[550] Εἴτε τὴν ἀθρόαν ἐν νόσῳ μεταβολὴν εἴτε τὴν ἐπὶ τὸ βέλτιον ῥοπὴν μόνην εἴτε τὴν προηγουμένην αὐτῶν ταραχὴν εἴτε καὶ τὴν λύσιν ἅπασαν τοῦ νοσήματος εἴτε καὶ ταύτης μόνην τὴν ἀγαθὴν ἐθέλοι τις ὀνομάζειν κρίσιν, οὐ πρόκειταί μοι διαιρεῖσθαι τὰ νῦν ὅ τι μὴ πάρεργον, ἀλλ' ὡς ἄν τις ἄριστα προγινώσκοι τὰ τοιαῦτα σύμπαντα διελθεῖν ἔγνωκα.
Ἀρίστη δ' ἀρχὴ τῆς προγνώσεως αὐτῶν ἥπερ δὴ καὶ τῆς ἐσομένης ἀκμῆς. οὕτω δὲ προσαγορεύεται τὸ σφοδρότατον μέρος ὅλης τῆς νόσου.
[551] τέτταρα μὲν γὰρ πάντα τὰ μόρια τῶν νόσων ἐστίν, ἀρχή, αὔξησις, ἀκμὴ καὶ παρακμή, φθάνουσι δ' ἔνιαι διά τε τὴν σφῶν αὐτῶν κακοήθειαν καὶ διὰ τὴν τοῦ κάμνοντος ἀδυναμίαν ἐν τῷ τῆς ἐπιδόσεως χρόνῳ διαφθεῖραι τὸν ἄνθρωπον, ὥσπερ ἕτεραί τινες ἐν τῷ τῆς ἀκμῆς. εἰ δὲ κἀν τῷ τῆς παρακμῆς χρόνῳ δύναιτό τις ἀποκτεῖναι νόσος, εὐλόγως ἐζήτηται. περὶ μὲν δὴ τούτου προιόντος τοῦ λόγου διορισθήσεται. τὰ δ' οὖν τέτταρα μόρια ταῦτα καλοῦσι μὲν ἔνιοι καιροὺς ὅλου τοῦ νοσήματος (δι' αὐτὸ δὲ τοῦτο καὶ καθόλου καιροὺς ὀνομάζουσιν ὡς ἂν διαφέροντας δηλονότι τῶν κατὰ μέρος εἰς οὓς ἕκαστος τῶν παροξυσμῶν διαιρεῖται), ὁρίζονται δ' οὐχ ἡμερῶν ἀριθμῷ, καθάπερ ἂν οἰηθείη τις. οὐ γὰρ ἐνδέχεται τὴν ἐν τέτταρσιν ἡμέραις λυθεῖσαν νόσον ἰσόχρονα κεκτῆσθαι τὰ μόρια τῇ μέχρι τῆς τετταρακοστῆς ἐκταθείσῃ. καὶ μέχρι μὲν τοῦδε σχεδὸν ἅπαντες ἀλλήλοις ὁμολογοῦσιν, ὅτῳ δὲ χρὴ κρίνειν τε καὶ διορίζειν τοὺς εἰρημένους καιρούς, οὐκέτ' ἐν τῷδε συμφωνοῦσιν, [552] ἀλλ' οἱ μὲν εἰ προλαμβάνουσιν ἢ ὑστερίζουσιν οἱ παροξυσμοὶ σκοποῦσιν, οἱ δ' εἰς τὸ μῆκος αὐτῶν ἀποβλέπουσιν, οἱ δ' εἰς τὸ μέγεθος, ὅπερ δὴ καὶ σφοδρότητα προσαγορεύουσιν, ἔνιοι δὲ ταὐτὰ ταῦτα καὶ κατὰ τὰς ἀνέσεις ἐπισκοποῦνται, κἄπειτα πρὸς ἀλλήλους ἐρίζουσιν ἐνὸν ἅπαντά τε συνθεῖναι τὰ λελεγμένα καὶ πρὸς αὐτοῖς ἕτερ' ἄττα ῥηθησόμενα. μόλις γὰρ ἂν οὕτως τις ἀκριβῆ στοχασμὸν ποιήσαιτο τοῦ καθεστῶτος καιροῦ, τὸ δὲ παραλιπεῖν ὁτιοῦν ἐξ αὐτῶν ἄσκεπτον εἰς τοσοῦτόν ἐστι βλάπτον τὴν πρόγνωσιν εἰς ὅσον ἂν ἢ μεγέθους ἢ δυνάμεως ἥκῃ τὸ παραλειπόμενον.
Εἰ τοίνυν ἐπιδίδωσιν ἡ νόσος οὐ μόνον τῷ προλαμβάνειν τοὺς παροξυσμοὺς τεκμαίρεσθαι προσῆκεν, ἀλλὰ καὶ τὸ μῆκος αὐτῶν ἐπισκοπεῖσθαι χρὴ καὶ τὸ μέγεθος καὶ τὸ ἦθος, ὥσπερ οὖν κἀπὶ τοῦ διαλείμματος καὶ τῆς παρακμῆς ταὐτὰ ταῦτα θεωρεῖν ἀξιῶ. καλῶ δὲ διάλειμμα μὲν ἐπειδὰν εἰς ἀπυρεξίαν ὁ παροξυσμὸς παύηται, παρακμὴν δὲ τὸ μετὰ [553] τὴν ἀκμὴν ἅπαν αὐτοῦ μέρος ἕως τῆς ἀρχῆς τοῦ δευτέρου παροξυσμοῦ. τὸ γάρ τοι προλαμβάνειν αὐτὸ καθ' αὑτὸ μόνον οὐχ ἱκανὸν αὐξήσεως σημεῖόν ἐστιν ἰδιότητι πολλάκις ἑπόμενον τῆς νόσου μᾶλλον ἢ διὰ τὴν ἀνάβασιν αὐτῆς γινόμενον. ἀμέλει καὶ τεταρταῖαί τινες ἤδη καὶ τριταῖαι καὶ ἀμφημεριναὶ περίοδοι μέχρι παντελοῦς λύσεως οὕτως ὤφθησαν παροξυνόμεναι. καὶ καλεῖν γε τοῖς ἰατροῖς ἔθος ἐστὶ τοὺς τοιούτους τύπους προληπτικοὺς ὥσπερ ἑτέρους ὑστερητικούς, οἳ ἂν εὐθὺς ἀπ' ἀρχῆς ἐπιλαμβάνωσί τι τοῦ μέλλοντος χρόνου. ἀλλά τοι κἀπὶ τούτων τὸ τῆς ἀναλογίας πλέον ἐπιλαβεῖν ἢ προλαβεῖν τὸ μὲν παρακμῆς, τὸ δ' αὐξήσεώς ἐστι γνώρισμα, τὸ δ' ἁπλῶς προλαμβάνειν ἢ ὑστερίζειν οὐδετέρου. σκοπεῖσθαι δὲ δὴ προσῆκον οὐ τοῦτο μόνον, εἰ προὔλαβεν ὁ δεύτερος παροξυσμὸς τῆς συνήθους ὥρας, ἀλλ' εἰ καὶ τὸ μῆκος αὐτῷ τοῦ χρόνου ταὐτὸν ἢ τὸ μέγεθος ἴσον ἢ εἰ νῦν κακοηθέστερος ἢ ἁπλούστερος ἐγένετο. τὰ δ' αὐτὰ ταῦτα κἀπὶ τῶν διαλειμμάτων τε καὶ παρακμῶν ἐπισκοπεῖσθαι χρή. τὸ μὲν δὴ μῆκος τοῦ χρόνου ῥᾷστον καταμαθεῖν, [554] τὸ μέγεθος δέ, ὅπερ καὶ σφοδρότητα καλοῦσι, καὶ μέντοι καὶ τὸ ἦθος, ὅπερ καὶ τρόπον ὀνομάζουσιν, ἔκ τε τῆς οἰκείας τοῦ νοσήματος ἰδέας θεωρεῖν κἀκ τῶν ἐπιγινομένων αὐτῷ συμπτωμάτων· ἐκ μὲν τῆς οἰκείας ἰδέας τοῦ νοσήματος εἰς τὰ συμπληροῦντα τὴν ἰδίαν αὐτοῦ φύσιν ἀποβλέποντα καθάπερ εἰ τύχοι ἐπὶ πλευρίτιδος εἴς τε τὸ νυγματῶδες ἄλγημα τῆς πλευρᾶς καὶ τὸν ὀξὺν πυρετὸν καὶ τὴν βῆχα καὶ τὴν δύσπνοιαν, ἐκ δ' αὖ τῶν ἐπιγινομένων συμπτωμάτων, εἰ πολλὰ καὶ πολυχρόνια καὶ ἰσχυρὰ καὶ κακοήθη γίνοιντο ἢ τοὐναντίον ὀλίγα καὶ ὀλιγοχρόνια καὶ μικρὰ καὶ ἁπλᾶ, καὶ μὲν δὴ καὶ ὁ τοῦ διαλείμματός τε καὶ ὁ τῆς παρακμῆς χρόνος εἰ μακρότερος τοῦ πρόσθεν ἢ βραχύτερος ἢ δυσφορώτερος ἢ εὐφορώτερος, ἢ εἰ παραμένει τι τῶν ἐκ τοῦ παροξυσμοῦ συμπτωμάτων ἢ πέπαυται πάντα. εἰ μὲν γὰρ τὰ χείρω τῶν εἰρημένων εὑρίσκοιτο, σαφῶς ἐπιδίδωσιν ἡ νόσος, εἰ δὲ τὰ βελτίω, παρακμάζει. προλαμβανέτω γὰρ ὁ παροξυσμὸς τῆς συνήθους ὥρας καὶ μακρότερος γινέσθω καὶ σφοδρότερος καὶ κακοηθέστερος καὶ σὺν πολλοῖς καὶ μοχθηροῖς [555] συμπτώμασιν, γινέσθω δὲ καὶ ὁ τῆς παρακμῆς χρόνος βραχύς θ' ἅμα καὶ οὐκ ἀκριβῶς εὔφορος οὐδ' ἐλεύθερος ἁπάντων τῶν ἐκ τοῦ παροξυσμοῦ συμπτωμάτων· οὐδεὶς ἄν, οἶμαι, περί γε τῶν οὕτω καμνόντων ζητήσειεν ὡς οὐκ ἐπιδίδωσιν αὐτοῖς ἡ νόσος εἰς μέγεθος.
Αὖθις δὲ τἀναντία πάντα τούτοις γινέσθω, τῆς μὲν εἰσβολῆς ὑστεριζούσης, τοῦ μήκους δὲ καὶ τοῦ μεγέθους τοῦ κατὰ τὸν παροξυσμὸν ἐλαττουμένου καὶ τῆς κακοηθείας πραϋνομένης καὶ τῶν ἐπιγινομένων συμπτωμάτων ἐλαττόνων τε καὶ ἁπλουστέρων γινομένων ἢ οὐδ' ὅλως ἐπιφαινομένων καὶ τοῦ διαλείμματος ἢ τῆς παρακμῆς εὐφόρου καὶ μακρᾶς ἑπομένης καὶ πάντ' ἐξαλειφούσης τὰ τοῦ παροξυσμοῦ συμπτώματα. καὶ γὰρ καὶ ταῦτα σαφέστατα παρακμῆς γνωρίσματα, καθάπερ τὰ πρότερα τῆς ἐπιδόσεως. ὅταν δ' ἰσάζῃ πως μάλιστα τὰ κατὰ τοὺς παροξυσμοὺς ἀμφοτέρους, ἀκμάζειν δηλοῖ τὴν νόσον.
Ἆρ' οὖν ἤτοι πλείω τοῦ δέοντος ἡμεῖς εἴπομεν ἢ Ἱπποκράτης τι παραλέλοιπεν ἐν οἷς ἐκδιδάσκων ὅπως ἄν τις ἐκ περιόδων εὑρίσκοι νοσήματος ἐπίδοσιν ἀλλήλοις φησὶ χρῆναι παραβάλλειν [556] τοὺς παροξυσμούς "εἰ ἐπὶ τὸ πρωϊαίτερον ἢ οὔ, καὶ εἰ πλείονα χρόνον ἢ οὔ, καὶ εἰ μᾶλλον ἢ οὔ". τὸ μὲν οὖν ἐπὶ τὸ πρωϊαίτερον ἢ οὒ τοιόνδε τι δηλοῖ, εἰ τῆς συνήθους ὥρας ὁ παροξυσμὸς προὔλαβεν ἢ ὑστέρισεν, τὸ δὲ πλείονα χρόνον ἢ οὔ, πότερον πολυχρονιώτερος ἢ βραχυχρονιώτερος ἐγένετο, τὸ δὲ μᾶλλον ἢ οὒ τὰ λοιπὰ τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων ἡμῖν ἐν ἑαυτῷ περιλαβὸν ἔχει. καὶ γὰρ καὶ τὸ μέγεθος καὶ τὸ ἦθος αὐτοῦ τε τοῦ νοσήματος καὶ τῶν ἐπιγινομένων αὐτῷ συμπτωμάτων ἔτι τε πρὸς τούτοις τὸν ἀριθμὸν αὐτῶν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον νοεῖν χρὴ περιεχόμενον. οὕτω δὲ καὶ τῆς παρακμῆς ὡς μέρους καὶ αὐτῆς τοῦ σύμπαντος παροξυσμοῦ τὸ μᾶλλόν τε καὶ ἧττον ἐκ τῶν αὐτῶν γε τούτων σκοπῶν ἐξευρήσεις. ἐπιδόσεως μὲν οὖν καὶ ἀναβάσεως καὶ αὐξήσεως (ἅπαντα γὰρ ταῦτα προσαγορεύουσι τὸν δεύτερον καιρὸν τῆς νόσου) τό τε πρωϊαίτερον παροξύνεσθαι καὶ τὸ πλείονα χρόνον καὶ τὸ μᾶλλον γνωρίσματα, καθάπερ γε καὶ τῆς παρακμῆς τἀναντία, τό θ' ὑστερίζειν τὸν παροξυσμὸν καὶ βραχυχρονιώτερον γίνεσθαι καὶ [557] παντοίως τοῦ πρόσθεν ἀσθενέστερον.
Ἀκμῆς δ' ἐστὶ σημεῖον ἡ ἐπὶ τῶν αὐτῶν μονή. καίτοι πολλάκις ἐν ταῖς νόσοις οὐδεὶς αἰσθητὸς χρόνος εὑρίσκεται τοιοῦτος, ἀλλ' ὁ τέταρτος εἰ τύχοι παροξυσμὸς ἔτι τὰ τῆς ἀναβάσεως ἔχων σημεῖα τὸν πέμπτον ἤνεγκε παρακμαστικὸν ὀξυρρόπου δηλονότι τῆς ἀκμῆς γενηθείσης ὡς μηδὲ γνωρίσαι τινὰ παροῦσαν αὐτὴν ἀλλὰ τοῦ πρώτου χρόνου δεηθῆναι τῆς παρακμῆς πρὸς ἀκριβῆ διάγνωσιν. παραπλήσιον δέ τι κἀν ταῖς αὐξήσεσιν ὑπάρχει τῶν νοσημάτων. ἐνίοτε γὰρ ὁ πρῶτος παροξυσμὸς ἀρχήν θ' ἅμα καὶ ἀνάβασιν ἔσχε καὶ ἀκμήν, κατὰ μὲν τὰ πρῶτα μέρη δηλονότι τὴν ἀρχήν, ἐφεξῆς δὲ ταύτης τὴν ἀνάβασιν, ὑστάτην δὲ δηλονότι τὴν ἀκμήν, εἶθ' ἑξῆς ὁ δεύτερος ἐναργῶς ἐφαίνετο παρακμαστικός. ἀλλὰ τό γ' ἐπιστάντος μὲν τοῦ δευτέρου παροξυσμοῦ τηνικαῦτα γνωρίζειν ὁποῖός τις ὁ πρῶτος ἐγένετο παροξυσμὸς πρὸς τῷ παντὸς ἔργον ὑπάρχειν ἰατροῦ καὶ τὴν ἀξιολογωτάτην χρείαν ἀπόλλυσι τῆς προγνώσεως, ὡς ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου δέδεικται γράμμασιν.
[558] ἰατροῦ δ' ἐστὶ γενναίου καὶ τῆς Ἱπποκράτους τέχνης ἀξίου προγνῶναι μέλλουσαν ἀκμήν, εἴ γε δὴ καὶ τὰ διαιτήματα σύμπαντα πρὸς ταύτην ἀποβλέπων ποιεῖται. κατὰ ταὐτὰ δὲ καὶ τὴν ἐπίδοσιν δηλονότι καὶ τὴν ἀρχὴν τοῦ νοσήματος οὐκ ἐπειδὰν συμπληρωθῇ, τότε γνωρίζειν, ἀλλ' ἐκ πολλοῦ προγινώσκειν ἄμεινον ἂν εἴη.
Καίτοι γε τὴν ἀρχὴν τοῦ νοσήματος οὐδὲ παροῦσαν ὁρῶ διαγινώσκοντας τοὺς πολλοὺς τῶν ἰατρῶν, ὥσπερ οὐδὲ τὸν θαυμασιώτατον Θεσσαλόν, ὅς 'ἐν μὲν ταῖς ἀρχαῖς στέλλειν' παρακελεύεται, 'κἂν στεγνὸν ᾖ τὸ νόσημα' καὶ χαλάσεως ὅσον ἐφ' ἑαυτῷ δεόμενον, ὅπως δ' ἄν τις αὐτὴν γνωρίζοι καθάπερ τι σαφέστατον ὑπάρχον οὐδ' ἐπεχείρησεν εἰπεῖν. ἔχει δ' ἀπορίαν οὐ σμικράν. εἰ μὲν γὰρ τὴν πρώτην εἰσβολὴν ἀκριβῶς ἀρχὴν τίθεσθαι προσήκει τοῦ σύμπαντος νοσήματος, ἀμερής ἐστιν αὕτη καὶ ἄχρονος, εἰ δ' αὖ τὸν πρῶτον παροξυσμόν, ἴσμεν τοῦτον ἐνίοτε τήν τ' ἐπίδοσιν ὅλην καὶ τὴν ἀκμὴν ἐν ἑαυτῷ περιλαμβάνοντα πρὸς τῷ καὶ ἀλογώτατον εἶναι τήν τ' ἐν ἑπτὰ ταῖς πάσαις ἡμέραις λυθησομένην [559] νόσον καὶ τὴν εἰς μῆνας ἓξ ἐκταθησομένην καὶ συμπάσας τὰς μεταξὺ τὸν πρῶτον μόνον ἔχειν παροξυσμὸν ἀρχήν. ὡς γὰρ οὐδ' ἐπίδοσιν ἢ ἀκμὴν ἢ παρακμὴν ἰσόχρονον ἅπαντα κέκτηται τὰ νοσήματα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον οὐδ' ἀρχήν. οὐ μὴν οὐδὲ τὸν πρῶτον ὑπερβάς τις παροξυσμὸν ἔθ' ἕξει ποῖ περιγράψει τὴν ἀρχήν. εἰ γὰρ ὁ δεύτερος εὐθὺς διαδέξαιτο τὰ τῆς αὐξήσεως ἔχων γνωρίσματα καὶ μετ' αὐτὸν ὁ τρίτος καὶ τέταρτος οἵ τ' ἄλλοι σύμπαντες οἱ ἐφεξῆς, ὁ τὸν πρῶτον παραλιπὼν ὡς οὐκ ἀρχὴν ἢ ἅπαντα τὸν μεταξὺ χρόνον ἄχρι τῆς ἀκμῆς ἀρχὴν εἶναι φήσει (καὶ οὕτως ἀπολεῖται παντάπασιν ἡ ἀνάβασις) ἢ ποῖ πρῶτον παύσει τὴν ἀρχὴν οὐκέθ' ἕξει. τίς οὖν ἡ τῆς ἀπορίας λύσις; εἰ μὲν ἐκμανθάνειν ἐβούλοντο τὰ πρὸς Ἱπποκράτους γεγραμμένα σημεῖα, δήλη καὶ ταχεῖα ἂν ἐγένετο, νυνὶ δὲ πρὸς τῷ μὴ βούλεσθαι μαθεῖν ἔτι καὶ διαβάλλειν ἐπιχειροῦσιν ἃ μὴ γινώσκουσιν. ἀλλ' ἐκείνοις μὲν ἀδύνατος ἡ [560] τῆς ἀμαθίας ἴασις, ἡμῖν δ' εὔπορος. "τοὺς γὰρ παροξυσμούς", φησι, "καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες." ὅτι μὲν δὴ καταστάσεις τῶν νοσημάτων τὰς οἷον ἰδέας αὐτῶν ὀνομάζει καθ' ἃς ἐκ τοιῶνδε καὶ τηλικῶνδε σύγκεινται τῶν καθόλου καιρῶν, ἐν ἐλαχίστῳ μάλιστ' ἄν τις τῷδε τῷ τεκμηρίῳ καταμάθοι. προειπὼν γὰρ ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν· "εἰσὶ δὲ τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τουτέων ἑκάστου τῶν πυρετῶν" ἐφεξῆς φησι· "αὐτίκα γὰρ συνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτερον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται. ἔστι δ' οἷσιν ἄρχεται μαλθακὸς καὶ ὑποβρύχιος, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ' ἑκάστην ἡμέραν, περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψε", σαφῶς ἐνδεικνύμενος ὡς τὴν ἐκ τῶν τοῦ ὅλου νοσήματος καιρῶν ποιὰν σύνθεσιν ὀνομάζει κατάστασιν. πῶς οὖν αἱ νόσοι καὶ αἱ ὧραι τοῦ ἔτους καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσεις [561] ἐνδείξονται τοὺς καθόλου καιροὺς τοῦ νοσήματος (ἐν τούτῳ γὰρ ἦμεν τῷ ζητήματι); τεταρταῖος μέν τις πυρετὸς εἰσβάλλων οὐκ ἂν τὸν πρῶτον μόνον ἔχοι παροξυσμὸν τὴν ἀρχὴν ὥσπερ οὐδὲ τριταῖος ἀκριβὴς ἕως τῆς ἑβδόμης ἡμέρας ἄρχεσθαι δύναται. κατὰ δὲ ταὐτὰ ταῦτα καὶ περὶ τῶν ἄλλων νοσημάτων γινώσκειν. καῦσος μὲν γὰρ καὶ πλευρῖτις καὶ περιπνευμονία βραχυχρόνιον ἔχουσι τὴν ἀρχήν, ἐπιληψίαι δὲ καὶ ἰσχιάδες καὶ ἀρθρίτιδες καὶ νεφρίτιδες πολυχρόνιον. οὕτως μὲν ἀπὸ τῶν νοσημάτων αὐτῶν, ἀπὸ δὲ τῶν ὡρῶν τοῦ ἔτους οὕτως· "οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μάλισθ' οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες." οὕτως δὲ καὶ πᾶν ἄλλο νόσημα θέρους μὲν ὀξύτερον, χειμῶνος δὲ χρονιώτερον κινεῖται, καὶ δῆλον ὅτι καὶ τὴν ἀρχὴν ἐν θέρει μὲν ὀλιγοχρονιωτέραν, ἐν χειμῶνι δ' ἕξει μακροτέραν, ἀνάλογον δὲ ταύτῃ καὶ τοὺς ἄλλους καιροὺς τοῦ νοσήματος. οὕτως μὲν καὶ αἱ ὧραι τὰς καταστάσεις τῶν νοσημάτων προμηνύουσιν, αἱ δὲ τῶν περιόδων ἐπιδόσεις [562] οὕτως· "εἰ ἐπὶ τὸ πρωϊαίτερον ἢ οὔ, καὶ εἰ πλείονα χρόνον ἢ οὔ, καὶ εἰ μᾶλλον ἢ οὔ." ταῦτα γὰρ πάντα συνθεὶς ἐγγυτέρω τῆς ἀκριβοῦς ἀφίξῃ διαγνώσεως. εἰ δὲ μηδὲν αὐτῶν ἐπισκεψάμενος οἴει δύνασθαι γνωρίζειν ἀρχὴν νοσήματος ἢ διορίζειν ἀναβάσεως, οὐκ ἂν οὐδ' ἐγγύς ποτε τῆς ἀληθείας ἀφίκοιο.
Ἆρ' οὖν ἱκανὰ ταῦτ' ἐστὶ πρὸς τὴν ἀκριβῆ τῶν καιρῶν τῆς νόσου διάγνωσιν; οὐδαμῶς, ἀλλ' ἤδη μέν τινα τεχνικὸν στοχασμὸν ἔχοντα, ἀκριβείας δ' ἀπολιμπανόμενα τοσοῦτον ὅσον τοῦ μηδ' ὅλως πλεονεκτεῖ. τί δὴ τούτοις προστιθέμενον ἀκριβῆ ποιήσει τὴν πρόγνωσιν ὅλον ἀναγνοὺς εἴσῃ τὸν ἀφορισμὸν ὧδέ πως ἔχοντα· "τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες, ἤντε καθ' ἡμέρην ἤντε παρ' ἡμέρην ἤντε καὶ διὰ πλείονος χρόνου γίνωνται. ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν, οἷον ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δ' ὕστερον ἐπιφαίνηται, μηκύνει.
[563] καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες καὶ δύσκριτα καὶ εὔκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῖ." ταῦτα μὲν οὖν ἐν τοῖς Ἁφορισμοῖς, ἐν δ' αὖ τῷ πρώτῳ τῶν Ἐπιδημιῶν "πεπασμοὺς τῶν ἀπιόντων" εἶναί φησι "πάντας πάντοθεν ἐπικαίρους καὶ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπέεσθαι", εἶτ' ἐπιφέρων ἐρεῖ· "πεπασμοὶ ταχυτῆτα κρίσιος, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσι." ἀλλ' οἱ πεπασμοὶ δήπουθεν οὗτοι πάντως ἐν τοῖς πεπαινομένοις, τοῦτ' ἔστιν ἐν τοῖς πεττομένοις, εἰσί.
Τίνα οὖν ταῦτ' ἐστίν; οὐκ ἄλλ' ἄττα ἢ ἅπερ ὠνόμασεν ἐπιφαινόμενα. τὰ μὲν γὰρ ἴδια τῶν νοσημάτων αὐτῶν συμπτώματα συνεισβάλλει δήπου καὶ συνάρχεται, τὰ δ' ἄλλα πάντα ἐπιφαίνεται. συνεισβάλλει μὲν οὖν τῇ πλευρίτιδι πάντως ὅ τ' ὀξὺς πυρετὸς καὶ τὸ τῆς πλευρᾶς ἄλγημα τὸ νυγματῶδες ἥ τε δύσπνοια καὶ ἡ βήξ. ἐπιφαίνεται δὲ τὰ μὲν ὡς ἴδια τοῦ νοσήματος αὐτοῦ, τὰ δ' ὡς κοινὰ τῶν πυρεττόντων ἁπάντων. ὡς ἴδια μὲν οὖν αὐτῆς τῆς νόσου πρῶτον μὲν ἤτοι μηδενὸς ὅλως ἀναγομένου μετὰ βηχός, ὅπερ ἱκανόν ἐστιν ἀπέπτου νοσήματος [564] γνώρισμα, δεύτερον δ' εἰ ἀνάγοιτο μέν, ἀλλ' οὐ χρηστόν. ἔστι δὲ καὶ τοῦτο διττόν· ἓν μὲν τὸ μὴ πεπέφθαι μόνον, ἕτερον δὲ τὸ καὶ μοχθηρὸν εἶναι. τούτων δ' ἁπάντων ἀφώρισται τὸ πεπεμμένον, ὃ δὴ καὶ πτύελον ἤδη καλοῦσιν ἰδίως. οὐ γὰρ τό γ' αἰματῶδες καὶ τὸ χολῶδες καὶ τὸ ἀφρῶδες οὕτως ὀνομάζομεν, ἀλλὰ ταυτὶ μὲν μᾶλλόν πως πτύσματα προσαγορεύομεν, ὅταν δὲ μήθ' αἵματος μήτ' ὠχρᾶς ἢ μελαίνης χολῆς ἐπιμιξίαν ἔχῃ, τὸ τοιοῦτον ἤδη πτύελον ὀνομάζομεν. ὅταν οὖν τοῦτο ταχέως ἐπιφαίνηται, βραχύνει τὸ νόσημα. τὸ δ' ἤτοι μηδ' ὅλως ἀνάγειν ἢ ἄπεπτον εἰς πλείονα χρόνον ἐκταθήσεσθαι δηλοῖ τὸ νόσημα. τὸ δὲ καὶ μοχθηρὸν ἀνάγεσθαι τὸ πτύσμα κινδύνου δηλωτικόν, εἰ δὲ καὶ κακόηθες εἴη, θανάτου.
Τί μὲν οὖν ἐστι τὸ πτύελον νῦν οὐ δέομαι λέγειν, ὅσα δ' ἰδίως ὀνομάζεται πτύσματα, τούτων ὅσα μὲν ὑπόπυρρά τε καὶ ὑπόξανθα καὶ ὕπωχρα καὶ ὕπαφρα καὶ λεπτά, μόνης ἀπεψίας ὑπάρχει γνωρίσματα, κακὸν δ' οὐδὲν ἐπίσημον ἐνδείκνυται, τὰ δ' ἀκράτως [565] ξανθὰ καὶ πυρρὰ καὶ ἀφρώδη καὶ χλωρὰ καὶ γλίσχρα καὶ στρογγύλα καὶ τούτων ἔτι μᾶλλον τὰ μέλανα μοχθηρά. προσεπισκέπτεσθαι δὲ καὶ τὸν τῆς ἀναγωγῆς αὐτῶν τρόπον. εἰ μὲν γὰρ εὐπετῶς ἀποπτύοιτο, πρόδηλον ὡς τὰ τοιαῦτα μέν ἐστιν ἀγαθά, τὰ δ' ἐναντία μοχθηρά. καὶ τί δεῖ πλείω λέγειν ἡμᾶς ἔχοντάς γε τὴν ἐκ τοῦ Προγνωστικοῦ παραγράψαι ῥῆσιν· "πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πνεύμονά τε καὶ τὰς πλευρὰς ταχέως τε ἀποπτύεσθαι καὶ εὐπετέως, συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ"; δῆλος γάρ ἐστιν ἐνταῦθα πτύελον ἰδίως ὀνομάζων τὸ κατὰ φύσιν, ᾧ δὴ καὶ συμμεμίχθαι φησὶ χρῆναι τὸ ξανθόν.
Τὸ δ' ἰσχυρῶς ἔνιοι μὲν οὐδὲ γράφουσιν ὅλως, οἱ δ' οὖν καὶ γράφοντες οἱ μὲν ἐπὶ τὸ ξανθόν, οἱ δ' ἐπὶ τὸ συμμεμιγμένον ἀναφέρουσιν, ἵν' ἑκάτερος ᾖ τῶν λόγων τοιόσδε· συμμεμιγμένον τ' ἰσχυρῶς τῷ πτυέλῳ φαίνεσθαι τὸ ξανθόν, ἢ πάλιν τὸ ἰσχυρῶς ξανθὸν συμμεμιγμένον τε φαίνεσθαι τῷ πτυέλῳ. τεχνικώτερον δ' ἐστὶ τὸ πρότερον. ἀεὶ γὰρ τὰς ἀνωμάλους ἁπάντων τῶν πολὺ διαφερόντων [566] ἐπιπλοκὰς αὐτός θ' ὁ Ἱπποκράτης μέμφεται καὶ ἡ πεῖρα διδάσκει οὕτως ἔχειν. οὐ μὴν οὐδ' ὁ λόγος ἄπορος, ἀλλ' οὐκ ἐν καιρῷ νῦν ἂν εἴη λεγόμενος. ὅτι δὲ τὸ ἰσχυρῶς ἐπὶ τὸ συμμεμίχθαι τὴν ἀναφορὰν ἔχει πρόδηλον κἀκ τῶν ἐπιφερομένων· "εἰ γὰρ πολλῷ", φησιν, "ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο ξανθὸν ἐὸν ἢ πυρρὸν ἢ πολλὴν βῆχα παρέχον ἢ μὴ ἰσχυρῶς συμμεμιγμένον, κάκιον γίνεται." δῆλος γάρ ἐστιν ὁ Ἱπποκράτης ἀντιτάττων ἐνταῦθα τὰ ἐκ τοῦ δευτέρου λόγου σύμπαντα τοῖς ἐκ τοῦ πρώτου, τῷ μὲν ταχέως τὸ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης, τῷ δ' εὐπετέως τὸ πολλὴν βῆχα παρέχον, τῷ δὲ συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ τό τ' ἄμικτον ἁπλῶς καὶ μόνον ξανθὸν τό τε μεμιγμένον μὲν ἐξ ἀμφοῖν, τοῦ τε κατὰ φύσιν πτυέλου καὶ τοῦ ξανθοῦ χρώματος ἢ πυρροῦ, μὴ μέντοι γ' ἰσχυρῶς. ἀλλὰ καὶ μετὰ ταῦτα συνάπτων ἐρεῖ σαφέστερον ἔτι τὴν αὐτὴν γνώμην ἐξηγούμενος· "τό τε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες" (ἄκρητον δ' ἐστὶ
[567] δήπου τὸ μὴ μεμιγμένον τῷ πτυέλῳ), "τὸ δὲ λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές." εἶθ' ἑξῆς πάλιν ἐπὶ τὰ χαλεπώτερα κατὰ βραχὺ παραγινόμενος τῷ λόγῳ "κακὸν δὲ καὶ χλωρόν τ' ἐὸν κάρτα καὶ ἀφρῶδές" φησιν, εἶτ' ἐφεξῆς· "εἰ δ' εἴη οὕτως ἄκρητον ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν ἐστι τοῦτο ἐκείνων."
Ἐκ μὲν δὴ τῶν ἰδίων τῆς πλευρίτιδος οὕτω χρὴ διορίζεσθαι, προσεπιβλέπειν δὲ δεῖ καὶ τὰ κοινὰ τῶν ὀξέως νοσούντων ἁπάντων. ἐφεξῆς δ' αὐτὰ καταριθμεῖται γράφων ὧδε· "ἔστι δὲ τὰ μὲν ἀγαθὰ ταῦτα· εὐπετέως φέρειν τὸ νόσημα, εὔπνοον εἶναι, τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ πτύελον ῥηιδίως ἀναβήσσειν, τὸ σῶμα πᾶν ὁμαλῶς θερμόν τ' εἶναι καὶ μαλθακόν, καὶ δίψαν μὴ ἔχειν, οὖρά τε καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας ὡς διαγέγραπται ἕκαστα εἰδέναι ἀγαθὰ ἐόντα." ταυτὶ μὲν ἀγαθὰ σημεῖα, τά τ' ἴδια τῶν ἀναπνευστικῶν ὀργάνων καὶ προσέτι τὰ τῶν ἄλλων ἁπάντων τῶν ὀξέων νοσημάτων κοινὰ κατὰ τὸ συνεχὲς ἐφεξῆς ἀλλήλων γεγραμμένα. συνάπτων δ' αὐτοῖς ἐποίσει· "κακὰ δὲ τἀναντία τουτέων· δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα [568] μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόλις ἀναβήσσειν, διψῆν κάρτα, τὸ σῶμα ὑπὸ τοῦ πυρὸς ἀνωμάλως ἔχεσθαι, καὶ τὴν μὲν κοιλίην καὶ τὰς πλευρὰς θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ψυχρούς, οὖρά τε καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας ὡς διαγέγραπται ἕκαστα εἰδέναι κακὰ ἐόντα." διαγέγραπται δὲ καὶ περὶ τούτων δηλονότι κατὰ τὸ Προγνωστικὸν ὁμοίαν αὐτοῦ τὴν διδασκαλίαν ἐφ' ἑκάστου τούτων ποιουμένου οἵαν περ καὶ νῦν ἐπὶ τῶν πτυσμάτων. ὡς γὰρ ἐν τούτοις τὸ μέν τι πέψεώς ἐστι σημεῖον, τὸ δ' ἀπεψίας, τὸ δ' ὀλέθρου, καὶ τὸ μὲν τῆς πέψεως εὐθὺς ἐν ἀρχῇ φαινόμενον ἐν τάχει σωθήσεσθαι τὸν ἄνθρωπον δηλοῖ, τὸ δὲ τῆς ἀπεψίας ἐν χρόνῳ, τὸ δ' ὀλέθριον ἀπολεῖσθαι καὶ τὸ μὲν μεγάλως ὀλέθριον ἐν τάχει, τὸ δ' ἧττον ἐκείνου χρονίως, οὕτω κἀπὶ τῶν οὔρων αὐτὸ διώρισται καὶ τῶν διαχωρημάτων καὶ τῶν ἄλλων ἁπάντων, ὑπὲρ ὧν ἡμῖν ἐφεξῆς ὁ λόγος ἔσται. καὶ γὰρ τούτων ἁπάντων τὰ μὲν [569] πέψεως, τὰ δ' ἀπεψίας, τὰ δ' ὀλέθρου σημεῖα. τὸ γάρ τοι μέλαν πτύσμα πρὸς τῷ μὴ πεπέφθαι ἔτι καὶ ὀλέθριόν ἐστιν. οὕτω δὲ καὶ οὖρον μέλαν οὐκ ἄπεπτον μόνον ἀλλὰ καὶ ὀλέθριόν ἐστιν. ἄπεπτον δ' ἁπλῶς ἐστι τὸ λευκὸν καὶ λεπτόν, ὅπερ ὑδατῶδες ὀνομάζομεν.
Ἐπὶ τὸν ἀφορισμὸν οὖν αὖθις ἐπανέλθωμεν τὸν λέγοντα· "τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες, ἤντε καθ' ἡμέρην ἤντε παρ' ἡμέρην ἤντε καὶ διὰ πλείονος χρόνου γίνωνται. ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν, οἷον ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δ' ὕστερον ἐπιφαίνηται, μηκύνει. καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες καὶ δύσκριτα καὶ εὔκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῖ." σαφῶς γὰρ ταῦτα τῶν ἐν τῷ Προγνωστικῷ γεγραμμένων ἁπάντων ἐστὶν ἐπιτομὴ τὰ κεφάλαια μόνον αὐτὰ τῶν ἐν ἐκείνῳ κατὰ μέρος εἰρημένων [570] εἰς τοὺς ἀφορισμοὺς μεταθεῖναι πειραθέντος τοῦ παλαιοῦ. τίνα δ' ἦν τὰ κεφάλαια (πολλάκις γὰρ ἀναλαμβάνειν αὐτὰ κάλλιον, ἵνα κἂν νῦν γοῦν τις αἰδεσθεὶς μάθῃ ἀρχῆς τε νοσήματος εἶναι διαγνωστικὸς καὶ τῆς μελλούσης ἀκμῆς προγνωστικός); καὶ ἡ τοῦ νοσήματος ἰδέα καὶ ἡ τῆς ὥρας φύσις καὶ τῶν παροξυσμῶν αἱ περίοδοι καὶ τὰ τοῖς νοσήμασιν ἐπιφαινόμενα.
Καὶ δὴ πάλιν ἐπὶ τοῦ αὐτοῦ παραδείγματος ὁ λόγος μοι γινέσθω διαστειλαμένῳ βραχύ τι περὶ τῶν ὀνομάτων οἷς οἱ παλαιοὶ μέν, ὥσπερ ἦν καὶ προσῆκον, ἐχρῶντο τοῦ δηλῶσαι τὸ νοούμενον ἕνεκα (τὸ σύμπαν δ' αὐτοῖς ἦν σπούδασμα ἡ τῶν πραγμάτων αὐτῶν ἀκριβὴς γνῶσις), οἱ νεώτεροι δ' ὀλίγου δεῖν ἅπαντες ἐν τοῖς ὀνόμασι κατατρίβουσι τὸν ἑαυτῶν βίον ἀμελήσαντες τῶν πραγμάτων.
Ἀρχὴν οὖν τῆς νόσου καὶ τὴν πρώτην μὲν εἰσβολὴν τοῦ πρώτου παροξυσμοῦ τὴν ἀμερῆ καλοῦσι, καθάπερ τὸ νῦν τὸ ἀπλατές, ἤδη δὲ καὶ χρόνον τινα πλατύτερον, ὥσπερ ἐπ' αὐτοῦ πάλιν τοῦ νῦν ἐπειδὰν ἤτοι χειμῶνα νῦν εἶναι λέγωμεν ἢ θέρος ἤ τινα τῶν [571] ἄλλων ὡρῶν. ὅτι μὲν οὖν ἐν οὐδενὶ τῶν τοιούτων λόγων ὁ Ἱπποκράτης οἷος ὅ τε προγεγραμμένος ἀφορισμός ἐστι καὶ ἄλλοι πολλοὶ τῶν ἐφεξῆς εἰρησομένων ἀρχὴν ὀνομάζει τὴν πρώτην ἐκείνην καὶ ἀμερῆ τῶν νοσημάτων εἰσβολήν, εὔδηλον παντί. πῶς γὰρ ἤτοι τὸ "περὶ τὰς ἀρχὰς τῶν νούσων σκεπτέον εἰ αὐτίκα ἀνθεῖ" δύναιτ' ἄν τις οὕτως εἰρῆσθαι νομίζειν ἢ τὸ "ἀρχομένων τῶν νούσων ἤν τι δοκέῃ κινέειν, κίνει, ἀκμαζουσῶν δ' ἡσυχίην ἔχειν βέλτιόν ἐστιν" ἢ τὸ "ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιοῦτον ᾖ"; τὸ γὰρ νεκρῶδες ἐκεῖνο πρόσωπον, ἐφ' οὗ ταῦτα λέγεται, κατὰ τὴν ἀκριβῶς πρώτην εἰσβολὴν τῶν νοσημάτων οὐκ ἄν ποτε δύναιτο συστῆναι. κατὰ ταὐτὰ δὲ κἀν τῷ λέγειν "ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακίῃσι χρέεσθαι" τὴν εἰς πλάτος χρόνου προήκουσαν ἀρχὴν ἐνδείκνυται, καὶ πολὺ δὴ μᾶλλον ἐν τῷ φάναι "κατὰ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, κατὰ δὲ τὰς ἀκμὰς ἰσχυρότερα". καὶ μὲν δὴ καὶ τὸ "νοσημάτων ὁκόσων ἀρχομένων ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ὑπέλθῃ, θανάσιμον" ὡσαύτως εἴρηται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν τῷ Περὶ διαίτης ὀξέων
[572] ἐπὶ τοῦ καταλόγου τῶν σφοδρῶν ἐκείνων συμπτωμάτων ἐπήνεγκε· "ταῦτα δ' ἐν ἀρχῇσιν ἐπιφαινόμενα παραφροσύνης ἐστὶ δηλωτικὰ σφοδρᾶς καὶ ὡς ἐπὶ τὸ πολὺ θνήσκουσι." κατὰ ταὐτὰ δὲ τούτοις δηλονότι καὶ τὸ κατὰ τὸν ἀφορισμὸν ἔχει τὸν νῦν ἡμῖν προκείμενον ἐν ᾧ φησιν· "οἷον ἐν πλευριτικοῖσιν πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει." οὐ γὰρ δὴ τὴν πρώτην εἰσβολὴν ἀκριβῶς σημαίνει νῦν τὸ ἀρχομένου διά τε τὴν φύσιν αὐτῶν τῶν πραγμάτων καὶ διὰ τὸ μηδ' ἂν ἐπιφαινόμενα τὰ τοιαῦτα δύνασθαι λεχθῆναι. τίνι γὰρ ἔτι διοίσει τῶν συνεισβαλλόντων; ἐκεῖνα μὲν γὰρ ἀκριβῶς ἔχει τὴν αὐτὴν ἀρχὴν ἀλλήλοις τε καὶ τῇ συμπάσῃ νόσῳ, ἐπιφαίνεται δὲ τὰ μὲν εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, τὰ δ' ἐν τῇ δευτέρᾳ, τὰ δ' ἐν τῇ τρίτῃ τε καὶ τετάρτῃ, τὰ δὲ καὶ προεληλυθότος ἤδη τοῦ νοσήματος.
Ἡ δὲ κατὰ πλάτος ἀρχὴ κοινῇ μέν τινι ταύτῃ καὶ προχείρῳ φαντασίᾳ καὶ μήπω μηδὲν ἐχούσῃ τεχνικὸν ἐν τῷ πρώτῳ παροξυσμῷ περιέχεται. καὶ διὰ τοῦτο [573] τὰ μὲν εὐθὺς ἀρχόμενα τὴν ἀκμὴν ἀπειληφέναι λέγεται καθάπερ ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν, ἐπειδή φησιν· "αὐτίκα γὰρ συνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει." τὸ γὰρ ἀρχόμενος οὐκ ἐπὶ τοῦ καιροῦ τοῦ νοσήματος εἴρηται νῦν ἢ μάχοιτ' ἂν αὐτῷ τὸ ἀνθεῖ καὶ ἀκμάζει, ἀλλ' ἐπὶ τοῦ χρόνου δηλονότι τοῦ μετὰ τὴν ἀκριβῶς ἀρχὴν τὴν πρώτην ἄχρι τῆς τρίτης ἡμέρας τὸ πλεῖστον ἐκτεταμένου. πάντως μὲν γὰρ ὁ πυρετὸς ἀρχήν τινα τὴν πρώτην ἐκείνην καὶ ἀπλατῆ ποιησάμενος ἔπειθ' οὕτως ἀναβάσει τινὶ χρησάμενος ἀπολαμβάνει τὴν οἰκείαν ἀκμήν, ὁ μὲν εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ὁ δ' ἐν τῇ δευτέρᾳ. οὐ μὴν ἀπό γε τῆς εἰσβολῆς τοῦ πρώτου παροξυσμοῦ δύναιτ' ἄν τις γενέσθαι πυρετὸς ἀκμάζων, ἀλλ' ἄν τε κατὰ τὴν πρώτην ἡμέραν ἄν τε κατὰ τὴν δευτέραν ἀκμάσας ἐντεῦθεν ἄχρι τῆς παντελοῦς λύσεως ἐκταθῇ μηδεμίαν εἰσβολὴν ἑτέρου παροξυσμοῦ λαβὼν αἰσθητήν, οὗτος ἂν ἀπ' ἀρχῆς εὐθὺς λέγοιτο τὴν ἰδίαν ἀκμὴν ἐσχηκέναι. καὶ τοῦτ' ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον "αὐτίκα γὰρ συνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει".
[574] τοιοῦτον οὖν ἐστι καὶ τὸ "ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει", πρὶν τὸν δεύτερον εἰσβαλεῖν δηλονότι παροξυσμόν. ἔτι γὰρ ἄρχεσθαι λέγοιτ' ἂν ἡ πλευρῖτις οὐ μόνον ἐπειδὰν ἀνάβασιν ὁ τοιοῦτος ἔχῃ παροξυσμὸς ἢ ἀκμήν, ἀλλὰ κἀν τῇ παρακμῇ πάσῃ καὶ ὅλως πρὶν εἰσβαλεῖν τὸν δεύτερον παροξυσμὸν διὰ τρίτης τοὐπίπαν ἐν πλευρίτισιν ἀπαντῶντα.
Πᾶν οὖν ὅτι ἂν ἐπιφαίνηται πέψεως σημεῖον ὀλιγοχρόνιόν θ' ἅμα καὶ σωτήριον ἔσεσθαι δηλοῖ τὸ νόσημα. τοιοῦτον δὴ καὶ τὸ πτύελόν ἐστι τὸ ἐν τοῖς πλευριτικοῖς. ἑκάστου γὰρ τῶν μορίων τοῦ σώματος τὸ περίττωμα τὴν ὑπάρχουσαν αὐτῷ διάθεσιν ἐνδείκνυται, πεπεμμένον μὲν ὑγιεινήν, ἄπεπτον δ' ὑπάρχον νοσεράν. οὕτω γοῦν εἴρηται κἀκεῖνα· "διαχώρημα δ' ἄριστόν ἐστι τὸ μαλθακόν τε καὶ συνεστηκὸς καὶ τὴν ὥρην ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρει, πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων. τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν." καὶ τοίνυν καὶ τὸ πτύελον, ἐπειδὰν μὲν ἀκριβῶς ὅμοιον ᾖ [575] τοῖς τῶν ὑγιαινόντων, ἀκριβῶς ὑγιαίνειν ἐνδείξεται τὰ τῆς ἀναπνοῆς ὄργανα, παραποδιζόμενον δέ τι καὶ τοῦ κατὰ φύσιν ἐξιστάμενον εἰς τοσοῦτον ἐκεῖνα βεβλάφθαι δηλοῖ, εἰς ὅσον ἂν καὶ αὐτὸ τῆς κατὰ φύσιν ἰδέας ἀπολείπηται. τὸ δ' ἐναντιώτατον τοῦ κατὰ φύσιν ἄπεπτόν ἐστιν καὶ μεγάλην ἐνδείκνυται τὴν τῶν πεπονθότων ἀσθένειαν. εἰ δὲ καὶ μοχθηρᾶς αἰτίας ἔχει τι γνώρισμα, καθάπερ τὸ μέλαν, ὀλεθριώτατον ἤδη τὸ τοιοῦτον. οὕτως δ' ἔχει κἀπὶ τῶν οὔρων. καὶ γὰρ καὶ τούτων ὅσα μὲν ὁμοιότατα τοῖς τῶν ὑγιαινόντων ἐστίν, ταυτὶ μὲν ἱκανῶς εὐρωστεῖν ἐνδείκνυται τὸ φλεβῶδες γένος τῶν ὀργάνων, ὅσα δ' ἀπεπτότερα, τὴν ἀρρωστίαν αὐτῶν μηνύει, τὰ δ' ἐναντιώτατα τοῖς τῶν ὑγιαινόντων αὐτὰ μὲν τελέως ἐστὶν ἄπεπτα καὶ μεγάλην δ' ἀρρωστίαν ἐνδείκνυται τοῦ φλεβώδους γένους παντός. ὅσα δὲ καὶ τῆς κρατούσης αἰτίας ἐμφαίνει τὸ μοχθηρόν, ὥσπερ καὶ τὰ μέλανα, ταυτὶ ἐσχάτως ὀλέθρια.
Ταυτὶ μὲν οὖν τὰ τρία γένη τῶν σημείων ἐνδείκνυται πέψιν ἰδίαν ἕκαστον, τῆς μὲν κάτω γαστρὸς [576] τὰ κατὰ φύσιν διαχωρήματα, τοῦ φλεβώδους δ' αὖ γένους τὰ οὖρα, τῶν δ' ἀναπνευστικῶν ὀργάνων μόνων τὰ πτύσματα. καθάπερ δὲ ταῦτα τῶν τόπων αὐτῶν ὅθεν ἐκκρίνεται τὰ γνωρίσματα φέρει, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον καὶ τὰ οὖρα νεφρῶν καὶ οὐρητήρων καὶ κύστεως καὶ καυλοῦ. ἀλλὰ τὰ μὲν ἐπὶ τοῖς τούτων ἀρρωστήμασιν οὖρα διὰ τῶν Ἀφορισμῶν ἰδίᾳ κατέλεξεν ὁ Ἱπποκράτης, τὰ δὲ τοῖς ὀξέσι συνεδρεύοντα κατὰ τὸ Προγνωστικὸν ἔγραψεν, ὅτι τοῦτο τὸ βιβλίον, ὡς ἤδη πολλάκις ἀποδέδεικται, περὶ μόνων ἐστὶ τῶν ὀξέων. ἀμέλει τελειώσας ἐν αὐτῷ σύμπαντα τὸν περὶ τῶν οὔρων λόγον ἐπὶ τῷ τέλει προσέθηκε· "μὴ ἐξαπατάτω δέ σε, ἤν τι αὐτέη ἡ κύστις νόσημα ἔχουσα τῶν οὔρων τι ἀποδιδῷ τουτέων. οὐ γὰρ τοῦ ὅλου σημεῖον ἀλλ' αὐτῆς καθ' ἑαυτήν." ὡς οὖν τῆς κύστεως ἐμνημόνευσε παράδειγμα τῷ λόγῳ ποιησάμενος αὐτήν, οὕτω καὶ νεφρῶν καὶ οὐρητήρων καὶ καυλοῦ συνυπακούειν χρή. μεγίστη δ' ἀπόδειξις αὐτὰ τὰ πρὸς αὐτοῦ γραφέντα διὰ τῶν Ἀφορισμῶν. ὥσπερ γὰρ κύστεως, οὕτω καὶ νεφρῶν νοσούντων γράφει [577] σημεῖα· "οἷσιν ἐν τῷ οὔρῳ", φησίν, "παχεῖ ἐόντι σαρκία μικρὰ ἢ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται." ταυτὶ μὲν οὖν, ὡς ἔφην, τὰ τρία γένη τῶν σημείων ἕκαστον ἰδίας πέψεως ἐνδεικτικὸν ὑπάρχει, οὖρα μὲν τῆς κατὰ φλέβας, διαχωρήματα δὲ τῆς κατὰ γαστέρα, πτύσματα δὲ τῆς τῶν ἀναπνευστικῶν ὀργάνων.
Καὶ οὐκ ἐνδέχεται δέ ποτε μὴ οὐκ ἀγαθόν τι μέγα δηλοῦν τὸ τῆς πέψεως σημεῖον. αἱμορραγίαι δὲ καὶ ἱδρῶτες καὶ παρωτίδες καὶ τὰ ἄλλα ἀποσκήμματα σὺν μὲν τῷ καιρῷ πέφυκεν ὠφελεῖν, ἀκαίρως δ' οὐδὲν ὀνίνησι. ὅθεν μοι δοκεῖ τὰ τοιαῦτα αἰνίττεσθαι διὰ τοῦ περὶ χυμῶν βιβλίου λέγων· "τὰ κρίνοντα ἐπὶ τὸ βέλτιον μὴ αὐτίκα ἐπιφαίνεσθαι." καὶ γὰρ οὐ ταῦτα μόνον ἀλλὰ καὶ δύσπνοια καὶ παραφροσύνη καὶ δάκρυα καὶ ἀγρυπνία καὶ κώματα καὶ σκοτόδινοι καὶ μαρμαρυγαὶ καὶ ἆσαι καὶ καρδιαλγίαι καὶ κεφαλαλγίαι καὶ τἄλλα σύμπαντα τὰ καθ' ἕκαστον μόριον ἀλγήματα διορισμοῦ δεῖται, πηνίκα μέν ἐστιν ὠφέλιμα, πηνίκα δὲ βλαβερά, πηνίκα [578] δ' οὐ μόνον οὐδὲν ὀνίνησιν ἀλλὰ καὶ σημεῖα γίνεται μοχθηρότατα.
Καθάπερ οὖν ἕν τι ποσὸν ἀφωρισμένον οὐκ ἐδήλου τὸ τῆς ἀρχῆς ὄνομα, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον οὐδὲ τὸ αὐτίκα, πλάτος δ' ἐστὶν ἔχον χρόνου τοσοῦτον ὅσον περ καὶ τὸ τῆς ἀρχῆς ἐστιν. δῆλον δ' ὡς καὶ πολλάκις ἀντ' ἐπιρρήματος αὐτῷ χρώμεθα τοῦ ἀμέλει, καθάπερ κἀν τῷ τοιῷδε λόγῳ φαίνεται κεχρημένος ὁ Ἱπποκράτης· "εἰσὶ δὲ τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τουτέων ἑκάστου τῶν πυρετῶν. αὐτίκα γὰρ συνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει." τουτὶ γὰρ τὸ αὐτίκα πλέον οὐδὲν δηλοῖ τοῦ ἀμέλει, καθάπερ, οἶμαι, κἀν τῷ Περὶ διαίτης ὀξέων ἐν οἷς οὕτω φησίν· "ἢν οὖν μὴ προστιμωρήσῃ τις ὅσων δεῖται αὐτάρκης εἶναι ὁ τρόπος τῆς τοιαύτης πτισανορροφίης, πολλαχῇ βεβλάψεται. οἷσι τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, εἰ μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν καὶ μὴ ἐνεοῦσαν ἂν ἐμποιήσειεν." τὸ μὲν δὴ αὐτίκα τοιοῦτόν τι σημαίνει. ἔστι δὲ τοῦ αὐτίκα πάμπολλα παραδείγματα παρά τε τῶν ἄλλων Ἑλλήνων εὑρεῖν, οὐχ ἥκιστα δὲ καὶ παρ' Ἱπποκράτους.
Ἐπὶ δὲ θάτερον ἤδη μεταβῶμεν.
[579] ἐπειδὴ γάρ φησι 'τὰ κρίσιμα μὴ αὐτίκα ἐπιφαίνεσθαι', τὸ παραχρῆμα δηλοῖ, τοῦτ' ἔστι τὸ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος. ἔστι δ' οὐ ταὐτὰ τά γε νῦν εἰρημένα κρίσιμα καὶ τὰ τῆς πέψεως γνωρίσματα. τοῖς μὲν γὰρ οὐκ ἐγχωρεῖ τὸ μὴ οὐ κρίσιν τινὰ πάντως ἢ ἀγαθὴν ἢ κακὴν ποιήσασθαι, τὰ δὲ τῆς πέψεως σημεῖα σωθήσεσθαι μὲν δηλοῖ τὸν ἄνθρωπον, οὐ μὴν κριθήσεσθαί γε πάντως. οὔτε γὰρ εἰ τὴν ἀθρόαν ἀκούοιμεν ἐν νόσῳ μεταβολὴν οὔτ' εἰ τὴν προηγουμένην αὐτῆς ταραχήν, ἐξ ἀνάγκης τὰ τῆς πέψεως σημεῖα τῶν εἰρημένων ἔσται. δύναται γὰρ ἐν χρόνῳ πλείονι κατὰ βραχὺ τὸ νόσημα πεττόμενον ἐπὶ παντελῆ λύσιν ἀφικέσθαι. δηλωθήσεται δὲ κἀν τοῖς ἑξῆς ἔτι σαφέστερον, ὅπῃ διήνεγκε τὰ κρίσιμα συμπτώματα τῶν τῆς πέψεως σημείων. νυνὶ δὲ ἀρκεῖ τό γε τοσοῦτον ἐπιδεδεῖχθαι, ὡς τῆς μὲν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις πέψεως τὰ πτύελα, τῆς δ' ἐν ταῖς φλεψὶ τὰ οὖρα, τῆς δὲ κατὰ τὴν γαστέρα τὰ διαχωρήματα τίθεσθαι χρὴ σημεῖα, καὶ ὡς ἐπὶ μὲν τῶν πυρετῶν ἁπάντων, ἐπειδὴ τοῦ φλεβώδους γένους εἰσὶ παθήματα (καὶ γὰρ δὴ καὶ τὰς ἀρτηρίας [580] ἐν τούτῳ νῦν τῷ γένει περιλαμβάνω), τοῖς οὔροις μάλιστα προσεκτέον ἐστίν, ἐπὶ δὲ τῶν πλευριτικῶν πρώτοις μὲν τοῖς πτύσμασιν, ἤδη δὲ καὶ τοῖς οὔροις, ὅτι καὶ μετὰ πυρετοῦ πάντως ἡ πλευρῖτις, ἐπὶ δὲ τῶν κατὰ τὴν γαστέρα χωρὶς μὲν πυρετοῦ τοῖς διαχωρήμασι μόνοις, σὺν πυρετῷ δὲ καὶ τοῖς οὔροις.
Ἡ τοίνυν ἑκάστου τῶν νοσημάτων ἴδιος ἀρχὴ τοῖς τῆς πέψεως σημείοις ὁρίζεται διαφέρουσα τῆς ἐν πλάτει λεγομένης ἀρχῆς τῆς ἀτέχνου πάμπολυ. μακροτέρω γὰρ ἐκείνη τῆς τρίτης ἡμέρας οὐκ ἐπινοεῖται προιοῦσα, καθάπερ κἀν τῷ Προγνωστικῷ δεδήλωται σαφέστατα. προειπὼν γὰρ· "ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νόσου τὸ πρόσωπον τοιοῦτον ᾖ" μετὰ ταῦτά φησιν· "ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νοσήματος ἢ τριταίου", τὴν κατὰ πλάτος ἀρχὴν ἐναργῶς ἐνδεικνύμενος ἡμῖν ἄχρι τῆς τρίτης ἡμέρας ἐκτείνεσθαι. τὴν δ' ὄντως ἑκάστου νοσήματος ἀρχὴν ἰδίαν, ἣν δὴ καὶ μέρος ἔφαμεν ὑπάρχειν αὐτοῦ, μέχρι παμπόλλων τετράδων ἐνδέχεται προέρχεσθαι. παύεται γὰρ τότε πρῶτον, [581] ἐπειδὰν τὰ τῆς πέψεως ἐπιφανῇ σημεῖα. τὸ δ' ἀπὸ τοῦδε σύμπαν ἕως τῆς ἀκμῆς ἕτερον ἤδη μέρος ἐστὶν αὔξησίς τε καὶ ἀνάβασις ὀνομαζόμενον, εἶτ' ἀκμὴ μετὰ ταῦτα, τὸ σφοδρότατον τῆς ὅλης νόσου μόριον, ὑστάτη δὲ πασῶν ἡ παρακμή. πέψεως μὲν δὴ σημεῖα (πολλάκις γὰρ δεῖ τὰ χρησιμώτατα λέγειν) οὐκ ἔστιν ὅτε κακῶς ἐπιφαίνεται, τὰ κρίσιμα δ' ἔστιν ὅτε κακῶς. οὔτε γὰρ ἐν ταῖς ἀναβάσεσιν οὔτ' ἐν ταῖς ἀρχαῖς, ἀλλ' ἐν ταῖς ἀκμαῖς αὐτὰ φαίνεσθαι χρή. περὶ μὲν δὴ τῶν ἐν ταῖς ἀναβάσεσί τε καὶ ταῖς ἀκμαῖς ἐπιφαινομένων ἐφεξῆς ἐροῦμεν, περὶ δὲ τῶν ἐν ταῖς ἀρχαῖς ἤδη λέγωμεν ἀναμνήσαντες πάλιν, ὡς ἐν ἅπαντι τῷ μετὰ ταῦτα λόγῳ παρέντες τὰ δύο σημαινόμενα τῆς ἀρχῆς, τό τε τῆς πρώτης εἰσβολῆς τῆς ἀπλατοῦς καὶ τὸ τοῦ πρώτου παροξυσμοῦ, περὶ μόνου τοῦ τρίτου διαλεξόμεθα, τοῦ χρόνου τῆς ἀπεψίας. καὶ γὰρ καὶ τεχνικὴ τῆσδε τῆς ἀρχῆς ἡ διάγνωσίς ἐστιν καὶ μεγάλα δηλοῦν πέφυκεν. οὔτ' οὖν ἱδρῶτες καὶ ἔμετοι καὶ διαχωρήματα γαστρὸς οὔτε παρωτίδες [582] οὔθ' αἱμορραγίαι κατὰ τοῦτον ἐπιφανεῖσαι τὸν χρόνον ἔκρινάν ποτε νόσημα. ταυτὶ μὲν οὖν ἤδη καὶ ὡς αἴτια πεπίστευται τὰς νόσους ἀπαλλάττειν, τὰ δ' ὡς σημεῖα τούτων δηλωτικὰ παραφροσύναι τ' εἰσὶ καὶ ἀγρυπνίαι καὶ κώματα καὶ ἀλγήματα καὶ δάκρυα καὶ δύσπνοιαι καὶ σκοτόδινοι καὶ πάνθ' ὅσα τοιαῦτα. καὶ γὰρ οὖν καὶ ταῦτα χωρὶς τῶν τῆς πέψεως σημείων ἐπιφανέντα κακίστων εἰσὶ διαθέσεων γνωρίσματα. σύμπαντα μὲν οὖν δὴ ταῦτα, τά θ' ὡς αἴτια τά θ' ὡς σημεῖα κρίσιμα, μὴ αὐτίκα φαινέσθω, τοῦτ' ἔστι μὴ κατὰ τὸν πρῶτον καιρὸν τοῦ νοσήματος, ἡνίκα τελέως ἄπεπτον ὑπάρχει. τὰ δ' ἄλλα τρία γένη τῶν τὴν πέψιν δηλούντων σημείων, εἰ καὶ κατὰ τὴν πρώτην ὥραν εὐθὺς φαίνοιτο τοῦ πρώτου παροξυσμοῦ, καλῶς ἐπιφαίνεται.
Πάλιν οὖν ἀναλαβόντες εἴπωμεν ταὐτό· τοὺς καθόλου καιροὺς τῶν νοσημάτων ἔκ τε τῶν νόσων αὐτῶν χρὴ πρῶτον στοχάζεσθαι, πηλίκοι τινὲς ἔσονται τῷ χρόνῳ, κἀκ τῶν ὡρῶν τοῦ ἔτους καὶ τῆς τῶν περιόδων ἀναλογίας καὶ πρὸς τούτοις ἅπασιν ἐκ τῶν ἐπιφαινομένων [583] ἐν οἷς πρῶτα καὶ κυριώτατα τὰ τῆς πέψεώς ἐστι σημεῖα δι' ὧν τὴν μὲν ἤδη περιγεγραμμένην ἀρχὴν ἀκριβῶς γνωρίσεις, ἐκ ταύτης δὲ τὴν μέλλουσαν ἀκμὴν στοχασμῷ τεχνικῷ προγνώσῃ τῷ μετ' ὀλίγον εἰρησομένῳ. καλῶ δὲ τεχνικὸν στοχασμὸν ὃς ἂν ἐγγυτάτω τῆς ἀληθείας ἀφίκηται. ὥσπερ οὖν ἀκριβὴς διάγνωσις ἀρχῆς οὐκ ἔστι πρὶν ἄρξασθαι τὴν ἀνάβασιν, οὕτως οὐδὲ τῆς ἀναβάσεως πρὶν εἰσβαλεῖν τὴν ἀκμήν. ἀσκητέον δὲ κἀνταῦθα πρότερον εἰσβάλλουσαν ἀκμὴν γνωρίζειν, ἔπειθ' οὕτως προγινώσκειν. ἐπεὶ δὲ καὶ τούτων ἁπάντων ἡγεμὼν Ἱπποκράτης ἐστί, δίκαιον ἂν εἴη κἀνταῦθα τὰς ἐκείνου ῥήσεις ἐξηγουμένους διαπεράνασθαι τὸν λόγον.
Ἄμεινον δ' ἴσως ἐστὶ πρὶν ὑπάρξασθαι τοῦτο ποιεῖν ἔτι βραχέα περὶ τῶν εἰρημένων προσθεῖναι. ἣν γὰρ ὡς μέρος τοῦ νοσήματος ἐζητοῦμεν εὑρεῖν ἀρχήν, εἴτ' ἰσόχρονος ἐν ἁπάσαις ταῖς νόσοις ἐστὶν εἴτε καθ' ἑκάστην αὐτῶν ἴδιος, ἐν ᾗ καὶ τὸν Θεσσαλὸν ἔφαμεν ἐξευρηκέναι τὸ ληρῶδες ἐκεῖνο παράγγελμα τὸ 'δεῖν ἐν ἀρχῇ στέλλειν τὰ νοσήματα κἂν ἐκ τῆς στεγνῆς ᾖ[584] κοινότητοσ', Ἱπποκράτης μὲν πάντων πρῶτος ἀκριβῶς ἐδήλωσεν, οὐ μὴν μανθάνουσίν γε τὰ αὐτοῦ διὰ τὸ τάχος τῆς ἑρμηνείας. ἀρκέσει δ' ἔν γε τῷ παρόντι διὰ μιᾶς ῥήσεως ἐπιδεῖξαι τὴν γνώμην τοῦ παλαιοῦ. καὶ γὰρ καὶ τὰς ἄλλας ῥήσεις ἄν τις, εἰ μὴ παντάπασιν ἀταλαίπωρος εἴη, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον ἐξευρίσκειν δύναιτο. προχειρισώμεθα δὴ τόνδε τὸν ἀφορισμόν· "πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμὰ μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ." τὸ μὲν δὴ ὀργᾶν κυρίως μὲν ἐπὶ τῶν ζῴων εἴθισται λέγεσθαι τῶν ἐπειγομένων χρήσασθαι συνουσίᾳ, μετενήνεκται δ' ἐπὶ τὰ κατεπείγοντα καὶ κινούμενα ταχέως νοσήματα καὶ μάλιστ' ἐπειδὰν ἐρεθίζηταί πως ἡ τοῦ κάμνοντος αἴσθησις ὑπὸ τῆς τῶν ὑγρῶν τε καὶ πνευμάτων ἀτάκτου κινήσεως. ἐπὶ γὰρ τῶν τοιούτων μόνων εὐλόγως ἄν τις χρήσαιτο κατ' ἀρχὰς φαρμακείᾳ σύμμαχον ἔχων εἰς τὸ τῆς ὁλκῆς εὐπετέστερον τὴν τῶν πλεοναζόντων ὑγρῶν κίνησιν, ὡς τά γε πρὸς τῷ τελέως ὑπάρχειν ἄπεπτα τὸ μόνιμόν τε καὶ ἑδραῖον ἔχοντα χαλεπῶς ὑπακούει ταῖς ὁλκαῖς τῶν καθαιρόντων φαρμάκων. οὕτως οὖν εἴρηται κἀκεῖνο· "ὁκόσοι δὲ [585] τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούσων εὐθέως ἐπιχειροῦσι λύειν φαρμακείῃ, τοῦ μὲν συντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιροῦσιν (οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος), τὰ δ' ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ συντήκουσιν." ἀλλὰ περὶ μὲν τούτου σκέψασθαί τι τῆς θεραπευτικῆς ἐστιν ἔργον μεθόδου, τὸν δ' οὖν Ἱπποκράτην καλεῖν ἀρχὴν ἐκεῖνον ἅπαντα τὸν χρόνον τοῦ νοσήματος ἐν ᾧ παντελῶς ἐστιν ἄπεπτον ἤδη φαίνεται. προειπὼν γὰρ ὡς 'πέπονα χρὴ φαρμακεύειν' ἐπήνεγκε 'μὴ ὠμὰ μηδὲ ἐν ἀρχῇσιν' ὡς τότ' ἀρχῆς οὔσης ὅτ' ὠμόν ἐστι τὸ νόσημα καὶ ἄπεπτον ὑπάρχει.
Πῶς οὖν (ἀναληπτέον γὰρ αὖθις ὅθενπερ λέγοντες ἀπελίπομεν) ὅρον ἐπιθήσει τις οὕτω σαφῆ τῷ πέρατι τῆς ἀναβάσεως ὥσπερ καὶ τῷ τῆς ἀρχῆς; πῶς δ' ἄλλως ἢ τὰ τῆς ἀκμῆς θεασάμενος γνωρίσματα; λέγει δὲ καὶ ταῦθ' Ἱπποκράτης ἑνὶ μὲν λόγῳ τῷδε· "κατὰ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, κατὰ δὲ τὰς ἀκμὰς ἰσχυρότερα", [586] ἑτέρῳ δὲ τῷδε· "ὅκου μὲν οὖν κάτοξυ τὸ νόσημα αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει." πῶς οὖν ἐπιγνῶμεν αὐτὸ δὴ τοῦτο; ὅτι νῦν ἰσχυρότατόν ἐστι τὸ νόσημα καὶ τοὺς μεγίστους ἔχει παροξυσμούς. εἰ μὲν γὰρ ἀθρόως μέλλει μεταβάλλειν, ὅπερ δὴ κρίνεσθαι καλέσομεν ἐν τῷ παρόντι, τὴν ἀρχὴν τῆς κρίσεως ἔσχατον ὅρον ἀναβάσεως θετέον, εἰ δὲ κατὰ βραχύ, τοῖς ἐν ταῖς περιόδοις παροξυσμοῖς δοκιμαστέον. εἰ μὲν γὰρ 'ἐπὶ τὸ πρωϊαίτερόν τε καὶ πλείονα χρόνον καὶ μᾶλλον', ὡς αὐτὸς ἔλεγεν, εἴησαν γινόμενοι, δῆλον ὡς ἐπὶ τὴν ἀκμὴν ἀνέρχεται καὶ αὐξάνεται τὸ νόσημα, τῆς δ' ἐπὶ τοὐναντίον μεταβολῆς αὐτοὺς διαδεξαμένης παύεται καὶ παρακμάζει. συμβαίνει δὲ ποτὲ μὲν δύο παροξυσμοὺς γενομένους μεγίστους μὲν τῶν ἄλλων, ἴσους δ' ἀλλήλοις τὸν τῆς ἀκμῆς περιγράψαι καιρόν, ἐνίοτε δ' ἕνα καὶ τῶν ἔμπροσθεν ἁπάντων καὶ τῶν μετ' αὐτὸν γενέσθαι μέγιστον. εἰς τρεῖς δὲ παροξυσμοὺς ἐν μὲν τοῖς ὀξέσιν οὐ πάνυ τι προέρχεσθαι συμβαίνει τὸν τῆς ἀκμῆς καιρόν, ἐν δὲ τοῖς χρονίοις οὐκ εἰς τοσούτους μόνον ἀλλὰ καὶ πολὺ πλείονας.
Οὕτω μὲν διαγινώσκειν χρὴ τοὺς [587] καθόλου καιροὺς ἢ γινομένους ἢ γεγονότας ἄρτι, μέλλοντας δ' ἔσεσθαι καθ' ἕτερον τρόπον, ὃς ἵνα σαφὴς ᾖ τοῖς ἀκούουσιν, ἀνάγκη πρότερον εἰπεῖν τι περί τε διαχωρημάτων καὶ οὔρων, ὡς πρότερον εἴπομεν περὶ τῶν πτυσμάτων. "διαχώρημα τοίνυν ἄριστόν ἐστι τὸ μαλθακόν τε καὶ συνεστηκὸς καὶ τὴν ὥρην ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρει, πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων." ἐνταῦθα μὲν ἀπό τε συστάσεως αὐτοῦ καὶ ποσότητος καὶ καιροῦ τοῦ τῆς ἐκκρίσεως ποιεῖται τὴν διάγνωσιν, ἐπειδὴ τὴν κάτω κοιλίαν ὑγιαίνουσαν ἐνδείκνυται τὸ τοιοῦτον διαχώρημα. διὰ τοῦτ' οὖν ἐπιφέρων ἐρεῖ· "τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν." κάτω δὲ κοιλίαν εἴρηκε νῦν ἀντιδιαιρούμενος τῷ θώρακι. διὰ τοῦτο τοίνυν οὐδὲ τῆς χροιᾶς ἐμνημόνευσε τοῦ διαχωρήματος. οὐδὲν γὰρ ὡς πρὸς τὴν τῆς κοιλίας αὐτῆς διάγνωσιν ὅπως ἔχῃ διαθέσεως ἡ χροιὰ τῶν διαχωρημάτων ἐνδείκνυται. τοῦ γὰρ πεπέφθαι καλῶς ἱκανὰ τὰ προειρημένα γνωρίσματα, τὸ μαλθακόν τ' εἶναι καὶ συνεστηκὸς τὸ διαχώρημα καὶ μήτε [588] προλαμβάνειν τὸν κατὰ φύσιν καιρὸν μήθ' ὑστερίζειν καὶ τὸ πλῆθος ἀνάλογον τοῖς ἐδέσμασιν. ὥσπερ δ' εἰ ταῦτ' εἴη, πάντως πέπεπται, οὕτως οὐκ ἔτι, εἰ μὴ τούτων τι παρείη, πάντως οὐ πέπεπται. δύναται γὰρ αὐτὴ μὲν ἡ γαστὴρ ἐρρῶσθαι περὶ τὸ ἑαυτῆς ἔργον, ἤτοι δὲ διά τινα θερμασίαν ἰσχυρὰν τῶν περικειμένων αὐτῇ μορίων ἐξικμάζεσθαί τε καὶ ζηραίνεσθαι τὸ καλῶς πεφθὲν ἢ δι' ἀρρωστίαν ἀναδόσεως ὑγρότερον τοῦ δέοντος ὑπιέναι. τὸ μέντοι μαλθακόν τε καὶ συνεστηκὸς ἄντικρυς μὲν ἐνδείκνυται τὴν πεπτικὴν ἐνέργειαν ἐρρῶσθαι, συνενδείκνυται δὲ καὶ τὸ τὴν ἀνάδοσιν ἀμέμπτως ἐπιτελεῖσθαι καὶ πρὸς τούτοις ἔτι τὸ μηδὲν φλεγμαίνειν τῶν κατὰ τὴν γαστέρα μορίων. εἰ δέ τῳ δοκεῖ παραλελεῖφθαι τὸ λεῖον (εἶναι γὰρ χρὴ τὸ καλῶς πεπεμμένον εὐθὺς καὶ λεῖον), οὐκ ὀρθῶς οὗτος γινώσκει. τὸ γὰρ συνεστηκὸς οὐκ ἐνδέχεται μὴ οὐχὶ καὶ λεῖον εἶναι. ἡνῶσθαι γὰρ αὐτὸ δεῖ τοῖς μορίοις ἅπασι καὶ οἷον ἓν ὑπάρχειν ἀκριβῶς. εἰ δὲ τὰ μὲν ὁλόκληρα καὶ τραχέα καὶ σκληρὰ τῶν μορίων αὐτοῦ
[589] φαίνοιτο, τὰ δ' ὑγρὰ καὶ ὑδατώδη, πῶς ἂν εἴη ταῦτα πρὸς ἄλληλα συνεστηκότα; διαλέλυται γὰρ οὕτω γ' ἀπ' ἀλλήλων, καὶ τὰ μὲν τραχέα τε καὶ σκληρὰ κεχώρισται πάντῃ, τὸ δ' ὑγρὸν ὡς ἂν ὑδατῶδές τε καὶ λεπτὸν ἔτι μένον οὔθ' ἑαυτὸ συνδεῖν δύναται τοῖς στερεοῖς οὔτε δι' ἑαυτοῦ κἀκείνοις τινὰ κοινωνίαν ἐργάζεσθαι, περιρρέον τ' αὐτοῖς ἐν κύκλῳ καὶ ἀπορρέον ἀνώμαλόν θ' ἅμα καὶ οὐδαμῶς γε συνεστηκὸς ἐργάζεται τὸ διαχώρημα. τὸ μὲν δὴ τοιοῦτον, λέγω δὴ τὸ μαλθακόν τε καὶ συνεστηκός, ὑγιαίνειν μὲν ἐνδείκνυται πάντως τὴν γαστέρα, συνενδείκνυται δ' ὡς ἔφην καὶ τὸ μηδὲν τῶν πέριξ πεπονθέναι καὶ τὸ τὴν ἀνάδοσιν ἀμέμπτως γίνεσθαι. πάντως γὰρ ἂν ὑγρὸν ἦν ἐλλιπῶς αὐτῆς ἐπιτελουμένης. εἰ δὲ καὶ τὸν καιρὸν φυλάττοι τῆς ἐκκρίσεως καθ' ὃν ὑγιαίνοντος ἐγίνετο, δῆλον ὡς οὔτε βραδυπεψίαν οὔτε τῆς καθεκτικῆς ἢ ἀποκριτικῆς δυνάμεως ἐνδείκνυταί τι σφάλμα. τὸ μὲν γὰρ ὀψιαίτερον ἢ χρὴ διαχωρεῖν ἢ τὴν πέψιν αὐτὴν ἢ τὴν διὰ τῶν ἐντέρων φορὰν ἐνδείκνυται βραδυτέραν, τὸ δὲ πρωϊαίτερον ἀρρωστίαν τῆς καθεκτικῆς δυνάμεως· οὐ γὰρ δὴ ῥώμην γε τῆς [590] ἀλλοιωτικῆς. οὐ γὰρ ἐνδέχεται τὸν νοσοῦντα, καὶ μάλιστ' ὀξέως, ῥωμαλεωτέραν ἔχειν τοῦ κατὰ φύσιν τὴν κοιλίαν, ἀλλ' ἀγαπητὸν εἰ μὴ πολλῷ τινι τοῦ κατὰ φύσιν ἀπολείποιτο. τὸ μέντοι σὺν δήξει τινὶ ταχέως διεξερχόμενον ἐρεθισμῷ δηλονότι τὸ τοιοῦτον ἔπαθεν, οὔτε δ' ἰσχὺν οὔτ' ἀρρωστίαν ὅλως ἐνδείκνυται δυνάμεως. ἀλλὰ τό γε χωρὶς δήξεως ἤ τινος ἄλλου συμπτώματος ἐν τῷ προσήκοντι καιρῷ κενούμενον ἐρρῶσθαι τὰς τρεῖς τῆς κοιλίας ἐνδείκνυται δυνάμεις, τὴν ἀλλοιωτικήν, τὴν καθεκτικὴν καὶ τὴν ἀποκριτικήν. (ὅτι δὲ τέτταρες αἱ πᾶσαι φυσικαὶ δυνάμεις ἐν ἑκάστῳ τῶν τοῦ σώματος μορίων ἡμῶν εἰσιν ἑτέρωθι δέδεικται καὶ νῦν οὐ χρὴ τῶν οὕτω τι παρεμπιπτόντων ἀπόδειξιν μαθεῖν. ἰδίᾳ γὰρ ὑπὲρ ἑκάστου γέγραπται.)
Λοιπὸν οὖν ὑπὲρ τοῦ χρῆναι πρὸς λόγον τῶν εἰσιόντων εἶναι τὰ κενούμενα διελθεῖν ἀπολείπεται. τὸ τοίνυν μαλθακόν τε καὶ συνεστηκὸς καὶ κατὰ τὴν τῶν ὑγιαινόντων ὥραν ἐκκρινόμενον, εἰ μὴ διασώζοι τὴν τῶν ἐδηδεσμένων ἀναλογίαν, ἴσχεταί πού τι [591] μέρος αὐτοῦ κατὰ τὸ τυφλὸν ἔντερον ἢ τὸ κόλον ἢ κἀν ταῖς ἄλλαις ἕλιξι ταῖς λεπταῖς. οὐκ ἀγαθὸν δὲ τοῦτο καὶ ὡς σημεῖον καὶ ὡς αἴτιον, ὡς σημεῖον μὲν ὅτι τὴν ἀποκριτικήν τε καὶ προωστικὴν ὀνομαζομένην δύναμιν ἄρρωστον εἶναί φησιν, ὡς αἴτιον δ' ὅτι μένει τινὰ τῶν περιττωμάτων ἔνδον, ἃ ἐχρῆν ἐκκρίνεσθαι μᾶλλον. ὥστε τὸ μὲν ἅμα ταῦτ' ἔχον ἅπαντα τὰ προειρημένα γνωρίσματα διαχώρημα βεβαίως ἐνδείκνυται τὴν κοιλίαν ὑγιαίνειν, εἰ δέ πῄ τινος αὐτῶν ἀπολείποιτο, ποτὲ μὲν αὐτῆς τῆς γαστρὸς ἐνδείξεταί τινα διάθεσιν, ἐνίοτε δὲ βεβλάφθαι τὴν ἀνάδοσιν ἢ καί τι τῶν πέριξ ὀργάνων οὐκ ὑγιαίνειν ἢ καί τι σύμπτωμα κρατεῖν, ὡς ἐπὶ τῆς δήξεως ἐλέγετο.
Ποῖον οὖν τι τὸ κατὰ φύσιν ἔχον ἀκριβῶς ἐστι διαχώρημα τὸ μηδὲν μήτ' ἐν τῇ γαστρὶ μήτ' ἐν τοῖς πέριξ ὀργάνοις ἐνδεικνύμενον σφάλμα; τοιοῦτον δ' ἂν εἴη τὸ πρὸς τῷ τὰ εἰρημένα διαφυλάττειν ἅπαντα δύο ταῦτ' ἔτι προσειληφός, ἅπερ αὐτὸς Ἱπποκράτης ἐφεξῆς ἐδίδαξε γράφων ὡδί· "ὑπόπυρρον δ' ἔστω καὶ μὴ λίην δυσῶδες."
[592] εἰ γὰρ ἤτοι πυρρὸν ἀκράτως ἢ μηδ' ὅλως ὑπόπυρρον ἀλλὰ καὶ κατὰ τὴν τῶν ἐδηδεσμένων εἴη χροιάν, ἤτοι πλέον εἰς τὴν γαστέρα συρρεῖν ὠχρᾶς χολῆς ἢ μηδ' ὅλως ὑπιέναι δηλώσει. τούτων δὲ τὸ μὲν πρότερον, εἰ μὲν κατ' ἀρχὰς γίνοιτο, χολωδεστέραν ἐνδείξεται τὴν νόσον, εἰ δ' ἐν τοῖς τῆς παρακμῆς χρόνοις, ἐκκαθαίρεσθαι χρηστῶς τὸ σῶμα.
Περὶ μὲν δὴ τούτων ἐν τοῖς ἐφεξῆς ἀκριβέστερον διορισθήσεται, τὸ δ' ἄπεπτον διαχώρημα τὸ λεπτὸν καὶ τραχὺ καὶ ἀχύμωτόν ἐστι καὶ τὴν τῶν ἐδηδεσμένων διαφυλάττον ποιότητα. τρίτον δ' ἐπὶ τούτοις ἐστὶ γένος διαχωρημάτων τὸ μηκέτι ἐκ τῆς τῶν σιτίων διαθέσεως ἀλλ' ἐκ τῶν συρρεόντων εἰς τὴν γαστέρα περιττωμάτων ἐκ παντὸς τοῦ σώματος ἐνδείκνυσθαί τι δυνάμενον, οἷόν περ καὶ τὸ πυρρὸν ἀκράτως ὀλίγον ἔμπροσθεν ἐλέγομεν. ἀλλὰ τοῦτο μὲν ὅταν ὁ τῆς ὠχρᾶς χολῆς χυμὸς ἄκρατός τε καὶ πολὺς εἰς τὴν γαστέρα συρρέῃ γίνεται, τὸ χλωρὸν δὲ τῆς ἰώδους ἐστὶ χολῆς γνώρισμα, καθάπερ γε καὶ τὸ μέλαν ἤτοι τῆς μελαίνης ἤ τινος αἵματος αὐτόθι κατοπτηθέντος, εἰ δ' οἷον πελιδνόν τι φαίνοιτο κατὰ τὴν [593] διαχώρησιν οὐδενὸς ἐδηδεσμένου τοιούτου, ψῦξίν τινα καὶ νέκρωσιν οὐκ ἀγεννῆ τῶν ἐντὸς ὑποδείκνυσιν, ὥσπερ εἰ καὶ λιπαρὸν οὐδενὸς ἐδηδεσμένου λιπαροῦ, συντήξεως γνώρισμα. καὶ μὲν δὴ καὶ τὸ γλίσχρον, εἰ μὴ καὶ τοῦτο κατὰ τὴν τοῦ σιτίου φύσιν εἴη τοιόνδε, συντήξεώς ἐστι σημεῖον. ἀλλὰ τὸ μὲν λιπαρὸν πιμελῆς τηκομένης γίνεται, τὸ δ' αὖ γλίσχρον αὐτῶν τῶν στερεῶν τοῦ ζῴου μορίων ὥστε χεῖρον μακρῷ. καὶ μὲν δὴ καὶ τὸ λίαν δυσῶδες, εἰ μὴ καὶ τοῦτ' εἴη κατὰ τὸ σιτίον, οὐ μικρὰν ἐνδείκνυται σῆψιν. ἁπλῶς δ' εἰπεῖν ἐπὶ πάντων, εἰ μὴ κατὰ τὸ σιτίον ἡ ποιότης εἴη τῶν διαχωρημάτων, οὕτως ἤδη σκοπεῖσθαι τὴν διάθεσιν, ὥστε κἂν μὴ λέγηταί που τοῦτο, προσυπακούειν αὐτὸ χρή. καὶ πάντα γε τὰ ὑφ' Ἱπποκράτους εἰρημένα διὰ τοῦ Προγνωστικοῦ δῆλον ὡς οὕτως εἴρηται διοριζομένων ἡμῶν ἀεὶ τὸ διά τι ἄλλο καὶ οὐ διὰ τὸ νόσημα γεγονός.
Λοιπὸν δ' ἂν εἴη περί τε τοῦ τρύζοντος εἰπεῖν καὶ ἀφρώδους καὶ ποικίλου. τὸ μὲν δὴ τρύζον ὠνόμασται μὲν ἀπὸ τοῦ γινομένου ψόφου κατὰ τὴν διαχώρησιν, ἐνδείκνυται δὲ τὸ μὲν ἐκκρινόμενον αὐτὸ σὺν [594] ὑγρότητι λεπτῇ φυσῶδες εἶναι, τὰ δ' ὄργανα συνῆχθαί τε καὶ οἷον ἐσφίγχθαι καὶ στενοχωρεῖσθαι. τὸ δ' ἀφρῶδες, ὥσπερ οὖν κἀπὶ τῶν ἐκτός, ἤτοι ζέοντός τινος ἢ φυσώδους πνεύματος ὑγρῷ μαχομένου γίνεται. τὸ μὲν δὴ πρότερον ἀμέτρου θερμασίας συντηκούσης τὸ σῶμα, τὸ δὲ δεύτερον ἀνωμάλου ταραχῆς ἐστιν ἔκγονον, τὰ δὲ ποικίλα ποικίλαις ἔχεσθαι τὸ σῶμα διαθέσεσιν ἐνδείκνυται. διὰ τοῦτ' οὖν καὶ χρόνια καὶ κακοήθη. αἱ πολλαὶ γὰρ διαθέσεις καὶ χρόνου πλείονος εἰς πέψιν δέονται καὶ τὸν κίνδυνον ἐπιφέρουσιν ὁμότιμον τῷ πλήθει. καὶ γὰρ πέττεται ῥᾷον ἁπλῆ διάθεσις καὶ ἧττον κινδυνώδης ἐστὶ τῆς πολυειδοῦς. οὕτω μὲν δὴ καὶ περὶ τῶν διαχωρημάτων δεῖ γινώσκειν.
Ἐφεξῆς δὲ περὶ τῶν οὔρων εἴπωμεν. ἄριστον μὲν οὖν κἀνταῦθα τὸ τοῖς τῶν ὑγιαινόντων ὁμοιότατον, ὅσον δ' οὐ τοιοῦτον, ἢ ἁπλῶς ἄπεπτόν ἐστιν ἢ πρὸς τούτῳ καὶ ὀλέθριον. ἄπεπτον δὲ καὶ πεπεμμένον ὀνόματι μὲν ἓν ὥσπερ οὖν καὶ τῷ γένει, πάμπολυ δὲ τῷ μᾶλλόν [595] τε καὶ ἧττον ἀλλήλων διαφέρει. ὅρους μὲν οὖν κἀνταῦθα πειραθῶμεν ἐπιθεῖναι σαφεῖς οἷς ἅπαν τοὐν μέσῳ διακριθήσεται.
Τὸ μὲν δὴ κάλλιστα πεπεμμένον ἐν τοῖς ἄκρως ὑγιαίνουσι σκοπεῖσθαι προσήκει. τοιοῦτον δ' ἐστὶν τὸ ὑπόπυρρόν θ' ἅμα καὶ ὑπόξανθον καὶ πλέον γ' ὑπόπυρρον ἢ ὑπόξανθον, εὐθὺς δὲ τοῦτο καὶ πάχους ἔχει συμμέτρως. τὸ δ' ἤτοι λεπτότερον ἢ παχύτερον ἑαυτοῦ πέψιν ἐνδεᾶ σημαίνει. τὸ μὲν γὰρ οὔπω κεχύμωται, τὸ δ' ἔτι τετάρακται. μάθοις δ' ἂν ἐκ τῶν ἀποκρινομένων μὲν λεπτῶν τε καὶ καθαρῶν, μετὰ ταῦτα δ' ἤτοι μενόντων ἀεὶ λεπτῶν ἢ μετ' ὀλίγον ἀναθολουμένων ὡς ἀμφότερα μέν ἐστιν ἄπεπτα, διαφέρει δὲ τῷ τὸ μὲν οὐδ' ἐγκεχειρίσθαι πω πέττεσθαι, τῷ δ', ὅτι φυσώδη αὐτῷ πνεύματα ἀναμέμικται, ταραχή τις οἵα καὶ τοῖς νέοις οἴνοις τοῖς ἔτι ζέουσι γίνεται. οὔσης γὰρ τριττῆς διαφορᾶς τῶν οὔρων τῶν θολερῶν (ἢ γὰρ οὐρηθέντα τοιαῦτα καθίσταται μετ' ὀλίγον ἢ μένει παραπλήσια μεχρὶ παντὸς ἢ καθαρὰ μὲν ἐκκρίνεται, μετὰ ταῦτα δ' ἀναθολοῦται) [596] μοχθηρὸν μὲν τὸ τρίτον γένος τῶν εἰρημένων, ἐπιεικὲς δὲ τὸ πρῶτον, ἐν μέσῳ δ' ἀμφοῖν ἐστι τὸ δεύτερον. τὸ μὲν γὰρ εὐθὺς καθιστάμενον ὀλίγον ἔτι τῆς ἀνωμάλου ταραχῆς ὑπολείπεσθαι δηλοῖ, τὸ δ' ἀεὶ διαμένον ὅμοιον ἀκμάζειν ἔτι τὸν ἐν τῷ αἵματι σάλον ἐνδείκνυται, τὸ δ' ἔξω ταραττόμενον ἄρχεσθαι πέττεσθαι μέλλει, ὥστ' εὐλόγως κάκιστον μὲν τοῦτο (καὶ γὰρ καὶ χρόνου παμπόλλου δεῖται καὶ δυνάμεως ἰσχυρᾶς εἰς τὴν πέψιν), τὸ δ' οὐρούμενον μὲν θολερόν, εὐθὺς δ' ὑπόστασιν ἔχον χρηστὴν οὐκ εἰς μακρὰν πεφθήσεσθαι δηλοῖ τὸ νόσημα καὶ διὰ τοῦτ' ἐπιεικέστερον, ἐν τῷ μέσῳ δ' ἀμφοῖν ἐστι τὸ λοιπὸν καὶ τρίτον· ἅτε γὰρ ἀκμαζούσης ταραχῆς ἔκγονον ὑπάρχον, ὅσον ἀπολείπεται κακίᾳ τοῦ μέλλουσαν ἔτι τὴν ταραχὴν ἐνδεικνυμένου, τοσοῦτον πλεονεκτεῖ τοῦ παυομένην ἤδη κεκτημένου.
Τὸ τοίνυν ἐσχάτως ἄπεπτον ὑπὲρ ἅπαντα ταῦτ' ἐστίν. εἴη δ' ἂν ὑδατῶδες ἀκριβῶς τὸ τοιοῦτον οὔτ' ἤδη πεττόμενον ὡς τὸ θολερὸν οὔτε μέλλον ὡς τὸ μετ' ὀλίγον ἀναθολούμενον, ἀλλ' οἷον ἀπεγνωσμένης [597] πέψεως σύμπτωμα. τὸ τοιοῦτον τοῦ φλεβώδους γένους ὑπάρχει πάθος οἷον ἀκριβὴς ἀπεψία γαστρός. ὅταν δὲ καὶ ταχέως διεξέρχηται τοῦτο, καλεῖται μὲν ὑπό τινων ὕδερος εἰς ἀμίδα τὸ πάθημα, διαβήτην δ' ἔνιοι προσαγορεύουσιν, ἄλλος δέ τις παλαιὸς ἀνὴρ εἰς οὖρα διάρροιαν ὠνόμαζε. περὶ μὲν δὴ τῶν ὀνομάτων ἑτέρωθι σκοπείσθω, τὸ δ' οὖν πάθημα τοιοῦτόν ἐστιν οἷον ἐν τοῖς περὶ γαστέρα λειεντερία, νέκρωσις ὡς ἂν εἴποι τις ἀμφοτέρων τῶν δυνάμεων, ἀλλοιωτικῆς τε καὶ καθεκτικῆς, ὑπάρχον. ἀλλὰ τοῦτο μὲν ἀπέπτων οὔρων τὸ χείριστον, ἐφεξῆς δ' αὐτῷ τὸ ὑδατῶδες, ὅσον μὲν ἐπὶ τῷ μὴ πεπέφθαι παραπλήσιον, τῷ δὲ μηδὲν ἄλλο συνενδείκνυσθαι κακὸν ἧττον ὀλέθριον. ἐκεῖνο μὲν γὰρ οὐ τῆς ἀλλοιωτικῆς μόνον δυνάμεως ἀλλὰ καὶ τῆς καθεκτικῆς ἀρρωστίαν ἐσχάτην δηλοῖ, τουτὶ δὲ τῆς ἑτέρας μόνης, τῆς ἀλλοιωτικῆς. ὅσῳ δ' ἂν πλείους οὑτινοσοῦν γένους ὀργάνων ἐνέργειαί τε καὶ δυνάμεις ἐμποδισθῶσιν ἢ καὶ παντάπασιν ἀπόλωνται, τοσούτῳ χεῖρόν ἐστι τὸ νόσημα. διὰ ταῦτ' ἄρα χείριστον μὲν ἡ εἰς οὖρα διάρροια (διττὴ γὰρ [598] ἡ κακία), μοχθηρὸν δ' ἱκανῶς καὶ τὸ λεπτὸν οὕτως καὶ λευκὸν οἷον περ καὶ τὸ ὕδωρ. ἁπλῆ μὲν γὰρ ἡ διάθεσις, ἀλλ' ἐσχάτης ἀρρωστίας γνώρισμα. τούτῳ δ' ἐγγύς ἐστιν ἕτερον οὖρον ἐν πολλαῖς τῶν νόσων φαινόμενον ὡς οἴνου δοκεῖν ἱκανῶς λεπτοῦ καὶ λευκοῦ ἔχειν ἰδέαν. ἡ γένεσις δ' αὐτοῦ ἐκ τοῦ προειρημένου λεπτοῦ καὶ ὑδατώδους οὔρου βραχὺν ἰχῶρα λεπτὸν ἐκ τῆς πυρρᾶς χολῆς ὑποδεξαμένου. καὶ γὰρ εἰ κἀκτὸς εἰς ὕδωρ καθαρὸν ἐμβάλοις ὤχρας ὀλίγον ἢ αὐτῆς τῆς χολῆς, τοιοῦτόν σοι φανεῖται. τουτὶ μὲν ἐγγυτάτω τοῦ παντελῶς ἀπέπτου, τὸ δ' ὕπωχρον ἐφεξῆς τούτῳ. τὸ δ' ὠχρὸν εἴη μὲν ἂν ἤδη τοῦτο καὶ ὑπόπυρρον (εἰ γὰρ εἰς ὕδωρ ἐμβάλοις ἢ πυρροῦ χρώματος ὀλίγον ἢ ὠχροῦ πλέον, ὅμοιόν σοι φανεῖται), πέπεπται δ' ἤδη τοῦτο τῆς χρόας γ' ἕνεκα. χρὴ δ' αὐτὸ καὶ τῷ πάχει τοσοῦτον ἀποκεχωρηκέναι τοῦ ὑδατώδους, εἰ μέλλοι πεπέφθαι καλῶς, ὅσον καὶ τῷ χρώματι.
Τὸ δ' ἄριστον ἁπάντων οὖρον ὑπόπυρρόν ἐστι καὶ ὑπόξανθον, ὡς εἴρηται καὶ πρόσθεν, οἷον εἰ κἀκτὸς ἐργάσασθαι θελήσεις αἵματος ὀρρῷ καὶ χολῆς [599] πυρρᾶς ἐπιθολώσας ὕδωρ. λόγῳ δ' εἰπεῖν οὐκ ἐγχωρεῖ τὸ ποσὸν τῆς μίξεως, ἀλλ' ἢ παρ' ἄλλου χρὴ μαθεῖν ἢ αὐτὸν ἐκ τῆς πείρας διδαχθῆναι τοῦ κατὰ φύσιν οὔρου τὴν ἰδέαν ἐπ' αὐτῶν τῶν ὑγιαινόντων ἐξετάζοντα. πεττομένου μὲν γὰρ ἔτι τοῦ αἵματος ὅσον ἂν οὐρηθῇ, λείαν καὶ ὁμαλὴν καὶ λευκὴν ὑπόστασιν καὶ πολλὴν ποιεῖται, τελειωθείσης δὲ τῆς πέψεως ἐπιτείνεται μὲν αὐτῷ τὰ τοῦ χρώματος, ἔλαττον δ' ὑφίσταται, κἂν εἰ πλείονα χρόνον ἐπὶ τούτοις ἄσιτον φυλάττοις τὸν ἄνθρωπον, ὄψει πυρρότερον ἀεὶ καὶ μᾶλλον αὐτὸ γινόμενον. ἐδείκνυτο γὰρ δὴ κἀν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν ὅσον ἀμετρότερον ἐθερμάνθη τῆς τροφῆς καὶ μάλιστ' εἰ πῖον εἴη καὶ γλυκὺ χολὴ πικρὰ γινόμενον.
Ἐπεὶ δὲ καὶ ξανθὴν ὀνομάζουσι καὶ πυρρὰν καὶ ὠχρὰν τὴν τοιαύτην χολὴν καὶ μεστὰ πάντ' ἐστὶ τὰ τῶν ἰατρῶν βιβλία, τῶν μὲν οὕτως, τῶν δ' ἐκείνως καλούντων, τινῶν δὲ καὶ ἀδιαφόρως, ἄμεινον ἐν τῷδε πάλιν ἐπιστῆσαι τὸν λόγον, ἵν' ἕπηταί τις ἀκριβέστερον τοῖς λεγομένοις. ἐγγυτάτω τὴν φύσιν ἐστὶ τὸ πυρρὸν χρῶμα τῷ ξανθῷ, [600] διαφέρει δ' ἀλλήλων τῷ τὸ μὲν λευκότερον εἶναι, τὸ δὲ στιλπνότερον. καὶ γὰρ οὖν καὶ ἡ πικρὰ χολὴ ποτὲ μὲν πυρρὰ φαίνεται μᾶλλον, ποτὲ δὲ ξανθή, πολλάκις δ' ἄν σοι καὶ ὠχρὰ δόξειεν εἶναι, λευκοτέρα μὲν καὶ θολωδεστέρα γινομένη πυρρά, στίλβουσα δὲ καὶ καθαρωτέρα ζανθή. τὸ γὰρ οἷον πυρῶδες ἐλλάμπον αὐτῇ ξανθοτέραν ἀπεργάζεται, ὅσον δ' ἐστὶ τὸ πυρρὸν τοῦ ξανθοῦ λευκότερον, τοσοῦτον ἐκείνου τὸ ὠχρόν. ὅσον δ' αὖ πάλιν ἧττόν ἐστι λευκὸν τὸ ξανθὸν τοῦ πυρροῦ, τοσοῦτον τοῦ ξανθοῦ τὸ ἐρυθρόν. ὅθεν καὶ ἡ τοῦ αἵματος χρόα ποτὲ μὲν ξανθοτέρα, ποτὲ δ' ἐρυθροτέρα φαίνεται. διὸ καὶ τοῦτο ποτὲ μὲν ἐρυθρὸν ὀνομάζουσι, ποτὲ δὲ ξανθόν. οὐδέποτε μέντοι τὸ ξανθότατον αἷμα τὴν αὐτὴν ἔχει χρόαν τῇ ξανθοτάτῃ χολῇ, ἀλλ' ἔστιν ἐκείνη μὲν ξανθοτέρα, τὸ δ' αἷμα πάντως ἐρυθρότερον. τὸ γὰρ ἄκρως ξανθὸν χρῶμα μέσον ἀκριβῶς αἵματός τε καὶ χολῆς ἐστιν ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων, ὥστε ἑκάτερον αὐτῷ τῶν χυμῶν προσιόντα μηδέποτε μὲν ἀκριβῶς γίνεσθαι ξανθόν, ἑαυτοῦ μέντοι ξανθότερον.
Αὕτη μὲν ἡ αἰτία τοῦ [601] συγκεχύσθαι τὰς προσηγορίας, ὅσον δ' εἰς τὴν χρείαν διαφέρει ῥᾷστον ἐξευρεῖν· ὅτι τῶν κατὰ φύσιν οὔρων ὅρος ὁ τῆς ἀκριβοῦς τοῦ αἵματος πέψεως πρῶτος καιρός ἐστιν ἐν τοῖς ὑγιαίνουσιν ἄριστα σώμασι. ὁ δὴ τοῦτο θεασάμενος, εἶθ' οἷον κανόνα τινὰ τῶν ἄλλων οὔρων ἑαυτῷ ποιησάμενος ἐξευρήσει ῥᾳδίως τὰς ἀλλοιούσας αὐτὸ διαθέσεις. εἰ μὲν γὰρ τὴν χρόαν ἀκριβῶς φυλάττει ὑπόστασίν τε λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ πολλὴν ποιεῖται, πέψεως μὲν ἂν εἴη γε καὶ οὕτως ἀκριβοῦς γνώρισμα, πλείονα δὲ τὸν ὠμὸν ὀνομαζόμενον χυμὸν ἐκκαθαίρεσθαι δηλοῖ.
Διὰ τοῦτο καὶ τοῖς παιδίοις σχεδὸν ἅπασι καὶ τῶν τελείων τοῖς ἀργῶς διαιτωμένοις ἢ ἄλλως ἐμπιπλαμένοις ἱκανὴν ὑπόστασιν ἴσχει τὰ οὖρα. πλέον γὰρ ἐν τούτοις ἅπασι τὸ ἀκατέργαστόν τε καὶ ὠμόν, τοῖς μὲν διὰ τὴν ἀργίαν, τοῖς δὲ διὰ τὴν πλησμονήν, τοῖς παιδίοις δὲ καὶ διὰ τὴν πλησμονήν (ἀδηφάγα γὰρ μᾶλλον) ἀλλὰ καὶ διότι μία τῆς γαστρὸς ἐνέργεια δυοῖν ἑτέραις [602] ἐνεργείαις ἱκανῶς ἐξαρκεῖν ἀδύνατος, αὐξήσει θ' ἅμα καὶ θρέψει. πρὶν οὖν ἀκριβῶς ἐν αὐτῇ πεφθῆναι τὴν τροφὴν ἕλκει τὸ σῶμα κἀντεῦθεν πλεῖστον τὸν ὠμὸν ἀθροίζει χυμόν. διὰ τοῦτο καὶ τοῖς ἐξ ἀργίας τε καὶ πλησμονῆς πυρέττουσιν, ἢν σώζεσθαι μέλλωσιν, ἐξ ἀνάγκης ὑφίσταται πλεῖστον.
Ἔμπαλιν δὲ τοῖς ἐξ ἐνδείας καὶ πόνου πυρρὰ μὲν καὶ χολώδη τὰ οὖρα, λύεται δ' ἡ νόσος καὶ πρὶν ὑποστῆναι πολλάκις. ἀρκεῖ γὰρ ἐπὶ τούτων καὶ νεφέλη λευκὴ καὶ ἐναιώρημα χρηστόν. τοιοῦτον δ' ἐστὶ τὸ λευκὸν καὶ λεῖον καὶ ὁμαλόν. καὶ γὰρ οὖν καὶ αὐτῶν τῶν ὑγιαινόντων τοῖς πονοῦσί τε πλέον καὶ ἧττον προσφερομένοις σιτία χολωδέστερα τὰ οὖρα. διόπερ οὐδ' ἁπλῶς ὁ Ἱπποκράτης ἔψεξε τὸ πυρρόν, ἀλλ' ὅταν ἅμα τῷ τοιοῦτον εἶναι καὶ λεπτὸν ὑπάρχῃ. λέγει γοῦν ὧδε· "ἔστ' ἂν δὲ πυρρόν τε ᾖ τὸ οὖρον καὶ λεπτόν, ἄπεπτον σημαίνει τὸ νόσημα." δῆλον δὲ καὶ ὡς οὐδ' ὑφίσταταί τι τοῖς τοιούτοις οὔροις. οὐ γὰρ ἐγχωρεῖ τὸ λεπτὸν ἱκανῶς, οὐδ' εἰ πάμπολυν χρόνον ἀτρεμοῦν ἀποκέοιτο, λαβεῖν τινα διάκρισιν ὥστε τὸ μὲν ἐμφερόμενον αὐτῷ παχύτερον ὑποστῆναι, τὸ [603] λεπτότερον δ' ἐπιπολάσαι. μόνου γὰρ δὴ τοῦ παχύτητά τινα κεκτημένου τὸ τοιοῦτον πάθημα.
Οὐ μὴν οὐδ' εἰ συμμέτρως εἴη παχὺ καί τινα βραχεῖαν ὑπόστασιν ἔχον, τοῦτο πέπεπται. εἰ γὰρ ἤτοι κριμνώδεις ἢ πεταλώδεις ἢ πιτυρώδεις ἢ μελαίνας ἢ χλωρὰς ἢ πελιδνὰς ἢ δυσώδεις ‹ἢ ἐλαιώδεις› ὑποστάσεις ἔχοι, πρὸς τῷ καὶ πᾶν τὸ τοιοῦτον ἄπεπτον εἶναι καὶ ἄλλως ὀλέθριον ὑπάρχει. αἱ μὲν γὰρ κριμνώδεις δυοῖν εἰσι διαθέσεων γνωρίσματα, συντήξεως ἁδρομεροῦς καὶ θερμασίας καυσώδους ἐκφρυγούσης τὸ αἷμα, αἱ δὲ πεταλώδεις αὐτῶν τῶν ἀγγείων εἰσὶ τὰ ἐπιπολῆς μόρια πάντως δήπουθεν ἀναλυομένων τε καὶ συντηκομένων. ὡσαύτως δὲ καὶ αἱ πιτυρώδεις, πλὴν ὅσον ἁδρότεραι μὲν αὗται καὶ σμικρότεραι, πλατύτεραι δὲ καὶ λεπτότεραι τούτων αἱ πεταλώδεις.
Μέλαιναι δ' ὑποστάσεις ἢ θερμασίαν ἄκρατον καὶ πυρώδη σημαίνουσιν ἢ νέκρωσιν ἐκ καταψύξεως ἰσχυρᾶς. οὕτω γὰρ δὴ φαίνεται καὶ τἀκτὸς ἡμῶν μόρια τὰ μὲν ὑπερθερμανθέντα μελαινόμενα καθάπερ τοῖς εἱληθεροῦσι, τὰ δ' ἐσχάτως [604] ψυχθέντα καὶ οἷον νεκρωθέντα καθάπερ τοῖς τε πρεσβυτέροις καὶ τοῖς ἄλλως ὁπωσοῦν ἰσχυρῶς ψυχθεῖσι. καὶ γὰρ οὖν καὶ αὐτῶν ὅλων τῶν οὔρων ἡ μέλαινα χρόα καὶ προσέτι τῶν ἐναιωρουμένων αὐτοῖς ἢ ἐποχουμένων νεφελῶν εἰς τὰς αὐτὰς αἰτίας ἀνάγεται, θερμασίαν ἄμετρον ἢ νέκρωσιν ἐκ καταψύξεως ἰσχυρᾶς. κάκιστον μὲν δὴ σύμπαν τὸ οὖρον μελανθέν, ὥστ' οὐδένα οἶδα σωθέντα τῶν τοιοῦτον οὐρησάντων, ἧττον δ' ὀλέθριον ἡ ὑπόστασις αὐτοῦ μόνη μελανθεῖσα, ταύτης δ' ἐστὶν ἧττον ἐναιώρημα μέλαν, ἔτι δ' ἧττον ἡ νεφέλη.
Τὸ δ' αὖ χλωρὸν χρῶμα κατὰ τὴν ἐπὶ τὸ μέλαν ὁδὸν γίνεται καὶ ἔστιν ὥσπερ προοίμιον τοῦ μέλανος. εἰ γὰρ κακόηθες εἴη τὸ νόσημα, καὶ τοῖς ἐμέτοις καὶ τοῖς διαχωρήμασι καὶ τοῖς οὔροις τοῖς χλωροῖς ἐφεξῆς ἐπιφαίνεται τὰ μέλανα. πελιδνὸν δὲ χρῶμα μόνης ψύξεως ἔκγονον, ἡ δ' αὖ δυσώδης ὀσμὴ σήψεως. εἰ δ' οἷον ἔλαιον οὐροῖτο, συντήξεως γνώρισμα.
Τὰ μὲν δὴ τοιαῦτα τῶν οὔρων μοχθηρά, τὰ δ' εὔχροά θ' ἅμα καὶ ἤτοι τὰς ὑποστάσεις [605] λευκὰς καὶ λείας καὶ ὁμαλὰς ἢ νεφέλας τινὰς ὁμοίας ἢ ἐναιωρήματα ποιούμενα πάντων ἐστὶν οὔρων τὰ χρηστότατα, μάλιστα μὲν ὧν ἡ ὑπόστασίς ἐστι τοιαύτη, δεύτερα δ' ὧν ἐναιωρήματα, τρίτα δ' ὧν αἱ νεφέλαι.
Ταῦτα μὲν οὖν τὰ τῆς πέψεώς ἐστι γνωρίσματα, τὰ δ' ἄλλα σύμπαντα τὰ μὲν ἀπεψίας, τὰ δ' ὀλέθρου· τὸ μὲν γὰρ λευκὸν καὶ τὸ λεπτὸν καὶ τὸ θολερὸν ἀπεψίας, τὸ δ' αὖ κριμνῶδες καὶ τὸ πεταλῶδες καὶ τὸ πιτυρῶδες καὶ τὸ μέλαν καὶ τὸ χλωρὸν καὶ τὸ πελιδνὸν καὶ τὸ ἐλαιῶδες καὶ τὸ δυσῶδες ὀλέθρου, τὸ δ' ὑπόπυρρόν τε καὶ ὑπόξανθον, ἔτι δὲ καὶ λεπτόν, ᾗ μὲν λεπτὸν ἄπεπτον, ᾗ δὲ τῇ χρόᾳ τοιοῦτον ἤδη πέπεπται, μέσον δ' ἐστὶ τῶν ἀκριβῶς ἀπέπτων τε καὶ πεπεμμένων ὥσπερ δὴ καὶ οἷς λευκὰ μὲν ἐναιωρήματα καὶ λεῖα, διεσπασμένα δὲ καὶ μὴ συνεχῆ. τοῦτο μὲν δεῖ κἀν ταῖς ὑποστάσεσι θεωρεῖν, εἰ μὴ λευκαὶ καὶ λεῖαι μόνον, ἀλλ' εἰ καὶ παντοίως ὁμαλαὶ τῷ μὴ διεσπάσθαι κατά τι καὶ τῷ διὰ παντὸς γίνεσθαι τοῦ χρόνου τοιαῦται. εἰ γὰρ ἐναλλὰξ οὐροῖτο καθαρὰ τοῖς ὑφισταμένοις, [606] ἡμιπέπτου νοσήματος γνώρισμα.
Περί τ' οὖν τούτων ἁπάντων ὁ θαυμάσιος Ἱπποκράτης πρῶτος ὧν ἴσμεν ἀπεφήνατο κάλλιστα καὶ ὡς 'τοῖς μὲν ἀνδράσι καὶ ταῖς γυναιξὶ τὰ μέλανα τῶν οὔρων εἴη κάκιστα, τοῖς δ' αὖ παιδίοις τὰ ὑδατώδεα'. τοῖς μὲν γὰρ παιδίοις συνηθέστερα τὰ παχύτερα, τοῖς δ' αὖ τελείοις τὰ πυρρότερα, τὸ δ' ἐναντίον ἀεὶ τοῖς οἰκείοις ὀλέθριον. ἀλλὰ καὶ περὶ τῶν ὑπερύθρων οὔρων, εὐθὺς δὲ καὶ τὴν ὑπόστασιν ὑπέρυθρόν τε καὶ λείαν ἐχόντων ὀρθῶς εἶπεν ὡς σωτήρια μὲν ἱκανῶς ἐστι, χρονιώτερα δὲ τῶν ἀρτίως ὀνομασθέντων ἡμιπέπτων. αἵματος γὰρ ὀρρὸς ἐπιχρώζει τὰ τοιαῦτα. χρὴ δ' οὐ τοῦτο μόνον ἀλλὰ καὶ τῆς πυρρᾶς τι μεμίχθαι χολῆς. εἰ δ' οὕτως ἔτι καὶ τὸ κατὰ φύσιν ἀσθενεῖ θερμὸν ὡς μήτε τὴν ξανθὴν χολὴν γεννᾶν ἤδη μήθ' αἷμα πεττόμενον ἀκριβῶς, ἀλλ' ἔτ' ὀρρῶδές τε καὶ ὑγρόν, ὅτι μὲν εἰς πέψιν αὐτοῦ χρόνου δεῖ πρόδηλον, ὅτι δ' ἀκίνδυνος ἡ διάθεσις ἡ τῆς ὕλης ἐνδείκνυται φύσις, οὔτε λεπτὴ καὶ ὑδατώδης οὔτε μὴν παχεῖα [607] τελέως, ἀλλ' οὐδὲ δριμεῖά τις ἢ σεσηπυῖα, χρηστὴ δ' οὖσα καὶ τῆς τοῦ αἵματος ἰδέας ἐγγύς.
Ἀλλ' ἐπεὶ καὶ περὶ τῶν οὔρων ὅσον εἰς τὰ παρόντα χρήσιμον εἴρηται νῦν, ἐφεξῆς ἂν εἴη λέγειν ὅπερ ὑπεσχόμεθα, πρόγνωσιν ἀκμῆς καὶ τῶν ἄλλων τῆς νόσου καιρῶν. εἰ μὲν τοιοῦτόν τι σημεῖον ἓν ἢ καὶ πλειόνων σημείων ἄθροισμα εἴχομεν τῶν μελλόντων ἔσεσθαι βεβαίως δηλωτικόν, οὔτ' ἂν αὐτὸς ὁ Ἱπποκράτης εἴρηκε μακρὰν τὴν τέχνην οὔτ' ἂν οἱ νῦν ἐθαύμαζον εἰ δυνατόν ἐστιν εἰς πρόγνωσιν ἰατρικὴν τὰ τοιαῦτα πάνθ' ἥκειν. ἐπεὶ δ' οὔτε σημεῖον οὕτως πιστὸν οὐδὲν ὡς ἀκριβῶς ἐνδείξασθαι τὸν μέλλοντα χρόνον ἑκάστου τῶν καιρῶν, ἀλλ' οὐδὲ κατὰ συνδρομάς τινας ἀλλήλοις ἐπιπλεκόμενα τὰ σημεῖα τῇ πείρᾳ μόνῃ κριθῆναι δύνανται (πάμπολλαι γὰρ ἂν οὕτως αἱ συνδρομαὶ γενήσονται τὸ πλῆθος ὡς μήτ' ἀριθμῆσαί τιν' αὐτὰς μήτε τηρῆσαι μήτε μνημονεῦσαι δύνασθαι), διὰ τοῦτ' ἀναγκαῖον ἑκάστου σημείου τὴν φύσιν ἀκριβῶς ἐπισκέπτεσθαι τῷ μέλλοντι προγνώσεσθαι καλῶς, ἵν' ἐκ τῆς δυνάμεως ἑκάστου [608] τὴν πρόγνωσιν ᾖ ποιούμενος. οὐ γὰρ δὴ τά γε πλείω πάντως ἰσχυρότερα τῶν ἐλαττόνων. ἓν γὰρ ἐνίοτε σημεῖον ἰσχυρὸν πιστότερον γίνεται πολλῶν ἀσθενῶν. ταῦτ' ἄρα καὶ ὁ θαυμάσιος Ἱπποκράτης ἔλεγεν ἐν τῷ Προγνωστικῷ, "τὰ σημεῖα" δεῖν "ἐκμανθάνοντα πάντα κρίνειν ἐκλογιζόμενον τὰς δυνάμεις αὐτῶν πρὸς ἀλλήλας", ὥστ' εὐλόγως καὶ τὴν διδασκαλίαν αὐτῶν ἐποίησε κατὰ τὰς δυνάμεις οὐχ ἁπλῶς ἐφεξῆς ἀγαθὰ σημεῖα καταλέξας εἶτ' αὖθις τὰ κακά, προσεπισημηνάμενος δ' ἐν τοῖς ὀνόμασιν ἑκάστου τὴν φύσιν "ὀλέθριόν" τε καὶ "δεινὸν" ὀνομάζων καὶ "δεινότερον" καὶ "δεινότατον" καὶ "ἧττον δεινὸν" καὶ "μᾶλλον δεινόν", οὕτω δὲ καὶ "πονηρὸν" καὶ "πονηρότερον" καὶ "πονηρότατον" καὶ "θανατῶδές" γε νὴ Δία καὶ "κακὸν" ἁπλῶς. ἐνίοτε δὲ καὶ τὸ "κάρτα" προσγράφει καθ' ἑκάτερα τῶν σημείων τὰ γένη, τά τε νῦν εἰρημένα μοχθηρὰ καὶ τὰ χρηστόν τι δηλοῦντα. καὶ γὰρ οὖν καὶ κατ' ἐκεῖνα τὸ μὲν "ἄριστον" λέγει, τὸ δ' "ἀγαθὸν" ἁπλῶς, τὸ δὲ "μᾶλλον", τὸ δ' "ἧττον". τοιοῦτον δέ τι καὶ τὸ "κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην" [609] φησίν. ἐνίοτε δ' οὐδὲν τούτων προσθεὶς ὅτι χρόνου σημεῖον ἔσται καὶ μακρᾶς λύσεως ἐμήνυσεν ἡμῖν, ὡς οἶμαι, καταλιπὼν λογίζεσθαι περὶ τῶν τοιούτων ἁπάντων ὡς οὔτε πονηρὰ τὸ σύμπαν οὔτ' ἀκίνδυνα τελέως ἐστίν, ἀλλὰ σὺν μὲν ἰσχυρᾷ τῇ δυνάμει σωτήρια, σὺν ἀσθενεῖ δὲ κινδυνώδη. ταῦτ' οὐκ ἀναγνῶναι χρὴ μόνον ἐκ τῶν Ἱπποκράτους συγγραμμάτων ἀλλὰ καὶ μνημονεῦσαι καὶ παραφυλάξαι πολλάκις ἐπὶ τῶν ἀσθενούντων (ἐκ γὰρ τοῦ συνεχῶς ἑωρακέναι τὴν ἀκριβῆ τῆς δυνάμεως αὐτῶν ἔχομεν διάγνωσιν), ἀναπεμπάζεσθαι δὲ πρὸς ἑαυτοὺς ἀεὶ καὶ σκοπεῖν τίνα μὲν ἄριστα σημεῖα, τίνα δὲ χείριστα, τίνα δ' ἐν τῷ μεταξὺ τούτων ἐστὶν οἷον βαθμούς τινας ἔχοντα τὰ μὲν ἐγγὺς τοῖς ἀρίστοις, τὰ δ' ἐγγὺς τοῖς χειρίστοις, καὶ τίνα μὲν ἧττον, τίνα δὲ μᾶλλον ἐγγὺς καὶ πόρρω τούτων ἐστί, τίνα δ' ἀκριβῶς μέσα θετέον ἐστὶν ἀγαθῶν τε καὶ κακῶν σημείων, ἔπειτ' ἐφεξῆς σκοπεῖσθαι τίνα μὲν ἀεὶ κακά, τίνα δὲ διὰ παντὸς ἀγαθά, τίνα δὲ τοῖς καιροῖς ὑπαλλάττεται τῆς ὅλης νόσου ποτὲ μὲν ἀγαθὰ, ποτὲ δὲ κακὰ [610] ταὐτὰ γινόμενα καὶ ποτὲ μὲν ἄπιστα, ποτὲ δὲ πιστά. καὶ γὰρ οὖν καὶ τοῦτο πρὸς Ἱπποκράτους εἴρηται θαυμαστῶς, ὅτι "τοῖς μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παραλόγως". ὅπερ εἰ μὴ γινώσκει τις, οὐδ' οἷός τ' ἔσται προγνῶναι σαφῶς, ἀλλ' ἐνίοτε μὲν ἐνεστηκυίας ἤδη τῆς κρίσεως οὐδὲν ἂν ἰδιώτων φαίνοιτο διαφέρων ἀλλὰ ταράττοιτό θ' ἅμα καὶ φοβοῖτο περὶ τοῦ μέλλοντος, ἐνίοτε δ' ἂν οἰηθεὶς ἀπηλλάχθαι τῆς νόσου τὸν κάμνοντα κἄπειτα συγχωρήσας ἀδεῶς διαιτᾶσθαι μέγα τι κακὸν ἐξεργάσαιτο. διὰ παντὸς δ' ἂν κακῶς διαιτῴη μὴ προγινώσκων τὴν ἐσομένην ἀκμήν. εἰ μὴ γὰρ πρὸς ταύτην ἀποβλέπων εὐθὺς ἐξ ἀρχῆς τις καταστήσει τὸν τῆς διαίτης τρόπον, οὐκ ἔστιν ὅπως οὐ μέγα τι κακὸν ἐξεργάσεται τὸν κάμνοντα.
Ταῦτ' οὖν ἤδη λέγωμεν ἡμεῖς ὡς προὐθέμεθα διελόμενοι κατὰ γένος ἕκαστα. καὶ πρῶτόν γε τῶν σημείων ἁπάντων ὡς ἔστι τριττή τις διαφορὰ διέλθωμεν, [611] ἔπειτα δ' ἑκάστου τὰς δυνάμεις, εἶθ' ὡς ἄν τις μάλιστα προγινώσκοι τοὺς καιροὺς τῶν νοσημάτων. ἡ μὲν δὴ τριττὴ φύσις ἁπάντων τῶν σημείων ὁποία τίς ἐστιν εἴρηται μὲν καὶ πρόσθεν, ἀλλ' οὐδὲν χεῖρον ἀναμνῆσαι καὶ νῦν, ὡς τὰ μὲν ἀπεψίας τε καὶ πέψεώς ἐστι, τὰ δ' ὀλέθρου καὶ σωτηρίας ἐνδεικτικά. ταυτὶ μὲν οὖν τὰ δύο γένη, τρίτη δ' ἐπὶ τούτοις ἄλλο γένος τῶν ἀνακειμένων ταῖς κρίσεσι σημείων. ἀπεψίας μὲν οὖν καὶ πέψεως γνωρίσματα διαχωρήματά τε καὶ πτύσματα καὶ οὖρα τίθεσθαι χρή, τὰ δ' ὀλέθρου τε καὶ σωτηρίας ἐνδεικτικὰ σημεῖα τά τε σὺν αὐτοῖς ἐστιν ἐκκρινόμενα καὶ τὰ καθ' ὅλον τὸ σῶμα φαινόμενα, περὶ ὧν ἐπὶ πλεῖστον ἐν τῷ Προγνωστικῷ διῆλθεν ὁ Ἱπποκράτης. εἰς γε μὴν τὰς κρίσεις συνεισφέρει μέν τινα καὶ τούτων, οὐ μὴν ἀλλ' ἴδιόν τι γένος αὐτῶν ἐστιν ἐξαίρετον, ὃ μικρὸν ὕστερον ἅπαν εἰρήσεται. τὰ μὲν δὴ τῆς ἀπεψίας τε καὶ πέψεως σημεῖα βεβαίαν ἀεὶ τὴν οἰκείαν ἔχει δύναμιν, ἄν τ' εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἄν τε καὶ κατὰ τὰς μετὰ μῆνας ἐπιφαίνηται. τὰ μέντοι τοῦ τρόπου τῶν νοσημάτων τριχῇ διῄρηται, [612] τὰ μέν, ὡς καὶ πρόσθεν ἐλέγετο, τοῖς οὔροις τε καὶ διαχωρήμασι καὶ πτυέλοις ἐμφαινόμενα, τὰ δ' ἐν ταῖς διαθέσεσιν ὅλου τοῦ σώματος εὑρισκόμενα, τὰ δ' ἐν ταῖς φυσικαῖς τε καὶ ψυχικαῖς ἐνεργείαις ἐμφαινόμενα. ταῦτα δ' οὐκ ἔστι σύμπαντα πιστὰ κατὰ πάντας τῶν νοσημάτων τοὺς καιρούς. ἀλλ' ἐφεξῆς αὐτὰ διαιρήσομεν. τὰ δὲ δὴ κρίσιμα συμπτώματα, διττὴ μὲν καὶ ἡ τούτων φύσις, ἢ ὡς αἰτίων θ' ἅμα καὶ σημείων, ἢ ὡς σημείων μόνον, ἄπιστος δὲ πᾶσα καὶ τἀναντία σημαίνουσά τε καὶ δρῶσα κατὰ τοὺς διαφέροντας καιροὺς τῶν νοσημάτων. ἐν τούτοις δὲ δὴ καὶ τὸ σύμπαν ἐστὶν ἀγώνισμα τῆς προγνώσεως. ἐν ἄλλῳ μὲν γὰρ καιρῷ καὶ κατ' ἄλλην διάθεσίν ἐστι κρίσιμα, κατ' ἄλλην δέ τινα διάθεσιν ἢ καιρὸν τῆς νόσου συμπτώματα μὲν ἢ σημεῖα γίνεται μοχθηρά, κρίσιμα δ' οὐδ' ὅλως ἐστίν. εἴρηται δὲ καὶ περὶ τούτων πρὸς Ἱπποκράτους πολλάκις, ἀλλ' ἀρχεῖ κατά γε τὸ παρὸν ὑπομνῆσαι διὰ μιᾶς ῥήσεως ἐκ τοῦ δευτέρου τῶν Ἐπιδημιῶν· "τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα." τουτὶ δ' οὐκ ἔτι τοῖς τῆς πέψεώς τε καὶ [613] ἀπεψίας ὑπάρχει σημείοις, ἀλλὰ διὰ παντὸς ἕκαστον αὐτῶν ἕν τι σημαίνει καὶ ταὐτὸν ἀεί, τὸ μὲν εὔχρουν εἰ τύχοι καὶ λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ὑπόστασιν ἔχον οὖρον πέψεως σημεῖον, τὸ δὲ λεπτόν θ' ἅμα καὶ μηδεμίαν ὑπόστασιν ἔχον ἀεὶ σημεῖον ἀπεψίας. καὶ τὸ μὲν τῆς πέψεως ἀγαθὸν ἀεί, τὸ δὲ τῆς ἀπεψίας οὐκ ἀγαθόν ἐστιν, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν εἰρημένων. εἰ μέντοι κεφαλαλγίαν ἢ παραφροσύνην ἢ σκοτόδινον ἢ δύσπνοιαν ἢ ἄλυν ἢ κῶμα θεάσῃ, βέβαιον οὐδὲν ἐπὶ τούτοις οὔτ' ἀγαθὸν οὔτε κακὸν ἔχεις προγνῶναι, κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ' ἱδρῶτας ἢ ἐμέτους ἢ κοιλίας ἢ οὔρων ἔκκρισιν πολλὴν ἢ αἱμορραγίαν ἐκ ῥινῶν ἢ ὑστερῶν ἢ αἱμορροίδας ἢ παρωτίδας ἢ τἄλλα ἀποσκήμματα. σύμπαντα γὰρ ταῦτα καὶ κρίσιμα καὶ οὐ κρίσιμα γίνεται κατὰ διττὸν τρόπον, ἢ τῷ μηδ' ὅλως ποιῆσαι κρίσιν ἢ τῷ κακὴν ἐργάσασθαι. τραχήλου μὲν γὰρ πόνος καὶ κροτάφων βάρος καὶ μαρμαρυγαὶ καὶ σκοτόδινοι καὶ κεφαλαλγίαι [614] καὶ δάκρυον παραρρέον ἀκούσιον ἐξέρυθρόν τε τὸ πρόσωπον ἅμα τοῖς ὀφθαλμοῖς ἢ τὸ κάτω χεῖλος σειόμενον ἢ ἀγρυπνία τις ἢ κῶμα σημεῖα μόνον ἐστὶν ἐνίοτε κρίσιμα, καθάπερ καὶ ἆσθμα καί τις ἄλυς ἢ δύσπνοια καὶ ὑποχόνδριον ἀνασπώμενον ἄση τέ τις ἱκανὴ καὶ καῦμα καὶ δίψος σφοδρὸν καὶ καρδιαλγία καὶ τὸ φέρειν μὴ δύνασθαι τὴν κατάκλισιν καὶ τὸ παραπαίειν καὶ βοᾶν (γίνεται οὖν ἤδη καὶ ταῦτα πολλάκις ὑπογύου κρίσεως σημεῖα). τὸ δ' ἕτερον γένος οὐχ ὡς σημείων ἐστὶ μόνον κρισίμων ἀλλὰ καὶ ὡς αἰτίων. ἔστι δ' ἔμετοί τε καὶ διαχωρήσεις γαστρὸς καὶ οὔρων πλῆθος καὶ ἱδρῶτες, αἱμορραγίαι τε καὶ παρωτίδες καὶ ἀποσκήμματα. συμβαίνει δὲ μήτ' ἐπὶ τοῖς πρώτοις συμπτώμασιν, ἃ δὴ σημεῖα μόνον ἐστὶ κρίσεως, μήτ' ἐπὶ τοῖς δευτέροις, ἃ δὴ καὶ τὴν τῶν σημείων ἔχει δύναμιν καὶ τὴν τῶν αἰτίων γε, ἐξ ἀνάγκης προσγίνεσθαι κρίσιν.
Ἕτερον δὲ γένος ἐστὶ σημείων θ' ἅμα καὶ συμπτωμάτων, οὔτε κρίσιμον ὀνομαζόμενον ὅτι μήτε δηλοῖ μήτε ποιεῖ κρίσιν, οὔθ' ὁμοίως [615] πιστὸν ὅλον ὡς τὸ κατὰ τὰς πέψεις, οὔτ' ἄπιστον τελέως ἅπαν, ἀλλ' ἔστιν εὑρεῖν ἐν αὐτοῖς ἔνια μὲν ἀγαθὰ διὰ παντός, ἔνια δὲ φαῦλα, τὸ δ' οὖν ὡς ἐπὶ τὸ πολὺ τοιαῦτ' εἶναι πάντ' ἔχει. τὸ μὲν οὖν ἐρρῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθόν. ἀγαθὸν δὲ καὶ ἡ εὔπνοια καὶ ἡ εὐφορία καὶ ἡ εὐσφυξία καὶ τὸ τοῖς ὑγιαίνουσιν ὁμοιότατον πρόσωπον εὐσχήμων τε κατάκλισις ὁμαλότης τε τοῦ σώματος παντὸς ὅσα τ' ἄλλα κατὰ τὸ Προγνωστικὸν ὑφ' Ἱπποκράτους εἴρηται. κακὰ δὲ τἀναντία τούτων, δυσφορία, κακοσφυξία, δύσπνοια καὶ μάλισθ' ἡ ψυχροῦ τοῦ πνεύματος ἐκπνεομένου γινομένη, καὶ τἄλλα ὅσα κατὰ τὸ Προγνωστικὸν ὑφ' Ἱπποκράτους εἴρηται διορίζοντος σαφῶς ἑκάστου σημείου τὴν δύναμιν. ὅσα μὲν γὰρ ἁπλῶς ἀγαθὰ καὶ δεινὰ καλεῖ πλειστάκις ἐστὶ τοιαῦτα, τὰ δ' ἄριστά τε καὶ χείριστα πρὸς αὐτοῦ λεγόμενα καὶ μάλιστα ἐφ' ὧν προστίθησι τὸ κάρτα τοιαύτην ἔχει δύναμιν ὡς ἤτοι διὰ παντὸς ἕν τι δηλοῦν ἢ σπάνιον [616] εἶναι τὸ μὴ δηλῶσαι.
Τοιαύτης δή τινος οὔσης διαφορᾶς ἐν τοῖς σημείοις εἰ μὲν ἀδύνατόν ἐστι διακρῖναι πότε τὰ κρίσιμα σημεῖα σημαίνει κρίσιν ἢ πότε τὰ κρίνοντα συμπτώματα κρίσιν ἀγαθὴν ἢ κακὴν ἐπιφέρει, μάτην μὲν ἂν Ἱπποκράτης ἔλεγε "τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παραλόγως", ἡμεῖς δὲ μάτην ἐνεστησάμεθα πραγματεύσασθαί τι περὶ κρίσεων· εἰ δ' οὔτ' ἄλλο τι τῶν πάντων οὐδὲ ταῦτ' εἴρηται πρὸς Ἱπποκράτους μάτην, εἴη ἄν τι πάντως γνώρισμα πιστόν, ᾧ τὸ κατὰ λόγον τε καὶ παρὰ λόγον διορίζεται. τί δὴ τοῦτ' ἔστιν ἡδέως ἂν ἤκουσα παρὰ τῶν ὑπερφρονούντων τῆς παλαιᾶς ἰατρικῆς. ἡμεῖς μὲν γὰρ πεπείσμεθα τὸ πρὸς Ἱπποκράτους λεγόμενον ἀληθὲς εἶναι πάντως, ὡς "πεπασμοὶ ταχυτῆτα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν, ὠμὰ δὲ καὶ ἄπεπτα καὶ εἰς κακὰς ἀποστάσιας τρεπόμενα ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς", ὥστε καὶ τὸν τῆς ἀρχῆς καιρὸν οὐκ ἄλλῳ τινὶ κρίνομεν, [617] ὡς καὶ πρόσθεν ἔφαμεν, ἐκεῖνοι δ' οὐδὲν ἡμῖν ἔδοσαν ἀρχῆς γνώρισμα. διὰ τοῦτ' οὐκ ἴσασι διακρῖναι ποτὲ μὲν ὀλεθρίως δυσφορεῖ τις ἢ παραπαίει, ποτὲ δ' ἐγγὺς οὔσης κρίσεως, ἀλλ' ὅμοιοι τοῖς ἰδιώταις εἰσὶν οὔτ' εἰς ὅ τι τελευτήσει τὰ γινόμενα προγινώσκοντες οὔθ' ὅ τι χρὴ ποιεῖν ἐξευρίσκοντες.
Ἀλλὰ περὶ μὲν τούτων εἰρήσεται καὶ πάλιν, πῶς δ' ἄν τις, εἰ καὶ μήπω παρεῖεν οἱ καθόλου καιροὶ τῆς νόσου, οἷός τ' εἴη προγινώσκειν αὐτοὺς τῇ χρείᾳ τῆς τέχνης συμφορώτατα, τοῦτ' ἤδη δίειμι. πρόκειται μὲν γὰρ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας εἰδέναι τό γε τοσοῦτον, ὡς ἤτοι κατὰ τὴν πρώτην ἢ τὴν δευτέραν τετράδα κριθήσεται τὸ νόσημα. τὸ γὰρ εἴτε τετταρεσκαιδεκαταῖον εἴτε εἰκοσταῖον οὔπω δῆλον, ἀλλ' οὐδὲν ἐκ τούτου μέγα τὸ τῆς διαίτης εἶδος ὑπαλλάττεται, καθάπερ εἰ τεταρταῖον ἢ πεμπταῖον κρίνεσθαι μέλλον οὕτως αὐτό τις διαιτήσειεν ὡς εἰ καὶ τετταρακοσταῖον ἔμελλε λυθήσεσθαι. τουτὶ μὲν γὰρ ἐσχάτως ἄτοπον. καὶ ὅστις ἰατρὸς οὐ προγινώσκει κατὰ τὴν πρώτην ἢ [618] τὸ πλεῖστόν γε τὴν δευτέραν ἡμέραν τὸ μὴ δυνάμενον ἐξωτέρω τῆς πρώτης ἑβδομάδος ἐκταθῆναι νόσημα, μέγιστα τοῦτον εἰκὸς ἁμαρτάνειν. εἰ μὲν οὖν ἅπαξ ἢ δίς ποτε σφαλείη περὶ τὸ τοιοῦτον, συγγνωστός, εἰ δ' ὅλως οὐκ οἴεται πρόγνωσιν οὐδεμίαν εἶναι τῆς ἐσονένης ἀκμῆς τοῦ νοσήματος, οὐδὲ μικρὸν οὗτος ἐπαίει τέχνης ἰατρικῆς. ἐγὼ γοῦν τοσοῦτον ἀποδέω τοῦ τὸ μέλλον πᾶν ἄγνωστον ὑπολαμβάνειν ὥστ' εἰς ἐπιστήμην βεβαίαν ἐνίοτε ἥκειν αὐτὸ πείθομαι. τί γὰρ ἄν, εἴ τις εὐθὺς κατὰ τὴν πρώτην ἡμέραν οὐδὲν ἔχων σημεῖον κινδυνῶδες ἀλλὰ καὶ προσέτι σύμπαντα σωτήρια πυρέττοι μὲν ὀξέως, οὐροίη δ' εὔχρουν θ' ἅμα καὶ συμμέτρως παχύ, ἆρ' οὐ πρόδηλον ἰατρῷ τοῖς ἔργοις τῆς τέχνης προσηδρευκότι περὶ τὴν πρώτην τετράδα τὸ τοιοῦτον κριθήσεσθαι καὶ μᾶλλον, εἰ νεφέλη τις ἢ ἐναιώρημα χρηστὸν αὐτῷ γένοιτο, καὶ πολὺ δὴ μᾶλλον, εἰ καὶ ὑπόστασις ἀγαθή; ἀλλὰ δὴ τοῦτο διὰ συντόμου μὲν εἴρηται, μαθεῖν δ' οὐκ ἐνδέχεται διὰ συντόμων αὐτό. πάντα γὰρ χρὴ ἐπίστασθαι τὰ ἀγαθά τε καὶ κακὰ σημεῖα τὸν ἀκριβῶς αὐτὸ προγνωσόμενον.
[619] ὡς οὖν εἰδόσι ταῦτα καὶ ὁ Ἱπποκράτης ἔλεγεν "οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων γινόμενοι τεταρταῖοι παύονται ἢ πρόσθεν, οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γινόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν", εὐήθεις μὲν εἰπὼν τοὺς ἐναντίους τοῖς κακοήθεσιν, ἀποφηνάμενος δ' ὡς οὐδέτεροι τὴν τετάρτην ἡμέραν ὑπερβαίνουσιν, ἀλλ' οἱ μὲν λύονται πάντως, οἱ δ' ἀναιροῦσιν. ὡς οὖν ὁ πάντ' ἔχων ἀσφαλέστατα σημεῖα πυρετὸς ὀξὺς ἐν τῇ πρώτῃ περιόδῳ τῶν ἡμερῶν ἴσχει τὴν λύσιν, οὕτως ὁ παρακείμενος αὐτῷ τῆς ἑβδόμης οὐκ ἂν ἐξωτέρω προβαίη. τίς δ' ἐστὶν οὗτος; ἢ δῆλον ὅτι ᾧ πάντ' οὐκ ἔστι ἀσφαλέστατα; λέλεκται γὰρ οὖν καὶ πρόσθεν ὡς οὐ ταὐτόν ἐστιν ὑπερθετικῶς εἰπεῖν ἢ ἁπλῶς ὁτιοῦν. οὐκ οὖν οὐδ' ἀσφαλές τε καὶ ἀσφαλέστατον, οὐδὲ κακόηθες καὶ κακοηθέστατον, οὐδὲ δεινὸν καὶ δεινότατον ἴσην ἔχει τὴν δύναμιν.
Ἔστω δή τις εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας πυρετὸς ὀξύς, οὐκ ἄκρως μὲν ἁπλούστατός τε καὶ ἐπὶ σημείων ἀσφαλεστάτων, ἁπλοῦς μέντοι καὶ ἐπὶ σημείων ἀσφαλῶν [620] (ὃν γὰρ Ἱπποκράτης εὐήθη καλεῖ, τοῦτον ἐγὼ ἁπλοῦν ὀνομάζω σαφηνείας ἕνεκα φεύγων τὴν ὁμωνυμίαν)· οὗτος εἰς τὴν δευτέραν τετράδα προβήσεται. τὸ δ' εἴτε κατὰ τὴν πέμπτην ἡμέραν εἴτε κατὰ τὴν ἕκτην ἢ τὴν ἑβδόμην κριθήσεται προιόντος τοῦ λόγου διορισθήσεται. κατὰ ταὐτὰ δὲ καὶ ὁ κακοήθης τε καὶ ἐπὶ σημείων δεινῶν γινόμενος· καὶ γὰρ καὶ οὗτος, ὅσον ἀπολείπεται τοῦ κακοηθεστάτου καὶ μετὰ σημείων δεινοτάτων γινομένου, τοσοῦτον καὶ τὸν θάνατον ὀψιαίτερον ἐποίσει. εἰ δέ τις ἁπλοῦς τε καὶ ἁπλουστάτους καὶ κακοήθεις τε καὶ κακοηθεστάτους πυρετοὺς ἀγνοεῖ διαγινώσκειν, οὔτ' εἰ καλῶς οὔτ' εἰ μὴ καλῶς εἶπεν ὑπὲρ αὐτῶν Ἱπποκράτης οἷός τ' ἔσται ποτὲ τῇ πείρᾳ βασανίσαι. εἰ δὲ μηδὲ τὰς τῶν σημείων εἰδείη δυνάμεις, ἀλλ' ἁπλῶς οἴοιτο τὰ μὲν ἀγαθά, τὰ δὲ κακὰ μόνον ὑπάρχειν αὐτῶν, ἔτι καὶ μᾶλλον ὡς ἐπῳδὴν γραὸς ἀναγνώσεται τὰ πρὸς Ἱπποκράτους γεγραμμένα. τοὺς μὲν δὴ τοιούτους τῶνδε τῶν ὑπομνημάτων ἀπαλλάττεσθαι ἀξιῶ, τοῖς δὲ τὸ Προγνωστικὸν Ἱπποκράτους ἀκριβῶς ἀνεγνωκόσιν ἐφεξῆς διαλέξομαι.
Κατὰ μὲν δὴ τὴν πρώτην ἡμέραν [621] (οὕτως δ' ἄκουέ μου διὰ παντὸς ὅλον τὸν ἐξ ἡμέρας τε καὶ νυκτὸς χρόνον εἰς τέτταρας ἐπὶ ταῖς εἴκοσιν ὥραις τεμνόμενον) ὑδατῶδες μὲν ἀκριβῶς οὐρείσθω, πυρετὸς δ' ἔστω βληχρός· οὗτος ὁ ἄνθρωπος εἰς μακρὸν ἐκταθήσεται χρόνον, ὁπόσον δέ τινα τοῦτον ἐν μὲν ταῖς πρώταις ἡμέραις οὐ δυνατὸν γνῶναι οὔτ' εἰδέναι χρήσιμον (οὗ γὰρ ἕνεκα δεόμεθα τῆς τοιαύτης προγνώσεως, ἔχομεν ἤδη τοῦτο, τὸ τῆς διαίτης τὸ σχῆμα καταστήσασθαι πρόσφορον τῆς ἀκμῆς μετὰ πολλὰς ἡμέρας ἐσομένης). καθ' ἑκάστην μέντοι τετράδα παραφυλάττων ἀκριβῶς τὰ σημεῖα καὶ αὐτὸν τὸν τῆς ἀκμῆς χρόνον ἀκριβῶς δυνήσῃ προγνῶναι. "χρὴ" γάρ, φησιν, "ἀπὸ τῆς πρώτης ἡμέρας ἐνθυμέεσθαι καὶ καθ' ἑκάστην τετράδα προστιθεμένην σκέπτεσθαι καὶ οὐ λήσει ὅπῃ τρέψεται τὸ νόσημα." τουτὶ μὲν οὖν κἀν τοῖς ἐφεξῆς ἐπὶ πλέον ἐξεργασόμεθα, πρὸς δὲ τὴν τοῦ πρώτου καιροῦ πρόγνωσιν, ὃν ἀρχὴν ὀνομάζουσιν, εἰς ὅσον ἐκταθήσεται χρόνον ἤδη μέγα τι κατὰ τὴν πρώτην ἡμέραν ἐδείχθη λαμβανόμενον, ὅπερ ἐπὶ τῆς δευτέρας ἡμέρας ἔτι σαφέστερόν ἐστι διορίζεσθαι. μενόντων [622] γὰρ ὁμοίων τοῦ τε πυρετοῦ καὶ τῶν οὔρων οὐ μόνον ὡς οὔπω τῆς ἀναβάσεως ἡ νόσος ὑπήρξατο λέγειν εἴχομεν, ἀλλ' ὡς οὐδὲ θᾶττον ἄρξεται τῆς ἑβδόμης ἡμέρας. ἔμαθες γὰρ ὡς ἐσχάτως ἄπεπτον ὑπάρχει τὸ ὑδατῶδες οὖρον. ὥστ' οὐ μόνον ἤδη παρόντα διαγινώσκειν οἷόν τε τὸν τῆς ἀρχῆς καιρόν, ἀλλὰ καὶ προγινώσκειν πολλάκις εἰς ὅ τι τελευτήσει.
Ἐπὶ μὲν δὴ τῶν οὕτως χρονίων ἱκανῶς ἐστιν ὁ καιρὸς μακρός, ἐπὶ δὲ τῶν κατόξεων ἐσχάτως στενός. εἰ γὰρ εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἐν τοῖς οὔροις τι φαίνοιτο σημεῖον πέψεως, ἐκπέπτωκεν ἤδη τοῦτο τῆς ἀρχῆς. ἆρ' οὖν οὐδ' ἤρξατο τοῦτο τὸ παράπαν ἢ τοῦτο μὲν ἀδύνατον (οὐ γὰρ ἐνδέχεταί τι νόσημα τὴν ἰδίαν ἀκμὴν ἀπολαβεῖν ἄνευ τῆς ἀρχῆς τε καὶ ἀναβάσεως), ἐσχάτως δὲ βραχὺς ἑκάτερος ὁ χρόνος αὐτῶν γίνεται πολλάκις ὡς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀκμάσαι τὴν νόσον; οὕτως οὖν ὀξείας ἀρχῆς οὐδὲ πρόγνωσιν δεῖ ζητεῖν τοῦ τέλους, ἀλλ' ἀγαπᾶν εἰ παροῦσάν τε διαγινώσκειν τις δύναιτο καὶ ὁπηνίκα πρῶτον εἰς τὴν ἀνάβασιν μεταπίπτει σαφῶς γνωρίζειν.
[623] ἔστι δὲ κοινὴ τῶν τοιούτων ἀρχῶν τε καὶ ἀναβάσεων ἡ διάγνωσις τοῖς τοῦ πρώτου παροξυσμοῦ μέρεσιν. ἡ γὰρ αὐτὴ κἀκείνου καὶ τοῦ σύμπαντος νοσήματος ἀρχή τε καὶ ἀνάβασις γίνεται. οὐ γὰρ δὴ κἀκεῖνος εὐθὺς ἀπ' ἀκμῆς ἄρχεται. τοῦτο γὰρ οὐ μόνον οὐδεὶς εἶδεν, ἀλλ' οὐδ' ἐπινοῆσαι δύναται πυρετὸν ὀξὺν εὐθὺς ἀπὸ τῆς πρώτης εἰσβολῆς ἀκμάζοντα συστῆναι καθάπερ ὑπὸ κεραυνοῦ πληγέντος τοῦ ἀνθρώπου. πῶς οὖν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀκμάζον γνωρισθήσεται τὸ νόσημα; πῶς δ' ἄλλως ἢ εἰ τὰ τῆς πέψεως εὐθὺς ἔχει σημεῖα; παραπλήσιον γάρ τι συμβαίνει κατὰ τὴν τῶν ὠμῶν χυμῶν πέψιν οἷόν τι κἀν τοῖς φλεγμαίνουσι μορίοις συμπίπτει. λέγει δέ που καὶ περὶ τούτων ὁ Ἱπποκράτης ὧδε· "περὶ τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ συμβαίνουσι μᾶλλον ἢ γενομένου." ὥσπερ οὖν οὐκ ἐνδέχεται διαπυησάσης φλεγμονῆς ἔτ' ἀκμαῖον πυρετὸν ἢ πόνον ἀπαντῆσαι, κατὰ τὸν αὐτὸν τρόπον οὐδ' ἂν ὑφίστηταί τι τοῖς οὔροις ἀκριβῶς χρηστόν. νεφέλης μέντοι γε [624] μόνης ἤ τινων ἐναιωρημάτων ἀγαθῶν γενομένων ὁ τῆς ἀκμῆς καιρὸς οὔπω πάρεστι, καὶ πολὺ δὴ μᾶλλον ἐπειδὰν μηδὲν τούτων ᾖ, πλὴν εἰ πάνυ σφόδρα χολῶδες εἴη τὸ νόσημα. ὅστις οὖν ἅπασι τοῖς εἰρημένοις πολλάκις ἐπὶ τῶν ἀρρώστων ἀκριβῶς τὸν νοῦν προσέσχε, τοῦτον οὐκ ἄν ποτε λάθοι καιρὸς οὐδείς, ἀλλ' εἰ μὲν ὀξὺς εἴη, παρόντα τ' ἂν αὐτὸν ἀκριβῶς διαγινώσκοι καὶ προγινώσκοι γ' ἂν ὅσον οὔπω γενησόμενον, εἰ δὲ χρόνιος, ἐκ πολλοῦ μὲν ἂν στοχάσαιτο, προιόντος δ' ἐγγυτέρω σαφέστερον ἂν ἔτι προγινώσκοι. καθόλου γὰρ χρὴ τοῦτο γινώσκειν, ὡς εἰ μή τι σαφὲς ὀφθείη πέψεως γνώρισμα, τὸ ἄχρι τοῦδε σύμπαν ἀρχὴ τοῦ νοσήματος ὑπάρχει.
Ὁπόσον οὖν ἔτι λείπει τοῖς ἐνεστῶσιν εἰς τὸ σαφὲς ἐκεῖνο τῆς πέψεως γνώρισμα παρά τε τῆς τοῦ νοσήματος κινήσεως καὶ φύσεως ὥρας τε καὶ χώρας καὶ ἡλικίας καὶ κράσεως αὐτοῦ τοῦ κάμνοντος ἐξευρήσεις. εἰ μὲν γὰρ τό τε νόσημα χρόνιον εἴη φύσει καθάπερ ἀμφημερινὸς εἰ τύχοι καὶ φαίνοιτο βραδέως ἐπὶ τοῦδε τοῦ κάμνοντος κινεῖσθαι καὶ οἷον τύφεσθαι καὶ καταπνίγεσθαι καὶ ἡ ὥρα τοῦ ἔτους εἴη χειμὼν καὶ τὸ χωρίον ψυχρὸν ἥ θ' ἡλικία [625] καὶ ἡ φύσις τοῦ κάμνοντος ἐπὶ τὸ ψυχρότερον ῥέποι, πολλοῦ τοῦ μεταξὺ δεήσει χρόνου πρὸς τὴν τοῦ σαφοῦς σημείου γένεσιν, ὃν ἅπαντα τῆς ἀρχῆς ἀριθμητέον.
Ἔστω σοι γοῦν χειμῶνος ἀρξάμενος ἀμφημερινὸς ἐν οὕτως ἔχοντι σώματι καθάπερ εἴρηται νῦν ἅμα τοῖς ἀκριβῶς ἀπέπτοις καὶ ὑδατώδεσιν οὔροις· οὐ μόνον οὐκ ἂν ἐντὸς τῆς ἑβδόμης ἡμέρας ἀλλ' οὐδὲ τῆς τετταρεσκαιδεκάτης δύναιτό τις ἔχειν σαφὲς σημεῖον πέψεως. οὕτω δὲ προσαγορεύω τά τε τῶν ἀμυδρῶν μεταξὺ καὶ τῶν τῆς τελείας πέψεως. ἡ μὲν οὖν τελεία πέψις ἐστὶν ὅταν ἐν τοῖς οὔροις ὑφίστηταί τι λευκὸν καὶ λεῖον καὶ συνεχές, ἡ δ' ἀμυδρὰ πέψις ὅταν ἐξ ὑδατώδους οὔρου μετρίως ὕπωχρον γένηται. καὶ μὲν δὴ καὶ εἰ θολερὸν γένοιτο καὶ μένοι τοιοῦτον, καὶ τοῦτ' ἀσαφοῦς τ' ἐστὶν καὶ ἀμυδρᾶς πέψεως γνώρισμα, καὶ τὸ πυρρόν τε καὶ λεπτὸν ἐκ ταὐτοῦ γένους ἐστίν, ἀλλ' οὐδὲν τούτων ἤδη τὴν ἀρχὴν πεπαῦσθαι δηλοῖ. σαφεστέρου γὰρ ἢ κατὰ τὰ τοιαῦτα δεῖται γνωρίσματος, ἤτοι νεφέλης λευκῆς ἢ ἐναιωρήματος ὁμαλοῦ [626] τε καὶ συνεχοῦς καὶ λευκοῦ. καὶ μὲν δὴ καὶ ἡ ἐρυθρὰ νεφέλη καὶ ἡ ὑπόστασις ἡ τοιαύτη καὶ χωρὶς ὑποστάσεως δὲ τὸ εὔχρουν οὖρον ἅμα τῷ συμμέτρῳ πάχει πεπαῦσθαι δηλοῖ τὴν ἀρχήν.
Οὕτω δὲ κἀν τοῖς περιπνευμονικοῖς τε καὶ πλευριτικοῖς πάθεσι τὰ μὲν ἰδίως ὀνομαζόμενα πτύελα ταῖς ἐν τοῖς οὔροις ὑποστάσεσιν ἔοικε, τὸ δὲ μηδ' ὅλως ἀποπτύειν μηδὲν ἀλλὰ βήττειν μόνον ξηρῶς οἷόν περ τὸ ἐν τοῖς οὔροις ἐστὶν ἄπεπτον ἐσχάτως, ὅπερ ὑδατῶδες καλοῦμεν. εἰ δ' ἐκ τοῦ μηδ' ὅλως πτύειν εἰς τὸ πτύειν μέν, ἀλλ' ὑγρά τε καὶ τελέως ἄπεπτα μετασταίη, δῆλον ὡς ἀμυδρά τε καὶ ἀσαφὴς αὐτῶν παντάπασιν ἡ τοιαύτη μεταβολὴ καὶ οὔπω πέπαυται τοῦ νοσήματος ὁ πρῶτος καιρός, ὃν ἀρχὴν ἔφαμεν ὀνομάζεσθαι. πότ' οὖν αὕτη μὲν παύσεται, μεταστήσεται δὲ τελέως εἰς τὴν ἐπίδοσιν ἡ νόσος; ὅταν ἄρξηται πτύειν ὀλίγα πέπονα, τὸ δ' ἀπὸ τούτου σύμπαν ἄχρι τῆς ἀκμῆς ἀεὶ καὶ μᾶλλον αὐτοῦ πλείω καὶ βελτίω καὶ εὐπετέστερον ἀποπτύοντος. ὅταν δ' [627] ἀκριβῶς ᾖ πέπονά τε καὶ πολλὰ καὶ μὴ δυσχερῶς ἀναπτυόμενα, τῆς ἀκμῆς ὁ καιρός. ὅταν δ' ὁμοίως μὲν πέπονα καὶ ἀλύπως ἀναγόμενα, μειωθῇ δὲ τὸ πλῆθος ἥ τ' ὀδύνη μηκέτ' ᾖ, πεπαῦσθαι χρὴ νομίζειν τὴν ἀκμήν. παραλαμβάνει γὰρ ἡ παρακμή.
Ὑποθώμεθα οὖν τινα πάλιν ἄρρωστον ὑπὸ πλευρίτιδος ἐχόμενον οὔτ' ἀναπτύοντά τι καὶ οὐροῦντα λεπτὰ μὲν, ἀλλ' εὔχροα. περὶ δὲ τὴν ἑνδεκάτην ἡμέραν ἀρχέσθω μὲν πτύειν, ὑγρὰ δὲ καὶ ἄπεπτα. τοῦτον ὅτι μὲν οὐκ ἄν τις φαίη πρὸ τῆς ἑνδεκάτης ἡμέρας ἐν ἄλλῳ τινὶ τοῦ νοσήματος εἶναι καιρῷ πλὴν ἐν ἀρχῇ, παντί που δῆλον. ἐπὶ δὲ τῆς ἑνδεκάτης ἴσως μὲν ἄν τῳ δόξειε μεταπεπτωκέναι σαφῶς, ἀλλ' οὐχ ὧδ' ἔχει. ἡ γὰρ ἑνδεκάτη τῆς τετταρεσκαιδεκάτης ἐπίδηλος οὖσα τὴν τοῦ δευτέρου καιροῦ τῆς νόσου σαφῆ καὶ βεβαίαν ἀρχὴν ἐκείνην ἕξειν προδηλοῖ. παραφυλάττοις οὖν αὐτὴν τὴν τετταρεσκαιδεκάτην, εἰ τοῖς προδεδηλωμένοις ὁμολογεῖ, καὶ μετὰ ταύτην αὖθις τὴν ἑπτακαιδεκάτην, ἐπεὶ καὶ ἥδε τῆς εἰκοστῆς ἐστιν ἐπίδηλος, ὡς ἐν τοῖς περὶ κρισίμων εἴρηται. φέρε δὴ κατὰ ταύτην αὐτὸν [628] πτύσαι μικρὰ μέν, πέπονα δέ· κατὰ τὴν εἰκοστὴν τούτῳ δυνατόν ἐστίν τινα γενέσθαι κρίσιν, οὐ μὴν τελείαν γε διὰ τὴν τοιαύτην αἰτίαν ὅτι οὐ τὴν αὐτὴν ἔχουσι δύναμιν οὔθ' αἱ τῶν ἐπιδήλων πρῶται ταῖς ὑστέραις οὔθ' αἱ πρῶται κρίσιμοι ταῖς ἐξ ὑστέρου κρισίμοις, ἀλλ' ἰσχυρότεραι μὲν αἱ πρῶται, χρονίζοντος δ' ἤδη τοῦ νοσήματος ἀσθενέστεραι γίνονται. χρὴ τοίνυν ἐπὶ προήκοντι τῷ νοσήματι καὶ μάλισθ' ὅταν ἱκανῶς ἄπεπτον ᾖ μεγάλην γενέσθαι μεταβολήν, ἵν' ἀσφαλὴς ἐλπισθῇ κρίσις. μεγάλη δ' ἐστὶ μεταβολὴ πέπονα τελέως οὐρῆσαί τε καὶ πτύσαι. τοιαῦτα δ' οὐχ ὑπέκειτο κατὰ τὴν ἑπτακαιδεκάτην, ὥστ' οὐκ ἐνδέχεται κατὰ τὴν εἰκοστὴν ἡμέραν τὸν τοιοῦτον ἄρρωστον ἀπαλλαγῆναι τοῦ νοσήματος ἢ καὶ κριθῆναι τελέως, ἀλλ' ἀρχεῖ μεταβολήν τινα ἀξιόλογον γενέσθαι. δυνήσεται γὰρ ἔν τινι τῶν ἐφεξῆς κρισίμων ἡ τελεία λύσις ἀπαντῆσαι.
Ἆρ' οὖν ὑπόθεσις μόνον ἐστὶν ὁ λόγος ἢ καί τις ὦπται τοιοῦτος ἄρρωστος; ἐμοὶ μὲν δὴ δοκεῖ ταῦτ' ἔχειν ἅπαντα τὰ νῦν εἰρημένα ὁ ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ὑφ' Ἱπποκράτους γεγραμμένος ὄγδοος ἀπὸ τῆς [629] λοιμώδους καταστάσεως. ἔχει δ' ἡ σύμπασα ῥῆσις ὧδε· "ἐν Ἀβδήροις Ἀναξίων ὃς κατέκειτο παρὰ τὰς Θρηικίας πύλας. πυρετὸς ὀξὺς ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχής, βὴξ ξηρά, οὐδὲν ἔπτυε τὰς πρώτας, διψώδης, ἄγρυπνος. οὖρα δ' εὔχροα, λεπτὰ καὶ πολλά. ἕκτῃ παράληρος, πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. ἑβδόμῃ ἐπίπονος. ὅ τε γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνους τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔταμον, ἐρρύη πολὺ οἷον ἔδει, ξυνέδωκαν οἱ πόνοι. αἱ μέντοι βῆχες αἱ ξηραὶ παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ πυρετοί, σμικρὰ περὶ κεφαλὴν ἵδρωσε, βῆχες καὶ τὰ ἀπὸ πνεύμονος ὑγρότερα. ἑπτακαιδεκάτῃ ἤρξατο μικρὰ πέπονα πτύειν. εἰκοστῇ ἵδρωσεν, ἀπύρετος ἐγένετο. μετὰ δὲ κρίσιν ἐκουφίσθη. διψώδης δὲ ἦν καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. ἑβδόμῃ καὶ εἰκοστῇ ὁ πυρετὸς ὑπέστρεψεν, ἔβησσεν, ἀνῆγε πέπονα πολλά, οὔροις ὑπόστασις πολλὴ [630] λευκή, ἄδιψος ἐγένετο, εὔπνους. τετάρτῃ καὶ τριηκοστῇ ἵδρωσε δι' ὅλου, ἀπύρετος, ἐκρίθη πάντῃ." τούτῳ τἄλλα καθάπερ ἡμεῖς ὑπεθέμεθα φαίνεται γεγονότα καὶ τῶν οὔρων, εἰ καὶ μὴ πολλάκις ὡς εἴωθεν ἐπὶ τῶν ἄλλων ἀρρώστων, ἀλλὰ δὶς γοῦν μνημονεύσας ἐν ἀρχῇ μὲν ὡς λεπτῶν, ἐπὶ δὲ τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας προσγράψας "οὔροις ὑπόστασις πολλὴ λευκὴ" δῆλός ἐστιν ἀκριβῶς πέπονα τότε πρῶτον αὐτὸν οὐρῆσαι λέγων. διὰ τοῦτ' οὖν, ὡς καὶ πρόσθεν εἶπον, ἐπὶ μὲν τῆς εἰκοστῆς ἐκρίθη τινὰ ἐλλιπῆ κρίσιν, διότι κατὰ τὴν ἑπτακαιδεκάτην ἤρξατο μικρὰ πέπονα πτύειν, οὐ μὴν τελεία γ' ἡ κρίσις ἐγένετο, διότι μηδὲ πέψις ἀκριβὴς οὔρων ἢ πτυέλων. διὰ τοῦτ' οὖν ἐρεῖ· "διψώδης δὲ ἦν καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες." ἐνταῦθα οὖν μοι πάλιν ἀναμνησθεὶς ὡς ὀρθῶς εἴρηται "τὰ ἐγκαταλιμπανόμενα ἐν τῇσι νούσοισι μετὰ κρίσιν ὑποστροφὰς εἴωθε ποιεῖν" τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας τὴν διήγησιν ἀνάγνωθι τόνδε τὸν τρόπον ἔχουσαν· "ἑβδόμῃ καὶ εἰκοστῇ ὁ πυρετὸς [631] ὑπέστρεψεν, ἔβησσεν, ἀνῆγε πέπονα πολλά, οὔροις ὑπόστασις πολλὴ λευκή, ἄδιψος ἐγένετο." προειπὼν γὰρ ὡς ἐν ταῖς μεταξὺ ταῖς μετὰ τὴν εἰκοστὴν 'ἥ τε δίψα παρέμενεν αὐτῷ καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες ἦσαν' ἐφεξῆς φησι ὡς ἐπὶ τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας ὑποστρέψας ἐπύρεξεν, ἄδιψος ἐγένετο καὶ χρηστὰ πτύειν ἤρξατο κἀν τοῖς οὔροις ὑπόστασιν ἔσχε πολλήν τε καὶ λευκήν. τοῦτ' οὖν ἐστιν αὐτὸ τὸ πρόσθεν ῥηθέν, ὡς ἐν τοῖς πυρετώδεσι νοσήμασιν ὅμοιόν τι συμπίπτει τοῖς κατὰ τὰς ἐκπυισκομένας φλεγμονάς. ὡς γὰρ κἀκεῖ 'κατὰ τὰς γενέσιας τοῦ πύου οἵ τε πόνοι καὶ οἱ πυρετοὶ μάλιστα συμβαίνουσιν', οὕτως κἀνταῦθα πεττομένων τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν. οὕτως γοῦν κἀπὶ τοῦ Ἀναξίωνος ὅσον ἐκ τῆς προτέρας κρίσεως τῆς ἐλλιποῦς ὑπελείπετο, τοῦτ' αὖθις ζέσαν ἐν τῷ τῆς πέψεως καιρῷ τὸν πρὸ τῆς κρίσεως ἐγέννησε πυρετόν. ὅτι δὲ τῆς ἐμφύτου θερμασίας ἐργαζομένης αὐτὸ καὶ οὐχὶ τῆς πυρεκτικῆς οὐχ ἥκιστα καὶ ἡ τῶν ἡμερῶν ἐνεδείξατο φύσις. πρώτη μὲν γὰρ ἡ ἑνδεκάτη χρηστῆς μέν, ἀλλ' ἀμυδρᾶς [632] ὑπήρξατο πέψεως, εἶθ' ἡ ἑπτακαιδεκάτη σαφέστερον ἐπέδειξε σημεῖον πέψεως, εἶθ' ἡ εἰκοστὴ κρίσιν ἐλλιπῆ. μετὰ δὲ ταύτην ἡ ἑβδόμη καὶ εἰκοστὴ τελείας πέψεως ἤνεγκε γνωρίσματα. διὰ τοῦτ' οὖν ἐπιφέρων ἐρεῖ· "τετάρτῃ καὶ τριηκοστῇ ἵδρωσε δι' ὅλου, ἀπύρετος, ἐκρίθη πάντῃ." δῆλον γὰρ ὡς ἐν ταῖς ἑπτὰ ταῖς μετὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν ἐπέφθη θ' ἅμα καὶ ἐξεκρίθη σύμπαντα τὰ τοῦ νοσήματος αἴτια, διὰ μὲν τῶν οὔρων τὰ τοὺς πυρετοὺς ἐργαζόμενα, διὰ δὲ τῶν πτυσμάτων τὰ κατὰ τὸν θώρακα.
Μεμνῆσθαι δὲ χρὴ τοῦδε τοῦ λόγου πρός τε τὰ παρόντα καὶ τὰ μέλλοντα λεχθήσεσθαι καὶ τὰ τρία ταῦτα ἡγεῖσθαι ἀλλήλων διαφέροντα, τήν τ' ἀμυδρὰν πέψιν καὶ τὴν σαφῆ καὶ τὴν τελείαν. ἀμυδρὰ μὲν γὰρ κατὰ τὴν ἑνδεκάτην, σαφὴς δὲ κατὰ τὴν ἑπτακαιδεκάτην, τελεία δὲ κατὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν ἐγένετο, μεθ' ἣν ἐν ἑπτὰ ταῖς ἁπάσαις ἡμέραις ἡ νόσος ἐλύθη. καὶ οὗτος σύμπας ὁ καιρὸς ἀκμῆς ἐγένετο, καθάπερ ἐν τοῖς ἐφεξῆς ἔτι σαφέστερον ἐπιδειχθήσεται.
Τοῦτ' οὖν τὸ πτύελον, ὃ κατὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν ἐφάνη, εἴπερ ἐπεφάνη κατὰ τὰς πρώτας τοῦ νοσήματος ἡμέρας μετὰ [633] τῶν τὴν χρηστὴν ὑπόστασιν ἐχόντων οὔρων, οὐκ ἐνεδέχετο μὴ οὐ κατὰ τὴν πρώτην ἑβδομάδα κριθῆναι τὸ νόσημα. πρώτας δ' ἡμέρας δηλονότι τοῦ νοσήματος εἶπον ἃς ἡ πρώτη τετρὰς διορίζει. καὶ γὰρ ἀρχὴν νοσήματος κατὰ τὸ δεύτερον σημαινόμενον ἐν τούτῳ περιγράφεσθαι τῷ καιρῷ πρόσθεν ἔλεγον. καὶ τοῦτ' ἔστι τὸ "ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει". τριχῶς γὰρ τῆς ἀρχῆς λεγομένης, καθ' ἕνα μὲν τρόπον τῆς πρώτης εἰσβολῆς τῆς ἀπλατοῦς, καθ' ἕτερον δὲ τῆς εἰς τὴν τρίτην ἡμέραν ἐκτεινομένης ἣν μόνην ὁ Θεσσαλὸς ὀνειρώττειν μοι δοκεῖ, καὶ πρὸς τούτοις τῆς ὡς μέρους ὅλου τοῦ νοσήματος ἣν τὰ τῆς σαφοῦς ὁρίζει πέψεως σημεῖα, περὶ πασῶν ὁ Ἱπποκράτης ποιεῖται τὸν λόγον, ὡς ἐκ τῶν προγεγραμμένων ἐστὶν δῆλον ἔν τε τοῖς ἐφεξῆς ὑπομνήμασιν ἐναργέστερον ἐπιδειχθήσεται. νυνὶ δ' ὅτι τὴν κατὰ τὸ δεύτερον σημαινόμενον ἀρχὴν ἐδήλωσεν ὁπότε τοῖς πλευριτικοῖς τὸ κατὰ τὴν ἀρχὴν ἐπιφαινόμενον πτύελον βραχύνειν [634] ἔφησε, πρόδηλον, οἶμαι, γέγονε.
Περὶ μὲν δὴ τούτου κἀν τοῖς ἐφεξῆς ἤδη διαιρήσομαι, ὅπως δ' ἄν τις ἢ παροῦσαν ἤδη καὶ συμπεπληρωμένην τὴν ὡς μέρος ὅλου τοῦ νοσήματος ἀρχὴν διαγινώσκειν ἢ μέλλουσαν ἔτι συμπληροῦσθαι προγινώσκειν δύναιτο, σαφῶς μοι δοκῶ δεδεῖχθαι. τῆς μὲν γὰρ συμπεπληρωμένης βέβαιον σημεῖον ἡ σαφὴς πέψις ἐστί, τῆς μελλούσης δ' ἥ τε τοῦ νοσήματος αὐτοῦ φύσις ἥ θ' ὥρα τοῦ ἔτους ἥ θ' ἡλικία τοῦ κάμνοντος, ἐξ ἐπιμέτρου δὲ καὶ τὸ χωρίον ἐν ᾧ νοσεῖ καὶ ὁ τρόπος τῆς προγεγενημένης διαίτης ὑγιαίνοντος ἔτι τοῦ κάμνοντος. εἰδικώτερα δ' ἤδη γνωρίσματα τῆς μελλούσης ἔσεσθαι τελευτῆς τῷ πρώτῳ καιρῷ τῆς νόσου τὰ τῆς πέψεώς ἐστι σημεῖα. καὶ ὡς χρὴ ταῦτα προγινώσκειν ὁπηνίκα μάλιστα γενήσεται ῥηθήσεται μὲν ἐπιμελέστερον ἔτι καὶ διὰ τῶν ἑξῆς, εἰρήσεται δὲ καὶ νῦν ὡς ἐπισκέπτεσθαι χρὴ πόσον ἀπολείπεται τὰ παρόντα τῆς ἀπεψίας σημεῖα τῶν ἐσομένων ἐν τῇ σαφεῖ πέψει τίς τε τοῦ νοσήματος ὁ τρόπος ἐστὶ τῆς κινήσεως, τοῦτ' ἔστι εἴτ' ὀξέως εἴτ' ἀργῶς καὶ οἷον τυφομένως κινοῖτο. χρησιμώτατον δ' εἰς [635] ταῦτα, μᾶλλον δ' ἀναγκαιότατόν ἐστιν ἀκριβῶς ἐπίστασθαι διαγινώσκειν ὁπόσον ἀλλήλων ἀπολείπεταί τε καὶ πλεονεκτεῖ τά τε τῆς ἀπεψίας καὶ τὰ τῆς πέψεως σημεῖα. καὶ γὰρ καὶ τὰ τῆς ἀπεψίας οὐ μικρὰν ἔχει πρὸς ἄλληλα τὴν διαφορὰν καὶ τὰ τῆς πέψεως ἔτι δὴ μᾶλλον. εἰ μὲν δὴ τὰ τῆς παντελοῦς ἀπεψίας γνωρίσματα κατὰ τὴν πρώτην τετράδα παραμένει, μακρὸς ὁ τῆς ἀρχῆς ἔσται τῷ τοιούτῳ νοσήματι καιρός. εἰ δέ γε τὰ τῆς μετρίας ἐν αὐτῇ φανείη, μακρὸς μὲν ἔτι καὶ οὗτος, ἀλλ' οὐχ ὁμοίως τῷ πρόσθεν. εἰ δὲ βραχέα τὰ τῆς ἀπεψίας εἴη σημεῖα, καὶ τὸ μέλλον ἔσται τῆς ἀρχῆς ὀλίγον. ἐπὶ δὲ τούτοις ἔτι κἀκεῖνα χρὴ προστιθέναι τὰ πρὸς Ἱπποκράτους εἰρημένα χρόνου πλείονος ὑπάρχειν ἐνδεικτικά, περὶ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς ἐφεξῆς ὁ λόγος ἡμῖν ἔσται, νυνὶ δὲ παραδείγματος ἕνεκα τοῦ ἀφορισμοῦ τοῦδε μνημονεύσομεν· "οἱ ψυχροὶ ἱδρῶτες σὺν μὲν ὀξεῖ πυρετῷ θάνατον, σὺν πρηυτέρῳ δὲ μῆκος νόσου σημαίνουσιν." ἐὰν γὰρ ἐν ταῖς πρώταις ἡμέραις ἔτι τῶν τῆς ἀπεψίας σημείων ἐπικρατούντων ἐπιφαίνηταί τινα τοιαῦτα, προσθήσει τῷ χρόνῳ τῆς [636] ἀρχῆς καὶ δηλονότι τὰ τῆς ἀναβάσεως ἔσται μακρότερα καὶ ἡ ἀκμὴ κατὰ ταὐτὰ μετὰ χρόνον ἀπαντήσεται πάμπολυν, οὕτω δὲ καὶ ἡ λύσις τοῦ νοσήματος ὥστ' οὐ μόνον τοῦ πρώτου καιροῦ κατὰ τὰς πρώτας ἡμέρας ἕξεις τινὰ τεχνικὸν στοχασμόν, ἀλλὰ καὶ τῶν ἐφεξῆς.
Ἀκριβέστερον δ' ἀεὶ καὶ μᾶλλον αὐτὸν προγνώσῃ ταῖς ἐφεξῆς τετράσι προσέχων τὸν νοῦν. ἡ γὰρ ἐπιδείξασα πρώτη τὸ τῆς πέψεως ἀμυδρὸν σημεῖον αὕτη σοι σαφέστερον ἐνδείξεται τὸν ὑπόλοιπον χρόνον τῆς ἀρχῆς εἰδότι γε τοῦτ' ἤδη βεβαίως, ὅτι σύμπας ὁ χρόνος ὁ μήπω μηδὲν ἔχων σαφὲς σημεῖον πέψεως ὁ πρῶτός ἐστι τῶν τεττάρων καιρῶν τοῦ νοσήματος, ὃν ἀρχὴν ὀνομάζομεν. εἰ γὰρ πρὸς τοῦτ' ἀποβλέπεις, οὐδὲν ἔτι χαλεπὸν ἐξευρεῖν, εἰ ἐν τοσαῖσδε ταῖς πρώταις ἡμέραις ἀπεχώρησε τῶν κατὰ τὴν πρώτην ἡμέραν φανέντων τοσόνδε, πόσαις ἔτι τὸ ὑπόλοιπον ἄχρι τῆς σαφοῦς πέψεως ἀνύσει. ἐκεῖθεν δ' ἄρχεται μὲν ἡ ἀνάβασις, ἤτοι δ' ἐλλιπής τις ἐπιφανεῖται κατὰ ταύτην κρίσις ὡς ἐπὶ τοῦ πλευριτικοῦ παρεθέμην ὀλίγον ἔμπροσθεν, [637] ἢ, εἴπερ ἀναμείνειε τὸ νόσημα τὴν τελείαν ἀκμήν, οὕτω καὶ ἡ κρίσις ἐστὶ τελεία. πολλάκις δ' οὐδὲ γίνεται κρίσις οὐδεμία κατὰ τὸν τῆς ἀκμῆς χρόνον, ἀλλὰ κατὰ βραχὺ λύεται τὸ νόσημα χρόνῳ πλείονι πεττόμενον.
Ὅπως δὲ χρὴ πρὶν γενέσθαι ταῦτα προγινώσκειν ἐσόμενα, διὰ τῶν ἐφεξῆς ὑπομνημάτων εἰρήσεται. δείξω γὰρ ἐν αὐτοῖς σαφῶς πηνίκα μὲν ἐν ταῖς ἀναβάσεσι, πηνίκα δ' ἐν ταῖς ἀκμαῖς κρίνεται τὰ νοσήματα, πηνίκα δ' οὐδ' ὅλως κριθέντα κατὰ βραχὺ πεττόμενα λύεται. καὶ δῆλον ὡς τὴν μὲν τοιαύτην λύσιν οὐκ ὀνομάζω κρίσιν, εἰ δέ τις ἀθρόα γίνεται μεταβολή. καὶ πολὺ μᾶλλον ἔτι τὴν προηγουμένην αὐτῆς ταραχὴν οὕτω προσαγορεύω. καὶ δὴ καὶ τὰς τούτων προγνώσεις ἐν τοῖς ἑξῆς ἐρῶ. κάλλιον γὰρ οὐ μόνον ὅτι κατὰ τόνδε τὸν καιρὸν ἡ νόσος ἀθρόαν ἕξει τὴν λύσιν, ἀλλὰ καὶ πότερον μετὰ μεγάλου τινὸς ἀγῶνος ἢ χωρὶς σάλου τε καὶ κινδύνου παντὸς ἐπίστασθαι.
Ταῦτ' οὖν ἅπαντα διὰ τῶν ἐφεξῆς ὑπομνημάτων ἐπιδειχθήσεται καὶ πρὸς τούτοις ἔτι προγνώσεις κρίσεων ἀγαθῶν τε καὶ [638] κακῶν καὶ τελείων καὶ ἀτελῶν. ἐν ἀρχῇ δ' αὐτῶν πάντων προτάξω διαγνώσεις αὐτῶν τῶν εἰσβαλλόντων νοσημάτων. ἐπειδὴ γὰρ ἀπό τε τοῦ νοσήματος ἔφαμεν χρῆναι διαγινώσκειν τι περὶ τῶν καθ' ὅλου καιρῶν καὶ προσέτι τῆς ὥρας τοῦ ἔτους καὶ τῶν ἄλλων ὧν εἴπομεν, εἰ μὴ συμπάντων αὐτῶν εἰδείημέν τινα διάγνωσιν, εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ὅμοιόν τι πεισόμεθα τοῖς πολλοῖς τῶν νεωτέρων ἰατρῶν. ὡς γὰρ κἀκεῖνοι δι' ἀλλήλων ἑκάτερον τῶν ἀγνοουμένων διδάσκειν ἐπιχειροῦσιν ἢ διὰ τοῦ μᾶλλον ἀγνώστου τὸ σαφέστερον, οὕτω καὶ ἡμεῖς ποιήσομεν, ἂν μὴ τοῦ νοσήματος ἑκάστου τῆς ἰδέας εὐθὺς ἐν ταῖς πρώταις ἡμέραις ἔχωμέν τινα διάγνωσιν. ἄριστον μὲν οὖν ἐστιν, εἰ κατ' αὐτὴν τὴν πρώτην ἡμέραν, καὶ τοῦτο μυριάκις ἐδείξαμεν ἤδη δυνατὸν ὑπάρχειν καὶ τριταίας καὶ τεταρταίας καὶ ἀμφημερινὰς περιόδους ἐν τῇ πρώτῃ τῶν ἡμερῶν διαγνόντες. εἰ δέ ποτε μὴ οἷόν τ' εἴη σαφῶς ἐν ταύτῃ διαγνῶναι, στοχασμὸν μὲν ἤδη τινὰ τεχνικὸν ἕξομεν ἐξ οὗ καλῶς ὑπαρξόμεθα διαιτᾶν, ἀκριβώσομεν δ' αὐτὸν ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν ἢ τρίτῃ γε πάντως ἢ τετάρτῃ.
[639] καὶ τοίνυν καὶ αὐτὸ τοῦτο κάλλιον ἂν εἴη δηλῶσαι καὶ δοῦναι γνωρίσματα τῶν τ' εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἀκριβῶς διαγνωσθῆναι δυναμένων καὶ τῶν ἄχρι μὲν στοχασμοῦ τινος οὐκ ἀτέχνου κατελπιζομένων, ἀκριβῶς δ' ἐν τῇ τρίτῃ τε καὶ τετάρτῃ διοριζομένων. αὖθις οὖν ἀπὸ τούτων πρῶτον ἀρξάμενοι κατὰ τὸ δεύτερον ὑπόμνημα καὶ τῶν ἄλλων ἕκαστον ὧν ὑπεσχόμεθα κατὰ τὴν οἰκείαν τάξιν ἀποδώσομεν.
[640] Εἴρηται μὲν ἤδη καὶ πρόσθεν εὐθὺς κατ' ἀρχάς, ἀλλ' ἄμεινον ὑπομνῆσαι καὶ νῦν ὡς εἴτε τὴν σύμπασαν ἐν νόσῳ μεταβολὴν εἴτε τὴν ἀθρόαν μόνην εἴτε τὴν ἀγαθὴν εἴτε τὴν προηγουμένην ἁπασῶν τῶν ὀξυρρόπων ἀλλοιώσεων ταραχὴν ὀνομάζειν τις ἐθέλοι κρίσιν, οὐ πρόκειταί μοι διαιρεῖσθαι τὰ νῦν, ἀλλ' ὡς ἄν τις ἄριστα ταύτας ἁπάσας ἤδη τε παρούσας διαγινώσκοι καὶ μελλούσας ἔσεσθαι προγινώσκοι, τοῦτ' ἦν τὸ σπούδασμα τῷ λόγῳ. τὸ δὲ μέγιστον ἤδη καὶ ἀναγκαιότατον ἀποδείξαντες εἰς ἅπαντα τὰ [641] τοιαῦτα, τὸ διαγινώσκειν τε παρόντας ἤδη τοὺς καιροὺς τῶν νοσημάτων καὶ μέλλοντας ἔσεσθαι προγινώσκειν, ἐφεξῆς ἑκάστου διαγνώσεις τε καὶ προγνώσεις ἐγράψαμεν. ἐπεὶ δ' ἐκ πολλῶν αὐτὰς γινομένας ἀπεδείξαμεν, ὧν ἕν τι καὶ ἡ τοῦ νοσήματος ὑπῆρχε φύσις, ὅπως ἄν τις καὶ αὐτὴν ταύτην κάλλιστα κατὰ τὴν πρώτην ἡμέραν οἷός τ' εἴη γνωρίζειν εἰς τόνδε τὸν δεύτερον ἀνεβαλλόμεθα λόγον.
Εἰ μὲν δή τις ἡμῖν αὐτοῖς παρέτυχεν ἐπὶ τῶν νοσούντων ἐκ τοῦ πρώτου παροξυσμοῦ καὶ ἀμφημερινὸν πυρετὸν καὶ τριταῖον καὶ τεταρταῖον καὶ ἡμιτριταῖον καὶ καῦσον καὶ ἄλλα πολλά τινα νοσήματα προγινώσκουσιν, ἔργῳ τῆς θεωρίας εἴληφε βάσανον. εἰ δέ τις οὔπω παρεγένετο προρρήσει τοιαύτῃ, δίκαιον δὴ τοῦτόν ἐστι μήτε θαυμάζειν ἤδη τὰ λεγόμενα πρὶν κρῖναι τὴν ἐν αὐτοῖς ἀλήθειαν ἀλλὰ μηδὲ προκατεγνωκέναι πρὶν ἀκοῦσαί τε σύμπαντος λόγου καὶ τῇ πείρᾳ βασανίσαι. τὸ μὲν οὖν ἀκοῦσαί τε καὶ συνιέναι τῶν λεγομένων ἁπάντων κοινόν (οὕτω γὰρ εἰρήσεται σαφῶς ὡς μὴ λαθεῖν ἄν τινα), τὸ δὲ καὶ τῇ πείρᾳ κρῖναι τοὺς λόγους, εἰ μὲν ἡμῖν [642] μέλλει συμπαραγίνεσθαι, ῥᾷστον, εἰ δ' αὐτὸς ἐφ' ἑαυτοῦ βασανίζειν, οὐκ ἔθ' ὁμοίως εὐπετές. ἀλλὰ καὶ τὰς ἐν τοῖς σφυγμοῖς διαφορὰς ἠσκῆσθαι χρὴ διαγινώσκειν αὐτὸν ἀκριβῶς ἁπάντων τε τῶν ἔργων τῆς τέχνης ἐμπειρίαν ἔχειν ἱκανήν. τὴν γὰρ ἀληθῆ θεωρίαν οὐκ ἐκ τῶν κακῶς ὑποκρινομένων ἀλλ' ἐκ τῶν ὀρθῶς μεταχειριζομένων εὔλογον δοκιμάζεσθαι. τούτους οὖν μόνους ὁ λόγος ὅδε καὶ μαθητὰς προσίεται καὶ κριτὰς ὧν ἂν διδάξῃ τίθεται. τοὺς δ' ἄλλους, ὅσοι τὴν ἰατρικὴν τέχνην εἰς τοσοῦτον ὕβρισαν ὡς ἓξ μηνῶν εἶναι νομίζειν μάθημα, τούτους οὔτε κριτὰς οὔτε μαθητὰς προσίεται. τὸ μὲν γὰρ οὐ δύνανται, τὸ δ' οὐ βούλονται.
Λεκτέον οὖν ἤδη πῶς ἄν τις ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀκριβῶς διαγινώσκοι τοῦ νοσήματος τὴν φύσιν, ἡμέρας δηλονότι παρ' ὅλον τὸν λόγον εἰρησομένης τοῦ συνεστῶτος οὐκ ἐκ τῆς ἡμέρας αὐτῆς μόνης ἀλλὰ κἀκ τοῦ τῆς νυκτὸς χρόνου, καθάπερ οὖν καὶ τὸν μῆνα τριάκονθ' ἡμερῶν εἶναι λέγομεν οὐ μόνον τοῦτον τὸν χρόνον ὃν ὑπὲρ τῆς γῆς ὁ [643] ἥλιος φέρεται προσαγορεύοντες ἡμέρας ἀλλὰ καὶ τὸν τῆς νυκτὸς αὐτῷ προστιθέντες. οὕτως δέ πως καὶ τὸν ἐνιαυτὸν πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἡμερῶν εἶναί φαμεν. ὥσπερ δὲ περὶ τοῦ τῆς ἡμέρας ὀνόματος καὶ τοῦ κατ' αὐτὸ σημαινομένου διῄρηται, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον χρὴ μηνῦσαι καὶ περὶ τοῦ νοσήματος, ὅτι τε διάθεσίς τίς ἐστιν ἐνέργειαν βλάπτουσα καὶ ὅτι διττὴ πολλάκις συνίσταται ἅμα. δέδεικται δ' ἄμφω ταῦτ' ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ὑπομνήματι. τὴν μὲν οὖν ἁπλῆν διάθεσιν οὐδεὶς τῶν ἀκριβῶς εἰδότων ἀγνοήσει κατὰ τὴν πρώτην ἡμέραν (ἴδια γὰρ ἔχει τὰ γνωρίσματα), τὴν δ' ἐπίμικτον οὐχ ἅπασιν ἐγχωρεῖ διαγνῶναι κατ' ἀρχάς. καὶ οὐδέν γε τοῦτ' ἄτοπον εἰς διττῆς διαθέσεως ἐπίγνωσιν ἡμερῶν δεηθῆναι δυοῖν, ὥσπερ εἰ καὶ τριττή τις εἴη, τριῶν. ἀλλὰ τό γε μίαν ἁπλῆν ἀγνοῆσαι διάθεσιν ἄτοπόν τε καὶ δεινῶς αἰσχρόν. ἠσκῆσθαι τοίνυν ἁπάσας χρὴ τὰς ἁπλᾶς διαθέσεις ἑκάστην ἰδίᾳ τετελειωμένην τ' [644] ἤδη γνωρίζειν ἑτοίμως. εἰ μὴ γὰρ ἐν τούτῳ προγυμνάσαιο φιλοπόνως, οὐδ' ἂν ἀρχομένην ἔτι καὶ σμικρὰν οὖσαν διαγνοίης, ὥσπερ οὐδ' ἐλαίαν ἢ συκῆν ἢ δρῦν ἄρτι τῆς γῆς ἀνίσχοντα δύναιο ἄν ποτε διαγινώσκειν ἀγνοῶν ἔτι τὰ τέλεια φυτά. τὸ δὲ τούτου μεῖζον, ὡς οὐδ' αὐτὰ τὰ τέλεια γινώσκειν ἁπλῶς ἀρκεῖ, ἀλλὰ χωρὶς μὲν τοῦ προγινώσκειν ἐκεῖνα τὰ τέλεια τῶν νεογνῶν οὐδὲν ἂν ἰδίᾳ γνωρίσαις, οὐ μὴν οὐδ' εὐθέως τε καὶ πρῶτον ἐντυχὼν νῦν, ἀλλ' ὡς καὶ τῶν τελείων ἕκαστον οὐκ ὀλιγάκις θεασάμενος ἱκανὸς διαγινώσκειν ἑτοίμως ἐγένου, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον χρή σε καὶ τῶν ἄρτι γεννωμένων ἕκαστον οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πολλάκις θεασάμενον ἱκανῶς αὐτῶν γενέσθαι γνώμονα. μὴ τοίνυν, ἐάν τι τῶν τῇδε γεγραμμένων ἐπιχειρῶν ἀσκεῖν ἐν τῇ πρώτῃ πείρᾳ σφαλῇς, ἀπογινώσκειν εὐθὺς ὡς ἀδυνάτου μηδ' ἀποχωρεῖν τῆς μελέτης πρὶν πάνυ πολλάκις ἐν αὐτῇ γυμνάσασθαι. οὐδὲ γὰρ τοὺς τὴν τοξικὴν μετιόντας καίτοι πολλάκις ἁμαρτάνοντας τοῦ σκοποῦ τό γε κατ' ἀρχὰς ὅμως οὐδὲ τούτους ἀφισταμένους ὁρᾷς τῆς ἀσκήσεως οὐδ' ἀθυμοῦντας ταῖς ἀποτυχίαις.
[645] ὁπότ' οὖν τοξικὴν οὕτω σμικρὰν τέχνην ὡς καὶ τοῖς ἀνδραπόδοις ἀσκεῖσθαι καλῶς οὐ δυνατόν ἐστιν εὐθὺς ἐξ ἀρχῆς κατορθοῦσθαι, τί χρὴ νομίζειν ἐπὶ τῆς τῶν Ἀσκληπιαδῶν τέχνης οὕτω μὲν πολλῆς θεωρίας δεομένης, οὕτω δ' ἀκριβοῦς τε καὶ φιλοπόνου τῆς ἐπ' αὐτῶν τῶν ἔργων τριβῆς; εἰ μὲν δή τις εἴης τῶν ἐπὶ τοῖς καλλίστοις ταλαιπωρεῖσθαι προῃρημένων, ἅπαντα μὲν πρῶτον ἀκριβῶς ἔκμαθε τὰ λεγόμενα καθ' ἕκαστον τῶν νοσημάτων, ἐφεξῆς δ' ἐπὶ τῶν ἔργων ἄσκησον, εἶθ' οὕτως ἐπιχείρει κρίνειν αὐτά, πότερον ἀληθῶς ἢ ψευδῶς εἴρηται. εἰ δ' ἀταλαίπωρός τε καὶ ῥᾴθυμος εἴης ἢ ταλαίπωρος μὲν ἀλλ' εἰς τὰ χείρω πλοῦτόν τε καὶ τιμὴν καὶ δύναμιν πολιτικὴν ἀληθείας προαιρούμενος, ἄμεινόν σοι μηδ' ἅπτεσθαι τῆσδε τῆς θεωρίας μηδ' εἰς ἀνάπλεων βορβόρου φρέαρ ἐμβάλλειν ὕδωρ καθαρόν. ἀφανίσεις τε γὰρ τὸ ὕδωρ καὶ τὸ φρέαρ οὐδὲν ὠφελήσεις.
Τὴν οὖν ἁπλῆν διάθεσιν ἑκάστου τῶν νοσημάτων (ἐπὶ γὰρ τὸν τῆς ἀληθείας ἑταῖρον ἤδη τρέψομαι) πρῶτον ἄσκησόν μοι γνωρίζειν αὐτὴν ἐφ' ἑαυτῆς, [646] οὐκ ἐκ τῶν ἔξωθεν αὐτῇ προσκειμένων μόνον ἅπερ οἱ πολλοὶ θεῶνται ἀλλὰ πρῶτον μὲν καὶ μάλιστ' ἐκ τῶν κατὰ τὴν ἰδίαν οὐσίαν ὑπαρχόντων, ἔπειτ' ἤδη καὶ τῶν ὡς ἐπὶ τὸ πολὺ συμβεβηκότων· οἷον ἐπὶ τοῦ καλουμένου τριταίου μὴ τοῦτο μόνον ἐπισκέπτου τὸ διὰ τρίτης γίνεσθαι τοὺς παροξυσμοὺς εἰς ἀπυρεξίαν τελευτῶντας. εἰ γὰρ ἤτοι δύο τριταῖοι γενηθεῖεν ἢ δύο πεμπταῖοι, καθ' ἑκάστην μὲν ἡμέραν οἱ δύο τριταῖοι, διὰ τρίτης δ' οἱ δύο πεμπταῖοι παροξύνοντες, ἢ τοὺς δύο τριταίους ἕνα νομίσεις ἀμφημερινὸν ἢ τοὺς δύο πεμπταίους ἕνα τριταῖον. ἀλλὰ τὴν ἰδέαν ἐπισκοπεῖσθαί σε κελεύω τῶν πυρετῶν. οὔτε γὰρ ταῖς εἰσβολαῖς τῶν παροξυσμῶν ἐοίκασιν οὔτε ταῖς ἀναβάσεσιν οὔτε ταῖς ἀκμαῖς οὔτε ταῖς παρακμαῖς οὔτε τῇ ποιότητι τῆς θερμασίας οὔτε τῇ κινήσει τῶν ἀρτηριῶν οὔτε τοῖς ἐπιγινομένοις συμπτώμασιν. εἰ μὲν οὖν μηδέποτ' ἦν θεάσασθαι τριταῖόν τε καὶ ἀμφημερινὸν αὐτὸν καθ' ἑαυτὸν ἑκάτερον, ἄδηλος ἂν ἦν αὐτῶν ἡ διάγνωσις. ἐπεὶ δὲ καὶ τριταῖόν ἐστιν ἰδεῖν αὐτὸν καθ' ἑαυτὸν ἀρξάμενόν τε καὶ προελθόντα καὶ τελειωθέντα [647] καὶ λυθέντα καὶ ἀμφημερινὸν ὡσαύτως, οὐδὲν ἔτι χαλεπὸν ἑνὸς ἀμφημερινοῦ διακρῖναι δύο τριταίους.
Ἄρξαι δή μοι πρῶτον ἀσκεῖν ἀπὸ τῶν ἀκριβῶν τύπων. οὔτε γὰρ ἄλλο τι μάτην Ἱπποκράτης εἶπεν οὔθ' ὡς 'ἀκριβὴς τριταῖος ἐν ἑπτὰ περιόδοις κρίνεται τὸ μακρότατον'. τίς οὖν ὁ ἀκριβὴς τριταῖος οὗτος; οὐδὲν γὰρ αὐτοῦ παρ' Ἱπποκράτους γνώρισμα γέγραπταί τι τοιοῦτον οἷον καὶ τοῖς ἐπιτυχοῦσιν εἶναι πρόδηλον. ἀλλ' εἰ μέν σε χειραγωγήσαιμι, μαθήσῃ ῥᾳδίως τίνα λέγει τὸν ἀκριβῆ τριταῖον, εἰ δ' ἐάσαιμί σε κυλινδεῖσθαι κατὰ τὰ βιβλία πρὶν εἰσαχθῆναι προσηκόντως, οὐ μόνον οὐκ ἂν ἐκμάθοις οὐδὲν οὔτε περὶ τριταίου τι χρηστὸν οὔτ' ἄλλου τινὸς τῶν ἁπάντων ἀλλὰ καὶ παρακούσεις μυρία. ὅταν οὖν ἀναγνῷς ἐν Ἀφορισμοῖς τὰ πλεονάζοντα κατὰ τὸ θέρος νοσήματα 'πυρετούς τ' εἶναι συνεχεῖς καὶ καύσους καὶ τριταίους πλείστουσ', πρῶτον μὲν αὐτὸ δὴ τοῦτο μὴ παρακούσῃς, ὡς θέρους μέμνηται οὐ τοῦ παρὰ φύσιν ἔχοντος οἷον ἐν Κρανῶνί [648] ποτε γενέσθαι φησὶ 'ὕοντος καύματι ὕδατι λάβρῳ δι' ὅλου'. ἀλλ' εἴ ποτέ τινα τάξιν τε καὶ κόσμον ἑκάστῃ τῶν ὡρῶν ἐνενόησας, ἀναμνήσθητί μοι καὶ νῦν ὡς ὁ μὲν χειμῶν ἅπαντος τοῦ ἔτους ὑγρότατός ἐστι καὶ ψυχρότατος, ἐναντίως δ' αὐτῷ τὸ θέρος ξηρότατόν τε καὶ θερμότατον. εἰ δ' ἔμπαλιν ὁ μὲν χειμὼν ξηρός, ὑγρὸν δὲ γίνοιτο τὸ θέρος, οὐ κατὰ φύσιν ἔχει τὰ τῶν ὡρῶν. οὐκοῦν οὐδὲ τὰ θερινὰ νοσήματα τηνικαῦτα ἐν θέρει πλεονάσει. μὴ γάρ τοι δόκει διὰ τὴν προσηγορίαν τῶν ὡρῶν ἕκαστον τῶν νοσημάτων γίνεσθαι τοῖον ἢ τοῖον ἀλλὰ διὰ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν. ὡς γὰρ ἂν οὗτος ἔχῃ φύσεως, οὕτω καὶ ἡμᾶς διατίθησι. κατὰ τοῦτο γοῦν ἔλεγεν· 'ὁπόταν ἔαρ ὅμοιον τῷ φθινοπώρῳ γένηται, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή.' θερμὴν δέ τινα καὶ ξηρὰν κατάστασιν ἔχειν χρὴ τὸ θέρος, ἐπειδὰν ἀκριβῶς διασώζῃ τὴν ἑαυτοῦ φύσιν. ἀλλ' εἴπερ οὕτως τοῦτ' ἔχει, δῆλον ὡς τὸ μάλιστα τοιοῦτον θέρος πλείστους οἴσει τριταίους πυρετούς. ἆρ' οὖν ὥρα μὲν ἡ θερμὴ καὶ ξηρὰ τριταίων [649] πυρετῶν εὔφορος, ἡ χώρα δ' οὐχ ὁμοίως ἡ θερμὴ καὶ ξηρὰ τῆς ὑγρᾶς καὶ ψυχρᾶς εὐφορωτέρα; παντί που δῆλον. τί δ' οὐχὶ καὶ ἡ κρᾶσις αὐτοῦ τοῦ κάμνοντος; καὶ τοῦτ' ἀναγκαῖον. εἰ δὲ καὶ διαιτηθείη θερμότερόν τε καὶ ξηρότερον, ὅπερ ἐστὶν ἐν πόνοις μὲν πλείοσι καὶ ἀγρυπνίαις καὶ φροντίσι καὶ λύπαις, ἐδέσμασί τ' ἐλάττοσι καὶ χολωδεστέροις, ἆρ' οὐχὶ καὶ κατὰ ταῦτα χολωδέστερος ἂν αὐτὸς ἑαυτοῦ γένοιτο καὶ δηλονότι θερμότερός τε καὶ ξηρότερος; ὅτι γὰρ ἐπὶ θερμοῖς καὶ ξηροῖς αἰτίοις ἡ ξανθὴ χολὴ πέφυκεν ἀθροίζεσθαι, παρ' Ἱπποκράτους ἐμάθομεν ἄλλοθί τε πολλαχόθι κἀξ ὧν ἐν θέρει πλεονάζειν αὐτήν φησι. ταῦτ' εἴρηταί μοι καὶ τριταίου πυρετοῦ γένεσιν ἤδη μεμάθηκας. ὃς γὰρ ἂν ἐν θέρει μὲν γένηται καὶ τούτῳ μάλιστα θερμῷ τε καὶ ξηρῷ, τοιοῦτον δ' ᾖ καὶ τὸ χωρίον καὶ ἡ τοῦ κάμνοντος φύσις ὁμοία καὶ τὰ πρόσθεν διαιτήματα πρὸς ταῦτ' ἄγοντα, τριταῖος οὗτος εἶναι δύναται.
Καὶ μὴν ἄχρι γε τούτου χολώδη πυρετὸν ἐγεννήσαμεν τῷ λόγῳ, τριταῖον δ' οὔπω δεόντως. εἰ γὰρ συνεχεῖς καὶ καύσους καὶ τριταίους πλείστους αὐτό τε τὸ θέρος ἕκαστόν τε τῶν εἰρημένων αἰτίων ἀπεργάζεται, κοινὴ [650] μέχρι τοῦδε τοῖς καύσοις πυρετοῖς ἡ τοῦ τριταίου γένεσις. ἀτὰρ οὖν καὶ φαίνεται τοῦτό γε καὶ αὐτὸς ὁ παροξυσμὸς τοῦ τριταίου τῶν ὀξυτάτων τε καὶ καυσωδεστάτων πυρετῶν οὐδενὸς ἀπολείπεται. τί ποτ' οὖν διήνεγκεν; ὅτι τὴν χολὴν οὗτος μὲν εἰς ἅπαν τὸ σῶμα φερομένην ἔχει καὶ διὰ τοῦτο ῥῖγός τε προσγίνεται καὶ χολῆς ἔμετος ἐπιφαίνεται καὶ τὰ οὖρα καὶ οἱ ἱδρῶτες αὐτοῖς χολώδεις εἰσίν (εἴρηται δὲ καὶ περὶ τούτων ἑτέρωθι), τοῖς δ' ἄλλοις καύσοις πυρετοῖς, ὅσοι μὴ διαλείπουσιν, ὁ τῆς ξανθῆς χολῆς χυμὸς ἐδείκνυτο περιεχόμενος ἐν τοῖς ἀγγείοις ἅμα τῷ αἵματι. καὶ ταύτῃ διαφέρουσιν οὗτοι τῶν τριταίων, εἰ καὶ τὸν ἐργαζόμενον αὐτοὺς χυμὸν ἔχουσι τὸν αὐτόν, ὅτι τοῖς μὲν ἐντὸς τῶν φλεβῶν ἐστι, τοῖς δὲ σφοδρῶς κινούμενος ἐπὶ πάντα τοῦ σώματος διασπείρεται τὰ μόρια καὶ διὰ τοῦτ' αὐτὸς ἑαυτὸν ἐκκαθαίρει τῷ σφοδρῷ τῆς φορᾶς. αὕτη καὶ τοῦ παύεσθαι τὸν πυρετὸν ἐπὶ τοῖς ἱδρῶσί τε καὶ τοῖς ἐμέτοις ἡ αἰτία. τοῖς καύσοις δ' ἕκαστος τῶν κατὰ μέρος παροξυσμῶν [651] εἰς ἀπυρεξίαν οὐκ ἔρχεται διὰ τὸ μηδ' ἐκκαθαίρεσθαι τὸν αἴτιον χυμόν. ἀλλ' ἐπειδὰν καὶ τούτοις ἡ χολὴ σφοδρότερον κινηθεῖσα καὶ οἷον ζέσασα, τὸ δέ τι καὶ πρὸς αὐτῆς τῆς φύσεως ῥωσθείσης ὠθουμένη πάντῃ τοῦ σώματος ἴῃ, ῥῖγός τε προσγίνεται καὶ λύσις ἐπιγίνεται. "ὑπὸ καύσου" γάρ φησιν "ἐχομένῳ ῥίγεος ἐπιγενομένου λύσις".
Ὅτι δ' οὐ μόνον τὸ ψυχρὸν αἴτιον ἀλλὰ καὶ τὸ δριμὺ καὶ τὸ θερμὸν ἐργάζεσθαι ῥῖγος δύναται ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις ἀποδέδεικται παραθεμένων ἡμῶν τούς τε διὰ δριμὺ καὶ θερμὸν φάρμακον ἐπιτεθὲν ἕλκει δηχθέντας σφοδρῶς εἶτα ῥιγώσαντας τούς τε περιττωμάτων πεπληρωμένους καπνωδῶν εἶτ' εἰς βαλανεῖον εἰσελθόντας καὶ φρίξαντας. οὕτως γὰρ δὴ καὶ τοὺς πυρέττοντας καὶ τοὺς ἀπεπτήσαντας σφοδρῶς καὶ πάντας οἷς ἂν ᾖ τὸ σῶμα μεστὸν ἀκαθαρσίας δριμείας, ἔαν τ' εἰς βαλανεῖον εἰσέλθωσιν ἐάν τ' εἰς χωρίον ἡλιούμενον σφοδρῶς ἐάν τ' ἄλλην ἡντιναοῦν κίνησιν σφοδροτέραν κινηθῶσιν, εὐθὺς μὲν φρίττοντας ὁρῶμεν, ἢν δὲ καὶ διατρίψωσιν ἐπὶ πλέον ἐν αὐτοῖς, εἰς ῥῖγός τε καὶ κλόνον ἀγομένους ὡς ἂν εἰς κίνησιν σφοδροτέραν ἔν τε τοῖς βαλανείοις καὶ τοῖς γυμνασίοις [652] ἐρχομένων τῶν τέως ἡσυχαζόντων περιττωμάτων. ἅπαντα γὰρ ταῦτα κινούμενά τε καὶ διὰ τῶν αἰσθητικῶν σωμάτων βίᾳ φερόμενα νύττει τε καὶ κεντᾷ καὶ τιτρώσκει κἀντεῦθεν τήν τ' ἀνώμαλον αἴσθησιν καὶ τὸ ῥῖγος καὶ τὸν κλόνον ἐπιφέρει.
Ταυτὶ μὲν οὖν ἑτέρωθι λέλεκται, τριταῖος δὲ πυρετὸς ἔκγονος ὑπάρχων τῆς ξανθῆς χολῆς κινουμένης εὐλόγως εὐθὺς κατ' ἀρχὰς ῥῖγος οὐκ ἀγεννὲς ἐπιφέρει διαφέρον αὐτῷ τούτῳ πρῶτον τοῦ τεταρταϊκοῦ ῥίγους τῷ κεντᾶσθαι δοκεῖν καὶ τιτρώσκεσθαι τὸν χρῶτα. τοιαύτη γὰρ ἐν τριταίοις πυρετοῖς ἡ τοῦ ῥίγους αἴσθησις ὥσπερ ἐν τεταρταίῳ κατάψυξιν ἔχουσα σφοδρὰν ὁμοιοτάτην τῇ διὰ κρύος ἐν χειμῶνι γινομένῃ. ἐδείκνυτο γὰρ δὴ καὶ τῷ τεταρταίῳ πυρετῷ χολὴ μέλαινα πλεονάζουσα μάλιστα καθάπερ ἐν τοῖς ἀμφημερινοῖς τὸ φλέγμα. τὸν οὖν ἀκριβῆ τριταῖον οὐκ ἐνδέχεται μὴ οὐ μετὰ ῥίγους γενέσθαι σφοδροῦ νύττοντος καὶ τιτρώσκοντος τὴν σάρκα. τεταρταῖος δὲ πυρετὸς οὔτ' εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας εἰσβάλλει μετὰ ῥίγους σφοδροῦ (προϊόντι γὰρ αὐτῷ καὶ αὐξανομένῳ συναύξεται καὶ τὸ ῥῖγος) ἥ τ' αἴσθησις οὐ [653] νυττομένων ἐστὶ τῶν καμνόντων ἀλλὰ καταψυχομένων τε καὶ οἷον θλωμένων ἄχρι καὶ τῶν ὀστῶν. οὕτως γοῦν ἀκοῦσαι λεγόντων αὐτῶν ἐστιν ὡς ὀστοκόπῳ τε συνέχεσθαι καὶ θλᾶσθαι τὴν σάρκα φαντάζονται. τῶν δ' ἀμφημερινῶν οὐδὲ προηγεῖται ῥῖγος οὔτ' εὐθὺς ἐξ ἀρχῆς οὔτε προιόντων, ἀλλὰ περιψύχονται μόνον.
Ἆρ' οὖν ταῦτα μόνα τὰ γνωρίσματα τριταίων πυρετῶν ἐστιν ἢ καὶ τὰ τῶν σφυγμῶν οὐδὲν οὐδ' ἐγγὺς ἔχει τοῖς τεταρταίοις; οὗτοι μὲν γὰρ μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς εἰς τοσοῦτον ἐργάζονται τοὺς σφυγμοὺς ἐν ταῖς ἐπισημασίαις ὡς οὐδεμία διάθεσις ἄλλη. τοῖς τριταίοις δὲ μικροὶ μὲν καὶ ἀμυδροὶ καὶ βραδεῖς καὶ ἀραιοὶ κατὰ τὰς εἰσβολὰς ἐξ ἀνάγκης γίνονται, ἀλλ' ἡ βραδυτής τε καὶ ἀραιότης οὐ μικρῷ τινι τῆς ἐν τοῖς τεταρταίοις ἀπολείπεται. δεδέσθαι γάρ σοι δόξει κατὰ τὰς εἰσβολὰς τῶν τεταρταίων ἡ ἀρτηρία καὶ εἴσω καθέλκεσθαι καὶ ἀνιέναι κωλύεσθαι. κατὰ δὲ τὰς τριταϊκὰς οὔτε τοιοῦτον οὐδὲν ἥ τε βραδυτὴς ἐγγὺς τῇ κατὰ φύσιν ἑκάστου κινήσει. τεταρταίων δὲ πυρετῶν εἰσβαλλόντων, εἰ καὶ νέος ὁ [654] κάμνων εἴη, γεροντικῆς ἐσχάτως ἡλικίας ἡ ἀρτηρία τούτου μιμεῖται τὴν κίνησιν.
Ἐκ τ' οὖν τούτων ἁπάντων ὁ τοῦ γνησίου τριταίου παροξυσμὸς διορίζεται καὶ πρὸς τούτοις ἔτι τάξις ἀκριβής ἐστιν καὶ ὁμαλότης ἐν τοῖς σφυγμοῖς· οὔτε γὰρ ἐν μιᾷ κινήσει τις ἀνωμαλία κατὰ τούτους οὔτ' ἐν ἀθροίσματι, καίτοι σπάνιον τοῦτό γε καὶ παντάπασιν ὀλίγαις ἀρχαῖς παροξυσμῶν ὑπάρχον. ἤδη τ' οὖν εἰσβάλλων ὁ τοιοῦτος πυρετὸς οὐκ ἂν οὐδένα λάθοι τῶν πολλάκις ἑωρακότων αὐτόν, ἔτι δὲ καὶ μᾶλλον ἐν ταῖς καλουμέναις ἀναβάσεσί τε καὶ αὐξήσεσιν· ὁμαλὸν μὲν γὰρ καὶ ἀκώλυτον ἴσχει τὸ τάχος, ἐγείρεται δ' εἰς μέγεθος καὶ σφοδρότητα παραχρῆμα καὶ τούτοις ἅπασιν ἀνάλογον εἰς πυκνότητα καὶ τὸ τῆς φλεγμονῆς αὐτῷ σημεῖον οὐ πάρεστιν. ἤδη τ' οὖν δίψος ἐπιφέρει καὶ διακαίει τὸν ἄνθρωπον καὶ μικρὸν ὕστερον ἀκμάζει καὶ τὸ θερμὸν ὁμαλῶς ἐκτέταται πάντῃ καὶ κατ' οὐδὲν ὁ θώραξ τῶν ἄκρων θερμότερός ἐστιν. εἰ δ' ἐπιβάλλοις τὴν χεῖρα, κατὰ μὲν τὴν πρώτην προσβολὴν ἀπαντᾷ θερμασία πολλὴ καὶ δριμεῖα καὶ οἷον μετ' ἀτμοῦ τινος ἀναφερομένη, νικᾶται δ' ὀλίγον [655] ὕστερον ὑπὸ τῆς χειρὸς οὐχ ὥσπερ ἐπὶ τῶν κακοήθων καύσων. ἔμπαλιν γὰρ ἐκεῖναι δεινότεραι καὶ ἀηδέστεραι χρονίζουσαι φαίνονται. καὶ δὴ καὶ πίνειν ἤδη καιρὸς τῷ κάμνοντι καὶ πιόντος αὐτίκα δὴ μάλα πλῆθος μὲν ἄνεισιν ἀτμοῦ θερμοῦ διὰ τοῦ δέρματος ἀγγέλλον ἱδρῶτας, ἔμετος δ' ἐπιφαίνεται χολῆς ἢ γαστήρ που κατέρρηξε καὶ οὔρησε χολώδη. νυνὶ μέν γε καὶ ὁ τυχὼν γνωρίσει τὸν ἀκριβῆ τριταῖον. ἀνέρχεται μὲν γὰρ ἱδρὼς ἀτμώδης τε καὶ θερμὸς ὥσπερ ἐν βαλανείῳ, ἅπαν δ' αὐτοῖς ὁμαλῶς ἱδροῖ τὸ σῶμα καὶ ὁ σφυγμὸς οἷος ὁ τῶν ἀκριβῶς ὑγιαινόντων ἐν γυμνασίοις τε καὶ λουτροῖς, ταχὺς καὶ μέγας καὶ σφοδρὸς καὶ πυκνός. ἦν δὲ δήπουθεν εὐθὺς ἐξ ἀρχῆς ἤδη καὶ ὁμαλός. ἐπὶ τούτοις ἅπασιν καὶ εἰς ἀπυρεξίαν παύεται τὸν σύμπαντα χρόνον τοῦ παροξυσμοῦ ποιησάμενος ὡρῶν οὐ πλειόνων δώδεκα. πλεῖστος γὰρ οὗτος ὁ χρόνος ἐν τριταίοις γνησίοις. ὡς τὰ πολλὰ δὲ ποτὲ μὲν ἑπτὰ τῶν πασῶν ὡρῶν ὁ παροξυσμὸς αὐτοῖς γίνεται, ποτὲ δ' ἤτοι πρωϊαίτερον ἢ ὀψιαίτερον οὐ πολλῷ παύεται. τοῦτον μὲν εἰ μήπω γνωρίζεις ἀκριβῆ τριταῖον ὑπάρχειν ἀλλ' [656] ἔτ' ἀναμένεις τὴν ληρώδη διάτριτον, οὐκ ἂν οὐδ' ὄνος ἔτι Θεσσάλειος ἀλλά τις εἴης λίθος, εἰ δὲ δὴ καὶ οὐρήσαντος αὐτοῦ τὸ οὖρον ὑπόπυρρόν τε καὶ ὑπόξανθον εἴη καὶ συμμέτρως παχὺ καὶ μικρὸν ὕστερον ἢ νεφέλην λευκὴν ἢ ἐναιώρημα χρηστὸν ἐργάζοιτο, νῦν μὲν ἂν οὐκ ἔτ' οὐδὲ λίθος ἁπλῶς ἀλλὰ μυλίας τις ἂν εἴης λίθος, εἰ μήπω γνωρίζοις ὅτι καὶ τριταῖος πυρετὸς οὗτός ἐστι καὶ ἀκριβὴς τριταῖος καὶ τὴν τετάρτην οὐχ ὑπερβαίνει περίοδον, πυρροτέρων δὲ τῶν οὔρων ὄντων καὶ μήτ' ἐναιωρήματος μηδενὸς μήτε νεφέλης ἐν τῇ πρώτῃ περιόδῳ φανείσης εἰς τὰς ἑπτὰ περιόδους ἐκταθήσεται. πάντων δ' ἁπλούστατός ἐστι τριταίων πυρετῶν ὃς ἂν ἅπανθ' ὅσα περ εἶπον ἔμπροσθεν ἀκριβοῦς εἶναι τριταίου γνωρίσματα προδείξας ἐν τοῖς οὔροις ὑπόστασιν λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ποιήσηται κατὰ τὴν πρώτην ἡμέραν. οὐ γὰρ ὑπερβήσεται τὴν τρίτην οὗτος περίοδον.
Ἄγ' οὖν, ἐπειδὴ πάντ' εἴρηται τὰ τοῦ γνησίου τριταίου γνωρίσματα, καθάπερ τινὰ γενεαλογίαν αὐτοῦ διὰ κεφαλαίων ποιησάμενοι μεταβῶμεν οὕτως ἐφ' ἕτερον· ὁ μὲν παροξυσμὸς εἰσβάλλει μετὰ [657] ῥίγους σφοδροῦ τοὺς σφυγμοὺς οἵους εἴρηκα ποιούμενος, ἔπειτ' ὀλίγον ὕστερον αὔξεταί τε καὶ πρὸς τὴν ἀκμὴν ἐπείγεται σὺν οἷς εἴρηται πᾶσιν, εἶτα λύεται καθ' ὃν εἴρηται τρόπον, ἡ γένεσις δ' αὐτοῦ καταστάσεως μὲν αὐχμηρᾶς καὶ θερμῆς δεῖται καὶ τὸ σύμπαν φάναι θερινῆς, ἡλικίας δ' ἀκμαστικῆς καὶ χολώδους φύσεως ἐν πόνοις καὶ φροντίσι καὶ ἀγρυπνίαις καὶ τροφῶν ἐνδείαις γεγενημένης. καὶ εἰ βούλει, πρόσθες τούτοις διὰ τοὺς λιθίνους μεθοδικοὺς ὅπερ εἴωθέ που καὶ ὁ Ἀρχιγένης προσγράφειν· ἔστω δὲ δήπου καὶ ἡ παροῦσα κατάστασις ἐπιδημίαν ἐνηνοχυῖα τριταίων, ἵνα τοῖς τεχνικοῖς γνωρίσμασι καὶ τὸν ἰδιωτικὸν μέν, ἀληθῆ δὲ στοχασμὸν προσθεὶς αὐξήσῃς τὸ πιστὸν τῆς προγνώσεως. ὦ πρὸς τῶν θεῶν οὔπω τοῦτον ἐροῦμεν εἶναι τριταῖον ἀλλὰ τὴν τῶν ἐριουργῶν ἀναμενοῦμεν διάτριτον ἣν †ἐν τῇ γυναικωνίτιδι τρεφόμενος ὁ ληρώδης Θεσσαλὸς ὑπὸ πατρὶ μοχθηρῶς ἔρια ξαίνοντι κακῶς ἐτόλμα λέγειν Ἱπποκράτην τε καὶ τοὺς ἄλλους παλαιούς; ὁ τὰ τῆς ἰατρικῆς ἅπαντα θεωρήματα καταλαζονευσάμενος ἑστῶτά θ' ὑπάρχοντα καὶ βέβαια [658] τριταῖον εἰσβάλλοντα πυρετὸν οὐχ οἷός τ' ἐστὶ γνωρίζειν ἀλλ' ἀναμένει τὴν διάτριτον. τοῦτο γάρ τοι θαυμαστόν ἐστιν, ὅσα μὲν οὐκ ἦν βέβαια, ταῦτ' εἰπεῖν εἶναι βέβαια, σύμπαντα δ' ἀγνοῆσαι τὰ κατ' ἀλήθειαν βέβαια. ταύτης μὲν δὴ τῆς γραὸς οὐδὲ μεμνῆσθαι προσήκει.
Τοῦ δ' ἀκριβοῦς τριταίου γνωρισθέντος ἐπὶ τὸν ἀκριβῆ τεταρταῖον ἤδη μετιέναι καιρός, οὗ τὴν μὲν ἀρχὴν ὁποία τίς ἐστιν ἤδη προειρήκαμεν ὡς οὐδὲν ὅμοιον ἔχουσαν τῇ τριταϊκῇ κατά τε τὸ ῥῖγος καὶ τοὺς σφυγμούς, τὰ δ' ἐφεξῆς ἤδη λέγωμεν. καίτοι τό γε τῶν ἐν τοῖς παροξυσμοῖς σφυγμῶν ἔμπροσθεν εἰρημένων ὑπομνῆσαι καὶ νῦν εὔλογον. εἰ γὰρ εἰδείης τοῦ νοσοῦντος τὸν κατὰ φύσιν σφυγμὸν ἢ εἰ καὶ καθ' ἑτέραν αὐτῷ νόσον ἐν ἀρχῇ παροξυσμοῦ παραγεγονὼς εἴης, μηκέτ' ἄλλο μηδὲν ἀναμείνῃς εἰς ἀπόφασιν τοῦ τεταρταῖον εἶναι τὸν εἰσβάλλοντα πυρετόν. ἐξαίσιος γάρ τις ἡ εἰς ἀραιότητά τε καὶ βραδυτῆτα τροπὴ γίνεται. καὶ ἔγωγε τῶν ἐμαυτοῦ συνήθων τινὰς ὧν ἀκριβῶς ᾔδειν τοὺς σφυγμοὺς εἰσβάλλοντος τοῦ παροξυσμοῦ θεασάμενος [659] ἀπεφηνάμην ὡς οὐκ ἐνδέχεται τὴν ἀρχὴν ταύτην ἄλλου τινὸς ὑπάρχειν ἢ τεταρταίου πυρετοῦ, καὶ οὕτως ἀπέβη. σὺ δ' εἰ τῆς περὶ τοὺς σφυγμοὺς τέχνης ἀπειρότερον ἔχοις, εἶθ' ἡ μὲν ἀραιότης αὐτῶν καὶ βραδυτὴς κινήσειέ σε, ἀσφαλέστερον δ' ἔτι καὶ ἀκριβέστερον διορίσασθαι βούλοιο, τῶν Ἱπποκράτους ἀναμιμνήσκου κἀνταῦθα παραγγελμάτων. ὡς γὰρ ἐν θέρει τριταίους πυρετοὺς πλεονάζειν, οὕτως ἐν φθινοπώρῳ τεταρταίους φησίν. ἐπίσκεψαι δὲ πρῶτον μὲν αὐτὸ τοῦτ' εἰ ξηρὸν καὶ ψυχρὸν καὶ ἀνώμαλον ἐν τῇ κράσει τὸ φθινόπωρον ἐγένετο, καὶ μᾶλλον ἔλπιζε τεταρταίας περιόδους ἐν αὐτῷ συστήσεσθαι πολλάς, εἶθ' ἑξῆς εἰ καὶ τὸ χωρίον αὐτὸ τοιούτων πυρετῶν εὔφορον εἴη καὶ εἰ ἡ φύσις τοῦ κάμνοντος μελαγχολικωτέρα καὶ τὰ τῆς προγεγενημένης διαίτης οἷα μέλαιναν ἀθροῖσαι χολὴν καὶ εἴ τις ἐπιδημία νῦν ἐστι τεταρταίων πυρετῶν. ἐπισφραγίζου δὲ ταῦτα τοῖς ἐφεξῆς εἰρησομένοις· εἰ καὶ ὑπόσπληνος ὁ ἄνθρωπος εἴη ἢ ἐκ πεπλανημένων πυρετῶν ἢ εἰ καὶ τὰ τῆς ἀναβάσεως καὶ τὰ τῆς ἀκμῆς ἐναντιώτατα τοῖς τριταίοις εἴη πυρετοῖς κατά τε τὰς τοῦ [660] θερμοῦ κινήσεις καὶ κατὰ τὰς τῶν σφυγμῶν καὶ ἐπὶ τούτοις ἅπασιν εἰ λεπτὰ καὶ λευκὰ καὶ ὑδατώδη τὰ οὖρα. παντάπασι γὰρ δὴ ταῦτά γε τοῖς τῶν τριταίων ἐναντία. τριταῖον μὲν οὖν τεταρταίου κατὰ τὴν πρώτην εὐθὺς ἡμέραν ὁ μὴ δυνάμενος διακρίνειν οὐδ' ἰατρὸς ὅλως ἐστί.
Ἀμφημερινὸν δὲ τριταίου μὲν ἑτοιμότατον διορίζειν. οὔτε γὰρ μετὰ ῥίγους εἰσβάλλει κατὰ τὴν πρώτην ἡμέραν εὐθὺς ἀλλὰ καὶ προήκοντος τοῦ χρόνου περίψυξις αὐτοῖς μᾶλλον ἢ ῥῖγος γίνεται καὶ σαφὴς ἀταξία τε καὶ ἀνωμαλία συνεδρεύει τοῖς σφυγμοῖς κατὰ τὴν ἀρχὴν τῶν παροξυσμῶν. ἴσμεν δ' ὅτι κἀν ταῖς ἀναβάσεσι καὶ τὸ ταχὺ τῆς κινήσεως καὶ τὸ μέγα καὶ τὸ σφοδρὸν ὅπερ τοῖς τριταίοις ὑπῆρχε σαφέστατον οὐχ ὑπάρχει τοῖς ἀμφημερινοῖς. οὐ μὴν οὐδὲ διακαίουσι τοὺς κάμνοντας οὐδὲ γυμνοῦσθαί τε καὶ τὴν ἐσθῆτα ῥίπτειν ἀφ' ἑαυτῶν ἀναγκάζουσιν οὐδὲ πολὺ καὶ πυκνὸν ἀναπνεῖν οὐδ' ἐκφυσᾶν οἷον φλόγα τινὰ καὶ πιεῖν αἰτεῖν ψυχρόν, ἀλλ' ἥκιστα πυρετῶν οὗτοι διψώδεις εἰσὶ καὶ οὖρον αὐτοῖς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν οἷον ἐν τοῖς [661] τεταρταίοις ἀρχομένοις καὶ ἱδροῦσιν ἥκιστα περὶ τὰς πρώτας ἡμέρας. ἐπὶ μέν γε τῷ χρόνῳ προϊόντι καὶ τοῦτ' αὐτοῖς προσγίνεται. τριταίου μὲν δὴ σαφῶς διενήνοχεν ὡς ὅμοιον ἔχειν μηδέν, ἐγγυτέρω δ' ἐστὶ τεταρταίου. διαφέρει γε μὴν καὶ τούτου σαφῶς, πρῶτον μὲν καὶ μάλιστα τοῖς σφυγμοῖς οὓς ἐπὶ συνήθων ἀρρώστων ἀκριβῶς ἄν τις φωράσειεν, ἤδη δὲ καὶ τῷ ῥίγει καὶ τοῖς ἄλλοις τοῖς ἔξωθεν ἅπασιν ἐφ' οἷς γίνεται. καὶ γὰρ φύσεως ὑγροτέρας δεῖται καὶ βίων ἀργῶν τε καὶ μετὰ πλησμονῆς. οὗτος γοῦν καὶ παιδίοις μάλιστα πλεονάζει καὶ σπάνιον εἰ μὴ καὶ τὸ στόμα τῆς γαστρὸς ἢ καὶ τὸ ἧπαρ αὐτοῖς ἐπόνησεν. ἀτὰρ οὖν καὶ ἀπεψίαι προηγοῦνται πολλαὶ καὶ βραδυπεψίαι καὶ ὀξυρεγμίαι καὶ πυρέττειν ἀρχομένων ὑποχόνδριον μὲν ἐν ὄγκῳ μείζονι τοῦ κατὰ φύσιν ἐξ ἅπαντος, ὡς τὰ πολλὰ δὲ καὶ διαπεφυσημένον τε καὶ περιτεταμένον. ὠχρόλευκος δὲ τούτοις ἡ χρόα, κἂν ὁ παροξυσμὸς ἀκμάσῃ. καὶ ὁ χειμὼν εὔφορος τοιούτων νοσημάτων καὶ κατάστασις ὑγρὰ καὶ χωρίον τοιοῦτον καὶ ἡ ἀρχὴ τῶν παροξυσμῶν εἰς [662] ἑσπέραν.
Οὕτω μὲν ἀμφημερινὸς καὶ τριταῖος καὶ τεταρταῖος ἀλλήλων διορίζονται κατὰ τὴν πρώτην ἡμέραν, τοὺς δὲ συνεχεῖς μέν, ὁμογενεῖς δὲ τοῖς εἰρημένοις πυρετοῖς γεγυμνασμένος μέν τις οὐκ ἂν οὐδ' ἐν τῇ πρώτῃ τῶν ἡμερῶν γνωρίζειν τε καὶ διακρίνειν ἀλλήλων ἀδυνατήσειεν, ἐπὶ δὲ τῆς δευτέρας, εἰ προσέχοι τὸν νοῦν, κἂν ἀγύμναστος ᾖ. καλῶ δ' ὁμογενεῖς πυρετοὺς συνεχεῖς ἑκάστῳ τῶν διαλειπόντων, τριταίῳ μὲν ἀκριβεῖ τὸν ἀκριβῆ καῦσον, ἀμφημερινῷ δὲ τὸν καθ' ἑκάστην ἡμέραν παροξυνόμενον, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενον, οὕτω δὲ καὶ τεταρταίῳ τὸν διὰ τετάρτης. ὅ τε γὰρ ἀκριβῆς καῦσος ἅπαντα τἄλλα φυλάττων ἀκριβοῦς τριταίου γνωρίσματα μόνῳ τῷ μὴ μετὰ ῥίγους εἰσβάλλειν μήτ' εἰς ἀπυρεξίαν παύεσθαι διενήνοχεν, ὅ τε καθ' ἑκάστην ἡμέραν παροξυνόμενος, ὅταν καὶ ὥραν καὶ κατάστασιν καὶ ἡλικίαν καὶ χώραν καὶ φύσιν σώματος καὶ τὴν προγεγενημένην δίαιταν ἔτι τε τὴν τῶν σφυγμῶν ἰδέαν καὶ τὴν θερμασίαν τὴν αὐτὴν ἔχῃ τοῖς ἀκριβέσιν [663] ἀμφημερινοῖς, μὴ παύηται δ' εἰς ἀπυρεξίαν, ὁμογενής ἐστιν αὐτοῖς. κατὰ ταὐτὰ δὲ καὶ ὁ διὰ τετάρτης μὲν παροξυνόμενος, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενος ὁμογενής ἐστι τεταρταίῳ. καὶ δῆλον ὡς οὔτε ῥῖγος αὐτῷ προηγήσεται τῶν παροξυσμῶν οὔθ' ἱδρὼς ἕψεται, καθάπερ οὐδ' ἐν τῷ καύσῳ τούτων οὐδέτερον οὔτ' εὐθὺς κατ' ἀρχὰς οὔτ' ἐφεξῆς ἄχρι κρίσεως οἷόν τε γενέσθαι.
Τούτους οὖν πρώτους τις ἀσκησάτω γνωρίζειν τε καὶ διακρίνειν ἀλλήλων τοὺς ἁπλοῦς τε καὶ ἀμίκτους ἑτερογενέσι πυρετούς, οὓς δι' αὐτὸ τοῦτο γνησίους τε καὶ ἀκριβεῖς οἱ παλαιοὶ τῶν ἰατρῶν ὀνομάζουσιν. ὁ γὰρ ἐπὶ μόνῃ τῇ ξανθῇ χολῇ πυρετὸς ἀναπτόμενος ἄνευ σπλάγχνου κακώσεως, εἰ μὲν ἐν τοῖς ἀγγείοις ἔτι μενούσης ἐξάπτοιτο, καῦσος ἀκριβής ἐστιν, εἰ δὲ πάντῃ φερομένης, τριταῖος. οὕτως δὲ καὶ εἰ μελαίνης χολῆς ἔκγονος ὁ πυρετὸς ὑπάρχει, κινουμένης μὲν τεταρταῖός ἐστιν, ἡδρασμένης δὲ διὰ τετάρτης, ὥσπερ εἰ καὶ φλέγματος, ἤτοι γ' ἀμφημερινὸς ἢ καθ' ἑκάστην ἡμέραν παροξυνόμενος.
[664] οἱ γὰρ εἰς ἀπυρεξίαν λήγοντες πυρετοί, τριταῖοί τε καὶ ἀμφημερινοὶ καὶ τεταρταῖοι, τὴν αὐτὴν ὑπόθεσιν ἔχοντες τοῖς εἰρημένοις συνεχέσιν ἑνὶ μόνῳ τῷ κατὰ τὰς φλέβας ἢ πάντῃ φερομένους ἔχειν τοὺς χυμοὺς διενηνόχασιν. ὅθεν καὶ τἄλλα μὲν αὐτοῖς ταὐτά, τῷ δὲ μετὰ ῥίγους ἢ μὴ σὺν ῥίγει καὶ σὺν ἐμέτοις τισὶ καὶ ἱδρῶσιν ἢ ἄνευ τούτων γίνεσθαι διαφέρουσι.
Συνεχῆ μὲν δὴ πυρετὸν ὀνομάζω τὸν εἰς ἀπυρεξίαν πρὶν τελέως λυθῆναι μὴ παυόμενον, ὅταν δὲ μὴ παρακμή τις αἰσθητὴ φαίνηται, διὰ παντὸς δ' ἀπὸ τῆς πρώτης ἀρχῆς ὁ πυρετὸς ἄχρι κρίσεως ὅμοιος διαμένῃ, τοῦ γένους μέν ἐστι καὶ οὗτος τῶν καυσωδῶν πυρετῶν, ὀξύτητι δ' αὐτῶν διενήνοχεν. ἀλλ' οὔτε κατὰ τὴν πρώτην ἡμέραν ἢ δευτέραν οἷόν τε προγνῶναι τὸν τοιοῦτον οὔτ' ἄλλως χρήσιμον. ἀρκεῖ γὰρ τὸ γένος γνωρίζειν ὅτι χολώδης τε καὶ περικαὴς καὶ κάτοξυς. οὐδὲ γὰρ, εἰ σύνοχον ὀνομάζει τις αὐτὸν ὥσπερ ἔνιοι τῶν ἰατρῶν, ὅλῳ τῷ γένει διοίσει τῶν καυσωδῶν πυρετῶν ἕνεκά γε τῆς προσηγορίας, ὥσπερ [665] οὐδ' ὅτι τρεῖς αὐτοῦ τοῦ συνόχου διαφορὰς εἰδότες ἴδιον ἐφ' ἑκάστης αὐτῶν ὄνομα φέρουσι, τοὺς μὲν ἐπακμαστικούς, τοὺς δὲ παρακμαστικούς, τοὺς δ' ἀκμαστικοὺς καὶ ὁμοτόνους ὀνομάζοντες, ἤδη διὰ τοῦτο κατὰ γένος αὐτοῖς ἡγητέον εἶναί τινα διαφοράν· ὅθεν οὐδ' εἰς τὴν παροῦσαν πραγματείαν ἡ διάγνωσις αὐτῶν μέγα τι συντελεῖ. πάντες γὰρ οὗτοι κατὰ τὴν πρώτην ἑβδομάδα κρίνονται, τούτου δ' εἰς τὰ παρόντα χρεία, τοῦ λαβεῖν τινα τῆς ὅλης καταστάσεως τοῦ νοσήματός τε καὶ κρίσεως ἐν ταῖς πρώταις ἡμέραις ἐπίγνωσιν. εἰ μὲν γὰρ ἀκριβὴς τριταῖός ἐστιν, ἐντὸς τῶν ἑπτὰ περιόδων, εἰ δ' ἀκριβὴς καῦσος, ἐντὸς τῆς πρώτης ἑβδομάδος ἐξ ἀνάγκης κριθήσεται. χρονιοῦσι δὲ πάντως ὁ τ' ἀμφημερινὸς καὶ ὁ παρακείμενος αὐτῷ συνεχὴς ὥσπερ καὶ ὁ τεταρταῖός τε καὶ ὁ διὰ τετάρτης. ὥστε τρία μὲν ἔσται τὰ σύμπαντα γένη τῶν ἁπλῶν πυρετῶν, ἕκαστον δ' αὐτῶν εἰς δύο τὰς πρώτας τμηθήσεται διαφοράς. ἢ γὰρ συνεχεῖς ἢ διαλείποντες ἔσονται καὶ γνωρισθήσονται κατὰ τὴν πρώτην ἡμέραν, οἱ μὲν εὐθὺς εἰσβαλλόντων τῶν παροξυσμῶν, οἱ δ' [666] ἀναβαινόντων, οἱ δ' ἀκμαζόντων, οἱ δ' ἐν ταῖς πρώταις παρακμαῖς ἢ τοῖς ἀπυρέτοις διαλείμμασι.
Συνθέτου μέντοι τοῦ νοσήματος ὑπάρχοντος οὐκ ἔθ' ὁμοίως εὐπετὴς ἡ διάγνωσις, ἀλλ' ἐνταῦθα δεῖ μάλιστα συνέσεώς τε καὶ γυμνασίας. σύνεσιν μὲν οὖν οἴκοθεν ἕκαστος ἐκ τῆς ἑαυτοῦ φύσεως ἢ κεκτημένος ἢ μὴ κεκτημένος ἀφίξεται, γυμνασίας δὲ τῆς νῦν εἰρησομένης οὐκ ἂν ἐξεύροι βελτίονα. χρὴ γὰρ δήπου γνωρίζειν αὐτὸν ἀσκῆσαι ῥᾳδίως ἁπλοῦν εἶδος πυρετοῦ κἄπειθ' οὕτως μεταβαίνειν ἐπὶ τὰ σύνθετα. διχῶς δ' ἂν γίνοιτο σύνθετον εἶδος πυρετοῦ τήν γε πρώτην τομήν, ἢ τῷ τοὺς εἰρημένους ἀλλήλοις μίγνυσθαι χωρὶς τόπου πεπονθότος ἢ μόριόν τι φλεγμαῖνον ἀνάπτειν αὐτούς. ἑκατέρα δὲ τῶν εἰρημένων διαφορῶν ἑτέραν αὖθις ἐγχωρεῖ τομὴν ἐπιδέξασθαι. οἵ τε γὰρ ἄνευ μορίου πεπονθότος συνιστάμενοι διχῶς μίγνυνται, ποτὲ μὲν ἐπιπλεκόμενοι, ποτὲ δ' ὡς ἂν εἴποι τις δι' ὅλων κεραννύμενοι. οὕτω τοι καὶ τὰ φλεγμαίνοντα μέρη. καὶ γὰρ καὶ τούτων τὰ [667] μὲν οἷον ἐπιπλέκεται μόνον, τὰ δ' οἷον κρᾶσίν τινα τῶν διαθέσεων ἴσχει.
Τὴν ἐπιπλοκὴν οὖν ἀσκῆσαι χρὴ πρῶτον γνωρίζειν, εἶθ' οὕτως τὴν κρᾶσιν ἀρξαμένους ἀπὸ τῶν πυρετῶν. ἐπιπλέκονται δ' οἱ πυρετοὶ πολλάκις μὲν ὁμογενεῖς ὁμογενέσιν ἢ ὁμοειδεῖς ὁμοειδέσιν, ἔστι δ' ὅτε καὶ διαφέροντες. ἀμφημερινοί τε γὰρ τριταίοις καὶ τούτοις τεταρταῖοι καὶ ἀλλήλοις ὁμοειδεῖς ἐπιπλέκονται πολλάκις, ὥστε καὶ τρεῖς ἐνίοτε τεταρταίας περιόδους ὁ αὐτὸς ἄνθρωπος ἴσχει. τούτους μὲν οὖν γνωρίζειν οὐ πάνυ χαλεπόν, ἐνίοτε δὲ τῶν διαλειπόντων τις ἐπιπλέκεται συνεχεῖ, χαλεπωτάτην τε καὶ δυσθήρατον μίξιν ὑπὲρ ἧς ἐφεξῆς ἐροῦμεν, ἂν πρότερον ἁπάσας ἐπέλθωμεν ἃς προὐθέμεθα διαφοράς. ὁμοίως γὰρ τοῖς πυρετοῖς οἱ πεπονθότες τόποι τὴν μίξιν ἴσχουσιν, ἢ διαφερόντων μορίων ἴδιον ἑκατέρου πυρετὸν ἐξάπτοντος οἷον σπληνὸς εἰ τύχοι καὶ ἥπατος, ἢ διαθέσεως μικτῆς οἷον φλεγμονῆς ἐρυσιπελατώδους ἢ ἐρυσιπέλατος φλεγμονώδους ἢ φλεγμονῆς σκιρρώδους ἢ σκίρρου φλεγμονώδους. ἀλλὰ καὶ ταύτας ἁπάσας τὰς μίξεις αὐτῶν ἀσκῆσαι χρὴ διαγινώσκειν, ἐπειδὰν [668] ἀκριβῶς ἤδη τὰς ἁπλᾶς αὐτῶν ἰδέας γνωρίζωμεν. ἑτέρα γὰρ ἰδέα περιπνευμονικοῦ τε καὶ φρενιτικοῦ καὶ πλευριτικοῦ καὶ ἡπατικοῦ πυρετοῦ, κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἑκάστου τῶν ἐπὶ μορίοις τισὶ φλεγμαίνουσιν ἀναπτομένων, ἑτέρα δ' αὖ πάλιν ἰδέα τῶν ἐπὶ τοῖς ἐρυσιπέλασι, καὶ ὅ γε κακοήθης καῦσος ἢ τοῖς τοῦ πνεύμονος ἢ τοῖς τοῦ ἥπατος ἢ τοῖς τῆς γαστρὸς ἐρυσιπέλασιν ἐπιγίνεται. διαιρεῖσθαι δὲ χρὴ καθ' ἕκαστον ἄρρωστον, πρῶτον μὲν εἰ χωρὶς τόπου πεπονθότος ὁ πυρετὸς ἐπὶ χυμοῖς διασαπεῖσιν ἢ μόνῳ τῷ πνεύματι τραπέντι, δεύτερον δέ, εἰ μόριον πεπονθὸς αἴτιον, τί τὸ μόριον ὑπάρχει καὶ τίς ἡ διάθεσις αὐτοῦ. ἐπειδὰν δὲ ταῦτα διαγινώσκειν ἀσκήσῃς, τὰς μίξεις αὐτῶν ἁπάσας ἐξευρήσεις.
Ἆρ' οὖν ἀξιώσεις με νῦν ἢ περὶ τόπων πεπονθότων ἢ περὶ τῆς τῶν πυρετῶν ἁπάσης συμπλοκῆς διέρχεσθαι; καὶ μὴν αὐτὸς αὖ πάλιν ἐγκαλέσεις τῷ μήκει τῆς πραγματείας. θαυμαστὸν γάρ τοι καὶ τοῦτο πεπόνθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων ὀλίγα τε μανθάνειν ἀξιοῦντες ἅμα καὶ μηδὲν παραλείπεσθαι. τὰ γοῦν Ἀρχιγένους [669] περὶ τῆς τοῦ πυρετοῦ σημειώσεως δέκα βιβλία μακρὰ φάσκοντες εἶναι μόνην ἐπιχειροῦσιν ἀναγινώσκειν τὴν ἐπιτομήν, ἀλλ' οὐδὲ ταύτην ἅπαντες, ἀλλ' εἰσὶν οἳ καὶ ταύτης ἔτι βραχύτερόν τι ζητοῦσιν, εἰσὶ δ' οἳ καὶ μέμφονται διότι βιβλίον ὅλον ἔγραψε περὶ τῆς ἐννοίας τοῦ πυρετοῦ καὶ τούτῳ μὲν ἐντυχεῖν οὐχ ὑπομένουσιν οὔτε πεισθῆναί τε καὶ μαθεῖν ὅσον Ἐρασίστρατος ἐσφάλη τῆς ἐννοίας τοῦ πυρετοῦ, κελεύσαντες δέ τι περὶ τῶν πυρετῶν αὐτοῖς ῥηθῆναι τὴν πρώτην εὐθὺς οὐ συγχωροῦσι διαφοράν, ὡς οἱ μὲν ἐπὶ τόποις πεπονθόσιν, οἱ δ' ἄνευ τούτων συνίστανται. ταὐτὸ δὴ τοῦτο καὶ περὶ κρίσεων πεπόνθασιν· ἐγκαλοῦντες μὲν ἐπὶ τοῖς παραλελειμμένοις, μεμφόμενοι δὲ τῷ μήκει τῶν εἰρημένων, καίτοι τοῦ μήκους οὗ μέμφονται διττοῦ τὴν φύσιν ὑπάρχοντος ὡς ἐγὼ νῦν διαιρήσομαι, καὶ ταῦτ' ἄμφω ψέγουσι καὶ μᾶλλον αὐτῶν ἔτι τὴν βραχυλογίαν, ταύτην μὲν ὡς ἤτοι παραλείπουσάν τινα τῶν ἀναγκαίων ἢ πάντως γε μὴ σαφῶς ἐκδιδάσκουσαν, τοῦ δὲ μήκους τὸ μὲν ἅπαντα ἐκδιδάσκον τὰ χρήσιμα μετὰ τοῦ διαβάλλειν τὰ ψευδῶς τισιν ὑπειλημμένα λῆρον εἶναί [670] φασι μακρὸν καὶ τοὺς αὐτὰ μόνα τὰ χρήσιμα διδάσκοντας ἐπαινοῦσι, τοῖς δ' αὖ πάλιν ἐκεῖνα μόνα λέγουσιν ἀντιπροτείνουσι τὰ τῶν ἑτεροδόξων καὶ μέμφονται τῆς προπετείας, εἰ χωρὶς ἀποδείξεως ἀξιοῦσιν ἁπλῶς ἀποφηνάμενοι πιστεύεσθαι, οὐκ ἀνέχονται δ' οὐδὲ τῶν αὐτὰ τὰ χρήσιμα πλατύτερον ἐκδιδασκόντων. ὥστ' οὐδὲν θαυμαστὸν εἰ κἀν τοῖς περὶ κρίσεων λόγοις ὁμοίως ἐγκαλέσουσι, τὴν μὲν βραχυλογίαν ψέγοντες ὡς ἀσαφῆ θ' ἅμα καὶ πολλὰ παραλείπουσαν, ἀκούειν δὲ πλειόνων οὐχ ὑπομένοντες ἔτι τε προσεγκαλοῦντες ὃ μικρῷ πρόσθεν εἴρηται. καὶ γὰρ δὴ καὶ περὶ τόπων πεπονθότων Ἀρχιγένει γέγραπται τρία βιβλία πάντων τῶν ἔμπροσθεν εἰς τὴν αὐτὴν πραγματείαν γεγραμμένων ἄριστα. ταῦτ' οὖν εἰ πάντα μεταφέρειν εἰς τόνδε τὸν λόγον ἐπιχειρήσαιμι καὶ τούτοις ἔτι προστιθέναι τὰ ὑφ' ἡμῶν εὑρημένα, μέμψονται τῷ μήκει τῆς πραγματείας. καὶ μὲν δὴ καὶ τὰ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς εἰ πάντα κατὰ τόνδε τὸν λόγον ἐπεξίοιμι, πολὺ δὴ μᾶλλον ἔτι μηκύνειν αὐτοῖς δόξω. τὸ μὲν οὖν μὴ δύνασθαι διαφυγεῖν ἐπήρειαν γράμμα μηδὲν οὕτως ἦν παλαιὸν [671] ὥστε καὶ Πλάτων αὐτοῦ μέμνηται. τὸ δ' οὕτω τούτων ἐχόντων ἐκλέγεσθαι μέσον εἶδος λόγων ἄριστον εἶναί μοι φαίνεται. τί δὲ τὸ μέσον ἐστὶν οὗπερ ἐγὼ νῦν ἔχεσθαί μοι δοκῶ; δεικνὺς μὲν ἃ χρὴ γινώσκειν ἐξ ἀνάγκης τὸν μέλλοντα καλῶς προγνώσεσθαι λύσιν νοσήματος ὁποία τέ τις ἔσοιτο καὶ καθ' ὅντινα χρόνον, οὐχ ἅπαντα δ' αὐτὰ νῦν ἐπεξερχόμενος ἀλλ' ὅσα μὲν ἀσαφῶς εἴρηται τοῖς ἔμπροσθεν ἐξηγούμενος, ὅσα δὲ παραλέλειπται προστιθείς. τὸ δ' ἤτοι τὰ καλῶς θ' ἅμα καὶ σαφῶς εἰρημένα μεταγράφειν ἢ τοῖς ψευδῶς εἰρημένοις ἀντιλέγειν ὡς εἰς μακρολογίαν ἀπάγον ἐφυλαξάμην. ἐπεὶ τοίνυν ἀποδέδεικται μὲν ἐν τῷ πρώτῳ λόγῳ τὸν Ἱπποκράτους ἀφορισμὸν ἡμῶν ἐξηγουμένων ὡς κἀξ αὐτῆς τοῦ νοσήματος τῆς φύσεως οὐ σμικρὰν πρόγνωσιν ἔνεστι λαβεῖν εἰς τὰ μέλλοντα, θαυμαστὸν δ' εἶναι δοκεῖ τοῖς πολλοῖς εἰ κατὰ τὴν πρώτην τις ἡμέραν εἴσεται τῆς νόσου τὴν ἰδέαν, ἐπειράθημεν δεῖξαι θαυμαστὸν μὲν ἴσως ὑπάρχον, οὐ μὴν καὶ ἀδύνατόν γε, καὶ τὴν ὁδὸν ᾗ χρὴ τοῦτο [672] ποιεῖν ἐδείξαμεν. ἐνταῦθ' ἐπισχεῖν ἔδοξέ μοι τὸ μῆκος τοῦ λόγου καὶ γυμνάσασθαι κελεῦσαι τὸν ἀκριβῶς ἐκμαθεῖν τὰ τοιαῦτα προῃρημένον ἐν τοῖς Ἀρχιγένους ὑπομνήμασι περί τε τόπων πεπονθότων καὶ μέντοι γε καὶ περὶ πυρετῶν σημειώσεως ἔτι τε πρὸς τούτοις περὶ τύπων. ἴσως μὲν γὰρ καὶ ἡμεῖς εἰς τοὺς αὐτοὺς τύπους ποτὲ γράψομεν, ἵνα τά τε προσεξευρημένα διέλθωμεν ἀφέλωμέν τέ τινα τῶν ὑπ' Ἀρχιγένους οὐκ ὀρθῶς εἰρημένων ἅπαντά τε σαφῶς ἑρμηνεύσωμεν, ἀλλ' ἔν γε τῷ παρόντι δι' ἐκείνων ἀσκεῖσθαι προσήκει.
Πάλιν οὖν ἀναλαβόντες ὅσον οἰκεῖόν ἐστι τῆσδε τῆς πραγματείας ἐπέλθωμεν. οἰκεῖον δ' ἐστὶν ὁδὸν τῆς ἀσκήσεως δοῦναι περὶ τῶν συνθέτων νοσημάτων τοιαύτην οἵαν ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν ἁπλῶν ἐποιησάμεθα. τοὺς μὲν γὰρ ἀκριβεῖς πυρετούς, εἴτε διαλείποντες εἶεν εἴτε συνεχεῖς, εὐθὺς κατ' ἀρχὰς ἔνεστι γνωρίζειν, ὅσοι δ' ἐπιμιξίαις ἑτέρων ποικίλλονταί τε καὶ νοθεύονται χαλεπὸν μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, οὐ μὴν ἀδύνατόν γε διαγινώσκειν ἐστί.
[673] τοὺς πλείστους μέντοι κατὰ τὴν δευτέραν ἢ τρίτην ἢ πάντως γε τὴν τετάρτην ἀκριβῶς ἐξευρεῖν ἐγχωρεῖ. οὐδὲν γάρ ἐστιν οὔτε γένος οὔτ' εἶδος νοσήματος ὃ μὴ περὶ τὴν τρίτην ἢ τετάρτην ἡμέραν ἐναργῶς ἔσται δῆλον, ἥστινος ἔχεται φύσεως. εἰσβαλλέτω γοῦν τις πυρετὸς φρικώδης θ' ἅμα καὶ παντοίως ἀνώμαλος ἔν τε τοῖς σφυγμοῖς καὶ τῇ καθ' ὅλον τὸ σῶμα θερμασίᾳ ὡς πολλάκις ἐγγὺς ἀκμῆς εἶναι νομίζεσθαι ἢ καὶ τὰ μέσα τῆς ἀναβάσεως ἐπέχειν, αὖθις τε γινέσθω φρικώδης καὶ τοὺς σφυγμοὺς μικροτέρους θ' ἅμα καὶ ἀμυδροτέρους καὶ βραδυτέρους καὶ ἀραιοτέρους ἴσχων καὶ τὴν θερμασίαν ἀποχωροῦσαν μὲν τῶν ἄκρων, πλεονάζουσαν δὲ κατὰ τὴν γαστέρα καὶ τὸν θώρακα· τοῦτον οὐκ ἄν τις ἀλόγως ἐλπίσειεν ἡμιτριταῖον ἔσεσθαι, μᾶλλον δ' ὑπάρχει μὲν ἤδη, γνωρισθήσεται δὲ τοῖς πολλοῖς ἐπὶ τῆς τρίτης ἡμέρας. ἀλλ' οὗτος μὲν μικτός ἐστιν ἔκ τε τοῦ χολώδους καὶ τοῦ φλεγματώδους πυρετοῦ τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων, οὐκ ἐπιπλεκομένων ἀλλήλοις ἀλλὰ δι' ὅλου κεραννυμένων, ὁ δ' ἐξ ἐπιπλοκῆς αὐτῶν τετραχῶς γίνεται, ἢ τριταίου [674] καὶ ἀμφημερινοῦ μιχθέντων ἢ τοῦ καθ' ἡμέραν παροξύνοντος συνεχοῦς τῷ διὰ τρίτης ἢ τριταίου τῷ καθ' ἑκάστην ἡμέραν παροξυνομένῳ συνεχεῖ ἢ ἀμφημερινοῦ τῷ διὰ τρίτης συνεχεῖ. τούτων δ' οὐδεμία τῶν μίξεων ἐπὶ τῆς πρώτης ἡμέρας ἀκριβῶς διαγινώσκεται. τῆς μέντοι δευτέρας ἐπιστάσης οὐδὲν ἔτι χαλεπὸν γνωρίσαι, πολὺ δὲ μᾶλλον ἔτι κατὰ τὴν τρίτην, καὶ σπάνιον εἴ ποτε τῆς τετάρτης δεήσει. γινέσθω γὰρ εἰ οὕτως ἔτυχεν ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ὁ παροξυσμὸς σὺν ῥίγει κἄπειτα θερμός τε καὶ περικαὴς ὁ πυρετὸς ἐξαφθεὶς καυσώδης τε καὶ διψώδης ἔστω καὶ ταχέως ἐπὶ τὴν ἀκμὴν ἐπειγέσθω τοὺς σφυγμοὺς ὁμαλοὺς ἔχων καὶ μεγάλους καὶ ταχεῖς καὶ σφοδροὺς καὶ πυκνούς, ἔστω δ' ὁμοίως τοῖς σφυγμοῖς καὶ τὰ τῆς θερμασίας ὁμαλὰ παντοίως, εἶτα σὺν ἐμέτῳ τε καὶ ἱδρῶτι παυέσθω καί τις αὐτὸν ἀπυρεξία διαδεχέσθω· πρόδηλον ὡς τριταίας ἐστὶν οἰκεῖος ὁ τοιοῦτος παροξυσμὸς περιόδου. γινέσθω δὲ κατὰ τὴν δευτέραν ἡμέραν ὁ τῆς ἀμφημερινῆς (οὐ γὰρ ἀναγκαῖον ὑπὲρ τῶν αὐτῶν λέγειν μυριάκις)· ἐνταῦθα χρὴ προσέχειν τὸν νοῦν ταῖς ὥραις τῶν [675] παροξυσμῶν, ἵνα προγνῷς τι περὶ τῆς τρίτης ἡμέρας. εἰ μὲν γὰρ ὁ τῆς τριταίας εἰ τύχοι περὶ τὴν πρώτην ὥραν μέλλει γίνεσθαι, περὶ δὲ τὴν ἑνδεκάτην ὁ τῆς ἀμφημερινῆς, οὕτω μὲν ἑκατέρων ἔσονται σαφεῖς αἱ ἀρχαὶ καὶ μᾶλλον εἰ ἐπὶ πλέον ἔτι διεστήκασιν ἀλλήλων, εἰ δ' ἀμφότεροι περὶ τὴν αὐτὴν ὥραν εἰσβάλλοιεν, ἐπίμικτόν τε πάντως ἔσται τὸ εἶδος τοῦ παροξυσμοῦ καὶ τῷ δυναμένῳ συνορᾶν οἷον κρᾶμά τι φαίνεται γινόμενον ἀμφημερινῆς τε καὶ τριταίας περιόδου. διακρίνει δ' αὐτοὺς ἡ τετάρτη τῶν ἡμερῶν ἐναργῶς ὄντας ἤδη τῷ γε τεχνίτῃ κἀπὶ τῆς δευτέρας γνωρίμους.
Ἔτι δὲ δυσφωρατοτέρα γίνεται μίξις ἡ τῶν διαλειπόντων τοῖς συνεχέσιν, ὥστε καὶ πολλοῖς ἀδύνατος ὅλως ὑπάρχειν ἔδοξεν· ἅμα τε γὰρ εἰς ἀπυρεξίαν παύεσθαι τὸν αὐτὸν ἄνθρωπον καὶ μηδ' ὅλως ἀπύρετον γίνεσθαι συμβαίνειν ἐκ τῆς τοιαύτης μίξεως, ὅπερ εἶναι πάντων ἀδυνατώτατον. ἀλλ' εἴ τις κἀνταῦθα δύναται διαγινώσκειν ἀκριβῶς ἑκατέρου τῶν πυρετῶν τὴν φύσιν, εἴσεται σαφῶς ὡς οὐδ' ἡ τοιαύτη μίξις ἀδύνατος. ἔναγχος γοῦν τι γύναιον ἐν μὲν ταῖς ἀρτίαις φρικώδη [676] παροξυσμὸν εἶχεν ἀκριβῶς ἡμιτριταϊκόν, ἐν δὲ ταῖς περιτταῖς ἕωθεν μέν τινα τοῦ προγεγονότος πολὺ μικρότερον ὡς ἐπιπαροξύνεσθαι δοκεῖν τῇ ἑτέρᾳ τῶν ἡμερῶν τὸν ἡμιτριταῖον, ὅπερ δὴ καὶ γίνεται συνήθως ἐν αὐτῷ, περὶ δὲ τὴν ὀγδόην ὥραν τῆς ἡμέρας ἕτερος εἰσέβαλλε μετὰ ῥίγους ἰσχυροῦ παροξυσμὸς ἀκριβῶς ἅπαντα τριταίου πυρετοῦ φέρων τὰ γνωρίσματα. θραυόμενος δ' οὗτος ὥρας που νυκτὸς τρίτης ἱδρῶτι τε καὶ χολῆς ἐμέτῳ παρέτεινεν εἰς τὴν τῆς ἀρτίου δευτέραν ὥραν. ἤδη δ' αὐτὸν ἐγγὺς ἀπυρεξίας ἥκοντα διεδέχετο πάλιν ὁ φρικώδης ἐκεῖνος καὶ ἀνώμαλος παροξυσμὸς ὃν ἐν ταῖς ἀρτίαις ἔφαμεν γίνεσθαι, κἄπειθα δι' ὅλης τῆς ἡμέρας κακοήθως ὑποστελλόμενός τε καὶ αὖθις ἐπιτιθέμενος μόλις που τὴν ἀκμὴν ἀπελάμβανεν ἡλίου δύνοντος. ἤρχετο δὲ παρακμάζειν ὥρας που τετάρτης τῆς νυκτός, εἶθ' ἕωθεν πάλιν ἐπὶ δαψιλεῖ λειψάνῳ παραύξησις οὐ λίαν ἀνώμαλος ἕως τῆς ὀγδόης ὥρας ἐπετείνετο κἄπειτα δοκοῦντα σαφῶς ἀκμάζειν ἤδη τὸν πυρετὸν τοῦτον ἕτερος ἐξεδέχετο παροξυσμὸς ἀκριβῶς τριταϊκός. τοῦτον ἡμεῖς τὸν πυρετὸν εὐθὺς μὲν κἀν τῇ [677] δευτέρᾳ τῶν ἡμερῶν ἐξ ἐπιπλοκῆς ἡμιτριταίου τε καὶ τριταίου διέγνωμεν γεγονέναι, πολὺ δὲ πιστοτέραν ἡ τρίτη τὴν διάγνωσιν παρέσχεν ἠλπίσαμέν τε τὴν μὲν ἑτέραν περίοδον τὴν τοῦ τριταίου παύεσθαι ταχέως, τὴν δ' ἑτέραν μηκύνειν, καὶ οὕτως ἀπέβη. καὶ τότε σαφῶς ὤφθη κατὰ τὸ ὑπόλοιπον μέρος τῆς νόσου μόνος ἡμιτριταῖος ὤν, ἀρχὴν μὲν τῆς ὅλης περιόδου τὴν ἀρτίαν ἡμέραν ποιούμενος, ἐπιπαροξυνόμενος δὲ τῇ περιττῇ.
Τὰς μὲν δὴ τοιαύτας μίξεις οὐ τοῦ τυχόντος γνωρίζειν, εἰ δέ τις πυρετὸς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀκριβὴς ὀφθεὶς τριταῖος εἶτ' ἐν τῇ δευτέρᾳ πάλιν ἕτερον ὅμοιον ἀκριβῶς τῷ πρόσθεν ἐποιήσατο παροξυσμόν, εὐφωρατότατος οὗτός ἐστι διπλοῦς ὑπάρχων τριταῖος. οὕτω δὲ καὶ δύο καὶ τρεῖς ἐπιπλέκονται ἀλλήλοις τεταρταῖοι πολλάκις οὓς ἡ τῶν παροξυσμῶν ἰδέα διακρίνει τῶν ἀμφημερινῶν. οὐ γὰρ τὸ καθ' ἑκάστην ἡμέραν παροξύνεσθαι γνώρισμα βέβαιον ἀμφημερινῶν ἀλλ' ἡ τοῦ πυρετοῦ τε καὶ τῶν συμπτωμάτων ἰδέα. χρὴ τοίνυν ἐν ἅπαντι πράγματι τεχνωθῆναι πρῶτον, ὥσπερ τις [678] ὠνόμαζε τῶν ἡμετέρων διδασκάλων, εἶθ' οὕτως ἐπιχειρεῖν τοῖς ἔργοις. τὸ τεχνωθῆναι δ' ἐστὶ τὸ γνῶναι τῆς ὑποβεβλημένης τῇ τέχνῃ συμπάσης ὕλης, πρῶτον μὲν καὶ μάλιστα τὰς ἁπλᾶς δυνάμεις, ἔπειθ' ἑξῆς τὰς μίξεις αὐτῶν ὁπόσαι τέ τινές εἰσι καὶ ὁποῖαι. καὶ γὰρ δὴ καὶ περὶ φαρμάκων συνθέσεώς τε καὶ χρήσεως ἡ αὐτὴ μέθοδος, ὡς ἐν τοῖς περὶ αὐτῶν ὑπομνήμασιν ἐπιδέδεικται. διττῆς δ' ὕλης οὔσης τοῖς ἰατροῖς, ἑτέρας μὲν ἐφ' ἧς ἢ ἐν ᾗ γίνεται τὸ τέλος, ἥπερ ἐστὶν αὐτὰ τῶν ἀνθρώπων τὰ σώματα, δευτέρας δὲ τῆς τῶν βοηθημάτων, ὑφ' ὧν ἢ δι' ὧν γίνεται τὸ τέλος, ἡ μὲν περὶ τῶν φαρμάκων πραγματεία τῆς δευτέρας ὕλης ἐστίν, ἡ δὲ νῦν ἐνεστῶσα τῆς πρώτης.
Χρὴ τοίνυν ἐκμαθεῖν ἐν τοῖς περὶ τῶν πυρετῶν λόγοις ὡς τρία τὰ σύμπαντ' ἐστὶ γένη τῶν ἐπὶ χυμοῖς ἀναπτομένων πυρετῶν· ἔνιοι μὲν γὰρ ἐπὶ τῇ ξανθῇ χολῇ καὶ πλεῖστοί γ' εἰσὶν οὗτοι, τινὲς δ' ἐπὶ τῇ μελαίνῃ, τινὲς δ' ἐπὶ τῷ φλέγματι συνίστανται. λόγος δ' οὗτος οὐ σμικρός ἐστιν ὅ τί ποτε πασχόντων τῶν εἰρημένων χυμῶν ἀνάπτεται πυρετός· οὐ γὰρ δὴ κατὰ φύσιν [679] ἐχόντων. ἀλλ' ἐν τούτῳ γε τῷ λόγῳ καὶ ὡς οὐδὲν θαυμαστόν ἐστιν ἐκ ψυχρῶν φύσει χυμῶν διασαπέντων ἐξαφθῆναι πυρετὸν ἐπιδέδεικται καὶ ὡς ἡ πᾶσα ποικιλία τῶν ἄλλων πυρετῶν ἐκ τῆς τούτων γίνεται μίξεως (ἀλλὰ καὶ οἱ ἐφήμεροι καλούμενοι πυρετοὶ καὶ πρὸς τούτοις οἱ ἑκτικοὶ προσαγορευόμενοι ἕτερα δύο γένη τῶν ὀξέων ὀνομαζομένων πυρετῶν ἀποκεχωρισμένα) καὶ ὡς ὀξὺς πυρετὸς ἤτοι σηπομένου τῶν εἰρημένων τινὸς χυμῶν ἢ μορίου φλεγμαίνοντος γίνεται καὶ ὡς τὸ φλεγμαίνοντος ἀκουστέον ἐστὶ κατὰ τὴν παλαιὰν συνήθειαν. ἅπαντα δὲ τὰ τοιαῦτα θαυμαστὰ τοῖς πολλοῖς εἶναι δοκεῖ, καθάπερ οὖν καὶ τὸ μικρῷ πρόσθεν ῥηθέν, εἰ δύναταί ποτε μιχθῆναι διαλείπων συνεχεῖ, οὐδὲν δ' ἧττον τούτου καὶ τὸ μηδεμιᾶς ἀπυρεξίας γινομένης περὶ τὸν κάμνοντα μεμίχθαι μόνους τοὺς διαλείποντας πυρετούς. ἀλλὰ καὶ τοῦτ' ἐπεδείξαμεν ἐναργῶς οὐ τριταίοις μόνον ἢ ἀμφημερινοῖς ἀλλὰ καὶ τεταρταίοις συμπῖπτον. ἐπειδὰν γὰρ ἐπιπλακῶσιν ἀλλήλοις πλείους εἴτ' οὖν ὁμογενεῖς εἴτε καὶ μή, φθάνει πολλάκις ὁ δεύτερος ἄρχεσθαι πρὶν εἰς ἀπυρεξίαν [680] ἀκριβῆ παύσασθαι τὸν πρῶτον, εἶτ' αὖθις τὸν δεύτερον ὁ τρίτος ὡσαύτως διαδέχεται πρὶν καὶ τοῦτον εἰς ἀπυρεξίαν ἀφικέσθαι. μάλιστα δὲ συμβαίνει τοῦτο ἐν τοῖς μακροτέροις παροξυσμοῖς. ἐν γὰρ τοῖς ἐντὸς τοῦ πρώτου διαστήματος παυομένοις (οὕτω δ' ὀνομάζουσι τὸν τῶν δώδεκα ὡρῶν χρόνον) ἢ παμπόλλας ἐπιπλακῆναι χρὴ περιόδους ἢ τὸν ἐκ τῶν διαλειπόντων συντιθέμενον ἀδύνατον εἰς συνέχειαν ἀφικέσθαι. παμπόλλους δὲ τῶν οὕτως ἐπιπλεκομένων πυρετῶν οἱ μὴ γεγυμνασμένοι περὶ τὰ τοιαῦτα τῶν ἰατρῶν, εἰ μὲν ὀξύτεροι φαίνοιντο, πάντας ἡμιτριταίους ὀνομάζουσιν, εἰ δὲ βραδύτερον κινοῖντο, πλάνητας. ἐπειδὴ γὰρ ἅπαξ ἐξουσίαν ἔλαβον ἔν τε τοῖς ἡμιτριταίοις πολλὰς ὑποστολὰς γίνεσθαι νομίζειν ἔν τε τοῖς πλάνησιν ἀτάκτους ἀρχάς, ἅπαντας οὕτω τοὺς πυρετοὺς ἐφ' ὧν οὐχ εὑρίσκουσι τὴν σύνθεσιν ἡμιτριταίους ἢ πλάνητας ὀνομάζουσι. καίτοι πολλάκις γε σαφεστάτην ἔχουσι τὴν ἀναλογίαν, ὥσπερ ὁ νεανίσκος ὁ περὶ τὰ τέλη τοῦ φθινοπώρου τῇ πρώτῃ τῶν ἡμερῶν ὥρας που πέμπτης [681] ἀρξάμενος πυρέττειν ἅμα ῥίγει βραχεῖ κἄπειτα βαθείας ἑσπέρας ἱδρώσας ὀλίγον εἶθ' ὥρας που νυκτὸς ἑβδόμης πρὶν ἀπύρετος ἀκριβῶς γενέσθαι πυρέττειν αὖθις ἀρξάμενος ἐπὶ ῥίγει βραχεῖ κἄπειθ' ἱδρώσας ὀλίγον ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν εἶτα περὶ δεκάτην ὥραν αὖθις ὁμοίως παροξυνθεὶς εἶθ' ἱδρώσας πάλιν ὁμοίως ἐν τῇ νυκτὶ κἄπειτα τῇ τρίτῃ τῶν ἡμερῶν ὥρας που δευτέρας ἅμα ῥίγει πυρέττειν ἀρξάμενος πρὶν τὴν προτέραν παρακμὴν εἰς ἀπυρεξίαν τελευτῆσαι. ἡμῖν μὲν οὖν ἅπασαν τοῦ πυρετοῦ τὴν ἰδέαν ἐπισκεψαμένοις ἐπιπλοκὴ τριταίων ἐφαίνετο τριῶν. ὅ τε γὰρ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀρξάμενος ὥρας πέμπτης ὅ τ' ἐν τῇ μετὰ ταύτην νυκτὶ πάλιν ἑβδόμης ὅ τ' ἐπὶ τῆς δευτέρας ἡμέρας ὥρας δεκάτης ἅπαντά τε τὰ τῶν σφυγμῶν ἴδια καὶ τὰ τῆς θερμασίας ἀπέσωζον τριταίων. ἤδη δὲ καὶ τὸ μετὰ ῥίγους καὶ τὸ σὺν ἱδρῶτι τριταίων ἴδιον εἶχον. οὐδεὶς δ' αὐτῶν εἰς ἀπυρεξίαν ἐπαύετο τῷ φθάνειν ἄρχεσθαι τοῦ μετ' αὐτὸν τριταίου τὸν παροξυσμόν, ὡς εἴ γε μηδεὶς ἕτερος ἐπελάμβανεν ὡρῶν που τριῶν ἢ τεττάρων ἄλλων, ἀπύρετος ὁ ἄνθρωπος [682] ἀκριβῶς ἂν ἐγένετο. τριῶν μὲν δὴ τριταίων ἐπιπλοκὴ κατὰ τὴν δευτέραν εὐθὺς ἡμῖν ἡμέραν ἐφαίνετο σαφῶς, τὸ δ' ὅτι καὶ προληπτικῶς παροξυνόντων ἐπὶ τῆς τρίτης πρῶτον ἐγνώσθη. δευτέρας μὲν γὰρ ὥρας ὁ παροξυσμὸς εἰσέβαλλεν, οὐ πέμπτης ὥσπερ ἐν τῇ πρώτῃ, τὰ δὲ τῆς τριταίας περιόδου γνωρίσματα πάντ' ἐναργέστερα τῶν ἐπὶ τῆς πρώτης ἡμέρας ἐκόμισεν. ἐντεῦθεν δὲ παραφυλάττοντες ἅπαντας εὕρομεν τοὺς παροξυσμοὺς ἢ δυοῖν ἢ τρισὶν ὥραις προλαμβάνοντας ὥστε καὶ τὸν ἀνάλογον τῷ πρώτῳ κατὰ τὴν περίοδον ἀπαντῶντα τῇ μὲν πέμπτῃ τῶν ἡμερῶν ἀνίσχοντος ἡλίου γενέσθαι, τῇ δ' ἑβδόμῃ πολὺ θᾶττον ὡς περὶ ὥραν που τῆς νυκτὸς ἐνάτην, εἶθ' ὁ μετὰ τοῦτον ἀνάλογον ὥρας νυκτὸς ἑβδόμης, ὁ δ' ἐφεξῆς τετάρτης ἐγένετο, τοὐντεῦθεν δὲ πάλιν ὁ μὲν ἐφεξῆς τετάρτης, ὁ δ' ἐπὶ τούτῳ πέμπτης, εἶθ' ἕκτης αὖθις, εἶτ' ὀγδόης ὁ δέκατος ἀπὸ τῆς ἀρχῆς ἐγένετο παροξυσμός. ἀνάλογον δὲ τούτῳ καὶ οἱ ἄλλοι δύο μετὰ τὴν ἑβδόμην περίοδον οὐ μόνον οὐ προελάμβανον ἀλλὰ καὶ ὑστέριζον, ὅτε δὴ καὶ σαφέστατα [683] πᾶσιν ἐφάνη καὶ τοῖς ἡμιτριταῖον εἶναι νομίζουσιν αὐτόν, ὡς ἐσφάλλοντο μέγιστα. τοῦ τε γὰρ μήκους τῶν παροξυσμῶν εἰς ὥρας ὀκτὼ συναιρεθέντος αὐτῆς τε τῆς εἰσβολῆς οὐκ ἔτι προληπτικῶς γινομένης ἀλλ' ὡς ὥραις που δυοῖν ὑστεριζούσης εἰς ἀπυρεξίαν ἐπαύοντο τελείαν οἱ παροξυσμοί. καὶ οὕτω δὴ κατὰ βραχὺ τοῦ μήκους ἀφαιροῦντες ἐπαύσαντο, πρῶτος μὲν ὁ κουφότατος, ἐφεξῆς δ' ὁ δεύτερος τῷ μεγέθει καὶ τρίτος ὁ σφοδρότατος ἐξ αὐτῶν, ὅπερ οὐδ' αὐτὸ μετρίως ἐμαρτύρησε τρεῖς εἶναι τριταίους αὐτοὺς εὐθὺς ἐξ ἀρχῆς.
Ἀλλ' οὗπερ ἕνεκα σύμπαντα ταῦτα λέγεται, ἐπὶ τοῦτ' αὖθις ἐπάνειμι, τὸ δεῖν ἠσκῆσθαι διαγινώσκειν ἀκριβῶς ἁπάσας τὰς ἁπλᾶς διαθέσεις ὥστε καὶ μόνας συνισταμένας εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἐκ τοῦ ῥᾴστου γνωρίζειν ἐπιπλεκομένας τ' ἀλλήλαις καὶ ἑαυταῖς, εἰ καὶ μὴ κατὰ τὴν πρώτην ἡμέραν, ἀλλὰ κατὰ τὴν δευτέραν γοῦν ἢ τὴν τρίτην ἢ πάντως γε τὴν τετάρτην ἀκριβῶς ἐπιγινώσκειν. ἡμᾶς γοῦν οὐκ ἔλαθον οἱ τρεῖς οὗτοι τριταῖοι κατὰ τὴν δευτέραν ἡμέραν οὐκ ἐξ ἄλλου τινὸς ἢ τοῦ [684] τὴν φύσιν αὐτῶν ἐπίστασθαι ἀκριβῶς. παραπλήσιον γάρ τι συμβαίνει κατὰ τὰς τῶν νοσημάτων γνώσεις τῷ καθ' ὅλον τὸν βίον ἅπασιν ἡμῖν ὑπάρχοντι. τοὺς μὲν γὰρ συνηθεστάτους τῶν φίλων ἐκ μακροῦ τε διαστήματος εὐθύς τε κατὰ τὴν πρώτην προσβολὴν τῆς αἰσθήσεως γνωρίζομεν, εἰ δ' ἅπαξ ἢ δίς τινα τύχοιμεν ἰδόντες ἢ πλεονάκις μὲν ἀλλὰ μὴ συνεχῶς, οὐκ ἔθ' ὁμοίως τοῦτον οὔτ' ἐκ μακροῦ διαστήματος οὔτε ταχέως γνωρίζομεν, ἀλλ' ἐνίοτε μέχρι παμπόλλου χρόνου διαποροῦμεν τε καὶ ἀμφιβάλλομεν, ἆρά γε Κορίσκος εἰ οὕτως ἔτυχεν ἢ Σωκράτης ἐστίν. οὕτως οὖν ἔχει κἀπὶ τῶν νοσημάτων· ἴδιος ἑκάστου χαρακτήρ ἐστιν, ὃν ὁ πολλάκις τεθεαμένος ἐξ ἑτοίμου διαγινώσκει, καὶ μάλιστ' ἐπειδὰν ἁπλοῦς τε καὶ μόνος ὑπάρχῃ.
Τῶν μὲν οὖν χωρὶς τόπου πεπονθότος ἐπὶ χυμοῖς τισι διασηπομένοις ἀναπτομένων πυρετῶν τρεῖς εἰσιν οἱ πρῶτοι καὶ ἁπλοῖ χαρακτῆρες, ὅ τε τῶν φλεγματικῶν καὶ ὁ τῶν μελαγχολικῶν καὶ ὁ τῶν πικροχόλων, οὓς εἴ τις ἀκριβῶς ἀσκήσειε διαγνώσκειν ἕκαστον ἰδίᾳ καὶ μόνον, οὐκ ἂν ἔτι χαλεπῶς οὐδὲ τὰς μίξεις αὐτῶν εὑρίσκοι, [685] τῶν δ' ἐπὶ τόποις φλεγμαίνουσιν ἤδη σύνθετος ἁπάντων ἰδέα. τινὰ μὲν γὰρ τοῦ τόπου γνωρίσματα φέρουσι, τινὰ δὲ τῆς βλαπτούσης αὐτὸν αἰτίας, οἷον ἐν πλευριτικοῖς ὡς μὲν τόπος πεπονθὼς ὁ ὑπεζωκὼς τὰς πλευρὰς ὑμὴν ὀδύνην ἐξ ἀνάγκης οἴσει φλεγμαίνων, ὅτι νευρώδης ἐστίν, ἀλλὰ καὶ νύττουσαν ταύτην καὶ διατεταμένην ἐπὶ πλέον, ὅτι τὸ πεπονθὸς μέρος ὑμήν ἐστι, τοιαῦται δ' αἱ τῶν αἰσθητικῶν ὑμένων ὀδύναι. καὶ μὲν δὴ καὶ ὅτι τῶν ἀναπνευστικῶν τινος ὀργάνων ἐστὶ μόριον, ἐξ ἀνάγκης δυσπνοήσει τὸ ζῶον, ὅτι δὲ καὶ τῆς καρδίας ἐγγύς, μεταδώσει τι καὶ τῇδε ῥᾳδίως τῆς φλογώσεως, εἰ δὲ τοῦτο, πυρέξει τὸ ζῶον, ὥσπερ οὖν καὶ ὅτι τοῦ πνεύμονος ἐγγύς, ἐξ ἑτοίμου τι μεταδώσει καὶ τῷδε τῆς διαθέσεως οὕτως ὄντι μαλακῷ τε καὶ μανῷ καὶ δέξασθαι πᾶσαν ὑγρὰν οὐσίαν ἑτοίμως δυναμένῳ. βήξει τοίνυν εὐθὺς ὁ ἄνθρωπος, οὐ μὴν καὶ ἀναπτύσει γε πάντως εὐθύς, ἀλλ' εἰ μὲν πλέον τε καὶ παχύτερον ἀπορρέοι τῆς φλεγμονῆς, ἀναπτυσθήσεται βηττόντων, εἰ δ' ὀλίγον τε καὶ λεπτόν, [686] ἐρεθιεῖ μὲν ἐξ ἀνάγκης ὥστε καὶ κινῆσαι βῆχας, οὐ μὴν καὶ ἀναπτυσθήσεταί γε πρὶν ἀθροιζόμενόν θ' ἅμα καὶ πεττόμενον εἰς πλῆθος τε καὶ πάχος ἐπιδοῦναι.
Ἀλλὰ τοῦτο τῆς διαθέσεως ἤδη γνώρισμα αὐτῆς ἐστι καὶ οὐ τοῦ μορίου τοῦ πεπονθότος. ἐπειδὰν μὲν γὰρ ἀκριβῶς ᾖ τὸ πάθημα στεγνὸν καὶ οἷον δῆσαν ἐν ἑαυτῷ κατέχῃ σύμπαν τὸ ῥεῦμα, τὰς ἀπτύστους ὀνομαζομένας ἀποτελεῖ πλευρίτιδας, ἐπειδὰν δ' ἀξιόλογον χαλάσῃ καὶ μεθῇ τῷ πνεύμονι, καὶ βήττουσιν οὗτοι πλείω καὶ ἀναπτύουσιν.
Ἰδέας οὖν τοῦτο φλεγμονῆς, οὐ τόπου πεπονθότος γίνεται γνώρισμα. πότερον δὲ φλεγματωδέστερός ἐστιν ἢ χολωδέστερος ὁ τὴν φλεγμονὴν ἐργασάμενος χυμός, ἐκ τῆς τῶν πτυσμάτων ἰδέας εἴσῃ. καὶ γὰρ καὶ ἀφρώδη καὶ ξανθὰ καὶ πυρρὰ καὶ ὠχρὰ καὶ ἐρυθρὰ καὶ μέλανα πτύουσι. τούτων δὲ τὰ μὲν ἀφρώδη φλεγματικώτερον ἐνδείκνυται τὸ ῥεῦμα, τὰ δὲ ξανθὰ πικρόχολον ἄκρατον, ὅσα δὲ πυρρά, πικρόχολον μὲν καὶ ταῦτα, μεμίχθαι δ' οὐκ ὀλίγον ὀρρῶδες περίττωμα τῇ ξανθῇ χολῇ δηλοῖ καὶ πολὺ δὴ πλέον, ἐπειδὰν ὠχρὰ πτύῃ τις. οὕτω δὲ καὶ τὰ μέλανα [687] μελαγχολικὸν ἐνδείκνυται τὸ ῥεῦμα, καθάπερ οὖν καὶ ὅσα μᾶλλόν πως ἐρυθρὰ τὴν χρόαν ἐστὶ πλεῖστον μὲν αἵματος, ὀλίγον δὲ τῆς πικρᾶς χολῆς ἐνδείκνυται μετέχειν τὸν τὴν φλεγμονὴν ἐργασάμενον χυμόν. καὶ διὰ τοῦτο πάντων μέν ἐστιν ἐπιεικέστατα πτυσμάτων, ὥσπερ, οἶμαι, τὰ μέλανα πάντων ὀλεθριώτατα.
Καὶ μὲν δὴ καὶ τὰ μεγέθη μὲν ἐν οἷς εἴπομεν ἅπασι συμπτώμασι μεγέθους ἔσται διαθέσεως γνωρίσματα, βραχεῖαν δ' ἐνδείξονται τὴν διάθεσιν αἱ σμικρότητες τῶν συμπτωμάτων.
Οὔκουν ἁπάντων ἅπαντ' ἐστὶν ἀλλ' ἕκαστον ἰδίου τινὸς ἐξαίρετον γνώρισμα. καὶ γὰρ ὅσα δοκεῖ δυοῖν ἢ τριῶν ὑπάρχειν ἅμα δηλωτικά, καὶ ταῦτ' ἀκριβῶς ἐξετάζων εὑρήσεις ἑτέρῳ μέν τινι τῶν ἐν αὐτοῖς συμβεβηκότων ἐνδεικνύμενα τὸν πεπονθότα τόπον, ἑτέρῳ δὲ τὴν διάθεσιν, ἄλλῳ δὲ τὸ μέγεθος αὐτῆς, ἄλλῳ δὲ τῶν ἑπομένων τι συμπτωμάτων. ὁ γοῦν σφυγμὸς ὁ τῶν πλευριτικῶν ἁπάντων μὲν τούτων ἐστὶν ἐνδεικτικός, ἀλλ' οὐχ ὡσαύτως ἁπάντων, ἀλλ' ᾗ μὲν ἅμα τάσει σκληρός, νευρῶδες εἶναι δηλοῖ τὸ πεπονθός, ᾗ δ' οἷον ἐμπρίων, φλεγμονὴν [688] εἶναι τὴν διάθεσιν, ᾗ δὲ ταχύς θ' ἅμα καὶ πυκνὸς καὶ μέγας, ἕπεσθαι τῇ φλεγμονῇ πυρετόν, ᾗ δ' ἕκαστον τῶν εἰρημένων ἢ μεῖζον ἢ μεῖόν ἐστιν, ἤτοι μεγάλην εἶναι τὴν διάθεσιν ἢ μικρὰν δηλώσει.
Ἀρκεῖ μοι ταῦτα παραδείγματος ἕνεκα λελέχθαι νῦν. οὐ γὰρ δὴ περὶ πεπονθότων γε τόπων πρόκειται διελθεῖν ὥσπερ οὐδὲ περὶ πυρετῶν ἢ τύπων ἢ αἰτιῶν, ἀλλ' ἐμνήσθην ἑκάστου τούτων ἅμα μὲν ὁδόν τινα δεῖξαι βουλόμενος τῆς ἐν αὐτοῖς ἀσκήσεως, ἣν ἔχων τις, εἰ καὶ μηδὲν ἡμεῖς γράψαιμεν εἰς ἕκαστον τῶν εἰρημένων ἰδίᾳ, δύναιτ' ἂν ἔκ τε τῶν τοῖς ἄλλοις γεγραμμένων ἤδη δὲ καὶ αὐτὸς καθ' ἑαυτόν, εἰ συνετὸς εἴη καὶ φιλόπονος, ἐξευρίσκειν τὸ λεῖπον, ἅμα δὲ καὶ τὸ χρήσιμον ἐπιδεῖξαι βουλόμενος ἑκάστου τῶν λελεγμένων ἐμνημόνευσα καὶ πυρετῶν διαφορᾶς καὶ τύπων καὶ διαθέσεων καὶ αἰτιῶν καὶ αὐτῶν τῶν πεπονθότων τόπων. ἐν ἅπασι γὰρ χρὴ τούτοις γεγυμνάσθαι τὸν μέλλοντα κατὰ τὰς πρώτας ἡμέρας ἀκριβῶς διαγνώσεσθαι [689] τῆς νόσου τὴν ἰδέαν. ἢ γὰρ ἁπλοῦς ἐστιν ὁ πυρετὸς ἢ σύνθετος ἢ μετὰ τόπου πεπονθότος ἢ ἐφήμερος ἢ ἑκτικός. ἀλλ' εἴθ' ἁπλοῦς εἴη, πάντως γνώρισμά τι φέρει τοῦ χυμοῦ τοῦ γεννῶντος αὐτόν, εἴτε σύνθετος, ἐξ ὁπόσων ἂν εἴη σύνθετος ἁπλῶν πυρετῶν ἰσάριθμον ἐνδείξεται καὶ τὸ πλῆθος τῶν χυμῶν. ἀλλ' εἰ ταῦτ' ἐνδείξεται, καὶ εἰ χρόνιός ἐστιν ἢ μὴ συνενδείξεται. εἰ μὲν γὰρ φλεγματικός, ἐξ ἀνάγκης χρόνιος, ἔτι δὲ μᾶλλον εἰ μελαγχολικός, εἰ δ' αὖ πικρόχολος, οὐ χρόνιος. οὕτω δὲ καὶ ὁ τόπος ὁ πεπονθὼς ὁ μὲν ἐν κινήσει πολλῇ καὶ θερμὸς καὶ μανὸς καὶ κύριος ὀξυτέραν ἔσεσθαι προδηλοῖ τὴν νόσον, ὁ δὲ μήτ' ἐν κινήσει συνεχεῖ καὶ ψυχρὸς καὶ πυκνὸς καὶ ἄκυρος εἰς χρόνον ἐκπεσεῖσθαι μακρότερον. ὡσαύτως δὲ καὶ ἡ διάθεσις ἡ μὲν δυσκινητοτέρα καὶ ψυχροτέρα καὶ πυκνοτέρα χρονιεῖν, ἡ δ' εὐκίνητος καὶ θερμοτέρα καὶ μανωτέρα ταχέως λυθήσεσθαι. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν αἰτιῶν γινώσκειν. ὥσθ' ὅστις ἂν ἀκριβῶς ὅλην ἐπιγνῷ τοῦ νοσήματος [690] τὴν ὑπόθεσιν οὐ μικρὰν μοῖραν εἰς πρόγνωσιν ἕξει.
Τὰς μὲν οὖν σὺν ἀγῶνί τε μεγάλῳ καὶ ὀξυρρόπους λύσεις τῶν νοσημάτων, ἃς δὴ καὶ μάλιστα κρίσεις ἐλέγομεν ὀνομάζεσθαι, τῶν ἐπὶ χυμοῖς θερμοῖς συνισταμένων πυρετῶν ἰδίας εἶναι χρὴ νομίζειν, ἐφεξῆς δὲ τούτων ὅσαι μορίων εἰσὶ κυρίων εὐκίνητοι καὶ θερμαὶ διαθέσεις. οἱ δ' ἐφήμεροί τε καὶ ἑκτικοὶ πυρετοὶ καὶ χωρὶς ταραχῆς μεγάλης καὶ οὐδ' ὀξυρρόπους ποιοῦνται τὰς μεταβολάς. ἀλλ' ἐπεὶ καὶ ταύτας ἐνίοτε καταχρώμενοι κρίσεις ὀνομάζουσιν, εἰρήσεταί τι καὶ περὶ τούτων ἐν τοῖς ἐφεξῆς. νυνὶ δὲ τέλος ἐπιθεῖναι βούλομαι τῷ παρόντι λόγῳ συγκεφαλαιώσας εἰς ἓν ἅπαντα τὰ προειρημένα.
Τὰς ἀθρόας ἐν νόσοις μεταβολὰς εἰ βούλοιο προγινώσκειν, ἀναγκαῖον ἔστω σοι πρότερον ἀρχῆς καὶ ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς εἶναι διαγνωστικῷ τε καὶ προγνωστικῷ. ταῦτα δ' αὐτὰ προγνώσῃ διά τε τῆς τοῦ νοσήματος ἰδέας καὶ τῆς ὥρας τοῦ ἔτους ἅμα τοῖς συστοίχοις αὐτῇ καὶ τῆς τῶν περιόδων ἀναλογίας καὶ [691] προσέτι τῶν ἐπιφαινομένων, ἐκ μὲν τῆς τοῦ νοσήματος ἰδέας εἰς τρεῖς τούτους ἀποβλέπων ἁπλοῦς καὶ πρώτους πυρετούς, τόν τε φλεγματώδη καὶ τὸν μελαγχολικὸν καὶ τὸν πικρόχολον. ἄσκησον δὲ γνωρίζειν αὐτοὺς πρῶτον ἀκριβεῖς τε καὶ γνησίους. οὕτω γὰρ δυνήσῃ ποτὲ καὶ μεμιγμένους εὑρίσκειν. ἀκριβεῖς δὲ καὶ γνήσιοι τότ' εἰσίν, ὅταν καὶ ἡλικία καὶ ὥρα καὶ χώρα καὶ κατάστασις καὶ φύσις καὶ τὰ προγεγονότα διαιτήματα καὶ τὰ παρόντα συμπτώματα καὶ πάνθ' ἁπλῶς ὅσα πρόσθεν εἶπον οἰκεῖα τοῦ χυμοῦ τῆς ἰδέας ὑπάρχῃ. μενόντων μὲν οὖν τῶν χυμῶν κατὰ τὰς φλέβας οἱ συνεχεῖς ἐπ' αὐτοῖς γίνονται πυρετοί, κυκωμένων δὲ καὶ πάντῃ τοῦ σώματος ὠθουμένων οἱ μετὰ ῥίγους ἢ φρίκης ἰσχυρᾶς ἀρχόμενοι, σὺν ἱδρῶτι δὲ πάντως εἰς ἀπυρεξίαν τελευτῶντες. ἔστι δ' αὐτῶν ὁ μὲν τριταῖος καὶ ὁ διὰ τρίτης ὀλιγοχρόνιος, ὁ δὲ τεταρταῖος καὶ ὁ διὰ τετάρτης πολυχρόνιος, ἧττον δὲ τούτου χρόνιος ὅ τ' ἀμφημερινός ἐστι καὶ ὁ καθ' ἑκάστην ἡμέραν παροξυνόμενος.
Εἰ τούτους εἰδείης ἑτοίμως γνωρίζειν, οὐκ ἂν [692] ἔτι χαλεπῶς οὐδὲ τοὺς ἐπὶ τόποις τισὶ πεπονθόσι συνισταμένους ἐξευρίσκοις. ἐν γὰρ τοῖς φλεγμαίνουσι μορίοις ἅπασιν ἡ σφήνωσις τῶν χυμῶν εἴργουσα διαπνεῖσθαι καλῶς τὸν τόπον εὐθὺς μὲν σήπει τοὺς χυμούς, εὐθὺς δὲ καὶ θερμασίαν ἐξάπτει τινὰ μοχθηράν, οἵα κἀν τοῖς ἄλλοις ἅπασι τοῖς σηπομένοις γεννᾶται. ταύτης οὖν τῆς θερμασίας ὁ χαρακτὴρ ὅταν ἁπλοῦς ᾖ, τῶν εἰρημένων τινὶ πυρετῶν ἐξ ἀνάγκης ἔοικε, μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, εἷς ἐξ ἐκείνων ἐστίν, ἢ πικρόχολος ἢ μελαγχολικὸς ἢ φλεγματικός. ἤκουσας δέ που λέγοντος Ἱπποκράτους ὡς ταύτας καλεῖ ὀξείας νόσους, ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς. ὥστ' εἴπερ ἰδίᾳ τε καὶ καθ' ἑαυτὸν ἕκαστον τῶν πυρετῶν ἀσκήσαις γνωρίζειν, οὐκ ἂν ἔτι χαλεπῶς, οὐδ' ὅταν ἅμα πνεύμονος ἢ σπληνὸς ἢ ἥπατος ἢ γαστρὸς φλεγμονή τις εὑρίσκηται, διαγνώσῃ τε τὴν ἰδέαν αὐτοῦ καὶ τὸ μέχρι λύσεως μῆκος ὅλης τῆς νόσου προγνώσῃ. πάντως γάρ που τὸ ῥεῦμα τὸ τὴν φλεγμονὴν ἐργασάμενον ἢ τῆς ξανθῆς χολῆς [693] ἐστιν ἢ τῆς μελαίνης ἢ τοῦ φλέγματος. εἰ μὲν οὖν ἀκράτου τε καὶ πολλῆς τῆς ξανθῆς εἴη, τηνικαῦτα μὲν ἐρυσιπέλατά τε καὶ τοὺς καλουμένους ἕρπητας ἐργάζεται, τῆς μελαίνης δέ, καρκίνους ἢ φαγεδαίνας ἢ ἐλέφαντας ἤ τι τῶν οὕτω δυσιάτων παθῶν, ὅσα δ' ὑπὸ φλέγματος κατασκήψαντος ἐξαίρεται, ταῦτ' οἰδήματα κέκληται.
Ψιλὸς μὲν οὖν καὶ μόνος ἕκαστος τῶν εἰρημένων χυμῶν ἀκριβὲς ἕκαστον ἐργάζεται τῶν εἰρημένων παθῶν, ἀναθολωθεὶς δὲ τῷ αἵματι κἄπειτα κατασκήψας εἴς τι μόριον ἢ σκιρρώδεις ἢ ἐρυσιπελατώδεις ἢ οἰδηματώδεις ἐργάζεται φλεγμονάς, σκιρρώδεις μὲν ὁ μελαγχολικός, ἐρυσιπελατώδεις δ' ὁ πικρόχολος, οἰδηματώδεις δ' ὁ φλεγματικός.
Ὅταν δ' αὐτὸ τὸ κατὰ φύσιν ἔχον αἷμα σφηνωθὲν ἐν τῷ ῥευματισθέντι μορίῳ διασαπῇ, φλεγμονὴ μὲν τὸ πάθημά ἐστιν, ἁπλοῦς δ' ἐπ' αὐτῇ πυρετὸς ἐξάπτεται παραπλήσιος μάλιστα τῶν ἐφημέρων τοῖς ἐπὶ βουβῶσι. καὶ γὰρ οὖν καὶ αὐτὸς ὁ βουβὼν ἐξ αἵματος χρηστοῦ γίνεται, ἐπειδὰν δ' ὑπάρξηται σήπεσθαι τοῦτο, οὐκ ἔτι μένει χρηστὸν [694] ἀλλ' ἤδη πικρόχολον γίνεται. καὶ φυλάττεται κἀν τῷδε τὸ τρία τὰ σύμπαντ' εἶναι γένη τῶν ἁπλῶν πυρετῶν. ὁ γὰρ ἐξ αἵματος σηπομένου γινόμενος ἤδη πως χολώδης ἐστίν, εἴ γε κἀν τοῖς φυσικοῖς λόγοις ὀρθῶς ἀποδέδεικται τὸ μὲν αἷμα ἡ σύμμετρος ἐργαζομένη θερμασία, τὴν ξανθὴν δὲ χολὴν ἡ πλείων ἤδη, τὴν μέλαιναν δ' ἡ ἄμετρος ἱκανῶς. ὅσον μὲν οὖν ἐστι λιπαρόν τε καὶ κοῦφον ἐν αἵματι ξανθὴ χολὴ γίνεται, τὸ παχὺ δὲ καὶ οἷον τρύξ, ὅταν ἀμέτρως θερμανθὲν ἐξικμασθῇ, μέλαινα. γίνεται δέ ποτε μέλαινα καὶ ἡ ξανθὴ κατοπτηθεῖσα. διττὸς γὰρ δὴ καὶ ταύτης ἐδείχθη τῆς γενέσεως ὁ τρόπος.
Ἅπαντες οὖν οἱ ἐπὶ μορίοις τισὶ πεπονθόσι πυρετοὶ τῶν εἰρημένων τινὰ χαρακτήρων, ἢ ἁπλοῦν ἢ σύνθετον, ἕξουσιν, ἁπλοῦν μέν, ὅταν ἱκανῶς κρατήσῃ τῶν ἄλλων εἷς χυμός, οὐχ ἁπλοῦν δέ, ἐπειδὰν ἐμφαίνηται τοῦ μιχθέντος ἡ δύναμις. ἐνίοτε δ' οὐκ ἐμφαίνεται μόνον ἀλλὰ καὶ κατ' ἴσον ἰσχύει θατέρῳ καί ποτε καὶ οἱ τρεῖς ἅμα μίγνυνται ταῖς δυνάμεσιν ἴσοι. ἀλλ' ὥσπερ τὸν ἀκριβῶς ἐπιστάμενον [695] ἰδίᾳ γνωρίζειν οἶνον καὶ μέλι καὶ ὕδωρ οὐδ' ἡ κρᾶσις αὐτῶν λανθάνει, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον οὐδ' ὅστις ἰδίᾳ τῶν εἰρημένων ἕκαστον πυρετῶν οἷός τ' ἐστὶ γνωρίζειν ἀκριβῶς οὐκ ἀγνοήσει τὴν μίξιν. ὅθεν ἀρχὴ πάντων ἐστὶ τῶν τοιούτων ἀρίστη τοὺς τρεῖς ἐκείνους πυρετοὺς δύνασθαι γνωρίζειν ἀκριβῶς, ἀμφημερινὸν καὶ τριταῖον καὶ τεταρταῖον. ὅμοιοι γὰρ αὐτοῖς ἀκριβῶς εἰσι καὶ οἱ παρακείμενοι συνεχεῖς. οὔκουν εἰς πολλοὺς καὶ ἀσαφεῖς σκοποὺς ἀλλ' εἰς ὀλίγους τε καὶ σαφεῖς ἅπασαν ἀνήγαγόν σοι τὴν ἄσκησιν. ἐν τούτοις γὰρ γυμνασάμενος οὐ χαλεπῶς ἐν ταῖς πρώταις τῶν ἡμερῶν διαγνώσῃ τὸν χαρακτῆρα τῆς νόσου.
Τὰ μὲν δὴ δύο γένη τῶν πυρετῶν ὅπως ἄν τις ἐξ ἀρχῆς γνωρίζοι λέλεκται. λέγω δὲ δύο γένη τῶν πυρετῶν τό τ' ἐπὶ μορίοις τισὶ πεπονθόσι καὶ τὸ τῶν χυμῶν μόνων ‹διασαπέντων› ἐξαπτόμενον. ἐφεξῆς ἂν εἴη λέγειν ὑπὲρ τοῦ τρίτου γένους τῶν πυρετῶν οὓς ἐφημέρους ἔφαμεν ὀνομάζεσθαι. τοῦ πνεύματος δ' αὐτοῦ μόνου παθήμαθ' ὑπάρχουσιν [696] οὗτοι χωρὶς χυμῶν σηπεδόνος ἢ μορίου φλεγμονῆς ἔξω τῶν ἐπὶ βουβῶσιν. αἱ προφάσεις δ' αὐτῶν τῆς γενέσεως ἀγρυπνία καὶ ἀπεψία καὶ λύπη καὶ φόβος καὶ θυμὸς καὶ φροντὶς ἔγκαυσίς τε καὶ ψῦξις καὶ κόπος καὶ μέθη καὶ πάνθ' ὅσα τοιαῦτα. πῶς οὖν χρὴ καὶ τούτους γνωρίζειν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἐφεξῆς δίειμι.
Κοινῇ μὲν ἁπάντων ὁ σφυγμὸς εἰς τάχος ἐπιδιδοὺς καὶ πυκνότητα, πολλάκις δὲ καὶ μέγεθος ἀκριβῶς ἀποσώζει τὴν κατὰ φύσιν ὁμαλότητά τε καὶ μαλακότητα καὶ τάξιν. ὡσαύτως δὲ καὶ τὰ οὖρα τὰ μὲν ἐναιωρήματα χρηστά, τὰ δ' ὑποστάσεις ἴσχει, τὰ δὲ νεφέλας, εὔχροα δὲ πάντα, καθάπερ καὶ ἡ θερμασία πάντως μὲν ἀτμώδης ἐστίν, ἀλλὰ τοῖς μὲν εὐθὺς ἐν τῇ πρώτῃ τῆς ἁφῆς ἐπιβολῇ, τοῖς δ' ἐξ ὑστέρου, καὶ πάντ' αὐτῶν ἄπεστι τὰ κακοήθη συμπτώματα περὶ ὧν Ἱπποκράτης ἐδίδαξεν ἡμᾶς ἐν τῷ Προγνωστικῷ. ταῦτα μὲν οὖν ἁπάντων ἐστὶ κοινὰ σημεῖα τῶν ἐφημέρων πυρετῶν, ἴδια δ' ἑκάστου ἅπερ εἴρηται μοι κἀν τῷ πρώτῳ τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν.
Ἄρξομαι [697] δὲ καὶ νῦν ἀπὸ τῶν ψυχικῶν παθῶν τοῦ λόγου, φροντίδος καὶ φόβου καὶ θυμοῦ καὶ λύπης. εἰ μὲν δὴ μενόντων ἔτι τῶν τῆς ψυχῆς παθῶν ἡ ἐπίσκεψις γένοιτο, διὰ τῶν σφυγμῶν μάλιστα πειρᾶσθαι διαγινώσκειν, ὡς ἐν τοῖς περὶ σφυγμῶν γέγραπται, μετὰ τούτους δὲ καὶ τὴν ἀπὸ τῶν ἄλλων ἐπάγειν διάγνωσιν. εἰ δ' αὐτὰ μὲν εἴη πεπαυμένα, μένοι δ' ἡ διάθεσις, ἀμυδρὸν μέν τι κἀν τοῖς σφυγμοῖς εὑρήσεις γνώρισμα τῶν ποιησάντων τὸν πυρετὸν παθῶν, ἀποχρήσει δέ σοι καὶ χωρὶς τῶν σφυγμῶν τὰ λοιπά. κοινῇ μὲν γὰρ ἅπασι πυρρότερα τὰ οὖρα, πρόσεστι δὲ τοῖς μὲν διὰ λύπην δριμύτης μᾶλλον ἢ πλῆθος θερμασίας ὡς τοῖς γε διὰ θυμὸν ἔμπαλιν. ἀλλὰ καὶ ἡ ἰσχνότης τοῦ σώματος ἐπιδηλοτέρα τοῖς λυπηθεῖσιν ἢ φροντίσασι καὶ ἡ τῶν ὀφθαλμῶν κοιλότης καί τις ἀήθης ἄχροια. ταῦτα μὲν δὴ καὶ τῶν ἄλλως ὁπωσοῦν φροντισάντων κοινά, μάλιστα δὲ τοῖς ὀφθαλμοῖς διορίζειν. ἔνεστι γὰρ κἀκ τούτων τεκμήρασθαι κἀν τοῖς ὑγιαίνουσι μὲν τὸ τῆς ψυχῆς ἦθος, καὶ νοσούντων δὲ σαφέστερα τὰ σημεῖα [698] τῷ γε δυναμένῳ συνορᾶν. οὕτως μὲν δὴ τοὺς διὰ μαθήματα καὶ θεωρίαν τινὰ φροντίσαντας τῶν λυπηθέντων διακρίνειν προσήκει, τοὺς δ' ἐπ' ἀγρυπνίαις διορίζει μὲν καὶ τὸ τῆς ἀχροίας εἶδος (ὕποιδον γάρ ἐστιν αὐτοῖς τὸ πρόσωπον), καὶ αἱ τῶν ὀφθαλμῶν δὲ κινήσεις δῆλαι (μόλις γὰρ ἐπαίρουσι τὰ βλέφαρα), καὶ ἡ ὑγρότης δέ (ξηροὶ γὰρ γίνονται τοῖς λυπηθεῖσιν ἢ φροντίσασιν), ἡ κοιλότης δὲ κοινὸν ἁπάντων σύμπτωμα, λύπης, ἀγρυπνίας, φροντίδος, οὐ μὴν ἤδη γε καὶ θυμοῦ. τούτῳ γὰρ οὔτε τὰ τῆς κοιλότητος τῶν ὀφθαλμῶν οὔτε τὰ τῆς ἀχροίας ἐπίδηλα καὶ ἡ θερμασία πλείων τε καὶ ὠκέως ἐκ τοῦ βάθους ἀναφερομένη καὶ τὸ μέγεθος τῶν σφυγμῶν οὐ καθαιρεῖται καθάπερ ἐπ' ἀγρυπνίας τε καὶ λύπης καὶ φροντίδος. ὥστε θυμὸν μὲν καὶ πάνυ σαφῶς αὐτῶν διοριεῖς, ἀλλήλων δ' ἐκεῖνα καθότι προείρηται.
Τῶν δ' ἐπὶ κόποις πυρεττόντων τὸ δέρμα ξηρότερον ἤπερ ἄλλῳ τινὶ τῶν ἐφημέρων πυρετῶν. ἀλλὰ τοῦτο μὲν ἅπασι τοῖς ἐπὶ κόπῳ πυρέξασι κοινὸν ἔν γε τῷ μέχρι τῆς ἀκμῆς τοῦ [699] παροξυσμοῦ χρόνῳ, τὸ δ' ἀπὸ τοῦδε τοῖς πλείστοις μέν, ὅσοι γε μὴ ὑπερεπόνησαν, ἰκμάδες τινὲς ἢ ἀτμὸς θερμὸς ἐκ τοῦ βάθους ἀναφέρεται, τισὶ δὲ κἀν τοῖς μετὰ τὴν ἀκμὴν χρόνοις ἡ ξηρότης παραμένει. γίνεται δὲ τοῦτο μάλιστα τοῖς ὑπερπονήσασιν ἢ ψυχθεῖσιν ἢ ἐγκαυθεῖσιν ἅμα τῷ κόπῳ. καὶ μὲν δὴ καὶ τὰ τῶν σφυγμῶν οὐχ ὡσαύτως ἐν ἀμφοτέροις ἔχει. μικροὶ μὲν γὰρ τοῖς ὑπερπονήσασι, μεγάλοι δ' εἰσὶ τοῖς ἄλλοις.
Οἱ δ' ἐπὶ πυκνώσει τοῦ δέρματος γινόμενοι πυρετοί (πυκνοῦται δ' ἢ ψυχόμενον ἢ ποιότητος στρυφνῆς ἀήθους αὐτῷ προσπεσούσης, οἷόν τι καὶ τῷ λουσαμένῳ ἐν ὕδατι τῷ στυπτηριώδει ἐγένετο) οὗτοι μόνοι πάντων πυρετῶν στεγνόν εἰσι πάθος. ἔνεστι δ' αὐτοὺς τῇ ἁφῇ διαγινώσκειν ὥσπερ καὶ τοὺς αὐχμώδεις τῶν πυρετῶν καὶ τοὺς ἐπὶ τοῖς κόποις καὶ τοὺς ἐπ' ἐγκαύσεσιν. οὐ γὰρ ἂν οὐδ' ἡ τούτων πύκνωσις ἁφὴν γεγυμνασμένην διαλάθοι. ἀτὰρ οὖν καὶ ἡ τῆς θερμασίας κίνησις ἐπαναδιδοῦσά πώς ἐστι, πραεῖα μὲν κατὰ τὴν πρώτην ἐπιβολὴν φαινομένη, δριμεῖα δ' εἰ χρονίσαις ἐπὶ πλέον γινομένη. οὐ [700] μὴν οὐδὲ τὰ οὖρα πυρρὰ τοῖς τοιούτοις οὐδ' ὁ τοῦ σώματος ὄγκος συμπέπτωκεν. οὔκουν οὐδ' οἱ ὀφθαλμοὶ κοῖλοι καὶ ξηροὶ γίνοιντ' ἄν, ἀλλ' ἔστιν οἷς ὑγρότεροί τε καὶ προπετέστεροι δόξουσιν εἶναι τῶν κατὰ φύσιν, οὐδ' οἱ σφυγμοὶ μικρότεροι καθάπερ ἐπὶ λύπης καὶ φροντίδος καὶ ἀγρυπνίας καὶ τοῖς ἄγαν ἀμέτροις γυμνασίοις χρωμένοις.
Τῶν δ' ἐπὶ βουβῶσι πυρετῶν ἐφημέρων οἱ σφυγμοὶ μέγιστοι γίνονται καὶ ὠκεῖς καὶ πυκνοὶ καὶ ἡ θερμασία πολλὴ καὶ μετὰ τὴν ἀκμὴν εὐθὺς ἐκ τοῦ βάθους ἀναφέρεταί τις ἰκμάς, θερμὴ μὲν ἀλλ' ἡδεῖα. τὸ γὰρ δριμὺ καὶ δάκνον ἥκιστα πάντων πυρετῶν τοῖς τοιούτοις ὑπάρχει καὶ τὸ πρόσωπον ἐρυθρὸν αὐτοῖς γίνεται τοὐπίπαν καὶ ἐν ὄγκῳ μείζονι καὶ τὰ οὖρα ὑπόλευκα.
Κοινὸν δὲ τοῖς τοιούτοις ἅπασι πυρετοῖς τοῖς ἐφημέροις ἡ ὁμαλότης τοῦ σφυγμοῦ. παντελῶς γὰρ ἐξ αὐτῶν ὀλίγοι τινὲς τὴν κατὰ μίαν πληγὴν ἀνωμαλίαν ἐμφαίνουσιν, ἀλλ' οὐδ' οὗτοι πάνυ σαφῶς οὐδ' ἐναργῶς.
Εἴρηταί μοι καὶ τὰ τῶν ἐφημέρων πυρετῶν γνωρίσματα. περὶ [701] δὲ τῶν ἑκτικῶν οὐ νῦν καιρός. οὐδεὶς γὰρ ἐν ταῖς πρώταις ἡμέραις ἀλλ' ἐν τῷ χρόνῳ προιόντι τοιοῦτος ἀποτελεῖται· ὥστε περὶ μὲν ἐκείνων ἐν τοῖς ἐφεξῆς εἰρήσεται, νυνὶ δὲ καταπαύσω τὸν παρόντα λόγον ἐν τῷδε.
[702] Πρόκειται μέν, ὡς καὶ πρόσθεν ἐλέγετο, πάσης ἐν νόσῳ μεταβολῆς διαγνώσεις μὲν παρούσης, μελλούσης δ' ἔσεσθαι προγνώσεις εἰπεῖν. ἐπεὶ δ' ἑξαχῶς αὗται γίνονται, πειρατέον ὑπὲρ ἑκάστης ἰδίᾳ διελθεῖν αὐτὸ τοῦτο πρότερον ἀναμνήσαντας ὡς ἕξ εἰσιν αἱ πᾶσαι διαφοραὶ τῶν ἐν ταῖς νόσοις μεταβολῶν. ἢ γὰρ ἐξαίφνης εἰς ὑγείαν μεταπίπτουσιν ἢ ἐξαίφνης ἀποκτείνουσιν ἢ κατὰ βραχὺ τούτων ἑκάτερον ἢ μιχθῶς γίνεται, κατὰ βραχὺ μὲν ἤτοι τῆς νόσου [703] μαρανθείσης ἢ τῆς τοῦ κάμνοντος δυνάμεως καταλυθείσης, μικτῶς δ' ἐπειδὰν ἀθρόα μέν τις ἐπὶ τὸ κρεῖττον ἢ χεῖρον γένηται μεταβολή, τοὐντεῦθεν δ' ἕως παντελοῦς λύσεως ἢ θανάτου τὸ ὑπόλοιπον ἅπαν ἀπομαρανθῇ. περὶ πρώτης οὖν τῆς ἐξαιφνιδίου μεταβολῆς εἰς ὑγείαν εἴπωμεν ὅτι τε πασῶν ἐστι τῶν εἰρημένων ἀρίστη (καὶ διὰ τοῦτ' αὐτὴν ἐξαιρέτως ὀνομάζουσι κρίσιν), ὅτι τε τῆς φύσεως ἀκριβῶς κρατούσης ἁπάντων τῶν παρὰ φύσιν ἀποτελεῖται. τῶν δ' ἄλλων μεταβολῶν ἡ μὲν εἰς ὀξὺν θάνατον τελευτῶσα κακὴ κρίσις, αἱ δ' ἀξιόλογον μέν τινα ποιησάμεναι τὴν ῥοπήν, οὐ μὴν τελείαν γε λύσιν, ἐλλιπεῖς κρίσεις ὀνομάζονται, ὥσπερ οὖν καὶ ὅσαι κατὰ βραχὺ μαρανθείσης ἢ τῆς δυνάμεως ἢ τῆς νόσου γίνονται, καὶ αἵδε λύσεις ἁπλῶς, οὐ κρίσεις ὀνομάζονται.
Μόνη τοίνυν ἁπλῶς κρίσις ἡ εἰς ὑγείαν ὀξύρροπος μεταβολὴ προσαγορεύεται καὶ γίνεται μὲν πάντως ἐπὶ φανεραῖς τισιν ἐκκρίσεσιν ἢ ἀξιολόγοις ἀποστάσεσιν (ὅσα γὰρ ἄλλως ἐρραστώνησεν, ὑποτροπιάζει [704] κακοηθέστερον), ἡγεῖται δὲ τῶν ἐκκρίσεών τε καὶ ἀποστάσεων τούτων οὐ σμικρὰ ταραχὴ κατὰ τὸ τοῦ κάμνοντος σῶμα. καὶ γὰρ δυσφορίαι καὶ ἀγρυπνίαι καὶ παραφροσύναι καὶ κώματα καὶ δύσπνοιαι καὶ σκοτόδινοι καὶ δυσαισθησίαι καὶ ἀλγήματα κεφαλῆς καὶ τραχήλου καὶ στομάχου καὶ πολλῶν ἄλλων μορίων, ἐνίοις δὲ καὶ ὤτων ἦχοι καὶ μαρμαρυγαὶ πρὸ τῶν ὀφθαλμῶν φαίνονται καὶ δάκρυον ἀκούσιον ἐκρεῖ καὶ οὖρον ἴσχεται καὶ χεῖλος σείεται καὶ ἄλλο τι τρομῶδες γίνεται καὶ λήθη καὶ ἄγνοια τῶν παρόντων καὶ ῥῖγος σφοδρὸν ἐμπίπτει καὶ τοὐπίπαν ὁ παροξυσμὸς προεισβάλλει τῆς συνήθους ὥρας καὶ καῦμα πολὺ καὶ δίψος ἀφόρητον ἕπεται καὶ βοῶσι καὶ ἀναπηδῶσιν ὥσπερ ἔμπληκτοι καὶ τὸ τῆς κατακλίσεως σχῆμα φυλάττειν οὐ δύνανται κἄπειτ' ἐξαίφνης ἱδρὼς ἐξέβρασε πολὺς ἤ τις ἔμετος οὐκ ὀλίγος ἐπηκολούθησεν ἢ γαστὴρ ἀθρόως κατέρρηξεν ἢ λάβρως αἱμορραγοῦσιν ἢ καὶ πάνθ' ἅμα συμπίπτει καὶ φόβος ἐπικρέμαται τοῖς ὁρῶσιν οὐ μικρός. κἀν τούτῳ τις ἰδιώτης παρὼν ὑπ' αὐτοῦ τοῦ [705] πράγματος ἀναγκασθεὶς ἐξεφώνησεν ὡς ὁ κάμνων κρίνοιτο περὶ τῆς ζωῆς. οὐ γὰρ δὴ ἰατρῶν γέ τις ἰδίως ἔθετο τῷ γινομένῳ τοὔνομα, ἀλλ' ἀνάγκη πᾶσα τὸν παραγενόμενον αὐτῷ ταραχθῆναί τε καὶ ῥῆξαι φωνὴν καὶ κρίσιν ὀνομάσαι τὸ γινόμενον. ἰατροῦ γε μήν ἐστι γενναίου μήτε ταράττεσθαι μήτ' ἀγνοεῖν τὸ μέλλον ἀποβήσεσθαι, κάλλιον δ' εἰ καὶ προγινώσκειν ἐσομένην κρίσιν ἀσκήσειεν. οὐδὲ γὰρ πόρρω που τὸ διαγινώσκειν τὴν ἤδη παροῦσαν ἐς ὅ τι τελευτήσει τοῦ προγινώσκειν ἐσομένην ἐστίν, ἀλλ' ἐκ τῆς αὐτῆς θεωρίας ἄμφω κατορθοῦται.
Καὶ πάντ' ἤδη λέλεκταί μοι ταῦτα, τὰ μὲν ἐν τῷ πρώτῳ τῶν περὶ κρισίμων ἡμερῶν ὑπομνήματι, τὰ δ' ἐν τοῖς προηγουμένοις τοῦδε δυσί. λέξω δὲ καὶ νῦν αὐτὰ διὰ κεφαλαίων ἅπαντα, τά τε τὴν παροῦσαν ἤδη κρίσιν ὁποία τίς ἐστι δηλοῦντα καὶ τὴν μέλλουσαν ἔσεσθαι προδηλοῦντα. πρῶτον μὲν δὴ καὶ μέγιστον ἁπάντων τὸ ἐπισκέπτεσθαι τοὺς πεπασμοὺς ἐξ οὔρων τε καὶ διαχωρημάτων καὶ πτυσμάτων· ὡς ἔγωγε μυρίαις ἤδη κρίσεσι παραγενόμενος οὐδέποτ' ἐθεασάμην [706] ἀπολόμενον οὐδένα τῶν ἐπὶ πεπασμοῖς κριθέντων. οὐ μὴν τὴν ἴσην γ' ἀξίαν ἀπονέμειν ἅπασι χρὴ τοῖς σημείοις, ἀλλ' ἐν μὲν τοῖς κατὰ θώρακά τε καὶ πνεύμονα πάθεσι προσέχειν μὲν μάλιστα τὸν νοῦν τοῖς πτύσμασι, μὴ μέντοι γε μηδὲ τῶν οὔρων τῆς ἐπισκέψεως ἀμελεῖν, προσεπιβλέπειν δὲ καὶ τὰ διαχωρήματα, πυρεττόντων δὲ μόνον ἄνευ σπλάγχνου διαθέσεως ἤ τινος τῶν καθ' ἧπαρ ἢ νεφροὺς ἢ κύστιν ἢ σπλῆνα φλεγμαίνοντος τοῖς οὔροις μάλιστα προσέχειν τὸν νοῦν, ὥσπερ εἰ καὶ τὰ κατὰ γαστέρα πεπόνθασι, τοῖς διαχωρήμασι μὲν πρῶτον, οὐκ ἀμελητέον δ' οὐδὲ τῶν οὔρων. ἀεὶ γὰρ ὁπόταν ᾖ ὁ πυρετὸς εἴτ' ἐπὶ χυμοῖς μόνοις σηπομένοις ἀναπτόμενος εἴτ' ἐπὶ μορίῳ φλεγμαίνοντι συνεπόμενος, εἰς οὖρα μάλιστά σε βλέπειν ἀξιῶ κἀντεῦθεν γνωρίζειν τοὺς πεπασμούς, ὡς ἔμπροσθεν εἴρηται. Πρῶτον μὲν δὴ καὶ μέγιστον κρίσεως ἀγαθῆς σημεῖον ἐνεστώσης οἱ πεπασμοί, δεύτερον δὲ τὸ προδεδηλῶσθαι διά τινος τῶν ἐπιδήλων, ᾗ συνῆπται τῆς κρινούσης ἡμέρας ἡ δύναμις, ἐφεξῆς δὲ τὸ εἶδος τοῦ νοσήματος αὐτοῦ καὶ τὸ ἦθος (εἶδος μὲν εἰ τριταῖος ἢ ἀμφημερινὸς [707] ἢ καῦσος ἢ πλευρῖτις ἢ περιπνευμονία, ἦθος δ' εἰ μέτριον καὶ ἐπιεικὲς ἢ πονηρόν τε καὶ κακόηθες), ἐφεξῆς δὲ τούτοις εἰ κατὰ τὴν τοῦ νοσήματος ἰδέαν ἡ κρίσις εἴη. εἰ μὲν γὰρ καῦσος εἴη ὁ πυρετός, ἢ αἱμορραγείτω διὰ ῥινῶν ἢ ῥιγώσας σφοδρῶς ἱδρούτω πολλῷ καὶ θερμῷ δι' ὅλου τοῦ σώματος ἢ ἐμείτω τε καὶ διαχωρείτω χολώδη, παραπλησίως δὲ καὶ ὁ τριταῖος ἐμέτοις τε καὶ διαχωρήμασι χολώδεσι καὶ ἱδρῶτι πολλῷ δι' ὅλου τοῦ σώματος κρινέσθω, φλέγμα δὲ συχνὸν ἐν ἀμφημερινοῖς ἐκκενούσθω καὶ πολλοὶ γινέσθωσαν ἱδρῶτες ἐν ὅλῳ τῷ σώματι. κρίνει δὲ καὶ φρενῖτιν ἱδρὼς χρηστός, καὶ μᾶλλον εἰ ἐκ τῆς κεφαλῆς πολὺς καὶ θερμὸς ἐκρέοι σύμπαντος ἱδροῦντος τοῦ σώματος. ἀλλὰ καὶ δι' αἱμορραγίας τῆς ἐκ ῥινῶν ἔστιν ὅτε φρενῖτις ἐκρίθη βεβαίως. οὐ μὴν λήθαργος ἢ περιπνευμονία χαίρουσιν αἱμορραγίαις. ἐν μέσῳ δ' αὐτῶν ἐστι πλευρῖτις. ἧττον μὲν γὰρ ἢ καῦσος καὶ φρενῖτις, μᾶλλον δ' ἢ περιπνευμονία καὶ λήθαργος λύεται αἱμορραγίαις. λύει δὲ [708] καὶ σπληνὸς καὶ ἥπατος φλεγμονὰς αἱμορραγία διὰ ῥινῶν, ἐπειδὰν ἅμα πυρετοῖς ὀξέσι φλεγμαίνῃ τὰ σπλάγχνα, καὶ πάσας δὲ τὰς καθ' ὑποχόνδρια φλεγμονὰς τὰς θερμὰς καὶ ὀξείας ἡ διὰ ῥινῶν αἱμορραγία κρίνει. χρὴ δὲ κατ' εὐθυωρίαν αἱμορραγεῖν, ἐκ δεξιοῦ μὲν μυκτῆρος ἐφ' ἥπατί τε καὶ τοῖς κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἐξ ἀριστεροῦ δ' ἐπί τε σπληνὶ καὶ τοῖς κατ' αὐτὸν μορίοις. ὀνίνησι δὲ καὶ ἱδρὼς χρηστὸς ἁπάσας τὰς καθ' ὑποχόνδρια φλεγμονάς. ἥπατος δὲ τὰ μὲν κυρτὰ φλεγμαίνοντα τρισὶν ὑπακούει μάλιστα τρόποις κρίσεως, αἱμορραγίαις ἐκ μυκτῆρος δεξιοῦ καὶ ἱδρῶσι χρηστοῖς καὶ οὔροις πολλοῖς, τὰ δὲ σιμὰ διαχωρήμασί τε χολώδεσι καὶ ἱδρῶσιν, ἔστι δ' ὅτε καὶ ἐμέτοις. ἐκκαθαίρεσθαι δὲ δι' οὔρων ἐθέλει πολὺ δὴ μᾶλλον ἔτι τῶν κυρτῶν τοῦ ἥπατος ἅπανθ' ὅσα κατὰ νεφροὺς καὶ κύστιν ἐπόνησεν, ὥσπερ γε τὰ κατὰ θώρακα καὶ πνεύμονα πτύσμασιν. οἱ δ' ἱδρῶτες ἅπασι τε πυρετοῖς οἰκεῖοι καὶ μᾶλλον τοῖς περικαέσιν, ἐπωφελοῦσι δ' οὐ σμικρὰ [709] καὶ τὰς ζεούσας φλεγμονάς, ὅταν, ὡς εἴρηται καὶ πρόσθεν, ἐπὶ πεπασμοῖς γίνωνται. ἤδη δὲ καὶ τοὺς ἀμφημερινοὺς κρίνουσι σὺν ἐμέτοις τε καὶ διαχωρήμασι φλεγματώδεσι καὶ τοὺς τεταρταίους, εἰ μέλανα σὺν αὐτοῖς ἐκκενοῖτο καὶ ποικίλα, καὶ τοὺς ἡμιτριταίους, εἰ χολώδη θ' ἅμα καὶ φλεγματώδη. κρίνουσι δὲ καὶ παρωτίδες ληθάργους τε καὶ τὰ περὶ τὴν κεφαλὴν ἅπαντα καὶ τἄλλα ἀποσκήμματα τοὺς χρονίζοντας ἅπαντας πυρετοὺς κρίνειν ἀσφαλῶς εἴωθεν. ἀλλ' οὔπω περὶ τῶν χρονίων πρόκειται λέγειν. αἱ γὰρ ἐξαιφνίδιοι μεταβολαὶ τῶν ὀξέων εἰσίν, ὧν τὴν ἀρίστην διηγοῦμαι νῦν ὁποία τίς ἐστιν, ὅτι τε πάντως οὐκ ἄνευ πεπασμοῦ ὅτι τε κατά τινα τῶν κρισίμων ἡμερῶν γινομένη καὶ προσέτι διὰ τῆς ἐπιδήλου προδεδηλωμένη καὶ μέντοι καὶ τὸ τῆς κρίσεως εἶδος οἰκεῖον τῷ νοσήματι ποιουμένη.
Προσεπιβλέπειν δ' ἐνταῦθα κελεύω σε καὶ τὴν ἡλικίαν τοῦ κάμνοντος καὶ τὴν φύσιν καὶ τὴν προγεγενημένην δίαιταν καὶ τὸ χωρίον ἐν ᾧ νοσεῖ καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὴν ἐνεστῶσαν κατάστασιν. εἰ μὲν γὰρ ὥσπερ τὸ νόσημα χολῶδες εἰ τύχοι καὶ τούτων ἕκαστον ὁμοίως εἴη χολῶδες, ἐκκαθαίρεσθαι χρὴ χολὴν ἐν ταῖς [710] κρίσεσιν, ὥσπερ εἰ καὶ φλέγμα πλεονεκτεῖ, κενοῦσθαι προσήκει φλέγμα. ποικίλων δ' ἐπικρατούντων χυμῶν ποικίλην εἶναι χρὴ τὴν κένωσιν. ἐπειδὰν δέ σοι ταῦτα σύμπαντα καλῶς ᾖ διηκριβωμένα, παρακολουθεῖν ἤδη σε χρὴ τοῖς ἀποβαίνουσιν. εἰ μὲν γὰρ ὅ τε πυρετὸς λύοιτο κρινομένῳ τῷ κάμνοντι καὶ τῶν ἄλλων ἀπαλλάττοιτο συμπτωμάτων εὐχρούστερός τε γίνοιτο πρὸς λόγον τῆς κενώσεως εὐσφυκτότερός τε καὶ ἰσχυρότερος ἐν ταῖς διαναστάσεσιν, αὕτη μὲν ἡ ἀρίστη κρίσις ἐστίν, εἰ δέ τι τούτων ἐλλείπει, τοσοῦτον ἀποδεῖ τῆς ἀρίστης ἡλίκη τοῦ λείποντος ἡ δύναμις.
Οὕτω μὲν χρὴ διαγινώσκειν ἐνεστῶσαν ἀρίστην κρίσιν, ἔσεσθαι δὲ μέλλουσαν ὧδε· τὴν τοῦ νοσήματος ἐπισκέπτεσθαι φύσιν, εἴτε πικρόχολός ἐστιν εἴτε φλεγματώδης εἴτε μελαγχολικὴ εἴτε μικτή (γέγραπται δ' ἐν τῷ πρὸ τούτου λόγῳ τὰ γνωρίσματα), δεύτερον δ' ἐπὶ τούτοις τήν θ' ὥραν τοῦ ἔτους καὶ τὴν τοῦ κάμνοντος ἡλικίαν καὶ τὴν κρᾶσιν ὅσα τ' ἄλλα τῆς αὐτῆς ἔχεται συστοιχίας, [711] ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἴρηται, καὶ χρὴ κἂν ἓν ἐξ αὐτῶν ποτε ῥηθῇ καὶ τῶν μὴ ῥηθέντων ἀναμιμνήσκεσθαι (μακρὸν γὰρ ἀεὶ διέρχεσθαι σύμπαντα), μετὰ δὲ ταῦτα σκοπεῖσθαι τὰς περιόδους τῶν παροξυσμῶν, εἴτε διὰ τρίτης εἴτε διὰ τετάρτης εἴτε καθ' ἑκάστην ἡμέραν εἴτε μηδ' ὅλως γίνονται, καθάπερ ἐπὶ τῶν συνόχων ἰδίως ὀνομαζομένων ἐστὶν ἰδεῖν· εἰ μὲν γὰρ ἐπείγοιντο καὶ προλαμβάνοιεν ἀεὶ τῆς ἀναλόγου ὥρας καὶ σφοδρότεροι γίνοιντο πολλῷ καὶ διὰ τρίτης ἀπαντῷεν, ἐν τάχει κριθήσεσθαι δηλοῦσιν, εἰ δ' ἀργῶς κινοῖντο καὶ τὴν αὐτὴν ὥραν εἰσβάλλοιεν ἐφ' ἑκάστῃ τε γίνοιντο ἡμέρᾳ, μετὰ πλείονα χρόνον ἔσεσθαι σημαίνουσι τὴν κρίσιν. ἐπὶ δὲ τούτοις ἑξῆς, ὅπερ δὴ καὶ μέγιστόν ἐστι, τοὺς πεπασμοὺς ὁρᾶν καὶ τούτων μάλιστα ταῖς ἀξιολόγοις μεταβολαῖς προσέχειν τὸν νοῦν. εἰ γὰρ ἐν ἐπιδήλοις ἡμέραις γίνοιντο, τὰς ἐφεξῆς αὐτῶν κρισίμους ἀπαλλάξειν τῆς νόσου τὸν ἄνθρωπον ἐπαγγέλλονται. καθόλου γάρ, ὡς κἀν τοῖς ἔμπροσθεν εἴρηται λόγοις, ἡ σύμπασα κατάστασις τῆς νόσου διὰ τῶν εἰρημένων τεττάρων γενῶν γνωρίζεται περὶ ὧν ἔφαμεν [712] ἐν Ἀφορισμοῖς διειλέχθαι τὸν Ἱπποκράτην τόνδε τὸν τρόπον· "τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες", εἶτ' ἐφεξῆς φησι· "ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν οἷον ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δ' ὕστερον ἐπιφαίνηται, μηκύνει." διηγησάμεθα δ' ἐπὶ πλεῖστον ἐν τῷ πρώτῳ γράμματι περί τε τῶν ἐπιφαινομένων τούτων σημείων, ἃ δὴ τὴν πέψιν ἐνδείκνυται τῆς νόσου, καὶ ὅπῃ διαφέρει τῶν κρισίμων ὀνομαζομένων σημείων τε καὶ συμπτωμάτων.
Εἴπερ οὖν ἐκείνων μνημονεύεις, ἐλπίζω σε ῥᾳδίως ποιήσειν ἐν τῷδε τῷ λόγῳ προγνωστικόν τε καὶ διαγνωστικὸν ἀρίστης κρίσεως. αἱ μὲν γὰρ ἄλλαι στοχασμῷ τινι τεχνικῷ προγινώσκονται, τὴν δ' ἀρίστην κρίσιν, ἣν δὴ καὶ μόνην ἁπλῶς ὀνομάζεσθαι κρίσιν ἔφαμεν, οὐδὲ στοχαστικῶς ἄν τις ἀλλὰ βεβαίως προγινώσκοι. πάντα γὰρ ἐπὶ τῶν τοιούτων νοσημάτων εὐθὺς ἐξ ἀρχῆς ἀκίνδυνα φαίνεται τὰ σημεῖα.
[713] τελέως μὲν οὖν ὄντα τοιαῦτα κατὰ τὴν πρώτην τετράδα τὴν κρίσιν ἐπαγγέλλεται, καθότι καὶ Ἱπποκράτης ἐδίδαξεν ἐν τῷ Προγνωστικῷ λέγων ὧδε· "οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων γινόμενοι τεταρταῖοι παύονται ἢ πρόσθεν." οὐ γὰρ ἐνδέχεται πυρετὸν οὔτε τὸν ἀσφαλέστατα πάντα κεκτημένον οὔτε τὸν ὀλεθριώτατα μὴ οὐ κατὰ τὴν πρώτην τετράδα τὸν μὲν λυθῆναι, τὸν δ' ἀποκτεῖναι, καθάπερ εἰ καὶ μικρὸν ἀποχωρήσειεν ὁ μὲν ἀπὸ τῶν ἐσχάτως ὀλεθρίων, ὁ δ' ἀπὸ τῶν ἄκρως σωτηρίων, οὐκ ἐνδέχεται τοὺς πυρετοὺς τούτους ἐξωτέρω προβῆναι τῆς ἑβδόμης ἡμέρας.
Τὸ δ' εἴτε σφοδρὰ καὶ ἀγωνιστικὴ γενήσεται κρίσις εἴτε μετρία εἴτ' οὐδ' ὅλως κρίσις ἀλλὰ λύσις ἁπλῶς οὐκ ἔτ' ἐκ τῶν ὀλεθρίων τε καὶ σωτηρίων σημείων ἀλλ' ἐξ ἄλλων προγινώσκεται. δύο δ' ἐστὶ καὶ τούτων τὰ γένη, μέγεθός τε καὶ κίνησις νοσήματος, ἐν οἷς πρώτοις εὐθὺς ἀκριβῶς χρὴ γεγυμνάσθαι καὶ διακρίνειν αὐτὰ δύνασθαι ῥᾳδίως ἤθους τε καὶ ἰδέας νοσήματος. ἀλλὰ τὴν μὲν ἰδέαν ὡς χρὴ διαγινώσκειν ἐν τῷ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων εἴρηται [714] (τριταῖός τε γὰρ καὶ ἀμφημερινὸς καὶ τεταρταῖος καὶ ἡμιτριταῖος καὶ πλευρῖτις καὶ περιπνευμονία καὶ φρενῖτις εἴδη νοσημάτων), εἰ δ' εὔηθες ἢ κακόηθες ἐκ τῶν ἑπομένων αὐτοῖς συμπτωμάτων ἡ διάγνωσις ἃ διεξῆλθεν ἅπαντα σχεδὸν Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ, τούτοις δὲ συγκαταριθμεῖν χρὴ καὶ τὰ τῆς ἀπεψίας τε καὶ τῆς πέψεως σημεῖα. μέγεθος δὲ καὶ κίνησις νοσήματος ἕτερα τούτων ἐστίν. βληχροὶ γὰρ ἐνίοτε καὶ μικροὶ πυρετοὶ κακοήθεις εἰσὶ σφόδρα καὶ ἄλλοι θερμοὶ καὶ περικαεῖς ὡς ἄσην θ' ἅμα καὶ καῦμα καὶ δίψος ἀφόρητον ἐπιφέρειν ὅμως οὐδὲν ἔχουσιν ἐνίοτε κινδυνῶδες. εἴρηται δὲ καὶ πρόσθεν ὡς εἴτε σφοδρότητά τις εἴτε μέγεθος ὀνομάζει νοσήματος οὐ διοίσει. τούτων δ' ἁπάντων ἡ κίνησις διαφέρει καὶ διαγινώσκεται τῷ χρόνῳ τῶν μερῶν τοῦ παροξυσμοῦ. τεττάρων γὰρ ἐν ἑκάστῳ παροξυσμῷ μορίων ὑπαρχόντων, ἀρχῆς τε καὶ ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς, ἤτοι ταχέως τις ἅπαντα ταῦτα διεξέρχεται πυρετὸς ἢ βραδέως ἢ τινὰ μὲν αὐτῶν θᾶττον, τινὰ δὲ βραδύτερον.
[715] εἰ μὲν οὖν ἅπαντα ταῦτα ταχέως διανύει, πρόδηλον ὡς ἐπὶ τὴν κρίσιν ἐπείγεται, καὶ πάντως ἐστὶ διαλείπων οὗτος. οὐ γὰρ ἐνδέχεται τὸν πάντα ταχὺ διεξιόντα μένειν ἔτι συνεχῆ, καθάπερ οὐδ' εἰ μηκύνει κατὰ πάντα τὰ μόρια, διαλείπειν ἂν ἔτι δύναιτο. δῆλον δ' ὡς τὸν μὲν εἰς ἀπυρεξίαν παυόμενον ὀνομάζω διαλείποντα, τοῦ δὲ συνεχοῦς πυρετοῦ πάντως μὲν ἕν γέ τι μεμήκυσται μόριον, ἔστι δ' ὅτε καὶ δύο καὶ τρία καὶ σύμπαντα· τοῦ μὲν ἰδίως ὀνομαζομένου πυρετοῦ συνόχου πολυχρόνιος ἡ ἀκμή, μᾶλλον δ' ἀκμὴ πᾶς ἐστιν ὁ τοιοῦτος πυρετός, τοῦ δὲ μὴ συνόχου μέν, οὐ μὴν εἰς ἀπυρεξίαν γε παυομένου πολυχρονιωτέρας μὲν τῶν ἄλλων μερῶν τῆς ἀκμῆς γινομένης ὀξεῖα ἡ κίνησις, ὀλιγοχρονιωτέρας δὲ βραδεῖα.
Διωρισμένης οὖν ἰδέας νοσήματος καὶ μεγέθους καὶ κινήσεως καὶ ἤθους καὶ τῆς μὲν ἰδέας ἐκ τῶν οἰκείων συμπτωμάτων γνωριζομένης, τοῦ δὲ μεγέθους ἐκ τοῦ κατὰ ταῦτα πηλίκου, τῆς δὲ κινήσεως ἐκ τοῦ χρόνου τῶν τοῦ παροξυσμοῦ μορίων, τοῦ δ' ἤθους ἐκ τῶν ἐπιγινομένων συμπτωμάτων, προσλαμβανομένων δὲ τούτοις ὥρας τε καὶ χώρας καὶ φύσεως [716] καὶ τῶν ὁμοίων, ὅτι μὲν σωθήσεταί τις ἢ τεθνήξεται πρὸς τρία ταῦτ' ἀποβλέπων ἐξευρήσεις, ἰδέαν, ἦθος καὶ μέγεθος, μάλιστα δ' ἐν τούτοις προσέχειν τῷ ἤθει, ὅτι δὲ κριθήσεται ἢ μὴ πρῶτον μὲν ἐκ τῆς κινήσεώς τε καὶ τοῦ μεγέθους, ἔπειτα δ' ἐκ τῆς ἰδέας, εἶτ' ἐκ τῆς κατὰ τὰς ὥρας τε καὶ τὰ τοιαῦτα συστοιχίας. ἐκ μέντοι τῶν ἐπιγινομένων οὐχ ἁπάντων ἀλλ' ὅσα μικρῷ πρόσθεν εἶπον ἀρχομέναις ἤδη ταῖς κρίσεσι συνεισβάλλειν ἢ βραχύ τι φθάνειν αὐτῶν, ἅπερ δὴ καὶ κρίσιμα σημεῖα καλοῦμεν ἰδίως. τριχῇ γὰρ τῶν ἐπιγινομένων νενεμημένων, εἴς τε τὰ δηλοῦν τὸ ἦθος πεφυκότα καὶ τὰ τὴν μέλλουσαν ἔσεσθαι κρίσιν ὑπόγυον ἔτι τε πρὸς τούτοις ὅσα μὴ μόνον ὡς σημεῖα κρίσεως ἀλλὰ καὶ ὡς αἴτια τιθέμεθα, τὸ μὲν πρῶτον ἐκ τῶν εἰρημένων γένος ἁπλοῦν ἐστιν (τὰ μὲν γὰρ αὐτῶν μοχθηρά, τὰ δὲ χρηστὰ τετύχηκεν ὄντα διὰ παντός), τὸ δὲ δεύτερόν τε καὶ τρίτον οὐκ ἀεὶ ταὐτὸν οὔτε δηλοῦν οὔτε ποιεῖν πέφυκεν, ἀλλὰ τοῖς τῆς νόσου καιροῖς ὑπαλλάττεται. λέλεκται δ' ἐπὶ πλεῖστον [717] ὑπὲρ ἁπάντων τούτων ἐν τῷ πρώτῳ γράμματι.
Σαφηνείας γοῦν ἕνεκα προκεχειρίσθω τις ἄρρωστος ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἐναργέστατα σωτηρίας ἔχων σημεῖα. πάντως μὲν οὖν τούτῳ κατὰ τὴν πρώτην τετράδα λυθήσεται τὸ νόσημα, πότερον δὲ κριθὲν ἢ λυθέν, μεγέθει τε καὶ σμικρότητι διορίζεται. τὰ μὲν γὰρ μεγάλα κρίνεται πάντως, ὅσα δὲ σμικρὰ λύεται μόνον. ἡ δ' ἡμέρα τῆς κρίσεως ἐκ τῆς κινήσεως εὑρεθήσεται. συνόχου μὲν γὰρ ὄντος τοῦ πυρετοῦ καὶ μηδενὸς πλημμεληθέντος (ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι) κατὰ τὴν τετάρτην ἡμέραν ἐλπίζειν ἔσεσθαι τὴν κρίσιν, εἰ δὲ συνεχὴς εἴη, τὸ μέγεθος ὁρᾶν χρὴ καὶ τὴν κίνησιν. ἐνδέχεται γὰρ κατὰ τὴν τρίτην ἢ καὶ πέμπτην ἡμέραν γενέσθαι τὴν κρίσιν, κατὰ μὲν τὴν τρίτην μεγάλου τε τοῦ νοσήματος ὄντος καὶ ταχέως κινουμένου, κατὰ δὲ τὴν πέμπτην, εἰ μὴ πάνυ μέγα μηδὲ ταχέως κινοῖτο. χρὴ γὰρ τὴν κρίσιν συνδραμεῖν τῷ παροξυσμῷ. καὶ οὕτω σπάνιόν ἐστι τὸ κατὰ τὴν κούφην κριθῆναι ὥστ' Ἀρχιγένης μὲν δὶς ἔοικεν αὐτὸ παρ' ὅλον ἑαυτοῦ τὸν βίον ἑωρακέναι, ἐγὼ δὲ μέχρι τοῦ νῦν ἅπαξ.
[718] καὶ τοῦτ' αἴτιόν ἐστιν, ὡς κἀν τοῖς περὶ κρισίμων εἴρηται, τοῦ τὴν κρίσιν πολλάκις ἐκ τῆς τετάρτης εἰς τὴν τρίτην τε καὶ εἰς τὴν πέμπτην μεθίστασθαι. τὸ μὲν γὰρ οὕτως ταχέως κρινόμενον νόσημα πάντως κάτοξυ, τοῖς κατόξεσι δὲ πᾶσιν ἤτοι συνόχους ἔχειν ἀνάγκη τοὺς πυρετοὺς ἢ συνεχεῖς μὲν ἀλλὰ διὰ τρίτης παροξυνομένους. οἱ μὲν δὴ σύνοχοι σπανιώτεροί τ' εἰσὶ καὶ μηδενὸς πλημμεληθέντος ἐν τῇ τετάρτῃ κρίνονται τῆς φύσεως ταῖς οἰκείαις περιόδοις ἐπὶ τὴν κρίσιν ἀφικνουμένης. ἔστι δὲ καὶ αὐτὸ τοῦτο τὸ μηδὲν πλημμεληθῆναι σπάνιον. οἱ δὲ συνεχεῖς ἐν τοῖς παροξυσμοῖς κρινόμενοι ἐν τῇ τρίτῃ τῶν ἡμερῶν εὐλόγως ἢ τῇ πέμπτῃ λύονται. εἰ γὰρ καὶ τῇ τετάρτῃ κριθεῖέν ποτε, τῷ λόγῳ τοῦ κατὰ τὴν τρίτην ἡμέραν παροξυσμοῦ τοῦτο πάσχουσιν. ὁ γὰρ περὶ τὴν ἑνδεκάτην ὥραν εἰ τύχοι τῆς τρίτης ἡμέρας εἰσβάλλων παροξυσμὸς ἤτοι διὰ τῆς τρίτης νυκτὸς ἢ διὰ τῆς τετάρτης ἡμέρας ἐπιφέρει τὴν κρίσιν. ὅταν οὖν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν (αὖθις γὰρ ῥητέον ταὐτά) θεασάμενός τι πέψεως ἐναργὲς γνώρισμα πάντων δηλονότι τῶν ἄλλων σημείων [719] ἀκινδύνων ὑπαρχόντων εἰδῇς μὲν ἤδη βεβαίως ὅτι περὶ τὴν πρώτην τετράδα τὴν λύσιν ἀνάγκη γενέσθαι τῷ νοσήματι, θεασάμενος δὲ τὸ μέγεθος αὐτοῦ προσεπιμάθῃς ὅτι καὶ μετὰ κρίσεως, ἐκ γοῦν τῆς κινήσεως χρή σε τοῦ νοσήματος ἢ τὴν τριταίαν ἢ τὴν τεταρταίαν ἢ τὴν πεμπταίαν ἐλπίζειν, εἰ μὲν πάνυ ταχέως κινοῖτο, τὴν τριταίαν, εἰ δὲ βραδύτερόν πως, τὴν πεμπταίαν, εἰ δὲ σύνοχος ὁ πυρετὸς εἴη, τὴν τεταρταίαν. συνεπιλαμβάνει δὲ τῷ μὲν τάχει τῆς κινήσεως τό τε μέγεθος τοῦ νοσήματος καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ ἡλικία καὶ ἡ χώρα καὶ τἄλλα ὅσα πολλάκις εἴρηται πικρόχολα τὴν φύσιν ὑπάρχειν, τῇ δὲ βραδυτῆτι τἀναντία. θέρους μὲν γὰρ νεανίσκος φύσει θερμότερος ἐξ ἐνδείας καὶ πόνων ἐδεσμάτων τε καὶ ποτῶν χολωδῶν συνεπιλήψεται τῇ τριταίᾳ κρίσει, καὶ μᾶλλον εἰ αὐχμώδης ἱκανῶς ἥ τε προγεγενημένη κατάστασις εἴη καὶ ἡ νῦν ἐνεστῶσα καὶ τὸ χωρίον ἐν ᾧ νοσεῖ φύσει θερμόν. εἰ δὲ καὶ τριταῖαι κρίσεις ἐπιδεδημηκυῖαι τηνικαῦτα εἶεν, ἔτι βεβαιότερος ὁ στοχασμός. εἰ μέντοι τἀναντία πάντα συνέλθοι, βραδυτέρα μὲν ἡ κίνησις τοῦ νοσήματος, οὐ πάνυ [720] δέ τι τὸ μέγεθος ἀξιόλογον, ἡ δ' ὥρα χειμών, ὁ δὲ νοσῶν ἤτοι φύσει φλεγματωδέστερος ἢ παρακμάζων, εἰς τὸν τῆς πέμπτης ἡμέρας παροξυσμὸν ἐλπίζειν ἀφίξεσθαι τὴν κρίσιν, ἔτι δὲ μᾶλλον, εἰ καὶ τὸ χωρίον ὑγρὸν εἴη καὶ ψυχρὸν ἥ τε παροῦσα κατάστασις ὁμοία καὶ αἱ κρίσεις ἐπιδεδημηκυῖαι πεμπταῖαι καὶ τἄλλα δὲ τὰ τούτοις ἀνάλογα, ἀργία τε καὶ πλησμονὴ καὶ φλεγματώδη τὰ προεδηδεσμένα σιτία χρόνῳ πλείονι.
Πάλιν οὖν ἕτερος ἄρρωστος ὑποκείσθω μήπω μὲν μηδὲν ἔχων ἐναργὲς πέψεως σημεῖον μήτ' ἐν τῇ πρώτῃ τῶν ἡμερῶν μήτ' ἐν τῇ δευτέρᾳ, μὴ μέντοι μηδὲ κινδυνῶδες ἀλλὰ παντοίως ἀκίνδυνα πάντα· σωθήσεται μὲν δηλονότι καὶ οὗτος, ἀλλ' οὐκ ἐν τῇ πρώτῃ τετράδι τελέως ἀπαλλαγήσεται. προσέχειν οὖν αὐτῇ δεῖ σε τὸν νοῦν ἐπιμελῶς, εἴ τι πέψεως ἐναργὲς ἐπιδείξει σημεῖον. εἰ γὰρ τοῦτο γένοιτο, κατὰ τὴν ἑβδόμην ἡμέραν ἀνάγκη λυθῆναι τὸ νόσημα μηδενὸς ἐν τῷ μεταξὺ πλημμεληθέντος. εἰ δὲ μετὰ κρίσεως ἢ μή, τῷ μεγέθει τοῦ νοσήματος διορίζεσθαι. πρόδηλον γὰρ ὡς [721] εἴπερ μέγα, πάντως μετὰ κρίσεως, εἰ δὲ καὶ κινούμενον ὀξέως, ἔτι δὴ καὶ μᾶλλον, ὥστε κἂν ἁμαρτηθῇ τι μὴ πάνυ μέγα περὶ τὸν κάμνοντα, καὶ οὕτως ἐλπίζειν ἑβδομαίαν ἀπαντήσεσθαι τὴν κρίσιν. εἰ μέντοι μὴ πάνυ ταχέως κινοῖτο, πλημμεληθείη δέ τι μεταξὺ περὶ τὸν ἄνθρωπον, εἰς τὴν ἐνάτην ἡμέραν ἡ κρίσις μεταπίπτειν ὀφείλει.
Πάλιν οὖν ἕτερος ἄρρωστος ὑποκείσθω τῶν ἀκινδύνως νοσούντων ἐπὶ τῆς ἑβδόμης ἡμέρας πρῶτον ἐναργὲς ἴσχων τι πέψεως σημεῖον· οὗτος, εἰ μὲν μέγα τὸ νόσημα καὶ ταχέως εἴη κινούμενον, ἑνδεκαταῖος μᾶλλον ἢ τετταρεσκαιδεκαταῖος κριθήσεται, μικροτέρου δ' ὄντος ἢ μὴ πάνυ ταχέως κινουμένου τετταρεσκαιδεκαταῖος μᾶλλον ἢ ἑνδεκαταῖος. ἐπιδιορίζεσθαι δὲ δεῖ τοῖς ἄλλοις· εἰ μὲν γὰρ καὶ νέος εἴη καὶ φύσει χολώδης καὶ θέρος καὶ ἐν χωρίῳ φύσει θερμῷ καὶ τά τε τοῦ πρόσθεν βίου καὶ τὰ τῆς παρούσης καταστάσεως ἐπὶ τὸ θερμότερον ἅπαντα ῥέποι, πάντως οὗτος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας κριθήσεται, καθάπερ εἰ καὶ τἀναντία τῶν εἰρημένων ἅπανθ' ὑπάρχει τῷ νοσοῦντι, κατὰ τὴν τετταρεσκαιδεκάτην, [722] εἰ δὲ τινὰ μὲν εἴη, τινὰ δὲ μή, πλημμεληθέντος μέν τινος ἐν τῷ μεταξὺ κατὰ τὴν ἑνδεκάτην ἡμέραν οὐκ ἐνδέχεται κριθῆναι τὸ νόσημα, πολλάκις δ' οὐδὲ κατὰ τὴν τετταρεσκαιδεκάτην ὅταν ᾖ μεῖζον τὸ ἁμαρτηθέν, εἰ μέντοι μηδὲν ἁμαρτηθείη, μικτὰ δ' εἴη τὰ συμπτώματα, γεγυμνασμένου τε καὶ ὀξέος ἐν τῷδε χρεία τοῦ ἰατροῦ πρὸς τὸ διακρίνειν τὰ μείζονα τὴν δύναμιν ἔχοντα σημεῖα, καὶ τῇ κατ' αὐτὰ προδηλουμένῃ κρίσει πιστεῦσαι μᾶλλον ἐπὶ τῶν οὕτως ἀμφιβόλων προγνώσεων. εἰ δὲ καὶ μὴ κατὰ τὴν ἑβδόμην αὐτήν, ἀλλὰ κατὰ τὰς ἄλλας γε τὰς μεταξὺ τῆς ἑβδόμης τε καὶ τῆς ἑνδεκάτης ἔνεστιν ἐξευρεῖν ἀκριβῶς τὸ γενησόμενον. εἰ γὰρ ἤτοι τὸ μέγεθος ἢ τὸ τάχος τῆς τοῦ νοσήματος κινήσεως ἐπιταθείη κατὰ ταύτας τὰς ἡμέρας ἀξιόλογός τε προσθήκη γίνοιτο τοῖς τῆς πέψεως σημείοις, ἑνδεκαταῖος ὁ τοιοῦτος ἄρρωστος κριθήσεται, καθάπερ εἰ καὶ τἀναντία, τετταρεσκαιδεκαταῖος.
Ὑποκείσθω δὴ πάλιν ἕτερος ἄρρωστος ἐν ἀκινδύνῳ νοσήματι κατὰ τὰς πρώτας ἡμέρας ἀργοτέραν τε τὴν κίνησιν ἔχων τοῦ πυρετοῦ καὶ μηδὲ περικαῶς πάνυ πυρέττων ἀλλὰ καὶ σὺν τοῖς τῆς ἀπεψίας σημείοις· [723] ὅτι μὲν ἐντὸς τῆς τετταρεσκαιδεκάτης ὁ τοιοῦτος οὐκ ἂν ἀπαλλαγείη τοῦ νοσήματος ἤδη δῆλον, εἴτε δὲ κατ' αὐτὴν ἐκείνην εἴτε καὶ πορρωτέρω, τοῖς καιροῖς τῆς ὅλης νόσου διορίζεσθαι. τὰ μὲν γὰρ τῆς ἀρχῆς σημεῖα μέχρι πολλοῦ παραμένοντα χρόνιον εἶναι δηλώσουσι τὸ νόσημα, τὰ δὲ τῆς ἀναβάσεως εἰ κατὰ τὴν τετάρτην ἢ τὴν ἑβδόμην ἐπιφανείη, περὶ τὴν τετταρεσκαιδεκάτην ἐλπίζειν τι, διορισθήσεται δ' ἐπὶ τῆς ἑνδεκάτης. εἰ γὰρ ἅμα τὰ τρία τάδε συνδράμοι κατὰ ταύτην τὴν ἡμέραν, ἥ τε τῆς κινήσεως ὀξύτης ἱκανὴν αὔξησιν εἰληφυῖα καὶ τὸ μέγεθος τοῦ πυρετοῦ καὶ προσέτι πέψεως ἐναργὲς γνώρισμα, κατὰ τὴν τετταρεσκαιδεκάτην ἡ κρίσις, ἔτι δὲ καὶ μᾶλλον, εἰ καὶ τὰ τῆς ὥρας καὶ τὰ τῆς ἡλικίας καὶ τὰ τῆς φύσεως τοῦ νοσοῦντος ὅσα τ' ἄλλα τούτοις ἀνάλογον εἰς τάχος κρίσεως συντελεῖ. μόνου δὲ τοῦ τῆς πέψεως ἐναργοῦς σημείου κατὰ τὴν ἑνδεκάτην ἡμέραν γινομένου, μὴ μέντοι μήτε τοῦ μεγέθους τοῦ νοσήματος μήτε τοῦ τάχους τῆς κινήσεως ἐπείγοντος οὐκ ἂν ἐν τῇ τετταρεσκαιδεκάτῃ κριθείη, ἀλλ' εἰ μὲν καὶ τὰ τῆς ὥρας καὶ τὰ τῆς ἡλικίας τοῦ κάμνοντος ὅσα τ' ἄλλα τούτοις ἐστὶ σύστοιχα πρὸς τὸ ψυχρότερον ῥέποι, μὴ [724] πρότερον τῆς εἰκοστῆς ἐλπίζειν ἔσεσθαι τὴν λύσιν τοῦ νοσήματος, εἰ δὲ μικτά πως εἴη καὶ ἡ τετταρεσκαιδεκάτη τὰ σημεῖα τῆς πέψεως ἀξιολόγως αὐξήσειε, κατὰ τὴν ἑπτακαιδεκάτην ἡ κρίσις ἀπαντήσεται, εἰ δὲ μηδ' ἐπὶ τῆς τετταρεσκαιδεκάτης νεωτερισθείη μηδέν, ἀκριβῶς πάνυ προσέχειν τὸν νοῦν τοῖς ἐπὶ τῆς ἑπτακαιδεκάτης ἐσομένοις· πιστότατον γὰρ ἔσται τὸ κατ' αὐτὴν φανὲν σημεῖον, εἰ καὶ πάνυ μικρὸν εἴη, καὶ προδηλώσει τὴν ἐπὶ τῆς εἰκοστῆς ἡμέρας κρίσιν.
Ὅτι δ' αἱ τοιαῦται σύμπασαι κρίσεις ἃς ἐξηριθμησάμεθα πασῶν εἰσιν ἄρισται, τοῦτ' ἔστιν ἀκίνδυνοί τε καὶ τέλειαι καὶ ἀσφαλεῖς, εἰ τοῖς ἐξ ἀρχῆς εἰρημένοις ἅπασιν ἠκολούθησέ τις, οὐδεμιᾶς ἀποδείξεως ἔτι προσδεῖται. ὅταν γὰρ ἐπί τε σημείων ἀγαθῶν γίνωνται καὶ πέψεως ἀκριβοῦς, ἀρίστας ἀναγκαῖον ὑπάρχειν αὐτάς, ὅπου γε καὶ 'οἱ πεπασμοὶ μόνοι ταχυτῆτα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν'. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατὸν ἐπ' ἀκριβεῖ πέψει νοσήματος ἀπαντῆσαί ποτε κρίσιν οὐκ ἀγαθήν.
Ἀκριβὴς δὲ πέψις ἐν ταῖς ἀκμαῖς γίνεται, καὶ διὰ τοῦτ' ἀπ' ἀρχῆς εὐθὺς ὑφ' [725] ἡμῶν παρῄνηται μηδὲν οὕτως ἀσκεῖν προγινώσκειν ὡς τὴν ἀκμὴν τοῦ νοσήματος. εἰ γὰρ καὶ τὸ σχῆμα τῆς διαίτης ὡς πρὸς ἐκείνην συντάττεται καὶ κρίσις ἀρίστη κατ' ἐκείνην γίνεται καὶ πασῶν ἐστι τῶν κρίσεων αὕτη κανών (ἡ γὰρ ἐγγυτέρω ταύτης ἀεὶ τῆς πορρωτέρω βελτίων), οὐδὲν οὕτως ἀσκεῖν χρὴ τὸν ἰατρὸν ὡς προγινώσκειν ἀκμήν. ἔστω γὰρ ἐπὶ τῆς τετταρεσκαιδεκάτης ἡμέρας ἐλπίζεσθαί σοι τὴν ἀκμήν, ἀλλ' ἤτοι διὰ τὸ μέγεθος τοῦ νοσήματος ἢ διὰ τὸ τῆς κινήσεως τάχος ἢ καὶ δι' ἄλλον τινὰ ἔξωθεν ἐρεθισμὸν ἐπὶ τῆς ἑνδεκάτης εἰσβάλλειν τὴν κρίσιν· οὐκ ἔτ' οὐδὲ τελείαν αὐτὴν οὐδ' ὅλως ἀγαθὴν ἐλπίσαι δυνατόν, ἀλλ' ἐν παντὶ δέει κατὰ τοῦτον ἀνάγκη τὸν καιρὸν εἶναι, καὶ μάλιστ' εἰ καὶ μὴ παντάπασιν ἀκίνδυνον ὑπάρχει τὸ νόσημα. σωτηρίου μέντοι φαινομένου τὸ γοῦν ἤτοι μετὰ χαλεπῶν γενέσθαι συμπτωμάτων τὴν κρίσιν ἢ μὴ τελείαν ἢ πάντως ὑποτροπιάσειν ἀναγκαῖον ὑποπτεύειν.
Οὕτως ἄρα μεγίστη τις δύναμις ἐν τοῖς πεπασμοῖς ἐστι καὶ διὰ τοῦτο κἀν ταῖς ἀκμαῖς. καὶ γὰρ οὖν καὶ εἴ τινα κατὰ ταύτας οὐκ ἐκρίθη νοσήματα, κριθῆναι τούτοις ἐπὶ τῶν [726] παρακμῶν ἀμήχανον. ὅσα γὰρ ἂν ἅπαξ ὑπερβῇ τὸν τῆς ἀκμῆς καιρὸν ἄκριτα μείναντα, κατὰ βραχὺ ταῦτα λύεται. καὶ μὲν δὴ καὶ κίνδυνος οὐδείς ἐστιν ἔτι θανάτου μετὰ τὸν τῆς ἀκμῆς καιρόν, ἐμοὶ γοῦν κριτῇ, καίτοι δοκοῦσί τινες ἑωρᾶσθαι τεθνεῶτες ἐν ταῖς παρακμαῖς. ἀλλ' εἴτε τῇ πείρᾳ χρὴ κρίνειν εἴτε τῷ λόγῳ, κατ' ἄλλο τι τούτους ἀποθανόντας οἶδα καὶ οὐ κατ' αὐτὸ τὸ νόσημα. πάντες γὰρ ἐφ' ἁμαρτήμασιν ἀπώλοντο, μάλιστα μὲν τοῖς ἑαυτῶν, ἐνίοτε δὲ καὶ τοῖς τῶν ἰατρῶν. οὕτω μὲν ἡ πεῖρα μαρτυρεῖ τῷ μηδένα κατὰ τὰς παρακμὰς ἀποθανεῖν δι' αὐτὸ τὸ νόσημα, ταύτης δ' ἔτι πολὺ μᾶλλον ὁ λόγος. οὐ γὰρ ἐγχωρεῖ πεφθέντων τῶν νοσερῶν αἰτίων οὐδὲ τῆς φύσεως ἐπικρατούσης ἔτ' ἀπολέσθαι τὸν ἄνθρωπον, ἄν γε θεραπεύηται καλῶς ὑπὸ τῶν ἰατρῶν. ὅπου γὰρ διήνεγκέ τε καὶ ἀπεμαχέσατο καὶ ἀντήρκεσε τῷ σφοδροτάτῳ τῆς νόσου καὶ κατηγωνίσατο τὰ λυποῦντα (τοῦτο γάρ ἐστιν ὁ πεπασμός), οὐκ ἐνδέχεται ταύτην οὐκ ἔτι νικηθῆναι. καὶ μὴν εἴπερ ἀήττητος ἡ φύσις ὑπὸ τοῦ νοσήματος εἴη, κατ' οὐδένα τρόπον ἐγχωρεῖ θάνατον ἀπαντῆσαι, εἴ γε [727] μηδὲν ἄλλο τι θάνατός ἐστι παρὰ τὴν παντελῆ τῆς φύσεως ἧτταν. διαρκούσης δὲ καὶ κρατούσης καὶ νικώσης ἀνάγκη σώζεσθαι τὸ ζῷον.
Ἐκ πάντων οὖν ὁ λόγος ἀναγκάζει τοῦτ' ἀσκεῖν μάλιστα, τῆς νόσου προγινώσκειν τὸ μέρος ὃ καλοῦσιν ἀκμήν. καὶ γὰρ δὴ καὶ ἡ τοῦ τεθνήξεσθαι τὸν ἄνθρωπον ἢ μὴ τεθνήξεσθαι πρόγνωσις ἄνευ τοῦ προγνῶναι τὸν καιρὸν τῆς ἀκμῆς οὐκ ἄν ποτε γένοιτο. τότε γὰρ πρῶτον ἀποθανεῖν ἀναγκαῖον ὅταν ἡ δύναμις ὑπὸ τοῦ νοσήματος ἡττηθῇ. χρὴ δέ, εἴτε φύσιν εἴτε δύναμιν εἴποιμι, ταὐτὸν ἀκούειν σε νῦν. καὶ μὴν οὐκ ἐγχωρεῖ σε γνῶναί ποτε ὁπότερον πρῶτον ἡττηθήσεται τοῦ μέλλοντος ἀδήλου παντάπασιν ὑπάρχοντος. εἰ μὲν γὰρ ἐντὸς ἡμέρας μιᾶς ἡ κρίσις ἔσεσθαι μέλλει, φθάσει δηλονότι σωθεὶς ὁ νοσῶν πρὶν τὴν δύναμιν ὑπὸ τοῦ νοσήματος νικηθῆναι, εἰ δ' οὐκ ἐνδέχεται πρὸ τῶν εἴκοσιν ἡμερῶν εἰ τύχοι γενέσθαι τὴν ἀκμήν, ἐνδέχεται φθάσαι καμεῖν ἐν τῷ χρόνῳ τὴν δύναμιν· ὥστε τῶν ὁμοίων πάντως φαινομένων ἀρρώστων ἐγχωρεῖ τὸν μὲν σωθῆναι, τὸν δ' ἀπολέσθαι διὰ τὸν καιρὸν τῆς μελλούσης ἀκμῆς.
Εἰ μὲν οὖν εἶχέ τις [728] ἄλλον ἡμᾶς διδάξαι διορισμὸν εἰς τὸ διακρίνειν δύνασθαι τούς τ' ἀπολουμένους καὶ σωθησομένους, οὐδὲν ἂν ἴσως εἰς τοῦτο δεοίμεθα διαγινώσκειν ἀκμὴν μέλλουσαν, εἰ δ' οὐκ ἐνδέχεται τῶν ὡσαύτως φαινομένων νοσεῖν ἐξευρεῖν ὅστις ἐστὶν ὁ σωθησόμενος ἢ τεθνηξόμενος ἑτέρως ἢ ὡς ἐγὼ νῦν εἴρηκα, μεγίστη καὶ κατὰ τοῦτο χρεία τοῦ προγνῶναι τὴν ἀκμήν. Ἱπποκράτης μὲν οὖν "συντεκμαίρεσθαί" φησι "χρῆναι τὸν νοσέοντα εἰ ἐξαρκέσει τῇ διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου καὶ πότερον ἐκεῖνος ἀπαυδήσει πρότερον καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ ἢ ἡ νοῦσος ἀπαυδήσει πρότερον καὶ ἀμβλυνεῖται", φαίνεται δὲ καὶ Διοκλῆς καὶ Πλειστόνικος καὶ Πραξαγόρας καὶ Φιλότιμος καὶ πάντες ἁπλῶς εἰπεῖν οἱ δοκιμώτατοι τῶν ἰατρῶν οὐδὲν ἐξευρίσκοντες ἄλλο βέλτιον εἰς διάγνωσιν τοῦ τεθνήξεσθαι τὸν ἄνθρωπον ἢ σωθήσεσθαι. τοῖς δὲ πάντα τὰ καλὰ τῆς τέχνης λυμηναμένοις οὔτ' ἄλλο τι σοφώτερον ἐξεύρηται καὶ τοῦτ' ἐσχάτως ἠμέληται. τίς γὰρ αὐτῶν ἢ μέγεθος νοσήματος ἢ ῥώμην δυνάμεως ἀσκεῖ διαγινώσκειν ἢ τὴν μέλλουσαν ἀκμὴν προγινώσκειν; καὶ μὴν ἄνευ τῆς τῶν τριῶν [729] τούτων ἀκριβοῦς ἐπιγνώσεως οὐκ ἐνδέχεται περὶ σωτηρίας οὐδὲν ἐξευρεῖν, οὐ μᾶλλον ἢ εἰ φορτίον τις ἱκανὸς κομίζειν ἔσοιτο χωρὶς τοῦ καὶ τὴν ῥώμην εἰδέναι τοῦ ἀνθρώπου καὶ τὸ μέγεθος τοῦ φορτίου καὶ τὸ μῆκος τῆς ὁδοῦ. ἀνάλογον γάρ ἐστιν ἡ μὲν δύναμις τῷ βαστάζοντι, τὸ δὲ νόσημα τῷ φορτίῳ, τὸ δὲ μῆκος τοῦ χρόνου τὸ μέχρι τῆς ἀκμῆς τῷ μήκει τῆς ὁδοῦ. πῶς οὖν οἷόν τ' ἐστὶ γνῶναι περὶ τοῦ κάμνοντος εἰ ἐξαρκέσει μηδεμίαν ἔχοντα πρόγνωσιν τῆς ἀκμῆς; ἐξ ἁπάντων οὖν ὁ λόγος ἀναγκάζει μηδὲν οὕτως ἀσκεῖν ὡς τῆς μελλούσης ἀκμῆς τὴν πρόγνωσιν. εἰ γὰρ καὶ διαιτῆσαι καλῶς οὐκ ἐγχωρεῖ χωρὶς τοῦ ταύτην προγνῶναι καὶ περὶ σωτηρίας τοῦ νοσοῦντος ἢ περὶ θανάτου καθ' ἕτερον τρόπον οὐχ οἷόν τε σαφῶς ἐξευρεῖν, ἀλλ' οὐδὲ περὶ κρίσεως εἴθ' ὅλως εἴτε μηδ' ὅλως ἔσται καὶ γινομένη πηνίκα καὶ ὁποία τις ἔσται χωρὶς τῆς κατὰ τὴν ἀκμὴν προγνώσεως ἀδύνατον εἰδέναι, μέγιστον ἂν εἴη καὶ πρῶτον ἁπάντων τῶν κατὰ τὴν τέχνην ἀκμῆς μελλούσης ἀσκῆσαι πρόγνωσιν.
Ὅπως μὲν οὖν τοῦτο χρὴ ποιεῖν ἔμπροσθεν εἴρηται, [730] νυνὶ δ' ὅπερ ἐλέγομεν ἀναληπτέον, ὡς ἐκ τοῦ γνῶναι μέγεθος νοσήματος καὶ ἰσχὺν δυνάμεως καὶ ἀκμῆς καιρὸν εἴτε σωθήσεται προγνόντες ὁ κάμνων εἴτε μὴ δυναίμεθ' ἂν συλλογίζεσθαί τι περὶ τοῦ χρόνου καὶ τοῦ τρόπου τῆς κρίσεως. εἰ μὲν γὰρ ἀκίνδυνον εὑρίσκοιτο τὸ νόσημα πάντῃ καὶ μήτ' ὀξύτης αὐτοῦ κατεπείγοι μήτε μέγεθος, ἀλλὰ μηδὲ πλημμεληθείη τι περὶ τὸν κάμνοντα, τὸν τῆς ἀκμῆς καιρὸν ἡ κρίσις ἀναμένει. καὶ αὕτη μέν ἐστιν ἡ ἀρίστη κρίσις (ἤδη γὰρ πεπεμμένου τοῦ νοσήματος γίνεται), εἰ δέ γ' ἤτοι διὰ τὸ μέγεθος ἢ τὸ τῆς κινήσεως τάχος ἢ διά τινα ἄλλον ἐρεθισμὸν ἐντὸς τῆς ἀκμῆς ἀναγκασθείη τὸ νόσημα κριθῆναι, τοσοῦτον τῆς ἀρίστης κρίσεως ἡ νῦν ἐστι χείρων ὅσον ἔφθασε τὴν ἀκμήν. εἰ δὲ μηδ' ἐξαρκέσαι δύναιτο μέχρι τῆς ἀκμῆς, ἀνάγκη μὲν ἀποθανεῖν ἐν τῷ τοιούτῳ νοσήματι τὸν ἄρρωστον, ἀλλ' οὐ πάντως ἐγγὺς τῆς ἀκμῆς. ἐνδέχεται γὰρ καὶ πολὺ θᾶττον αὐτῆς καὶ κατ' ἀρχὰς εὐθὺς ὅλης τῆς νόσου. κρίσις μὲν γὰρ ἤτοι κατὰ τὸν τῆς ἀκμῆς καιρὸν ἢ μικρὸν πρὸ ταύτης γίνεται, θάνατος δ' ἐν τοῖς τρισὶ καιροῖς, ἀρχῇ καὶ ἀναβάσει καὶ ἀκμῇ.
[731] Πλειόνων δ' ὄντων πραγμάτων ἵνα σαφὴς ὁ λόγος ᾖ συγχωρησάτωσαν ἡμῖν οἱ σοφισταὶ καθ' ἕκαστον αὐτῶν ἴδιον ὄνομα θέσθαι. κἂν εἰ μὴ συγχωροῖεν δέ, μακρὰ χαίρειν αὐτοῖς εἰπόντες (οὐ γὰρ ἐκείνοις ἀλλὰ τοῖς τὴν ἀλήθειαν ἀσκοῦσιν ὁ λόγος ὅδε σύγκειται) ποιῶμεν οὕτως. εἰ μὲν δή τις ἀθρόως ἀπηλλάγη τῆς νόσου, πάντως μὲν τούτῳ κένωσις ἀξιόλογος ἀπήντησε δι' ἐμέτων ἢ γαστρὸς ἢ ἱδρώτων ἢ οὔρων ἢ αἱμορραγίας ἐκ ῥινῶν ἢ αἱμορροίδων ἐξ ἕδρας ἢ καταμηνίων φορᾶς ἐπὶ γυναικῶν. ἀλλὰ καὶ παρωτίδες ἀπήλλαξαν οὐκ ὀλίγους ἐν καιρῷ τῷ δέοντι φανεῖσαι καὶ εἰς γόνατα καὶ εἰς πόδας καὶ εἰς ἄλλο τι καὶ ἄλλο τῶν ἀκύρων μορίων ἀπόσκημμα. καὶ μὲν δὴ καὶ προηγεῖταί τε καὶ συνεδρεύει τούτοις ἅπασιν οὐ σμικρὰ ταραχὴ κατὰ τὸ τοῦ κάμνοντος σῶμα. παραπαίουσί τε γὰρ καὶ δυσπνοοῦσι καὶ ἀσώδεις εἰσὶ καὶ τἄλλα ὅσα πρόσθεν εἴρηται πάσχουσιν. εἷς μὲν δὴ τρόπος ὅδε λύσεως νοσήματος ὃν οὐχ ἡμεῖς μόνοι νῦν ἀξιοῦμεν ἕνεκα σαφοῦς διδασκαλίας ὀνομάζεσθαι κρίσιν [732] ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες οὕτως ἐκάλουν, ἕτερος δὲ τὰ μὲν ἄλλα σύμπαντ' ἔχων ταὐτά, μόνῳ δὲ διαφέρων τῷ μὴ τέλεως ἀπαλλάττειν τῆς νόσου. ὀνομάζεται δὲ καὶ οὗτος ἐνίοτε μὲν ἁπλῶς κρίσις ὥσπερ καὶ ὁ πρότερος, ἐνίοτε δὲ μετὰ προσθήκης ἀτελὴς κρίσις ἢ ἐλλιπὴς κρίσις. ὅσα δὲ κατὰ βραχὺ παύεται νοσήματα, λύεσθαι μὲν ἐν τῷ παρόντι λεγέσθω, κρίνεσθαι δὲ μὴ λεγέσθω. καίτοι καὶ τοῦτ' ἔφαμεν ὀνομάζεσθαί ποτε καταχρωμένων κρίσιν. ἀλλὰ νῦν ἐπὶ τρισὶ τοῖς εἰρημένοις ἴδιον ἑκάστῳ σαφηνείας ἕνεκεν ὄνομα κείσθω, κρίσις μὲν ἁπλῶς ἡ ὀξύρροπος τῆς νόσου λύσις, ἐλλιπὴς δὲ κρίσις ἡ ὀξύρροπος μείωσις, ἁπλῶς δὲ λύσις ἡ ἐν χρόνῳ τε πλείονι καὶ κατὰ μικρὸν γινομένη. ὥσπερ δὲ ταῖς κρίσεσιν ἐξ ἀνάγκης ἤτοι κένωσις ἀξιόλογος ἢ πάντως γ' ἀπόσκημμα μετά τινος ὀξείας γίνεται ταραχῆς, οὕτως ταῖς λύσεσιν οὔτε σάλος οὐδεὶς οὔτε κένωσις οὔτ' ἀπόσκημμα συμπίπτει.
Τρεῖς μὲν δὴ τρόποι μεταβολῆς νοσημάτων οἵδε μέλλοντος σωθήσεσθαι τοῦ κάμνοντος, τρεῖς δ' ἄλλοι τούτοις [733] ἀντίστροφοι μέλλοντος τεθνήξεσθαι. ἢ γὰρ ἀθρόως ἀποθνῄσκει τις ἅμα ταραχῇ καὶ σάλῳ πολλῷ καί τισιν ἐκκρίσεσιν ἢ ἀποσκήμμασιν ἀξιολόγοις ἢ οὐκ ἀπέθανε μὲν ἐπὶ τοῖσδε, χείρων δ' ἀπεδείχθη μακρῷ. καλείσθω δὴ ταῦτα κοινῇ μὲν ἄμφω κρίσεις οὐκ ἀγαθαὶ μηδὲν διαφέροντος εἴθ' οὕτως εἴτε καὶ κακὰς κρίσεις ὀνομάζομεν αὐτάς, ἰδίᾳ δ' ἑκατέρα τελεία μὲν ἡ προτέρα, ἐλλιπὴς δ' ἡ δευτέρα. τὸ δὲ τρίτον εἶδος τῆς κακῆς μεταβολῆς, τὸ κατὰ βραχὺ γινόμενον ἄχρι θανάτου, μαρασμὸς ὀνομαζέσθω. ταυτὶ μὲν οὖν τὰ τρία τρισὶν ἀντίκειται, τέταρτος δὲ τρόπος ἐστὶν ὀξυρρόπου μεταβολῆς ἐπὶ τὸ χεῖρον ἄνευ μεγάλων ἐκκρίσεων ἢ ἀποσκημμάτων, ὃν οὐδὲ κρίσιν ὀνομάζω. ὅτι μὲν οὖν ἕτερον εἴπομεν εἶναι τόνδε τὸν τρόπον ἐκείνων οὓς ἅμα σάλῳ τέ τινι καὶ ταραχῇ καὶ σὺν ἐκκρίσεσιν ἀξιολόγοις ἢ ἀποσκήμμασιν ἐλέγομεν γίνεσθαι, πρόδηλον παντί (καὶ γὰρ τὸ χωρὶς ἐκείνων τῶν συμπτωμάτων ἃ πρόσθεν ὠνομάσαμεν κρίσιμα καὶ τὸ χωρὶς ἐκκρίσεως ἢ ἀποσκήμματος ἕτερόν ἐστι τοῦ σὺν ἐκείνοις), εἰ δ' ὀρθῶς ἢ μὴ τῷδε τῷ τρόπῳ τοῦ θανάτου τὸ τῆς κρίσεως [734] οὐκ ἐπιφέρομεν ὄνομα, τοῦτ' ἤδη περὶ ὀνόματός ἐστιν, οὐ περὶ πράγματος ἀμφισβητεῖν. ἐγὼ μὲν γὰρ ἐδίδαξα τρόπους τέτταρας ἀλλήλων διαφέροντας καὶ τοὔνομά γ' ἑκάστῳ σαφοῦς ἕνεκα διδασκαλίας ἠξίωσα θέσθαι διάφορον, εἰ δέ τις ἔχει βέλτιον ἢ σαφέστερον ὀνομάζειν, οὐκ ἀμφισβητήσαιμ' ἂν αὐτῷ τῆς κλήσεως. ἔστι δ' οὐκ ἐν τούτῳ τὸ διδάξαι τι χρηστὸν ἀλλ' ἐν τῷ διαγινώσκειν ἕκαστον τῶν τρόπων παρόντα καὶ προγινώσκειν ἐσόμενον. οὐ μὴν οὐδ' εἰ τὰς αἰτίας ἐγχειρήσαιμι λέγειν ἐφεξῆς ἑκάστου τῶν τρόπων, εἶτά τις ἀντειπὼν αὐταῖς ὡς οὐκ ὀρθῶς ἐχούσαις οἴοιτο τοῖς τρόποις αὐτοῖς ἀντειρηκέναι, δεόντως ὑπολαμβάνει. τὸ μὲν γὰρ τοσούτους εἶναι τοὺς τρόπους καθ' οὓς ὑγιάζονταί τε καὶ ἀποθνῄσκουσιν οἱ νοσοῦντες, ὀνομάζεσθαι τε τοῖς εἰρημένοις ὀνόμασι καὶ διαγινώσκεσθαι παρόντας ἢ καὶ μέλλοντας ἔσεσθαι προγινώσκεσθαι τὸ χρήσιμόν ἐστιν αὐτὸ πρὸς τὰς ἰάσεις καὶ προσήκει τοῖς μὲν ὀνόμασι συγχωρεῖν, τὰς διαγνώσεις δὲ καὶ τὰς προγνώσεις τῇ πείρᾳ βασανίζειν.
[735] Εἰ δὲ καὶ πόθεν εὕροιμεν αὐτὰς ἐπιχειρούντων ἡμῶν διδάσκειν ἠσκηκώς τις ἀντιλογικὴν ἕξιν, οἵαν καὶ ὁ θαυμάσιος Ἀσκληπιάδης ἤσκησεν, ἐμποδίζοι τε καὶ διακόπτοι τὸν λόγον, ἀναμιμνήσκειν χρὴ τοῦτον ὡς οὐ τὸ πρᾶγμ' αὐτὸ διαβάλλει τοῦτο πράττων ἀλλὰ τὸν ὑπὲρ αὐτοῦ λόγον. οὔτε γὰρ ὡς οὐ γίνονταί τινες ἐξαιφνίδιοι ταραχαὶ περὶ τὸ τοῦ κάμνοντος σῶμα δύναιτ' ἂν εἰπεῖν Ἀσκληπιάδης οὔθ' ὡς οὐκ ἀκολουθοῦσιν αὐταῖς ἐκκρίσεις ἀξιόλογοι πολλάκις οὔθ' ὡς οὐκ ἐγένετο μεγάλη μεταβολὴ τοῖς κάμνουσιν ἐπ' αὐταῖς οὔθ' ὡς οὐ καλεῖται τὸ τοιοῦτον κρίσις· ἀλλ' ὅτι διαγωνιζομένης τῆς φύσεως τοῖς νοσεροῖς αἰτίοις οὐ γίνεται ταῦτα, τοῦτο πειράσεται δεικνύναι ληρῶν μὲν κἀν τούτοις μακρὰ διὰ τοὺς θαυμαστοὺς ὄγκους καὶ πόρους οὓς ὑπέθετο, δι' οὓς οὔτε τὰς διοικούσας δυνάμεις ἔγνω τοῦ ζῴου οὔδ' ὡς ἐπὶ σωτηρίᾳ πάντα ποιοῦσιν αἵδε καὶ ὑγιαινόντων καὶ νοσούντων οὔθ' ὡς αὗται κρίνουσι τὰς νόσους, ἀλλ' ὅμως ἔχων γέ τι φλυαρεῖν ἐν ἀδήλοις αἰσθήσει [736] πράγμασιν. οὐδὲν μέντοι τῆς ἰατρικῆς αὐτῆς ὁ τοιοῦτος ἅπτεται λῆρος. οὔτε γὰρ διαγινώσκειν ἡμᾶς τοὺς τρόπους τῶν κρίσεων οὔτε προγινώσκειν τὰ σοφίσματα ταῦτα κωλύει. ληρήσει μὲν οὖν πολλὰ πολλάκις καὶ Ἀσκληπιάδης καὶ πάντες ὅσοι μὴ γινώσκουσιν ὡς 'αἱ φύσιες τῶν νούσων ἰητροί', προγνῶναι δὲ θανάτου τρόπον ἢ σωτηρίας οὐδέποτε δυνήσονται. καίτοι πῶς οὐκ αἰσχρὸν ὁμοίως τοῖς ἰδιώταις ἐκπεπλῆχθαι τὸν ἰατρὸν ἐνεστώσης κρίσεως, ὃν ἐχρῆν οὐ μόνον ὑπηργμένην ἤδη γνωρίζειν ἐς ὅ τι μέλλει τελευτᾶν ἀλλὰ καὶ προγινώσκειν ἐσομένην κρίσιν;
Καὶ μὴν οὐκ ἐξ ἄλλων τινῶν ἀρχῶν ἐγὼ ταῦτα σύμπαντα τὰ περὶ τὰς κρίσεις, οὔτε μέλλοντα προγινώσκειν οὔτ' ἤδη παρόντα διαγινώσκειν, ἐξεῦρον ἢ ὧν Ἱπποκράτης ὑπέθετο. καὶ γὰρ καὶ τὸ πέττεσθαι τὰ κατὰ τὸ σῶμα καὶ τὸ μὴ πέττεσθαι τοῖς Ἱπποκράτους ἕπεται δόγμασιν, οὐ τοῖς Ἀσκληπιάδου, καὶ τὸ τὴν φύσιν ἔχειν δυνάμεις πολλὰς αἷς διοικεῖται τὸ ζῷον ἕν τι τῶν Ἱπποκράτους δογμάτων ἐστὶν καὶ τούτων χωρὶς οὐχ οἷόν τε τὴν ἐνεστῶσαν ἡμῖν θεωρίαν ἐπιστήμῃ περιλαβεῖν. οὐ γὰρ εἰς [737] ἀπείρους τὸν ἀριθμὸν ἀποβλέπειν χρὴ σημείων συνδρομὰς ὡς ἐφ' ἑκάστης αὐτῶν ἰδίας εὐπορήσαντα τηρήσεως ἀλλὰ τὰ κατὰ μέρος πάντα πρὸς ἕνα τοῦτον ἀνάγειν σκοπὸν ὑπὲρ οὗ τὸν λόγον ποιούμενος ἠναγκάσθην ἐπιμνησθῆναι τῶν σοφιστῶν, ὅσοι σπουδάζουσιν οὐ μόνον οὐδὲν ἐξευρεῖν χρηστὸν ἀλλὰ καὶ τοῖς καλῶς ἐξευρημένοις λυμαίνεσθαι. καὶ μὴν ἄμεινόν γ' ἦν, ὅταν ἡμᾶς θεάσωνται καὶ τὴν ἡμέραν ἐν ᾗ κριθήσεται τὸ νόσημα προγινώσκοντας καὶ τὸν τρόπον τῆς κρίσεως προλέγοντας καὶ παροῦσαν ἤδη διαγινώσκοντας ἐς ὅ τι τελευτήσει, σπουδάσαι μαθεῖν τὴν θεωρίαν ἐξ ἧς τὰ τοιαῦθ' εὑρίσκεται καὶ μὴ τοῖς ἰδιώταις ὁμοίως ἐκπεπλῆχθαι ποῖ ποτ' ἀποβήσεται τὸ παρὸν ἀγνοοῦντας. ἐγὼ γοῦν καὶ τοιούτων ἐπειράθην ἰατρῶν οὐκ ὀλιγάκις οἷον θαυμαζόντων μὲν τὴν πρόγνωσιν ὅταν ἐπὶ τῶν ἀρρώστων εὐδοκιμοῦσαν θεάσωνται καὶ σπουδαζόντων μαθεῖν, ἐπειδὰν δέ τις ἀρξάμενος αὐτοὺς διδάσκειν ἢ περὶ πέψεώς τι διεξέρχηται τῶν νοσημάτων ἢ περὶ ῥώμης φύσεως ἢ τῶν ἄλλων τινὸς ὧν χωρὶς οὐχ οἷόν τε τὴν περὶ τὰς κρίσεις θεωρίαν [738] συστῆναι "καὶ πῶς με πείσεις" φασκόντων "ὥς ἐστί τις φύσις ἢ ὡς ἐπὶ σωτηρίᾳ πάντα πράττει τῶν ζῴων ἢ ὡς ἐκείνης ἐκκρινούσης τὰ περιττώματα τῶν νόσων ἀπαλλάττονταί τινες ἢ ὡς τὸ θερμόν ἐστιν ἐν τοῖς ζῴοις τὸ δραστικώτατον ἢ ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κέκραται τὰ σώματα"; πρὸς οὓς αὖθις εἴωθα λέγειν· "ἤρξω μέν, ὦ οὗτος, ὡς μαθητής, ἀκούεις δ' ὡς ἀντιλογικός. οὐ γὰρ ἀπόχρη σοι τῶν ἔργων τῆς τέχνης ὧν ἐθαύμασας αὐτὸς ἐκμαθεῖν τὴν μέθοδον, ἀλλὰ τὰς ἀρχὰς κρίνειν ἐπιχειρεῖς αὐτῆς οὐκ ἔθ' ὡς ἰατρὸς μόνον ἀλλ' ἤδη καὶ ὡς φυσικός. καίτοι γ' ἄμεινον ἦν σοι καὶ περὶ τῶν ἀρχῶν αὐτῶν ἔμπαλιν κρῖναι. πολὺ γάρ ἐστιν, οἶμαι, βέλτιον ἔργα θαυμαστὰ ταῖς ἀρχαῖς ἐκείναις ἑπόμενα θεασάμενον ἔχειν τινὰ πίστιν ἐκ τούτων ἤδη καὶ περὶ τῶν ἀρχῶν αὐτῶν. ἀνάπαλιν γὰρ αἱ πίστεις τῶν τεχνῶν ἔχουσι ταῖς εὑρέσεσι· πιστεύονται μὲν γὰρ ἐκ τῶν ἔργων, εὑρίσκονται δ' ἐκ τῶν ἀρχῶν. ἐμοὶ μὲν οὖν ἐξευρεῖν ἔργον τι τεχνικὸν ἀμήχανόν ἐστι μὴ χρησαμένῳ ἀρχαῖς [739] ἀληθέσιν, ὥστ' ἀναγκαῖόν μοι τὴν φυσικὴν θεωρίαν ἐκμαθεῖν ἀκριβῶς, σοὶ δ' ἤδη τῶν ἔργων τῆς τέχνης εὑρημένων ἀπόχρη μαθεῖν τὴν ὁδόν, ὥστ', εἴπερ οὐκ ἔχεις χρόνον ὡς φυσικὸς ἐκμαθεῖν ἅπαντα, τοσοῦτον γοῦν σοι παραστήτω λογίσασθαι διότι μήτ' ἄλλη τις ὁδός ἐστι παρὰ ταύτην ἡ τοῦ μέλλοντός σε προγνωστικὸν ἐργασαμένη μήτ' ἀναγκαῖον ἔτι σοι τὰς ἀρχὰς ἐπιστήμῃ περιλαβεῖν ἀπολαύειν ἤδη δυναμένῳ τῶν ἐκ τῆς ἐπιστήμης. τῷ μὲν γὰρ πρῶτον τὰ τοιαῦτα ἐξευρεῖν ἐπιχειροῦντι κίνδυνος ἦν οὐ σμικρὸς ἀπολέσαι ματαίως τὸν χρόνον (οὐδὲ γὰρ ἂν ἐξεῦρεν ἀληθὲς οὐδὲν ἐπὶ διεψευσμέναις ἀρχαῖς), σοὶ δὲ τοῦ μὲν ζητεῖν ἀπηλλαγμένῳ, τὰ δ' ἤδη καλῶς εὑρημένα μαθεῖν ὀρεγομένῳ περιττόν ἐστι τὰς ἀρχὰς ἐπιστήμῃ περιλαμβάνειν, καὶ μάλιστ' εἰ μήτε χρόνον ἱκανὸν ἔχεις εἰς τοῦτο μήτε προσεξευρεῖν τι τῶν λειπόντων ἐπιθυμεῖς ἀλλ' ἀρκεῖ σοι μόνον ὀρθῶς χρῆσθαι τοῖς εὑρημένοις.
Ὑποθέμενος οὖν τινα δύναμιν εἶναι ζωτικὴν ἄσκησον αὐτῆς γνωρίζειν τὴν ἐν ἀρρωστίᾳ τε καὶ ῥώμῃ διάθεσιν.
[740] ἐπειδὰν δὲ ταῦτ' ἀσκήσῃς, αὖθις ἄσκησον ἑτοίμως διαγινώσκειν τὰς κατὰ τὸ μέγεθός τε καὶ ἦθος ἁπάντων τῶν νοσημάτων διαφοράς, εἶθ' ἑξῆς τούτων ἀκμῆς μελλούσης πρόγνωσιν. ὅταν δ' ἤδη ταῦτα σύμπαντ' ἐκμάθῃς, ἄσκησόν μοι σαυτὸν ἀκριβῶς στοχάζεσθαι πηλίκον νόσημα πηλίκη ῥώμη δυνάμεως ἐν πόσῳ χρόνῳ διενεγκεῖν ἱκανή. πολὺ δ' εἰς τοῦτο συντελέσει καὶ ἡ ἐπὶ τῶν ἔργων τριβή. πρὶν δ' ἕκαστον ὧν εἶπον ἀκριβῶς ἐκμαθεῖν οὐδὲν ἂν εἴη σοι πλέον ἀνθρώπους νοσοῦντας θεωμένῳ."
Πῶς οὖν ἕκαστον αὐτῶν ἄρχεσθαι χρὴ μανθάνειν; οὐκ ἄλλως ἢ ὡς ἔμπροσθεν εἴρηται. καὶ γὰρ ὡς χρὴ μέγεθος ἐξευρίσκειν νόσου καὶ ὡς ἦθος ἔτι τε πρὸς τούτοις τὴν ἀκμὴν ἀκριβῶς διελήλυθα. τὴν δὲ καθ' ἑκάστην δύναμιν ἀρρωστίαν ἢ ῥώμην ἐν ἑτέρῳ φθάνω διῃρῆσθαι λόγῳ, τῷ περὶ πλήθους ἐπισκεπτομένῳ. μανθάνειν μὲν οὖν ἐκεῖθεν τὰς διαγνώσεις αὐτῶν ἀκριβῶς, χρῆσθαι δὲ πρὸς τὰς ἰάσεις, ὡς ἐν ἑτέροις διῄρηται, καὶ νῦν οὐχ ἧττον εἰς τὴν περὶ τὰς κρίσεις θεωρίαν.
[741] Ὥσπερ γὰρ ὁ πάντ' ἔχων ἀγαθὰ σημεῖα τῇ πρώτῃ τετράδι τελέως ὑγιασθήσεται, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον ᾧ πάντ' ἐστὶ μοχθηρά, τεθνήξεται πάντως καὶ οὗτος ἐντὸς τῆς πρώτης τετράδος. ἀλλ' ὁ μὲν σωζόμενος ἅπαντας διέξεισι τῆς νόσου τοὺς καθόλου καιρούς, ἀρχὴν καὶ ἀνάβασιν καὶ ἀκμὴν καὶ παρακμήν, εἰ καί τισιν μὴ δοκεῖ γίνεσθαι παρακμὴν κατὰ τὰς αἰφνιδίους κρίσεις (εἰρήσεται γὰρ ὀλίγον ὕστερον ὑπὲρ τούτων), τῷ τεθνηξομένῳ δ' εἰς μὲν τὸν τῆς παρακμῆς καιρὸν ἀδύνατον ἐξικέσθαι, οὐ μὴν οὐδ' ἐξ ἀνάγκης εἰς τὸν τῆς ἀκμῆς. ἐνδέχεται γὰρ αὐτὸν καὶ κατὰ τὸν τῆς ἀναβάσεως καὶ κατὰ τὸν τῆς ἀρχῆς χρόνον ἀπολέσθαι, κριθῆναι δ' οὐκ ἀναγκαῖον αὐτῷ, καὶ μάλιστ' εἰ κατὰ τὴν ἀρχὴν ἀποθνῄσκει τῆς νόσου. γίνεται δὲ τοῦτο μεγάλως τῆς φύσεως ὑπὸ τοῦ νοσήματος κρατηθείσης. τηνικαῦτα γὰρ οὐδ' ἐπιχειρεῖ διαγωνίζεσθαι πρὸς αὐτό, χωρὶς δὲ τοῦ διαγωνίσασθαι κρίσις οὐ γίνεται.
Τέταρτος οὖν οὗτός ἐστιν ὁ τρόπος τοῦ θανάτου μηδενὶ τῶν τῆς σωτηρίας ἐοικώς. οὐδεὶς μὲν γὰρ ἀθρόως ἀπηλλάγη τοῦ νοσήματος ἄνευ κρίσεως, ἀθρόως δ' [742] ἀποθνῄσκουσιν οὐκ ὀλίγοι μὴ κριθέντες, ἐν μὲν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν οἱ πλεῖστοι καὶ μάλισθ' ὅσοι διὰ πλῆθος ἢ πάχος ὕλης ἢ μέγεθος φλεγμονῶν ὀλεθρίως ἔχουσιν, ἐν δὲ ταῖς παρακμαῖς ἐφ' ὧν ἄρρωστος ἡ δύναμις. χρὴ γὰρ καὶ τοῦτο γινώσκειν ἁπάντων μᾶλλον ἀληθέστατον ὑπάρχον ὡς κἀν ταῖς παρακμαῖς τῶν κατὰ μέρος παροξυσμῶν ἀπόλλυνται πάμπολλοι. καὶ τοῦτο θεασάμενοί τινες οἴονται κἀν τῷ καθόλου καιρῷ τῆς παρακμῆς ἐνδέχεσθαί τινα τελευτῆσαι, τὸ δ' οὐχ οὕτως ἔχει. παρελθούσης μὲν γὰρ τῆς ἀκμῆς τοῦ νοσήματος ἡ μὲν φύσις ἤδη κεκράτηκεν (οὐδὲ γὰρ ἂν ἄλλως παρήκμασε τὸ νόσημα), τρόπος δ' οὐδεὶς οὐδ' ἐπινοηθῆναι θανάτου δύναται τηνικαῦτα πλὴν ἐξ ἁμαρτήματος. οὐ μὴν τοῦτό γε πρόκειται νῦν σκοπεῖν, ἀλλ' εἰ τῷ λόγῳ τοῦ νοσήματος. οὔτ' οὖν εἶδόν ποτε τοῦτο γινόμενον οὔθ' ὁ λόγος ἐξευρίσκει. τῶν μέντοι κατὰ μέρος παροξοσμῶν ἐν ταῖς παρακμαῖς ἐθεασάμεθά τε παμπόλλους ἀποθνῄσκοντας ὅ τε λόγος οὐδὲν εἶναι θαυμαστόν φησιν ἄρρωστον δύναμιν ἐν μὲν τῷ χρόνῳ τῆς ἀρχῆς τοῦ παροξυσμοῦ [743] καὶ ἀναβάσεώς τε καὶ ἀκμῆς ἐξαρκέσαι συνεχομένης ἔτι τηνικαῦτα καὶ οἷον ἐσφιγμένης τῆς ἕξεως, ἐν δὲ τῷ τῆς παρακμῆς ἀνάπαλιν κινουμένης τῆς θερμασίας ἐκ τῶν μέσων ἐπὶ τὰ πέρατα διαφορεῖσθαί τε καὶ λύεσθαι τὴν ἕξιν. ἔνιοι μὲν οὖν τῶν τοιούτων ἐξαιφνίδιον ἀποθνῄσκουσιν ὡς δοκεῖν τοῖς παροῦσι λειποψυχεῖν μᾶλλον αὐτοὺς ἢ ἀπόλλυσθαι, τινὲς δὲ κατὰ βραχὺ καὶ οὐκ ἐξαίφνης ἀπέθανον, ἀρξάμενοι μὲν πάντως ἀπὸ τῆς ἀκμῆς τοῦ παροξυσμοῦ, λανθάνοντες δὲ τοὺς πολλοὺς οὕτως ὥστε καὶ πάνυ ταχέως αὐτοῖς καὶ θᾶττον ἢ κατὰ τὴν ἐλπίδα δοκοῦσιν οἱ τοιοῦτοι μεταπίπτειν ἐκ τῆς ἀκμῆς εἰς τὴν παρακμήν. ἀλλ' ἥ γε γνῶσις σαφεστάτη διὰ τῶν σφυγμῶν. οὐ γάρ τί που βραχὺ τοὐν μέσῳ τῶν τε θανάτου λόγῳ θᾶττον τῆς ἐλπίδος εἰς φαντασίαν ἡκόντων παρακμῆς καὶ τῶν ὄντως παρακμαζόντων. ἐπ' ἀμφοτέρων μὲν γὰρ ἀθροώτερον ἡ πυρεκτικὴ θερμασία διαφορεῖται, γίνεται δ' ὑπὸ τῶν ἐναντιωτάτων αἰτίων, εἴ γε δὴ ῥώμῃ φύσεως ἐναντιώτατόν ἐστιν ἀρρωστία. σφοδρότερος μὲν οὖν ἀεὶ καὶ μᾶλλον ὁ σφυγμὸς εὐτακτότερός [744] τε καὶ ὁμαλώτερος ἐπὶ χρησταῖς γίνεται παρακμαῖς (ἀπωθεῖται γὰρ ἡ φύσις εὐρωστότερον ἅπασαν ἀθρόως ἔξω τὴν πυρεκτικὴν θερμασίαν), ἀμυδρότερος δὲ καὶ ἀτακτότερος καὶ ἀνώμαλος ἐν ταῖς ὀλεθρίαις παρακμαῖς. διαφορεῖται γὰρ ἅμα τοῖς ἄλλοις καὶ ἡ πυρεκτικὴ θερμασία τηνικαῦτα κἀντεῦθεν ἡ φαντασία τοῦ βελτίονος, εἶτ' ὀλίγον ὕστερον ἢ ἀποπατῆσαι διαναστάντες ἐλειποψύχησάν τε καὶ μικρὸν ἔνιοι καὶ γλίσχρον ἐφιδρώσαντες ἀπέθανον ἢ καὶ χωρὶς τοῦ διαναστῆναι.
Κατὰ μὲν δὴ τὰς παρακμὰς τῶν παροξυσμῶν οὕτως ἀποθνῄσκουσιν ἄνευ κρίσεως, κατὰ δὲ τὰς ἀρχὰς ὑπὸ τῆς ἀθροωτέρας ἔσω τῶν χυμῶν ῥοπῆς οἷον καταπνιγείσης τε καὶ ἀποβεσθείσης τῆς φύσεως, ὡς εἰ καὶ πλῆθός τις ξύλων χλωρῶν ἀθρόως ἐπισωρεύσειε φλογί. λοιπὸς δ' ἐστὶν ἄνευ κρίσεως ἐν τοῖς ὀλεθρίοις νοσήμασιν ὁ κατὰ τὰς ἀκμὰς θάνατος τῇ σφοδρότητι τοῦ παροξυσμοῦ νικηθείσης τῆς φύσεως. οὕτω δὲ κἀν ταῖς ἀναβάσεσιν αὐτῶν ἀπόλλυνται πολλάκις οὐ κατ' ἄλλον τινὰ τρόπον ἢ λόγῳ τῆς ἀκμῆς. ὅλως γὰρ ὅταν ὑπὸ σφοδρότητος νοσήματος ἡ φύσις νικηθῇ, λόγῳ μὲν ἀκμῆς ἀπόλλυνται, [745] συμβαίνει δ' ἐνίοτε καὶ κατὰ τὰς ἀναβάσεις τῶν παροξυσμῶν. ἀλλὰ καὶ σπανιώτερον τοῦτ' ἔστι καὶ ὁ τρόπος ὁ αὐτὸς τῷ κατὰ τὴν ἀκμήν.
Τρεῖς οὖν οἱ πάντες τρόποι θανάτου τοῖς χωρὶς τοῦ κριθῆναι θνῄσκουσι· πρῶτος μὲν ὁ κατὰ τὰς εἰσβολὰς τῶν παροξυσμῶν ἐπὶ φλεγμοναῖς τοὐπίπαν μεγάλαις ἐν κυρίοις μορίοις γινομέναις ἢ πλήθει καὶ πάχει καὶ γλισχρότητι χυμῶν ἀθρόως εἴσω ῥυέντων ὡς ἀποφράξαι τελέως τὰς διεξόδους τοῦ πνεύμονος, ἕτερος δ' ὁ κατὰ τὰς ἀκμὰς τῇ βίᾳ τοῦ νοσήματος ἡττηθείσης τῆς φύσεως, ἄλλος δ' ἐν ταῖς παρακμαῖς σπανιώτατος τοῦ τόνου τοῦ ζωτικοῦ λυθέντος. τούτων δ' οὐδεὶς ἅμα κρίσει γίνεται. τὴν ἀρχὴν γὰρ οὐδ' ἐπεχείρησεν ἀποτρίψασθαι τὸ νόσημα κατὰ τοὺς τοιούτους θανάτους ἡ φύσις. ἡνίκα δ' ἐπιχειρεῖ μέν, ἡττᾶται δέ, κρίσιν ἤδη κακὴν ὀνομάζω τὸ τοιοῦτον καὶ γίνεται πάντως ἢ σὺν ἐκκρίσεσιν ἢ σὺν ἀποσκήμμασιν ἀξιολόγοις ἅμα τῇ λοιπῇ πάσῃ ταραχῇ τῇ πρόσθεν εἰρημένῃ.
Αἱ προγνώσεις δὲ τῶν τοιούτων κρίσεων [746] ἧττόν εἰσι βέβαιοι καὶ πάνυ συνετοῦ θ' ἅμα καὶ τεχνίτου καὶ γεγυμνασμένου δέονται τοῦ ἰατροῦ, πρῶτον μὲν εἰ γενήσονται, δεύτερον δ' εἰ κατὰ τήνδε τὴν ἡμέραν, ἔπειτ' εἰ παραχρῆμα τὸν ἄνθρωπον ἀναιρήσουσιν ἢ βλάψουσι μόνον. ἀλλὰ γυμνάζεσθαι χρὴ πρότερον ἐπὶ τῆς τῶν ἀρίστων κρίσεων προγνώσεως, ὑπὲρ ὧν ἔμπροσθεν εἴπομεν, εἶθ' ἑξῆς ἐπὶ τῶν οὐκ ἀρίστων μέν, ἀγαθῶν δέ, κἄπειθ' οὕτω μεταβαίνειν ἐπὶ τὰς κακάς. ὥσπερ γὰρ ἐν ταύταις τὸ ἀβέβαιόν τε καὶ στοχαστικὸν πλεῖστον, οὕτως ἐν ταῖς ἀγαθαῖς τὸ ἐπιστημονικόν τε καὶ βέβαιον. ὡρισμέναι γάρ εἰσι καὶ τεταγμέναι τῆς φύσεως αἱ κινήσεις, ὅταν εὐρωστῇ τε καὶ κρατῇ τῆς ὕλης καὶ τοῖς οἰκείοις λόγοις ἐνεργῇ, ἀόριστοι δὲ καὶ ἄτακτοι καὶ διὰ τοῦτ' ἄγνωστοι κρατουμένης. ἀλλ' εἰ μὲν τελέως κρατοῖτο, τὴν ἀρχὴν οὐδ' ἐγχειρεῖ κρίνειν, εἰ δ' ὅλως ἀντέχοι κἂν βραχύ, διανίσταται μὲν ὡς εἰς μάχην, ἡττᾶται δ' εὐθύς. αἰτία δὲ τῆς ἀκαίρου ταύτης ἐπαναστάσεως ἡ βία τοῦ νοσήματος ἐρεθιστική τις οὖσα καὶ ὀξεῖα. φαίνεται γὰρ ἡ φύσις οὐδενὸς ἀνεχομένη τῶν τοιούτων ἀλλ' εὐθὺς ἀποτρίβεσθαι σπεύδουσα τὸ [747] διοχλοῦν, ὡς κἀν τοῖς κατὰ τὴν γαστέρα τε καὶ τὸν στόμαχον ἰδεῖν ἐστιν ἐναργῶς ὅσα δάκνει καὶ στροφεῖ καὶ βαρύνει καὶ ὁπωσοῦν ἄλλως ἐρεθίζει. τὰ μὲν γὰρ ἐπιπολάζοντα δι' ἐμέτων ἀπωθεῖσθαι πειρᾶται, τὰ δ' ἐν τοῖς κατωτέροις χωρίοις δι' ἕδρας ἐκκρίνει. καὶ μέγιστον ἄρα τοῦτο σημεῖόν ἐστι κρίσεως ἀκαίρου. τὰς μὲν γὰρ ἐν καιρῷ γινομένας, ὅπερ ἐστὶ ταὐτὸν τῷ κατὰ τὴν ἀκμὴν κἀν τοῖς πεπασμοῖς, εἰ καὶ μηδὲν ἐρεθιστικὸν εἴη, συμπιπτούσας ὁρῶμεν τοῖς θερμοῖς καὶ μεγάλοις νοσήμασιν, ὅσα δὲ προεκρήγνυται (καλεῖ δ' οὕτως Ἱπποκράτης ἅπαντα τὰ πρὸ τῆς ἀκμῆς ἐπὶ κρίσιν ὁρμῶντα) δι' ἐρεθισμόν τινα τοῦτο πάσχει καὶ χείρων ἡ κρίσις γίνεται τῆς ἐν ἀκμῇ τοσοῦτον ὅσον προὔλαβεν. ὡσαύτως δ' ἐπὶ τῶν ὀλεθρίων ἔχει νοσημάτων. οὐ γὰρ ἀναμένει τὴν ἀκμὴν ἢ πάνυ σπανίως, ἀλλ' ἐν ταῖς ἀναβάσεσιν ἀναιρεῖ τοὐπίπαν ἢ καὶ κατὰ τὰς ἀρχάς.
Εἰ μὲν δὴ προδηλώσειέ τις ἐπίδηλος ἡμέρα τὴν μέλλουσαν ἔσεσθαι κρίσιν, ἅμα τε προδηλοῖ καὶ κακὴν προδηλοῖ. φέρε γὰρ ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ὀφθῆναι πρῶτον ἐν τοῖς οὔροις νεφέλην μέλαιναν ἢ ἐναιώρημα μέλαν ἤ τι τῶν ἄλλων [748] τῶν τοιούτων, εἶναι δὲ καὶ τἄλλα σύμπαντα σημεῖά τε καὶ συμπτώματα ὀλέθρια· τεθνήξεται μὲν πάντως ὁ τοιοῦτος ἄρρωστος, ἀλλ' εἰ μὲν ἐν περιτταῖς οἱ παροξυσμοὶ γίνοιντο, κατὰ τὴν ἑβδόμην ἡμέραν ἡ κρίσις, εἰ δ' ἐν ἀρτίαις, κατὰ τὴν ἕκτην. βεβαιοτέραν δέ σοι ποιήσει τὴν προσδοκίαν ἡ κίνησις τοῦ νοσήματος. εἰ μὲν γὰρ ὀξέως κινοῖτο, συνεπιμαρτυρήσει τῇ ταχείᾳ κρίσει, τοῦτ' ἔστι τῇ κατὰ τὴν ἕκτην, εἰ δὲ βραδέως, τῇ κατὰ τὴν ἑβδόμην.
Ὅταν δὲ μηδὲν ἡ ἐπίδηλος ἡμέρα προδηλώσῃ περὶ τῆς μελλούσης ἔσεσθαι κακῆς κρίσεως, οὐδ' ἡ πρόγνωσις αὐτῆς εὐπετής. ὅμως δεῖ κἀνταῦθα προσέχειν οἷς ἐρῶ σημείοις. ἔστι δ' αὐτῶν πρῶτον μὲν καὶ μέγιστον ἐν τοῖς ὀλεθρίοις νοσήμασι τοῦ χωρὶς κρίσεως τεθνήξεσθαι σημεῖον ἡ ἀρρωστία τῆς δυνάμεως (οὐ γὰρ ἐπεγείρεται πρὸς διαμάχησιν τοῦ νοσήματος ἡ τοιαύτη δύναμις), δεύτερον δ' εἰ μηδὲν ὅλως εἴη μηδὲ τοὐλάχιστον σημεῖον πεπασμοῦ, κἀπὶ τούτοις εἰ μέγα μὲν εἴη καὶ κακόηθες τὸ νόσημα, μὴ μέντοι ταχέως κινοῖτο. ὅτῳ γὰρ ταῦθ' ὑπάρχει, πάντως τεθνήξεται μὴ κριθείς.
Τὴν δ' ἡμέραν τοῦ θανάτου προγινώσκειν [749] ἔκ τε τοῦ πόσον ὑπερέχει τὸ νόσημα τῆς δυνάμεως ἐπισκέψασθαι κἀκ τῶν βαρυτέρων παροξυσμῶν. εἰ μὲν γὰρ ἀξιόλογος ἡ ὑπεροχὴ καὶ σμικρὸν ἀντέχειν ἡ δύναμις ἔτι φαίνοιτο, ταχὺς ὁ θάνατος, εἰ δὲ τἀναντία, βραδύτερος.
Ἔστω δὴ παραδείγματος ἕνεκα πολλὴ μὲν ἡ ὑπεροχή, μὴ μέντοι σαφὲς ὑπαρχέτω πότερον μίαν ἡμέραν ἢ δύο παρατεῖναι δυνήσεται. διορισθήσεται δὲ τοῦτο ταῖς τῶν παροξυσμῶν περιόδοις. ἐν ᾗ γὰρ ὁ παροξυσμὸς ἡμέρᾳ μέλλει γίνεσθαι, κατ' ἐκείνην τεθνήξεται, καὶ τῆς γ' ἡμέρας αὐτῆς τὴν ὥραν ἐν ᾗ τοῦτ' ἔσται ῥᾷστον ἤδη διαγνῶναι μεμνημένον ἐν μὲν τῷ καθόλου τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων, ἡνίκα ἐδίδασκον ἐν ὁποίοις μὲν νοσήμασιν αἱ ἀρχαὶ τῶν παροξυσμῶν μάλιστα φέρουσι τὸν θάνατον, ἐν ὁποίοις δ' αἱ ἀκμαί τε καὶ παρακμαί, κατὰ μέρος δ' ἐφ' ἑκάστου τῶν ἀρρώστων ἡ τῶν προγεγενημένων ἡμερῶν μνήμη συνενδείξεταί σοι πάμπολυ. καὶ γὰρ εἰ μὴ κατ' αὐτὴν τοῦ νοσήματος τὴν ἰδέαν οἷός τ' εἴης προγινώσκειν ἐν ὁποίῳ μάλιστα μέρει τοῦ παροξυσμοῦ τεθνήξεται, τῶν γ' ἐν ταῖς ἔμπροσθεν ἡμέραις ἀναμνησθεὶς ἐν ὁποίῳ μάλιστα μέρει σφῶν αὐτῶν βαρύτατοί τε καὶ σὺν ὀλεθρίοις [750] ἐγένοντο συμπτώμασιν οὕτως ἂν ἔχοις τι καὶ περὶ τῶν μελλόντων εἰκάζειν.
Ἔστω δὴ πάλιν ἀληθῶς ἐγνωσμένον ὀλέθριον μὲν εἶναι τὸ νόσημα, μὴ πολλὴ δ' ἡ τῆς δυνάμεως ἧττα. πρῶτον μὲν ἤδη δῆλον ὡς οὐκ ἐγγὺς ὁ θάνατος, ἔπειτα δὲ ζητητέον εἰ δύναται γενέσθαι κρίσις. ἡ δ' εὕρεσις ἔκ τε τοῦ τὴν δύναμιν ὅπως ἔχει ῥώμης ἐπισκέψασθαι καὶ τοῦ νοσήματος αὐτοῦ τὴν κίνησιν ἔτι τε πρὸς τούτοις τὰ σημεῖα τῶν πεπασμῶν. εἰ μὲν γὰρ ἥ τε δύναμις εὔρωστος ὑπάρχοι καὶ τὸ νόσημα ταχέως κινοῖτο καί τι σημεῖον παρείη πέψεως, οὐκ ἀπεικός ἐστιν ἐπιθέσθαι κρίσει τὴν φύσιν, εἰ δ' ἥ τε δύναμις ὀκλάζοι πῃ καὶ τὸ νόσημα μὴ ταχέως κινοῖτο καὶ μηδὲν εἴη σημεῖον πέψεως, οὐκ ἐνδέχεται κριθῆναι τοῦτον. ὅτι δ' οὐ πάντως, εἰ τὸ νόσημα τῆς δυνάμεως ἰσχυρότερον, ἐξ ἀνάγκης ἄρρωστος ἡ δύναμις ἐν ἑτέρῳ μοι δέδεικται λόγῳ καὶ χρὴ μανθάνειν ἐκεῖθεν ἴδια γνωρίσματα δυνάμεως ἀρρώστου. πάντα μὲν γὰρ ἅμα διεξέρχεσθαι παντελῶς ἐστιν ἀδύνατον, μεμνῆσθαι δὲ πάντων ἅμα καὶ μηδὲν ὧν ἔμαθέ τις ἰδίᾳ παραλείπειν ἀλλ' ἐφ' ἑκάστου τῶν νοσούντων ἅπαντα περιλαμβάνειν [751] οὐχ οὕτως ἀδύνατόν ἐστιν ἀλλ' οὐδὲ χαλεπὸν οὐδέν.
Ἀναμνησθέντες οὖν πάλιν ὧν ἐν τοῖς ἔμπροσθεν διειλέγμεθα τῶν ἐφεξῆς ἐχώμεθα· τὰς ἀρίστας κρίσεις ἔφαμεν ἐν ταῖς ἀκμαῖς γίνεσθαι, κατὰ δὲ τὰς ἀναβάσεις ἐπὶ μὲν τῶν σωθησομένων ἢ ἐλλιπεῖς ἢ οὐκ ἀσφαλεῖς, ἐπὶ δὲ τῶν τεθνηξομένων ἢ εὐθὺς ἀναιρεῖν ἢ μεγάλην ἐπὶ τὸ χεῖρον ποιεῖσθαι μεταβολήν, ἐν ἀρχῇ δὲ νοσήματος οὐκ ἂν γενέσθαι κρίσιν, εἶναι δὲ τῶν μὲν ἀρίστων ἀκριβεῖς τὰς προγνώσεις, τῶν δ' ἄλλων μετὰ τοῦ στοχάζεσθαι καὶ μᾶλλον ὅταν ἄσημοι τυγχάνωσι γινόμεναι, καλεῖσθαι δ' οὕτως ἔφαμεν ὅσαι μὴ προδηλοῦνται διὰ τῶν ἐπιδήλων ἡμερῶν. ἀλλά τοι καὶ ταύτας, εἰ καὶ μὴ πρὸ πολλοῦ, μελλούσας γοῦν ὅσον οὔπω γενήσεσθαι προγινώσκειν ἐλέγομεν δεῖν, ἔσεσθαι δὲ τὴν πρόγνωσιν ἔκ τε τοῦ κατεπείγεσθαί τε καὶ σφοδρῶς ἐρεθίζεσθαι τὴν φύσιν ὑπὸ τοῦ νοσήματος ἔκ τε τῆς παρὰ λόγον αἰφνιδίου ταραχῆς περὶ τὸ σῶμα. πάντως γάρ τι νεωτερίζεται μελλούσης κρίσεως ἢ κατὰ τὴν ἀναπνοὴν ἢ κατὰ τὴν διάνοιαν ἢ τὴν ἀκοὴν ἢ τὴν ὄψιν ἢ τὴν εὐφορίαν ἢ κατ' [752] ἄλλο τι τῶν ἤδη πολλάκις εἰρημένων, ἅπερ ἑνὶ περιλαβόντες ὀνόματι κρίσιμα συμπτώματά τε καὶ σημεῖα προσαγορεύομεν. καὶ μὲν δὴ καὶ τὸ διὰ τῶν Ἀφορισμῶν εἰρημένον ὑφ' Ἱπποκράτους "ὁκόσοισι δὴ κρίσις γίνεται, τουτέοισι νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ" τοῦτ' ἔστιν αὐτὸ τὸ νῦν λεγόμενον. ἐὰν οὖν ἐπὶ τῷ νοσήματι κρίσιν ἐμφαίνοντι καὶ ἡ νὺξ γένηται δύσφορος καὶ ἐπ' αὐτῇ ὁ παροξυσμὸς εἰσβάλλῃ θᾶττον ἅμα νεωτέροις τισὶ συμπτώμασιν, ἐν ἐκείνῳ τῷ παροξυσμῷ γενέσθαι τὴν κρίσιν ἀναγκαῖον.
Ὁποία δέ τις ἔσται, τοῦτ' ἔστιν εἴτε δι' αἱμορραγίας εἴτε δι' ἐμέτων ἢ ἱδρώτων ἤ τινος ἄλλου τῶν πολλάκις ἤδη προειρημένων, ἐφεξῆς πειράσομαι διαιρεῖσθαι τὴν ἀρχὴν κἀνταῦθα τῷ λόγῳ ποιησάμενος ἀπὸ τοῦ συμπάντων ἡμῖν τῶν ἀρίστων μαθημάτων ἡγεμόνος, ἐν μὲν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ὧδέ πως εἰπόντος· "τὰ περὶ τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἀλγήματα καὶ βάρεα σὺν πυρετοῖς καὶ ἄνευ πυρετῶν φρενιτικοῖσι μὲν σπασμοὶ καὶ ἰώδεα ἐπανεμέουσιν, ἔνιοι ταχυθάνατοι τουτέων. ἐν καύσοισι δὲ καὶ τοῖσιν [753] ἄλλοισι πυρετοῖσιν, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα τὰ περὶ τὰς ὄψιας ἢ καὶ ὑποχονδρίου σύντασις οὐ μετ' ὀδύνης αἱμορραγέουσι διὰ ῥινῶν, οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα. τὸ πολὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιούτοισιν οἱ σπασμοὶ μάλιστα, γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ τῶν ὑστερέων πόνοι, πρεσβυτέροισι δὲ καὶ ὁκόσοισιν ἤδη τὸ θερμὸν κρατέεται παραπληκτικὰ ἢ μανικὰ καὶ στέρησις ὀφθαλμῶν." ἐν δ' αὐτῷ τῷ Προγνωστικῷ πάλιν Ἱπποκράτης ὧδέ πώς φησιν· "ὅστις δ' ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονὴν μήτε δι' ἄλλην πρόφασιν ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν μετὰ οἰδήματός τε καὶ ὀδύνης εἴς τι τῶν ἄρθρων καὶ οὐχ ἧσσον τῶν κάτω. μᾶλλον δὲ γίνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριάκοντα ἐτέων. ὑποσκέπτεσθαι δὲ εὐθὺς χρὴ τὰ περὶ τῆς ἀποστάσεως, ἢν εἴκοσιν ἡμέρας ὁ πυρετὸς ὑπερβάλλῃ. τοῖσι δὲ γεραιτέροισιν ἧσσον γίνεται πολυχρονιωτέρου [754] ἐόντος τοῦ πυρετοῦ. χρὴ δὲ τὴν μὲν τοιαύτην ἀπόστασιν προσδέχεσθαι συνεχέος ἐόντος τοῦ πυρετοῦ, ἐς δὲ τεταρταῖον καταστήσεσθαι, ἢν διαλείπῃ τε καὶ ἐπιλαμβάνῃ πεπλανημένον τρόπον καὶ ταῦτα ποιέων τῷ φθινοπώρῳ πελάσῃ. ὥσπερ δὲ τοῖσι νεωτέροισι τριάκοντα ἐτέων αἱ ἀποστάσιες γίνονται, οὕτως οἱ τεταρταῖοι μᾶλλον τοῖσι τριακονταέτεσι καὶ γεραιτέροισι. τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ μᾶλλον τοῦ χειμῶνος γενομένας χρονιώτερον δὲ παυομένας ἧσσον δὲ παλινδρομεούσας." ἱκανὰ μὲν καὶ ταῦτα καὶ πάνυ σαφῆ τὰ περὶ τῶν ἀποστάσεων εἰρημένα, συνάπτων δ' αὐτοῖς ἐφεξῆς τὰ περὶ τῶν ἐκκρίσεων ὧδέ πώς φησιν· "ὅστις δ' ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ κεφαλὴν ἀλγεῖν ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἢν καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται. ἢν δὲ καὶ ῥῖγος ἐπιλάβῃ καὶ τὰ κάτω τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερος ἔτι ὁ ἔμετος παρέσται. ἢν δέ τι καὶ πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα ταχέως ἐμέεται. τουτέων δὲ οἷσιν ἂν ἄρξηται [755] ὁ πόνος τῇ πρώτῃ ἡμέρᾳ, τεταρταῖοι πιεζοῦνται μᾶλλον ἢ πεμπταῖοι, εἰς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι πλεῖστοι αὐτῶν ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ πεμπταῖοι μάλιστα, ἀπαλλάσσονται δ' ἐναταῖοι ἢ ἑνδεκαταῖοι. οἳ δ' ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι καὶ τἄλλα κατὰ λόγον αὐτοῖσι τῶν πρόσθεν γένηται, εἰς τὴν τετταρεσκαιδεκάτην. γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖσι τριταίοισι μάλιστα, τοῖσι δὲ νεωτέροισι γίνεται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ ἐν τοῖσι συνεχεστέροισι πυρετοῖσι καὶ ἐν τοῖσι γνησίοισι τριταίοισιν. οἷσι δὲ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνηται ἢ μαρμαρυγαὶ προφαίνωνται, ἀντὶ δὲ τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ' ἀριστερὰ συντείνηταί τι μήτε ξὺν ὀδύνῃ μήτε ξὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν τουτέοισι ῥυῆναι προσδόκιμον ἀντὶ τοῦ ἐμέτου. μᾶλλον δὲ κἀνταῦθα τοῖσι νεωτέροισι τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι, [756] τοῖσι δὲ τριακονταέτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τούτοισι προσδέχεσθαι." καὶ ταῦτα μὲν ἱκανά, πρὸς τούτοις δ' οὐδὲν ἧττον κἀκείνων μεμνῆσθαι προσήκει τῶν ἐν τῷ αὐτῷ βιβλίῳ γεγραμμένων ὑφ' Ἱπποκράτους· "κεφαλῆς δὲ ὀδύναι ἰσχυραὶ καὶ συνεχέες σὺν πυρετῷ, εἰ μέν τι τῶν θανατωδέων σημείων προσγένοιτο, ὀλέθριον κάρτα, εἰ δὲ ἄτερ σημείων τοιουτέων ὑπερβάλλει ἡ ὀδύνη εἴκοσιν ἡμέρας, ὑποσκέπτεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν ἢ ἄλλην ἀπόστασιν ἐς τὰ κάτω χωρία. ἔστ' ἂν δὲ ἡ ὀδύνη νεαρὰ ᾖ, προσδέχεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν ἢ ἐκπύησιν, ἄλλως τε καὶ ἢν ὀδύνη περὶ τοὺς κροτάφους ᾖ καὶ τὸ μέτωπον. μᾶλλον δὲ χρὴ τοῦ μὲν αἵματος προσδέχεσθαι τὴν ῥῆξιν τοῖσι νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων, τοῖσι δὲ γεραιτέροισι τὴν ἐκπύησιν." ... καὶ μὲν δὴ κἀν τῷ τῶν περιπνευμονικῶν λόγῳ "οἷσι δ' ἂν ἀποστάσιές", φησι, "γίνωνται ἐκ τῶν περιπνευμονικῶν περὶ τὰ ὦτα καὶ ἐκπυέουσιν ἢ ἐς τὰ κάτω χωρία καὶ συριγγοῦνται, οὗτοι δὲ περιγίνονται", εἶτα ἐπιφέρων [757] ἐρεῖ· "ὑποσκέπτεσθαι δὲ χρὴ καὶ τὰ τοιάδε ὧδε· ἢν ὅ τε πυρετὸς ἔχῃ καὶ ἡ ὀδύνη μὴ πεπαυμένη ᾖ καὶ τὸ πτύελον μὴ ἐκχωρέῃ κατὰ λόγον μηδὲ χολώδεες αἱ διαχωρήσεις τῆς κοιλίας μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίνωνται μηδὲ οὖρον πολύ τε κάρτα καὶ ὑπόστασιν ἔχον πολλήν, ὑπηρετῆται δὲ περιεστικῶς ὑπὸ τῶν λοιπῶν πάντων σημείων, τούτοισι χρὴ τὰς τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι. γίνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία οἷς ἄν τι περὶ τὸ ὑποχόνδριον τοῦ φλέγματος ἐγγένηται, αἱ δὲ ἄνω οἷς ἂν τὸ μὲν ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον διατελέῃ, δύσπνους δέ τινα χρόνον γενόμενος παύσεται ἄτερ φανερῆς προφάσιος ἄλλης." καὶ μὲν δὴ καὶ περὶ τῶν κατὰ τὰ ὑποχόνδρια οἰδημάτων διαλεγόμενος ὧδέ πως εἶπε· "σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθαι, εἰ δὲ ὑπερβάλλοι εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται. γίνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῥῆξις διὰ ῥινῶν καὶ κάρτα ὠφελέει. ἀλλ' ἐπανερέσθαι [758] εἰ κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυώττουσιν. εἰ γὰρ εἴη τι τουτέων, ἐνταῦθα ἂν ῥέποι. μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι." καὶ μὲν δὴ καὶ ταῦτα κατὰ τὸ Προγνωστικὸν εἴρηται τῷ Ἱπποκράτει δηλωτικὰ τρόπου κρίσεων· "ὅσοι δ' ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν τἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ, τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία."
Ἐν μὲν δὴ τῷ Προγνωστικῷ ταῦτα διὰ συντόμων εἴρηται πρὸς αὐτοῦ τὸν τῆς μελλούσης κρίσεως τρόπον ὁποῖός τις ἔσοιτο διδάσκοντος, προστίθησι δ' αὐτοῖς οὐκ ὀλίγα κατὰ μέρος κατά τε τὸ Προρρητικὸν καὶ τὰ τῶν Ἐπιδημιῶν οἷον καὶ ὅτι "πρὸ ῥίγεος ἐπισχέσιες τῶν οὔρων" καὶ ὅτι 'τὰ ἐξέρυθρα ὄμματα αἱμορραγικά'. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν δακρυόντων ὀφθαλμῶν καὶ τῶν μήλων τῶν ἐρυθρῶν καὶ τῆς ῥινὸς αὐτῆς καὶ μὲν δὴ καὶ ὡς τὸ κάτω χεῖλος σειόμεμον ἔμετον ἔσεσθαι προδηλοῖ καὶ ὡς μετὰ κεφαλαλγίαν κῶμα καὶ κώφωσις ἐξαίφνης γινόμενα παρωτίδων [759] ἐστὶ σημεῖα καὶ ἄλλα πολλὰ τοιαῦτα κατὰ μέρος, ἃ δυνάμει περιέχεται πάντα διὰ τῶν κατὰ τὸ Προγνωστικὸν εἰρημένων. ὅλως γὰρ οὐδὲν ἄλλο χρὴ σκοπεῖν ἐπὶ τοῦ τρόπου τῆς κρίσεως ἀλλ' ἢ τὴν ῥοπὴν τῆς φύσεως ἣν ἐνεδείξατο σαφῶς ὁ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ, τοῦτο μὲν καρδιωγμοῦ καὶ ῥίγους μνημονεύσας ἐφ' ὧν ἔμετος ἔσεσθαι μέλλει, τοῦτο δὲ δυσπνοίας καὶ μαρμαρυγῶν ἐφ' ὧν αἱμορραγίαι διὰ ῥινῶν, ἔτι τε πρὸς τούτοις διοριζόμενος ὑπέρ τε τῶν διαχωρημάτων καὶ τῶν οὔρων, ἐν οἷς φησι· "μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίνωνται μηδὲ οὖρον πολὺ κάρτα καὶ ὑπόστασιν ἔχον πολλήν." εἰ γὰρ δὴ τούτων τι γένηται, δῆλον ὡς ἐνθάδε ῥέπει τὸ νόσημα καὶ διὰ τούτων ἐκκαθαίρεται, μὴ ῥέποντος δ' ἐνταῦθα καὶ μηκύνοντος περιεστικῶς ἀπόστασιν ἔσεσθαι προσδοκᾶν. τεκμαίρεσθαι δὲ καὶ περὶ τούτων τὴν ῥοπὴν τῆς φύσεως· 'εἰς μὲν γὰρ τὰ κάτω χωρία' φησὶν 'ἔσεσθαι αὐτὰς οἷς ἂν περὶ τὸ ὑποχόνδριον τοῦ φλέγματός τι ἐγγένηται', τοῦτ' ἔστι τῆς φλογώσεώς τε καὶ [760] θερμασίας, ἐπειδὴ κάτω ῥέπουσιν ἐπὶ τούτων οἱ τὴν περιπνευμονίαν ἐργασάμενοι χυμοί (σύμπαντα γὰρ τοῦτον τὸν λόγον ὡς ἐπὶ παραδείγματι ἐπὶ τῶν περιπνευμονικῶν ἐποιήσατο), μὴ ῥεπόντων δ' αὐτῶν κάτω τὸ μὲν ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον ἔσται διὰ παντός, ὁ δ' ἄνθρωπος δύσπνους ἐπί τινα χρόνον γενήσεται χωρὶς προφάσεως φανερᾶς, καὶ δῆλον ὡς ἄνω τούτῳ τὰς ἀποστάσεις ἀναγκαῖον ἀκολουθῆσαι, τοῦτ' ἔστιν εἰς τοὺς περὶ τὰ ὦτα ἀδένας. εὐθὺς δ' ἂν αὐτῷ καὶ τῶν ἄλλων τι σημείων προσγένοιτο τῶν κατὰ τὴν κεφαλὴν συμβαινόντων οἷον κῶμα καὶ κώφωσις ἐξαιφνίδιός τε καὶ παράλογος ἢ βάρος τῆς κεφαλῆς ἢ καὶ τῶν κροτάφων ἤ τι τοιοῦτον ἕτερον.
Οὐδὲν οὖν λείπει γνώρισμα τρόπου κρίσεως, ἀλλ' εἴρηται πάντα χωρὶς τῶν σφυγμῶν πρὸς Ἱπποκράτους. ἕπεσθαι δ' οἱ πολλοὶ βραχυλογίᾳ παλαιᾷ μὴ γεγυμνασμένοι λείπειν οἴονταί τινα. λέγωμεν οὖν ἡμεῖς αὐτοῖς ἑτέρᾳ λέξει σαφεῖ τὰ αὐτά. τάχα γὰρ ἂν οὕτω γε μαθόντες οὔτ' ἀδύνατον οἰήσονται προγνῶναι τὸν τρόπον τῆς ἐσομένης κρίσεως οὔτε ῥᾳθυμήσουσιν ἔτι περὶ τὴν ἄσκησιν. ὅταν [761] οὖν ὅτι κρίσις ἔσται προγνῷς ἐξ ὧν ἔμπροσθεν εἰρήκαμεν, ἐφεξῆς ὁποία τις ἔσται διορίζεσθαι κατὰ τάδε· πρῶτον μὲν εἰ ὀξὺ καὶ θερμὸν τὸ νόσημα καὶ ἡ κρίσις ἐν ταῖς πρώταις περιόδοις. ἀναγκαῖον γὰρ ἐν τοιαύταις κρίσεσιν οὐκ ἀπόστασιν ἀλλ' ἔκκρισιν ἀπαντῆσαι. δεύτερον δ' εἰ χρόνιον καὶ βραδύ. σὺν ἀποσκήμμασι γὰρ εἴωθε τὰ τοιαῦτα καθίστασθαι, καὶ μάλισθ' ὅταν οὖρα λεπτὰ καὶ ὠμὰ πολὺν χρόνον οὐρῶσιν. εἰ γὰρ πολλὰ καὶ χρηστὴν ὑπόστασιν ἔχοντα, πεφθῆναι μᾶλλον εἰκὸς κατὰ βραχὺ τὴν νόσον, οὐκ εἰς ἀπόστασιν ὁρμῆσαι. τούτων δὲ διωρισμένων ἐφεξῆς σκεπτέον, εἰ μὲν ἐκκρίσει μέλλει κριθήσεσθαι, πότερον αἱμορραγία τις ἢ ἱδρὼς ἢ ἔμετος ἢ διαχώρησις ἔσται γαστρός, εἰ δ' ἀποσκήμματι, ποῖον μόριον ἢ ἄρθρον ὑποδέξεται τὴν ἀπόστασιν.
Ἐπὶ μὲν δὴ τῶν ἐκκρίσει μελλόντων κρίνεσθαι διχῶς χρὴ διορίζεσθαι, τοῖς τε τῆς ἐσομένης ἐκκρίσεως σημείοις εἰ παρείη καὶ τοῖς τῶν ἄλλων εἰ μὴ παρείη. βεβαιότερον γὰρ ἐλπίσεις τὸν ἑκάστοτε προδηλούμενον τρόπον τῆς κρίσεως, ἂν μηδείς σε τῶν ἄλλων περιέλκῃ. χρὴ τοίνυν ἐμὲ μὲν ἐφ' ἑκάστου τὸν ἴδιον εἰπεῖν, [762] σὲ δ' ἐπὶ τῶν ἀρρώστων μὴ τοῦτον μόνον ὁρᾶν ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἐπισκοπεῖν. εἰ γοῦν ἀλόγως ἐπισχεθῇ ἡ γαστὴρ ἢ οὖρα τῆς κρίσεως ἐγγὺς οὔσης, ἐλπίζειν χρὴ ῥῖγος. εἰ δὲ τοῦτο, διορίζεσθαι πότερον ἱδρὼς ἐπ' αὐτῷ γένοιτ' ἂν ἢ ἔμετος ἢ διαχώρησις γαστρὸς ἤ τινα τούτων ἢ πάντα. καὶ πρῶτον μὲν εἰς τὴν τοῦ νοσήματος ἰδέαν ἀποβλέπειν. εἰ γὰρ ἀκριβῶς εἴη περικαές, εὐθὺς ἂν καὶ ἡ τοῦ ῥίγους πρόγνωσις βεβαιοτέρα. χολῶδες γὰρ τὸ περικαές, εἴρηται δ' ἐν τοῖς ἔμπροσθεν ὡς ὁ χυμὸς οὗτος, ἐπειδὰν σφοδρότερον κινηθῇ, ῥῖγος ἐργάζεται. μετὰ ταῦτα δὲ προσεπισκέπτεσθαι πότερον τῶν οὔρων μόνων ἢ καὶ τῆς γαστρὸς ἐπισχεθείσης ἐρρίγωσαν. εἰ μὲν γὰρ ἀμφοῖν, ἱδρὼς ἐξ ἀνάγκης ἔσται πολύς, εἰ δὲ τῶν οὔρων μόνων, ἐπισκέπτεσθαι χρὴ τὰ κατὰ τὴν γαστέρα πότερον πλείω τῶν ἔμπροσθεν ἢ ἐλάττω πρὸ τῆς κρίσεως ὑπῆλθεν. εἰ μὲν γὰρ ἐπισημότερον πολλῷ, τὴν ἐνταῦθα ῥοπὴν γνωρίζειν, εἰ δ' ἐλάττω, τὴν εἰς ἱδρῶτας. εἰ δὲ καὶ τὰ τῶν ἐμέτων παρείη σημεῖα, δι' ἀμφοτέρων ὁ τοιοῦτος τῶν ἐκκρίσεων κριθήσεται καὶ ἤτοι μᾶλλον κατὰ τὴν ἑτέραν [763] αὐτῶν, ἥτις ἂν ἐπικρατήσῃ μᾶλλον, ἢ ὁμοίως ἑκατέρωθεν, ὅταν ἴσα πως ᾖ τὰ γνωρίσματα. μὴ παρόντων δὲ τῶν ἐμετικῶν σημείων ἱδρῶτας μόνους προσδέχεσθαι, καὶ μᾶλλον ἐπειδὰν παραπαίωσιν οἱ κάμνοντες ἐπιδιδόντος τοῦ παροξυσμοῦ καὶ θερμότερα τἀκτὸς καὶ ἐρυθρότερα γίνωνται καί τις ἀτμὸς ἀνίῃ θερμὸς οἷος οὐ πρόσθεν. εἰ δὲ καὶ κυματώδης ὁ σφυγμὸς γίνοιτο καὶ μαλακὸς ἐπισήμως, ἔτι μᾶλλον ἐλπίζειν ἱδρῶτας. ὁ σκληρὸς δὲ σφυγμὸς ἐμέτους μᾶλλον ἢ ἱδρῶτας προδηλοῦν εἴωθεν. ὁ μὲν γὰρ ὑψηλὸς ἁπάσης ἐκκρίσεώς ἐστι γνώρισμα, καθάπερ οὖν καὶ ὁ σφοδρός, μέγας δ' εἴπερ εἴη, τῆς ἔξω κινήσεως μᾶλλον ἢ τῆς εἴσω σημεῖόν ἐστι. διττῆς δ' οὔσης ἑκατέρας, τῆς μὲν ἔξω δι' αἱμορραγίας καὶ ἱδρώτων, τῆς δ' εἴσω διά τε γαστρὸς καὶ στομάχου, κυματώδης μὲν ὁ σφυγμὸς ἱδρῶτας, μέγας δ' ἁπλῶς αἱμορραγίας προδηλώσει, τῆς δ' εἴσω ῥοπῆς ἐπικρατούσης, ὅταν μὲν ἀπῇ τὰ τῶν ἐμέτων σημεῖα, διαχωρήσει γαστρὸς ὁ τοιοῦτος κριθήσεται, παρόντων δὲ δι' ἐμέτων μᾶλλον. εἰ δὲ καὶ ταῦτα παρείη καὶ ἡ γαστὴρ ἐπισήμως ὑπίοι, δι' ἀμφοτέρων. ἀνώμαλος δὲ [764] σφυγμὸς ἐπὶ τῶν πλείστων μὲν γίνεται κρίσεων, καὶ μάλιστ' ἐπειδὰν ἀγωνιστικόν τι καὶ παρακινδυνευτικὸν ἔχωσι, πολὺ δὲ μᾶλλον χολωδῶν εἰς τὴν γαστέρα συρρεόντων ἅμα τῷ καὶ τἄλλα τῶν ἐμέτων παρεῖναι σημεῖα τὰ πρὸς Ἱπποκράτους εἰρημένα. καὶ οἱ σφυγμοὶ παντοίως ἀνώμαλοι γίνονται δακνομένου τ' ἤδη καὶ βαρυνομένου τοῦ στομάχου.
Ἀλλὰ τὰ μὲν ἀπὸ τῶν σφυγμῶν ἢ ὡς οὐ γινώσκων ὁ Ἱπποκράτης ἢ ὡς οὐκ ἀξιόλογα νομίζων οὐκ ἐξειργάσατο, τὰ δὲ τῶν ἐμέτων σημεῖα καρδιωγμοί τ' εἰσὶν ἅμα πόνῳ κεφαλῆς καὶ σκοτόδινοι σὺν τοῖς προφαινομένοις τῶν ὄψεων ὀρφνώδεσι καὶ τῷ κάτω χείλει σειομένῳ καὶ πολλῷ καὶ λεπτῷ παραρρέοντι σιέλῳ. πάντα δὲ ταῦτα συμπίπτει χολώδους τε καὶ δακνώδους χυμοῦ κατά τε τὴν γαστέρα καὶ τὸν στόμαχον ἠθροισμένου καὶ δάκνοντός θ' ἅμα τὸ στόμα τῆς γαστρός, ὃ δὴ καρδίαν ἐκάλουν οἱ παλαιοί, καὶ σὺν αὐτῷ τὸν στόμαχον ὅλον ἔσω τε καὶ κάτω κατασπῶντος, ὅθενπερ καὶ τὸ χεῖλος αὐτοῖς σείεται καὶ σίελον παραρρεῖ λεπτὸν ὀρφνώδη τέ τινα προφαίνεται τῶν ὀφθαλμῶν καὶ ἰλιγγιῶσι καὶ σκοτοδινιῶσι [765] καὶ κεφαλὴν ἀλγοῦσιν ἀναθυμιωμένου τέ τινος ἐκ τοῦ χολώδους χυμοῦ καὶ προσέτι τῇ κατὰ τὰ νεῦρα συμπαθείᾳ.
Τὰ δὲ τῶν αἱμορραγιῶν ἴδια μαρμαρυγαὶ μέν, ὅτι ξανθὸς ὁ χυμός, ἀμβλυωγμοὶ δέ, διότι πολὺς ἀθρόως ἀναφερόμενος ἐμφράττει τὰς ὁδοὺς τοῦ πνεύματος. οὕτω δὲ καὶ οἱ ὀφθαλμοὶ δακρύουσι τῷ πλήθει τοῦ ῥεύματος ὥσπερ κἀν ταῖς ὀφθαλμίαις. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐρυθροὶ φαίνονται σὺν τοῖς μήλοις ἐνίοτε καὶ ταῖς ῥισίν. ἴδιον δὲ τῶν αἱμορραγιῶν καὶ 'ἡ τῶν ὑποχονδρίων σύντασις οὐ μετ' ὀδύνησ'. ἔστι γὰρ καὶ τοῦτο τῆς ἄνω ῥοπῆς τοῦ αἵματος οὐ σμικρὸν γνώρισμα, καθάπερ οὖν καὶ ἡ δύσπνοια. καὶ γὰρ καὶ ἥδε διεξερχομένου τοῦ αἵματος εἰς τὸν θώρακα γίνεται. σὺν ὀδύνῃ δ' εἴπερ ἐνταθείη τὸ ὑποχόνδριον, οὐχ αἱμορραγίας ἐσομένης σημεῖον ἀλλὰ φλεγμονῆς τινος αὐτόθι γεγενημένης ἐστὶ σύμπτωμα. καὶ μὲν δὴ καὶ τὸ τῆς κεφαλῆς ἄλγημα, κἂν εἰ κοινὸν ἐμέτων τε καὶ αἱμορραγιῶν εἴη σημεῖον, ἀλλά τοι κἀνταῦθα τὸ μὲν οἷον δακνῶδες ἐμέτου, τὸ δ' οἷον βαρὺ καὶ διατεῖνον καὶ σφύζον καὶ [766] θερμὸν αἱμορραγίας ἴδιον. οὕτω δὲ καὶ τῶν κατὰ τὰ ὑποχόνδρια σπλάγχνων αἱ φλεγμοναὶ τῶν αἱμορραγιῶν εἰσιν αἴτιά θ' ἅμα καὶ σημεῖα μέλλοντός γε κριθήσεσθαι τοῦ νοσήματος ἐκκρίσεσιν.
Εἰ δὲ τὸ μὲν ἀνάπαλιν αἱμορραγεῖν οὐκ ἀγαθόν ἐστιν, τὸ δὲ κατ' ἴξιν ἀγαθόν, ὡς Ἱπποκράτης λέγει καὶ ἡ πεῖρα διδάσκει, ῥᾷστον ἤδη σοι καὶ τὸν αἱμορραγήσοντα προειπεῖν μυκτῆρα τὴν ἀφορμὴν τῆς αἱμορραγίας ἐξευρόντι. δεξιὸν μὲν γὰρ ὑποχόνδριον ἐκ δεξιοῦ μυκτῆρος ἀγαθὴν ἐπιφέρει τὴν κρίσιν, ἀριστερὸν δ' ἐξ ἀριστεροῦ. μεμάθηκας δ' ἔμπροσθεν ἤδη τά τε τῶν ἀγαθῶν καὶ τὰ τῶν κακῶν κρίσεων σημεῖα. τί δὴ οὖν ἔτι χαλεπὸν εἰπεῖν τὸν αἱμορραγήσοντα μυκτῆρα καὶ τοῦ μέρους τοῦ πεπονθότος ἀκριβῶς γνωρισθῆναι δυναμένου καὶ τοῦ τῆς κρίσεως ἤθους οὐκ ἂν λαθόντος καὶ τῶν αἱμορραγικῶν σημείων ἐναργῶς φαινομένων; ἐπὶ τούτοις ἅπασι καὶ τὰ παρὰ τῆς ἡλικίας καὶ τῆς ὥρας καὶ τῆς χώρας καὶ τῆς φύσεως τοῦ κάμνοντος ἱκανὰ προδηλῶσαι τὴν ἐσομένην αἱμορραγίαν.
Αἱμορραγίας μὲν δὴ καὶ ἐμέτων ἀκριβῆ τε καὶ ἴδια τὰ γνωρίσματα, δεύτερα δ' ἐπ' αὐτοῖς τῶν ἱδρώτων. εἰ δὲ διὰ γαστρὸς ἐκκρίσεως ἡ κρίσις ἔσεσθαι μέλλει, πρόδηλον [767] μὲν οὐδὲν οὕτως οὐδ' ἴδιον, ἀλλ' ἐκ τοῦ παρεῖναι μὲν τὰ τῆς κρίσεως σημεῖα, μὴ παρεῖναι δὲ τὰ τῶν ἐμέτων ἢ τὰ τῆς αἱμορραγίας ἢ τὰ τῶν ἱδρώτων ἔνεστι συλλογίζεσθαι. καίτοι κἂν εἰ μηδὲν ἐκείνων παρείη, οὔπω τοῦτο μόνον ἀλλὰ καὶ δι' αἱμορροίδος ἐγχωρεῖ γενέσθαι τὴν κρίσιν ἢ γυναιξὶν δι' ἐπιμηνίων. οὐ μὴν ἀδύνατον οὐδὲν διορίζεσθαι. βάρος μὲν γὰρ ἐπίσημον ὀσφύος καὶ ἄλγημα καὶ τάσις ἐνταῦθα προηγεῖται τῶν ἐπιμηνίων, αἱμορροὶς δ' οὐ πᾶσι σύνηθές ἐστιν. οἷς οὖν ἐστι, τούτοις μόνοις οὐκ ἄν τις ῥᾳδίως διορίσειε, τοῖς δ' ἄλλοις ἅπασιν, ἐπειδὰν παρῇ μὲν πέψεώς τε καὶ κρίσεως σημεῖα, μὴ παρῇ δ' ἐμέτων ἢ αἱμορραγίας ἢ ἱδρώτων, ἐκταραχθήσεται πάντως ἡ γαστήρ.
Οὕτω μὲν δεῖ διακρίνειν ἴδιά τε καὶ κοινὰ τρόπου κρίσεως γνωρίσματα τῶν ἐκκρίσει δηλονότι μελλόντων κριθήσεσθαι νοσημάτων, εἰ δ' εἰς ἀπόσκημμα τρέποιτο, κοινὰ μὲν ἁπάντων γνωρίσματα τὸ σωτηρίως τοῦ κάμνοντος ἔχοντος μήτε λύεσθαι τὸ νόσημα μήτ' οὖρον πολὺ καὶ πολλὴν ὑπόστασιν ἔχον ἀλλ' ὠμὸν καὶ λεπτὸν [768] φαίνεσθαι, τὰ δ' ἴδια τῶν μὲν μὴ λίαν κεχρονικότων, εἰ δυσπνούστερος ὁ κάμνων ἐξαίφνης γενόμενος ἀποπαύσαιτο μὲν ἐν τάχει τῆς δυσπνοίας, διαδέξαιτο δ' αὐτὴν ὀδύνη καὶ βάρος τῆς κεφαλῆς καὶ κῶμα καὶ κώφωσις, εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας ἀνάγκη τούτῳ γενέσθαι τὴν ἀπόστασιν, εἰ δ' εἴη πολυχρόνιον ἤδη τὸ νόσημα καὶ μήτε τούτων παρείη μηδέν, ἐμφαίνοιτο δέ τινι τῶν κάτω χωρίων ἢ βάρος ἢ τάσις ἢ φλόγωσις ἢ ὀδύνη, κάτω τούτῳ τὴν ἀπόστασιν ἔσεσθαι προσδοκᾶν. παράδειγμα δ' ἑκατέρας τῆς ἀποστάσεως ἓν νόσημα ποιησάμενος ὁ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ τοὺς δυναμένους συνορᾶν τὸν λόγον ἐδίδαξε καὶ ὡς χρὴ καθόλου περὶ πασῶν ἀποστάσεων συλλογίζεσθαι. διό μοι κἀγὼ δοκῶ καταπαύειν ἐνταῦθα τὸν ἐνεστῶτα λόγον. εἰ γάρ τις τοῖς ὑφ' Ἱπποκράτους εἰρημένοις προσθεὶς ταυτὶ τὰ ἡμέτερα μήπω τεχνικὸς γέγονε καὶ προγνωστικὸς κρίσεων, ἐν τῷ μετὰ ταῦτα συγγράμματι τελευταίῳ τῆς προκειμένης ἡμῖν ἐσομένῳ πραγματείας ἐλπίζω τὸ λεῖπον αὐτὸν ἐπιμαθήσεσθαι. τοῖς μὲν γὰρ συνετοῖς ἐξαρκέσει καὶ ταῦτα καὶ οὐδὲν ἔτι τετάρτου λόγου προσδεῖ.