχα δὲ ἀξιώσει τις τούτοις προσθεῖναι καὶ τὰς ἠρεμίας, ὥσπερ οὖν καὶ ἠξίωσαν ἔνιοι· τινὲς δ' ἀφαιροῦσιν, ὡς κατὰ συμβεβηκὸς, οὐ πρώτως αὐτῶν γινομένων. ἀλλὰ πρὸς Ἀριστόξενον ἱκανὰ καὶ ταῦτα, διαλεκτικῶς μὲν ὁρίζεσθαι βουλόμενον, οὐ φυλάττοντα δὲ τοὺς διαλεκτικοὺς νόμους οὐδ' αὐτόν. ἀξιοῦσι γὰρ οἱ δεινοὶ περὶ τοὺς ὁρισμοὺς ἀπὸ τοῦ πρώτου γένους ἀρξαμένους ἡμᾶς, εἶτα διὰ τῶν μεταξὺ προϊόντας ποιεῖσθαι τὸν ὅλον ὅρον. ἔγραψα δ' ἂν ἴσως τὸ [736] παράδειγμα τοῦ τοιούτου τρόπου τῶν ὅρων, εἰ μὴ τὰ Πλάτωνος ἦν δύο βιβλία πᾶσι γνώριμα, καθ' ἃ διδάσκει τε καὶ γυμνάζει τῇ διαιρετικῇ μεθόδῳ χρωμένους ποιεῖσθαι τοὺς ὁρισμούς. ἐπιγράφει δὲ τῷ βιβλίῳ τούτῳ, τῷ μὲν ἑτέρῳ Σοφιστὴς, τὸ δ' ἑτέρῳ Πολιτικός.

   Ἐπὶ δὲ τὸν ὑπὸ τοῦ Ζήνωνος εἰρημένον ὅρον ἔλθωμεν, ἀνδρὸς οὐδενὸς δευτέρου τῶν Ἡροφιλείων. οὗτος δὴ τὸν σφυγμόν φησιν εἶναι τῶν ἀρτηριωδῶν μερῶν μικτὴν ἐνέργειαν ἐκ συστολῆς καὶ διαστάσεως, καθ' ἣν ἐν ἅπασι τοῖς μέρεσι τὴν αὐτὴν ὑπάρχειν τάξιν ἠκολούθησεν, ἐάν τε ἐν τοῖς ἴσοις ἐάν τε ἐν τοῖς ἀνίσοις ἐκείνη συντελῆται χρόνοις. καὶ οὕτως οὖν ἐνέργειαν μὲν εἰπὼν εἶναι μικτὴν, οὐ μόνον τὸ γένος ἀπεφήνατο τῶν σφυγμῶν, ἀλλὰ καὶ τὴν, ὡς οἴεται, προσεχῆ διαφορὰν, ὑπερβὰς μὲν, ὅτι κατὰ κίνησιν ἡ ἐνέργεια γίγνοιτο, καὶ τῆς κινήσεως κατὰ φορὰν, τῶν δὲ τῆς φορᾶς εἰδῶν ἢ διαφορῶν μνημονεύσας, συστολῆς τε καὶ διαστολῆς. εὔδηλον γὰρ ὅτι τὴν διάστασιν ἀντὶ τῆς διαστολῆς εἴρηκεν. οὐ κακῶς δ' εἶπε μικτὴν εἶναι τὴν κίνησιν, οὐχ ἁπλῆν, [737] οὐδὲ μονοειδῆ, σύνθετος γάρ ἐστιν ἐξ ἐναντίων μορίων, ὡσαύτως τῇ κατὰ τὴν ἀναπνοήν. εὔδηλον δὲ καὶ ὅτι τὸ ἕτερον μέρος μόνον τῆς συνθέτου ταύτης κινήσεως οὐ βούλεται σφυγμὸν ὀνομάζειν, ἀλλὰ μέρος σφυγμοῦ. τὸ γὰρ οἴεσθαι διὰ τοῦτο καὶ τὴν διαστολὴν ὅλην ὀνομάζεσθαι σφυγμὸν, ὅτι μέγας σφυγμὸς λέγεται κατ' αὐτὴν, οὐκ ἐννενοηκότων ἐστὶν, ὡς ἀπὸ τῶν ἐν τοῖς μέρεσι συμβεβηκότων ἐνίοτε τὴν ἐπωνυμίαν ἴσχει τὸ σύμπαν. ἐν γοῦν τῷ σιμὸς ἄνθρωπος καὶ γρυπὸς καὶ γλαυκὸς καὶ χαροπὸς καὶ φαλακρὸς ἑτέροις τε παμπόλλοις ἀπὸ τῆς κατὰ τὰ μόρια διαθέσεως ἐπωνυμία τῷ ὅλῳ γίγνεται. τῶν δ' ἄλλων σχεδὸν ἁπάντων Ἡροφιλείων ἢ ἀρτηριῶν, ἢ καρδίας, ἢ ἀμφοτέρων τούτων τὴν διαστολὴν καὶ συστολὴν σφυγμὸν ὀνομαζόντων, οὗτος οὐ καρδίας καὶ ἀρτηριῶν, ἀλλὰ τῶν ἀρτηριωδῶν μερῶν ἔφη, διὰ τὴν περὶ τῆς καρδίας ζήτησιν, ἣν ἔμπροσθεν εἶπον. ἐκπέφυκε γὰρ ἡ μεγίστη τῶν κατὰ τὸ ζῶον ἀρτηριῶν ἐκ τῆς ἀριστερᾶς κοιλίας αὐτῆς. αὐτὸ δὲ τὸ σῶμα τῆς κοιλίας ταύτης ὅτι μὴ ταὐτόν ἐστι τῷ τῶν ἀρτηριῶν, ὁμολογεῖται καὶ αὐτοῖς τοῖς ἀρτηριώδη καλοῦσιν αὐτήν. [738] ὡς γὰρ νευρῶδές τι σῶμα λέγομεν ἕτερον ὂν νεύρου, οὕτω καὶ ἀρτηριώδη τὴν κοιλίαν ταύτην ἐκάλεσαν ἑτέραν προφανῶς ἔχουσαν οὐσίαν τῶν ἀρτηριῶν. οὐ συγχωρεῖται δ' αὐτοῖς ὑπὸ τῶν ἀντιλεγόντων οὐδ' ἀρτηριώδης ὀρθῶς ὀνομάζεσθαι. τὴν αὐτὴν γὰρ ἔχει φύσιν τῇ δεξιᾷ, σαρκοειδεῖ τὴν οὐσίαν οὔσῃ. διὸ κᾀν τοῖς μυσὶν ἔνιοι τὴν καρδίαν ἐνηρίθμησαν. ἀλλ' οὗτοι μὲν ὅπως σφάλλονται, δι' ἑτέρων δέδεικται· λέγειν δ' οὕτως ἐτόλμησαν διὰ τὴν ὁμοιότητα τῆς σωματικῆς οὐσίας αὐτῶν. ὁμοιότατον γάρ ἐστι τὸ τῆς καρδίας σῶμα τῷ τῶν σκληρῶν μυῶν. καὶ μέντοι καὶ φαίνεται σαφῶς ἀμφοτέραις ταῖς κοιλίαις σφύζουσα, καὶ καθ' ὃν ἔγκειται καιρὸν ἔτι τῷ ζώῳ καὶ μετὰ τὴν ἐξαίρεσιν ἄχρι χρόνου τινός. ἀλλὰ καὶ ὅτι τὸν κατὰ φύσιν μόνον ὥρισται σφυγμὸν ὁ Ζήνων, καὶ κατὰ τοῦτο εἰκότως ἐγκέκληται· τὸ γὰρ ἐν ἅπασι τοῖς μέρεσι τὴν αὐτὴν ὑπάρχειν τάξιν τῆς κινήσεως τῶν ἀρτηριῶν, ἐπὶ μὲν τῶν κατὰ φύσιν ἐχόντων ἀληθὲς, ἐπὶ δὲ τῶν παρὰ φύσιν ἐνίοτε ψεῦδος. ἐγκαλεῖ δ' Ἀριστόξενος εἰκότως τῷ Ζήνωνι, καθάπερ καὶ ἄλλοις πολλοῖς, τῆς περιττῆς προσθήκης ἐν τῷ φάναι, ἐάν τε ἐν τοῖς ἴσοις ἐάν τε ἐν τοῖς [739] ἀνίσοις ἐκείνη συντελῆται χρόνοις. κατὰ γὰρ τὴν κοινὴν καὶ γενικὴν ἔννοιαν τῶν σφυγμῶν μὴ περιέχεσθαι μήτε τοῦτο μήθ' ὅλως ἄλλο τι τῶν κατὰ τὴν διαίρεσιν τοῦ προκειμένου πράγματος εἰς τὸν ὁρισμόν. ὁ γοῦν εἰπὼν τὸν ἄνθρωπον εἶναι ζῶον, εἶτα προσθεὶς αὐτῷ διαφορὰν τὸ πεζὸν, εἶθ' ἑξῆς τὸ δίπουν, οὐκέτι δεῖται τὰς ἐν αὐτοῖς τοῖς ἀνθρώποις προσθεῖναι διαφορὰς, ὡς γενέσθαι τὸν ὅρον τοιοῦτον· ἄνθρωπός ἐστι ζῶον πεζὸν δίπουν, καθ' ὃ τεχνῖται καὶ ἄτεχνοι καὶ σοφοὶ καὶ ἀμαθεῖς γίνονται. μόνων μὲν γὰρ ἀνθρώπων ὄντως εἰσὶν αἱ τοιαῦται διαφοραὶ, περιτταὶ δὲ ὡς πρὸς τὸν οἰκεῖον ὁρισμόν. ἀρκεῖ γὰρ ἤτοι ζῶον πεζὸν δίπουν εἰπεῖν, ἢ ζῶον λογικὸν θνητόν. οὐ γὰρ τὸ προκείμενον εἰς τὸν ὁρισμὸν πρᾶγμα τέμνεσθαι χρὴ, καθάπερ ἔφην, ἀλλὰ τὸ γένος αὐτοῦ, καὶ μέχρι τοσούτου τέμνεσθαι, μέχρις ἂν ἐπὶ τὸ προκείμενον ἀφικώμεθα πρᾶγμα. συμπληρωθείσης δ' ἀκριβῶς αὐτοῦ τῆς ἐννοίας καὶ τοῦ λόγου τὴν οὐσίαν αὐτάρκως δηλοῦντος, ἄχρηστος ἡ μετὰ ταῦτα προσθήκη πᾶσα, καὶ μάλισθ' ἡ κατὰ τὴν διαίρεσιν αὐτοῦ τοῦ μέλλοντος ὁρίζεσθαι πράγματος [740] γιγνομένη. τὸ γὰρ κοινὸν ἁπάντων σφυγμῶν προσήκει δηλοῦσθαι κατὰ τὸν ὅρον, ὅπερ ἐστὶ καθ' ὃ σφυγμοὶ νοοῦνταί τε καὶ λέγονται, οὐ καθ' ὃ τοιοίδε τινὲς σφυγμοί. ὡς ἐάν γέ τινος ἐφάψηται διαφορᾶς ὁ κατὰ τὸν ὅρον λόγος, ὑποκάτω τοῦ προκειμένου πράγματος οὔσης, ἀφορμὴν παρέξει τοῖς ἐγκαλεῖν βουλομένοις ὡς κακῶς τῶν ἄλλων παραλελειμμένων. ὡς γὰρ ὁ Ζήνων προσέθηκεν, ἐάν τε ἐν τοῖς ἴσοις ἐάν τ' ἐν τοῖς ἀνίσοις χρόνοις συντελῆται, τὴν κατὰ χρόνον ἔν γε τοῖς σφυγμοῖς διαφορὰν ἐνδεικνύμενος, οὕτως ἄλλος προσθήσει τὴν κατὰ μέγεθος, εἶτ' ἄλλος τὴν κατὰ σφοδρότητα, καὶ ἄλλος μέν γε τὴν κατὰ πυκνότητα, τὴν κατ' ἀριθμὸν δ' ἄλλος, ἁπάσας δὲ τὰς ὑπολοίπους διαφορὰς ἄλλος τις καὶ ἄλλος. ταῦτα μὲν οὖν εἰκότως ἐμέμψαντο τῷ τοῦ Ζήνωνος ὅρῳ, πλεονασθέντι περιττῶς. εἶχον δ' ἐγκαλεῖν, εἴπερ ἐβούλοντο, καὶ τὰ παρὰ τοῖς διαλεκτικοῖς εἰρημένα περὶ τῶν πλεοναζόντων ὅρων κατὰ τὴν λέξιν. ἐπιδεικνύουσι γὰρ οἱ ἄνδρες ἐκεῖνοι τὴν τῆς λέξεως αὔξησιν, μείωσιν ἐργαζομένην τοῦ κατὰ τὸν ὁρισμὸν πράγματος, καθάπερ εἰ καὶ τὸν ἄνθρωπόν τις εἴποι πεζὸν δίπουν ζῶον γεωμετροῦν. οἱ γὰρ μὴ γεωμετροῦντες οὐκ ἔσονται [741] ἄνθρωποι. προδήλου γεγονυίας ἤδη καὶ τῆς κατὰ τοῦτον τὸν ὅρον ἀντιλογίας αὐτῶν, εἰς ὅσον ἐκτείνεσθαι δύναται, μεταβῶμεν ἀπὸ τοῦ Ζήνωνος ἐπὶ τὸν Χρύσερμον, ὁριζόμενον οὑτωσὶ τὸν σφυγμόν·

   Σφυγμός ἐστι διάστασις καὶ συστολὴ ἀρτηριῶν, πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν συντρέχοντος ὑπὸ ψυχικῆς καὶ ζωτικῆς δυνάμεως, παρεπομένη διαπαντὸς ἐν τῷ ὑγιαίνειν καὶ νοσεῖν, πρὸς αἴσθησιν ληπτή. φαίνεται δὲ καὶ οὗτος ὁ ἀνὴρ παραλελοιπὼς μὲν τὴν καρδίαν, τὴν δὲ τοῦ χιτῶνος τῶν ἀρτηριῶν κατὰ κύκλον ἐπανάστασίν τε καὶ συνίζησιν ὀνομάζων σφυγμὸν, ἅσπερ οἱ πλεῖστοι συστολήν τε καὶ διαστολὴν ἐκάλεσαν. ὃ δ' ἄλλοι τινὲς ἐκ τῶν Ἡροφιλείων παρέλιπον, αὐτὸς προσέθηκεν· ὑπὸ γὰρ ψυχικῆς καὶ ζωτικῆς δυνάμεως ἔφη γίνεσθαι τὴν εἰρημένην τῶν ἀρτηριῶν κίνησιν, ἐκ περιττοῦ μὲν προστιθέμενον, εἰ τὸν ἐννοηματικὸν ὀνομαζόμενον ὅρον ἀποδιδοίη τις, οὐκ ἐκ περιττοῦ δὲ τοῖς ἀξιοῦσι τοὺς ὅρους οὐσιώδεις λέγεσθαι. τῶν γὰρ ἐν γενέσει πραγμάτων ὁ περιέχων τὸ ποιοῦν [742] αἴτιον ὅρος ἄριστος εἶναι δοκεῖ. τῶν τοιούτων δ' ἐστὶ καὶ ὁ σφυγμὸς, ἐν τῷ γίνεσθαι τὴν ὕπαρξιν ἔχων, ὥσπερ καὶ πᾶσα κίνησις. εἰ δ' ἀληθῶς, ἢ οὐκ ἀληθῶς ὑπὸ ψυχικῆς καὶ ζωτικῆς δυνάμεως ἔφη γίνεσθαι τὸν σφυγμὸν, οὐ μικρὰ ζήτησις ἐκδέχεται τὸν λόγον, ἣν ὁ πάντ' ἐν πᾶσι λέγειν βουλόμενος ἐπεισάξει τῇ προκειμένῃ σκέψει, καίτοι γ' οὐκ οὔσης ἀνάγκης· οἱ γὰρ τὴν οὐσίαν τοῦ πράγματος ἑρμηνεύοντες ὅροι κατὰ τὰ δόγματα τῶν ὁριζομένων γίγνονται, πρὸς ἃ τὴν μὲν ἀντιλογίαν ἰδίᾳ χρὴ ποιεῖσθαι, δι' αὐτὰ δὲ τὸν ὅρον, ὡς οὐ νομίμως γεγονότα μὴ συκοφαντεῖν. ἐν δὲ τῇ περὶ τῆς ἀληθείας σκέψει τῶν εἰρημένων, ἐν αὐτῇ περιέχεται καὶ ἡ τοιαύτη πᾶσα μακρολογία εἰ δ' ἐγκαλεῖν τις ἐθέλοι διότι συνέχεεν εἰς ἕνα λόγον ἀμφοτέρους τοὺς ὅρους, τόν τε ἐννοηματικὸν ὀνομαζόμενον, ὃς κατὰ τὴν κοινὴν ἔννοιαν προέρχεται, καὶ τὸν οὐσιώδη καλούμενον, ὃς τὴν οὐσίαν ἑρμηνεύει τοῦ πράγματος, ὀρθῶς τ' ἐγκαλέσει καὶ πολλοὺς τῶν εἰρημένων ὅρων ὑπευθύνους ἀποδείξει τῇ τοιαύτῃ κατηγορίᾳ. τὴν ἀρχὴν μὲν γὰρ ἁπάσης τῆς διδασκαλίας ἀπό τινος κατὰ τὴν ἔννοιαν ὁρισμῶν γίγνεσθαι προσῆκεν, ἀπ' ἐκείνης δ' ἤτοι [743] κατὰ βραχὺ μεταβαίνειν ἐπὶ τοὺς οὐσιώδεις, ἢ ἀθρόως ἐπὶ τὸν ἀκριβῶς ἑρμηνεύοντα τὴν οὐσίαν τοῦ προκειμένου πράγματος. εἴρηται δέ μοι κατὰ τὴν ἀρχὴν εὐθέως τοῦδε τοῦ πράγματος, ὁποῖον μέν τινα τὸν ἀκριβῶς τὸν ἐννοηματικὸν ὅρον προσῆκεν εἶναι, ὁποίους δὲ τοὺς ἀποχωροῦντας αὐτοῦ κατὰ βραχύ. διόπερ οὐδὲ χρονίζειν ἔτι κατὰ τὸν λόγον ἀναγκαῖον. ὥσπερ γὰρ τοῦτο λέλεκται πρόσθεν, οὕτω καὶ περὶ τῶν ἄλλων ὅλων, ὅσα κατὰ τὸν ὅρον ὁ Χρύσερμος εἶπεν.

   Ὅ γε μὴν Ἐρυθραῖος Ἡρακλείδης, ἐνδοξότατος τῶν μαθητῶν αὐτοῦ γενόμενος, οὐ πάνυ φαίνεται προσιέμενος τοῦ διδασκάλου τὸν ὅρον. συστολὴν γὰρ ἔφη καὶ διαστολὴν ἀρτηριῶν καὶ καρδίας εἶναι τὸν σφυγμὸν ὑπὸ ζωτικῆς καὶ ψυχικῆς δυνάμεως πλειστοδυναμούσης ἀποτελούμενον. τὸ μὲν οὖν διαστολὴν ἀντὶ διαστάσεως εἰπεῖν ἐν φωνῇ μόνον, οὐκ ἐν πράγματι διαφωνοῦντός ἐστι, τὸ δ' ἀφελεῖν ἐξ αὐτοῦ τὸ παρεπομένην διαπαντὸς ἐν τῷ ὑγιαίνειν καὶ νοσεῖν ἐν πράγματι. παραλείπει γὰρ ὡς περιττὸν τοῦτο, καθάπερ γε καὶ τὸ πρὸς αἴσθησιν ληπτὴν εἶναι τὴν εἰρημένην κίνησιν τῶν ἀρτηριῶν καὶ τῆς καρδίας, καίτοι τὸ [744] μὲν διαπαντὸς ἐν τῷ ὑγιαίνειν φαίνεσθαι τὸν σφυγμὸν κατὰ τὴν ἔννοιάν ἐστιν αὐτοῦ μάλιστα, καὶ μέντοι καὶ κατὰ τὰς πλείστας τῶν νόσων, οὐ γὰρ δὴ πάσας γε. τὸ δὲ πρὸς αἴσθησιν ληπτὴν εἶναι τὴν κίνησιν αὐτῶν εἴρηταί μοι πρόσθεν, ὁποίου χρῄζει διορισμοῦ κατὰ τὸν λόγον ἐκεῖνον, ἐν ᾧ περὶ τῶν ὑπ' Ἀλεξάνδρου τε καὶ Δημοσθένους εἰρημένων ὅρων ἐσκοπούμην. ἀφεῖλε δὲ καὶ τὸ πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν συντρέχοντος, ὡς ἐν τῷ διαστέλλεσθαί τε καὶ συστέλλεσθαι δεδηλωμένων αὐτῷ. τῷ δ' ὑπὸ ζωτικῆς καὶ ψυχικῆς δυνάμεως γίνεσθαι τὸν σφυγμὸν ὑπὸ Χρυσέρμου λελεγμένῳ προσέθηκεν ὁ Ἡρακλείδης τὸ πλειστοδυναμούσης, ἐπειδὴ καὶ ἄλλα τινα συντελεῖν εἰς τὴν τῶν σφυγμῶν γένεσιν ὁ Ἡρόφιλος αὐτός φησι καὶ πάντες οἱ ἀπ' αὐτοῦ κληθέντες Ἡροφίλειοι. μέμφεταί γε μὴν ὁ Ἀριστόξενος καὶ τούτῳ καὶ Ἀπολλωνίῳ τῷ Μυῒ, προσθέντι καὶ αὐτῷ τὸ πλειστοδυναμούσης. οὐ γὰρ ἐχρῆν, φησὶ, τὸ κοινὸν ἁπάσης ἐνεργείας φυσικῆς ὡς ἴδιον τῶν σφυγμῶν λέγεσθαι. μέμφεται δὲ καὶ τῷ πάντῃ τὸν χιτῶνα τῆς ἀρτηρίας κυκλοτερῶς [745] διΐστασθαι λελέχθαι κατὰ τὸν ὅρον, οὐ μόνον, ὥσπερ ὁ Ἡρακλείδης, ὡς περιττῷ, ἀλλ' ὅτι καὶ τῶν παρὰ φύσιν σφυγμῶν ἔνιοι τὴν διαστολὴν τῆς ἀρτηρίας οὐχ ὁμαλὴν ποιοῦνται, καθάπερ ἑαυτῶν μέρος. ἐπηρεάζει δὲ τῷδε προδήλως· εἰ γὰρ αὐτὸς ὁ Χρύσερμος ἐνεγεγράφει τῷ ὅρῳ τὸ ὁμαλῶς, εἰκότως ἂν ἤλεγχεν αὐτὸν ἀναμιμνήσκων τῶν ἀνώμαλον ἐχόντων τὴν κίνησιν σφυγμῶν, ἐπεὶ δ' ἁπλῶς ἔφη, πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν συντρέχοντος, οὐκέτ' εὐλόγως ἐγκαλεῖ. βέλτιον δ' ἦν, εἴπερ ὅλως ἐφιλοτιμεῖτο διελέγχειν τὸν Χρύσερμον, ἐπὶ τοὺς τοιούτους τῷ λόγῳ ἀφικέσθαι σφυγμοὺς, ἐν οἷς ὁ χιτὼν τῆς ἀρτηρίας ὥσπερ χορδὴ φαίνεται τεταμένος, ἄνω μὲν καὶ κάτω τῆς ἀρτηρίας ὅλης φερομένης, οὐ μὴν διαστελλομένης γε. τοῦτο γὰρ εἴρηταί τισιν εἰς μὲν ἐξήγησιν τοῦ τοιούτου σφυγμοῦ χρησίμως, οὐ μὴν εἰς ἀκριβῆ γε ἐπιστήμην. ἀδύνατον γοῦν ἐστι μηδ' ὅλως διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τὰς ἀρτηρίας ἔτι ζῶντος τοῦ ζώου. δυνατὸν δὲ μὴ φαίνεσθαι τοῦτο πασχούσας ἐναργῶς διά τε τὴν βραχύτητα τῆς διαστολῆς [746] καὶ τὸν ἐζευγμένον κλόνον ταῖς τοιαύταις ἀρτηρίαις. ἐλέγομεν γοῦν τηνικαῦτα ταῖς τεταμέναις χορδαῖς ὁμοίως φαίνεσθαι τὰς ἀρτηρίας ἀνιούσας τε καὶ κατιούσας, οὐ μὴν διαστελλομένας τε καὶ συστελλομένας σαφῶς. ὥστε οὐδὲ κατὰ τοῦτον τὸν λόγον εἰκότως ἄν τις ἐγκαλέσειεν ὡς ψευσαμένῳ τῷ Χρυσέρμῳ περὶ τῆς κατὰ κύκλον διαστολῆς τε καὶ συστολῆς τῶν ἀρτηριῶν, οὐ περὶ τῆς αἰσθητῆς κινήσεως αὐτῶν ποιησαμένῳ τὸν ὅρον, ἀλλὰ περὶ τῆς οὐσιώδους ὑπάρξεως τοῦ σφυγμοῦ. ἀλλὰ γὰρ εἴ τις βούλοιτο καὶ περὶ τούτων ἢ αὐτὸς γνῶναι τὰ λελεγμένα τοῖς ἀνδράσιν, ἢ μεταστρέφειν εἰς ὑπομνήματα, τοῦ μὲν Ἐρυθραίου τὸ ἕβδομον ἀναγνώτω περὶ τῆς Ἡροφίλου αἱρέσεως, τοῦ Ἀπολλωνίου δὲ τὸ εἰκοστὸν ἔννατον, Ἀριστοξένου δὲ τὸ τρισκαιδέκατον. ἐμοὶ δ' ἀρκεῖ καθ' ἑκάστην ἀντιλογίαν ἐνδεικνυμένῳ τὰ κεφάλαια τῶν λόγων ἐφ' ἕτερόν τι μετέρχεσθαι· καὶ γὰρ καὶ οὕτω πράττοντι τὸ βιβλίον ὅλον ὑποπληρώσιται. κάλλιον δὲ ἴσως μηδὲ τοῦτο παραλιπεῖν, ὡς αὐτὸς ὁ Ἀριστόξενος, Ἀλεξάνδρου τοῦ Φιλαλήθους γεγονὼς μαθητὴς, ἐλέγξας τε τοὺς τῶν πρεσβυτέρων ἑαυτοῦ πάντας ὅρους, ὡς οἴεται, κάλλιστα δ' [747] ἔχειν εἰπὼν τόνδε· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν ἐνέργεια ἴδιος, ὅμως αὐτὸς ἐφεξῆς, οὐδὲν κωλύει, φησὶ, καὶ τοιοῦτον ὅρον ποιήσασθαι· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν ἐνέργεια ἴδιος, μικτὴ, ἀπροαίρετος. ἐπαινεῖ δὲ τοῦτον τὸν ὅρον ὡς σαφέστερον τοῦ πρόσθεν, ἐκείνῳ μαρτυρῶν τὸ σύντομόν τε καὶ τεχνικόν. οἴεται γὰρ ἀπροαιρέτους κινήσεις πολλάκις ὅμως ἔχειν τι καὶ προαιρετικόν· ὅπερ εὔδηλόν ἐστιν ὁπόσας ἀντιλογίας ἔχει καὶ ζητήσεις. ἀλλὰ τὰ μὲν τοιαῦτα πρὸς τοὺς ἀφ' ἑτέρων αἱρέσεων ἀμφισβητεῖται καὶ τούτῳ καὶ τοῖς ἄλλοις Ἡροφιλείοις, αὐτῷ δὲ τῷ Ἡροφίλῳ φαίνοιτ' ἂν διαφερόμενος ἐν τῷ τὸν σφυγμὸν ἐνέργειαν μὲν εἶναι νομίζειν ἀρτηριῶν καὶ καρδίας, μέρη δ' αὐτῷ τίθεσθαι τὴν διαστολήν τε καὶ συστολὴν καί ποτε καὶ τὰς ἠρεμίας. ἐὰν γὰρ ἀκριβῶς ἕπηται τοῖς Ἡροφίλου δόγμασιν, ἡ συστολὴ μὲν ἐνέργεια τῶν ἀρτηριῶν ἐστιν, ἡ διαστολὴ δὲ εἰς τὴν οἰκείαν τε καὶ φυσικὴν κατάστασιν τοῦ σώματος αὐτῶν ἐπάνοδος. βούλεται γὰρ, ὥσπερ ἐπὶ τῶν τεθνεώτων ὁρᾶται διεστὼς ὁ χιτὼν τῆς ἀρτηρίας, οὕτω κᾀπὶ τῶν ζώντων [748] ὅσον ἐφ' ἑαυτῷ διεστάναι, τοὐναντίον Ἀσκληπιάδου δοξάζοντος· οἴεται γὰρ ὁ ἀνὴρ οὗτος καὶ τὴν καρδίαν καὶ τὰς ἀρτηρίας διαστέλλεσθαι πληρουμένας πνεύματος, εἰσρέοντος αὐταῖς διὰ λεπτομέρειαν, ἣν ἐντὸς ἑαυτῶν ἔχουσιν, ὅταν δὲ πληρωθεισῶν εἰς τὸ ἔμπροσθεν οὐκέτι ῥέῃ, καταπίπτειν αὖθις εἰς τὴν ἔμπροσθεν ὑπάρχουσαν ἑαυταῖς κατάστασιν φύσει τὸν χιτῶνα. καὶ τοῦτο ἐν παρέργῳ τὸ ζήτημα παρεισέρχεσθαι δύναται τοῖς ἀπέραντα μακρολογεῖν ἐθέλουσι σοφισταῖς. ὥσπερ δ' ἐνταῦθα πολλῶν λόγων ὑπόθεσιν ἑαυτῷ τις πορίσασθαι δύναται, κατὰ τὸν αὐτὸν τρόπον, ἐὰν τὰ γεγραμμένα Φιλωνίδῃ τῷ Σικελῷ κατὰ τὸ περὶ τῆς ἰατρικῆς ὀκτωκαιδέκατον προχειρίζηταί τις, ὧν ἐπὶ βραχὺ καὶ Ἀγαθῖνος ἐμνημόνευσε μεμφόμενος αὐτῷ πρῶτον μὲν ὡς μοχθηρῶς ἀποφηναμένῳ τὸν σφυγμὸν ἐν ἀρτηρίαις μόναις γίγνεσθαι, δεύτερον δὲ ὡς καὶ τὸν Βακχεῖον οὐκ ὀρθῶς ἑαυτῷ συνεπισπωμένῳ, τὴν πολυλογίαν αὐξήσεις δηλονότι κᾀκ τοῦ τοιούτου τρόπου τῷ λόγῳ. πρῶτον μὲν γὰρ δεήσει τὰ ἐπιχειρήματα λέγειν οἷς πεισθεὶς ὁ Φιλωνίδης ἀρτηριῶν μόνων τὸν σφυγμὸν οἴεται εἶναι, δεύτερον δ' ἐξελέγχειν αὐτὰ, καὶ τρίτον ἐπιδεικνύναι [749] τὸν Βακχεῖον ἐν μὲν ταῖς ἀκροάσεσιν οὕτως εἰρηκέναι τὸν σφυγμὸν εἶναι συστολὴν καὶ διαστολὴν ἐν ἁπάσαις ταῖς ἀρτηρίαις γινομένην. ἐν δὲ τῇ τῶν σφυγμῶν ἐπιτομῇ κατὰ λέξιν οὕτως γράφει· σφυγμὸς δὲ καὶ πᾶν πάθος σφυγμοῦ μόνον ἐν ἀρτηρίαις καὶ καρδίᾳ συμβαίνει. καὶ μετ' ὀλίγα πάλιν· ὁ μὲν γὰρ σφυγμὸς, καθάπερ ἐῤῥέθη, διάστασίς τέ ἐστι τῆς ἀρτηρίας, ἢ τοῦ ἀρτηριώδους μέρους τῆς καρδίας. καὶ πρὸ πάντων ἐκείνου μέμνησο τοῦ μέχρι δεῦρο μόνων σχεδὸν τῶν Ἡροφιλείων ἡμᾶς τοὺς ὅρους προκεχειρίσθαι, πολλῶν καὶ τοῖς Ἐρασιστρατείοις καὶ τοῖς Ἀσκληπιαδείοις γεγονότων· ὥσπερ γε καὶ τοῖς ἀπ' Ἀθηναίου τοῦ Ἀτταλέως, οὓς πνευματικοὺς ὀνομάζουσιν, εἰ καὶ μὴ τοσούτων ὅρων, ὅμως γοῦν οὐ τοσούτων εἰρημένων. ὁ γοῦν Ἀγαθῖνος, οὗ σμικρὸν ἔμπροσθεν ἐμνημόνευσα, καίτοι τοῖς δι' ὅρων ἐπιχειροῦσιν ἅπαντα διδάσκειν ἐπιτιμῶν, ὅμως καὶ αὐτὸς ἓν ἔγραψεν ὅλον βιβλίον τὸ πρῶτον περὶ σφυγμῶν, ἐξηγούμενος ἕκαστον τῶν ἐν τοῖς σφυγμοῖς ὀνομάτων ἅμα τοῖς οἰκείοις ὅροις τῶν πραγμάτων. ἀλλὰ περὶ μὲν τῶν ἄλλων σιωπῶ. πρόκειται γὰρ ἐν τῷδε τῷ γράμματι τοῦ κατὰ τὸν σφυγμὸν [750] ὅρου μόνου μνημονεύειν, ἐπιδεδειχότος μου πολλάκις, οὐδὲν ἧττον τοῦδε καθ' ἑκάστην διαφορὰν σφυγμῶν ὁμοίως δύνασθαι πληρωθῆναι βιβλίον, ἐάν τέ τις ὁρίζηται τὸν μέγαν σφυγμὸν, ἅμα τοῖς παρακειμένοις αὐτῷ, κατὰ τὸ πηλίκον τῆς διαστολῆς, ἐάν τε τὸν μικρὸν, ἅμα τοῖς κατὰ τοῦτο παρακειμένοις. οὕτω δὲ καὶ τοὺς ἄλλους ἅπαντας· καὶ νῦν, ὡς ἔφην, ὑπὲρ αὐτοῦ μόνου τοῦ σφυγμοῦ πρόκειται διελθεῖν ἐπὶ κεφαλαίων.

   Ὁ τοίνυν Ἀγαθῖνος ἐπιτιμῶν τοῖς πάντως ὁρίζεσθαι τὸν σφυγμὸν βουλομένοις, ὅμως καὶ αὐτὸς εἰς μακρολογίαν οὐκ ἀναγκαίαν ἐνέπεσε μετὰ τοῦ καὶ σφάλλεσθαι φανερῶς, οἰόμενος ὁμωνύμως λέγεσθαι τὸν σφυγμόν. ἄλλως μὲν γὰρ, φησὶ, τὴν τῆς καρδίας καὶ τῶν ἀρτηριῶν κίνησιν λέγομεν σφυγμὸν, ἄλλως δὲ τὴν ἐν ταῖς φλεγμοναῖς γινομένην αὐτῷ τῷ κάμνοντι συναίσθησιν. καὶ γὰρ καὶ ταύτην ὁμωνύμως φησὶ καλεῖσθαι σφυγμόν· ἀλλὰ καὶ τὴν διαστολὴν τῆς ἀρτηρίας μόνην, καὶ ταύτην ὀνομάζεσθαι σφυγμὸν, ἐπειδὰν ἤτοι μέγαν, ἢ σφοδρὸν εἶναι λέγωμεν αὐτὸν, οὐ γινομένων τούτων ἐν τῇ συστολῇ. καὶ μέντοι καὶ τὸν Ἀθήναιόν [751] φησιν οἴεσθαι καὶ τὴν συστολὴν ὀνομάζεσθαι σφυγμὸν, ᾧ σημαινομένῳ κελεύει τὸν Ἡρόδοτον ἐπιστῆναι. τούτῳ γὰρ ἀνδρὶ προσεφώνησε τὸ βιβλίον, ἑαυτοῦ μὲν ὄντι μαθητῇ, πάνυ δ' ἐπιφανῶς ἰατρεύσαντι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν. ἀλλὰ τὸν σύνθετον ἐκ πλειόνων διαστολῶν ὀνομάζεσθαί φησι σφυγμὸν, ἔτι τε πρὸς τούτοις οὐ μόνον τὸν ἐκ τῶν διαστολῶν, ἀλλὰ καὶ τῶν συστολῶν. ὅρα δὲ, φησὶ, μή τις καὶ ὁ κατὰ τὸν καρπὸν ἴδιος ὀνομάζεται σφυγμός. δοκεῖ δέ μοι, φησὶ, σφυγμὸς λέγεσθαι καὶ ἡ τῶν ἐν προχείρῳ τεταμένων ἀρτηριῶν κίνησις. ἐπὶ τούτοις ἅπασι καὶ τοῦ κατὰ τὰ ὑποχόνδρια γινομένου παλμοῦ μνημονεύει ζητῶν, εἰ καὶ τοῦτον ἄμεινόν ἐστιν ὀνομάζειν σφυγμόν. γίνεσθαι μὲν γὰρ αὐτὸν ἐνίοις τῶν παρακοπτικῶν, εἶναι δὲ τῆς κατὰ τὴν ῥάχιν ἀρτηρίας τῆς παχείας. καὶ εἴπερ καὶ ταύτην, φησὶ, τὴν κίνησιν ὀνομάζομεν οὐ σφυγμὸν, ἀλλὰ παλμὸν, ἔσται τις ἀρτηριῶν κίνησις, οὐ σφυγμὸς, ἀλλὰ παλμὸς ὀνομαζομένη. καθ' ὃ σημαινόμενον καὶ ὁ Ἡλεῖος Αἰγίμιος ἐπέγραψε τὸ περὶ παλμῶν βιβλίον, ἐν ᾧ περὶ τῶν σφυγμῶν διαλέγεται. παρεισέρχεται δὲ κᾀνταῦθα πάλιν λόγος ἕτερος τοῖς μακρολογεῖν [752] ἐθέλουσι, σκοπουμένοις εἰ γνήσιον ὄντως ἐστὶν Αἰγιμίου τὸ βιβλίον, ἢ εἰ πρῶτος Αἰγίμιος ἁπάντων ἔγραψε περὶ σφυγμῶν βιβλίον, ἢ καί τις ἄλλος πρὸ αὐτοῦ. τοῦτο μὲν ὄντως περιττὸν, οὐ περιττὸν δ' ἴσως δόξει εἶναι, καίτοι περιττὸν ὂν, ἐπισκέψασθαι πότερον ἕν τι σημαίνεται πρὸς τοῦ σφυγμοῦ ὀνόματος, ἢ πολλά. φαίνεται γὰρ καὶ ὁ Ἀρχιγένης ἠκολουθηκέναι κατὰ τοῦτο τῷ διδασκάλῳ, πολλαχῶς οἰόμενος λέγεσθαι τὸν σφυγμόν. ἵνα δέ τις ἐπικρίνῃ τοὺς τοιούτους λόγους, ἀναγκαῖόν ἐστιν αὐτὸν ἐν τῇ τῶν γενῶν εἰς εἴδη τε καὶ διαφορὰς τομῇ γεγυμνάσθαι. μόνως γὰρ οὕτως τὰ ἴδια καὶ τὰ κοινὰ σημαινόμενα τῶν ὀνομάτων ἑκάστου δυνατὸν εὑρίσκειν ἐστί. πολλαχόθι γ' οὖν μοι δοκοῦσι καὶ οἱ δόξαν ἐπὶ διαλεκτικῇ μεγάλην ἔχοντες ἡμαρτηκέναι, τοσαῦτα σημαινόμενα τῶν γενικῶν προσηγοριῶν οἰηθέντες ὑπάρχειν, ὅσαι πέρ εἰσιν αἱ καθ' ἑκάστην αὐτῶν οἰκεῖαι διαφοραί. λέγω δὲ, εἴ τις οἰηθείη τὴν, ζῶον, φωνὴν, οὐχ ἕν τι σημαίνειν· ἄλλως μὲν γὰρ λέγεσθαι ζῶον ἀθάνατον, ἄλλως δὲ θνητὸν, καὶ λογικὸν μὲν ἄλλως, ἄλογον δὲ ἄλλως, καὶ δὴ καὶ ἄγριόν τε καὶ [753] ἥμερον, ἀγελαῖόν τε καὶ μονότροπον, ὅσα τ' ἄλλα τοιαῦτα, ὥστε ἐάν τις ἐπέξεισι τῷ λόγῳ τῷδε καὶ γυμνάζῃ τὸν μαθητὴν ἐπὶ παραδειγμάτων πλειόνων ἑτοίμως ὁρᾷν τό τε κοινὸν ἐν πολλοῖς καὶ τὸ καθ' ἕκαστον ἴδιον, οὐκ ὀλίγον τριβήσεσθαι χρόνον. καὶ μὴν οὐχ οἷόν τε χωρὶς τοιαύτης διδασκαλίας ἐπιδεῖξαι τὴν τοῦ σφυγμοῦ προσηγορίαν ἕν τι σημαίνειν, ὥσπερ τὴν τοῦ ζώου, κᾂν ὅτι μάλιστα κατὰ τὴν ἑκατέρου τομὴν εὑρίσκωνται διαφοραὶ πολλαί. πρόδηλον οὖν ἤδη κᾀνταῦθα τὸ μῆκος τῶν λόγων καί τινος ἑνὸς ὅλου καὶ αὐτὸ δεόμενον βιβλίου τῷ βουλομένῳ διελθεῖν, ἀφ' ὧν ὁρμηθέντες οἱ ἄνδρες οἵδε νομίζουσι πολλαχῶς λέγεσθαι τὸν σφυγμὸν, ὅ τι τε τὸ παρακρουσάμενον αὐτούς ἐστιν. εἴρηται μὲν οὖν μοι περὶ τούτων ἐπ' ὀλίγον κᾀν τῷ πρώτῳ τῶν ἐξηγητικῶν ὧν εἰς τὸ περὶ σφυγμῶν Ἀρχιγένους πεποίημαι, τὸν ἀριθμὸν ὄντων ὀκτώ. καὶ νῦν δὲ ἀρκέσει, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἓν δεδεῖχθαι τὸ μῆκος τῶν ἐσομένων λόγων, ἐὰν ἅπαντά τις ἐπεξέρχηται τὰ τοιαῦτα. φαίνεται δ' οὖν καὶ ὁ Ἀγαθῖνος, εἰ καὶ ὅτι μάλιστα τοῖς ἐπιχειροῦσιν ὁρίζεσθαι τὸν σφυγμὸν ἐπιτιμᾷ, δι' αὐτῶν τῶν λεγομένων ὑπ' αὐτοῦ [754] ποτὲ μὲν ἐνέργειαν ἀρτηριῶν τε καὶ καρδίας αὐτὸν εἶναι νομίζων, ποτὲ δὲ κίνησιν ἀρτηριῶν τε καὶ καρδίας, ἔστι δ' ὅτε καὶ διαστολὴν καὶ συστολὴν ἀρτηριῶν καὶ καρδίας, οὐ μαχομένων ἀλλήλοις τῶν εἰρημένων λόγων, ἀλλὰ τοῦ μὲν, ὡς ἂν εἴποι τις, ὄντος γενικωτέρου, τῶν δ' εἰδικωτέρων.

   Ὁ γοῦν Ἀρχιγένης ἐξειργάσθαι δοκῶν τὸν περὶ τῶν σφυγμῶν λόγον ἐν ἑνὶ μεγάλῳ βιβλίῳ κατὰ τὴν ἀρχὴν αὐτοῦ τόνδε τὸν ὅρον ἔγραψε· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν διαστολὴ φυσική τε καὶ συστολὴ φυσικὴ, προσθεὶς δηλονότι τὸ φυσικὴ τῷ τοῦ Ἀγαθίνου λόγῳ δι' ἣν ἔμπροσθεν αἰτίαν εἶπον. ἐκ διαστολῆς τε καὶ συστολῆς ὡς μερῶν συγκεῖσθαι νομίζουσι τὸν σφυγμὸν οἱ πνευματικοὶ πάντες, ἐνεργείας ἡγούμενοι τὰς κινήσεις ἀμφοτέρας εἶναι, τῶν περὶ τὸν Ἡρόφιλόν τε καὶ Ἀσκληπιάδην οὐχ ὁμοίως δοκούντων φέρεσθαι. τὸν μὲν οὖν Ἡρόφιλον περὶ διαστολῆς τε καὶ συστολῆς ἀρτηριῶν ζήτησιν ἰδίαν ἔχειν μακροτέραν· ἐνίοτε μὲν γάρ σοι δόξει καὶ τὴν διαστολὴν καὶ τὴν συστολὴν ἐνέργειαν νομίζειν, ὡς τὸ πολὺ δὲ μόνην τὴν συστολήν· [755] ὁ δὲ Ἀσκληπιάδης, οὐδεμίαν ὑπολαμβάνων δύναμιν ὑφ' ἧς ἥ τε καρδία καὶ αἱ ἀρτηρίαι κινοῦνται, ποικίλος ἐστὶ κατὰ τὴν λέξιν ὥσπερ ἐν ταῖς ἄλλαις ἁπάσαις ἐνεργείαις φυσικαῖς τε καὶ ψυχικαῖς, οὕτω κᾀν τῇδε. ποτὲ μὲν γάρ σοι δόξει μὴ ἐνεργείας αὐτὰς τίθεσθαι, καίτοι γε ἀκόλουθον αὐτοῦ ταῖς ὑποθέσεσι τοῦτ' ἔστι, ἐνίοτε δὲ ἐνεργείας αὐτὰς τίθεσθαι, ὡς καταχρώμενος, ἢ τῷ ἔθει συγχωρῶν. οἱ δ' ἀπ' Ἀθηναίου πάντες, ὡς εἴρηται, τὰς κινήσεις ἀμφοτέρας ἐνεργείας ἡγοῦνται, τήν τε ἐν τῷ διαστέλλεσθαι γιγνομένην καὶ τὴν ἐν τῷ συστέλλεσθαι, οὕτω τε καὶ ἡμεῖς ὑπολαμβάνομεν, οὐκ ἐπὶ μόνων τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας, ἀλλὰ καὶ τοῦ θώρακος. καὶ γὰρ καὶ τοῦτον ἐνεργεῖν ἐδείξαμεν ἔν τε τῷ διαστέλλεσθαι καὶ συστέλλεσθαι. διορίζομαι δὲ ὡς ἐπὶ τοῦ θώρακος, οὕτω κᾀπὶ τῶν ἀρτηριῶν τὰς ἐπὶ τὴν μέσην κατάστασιν ἀπὸ τῶν ἄκρων φορὰς, ἐνίοτε μὲν ἐνεργείας χωρὶς, ἐνίοτε δὲ σὺν ταύτῃ γινομένας. ἐὰν οὖν καὶ τὰς περὶ τούτων ἀποδείξεις ἐπεισάγῃ τις τῷ λόγῳ, καὶ κατὰ τοῦτ' αὐτὸν εἰς μῆκος προάξει μακρότερον. ἐὰν δὲ καὶ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς, [756] ἣν ἐποιήσατο κατὰ τοὺς ὅρους, ἃς αὖθις προσέθεσαν αἰτίας εὐλόγους διέρχηταί τις, εἶθ' ἑξῆς ὅπως ἐμέμψαντό τινες αὐτὰς, εἶθ' ὅπως ἀπελογήσαντο περὶ τῶν εἰπόντων, ἕτερον μῆκος ἔτι κᾀκ τοῦδε περιττὸν τῷ λόγῳ προστεθήσεται.

   Μάγνος οὖν οὐ διαστολὴν καὶ συστολὴν, ἀλλὰ καὶ διόγκωσιν καὶ συνίζησιν αἰσθητὴν καρδίας καὶ τῶν ὁμοιοπαθούντων αὐτῇ τὸν σφυγμὸν εἶναί φησιν.

   Αὐτὸς δὲ ὁ τῆς αἱρέσεως αὐτῶν ἡγεμὼν Ἀθήναιος τὸν σφυγμὸν ὁρίζεται κίνησιν κατὰ διαστολὴν φυσικὴν καὶ ἀπροαίρετον τοῦ ἐν ἀρτηρίαις καὶ καρδίᾳ θερμοῦ, ἐξ ἑαυτοῦ τε καὶ εἰς ἑαυτὸ κινουμένου, καὶ συγκινοῦντος καρδίαν καὶ ἀρτηρίας, οὐ μόνον οὐσιώδη τὸν ὁρισμὸν ποιησάμενος, ἀλλὰ καὶ μετὰ τοῦ τῆς αἰτίας λογισμοῦ, καθ' ὃν τρόπον ὁρίζεσθαι κελεύουσιν οἱ διαλεκτικοὶ τὰ ἐν τῷ γίγνεσθαι τὸ εἶναι κτώμενα. καὶ συντομώτερον δὲ τὸν σφυγμὸν εἶναί φησι διαπνοὴν φανερὰν πρὸς αἴσθησιν ληπτὴν ὅσον ἐφ' ἑαυτῇ καρδίας καὶ ἀρτηριῶν. ἔστι δὲ καὶ ὅδε ὁ ὅρος Ἀθηναίου· [757] σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ κατὰ διάπνοιαν καρδίας καὶ ἀρτηριῶν. ἔξεστι δὲ τῷ βουλομένῳ καὶ τὸν περὶ τούτων τῶν ὅρων λόγον ἐκτείνειν ἐπὶ πλεῖστον ἀνασκευάζοντί τε καὶ κατασκευάζοντι. καὶ ἄλλοι δέ τινες τῶν ἀπὸ τῆς πνευματικῆς αἱρέσεως ὅρους ἐποιήσαντο τοῦ σφυγμοῦ βραχὺ τῶν προειρημένων παραλλάττοντας, ὡς εἶπον, ὥστ' οὐ χρὴ μνημονεύειν αὐτῶν ἐπειγομένους καθ' ὅσον οἷόν τε διαδραμεῖν τὸν λόγον.

   Ὡσαύτως δὲ καὶ τοῖς ἀπ' Ἀσκληπιάδου διαφωνία ἐγένετο πρὸς ἀλλήλους, τοῖς μὲν προστιθεῖσί τι τοῖς εἰρημένοις ὑπ' Ἀσκληπιάδου, τοῖς δ' ἀφαιροῦσι, τοῖς δ' ὑπαλλάττουσιν. αὐτὸς μὲν γὰρ ὁ Ἀσκληπιάδης τὸν μὲν σφυγμὸν εἶναι συστολὴν καὶ διαστολὴν καρδίας τε καὶ ἀρτηριῶν, οὐκ ὀλίγοι δὲ τῶν ἀπ' αὐτοῦ γινομένων προστιθέασιν, οὐχ ἅπαξ, ἀλλὰ πολλάκις γιγνομένην κατὰ μίαν εἰσπνοὴν, ὡς εἶναι τὸν ὅλον ὅρον τοιόνδε· σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας τε καὶ ἀρτηριῶν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις γινομένη κατὰ μίαν εἰσπνοήν. ἐξηπατήθησαν δὲ ὑπὸ [758] τοῦ γεγράφθαι κατὰ τὸ περὶ τῆς ἀναπνοῆς καὶ τῶν σφυγμῶν αὐτοῦ βιβλίον οὕτως τὴν λέξιν, ἐπιλαθόμενοι τοῦ λόγου ἐν ᾧ τοῦτ' ἔγραψε. πρόκειται γὰρ αὐτῷ δεῖξαι, τίνα μὲν ὁμοίως γίγνεται κατά τε τὰς ἀναπνοὰς καὶ τοὺς σφυγμοὺς, τίνα δὲ ἑτέρως τε καὶ διαφερόντως. ἐν ᾧ τοίνυν ἐπιδείκνυσι τὰ διαφέροντα, καὶ ἡ προκειμένη γέγραπται λέξις, εἰς διορισμὸν ἀναπνοῆς τε καὶ σφυγμῶν ἔχουσα προσκείμενον, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις γιγνομένη κατὰ μίαν εἰσπνοήν.

   Ἔνιοι δὲ καὶ αὐτοῖς τούτοις προσέθεσάν τινα, καθάπερ καὶ Μοσχίων ὁ διορθωτὴς ἐπικληθεὶς, ἐπειδή τινα τῶν ὑπ' Ἀσκληπιάδου λελεγμένων ἐπηνωρθοῦτο, μὴ πάντῃ πειθόμενος τἀνδρὶ, καθάπερ οὐδ' ὁ Ἀλέξανδρος Ἡροφίλῳ. τίς οὖν ὁ τοῦ Μοσχίωνος ὅρος εἰπόντες ἀπαλλαγῶμεν ἤδη καὶ τῶν Ἀσκληπιάδου· σφυγμός ἐστι κίνησις ἴδιος καρδίας καὶ ἀρτηριῶν καὶ φλεβῶν καὶ ἐγκεφάλου καὶ τῆς περὶ αὐτὸν μήνιγγος κατὰ μίαν εἰσπνοὴν, οὐχ ἅπαξ δὲ, ἀλλὰ πολλάκις γιγνομένη. καί σοι καὶ τῆς [759] ἐξηγήσεως ἑκάστου τῶν κατὰ τὸν ὅρον εἰρημένων οὐκ οἶμαι δεήσειν, εἰ μέμνησαι τῶν ἄχρι δεῦρο λελεγμένων.

   Ἄξιον οὖν ἴσως ἐστὶ καὶ τῶν περὶ τὸν Ἐρασίστρατον μνημονεῦσαι, διενεχθέντων καὶ αὐτῶν πρὸς ἀλλήλους οὐχ ἧττον ἢ οἱ ἄλλοι. τὸ γάρ τοι θαυμάσιον τοῦτ' ἔστιν, ὅτι μὴ μόνον ἀπὸ διαφερουσῶν αἱρέσεων, ἀλλὰ καὶ αὐτῶν τῶν ἀφ' ἑνὸς ἀνδρὸς ἀναγομένων οἱ πλεῖστοι διεφώνησαν, ἔνιοι δὲ καὶ δύο καὶ τρεῖς ὅρους ἔγραψαν, ὥσπερ Ἀπολλώνιος ὁ ἀπὸ Στράτωνος ἕνα μὲν τόνδε· σφυγμός ἐστι κατὰ τὴν ἐπιπλήρωσιν τοῦ ἀπὸ καρδίας πνεύματος ἐκπεμπομένου περὶ τὴν ἀρτηρίαν διάστασις γινομένη. δεύτερον δὲ τόνδε· σφυγμός ἐστιν ἡ ἀπὸ τῆς ἀρτηρίας διάστασις καὶ συστολὴ ἀπὸ τῆς ἐν αὐταῖς παρακειμένης καὶ ἀνάλογον δυνάμεως. τρίτον δ' ἄλλον· σφυγμός ἐστι διάστασις, καθ' ἣν πρὸς τὴν ἁφὴν ἡ ἀρτηρία προσπίπτει. οὗτος μὲν οὖν ὁ τρίτος ὅρος ὅτι τὴν αὐτὴν ἔχει δύναμιν τῷ κατὰ τὸν ἐν ἐπισκέψει σφυγμὸν ὁρισμῷ πρόσθεν ὑπὸ τῶν περὶ τὸν Ἀλέξανδρον εἰρημένῳ, παντὶ δῆλον· ὁ δὲ πρῶτος ὑπ' αὐτοῦ γεγραμμένος οὐσιώδης ἐστὶ κατὰ τὴν Ἐρασιστράτου [760] δόξαν συγκείμενος, ἐπειδὴ καὶ τὰς ἀρτηρίας, ὡς καὶ πρόσθεν ἔφην, οἴεται διαστέλλεσθαι κατὰ τὴν ἐπιπλήρωσιν τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου πνεύματος. ἀξιοῦσι γὰρ ἡμᾶς ἐπιπλήρωσιν, οὐ πλήρωσιν λέγειν, ἵνα μή τις ὑπονοήσῃ πᾶν ἐκκενοῦσθαι τὸ πνεῦμα τῶν ἀρτηριῶν ἐν ταῖς συστολαῖς. ὁ δὲ δεύτερος ὅρος ἐφάπτεται καὶ τοῦ τῶν δυνάμεων λόγου, βέλτιον ὑπ' ἄλλων Ἐρασιστρατείων συντεθεὶς, ὅσοι τὸν σφυγμὸν ἔφασαν εἶναι διαστολὴν καὶ συστολὴν ἀρτηριῶν τε καὶ καρδίας, ὑπὸ ζωτικῆς τε ψυχικῆς δυνάμεως ἐπιτελουμένην. αὐτὸς γὰρ ὁ Ἐρασίστρατος ἐν τοῖς περὶ πυρετῶν ἀπεφήνατο σαφῶς, οὐ μόνον ζωτικὴν δύναμιν εἶναι κατὰ τὴν καρδίαν, ἀλλὰ καὶ ψυχικήν. ἐνίοις δ' αὐτῶν ἤρκεσε τὸν σφυγμὸν εἰπεῖν κοινὴν ἐνέργειαν καρδίας τε καὶ ἀρτηριῶν. ἔνιοι δὲ περιεργότερον ἀντιδιαστολὴν ἀρτηριῶν πρὸς καρδίαν ἔφασαν εἶναι τὸν σφυγμὸν, ἐν ᾧ μὲν χρόνῳ διαστέλλεσθαι συμβαίνει τὴν καρδίαν, ἐν τούτῳ συστέλλεσθαι τὰς ἀρτηρίας οἰόμενοι, καθ' ὃν δ' ἐκείνη συστέλλεται, τὰς ἀρτηρίας διαστέλλεσθαι. ὅ γε μὴν πρῶτος τῶν ἀπὸ τοῦ Ἀπολλωνίου ῥηθέντων τὴν διαστολὴν μόνην σημαίνει σφυγμὸν εἶναι, ἣν αὐτὸς ὠνόμασε διάστασιν, [761] ᾧδέ πως γράψας· σφυγμός ἐστι κατὰ τὴν ἐπιπλήρωσιν τοῦ ἀπὸ καρδίας πνεύματος ἐκπεμπομένου περὶ τὴν ἀρτηρίαν διάστασις γιγνομένη. ὅ γε μὴν Ἐρασίστρατος ἔοικεν οὐ τὴν κατὰ φύσιν ἐν ἀρτηρίαις κίνησιν ὀνομάζειν σφυγμὸν, ἀλλὰ μόνην τὴν ἐπὶ φλεγμονῇ. δῆλον δὲ ἐκ τῶν ῥήσεων αὐτοῦ τῶν ἐν τῷ πρώτῳ περὶ πυρετῶν, ἐν αἷς κίνησιν μὲν ἀρτηριῶν ὀνομάζει τὸν κατὰ φύσιν ὑφ' ἡμῶν καλούμενον σφυγμὸν, ὃν δ' αὐτὸς ἐπὶ φλεγμονῇ τὴν μεταβολὴν ἔχειν φησὶ, σφυγμὸν φαίνεται καλῶν, ὡς οὐ κατὰ πάσης κινήσεως ἀρτηριῶν ἐπιφέρειν ἡγούμενος χρῆναι τὴν τοῦ σφυγμοῦ προσηγορίαν, ἀλλ' ἐπ' ἐκείνης μόνης, ἥ τις ἐξίσταται τοῦ κατὰ φύσιν ὑπὸ τῆς κατὰ τὴν φλεγμονὴν διαθέσεως. εὔδηλον οὖν ἤδη τὸ πλῆθος τῶν ἐσομένων λόγων, ἐάν τις ἐπεξέρχηται ταῦτα πάντα καὶ μνημονεύῃ τῶν τε πρὸς ἀλλήλους εἰρημένων τοῖς Ἐρασιστρατείοις καὶ τῶν πρὸς τοὺς ἄλλους, ὅσα τε πάλιν ἐκεῖνοι πρὸς αὐτοὺς ἀντεῖπον. ὁπότ' οὖν τὰ κεφάλαια μόνον αὐτὰ λέγων ἐγὼ νῦν ἐπλήρωσα ὅλον βιβλίον, οὐδ' οὖν οὐδὲ πάντας ἐπελθὼν τοὺς εἰρημένους ὅρους, ἆρ' οὐ πρόδηλον, ὡς τῷ πάντ' ἐπεξέρχεσθαι βουλομένῳ καὶ τρία καὶ τέτταρα [762] πληρωθήσεται βιβλία; καὶ τοίνυν νόμιζε πεπληρῶσθαι τὰ τοιαῦτα, καί τι μειράκιον εἰς φλύαρον ἐμπεσὸν σοφιστὴν ἅπαντα λέγειν ἐσπουδακότα καὶ μηδὲν ὅλως παραλιπεῖν τῶν εἰρημένων τοῖς ἰατροῖς ἐν πολλῷ χρόνῳ φιλοπόνως ἐκμαθεῖν αὐτὰ, κᾄπειτα συντυχεῖν ἐπ' ἀῤῥώστου τινὸς ἑτέρῳ μειρακίῳ παρ' ἑτέρου διδασκάλου, πῶς τε χρὴ διαγιγνώσκειν ἕκαστον τῶν σφυγμῶν καὶ τί δηλοῦν πεφύκασι μεμαθηκότι, πότερόν σοι δοκεῖ χρήσιμόν τι πρὸς τὴν τέχνην εἰς πρόγνωσιν ἐπὶ τοῦ νοσοῦντος εὑρήσειν; ἢ πότερον εὐδοκιμήσειν παρ' αὐτῷ τε τῷ κάμνοντι καὶ τοῖς παροῦσι; τὸ μὲν γὰρ ἕτερον μειράκιον ὅπως ὁρίζεσθαι χρὴ τὸν σφυγμὸν διήξει λόγους μακροὺς, εἴτε δ' ἀκινδύνως, εἴτε κινδυνωδῶς ὁ κάμνων ἔχει, καὶ πότερον εἰς χρόνου μῆκος αὐτῷ προελθεῖν, ἢ διὰ ταχέων κριθῆναι συμβήσεται, παντάπασιν ἀγνοήσει· τὸ δ' ἕτερον μειράκιον ἀκριβῶς μὲν ταῦτα προγνώσεταί τε καὶ προερεῖ τοῖς παροῦσιν, ἀγνοήσει δὲ πῶς ὁρίζεσθαι χρὴ τὸν σφυγμόν. ἐκ παραβολῆς δ' οὕτως ἐναργῶς διαγνωσθήσεται ποῖον μέν τι τὸ ἄχρηστόν ἐστι τῆς διδασκαλίας εἶδος, ὁποῖον [763] δὲ τὸ χρήσιμον· ἀλλ' ὡς ἡ παροιμία φησὶ, γλυκὺς πόλεμος ἀπείρῳ, οὕτω μοι δοκοῦσι καὶ οἱ πάνθ' ὁρίζεσθαι προαιρούμενοι μηδόλως ἐγνωκέναι τὰς γεγονυίας ζητήσεις τοῖς διαλεκτικοῖς περὶ τοῦ πῶς ὁρίζεσθαι προσήκει. τὸ μὲν οὖν ἑρμηνεύειν λόγῳ τὸ δηλούμενον ἐκ τοῦ ῥηθέντος ὀνόματος, ὅταν γε μὴ πάνυ τι τοῦ προκειμένου πράγματος ἐναργῆ πάντες ἔχωσι τὴν νόησιν, οὐ μόνον χρήσιμον, ἀλλὰ καὶ ἀναγκαῖόν ἐστιν· ἀναγκαῖον δὲ κᾀπειδὰν ἤτοι γ' ἑκών τις αὐτὰ ὑπὸ πανουργίας, ἢ ἄκων ὑπὸ ἠλιθιότητος ἐναλλάττῃ τὰ σημαινόμενα πρὸς τῶν ὀνομάτων, ἐπιφέρων αὐτὰ καθ' ἑτέρων πραγμάτων ἢ πάντες ἄνθρωποι. μηδετέρου δὲ τούτων ὄντος, οὐδὲ λόγῳ χρὴ δηλοῦσθαι τὸ πρᾶγμα, τῆς ἰδίας προσηγορίας αὐτάρκως αὐτὸ σημαινούσης. τὸ δὲ ὁρίζεσθαι πάντως ἐθέλειν ἅπαν πρᾶγμα σοφιστικῆς διδασκαλίας ἔργον ἐστί. καὶ ταῦτα ἔξεστι λέγειν ἐμοὶ μάλιστα πεῖραν ἱκανὴν ἐν αὐτοσχεδίοις προβλήμασι δεδωκότι. περὶ παντὸς γὰρ ἀεὶ τοῦ προβληθέντος εἰς ὁρισμὸν ἔδειξα δι' ὅλης ἡμέρας δύνασθαί τινα λέγειν. οὐκ οὖν ἀπορίᾳ λόγων εἰς ὅρους ἐπιτηδείων ἐγκαλῶ τοῖς εὐποροῦσιν, ἀλλ' ἐπιδείξας ἐμαυτὸν ἁπάντων [764] εὐπορώτατον εἰς τὴν τοιαύτην ἀδολεσχίαν, φιλάνθρωπον ἡγησάμην εἶναι, τῶν μανθανόντων ἕνεκα τῆς ὠφελείας τὰς τέχνας, ἐπιδεῖξαι τὴν ἀλήθειαν, οὐχ ὥσπερ οἱ πολλοὶ τῶν ὁτιοῦν ἐπισταμένων ἐπιχειροῦσιν αὐτὸ σεμνύνειν, ἀλλ' ἐκεῖνοι καὶ σφᾶς αὐτοὺς ἡγούμενοι φανεῖσθαι σεμνοτέρους, ἀλλ' ἀεὶ τῶν ἐγνωσμένων ἐμαυτῷ, διακρίνειν ἀπὸ τῶν ἀχρήστων τὰ χρήσιμα. πλὴν γὰρ ὀλίγων ἅπαντες οἱ διδάσκοντες τὰς τέχνας ἐν τοῖς ἀχρήστοις πλεονάζουσιν, ὧν ἓν καὶ τοῦτ' ἔστιν, ὃ νῦν ἐν ἅπαντι τῷ διηνυσμένῳ λόγῳ προεχειρισάμην, ἐπινειμαμένου τοῦ τῆς φιλοριστίας νοσήματος οὐ μόνον τοὺς ἰατροὺς καὶ φιλοσόφους, ἀλλὰ καὶ ῥήτορας καὶ μουσικοὺς καὶ γραμματικούς. ἅπασιν οὖν, ἐὰν σωφρονῶσιν, ἐφ' ἑνὸς παραδείγματος τοῦ κατὰ τὸν σφυγμὸν ὠφέλιμον ἡγοῦμαι πεποιῆσθαι βοήθειαν. ἐὰν δ' αὖθίς ποτε δόξῃ κατὰ πολλὴν σχολὴν ἅπαντα τὰ περὶ τῶν ὅρων ἀμφισβητούμενα διελθεῖν τε καὶ κρῖναι, καὶ τοῦτ' ἀόκνως πράξω. τινὲς μὲν γὰρ αὐτοὺς ἀχρήστους εἶναί φασι, τινὲς δὲ χρησίμους μὲν εἶναι λέγουσιν, ὅπως δ' ὁρίζεσθαι χρὴ διαφέρονται. καὶ νῦν δὴ ἤδη δύο βιβλία περὶ αὐτῶν ἐστί [765] μοι γεγραμμένα, τῶν εἰς τὰ περὶ ἀποδείξεως Ἀρισοτέλους ὑπομνημάτων τοῦ δευτέρου τὸ τρίτον καὶ τέταρτον. ἐπιγράφεται δ' ὑπὸ τῶν πλείστων ἀναλυτικῶν δεύτερον ἡ τοιαύτη πραγματεία, καθάπερ ἡ περὶ συλλογισμοῦ προτέρων ἀναλυτικῶν.