[362] Ἤδη μοι καὶ πρόσθεν ἐγέγραπτο πραγματεία, δυοῖν μὲν ἐξ αὐτῆς τῶν πρώτων βιβλίων ἐκδοθέντων, ἐγκαταλειφθέντων δὲ ἐν τῇ κατὰ τὴν ἱερὰν ὁδὸν ἀποθήκῃ μετὰ τῶν ἄλλων, ἡνίκα τὸ τῆς Εἰρήνης τέμενος ὅλον ἐκαύθη, καὶ κατὰ τὸ παλάτιον αἱ μεγάλαι βιβλιοθῆκαι. τηνικαῦτα γὰρ ἑτέρων τε πολλῶν ἀπώλοντο βιβλία καὶ τῶν ἐμῶν ὅσα κατὰ τὴν ἀποθήκην ἐκείνην ἔκειτο, μηδενὸς τῶν ἐν Ῥώμῃ [363] φίλων ἔχειν ὁμολογοῦντος ἀντίγραφα τῶν πρώτων δυοῖν. ἐγκειμένων οὖν τῶν ἑταίρων αὖθίς με γράψαι τὴν αὐτὴν πραγματείαν, ἀναγκαῖον ἔδοξέ μοι δηλῶσαι περὶ τῶν προεκδοθέντων, ὅπως μή τις προεντυχὼν αὐτοῖς ποτε ζητοίη τὴν αἰτίαν τοῦ δίς με περὶ τῶν αὐτῶν πραγματεύσασθαι. κατ' ἐκεῖνα μὲν οὖν ἐποιησάμην τὸν λόγον ἀπὸ τῆς ἀρχῆς τοῦ πρώτου βιβλίου πρὸς τοὺς σοφιστικῶς ἀναιροῦντας, ὡς οἷόν τε τὴν ἐπαγγελίαν τῶν συνθέτων φαρμάκων, ἐνίοις δὲ καὶ τῶν ἁπλῶν ἐπηρεάζοντας, ἅμα τοῦ σκώπτειν τοὺς γεγραφότας ὑπὲρ αὐτῶν, ὡς τὰ μὲν ἧπαρ ὠφελεῖ, τὰ δὲ σπλῆνα, τὰ δὲ νεφροὺς ἢ κύστιν ἢ κεφαλὴν ἢ πνεύμονα. πότερα γὰρ, φασὶν, ἐφεστηκώς τις αὐτοῖς προστάττει, καθάπερ ἐν τῇ τραγῳδίᾳ,
Σὺ μὲν βάδιζε τὰς ἐπ' Ἰνάχου ῥοὰς,
Σὺ δ' ἀμφὶ Θήβας στεῖχε τὰς Καδμηΐας.
οὕτως ἐνταῦθα σὺ μὲν βάδιζε τὰς ἐφ' ἥπατι πύλας, σὺ δ' ἐπί τε κύστιν ἢ καὶ νεφροὺς δύο ἢ τὸ καταποθὲν εἰς τὴν κοιλίαν ἀναδίδοται μὲν εἰς ἧπαρ, ἐντεῦθεν δὲ φέρεται πάντῃ [364] τοῦ σώματος; ἀλλὰ τοῦτό γε τὸ σκῶμμα δηλοῖ τοὺς ταῦτα λέγοντας εἰς τοσοῦτον ἀπείρους εἶναι φαρμάκων δυνάμεως, ὡς ἀγνοεῖν ὑπὸ μὲν τοῦ θαλαττίου λαγωοῦ μόνον τῶν πάντων ἐν τῷ σώματι μορίων ἑλκόμενον πνεύμονα, κύστιν δ' αὖ μόνην ὑπὸ τῶν κανθαρίδων. ὑπ' ἄλλων δὲ τοὺς ἐν νεφροῖς λίθους θρυπτομένους, ὑφ' ἑτέρων δὲ τὰς ἐκ πνεύμονός τε καὶ θώρακος ἀναπτύσεις εὐπετεῖς γινομένας, ὥσπερ ὑπ' ἄλλων ἄλλα καθ' ἕν τι μόριον ἐξαιρέτως ἐπιτελούμενα. πολυειδῶς δὲ τοῦτον τὸν λόγον ἐν τῷ πρώτῳ τῶν γεγραμμένων ἤδη μοι πρόσθεν, ὡς ἔφην, ὑπομνημάτων ἐξειργασάμην, ὥσπερ αὖ κατὰ δεύτερον ἄλλον, οἰομένων τινῶν ἐν τῇ συνθέσει διαφθείρεσθαι παντάπασι τὰς ἐναντίας ἀλλήλαις δυνάμεις τῶν ἁπλῶν φαρμάκων. εἰ γὰρ ὕδωρ, φασὶ, τὸ ζεστότατον τῷ ψυχροτάτῳ μίξεις, οὐδέτερον μενεῖ τῶν μιχθέντων ὁποῖον ἦν ἔμπροσθεν, ἀλλ' ἕν τι γενήσεται τρίτον, ἕτερον ἀμφοῖν. ἐδείχθησαν δὲ κᾀνταῦθα ληροῦντες μάταια διὰ τὸ μὴ γινώσκειν ἔνια μὲν τῶν προσφερομένων τῷ σώματι κατὰ τὰς ἐμφύτους δυνάμεις, ἔνια δὲ κατὰ τὰς ἐπικτήτους [365] ποιότητας ἐνεργεῖν. τίς γὰρ οὐκ οἶδε κώνειον ἢ μηκώνειον ψύχοντα; καὶ μὴν εἰ θερμήνας αὐτὰ σφοδρῶς, προσφέροις ζώου σώματι, καυτηρίῳ παραπλησίως ἕλκος ἐργάσῃ. καθάπερ γε πάλιν εἰ νᾶπυ τρίψας ἐν ἀέρι ψυχρῷ, μεθ' ὕδατος ψυχροτάτου χειμῶνος ὥρᾳ, προσενέγκῃς ἐξαίφνης ἀραιῷ τε καὶ ἀσθενεῖ σώματι, φρίξει οὐδὲν ἧττον ἢ εἰ χιὼν ἢ κρύσταλλος ἔψαυσεν αὐτοῦ. ἀλλ' ἐὰν ὁμιλήσῃ σώματι ζώου χρόνῳ πλέονι, πρῶτα μὲν αἴσθησιν ἐργάσεται θερμασίας ὀλίγης, εἶτα πλείονος, εἶθ' οὕτω πολλῆς, ὡς ὑπὸ πυρὸς καίεσθαι δοκεῖν. ἔμπαλιν δὲ κώνειόν τε καὶ μηκώνειον θερμὰ προσαχθέντα, ἐὰν ὁμιλήσῃ τῷ σώματι χρόνῳ πλέονι, τοσαύτην ἐργάσεται τὴν ψύξιν, ὡς ἀναίσθητα γενέσθαι τὰ σώματα, κᾂν πρότερον αἰσθητικώτατα ὑπάρχῃ. διωρισμένων οὖν ἡμῖν τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν, ἕνδεκα τὸν ἀριθμὸν οὖσιν, ἐπ' αὐτὴν ἤδη τρέψομαι τὴν χρήσιμον διδασκαλίαν, ἐν ᾗ γυμνασάμενός τις, ἐὰν καὶ μηδ' ὅλως ἐπιφέρηται τὰς γραφὰς τῶν πολυφαρμάκων δυνάμεων, οὐκ ἀπορήσει τῶν ἐπιτηδείων πρὸς ἕκαστον [366] πάθος, ἐὰν οὗτος, ὡς ἔφην, ἔμπειρος ᾖ τῆς ὕλης τῶν ἁπλῶν φαρμάκων. ἐν παρέργῳ δὲ ὁ λόγος οὗτος ἐπιδείκνυσι καὶ τὴν τῶν ἐμπειρικῶν ἰατρῶν φιλονεικίαν εἰς ὀνείρατά τε καὶ τύχην καὶ περίπτωσιν ἀναγόντων τὰ σύνθετα φάρμακα σχεδὸν ἅπαντα, πλὴν ὀλιγίστων τινῶν, ἃ κατὰ τὸν κοινὸν ἁπάντων ἀνθρώπων λόγον, ὃν ἐπιλογισμὸν αὐτοὶ καλοῦσιν, εὑρηκέναι φασί. ὥσπερ ὅταν ἀλλήλοις μίξωμιν φάρμακα τὴν αὐτὴν ἐπιδεδειγμένα διὰ τῆς πείρας ἐνέργειαν, ἄλλο δ' ἐπ' ἄλλου σώματος ἄμεινον ἢ χεῖρον ἐνηργηκὸς, εὔλογον μὲν ἡμῖν ἔδοξε, φασὶν ἔνιοι τῶν ἐμπειρικῶν, οὐ γὰρ δὴ πάντες γε, συνθεῖναι πλείω τοιαῦτα χάριν τοῦ κᾂν ἓν ἐξ αὐτῶν εὑρεθῆναι τῇ φύσει τοῦ θεραπευομένου σώματος οἰκεῖον. ὅπερ ἐπὶ τούτου δὴ τοῦ καινοτάτου φαρμάκου τοῦ καλουμένου κεφαλικοῦ γεγονέναι φασὶ, μιχθέντων ἐν αὐτῷ πάντων τῶν καὶ κατὰ μόνας ἐγνωσμένων ἕλκη σαρκοῦν. ἀλλὰ κατὰ τίνα γε λόγον ἰὸς μιχθεὶς ἁπλῇ κηρωτῇ σαρκωτικὸν ἐργάζεται φάρμακον, οὐδετέρου τῶν μιχθέντων σαρκοῦντος, οὐκέτι λέγουσιν. ὁ μὲν γὰρ ἰὸς ἀναβιβρώσκει τὴν [367] ἡλκωμένην σάρκα, θερμὸν καὶ δριμὺ φάρμακον ὑπάρχον. ἡ κηρωτὴ δὲ πρᾷον μέν ἐστι καὶ ἄδηκτον, ἀντὶ δὲ σαρκὸς νέας ῥύπον ἐπιτρέφει τοῖς ἕλκεσιν. ἐμοὶ δὲ καὶ τοῦθ' ὅπως ἀλλήλοις ἐπιμίγνυται καὶ τἄλλα, ὅσα κατὰ τὸν αὐτὸν τρόπον ἐκ τῶν ἐναντίων σύγκειται, λέλεκται μὲν ἤδη καὶ κατὰ τὸ τρίτον γράμμα τῆς θεραπευτικῆς πραγματείας, εἰρήσεται δὲ καὶ νῦν ἡ κατὰ μέρος γυμνασία μετὰ παραδείγματος ἐφ' ἑκάστου πάθους.
[Τίνα προσεπίστασθαι χρὴ τὸν μέλλοντα καλῶς συντιθέναι τὰ φάρμακα.] Περὶ μὲν τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως εἴρηται δι' ἑτέρας πραγματείας ὅτι χρὴ γινώσκειν ἑκάστου τὴν δύναμιν, οὐ κατὰ γένος μόνον, ὡς ἔγραψάν τινες, ἤτοι θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν εἰπόντες, ἀλλὰ διωρισμένως τε καὶ διηρθρωμένως, ἐκ τίνος ἐστὶ τάξεως, ὡς ἡμεῖς ἐδηλώσαμεν. ἔνια μὲν γὰρ φάρμακα παντάπασιν ἀμυδρῶς ἐργάζεται τῶν εἰρημένων ἕκαστον, ἔνια δὲ σαφῶς, ἔνια δὲ ἰσχυρῶς, ὥσπερ ἄλλα τελέως. οὔκουν αὐταρκὲς ἐπίστασθαι θερμαίνειν ἢ ψύχειν τόδε τὸ [368] φάρμακον, ἀλλὰ καὶ μέχρι πόσου θερμαίνει καὶ ψύχει προσδιορίσασθαι χρή. θερμαίνουσι γὰρ αἱ ῥητίναι πᾶσαι καὶ τοῦτο κοινὸν αὐταῖς, ἀλλὰ τὸ μᾶλλον καὶ ἧττον οὐκ ὀλίγον ἐν τῇ θερμότητι κέκτηνται. θερμαίνουσι δὲ καὶ ὀποὶ πολλοὶ, διαφέροντες ἀλλήλων οὐ σμικρὰν διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. εἰ γὰρ παραβάλλοις ὀπὸν πάνακος τῷ Κυρηναίῳ καὶ Μηδικῷ, δόξει σοι τοῦτο μηδὲν ὡς πρὸς ἐκείνους εἶναι καὶ τί δεῖ πόῤῥω τὸν λόγον ἀπάγειν, αὐτῶν οἷς ὁσημέραι προσφερόμεθα τῆς διαφορᾶς ἀναμνῆσαι δυναμένους; ἄνηθον γοῦν καὶ πήγανον καὶ κρόμμυον θερμαίνοντα πάντα πολὺ διενήνοχεν ἀλλήλων, ὥστε καὶ κατὰ τὰς θεραπείας τῷ μὲν ἱκανῶς ἐψυγμένῳ μορίῳ τὸ θερμαῖνον ἱκανῶς προσοίσομεν φάρμακον, τῷ δὲ βραχὺ τοῦ κατὰ φύσιν ἐξηλλαγμένῳ τὸ μετρίως θερμαῖνον, ὥσπερ γε καὶ τῷ πάνυ κατεψυγμένῳ τὸ σφοδρότατα θερμαῖνον. εἰκότως οὖν ἡμεῖς ἐποιησάμεθα τέσσαρας τάξεις ἐν τοῖς θερμαίνουσι, διορισάμενοι τῶν ἐπ' ὀλίγον θερμαινόντων τά τε σαφῶς τοῦτο δρῶντα καὶ τὰ πάνυ θερμαίνοντα καὶ τὰ σφόδρα μετὰ τοῦ [369] καίειν. ἐν ἑκάστῃ δὲ τῶν τεσσάρων διαφορῶν ἔνια μὲν οἷον ἀρχομένης τε διαφορᾶς, ἔνια δὲ τελευτώσης τε καὶ πλησιαζούσης τῇ μετὰ ταύτην, ἔνια δὲ ἐν τῷ μεταξύ. τῶν γοῦν ἑλκούντων διὰ θερμότητα, καθάπερ καὶ τῶν σηπτῶν ὀνομαζομένων, ἔνια μὲν ἅμα τῷ προσαχθῆναι τῷ σώματι τὴν ἑαυτῶν ἐπιδείκνυνται δύναμιν, ἔνια δὲ δυοῖν ἢ τριῶν ἢ τεττάρων ὡρῶν δεῖται· τινὰ δ' ὅλης ἡμέρας ἢ καὶ τῆς μετ' αὐτὴν νυκτὸς ἢ καὶ πλειόνων ἐφεξῆς. ταῦτ' οὖν, ὥσπερ ἐπὶ τῶν θερμαινόντων, οὕτω καὶ ἐπὶ τῶν ψυχόντων ἐπίστασθαι χρὴ, τὸν μέλλοντα συντίθεσθαί τι φάρμακον. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων. αἱ δὲ ὗλαι τῶν φαρμάκων, αἱ μὲν ἀπὸ φυτῶν εἰσιν, αἱ δὲ ἀπὸ μετάλλων, αἱ δ' ἀπὸ ζώων. καὶ πάσας αὐτὰς διωρισμένας ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ μεμαθήκατε. πρὸς γὰρ τοὺς ἑταίρους ὁ λόγος οὗτός ἐστί μοι μάλιστα, τοὺς ἀξιώσαντάς με δεύτερον νῦν ἐπὶ τοῖς ἀπολωλόσι γράφειν ταῦτα· καθάπερ δὲ τῶν ἁπλῶν φαρμάκων τὰς δυνάμεις [370] ἁπάντων ὑμᾶς ἀκριβῶς ἐπίστασθαι προσῆκεν, ἵνα ἐν παντὶ χωρίῳ δύνησθε ῥᾳδίως ἐκ τῶν παρόντων συντιθέναι τὰ λυσιτελοῦντα τοῖς θεραπείας δεομένοις σώμασιν, οὕτω καὶ τῶν παρὰ φύσιν πασῶν διαθέσεων τὰς διαφορὰς ὑπόμνημα· δεύτερον δὲ τὸ περὶ τῆς τῶν συμπτωμάτων, καὶ τρίτον ἐπ' αὐτοῖς, ἐν ᾧ περὶ τῶν τὰς νόσους ἐργαζομένων αἰτίων διέρχομαι. καὶ πρὸς τούτοις ἄλλα τρία τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων. ἔχετε δὲ καὶ τὸ περὶ πλήθους ἐμὸν γράμμα καὶ τὸ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς· ἐπ' αὐτοῖς τε τὰ τῆς θεραπευτικῆς μεθόδου, δι' ὧν ἐμάθετε τάς τε διαθέσεις, ὑφ' ὧν ἐνέργεια βλάπτεται, καὶ ὡς ἡ θεραπεία τούτων πρώτων ἐστὶν, ὥσπερ γε πάλιν ἡ προφυλακὴ τῶν ἐργαζομένων αὐτὰς αἰτιῶν. ἐμάθετε δὲ καὶ ὅτι πρῶτος σκοπὸς τῆς θεραπείας ἐκ τῶν νοσωδῶν εὑρίσκεται διαθέσεων, ὅτε τε συνενδείκνυται τούτοις ἡ τοῦ πεπονθότος μορίου φύσις, ἅμα τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κράσει καὶ κατάστασιν καὶ ἡλικίαν καὶ ὥραν καὶ χώραν, ἐπιτηδεύματά τε καὶ ἔθη συνεπισκέπτονται πολλοὶ τῶν ἀρίστων ἰατρῶν, [371] ὑπὲρ ὧν εἰρήσεταί τινα καὶ νῦν, ἔνθ' ἂν αὐτῶν γένηται χρεία. ταῦτ' οὖν ὑμᾶς οὕτως ἅπαντα διὰ μνήμης ἔχειν χρὴ πρόχειρα, βουλομένους ἐν ἅπαντι χωρίῳ φαρμάκων εὐπορεῖν ἁπλῶν τε καὶ συνθέτων, ἔτι τε πρὸς τούτοις, ὡς ἐνίοτε μὲν ἕν τι φάρμακον αὐτοφυὲς ἁπλοῦν, ἱκανόν ἐστι τὴν παρὰ φύσιν ἰάσασθαι διάθεσιν, ἐνίοτε δὲ χρεία γίγνεται συνθέτου καὶ διὰ τί γε πράττομεν τοῦτο λεκτέον ἐφεξῆς.
[Τίς ἡ χρεία τῶν συνθέτων φαρμάκων.] Εἰ διὰ τῶν ἁπλῶν φαρμάκων μόνον ἦν δυνατὸν ἁπάσας ἰάσασθαι τὰς παρὰ φύσιν διαθέσεις, οὐκ ἂν ἐδεήθημεν οὐδέποτε συνθέτου φαρμάκου, νυνὶ δὲ οὐχ οὕτως ἔχει. πολλάκις γὰρ ἄχρι τοσοῦδέ τινος ἐκθερμανθῆναι τὸ σῶμα βουλόμενοι τῶν ἁπλῶν οὐδὲν ἔχομεν τοιοῦτον. ἀνάλογον γὰρ εἶναι χρὴ τῇ θεραπευομένῃ διαθέσει τὸ θεραπεῦον φάρμακον. ἐὰν οὖν ἡ διάθεσις ᾖ ψυχρὰ, τέτταρσιν ἀριθμοῖς ἀφεστῶσα τῆς κατὰ φύσιν, ὅτι μὲν εἶναι χρὴ τὸ θεραπεῦσον αὐτὴν φάρμακον, ἴσῃ ποσότητι θερμότερον τοῦ συμμέτρου πρόδηλον παντί. [372] μὴ παρόντος δ' ἐνίοτε μηδενὸς τοιούτου τῶν ἁπλῶν ἂν εὐπορῶμεν δυοῖν, ὧν τὸ μὲν ἀριθμοῖς πέντε, τὸ δὲ τρισὶ θερμότερον, μίξαντες αὐτὰ τὸ μέσον ἐργασόμεθα, τέτρασιν ἀριθμοῖς ὑπερέχον τοῦ συμμέτρου. τινὰ δὲ τῶν ἁπλῶν οὐδ' εἰς χρῆσιν ἀχθῆναι δύναται χωρὶς ἑτέρας μίξεως, οἷον ὅταν ἐμπλαστὸν φάρμακον ἐπιτιθέναι τινὶ βουλώμεθα. τῶν γὰρ ἁπλῶν οὐδὲν ἐπιτήδειον εἰς τὴν τοιαύτην χρείαν. οὔτ' οὖν ἄσφαλτος οὔτε κηρὸς οὔτε ῥητίνη, καθάπερ οὐδὲ πίσσα πρόπολίς τε καὶ λάδανον, ἔτι δὲ μᾶλλον ἰὸς καὶ ψιμύθιον ἢ λιθάργυρος ἢ μολύβδαινα ἢ τῶν ἄλλων τι μεταλλικῶν φαρμάκων. ὡσαύτως οὐδὲ βοτάναι μόναι φάρμακον ἐμπλαστὸν δύνανται ποιεῖν. εἰκότως οὖν ἐπενόησαν οἱ πρώτως συνθέντες ἐμπλαστὰ φάρμακα καὶ δι' ἐλαίου μίξεως ἕψειν μὲν τὰ μεταλλικὰ, τήκειν δὲ τὰ τηκτὰ, προσεμβάλλειν δ' αὐτοῖς καὶ βοτάνας ξηρὰς, κεκομμένας τε καὶ διηθημένας. ἐφ' ἑτέρων πάλιν διαθέσεων, χρεία ἑνὸς φαρμάκου μόνου τῶν αὐτοφυῶν ἐστιν, ἐπιμίγνυμεν δ' αὐτῷ τινὰ, ποτὲ μὲν [373] ἀμβλῦναι τὸ σφοδρὸν τῆς δυνάμεως αὐτοῦ βουλευόμενοι, ποτὲ δὲ τὴν ἀηδίαν παραμυθήσασθαι, καθάπερ Ἱπποκράτης ἐν τῷ περὶ διαίτης ὀξέων ἔφη κατὰ τήνδε τὴν ῥῆσιν· ἢν δ' ὑπὸ φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῗδα μὴ σημήνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ, μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον ἢ ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου. ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ὁ Ἱπποκράτης ἐνεδείξατο χρείαν μὲν εἶναι τοῦ καθαίροντος φαρμάκου, τὴν δ' ἀηδίαν αὐτοῦ κατὰ τὴν πόσιν καὶ τὴν ἐν τῇ κοιλίᾳ μόνην ἡδύσματος δεῖσθαι. πολλὰ γάρ τοι τῶν πινομένων φαρμάκων ἐπὶ τοσοῦτον ἀηδῆ τοῖς προσφερομένοις ἐστὶν, ὡς ἀνατρέπεσθαι τὸν στόμαχον, ἐμεῖσθαί τε παραχρῆμα, τινὰ δὲ κᾂν ἐπ' ὀλίγον ἐν τῇ γαστρὶ μεῖναι δυνηθῇ, μετὰ ταῦτα γοῦν ἐμεῖσθαι μοχθηρὰς ἐρυγὰς κινήσαντα. καθάπερ δὲ τῶν καθαιρόντων οἷον ἡδύσματά ἐστι τὰ τοιαῦτα τῶν φαρμάκων, ὧν Ἱπποκράτης ἐμνημόνευσεν, οὕτως τῶν ἀνωδύνων ὀνομαζομένων, ἕτερα τῆς σφοδρότητος ὑπάρχει πραϋντικὰ, καθάπερ ὅταν ὀπὸν μήκωνος [374] ἢ ὑοσκυάμου σπέρμα παραδιδόαμεν ἢ μανδραγόρου ῥίζης φλοιὸν, ὥστε καὶ αὕτη χρεία συνθέσεως φαρμάκων ἐστί. μεγίστη δ' ἐπὶ τῶν ἐναντίων δυνάμεων ἅμα χρῃζόντων παθῶν, οἷον ἀποκρουστικῶν τε καὶ διαφορητικῶν ἢ ῥυπτικῶν τε καὶ λεαντικῶν, ἢ παχυνόντων τε ἅμα καὶ λεπτυνόντων χυμοὺς, καθά τε πολυχρηστότατα καὶ κάλλιστα φάρμακα τὰς ἐναντίας ἐν αὐτοῖς ἔχει δυνάμεις, ὡς ἐπιδείξομεν. ἀλλὰ καὶ ἥδε ἡ χρεία συνθέσεως φαρμάκων ἐστὶν, ὅταν ἕν τι φάρμακον ἔχειν βουλώμεθα πρὸς πολλὰ τῶν ἰοβόλων θηρίων ἢ θανασίμων φαρμάκων ἐπιτήδειον, ἥτις χρεία καὶ τὴν θηριακὴν ὀνομαζομένην ἀντίδοτον ἐσκεύασε καὶ πρὸς αὐτῇ τὴν Μιθριδάτειον ἑτέρας τε πολλάς. εἰσὶ δὲ καὶ ἄλλαι τινὲς χρεῖαι, μικρότεραι μὲν τῶν εἰρημένων, ὅμως δ' οὖν ἀναγκάζουσαι πολλάκις ἡμᾶς ἐπὶ τὴν σύνθεσιν ἀφικνεῖσθαι τῶν φαρμάκων, ἃς ἐν τῇδε τῇ πραγματείᾳ πάσας μαθήσεσθε. νυνὶ γὰρ ἤδη τῶν προκειμένων ἄρξομαι, πρώτου μνημονεύσας ἐμπλαστοῦ φαρμάκου πολυχρηστοτάτου συντεθέντος ὑπ' ἐμοῦ.
[375] [Περὶ τοῦ διὰ χαλκίτεως ἐμπλαστοῦ φαρμάκου.] Τίνι λόγῳ συνέθηκα τὴν διὰ χαλκίτεως ἔμπλαστρον, ἣν φοινικίνην ὀνομάζω, κολλητικήν τε καὶ συνουλωτικὴν ἑλκῶν καὶ φλεγμονῶν θεραπευτικὴν, ἐπειδὰν τακεῖσα σύστασιν ὑγρᾶς ἔχῃ κηρωτῆς, τοὺς μὲν ἐμπειρικοὺς ἐάσαντες ὁμολογεῖν τὴν ἑαυτῶν ἀμαθίαν, ἀποστάντες δὲ καὶ τῶν περὶ τὸν Θεσσαλὸν, ἀγνοούντων τὰ κάλλιστα τῶν ἡυρημένων τοῖς ἰατροῖς φαρμάκων, ἐξ ἐναντίων δυνάμεων συγκείμενα, τὸν λογισμὸν ἀσκεῖτε πρὸς τὸ δύνασθαι συντιθέναι φάρμακα ταῖς αὐταῖς ἐμοὶ χρώμενοι μεθόδοις, ἵν' ἔργῳ καὶ αὐτοὶ πεισθῆτε καὶ τὰ τοῖς ἔμπροσθεν ἡυρημένα λογισμῷ συντίθεσθαι πάντα, ληρώδους τῆς τῶν ἐμπειρικῶν περιπτώσεως οὔσης. λεκτέον οὖν ἤδη τὸν λόγον τῆς τοῦ προκειμένου φαρμάκου συνθέσεως. διαφορητικὴν μὲν ἔχει δύναμιν ἔλαιόν τε παλαιὸν καὶ στέαρ, ἀποκρουστικὴν δὲ καὶ στυπτικὴν ἥ τε χαλκῖτις καὶ ὁ τοῦ φοίνικος χυλός. ἐκ τούτων οὖν ἐγὼ συνέθηκα φάρμακον, ᾧ πάνυ πολλοὺς ἤδη χρωμένους [376] ἴστε διὰ τὸ τῶν ὁμοειδῶν ἁπάντων ἄμεινον κεκρίσθαι, δι' αὐτῶν τῶν ἔργων βασανισθέν. ὁ μὲν γὰρ λόγος εὑρίσκει τὴν σύνθεσιν, ἡ δὲ πεῖρα κρίνει τὴν τῶν εὑρεθέντων ἀρετὴν, ὥστε καὶ τοῖς ἀπείροις λογικῶν μεθόδων πιστεύεσθαι τὰ τεχνικῶς συντεθέντα. προσέμιξα δὲ τοῖς εἰρημένοις ἄρτι φαρμάκοις λιθάργυρον οὐδέν τι μέγα συντελέσαι δυναμένην οὔτε τοῖς ἀναστέλλουσι τὸ ἐπιῤῥέον οὔτε τοῖς διαφοροῦσι τὸ ἐστηριγμένον ἤδη κατὰ τὰ φλεγμαίνοντα μόρια· ξηραντικῆς γάρ ἐστι δυνάμεως οὐ μὴν ἰσχυρᾶς, ἀλλ' ὡς ἐπιτήδειον φάρμακον αὐτὴν εἰς ἐμπλαστοῦ σύνθεσιν ἔμιξα, σὺν γὰρ τοῖς εἰρημένοις ἕψηται μέχρι συστάσεως ἀμολύντου. χρὴ δὲ τὸ στέαρ ἄναλόν τε καὶ ὡς ἔνι μάλιστα παλαιότατον εἶναι, τό τε ἔλαιον ὁμοίως παλαιόν. ἐμάθετε γάρ πως παραπλησίας μὲν εἶναι ἀλλήλοις δυνάμεως τό τε ἔλαιον καὶ τὸ στέαρ τῶν ὑῶν, μαλακτικώτερον βραχὺ καὶ θερμότερον ὂν τῇ δυνάμει τὸ στέαρ. ἐμάθετε δὲ καὶ ὡς παλαιούμενα λεπτομερέστερά τε καὶ διαφορητικώτερα γίγνεται καὶ διὰ τοῦτο ταῖς μὲν ὀδυνηραῖς φλεγμοναῖς παρηγορικώτερα [377] τὰ νέα, ταῖς δὲ μὴ τοιαύταις ὠφελιμώτερα τὰ παλαιά. καὶ ὅσῳ γ' ἂν ᾖ χρονιωτέρα τε καὶ δύσλυτος ἡ φλεγμονὴ, τοσούτῳ τὰ παλαιὰ χρησιμώτερα καὶ μόνα θεραπεύειν ἱκανὰ μηδενὸς ἐπιῤῥέοντος ἔτι τῷ πεπονθότι μορίῳ. εἰ δ' ἐπιῤῥέοι τι, μικτὴν εἶναι χρὴ καὶ τοῦ φαρμάκου τὴν δύναμιν, οἵαπερ ἐστὶ τοῦ συντεθέντος ὑπ' ἐμοῦ. διὰ τοῦτο γοῦν ἔμιξα τοῖς διαφοροῦσι τὴν χαλκῖτιν καὶ τὸν φοίνικα, παντάπασιν ὀλίγας φλεγμονὰς εἰδὼς χρονιζούσας, ἐφ' ὧν οὐδὲν ἐπιῤῥεῖ. διὰ γὰρ τοὺς ἐπιῤῥέοντας αὐτοῖς χυμοὺς εἰώθασι χρονίζειν. ἀρχομένων δὲ καὶ αὐξανομένων τῶν φλεγμονῶν ἐπικρατεῖν προσήκει τὴν τῶν στυφόντων τε καὶ ψυχόντων φαρμάκων δύναμιν, καὶ διὰ τοῦτο τηκόμενον εἰς πάχος κηρωτῆς ὑγρᾶς τὸ ἐμπλαστὸν τοῦτο φάρμακον ἱκανῶς πολύχρηστον γίγνεται ποτὲ μὲν οἴνου προσλαμβάνον ἢ ὄξους ἢ ὕδατος, ἔστι δὲ ὅτε δι' ὠμοτριβοῦς ἐλαίου τηκόμενον ἤ τινος τῶν στύψιν ἐχόντων, οἷόν ἐστι τὸ Σπανόν τε καὶ τὸ Ἰστρικὸν, ἢ διά τινος τῶν γλυκέων ἄνευ στύψεως ἢ διὰ παλαιοῦ. καὶ [378] διὰ μυρσίνου δὲ καὶ μηλίνου πολλάκις ἔτηξα τὸ φάρμακον, ἐφ' ὧν ἐστι στύψεως ἰσχυροτέρας χρεία. αὕτη μὲν οὖν ἡ σύνθεσις τοῦ φαρμάκου κατὰ τοιάνδε γίγνεται συμμετρίαν. τοῦ παλαιοῦ στέατος ὃ καλοῦσιν ἀξούγγιον οἱ πιπράσκοντες ἔστωσαν λίτραι β΄. τοῦ δὲ ἐλαίου τοῦ παλαιοῦ λίτραι γ΄. καὶ λιθαργύρου λίτραι γ΄, χαλκίτεώς τε οὐγγίαι δ΄. ἕψειν δὲ αὐτὰ χρὴ κατὰ τόνδε τὸν τρόπον. τοῦ στέατος τοὺς ὑμένας ἐξελὼν καὶ τὸ λοιπὸν θλάσας, ὡς εὔτηκτον γενέσθαι μετὰ τοῦτο τῆξον ἐπὶ πυρὸς, εἶτα λαβὼν ἠθμὸν διήθησον, ὡς καθαρὸν αὐτὸ γενέσθαι, μηδὲν ὑμένος ἔχον, ἕλκον σταθμὸν τὰς προειρημένας δύο λίτρας, εἶτα λελειωμένας τὰς δ΄. οὐγγίας τῆς χαλκίτεως σὺν ταῖς τρισὶ λίτρας τοῦ ἐλαίου μίξεις τῷ στέατι, προσεπιβαλὼν καὶ τὰς γ΄. λίτρας τῆς λιθαργύρου, καὶ πάντα κατὰ θυείαν ἑνώσας ἔμβαλλε ἐν τῇ κακκάβῃ, κινῶν ξύλῳ φοίνικος. ἀρκέσει δέ σοι κλάδος εἷς τῶν μεγάλων, ὡς τῷ μὲν ἁδρῷ μέρει τοῦ ξύλου χρῆσθαι κινοῦντα, κατὰ τὴν τῆς καλουμένης σπάθης χρείαν· οὕτω γὰρ ὀνομάζουσιν ᾧ κινοῦσι τὰ σκευαζόμενα, καὶ ἡμεῖς τοῦ σαφοῦς ἐχόμενοι καλέσομεν ὡσαύτως αὐτοῖς. τὸ [379] δὲ συνεχὲς τῷ ἁδρῷ μέρει τοῦ κλάδου περικαθῄρας καὶ τὰς ἑκατέρωθεν ἐκφύσεις τὰς λεπτὰς ἀποτρίψας κατάτεμνε, προπεριξύσας τὸν φλοιὸν, ὅπως ἐμβληθέντα τὰ τμήματα τῷ φαρμάκῳ μεταδῷ τοῦ καθ' ἑαυτὰ χυλοῦ. τῇ μὲν οὖν σπάθῃ χρῆσθαι προσῆκεν ἀπ' ἀρχῆς εὐθέως, τὰ δὲ λεπτὰ τμήματα τῆς φοίνικος ἐμβάλλειν, ὅταν εἰς σύστασιν ἥκῃ τὸ φάρμακον ὁμοίαν κηρωτῇ. ἐὰν γὰρ ἀπ' ἀρχῆς ἐμβάλλῃς αὐτὰ, καταναλωθήσεται διὰ τῆς ἑψήσεως ὁ χυλὸς τῶν ἐμβληθέντων, ὃν διαμεῖναι βουλόμεθα. καὶ αὐτῆς δὲ τῆς σπάθης, ᾗ κινεῖς ἐξ ἀρχῆς τὸ φάρμακον, ὅταν τὸ διαβρεχόμενον ἐν τῇ κακκάβῃ γένηται ξηρὸν, ὡς μηκέτ' ἔχειν τὸν οἰκεῖον χυλὸν, ἀποτέμνων αὐτὸ καὶ ἀποῤῥίπτων τῷ λοιπῷ χρῷ. καὶ αὖθις ὁμοίως εἰ τύχοι τὸ διαβρεχόμενον ἐν τῷ φαρμάκῳ ξηρανθὲν αὖθις ἀπότεμνε. πρόδηλον δ' ὅτι τὸν κλάδον τοῦ φοίνικος οὐ χρὴ πρὸ πολλῶν ἡμερῶν ἀποτετμῆσθαι τοῦ δένδρου, ξηραίνεται γὰρ ἐν τῷ χρόνῳ καὶ ἄχυλος γίνεται. κατὰ τὴν προτέραν οὖν, εἴπερ εἴη χειμὼν, ἀφῃρήσθω, θέρους δὲ χρὴ καὶ κατ' αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗπερ ἂν ἕψῃς τὸ φάρμακον, ἀφῃρῆσθαι τοῦ δένδρου τὸν κλάδον. ὅταν δ' οὕτως [380] ἑψόμενον ἀμόλυντον γένηται τὸ φάρμακον, αὐτῷ μὲν ἐμπλαστῷ χρήσῃ κατά τε τῶν δυσεπουλώτων ἑλκῶν καὶ τῶν ἐναίμων ἐλαίῳ διατήκων, ἐπὶ τῶν φλεγμαινόντων, ἐν ποδάγραις, ἐν ἀρθρίτισιν, ἐν βουβῶσιν, ἐν φύμασιν, ἐν κατακαύμασιν, ἐν χειμέθλοις, ἐν κατάγμασιν, ἐν θλάσμασιν, ἐν ταῖς ῥευματικαῖς καλουμέναις διαθέσεσιν ἁπάσαις. ἤδη δὲ καὶ τῶν τὰς κήλας τεμνόντων πολλοὶ μετὰ τὴν χειρουργίαν εὐθέως ἐπιτιθέασιν αὐτὸ, μετά τε τῶν ἐπιβροχῶν καὶ τῶν καταπλασμάτων διαπραττόμενοι. εἰ μέντοι τῆς χαλκίτεως ἐμβάλοις οὐγγίας στ΄. ὅπερ ἐστὶν ἥμισυ λίτρας, ἔσται σοι μεγάλων τραυμάτων κολλητικώτερον τὸ φάρμακον ἐπουλωτικώτερόν τε τῶν δυσεπουλώτων. ἀλλ' ἐν τούτῳ μέν ἐστι καὶ ἄλλα φάρμακα τῆς αὐτῆς δυνάμεως. τηχθέντι δὲ αὐτῷ μετ' ἐλαίου θαῤῥεῖν χρὴ τῶν ἄλλων ἁπάντων μᾶλλον ἐπὶ τῶν ῥευματικῶν διαθέσεων. ἐν γοῦν τῇ Ῥώμῃ πλείστων γιγνομένων τοιούτων, οὐδὲν οὕτως ἠυδοκίμησεν. ἐπιτήδειον δὲ, ὡς ἔφην, ἔστι καὶ ποδάγραις καὶ ἀρθρίτισιν ἐν ἅπαντι καιρῷ, [381] καθ' ὃν οὐκ εἰσὶν ὀδύναι σφοδραὶ, δεόμεναι καταντλημάτων τε καὶ καταπλασμάτων παρηγορικῶν. ἀρχομένων οὖν καὶ αὐξομένων ἔτι τῶν τοιούτων διαθέσεων, ἐπειδὰν τήξῃς τὸ φάρμακον, ἐάσας ἀποψυχθῆναι, καὶ ξύων σπαθομήλῃ τὸ ξυσθὲν ἔμβαλε εἰς θυείαν παραχέων οἴνου καὶ τρίβων ταῖς χερσὶ πρὸς τῇ θυείᾳ, χάριν τοῦ δέξασθαι τὸν οἶνον. ἔστω δ' οὗτος ἐκ τῶν αὐστηροτέρων, ἡλικίαν μὲν μέσος, οὐ παχὺς δὲ κατὰ τὴν σύστασιν, ἀλλ' ὡς οἷόν τε μάλιστα διαυγέστερος. ὁ γὰρ τοιοῦτος, ὡς λεπτομερέστερος ὢν, εἰς τὸ βάθος δύεται τῶν σωμάτων. ἄχρι τοσούτου δ' αὐτὸν ἐπίχει τῷ τετηκότι φαρμάκῳ, τρίβων ταῖς χερσὶν ἄχρις ἂν ὑποδέχηται καὶ μιγνύηται καὶ μὴ παραπλέῃ τὸ ὑγρὸν ἄμικτον τῷ τριβομένῳ τε καὶ μαλασσομένῳ φαρμάκῳ. καὶ χωρὶς δὲ τοῦ προψύχοντα ξύειν ἔτι θερμῷ τῷ τετηκότι φαρμάκῳ τὸν οἶνον ἐγχέας τις ἀναμῖξαι δυνήσεται. κατὰ μὲν οὖν τὰς ἀρχὰς τῶν φλεγμονῶν τὴν ἀποκρουστικὴν δύναμιν ἐπικρατεῖν προσήκει, κατὰ δὲ τὰς αὐξήσεις ἀφαιρεῖν μέν τι αὐτῆς, προστιθέναι δὲ τῆς διαφορητικῆς. ὅταν δ' εἰς τὴν οἰκείαν ἀκμὴν [382] ὁ τῆς φλεγμονῆς ὄγκος ἀφίκηται, παραπλησίας ἀλλήλαις εἶναι χρὴ τὰς δυνάμεις τήν τε ἀποκρουστικὴν καὶ διαφορητικὴν, ἐάν γε μή τις ὀδύνη σφοδρὰ παρηγορικοῦ δέηται φαρμάκου. παρακμαζούσης δὲ τῆς φλεγμονῆς τὴν διαφορητικὴν δύναμιν ἐπικρατεῖν προσήκει, ὡς μηδ' ὅλως ἐν ἐκείνῳ τῷ καιρῷ μίγνυσθαί τι τοῦ οἴνου. καὶ μέντοι καὶ κατ' αὐτὴν τὴν τῆξιν, ἔνθα μὲν ἐπικρατεῖν ἱκανῶς βουλόμεθα τὴν στύφουσαν ποιότητα, τὸ Σπανὸν ἔλαιον ἢ τὸ Ἰστρικὸν ἢ τὸ καλούμενον ὀμφάκινόν τε καὶ ὠμοτριβὲς ἐμβάλλειν προσήκει. ἔνθα δὲ παραπλησίας ἔχειν ἀμφοτέρας τὰς δυνάμεις, ἐλαίῳ γλυκεῖ μήτε προσφάτῳ μήτε παλαιῷ τήκειν αὐτό. διαφορητικὸν δὲ ποιῆσαι βουλόμενοι, ἐπιτήδειόν ἐστι παλαιὸν ἔλαιον ἢ κίκινον. ἡ δὲ ἐν τῷ τήκεσθαι συμμετρία τοῦ ἐμπλαστοῦ φαρμάκου τοιάδε γιγνέσθω. βραχὺ πλέον ἔστω σοι τὸ ἔλαιον τοῦ φαρμάκου καὶ μᾶλλον δηλονότι τοῦ θέρους, ὡς εἶναι δέκα μὲν οὐγγίας τοῦ φαρμάκου, τοῦ δὲ ἐλαίου λίτραν μίαν αὐτάρκως ἂν ἐμβάλλοι τις. εὔδηλον δ' ὅτι δραστικώτερον μὲν γίνεται πλέον ἔχον τοῦ φαρμάκου, παρηγορικώτερον [383] δὲ καὶ ἀνωδυνώτερον, ὅσῳ περ ἂν ὑγρότερον γένηται τακὲν σὺν ῥοδίνῳ. κηρωτῆς δὲ ἐγχρίστου σύστασιν λαμβάνει, τακείσης τοῦ φαρμάκου λίτρας μιᾶς ἐν ἡμιλίτρῳ ἐλαίου. χρήσιμον δὲ τὸ τοιοῦτο ταῖς παρακμαῖς τῶν φλεγμονῶν ἐστι. καὶ τοὺς ἐν ἕδρα δὲ καὶ κατὰ τὸ ἀπευθυσμένον ἔντερον ὄγκους φλεγμονώδεις αὐτομάτως γιγνομένους, οὐδὲν οὕτως ὀνίνησι. τετῆχθαι δὲ αὐτὸ χρὴ τηνικαῦτα μετ' ἐλαίου πλείονος, ὡς δι' εὐθυτρήτου κέρατος ἐνίεσθαι, κύστιν ὑείαν ἔχοντος προσδεδεμένην, ὡς εἰώθαμεν ἐπὶ τῶν τοιούτων χρῆσθαι. καὶ διὰ ῥοδίνου δὲ ἐπὶ τούτων ἔτηξα πολλάκις αὐτὸ, προϋποκειμένης τῷ ἀγγείῳ καθ' ὃ τήκεται κακκάβης, ὕδωρ μὲν ἐν αὐτῇ ἐχούσης θερμὸν, ἄνθραξι δὲ διαπύροις ἐπικειμένης ἢ κατὰ φλογὸς ἀκάπνου. κατὰ μέντοι τὴν προειρημένην συμμετρίαν τετηκὸς, ὡς σύστασιν ἔχειν ὑγρᾶς κηρωτῆς καὶ τὰ κατὰ τὸ αἰδοῖον ἕλκη καὶ τὰ κατὰ τὴν ἕδραν ὀνίνησιν. οὐχ ἥκιστα δὲ καὶ τἄλλα πάντα καὶ μέχρι τῶν ἑλκωθέντων χειμέθλων τε καὶ πυρικαύτων. καὶ γὰρ ἀφλέγμαντα καὶ καθαρὰ ποιεῖ ταχέως ἅπαντα καὶ σαρκοῖ στερεᾷ σαρκὶ καὶ μάλισθ' ὅταν ἔχῃ πλέον χαλκίτεως. εὔδηλον [384] δ' ὅτι καὶ οἴνου μεμίχθαι χρὴ τῷ τοῦτο δράσοντι φαρμάκῳ. εἰ προσλάβοι δὲ ὄξους, ἄριστον ἐπὶ τῶν πυρικαύτων ἐστὶ καὶ παραχρῆμα καὶ μετὰ ταῦτα κατὰ πάντα καιρὸν ἐπιτιθέμενον, ἐάν τε ἤδη φλυκταίνας ἔχῃ τὸ πυρίκαυτον, ἐάν τε μή. πρόδηλον δ' ὅτι κᾂν ἐφ' ὕδατος ζέοντος καυθῇ τις, ὀνομάζεται καὶ τοῦτο τὸ πάθημα πυρίκαυτον. εἰ δὲ πρὶν φλεγμῆναί τις ἐπιθείη τὸ φάρμακον, οὐδὲν οὕτως κωλύει γένεσιν φλεγμονῆς, ὥστε καθάπερ ἔφην καὶ τῶν τὰς κήλας τεμνόντων εὐθέως αὐτῷ χρῶνταί τινες, οὐδὲ προεπιβρέξαντες τὸ τραῦμα. καὶ καταθλασμάτων δὲ καὶ καταγμάτων καὶ τῶν ὁπωσοῦν πεπληγότων, ἐπιτηδειότατόν ἐστιν ὑγρὸν ἐπιτιθέμενον. ἐπιδέσμοις δὲ περιλαμβανόμενον ἐν τρόπῳ καταγματικῆς ἐπιδέσεως, οἰδήματά γε πάντα καὶ ἐμφυσήματα θαυμαστῶς ὀνίνησι. κακοχύμου δ' ὄντος τοῦ σώματος ἢ καὶ λίαν αἰσθητικοῦ, μιγνύειν αὐτῷ χρὴ κατ' ἀρχὰς ἐπιτιθέντα τοῖς τεθλασμένοις τε καὶ πεπληγόσι μέρεσιν ὑοσκυάμου πρόσφατον. εἰ δ' ἀποροίης προσφάτου, διὰ τὴν ὥραν τοῦ ἔτους [385] ἢ τὸ χωρίον οὐδὲν μεῖον ἕξεις ἐπεμβάλλων τὸν ἀποτεθέντα διὰ τοῦ θέρους, οἷος καὶ ὁ ἀπὸ Κρήτης ἐστὶ κομιζόμενος ἡμῖν εἰς Ῥώμην καθ' ἕκαστον ἔτος. ἔτι δὲ μᾶλλον τούτου τὸν χυλὸν τοῦ μανδραγόρου μιγνύων, ἀνώδυνον ἐργάσῃ τὸ φάρμακον. ἴστε δ' ὅτι καὶ οὗτος ἀπὸ Κρήτης κομίζεται κάλλιστος ἐν ὀστρακίνοις ποτηρίοις. ἀρκεῖ δὲ μίαν οὐγγίαν μῖξαι τοῦ χυλοῦ, λίτρᾳ ἐλαίου τῆς τηκομένης ἐμπλάστρου. καὶ πλεῖον δ' ἂν ἔσθ' ὅτε καὶ ἔλαττον ἐμβάλλοις κατὰ τὴν χρείαν τῆς διαθέσεως. συντελεῖ δὲ ἐπὶ τῶν τοιούτων σωμάτων καὶ τὸ διὰ ῥοδίνου τετῆχθαι τὸ φάρμακον. ὅσα δὲ ἐκ καταπτώσεως ἐθλάσθη μέρη τοῦ σώματος ἢ πληγέντα ξύλῳ καὶ λίθῳ, κᾂν ἐκχύμωμά τι γένηται, κατὰ τὰς ἀρχὰς εὐθέως ἐπιτιθέναι χρὴ τὸ τετηκὸς φάρμακον, ὡς εἴρηται, μιχθέντος οἴνου. προσήκει δὲ κατὰ τὴν τρίτην ἡμέραν ἢ πάντως γε τὴν τετάρτην, ἐὰν ἀφλέγμαντον εἴη τὸ μόριον, ἀφαιρεῖν μὲν τὸν οἶνον, ἐλαίῳ δὲ τήκειν παλαιῷ τὴν ἔμπλαστρον. ἐὰν γὰρ ἐπὶ πλέον στύφηται τὰ ἐκχυμώματα δυσδιαφόρητα γίνεται. τούτῳ τῷ φαρμάκῳ καὶ πρὸς ἐρυσιπέλατα χρῶμαι καὶ μάλιστα [386] φλεγμονώδη καὶ πολὺ δὴ μᾶλλον ἔτι πρὸς τὰς ἐρυσιπελατώδεις φλεγμονάς. ἐν ἀρχῇ μὲν οὖν ἐπιτίθημι τήκων αὐτὸ ῥοδίνῳ δι' ὠμοτριβοῦς ἐλαίου καὶ ἀνάλου σκευασθέντι, κάλλιστον μὲν γὰρ πρὸς ἐρυσιπέλατα τὸ τοιοῦτον. τακέντι δ' οὕτως αὐτῷ μιγνύσθω κατὰ τὴν θυείαν, ἀναφυρόμενός τε καὶ δευόμενος ἀκριβῶς ὅλος δι' ὅλου στρυχνοῦ χυλὸς ἢ εἰ μὴ τοῦτο παρείη ψυλλίου. θέρους δὲ ὄντος καὶ ὁ τῆς ὄμφακος μετὰ τοῦ τῆς ἀνδράχνης ἢ ἀειζώου. μόνος μὲν γὰρ ὁ τῆς ὄμφακος πλέον ἢ δεῖ στύφει. βλάπτει δὲ ἡ τοσαύτη στύψις ἐρυσιπέλατα, κατακλείει γὰρ αὐτῶν τὴν θερμότητα πυκνοῦσα τὸ δέρμα. πάλιν δὲ ὁ τῆς ἀνδράχνης χυλὸς, οὐδ' ἐκθλιφθῆναι δύναται μόνος ὑπὸ γλισχρότητος. ἄριστον οὖν ἐστιν ἐκθλίψαντα τὸν τῆς ὄμφακος χυλὸν ἐπιβάλλειν ἐν ὅλμῳ κεκομμένης τῇ ἀνδράχνῃ καὶ οὕτως αὖθις κόπτειν. εἶθ' ὅταν ἀκριβῶς ἑνωθῇ τὸ μικτὸν ἐξ ἀμφοῖν ἐκθλίβειν τὸν χυλόν. ὁμοίως δὲ καὶ τὸν τοῦ ἀειζώου χυλὸν ἐκθλίψεις. καταμόνας γὰρ οὐδὲ ἐκ τούτου δυνατὸν ἐκθλῖψαι δαψιλῆ, καθάπερ οὐδ' ἐκ τῆς κοτυληδόνος. εἰ δὲ καὶ τῶν τοῦ μανδραγόρου [387] μήλων ἀκμαίων ὄντων ἐκθλίψετε πρόσφατον χυλὸν, ἐπιτηδειότερον ἐργάσεσθε τὸ φάρμακον. εἰ δὲ μὴ κατὰ καιρὸν εἴη, ἀλλὰ τοῦ γε ἀπὸ Κρήτης ἤ τινος ἑτέρου χωρίου τοιούτου κομιζομένου μιγνύειν χρή. καὶ ὑοσκυάμου δὲ χυλὸν εἴωθα μιγνύειν αὐτῷ καί ποτε καὶ μηκώνειον. ὀνομάζεται δὲ οὕτως ὁ τῆς μήκωνος ὀπός. ἄμεινον δὲ ἅμα τούτῳ καὶ γλαυκίου τι προσεπεμβάλλειν. ἀσθενέστερος δὲ πολὺ τούτων, ἀλλ' εὐπόριστος ὁ τῆς θριδακίνης χυλὸς, ὅ τε τῆς ἀγρίας καὶ ὁ τῆς κηπευομένης, ἣν ἅπαντες οἱ Ἕλληνες οἱ νῦν οὐ θριδακίνην, ἀλλὰ θρίδακα προσαγορεύουσι, τὴν ἀγρίαν μόνην θριδακίνην ὀνομάζοντες. ἀσθενέστεροι δὲ τούτων εἰς ψύξιν χυλοὶ, σέρεως καὶ πολυγόνου καὶ τριφύλλου καὶ μυὸς ὤτων εἰσὶ, ψύχουσι δ' οὖν καὶ αὐτοί. καὶ μᾶλλον αὐτῶν ὁ ἀπὸ τῶν τελμάτων φακός. εἰ δὲ μηδὲν τούτων παρείη, μιγνύειν ὄξους τε καὶ ὕδατος. ἅπαντα δὲ τὰ τοιαῦτα φάρμακα τὰς ἐπικτήτους ποιότητας ἐχέτω ψυχρὰς, ἐνισταμένων τῶν ἀγγείων ὕδατι ψυχρῷ λίαν ἢ χιόνι. καὶ αὐτὸ δὲ τὸ τῆς φοινικίνης φάρμακον ὁμοίως κατεψύχθω προσαγόμενον [388] ἐρυσιπέλασιν, ἄχρι περ ἂν αὐτῶν παύσηται τὸ πάνυ φλογῶδες. εὔδηλον δ' ὅτι συνεχῶς ὑπαλλάττεσθαι χρὴ τὰ δι' ἐπικτήτου ποιότητος ψυχρᾶς ὠφελοῦντα τὰς ἐρυσιπελατώδεις διαθέσεις καὶ μάλισθ' ὅταν ἀκριβὲς ᾖ τὸ ἐρυσίπελας ἄνευ τοῦ μεμίχθαι φλεγμονῇ. παυσαμένου μέντοι τοῦ πάνυ φλογώδους ἢ μηδὲ τὴν ἀρχὴν ἀκριβοῦς ἐρυσιπέλατος γεγονότος, ἀλλ' ἤτοι φλεγμονῆς ἐρυσιπελατώδους ἢ ἐρυσιπέλατος φλεγμονώδους, οὐδὲν ἔτι δεόμεθα τῆς ἐπικτήτου ψύξεως, ἀλλὰ καὶ τῶν ψυχόντων πάνυ χυλῶν ἀφεψόμεθα, τοὺς μετρίως ψυχροὺς μιγνύντες τῷ τηχθέντι φαρμάκῳ. καὶ μετὰ τούτους ἤδη καὶ λινοσπέρμου χυλὸν καὶ χαμαιμήλου μίξωμεν· αὐτῷ τε μόνῳ μετὰ ταῦτα χρησόμεθα τῷ τετηκότι φαρμάκῳ μηδὲν ἐπιμιγνύντες ἄλλο. φθάσαντος δέ ποτε πελιδνοῦ γενέσθαι τοῦ ἐρυσιπέλατος, ὑπὸ τῆς τῶν ψυχόντων δυνάμεως, χρὴ μὲν οὐδ' ὀνομάζειν ἔτι τὸ τοιοῦτον ἐρυσίπελας· ἀπέχεσθαι δὲ προσήκει τηνικαῦτα μὴ ὅτι τοῦ οἴνου τῆς μίξεως, ἀλλὰ καὶ τοῦ ῥοδίνου καὶ τῶν στυπτικῶν ἐλαίων, ἱκανὴ γὰρ ἡ φοινικίνη μόνη διαφορῆσαι τὸ πελιδνωθὲν [389] ἐλαίῳ τηκομένη παλαιῷ, καὶ καταντλεῖται ὕδατι θερμῷ τηνικαῦτα τὰ πεπονθότα μόρια καὶ κατασχάζεται. καὶ ὑμῖν εἰ δόξει ποτε τοῦτο πρᾶξαι, παραχρῆμα μὲν ἐπιτιθέναι χρὴ τὸ τῆς φοινικίνης τακείσης ὑγρὸν φάρμακον ἔχον οἴνου, μετὰ δὲ μίαν ἡμέραν ἀφαιρεῖν τὸν οἶνον. εἰ δὲ πλέον ἤδη κατεψυγμένον ἐρυσίπελας ὑπὸ τῶν ἀμέτρως ψυχόντων ἰατρῶν παραλάβοιμεν, ὡς ἤδη καὶ μελαίνεσθαι, τῇ τε καταντλήσει καὶ τῇ ἀποχαράξει μᾶλλον χρησόμεθα. καὶ χωρὶς δὲ τούτων τῷ ὑγρῷ φαρμάκῳ μίξομέν τι τῆς ἀσβέστου τιτάνου. μαλακοσάρκων δὲ τῶν πεπονθότων ὄντων, πεπλυμένης αὐτῆς μίξομεν. ἀγαθὸς δὲ τηνικαῦτα καὶ ὁ τοῦ κοριάνδρου χυλὸς ἀναμιγνύμενος τῷ φαρμάκῳ. οὗτος μέν γε καὶ μετὰ ῥοδίνης κηρωτῆς ὀνίνησι μεγάλως, πρὸς ἃ δὴ καὶ τὰς τοιαύτας διαθέσεις καὶ ἄλλα πολλὰ φάρμακα κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται, τινὰ μὲν ὁμοίαν ἔχοντα δύναμιν τῇ φοινικίνῃ, τινὰ δὲ καὶ δραστικωτέραν. πρὸς δὲ τὰ ῥευματικὰ πάντων ἄριστον φάρμακον τοῦτο καὶ πολλάκις ἐλπίδος τι μεῖζον ἀνύσαν [390] ἐκπυήσαντος οὖν ποτε μηροῦ πλησίον τοῦ βουβῶνος, ἀπέπτου τῆς καθ' ὅλον αὐτὸν οὔσης φλεγμονῆς, ἐσχηματίζετο μὲν ὑφ' ἡμῶν τὸ σκέλος, ὡς ἐκρεῖν τοὺς ἰχῶρας ἐπὶ τὸν βουβῶνα. κατὰ δὲ τὸ γενόμενον ἕλκος, ἐν πλέονι χρόνῳ τούτου συμβάντος, ἐξεκενώθη μὲν τὸ κατασκῆψαν εἰς τὸν μηρὸν ῥεῦμα, συριγγώδης δέ τις ἐγένετο διάθεσις ὑπὸ τῷ δέρματι καθ' ὅλον τὸν μηρὸν, ὡς βούλεσθαι μὲν διελεῖν αὐτὸν ἐγγὺς τῆς ἐπιγονατίδος, ὅπως ἑκατέρωθεν ἔκρους μὲν ὑπάρχῃ τοῖς ἰχῶρσιν, εὐπορία δὲ τοῖς ἐνιεμένοις ὑγροῖς φαρμάκοις ἐπὶ πλέον διεξιέναι. λυθέντος δὲ τοῦ μηροῦ κατὰ τὴν ὑστεραίαν, ἐν ᾧ τέμνειν αὐτὸν ἐγνώκειν, εὑρέθη προσπεπτωκότα καὶ ξηρὰ καὶ ἄνικμα πάντα. πρόδηλον οὖν ὅτι καὶ κατ' ἐκείνην τὴν ἡμέραν εὔλογον ἦν χρήσασθαι τῷ φαρμάκῳ καὶ κατὰ τὴν ἐπιοῦσαν ὡσαύτως, ἔν τε ταῖς ἑξῆς, ἐπειδὴ καθ' ἑκάστην αὐτῶν εὐχρούστερόν τε καὶ ὅλον ὑγιεινότερον αὐτοῦ τὸ μόριον ἐγίγνετο. θεραπευθέντος οὖν οὕτως τοῦ μειρακίου μετὰ ταῦτα πολλὰς ῥευματικὰς διαθέσεις ἐθεράπευσα τῷ φαρμάκῳ, στόμιον μὲν ἐχούσας ἓν, [391] ἀκόλλητον δὲ καὶ συριγγῶδες τὸ ἔνδον. οὐ χρὴ δὲ ἀφίστασθαι τῆς χρήσεως αὐτοῦ, κᾂν μηδὲν αἰσθητὸν ὠφελεῖν φαίνηται μέχρι πολλῶν ἡμερῶν. ὕστερον γάρ ποτε κατὰ μίαν ἡμέραν ἀθρόαν ὠφέλειαν ἐπιδείκνυται μεγίστην, ὥστε θαῤῥοῦντες αὐτῷ χρῆσθε διὰ παντὸς ἐπὶ τῶν ῥευματικῶν διαθέσεων, ὅταν μὲν ἁπαλόσαρκος ἄνθρωπος ἤ τις παῖς ἢ γυνὴ πάσχῃ, μετὰ τὴν προειρημένην συμμετρίαν ἐμβάλλοντες οὐγγίας δ΄. τῆς χαλκίτεως. ὅταν δὲ ἰσχυρὸν καὶ σκληρὸν πάσχον σῶμα, κατὰ τὴν ἀναλογίαν ἤτοι μίαν οὐγγίαν ἢ δύο προστιθέντες, ὥστε ε΄. μὲν ἢ στ΄. εἶναι τῆς χαλκίτεως οὐγγίας, τρεῖς δὲ λίτρας ἑκατέρου, τοῦ τε ἐλαίου τοῦ παλαιοῦ καὶ τῆς λιθαργύρου καὶ δύο τοῦ παλαιοῦ στέατος, ὃ καλεῖν ἔφην τοὺς πιπράσκοντας ἀξούγγιον. ἀνιέσθω δὲ ἐπὶ τῶν ῥευματικῶν διαθέσεων ἐλαίῳ γλυκεῖ μήτε προσφάτῳ μήτε παλαιῷ, καὶ προσλαμβανέτω τὸν αὐστηρὸν οἶνον, ἡλικίας ὑπάρχοντα μέσης. τοῦτο τὸ φάρμακον ἤλεγξε τὴν Θεσσαλοῦ φλυαρίαν, ἐνεργεστάτην μὲν ἐπιδεικνύμενον ὠφέλειαν, ἐξ ἐναντίων δὲ ταῖς δυνάμεσι συγκείμενον, ὧν ἐὰν ἀφέλῃς [392] τὴν ἑτέραν, οὐδὲν τῶν εἰρημένων ἐργάσεται. οὔτε γὰρ ἐκ τῶν στυφόντων μόνον ἄνευ τῶν χαλώντων ἀνύσει τι γενναῖον ἐπὶ τῶν ῥευματικῶν διαθέσεων ἢ ὅλως τῶν ἀρχομένων τε καὶ αὐξανομένων φλεγμονῶν. οὐδὲ γὰρ ἕξει τὸ παρηγορικὸν οὔτε ἐκ μόνων τῶν χαλώντων τὸ διαφορητικὸν ἄνευ στύψεως γενόμενον, οἷς μαλάττειν ὑπάρχει τὰ σκληρυνόμενα. χαλαστικὸν δ' ἂν ἀκριβῶς γένοιτο καὶ μετρίως μαλακτικὸν, εἰ μὴ πάνυ παλαιὸν ἔχοι τό τε ἔλαιον καὶ τὸ στέαρ. ὃ γοῦν συνέθηκεν ὁ Μνασαῖος φάρμακον, ἴσα μὲν ἀλλήλοις ἔχει τό τε ἔλαιον καὶ τὴν λιθάργυρον καὶ τὸ στέαρ. ἐναντιώτατον δέ ἐστιν ἀρχομέναις τε καὶ αὐξανομέναις φλεγμοναῖς. ἔχει δὲ δηλονότι καὶ τὸ ἡμέτερον τοῦτο φάρμακον ὅσα περ καὶ τὸ τοῦ Μνασαίου, τήν τε λιθάργυρον καὶ τὸ στέαρ καὶ τὸ ἔλαιον. ἀλλ' ἐὰν μηδὲν προσλάβῃ τῶν στυφόντων, ἐκθηλύνει τὰ μόρια καὶ διαλύει τὸν τόνον αὐτῶν, διὸ καὶ ῥευματικὰ γίγνεται. μεμαθήκατε γὰρ ὡς οὐκ ἀεὶ διὰ θερμασίαν πολλὴν, ὥς τινες οἴονται, ῥευματίζεται τὰ μόρια τοῦ σώματος, ἀλλὰ τοῦτο μὲν γίγνεται [393] σπανίως αὐτοῖς. ἡ δὲ ἀσθένεια τῶν μορίων τὰς ῥευματικὰς ἐργάζεται διαθέσεις ἥ τις ὡς τὸ πολὺ κατὰ δυσκρασίαν ἀποτελεῖται ψυχράν. ἐὰν οὖν ὑγραίνῃ τις αὐτὰ καὶ θερμαίνῃ τοῖς χαλαστικοῖς φαρμάκοις, τελέως ἔκλυτά τε καὶ ἄῤῥωστα γίγνεται. πάλιν δ' αὖ στύφων ἰσχυρῶς τοὺς ἐν ταῖς ῥευματικαῖς διαθέσεσιν ὄγκους, ἐν ἀρχῇ μὲν ἀνύσαι δόξει, δύσλυτον δὲ ἐργάσεται καὶ σκιῤῥῶδες αὐτὸ τὸ λείψανον. ὡς τὰ πολλὰ δὲ οὐδὲ φέρουσι τὴν τῶν ἄγαν στυφόντων ἐπίθεσιν αἱ τοιαῦται διαθέσεις, ὀδυνώμεναί τε καὶ συντεινόμεναι πρὸς αὐτῶν. ὀδύνη δὲ πᾶσα παροξύνει τὰ φλεγμαίνοντα καὶ ῥευμάτων αἰτία γίγνεται, κᾂν μὴ ῥευματικὴν ἔχῃ δυσκρασίαν ὁ πεπονθώς. ἀλλ' οὐδὲν θαυμαστὸν ἄπειρόν τε τῶν κατ' ἰατρικὴν τέχνην ἔργων ὄντα τὸν Θεσσαλὸν, ἀδύνατόν τε τῷ λόγῳ τὰς διαθέσεις ἐξευρεῖν, ἀγνοεῖν ἅπαντα τὰ κατὰ τὰς ἰάσεις τῶν φλεγμονῶν, ὑμᾶς δὲ τεθεαμένους πολλάκις καὶ τῆς φοινικίνης τῆσδε καὶ ἄλλων φαρμάκων ἐξ ἐναντίων δυνάμεων συγκειμένων ἐναργεστάτην ὠφέλειαν, ἐπὶ πολλῶν διαθέσεων πειρᾶσθαι χρὴ καὶ αὐτοὺς, ὅταν ἀπορῆτέ ποτε [394] τῶν ἤδη συγκειμένων, συντιθέναι φάρμακα κατὰ τὴν αὐτὴν μέθοδον, ἐκ τῶν εὐπορουμένων ἐν ἐκείνῳ τῷ χωρίῳ, προσδοκωμένης μὲν ἔσεσθαι φλεγμονῆς ἢ καὶ κατηργμένης ἤδη πλέονα τὴν στύψιν ἔχοντα, κατὰ δὲ τὰς αὐξήσεις αὐτὰς ἐλάττονα, κατὰ δὲ τὰς ἀκμάς τε καὶ παρακμὰς πλέονα τὴν χαλαστικήν τε καὶ διαφορητικὴν ἔχοντα δύναμιν. ἀεὶ μέντοι μεμίχθωσαν ἀμφότερα, ἥ τε ἀποκρουστικὴ καὶ διαφορητικὴ, πλὴν εἴ ποτε τῶν ἐπιῤῥεόντων ἤδη τελέως πεπαυμένων καὶ κενοῦ τοῦ σώματος ὄντος, ἐπὶ τὰς διαφορητικὰς δυνάμεις ἀκινδύνως ἄν τις ἔλθοι, καθάπερ ἐν ταῖς πρώταις εἰσβολαῖς ἐπὶ τὰς ἀποκρουστικάς.
[Περὶ τῶν διὰ λιθαργύρου σκευαζομένων ἐμπλάστρων.] Ἐπειδὴ κατὰ σύνθεσιν τῆς ἐμῆς φοινικίνης ἐμπλάστρου διαφορητικὴν μὲν ἔφην δύναμιν εἶναι ἔν τε τῷ στέατι τῷ παλαιῷ καὶ τῷ ἐλαίῳ, συνακτικὴν δὲ καὶ ἀποκρουστικὴν, ἔν τε τῇ χαλκίτιδι καὶ τῷ φοίνικι, ταῦτα δ' ἄνευ τῆς λιθαργύρου ποιῆσαι φάρμακον ἐμπλαστὸν οὐ δύναται, διὰ τοῦτ' ἔδοξέ μοι περὶ τῆς κατὰ τὴν λιθάργυρον χρείας ἐφεξῆς διελθεῖν. εἰς μὲν γὰρ τὴν δύναμιν τῆς φοινικίνης [395] οὔτ' ἀντιπράττειν τι νομιστέον αὐτὴν οὔτε συντελεῖν, ὕλης δὲ λόγον ἔχειν μόνον ἐπιτηδείου πρὸς ἐμπλαστοῦ φαρμάκου ποίησιν. εὔλογον οὖν ἔδοξέ μοι τὸν περὶ τῶν τοιούτων φαρμάκων λόγον ὡς ἐπὶ παραδείγματος τῆς λιθαργύρου διελθεῖν. ἔστι δὲ οὐκ ὀλίγα δύναμιν μὲν ἢ οὐδεμίαν ἢ πάνυ σμικρὰν τῷ σκευαζομένῳ συνεισφερόμενα, χρείαν δ' ὕλης παρέχοντα πρὸς τὸ γενέσθαι φάρμακον ἐμπλαστὸν ἢ κηρωτῶδες. οὔτε γὰρ θερμαίνουσα σαφῶς ἡ λιθάργυρος, καθάπερ οὐδὲ ψύχουσα οὐδ' ὑγραίνουσα βραχεῖαν ἔχει δύναμιν ξηραντικὴν κατὰ τὴν πρώτην ἀπόστασιν τῶν ἀκριβῶς μέσων, τοῦθ' ὑγραίνειν καὶ ξηραίνειν· οὐ μὴν οὐδ' ἐμπλαστικῆς ἐστι δυνάμεως, ὥσπερ οὐδ' ἐκφρακτικῆς, ὡσαύτως δὲ οὐδὲ ῥυπτικῆς, ὥσπερ οὐδὲ ῥυπαινούσης σαφῶς, ἠρέμα δέ πως ἀποκεχώρηκε τῶν μέσων ἐπὶ τὸ παχυμερέστερον. ἀλλὰ κατὰ τὴν ἐπὶ πλέον ἕψησιν ἀποτίθεται καὶ τοῦτο, χεομένη τε καὶ ἀλλοιουμένη διὰ τῆς τοῦ πυρὸς δυνάμεως. μόνη δὲ καθ' ἑαυτὴν ὠμὴ παρατρίμματα μηρῶν ἐξ ὁδοιπορίας ὀνίνησιν, ᾧ καὶ δῆλον ὅτι βραχέως ξηραίνει. τοῦ δὲ [396] μήτε δριμεῖαν ἔχειν αὐτὴν ἢ γλυκεῖαν ποιότητα μήτ' ὀξεῖαν ἢ πικρὰν ἢ αὐστηρὰν ἢ στρυφνὴν ἢ ὅλως στυπτικὴν, ἡ γεῦσις ἱκανὴ μάρτυς, ὥσπερ καὶ τὰ ἕλκη, μήτε δακνόμενα πρὸς αὐτῆς μήτε θερμαινόμενα μήτε ψυχόμενα μήτε καθαιρούμενα μήτε σαρκούμενα μήθ' ὅταν ὑπερσαρκώσῃ καθαιρούμενα. πάρεστιν οὖν ἡμῖν εἰς πολλὰ κεχρῆσθαι λιθαργύρῳ, ποτὲ μὲν ἐλαίῳ καὶ ὕδατι τὴν ἕψησιν αὐτῆς ποιουμένοις ἄχρι συστάσεως ἐμπλαστρώδους, ἔστι δ' ὅτε ἐν ἐλαίῳ καὶ ὄξει καί ποτε ἐν ἐλαίῳ καὶ οἴνῳ. ἐν οἷς δ' ἂν ἕψηται τούτων, ἄμεινον γίγνεται τὸ φάρμακον ἐπὶ πλέον ἑψηθέν. ἔσται δὲ τοῦτο τῷ πλήθει τῶν μιγνυμένων ὑγρῶν. ἔστι μὲν γὰρ τῶν τηκτῶν φαρμάκων καὶ ἡ λιθάργυρος ὅλη χεομένη, καθάπερ ἥ τε ῥητίνη καὶ ὁ κηρὸς, ἀλλ' οὐκ εὐθέως ἅμα τῷ ψαῦσαι τοῦ πυρὸς, ὅθεν καὶ λανθάνει πολλοὺς καὶ νομίζουσιν αὐτὴν οὐδ' ὅλως χεῖσθαι. σὺν ὀξελαίῳ μὲν οὖν ἑψομένη τήκεται θᾶττον, ὥσπερ γε καὶ σὺν ἰῷ καὶ αὐτοῦ δηλονότι τοῦ ἰοῦ χεῖσθαι πεφυκότος, ὥσπερ ἥ τε χαλκῖτις [397] καὶ τὸ μίσυ. τάχιστα μὲν οὖν αὐτῶν ἡ χαλκῖτις τοῦτο πάσχει, βραδύτατα δ' ὁ λιθάργυρος· ἐν δὲ τῷ μεταξὺ τούτων ὅ τε ἰός ἐστι καὶ τὸ μίσυ. χεῖται καὶ τὸ σῶρυ χρόνῳ πλέονι, γεωδέστερόν τε γάρ ἐστι καὶ λιθωδέστερον τῆς χαλκίτεώς τε καὶ τοῦ μίσυος. ἀλλὰ περὶ μὲν τούτων αὖθις εἰρήσεται. τὴν λιθάργυρον δὲ δι' ὀξελαίου μὲν ἕψων θᾶττον τήξῃς, δι' ὑδρελαίου δὲ βραδύτερον, ὅμως μὲν χεῖται καὶ οὕτως, ἐὰν ᾖ διπλάσιον αὐτῆς ἑκάτιρον τῶν ὑγρῶν. ἐγὼ δὲ καὶ πλέον ἢ διπλάσιον ἔμιξα πολλάκις, ὡς ὀλίγον ὕστερον εἰρήσεται. κάλλιον δ' ἐστὶν εὐθέως ἐξ ἀρχῆς ἐν θυείᾳ μιγνύειν τὰ τρία, τήν τε λιθάργυρον καὶ τὸ ὕδωρ καὶ τὸ ἔλαιον. εἰ δὲ τοῦ λευκὸν γίνεσθαι τὸ φάρμακον φροντίζεις, ἔλαιόν τε καθαρώτερον καὶ διαυγέστερον ἔμβαλλε καὶ ὕδωρ ὁμοίως καθαρόν τε καὶ λευκὸν, ἑψέσθω τε κατὰ χωρίον ὑπαίθριον ἡλιούμενον. ὁ μὲν γὰρ ζοφώδης ἀὴρ μελαίνει τὸ φάρμακον, ὁ δὲ καθαρὸς εἰς λευκότητα μεγάλως συντελεῖ, καθάπερ γε καὶ τὸ καταῤῥαινόμενον ὕδωρ ἐν ἀέρι τοιούτῳ. φυλάττου δὲ καὶ τὸ διὰ ξύλων ποιεῖσθαι τὴν ἕψησιν ἢ ἀνθράκων ἀρχομένων διακάεσθαι, [398] μελαίνει γὰρ αὐτὸ ῥᾳδίως ὁ καπνός. προδιακαύσας οὖν τοὺς ἄνθρακας, ὅταν ἀκριβῶς ὦσι διάπυροι, τότε ἕψειν ἄρξαι. καὶ εἰ μὴ φθάσοιεν οὗτοι συμπληρῶσαι τὴν ἕψησιν, ἐφ' ἑτέρας ἑστίας ὁμοίως παρασκευάσας ἄνθρακας ἐπιτίθει κατ' ἐκείνην τὴν κακκάβην. ἕνεκα μὲν οὖν τοῦ λευκὸν γενέσθαι τὸ φάρμακον, ὅσα χρὴ παραφυλάττειν αὐτάρκως εἴρηται. γίγνεται δὲ ἐχεκολλότερον εἰς τοσοῦτον, εἰς ὅσον ἂν ἔχῃ πλέον, ὡς εἴρηται, τὸ ὑγρόν. ὡς ἐάν γε τῶν τριῶν ἀνὰ λίτραν α΄. ἐμβάλῃς, δυσαπόπτωτον ἔσται. καὶ μέντοι καὶ ἄτηκτος ἡ λιθάργυρος μένει, καὶ τοῦτό γέ ἐστιν αὐτὸ μάλιστα αἴτιον τοῦ ῥᾳδίως ἀποπίπτειν αὐτὸ, καθάπερ γε καὶ τὸ προσμένειν μέχρι πλέονος, εἰ ἡ λιθάργυρος ἑψηθεῖσα χυθείη τε καὶ ἀλλοιωθείη. λευκότερον δ' ἔσται καὶ θᾶττον ἑψηθήσεται βληθεισῶν δύο λιτρῶν ὕδατος εἰς τρεῖς ἑκατέρου λιθαργύρου τε καὶ ἐλαίου. καὶ τούτῳ συνήθως ἐπὶ τῶν μικρῶν ἑλκῶν χρῶμαι. πρόδηλος δὲ ἡ δύναμίς ἐστι τοῦ δι' ὕδατος ἑψομένου φαρμάκου μεμνημένοις ἡμῖν τῶν εἰρημένων ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ.
[399] [Περὶ τῆς διὰ λιθαργύρου καὶ ὑδρελαίου σκευαζομένης ἐμπλάστρου.] Τὸ ὕδωρ ὑγραίνει μὲν ἀεὶ καὶ ψύχει κατὰ τὴν οἰκείαν οὐσίαν· ἐπίκτητον δὲ θερμότητα προσλαβὸν, ἄχρι περ ἂν αὐτὴν διαφυλάττῃ θερμαίνει, ψυχρὸν δὲ γενόμενον ψύχει. τό γε μὴν ἔλαιον, ἐὰν εἴη νέον, οὐκ ἀντιπράττει τῷ φαρμάκῳ, διαμένει γὰρ ὑγρόν τε καὶ μετρίως ψυχρὸν, ὁποίου μάλιστα δεῖται τά θ' ἁπαλόσαρκα σώματα καὶ τὰ κακόχυμα. γυναῖκές τε οὖν καὶ παῖδες καὶ τῶν τελείων οἱ μαλακὴν ἔχοντες τὴν ἕξιν τοῦ σώματος, εἰσὶ δ' οὗτοι καὶ λευκοὶ κατὰ τὸ χρῶμα, τῶν τοιούτων δέονται φαρμάκων. ἑψηθὲν δ', ὡς εἴρηται, μετὰ πλείονος ἐλαίου τε καὶ ὕδατος οὕτως γίνεται δυσαπόπτωτον, ὡς μηδὲ λουομένων ἀποῤῥεῖν. καὶ μέντοι καὶ συμφέρει τοῖς ἐπουλουμένοις ἕλκεσιν ἐπιμένειν τὸ φάρμακον ἐφεξῆς ἡμερῶν πλεόνων, ἄμεινόν τε γὰρ οὕτω καὶ θᾶττον ἐπουλοῦται. πρόδηλον δ' ὅτι κνήσμασι καὶ ἀποσύρμασι καὶ συνελόντι φάναι μικροῖς ἕλκεσιν ἁρμόττει τὸ τοιοῦτον φάρμακον, ἐφ' ὧν καὶ ἡ πάρυγρος ὀνομαζομένη κηρωτὴ καὶ ἄλλαι τινὲς ὅμοιαι χρησιμώτεραι [400] τῶν ἰσχυρὰν δύναμιν ἐχόντων εἰσὶν, ὁποῖα τοῖς μεγάλοις τραύμασιν ἐπιτίθεμεν. ὑπὲρ ὧν ἁπάντων τῆς καθόλου δυνάμεως ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου γέγραπται, καθ' ὃ τοὺς γενικοὺς καὶ κοινοὺς λόγους, οὓς καθόλου καλοῦσιν, ἐφ' ἑκάστης διαφορᾶς ἕλκους, διῆλθον ἐπιδεικνὺς ὁποίας τινὰς εἶναι προσήκει τὰς δυνάμεις τῶν ἰασομένων αὐτὰ φαρμάκων, ἐνταυθοῖ δὲ τὰς κατὰ μέρος ὕλας διέρχομαι, συμμετρίας τε τῶν μιγνυμένων ὁρίζων, ἐπιδεικνύς τε τοὺς τρόπους ἐν οἷς σκευαζόμενα γενήσεται κάλλιστα. δι' ὑδρελαίου μὲν οὖν ἡ λιθάργυρος, ὡς εἴρηται, σκευαζομένη τὴν μὲν ἔμπλαστρον εὐαφεστάτην τε ἅμα καὶ δυσαπόπτωτον ἐργάζεται, καὶ προσέτι λευκὴν ὀφθῆναι, δύναμιν ἔχουσαν ψυκτικὴν μετρίαν, ᾗ χρωμένη καὶ κωλύει τὶ τοῖς ἡλκωμένοις μορίοις ἐπιῤῥεῖν καὶ τὸ φθάσαν ἐπιῤῥυῆναι, πάλιν ἀποκρούεται πρὸς τοὺς πέριξ τόπους, ὡς γίνεσθαι τὸ πρᾶγμα τοιοῦτον, οἷον ὅταν ὕδατι ψυχρῷ διάβροχον ἐργασάμενοι σπόγγον ἐπιθῶμέν τινι μορίῳ τοῦ σώματος. ἐκεῖνός τε γὰρ ῥυσὸν καὶ προσεσταλμένον ἐργάζεται τὸν τόπον ὅλον, οὐ [401] μόνον ἀποκρουόμενος τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν αὐτῷ πρὸς τοὺς πλησιάζοντας ἐκθλίβων. ἥ τε νῦν εἰρημένη κατὰ τὸν λόγον ἔμπλαστρος, οὐ κατὰ πρώτην δύναμιν, ἀλλὰ κατὰ συμβεβηκὸς ξηραίνειν ἂν λεχθείη. κυρίως μὲν γὰρ καὶ πρώτως τά τε διαφοροῦντα καὶ τὰ τὰς κράσεις ὑπαλλάττοντα πρὸς τὸ ξηρότερον ὀνομάζεται ξηραίνοντα. κατὰ συμβεβηκὸς δὲ καὶ τὰ διὰ ψύξιν, ἀναστέλλοντα μὲν τὸ ἐπιῤῥέον, ἐκθλίβοντα δὲ τὸ περιεχόμενον. ὅλως δὲ οὐδὲν τῶν ὑγραινόντων ἢ πρώτως ἢ κατὰ συμβεβηκὸς ὠφέλιμον ἕλκεσίν ἐστιν, ὡς ἐν τῷ τρίτῳ δέδεικται τῆς θεραπευτικῆς μεθόδου.
[Περὶ τῆς διὰ λιθαργύρου καὶ ὀξελαίου σκευαζομένης ἐμπλάστρου.] Περὶ μὲν οὖν τῆς δι' ὑδρελαίου σκευαζομένης λιθαργύρου καὶ ταῦθ' ἱκανά. μεταβῆναι δὲ ἤδη καιρὸς ἐπὶ τὴν δι' ὀξελαίου συντιθεμένην. συμμέτρως μὲν οὖν ξηραντικὸν γίνεται τὸ φάρμακον, ἐὰν διπλάσιον ἑκάτερον ᾖ τῆς λιθαργύρου τό τε ἔλαιον καὶ τὸ ὄξος. ἐὰν δὲ καὶ παλαιὸν ᾖ τὸ ἔλαιον, ἔτι καὶ μᾶλλον ξηραίνει.
[402] πλέον δὲ ἢ διπλάσιον ἑκάτερον αὐτῶν ἐμβληθὲν ἰσχυρότερον ποιεῖ τὸ φάρμακον, ὥστε καὶ σύριγγας, ὅσαι μήπω τύλον ἔχουσι σκληρὸν, ἰᾶσθαι. βάλλεται δὲ λιθαργύρου μὲν ἓν μέρος, ἑκατέρου δ' ἐκείνων δύο καὶ ἥμισυ. καὶ μέντοι καὶ τριπλάσιον ἐνίοτε μίξας ἑκατέρου, δι' ὅλης μὲν ἡμέρας ἥψησα τὸ φάρμακον. ἐγένετο δὲ μέλαν μὲν, στίλβον δ' ὁμοίως ἀσφάλτῳ τῇ καλῇ. ξηραντικωτάτην δ' ἔχει δύναμιν τοῦτο, θεραπεύει τε ἕλκη δυσίατα καὶ σύριγγας οἵας εἶπον, ἐναίμων τε τραυμάτων κολλητικὸν ὑπάρχει. ἑνὶ δὲ λόγῳ ξηραντικὸν ἀδήκτως. διὰ τοῦτο οὖν καὶ τἄλλα πάντα ἕλκη θεραπεύει τά τε μείζω καὶ τὰ μικρότερα, μέχρι συνουλώσεως. ἄξιον δὲ καὶ ἄλλα τινὰ τῶν ἔργων αὐτοῦ διελθεῖν, ἃ τάχ' ἂν οὐδὲ ἐλπίσειέ τις, ὅσον ἐπὶ τῷ τῆς ὕλης εὐκαταφρονήτῳ. κριθέντος γάρ τινος ἐν πυρετῷ διὰ παρωτίδος ἐκπυησάσης, ὑπελείφθη συρίγγιον, ὃ μετὰ μῆνας ἓξ τῆς ἀρχῆς ἐδείχθη μοι κατ' ἀγρόν. ἦν γὰρ ὁ παῖς υἱὸς γεωργοῦ περὶ τὴν πέντε καὶ δέκα τὴν ἡλικίαν, τούτῳ δοὺς ἐπιτεθῆναι τῆς ἐμπλάστρου [403] ταύτης, ὅσον εἶχον ἑπόμενον, αὐτὸς μὲν ἐπανῆλθον εἰς τὴν πόλιν, ἐν ἀσχολίαις πλείοσιν ἰατρικαῖς γενόμενος ἐπελαθόμην τοῦ λαβόντος τὸ φάρμακον. ἀλλὰ μετὰ δύο γε μῆνας ἧκεν ὑγιὴς, οὐ πάνυ τι ἐλπίσαντος ἐμοῦ τοῦτο γενέσθαι. καθιέντων γὰρ ἡμῶν ὑείαν τρίχα διὰ τοῦ συριγγίου, μέχρι τῆς διαρθρώσεως ἐφαίνετο προερχομένη, κατὰ τύχην δὲ μετ' ὀλίγας ἡμέρας ἄλλου μοι δειχθέντος παιδαρίου τὴν ἡλικίαν ἄγοντος τὴν αὐτὴν τῷ πρόσθεν, ὁμοίαν τε διάθεσιν ἔχοντος, ἐπέθηκα τῆς ἐμπλάστρου, καὶ συνέβη καὶ τούτῳ τελέως ὑγιασθῆναι. μετὰ ταῦτα δὲ οὐκ ὀλίγους ἐκ τῆς αὐτῆς διαθέσεως ἰασάμην τῷ φαρμάκῳ τούτῳ καὶ παῖδας καὶ γυναῖκας καὶ νεανίσκους. εἰ τοίνυν καὶ ὑμεῖς βούλεσθε χρῆσθαι πρὸς τὰ τοιαῦτα αὐτῷ, παλαιότατόν τε τὸ ἔλαιον ἐμβάλλετε καὶ ὄξος δριμύτατον ἐξ οἴνου δηλονότι μόνου γεγονὸς, οὐχ ὡς ἔνιοι σκευάζουσιν αὐτὸ μιγνύντες ὕδωρ. ἔστω δὲ καθαρὸν ὡς ἔνι μάλιστα καὶ διαφανὲς τὸ ὄξος. οὕτω γὰρ ἂν εἴη λεπτομερέστερόν τε καὶ βέλτιον εἰς [404] ἃ δεόμεθα. τούτῳ τῷ φαρμάκῳ καὶ μῦς ἐσκληρυσμένους πολλάκις ἰασάμην.
[Περὶ τῆς διὰ λιθαργύρου καὶ οἰνελαίου σκευαζομένης ἐμπλάστρου.] Ὑπόλοιπον οὖν μοι διελθεῖν περὶ τῆς δι' οἰνελαίου σκευαζομένης λιθαργύρου, τὰ μὲν τῆς συμμετρίας ἐχούσης τὰ αὐτὰ τοῖς εἰρημένοις, ἀκολούθως τε τὰς τῆς δυνάμεως ὑπεροχὰς τῷ πλήθει τῶν ὑγρῶν. καὶ γὰρ ἴσα τὰ τρία βαλὼν ἐσκεύασα, καὶ διπλάσιον ἑκάτερον τῶν ὑγρῶν τῆς λιθαργύρου καὶ πρὸς τῷ διπλασίονι ἔτι τὸ ἥμισυ προσθεὶς καί ποτε καὶ τριπλάσιον. ἐσκεύασα δέ ποτ' αὐτὸ καὶ οὕτως. ὥρᾳ θέρους ἐν ἡλίῳ θερμῷ καθ' ἑκάστην ἡμέραν ἡ λιθάργυρος ἐτρίβετο μετ' οἴνου Φαλερίνου καὶ τοῦτο ἡμέραις ἐγένετο ιε΄. προσεπιχέοντός μου πάλιν οἶνον, εἰ διαφορηθεὶς ἔτυχεν ὁ πρότερος. μετὰ δὲ τὰς εἰρημένας ἡμέρας ἑψηθὲν τὸ φάρμακον ἱκανῶς ἐγένετο ξηραντικόν. ἐχρησάμην δὲ αὐτῷ καὶ κατὰ τῶν ῥευματικῶν διαθέσεων ὁμοίως τῇ φοινικίνῃ διατήκων ἐλαίῳ, καθάπερ ἐπ' ἐκείνης προείρηται. καὶ μηρὸν δὲ χρονίως ἐσκληρυσμένον ἰασάμην αὐτῷ καὶ κατὰ [405] τραυμάτων ἐναίμων ἐπέθηκα καὶ ἦν εἰς πάντα κάλλιστον. ἔστω τοιγαροῦν ἐπ' αὐτοῦ, κᾂν μὴ Φαλερῖνον ἔχῃ τις ἕτοιμον, ἕτερος κιῤῥὸς μὲν τὴν χρόαν, λεπτὸς δὲ τὴν σύστασιν ὡς διαυγεῖσθαι. τοιοῦτος δέ ἐστιν ὅ τ' Ἀριούσιος ἐν τῇ Χίῳ γεωργούμενος, ὅ τ' εὐώδης πάνυ Λέσβιος, ἐν Μιτυλήνῃ μὲν ὀλίγος, ἐν Ἐρεσσῷ δὲ καὶ Μηθύμνῃ πλείων τε καὶ βελτίων ἅμα γινόμενος, ὅ θ' ὅμοιος τῷ Φαλερίνῳ Τμωλίτης. ἔστι δὲ καὶ οὗτος λεπτότατος καὶ διαυγὴς, κιῤῥὸς δὲ τὴν χρόαν καὶ μετρίως γλυκὺς εὐώδης τε πάνυ. τούτῳ παλαιωθέντι εἰς ἅπαντα χρῆσθαι δυνατόν ἐστιν, εἰς ἅπερ καὶ τῷ Φαλερίνῳ. καὶ ἕτερος δ' ἐστὶ Τμωλίτης οἶνος, ὅμοιος αὐτῷ κατὰ τὴν χροιὰν καὶ τὴν σύστασιν, ἀλλ' οὔτε γλυκὺς οὔτ' εὐώδης. ἔχει δέ τινα στύψιν, ἀπολειπόμενος δὲ τοῦ γλυκέος πολύ. ταυτὶ μὲν οὖν ἑψομένης τῆς λιθαργύρου γίνεται φάρμακα.
[Περὶ χρήσεως ὠμῆς λιθαργύρου.] Χωρὶς δὲ ἑψήσεως καθ' ἑαυτὴν μὲν, ὡς ἔφην, ἐπὶ παρατριμμάτων ἐστὶ χρήσιμος. εἰ δὲ προπαρασκευασθείη δι' ὄξους ἢ οἴνου τριβεῖσα καὶ ξηρανθεῖσα, τῶν δι' ὑγρότητα δυσεπουλώτων [406] ἑλκῶν ἴαμα γίνεται. καὶ εἴ γε βουληθείης ἄδηκτον αὐτὴν εἶναι, πλυτῇ χρήσῃ.
[Ὅπως δεῖ πλύνειν λιθάργυρον καὶ μεταλλικὰ λοιπά.] Ῥᾳδίως δὲ πλύνεται διὰ τὸ σύμφυτον βάρος ὑφισταμένη ταχέως τοῖς ὑγροῖς, ἐν οἷς λειοῦται. τελεώτατα μὲν οὖν ἄδηκτος γίγνεται δι' ὕδατος πλυθεῖσα. τοῖς δὲ εὐαισθήτοις σώμασι βραχεῖαν αἴσθησιν φέρει δήξεως, ὅταν δι' ὄξους ἢ οἴνου πλυθῇ, χρὴ δὲ ἱκανῶς αὐτὴν προσλειώσαντα δι' ὅλης ἡμέρας μετὰ τοῦ ὑγροῦ ἐᾶσαι καταστῆναι τῆς νυκτὸς, εἶτα κατὰ τὴν ὑστεραίαν ἕωθεν ἀποχέοντα τὸ ὑγρὸν αὖθις ἐπιχεῖν ἕτερον, εἶτ' αὖθις ὁμοίως τρίβειν, ἀποχεῖν τε πάλιν ἐπὶ τῆς ὑστεραίας, καὶ τοῦτο ποιεῖν, ἄχρις ἂν ἅμα τῷ ὑγρῷ φαίνηταί τις οἷον ἄχνη τῆς λιθαργύρου. μηκέτι δ' ἐφισταμένου μηδενὸς, οὐδ' ἀποχεῖν ἔτι προσήκει, τρίβειν μέντοι πλείοσιν ἡμέραις, κᾂν μηδὲν ἐφίστηται, βέλτιόν ἐστι. καὶ τοῦτο πρᾶττε ἐν ἡλίῳ θερμῷ· ξηραντικώτερον γὰρ οὕτως τὸ φάρμακον γίγνεται. εὔδηλον δὲ ὅτι θέρους ὥρᾳ τοῦτο πράττειν ἄμεινον οὐκ ἐπὶ λιθαργύρου μόνον, ἀλλὰ καὶ τῶν [407] ἄλλων, ὅσα τὸν τρόπον τοῦτον παρασκευάζεται. καὶ γὰρ ἡ καδμεία καὶ ἡ τοῦ χαλκοῦ λεπὶς, ὅ τε κεκαυμένος χαλκὸς, ἔτι τε πρὸς τούτοις τὸ διφρυγὲς ὀνομαζόμενον καὶ τὸ ψιμύθιον καὶ τὸ μίσυ καὶ τὸ σῶρυ καὶ τὸ στίμμι καὶ πάντες οἱ λίθοι καὶ πρὸς αὐτοῖς ὁ τίτανος ὁμοίως τῷ λιθαργύρῳ καὶ πλύνεται καὶ λειοῦται μετά τινος τῶν εἰρημένων. ἐνίοτε δὲ καὶ διὰ θαλάττης αὐτῶν ποιοῦμαι τὴν παρασκευὴν περὶ ὧν αὖθις εἰρήσεται προϊόντος τοῦ λόγου. νυνὶ γὰρ πρόκειταί μοι τὰς ἐμπλάστρους διελθεῖν, ἃς οἱ νεώτεροι τῶν ἰατρῶν μετὰ τοῦ ρω γράφουσί τε καὶ λέγουσιν ἐπὶ τῆς ὑστάτης συλλαβῆς. ὥσπερ ἐπὶ τοῦ κεντρίου καὶ τῆς μηλωτρίδος εἰώθασι ποιεῖν ἅπαντες. καὶ γὰρ ἐπὶ τούτων ἡ μὲν πρώτη θέσις τῶν ὀνομάτων ἔοικεν ἄνευ τοῦ ρω γεγονέναι, παρὰ μὲν τὸ κεντεῖν ὠνομασμένου τοῦ κεντρίου τῆς ἐσχάτης συλλαβῆς οὐκ ἐχούσης τὸ ρω, τῆς μηλωτρίδος δὲ συγκειμένης ἐκ μήλης τε καὶ ὠτός. νυνὶ μέντοι σχεδὸν ἁπάντων αὐτὰ μετὰ τοῦ ρω λεγόντων οὐκ ἂν ἁμάρτοι τις ὁμοίως αὐτοῖς φθεγγόμενος καὶ μάλιστα τὸ κέντριον. ἐπιδέδεικται [408] γάρ μοι κατὰ τὰ πρὸς τοὺς ἐπιτιμῶντας τοῖς σολοικίζουσι καὶ αὐτοὺς Ἀττικοὺς ἄνδρας ἠκολουθηκέναι τῇ κρατούσῃ συνηθείᾳ. δέδεικται γὰρ καὶ ἄλλοις πρὸ ἐμοῦ τῆς Ἀτθίδος αὐτῆς διαλέκτου μετάπτωσις γεγονέναι πολυειδὴς, ἕπεσθαί τε τῷ καθ' ἑαυτοὺς ἔθει πάντας, ὧν δόξα μεγίστη παρὰ τοῖς Ἕλλησίν ἐστιν ἐπὶ λόγων δεινότητι. καὶ ἡμεῖς οὖν, ἐπειδὴ πάσας εὑρίσκομεν ἤδη τὰς φαρμακίτιδας βίβλους μετὰ τοῦ ρω γεγραμμένον ἐχούσας τοὔνομα τὸ τῆς ἐμπλάστρου, καὶ αὐτοὶ τῇ κρατούσῃ συνηθείᾳ χρησομέθα.
[Περὶ τῶν διὰ μολυβδαίνης σκευαζομένων φαρμάκων.] Εἴρηταί μοι καὶ πρόσθεν ὡς ἡ τῆς μολυβδαίνης χρεία παραπλησία ἐστὶ τῇ τῆς λιθαργύρου. πάντα γὰρ ὅσα διὰ λιθαργύρου συντίθενται καὶ διὰ μολυβδαίνης δύναται σκευάζεσθαι. τῇ δυνάμει δὲ ἀλλήλων διαφέρουσι τοσοῦτον, ὡς παχυμερεστέραν μὲν εἶναι καὶ ψυχροτέραν τὴν οὐσίαν τῆς μολυβδαίνης, λεπτομερεστέραν δὲ καὶ μέσην θερμοῦ τε καὶ ψυχροῦ τὴν τῆς λιθαργύρου. πρὸς δὲ τὰς χρόας τῶν φαρμάκων, ὅσα δι' αὐτῶν σκευάζεται, διαφορά τις [409] αὐτῆς ἐστὶ, καθόσον ἐπὶ τὸ φαιότερον ἄγει τὰς χρόας ἡ μολύβδαινα. διὸ καὶ τῶν λευκῶν ἐμπλάστρων οὐ μόνον ψιμύθιον, ἀλλὰ καὶ λιθάργυρον ἐχουσῶν, οὐδεμία διὰ μολυβδαίνης σκευάζεται. μιχθείσης γὰρ αὐτῆς τὸ μὲν λευκὸν χρῶμα τεφρῶδες γίγνεται. τὰ δὲ τῆς δυνάμεως οὐ μόνον οὐκ ἀπόλλυται κατά γε τὴν δι' ὑδρελαίου σκευαζομένην ἔμπλαστρον λευκὴν, ἀλλὰ καὶ βελτίω γίνεται καὶ μάλιστα ἐπὶ τῶν μαλακοσάρκων. ἡνίκα δὲ διαφορῆσαί τι βουλόμεθα, βελτίων ἐστὶ μολυβδαίνης λιθάργυρος. οὕτω δὲ καὶ τῶν ἄλλων φαρμάκων ἁπάντων, ὅσα διὰ λιθαργύρου γέγραπται συντιθέμενα, βαλλόντων τὴν μολύβδαιναν, ἥ τε χρόα τοῦ φαρμάκου καὶ ἡ δύναμις εἰς τοσοῦτον ἔχει τὴν ἀλλοίωσιν, εἰς ὅσον ἄρτι μοι δεδήλωται.
[Περὶ τῶν διὰ λιθαργύρου καὶ ψιμυθίου σκευαζομένων λευκῶν ἐμπλάστρων.] Ἤτοι τῆς χροιᾶς ἕνεκεν οἱ ἰατροὶ μίξαντες ψιμύθιον τῇ λιθαργύρῳ σκευάζουσι τὰς λευκὰς ἐμπλάστρους, ἢ χάριν τοῦ στύψιν καὶ ψύξιν τινὰ προσθεῖναι τῷ φαρμάκῳ, θεώμενοι δὲ καὶ μελαινόμενον, [410] ὅταν ἐπὶ πλέον ἕψηται τὸ τοιοῦτο, καὶ μάλισθ' ὅταν ἐπὶ ξύλων οὐδὲ τούτων ἴσως ἀκάπνων οὐδὲ ἐν ἀέρι καθαρῷ, ταχέως μὲν αἴρειν ἀπὸ τοῦ πυρὸς ἀναγκάζονται, δι' αὐτὸ δὲ τοῦτο μήθ' ὕδωρ δαψιλὲς μήτ' ἔλαιον μιγνύειν. ἐπενόησαν οὖν εἰκότως ἐπεμβάλλειν αὐτῷ ῥητίνης, ὅπως ὅλκιμόν τε καὶ συνεχὲς εἴη, προσλαμβάνον τινὰ γλισχρότητα, καὶ μάλισθ' ὅταν ἡ ὑγρὰ ῥητίνη μιχθῇ. χεῖρον δὲ γίνεται τὸ φάρμακον ἐπὶ τῇ τοιαύτῃ μίξει, δακνῶδες μέν τι καὶ ῥητίνης ἐχούσης, τὸ ξηραντικὸν δὲ οὐ πάνυ τι γενναῖον, οὗ μάλιστα χρείαν εἶναι τοῖς ἕλκεσιν ἐμάθετε. τίνες μὲν οὖν ῥητίναι καὶ πάνυ δακνώδεις εἰσὶ καὶ ῥηθήσεται περὶ πασῶν αὐτῶν αὖθις. αἱ πρᾳόταται δὲ ἐν αὐταῖς δύο εἰσί. πρώτη μὲν ἡ τερμινθίνη, δευτέρα δὲ ἡ λάριξ ὀνομαζομένη. τούτων οὖν ἄμεινον μιγνύειν, ὅταν τις βουληθῇ τοιαύτην ἔμπλαστρον σκευάσαι. πολὺ δ' εὐαφέστερα γίγνεται πάντα, τά τε διὰ ῥητίνης σκευαζόμενα προσλαμβάνοντα κηροῦ τι, τά τε διὰ κηροῦ μιχθείσης αὐτοῖς ῥητίνης. ἐπεμβάλλειν οὖν χρὴ τῇ ῥητίνῃ καὶ κηρόν. ὅπως δὲ τὸ χρῶμα τῆς ἐμπλάστρου [411] λευκὸν φυλάττοιτο, λευκὸν εἶναι προσήκει τὸν κηρόν. ἔστι δὲ λευκὸς αὐτοφυὴς μὲν ὁ Ποντικὸς, ὀνομάζεται γὰρ οὕτως συνήθως ἤδη κᾂν ἐξ ἑτέρου τινὸς ᾖ χωρίου, διὰ τὸ πλεῖστον μὲν ἐν τῷ Πόντῳ γίγνεσθαι τὸν λευκὸν, ἐλάχιστον δὲ ἐν ἑτέροις χωρίοις. οὐκ αὐτοφυὴς δὲ λευκὸς ὁ Τυῤῥηνικὸς ὠνομασμένος ἐστίν. οὗτος μὲν οὖν οὐδεμίαν ἔχει σαφῆ δριμύτητα. τῶν αὐτοφυῶν δὲ ἔνιοι δριμεῖς εἰσιν, οὓς χρὴ πλύνειν πρότερον. ἡ πλύσις δ' αὐτῶν γίγνεται τακέντων ἐπὶ πυρὸς, εἶτ' εἰς ὕδωρ πηγαῖον καθαρὸν ἐμβληθέντων, ἀνακινουμένων τε ἐνταῦθα καὶ διαῤῥυπτομένων. οὕτω καὶ πίτταν καὶ ῥητίνην καὶ τὸ καλούμενον φύσημα πλυτέον ἐστὶ, περὶ ὧν αὖθις ἀκριβέστερον εἰρήσεται. νυνὶ δὲ ἐπειδὴ τῆς λευκῆς ἐμπλάστρου τὴν σύνθεσιν γράφω, τὸ κατάλοιπον ὧν εἶπον ἐφεξῆς διηγήσομαι. κηροῦ γὰρ ἐπεμβληθέντος ἅμα τῇ ῥητίνῃ προεψημένοις τῷ τε ψιμυθίῳ καὶ τῇ λιθαργύρῳ, μέχρις ἂν ἀκριβῶς ἀμόλυντον γένηται τὸ φάρμακον, ἔχοιτ' ἂν ἤδη λευκὴν ἔμπλαστρον, εἰ βούλεσθε, ποτὲ μὲν ὕδατος ἐμβάλλοντες αὐτῇ, ποτὲ δὲ ἐλαίου μόνου, καὶ τούτου ποτὲ [412] μὲν νέου, ποτὲ δὲ παλαιοῦ. προακηκόατε γὰρ ἤδη τίνα δύναμιν ὕδωρ καὶ παλαιὸν ἔλαιον ἔχει. γιγνώσκετε δὲ καὶ ὡς στύψεώς τι προσδίδωσι τῷ φαρμάκῳ, τό τ' ὀμφάκινον ἔλαιον καὶ τὸ κατὰ τὴν Ἰβηρίαν γεωργούμενον, ἣν νῦν ὀνομάζουσιν Ἱσπανίαν. τὸ δὲ Ἰστρικὸν οὐ μόνον τὴν στύψιν ἔχει βραχεῖαν, ἀλλὰ καὶ πικρότητα. διαφορὰν οὖν ἕξουσιν αἱ διὰ τῶν στυφόντων σκευασίαι τῶν διὰ τοῦ γλυκέος ἐλαίου, καθόσον ἐν ἀρχῇ μὲν καὶ τελευτῇ τῶν ἑλκῶν ἀμείνω πάντα ἐστὶ τὰ στύψεως ἔχοντά τι, κατὰ δὲ τὰ μέσα τὰ γλυκέα. δεῖται γὰρ ἐν μὲν ταῖς ἀρχαῖς τὰ ἕλκη τῶν ἀποκρουομένων φαρμάκων, ὅπως μηδὲ ἄρξηται φλεγμαίνειν. ἐφεξῆς δὲ τῶν χαλαστικωτέρων, ἐὰν μὲν μὴ γένηται φλεγμονὴ, χάριν τοῦ διαπνεῦσαι, φθασάσης δὲ γενέσθαι καὶ δι' ἐκείνης ὅπως θᾶττον λυθείη. εὔδηλον δ' ὅτι περὶ σμικρᾶς φλεγμονῆς ὁ λόγος ἐστίν. οὐδὲ γὰρ δύναται βραχέσιν, ἐφ' ὧν χρώμεθα ταῖς λευκαῖς ταύταις ἐμπλάστροις, ἐπιγίνεσθαι μεγάλη φλεγμονὴ μηδενὸς ἁμαρτήματος προσελθόντος. ὅτι δὲ καὶ συνουλουμένων ἤδη τῶν ἑλκῶν ἡ στύφουσα ποιότης ὠφέλιμός ἐστιν [413] οὐδεὶς ἀγνοεῖ. καιρὸς οὖν ἤδη τὴν συμμετρίαν εἰπεῖν τῶν συντεθέντων φαρμάκων τὴν χρησιμωτάτην ἔμπλαστρον λευκήν.
[Ἡ σταθμεία τῆς ἐμπλάστρου.] Ἴσον ἔστω μέρος ἑκατέρου τῶν μεταλλικῶν, τοῦ τε ψιμυθίου καὶ τοῦ λιθαργύρου, καὶ τοῦτ' εἰ βούλεσθε, σταθμὸς ἔστω μιᾶς λίτρας ἑκατέρου. συναμφοτέρων δὲ ἴσον ἐλαίου μέτρον ἢ ὡς ὀνομάζουσι Ῥωμαῖοι, λίτραι δύο, τοῦ κηροῦ δὲ ἡμίλιτρον ἔστω καὶ τῆς τερμινθίνης ἥμισυ, τουτέστιν οὐγγίας τρεῖς ὁ σταθμός. εἰ δὲ καὶ λιβανωτοῦ μίξαις, ἀνωδυνώτερόν τε καὶ πεπτικώτερον τῶν φλεγμαινόντων ἑλκυδρίων ἐργάσῃ τὸ φάρμακον, ἀλλὰ πρός γε τὴν ἐπούλωσιν ἀτονώτερον. ὑπερσαρκώσεις γὰρ, ἐπειδὴ σαρκωτικῶν ἐστιν ὁ λιβανωτὸς, ὡς κᾀν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου μεμαθήκατε. βέλτιον οὖν ἐστιν, ἐμβαλεῖν τι καὶ στυπτηρίας ὀλίγον ἕνεκά τε τῆς ἐπουλώσεως καὶ ἄλλως, ἐπειδὴ τὰ χαλαστικὰ φάρμακα πληθωρικοῖς τε καὶ κακοχύμοις σώμασι προσφερόμενα προτρέπει ῥευματίζεσθαι τὰ πεπονθότα μόρια. τὸ δ' ἐκ τούτων ἁπάντων συντεθὲν φάρμακον δυνήσεται διαφορεῖν ὄγκους [414] παρὰ φύσιν ἐπὶ τῶν ἁπαλοσάρκων, ὅσοι μήτε μεγάλοι λίαν εἰσὶ μήτ' ὀδυνώδεις καὶ μάλισθ' ὅταν λάβῃ δαψιλῆ τὸν λιβανωτόν. εἴη δ' ἂν ἐπὶ τοῖς προειρημένοις δαψιλὴς ὁ λιβανωτὸς, ἐὰν ἴσος ᾖ κατὰ τὸν σταθμὸν τῇ τερμινθίνῃ. εἰ δὲ ἥμισυς ὁ λιβανωτὸς εἴη τῆς ῥητίνης, ἧττον μὲν ἔσται διαφορητικὸν τὸ φάρμακον, ἐπουλωτικώτερον δὲ τοῦ διπλάσιον ἔχοντος τὸν λιβανωτόν. εἰ δέ τι μᾶλλον ἐργάσασθαι διαφορητικὸν αὐτὸ βουληθείητε καὶ πεπέρεως ἐμβάλλετε τοῦ λευκοῦ βραχύ τι, μηδὲν εἰς τὴν ἐπούλωσιν τῶν ἑλκῶν βλάψαι δυναμένου. καὶ τοίνυν ἔστω τῆς μὲν στυπτηρίας γο σταθμὸς, ἥμισυ δὲ τοῦ πεπέρεως. εὔλογον οὖν τούτου μὲν ἐμβληθῆναι τρεῖς δραχμὰς, ἓξ δὲ τῆς στυπτηρίας. ἐπεὶ δὲ καὶ ἄλλων ἐστὶ βελτίων τῶν στυπτηριῶν ἡ σχιστὴ καλουμένη καὶ τῇ χρόᾳ λευκὴ, ταύτης ἐμβάλλειν προσήκει.
[Λευκὴ ἡ διὰ τοῦ λευκοῦ πεπέρεως, ὡς Ἄτταλος καὶ Ἥρας.] Ὠφελεῖ γερόντων ἕλκη καὶ ἁπαλοχρώτων καὶ πᾶν ἕλκος ἰᾶται, ὅσα ὑγρότερα καὶ δυσεπούλωτα καὶ ἀποσύρματα, ὡς ἀποκρέμασθαι τὸ δέρμα, ἐνίοτε [415] μελαινόμενον ἐπ' ὠλεκράνου καὶ ἀντικνημίου καὶ γόνατος, ἐφ' ὧν οὐδὲ σὰρξ, ἀλλ' ὁ περιόστιος ὑμὴν ὑπόκειται μόνος. γέγονε τοίνυν πάντα ἐφεξῆς καταλέγοντι τὸ φάρμακον ἐκ τῶνδε συγκείμενον. λιθαργύρου μὲν καὶ ψιμυθίου, λίτρας ἑκατέρου σταθμῷ, δυοῖν δὲ λιτρῶν ἐλαίου μέτρῳ. καλεῖται γὰρ ὑπὸ Ῥωμαίων ὁμωνύμως ὁ λιτραῖος σταθμὸς τῶν στεῤῥῶν σωμάτων τῷ λιτραίῳ μέτρῳ τῶν ὑγρῶν, ὃ πάμπολυ καθ' ὅλην τὴν πόλιν ἐστὶν, ἐξ ὕλης κερατίνης γιγνόμενον. ἐπὶ τούτοις δὲ τοῦ κηροῦ μὲν ἡμίλιτρον τῷ σταθμῷ, τριῶν δὲ οὐγγιῶν τῆς τερμινθίνης ῥητίνης, λιβανωτοῦ δὲ ἤτοι τοῦ ἡμίσεος ἢ τοῦ ἴσου ταύτῃ, καὶ στυπτηρίας μὲν ἓξ δραχμῶν, τριῶν δὲ τοῦ πεπέρεως. ἡ δὲ ἕψησις εὔδηλος ἀπ' ἀρχῆς μὲν ἑψομένων τῶν μεταλλικῶν ἐν ἡλίῳ, μέχρι τοῦ γενέσθαι τελέως ἀμόλυντον ἢ καὶ βραχὺ σκληρότερον. ἐμβαλλομένων δὲ τηνικαῦτα κηροῦ καὶ ῥητίνης, εἶθ' ὅταν ἑνωθῇ πάντα, τοῦ λιβανωτοῦ μὲν πρῶτον, ἐπ' αὐτῷ δὲ τῆς στυπτηρίας τε καὶ τοῦ πεπέρεως. ἐμβάλλειν δὲ χρὴ τὸ ῥοδιακὸν καλούμενον ψιμύθιον, εἰ βούλοιτό τις πάνυ λευκὴν τὴν [416] ἔμπλαστρον γενέσθαι. ἀλλὰ καὶ κατὰ τὴν πάλαι μὲν Δικαιαρχίαν ὀνομαζομένην, νυνὶ δὲ Ποτιόλους, ἔνιοι τῶν σκευαζόντων τὸ ψιμύθιον ὁμοίως τῷ ῥοδιακῷ λευκὸν εἰώθασι ποιεῖν. ὅτι δὲ ἐν ἡλίῳ τε χρὴ σκευάζειν τὴν ἔμπλαστρον, ὕδατός τε μιγνύειν, ὡς λευκοτέραν τε ἅμα καὶ ψυκτικωτέραν γενέσθαι, λέλεκται πρόσθεν. εἰ δ' ἐπουλωτικωτέραν ἐθέλοι τις αὐτὴν ἐργάσασθαι, τοῦ μὲν ὕδατος οὐδ' ὅλως μικτέον ἐστὶ, δι' ἐλαίου δὲ παλαιοῦ μόνον σκεναστέον γο β΄. ἥμισυ, ἀλλὰ καὶ τρεῖς ἐμβάλλοντα. τοῦτο τὸ φάρμακον οὐ τῶν ὑπ' ἐμοῦ πρώτου συντεθέντων ἐστὶν, ἀλλ' ἤδη πρὸ πολλῶν ἐτῶν ὑπὸ τοῦ βασιλεύσαντος ἡμῶν τῶν Περγαμηνῶν Ἀττάλου σπουδάσαντος ἀνδρὸς περὶ φάρμακα παντοῖα, καὶ σύγκειται λόγῳ τῷ προειρημένῳ καὶ κρεῖττον αὐτοῦ θαυμάζοιμεν ἂν, εἴ τι δύναται τῶν ὁμοειδῶν συντεθῆναι. μέμνηται δὲ αὐτοῦ καὶ ὁ Ἥρας ἐν τῷ βιβλίῳ τῶν φαρμάκων, ὃ τινὲς μὲν ἐπιγράφουσι νάρθηκα, τινὲς δὲ τόνον δυνάμεων, ἀξιῶν τὸ μὲν ἔλαιον εἶναι παλαιὸν, ὕδατος δ' αὐτῷ μίγνυσθαι τὸ ἴσον ἢ τὸ ἥμισυ. τὰ δ' ἄλλα τῆς συμμετρίας, [417] ὡς ὑπ' ἐμοῦ γέγραπται, πλὴν ὅτι κοτύλας ἐκεῖνος, οὐ λίτρας ἔγραψε, τοῦ τε ὕδατος καὶ τοῦ ἐλαίου μὴ δηλώσας ὁπόσων οὐγγιῶν βούλεται εἶναι τὴν κοτύλην, ἤτοι σταθμικῶν ἢ μετρικῶν αἱ μὲν γὰρ σταθμικαὶ τὸ βάρος κρίνουσι τῶν σωμάτων, αἱ δὲ μετρικαὶ τὸν ὄγκον. θεραπεύειν μὲν οὖν λέγων τὸ φάρμακον τοῦτο γερόντων ἕλκη καὶ ἁπαλοχρώτων ἀληθεύει· πλέον δὲ ἢ δεῖ χαρίζεται, πᾶν ἕλκος ἰᾶσθαι φάσκων. ὅσα μὲν γὰρ ὑγρότερα καὶ διὰ τοῦτο δυσεπούλωτα θεραπεύει ταῦτα, τῶν κακοήθων δ' οὐδὲν, ὥσπερ οὐδὲ τῶν ἐναίμων τι τραυμάτων· ὁ δέ γε καὶ ταῦτα πάντα φησίν. ἀποσύρματα μέντοι λέγων αὐτὸ θεραπεύειν ἀληθεύει, πολλάκις γὰρ οὕτως ἀποσεσυρμένου, ὡς ἀποκρέμασθαι τὸ δέρμα μετὰ τῆς ὑποκειμένης ἐπί τινος σαρκὸς, ἐπιθεὶς τὸ φάρμακον ἐθεασάμην ἑνωθὲν αὐτῇ τὸ ἀποσεσυρμένον, καὶ τό γε τούτου μεῖζον, ἐνίοτε μελαινόμενον ἤδη. καὶ πάλιν γε ἕτερον ἔτι τοῦδε μεῖζον, ἐπ' ὠλεκράνου τε καὶ ἀντικνημίου καὶ γόνατος, ἐφ' ὧν οὐδὲ σὰρξ, ἀλλ' ὁ περιόστιος ὑμὴν ἢ τένων πλατὺς ὑπόκειται μόνος, ὥστε πρὸς ἀποσύρματα μὲν [418] ἄριστον ἂν ἔχοιτε τὸ φάρμακον τοῦτο, κόλπων δὲ καὶ ἀποστημάτων οὔτ' ἄριστον ἁπάντων οὔτ' ἀρετῇ τῶν ἀρίστων δεύτερον, ἀλλ' ἐπὶ μετρίων τῷ μεγέθει τούτων τῶν παθῶν, ἐν ἁπαλοχρῶσι καὶ γυναιξὶ καὶ παισὶ καὶ γέρουσιν ἀγαθὸν φάρμακον, ὥστε κᾀνταῦθα πλέον ἢ δεῖ μεμαρτύρηκεν ὁ Ἥρας τῷ φαρμάκῳ. πολὺ δὲ μᾶλλον ἡνίκα ἐπῄνεσεν αὐτὸ πρὸς δήγματα πάντα φάσκων ἁρμόττειν. τί γὰρ βούλεται τὸ πάντα προσκείμενον τῷ λόγῳ; πότερον εἰ καὶ θηρίον εἴη τὸ δακὸν ἢ μόνα τὰ τῶν ἁπάντων ἀνθρώπων λέγει; καὶ μὴν ψεῦδός ἐστιν ἑκάτερον. ἐπὶ μὲν τῶν θηρίων ἄντικρυς· ἃ γὰρ ὑπὸ δραστηρίων φαρμάκων θεραπεύεται μόγις, οὐκ ἄν τις ταῦτα φαίη διὰ τοῦδε κατορθοῦσθαι δύνασθαι· περὶ δὲ τῶν ἀνθρώπων εἰ λέγει, καὶ οὕτως ἀδιόριστος ὁ λόγος, ὡς βλάττειν μᾶλλον ἢ ὠφελεῖν τοὺς ἀκούσαντας. ἀνέπεισε γοῦν τίς τινα τῶν ἰατρῶν, ἐπιτιθέναι τὴν ἔμπλαστρον ταύτην ἐν παγκρατίῳ δηχθέντι νεανίσκῳ τὸν λιχανὸν δάκτυλον, ὃς οὕτως ἔσχε κακῶς, ὡς κινδυνεῦσαι μὲν ἀποσαπῆναι τὸ δηχθὲν μόριον ὅλον, ἐπιγενομένης σηπεδόνος αὐτῷ. μόλις [419] δ' ἐν χρόνῳ πλέονι θεραπευθεὶς ἐκολλήθη. γενομένου τοῦδε τοῦ δήγματος οὐκ εἰς νεῦρον, ἀλλ' εἰς σάρκα, θαυμαστὸν οὐδὲν ὑπὸ τοῦ τοιούτου φαρμάκου θεραπευθῆναι. τὰ γὰρ τῶν ἀνθρώπων δήγματα παραπλήσια τοῖς ἄλλοις ἐστὶν ἕλκεσιν, εἰ μὴ πάνυ κακόχυμος ὁ δακὼν εἴη ἢ νενηστευκώς γε μέχρι καὶ πλέονος ἢ τεθυμωμένος, ὡς ἐκκεχολῶσθαι τό τε σύμπαν σῶμα καὶ τὰ περὶ τοὺς ὀδόντας. οὐ μὴν οὐδ' ἐπὶ τούτων τὶ τοιοῦτον ἀξιόλογον φανεῖται ποιοῦν τὸ φάρμακον, ἀλλ' ἀρκέσει τῷ παραχρῆμα χρησαμένῳ μηδὲν ἀδικηθῆναι, πρίν τι τῶν ἰδίως ἐπιτηδείων εἰς τὰ τοιαῦτα φαρμάκων ἐπιβληθῆναι κατὰ τοῦ δηχθέντος μορίου, περὶ ὧν αὖθις εἰρήσεται. νυνὶ δ' ἀποχρήσει τοσοῦτον εἰπεῖν, ὡς ἐφ' ὧν ἤτοι γε ἄνθρωπος ὁποῖον εἴπομεν εἴτε πίθηκος εἴτε κύων εἴτ' ἄλλο τι τοιοῦτον ζῶον εἴη δακόν.
[Περὶ τῆς Ἀτταλικῆς Ἀνδρομάχου λευκῆς ἐξήγησις καὶ σύνθεσις, ὅτι ἧσσον βλάπτει τοὺς λυσσοδήκτους καὶ τοὺς νευροτρώτους.] Αἱ δι' ἐλαίου νέου καὶ ὕδατος σκευαζόμεναι λευκαὶ, χωρὶς τοῦ τὸ πέπερι καὶ τὸν [420] λιβανωτὸν λαβεῖν, ἀδικοῦσι μεγάλως τὰ δηχθέντα μόρια, κᾂν βραχύτατον ἰώδους ἔχῃ τὸ τοῦ δακόντος ζώου σίαλον. ἧττον δ' ἐκείνων ἁπασῶν ἡ Ἀτταλικὴ βλάπτειν πέφυκε τῷ τὴν τερμινθίνην ἐμβάλλεσθαι καὶ τὸ ἔλαιον τὸ παλαιὸν καὶ τὸν λιβανωτὸν καὶ τὸ πέπερι. κατὰ ταῦτα δὲ κᾀπὶ τῶν νευροτρώτων αἱ μὲν ἄλλαι λευκαὶ βλαβερώτεραι, πολὺ δὲ ἐλάττων ἡ ἐκ τῆσδε βλάβη, παλαιὸν μὲν ἔλαιον ἐχούσης, ὕδωρ δ' οὐκ ἐχούσης. ἔτι δὲ μᾶλλον εἰ τὰς τρεῖς ὅλας οὐγγίας ἔχει τοῦ λιβανωτοῦ καὶ μὴ τὸ ἥμισυ. λέλεκται γάρ μοι καὶ πρόσθεν, ὡς εἰ καὶ οὕτω σκευάζοιμεν, ἐπὶ τῶν τοιούτων λευκῶν ἡ στυπτηρία πρὸς κακοῦ γίνεται τῷ φαρμάκῳ. δεῖται γὰρ οὐ τῶν στυφόντων, ἀλλὰ τῶν ἱκανῶς ἑλκόντων ἔξω τὰ διὰ βάθους ἐνοχλοῦντα, τά τε νενυγμένα νεῦρα καὶ τὸ τῶν ζώων ἰῶδες σίαλον. καὶ πυρίκαυτα δὲ τὴν ἔμπλαστρον ταύτην ἰᾶσθαί φησιν ὁ Ἥρας, ἀνιεμένην ῥοδίνῳ ἢ μυρσίνῳ ἢ μυῤῥίνῳ. πολὺ δὲ κᾀνταῦθα λείπεται τῶν θεραπευόντων καλῶς φαρμάκων τὰ πυρίκαυτα, περὶ ὧν καὶ αὐτῶν αὖθις εἰρήσεται. βελτίους γὰρ ἐπὶ τούτων αἱ ἄλλαι [421] λευκαὶ μήτε λιβανωτὸν ἔχουσαι μήτε ῥητίνην. ἀπολείπονται δὲ καὶ αὗται πάμπολυ τῶν ἰδίως ἰωμένων τὰ πυρίκαυτα, καθάπερ ἔφην τὴν ὑπ' ἐμοῦ συντεθεῖσαν ἐκθεραπεύειν αὐτὰ προσλαβοῦσαν ὄξος. ἐκείνη μὲν γὰρ ἐν ἅπαντι καιρῷ χρήσιμος, ἡ δὲ διὰ τοῦ πεπέρεως λευκὴ τοῖς ἀποδαρεῖσι κατακαύμασιν. ὅταν μὲν οὖν εἰς οὐλὴν ἄγηται, χρήσιμος, ἔμπροσθεν δὲ καθ' ἑαυτὴν μὲν ἄχρηστος, ἀνεθεῖσα δ' ἐν ἐλαίῳ μυρσίνῳ χρήσιμος, οὐ μὴν ἰσοσθενῶς γε τοῖς ἰδίως ἁρμόττουσι πρὸς τὰ πυρίκαυτα φαρμάκοις. καὶ δηχθεῖσιν αὐτὴν ὁ Ἥρας ἁρμόττειν φησίν. ἀλλὰ κᾀνταῦθα διορισμοῦ χρεία. ἐπὶ μὲν γὰρ τῶν σκληρῶν καὶ δυσπέπτων ἀσθενέστερόν ἐστι τὸ φάρμακον, ἐπὶ δὲ τῶν μετριωτέρων ἱκανὸν καὶ μάλιστα ἐπὶ γερόντων καὶ παίδων καὶ γυναικῶν καὶ συλλήβδην φάναι τῶν ἁπαλοσάρκων. ἔστι δὲ καὶ τοῖς ἰόνθοις τὸ φάρμακον χρήσιμον, ὡς καὶ τοῦτο ἔγραψεν ὁ Ἥρας ἀληθεύων. ἀδιορίστως δὲ περὶ τῶν ἐξανθημάτων ἀπεφήνατο. καὶ γὰρ καὶ τούτων ὅσα μετρίως ὑπόσκληρα θεραπεύει, τὰ δὲ ἐπὶ πλέον ἥκοντα θέρμης ἤ τι φλεγμονῶδες ἔχοντα, παροξύνει [422] καὶ μάλιστα ἐν ἀρχῇ. ἐφεξῆς δὲ τῶν εἰρημένων ὁ Ἥρας ἔγραψε κατὰ λέξιν οὕτως. ἐποίησε καὶ ἐπὶ σκληρίας τριμηνιαίου, ἥτις συνέστη ἐκ τόκου, καὶ διεφόρησεν, οὐκ ἀδύνατα λέγων. ἐχρῆν δ' αὐτὸν προσγεγραφέναι τίνος ἦν ἡ σκληρία, πότερον αὐτῆς ὅλης τῆς μήτρας ἢ κατὰ τὸν αὐχένα μόνον ἢ τὸ στόμιον, ἢ κατὰ τὰς κεραίας ἢ κατά τι τῶν ἔξωθεν ἐπικειμένων σωμάτων αὐτῇ. καὶ πρὸς σύριγγας δὲ ἐπαινεῖ τὴν ἔμπλαστρον αὐτὴν ὁ Ἥρας μειζόνως ἢ πέφυκεν, ἁπάσας τε τὰς ἄλλας καὶ μάλιστα τὰς ἐν δακτυλίῳ γινομένας. αὐτὸς γὰρ οὕτως ὠνόμασε, θεραπεύειν αὐτὴν ἀποφηνάμενος. ὁμοίως δὲ καὶ πρὸς ποδάγραν καὶ ἄνθρακας, ἐπινυκτίδας τε καὶ κονδυλώματα, λέπρας τε καὶ λειχῆνας καὶ ὑπώπια τὴν προκειμένην ἔμπλαστρον ἐπαινῶν ἐστιν ὁ Ἥρας. εἰ μὲν οὖν ὡς τῶν βελτιόνων αὐτῷ μὴ παρόντων χρησάμενός τις αὐτῇ μετρίως ἂν ὠφελήσειεν, ἀληθῶς ὑπείληφεν· εἰ δ' ὡς ἀρίστῳ φαρμάκῳ πρὸς ταῦτα, ψεύδεται φανερῶς, ἑτέρων πολλῶν ἀμεινόνων ὄντων. ἐπὶ δ' οὖν τῷ τέλει τῶν ἐπαίνων αὐτῆς οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασι. [423] χρῶ δὲ αὐτῇ μάλιστα, ὅταν ἕλκος ὑπὸ δριμέων φαρμάκων καὶ ἐναίμων ἀναλύηται καὶ ἀναφλεγμαίνῃ καὶ ἐπὶ τῶν περὶ τὸ γόνυ ἀποστημάτων. ἐχρῆν δὲ κᾀνταῦθα προσγεγράφθαι, κατὰ μὲν τὸν τῶν ἀποστημάτων λόγον τοὺς ἁπαλοσάρκους καὶ παῖδας καὶ γυναῖκας καὶ γέροντας, ἐπὶ δὲ τῶν ἑλκῶν τὰς ἰδέας αὐτῶν, ὡς ἡμᾶς ποιήσομεν ἐν τῷ περὶ τῶν κακοήθων ἑλκῶν λόγῳ. τῶν γὰρ οὕτως κακοήθων οὐδενός ἐστιν ἡ προκειμένη κατὰ τὸν ἐνεστῶτα λόγον ἔμπλαστρος ἐπουλωτική. διορισμοῦ δὲ δεῖ τοῖς δυσεπουλώτοις ἀπὸ τῶν κακοήθων. οὐδὲ γὰρ πάντ' ἐστὶ τὰ κακοήθη δυσεπούλωτα. καὶ λεχθήσεται δηλονότι προϊόντος τοῦ λόγου περί τε τῆς διαφορᾶς αὐτῶν καὶ τῶν φαρμάκων, ὅσα πέφυκεν ὠφελεῖν ἑκάτερα. καὶ διὰ μόνων δὲ τῶν μεταλλικῶν ἐγχωρεῖ σκευασθῆναι λευκὴν ἔμπλαστρον, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τῆς λιθαργύρου μόνης ἑψηθείσης ἔλεγον. ἐὰν γὰρ τῇ λιθαργύρῳ προσβληθῇ τὸ ψιμύθιον, εἶτα ἐλαίου τε καὶ ὕδατος ἑκατέρου διπλάσιον μιχθῇ καὶ τὴν ἕψησιν, ὡς ἀρτίως εἶπον, ἐπ' ἀνθράκων προδιακεκαυμένων ἐν ἀέρι λαμπρῷ ποιήσηταί τις, [424] ἐχέκολλόν τε τὸ φάρμακον ἔσται καὶ λευκὸν τῇ χρόᾳ, τοῦ δὲ διὰ μόνης λιθαργύρου κατασκευασθέντος ἐμψυκτικώτερον. ὥσπερ γὰρ ἡ μολύβδαινα ψυκτικωτέρας τε καὶ παχυμερεστέρας ἐστὶ φύσεως καὶ ἐὰν λιθαργύρῳ περιβάλλῃ τις αὐτὴν, οὕτω καὶ τὸ ψιμύθιον ἢ καὶ μᾶλλον ἔτι τῆς μολυβδαίνης. εἰ δὲ καὶ παλαιὸν ἐμβληθείη τὸ ἔλαιον, ἕξει καὶ τοῦτο τὸ φάρμακον οὐκ ὀλίγην γλισχρότητα πρὸς τὸ μὴ ῥᾳδίως ἀποπίπτειν τοῦ σώματος, ᾧπερ ἂν ἐπιτεθὲν τύχῃ. λευκὴν δὲ γενέσθαι τὴν ἔμπλαστρον εἰ βούλοισθε, καθαρώτατον ὡς οἷόν τε καὶ λαμπρότατον ἔλαιον ἐμβάλλετε, πολλὰ γάρ ἐστιν οὐ τοιαῦτα. παρηγορικὸν δὲ καὶ ἀνώδυνον ἔσται τὸ φάρμακον, ἐὰν καὶ στέατος αὐτῷ τις ἐπεμβάλῃ, καθάπερ εἴωθα ποιεῖν ἐγώ. χήνειον δ' ἔστω τὸ στέαρ ἢ τούτου μὴ παρόντος ὀρνίθειον· εἰ δὲ μηδὲ τοῦτ' ἔχοιμεν, ὕειον ἐμβάλλωμεν, εἰδότες μὲν οὐ σμικρὰν ὑπεροχὴν εἶναι τοῦ χηνείου παρὰ τὰ ἄλλα, χρώμενοι δὲ καὶ τοῖς χείροσιν, ὅταν ἀπορῶμεν τοῦ καλλίστου. καὶ γὰρ ὅταν μὴ παρῇ κιννάμωμον, ἐπὶ τὴν ἀρίστην ἐρχόμεθα κασσίαν. ἀρκεῖ δὲ ἐπὶ τῇ προειρημένῃ συμμετρίᾳ [425] μιγνύναι τοῦ στέατος ἥμισυ μέρος τοῦ σταθμοῦ τῶν μεταλλικῶν ἑκατέρου, ὡς εἶναι λιθαργύρου μὲν καὶ ψιμυθίου μέρος ἓν ἑκατέρου, διπλάσιον δὲ ἐλαίου καὶ διπλάσιον ὕδατος ἢ καὶ πλεῖστον ὀλίγῳ, τοῦ δὲ στέατος ἥμισυ μέρος. ὅπως δὲ λέγω τοῖς ἱσταμένοις ἐπὶ ζυγοῦ τὰ μετρούμενα, διπλάσιά τε ἡμίσεα καὶ ἴσα, μικρὸν ἔμπροσθεν ἐδήλωσα, τὴν ὁμωνυμίαν ἐξηγησάμενος τῆς παρὰ Ῥωμαίοις σταθμικῆς λίτρας τῇ μετρικῇ. τοῦτο τὸ φάρμακον ἐσκεύασα πολυειδῶς· καὶ γὰρ ἴσα τὰ τέτταρα μίξας, ἥμισυ τοῦ στέατος ἐνέβαλον εἰς αὐτὰ, καί ποτε καὶ τῶν ὑγρῶν ἑκατέρου μέρους ἓν καὶ ἥμισυ. γενήσεται δὲ ὡς ἐπὶ παραδείγματος ἡ συμμετρία τοιάδε. λιθαργύρου ΄ α΄. ψιμυθίου ΄ α΄. τοῦ δὲ ἐλαίου καὶ τοῦ ὕδατος ἑκατέρου λίτρας ἥμισυ καὶ λοιποῦ στέατος ἡμίλιτρον, ἔσθ' ὅτε δὲ καὶ τὸ τρίτον τῆς λίτρας ἔβαλλον, ὥσπερ καὶ τοῦ ὕδατος μίαν λίτραν. ὃ δ' εἰώθασι λέγειν πολλάκις οἱ ἰδιῶται καὶ τῶν ἰατρῶν οἱ τοιούτοις ὅμοιοι, φυλάξασθέ ποτε εἰπεῖν, ὡς αὐτοὶ λέγουσιν, ἄμεινον γίγνεσθαι τόδε τι τὸ φάρμακον, εἰ προσλάβοι τοῦδέ τινος, [426] ὅπερ ἂν ὀνομάσωσιν. ἔνιοι δ' αὐτῶν μὲν ἀγνοεῖν ὁμολογοῦσιν, ἐρωτῶσι δ' ἡμᾶς ὁποία τῶν συνθέσεων καὶ σκευασιῶν ἐστι καλλίστη, μὴ γινώσκοντες ἄλλην ἐπὶ ἄλλης διαθέσεως εἶναι χρησιμωτέραν, ἁπλῶς δὲ καὶ ἀδιορίστως οὐδεμίαν ἀρίστην. διὰ τοῦτ' οὖν ἐγὼ τῶν ἁπλῶν φαρμάκων ὑμᾶς ἀξιῶ τὰς δυνάμεις ἀκριβῶς ἐπίστασθαι· χρῆσθαι γὰρ οὐχ οἷόν τε καλῶς τῷ συνθέτῳ τούτων ἀγνοουμένων. αὐτίκα γοῦν ἐπὶ τῆς προκειμένης κατὰ τὸν λόγον τόνδε λευκῆς ἐμπλάστρου τὸ πρόσφατον στέαρ μιγνύμενον ἀνωδυνώτερον μὲν ἐργάσεται τὸ φάρμακον, ὡς κᾂν ὑποφλεγμαίνῃ τὸ ἕλκος, ὠφελεῖν αὐτὸ, χεῖρον δ' εἰς τὴν ἐπούλωσιν ποιήσει. τὸ δὲ χωρὶς τοῦ στέατος ἐπουλωτικώτερον μὲν, οὐχ ὁμοίως δὲ ἀνώδυνον. εἴρηται δὲ καὶ πρόσθεν ὡς ὕδατος μὲν προσλαβὸν ἐμψυκτικώτερον γίγνεται, παλαιοῦ δὲ ἐλαίου διαφορητικώτερον. ὁ δυνάμενος οὖν γνῶναι τίνος μᾶλλον χρῄζοι τὸ ἕλκος, οὗτος ἄριστα καὶ αὐτὸς συνθήσει τὰ φάρμακα καὶ τοῖς ἤδη συγκειμένοις χρήσεται. κᾀμὲ πολλάκις ἐθεάσασθε τοῖς τῶν παρακαλεσάντων ἰατρῶν εἰς συμβουλὴν [427] φαρμάκοις θεραπεύσαντα πολλὰ τῶν ἐκείνοις ἀπορουμένων. ἄριστον οὖν εἴρηται φάρμακον οὐχ ἁπλῶς, ἀλλὰ τῶν ἐπαγγελλομένων τόδε τι ποιεῖν, ὥσπερ ἐγὼ τὴν φοινικίνην ἀρίστην ἔφην εἶναι πρὸς τὰ ῥευματικὰ χρωμένων αὐτῇ κατὰ τοὺς προειρημένους διορισμούς.
[Περὶ τῶν ἄλλων λευκῶν ἐμπλάστρων.] Αἱ μὲν οὖν προειρημέναι λευκαὶ καθ' ὃν εἴρηκα λόγον ἐσκευάσθησαν ἐκ παλαιοῦ. πολυειδεῖς δ' ἄλλαι μετὰ ταῦτα συνετέθησαν, ἀφαιρούντων γέ τινα καὶ προστιθέντων καὶ ὑπαλλαττόντων τῶν ἐπιγινομένων ἰατρῶν, περὶ ὧν καὶ αὐτῶν ἄμεινον εἰπεῖν ἕνεκα τοῦ γυμνάσασθαι ποικίλως ὑμᾶς ἐν τῇ τῶν φαρμάκων συνθέσει. γέγραπται τοίνυν ὑπ' Ἀνδρομάχου κατὰ τὸ βιβλίον, ὃ ἐπιγράφει δυνάμεις πρὸς τὰ ἐκτὸς, ὡδί πως αὐτοῖς ὀνόμασι· λευκὴ ᾗ χρῶμαι. λιθαργύρου μνᾶ α΄. ψιμυθίου μνᾶ α΄. κηροῦ τέταρτον, ῥητίνης τέταρτον, ἐλαίου κοτύλαι γ΄. ὕδατος κοτύλαι β΄. ταῦτα μὲν ἔγραψεν ὁ Ἀνδρόμαχος, οὔτ' ἐπὶ τίνων ἁρμόττει προσγράψας οὔτε περὶ τῆς ἑψήσεως αὐτοῦ διελθών. τινὲς μὲν οὖν [428] εἴκοσιν οὐγγίας ἔχειν φασὶ τὴν μνᾶν, ἔνιοι δὲ ἑκκαίδεκα. καὶ δύναιτ' ἂν ἑκατέρως σκευάζεσθαι τὸ φάρμακον, οὐ μὴν ὀρθῶς μοι δοκεῖ τὸ ἴσον ἐμβάλλειν ῥητίνης τε καὶ κηροῦ. βελτίων γὰρ ἡ Ἀτταλικὴ σύγκειται, τὸν κηρὸν τῆς ῥητίνης λαμβάνουσα διπλάσιον. πρόδηλον δὲ ὅτι τῆς ῥητίνης ἴσης ἐμβληθείσης τῷ κηρῷ γένοιτ' ἂν ἐχεκολλοτέρα μὲν ἔμπλαστρος, οὐχ ἡδεῖα δ' ὁμοίως τοῖς ἕλκεσιν, ἀλλ' ἔχουσα δριμύ. καὶ μέντοι καὶ τῷ μὴ δηλῶσαι ποίαν βούλεται βάλλεσθαι ῥητίνην οὐκ ὀρθῶς ἔπραξεν. ἀλλ' ἡμεῖς γε γινώσκοντες ἀμείνω κατὰ πάντα τὴν τερμινθίνην εἶναι τῆς κολοφωνίας τε καὶ φρυκτῆς ὀνομαζομένης, ἐκείνην ἐμβαλοῦμεν. εἰ δὲ καὶ τῆς λάρικος εὐποροίημεν, οὐδὲν κωλύει χρήσασθαι, παραπλήσιαι γάρ πώς εἰσιν. ἐλαίου δὲ κοτύλας τρεῖς ἡγοῦμαι γράφειν αὐτὸν τὰς Ἀττικὰς ἢ πάντως ἂν ἐγεγράφει λίτρας. καίτοι θαυμάσειεν ἄν τις ὅπως ἐν Ῥώμῃ διατρίβων ἀντὶ λιτρῶν ὠνόμαζε κοτύλας. ἐπιχώρια γὰρ ταῦτα ὀνόματα, τό τε τῆς λίτρας καὶ τὸ τοῦ ξέστου καὶ τὸ τῆς οὐγγίας. ἐκ πολλῶν φαρμάκων πάλαι συγγεγραμμένων, πρὶν εἰς τοσοῦτο [429] δυνάμεως ἠυξῆσθαι τὰ τῶν Ῥωμαίων, ἐστοχασάμην ἣν ὀνομάζουσιν ἐκεῖνοι κοτύλην ἴσην εἶναι ταῖς κατὰ τὴν νῦν ἐν Ῥώμῃ λίτραν οὐγγίαις ἐννέα. μή τι οὖν καὶ ὁ Ἀνδρόμαχος τὰς τρεῖς κοτύλας ἀξιοῖ βάλλειν, ὡς ἑκάστης αὐτῶν οὔσης οὐγγιῶν θ΄. καὶ κατὰ τὸν αὐτὸν λόγον καὶ τὰς τοῦ ὕδατος δύος προειδότες οὖν ἡμεῖς τὴν ἑκάστου τῶν ἁπλῶν δύναμιν, ὅπως ἂν σκευάσητε χρῆσθαι δυνήσεσθε πρὸς ἅπερ ὁ τῆς συνθέσεως ἑπαγγέλλεται τρόπος, ἐπιτρέψαντες ἑτέροις ζητεῖν ὁποία τῶν συνθέσεών ἐστιν ἀρίστη. πᾶσαι γὰρ ἄρισταί τέ εἰσι καὶ οὐκ ἄρισται, καθότι προεπιδέδεικταί μοι. καὶ γὰρ αὖ καὶ ταύτης ἐφεξῆς ἑτέραν ὁ Ἀνδρόμαχος γράφει τήνδε.
[Λευκὴ ἄλλη.] Ϛ Λιθαργύρου ρξ΄. ψιμυθίου σ΄. κηροῦ ν΄. τιρμινθίνης κδ΄. ἐλαίου κοτύλης ἥμισυ, ὕδατος κυ. στ΄. αὕτη τοίνυν ἡ ἔμπλαστρος τῆς προτέρας πλέον ἔχουσα τὸ ψιμύθιον τῆς λιθαργύρου λευκοτέρα μὲν ἂν γένοιτο καὶ ψυκτικωτέρα κατά γε τοῦτο. ῥᾳδίως δ' ἀποπίπτουσα, κᾂν ἑκκαίδεκα καὶ δίμοιρον οὐγγίας τὴν κοτύλην [430] ἔχειν ὑποθώμεθα, καθάπερ ἔνιοί φασι. βοηθεῖ γε μὴν αὐτῇ πρὸς τοῦτο τῆς τερμινθίνης ἡ μίξις, ὡς μὴ κραῦρον γίνεσθαι τὸ φάρμακον, ἐπεὶ τελέως ἂν ἀλιπὲς ἦν καὶ ξηρὸν, ὀλίγον ἔχον ἐλαίου τε καὶ ὕδατος. οὐ προσέγραψε δὲ οὐδὲ ἐπὶ ταύτης ὁ Ἀνδρόμαχος οὔθ' ἕψησιν οὔτ' ἐπαγγελίαν.
[Λευκὴ ἄλλη.] Ἑτέραν δ' ἐφεξῆς τῇδε γράφει τρίτην, τὰ μὲν ἄλλα τὰ αὐτὰ πάντα ἔχουσαν τῇ διὰ τοῦ λευκοῦ πεπέρεως Ἀτταλικῇ. πρόσκειται δὲ αὐτῇ ταῦτα τὰ δύο, ὄρχεως βοτάνης η΄. στρουθίου οὐγγίαι δύο, ὕδωρ δὲ οὐδ' ὅλως ἐμβάλλει τῷ φαρμάκῳ τούτῳ καὶ τοῦ λιβανωτοῦ τὰς ε΄. καὶ εἴκοσι δραχμὰς ἀξιοῖ βάλλειν οὐ προσγράψας, ὡς ὁ Ἥρας εἴωθεν. ἔνιοι δὲ δέκα δύο καὶ εἴκοσι βάλλουσιν, ἐλαίου μέντοι κᾀνταῦθα δύο κοτύλας μίγνυσι, τὴν αὐτὴν ἀσάφειαν ἡμῖν καταλιπὼν ἧς ἔμπροσθεν ἐμνημόνευσα. μέμψαιτο δ' ἄν τις αὐτῷ μεγάλως μὴ προσγράψαντι τὰς ἐπαγγελίας τῶν φαρμάκων. οὐ γὰρ δήπου τὴν αὐτὴν δύναμιν ἔχει τὸ δεύτερον γεγραμμένον τῷ πρώτῳ τε καὶ τῷ τρίτῳ. τὸν Ἥραν δὲ ἐπαινεῖν προσήκει τάς τε ἐπαγγελίας τῶν φαρμάκων γράψαντα [431] καὶ τοὺς τρόπους τῶν χρήσεων, οὓς ὅλως ὁ Ἀνδρόμαχος ἐπὶ τῶν λευκῶν ἐμπλάστων κατέλιπε, σπανίως που μόνην τὴν ἐπαγγελίαν προσθεὶς, οὐ μὴν οὐδ' ὅπως χρὴ τὸ φάρμακον ἕψειν ἔγραψεν. ἀλλ' οὐκ ἄν τις αὐτὸν ἴσως ἐν τούτῳ μέμψαιτο τοῖς ἤδη γεγυμνασμένοις κατὰ τὴν ἰατρικὴν τέχνην, οὐκ ἰδιώταις γράφοντα. τὸ δὲ μὴ προστιθέναι τὰς ἐπαγγελίας ἢ τὰς καθόλου δυνάμεις οὐ σμικρὸν ἁμάρτημα. τί γὰρ καὶ φήσει τις ἀπολογούμενος ὑπὲρ αὐτοῦ; τάχ' ἴσως ὅτι τοῖς ἐπισταμένοις τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις γέγραπται ταῦτα. καὶ μὴν οὐδεὶς ἐκείνων Ἀνδρομάχου δεῖται, δυνάμενός γε καὶ αὐτὸς ὁμοίως συντιθέναι.
[Λευκὴ Ἥρα πρὸς τοὺς ὑδροφόβους.] Πάλιν οὖν ἐπὶ τὸν Ἥραν ἀφικόμεθα, γράφοντα μετὰ τὴν Ἀτταλικὴν ἔμπλαστρον ἑτέραν λευκὴν, αὐτοῖς ὀνόμασι τοῖσδε· λευκὴ πρὸς τοὺς λυσσοδήκτους. ποιεῖ δ' ἀκριβῶς καὶ πρὸς τοὺς ὑδραφόβους. ῥύεται γὰρ εὐθὺς τοῦ κινδύνου ἐπιτεθεῖσα τῷ τραύματι. τοῖς μέντοι κεκρατημένοις ἄγαν καὶ καταπότιον ὅσον καρύου Ποντικοῦ ἐξ αὐτῆς ποιήσαντα διδόναι καὶ [432] τοῦτο ποιεῖν ἐφ' ἡμέρας μ΄. μεταβάλλει μέντοι τὴν χρόαν ἐπὶ τῶν σπληνῶν καὶ γίνεται μέλαινα. ποιεῖ δὲ καὶ πρὸς ἀνθρωπόδηκτα, κυνόδηκτα, ἀποσύρματα, δυσκατούλωτα, αἴρει καὶ ὑπώπια κεράτιον α΄ καὶ τραύματα κολλᾷ. ποιεῖ καὶ πρὸς φύματα καὶ ῥαγάδας. ἔστι δὲ καὶ πεσσὸς μαλακτικός. δεῖ μέντοι παρὰ μίαν ἡμέραν λύειν καὶ ἀποσπογγίζειν τὴν ἐπιγινομένην τοῖς ἕλκεσι μελανίαν. καὶ τοῦτο ποιεῖν, ἕως ἂν μηκέτι φαίνηται ἡ μελανία. ἡ αὐτὴ καὶ κατουλωτική ἐστι καὶ πρὸς πάντα ἀγαθή. ταῦτα προειπὼν Ἥρας ἐφεξῆς ἔγραψε τὴν συμμετρίαν τῆς ἐμπλάστρου κατὰ τήνδε τὴν λέξιν. λευκή. Ϛ κηροῦ λευκοῦ Ποντικοῦ λίτρας β΄. λιθαργύρου χρυσίτιδος λίτραν α΄. ψιμυθίου λίτραν α΄. σμύρνης οὐγγίας β΄. μυελοῦ ἐλαφείου οὐγγίας β΄. λιβάνου ἀτόμου οὐγγίαν α΄. ἐλαίου παλαιοῦ ξε. α΄. συμμετρία μὲν ἥδε τῶν συντιθέντων τὴν ἔμπλαστρον. ἐφεξῆς δὲ τὴν ἕψησιν οὕτως ἔγραψε. λιθάργυρον ἐλαίῳ ἕψε, ὅταν δὲ δοκῇ γλοιοῦσθαι κατὰ τὴν σύστασιν κηρὸν, εἶτα τὸ ψιμύθιον ἔμπασσε καὶ κίνει. ὅταν δ' ἑνωθῇ καὶ ἀμόλυντος γένηται, ἀφελὼν τὴν [433] ἀνθρακιὰν, τὸν μυελὸν ἀποδίδου. ψύξας δὲ ἀποδίδου τὴν σμύρναν καὶ τὸν λιβανωτὸν καὶ μαλάξας χρῶ. καὶ κατὰ τοῦτο οὖν ἐπαινεῖν χρὴ τὸν Ἥραν, οὐκ ἐφ' ἡμῖν ἀπολιπόντα τὴν ἔμπλαστρον ἕψειν ὅπως ἂν βουληθῶμεν, ἀλλ' αὐτὸν προσγράψαντα. πρόχειρον γὰρ ἦν ἅμα τῇ λιθαργύρῳ τὸ ψιμύθιον εὐθέως ἀπ' ἀρχῆς ἕψειν, ὡς ἐπὶ τῶν ἄλλων λευκῶν, ἡμεῖς τε τοῦτο ὡς ἐπίπαν εἰώθαμεν ποιεῖν, ἀλλ' αὐτός τε ἐκεῖνος ἐπ' ἄλλων ἔγραψεν. ἀλλ' ἐπί γε ταύτης ὕστερον ἐμβάλλειν αὐτὸ κελεύει μὴ προσγράψας μὲν τὴν αἰτίαν δι' ἣν τοῦτο ποιεῖν ἄμεινον, ἐνδεικνύμενός γε μὴν ὡς οὐχ εἷς τρόπος ἑψήσεως ἐπὶ πάντων ἐστὶν ὁμοίως χρήσιμος, ἀλλ' ἐπ' ἐνίων καὶ δύο καὶ τρεῖς ποιήσασθαι δυνατόν ἐστιν, οὐ μόνον ὑπαλλάττοντας τὴν χροιὰν, ἀλλὰ καὶ τὴν δύναμιν τῶν φαρμάκων. ὥσπερ ἐπὶ τῆσδε τῆς νῦν προκειμένης οὐκ ἐβουλήθη τὸ ψιμύθιον ἑψηθῆναι μετὰ τῆς λιθαργύρου, γινώσκων αὐτὸ καὶ τὴν ἀκριβῆ λευκότητα μὴ φυλάττον ἐν τῷ καθέψεσθαι καὶ τὴν στύψιν ἣν ἔχει μετὰ τῆς ψύξεως ἀποτιθέμενον. ἴσως οὖν τις ζητήσει καὶ τί διαφορητικὸν εἶναι [434] βουλόμενος τὸ φάρμακον ὁ συνθεὶς πρῶτον, ὅστις ποτ' ἦν, ὅμως ἐπειράθη διαφυλάξαι τὸ ψιμύθιον ὠμὸν ἐν αὐτῷ; δοκεῖ δέ μοι τούτου χάριν ἐπὶ τὴν τοιαύτην ἐλθεῖν σκευασίαν, ἵν' ἔχῃ τι καὶ τῆς ἀποκρουστικῆς δυνάμεως τὸ φάρμακον. τὰ γὰρ οὐδεμίαν ἔχοντα τοιαύτην οὐκ ἀσφαλῆ τοῖς πληθωρικοῖς σώμασιν. ὅπως οὖν ἁρμόττῃ καὶ τούτοις, εἰκὸς μεμίχθαι τὸ ψιμύθιον ὠμόν. εὔδηλον δ' ὅτι μεγάλας ἐπαγγελίας τὸ προκείμενον ἐπαγγέλλεται φάρμακον, ἐκ τοῦ προσειληφέναι τήν τε σμύρναν καὶ τὸν ἐλάφειον μυελὸν, ὡς τά τε ἄλλα ταῖς κοιναῖς ταύταις ἐμπλάστροις ἔχει τὰ αὐτά. μεμαθήκαμεν δὲ τὴν μὲν σμύρναν ἰσχυρῶς ξηραῖνον εἶναι φάρμακον, ἱκανῶς τε λεπτομερὲς, τὸν δὲ μυελὸν οὐδενὸς ἥττονα τῶν μαλακτικῶν ὀνομαζομένων. εἴρηται δὲ περὶ τῆς δυνάμεως ταύτης, ὥσπερ καὶ τῶν ἄλλων ἁπασῶν τῶν δευτέρων, ἐν τῷ ε΄. τῆς περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείας. ἔοικέ γε μὴν οὐ τούτοις μόνοις ὁ συνθεὶς τὸ φάρμακον, ἀλλὰ καὶ τῷ λευκῷ κηρῷ τῷ Ποντικῷ θαῤῥῆσαι, φαρμακώδη δύναμιν ἔχοντι καὶ διὰ τοῦτο πλεῖστον αὐτὸν [435] ἐμβάλλειν. ξέστου δὲ νομίζω μεμνῆσθαι τὸν Ἥραν τοῦ Ῥωμαϊκοῦ. παρὰ μὲν γὰρ τοῖς Ἀθηναίοις οὔτε τὸ μέτρον ἦν οὔτε τοὔνομα τοῦτο. νυνὶ δὲ ἀφ' οὗ Ῥωμαῖοι κρατοῦσι, τὸ μὲν ὄνομα τοῦ ξέστου παρὰ πᾶσίν ἐστι τοῖς Ἑλληνικῇ διαλέκτῳ χρωμένοις ἔθνεσιν, αὐτὸ δὲ τὸ μέτρον οὐκ ἴσον τῷ Ῥωμαϊκῷ. χρῶνται γὰρ ἄλλος ἄλλῳ ξεστιαίῳ μέτρῳ. παρὰ γοῦν τοῖς Ῥωμαϊκοῖς ὁ ξέστης ἔχει μίαν λίτραν καὶ ἡμίσειαν καὶ ἕκτον, ὡς εἶναι τὰς πάσας οὐγγίας κ΄. ἃς ὡς τὸ πολὺ τοῖς κέρασι μετροῦσιν, ἐπιτετμημένοις ἔξωθεν γραμμαῖς τισι κυκλοτερέσιν. ἔνιοι δὲ ψευδῶς ὑπειλήφασι τὸν Ῥωμαϊκὸν ξέστην ὀκτωκαίδεκα μετρικὰς ἔχειν οὐγγίας. ἔοικεν οὖν καὶ ὁ Ἥρας ὅταν κοτύλην γράφῃ, τὸ μὲν ἥμισυ τοῦ ξέστου σημαίνειν. ἤτοι δὲ τὰς θ΄. δηλοῦσιν οὐγγίας ἐκ τοῦ λιτραίου κέρατος ἢ τὰς δέκα, τοῦτο γὰρ ἄδηλον. εἰ δὲ καὶ πρὸς λυσσοδήκτους ἐπιτήδειόν ἐστι φάρμακον, εἴτ' οὖν καταπινόμενον εἴτ' ἔξωθεν ἐπιτιθέμενον, ἐκ λόγου μὲν οὐχ οἷόν τε γνῶναι. δέδεικται γὰρ ἡμῖν ὅλῃ τῇ τῆς οὐσίας ἰδιότητι τὰ τοιαῦτα φάρμακα τὴν ἐνέργειαν ἔχοντα καὶ διὰ [436] τοῦτο τῇ πείρᾳ κρινόμενα. πειραθῆναι δὲ οὐδέποτε ἐτόλμησα τοῦ φαρμάκου τοῦδε, τίνα δύναμιν ἐν τοῖς λυσσοδήκτοις ἐπιδείκνυται, διὰ τὸ βεβαίως θεραπεῦον ἔχειν φάρμακον τὸ διὰ τῶν καρκίνων, ὅταν δὲ τοῦτο μὴ παρῇ, καὶ ἄλλα τινὰ μηδέποτε ἀποτυχόντα. τὸ τοίνυν ἐν οὕτως ἐπικινδύνῳ πάθει καταλιπόντα τὰ βέβαια, πολυπράγμονος ἕνεκα πείρας προδοῦναι τὴν σωτηρίαν τοῦ δεδηγμένου, δεινὸν καὶ ἄδικον ἐφαίνετο μοι. περὶ μὲν δὴ τῶν λυσσοδήκτων ἀρκεῖ καὶ ταῦτα εἰρῆσθαι. τὰ δ' ἄλλα τὰ περὶ τῆσδε τῆς ἐμπλάστρου γεγραμμένα τῷ Ἥρᾳ, καθάπερ ἐπὶ τῆς Ἀτταλικῆς, ἔνια μὲν ἀληθεύεσθαί φημι, τινὰ δὲ ἐπὶ τὸ μεῖζον ἐξαίρεσθαι. κάλλιστον μὲν γάρ ἐστι φάρμακον, ὡς ἐν ἐμπλάστροις, τῶν ὀνομαζομένων ὑπωπίων, ἐναίμων δὲ τραυμάτων κολλητικὸν, οὐκ ἐν τοῖς πρώτοις καὶ ἀρίστοις. ὅλως δὲ περὶ τοῦ γένους τούτου τῶν ἐμπλάστρων εὑρίσκω παμπόλλους τῶν ἰατρῶν οὐ μόνον τῶν νῦν, ἀλλὰ καὶ τῶν γεγραφότων συγγράμματα, μείζονας τῶν ἀληθῶν ἐπαίνους πεποιημένους, ὑπὲρ ὧν ἐν τῷ μετὰ ταῦτα λόγῳ ῥηθήσεται. νῦν δὲ ἐπὶ τὴν προκειμένην [437] ἐλθόντες, αὖθις ἐπισκεψόμεθα περὶ τῶν εἰρημένων τῷ Ἥρᾳ. φησὶ γὰρ αὐτὴν ἰᾶσθαι φύματα, μηδένα προσθεὶς διορισμὸν ὧν ἐγὼ περὶ τῆς φοινικίνης ἔγραψα. τινὰ μὲν γὰρ πάνυ θερμὰ τῶν φυμάτων ἐστὶ καὶ σφοδρῶς ἐξορμῶντα, τινὰ δὲ καὶ ψυχρὰ καὶ ξηρά. πάμπολλα δ' ἄλλα μεταξὺ τούτων, ἔνια μὲν ἀκριβῶς μέσα τῶν εἰρημένων, ἔνια δὲ ὀλίγον ἀφιστάμενα τῆς μεσότητος ἑκατέρωσε καί τινα πλέον ὡσαύτως ἐφ' ἑκάτερα, καί τινα τῶν ἄκρων ἐγγὺς ἢ μεταξύ πως ἐξ ἴσου τῶν τε μέσων καὶ τῶν ἄκρων, ἐφ' ὧν ἁπάντων ἀδύνατόν ἐστι τὴν ἔμπλαστρον ταύτην ἐφαρμόττειν, εἰ μὴ ἄρα βούλοιτο τήκειν αὐτὴν ὑγροῖς τισιν, ὡς γίγνεσθαι τρόπους πολλοὺς τῆς χρήσεως, οὓς ἐχρῆν αὐτὸν εἰρηκέναι, καθάπερ ἐπ' ἄλλων ἐποίησε. διὸ καὶ δίκαιον εἶναί φημι τοῦτον μὲν ἐπαινεῖν ἐφ' οἷς οὕτως ἔγραψε, μέμφεσθαι δὲ Ἀνδρομάχῳ. περὶ δὲ τοῦ τὴν ἔμπλαστρον ταύτην ἐπ' ἀνθρωποδήκτων καὶ κυνοδήκτων ἁρμόττειν, τοὺς αὐτοὺς νόμιζε παρ' ἐμοῦ λόγους ἀκούειν, οὓς καὶ περὶ τῆς Ἀτταλικῆς εἶπον. ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων, ὅσα μαρτυρεῖ τῷ [438] φαρμάκῳ, καθάπερ ἐπ' ἐκείνης οὕτω κᾀπὶ ταύτης λέγων καλὸν εἶναι τὸ φάρμακον, ἀλλὰ πολὺ λείπεσθαι τῶν εἰς ἕκαστον ἐκείνων ἄριστα ποιούντων, ὡς χρήσασθαί τινα αὐτῷ θαῤῥούντως μηδενὸς τῶν ἀρίστων παρόντος. οὐ σμικρὸν δὲ οὐδὲ τοῦτ' ἔστιν ἐν τοῖς φαρμάκοις, ὥσπερ κᾀν τοῖς διαιτήμασι καὶ πᾶσι τοῖς κατὰ τὴν τέχνην, οὗ κατεφρόνουν μὲν ἐγὼ τὸ πρῶτον, ὡς μηδ' ἄξιον Ἱπποκράτει εἶναι νομίζειν παραινοῦντι ἡμῖν οὕτω πάντα τὰ κατὰ τέχνην πράττειν, ὡς ὠφελεῖν ἢ μὴ βλάπτειν. ὕστερον δ' ἔγνων αὐτὸ μεγίστην δύναμιν ἔχον, ὡς ἑώρων ἐνίους τῶν ἰατρῶν, οἷς κατώρθωσαν ἔμπροσθεν φαρμάκοις, ὡς θαυμασθῆναι, τούτοις ὕστερον ἐπ' ἄλλων ἀποτυχόντας, ὡς καταγελασθῆναι. καὶ διὰ τοῦτ' ἐπειράθην ἀεὶ τοιούτοις χρῆσθαι βοηθήμασιν, ἐφ' οἷς ἡ μὲν τῆς ὠφελείας ἐλπὶς ἐνίοτε ἀμφιβολίαν ἔχει, τὸ δὲ μηδεμίαν ἀπαντῆσαι βλάβην ἀκριβῆ γνῶσιν. ἅπερ οὖν ἐπῄνεσε τῆς Ἀτταλικῆς ἐμπλάστρου καὶ ταύτης ὁ Ἥρας, ἔστι μὲν, ὡς ἔφην, οὐ μεγάλα. οὐ παρόντων δὲ τῶν μεγάλως αὐτὰ [439] δρώντων, οὐκ ἄν τις τούτοις χρώμενος ἐργάσεται βλάβην σαφῆ, κᾂν μηδὲν ὠφελήσῃ. χρῆσθαι μέντοι τις τῷ φαρμάκῳ τούτῳ βουλόμενος ἐπὶ φυμάτων, ἐξ ὧν εἶπον ἐπὶ τῆς φοινικίνης, αὐτὸς ἐξευρήσει τήκων ἄλλοτε ἄλλως αὐτήν. εἰρήσεται δὲ ἐπὶ πλέον ἐν τοῖς ἑξῆς καὶ τῶν φυμάτων ἐπιμέλεια πᾶσα, δι' ἧς. ἐλπίζω τὴν μέθοδον ὑμᾶς ἕξειν ἀκριβῆ τε καὶ τελείαν τῶν δυναμένων φαρμάκων ὠφελεῖν φύματα. καλείσθω δὲ ὑμῖν ἡ ἔμπλαστρος αὕτη λευκὴ πρὸς λυσσοδήκτους, ὥσπερ ἡ διὰ τοῦ λευκοῦ πεπέρεως Ἀτταλική. γράφει δ' ἐφεξῆς τῇδε καὶ ἄλλην ἔμπλαστρον ὁ Ἥρας κατὰ τήνδε τὴν λέξιν. λευκὴ ἡ Ἀριοβαρζάνειος, ᾗ Ξενοκράτης τὸ περὶ τὸν ταρσὸν ἀπόστημα διεφόρησεν ἤδη μεταβεβληκός. εἶτα τήν τε συμμετρίαν τῶν ἐμβαλλομένων εἰς αὐτὴν εἰπὼν καὶ μετὰ ταῦτα τὴν ἕψησιν, ἐπὶ τέλει προσέγραψε κατὰ λέξιν οὕτως. ποιεῖ μάλιστα πρὸς τὰ κακοήθη καὶ νεμόμενα καὶ δυσαλθῆ, καθόλου τε πρὸς πᾶν ἕλκος. αὐτὴν δὲ τὴν συμμετρίαν τῶν συντιθέντων τὸ φάρμακον οὐκ οἶδ' ὅπως ἐκ τρίτου μέρους ἔγραψε, τῆς ὁλοκλήρως ὑπ' ἄλλων γεγραμμένης [440] κατὰ τόνδε τὸν τρόπον. Ϛ λιθαργύρου σ΄. κηροῦ ν΄. παλαιοῦ ἐλαίου κο. γ΄. ψιμυθίου π΄. τερμινθίνης λβ΄. κηρύκων κεκαυμένων ι΄. λιβανωτοῦ ιθ΄. ὕδατος κυ. ιβ΄. ταῦτα πάντα τὰ νῦν ὑπ' ἐμοῦ λελεγμένα φάρμακα κατὰ τὸ τρίτον μέρος ἔγραψεν ὁ Ἥρας. Ϛ λιθαργύρου ξστ΄. ὀβολοὺς δ΄. κηροῦ ιστ΄. ὀβολοὺς δ΄. ἐλαίου δὲ παλαιοῦ κοτύλην α΄. καὶ ψιμυθίου μὲν κστ΄. καὶ τετρώβολον· τῆς δὲ τερμινθίνης ῥητίνης ι΄. καὶ τετρώβολον, κηρύκων κεκαυμένων γ΄. καὶ διώβολον καὶ λιβανωτοῦ στ΄. καὶ διώβολον, ὕδατος κυάθους δ΄. εἶτ' ἐφεξῆς τὴν ἕψησιν οὑτωσὶ γράφει. τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον σὺν τῷ ὕδατι καὶ τῷ ἐλαίῳ τρῖβε, εἶτα ἕψε ἐν καινῇ χύτρᾳ ἐπὶ μαλακοῦ πυρὸς, κινῶν σιδηρᾷ σπάθῃ ἐπιμελῶς, ἵνα μὴ καυθήσῃ. ὅταν δὲ ἡμίεφθος ᾖ, ἐπέμβαλλε κηρὸν, τακέντος δὲ ῥητίνην καὶ λιβανωτὸν, καὶ ἕψε ἕως ἀμόλυντον γένηται ποσῶς, εἶθ' ὅταν δοκῇ ἐγγὺς εἶναι τοῦ καλῶς ἔχειν, ἐπεμβαλὼν τοὺς κήρυκας, συνέψησον τὸν λοιπὸν χρόνον. ὅταν δὲ τελέως συστραφῇ, κατέρασον εἷς θυείαν, ὕδατος ὀλίγου [441] προϋποκειμένου καὶ μαλάξας χρῶ. τοῦτο τὸ φάρμακον εἰς τὸ διαφορεῖν ἀδήκτως παρεσκεύασται, τό τε ψιμύθιον ὀλίγον ἔχον, ὡς πρὸς τὴν ἀναλογίαν τῆς λιθαργύρου καὶ μετὰ ταύτης ἀπ' ἀρχῆς ἑψόμενον ἰσχυρῶς τε ξηραῖνον φάρμακον διὰ τοὺς κεκαυμένους κήρυκας. ἡ δ' αὕτη πώς ἐστι δύναμις καὶ ταῖς πορφύραις καὶ τοῖς ὀστρέοις κεκαυμένοις. εὔδηλον δ' ὅτι χωρὶς τῶν σαρκῶν καίεται τὰ τῶν ζώων τούτων ὄστρακα. καὶ Ἥρας μὲν ἓν ἔγραψε βιβλίον τῶν δυνάμεων. Ἀσκληπιάδης δὲ ὁ ἐπικληθεὶς φαρμακίων δέκα χωρὶς τῶν θηριακῶν καὶ γυναικείων προσθεὶς καὶ αὐτὸς ἑκάστου φαρμάκου τὴν ἐπαγγελίαν, ἐπὶ πολλῶν δὲ καὶ τὴν ἕψησιν, ἐπ' ἐνίων δὲ καὶ τὸν τρόπον τῆς χρήσεως. ὁ δὲ Ἀνδρόμαχος πολλὰς ἤθροισε δυνάμεις καὶ σχεδὸν οὐκ ἐλάττους τῶν ἐν τοῖς δέκα τοῦ φαρμακίωνος Ἀσκληπιάδου. τρισὶ δ' αὐτὰς περιέλαβε βίβλοις· ἑνὶ μὲν ἐν ᾧ τὰ ἔξωθεν ἐπιτιθέμενα φάρμακα γράφει, δευτέρῳ δὲ ἐν ᾧ τὰ εἴσω τοῦ σώματος λαμβανόμενα, καὶ τρίτῳ τῷ κατὰ τοὺς ὀφθαλμούς. μέμψαιτο δ' ἄν τις, ὡς ἔφην, αὐτῷ μήτε τὰς σκευασίας προσγράφοντι [442] μήτε τοὺς τρόπους τῶν χρήσεων μήτε τὰς δυνάμεις μήτε τὰς ἐπαγγελίας.
[Αἱ ὑπ' Ἀσκληπιάδου γεγραμμέναι λευκαί.] Ἐπὶ τὸν Ἀσκληπιάδην οὖν ἤδη μεταβὰς παραθήσομαι τὰς ὑπ' αὐτοῦ γραφείσας ἐμπλάστρους λευκὰς ἐπὶ τῷ τέλει τοῦ τρίτου βιβλίου τῶν ἐκτός. ἐπιγράφει δ' αὐτὸς αὐτὰ πρώτην Μαρκέλλαν καὶ δευτέραν καὶ τρίτην καὶ τετάρτην καὶ πέμπτην, ὥσπερ τὰ ἄλλα τῶν ἐντὸς πέντε, πρῶτον Μάσωνα καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον καὶ πέμπτον. ἐν δὲ τῇ τρίτῃ Μαρκέλλῃ κατὰ τὸ τέλος ἔγραψε λευκὰς ἐμπλάστρους, μίαν μὲν ἧς τὴν ἐπαγγελίαν φησὶν εἶναι πρὸ τὰ πυρίκαυτα καὶ ἀποσύρματα καὶ χρῶτας ἁπαλοὺς, ἣν ἄκεσιν ὀνομάζεσθαί φησιν. ἕψειν δὲ ὁμοῦ τὰ τέτταρά φησι, λιθάργυρον, ψιμύθιον, ἔλαιον, ὕδωρ, ἴσα πάντα καὶ δῆλον ὅτι ψαθυρὸν καὶ ἀλιπὲς γίνεται τὸ φάρμακον τοῦτο, ὡς μηδὲ προσμεῖναι τῷ χρωτὶ δύνασθαι χωρὶς ἐπιδέσεως. εἰ μὴ γὰρ, ὡς προέφην ἔμπροσθεν, ἐπὶ πλέον ἑψηθείη τὰ μεταλλικὰ, τοιαύτην ἀναγκαῖόν ἐστι γίγνεσθαι τὴν ἔμπλαστρον. [443] ἐπὶ πλέον δ' ἕψεται, πλέονα μοῖραν ἐν τῇ μίξει τῶν ὑγρῶν ἔχοντα. ἑτέραν δ' ἐφεξῆς τῇδε λευκὴν ἔμπλαστρον ἔγραψεν ὁ Ἀκληπιάδης, τὴν αὐτὴν μὲν ἐπαγγελίαν ἔχουσαν, οὐ τὴν αὐτὴν δὲ σύνθεσιν. οὔτε γὰρ ἴσον ἐμβάλλει σταθμὸν τῶν μεταλλικῶν, ἀλλὰ τὸ ψιμύθιον ἡμιώλιον τοῦ λιθαργύρου καὶ προσεμβάλλει στέατος μοσχείου, τὴν ὅλην συμμετρίαν ποιήσας τήνδε. Ϛ ψιμυθίου ρκ΄. λιθαργύρου π΄. στέατος μοσχείου λ΄. κηροῦ κε΄. ἐλαίου κοτύλας β΄. τοῦτο τὸ φάρμακον ὀλίγον ἔχει ἔλαιον, ὡς πρὸς τὴν τῶν μεταλλικῶν ἀναλογίαν, ἐάν τις ὑπόθηται τὴν κοτύλην ἔχειν οὐγγίας θ΄. Ῥωμαϊκὰς τὰς καταγεγραμμένας ἐν τοῖς συνήθεσι κέρασι λιτραίοις. ἐπεὶ δὲ πεπλεόνασται τὸ ψιμύθιον ἐν αὐτῷ καὶ διὰ τοῦτο στυπτικώτερον ἐγίνετο τοῦ προγεγραμμένου, τὸ στέαρ ἔμιξεν ὁ συνθεὶς αὐτό. γινώσκων δὲ τὸ τῶν βοῶν στέαρ θερμότερόν τε καὶ διαφορητικώτερον ὑπάρχειν τοῦ τῶν ὑῶν, ἐφυλάξατο τελείου βοὸς ἐμβάλλειν στέαρ. ἐν ἅπαντι γάρ τοι γένει ζώου τὰ νέα τῶν τελείων ὑγρότερόν τε καὶ ἧττον θερμὸν ἔχει τὸ στέαρ. εἴη ἂν οὖν καὶ ἥδε ἡ σύνθεσις περιεργοτέρα [444] μὲν τῆς ἁπλῆς λευκῆς ἐμπλάστρου τῆς προγεγραμμένης ὑπ' αὐτοῦ, πλέον οὐδὲν εἰς ὠφέλειαν ἔχουσα. τρίτην δὲ ἄλλην λευκὴν ἔγραψεν ἐπουλωτικὴν, ἐκ ψιμυθίου μὲν ἴσου τῇ λιθαργύρῳ, κηροῦ δὲ τετάρτου μέρους, ἢ κατὰ ταῦτα καὶ τῆς τερμινθίνης αὖ πάλιν ἐξ ἡμίσεος μέρους τοῦ κηροῦ. τὸ δ' ἔλαιον ὀλίγου δεῖν ἴσον ἐμβέβληται τοῖς μεταλλικοῖς ἀμφοτέροις ὁμοῦ καὶ τούτῳ πάλιν αὐτῷ τὸ ὕδωρ ἴσον. ἐβουλήθη γὰρ ὁ συνθεὶς τὸ φάρμακον τοῦ μὲν ψιμυθίου καὶ τῆς λιθαργύρου βάλλεσθαι ρ΄. ἑκατέρου, τοῦ κηροῦ δὲ κε΄. καὶ τῆς τερμινθίνης ιβ΄. τοῦ δὲ ἐλαίου καὶ τοῦ ὕδατος ἀνὰ δύο κοτύλας. τῆς οὖν Ἀτταλικῆς ἀναμνησθέντες ἐμπλάστρου, τὰ μεταλλικὰ μὲν ὡσαύτως ἐχούσης τῇδε, καθάπερ καὶ τὸ ἔλαιον ἅμα τῷ ὕδατι. τὸν δὲ κηρὸν διπλάσιον τοῦ κατὰ τήνδε καὶ τὴν τερμινθίνην ὡσαύτως· εἴσεσθε σαφῶς ἥντινα διαφορὰν ἔχει πρὸς ἄλληλα τὰ φάρμακα. προσέκειτο γὰρ ἐκείνοις καὶ λιβανωτὸς καὶ στυπτηρία καὶ πέπερι. καὶ μέντοι καὶ μέμνηται τῆς Ἀτταλικῆς ἐκείνης ἐμπλάστρου καὶ ὁ Ἀσκληπιάδης, οὐκ ὀνομάζων αὐτὴν Ἀτταλικὴν, ἀλλ' οὐδὲ τὸ πέπερι βάλλων. τὰ δ' ἄλλα πάνθ' [445] ὡσαύτως ἔγραψε κατὰ λέξιν οὕτως. λευκὴ Μνασαίου λεγομένη, ποιεῖ καὶ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ. Ϛ λιθαργύρου, ψιμυθίου ἀνὰ ρ΄. κηροῦ η΄. τερμινθίνης, λιβάνου ἀνὰ κε΄. στυπτηρίας σχιστῆς ιβ΄. ἐλαίου κοτύλας β΄. μὴ νομίσητε δὲ διαφέρειν, ἐὰν εὕρητέ που ρ΄. ἀντὶ μιᾶς λίτρας γεγραμμένας, ἀλλ' ἐκεῖνο σκοπεῖτε, πότερον ὁ γράψας τὰς ρ΄. τὸ ἥμισυ τοῦ κηροῦ μίγνυσιν αὐταῖς, εἴτ' ἐκείνου τὸ ἥμισυ τῆς τερμινθίνης, ὡς εἶναι τοῦ μὲν κηροῦ ν΄. τῆς δὲ θερμινθίνης κε΄. ἤ τινα ἑτέραν ποιεῖται συμμετρίαν. εἰ μὲν γὰρ τὴν εἰρημένην, οὐδὲν διοίσει τοῦ λέγοντος λίτραν καὶ ἡμίλιτρον καὶ τρεῖς οὐγγίας. ἡ μὲν γὰρ λίτρα στ΄. ἔχει πρὸς ταῖς ἐνενήκοντα, τὸ δὲ ἡμίλιτρον ὀκτὼ καὶ μ΄. δηλονότι, καθάπερ καὶ τούτου πάλιν τὸ ἥμισυ, τέτταρας καὶ κ΄. ὥσθ' ἡ αὐτὴ ἀναλογία σώζεται, μηδὲν μέγα διαφέροντος εἴτε ταῖς ρ΄. τῶν μεταλλικῶν εἴτε ταῖς ἐνενήκοντα ἓξ αἱ δύο κοτύλαι τοῦ ἐλαίου μιγνύοιντο. κατὰ τοῦτο μὲν οὖν οὐ διοίσει τὰ φάρμακα λίτρας ὀνομαζομένης ἢ ρ΄. ἐκείνῃ δὲ διενήνοχε τὸ ὑπὸ τοῦ Ἀσκληπιάδου [446] γεγραμμένον φάρμακον τῆς Ἀτταλικῆς ἐμπλάστρου, τῷ τὴν Ἀτταλικὴν ἓξ μὲν δραχμὰς τῆς σχιστῆς στυπτηρίας, τρεῖς δὲ τοῦ λευκοῦ πεπέρεως, τὴν δ' ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένην τὸ μὲν λευκὸν οὐκ ἔχειν πέπερι, διπλάσιον δὲ τὸν σταθμὸν τῆς σχιστῆς στυπτηρίας. εὔδηλον δ' ὅτι στυπτικώτερον μέν πως καὶ διὰ τοῦτο ἐπουλωτικώτερον ἔσται τὸ τοῦ Ἀσκληπιάδου φάρμακον, διαφορητικώτερον τὸ Ἀτταλικὸν, ὥσθ' ὅπερ ἔφην καὶ πρόσθεν οἱ ζητοῦντες, ὁπότερον αὐτῶν ἐστι βέλτιον, οὐκ ἴσασι χρῆσθαι φαρμάκοις. εἰς μὲν γὰρ τὴν ἐπούλωσιν, τὸ τοῦ Ἀσκληπιάδου βέλτιόν ἐστιν, εἰς δὲ τὴν διαφόρησιν τὸ Ἀτταλικόν. ἑνὶ δὲ λόγῳ μεμνῆσθαι χρὴ τοῦ ὑφ' Ἱπποκράτους γεγραμμένου κατὰ τὸ περὶ τροφῆς, ὡς ἐν τῷ πρὸς τὶ τό τε φαῦλον καὶ τὸ οὐ φαῦλον λέγεται καὶ δηλονότι τὸ βλαβερόν τε καὶ ὠφέλιμον. ἑτέρῳ γὰρ λόγῳ φαίης ἂν εἶναι τῆσδε τῆς ἐμπλάστρου τὴν Ἀτταλικὴν βελτίονα, τῷ πολυχρηστοτέραν ἐκείνην ὑπάρχειν, ἀμέλει καὶ αὐτὸς Ἀσκληπιάδης, ἐφεξῆς τῇδε τῇ νῦν εἰρημένῃ γράφων αὐτὴν ἐκείνην τὴν διὰ τοῦ λευκοῦ πεπέρεως, οὐκ ὀνομάζει Ἀτταλικὴν, ἀλλὰ Παμφίλειον, ἀγνοῶν, ὡς [447] οἶμαι, τὸν πρῶτον αὐτὴν εὑρόντα, προσθεὶς δὲ τοὔνομα τοῦ χρωμένου τε καὶ δόντος αὐτῷ. τὴν δ' οὖν ἐπαγγελίαν αὐτῆς κατὰ λέξιν οὕτως ἔγραψεν. ἄλλη, Παμφίλειον λεγομένη, φάρμακον ἐπιτετευγμένον. ποιεῖ πρὸς τὰ παλαιὰ καὶ δυσαλθῆ, ἄνθρακας, ἐπινυκτίδας, ἀχῶρας, ψωρώδεις διαθέσεις, κόλπους παρακολλᾷ, ποιεῖ πρὸς ἀποστήματα, κονδυλώματα καὶ σχεδὸν πολυχρηστότερόν ἐστι τὸ φάρμακον. συγκεῖσθαι δ' αὐτό φησιν ἐκ ψιμυθίου μὲν καὶ λιθαργύρου καὶ κηροῦ καὶ τερμινθίνης καὶ τῶν δύο κοτυλῶν τοῦ ἐλαίου κατὰ τὰ αὐτὰ τῷ Ἥρᾳ, καὶ πρὸς τούτοις ἔτι τῆς σχιστῆς στυπτηρίας καὶ τοῦ λευκοῦ πεπέρεως, ὕδατος δὲ οὐ μέμνηται κατὰ τὴν σκευασίαν, ἀλλ' οὐδέ τι τοῦ λιβανωτοῦ. τινὲς δ' οὐ πέντε καὶ εἴκοσι βάλλουσιν, ἀλλὰ τὸ ἥμισυ, καὶ μέντοι γε καὶ περὶ τοῦ ὕδατος· γράψας γὰρ ἐλαίου παλαιοῦ κοτύλας δύο βάλλεσθαι μετὰ ταῦτα προσέγραψεν ὕδατος κοτύλας δύο ἢ κοτύλην μίαν. ἐγὼ δὲ καὶ χωρὶς ὕδατος ἐσκεύασα τὸ φάρμακον πάνυ πολλάκις καὶ βέλτιον εἰς πάντα τἄλλα γιγνόμενον φαίνεται, πλὴν ἐπὶ τῶν ἁπαλοχρώτων· ἄμεινον γὰρ ἐπὶ τούτων ἐστὶ τὸ προσειληφὸς ὕδωρ καὶ μάλισθ', ὅταν [448] ὑποφλεγμαίνῃ τὰ ἕλκη. διαγράφει δὲ σὺν ταῖς εἰρημέναις λευκαῖς ἐμπλάστροις καὶ ἄλλην ὁ Ἀσκληπιάδης, ἐπαγγελλομένην θεραπεύειν λυσσοδήκτους, ὥσπερ καὶ ἡ παρὰ τῷ Ἥρᾳ γεγραμμένη τὴν ἐπαγγελίαν εἶχε. προσλαμβάνει δὲ καὶ αὕτη παρὰ τὴν ἁπλῆν λευκὴν, τὴν ἐκ λιθαργύρου καὶ ψιμυθίου καὶ λιβανωτοῦ καὶ κηροῦ συγκειμένην, ἔτι ἔξωθεν μυελὸν ἐλάφειον καὶ σμύρναν. ἐμβάλλει δ' εἰς αὐτὴν λιθαργύρου μὲν μ΄, ψιμυθίου δὲ λ΄. λιβανωτοῦ ι΄. καὶ τὰς ἴσας τῆς σμύρνης, ἐλαφείου δὲ μυελοῦ δνοῖν δεούσας τῶν δέκα καὶ κηροῦ λευκοῦ ν΄. καὶ τοῦ παλαιοῦ ἐλαίου ξε. α΄. πρώτην δὲ τούτων ἁπασῶν ὧν εἶπεν ἔγραψεν ὁ Ἀσκληπιάδης ἣν ὀνομάζει Ῥοδιακὴν, ὡς διαφορητικὴν καὶ τὰς ἐπὶ τῶν μαστῶν σκληρίας θεραπεύουσαν ἐκ τῶνδε συγκειμένην, λιθαργύρου καὶ κηροῦ Ποντικοῦ κελεύει βάλλειν ἀνὰ λίτραν α΄. ψιμυθίου δὲ καὶ στέατος ὑείου κατειργασμένου τὸ τῆς λίτρας ἥμισυ, τουτέστιν οὐγγίας ἓξ ἑκατέρου καὶ σμύρνης μὲν οὐγγίας δ΄. ὀπτῶν δὲ ὠῶν λεκίθους β΄. καὶ κοτύλην α΄. καὶ ἡμίσειαν ἐλαίου. ταύτην φησὶ καὶ ἑδρικὴν ἀγαθὴν εἶναι, [449] μὴ προγράψας διὰ τίνος βούλεται τήκεσθαι τὸ φάρμακον, ἀλλ' ἡμῖν ἐπιτρέψας ἴσως στοχάζεσθαι ποτὲ μὲν διὰ ῥοδίνου, ποτὲ δὲ διὰ μυρσίνης, ποτὲ δὲ διά τινος τῶν ἐλαίων χρὴ τήκειν αὐτό.
[Πῶς χρὴ συντιθέναι λευκὰς ἐμπλάστρους πρὸς τὰ δυσεπούλωτα καὶ κακοήθη.] Τίνα τῶν ἑλκῶν ὀνομάζω δυσεπούλωτα καὶ τίνα κακοήθη διελέσθαι καιρὸς οὐκ εἰς τὰ παρόντα μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα λέγεσθαι, χρησίμου τοῦ διορισμοῦ γενησομένου. τὰ μὲν οὖν ἐξ ἐπιῤῥοῆς ὑγρῶν ἤτοι πολλῶν ἢ δριμέων, ἄνευ τοῦ διάθεσιν ἤδη τοιαύτην ἐσχηκέναι τὸν πεπονθότα τόπον, ὡς κᾂν ᾖ χρηστὸν τὸ ἐπιῤῥέον, ὅμως διαφθείρειν αὐτὸ, δυσεπούλωτα καλῶ· τὰ δ' ἤδη τὴν εἰρημένην ἔχοντα διάθεσιν ἐξαιρέτως ὀνομάζω κακοήθη. νῦν οὖν ἐπειδή τινας τῶν λευκῶν ἐμπλάστρων, ὡς καλῶς ἐπουλώσας τὰ δυσεπούλωτα, γεγράφασιν οἱ πρὸ ἐμοῦ, διὰ τοῦτο κᾀγὼ γράφω λευκὰς ἐμπλάστρους, ἃς συνέθηκα πρός τε τὰ δυσεπούλωτα πάντα καί τινα τῶν κακοήθων, [450] ὅσα μὴ πονηρὰν πάνυ ἔχει τὴν κατασκευὴν, ἐπ' ἐκείνων γὰρ αὖθις εἰρήσεται τὰ πρόσφορα φάρμακα. πρῶτον κᾀνταῦθα τὴν μέθοδον ἐρῶ, καθ' ἣν μαθήσετε πολλὰς τοιαύτας ἐμπλάστρους συντιθέναι. διττὸς δ' αὐτῆς ὁ σκοπὸς, ὁ μέν τις κοινὸς ἁπάντων τῶν κατὰ μέθοδον συντιθεμένων φαρμάκων, ὁ δέ τις ἴδιος, ὁ πρὸς τὴν χρόαν τούτων διαφέρων. ὅσα τοίνυν ἐγνώκατε κατὰ τὴν περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν, ἀδήκτως μὲν ἰσχυρῶς δὲ πάνυ ξηραίνοντα, ταῦτα ἀναμνήσθητε. πάντως δ' εἶναι προσῆκεν αὐτὰ πρὸς τῷ μὴ δάκνειν ἢ στύφειν σαφῶς, ἔτι καὶ ῥύπτειν δύνασθαι. καὶ γὰρ καὶ κοῖλα φαίνεται τὰ πλεῖστα τῶν τοιούτων ἑλκῶν, ὡς ἐξ ἀναβρώσεως ὑγρῶν κακοήθων γενόμενα καὶ διὰ τοῦτο σαρκωθῆναι δεόμενα. δέδεικται δ' ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου τὰ σαρκοῦντα φάρμακα πάντα ῥυπτικὴν ἔχοντα δύναμιν. πολλὰ μὲν οὖν καὶ ἄλλα φάρμακα ξηρὰν δύναμιν ἔχει τοιούτων ἑλκῶν θεραπευτικήν. ἀλλὰ νῦν ἡμεῖς ἀναμνησθῶμεν τῶν ἤτοι φυλάξαι τὴν λευκότητα τῆς συντεθειμένης [451] ἐμπλάστρου δυναμένων ἢ μὴ πολύ γε βλάψαι. τοιαῦτα δ' ἐστὶ καδμεία καὶ πομφόλυξ καὶ τίτανος, ὄστρεά τε κεκαυμένα καὶ πορφύραι καὶ κήρυκες καὶ τὸ τῆς σηπίας ὀστῶδες. οὐ πολὺ δ' ἂν λυμαίνοιτο τῇ χρόᾳ καὶ ἡ τοῦ χαλκοῦ λεπὶς καὶ τῆς κεκαυμένης χαλκίτεως τὸ μὴ πυῤῥὸν, ἀλλὰ τεφρῶδες ἢ ὑπόλευκον. ὅπως δὲ χρὴ τὸ τοιοῦτο παρασκευάζειν, αὖθις εἰρήσεται κατὰ τὸν τῆς θηριακῆς ἀντιδότου λόγον. ἕκαστον δὲ τῶν εἰρημένων εἰ πλυθείη, παντάπασιν ἄδηκτον γίνεται, καθάπερ καὶ ὁ κηρὸς, ὃν χρὴ μῖξαι σκευαζομένῳ τῷ φαρμάκῳ, καὶ ἡ ῥητίνη. λέλεκται δ' ὅτι κηρὸς μὲν ὁ Τυῤῥηνικὸς ἢ ὁ Ποντικὸς ὀνομαζόμενος ἐπιτήδειός ἐστιν εἰς τὴν τῆς λευκῆς ἐμπλάστρου κατασκευήν. αἱ ῥητίναι δὲ, ἥ τε λάριξ ὀνομαζομένη καὶ ἡ τερμινθίνη, πρὸς τὰ κακοηθέστερα τῶν ἑλκῶν λυσιτελεστέρα. καὶ λιβανωτοῦ δὲ ἐμβάλλειν τι προσήκει μέρος ἕνεκα τοῦ πέττεσθαι καὶ διαπυΐσκεσθαι τὴν διάθεσιν τῶν κακοήθων ἑλκῶν. οὐ μόνον δὲ πλύνειν χρὴ τῶν εἰρημένων φαρμάκων ἕκαστον, ἀλλὰ τά γε μεταλλικὰ καὶ λειοῦν ἐπὶ πλεῖστον ἐν ἡλιουμένῳ χωρίῳ μεθ' ὕδατος [452] ἢ ὄξους ἢ θαλάττης ἢ οἴνου. καθαρὸν δὲ καὶ λευκὸν καὶ διαφανὲς ἀκριβῶς ἕκαστον τούτων ἔστω, χάριν τοῦ συντελέσαι τι τῇ λευκότητι τοῦ φαρμάκου. καὶ περὶ τοῦ ψιμυθίου δὲ πρόσθεν εἴρηται καὶ τοῦ ἐλαίου καὶ τοῦ τρόπου τῆς ἑψήσεως καὶ τοῦ περιέχοντος ἀέρος καὶ τοῦ πυρὸς, ὅπως ἂν ἕκαστον αὐτῶν συντελοῖ τι τῇ λευκότητι. καθάπερ δὲ ἐπὶ τῶν ἄλλων, οὕτως κᾀπὶ τούτων εἰδότα χρὴ τὰς δυνάμεις ὕδατός τε καὶ ὄξους καὶ θαλάττης οἴνου τε τοῦ λευκοτάτου μιγνύειν ἐν τῇ συνθέσει τὸ χρησιμώτατον εἰς τὴν θεραπευομένην διάθεσιν. ἐπὶ μὲν γὰρ τῶν ὀχθωδῶν ἑλκῶν καὶ τὰ χείλη παχέα καὶ σκληρὰ καὶ πολλῆς δεόμενα λεπτύνσεως ἐχόντων τὰ δι' ὄξους καὶ θαλάττης λελειωμένα χρησιμώτερα τῶν δι' ὕδατος· ἐφ' ὧν δὲ δριμὺ καὶ δακνῶδές ἐστι τὸ φερόμενον ἐν τοῖς ἕλκεσιν ὑγρὸν, ἐν ὕδατι χρὴ λελειῶσθαι μᾶλλον ἕκαστον τῶν μεταλλικῶν, ὥσπερ γε πάλιν ἐν οἴνῳ μᾶλλον ἐφ' ὧν πολὺ φαίνεται τὸ ἐπιῤῥέον ὑγρὸν τοῖς ἕλκεσι. τούτων οὖν ἕκαστον ὧν εἶπον ἐν ἑκάστῳ τῶν εἰρημένων ὑγρῶν λελειωμένων ἡμέραις πλείοσιν, ἐμβαλὼν [453] ἑκάστοτε τῶν διὰ ψιμυθίου τε καὶ λιθαργύρου φαρμάκων, πάντων αὐτῶν ἐπειράθην ἐπουλώντων κάλλιστα. τινὰς δὲ γραφὰς καὶ φίλοις ἔδωκα, δεομένοις τοιούτων φαρμάκων, ὑφ' ὧν καὶ αὐτῶν εἰς πεῖραν ἀχθέντα τὴν ἐπαγγελίαν ἐφαίνετο διασώζοντα. προεψημένης οὖν, ὡς εἴρηται, τῆς λιθαργύρου μετὰ τοῦ ψιμυθίου καὶ πλησίον ἀμολύντου συστάσεως ἥκοντος τοῦ φαρμάκου, προσβάλλειν χρὴ τῆς λάρικος ἢ τῆς τερμινθίνης ῥητίνης μετὰ τοῦ λευκοῦ κηροῦ καὶ τούτων καλῶς ἑνωθέντων ἐπεμβάλλειν τὰ μεταλλικὰ, τοιάνδε συμμετρίαν ἔχοντα. τῆς μὲν λιθαργύρου καὶ τοῦ ψιμυθίου κατὰ τὸ σύνηθες ἑκατέρου λίτρα μετὰ δυοῖν ἐλαίου λιτρῶν ἑψέσθω, πολλάκις δὲ καὶ ὕδατος ἡμίλιτρον ἐπεμβάλλων. τήκεται γὰρ οὕτως ἡ λιθάργυρος θᾶττον, ἥ θ' ἕψησις ἀναλίσκει τὸ ὕδωρ, ὡς μηδὲν σαφῶς εἰς ὑγρότητα συντελεῖν τῷ φαρμάκῳ. ῥητίνης δὲ τρεῖς οὐγγίαι καὶ κηροῦ διπλάσιαι τούτων αὐτάρκεις εἰσίν. οὐ μὴν ἀλλὰ κᾂν δύο μὲν τῆς ῥητίνης ἐμβάλλητέ ποτε, τέτταρας δὲ τοῦ κηροῦ, καὶ οὕτως οὐδὲν μέγα διαφερούσας εὑρήσετε τὰς συνθέσεις. ἱκανὴ δὲ καὶ λιβανωτοῦ [454] μία καὶ ἡμίσεια οὐγγία μετὰ τὸν κηρὸν καὶ τὴν ῥητίνην ἐμβαλλόμεναι. καὶ μετὰ ταῦτα οὐγγίαι τρεῖς τῶν ἄλλων, ἅπερ εἰσὶ δ΄. πρὸς ταῖς εἴκοσιν. ἐμβαλεῖς δὲ δυοῖν καὶ τριῶν καὶ πλεόνων καὶ πάντων ὧν εἶπον, ὧν ἂν ἑκάστου τύχῃς εὐπορῶν. οἷον εἰ πάντ' ἔχεις, ἴσον ἐμβαλεῖς ἑκάστου, τῆς καδμείας λέγω καὶ πομφόλυγος, καὶ τῶν κεκαυμένων κηρύκων ἢ ὀστρέων καὶ τῆς τοῦ χαλκοῦ λεπίδος. ἔσονται δ' ἑκάστου ἀνὰ στ΄. ἡ συμπλήρωσις τῶν τριῶν οὐγγιῶν. εἰ δὲ καὶ τιτάνου πεπλυμένης μιγνύεις, ἑκάστου ε΄. βληθήσονται. εἰ δὲ καὶ τῆς κεκαυμένης χαλκίτεως, ἑκάστου δ΄., ὡς ἁπάντων τῶν ἓξ συνελθόντων συμπληροῦσθαι τὰς τρεῖς οὐγγίας. ἔστω δὲ ἡ κεκαυμένη χαλκῖτις πεπλυμένη καὶ δηλονότι τεφρώδης τὴν χροιὰν, οὐχ οἵαν οἱ πολλοὶ τῶν καιόντων ποιοῦσιν αὐτὴν, ὠχρόξανθον, ὡς ἂν εἴποι τις. καὶ εἰ δύο δέ τινα τούτων ἔχοι τις μόνα, τρεῖς οὐγγίας ἐξ ἀμφοῖν ἐμβαλλέτω, τουτέστιν ἑκατέρου μίαν καὶ ἡμίσειαν. ταῦτα ἀρκεῖ κατὰ τὸ παρὸν ὑμῖν εἰς ἐμπλάστρων λευκῶν σύστασιν ἐπίστασθαι πρὸς ἕλκη δυσεπούλωτα. καὶ κηρωταὶ δὲ λευκαὶ [455] καὶ πάρυγροι διὰ τῶν αὐτῶν σκευάζονται, διαφέρουσαι τῶν ἐμπλάστρων τῷ μήθ' ἑψῆσθαι τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον, ἐμβεβλῆσθαι δὲ στέαρ ἤτοι χηνὸς ἢ ἀλεκτορίδος ἢ ὑὸς ἢ μόσχειον. εἰ δ' οἴνου πότ' εὐποροίης ἢ ὄξους, λευκοτάτων τε καὶ διαυγεστάτων ἐμβαλεῖς αὐτῶν ἀντὶ ὕδατος.
[Δαμοκράτους περὶ λευκῆς ἐμπλάστρου.] Ἐπεὶ δὲ αἱ διὰ μέτρων ἐγγεγραμμέναι δυνάμεις φαρμάκων εὐμνημόνευτοί εἰσι καὶ διαφυλάττουσαι ἀκριβῆ τὴν συμμετρίαν αὐτῶν, ἔδοξέ μοι κάλλιον καὶ τούτων μνημονεύειν. γεγραφότος οὖν Δαμοκράτους λευκὰς ἄλλας ἐμπλάστρους καὶ μέντοι καὶ λευκὴν, ἣν ἐπαινεῖ, παραθήσομαι τὴν γραφὴν αὐτοῖς τοῖς ὑπ' ἐκείνου γεγραμμένοις στίχοις, τῷ τριμέτρῳ καλουμένῳ μέτρῳ.
Δεῖ δὲ μετὰ τούτων τοὺς φιλιάτρους ἔχειν
Λευκὴν καλὴν ἔμπλαστρον εἰς ἀποσύρματα,
Καὶ τὰ πυρίκαυτα καὶ τὰ χωρὶς αἰτίας
Ἐξ ἐπιπολῆς γινόμενα φανερᾶς ἕλκεα.
Σκευάζεται δ' οὕτως. ψιμυθίου λίτραν
[456] Λιθαργύρου τε τῆς τρυφερᾶς μάλιστα νῦν
Λίτραν μίαν τε καὶ μέρος λίτρας τρίτον,
Κηροῦ τε καθαροῦ Ποντικοῦ πέντ' οὐγγίας,
Τερμινθίνης τ' οὐγγίαν τῆς καθαρωτάτης,
Λιβάνου δὲ μάννης ἢ λιβάνου πέντ' οὐγγίας.
Λευκοῦ δ' ἐλαίου τοῦ καλοῦ καὶ προσφάτου
Δύ' ἥμισυ λίτρας καὶ ὕδατος ξέστην α΄.
Ἕψε δὲ ἔλαιον, ψιμύθιον, λιθάργυρον,
Ὕδωρ πυρὶ κούφω, τῇ σπάθῃ κινῶν ἀεί.
Ὅταν δὲ πᾶν μὲν ἐκφρυγῇ, καλῶς θ' ὕδωρ,
Τὸ δὲ φάρμακον λεῖόν τε καὶ λευκὸν βλέποις,
Μαλακὸν, ἀμόλυντον, τότε βάλλεις τερμινθίνην,
Ἔπειτα κηρὸν, εἶτα λίβανον ὕστερον.
Ἄρας τε κίνει τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
Ὑποψυχέν τε συμμέτρως τὸ φάρμακον
Εἰς τὴν θυείαν καταχέας ἀναλάμβανε.
Ἐπί τε γυναικῶν ἢ τρυφερῶν τῶν παιδίων
Ἐπί τε γερόντων ἢ τῶν καχεκτούντων νέων.
[457] Ταύτῃ κατάμισγε τῆς στυπτηρίας τρίτον
Ἣν προαποδεδώκαμεν ἔμπλαστρον ἔμπροσθεν βραχὺ,
Καὶ χρῶ πρὸς ἅπαντα καὶ νεότρωτα τραύματα.
Κατάμισγε δ' αὐτῇ ῥόδινον τετηγμένῃ
Καὶ κηρὸν ὀλίγον, καὶ λιπαρὰν ἕξεις καλὴν
Οἶνον παραχέας λευκὸν αὐστηρὸν βραχύ.
Τῆς στυπτηρίας, ἧς ἐμνημόνευσεν, ἡ σύνθεσις ἐν τῷ πέμπτῳ τῆσδε τῆς πραγματείας.
[458] Τῆς προκειμένης πραγματείας σκοπὸν ἐχούσης σὺν τοῖς ἄλλοις καὶ τοῦτον, ὡς ἐὰν ἀπολέσωμέν ποτε τὸ βιβλίον, ἐν ᾧ τῶν φαρμάκων οἷς χρώμεθα τὰς συνθέσεις γεγραμμένας ἔχομεν, αὐτοὺς ἡμᾶς δύνασθαι συντιθέναι παραπλήσια τοῖς ἀπολλυμένοις ἀναγκαῖόν ἐστι, πρῶτον μὲν ἡμᾶς καθόλου τινὰ τύπον ὁδοῦ μεμαθηκέναι, δι' ἧς εὑρήσομεν ὃ προεθέμεθα. δεύτερον δὲ γεγυμνάσθαι κατὰ τὴν [459] ὁδὸν ταύτην ἐπὶ πολλοῖς τῶν κατὰ μέρος, εἰδότας ὅτι χωρὶς τοῦ γυμνάσασθαι τὸ τοιοῦτο γυμνάσιον οὐδὲν τῶν ἔργων ὀρθῶς περαίνεται. δεινὸν δὲ καὶ τὸ συμβὰν ἤδη τισὶν ὧν ἐγὼ γινώσκω δυσὶν ἰατροῖν. ὁ μὲν γὰρ ὑπὸ λύπης ἐπὶ τῇ τῶν τοιούτων γραφῶν ἀπωλείᾳ συντακεὶς ἀπέθανεν, ὁ δὲ ἀπέστη τῶν ἰατρικῶν ἔργων. ὑπάρχει δὲ τοῖς γυμνασθεῖσιν, ὡς ἐγὼ λέγω, πρὸς τῷ δύνασθαι συντιθέναι φάρμακα χρήσιμα καὶ τὸ κριτικοῖς εἶναι τῶν γεγραμμένων τοῖς πρὸ ἡμῶν ἰατροῖς, ἐπιτηδείως τε χρῆσθαι πᾶσι τοῖς ὑπ' ἐκείνων γεγραμμένοις, οἷς τ' ἂν αὐτὸς εὕρῃ κατὰ τὴν διδαχθησομένην μέθοδον. βέλτιον μὲν οὖν ἐστι τοῖς διὰ τῆς πείρας ἤδη βεβασανισμένοις χρῆσθαι, μαθόντα τῆς χρήσεως αὐτῶν τὴν μέθοδον, ἀλλ' ὅπερ ἔφην, ἀνάγκη καταλαμβάνει πολλάκις ἡμᾶς, ὡς καὶ τοῖς ἀπειράστοις αὐτοσχεδιάζοντας χρῆσθαι. κατὰ μὲν οὖν τὸ πρὸ τούτου βιβλίον, ὅπως ἄν τις ἐκ λιθαργύρου μόνης ἐμπλάστρους σκευάζοι, λέλεκται ποτὲ μὲν ἔλαιον μόνον μιγνὺς, ποτὲ δ' ὄξος ἢ οἶνον ἤ τινα τούτων, ἐξ ὁποίας τε συμμετρίας αὐτῶν ἔμπλαστρος δύναται γίγνεσθαι λευκὴ προσηκόντως ἑψηθεῖσα. γίγνεσθαι δ' [460] ἔφαμεν ἐκ τούτων τῶν ἐμπλάστρων ἐνίας μὲν ἐπουλωτικὰς, ἐνίας δὲ καὶ κολλητικὰς ἐναίμων τραυμάτων, ἐνίας δὲ φλεγμονῶν τῶν μικρῶν θεραπευτικὰς, ἐνίας δὲ αὐτῶν καὶ τὰ δυσεπούλωτα θεραπεύειν, ὁπόσα μὴ κακοήθη καί τινας ἐξ αὐτῶν ὄγκους παρὰ φύσιν, ὅσοι μὴ μεγάλοι μηδὲ σκιῤῥώδεις εἰσὶ διαφορεῖν. ἐγράφη δ' οὐ μετὰ πολὺ τῆς ἀρχῆς ἐν αὐτῷ καὶ ἡ ὑπ' ἐμοῦ συντεθεῖσα ἔμπλαστρος, ἣν ὀνομάζω φοινικίνην. ἐν τούτῳ δὲ τῷ βιβλίῳ τῷ νῦν ἡμῖν προκειμένῳ περί τε τῶν χλωρῶν ἐμπλάστρων εἰρήσεται καὶ μηλίνων καὶ κιῤῥῶν καὶ φαιῶν καὶ πυῤῥῶν, ἐν αἷς εἰσι καὶ αἱ δίχρωμοι καλούμεναι, μεταξύ τε τούτων ἕτεραι τινὲς μὲν ὠνομασμέναι, καθάπερ λευκομήλιναί τε καὶ μελάγχλωροι καὶ ῥυπώδεις ἀερίζουσαί τε καὶ κυανίζουσαι, τινὲς δὲ καὶ παντάπασιν ἀνώνυμοι. τὸ μὲν οὖν ἐφεξῆς ἀλλήλαις γράφειν τὰς κατὰ δύναμιν ὁμοίας χρήσιμόν ἐστιν εἰς τὸ πλείοσιν ἐντυγχάνοντα ἢ ἀναγινώσκοντα τὸ βιβλίον ἑλέσθαι τὴν ἐπιτηδειοτάτην τῷ θεραπευομένῳ σώματί τε καὶ πάθει. τὸ δὲ τὰς κατὰ χρόαν ὁμοίας ἀναγράφειν, οὐ κατὰ τεχνικὴν ὁμοιότητα [461] σκοπούντων ἐστὶν, ἀλλ' ἐπεί τινες ἐνίοτε τῶν πολὺ δυναμένων ἀνδρῶν κελεύουσιν ἡμᾶς ἔμπλαστρον αὐτοῖς μηλίνην ποιῆσαι κολλητικὴν ἑλκῶν ἢ ἐπουλωτικὴν ἢ μαλακτικὴν τῶν σκληρυνομένων ἤ τι τοιοῦτον ἐργάσασθαι δυναμένην, ἠναγκάσθησαν ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἐφεξῆς ἀλλήλων γράφοντες ὁμοίας κατὰ χρῶμα προσγράφειν ἑκάστῃ τὰς οἰκείας ἐπαγγελίας. ἐγὼ τοίνυν πειράσομαι μικτήν τινα ποιήσασθαι τὴν διδασκαλίαν ἀπὸ τῆς τεχνικωτέρας ἀρξάμενος. γράφω γὰρ πρῶτον μὲν τὰς σαρκωτικὰς τῶν κοίλων ἑλκῶν, ὧν αἱ πλεῖσται χλωραὶ κατὰ χρόαν εἰσὶν, ἐπισημαινόμενος ὅσαι τε κολλητικαὶ τούτων ὑπάρχουσι καὶ ὅσαι τῶν κακοηθευομένων ἰατρικαὶ καί τι τῶν τοιούτων ἄλλο δυνάμεναι διαπράττεσθαι. δευτέρας δὲ τὰς κολλητικὰς, οὐ μόνον τῶν προσφάτων ἑλκῶν, ἀλλὰ καὶ τῶν κόλπων, ἐν αἷς εἰσι καὶ μέχρι συνουλώσεως ἄγουσαι πολλαί. καὶ τούτων ἁπασῶν ἕνα μὲν στίχον ποιήσομαι τῶν μηλίνων, ἕτερον δὲ τῶν βαρβάρων ὀνομαζομένων, ἕτερον δὲ φαιῶν, ἐπί τε τῶν ἄλλων χρωμάτων ὁμοίως. ἐρῶ δὲ καὶ καθ' ἓν ἄλλο βιβλίον [462] ἄνευ χρωμάτων ὁμοιότητας, ὅσαι τὰ δυσεπούλωτα τῶν ἑλκῶν θεραπεύουσιν, ἃ καὶ χειρώνεια καλοῦσι. καὶ μετὰ τοῦτο καθ' ἕτερον βιβλίον, ὅσαι καὶ ταῦτα καὶ ἄλλ' ἄττα πολύχρηστοι λεγόμεναί τε καὶ οὖσαι. καὶ μετὰ ταύτας ἁπάσας ὅσον ὑπόλοιπόν ἐστι τῶν κατὰ τὰς δυνάμεις ἐμπλάστρων ἐγνῶσθαι μεθόδῳ διελθεῖν πειράσομαι. ταῦτα μὲν οὖν προείρηται κοινόν τι προοίμιον ἁπασῶν τῶν προσγραφησομένων ἐμπλάστρων, ἐπὶ δὲ τὰς ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένας μεταβήσομαι, προτάξας αὐτῶν τινα λόγον κοινὸν, ὡς εἰ καὶ μηδὲν ἤδη μοι προείρητο. φαρμάκων συνθέσεις παμπόλλων ἀξίων ἐπαίνου πρῶτος ὧν οἶδα Μαντείας ὁ Ἡροφίλειος ἔγραψεν, οὗ μαθητὴς γενόμενος Ἡρακλείδης ὁ Ταραντῖνος οὐ μόνον ἐν τῇ τῶν φαρμάκων χρήσει φαίνεται μιμούμενος ἐκεῖνον, ἀλλὰ καὶ κατὰ τὸ διαιτητικὸν μέρος τῆς τέχνης. μεθ' οὓς ἄλλοι μέν τινες ἐν πλείοσι βιβλίοις, ὥσπερ ὅ τε Μαντείας καὶ Ἡρακλείδης. εἰσὶ δὲ καὶ οἱ καθ' ἓν ἢ δύο μόνα τὴν γραφὴν αὐτῶν ἐποιήσαντο, καθάπερ ὁ Καππαδόκης Ἥρας, οὔτ' ἀδόκιμον γράψας τι φάρμακον, οὔτε [463] τὰς σκευασίας αὐτῶν καταλιπὼν τάς τε κατὰ μέρος χρήσεις ἁπάσας διελθών. πολλὰ δὲ φάρμακα γεγράφασιν ἐπιμελῶς ἐν πλείοσι βιβλίοις ὅ τε Μούσας καὶ ὁ Ἀσκληπιάδης καὶ ὁ Κρίτων. ὁ δ' Ἀνδρόμαχος ἐν ἑνὶ μὲν βιβλίῳ τὰ τῶν ἐκτὸς τοῦ σώματος ἰατρικὰ φάρμακα, καθ' ἕτερον δὲ ἓν ἔγραψε τὰ τῶν ἐντὸς, ὄντος καὶ τρίτου μικροτέρου τούτων ὀφθαλμικοῦ. οὐ πρόσκειται δὲ ὀλιγίστων αὐτῶν ἥ τε σκευασία καὶ ἡ χρῆσις. οὔτε δὲ τούτων τις οὔτε ἄλλος ἔγραψε τὸν λογισμὸν τῆς συνθέσεως ἑκάστου τῶν φαρμάκων, καὶ διὰ τοῦτο θαῤῥαλεώτερον οἱ ἀπὸ τῆς ἐμπειρίας ἀποφαίνονται, καίτοι γε ἀδιανόητα λέγοντες, εἰς περίπτωσιν γὰρ ἀναφέρουσι τὴν εὕρεσιν τῶν συνθέτων φαρμάκων. ἐθάῤῥησαν δὲ τῷ μηδένα τῶν δογματικῶν ἰατρῶν διηρθρωμένως γεγραφέναι τὴν μέθοδον τῆς συνθέσεως αὐτῶν. ὅταν γὰρ οἱ δογματίζοντες ἐρωτώμενοι τὸν λόγον, ᾧ σύγκειται τῶν φαρμάκων ἕκαστον οἷς χρῶνται, μηδὲν ἔχωσι λέγειν, ἀπολέσαντές τε τὰς γραφὰς αὐτῶν ἀδυνατῶσιν αὐτοσχεδιάζειν ἑτέρας συνθέσεις, αὐτοί τε εἰκότως καταφρονοῦνται, τούς τε ἐμπειρικοὺς ἐργάζονται [464] τολμηροτέρους εἰς ἀντιλογίαν. εἰ δ' ἠπίσταντο τὴν ἑκάστου πάθους ὧν θεραπεύουσι φύσιν ἐγίγνωσκόν τε μέθοδον, ὡς ἐξ αὐτῆς ἐξευρίσκειν τόν τε σκοπὸν τῆς θεραπείας, ἑκάστου τε τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν, οὐκ ἂν ἠγνόουν τὸν λόγον τῆς συνθέσεως· οἷον αὐτίκα κοῖλον ἕλκος ἀπερίστατον, οὐδὲν γὰρ χεῖρον, ὡς ἔνιοι καλοῦσι, συντόμου διδασκαλίας ἕνεκεν οὕτως καὶ ἡμᾶς ὀνομάσαι, πῶς ἄν τις ἰάσαιτο προκείσθω σκοπεῖν, ὡς εἰ καὶ μήπω μηδὲν εὕροιτο φάρμακον ἐπιτήδειον εἰς αὐτό. διδαχθέντες γὰρ ὑπὸ τοῦ λόγου τὴν τῶν κοίλων ἑλκῶν ἴασιν γίγνεσθαι γιγνομένης σαρκὸς ἀντὶ τῆς ἀπολωλυίας ἑτέρας, ἐξ αὐτῆς δηλονότι βλαστανούσης τῆς ὑποκειμένης σαρκὸς, ἐνενοήσαμεν ἀδύνατον εἶναι γενέσθαι τοῦτο, ῥύπου κατὰ τὸ ἕλκος ἢ πολλῆς ὑγρότητος ὑποκειμένης. ἀλλὰ τὸν μὲν ῥύπον ἀφαιρεῖ τὰ ῥυπτικὰ τῶν φαρμάκων, τὴν δ' ὑγρότητα διαφορεῖ τὰ ξηραντικά. χρὴ τοίνυν ἐπίστασθαι τὰς ὕλας τῶν τοιούτων φαρμάκων, οὐχ ἁπλῶς κατὰ γένος, ὡς Διοσκουρίδης ἄλλως ἔγραψεν, ἀλλ' ὡς ἡμεῖς ἐποιήσαμεν ἐν ταῖς περὶ τῶν ἁπλῶν φαρμάκων, [465] οὐ μόνον γράψαντες ἤτοι θερμαίνειν ἢ ψύχειν ἤ τι τοιοῦτον ἕτερον ἐργάζεσθαι τόδε τι τὸ φάρμακον, ἀλλὰ καὶ ὅτι κατὰ τὴν πρώτην ἀπόστασιν ἢ δευτέραν ἢ τρίτην ἢ τετάρτην τοῦ μέσου φάρμακον τοιοῦτον εἴη. καὶ πολλάκις γε ὅτι κατὰ μεσοῦσαν ἑκάστην τούτων ἢ ἀρχομένην ἢ τελευτῶσαν, ὡς εἶναι δώδεκα τάξεις τῶν κατ' ἐπικράτειαν ἡντιναοῦν λεγομένων φαρμάκων. ἐνίοτε μὲν γὰρ ἤτοι μετρίως θερμαίνοντος ἢ ξηραίνοντος, ἐνίοτε δὲ σφοδρότατα ποιεῖν ὁτιοῦν τούτων δυναμένου χρῄζομεν. ὁ δ' ἁπλῶς ὅτι θερμανθῆναι δεῖται τὸ μόριον ἐπιστάμενος οὐδὲν μᾶλλον αἱρήσεται λιβανωτοῦ πέπερι καὶ νᾶπυ. ταῦτ' οὖν εἴρηται μὲν ἡμῖν καὶ πρόσθεν, εἴρηται δὲ κᾀν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου. ὡς προεπισταμένους δ' αὐτὰ μετ' ἀποδείξεως τῆς προσηκούσης, ἐπὶ τὰ λοιπὰ προάξω τὸν ἐνεστῶτα λόγον ἐντεῦθεν ἀρξάμενος. ἐπειδὴ ξηραίνοντός τε καὶ ῥύπτοντος μετρίως ἄνευ δήξεως ἐδείχθη δεόμενα τὰ σαρκωθησόμενα τῶν ἑλκῶν, ἀναμνησθῆναι χρὴ τὴν ὕλην τῶν τοιούτων φαρμάκων [466] ἥτις ἐστί. δέδεικται δὲ ἐν τῇ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως πραγματείᾳ, μετὰ τοῦ καὶ τὴν προσήκουσαν ἑκάστου τάξιν εἰρῆσθαι. τοῦτο γὰρ, ὡς ἔφην, ἔστι τὸ μάλιστα χρήσιμον, ὥστε ἐάν ποτε δέηταί τις ἰσχυροτέρου φαρμάκου, γινώσκειν ἐφ' ὃ μεταβήσεται, μὴ παρόντος δὲ τῶν ἁπλῶν μηδενὸς, ἐπὶ τὸ σύνθετον ἐρχόμεθα. καὶ πρῶτόν γε ὑποκείσθω κηρὸν ἔχειν ἡμᾶς καὶ ἰὸν, ἄλλο δὲ μηδὲν τῶν ἁρμοττόντων ἄντικρυς ἕλκει κοίλῳ, λιβανωτὸν λέγω καὶ ἴριν καὶ ἀριστολοχίαν, ἄλευρόν τε τὸ τῶν ὀρόβων καὶ πάνακος ῥίζαν, ὅσα τ' ἄλλα τοιαῦτα. γιγρώσκοντες οὖν ὅτι κηροῦ μὲν ἐπιτεθέντος μόνου ῥυπαρὸν εὑρεθήσεται τὸ ἕλκος, ὡς ἂν μήτε ῥύπτειν μήτε ξηραίνειν δυναμένου, δηχθήσεται δὲ καὶ διαβρωθήσεται καὶ φλεγμανεῖ προσαχθέντος ἰοῦ. τούτων μὲν ἑκάτερον παραιτησόμεθα, μέσον δ' ἐξ ἀμφοῖν ἄλλο ποιήσομεν, ἀσθενέστερον μὲν ἢ κατὰ τὸν ἰὸν, ἰσχυρότερον δὲ κηροῦ. ἀλλ' ἐπεὶ βραχὺ μὲν ἀπολείπεται τοῦ χρησίμως ἂν προσαχθέντος ὁ κηρὸς, ὁ δ' ἰὸς ὑπερβάλλει πολὺ, πολλῷ τῷ κηρῷ μίξομεν ὀλίγον ἰοῦ. πόσον οὖν πόσῳ; [467] τοῦτο γὰρ ἐφεξῆς εἰπεῖν ἐστιν, ἀκριβῶς μὲν οὐχ οἷόν τε τὸ πόσον εὑρεῖν ἑκατέρου πρὸ τῆς πείρας, στοχάσασθαι δὲ οἷόν τε καὶ κρῖναι καὶ συνθεῖναι τὴν πρώτην, μηδεμίαν ἀποτυχίαν ἀξιόλογον ἕξον φάρμακον, ὥσπερ ἐγώ ποτ' ἐποίησα κατά τινα κώμην, ἐν ᾗ μήτ' αὐτὸς εἶχόν τι φάρμακον ἑπόμενον, ἄλλος τε οὐδ' ἠυπόρει τῶν κατ' αὐτὴν, εὗρόν τε μόνα τῶν ἐπιτηδείων εἰς σύνθεσιν ἰὸν καὶ κηρόν. ἀναλαβὼν δ' ἀμφότερα καὶ τήξας ἐπὶ πυρὸς τὸν κηρὸν σὺν ἐλαίῳ ῥοδίνῳ, ὡς γενέσθαι κηρωτὴν ὑγρὰν, ἔμιξα τῇ λίτρᾳ τῆς κηρωτῆς οὐγγίαν μίαν ἰοῦ, τουτέστιν τὸ δωδέκατον μέρος. ἐνενόησα γὰρ ἢ τὸ δέκατον ἢ τὸ ιβ΄. μῖξαι τὸ πλέον μὲν ὑποπτεύσας, ὡς δριμύτερον ἐσόμενον τοῦ κηροῦ, τὸ δ' ἔλαττον, ὡς ἀσθενέστερον. ἐλθόντες δὲ εἰς πεῖραν τοῦ συντεθέντος ἐφάνη καὶ τὸ δέκατον καὶ τὸ δωδέκατον ὀρθῶς μιγνύμενα κατὰ τὰς διαφορὰς τῶν σωμάτων. ὑπεδείχθη γὰρ ἡμῖν, ὅπερ καὶ διὰ τῆς πείρας μαρτυρεῖται, τὰ μὲν ἰσχυρὰ σώματα φαρμάκων ἰσχυροτέρων ἀνεχόμενα, τὰ δ' ἀσθενέστερα μὴ φέροντα τὴν τῶν τοιούτων προσφοράν. ἰσχυρότερα δὲ λέγω σώματα [468] τὰ ξηρότερα ταῖς κράσεσιν, ὁποῖα τά τε τῶν γεωργῶν ἐστὶ καὶ ναυτῶν καὶ κυνηγετῶν. ἀσθενέστερα δὲ τὰ μαλακώτερα κατὰ φύσιν ἢ ἔθος, ὁποῖα τὰ τῶν γυναικῶν, εὐνούχων τε καὶ παίδων, ὅσοι τ' εἰσὶν ὑγροὶ φύσει ταῖς κράσεσι λευκὸν καὶ μαλακὸν ἔχοντες τὸ σῶμα. τὰ μὲν οὖν σκληρὰ σώματα πλέονος ἰοῦ τῇ κηρωτῇ μιγνυμένου σαρκοῦται, τὰ μαλακὰ δὲ ἐλάττονος. ὅθεν, ὡς εἴρηται πολλάκις, ἓν φάρμακον ἀδύνατόν ἐστι πᾶσιν ἁρμόττειν σώμασιν, ἀλλὰ χρὴ μέσον μὲν εἶναι τὸ φάρμακον, ὡς πρὸς τὴν μέσην κρᾶσιν ἡρμοσμένον, ἄγεσθαι δ' ἐφ' ἑκάτερα τῇ καθ' ἑκάστην ἡμέραν χρήσει κρινόμενον. ἐὰν μὲν γὰρ φαίνηται τὸ δέον εἰργασμένον, ἐπιμένειν αὐτῷ προσήκει. ἐὰν δ' ἐλλιπέστερον, αὐξάνειν αὐτοῦ τὴν δύναμιν, ὥσπερ γε καὶ καθαιρεῖν, ἡνίκα περαιτέρω τοῦ προσήκοντος ἐνήργησεν. οἷον ἐπ' αὐτοῦ τοῦ προκειμένου διὰ τῆς κηρωτῆς καὶ ἰοῦ φαρμάκου, σκοπεῖσθαι πότερον ἐσαρκώθη τὸ ἕλκος ἢ σὰρξ μὲν οὐκ ἐγεννήθη, ῥυπαρὸν δὲ εὑρέθη καὶ μεστὸν ὑγρότητος, ἢ πρὸς τῷ μὴ σεσαρκῶσθαι [469] δήξεώς τις αἴσθησις ἐγένετο τῷ κάμνοντι, καὶ θερμότερον ἢ ἐρυθρότερόν γε τὸ ἡλκωμένον ἐφάνη. ἐὰν μὲν οὖν ἀσθενέστερον φανεῖται, μίξει μέλιτος ἢ ἰοῦ τὴν δύναμιν αὐτοῦ παραυξήσεις, ἐὰν δ' ἰσχυρότερον, ἔλαιον ἢ ῥόδινον μίξεις μαλάττων τὸ μέλλον ἀναλαμβάνεσθαι τοῖς μοτοῖς φάρμακον. ἐπὶ καιροῦ μὲν ἥ τε κηρωτὴ καὶ ὁ ἰὸς οὕτω μίγνυται, καθάπερ ἔφην ὑπ' ἐμοῦ μιχθῆναί ποτε. παρασκευὴ δ' ἔστω τοῖς ἰατρεύουσιν ἐμπλάστρου γεγονυίας ἣν ἀπὸ τῆς χρόας ὀνομάζουσι χλωρὰν, ἱκανῆς μὲν καὶ τὰ πρόσφατα τραύματα θεραπεύειν, ὅσα μὴ μεγάλα, δυναμένης δὲ καὶ διὰ ῥοδίνου τήκεσθαι πρὸς σύστασιν ἐμμέσου φαρμάκου. δεήσει δ' αὐτὴν ἔχειν τι καὶ ῥητίνης, ἤτοι τῆς κολοφωνίας τε καὶ φρυκτῆς ὀνομαζομένης ἢ τῆς τερμινθίνης. εἴρηται δὲ ὅτι τῇ τερμινθίνῃ παραπλησία πώς ἐστιν ἡ λάριξ ὀνομαζομένη. στοχαστικὴ δὲ κᾀνταῦθα τῆς μίξεως αὐτῶν ἐστιν ἡ ποσότης. ἐὰν μὲν γὰρ πλέον ἢ προσήκει μίξωμεν τῆς ῥητίνης, ἐν τῷ μαλάττεσθαι διὰ τῶν χειρῶν φαίνεται μαλακὸν, εἰς ὀθόνην δὲ ἐμπλασθὲν ὀλίγον ὕστερον ὡς δέρμα σκληρὸν ἔσται, [470] ῥᾳδίως ἀποπῖπτον τοῦ σώματος. ἐὰν δὲ ἔλαττον τοῦ συμμέτρου μιχθῇ τῷ κηρῷ τῆς ῥητίνης, οὐχ ἕξει τοῦτο δὴ τὸ καλούμενον ἐχέκολλον, ὡς ἑλκόμενον ἐπὶ πλέον ἐκτείνεσθαι, πρόδηλον δ' ὅτι κᾂν ἐπιτεθῇ κατά τινος μορίου, δυσκόλλητον ἔσται καὶ τάχος ἀποπῖπτον αὐτοῦ. τίς οὖν ἡ σύμμετρος μίξις, ὡς πρὸς ἐμπλαστρώδη σύστασιν; εἰ μὲν ἐμοὶ πείθοις τὸ ἴσον ἑκατέρου. μήτε δὲ ὁ κηρὸς ἔστω ξηρὸς καὶ παλαιὸς μήτε ἡ ῥητίνη. κάλλιστα γὰρ οὕτως ἡ σύστασις γίγνεται τοῦ μιχθέντος ἐξ αὐτῶν, ἐὰν ἀμφότερα λιπαρὰ καὶ μαλακὰ παραλαμβάνηται. εἰ δ' ὑπερβάλλοι θάτερον, ἄμεινον ἀεὶ τὴν ῥητίνην ἐπικρατεῖν, ὥστε ἔνιοι καὶ διπλασίαν στακτῷ τῷ κηρῷ μιγνύουσιν.
[Σκευασία τῆς ἁπλῆς χλωρᾶς Ἀνδρομάχου καὶ περὶ τῆς δυνάμεως αὐτῆς ἐξάπλωσις.] Καὶ τήν γε χλωρὰν, οὕτω γὰρ αὐτοὶ καλοῦσιν, ἐκ διπλασίας τῆς ῥητίνης ἔνιοι πεποιήκασι, δύο μὲν λίτρας ἐμβάλλοντες αὐτῆς, μίαν δὲ κηροῦ καὶ κυάθους δύο ἐλαίου. τοῦ δὲ ἰοῦ τινὲς μὲν δύο, τινὲς δὲ τρεῖς οὐγγίας ἐπεμβάλλουσι τῇ τοιαύτῃ μίξει [471] τοῦ κηροῦ καὶ τῆς ῥητίνης. ἀλλὰ καὶ κατὰ τὴν σκευασίαν τὸν ἰὸν ἔνιοι μὲν ἐμπλάττουσι τακεῖσι τοῖς τηκτοῖς, ἔνιοι δὲ ψύξαντες, εἶτα ξύσαντες ἐν τῇ θυείᾳ τὴν μίξιν ποιοῦνται. ὅσοι δὲ κολλητικώτερον ἐναίμων ἑλκῶν βούλονται ποιῆσαι τὸ φάρμακον, ἐν θυείᾳ προλειώσαντες σὺν ὄξει τὸν ἰὸν ἐπεμβάλλουσι ξύοντες τὴν κηρωτήν. ἐάν τις οὖν πυνθάνηται ὑμῶν ποία τούτων τῶν χλωρῶν ἐμπλάστρων ἐστὶν ἀρίστη, μέμνησθε τὸ πολλάκις ὑπ' ἐμοῦ λεγόμενον, ἀποκρίνασθαι πάσας ἀρίστους εἶναι τῷ γινώσκοντι τὰς διαθέσεις αἷς ἑκάστη πρόσφορος ὑπάρχει, καθάπερ γε καὶ πάσας μοχθηρὰς τῷ μὴ γινώσκοντι. ἐμὸν μὲν γὰρ εἰπεῖν ὅτι γενναιότερον ξηραίνει τὸ προσλαμβάνον ὄξους. εὔδηλον δ' ὅτι τὸ πλέονα τὸν ἰὸν ἔχον ἰσχυρόν τέ ἐστι καὶ ξηραντικώτερον ἑλκῶν τε ῥυπαρῶν καθαρτικώτερον. ὅρος δὲ αὐτοῦ τὸ χωρὶς δήξεως ἐργάζεσθαι ταῦτα. τὸ γὰρ οὕτως ἰσχυρὸν, ὡς ἤδη καὶ δάκνειν ἐπιτιθέμενον ἕλκεσι καθαροῖς, οὔτε σαρκώσει ποτ' αὐτὰ καὶ καθ' ἕτερον τρόπον ὑγρὰ καὶ ῥυπαρὰ ποιήσει, παραπλησίως τοῖς ἐνδεῶς ξηραίνουσί τε καὶ ῥύπτουσιν, ἀλλ' ἐπὶ τῶν δριμυτέρων κοιλότερόν γε γίνεται τὸ ἕλκος, ἐρυθρότερόν [472] τε καὶ θερμότερον. ἔστι δ' ὅτε καὶ αὐτὸς ὁ κάμνων αἰσθάνεται τῆς δήξεως αὐτοῦ, μὴ τοίνυν ἁπλῶς ἐπαινεῖτε φάρμακόν τι χωρὶς τοῦ προσθεῖναι τὴν διάθεσιν, ἐφ' ἧς ἐπαινεῖται, μήτ' ἐπ' ἄλλου τινὸς φαρμάκου μήτε ἐπὶ τῶν νῦν προκειμένων. ὅσοι μὲν οὖν ἀλλήλων ἐφεξῆς τὰς χλωρὰς γράψαντες οὐκ ὤκνησαν διορίσαι τὰς διαθέσεις, ἐφ' ὧν ἁρμόττουσιν, ἧττον ἁμαρτάνουσι τῶν μηδὲ τοῦτο ποιησάντων. ὅσοι δ' ἄνευ διορισμῶν γεγράφασι κατὰ τὰς μεταβάσεις αὐτῶν προστάττοντες, ἄλλη χλωρὰ, μοχθηροτάτην ποιοῦνται διδασκαλίαν, εἴ γε δὴ χρὴ διδασκαλίαν ὀνομάζειν ὅλως τὴν τοιαύτην γραφήν. ὁ γοῦν Ἀνδρόμαχος ἐν τῇ βίβλῳ, ἣν τῶν ἐκτὸς ἐπιγράφει, μετ' ὀλίγα τῆς ἀρχῆς πρώτας μὲν φαιὰς ἔγραψεν, εἶτα πυῤῥὰς, καὶ μετὰ ταῦτα μελαίνας, εἶτα ἐπὶ τὰς χλωρὰς τραπόμενος ἀρχὴν τῆς διδασκαλίας ἐποιήσατο τοιάνδε, προγράψας, χλωραὶ, πρώτην ἁπασῶν ἔγραψε κατὰ λέξεν τήνδε. χλωρὰ Γάλλου. Ϛ ῥητίνης στροβιλίνης τ΄. κηροῦ ρ΄. ἰοῦ ξυστοῦ ν΄. λιβάνου [473] κε΄. ὄξους τὸ ἱκανόν. ἔδει μὲν οὖν ἴσως αὐτὸν εἰρηκέναι τι καὶ περὶ τῆς σκευασίας, εἴτε καὶ τὸν λιβανωτὸν ἅμα τῷ ἰῷ λειοῦσθαι βούλεται παραχεομένου τοῦ ὄξους, εἴτε μόνον τὸν ἰόν. ἑκατέρως γὰρ ἐγχωρεῖ· καὶ κατὰ πολλὰς συνθέσεις οἱ μὲν οὕτως, οἱ δ' ἐκείνως ἔγραψαν. ἀλλ' ἐπὶ τούτου μὲν ἀπομαντεύσασθαι τῆς διανοίας αὐτοῦ δυνατὸν, ὡς ἄμφω τρίβεσθαι σὺν ὄξει βούλεται, τὸν λιβανωτὸν καὶ τὸν ἰόν. ἐπὶ τίνων μέντοι παθῶν ἐστι χρηστέον τῷ φαρμάκῳ, πάντως ἐχρῆν δεδηλῶσθαι. μή τι οὖν ἐπειδὴ πρὸ ταύτης ἐγεγράφει δύο τινὰς ἐμπλάστρους, ὧν ἐπὶ μὲν τῆς προτέρας προὔγραψε, πρὸς γαγγραίνας καὶ σηπεδόνας καὶ νομὰς παλαιὰς καὶ κακοήθεις, ἐπὶ δὲ τῆς δευτέρας, πρὸς νομὰς, ᾗ χρῶμαι, καὶ ἄλλα πολλὰ, διὰ τοῦτ' ἐφεξῆς ἔγραψεν, ἄνευ προσθήκης τὴν χλωρὰν ταύτην, ἐνδεικνύμενος ἐπὶ τῶν αὐτῶν διαθέσεων ἁρμόττειν αὐτήν. ἀλλὰ πάλιν ἐφεξῆς γράφων ἑτέραν ἁπλῶς εἶπε, χλωρὰ Ποτάμωνος, εἶτ' ἄλλην τρίτην χλωρὰν καὶ τετάρτην χλωρὰν, ᾗ χρῶμαι, καὶ πέμπτην ἄλλην, ἕκτην τε ἐπ' αὐταῖς ἑβδόμην τε καὶ ὀγδόην ἐνάτην τε καὶ δεκάτην ια΄. [474] τε καὶ δωδεκάτην καὶ ιγ΄. τε καὶ ιδ΄. τε ιε΄. καὶ ιστ΄. ἔγραψεν, ἓν μόνον τοῦτο προγράψας αὐτῶν ἑκάστης τὸ ἄλλη, διαφερούσας μὲν ἀλλήλων ἁπάσας κατὰ δύναμιν γράψας, οὐ μὴν πρός γε σηπεδόνας καὶ νομὰς καὶ γαγγραίνας ἐπιτηδείους ἁπάσας, ὡς ἐκ τῆς ὕλης αὐτῶν ἔνεστι γνῶναι. ᾧ καὶ δῆλον ὅτι κατὰ τὴν τῆς χρόας ὁμοιότητα μετ' ἀλλήλων ἔγραψεν αὐτὰς, οὐ κατὰ τὴν τῆς δυνάμεως. ἡμεῖς οὖν ἐροῦμεν ἑκάστης αὐτῶν τὴν δύναμιν, ἐκ τῆς τῶν ἁπλῶν φαρμάκων φύσεως ὁρμηθέντες. ἔσται γὰρ τοῦτο χρησιμώτατον τοῖς βουλομένοις οὐ μόνον ἐν τῷ καθόλου τὴν μέθοδον ἐπίστασθαι τῆς τε συνθέσεως καὶ χρήσεως τῶν τοιούτων φαρμάκων, ἀλλὰ καὶ διὰ τὸ αὐτοσχεδιάζειν δύνασθαι καὶ διαγινώσκειν τὰ χωρὶς διορισμοῦ γεγραμμένα τοῖς πρεσβυτέροις, ὁποίας ἐστὶ δυνάμεως. ἣν οὖν πρώτην ἔγραψεν ὁ Ἀνδρόμαχος ἐπισκεψόμεθα προχειριζόμενοι καὶ σκοπούμενοι τῶν ἁπλῶν ἕκαστον ἐξ ὧν σύγκειται. πρώτης οὖν ἐν αὐτῇ μνημονεύει ῥητίνης στροβιλίνης. ἔστι δ', ὡς ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐλέγετο, θερμαντικωτάτη [475] τε τῶν ῥητινῶν ἡ τοιαύτη, καθάπερ ἡ τερμινθίνη μετριωτάτη πασῶν εἰς ἄμφω. πᾶσαι μὲν γὰρ αἱ ῥητίναι θερμαίνουσί τε καὶ ξηραίνουσιν, ἀλλ' αἱ μὲν μᾶλλον, αἱ δ' ἧττον αὐτῶν ταῦτα δρῶσιν. ἰσχυροτάτη μὲν οὖν ἐστιν ἡ στροβιλίνη, μετριωτάτη δ', ὡς ἔφην, ἡ τερμινθίνη. καὶ μέντοι καὶ ξηραίνει τάχιστα μὲν ἡ στροβιλίνη καὶ τὸ καλούμενον ἰδίᾳ προσηγορίᾳ πιτύϊνον φύσημα, ῥητίνη μὲν ὑπάρχον τῷ γένει καὶ αὐτὸ, ξηραῖνον δὲ καὶ θερμαῖνον, ἀλλὰ τῷ μὲν ξηραίνειν οὐκ ἀπολείπεται τῆς στροβιλίνης, τῷ θερμαίνειν δὲ οὐκ ὀλίγον λείπεται. αὗται μὲν οὖν ἀλιπεῖς εἰσι ξηρανθεῖσαι, διὸ καὶ τὰς εὐαφεῖς ἐμπλάστρους οὐ δύνανται κατασκευάζειν, ὥσπερ αἱ γλίσχραι τε καὶ ὑγραί. μεταξὺ δὲ τοῦ τε πιτυΐνου φυσήματος καὶ τῆς στροβιλίνης ῥητίνης ἔστιν ἡ ἐλατίνη, κατά γε τὸ θερμαίνειν ὑγρὰ μὴν, ἕως πλείονος αὐτὴ διαμένει, καθάπερ καὶ τῆς κολοφωνίας ἡ λιβανίζουσα, καὶ ταύτην γε μόνην ἔνιοι καλοῦσι κολοφωνίαν, ἡδύ τι κατὰ τὴν ὀσμὴν ἔχουσα, ὥσπερ ἡ ἐλατίνη καὶ θερμαίνουσα συμμέτρως, ὡς ἐκείνη. γεννᾶται δ' ὀλίγη πάνυ καὶ διὰ τοῦτο τίμιος ὑπάρχει. ὑγροτάτη γε μὴν ἁπασῶν ἐστι τῆς [476] λάρικος ὀνομαζομένης ῥητίνης, ἡ ἑτέρα διαφορά. διττὴ γάρ πώς ἐστι καὶ αὕτη, παραπλησία μὲν ἡ ἑτέρα τῇ τερμινθίνῃ κατὰ πάντα, δριμυτέρα δὲ αὐτῆς ἡ ἑτέρα καὶ τερμοτέρα καὶ ὑγροτέρα καὶ κατὰ τὴν ὀσμὴν ἀηδεστέρα καὶ κατὰ τὴν γεῦσιν πικροτέρα καὶ θερμοτέρα. ἡ δ' ὑφισταμένη τοῖς τὴν πευκίνην ῥητίνην περιέχουσι κεραμείοις ὑγρὰ ῥητίνη κατὰ μὲν τὴν στύστασιν καὶ τὴν χρόαν ἀκριβῶς ἔοικε τῇ τερμινθίνῃ, τῇ δ' ὀσμῇ καὶ τῇ γεύσει διενήνοχεν, ἀηδεστέρα μὲν οὖσα κατὰ τὴν ὀσμὴν, ὥσπερ καὶ δριμυτέρα, καὶ κατὰ τὴν γεῦσιν δακνωδεστέρα· διὸ καὶ κάλλιόν ἐστι τὴν τερμινθίνην μιγνύειν ἅπασι τοῖς μέλλουσιν ἕλκη καλῶς ἰάσασθαι φαρμάκοις, ἐπειδὴ πρῶτός τε καὶ ἄριστος ἐν αὐτοῖς ἐστι σκοπὸς ἄδηκτον εἶναι τὸ προσφερόμενον. ἐπὶ τὴν προκειμένην οὖν ἀνέλθωμεν ἔμπλαστρον, εἰς ἣν ὁ Ἀνδρόμαχος ἐμβαλεῖν κελεύει τῆς στροβιλίνης ῥητίνης τὰς τ΄. ταῖς ἑκατὸν δραχμαῖς τοῦ κηροῦ μεμιγμέναις, οὔτε τῆς συστάσεως οὔτε τῆς δυνάμεως ἀκριβῶς ἐστοχασμένος ἢ αὐτὸς ἢ ὅ γε συνθεὶς αὐτήν. οὔτε γὰρ ἐχέκολλος ἔσται καὶ δριμεῖα γενήσεται, βοήθημα δ' αὐτῇ πρὸς ἄμφω καλῶς ἐποίησε τὸν λιβανωτὸν μίξας, ἀλλ' ὡς [477] πρὸς τὸ πλῆθος ἐκείνων ὀλίγον ἔμιξε καὶ μάλισθ' ὅτι τοῦ ἰοῦ ν΄. ἐμβάλλει, μέρος δ' εἰσὶν ὄγδοον αὗται τῶν ἐκ τοῦ κηροῦ τε καὶ τῆς ῥητίνης ἀθροιζομένων τετρακοσίων. ἀλλὰ τοῦτο μὲν οὐκ ἄν τις μέμψαιτο τῷ σκοπὸν ἔχοντι ξηραντικὸν ἱκανῶς ἐργάζεσθαι φάρμακον, ἐπείτοι τῷ τε σαρκωτικὸν αὐτὸ καὶ τῶν μετρίων τραυμάτων κολλητικὸν ἀποτελέσαι βουληθέντι, αἱ ν΄. καλῶς ἂν μιγνύοιντο. καὶ γένοιτ' ἂν οὕτω πρᾳότερόν τε καὶ σαρκωτικώτερον ἐχεκολλότερόν τε καὶ πολυχρηστότερον. ἐπαινεῖν δὲ χρὴ τὴν τοῦ λιβάνου μίξιν, εἰς σύστασιν ἐμπλαστρώδη βοηθοῦντος· ἀνώδυνός τε γάρ ἐστι καὶ πεπτικός. εἰ μὲν οὖν ἴσον αὐτοῦ σταθμὸν ἐμίξατο τῷ ἰῷ, τουτέστι τὰς ν΄. ἐχεκολλότερον τ' ἂν, ὡς ἔφην, εἰργάσατο καὶ πρᾳότερον τὸ φάρμακον. ἐπεὶ δ' εἴκοσι καὶ ε΄. ἔμιξε, τὴν ξηραντικὴν ἰσχὺν τοῦ ἰοῦ φυλάξαι βουληθεὶς ἐπιτήδειον εἴργασται τὴν ἔμπλαστρον, εἴς τε μειζόνων τραυμάτων κόλλησιν, ἑλκῶν τε δυσθεραπεύτων ἴασιν. ὅτι τε τοιοῦτον αὐτὸ γενέσθαι προὔθετο δηλοῖ καὶ ἡ τοῦ ὄξους μίξις. ἐν ἡμῖν οὖν ἐστι καὶ σφοδρότερον ἐργάζεσθαι καὶ πρᾳότερον [478] αὐτὸ, μιγνύουσι ἤτοι πλέον ἢ ἔλαττον ὄξους, ὡσαύτως δὲ δριμύτερον ἢ ἀδηκτότερον. ἐκ μὲν γὰρ τῆς τοῦ δριμυτέρου μίξεως, ὥσπερ καὶ τῆς τοῦ πλέονος, ξηραντικώτερον ἔσται τὸ φάρμακον, κολλητικώτερόν τε τῶν ἐναίμων, οἰνώδους ὄξους μιχθέντος. ἄμεινον δ' ἐν τῇ συνθέσει τὸν ἰὸν σὺν ὄξει δριμεῖ λεαίνειν ἡμέραις πλείοσιν ἐν ἡλίῳ θερμῷ. τὸ μὲν γὰρ δηκτικὸν αὐτοῦ πραϋνθήσεται, τῆς δυνάμεως δ' οὐδὲν ἐλαττωθήσεται. τὸν λιβανωτὸν δ' οὐκ ἀναγκαῖον ἐξ ἀρχῆς μιγνύειν, ἀλλ' ἀρκεῖ μία πρὸς ταῦτα ἡμέρα. μεμνῆσθαι γὰρ ὑμᾶς νομίζω καὶ τούτου πολλάκις εἰρημένου τῶν μὲν ἰσχυρῶν φαρμάκων, ὁποῖός ἐστιν ὅ τε ἰὸς καὶ τὸ μίσυ καὶ ἡ χαλκῖτις καὶ τὸ σῶρυ καὶ ἡ λεπὶς ἥ τε χάλκανθος ἐν ὄξει λειουμένων ἡμέραις πλείοσι, τὴν μὲν δῆξιν ἀμβλύνεσθαι, τὴν δ' ἀρετὴν αὐξάνεσθαι. παχυμερέστερα γὰρ φύσει ὄντα τὰ μεταλλικὰ πάντα, μέχρι βάθους τῶν θεραπευομένων σωμάτων οὐκ ἐκτείνει τὰς δυνάμεις. ὅπως οὖν γένηται λεπτομερέστερα τὴν διὰ τῆς τρίψεως καὶ τοῦ ὄξους αὐτοῖς κατεργασίαν χρὴ προστίθεσθαι· διὰ ταύτης γὰρ ἀκριβῶς λεπτουργηθέντα [479] μέχρι τοῦ βάθους καταδύεται. προσέρχεται δέ τι καὶ ἄλλο χρηστὸν ἐν ταῖς τοιαύταις παρασκευαῖς τῶν φαρμάκων, ἀκριβῶς γὰρ κατεργασθέντα διεξέρχεται τοὺς κατὰ τὸ σῶμα πόρους, μηδαμόθεν κατὰ τὴν ὁδοιπορίαν ἰσχόμενα καὶ διὰ τοῦτο, κᾂν ᾖ θερμότερα φύσει, χωρὶς τοῦ δάκνειν ἐνεργεῖ. καὶ τῶν χυμῶν οὖν αὐτῶν κατὰ τὸ σῶμα γεννωμένων οἱ μὲν λεπτοὶ διαπνέονται ῥᾳδίως ἄνευ δήξεως, οἱ παχύτεροι δὲ κατεχόμενοί τε καὶ σφηνούμενοι λυποῦσιν, ὅταν ὦσι δακνώδεις. ὁ δ' αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ τῶν καυθέντων μεταλλικῶν φαρμάκων, ἀλλ' ἐκεῖνα μὲν ἐκ τῆς τοῦ πυρὸς ὁμιλίας διασώζει τι δακνῶδες, ὃ κατὰ τὰς πλύσεις ἀποθέμενα παντάπασι ἄδηκτα γίνεται. τὰ δ' ἀντὶ τοῦ πυρὸς ὅμοιόν τι καύσει παθοῦντα κατὰ τὴν δι' ὄξους ἐν ἡλίῳ τρίψιν οὐδὲ τὴν ἐκ τοῦ πυρὸς ἐπικτᾶται θερμότητα. λειούμενά γε μὴν ἐν ὄξει καὶ τὰ καυθέντα πολὺ βελτίω γίνεται. ταῦτά τε οὖν κοινὰ πολλῶν φαρμάκων ἐστὶν ἀναγκαῖα γιγνώσκεσθαι, τό τε τῆς χρήσεως αὐτῶν ὁμοίως, ἄλλο μὲν ἐπ' ἄλλων παθῶν. ἐπὶ δὲ τῶν κοίλων, ὅταν ἀναληφθέντα [480] μοτοῖς ἐπεμβάλλεται. τὴν γοῦν προκειμένην ἔμπλαστρον, εἰ τήξας μετὰ ῥοδίνου χρῷο, χρησίμη μὲν ἐπὶ ῥυπαρῶν τε καὶ ὑγρῶν ἔσται ἑλκῶν, δακνώδης δ' ἐπὶ τῶν ἀπεριστάτων, καὶ διὰ τοῦτο δεήσει μιγνύειν αὐτῇ κηρωτὴν ὑγρὰν ἐκ κηροῦ καὶ ῥητίνης γεγονυῖαν ἤτοι διὰ ῥοδίνου τετηγμένην ἢ δι' ἐλαίου. γένοιτο δ' ἄν ποτε καὶ μυρσίνου χρεία καὶ χρὴ καὶ τῆς τούτων μίξεως ἐπίστασθαί τινα μέθοδον. ἐλαίου γοῦν ἓν μὲν ὄνομα, ποιότης δὲ καὶ δύναμις οὔ. τὸ μὲν γὰρ ὀμφάκιον ψυχρότερον, τὸ δ' ἐκ πεπείρων τῶν ἐλαιῶν θερμότερον. εἰ δὲ χρονίσειεν, αὐξήσει τὴν τοῦ θερμαίνειν δύναμιν. οὕτως δὲ καὶ τὸ μὲν ἁλῶν ἔχον, εἰς ὅσον ἂν ἐκείνων μεταλάβῃ, θερμαντικώτερόν τε καὶ ξηραντικώτερον τοῦ μὴ προσλαβόντος. τὸ δ' ἁπαλοὺς κλῶνας ἐλαίας, οὓς θαλλοὺς ὀνομάζουσι στυπτικώτερον. ὑπαγορεύει δέ σοι τὸ χρησιμώτερον ἥ τε τοῦ ἕλκους ἰδέα καὶ ἡ τοῦ θεραπευομένου σώματος φύσις, τοῦ μὲν ἕλκους ὑπὸ τῶν ἐναντίων θεραπευομένου, τοῦ δ' ἑλκομένου σώματος ὑπὸ τῶν ὁμοίων, ὥστε καὶ μυρσίνῳ τήξεις τὸ μέλλον ἔμμοτον ἔσεσθαι φάρμακον, ὅταν σοι φαίνηται πλαδαρωτέρα τοῦ προσήκοντος [481] ἡ γεννωμένη σὰρξ εἶναι καὶ μᾶλλον ὅταν ἐγγὺς ᾖ τοῦ συνουλοῦσθαι τὸ ἕλκος, ὡς ὅταν βραχύ τι φλεγμονῆς ἐν τοῖς πέριξ ὑπολείπηται, κάλλιστόν ἐστι σὺν ῥοδίνῳ τήκειν τὸ φάρμακον. ἄριστον δὲ ῥόδινον ἔμαθες εἶναι τὸ διὰ ῥόδων μόνον πολλῶν ἐμβραχέντων ἐπὶ πλέον ἐλαίῳ, χωρὶς ἁλῶν ἐσκευασμένῳ γεγονός. ἐὰν οὖν ταῦτά τις ἐν μνήμῃ προχείρῳ διὰ παντὸς ἔχῃ μεμνημένος τε ᾖ, καθάπερ ἔφην, πάντων τῶν ἁπλῶν φαρμάκων τῆς δυνάμεως, αὐτός τε συνθήσει πολυειδεῖς ἐμπλάστρους χλωρὰς, ἑκάστῃ τε τῶν ἤδη συγκειμένων ἄριστα χρήσεται. τὴν γοῦν προτεθεῖσαν ἄχρι δεῦρο κατὰ τὸν λόγον ἔμπλαστρον, ἣν πρώτην τῶν χλωρῶν ἔγραψεν ὁ Ἀνδρόμαχος, ἔνεστι μεταῤῥυθμίζειν πολυειδῶς, τοῦτο μὲν ἀντὶ τῆς στροβιλίνης ῥητίνης ἄλλην τινὰ βάλλοντα, τοῦτο δ' αὐξάνοντα τὸν λιβανωτὸν ἢ σὺν αὐτῷ βάλλοντά τι τῶν ξηρῶν σαρκωτικῶν, οἷον ἴριν, ἀριστολοχίαν, ὀρόβινον ἄλευρον, ὅσα τ' ἄλλα τοιαῦτα. καὶ μέντοι καὶ μαλακτικὸν τῶν ἐσκληρυσμένων χειλῶν τοῦ ἕλκους ἔνεστι μιγνύντα ποικίλλειν τὴν σύνθεσιν. ἐξ ἧς ἐννοίας ἔνιοι μὲν ἀμμωνιακὸν θυμίαμα [482] καὶ χαλβάνην, ἔνιοι δὲ μυελὸν ἐλάφειον ἢ μόσχειον ἢ στέαρ ἔμιξαν, ὥσπερ γε πάλιν ἄλλοι τῶν ἀποκρουστικῶν τι τὰς ἐπιῤῥοὰς ἀναστεῖλαι βουλόμενοι. κατὰ τοῦτο γοῦν οἱ μὲν τὴν σχιστὴν στυπτηρίαν, οἱ δὲ τὴν στρογγύλην, οἱ δὲ τὴν ὀμφακίνην ἐνέβαλον κηκίδα. τὸ λάδανον δὲ ἕτεροι τὰς δυνάμεις ἀμφοτέρας ἔχον ἔμιξαν μαλακτικήν τε καὶ ἀποκρουστικὴν, ὅπως τὰ χείλη μαλάττοιτο καὶ μηδὲν ἐκ τῶν ὑπερκειμένων ἐπιῤῥέοι. καὶ μὴν καὶ ὅσοι τὰ δυσαλθῆ θεραπεῦσαι ἠβουλήθησαν, ὡς πολύχρηστον εἶναι τὸ φάρμακον, ἔμιξαν τοῖς προειρημένοις χρυσόκολλαν ἢ διφρυγὲς ἢ χαλκὸν κεκαυμένον ἢ λεπίδα, τινὲς μὲν χαλκοῦ, τινὲς δὲ στομώματος ἢ σιδήρου. καὶ σχεδὸν ἅπαντα τὰ νῦν εἰρημένα φυλάττει τὴν χρόαν τῶν χλωρῶν ἐμπλάστρων, ἕτερα δὲ τῶν αὐτῶν ὄντα δυνάμεων, εἰ μιχθείη, διαφθείρει. διόπερ οὐδὲ ἐγὼ πάντων ἐμνημόνευσα τῶν καθ' ἑκάστην δύναμιν, ἀλλὰ μόνων ἐκείνων, ὅσα τὴν χρόαν φυλάξει τῆς συντιθεμένης ἐμπλάστρου. προετέθη γὰρ οὐχ ἁπλῶς εἰπεῖν ὑπὲρ ἐμπλάστρων κολλητικῶν ἢ σαρκωτικῶν, ἀλλὰ μετὰ τοῦ χλωρὰς ὑπάρχειν αὐτὰς, ὥστε καὶ ταῦτα τὰ νῦν εἰρημένα καὶ χάλκανθος [483] καὶ ὠμὴ χαλκῖτις βραχεῖ μέτρῳ μιγνύμενα φυλάττει τὴν χρόαν τῶν προκειμένων ἐν τῷ λόγῳ φαρμάκων. περὶ μὲν οὖν τῆς συνθέσεως τῶν τοιούτων αὐτάρκως εἴρηται, περὶ δὲ τῆς χρήσεως αὐτῶν προσγεγράφθαι μὲν ἐχρῆν ὑπ' Ἀνδρομάχου καὶ ταύτην. ἐπεὶ δὲ ἐκείνῳ παραλέλειπται, προσθήσομεν ἡμεῖς αὐτὴν, εἰπόντες γε πρότερον ἕνα λόγον κοινὸν ἐπὶ τῇ χρήσει τῶν τοιούτων φαρμάκων. ἀναγκαῖος δὲ ὁ λόγος οὗτός ἐστιν· εἶτα τὴν καθόλου μέθοδον εἰπόντας τὰς κατὰ μέρος ἐπὶ τοῖς ἐκείνην μαθοῦσι ποιεῖσθαι προσῆκεν. διαλεκτικῶν δὲ ἀνδρῶν ἐστιν ἔργον τὸ τοιοῦτον, τὰς κατὰ μέρος ἐπὶ πασῶν γράφειν αὐτοῖς, ὡς ὁ Ἥρας καὶ Κρίτων καὶ ὁ Ἀσκληπιάδης καὶ ἕτεροι δὲ πολλοί. καὶ μὴν καὶ τρίτον εἶδός ἐστι διδασκαλίας, ὅπερ ἡμεῖς ποιοῦμεν μήτε ἐπὶ πάντων τῶν κατὰ μέρος φαρμάκων τὴν χρῆσιν γράφοντες, ἀλλὰ μηδὲ τῇ καθόλου κοινῇ τῆς μεθόδου διδασκαλίᾳ μόνῃ τὸ πᾶν ἐπιτρέποντες, ἀλλὰ διδάσκοντες μὲν ταύτην πρώτην, ἐπ' αὐτῇ δὲ ἓν ἢ δεύτερον ἢ καὶ τρίτον παράδειγμα γράφοντες ἕνεκα σαφηνείας τε καὶ γυμνασίας τῶν μανθανόντων.
[484] ὥσπερ ἀμέλει καὶ νῦν ἔργῳ δείκνυμεν αὐτὰ, ὡς ἤδη καὶ διὰ τῶν ἔμπροσθεν αὐτὰ πράξαντες. εἰς ὅσον γὰρ ἥκει τοῦ ξηραίνειν τε καὶ ῥύπτειν τὸ φάρμακον εὑρόντες ἐκ τῆς τῶν συνθέντων αὐτὸ δυνάμεως, ἐκ ταύτης εὑρήσομεν καὶ τὴν διάθεσιν, ἐφ' ἧς ἔσται χρήσιμον. ἔνθα μὲν γὰρ ὑγρότης τε πολλὴ καὶ ῥύπος δαψιλὴς, ἐνταῦθα χρὴ προσφέρειν ἀξιολόγως ξηραῖνόν τε καὶ ῥύπτον φάρμακον· ἔνθα δὲ τὸ καλούμενον ἀπερίστατον ἕλκος ἐστὶ σαρκώσεως δεόμενον, ἐνταῦθα τὸ μετριώτατον τῶν ξηραινόντων τε καὶ ῥυπτόντων. τὸ δ' ἧττόν τε καὶ μᾶλλον ἐν αὐτῷ παρὰ τῆς τοῦ θεραπευομένου φύσεως εὑρίσκειν προσήκει. τοῖς μὲν γὰρ σκληροτέροις σώμασιν ἢ διὰ φυσικὴν κρᾶσιν ἢ διὰ ἡλικίαν ἢ διὰ χώραν ἢ ἐπιτηδεύματα μᾶλλον ξηραίνοντα προσφέρειν χρὴ, τοῖς δ' ὑγροτέροις τὰ ἧττον. ἡ μὲν οὖν πρώτη χρῆσις ἑκάστου τῶν ἐμμότων ὀνομαζομένων φαρμάκων, ἐκ τῶν εἰρημένων ἄρτι σκοπῶν λαμβάνεται στοχαστικῶς. ἡ δευτέρα δὲ, ὡς καὶ πρόσθεν ἔφην, ἐκ τῶν κατὰ τὸ θεραπευόμενον σῶμα φαινομένων σημείων. εἰ μὲν γὰρ ἀφλέγμαντόν τε καὶ [485] καθαρὸν εὑρίσκοιτο τὸ κοῖλον ἕλκος, οὐδὲν χρὴ νεωτερίζειν· εἰ δ' ὑγρότερον ἢ ῥυπαρώτερον, ἐπιτείνειν χρὴ τὸ ξηραντικὸν καὶ ῥυπτικὸν φάρμακον. εἰ δὲ κοιλότερον ἢ πρόσθεν, ἐκλύειν. ἐπιτείνεται μὲν οὖν μέλιτος μίξει, πραΰνεται δὲ ἐλαίου καὶ κηρωτῆς ἤ τινος τῶν ἐλαιωδῶν, ὁποῖόν ἐστι τό τε ῥόδινον καὶ τὸ μύρσινον καὶ τὸ κύπρινον ἁπλῶς ἐσκευασμένα, χωρὶς τῶν στυμμάτων, ἅπερ προστιθέασιν, ἤτοι γε εὐωδίας ἕνεκεν ἢ τοῦ μέχρι πλείονος χρόνου διαμένειν ἀπαθῆ τὰ σκευασθέντα. εἰ δέ τις ἡμῖν τῶν φιλεγκλημόνων ἐγκαλέσειεν, ὡς παρὰ τὸ προκείμενον ἐξ ἀρχῆς ἐπὶ τὰς χρήσεις τῶν φαρμάκων ἄγουσι τὸν λόγον, ὑποσχομένοις περὶ συνθέσεως αὐτῶν ἐρεῖν, ἐννοήσας ὅτι καὶ κατὰ τὴν χρῆσιν γίγνεταί τις σύνθεσις ἡσυχασάτω. πρώτη μὲν γὰρ ἐν αὐτῇ σύνθεσίς ἐστιν ἡ τῶν μιγνομένων τῇ κηρωτῇ φαρμάκων, δευτέρα δ' ἐν τῷ ῥόδινον ἢ μύρσινον ἢ κύπρινον ἢ σχίνινον ἔλαιον ἢ μέλι προστιθέναι. καὶ περὶ μὲν τούτων ἅλις. ἐπὶ δὲ τὴν γραφὴν τῶν ἤδη πεῖραν ἱκανὴν δεδωκότων ἐμπλάστρων ἀφίξομεν. ταῦτα μὲν οὖν ἔγραψεν ὁ Ἀνδρόμαχος [486] ἀξιόλογα φάρμακα τοῖς ἐπισταμένοις χρῆσθαι. τοιούτων δ' ὄντων αὐτῶν ἐκλέγεσθαι χρὴ τά τ' ἐξ ἐλαττόνων ἢ εὐποριστοτέρων τῶν ἁπλῶν συγκείμενα καὶ τὰ πολυχρηστότερα καὶ τὰ τοῦ προκειμένου σκοποῦ μάλιστ' ἐχόμενα. γένοιτο δ' ἂν ὃ λέγω σαφέστερον ἐπὶ παραδείγματος. ἔστω δὴ τὸ παράδειγμα κοῖλον ἕλκος ἀπερίστατον ἐν ὑγιεινῷ σώματι. τὸ δὲ τοιοῦτον ἕλκος ὑπὸ τῆς καλουμένης λιτῆς χλωρᾶς ἐμπλάστρου θεραπευθήσεται, τακείσης ἅμα ῥοδίνῳ. λιτὴν δὲ καλοῦσι τὴν ἐξ ἰοῦ καὶ κηροῦ καὶ ῥητίνης. ἐγὼ δὲ, ὡς ἔφην, ἑκατέρου μίγνυμι τὸ ἴσον, ἰοῦ δὲ τὸ δέκατον ἢ ιβ΄ ἢ ὄγδοον. ἔστι δὲ δηλονότι δωδέκατον μὲν, εἰ λίτραν κηροῦ καὶ λίτραν ῥητίνης, ἰοῦ δὲ μίξαιμεν οὐγγίας δύο. τὸ δέκατον δὲ, εἰ ταῖς δύο οὐγγίαις τοῦ ἰοῦ μίξαιμεν εἴκοσι συναμφοτέρου, τῆς τε ῥητίνης καὶ τοῦ κηροῦ, τουτέστιν εἰ ἑκατέρου δέκα. καὶ μέντοι κᾂν εἰ τὸ ὄγδοον μέρος ἰοῦ μίξωμεν τῇ διὰ τοῦ κηροῦ καὶ τῆς ῥητίνης κηρωτῇ, καὶ οὕτως εὖ ἕξει. δριμύτερον μὲν γὰρ ἔσται καὶ ῥυπτικώτερον τὸ τοιοῦτο φάρμακον, οὐ μὴν ἄχρηστόν γε. τοῖς γὰρ σκληροῖς σώμασιν ἐπιτηδείως προσαχθήσεται.
[487] καλλίων δὲ σύνθεσις ἔσται τὸ μὲν ὄγδοον μέρος ἰοῦ μιξάντων τῇ διὰ τοῦ κηροῦ καὶ τῆς ῥητίνης συνθέσει, προλειωσάντων δὲ πλείοσιν ἡμέραις τὸν ἰὸν μετὰ ὄξους δριμυτάτου. κάλλιον δ' ἂν εἴη, εἰ καὶ λιβανωτοῦ μίξαιμεν ἥμισυ μέρος ἢ κατὰ τὸν ἰόν. ἐλαίου δὲ μίξεις, ὅταν μὲν χωρὶς ὄξους τε καὶ λιβανωτοῦ σκευάζης τὸ φάρμακον, ἰσαρίθμους κυάθους ταῖς οὐγγίαις τοῦ ἰοῦ. ὅταν δὲ λιβανωτὸν καὶ ὄξος μιγνύῃς, ἐὰν μὲν ἡ φρυκτὴ λιπαρωτέρα πως ᾖ καὶ μαλακωτέρα καὶ θέρους σκευάζῃς, οὐδὲν μίξεις· ὅταν δὲ σκληρὰ καὶ χειμῶνος, ἕνα κύαθον. ἔνεστι δέ σοι καὶ τῷ κηρῷ τῶν ὑγρῶν τινα μιγνύοντι ῥητινῶν μηδ' ὅλως ἐλαίου δεηθῆναι, μίξεις δὲ τῆς μὲν ὑγροτάτης τὸ τρίτον τοῦ κατὰ τὸν κηρὸν σταθμοῦ, τῆς δ' ἧσσον ὑγρᾶς τὸ ἥμισυ. γενήσεται δὲ δηλονότι τοιαύτη τις σύνθεσις. τὸν κηρὸν καὶ τὴν ῥητίνην τήξας καὶ ψύξας μῖξον ἰοῦ μέρει ποτὲ μὲν ὀγδόῳ, ποτὲ δὲ δεκάτῳ, ποτὲ δὲ δωδεκάτῳ, γιγνώσκων ἐπὶ μὲν τῶν σκληρῶν σωμάτων τήν τε πρώτην συμμετρίαν ἁρμόττειν, ἐπὶ δὲ τῶν μαλακῶν τὴν τρίτην, ἐπὶ δὲ τῶν μέσων τὴν μέσην. [488] λειώσεις δὲ σὺν ὄξει τὸν ἰόν. εἰ δὲ πρᾳότερον βουληθείης ἐργάσασθαι τὸ φάρμακον, ἐμβάλλῃς τοῦ λιβανωτοῦ σταθμὸν ἥμισυν οὗ κατὰ τὸν ἰὸν ἐποιήσω. εἰ δέ τις τοῦδε πρᾳότερον, ἴσον τοῦ λιβανωτοῦ μίξεις τὸν ἰόν. καὶ χωρὶς δὲ τοῦ ξῦσαι ψύξαντες τὴν ῥητίνην μετὰ τοῦ κηροῦ καταχέομεν αὐτὰ τήξαντες ἐπὶ τὸν ἰόν τε καὶ τὸν λιβανωτὸν ἐν θυείᾳ μετ' ὄξους λελειωμένα. αὗται μὲν οὖν αἱ πρῶται συνθέσεις ἐμπλάστρου χλωρᾶς, κολλητικῆς μὲν ἐναίμων τραυμάτων, ὅσα μὴ μεγάλα καὶ μέχρι συνουλώσεως δὲ τἄλλα δυναμένης ἰᾶσθαι καὶ σαρκούσης, εἰ τακείη μετά τινος ἐλαιώδους ὑγροῦ, λέγω δὲ ἐλαιώδη τό τε ῥόδινον, ᾧ μάλιστα χρῆσθαι προσήκει καθ' ὃν εἴρηκα τρόπον ἐσκευασμένῳ, καὶ μετὰ τοῦτο τῷ μυρσίνῳ καὶ τῷ κυπρίνῳ καὶ τῷ σχινίνῳ, αὐτὸ δὲ τὸ ἔλαιον, ἐφ' ὧν μὲν βούλει θερμότητός τι προσθεῖναι τῷ τηκομένῳ φαρμάκῳ τὸ κοινὸν τοῦτο μίξεις. ἐφ' ὧν δὲ ψύξεως, τὸ καλούμενον ὠμοτριβὲς, ἐφ' ὧν δὲ στύψεως μύρσινον. ἐφ' ὧν δὲ μικτοῦ δυνάμεως ἐχούσης μέν τι καὶ πεπτικὸν, ἐχούσης δὲ καὶ ἀποκρουστικὸν τὸ ῥόδινον, ἐφ' ὧν δὲ βραχείας στύψεως μετὰ πλείονος θερμότητος κύπρινόν τε [489] καὶ σχίνινον. πολλαὶ δὲ καὶ ἄλλαι συνθέσεις, ὡς ἔφην, ἔσονται τοῖς εἰρημένοις ἄρτι φαρμάκοις ἁπλοῖς, μιγνυμένων ἤτοι τῶν σαρκωτικῶν ἢ μαλακτικῶν ἢ τῶν στυπτικῶν ἢ τῶν τὰ δυσίατα τῶν ἑλκῶν ἰωμένων. ἔνιοι δὲ καὶ τῶν διαφορητικῶν ἔμιξαν ὥσπερ γε καὶ τῶν ἐπουλωτικῶν. ἕτεροι δέ τινες πάντα μίξαντες ἤτοι καρύκην ἄχρηστον ἐποίησαν ἢ πολύχρηστον εὐτύχησαν ἐργάσασθαι φάρμακον, ὧν τὰς ὕλας ἐπιστάμενοι κεχρῆσθαι ταῖς εὑρημέναις ἤδη καὶ συντιθέναι παραπλησίως αὐτοὶ δυνήσεσθε. παραγράψω δὲ κᾀγὼ τῶν ἐνδόξων ἐνίας, ἀρξάμενος αὔθις ἀφ' ὧν ὁ Ἀνδρόμαχος ἔγραψεν. εἰσὶ μὲν οὖν ἐφεξῆς τῇ προσγεγραμμένῃ τριάκοντά που. τὰς δ' ἐπαινουμένας ὑπ' αὐτοῦ μόνας παραθήσομαι. τετάρτη μὲν οὖν ἀπὸ τῆς πρώτης οὑτωσὶ γέγραπται. χλωρὰ ᾗ χρῶμαι. Ϛ ἰοῦ ξυστοῦ θ΄. χρυσοκόλλης θ΄. τερμινθίνης οὐγγιῶν ιστ΄. μνᾶν μίαν, κηροῦ μνᾶς ἥμισυ, ὄξους ὀλίγον. ὥσπερ δὲ καὶ πρόσθεν εἶπον, οὐ προσέγραψεν ἑκάστῃ τῶν ἐμπλάστρων ὁ Ἀνδρόμαχος τὴν ἐπαγγελίαν, ἀλλ' ἐκ τῆς ὕλης τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν συντίθησι τὴν προκειμένην, [490] οὐκ ἄδηλόν ἐστι καὶ αὐτὴν καθ' ἑαυτὴν πρὶν τακῆναι δύνασθαι θεραπεύειν ἕλκη καὶ τακεῖσαν ἔμμοτον γίγνεσθαι. τὴν μνᾶν δὲ οὐγγιῶν δεκαὲξ ἐμβάλλειν. ἡ γὰρ τῶν εἴκοσι, ὡς πρὸς τὴν τῆς χρυσοκόλλης καὶ τοῦ ἰοῦ ἰσομετρίαν μεγάλη. μετὰ δὲ ταύτην ἄλλας ἐφεξῆς γράψας τρεῖς, αὖθις ἑτέραν γράφει κατὰ λέξιν οὕτως. ἄλλη ᾗ χρῶμαι. Ϛ ἰοῦ ξυστοῦ λίτραν μίαν. μάννης οὐγγίας ι΄. ἐγὼ λίτραν α΄. κηροῦ λίτρας ε΄. ῥητίνης φρυκτῆς λίτρας ε΄. ῥητίνης ὑγρᾶς λίτρας ε΄. ἐλαίου κύαθον α΄. ὄξους τὸ ἱκανόν. ἐγὼ δὲ καὶ ἀμμωνιακοῦ θυμιάματος οὐγγίας ι΄. ἐπὶ τούτοις μὲν ὁ Ἀνδρόμαχος ἐπαύσατο. πρόδηλον δέ ἐστιν, εἴ τι μεμνήμεθα τῶν προειρημένων, καὶ ταύτην αὐτὴν τὴν ἔμπλαστρον παραπλησίαν ἔχειν δύναμιν τῇ προγεγραμμένῃ. ἐφεξῆς τῇ προγεγραμμένῃ γράφων ὁ Ἀνδρόμαχος ἑτέραν οὕτως ἤρξατο. ἄλλη μολοχίνη. καὶ μετὰ τοῦτο τὴν συμμετρίαν τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν αὐτὴν συντίθησιν, ὑπέγραψεν οὕτως. Ϛ ἰοῦ ξυστοῦ λίτραν α΄. πίσσης λίτρας β΄. μάννης λίτραν α΄. κηροῦ λίτρας β΄. ῥητίνης λίτρας β΄. ἐλαίου λίτραν α΄. ὄξους τὸ ἱκανόν. ἔστι [491] μὲν οὖν αὕτη παραπλησία ταῖς ἔμπροσθεν. εὔδηλον δ' ὅτι τὸν μὲν ἰὸν καὶ τὴν μάνναν ἀνὰ λίτραν α΄. ἑκάτερα μετὰ τοῦ ὄξους λειοῦσθαι χρὴ, διπλάσιον δὲ τούτων ἑκατέρου τοῦ κηροῦ καὶ τῆς πίσσης καὶ τῆς ῥητίνης, τουτέστιν ἑκάστου λίτρας β΄. μετὰ τῆς τοῦ ἐλαίου λίτρας τήκεσθαι καὶ οὕτως μίγνυσθαι τοῖς λελειωμένοις μετὰ τοῦ ὄξους, ὡς πολλάκις ἡμῖν εἴρηται, ψύξαντας μᾶλλον καὶ ξύοντας ἤπερ ἐπικατερῶντας, ἵνα μήπου τοῦ περιέχοντος ὄντος ψυχροῦ συμβῇ τὰς καλουμένας ἐγκηρίδας συστῆναι. ἄλλην ἐφεξῆς τῇδε δόκιμον ἔμπλαστρον ἔγραψεν οὕτως. χλωρὰ ἑκατοντάδραχμος. Ϛ ἀμμωνιακοῦ θυμιάματος η΄. λεπίδος ιβ΄. μάννης η΄. ῥητίνης ξηρᾶς ιβ΄. ἰοῦ η΄. στέατος μοσχείου ιδ΄. ῥητίνης τερμινθίνης η΄. κηροῦ λ΄. ἐλαίου κυάθου τέταρτον, ὄξους τὸ ἱκανόν. αὕτη καὶ κολλᾷν τραύματα δύναται μεγάλα καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρειν, προσλαβοῦσα δὲ κηρωτὴν ἐν τῷ τήκεσθαι σαρκοῦν. πρὶν δὲ τακῆναι καὶ τὰ παχύχειλα τῶν ἑλκῶν ἰᾶσθαι καὶ προστέλλειν κόλπους καὶ ὅλως διαφορεῖν καὶ ἀποκρούεσθαι δύναται. [492] μικτὴ γὰρ ἐκ τῶν ἐναντίων δυνάμεών ἐστι. καὶ ἡ ἐφεξῆς δὲ αὐτῇ γεγραμμένῃ χλωρὰ παραπλησίας ἐστὶ δυνάμεως καὶ χρήσεως, ἔχουσα συμμετρίαν τήνδε. Ϛ τερμινθίνης μνᾶν α΄. σεραπιάδος βοτάνης κε΄. ἰοῦ ξυστοῦ ι΄. στέατος μοσχείου κε΄. κηροῦ κε΄. λιβανωτοῦ ιβ΄. κύπρινον εἰς τὰ ξηρά. καὶ τὴν ὑπὸ τῶν ἄλλων λεγομένην ἴσιν, αὐτὸς ἄνευ ταύτης τῆς προσηγορίας ἔγραψεν οὕτως. χλωρὰ Ἐπιγόνου. πάντων δ' αὐτῆς μνημονευόντων, οὐδὲν ἧττον καὶ νῦν γράψω τὴν κατὰ τοῦτο συμμετρίαν τῶν ἁπλῶν φαρμάκων, ἐπειδή τινες ἐν αὐτοῖς διαφέρονται. κελεύει γὰρ βάλλειν χαλκοῦ μὲν κεκαυμένου καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ λεπίδος χαλκοῦ καὶ ἰοῦ καὶ ἀμμωνιακοῦ θυμιάματος καὶ ἀριστολοχίας καὶ λιβανωτοῦ τὸ ἴσον ἑκάστου η΄. τουτέστιν γο α΄. ἀλόης δὲ καὶ σμύρνης καὶ χαλβάνης, ἡμιόλιον τούτων ἑκάστου, τουτέστιν γο α΄ Ϛ΄΄. ὅπερ ταὐτόν ἐστι τῷ φάναι γο ιβ΄. καὶ ἡμίσειαν, στυπτηρίας τῆς στρογγύλης στ΄. μίγνυσι καὶ τῆς κολοφωνίας ῥητίνης σ΄. καὶ κηροῦ τὸ ἥμισυ, τουτέστιν ρ΄. [493] ἐλαίου δὲ κοτύλης τὸ ἥμισυ. τινὰς δέ φησι τέταρτον μιγνύειν καὶ ὄξους τὸ ἱκανὸν καὶ δρακοντίου ῥίζης τὸ ἥμισυ τῆς οὐγγίας, ὅπερ ἐστὶ δ΄. ἐπὶ τέλει δὲ τοῦτο προσέγραψεν, οὐ φερόμενον ἐπὶ τῆς ἴσιδος γραφῆς. ὁ γὰρ Ἐπίγονος αὐτὸ προσέθηκε καὶ ταύτῃ διήνεγκεν ἡ ἴσις τοῦ Ἐπιγόνου. ἐφεξῆς δὲ ταῖς προγεγραμμέναις ὁ Ἀνδρόμαχος ἔγραψε χλωρὰν Πασίωνος ἐν τῇδε τῇ συμμετρίᾳ. Ϛ ῥητίνης κολοφωνίας τ΄. κηροῦ ρν΄. ἰοῦ η΄. στυπτηρίας στρογγύλης η΄. λεπίδος χαλκοῦ ιβ΄. λιβανωτοῦ ιστ΄. χαλκοῦ κεκαυμένου η΄. ἁλὸς ἀμμωνιακοῦ η΄. ἐλαίου κυάθου τὸ ἥμισυ, ὄξους τὸ ἱκανόν. τοῦτο τὸ φάρμακον διὰ τὸ προειληφέναι τοὺς ἀμμωνιακοὺς ἅλας, ἑλκτικώτερον καὶ διαφορητικώτερον καὶ ῥυπτικώτερον τῶν ἔμπροσθεν ἐγένετο. τὰ δ' ἄλλα πάντα παραπλήσιον. ἰσχυροτέραν τῆς προγεγραμμένης καὶ πολυχρηστοτέραν ἔγραψε μετὰ μέσην μίαν ὁ Ἀνδρόμαχος, ἣν ὀνομάζει χλωρὰν Ἀλκιμίωνος, ἐν τῇδε τῇ συμμετρίᾳ. Ϛ τερμινθίνης σ΄. κηροῦ ρν΄. λεπίδος χαλκοῦ ιη΄. ἰοῦ ξυστοῦ ιστ΄. στυπτηρίας στρογγύλης ιστ΄. χαλβάνης ιστ΄. [494] λιβάνου ι΄. ἁλὸς ἀμμωνιακοῦ ιβ΄. χαλκοῦ κεκαυμένου ιστ΄. ἀριστολοχίας ι΄. ἀλόης Ἰνδικῆς ιβ΄. σμύρνης ιστ΄. ἀμμωνιακοῦ θυμιάματος ιη΄. χαλβάνης ιβ΄. οἱ δὲ η΄. ἐλαίου κοτύλης ἥμισυ, ὄξους κοτύλης ἥμισυ. ἄλλην ἐφεξῆς τῇδε γράφει καλουμένην Ἀθηνᾶν, ὡς αὐτὸς ἐπὶ τῇ τελευτῇ προσέγραψεν. ἔχει δ' αὐτῆς ἡ συμμετρία τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν σύγκειται, κατὰ τόδε. Ϛ κηροῦ σν΄. τερμινθίνης σ΄. φρυκτῆς ρ΄. στέατος μοσχείου ν΄. χαλβάνης κδ΄. μάννης κδ΄. ἁλὸς ἀμμωνιακοῦ ιβ΄. χαλκοῦ κεκαυμένου ιβ΄. ἀλόης ιβ΄. λεπίδος χαλκοῦ κδ΄. στυπτηρίας στρογγύλης ιβ΄. καὶ σχιστῆς η΄. χαλκάνθης η΄. μίσεως η΄. ὀποπάνακος η΄. ἰοῦ ξυστοῦ στ΄. ἀμμωνιακοῦ θυμιάματος στ΄. μίλτου Σινωπίδος γ΄. ὄξους κοτύλας γ΄. ἐλαίου κοτύλας β΄. τὴν μίλτον ἐν ἀρχῇ βάλλε. Ἀθηνᾶ καλεῖται πολύχρηστον, ὡς ἔφην, καὶ τοῦτο τὸ φάρμακον, ὅπως δὲ δεῖ χρῆσθαι τοῖς πολυχρήστοις ἐν τῷ περὶ αὐτῶν λόγῳ δηλωθήσεται. ταύτῃ δ' ἐφεξῆς ἔγραψεν ἑτέραν χλωρὰν κατὰ λέξιν οὕτως. χλωρὰ διὰ Κυπρίνου Ἀφροδᾶ. [495] Ϛ κηροῦ κδ΄. ῥητίνης ξηρᾶς ιβ΄. ἰοῦ ξυστοῦ η΄. Ἀφροδᾶς ιβ΄. μάννης η΄. κυπρίνου κοτύλης ὄγδοον. συγκόπτεται δὲ αὐτῇ καὶ πρὸς τὰ δυσθεράπευτα τῶν ἑλκῶν ἁρμόττειν δύναται, καὶ διὰ τοῦτο ταύτην ἔγραψε, δι' ὀλίγων τε συντιθεμένην καὶ χρήσιμον εἶναι δυναμένην ἱκανῶς. ἐφεξῆς δὲ πολλὰς ἄλλας χλωρὰς γράφοντος τοῦ Ἀνδρομάχου, πολυμιγμάτους τε καὶ πολυχρήστους ἔδοξέ μοι καταλιπεῖν αὐτὰς, μόνων τῶν λιτῶν, ὡς αὐτοὶ καλοῦσι, μνημονεύσαντι. γράφει τοίνυν αὐτὸς κατὰ λέξιν οὕτως. ἑτέρα χλωρὰ λιτὴ ᾗ χρῶμαι. Ϛ ῥητίνης λίτρας δώδεκα, κηροῦ λίτρας η΄. ἰοῦ ξυστοῦ λίτρας δύο, στέατος μοσχείου λίτρας δύο, ὄξους λίτραν μίαν· ἐγὼ δὲ μάννης λίτραν μίαν ἐμβάλλω. εὔδηλον οὖν ὅτι τὸ ὄξος μετὰ τῶν δύο λιτρῶν τοῦ ἰοῦ καὶ τῆς λίτρας τοῦ λιβανωτοῦ λειοῦσθαι βούλεται, καθάπερ ἔμπροσθεν εἶπον, εἶτα μίγνυσθαι τὰ τηκτὰ τούτοις. λέγω δὲ τὰς τοῦ στέατος λίτρας ὀκτὼ, μετὰ τῶν ὀκτὼ τοῦ κηροῦ καὶ τῶν ιβ΄. τῆς ῥητίνης. ἡ ἔμπλαστρος αὕτη λιτὴ μὲν ἀκριβῶς ἂν ἦν, εἰ μήτε τοῦ στέατος εἰλήφει μήτε τῆς [496] μάννης. οὕτως γὰρ ἂν ἦν ὁ ἰὸς δέκατον μέρος συναμφοτέρου, τῆς τε ῥητίνης καὶ τοῦ κηροῦ. καὶ εἴπερ ἦν ἡ ῥητίνη σκληρὰ, πάντως ἄν τι καὶ ἐλαίου ἐμίχθη, καθάπερ εἴρηται πρόσθεν. ἐπεὶ δὲ τὸ μόσχειον ἔλαβε στέαρ, οὐκέτ' ἀκριβῶς ἐστι λιτὴ, μαλακτικόν τε καὶ πεπτικὸν φάρμακον προσλαβοῦσα. πολὺ δὲ δὴ μᾶλλον εἰ καὶ τὴν μάννην λάβοι, πεπτικὴ γάρ ἐστι καὶ διαπυητικὴ καί τι σαρκωτικὸν ἔχουσα.
[Κοινὸς λόγος ἐπὶ ταῖς ὁμοχρόαις ἐμπλάστροις.] Ὅτι μὲν οὐ χρὴ κατὰ τὴν τῆς χροιᾶς ὁμοιότητα τὴν ἐν τῇ γραφῇ τῶν φαρμάκων γίνεσθαι κοινωνίαν, ἀλλὰ κατὰ τὴν τῆς δυνάμεως, εὔδηλον δήπου γε. γράφουσι γοῦν, ὥσπερ καὶ ὁ Ἀνδρόμαχος, οὕτως καὶ ἄλλοι τινὲς ἐφεξῆς ἀλλήλων, οὐ μόνον τὰς χλωρὰς ἐμπλάστρους, ἀλλὰ καὶ τὰς μηλίνας καὶ τὰς φαιὰς καὶ τὰς λευκάς. ὅπως οὖν αἱ λευκαὶ γίγνονται, διὰ τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων εἶπον. ὅπως δὲ χλωραὶ καὶ πρόσθεν εἴρηται καὶ νῦν ἀναμνήσω.
[Πῶς χλωραὶ γίνονται.] Βάλλεται μὲν εἰς αὐτὰ ἰὸς οὐκ ὀλίγος, ἀλλ' ὥστε κρατῆσαι τῆς τῶν ἄλλων [497] χρόας, αὐτῷ τε συνομοιῶσαι τὸ πᾶν. ἐστοχάσθαι δὲ δεῖ τὴν τοιαύτην ἔμπλαστρον συντιθέντα πρὸς τῇ ποσότητι τοῦ ἰοῦ καὶ τῆς τῶν μιγνυμένων αὐτῷ χροιᾶς καὶ τοῦ τρόπου τῆς ἑψήσεως, ἐπὶ μὲν τῶν μιγνυμένων φυλαττόμενον τὰς δυσκινήτους χροιὰς, ὁπόσαι τῶν ξανθῶν εἰσι καὶ πυῤῥῶν καὶ μελάνων φαρμάκων. λέγω δὲ ξανθῶν μὲν καὶ πυῤῥῶν, οἷά πέρ ἐστι τό τε τῆς μηλίτου καὶ τὸ τῆς κεκαυμένης χαλκίτεως, ἀρσενικοῦ τε καὶ σανδαράχης. μελάνων δὲ, οἷά περ πίττης τε καὶ ἀσφάλτου καὶ γῆς ἀμπελίτιδος καὶ λίθου γαγάτου. κατὰ δὲ τὴν ἕψησιν οὐ χρὴ τοῖς ἐπὶ τοῦ πυρὸς ἑνουμένοις συμβάλλεσθαι τὸν ἰὸν, ἀλλ' ἑνωθεῖσι μίγνυσθαι κατὰ τὴν θυείαν, εἴπερ ἐθέλοις τῇ χρόᾳ χλωρὸν διαμεῖναι τὸ φάρμακον. εἰ δέ γε μηλίνην βούλοιο ποιῆσαι τὴν ἔμπλαστρον, εἰδέναι χρή σε κατὰ τὴν ἕψησιν, εἰς πρώτην μὲν ταύτην τὴν χρόαν μεταβαλόντα τὸν ἰὸν, ὕστερον δὲ εἰς τὴν κιῤῥὰν, ὡς γενέσθαι τὴν ὀνομαζομένην δίχρωμον ἔμπλαστρον. ἐν γὰρ τῷ μετὰ τὴν ἕψησιν χρόνῳ, μετ' ὀλίγας ἡμέρας ἐπιπολῆς μὲν αὐτῇ γίγνεται τὸ φαιότερον, εἰς τὸ βάθος δὲ τοῦ φαρμάκου συντρέχει τὸ κιῤῥόν. ἐπεὶ δὲ περὶ τῆς χρόας αὐτῶν [498] εἴρηται τὰ προσήκοντα, μεταβήσομαι πάλιν ἐπὶ τὸν περὶ τῶν δυνάμεων λόγον, ἀναμνήσας ὅθεν πρώτως ὡρμήθην κατὰ τόδε τὸ βιβλίον. ὡρμήθην δὲ, εἴ τι μεμνήμεθα, περὶ τῶν σαρκωτικῶν φαρμάκων εἰπεῖν, ὧν ὁ μὲν τῆς δυνάμεως σκοπός ἐστιν ἐν τῷ μετρίως τε καὶ ἀδήκτως ῥύπτειν τε καὶ ξηραίνειν. αἱ δὲ κατ' εἴδη συνθέσεις διάφοροι κατὰ τὰς τῶν ἁπλῶν φαρμάκων ὕλας ὑπαλλαττόμεναι. πρόδηλον δ' ὅτι τὰ κυρίως τε καὶ πρώτως ὀνομαζόμενα σαρκωτικὰ τῶν ἀπεριστάτων ἑλκῶν ἐστι σαρκωτικὰ, τουτέστιν ὅσα κοῖλα μὲν, οὐ μὴν ῥύπον ἢ φλεγμονὴν ἔχει συνοῦσαν, ἔτι δὲ μᾶλλον οὐδ' ἐπιῤῥοὴν ὑγρῶν μοχθηρῶν, οὐδὲ δύσκρατον κατὰ τὸ κοῖλον ἕλκος σάρκα. μιγνυμένου γάρ τινος τῶν εἰρημένων τῇ κοιλότητι, πρότερον ἐκεῖνο θεραπευτέον ἐστίν. οἱ σκοποὶ δὲ τῆς θεραπείας αὐτῶν εἰσιν ἐπὶ μὲν τῶν ῥυπαρῶν τὰ ῥύπτειν δυνάμενα φάρμακα, τῶν δ' ἐξ ἐπιῤῥοῆς ὑγροῦ τὸ ξηραίνειν τε καὶ ἀποκρούεσθαι τὸ ἐπιῤῥέον. εἰ δ' εἴη πολὺ καὶ δυσνίκητον, τὴν αἰτίαν τῆς ἐπιῤῥοῆς ἐκκόψαι πρότερον. εὔδηλον δ' ὅτι καὶ τῶν μὲν φλεγμαινόντων τὴν φλεγμονὴν [499] ἰᾶσθαι χρὴ, τῶν δὲ δύσκρατον ἐχόντων τὴν σάρκα μορίων, εὔκρατον ταύτην ἐργάσασθαι, δυσκράτου δὲ αὐτῆς γιγνομένης, κατὰ τρόπους ἁπλοῦς μὲν τέτταρας, συνθέτους δὲ ἄλλους τέτταρας, ἡ ἴασις ἔσται διὰ τῶν ἐναντίων ποιοτήτων. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις εἰρήσεται, περὶ δὲ τῶν ἰσχυρῶς ῥυπτόντων φαρμάκων ἐφεξῆς ἐρῶ.
[Περὶ τῶν ἰσχυρῶς ῥυπτόντων φαρμάκων.] Ὅτι μὲν ἐκ τοῦ γένους ἐστὶ ταῦτα τῶν προειρημένων, ὅσα τῷ μετρίως ῥύπτειν ἕλκεσι κοίλοις, καθαροῖς, ἀπεριστάτοις προσεφέρετο μηδ' ὅλως δάκνοντα, λέλεκται πρόσθεν. ἐπιτεταμένην δὲ τὴν ῥυπτικὴν δύναμιν ἔχει τὰ τὸν πολὺν ἀφαιροῦντα ῥύπον, ὥστ' ἔνια τῶν εἰρημένων φαρμάκων χλωρῶν ἑνὶ μόνῳ τῶν ἁπλῶς σαρκωτικῶν διαφέρει τῷ πλήθει τοῦ ἰοῦ. τινὰ δὲ καὶ τῶν ἄλλων, ὅσα ῥύπτει σφοδρῶς μίξει, καθάπερ ἴσις ὀνομαζομένη καὶ τὸ τοῦ Μαχαιρίωνος, ᾧ ἡμεῖς χρώμεθα συνήθως, ἐλαιώδει καλουμένῳ διὰ τὴν χρῆσιν. ἔνθα γὰρ ἡμῖν πρόκειται σαρκῶσαι κόλπον, ἐλαίῳ πολλῷ τήκοντες ἐγχέομεν αὐτὸ δι' εὐθυτρήτου κέρατος, ἐν τρόπῳ κλυστῆρος [500] ὑείᾳ κύστει συνημμένου, χρώμεθα καὶ τοῖς καλουμένοις πυουλκοῖς ἐπ' αὐτοῦ· καὶ γὰρ καὶ τούτων, ὅσοις εὐρύτερόν ἐστι τὸ τρῆμα, χρήσιμοι πρὸς τὴν τοιαύτην ὑπηρεσίαν εἰσί. πρόδηλον δ' ὅτι τὸν μὲν ῥυπαρὸν κόλπον ἐργαζόμεθα καθαρὸν, ἀκρατέστερον χρώμενοι τῷ φαρμάκῳ, τουτέστιν ἐλάττονι μιγνύντες ἐλαίῳ, τὸν δὲ καθαρὸν ἐπὶ πλέον ὑγρασμένῳ δι' ἐλαίου δαψιλεστέρου μίξεως. εἰ μὲν οὖν ὑποψία τις εἴη μεμιγμένης φλεγμονῆς ἔτι βραχείας τῷ κόλπῳ, διὰ ῥοδίνου πάντως τηκέσθω τὸ φάρμακον. εἰ δ' ἀφλέγμαντος εἴη, δι' ἐλαίου, κᾂν ἀδήκτως ἀνέχηται τῆς τοῦ παλαιοῦ μίξεως, ἐκείνῳ διατηκέσθω τὸ φάρμακον. ἐπιτήδειον δὲ εἰς τὴν τοιαύτην χρῆσίν ἐστιν οὐ τοῦτο μόνον τὸ φάρμακον, ἀλλὰ καὶ τὸ τοῦ Μαχαιρίωνος καὶ ἡ ἴσις, ὅσα τ' ἄλλα γεγράφασιν οἱ πρὸ ἐμοῦ μετὰ κηρωτῆς μιγνύμενα σαρκωτικὰ γίγνεσθαι κοίλων ἑλκῶν. ἅπαντα γὰρ ταῦτα, χωρὶς τοῦ μιχθῆναι κηρωτῇ, δι' ἐλαίου καὶ ῥοδίνου τηκόμενα τοῖς κόλποις ἐνίεται διὰ τὸ μὴ δύνασθαι τὴν καλουμένην ἔμμοτον σύστασιν ἐνίεσθαι κόλποις, οὕτως γέ τοι καὶ τὸ διὰ τοῦ κεκαυμένου χάρτου [501] φάρμακον ξηρὸν, ῥοδίνῳ πολλῷ μιγνύντες ἐγχέομεν αὐτοῖς. ὥσπερ δὲ οἱ κόλποι τῶν ὑγροτέρων δέονται φαρμάκων οὐ δυναμένων ἐνίεσθαι τῶν παχυτέρων, οὕτως ὅσα τῶν κοίλων ἑλκῶν ἐπιπολῆς ἐστι, παχυτέρου χρῄζει φαρμάκου διὰ τὸ ταχέως αὐτῶν ἀποῤῥεῖν τὰ ὑγρὰ καὶ καταλείπεσθαι ξηροὺς τοὺς μότους. εἰκότως οὖν ἐπὶ μὲν τῶν τοιούτων τοῖς ἰσχυρῶς ῥυπτικοῖς μίγνυμεν κηρωτὴν, ἐπὶ δὲ τῶν κόλπων ἔλαιον ἢ ῥόδινον πάμπολυ. ταυτὶ δὲ τὰ οὕτως ῥυπτικὰ φάρμακα πάντως ἐστὶ καὶ διαφορητικὰ, καὶ διὰ τοῦτο καὶ ξηραντικὰ σφοδρῶς, καὶ γίγνεταί τι γένος αὐτῶν κοινὸν, ὃ καλοῦσι πολύχρηστον. ἐπέκεινα δὲ τούτου τοῦ γένους ἐστὶ τὸ τῶν πάνυ δριμέων ἐμπλάστρων, ὁποῖαι καὶ αἱ καλούμεναι δι' ἁλῶν εἰσιν, ἃς οὐ χρὴ προσφέρειν ἔνθα σαρκῶσαί τι βουλόμεθα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτο τοῖς ἁλσὶν ἐξαίρετον ὑπάρχει τὸ στύφειν μᾶλλον ἢ ῥύπτειν. ἐπὶ τό γε ξηραίνειν οὐδὲν ἧττον ἔχουσιν ἀφρονίτρου καὶ νίτρου, ἀλλ' ἐκείνοις μὲν οὐ μέτεστι τῆς στυπτικῆς δυνάμεως, ὥσπερ οὐδὲ [502] τῷ τῆς Ἀσίας πέτρας ἄνθει καὶ διὰ τοῦτο διαφορεῖν τε δύναται καὶ κηρωταῖς μιγνύμενα καθαίρειν ἕλκη ῥυπαρά. τοῖς δ' ἁλσὶν οὐχ ὑπάρχει τοῦτο διὰ τὴν στύψιν. τούτων οὖν μνημονεύουσιν ὑμῖν ἀκηκοόσι τε τὴν μέθοδον τῆς τε συνθέσεως καὶ τῆς χρήσεως ἁπάντων τῶν τοιούτων φαρμάκων ἐν τοῖς ἐφεξῆς γράψω τὰ δεδοκιμασμένα τῇ πείρᾳ πρὸς τῶν ἐνδόξων ἰατρῶν ἐπὶ φαρμάκων ἀρίστων γνώσει. πρώτων δὲ τῶν περὶ Μαντίαν καὶ τὸν μαθητὴν αὐτοῦ τὸν Ταραντῖνον Ἡρακλείδην πολλὰ φάρμακα γραψάντων, ἃ τοῖς μετὰ ταῦτα διὰ πείρας ἀφικόμενα διωρίσθη. καὶ τὰ μὲν ἄριστα ἐν αὐτοῖς αὐτοὶ πάλιν ἔγραψαν, ὅσα δ' ἧττον ἐκείνων ἐνεργεῖν ἐδόκει κατέλιπον. εἰκότως οὖν κᾀγὼ τὴν πλείονα μνήμην ποιοῦμαι τῶν μετ' ἐκείνους γεγονότων. εἰσὶ δὲ αὐτῶν οἱ μάλιστα δοκοῦντες ἐν τῇ τῶν φαρμάκων ἐμπειρίᾳ κατωρθωκέναι, Πετρώνιος Μούσας καὶ Ἥρας καὶ Ἀνδρόμαχος, Ἀσκληπιάδης τε καὶ Κρίτων. γέγραπται δὲ καὶ τοῖς περὶ τὸν Ἀρχιγένην τε καὶ τὸν Φίλιππον οὐκ ὀλίγα φάρμακα. καί τι καὶ βιβλίον ἕν ἐστι Μενεκράτους ἐπιγεγραμμένον, [503] αὐτοκράτωρ ὁλογράμματος ἀξιολόγων φαρμάκων. ὅσα τε οὖν τούτοις γέγραπται κάλλιστα φάρμακα καὶ πρὸς αὐτῶν ἐπαινούμενα καὶ ὅσων ἡμεῖς πεῖραν ἔχομεν, ἐξ αὐτῶν τε τούτων τῶν γεγραμμένων καὶ ὧν οἱ διδάσκαλοι ἡμῶν ἐχρῶντο, καὶ εἴ τι καὶ ἡμῖν προσεξεύρηται, τοῦτ' ἐν τοῖς ἑξῆς γράψω, τίνος ἐστὶ γένους ἕκαστον αὐτῶν ἐξηγούμενος. νυνὶ δὲ ἐπὶ τὰς χλωρὰς διῆλθον, ἐφεξῆς ταύταις γράψω τὰς μηλίνας.
[Μήλιναι ἔμπλαστροι.] Ὥσπερ τῶν χλωρῶν ἐμπλάστρων αἱ πλεῖσται διὰ τὸν ἰὸν ἐπικρατοῦντα γίγνονται τοιαῦται, καὶ μάλιστα αὐτῶν αἱ εὐχρούστεραι, κατὰ τὸν αὐτὸν τρόπον καὶ αἱ μήλιναι. ἀλλ' αἱ μὲν χλωραὶ τὸν ἰὸν ἀνέψητον ἔχουσιν, αἱ μήλιναι δὲ ἑψόμενον μὲν, ἀλλὰ μετρίως. ὡς ἐάν γε ἐπὶ πλέον ἕψῃς, τὰς καλουμένας ὑπ' ἐνίων μὲν διχρώμους, ὑπ' ἐνίων δὲ κιῤῥὰς ἐργάσῃ. καλεῖν δ' ἔθος ἐστὶ τοῖς ἰατροῖς ἁπλῶς μὲν χλωρὰς καὶ μηλίνας καὶ κιῤῥὰς, ὅσαι κολλῶσί τε τὰ μὴ πάνυ μεγάλα τραύματα καὶ ἕλκη συνουλοῦσιν, ἃ καλεῖν τοῖς ἰατροῖς ἔθος ἀπερίστατα, σαρκοῦσί τε τὰ κοῖλα τηκόμεναι διὰ ῥοδίνου. πολύχρηστοι δὲ [504] ἐξ αὐτῶν, ἐφ' ὧν ἐπαγγελία πλείων ἐστίν. ἔνιαι δὲ πολλὰς μὲν οὐκ ἔχουσιν ἐπαγγελίας, ἀξιόλογον δὲ μίαν, ἤτοι πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἁρμόττειν ἢ διαφορεῖν πῦον ἢ μελικηρίδας ἢ μαλάττειν σκληρότητας ἤ τι τοιοῦτον τῶν οὐκ εὐκαταφρονήτων οὐδ' εὐθεραπεύτων. ὁ Ἀνδρόμαχος μὲν οὖν ἔγραψε ιδ΄. μηλίνας, ὧν αἱ πέντε μὲν ἔχουσιν ἰὸν, αἱ δ' ἄλλαι χωρὶς ἰοῦ γεγόνασι. τῶν δὲ τὸν ἰὸν ἐχουσῶν μία μέν ἐστι πρώτη γεγραμμένη τῶν ιδ΄. μία δ' ἄλλη τετάρτη καί τις ἐπ' αὐτῆς ἕκτη καὶ μετ' ἐκείνην ἥ τε ζ΄. καὶ ἡ ι΄. ὅσαις μὲν οὖν οὐδὲν ἐξαίρετον προσγέγραφεν, αὗται πᾶσαι καὶ κολλῶσιν ἕλκη καὶ ἐπουλοῦσιν. εἰ δὲ βούλοιτό τις, καὶ τακεῖσαι μετὰ ῥοδίνου σαρκοῦσι. θεραπεύουσι δὲ καὶ μετρίας φλεγμονὰς, ὥσπερ γε καὶ σκληρότητας μετρίας μαλάττουσι. καὶ μᾶλλόν γε τοῦτο ποιοῦσιν, ὅσαι θυμιάματος ἔχουσιν ἀμμωνιακοῦ. καὶ τούτων αὐτῶν μᾶλλον ὅσαι πλείονος, ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν. ἔν τισι δὲ προσέθηκεν αὐτὸς ἁπαλὴ, τουτέστι πρὸς ἁπαλοὺς χρῶτας ἁρμόττουσα δηλονότι. καὶ καθ' ἣν πρόσκειται τὸ ἐπισπαστικὴ καὶ ἐξιπωτικὴ, [505] δηλῶν ὅτι πρὸς περιωδυνίαν καὶ συνάγχην καὶ πλευροῦ πόνον ἁρμόττει. ἢ ὅτι διαφορεῖ τὰ ἐντὸς ἀποστήματα, πλέον τι ταύταις μαρτυρεῖ τῶν ἁπλῶς γεγραμμένων. ἐφεξῆς οὖν αὐτὰς ἁπάσας ὑπογράψω.
[Μήλιναι Ἀνδρομάχου.] Μηλίνη ᾗ χρῶμαι. Ϛ λιθαργύρου ρδ΄. ἐλαίου θέρους κοτύλην α΄. χειμῶνος κοτύλης ἥμισυ, κηροῦ μη΄. κολοφωνίας μη΄. ἀμμωνιακοῦ θυμιάματος κδ΄. ἰοῦ ξυστοῦ η΄. χαλβάνης η΄. σμύρνης η΄. ἄλλη. Ϛ λιθαργύρου ρ΄. ἐλαίου κυάθους γ΄. ἢ κοτύλης ἥμισυ, ῥητίνης κολοφωνίας ξδ΄. ἀμμωνιακοῦ θυμιάματος μ΄. ψιμυθίου κδ΄. ἄλλη. Ϛ λιθαργύρου μ΄ ἢ ν΄. ψιμυθίου στ΄. κηροῦ Τυῤῥηνικοῦ ιστ΄. ῥητίνης πιτυΐνης ξηρᾶς ιστ΄. ἀμμωνιακοῦ θυμιάματος β΄. ἐλαίου κοτύλην α΄. ἄλλη. Ϛ λιθαργύρου ρ΄. κολοφωνίας ξδ΄. οἱ δὲ μη΄. κηροῦ πδ΄. χαλβάνης η΄. σμύρνης η΄. ἰοῦ η΄. ὀποπάνακος στ΄. ἐλαίου θέρους κοτύλην [506] α΄. χειμῶνος κοτύλης Ϛ΄΄ ἢ κυάθους γ΄. ἄλλη. Ϛ λιθαργύρου ρ΄. πιτυΐνης ῥητίνης ρ΄. κηροῦ ιβ΄. ἐλαίου κοτύλης ἥμισυ ἢ κυάθους γ΄. οἴνου Φαλερίνου κοτύλης ἥμισυ. ἡ λιθάργυρος σὺν τῷ οἴνῳ λεαίνεται ἕως ξηρανθῇ, εἶτα ἕψεται. ἄλλη. Ϛ λιθαργύρου ρ΄. ἐλαίου παλαιοῦ κοτύλας ο΄ ἢ β΄. κηροῦ ρ΄. ἰοῦ σκώληκος κε΄. χαμαιλέοντος μέλανος ιβ΄ καὶ ἥμισυ, χρυσοκόλλης μ΄. ἄλλη. Ϛ λιθαργύρου σ΄. ἐλαίου παλαιοῦ κοτύλας γ΄. κηροῦ ρξη΄. ἀμμωνιακοῦ θυμιάματος ρ΄. σμύρνης δ΄. ἰοῦ η΄ ἢ κ΄. ῥητίνης κολοφωνίας ρκη΄. χαλβάνης κ΄. χαμαιλέοντος μέλανος η΄. οἱ δὲ προπόλεως η΄ ἢ κ΄. ἀντὶ χαμαιλέοντος. ἄλλη. Ϛ ἐλαίου παλαιοῦ ἐναπεζεσμένου χαμαιλέοντος, ὡς ὅτι πλείονος ξέστην α΄. λιθαργύρου λίτραν α΄. ἀναζέσας ἔμπασσε λιθάργυρον καὶ ἕψε. ἄλλη πρὸς νομάς. Ϛ σανδαράχης γ΄. στυπτηρίας σχιστῆς δ΄. λιβάνου δ΄. σμύρνης δ΄. ἀμμωνιακοῦ θυμιάματος ιη΄. κηροῦ ιη΄. τερμινθίνης στ΄. στέατος ὑείου β΄. μέλιτος κοτύλης ἑκκαιδέκατον.
[507] ἄλλη. Ϛ λιθαργύρου ρη΄ ἢ ρκ΄. κηροῦ ρη΄ ἢ ρκ΄. ἐν ἄλλῳ ρ΄. ἀμμωνιακοῦ θυμιάματος ν΄. τερμινθίνης μ΄. ἀριστολοχίας κε΄. ζειᾶς ῥίζης η΄ ἢ κ΄. ἰοῦ σκώληκος ιστ΄. στυπτηρίας σχιστῆς ιστ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ἄλλη ἁπλῆ. Ϛ λιθαργύρου ρ΄. ἀξουγγίου οε΄. ἐλαίου παλαιοῦ οε΄. πρὸς ἁπαλοχρῶτας καὶ διαφορεῖ. ἄλλη ἄφρα λεγομένη μαλακτικὴ μηλίνη Διοφάντους, ἐπισπαστικὴ καὶ ἐξιπωτικὴ, ἐν ᾗ ἄρθρα ἐθεραπεύθη. Ϛ ἰξοῦ εἰργασμένου λίτραν α΄. κηροῦ λίτραν α΄. ῥητίνης τερμινθίνης λίτραν α΄. χαλβάνου οὐγγίας γ΄. τήξας χρῶ. ἄλλη Σαλώμη πρὸς πᾶσαν περιωδυνίαν καὶ συνάγχην μετὰ σικύας καὶ πρὸς πλευρᾶς πόνον. Ϛ λιθαργύρου λίτρας β΄. ἐλαίου παλαιοῦ οὐγγίας η΄. ἕψε ὁμοῦ.
[Ἄλλη μηλίνη παρὰ Ἡρακλείδου, διαφοροῦσα τὰ ἐντὸς ἀποστήματα ἀνωδύνως.] Ϛ Λιθαργύρου ρ΄. ψιμυθίου ρ΄. κηροῦ π΄. ῥητίνης ξηρᾶς ξ΄. ἀμμωνιακοῦ θυμιάματος ν΄. χαλβάνης ιστ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ὡς δὲ Ῥούστικος ὁ γνώριμος Ἰσιδώρου, Ϛ λιθαργύρου ν΄. [508] ψιμυθίου ν΄. ἀμμωνιακοῦ θυμιάματος ν΄ ἢ μ΄. κηροῦ κε΄. ῥητίνης ξηρᾶς λ΄. πτελέας τῆς ἐν θυλακίοις ιε΄. χαλβάνης η΄. ἐλαίου παλαιοῦ κοτύλης ἥμισυ ἢ κοτύλην α΄ Ϛ΄΄. τούτων τῶν ἐμπλάστρων οὐδεμιᾶς τὴν ἕψησιν ἔγραψεν ὁ Ἀνδρόμαχος, ἐγὼ δὲ τὸ μὲν συνέχον τῆς χρόας αὐτῶν ἔμπροσθεν εἶπον, ὅτι μήτε ὠμὸν εἶναι δεῖ τὸν ἰὸν, ὡς ἐν ταῖς χλωραῖς, μήτ' ἐπὶ πλεῖστον ἑψημένον, ὡς ἐν ταῖς διχρώμοις τε καὶ κιῤῥαῖς ὀνομαζομέναις. ἀλλ' ἐγγὺς ἤδη τοῦ μέλλειν ἀναιρεῖσθαι τὴν κακκάβην ἀπὸ τοῦ πυρὸς, ἐπεμβάλλεσθαι τὸν ἰὸν, εἶθ' ὅταν μεταβάλλῃ καὶ γίγνηται μηλίνη, βαστάζειν ἀπὸ τοῦ πυρὸς, ἐὰν ἀμόλυντον ἤδη τὸ φάρμακον εἴη. εἰ δὲ μὴ, βραχὺ προσεπιμετρήσαντες ἐπὶ μαλακωτάτου πυρὸς, οὕτως αἴρειν. ἐν γὰρ τῷ λαβροτάτῳ, μεταβάλλει ῥᾳδίως ἐπὶ τὸ κιῤῥόν. ὑπογράψω δὲ διὰ τοῦτο καὶ δύο ἄλλας ἐμπλάστρους μηλίνας ἐνδόξους, τὴν μὲν ἑτέραν Μενοίτου λεγομένην, τὴν δ' ἑτέραν Σεραπίωνος, ὧν καὶ τὰς ἑψήσεις ἔγραψαν πολλοὶ καὶ ὑμεῖς ἕξετε παράδειγμα τῆς σκευασίας τῶν ὑπὸ τοῦ Ἀνδρομάχου γεγραμμένων.
[509] [Μενοίτου μηλίνη.] Ϛ Λιθαργύρου λίτρας δ΄. ἐλαίου λίτρας γ΄. τερμινθίνης διαυγοῦς λίτρας β΄. κηροῦ λίτραν α΄. ἰοῦ, λιβανωτοῦ, χαλβάνης ἀνὰ οὐγγίας δ΄. ἀμμωνιακοῦ θυμιάματος γο στ΄. ἕψε λιθάργυρον καὶ ἔλαιον ἕως ἂν λίαν συστῇ, εἶτα βάλλε τὴν ῥητίνην καὶ τὸν κηρόν. καὶ ὅταν λυθῇ καλῶς ταῦτα, θὲς κάτω τὴν κακκάβην καὶ ἔα ψυγῆναι καλῶς, εἶτα βάλλε τὸν ἰὸν, καὶ κινήσας κάτω ἕψε πάλιν ἐπὶ μαλακοῦ πυρὸς, ἄχρις ἂν μηλοειδὲς γένηται, εἶτα τὴν χαλβάνην καὶ τὸν λιβανωτὸν λειώσας καὶ κατεράσας εἰς θυείαν, ἔνθα προλελείωται τὸ ἀμμωνιακὸν ἐν ὄξει, ὡς εἶναι γλοιῶδες, καὶ μαλάξας εὐθέως ἀναλάμβανε καὶ ἐπιχέας ὄξους ὀλίγον, ἔα μέχρι τῆς ἑξῆς ἡμέρας καὶ τότε πάλιν μαλάξας ἀπόθου.
[Μηλίνη Σεραπίωνος τραυματικὴ καὶ διαλυτικὴ, πυκτικὴ, πάγχρηστος.] Ϛ Λιθαργύρου ρ΄. ἀμμωνιακοῦ θυμιάματος κη΄. κηροῦ νστ΄. ἰοῦ κυπρίου θ΄. σμύρνης α΄. κολοφωνίας νστ΄. χαλβάνης θ΄. ἐλαίου [510] κοτύλης ἥμισυ, θέρους κο. α΄. τέταρτον, ἕψε λιθάγυρον ἔλαιον. ὅταν μεταβαλῇ, ἀμμωνιακὸν, εἶτα κηρὸν, καὶ καθελὼν βάλλε χαλβάνην, ἰὸν καὶ τὰ λοιπὰ καὶ μαλακῶς ἕψε. τοιαύτας ἑψήσεις ἔγραψαν πολλοὶ τῶν πρὸ ἐμοῦ τῶν γεγραμμένων ἐμπλάστρων μηλίνων, ἀφ' ὧν καθ' ὁμοιότητα καὶ τὰς ἄλλας μηλίνας ἕψειν δυνήσεσθε. τὴν μὲν λιθάργυρον δεῖ πρῶτον ἐμβαλόντας, εἶτα ῥητίνας καὶ ἀμμωνιακὸν, εἶτα χαλβάνην καὶ ἰόν. εἶτα ἐὰν ἤτοι λιβανωτὸν ἢ σμύρναν ἢ ἀλόην λαμβάνῃ, ταῦτα γὰρ, ὅταν αἴρηται τὸ φάρμακον ἀπὸ τοῦ πυρὸς, ἐπεμβάλλεσθαι χρὴ μὴ φέροντα τὰς ἑψήσεις. προείρηται δ' ὅτι καὶ μαλακῶς ἕψεσθαι χρὴ, μάλιστα ὅταν ὁ ἰὸς ἐμβληθῇ. καὶ μέντοι καὶ ὅτι βάλλειν αὐτὸν χρὴ καθέντα κατὰ γῆς τὴν κακκάβην καὶ μικρὸν ἀποψύχοντα καὶ μᾶλλον ἐὰν μικρὸν ᾖ τὸ ἀγγεῖον, ἐν ᾧ ἡ ἕψησις γίνεται. ζέοντι γὰρ τῷ προεψημένῳ, κατ' αὐτὸ προσεμβληθεὶς ὁ ἰὸς, ὑπερχεῖσθαι πολλάκις ἐποίησε τοῦ ἀγγείου τὸ φάρμακον. ἐν δὲ τῇ τοῦ Μενοίτου μηλίνῃ τῇ πρώτῃ τῇ πυκτικῇ καλουμένῃ, διότι μάλιστα οἱ πύκται χρῶνται τῷ φαρμάκῳ, καὶ [511] ὅτι δι' ὄξους τὸ ἀμμωνιακὸν ἐν τῇ θυείᾳ δύναται λειοῦσθαι, τῶν ἄλλων ἁπάντων ἐν τῇ κακκάβῃ μιχθέντων, εἶτα καταχεομένου αὐτοῦ προμεμαθήκαμεν.
[Μήλιναι Ἥρα ἔμπλαστροι.] Πρὸς χοιράδας τοῦ Ἥρα. αἱ ὑφ' Ἥρα γεγραμμέναι κατὰ λέξιν οὕτως. μηλίνη πρὸς τοὺς παλαιοὺς κόλπους, κᾂν ὦσιν εἰς τὰ κενὰ συντετρημένοι. ἡ δ' αὐτὴ καὶ διαφορεῖ χοιράδας τὰς ἐπὶ τῶν παίδων ἄρτι συστάσας, ποιεῖ καὶ πρὸς τὰ ἐσπαραγμένα τῶν ἄρθρων. Ϛ λιθαργύρου χρυσίτιδος ρ΄. ῥητίνης πιτυΐνης ξηρᾶς ρ΄. κηροῦ Ποντικοῦ ιβ΄. καὶ τετρώβολον, ἐλαίου κοτύλης ἥμισυ, οἴνου Φαλερίνου κοτύλης ἥμισυ, ἡ λιθάργυρος μετὰ τοῦ οἴνου λεαίνεται ἕως ἂν ξηρανθῇ, εἶθ' οὕτως ἕψεται σὺν τῷ ἐλαίῳ ἕως μεταβαλῇ, καὶ τότε μίγνυται ῥητίνη καὶ ὁ κηρὸς καὶ ἕψεται ἕως ἂν μὴ μολύνῃ. ἡ Μενοιτίου χρυσίζουσα, ποιοῦσα πρὸς τοὺς ἁπαλοχρῶτας καὶ μάλιστα εὐνούχους. ἁρμόζει δὲ ἐπὶ ἀποσυρμάτων καὶ παντὸς ἕλκους παλαιοῦ καὶ προσφάτου καὶ κατακαυμάτων. ἔστι δὲ μάλαγμα, διαφορεῖ φύματα, παρωτίδας, χοιράδας, σκληρίας [512] πάσας, ποιεῖ καὶ πρὸς ῥαγάδας καὶ κονδυλώματα, λίαν καλή. Ϛ λιθαργύρου ρ΄. ἐλαίου παλαιοῦ ρ΄. ῥητίνης πιτυΐνης ξηρᾶς ν΄ ἢ ρ΄. κηροῦ ν΄. ἕψε τὴν λιθάργυρον καὶ τὸ ἔλαιον ἕως ἂν ἄρξηται συστρέφεσθαι καὶ ἀπόδος ῥητίνην λείαν, τακείσης δὲ ταύτης κηρόν. καλῶς δὲ ἔχουσαν κατέρασον εἰς θυείαν προκεχρισμένην ἐλαίῳ καὶ ἀνατρίψας ἀνελοῦ. ἔστι δὲ ἐχέκολλος καὶ ἀμόλυντος. ἡ Ὑγιεινοῦ εἰς πολλὰ εὔχρους, ποιοῦσα ἐπὶ τῶν δυσεπουλώτων καὶ ἐπὶ παρωνυχιῶν. ταύτης καλλίων ἔμπλαστρος οὐκ ἔστι. λιθαργύρου χρυσίτιδος μνᾶ α΄. κηροῦ μνᾶ α΄. χαμαιλέοντος μέλανος ῥίζης λστ΄. ἰοῦ ξυστοῦ ιη΄. χρυσοκόλλης μ΄. ἐλαίου παλαιοῦ κοτύλαι γ΄. λιθάργυρον, ἔλαιον ἕψε μαλακῷ πυρὶ, ἕως ἄρξηται ἀναζεῖν, εἶτα ἔμπασσε τὸν ἰὸν, ἄρας ἀπὸ τοῦ πυρὸς καὶ κίνει πάλιν ἕψων, ἕως τὸ χρῶμα τὸ ἴδιον ἀπολάβῃ, εἶτα κηρόν. ὅταν δὲ καλῶς ἔχῃ, χρυσοκόλλαν καὶ χαμαιλέοντα, κατεράσας δὲ εἰς θυείαν ὄξος ἐπίῤῥαινε. [513] πρὸς μὲν οὖν τὰ προειρημένα ποιεῖ καὶ τῆς χρυσοκόλλης παραπεπλεγμένης. χωρὶς μέντοι ταύτης παρηγορικωτάτη ἐστὶ καὶ ἄκρως ποιοῦσα πρὸς τὰ τῶν νεύρων νύγματα καὶ ὅπου τι ἀναπλεῦσαι ἀπὸ μυῶν ἢ νεύρων δεῖ. τούτων τῶν τριῶν ἐμπλάστρων, ἃς ὁ Ἥρας ἔγραψεν, ἡ πρώτη δι' οἴνου σκευάζεταί τε καὶ λέγεται. καὶ πολλοὶ τῶν ἡμετέρων διδασκάλων τε καὶ φίλων αὐτῇ χρῶνται, χωρὶς ἰοῦ δηλονότι σκευαζομένῃ, γεγραμμένῃ δὲ καὶ ὑπὸ Ἀνδρομάχου καὶ σχεδὸν ὑπὸ πάντων τῶν συνθέντων ἐμπλάστρους ποικίλας. οἱ μὲν οὖν πολλοὶ σκευάζοντες αὐτὴν ἀμελῶς εὐκαταφρόνητον ποιοῦσι τὸ φάρμακον. ἔστι δὲ κάλλιστον, ἐὰν, ὡς γέγραπται, δι' οἴνου Φαλερίνου σκευασθῇ. μὴ παρόντος δὲ τούτου κιῤῥὸν οἶνον χρὴ βάλλειν παλαιὸν, λεπτὸν τῇ συστάσει, καθόλου ἐγχωρεῖ κιῤῥὸν τοῦτον ὑπάρχειν. ἴδιον γὰρ τῶν λευκῶν τὸ διαφανές. εἰσὶ δὲ κιῤῥοὶ κάλλιστοι παρ' ἡμῖν ἐν Ἀσίᾳ ὅ τε Τμωλίτης καλούμενος καὶ ὁ Λέσβιος καὶ ὁ ἐνδοξότατος παρὰ τοῖς παλαιοῖς Ἀριούσιος ὁ ἐν Χίῳ γεννώμενος, ᾧ πάντες ἐχρῶντο πρὸς τὰ κάλλιστα τῶν φαρμάκων καὶ μάλιστα [514] τὰς ἀντιδότους, ὥσπερ νῦν τῷ Φαλερίνῳ. τοιοῦτον οὖν οἶνον ἐὰν βάλλωμεν εἰς τὴν λιθάργυρον ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἢ ἄλλως ἐν ἡλίῳ θερμῷ, εἶτα τρίβωμεν, ἢ καὶ χωρὶς ἡλίου πολλῷ χρόνῳ τρίψωμεν, ὡς ξηρανθῆναι τὸ ὑγρὸν, αὐτήν τε καταλειφθῆναι τὴν λιθάργυρον ἢ παντελῶς ἄνικμόν τε καὶ ξηρὸν ἢ ἐγγύς τι ταύτης, ἄριστον γίγνεται τὸ φάρμακον. ἐσκεύαζε δὲ αὐτὴν εἷς τῶν ἐμῶν διδασκάλων μετὰ τὸ παρασκευασθῆναι ξηρὰν, ἐν οἴνῳ Φαλερίνῳ τετριμμένην, ᾧδέ πως. τὸ μὲν ἔλαιον ἐν ἑτέρῳ, τὸν δὲ οἶνον ἐν ἑτέρῳ ἀγγείῳ θερμαίνων κατὰ βραχὺ κατέχει τῆς λιθαργύρου, ποτὲ μὲν ἐπὶ τὸν οἶνον καὶ καλῶς λειώσας καὶ ἀναμίξας ἐπέβαλε τοῦ ἐλαίου, ποτὲ δὲ ἀπὸ τοῦ ἐλαίου ἀρξάμενος ἐπὶ τὸν οἶνον μετέβαινεν. ἐναλλὰξ δὲ τοῦτο ποιῶν πολλάκις ἑκάτερον ἐξεδαπάνα καὶ οὕτως εἰς κακκάβην κατεράσας ἐκ τῆς θυείας ἐπέβαλλε τὴν πιτυΐνην ῥητίνην, ἣν ἰδίως καλοῦσι φύσημα, λελειωμένην ἀκριβῶς, εἶτα τὸν κηρὸν, καὶ ἥψει κατὰ βραχὺ μέχρις ἀμολύντου. ἐχρῆτο δ' αὐτῇ καὶ ἐπὶ κόλπων, προχρίων αἵματι περιστερᾶς, οὐ τῶν κατοικιδίων, [515] ἀλλὰ τῶν βοσκάδων καλουμένων ὑπό τινων εἰς τοὺς πύργους, οὓς παρ' ἡμῖν κατασκευάζουσιν ἐν τοῖς ἀγροῖς. ἔνιοι δὲ ταύτας ἀγρίας ὀνομάζουσιν. ὡσαύτως δὲ κατὰ μεγάλα τραύματα πρόσφατα διαχρίων αἵματι περιστερᾶς τοιαύτης ἐπετίθει τὸ φάρμακον θαῤῥῶν αὐτῷ σφόδρα. τοῦ δὲ οἴνου κοτύλην ἐνέβαλλε μίαν καὶ ἡμίσειαν, οὐχ ὡς ὁ Ἥρας τε καὶ Ἀνδρόμαχος, ἥμισυ μόνον τῆς κοτύλης· καὶ κατὰ τοῦτο βέλτιον πολὺ τὸ φάρμακον ἐγίγνετο. βουληθεὶς δὲ εὐῶδες αὐτὸ ποιῆσαι, μίξεις ὀποπάνακος ἡμιούγγιον, ὅπερ ἐστὶ δ΄. ἔμβαλλε δὲ χάριν τῆς εὐχροίας τὸν λευκὸν κηρὸν τὸν Ποντικόν. τὸ φάρμακον τοῦτο καὶ μέχρι συνουλώσεως ἄγει καλῶς τὰ ἕλκη.
[Κρίτωνος μήλινα φάρμακα.] Περὶ ὧν Κρίτων ἔγραψε μηλίνων, ἃς αὐτὸς πυξίνας ὀνομάζει. πυξίνη πρὸς τὰ νεότρωτα. ἡ δ' αὐτὴ ἐπουλοῖ καὶ ἐπισπᾶται. Ϛ λιθαργύρου λίτρας δ΄. κηροῦ λίτρας δ΄. τερμινθίνης οὐγγίας η΄. ἰοῦ οὐγγίας η΄. ἐλαίου παλαιοῦ ξέστας β΄. ὄξους ξέστου ἥμισυ, λιθάργυρον, ἔλαιον, ἰὸν, ὄξος ἕψε ὁμοῦ ἐπὶ μαλακοῦ [516] πυρός. ὅταν δὲ μέλλῃ συστρέφεσθαι, βάλλε ῥητίνην, κηρὸν, καὶ ἑνώσας χρῶ μάλιστα ἐπὶ νεοτρώτων. ἔγραψε δὲ καὶ ἄλλην ὁ Κρίτων πρὸ ταύτης, ἣν ὀνομάζει πυξίνην, ἁπλῆν μὲν, ὅσον ἐπὶ τῷ τῶν μιγνυμένων ἀριθμῷ, τῇ δ' ἐπαγγελίᾳ μεγάλην· γράφει γοῦν ἐπ' αὐτῇ κατὰ λέξιν οὕτως. ἡ διὰ χαμαιλέοντος ποιοῦσα τὰ αὐτὰ τῇ Τυρίᾳ. ἔστι δὲ ἐπουλωτικωτάτη τῶν δυσαλθῶν καὶ τυλωδῶν καὶ χρονίων ἑλκῶν, ἰᾶται δὲ καὶ τὰς ἐν τῷ δακτυλίῳ ῥαγάδας καὶ κονδυλώματα καὶ σκληρίας. Ϛ λιθαργύρου μνᾶν α΄. κηροῦ μνᾶς στ΄. ἰοῦ μνᾶς δ΄. χαμαιλέοντος μνᾶς η΄. ἐλαίου μνᾶν α΄. ἔλαιον, λιθάργυρον ἕψε κινῶν σπάθῃ ἕως οὗ συστῇ καὶ γένηται μηλίνη. τούτου δὲ γενομένου, ἰὸν ἐπίπασον, ἔπειτα πρόσβαλε κηρὸν, τήξας δὲ ἐπιμελῶς καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασον τὸν χαμαιλέοντα. ὅταν δὲ ἑνωθῇ κατέρασον εἰς θυείαν καὶ μαλάξας ἀνελοῦ. γέγραφε δὲ καὶ ἄλλας ὁ Κρίτων τινὰς ἐμπλάστρους ἐν τῷ τετάρτῳ τῶν φαρμάκων πυξίνας μὲν, ὡς αὐτὸς ὀνομάζει, μηλίνας δὲ κατὰ τοὺς [517] ἄλλους, ἀλλὰ τινὲς μὲν αὐτῶν χωρὶς ἰοῦ συντίθενται, τινὲς δὲ λαμβάνουσι μὲν ἰὸν, ἀλλ' ἐν ἑτέρῳ γένει φαρμάκων εἰρήσονται, κατὰ τὰς τῆς δυνάμεως ὁμοιότητας, ἐν ταῖς ἐπουλωτικαῖς αἱ ἐπουλωτικαὶ, ἐν δὲ ταῖς διὰ χυλῶν αἱ διὰ χυλῶν, ἐν δὲ ταῖς μαλακτικαῖς ὅσαι μαλάττειν πεφύκασιν, ὥσπερ καὶ ἡ τοῦ Μνασαίου, πολυειδῶς ὑπ' αὐτοῦ σκευαζομένη κατὰ τὸ προκείμενον βιβλίον. νῦν οὖν ἤδη καιρὸς ἐπὶ τὰς κολλητικὰς μεταβῆναι διαφερούσας κατὰ χρόαν ἀλλήλων τε καὶ μηλίνων.
[Περὶ τῶν κιῤῥῶν ἐμπλάστρων, ἃς διχρώμους ὀνομάζουσιν.] Ἔνιαι μὲν ἐκ τῆς αὐτῆς ὕλης σύγκεινται ταῖς τὸν ἰὸν ἐχούσαις μηλίναις, ὡς καὶ πρόσθεν ἔφην, ἑνὶ μόνῳ διαφέρουσαι τῷ μέχρι πλείονος ἡψῆσθαι. πᾶσαι γὰρ διὰ τὸν ὠμὸν ἰὸν χλωραὶ μήλιναι μὲν γίγνονται μετρίως ἑψηθέντος αὐτοῦ, κιῤῥαὶ δὲ πλέον. εὔδηλον οὖν ὅτι πλέον ἔλαιον ἀναγκαῖόν ἐστιν ἔχειν τὰς μηλίνας τε καὶ τὰς κιῤῥὰς τῶν χλωρῶν, εἰ καὶ πάντα τὰ ἄλλα ἔχοιεν ταὐτά. καὶ διὰ τοῦτο ἐμβάλλειν προσήκει τῇ κακκάβῃ πρῶτον μὲν [518] τὴν λιθάργυρον ἄχρι γλοιώδους συστάσεως ἑψηθησομένην, ἐφεξῆς δὲ τὸν ἰὸν, καὶ μετ' αὐτὸν, εἴ τι τῶν μεταλλικῶν ἐμβάλλοιτο, καθάπερ ὁ κεκαυμένος χαλκὸς καὶ ἡ λεπὶς αὐτοῦ, κᾀπειδὰν παχυνθῇ, τηνικαῦτα κηρὸν καὶ ῥητίνην, εἰ καὶ ταῦτα λαμβάνοι τὸ φάρμακον, ἐπὶ τέλει δὲ λιβανωτόν τε καὶ σμύρναν καὶ ἀλόην ὅσα τ' ἄλλα τοιαῦτα, καθάπερ τὴν ἐνδοξοτάτην τῶν κιῤῥῶν, ἣν ὀνομάζουσι διὰ δικτάμνου τῶν ἱερῶν ὀνομαζομένων καὶ αὐτὴν, ὥσπερ ἡ ἴσις, ἐπειδή φασιν αὐτὰς ἐκ τῶν ἱερῶν τῶν ἐν Αἰγύπτῳ κομισθῆναι. πολύχρηστος μὲν οὖν ἐστιν αὕτη καὶ διὰ τοῦτο κατὰ τὸν ἑξῆς λόγον ἅμα τοῖς πολυχρήστοις γεγράψεται. νυνὶ δὲ περὶ τῶν ἄλλων κιῤῥῶν, ὅσαι τ' ἀκριβῶς ἁπλαῖ καὶ ὅσαι μεταξὺ τούτων τε καὶ τῶν πολυχρήστων εἰσὶ, τὸν λόγον ποιήσομαι. καθάπερ οὖν ἁπλαῖ χλωραὶ διὰ κηροῦ τε καὶ ῥητίνης ἐλαίου τε καὶ ἰοῦ συνετίθεντο, κατὰ τὴν εἰρημένην ἐπ' αὐτῷ συμμετρίαν, οὕτως αἱ κιῤῥαὶ προσλαβοῦσαι λιθάργυρον ἐλαίου τε πλέον ἢ αἱ χλωραὶ τὴν σύνθεσιν ἔχουσιν. ἐὰν μὲν οὖν ἐπὶ πλέον ἑψηθῆναι βουληθῇς τὴν ἔμπλαστρον, [519] αὐξήσεις τε τὸ ἔλαιον, ἕξεις τε τὸ φάρμακον ξηραντικώτερον, καὶ διὰ τοῦτο τῶν ἐναίμων τραυμάτων κολλητικώτερον· ἐὰν δὲ συμμέτρως, ἀρκεῖ τοσοῦτον εἶναι τὸ ἐλαίου μέτρον, ὅσον σταθμὸν τῆς λιθαργύρου. λίτραν γὰρ ἐλαίου τὴν Ῥωμαϊκὴν μετρήσαντες εἰς λίτρας λιθαργύρου τὴν σταθμικὴν ἐμβαλοῦμεν. ἐὰν δὲ ἐπὶ πλέον ἑψηθῆναι βουλώμεθα τὸ φάρμακον, οὐ μόνον μίαν καὶ ἡμίσειαν ἐλαίου λίτραν ἐμβαλοῦμεν, ἀλλὰ καὶ δύο καὶ πλείους. ξηραντικώτεραι δὲ τῶν οὕτως σκευαζομένων κιῤῥῶν ἐμπλάστρων εἰσὶν ὅσαι μηδ' ὅλως ἔχουσι ῥητίνην καὶ κηρὸν, ἀλλὰ διὰ τῶν μεταλλικῶν καλουμένων μόνον σύγκεινται, καθάπερ ἄλλοι τέ τινες τῶν ἔμπροσθεν ἔγραψαν τοιαύτας, ᾗ τε ἐγὼ χρῶμαι διὰ παντὸς ὑπ' ἐμοῦ συντεθείσῃ, κατὰ τόνδε τὸν τρόπον ἑψομένῃ. τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου προεψήσας ἐπεμβάλλω τὰ μεταλλικὰ λελειωμένα μετὰ ὄξους καὶ οὕτως ἕψω ἄχρις ἀμολύντου. βάλλω δὲ τοῦ μὲν ἐλαίου λίτρας δ΄. ὅσῳ δ' ἂν ᾖ παλαιότερον, τοσούτῳ ἔσται βέλτιον, καὶ μᾶλλον ἐὰν ᾖ Σαβῖνον. τῆς λιθαργύρου δὲ ΄ γ΄. καὶ ὄξους δριμυτάτου [520] λίτρας β΄. μεταλλικὰ δὲ τρία τάδε, λεπίδα χαλκοῦ μέλανος ἰοῦ τε καὶ χαλκίτιδος, ἴσον ἑκάστου σταθμὸν ἀνὰ οὐγγίας β΄. ὅπερ ἐστὶ δραχμαὶ ἑκκαίδεκα. παλαιὸν δ' ὅταν ᾖ τὸ ἔλαιον καὶ παχὺ διὰ τὴν παλαιότητα, τέτταρας καὶ ἥμισυ λίτρας ἐμβάλλῃς, ἐγὼ δὲ καὶ ε΄. ποτὲ καὶ διὰ τοῦτο ἐνέβαλον ὄντος χειμῶνος. ἴσμεν γὰρ ὅτι πλεῖον ἐν χειμῶνι βάλλεται τὸ ἔλαιον ἤπερ ἐν θέρει. προεψήσεις δὲ δηλονότι τὴν λιθάργυρον ἄχρι γλοιώδους συστάσεως. ἐὰν δὲ καὶ κίκινον ἔχῃς ἔλαιον, ἀντὶ τοῦ παλαιοῦ ἔμβαλλε αὐτό. τοῦτο τὸ φάρμακον ἔναιμα τραύματα κολλᾷ ῥᾳδίως καὶ μᾶλλον ἐπὶ τῶν σκληρῶν σωμάτων ἤπερ ἁπαλῶν τε καὶ γυναικωδῶν καὶ παιδίων, ὁποῖα καὶ τὰ τῶν εὐνούχων ἐστὶν, ἀνιέμενόν τε δι' ἐλαίου κικίνου ἢ παλαιοῦ, καὶ ἔμμοτον ἐπιτιθέμενον θαυμαστὸν ὅπως πέττει τὰ δυσιατότατα τῶν ἑλκῶν, ὅσα μηδ' ὅλως πῦον ἐργάζεται. κολλᾷ δὲ καὶ κόλπους καὶ σύριγγας προστέλλει καὶ ξηραίνει καὶ κλείει τελέως. καὶ ὅταν γε ταῦτα καλῶς ἐργάζεσθαι βουληθῇς αὐτὸ, δι' ὄξους δριμυτάτου τὰ μεταλλικὰ τρῖψον ἡμέραις πλείοσι καὶ μᾶλλον [521] ἐν ἡλίῳ. καὶ τὴν λιθάργυρον δ' ὡσαύτως τρίψας καὶ ξηράνας, εἶτα μίξας τῷ ἐλαίῳ καθ' ὃν εἴρηται τρόπον ἕψε. πρὸς μέντοι τὰ δυσεπούλωτα τῶν ἑλκῶν οὐκ ἀναγκαῖον οὕτως κατειργάσθαι τὰ μεταλλικὰ καὶ τὴν λιθάργυρον ἐν τῇ τρίψει. καὶ γὰρ καὶ χωρὶς τούτων ἐπουλωτικώτερον γίνεται. προσέμβαλλε δ' αὐτῷ τηνικαῦτα καὶ διφρυγοῦς οὐγγίαν καὶ χρυσοκόλλης οὐγγίαν. βάλλεται δὲ οὐχ ἅμα τῇ λεπίδι καὶ τῷ ἰῷ ταῦτα, καθάπερ οὐδ' ὅταν ἑφθὸν ἤδη τελέως ᾖ τὸ φάρμακον, ἀλλ' ἐν τῷ μεταξὺ καιρῷ. τοσαύτης γὰρ ἑψήσεως δεῖται τὰ τοιαῦτα τῶν φαρμάκων, ὡς ἀκριβῶς ἑνωθῆναι τοῖς προϋπάρχουσιν, ὃ διὰ συμμέτρου γίγνεται χρόνου μήτε λίαν πολὺ πρὸ τῆς ἄρσεως τῆς κακκάβης μήτ' ἐγγὺς αὐτῆς. καὶ μόνη μὲν οὖν ἡ ἔμπλαστρος αὕτη σύριγγάς τε καὶ κόλπους καὶ τὰ μεγάλα τραύματα κολλᾶν ἐστιν ἱκανή. συνεργεῖ δ' αὐτῇ καὶ σπόγγος καινὸς μὴ σκληρὸς, οἴνῳ παλαιῷ βεβρεγμένος. ἡ δ' ἐπίδεσις ἐπὶ τῶν κόλπων, ἀπὸ τοῦ πυθμένος γιγνέσθω πρὸς τὸ στόμιον ἀφικνουμένου τοῦ ἐπιδέσμου, καθότι δηλωθήσεται σαφέστερον ἐν τῷ περὶ συρίγγων λόγῳ.
[522] [Περὶ τῶν ἐπουλωτικῶν.] Εἴτ' ἐπουλωτικὰς εἴτε συνουλωτικὰς ἐθέλεις ὀνομάζειν τὰς οὐλὴν ποιούσας ἐμπλάστρους, ὡσαύτως δὲ καὶ τἄλλα φάρμακα τά τ' ἐπίπαστα καὶ τὰ διὰ μοτῶν χρήσεως προσφερόμενα, διήνεγκεν ὡς οὐδὲν πρὸς τὰς ἰάσεις αὐτῶν, εἰ μεμνημένος εἴης τῆς δυνάμεως, ὁποίας εἶναι προσήκει τῶν τοιούτων φαρμάκων, εἰρημένης ἅμα ταῖς ἄλλαις ἁπάσαις ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ὅσῳ γὰρ αἱ κολλητικαὶ τῶν σαρκωτικῶν ἐδείχθησαν εἶναι ξηραντικώτεραι, τοσούτῳ τῶν κολλητικῶν αἱ ἐπουλωτικαί. πρόκειται γὰρ ἡμῖν ἐν αὐταῖς τὴν γεννηθεῖσαν ἐν τοῖς κοίλοις ἕλκεσι σάρκα δέρμα ποιῆσαι. διὸ καὶ στύφειν χρὴ τὸ τοιοῦτον γένος τῶν φαρμάκων, εἴτ' ἐπίχριστον εἴτ' ἐπίσπαστον εἴη. προκείμενον δ' ἡμῖν ἐνταῦθα τῶν ἐμπλάστρων ἐκείνων μόνον μνημονεῦσαι. καὶ γὰρ τὰ διὰ τῶν μοτῶν ἐπιτιθέμενα φάρμακα τούτων τηκομένων ἐν ῥοδίνῳ ἢ μυρσίνῳ γίγνεται. καὶ μᾶλλόν γε τὸ μύρσινον τοῦ ῥοδίνου χρησιμώτερον, ὅσῳ καὶ στυπτικώτερόν ἐστιν. εἰ δὲ μηδέτερον ἔχοις τούτων, διὰ κυπρίνου καὶ σχινίνου καὶ [523] μηλίνου τηκτέον· εἰ δὲ μὴ τούτων ἔχοις τι, δι' ὠμοτριβοῦς ἐλαίου ἢ τοῦ ἀπὸ τῆς Ἰβηρίας, ὃ καλοῦσιν Σπανόν. ὅταν δὲ μηδὲ τοῦτ' ἔχῃς, θαλλοὺς ἐλαιῶν ἁπαλοὺς θλάσας, ἐμβαλεῖς ἑτέρῳ τινὶ τῶν ἐπιτυχόντων ἐλαίων. εἰ δὲ καὶ τούτων ἀπορεῖς, ἄμεινον ἐλαίῳ παλαιῷ τήκειν. τὸ γοῦν ξηραντικώτερον γενέσθαι τὸ φάρμακον ἐκ τούτου ἔχοις. οἱ μὲν οὖν πολλοὶ τῶν ἰατρῶν ἀφίστανται τῶν ἐκ παλαιοῦ χρόνου πεῖραν ἱκανὴν δεδωκότων φαρμάκων ἅπασι τοῖς ἀρίστοις ἰατροῖς καὶ διὰ τοῦτο ἐνδόξων γεγονότων, ὅπως δοκῶσιν αὐτοὶ βέλτιόν τι παρὰ τοὺς ἔμπροσθεν ἔχειν. εἰδέναι δὲ χρὴ τῶν ἐνδόξων φαρμάκων ἃ παρὰ πᾶσιν ἐπῄνηται, τό τε διὰ καδμείας καὶ τὸ διὰ τοῦ λαδάνου φάρμακον ἄριστον εἰς ἐπούλωσιν. οὐ παρὰ πᾶσι δὲ τοῖς ἰατροῖς ἡ τῶν μιγνυμένων ἁπλῶν φαρμάκων ὡμολόγηται συμμετρία. διὰ τοῦτ' οὖν ἔδοξέ μοι γράψαι τὰς ἑκάστῳ τῶν γραψάντων αὐτὰς ἀρεσκούσας, ἀπὸ τῶν ὑπ' Ἀσκληπιάδου γεγραμμένων, ἀρξαμένῳ κατὰ τὸ τρίτον τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.
[524] [Περὶ τῶν ἐπουλωτικῶν ἐμπλάστρων Ἀσκληπιάδης οὕτως γράφει.] Τῶν δὲ κατὰ μέρος ἑλκῶν χωρὶς ἑτέρας διαθέσεως ἤδη πρὸς οὐλὴν ῥεπόντων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. ἡ διὰ καδμείας ἐπουλωτική. ταύτῃ ἐχρήσατο ὁ Καθηγητὴς Λεύκιος. Ϛ καδμείας κεκαυμένης καὶ οἴνῳ κατεσκευασμένης, χαλκίτεως ὀπτῆς ἀνὰ ιστ΄. κηροῦ π΄. κολοφωνιακῆς πίσσης οὐγγίας η΄. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες, τρῖβε χαλκῖτιν καὶ τὴν καδμείαν μετ' οἴνου, ὥστε ὑγρᾶς κηρωτῆς ἔχειν τὸ πάχος. τὸν δὲ κηρὸν κατακλάσας καὶ τὴν ῥητίνην καὶ βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ τούτοις ἐπιβαλὼν μυρσίνου λίτραν α΄. τίθει ἐπ' ἀνθράκων κινῶν συνεχῶς. καὶ ὅταν δὲ λυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ψυγῆναι καὶ ἀναξύσας, ἐπίβαλλε τοῖς λεανθεῖσι καὶ μίξας ἀνελόμενος χρῶ, διαλύων μυρσίνῳ ἐλαίῳ. ἡ κρᾶσις ἔστω κατάλληλος τῇ διαθέσει. ἄλλη διὰ καδμείας. Ϛ καδμείας ὀπτῆς, χαλκίτεως ὀπτῆς, διφρυγοῦς ἀνὰ ιστ΄. κηροῦ, ῥητίνης φρυκτῆς, ἐλαίου μυρσίνου ἀνὰ ἡμίλιτρον, οἴνου Ἰταλικοῦ ὅσον ἐξαρκεῖ, σκεύαζε καθὰ προείρηται καὶ χρῶ ποτὲ [525] μὲν ἀνιεμένῳ, ποτὲ δὲ ἀκράτῳ τῷ φαρμάκῳ. ἄλλη. Ϛ λιθαργύρου, ψιμυθίου, καδμείας, διφρυγοῦς, ῥητίνης ἀνὰ η΄. χαλκίτεως β΄. κηροῦ η΄. μυρσίνου τὸ αὔταρκες, οἴνου Ἀμιναίου ὅσον ἐξαρκεῖ. ἄλλη Εὐφράνορος. Ϛ διφρυγοῦς, μίσυος ὀπτοῦ ἀνὰ η΄. χαλκίτεως ὀπτῆς, μολυβδαίνης ἀνὰ β΄. καδμείας α΄. κηροῦ στ΄. κολοφωνίας οὐγγίας γ΄. μυρσίνου λίτρας στ΄. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες. ἄλλη ἡ διὰ τοῦ λαδάνου, φάρμακον ἐπιτετευγμένον, οὐ μόνον ἐπουλοῦσα, ἀλλὰ καὶ τύλους ἐκκόπτουσα καὶ τὰς λειπουργίας κατορθοῦσα. Ϛ χαλκίτεως, λιθαργύρου, λαδάνου ἀνὰ κδ΄. ἀσφάλτου η΄. κηροῦ οβ΄. μυρσίνου κοτύλην μίαν. οἱ δὲ ιη΄. οἴνου κοτύλην μίαν σκεύαζε κατὰ τρόπον. ἐν δὲ τῇ χρήσει χρῶ καὶ σπληνίῳ καὶ ἀνιεμένῃ. ἄλλη. Ϛ λιθαργύρου ρ΄. πίσσης ν΄. λαδάνου κε΄. ἰοῦ ξυστοῦ, χαλκοῦ κεκαυμένου ἀνὰ η΄. ἐλαίου μυρσίνου λίτρας β΄, λεπίδος χαλκοῦ δ΄. σκεύαζε καὶ χρῶ. ἄλλη ἡ πυρίκαυτος λεγομένη, ἐκ τῶν Ἀτταλικῶν δυνάμεων φάρμακον ἐπιτετευγμένον.
[526] Ϛ ἐλαίου κοτύλην α΄. στυπτηρίας σχιστῆς, μάννης, λιβανωτοῦ, λιθαργύρου, χαλβάνης ἀνὰ α΄. κηροῦ κδ΄. ἀγχούσης η΄. μυελοῦ ἐλαφείου, στέατος ὑείου, ἰοῦ, ψιμυθίου ἀνὰ β΄. ὠῶν τριῶν τὸ χλωρὸν, τὰ τηκτὰ κατὰ τῶν ξηρῶν, καὶ χρῶ ποτὲ μὲν ἀνιεμένῳ τῷ φαρμάκῳ, ποτὲ δὲ ἀκράτῳ. ἄλλη, φάρμακον ἐπιτετευγμένον, ποιεῖ πρὸς τὰ παλαιὰ καὶ δυσαλθῆ. ψιμυθίου, λιθαργύρου, στυπτηρίας σχιστῆς, μάννης, χαλβάνης, λιβάνου, μυελοῦ ἐλαφείου καὶ μοσχείου ἀνὰ δ΄. κηροῦ, ἀγχούσης, ὠῶν λεκίθων ἀνὰ η΄. ἐλαίου κοτύλας δ΄. κόπτε τοὺς μυελοὺς ἐπιμελῶς καὶ τῆκε μετὰ τῶν τηκτῶν, κινῶν ἀγχούσῃ, ὥστε χρωσθῆναι, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς καὶ διϋλίσας εἰς ἕτερον ἀγγεῖον ἔα ψυγῆναι καὶ ἀναξύσας ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνελόμενος χρῶ. λευκὴ μάγνη λεγομένη, φάρμακον ἐπιτετευγμένον. ποιεῖ δὲ καὶ πρὸς τὰ χρόνια τραύματα καὶ μόγις ἐπουλούμενα, ποιεῖ καὶ πρὸς ψωρώδεις διαθέσεις. ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθὴ, ἀνιεμένη ῥοδίνῳ ἢ μυρσίνῳ. Ϛ λιθαργύρου ρ΄. [527] κηροῦ ν΄. ψιμυθίου ρ΄. τερμινθίνης κε΄. λιβανωτοῦ κε΄. στυπτηρίας σχιστῆς ιβ΄. ἐλαίου κοτύλας β΄. συντίθει κατὰ τρόπον καὶ χρῶ, ὁτὲ μὲν ἐμπλάστρῳ, ὁτὲ δὲ ἀνιεμένῳ τῷ φαρμάκῳ. ἄλλη Παμφίλειος λεγομένη, πρὸς τὰς προειρημένας διαθέσεις καὶ κόλπους παρακολλᾷ καὶ σύριγγας ἐκτυλοῖ. ποιεῖ πρὸς τὰ ῥευματικὰ τῶν ἑλκῶν καὶ πρὸς τὰ χρόνια καὶ δυσεπούλωτα, ψώρας τε θεραπεύει καὶ ὑπώπια βαστάζει. ποιεῖ καὶ κεφαλαλγικοῖς καὶ πρὸς τὰς τῶν ὀφθαλμῶν ἐπιφορὰς ἐπιτιθεμένη κατὰ τοῦ μετώπου. ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθὴ ἀνιεμένη ῥοδίνῳ ἢ μυρσίνῳ. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ λιθαργύρου ρ΄. κηροῦ ν΄. τερμινθίνης κε΄. λιβάνου κε΄ ψιμυθίου ρ΄. στυπτηρίας σχιστῆς ιστ΄. πεπέρεως λευκοῦ γ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. συντήκει κατὰ τρόπον ποτὲ μὲν ἀνιεμένῳ τῷ φαρμάκῳ, ποτὲ δὲ ἐμπλάσσων χρώμενος. ἐπὶ μὲν γὰρ τῶν κατὰ τὴν κεφαλὴν ἀχώρων ἢ τῶν περὶ τὴν ὄψιν τραχυτήτων ἢ τῶν λεγομένων ἐπινυκτίδων ἢ τῶν περὶ τὴν ἕδραν διαθέσεων [528] ἀνιεμένῳ τῷ φαρμάκῳ μυρσίνῳ ἢ σχινίνῳ ἐπιχριόμενον. ἄλλη Τελαμῶνος, φάρμακον ἐπιτετευγμένον, ποιεῖ καὶ πρὸς ἄνθρακας, ἀναξηραίνει κόλπους ἐνιεμένη καὶ ἐγχυματιζομένη, ἔστι δὲ καὶ ἐπουλωτικὴ ἀγαθή. Ϛ πιτυΐνης, κηροῦ, ἀσβέστου, λιθαργύρου ἀνὰ ν΄. ψιμυθίου κε΄. ἐλαίου κοτύλης ἥμισυ, ἕψε λιθάργυρον, ἔλαιον ἕως συστῇ, εἶτα κηρὸν, εἶτα ῥητίνην. τὴν δὲ ἄσβεστον καὶ τὸ ψιμύθιον λείωσον καὶ τούτοις ἐπίβαλλε τὰ τηκτά. ἐν δὲ τῇ χρήσει ἔλαιον ἐπὶ θερμοσποδίᾳ θεὶς ἐπίβαλλε καταθλάσας τοῦ φαρμάκου. καὶ ὅταν θερμανθῇ, εἰς θυείαν βαλὼν ἀνάκοπτε φιλοπόνως ἕως γλοιῶδες γένηται, καὶ ἀποθέμενος χρῶ, ὡς μεγίστῳ φαρμάκῳ, ὁτὲ μὲν ἐπιχρίων πτεροῖς, ὁτὲ δὲ ἐγχυματίζων. ἐπὶ δὲ τῶν λεγομένων ἀνθράκων εἰς ὀθόνιον ἐμπλάσσων ἐπιτίθει. ἄλλη Μοσχίωνος γνώριμος πρὸς ὅσα βούλει ἐκτυλῶσαι καὶ ἐπουλῶσαι, ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθή. Ϛ λιθαργύρου, ψιμυθίου, ἀσβέστου ἀνὰ η΄. μυελοῦ ἐλαφείου, κηροῦ ἀνὰ ιστ΄. ἐλαίου μυρσίνου τὸ αὔταρκες. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν [529] καὶ μαλάξας ἐπιμελῶς ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρήσεως ὕδατι ἢ γάλακτι προανίεται, ὅσον βούλεσθε, ὅσον γλοιοῦ ἔχειν τὸ πάχος, εἶτα ἐπιβάλλεται ῥοδίνου τὸ αὔταρκες ἢ μυρσίνου καὶ ἀνακόψαντες ἐπιμελῶς καὶ ἀνελόμενοι εἰς μολυβδίνην πυξίδα χρῆσθε καθάπερ προείρηται.
[Ἐπουλωτικαὶ Ἀνδρομάχου.] Ϛ Καδμείας λίτραν α΄. χαλκίτεως κεκαυμένης λίτραν μίαν, κηροῦ λίτραν α΄· ῥητίνης ξηρᾶς λίτρας γ΄. μυρσίνου λίτρας γ΄. οἴνου εἰς τὰ ξηρά. ἄλλη ἡ διὰ λαδάνου. Ϛ λεθαργύρου μ΄. λαδάνου λβ΄. χαλκάνθης η΄. σχιστῆς ιβ΄. κηροῦ ρ΄. λεπίδος η΄. ἀσφάλτου λβ΄. μυρσίνου κοτύλης μιᾶς τέταρτον, οἶνος Φαλερῖνος εἰς τὰ ξηρά. ἄλλως, ὡς Ἀλκιμίων, ἣν ἐσκεύασα. Ϛ λαδάνου η΄. ὑσσώπου δ΄. προπόλεως η΄. ἀσφάλτου η΄. λιθαργύρου δ΄. λεπίδος χαλκοῦ δ΄. μίσυος ὠμοῦ δ΄. κηροῦ κδ΄. μυρσίνης μνᾶς η΄. ἡ διὰ κριθῶν. Ϛ ψιμυθίου ν΄. λιθαργύρου ν΄. κριθῶν κεκαυμένων ἀτρίπτων ξέστην α΄. κηροῦ ν΄. ἐλαίου ξέστην α΄. [530] ἐσχάτην τὴν κριθήν. ἄλλη ἐπουλωτική. Ϛ καδμείας οὐγγίας β΄. χαλκίτεως, κηροῦ, τερμινθίνης ἀνὰ οὐγγίας δ΄. ὑσσώπου οὐγγίαν α΄. μυρσίνης οὐγγίας δ΄. χαλκάνθης οὐγγίας δ΄. οἴνου εἰς τὰ ξηρά. ἄλλη ἐπουλωτική. Ϛ ῥητίνης ξηρᾶς ιη΄. διφρυγοῦς δ΄. λιθαργύρου ιστ΄. κηροῦ ι΄. ἐλαίου κοτύλας δ΄. ταύταις ἐφεξῆς ἄλλας ὁ Ἀνδρόμαχος ἔγραψεν ἐμπλάστρους ἓξ τῶν δυσεπουλώτων θεραπευτικὰς, ἅστινας οὐκ ἔδοξέ μοι νῦν προσγράφειν. εἰρήσονται γὰρ ἅμα ταῖς τὰ δυσίατα τῶν ἑλκῶν θεραπευούσαις ἐν τῇ δ΄. τῶνδε τῶν ὑπομνημάτων. γεγραφότος δὲ τοῦ Ἀνδρομάχου κατὰ τὸν αὐτὸν τόπον τοῦ βιβλίου, πρὸ τῶν ἄρτι γεγραμμένων ἐπουλωτικῶν καὶ ἑτέρας τινὰς ἄνευ τοῦ προγράψας αὐτῶν ὅτι ἐπουλωτικαί εἰσιν ἀπεριστάτων ἑλκῶν καὶ μάλιστα ἐπὶ παίδων καὶ γυναικῶν καὶ εὐνούχων καὶ ἁπλῶς τῶν ἁπαλὴν ἐχόντων τὴν σάρκα, ἔδοξέ μοι καὶ ταύτας ἐνταῦθα προσγράψαι τὴν ἐπιγραφὴν ἐχούσας παρὰ τῷ Ἀνδρομάχω τὴν ἀπὸ τῆς χρόας. ἔγραψε γὰρ περὶ αὐτῶν οὕτω κατὰ λέξιν. λευκαὶ ἐπουλωτικαὶ Ἀνδρομάχου. λευκὴ ᾗ χρῶμαι. Ϛ λιθαργύρου [531] μνᾶν α΄. ψιμυθίου μνᾶν α΄. κηροῦ δ΄. ῥητίνης δ΄. ἐλαίου κοτύλας γ΄. ὕδατος κοτύλην α΄. ἄλλη. Ϛ λιθαργύρου ρξ΄. ψιμυθίου σ΄. κηροῦ ν΄. τερμινθίνης κδ΄. ἐλαίου παλαιοῦ κατύλης ἥμισυ, ὕδατος κυάθους στ΄. ἄλλη. Ϛ λιθαργύρου ρ΄. ψιμυθίου, κηροῦ ἀνὰ ν΄. τερμινθίνης κε΄. στυπτηρίας σχιστῆς στ΄. πεπέρεως λευκοῦ γ΄. ὄρχεως βοτάνης η΄. στρουθίου β΄. μάννης κε΄. ἄλλη. Ϛ λιθαργύρου ο΄. ψιμυθίου ρ΄. κηροῦ ν΄. ἐλαίου παλαιοῦ κυάθους β΄. ἄλλως β΄. ὕδατος κοτύλας β΄. ἄλλη. Ϛ λιθαργύρου κε΄. κηροῦ νζ΄. στέατος ὑείου λζ΄. σμύρνης β΄. ὠῶν ἑφθῶν λεκίθους δ΄. τινὲς ὠμῶν. ἡ ἀρετή. Ϛ γλοιοῦ καθαροῦ κοτύλας ιβ΄. λιθαργύρου μνᾶς γ΄. λεπίδος στ΄. οἱ δὲ ιστ΄. ῥητίνης κολοφωνίας μνᾶς στ΄. οἱ δὲ ν΄. κηροῦ μνᾶν α΄. οἱ δὲ μνᾶς με΄. θαλάσσης κοτύλας γ΄.
[Ἀνδρομάχου πανάκεια.] Ϛ Λιθαργύρου ρν΄. κηροῦ μ΄. τερμινθίνης νγ΄. θαλάσσης παλαιᾶς ἢ μᾶλλον [532] οἴνου παλαιοῦ κοτύλας β΄. γλοιοῦ κοτύλας στ΄. λεπίδος ιστ΄. κίκεως κοτύλας β΄. ψιμυθίου π΄. ἀμμωνιακοῦ θυμιάματος κδ΄. στέατος μοσχείου π΄. ἀσβέστου κδ΄. ἀριστολοχίας κε΄. ἕψε ὡς οἶδας.
[Λευκὴ ἡ Τελεφάνους.] Ϛ Λιθαργύρου π΄. ψιμυθίου ρκ΄. σμύρνης γ΄. ὀβολοὺς β΄. σαγαπηνοῦ ε΄. λιβάνου στ΄. τετρώβολον, ἐλαίου κοτύλας β΄. ἥμισυ, ἕψε ὁμοῦ πάντα. ἄλλη. Ϛ κηροῦ λευκοῦ λίτραν α΄. σμύρνης οὐγγίαν α΄. λιβάνου οὐγγίαν α΄. μυελοῦ ἐλαφείου οὐγγίας β΄. στέατος ὑαίνης οὐγγίας β΄. πιτυΐας ἐλαφείας οὐγγίας β΄. ἢ ἐριφείας, νίτρου οὐγγίας β΄. χαλβάνου οὐγγίαν α΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας δ΄. λιθαργύρου λίτραν α΄ Ϛ΄΄. ψιμυθίου στ΄. ἐλαίου παλαιοῦ κοτύλην α΄ Ϛ΄΄. θαλάσσης κοτύλης ἥμισυ, καυνιακὴ καλεῖται. ἄλλη. Ϛ λιθαργύρου σ΄. κηροῦ νβ΄. ἐλαίου κοτύλας γ΄. ψιμυθίου π΄. τερμιθίνης λβ΄. κηρύκων κεκαυμένων ι΄. λιβάνου ιθ΄. ὕδατος ξέστην α΄. ἄλλη. Ϛ στέατος ὑείου προσφάτου πη΄. κηροῦ [533] λευκοῦ μη΄. ψιμυθίου ιβ΄. λιθαργύρου ιβ΄. ἄλλη πρὸς ἕρπητας, ἄνθρακας, κονδυλώματα, ῥαγάδας, ἀφλέγμαντος ἄγαν, ὡς Ἥρας ὁ Καππάδοξ. ἐπὶ ταύτης μὲν οὖν ὀρθῶς ἐποίησεν οὐχ ἁπλῶς κηροῦ γράψας, ἀλλὰ μετὰ τοῦ προσθεῖναι τοῦ λευκοῦ. γένοιτο γὰρ ἂν οὕτως, ὡς βούλεται, λευκὴ τῇ χρόᾳ. μετὰ ταῦτα δὲ γράφων ἄλλην οὐ προσέθηκεν οὔτε τοῦ κηροῦ τὸ λευκὸν οὔτε τοῦ οἴνου τὸ λευκὸν, ἀλλ' ἡμᾶς δεῖ προσθεῖναι, εἴπερ βουλόμεθα λευκὴν τὴν ἔμπλαστρον ποιῆσαι. γέγραπται δὲ ἡ σύνθεσις αὐτῆς ὑπ' αὐτοῦ τοῦ Ἀνδρομάχου κατὰ λέξιν οὕτως.
[Λευκὴ δι' οἴνου, Πουπλίου.] Ϛ Καδμείας λίτραν α΄. οὐγγίας θ΄. λιθαργύρου λίτρας β΄. ψιμυθίου λίτρας β΄. οἴνου Ἑλληνικοῦ ξέστας β΄. ῥοδίνου λίτρας ε΄. κηροῦ λίτρας γ΄. ὠὰ ὠμὰ ἀριθμῷ ιβ΄. λιβάνου οὐγγίας γ΄ ἕψε. τῶν λευκῶν ἐμπλάστρων τὰς ἑψήσεις ἐν τῷ α΄. λόγῳ διῆλθον, ἅμα καὶ τὴν μέθοδον ἐπιδεικνὺς οὐ μόνον τῆς ἑψήσεως, ἀλλὰ καὶ τῆς συνθέσεως αὐτῶν. καὶ οὐδέν γε ἴσως ἔτι ἔλιπε προσθεῖναι τῇ διδασκαλίᾳ τῶν τοιούτων ἐμπλάστρων. ἀλλ' ἐπεὶ τοῦτο [534] τὸ βιβλίον οὐ μόνον περὶ τῶν σαρκωτικῶν ἐμπλάστρων, αἳ δὴ ὡς ἐπίπαν εἰσὶ χλωραὶ, τὸν λόγον ἐδίδαξεν, ἀλλὰ καὶ τῶν κολλητικῶν ἐπουλωτικῶν τε πασῶν, ὅσαι γε τὰ χωρὶς κακοηθείας ἐπουλοῦσιν ἕλκη, διῆλθον δὲ καὶ περὶ τῶν μηλίνων καὶ τῶν κιῤῥῶν, καὶ διὰ τοῦτο ἔδοξέ μοι καὶ τὰς λευκὰς ἐμπλάστρους, ὅσων ἐν ἐκείνῳ τῷ βιβλίῳ λόγον οὐδένα πεποίημαι, προσεπιγράψαι κατὰ τοῦτο. ὅπως δὲ μηδὲν λείποιτο τῷ προκειμένῳ βιβλίῳ, καὶ τὰς κεφαλικάς τε καὶ καταγματικὰς ὀνομαζομένας ὑπ' αὐτῶν ἐμπλάστρους προσγράψω, κολλητικάς τε οὔσας τῶν μεγάλων τραυμάτων καὶ κόλπων, ὅταν δὲ ἀνεθῶσιν, ὡς ἐμμότους γενέσθαι καὶ σαρκωτικαί.
[Περὶ τῶν καταγματικῶν καὶ κεφαλικῶν ἐμπλάστρων.] Οἱ πλεῖστα καὶ κάλλιστα φάρμακα γράψαντες, οὓς ἔμπροσθεν ὀνομαστὶ διῆλθον, ἐκάλεσάν τι γένος ἐμπλάστρων κεφαλικάς τε καὶ καταγματικὰς ἀπὸ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων μάλιστα τὴν προσηγορίαν αὐταῖς θέμενοι. ῥυπτικῆς δ' εἰσὶ καὶ διαφορητικῆς καὶ ξηραντικῆς αἱ [535] τοιαῦται δυνάμεως. ἔμιξαν δ' αὐταῖς οἱ πλεῖστοι τῶν στυφόντων φαρμάκων ὀλίγον, ἕνεκα δυοῖν χρειῶν, ὡς εἴρηται, τοῦ τ' ἀποκρούεσθαι τὸ ἐπιῤῥέον τοῖς πεπονθόσι μέρεσι καὶ τοῦ ποδηγεῖν ἄχρι βάθους τὴν τῶν ῥυπτικῶν δύναμιν. ἐλέχθη δὲ ἡμῖν ἔμπροσθεν, ὡς εἰ μὴ κατεργασθείη τῇ τρίψει τὰ στύφοντα, μέχρι τοῦ χνοώδη γενέσθαι βλάβην μᾶλλον ἢ ὠφέλειαν παρέξει αὐτὰ, τοῖς τὴν ἑλκτικὴν δύναμιν ἔχουσιν. ἀρίστην δ' αὐτῶν ἔφην γίγνεσθαι κατεργασίαν ἐν ὄξει δριμεῖ λειωθέντων. ἄρξομαι τοίνυν ἤδη τῆς τῶν τοιούτων φαρμάκων γραφῆς ἀπὸ τῶν ὑπ' Ἀσκληπιάδου γεγραμμένων.
[Περὶ τῶν ὑπ' Ἀσκληπιάδου καταγματικῶν ἐμπλάστρων.] Πρώτην ἔγραψεν ἐν τῷ τρίτῳ τῶν ἐκτὸς φαρμάκων κατὰ λέξιν οὕτως. μέλαινα ἀρίστη καταγματική. τούτῳ τῷ φαρμάκῳ ἐχρησάμην ἐπὶ καταγμάτων πολλῶν ὀστέων ἐμπλεόντων καὶ πάντων παραινούντων τὰ ἐμπλέοντα βαστάζειν, ὅμοιόν τι παραδόξῳ εἰργάσατο ἡ ἀρίστη. τὰ γὰρ ἐμπλέοντα καὶ κεχωρισμένα τῶν ἄλλων ὀστέων οὕτως διακατέσχεν, [536] ὥστε συμπωρῶσαι τοῖς ἄλλοις. ἔχει δὲ οὕτως. Ϛ λιθαργύρου, ἀσφάλτου ἀνὰ σ΄. πίσσης ξηρᾶς, κηροῦ ἀνὰ ρ΄. ῥητίνης τερμινθίνης ν΄. στυπτηρίας σχιστῆς, προπόλεως ἀνὰ λ΄. ἀμμωνιακοῦ θυμιάματος κδ΄. ἰοῦ ι΄. ἐλαίου ξέστας δ΄. σκεύαζε καθὰ προείρηται. ἄλλας ὁμογενεῖς τῇ προγεγραμμένῃ κατὰ τὸ αὐτὸ βιβλίον ἔγραψεν ὁ Ἀσκληπιάδης κατὰ λέξιν οὕτως. ἄλλη Πυθίωνος καταγματική. ταύτῃ Ἕλενος ἐχρήσατο. ποιεῖ δὲ καὶ πρὸς τὰ ἐκ πληγῆς τραύματα, ἐν δὲ τῇ ἄρσει σπόγγῳ δεῖ θερμῷ βεβρεγμένῳ ἀναχαλᾷν τὸ σπληνίον, ἐχέκολλον γάρ ἐστιν ἰσχυρῶς τὸ φάρμακον. ποιεῖ δὲ καὶ πρὸς χοιράδας τὸ αὐτὸ φάρμακον καὶ σύριγγας. καὶ χρὴ κατὰ τῶν συρίγγων καὶ κόλπων ἐκκόπτειν τὸ σπληνίον, τουτέστι κατὰ τοῦ στόματος, ὥστε τόπον ἔχειν τὸ ἐκκρινόμενον ὑγρόν. χρὴ δὲ καὶ συλλούεσθαι τῷ φαρμάκῳ. τὰ δὲ τῆς σκευασίας ἔχει τὸν τρόπον τοῦτον. Ϛ ἀσφάλτου Ἰουδαϊκῆς λίτρας ε΄. οὐγγίας δ΄. πίσσης Βρυτίας ξηρᾶς τὸ ἴσον, ῥητίνης φρυκτῆς λίτρας η΄. κηροῦ λίτρας δ΄. λιβάνου λίτρας δ΄. λεπίδος ἐρυθρᾶς λίτραν μίαν, [537] οὐγγίας δ΄. ἐλαίου θέρους λίτραν μίαν, χειμῶνος λίτραν α΄. ἥμισυ, ὄξους κοτύλην α΄. τὰ τηκτὰ τῆκε, τὸν δὲ λίβανον καὶ τὴν λεπίδα τρίψας μετ' ὄξους ἐπίβαλλε τοῖς λοιποῖς, προσέχων μὴ ἀναβράσῃ καὶ κινήσας εἰς θυείαν κατέρα, καὶ ἀνακόψας καὶ μαλάξας ἀνελόμενος χρῶ. ἐν ἄλλῳ ἀντιγράφῳ εὗρον λεπίδος ἐρυθρᾶς λίτραν α΄. ἥμισυ. εὔδηλον δ' ὅτι δραστικώτερον γίνεται τὸ πλείονα λαβὸν τὴν λεπίδα. Μοσχίωνος καταγματικὴ, φάρμακον ἐπιτετευγμένον πρὸς τὰ νεότρωτα καὶ διακοπὰς τῶν νεύρων καὶ τὰς μετὰ περιθλάσεως διαιρέσεις, ποιεῖ καὶ πρὸς τὰ μετὰ τραύματος κατάγματα. καὶ γὰρ τοῖς τραύμασι βοηθεῖ καὶ πωροῖ τὰ ὀστέα μετὰ τῆς δεούσης ἐπιδέσεως ἐπιτιθεμένη, καὶ τοῖς ἀρχομένοις ὑδρωπικοῖς. ποιεῖ καὶ πρὸς τὰς τῶν διδύμων περιθλάσεις, σταφιδοῖ καὶ τὰς περὶ τὴν ἕδραν ἐξοχάς. ποιεῖ καὶ πρὸς ῥαγάδας βουτύρῳ ἀνιεμένη, ποιεῖ καὶ πρὸς βρογχοκήλας, διαλύει πᾶσαν σκληρίαν. ποιεῖ καὶ πρὸς παρατρίμματα καὶ λυγίσματα. ποιεῖ καὶ πρὸς τὰς ἐπὶ τῶν ποδῶν καὶ χειρῶν τυλοειδεῖς ἐπαναστάσεις, ἃς ἥλους καλοῦμεν, ὡς χωρὶς ἑλκώσεως [538] ἀφαιρεῖν καὶ καθόλου ἐστὶ πολυχρηστότατον φάρμακον, ποιεῖ καὶ πρὸς ἀρχομένους ὕδρωπας. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. λιθαργύρου μνᾶ α΄. ἡ δὲ μνᾶ ἐπὶ τούτου τοῦ φαρμάκου ἔχει ὁλκὰς ρξ΄. πίσσης ὑγρᾶς ρξ΄. στέατος μοσχείου ρξ΄. ῥητίνης τερμινθίνης π΄. μάννης λιβάνου π΄. κηροῦ μ΄. ἰοῦ η΄. ὀποπάνακος η΄. χαλβάνης η΄. ἐλαίου κικίνου κοτύλην α΄. ὄξους τὸ ἴσον, ὀποῦ συκαμίνου κοτύλην α΄. πίσσης ὑγρᾶς κοτύλης ἥμισυ. τὴν λιθάργυρον λειοτάτην καὶ τὸ κίκινον ἔλαιον βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ χαλκοῦν, καθεὶς ἐπὶ πυρὸς ἕψε. καὶ ὅταν ἀναβράσῃ, ἐπίβαλλε τὸ στέαρ καὶ τὴν μάννην κινῶν συνεχῶς. καὶ ὅταν συστραφῇ, ἐπίβαλλε πίσσαν, κηρὸν, ῥητίνην καὶ ἑψήσας μέχρις ἀμολύντου ἐπίπασσε χαλβάνην, εἶτα ἰὸν καὶ ὀποπάνακα ὄξει διαλυθέντα. τὸν δὲ ὀπὸν τοῦ συκομόρου καὶ τὴν πίσσαν τὴν ὑγρὰν εἰς ἕτερον ἀγγεῖον ἐμβάλλοντες ἕψομεν, καὶ ὅταν συστραφῇ, ἐπιβάλλομεν τῷ πρώτῳ φαρμάκῳ, καὶ πάλιν θέντες ἐπὶ τὸ πῦρ ἕψομεν μέχρις ἀμολύντου, [539] καὶ εἰς οἶνον κατεράσαντες ἐῶμεν ἐπὶ τρεῖς ἡμέρας, ἔπειτα μαλάσσοντες χρώμεθα εἰς ὀθόνιον ἐμπλάσσοντες. δεῖ δὲ κατὰ τὴν ἐπίθεσιν τοῦ φαρμάκου οἴνῳ δεύσαντας ταινίδιον ἐκθλίβειν καὶ τότε περιτιθέναι τῷ φαρμάκῳ. ὡς δὲ ὁ ἡμέτερος καθηγητὴς Λεύκιος ἐσκεύασεν, ἔχει οὕτως. τὸ στέαρ καὶ τὸ ἔλαιον πρότερον τήκομεν, καὶ ὅταν διαλυθῇ, καταπάσσομεν λειοτάτην μάννην καὶ τὴν λιθάργυρον. καὶ ὅταν συστραφῇ, τὰ ἑπόμενα ποιοῦμεν καὶ κατὰ τοῦτο τὸ φάρμακον καὶ κατὰ τὸ ἐφεξῆς αὐτῷ γεγραμμένον ρξ΄. δραχμάς φησιν ἔχειν τὴν μνᾶν. εὔδηλον οὖν, ὅτι τὴν Ἀλεξανδρεωτικὴν λέγει μνᾶν οὐγγίας κ΄. ἔχουσαν, ὅπως ἑκάστη τῶν οὐγγιῶν ἔχῃ η΄. οὕτω γὰρ συμβήσεται τὰς ρξ΄. ἔχειν τὴν μνᾶν. ἄλλη Κλαυδίου Φιλοξένου, ἀπελοῦς ἐπιγραφομένη, ἔναιμος καταγματική. ποιεῖ καὶ πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ λιθαργύρου μνᾶν α΄. ὅ ἐστι ρξ΄. στέατος μοσχείου ρξ΄. λιβάνου π΄. ὀποπάνακος, ῥητίνης τερμινθίνης ἀνὰ π΄. κηροῦ μ΄. ἰοῦ, σχιστῆς στυπτηρίας, [540] χρυσοκόλλης, χαλβάνης ἀνὰ ιβ΄. ἐλαίου κικίνου κοτύλην α΄. ὄξους ὅσον ἀρκεῖ. ἔσχατον τὸν λίβανον καὶ τὸν ἰὸν καὶ τὸν ὀποπάνακα καὶ στυπτηρίαν καὶ χρυσοκόλλαν καὶ τὰ τοιαῦτα, πρότερον ὄξει διαλύων, καὶ λεάνας ἐπιμελῶς ἐπίβαλλε. ἐν ἄλλῃ γραφῇ ἔχει οὕτως. Ϛ λιθαργύρου ρξ΄. πίσσης ρξ΄. στέατος μοσχείου ρξ΄. ῥητίνης τερμινθίνης π΄. μάννης λιβάνου π΄. κηροῦ μ΄. ὀποπάνακος, ἰοῦ ξυστοῦ ἀνὰ ιστ΄. χρυσοκόλλης, στυπτηρίας σχιστῆς ἀνὰ ιβ΄. ἀμμωνιακοῦ θυμιάματος στ΄. κίκεως κοτύλην α΄. ὄξους τὸ αὐτό. συντίθει ὁμοίως ταῖς καταγματικαῖς. οἰνάνθη καταγματικὴ, φάρμακον ἐπιτετευγμένον. ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ λιθαργύρου ρξ΄. πίσσης οἰνηρᾶς ρξ΄. ταύτην λαμβάνομεν ἀποῤῥέουσαν ἐκ τῶν Ἰταλικῶν κεραμείων, ῥητίνης τερμινθίνης π΄. λιβάνου π΄. στέατος μοσχείου κατειργασμένου π΄. μυελοῦ ἐλαφείου κατειργασμένου π΄. κηροῦ μ΄. οἰνάνθης ξηρᾶς, συμφύτου ῥίζης, κενταυρίου κόμης ἀνὰ λίτραν α΄. ἰοῦ ξυστοῦ, ὀποπάνακος ἀνὰ η΄. μήκωνος ὀποῦ, σμύρνης, ἀλόης, χαλβάνης ἀνὰ η΄. [541] ὄξους κοτύλας γ΄. ἐλαίου κικίνου κοτύλην α΄. σύμφυτον, οἰνάνθην, κενταύριον κόψαντες εἰς παχέα καὶ εἰς τὸ ὄξος ἐμβάλλοντες ἕψομεν εἰς τὸ τρίτον, καὶ τὸ ὑγρὸν ἐκθλίψοντες χρώμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν. ποιεῖ δὲ τὸ φάρμακον καὶ ποδαγρικοῖς. ἐν ἄλλαις γραφαῖς ἔχει οὕτως. Ϛ λιθαργύρου, πίσσης οἰνηρᾶς ἀνὰ ρξ΄. μυελοῦ ἐλαφείου, ῥητίνης τερμινθίνης, στέατος μοσχείου, λιβάνου, συμφύτου ῥίζης, ὀποῦ συκαμίνης ἀνὰ π΄. οἰνάνθης ξηρᾶς, κενταυρίου ἀνὰ λίτραν μίαν, κηροῦ μ΄. ἰοῦ, ὀποπάνακος, στύρακος, ὀποῦ μήκωνος, μανδραγόρου χυλοῦ, σμύρνης, ἀλόης, χαλβάνης, χρυσοκόλλης, στυπτηρίας σχιστῆς ἀνὰ δραχμὰς ιβ΄. ὄξους ξέστας γ΄, ἐλαίου κικίνου λίτραν μίαν· σκεύαζε καθὰ προείρηται καὶ εἰς οἶνον Ἰταλικὸν ἐξέρα, καθάπερ ἐπὶ τῆς Μοσχίωνος καταγματικῆς πεποιήκαμεν.
[Περὶ τῶν ἰδίως κεφαλικῶν ὀνομαζομένων ἐμπλάστρων.] Ὀνομάζειν εἰώθασι κεφαλικὰς ἐμπλάστρους ἐπὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων ὅσα μέχρι διπλόης ἐγένετο [542] χρώμενοι. δύναμις δ' αὐτῶν καὶ λεπίδας ὀστῶν ἀναφέρειν καὶ ἀνάγειν θρέμματα, κατά τε τὴν κεφαλὴν καὶ τἄλλα τοῦ σώματος ὀστᾶ. τινὲς δὲ καὶ κοινῷ γένει καὶ ταύτας ὀνομάζουσι καταγματικάς. εἰσὶ δὲ τῶν ἰδίως καταγματικῶν ὀνομαζομένων ἰσχυρότεραι. τὸ μὲν γὰρ ῥυπτικόν τε καὶ ξηραντικὸν αἱ καταγματικαὶ καλούμεναι παρ' αὐτῶν ἔχουσιν. αὗται δὲ καὶ δριμύτητά τινα προσειλήφασιν, δυναμένην ἐκ τοῦ βάθους ἐπισπάσασθαι πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν, οὐκ ὀστᾶ μόνον, ἀλλὰ καὶ πολὺ μᾶλλον αὐτῶν ὑγρόν τι παχὺ καὶ γλίσχρον ἢ ὅλως μοχθηρόν. ἐμνημόνευσε δὲ τῶν τοιούτων ἐμπλάστρων ὁ Ἀσκληπιάδης ἐν τῷ τρίτῳ τῶν ἐκτὸς φαρμάκων, ἅτινα γέγραπται κατὰ τὸ δ΄. ὑπόμνημα ταύτης τῆς πραγματείας. ἐπεὶ δὲ καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν καὶ πρὸς τὰ χειρώνιά τινα αὐτῶν ἁρμόττειν ἔφασκεν, ἥν τε γὰρ αὐτὸς ἐπιγράφει Δηϊλέοντος κεφαλικὴν, καὶ μετὰ ταύτην τὴν μελάγχλωρον κεφαλικὴν, καὶ μετὰ ταύτας Φιλώτου κεφαλικὴν, εἶτα καὶ τὴν ἴσιν, ἣν καὶ αὐτὴν κεφαλικὴν ὀνομάζει, καὶ ἄλλας τινὰς τοιαύτας ἐκ τούτου τοῦ γένους [543] ἡγητέον εἶναι, διὸ καὶ νῦν οὐκέτι παρεθέμην αὐτὰς, ἀλλ' ἐπὶ τὰς ὑπὸ τῶν ἄλλων ἰατρῶν γεγραμμένας καταγματικάς τε καὶ κεφαλικὰς μεταβήσομαι, προειρηκὼς ἑκατέρων τὴν καθόλου δύναμιν. ἐξ ὧν δὲ καὶ ἔμπροσθεν καὶ κατὰ ταύτην τὴν πραγματείαν εἶπον, ἔν τε τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἀναμιμνησκομένους ὑμᾶς χρὴ γνωρίζειν ὅτι γενναιότεραι τῶν καταγματικῶν εἰσιν ἃς ἐπιγράφουσι κεφαλικάς. καὶ διὰ τοῦτο μετὰ κηρωτῆς σαρκοῦν πεφύκασιν, ὥστε καὶ ταῖς σαρκωτικαῖς καθ' ἕτερον τρόπον ὁμογενεῖς πώς εἰσιν. ἐκλυθεῖσαι γὰρ τῇ κηρωτῇ τὴν δύναμιν ἔμμοτοι σαρκωτικαὶ γίνονται προσβληθέντος δηλονότι ποτὲ μὲν ἐλαίου, ποτὲ δὲ ῥοδίνου, ποτὲ ἄλλου τινὸς τοιούτου.
[Περὶ ὧν Ἥρας ἔγραψε καταγματικῶν τε καὶ κεφαλικῶν.] Πρώτην μὲν τῶν τοιούτων ἐμπλάστρων ὁ Ἥρας ἔγραψε τὴν ἴσιν ὀνομαζομένην, ἱκανῶς πολύχρηστον φάρμακον. ἐφεξῆς δὲ τὴν διὰ τῶν βοτανῶν, ᾗ καὶ αὐτῇ πολυχρήστῳ οὔσῃ μαρτυρεῖ τὸ κεφαλικὴν ὑπάρχειν. ἀλλὰ καὶ ἡ διὰ σκίλλης ἐφεξῆς γεγραμμένη τὴν αὐτὴν ἐπαγγελίαν ἔχει [544] τῶν πολυχρήστων ἱκανῶς φαρμάκων οὖσα. καὶ μέντοι καὶ μετὰ ταύτας ἄντικρυς ἑτέραν ἔμπλαστρον γράφων, οὕτως κατὰ λέξιν φησί. ἄλλη κεφαλικὴ ποιοῦσα πρὸς τὰ ἐν κεφαλῇ κατάγματα, ἀνάγει ὀστᾶ εὐχερῶς καὶ λεπίδας ἀφίστησι. καὶ τὰ λοιπὰ δὲ πάντα ποιεῖ ὅσα καὶ ὁ πρὸ ταύτης τροχίσκος. Ϛ λεπίδος ἐρυθροῦ χαλκοῦ κε΄. στυπτηρίας κ΄. ἀριστολοχίας δακτυλίτιδος κ΄. ἀμμωνιακοῦ θυμιάματος κε΄. λιβάνου κε΄. σμύρνης ιβ΄. στέατος ταυρείου λίτρας δ΄. κηροῦ λίτρας δ΄. τερμινθίνης λίτρας δ΄. πιτυΐνης ξηρᾶς λίτρας δ΄. ἐλαίου κοτύλην α΄. ὄξους τὸ ἀρκοῦν· τὰ ξηρὰ λειοτρίβει ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἐφ' ἱκανὰς ἡμέρας τὸ ἀμμωνιακὸν προβρέξας εἰς ὄξος ἐπίχει, τελευταῖον τὰ τηκτὰ ἐξυσμένα καὶ ἑνώσας χρῶ. ἔν τισιν ἀντιγράφοις προσγέγραπται ἐλαίου παλαιοῦ. ἐπεὶ δὲ ταύτην αὐτὴν τὴν ἔμπλαστρον ἔφη ποιεῖν ὅσα καὶ ὁ πρὸ αὐτῆς τροχίσκος, ἔδοξέ μοι κᾀκείνου τὴν σύνθεσιν ὑπογράψαι, κατὰ τὴν αὐτοῦ τοῦ Ἥρα λέξιν οὕτως ἔχουσαν. τροχίσκος κεφαλικὸς τριμίγματος, ποιῶν ἐπὶ τῶν ἐν κεφαλῇ καταγμάτων καὶ πρὸς [545] φύματα καὶ σύριγγας, ποδάγρας, πώρους, ἰσχιάδας. Ϛ γῆς ἐρυθριάδος μνᾶς β΄. ἄλλ. ιβ΄. λεπίδος ἐρυθροῦ χαλκοῦ μνᾶς δ΄. ἰχθυοκόλλης Ποντικῆς μνᾶς δ΄. ἐν δὲ τοῖς Ἥρα βιβλίοις εὑρίσκεται μνᾶ α΄. λέανον ἰδίᾳ τὴν ἐρυθριάδα καὶ τὴν λεπίδα, εἶθ' ὁμοῦ παράχει ὄξος δριμὺ, ὡς ἔχειν μέλιτος πάχος καὶ λειοτρίβει, ἀναξηραινομένοις δὲ ὄξος παράχει. τοῦτο ποίει ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἐφ' ἡμέρας κ΄. ἔπειτα λαβὼν τὴν ἰχθυοκόλλαν θλάσον ἐπιχέας ὄξους κοτύλην α΄. τῆκε ἐπὶ μαλακῷ πυρὶ, εἶτα ἐπίβαλλε τὴν γῆν καὶ τὴν λεπίδα καὶ κατέρας εἰς ἄγγος ἐρυθροῦ χαλκοῦ καὶ θεὶς εἰς ἥλιον ἐπὶ ἡμέρας η΄. κίνει δὶς τῆς ἡμέρας, ἕως ἂν παγῇ, εἶτ' ἐξαίρων κατὰ μικρὸν τρῖβε ἐν θυείᾳ, ὄξος παραχέων μέχρι συσταθείη, εἶτα ἀνάπλασσε τροχίσκους καὶ κολλούρια ἀνισομήκη καὶ ἀνισοπαχῆ, καὶ ψύξας ἀπόθου. καὶ ἐπὶ τῆς χοείας πρὸς ἓν μέρος τοῦ φαρμάκου μετ' ὄξους λελειοτριβημένου, τρία μέρη κηρωτῆς ῥοδίνης μίσγε καὶ χρῶ πλατύσματι, εἶτα σπληνίῳ ἐπὶ τῶν ἐν κεφαλῇ καὶ ἄνωθεν μίσγε ἐρίοις ῥυπαροῖς ἐξ ὄξους. ἐπὶ δὲ τῶν συρίγγων τοῦ κολλουρίου [546] κατατεθέντος, σπλήνιον ἐκ τούτου σὺν κηρωτῇ ἄνωθεν ἐπίῤῥιπτε. ἄλλη πολύχρηστος. ἔγραψε δὲ καὶ ἄλλην πολύχρηστον ἔμπλαστρον, ἣν καὶ ἁρμόττειν φησὶ πρὸς κατάγματα. λέγει δὲ περὶ αὐτῆς κατὰ λέξιν οὕτως. πρὸς τὰ μετὰ τραύματος καὶ χωρὶς τραύματος ἐπὶ τῶν κώλων κατάγματα καὶ λειπουργίας καὶ κόλπους. πίσσης ξηρᾶς μνᾶ α΄. λιθαργύρου μνᾶ α΄. μάννης μνᾶς ἥμισυ, στέατος μοσχείου μνᾶ α΄. κηροῦ τοῦ Τυῤῥηνικοῦ μνᾶς δ΄. ὀποπάνακος η΄. ἰοῦ ξυστοῦ μνᾶς ιστ΄. κυπρίου χαλκοῦ μνᾶς ἑκκαιδέκατον, χαλβάνης α΄. τερμινθίνης μνᾶς ἥμισυ, κίκεως ἢ ἐλαίου παλαιοῦ κοτύλην α΄. ὄξους κοτύλης ἥμισυ καὶ τριώβολον. τὴν λιθάργυρον καὶ τὸ ἔλαιον καὶ τὸ στέαρ ἕψε ἐπὶ μαλακοῦ πυρὸς, εἶθ' ὅταν μεταβάλλῃ τὴν χρόαν, ἀπόδος πίσσαν, ῥητίνην, χαλβάνην, ἔπειτα ἕψε ἕως συστῇ καὶ τότε ὑφελὼν τὸ πῦρ καὶ ἐάσας μικρὸν ψυγῆναι τὴν μάνναν, εἶτα τὸν ὀποπάνακα καὶ τὸν ἰὸν τετριμμένον σὺν ὄξει καταχέων εἰς τὴν χύτραν καὶ ἐπὶ βραχὺ ἑψήσας, ὅταν ἔχῃ καλῶς, ἆρον. [547] χρώμεθα τῇ δυνάμει ψυχρὸν ἐπαντλοῦντες θέρους, χειμῶνος δὲ τὸν πάγον ἀφαιροῦντες. ἐπειδὰν δὲ βουλώμεθα τὸ φάρμακον ποιῆσαι ἁπαλώτερον ἢ τάχιον ὀστέον ἀποστῆσαι, ἀνίεμεν αὐτὸ μυελῷ μοσχείῳ. ἐν τούτῳ τῷ φαρμάκῳ ὁ Ἥρας δῆλός ἐστι τὴν μνᾶν ιστ΄. οὐγγιῶν βουλόμενος εἶναι. οὐ γὰρ ἂν ἑκκαιδέκατον ἐγεγράφει μνᾶς, εἰ μὴ τοῦτ' ἐβούλετο ἄλλη. καὶ μετὰ ταύτην ἐφεξῆς ἑτέραν ἔμπλαστρον ὁμοίας ἐπαγγελίας ᾧδέ πως ἔχουσαν ἔγραψεν ὁ Ἥρας· ἀφλέγμαντος πρὸς τὰ νύγματα καὶ κατάγματα. ταύτῃ πολλάκις καὶ ἐπὶ ἐξαρθρημάτων αὐθήμερον ἐχρησάμεθα καὶ καταγμάτων ἐπί τε λυγισμάτων τῶν περὶ σφυρὰν ἢ γόνυ. διαφορεῖ δὲ καὶ τὰ ἀργὰ ὑγρὰ τὰ περὶ γόνατα ἀνιστάμενα ἄκρως καὶ μάλιστα εἰ προκαταπλασθείη τὰ μέρη πρὸ δύο ἢ τριῶν ἡμερῶν ὀροβίνῳ ἀλεύρῳ, ὀξυμέλιτι πεφυραμένῳ καὶ καθόλου πρὸς πᾶν σπάσμα καὶ ῥῆγμα ποιεῖ, δαιμονίως γάρ ἐστιν ἀφλέγμαντος. Ϛ λιθαργύρου κε΄. ἀσφάλτου ξηρᾶς ρ΄. πίσσης ξηρᾶς ν΄. κηροῦ ν΄. ῥητίνης πιτυΐνης κε΄. ἀμμωνιακοῦ θυμιάματος [548] ιε΄. στυπτηρίας σχιστῆς ιε΄. ἰοῦ ιε΄. προπόλεως ιε΄. ἐλαίου παλαιοῦ λίτρας γ΄. ἕψε λιθάργυρον ἐλαίῳ καὶ ὅταν ἄρξηται συστρέφεσθαι, ἐπίβαλλε ἄσφαλτον καὶ ἕψε μέχρις οὗ αὕτη καλῶς τακῇ, τήκεται γὰρ χρόνῳ εἶτα πίσσαν, εἶτα ῥητίνην, κηρὸν, ἀμμωνιακὸν, πρόπολιν. ἕκαστον δ' αὐτῶν ἀποδίδου συστρέφων καὶ ὑποσπῶν τὸ πῦρ. ἀμολύντων δ' ὄντων, ἰὸν, σχιστὴν καὶ ἐνδοὺς ζέμα, κατάχει εἰς λεκάνην ψυχρὸν ἔχουσαν. ταύτῃ μετὰ τὸ πωρωθῆναι τὸ λοιπὸν κάταγμα, σκινδαλμῶν ἐμπλεόντων πλεόνων ἐχρησάμεθα καὶ ἐν ὀλίγαις ἡμέραις εἰς τοῦτο περιήγαγεν, ὥστε τὸν πῶρον περιελεῖν καὶ τοὺς σκινδαλμοὺς, λίαν ἐστὶ πολύχρηστος. καὶ μετὰ ταύτην ἄλλην ἐφεξῆς ὁμογενῆ ταῖς προειρημέναις ἐμπλάστροις ὁ Ἥρας ᾧδέ πως ἔγραψεν. ἔμπλαστρος καταγματικὴ καὶ πρὸς ὑδρωπικούς. Ϛ πίσσης ξηρᾶς μνᾶν α΄. πίσσης ὑγρᾶς κοτύλης ἥμισυ, ὀποῦ συκομόρου κοτύλην α΄. λιθαργύρου μνᾶν α΄. λιβάνου μνᾶν α΄. χαλβάνης η΄. τερμινθίνης μνᾶς ἥμισυ, στέατος μοσχείου μνᾶν α΄. κηροῦ μνᾶν [549] μίαν, ὀποπάνακος η΄. ἰοῦ ξυστοῦ η΄. κίκεως ἀδόλου κοτύλας δ΄. ὄξους δριμέος κοτύλην α΄. ἕψεται πραέως ἡ λιθάργυρος καὶ ὁ λίβανος σὺν τῷ κικίνῳ καὶ τῷ στέατι, εἶτα πίσσα προσβάλλεται κηρὸς, ῥητίνη, χαλβάνη κεκαθαρμένη καὶ μικρῷ ὄξει ἀνιεμένη. τοῦ δὲ λοιποῦ ὄξους μίγνυται τὸ μὲν τρίτον μέρος τῷ ἰῷ, τὸ δὲ δίμοιρον τῷ ὀποπάνακι, καὶ ταῦτα προσεμβάλλεται. ἐν ἑτέρῳ δὲ λοπαδίῳ ὑγρὰ πίσσα καὶ ὁ τῆς συκομόρου ὀπὸς καὶ ὁ τοῦ κίκεως ὅσον ὄγδοον μέρος, ἵνα μὴν ὁ ἰὸς συστραφῇ, εἶτα ἕψεται μετρίως ὅσον ἡνῶσθαι· ὅταν δὲ καλῶς ἑνωθεὶς εἶναι δόξῃ, εἰς οἶνον ἀποτίθεται τὸ φάρμακον. ταύτῃ πολλῶν περιεγενόμεθα ὑδρωπικῶν, ἐπιῤῥίπτοντες αὐτὴν καὶ ἄγοντες ἀπεριέργως καὶ μόνον εὐπεψίας προνοούμενοι. ὅταν μέντοι πολλῆς προκοπῆς οἱ πάσχοντες αἴσθωνται, μεταβαίνομεν ἐπὶ τὴν ὑπογεγραμμένην αὐτῇ δι' ἁλῶν.
[Καταγματικὴ Ἀνδρομάχου.] Πρώτην δὲ τῶν καταγματικῶν ὁ Ἀνδρόμαχος ὡδί πως ἔγραψε. καταγματικὴ ᾗ χρῶμαι συνεχῶς. λιθαργύρου μνᾶ α΄. πίσσης μνᾶ α΄. [550] κηροῦ μνᾶ α΄. στέατος ταυρείου μνᾶ α΄. λιβάνου μνᾶ α΄. πίσσης ὑγρᾶς κοτύλης ἥμισυ, ὁποῦ συκαμίνου κοτύλη α΄. τερμινθίνης μνᾶ α΄. ὀποπάνακος η΄. χαλβάνης η΄. ἰοῦ η΄. κίκεως κοτύλη α΄. τινὲς καὶ βουτύρου μνᾶ α΄. ἀμμωνιακοῦ θυμιάματος κε΄. ἐν οἴνῳ αὐστηρῷ. μετὰ ταύτην ἑτέραν οὑτωσὶ γράφει. ἄλλη καταγματική. λιθαργύρου μνᾶ α΄. κηροῦ μνᾶς ἥμισυ, οἱ δὲ τέταρτον, πίσσης μνᾶ α΄. τερμινθίνης μνᾶς ἥμισυ, στέατος μοσχείου μνᾶ α΄. ὀποπάνακος η΄. ἰοῦ η΄. χαλβάνης η΄. οἱ δὲ στ΄. κίκεως κοτύλη α΄. ὄξους ἴσον. Γάλλος ἐνέβαλλε σχιστῆς ιβ΄. χρυσοκόλλης ιβ΄. ἄλλην ἐπὶ ταῖς προειρημέναις καταγματικὴν οὕτως ἔγραψεν ὁ Ἀνδρόμαχος. μέλαινα καταγματική. Ϛ λιθαργύρου σ΄. ἀσφάλτου σ΄. πίσσης ρ΄. κηροῦ ρ΄. σχιστῆς λ΄. προπόλεως λ΄. τερμινθίνης ν΄. ἀμμωνιακοῦ θυμιάματος κδ΄. ἰοῦ ξυστοῦ ι΄. ἐλαίου ξε. δ΄. οἱ δὲ ξε. β΄. οἱ παλαιοὶ καὶ λίθου πυρίτου ξ΄. αὗται μὲν οὖν ἐφεξῆς ἐγράφησαν ὑπὸ τοῦ Ἀνδρομάχου. χωρὶς δὲ τούτων [551] ἐν ταῖς χλωραῖς ὑστάτη γέγραπταί τις ἔμπλαστρος οὕτως. ἄλλη χλωρὰ κεφαλικὴ ἐκ τῶν Ἀφροδᾶ Ϛ λεπίδος μ΄. γῆς ἐρετριάδος κ΄. ἀριστολοχίας λ΄. ἰχθυοκόλλης ιστ΄. ἁλὸς ἀμμωνιακοῦ ιβ΄. μίσυος ιβ΄. σμύρνης ιβ΄. λιβάνου λστ΄. χαλκοῦ κεκαυμένου ιστ΄. στυπτηρίας σχιστῆς ιβ΄. καὶ στρογγύλης ιστ΄. βρυωνίας ιβ΄. χαμαιλέοντος μέλανος ιβ΄. ῥητίνης κεκαυμένης ιη΄. ἀμμωνιακοῦ θυμιάματος ιη΄. λιθαργύρου ιβ΄. ἐν ἄλλῳ εὗρον θείου ἀπύρου, Ἰλλυρίδος ἀνὰ ιβ΄. χαλκάνθης ιβ΄. χολῆς ταυρείας κοτύλης ἥμισυ, ὄξους χοέα α΄. ὑπὸ κύνα τροχίσκους ποίει ἀνὰ δ΄. μίσγε κηροῦ δ΄. ὄξους κοτύλας στ΄. ἐλαίου κοτύλας στ΄.
[Περὶ τῶν κολλητικῶν ἐμπλάστρων.] Ἔνιοι ταύτας ἐναίμους τε καὶ τραυματικὰς ὀνομάζουσιν. ἔργον δ' αὐτῶν ἐστι, συμφῦσαί τε καὶ κολλῆσαι τὰς διῃρημένας σάρκας, ὡς εἰς τὴν ἀρχαίαν ἕνωσιν ἀχθῆναι τὸ μόριον. οὐ μόνον δὲ τὰ ἔναιμα κολλᾶται παραχρῆμα τῆς διαιρέσεως ἔτι [552] ῥέον τὸ αἷμα σπογγιζόντων ἡμῶν, εἶτα ῥαφαῖς ἢ ἀγκτῆρσιν συναγόντων, ἀλλὰ καὶ κόλπους παλαιοὺς ἀφλεγμάντους τε καὶ καθαροὺς πρῶτον ἐργασάμενοι διὰ φαρμάκων ἐπιθέσεως, ἑνοῦμέν τε καὶ συμφύομεν. εἴρηται δὲ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ὅτι ἀφαιρετικὸν μὲν ῥύπου φάρμακον πρώτως τε καὶ καθ' ἑαυτὸ λέγεται, σαρκωτικὸν δὲ καὶ κολλητικὸν δευτέρως. οὐ γὰρ ὡς αὐτὸ σαρκοῦν ἢ συμφῦον, οὐδ' ὡς οὐκ ὄντων τούτων φύσεως μόνης ἔργων, ἀλλ' ὅτι τοιούτων ἐπιτιθεμένων φαρμάκων σαρκοῦταί τε καὶ συμφύεται τὰ ἕλκη, τὴν προσηγορίαν ταύτην ἔλαβε. ἔργον δ' αὐτῶν ἴδιόν ἐστιν, ἀπέριττον ἐργάσασθαι τὸ πεπονθὸς μόριον, ὡς μὴ κωλύοιεν οἱ ἰχῶρες αὐτοῦ τὴν σάρκωσιν ἢ τὴν κόλλησιν. ἐδείχθη δὲ ὅτι ξηραντικώτερα τῶν σαρκωτικῶν ἐστὶ τὰ συμφυτικὰ, καὶ ὡς τὰ μὲν σαρκωτικὰ ῥυπτικῆς δυνάμεώς ἐστιν ἀδηκτοτάτης, τὰ κολλητικὰ δὲ οὐ πάντως ῥυπτικῆς, ἀλλὰ χρὴ μόνον αὐτοῖς ξηραντικοῖς ὑπάρχειν. ἐπεὶ δὲ καὶ τὰ τὴν οὐλὴν ἐργαζόμενα φάρμακα πολὺ [553] τούτων ἐστὶ ξηραντικώτερα μετὰ τοῦ στύφειν ἱκανῶς, διωρίσθω καὶ τούτων τὰ κολλητικά τε καὶ συμφυτικὰ, τῷ μετριώτερον ξηραίνειν. ὅρος δὲ τῶν μὲν κολλητικῶν μηδεμίαν ἐᾶσαι μεταξὺ τῶν κολληθησομένων ὑγρότητα γενέσθαι· τῶν δ' ἐπουλωτικῶν οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὴν οὖσαν ἐν τοῖς ἐπουλωθησομένοις ἐκδαπανᾷν καὶ προσέτι τυλοῦν καὶ σκληρύνειν τῇ στύψει. τὰ σαρκωτικὰ δὲ τὸ μὲν εἰς ἀνάθρεψιν ἐπιτήδειον αἷμα φυλάττει, κατά τε ποσότητα καὶ ποιότητα, τοσοῦτόν τε καὶ τοιοῦτον, ὁπόσου καὶ ποίου δεῖται πρὸς τὴν τῆς σαρκὸς γένεσιν ἡ φύσις. καθαρὸν δὲ φυλάττει τὸ ἕλκος, εἰ μὲν παρέλαβεν αὐτὸ τοιοῦτον ἀδηκτότατον, εἰ δὲ ῥύπον ἔχον, ἀναγκαῖον μὲν αὐτὸ ῥυπτικὸν εἰς τοσοῦτον εἶναι κατὰ τὴν ἑαυτοῦ δύναμιν, εἰς ὅσον ἥκει πάχους ὁ ῥύπος. ἀναγκαῖον δὲ καὶ δάκνειν καὶ διαβιβρώσκειν τὴν νεοπαγῆ σάρκα. δῆλον οὖν ὅτι τοιοῦτον ὂν οὐ σαρκώσει τὸ ἕλκος οὐδὲ πληρώσει τὴν κοιλότητα τῆς σαρκὸς, ἀλλὰ συντήξει τε καὶ μειώσει καὶ διὰ τοῦτο τὰ ῥύπου πολλοῦ [554] καθαρτικὰ φάρμακα, περὶ ὧν ἔμπροσθεν εἶπον, οὐκ ἀεὶ δύναται σαρκοῦν, ἀλλ' ὅταν ἤτοι δι' ἐλαίου πλείονος ἢ ῥοδίνου τακέντα, καθάπερ τό τε ἐλαιῶδες καὶ τὸ διὰ χάρτου, κολασθῇ τὸ σφοδρὸν τῆς ῥύψεως ἢ διὰ κηρωτῆς μίξεως ἄδηκτα γίγνηται. τοιαῦται δὲ πολλαὶ τῶν πολυχρήστων δυνάμεών εἰσιν, ὡς ἥ τε τοῦ Μαχαιρίωνος καὶ ἡ ἴσις. ὁ μὲν οὖν σκοπὸς ἑκάστου τῶν τοιούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου λέλεκται γράμμασιν ἡ δὲ ὕλη τῶν δυνάμεων ἡ μὲν ἁπλῆ δι' ἑτέρας πραγματείας ἔμπροσθεν, ἡ σύνθετος δὲ διὰ τῆς νῦν ἐνεστώσης λέγεται. καὶ πρώτης γε ἐν αὐτῇ μεμνῆσθαι χρὴ τῆς τῶν θεραπευομένων σωμάτων φύσεως. τὰ μὲν ὑγρὰ καὶ διὰ τοῦτο μαλακὰ, καθάπερ τὰ τῶν γυναικῶν καὶ παιδίων εὐνούχων τε καὶ γυναικείως βιούντων, ἀσθενεστέρων δεῖται φαρμάκων, τὰ δὲ τῶν ἀνδρῶν, καὶ μάλισθ' ὅσοι δι' ἐνεργειῶν ἀνδρικῶν καὶ ἡλίου σκληρὰν εἰσήγοντο τὴν ἕξιν τοῦ σώματος, ὑπὸ τῶν ἀσθενῶν οὐδὲν ὠφελεῖται. διὰ τοῦτ' οὖν οὐδὲ τὰ κολλητικὰ κοινὰ τῶν σωμάτων ἑκατέρων ἐστὶν, ἀλλ' ὅσα μὲν διὰ λιθαργύρου καὶ ἐλαίου [555] σκευάζεται καὶ ὄξους, περὶ ὧν ἐν τῷ πρώτῳ λόγῳ διῆλθον, ἀσθενοῦς καὶ μαλακῆς σαρκός ἐστι κολλητικά· τὰ δὲ δι' ἀσφάλτου καὶ ἰοῦ καὶ λεπίδος, ἀλόης τε καὶ σμύρνης, ἰσχυρᾶς τε καὶ σκληρᾶς. ἔστι μὲν οὖν ἡ ἄσφαλτος αὐτὴ καθ' ἑαυτὴν ἐν τῷ σκοπῷ τούτων τῶν δυνάμεων, ἀλλ' οὐχ οἷόν τε χρῆσθαι μόνῃ μετ' ἐλαίου τήξαντα, ψαθυρωτέρα γάρ ἐστιν ἢ ὡς ἐμπλαστρῶδες ἐργάσασθαι φάρμακον. ἵν' οὖν ἔμπλαστρος γένηται, κηροῦ καὶ ῥητίνης αὐτῇ μίγνυμεν, ὑφ' ὧν πάλιν ἐκλυθησομένην αὐτῆς δύναμιν εἰδότες, ἐνίοτε μὲν χαλκὸν ἢ λεπίδα χαλκοῦ, πολλάκις δὲ ἀλόην ἢ σμύρναν ἢ συνελόντι φάναι τῶν ξηραινόντων τι φαρμάκων οὐκ ἀγεννῶς μίγνυμεν.
[Αἱ δι' ἀσφάλτου βάρβαροι.] Πρώτας κᾀνταῦθα παραθήσομαι τὰς ὑπὸ Ἀνδρομάχου γεγραμμένας αὐτῇ τῇ ἐκείνου λέξει. βάρβαρος ᾗ χρῶμαι. Ϛ κηροῦ σ΄. πίσσης σ΄. ῥητίνης σ΄. ἀσφάλτου σ΄. λιβάνου κδ΄. ἐλαίου κοτύλην α΄. ἄλλη. Ϛ πίσσης λίτρας β΄. ἀσφάλτου λίτραν α΄. κηροῦ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος γο στ΄. μάννης γο στ΄. ψιμυθίου [556] γο γ΄. ἐλαίου κοτύλης Ϛ΄΄. ὄξους κοτύλας δ΄. ταύτην Ἀφροδᾶς ἐθαύμασεν. μέλαινα ἄλλη. Ϛ πίσσης ξηρᾶς λίτραν α΄. ῥητίνης ξηρᾶς λίτραν α΄. ἀσφάλτου λίτραν α΄. ψιμυθίου γο στ΄. μάννης, χαλκάνθης, ἰοῦ ξυστοῦ ἀνὰ οὐγγίας γ΄. ἐλαίου κοτύλης ἥμισυ, ὄξους κοτύλης ἥμισυ. ἄλλη ἐκ τῶν Γάλλου. Ϛ στέατος αἰγείου λ΄. ἰοῦ η΄. κηροῦ ν΄. ἀριστολοχίας κε΄. ἀσφάλτου κε΄. πίσσης κε΄. ἀμμωνιακοῦ θυμιάματος ιβ΄. χαλβάνης ιβ΄. ἥμισυ, σιλφίου η΄. ἄλλ. κ΄. μάννης ιβ΄. σκεύαζε. ἄλλη ἡ καλουμένη ἀνίκητος. Ϛ κηροῦ ρ΄. στέατος ταυρείου λ΄. ἀσφάλτου κε΄. πίσσης κε΄. τερμινθίνης κε΄. νίτρου κβ΄. ἥμισυ, ἀριστολοχίας ιβ΄. χαλβάνης η΄. σμύρνης δραχμὰς ιη΄. λιβάνου ιβ΄. ἥμισυ, ἀμμωνιακοῦ δραχμὰς η΄. ἀμώμου δραχμὰς η΄. καρδαμώμου ιβ΄. ὀποπάνακος δραχμὰς η΄. μυελοῦ ἐλαφείου ιε΄. ἰοῦ ιβ΄. ἀλόης δραχμὰς η΄. βδελλίου ιστ΄. ἐλαίου κοτύλας β΄. ἐγὼ δὲ ἔβαλλον προπόλεως δραχμὰς ιβ΄.
[557] [Ἄλλη ἔναιμος Ἰουλιανοῦ.] Ϛ Λιθαργύρου ν΄. ἀσφάλτου δραχμὰς ν΄. κηροῦ ν΄. πίσσης βρυτίας δραχμὰς ν΄. ῥητίνης φρυκτῆς ιε΄. λεπίδος χαλκοῦ ιβ΄. λιβάνου δραχμὰς ιδ΄. χαλβάνης η΄. χαλκίτεως δραχμὰς δ΄. ἀλόης στ΄. κηκίδος δ΄. σμύρνης δραχμὰς δ΄. ἀριστολοχίας μακρᾶς στ΄. ἀριστολοχίας στρογγύλης δραχμὰς δ΄. ἐλαίου παλαιοῦ κοτύλας δ΄. ἐγὼ δὲ ἐλαίου κοτύλας γ΄.
[Βάρβαρος Ἥρα.] Ἣν Ἥρας ἔγραψε βάρβαρον οὕτως. μέλαινα ἔμπλαστρος ἔναιμος πρὸς τὰς ἀξιολόγους διαιρέσεις καὶ μάλιστα πρὸς τὰς ἐν τῇ κεφαλῇ, πρὸς σύριγγας, κόλπους, κατάγματα. ἁρμόζει καὶ ἡπατικοῖς καὶ σπληνικοῖς, ἀφλεγμάντως κολλᾷ. ποιεῖ καὶ ἐπὶ νεύρων καὶ χόνδρων διακεκομμένων καὶ ὀστῶν, ἐπέχει δὲ παραδόξως καὶ αἷμα φερόμενον. ἔτι δὲ ποιεῖ πρὸς ὑποφορὰς καὶ κόλπους, κολλᾷ γὰρ μεγάλως καὶ ἐπὶ τῶν ἀποστημάτων κομισάμενος τὸ ὑγρὸν, ταύτην ἐπιτίθει. ἔστι καὶ ἴσχαιμος καλλίστη μάλιστα ἐπὶ τῶν αἷμα ἀναγόντων. ἐμπλάσας δὲ εἰς δέρματα δύο, ἓν μὲν [558] ἐπὶ τὰ στήθη καὶ τὰς πλευρὰς ἐπιτίθει, ἕτερον δὲ ἐπὶ τὸ μετάφρενον, παραδόξως ἐπέχει τὸ αἷμα. ποιεῖ καὶ πρὸς κυνόδηκτα καὶ ἀνθρωπόδηκτα, τὸ ὅλον ἀφλέγμαντος. αὕτη τὰς τραυματικὰς, ὡς ἡ πεῖρα δέδειχεν, ἐνίκησε. λῦε χειμῶνος δι' ἡμερῶν ἑπτὰ, θέρους διὰ ε΄. ἐὰν δὲ ἐπείγῃ διὰ τριῶν. Ϛ κηροῦ λίτραν μίαν, πίσσης λίτραν μίαν, ἀσφάλτου λίτραν μίαν, πιτυΐνης λίτραν μίαν, μάννης οὐγγίας στ΄. ψιμυθίου οὐγγίας δ΄. χαλκάνθης οὐγγίας δ΄. ὀποπάνακος οὐγγίας β΄. ἐλαίου ἡμιούγγιον, οἱ μὲν ἡμίμναν, οἱ δὲ ἡμίλιτραν, ὄξους κοτύλας β΄. κηρὸν, ἄσφαλτον, ἔλαιον, ὄξος ὀλίγον ὑπολειπόμενος, εἰς χύτραν καινὴν βαλὼν τῆκε, εἶτα ἐπίβαλλε τὴν πίσσαν καὶ τὴν ῥητίνην λεπτοκοπήσας ἐπιμελῶς. ὅταν ἡμίεφθος ᾖ, ἄρας τὴν χύτραν καὶ διαψύξας ποσῶς ἔμπασσε διηθημένον τὸ χάλκανθον λειωθὲν ὄξει, ἐκ τῶν δύο κοτυλῶν κατὰ μικρὸν, ἵνα μὴ ὑπερζέσῃ. ἐπὰν δὲ ἐκχέῃς, ἐλαφρῶς ὁπόκαιε κινῶν. ὅταν ἀμόλυντος ᾖ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἔγχει τὸν ὀποπάνακα πρὸ μιᾶς βεβρεγμένον εἰς μέρος τοῦ ὑπολειπομένου [559] ὄξους, ὥστε διαλυθῆναι, εἶτα ἔμπασον τὸ ψιμύθιον καὶ τὴν μάνναν ὁμοῦ ἐπιμελῶς λελειωμένα καὶ μικρὸν χλιάνας, ὡς ἑνωθῆναι φυλασσόμενος μὴ προσκαῇ ὀποπάναξ καὶ ἡ μάννα, κατάχει εἰς θυείαν καὶ ἐάσας ψυγῆναι, ἀναμαλάξας ἀπόθου καὶ χρῶ. δῆλον δ' ὅτι καὶ τὰς ἄλλας βαρβάρους, ἃς ὅ τε Ἀνδρόμαχος ἔγραψε καὶ οἱ ἄλλοι, τὸν αὐτὸν τρόπον σκευάζειν προσῆκεν. ἔνιοι οὐκ ἐμβάλλουσι τῇ κακκάβῃ τὸν ὀποπάνακα, λειώσαντες δὲ μετ' ὄξους ἐν θυείᾳ καταχέουσι τὰ τηκτά. σὺν αὐτῷ δὲ ἔνιοι, καθάπερ κᾀγὼ πολλάκις ἐποίησα, καὶ τὴν μάνναν καὶ τὸ ψιμύθιον ἐν τῇ θυείᾳ προλειώσας μετ' ὄξους ἐπιχέων τήξας τὰ τηκτά. πολλάκις δὲ τὸ χάλκανθον μόνον μετὰ τοῦ ὀποπάνακος λειώσας εἰς τὴν κακκάβην ἐμβαλὼν, τὴν μάνναν καὶ τὸ ψιμύθιον ἐμπάσσων. ἄλλη βάρβαρος Ἥρα. ὁ μὲν Ἥρας ταύτης μόνης προὔγραψε τὸ βάρβαρος. ἐγὼ δὲ καὶ τὴν ἔμπροσθεν ὁμοίως ὠνόμασα, καίτοι μέλαιναν ὑπ' αὐτοῦ κεκλημένην, ἐπειδὴ τὰς δι' ἀσφάλτου βαρβάρους εἰώθασι καλεῖν οἱ πλεῖστοι τῶν νεωτέρων ἰατρῶν. αὐτὸς δὲ ὁ Ἥρας οὕτως [560] περὶ αὐτῆς ἔγραψε κατὰ λέξιν. βάρβαρος πρὸς τὰ νεότρωτα, κόλπους, κυνόδηκτα, ἀνθρωπόδηκτα, κονδυλώματα φλεγμαίνοντα, πρὸς τὰ ἐν ἄρθροις πάντα ἐν ἀρχῇ καὶ πρὸς ποδάγραν. Ϛ κηροῦ μνᾶν α΄. πίσσης μνᾶν α΄. ῥητίνης φρυκτῆς μνᾶν α΄. ἀσφάλτου Ἰουδαϊκῆς μνᾶν α΄. λιθαργύρου ι΄. ψιμυθίου ε΄. ἰοῦ ν΄. ὀποπάνακος δ΄. ἐλαίου κοτύλην α΄. ὄξους κύαθον α΄. ἕψε κηρὸν πίσσαν, ἄσφαλτον, ῥητίνην ἕως τακῇ, εἶτα τὰ λοιπὰ μετὰ τοῦ ἐλαίου λελειοτριβημένα ἔμβαλλε, καὶ βαστάσας καὶ μικρὸν διαψύξας ἐκ τοῦ ὄξους κατ' ὀλίγον ἐπίσταζε. τοιοῦτος μέν τις ὁ τύπος τῶν βαρβάρων ἐμπλάστρων. ἐγὼ δέ τι προσθεὶς, ὡς αὐτὸς χρῶμαι, καταπαύσω τὸν περὶ αὐτῶν λόγον. εἰσὶ δὲ δύο, μία μὲν πρὸς τὰ μέγιστα τραύματα, ἄλλη δὲ πρὸς τὰ μικρότερα. τῆς μὲν οὖν πρὸς τὰ μέγιστα παραλαμβανομένης ἡ σύνθεσίς ἐστιν ἥδε.
[Βάρβαρος Γαληνοῦ.] Ϛ Πίσσης λίτρας η΄. κηροῦ λίτρας στ΄. οὐγγίας η΄. πιτυΐνης λίτρας ε΄. οὐγγίας δ΄. ἀσφάλτου λίτρας δ΄. ἐλαίου λίτραν α΄. οὐγγίας στ΄. λιθαργύρου [561] καὶ ψιμυθίου καὶ ἰοῦ ἀνὰ κδ΄. λιβανωτοῦ λίτρας ἥμισυ, στυπτηρίας ὑγρᾶς ιβ΄. σχιστῆς οὐγγίας δ΄. ὀποπάνακος, λεπίδος, χαλβάνης ἀνὰ ιβ΄. ἀλόης καὶ ὀπίου καὶ σμύρνης ἀνὰ δ΄. τερμινθίνης οὐγγίας κδ΄. μανδραγόρου χυλοῦ στ΄. ὄξους κοτύλας στ΄. αἵ εἰσι λίτραι ε΄. ἡ δὲ τῆς ἁπλουστέρας βαρβάρου συμμετρία τῇ συνθέσει ἐστὶν ἥδε. Ϛ πίσσης, κηροῦ, ῥητίνης πιτυΐνης, ῥητίνης φρυκτῆς, ἀσφάλτου τῶν ε΄. τούτων ἀνὰ λίτραν α΄. λιθαργύρου ι΄. ψιμυθίου ε΄. ἰοῦ ε΄. ὀποπάνακος γ΄. ἐλαίου χειμῶνος οὐγγίας θ΄. θέρους οὐγγίας στ΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καταχεῖται λελειωμένων ἐν θυείᾳ μετ' ὄξους δριμέος. ἐὰν δὲ ἀνωδυνώτερον εἶναι βουληθῇς τὸ φάρμακον, προσμίξεις ὑοσκυάμου χυλοῦ α΄. ἥμισυ. καὶ ὀπίου α΄.
[562] Καὶ ταῦθ' ὑμῖν τοῖς ἑταίροις ὑπομνήματα γράφω δι' αὐτῶν τῶν ἔργων τῆς τέχνης ἐγνωκόσιν ὁπόσην ἔχει δύναμιν ἡ ἡμετέρα τῶν νευροτρώτων θεραπεία καὶ ὡς ἐσώθησαν ἅπαντες, οὔτε κυλλωθέντες οὔτε χωλωθέντες, ἃ τοῖς ἑτέρως θεραπευομένοις ἐθεάσασθε συμβαίνοντα, καθάπερ γε καὶ σπασθέντας ἐνίους ἢ σὺν ὀδύναις ἢ σηπεδόσιν ἢ πυρετοῖς ἀποθανόντας. εἰκὸς δὲ ἐκπεσεῖν καὶ εἰς ἄλλους [563] τὰ ὑπομνήματα ταῦτα μὴ δυναμένους καλῶς χρῆσθαι τοῖς ἐγγεγραμμένοις, ἢ διὰ τὸ μὴ μεμαθηκέναι παρὰ διδασκάλου τὴν θεωρίαν τῆς ἰατρικῆς τέχνης, ἀλλὰ ὅλως ἀνεισάκτους τε καὶ ἀγυμνάστους εἶναι τὸ παράπαν ἢ διὰ τὸ κακῶς μεμαθηκέναι παραμένοντας τοῖς ἄνευ λόγου διὰ μόνης πείρας εὑρῆσθαι λέγουσι τὰ σύνθετα φάρμακα. καὶ γὰρ οὗτοι προφανῶς ἁμαρτάνουσι φιλονεικοῦντες. ἕτερον δὲ τρόπον οὐδὲν ἧττον αὐτῶν οἱ νομίζοντες οὐδὲν φάρμακον ἐξ ἐναντίων χρῆναι ταῖς δυνάμεσι συντίθεσθαι τῶν ἁπλῶν. ἀλλὰ τούτους μὲν ἤλεγξε τὰ κατὰ τὸ πρῶτον ὑπόμνημα γεγραμμένα φάρμακα μεγάλας ἐπιδειξάμενα τὰς ἑαυτῶν δυνάμεις, ἐξ αὐτῶν τῶν τὴν σύνθεσιν ἐξ ἐναντίων ἐσχηκότων ἁπλῶν. οὐχ ἥκιστα δὲ καὶ κατὰ τὰ μέλλοντα γραφήσεσθαι μετὰ τοῦτο τὸ βιβλίον, ἐπιδείξομεν ἄριστα φάρμακα τὴν σύνθεσιν ἐξ ἐναντίων ταῖς δυνάμεσιν ἔχοντα. νυνὶ δὲ περὶ τῆς ἡμετέρας ἀγωγῆς, ἣν ἐπενοήσαμεν ἐπὶ τοῖς νευροτρώτοις, ὁ καθ' ὅλον τουτὶ τὸ βιβλίον ἔσται μοι λόγος, ἐπιδεικνύντι πόσον πλῆθος φαρμάκων τὰς αὐτὰς δυνάμεις [564] ἐχόντων εὗρον, ἐκ τοῦ τόν γε καθόλου τρόπον τῆς θεραπείας ἐπινοῆσαι καὶ τὰς τῶν ἁπλῶν φαρμάκων ἐπίστασθαι δυνάμεις.
[Τίς ὁ καθόλου τρόπος ἐστὶ τῆς θεραπείας τῶν νευροτρώτων καὶ τίνα τὰ κατ' εἶδος φάρμακα.] Ἐθεασάμην μὲν ἅπαντας τοὺς διδασκάλους τῇ καλουμένῃ συνήθως ἤδη τοῖς νεωτέροις ἰατροῖς ἐναίμῳ καὶ κολλητικῇ θεραπεύοντας ἀγωγῇ. κατ' ἀρχὰς γὰρ ἐπιτιθέντες τι φάρμακον τῶν ἐναίμων καλουμένων, ἐπειρῶντο κολλᾷν τὰ χείλη τοῦ τραύματος. εἰ δὲ φλεγμήνειεν, ὕδατί τε κατήντλουν θερμῷ δαψιλεῖ παραχέοντες ἔλαιον, ἐπίπασμά τε προσέφερον ἄλευρον πύρινον ἡψημένον ἐν ὑδρελαίῳ. καὶ μέντοι καὶ τοὺς μονομάχους, ὅσοι τε κατὰ τῆς μύλης ἐτρώθησαν ἀνωτέρω τε ταύτης κατὰ τὸν πλατὺν καὶ λεπτὸν τένοντα θεραπευομένους ὑπ' αὐτῶν ἑώρων ὡσαύτως. ἴσως δὲ ἄμεινον ᾖ εἰπεῖν οὐ θεραπευομένους, ἀλλ' ἀπολλυμένους, ὀλιγοστοὶ γὰρ ἐξ αὐτῶν καὶ οὗτοι χωλούμενοι διεσώζοντο. καὶ μέντοι καὶ τῶν ἐν ἄκρᾳ τῇ χειρὶ τενόντων, δι' ὧν οἱ δάκτυλοι κάμπτονταί [565] τε καὶ ἐκτείνονται, παμπόλλους ἐθεασάμην ἤτοι θλασθέντας ἢ νυγέντας ἐλαχίστῳ νύγματι, σηπομένους οὕτως, ὡς ἐοικέναι τοῖς ἑψομένοις ἐν ὕδασι καὶ μάλιστα ἐπὶ πλέον. ὁμοίως γὰρ αὐτοῖς ἐκλύονταί τε καὶ μαλακύνονται κατὰ τὴν σύστασιν οἱ διὰ τῆς προειρημένης ἀγωγῆς θεραπευόμενοι. κατέγνων οὖν αὐτῆς, ὡς σηπούσης τὸ τετρωμένον μόριον. ἐπεὶ δὲ τὰ σηπόμενα πάντα προσεγίγνωσκον, ὑφ' ὑγρότητός τε καὶ θερμότητος τοῦτο πάσχοντα, τὴν θεραπείαν ἔγνων χρῆναι διὰ τῶν ξηραινόντων καὶ ψυχόντων ποιεῖσθαι. πάλιν δ' ἐννοήσας, ὡς τὸ ψυχρὸν ἀληθῶς ὑφ' Ἱπποκράτους εἴρηται πολέμιον εἶναι τοῖς νεύροις, ἔγνων ἄριστον ἔσεσθαι φάρμακον ἐπὶ τῶν νευροτρώτων, ὅπερ ἂν ξηραίνῃ τε καὶ μέσως ἔχῃ τοῦ θερμαίνειν τε καὶ ψύχειν ἢ μὴ πολὺ τοῦ μέσου πρὸς τὸ θερμαίνειν ἀποκεχωρηκὸς εἴη. δύνασθαί γε μὴν καὶ θερμὸν ἱκανῶς εἶναι τὸ φάρμακον, ἐάν γε αὐτῷ τὸ ξηραίνειν ὑπάρχῃ. χωρὶς γὰρ ὑγρότητος οὐχ οἷόν τ' ἐστὶ σήπειν τὸ θερμαῖνον. ἔτι δὲ πρὸς τούτοις κᾀκεῖνο προσεννοήσας, ὡς πολὺ διαφέροι γυμνῷ τῷ πεπονθότι μορίῳ προσφέρειν τὸ φάρμακον ἢ διὰ σωμάτων ἑτέρων [566] προκειμένων αὐτοῦ, προσήκειν ἔγνων ἑτέροις μὲν ἐπὶ γεγυμνωμένου τοῦ νεύρου χρῆσθαι φαρμάκοις, ἑτέροις δ' ὅταν ᾖ νενυγμένον, ἀπαθῶν τῶν προκειμένων αὐτοῦ σωμάτων ὑπαρχόντων. ἔνθα μὲν γὰρ γυμνῷ τῷ νεύρῳ προσφέροι τις τὸ φάρμακον, ἐνταῦθα τὴν εἰρημένην ἔνδειξιν τῶν ὠφελησάντων φαρμάκων εἰλικρινῆ παραλαμβάνεσθαι προσῆκεν. τῶν δὲ προκειμένων μορίων ἀπαθῶν ὄντων, λεπτομερέστερον εὑρίσκειν χρὴ φάρμακον, ὅπως ἡ δύναμις αὐτοῦ μὴ προεκλύηται διὰ τῶν ἐν μέσῳ σωμάτων, ἀλλ' εἰς τὸ βάθος ἀφίκηται. δύνασθαι δὲ τὸ τοιοῦτο φάρμακον, ἐὰν ἰσχυρῶς πεφύκῃ ξηραίνειν, ἔτι εἰ καὶ μὴ σύμμετρον εἴη, κατὰ θερμότητα καὶ ψυχρότητα μηδὲ ἀδικεῖν, ἀσθενεστέρας αὐτοῦ γιγνομένης τῆς κατὰ τὸ θερμαίνειν ἢ ψύχειν ἐνεργείας ἐν τῷ διεξιέναι τὰ προκείμενα μόρια τοῦ νευρώδους σώματος. εὑρημένου δὲ τοῦ σκοποῦ τῶν ὠφελησάντων φαρμάκων, ἐν τῷ λεπτομερεῖ τῆς οὐσίας αὐτῶν, ἐφεξῆς ἦν ἀναμιμνήσκεσθαι τῆς ὕλης. ἔγνωστο δ' ἐν τῇ τῶν ἁπλῶν φαρμάκων ἐπισκέψει τὰ μὲν πλεῖστα τῶν θερμαινόντων λεπτομερῆ, τὰ [567] δὲ πλεῖστα τῶν ψυχόντων παχυμερῆ. μόνως γὰρ ἐν αὐτοῖς μία ποιότης ἡ ὀξεῖα μετὰ λεπτομεροῦς οὐσίας γίνεταί ποτε, καὶ διὰ τοῦτο πάντων τῶν ψυχόντων λεπτομερέστερόν ἐστιν ὄξος τὸ δριμύτατον, ὃ καὶ θερμότητος βραχείας μετέχειν ἀποδέδεικται. τῶν δ' αὖ θερμαινόντων ὀποὶ καλοὶ λεπτομερέστατοι τυγχάνουσιν ὄντες καὶ πᾶσιν ἀνθρώποις ἤδη γινώσκεται πρωτεύων αὐτῶν ὁ Κυρηναῖος, ἀλλὰ τούτου μὴ παρόντος καὶ τῷ Μηδικῷ χρώμεθα καὶ τοῖς μετ' αὐτῶν ἀπὸ τῶν ἀνατολικῶν χωρίων κομιζομένοις, ὁποῖός ἐστι καὶ ὁ σαγαπηνὸς ὀνομαζόμενος. ἐκ ταὐτοῦ δὲ γένους ὑπάρχει τοῖσδε καὶ ὁ τοῦ εὐφορβίου κατὰ τὰ δυτικὰ μέρη τῆς οἰκουμένης γεννώμενος, εἴτ' ὀπὸν αὐτὸν εἴτ' ἄλλο τι καλεῖν ἐθέλοι τις. ἡμῖν δ' ἀρκέσει καθ' ὅλον τὸν λόγον εὐφόρβιον ὀνομάζειν τὸ φάρμακον τοῦτο, καθάπερ ἔθος ἤδη πᾶσίν ἐστιν. ἀλλὰ καὶ τῶν κατὰ τὴν ἡμετέραν χώραν γεννωμένων ὅ τε τοῦ πάνακος ὀπὸς καὶ οἱ τῶν τιθυμάλλων λεπτομεροῦς εἰσι δυνάμεως. καὶ μέντοι καὶ θερμαίνουσιν οἱ εἰρημένοι πάντες ὀποὶ γενναίως. ὁ δὲ τοῦ ὀποβαλσάμου λεπτομερὴς [568] ὢν καὶ αὐτὸς οὐ πάνυ θερμαίνει, λεπτομερῆ δ' οὐσίαν ἔχει. καὶ τῶν γεωδῶν ὅ τ' ἀφρὸς τοῦ νίτρου καὶ τὸ ῥᾳδίως ὕδατι λυόμενον ἀφρόνιτρον, ὡς ἐν γεώδεσι σώμασι δηλονότι ἀκουόντων ὑμῶν. ἐφεξῆς δ' αὐτῶν ἐστι τὸ Βερενίκιον ὀνομαζόμενον νίτρον ἥ τ' Ἀσία πέτρα. τὸ δ' ἄνθος αὐτῆς ἁπάντων ἐστὶ τῶν γεωδῶν λεπτομερέστατον. ἐκ δὲ τῶν μεταλλευομένων ἀρσενικόν τε καὶ θεῖόν ἐστι λεπτομερῆ τε καὶ θερμά. τούτων δ' ἐφεξῆς τὸ μίσυ καὶ ἡ τοῦ χαλκοῦ λεπὶς καὶ χαλκῖτις ἔχοντά τι καὶ στύψεως, διὸ καὶ καυθείσῃ τῇ χαλκίτιδι χρώμεθα τὰ πολλὰ πρὸς τὰς τῶν λεπτομερεστέρων φαρμάκων συνθέσεις. ἄνευ δὲ τοῦ θερμαίνειν ἐπιφανῶς λεπτομερῆ μεταλλικὰ φάρμακα, σπόδιόν τε καὶ πομφόλυξ ἐστὶ καὶ τὸ καλούμενον ψωρικόν. λεπτομερὴς δὲ ἱκανῶς ἐστι καὶ ἡ χρυσοκόλλη. ἐν δὲ τοῖς χυλοῖς ἐμάθομεν εἶναι λεπτομερῆ δάφνινον μὲν ἅμα τῷ θερμαίνειν ἰσχυρῶς, ὡς πρὸς τὴν αἴσθησιν. οὐδὲν γὰρ ἧττον αὐτοῦ θερμαῖνον τῇ δυνάμει τὸ κέδρινον ἀπολείπεται τῇ κατὰ τὴν αἴσθησιν θερμότητι διὰ τὴν λεπτομέρειαν. ἐκ τούτου δὲ γένους ἐστὶ τῷ [569] κεδρίνῳ καὶ ἡ στακτὴ καλουμένη κονία. καὶ ταύτης αὐτῆς, ἥτις ἂν ἐξ ὕλης λεπτομεροῦς γένηται, καυθείσης, ὑπερβάλλει τῇ δυνάμει τὸ κέδρινον ἔλαιον. ἐκ μηλέας τε οὖν καὶ συκῆς καὶ μᾶλλόν γε τῆς ἀγρίας, ἣν ἐρινεὸν ὀνομάζουσιν, ἔκ τε τῶν τιθυμάλλων καιομένων τὴν τοιαύτην ἐργαζόμεθα κονίαν. ἄριστος δὲ τῶν τιθυμάλλων ὁ χαρακίας προσαγορευόμενος. ἐκ δὲ τῶν σιτηρῶν ὀνομαζομένων σπερμάτων λεπτομερέστατος μὲν ὁ ὄροβος, ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς. ἡ δ' αἶρα μετὰ τοῦ θερμαίνειν σαφῶς. ἡ κριθὴ δ' οὐδ' ὅλως θερμαίνει. μέσης δ' ὕλης ἐν αὐτοῖς ἐστι τὰ πικρὰ ταῖς ποιότησι, τῶν μὲν πάνυ λεπτομερῶν ἀπολειπόμενα, παχυμερὲς δ' οὐδὲν ἔχοντα. τινὰ δ' αὐτῶν ἀποκεχώρηκε βραχὺ τῶν μέσων, τὰ μὲν ὡς ἐπὶ τὸ θερμαίνειν, τὰ δὲ ὡς ἐπὶ τὸ ψύχειν, ὧν ἁπάντων τὰς ὕλας ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ διῆλθον, ὥσπερ γε καὶ τῶν ἀκροδρύων, ἐν οἷς ἐστι τὰ ἀμύγδαλα τὰ πικρὰ καὶ τὰ πιστάκια. τῆς δὲ ἀπὸ τῶν φυτῶν ὕλης οὐ μέμνημαι κατὰ τὸ παρὸν, ἀνελθεῖν γὰρ ἐπὶ τὴν ἀρχὴν βούλομαι καὶ διηγήσασθαι, πότε καὶ [570] πῶς ἐχρησάμην ἑκάστῳ τῶν ἐπινοηθέντων. ἐκ τούτου γὰρ οἶμαι τοὺς εὐφυεῖς τῶν νέων προτραπήσεσθαι, γνῶναι τὴν ὕλην τῶν φαρμάκων αὐτόπτας αὐτῆς γενομένους οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πολλάκις. ἡ γὰρ τῶν αἰσθητῶν διάγνωσις ἐκ συνεχοῦς θέας ἀκριβοῦται, καὶ τούτου μέγιστόν ἐστι τεκμήριον ἡ τῶν ἀπαραλλάκτων μὲν ἡμῖν εἶναι δοκούντων διδύμων, οὐκ ἀπαραλλάκτων δὲ τοῖς συνήθεσι μὴ παραδραμεῖν. τὴν μὲν οὖν ἀπό τε βοτανῶν καὶ θάμνων καὶ δένδρων ὕλην ἄριστόν ἐστι πρὶν ἐξαιρεθῆναι τῆς γῆς σκοπεῖσθαι κατὰ τὰς ἐγκαρπώσεις, μελλούσας τε καὶ ἀρχομένας καὶ προϊούσας καὶ ἀκμαζούσας. αὕτη γὰρ ἡ συνεχὴς αὐτῶν θέα διδάξει σε πηνίκα μάλιστα καλῶς ἄν τις αὐτὰ λαμβάνων καὶ ἐν οἴκοις ξηροῖς τιθέμενος φυλάττοι, μήθ' ὑπ' ἀκτίνων ἡλιακῶν ἐξοπτώμενα μήτε ὑπὸ νοτίδος ἐκ τῆς ὀροφῆς ἢ τοίχων ὑγραινόμενα. γένοιτο δ' ἂν τοῦτο τῶν οἴκων μήτε καταγείων ὄντων μήτε προσχόρων, μήθ' ὑπὸ κεράμων πρὸς μεσημβρίαν μέντοι τὰς θυρίδας ἐστραμμένας ἐχόντων. ἀλλὰ τά γε φάρμακα μὴ πλησίον αὐτῶν ἀποκείσθω. τοὺς δ' ἑταίρους προτρέπω [571] καὶ κατὰ τοῦτο μιμήσεσθαί με βουλομένους γε καλῶς ἐργάζεσθαι τὰ τῆς τέχνης ἔργα. γιγνώσκετε γὰρ, ὅπως ἐξ ἑκάστου τῶν ἐθνῶν τὰ κάλλιστά μοι διακομίζεται καθ' ἕκαστον ἔτος φάρμακα διὰ τὸ τοὺς ἐπιτρίπτους ῥωποπώλας, παντοίως αὐτοῖς λυμαίνεσθαι. βέλτιον δ' ἴσως οὐ τούτους μόνους, ἀλλὰ πολὺ μᾶλλον αὐτῶν τοὺς κομίζοντας ἐμπόρους μέμφεσθαι, κᾀκείνων ἔτι μᾶλλον αὐτοὺς τοὺς ῥιζοτόμους μὲν ὀνομαζομένους, οὐδὲν δ' ἧττον τῶν ῥιζῶν ὀπούς τε καὶ χυλοὺς καὶ καρποὺς, ἄνθη τε καὶ βλάστας ἐκ τῶν ὀρῶν κατακομίζοντας εἰς τὰς πόλεις· οὗτοι γάρ εἰσιν οἱ πρῶτοι πάντων εἰς αὐτὰ πανουργοῦντες. ὅστις οὖν βούλεται πανταχόθεν βοηθημάτων εὐπορεῖν, ἔμπειρος γενέσθω πάσης μὲν τῆς ἀπὸ τῶν φυτῶν ὕλης, πάσης δὲ τῆς ἀπὸ τῶν ζώων τε καὶ μετάλλων, ὅσα τε γεώδη σώματα χωρὶς μεταλλείας εἰς ἰατρικὴν χρῆσιν ἄγομεν, ὡς διαγινώσκειν αὐτῶν τά τε ἀκριβῆ καὶ τὰ νόθα, καὶ μετὰ τοῦτο γυμνασάσθω κατὰ τὴν ἐμὴν πραγματείαν, ἐν ᾗ περὶ τῆς δυνάμεως ἔγραψα τῶν ἁπλῶν φαρμάκων. εἰ μὴ γὰρ οὕτως παρεσκευασμένος ἥκει πρὸς τὴν [572] ἐκ τῶνδε τῶν ὑπομνημάτων ὠφέλειαν, ἄχρι λόγου μὲν εἴσεται τὴν μέθοδον, ἔργον δ' οὐδὲν ἄξιον αὐτῆς ἐργάσεται. φέρε γὰρ αὐτὰ μὲν ἃ προείρηκα περὶ τῶν νευροτρώτων ἐπίστασθαί τινα, δεδολωμένα δὲ φάρμακα δι' ἄγνοιαν ἐμβάλλειν τοῖς συντιθεμένοις, ἢ μηδὲ τὴν ἀρχὴν ἐπίστασθαι τὰς δυνάμεις ἀκριβῶς αὐτῶν, ἆρα οὐκ ἀναγκαῖον ἔσται πλεονάκις τοῦτον διαμαρτάνειν ἢ κατορθοῦν; ἐμοὶ μὲν καὶ πάνυ δοκεῖ. τὸ δὲ ἀκριβῶς ἐπίστασθαι τὰς δυνάμεις τοῦ μὲν ἐπίστασθαι διαφέρει πάμπολυ. τὸ μὲν γὰρ μόνον ἐπίστασθαι γινώσκειν ἐστὶν, εἰ ξηραίνειν τὸ φάρμακον ἢ ὑγραίνειν ἢ ψύχειν ἢ θερμαίνειν ἡμᾶς πέφυκε. τὸ δ' ἀκριβῶς ἐπίστασθαι πρὸς τούτῳ καὶ τὸ ποσὸν τῆς δυνάμεώς ἐστιν ἐγνωκέναι. τινὰ μὲν γὰρ φάρμακα δύναμιν ἔχει χλιαρᾶς θερμασίας γεννητικὴν, ὅταν ὁμιλήσῃ τοῖς σώμασιν ἡμῶν, ἔνια δὲ συμμέτρου, καθάπερ ἄλλα βραχὺ ταύτης ἰσχυρότερα, ἕτερα δ' ἤδη ζεούσης οὕτως ἰσχυρῶς, ὡς καίειν δύνασθαι. χρὴ τοίνυν τὸν ἰατρὸν ἐστοχάσθαι, μὴ μόνον τοῦ ποιοῦ τῆς διαθέσεως, ἀλλὰ καὶ τοῦ κατ' αὐτὴν ὡς ἂν εἴποι τις ποσοῦ. [573] λέγεται μὲν γὰρ οὐ πάνυ τι κυρίως τὸ ποσὸν ἐν τῇ ποιότητι. λέγεται δ' οὖν ὅμως, ὅπως καὶ πυρετὸς μέγας καὶ μικρός. καὶ τοσαύτη γε χρῆσίς ἐστι τῶν οὕτω λεγομένων, ὥστ' ἤδη κυρίου δύναμιν ἔχειν αὐτὰ παραπλησίως πυξίδι καὶ χαλκεῖ καὶ ζωγράφῳ καὶ δρυοτόμῳ καὶ συνελόντι φάναι τοῖς ἀρξαμένοις μὲν ἐκ τῆς ὑπὸ τῶν γραμματικῶν ὀνομαζομένης καταχρήσεως, ὕστερον δὲ κυρίοις λέγεσθαι πεπιστευμένοις. ταῦτα μὲν εἴρηταί μοι διὰ τοὺς οὐκ ἐν καιρῷ διαλεκτικευομένους. ὃ δὲ λέγων ἀπέλιπεν ἔστι τοιόνδε, ὅτι τὸ ξηραίνεσθαι δεόμενον οὐχ ἁπλῶς δεῖται τοῦ ξηραίνοντος, ἀλλὰ σὺν τῷ προσήκοντι μέτρῳ· τὸ μὲν εἰς ὑγρότητα πολλὴν ἐπιδεδωκὸς τοῦ πάνυ ξηραίνοντος, τὸ δ' εἰς ὀλίγην τοῦ βραχέως τοῦτο δρῶντος, ὥσπερ γε τὸ εἰς πολλὴν τοῦ μεγάλως μὲν ξηραίνοντος, οὐ μὴν ἐσχάτως οὐδ' ἄκρως. ἀνάλογον γὰρ ἀεὶ τῷ ποσῷ τῆς ὑγρότητος εἶναι χρὴ τὸ ποσὸν τῆς ξηρότητος. ἔγωγ' οὖν ὁπότε πρῶτον ἐτόλμησα τὴν κοινὴν ἀγωγὴν τῆς τῶν νευροτρώτων θεραπείας ὑπαλλάττειν, ἐστοχασάμην εἰς ὁπόσην ὑγρότητά τε καὶ θερμότητα τὸ [574] πεπονθὸς ἥκει σῶμα. καί μοι δειχθέντος τινὸς νεανίσκου, κατὰ τὸ πρῶτον ἄρθρον τοῦ μέσου δακτύλου τῆς δεξιᾶς χειρὸς, ἐκ περιθλάσεως ὑγρὸν οὕτως ἐσχηκότος ἅπαν τὸ κατ' αὐτὴν περὶ τῷ νεύρῳ χωρίον, ὡς ἤδη σήπεσθαι, τὸ μὲν σηπόμενον αὐτὸ κατέπλασα διὰ κονίας στακτῆς καὶ ὠμῆς λύσεως, οὕτω δ' ἴσθι με καλοῦντα τὸ κρίθινον ἄλευρον, ἐλαίῳ δὲ πολλῷ θερμῷ καταντλήσας τὸ μὴ σηπόμενον μὲν, τεταμένον δὲ καὶ ὀδυνώμενον, εἶτα ἐκμάξας ἐρίῳ ξηρῷ περιέχρισα κηρωτὴν οὕτως ὑγρὰν, ὡς ἐπὶ τῶν καταγμάτων χρώμεθα, μεμιγμένον ἔχουσαν εὐφόρβιον. ἐσκεύαστο δέ μοι καὶ ἥδε κατ' ἐμὴν ἐπίνοιαν ἐπὶ καιροῦ τοιοῦδε. παραγενόμενός τις χειμῶνι σφοδρῷ καὶ δείξας τὸ γόνυ ῥᾳδίως ἔφη πάσχειν αὐτὸ ῥιγῶσαν, ὀνίνασθαι δ' εὐθέως ὑπὸ τῶν θερμαινόντων ἠξίου δὲ λαβεῖν τι τοιοῦτον φάρμακον, ὁδοιπορήσαντα γὰρ ἐν κρύει κατεψύχθαι τε καὶ ὀδυνᾶσθαι σφοδρότερον ἢ ἄλλοτε. νῦν μὲν οὖν, ἔφη, λουσόμενος ἄπειμι, πέμψω δ' ἐπὶ τὸ φάρμακον ἐκ τοῦ βαλανείου. ὁ μὲν ταῦτ' εἰπὼν ᾤχετο· [575] μηδὲν δ' ἔχων ἕτοιμον τοιοῦτο φάρμακον, εὐφόρβιον ἐλείωσα μετ' ἐλαίου, καὶ τήξας κηρὸν ἔμιξα καὶ μικρὸν ὕστερον, ἡνίκα ἔπεμψεν ὁ φίλος αἰτῶν τὸ φάρμακον, ἔδωκα. τάχιστα δ' ἀνωδύνου γενομένου προὐτράπην ἐντεῦθεν ἐπ' ἄλλων μορίων ὁμοίως ποπονθότων χρήσασθαι, περὶ ὧν αὖθις εἰρήσεται. νυνὶ δ' ἐπὶ τὸν τοῦ νευροτρώτου λόγον ἐπάνειμι διὰ τοὺς μηδὲν μὲν τούτων ὧν ἐγὼ νῦν ὑφηγοῦμαι γινώσκοντας, ἐγκαλοῦντας δὲ λεξειδίοις· οὓς εὑρεῖν μαντεύομαι κακῶς ὀνομάζειν νευροτρώτους, ὅσοι τῶν τενόντων ἐτρώθησαν. τένοντας γὰρ αὐτοὺς οἶμαι καλεῖν τοὺς ἔξωθεν τῆς χειρὸς ἐπιτεταμένους, ὅλῳ τε τῷ καρπῷ καὶ τοῖς δακτύλοις. ἐγὼ δ' ὅτι μὲν σαφέστερον καὶ κυριώτερον ἦν αὐτοὺς ὀνομάζεσθαι τενοντοτρώτους οὐκ ἀγνοῶ· πάντων δ' ἀνδρῶν συνήθως καλούντων νευροτρώτους, ὅπως μή τις με νεωτεροποιεῖν ἐν ταῖς προσηγορίαις φῇ, τὴν συνήθη προειλόμην ἀντὶ τῆς ἀληθοῦς. εἶχε δὲ οὐδ' αὐτὴ συνήθης γεγονέναι, δίχα λόγου φθασάντων τῶν πλείστων ἰατρῶν καὶ τοὺς τένοντας ὀνομάζειν νεῦρα. ἀλλ' εἴτε νευροτρώτους ἐθέλοις [576] ὀνομάζειν αὐτοὺς, εἴτε τενοντοτρώτους, οὔτε σωθήσονται διὰ τὰς φωνὰς ταύτας οὔτε σπασθήσονται, καθάπερ οὐδὲ κυλλωθήσονται καὶ τεθνήξονται. προσηγορία γὰρ οὔτε ἔσωσέ ποτε ἄνθρωπον οὔτ' ἀπέκτεινεν, ἀλλ' ἡ τῶν φαρμάκων δύναμις ἑκάτερον τούτων ἐργάζεται. κᾀγὼ ταῦθ' ὑπαλλάττων τοὺς σηπομένους καὶ σπωμένους καὶ κεκυλλωμένους, ἐνίους δὲ καὶ διαφθειρομένους, ὑγιεῖς καὶ ζῶντας ἐργάζομαι. καὶ γὰρ αὖ καὶ τοὺς τεθλασμένους τὰ νεῦρα, καθάπερ ἐκεῖνος ἐτέθλαστο, νευροτρώτους ἐφθάκασι καλεῖν, οὐ νευροθλάστους. ἡ δὲ θεραπεία κοινὴ καὶ ὁ κίνδυνος ἴσος ἀμφοῖν ἐστι τῶν τεθλασμένων τι καὶ τρωθέντων ἤτοι νεῦρα ἢ τένοντας. ὁ γοῦν ἄνθρωπος ἐκεῖνος ὁ σηπόμενος μὲν ἤδη τὰ περὶ τὸ πρῶτον ἄρθρον τοῦ μέσου δακτύλου, τεινόμενός τε καὶ ὀδυνώμενος τὰ ὑπερκείμενα, πολὺ βελτίων ἑαυτοῦ κατὰ τὴν ὑστεραίαν ἐγένετο, καθ' ἣν ἀντὶ τῆς ὠμῆς λύσεως ἔμιξα τὸ τῶν ὀρόβων ἄλευρον τῇ στακτῇ κονίᾳ, καὶ τῇ γε τρίτῃ τῶν ἡμερῶν ὁμοίως ἔτι θεραπευόμενος ἦν μὲν ἤδη τελέως ἀνώδυνος τὰ ἄλλα, κατὰ δὲ τὸ θλάσμα, νευρῶδές τι σῶμα [577] παραπλήσιον ὑμένι παχεῖ προὔκυψεν, ὃ μετρίως διακινήσαντός μου ῥᾳδίως ὅλον ἐξέπεσεν ἡμισαπὲς ὄν. ἐδόκει δὴ πᾶσι τοῖς θεασαμένοις τοῦτο τὸ σῶμα τὸ νεῦρον ὅλον εἶναι τὸ διασεσηπὸς, ὡς ἂν οὐκ εἰδόσιν ὅπως ἠμφιεσμένοι νευρώδεσιν ὑμέσιν οἱ τένοντες οὗτοι, διά τε τοῦ καρποῦ προέρχονται καὶ καθ' ὅλην ἐπιτείνονται τῶν δακτύλων. ἐμοὶ δὲ καὶ διαστείλαντι τὸ σεσηπὸς τοῦ θλάσματος ὁ τένων ἐφάνη σωζόμενος. ἀνιεὶς οὖν ἕνα τῶν τροχίσκων ἢ κυκλίσκων ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλοι τις, ὧν εἷς ἐστι καὶ ὁ τοῦ Πολυείδου, δι' ἑψήματος ἢ σιραίου· καὶ γὰρ καὶ τοῦτο καλεῖν ὡς ἂν αὐτὸς βουληθῇς ἐξέστω σοι· καὶ προκαταχρίσας τὸ φαινόμενον τοῦ νεύρου, τῷ τε καταπλάσματι πάλιν ἐχρησάμην ὡσαύτως καὶ τῷ δι' εὐφορβίου χρίσματι κατὰ τῶν αὐτῶν τόπων, ὡς ἔμπροσθεν ἑκατέρῳ. θεασάμενος δὲ τῇ τετάρτῃ τῶν ἡμερῶν προσεσταλμένα πάντα, τὰ περὶ τὸ τεθλασμένον μὲν ἔμπροσθεν, ἡλκωμένον δὲ τότε τοῦ δακτύλου πρῶτον ἄρθρον, ἐσκοπούμην ἐφ' ὅ τι μεταβαίην ἀπὸ τοῦ καταπλάσματος. ἐνενόησα τοίνυν, εἰ μὲν ἀκριβῶς ἀφλέγμαντον εἴη [578] τὸ νεῦρον, ἐπὶ τὰ συνουλοῦντα μεταβαίνειν· εἰ δέ τι τῆς φλεγμονῆς αὐτοῦ σκιῤῥῶδες ὑπολείποιτο, τῶν ἱκανῶς τι ξηραινόντων προσφέρειν. ἐπεὶ τοίνυν ἐφαίνετο λείπεσθαί τι τῷ διὰ τῆς ῥίζης τοῦ δρακοντίου φαρμάκῳ πρότερον ἐχρησάμην, ὃ τὰ μὲν ἄλλα ταὐτὰ ἔχει τῷ Αἰγυπτίῳ φαρμάκῳ, τῇ ἴσιδι καλουμένῃ, προσείληφε δὲ τὴν τοῦ δρακοντίου ῥίζαν. ἐφεξῆς δὲ τούτου τῇ Ἀθηνᾷ καλουμένῃ χρησάμενος ἀπ' ἐκείνης λοιπὸν ἐπὶ τὰ συνουλοῦντα παρεγενόμην. ἐφ' ἑτέρου δὲ τῷ διὰ τοῦ σιραίου λελυμένῳ τροχίσκῳ καταχρίων τὰ γεγυμνωμένα μέρη τοῦ τραύματος, ἔξωθεν ἐπέβαλλον τὸ εὐφόρβιον, ἀναμίξας κηρῷ καὶ ῥητίνῃ τοσούτοις τὸ πλῆθος ὡς ἐμπλαστρῶδές τε ἅμα γενέσθαι καὶ διασώζειν τὴν δύναμιν τοῦ εὐφορβίου. πῶς δ' ἄν τις ἀποβλέπων πρὸς τούτους τοὺς σκοποὺς συνθείη τὸ φάρμακον, ἐφεξῆς ἐρῶ. καὶ γάρ τοι καὶ διὰ τοῦ ὄξους ἄλλο φάρμακον ἐποίησα καὶ κατ' ἐκεῖνο σκοπὸν ἔχων τήν τε σύστασιν αὐτοῦ καὶ τὴν τοῦ ὄξους λεπτομερῆ δύναμιν, ὅπως φυλάττοιτο μετὰ τοῦ τὴν ψυκτικὴν δύναμιν ἐκλύεσθαι. περὶ μέντοι τούτων ὅπως συνετέθη, [579] μετ' ὀλίγον εἰρήσεται, νυνὶ δ' ἐπειδὴ τὴν ἀγωγὴν τῆς τῶν νευροτρώτων θεραπείας ἐπενόησα διὰ λογικῆς ἐνδείξεως, ἄνευ τῆς ληρώδους περιπτώσεως τῶν ἐμπειρικῶν ὅλην εἰπεῖν αὐτὴν βούλομαι, μηδένα παραλείπων διορισμὸν, ἀπ' ἀρχῆς αὖθις ἀναλαβὼν τὸν λόγον. ὅταν γάρ τινα τετρωμένον εὐθέως παραλάβω, ποτὲ μὲν διὰ τῶν ὑγρῶν φαρμάκων ποιοῦμαι τὴν θεραπείαν, ἔστι δ' ὅτε διὰ τῶν ἐμπλάστρων, ἐπιβαλὼν ἔξωθεν ἔριον ὡς μαλακώτατον, ἐλαίῳ θερμῷ βεβρεγμένον. εἰ δὲ τῷ δι' ὄξους χρώμενος εἴην φαρμάκῳ, μιγνὺς ὄξος ὀλίγον τῷ ἐλαίῳ. καὶ λύω γε δὶς ἢ τρὶς ἡμέρας καὶ καταντλῶ δι' ἐλαίου θερμοῦ. μεγάλων δ' οὐσῶν τῶν νυκτῶν καὶ κατὰ ταύτας εἴωθα λύειν. καὶ μᾶλλόν γε ποιῶ τοῦτο δακνομένου τοῦ ἕλκους ὑπὸ τῶν φαρμάκων, ὡς ὅταν γε ἀπ' ἀρχῆς χρωμένῳ μοι τοιούτῳ φαρμάκῳ, μήτε δάκνεσθαι λέγῃ μήτε ὀδυνᾶσθαι μήτε τάσεως ὁ κάμνων αἴσθηται, δὶς τῆς ἡμέρας ἐπιλύω τε καὶ καταντλῶ, περὶ μὲν τὴν ἕω τὸ πρῶτον, εἰς ἑσπέραν δὲ τὸ δεύτερον. ἔστω δὲ καταντλώμενον ἔλαιον ἱκανῶς μὲν θερμὸν, ἀλλ' ἄχρι τοῦ μὴ λυπεῖν τὸ τετρωμένον. ὥσπερ γὰρ τὸ ψυχρὸν ἐναντιώτατόν [580] ἐστι ταῖς τοιαύταις διαθέσεσιν, οὕτω τὸ χλιαρὸν οὐ τελέως ὠφέλιμον. ἐμάθομεν γὰρ ἐν τῷ πρώτῳ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ὥσπερ τὸ ὕδωρ ἐναντιώτατα πέφυκε ποιεῖν ἐν τῷ θερμὸν ἢ ψυχρὸν ὑπάρχειν, οὕτω καὶ τὸ ἔλαιον. ἐμπλάττει μὲν γάρ πως, μᾶλλον δὲ ἐπέχει τὰς διαπνοὰς τοῦ σώματος, ὅταν ψυχρὸν προσφέρηται, διαφορεῖ δὲ καὶ λεπτύνει τὸ θερμόν. ἔνεστι δέ σοι τοῦτο κᾀπὶ τῶν ἑψημένων κρεῶν ἐν αὐτῷ μαθεῖν. ὁμοίως γὰρ αὐτὰ τοῖς προεωλισθεῖσιν ἐργάζεται ψαθυρὰ, κᾂν εὐθέως ἅμα τῷ τυθῆναι τὸ ζῶον ἕψῃς ἢ ταγηνίσῃς ἐν αὐτῷ. διὰ τοῦτο οὖν κᾀγὼ τὴν διὰ τοῦ ἐλαίου κατάντλησιν εἱλόμην ἱκανῶς θερμοῦ φεύγων ἀεὶ τὸ χλιαρὸν, ἔτι δὲ μᾶλλον τὸ ψυχρόν. ὕδατος δὲ χρῆσιν ἐν ὅλῃ τῇ θεραπείᾳ φυλάττομαι μέχρι τοῦ μηδ' ἅψασθαι τοῦ ἕλκους, ὥσθ' ὅταν μὲν εὐθέως ἐν ἀρχῇ δέῃ τὸ αἷμα τοῦ τετρωμένου μέρους ἀποπλῦναι, δι' ἐλαίου τοῦτο πράττειν· ὅταν δ' ἤδη μετρίως ἔχοντες οἱ κάμνοντες λούωνται, μηδὲ τότε ἐμβάλλειν ἐπιτρέπειν αὐτοῖς εἰς τὸ ὕδωρ τὸν πεπονθότα τόπον, ὡς τὸ πολὺ γὰρ ἐν αὐταῖς ταῖς χερσὶν [581] οἱ νευρότρωτοι γίνονται. μέμνημαι δέ τινα τῶν οὕτω τετρωμένων, ἐπειδὴ τετάρτην ἡμέραν ἄγων ἀνώδυνος τελέως ἦν ἀφλέγμαντόν τε τὸ πεπονθὸς ἑώρα μόριον, ἐν κρύει πολλῷ προελθόντα τῆς οἰκίας ἐπί τινα πρᾶξιν ἀναγκαίαν, ἐν ᾗ διατρίψας ἐπὶ πλέον ἦλθεν οἴκαδε τεινόμενος τὸ κῶλον ὅλον ἄχρι τοῦ τραχήλου καὶ μεγάλης ὀδύνης αἰσθόμενος. ὡς δ' ἀφικομένου τινὸς ἐπ' ἐμὲ παραγενόμενος ὡς αὐτὸν ἐθεασάμην ἐν οἷς ἦν, ἀποῤῥῖψαι μὲν ἐκέλευσα τὸ κατὰ τὸ μόριον ἔλαιον ψυχρὸν ἐκ τῆς προόδου γεγονὸς, ἐλαίῳ δὲ θερμῷ καταντλήσας ὅλον τὸ κῶλον, εἶτα καὶ τοῦ τραχήλου τὸ κατ' εὐθὺ μέρος, ἐλαιοβρεχέσιν ἐρίοις πυριάσας ἐπιθείς τε τὸ διὰ τοῦ εὐφορβίου φάρμακον ὑγρὸν ἅμα καστορίῳ, παρηγόρησα τὸν ἄνθρωπον αὐτίκα καὶ ὕπνου ἐπιγενομένου μέχρι τῆς ἑσπέρας ἐπέπαυτο πάντα τὰ συμπτώματα. περὶ παντὸς οὖν ποιεῖσθαι χρὴ θερμὸν διαμένειν τὸ ἔριον, εἴτ' οὖν ἐλαίῳ μόνῳ βεβρεγμένον εἴτε καὶ ὀξελαίῳ τύχοι. γένοιτο δ' ἂν τοῦτο περιβαλλομένων ἔξωθεν ἐρίων ἄλλων ξηρῶν, ἔνδον τε μένοντος, ὅταν ᾖ χειμὼν ἄχρι τῆς ε΄ ἢ τῆς ζ΄. [582] ἡμέρας τοῦ κάμνοντος. ἐὰν γὰρ ἄχρι ταύτης μήτε φλεγμονὴ φανεῖταί τις, ἀνώδυνός τε παντάπασιν ᾖ καὶ μηδεμιᾶς αἰσθάνηται τάσεως, ἐν ἀκινδύνῳ λοιπὸν ἔσται. φροντὶς δ' ἔστω σοι τοῦ μηδὲν οἰνῶδες ἐμφαίνεσθαι τῷ ὄξει, καθάπερ γε καὶ κατὰ τοὔλαιον, ὡς ἀπηλλάχθαι στύψεως ἁπάσης. μήτε οὖν τὸ καλούμενον ὠμοτριβὲς ἢ ὀμφάκινον ἔστω, διττῶς γὰρ ὀνομάζεται μήτε τὸ ἀπὸ τῆς Ἰβηρίας, ὃ καλοῦσι Σπανὸν, ἀλλὰ μηδ' ἄλλο τι τῶν θαλλοὺς ἐλαίας ἐχόντων. ἄριστον οὖν ἔλαιόν ἐστι τὸ λεπτομερὲς, ὁποῖον ἐν Ἰταλίᾳ μὲν τὸ Σαβῖνόν ἐστιν, ἄλλοθι δὲ τῶν ὑπὸ Ῥωμαίοις ἐθνῶν, ὅσα μηδεμίαν ἐμφαίνει στύψιν. ὁποῖον δέ τι πρᾶγμά ἐστιν ἔνδειξις λογικὴ καὶ ὅσον πλουσιώτερον ἐμπειρίας ψιλῆς ἄνευ μεθόδου, κᾀκ τῶνδε μαθήσῃ νευροτρώτων τε πολλοῖς πολλάκις ἐν ὁδοῖς τε καὶ κατὰ πλοῦν καὶ κατ' ἀγρὸν, ἢ ἐν πόλει μὲν, ἀλλὰ πόῤῥω τῆς ἐμῆς οἰκίας παραγενόμενος, οὔτε τοῦ δι' εὐφορβίου φαρμάκου παρόντος οὔτε τοῦ δι' ὄξους, ἀλλ' οὔτε ἄλλου τῶν ἐν ἐκείνῳ τῷ χωρίῳ κατὰ τύχην εὐπορηθέντων φαρμάκων ἐπιθεὶς τῷ τραύματι, διὰ παντὸς [583] ἔτυχον τοῦ σκοποῦ. κατ' ἀγρὸν μὲν γὰρ ἐμαυτὸν οἶδα καὶ πρόπολιν πρόσφατον, ὑγρὰν καὶ λιπαρὰν, ἣν ὁ γεωργὸς εἶχεν, ἐπιθέντα κατὰ τοῦ τραύματος, καὶ ποτὲ ζύμην μόνην καὶ ποτὲ ἄμφω μίξαντα. χρὴ δὲ τὴν μὲν ζύμην ὅτι παλαιοτάτην εἶναι, τὴν πρόπολιν δὲ ἐναντίως ἔχειν αὐτῇ κατὰ χρόνον. εἰ δὲ εἴη παλαιοτέρα, μαλαττέσθω παρὰ τὸ πῦρ δι' ἐλαίου ἢ ἐν ἡλίῳ. ἐπ' ἄλλου δέ τινος ἀγροίκου τῇ ζύμῃ τὸν ὀπὸν τοῦ τιθυμάλλου μίξας ἐπέθηκα, πλησίον τῆς αὐλῆς αὐτοῦ θεασάμενος αὐτὸν πεφυκότα. κατέγνων γὰρ τῆς ζύμης ὡς προσφάτου. καὶ ποτὲ πρόπολιν μετ' ἐλαίου τήξας ἀνέδευσα τῇ ζύμῃ, προφυράσας αὐτὴν ὄξει δριμυτάτῳ. κάλλιον δ' ἐπὶ τῶν τοιούτων μίξεων τὸ ἔλαιον παλαιὸν εἶναι, δι' ὀξυμέλιτός τε καὶ ἀλεύρου κυάμων ἢ ὀρόβων ἢ αἰρῶν ἢ ἐρεβίνθων ἢ θέρμων πικρῶν ἢ πάλης ἀλφίτων ἢ κριθῶν ἀλεύρου, οἷς κατὰ τὰς πόλεις κέχρημαι καταπλάσμασιν οὐ μόνον ἐπὶ τῶν ἤδη φλεγμαινόντων, ἀλλὰ καὶ κατ' ἀρχὰς εὐθέως. ἐν ἀγρῷ δὲ καὶ πίτταν εὑρὼν ὑγρὰν παρὰ τέκτονι, [584] τῇ ζύμῃ μίξας ἐπέθηκα, καὶ παρ' ἄλλῳ τὸ τῶν ὀρόβων ἄλευρον ἀναδεύσας αὐτῇ. μὴ παρόντος δὲ τούτου καὶ τῶν προειρημένων ὁτιοῦν ἔνεστι μιγνύειν. καὶ ὀξέλαιον δὲ μόνου ἀναλαβὼν ἐρίῳ θερμὸν ἐπέβαλον εὐθέως, ἄλλου μὴ παρόντος. ἐθάρσησα γὰρ τῷ ὄξει δριμεῖ τε ἱκανῶς ὄντι καὶ παλαιῷ. ἐφ' ἑτέρου δὲ προκατεψυγμένου, διὰ τὸ πρὸ μιᾶς ὥρας ἢ καὶ πλείονος ἔτι χρόνου τεθλᾶσθαι τὸ νεῦρον, ἄχρι τῶν ἐπιτηδείων τί μοι κομισθησόμενον ἀνέμενον, ἐλαίῳ καταντλεῖσθαι τὸ μόριον κελεύσας. καὶ τότε προμίξας ὄξος, ἐπειδὴ τὸ περιέχον θερμότατον ἦν ὥρᾳ θέρους τὸ μικτὸν ἐξ ἀμφοῖν ἄχρι πλείστου κατήντλουν, ἕως τῶν ἄλλων ἐκομίσθη τι φαρμάκων. ἕκαστον δὲ τῶν εἰρημένων ἀλεύρων καὶ τῆς στακτῆς διαμίξας πολλάκις, ἐπέπλασα καὶ κατ' ἀρχὰς εὐθέως καὶ μετὰ ταῦτα φθάσαντος ἀνθρώπου τῶν ἐναίμων τινὶ φαρμάκων οὐ καλῶς κεχρῆσθαι. πάντα δ' οὖν ταῦτα τὰ ὁπωσοῦν ἐπιτιθέμενα φάρμακα θερμὰ ταῖς ποιότησι προσφερέσθω. καὶ μέντοι κᾀπὸ τῆς ἐμαυτοῦ ποτ' οἰκίας, οὐδενὸς τῶν συνθέτων φαρμάκων ἑτοίμου εὑρισκομένου, σπεύδων προελθεῖν, [585] ἔδωκά τινι τῶν ἐμῶν παλαιὸν εὐφόρβιον, ἐκέλευσά τε λειώσαντα μετ' ἐλαίου παλαιοῦ, μέχρι πάχους ὑγρᾶς κηρωτῆς, ἐπιθεῖναι τῷ νύγματι τοῦ κατὰ τὴν χεῖρα τένοντος. ὡς δ' ἐπανελθὼν ἐπυνθανόμην τοῦ τρωθέντος, εἰ θερμασίας πολλῆς αἴσθησις αὐτῷ γίγνοιτο κατὰ τὸν τόπον, ὁ δὲ συμμέτρου τινὸς ἔφησεν αἰσθάνεσθαι. πάλιν οὖν ἐπυθόμην εἰ δάκνοιτο κατὰ τὸ τραῦμα πρὸς τοῦ φαρμάκου. τοῦ δὲ εἰπόντος μὴ δάκνεσθαι μὲν, οἱονεὶ δὲ κνήσεώς τινος αἴσθησιν ἔχειν, συνεχώρησα μέχρι τῆς νυκτὸς ἐπικεῖσθαι τὸ φάρμακον. ἐπεὶ δὲ ἀφαιρεθέντων τῶν ἐπικειμένων θερμασία τέ μοι σύμμετρος ἐφαίνετο κατὰ τὸ πεπονθὸς χωρίον καὶ μὴ μεμυκὸς τὸ νύγμα, κάλλιον ἔδοξέ μοι εἶναι τῷ αὐτῷ χρῆσθαι φαρμάκῳ. καὶ μέντοι κατὰ τὴν ὑστεραίαν ἀμέμπτως ἔχοντος τοῦ νευροτρώτου καὶ κατὰ τὴν τρίτην τε καὶ τετάρτην ἄχρι τέλους ἐχρησάμην τῷ αὐτῷ φαρμάκῳ, καί τις τοῦτο θεασάμενος ἐφ' ἑτέρου τρωθέντος ὁμοίως ἐχρήσατο τῷ προσφάτῳ εὐφορβίῳ κατὰ τὸν αὐτὸν τόπον. ἐξ ἀνάγκης οὖν ἠκολούθησε τῷ τετρωμένῳ θερμασία τε πολλὴ καὶ δῆξις καὶ ὀδύνη κατὰ τὸ ἕλκος, ὥστε ἀχθῆναι πρὸς ἐμὲ [586] τὸν ἄνθρωπον, ὡς ἐπὶ παραδόξῳ τῷ συμβεβηκότι. κᾀγὼ συνεὶς αὐτίκα τοῦ γεγονότος ἀπέῤῥιψα μὲν τὰ ἐπικείμενα, καταντλήσας δ' αὐτὸν ἐλαίῳ τὸ διὰ τοῦ ὄξους ἐπέθηκα φάρμακον. εἰ δ' οὐκ ἦν τοῦθ' ἕτοιμον, ἐπετεθείκειν ἂν τὸ διὰ εὐφορβίου, πλέονα κηρὸν ἔχον. οὐκοῦν ἐχρῆν, καθάπερ ὀλίγον ἔμπροσθεν ἐλέγομεν μὴ ἀγνοεῖν τάς τε δυνάμεις καὶ τὰς ἰδέας τῶν δοκίμων φαρμάκων, οὐδὲ τίνα μὲν ἐν τάχει μεταβάλλει τὴν δύναμιν, τίνα δὲ ἕως παμπόλλου διαφυλάττει. τῶν γὰρ ταχέως ἐξίτηλον ἐχόντων τὴν θερμότητα τὸ εὐφόρβιόν ἐστι· γνωριεῖς δὲ αὐτὸ καὶ χωρὶς τοῦ διαμασήσασθαι τὸ χρῶμα θεασάμενος. οὐ γὰρ ὡς ἐν ἀρχῇ τεφρῶδες, ἀλλ' ὕπωχρόν τε καὶ ὑπόξανθον γίνεται παλαιούμενον. εὐθὺς δὲ καὶ ξηρὸν ἱκανῶς φαίνεται τηνικαῦτα καὶ διαλύεται μόγις ἐν τῷ λειοῦσθαι δι' ἐλαίου τοῦ νέου ταχέως χυλουμένου. χρὴ δ' οὐκ εὐθέως αὐτὸ μιγνύναι τῷ ἐλαίῳ, ἀλλὰ πρότερον ἐν τῇ θυείᾳ λειοῦν ἀτρέμα, ὅπως μὴ πλατυνθῇ. καὶ τί δεῖ λέγειν ὅτι καὶ γευσαμένῳ σοι τὸ μὲν πρόσφατον [587] φαίνεται πυρωδέστατον, ὡς κατακαίειν τὴν γλῶσσαν, τὸ δὲ παλαιὸν ὀλίγην ἐργάζεται θερμασίαν; συμβαίνει μὲν οὖν καὶ ἄλλοις πολλοῖς τῶν φαρμάκων ὀλίγοις ἔτεσιν ἐξίτηλον ἴσχειν τὴν δύναμιν, οὐδενὸς δ' ἧττον τὸ εὐφόρβιον μετά γε θαψίαν. αὕτη γὰρ μετ' ἐνιαυτὸν μὲν ἀσθενὴς ἱκανῶς γίνεται, τελέως δ' ἐκπνεῖ διετὴς γενομένη. τό γε μὴν εὐφόρβιον ὅταν ἐξ ἀρχῆς τε καλὸν ᾖ καὶ καλῶς ἀποκέηται, καὶ κατὰ τὸ τρίτον ἔτος διασώζει ἔτι τινὰ δύναμιν, ἔσθ' ὅτε δὲ καὶ κατὰ τὸ τέταρτον, ἐκλύεται δ' ἤδη καὶ κατὰ τὸ ε΄ καὶ ἕκτον, εἶτ' ἐπὶ προήκοντι τῷ χρόνῳ τελέως ἀμαυροῦται. ᾧ δ' ἔφην ἐγὼ σὺν ἐλαίῳ χρήσασθαί ποτε παλαιωθέντι χωρὶς κηροῦ ε΄ σχεδὸν ἐτῶν ἢ ἓξ ἦν. ὅθεν οὐδὲ περιλαβεῖν ἐν μέτρῳ δυνατόν ἐστι τὴν χρῆσιν αὐτοῦ. νέον μὲν γὰρ ὂν ἐλαίῳ δεκαπλασίῳ καὶ δωδεκαπλασίῳ μίγνυται μετὰ κηροῦ τριπλασίου, παλαιούμενον δὲ πλέον ἐμβάλλειν αὐτῷ χρή· τριετὲς δὲ καὶ τετραετὲς γενόμενον ἤτοι διπλάσιον τοῦ κατ' ἀρχὰς ἢ ἴσον τῷ κηρῷ. ὅταν μὲν οὖν τοῖς ἀκόποις ὀνομαζομένοις χρίσμασιν ὁμοίαν ἔχειν βουληθῇς, τὸ [588] φάρμακον τὴν σύστασιν, ἥπερ δὴ καὶ τῆς ὑγρᾶς κηρωτῆς ἐστι, τετραπλάσιον εἶναι χρὴ τοῦ κηροῦ τὸ ἔλαιον. ὅταν δ' ἐμπλαστρώδης γένηται, τὸν κηρὸν ἴσον τοὐπίπαν τῷ ἐλαίῳ χρὴ μιγνύναι, μάλιστα ἐὰν ξηρὸς ᾖ καὶ παλαιὸς, ὡς ὁ πρόσφατός γε καὶ λιπαρὸς ὢν ἐλάττονος δεῖται τοῦ ἐλαίου πρὸς τὸ ποιῆσαι κηρωτὴν ἐμπλαστρώδη, καὶ μᾶλλον ἔτι θέρους ὥρᾳ. βουληθεὶς οὖν τις τὴν κηρωτὴν ἐμπλαστρώδη ποιῆσαι τὸν κηρὸν τήξας ἐν ἐλαίῳ, καθ' ἣν εἴρηκα συμμετρίαν, προσμίξει τὸ ἕκτον μέρος αὐτῷ τοῦ προσφάτου εὐφορβίου, ὡς εἶναι μὲν α΄. ἐκείνου, τοῦ δὲ κηροῦ ἓξ, ἐλαίου δὲ ἓξ ἢ πέντε. ἀλλ' ἐπεὶ τὸ κολλῶδές τε καὶ γλίσχρον οὐχ ὑπάρχει τῷ κηρῷ, καθάπερ τῇ ῥητίνῃ τε καὶ τῇ πίττῃ, διὰ τοῦτο μιγνύω τῇ κηρωτῇ ῥητίνην ἢ πίτταν ἢ ἑκατέρου μέρος. εὔδηλον οὖν ὅτι τούτων μιγνυμένων οὐκέτι τὸ ἔλαιον ἴσον αὐτοῖς ἐμβλητέον. ὁ μὲν γὰρ κηρὸς εἰς ὑγρότητα πολλοῦ δεῖται τοῦ λίπους, αἱ ῥητίναι δὲ αἱ μὲν ξηραὶ παντάπασιν ὀλίγου χρῄζουσιν, αἱ δὲ ὑγραὶ καὶ προσλαβεῖν τινα ξηρὰν οὐσίαν ἐθέλουσιν εἰς ἐμπλαστρώδη σύστασιν. ἐν μὲν [589] οὖν τοῖς κηροῖς οὐ πολλή τίς ἐστιν ἡ διαφορὰ καθ' ὑγρότητα καὶ ξηρότητα, ταῖς ῥητίναις δ' ἔμπαλιν, ὥσπερ καὶ τῇ πίττῃ, παμπόλλη ἡ διαφορὰ ταῖς ξηραῖς ἐστι πρὸς τὰς ὑγράς. ξηροτάτη μὲν οὖν τῶν ῥητινῶν ἐστιν ἣν ὀνομάζουσί τινες φρυκτὴν, τινὲς δὲ κολοφωνίαν· δευτέρα δ' ἡ ἐκ τῶν κεραμείων, ἀκάθαρτός τε καὶ ἄφρυκτος, ἐὰν δ' αὐτὴν καθάρῃ τις, εἰς τὴν φρυκτὴν μεταπίπτει. τούτων δ' ἀμφοτέρων ξηρότερόν ἐστι τὸ καλούμενον πιτύϊνον φύσημα. τοῦτο μὲν, ὡς ἂν αὐχμηρὸν, οὐκ ἐπιτήδειον νομίσας εἶναι εἰς τὴν τῆς προκειμένης ἐμπλάστρου σύνθεσιν ἀπωσάμην, ἐχρησάμην δὲ τῇ τε φρυκτῇ καὶ ταῖς ὑγραῖς. εἰσὶ δὲ καὶ τούτων ἔνιαι μὲν ἐπὶ πλέονα χρόνον ὑγραὶ διαμένουσαι, καθάπερ ἡ τερμινθίνη, τινὲς δὲ ταχέως ξηραινόμεναι, καθάπερ ἡ στροβιλίνη. μέση δ' ἀμφοῖν ἐστιν ἡ ἐλατίνη. καὶ μέντοι καὶ κατὰ τὰς δυνάμεις θερμοτέρα μὲν ἡ στροβιλίνη, δευτέρα δὲ ἡ ἐλατίνη, τρίτη δ' ἀμφοῖν ἡ τερμινθίνη. τὴν κυπαρισσίνην δὲ ὑπώπτευσα μὴ μιγνύειν, ὡς στύψεως ἔχουσάν τι. δόξει δέ τις ἡμῖν διαφέρεσθαι κατὰ τὸν περὶ ῥητινῶν λόγον Διοσκορίδην τὸν Ἀναζαρβέα γράψαντα τήνδε τὴν ῥῆσιν ἐν τῷ [590] πρώτῳ περὶ ὕλης. προάγει δὲ πασῶν τῶν ῥητινῶν ἡ τερμινθίνη καὶ μετὰ ταύτην ἡ σχινίνη, εἶτα πιτυΐνη καὶ ἐλατίνη, μεθ' ἃς ἀριθμοῦνται ἥ τε πευκίνη καὶ ἡ στροβιλίνη. φαίνεται γὰρ ἐν τούτοις ὁ Διοσκορίδης, ὡς περὶ φαυλοτάτης μὲν φρονῶν τῆς στροβιλίνης, ἀρίστης δὲ τῆς τερμινθίνης. ἐγὼ δὲ τῶν τριῶν ῥητινῶν τῶνδε, στροβιλίνης, ἐλατίνης, τερμινθίνης, πρώτην μὲν εἶπον ἀρίστην τὴν στροβιλίνην εἶναι κατὰ θερμότητα, δευτέραν δὲ τὴν ἐλατίνην, ὑστάτην δὲ τὴν τερμινθίνην. ὥσπερ οὖν ὁ λέγων τῶν κατὰ τὴν Ἰταλίαν οἴνων αὐστηρῶν ἄριστον εἶναι τὸν Ἰταλικὸν οἶνον, ὁ μὲν γὰρ πρὸς μίαν ποιότητα τὴν ἀναφορὰν τοῦ λόγου ποιούμενος, ὁ δὲ ἁπλῶς ὑπὲρ ὅλης ἀποφαινόμενος αὐτῶν τῆς οὐσίας, ἀληθεύει, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ῥητινῶν ἀρίστην μὲν ὡς πολυχρηστότατον φάρμακον εἰκότως ἄν τις εἴποι τὴν τερμινθίνην ὑπάρχειν, οὐ μὴν ἔν γε τῇ θερμότητι πρωτεύειν. ὥσπερ οὖν ἔλεγον, ἔνεστί σοι τῷ κηρῷ μιγνύντι τῶν ῥητινῶν ἣν ἂν ἐθέλῃς, εἰς σύστασιν ἐχεκολλοτέραν ἀνάγειν τὴν ἁπλῆν κηρωτὴν, ἣ δι' ἐλαίου τε καὶ κηροῦ [591] μόνον συντίθεμεν. ἐν τούτῳ δὲ καὶ τῆς πείρας ἐστι χρεία κρινούσης τὸν στοχασμὸν ἡμῶν. ἔξεστι γάρ σοι τριπλάσιον τοῦ κηροῦ τῇ τερμινθίνῃ μίξαντι γνῶναι πότερον ἤδη σύστασιν ἐμπλαστρώδη τὸ φάρμακον εἴληφεν ἢ αὐχμηρότερόν ἐστιν ἔτι καὶ δεῖται πλείονος ἔτι ῥητίνης, ὥσθ' ὅταν ποτέ σοι τὸν τρόπον τοῦτον πειρωμένῳ φανῇ συμμέτρως ἔχειν μιγνύναι τηνικαῦτα τῷ γιγνομένῳ φαρμάκῳ, τὸ δωδέκατον τοῦ εὐφορβίου. ἐὰν δὲ ἀγνοῇς πότερον ἀκριβῶς ἐστι θερμὸν τὸ εὐφόρβιον, ἢ ἀπολείπεται κατά τι τοῦ τοιούτου μετὰ τὴν σκευασίαν, ἐμπλάσας ὀθονίῳ βραχὺ τοῦ κατασκευασθέντος, ἐπίβαλλε κατὰ τῆς ἑαυτοῦ κνήμης ἢ πήχεως ὥραις τισὶν, εἶτα ἐὰν μέν σοι δόξῃ μετρίως θερμαίνειν, εὐκράτως ἔχειν ὑπόλαβε τὸ σκευασθέν. εἰ δ' ἤτοι μηδεμίαν αἰσθητὴν ποιοῖτο θερμασίαν ἢ πυρωδέστερον εἴη τοῦ προσήκοντος, ἔξεστιν ἤτοι γ' ἐκλῦσαι τὸ φάρμακον ἢ ἐπιτεῖναι· ἐκλῦσαι μὲν μίξει κηρωτῆς, ἐπιτεῖναι δ' εὐφορβίου προσθέσει. ἐάν γε μὴν λιπαρὰν ἔχῃς πρόπολιν, ἐπιτηδειοτέραν ἴσθι σοι πασῶν τῶν ῥητινῶν ἐσομένην αὐτὴν, ὡς ἂν ἐπισπᾶσθαί τε [592] καὶ τοῦ βάθους ἕλκειν ἔξω πεφυκυῖαν ἀτμώδη τε πάχη πνεύματος, ὑγρότητάς τε περιττάς. αἱ μὲν γὰρ ῥητίναι μετὰ τοῦ κηροῦ τῆς ἐμπλαστρώδους συστάσεως ἕνεκεν, οὐχ ὡς ὑπὸ τὸν σκοπὸν τῆς θεραπείας πεπτωκυῖαι παραλαμβάνονται. τοῦ σκοποῦ δ' αὐτοῦ τῆς ἰάσεως ἡ πρόπολις ἔχεται. καί ποτε αὐτῇ μόνῃ προσφάτῳ καθ' ὑγρὸν ἐχρησάμην, ὡς ἔφην, ἐπί τινος γεωργοῦ σκληρὸν ἔχοντος σῶμα, καὶ θαυμαστὸν ὅπως ὤνητο μόνῃ χρησάμενος ἄχρι τέλους, ὡς μηδενὸς δεηθῆναι φαρμάκου, βαθύτερον ἔχοντος ἑτέρου τὸ νύγμα βραχύ τι προσέμιξα τῶν τιθυμάλλων τινὸς ὀποῦ. τοῖς μέντοι μαλακοῖς σώμασι σκληρότερον φαίνεται τὸ φάρμακον ἐν τῇ ψαύσει, πλὴν εἰ πάνυ τις αὐτὸ μαλακύνει ἐλαίου μίξει. καὶ μέντοι καὶ τἄλλα φάρμακα πάνθ' ὅσα προσφέρεται τοῖς νευροτρώτοις, ὑγρὰ καὶ μαλακὰ προσῆκεν εἶναι. τὴν μὲν οὖν μαλακότητα, πᾶν ἔλαιον δύναται παρασχεῖν, τὴν δ' ἰσχὺν τοῦ φαρμάκου φυλάξαι τὸ παλαιὸν ἔλαιον. ὥσπερ δὲ τὴν πρόπολιν ἐν ἀγρῷ ποτε ἐπέθηκα τῶν τότε παρόντων ὡς βέλτιον φάρμακον ἐκλεξάμενος, οὕτως καὶ τὴν ζύμην αὖθις [593] ἐφ' ἑτέρου, φαρμάκου μὴ παρόντος, ἐπειδὴ καὶ ταύτην τὰ ἐκ τοῦ βάθους ἠπιστάμην ἕλκουσάν τε καὶ διαφοροῦσαν. ὅσῳ δ' ἂν ᾖ πλέονος χρόνου ἡ ζύμη, τοσούτῳ βελτίων ἐστίν. οὐ μόνον δὲ τὰ τοιαῦτα κατὰ τὰς ἀγροικίας εὑρίσκεται ῥᾳδίως, ἀλλὰ καὶ θεῖον ἄπυρον, ᾧ ποτε καὶ αὐτῷ ἐχρησάμην μίξας τῇ τετραφαρμάκῳ. ταύτῃ μὲν οὖν καὶ ἀφρόνιτρον καὶ Βερενίκιον λίτρον καὶ ἀφρόλιτρον τὸ μὴ λιθῶδες, ἀλλ' ὄντως ἀφρόλιτρον, ὅπερ ἀφρώδη τὴν σύστασιν ἔχει, μίξας ἐχρησάμην πολλάκις, οὐ μόνον ἐπ' ἀγροικίας ἀπορίᾳ τῶν ἄλλων, ἀλλὰ καὶ παρόντων τῶν εἰρημένων φαρμάκων, ἕνεκα τοῦ τῇ πείρᾳ βασανίσαι μου τὴν ἐπίνοιαν καὶ διὰ μόνης τῆς τοιαύτης χρήσεως ὁ τετρωμένος ἐθεραπεύθη, καταντλώμενος δηλονότι τῷ ἐλαίῳ. τοῦτο γὰρ κοινὸν ἐπὶ πάντων ἔστω σοι τῶν ἐνταῦθα λεγομένων φαρμάκων ἁρμόττειν τοῖς νευροτρώτοις. καὶ τὸ καλούμενον δὲ ὑπὸ μὲν τῶν ἰατρῶν ἀρσενικὸν, ὑπὸ δὲ τῶν ἀττικίζειν τὰ πάντα βουλομένων ἀῤῥενικὸν, ἔμιξα τῇ τετραφαρμάκῳ δυνάμει, πειραθῆναί μου τῆς ἐπινοίας βουλόμενος. αὖθις δὲ μὴ παρόντος [594] τούτου τὴν ὀνομαζομένην σανδαράχην, ὥσπερ γε καὶ τὴν τίτανον ἐσβεσμένην τε καὶ ἄσβεστον, ἄπλυτόν τε καὶ πεπλυμένην, ὀλίγον μὲν ἐμβαλὼν τῆς ἀσβέστου, τὸ πλέον δὲ τῆς ἐσβεσμένης καὶ πλέον ἔτι τῆς πεπλυμένης. εἰρήσεται δ' ὀλίγον ὕστερον ὑπὲρ τῆς καθ' ἑκάστην σύνθεσιν ἀκριβοῦς ποσότητος, ἐὰν πρότερον ἐπέλθω ταῦθ' ἁπλᾶ πάντα καὶ τοὺς διορισμοὺς τῆς χρήσεως αὐτῶν. ἐν γὰρ τούτῳ τῷ λόγῳ διὰ τοὺς ἐμπειρικοὺς ἐκ περιπτώσεως τὰ πλεῖστα τῶν συνθέτων φαρμάκων ἡγουμένους εὑρῆσθαι τὴν τῶν νευροτρώτων ἀγωγὴν ἔδοξέ μοι διελθεῖν, εὑρημένην ὑπ' ἐμοῦ χωρὶς περιπτώσεως, ἐκ τοῦ τόν τε σκοπὸν τῆς θεραπείας αὐτῶν γνῶναι καὶ τῶν ἁπλῶν φαρμάκων ἐπίστασθαι τὰς δυνάμεις. ἐκ μὲν γὰρ περιπτώσεως ἕν τι τῶν ἁπλῶν εὑρίσκεται φαρμάκων, ἡ λογικὴ δὲ μέθοδος ἀθρόα τε καὶ πολλὰ τῶν ἁπλῶν εὑρίσκει καὶ συνθέσεις παμπόλλας ἐπ' αὐτοῖς. ὅσα γοῦν ἐκ βάθους ἕλκειν ἔξω πέφυκε καὶ διαφορεῖν τὰς ὑγρότητας, ἐπιτήδεια τοῖς νευροτρώτοις ἐστίν. ἐπεὶ δέ τινα τούτων ἐζευγμένας ἔχει θερμότητας ἀμετροτέρας ἢ δακνώδεις ἰσχυρῶς δριμύτητας ἢ ὀξύτητας, εὔλογόν ἐστι μιγνύειν αὐτοῖς [595] ἕτερα φάρμακα δυνάμενα τὰς εἰρημένας ὑπεροχὰς μετριωτέρας ἐργάζεσθαι χωρὶς τοῦ μὴ βλάπτειν τὴν δύναμιν. οὐκ ἐνδέχεται δὲ τοῦτο πράττειν ὀρθῶς ἄνευ τοῦ γινώσκειν ἑκάστου τῶν φαρμάκων οὐ μόνον τὸ γένος τῆς ποιότητος, ἀλλὰ καὶ τὸ ποσὸν ἐν αὐτῇ. τινὰ μὲν γὰρ, ὡς ἐδείκνυμεν ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ, τῆς πρώτης τάξεώς ἐστι τῶν θερμαινόντων, ἀποκεχωρηκότα βραχύ τι τῶν εὐκράτων, ἕτερα δ' ἐπ' αὐτῆς τῆς δευτέρας ἐπὶ πλέον ἀφεστηκότα, καὶ τινὰ τῆς τρίτης καὶ τετάρτης, ἄλλ' ἄττα καίειν ἤδη δυνάμενα. κατὰ τὴν ἀναλογίαν οὖν τῆς κατὰ τὴν δύναμιν ἑκάστου φαρμάκου σφοδρότητος ἡ τῶν μιγνυμένων εὑρίσκεται δύναμις, ἐάν τις ἐπίστηται τῶν ἁπλῶν φαρμάκων ἁπάντων τὰς κράσεις. ἡ δὲ τῶν ἐμπειρικῶν, μόνα μιγνῦσα τὰ ὁμογενῆ, διά τε τὴν ἄγνοιαν ἑκάστου τῆς φύσεως φαρμάκου γίγνεται καὶ τοῖς ταύτην ἐπισταμένοις διὰ τὸ μὴ γινώσκεσθαι βεβαίως τὸ ποσὸν τῆς ὑπεροχῆς. ἔγωγ' οὖν αὐτὸς ὃ πρῶτον ἐσκεύασα φάρμακον ἐκ πολλῶν ὁμογενῶν συνέθηκα διὰ τὸ μηδέπω γινώσκειν ἑκάστου τὸ ποσὸν [596] τῆς δυνάμεως ἀκριβῶς. ἐνέβαλον μὲν γάρ τι καὶ ἀρσενικοῦ καὶ θείου καὶ μίσυος καὶ τιτάνου τῆς ἀπλύτου τε καὶ πεπλυμένης καὶ πομφόλυγος, ὡσαύτως καὶ σποδίου. πρὸς τούτοις δὲ καὶ λεπίδος χαλκοῦ καὶ χαλκίτεως κεκαυμένης, ἀπλύτου τε καὶ πεπλυμένης καὶ προσέτι τῆς ἀκαύστου. ταῦτα μὲν οὖν ἐν ὄξει δριμυτάτῳ πολλαῖς ἡμέραις ἐν ἡλίῳ θερινῷ προελείωσα. τὰ δὲ μέλλοντα καταχεῖσθαι τούτων ὅ τε κηρὸς ἦν ἐξ ἀνάγκης καὶ μέλιτός τι βραχὺ προαπηφρισμένου καὶ αἱ ῥητίναι σχεδὸν ἅπασαι καὶ πρόπολις καὶ πίττα καὶ λάδανον. ὑγρὰ δὲ κύπρινόν τε καὶ σούσινον, ὀποβάλσαμόν τε καὶ ἀμαράκινον καὶ γλεύκινον καὶ κέδρινον, ἔλαιόν τε κίκινον καὶ παλαιόν. ἐξ ἑκάστου δέ τι σμικρὸν ὧν ὀλίγον ἔμπροσθεν εἶπον ὀπῶν. ὕστερον δὲ ἀφαιρῶν ἄλλοτε ἄλλο πείρας ἕνεκεν, οὐδὲν ἀπολειπόμενον εὕρισκον ἕκαστον τῶν ἁπλουστέρων, οἷς ἄχρι τοῦ δεῦρο χρῶμαι. λεχθήσονται δ' αὐτῶν ὀλίγον ὕστερον αἱ συμμετρίαι. δι' ὄξους μὲν οὖν ἐσκεύαζον τὰ τοιαῦτα διά τε τῶν ὀπῶν μιγνὺς αὐτοῖς τι κηροῦ καὶ τῶν εἰρημένων ῥητινῶν καὶ προπόλεως καὶ πίττης, ὡσαύτως δὲ καὶ διὰ κόπρου περιστερῶν καὶ τῶν λεπτομερῶν βοτανῶν.
[597] ἀλυπότερα μὲν οὖν ἐστι τὰ ὑγρὰ φάρμακα, καὶ τοῖς ἄλλοις μὲν ἕλκεσιν, ἐξαιρέτως δὲ τοῖς κατὰ τὰ νεῦρα. χρώμεθα δὲ καὶ τοῖς ἐμπλαστρώδεσι διὰ τοὺς λούεσθαι βουλομένους. ἀφαιρεθέντων γὰρ τῶν ἐρίων, αὐτὸ μόνον ἐπικείμενον ἔχοντες τὸ τοιοῦτον φάρμακον ἀοχλητότερον λούονται. προείρηται γὰρ ὅτι μηδὲ τότε προσήκει βρέχειν ὕδασι τὸ τετρωμένον, ἐάν γε ἐν χειρὶ ᾖ. κατὰ μέντοι τὸν πόδα τῆς τρώσεως ἐπιγενομένης ἀδύνατον μέν ἐστι μὴ βρέχειν τὸ μόριον, ἀπέχεσθαι δὲ χρὴ τηνικαῦτα βαλανείου τὰς πρώτας τέτταρας ἡμέρας. ἐπεὶ δὲ ἀπόλωλεν ἐν τῷ νῦν βίῳ ἡ καρτερία πάντων ἀνθρώπων, ἤδη μέχρι καὶ τῶν ἐν τοῖς ἀγροῖς καθ' ἡμέραν εἰωθότων λούεσθαι, τοὺς μὲν μὴ πάνυ τρυφῶντας, εἶεν δ' ἂν οἱ πένητες οὗτοι, πειθομένους ἔχομεν ὡς τὸ πολὺ, τοὺς πλουσίους δὲ καὶ μάλιστα αὐτῶν ὅσοι πολὺ δύνανται ἢ δυσπειθοῦντας ἢ τελείως ἀπειθοῦντας. ἄριστον μὲν οὖν ἦν μηδὲ θεραπεύειν αὐτούς. ἐπεὶ δ' οὐκ οἶδ' ὅπως κατ' ἄλλην ἄλλος αἰτίαν οἱ μὲν ἄκοντες ἡμῶν, οἱ δὲ ἑκόντες ἀναγκάζονται τῆς μαλακίας αὐτῶν ἀνέχεσθαι, [598] τοιοῦτόν τι ποιεῖν εἴωθα. κατὰ τοῦ τετρωμένου μέρους ἐπιτιθεὶς τῶν ἐμπλαστρωδῶν τι φαρμάκων, ἔξωθεν αὐτοῦ πάλιν ἐπιβάλλω πολυπτύχους ὀθόνας πλέονας ἐλαίῳ διαβρόχους, αἷς αὖθις ἔξωθεν ἐπίδεσμον ἐξ ὀθόνης ἐπιβάλλω, καὶ μετὰ ταῦτα πάλιν ἐν αὐτῷ τῷ βαλανείῳ προκαταχέω τὸ ἔλαιον τοῦ ἐπιδέσμου, μέλλοντος εἰς τὴν πτύελον ἐμβαίνειν τοῦ νευροτρώτου καὶ δηλονότι λουσαμένου, τὰ μὲν ἐπικείμενα πάντα ἀποβάλλω, χρῶμαι δὲ τῇ προειρημένη τῆς ὅλης θεραπείας ἀγωγῇ. εὔδηλον δ' ὅτι καὶ τῆς τῶν μορίων φύσεως ἔμπειρον εἶναι χρὴ τὸν μέλλοντα καλῶς προνοήσασθαι τῶν νευροτρώτων. εἴρηται γὰρ ἔμπροσθεν ὅτι καὶ οἱ τένοντες, εἰς οὓς οἱ πλεῖστοι τῶν μυῶν τελευτῶσι, συμπαθείας οὐ μικρὰς ἐπιφέρουσι, πρῶτον μὲν τοὺς σπασμοὺς γεννῶντες, ὕστερον δὲ σηπόμενοί τε αὐτοὶ καὶ τὰ πλησιάζοντα πάντα συνδιαφθείροντες. ἔνιοι δ' αὐτῶν ὡς ὑμένες εἰσὶ λεπτοὶ καὶ πλατεῖς, ὁποῖοι κατά τε τὰ πρὸς τοῖς γόνασι τέλη τῶν μηρῶν ἔνδον τε τῶν χειρῶν καὶ κάτω τῶν ποδῶν ὑποτέτανται. πάντες γὰρ οὗτοι τοῦ δέρματος ψαύουσι, [599] συμφυεῖς μὲν ἱκανῶς οἱ κατὰ τὰς χεῖρας καὶ τοὺς πόδας ὄντες αὐτῶν, κατὰ δάρσιν δὲ ἀπολυόμενοι τοῦ περικειμένου δέρματος οἱ καθήκοντες εἰς τὴν μύλην. ἐμοὶ δὲ καὶ τοῦτο συνέβη κατὰ τύχην, ἐπενόησα μὲν γὰρ τὴν ἀγωγὴν τῶν νευροτρώτων ἔτι νέος ὢν, ἡνίκα πρῶτον ἐκ τῆς Ἀλεξανδρείας ἐπανῆλθον εἰς τὴν πατρίδα γεγονὼς ἔτος ὄγδοον ἐπὶ τοῖς εἴκοσι. ἐπεὶ δ' ἕκαστον ὧν ἐπενόησα φαρμάκων ἔδωκα τοῖς φίλοις ἰατροῖς, οὐ μόνον τοῖς πολίταις, ἀλλὰ καὶ τοῖς ἀστυγείτοσιν ἕνεκεν τοῦ βεβαιωθῆναι πάντα τῇ πείρᾳ· δόξαν δ' οὐκ οἶδ' ὅπως τῷ κατὰ τὴν πόλιν ἡμῶν ἀρχιερεῖ, τὴν θεραπείαν ἐγχειρῆσαί μοι μόνῳ τῶν μονομάχων καίτοι νέῳ τὴν ἡλικίαν ὄντι. τοῦ γὰρ ἐνάτου καὶ εἰκοστοῦ ἔτους ἠρχόμην, τηνικαῦτα τοὺς τρωθέντας κατὰ τὸ πρόσω τε καὶ κάτω μέρος τοῦ μηροῦ διὰ τῆς ἐπινενοημένης ἀγωγῆς ἐθεράπευσα, τῶν μὲν ἐγκαρσίαν ἐχόντων τὴν πληγὴν τὸ τοῦ τένοντος ὑπόλοιπον ἐντέμνων αὐτὸς, ὡς ἀκίνδυνον εἶναί μοι τὴν θεραπείαν, τῶν δὲ τὸ μικρὸν ἢ ὄρθιον ἐχόντων τὸ τραῦμα, σὺν ἀσφαλείᾳ τε ἅμα καὶ δέει τὴν ὅλην ἀγωγὴν ποιούμενος. τῶν γὰρ πρὸ ἐμοῦ πάντων [600] ἰατρῶν, ἐπὶ πλεῖστόν τε καταντλούντων αὐτοὺς ὕδατι θερμῷ καὶ καταπλαττόντων ἀλεύρῳ πυρίνῳ, δι' ὑδρελαίου συμμέτρως ἑψημένῳ, τὸ μὲν ὕδωρ οὐδ' ὅλως προσήνεγκα, τῷ δὲ ἐλαίῳ πολλάκις καταιονῶν ἅμα τοῖς εἰρημένοις φαρμάκοις, ὑγιεῖς πάντας ἐν τάχει εἰργασάμην. κατὰ τύχην δὲ πολλῶν τεθνεώτων ἐν τοῖς ἔμπροσθεν ἔτεσιν, ἐμοῦ δὲ οὔτε τῶν ὡς εἴρηται τετρωμένων ἀποθανόντος τινὸς οὔτ' ἐξ ἄλλου τραύματος, ὁ μετὰ τὸν ἐγχειρίσαντά μοι τότε τὴν θεραπείαν δεύτερος ἀρχιερεὺς, ὁμοίως καὶ αὐτὸς ἐπίστευσε τὴν ἐπιμέλειαν τῶν μονομάχων μετὰ μῆνας ἑπτὰ μέσους. ὁ μὲν γὰρ πρῶτος περὶ τὴν φθινοπωρινὴν ἰσημερίαν, ὁ δὲ δεύτερος ἀκμάζοντος τοῦ ἦρος ἠρχιερεύσατο. πάλιν δ' ἐπὶ τούτῳ σωθέντων ἁπάντων ὁ τρίτος καὶ ὁ τέταρτος καὶ πέμπτος ὡσαύτως ἐνεχείρισάν μοι τὴν θεραπείαν τῶν μονομάχων, ὥστε πολλὴν βάσανον ἔχειν τῆς ἀγωγῆς. ἐν δὲ δὴ χρόνῳ τούτῳ καὶ τοιοῦτον ἐπενοήθη μοί τι, καὶ μάλιστα αὐτῷ προσέχειν χρὴ τὸν νοῦν ἐκείνους τῶν ἰατρῶν, ὅσοι τραυμάτων θεραπείαν ὀρθῶς βούλονται μεταχειρίζεσθαι. θεασάμενος [601] γάρ τινα μονομάχων τῶν καλουμένων ἱππέων ἐγκαρσίαν ἔχοντα διαίρεσιν, ἄχρι βάθους πολλοῦ κατὰ τὰ πρόσω τε καὶ κάτω τοῦ μηροῦ καὶ τὸ χεῖλος ἰδὼν τοῦ τραύματος, ἄνωθεν μὲν τὸ ἕτερον ἀνεσπασμένον, κάτω δὲ θάτερον, ὡς ἐπὶ τὴν μύλην κατεσπασμένον, ἐτόλμησα τῆς κατὰ πλάτος ὀνομαζομένης ἀγωγῆς ἀποστὰς, συναγαγεῖν ῥαφαῖς πρὸς ἄλληλα τὰ διεστῶτα μέρη τῶν μυῶν. εὐλαβηθεὶς οὖν συνδιαῤῥάπτειν αὐτοῖς τοὺς τένοντας, ἀποδείρας πρότερον ἐκείνους, οὕτως ἐχρησάμην διὰ πολλοῦ βάθους ταῖς ῥαφαῖς, εἰδὼς ἀκίνδυνον μὲν εἰς αὐτὸ τὸ σαρκῶδες μυῶν, τὸν κίνδυνον δὲ ἐκ τῶν τενόντων γινόμενον, οὐδὲ τοῦτό τινα τῶν διδασκάλων ἑωρακὼς ποιοῦντα. τινὲς μὲν γὰρ αὐτῶν ἐν ταῖς τοιαύταις τρώσεσι τὰ τοῦ δέρματος χείλη μόνα συνέῤῥαπτον, ἔνιοι δὲ κατὰ τὰ σαρκώδη τοὺς μῦς αὐτοὺς τολμῶντες ῥάπτειν, ἐπιπολῆς αὐτῶν ἐποιοῦντο τὴν συναγωγὴν, ὥστε εἴ ποτε μέχρι βάθους συχνοῦ τὸ τραῦμα διῆκον ἐγεγόνει μὴ κατὰ τὸ μῆκος τοῦ κώλου, τὸ μὲν ἐπιπολῆς τοῦ μυὸς κολλᾶσθαι, τὸ δ' ἄλλο πᾶν ἀκόλλητον μένειν. ἐπὶ μὲν γὰρ [602] τῶν κατὰ τὸ μῆκος τοῦ κώλου τραυμάτων ἡ ἐπίδεσις ἱκανὴ συναγαγεῖν ἀλλήλοις τὰ μέρη τοῦ τετρωμένου μυός· ἐφ' ὧν δὲ ἐγκάρσιον γίγνεται τὸ τραῦμα, τῆς ἐπιδέσεως οὐδὲν ὠφελῆσαι δυναμένης, ἐκ μόνης τῆς ῥαφῆς τὸ σύμπαν περαίνεται. ταῦτ' οὖν ἐὰν μὴ διὰ βάθους ποιῆταί τις, ἀκόλλητα διαμένει τὰ κατὰ τόδε μέρη τοῦ μυός. ἐπιτευχθέντος δέ μοι τοῦ ἔργου, μιγνύμενοί τινες ταὐτὸ τῶν ἀπείρων ἀνατομῆς ἁπάντων μυῶν ὑποδέρουσι τοὺς ὑποκειμένους ὑμένας, οὐκ εἰδότες ἀκινδύνως μὲν τούτους ἅμα τοῖς μυσὶ συῤῥάπτεσθαι, κινδυνωδέστατα δὲ τοὺς ὁμοίως αὐτοῖς πεπλατυσμένους τένοντας. ἀλλ' ὅπως ἂν αὐτοὶ πλατυνθῶσιν, ὅμως ἔτι παχύτεροί τε τῶν ὑμένων εἰσὶ καὶ σκληρότεροι. λεπτοὺς δ' ἱκανῶς τένοντας ὄψει κᾀν τοῖς κατ' ἐπιγάστριον μυσὶν ἅπασι πλὴν δυοῖν τῶν ὀρθίων, οἷς αἱ τῶν λοξῶν ὑμενώδεις ἀπονευρώσεις ἐπιβέβληνται. ἄλλος δὲ τένων οὐδεὶς παρὰ τοὺς εἰρημένους ὑμενωδῶς πλατύνεται. διασώζουσι γὰρ ἅπαντες οἱ πλατυνόμενοι πάχος ἱκανὸν, ὡς μηδένα λαθεῖν. ἥ γε μὴν συμπάθεια τῶν ὑπερκειμένων μερῶν ἄχρι τῆς ἀρχῆς τῶν [603] νεύρων αὐτῆς οὐδὲν ἧττον τοῖς κατὰ τὸ πέρας τοῦ μηροῦ τοῖς τε εἰς τὸν ἀγκῶνα τοῦ πήχεως ἐνδυομένοις μυσὶ καὶ τοῖς εἰς τὴν πτέρναν γίγνεται. πλατύνονται μὲν οὖν ἑκατέροις οἱ τένοντες, ἀλλὰ μετὰ τοῦ φυλάττειν πάχος ἀξιόλογον, ἐπὶ δὲ τῆς πτέρνης ἔτι μᾶλλον, ὁ καθήκων ἐκ τῆς γαστροκνημίας τένων εὔρωστός τε φαίνεται καὶ παχὺς, ὡς ὢν ἐκ τριῶν ἀπονευρώσεων συγκείμενος. ἐλελήθει δὲ καὶ τοῦτο τοὺς ἐμοῦ πρεσβυτέρους ἀνατομικοὺς, ὥσπερ καὶ ἄλλα πολλὰ κατά τε τοὺς μῦς ὅλους καὶ πολὺ μᾶλλον ἔτι κατὰ φλέβας τε καὶ ἀρτηρίας καὶ νεῦρα. πολλοὶ δὲ καὶ ἤδη τῶν ἐμῶν ἑταίρων ἴσασιν ἅπαντα ταῦτα καὶ δεικνύουσι τοῖς μαθηταῖς, ἀναγινωσκομένων τῶν ἐμῶν ἀνατομικῶν βιβλίων. ἐμνημόνευσα δὲ τῶν ἐξ ἀνατομῆς φαινομένων οὐδὲν, ὡς ἄν τις ὑπολάβοι, κοινὸν ἐχόντων τῇ περὶ συνθέσεως φαρμάκων πραγματείᾳ, δεδιὼς δ' ἐκ τῆς τοιαύτης ἀγνοίας ἁμαρτάνοντας ἤτοι γε ὑποπτεῦσαι τὴν ἀγωγὴν ὅλην ἢ μάτην ἀποδέρειν τοὺς ὑμένας εὐλαβουμένους τὴν ἐξ αὐτῶν ὧν ὑπονοοῦσι ψευδῶς ἐσομένην βλάβην· ὥσπερ ἕτεροί τινες οὐκ [604] εἰδότες γνωρίζειν τοὺς συνδέσμους, ὁμοίως ὑποπτεύουσι τοῖς νεύροις τε καὶ τένουσι τιτρωσκομένοις, ἀκινδύνους ὄντας αὐτοὺς, ὅτι ἂν πάσχωσιν, ὡς ἀναισθήτους τε ὄντας, ἐξ ὀστῶν τε τὴν γένεσιν ἔχοντας, οὐκ ἐκ μυῶν, ὥσπερ οἱ τένοντες, ἢ ἐξ ἐγκεφάλου καὶ νωτιαίου, καθάπερ τὰ νεῦρα. κάλλιστα τοίνυν ὥσπερ ἄλλα πολλὰ καὶ ἐπὶ τούτων εἰρήκασιν ἰατροὶ πολλοὶ τῶν δοκιμωτάτων, ὡς ἀλλήλων δεῖται τὰ μέρη τῆς ἰατρικῆς, τό τε χειρουργικὸν λέγω καὶ φαρμακευτικὸν καὶ διαιτητικὸν, καὶ μάλιστά γε τὸ κατὰ χειρουργίαν ἀμφοτέρων τῶν ἄλλων. ἐὰν οὖν ἐπὶ τῶν πιθήκων ἴδῃς πολλάκις ἑκάστου τένοντος καὶ νεύρου θέσιν τε καὶ μέγεθος, ἀκριβῶς μνήσῃ, κᾂν ἀνθρώπου ποτὲ σώματος ἀνατομῆς εὐπορήσῃς, ἕκαστον ὡς ἐτεθέασο ταχέως εὑρεῖν. ἀγύμναστος δὲ παντάπασιν ὢν οὐδὲν ἂν ἐκ τῆς τοιαύτης εὐπορίας ὠφεληθείης, ὥσπερ οὐδ' οἱ κατὰ τὸν Γερμανικὸν πόλεμον ἰατροὶ ἔχοντες ἐξουσίαν ἀνατομῆς σωμάτων βαρβαρικῶν ἔμαθόν τι πλέον ὧν οἱ μάγειροι γινώσκουσιν. ἡ μὲν γὰρ τῶν ἐμπειρικῶν κατὰ περίπτωσιν ἀνατομὴ λῆρός ἐστι μακρὸς, ὅμοιος [605] ταῖς παρακεντουμέναις αἰξὶν ὁλοσχοίνοις ὀξείαις. ἔτι δὲ ληρωδεστέρα ταύτης ἡ διὰ τῶν ἀνατομικῶν συγγραμμάτων μάθησις ἐοικυῖα τοῖς κατὰ τὴν παροιμίαν λεγομένοις ἐκ βιβλίου κυβερνήταις. ὅπου γὰρ οἱ θεασάμενοι σαφῶς ὑπὸ διδασκάλου δεικνύμενα τὰ κατὰ τὸ σῶμα νεῦρα καὶ τοὺς τένοντας αὐτῶν, εἰ μὴ καὶ δεύτερον ἴδοιεν αὐτὰ καὶ τρίτον καὶ πολλάκις ἐφεξῆς, οὐ μνημονεύουσιν ἀκριβῶς τὸν τόπον ἐν ᾧ κεῖνται, σχολῇ δ' ἄν τις ἀναγνοὺς δυνηθείη μαθεῖν. ὁ γοῦν τῶν καθ' ἡμᾶς ἐμπειρικῶν ἄριστος ἀνεγνωκὼς τὰ πάντα τῶν ἀνατομικῶν βιβλία, νύξαντός ποτε γραφείῳ παιδίου ἐν διδασκαλείῳ κατὰ τὴν ἐντὸς τοῦ βραχίονος χώραν, ὑπεράνω τῶν μέσων αὐτοῦ μερῶν, ἐπιθεὶς τῶν ἐμπλάστρων φαρμάκων οὗ πεῖραν ἔναγχος ἐσχήκει τεθεραπευκότος νευρότρωτον ἀφλέγμαντόν τε καὶ ἀνώδυνον ὁρῶν ἐπ' αὐτῷ τὸ παιδίον, ᾤετο τεθεραπεῦσθαι τελέως, ἀλλ' ἐξαίφνης γε κατὰ τὴν ἑβδόμην ἡμέραν ἀπέθανε σπασθέν. ὡς οὖν ὡς δυσαιτιολόγητόν τε καὶ ἄπορον διηγεῖτό μοι τὸ γεγονὸς, ἀξιώσαντός μου τὴν γραφὴν ἀναγνῶναι τῆς τοῦ φαρμάκου [606] συνθέσεως, ὁ μὲν ἑτοίμως τοῦτ' ἔπραξεν, ἐγὼ δ' εὐθέως ἔφην αὐτῷ ταῦτα. μήτι μοι διηγούμενος ἄρτι τὰ συμβάντα τῷ νεοτρώτῳ παιδίῳ, πλέον ἄλλο τι τῇ διηγήσει προσέθηκας ἢ ὅτι πεῖραν ἐσχήκεις ἔναγχος τοῦ φαρμάκου θαυμαστῶς ἐκθεραπεύσαντος παῖδα νεότρωτον; ὡς δ' ὡμολόγει μηδὲν ἄλλο προστεθεικέναι τῷ λόγῳ, πάλιν οὖν, ἔφην, ἄκουσον παρ' ἐμοῦ λέγοντός σοι τὸ γεγενημένον. ἀξιόλογον ἦν τὸ τραῦμα τοῦ τὸ νεῦρον βαλόντος, ὃ φῂς ὑπὸ τοῦ φαρμάκου θεραπευθῆναι τούτου, καὶ θαῤῥῶν γε καὶ αὖθις αὐτῷ χρῶ κατὰ τῶν τοιούτων τραυμάτων. νύγματα δὲ νεύρων στενὴν ἔχοντα τὴν τοῦ δέρματος διαίρεσιν οὐχ οἷόν τε θεραπεύειν ἐστὶ φάρμακον τοιοῦτο, ὥσπερ οὐδὲ τὸ τὰ νύγματα θεραπεῦον αὐτῷ τῷ νεύρῳ γυμνῷ προσαγόμενον. ἔστι γὰρ πολὺ θερμότερόν τε καὶ δακνωδέστερον ἢ ὡς γυμνὸν νεῦρον ἀνασχέσθαι τῆς ὑπ' αὐτοῦ δήξεώς τε καὶ φλογώσεως. ἔνθα μέντοι καὶ δέρμα καὶ ὑμὴν ἐπ' αὐτῷ καί που καὶ σὰρξ πρόκειται τὸ δακκῶδες φάρμακον, ἐὰν καὶ λεπτομερὲς ᾖ, τὴν αὐτὴν θεραπείαν ἐργάζεται πρὸς τὸ νεῦρον, ἣν τὸ σὸν φάρμακον, [607] ὅταν αὐτοῦ μόνου ψαύῃ γυμνοῦ τοῦ πεπονθότος νεύρου. χρὴ δὲ περὶ παντὸς ποιεῖσθαι τὸ στόμιον ἀνεῷχθαι τῶν στενῶν νυγμάτων, ἵνα ἐξατμίζῃ δι' αὐτοῦ τὸ ἔξωθεν ἐπικείμενον θερμὸν φάρμακον, ἑλκτικὸν ὑπάρχον τῶν ἐν τῷ βάθει, τὴν περὶ τὸ πεπονθὸς νεῦρον ὑγρότητα, ὥστε καὶ προσεπιτέμνειν ἐπὶ τῶν τοιούτων προσήκει τὸ στόμα τοῦ νύγματος, δύο τομαῖς κατὰ τὸ δέρμα τεμνούσαις ἀλλήλας κατ' ὀρθὰς γωνίας. ταῦτά τε οὖν εἶπον καὶ ἄλλα πολλὰ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων, τῷ κατὰ τὴν θεραπείαν τοῦ νευροτρώτου παιδίου σφαλέντι τοσοῦτον, ὡς διὰ τὴν μοχθηρὰν ἀγωγὴν σπασθῆναί τε καὶ ἀποθανεῖν αὐτό. πρόδηλον οὖν ὅτι καὶ ἡ τοῦ νενυγμένου μορίου φύσις ἐνδείξεται ποτὲ μὲν ἀκίνδυνον εἶναι τὸ νύγμα, ποτὲ δ' ὕποπτον, ὅταν ἴδωμεν ὑποκείμενον νεῦρον, ὡς ἐπὶ τοῦ κατὰ τὸν βραχίονα νυγέντος παιδός. οὐ γὰρ οἷόν τε λόγῳ τὸν τόπον ἑρμηνεῦσαι, καθ' ὃν ἐπιβαίνει τῷ βραχίονι τὰ διὰ τῆς μασχάλης εἰς ὅλην ἀφικνούμενα τὴν χεῖρα, καὶ θαυμάσαι γ' ἐστὶ κᾀν τούτῳ τὴν τῶν ἐμπειρικῶν φιλονεικίαν, ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων [608] τὸν πολλάκις ἑωρακότα τῶν κατὰ τὴν ἰατρικὴν ἔργων ὁτιοῦν ἄμεινον αὐτὸ μιμεῖσθαι φασκόντων ἢ εἴπερ ὀλιγάκις ἑωρακὼς ἔτυχεν. ὡσαύτως δὲ καὶ τὸν ὁτιοῦν ποιοῦντα βέλτιον ἐνεργεῖν εἰ πολλάκις εἴη πεπραχὼς αὐτὸ, μόνα δὲ τὰ διὰ τῆς ἀνατομῆς εἰς γνῶσιν ἥκοντα, δύνασθαί τινα τὴν τῶν ἀνατομικῶν ἀνδρῶν ἱστορίαν ἀναγνόντα βεβαίως ἐπίστασθαι, ὅπου γε καὶ τῶν ἑωρακότων ὑπὸ διδασκάλου δεικνύμενα τὰ μόρια τοῦ σώματος οὐδείς ἐστιν ἱκανὸς ἅπαξ ἢ δὶς ἰδὼν ἀκριβῶς διαμνημονεύειν, ἀλλὰ χρὴ πολλάκις ἰδεῖν. οὐ μόνον δὲ μεγάλα νεῦρα διὰ τοῦ βάθους ὁδοιποροῦντα κατὰ πολλὰ μόρια τοῦ σώματός ἐστιν, ἀλλὰ καὶ τῶν εἰς μόνον τὸ δέρμα διανεμομένων οἷον ῥίζαι τινές εἰσιν, ἃς οἱ νυγέντες, ἐὰν μὴ καλῶς θεραπευθῶσι, συμπάθειαν ἴσχουσι τῶν ὑποκειμένων νεύρων μεγάλων, ἀφ' ὧν ἀποφύεται ταῦτα, περὶ ὧν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἀκριβῶς ἔγραψα, παραλελειμμένων ἅπασι τοῖς πρὸ ἐμοῦ. καὶ ταύτας τὰς ῥίζας ἐὰν μὴ πολλάκις ἐπὶ τῶν πιθήκων ἴδῃ τις, ἀδύνατον αὐτῷ, κᾂν εὐπορήσῃ ποτὲ ἀνθρωπείου σώματος εἰς ἀνατομὴν, ἀκριβῶς [609] ἐξευρεῖν, ὥσπερ γε πολὺ μᾶλλον ἐπὶ τῆς κατὰ περίπτωσιν ἀνατομῆς, ἣν καὶ τραυματικὴν θέαν ὀνομάζουσιν, οὐχ οἷόν τε τόπον εὑρεῖν ἐκ μόνης ἀναγνώσεως. οὐ μὴν οὐδ' αὐτόπτην γενέσθαι τραυμάτων παμπόλλων οἷον τέ τινα, χωρὶς τῶν ἐν πολέμοις γινομένων, ἐφ' ὧν οὐδ' αὐτῶν οὐδεὶς ὑπεριδὼν τοῦ τάχιστα θεραπεύειν τὸν τετρωμένον ἐπισκέπτεται, ποῦ μὲν ὑπόκειται τοῖς τετρωμένοις μέρεσι νεῦρα, ποῦ δ' ἀρτηρίαι καὶ φλέβες. ὁρῶνται τοιγαροῦν ἐν ταῖς τῶν τοιούτων παθῶν θεραπείαις οἱ ἄπειροι τῶν ἐξ ἀνατομῆς φαινομένων, ἐοικότες τοῖς μετὰ σκίμποδος ὁδοιποροῦσι τυφλοῖς, καὶ διὰ τοῦτο σφάλλοντες μέγιστα. συνθεὶς δέ τις ἐξ αὐτῶν εἰς ταὐτὸν τήν τε τῶν μορίων ἐμπειρίαν ἐξ ἀνατομῆς ἐγνωσμένην καὶ τὴν ἐπὶ τῇ συνθέσει τε καὶ χρήσει τῶν φαρμάκων μέθοδον, ἀεὶ θεραπεύσει τοὺς νευροτρώτους, ὥσπερ ἡμεῖς ἄνευ κινδύνου παντὸς, ὡς μήτε συμπαθῆσαί τι τῶν κυριωτέρων μήτε φλεγμῆναι τὸ τετρωμένον ἢ τεθλασμένον νεῦρον. ὅπου δὲ ταῦτα, πολὺ μᾶλλον οὔτε σῆψιν οὔτε κύλλωσιν οὔτε σπασμὸν οὔτε θάνατον ἐπακολουθῆσαι.
[610] [Αἱ διὰ τῶν μεταλλικῶν φαρμάκων συνθέσεις πρὸς νευροτρώτους.] Τῶν μεταλλικῶν φαρμάκων τὰ μὲν στύφοντα φευκτέον ἐστὶ καὶ μάλισθ' ὅταν ἐπὶ νύγματος ἡ χρῆσις γίγνηται τοῦ συντεθέντος φαρμάκου, τὰ δὲ ῥυπτικὴν ἔχοντα δύναμιν ὥσπερ ἡ λεπὶς τοῦ χαλκοῦ χρήσιμα. παχυμερῆ δ' ὄντα πάντα τὰ μεταλλικὰ, πολὺ γὰρ ἐν ἑαυτοῖς ἔχει τῆς γεώδους οὐσίας, χρῄζει τινὸς ἐπιτεχνήσεως ἐν τῷ σκευάζεσθαι πρὸς τὸ λεπτομερέστερα γενέσθαι. ταύτην οὖν ἐπενόησα δι' ὄξους δριμυτάτου ποιεῖσθαι, καὶ μάλιστα ἐξ οἴνου μὴ αὐστηροῦ τὴν γένεσιν ἐσχηκότος, κᾂν ἐκ μὴ τοιούτου δὲ γεγονὸς ᾖ, χρόνου δὲ ὑπάρχῃ συχνοῦ, χρηστέον αὐτῷ. πρόσεχε δὲ ἀκριβῶς ἐν τῇ γεύσει μή τί σοι δόξῃ κᾂν ἐλάχιστον οἴνου ποιότητος ἐμφαίνειν. οὐ γὰρ ἔχει τὸ τοιοῦτον ὄξος ἰσχυρὰν τὴν διαβρωτικὴν καὶ τμητικὴν τῶν πλησιαζόντων δύναμιν. ἐν δὲ τῷ δριμυτάτῳ καὶ ὡς οἷόν τε παλαιοτάτῳ καὶ λεπτοτάτῳ κατὰ τὴν σύστασιν ὄξει λειοῦν χρὴ τὰ μεταλλικὰ τὸ παχὺ τῆς συστάσεως παραιτούμενον, ἄμεινον δὲ ἐν ἡλίῳ θερινῷ γίγνεσθαι [611] τὴν λείωσιν τῶν φαρμάκων. ἔνια μὲν οὐδὲ κοπῆναι δεῖται τῶν μεταλλικῶν οὔτε σεισθῆναι, λυόμενα ῥᾳδίως ὑπὸ τοῦ ὄξους, ὥσπερ ἡ χαλκῖτίς τε καὶ τὸ μίσυ, τινὰ δὲ χρῄζει καὶ κοπῆναι καὶ σεισθῆναι, καθάπερ ἡ τοῦ χαλκοῦ λεπίς. ὁπότε μὲν οὖν τὸ πρῶτον ἐσκεύασα τὸ φάρμακον, ἐνέβαλον αὐτῷ καὶ ἀῤῥενικοῦ, μετὰ ταῦτα δὲ ἔδοξέ μοι περιττὸν εἶναι. καὶ γὰρ διὰ τῆς λεπίδος τοῦ χαλκοῦ καὶ τοῦ μίσυος καὶ τῆς χαλκίτεως αὐτάρκως ἐφαίνετό μοι συντεθήσεσθαι τὸ φάρμακον. ἔμιξα δὲ κατὰ τὴν πρώτην σύνθεσιν καὶ τὸν κεκαυμένον ἰὸν, ὑπώπτευσα γὰρ τὸν ἄκαυστον ὡς περαιτέρω τοῦ προσήκοντος δάκνοντα. μετὰ ταῦτα μέντοι καὶ ἄκαυστον ἔβαλον ὀλίγον, ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν οὕτως δὲ καὶ τὴν χαλκῖτιν εἰ μὲν ὠμὴν ἐνέβαλλον, ὀλιγίστην ἔμισγον, εἰ δὲ καὶ κεκαυμένην, ἴσην τῷ μίσυϊ καὶ λεπίδι τοῦ χαλκοῦ. κάλλιον δ' ἁπάντων τῶν σκευασθέντων ἤλπισά τε καὶ διὰ τῆς πείρας εὗρον, ἐν ᾧ πλείστη μὲν ἡ τοῦ χαλκοῦ λεπὶς ἦν, δευτέρα δὲ ἡ κεκαυμένη χαλκῖτις, εἶτα μίσυ. λειούσθω δ' οὖν, ὡς ἔφην, ἐν ἡλίῳ θέρους ὥρᾳ πολλαῖς [612] ἐφεξῆς ἡμέραις ἅττ' ἂν μίξεις φάρμακα δι' ὄξους δριμυτάτου. ὅσῳ γὰρ ἐν πλείονι χρόνῳ λειωθῆ, τοσούτῳ γίγνεται λεπτομερέστερα καὶ διὰ τοῦτο χρησιμώτερα πρὸς τὰς στενὰς τρώσεις, ὡς ἐπί γε τῶν γεγυμνωμένων νεύρων φυλάττεσθαι χρὴ τὰ λίαν λεπτομερῆ τε καὶ διαβρωτικά. διὰ τοῦτο δὲ οἱ εἰρημένοι τροχίσκοι πᾶσι τοῖς τοιούτοις χρήσιμοι, προσειλήφασι γάρ τινα καὶ τῶν στυφόντων. ἔνδοξοι δ' αὐτῶν εἰσὶν ὅ τε τοῦ Ἄνδρωνος καὶ ὁ τοῦ Πολυείδους καὶ ὁ τοῦ Πασίωνος. ἔστι δὲ καὶ ἄλλος τις τέταρτος καὶ πέμπτος, οἷς ἐγὼ συνήθως χρῶμαι, τούτων ἰσχυρότερος. ῥηθήσονται δ' αὐτῶν αἱ ἀκριβεῖς συμμετρίαι προήκοντος τοῦ λόγου. νυνὶ μέντοι τοσοῦτον εἰρήσθω περὶ τῆς χρήσεως αὐτῶν, ὡς χρὴ λειωθέντας αὐτοὺς ξηροὺς μετὰ ταῦτα πάλιν ἐπιβαλόντα σίραιον οὕτως λειοῦν, ἄχρι τοῦ γλοιῶδές τε γενέσθαι τὸ φάρμακον καὶ λεῖον ὁμαλῶς. ὀνομάζουσι δὲ νῦν καὶ σίραιον τοῦτο παρ' ἡμῖν ἅπαντες, ἕψημα τοῦ γλεύκους ἑψομένου γινόμενον. ἔστω δὲ καὶ τοῦτο μηδὲν οἰνῶδες ἔχον. γίγνεται δὲ καὶ τοιοῦτον μήτε ἐξ αὐστηρῶν σταφυλῶν ὄντος τοῦ γλεύκους, [613] ἀλλ' ὡς ἔνι μάλιστα γλυκειῶν, μήτε ἐκ τοῦ πρώτου ῥέοντος, ἀλλ' ἐκ τοῦ τελευταίου. εἰ μὲν οὖν εἴη τὸ γλεῦκος τοιοῦτον, ἕψειν αὐτὸ χρὴ μέχρις ἂν ἥμισυ λειφθῇ τοῦ κατὰ τὴν ἀρχὴν ἐμβληθέντος· εἰ δὲ μὴ τοιοῦτον, μέχρι τοῦ τὸ τρίτον ἀπολειφθῆναι καθεψητέον ἐστί. τοιούτῳ μὲν ἑψήματι διαλύειν χρὴ τοὺς τροχίσκους, ὥστε μελιτώδη σύστασιν ἔχοντας ἀναληφθέντας μοτοῖς, ἐπιτίθεσθαι τοῖς γεγυμνωμένοις νεύροις καὶ μάλιστα τοὺς μετριωτέρους αὐτῶν, ὁποῖός ἐστιν ὁ τοῦ Πολυείδους, καὶ πολὺ δὴ μᾶλλον, ἐὰν ἁπαλόσαρκον ᾖ τὸ σῶμα, καθ' ὃ καὶ τελέως ἀποχωρεῖν ἀσφαλέστερόν ἐστι τῆς τῶν τροχίσκων χρήσεως, ἑτέροις χρώμενον φαρμάκοις, ὑπὲρ ὧν ἤδη τε προείρηται καὶ αὖθις εἰρήσεται. σκεπασθέντος δὲ τοῦ γεγυμνωμένου νεύρου τοῖς μοτοῖς ἔξωθεν ἐπιβλητέον ἕν τι τῶν πρὸς τὰς στενὰς τρώσεις ἁρμοττόντων, ὧν ἐστι τέτταρα γένη, τουτὶ μὲν ἓν τὸ διὰ τῶν μεταλλικῶν, ὑπὲρ οὗ πρόκειται λέγειν, ἕτερον δὲ τὸ διὰ τῶν ὀπῶν, ἐν οἷς ἐστι καὶ τὸ δι' εὐφορβίου, καὶ τρίτον τὸ διὰ τῆς κόπρου τῶν περιστερῶν, καὶ τέταρτον, ὃ καλῶ τὸ πρᾷον, ᾧ καὶ πρὸς τὰ τελέως γεγυμνωμένα νεῦρα τῶν [614] ἁπαλοσάρκων σωμάτων χρῶμαι. τούτων τῶν τεττάρων ἕν τι περιβάλλειν χρὴ παντὶ τῷ πεπονθότι μορίῳ συνεπιλαμβάνοντα πολὺ καὶ τῶν ὑγιεινῶν μερῶν καὶ μάλιστα τῶν ὑπερκειμένων, οἷς καὶ τὴν κατάντλησιν ποιεῖσθαι χρὴ δὶς τῆς ἡμέρας ἢ τρὶς, ἐὰν ἐπείγῃ. καὶ μέντοι καὶ τῆς νυκτὸς ἐνίοτε τῶν μὲν μοτῶν ἐπικειμένων κατὰ τοῦ γεγυμνωμένου νεύρου, τοῦ δ' ἐπιβεβλημένου κατ' αὐτῶν ἔξωθεν αἰρομένου. παμπόλλης δ' οὔσης διαφορᾶς τῶν ἀνθρωπίνων σωμάτων κατά τε τὰς ἐξ ἀρχῆς αὐτῶν κράσεις καὶ τὰς τῶν ἡλικιῶν μεταβολὰς, ἔτι τε πρὸς τούτοις τὰ ἐπιτηδεύματα τὸ συντιθέμενον φάρμακον ἀδύνατον ἅπασιν ἁρμόττειν. ἔστω τοίνυν διὰ τοῦτό σοι δύο παρεσκευασμένα, τὸ μὲν ἕτερον ἰσχυρότερον τῶν ὁμογενῶν, τὸ δὲ ἕτερον πρᾳότερον, ἃ μιγνὺς ἀλλήλοις ἐπὶ τῆς χρείας, ἐργάσῃ πάμπολλα τὰ μεταξὺ παρὰ τὸ ποσὸν τῆς μίξεως. ἐὰν γὰρ ἴσον ἑκατέρου μίξῃς, ἔσται σοι τὸ μιχθὲν ἀκριβῶς ἀμφοῖν μέσον. ἐὰν δὲ θατέρου πλέον, ἐπὶ τοσοῦτον ἀποκεχωρηκὸς τοῦ μέσου πρὸς ἐκεῖνο τῶν ἄκρων, ἐφ' ὅσον ἡ μίξις ὑπερέσχεν. ἔστω τοίνυν τὸ μὲν ἰσχυρότατον [615] τῶν μεταλλικῶν ἐκ τούτων συγκείμενον· ἓν μὲν ἐχέτω μέρος τῆς ὠμῆς χαλκίτεως, δύο δὲ τοῦ μίσυος ὡσαύτως ὠμοῦ, τρία δὲ τῆς τοῦ χαλκοῦ λεπίδος· τὸ δ' ἀσθενέστατον, ἓν μὲν ὡσαύτως μίσυός τε καὶ χαλκίτεως, ἀλλὰ κεκαυμένων ἀμφοτέρων, τῆς δὲ λεπίδος τέτταρα. καὶ μέντοι καὶ μέσον ἀμφοῖν, ᾧ κέχρημαι πολλάκις, ἔστω τοιόνδε. μίσυος καὶ χαλκίτεως καὶ ἰοῦ, κεκαυμένων ἁπάντων ἓν ἑκάστου μέρος, τῆς δὲ λεπίδος τοῦ χαλκοῦ μέρη τρία. τούτοις οὖν ὡς προείρηκα λειωθεῖσι μιγνύσθω κηροῦ κατὰ μὲν τὸ ἰσχυρότατον τὸ διπλάσιον, κατὰ δὲ τὸ ἀσθενέστατον δύο καὶ ἥμισυ μέρη, κατὰ δὲ τὸ μέσον ὃ μεταξὺ τούτων ἐστὶ μέρη δύο καὶ τέταρτον οἷον ἐπὶ τοῦ πρώτου γεγραμμένου τῶν τριῶν, ὅπερ ἰσχυρότατον ἔφην εἶναι, τὰ πάντα μέρη γίγνεται τὸν ἀριθμὸν ἐκ μίσυος καὶ χαλκίτεως καὶ λεπίδος ἀθροιζόμενα ἕξ. τούτοις οὖν ἐπιβαλεῖς κηροῦ μέρη ιβ΄. κατὰ δὲ τὸ ἀσθενέστατον, ἐὰν ἓξ ᾖ μέρη τῶν μεταλλικῶν, μέρη ιβ΄. βάλλῃς κηροῦ, τὸ μεταξὺ δὲ ἐπὶ τοῦ μέσου. μεταξὺ δ' ἔτι τῶν ὀκτωκαίδεκα καὶ δώδεκα τὰ πέντε καὶ δέκα. ἐάν τε οὖν α΄. ὑποθῇς τὸ ἓν εἶναι μέρος ἁπάντων δηλονότι, τοσαύτας [616] βάλλῃς δραχμὰς, ὅσα περ τὰ μέρη, ἐάν τε οὐγγίαν ἢ λίτραν, οὕτω γὰρ εἴθισται παρὰ τοῖς Ῥωμαίοις ὀνομάζεσθαι, τοσαύτας οὐγγίας ἢ λίτρας. ἔστι δὲ παρ' αὐτοῖς μέτρον, ᾧ τὸ ἔλαιον μετροῦσιν ἐντετμημένον γραμμαῖς διαιρούσαις τὸ σύμπαν εἰς μέρη ιβ΄. καὶ καλεῖται μὲν τὸ ὅλον μέτρον ὑπ' αὐτῶν λίτρα, τὸ δωδέκατον δ' αὐτῆς οὐγγία. τὰ μὲν οὖν μεταλλικὰ καὶ ὁ κηρὸς ἐπὶ ζυγοῦ δι' ἑτέρας οὐγγίας ἵσταται, τὸ δ' ἔλαιον τῷ κέρατι μετρεῖται. βαλλέσθω τοίνυν εἰς τὰ προειρημένα φάρμακα πάντα κατὰ τὴν ἀναλογίαν τοῦ κηροῦ τὸ ἔλαιον, ἐν ἅπασιν αὐτοῖς τὸ ἥμισυ πλεονάζον, ὥστε ἐὰν ὁ κηρὸς ᾖ γο η΄. τὸ ἔλαιον βάλλεται γο ιβ΄. τουτέστιν ὅλην τὴν λίτραν. ἔστω δὲ τὸ ἔλαιον ὅμοιον τῷ Σαβίνῳ λεπτομερές τε καὶ στύψεως ἥκιστα μετέχον. ἄμεινον δ' εἰ καὶ παλαιὸν εἴη. τὸ δ' ὠμοτριβὲς ὀνομαζόμενον καὶ τὸ μετὰ θαλλῶν ἐλαίας ἐσκευασμένον οὐκ ἐπιτήδειον. ἅπασι δὲ τοῖς εἰρημένοις φαρμάκοις, ὅταν ἐν τῇ θυείᾳ τὰ μεταλλικὰ πλείοσιν ἡμέραις τριφθῇ μετ' ὄξους, ἐπεμβαλλέσθω λιβανωτὸς ὁ λευκότατός τε καὶ λιπαρὸς, [617] εἶτα πάλιν ἅμα τοῖς μεταλλικοῖς λειούσθω τινὰς ἡμέρας, πρὶν τὴν κηρωτὴν αὐτοῖς ἐπιμίγνυσθαι. ὅσον δ' ἂν ἐξ ἁπάντων τῶν μεταλλικῶν ἀθροίζηται πλῆθος, τούτου τὸ ἥμισυ μέρος ὁ λιβανωτὸς ἐχέτω. εἰ δὲ μαλακώτερον ἐθέλοις ποιῆσαι τὸ φάρμακον, ἐμβάλλειν πλέον ἢ κατὰ τὸ ἥμισυ, καθάπερ εἰ καὶ δριμύτερον, ἔλαττον ἢ τὸ ἥμισυ. καὶ μέντοι καὶ τηκομένῳ τῷ κηρῷ μετὰ τοῦ ἐλαίου τῶν εἰρημένων ῥητινῶν τινος ἐπιβάλλειν ἔξεστιν, εἰδότος σου δριμύτερον μὲν αὐτὸ γενέσθαι τῆς στροβιλίνης ἐμβληθείσης, μαλακώτερον δὲ τῆς τερμινθίνης, μέσον δ' ἀμφοῖν τῆς ἐλατίνης. ἐκ δὲ τοῦ γένους τῶν ῥητινῶν ἐστι καὶ ἡ λάριξ ὀνομαζομένη τοὐπίπαν μὲν ὑγροτέρα τῶν προειρημένων οὖσα, παραπλησία δὲ κατὰ τὴν σύστασιν τῇ ὑγρᾷ πευκίνῃ, ἣν ἀντὶ τῆς τερμινθίνης πιπράσκουσεν οἱ ῥωποπῶλαι τοῖς οὐκ εἰδόσι διακρίνειν αὐτάς. ἔστι δ' ἡ τοιαύτη ῥητίνη καὶ τῇ ὀσμῇ καὶ τῇ γεύσει καὶ τῇ δυνάμει δριμυτέρα τῆς τερμινθίνης. ταύτῃ τε οὖν τῇ ῥητίνῃ καὶ τῇ τερμινθίνῃ παραπλησίαν ἔχει δύναμιν ἡ λάριξ ὀνομαζομένη, λεπτομερεστέρα δ' αὐτῶν ἐστι καὶ διαφορητικωτέρα. μίξεις οὖν τῷ κηρῷ τῶν εἰρημένων ῥητινῶν [618] βουλόμενος ἐμπλαστρῶδες γενέσθαι τὸ φάρμακον ἕκτον μέρος, ὡς ἐὰν τοῦ κηροῦ βάλῃς λίτραν α΄. τῆς ῥητίνης ἐμβαλεῖς γο β΄. εἰ δ' εἴη λίαν ὑγρὰ, καὶ μίαν ἀρκέσει μόνην μῖξαι. μὴ φροντίζων μέντοι τοῦ γενέσθαι τὸ φάρμακον ἐμπλαστρῶδες, οὐ πάνυ τι δεήσει τὴν ῥητίνην μιγνύναι αὐτῷ. καὶ χαλβάνης δὲ μίγνυε πάντως, ἔνθα μέντοι πρόκειται πρᾳότατον ἐργάσασθαι τὸ φάρμακον, ἴσον τῷ κατὰ τὸν λιβανωτὸν σταθμῷ. ἔνθα δ' ἰσχυρότερον, τὸ ἥμισυ. κατὰ δὲ τὸ μέσον ἀμφοῖν, τὸ μεταξὺ τοῦ τ' ἴσου καὶ τοῦ ἡμίσεως, οἷον εἰ τέτταρες εἶεν αἱ τοῦ λιβανωτοῦ δραχμαὶ, δύο μὲν ἐμβαλεῖς τῆς χαλβάνης ἰσχυρὸν διαμεῖναι τὸ φάρμακον βουλόμενος, πρᾷον δὲ τέσσαρας, τρεῖς δὲ μέσον. ὥσπερ γὰρ ἔχει τι μαλακὸν καὶ ἀνώδυνον, οὕτω καὶ σηπτικόν. τοῦτο δὲ ὑπάρχει καὶ τοῖς πλείστοις τῶν μαλακτικῶν. διὸ καὶ γεγυμνωμένῳ τῷ νεύρῳ προσφέροντός σου τὸ φάρμακον οὐ πάνυ τι μεμίχθαι χρὴ τὴν χαλβάνην, ἄνευ δὲ γυμνώσεως οὐ σμικρῶς χρήσιμος ἡ μίξις αὐτῆς, εἰς ἀνωδυνίαν συντελοῦσα. καὶ τοίνυν ἔνεστί σοι καὶ τοιοῦτον φάρμακον ἔχειν ἕτοιμον ἐπὶ τῶν εὐαισθήτων τε καὶ ἁπαλοσάρκων καὶ κακοχύμων, ἐν ᾧ πλέον [619] ἐστὶ τῆς χαλβάνης. ἅπαντα γὰρ τὰ μεταλλικὰ τραχυντικά τ' ἐστὶ καὶ ὀδυνηρά. καὶ τῶν ὑγρῶν ὄξος. εἰκότως οὖν τὰ δι' αὐτῶν σκευαζόμενα φάρμακα τραχέα τε φαίνεται καὶ ὀδυνηρά. καὶ διὰ τοῦτο αὐτοῖς ἐπιτήδειός ἐστιν ἥ τε δι' ἐλαίου κατάντλησις ἥ τε μίξις τῆς χαλβάνης ὁμοίως. ἔστι δ' οὐδὲν ἧττον χαλβάνης ἀνώδυνον τὸ λεπτομερὲς στέαρ. ἔχειν οὖν ἀξιῶ σέ τι καὶ διὰ τούτων ἐσκευασμένον ἕτερον φάρμακον, ὃ μιγνύναι δυνήσῃ τῷ διὰ τῶν μεταλλικῶν, ἐπί τε τῶν εἰρημένων σωμάτων, ὅσα τε ἄλλα τραχέος τε καὶ ὀδυνηροῦ τοῦ φαρμάκου λάβῃ ποτὲ αἴσθησιν. ἐκλέγεσθαι δὲ καὶ τούτων ὅσα λεπτομερέστερα, τοιαῦτα δ' ἐστὶ τά τε τῶν ἀγρίων ζώων καὶ μάλιστα λέοντός τε καὶ παρδάλεως καὶ ὑαίνης καὶ ἄρκτου, τά τε τῶν πτηνῶν καὶ μάλιστα τῶν χηνῶν. εἰ δὲ μὴ παρείη τοῦτο, τῶν ἀγροίκων ἀλεκτρυόνων τε καὶ ἀλεκτορίδων. οὕτω δὲ καὶ τὸ τῶν ἀγροίκων χηνῶν στέαρ προαιρεῖσθαι. τῶν γὰρ ἐν ταῖς πόλεσι τρεφομένων ζώων, ὡς ἂν ἀργῶν κατακεκλεισμένων, ὑγρότερόν τέ ἐστι καὶ παχυμερέστερον τὸ στέαρ. ὅταν δ' ἡ σύστασις τοῦ φαρμάκου κηρωτοειδὴς [620] ᾖ, μιγνύσθω κηροῦ τὸ τρίτον ἢ τέταρτον ἢ, εἰ λίαν ὑγρὸν εἶναί σοι φαίνοιτο τὸ στέαρ, ἐγχωρεῖ καὶ τὸ ἥμισυ τοῦ κηροῦ μῖξαι, ὥσπερ γε εἰ καὶ ξηρὸν εἴη, τὸ τέταρτον. εἰ δὲ μέσος ἔχει, τὸ τρίτον. εἰς πολλὰ δὲ χρήσιμος ἡμῖν ἡ τοιαύτη κηρωτὴ μέλλουσα γενήσεσθαι διὰ στεάτων ὀνομαζέσθω.
[Περὶ τοῦ δι' εὐφορβίου συντιθεμένου φαρμάκου.] Λέλεκταί μοι καὶ πρόσθεν ὡς ἀπολείπεται πάμπολυ τοῦ νέου τὸ παλαιὸν εὐφόρβιον. ἂν μὲν οὖν αὐτοετὲς ᾖ, καὶ τοῦ Κυρηναίου μᾶλλον ὀποῦ θερμαίνει καὶ μάλιστα τοῦ νῦν, ἐξ ὅτου δι' ὕδατος ἀρδεύσεως αὐξάνουσί τε τὰ φυτὰ καὶ πρὸς πλῆθος ὀποῦ γενέσεως παρασκευάζουσι μετ' ἐνιαυτὸν γὰρ ἕνα θερμὸν ἱκανῶς ἐστι, λείπεται δὲ ἤδη συχνῷ τοῦ προσφάτου. δυοῖν δὲ ἐτῶν γενόμενον, ἔτι δὴ καὶ πλέον ἀπολείπεται τοῦ νέου, καθάπερ γε τριῶν ἢ τεττάρων ἔτι μᾶλλον. εἰ δέ τι τούτων χρονιώτερον εἴη, παντάπασιν ἡ δύναμις αὐτοῦ καταλύεται. γνωριεῖς δ', ὡς ἔφην, ὅπως ἔχει χρόνου καὶ δυνάμεως, εἴς τε τὴν χρόαν ἀφορῶν αὐτοῦ καὶ τὴν σύστασιν. τῇ μὲν γὰρ χρόᾳ ξανθότερον καὶ ὠχρότερον [621] φαίνεται τοῦ νέου τὸ παλαιὸν, τῇ συστάσει δὲ σκληρόν τε καὶ ξηρότερον. εἰ μέντοι γευόμενος ἐθέλοις διακρίνειν, οὐ στοχαστικὴν, ἀλλὰ βεβαίαν ἕξεις τὴν διάγνωσιν αὐτοῦ. ὃ δὲ ἔφην αὐτοσχεδιάσαι δι' αὐτοῦ χρίσμα θερμαντικὸν, ἀκριβέστατά σοι δηλώσει τὴν δύναμιν τοῦ φαρμάκου. σύγκειται δὲ κατὰ τήνδε τὴν συμμετρίαν. ἓν μέν ἐστι μέρος τοῦ εὐφορβίου, τρία δὲ τοῦ κηροῦ, τοῦ δὲ ἐλαίου ιβ΄. τριπλάσιον μὲν εἶναι χρὴ τοῦ εὐφορβίου τὸν κηρόν. αὐτοῦ δὲ πάλιν τοῦ κηροῦ τετραπλάσιον τὸ ἔλαιον. ὅταν οὖν οὕτω συνθῇς τὸ φάρμακον, ἀνατρίψας τι μέρος αὐτῷ δυνήσῃ γνῶναι σαφῶς ὁπόσην δύναμιν ἔχει. μάλιστα δὲ ἐν τῷ βαλανείῳ καταφανὲς γίγνεται. δάκνονται γὰρ καὶ ὑπὸ τοῦ ἀέρος μὲν, ἀλλ' ἔτι καὶ μᾶλλον ὑπὸ τοῦ ὕδατος ἰσχυρῶς, ὅταν ᾖ θερμὸν καὶ νέον καὶ ἰσχυρὸν τὸ εὐφόρβιον. ἐὰν μὲν οὖν ἔχῃς τοιοῦτον καὶ αὐτὸ τοῦτο τὸ εἰρημένον χρῖσμα, θαῤῥῶν ἐπιτίθει τοῖς νύγμασιν, ἐφ' ὧν εὐλαβῇ μύσαι τὸ στόμιον. ἐὰν δὲ ἀσθενέστερον ᾖ, προστίθει τῷ σταθμῷ τοῦ εὐφορβίου κατὰ τὴν ἀναλογίαν τῆς ἀσθενείας, ἐνίοτε μὲν ἓν ἥμισυ μέρος [622] ἐμβάλλων, ἔστι δ' ὅτε δύο, καὶ ποτὲ ἴσον τῷ κηρῷ καὶ πλεῖον, ἐὰν λίαν ᾖ παλαιόν. ἥ γε μὴν πρώτη χρῆσις ἐπὶ τοῦ νενυγμένου τὸ νεῦρον ἢ τὸν τένοντα ποδηγήσει σε πρὸς τὴν δευτέραν. ἐὰν μὲν γὰρ αὐτός τε ὁ τετρωμένος φησὶ δεδῆχθαι, σοί τ' αὐτῷ φαίνηται τὰ περὶ τὸ νύγμα θερμὰ καὶ αὐτὸ τὸ νύγμα πλέον ἢ δεῖ ἐπῃρμένον, ὑποφλεγμαῖνόν τε τοῖς χείλεσιν, ἤτοι γε ἐκλύσεις τοῦ φαρμάκου τὴν δύναμιν ἐλαίου μίξει πλέονος ἢ συνθεὶς ἄλλο κατὰ προτέραν συμμετρίαν ἢ δι' εὐφορβίου παλαιοτέρου σύμμετρον οὕτως ἐργάσῃ. ἐὰν δὲ τὰ ἐναντία τῶν εἰρημένων παρῇ, παραυξήσεις τοῦ φαρμάκου τὴν δύναμιν. ἐὰν δὲ συμμέτρως ἔχειν ἅπαντα φαίνηται, φυλάξεις. ἡ μὲν οὖν τριπλάσιον ἔχουσα τὸν κηρὸν τοῦ εὐφορβίου σύνθεσις ἰσχυροτάτη τῶν ἄλλων ἐστὶν, ὅταν γε, ὡς εἴρηται, νέον ᾖ τὸ εὐφόρβιον· ἡ δὲ πενταπλάσιον ἀσθενεστάτη, μέση δ' ἀμφοῖν ἡ τετραπλάσιον ἔχουσα τὸν κηρὸν τοῦ εὐφορβίου. τὸ δὲ ἔλαιον εἰ μὲν οἷα τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἄκοπα χρίσματα βούλοιο ποιῆσαι, τετραπλάσιον ἐμβαλεῖς τοῦ κηροῦ· εἰ δ' οἵαν ἐπὶ τῶν καταγμάτων [623] τὴν ὑγρὰν κηρωτὴν ἐργαζόμεθα διπλάσιον· εἰ δὲ καὶ ξηρὸς καὶ ἀλιπὴς ὁ κηρὸς εἴη, καὶ πλέον τοῦ διπλασίου. τοὐπίπαν δ' ἀρκέσει προσθεῖναι μέρους ἑνὸς τὸ ἥμισυ τῷ διπλασίῳ, ὡς γενέσθαι τὸ πᾶν μέτρον τοῦ κηροῦ δυοῖν καὶ ἡμίσεων μερῶν. ἐμπλαστρῶδες δὲ ποιῆσαι βουληθεὶς τὸ φάρμακον τῷ κηρῷ μίξεις τὸ ἴσον ἔλαιον. ἐὰν δὲ τὸ περιέχον ᾖ σύμμετρον κατὰ θερμότητα, ὅ τε κηρὸς παλαιὸς καὶ αὐχμηρὸς τό τε περιέχον ψυχρὸν, ὀλίγῳ πλέον, ὥσπερ γε καὶ ἐὰν ὅ τε κηρὸς ᾖ λιπαρὸς τό τε περιέχον θερμὸν, ἔλαττον ὀλίγῳ. τὸ δ' ὀλίγον τοῦτο δωδέκατόν ἐστι μέρος ἐφ' ἑκάτερα τοῦ μέσου. καὶ γὰρ καὶ ἕνδεκα καὶ δεκατρεῖς ἐλαίου οὐγγίας ποτὲ ἔμιξα τῇ λίτρᾳ τοῦ κηροῦ κατὰ τὸ ποσὸν τῆς τε συστάσεως αὐτοῦ καὶ τῆς τοῦ περιέχοντος θερμότητός τε καὶ ψύξεως. σπανίως δὲ βραχεῖ πλέον ἢ ἔλαττον· ἵνα δ' ἐπίδεσιν ἔχῃ καὶ λιπαρότητα καὶ γλισχρότητα καὶ μὴ ψαθυρὸν ᾖ, μηδ' εὐδιάλυτον μηδ' εὐαπόπτωτον τοῦ χρωτὸς τὸ σκευασθὲν, ἐπέμιξα ῥητίνης αὐτῷ, μάλιστα μὲν εἰ παρείη τερμινθίνης ἀληθοῦς, εἰ δὲ μὴ, τῆς γε εὐποριστοτάτης, ἣν ὀνομάζουσι [624] φρυκτήν τε καὶ κολοφωνίαν. ἔστω δ' ἴσος αὐτῆς ὁ σταθμὸς τῷ κηρῷ. φυλάττει γὰρ οἷς ἂν ἐμβληθῇ φαρμάκοις τὴν προϋπάρχουσαν σύστασιν, ὅταν γε καὶ αὕτη συμμέτρως ἔχῃ. πρόδηλον γὰρ ὅτι καθάπερ ἐν ἅπασι τοῖς ἄλλοις, οὕτω κᾀν τῇ ῥητίνῃ τὸ μᾶλλον καὶ ἧττόν ἐστιν. ἐὰν οὖν ποτὲ φαίνηται λιπαρωτέρα τε καὶ ὑγροτέρα, γινώσκειν χρὴ τὴν ἐκ τοῦ κηροῦ τετηκότος ἐλαίῳ γενησομένην κηρωτὴν ἑαυτῆς ὑγροτέραν ἐσομένην. ὅλως δ' ἐπὶ νευροτρώτων, ὅταν ἁμαρτάνηταί ποτε τῆς ἀκριβοῦς τε καὶ μέσης συστάσεως τῶν ἐμπλαστρωδῶν φαρμάκων, ἐπὶ τὸ μαλακώτερον ἄμεινον ῥέπειν, εἰ καὶ μολῦνον ἔσεσθαι μέλλοι τὸ σκευασθέν. ὡσαύτως δὲ καὶ ἡ σύμμετρος τῇ συστάσει. πίττα δὲ φυλάττει τὴν τῆς κηρωτῆς σύστασιν. ἀρίστη δ', ὡς ἔφην, εἰς τὴν τοιαύτην μίξιν ἡ λιπαρὰ, καθάπερ γε καὶ ἡ ῥητίνη. ἐὰν δ' ὑγρὰν ἐμβάλλῃς ῥητίνην, ὁποία κατὰ τὴν σύστασίν ἐστιν ἡ τερμινθίνη, τρίτον αὐτῆς μέρος εἶναι τοῦ κηροῦ προσήκει, καὶ αὐτῆς δὲ τῆς τερμινθίνης ἡ νέα πολὺ τῆς παλαιᾶς ἐστιν ὑγροτέρα. μέμνησθε τοίνυν ὅπερ ἐπὶ κηροῦ καὶ ῥητίνης ἠκούσατε, [625] τοῦτο ἐπὶ πάντων φυλάττειν. οὐ γὰρ τῶν ξηρῶν καὶ αὐχμηρῶν ἢ διὰ χρόνον ἢ διὰ τὴν ἐξ ἀρχῆς φύσιν, ἀλλὰ τῶν συμμέτρων τῇ συστάσει τοσοῦτον ἑκάστου μικτέον ἐστὶν ἐν τῇ συνθέσει τῶν φαρμάκων, ὅσον ἂν ὑπ' ἐμοῦ γεγραμμένον εὑρίσκηται. ἔστω δὴ τὸ συμμέτρως ἔχον δυνάμεώς τε καὶ συστάσεως τοῦ προκειμένου φαρμάκου, κηροῦ μὲν καὶ ῥητίνης φρυκτῆς καὶ ἐλαίου τὸ ἴσον ἔχειν, αὐτοῦ δὲ τοῦ εὐφορβίου τὸ ἕκτον, ὡς εἶναι λίτραν μὲν ἐκείνων ἑκάστου, τοῦ δὲ εὐφορβίου δύο οὐγγίας. εἰ δὲ μαλακώτερον αὐτὸ ποιῆσαι βουληθείημεν, ἀρκεῖ τὸ ὄγδοον μέρος ἐμβάλλειν τοῦ εὐφορβίου, τουτέστιν γο α΄. καὶ ἡμίσειαν, ἐπὶ τοῦ νέου καὶ θερμοτάτου, καθότι προεῖπον εὐφορβίου τῆς συμμετρίας ταύτης ὡρισμένης, ὡς ἐάν γε παλαιότερον ᾖ, καὶ διὰ τοῦτο ἀσθενέστερον, εἴρηται πρόσθεν ὡς πλέον εἶναι προσήκει τοῦτο τῆς τῶν ἄλλων ἀναλογίας. εἰ δὲ μὴ μόνης ῥητίνης, ἀλλὰ καὶ πίττης ἐμβάλλειν ἐθελήσαιμεν, ἡμίλιτρον ἑκατέρας μίξομεν, ὡς εἶναι ἴσον τὸν σταθμὸν τῷ κηρῷ. πολὺ δὲ κάλλιόν ἐστι τὸ φάρμακον, ἐὰν ἀντὶ τῆς ῥητίνης τε καὶ πίττης πρόπολιν μίξῃ τις ἴσην τῷ κηρῷ. τὸ λιπαρὸν δ' οὐκ ἐχούσης [626] αὐτῆς ὁμοίως ταῖς ῥητίναις, ἐὰν μὲν ἀνεπίδετον ἐθελήσωμεν εἶναι τὸ φάρμακον, ἐμβαλοῦμεν τῆς τερμινθίνης ἢ τῆς λάρικος ὀνομαζομένης ἢ καὶ τῆς συγκομιστῆς πευκίνης. ὀνομάζω δὲ συγκομιστὴν μὲν ἣν ἐν τοῖς γλωσσοκομείοις τε καὶ κεραμείοις κομίζουσι, ξύλα τε πολλὰ καὶ λιθώδη σώματα καθ' ἑαυτὴν ἔχουσαν. ἐὰν δὲ τήξας αὐτὴν διηθήσῃς, καθαρὰ τότε γίνεται, ὁμοίως αὐτῇ τῇ κολοφωνίᾳ καὶ φρυκτῇ καλουμένῃ. καὶ τῶν αὐτοῤῥύτων δὲ καλουμένων ῥητινῶν ἐγχωρεῖ μιγνύναι. καλοῦσι δ' αὐτὰς ἐν Λακεδαίμονι μὲν καί τισιν ἄλλοις χωρίοις πρωτοῤῥύτους, ἐν Κιλικίᾳ δὲ καπνέλαιον ὀνομάζουσι τὴν τοιαύτην ῥητίνην, ἁπασῶν τῶν ὑγρῶν ῥητινῶν ὑγροτέραν τε καὶ θερμοτέραν καὶ λεπτομερεστέραν οὖσαν, ὥσθ' αὕτη μὲν συντελέσει τῇ τοῦ συντιθεμένου φαρμάκου δυνάμει, καὶ μάλιστ' αὐτὴν ἐμβάλλειν προσήκει, ὅταν ἄτονον ᾖ τὸ εὐφόρβιον. ἔστι δὲ καὶ τῶν ἄλλων ῥητινῶν εὐωδεστέρα, καθάπερ ἡ τερμινθίνη καὶ ἡ ἐλατίνη. λέλεκται δ' ἔμπροσθεν ὅτι θερμοτέρα ἐστὶ τῆς τερμινθίνης ἡ ἐλατίνη, ταύτης δὲ ἡ στροβιλίνη. διαφέρει δὲ τῶν εἰρημένων ῥητινῶν [627] τό τε στροβίλινον ὀνομαζόμενον φύσημα καὶ τὸ πιτύϊνον, ξηρὸν καὶ ἀλιπὲς καὶ αὐχμηρὸν ἑκάτερον ἐν τάχει γιγνόμενον, ὡς ἐν ὅλμῳ τε κόπτεσθαι καὶ διαττᾶσθαι κοσκίνῳ. διὰ τοῦτ' οὖν ἄχρηστα μέν ἐστι ταῦτα πρὸς τὴν τοῦ προκειμένου σύνθεσιν φαρμάκου, συνεχέστατα δ' ἐχρησάμην, ὅταν ᾖ τὸ εὐφόρβιον αὐτοετές. τῇ δὲ συνθέσει τοῦ ἐλαίου καὶ τοῦ κηροῦ καὶ τῆς φρυκτῆς ῥητίνης ἑκάστου λίτραν μίαν, ἡμίλιτρον δὲ τῆς λιπαρᾶς πίσσης. καὶ τούτοις τακεῖσιν εὐφορβίου μίγνυμι δύο οὐγγίας· εἰ δ' ἀσθενέστερον εἴη, τρεῖς· εἰ δὲ τερμινθίνην ἐθέλοις μίξαι τῷ κηρῷ, μόνην· εἰς σύμμετρον αὐξήσεις τοῦ φαρμάκου σύστασιν, ἐὰν τριπλάσιος ὁ κηρὸς ᾖ, τῆς τερμινθίνης ὑγρᾶς καὶ νέας οὔσης. ἐξηρασμένης δ' ὑπὸ χρόνου μίξεις ἐλαίου τὸ ἥμισυ τοῦ σταθμοῦ τῆς τερμινθίνης. ὅλον δὲ τοῦτο τὸ ἐκ τῶν τριῶν μιχθὲν, τοῦ τ' ἐλαίου λέγω καὶ τοῦ κηροῦ καὶ τῆς τερμινθίνης, ὅταν γένηται λίτρας μίας καὶ ἡμισείας τοῦ εὐφορβίου τοῦ αὐτοετοῦς προσλήψεται μίαν οὐγγίαν· εἰ δὲ μὴ τοιοῦτον εἴη, μίαν καὶ ἡμίσειαν. ἐξ ὧν γ' ἔμπροσθεν εἶπον ἤδη πολλάκις, ἔνεστιν ἡμῖν τὸ εὐφόρβιον αὔξειν ἀνάλογον τῷ χρόνῳ. καὶ [628] μέντοι κᾂν ἐπιτεθὲν τῷ τετρωμένῳ τὸ φάρμακον ἐν τῇ πρώτῃ χρήσει φαίνηταί πως ἀσθενέστερον, ἔνεστιν ἐλαίῳ τὸ εὐφόρβιον λειώσαντα μιγνύειν αὐτὸ τῷ ἐμπλαστρώδει φαρμάκῳ προμεμαλαγμένῳ κατὰ τὰ χεῖρας, οὕτως γὰρ ποιούντων, ἑτοίμως ἑνοῦται. κατ' αὐτὴν δὲ τὴν πρώτην σύνθεσιν τοῦ φαρμάκου κάλλιόν ἐστιν τὴν κηρωτὴν ἐξυσμένην, ἰδίᾳ προκατασκευάσαντα μιγνύειν οὕτω τῷ λελειωμένῳ μετὰ τοῦ ἐλαίου εὐφορβίῳ. καταχυθέντων γὰρ αὐτοῦ τῶν τετηκότων ἐν τῇ θυείᾳ, αἱ καλούμεναι πολλάκις ἐγκηρίδες γίγνονται καὶ μάλισθ' ὅταν ᾖ τὸ περιέχον ψυχρόν. ὕδατος δὲ βάλλειν τηκομένῳ τῷ κηρῷ μετὰ τῆς ῥητίνης οὐκ ἀναγκαῖον, ὡς ἐγὼ κατ' ἀρχὰς ἐποίουν ἐπιμιγνὺς αὐτῷ τοσοῦτον, ὅσον ἔμελλεν ἀναλίσκεσθαι κατ' αὐτὴν τὴν ἕψησιν.
[Τὸ διὰ τῶν τηκτῶν συντιθέμενον φάρμακον.] Τηκτὰ καλῶ φάρμακα τά τε διὰ πυρὸς ὁμιλίας τηκόμενα καὶ τὰ δι' ὑγρῶν τινῶν, οἷον ὕδατος, ὄξους, οἴνου. δι' ὄξους μὲν οὖν τήκεται πυρὸς χωρὶς ἀμμωνιακὸν θυμίαμα καὶ σαγαπηνὸς ὀπὸς, ὅτε τοῦ πάνακος ὁμοίως, ὃν ἐν συνθέτῳ [629] προσηγορίᾳ καλοῦσιν ὀποπάνακα. διὰ πυρὸς δὲ πρόπολις, κηρὸς, ῥητίνη, λάδανον, στέαρ, χαλβάνη. βέλτιον δὲ ταύτην ἐπὶ διπλοῦ σκεύους τήκειν. ὀνομάζομεν δὲ οὕτως, ὅταν ἐν κακκάβῃ θερμὸν ὕδωρ ἐχούσῃ σκεῦος ἕτερον ἐνίσταται μετὰ τῶν τηκτῶν ἔχον καὶ τὴν χαλβάνην, ὑποκαιομένης τῆς κακκάβης. ἔστω δέ σοι καὶ τοιοῦτον ἐσκευασμένον τι φάρμακον, ἓν μὲν πάντως, ἄμεινον δὲ καὶ δύο. ἔσται δ' αὐτῶν τὸ μὲν ἰσχυρότερον τοιόνδε. ὀποπάνακα διαλύσας ὄξει λείωσον ἐπὶ πλέον, εἶτα τήξας ἐπὶ πυρὸς πρόπολίν τε καὶ χαλβάνην καὶ ῥητίνην τερμινθίνην μῖξον τῷ ὀποπάνακι. τῶν μὲν οὖν ἄλλων ἑκάστου μέρος ἓν ἔστω, τῆς δὲ προπόλεως ἓξ νέας τε καὶ λιπαρᾶς οὔσης. εἰ δὲ ξηρὰ καὶ παλαιὰ τύχοι, βέλτιον μὲν μηδ' ὅλως χρῆσθαι τῇ τοιαύτῃ· εἰ δὲ ἀποροίης τῆς ἑτέρας, δύο μέρη μίξεις οὐχ ἕν. εἰ δὲ μὴ παρείη σοι πρόπολις, ἀντ' αὐτῆς ἔμβαλλε λιπαρὰν πίτταν, οἵα ἐστὶν ἥ τε Βρυτία καὶ ἡ ἐκ τῶν κατὰ τὸν Πόντον χωρίων κομιζομένη λιπαρά τε ἅμα καὶ εὐώδης, ἣν εἰς τὸ μέλαν ἀμαράκινον ἐμβάλλουσιν ὁποῖον ἔμπροσθεν ἅπαν ἐσκευάζετο.
[630] νυνὶ γὰρ καὶ χωρὶς αὐτῆς ὑπόλευκον ἀμαράκινον συντιθέασιν. εἰ δὲ καὶ τῆς τοιαύτης ἀποροίης, τῇ ἄλλῃ χρῶ, μετὰ τοῦ καὶ τὴν τερμινθίνην ὡς εἴρηται διπλασιάζειν. ἐγὼ δέ ποτε καὶ μόνον ἐπέθηκα τὸ διὰ τῆς λιπαρᾶς πίττης φάρμακον, ᾧ καὶ πρὸς τοὺς λυσσοδήκτους χρῶμαι. μόνην γὰρ τοῦτο τὴν λιπαρὰν ἔχει πίτταν ἡψημένην ἐν ὄξει δριμεῖ κατὰ συμμετρίαν τοιάνδε. ξέστης εἷς Ῥωμαϊκὸς τοῦ ὄξους, μία δὲ λίτρα τῆς πίττης, τοῦ δ' ὀποπάνακος τὸ τέταρτον μέρος τῆς λίτρας, ὅπερ ἐστὶν γο γ΄. τοῦτο τὸ φάρμακον οὐκ ἐᾷ τῶν λυσσοδήκτων συνουλωθῆναι τὸ ἕλκος. ἐπιτήδειον δ' ἐστὶ καὶ τοῖς νενυγμένοις νευρῶδές τι μόριον, οὐκ ἐῶν μύσαι τὸ στόμιον τοῦ νύγματος. ἀλλ' ἐπεὶ σκληρόν ἐστιν, ἐπὶ μόνων τῶν σκληρῶν σωμάτων αὐτῷ χρηστέον, ὁποῖα τά τε τῶν σκαπανέων εἰσὶ καὶ θεριστῶν. εἰ δὲ μόνον ὑμῶν τινι παρείη τοῦτο, τοῦ νενυγμένου παιδὸς ὄντος ἢ γυναικὸς ἢ ἁπαλοσάρκου τινὸς, ἔνεστι τήκειν αὐτὸ, μετά τινος τῶν διαφορητικῶν μύρων, ἀμαρανίκου τε καὶ ὀποβαλσάμου μάλιστα, δευτέρου δὲ ἰρίνου καὶ κομμαγηνοῦ, μὴ παρόντων [631] δὲ τούτων, λευκίνου τε καὶ σουσίνου καὶ κυπρίνου. καὶ τούτων δ' ἀπορῶν, ἐλαίῳ τῆξον αὐτὸ παλαιῷ, ἢ εἴπερ ἐν Ἀλεξανδρεία τύχοις ὢν, κικίνῳ τε καὶ ῥαφανίνῳ, πλεῖστα γὰρ ταῦτα κατ' ἐκείνην τὴν πόλιν ἐστὶν, ὥσπερ γε καὶ καθ' ὅλην τὴν Αἴγυπτον. οὐ χαλεπῶς δ' εὐπορούμενον ἐν τοῖς χωρίοις ἐκείνοις ἐστὶ καὶ τὸ σινάπινον ἔλαιον, οὗ καὶ αὐτοῦ μίξας ποτὲ μέρος εὔδηλον ὅτι δριμύτατον ἐργάσῃ φάρμακον ὡς πρὸς τὸ διανοίγειν τὰ μεμυκότα νύγματα. πρόδηλον δ' ἔστιν ἐκ τῶν εἰρημένων, κᾂν σαγαπηνὸν ἀντὶ ὀποπάνακος ἐν θυείᾳ δι' ὄξους προλειώσας, ἐπιχέοις αὐτῷ τετηκυῖαν ῥητίνην καὶ πρόπολιν καὶ στέαρ τι τῶν δριμυτέρων, ἐκ ταὐτοῦ γένους ἔσται τὸ φάρμακον. ἕτερον δὲ μαλακώτερον γένος τῶν τηκτῶν ἐστι φαρμάκων, ὄξους δ' οὐκ ἔχον, ὃ διὰ τῶν ῥητινῶν καὶ προπόλεως καὶ στεάτων σκευάζεται μόνον, ἐπεμβαλλομένου καὶ κηροῦ διὰ τὴν σύστασιν, εὐαφέστερον γὰρ ἐκ τῆς μίξεως αὐτοῦ γίγνεται τὸ φάρμακον. ἔστω δὲ λεπτομερές τε καὶ δριμὺ τὸ στέαρ, ὁποῖόν ἐστι τὸ λεόντειον καὶ παρδάλειον, ὑαίνης τε καὶ ἄρκτου μετὰ ταῦτα. περὶ δὲ [632] τοῦ χηνείου τί δεῖ καὶ λέγειν, καὶ μάλιστα ὅταν ἐξ ἀχροικίας ὦσιν οἱ χῆνες; ἀλλὰ καὶ τὸ τοῦ ταύρου παλαιωθὲν ἐπιτήδειον εἰς ταῦτα καὶ τὸ τοῦ τράγου. μικτῆς γὰρ ὄντα φύσεώς τε καὶ δυνάμεως, ἐπειδὴ γεώδη τέ ἐστι καὶ δριμέα, τῷ χρόνῳ πρὸς τὸ δριμύτερον ἀποκλίνει παραπλησίως δηλονότι τοῖς πλείστοις τῶν παλαιουμένων. οὕτω γάρ τοι καὶ αὐτὸ τὸ χοίρειον στέαρ ἁπάντων ὂν μαλακώτατον ἐν τῷ χρόνῳ δριμύτητα προσκτᾶται. ταὐτὸν δὲ τοῦτο καὶ οἶνος καὶ ὄξος καὶ μέλι πέπονθεν, ἐν δὲ τῷ γένει τῶνδε τῶν φαρμάκων εἰσὶ καὶ οἱ μυελοί. κάλλιστος δ' αὐτῶν ὅ τ' ἐλάφειός ἐστι καὶ ὁ μόσχειος, πιτυαὶ δριμύτεραι τῶνδε. καὶ πλησίον ἤδη τοῦ σφοδροτέρου γένους τῶν φαρμάκων εἰσίν. ἔχειν οὖν ὑμᾶς ἀξιῶ καὶ τῶν τοιούτων τι φαρμάκων, ἵνα ὅταν ὑπό τινος τῶν ἰσχυρῶν φαρμάκων ἀμετρότερον δηχθὲν ἀγανακτήσῃ τὸ τετρωμένον μόριον, ἐλαίῳ προκαταντλήσαντες αὐτὸ τῶν τοιούτων τινὶ σκεπάζητε. παρηγορηθέντος γὰρ οὕτως αὐτοῦ, πάλιν ἐπὶ τὴν ἀγωνιστικὴν ἀγωγὴν ἐπανελθεῖν ἔξεστιν. ἐγὼ γοῦν, ἐπιλυθέντος ποτὲ τοῦ νευροτρώτου μορίου, [633] θεασάμενος ἠρεθισμένον τὸ τραῦμα παρόντος κατὰ τύχην ὑγροῦ φαρμάκου, τοῦ διὰ τῶν στεάτων ὠτικοῦ, θερμήνας ἐπ' ἀγγείου διπλοῦ, τοῦτο κατὰ τοῦ πεπονθότος ἐπιθεὶς μορίου, ταχίστην ὠφέλειαν ἐξ αὐτοῦ γενομένην εἶδον αὐτῇ τῇ τοῦ κάμνοντος αἰσθήσει, παραχρῆμα γὰρ ἀνώδυνος ἐγένετο καὶ μετὰ ταῦτα λυσάντων ἡμῶν αὐτὸ κατὰ φύσιν ἔχειν ἐφαίνετο.
[Περὶ τοῦ διὰ κόπρου περιστερῶν συντεθειμένου φαρμάκου.] Τῶν ἐν τοῖς ἀγροίκων πύργοις περιστερῶν ἡ κόπρος ἐστὶ δριμεῖα καί ποτε αὐτῇ κατ' ἀγρὸν ἐχρησάμην ἐπὶ νευροτρώτου νεανίσκου. καὶ τοῦτο θεασάμενος ὁ προνοούμενος τοῦ χωρίου τούτου γεωργὸς, ἦν γὰρ οὐκ ἀσύνετος, ἀπομιμησάμενος ἀεὶ χρῆται καὶ θεραπεύει τοὺς τρωθέντας τὰ νεῦρα. ἔστι δὲ ἥ τε σύνθεσις καὶ ἡ χρῆσις ἡ αὐτὴ τῷ δι' εὐφορβίου φαρμάκῳ. τῶν ἄλλων ὡσαύτως ἐχόντων, ἀντὶ δὲ τοῦ εὐφορβίου τῆς κόπρου βαλλομένης. λείπεται δὲ ἡ κόπρος αὕτη τοῦ εὐφορβίου τῇ λεπτομερείᾳ καὶ διὰ τοῦτο ἐν ἀγροῖς ἐπὶ σωμάτων σκληρῶν ἐστι χρήσιμος. ἔμιξα δέ ποτε αὐτὴν καὶ τοῖς μεταλλικοῖς ἕνεκα πείρας, εὐθὺς [634] ἀπ' ἀρχῆς συντρίβων αὐτοῖς δι' ὄξους ἐν ἡλίῳ, καθάπερ ἀρτίως εἶπον. καὶ πολὺ δριμύτερον ἐγένετο τὸ φάρμακον, ὥσπερ καὶ ὅταν ἰὸν ἄκαυστον λάβῃ.
[Περὶ τοῦ διὰ βοτανῶν συντιθιμένου φαρμάκου.] Καὶ διὰ τῶν λεπτομερῶν βοτανῶν πρὸς τοὺς νευροτρώτους συνέθηκα φάρμακον, ἐν ἀρχῇ μὲν διὰ δικτάμνου καὶ ἀμαράκου καὶ ἀριστολοχίας μόνον, ὕστερον δὲ καὶ διὰ ἄλλων ἐμαυτοῦ πειρώμενος, εἰ καλῶς στοχάζομαι τῆς συνθέσεως αὐτῶν, καὶ πάντα τοῦ τέλους ἔτυχον. αἱ δ' ἐπιτήδειοι πρὸς τοῦτο βοτάναι πικραὶ γευομένῳ ἔστωσαν ἄνευ στύψεως, ἢ δριμεῖαι μὲν, οὐ μὴν ἀμέτρως γε. τοιαῦται δ' εἰσὶ πρὸς ταῖς εἰρημέναις τό τε μάρον καὶ τὸ ἀμάρακον καὶ τὸ πόλιον, ἀργεμώνη τε καὶ χαμαιπίτυς καὶ κενταύριον, ὅσας τ' ἄλλας ἐν τῇ τῶν ἁπλῶν φαρμάκων διδασκαλίᾳ διῆλθον, ὥσπερ καὶ αἱ ῥίζαι τῶν τε ἀριστολοχιῶν ἁπασῶν καὶ δρακοντίου καὶ σικύου ἀγρίου καὶ βρυωνίας καὶ ἀλθαίας καὶ ἴρεως, ἀκόρου τε καὶ μήου καὶ ἀσάρου καὶ φοῦ καὶ γεντιανῆς [635] καὶ πάνακος, πάντων γὰρ ἔχετε τῶν τοιούτων τὴν ὕλην ἐν τοῖς τῶν ἁπλῶν φαρμάκων ὑπομνήμασιν. οὐ μόνον δ' ἐπίστασθαι χρὴ τάς τε ῥίζας καὶ ὅλας τὰς βοτάνας κόπτοντας ἀκριβῶς διαττᾷν λεπτοτρήτοις κοσκίνοις, ἀλλὰ καὶ λειοῦν αὖθις ἐπιμελῶς, ὡς τὰ ξηρὰ κολλύρια μέχρι τοῦ χνοώδη γενέσθαι. τὸ παχυμερὲς γὰρ οὐδὲν ὀνίνησι τοὺς νευροτρώτους δεομένους φαρμάκων, ὡς εἴρηται, λεπτομερῶν. ἀναλαμβανέσθω δὲ κηρωτοειδεῖ τινι τὸ διατμηθέν τε καὶ λειωθὲν συμμετρίᾳ τὴν ἀναλογίαν ἐχούσῃ τὴν προειρημένην κατὰ τὸ εὐφόρβιον. ὅσον γὰρ ἐν ἐκείνῳ τοῦ διετοῦς εὐφορβίου, τοσοῦτον ἐν τούτοις δικτάμνου τε καὶ μήου καὶ ἀκόρου βλητέον, ὅσα τ' ἄλλα τούτοις ὁμοίως ἐστὶ θερμὰ γευομένοις. ὅσον δ' ἐν ἐκείνοις ἐστὶ τοῦ τριετοῦς, τοσοῦτον ἐν τούτοις ἀριστολοχίας, ἴρεώς τε καὶ δρακοντίου καὶ γεντιανῆς, ὅσα τ' ἄλλα παραπλησίως τοῖσδε πικρά ἐστιν.
[Περὶ τῶν πολυτελῶν σκευασιῶν τῶν πρὸς τοὺς νευροτρώτους φαρμάκων.] Οὐκ ἄχρηστον ἂν εἴη καὶ τὰ τοιαῦτα ἐπίστασθαι φάρμακα. χρεία γὰρ αὐτῶν ποτε γίγνεται [636] σπανιώτερον, ὥσπερ τῶν εὐτελῶν πολλάκις. ὅπου γάρ τις οὐ πλείους ἔχων πεντακοσίων μυριάδων ἀνὴρ φιλοφάρμακός τε καὶ φιλίατρος οὐδενὶ τῶν εὐτελῶν ἠξίου χρῆσθαι, πολὺ μᾶλλον ἤτοι πλούσιός τις ἢ καὶ μόναρχος, εὐῶδές τε ἅμα καὶ πολλοῦ σκευαζόμενον ἀργυρίου βουληθήσεται τοιοῦτον ἔχειν φάρμακον. τοῦ δὲ ἱστορηθέντος μοι πλουσίου κατὰ τὸ πρῶτον τῶν περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως μέμνημαι χωρὶς ὀνόματος, ὥσπερ καὶ νῦν, ὁποῖός τις ἦν, ἐκ δυοῖν αὐτοῦ τοιῶνδε μαθήσῃ πράξεων. ἕλκος οἰκέτου κακόηθες ἐπειρᾶτο θεραπεύειν αὐτός. ὡς δὲ οὐδὲν ἤνυσεν, ἐνεχείρισεν ἐμοὶ τὸν ἄνθρωπον, ἰδών τε θεραπευθέντα τοῦ φαρμάκου τὴν γραφὴν ᾔτει μὴ γιγνώσκων πολλὰς μὲν εἶναι διαφορὰς τῶν κακοήθων ἑλκῶν, πολλὰς δὲ τῶν φαρμάκων, ἀλλ' οἰόμενος ἓν φάρμακον δύνασθαι θεραπεύειν ἅπαντα. μὴ γοῦν μήτε τεχνικῶς αὐτῷ χρωμένου τοῦ προσφέροντος, ὡς ἤκουσεν ἐκ τίνων συνέκειτο, καὶ ἦν ἅπαντα εὔωνα, τοῦτο μὲν, ἔφη, τοῖς προσαίταις φύλαττε, τῶν πολυτελεστέρων δέ τι δίδαξόν με. καὶ μέντοι καὶ παιδαρίου χρονίαν ἐν ὠσὶ διάθεσιν [637] ἔχοντος, ὡς αὐτὸς ἐπὶ πολλοῖς οἷς ἐχρήσατο φαρμάκοις ἄνευ μεθόδου μηδὲν ὤνησεν, ἐμοὶ κᾀκεῖνο τὸ παιδάριον ἐκέλευσε προσαχθῆναι θεραπευθησόμενον. ὕστερόν τε γνοὺς αὐτὸ διά τινος τῶν ἐπιτυχόντων θεραπευθὲν, οὐκ ἠξίωσε λαβεῖν τοῦ φαρμάκου τὴν γραφήν. οὗτος τοίνυν αὐτὸς ἑωρακὼς πολλὰς τῶν νευροτρώτων, ἀποκοπέντας τε δακτύλους καὶ σαπέντας, ἐνίους δὲ καὶ τελευτήσαντας ἢ κυλλωθέντας, εἶτα γνοὺς ὅτι μηδεὶς ἐκινδύνευσε τῶν ὑπ' ἐμοῦ θεραπευθέντων, ἅπαντες δὲ διὰ ταχέων ὑγιεῖς ἐγένοντο, φάρμακον ἠξίου τι παρ' ἐμοῦ λαβεῖν εὔπνουν τε ἅμα καὶ πολυτελὲς, ᾧ τοὺς νευροτρώτους δυνήσεται θεραπεύειν. ἐγὼ δὲ πολλὰς ἤδη πολλάκις ἐδεδώκειν ἑταίροις τε καὶ φίλοις ἰατροῖς γραφὰς αὐτοσχεδίους κατὰ τὴν προγεγραμμένην μέθοδον, ὅπως ὑπὸ τῶν ἐκβάσεων ὁ τῆς συνθέσεως αὐτῶν λόγος βεβαιῶται. πολυτελὲς δ', οἷον ἐκεῖνος ἐβούλετο, πένησιν ἀνθρώποις οὐκ ἂν ἔδωκα νομίζων ἄμεινον εἶναι διὰ τῶν εὐπορίστων γίγνεσθαι τὰς ἰάσεις. ὡς οὖν ὁ πλούσιος ἠξίωσεν εὔπνου τε καὶ πολυτελοῦς φαρμάκου λαβεῖν τινα σύνθεσιν, ἔδωκα πλείους [638] αὐτῷ γραφὰς κατὰ τὴν προειρημένην μέθοδον ποιήσας, ὧν πειραθῆναι σπεύδων ἐκεῖνος ἐκέλευσε τοῖς ἐλευθέροις τε καὶ δούλοις ἀναζητεῖν αὐτῷ νευροτρώτους. ἐνεργησάντων δὲ τῶν φαρμάκων ὑπὲρ ἅπασαν ἐλπίδα, πρῶτον μὲν ἐπῄνεσεν ὡς ἀφθόνως αὐτῷ κοινωνήσαντά με τῶν γραφῶν, εἶτα καὶ δώροις ἐτίμησε, καὶ γὰρ ἦν ἕτοιμος καὶ εἰς τὰ τοιαῦτα. τῶν δοθέντων δ' αὐτῷ φαρμάκων ἡ σύνθεσις ἦν τοιάδε. Ϛ κινναμώμου, δικτάμνου καὶ μάρου ἀνὰ ἑκάστου δραχμὰς μ΄. καὶ γὰρ εὐώδη καὶ λεπτομερῆ ταῦτ' ἔστι. τὸ δὲ ἀμάρακον ὡς οὐκ εὐῶδες ἐνενόησα μηδ' ὅλως μιγνύειν. εἶτ' ἐπεὶ δυσπόριστον ἦν ἐν Ῥώμῃ, καθάπερ καὶ τὸ μάρον, ἑώρων δὲ ἐκεῖνον χαίροντα τοῖς δυσπορίστοις ὥσπερ γε καὶ τοῖς πολυτελέσι, προσέθηκα τῇ γραφῇ κᾀκείνου βραχύ τι μέρους ἑνὸς, ὡς οἶμαι τέταρτον ἢ πέμπτον. ταῦτα κοπέντα καὶ σηθέντα λεπτοτρήτῳ κοσκίνῳ μιγνύειν ἐκέλευσα κηρωτῇ δι' ὀποβαλσάμου τοῦ ἀρίστου καὶ κηροῦ Τυῤῥηνικοῦ. σύμμετρον δ' ἐστοχασάμην εἶναι τοῦ κηροῦ μὲν ὀκτὼ ποιήσασθαι μέρη, [639] τοῦ δὲ ὀποβαλσάμου δέκα. χάριν δὲ τοῦ μὴ ψαθυρὸν εἶναι τὸ φάρμακον, ἀλλ' ἡνωμένον πως ἑαυτῷ, καὶ τῆς τερμινθίνης ῥητίνης ἔμιξα μέρος ἓν οὔσης καὶ αὐτῆς εὐώδους, ὅταν ᾖ καλλίστη. γενναιότερον δ', ὡς ἔφην, εἰ βούλοιο ποιῆσαι τὸ φάρμακον, οὐχ ἓν μέρος ἑκάστης τῶν εἰρημένων βοτανῶν ἐμβάλλῃς, ἀλλὰ πλέον, ὡς ἓν καὶ ἥμισυ γενέσθαι. τοῦτ' οὖν ὑπὸ τῆς πείρας ἐμαρτυρήθη τὸ φάρμακον. ἕτερον δὲ δεύτερον ἐπ' αὐτῷ διὰ τῆς αὐτῆς κηρωτῆς καὶ ὀποῦ τοῦ Κυρηναίου συντεθὲν, κατὰ τὴν αὐτὴν ἀναλογίαν τῷ εὐφορβίῳ τῆς μίξεως γενομένης, ἄλλο τε τρίτον ἐκ τῆς μίξεως ἀμφοῖν συντεθὲν καὶ τὸ τέταρτον ἐπ' αὐτοῖς τῆς στακτῆς σμύρνης προσλαβόν. ἐφ' ὧν δὲ γυμνόν ἐστι τὸ νεῦρον, ἐπὶ τούτων τὴν μὲν κηρωτὴν ἐκ κηροῦ τοῦ καλουμένου μυρεψικοῦ καὶ μύρων τῶν παρὰ Ῥωμαίοις ὀνομαζομένων σπικάτου καὶ φουλιάτου συνέθηκα. δωδέκατον δ' αὐτῇ μέρος ἔμιξα πομφόλυγος, εἴτε πεπλυμένου λέγειν ἐθέλοις ἀῤῥενικῶς, εἴτε πεπλυμένης θηλυκῶς· οὐδὲν γὰρ ὁπωτέρως ἂν εἴποις οὔτ' ὠφελήσεις οὔτε βλάψεις τὸ φάρμακον. ἔστι δέ σοι καὶ διὰ [640] τοῦ Τυῤῥηνικοῦ κηροῦ σκευάζειν αὐτό. πάρεστι δὲ καὶ χωρὶς τῶν εἰρημένων μύρων τὸν μὲν Τυῤῥηνικὸν κηρὸν τῆξαι διὰ νάρδου καλῆς ἐπὶ διπλοῦ δηλονότι σκεύους, κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων τῶν μύρων. ξυσθείσῃ δὲ τῇ κηρωτῇ μίξεις νάρδου στάχυος καὶ ἀμώμου καὶ φύλλου μαλαβάθρου καὶ πομφόλυγος πεπλυμένου τὸ ἴσον ἑκάστου. ἐπὶ μὲν γὰρ τῶν νύξεων, ὡς εἴρηται, δριμυτέρων ἐστὶ χρεία φαρμάκων ἀνεῳγμένον ἀεὶ φυλαττόντων τὸ τραῦμα. τοῖς γεγυμνωμένοις δὲ τὰ μετρίαν στύψιν ἔχοντα μετὰ διαφορητικῆς ἀδήκτου δυνάμεως προσφέρεσθαι χρή. στύψεως δὲ μέτεστι μέν τι καὶ τῷ ἀμώμῳ, μᾶλλον δ' αὐτοῦ τῷ τε τῆς νάρδου στάχυι καὶ τῷ τοῦ μαλαβάθρου φύλλῳ.
[Περὶ τῶν τοῖς ἄλλοις ἰατροῖς εἰρημένων φαρμάκων ἐπὶ τῶν νευροτρώτων.] Τὴν μὲν ὅλην ἀγωγὴν τῆς θεραπείας τῶν νευροτρώτων, ἣν ἐγὼ κατά τινα πρόνοιαν θεῶν ἐποίησα, τῶν πρὸ ἐμοῦ πρεσβυτέρων οὐδεὶς ἔγραψε. φάρμακα μέντοι τινὰς νευροτρωτοὺς θεραπεύειν ἐπαγγελλόμενα συνέθεσαν ἄνευ διορισμοῦ τε καὶ τρόπου χρήσεως ποικίλου [641] μήτε τὴν ἐπὶ τῶν στενῶν νυγμάτων ἀγωγὴν, ὁποία τις ἔσοιτο δηλώσαντες μήτε τὴν ἐπὶ τῶν εὐρυτέρων τρώσεων ἢ γεγυμνωμένου νεύρου ἢ τένοντος ἢ τεθλασμένου. πολὺ δὲ μᾶλλον, οὐδ' εἰ φλεγμαῖνον ἤδη τὸ πεπονθὸς εἴη μόριον ἢ καὶ πλησίον ἥκει γαγγραινώσεως. ἕνα δέ τινα τῶν καθ' ἡμᾶς ἰατρῶν εὗρον χρώμενον φαρμάκῳ, παραπλησίως τοῖς ὑπ' ἐμοῦ διὰ τῶν μεταλλικῶν σκευαζομένοις, ἀδιορίστως μὲν καὶ αὐτόν. ἀλλ' ἐπεὶ δι' ὀλίγων τῶν αὐτοφυῶν ἐπυθόμην αὐτὸ συγκεῖσθαι, τὸ δ' ἐκ τῶν πολλῶν σύνθετον ἐγὼ κατ' ἐκεῖνον τὸν καιρὸν ἤμην ἐσκευακὼς, ἐνενόουν ἀφελὼν τὰ πλείω καὶ δι' ὀλίγων ἄλλο συνθεὶς αὖθις ἐπισκέψασθαί τε καὶ βασανίσαι διὰ τῆς πείρας, εἴτε πολλῷ τινι τοῦ πολυμιγμάτου φαίνοιτο λειπόμενον εἴτε ὀλίγῳ. περὶ παντὸς οὖν ἐποιησάμην καὶ τοῦ παρὰ τοῦ καθ' ἡμᾶς ἰατροῦ λαβεῖν τὴν γραφὴν καὶ παραχρῆμα σκευάσας παραπλήσιον ἔχον εὗρον ἐπαγγελίαν τε καὶ δύναμιν αὐτὸ τῷ ποικίλῳ. τούτου μὲν οὖν ἡ γραφὴ ἡ τῆς συνθέσεώς ἐστι τοιάδε. Ϛ κηροῦ οὐγγίας στ΄. ἐλαίου οὐγγίας θ΄. μίσυος στ΄. χαλκίτεως [642] α΄. λεπίδος χαλκοῦ οὐγγίας β΄ Ϛ΄΄. λιβανωτοῦ οὐγγίαν α΄ Ϛ΄΄. χαλβάνης οὐγγίαν α΄. ἐν ὄξει δριμεῖ προλελειωμένοις τοῖς μεταλλικοῖς ἐπιμελῶς τακέντα καταχύσαι τὰ τηκτὰ, τουτέστι τὸν κηρὸν καὶ τὴν χαλβάνην. τοῦτο τὸ φάρμακον οὐκ οἶδα τίς ὁ συνθήκας ἐστίν. οὔτε γὰρ παρ' Ἀσκληπιάδῃ τῷ φαρμακίωνι τὴν γραφὴν εὗρον οὔτε παρὰ Πετρωνᾷ οὔτε παρ' Ἀνδρομάχῳ, καίτοι πάντων τῶν πρεσβυτέρων ἰατρῶν ἄριστα φάρμακα γραψάντων. εὔδηλον δ' ὅτι μήτε παρὰ Ἥρᾳ τῷ Καππαδόκι, μηδὲ Μαντίᾳ, μηδὲ Ἡρακλείδῃ τῷ Ταραντίνῳ, πολλὴν ἐμπειρίαν φαρμάκων ἐσχηκόσιν· ἀλλ' οὐδὲ τοῖς περὶ τὸν Ἀρχιγένην, Φίλιππον ἤ τινα τῶν μαθητῶν αὐτοῦ. καὶ Σωρανῷ δὲ τὰ περὶ φαρμάκων γεγραμμένα ἀναγνοὺς ἅπαντα καὶ Μενεκράτει καὶ Κρίτωνι καὶ Δαμοκράτει καὶ τοῖς ἄλλοις ὅσοι δόξαν ἴσχουσιν ἐπὶ τῇ γνώσει τῶν φαρμάκων παρ' οὐδενὶ τουτὶ τὸ γεγραμμένον ἄρτι φάρμακον εὗρον. ἃ δ' ἐστὶ παρὰ τοῖς ἀνδράσιν οἷς εἶπον ἐφεξῆς γεγραμμένα δηλώσω, τὴν ἀρχὴν δὲ ἀπὸ τοῦ φαρμακίωνος Ἀσκληπιάδου ποιήσομαι κατὰ τὸ τρίτον τῶν ἐντὸς [643] φαρμάκων, ἃ καὶ Μαρκέλλας ἐπιγράφει κατὰ λέξιν οὕτως γράψαντος. Ἀνδρομάχου Αἰγυπτία ἔναιμος τραυματικὴ, ὡς Ἀσκληπιάδης ἀναγράφει. ποιεῖ πρὸς νεύρων διακοπὴν καὶ μυῶν, ποιεῖ πρὸς νύγματα, περιθλάσεις, παρατρίμματα, λυγίσματα, ποιεῖ πρὸς ἀποστήματα. ἔστι δὲ καὶ ὀφθαλμιώντων παρακόλλημα. ποιεῖ κεφαλαλγικοῖς καὶ πρὸς πολλὰς διαθέσεις χρήσιμόν ἐστι τὸ φάρμακον. Ϛ λιθαργύρου, κηροῦ ἀνὰ ρμδ΄. ἀμμωνιακοῦ θυμιάματος οβ΄. τερμινθίνης λστ΄. ἐρίων οἰσυπηρῶν κεκαυμένων ιβ΄. λεπίδος χαλκοῦ η΄. λεπίδος στομώματος η΄. λιβάνου η΄. ἀριστολοχίας στρογγύλης η΄. ἐλαίου κικίνου κο. γ΄. ἕψε λιθάργυρον, ἔλαιον, καὶ ὅταν μεταβάλλῃ, ἐπίβαλλε κηρὸν, ῥητίνην καὶ ὅταν ἀμόλυντον γένηται, ἐπίβαλλε ἀμμωνιακὸν πλατύνας, καὶ τότε τὰ οἰσυπηρὰ ἔρια καὶ τὰ λοιπά. τοῦτο τὸ φάρμακον ὅσῳ πολυχρηστότερον ἐγένετο, προσλαβὸν τὴν λεπίδα τοῦ στομώματος, οὕτω φαυλότερον ἐπὶ τῶν νευροτρώτων ἐγένετο. εἰ μὲν γὰρ νύγμα μόνον εἴη, καὶ ἡ τοῦ χαλκοῦ λεπὶς περιττή. χωρὶς γὰρ τοῦ προλελειῶσθαι χρόνῳ [644] πλείονι δι' ὄξους δριμέος, οὐδὲν τῶν μεταλλικῶν ἐπὶ τούτων χρήσιμον. ἐπὶ μέντοι τῶν γεγυμνωμένων νεύρων καὶ τενόντων ἀγαθὸν ἂν εἴη φάρμακον. εἰ δὲ καὶ ἤδη φλεγμαίνει, τήκειν αὐτὰ προσήκει διὰ ῥοδίνου καὶ οὕτως ἐμμότῳ χρῆσθαι. χωρὶς δὲ τοῦ φλεγμαίνειν εὐθέως ἐν ἀρχῇ βελτίω τὰ μαλακώτερα καὶ ὑγρότερα τῶν φαρμάκων ἐστὶ τῶν σκληροτέρων τε καὶ ξηροτέρων. καὶ βέλτιόν ἐστι χρῆσθαι τετηκόσιν αὐτοῖς ἔν τινι τῶν διαφορητικῶν ἢ παρηγορικῶν. λέγω δὲ διαφορητικὰ μὲν τό τε παλαιὸν ἔλαιον καὶ τὸ κίκινον καὶ τὸ σικυώνιον, παρηγορικὰ δὲ τό τε ῥόδινον καὶ τὸ χαμαιμήλινον καὶ τὸ διὰ τῆς ἀλθαίας. ἰσχυρότερα δὲ τούτων καὶ διὰ τοῦτο σώμασι σκληροτέροις ἁρμόττοντα τό τε διὰ τοῦ σικύου τοῦ ἀγρίου τῆς ῥίζης ἐναφεψημένης τῷ ἐλαίῳ καὶ τὸ διὰ τῆς ἴρεως καὶ βρυωνίας καὶ ἄρου, καὶ τούτων ἰσχυρότερόν ἐστι τὸ διὰ τοῦ δρακοντίου καὶ ἀριστολοχίας καὶ πάνακος. ἐγὼ δὲ πολλάκις ἐχρησάμην καὶ τῷ διὰ τῆς ἐλάτης σπέρματος ἐλαίῳ καὶ τῷ διὰ τοῦ τῶν αἰγείρων ἄνθους, ἀποβρέχω γὰρ ἐν ἐλαίῳ Σαβίνῳ ταῦτα χρόνῳ πλείονι. ταῦτα μὲν οὖν ὅσα νῦν εἴρηκα περὶ τῆς χρήσεως τῶν τοιούτων [645] φαρμάκων, ἀξιῶ μεμνημένους ὑμᾶς ἐπὶ τἄλλα τὰ ῥηθησόμενα μεταφέρειν. ἐγὼ δὲ ὅπερ ὡρμήθην πρᾶξαι ποιήσω. προσθήσω γὰρ καὶ ἄλλα φάρμακα τῆς αὐτῆς δυνάμεως, ὁποῖόν ἐστι καὶ τὸ ἐφεξῆς τῷ προειρημένῳ γεγραμμένον ὑπὸ τοῦ Ἀσκληπιάδου κατὰ λέξιν οὕτως ἔχον. Κλαυδίου Φιλοξένου χειρουργοῦ Αἰγυπτία πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ λιθαργύρου, κηροῦ ἀνὰ ρξ΄. ἀμμωνιακοῦ θυμιάματος π΄. προπόλεως μ΄. ῥητίνης ξηρᾶς, τερμινθίνης, λεπίδος χαλκοῦ, λιβάνου ἀνὰ ιστ΄. ἐρίων οἰσυπηρῶν κεκαυμένων, λεπίδος στομώματος ἀνὰ η΄. ὀποπάνακος δ΄. κίκεως κο. γ΄. πρόδηλον οὖν ὅτι καὶ τοῦτο τὸ φάρμακον ὅμοιόν τέ ἐστι τῷ προγεγραμμένῳ καὶ τρόπον τῆς χρήσεως ἕξει τὸν αὐτὸν τῷ μικρῷ πρόσθεν ὑπ' ἐμοῦ γεγραμμένῳ. καὶ μέντοι καὶ κατὰ ταύτας τὰς δύο ἐμπλάστρους, ἄλλην τρίτην ἔγραψεν ὁ Ἀσκληπιάδης οὕτως εἰπὼν κατὰ λέξιν. κιῤῥὰ ἡ τοῦ Ἁλιέως. ποιεῖ πρὸς τὰ ἔναιμα τῶν τραυμάτων καὶ νεύρων διακοπάς. ποιεῖ δὲ καὶ πρὸς τὰ παλαιὰ καὶ δυσεπούλωτα καὶ ῥευματικὰ τῶν ἑλκῶν. ἔστι δὲ καὶ μαλακτικὴ ἀγαθὴ, [646] μάλιστα δὲ τῶν περὶ τοὺς μασθοὺς γιγνομένων σκληριῶν. χρώμεθα δὲ αὐτῇ καὶ ἐπὶ τῶν κυνοδήκτων καὶ ἀνθρωποδήκτων. ἄκρως ποιεῖ καὶ πρὸς τρυγόνων θαλασσίων καὶ δρακόντων καὶ τῶν ἄλλων χαλεπῶν ἰχθύων πληγάς. καὶ καθόλου ἐστὶν ἡ δύναμις θαυμαστή. Ϛ λιθαργύρου, κηροῦ ἀνὰ ρ΄. τερμινθίνης, μάννης, λιβάνου, χαλβάνης, μίλτου Σινωπίδος ἀνὰ η΄. ἐλαίου ξε. α΄. οὔτε αὐτὸς οὖν Ἀσκληπιάδης ἐπὶ νυγμάτων τῶν εἰς τένοντας καὶ νεῦρα ἐπαγγέλλεται τὸ φάρμακον εἶναι χρήσιμον, ἀλλὰ πρὸς τὰς τῶν νεύρων φησὶ διακοπὰς, ὅταν δηλονότι μεῖζον γένηται τὸ τραῦμα καὶ γυμνὸν φαίνηται τὸ νεῦρον. ἐπιτηδειότερα γάρ ἐστι τηνικαῦτα τὰ μετρίας τε καὶ παρηγορικῆς δυνάμεως φάρμακα. τοιοῦτον δέ ἐστι καὶ τὸ νῦν εἰρημένον ὑπ' αὐτοῦ. ταύτας μὲν οὖν τὰς τρεῖς ἐμπλάστρους ὁ Ἀσκληπιάδης ἔγραψεν ἐγγύς τι τῆς μέσης χώρας τοῦ βιβλίου. πρὸ αὐτῶν δὲ ἀνωτέρω πολύχρηστον καὶ ἄλλο ἔμπλαστρον ἔγραψεν, ἄμεινον δὲ τῶν τριῶν τούτων, ὡς πρὸς τὰς τῶν νεύρων διακοπὰς καὶ διαφθοράς. ἡ δὲ λέξις αὐτὴ, καθ' ἣν ὁ Ἀσκληπιάδης ἔγραψεν, ἔστιν ἥδε. Μοσχίωνος καταγματική. φάρμακον ἐπιτετευγμένον [647] πρὸς τὰ νεότρωτα καὶ διακοπὰς τῶν νεύρων καὶ τὰς μετὰ θλάσεως διαιρέσεις. ποιεῖ καὶ πρὸς τὰ μετὰ τραύματος κατάγματα· καὶ γὰρ τοῖς τραύμασι βοηθεῖ καὶ πωροῖ τὰ ὀστέα μετὰ τῆς δεούσης ἐπιδέσεως ἐπιτιθεμένη καὶ τοῖς ἀρχομένοις ὑδρωπικοῖς. ποιεῖ δὲ καὶ πρὸς τὰς διδύμων περιθλάσεις. σταφιδοῖ καὶ τὰς περὶ τὴν ἕδραν ἐξοχάς. ποιεῖ καὶ πρὸς ῥαγάδας βουτύρῳ ἐνιεμένη. ποιεῖ καὶ πρὸς βρογχοκήλας, διαλύει πᾶσαν σκληρίαν, ποιεῖ πρὸς παρατρίμματα καὶ λυγίσματα. ποιεῖ πρὸς τὰς ἐπὶ τῶν ποδῶν καὶ χειρῶν τυλώδεις ἐπαναστάσεις, ἃς ἥλους καλοῦμεν, ὥστε καὶ χωρὶς ἑλκώσεως ἀφαιρεῖν· καὶ καθόλου ἐστὶ πολυχρησότατον τὸ φάρμακον. ποιεῖ δὲ πρὸς ἀρχομένους ὕδρωπας. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ λιθαργύρου μνᾶν α΄. ἡ δὲ μνᾶ ἔχει ρξ΄. πίσσης ξηρᾶς ρξ΄. στέατος μοσχείου ρξ΄. ῥητίνης τερμινθίνης π΄. μάννης λιβάνου π΄. κηροῦ μ΄. ἰοῦ η΄. ὀποπάνακος η΄. χαλβάνης η΄. ἐλαίου κικίνου κο. α΄. ὄξους τὸ ἴσον, ὀποῦ συκαμίνου κο. α΄. πίσσης ὑγρᾶς ἡμικοτύλιον. τὴν λιθάργυρον λειοτάτην καὶ τὸ κίκινον ἔλαιον [648] βαλὼν εἰς ἄγγος κεραμεοῦν ἢ χαλκοῦν καὶ θεὶς ἐπὶ πυρὸς ἕψε, καὶ ὅταν ἀναβράσῃ, ἐπίβαλλε στέαρ καὶ τὸ μάννινον, κινῶν συνεχῶς. καὶ ὅταν συστραφῇ, ἐπίβαλλε πίσσαν, κηρὸν, ῥητίνην καὶ ἕψε. μέχρις ἀμολύντου ἐπίπασσε χαλβάνην, εἶτα ἰὸν καὶ ὀποπάνακα ὄξει διαλυθέντα. τὸν δὲ ὀπὸν τοῦ συκαμίνου καὶ τὴν πίσσαν τὴν ὑγρὰν εἰς ἕτερον ἀγγεῖον βαλόντες ἕψομεν. καὶ ὅταν συστραφῇ, ἐπιβάλλομεν τῷ πρώτῳ φαρμάκῳ, καὶ πάλιν θέντες ἐπὶ τὸ πῦρ ἕψομεν μέχρις ἀμολύντου, καὶ εἰς οἶνον ἐξεράσαντες ἐῶμεν ἐπὶ τρεῖς ἡμέρας, ἔπειτα μαλάξαντες χρώμεθα εἰς ὀθόνιον ἐμπλάσσοντες· δεῖ δὲ μετὰ τὴν ἐπίθεσιν τοῦ φαρμάκου οἴνῳ δεύσαντα ταινίδιον ἐκθλίβειν καὶ τότε πιριτιθέναι τῷ φαρμάκῳ. ὡς δὲ ὁ ἡμέτερος καθηγητὴς Λεύκιος ἐσκεύασεν ἔχει οὕτως. τὸ στέαρ καὶ τὸ ἔλαιον πρότερον τήκομεν, καὶ ὅταν διαλυθῇ, καταπλάσσομεν λειοτάτην μάνναν καὶ τὴν λιθάργυρον, καὶ ὅταν συστραφῇ, τὰ ἑπόμενα ποιοῦμεν. ἐπαινέσαι δὲ δίκαιόν ἐστι καὶ κατὰ τοῦτο τὸν Ἀσκληπιάδην, ὅτι τὸν τρόπον τῆς σκευασίας [649] γράφει τῶν φαρμάκων, οὐχ ὥσπερ ὁ Ἀνδρόμαχος παραλείπει μήτε τίνα δύναμιν ἔχει προστιθείς. ἀμέλει τὴν ὑπὸ Ἀσκληπιάδου πρώτην τῶν τριῶν ὑπ' ἐμοῦ γεγραμμένην ἔμπλαστρον Αἰγυπτίαν, ἣν καὶ αὐτὸς τοῦ Ἀνδρομάχου φησὶν ὑπάρχειν, οὔτε δὲ τίνος ἐστὶ δυνάμεως ὁ Ἀνδρόμαχος ἔγραψεν, οὔθ' ὅπως σκευαστέον αὐτὴν, οὔθ' ὅπως χρηστέον, ἀλλ' ἁπλῶς ἔῤῥιπται, καθάπερ τι τῶν ἐπιτυχόντων φαρμάκων ἐν τῷ βιβλίῳ τῶν ἐκτὸς δυνάμεων ὑπ' αὐτοῦ γεγραμμένη δευτέρα. πρώτην μὲν γὰρ ἁπασῶν ἔγραψεν ἣν αὐτὸς ὀνομάζει Πανταγάθιον, ἐφεξῆς δὲ τὴν Αἰγυπτίαν ταύτην, οὐδὲν, ὡς ἔφην, ἄλλο προσθείς. ἔχει γὰρ ἡ λέξις αὐτοῦ τόνδε τὸν τρόπον. Αἰγυπτία. Ϛ λιθαργύρου ρμδ΄. κίκεως κο. στ΄. κηροῦ ρμδ΄. ἀμμωνιακοῦ θυμιάματος οβ΄. τερμινθίνης λστ΄. ἐρίων κεκαυμένων ιη΄. λεπίδος στομώματος η΄. λεπίδος χαλκοῦ η΄. λιβάνου η΄. ἀριστολοχίας η΄. ἔνιοι σμύρνης δ΄. ὀποπάνακος η΄. ἄλλ. ιβ΄. τούτοις ἐπὶ τέλει ἐπιγέγραπται, θαλάσσης εἰς ἐμβροχὴν κηροῦ κο. η΄. τί παρ' αὐτῷ σημαίνει τὸ εἰς ἐμβροχὴν κηροῦ, [650] σαφῶς οὐκ ἴσμεν, ἐπινοεῖν γάρ ἐστι πλείω. θαυμάσαι δ' ἐστὶ πῶς ἅπαντα τἄλλα γράψας Ἀσκληπιάδης ὡσαύτως τῷ Ἀνδρομάχῳ τὸ μέτρον τοῦ κίκεως οὐκ ἴσον ἔγραψεν. ὁ μὲν γὰρ Ἀνδρόμαχος κο. στ΄. ὁ δὲ Ἀσκληπιάδης κο. γ΄. ἔγραψεν. οὐ προσέθηκε δὲ οὐδὲ τὸ κατὰ τὴν τελευτὴν τῆς γραφῆς ὑπ' Ἀνδρομάχου προσκείμενον· ἔνιοι σμύρνης δ΄. ὀποπάνακος β΄. πάλιν δὲ προσέθηκεν αὐτὸς ἐπὶ τῶν κεκαυμένων ἐρίων τῶν οἰσυπηρῶν, ὅπερ οὐ πρόσκειται κατὰ τὴν Ἀνδρομάχου γραφήν. ἐφεξῆς δὲ τῆς εἰρημένης Αἰγυπτίας ἔγραψεν ὁ Ἀνδρόμαχος θηριακὰς ἐμπλάστρους ε΄. καὶ μετὰ ταύτας ἑτέραν πάλιν φαιὰν, ἣν Εὐβούλου φησὶν εἶναι. καὶ μετὰ ταύτην αὖθις ἑτέραν φαιὰν, ἣν Ἀθηνᾶν ὀνομάζει, κᾄπειτα ἐφεξῆς πάλιν ἑτέρας φαιὰς ἁπλῶς δύο, καὶ μετὰ ταύτας ἑτέραν ἐφ' ἧς κατὰ λέξιν οὕτως γέγραπται· φαιὰ νυγματικὴ Ἀνδρομάχου. Ϛ ἀμμωνιακοῦ θυμιάματος η΄. κηροῦ νέου η΄. τερμινθίνης η΄. χαλκοῦ κεκαυμένου η΄. πίσσης ξηρᾶς μ΄. ὡς δὲ Ζήνων, μνᾶς ἥμισυ τέταρτον, λιθαργύρου δ΄. ἀλόης Ἰνδικῆς β΄. ἀριστολοχίας β΄. [651] χαλβάνης β΄. ἰοῦ α΄. οἱ δὲ β΄. λιβάνου β΄. ἐλαίου χειμῶνος κο. δ΄. θερείας ὄγδοον, ὄξους κοτύλης ἥμισυ εἰς ἄνεσιν τοῦ ἀμμωνιακοῦ. ταύτην εἰκός ἐστιν αὐτὸν ὀνομάζειν νυγματικὴν πρὸς τὰ τῶν νεύρων νύγματα δυναμένην εἶναι χρησίμην.
[652] Ὁ μὲν πρῶτός μοι λόγος ἐτελεύτησεν εἰς τὰς τῶν λευκῶν ἐμπλάστρων συνθέσεις τάς τε ἄλλας καὶ ὅσα πρὸς τὰ δυσεπούλωτα τῶν ἑλκῶν ἁρμόττουσιν, διορισαμένων ἡμῶν τὰ κοινῶς δυσεπούλωτα καλούμενα, τῶν ἰδίως κακοήθων ὀνομαζομένων, ὄντων μὲν αὐτῶν δηλονότι δυσεπουλώτων. ἐπεὶ δὲ τινὰ μὲν ἐκ τῶν ἐπιῤῥεόντων τοῖς ἡλκωμένοις μέρεσιν ἰχώρων τε καὶ χυμῶν δυσεπούλωτα γίγνεται, [653] τινὰ δ' αὐτοῦ τοῦ πεπονθότος μορίου διαφθείροντος τὸ ἐπιῤῥέον, εἰ καὶ χρηστὸν εἴη, τὰ κατὰ τὸν δεύτερον τρόπον ἕλκη, δυσεπούλωτα καὶ κακοήθη καλοῦσιν ἰδίως ἐφ' ὧν ἐνίοτε πᾶν ἐκκόπτειν τὸ πεπονθὸς ἢ καίειν ἀναγκάζονταί τινες, ἤτοι φαρμάκοις ἐσχαρωτικοῖς ἢ πυρὶ χρώμενοι. πλάτους δ' ὄντος συχνοῦ καθ' ἑκάτερον τὸν τρόπον ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἕτερον ἑτέρου δυσεπούλωτόν τε καὶ κακόηθες εἶναι, τοσοῦτον ἀριθμὸν ὑπάρχειν τῶν ἰωμένων φαρμάκων ἀναγκαῖόν ἐστιν, ὅσος ἂν ᾖ καὶ αὐτῶν τῶν ἑλκῶν. εἰκότως οὖν ἕκαστον τῶν ἓν ἐχόντων φάρμακον ἐπαγγελλόμενον ἐπουλοῦν ἕλκη κακοήθη, πολλάκις ἀποτυγχάνει. δύο γὰρ ἡτοιμάσθαι χρὴ τοὐλάχιστον, ᾧ πρόκειται πάντα θεραπεύειν τὰ τοιαῦτα, τῆς αὐτῆς μὲν ἐπαγγελίας καὶ δυνάμεως ὑπάρχοντα, διαφέροντα δὲ ἀλλήλων οὐχ ἁπλῶς τῷ μᾶλλόν τε καὶ ἧττον, ἀλλ' ὡς ἄν τις εἴποι σαφέστατα τῷ μάλιστα τε καὶ ἥκιστα. καθάπερ οὖν ἐπὶ πάντων τῶν παθῶν ἐδείκνυμεν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν εὑρίσκεσθαι πρώτην μὲν ἁπασῶν τὴν καθόλου δύναμιν τῶν [654] βοηθημάτων, ἐφεξῆς δὲ τὰς ὕλας, ἐν αἷς αὐτὴ περιέχεται, κατὰ τὸν αὐτὸν λόγον καὶ νῦν ἐπὶ τῶν δυσεπουλώτων ἑλκῶν ἡ καθόλου δύναμις ἥτις ποτέ ἐστι τῶν θεραπευσόντων αὐτὰ φαρμάκων εὑρῆσθαι χρὴ πρότερον. ἐδείχθη δέ μοι καὶ ἥδε κατ' ἐκείνην τὴν πραγματείαν, ἐφ' ὧν μὲν οὐδεμία καχεξία περὶ τοῖς ἡλκωμένοις μέρεσι, δύο τούτους ἔχουσα σκοποὺς, ἕνα μὲν ἀποκρούσασθαι τὸ ἐπιῤῥέον, ἕτερον δὲ διαφορῆσαι τὸ ἐστηριγμένον ἐν τῷ πεπονθότι μορίῳ. γίγνεται δὲ ταῦτα δι' ἐναντίων δυνάμεων. ἀναστέλλει μὲν γὰρ τὸ ἐπιῤῥέον ὅσα στύφειν πέφυκε φάρμακα, διαφορεῖ δὲ τὸ περιεχόμενον ἐν τῷ πεπονθότι τὰ δύναμιν ἑλκτικὴν ἔχοντα. τοὐπίπαν δὲ τὰ μὲν στύφοντα τραχύνει καὶ κατὰ τοῦτ' ἔστιν ἀνιαρά. τὰ δὲ ἕλκοντα καὶ διαφοροῦντα τὰς ἐκ βάθους ὑγρότητας οὐκ ἄνευ δριμύτητος ἐργάζεται τοῦτο. τῇ δριμύτητι δ' ἐξ ἀνάγκης ὀδύνη τις ἕπεται δάκνουσα τὸ ἡλκωμένον. καὶ οὕτως συμβαίνει διὰ τὴν ἐκ τῶν τραχυνόντων καὶ δακνόντων ἀνίαν, ἐρεθίζεσθαι τὴν ἐπιῤῥέουσαν ὑγρότητα τοῖς ἡλκωμένοις μέρεσι. τούτου δὲ γιγνομένου, φλεγμαίνειν [655] τε ἅμα καὶ διαβιβρώσκεσθαι τὸ ἕλκος, ὥσθ' ὅσον ἐπὶ τοῖς εἰρημένοις ἄπορός ἐστιν ἡ τῶν βοηθησόντων φαρμάκων εὕρεσις τοῖς δυσεπουλώτοις ἕλκεσι, καὶ πολύ γε μᾶλλον ἔτι τοῖς κακοήθεσιν. εὑρεῖν οὖν χρὴ καθόσον οἷόν τε τοιαύτην ὕλην φαρμάκων, ἐφ' ἧς ξηρανθήσεται τὸ ἕλκος ὀδύνης χωρὶς, ὅπερ ἀδύνατόν ἐστιν ἀκριβῶς γενέσθαι μὴ γνωρίζοντος τοῦ θεραπεύοντος, ὅπως ἐνεργήσῃ τὸ προβληθὲν φάρμακον. ἔστι μὲν γὰρ ἐξ ἀνάγκης ἰσχυρὸν κατ' ἄμφω τὰ συντεθέντα τό τε δάκνον καὶ τὸ στῦφον. ἀλλ' ὅ τε ῥύπος ὁ ἐπικείμενος τοῖς τοιούτοις ἕλκεσι τό τε τῆς ὑγρότητος πλῆθος οἷον προβλήματά τινα τοῖς ἡλκωμένοις μέρεσι γιγνόμενα τὴν ἀπὸ τῶν ἰσχυρῶν φαρμάκων δῆξιν ἐκλύει. προσέχειν οὖν χρὴ πόσον ἡ πρώτη χρῆσις ἐξήρανε τῆς κατὰ τὸ ἕλκος ὑγρότητος, ἢ εἰ καὶ ῥύπον ἔχοι, πόσον ἀπέῤῥιψε καὶ τούτου. καὶ οὕτως ἐκ δευτέρου τε καὶ τρίτου χρῆσθαι μέχρι περ ἂν φανῇ καθαρόν τε καὶ ξηρόν. ὁπόταν δὲ πρῶτον ἴδῃς αὐτὸ τοιοῦτον, μεταβαίνειν ἐφ' ἕτερον φάρμακον ὁμοειδὲς μὲν, ἀσθενέστερον δὲ τοῦ προτέρου. τὰ γὰρ ἰσχυρότερα [656] τῷ δάκνειν τὸ ἕλκος ὀδυνηρὰ γινόμενα, ῥεύματά τε κινεῖ καὶ φλεγμονὰς ἐγείρει. ἀλλ' ἐὰν πάλιν ἀσθενέστερον πολὺ τοῦ πρώτου φαρμάκου προσενέγκῃς, ὑγρὸν καὶ ῥυπαρὸν ἔσται τὸ ἕλκος. τούτῳ τοίνυν ὁ τεχνωθεὶς ἰατρὸς τοῦ διὰ μόνης ἐμπειρίας ἕλκος θεραπεύοντος ἀμείνων ἐστὶν, ὡς ἂν ἐπιστάμενος οὐκ ἄλλῃ δυνάμει θεραπεύεσθαι τὸ ἕλκος ὑπὸ τῶν φαρμάκων, ὅτι μὴ τῷ ξηρὸν οὕτως ἐργάζεσθαι τὸ μόριον, ὡς ὅτ' εἶχε κατὰ φύσιν. ἔσται δὲ τοῦτο δῆλον ἐκ τοῦ μήτ' ἀποῤῥεῖν ἔτι λεπτὸν ἰχῶρα πύου τε γένεσιν ὑποτρέφεσθαι. εἰς τοῦτο δὲ ἀφίξεσθαι, καθ' ὃν εἴρηκα τρόπον ξηραινόμενα, τουτέστι στυφόμενά τε καὶ διαφορούμενα, κᾀπειδὰν ξηρὰ μὲν ᾖ, ῥυπαρὰ δ' ἔτι φαίνηται, διὰ τῶν ῥυπτικῶν φαρμάκων καθαιρόμενα, περὶ ὧν καὶ αὐτῶν εἴρηται μέν τι κᾀν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων ὑπομνήμασιν. ἡ τελειοτάτη δὲ μέθοδος πᾶσα γέγραπται διὰ τῆς θεραπευτικῆς πραγματείας, ἐν ᾗ προτετεχνῶσθαι χρὴ τὸν μέλλοντα τελέως ὑπὸ τῶν νῦν λεγομένων ὠφεληθήσεσθαι. τοῦτο δ' ὑμῖν τοῖς ἑταίροις ἐγνωκὸς ὑπάρχειν, οἷς ταῦτα γράφεται, πάνυ σαφῶς [657] οἶδα καὶ πρὸς τούτῳ γε ἔτι τὸ μὴ λόγον εἶναι πιθανὸν ἄνευ τῆς ἐπὶ τῶν ἔργων βασάνου τὰ λεγόμενα νῦν ὑπ' ἐμοῦ. πολλάκις γὰρ ἐθεάσασθε δι' αὐτῶν ἐκείνων τῶν φαρμάκων, οἷς ἀμεθόδως χρώμενοί τινες ἰατροὶ μηδὲν ἤνυον, ἐκθεραπεύσαντά με πολλὰ τῶν τοιούτων ἑλκῶν. ἀναμνήσθητε τοίνυν τῶν ξηραίνειν ἀδήκτως πεφυκότων φαρμάκων, ἔστι δ' αὐτῶν τὰ πλεῖστα μεταλλικά. καὶ μέντοι καυθέντων καὶ πλυθέντων, ἥτις ἦν πρόσθεν δῆξις ἀπόλλυται, καὶ τοῦτ' ἀναμνήσθητε. τούτοις οὖν ὑμῖν ἐξέστω χρῆσθαι ἐν τῷ παρόντι, πεπλυμένοις μὲν ἐπὶ παίδων, εὐνούχων τε καὶ γυναικῶν καὶ ὅσοι φύσει λευκὴν καὶ μαλακὴν ἔχουσι τὴν σάρκα, καὶ πρὸς τούτοις γ' ἐπὶ τῶν εὐαισθήτων τε πάνυ καὶ κακοχύμων. ἐπὶ δὲ τῶν ἄλλων σωμάτων ἐγχωρεῖ καὶ τοῖς ἀπλύτοις χρῆσθαι, τὴν πρώτην ἐπίθεσιν αὐτῶν εὐπεπτηκόσι τοῖς θεραπευομένοις ἕωθεν ποιουμένους. εἰ δὲ καὶ τοῦ σώματος ὅλου προπαρασκευτῆς τινος δέοι, καὶ ταύτην χρὴ προπεποιῆσθαι. λελεγμέναι δ' εἰσὶν αἱ παρασκευαὶ διὰ τῆς θεραπευτικῆς πραγματείας. ἐπ' ἐνίων μὲν γὰρ ἀρκεῖ καθᾶραι μόνον, [658] ἐπ' ἐνίων δ' ἀφελεῖν αἵματος, ἐπ' ἄλλων δ' ἄμφω ταῦτα πρᾶξαι. τινῶν δ' ὑπερκείμενον ἐκκόψαι κιρσὸν ἢ σπληνὸς ἢ ἥπατος προνοήσασθαι, τινῶν δὲ καὶ ἀποσχάσαι τὰ περὶ τὸ ἕλκος, ὥσπερ γε καὶ περικόψαι ποτὲ τῶν χειλῶν τύλον. ἐὰν δὲ μηδὲ ἑνὸς τούτων δεώμεθα, τὴν ποσότητα τῆς ὑγρότητος ἐπισκεπτέον ἅμα τῷ ῥύπῳ καὶ οὕτω ἐπὶ τὸ προσῆκον ἰτέον φάρμακον, ἀναμνησθέντας ἑκάστου τῶν ἁπλῶν ὅσα τε ξηραίνει μὲν, οὐ μὴν ἀποῤῥύπτει γε τὸν ῥύπον τοῦ ἕλκους, ὅσα τε ῥύπτει μὲν, οὐ μὴν ξηραίνει γενναίως. ὅσα δ' ἄμφω δρᾷν πέφυκε, προσεπισκεπτομένους ἐκ ποίας τάξεως ἕκαστόν ἐστιν, ὃ μέγιστον μὲν ὑπάρχει τῶν εἰς τὴν θεραπείαν διαφερόντων, ὠλιγώρηται δὲ τοῖς γράψασι τὰ περὶ ὕλης βιβλία. μόνοι γὰρ οὗτοι πάσης αὐτῆς ἐνεχείρισαν εἰπεῖν τὰς δυνάμεις, ὥσπερ γε καὶ ὁ Διοσκορίδης, ὃν οὐδενὸς ἄν τις εἴποι δεύτερον εἶναι τῶν περὶ ταῦτα σπουδασάντων. ἐγὼ τοίνυν ἐφεξῆς ἅπαντα καταλέξω τὰ ξηραίνειν ἕλκη δυνάμενα φάρμακα χωρὶς τοῦ δάκνειν ἢ τραχύνειν ἐπιφανῶς. ἄρξομαι δὲ [659] ἀπὸ τῶν μεταλλικῶν, ἐν οἷς ἀριθμοῦσι καὶ τὰ τῆς γῆς εἴδη. πολλῆς δ' ἐν αὐτοῖς οὔσης διαφορᾶς ἐν τῷ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ξηραίνειν, ἀπὸ τῶν μέσων ἀρξάμενος ἐπὶ τὰ σφοδρότερον ἢ ἀμυδρότερον ξηραίνοντα μεταβήσομαι. ξηραίνει τοίνυν μετρίως ἥ τε Λημνία σφραγὶς καὶ ἡ καδμεία καὶ μᾶλλον ταύτης ἡ αὐτοφυὴς ἄνευ τοῦ μεταβάλλεσθαι κατὰ τοὺς χειμάῤῥους τε καὶ ῥύακας καὶ ἐν τοῖς τῶν Κυπρίων ὄρεσιν εὑρισκομένη καὶ κατὰ τὰ ἄλλα χωρία, μάλιστα δὲ ἐν οἷς ἐστι τὰ μεταλλικά. κατασκευάζειν δ' αὐτὴν εἴωθα ξηραντικωτέραν ὥρᾳ θέρους ἐν ἡλίῳ τρίβων ἐφεξῆς ἡμέραις πλείοσι μετ' ὄξους ἢ οἴνου κιῤῥοῦ μὲν τὴν χρόαν, διαυγοῦς δὲ τὴν σύστασιν, οἷός ἐστιν ὁ Φαλερῖνος μὲν ἐν Ἰταλίᾳ, Τμωλίτης δὲ ἐν Ἀσίᾳ, ξηραντικώτατος δὲ οἴνων ὁ τοιοῦτος. ἐκ ταὐτοῦ δὲ γένους ἐστὶν ὅ τ' Ἀριούσιος ἐν Χίῳ γεννώμενος, ὅ τ' εὐώδης Λέσβιος ἐν Ἐρεσῷ καὶ Μηθύμνῃ. τούτων δ' ἑξῆς εἰσιν οἱ παλαιοὶ πάντες, ὅταν ἐκ τῶν λευκῶν καὶ στυφόντων παλαιωθῶσιν, ἐν Ἰταλίᾳ μὲν ὅ τε Σιγνῖνος καὶ ὁ Τιβουρτῖνος καὶ Μαρσὸς, ἐν Σικελίᾳ δὲ ὁ καλούμενος ὑπ' αὐτῶν Ἀμιναῖος, ἐν Ἀσία δὲ ὅ τ' Ἀφροδισιεὺς [660] καὶ ὁ Μίσυος. ἀρκεῖ γὰρ ὡς παραδείγματα τῶν καθόλου δυνάμεων εἰρῆσθαί μοι τούτους. ἀλλὰ καὶ δι' ὄξους δριμέος ὁμοίως ἐν ἡλίῳ πολλαῖς ἡμέραις ὥρᾳ θέρους παρασκευάζω τὴν καδμείαν. ἀποτίθεμαί τε ξηράνας, ὡς ἐπιπάττειν δύνασθαι τοῖς κακοηθευομένοις ἕλκεσιν. ἰσχυρότερον δὲ τούτου φάρμακόν ἐστι χαλκῖτις κεκαυμένη προλειωθεῖσα τὸν αὐτὸν τρόπον τῇ καδμείᾳ, μετ' αὐτὴν δ' ἄκαυστος ἰσχυρὸν οὕτως ἐστὶ φάρμακον ὡς ἐσχάρας ἐργάζεσθαι. πεπλυμένην οὖν αὐτὴν, εἶτα ἐξηρασμένην ἔχειν ἄμεινον. ἀσθενέστερον μὲν γὰρ τῆς κεκαυμένης ἡ πεπλυμένη ξηραίνει, πρᾳοτέρα δέ ἐστι πολὺ καὶ ἀδηκτοτέρα. παραπλήσιον δὲ αὐτῇ φάρμακόν ἐστι καὶ ὁ κεκαυμένος ἰός· ὁ δὲ ἄκαυστος ἰσχυρότατον φάρμακον, ὥσπερ καὶ ἡ χαλκῖτις. ἀλλ' ἐκείνῃ μὲν καὶ στύψεώς τι μέτεστι καὶ πολὺ μᾶλλον αὐτῆς τῷ χαλκάνθῳ, ξηραντικωτάτῳ τῶν μεταλλικῶν ὄντι. τῷ δὲ ἰῷ τοιαύτης δυνάμεως οὐδ' ὅλως μέτεστιν. ὁμογενὲς δ' ὡς ἐμάθετε τῇ χαλκίτιδι τό τε μίσυ καὶ τὸ σῶρυ. ἐκ μιᾶς γὰρ, ὡς ἂν εἴποι τις, ἐκφυόμενα ῥίζης ἐστὶ, λεπτομερέστερον μὲν [661] ὑπάρχον τὸ μίσυ, καὶ ἧττον δακνῶδές τε καὶ καυστικὸν, παχυμερέστερον δὲ τὸ σῶρυ καὶ ἧττον ξηραῖνον ἀμφοτέρων, ὥσπερ καὶ τὸ στίμμι τοῦ σώρεως στυπτικωτέραν καὶ ξηραντικωτέραν ἔχει δύναμιν. ἐπιτηδειότατον δὲ φάρμακον ἕλκεσι δυσεπουλώτοις δι' ὑγρότητα καὶ τὸ διφρυγὲς ὀνομαζόμενον, ἰσχυρῶς γὰρ ξηραίνει, καίτοι μετρίως δάκνον, ἔχει δὲ καὶ αὐτὸ πρὸς τῇ δριμείᾳ ποιότητί τε καὶ δυνάμει τὴν στύφουσαν, ἃς ἀμφοτέρας ἰσχυροτέρας ἥ τ' ὠμὴ χαλκῖτις καὶ τὸ χάλκανθον, εἴτ' ἀῤῥενικῶς ὀνομάζειν αὐτὸ βούλοιτό τις εἴτε θηλυκῶς εἴτ' οὐδετέρως. ἀεὶ γὰρ μέμνησθε τοῦ μὴ φιλονεικεῖν ὑπὲρ ὀνομάτων, ἔνθα πρόκειται θεωρίαν ἐκμαθεῖν ἀναγκαίαν εἰς τὰ τῆς τέχνης ἔργα. καὶ αἱ στυπτηρίαι δὲ πᾶσαι ξηραίνουσιν ἱκανῶς ἕλκη στύφουσαι σφοδρῶς. ὅθεν οὐκ ἄν τις αὐταῖς χρήσεται μόναις ἐφ' ἕλκους, ὥσπερ οὐδὲ ὠμῇ χαλκίτιδι καὶ ἰῷ. κεκαυμένα δὲ ταῦτα καὶ τὸ μίσυ χρήσιμα, καθάπερ γε καὶ πλυθέντα. γίγνεται μὲν ἄδηκτα, ξηραίνει δ' ἧττον. ἀσφαλέστερον οὖν αὐτοῖς χρῆσθαι πεπλυμένοις, ἐπειδὴ τὰ πλεῖστα τῶν σωμάτων ἃ θεραπεύειν ἀναγκαζόμεθα, [662] μίαν γέ τινα διάθεσιν ἔχει μὴ φέρουσαν ἰσχυρὰν δῆξιν. ἀκηκόατε δ' αὐτὰ πολλάκις, ἀλλὰ καὶ νῦν ἀναμνήσω πάλιν, ἀξιώσω τε μεμνῆσθαι πρὸς ἅπαντα τὸν ἑξῆς λόγον. ὅσα τοίνυν πληθωρικὰ καὶ ὅσα κακόχυμα καὶ πρὸς τούτοις ἔτι μαλακόσαρκα καὶ ἱκανῶς αἰσθητικὰ σώματ' ἐστὶ, ῥᾳδίως εἰς φλεγμονὴν ἄγεται δηχθέντα. περιέχεται δὲ ἐν τοῖς μαλακοσάρκοις, δηλονότι τὰ τῶν λευκῶν γυναικῶν σώματα καὶ τὰ τῶν παιδίων εὐνούχων τε καὶ ἀνδρῶν λευκῶν τὴν χροιὰν, ὅσοι τε γῆν ἐποικοῦσι ψυχρὰν, ὑγρὰ καὶ τούτων ἐστὶ καὶ φλεγματικὰ τὰ σώματα καὶ διὰ τοῦτο μαλακά τε καὶ λευκά. καθάπερ γε καὶ τὰ θερμὴν οἰκοῦντα γῆν, οἷα τὰ κατ' Αἴγυπτον καὶ Ἀραβίαν ἐστὶ, σκληρὰν ἔχει καὶ ξηρὰν τὴν τῶν σωμάτων ἕξιν. ὡς οὖν ἀεὶ ταῦθ' ὑμῶν μνημονευόντων, προσθήσω τινὰ καὶ ἄλλην ὕλην φαρμάκων ἁπλῶν θεραπεύειν ἕλκη δυναμένην κακοήθη. σαρκοκόλλα τοίνυν καὶ ἰχθυοκόλλα καὶ μᾶλλον αὐτῶν ἡ χρυσοκόλλα τοιαύτης εἰσὶ δυνάμεως. ἄριστον δὲ φάρμακον εἰς τὰ τοιαῦτα καὶ ὁ κεκαυμένος μόλυβδός [663] ἐστι καὶ μετ' αὐτὸν σῶρυ καὶ στίμμι, κεκαυμένα καὶ ταῦτα. καὶ ἡ σκωρία δὲ τοῦ μολύβδου ξηραίνει καλῶς, ὥσπερ γε καὶ ἡ τοῦ σιδήρου λεπὶς καὶ μᾶλλον ἡ τοῦ στομώματος. ἡ δὲ τοῦ χαλκοῦ πρὸς τῷ ξηραίνειν καὶ ῥύπτει, διὸ καὶ καθαρὰ ποιεῖ τὰ ἕλκη, τῶν ἄλλων λεπίδων οὐκ ἐχουσῶν τοῦτο. ταῦτ' οὖν πάντα τὰ φάρμακα ξηρὰ καταπάττων ἕλκεσι κακοήθεσι θαυμαστῶς ὄψει ξηραινόμενα χωρὶς δήξεως, ὥσπερ γε καὶ τὰ τῶν κηρύκων ὄστρακα καυθέντα πορφυρῶν τε καὶ ὀστρέων, ὅσα τ' ἄλλα τοιαῦτα. καὶ τὸ διαφανὲς δὲ καλούμενον, ὃ σπεκλάριον ὀνομάζουσι Ῥωμαῖοι, τῶν ἀδήκτως ξηραινόντων ἐστὶ καυθὲν ἐπὶ τῶν δυσεπουλώτων ἑλκῶν χρήσιμον ὑπάρχον, οὐ μὴν τῶν κακοήθων. μετριώτερον γὰρ ἢ κατὰ ταῦτα ξηραίνει. τῆς αὐτῆς δ' αὐτῷ δυνάμεώς ἐστι καὶ ὕαλος κεκαυμένη καὶ τὸ συνιστάμενον πυρῶδες ἐν τοῖς θερμαντηρίοις χαλκείοις. μετὰ δὲ τοῦ ξηραίνειν ἔτι καὶ στυπτικὴν ἔχει δύναμιν ὁ καρπὸς τῆς Αἰγυπτίας ἀκάνθης ἥ τε ὀμφακῖτις κηκὶς καὶ τὸ ῥῆον καὶ τὰ σίδια, οὐκ ὀλίγαι τε [664] ῥίζαι καὶ πόαι. καὶ γὰρ καὶ ἀριστολοχία καὶ ἴρις ἄκορόν τε καὶ ἀρτεμισία καὶ πάνακος ῥίζα καὶ ἀργεμόνη, χαμαιλέοντός τε μέλανος ἡ ῥίζα καὶ κύπερον, δρακόντιόν τε καὶ ξίφιον ἱκανῶς ξηραίνει, καὶ τούτων ἔτι μᾶλλον κενταύριόν τε καὶ πόλιον. ἀσθενεστέρα δὲ βραχὺ τούτων ἐστὶν ἡ Ἐρετριὰς ὀνομαζομένη γῆ, καθάπερ γε ἡ ἀμπελῖτις ἰσχυροτέρα. τοιαύτη μέν τις ὕλη τῶν τὰ κακοήθη θεραπευόντων ἕλκη ἁπλῶν φαρμάκων ἐστίν. ἔξωθεν δ' αὐτοῖς προστίθεταί τινα καθ' ἑαυτὰ μὲν οὐ προσαγόμενα διὰ τὸ σφοδρὸν τῆς δυνάμεως, ἑτέροις δὲ μιγνύμενα, καθάπερ ὁ ἄκαυστος ἰὸς καὶ ἡ ἄσβεστος καὶ ἡ ἄπλυτος τίτανος καὶ τὸ μαλακὸν ἀφρόνιτρον, ὅπερ ὄντως ἐστὶν ἀφρόλιτρον. ὅσῳ γὰρ ἂν ἀφρωδέστερον ᾖ, τοσούτῳ κάλλιόν ἐστι κατ' ἄμφω καὶ τὸ δάκνειν ἧττον καὶ τὸ διαφορεῖν μᾶλλον. ἐμάθετε γὰρ κᾀν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων τοιαύτης ἔχεσθαι δυνάμεως τὰ λεπτομερέστερα τοῦ παχυμερεστέρων ἐν τοῖς ὁμοειδέσιν ἅπασιν. οὐδὲν δὲ οὕτως ἐστὶ φυλακτέον ὡς τὰ μαλθακώδη καλούμενα πρὸς Ἱπποκράτους φάρμακα, τοῦ κατὰ τὸ ἔλαιον ὄντα [665] γένους. ἔστι δὲ τοιαῦτα τά γε στέατα πάντα καὶ μάλιστα αὐτῶν τὸ χοίρειον, εἶθ' ἑξῆς αἱ ῥητίναι καὶ μετὰ ταῦτα ὁ κηρός. ἑτέρῳ δὲ τρόπῳ καὶ τὰ μαλακτικὰ τῶν ἐσκληρυσμένων οὐκ ἐπιτήδεια· χαλβάνη, βδέλλιον, ἀμμωνιακὸν θυμίαμα, στύραξ καὶ οἱ μυελοί. καὶ κατ' ἄλλον αὖ τρόπον τὰ δριμέα, πέπερι, ζίγγιβερ, νᾶπυ, κάγχρυ καὶ πολὺ πλῆθος ἑτέρων τοιούτων.
[Πῶς δεῖ χρῆσθαι τοῖς εἰρημένοις ἄρτι ξηροῖς φαρμάκοις ἐπὶ τῶν δυσεπουλώτων τε καὶ κακοήθων ἑλκῶν.] Ἀναγκαῖόν ἐστι τὰ τοιαῦτα τῶν ἑλκῶν ὑγρότητος εἶναι μεστὰ μοχθηρᾶς, οὐκ ὀλίγα δ' αὐτῶν καὶ ῥύπον ἔχει δαψιλῆ. ἐπειδὰν οὖν ἐπιπάττειν αὐτοῖς μέλλωμέν τι τῶν ξηρῶν φαρμάκων, προεκμάττειν δι' ὀθονίου χρὴ μαλακοῦ τε καὶ καθαροῦ καὶ ξηροῦ, πληρώσαντα δὲ τῷ φαρμάκῳ τὸ κοῖλον τοῦ ἕλκους ἐπιβάλλειν ἔξωθεν ἐμπλάστρου λεπτυνούσης τὰ χείλη πλάτυσμα, κατά τε τούτου πάλιν ἔξωθεν ὀθόνιον ἴσον ἁπάντῃ καὶ κατ' αὐτοῦ σπόγγον ἐξ ὕδατος ἢ οἴνου. περὶ παντὸς δὲ ποιεῖσθαι χρὴ, ψυχρὸν διαμένειν τὸν [666] σπόγγον, ὃ γίγνοιτ' ἂν εὐκόλως εἰ συνεχῶς αὐτοῦ καταντλοίη τις ὕδωρ ψυχρὸν, ἄνευ τοῦ λύειν τὸν ἐπίδεσμον. αὐτὸν δὲ τὸν ἐπίδεσμον ἐπιβάλλειν τε καὶ περιβάλλειν, ὡς ἐν τοῖς περὶ καταγμάτων Ἱπποκράτης ἐδίδαξε, μεγίστην βλάβην ἡγούμενος ἐξ ἐπιδέσεως ἔσεσθαι τῆς εἰς εὐμορφίαν, οὐκ ὠφέλειαν διαφερούσης. εἰ μὲν οὖν εἷς ὁ ἐπίδεσμος εἴη, κάτωθεν ἄνω νέμεσθαι χρὴ, κᾂν ἀντικνήμιον ᾖ, κᾂν γόνυ, κᾂν σφυρὸν, κᾂν ἀγκὼν ἢ χεὶρ ἄκρα, κᾂν ὁτιοῦν ἄλλο μέρος. εἰ δὲ δυοῖν ἐθέλοις χρῆσθαι, καθάπερ ἐπὶ τῶν καταγμάτων, ὁ μὲν πρότερος ἀπὸ τοῦ πεπονθότος μορίου πρὸς τὴν ἄνω χώραν νεμέσθω μόνην, ὁ δὲ δεύτερος κάτωθεν πρότερον, ἐφεξῆς δὲ ἄνω τελευτῶν ἐπ' αὐτὸ τῷ προτέρῳ παραγιγνέσθω. πρόδηλον οὖν ὅτι τοὺς ἐπιδέσμους τούτους ἐξ ὀθονίων οὐ ῥάκους εἶναι προσήκει. λύειν δὲ διὰ τρίτης μὴ καθ' ἑκάστην ἡμέραν καὶ λύσαντα μὴ προσφέρειν ὕδωρ τῷ ἕλκει, ἀλλὰ καθ' ὃν προείρηται τρόπον ἀρτίως, δι' ὀθόνης μαλακῆς τε καὶ καθαρᾶς καὶ ξηρᾶς ἀπομάττοντα τοὺς ἰσχῶρας. ἐὰν δὲ καὶ τὰ πέριξ τοῦ ἕλκους ἐμφαίνῃ τι φλεγμονῶδες, ἐπιβάλλειν κατὰ τοῦ πλατύσματος ἔξωθεν ἐπὶ πολὺν τόπον [667] ἐξῆκον ὑγρὸν φάρμακον ἐκ τῆς ἐμῆς φοινικίνης, οὐχ ἁπλῶς τετηκυίας, ἀλλὰ στύφοντος οἴνου προσειληφυίας ὅσον οἷόν τε πλεῖστον. οὐ μὴν οὐδὲ διὰ τοῦ τυχόντος ἐλαίου τήκειν αὐτὴν προσήκει, ἀλλ' εἰ μὲν ἐρυθρότης τις ἢ ὅλως θερμότης ἐπικρατεῖ κατὰ τὰ πέριξ τοῦ ἕλκους, διά τινος τῶν στυφόντων καὶ ψυχόντων· ἔστι δὲ τοιαῦτα μύρσινόν τε καὶ μήλινον· εἰ δὲ μὴ παρείη ταῦτα, τὸ καλούμενον ὀμφάκινόν τε καὶ ὠμοτριβὲς ἔλαιον· εἰ δὲ σκληρότης ἐπικρατεῖν φαίνοιτο, δι' ἐλαίου παλαιοῦ τηκτέον ἢ διὰ κικίνου τὴν αὐτὴν φοινικίνην. ἀσφαλέστερον δὲ, κᾂν μηδὲν ἐν τῷ περιέχοντι τὸ ἕλκος τόπῳ μοχθηρὸν ἐμφαίνηται. αὐτῷ γοῦν τῷ ὑπερκειμένῳ χωρίῳ τὸ ὑγρὸν φάρμακον ἐπιβάλλειν ἀποκρουσόμενον, εἴ τι πρόσθεν ἢ μοχθηρὸν ἢ πλέον τοῦ προσήκοντος ἐπιῤῥεῖ, καὶ μάλισθ' ὅταν ἐν σκέλει τὸ ἕλκος ὑπάρχον ὑπερκειμένην ἔχοι φλέβα κιρσώδη. μεγάλης δ' οὔσης αὐτῆς καὶ κατὰ τὴν χρόαν ἐμφαινούσης οὔτε ἐρυθρὸν οὔτε χρηστὸν αἷμα περιέχειν, ἀλλὰ μελάντερον καὶ μελαγχολικώτερον, ἐκκόπτειν χρὴ τὴν φλέβα. συνέβη δέ ποτε φλεβὸς τοιαύτης [668] ἐκκοπείσης, τὸ μὲν ἕλκος εὐθέως ἐπουλωθῆναι, καίτοι γ' ἐνιαυσιαῖον ὂν, ἀντ' αὐτοῦ δὲ κατὰ τὴν διαίρεσιν ὅθεν ἡ φλὲψ ἐξεκόπη γενέσθαι κακόηθες ἕλκος, ἐπουλωθῆναι μὴ δυνάμενον. ἄμεινον οὖν ἐπὶ τῶν τοιούτων τὴν ἰσχὺν τοῦ θεραπευομένου θεασάμενον ἀπὸ φλεβοτομίας μὲν ἄρξασθαι, καθῆραι δὲ ἐφεξῆς φαρμάκῳ μελαγχολικὸν ἐκκενοῦντι χυμὸν καὶ σὺν τούτῳ καὶ φλεγματικὸν, ἐπειδὴ καὶ οὗτος συνεπιῤῥεῖ ποτε τῷ μελαγχολικῷ κατὰ τὰς τῶν κιρσῶν γενέσεις. εἶθ' ἑξῆς αὐτὴν κατὰ τὸ μῆκος σχάσαι τὴν ὑπερκειμένην τοῦ ἕλκους φλέβα καὶ κενώσαντα δαψιλὲς, αὐτὴν ταύτην πρότερον ἰᾶσθαι τὴν γενομένην διαίρεσιν τῆς φλεβὸς, ὅταν δ' ἀκριβῶς ἤδη φαίνηται συνουλουμένη, τηνικαῦτα τῇ θεραπείᾳ τοῦ κακοήθους ἕλκους ἐπιχειρεῖν, ὡς προείρηται. καὶ σπλὴν δὲ ἐνίοτε μοχθηρῶς διακείμενος αἴτιος γίγνεται τοιαύτης κεκοχυμίας, ὥσπερ γε καὶ ἧπαρ· ὧν χρὴ προνοησάμενον οὕτως ἐπιχειρεῖν τῇ τοῦ ἕλκους ἰάσει. κατὰ δὲ τὸν αὐτὸν λόγον, κᾂν κακόχυμον ἢ πληθωρικὸν ὅλον ᾖ τὸ σῶμα, προκαθῆραί τε καὶ προκενῶσαι πρότερον αὐτὸ, πρὶν ἐπιτιθέναι τῷ ἕλκει [669] φάρμακον. ἐν αὐτῷ δὲ τῷ θεραπεύειν τὸ ἕλκος διὰ τῶν ξηρῶν φαρμάκων ἐφ' ἑκάστῃ ἐπιλύσει προσέχειν χρὴ τὴν γεγενημένην ὑπ' αὐτοῦ περὶ τὸ μόριον ἐνέργειαν, ἐπισταμένους τε καὶ μεμνημένους ὅτι τὰ μὲν ἄνευ τοῦ ῥύπτειν ξηραίνοντα, τοιαῦτα δ' ἐστὶν ἐν οἷς ἡ στύφουσα ποιότης ἐπικρατεῖ, καθαρὸν οὐκ ἐργάζεται τὸ ἕλκος. ὅσα δὲ πρὸς τῷ ξηραίνειν ἔτι καὶ τὸ ῥύπτειν ἔχει, ταῦτα οὐ μόνον ξηρὸν, ἀλλὰ καὶ καθαρὸν ἀποδείκνυσι τὸ ἡλκωμένον ὅλον μόριον. εἰδέναι δὲ χρὴ καὶ ὡς δάκνεται τὰ καθαρὰ τῶν ἑλκῶν, ὑφ' ὧν ἔμπροσθεν οὐδὲν ἐδάκνετο φαρμάκων, ἡνίκα ἦν ῥυπαρά. μεταβαίνειν οὖν ἀπὸ τῶν ἰσχυρότερον ῥυπτόντων ἐπὶ τὸ πρᾳότερον καὶ ἀδηκτότερον, καθ' ὃν ἂν καιρὸν ἀκριβῶς καθαρὸν εὑρέθη τὸ ἕλκος, ὥσπερ γε πάλιν ἐπὶ τῶν ῥυπαρῶν, ἐπανέρχεσθαι ἐπὶ τὰ ῥυπτικώτερα, πλὴν εἰ μὴ διὰ τὸ δηχθῆναι ῥυπαρὸν ἐφάνη. τουτὶ γὰρ ἐνίοτε καὶ τοὺς ἀγαθοὺς δοκοῦντας εἶναι ἰατροὺς ἐξηπάτησεν, ὡς μεταβῆναι πρὸς ἄλλο ῥυπτικώτερόν τε καὶ δριμύτερον, ὑφ' οὗ πάλιν ἀναβρωθὲν [670] τὸ ἕλκος ὁμοίως ῥυπαρὸν ἢ καὶ μᾶλλον ἔτι κατὰ τὴν ἑξῆς λύσιν ἐφάνη, τῆς συντακείσης ὑπὸ τοῦ φαρμάκου σαρκὸς ῥυπαινούσης αὐτό. λύεται μὲν γὰρ εἰς ἰχῶρας μοχθηροὺς ἡ συντηκομένη σὰρξ, αὐτῶν δὲ τούτων ὅσον μὲν λεπτομερέστερόν ἐστι κατὰ τὴν σύστασιν, ὑπὸ τοῦ φαρμάκου διαφορεῖται, τὸ λοιπὸν δ' αὐτόθι περιπηγνύμενον τοῖς ἕλκεσι ῥύπος αὐτοῖς γίγνεται. προσέχειν οὖν χρὴ πότερον ἀναβιβρωσκομένης τε καὶ συντηκομένης τῆς ὑποκειμένης σαρκὸς ἐῤῥυπάνθη τὸ ἕλκος ἢ διὰ τὸ δεῖσθαι μὲν ἀφαιροῦντος τὸν ῥύπον φαρμάκου, τὸ δὲ ἐπιτεθὲν οὐκ εἶναι τοιοῦτον. διακρίνεται δὲ τῷ κοιλότερόν τε ἅμα γεγονέναι τὸ ἕλκος ἐνερευθῆ τε τὰ χείλη καὶ θερμότερα ἔχειν, ὅταν ὑπὸ τῆς τοῦ φαρμάκου δριμύτητος ῥυπαίνηται. τάχα μὲν οὖν περιττὸν εἴη ἐν τῇ προκειμένῃ πραγματείᾳ τὸν τρόπον τῆς χρήσεως τῶν συνθέτων φαρμάκων προσγράφειν· εἴρηται γὰρ ἐν τῇ θεραπευτικῇ μεθόδῳ· τὰ δ' ἀναγκαῖα καὶ μεγάλην φέροντα βλάβην εἰ παροφθείη, βέλτιόν ἐστι καὶ δὶς καὶ τρὶς λέγειν ἀναμνήσεως ἕνεκα. προσκείσθω τοιγαροῦν ἔτι καὶ τοῦτο κατὰ τὸν λόγον, ἐν τῇ θεραπείᾳ τῶν τοιούτων ἑλκῶν, εἰ μὲν εἴη [671] δυνατὸν ἄνευ τῆς τοῦ παντὸς σώματος βλάβης ἀλουτεῖν τὸν θεραπευόμενον ἀνατριβόμενόν τε σινδόσιν ἐπὶ πλέον, ἐφεξῆς τε δι' ἐλαίου, κᾄπειτα δι' ἁλτήρων γυμναζόμενον, εἰ σκέλος εἴη τὸ πεπονθὸς ἢ διὰ δρόμων ἐπὶ τῶν ὑπερκειμένων. εἰ δὲ ἀλουτεῖν ἀδύνατον εἴη τῷ θεραπευομένῳ χωρὶς βλάβης ὅλου τοῦ σώματος, οὐ χρὴ λύειν τὴν ἐπίδεσιν, ἀλλ' ὡς ἐπιδέδεται λουσάμενον, ἐκθλίψαντα τὸ τοῦ σπόγγου θερμὸν ὕδωρ, εὐθέως ἄλλο καταχεῖν ψυχρὸν, ὡς μηδεμίαν ὑπολείπεσθαι θερμότητα κατὰ τὴν ἐπίδεσιν. εἰ δὲ φαίνοιτο προχωρεῖν ἡ θεραπεία, καὶ χωρὶς ἐπιδέσεως σπόγγου θεραπεύεσθαι, τῆς ὑγρᾶς φοινικίνης ἐπιβαλλομένης ἔξωθεν ὡς εἴρηται· καὶ χωρὶς ἐπιθέσεως σπόγγου καταλαμβανομένης ἐπιδέσμοις καταγματικῷ τρόπῳ περιελιττομένης τῷ θεραπευομένῳ μέρει τοῦ σώματος.
[Σύνθεσις ἐμπλαστρωδῶν φαρμάκων.] Ἐπειδὴ τὸ κεφάλαιόν ἐστι τῆς τῶν κακοήθων τε καὶ δυσεπουλώτων ἑλκῶν θεραπείας ἐν τῷ ξηραίνειν ἀδήκτως τὸ φάρμακον, ὑγραίνει δὲ πάντων μάλιστα τό θ' ὕδωρ καὶ τὸ ἔλαιον. [672] ἀπέχεσθαι χρὴ τούτων, ὡς μήτε αὐτὰ καθ' ἑαυτὰ προσφέρειν μήτε κατὰ τῶν εἰρημένων ξηρῶν φαρμάκων μιγνύναι. κηρὸν οὖν ἐκλέγεσθαι χρὴ μήτε φύσει ξηρὸν μήθ' ὑπὸ παλαιότητος εἰς τοῦθ' ἥκοντα, πρόσφατον δὲ καὶ φύσει λιπαρὸν, ὃν ἐν ἡλίῳ μαλάττων τις ἀναλαβεῖν εἰς αὐτὸν δυνήσεται τῶν εἰρημένων ξηρῶν φαρμάκων. μὴ ὄντος δὲ ἡλίου, παρά τε πυρὶ θαλπόμενος μαλάττηται καὶ καθιέμενος εἰς ὕδωρ θερμόν. οὐ γὰρ ἀναμίγνυται δι' ὅλου τὸ ὕδωρ, ἀλλ' ἀποῤῥεῖ ταχέως αὐτοῦ μαλαττομένου πρὶν ἐπιτεθῆναι τῷ ἕλκει. συμμετρία δὲ τῆς μίξεώς ἐστι τοιάδε. μέτριον μὲν εἴ τις βούλοιτο γενέσθαι τὸ φάρμακον, τὸ τέταρτον μέρος προσβάλῃ τῷ κηρῷ τῶν μεταλλικῶν, ἰσχυρότερον δὲ ἔσται τοῦ τρίτου μιχθέντος. αὐτῶν δὲ τῶν μεταλλικῶν ἧττόν τε καὶ μᾶλλον ἀδήκτων τε καὶ ξηραντικῶν ὄντων, ἐπιταθήσεται μὲν ἐν τοῖς ξηραντικωτέροις ἡ δύναμις, ἐκλυθήσεται δ' ἐν τοῖς ἧττον ξηραίνουσιν, ὥσπερ γε πάλιν, ἀσφαλεστέρα μὲν ἡ χρῆσις ἔσται διὰ τῶν ἀδηκτοτέρων σφαλερωτέρα δὲ διὰ τῶν δακνωδεστέρων. εἴρηται γὰρ πολλάκις ὡς ἔνιαι μὲν φύσεις σωμάτων αἰσθητικώτερον ἔχουσι τό τε δέρμα καὶ τὰς σάρκας [673] ἐνίαις δὲ δυσαισθητότερα ταῦτ' ἐστὶν ἄμφω. κατὰ δὲ τὸ μᾶλλόν τε καὶ ἧττον αἰσθάνεσθαι καὶ τὸ τῆς ὀδύνης πάθος ἀκολουθεῖ μᾶλλόν τε καὶ ἧττον, ὥς γε καὶ τὸ τῆς φλεγμονῆς, οὐ μικρὰ δὲ διαφορὰ καὶ παρὰ τὸ μαλακόσαρκον ὑπάρχει ἢ σκληρότερον, εὔχυμόν τε καὶ κακόχυμον, ἢ πληθωρικὸν ἢ κενὸν ἢ μέσως διακείμενον ἐν τοῖς εἰρημένοις. οὐκοῦν οἷόν τε πᾶσιν ἀνθρώποις ἓν ἐπιτήδειον σκευάσαι φάρμακον. ἀλλ' ὁποῖον ἂν σκευασθῇ τῶν ὁμοειδῶν, ἐπίστασθαι τούτῳ χρῆσθαι προσήκει τεχνωθέντα κατὰ τὴν ἐν τῷδε τῷ λόγῳ διδασκομένην μέθοδον, οἷον εὐθέως ἐπὶ τῆς προκειμένης ὕλης, ἐὰν ἴσον μὲν ἑκατέρου μίξῃς ἰοῦ τε καὶ χαλκοῦ κεκαυμένου. μέρους δ' ἑνὸς ἥμισυ στυπτηρίας σχιστῆς, ὡς γενέσθαι τὸ συμπληρούμενον ἐκ τῶν τριῶν ἤτοι β΄. καὶ ἡμισείας ἢ οὐγγίας τοσαύτης, ἀρκέσει κηροῦ μῖξαι μὲν ι΄. ταῖς δραχμαῖς γο δ' ι΄. ταῖς οὐγγίαις εἰς μετρίου τε καὶ μέσου τῇ δυνάμει φαρμάκου σύνθεσιν. ἄμεινον δ' ἅμα καὶ ἀδηκτότερον ἔσται διφρυγὲς λαμβάνον ἀντὶ τῆς σχιστῆς καὶ μιᾶς τε δραχμῆς ὅλης ἐμβληθείσης, ὥσπερ τοῦ [674] χαλκοῦ τε καὶ ἰοῦ, κάλλιον ἔσται τὸ φάρμακον. εἰ δὲ τὴν ἀπὸ τοῦ ἰοῦ δῆξιν ὑποπτεύοντες ἐθελήσαιμεν ἀκριβῶς ἄδηκτον αὐτὸ γενέσθαι, κεκαυμένον ἐμβάλλειν χρὴ τὸν ἰόν. εἰ δὲ καὶ ῥύπον ἀφαιρεῖν, λεπίδος χαλκοῦ προσβλητέον ἥμισυ δραχμῆς, ὡς γενέσθαι τὴν ὅλην συμμετρίαν τοιάνδε. Ϛ χαλκοῦ καὶ ἰοῦ κεκαυμένου καὶ διφρυγοῦς ἴσον ἑκάστου, τουτέστιν ἀνὰ α΄. τῆς δὲ τοῦ χαλκοῦ λεπίδος ἡμίδραχμον. ἀναλαμβανέσθω δὲ ταῦτα τῷ λιπαρῷ κηρῷ μαλαττομένῳ, καθότι προείρηται. ξηροτέρου δ' ὄντος ἢ ὡς δέξασθαι τὰ εἰρημένα, μιγνύναι χρὴ μαλάττοντα μύρσινον ἢ μήλινον ἢ σχίνινον ἢ κίκινον ἢ κύπρινον ἢ παλαιὸν ἔλαιον ὠμοτριβὲς ἢ τὸ πρόσφατον Σπανὸν ἢ τὸ παρ' ἡμῖν διὰ θαλλῶν ἐλαίας ἐσκευασμένον. εἰ δὲ μηδ' ὅλως ἐθέλοιμεν ἐλαιῶδές τι τῷ φαρμάκῳ προσφέρειν, τῆς λάρικος ῥητίνης μιγνύειν. εἰ δὲ μὴ παρείη ταύτης ἡμῖν, ἀντ' αὐτῆς τῇ τερμινθίνῃ χρηστέον. ἀεὶ δὲ καὶ τούτου χρὴ μεμνῆσθαι τοὺς ἀναγινώσκοντας ταῦτα, μάλιστα μὲν ἐπὶ τὸ πρῶτον εἰρημένον ὡς ἄριστον [675] ἔρχεσθαι, μετὰ τοῦτο δ' ἐπὶ τὸ δεύτερόν τε καὶ τρίτον ἐφεξῆς τε τἄλλα τὰ μετὰ τὸ τρίτον, ὡς ἀνάλογον τῆς τῶν φαρμάκων ἀρετῆς τε καὶ δυνάμεως τῇ τάξει τοῦ λόγου χρωμένων ἡμῶν. προακηκοὼς οὖν τις ταῦτα καὶ τῶν ἁπλῶν φαρμάκων τὰς δυνάμεις ἐπιστάμενος ἱκανὸς ἔσται διακρίνειν ὅσα τοῖς πρὸ ἡμῶν ἐγράφη πρὸς τὰ κακοήθη τῶν ἑλκῶν φάρμακα, οἷον εὐθέως Ἀσκληπιάδης ὁ φαρμακίων ἐπικληθεὶς ἐν τῷ τρίτῳ τῶν ἐκτὸς οὕτως ἔγραψε.
[Περὶ τῶν ὑπ' Ἀσκληπιάδου γεγραμμένων φαρμάκων.] Πρὸς τὰ χειρώνεια καὶ δυσαλθῆ τῶν ἑλκῶν φάρμακον ἐπιτετευγμένον. Ϛ λεπίδος χαλκοῦ οὐγγίαν α΄. ἰοῦ ξυστοῦ οὐγγίαν α΄. κηροῦ ἡμίλιτρον, ῥητίνης λάρικος γο α΄ Ϛ΄΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ μαλάσσων ἐπιμελῶς καὶ πλατυσμάτιον ἐπιῤῥίπτων κατὰ μόνου τοῦ πεπονθότος, ὥστε περιλαμβάνειν μόνον τὸ ἕλκος. δεῖ δὲ τὰ περὶξ ἀφλεγμάντῳ φαρμάκῳ περιλαμβάνειν. ἐν δὲ τῇ θεραπείᾳ λύειν χρὴ διὰ τρίτης τὸ ἕλκος, ἔπειτα προπυριᾷν καὶ [676] τὸ αὐτὸ πλατυσμάτιον ἀπονίπτοντα μαλάσσειν καὶ πάλιν ἐπιτιθέναι, ἕως ἂν ἄρξηται συνουλώσεως. αὕτη μὲν ἡ τοῦ φαρμάκου γραφὴ, καλῶς προσγράψαντος αὐτοῦ πρὸς τὰ χειρώνεια, καλοῦσι γὰρ οὕτως τὰ μὴ μετρίως κακοήθη τῶν ἑλκῶν, ἀλλὰ τὰ πάνυ σφόδρα τοιαῦτα. γενναῖον δ' ἐστὶ τοῦτο τὸ φάρμακον, ὡς ἂν ἐκ τρίτου μέρους ἔχον τοῦ κηροῦ τὰ μεταλλικὰ, τὸν μὲν ἰὸν ἰσχυρότερον φάρμακον, τὴν δὲ λεπίδα τοῦ χαλκοῦ, μετριώτερον μὲν πολὺ τοῦ ἰοῦ, γενναῖον δὲ ὅμως καὶ αὐτό. συμμέτρως δ' εἴπερ εἶχε κράσεως ὡς καὶ τὰ μετρίως κακοήθη θεραπεύειν, οὐ τριπλάσιος, ἀλλὰ τετραπλάσιος ὁ κηρὸς ἐμέμικτο τοῖς ἄλλοις, ἔτι δ' ἂν μετριώτερον, εἰ πενταπλάσιος, ὡς καὶ τὰ μηδέπω κακοήθη, δυσεπούλωτα δὲ ἄλλως ὄντα θεραπεύειν. ὥσπερ γὰρ κᾂν εἰ τὸν κηρὸν ἑξαπλάσιον ἐργάσαιτό τις τῶν μεταλλικῶν, ὡς εἶναι τοῦ μὲν ἰοῦ καὶ τῆς λεπίδος ἑκατέρου δραχμὴν, κηροῦ δὲ ιβ΄. τῆς λάρικος δὲ τὸ ἀνάλογον. ἀνάλογον δὲ ἔσται, εἰ τρεῖς εἶεν αὐτῆς δραχμαί. λιπαροῦ δ' ὄντος τοῦ κηροῦ, κᾂν ἔλαττον ἐμβληθῇ τῆς ῥητίνης, αὐτάρκη σύστασιν [677] ἕξει τὸ φάρμακον. ἐπὶ γάρ τοι τῶν τοιούτων φαρμάκων ἡ ῥητίνη διὰ τὴν σύστασιν ἐμβάλλεται, καθάπερ γε καὶ τὸ μύρσινον ἢ σχίνινον. ἐγὼ δὲ καὶ Ἀττικῷ ποτε οἰσύπῳ μαλάττων τὸν κηρὸν ἔμιξα. καί μοι κατὰ τὴν χρῆσιν ἐφάνη τὸ φάρμακον ἢ οὐδὲν ἢ βραχὺ παντελῶς ἀπολείπεσθαι τῶν ἄνευ τούτων σκευασθέντων. εὔδηλον δὲ ὡς εὐτονίαν λέγω τοῦ γενησομένου φαρμάκου ταῦτα. τὸ γὰρ τῆς ὠφελείας ἐν τῷ πρός τι, δυναμένου τοῦ μαλακωτέρου φαρμάκου πρὸς τὰ μετριώτερα τῶν κακοήθων ἁρμόττειν, μᾶλλον τοῦ σφοδροτέρου. ἔνθα γοῦν ἧττον μέν ἐστι κακόηθες αὐτὸ τὸ ἕλκος, ὀχθώδη δὲ τὰ χείλη, βελτίων ἐπὶ τούτων ἐστὶν ὁ οἰσύπος. ἀγαθὸν δ' εἰς ταῦτα φάρμακόν ἐστι καὶ ὁ τῆς ἐλάφου τε καὶ μόσχου μυελὸς, ὅντινα χρὴ προλειώσαντα μιγνύναι τῷ κηρῷ πρότερον, εἶθ' οὕτως αὐτοῖς ἡνωμένοις ἀναλαμβάνειν τὰ μεταλλικὰ προλελειωμένα, μέχρι τοῦ χνοώδη γενέσθαι. δακνώδη γάρ ἐστι τὰ τοιαῦτα. καὶ πάντα δ' ἱκανῶς προλελειώσθω τὰ ξηρὰ καὶ γεώδη τῇ συστάσει φάρμακα, καθάπερ ἥ τε κηκίς ἐστι καὶ οἱ κύτινοι καὶ τὰ σίδια καὶ ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπός. καὶ γὰρ δυσλείωτα [678] πάντ' ἐστὶ τὰ τοιαῦτα, καθάπερ εὐλείωτα τὰ ἐκ χυλῶν ἢ ὀπῶν ἐξηρασμένων γεγονότα, σμύρνα καὶ ἀλόη καὶ ἀκακία καὶ ὅσα τούτοις ὁμογενῆ. καλῶς δ' ἐπὶ τῇ τελευτῇ τοῦ προειρημένου φαρμάκου τῆς γραφῆς ὁ Ἀσκληπιάδης προσέθηκεν αὐτοῖς ὀνόμασι· καὶ ταῦτα λῦε διὰ τρίτης καὶ ἀποπυρία καὶ τὸ αὐτὸ πλατυσμάτιον ἀπονίψας μάλαξον καὶ πάλιν ἐπιτίθει. εἰ μὴ γὰρ ἐπὶ πλέον ὁμιλήσειε τῷ χρωτὶ τὸ φάρμακον, οὐδὲν ἀνύσει. λέληθε δὲ καὶ τοῦτο αὐτὸ τοὺς πολλοὺς τῶν ἰατρῶν, καὶ νομίζουσιν, εἰ τρὶς τῆς ἡμέρας ἐκμάξαιεν τοὺς ἰχῶρας τοῦ ἕλκους, ἄμεινόν τι πράττειν τῶν δὶς ἀποματτόντων. τοὺς δ' ἅπαξ λύοντας καὶ αὐτοὶ πολλάκις οἱ κάμνοντες ὡς ἀμελούμενοι μέμφονται. προσήκει δ' ὑμᾶς μεμνῆσθαι κᾀνταῦθα τοῦ πολλάκις ἡμῖν εἰρημένου κατὰ πολλὰ τῶν ἡμετέρων ὑπομνημάτων, ὡς αἱ ποιότητες ἁπάντων τῶν πλησιαζόντων σωμάτων εἰς ἀλλήλας τι δρῶσι, κᾂν τὸ ἕτερον αὐτῶν ἰσχυρότερον ᾖ πολλῷ. κατὰ γάρ τοι τοῦτον τὸν λόγον ὁμοειδεῖς πως ἀλλήλαις ἐν τῷ χρόνῳ γίγνονται, κᾂν διαφέρωσι πάμπολυ. γενομένης δ' ὁμοειδοῦς τῷ θεραπευομένῳ σώματι τῆς τοῦ φαρμάκου ποιότητος ἡ ὠφέλεια [679] μείζων ἕπεται. διὰ τούτων οὖν ὅ τε πρῶτος ἐπινοήσας χρῆσθαι τὸ πρότερον ἐπιτεθέντι πλατύσματι δικαίως ἂν ἐπαινοῖτο καὶ ἡμᾶς ἕπεσθαι προσῆκεν αὐτῷ πολὺ μᾶλλον, ἐπεὶ καὶ τῇ πείρᾳ μαρτυρουμένην τὴν ἐπίνοιαν ἐγνώκαμεν. εὐλόγως δὲ καὶ πυριᾶσθαι κελεύει διὰ τρίτης αὐτὸ καθ' ἑκάστην δηλονότι λύσιν, ἐπεὶ γὰρ ἰσχυρόν ἐστι τὸ φάρμακον, εἰκότως παρηγορίας δεῖται. βέλτιον οὖν ἐπὶ τῶν μὴ πάνυ κακοήθων τετραπλάσιον ἢ πενταπλάσιον εἶναι τὸν κηρὸν ἀμφοῖν ὁμοῦ τῶν μεταλλικῶν. ἐφεξῆς δὲ τῷ προγεγραμμένῳ φαρμάκῳ γέγραφεν ἕτερον φάρμακον ὁ Ἀσκληπιάδης τὴν σύστασιν ἔχον τήνδε. Ϛ ἰοῦ γο β΄. λεπίδος γο β΄. διφρυγοῦς γο α΄. κηροῦ λι. α΄. λάρικος γο γ΄. αὕτη πάλιν ἡ συμμετρία τῶν ἁπλῶν φαρμάκων ἡ αὐτὴ τῇ πρόσθεν ἐστὶν, μόνῳ τῷ διφρυγεῖ πλεονεκτοῦσα. τἄλλα γοῦν ἅπαντα διπλάσια τῶν ἔμπροσθέν ἐστιν. ἐν ἐκείνῃ μὲν γὰρ τῇ γραφῇ γο α΄. ἔβαλλεν ἰοῦ καὶ λεπίδος ἑκατέρου, συναμφοτέρου δ' αὐτῶν τὸν κηρὸν τριπλάσιον, εἴ γε τὰς πάσας γο στ΄. ἠξίου βάλλειν αὐτοῦ, τὴν μέντοι ῥητίνην ἡμιούγγιον [680] ἑκατέρου τῶν μεταλλικῶν. ἐν δὲ τῇ δευτέρᾳ γραφῇ ταύτης μὲν ἀντὶ μιᾶς καὶ ἡμισείας οὐγγίας τρεῖς ἐμβάλλειν κελεύει, τῶν μεταλλικῶν δ' ἀντὶ γο α΄. ἑκατέρου δύο, καὶ τοῦ κηροῦ λίτραν ἐν τῇ προτέρᾳ γραφῇ βάλλων ἡμίλιτρον. εὔδηλον οὖν ὅτι τὸ διφρυγὲς μόνον ἐν τῇ δευτέρᾳ προσέθηκε, καὶ εἴπερ οὐγγίαν αὐτοῦ βάλλειν κελεύει κατὰ διπλασίων τῶν ἄλλων, ἐάν τις ἁπλᾶ πάντα τὰ κατὰ τὴν προτέραν γραφὴν μιγνὺς τοῦ διφρυγοῦς αὐτοῖς ἡμιούγγιον προσθήσει, ποιήσει τὴν σύνθεσιν τοῦ φαρμάκου τοιάνδε. Ϛ λεπίδος γο α΄. ἰοῦ γο α΄. κηροῦ ἡμίλιτρον, ῥητίνης λάρικος γο α΄. καὶ ἡμίσειαν, διφρυγοῦς ἡμιούγγιον, ἡ αὐτὴ κατὰ πᾶν καὶ ἥδε τῇ προτέρᾳ γίγνεται, πλὴν τοῦ διφρυγοῦς. ἔστι δὲ τὸ μὲν διφρυγὲς οὕτω μέτριον φάρμακον, ὡς καὶ μόνον ἐπιπαττόμενον ἰᾶσθαι τὰ δυσεπούλωτα τῶν ἑλκῶν. ὁμοίως δ' αὐτῷ καὶ ὁ κεκαυμένος χαλκός. ἰσχυρότερος δ' ἱκανῶς ὁ ἰὸς, ὡς ἐκπεπτωκέναι τοῦ καὶ τὰ πάνυ ῥυπαρὰ καὶ ὑγρὰ θεραπεύειν, εἰ καταπάττοι τις αὐτὸ μόνον· ἀναβιβρώσκει γὰρ καὶ δάκνει σφοδρῶς. ἐπὶ δὲ τῶν χειρωνείων ἑλκῶν τοῖς ἄλλοις μιχθεὶς [681] φαρμάκοις εἰς τοσοῦτον ἐκλύεται μὲν αὐτὸς τοῦ σφοδροῦ τῆς δυνάμεως, αὐξάνει δὲ τὴν ἐκείνων, ὡς γενέσθαι τὸ σύνθετον ἐξ ἁπάντων φάρμακον κάλλιστον. ᾧ λόγῳ δ' ἐμίχθη τοῖς εἰρημένοις φαρμάκοις ὁ ἰὸς, τούτῳ καὶ ἡ ἄσβεστος τίτανος, ὀλίγη τῇ ἀναλογίᾳ πολλοῖς ἐπεμβληθεῖσα πρός τινων. ἡ δ' ἐσβεσμένη μέτριόν ἐστι φάρμακον, εἰ δὲ καὶ πλυθείη, παντάπασιν ἄδηκτον. ταύτην μὲν οὖν τὴν ἔμπλαστρον ἕνεκα παραδείγματος ἔγραψε, διότι γυμνάζεσθαι τοὺς νέους ἐπὶ τῶν κατὰ μέρος ἀξιῶ, καὶ μὴ μόνοις ἀρκεῖσθαι τοῖς καθόλου. πάλιν δ' ἐπ' ἀρχὴν ἀγαγὼν τὸν λόγον ἐπὶ τὰς ὑπ' Ἀνδρομάχου γεγραμμένας μεταβήσομαι.
[Περὶ τῶν ὑπ' Ἀνδρομάχου γεγραμμένων ἐμπλάστρων πρὸς τὰ κακοήθη τῶν ἑλκῶν.] Παραθήσομαι τοίνυν ἕνεκα παραδείγματος ὅσα τῇ πείρᾳ κέκριται τῶν συνθέτων φαρμάκων πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἁρμόττοντα, τὴν ἀρχὴν ἀπὸ τῶν Ἀνδρομάχου γεγραμμένων ποιησάμενος. μέμψαιτο δ' ἄν τις αὐτῷ χωρὶς διορισμοῦ τὰ φάρμακα γράψαντι. τούτου γὰρ παραλελειμμένου συμβαίνει κακῶς αὐτοῖς [682] χρῆσθαι τοὺς πολλοὺς τῶν ἰατρῶν, καὶ διὰ τοῦτο ποτὲ μὲν ἐπιτυγχάνειν τοῦ σκοποῦ θαυμασίως, ἔστι δὲ ὅτε καὶ διαμαρτάνειν ἀποπίπτοντας πάμπολυ. δέον οὖν εἰπεῖν ἰσχυρότατον τόδε τι, πάνθ' ἑξῆς ἔγραψεν ὁ Ἀνδρόμαχος καὶ τούτου πάλιν ἕτερον μετριώτατον. ἀσθενέστατον δὲ τοῦτο οὐδένα διορισμὸν προσθείς. ἄρχεται γοῦν αὐτῶν τούτων προσγράψας μὲν ἐπουλωτικαί. μετὰ δὲ τὸ πρόσγραμμα τοῦτο γράφων ἐφεξῆς. Ϛ καδμείας ὀπτῆς λίτραν α΄. χαλκίτεως κεκαυμένης λι. α΄. κηροῦ λίτρας δ΄. ῥητίνης ξηρᾶς λίτρας γ΄. μυρσίνου λίτρας γ΄. οἴνου εἰς τὰ ξηρά. τούτων δὲ ἐφεξῆς γράφει κατὰ λέξιν οὕτως· ἡ διὰ λαδάνου. καὶ προσθεὶς τὴν συμμετρίαν ἐφεξῆς πάλιν ἔγραψεν· ἄλλως, ὡς Ἀλκιμίων. εἶτα κᾀνταῦθα τὰς συμμετρίας τῶν ἁπλῶν φαρμάκων γράψας ἐπιφέρων φησίν· ἡ διὰ κριθῶν. καὶ μετὰ τὸ ταύτην συνθεῖναι πάλιν οὕτως ἔγραψεν· ἄλλη ἐπουλωτική. Ϛ ῥητίνης ξηρᾶς ιη΄. διφρυγοῦς δ΄. λιθαργύρου ιστ΄. κηροῦ ι΄. ἐλαίου κο. δ΄. ὡς εἶναι τοῦτο τὸ φάρμακον ἕκτον ἀπὸ τῆς ἀρχῆς αὐτῷ. καὶ μετ' αὐτὸ πάλιν ἓξ [683] ἄλλα γράφει προγράφων ἑκάστου τὸ ἄλλη, προσυπακοῦσαι δηλονότι κελεύων ἡμᾶς τὸ ἐπουλωτική. τὰ μὲν οὖν πέντε τῶν συνήθων ἐστὶν ἐπουλωτικῶν οὔτε τῶν δυσεπουλώτων οὔτε τῶν κακοήθων, τὸ δ' ἕκτον τῶν δυσεπουλώτων, οὐ μὴν ἤδη γε τῶν κακοήθων. ἀλλ' αἱ γραφαὶ τῶν ὑπολοίπων ἓξ φαρμάκων τοῖς κακοήθεσιν ἁρμόττουσι διαφέρουσαι κατ' ἰσχὺν ἀλλήλων, αἷς δυοῖν θάτερον ἐχρῆν, ἤτοι λογικὴν καὶ μεθοδικὴν ποιούμενον τὴν διδασκαλίαν προσγεγραφέναι τὴν κατὰ σφοδρότητα διαφορὰν, ὡς ἡμῶν νοησάντων, ἐπὶ μὲν τῶν κακοηθεστέρων ἑλκῶν τοῖς ἰσχυροτέροις χρῆσθαι φαρμάκοις, ἐπὶ δὲ τῶν μετριωτάτων τοῖς ἀσθενεστέροις· ἢ τοῖς ἐμπειρικοῖς ὁμοίως γράψαι, τοῖς μὲν φαγεδαινικοῖς καὶ ὅλως τοῖς ἀναβιβρωσκομένοις καὶ νεμομένοις ἐπιτήδεια τάδε τινὰ τῶν φαρμάκων εἶναι, τοῖς δὲ κοίλοις τάδε τινὰ, καὶ τοῖς μὲν ἱκανῶς ῥυπαροῖς ταυτὶ, τοῖς δὲ μετὰ φλεγμονώδους ἢ σκιῤῥώδους διαθέσεως ἢ τῶν χειλῶν τοῦ ἕλκους σκληρῶν ἢ ὀχθωδῶν ἢ μελάνων ἤ τινα ἄλλην χροιὰν ἐχόντων, ἴδια ἑκάστου. τούτων μὲν οὐδὲν ἐποίησεν· ἐφεξῆς δ' ἀλλήλων ἔγραψεν [684] ἓξ ἐπουλωτικὰς δυνάμεις, ὧν ἐγὼ τὴν σύνθεσιν ἐρῶ μετὰ τῶν οἰκείων διορισμῶν. τὸ μὲν οὖν πρῶτον αὐτῷ γεγραμμένον, ἕβδομον δ' ἀπὸ τῆς ἀρχῆς ἰσχυρὸν ἱκανῶς ἐστιν ὡς ἂν ἴσον ἔχον ὄγκον, ἔλαβεν ἰοῦ καὶ λεπίδος, ἐκλέλυκε δ' αὐτοῦ καὶ καθῄρηκε τὴν ἰσχὺν, ἡ τοῦ κηροῦ μίξις ὀκταπλασία μὲν ἑκατέρου, τετραπλασία δὲ συναμφοτέρου γενομένη. τοῦ μὲν γὰρ ἰοῦ καὶ τῆς λεπίδος οὐγγίαν ἑκατέρου μῖξαι κελεύει, τοῦ κηροῦ οὐγγίας ὀκτὼ, πάνυ καλῶς τοῦ συνθέντος αὐτὸ φυλαξαμένου μῖξαί τι τῶν μαλθακωδῶν, ἐλαίου λέγω καὶ στέατος, οἰσύπου τε καὶ βουτύρου καὶ ῥητίνης. ἀλλ' ἐὰν λιπαρὸς ὁ κηρὸς μὴ ᾖ, δύσμικτά γε ἕξει τὰ μεταλλικὰ, κᾂν βιασόμεθα τὴν μίξιν αὐτῶν, ἢ παρὰ πυρὶ ποιεῖν ἢ ἐν ἡλίῳ θερμῷ, μικρὸν ὕστερον σκληρὸν ἔσται τὸ φάρμακον, ὥσθ' ὅταν ἐπιτεθῇ τῷ ἕλκει, διφθέραν ἑαυτοῦ σκληρὰν ὁ κάμνων οἰήσεται ψαύειν. πάντα γὰρ τὰ τοιαῦτα φάρμακα τὴν χρῆσιν ἔχει τοιαύτην, ἢν καὶ θερμὰς ἔχων τις τὰς χεῖρας ἀναιρεῖται τηλικοῦτον μέγεθος ἐξ αὐτῶν, ἡλίκον μαλαχθέν τε καὶ πλατυνθὲν, ἐπιτεθήσεται καθ' ὅλου τοῦ ἕλκους, [685] ὡς καὶ τὰ χείλη σκέπειν. ὅταν δ' ᾖ βαθὺ, προσαναπληροῦται τὸ κοῖλον αὐτοῦ πᾶν, ἐντεθέντος αὐτῷ τοῦ φαρμάκου. καὶ μετὰ τοῦτο πάλιν ἐπιτίθεται πλάτυσμα ἕτερον, συμπεριλαμβάνον καὶ τὰ χείλη. κᾄπειτα τούτῳ βεβρεγμένον πάλιν ὀθόνιον ὕδατι ψυχρῷ τηλικοῦτον ἐπιβάλλεται κατὰ παντὸς, ὡς σκεπάσαι τὸ φάρμακον, εἶτ' ἔξωθεν σπόγγος μαλακὸς, ἐπιδέσμῳ κατειλημμένος ἐξ ὀθόνης, ἤτοι ἅπαξ ἢ δὶς ἐν κύκλῳ περὶ τὸ πεπονθὸς μόριον ἑλιττομένῳ, τηλικούτῳ τὸ πλάτος, ὡς ἅπαν κατειλῆφθαι τὸ ἕλκος ἅμα τοῖς χείλεσι, καί τι καὶ τῶν ὑπερκειμένων τε καὶ ὑποκειμένων αὐτοῖς, ἡ δὲ ἐπίδεσις ἀπὸ δυοῖν ἀρχῶν γιγνέσθω, καλοῦσι δ' οὕτως, ὅταν τὸ μέσον ὅλον τοῦ τελαμῶνος ἐπιβάλληται τῷ πεπονθότι τόπῳ, τῶν κεφαλῶν δ' ἑκάτερον ἀπάγηται πρὸς τὸ ἀντικείμενον. εἶτα ἐὰν μὲν ἰσχυρὸν ᾖ τὸ ὀθόνιον, ὡς διὰ μιᾶς ἐπιβολῆς ἀσφαλῶς κατέχειν τὸν σπόγγον, αὐτόθι που συῤῥαφήσεται διὰ τῶν περάτων, ἀφαιρουμένου ψαλίδι τοῦ περιττεύοντος· ἐὰν δὲ ἀσθενὲς, αὖθις ἀχθήσεται τῶν κεφαλῶν ἑκάτερον ὁμοτόνως ἑλκόμενον ἐπὶ τὸ πεπονθὸς, ὅπερ ἐν τοῖς μάλιστα φυλακτέον ἐστὶ κατά τε τὴν πρώτην ἐπιβολὴν, [686] οὐχ ἥκιστα δὲ καὶ κατὰ τὴν δευτέραν. οὐ μὴν οὐδὲ ἐκείνου σε χρὴ λήθην ἔχειν, οὗ πρῶτος ὧν ἴσμεν Ἱπποκράτης εὗρεν, ἁμαρτανομένου πάλαι μὲν ὑπὸ πάντων τῶν πρὸ αὐτοῦ, νυνὶ δ' ὑπὲρ τῶν μὴ μαθόντων νομίμως τὴν τέχνην. οἴονται γὰρ ἄμεινον εἶναι, τὸ μὲν ἡλκωμένον μέρος ἄθλιβον φυλάττειν, ἑκατέρωθεν δ' αὐτοῦ περιβάλλειν τὸ ἐπίδεσμον, ὅπερ εἰς ὅσον ἐστὶ βλαβερὸν ὑφ' Ἱπποκράτους ἐδείχθη. ὅταν οὖν σοι ταῦτα κατὰ τὴν πρώτην ἡμέραν πραχθῇ, τῇ δευτέρᾳ διάβρεχε τὸν σπόγγον, ἐπιχέων ὕδατι ψυχρῷ. θερμοῦ δὲ καὶ ξηροῦ τοῦ περιέχοντος ὄντος καὶ δὶς καὶ τρὶς τῆς ἡμέρας ποιητέον τοῦτο καὶ λυτέον τὸ ἐπίδεσμον διὰ τρίτης· εἰ δὲ χειμὼν εἴη, καὶ διὰ τετάρτης. ἐπισκεπτέον δὲ τὴν γεγονυῖαν ἐκ τοῦ φαρμάκου περὶ τὸν πεπονθότα τόπον ἀλλοίωσιν, ἔν τε τῇ κοιλότητι τοῦ ἕλκους καὶ κατὰ τὰ χείλη καὶ μέντοι περὶξ αὐτῶν. ἡ δ' ἐπίσκεψις, ἐξ ὧν ἔμαθες ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι γιγνέσθω σοι, λέλεκται δὲ περὶ τούτων τῶν ἑλκῶν καὶ κατὰ τὴν θεραπευτικὴν μέθοδον. ἤτοι γὰρ ξηρότερον ἢ ὑγρότερον ἢ θερμότερον [687] ἢ ψυχρότερον ἐφάνη τοῦ πρόσθεν, ὅλον τε τὸ πεπονθὸς μόριον ἕκαστόν τε τῶν μερῶν αὐτοῦ. καὶ πρὸς τούτοις ἐπισκέπτεσθαι προσήκει πότερα καθῄρηταί τι τῶν χειλῶν ἢ μεμάλακταί πως ἢ λελέπτυνται καὶ περὶ τῆς κατὰ τὴν χροιὰν ὑπαλλαγῆς καὶ περὶ τοῦ κατὰ τὸν ῥύπον πλήθους. ἐκ τούτων γὰρ εἴσῃ πότερον ἰσχυρότερον ἢ μαλακώτερον ἐπιθεῖναι προσήκει φάρμακον ἢ ταὐτὸ τῷ πρώτῳ. δυνήσῃ δὲ καὶ τὸ πρῶτον αὐτὸ ῥᾳδίως ἐξαλλάττειν, εἰ μὲν μαλακώτερον ποιῆσαι βούλοιο, μιγνὺς ἐν τῷ μαλάττειν ὀλίγον τινὸς τῶν στυφόντων ἐλαίου ἤτοι μυρσίνου ἢ ῥοδίνου ἢ μηλίνου ἢ σχινίνου ἢ μαστιχίνου ἢ κυπρίνου. εἰ δ' ἰσχυρότερον ἤτοι τῆς λεπίδος ἢ τοῦ ἰοῦ, παρεσκευάσθω γάρ σοι τούτων ἑκατέρου βραχὺ λεῖον ἀκριβῶς, ἵν' ἐν τῷ μαλάττειν προσβάλλῃς. ἐγὼ δὲ, ὡς ἴστε, καὶ προσεπιπάττω τι τῶν πραέων φαρμάκων τῷ ἕλκει καὶ κατ' αὐτοῦ τὸ πρῶτον ἐπιτίθημι φάρμακον ἐμπλαστρῶδες. εὔδηλον δ' ὅτι πραέα λέγω φάρμακα διφρυγὲς, σαρκοκόλλαν, χαλκῖτιν κεκαυμένην, ὁμοίως δὲ καὶ τὸν χαλκὸν καὶ τὸν ἰὸν κεκαυμένον καὶ τὸ χάλκανθον. ἄκαυστα μὲν γὰρ ταῦτα πάντα δριμέα, καυθέντα δὲ [688] μέτρια, πλυθέντα δὲ μετὰ τὴν καῦσιν ἄδηκτα γίγνεται. ἄμεινον δὲ καὶ τὴν ἔμπλαστρον αὐτὴν μεταῤῥυθμίζειν, ὡς εἴρηται, τῇ μίξει καί τι τῶν ἄλλων ἐπιτιθέναι φαρμάκων, ὧν ἐφεξῆς Ἀνδρόμαχος ἐμνημόνευσε, μὴ μόνον ὁρῶντας δυνάμεις τῶν μιγνυμένων, ἀλλὰ καὶ τὰς ποσότητας, ὥσπερ ἐπ' αὐτοῦ τοῦ νῦν εἰρημένου. τετραπλάσιος γὰρ ὁ κηρὸς μίγνυται συναμφοτέρῳ τῷ τε ἰῷ καὶ τῇ τοῦ χαλκοῦ λεπίδι. μιχθεὶς οὖν τριπλάσιος ἰσχυρότερον αὐτὸν ποιήσει, καθάπερ γε κᾂν πενταπλάσιος, ἀσθενέστερον. οὕτως οὖν πράττειν χρὴ κᾀπὶ τῶν ἄλλων, οἷον ἐπὶ τοῦ μετὰ τὸ προειρημένον φάρμακον γεγραμμένου κατὰ τὴν ἑξῆς τάξιν ὀγδόου, συμμετρίαν ἔχοντος τήνδε. Ϛ χρυσοκόλλης β΄. λεπίδος β΄. κηροῦ στ΄. διφρυγοῦς β΄. λιθαργύρου η΄. ῥοδίνου ἢ μυρσίνου ὀλίγον. ἐν τούτῳ τῷ φαρμάκῳ χρυσοκόλλα μὲν καὶ διφρυγὲς αὐτὰ καθ' αὑτὰ μόνα καταπαττόμενα τοῖς κακοήθεσιν ἕλκεσιν ἱκανὰ θεραπεύειν ἐστίν. ἡ λεπὶς δὲ ἰσχυρότερον καὶ τραχυντικώτερον καὶ δηκτικώτερον φάρμακόν ἐστι, καὶ διὰ τοῦτο λιθάργυρον ἔμιξεν ὁ συνθεὶς τὸ φάρμακον, ὑπειδόμενος [689] τὸ βίαιον τῆς λεπίδος, ἐκλῦσαί τε βουληθεὶς αὐτὸ τῇ μίξει τοῦ μαλακωτέρου φαρμάκου. καὶ εἴ τις ἄνευ κηροῦ τὰ τέτταρα μίξειε κατὰ τὴν εἰρημένην συμμετρίαν, ἕξει φάρμακον ξηρὸν ἐπίπαστον οὐκ ἀγεννὲς εἰς τὴν τῶν κακοήθων ἑλκῶν ἴασιν. ἀλλ' ἔμπλαστρόν γε βουλομένῳ σοι ποιῆσαι τόν τε κηρὸν ἀναγκαῖόν ἐστι μιγνύναι. καὶ διὰ τὸ τῶν μεταλλικῶν πλῆθος ἐξ ἀνάγκης καὶ τῶν ὑγρῶν ἐμνημόνευσεν ὁ Ἀνδρόμαχος ἐν τῇ προκειμένῃ δυνάμει ῥοδίνου τε καὶ μυρσίνου. πάνυ γὰρ ὁ κηρὸς ὀλίγος ἐστὶν, ὡς πρὸς τὸ τῶν μεταλλικῶν πλῆθος. ὅπου τοίνυν τῆς χρυσοκόλλης μὲν καὶ τῆς λεπίδος καὶ τοῦ διφρυγοῦς, ἐκ δυοῖν δραχμῶν τῶν εἰρημένων, τῆς λιθαργύρου δὲ ὀκτὼ μίγνυσθαι κελεύει, τεσσαρεσκαίδεκα δηλονότι τὰς πάσας ἐργαζόμενος ἢ κηρὸν λιπαρὸν ἐδεῖτο μῖξαι πάμπολυ ἢ προσμῖξαί τι τῷ φαρμάκῳ τῶν ἐλαιωδῶν. ἐπὶ δὲ τοῦ προειρημένου φαρμάκου τετραπλάσιος ἦν ὁ κηρὸς τῶν μεταλλικῶν. ἔξεστιν οὖν ἡμῖν ἀφελοῦσι τὴν λιθάργυρον ἐκ τῶν ἄλλων συντιθέναι τὸ φάρμακον, ὥσπερ ἐγώ ποτε ἐποίησα. εἰ γὰρ τοῦτο πράξειέ τις, οὐ δεήσεται τοῦ μυρσίνου, λιπαροῦ γε, ὡς ἔφην, ὄντος τοῦ κηροῦ. σκληρὸς δ' εἴπερ [690] εἴη, δεήσει προσθεῖναί τι καὶ τῶν ὑγρῶν. διὰ τοῦτο οὖν μοι δοκοῦσιν ἔνιοι καὶ τὰ τοιαῦτα φάρμακα προσγεγραφέναι τῷ κηρῷ, τινὲς μὲν τοῦ νέου, τινὲς δὲ τοῦ προσφάτου, οὐ μὰ Δία τῆς ἡλικίας αὐτοῦ χρῄζοντες, ὥσπερ ἐπ' ἄλλων φαρμάκων, ἀλλὰ τῆς ὑγρότητος. ἔστι μὲν γὰρ ὄντως κρείττων ὁ νέος, ἀλλ' οὐχ ὥστε φεύγειν ἤδη τὸν δυοῖν ἢ τριῶν ἐτῶν. ἐπὶ δὲ τὴν ἐφεξῆς τῇδε γεγραμμένην ἔμπλαστρον ἰέναι καιρὸς οὕτως ἔχουσαν. Ϛ διφρυγοῦς πδ΄. λιθαργύρου σμ΄. κηροῦ τιη΄. ἐλαίου κο. στ΄. εἴη δ' ἂν τοῦτο τὸ φάρμακον ἐπουλωτικὸν, ἑλκῶν οὐδέπω μὲν κακοήθων, ἤδη δὲ δυσεπουλώτων. ξηραίνει μὲν γὰρ, ἀλλ' οὐκ ἰσχυρῶς, ὥσπερ τὸ μετ' αὐτὸ γεγραμμένον, οὐ μὴν οὐδ' ἐν τηλικαύτῃ συμμετρίᾳ σκευάζειν αὐτὸ προσήκει. ταὐτὸν γὰρ αὐτῷ τοῦτό ἐστι. Ϛ διφρυγοῦς ιδ΄. λιθαργύρου μ΄. κηροῦ νγ΄. μυρσίνου ἐλαίου γο ι΄. ἑξαπλάσια γὰρ τούτων ἐστὶ τὰ ὑπὸ τοῦ Ἀνδρομάχου γεγραμμένα. τοῦτο μὲν οὖν ἐπουλωτικὸν ὄντως ἐστὶν ὅμοιον τῷ διὰ καδμείας καὶ τῇ γλυκείᾳ καλουμένῃ, περὶ ὧν κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται. τὸ δὲ μετ' [691] αὐτὸ γεγραμμένον ἰσχυρότερον μὲν, οὐ μὴν ἐγγύς γε τῷ πρώτῳ τῶν ἓξ τούτων, ἑβδόμῳ δ' ἀπὸ τῆς πρώτης ἀρχῆς, εἰς ὃν τήν τε λεπίδα καὶ τὸν ἰὸν ἔμιξε τετραπλασίῳ κηρῷ. διφρυγοῦς γὰρ ἐπὶ τούτοις ιστ΄. μιγνὺς, λιθαργύρου μὲν ἐπιβάλλει μη΄. κηροῦ δὲ ξστ΄. εἶτα διὰ τὸ τούτων πλῆθος ἠναγκάσθη μιγνύειν αὐτοῖς μυρσίνου κο. α΄ Ϛ΄΄. ἀριθμείσθω τοιγαροῦν ἡμῖν ἐν τοῖς ἐπουλωτικοῖς καὶ τοῦτο. καὶ τὸ μετ' αὐτὸ δὲ ταὐτοῦ μέν ἐστι γένους, πρᾷον δὲ ἱκανῶς καὶ ἄδηκτον ἐκ μολύβδου κεκαυμένου καὶ πεπλυμένου καὶ σποδίου καὶ καδμείας καὶ διφρυγοῦς καὶ τερμινθίνης συγκείμενον. Ζήνωνα δέ φησι καὶ χαλβάνην αὐτῷ μιγνύειν, ὅπερ ἐμοὶ περιττὸν εἰς τὰ προκείμενα φαίνεται. γράφει δ' οὖν αὐτοῦ τὴν συμμετρίαν τοιάνδε. Ϛ τοῦ μὲν πεπλυμένου μολύβδου β΄. τοῦ δὲ σποδίου δ΄. καὶ τῆς καδμείας ὡσαύτως δ΄. τοῦ διφρυγοῦς δὲ α΄ ἢ δ΄. ἀναλαμβάνει δὲ αὐτὰ στ΄. τῆς τερμινθίνης. τὸν δὲ Ζήνωνά φησι τῆς χαλβάνης μιγνύναι Ϛ΄΄. ἄλλως δ΄. εἰ μὲν ὡς πρὸς τὸ μαλάξαι τὰ τυλώδη καὶ σκληρὰ χείλη καὶ διὰ τοῦτο καλούμενα [692] πρός τινων ὀχθώδη καλῶς μιγνύντα, εἰ δ' ὡς πρὸς τὴν κακοήθειαν τοῦ ἕλκους, οὐκ ὀρθῶς. κᾂν μὴ προσλάβῃ δὲ τῆς χαλβάνης ἔτι καὶ οὕτως ἀπολείπεται τῆς τῶν κακοήθων ἑλκῶν ἰσχύος. εἰκότερον οὖν ὡς ἐπουλωτικὰ τὰ δώδεκα ταῦτα ἐφεξῆς ἀλλήλων ἔγραψε φάρμακα. πλὴν γὰρ δυοῖν ἐν αὐτοῖς, τοῦ τε κατὰ τὴν τάξιν ἀπὸ τῆς ἀρχῆς ἑβδόμου καὶ τοῦ μετ' αὐτὸ, τἄλλα πάντα δυσεπουλώτων μέν ἐστιν ἑλκῶν ἰατικὰ, κακοήθων δ' οὐκ ἔτι. καὶ γὰρ τὸ δωδέκατον ἐπ' αὐτοῖς ὁμοίως ἐπουλωτικὸν μέν ἐστιν, ἀσθενέστερον δὲ ἢ ὥς γε κακοήθη θεραπεύειν. ἡ δὲ σύνθεσις καὶ τούτου τοιάδε τίς ἐστι. Ϛ μολυβδαίνης ρ΄. διφρυγοῦς ιστ΄. σώρεως ι΄. μίσυος κυπρίου ὀπτοῦ η΄. ῥητίνης τερμινθίνης η΄. κηροῦ μ΄. μυρσίνου μ΄. διὰ βραχυτέρας δὲ συμμετρίας ἀνάλογον ἐχούσης τῇδε συντιθέναι χρὴ πάντα τὰ τοιαῦτα φάρμακα γινώσκοντας ὑμᾶς, σκληρὰ καὶ λιθώδη γίγνεσθαι ταχέως αὐτά. τοσοῦτον οὖν ἄμεινον ἑκάστου σκευάζειν, ὅσου περ ἂν ᾖ χρεία. καὶ μάλιστα ἐὰν χειμὼν διαδέχηται τὴν χρῆσιν [693] αὐτῶν. εἰ δὲ τέταρτον μέρος ἑκάστου τῶν εἰρημένων λαμβάνοις, τῆς μὲν μολυβδαίνης πέντε καὶ εἴκοσι ἔσονται δραχμαὶ, τέσσαρες δὲ τοῦ διφρυγοῦς, δύο δὲ καὶ ἡμίσεια τοῦ σώρεως, τοῦ δὲ ὀπτοῦ μίσυος δύο καὶ τῆς τερμινθίνης θ΄. ἄλλως β΄. κηροῦ δὲ καὶ μυρσίνου τὸ ἴσον ἑκατέρου ι΄. συναμφότεροι δὲ δηλονότι τῶν εἴκοσιν. ἐπὶ πάντων δὲ τῶν τοιούτων φαρμάκων τήξας τὰ τηκτὰ καὶ ψύξας, ἔπειτα ξύσας μίγνυε τοῖς ξηροῖς ἀκριβῶς λελειωμένοις. ἐὰν γὰρ ἐπικαταχέῃς αὐτοῖς τὰ τηκτὰ, συμβαίνει πολλάκις ἐγκηρίδας γίγνεσθαι, καὶ μάλισθ' ὅταν ᾖ κρύος. εἰ δ' ἐν ἡλίῳ θερμῷ τὴν μίξιν ποιοῖς, καὶ καταχεῖν ἐγχωρεῖ κινοῦντα σφοδρῶς, τὰ μὲν πρῶτα τῇ σπάθῃ, τῷ δοίδυκι δ' ὀλίγον ὕστερον. ἄμεινον δὲ ἐπὶ τῶν τοιούτων πάντων τὴν σπάθην φοίνικος εἶναι κλάδον. ταῦτα μὲν οὖν ὁ Ἀνδρόμαχος ἔγραψεν, ὡς ἔφην, ἀδιορίστως ιβ΄. φάρμακα προγράψας αὐτῶν κοινῇ τοῦτο μόνον, ὥς ἐστιν ἐπουλωτικά. τὴν διαφορὰν δ' αὐτῶν ἐξηγησάμην ἐγὼ σαφῶς ὡς νομίζω, ποδηγῆσαι δυναμένην ἄνδρα συνετὸν εἰς τὴν κατὰ μέρος ἐπιδέξιον χρῆσιν. ἔξωθεν δὲ [694] τούτων ἄλλων ἐμνημόνευσε πολυχρήστων φαρμάκων, ὥσπερ εἰς ἄλλας πολλὰς διαθέσεις ἐπιτηδείων, οὕτως καὶ εἰς τὴν τῶν δυσεπουλώτων, ὧν κᾀγὼ μνημονεύσω κατὰ τὸν ἑξῆς λόγον, ἔνθα περὶ τῶν πολυχρήστων φαρμάκων διέξειμι. νυνὶ δὲ περὶ τῶν ἰδίως ἁρμοττόντων τοῖς κακοήθεσι καὶ δυσεπουλώτοις ὁ λόγος ἐστί μοι. καὶ μᾶλλόν γε περὶ τῶν κακοήθων, ἃ καὶ χειρώνεια καλοῦσιν ἔνιοι, καθάπερ καὶ αὐτὸς ὁ Ἀνδρόμαχος. ἐφεξῆς γοῦν ὧν ἄρτι πέπαυμαι λέγων δώδεκα φαρμάκων δύο μὲν πρὸς ἄνθρακας, ἓν δὲ πρὸς ἕρπητας, γράψας ἐπὶ τοῖς τρισὶ τέταρτον ἄλλο κατὰ τήνδε τὴν λέξιν ἔγραψεν. ἐπουλωτικὴ πρὸς τὰ χειρώνεια Διοσκορίδου. ποικιλώτερον μὲν, οὐ μὴν ἰσχυρότερον φάρμακον τοῦ προγεγραμμένου συνθεὶς, καθ' ὃ τετραπλάσιον ἐμίγνυε τὸν κηρὸν συναμφοτέρου, τῆς τε λεπίδος καὶ τοῦ ἰοῦ. κατὰ δὲ τὸ νῦν προκείμενον ἐλάττονα βαλὼν τὸν κηρὸν τῆς τῶν μεταλλικῶν ἀναλογίας τήκειν αὐτὸν κελεύει μυρσίνῳ ἢ ῥοδίνῳ ὀλίγῳ, μὴ προσγράψας αὐτῶν τὴν ποσότητα. παραγράψω δὲ ἤδη τὸ σύμπαν αὐτοῦ κατὰ τὴν τοῦ Ἀνδρομάχου [695] λέξιν. ἐπουλωτικὴ πρὸς τὰ χειρώνεια Διοσκορίδου. Ϛ χρυσοκόλλης β΄. ἰοῦ ξυστοῦ β΄. λεπίδος β΄. κηροῦ στ΄. διφρυγοῦς β΄. λιθαργύρου η΄. ῥοδίνου ἢ μυρσίνου ὀλίγον, ὥστε τακῆναι. τοῦτο τὸ φάρμακον ἀκριβῶς ταὐτόν ἐστι τῷ προγεγραμμένῳ, κατὰ τὰ δώδεκα ἐπουλωτικὰ μετὰ τὸ διὰ τῆς λεπίδος καὶ τοῦ ἰοῦ τῇ τάξει, καθάπερ ἔφην, ὄγδοον ἐν αὐτοῖς, ἑνὶ μόνῳ πλεονεκτοῦν ἐκείνου τῷ ἰῷ, καὶ διὰ τοῦτο ἐκεῖνο μὲν ἐν τοῖς ἐπουλωτικοῖς ἔγραψεν, ἐπὶ τούτου δὲ μείζονα τὴν ἐπαγγελίαν ἐποιήσατο πρὸς τὰ χειρώνεια φήσας ἁρμόττειν αὐτό. καὶ μέντοι καὶ κατὰ τοῦτο καλλίστου φαρμάκου μνημονεύει γράφων οὕτως. ἐπουλωτικὴ ἐκ τῶν Πριμίωνος πρὸς τὰ ἀπεγνωσμένα. βούλεται δ' αὐτῷ τοὔνομα τὸ ἀπεγνωσμένα σημαίνειν ἐκεῖνα τῶν ἑλκῶν, ὅσα πολλοὶ θεραπεῦσαι σπουδάσαντες οὐκ ἔτυχον τοῦ τέλους, ἀλλ' ἀπέστησαν ὡς ἀνιάτων. χρὴ θαῤῥεῖν τῷ φαρμάκῳ τῷδε τά τ' ἄλλα καὶ τῇ πείρᾳ κεκριμένῳ. σύνθεσιν δ' αὐτοῦ γράφει τήνδε. Ϛ σώρεως κδ΄. στυπτηρίας σχιστῆς [696] ιστ΄. σιδίων ιστ΄. ἀσβέστου ιστ΄. λιβάνου λβ΄. κηκίδος λβ΄. κηροῦ ρκ΄. στέατος μοσχείου ρξ΄. ἐλαίου παλαιοῦ κοτύλην α΄. αὕτη μὲν ἡ συμμετρία τῶν μιγνυμένων ἁπλῶν φαρμάκων, εἰ τὴν τοῦ προκειμένου συνθέτου κατασκευήν. ὅπως δὲ χρὴ σκευάζειν αὐτὸ παρέλιπεν, ὥσπερ καὶ ἐπὶ ἄλλων πολλῶν ἀναγκαίαν ἐχόντων τὴν διήγησιν τῆς σκευασίας. ἐπὶ τούτου μὲν γὰρ καὶ πάνυ ῥᾴδιός ἐστιν, ὡς ὀλίγον ὕστερον εἰρήσεται. γινώσκειν δὲ ὑμᾶς βούλομαι πρὸ πάντων ὡς ἐὰν μὴ παρείη ποτὲ μόσχειον στέαρ, ἀντ' αὐτοῦ μιγνύναι τὸ παλαιὸν ὕειον, ὃ καλοῦσιν ἀξούγγιον. ἄναλον δ' εἶναι χρὴ τοῦτο καὶ μὴ πάνυ πολλῶν ἐτῶν. ἔστιν οὖν καὶ τὸ παλαιὸν ἔλαιον ἱκανῶς διαφορητικὸν, ἔστι δὲ καὶ τὸ στέαρ ἀδήκτως ἄμφω τοῦτο δρῶντα. τὸ δὲ βόειον ὁμοίως μέν ἐστι διαφορητικὸν, ἄδηκτον δ' οὐχ ὁμοίως. ἐν τῷ μεταξὺ δ' ἀμφοῖν ἐστι τὸ μόσχειον, ὅσῳ τοῦ χοιρείου δριμύτερόν ἐστι, τοσούτῳ τοῦ βοείου μαλακώτερον ὑπάρχει. τὸ μὲν οὖν φάρμακον, ὑπὲρ οὗ πρόκειται λέγειν, ἰσχυρότατα μὲν ἔχει σῶρυ καὶ τὴν σχιστὴν στυπτηρίαν καὶ [697] τὰ σίδια καὶ τὴν κηκίδα, οὐ μὴν διαφορητικήν γε δύναμιν ἔχοντα γενναίαν, ἀλλὰ τὴν καλουμένην στυπτικήν. εὔδηλον, δ' ὅτι κηκίδα μὲν ἀεὶ βάλλειν προσήκει τὴν ὀμφακῖτιν ὀνομαζομένην, στυπτηρίαν δὲ τὴν Αἰγυπτίαν τε καὶ σχιστήν. εἰ δὲ ἀπορήσαιμεν αὐτῆς, τὴν στρογγύλην παχυμερεστέραν μὲν οὖσαν τῆς σχιστῆς, οὐχ ἧττον δὲ στύφουσαν. ὅτι δὲ σίδια τὰ τῆς ῥοιᾶς λέμματα καλεῖται πάντες γινώσκουσιν. ὀλιγοχρόνιός γε μήν ἐστι τῆς ἀκμῆς αὐτῶν ὁ καιρὸς, ἐάν τις θέλῃ ξηρὰ κόπτειν τε καὶ λειοῦν. ἅμα γὰρ τῷ ξηραίνεσθαι καὶ τὴν δύναμιν ἀσθενεστέραν ἔχει τὰ σίδια μετὰ τῆς διαφορουμένης ὑγρότητος αὐτῶν ἀπολλυμένην. ἀσφαλέστερον οὖν ἐστιν ἔγχυλα λαβόντα προαφεψεῖν ἐν οἴνῳ μέχρις ἂν εὐλείωτα γένηται. χρὴ δὲ τὸν οἶνον αὐστηρὸν μὲν εἶναι πάντως, ἀλλὰ μήτε λίαν νέον· οἱ γὰρ αὐστηροὶ παχυμερεῖς εἰσι, πρὶν χρονισθῆναι· μήτε λίαν παλαιὸν, ὡς ἤδη δριμὺν ὑπάρχειν αὐτόν. ὁ μὲν γὰρ νέος οὐκ εἰσδύεται τῷ βάθει τοῦ σώματος, ὁ δὲ παλαιὸς δριμὺς καὶ δακνώδης ἐστίν. ἀμείνων οὖν ὁ μέσος κατὰ τὴν ἡλικίαν. εἴη δ' ἂν οὗτος τοὐπίπαν ἐν τῷ μεταξὺ τοῦ τε πενταετοῦς καὶ τοῦ δεκαετοῦς. [698] ἀναμνῆσαι δὲ καὶ νῦν ἀναγκαῖόν ἐστι τοῦ πολλάκις πολλοῖς εἰρημένου περὶ τῶν αὐστηρῶν καὶ στρυφνῶν καὶ ὅλως στυφόντων οἴνων τε καὶ σιτίων καὶ φαρμάκων, ἔτι δὲ πρότερον ὑπὲρ τῶν κατὰ τὰς εἰρημένας φωνὰς σημαινομένων. ἐκ μὲν γὰρ τῆς αὐστηρὸν τὸ μετρίως στῦφον σημαίνεται παρὰ τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς στρυφνὸν τὸ βιαίως καὶ σφοδρῶς. τὸ δ' ἀμφοῖν γένος κοινὸν ἐκ τοῦ τῆς στύψεως ὀνόματος δηλοῦται, μὴ προσδιασαφουμένου πότερα σφοδρῶς ἢ ἀμυδρῶς. πάντα μὲν οὖν τὰ στύφοντα συνάγει καὶ πυκνοῖ τοὺς πόρους κᾀπιδεῖ καὶ σφίγγει τὴν οὐσίαν τῶν ὁμιλούντων ἑαυτοῖς μορίων. ἧσσον δὲ καὶ μᾶλλον ἐργάζεται τοῦτο πρὸς τὸ ποσὸν τῆς στύψεως. ἐν δὲ τῷ σφίγγεσθαι καὶ πυκνοῦσθαι τὸ ἐπιπολῆς τοῦ στυφομένου σώματος ἀποκλείεταί τε καὶ κωλύεται πρὸς τὸ βάθος ἰέναι τῶν στυφόντων ἡ δύναμις. καὶ διὰ τοῦτο καλῶς ἐπενόησαν ἔνιοι τῶν ἰατρῶν μιγνύναι τοῖς τοιούτοις φαρμάκοις ἕτερα λεπτομερῆ καὶ δριμεῖαν ἔχοντα δύναμιν ἕνεκα τοῦ δι' αὐτῶν εἰς τὸ βάθος τοῦ σώματος ἄγεσθαι ποδηγουμένας τὰς τῶν στυφόντων δυνάμεις. τοῦτ' οὖν αὐτὸ νοήσας ὁ συνθεὶς αὐτὸ τὸ [699] προκείμενον φάρμακον ἔμιξεν αὐτῷ τὴν τίτανον ἄσβεστον. ἐν δὲ τῇ τοῦ Ἀνδρομάχου βίβλῳ παραλέλειπται μὲν ἡ τῆς τιτάνου προσηγορία, τὸ δὲ τῆς ἀσβέστου μόνον ὄνομα γέγραπται, πολλὰ καὶ ἄλλα τῶν ἰατρῶν ἕνεκα συντόμου λέξεως οὕτως ἑρμηνευόντων. αὐτίκα γοῦν ἐν αὐτοῖς τοῖς φαρμάκοις, ὅσα πρὸς δυσεπούλωτα καὶ κακοήθη συντεθείκασι, λεπίδος ἁπλῶς γεγραμμένης χωρὶς τοῦ προσκεῖσθαι χαλκοῦ καὶ σχιστῆς χωρὶς στυπτηρίας καὶ τὸ τερμινθίνης χωρὶς τοῦ προσκεῖσθαι τὸ ῥητίνης· προσυπακούομεν αὐτοῖς τὰ παραλελειμμένα κατὰ τὴν λέξιν οὕτως, ὥσπερ καὶ νῦν ἐπὶ τῆς ἀσβέστου τὴν τίτανον. ὀνομάζουσι γὰρ κατ' ἐξοχὴν τὴν αὐτὴν μόνην ἐσβεσμένην τε καὶ ἄσβεστον, οὐχ ἧττον καὶ τοῖς ἄλλοις ὅσα καίεται, πρεπούσης τῆς προσηγορίας. μίξας οὖν τὴν ἄσβεστον τίτανον ὁ συνθεὶς τὴν ἔμπλαστρον τήνδε τοῖς στρυφνοῖς φαρμάκοις, ἰσχυρὸν εἰργάσατο τὸ ἐξ ἁπάντων σύνθετον ἕνεκα τοῦ μέχρι τοῦ βάθους ἀφικνεῖσθαι τὴν δύναμιν αὐτοῦ. ἐπεὶ δὲ ἐξ ἰσχυροτάτων φαρμάκων ἡ σύνθεσις ἐγεγόνει, παρηγορικὸν δ' οὐδὲν οὐδὲ πραϋντικὸν, οὐδὲ [700] τῆς πεπτικῆς ὕλης εἶχεν, εἰκότως ἔμιξεν αὐτῷ πυοποιὸν φάρμακον τὸν λιβανωτόν. εἰ μὲν οὖν ξηρῷ τῷ συνθέτῳ χρῆσθαί τις ἔμελλεν, ἐπιπάττων αὐτὸ κατὰ τοῦ ἕλκους, ἦν ἂν οὕτω γε σφοδρὸν ἱκανῶς καὶ δακνῶδες καὶ τραχυντικὸν καὶ διαβρωτικόν. ἐπεὶ δ' ἔμπλαστρον αὐτὸ προὔκειτο ποιῆσαι, δῆλον μὲν ὅτι ῥητίνης ἢ κηροῦ μικτέον ἦν ἢ καὶ πρὸς τούτοις στέατος ἢ μυελοῦ, καὶ εἰ μηδέπω σύστασιν ἐμπλαστρώδη διὰ τούτων λάβοι προσβαλεῖν ἐλαίου τινός. ὅταν δὲ προσθῶ τό τινος, ἀκούειν χρή σε πρὸς τῷ κυρίως τε καὶ ἁπλῶς ἐλαίῳ λεγομένῳ καὶ τὸ μετὰ προσθήκης ὀνομαζόμενον ῥόδινον ἔλαιον ἢ μύρσινον ἢ κύπρινον ἤ τι τοιούτων. διώρισται γὰρ ἤδη πολλάκις ὅπῃ διαφέρει μύρον εἰπεῖν ῥόδινον ἐλαίου ῥοδίνου καὶ μύρον κύπρινον ἐλαίου κυπρίνου καὶ τῶν ἄλλων ὁμοίως. εἰκότως οὖν ἡ τῶν τοιούτων φαρμάκων μίξις οὐχ ἡ αὐτὴ γέγονεν ἅπασι τοῖς συνθεῖσι τὰς τοιαύτας ἐμπλάστρους. ὅτι γὰρ αἰτίαι πλείους εἰσὶ τῆς τοιαύτης διαφορᾶς οὐκ ἐξ ἐπινοίας, ἀλλ' ἐμπειρίας εὗρον ἐμαυτῷ συμβεβηκυίας. ἐνίοτε μὲν γὰρ ἐξ ὀλίγων τὸν ἀριθμὸν τῶν ἁπλῶν [701] ἔσπευσα συνθεῖναι τὸ φάρμακον, ἐνίοτε δὲ ἐκ πλειόνων, ἔστι δ' ὅτε καὶ πλείστων ἢ πάντων τῶν ὁμογενῶν. καὶ μέντοι καὶ τῷ τινὰ μὲν ἔχειν ἄφθονα, τινὰ δ' οὐδ' ὅλως ἢ ἐλάχιστα κατὰ τὸν καιρὸν ἐκεῖνον ἐξ ὧν εἶχον, περὶ τὴν σύνθεσιν ἐτραπομὴν τοῦ φαρμάκου τῆς χρείας ἐπειγούσης, εἶθ' εὑρὼν αὐτὸ τῇ πείρᾳ δόκιμον, οὕτως ἐχρησάμην ἀεί. πολλάκις δ' ἑκὼν ἔνια μὲν ἰσχυρότερα τῶν συνθέτων φαρμάκων, ἔνια δὲ ἀσθενέστερα ποιῆσαι προθέμενος, ὡς πρὸς πλείονας ἔχειν διαθέσεις ἁρμόττοντα φάρμακα, διαφερούσας ἐποιησάμην τὰς συνθέσεις, καὶ μέντοι κᾀκ τοῦ πλειόνων χρῄζειν δυνάμεων τὸ τὴν ἕλκωσιν ἔχον μόριον, ὥσπερ ὅταν ἅμα τε κοῖλον καὶ πλαδαρὸν καὶ ῥυπαρὸν ὀχθῶδές τε τοῖς χείλεσι καὶ ῥευματιζόμενον ἐκ τῶν ὑπερκειμένων. ἐὰν γὰρ ἁρμόζεσθαί τις ἐθέλοι πρὸς ἅπαντα τὰ συμβεβηκότα τοῖς ἡλκωμένοις οὕτω μορίοις, ἀναγκαῖον αὐτῷ διαφορουσῶν δυνάμεων ὕλας μιγνύειν. ἐὰν δ' ἕν τι πρῶτον, ὃ κατεπείγει, θεραπεύειν ἐθέλῃ τῶν ἄλλων ἀμελῶν, οὐκ ἀναγκαῖον εἰς ποικιλίαν φαρμάκων ἐκτρέπεσθαι. δῆλον οὖν ὅτι καὶ οἱ πρὸ [702] ἐμοῦ συνθέντες τὰ τοιαῦτα φάρμακα διὰ τὰς προειρημένας αἰτίας διηνέχθησαν, οἷον εὐθέως ἐπὶ τοῦ προκειμένου νῦν φαρμάκου τὸ μόσχειον εἵλετο στέαρ συνθεὶς, ἐπειδὴ μαλακτικόν ἐστι τῶν ἐσκληρυσμένων χειλῶν. ἔμελλεν οὖν αὐτῷ διττὴν παρέξειν χρείαν, τὴν μὲν ἑτέραν ὡς μαλακώδη εἰς ἕνωσιν τῶν ξηρῶν, ἃ πρώτως ἦν ὠφέλιμα, τὴν δ' ἑτέραν, ὅπως καὶ αὐτό τι τῶν συμβεβηκότων τῷ πεπονθότι μορίῳ θεραπεύοι. ἔτι δ' ἂν μᾶλλον ὠφελίμως μιχθείη μυελὸς ἐλάφειος ἐπὶ τῶν ἐσκληρυσμένων χειλῶν, ἢ εἰ μὴ τοῦτον ἔχοιμεν, μόσχειος. εἰ δὲ μηδὲν τούτων παρείη, τῶν ὑγρῶν τε καὶ μὴ δριμέων ῥητινῶν τις. ἐκ μὲν γὰρ τῆς ὑγρότητος, ἅμα δὲ καὶ γλισχρότητος, ἣν ἔχουσι σύμφυτον αἱ ῥητίναι πᾶσαι, σύνδεσμος γίγνεται τῶν ξηρῶν φαρμάκων, ἐκ δὲ τοῦ μὴ σαφῶς εἶναι δριμείας τὸ μὴ παροξύνειν τὸ ἕλκος. εἰκότως οὖν ἔμιξάν τινες ἐν ταῖς συνθέσεσι ταῖς τοιαύταις τῶν φαρμάκων ἤτοι τὴν τερμινθίνην ἢ τὴν λάρικα προσαγορευομένην ῥητίνην. μεμνῆσθαι δ' ὑμᾶς ἐν τῇ συνθέσει χρὴ καὶ τοῦδε, τοῖς πολλοῖς τῶν ἰατρῶν ἀμελουμένου, τισὶ δὲ καὶ δι' ἄγνοιαν [703] ἁμαρτανομένου. πιστεύουσι γὰρ τοῖς ῥωποπώλαις ἔλαιον παλαιὸν ἐπαγγελλομένοις διδόναι μὴ γιγνώσκοντες ὅπως αὐτὸ παραδιδόναι ποιοῦσι στέαρ παλαιὸν ὕειον, ὅταν ἀκριβῶς ἐξινίσωσι, τήκοντες καὶ ἀναμιγνύντες ἐλαίῳ τῷ κοινῷ. φαίνεται γὰρ οὕτω παχὺ μὲν ὁρῶσιν, ὀσμωμένοις δὲ δυσῶδες, ὡς τὸ παλαιόν. ὁμοία μὲν οὖν ἡ δυσωδία, τῷ δ' ἀκριβῶς ἑκατέρου μεμνημένῳ σαφὴς ἡ διαφορά. ἄλλη μὲν γὰρ ἰδιότης ἐστὶ τῆς ὀσμῆς στέατος, ἄλλη δὲ ἐλαίου παλαιοῦ. καὶ τὸ πάχος δὲ αὐτοῦ τοῦ δεδολωμένου συνεχὲς οὐκ ἔστιν, οὐδ' ὁμοιομερὲς, ὥσπερ τὸ τοῦ μὴ δολωθέντος, ἀλλὰ καὶ πρὸς τῷ πυθμένι τοῦ ἀγγείου παχύτερον γίγνεται. τὸ δ' ἐπιπολῆς λεπτότερον, ὅθεν καὶ διακινοῦσιν αὐτὸ, διδόντες τοῖς ὠνουμένοις οἱ παραποιήσαντες. ἀλλὰ κᾂν ἀληθῶς ᾖ τὸ ἔλαιον ἄνευ τῆς τοιαύτης πανουργίας αὐτοφυὲς, ὄνομα μὲν ἔχει τοῦτο δὴ τὸ παλαιὸν, ἡ δύναμις δ' οὐκ ἐγγύς ἐστι τῷ τριετεῖ πρὸς τὸ τριακονταετὲς ἢ τῷ τετραετεῖ πρὸς τὸ πεντηκονταετές. ἐπικτᾶται μὲν γάρ τινα δῆξιν ἐν τῷ χρόνῳ τό τε ἔλαιον καὶ τὸ στέαρ, ὅταν παλαιωθῇ. ἀλλὰ αὕτη μὲν μεγίστη, [704] μεγίστη δὲ ἡ κατὰ δύναμιν ἐξαλλαγή. διαφορικώτατα γάρ ἐστι τό τε ἔλαιον καὶ τὸ στέαρ, ὅταν παλαιωθῇ. καὶ τούτου πειραθεὶς ἐγὼ διὰ τὸ κατά τινα τύχην ἔλαιόν τε καὶ στέαρ ἔχειν παλαιότατον, τοῦ πατρὸς ἐκ πολλοῦ φυλάττοντος αὐτὰ, αὐτὸς πάλιν ἄμφω κατέθηκα δαψιλῆ, κομιδῇ νέος ὢν, ὅπως ἔχοιμι χρονίζουσιν αὐτοῖς χρῆσθαι μετὰ τὸ καταναλῶσαι τὰ τοῦ πατρός. ἀλλὰ καὶ μετὰ ταῦτα πάλιν οὐκ ὀλιγάκις ἀπεθέμην ἀμφότερα παλαιωθησόμενα. καὶ νῦν ἐστί μοι τοσοῦτον πλῆθος αὐτῶν, ὡς ἐξαρκέσαι κᾂν ἑκατὸν ἔτη ζήσω. καὶ τοίνυν τὸ προκείμενον ἐν τῷ λόγῳ φάρμακον ἔλαιόν τε καὶ στέαρ ἐτῶν τεσσαράκοντα λαβὸν ἀεὶ παρ' ἐμοὶ τὰ κακοηθέστατα τῶν πολυχρονίων ἑλκῶν ὠφέλησεν ἐλπίδος μειζόνως. ἔστι δὲ τὰ τοιαῦτα τῶν ἑλκῶν, ἐφ' ὧν αὐτὸ τὸ πεπονθὸς μόριον ἐν καχεξίᾳ τοσαύτῃ γέγονεν, ὡς κᾂν εὔπεπτον ᾖ τὸ παραγιγνόμενον ἐπ' αὐτὸ τροφῆς ἕνεκεν αἷμα, μεταβάλλειν τε καὶ διαφθείρειν, ἐάν τε κακόχυμον ᾖ τὸ ἐπιῤῥέον εἰς τοσοῦτον, ὡς εἰ καὶ μηδὲν ἐπεπόνθει τὸ μόριον, ὑπ' ἐκείνου γοῦν αὐτοῦ μόνου διαβιβρώσκεσθαι.
[705] θαυμαστῶς οὖν ὁ συνθεὶς αὐτὸ τὰ μὲν στυπτικὰ φόρμακα δύναμιν ἀποκρουστικὴν ἔχοντα παρέλαβεν, ὡς μηδὲν ἐπιῤῥέοι τῷ πεπονθότι μορίῳ κατὰ τὸν τῆς ἰάσεως καιρὸν, τὰ δὲ διαφορητικὰ, χάριν τοῦ τοὺς περιεχομένους ἰχῶρας ἐν τῷ πεπονθότι μορίῳ διαφορῆσαί τε καὶ κενῶσαι. περὶ δὲ τῆς συμμετρίας αὐτῶν ᾧδε ἔχει. τῆς μὲν σχιστῆς στυπτηρίας καὶ τῶν σιδίων, ὡς σφοδρότατα στυφόντων, ἔλαττον ἐνέβαλεν, ἑκκαίδεκα δραχμαῖς ἑκατέρου μίξας εἰς ταὐτὸ, τοῦ σώρεως δὲ τὸ ἡμιόλιον ἑκατέρου, τουτέστι τέσσαρας ἐπὶ ταῖς εἴκοσι, ἧττον μὲν στύφοντος, οὐχ ἧττον δὲ ξηραίνοντος, ἴσον δὲ συναμφοτέρου, τῆς τε σχιστῆς καὶ τῶν σιδίων, ἐνέβαλλε τῆς κηκίδος ἐπὶ ταῖς τριάκοντα δραχμαῖς δύο προσθεὶς, ὡς ἀσθροισθῆναι τὰς πάσας ἐκ τῶν φαρμάκων ὀκτὼ καὶ ὀγδοήκοντα. τούτοις δ' ἀντέταξεν ἰσχυρῶς διαφορητικόν τε καὶ ξηραντικὸν φάρμακον τὴν ἄσβεστον, ἀρκεσθεὶς ἑκκαίδεκα δραχμαῖς, ἱκαναὶ γὰρ αὗται τὴν τῶν στυφόντων ποδηγῆσαι δύναμιν. ἑκατὸν γοῦν καὶ τεττάρων ἀθροισθεισῶν δραχμῶν ἐκ τῶν μεταλλικῶν φαρμάκων, ἐνεδέχετο μὲν [706] καὶ πλέον αὐταῖς μῖξαι τοῦ λιβανωτοῦ. καὶ τοσούτῳ γε ἂν ἐγεγόνει τὸ φάρμακον πρᾳότερον, ὅσῳ πλέον ἐμέμικτο. σφοδρὸν δ' αὐτὸ φυλάξαι βουληθεὶς ἔλαττον ἔμιξε. σοὶ δ' ἔξεστι διττῶς αὐτὸ συνθεῖναι. μετὰ γὰρ τὸ λειῶσαι τὰ πρῶτα πέντε καὶ μῖξαι πάνθ' ὁμοῦ, διελὼν εἰς δύο μοίρας τὸ γενησόμενον ἄθροισμα τῇ μὲν ἑτέρᾳ μοίρᾳ μῖξον ἑκκαίδεκα δραχμῶν τοῦ λιβανωτοῦ, τῇ δ' ἑτέρᾳ τὸ διπλάσιον, εἶτα τήξας καὶ ψύξας καὶ ξύσας τὴν γενομένην ἐκ τῶν τηκτῶν φαρμάκων κηρωτὴν, διελὼν καὶ ταύτην δίχα τὸ μὲν ἕτερον μέρος μῖξον τῷ πλέονα τὸν λιβανωτὸν ἔχοντι, τὸ δ' ἕτερον τῷ λοιπῷ. καὶ περὶ τὴν τοῦ κηροῦ δὲ καὶ στέατος συμμετρίαν ὁ πρῶτος στοχασμὸς ἱκανὸν ἔχει τὸ πλάτος, οὐκ εἰδότων ἡμῶν ἀκριβῶς ὁποῖόν τι τῇ συστάσει τὸ φάρμακον ἔσοιτο. μετὰ δὲ τὸ μιχθῆναι πάντα δῆλον γίγνεται πότερον ἁπαλώτερον ἢ σκληρότερον ἀπετελέσθη τοῦ προσήκοντος, ὥστ' ἐν τῇ δευτέρᾳ συνθέσει προσελθεῖν ἡμᾶς ἀκριβέστερον τῷ στοχασμῷ καὶ τούτων μὲν αὐτῶν καὶ σὺν αὐτοῖς δὲ τοῦ ἐλαίου. ὥσπερ γὰρ ἄνευ λογικῆς μεθόδου συνθεῖναι φάρμακον ἀδύνατόν ἐστιν, οὕτως ἄνευ πείρας οὐχ [707] οἷόν τε γνῶναι βεβαίως τε καὶ ἀκριβῶς τὴν δύναμιν αὐτοῦ. τοῦτο μὲν οὖν τὸ φάρμακον αὐτὸς ὁ Ἀνδρόμαχος ἔφη τοὺς ἀπεγνωσμένους ἀρήγειν. ἐφεξῆς δ' αὐτοῦ πρὸς παρωνυχίας τι γράψας, μετ' αὐτὸ πάλιν οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασι. πρὸς τὰ κακοήθη ἐπὶ Βαλλερίας Σεκούνδης. προσυπακοῦσαι δὲ δεῖ δηλονότι τὸ ἐχρησάμην. ἡ δ' ὕλη τοῦ φαρμάκου δηλοῖ θεραπείας μὲν ἀγωνιστικῶς ἀπολειπομένη, παρηγορεῖν δὲ δυναμένη τὰ παροξυνόμενα διὰ τῆς τῶν ἀγωνιστικῶν φαρμάκων προσαγωγῆς. ἡ οὖν σύνθεσις αὐτοῦ τοιάδε τίς ἐστι. Ϛ Τυῤῥηνικοῦ η΄. προσυπακοῦσαι δὲ δηλονότι τοῦ κηροῦ, στέατος ταυρείου δ΄. τερμινθίνης δ΄. μολύβδου κεκαυμένου δ΄. ἐμμότῳ χρῶ. ταῦτα μὲν ἔγραψεν αὐτῇ λέξει. κακῶς δὲ ἐποίησε μήτε πρὸς τίνα κακοήθη φησὶν ἁρμόττειν αὐτὸ δηλώσας, μήθ' ὡς ἀγωνιστικὸν, μήθ' ὡς παρηγορικόν ἐστι προσθείς. ἕτερα γάρ ἐστι παρηγορικὰ φάρμακα, τὰ μὲν καὶ προσωφελοῦντα βραχύ τι τὰς διαθέσεις, ἔνια δὲ καὶ βλάπτοντα βραχύ. τινὰ δὲ μήτ' ὠφελοῦντα μήτε βλάπτοντα, πρᾳΰνοντα δὲ μόνον τὰς ὀδύνας, ὑπὲρ ὧν αὖθις [708] εἰρήσεται καὶ πολλά γε τοιαῦτα διὰ πείρας μακρᾶς βεβασανισμένα γραφήσεται. καί τινά γε θαυμαστῶς οὕτως ἐπιτετευγμένα ταῖς συμμετρίαις, ὡς ὠφελεῖν μὲν πάντως, ἐνίοτε δὲ καὶ θεραπεύειν αὐτὰς μόνας τὰς διαθέσεις τῶν ἀγρίων ὡς ἂν εἴποι τις ἑλκῶν. ἀλλ' ἐκ τῆς ἐκείνων ὕλης ὁ μὲν Τυῤῥηνικὸς κηρός ἐστι καὶ ὁ κεκαυμένος μόλυβδος, οὐ μὴν ἡ τερμινθίνη καὶ τὸ ταύρειον στέαρ, ἀλλ', ὡς ἔφην, ἴδιος ὁ τῶν τοιούτων ἑλκῶν τε καὶ φαρμάκων λόγος ὑπάρχων ὕστερον ἡμᾶς ἀναμένει. νυνὶ δὲ περὶ τῶν δυσαλθῶν ἢ χειρωνείων ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ πρόκειται διελθεῖν, ἐξ ὧν καὶ αἵδ' εἰσὶν αἱ ἐγγεγραμμέναι κατὰ τὴν τετάρτην Κρίτωνος βίβλον, οὐσῶν τῶν ἁπασῶν ε΄.
[Περὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμένων, ἡ διὰ λαδάνου.] Ἡ διὰ λαδάνου καλλίστη ἐπουλωτικὴ, ἁρμόζουσα δὲ ἐπὶ τῶν ὀχθωδῶν ἑλκῶν καὶ κοίλων. δεῖ δὲ ἀνεπίλυτον τηρεῖν ἐφ' ἡμέρας τέσσαρας. Ϛ πίσσης ξηρᾶς ρ΄. ἰοῦ ξυστοῦ κδ΄. χαλκοῦ κεκαυμένου ιε΄. λεπίδος [709] ἐρυθρᾶς κδ΄. λαδάνου γο θ΄. λιθαργύρου λι. γ΄. ἐλαίου ξε. α΄ Ϛ΄΄. οἴνου καλοῦ ξε. α΄ Ϛ΄΄. ταύτην τὴν ἔμπλαστρον ἐσκεύασα κᾀγὼ, τὴν ὕλην ἀποδεξάμενος, οὐδὲν ἔχουσαν μαλθακῶδες. οὕτως γὰρ Ἱπποκράτης ὀνομάζει τὸ γένος ὅλον τῶν ὑγρότητα σύμφυτον ἐχόντων φαρμάκων, ὁποῖα τὸ στέαρ ἐστὶν, ἅπαντά τε τὰ ἐλαιώδη φάρμακα καὶ δηλονότι τὸ ἔλαιον αὐτὸ καὶ ὕδωρ. ἔχει δέ τι καὶ ἡ ῥητίνη καὶ ὁ κηρὸς μαλθακῶδες. ἐν μέσῳ δ' αὐτῶν, λέγω δὲ τῶν ξηρῶν τῇ κράσει καὶ τῶν μαλθακῶν, ἐστὶν ἡ πίττα. καὶ διὰ τοῦτο μίγνυται τοῖς γένεσιν ἀμφοτέροις ἀβλαβῶς, ὥσπερ καὶ ἡ λιθάργυρος, ὅσα τε ἄλλα φάρμακα περὶ τὴν μέσην ἐστὶ κρᾶσιν, εἰ καὶ βραχὺ παραλλάττοι ποτὲ πρὸς ὁποτερανοῦν τῶν ἀμετριῶν. τῶν τοιούτων ἐστὶ καὶ ἡ πίττα, κατά γε τὴν τοῦ ξηραίνειν καὶ ὑγραίνειν ἀντίθεσιν, ἀποκεχωρηκυῖα σαφῶς ἤδη τῶν μέσων, κατὰ τὴν ἑτέραν ἀντίθεσιν τῶν θερμαινόντων καὶ ψυχόντων φαρμάκων οὐκ ἔτι· θερμαίνει γὰρ μετρίως καὶ διὰ τοῦτο καὶ τοῖς ἐκπυΐσκουσι φαρμάκοις μίγνυται, ὥστε κατὰ τὸ προκείμενον φάρμακον ἡ μὲν ξηρὰ [710] πίττα τῶν μέσων ἐστὶ καὶ λιθάργυρος ἔτι μᾶλλον, τά τ' ἄλλα τῶν ξηραντικῶν. δυναμένης δὲ κᾀνταῦθα παρακοῆς γενέσθαι διαλέξομαι περὶ αὐτῆς ἀναμνήσας γε πρῶτον εἰς πολλὰ χρησίμου θεωρήματος, ὃ καὶ κατ' ἄλλας μὲν εἴρηταί μοι πραγματείας, ἱκανῶς δ' ἐξείργασται κατά γε τὴν περὶ τῶν ἁπλῶν φαρμάκων καὶ τὴν τῆς θεραπευτικῆς μεθόδου. θερμὸν γὰρ καὶ ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν ὀνομάζομεν φάρμακον, ὅ τι περ ἀνθρώπου σῶμα θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν δύνηται, πρὸς τὴν ἀρίστην κρᾶσιν ἐν ἀνθρώπῳ τὴν ἀναφορὰν ποιούμενοι. μέση δέ τις αὕτη τῶν μεμπτῶν, ἃς καὶ δι' αὐτὸ τοῦτο θερμὰς ἢ ψυχρὰς ἢ ὑγρὰς ἢ ξηρὰς ὀνομάζομεν, ἀπὸ τῆς ἐπικρατούσης ἐν αὐταῖς εἴτε ποιότητος εἴτε δυνάμεως εἴτ' οὐσίας εἴτε κράσεως ἐθέλοις φάναι παρονομάζοντες. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ' εἰ παρώνυμον ἀπὸ τοῦ πλεονάζοντος ἐν τῇ μίξει στοιχείου τὴν ὅλην κρᾶσιν ἐθέλοις λέγειν, ἐμποδίσεις τῇ τῶν πραγμάτων ἐπιστήμῃ. δέδεικται γὰρ ἐν τῇ θεραπευτικῇ πραγματείᾳ τῶν βοηθημάτων ἡ εὕρεσις γιγνομένη δι' ἐνδείξεως, [711] ἀπὸ μὲν αὐτῶν τῶν παθῶν τῆς ἐναντίας αὐτοῖς κράσεως, ἀπὸ δὲ τῆς ἑκάστου φύσεως ὅλης τοῦ ζώου καὶ καθ' ἕκαστον αὖ πάλιν μόριον οἰκείας τε καὶ ὁμοίας, ὥστε κᾂν ἁπλοῦν ἕλκος ἔχῃ τις κοῖλον, ἀπὸ μὲν τῶν αὐτῶν κατὰ γένος, οὐ μικρὰν δὲ ἐχόντων ἐν τοῖς κατὰ μέρος εἴδεσι διαφορὰν ἡ θεραπεία γενήσεται. καὶ διὰ τοῦτ' ἐδείχθη τῶν ἀπαραλλάκτως ὁμοίων ἑλκῶν ἔνια μὲν ἀπὸ τῶν ἱκανῶς ξηραινόντων φαρμάκων θεραπευόμενα, πάνακος ῥίζης, ἀριστολοχίας, ἀκόρου τε καὶ ἴρεως, ἔνια δὲ ὑπὸ μόνου λιβανωτοῦ, καίτοι μὴ σαρκοῦντος, ἀλλὰ διαπυΐσκοντος ἐκείνας τὰς φύσεις, ἃς ἀριστολοχία σαρκοῖ. καθάπερ δ' ἐν τοῖς θεραπευομένοις σώμασιν ἡ κατὰ μέρος διαφορὰ παμπόλλη τίς ἐστι, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἑλκῶν. ἁπλοῦν μὲν γὰρ ἕλκος κοῖλόν τε καὶ καθαρὸν ὑπὸ τῶν μετρίως ξηραινόντων θεραπεύεται, ῥυπαρὸν δὲ καὶ κακόηθες καὶ τοῖς χείλεσι μὲν ὀχθῶδες, πλαδαρὸν δὲ τῇ κατὰ τὸ δέρμα σαρκὶ τῶν σφοδρότατα ξηραινόντων δεῖται. ἐπὶ τούτων οὖν τῶν ἑλκῶν, ἐπειδὴ καὶ περὶ τούτων ὁ λόγος ἐστὶν, ὁ μὲν λιβανωτὸς [712] οὕτως ἐστὶν ἀσθενὲς φάρμακον, ὡς μηδὲ διαπυΐσκειν δύνασθαι. λιθάργυρος δὲ τούτου μὲν ἰσχυρότερον, ἀλλ' ἔτι καὶ αὐτὸ κατωτέρω τῶν μέσων. ἡ ξηρὰ δὲ πίττα τῶν μέσων, ὥσπερ γε ταύτην ὑπεράνω κατὰ τὸ ξηραίνειν ὁ κεκαυμένος χαλκὸς ἥ τε χρυσοκόλλα καὶ τὸ διφρυγές. ἐναργῶς δὲ ξηραίνει χαλκῖτις κεκαυμένη καὶ ἰὸς καὶ μίσυ καὶ χάλκανθος ἥ τε λεπὶς τοῦ χαλκοῦ, καὶ κατὰ θάτερον τρόπον ὅσα στρυφνὰ, κηκὶς, ὀμφακῖτις, σίδια, στυπτηρία. διαβρωτικὰ δὲ πρὶν καυθῆναι χαλκῖτίς τε καὶ ἰὸς καὶ μίσυ καὶ τίτανος. ὅσα μὲν οὖν ἰσχυροτάτας ἔχει δυνάμεις, ἐπὶ πάντων δοκεῖ τῶν σωμάτων τὴν αὐτὴν ἐνέργειαν ἐπιδείκνυσθαι· τὰ δὲ ἀσθενῆ σαφῆ τὴν διαφορὰν ἐνδείκνυται, προσέχοντί σοι δὲ τὸν νοῦν οὐδὲ ἧττον φανεῖται. καὶ τοῖς ἰσχυροῖς φαρμάκοις οὐ μικρὰ διαφορὰ τῆς ἐνεργείας, ἣν ποιεῖται κατὰ τὰ μαλακὰ καὶ σκληρὰ σώματα, καὶ γὰρ θᾶττον ἅπτεται τῶν μαλακῶν καὶ σφοδρότερον ἀνιᾷ καὶ φλεγμονὰς ἐπεγείρει μείζονας. ὁπότ' οὖν ταῦτά μοι χρησίμως οὐκ εἰς τὰ παρόντα μόνον, ἀλλὰ καὶ εἰς ἄλλα πολλὰ τῶν κατὰ τήνδε τὴν πραγματείαν [713] εἴρηται, πάλιν ἐπὶ τὸ προκείμενον ἀφίξομαι φάρμακον, ἐφ' οὗ τῆς μὲν ξηρᾶς πίττης ἔφην ὑπὸ τοῦ Κρίτωνος γεγράφθαι ρ΄. λιθαργύρου δὲ λίτρας γ΄. οὐδετέρου μὲν αὐτῶν ἐκ τῆς οἰκείας δυνάμεως ἰᾶσθαι δυναμένου κακόηθες ἕλκος, ἵνα δ' ἔμπλαστον γένηται τὸ συντιθέμενον φάρμακον, εὐλόγως μιχθέντων τοῖς ὠφελοῦσιν. ἡ δὲ ποσότης αὐτῶν στοχασμῷ τεχνικῷ ληφθεῖσα κατὰ τὸν εἰρημένον ἀρτίως ἐγένετο σταθμὸν, εὐλαβουμένου τοῦ συντεθέντος ἢ οὕτως ὀλίγον ἑκατέρου μῖξαι τοῖς ἰσχυροῖς φαρμάκοις, ὡς τὰ δακνώδη τε καὶ διαβρωτικὰ λυπηρὰ γενέσθαι τοῖς θεραπευομένοις, ἢ οὕτω πολλὰ κατά τε τὸν ὄγκον καὶ τὸν σταθμὸν, ὡς ἐκλῦσαι τὴν δύναμιν αὐτῶν. ἥ τε γὰρ τοῦ χαλκοῦ λεπὶς ἰσχυρῶς ξηραίνει τε καὶ ῥύπτει καὶ μᾶλλον ἔτι ταύτης ὁ ἰός. ἄμφω δὲ ταῦτα δρᾷ καὶ διαβιβρώσκει τὰς σάρκας. ὁ δὲ κεκαυμένος χαλκὸς οὔτ' ἐπιτείνεσθαι πρός τινος οὔτ' ἐκλύεσθαι χρῄζει, σύμμετρος ὑπάρχων κατὰ δύναμιν εἰς τὰ παρόντα. πρόδηλον δ' ὅτι τοῦ μὲν ἐλαίου τὸ μέτρον ἔκ τε τῶν μιγνυμένων αὐτῷ καὶ τῆς κατὰ τὴν ἕψησιν ἐστοχάσθη ποσότητος. ἐπὶ πλέον γὰρ ἑψηθῆναι δεῖται [714] τὰ μεταλλικὰ παρασκευαζόμενα πρὸς τὸ ξηραίνειν ἀδήκτως. καὶ διὰ τοῦτο καὶ τὴν ἕψησιν αὐτοῖς προσέθηκεν ὁ Κρίτων ᾧδέ πως γράψας αὐτοῖς ὀνόμασιν. ἕψε λιθάργυρον, ἔλαιον ἕως συστραφῇ ποσῶς, εἶτε λεπίδα χαλκοῦ καὶ ἰὸν ἕως συστραφῇ καὶ εὔχρους γένηται, εἶτα πίσσαν ἐπίβαλλε, εἶτα ψύξας λάδανον λεῖον γενόμενον σὺν οἴνῳ προσέχων μὴ ὑπερζέσῃ τούτου βληθέντος, εἶτα ἐπὶ μαλακοῦ πυρὸς ἑνώσας κατάχει καὶ μάλασσε. αὕτη μὲν ἡ τῆς ἑψήσεως γραφή. ἐγχωρεῖ δὲ καὶ πλεῖον ἔλαιον βαλόντας ἐπὶ πλέον ἑψῆσαι, πρῶτον μὲν τὴν λιθάργυρον, εἶτα κατὰ ταύτην ἐμβληθέντας τόν τε ἰὸν καὶ τὴν λεπίδα καὶ τὸν χαλκόν. τὰ γὰρ ἐπὶ πλέον ἑψόμενα διττὴν ἐπί γε τῶν τοιούτων ἐλκῶν ἀρετὴν ἐπικτᾶται, ξηραντικώτερα ταὶ ἀδηκτότερα γινόμενα. περὶ μὲν οὖν τῶν ἄλλων φαρμάκων τῶν ἁπλῶν, ὅσα κατὰ τὴν προκειμένην ἔμπλαστρον εἴρηται τῷ Κρίτωνι, λέλεκταί μοι συμμέτρως. ἐφύλαξα δὲ τὸν περὶ τοῦ λαδάνου λόγον, ὅτι καὶ μόνον ἁρμόττει τοῖς δυσεπουλώτοις σὺν οἴνῳ τριβόμενον, οὐχ ὅτι δεῖται οἴνου δυνάμεως, ἀλλ' ὅτι σκληρότερόν [715] ἐστιν ἢ κατὰ τὴν ἔμπλαστρον. ἀλλ' ἐάν τις αὐτῷ μίξας ἔλαιον ἑψήσῃ, τὴν δύναμιν ἀμβλύνει τοῦ φαρμάκου. ἔστι δ' οὐχ οὕτως ἰσχυρὸν ὡς ἀμβλυνθῆναι δεῖσθαι· καθάπερ ὁ ἰὸς ἢ ἡ χαλκῖτις ἢ ἡ λεπὶς ἤ τι τοιοῦτον καὶ διὰ τοῦτο μαλακώτερον. ἔστι δὲ τοιοῦτον τὸ νέον, ἐπιτηδειότατον γάρ ἐστιν εἰς ἐπούλωσιν ἑλκῶν δυσεπουλώτων. ἐν Κύπρῳ γοῦν ἔνθα πλεῖστον γίγνεται, πρόσφατον ἔτι καὶ μαλακὸν ὑπάρχον αὐτὸ μαλάττων τις ἰατρὸς ἐπετίθει τοῖς τοιούτοις ἕλκεσιν· εἰ δὲ καὶ βραχὺ σκληρυνθείη, κατὰ μυρσίνου τὴν μάλαξιν ἐποιεῖτο, μὴ παρόντος δὲ μυρσίνου, μετὰ κυπρίνου ἢ ῥοδίνου. ἕτερον δὲ φάρμακον οὐ μετὰ πολὺ τοῦδε κατὰ τὴν τετάρτην βίβλον ὁ Κρίτων ἔγραψεν ἐν αὐτοῖς ὀνόμασιν ᾧδε. ἡ διὰ χαμαιλέοντος ποιοῦσα πρὸς τὰ αὐτὰ τῇ Τυρίᾳ. ἔστι δὲ ἐπουλωτικωτάτη τῶν δυσαλθῶν καὶ τυλωδῶν καὶ χρονίων ἑλκῶν. ἰᾶται δὲ καὶ τὰς ἐν τῷ δακτυλίῳ ῥαγάδας καὶ κονδυλώματα καὶ σκληρίας λιθαργύρου μνᾶ α΄. κηροῦ μνᾶς Ϛ΄΄. ἰοῦ μνᾶς τέταρτον καὶ χαμαιλέοντος ὄγδοον, ἐλαίου μνᾶ. ἔλαιον καὶ λιθάργυρον ἕψε κινῶν [716] σπάθῃ, ἕως ὅσου συστῇ καὶ γένηται μηλίνη. τούτου δὲ γινομένου ἰὸν ἐπίπασον. ἔπειτα πρόσβαλλε κηρὸν, τήξας ἐπιμελῶς καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασον τὸν χαμαιλέοντα, ὅταν δὲ ἑνωθῇ, κατέρα εἰς θυείαν καὶ μαλάξας ἀναιροῦ. τοῦτο τὸ φάρμακον ἀντὶ μὲν τοῦ λαδάνου τὸν χαμαιλέοντα τῆς αὐτῆς ὄντα δυνάμεως ἔλαβεν. ἀμφότερα γάρ ἐστιν ἐπουλωτικὰ τῶν δυσιάτων ἑλκῶν. ἡ διαφορὰ δ' αὐτῶν ἐν τῷ τὸν μὲν κεκαυμένον χαλκὸν ἔχειν ἐκεῖνο καὶ μηδ' ὅλως ἔχειν τὸν κηρὸν, ἐν τούτῳ δὲ τῷ τὸν μὲν κηρὸν εἶναι, τὸν χαλκὸν δὲ οὐκ εἶναι, καὶ τοῦτ' εὐλόγως ἐποίησεν. ἐν ἐκείνῳ μὲν γὰρ ἀντὶ τοῦ κηροῦ τῷ λαδάνῳ συνεχρήσατο πρὸς τὴν τῶν ἀνίκμων φαρμάκων ἕνωσιν, ἐνταυθοῖ δὲ μηδὲν ἔχων τοιοῦτον τὸν κηρὸν ἔμιξε, μαλακτικὸν μὲν ὄντα μετρίως φάρμακον, οὐ μὴν ἐπουλωτικόν γε. δυνατὸν δ' ἦν κᾀνταῦθα πλέον ἔλαιον ἐμβεβλῆσθαι, καθάπερ γε καὶ παλαιὸν ἢ κίκινον. ἐγὼ δὲ εἰς τὰ τοιαῦτα καὶ σχίνινον ἐμβάλλω πλεόνων μετέχον δυνάμεων. καὶ γὰρ μαλακτικὸν ἔχει τι καὶ διαφορητικὸν καὶ στυπτικὸν, ὧν ἁπάντων δεῖται τὰ μετὰ σκληρότητος τῶν χειλῶν δυσεπούλωτα ἕλκη.
[717] [Περὶ τῶν ὑφ' Ἡρακλείδου γεγραμμένων.] Καιρὸς οὖν ἤδη καὶ τῶν ὑφ' Ἡρακλείδου τοῦ Ταραντίνου γεγραμμένων ἐν τῇ πρὸς Ἀστυδάμαντα βίβλῳ μνημονεῦσαι. πιστὸς γὰρ ἀνὴρ εἴπερ τις ἄλλος ἐστὶ, τὰ διὰ τῆς πείρας αὐτῷ κεκριμένα μόνα γράφων. οὗτος οὖν ὁ ἀνὴρ κατὰ λέξιν οὕτως ἔγραψε. πρὸς τὰ παλαιὰ ἕλκη. λεπίδος μέρος ἓν, ἰοῦ ξυστοῦ μέρη δ΄. κηρωτῇ μυρσίνῃ προσαναλαμβάνεται ὀκταπλῇ. ὁ μὲν οὖν Ἡρακλείδης, ὡς ἂν ἰατροῖς γράφων ὑπομνήματα, προσέγραψε, κηρωτῇ μυρσίνῃ ἀναλάμβανε. τολμηροὶ δ' οὕτως εἰσὶ πολλοὶ τῶν νῦν, ὡς πρὸ τοῦ παρὰ διδασκάλων κτήσασθαί τινα ἕξιν ἰατρικὴν, ἐκ τῶν τοιούτων βιβλίων ὁρμώμενοι χρῆσθαι καλοῖς φαρμάκοις ἀμεθόδως καὶ διὰ τοῦτο πολλάκις ἀποτυγχάνειν. αὐτίκα γέ τοι τῆς μυρσίνης κηρωτῆς ἔξεστιν ἔλαττόν τε καὶ πλέον μίξαντα ποτὲ μὲν ὑγροτέρῳ τε καὶ μαλακωτέρῳ χρῆσθαι τῷ φαρμάκῳ, ποτὲ δὲ σκληροτέρῳ καὶ ξηροτέρῳ, κατὰ μὲν τὴν πρώτην ἐπίθεσιν ἐν πλατεῖ στοχασμῷ, καθάπερ εἴρηται πρόσθεν, ἐν δὲ τῇ δευτέρᾳ χρήσει πλησιαίτερον ἀφικνουμένου, ὡς ἐδείχθη. [718] βλέποντες γὰρ τὸ ἕλκος, εἰ μὲν ἐνδεῶς ἐξηράνθη, σφοδρότερον ἐργασόμεθα τὸ φάρμακον, ὡς μᾶλλον ξηραίνειν· εἰ δ' ἐπὶ πλέον ἢ δεῖ, μαλακώτερον αὐτὸ ποιήσομεν πλείονα μίξαντες τὴν μυρσίνην κηρωτήν. ἡ γὰρ τῶν μεταλλικῶν δύναμις οὐ μόνον ὑπὸ ταύτης, ἀλλὰ καὶ πάσης κηρωτῆς ἐκλύεται. ἑξῆς δὲ τούτῳ προσγράψας, ἄλλη· προσυπακοῦσαι δὲ χρὴ δηλονότι δύναμις· ὑπέταξε ταυτί. λεπίδα λεάνας ἐπίχεε ὄξος καὶ τρῖβε ὑπὸ κύνα, μέλιτος ποιῶν πάχος ἢ ἕψε. ὅταν δὲ ξηρὸν γένηται, προσεπιλεάνας μίσγε κηρωτῆς μέρη ὀκτὼ καὶ χρῶ πρός τε τὰ πρόσφατα τραύματα καὶ τὰ παλαιὰ ἕλκη καὶ σύρματα καὶ τρίμματα καὶ χίμεθλα τὰ μὴ ἄγαν ἑλκώδη. γινώσκειν δ' ὑμᾶς χρὴ καὶ περὶ τοῦδε τοῦ φαρμάκου ταῦτα. πρὸς μὲν τὰ ἄλλα μετρίως ἄν τις ὀκταπλασίαν κηρωτὴν μίξειε τῇ λεπίδι, πρὸς δὲ τὰ παλαιὰ πάνυ, τουτέστι τὰ δυσίατα, κᾂν ἑξαπλασίαν ἢ πενταπλασίαν μίξῃς, οὐ βλάψεις, ἰσχυροτέρων γὰρ δέονται. τὴν δὲ περὶ τοῦ φαρμάκου διήγησιν ἔγραψεν ὁ Ἡρακλείδης οὕτως. ἐγχωρεῖ δὲ καὶ ἐπὶ πυρὸς ἀναξηράναντα τὴν λεπίδα χρῆσθαι. βούλεται [719] δ' ὁ λόγος αὐτῷ, κᾂν ἐν ἄλλῳ τινὶ καιρῷ συντιθῶμεν τὸ φάρμακον, ἀντὶ τῆς ἡλιακῆς θερμασίας χρῆσθαι πυρί. καλλίω μέντοι γίγνεται τὰ τοιαῦτα πάντα κατὰ τὸν θερινὸν ἥλιον ἐν πολλαῖς ἡμέραις λειούμενα, τὰ μὲν δι' οἴνου, τὰ δὲ δι' ὄξους. λεπτομερέστερα μὲν οὖν γίγνεται τὰ δι' ὄξους λειωθέντα καὶ διὰ τοῦτο καθαιρετικώτερά τε καὶ λεπτυντικώτερα καὶ ξηραντικώτερα. πρὸς δὲ τὰς ἐπουλώσεις τὰ δι' οἴνου βελτίω, καὶ χρεία γε τούτων γίγνεται προξηρανθέντων, εἶτα προκαθαρθέντων τῶν δυσεπουλώτων ἑλκῶν. προξηρανθήσεται μὲν οὖν διὰ τῶν ἰσχυρῶς ξηραινόντων, καθαρθήσεται δὲ διὰ τῶν ῥυπτόντων, ἀπολωθήσεται δὲ διὰ τῶν στυφόντων. ἄλλο. ἐφεξῆς δ' ἕτερον φάρμακον ἔγραψεν ὁ Ἡρακλείδης ἐκ μὲν τῆς αὐτῆς ὕλης, οὐκ ἰσχυρὸν δὲ διὰ τὸ πολὺ τῆς λιθαργύρου μῖξαι τῷ διφρυγεῖ. τῆς μὲν γὰρ λιθαργύρου πέντε καὶ τριάκοντα δραχμὰς ἀξιοῖ βάλλειν εἰς αὐτὸ, τοῦ διφρυγοῦς δὲ ὀκτώ. καὶ ταῦτα δὲ ἀναλαμβάνει κηρωτῇ, τοῦ μὲν κηροῦ ἐχούσης μ΄. τοῦ δ' ἐλαίου κο. γ΄. ἐγὼ δὲ πολλάκις ἐχρησάμην μόνῳ τῷ διφρυγεῖ μετὰ τῆς τοιαύτης [720] κηρωτῆς, οὐδ' οὖν οὐδ' αὐτῷ πρὸς τὰ φαγεδαινικὰ καὶ χειρώνεια καὶ σηπεδονώδη, πολὺ γὰρ ἀποδεῖ τῇ δυνάμει τῶν τὰ τοιαῦτα θεραπευόντων, ἀλλ' ἐπὶ τῶν ἄνευ μεγάλης κακίας δυσεπουλώτων, ὥστε ἂν καὶ λιθάργυρον αὐτῷ τις μίξῃ, καὶ ταύτην πολλὴν ἀσθενὲς ἐργάσεται τὸ φάρμακον. μετὰ δὲ τοῦτο τῆς αὐτῆς ἐπαγγελίας ἐχόμενον γέγραπται φάρμακον τοιόνδε. Ϛ κηροῦ ιβ΄. ῥητίνης τερμινθίνης γ΄. λεπίδος δ΄. λαδάνου δ΄. ἀσφάλτου γ΄. τὸ λάδανον τρῖψον κατ' ἰδίαν καὶ τὴν λεπίδα, εἶτα τὰ ἄλλα τήξας μετὰ μυρσίνου ἐλαίου μίσγε. ἐὰν δὲ ᾖ τὸ λάδανον μαλακὸν, τῆκε. κατὰ τὺν γραφὴν ταύτην ἐνεδείξατο σαφῶς ὁ Ἡρακλείδης, ὅταν μὲν σκληρὸν ᾖ τὸ λάδανον, ἐν τῇ θυείᾳ λειοῦν αὐτὸ μόνον, ὅταν δὲ ὑγρόν τε καὶ μαλακὸν, ἐπὶ πυρὸς διατήκειν ἤτοι μόνον ἢ καὶ μετ' ἐλαίου βραχέος, ὅπερ ἑοράκατέ με διὰ παντὸς οὐκ ἐπὶ τούτου μόνου, ἀλλὰ καὶ τοῦ ἀμμωνιακοῦ θυμιάματος ποιοῦντα. ἔστι δὲ καὶ τὸ μετὰ τοῦτο γεγραμμένον φάρμακον ὑπὸ τοῦ Ταραντίνου τῆς αὐτῆς ἐπαγγελίας κατὰ τήνδε τὴν συμμετρίαν. Ϛ χαλκίτιδος κε΄. [721] καδμείας ιβ΄ Ϛ΄΄. λεάνας κατ' ἰδίαν καὶ μίξας οἶνον ἀπαράχυτον καὶ ζέσας κατάχες, ὥστε φυραθῆναι συμμέτρως, εἶτα λέαινε ἄχρι τοῦ ξηρανθῆναι καὶ τήξας κηροῦ ν΄. ῥητίνης τερμινθίνης λ΄. μυρσίνης κο. η΄. μίσγε τῇ κηρωτῇ ἀπὸ τῶν ξηρῶν κ΄. καὶ τοῦτο τὸ φάρμακον οὐδὲν ἔχει τῶν μαλθακωδῶν. ἐν μέντοι τῇ πρὸς τὴν κηρωτὴν μίξει τὴν προσήκουσαν ἐφ' ἑκάστου τῶν ἑλκῶν ποσότητι τῆς μίξεως, ὁ γεγυμνασμένος λογικῶς ἐν αἷς ὑπεθέμην μεθόδοις ἐπιτηδείως ἐργάσαιτο. καλῶς δὲ καὶ τὸν ἀπαράχυτον οἶνον, τουτέστιν ᾧ μὴ μέμικται θάλαττα, θερμὸν καταχεῖ τῆς χαλκίτεως καὶ τῆς καδμείας, ὡς ἀφελέσθαι τὴν δριμύτητα τῆς χαλκίτεως βουλόμενος διὰ τῆς θερμασίας αὐτοῦ. ἕτερον δὲ συνεχὲς τούτῳ γέγραπται φάρμακον ἀξιόλογον, ἐκ τοσῶνδε καὶ τοιῶνδε τῶν ἁπλῶν συγκείμενον. Ϛ λεπίδος στομώματος δ΄. ἰοῦ ξυστοῦ β΄. ἐν ἐνίοις δὲ τῶν ἀντιγράφων γέγραπται α΄. χρυσοκόλλης κε΄ ἢ ιε΄. κηροῦ κε΄. ἔν τισι δ' ἀντιγράφοις οὔτε τὸν κηρὸν οὔτε τὸν ἰὸν εὕρομεν. λεάνας τὰ ἄλλα [722] τῆκε τὸν κηρὸν μετ' ὀλίγης ῥητίνης, ὥστε μὴ κατάσκληρον τὸ φάρμακον εἶναι, καὶ μίξας χρῶ, ἄνωθεν δὲ σπόγγον ἐξ ὄξους ἐκθλίψας ἐπιτίθει. Δημήτριος δὲ ὁ Βιθυνὸς ἔφη, αὐτὴν τὴν χρυσοκόλλαν λίαν κηρῷ θερμῷ ἀναλαμβάνων χρῆσθαι. ἐνεδείξατο καὶ κατὰ τοῦτο τὸ φάρμακον ὁ Ἡρακλείδης ὡς οὐ κατὰ πρώτην χρείαν ἡ ῥητίνη μίγνυται τοῖς τοιούτοις φαρμάκοις, ἀλλ' ὑπὲρ τοῦ γλισχρότητά τινα παρασχεῖν αὐτοῖς εἰς ἐμπλαστρώδη σύστασιν, καὶ μάλισθ' ὅταν ὁ κηρὸς ᾖ μήτε λιπαρὸς φύσει μήτε νέος, ἀλλὰ σκληρός τε καὶ αὐχμηρός. ἡ μέντοι τοῦ στομώματος λεπὶς ἰσχυρῶς ξηραίνει πρὸς τῷ καὶ στυπτικὴν ἔχειν δύναμιν. Δημήτριον δ' ἔφη τὸν Βιθυνὸν ἀναλαμβάνοντα τῷ κηρῷ μόνην τὴν χρυσοκόλλαν οὕτως χρῆσθαι. καὶ καλῶς γε ποιῶν ὁ Δημήτριος οὕτως ἐχρῆτο· καθάπερ κᾀγὼ πολλάκις οὐ χρυσοκόλλαν μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον αὐτὸ καθ' αὑτὸ μετὰ μαλακοῦ μαλάττων κηροῦ κατὰ τὰ τοιαῦτα χρῶμαι. δῆλον δ' ὅτι τῶν ἄλλων ἕκαστον εἶπον ὧν διῆλθον ἔμπροσθεν ὠφελεῖν τὰ τοιαῦτα τῶν ἑλκῶν καὶ λεᾶσθαί γέ με καθ' [723] ἕκαστον, ὧν ἂν θεραπεύω τῶν δυσιάτων ἑλκῶν μετὰ τοῦ κηροῦ συντεθέντα τὰ τοιαῦτα φάρμακα. ποτὲ μὲν γὰρ τὴν χρυσοκόλλαν ἀναλαμβάνω κηρῷ, ποτὲ δὲ τὸν κεκαυμένον χαλκὸν ἢ τὴν λεπίδα, καὶ ταύτην ἤτοι στομώματος ἢ σιδήρου ἢ χαλκοῦ, ποτὲ τὸν ἰὸν ἄκαυστον ἢ κεκαυμένον, ὥσπερ καὶ μίσυ καὶ χαλκῖτιν. ἐνίοτε δὲ καὶ τῶν αὐστηρῶν τι μίγνυμι, περὶ ὧν ἔμπροσθεν εἶπον, ὅταν ἀποκρούσασθαι βουληθῶ τὸ ἐπιῤῥέον, ἐξ ὧν ἐστιν ἥ τε στυπτηρία καὶ τὰ σίδια καὶ ἡ κηκὶς, οἵ τε κύτινοι καὶ τὸ βαλαύστιον, ὅσα τ' ἄλλα τοιαῦτα. πιστεύσαντες οὖν ἐμοὶ τῶν εἰρημένων ἄχρι τοῦ δεῦρο φαρμάκων ἁπάντων οὐδὲν ἀπόβλητον ὑπάρχειν ἀσκεῖτε τὴν μέθοδον τῆς χρήσεως αὐτῶν, ὅπως ἐπιτυγχάνητε καθάπερ ἐγώ. γεγραμμένων δ' ἐφεξῆς ὑπὸ τοῦ Ταραντίνου καὶ ἄλλων δύο φαρμάκων ἀξιολόγων, εὔλογον ἔδοξέ μοι κᾀκεῖνα προσθεῖναι. τὸ μὲν οὖν πρότερον αὐτῶν ὡδί πως ἔγραψε. Ϛ λεπίδος δ΄. μάννης δ΄. στυπτηρίας σχιστῆς β΄. μίσυος β΄. τρίψας μετὰ ὄξους καὶ κυκλίσκους ποιήσας, ἄγοντας ἀνὰ β΄. ἀπόθου. ὑπὸ δὲ τὴν χρείαν κηροῦ [724] δ΄. ἄλλ. μ΄. ῥητίνης πιτυΐνης β΄. στέατος ταυρείου δ΄. τήξας καὶ ἐάσας παγῆναι μίσγε τῷ τροχίσκῳ. χρῶ δὲ πρὸς τραύματα ὡς κολλώδει καὶ ἀφλεγμάντῳ. ταῦτα μὲν ὁ Ταραντῖνος. ἐγὼ δὲ τῇ μὲν οὕτως μιχθείσῃ φησὶ χρῆσθαι δέον πρὸς τραύματα, πρὸς μέντοι τὰ κακοήθη τῶν ἑλκῶν οὐ χρὴ μιγνύειν τὴν τοιαύτην κηρωτὴν, ἀλλ' ἱκανὸς ὁ κηρὸς μόνος, ὡς ἐπὶ τῶν ἔμπροσθεν εἴπομεν. καὶ εἰ δεήσει ποτὲ μῖξαί τι τῶν μαλθακωδῶν αὐτῷ, βραχὺ μύρσινον ἢ κύπρινον ἢ ῥόδινον ἔστω. βλάψεις δ' οὐδὲν, οὐδ' εἰ τὴν λάρικα προσαγορευομένην ῥητίνην μίξειας, οὐδὲ τὴν τερμινθίνην, ἧττον μὲν ἐπιτήδειον ὡς πρὸς τὰ τοιαῦτα τῶν ἑλκῶν οὖσαν, οὐ μὴν ἀπόβλητόν γε. τὰς δ' ἄλλας ῥητίνας οὐ χρὴ μιγνύναι ἄνευ μεγάλης ἀπορίας τῶν προειρημένων. οὕτω δὲ καὶ περὶ στέατος. οὐ γὰρ οὖν οὐδὲ τοῦτο μιγνύναι χρὴ, πλὴν εἰ καὶ τὰ χείλη μαλάττειν ἐθέλῃς. ὅτι δὲ ξηραντικώτερον ὑπάρχει τὸ ταύρειον στέαρ πάντων τῶν ἄλλων, ὅσα τῶν ἡμέρων ζώων ἐστὶν, ἀκηκόατε πολλάκις. ὑπερέχει γὰρ αὐτοῦ λεπτομέρεια, τό τε τοῦ λέοντος καὶ τὸ τῶν παρδάλεων [725] καὶ δηλονότι καὶ τὸ τῆς ὑαίνης. ἄμεινον οὖν, ὅταν δέῃ μιγνύναι στέαρ, τὸ χήνειον ἐμβάλλειν, καὶ μᾶλλόν γε τῶν νομάδων χηνῶν· ἱκανῶς γάρ ἐστι λεπτομερές τε καὶ παρηγορικόν. ἔτι δ' ἑνὸς ὑπολοίπου γεγραμμένου τοῦ φαρμάκου συνεχοῦς τῷ προγεγραμμένῳ, καθ' ὃ τὴν ἀρχὴν ἐποιήσατο τῆς διδασκαλίας οὕτως εἰπὼν ὁ Ἡρακλείδης τὸ ἰπωτήριον, καὶ μάλιστα πρὸς τοὺς ἁπαλοχρῶτας, ἐπειδὴ τῆς ἑτέρας ἐστὶν ὕλης τε καὶ δυνάμεως, ἣν ἔφαμεν ἁρμόττειν τοῖς μὴ φέρουσι τῶν ἰσχυρῶν φαρμάκων τὴν προσαγωγὴν, ἀλλὰ δακνομένοις τε καὶ παροξυνομένοις καὶ ῥευματιζομένοις, ἀναβεβλήσθω μὲν ὁ περὶ τούτου λόγος, ὅταν περὶ τῶν τοιούτων φαρμάκων διεξέρχωμαι λεχθησόμενος. νυνὶ δὲ τῇ ἐπὶ τὰ παραπλήσια τοῖς προγεγραμμένοις μεταβήσομαι τοσοῦτον ἔτι προσθεὶς ὑπὲρ αὐτῶν, ὅτι καὶ καθ' ἕτερον βιβλίον ὁ Ἡρακλείδης ἐπιγεγραμμένον στατιώτην ἔγραψε τὰ αὐτὰ φάρμακα κατὰ τὸ τρίτον ἐν αὐτοῖς τῇ τάξει μόνον ἑαυτῷ διαφωνήσας. ἐνταῦθα μὲν γὰρ ἁπλῶς γέγραπται κηροῦ μ΄. κατὰ δὲ τὸν στρανιώτην πρόσκειται, οἱ δὲ ιστ΄. καὶ βέλτιόν γε τοῦτ' [726] ἔστιν. ἡ γὰρ πολλὴ μίξις τοῦ κηροῦ καθαιρεῖ τὴν δύναμιν τοῦ φαρμάκου. τῶν αὐτῶν τούτων φαρμάκων ὁ Ἡρακλείδης μέμνηται κᾀν τοῖς πρὸς τὴν Ἀντιοχίδα γεγραμμένοις αὐτῷ, καὶ πρώτως γε τοῦ πρώτου, καθάπερ ἐν τούτοις καὶ ἐν ἐκείνοις γράφων οὕτως. πρὸς μὲν τὰ ἄγαν πεπαλαιωμένα καὶ τυλώδη χρήσῃ ταύτῃ. λεπίδος μέρος α΄. ἰοῦ κατὰ τινὰ μὲν τῶν ἀντιγράφων ἀπεστιγμένον τὸ δ΄. γέγραπται· κατὰ τινὰ δὲ γραμμὴν ἄνωθεν ἔχον μακρὰν, ὥστε ἤτοι μέρη δ΄. σημαίνειν ἢ τοῦ ἑνὸς τὸ δ΄. οὕτως δὲ καὶ κατὰ τὰ προειρημένα συγγράμματα διαφερόντως εὗρον αὐτὸ γεγραμμένον, ὥστε καὶ κατὰ τοῦτο χρεία τῆς προκειμένης πραγματείας ἐστὶν, ὅπως ἄν τις ἐπίστηται διαγιγνώσκειν τῶν φαρμάκων τὰς διαφοράς. μόνος γὰρ οὗτος αὐτοῖς κατὰ τρόπον χρήσαιτο. τοῦτο γοῦν αὐτὸ τὸ προκείμενον φάρμακον, ἐὰν μὲν τετραπλάσιον λάβῃ τὸν ἰὸν, ἱκανῶς ἔσται δριμύ. τέταρτον δὲ μέρος ἰοῦ βαλών τις ὡς πρὸς ἓν μέρος τῆς λεπίδος ἕξει μέτριον φάρμακον, ὡς πρὸς τὰ κακοήθη, καὶ μάλιστα, ἐὰν μὴ διὰ κηροῦ μόνου τὴν μίξιν αὐτῶν, ἀλλὰ διὰ κηρωτῆς ποιήσηται. προείρηται δ' ὅτι καὶ μαλακὸν εἶναι χρὴ καὶ νέον [727] τὸν κηρόν· ἐὰν δὲ ἀπορῶ μὲν τοῦ τοιούτου, παρὰ πυρὶ θερμαίνοντες ὃν ἔχομεν ἢ ἐν ἡλίῳ καὶ μαλάττοντες μετ' ὀλίγου μυρσίνου μίξομεν οὕτως τήν τε λεπίδα καὶ τὸν ἰόν. εἴρηται δὲ καὶ κατὰ τὴν ἀρχὴν τούτου τοῦ γράμματος ὡς εἴη κάλλιστον φάρμακον συγκείμενον ἐκ λεπίδος καὶ ἰοῦ, προσλαβὸν τετραπλάσιον τὸν κηρόν. καὶ διὰ τοῦτο συνεχῶς αὐτῷ χρῶμαι μιγνὺς ὡς τὸ πολὺ καὶ τοῦ κεκαυμένου χαλκοῦ τὸ ἴσον. προστέθεικε δὲ τῇ χρήσει τοῦ φαρμάκου τούτου κατὰ τὸ πρὸς τὴν Ἀντιοχίδα γεγραμμένον αὐτῷ βιβλίον ὁ Ταραντῖνος, ἃ διὰ τῶν ἔμπροσθεν ὧν εἶπον συγγραμμάτων αὐτοῦ οὐ προσέθηκεν. ὅλην οὖν αὐτοῦ γράψω τὴν ῥῆσιν οὕτως ἔχουσαν. πρὸς μὲν τὰ ἄγαν πεπαλαιωμένα καὶ τυλώδη χρήσῃ ταύτῃ. λεπίδος μέρος ἓν, ἰοῦ τέταρτον, λεάνασα μυρσίνῃ κηρωτῇ ὀκταπλῇ σκληρᾷ, ἀναλαμβάνουσα χρῶ, προκατανίψασα τὸ ἕλκος ὕδατι ψυχρῷ. προσέθηκε μὲν καὶ ὅτι προκατανίψαι χρὴ τὸ ἕλκος ὕδατι ψυχρῷ. νῦν οὖν ἤδη γράψω τὰ παραλελειμμένα μοι τῶν ὑπ' Ἀνδρομάχου γεγραμμένων ἐπὶ τὴν αὐτὴν ἐπαγγελίαν. τὰς γὰρ ἐμπλάστρους μόνας διῆλθον [728] ἔμπροσθεν. ὅσα δὲ φάρμακα διὰ τροχίσκων προπαρεσκευασμένα μιγνυμένων κηρωταῖς ἐπὶ τῆς χρείας ἐπουλωτικά φησιν εἶναι τῶν δυσιάτων ἑλκῶν ἢ ὅσα ξηρὰ καταπαστὰ, ταῦτα προσθήσω νῦν, ἀρξάμενος ἀπὸ τοῦ γεγραμμένου κατὰ τὰ ξηρὰ πλησίον τοῦ τέλους.
[Ξηρὰ ἐκ τῶν Ἀνδρομάχου, ἐπουλοῦν ξηρόν.] Ϛ Ὀστέων ἄλλως ὀστρέων κεκαυμένων β΄. μάννης α΄. καδμείας ὀβολοὺς δ΄. ἐν ἄλλῳ δ΄. λείοις χρῶ καὶ πρὸς νομάς. ἄλλο ἐπουλοῦν ξηρόν. Ϛ πίτυος φλοιοῦ στ΄. ἀριστολοχίας στ΄. κισσήρεως δ΄. ῥητίνης ξηρᾶς δ΄. μάννης στ΄. εὔδηλον δ' ὅτι τὴν κολοφωνίαν λέγει. ἴρεως Ἰλλυρικῆς β΄. λείοις χρῶ. ἄλλο ἐπουλοῦν καὶ κακοήθη. Ϛ πίτυος φλοιοῦ στ΄. κέρατος ἐλαφείου κεκαυμένου δ΄. καδμείας ιη΄. μάννης, ἄλλως ψιμυθίου δ΄. ἰοῦ ξυστοῦ β΄. λείοις χρῶ. ἄλλο. Ϛ κηκίδος δ΄. ψιμυθίου η΄. μυρσίνης δ΄. λιθαργύρου η΄. σκωρίας μοβύβδου δ΄. λείοις χρῶ. τούτων τῶν τεττάρων φαρμάκων τὸ μὲν πρῶτον ἁπλοῦν ἐστι λίαν, ἄδηκτόν τε καὶ ξηραντικὸν, [729] ἀμυδρᾶς μετέχον στύψεως. τὸ δὲ δεύτερον διὰ τὸ μεμίχθαι φλοιὸν αὐτῷ πίτυος αἰσθητὴν ἔχει τὴν στύψιν, ὁποίαν ἔχειν χρὴ τὰ μέλλοντα καλῶς ἐπουλοῦν. διὰ τὸ δὲ γ΄. οὐ μόνον τὸν φλοιὸν τῆς πίτυος, ἀλλὰ καὶ τὸν ἰὸν, πρὸς τὰ μετὰ ῥύπου ῥᾳδίως ἐπιτρεφομένου τοῖς ἡλκωμένοις ἁρμόττει· τόν τε γὰρ ῥύπον αὐτῶν ἀφαιρεῖ καὶ τὴν ἐπούσωσιν οὐκ ἐμποδίζει. τὸ δ' ἐφεξῆς ἀντὶ τοῦ τῆς πίτυος φλοιοῦ τὴν μυρσίνην ἔχει καὶ τἄλλα ξηραίνοντα χωρὶς δήξεως. μετὰ δὲ ταῦτα τρία γράψας ἕτερα ξηρὰ, τέταρτον ἐπ' αὐτοῖς προσέθηκε κατὰ λέξιν οὕτως. ἄλλο ξηρὸν πρὸς τὰ ὑπερσαρκοῦντα ἐπουλοῦν ἄδηκτον, ὡς Ἁρπόκρας. σανδαράχης, χρυσοκόλλης, ἀρσενικοῦ ἴσον ἑκάστου. καὶ πρὸς κακοήθη ποιεῖ τοῦτο τὸ φάρμακον. οὐδὲν ἔοικε τοῖς ἔμπροσθεν, ἀλλ' ἐπὶ τῶν ὑπερσαρκούντων ἑλκῶν δι' ὑγρότητα πολλὴν ἁρμόττει καὶ καθαιρετικὸν ὑπάρχον αὐτῶν. τοιαύτης γὰρ δυνάμεώς ἐστιν ἥ τε σανδαράχη καὶ τὸ ἀῤῥενικόν. ἓν δ' αὐτοῖς πρόσκειται, τῶν κακοήθη θαυμαστῶς ὠφελούντων ἡ χρυσοκόλλα.
[Περὶ τῶν ὑπ' Ἀρχιγένους γεγραμμένων.] [730] Ἃ δ' Ἀρχιγένης ἔγραψε περὶ τῶν τοιούτων ἑλκῶν ἐν τῷ δευτέρῳ περὶ φαρμάκων βιβλίῳ διὰ τῆς ἐκείνου λέξεως αὐτοῖς ὀνόμασιν οὕτω γέγραπται. περὶ ἑλκῶν ἀτυλώτων καὶ παλαιῶν. τῶν δ' ἑλκῶν τὰ μὲν παλαιὰ οὕτως ἐπουλοῦν· κοινῷ τινι ἀνακαθάρας ἔλαιον παλαιότατον μετὰ μοτῶν ἐπιτίθει. ἢ ἰὸν ξυστὸν μετὰ κηρωτῆς ῥοδίνης, ὀλίγον ῥητίνης ἐχούσης ἀναλαβὼν ἐπιτίθει. καὶ λεπίδος ἐρυθροῦ χαλκοῦ ὡς πλεῖστον ἀναλαβὼν κηρωτῇ μυρσίνῃ χρῶ. ἢ ἀμύλου πεπλυμένου μέρη γ΄. στέατος μοσχείου μέρη γ΄. κηροῦ Τυῤῥηνικοῦ μέρος α΄. τήξας τὰ τηκτὰ μίσγε τὸ ἄμυλον καὶ χρῶ. ἢ διφρυγοῦς καὶ λεπίδος χαλκοῦ ἀνὰ δ΄. μάννης η΄. σὺν ὄξει εὖ λεάνας μέχρι μέλιτος πάχους, κηροῦ μὲν λβ΄. μετ' ἐλαίου κο. α΄ Ϛ΄΄. τήξας κατάχει καὶ ἑνώσας χρῶ, ἔμμοτον ἢ ἔλασσον τὸ ἔλαιον καὶ σπλήνιον ποίει. ἢ χαλκίτιδος, ψιμυθίου ἴσον, ἁλὸς κοινοῦ τὸ διπλοῦν, λιθαργύρου τὸ διπλοῦν τοῦ ἁλὸς, οἴνῳ καὶ ἐλαίῳ ἐναλλὰξ λεαίνων ὡς λιπαρῷ χρῶ. ἢ λιθαργύρου, ψιμυθίου, διφρυγοῦς ἴσα, ἀσβέστου [731] τὸ διπλοῦν μετὰ μυρσίνης κηρωτῆς χρῶ. ἢ διφυγὲς, λεπίδα, κηκίδα ἴσα, ἰοῦ τὸ ἥμισυ μετὰ κηρωτῆς μυρσίνης. ἔνιοι δὲ καὶ πιτυΐνην ῥητίνην προσμιγνύουσιν. ἢ σικύου ἀγρίου ῥίζαν ἐπίπασσε, ἐπάνω δὲ τίλμα ἐκ ψυχροῦ ἀνακαθαίρει καὶ ἐπουλοῖ. πρὸς τὰ ἐν οἵῳ δή ποτε τόπῳ ἕλκη τοῦ σώματος δυσκατούλωτα. ἐρυσίμου σπέρματος λείου μιγέντος καὶ γενομένου ῥυπώδους, ἐπιτιθέντος σπληνίου τρόπον, τάχιστα ἐπουλοῖ καὶ τὰ κακοήθη. ἐπουλωτικὴ πρεσβυτικῶν. πρὸς δὲ τὰ πρεσβυτικὰ σκωρίᾳ μολύβδου μετὰ μυρσίνης κηρωτῆς χρῶ. ἐὰν δὲ παλαιῶσαι θέλῃς, καὶ στέαρ χοίρειον μίσγε. τὰ δὲ μελαινόμενα ἕλκη προπυριάσας ἄρτοις κριθίνοις ἀρτίως πεσσομένοις, βούτυρον καὶ ψιμύθιον ἴσα ἐπιμελῶς ἑνώσας χρῶ.
[Περὶ σηπεδονικῶν καὶ νομῶν.] Ἐπὶ δὲ τῶν σηπεδονικῶν καὶ τῶν νομῶν ὀρόβινον ἄλευρον, στυπτηρίαν ὑγρὰν, ἄρτου σεμιδαλίτου τὸ ἐντὸς, χοιρείου παλαιοῦ ἢ ἄλλου ταριχηροῦ παλαιοῦ, σαρκὸς ἀπλύτου, τερμινθίνην ὑγρὰν, [732] μέλι καλὸν, ἴσα σταθμῷ συνελάσας ἐπιτίθει. ἢ ἀριστολοχίας καὶ κικίνων φύλλων χυλοῦ ἴσα, ἰοῦ τὸ ἥμισυ, δι' ὕδατος, μέλιτος δὲ τὸ πάχος κατάχριε μικρὸν τοῦ ὑγροῦ προσλαμβάνων. ἐὰν δὲ μὴ ἀφίστηται ἡ ἐσχάρα, ἐλατηρίου, ἰοῦ τὸ ἴσον πρόσμισγε. καλῶς ποιεῖ ἐπὶ τῶν σηπεδόνων, σῶρυ λεῖον ἐπὶ πάχος ἐπιπασσόμενον καὶ ἐπάνω τίλμα ξηρόν. ἢ ἀριστολοχίαν στρογγύλην καὶ κηκίδα ἴσα μετ' ἐλαίου περίχριε. ἢ σικύου ἀγρίου ῥίζαν ἢ κράμβης ἢ τεύτλου ἢ λαπάθου φύλλοις ἐνδήσας θερμοσποδίᾳ ἔγκρυψον. ὅταν δὲ μαλακυνθῇ, συντρίψας ἐπίθες, εὐτόνως ἀνακαθαίρει. ἢ θαλλίᾳ ἐν οἴνῳ ἑφθῇ μετὰ μέλιτος κατάπασσε, ἢ χαλκῖτιν κατάπασσε, ἄνωθεν δὲ τίλματα ξηρὰ ἐπιτίθει. ἐλατηρίου ἢ λινοσπέρμου λεῖα μετὰ χαλκάνθου ἐπιτίθει, ἢ θύμῳ καὶ σταφίδι ἀγρίᾳ ἢ ἡμέρῳ κατάπασσε μετὰ σύκων ἑφθῶν, ἢ συκίνοις φύλλοις λείοις μετὰ μέλιτος, ἢ νίτρον μετὰ κυμίνου καὶ ἄλευρον μετὰ μέλιτος, ἢ σικύου ἀγρίου ῥίζαν μετὰ μέλιτος, ἢ σκίλλης ἑφθῆς μετὰ μέλιτος, ἢ ἐλλεβόρου μετὰ μέλιτος. ποιεῖ καὶ πρὸς φαγεδαίνας [733] ταῦτα καὶ μελανίας καὶ νομὰς, ἢ σώρεως ιβ΄. χαλκίτεως ι΄. μίσυος δ΄. σὺν ὄξει δριμυτάτῳ ἡμικοτυλίῳ λέαινε, μέχρις ἂν ξηρανθῇ, καὶ ἀνελοῦ. χρῶ δὲ μήλην βάπτων καὶ ἐπικυλίων τῷ ἕλκει καὶ ἐπάνω ὀθόνιον ἁπλοῦν ἐξ οἰνελαίου ἐπιτίθει. ἐὰν δὲ φλεγμαίνῃ, ὑοσκυάμῳ μετὰ ἀλφίτων ἢ κράμβῃ μετὰ μέλιτος κατάπασσε. ἐπὶ δὲ τῶν σκώληκας ἐχόντων ψιμύθιον καὶ πόλιν ἴσα σὺν πίσσῃ ὑγρὰ κατάχριε.
[Περὶ καρκινωδῶν.] Ἐπὶ δὲ τῶν καρκινωδῶν καὶ κακοήθων ἑλκῶν, καρκίνου ποταμίου κεκαυμένου, καδμείας, ἴσα λεῖα ἐπίπασσε, ἢ τὴν σποδὸν τῶν καρκίνων μετὰ κηρωτῆς ἐπιτίθει, ἢ ἐρυσίμου σπέρμα λειότατον σὺν μέλιτι τρυγῶδες ποιῶν ἐπιτίθει ὡς πλήνιον. ἄκρως ποιεῖ πρὸς τὰ χειρώνεια καὶ παλαιὰ καὶ δυσκατούλωτα καὶ τὰ ἐπὶ τῶν κνημῶν κακοήθη μελάντρια καὶ τὰ ἐν μαστοῖς κακοήθη. χοιράδας καὶ παρωτίδας ἐπισπάσαι ἄλρως ποιεῖ, στέατος βοείου λίτρας γ΄. ὡς δέ τινες ε΄. τερμινθίνης οὐγγίας ε΄. μάννης [734] οὐγγίας Ϛ΄΄. γῆς τῆς λεγομένης σάρδης, ᾗ οἱ γναφεῖς χρῶνται οὐγγίας ε΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καὶ ἑνώσας χρῶ, ἢ φακῷ ἑφθῷ μετὰ μέλιτος ἢ θαλλίᾳ ἢ ἀμφοτέροις κατάπασσε.
[Περὶ τῶν τυλωδῶν.] Ἐπὶ δὲ τῶν τετυλωμένων καὶ ὀχθωδῶν, γλυκέων λεγομένων ἑλκῶν, ποιήσουσι μὲν καὶ τὰ διὰ πείρας καυστικά. ἰδίως δὲ λίτρον πεφωγμένον καὶ ἄσβεστον μετ' οὔρου παιδὸς ἀφθόρου περίχριε, ἢ ἰὸν, λίβανον, ἅλας, μέλι περίχριε.
[Περὶ τῶν ὑπ' Ἀσκληπιάδου εἰς τὰ τοιαῦτα τῶν ἑλκῶν γεγραμμένων ἐμπλάστρων.] Κάλλιστα περὶ τῶν τοιούτων ἑλκῶν Ἀσκληπιάδης ἔγραψεν, ὁ ἐπικληθεὶς φαρμακίων. ἑνὸς γὰρ ὄντος ἅπασιν αὐτοῖς κοινοῦ τοῦ δυσεπουλώτοις εἶναι, τινὰ μὲν ἐκ τοῦ θεραπεύεσθαι κακῶς ἢ μαλακῶς διαιτᾶσθαι τὸν θεραπευόμενον οὐκ ἐπουλοῦται, μηδεμίαν οἰκείαν αὐτὰ κακοήθειαν ἔχοντα, τινὰ δὲ δι' ἑαυτὰ δυσθεράπευτά ἐστιν, ἤτοι διὰ τὸ χυμοὺς ἐπιῤῥεῖν αὐτοῖς μοχθηροὺς [735] ἢ διὰ τὸ τοιαύτην ἤδη διάθεσιν ἐσχηκέναι τὸν ἡλκωμένον τόπον, ὡς, κᾂν χρηστὸν ᾖ τὸ ἐπιῤῥέον αἷμα, διαφθείρειν αὐτό. διελόμενος οὖν ὁ Ἀσκληπιάδης τρισὶ γένεσι τὰ τοιαῦτα τῶν ἑλκῶν, ὑπὲρ ἑκάστου διωρισμένως ἐποιήσατο τὸν λόγον, ἃ κᾀγὼ ταῖς ἐκείνου λέξεσιν ἐφεξῆς παραγράψω, προστιθεὶς ἐξήγησιν ἢ κρίσιν, εἴ πού τις ἀμφιβολία κατὰ τὸν λόγον ὑπάρχοι. περὶ μὲν οὖν τοῦ πρώτου γένους τῶν τοιούτων ἑλκῶν τε καὶ φαρμάκων ὧδέ πως γράφει κατὰ λέξιν ὁ Ἀσκληπιάδης. τετυλωμένων δὲ τῶν σωμάτων καὶ μόλις εἰς οὐλὴν ἀγομένων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. Ἀνδρέου κατασταλτικὴ πάσης ἐξοχῆς. ἔστι δὲ καὶ ἔναιμος, τραυματικὴ, ἀφλέγμαντος. ποιεῖ πρὸς τὰ νεμόμενα καὶ κόλπους παρακολλᾷ. ποιεῖ πρὸς τὰ ῥευματικὰ τῶν ἑλκῶν καὶ χρόνια καὶ δυσεπούλωτα. Ϛ λιθαργύρου λίτρας γ΄. λεπίδος χαλκοῦ, χαλκίτεως, ἰοῦ ξυστοῦ ἀνὰ οὐγγίας γ΄. ὄξους κοτύλην α΄. ἐλαίου παλαιοῦ λίτρας η΄. σκεύαζε κατὰ τρόπον. Ἀστέρος φάρμακον ἐπιτετευγμένον πρὸς τὰς προειρημένας διαθέσεις. ἔστι δὲ διαφορητικὴ ἀγαθή. Ϛ [736] λιθαργύρου λίτραν α΄. ἐλαίου παλαιοῦ λίτρας β΄ Ϛ΄΄. ἰοῦ οὐγγίαν α΄. χαλκίτεως οὐγγίαν α΄. λεπίδος ἐρυθρᾶς οὐγγίαν α΄. ὄξους κοτύλην α΄. Ἀμφίωνος πρὸς τὰς αὐτὰς διαθέσεις. Ϛ λιθαργύρου λίτρας β΄. ἐλαίου παλαιοῦ λίτρας δ΄. χαλκίτεως οὐγγίας θ΄. λεπίδος χαλκοῦ δ΄. ὄξους κοτύλην α΄. σκεύαζε κατὰ τρόπον. Τουρπιλιανοῦ ἡ τῶν φιλοσόφων λεγομένη. ποιεῖ πρὸς τὰ ῥευματικὰ τῶν ἑλκῶν, ποιεῖ πρὸς τὰ χρόνια καὶ δυσεπούλωτα, ἀνάγει ὀστᾶ διεφθορότα. Ϛ λιθαργύρου λίτρας γ΄. ἐλαίου παλαιοῦ ξέστας γ΄. χαλκίτεως λίτρας β΄ Ϛ΄΄. λεπίδος χαλκοῦ κε΄. ὄξους κοτύλην α΄. λιθάργυρον, ἔλαιον ἕψε μέχρι συστάσεως, εἶτα βάλλε λεπίδα λειοτάτην καὶ κίνει συνεχῶς, καὶ ὅταν εὖ ἔχῃ, βάλλε κατὰ μικρὸν τὴν χαλκῖτιν λεανθεῖσαν μετ' ὄξους, ποσῶς κατεψυγμένῳ τῷ φαρμάκῳ, εἶτα θεὶς ἐπὶ τὸ πῦρ, πάλιν ἕψε μέχρις ἀμολύντου καὶ εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας καὶ μαλάξας, ἀνελόμενος χρῶ πρὸς τὰς προειρημένας διαθέσεις. ἡ ἴσις λεγομένη κιῤῥὰ φάρμακον ἐπιτετευγμένον πρὸς τὰ ῥευματικὰ [737] καὶ χρόνια καὶ κακοήθη καὶ δυσαλθῆ καὶ μάλιστα ἐπὶ τῶν ἀκρωτηρίων. σκευάζειν δὲ αὐτὸ δεῖ ἁπαλώτερον, συστρέφεται γὰρ κείμενον καὶ ξηρότερον γίνεται. ἔχει δὲ οὕτως. Ϛ λιθαργύρου ρ΄. μίλτου Σινωπίδος η΄. διφρυγοῦς κηροῦ, χαλκίτιδος κεκαυμένης ἀνὰ οὐγγίαν α΄. ἐν ἄλλῳ ἀνὰ δ΄. χαλκίτεως ὠμῆς β΄. ἐλαίου κο. β΄. ἕψε λιθάργυρον, ἔλαιον, ἕως ἂν ξέσῃ ἐκ δευτέρου καὶ τρίτου. τούτου δὲ γενομένου κατάῤῥαινε ὕδατι ὀλίγον τοῖς δακτύλοις, εἶτα ἐπίπασσε τὸ διφρυγὲς καὶ τὴν χαλκῖτιν ὀπτὴν λείαν ὑπὸ χεῖρα τῷ ὕδατι καταῤῥαίνων ἕως ἂν μηκέτι ψοφῇ ἑψόμενον τὸ φάρμακον. ὅταν δὲ συστῇ, ἐπίβαλλε κηρόν. ἔστω δέ σοι τὰ μετ' ὀλίγου ἐλαίου λειανθέντα κείμενα, χαλκῖτις ὠμὴ καὶ σινωπίς. καὶ ὅταν εὖ ἔχῃ τὸ φάρμακον, ἐπίβαλλε ταῦτα καὶ κίνει συνεχῶς, καὶ ὅταν καλῶς ἔχῃ, εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας καὶ μαλάξας, ἀνελόμενος χρῶ. ἄλλη Σκριβωνίου Λάργου φάρμακον ἐπιτετευγμένον. Ϛ κηροῦ ρ΄. ἄλλο ν΄. λιθαργύρου ν΄. ἐλαίου μυρσίνου κο. α΄. μίσυος κεκαυμένου, χαλκίτεως κεκαυμένης, στυπτηρίας σχιστῆς κεκαυμένης, [738] ψιμυθίου, ῥητίνης τερμινθίνης ἀνὰ ιβ΄. σκεύαζε κατὰ τρόπον. ἄλλη. καταστέλλει καὶ τὰ ἐν ὀφθαλμοῖς σταφυλώματα, ποιεῖ πρὸς τὰ δυσαλθῆ. Ϛ μίλτου Σινωπίδος ιε΄. λιθαργύρου ρ΄. κηροῦ μ΄. πιτυΐνης κ΄. χαλκίτεως λ΄. ἁλὸς ἀμμωνιακοῦ α΄. λιβάνου α΄. ἐλαίου κο. α΄. σκεύαζε κατὰ τρόπον. ἄλλη, ὡς Ἀφροδᾶς. ποιεῖ καὶ πρὸς κονδυλώματα καὶ ῥαγάδας δυσαλθεῖς. Ϛ λιθαργύρου μη΄. τερμινθίνης κη΄. μίσυος ὀπτοῦ, χαλκίτιδος ὀπτῆς ἀνὰ η΄. μίλτου Σινωπίδος, χαλκάνθου ἀνὰ δ΄. ἐλαίου παλαιοῦ κο. α΄. ὕδατος κο. α΄. κηροῦ μ΄. κικίνου λίτραν α΄. ἄλλοι κυάθου Ϛ΄΄. τὰ ξηρὰ μετὰ τοῦ ὕδατος λεαίνεται. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον.
[Περὶ τοῦ δευτέρου γένους τῶν δυσθεραπεύτων ἑλκῶν περὶ ὧν ὁ Ἀσκληπιάδης ἔγραψε κατὰ λέξιν οὕτως.] Πρὸς δὲ τὰ ῥευματικὰ τῶν ἑλκῶν καὶ δυσαλθῆ χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. ἡ διὰ χαμαιλέοντος, ᾗ ἐχρήσατο Φιλόξενος πρὸς τὰ ῥευματικὰ τῶν ἑλκῶν καὶ δυσαλθῆ. Ϛ λιθαργύρου [739] λίτραν α΄. ἐλαίου παλαιοῦ λίτρας β΄. χαμαιλέοντος ῥίζης οὐγγίας δ΄. ἀριστολοχίας οὐγγίας δ΄. χαλβάνης οὐγγίας β΄. κηκίδος οὐγγίας β΄. λιβάνου γο β΄. σκεύαζε κατὰ τρόπον. ἄλλη, ἡ τοῦ Θηβαίου λεγομένη. Ϛ λιθαργύρου λίτραν α΄. ἐλαίου παλαιοῦ ξε. α΄. χαλκάνθου κδ΄. χαμαιλέοντος ιβ΄. ἀριστολοχίας ιβ΄. χαλβάνης η΄. λιβάνου η΄. σκεύαζε κατὰ τρόπον. ἄλλη διὰ τῶν καλάμων πρὸς τὰ ῥευματικὰ καὶ χειρώνεια ἕλκη, ποιεῖ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγήν. Ϛ λιθαργύρου λίτραν μίαν, ἐλαίου παλαιοῦ λίτρας β΄. χαμαιλέοντος μέλανος τῆς ῥίζης, ἀριστολοχίας, κηκίδων ὀμφακίνων, ἑκάστου ἀνὰ δ΄. χαλβάνης, ἀμμωνιακοῦ θυμιάματος, λιβανωτοῦ, ἑκάστου ἀνὰ οὐγγίας β΄. σκεύαζε κινῶν ῥίζαις καλάμων χλωρῶν. Κάστου γαγγραινικὴ λεγομένη, φάρμακον ἐπιτετευγμένον. Ϛ λιθαργύρου ρκ΄. ἐλαίου ξε. β΄. ἥμισυ, χαμαιλέοντος μέλανος ῥίζης ιστ΄. ὄξους ξέστας β΄. ἥμισυ, ἰοῦ η΄. πίτυος φλοιοῦ η΄. σμύρνης δ΄. σκεύαζε κατὰ τρόπον. μέλαινα ἡ διὰ τοῦ πυρίτου [740] λεγομένη Δαμονικοῦ. ποιεῖ πρὸς τὰ ῥευματικὰ καὶ δυσαλθῆ καὶ φαγεδαινικά. ποιεῖ καὶ πρὸς σύριγγας ἐντιθεμένη καὶ μαλάττει πᾶσαν σκληρίαν. Ϛ λιθαργύρου, ἀσφάλτου ἀνὰ ρ΄. ἢ ν΄. πίσσης, κηροῦ ἀνὰ η΄. πυρίτου, τερμινθίνης ἀνὰ κε΄. προπόλεως, σχιστῆς ἀνὰ ιε΄. ἀμμωνιακοῦ θυμιάματος ιβ΄. χαλβάνης, ἀλόης ἀνὰ η΄. ἰοῦ, μάννης ἀνὰ ε΄. ἐλαίου παλαιοῦ ξε. β΄. ἕψε λιθάργυρον μετ' ἐλαίου ἕως συστραφῇ, εἶτα ἐπίβαλλε ἄσφαλτον, πίσσαν, κηρὸν, ῥητίνην, πρόπολιν, καὶ ὅταν τακῇ, ἐάσας ψυγῆναι ἐπίβαλλε ἰὸν καὶ τὸν λίθον, ἔπειτα τὸ ἀμμωνιακὸν, εἶτα ἄρας καὶ ἐπ' ὀλίγον ψύξας ἐπίβαλλε σχιστὴν, χαλβάνην, μάννην καὶ ὀλίγον ἑψήσας κατέρασον εἰς ψυχρὸν ὕδωρ καὶ ἐάσας ἡμέραν καὶ νύκτα μαλάξας χρῶ. ποιεῖ πρὸς τὰ δυσαλθῆ. ἄλλη. Ϛ πίσσης, κηροῦ, πυρίτου ἀνὰ ιβ΄. ἀμμωνιακοῦ θυμιάματος ι΄. ἀσφάλτου ν΄. λιθαργύρου μ΄. προπόλεως η΄. σχιστῆς ε΄. ἰοῦ β΄. ἐλαίου ξε. α΄. ἄλλη μέλαινα ἡ διὰ τῶν ἰτεῶν πρὸς τὰς αὐτὰς διαθέσεις. Ϛ μίσυος [741] ξενικοῦ, στυπτηρίας στρογγύλης, χαλκίτεως, μελαντηρίας, ἰοῦ ξυστοῦ, στυπτηρίας σχιστῆς, κηκίδων ὀμφακίνων, ψιμυθίου, ἑκάστου ἡμίλιτρον, κηροῦ, ῥητίνης ξηρᾶς, πίττης Βρυτίας, ἀσφάλτου ἀνὰ λίτρας β΄. ὄξους δριμέος, ξέστου τὸ ἥμισυ, ἐλαίου ὀμφακίνου λίτρας β΄. ἰτέας ἀκρεμόνων ἁπαλῶν τῶν φύλλων λίτρας β΄. τὰ φύλλα τῆς ἰτέας εἰς ὄξος βαλὼν καὶ θεὶς ἐπὶ τὸ πῦρ ἕψε, κινῶν συνεχῶς ἕως τὸ τρίτον τῷ ὑγρῷ ὑπολειφθῇ. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ εἰς θυείαν βαλὼν ἐπίβαλλε τούτοις ἐκθλίψας τὸ ὑγρὸν καὶ τρῖβε φιλοπόνως, ὥσπερ τὰς κεφαλικὰς δυνάμεις. τὰ δὲ τηκτὰ ἕψε μέχρις ἀμολύντου, εἶτ' ἐάσας ψυγῆναι καὶ ἀναξύσας ἐπίβαλλε τοῖς λεανθεῖσι καὶ εἰς θυείαν ἐξεράσας ἀνελόμενος χρῶ. ἡ Ἰνδὴ Θαρσέου χειρουργοῦ πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ κηροῦ, ῥητίνης φρυκτῆς, πίσσης ξηρᾶς, ἀσφάλτου ὑγρᾶς, Ζακυνθίας, ἑκάστου λίτρας β΄. ψιμυθίου, ἰοῦ, χαλκίτιδος, μίσυος ξενικοῦ, μελαντηρίας, στυπτηρίας καὶ σχιστῆς καὶ στρογγύλης, κηκίδων ὀμφακίδων, σιδίων, ῥοῦ, λιβάνου ἑκάστου ἀνὰ ἡμίλιτρον, ὄξους ὅσον [742] ἐξαρκεῖ. τὰ τηκτὰ ἕψε μέχρις ἀμολύντου, τὰ δὲ ξηρὰ κόψας καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ, ὄξει φυράσας ἀναλάμβανε τοῖς τηκτοῖς. ἄλλη Κυζικηνή. ποιεῖ πρὸς τὰς κεχρονισμένας διαθέσεις καὶ τὰς τῶν νεύρων διακοπάς. Ϛ λιβανωτοῦ, ὡς καλλίστου, κηροῦ, σμύρνης, ἀριστολοχίας, χαλκίτιδος, Ἰλλυρικῆς, χαλβάνης ἀνὰ δ΄. τερμινθίνης, λιθαργύρου ἀνὰ η΄. ἐλαίου κοτύλην α΄. ἅπαντα βαλὼν εἰς ἄγγος χαλκοῦν ἕψε ἐπὶ τέφρας μαλακῆς, κινῶν ἕως ἂν ἀποσταζόμενον εἰς ὕδωρ ψυχρὸν πάχος ἔχῃ μέλιτος. μετὰ δὲ ταῦτα αἶρε κινῶν, τοῦτο ἐγχρίσας εἰς δερμάτιον ἐπιτίθει καὶ λῦε χειμῶνος μὲν μετὰ τὴν ἑβδόμην ἡμέραν, θέρους δὲ μετὰ τὴν πέμπτην. ἄλλη ἐκ τῶν Φιλοξένου. Ϛ λιβάνου, σμύρνης, κρόκου, Ἰλλυρικῆς, βδελλίου, λεπίδος χαλκοῦ, χαλκάνθους, χαλκίτεως, στυπτηρίας στρογγύλης καὶ σχιστῆς, μίσυος ξενικοῦ, ἀμμωνιακοῦ θυμιάματος, προπόλεως, ἰξοῦ δρυίνου, ὀποπάνακος, σιδίων μεμυκότων ἀνὰ δ΄. ἀριστολοχίας η΄. κηροῦ ρ΄. ὃ μνᾶν ἐπιγράφει, στέατος ταυρείου ρ΄. ῥητίνης τερμινθίνης οε΄. ὃ τριατέτταρα ἐπιγράφει. τὴν ῥητίνην βαλὼν εἰς λοπάδα [743] ὀστρακίνην καινὴν, ἕψε ἕως ἂν ἄνοσμος γένηται. εἶτα τὸ στέαρ καὶ τὸν κηρὸν κατανίσας ἐπίβαλλε καὶ τῆκε. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, ἔπειτα καθελὼν ἀπὸ τοῦ πυρὸς τὰ τηκτὰ ποσῶς ἐάσας ψυγῆναι, τούτοις κατάπασσε τὰ ξηρὰ κινῶν ἐπιμελῶς. ἔχειν δὲ δεῖ μετ' ὄξους τετριμμένα σμύρναν, λίβανον, βδέλλιον, ὀποπάνακα καὶ τούτοις ἐμβάλλεται τὰ ἐν τῇ λοπάδι καὶ τρίβεται, ὥστε ἐγκηρίδας μὴ γενέσθαι. ὅταν δὲ καλῶς ἔχῃ, ἀνελοῦ εἰς πυξίδα ξυλίνην προυποχρίσας ἰρίνῳ.
[Περὶ τοῦ τρίτου γένους τῶν δυσθεραπεύτων ἑλκῶν, περὶ ὧν κατὰ λέξιν ὁ Ἀσκληπιάδης ἔγραψε ταῦτα.] Ἐπὶ δὲ τῶν μηδ' ὅλως συνερχομένων ἑλκῶν ἢ συνερχομένων μὲν, ἀναλυομένων δὲ πάλιν, ἤτοι τῆς σαρκὸς διαφθειρομένης ἢ καὶ τῶν ὑποκειμένων ὀστέων ἐφθορότων χρηστέον ταῖς ὑποκειμέναις σκευασίαις. πρὸς τὰ χειρώνεια καὶ δυσαλθῆ φάρμακον ἐπιτετευγμένον. Ϛ λεπίδος χαλκοῦ, ἰοῦ ξυστοῦ ἀνὰ γο α΄. κηροῦ ἡμίλιτρον, ῥητίνης λάρικος γο α΄. ἥμισυ [744] τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ, μαλάσσων ἐπιμελῶς καὶ πλατυσμάτιον ἐπιῤῥίπτων κατὰ μόνου τοῦ πεπονθότος, ὥστε περιλαμβάνειν μόνον τὸ ἕλκος. δεῖ δὲ τὰ πέριξ ἀφλεγμάντῳ φαρμάκῳ περιλαμβάνειν. ἐν δὲ τῇ θεραπείᾳ λύειν χρὴ διὰ τρίτης τὸ ἕλκος, ἔπειτα προπυριᾷν καὶ τὸ αὐτὸ πλατυσμάτιον ἀπονίπτοντα μαλάσσειν καὶ πάλιν ἐπιτιθέναι, ἕως ἂν ἄρξηται συνουλώσεως. ἄλλη ἐπιτετευγμένη. Ϛ ἰοῦ, λεπίδος χαλκοῦ ἀνὰ γο β΄. διφρυγοῦς γο α΄. κηροῦ λίτραν α΄. λάρικος γο γ΄. σκεύαζε καὶ χρῶ καθὼς προείρηται. μετὰ ταῦτα περὶ τῶν ὀνομαζομένων κεφαλικῶν ὡς ἔγραψεν Ἀσκληπιάδης κατὰ λέξιν οὕτως. Δηϊλέοντος κεφαλική. πρὸς τὰ χρόνια καὶ δυσαλθῆ, ἀνάγει ὀστᾶ διεφθορότα. Ϛ λεπίδος χαλκοῦ, μάννης, λιβανωτοῦ, ῥητίνης ξηρᾶς ἀνὰ ρ΄. ὄξους κο. ιβ΄. τρῖβε λεπίδα χαλκοῦ μετ' ὄξους καὶ ὅταν ἐκλειωθῇ, ἐπίβαλλε λειότατον λιβανωτὸν καὶ ῥητίνην καὶ ἀνάπλαττε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει ἐφ' ὧν βούλει ἐκτυλῶσαι, λάμβανε τοῦ φαρμάκου μέρος ἓν καὶ [745] κηρωτῆς σκευασθείσης διὰ ῥοδίνου τὸ ἴσον. ἐπὶ δὲ τῶν ἄλλων ἔστω τοῦ φαρμάκου μέρος ἓν καὶ τῆς κηρωτῆς μέρη γ΄ ἢ δ΄. δεῖ γὰρ τὴν κρᾶσιν γίγνεσθαι κατάλληλον ταῖς ὑποκειμέναις διαθέσεσι. μελάγχλωρος κεφαλικὴ, ᾗ ἐχρήσατο Τρύφων ὁ ἀρχαῖος. ποιεῖ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ, ἀνάγει ὀστᾶ διεφθορότα. Ϛ λεπίδος χαλκοῦ ιβ΄. μάννης, λιβανωτοῦ, ἀμμωνιακοῦ θυμιάματος, ῥητίνης πιτυΐνης ξηρᾶς, στέατος μοσχείου θεραπευομένου, ῥητίνης τερμινθίνης ἀνὰ ιστ΄. κηροῦ, ἐλαίου ἀνὰ μνᾶς τέταρτον, ὄξους κοτύλην α΄. σκεύαζε κατὰ τρόπον. Φιλώτου κεφαλικὴ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ, ἀνάγει ὀστᾶ διεφθορότα καὶ τύλους ὑπεκτήκει. Ϛ γῆς Ἐρετριάδος ρ΄. λεπίδος χαλκοῦ ν΄. ἰχθυοκόλλης κε΄. ὄξους κοτύλας ιβ΄. τὴν ἰχθυοκόλλαν δὲ εἰς λεπτὰ χρὴ συγκόψαντα βάλλειν εἰς ἄγγος ὑελοῦν καὶ ταύτῃ ὄξος ἐπιβάλλοντα ἐᾷν βρέχεσθαι καὶ διαλυθεῖσαν ἐπιβάλλειν σκευασθέντι τῷ φαρμάκῳ καὶ μίξαντας ἀναπλάττειν τροχίσκους, ἡ χρῆσις δεδήλωται. Διονυσίου Σαμίου. Ϛ γῆς Ἐρετριάδος [746] μνᾶν α΄. λεπίδος χαλκοῦ ἡμίμνουν, ἰχθυοκόλλης μνᾶς τέταρτον, λιβάνου μνᾶς ὄγδοον, ἰοῦ ξυστοῦ μνᾶς ὄγδοον. σμύρνης μνᾶς ἑκκαιδέκατον, ὄξους χόας β΄. συντίθει ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἐν ἡλίῳ τρίβων πάντα ὁμοῦ σὺν τῷ ὄξει. τὴν δ' ἰχθυοκόλλαν λεπτὰ ποιήσας βρέχε σὺν ὀλίγῳ ὄξει ἐν ὑελίνῳ ἀγγείῳ, εἶτα μίξας τοῖς ἐν τῇ θυείᾳ ἀνάπλαττε τροχίσκους ἀνὰ ὁλκὰς ἄγοντας τέσσαρας, οὓς δὲ ὀκτὼ καὶ ξήραινε. ἐπὶ δὲ τῆς χρήσεως τοῦ φαρμάκου μέρος ἓν πρὸς τρία κηρωτῆς σκευασθείσης διὰ ῥοδίνου, ἐπὶ δὲ τῶν σπληνίων ἐπιῤῥίπτει ἔρια οἰσυπηρὰ βεβρεγμένα ὄξει, ἐπὶ συρίγγων πρὸς μέρος ἓν φαρμάκου, κηρωτῆς ῥοδίνης μέρη β΄. ποιῶν κολλύρια ἐντίθει. ἡ διὰ τῶν βοτανῶν, ὡς Λεύκιος ὁ Καθηγητής. Ϛ ἀναγαλλίδος τῆς τὸ κυάνεον ἄνθος ἐχούσης νστ΄. μήκωνος ἀγρίας νστ΄. ὑοσκυάμου χλωροῦ τῶν φύλλων καὶ πράσων χλωρῶν ἀνὰ νστ΄. λεπίδος χαλκοῦ κε΄. μάννης κ΄. ῥητίνης πιτυΐνης ξηρᾶς ιστ΄. ἀλόης στ΄. στυπτηρίας σχιστῆς δ΄. καὶ στρογγύλης δ΄. ἁλὸς ἀμμωνιακοῦ δ΄. κηροῦ μνᾶν α΄. ἐλαίου παλαιοῦ [747] κο. β΄. ὄξους τὸ ἱκανόν. τὰς βοτάνας κόψας ἐπιμελῶς καὶ ὄξει διαλύσας ἔκθλιβε τὸ ὑγρὸν πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν. ἡ ἴσις κεφαλικὴ πρὸς τὰ χειρώνεια καὶ δυσαλθῆ. ἔστι δὲ καὶ ἔναιμος ἀγαθή. Ϛ κηροῦ ρ΄. ῥητίνης κολοφωνιακῆς σ΄. ἀμμωνιακοῦ θυμιάματος, λεπίδος χαλκοῦ, λιβανωτοῦ κεκαυμένου, ἀριστολοχίας λεπτῆς, ἰοῦ, ἁλὸς ἀμμωνιακοῦ ἀνὰ η΄. χαλβάνης, μάννης, σμύρνης, ἀλόης ἀνὰ ιβ΄. στυπτηρίας στρογγύλης στ΄. ἐλαίου παλαιοῦ κο. α΄. ὄξους τὸ ἱκανόν. σκεύαζε καὶ χρῶ ποτὲ μὲν ἀκράτῳ τῷ φαρμάκῳ ποτὲ δὲ ἀνιεμένῳ.
[Περὶ τῶν ὑπὸ τοῦ Ἥρα γεγραμμένων χρησίμων ἐμπλάστρων εἰς τὰ δυσθεράπευτα τῶν ἑλκῶν.] Ἄλλας μέν τινας ἐμπλάστρους ἔγραψε πολυχρήστους, ἃς καὶ πρὸς τὰ δυσκατούλωτα καὶ κακοήθη φησὶν ἁρμόττειν. ἐξαιρέτως δὲ πρὸς ταῦτα μόνα διαφερούσης, ἐμνημόνευσε μιᾶς ὡδί πως γράψας αὐτοῖς ὀνόμασι περὶ αὐτῆς. ἡ Ὑγιεινοῦ αὐτοῦ πρὸς πολλὰ εὔχρους, ποιοῦσα ἐπὶ τῶν δυσεπουλώτων καὶ ἐπὶ παρωνυχιῶν, ταύτης καλλίων ἔμπλαστρος οὐκ ἔστι. Ϛ λιθαργύρου [748] χρυσίτιδος μνᾶν α΄. κηροῦ μνᾶν α΄. χαμαιλέοντος μέλανος ῥίζης λστ΄. ἰοῦ ξυστοῦ ιη΄. χρυσοκόλλης μ΄. ἐλαίου κο. γ΄. λιθάργυρον, ἔλαιον ἕψε μαλακῷ πυρὶ, ἕως ἄρξηται ἀναζεῖν, εἶτα ἔμπασσε τὸν ἰὸν, ἄρας ἀπὸ τοῦ πυρὸς καὶ κίνει πάλιν ἕψων, ἕως τὸ χρῶμα τὸ ἴδιον ἀπολάβῃ, εἶτα κηρὸν, ὅταν δὲ καλῶς ἔχῃ, χρυσοκόλλαν καὶ χαμαιλέοντα, κατεράσας δὲ εἰς θυείαν ὄξος ἐπίῤῥαινε. πρὸς μὲν τὰ προγεγραμμένα ποιεῖ καὶ τῆς χρυσοκόλλης παραπλεκομένης. χωρὶς μέντοι ταύτης παρηγορικωτάτη ἐστὶ καὶ ἄκρως ποιοῦσα πρὸς τὰ τῶν νεύρων νύγματα καὶ ὅπου τι ἀναπλεῦσαι δεῖ ἀπὸ μυῶν ἢ νεύρων. καλῶς ἐποίησεν ὁ Ἥρας, ἐπὶ τῷ τέλει τοῦ περὶ τῆς ἐμπλάστρου λόγου, προσγράψας ὅτι μετὰ τῆς χρυσοκόλλης οὐκ ἔστι παρηγορικὴ, στυπτικὸν γὰρ ἔχει τι φάρμακον τοῦτο, χαλαστικῶν δὲ δεῖται τὰ παρηγορούμενα δι' ὀδύνην δηλονότι. παρηγορεῖσθαι γὰρ ἐν τούτῳ μόνον τὸ σύμπτωμα χρῄζει καὶ πολλάκις γε τὰ παρηγοροῦντα τὴν ὀδυνώδη διάθεσιν αὐτὴν βλάπτει. ἀλλὰ πρὸς τὸ [749] κατεπεῖγον ἱστάμενοι τὴν ὀδύνην πρῶτον πραΰνομεν, εἶθ' οὕτως ἐπὶ τὰ τὴν διάθεσιν ἰᾶσθαι δυνάμενα παραγινόμεθα. χρυσοκόλλα μὲν οὖν, ὡς καὶ πρόσθεν εἴρηται, τῶν θαυμαστῶς ἐστι τοιούντων φαρμάκων πρὸς τὰ δυσίατα τῶν ἑλκῶν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν σφοδρῶς ξηραινόντων, ἅμα τῷ στυπτικόν τι ἔχειν, παρηγορικὸν δ' οὐδέν ἐστι τῶν τοιούτων φαρμάκων. ἐπεὶ δὲ καὶ μνᾶς ἐμνημόνευσε καὶ κοτύλης, λιθαργύρου μὲν μνᾶν α΄. κελεύσας ἐμβαλεῖν, ἐλαίου δὲ κοτύλην, εἴρηται γάρ μοι καὶ διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων ἐνίους μὲν εἴκοσιν οὐγγιῶν, ἐνίους δὲ ἑκκαίδεκα νομίζειν τὴν μνᾶν, ὥσπερ γε καὶ κοτύλην ἐνίους μὲν γο θ΄. τινὰς δὲ ιβ΄. διορίσαι χρὴ καὶ περὶ τούτων. ὁ διορισμὸς δὲ ἐκ τῆς ἐπαγγελίας τοῦ φαρμάκου καὶ τῆς ποσότητος τῶν μεταλλικῶν γίγνεται. διὰ μὲν γὰρ τὴν ἐπαγγελίαν ἑψήσεως ἱκανῶς δεῖται, διὰ τοῦτο δὲ καὶ πλέονος ἐλαίου, διὰ δὲ τὴν τῶν μεταλλικῶν μίξιν οὐκ ὀλίγων ὄντων ὑγρότητος ἐλαιώδους δεῖ τῷ φαρμάκῳ. μὴ λαμβάνοντος οὖν αὐτοῦ μήτε στέαρ μήτε μυελὸν μήτε ῥητίνην ὑγρὰν εὔδηλον αὐξῆσαι [750] τὸ ἔλαιον. ἐὰν μὲν οὖν ὡς πρὸς εἴκοσι οὐγγίας τὴν μνᾶν λογιζώμεθα, βαλοῦμεν ἐλαίου πάντως τρεῖς κοτύλας, ἑκάστην οὐγγιῶν ιβ΄. ἐὰν δὲ ἑκκαίδεκα, δυνατὸν μέν ἐστι καὶ τὴν τοῦ ἐλαίου κοτύλην, ὡς πρὸς ἐννέα οὐγγίας ἐμβαλεῖν. δυνατὸν δὲ καὶ ὡς πρὸς ιβ΄. καὶ διὰ τὴν ἕψησιν ἐπὶ πλέον ὠφελοῦσαν γενέσθαι. τοῖς γὰρ τοιούτοις φαρμάκοις ὠφελιμώτατον τοῦτο καὶ διὰ τὰ μεταλλικὰ πλῆθος οὐκ ὀλίγον ὄντα. ἐὰν γὰρ τὰς τοῦ χαμαιλέοντος λστ΄. συναριθμήσαις ταῖς ιη΄. μὲν τοῦ ἰοῦ, χρυσοκόλλης δὲ μ΄. γένοιντ' ἂν ἐνενήκοντα τέσσαρες δεόμεναι καὶ αὗται μίξεως ἐλαίου συχνοῦ, καὶ μάλισθ' ὅτι καὶ κηροῦ ρ΄. ἀξιοῖ βάλλεσθαι. πάντως γὰρ δήπου καὶ οὕτως πολλοῦ ἐλαίου δεήσεται. ταύτην μὲν οὖν τὴν ἔμπλαστρον ὁ Ἥρας ἔγραψε, μαρτυρήσας αὐτῇ τὸ ἐπὶ τῶν δυσεπουλώτων ἁρμόττειν, ἄλλας δὲ πολυχρήστους κατὰ τὴν αὐτὴν βίβλον γράψας, ἐπὶ πολλοῖς ἔργοις αὐτῶν καὶ τὸ τοῖς δυσεπουλώτοις ἢ καὶ κακοήθεσιν ἢ χειρωνείοις ἀρήγειν προσέγραψε. πάντες γὰρ τήν τε Ἀριβαρζάνειον ὑπ' αὐτοῦ καλουμένην ἐπῄνεσαν, ὡς τὰ κακοήθη καὶ νεμόμενα [751] καὶ δυσαλθῆ θεραπεύουσαν καὶ τὴν ἴσιν, ὡς γαγγραίνας περιγράφουσαν. καὶ τρίτην ἐπὶ ταύταις, ἧς ἤρξατο κατὰ τήνδε τὴν λέξιν. εὔχρους, ἔναιμος, ἐπουλωτικὴ, λέγων αὐτὴν καὶ τοῖς χειρωνείοις βοηθεῖν. καὶ τετάρτην, ἣν αὐτὸς ὀνομάζει πανάκειαν, καὶ πέμπτην τὴν Ἱκεσίου. περὶ μὲν οὖν τῶν πολυχρήστων ἐμπλάστρων ὁ μετὰ τοῦτο τὸ βιβλίον ἔσται μοι λόγος, ἐν ᾧ καὶ ταύτας γράψω τὰς ἐπῃνημένας ὑπὸ Ἥρα. ἐν τούτῳ δὲ προσγράψω τὰ πρὸς δυσθεράπευτα, χειρώνεια δὲ ὑπό τινων καλούμενα, διὰ μακρᾶς πείρας βεβασανισμένα τοῖς τε διδασκάλοις ἡμῶν καὶ ἡμῖν αὐτοῖς. ἔνια δ' αὐτῶν καὶ ὑπὸ παλαιοτέρων ἀνδρῶν ἐνδόξων μεμαρτύρηται, καθάπερ γε καὶ ἡ γεγραμμένη κατὰ τὸ βιβλίον τὸ ἐπιγεγραμμένον Μαντίου φαρμακοπώλης ὁ κατ' ἰατρεῖον. ἔγραψε δὲ περὶ αὐτῶν αὐτοῖς ὀνόμασιν οὕτως. Ἰώδης Μαντίου. Ϛ χαλκοῦ κεκαυμένου μνᾶς δ΄. ῥητίνης πιτυΐνης ξηρᾶς η΄. κηροῦ η΄. ἰοῦ ι΄. ἐλαίου κο. α΄. γῆς κιμωλίας δ΄. λιβάνου δ΄. λεπίδος χαλκοῦ δ΄. τὰ ξηρὰ λεάνας ἔασον ἐν τῇ θυείᾳ, τὸν δὲ κηρὸν τήξας μετὰ τοῦ ἐλαίου κατέρασον [752] ἐπάνω τῶν τετριμμένων καὶ ἔασον συμπιεῖν βραχὺν χρόνον καὶ παράχει ὄξους κο. α΄. καὶ λεῖα ποίει ἐπὶ ἡμέρας γ΄. παραχέων ὄξους ὅσον ἂν ἐπιδέχηται, ὥστε γενέσθαι κηρωτῆς ὑγρᾶς πάχος. χρῶ δὲ αὐτῇ πρὸς πᾶν τραῦμα καὶ τὰ παλαιὰ καὶ τὰ δυσεπούλωτα ἕλκη καὶ ὅσα καρκινώδη ἐστὶ μετὰ τιλμάτων. δεῖ δὲ ἐπάνω τοῦ σπληνίου ἔριον οἰσυπηρὸν οἴνῳ καὶ ἐλαίῳ βρέχοντας ἐπιδεσμεύειν ἐλαφρῶς, λύοντα τοῦ μὲν θέρους δι' ἡμερῶν β΄. τοῦ δὲ χειμῶνος διὰ τριῶν, καὶ κατανίπτειν τὰ ἕλκη ὕδατι χλιαρῷ. τὰ δὲ βαθέα τῶν τραυμάτων ἐλαφρῶς διαμοτοῦν αὐτὰ τὰ στόματα. ἡ γὰρ δύναμίς ἐστιν ἔμμοτος καὶ πυοποιός. ᾧ δ' ἂν καθαρὰ γένηται τὰ ἕλκη καὶ ἡ ἐσχάρα ἐκπέσῃ, κηρῷ μίσγων ἴσον ἰῷ ἀπουλοῦν. ἐκβάλλει δὲ καὶ τοὺς ἄνθρακας ἀλύπως καὶ πᾶν νεμόμενον κακόηθες ἵστησι καὶ ἐκθεραπεύει. χρῶ δὲ καὶ πρὸς τοὺς ἕρπητας καὶ τοὺς σαπροὺς ὄνυχας. ὁμοίως δὲ καὶ πρὸς πάντα τῷ οἴνῳ καὶ ἐλαίῳ δεῖ χρῆσθαι μετὰ τοῦ ἐρίου καὶ τοὺς ὀδόντας δὲ τοὺς βεβρωμένους πλήρου τῷ φαρμάκῳ. ἔμπλαστρος Γαληνοῦ. καλὴ ἡ ἡμετέρα. Ϛ κηροῦ δὲ πίσσης [753] καὶ ἀσφάλτου ἀνὰ λίτραν α΄. μάννης, ἰοῦ, ψιμυθίου κατὰ τὸ Ϛ΄΄. τῶν προειρημένων, τουτέστιν ἡμίλιτρον ἑκάστου. σιδίων δὲ καὶ κηκίδος καὶ ἀκάνθης Αἰγυπτίας καὶ ἴρεως Ἰλλυρικῆς καὶ ἀριστολοχίας στρογγύλης καὶ χαλκάνθου, τούτων ἑκάστου τὸ τρίτον τῆς λίτρας, τουτέστιν οὐγγίας δ΄. ἀριστολοχίας δὲ μακρᾶς καὶ χαλκοῦ κεκαυμένου τὸ ἕκτον ἑκατέρου τῆς λίτρας, τουτέστιν ἀνὰ γο β΄. τὰ μὲν οὖν ξηρὰ λέαινε σὺν ὄξει πλείοσιν ἡμέραις, ὡς καὶ πρόσθεν εἴρηται. καλῶς δὲ αὐτῶν κατειργασμένων τὰ τηκτὰ τήξας σὺν ἐλαίῳ, κοτύλην κατάχεε κατ' αὐτῶν ἐπιπάσσων τὴν μάνναν, καὶ ψύξας τὰ τηκτὰ καὶ ξύσας οὕτως μίγνυε τοῖς ξηροῖς, λελειωμένοις σὺν ὄξει, μή πως ἐν τῷ καταχεῖν ἐγκηρίδας ποιήσῃς, καὶ μάλισθ' ὅταν τὸ περιέχον ψυχρὸν ᾖ. ἡμετέρα ἄλλη. Ϛ ἀσφάλτου καὶ στυπτηρίας ὑγρᾶς, ἑκατέρου λίτραν α΄. πίσσης δὲ καὶ ῥητίνης πιτυΐνης καὶ κηροῦ διπλάσιον ἑκάστου, τουτέστιν ἀνὰ λίτρας β΄. ἀριστολοχίας δὲ στρογγύλης καὶ κηκίδος καὶ ἀκάνθης Αἰγυπτίας ἀνὰ γο η΄. τούτου δὲ σταθμοῦ τὸ Ϛ΄΄. καθ' ἕκαστον τούτων, σιδίων καὶ χαλκοῦ κεκαυμένου καὶ μάννης καὶ ἀριστολοχίας μακρᾶς, τουτέστιν ἀνὰ [754] γο δ΄. ἐλαίου κικίνου, ἢ παλαιοῦ, ἐὰν μὴ ἔχῃς τὸ κίκινον, λίτρας β΄. τῆς λίτρας ἐχούσης γο ιβ΄. ὥστε εἶναι τὰς πάσας γο κδ΄. καὶ σκεύαζε καὶ τοῦτο τὸν αὐτὸν τρόπον τῷ προτέρῳ, λειῶν τὰ μεταλλικὰ σὺν ὄξει καὶ μετὰ ταῦτα προσεμβάλλων τὰ ξηρὰ καὶ πάλιν λειῶν, εἶθ' ὅταν ἔχῃ ταῦτα πηλώδη σύστασιν τὰ τηκτὰ μιγνὺς ὡς προείρηται. ἄλλη. Ϛ ἀσφάλτου καὶ ῥητίνης τερμινθίνης καὶ πίσσης Βρυτίας ἀνὰ λίτραν α΄. ἐλαίου κδ΄. λιθαργύρου καὶ ψιμυθίου καὶ μάννης καὶ ἰοῦ καὶ λεπίδος καὶ ὀποπάνακος ἴσον ἑκάστου ταῖς εἴκοσι τέσσαρσι δραχμαῖς τοῦ ἐλαίου, λαδάνου γο δύο, ὅπερ ἐστὶ ιστ΄. καὶ δύο κοτύλας ὄξους, ὁμοίως καὶ τοῦτο τὸ φάρμακον τοῖς πρὸ αὐτοῦ δύο σκευάζεται. ἄλλη. Ϛ χρυσοκόλλης καὶ λεπίδος καὶ στομώματος ἀνὰ δ΄. ἰοῦ δὲ καὶ χαλκάνθου, ἑκατέρου τὸ ἥμισυ, τουτέστιν ἀνὰ β΄. κηροῦ κε΄. τουτέστι γο γ΄. καὶ δραχμὴν μίαν, ῥητίνης τερμινθίνης γο β΄. τουτέστιν ιστ΄. τὸν κηρὸν μετὰ τῆς τερμινθίνης τῆξον, εἶτα τοῖς ἄλλοις μιγνὺς, διττῶς σκευάζων τὸ [755] φάρμακον, ποτὲ μὲν ὡς τὰ πρόσθεν ὄξει τρίβων τὰ ξηρὰ, ποτὲ χωρὶς ὄξους ἀκριβῶς λελειωμένα μιγνὺς τοῖς τηκτοῖς. ἔστω δὲ ἡ τερμινθίνη ὑγροτέρα, καθάπερ ὡς ἐπὶ πολὺ ἡ λάριξ ὀνομαζομένη. καθόλου δὲ πᾶσι τοῖς φαρμάκοις τούτοις, ὅσα τοῖς χειρωνείοις ἁρμόττειν ὡμολόγηται τῆς λάρικος ῥητίνης μιγνὺς ἀντὶ τῆς τερμινθίνης, οὐχ ἁμαρτήσεις. ἄλλη. Ϛ κηροῦ οὐγγίας γ΄. τουτέστι κδ΄. χαλκοῦ κεκαυμένου καὶ λεπίδος καὶ ἰοῦ ἀνὰ β΄. ὡς εἶναι τῶν τριῶν ὁμοῦ στ΄. ὁ κηρὸς ἔστω λιπαρὸς, ὡς μαλασσόμενος μετ' ὀλίγου ῥοδίνου ἢ μυρσίνου, ἀναλαμβάνειν τὰ ξηρὰ λελειωμένα καλῶς, ὅπερ ἐπὶ πάντων τῶν πρὸς τὰ χειρώνεια συντιθεμένων φαρμάκων ἀναγκαιότατόν ἐστι. καὶ μέντοι καὶ μετὰ τὸ μῖξαι τὰ ξηρὰ τῷ κηρῷ κάλλιον ἐν ὅλμῳ κόπτειν ἐπὶ πλέον αὐτά. ἄλλη. Ϛ κηροῦ γο στ΄. ἰοῦ τὸ ἕκτον, ὅπερ ἐστὶν γο α΄. χαλκοῦ κεκαυμένου καὶ ῥητίνης λάρικος ἑκατέρου γ΄. ὡς εἶναι συναμφοτέροις στ΄. ὁ κηρὸς λιπαρὸς ἔστω. καὶ βληθεὶς εἰς ὕδωρ θερμὸν, ὡς μαλακώτερος γενέσθαι μαλασσέσθω διὰ τῶν χειρῶν, ἀναλαμβανομένων εἰς αὐτὴν τοῦ τε ἰοῦ καὶ [756] τοῦ χαλκοῦ καὶ μετὰ ταῦτα κοπτομένων ἐν ὅλμῳ, ἐν ᾧ καὶ ἡ τῆς ῥητίνης μίξις γενήσεται κατὰ βραχὺ παρασταζομένη. ἄλλη. Ϛ καδμείας γο γ΄. τῷ ἡμίσει σταθμῷ χαλκίτεως μίξας, ὅπερ ἐστὶν γο α΄. καὶ ἡμίσεια, λειώσας καλῶς, ἐπίχει οἶνον αὐστηρὸν καὶ πάλιν λείου καὶ ποιήσας μελιτῶδες τῇ συστάσει, μῖξον τὴν κηρωτὴν ἐκ κηροῦ καὶ ῥητίνης φρυκτῆς γεγενημένην. ἔστω δ' ἑκατέρου τὸ ἴσον οὐγγία α΄. ὥστε συναμφότεραι οὐγγίαι β΄. εἶναι. προσμίξεις δὲ αὐτοῖς βραχὺ μυρσίνου τηκομένης. ἄλλη. Ϛ ἐλαίου παλαιοῦ ἢ κικίνου κοτύλην α΄. κηροῦ καὶ πίσσης καὶ ἀσφάλτου ἀνὰ λίτραν α΄. μάννης, ἰοῦ, ψιμυθίου κατὰ τὸ ἥμισυ τῶν προειρημένων, ὅπερ ἐστὶν ἑκάστου ἀνὰ ἡμίλιτρον, σιδίων, κηκίδος, ἀκάνθης Αἰγυπτίας, ἴρεως, ἀριστολοχίας στρογγύλης, χαλκάνθου τὸ τρίτον τῆς λίτρας ἑκάστου, ὅπερ ἐστὶν οὐγγίαι δ΄. χαλκοῦ κεκαυμένου, ἀριστολοχίας μακρᾶς, ἕκτον τῆς λίτρας, ὅπερ ἐστὶν οὐγγίαι β΄. ἑκατέρου τὰ τηκτὰ συμμίξεις τοῖς ξηροῖς προλελειωμένοις ἐν ὄξει, καθότι προείρηται. ἄλλη. Ϛ καδμείας, χαλκίτεως ἀνὰ μ΄. δι' οἴνου λειοτριβήσας [757] ἐν ἡμέραις πλείοσι μίξεις κηρωτὴν γενομένην δι' ἐλαίου καὶ κηροῦ. ἔστωσαν δὲ τοῦ μὲν ἐλαίου λίτραι β΄. τοῦ δὲ κηροῦ δραχμαὶ σ΄. κάλλιον δὲ ἐν ἐλάττονι συμμετρίᾳ σκευάζειν τοῦτο, καδμείας μὲν καὶ χαλκίτεως ἀνὰ ι΄. ἐμβάλλοντα, κηροῦ δὲ καὶ ἐλαίου ἀνὰ δραχμὰς ν΄. ἄλλη. Ϛ καδμείας κεκαυμένης καὶ χαλκίτεως κεκαυμένης καὶ τερμινθίνης καὶ κηροῦ τὸ ἴσον ἑκάστου, τὰ ξηρὰ λειώσεις ἐν οἴνῳ. ἄλλη διὰ κίκεως. Ϛ ἰοῦ δραχμὴν μίαν, στυπτηρίας ὑγρᾶς λίτραν μίαν, σιδίων καὶ χαλκοῦ κεκαυμένου καὶ μάννης μὲν τρίτον τῆς λίτρας ἑκάστου, ὅπερ ἐστὶν οὐγγίας δ΄. κηκίδος τὸ διπλάσιον, ὅπερ ἐστὶν οὐγγίας η΄. πίσσης δὲ καὶ πιτυΐνης ἀνὰ λίτρας β΄. καὶ ἀσφάλτου τὸ ἥμισυ, τουτέστι λίτραν, ὅπερ καὶ τῆς ὑγρᾶς στυπτηρίας ἐμβεβλήκῃς, ἀριστολοχίας δὲ στρογγύλης καὶ τῆς κηκίδος γο η΄. τῆς δὲ μακρᾶς ἀριστολοχίας ἥμισυ, τουτέστιν οὐγγίας δ΄. ἐλαίου κικίνου λίτρας β΄. τὰ μεταλλικὰ σὺν ὄξει λειώσεις, ὡς ἐπὶ τῶν προγεγραμμένων. ἄλλη. Ϛ κηροῦ οὐγγίας γ΄. χαλκοῦ κεκαυμένου καὶ λεπίδος καὶ ἰοῦ ἀνὰ λι΄. β΄. τὸν κηρὸν προθερμάνας ἐν ὕδατι θερμῷ [758] μαλάξεις ἐν ταῖς χερσὶ μιγνὺς ῥόδινον, εἶτα ἀναλαβὼν τὰ ξηρὰ κόψεις ἐν ὅλμῳ μέχρι πλείονος, ὡς ἀληθῶς ἑνωθῆναι πάντα διὰ τρίτης ἢ τετάρτης ἡμέρας. λῦε καὶ τοῦτο καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα σπόγγον ἐπιτιθεὶς ἔξωθεν ἐξ ὕδατος ἢ ὀξυκράτου. ἄλλη. Ϛ κηροῦ οὐγγίας στ΄. ῥητίνης λάρικος τὸ ἥμισυ, τουτέστιν γο γ΄. ἰοῦ τὸ τρίτον ἢ κατὰ τὴν λάρικα, τουτέστιν γο α΄. πίσσης Βρυτίας γ΄. χαλκίτεως κεκαυμένης ὁμοίως γ΄. σκεύαζε καὶ τοῦτο παραπλησίως τῷ προγεγραμμένῳ. ἄλλη. Ϛ χαλκοῦ κεκαυμένου, λεπίδος καὶ ἰοῦ, τὸ ἴσον ἑκάστου μῖξον ἡμιολίῳ κηρῷ, μαλάξας τὸν κηρὸν ὡς προείρηται, προβρέξας ὕδατι θερμῷ καὶ προσβαλὼν ἐν τῷ μαλάσσειν ἢ ῥόδινον ἢ μύρσινον, εἶτα εἰς ὅλμον ἐμβαλών. ἄμεινον δὲ τῶν τριῶν σταθμῶν τὸν κηρὸν ἴσον μιγνύειν, ὡς ὅτι νεώτατόν τε καὶ μαλακώτατον καὶ λιπαρώτατον, ἵνα μὴ δεηθῇς πολλοῦ τοῦ ἐλαιώδους ὑγροῦ. ἄλλη. Ϛ ἰοῦ καὶ τερμινθίνης ἴσον ἑκατέρου, κηροῦ δὲ τὸ τριπλάσιον, στυπτηρίας δὲ τῆς σχιστῆς καὶ καδμείας καὶ λεπίδος ἑκάστου τὸ τετραπλάσιον, ὡς εἶναι τοῦ μὲν ἰοῦ μέρος α΄. [759] καὶ τῆς τερμινθίνης μέρος α΄. τοῦ δὲ κηροῦ γ΄. μέρη, λεπίδος καὶ καδμείας καὶ στυπτηρίας σχιστῆς ἑκατέρου μέρη τέσσαρα. τὰ ξηρὰ κόψας καὶ σήσας καὶ λειώσας ἀκριβῶς, εἰς ὅλμον ἐμβαλὼν τὸν κηρὸν καὶ τὴν τερμινθίνην κόπτε προσεπιπάσσων τὰ ξηρά. βρέχων τὸ ὕπερον μυρσίνῳ ἢ ῥοδίνῳ ἐν ἀέρι θερμῷ, ῥᾳδίως γὰρ ἐν τούτῳ κοπήσεται, μάλιστα δὲ εἰ ἐν ἡλίῳ κόπτοιτο θερινῷ. ἡ χρῆσις ὡς καὶ τῶν ἄλλων προαποῤῥυφθέντος τοῦ ἕλκους ἀφρολίτρῳ καὶ καταπλυθέντος μελικράτῳ καὶ σπογγισθέντος καλῶς ὡς ἄνικμον εἶναι καὶ μετὰ ταῦτα πλατύσματος ἐκ τῆς ἐμπλάστρου κατὰ τοῦ ἕλκους τεθέντος, εἶτα ἔξωθεν ἐξ ὕδατος ψυχροῦ διπλοῦ πτύγματος ἐξ ὀθόνης, εἶτα καινοῦ σπόγγου μαλακοῦ, καὶ λύσαις δηλονότι διὰ τρίτης ἢ τετάρτης. ἄκηρος ἡμετέρα. Ϛ λιθαργύρου λίτρας γ΄. ἐλαίου κικίνου παλαιοῦ λίτρας δ΄ Ϛ΄΄. ὄξους δριμυτάτου λίτρας β΄. λεπίδος χαλκοῦ μελαίνης καὶ χαλκίτεως καὶ ἰοῦ, τῶν τριῶν ἑκάστων ἀνὰ γο β΄. τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου προέψειν χρὴ, μέχρι γλοιώδους συστάσεως, εἶτ' ἐπεμβάλλειν τὰ μεταλλικὰ, λελειωμένα [760] πλείοσιν ἡμέραις μετ' ὄξους, καὶ οὕτως ἑψεῖς μέχρις ἀμολύντου. ἔνεστι δὲ καὶ κατ' ἀρχὴν εὐθέως τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου καὶ τοῦ ὄξους ἀκριβῶς μίξαντα ἕψειν, ἐπεμβάλλειν τε ὅταν ἡμίεφθον γένηται τὴν λεπίδα καὶ τὴν χαλκῖτιν καὶ τὸν ἰόν. ὀνομάζω δὲ νῦν λίτραν ἐλαίου καὶ ὄξους τὴν Ῥωμαϊκὴν, ἥτις ἐστὶν οὐγγιῶν τῶν ἰδίων δεκαδύο. βάλλων δέ ποτε καὶ ἓξ λίτρας ἐλαίου πρὸς τὰς τρεῖς τοῦ λιθαργύρου, καὶ δηλονότι μέχρι πλείονος ἕψεται κατὰ ταύτην τὴν συμμετρίαν. σκευάζοντί σοι καὶ τοῦτο τὸ φάρμακον, ἄμεινόν ἐστι προηψῆσθαι μετὰ τοῦ ἐλαίου μόνου τὴν λιθάργυρον, εἶτα μετὰ τοῦ ὄξους ἐμβεβλῆσθαι τὰ μεταλλικά. τριῶν δὲ ὄντων αὐτῶν ἑκάστου γο β΄. ἔφην βάλλεσθαι πρὸς ὄξους λίτρας β΄. λιθαργύρου δὲ γ΄. ἐλαίου δὲ κικίνου παλαιοῦ τὰς ἓξ λίτρας ἢ, ὡς ἔμπροσθεν ἔφην, τὰς τέσσαρας καὶ ἡμίσειαν. τοῦτο τὸ φάρμακον καὶ σύριγγας κολλᾷ καὶ τετυλωμένας γε ἤδη ξηραῖνον συνάγει καὶ κλείει καὶ, εἰ καλῶς διαιτώμενος εἴη τις, οὐκ ἀναλύονται. πλήθους δὲ ἀθροισθέντος ἀξιολόγου κίνδυνος ἐκ ῥεύματος ἐπελθόντος ἀναφλεγμῇναί τε καὶ τὸ μόριον ἀνοιχθῆναί τε τὴν σύριγγα, καὶ ἐπὶ [761] τῶν πεπαλαιωμένων δὲ ἑλκῶν καὶ δυσεπουλώτων, ἃ καὶ χειρώνεια καλεῖται, οὐ μόνον αὐτὸ τὸ φάρμακον ἄκρατον ἐπιτίθεμεν, ἀλλὰ καὶ τακὲν ἐν ἐλαίῳ παλαιῷ ἢ κικίνῳ ἔμμοτον ἐπιτεθὲν, εἰ καὶ μή πω πρόσθεν ποτὲ πύου, μηδὲ τὸ ἐλάχιστον εἴη γεγονὸς ἐν τῷ ἕλκει, συμπέσσει τε αὐτὸ καὶ πυοποιεῖ, καὶ τό γε πῦον ἐργάζεται παχύ. λύσεις καὶ τοῦτο διὰ τρίτης, ἐὰν μηδὲν κωλύῃ. ἐὰν δὲ ἡ λεπὶς στομώματος ᾖ, βέλτιον. εἰ δὲ μὴ ταύτην ἔχοις μήτε τὴν μέλαιναν, ἡ τοῦ Κυπρίου χαλκοῦ βληθήσεται. ἐσκεύασά ποτε ταύτην τὴν ἔμπλαστρον καὶ λίθου Φρυγίου μίξας οὐγγίαν, ἄλλοτε δὲ καὶ χρυσοκόλλης οὐγγίαν, ὥσπερ γε καὶ ἀμφοτέρων ποτὲ, κολλᾷ καὶ τὰ μεγάλα τραύματα. ἄλλη πρὸς ἁπαλοχρῶτας καὶ δυσελκεῖς ἐπὶ τῶν αὐτῶν ἑλκῶν. Ϛ κηροῦ λίτραν α΄. ῥοδίνου λίτραν α΄. ψιμυθίου γο η΄. ἁλὸς ἀμμωνιακοῦ γο δ΄. λεπίδος Κυπρίας γο β΄. λιβανωτοῦ γο α΄. ἀσβέστου γο α΄. σχιστῆς γο α΄. ἰοῦ γο α΄. σιδίων γο α΄. ἡ χρῆσις ταῖς προγεγραμμέναις ὡσαύτως θ΄. τὰ παρόντα ἐστὶ φάρμακα συντεθέντα χωρὶς τοῦ ῥοδίνου, δέκατον γὰρ ἐκεῖνο. τῶν ἐννέα πέντε [762] μέν ἐστιν ἴσα τῷ σταθμῷ ἄσβεστος καὶ σίδια καὶ λιβανωτὸς καὶ σχιστὴ στυπτηρία καὶ ὁ ἰός. ἡ δὲ λεπὶς διπλασίου σταθμοῦ καὶ ταύτης οἱ ἀμμωνιακοὶ ἅλες διπλάσιοι. καὶ τούτων τὸ ψιμύθιον. ἡμιόλιος δὲ τούτου πάλιν ὁ κηρὸς εἰς λίτραν α΄. ἀγόμενος, ἥνπερ καὶ τὸ ῥόδινον.
[763] Περὶ τῶν πολυχρήστων φαρμάκων ἐνταῦθα λεχθήσεται. πολύχρηστα δ' ὀνομάζουσιν ὅσα πρὸς πολλὰς διαθέσεις ἁρμόττει. καὶ τινὰ αὐτῶν οὐ μόνον ἑτεροειδῆ, ἀλλὰ καὶ ἑτερογενῆ. ἅπαντα δὲ ἐξ ἐναντίων σύγκειται φαρμάκων οὐ κατὰ τὰς πρώτας μόνον ποιότητάς τε καὶ δυνάμεις, ἀλλὰ καὶ κατὰ τὰς δευτέρας. εὔδηλον δ' ὅτι πρώτας μὲν ὀνομάζω θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα [764] καὶ ὑγρότητα καὶ τὰς ἐκ τούτων συνθέτους κατὰ συζυγίαν ἡντιναοῦν. δευτέρας δὲ τὰς ἑπομένας αὐταῖς, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τῷ πέμπτῳ τῆς τῶν ἁπλῶν φαρμάκων πραγματείας διῆλθον, ἐπιδεικνὺς ἔνια μὲν τῶν φαρμάκων οὐ μόνων τῶν συνθέτων, ἀλλὰ καὶ τῶν αὐτοφυῶν μαλάττειν, ἔνια δὲ σκληρύνειν, ὥσπερ καὶ τὰ μὲν ἐμπλάττειν, τὰ δὲ ἐκφράττειν, καὶ τὰ μὲν ἐπιτρέφειν ῥύπον, τὰ δὲ καὶ τὸν ἐπικείμενον ἀποῤῥύπτειν, καὶ τὰ μὲν λεπτύνειν, τὰ δὲ παχύνειν, καὶ τὰ μὲν πυκνοῦν, τὰ δὲ ἀραιοῦν, καὶ τὰ μὲν ἀνατρέφειν σάρκα, τὰ δὲ ἀνακαθαίρειν, καὶ τὰ μὲν ἐπουλοῦν, τὰ δὲ ἑλκοῦν, καὶ τὰ μὲν ἕλκειν, τὰ δὲ ἀποκρούεσθαι, ἑτέρας τε τοιαύτας ἐν αὐτοῖς διαφοράς. εἴρηται δέ μοι καὶ διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων ἥτις τῶν ἐναντίων ταῖς δυνάμεσι φαρμάκων ἀναγκαία μίξις, ἧς ἀναμνήσω καὶ νῦν ὀλίγον ὕστερον. ἄμεινον γάρ μοι δοκεῖ γράψαι τινὰ δύο καὶ τρία φάρμακα τῶν ἐνδόξων πολυχρήστων, εἶτ' ἐξηγήσασθαι τὸν λόγον τῆς συνθέσεως αὐτῶν. ἄρξομαι δὲ ἀπὸ τῶν ἅπασι γνωρίμων, ἃ κατά τε τὸν Ἥραν νάρθηκα γέγραπται καὶ παρ' [765] ἄλλοις τῶν φαρμακίτιδας βίβλους συνθέντων. ἐπεὶ δὲ κατὰ τὸ πρὸ τούτου βιβλίον ὁ λόγος ἐγένετό μοι περὶ τῶν δυσεπούλωτα θεραπευουσῶν ἕλκη δυνάμεων, ἔδοξέ μοι καὶ νῦν ἐκείνας τῶν πολυχρήστων ἐμπλάστρων ἐξηγήσασθαι πρώτας, ὅσαι κακοήθων ἕνεκα συνετέθησαν, ἃ καλοῦσιν ἔνιοι χειρώνεια. ὅσαι δ' ἄλλαι πολύχρηστοι καλοῦνται διὰ τὸ πρὸς πολλὰ μὲν ἁρμόττειν ἕτερα πάθη, μὴ μέντοι καὶ πρὸς τὰ χειρώνεια, ταύτας αὖθις ἐφεξῆς ἀλλήλαις διελθεῖν ἔγνωκα.
[Περὶ τῶν ὑπὸ Ἥρα γεγραμμένων.] Γεγραμμένης οὖν ἐν τῇ βίβλῳ τῶν φαρμάκων ὑπὸ τοῦ Καππάδοκος Ἥρα, πρὸς τὰ τοιαῦτα τῶν ἑλκῶν ἐμπλάστρου τινὸς ἄκρως ποιούσης, ἀπ' αὐτῆς ἄρξομαι τὴν λέξιν παραγράψας τἀνδρὸς ᾧδέ πως ἔχουσαν. εὔχρους ἔναιμος, ἐπουλωτικὴ, κολλῶσα μὲν ἀκραιφνῶς, πληροῦσα δὲ καὶ ἐπουλοῦσα, ἐκλυθεῖσα μετὰ κηρωτῆς καὶ ἔτι μᾶλλον περὶ τὴν ἐπούλωσιν. ποιεῖ μέντοι καὶ ἐπὶ τῶν χειρωνείων ἑλκῶν καὶ τῶν ἄλλων τῶν παραπλησίων ἄκρως. τούς τε γὰρ τύλους τήκει καὶ [766] μετὰ ταῦτα γνησίαν σάρκα γεννᾷ. λίαν λευκή. Ϛ κηροῦ λίτρας β΄. φρυκτῆς λίτρας γ΄. ἰοῦ ξυστοῦ γο στ΄. μάννης γο γ΄. ἐλαίου κοτύλας ε΄. ὄξους ξε. α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν χρῶ τῇ ἐμπλάστρῳ πρὸς τραύματα καὶ ἀνιεμένη δὲ σὺν ῥοδίνῳ πυοποιεῖ καὶ ἀνακαθαίρει τῇ κηρωτῇ διεκλυθείσῃ εἰς ἐπούλωσιν. τινές γε μὴν τῆς ῥητίνης ἔβαλον φρυκτῆς λίτρας β΄. καὶ τερμινθίνης λίτρας δύο, καὶ οὕτω παρασκευάσαντες ἀνελάμβανον αὐτὴν ἰῷ ξυστῷ, ὡς κολλυρίου τόνον ἔχειν, καὶ τοῦτο ἐνετίθεσαν ὅπου τύλους ἐκτῆξαι ἤθελον. εὐχερῶς γὰρ τοῦτο ποιεῖ, ὡς καὶ ὀστᾶ ἀφιστάναι. καὶ ταύτην μὲν οὖν εἰκότως ἐπαινεῖ τὴν ἔμπλαστρον ὁ Ἥρας, ὡς ἐκ τοῦ πλήθους τοῦ ἰοῦ καὶ τοῦ ὄξους τὸ δραστήριον ἔχουσαν, εἴ τι μεμνήμεθα τῶν εἰρημένων κατὰ τὸ πρὸ τούτου βιβλίον. ἐπαινεῖ δὲ καὶ τὴν ὑπ' αὐτοῦ καλουμένην πανάκειαν, ἣν ἐφεξῆς γράφω κατὰ τὴν ἐκείνου λέξιν. πανάκεια Ἥρα ἡ ὑπό τινων ὑγεία λεγομένη. πρὸς πᾶσαν νομὴν καὶ κακοήθειαν. ἵστησι δὲ τὰς νομὰς οὔτ' ἐσχάρας ποιοῦσα οὔτε σκληρύνουσα τὰ πέριξ σώματα. ῥηγνύουσα δὲ καὶ μαραίνουσα πᾶν [767] τὸ διεφθαρμένον, ὡς μηδὲν διαφέρειν ὑγρᾶς σταφίδος. ἐπέχει δὲ καὶ φορὰν αἵματος τήν τε ἄλλην καὶ τὴν δι' αἱμοῤῥοΐδων διειμένη μυρσίνῳ καὶ τὰς αἱμοῤῥοΐδας αὐτὰς μαραίνει καὶ δαπανᾷ. πρὸς τούτοις δὲ καὶ σύριγγας ἰᾶται καὶ τοὺς ὀνομαζομένους ἄνθρακας καὶ τοὺς αἰγίλωπας καὶ τὰ χειρώνεια λεγόμενα καὶ καθόλου τὸ τῶν δυσιάτων καὶ χρονίων γένος, εἰς μὲν τοὺς ἀφανεῖς τόπους οἷον ὑστέρας διατηκομένη μύρῳ κυπρίνῳ, τοῖς δ' ἔξωθεν ἄμεινόν ἐστιν, ὡς ἑκάστην τῶν ἄλλων οὕτως ἐπιτιθέναι. παντὶ δὲ ἕλκει ἐπιτεθεῖσα, κᾂν ᾖ τῶν ἀγρίων, πραΰτερον εὐθὺς ποιήσει καὶ τοὺς πόνους ἠπιωτέρους καὶ τὰς ἀγρυπνίας. ἡ δὲ δύναμίς ἐστιν αὕτη. χαμαιπίτυος δ΄. συμφύτου δ΄. χαμαιλέοντος δ΄. πρασίου δ΄. οἱ δὲ στ΄. πολίου στ΄. κενταυρίου λεπτοῦ στ΄. ἑλενίου δ΄. ἀριστολοχίας δ΄. λιβάνου ιβ΄ Ϛ΄΄. σμύρνης γ΄. ἀλόης στ΄. χαλβάνης στ΄. ὀβολὸς εἷς Ϛ΄΄. ἐλαίου ρπ΄. μέλιτος λ΄. προπόλεως β΄. Ϛ΄΄. στυπτηρίας σχιστῆς στ΄. ὀβολὸς εἷς Ϛ΄΄. τερμινθίνης [768] στ΄. ὀβολὸς εἷς Ϛ΄΄. χαλκίτεως στ΄. ὀβολὸς εἷς Ϛ΄΄. ἀσφάλτου ν΄. γῆς ἀμπελίτιδος ν΄. λιθαργύρου ν΄. κηκίδος γ΄. χνοὸς ἴρεως γ΄. κόψαντα δὲ δεῖ τῇ προτεραίᾳ τὰς βοτάνας καὶ τὰς ῥίζας ἐμβάλλειν εἰς ἔλαιον. ἐμμεινάντων δὲ δι' ὅλης νυκτὸς, πρωῒ δεῖ ἐπεμβάλλειν τὴν λιθάργυρον καὶ τὴν ἀμπελῖτιν καὶ τὴν ἄσφαλτον καὶ ἕψειν ἐπὶ πυρὸς μαλακοῦ. παχυνομένης δὲ τῆς συστάσεως, ἆραι τὴν χύτραν ἀπὸ τοῦ πυρός. ἔστω δὲ ἐν ἄλλῳ ἀγγείῳ τὸ μέλι καὶ ἡ ῥητίνη καὶ ἡ χαλβάνη καὶ ἡ πρόπολις συντετηκότα. δεῖ δὲ καταμίσγειν καὶ ταῦτα ἐπεγχέοντα εἰς τὴν χύτραν, ἐπὶ δὲ τούτοις τὰ ξηρά. καὶ μετὰ τούτων ἕψε, ἕως ἂν μὴ μολύνῃ τὸ φάρμακον. πάλιν δὲ ἄραντα ἀπὸ τοῦ πυρὸς ἐμπάσσειν λείαν τὴν σμύρναν καὶ τὸν λίβανον. προσέχειν δὲ δεῖ, μή ποτε ὑπερζέσῃ καὶ ὡς οἷόν τε ἑψεῖν ἐν εὐρυχωρίᾳ, δυσκατάσβεστον γὰρ γίγνεται, εἴ τινος ἅψαιτο. ταῦτα μὲν ὁ Ἥρας περὶ τῆς πανακείας. ἡμᾶς δὲ χρὴ τὴν ὕλην αὐτὴν ἐπισημῄνασθαι διαφέρουσαν τῶν κατὰ τὸ πρὸ τούτου βιβλίον γεγραμμένων φαρμάκων πρὸς τὰ δυσθεράπευτα [769] τῶν ἑλκῶν. διὰ μεταλλικῶν μὲν γὰρ ἐκεῖνα συνέκειντο μόνων, τινὰ μὲν ὀλίγων, τινὰ δὲ πλεόνων ὀλίγων τινῶν ἐν αὐτοῖς ἐχόντων ῥίζας ἢ πόας. τῇ πανακείᾳ δὲ ταύτῃ τοὐναντίον ὑπάρχει, λαμβάνει μὲν καὶ τὸν χαμαιλέοντα καὶ τὸ κενταύριον ἱκανὸν ὠφελεῖν ἑκάτερον ἕλκη κακοήθη. λαμβάνει δὲ καὶ ἀριστολοχίαν καὶ ἴριν, ἀσθενέστερα μὲν κενταυρίου καὶ χαμαιλέοντος, ὡς πρὸς τὴν τῶν κακοήθων ἑλκῶν ἴασιν, οὐ μὴν ἀπόβλητά γε. λαμβάνει δ' ἰσχυρὰς βοτάνας καὶ μόνας πολλάκις θεραπεύειν ἕλκη κακοήθη δυναμένας, τήν τε χαμαιπίτυν καὶ τὸ πόλιον καὶ τὸ σύμφυτον. ἰσχυρότερον δὲ τούτων ἐστὶ τό τε πράσιον καὶ τὸ ἑλένιον. τῷ μὲν οὖν πρασίῳ καὶ μόνῳ χρήσαιτ' ἄν τις ἐπὶ τῶν ἱκανῶς ὑγρὰν ἐχόντων τὴν κατὰ τὸ ἕλκος σάρκα καὶ ῥυπαρωτέραν· τὸ δὲ ἑλένιον οὐδ' ἐπὶ τούτων ἁρμόττει μόνον ἐπιπαττόμενον, ὥσπερ οὐδ' ἄλλο τι τῶν δριμέων οὐδέν. ἐμάθετε γὰρ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ τὴν διαφορὰν τῶν δριμέων καὶ πικρῶν φαρμάκων, ἐρεθιστικῶν μὲν ὄντων καὶ δακνωδῶν καὶ θερμῶν καὶ ῥευματιζόντων τὰ πάσχοντα μόρια [770] τῶν δριμέων· ξηραντικῶν δὲ χωρὶς τοῦ δάκνειν καὶ θερμαίνειν τῶν πικρῶν καὶ διὰ τοῦτο ἐπιτηδείων τοῖς ἡλκωμένοις μορίοις. ἀλλ' ἐπεὶ προκείμενον ἦν τῷ συντιθέντι τὰς βοτάνας ταύτας ἔμπλαστρον ἐξ αὐτῶν οὐ ξηρὸν ἐπίπαστον ποιῆσαι, πρὸς δὲ τὴν τῆς ἐμπλάστρου σύνθεσιν ἔμελλεν ἤτοι κηρὸν ἢ ῥητίνην μίξειν ἢ πάντως γε λιθάργυρον ἐπὶ πλέον ἑψημένην, ὑφ' ὧν ἡ δύναμις ἐξελύετο τῶν βοτανῶν, ἔμιξεν αὐταῖς ἔνια τῶν ἰσχυρῶν οὕτως φαρμάκων, ὡς μὴ δύνασθαι μόνα προσφέρεσθαι τοῖς ἕλκεσι. τὰ δ' ἰσχυρὰ ταῦτα διττὴν ἔχει τὴν καθόλου δύναμίν τε καὶ ποιότητα, ἔνια μὲν αὐστηρὰν καὶ στρυφνὴν, ἔνια δὲ δριμεῖάν τε καὶ στρυφνήν. διὰ τοῦτ' οὖν τῶν μὲν δριμεῖαν ἐχόντων δύναμιν ἔμιξεν ἑλένιον, τῶν δ' ἰσχυρῶς στυφόντων, ταῦτα γὰρ ὀνομάζομεν αὐστηρά τε καὶ στρυφνὰ, τήν τε στυπτηρίαν καὶ τὴν κηκίδα τὴν ὀμφακῖτιν δηλονότι. τὰς ποιότητας δ' ἀμφοτέρας ἰσχυρὰς ἔχει, καθάπερ καὶ τὰς ἐν αὐταῖς δυνάμεις ἡ χαλκῖτις, δριμεῖά τε οὖσα καὶ στυπτική. λέλεκται δ' ἐν τοῖς ἔμπροσθεν ἀναγκαίαν εἶναι τοῖς κακοήθεσιν ἕλκεσι καὶ μάλιστα [771] ὅταν ᾖ ῥευματικὰ τὴν αὐστηρὰν ποιότητα. τούτοις οὖν ἅπασιν οἷς εἶπον ἐμίχθη λιθάργυρός τε καὶ ῥητίνη καὶ λιβανωτὸς ἕνεκα τοῦ γενέσθαι τὸ φάρμακον ἐμπλαστρῶδες. ἀλλ' ἡ μὲν λιθάργυρος ἐκ τῆς μέσης ὕλης ἐστὶν, ὁ δὲ λιβανωτὸς πεπτικός τε καὶ πυοποιὸς ὡς πρὸς τὴν εὔκρατον φύσιν ἀποβλεπόντων. ἐδείχθη γὰρ ὅτι τοῖς ὑγροτέροις σώμασι σαρκωτικός ἐστι καὶ μέντοι καὶ ὅτι τῶν πεπτικῶν φαρμάκων, ἃ δὴ καὶ τὴν ἐκπυητικὴν ὀνομαζομένην ἔχει δύναμιν, οὐδέν ἐστιν ἰσχυρῶς διαφορητικὸν, ὥσπερ γε οὐδὲ δριμύ. μετρίως γὰρ θερμαίνει τὰ τοιαῦτα καὶ μέντοι καὶ μαλάττει μᾶλλον ἢ ξηραίνει. καλῶς οὖν ἐμίχθη καὶ τοῦ λιβανωτοῦ κατὰ τὴν τῆς προκειμένης ἐμπλάστρου σύνθεσιν, ἵνα τι καὶ παρηγορικὸν ἔχῃ καὶ πρᾷον. ἔστι δὲ δηλονότι καὶ τὸ ἔλαιον ἐκ τῆς αὐτῆς δυνάμεως, ἕνεκα μὲν ἑψήσεως τῆς ἐμπλάστρου κατὰ τὸν πρῶτον λόγον μιχθὲν, ἐν αὐτῷ δὲ συνεπιφέρον δύο δυνάμεις, τήν τε παρηγορικὴν καὶ τὴν ἀμβλυτικὴν τῶν ἰσχυρῶν φαρμάκων, ἐάν τε δριμείας, ἐάν τε αὐστηρᾶς δυνάμεως ᾖ ταῦτα. ἡ δὲ ἀμπελῖτις γῆ ξηραίνει τε καὶ διαφορεῖ [772] μηδὲν ἔχουσα δριμὺ σαφῶς. καὶ διὰ τοῦτο τοῖς κακοήθεσιν ἕλκεσιν ἐπιτήδειός ἐστιν, εἰ καὶ μόνην αὐτὴν λειώσας ἐπιπάττοις. ἡ χαλβάνη δὲ καὶ αὐτὴ τῷ πεπτική τε εἶναι καὶ μαλακτικὴ καὶ παρηγορική τε καὶ ἀνώδυνος ἐμίχθη κατὰ τὴν προκειμένην σύνθεσιν, ἔχοντος μὲν καὶ τοῦ λιβανωτοῦ τὰς αὐτὰς δυνάμεις, ἀλλὰ ἀσθενεστέρας ἢ κατὰ τὴν χαλβάνην, ἐκείνης γε κατ' ἀμφοτέρας ἰσχυροτέρας ὑπαρχούσης. ἡ τερμινθίνη δὲ ῥητίνη καὶ αὐτὴ μετὰ τοῦ ῥυπτικοῦ τε καὶ διαφορητικοῦ πεπτικὸν ἔχει τι τῶν τοιούτων διαθέσεων. ἡ δὲ ἄσφαλτος ἴσμεν ὅτι ξηραντικῆς ἐστι δυνάμεως ἅμα θερμασίᾳ μὴ πάνυ σφοδρᾷ. τούτοις οὖν ἅπασιν ὁ συνθεὶς τὴν ἔμπλαστρον ἔμιξεν ἑλκτικῆς δυνάμεως φάρμακον τὴν πρόπολιν, ἐπειδὴ πολύχρηστον ὑπάρχειν αὐτὴν ἐβούλετο. πάντα δ' ὅσα πολύχρηστα ποικιλωτάτας ἀναγκαῖον ἔχειν δυνάμεις, ὅπως θεραπεύῃ διαθέσεις πλείονας. οὕτως δὲ καὶ τοῦ μέλιτος ἔμιξεν οὐκ ὀλίγον, εἰδὼς αὐτὸ ξηραῖνόν τε καὶ διαφοροῦν οἰκειότατόν τε τοῖς σηπομένοις ὑπάρχον. καὶ γὰρ αὖ καὶ τὸ τῶν ἀσήπτων ἐστὶ καὶ τὰ μιγνύμενα φυλάττει τοιαῦτα, [773] πλὴν τῶν ἐσχάτως ἐπιτηδείων εἰς σῆψιν, ἅπερ ὑγρά τέ ἐστι καὶ θερμά. καὶ πλέον τῶν ἄλλων γε ὁ συνθεὶς τὸ φάρμακον ἔβαλε τὸ μέλι. πλὴν γὰρ τριῶν τῶν ἑψηθῆναι δεομένων, ἀσφάλτου καὶ λιθαργύρου καὶ τῆς ἀμπελίτιδος γῆς, τῶν ἄλλων πλέον ἐστίν· αὐτοῖς τε τούτοις τῇ τε ἀσφάλτῳ καὶ τῷ λιθαργύρῳ καὶ τῇ ἀμπελίτιδι τοσοῦτον ἔμιξεν ἔλαιον, ὅσον εἰς τὴν ἕψησιν ἐπιτήδειον ἔσται, παραστοχασάμενος καὶ τῶν ἄλλων ὅσα ξηρὰ κατὰ τὸ φάρμακον βάλλεται. καὶ μὴν καὶ τελείως ἡψημένων ἁπάντων ἠξίωσεν ἐπεμβληθῆναι τήν τε σμύρναν καὶ τὴν ἀλόην, ξηραίνοντα μὲν ἀδήκτως ἀμφότερα, διαφέροντα δὲ τῷ τὴν μὲν ἀλόην στύφειν, λεπτομερεστέραν δὲ καὶ ξηραντικωτέραν εἶναι τὴν σμύρναν. οὐκ οἶδα δέ τι τὸ δόξαν τῷ Ἥρᾳ διὰ βραχυτέρων συμμετριῶν γράψαι τὴν πανάκειαν ταύτην, ὑπ' ἄλλων διὰ μειζόνων γεγραμμένην. τινὲς μὲν γὰρ διπλάσια πάντ' ἔχουσαν αὐτὴν ἔγραψαν, ἔνιοι δὲ τετραπλάσια. χαλβάνης γοῦν ἓξ δραχμὰς καὶ ὀβολὸν ἕνα καὶ ἥμισυν ὁ Ἥρας ἔγραψεν, ἄλλων γραψάντων δέκα δραχμὰς καὶ ἡμίσειαν, ὥσπερ αὖ πάλιν [774] ἄλλων πέντε καὶ εἴκοσι, ἀνάλογον δὲ καὶ τἄλλα συναυξησάντων, ὡς μηδαμόθι λέγεσθαι κατὰ τὴν συμμετρίαν ὀβολὸν ἢ ἡμιώβολον. προσέχειν οὖν ὑμᾶς χρὴ τὰς παρὰ τοῖς ἄλλοις γεγραμμένας πανακείας παραβάλλοντας τῇδε, πότερα διπλάσια ἔχουσι πάντα ἢ τετραπλάσια, κᾂν ἀνάλογον ᾖ πάντα ηὐξημένα μὴ νομίζειν ἐκείνας ἑτέρας εἶναι τῆσδε.
[Ἡ ἴσις Ἐπιγόνου λεγομένη παρά τινων.] Πολύχρηστόν ἐστι φάρμακον, ἣν προσαγορεύουσιν ἴσιν ὑπὸ πάντων ἐπῃνημένην. ἐγὼ δὲ παραθήσομαι νῦν ὅσα περὶ αὐτῆς ἔγραψεν ὁ Ἥρας οὕτως ἔχοντα κατὰ λέξιν. ἡ ὑπὸ τινῶν μὲν Ἐπιγόνου λεγομένη, ὑπὸ τινῶν δὲ ἴσις, ποιοῦσα πρὸς πᾶν τραῦμα καὶ πρὸς τὰ ἐν κεφαλῇ μετὰ ὀστῶν διακοπῶν. ὑγιάζει δὲ χωρὶς ἀνασκευῆς, ποιεῖ καὶ πρὸς νύγματα, σκόλοπας, ἀνθρωπόδηκτα, κυνόδηκτα ἰούς τε ἕλκει ἔχεως, σκορπίων, δρακόντων θαλασσίων καὶ τρυγόνος καὶ πρὸς τὰ ἐπὶ τῶν κώλων σὺν τραύματι κατάγματα. πωροῖ γὰρ θᾶσσον καὶ ἀσφαλέστερον σύριγγας πάσας προσφάτους, παλαιὰς ὑποφορὰς, κόλπους, φύματα, παρωτίδας, τὰ ἐν μαστοῖς καὶ [775] μασχάλαις ἀποστήματα, ἢ ἵνα μὴ γένηται ἢ γενόμενα θεραπευθῇ. εἰς ὑπόῤῥυσιν δ' ὄντων ἡμῶν, ἔτι χοιράδας κομίζεται σὺν τοῖς χιτῶσι τάχιστα ἐκπυοῦσα, ἵστησι καὶ ῥεῦμα ὀφθαλμῶν ἐπὶ τὸ μέτωπον ἐπιτιθεμένη. αἴρει δὲ καὶ πελιώματα καὶ γαγγραίνας περιγράφει καὶ σηπεδόνας ἀνακαθαίρει καὶ τὸ ὅλον πρὸς πάντα ἀγαθή. Ϛ κηροῦ δραχμὰς ρ΄. τερμινθίνης σ΄. οἱ δὲ ρ΄. λεπίδος χαλκοῦ ἐρυθροῦ η΄. ἰοῦ ξυστοῦ η΄. ἀριστολοχίας στρογγύλης δραχμὰς η΄. λιβάνου η΄. ἁλὸς ἀμμωνιακοῦ η΄. ἀμμωνιακοῦ θυμιάματος η΄. στυπτηρίας κεκαυμένης ἢ στρογγύλης στ΄. χαλκοῦ κεκαυμένου η΄. σμύρνης ιβ΄. ἀλόης ιβ΄. χαλβάνης ιβ΄. ἐλαίου παλαιοῦ κοτύλην α΄. ὄξους δριμέος κο. β΄. τὰ τηκτὰ κατακένου εἰς θυείαν κατὰ τῶν ξηρῶν. οὕτως μὲν ὁ Ἥρας ἔγραψε τὴν ἴσιν, οὐκ ἔτι προσγράψας αὐτῇ τὴν κατὰ μέρος χρῆσιν ἅπασαν, ὡς ἐπ' ἄλλων εἰώθει. καὶ μέντοι κᾀν τῷ καλεῖν αὐτὴν Ἐπιγόνου διαφέρεται πολλοῖς, οὓς ἀκριβέστερον ἡγοῦμαι περὶ τοῦ Ἐπιγόνου γεγραφέναι τά τε [776] ἄλλα καὶ ὡς ἐν εἱρκτῇ κατακεκλεισμένος ἰασάμενός τέ τινα τῶν πολὺ δυναμένων ἀφείθη διὰ τοῦτο. προστεθεικέναι δ' αὐτόν φασι τὴν τοῦ δρακοντίου ῥίζαν τῷ προγεγραμμένῳ φαρμάκῳ, κᾀγὼ διὰ παντὸς οὕτως ἐχρησάμην. ἐπειδὴ καὶ τῶν διδασκάλων μού τις ἐχρῆτο, βαλὼν εἰς τὴν γεγραμμένην συμμετρίαν ὑπὸ τοῦ Ἥρᾳ η΄. τοῦ δρακοντίου. καὶ μέντοι καὶ τοῦ ἐλαίου μὲν ἐνέβαλεν ἥμισυ κυάθου, ὄξους δὲ κο. α΄, ἔβαλλε δὲ καὶ τὴν κολοφωνίαν ῥητίνην, οὐχ ὥσπερ ὃ Ἥρας τὴν τερμινθίνην, ἀλλὰ κᾀν τῇ κατασκευῇ τῆς ἐμπλάστρου διεφώνει τῷ Ἥρᾳ, τὴν χαλβάνην τῷ ὄξει συγκατεργαζόμενος τοῖς ἄλλοις ἐν θυείᾳ. καὶ οὕτως ἀναμιγνὺς αὐτὰ, καθάπερ καὶ ὁ Ἥρας φησὶ, τοῖς τηκτοῖς ἐμάλασσέ τε μετὰ ταῦτα τὸ φάρμακον, ἐπὶ πλεῖστον ἐν ταῖς χερσὶ προσαπτόμενος ὄξους δριμυτάτου καὶ μετὰ ταῦτα εἰς χαλκοῦν ἀγγεῖον κατετίθετο καὶ καταχύσας ἐφύλλαττε χρόνῳ πλείονι καὶ οὕτως ἀνελόμενος ἐχρῆτο. προσηγόρευε δὲ αὐτὴν, ὡς καὶ ἄλλοι τινὲς, Ἕρμωνος τοῦ ἱερογραμματέως. ἐν ἑτέροις δ' ἂν εὕροις γεγραμμένην ἐκ τῶν ἀδύτων εἶναι καὶ τήνδε κατὰ τὸ Ἡφαίστειον ἐν Αἰγύπτῳ, καθάπερ καὶ τὴν διὰ τοῦ δικτάμνου.
[777] τὴν μέντοι συμμετρίαν τῶν συντιθέντων αὐτὴν ἁπλῶν φαρμάκων σχεδὸν ἅπαντες ἴσην γεγράφασιν, ὥστε κᾂν ἡ προγραφὴ διάφορος ᾖ, μὴ δόξῃς ἑτέραν εἶναι καὶ ἑτέραν τήν τ' ἐκ τῶν ἀδύτων ἱερὰν καὶ τὴν Ἕρμωνος τοῦ ἱερογραμματέως καὶ τὴν Ἐπιγόνου. ἅπαντα γὰρ ταῦτα προσαγορεύεται. τηκομένη δὲ μετὰ κηρωτῆς ὑγρᾶς ἀνακαθαίρει καὶ ἐπουλοῖ τὰ ἕλκη. καὶ γεγράφασί γε τινὲς μὲν μετὰ τριπλασίας κηρωτῆς αὐτὴν ἀνιέναι, τινὲς δὲ μετὰ διπλασίας, ἀδιορίστως ἑκάτεροι τὴν συμμετρίαν ὁρίσαντες. ἐφ' ὧν μὲν γὰρ αὐτάρκως καθαρὸν ἐργάζεται τὸ ἕλκος, εἰ τρισὶ μιχθείη τῆς κηρωτῆς μέρεσιν, οὐ χρὴ διπλάσιον μιγνύειν. ἐφ' ὧν δὲ ἐνδεέστερον καθαίρει, τηνικαῦτα διπλασίαν χρὴ παραλαμβάνεσθαι τὴν κηρωτήν. ἴσμεν γὰρ ὅτι πρακτικώτερον μέν ἐστι πᾶν φάρμακον τοιοῦτον, μὴ πολλῇ τῇ κηρωτῇ μιγνύμενον, ἀσθενέστερον δὲ πλέονι μιχθέν. οὐ χεῖρον δὲ καὶ περὶ τοῦ δρακοντίου τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐν τῷ θέρει ξηρανθέντος τοῦ καυλοῦ καὶ ὅλης τῆς πόας ἀναιρεῖσθαι χρὴ τὴν ῥίζαν, εἶτα τιθέμενον ἐν οἴκῳ ξηρῷ μὲν, οὐκ ἔχοντι δὲ ἥλιον, ὀλίγον ὕστερον μεθ' ἡμέρας ἓξ ἢ ἑπτὰ τέμνειν τὴν ῥίζαν εἰς [778] κυκλίσκους καὶ τούτους διείραντα λίνῳ κρεμᾶσαι πάλιν ἐν οἴκῳ ξηρῷ μὲν, ἀνηλίῳ δὲ, καὶ οὕτως ἐπειδὰν ἐθέλοις σκευάζειν τὸ φάρμακον, κόπτειν τὴν ῥίζαν. ἔστι δὲ καὶ αὐτὴ καθ' ἑαυτὴν κοπεῖσα καὶ λεανθεῖσα καλῶς ὡς χνοώδη γενέσθαι τῶν κακοήθων ἑλκῶν θεραπευτική.
[Ἡ διὰ δικτάμνου.] Καὶ τὴν διὰ δικτάμνου σκευαζομένην ἔμπλαστρον, ἱερὰν ὀνομάζουσιν, εὑρῆσθαι λέγοντες καὶ ταύτην τὴν γραφὴν ἐν τῷ κατὰ Μέμφιν Ἡφαιστείῳ. καὶ μέμνηνταί γε πάντες αὐτῆς ἐπὶ ταῖς τοιαύταις συμμετρίαις ἢ βραχύ τι διαφερούσαις. ἀρκέσει δὲ καὶ περὶ ταύτης τὴν τοῦ Ἥρᾳ παραγράψαι λέξιν οὕτως ἔχουσαν. ἱερὰ ἡ ἐκ τοῦ ἐν Μέμφει Ἡφαιστείου. ποιεῖ ἐπὶ προσφάτων ἐναίμων, ῥευματικῶν, πρὸς νεύρων διακοπὰς, παλαιὰ ἕλκη, ὑπόνομα, θλάσματα, σηπεδόνας, ἄνθρακας, μελανίας, ἕλκη ῥευματικὰ, δυσκατούλωτα, παρωτίδας, χίμεθλα, ἀποστήματα, χοιράδας, δοθιῆνας, σκληρίας, βέλη ἀνάγει, σκόλοπας, ὀστέα ἐκ τῆς κεφαλῆς, θηρίων πληγὰς καὶ δήγματα σκορπίων, φυλαγγίων, [779] μυγαλῆς, ἀνθρωπόδηκτα. πρὸς πάντα πόνον τραχήλου, ὤμου, ἄρθρων ἀντὶ μαλάγματος. ἵστησι ῥεύματα ὀφθαλμῶν οὐ μόνον πρόσφατα, ἀλλὰ καὶ παλαιὰ, καὶ πρὸς κεφαλαλγίαν ποιεῖ, κατάχριστος ῥοδίνῳ, ἀνειμένη καὶ πρὸς ὑστέρας πόνον καὶ διαχριομένη καὶ ὑποθυμιωμένη. ἐκδιώκει ἡ ἔμπλαστρος καὶ θηρία θυμιωθεῖσα. ἔστι δὲ ἐλαίου παλαιοῦ κο. β΄. λιθαργύρου ρ΄. ἰοῦ ξυστοῦ η΄. λεπίδος στ΄. κολοφωνίας ὑγρᾶς, οἱ δὲ πευκίνης ν΄. μάννης ιβ΄. ἀμμωνιακοῦ θυμιάματος ιστ΄. χαλκοῦ κεκαυμένου η΄. διφρυγοῦς στ΄. γεντιανῆς στ΄. ἀλόης η΄. χαλβάνης ιβ΄. προπόλεως η΄. κηροῦ κε΄. ἀριστολοχίας ι΄. δικτάμνου Κρητικοῦ ι΄. ἕψε ἐν λοπάδι μεγάλῃ ἐπὶ ἀνθράκων λιθάργυρον, ἔλαιον ὡς ἀμόλυντον κατὰ πᾶν εἶναι ἢ παρὰ μικρὸν, εἶτα ἄρας τὴν χύτραν, μίσγε ἰὸν καὶ λεπίδα καὶ ἕψε καὶ μὴ μολυνέτω κατὰ πᾶν, εἶτα πάλιν βαστάσας βάλε ῥητίνην καὶ ἀμμωνιακὸν σεσησμένα, κινῶν ἕως παύσηται ζέων, εἶτα ἐπιθεὶς καὶ μικρὸν ἐάσας βαστάσας ἔμπασσε χαλκὸν καὶ διφρυγὲς καὶ ἑψήσας πάλιν, ἕως μὴ μολύνῃ, ἔσθ' ὅτε γὰρ [780] τούτων βληθέντων ἐπανίεται, εἶτα βαστάσας προσδίδου κηρὸν καὶ πάλιν ἕψε, ἕως ἀμόλυντος γένηται, ταχέως δὲ γίνεται, εἶτα ἄρας ἀποδώσεις πρόπολιν καὶ ἐπιθεὶς πάλιν, μικρόν τε ἐάσας καὶ ἄρας ἀποδίδου ἀλόην, μάνναν, δίκταμνον, ἀριστολοχίαν, γεντιανήν. ἐψυγμένων δ' ἱκανῶς τούτων, καθ' ἓν ἕκαστον λειότατον ἐμπάσεις καὶ κινήσας ἐὰν ᾖ ἀμόλυντος, βαστάσεις. ἐὰν δὲ μὴ, ἐπὶ κούφου πυρὸς ἑψήσεις. ταῦτα μὲν ὁ Ἥρας ἔγραψε περὶ τῆς ἐμπλάστρου. συνεθήκαμεν δ' αὐτὴν ἡμεῖς ἐνίοτε καὶ χωρὶς τοῦ κεκαυμένου χαλκοῦ καὶ διφρυγοῦς, ἑλκτικωτέραν μὲν τῶν ἐν τῷ βάθει καὶ μαλακτικωτέραν καὶ διαφορητικωτέραν γινομένην, οὐ μὴν πρός γε τὰ δυσεπούλωτα τῶν ἑλκῶν ἁρμόττουσαν. ἐποιήσαμεν δὲ αὐτὴν καὶ χωρὶς τοῦ δικτάμνου, πάλιν αὐτὴν προσθέντες τοῖς ἄλλοις, χρυσοκόλλης στ΄. ὡς γενέσθαι θεραπευτικωτέραν τῶν κακοήθων ἑλκῶν.
[Ἡ Ἱκέσιος μέλαινα.] Ἡ Ἱκέσιος ὀνομαζομένη. τινὲς δὲ κατὰ γενικὴν πτῶσιν ἡ Ἱκεσίου γεγράφασι, πολύχρηστον φάρμακον. ὁ γοῦν Ἥρας περὶ αὐτῆς γράφει ταῦτα. ἡ Ἱκέσιος [781] πρὸς τραύματα καὶ κυνόδηκτα καὶ τὰς σκληρίας διαχέουσα. πρὸς παρωτίδας καὶ κονδυλώματα καὶ πρὸς τὰ κακοήθη. ἔστι δὲ καὶ ἐπισπαστικὴ, παρακολλητικὴ, ποιεῖ καὶ πρὸς ὕδρωπας. Ϛ λιθαργύρου ρ΄. ἀσφάλτου Ἰουδαϊκῆς ρ΄. γῆς ἀμπελίτιδος ρ΄. μάννης, προπόλεως ἀνὰ κε΄. χαλβάνης ιβ΄. σχιστῆς ιβ΄ Ϛ΄΄. τερμινθίνης ιβ΄. Ϛ΄΄. ἴρεως στ΄. ἐλαίου ὠμοτριβοῦς κο. στ΄. μέλιτος κο. α΄. χαλκίτεως ζ΄. ἥμισυ, κηκίδος ὀμφακίτιδος στ΄. σμύρνης στ΄. ἕψε τὴν λιθάργυρον καὶ τὴν ἄσφαλτον καὶ τὴν ἀμπελῖτιν μετὰ τοῦ ἐλαίου. ἐπειδὰν δ' ἡμίεφθα ᾖ, τὴν πρόπολιν μίσγε καὶ τὴν ῥητίνην καὶ τὴν χαλβάνην ἡψημένα ἐν τῷ μέλιτι ἰδίᾳ. ἐπὰν δὲ συνίστηται τὰ λοιπὰ ἀποδίδου, κίνει δὲ σπάθῃ δᾳδίνῃ, ταύτης τῆς ἐμπλάστρου τὸν σταθμὸν τῶν μιγμάτων, οὐ τὸν αὐτὸν ἅπαντες ἔγραψαν, ὡς ἐν τοῖς ἐφεξῆς δειχθήσεται.
[Ἡ διὰ δυοῖν ἀριστολοχιῶν μέλαινα.] Ἔνδοξος ἔμπλαστρος πολύχρηστός ἐστι καὶ ἡ διὰ τῶν δυοῖν ἀριστολοχιῶν, ἣν καὶ αὐτὸς ὁ Ἥρας ἔγραψε κατὰ τήνδε τὴν λέξιν. [782] μέλαινα ἡ διὰ τῶν δυοῖν ἀριστολοχιῶν, ποιοῦσα πρὸς τὰ παλαιὰ καὶ τυλώδη καὶ δυσκατούλωτα καὶ νεμόμενα. ἔστι δὲ καὶ ἔναιμος κεφαλικὴ, ἀνάγει ὀστᾶ, ἀνακολλητικὴ, ποιοῦσα πρὸς τὰ λελυμένα ἄρθρα, ῥευματιζόμενα ἀνακαθαίρει, πληροῖ διειμένη. πίσσης λίτραν α΄. κηροῦ λίτραν α΄. ἀσφάλτου λίτραν α΄. τερμινθίνης λίτραν α΄. μάννης λίτρας ἥμισυ ἢ οὐγγίας ζ΄. ἰοῦ ξυστοῦ λίτρας ἥμισυ, ψιμυθίου λίτρας ἥμισυ, χαλκάνθου οὐγγίας δ΄. ἀριστολοχίας μακρᾶς οὐγγίας δ΄. Ἰλλυρικῆς οὐγγίας δ΄. σιδίων οὐγγίας β΄. κηκίδος ὀμφακίτιδος οὐγγίας β΄. χαλκοῦ κεκαυμένου οὐγγίας β΄. ἀκάνθης οὐγγίας δ΄. ἀριστολοχίας στρογγύλης γο δ΄. ὄξους κο. α΄. κικίνου ἢ ἐλαίου παλαιοῦ κο. α΄. τὰ τηκτὰ τήξας ὁμοῦ, εἶτα τὸ ψιμύθιον, τὸν ἰὸν καὶ τὸ χάλκανθον σὺν τῷ ὄξει λελειοτριβημένῳ ἐπίσταζε, εἶτα ἐπιθεὶς ἐπὶ πυρὸς ἕως ἑνωθῇ, ἔμπασσε τὰ ξηρὰ ὑποσπάσας τὸ πῦρ, εἶτα καταχέας μάλασσε. ταῦτα μὲν ὅ θ' Ἥρας καὶ οἱ ἄλλοι περὶ αὐτῆς ἔγραψαν. ὁ δὲ λογισμὸς τοῦ συνθέντος αὐτὴν οὐκ ἄδηλός ἐστι τοῖς [783] μεμνημένοις ὅσα κατά γε τοῦτο καὶ διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων εἴρηταί μοι. σύγκειται γὰρ ἐξ ἐναντίων δυνάμεων, ἑλκτικῶν τε καὶ ἀποκρουστικῶν, κοινὸν ἐχουσῶν τὸ ξηραίνειν. ἐπικρατεῖ δὲ ἐν αὐτῇ τὸ τῶν ἀποκρουστικῶν, ὃ τοῖς στύφουσιν ὑπάρχει τῷ χαλκάνθῳ καὶ τοῖς σιδίοις καὶ τῇ κηκίδι καὶ τῷ κεκαυμένῳ χαλκῷ καὶ τῇ ἀκάνθῃ. διὰ τοῦτο δὲ καὶ πρὸς τὰ παραλελυμένα, τουτέστι κεχαλασμένα τῶν ἄρθρων ἁρμόττειν αὐτὴν ἔφη. τὴν δ' ἀριστολοχίαν καὶ τὴν ἴριν ἔμιξε τοῖς στυπτικοῖς, ἀραιωτικῆς τε καὶ διαφορητικῆς ὄντα δυνάμεως, ὅπως δὲ ἔμπλαστρος γένοιτο καὶ μὴ ξηρὸν ἐπίπαστον εἴη τὸ φάρμακον, ἔλαιόν τε καὶ κηρὸς ἐμίχθη. κηρὸς μὲν ὡς ὕλη μόνον, ὥσπερ καὶ τοὔλαιον. εἰ τὸ κοινὸν εἴη τοῦτο καὶ μὴ τὸ κίκινον ἢ τὸ παλαιόν. ἐμάθομεν γὰρ ὅτι θερμαίνει ταῦτα καὶ διαφορεῖ. τερμινθίνη δὲ ῥητίνη πρὸς τῷ τὴν ἐμπλαστρώδη σύστασιν ἐργάζεσθαι τῷ φαρμάκῳ, τοῦ κηροῦ μόνου μὴ δυναμένου τοῦτο ποιῆσαι, καὶ μαλακτικὸν ἔχει τι καὶ διαφορητικὸν καὶ ῥυπτικόν. ἔχοντος δὲ καὶ λιβανωτοῦ ταῦτα προσείληφεν ἡ μάννα στυπτικὴν ὅλην τὴν δύναμίν τε καὶ ποιότητα. καλοῦσι γὰρ οὕτως [784] τὸ ἀπόσεισμα τοῦ λιβανωτοῦ μετέχον τι βραχὺ καὶ τοῦ φλοιοῦ, ξηραντικὴ δὲ ἱκανῶς ἐστι καὶ ἡ ἄσφαλτος ἢ ὁ ἄσφαλτος, ὁποτέρως ἂν ἐθέλῃς καλεῖν, εἰς ἐμπλάστρου σύνθεσιν ἐπιτήδειον φάρμακον. καὶ ταῦτα μὲν οὖν ἦν αὐτάρκη πρὸς τὴν τῆς ἐμπλάστρου σύνθεσιν. ἰσχυρὰν δὲ δύναμιν ἔχοντα φάρμακα μῖξαι προθέμενος ὁ συνθεὶς τὴν ἔμπλαστρον ταύτην ἰόν τε καὶ ὄξος αὐτοῖς προσέθηκε, τέμνειν καὶ διαβιβρώσκειν καὶ μέχρι τοῦ βάθους τῶν σωμάτων αὐτά τε φέρεσθαι καὶ τοῖς ἄλλοις ποδηγεῖν ἱκανά. μίγνυται δὲ ταῦτα τοῖς διαφορητικοῖς ἕνεκα τοῦ προλεπτύνειν τὰς ἐν τοῖς θεραπευομένοις μέρεσι παχείας ὑγρότητας. ὑπόλοιπον οὖν ἐστιν εἰπεῖν τι καὶ περὶ τοῦ ψιμυθίου, ὅπερ ὅτι μὲν ὡς εἰς ἐμπλαστροποιΐαν ἐπιτήδειον, οὐχ ὡς αὐτό τι συμπρᾶξον ἔμιξεν εὔδηλόν ἐστιν. ἐγὼ δ' ἂν τὴν λιθάργυρον ἐμεμίχειν μᾶλλον, ἐμπλαστικόν τε γάρ ἐστι καὶ ψυκτικόν. τὸ δὲ ψιμύθιον, εἰς ἄλλα μέν τινα χρήσιμον ὑπάρχον, εἰς δὲ τὴν τῆς προκειμένης ἐμπλάστρου δύναμιν οὐδὲν συντελεῖ.
[Ἡ τοῦ Ἀζανίτου.] Ἡ τοῦ Ἀζανίτου πολύχρηστός ἐστι καὶ ἔνδοξος. περὶ αὐτῆς δὲ γράφει ὁ Ἥρας οὕτως. ἡ [785] τοῦ Ἀζανίτου. Ϛ πίσσης ξηρᾶς γο α΄. κηροῦ γο γ΄. στέατος ὑείου γο γ΄. στέατος ταυρείου γο γ΄. οἰσύπου γο γ΄. ῥητίνης πευκίνης γο ε΄. ποιεῖ πρὸς τὰ κακοήθη πάντα, γαγγραίνας, σύριγγας, πρόσφατα τραύματα, πυρίκαυτα, περιψυγμοὺς, ὡς ἄκοπον. ἔστι δὲ καὶ πεσσὸς μαλακτικός. ἁρμόττει δὲ καὶ πρὸς τὰ ἐν ὑστέρᾳ ἕλκη, φύματα, παρωτίδας. ὅταν κοῖλα ᾖ τὰ ἕλκη, πλείονι χρῶ τῷ φαρμάκῳ, ὅταν δὲ πρὸς ἐπούλωσιν, ἔλαττον. ἰδίωμα δὲ τοῦ φαρμάκου ἐπίπαγον ῥυπώδη ποιεῖν. ποιεῖ καὶ ἐπὶ τῶν ὀφθαλμιώντων ἐπὶ βλεφάρων ἐπιτιθεμένη. ἀντιπαθές ἐστι τὸ ἔλαιον τῷ φαρμάκῳ, διὸ φυλάττου. ὅταν δὲ σκευάζῃς, βάλλε πίσσαν, κηρὸν, ταύρειον στέαρ. ὅταν δὲ τακῇ, ὕειον, εἶτα ῥητίνην, ἔσχατον οἴσυπον ψύξας. τὸ δὲ ὅλον πυρὶ καὶ μὴ φλογὶ τῆκε. μάλιστα δὲ ποιεῖ ἐφ' ὧν ἡ πληγὴ περὶ τὰ νεῦρα ἢ μῦν ἐστι καὶ ἐπὶ κακοήθων.
[Ἡ τοῦ Ἁλιέως διὰ Σινώπιδος.] Ἡ τοῦ Ἁλιέως ἔνδοξός τε καὶ πολύχρηστος οὐδὲν ἧττον τῶν πρόσθεν οὕτως [786] ὑπὸ τοῦ Ἥρα γεγραμμένη. ἡ τοῦ Ἁλιέως πρὸς τὰ παλαιὰ καὶ δυσκατούλωτα. ἔστι δὲ καὶ διαφορητικὴ καὶ μάλιστα ἐπὶ τῶν περὶ μαστοὺς σκληριῶν. χρώμεθα δ' αὐτῇ ὡς καλλίστῃ πρὸς τὰ πλεῖστα. κηροῦ μνᾶ α΄. λιθαργύρου μνᾶ α΄. μάννης η΄. τερμινθίνης η΄. χαλβάνης η΄. Σινωπίδος η΄. ἐλαίου παλαιοῦ κο. β΄. τὸ ἔλαιον καὶ τὴν λιθάργυρον ἕψε, ἕως ἀμόλυντον γένηται, εἶτα κηρὸν, ῥητίνην. καὶ τακέντων αὐτῶν ἄρας ἀπὸ τοῦ πυρὸς μίσγε Σινωπίδα, χαλβάνην, εἶτα τὴν μάνναν. αὕτη ποιεῖ καὶ πρὸς τὰς τῶν θαλασσίων πληγὰς ἄκρως. ἐχρησάμην γέ τοί ποτε αὐτῇ ἐπί τινος ἀπὸ τρυγόνος θαλασσίας πεπληγότος καὶ πάνδεινα πάσχοντος καὶ δαιμονίως ἐποίησεν, ὁμοίως καὶ ἐπὶ σκορπιοδήκτων. ταῦτα μὲν ὁ Ἥρας ἔγραψεν. ἐφεξῆς δὲ τὰ Κρίτωνος ἴδωμεν.
[Περὶ τῶν ὑπὸ τοῦ Κρίτωνος γεγραμμένων.] Ὁ μὲν Ἥρας ἓν βιβλίον ἐποιήσατο τῆς τῶν φαρμάκων συνθέσεως, ἐπιγεγραμμένον νάρθηκα. πέντε δὲ τοιαῦτα σώζεται τοῦ Κρίτωνος ἔξωθεν τῶν κοσμητικῶν. ἐν δὲ τῷ τετάρτῳ [787] τῶν πέντε τούτων τὰς ὁμοειδεῖς ταῖς γεγραμμέναις ἐμπλάστροις διέρχεται, τινὰς μὲν, ὥσπερ ὁ Ἥρας, κατὰ πᾶν ὡσαύτως ἐχούσας. τινὰς δὲ ἔξωθεν, ὧν ὁ Ἥρας οὐκ ἐμνημόνευσεν, ἃς νῦν ἐφεξῆς γράψω, μετὰ τοῦ καὶ εἴ τινος τῶν ὑφ' Ἥρα γεγραμμένων μνημονεύοι διαφερόντως μὴ παραλιπεῖν, ὥσπερ ἐπὶ τῆς Ἱκεσίου φαίνεται πεποιηκώς. ἄλλους γὰρ ἔγραψε σταθμοὺς καὶ μέτρα τῆς ἐμπλάστρου ταύτης ὁ Κρίτων, ὥσπερ καὶ ἄλλοι τινὲς, οὐ τὰς αὐτὰς τῷ Ἥρᾳ. ἄρξομαι τοιγαροῦν ἀπὸ τῆς πρώτης Ἱκεσίου, διαπεφωνημένης αὐτῆς κατὰ τὸν σταθμὸν τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν συντιθέασι τὴν ἔμπλαστρον.
[Ἡ Ἱκεσίου.] Περὶ τῆς Ἱκεσίου κατὰ λέξιν ὁ Κρίτων οὕτως ἔγραψεν. Ἱκεσίου πρὸς πᾶν τραῦμα, πρόσφατον, παλαιὸν, πρὸς θλάσματα, στρέμματα, κατάγματα, πρὸς φλεγμονὰς καὶ πάντα πόνον, ἄπονον γὰρ εὐθέως ποιεῖ πρὸς ἀποστήματα, φύματα, χοιράδας, ἄνθρακας, παρωτίδας, φύγεθλα, κονδυλώματα, λειχῆνας, ἥλους, μελανίας, αἱμοῤῥοΐδας φλεγμαινούσας, σύριγγας, πυρίκαυτα, ἀνιεμένη μυρσίνῳ ἢ ῥοδίνῳ [788] πρὸς ἕλκη, σκόλοπας, ἀκίδας, κυνόδηκτα, ἀνθρωπόδηκτα, θηρίων πληγὰς καὶ ἴσχαιμος χρῶ καὶ ἀντὶ μαλάγματος πρὸς πάντα, ἔλαιον δὲ μὴ πρόσαγε καὶ ἀνακόλλημα ἐπ' ὀφθαλμιώντων ἐν ὀθονίῳ. ἔστω δὲ ἀεὶ τὰ σπλήνια μείζονα. ποιεῖ καὶ ἐπὶ ὑδρωπικῶν. Ϛ γῆς ἀμπελίτιδος, ἀσφάλτου, λιθαργύρου, ἀνὰ μνᾶς β΄. κηροῦ, λιβανωτοῦ, τερμινθίνης, προπόλεως ἀνὰ μνᾶς Ϛ΄΄. χαλβάνης, σχιστῆς ἀνὰ μνᾶς ε΄. σμύρνης, κηκίδος, ἴρεως ἀνὰ ιβ΄. χαλκίτεως στ΄. μέλιτος κο. β΄. ἐλαίου ὀμφακίνου χοᾶς β΄. τινὲς δὲ κο. β΄. ἕψε ἀμπελῖτιν, ἄσφαλτον, λιθάργυρον σὺν τῷ ἐλαίῳ, προχυλώσας, ὡς λεῖα γενέσθαι. ἕψε δὲ ἐπὶ μαλακοῦ πυρὸς, κινῶν σπάθῃ δᾳδίνῃ ἀδιαλείπτως, ὥστε μὴ ὑποκαθίσαι, τάχιστα γὰρ κατακαίεται. τὰ δὲ τηκτὰ ἐν ἑτέρῳ ἀγγείῳ τῆξον, προεψήσας κατ' ἰδίαν τὸ μέλι, ὥστε συστραφῆναι, καὶ μῖξον τοῖς ἐν τῷ κακάβῳ καλῶς συστραφεῖσι. πάλιν γὰρ ἀναλύεται τούτων προβληθέντων, εἶτα τὰ ξηρὰ ἔμπασσε ψύξας ποσῶς, τελευταῖον τὸν λιβανωτὸν καὶ ἑνώσας χρῶ. ταύτην τὴν γραφὴν ἔλαβον παρὰ [789] Ἡροδότου. ταῦτα μὲν ἔγραψεν ὁ Κρίτων περὶ τῆς Ἱκεσίου. φαίνεται δὲ διαφερόμενος τῷ Ἥρᾳ περὶ τῆς συμμετρίας τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν ὅλη σύγκειται. καὶ τῆς διαφωνίας ἡ μέν τις ἐστὶ σαφὴς, ἡ δὲ δυσεπίκριτος. ὁ μὲν γὰρ Ἥρας καλῶς ποιῶν τὸν σταθμὸν ἁπάντων τῶν φαρμάκων εἰς δραχμὰς ἀνῆγεν, ὁ δὲ Κρίτων τὴν μὲν ἀμπελῖτιν γῆν καὶ τὴν ἄσφαλτον καὶ τὴν λιθάργυρον οὐ κατὰ τὸν τῶν δραχμῶν σταθμὸν ἔγραψεν, ἀλλὰ μνᾶς β΄. ἑκάστης αὐτῶν ἠξίωσεν ἐμβάλλειν. διαπεφώνηται δὲ τοῖς περὶ τῶν σταθμῶν καὶ μέτρων γράψασιν, ὁπόσος ἐστὶν ὁ τῆς μνᾶς σταθμὸς, ἐνίων μὲν ἑκκαίδεκα λεγόντων οὐγγιῶν εἶναι τὴν μνᾶν, ἐνίων δὲ εἴκοσι, ἐνίων δὲ καὶ διοριζομένων, καὶ τὴν μὲν Ἀλεξανδρικὴν εἴκοσι φασκόντων εἶναι οὐγγιῶν, τὴν δὲ ἄλλην ἑκκαίδεκα, καὶ τοῦτο μὲν ἔτι μικρότερον. ἀλλὰ τῶν εἰς δραχμὰς ἀναγόντων τὴν μνᾶν εἰσὶν οἵ φασιν ἑκατὸν εἶναι δραχμῶν τὴν μνᾶν, ἔνιοι δὲ πλειόνων, ἐπειδὴ καὶ τὴν οὐγγίαν οἱ πλεῖστοι μὲν ἑπτὰ καὶ ἡμίσεος δραχμῶν εἶναί φασιν, ἔνιοι δὲ ζ΄. μόνον, ἕτεροι δὲ η΄. τούτων οὖν οὕτως ἐχόντων, πόσων δραχμῶν [790] χρὴ λογίσασθαι τὴν ὑπὸ τοῦ Κρίτωνος ἐγγεγραμμένην μνᾶν εἶναι χαλεπὸν εὑρεῖν. φαίνεται δὲ καὶ ἐν ἄλλοις μὲν ρ΄. ὁ βουλόμενος εἶναι τὴν μνᾶν. καὶ εἴπερ τοῦτο οὕτως ἔχει, κατὰ τὸ διπλάσιον χρὴ νοεῖν τῆς Ἱκεσίου τὴν σύνθεσιν γεγράφθαι παρ' αὐτοῦ, τοῦ μὲν Ἥρα γράψαντος περὶ τῶν τριῶν τούτων φαρμάκων τῶν πρώτων, τῆς δὲ γῆς τῆς ἀμπελίτιδος καὶ τῆς ἀσφάλτου καὶ τῆς λιθαργύρου ἑκατὸν ἑκάστου δραχμὰς τὸ βάρος, εἰς σ΄. δὲ τοῦ Κρίτωνος ἀνάγοντος. ἴδωμεν οὖν εἰ τὰ ἐφεξῆς ὁμολογεῖ τῷ διπλασίῳ, τινὰ μὲν γὰρ φαίνεται, τινὰ δ' οὔ. μνημονεύει δὲ μετὰ τὰ τρία τὰ πρῶτα, κηροῦ, λιβάνου, τερμινθίνης καὶ προπόλεως, ἀξιῶν ἑκάστου μνᾶς Ϛ΄΄. βάλλεσθαι, τουτέστι ν΄. προὐθέμεθα γὰρ ὡς ρ΄. τῆς μνᾶς οὔσης, οὕτως γεγράφθαι τὴν συμμετρίαν, ἀλλ' εἴπερ οὕτως ἔχει τοῦτο, κατὰ μὲν τὸν λιβανωτὸν ἀντὶ τῆς μάννης δηλονότι γεγραμμένον, ὁμολογία γενήσεται τῷ Κρίτωνι πρὸς τὸν Ἥραν. ὡσαύτως δὲ καὶ κατὰ τὴν πρόπολιν, οὐ μὴν κατά γε τὴν τερμινθίνην. ἐχρῆν γὰρ εἴκοσι καὶ ε΄. ὑπὸ τοῦ Κρίτωνος γεγράφθαι, τοῦ γε [791] Ἥρα γράψαντος δέκα καὶ β΄ καὶ ἡμίσειαν. ἐν δὲ τῷ κηρῷ μεγίστη διαφωνία τοῖς ἀνδράσιν ἐγένετο, μηδ' ὅλως ἐμβαλόντος κηρὸν τοῦ Ἥρα. μεμαθήκαμεν γὰρ τὴν τοῦ κηροῦ δύναμιν μετρίως μαλακτικήν. ἐφεξῆς δὲ παρὰ τῷ Κρίτωνι γέγραπται. χαλβάνης, σχιστῆς ἀνὰ μνᾶς τέταρτον, συμφωνοῦντος ἐν τούτῳ τἀνδρὸς τῷ Ἥρᾳ. τὸ γὰρ τέταρτον τῆς μνᾶς ὑποκειμένης ρ΄. εἶναι, γίγνοιντ' ἂν εἴκοσι καὶ ε΄ . διπλάσιον δέ εἰσιν αὗται τῶν ὑπὸ τοῦ Ἥρα γεγραμμένων ιβ΄. καὶ ἡμισείας. ἀποχωρήσας δὲ τοῦ τῆς μνᾶς ὀνόματος ἐν τοῖς ἐφεξῆς ὁ Κρίτων, σμύρνης καὶ κηκίδος καὶ ἴρεως τῶν τριῶν ἀνὰ ιβ΄. κελεύει μιγνύναι τοῖς προειρημένοις, ὁμολογῶν ἐν τούτῳ τῷ Ἥρᾳ. ἓξ γὰρ ἐκεῖνος ἐκέλευσεν ἑκάστου βάλλειν. ἐφεξῆς δὲ πάλιν ὁ Κρίτων γέγραφε χαλκίτεως στ΄. οὐ μικρὸν διαφερόμενος ἐνταῦθα τῷ Ἥρᾳ. διπλασίων γὰρ πάντων ὄντων ἐχρῆν καὶ τὴν χαλκῖτιν οὐχ ἓξ δραχμὰς, ἀλλὰ πεντεκαίδεκα γεγράφθαι, τοῦ γε Ἥρα γεγραφότος ζ΄. καὶ ἡμίσειαν. ἐν μέντοι τῷ μέλιτι συμφωνοῦσιν οἱ ἄνδρες, τοῦ μὲν Ἥρα γράψαντος κοτύλην α΄. τοῦ δὲ [792] Κρίτωνος γράψαντος κοτύλας β΄. λοιπὸν δὲ περὶ τοῦ ἐλαίου ζήτησις οὐ σμικρὰ γένοιτ' ἂν ἡμῖν, οὐ μόνον κατὰ τοὺς δύο τούτους ἄνδρας, ἀλλὰ καὶ κατ' ἄλλους τῶν γραψάντων τὸ φάρμακον, ὡς ἐφεξῆς ἐροῦμεν. οὗτοι δ' οὖν κατὰ τοῦτο διαφέρονται πρὸς ἀλλήλους. ὁ μὲν γὰρ Ἥρας ἔγραψεν ἐλαίου ὠμοτριβοῦς κοτύλας στ΄. ἄμεινον γὰρ οὕτως γράφειν ἢ ὥς τινες ἔγραψαν κυάθους στ΄. ἀξιοῦντός γε κατὰ τὴν ἕψησιν τοῦ Ἥρα τὴν λιθάργυρον καὶ τὴν ἄσφαλτον καὶ τὴν γῆν τὴν ἀμπελῖτιν, ἡμίεφθα ποιήσαντα, τηνικαῦτα τῶν ἄλλων ἕκαστον ἐμβάλλειν. ἡμίεφθα δὲ οὐκ ἂν γένοιτο κυάθων στ΄. ἐμβληθέντων. ἴσμεν γὰρ εἰς τὰς ρ΄. τῆς λιθαργύρου πολλοὺς πολλάκις τῶν φάρμακα συντιθέντων ἀνδρῶν ἀξιοῦντας ἐμβάλλεσθαι κοτύλας β΄. καὶ ἤδη καὶ πᾶν τοῦτο πρόσθεν εἶπον ἐν τῷ α΄. τῶνδε τῶν ὑπομνημάτων ὡς ἐγχωρεῖ καὶ τῶν μεταλλικῶν οὐγγίας θ΄. τὴν κοτύλην εἶναι, καθάπερ τινὲς ᾠήθησαν. ἐγχωρεῖ δὲ καὶ ιβ΄. συμβάλλειν, ὡς ἄλλοι κελεύουσιν εὖ εἰδότες, εἰ μὲν μὲν ἐπὶ πλέον ἑψηθείη τὸ φάρμακον, ἔσται δὲ τοῦτο πλέονος ἐμβληθέντος [793] ἐλαίου, ξηραντικώτερον αὐτὸ γενήσεσθαι, εἰ δὲ ταχέως ἀπὸ τοῦ πυρὸς ἀρθείη, διὰ τὴν ὀλιγότητα τοῦ ἐλαίου ξηραντικώτερον μὲν ἧττον αὐτὸ γενήσεσθαι, μαλακτικώτερον δὲ καὶ παρηγορικώτερον, ὥστε τοὺς μὲν ἓξ κυάθους παντάπασιν ἀποβλητέον, ἓξ δὲ κοτύλας οὐγγίας θ΄. μίαν ἑκάστην ἐμβλητέον. εἰ δ' ἐπὶ πλέον ἑψῆσαι βούλοιο τὸ φάρμακον, ὡς γενέσθαι ξηραντικώτερον, οὐδὲν κωλύει καὶ τὰς τῶν οὐγγιῶν ιβ΄. κοτύλας ἐμβληθῆναι. γεγραμμένων οὖν ἓξ κοτυλῶν παρὰ τοῦ Ἥρα, δῆλον ὅτι ιβ΄. τὸν Κρίτωνα τὰς κοτύλας ἐχρῆν ἐμβάλλειν, ἵνα καὶ κατὰ τοῦτο διπλάσιον ᾖ τὸ μέτρον, ὡς ἐπὶ τῶν ἄλλων. ἀλλὰ γέγραπταί γε παρ' αὐτῷ ἐλαίου ὀμφακίνου χόες δύο. πάλιν κᾀνταῦθα καταγνωστέον τῶν γραψάντων κοτύλας β΄. τὸν μὲν οὖν χοέα, εἰ μὲν ἓξ κοτυλῶν ἀριθμοίημεν, ἡ συμφωνία μένει τοῖς ἀνδράσιν, εἰ δ' οὐ κο. στ΄. ἀλλὰ ξε. στ΄. οὐ μικρὰ διαφωνία γενήσεται. πολὺ γὰρ ἔσται τὸ πλῆθος ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν, εἴ τις ἐμβάλλοι ξε. ιβ΄. ἐλαίου. ταῦτα μὲν ἐν τῷ παρόντι περὶ τῆς Ἥρα καὶ Κρίτωνος ἐν τῷ προκειμένῳ φαρμάκῳ [794] διαφωνίας. ὅταν δὲ ἐπὶ τὸν Ἀνδρόμαχον ἔλθωμεν, εἰρήσεταί τι καὶ περὶ τῆς ἐκείνου πρὸς ἀμφοτέρους αὐτοὺς κατὰ τινὰ μὲν ὁμολογίας, κατὰ τινὰ δὲ διαφωνίας.
[Ἡ ἴσις χλωρά.] Τὴν μὲν ἴσιν ἔγραψε καὶ οὗτος, ὥσπερ καὶ ἄλλοι σχεδὸν ἅπαντες. ἐπεὶ δὲ ἐπιμελέστερον ἥ τε χρῆσις αὐτῆς ὅλη καὶ ἡ σκευασία παρὰ τούτῳ γέγραπται, μετὰ τοῦ καὶ διαφωνεῖν βραχέα πρὸς τὸν Ἥραν, ἔδοξέ μοι καὶ τὰ ὑπὸ τούτου γεγραμμένα κατὰ λέξιν ὑπογράψαι. ἡ ἴσις, ἥν τινες Ἐπιγόνου καλοῦσι, ποιοῦσα, ἄκρατος μὲν πρὸς λεπίδων ἀποστάσεις καὶ ἀναπλεύσεις ὀστέων παχείας, ἔμμοτος δὲ καὶ σπλήνιον ἐπιτιθεμένη καὶ πρὸς σκόλοπας καὶ θηρίων πάντων πληγάς τε καὶ δήγματα καὶ πρὸς πάσας τὰς ὑπὸ σιδήρου γινομένας ἐν πολέμοις τε καὶ ἄλλως νύξεις τε καὶ τρώσεις θεραπεύει καὶ σύριγγας ἐπιτιθεμένη καὶ κολλύριον ἐντιθεμένη, ἐκτυλοῦσα καὶ παρακολλῶσα ταῦτα, καὶ κεκραμένη δὲ αὕτη πρὸς πᾶν τραῦμα ἔμμοτον καὶ σπλήνιον ἐπιτιθεμένη καὶ πρὸς τὰ κακοήθη καὶ χρόνια καὶ ὑπ' ἄλλων κατεφθαρμένα, ἐφ' ὧν προαναξέων τῷ φαρμάκῳ χρῶ τῇ [795] κεκραμένῃ. ποιεῖ δὲ θαυμαστῶς καὶ πρὸς τὰς παρακολλήσεις τῶν κόλπων, ἕως ἂν ὦσι μεγάλοι. ἐξικμάζουσα γὰρ καὶ παρακολλῶσα τούτους εὐθετεῖ καὶ ἔμμοτος καὶ κεκραμένη καὶ ἄκρατος, ἐφ' ὧν ὑπεκτῆξαι θέλομεν ἀδένας τινὰς ἢ ὑμένας ἐγκειμένους. χρῶ δὲ καὶ πρὸς τὰ κατάγματα σὺν τραύματι καὶ χωρὶς τραύματος. πωροῖ γὰρ τάχιστα καὶ σφίγγει τὰ πεπονθότα. καὶ ἐφ' ὧν δ' ἄλλο μάλαγμα οὐ ποιεῖ, αὕτη ἀκριβῶς ποιεῖ, ὄνυχάς τε ἐκ προσκόμματος σεσαλευμένους ἢ πήσσει ἢ ἐκτινάσσει καὶ ὀδόντας ἐκ πληγῆς κεκινημένους πήσσει, καὶ καθόλου μύριά ἐστιν ἐφ' ὧν ποιεῖ διαφόρως ἀγομένη. ἔστι δὲ καὶ ἡ ἀνειμένη αὕτη τῆς ἀκράτου μέρος ἓν, κηρωτῆς μέρη β΄. ἐνίοτε καὶ ἔτι μᾶλλον ἐξανειμένη. τριβῆς δὲ εἰς τοῦτο καὶ γυμνασίας δεῖ. γίνεται γὰρ ἡ κηρωτή ποτε καὶ διὰ πιτυΐνης ῥητίνης, ἡ δὲ σύνθεσις, ἀμμωνιακοῦ θυμιάματος η΄. ἰοῦ ξυστοῦ η΄. ἁλὸς ἀμμωνιακοῦ η΄. λεπίδος χαλκοῦ η΄. χαλκοῦ κεκαυμένου η΄. στυπτηρίας στρογγύλης στ΄. ἀριστολοχίας η΄. λιβάνου η΄. σμύρνης [796] ιβ΄. ἀλόης ιβ΄. χαλβάνης ιβ΄. κηροῦ η΄. ῥητίνης κολοφωνίας στ΄. ἔνιοι δὲ τερμινθίνης τὸ αὐτό. ἐλαίου παλαιοῦ κο. β΄. ὄξους κο. β΄. Ἐπίγονος δὲ καὶ δρακοντίου ῥίζης χυλοῦ ιβ΄. καὶ πρασίου χυλοῦ ιβ΄. καὶ σέρεως χυλοῦ η΄. πάντα κόψας καὶ σήσας ἐπιμελῶς βάλλε εἰς θυείαν καὶ κατ' ὀλίγον ἐν ἡλίῳ παράχει τὸ ὄξος, ἕως οὗ λειοτριβῶν ἐξαναλώσει ὅλον τὸ ὄξος. καὶ λείου γενομένου τὰ τηκτὰ τήξας καὶ ψύξας, ξύσας τε ἐπιμελῶς πρόσβαλλε τοῖς ἐν τῇ θυείᾳ καὶ μαλάξας ἀνελοῦ. ταῦτα μὲν ὁ Κρίτων ἔγραψεν, ἐγὼ δ' αὐτὴν χωρὶς τοῦ τῆς σέρεως χυλοῦ σκευάσας, ἀφελὼν δέ ποτε καὶ τὰς στυπτηρίας, ἐχρώμην ἐπὶ τῶν νευροτρώτων ὁμοίως τῷ διὰ μεταλλικῶν ἐν τῷ περὶ τῶν νευροτρώτων λόγῳ γεγραμμένῳ φαρμάκῳ. ἰσχυρότερον γὰρ γίγνεται, ἢν ὄξει δριμυτάτῳ περικλυζομένη πάντοθεν ἀποκέηται καὶ δι' ἡμερῶν ὡς πεντεκαίδεκα μαλάττηται.
[Ἡ Μαχαιρίωνος.] Ἔνδοξός τε ἅμα καὶ πολύχρηστός ἐστιν· ἁρμόζει καὶ ταῖς διαθέσεσι τῶν ἑλκῶν ὑπὲρ ὧν [797] ὅλον ἐστὶ τοῦτο τὸ ὑπόμνημα γραφόμενον. οὕτω δὲ αὐτὴν ὁ Κρίτων ἔγραψε κατὰ λέξιν. ἡ Μαχαιρίωνος ποιοῦσα πρὸς πάντα πρόσφατα τραύματα, κολλῶσα καὶ ἀφλέγμαντα τηροῦσα καὶ μάλιστα τὰ μετὰ θλάσεως. ἐπὶ δὲ λυσσοδήκτων ἄκρως ἐπιτιθεμένη κατὰ πλέονος τόπου καὶ ἀλλασσομένη συνεχέστατα καὶ λαμβανομένη καταπότιον, ὡς κυάμου μέγεθος ἐπὶ ἡμέρας λ΄. πρὸς νομὴν πᾶσαν καὶ μάλιστα φαγεδαινικὴν καὶ πρὸς τὰ ἐν ὠσὶ καὶ ἐν αἰδοίοις ἕλκη, ἐπί τε τῶν ἐψιλωμένων ὀστέων σάρκα αὔξουσα καὶ πρὸς τὰ ἐν ῥισὶν ἕλκη. ἔστι δὲ καὶ χλωρά. διίεται δὲ ῥοδίνῳ ἢ ὀμφακίνῳ. Ϛ ἀριστολοχίας στρογγύλης γο α΄. χαλβάνης γο α΄. ὀποπάνακος οὐγγίαν α΄. ἰοῦ ξυστοῦ γο α΄. ἴρεως Ἰλλυρικῆς γο α΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίαν α΄. σμύρνης οὐγγίαν α΄. τερμινθίνης οὐγγίας ζ΄ Ϛ΄΄. κηροῦ γο ζ΄ Ϛ΄΄. ἐλαίου ὀμφακίνου γο ζ΄ Ϛ΄΄. τὸ ἥμισυ τοῦ ἐλαίου μετὰ τοῦ ἰοῦ λειοτρίβει. τὸ δὲ λοιπὸν μετὰ τοῦ κηροῦ καὶ τῆς τερμινθίνης ἕψε.
[Δυσραχῖτις πρὸς λέξιν ὡς Δαμοκράτης.] Καὶ αὕτη [798] τῶν ἐνδόξων τε καὶ πολυχρήστων ἐστὶ φαρμάκων. γράφει δὲ περὶ αὐτῆς ὁ Κρίτων οὕτως. δυσραχῖτις, παραδόξως ποιοῦσα ἐπὶ τῶν κόλπων τῶν περιτετυλωμένων καὶ συρίγγων ἐπιτιθεμένη. ἐὰν δὲ στόμιον ᾖ, δυνάμενον παραδέξασθαι ὀθονίδιον κεχρισμένον τῷ φαρμάκῳ ἐντίθει καὶ τάχιον ἐνεργήσει. χρῶ δὲ τῇ δυνάμει ἐπὶ τῶν καθύγρων καὶ ῥευματικῶν καὶ χρονίων διαθέσεων, διὰ τρίτης τὰ πολλὰ ἀλλάττων αὐτήν. θαυμαστῶς δὲ ἐνεργεῖ καὶ ἐπὶ τῶν ποδαγρικῶν ἐν ἀρχῇ τοῦ παροξυσμοῦ ἐπιπλασσομένη καὶ ἐκ πλάτους περιτιθεμένη, οἱ καὶ ἀπολυέσθωσαν ἐπὶ τοὺς συνήθεις περιπάτους καὶ τὰς τοῦ βίου χρείας δίχα βαλανείου, ἕως τῆς διὰ τρίτης καὶ ἐπί τινας ἡμέρας ἐπιμενέτωσαν. οὐ γὰρ δίδωσι τῇ ὕλῃ πάροδον εἰς ἐπίτασιν τοῦ πάθους. ἁρμόζει δὲ καὶ ἐπὶ παντὸς ἕλκους πρὸς ἓξ μέρη κηρωτῇ μιγνυμένη. παλαιουμένη δ' ἡ δύναμις γίγνεται κρείσσων. Ϛ στυπτηρίας στρογγύλης η΄. λεπίδος ιβ΄. χαλκοῦ κεκαυμένου δ΄. ἀριστολοχίας θ΄. χαλβάνης ι΄. ἀμμωνιακοῦ θυμιάματος ιβ΄. οἱ δὲ ι΄. λιβάνου θ΄. σμύρνης θ΄. στύρακος ιε΄. μίσυος γ΄. χαλκίτεως [799] γ΄. σκίλλης ἐγκαρδίου η΄. πίσσης ὑγρᾶς δ΄. ἴρεως Ἰλλυρικῆς θ΄. οἱ δὲ δ΄. τερμινθίνης ι΄. οἱ δὲ ζ΄. πιτυΐνης ι΄. οἱ δὲ στ΄. κηροῦ οε΄. ἐλαίου λίτρας α΄ Ϛ΄΄. τινὲς δὲ καὶ μυελοῦ ἐλαφείου η΄. ἄλλ. κ΄. τὴν δὲ λεπίδα καὶ τὸν χαλκὸν καὶ τὸ μίσυ καὶ τὴν χαλκῖτιν καὶ τὴν σκίλλαν προλειοτρίβει μετ' ὄξους δριμυτάτου ἐν ἡλίω ὡς λειωθῆναι. γενομένων δὲ λειοτάτων, ἀπόδος τὴν ἀριστολοχίαν καὶ τὴν ἴριν. προκόψας δὲ ταῦτα καὶ λεπτοτρήτῳ κοσκίνῳ σήσας, καὶ πάλιν περιχέας ὄξος λειοτρίβει, καὶ τοῦτο ποίει ἐφ' ὅσον τραχύτατος ἐμφαίνει, ἀφειδῶν τῆς τοῦ ὄξους ἀναλώσεως. ἐπὰν δὲ λεῖα γένηται, βάλε τὴν στυπτηρίαν. καὶ ταῦτα ποίει, ἄχρι καὶ αὕτη λειωθῇ. εἶτα τὴν σμύρναν, μεθ' ἣν τὸν λιβανωτὸν, εἶτα τὸ ἀμμωνιακὸν καὶ μετὰ ταῦτα τὸν στύρακα, εἶτα τὴν πίσσαν. πυρούσθω δὲ ταῦτα ἐν ἡλίῳ θερμῷ, ὅπως κατεργασθῇ ἡ στύραξ. γενομένων δὲ πάντων λείων καὶ σχόντων τὸ πάχος ῥυπῶδες καὶ γλοιῶδες τὸν κηρὸν καὶ τὰς ῥητίνας καὶ τὸ ἔλαιον τήξας καὶ βραχὺ ἐκ τοῦ [800] ζέματος καταχέας τῆς χαλβάνης καὶ συνενώσας ταύτην, ἐν θυείᾳ τρῖβε καὶ ψύξας ἐπ' ὀλίγον ἐπίβαλλε τὰ τηκτὰ, τότε καθεὶς τὴν χαλβάνην καὶ διαλύσας αὐτὴν, διήθησον εἰς ὀστράκινον σκεῦος καὶ ἀναξύσας μίσγε τοῖς ἐν τῇ θυείᾳ.
[Ἡ διὰ ἰτεῶν.] Τὴν διὰ τῶν ἰτεῶν, ἔνδοξόν τε καὶ πολύχρηστον οὖσαν καὶ αὐτὴν, ὁμοίως ταῖς προγεγραμμέναις ὁ Κρίτων οὕτως γράφει. ἡ διὰ τῶν ἰτεῶν ἁρμόζουσα πρὸς τὰ ἔναιμα καὶ ἄρθρα λελυμένα καὶ πρὸς σύριγγας ἐντιθεμένη καὶ πρὸς πλαδαρὰς σάρκας καὶ μάλιστα τὰς ἐπὶ τοῖς ἀκρωτηρίοις. ποιεῖ καὶ πρὸς ἐρυσιπέλατα καὶ πρὸς ἄλλας πλείστας διαθέσεις, δίχα κατακαυμάτων. Ϛ μίσυος, χαλκίτεως, ἰοῦ, ψιμυθίου, κηκίδων, στυπτηρίας σχιστῆς, καὶ στρογγύλης, μελαντηρίας ἀνὰ οὐγγίας στ΄. κηροῦ, ῥητίνης πιτυΐνης, πίσσης, ἀσφάλτου, ἰτέας φύλλων ἀνὰ οὐγγίας β΄. ἐλαίου κοτύλας δ΄. οὐγγίας δ΄. χαλκάνθου οὐγγίας στ΄. σιδίων γο στ΄. ὄξους ξε. στ΄. τὰς ἰτέας μετ' ὄξους, ἕως λειφθῶσι ξέσται β΄. ἕψε, εἶτα ἰῷ, προλελειοτριβημένῳ καὶ ψιμυθίῳ καὶ μελαντηρίᾳ ἐπίβαλλε τὰ φύλλα καὶ συλλειοτρίβει, [801] εἶτα τὰ ξηρὰ λεῖα καὶ πάλιν χύλωσον, εἶτα τὰ τηκτὰ ἐπικατάχει. ταύτην ὁ Ἀσκληπιάδης ἄνευ τοῦ χαλκάνθου καὶ τῶν σιδίων σκευάζει καθότι γέγραπται διὰ τοῦ πρόσθεν ὑπομνήματος τοῦ δευτέρου. ἑτέραν ἐφεξῆς τῇδε διὰ ἰτεῶν ἔγραψεν ὁ Κρίτων ᾧδέ πως. ἡ διὰ ἰτεῶν λιτὴ ὡς Ἡρόδοτος. Ϛ μελαντηρίας, κηκίδος ὀμφακίτιδος, στυπτηρίας σχιστῆς, στρογγύλης ἀνὰ οὐγγίας στ΄. κηροῦ, ἀσφάλτου, πίσσης ξηρᾶς, ἰτέας φύλλων, πιτυΐνης ἀνὰ λίτρας β΄. ἐλαίου λίτραν α΄. ὄξους ξέστου ἥμισυ.
[Περὶ τῶν ὑπ' Ἀσκληπιάδου γεγραμμένων τοῦ αὐτοῦ γένους ἐμπλάστρων.] Ἐν ταύταις ἐκ τῶν προγεγραμμένων εἰσὶν ἥ τε τοῦ Ἁλιέως ὑπὸ πάντων γινωσκομένη καὶ ἡ διὰ δικτάμνου. ἀλλ' ἐπεὶ σαφῶς ὑπὲρ αὐτῶν ἔγραψεν ὁ Ἀσκληπιάδης, διὰ τοῦτο καὶ νῦν αὐτῶν ἀναμνήσω. χρήσιμον δ' ἔτι καὶ ἄλλο τοῦ δὶς καὶ τρὶς γραφομένου ὑπάρχει τὸ γνῶναι κατὰ τίνα μὲν τῶν ἐμβαλλομένων αὐταῖς συνεφώνησαν ἀλλήλοις, κατὰ τίνα δὲ διεφώνησαν οἱ γράψαντες αὐτάς. ἔν τε ταῖς περὶ αὐτῶν ἐπαγγελίαις ὁμοίως. [802] ἡ τοῦ Ἁλιέως. Κιῤῥὰ πρὸς τὰ ἔναιμα τῶν τραυμάτων καὶ νεύρων ποιεῖ διακοπὰς καὶ πρὸς τὰ παλαιὰ καὶ δυσεπούλωτα καὶ ῥευματικὰ τῶν ἑλκῶν. ἔστι δὲ καὶ μαλακτικὴ ἀγαθὴ, μάλιστα δὲ τῶν περὶ τοὺς μαστοὺς γιγνομένων σκληριῶν. χρώμεθα δὲ αὐτῇ ἐπὶ τῶν κυνοδήκτων καὶ ἀνθρωποδήκτων. ἄκρως ποιεῖ καὶ πρὸς τρυγόνων θαλασσίων καὶ δρακόντων καὶ τῶν ἄλλων χαλεπῶν ἰχθύων πληγὰς καὶ καθόλου ἐστὶν ἡ δύναμις θαυμαστή. Ϛ λιθαργύρου, κηροῦ ἀνὰ ρ΄. τερμινθίνης, μάννης λιβάνου, χαλβάνης, μίλτου σινωπίδος ἀνὰ η΄. ἐλαίου ξέστην α΄. σκεύαζε κατὰ τρόπον. Γαληνοῦ ἡ τοῦ Ἁλιέως. Ϛ λιθαργύρου, κηροῦ ἀνὰ δραχμὰς ρ΄. τερμινθίνης, σμύρνης, σινωπίδος, ἰοῦ ξυστοῦ, λεπίδος ἀνὰ δραχμὰς η΄. ἀριστολοχίας η΄. λιβάνου δραχμὰς κε΄. διφρυγοῦς δραχμὰς στ΄. χαλβάνης ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ιβ΄. ἐλαίου κοτύλας β΄. σκεύαζε κατὰ τρόπον. ἡ τῶν κυνηγῶν. φάρμακον ἐπιτετευγμένον. ποιεῖ καὶ πρὸς τὰς τῶν τετραπόδων πληγὰς καὶ δήγματα καὶ τὰ λοιπὰ τῶν ἰοβόλων. [803] Ϛ λιθαργύρου μνᾶν α΄. ἐλαίου παλαιοῦ, λεπίδος ἐρυθροῦ χαλκοῦ, κηροῦ, ῥητίνης φρυκτῆς ἀνὰ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας δ΄. χαλβάνης, μίλτου Σινωπίδος ἀνὰ οὐγγίας β΄. ἕψε λιθάργυρον, λεπίδα, ἔλαιον μέχρι συστάσεως, εἶτα ἐπίβαλλε κηρὸν καὶ ῥητίνην. καὶ ὅταν τακῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἐπέμβαλλε ἀμμωνιακὸν, πλατύνας. καὶ ὅταν ψυγῇ, ἐπίβαλλε τὴν χαλβάνην καὶ ἀμμωνιακὸν, ἐπιπάσσων τὴν Σινωπίδα καὶ εἰς θυείαν ἐξεράσας καὶ μαλακὰ μαλάξας χρῶ. ἡ τοῦ Χαλκιδέως. κολλητικὴ ἀφλέγμαντος. ποιεῖ δὲ καὶ πρὸς τὰς μετὰ περιθλάσεως διαιρέσεις καὶ κόλπους παρακολλᾷ καὶ ἀναξηραίνει καὶ κωλύει ἀποστάσεις, ἀνάγει ὀστᾶ διεφθορότα, μάλιστα δὲ ποιεῖ καὶ ἐπὶ τῶν ἀκρωτηρίων καὶ καθόλου ἡ δύναμίς ἐστι θαυμαστή. λιθαργύρου, λεπίδος χαλκοῦ, ῥητίνης πιτυΐνης, κηροῦ ἀνὰ ρ΄. ἀμμωνιακοῦ θυμιάματος, χαλβάνης ἀνὰ ιστ΄. διφρυγοῦς ιβ΄. ἀριστολοχίας λειοτάτης μ΄. ἐλαίου παλαιοῦ ξέστας τρεῖς. ἕψε λιθάργυρον, λεπίδα μετὰ τοῦ ἐλαίου καὶ ὅταν μεταβάλλῃ τὸ χρῶμα, ἐπίβαλλε διφρυγὲς, εἶτα κηρὸν καὶ ῥητίνην πιτυΐνην [804] ἢ πευκίνην. ὅταν δὲ τακῇ καὶ ἀμόλυντος γένηται, ἄρας ἀπὸ τοῦ πυρὸς ἐπέμβαλλε ἀμμωνιακὸν πλύνας. καὶ ὅταν τακῇ, ἀριστολοχίαν κατάπασσε ψυχροῦ γενομένου τοῦ φαρμάκου καὶ κίνει συνεχῶς, ἔπειτα εἰς θυείαν ἐξεράσας καὶ μαλάξας ἀνελόμενος χρῶ.
[Ἡ διὰ δικτάμνου ἱερὰ, δύναμις θαυμαστική.] Πρὸς νεύρων καὶ μυῶν διακοπὰς καὶ περιθλάσεις. ποιεῖ καὶ πρὸς τὰ παλαιὰ καὶ δυσαλθῆ, ἀνάγει ὀστᾶ διεφθορότα καὶ σκόλοπας καὶ ἀκίδας, ἔστι δὲ καὶ διαφορητική. ποιεῖ καὶ πρὸς ἀλγήματα κεφαλῆς καὶ ὀφθαλμῶν ῥεύματα, ἔστι καὶ μάλαγμα ἀγαθὸν πλευριτικοῖς, ἡπατικοῖς. ποιεῖ καὶ πρὸς παντὸς ἰοβόλου πληγήν. Ϛ λιθαργύρου ρ΄. κολοφωνίας ν΄. κηροῦ κε΄. ἀμμωνιακοῦ θυμιάματος, ἀριστολοχίας ἀνὰ ιστ΄. μάννης, χαλβάνης ἀνὰ ιβ΄. ἰοῦ, δικτάμνου, χαλκοῦ κεκαυμένου, ἀλόης, προπόλεως ἀνὰ η΄. διφρυγοῦς, λεπίδος χαλκοῦ, γεντιανῆς ῥίζης ἀνὰ στ΄. ἐλαίου παλαιοῦ, χειμῶνος κοτύλας β΄. θέρους α΄ Ϛ΄΄. σκεύαζε κατὰ τρόπον. διεφώνησεν [805] ἡ τούτου γραφὴ πρὸς τὴν τοῦ Ἥρα κατὰ τὸν σταθμὸν ἐν τοῖσδε. δικτάμνου η΄. κελεύοντος τούτου βάλλειν ὁ Ἥρας ἐκέλευσε δέκα. καὶ μέντοι καὶ ἀριστολοχίας καὶ ἀμμωνιακοῦ θυμιάματος οὗτος μὲν ἑκατέρου ιστ΄. ὁ δὲ Ἥρας στ΄. καὶ εἴκοσιν μὲν ἀμμωνιακοῦ θυμιάματος, ἀριστολοχίας δὲ ι΄. τὸ δὲ ἔλαιον ἀδιορίστως μὲν ὁ Ἥρας ἔγραψε μόνον β΄. κοτύλας κελεύσας, ὁ δὲ Ἀσκληπιάδης ἐν χειμῶνι μὲν τοσοῦτον, ἐν δὲ θέρει μίαν ἥμισυ. Διοφάντου χειρουργοῦ ᾗ ἐχρήσατο Φύλακος. Ϛ λιθαργύρου ρν΄. ψιμυθίου, πίσσης, λεπίδος χαλκοῦ, κηροῦ ἀνὰ ιη΄. ἰοῦ, ῥητίνης πιτυΐνης ξηρᾶς, μάννης λιβάνου, προπόλεως ἀνὰ ιβ΄. χαλβάνης, ἀριστολοχίας, κυπέρου ἀνὰ στ΄. δικτάμνου, τριφύλλου, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ γ΄. Ἰλλυρικῆς, ἀρτεμισίας, πολίου, πρασίου ἀνὰ β΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. σκεύαζε κατὰ τρόπον.
[Περὶ τῶν ὑπ' Ἀνδρομάχου γεγραμμένων ἐκ τοῦ αὐτοῦ γένους ἐμπλάστρων.] Πολυχρήστους ἐμπλάστρους ἅμα καὶ πρὸς τὰ δυσεπούλωτα ποιούσας προὐθέμην [806] ἐν τῷδε τῷ γράμματι διελθεῖν. ἐξ αὐτῶν οὖν εἰσι καὶ αἱ δέκα κάλλισται τῶν ὑπ' Ἀνδρομάχου γεγραμμένων. χλωρὰ Εὐαγγέως. Ϛ ῥητίνης τερμινθίνης, οἱ δὲ ξηρᾶς ν΄. οἱ δὲ ρ΄. κηροῦ κε΄. λιβάνου γ΄. λεπίδος γ΄. χαλβάνης γ΄. ἀλόης γ΄. σμύρνης γ΄. ἁλὸς ἀμμωνιακοῦ β΄. ὀποπάνακος β΄. ἰοῦ ξυστοῦ β΄. χαλκοῦ κεκαυμένου β΄. ἀριστολοχίας β΄. ἀμμωνιακοῦ θυμιάματος β΄. σχιστῆς, οἱ δὲ στρογγύλης β΄. ἰχθυοκόλλης γ΄. ὄξους κοτύλας δ΄. ἐλαίου κοτύλης τέταρτον, οἱ δὲ ὄγδοον. χρῶ χωρὶς ἐνθέσεως σκώληκος. ῥυπώδης ᾗ χρῶμαι. Ϛ ἰχθυοκόλλης οὐγγίας γ΄. σαρκοκόλλης οὐγγίας γ΄. λίθου Ἀσίου γο γ΄. ἐρετριάδος λίτρας Ϛ΄΄. γῆς Σαμίας γο δ΄. σμύρνης γο δ΄. λιβανωτοῦ γο στ΄· λεπίδος χαλκοῦ γο η΄. ἁλὸς ἀμμωνιακοῦ οὐγγίας γ΄. ἰοῦ ξυστοῦ οὐγγίας στ΄. στυπτηρίας σχιστῆς οὐγγίας β΄. ἀλόης Ἰνδικῆς οὐγγίας δ΄. χαλβάνης οὐγγίας δ΄. κηροῦ λίτρας β΄. τερμινθίνης λίτρας β΄. ἐλαίου λίτρας δ΄. ὄξος εἰς τὸ βρέξαι τὴν ἰχθυοκόλλαν. τὰ ξηρὰ λεῖα [807] ἔμπασσε τοῖς τηκτοῖς. ἄλλη χλωρά. Ϛ ῥητίνης πιτυΐνης σ΄. ἀμμωνιακοῦ θυμιάματος ν΄. ὀποπάνακος η΄. κηροῦ ρ΄. προπόλεως η΄. χαλβάνης η΄. λεπίδος χαλκοῦ ιβ΄. ἰοῦ ιβ΄. στυπτηρίας στρογγύλης η΄. μίσυος ζ΄. ἁλὸς ἀμμωνιακοῦ η΄. χαλκίτεως ε΄. θείου ἀπύρου η΄. λιβανωτοῦ ιβ΄. χολῆς ταυρείας ξηρᾶς στ΄. ἢ ὑγρᾶς ιβ΄. κυπρίνου κοτύλας στ΄. οἱ δὲ δ΄. ὄξους τὸ ἱκανόν. χλωρὰ Ἐπικούρου πολλὴν ἐπαγγελίαν ἔχουσα. Ϛ κηροῦ σ΄. κολοφωνίας τ΄. λεπίδος ιστ΄. χαλκοῦ κεκαυμένου ιστ΄. ἰοῦ ιστ΄. ἀριστολοχίας λεπτῆς ιστ΄. ἀλόης κδ΄. στυπτηρίας στρογγύλης ιβ΄. σμύρνης κδ΄. χαλβάνης κδ΄. ἁλὸς ἀμμωνιακοῦ ιστ΄. ὄξους κοτύλας δ΄. ἐλαίου κοτύλας β΄. ὁτὲ δὲ ἔλαττον. χλωρὰ, πολλὴν ἐπαγγελίαν ἔχουσα, Ἀλκιμίωνος ἢ Νικομάχου. πρὸς σύριγγας καὶ τὰ μελαινόμενα ἢ νομάς· κολλᾷ ὀστέα καὶ ἀνάγει καὶ διαχεῖ χοιράδας. Ϛ χαλβάνης ιστ΄. χαλκοῦ κεκαυμένου η΄. λεπίδος κδ΄. κηροῦ ν΄. στέατος αἰγείου ἢ μοσχείου λ΄. λιβάνου κε΄. [808] ῥητίνης ξηρᾶς κε΄. ἀμμωνιακοῦ θυμιάματος κε΄. τερμινθίνης κε΄. νίτρου κε΄. ἀριστολοχίας κε΄. βρυωνίας ιβ΄. ὄρχεως βοτάνης ιβ΄. ἴρεως ξηρᾶς δ΄. ἀλόης Ἰνδικῆς ιβ΄. σχιστῆς η΄. ταυρείας χολῆς η΄. ὄξους κοτύλην μίαν, ἐλαίου κοτύλην α΄. ὅταν δὲ μολύνῃ, ῥοδίνῳ. χλωρὰ πρὸς ἕρπητας, ὡς Ἀνδρόμαχος, καὶ χειρώνεια καὶ δυσεπούλωτα. Ϛ κριθῶν κεκαυμένων ι΄. ἰοῦ η΄. κηροῦ π΄. κυπρίνου κοτύλην α΄. τοῦτο τὸ φάρμακον ἰὸν ἔχει πολὺν, ὡς πρὸς τὴν τοῦ κηροῦ καὶ τοῦ κυπρίνου συμμετρίαν. αἱ γάρ τοι κεκαυμέναι κριθαὶ καθ' ἑαυτὰς ἐπιπασσόμεναι τὰ χειρώνεια τῶν ἑλκῶν ὠφελοῦσιν, οὔτ' ἐπιτείνουσαι τὴν τοῦ κηροῦ καὶ κυπρίνου δύναμιν οὔτ' ἐκλύουσαι τὴν τοῦ ἰοῦ. ἀρθεισῶν δ' αὐτῶν ὅμοιον γίνεται τὸ φάρμακον πολλοῖς τῶν γεγραμμένων ἐν τῇ πρὸ ταύτης βίβλῳ κατὰ τὴν τῶν τοιούτων ἑλκῶν ἴασιν. οὐ μὴν λήψεταί γε κυπρίνου δαψιλὲς, καὶ μάλιστ' ἐὰν ὁ κηρὸς ᾖ λιπαρὸς, ἀλλ' ὅσον ἀναγκαῖον εἰς τὸ μαλάττεσθαι τὸν τῷ ἰῷ μεμιγμένον κηρόν. αἱ προγεγραμμέναι ἔμπλαστροι πᾶσαι διὰ τοῦτο πολύχρηστοι [809] γεγόνασιν, ὅτι φαρμάκων προσειλήφασι μαλακτικῶν, ἑλκτικῶν, διαφορητικῶν πεπτικῶν ἔτι τε τῶν ξηραινόντων ἀδήκτως· αἱ πλεῖσται δὲ αὐτῶν καὶ τῶν ἰσχυρῶς στυφόντων, ὧν δύναμίς ἐστιν ἀποκρουστικὴ τῶν ἐπιῤῥεόντων ὑγρῶν τῷ πεπονθότι μορίῳ. τὰς δ' ὕλας τῶν εἰρημένων φαρμάκων δυνάμεως ὀνομαστὶ γεγραμμένας ἔχετε κατὰ τὴν περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν ἐν ἕκτῳ καὶ ἑβδόμῳ καὶ ὀγδόῳ καὶ θ΄. καὶ ι΄. καὶ ια΄. πολλῶν δὲ ὀνομαστὶ κατὰ τὴν ἐνεστῶσαν πραγματείαν ἐμνημόνευσα καὶ πάλιν μνημονεύσω. καὶ μέντοι καὶ τοῦτο τὸ φάρμακον ἐνταῦθα προσέγραψα, τούτων αὐτῶν ὧν νῦν εἶπον ἀναμνῆσαι βουλόμενος, ἐπεί τοι καὶ αὐτὸ τοῖς προγεγραμμένοις κατὰ τὸ πρὸ τούτου βιβλίον ὁμογενὲς ὑπάρχει καὶ ἦν οἰκειότερον αὐτὸ σὺν ἐκείνοις γεγράφθαι.
[Ἡ Ἱκεσία μέλαινα Ἀνδρομάχου.] Τὴν ἔμπλαστρον ταύτην ὁ Ἀνδρόμαχος οὐ κατὰ τὸ χωρίον, καθ' ὃ τὰς χλωρὰς ἔγραψεν, ἀλλ' ἀνωτέρω τῆς ἀρχῆς ἐγγὺς ἔγραψε καὶ κατὰ συμμετρίαν πολὺ διαλλάττουσαν, ὡς ἔμπροσθεν ἐδήλωσα, τόν τε Κρίτωνα καὶ τὸν Ἥραν γεγραφέναι. ἔχει [810] δ' οὕτως ἡ γραφή. Ϛ ἀσφάλτου τ΄. γῆς ἀμπελίτιδος σ΄. λιθαργύρου ξ΄. χαλβάνης λστ΄. τερμινθίνης λστ΄. σχιστῆς λστ΄. προπόλεως οβ΄. μάννης ν΄. σμύρνης ιβ΄. ἴρεως ιβ΄. χαλκίτεως στ΄. κηκίδος ι΄. ἐλαίου χοῦν ἕνα ἥμισυν, μέλιτος κοτύλης ἥμισυ. καλῶς μὲν ἐποίησε τὴν περὶ τῆς μνᾶς ἀμφιβολίαν ἐξελὼν καὶ πάντα γράψας διὰ δραχμῶν, ὡς ἐπὶ μόνου τοῦ χοέως ἡμᾶς ζητεῖν. ἐν τούτῳ γὰρ ἄμεινον οἱ τὰς στ΄· κοτύλας γράψαντες. ἤρξαντο δὲ τῆς γραφῆς ἀπὸ τριπλασίας τῆς ἀσφάλτου, ὡς πρὸς τὴν τοῦ Ἥρα γεγραμμένην· ὁ μὲν γὰρ Ἥρας ρ΄. ἔγραψε δραχμὰς, οὗτος δὲ τ΄. καί τι κατά τινα τῶν ἀντιγράφων οὐκ ἀξιόπιστα σ΄. εὗρον, ἡ μέντοι γῇ ἡ ἀμπελῖτις διπλασία τῆς παρὰ τῷ Ἥρᾳ γέγραπται σαφῶς. ἡ λιθάργυρος δὲ ἣν καὶ αὐτὴν ἔδει τῇ ἀμπελίτιδι κατὰ τὸν σταθμὸν ἴσην εἶναι, ἐλάττων πολὺ βέβληται πρὸς αὐτοῦ. δραχμὰς γὰρ ἑξήκοντα μίγνυσιν αὐτῆς, τῆς μέντοι χαλβάνης ἓξ καὶ λ΄. δραχμὰς ἐμβαλὼν οὐ τηρεῖ τὴν ἀναλογίαν πρός γε τὸν Ἥραν καὶ τὸν Κρίτωνα, καθάπερ γε καὶ τῆς σχιστῆς· βραχὺ γάρ τι κατὰ [811] τοῦτο διαφωνεῖ τῆς ἀκριβοῦς ἀναλογίας τῆς τριάκονθ' ἑπτὰ ἥμισυ ἐξηκούσης. ἐν μὲν τῇ τερμινθίνῃ τῷ μὲν Ἥρᾳ βραχὺ διαφέρεται, τοσοῦτον δηλονότι, ὅσον κατὰ τὴν χαλβάνην τε καὶ τὴν σχιστήν· τῷ δὲ Κρίτωνι πάμπολυ, μνᾶν καὶ ἡμίσειαν κελεύοντι βάλλειν, ὅπερ ὡς πρὸς τὴν τῶν ἄλλων αὐτοῦ μιγμάτων ἀναλογίαν εἰς πεντήκοντα δραχμὰς ἐξήκει. ἐπὶ μέντοι τῆς προπόλεως βραχύ τι διεφώνησεν ὡς πρὸς τὸ διπλάσιον τῆς ἀναλογίας. καὶ κατὰ τὴν μάνναν δὲ διαφέρεται τῷ τε Ἥρᾳ καὶ τῷ Κρίτωνι. ἐχρῆν γὰρ αὐτὸν ρ΄. δραχμὰς ὡς πρὸς τὴν ἐκείνων ἀναλογίαν ἐμβεβληκέναι, κατὰ δὲ τὴν χαλκῖτιν καὶ πάνυ πολὺ τῆς ἀναλογίας ὑφεῖλεν. ἐν δὲ τοῖς ἄλλοις ἡ διαφωνία βραχεῖα, πλὴν ὅσον ἐν τῷ μέλιτι. ἐχρῆν γὰρ αὐτὸν ἐμβεβληκέναι κοτύλας γ΄. ὡς πρὸς τὴν ἐκείνων ἀναλογίαν. ὁ δὲ κοτύλας ἥμισυ ἐμβέβληκεν, οὕτω δὲ καὶ κατὰ τὸ ἔλαιον ὡς πρὸς τὸν Κρίτωνα τρεῖς ἐχρῆν αὐτὸν ἐμβεβληκέναι χοέας· ὡς δὲ πρὸς τὸν Ἥραν ὀκτωκαίδεκα κοτύλας. ὁ δέ γε χοέα καὶ ἥμισυν συνέγραψεν.
[Ὡς ὁ Ταραντῖνος Ἡρακλείδης ἔγραψε τὴν [812] Ἱκεσίου μέλαιναν.] Πρὸς πᾶν τραῦμα καὶ μάλιστα τὰ ἐν τοῖς ἄκροις ποιοῦσα ἄπονα καὶ κολλῶσα καὶ πρὸς κυνόδηκτα καὶ δοθιῆνας καὶ τὰς σκληρίας διαχέουσα καὶ μάλιστα τὰς περὶ τοὺς μαστοὺς καὶ τὰ ἐν δακτυλίῳ κονδυλώματα. Ϛ λιθαργύρου ρ΄. ἀσφάλτου ἴσον, γῆς ἀμπελίτιδος ἴσον, μάννης κε΄. προπόλεως ἴσον, χαλβάνης ιβ΄ Ϛ΄΄. στυπτηρίας σχιστῆς, ῥητίνης τερμινθίνης ἴσον, ἴριδος στ΄. χαλκίτεως ζ΄ Ϛ΄΄. κηκίδος η΄. σμύρνης ἴσον, μέλιτος κοτύλην α΄. ἐλαίου ὠμοτριβοῦς κοτύλας στ΄. ἕψε τὴν λιθάργυρον καὶ τὴν ἄσφαλτον καὶ τὴν γῆν μετὰ τοῦ ἐλαίου κινῶν σπάθῃ δᾳδίνῃ. ὅταν δὲ συστῇ, ἀπόδος τὴν πρόπολιν καὶ τὴν ῥητίνην καὶ τὴν χαλβάνην. ἔστω δὲ ταῦτα ἐν τῷ μέλιτι προεψημένα καὶ μιγέντων τούτων εὐθέως ἄρας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν ἔμπασον τὰ ξηρά. ταῦτα γράψαντος τοῦ Ἡρακλείδου ἐν τοῖς πρὸς Ἀντιοχίδα, θαυμάζω πῶς ἔνιοι τῶν μετ' αὐτὸν οὐκ ἐφύλαξαν αὐτοῦ τὴν γραφήν. ὁ μὲν οὖν Ἥρας ἠκολουθηκέναι πάντῃ φαίνεται τῷ Ἡρακλείδῃ, πλὴν ἐν τῇ σμύρνῃ καὶ κηκίδι. τοῦ γὰρ Ἡρακλείδου βάλλοντος ἑκατέρου [813] τούτων η΄. δραχμὰς, ὁ Ἥρας ἓξ ἔλαβεν ἑκατέρου τούτων. καὶ παρ' Ἀσκληπιάδῃ δὲ κατὰ τὸ δεύτερον τῶν ἐκτὸς, ἐν τετραπλασίονι τῇ ἀναλογίᾳ πάντα γέγραπται ὡς πρὸς τὸν Ἥραν, μετὰ τοῦ καὶ κοτύλας ἐλαίου ὀμφακίνου γεγράφθαι ιβ΄. τοῦ Κρίτωνος χοέας δύο γεγραφότος. καίτοι πάντα κατὰ τὸ διπλάσιον ἡ σύνθεσις εἶχεν αὐτοῦ, διὸ καὶ προσγεγραφέναι μοι δοκοῦσί τινες κοτύλας β΄. τοῦτο δ' αὐτὸ πάλιν μειζόνως ἐναντιοῦται τῇ τ' ἀληθείᾳ καὶ τῇ τοῦ Ταραντίνου τε καὶ Ἥρα γραφῇ. ὁ μὲν γὰρ Ἥρας ρπ΄. δραχμὰς ἔγραψεν εἰς σταθμὸν ἀνάγων, οὐκ εἰς μέτρον τὸ ἔλαιον ὡς ξ΄. ἑλκούσης τῆς κοτύλης. καὶ γὰρ ἕλκει ἥ γε Ἀττικὴ θ΄. οὐγγιῶν οὖσα τῶν Ἰταλικῶν. ἕλκουσι γὰρ αἱ θ΄. οὐγγίαι Ἰτατικαὶ αἱ ἐν τοῖς κατατετμημένοις κέρασιν ἑπτὰ καὶ ἥμισυ οὐγγίας σταθμικὰς, αἵ τινες ξ΄. δραχμαὶ γίνονται τῆς μιᾶς οὐγγίας η΄. δραχμὰς δεχομένης, ὥστε καὶ κατὰ τοῦτο συμφωνεῖν τὸν Ἥραν τῷ Ἡρακλείδῃ τρεῖς βάλλοντα κοτύλας, τοῦ Ἀσκληπιάδου ιβ΄ γεγραφότος, ἐπειδὴ τετραπλάσια πάντα κατὰ τὴν σύνθεσιν αὐτοῦ γέγραπται. ὁ δ' Ἥρας, ἐπειδὴ [814] πολὺς ὄγκος ἐγένετο τοῦ φαρμάκου κατὰ τὴν τοῦ Ταραντίνου γραφὴν, διὰ τοῦτό μοι δοκεῖ τὸ τέταρτον ἁπάντων γράψαι. δεῖ γὰρ, ὡς ἔφην, ἐν τῇ σμύρνῃ καὶ κηκίδι βραχὺ παραλλάξαι· καὶ ἄλλων γεγραφότων τὴν Ἱκεσίου ταύτην ἔμπλαστον, ὅσοι μὲν ἀκριβέστερον τῷ τε Ταραντίνῳ καὶ τῇ κατ' ἀλήθειαν ὑφ' ἡμῶν κεκριμένῃ διὰ τῆς ἑψήσεως ἐσκεύασαν, σύμφωνοι γεγόνασιν· ὅσοι δ' ἀμελέστερον ἢ καθ' ἓν μόνον ἢ δύο τῶν μιγνυμένων ἢ καὶ πλείονα, φαίνονται διαφωνοῦντες τῷ Ἡρακλείδῃ. διὸ περιττὸν ἔδοξέ μοι μνημονεύειν αὐτῶν. σκευαστέον γάρ ἐστι τὸ φάρμακον ὡς Ἡρακλείδης ἐκέλευσεν ἢ ὡς Ἥρας, βραχυτάτη γὰρ ἡ διαφορὰ παρ' αὐτοῖς ἐστι. λιτὴν Ἱκέσιον Ἡρακλείδης τήνδε φησὶν εἶναι. Ϛ ἀσφάλτου δραχμὰς ν΄. λιθαργύρου ν΄. ἐλαίου κοτύλας ι΄. ἕψε, ἐπὰν δὲ συνιστῆται, ἔμβαλλε κηροῦ ε΄. χαλβάνης ε΄. σμύρνης ε΄.
[Κυζικηνὴ τοῦ Ἥρα.] Τῶν ἐνδόξων ἐμπλάστρων ἐστὶ καὶ αὕτη, σχεδὸν ὑπὸ πάντων γεγραμμένη, τὰ πλεῖστα μὲν ἐν τῇ συμμετρίᾳ τῶν ἁπλῶν φαρμάκων ὁμολογούμενα γραψάντων αὐτῶν, ἐνίοις δὲ καὶ διαφωνησάντων, [815] ὡς ἔσται φανερὸν ὑπογραψάντων ἡμῶν ὡς ἕκαστος αὐτῶν ἀξιοῖ συντίθεσθαι. Ἥρας μὲν οὖν οὕτως γράφει περὶ τῆς προκειμένης ἐμπλάστρου κατὰ λέξιν. Κυζικηνὴ, ποιοῦσα πρὸς τὰ πρόσφατα τραύματα καὶ παλαιὰ τὰ ὑπόνομα. διαχεῖ μάλιστα τὰς ἐν μαστοῖς σκληρίας, ἐπισπᾶται, ἀνακαθαίρει, πληροῖ, κολλᾷ, ἐπουλοῖ. ποιεῖ καὶ πρὸς καρκινώδεις σκληρίας, λιποῦργα καὶ ἐφ' ὧν οὐκ ἔστι σμιλίῳ χρήσασθαι, ὡς ἐπὶ τραχήλου, κολλυρίῳ χρῶ. καὶ τὰ ἐν ἀπειλῇ πραΰνει ἀποστήματα, φύματα διαχεῖ καὶ τὰ γαγγλία, τάς τε συναγωγὰς ἀποκορυφοῖ καὶ ῥήσσει. ἀνάγει καὶ βέλη καὶ ὀστᾶ καὶ σκινδαλμούς. ἐκτινάσσει δ' ἀλύπως καὶ ἐσχάρας. ἐπὶ τῶν ὑπονόμων μεγάλοις δεῖ χρῆσθαι τοῖς σπληνίοις. διαχεῖ καὶ χοιράδας καὶ αἱμοῤῥοΐδας ἐπέχει καὶ ἐπὶ τῶν περὶ κύστιν ἄκρως ποιεῖ. ἔχει δὲ λιβανωτοῦ δ΄. σμύρνης δ΄. κρόκου δ΄. ἴρεως Ἰλλυρικῆς δ΄. βδελλίου δ΄. λεπίδος δραχμὰς ιβ΄. χαλκάνθου δ΄. στυπτηρίας σχιστῆς δ΄. στρογγύλης δ΄. ἀμμωνιακοῦ θυμιάματος δ΄. μίσυος δ΄. σιδίων ῥοᾶς γλυκείας δ΄. ἀριστολοχίας, κηκίδος ὀμφακίτιδος [816] ἀνὰ η΄. ἄλλως ιστ΄. χαλκίτιδος δ΄. ἀμμωνιακοῦ θυμιάματος δ΄. ἰξοῦ δρυΐνου η΄. ὀποπάνακος η΄. ἰοῦ ξυστοῦ η΄. ἀκακίας η΄. ῥόδων ἄνθους η΄. τερμινθίνης μνᾶν α΄. οἱ δὲ ν΄. ὀποῦ μήκωνος στ΄. κηροῦ μνᾶς β΄. οἱ δὲ δ΄. στέατος μοσχείου θεραπευομένου μνᾶν α΄. οἱ δὲ ρν΄. ὄξους κοινοῦ κοτύλας β΄. οἴνου εἰς τὰ ξηρά. ταῦτα γραψάντων περὶ τῆς Κυζικηνῆς τοῦ τε Ἥρα καὶ τοῦ Ἀνδρομάχου δόξει μέν τισιν εἶναι διαφωνία μεγίστη, τοῦ μὲν Ἥρα λιβάνου καὶ κρόκου καὶ σμύρνης καὶ τοῦ ἐφεξῆς ὑπ' αὐτοῦ γεγραμμένου βάλλοντος δ΄. τοῦ δὲ Ἀνδρομάχου η΄. ἀλλ' ὅπερ ἤδη καὶ πρόσθεν ἔλεγον ἀναγκαῖον ἡμῖν παραφυλάττειν, τοῦτο καὶ νῦν ἐρῶ· ἐὰν ἅπαντα τὰ ἁπλᾶ φάρμακα, εἰ καὶ διπλάσιά τις ἐμβάλλοι τῶν παρ' ἑτέροις γεγραμμένων, ἡ αὐτὴ συμμετρία γίνεται, καθάπερ εἰ καὶ τριπλάσια πάντα. καὶ νῦν οὖν σχεδὸν ἅπαντα διπλάσια βέβληκεν ὁ Ἀνδρόμαχος, ἁπλᾶ βεβληκότος αὐτὰ τοῦ Ἥρα. διαφωνεῖ δ' ἔν τε τῷ ἀλόην ἐμβάλλειν, οὐκ ἐμβεβληκότος [817] αὐτὴν τοῦ Ἥρα, καὶ μέντοι καὶ πάνακος τῆς ῥίζης. ὁ γὰρ Ἥρας ὀποπάνακος μόνον ἔγραψεν, ὁ Ἀνδρόμαχος δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πάνακα. καλοῦσι δὲ οὕτως συνήθως τὴν ῥίζαν τῆς βοτάνης, ἣν ὀνομάζουσι πάνακα. προσεμβέβληκε δὲ καὶ τὸν τοῦ μήκωνος ὀπὸν ὁ Ἀνδρόμαχος ἀνωδυνίας ἕνεκεν, ἀκακίαν δὲ καὶ ῥόδων ἄνθος ὡς στύφοντα. τὴν δὲ ἕψησιν ὁ μὲν Ἥρας ἔγραψεν ὡς ἔθος αὐτῷ, παραλείπει δὲ ὁ Ἀνδρόμαχος, ὡς καὶ τούτῳ πάλιν ἔθος ἐστὶ σπανιάκις γράφοντι τὴν ἕψησιν. ἐκ μέντοι τοῦ προσθεῖναι κατὰ τὸ τέλος ὄξους κοινοῦ κοτύλας β΄· οἶνος εἰς τὰ ξηρὰ, δῆλός ἐστι βουλόμενος λειοῦσθαι τὰ ξηρὰ μετὰ τοῦ οἴνου ἢ τοῦ ὄξους, εἶτα τὰ τηκτὰ τακέντα καταχεῖσθαι τούτων. ὁ δὲ Ἥρας οὔτε ἐμνημόνευσεν ὅλως ὄξους ἢ οἴνου καὶ κατὰ τὸ τέλος τῆς ἑψήσεως οὕτως προσέγραψε. λοιπὸν τὰ ξηρὰ καὶ τὸν ὀποπάνακα ἔμβαλε εἰς τὸν κάκαβον καὶ ἑνώσας κατάχει καὶ μάλασσε, ἰρίνῳ τὰς χεῖρας μολύνων. ἐγὼ δ' αὐτὴν σκευάζω κατὰ τὸν Ἀνδρομάχου τρόπον, ἐν τῇ θυείᾳ λειῶν τὸν ὀποπάνακα μετὰ τῶν ξηρῶν· εἰ μὲν ἰσχυρότερόν [818] τε καὶ διαφορητικώτερον τὸ φάρμακον ἐθελήσαιμι ποιῆσαι, μιγνὺς ἐν τῇ λειώσει τὸ ὄξος, εἰ δὲ στυπτικώτερον καὶ ἀποκρουστικώτερον, τὸν οἶνον. ὥσπέρ γε πάλιν καὶ τοῦ αὐτοῦ τοῦ οἴνου ποτὲ μὲν τὸν αὐστηρὸν αἱρούμενος, ποτὲ δὲ τὸν κιῤῥὸν, καὶ ποτὲ μὲν τὸν παλαιὸν, ποτὲ δὲ τὸν μέσον κατὰ τὴν ἡλικίαν. ὁ μὲν γὰρ αὐστηρὸς καὶ μὴ παλαιὸς στυπτικώτερος, ὁ δὲ παλαιὸς καὶ μὴ αὐστηρὸς διαφορητικώτερος.
[Κυζικηνὴ ὡς Ἀσκληπιάδης.] Γέγραπται μὲν ἤδη καὶ κατὰ τὸ τέταρτον ἡ ἔμπλαστρος αὕτη, πάνθ' ἑξῆς ὅσα πρὸς κακοήθειαν φάρμακα συμβεβούλευκεν ἔχειν ἐν ἐκείνῳ τῷ βιβλίῳ γράψαντός μου. καὶ νῦν δὲ ἐπειδὴ καὶ αὐτὸς διαφωνεῖ τῷ τε Ἥρᾳ καὶ τῷ Ἀνδρομάχῳ, βέλτιον εἶναί μοι δοκεῖ γράψαι πρὸς λέξιν ἃ κατὰ τὸ τρίτον τῶν ἐκτὸς φαρμάκων ἔγραψεν αὐτῇ λέξει τῇδε. Κυζικηνή. ποιεῖ πρὸς κεχρονισμένας διαθέσεις καὶ τὰς τῶν νεύρων διακοπάς. Ϛ λιβανωτοῦ ὡς καλλίστου, κηροῦ, σμύρνης, ἀριστολοχίας, χαλκίτιδος, Ἰλλυρικῆς, χαλβάνης ἀνὰ δ΄. τερμινθίνης, λιθαργύρου ἀνὰ η΄. ἐλαίου κοτύλην α΄. πάντα βαλὼν εἰς [819] ἄγγος χαλκοῦν ἕψε ἐπὶ τέφρας μαλακῆς, κινῶν ἕως ἂν ἀποσταζόμενον εἰς ὕδωρ ψυχρὸν πάχος ἔχῃ μέλιτος. μετὰ δὲ ταῦτα αἶρε κινῶν, τοῦτο ἐγχρίσας εἰς δερμάτιον, ἐπιτίθει καὶ λῦε χειμῶνος μὲν μετὰ τὴν ἑβδόμην ἡμέραν, θέρους δὲ μετὰ τὴν πέμπτην.
[Ἄλλη, ἐκ τῶν Φιλοξένου.] Ϛ Λιβάνου, σμύρνης, κρόκου, Ἰλλυρικῆς, βδελλίου, λεπίδος χαλκοῦ, χαλκάνθου, χαλκίτεως, στυπτηρίας στρογγύλης καὶ σχιστῆς, μίσυος ξενικοῦ, ἀμμωνιακοῦ θυμιάματος, προπόλεως, ἰξοῦ δρυΐνου, ὀποπάνακος, σιδίων μεμυκότων ἀνὰ δ΄. ἀριστολοχίας δραχμὰς η΄. κηροῦ, στέατος ταυρείου ἀνὰ δραχμὰς ρ΄. ὃ μνᾶν ἐπιγράφει. ῥητίνης τερμινθίνης ιε΄. ὃ τρία τέταρτα ἐπιγράφει, τὴν ῥητίνην βαλὼν εἰς λοπάδα ὀστρακίνην, ἕψε ἕως ἄνοσμα γένηται, εἶτα τὸ στέαρ καὶ τὸν κηρὸν κατακνήσας, ἐπέμβαλε καὶ τῆκε. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, ἔπειτα καθελὼν ἀπὸ τοῦ πυρὸς τὰ τηκτὰ καὶ ποσῶς ἐάσας ψυγῆναι τούτων κατάπασσε τὰ ξηρὰ καὶ κίνει ἐπιμελῶς. ἔχειν δὲ δεῖ μετ' ὄξους τετριμμένα σμύρναν, λίβανον, [820] βδέλλιον, ὀποπάνακα. τούτοις ἐπίβαλλε τὰ ἐν τῇ λοπάδι καὶ τρῖβε ὥστε ἐγκηρίδας μὴ γενέσθαι. ὅταν δὲ καλῶς ἔχῃ, ἀνελοῦ εἰς πυξίδα ξυλίνην, προσεγχρίσας ἰρίνῳ μύρῳ.
[Ἡ διὰ δυοῖν ἀριστολοχιῶν, ὡς Ἀνδρόμαχος.] Περὶ ταύτης ὁ Ἀνδρόμαχος κατὰ λέξιν οὕτως γράφει. ἡ διὰ δυοῖν ἀριστολοχιῶν. Ϛ ῥητίνης φρυκτῆς λίτραν α΄. κηροῦ λίτραν α΄. πίσσης λίτραν α΄. κίκεως ἢ ἐλαίου παλαιοῦ κοτύλην μίαν, κυάθους δύο, ψιμυθίου οὐγγίας στ΄. ἰοῦ οὐγγίας στ΄. χαλκάνθου οὐγγίας δ΄. μάννης οὐγγίας στ΄. ἀριστολοχίας μακρᾶς οὐγγίας δ΄. καὶ στρογγύλης οὐγγίας δ΄. ἐρετριάδος οὐγγίας στ΄. Ἰλλυρικῆς οὐγγίας δ΄. κηκίδος οὐγγίας β΄. ὄξους κοτύλην α΄. ἐγὼ πλέον, σιδίων οὐγγίας β΄. λείου σὺν ὄξει τὰ ξηρὰ, εἶτα τὰ τηκτά.
[Ἡ διὰ δικτάμνου ὡς Δαμοκράτης.] Εἴρηταί μοι πολλάκις ὡς οὐ μόνον εἰς μνήμην αἱ ἔμμετροι γραφαὶ χρησιμώτεροι τῶν πεζῇ γεγραμμένων εἰσὶν, ἀλλὰ καὶ εἰς τὴν τῆς συμμετρίας τῶν μιγνυμένων ἀκρίβειαν. διὰ τοῦτ' [821] οὖν καὶ νῦν τὴν διὰ δικτάμνου προσέγραψε συμμετρίαν ἀκριβῆ διασώζουσαν ἐν τῇ Δαμοκράτου γραφῇ.
Τῶν περιβοήτων δ' ἐστὶν ἐμπλάστρων μία,
Μόνη τ' ἔχουσα Κρητικὸν τὸ καλούμενον
Δίκταμνον, ἰᾶται δὲ τὰς τῶν ἑρπετῶν,
Ἰοβόλων πληγάς τε καὶ τὰ δήγματα
Πάντων τετραπόδων, κᾂν λελυσσήκῃ τινὰ,
Τετυλωμένα θ' ἕλκη, τάς τε τῶν νεύρων φθοράς.
Μυῶν τε καὶ τῶν ὀστέοις ἐπικειμένων
Χόνδρων, ἐχόντων διὰ βάθους ἤδη φθοράν.
Τά τε περὶ μαστοὺς καὶ τράχηλον καὶ ῥάχιν
Ἕλκη θεραπεύει, κᾂν χρόνους πολλοὺς ἔχῃ·
Καὶ πάνθ' ὅσ' εἶπον τὴν καλουμένην ποιεῖν
Αἰγυπτίαν ἔμπλαστρον ἔμπροσθεν βραχύ.
Ταύτην ἀγαθὴν σφόδρ' οὖσαν ἔνιοι καὶ μόνην
Δοκοῦσι πασῶν τῶν καλῶν βελτίονα,
Πολλῶν διὰ πείρας οὐκ ἔχοντες φαρμάκων.
Ἔχει δὲ λιθάργυρον δὶς ἑκατὸν δραχμὰς,
[822] Λίτρας δ' ἐλαίου τοῦ παλαιοῦ τέταρτον.
Τινὲς δὲ κοτύλης φασὶ μᾶλλον τέταρτον.
Δὶς δ' εἴκοσι πέντε Ποντικοῦ κηροῦ δραχμὰς,
Κολοφωνίας δὲ τῆς καλῆς, κηροῦ διπλοῦν,
Τινὲς δὲ μᾶλλον, ταὐτὸ τῆς τερμινθίνης.
Ἰοῦ δὲ χαλκοῦ καὶ ἀλόης Ἰνδικῆς,
Χαλκοῦ τε κεκαυμένου καὶ διφρυγοῦς καλοῦ
Ἑκκαίδεχ' ἥμισυ ἐξ ἑκάστου μίγματος,
Εἴκοσι δραχμὰς δὲ χαλβάνης καὶ δ΄.
Μάννης, λιβάνου τε τὰς ἴσας δὶς ιβ΄.
Ἀμμωνιακοῦ δὶς ε΄. καὶ δὶς κ΄.
Ἑκκαίδεκα δραχμὰς προπόλεως τῆς Ἀττικῆς,
Ἀριστολοχίας τῆς μακρᾶς δὶς ι΄. δραχμὰς
Δὶς στ΄. λεπίδος, τοῦ Κυπρίου χαλκοῦ δραχμὰς
Καὶ γεντιανῆς ξηροτάτης ῥίζης ἴσον.
Τούτοις προσαπόδος πᾶσι δικτάμνου πόας
Ξηρᾶς ἐχούσης ἄνθος ὁλκὰς κ΄.
Λείας. λιθάργυρον δὲ μετ' ἐλαίου βαλὼν,
[823] Εἰς λοπάδα καινὴν κεραμίαν πλατύστομον,
Ἕψε πυρὶ κούφῳ καὶ μαλακῷ, κινῶν σπάθῃ
Ἕως γένηται μέλιτος Ἀττικοῦ πάχος.
Ἴσον δὲ καὶ τῆς λεπίδος προσβαλὼν πάλιν
Ἕψε λαβρότερον, εἶτα κιῤῥοῦ γενομένου
Τοῦ φαρμάκου, πρόσβαλε χαλκὸν καὶ διφρυγὲς,
Ποιῶν τ' ἀμόλυντον καὶ πεπηγὸς φάρμακον
Πρόσβαλλε κηρὸν τήν τε ῥητίνην ἅμα.
Ὧν συντακέντων, ὅταν ἴδῃς κεκραμένην
Ἔμπλαστρον, αἴρεις τὴν χύτραν ἀπὸ τοῦ πυρὸς
Καὶ προσβαλὼν προπόλεώς τε καὶ χαλβάνην,
Ἀμμωνιακὸν, μάνναν τε καὶ ἀλόην, τότε
Ψύξας τὸ πυρῶδες καὶ ζέον τοῦ φαρμάκου,
Ἀριστολοχίαν λειοτάτην προσεμπάσεις
Καὶ γεντιανὴν, τήν τε δίκταμνον πόαν
Καὶ προσανακόψας τῇ σπάθῃ τὸ φάρμακον
Χερσὶ καὶ μαγδαλιὰς ποιῶν, ἔχε,
Εἰς ἃς προεῖπον χρώμενος περιστάσεις.
[824] [Περὶ τροχίσκων Ἀσκληπιάδου.] Ὥσπερ δ' ἐμπλάστρους ἀπὸ τῆς χρόας, ἀλλ' οὐκ ἀπὸ τῆς κατὰ δύναμιν ἐπαγγελίας, ὠνόμασαν ἔνιοι τῶν ἰατρῶν μηλίνας καὶ λευκὰς καὶ φαιὰς καὶ κιῤῥὰς, οὕτως ἀπὸ τοῦ κατὰ τὴν ἀνάπλασιν σχήματος ὀνομάζουσι τροχίσκους οὐ πρὸς ἓν πάθος, ἀλλὰ πρὸς πάνυ πολλὰ διαφέροντας. ἀκολουθήσαντες οὖν αὐτοῖς καὶ ἡμεῖς ἐφεξῆς γράψομεν πάντας τούς γε δοκίμους, εἴτε κυκλίσκους, εἴτε τροχίσκους, ἑκατέρως γὰρ αὐτοὺς ὀνομάζουσι. καλῶς δὲ ποιοῦντες ἐφ' ἑκάστου τὴν ἐπαγγελίαν προέγραψαν, καὶ μάλιστα ὁ Ἀσκληπιάδης, οὗ καὶ πρώτου τὰ κατὰ τὸ τρίτον πρὸς τὰ ἐκτὸς γεγραμμένα φάρμακα παραθήσομαι. Τροχίσκοι Ἀσκληπιάδου. τροχίσκοι πολύχρηστοι Ἀριστάρχου Ταρσέως. ποιεῖ πρὸς ἕλκη πρόσφατα καὶ παλαιὰ, ποιεῖ καὶ πρὸς τερηδόνας, κηρία, ποιεῖ πρὸς σύριγγας, ὦτα πυοῤῥοοῦντα, ὀστᾶ ἐφθορότα, ποιεῖ πρὸς νομὰς, καταστέλλει πᾶσαν ὑπεροχὴν, αἴρει πτερύγια, ποιεῖ πρὸς τὰς περὶ μήτραν διαθέσεις, πρὸς ὀζαίνας, φαγεδαίνας, κονδυλώματα, ποιεῖ πρὸς τὰ κεχρονισμένα καὶ δυσαλθῆ, ποιεῖ [825] ἀρχομένοις φθισικοῖς, σπληνικοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ὁλκῆς τριώβολον διδόμενος μετὰ τοῦ οἰκείου πόματος. ὠφελεῖ καὶ συναγχικοὺς καὶ τὰς τῶν οὔλων νομὰς, καὶ καθόλου ἐστὶν εὔθετος πρὸς τὰς τῶν ἐκτὸς καὶ τῶν ἐντὸς διαθέσεις. Ϛ σμύρνης δραχμὰς στ΄. κρόκου δραχμὰς γ΄. κροκομάγματος γ΄. κυτίνων στ΄. χαλκάνθου στ΄. στυπτηρίας σχιστῆς στ΄. ἀλόης στ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐπὶ δὲ τῆς χρήσεως ἄνιε καταλλήλως ὑγρῷ πρὸς τὰς ὑποκειμένας διαθέσεις. ὁ τοῦ Νεαπολίτου. Ϛ σμύρνης στ΄. λιβάνου στ΄. κηκίδων η΄. λυκίου η΄. στυπτηρίας η΄. κροκομάγματος η΄. ἀλόης η΄. κυτίνων ιβ΄. χαλκοῦ η΄. οἴνῳ Φαλερίνῳ. Ἀνδρώνιος ἐπιγεγραμμένος. Ϛ κυτίνων ι΄. σχιστῆς δ΄. χαλκάνθου ιβ΄. σμύρνης δ΄. λιβάνου η΄. ἀριστολοχίας η΄. κυκίδων η΄. γλυκέος κοτύλας β΄. παρὰ δὲ τῷ Ἡρακλείδῃ οὕτως ἔχει. Ϛ σιδίων ι΄. ἀριστολοχίας η΄. κηκίδων η΄. ἁλὸς ἀμμωνιακοῦ δ΄. λιβάνου δ΄. σχιστῆς δ΄. χαλκάνθους β΄. σμύρνης δ΄. [826] γλυκεῖ ἀναλάμβανε. Πολυείδου σφραγίς. Ϛ σιδίων στ΄. σμύρνης η΄. στυπτηρίας σχιστῆς ε΄. λιβάνου δ΄. ἀλόης η΄. χαλκάνθου γ΄. χολῆς ταυρείας στ΄. οἴνῳ γλυκεῖ ἀναλάμβανε. ἡ κορακίνη σφραγίς. ποιεῖ πρὸς παρισθμίων φλεγμονὰς καὶ κεχαλασμένας κιονίδας, οὖλα μυδῶντα, ποιεῖ πρὸς νομάς. ποιεῖ πρὸς τὰς περὶ τὴν ἕδραν διαθέσεις καὶ σύριγγας ἐκτυλοῖ. Ϛ ἀριστολοχίας Κρητικῆς στρογγύλης, κυτίνων, χαλκίτεως ὀπτῆς, λιβάνου, σμύρνης, χαλκάνθου, κροκομάγματος, ἀλόης Ἰνδικῆς, χολῆς ταυρείας ἀνὰ η΄. γλυκέος τὸ αὔταρκες. τροχίσκος πρὸς νομάς. Ϛ βράθυος ν΄. σμύρνης γ΄. σώρεως β΄. κυπέρου β΄. χαλκάνθου β΄. λιβάνου β΄. οἴνῳ ἀναλάμβανε. ἐν ἄλλαις γραφαῖς ἐλαίας φύλλων β΄. μυρσίνης ξηρᾶς δ΄. ὄρχεως βοτάνης δ΄. ἀρσενικοῦ α΄. σμύρνης δ΄. ἐκ τῶν Ἡρακλείδου. Ϛ ὄρχεως β΄. ἀρσενικοῦ δ΄. κηκίδων η΄. λεπίδος η΄. λεπίδος στ΄. σώρεως η΄. σμύρνης β΄. λιβάνου β΄. ἀκακίας χυλίσματος β΄. οἴνῳ ἀναλάμβανε. ὁ διὰ [827] τῶν φυτῶν ἐπιγραφόμενος. Ϛ σιδίων η΄. μυρσίνης φύλλων η΄. καρύων λεπύρων ξηρῶν η΄. ἀκάνθης καρποῦ η΄. κηκίδων δ΄. ἁλῶν ὀρυκτῶν η΄. ἅπαντα θραύεται, εἶτα ὄξει φυρᾶται καὶ βάλλεται εἰς ἀγγεῖον κεραμοῦν, εἶτα ὀπτᾶται καὶ λεαίνεται μετὰ ὄξους. καὶ ὅταν εὖ ἔχῃ, ἐπίβαλλε σμύρνης δ΄. λιβάνου β΄. καὶ ἀνάπλαττε τροχίσκους, ἡ χρῆσις μετὰ ὄξους. παρὰ Τερεντίου ἐπιγράφεται στυπτική. ποιεῖ πρὸς πᾶσαν νομὴν καὶ τὰς περὶ δακτύλιον διαθέσεις. Ϛ σανδαράχης, μίσυος, χαλκάνθου, στυπτηρίας σχιστῆς ἀνὰ δύο, σμύρνης, λεπίδος χαλκοῦ, ἀλόης, χαλκίτεως ἀνὰ γ΄. κυτίνων ῥοᾶς, ῥόδων ἄνθους, κηκίδων ἀνὰ δ΄. ἀκακίας χυλοῦ η΄. σιδίων ῥοᾶς η΄. ἀναλάμβανε μύρτων ἀφεψήματι, εἰς τὸ ἥμισυ ἀφεψημένων. τροχίσκος πρὸς ἑρπηστικά. Ἀρείου πρὸς ἕρπητας. Ϛ γῆς κιμωλίας η΄. μίσυος ὀπτοῦ ιστ΄. μίλτου Σινωπίδος γ΄. τρῖβε ἕκαστον κατ' ἰδίαν μετὰ ὕδατος, εἶθ' ὁμοῦ μίξας, ἀνάπλαττε τροχίσκους. ἡ χρῆσις δι' ὄξους. ἄλλος ὁ δι' ὀριγάνου. Ϛ ὀριγάνου β΄. ἐλαίας φύλλων β΄. ἀκακίας β΄. χαλκάνθου [828] β΄. ἁλὸς Σπανοῦ β΄. ὄξει ἀναλάμβανε. ἐκ τῶν Λάργου φάρμακον ἐπιτετευγμένον. Ϛ λιθαργύρου ἢ ψιμυθίου λη΄. στυπτηρίας σχιστῆς ιβ΄. ἀκακίας η΄. κρόκου, λιβάνου, διφρυγοῦς, ὀπίου ἀνὰ β΄. τρῖβε μεθ' ὕδατος καὶ ἀνάπλαττε τροχίσκους. ἡ χρῆσις μεθ' ὕδατος. ἄλλο σφόδρα γενναῖον. Ϛ στυπτηρίας στρογγύλης, χαλκίτεως, μελαντηρίας ἢ σώρεως ἀνὰ β΄. μίσυος, σιδίων ἀνὰ δ΄. ἀσβέστου ιστ΄. ὄξους ξέστην α΄. ἕψε τὰ σίδια μετ' ὄξους. καὶ ὅταν διαλυθῇ, τρῖβε μετὰ τῆς ἀκακίας καὶ τοῖς λοιποῖς ἐπίβαλλε, καὶ ὅταν εὖ ἔχῃ, ἀνάπλαττε τροχίσκους. ἡ χρῆσις δι' ὕδατος. ὡς Θρεπτὸς πρὸς ἑρπυστικὰ καὶ ὅπου νομὴν δεῖ στῆσαι. ποιεῖ καὶ πρὸς τὰς ἐν στόματι διαθέσεις, πρὸς ὦτα πυοῤῥοοῦντα, πρὸς ἐξανθήματα, σαρκῶν ἐπαναστάσεις καὶ τὰ ἐν μυκτῆρσιν ἕλκη, πρὸς τὰς περὶ τὴν ἕδραν διαθέσεις. Ϛ σιδίων ι΄. κηκίδος ὀμφακίτιδος η΄. ἀριστολοχίας η΄. ἀλόης δ΄. σμύρνης δραχμὰς η΄. σχιστῆς δραχμὰς β΄. λιβάνου δραχμὰς δ΄. χαλκάνθου δ΄. ἀναλάμβανε γλυκεῖ.
[829] [Τροχίσκοι κιῤῥοὶ Ἱέρακος Θηβαίου, ἡ διὰ τῶν ἁλικακάβων.] Ποιεῖ πρὸς ψύδρακας, ἐπινυκτίδας, τὰ ἐν μυκτῆρσιν ἕλκη. ποιεῖ πρὸς ῥαγάδας καὶ ὅσα βούλει χωρὶς ὀδύνης ἐπουλῶσαι. Ϛ ψιμυθίου λίτραν μίαν, λιθαργύρου λίτρας ι΄. στυπτηρίας σχιστῆς, ἁλικακάβου φλοιοῦ, χαλκάνθου, Σινωπίδος ἀνὰ λίτρας ἥμισυ, ὄξει ἀναλάμβανε. Λευκίου Καθηγητοῦ, φάρμακον ἐπετετευγμένον. Ϛ στυπτηρίας, ἰοῦ Κορινθίου, μίλτου Σινωπίδος, κοτύλης μέτρῳ τὸ ἴσον ἀναλάμβανε ὄξει. ἐκ τῶν Ἀρείου. πρὸς ψώρας νεμομένας ἑρπηστικὰ, σαρκῶν ὑπεροχὰς, πτερύγια, ὦτα πυοῤῥοοῦντα, ἕλκη δυσαλθῆ. ποιεῖ πρὸς ῥαγάδας, κονδυλώματα. Ϛ σχιστῆς, μίλτου Σινωπίδος, ἰοῦ ξυστοῦ, κόμμεως, κηκίδων, κυτίνων, ἑκάστου τὸ ἴσον ὄξει ἀναλάμβανε. ὡς δὲ Μάγνος ὁ Φιλαδελφεὺς πρὸς τὰς εἰρημένας διαθέσεις ἐχρήσατο. Ϛ σχιστῆς στυπτηρίας, ἰοῦ Κορινθίου, χαλκίτεως, μίλτου Σινωπίδος, κόμμεως, μέτρῳ τὸ ἴσον ὄξει ἀναλάμβανε. πρὸς ἐρυσιπέλατα τροχίσκος. Ϛ κρόκου δραχμὴν α΄. ὀπίου α΄. ψιμυθίου [830] β΄. γλυκεῖ ἀναλάμβανε. ἐν ἄλλαις ἔχει γλαυκίου δραχμὰς η΄. Ἀνδρομάχου κροκώδης, φάρμακον ἐπιτετευγμένον. Ϛ λιθαργύρου δραχμὰς δ΄· τουτέστιν οὐγγίας Ϛ΄΄. ψιμυθίου οὐγγίας δ΄. θείου ἀπύρου οὐγγίαν α΄. κρόκου, ὀπίου ἀνὰ οὐγγίαν α΄. χυλῷ στρύχνου ἀναλάμβανε. ἐπὶ τῆς χρήσεως ἄνιε γλυκεῖ. Γαΐου Νεαπολίτου. Ϛ ψιμυθίου, ἀκακίας, γλαυκίου, ὀπίου, ἑκάστου τὸ ἴσον. γλυκεῖ ἀναλάμβανε, κατάχριε συνεχῶς. ἄλλο. Ϛ ψιμυθίου η΄. ἀκακίας δραχμὰς η΄. ἀμμωνιακοῦ θυμιάματος δ΄. κρόκου δραχμὰς β΄. ὀπίου β΄. χυλοῦ πολυγόνου ἢ σέρεως ἢ στρύχνου ἢ κυνογλώσσου. ἐκ τῶν Ἀγαθίνου. Ϛ ψιμυθίου δραχμὰς στ΄. μάννης, λιβάνου ἀνὰ δραχμὴν α΄. κροκομάγματος β΄. θείου ἀπύρου δραχμὰς β΄. ὠῶν ἑφθῶν λεκίθων στ΄. γλυκεῖ ἀναλάμβανε. πρὸς ῥαγάδας καὶ κονδυλώματα. Μενεσθέως πρὸς τὰς ἐν δακτυλίῳ ῥαγάδας, ποιεῖ πρὸς νομάς. Ϛ ἀλόης οὐγγίας στ΄. κρόκου οὐγγίας γ΄. στυπτηρίας σχιστῆς οὐγγίας γ΄. οἴνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρήσεως ἔστω τὸ [831] ὑγρὸν κατάλληλον τῇ διαθέσει. Ἀπολλοφάνους πρὸς ῥαγάδας καὶ κονδυλώματα. Ϛ στίμμεως η΄. ἀκακίας στ΄. ἰοῦ δραχμὴν α΄. ὀπίου β΄. λιβάνου δραχμὴν α΄ Ϛ΄΄. σμύρνης β΄. κόμμεως δ΄. οἴνῳ ἀθαλάσσῳ ἀνάπλαττε τροχίσκους. ὡς δὲ Νικόλαος. Ϛ στίμμεως η΄. ἀκακίας η΄. ἰοῦ δραχμὴν μίαν, ὀπίου γ΄. σμύρνης δ΄. κόμμεως δ΄. οἴνῳ ἀνάπλασσε. ἐκ τῶν Μάγνου πρὸς ῥαγάδας καὶ κονδυλώματα ἵστησι νομάς. Ϛ ἀλόης η΄. ἀκακίας δ΄. κηκίδος β΄. κρόκου β΄. λιβάνου δραχμὴν α΄. σμύρνης δραχμὴν α΄. οἴνῳ ἀναλάμβανε. ὁ διὰ τῶν χυλῶν ἐπιγραφόμενος πρὸς νομὰς καὶ ψωρώδεις διαθέσεις. Ϛ λυκίου Ἰνδικοῦ, ἀλόης Ἰνδικῆς, σμύρνης, χαλκοῦ, στυπτηρίας σχιστῆς, χαλκάνθου, κυτίνων, λιβάνων ἀνὰ δ΄. χυλοῦ μύρτων κοτύλης ἥμισυ, συντίθει καὶ ἀνάπλαττε τροχίσκους. Πετρωνίου ἡ ἀρετὴ, φάρμακον ἐπιτετευγμένον πρὸς ῥαγάδας καὶ κονδυλώματα, ἐν ταῖς μεγίσταις περιωδυνίαις καὶ ταχέως ἀπαλλάττει. Ϛ στίμμεως, ἀκακίας, μολύβδου κεκαυμένου καὶ πεπλυμένου [832] ἀνὰ ιστ΄. σποδοῦ κυπρίας, ἐρείκης καρποῦ, στυπτηρίας σχιστῆς, λιβάνου, χαλκάνθου, σμύρνης, ὀπίου ἀνὰ η΄. οἴνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρήσεως ἄνιε γλυκεῖ.
[Οἱ ὑπ' Ἀνδρομάχου γεγραμμένοι τροχίσκοι ἐν τῷ τῶν ἐκτός.] Τροχίσκος Δαρείου ἑδρικός. Ϛ στίμμεως ιστ΄. ἀκακίας ιστ΄. οἱ δὲ η΄. ἰοῦ μ΄. ὀποῦ μήκωνος γ΄. οἱ δὲ β΄. κόμμεως δ΄. σμύρνης δραχμὴν α΄. λιβάνου γ΄. οἱ δὲ β΄. οἶνον, οἱ δὲ ὕδωρ. πολύχρηστος καὶ πυοποιὸς καὶ χαλαστικός. Ϛ φλοιοῦ λιβάνου β΄. λεπίδος χαλκοῦ δ΄. σὺν οἴνῳ ἀνάπλασσε, ἄνιε σὺν μέλιτι. τὸ Μούσα ἰατρεῖον. Ϛ σχιστῆς, ἀλόης, σμύρνης, χαλκάνθου, ἀνὰ στ΄. κρόκου γ΄. κροκομάγματος γ΄. κυτίνων δ΄. σὺν οἰνομέλιτι ἀναλάμβανε ἐκ Φαλερίνου οἴνου. πρὸς ἐρυσιπέλατα ἐκ τοῦ Ἀγαθοκλέους. Ϛ ψιμυθίου η΄. στυπτηρίας στρογγύλης β΄. κροκομάγματος β΄. θείου ἀπύρου β΄. λείοις παραχεῖται στρύχνου χυλὸς καὶ ἀνάπλασσε [833] τροχίσκους ἐπὶ τῆς χρείας οἴνῳ αὐστηρῷ. Ἰσιδώρου πρὸς νομάς. Ϛ οἰσυπηρῶν ἐρίων δραχμὰς μ΄. μολύβδου ῥινίσματος δραχμὰς ι΄. λεπίδος ι΄. ἀσφάλτου δραχμὰς ι΄. στυπτηρίας σχιστῆς ε΄. καὶ στρογγύλης ε΄. σιδίων δραγμὰς ε΄. κηκίδων ε΄. μίσυος δραχμὰς ε΄. χαλκίτεως ε΄. λιβάνου ε΄. σμύρνης β΄. ἀμόργης κοτύλας η΄. ἢ ξηρᾶς ε΄. τροχίσκος μέλας ᾧ χρῶμαι. Ϛ σιδίων ι΄. ἀριστολοχίας η΄. κηκίδος η΄. σχιστῆς δ΄. ἀλόης δ΄. σμύρνης β΄. χαλκάνθου β΄. λιβάνου δ΄. οἴνῳ ἀναλάμβανε. ἡ χρῆσις οἴνῳ γλυκεῖ. τροχίσκος δι' ἁλικακάβων. Ϛ λιθαργύρου κδ΄. ψιμυθίου ιβ΄ ἢ κδ΄. ἁλικακάβου ῥίζης η΄. χαλκάνθου δ΄. σχιστῆς δ΄. μίλτου ὥστε χρῶσαι, σὺν ὕδατι ἀναλάμβανε. τροχίσκος δι' ὀριγάνου. Ϛ ἐλαίας φύλλων χλωρῶν η΄. σιδίων στ΄. ὀριγάνου δ΄. ἀκακίας ιβ΄. χαλκίτεως δ΄. σχιστῆς δ΄. μίσυος δ΄. οἴνου αὐστηροῦ. τροχίσκος ὁ διὰ τοῦ ῥοῦ. Ϛ κηκίδος γ΄. ἀκακίας δ΄. χαλκάνθου ε΄. χαλκίτεως δραχμῆς ἥμισυ, σχιστῆς [834] η΄. στρογγύλης δ΄. μίσυος γ΄. σιδίων ε΄. λεπίδος δ΄. σμύρνης β΄. ἀλόης β΄. ἀριστολοχίας β΄. λιβάνου φλοιοῦ δ΄. ταυροκόλλης γ΄. ῥοῦ βυρσοδεψικοῦ χοίνικος τὸ τέταρτον. οἱ δὲ χοίνικος ἥμισυ, ὄξους κοτύλην α΄ Ϛ΄΄. εἰς τὸ ἀποβρέξαι καὶ λεᾶναι τὸν ῥοῦν. Πολυείδου σφραγίς. στυπτηρίας σχιστῆς γ΄. λιβάνου δ΄. σμύρνης δ΄. ἢ σμύρνης η΄. χαλκάνθου β΄. κυτίνων ιβ΄. χολῆς ταυρείας στ΄. ἀλόης η΄. οἴνῳ αὐστηρῷ ἀναλάμβανε. τροχίσκος Ἀνδρώνιος. Ϛ κυτίνων ι΄. κηκίδος η΄. σμύρνης δ΄. οἱ δὲ ιη΄. ἄλλ. κη΄. ἀριστολοχίας δ΄. χαλκάνθου β΄. σχιστῆς β΄. οἱ δὲ δ΄. μίσυος Κυπρίου β΄. γλυκεῖ ἀναλάμβανε. χρῶ πρὸς πολλὰ πολυχρήστῳ φαρμάκῳ. τροχίσκος Ἀχιλλᾶ. Ϛ λεπίδος, μίσυος, ἀλόης ἀνὰ β΄. ἀριστολοχίας η΄. σχιστῆς δ΄. σμύρνης β΄. λιβάνου δ΄. κηκίδος η΄. χαλκάνθου β΄. σιδίων η΄. χολῆς ταυρείας β΄. ὄξει ἀναλάμβανε. τροχίσκος πρὸς νομὰς Ἰσιδώρου γνωρίμου. Ϛ μάννης, λιβάνου ἀνὰ λ΄. κυτίνων [835] η΄. σχιστῆς η΄. κηκίδων η΄. χαλκάνθου, ἀριστολοχίας, σμύρνης, μίσυος Κυπρίου, ἀσβέστου ἀνὰ ι΄. ἀκακίας η΄. ἀναλάμβανε οἴνῳ ἢ ὄξει καὶ λεάνας χρῶ. τροχίσκος ἄλλος πολύχρηστος. Ϛ κηκίδος η΄. κυτίνων ιβ΄. χαλκοῦ κεκαυμένου η΄. ἰοῦ στ΄. σχιστῆς η΄. χαλκάνθου, ἀκακίας, χολῆς ταυρείας, λιβάνου, ἀλόης, λυκίου, σμύρνης, ἐν ἄλλῳ καὶ μίσυος ἀνὰ η΄. λείου, τοῖς ὑπὸ κύνα καύμασι πολλῷ ὄξει. τροχίσκος Ἀπολλωνίου Ἀρχιστράτορος σμίλινος, ὡς Ἀλκιμίων πολύχρηστος. Ϛ ψιμυθίου ι΄. λιθαργύρου ε΄. ἀλόης ν΄. σχιστῆς δ΄. λιβάνου δ΄. σμύρνης δραχμὴν α΄. οἱ δὲ β΄. κιμωλίας κε΄. ἀναλάμβανε οἴνῳ, χρῶ ἐνίοτε σὺν οἴνῳ καὶ ῥοδίνῳ. πρὸς ἐρυσιπέλατα ᾧ χρῶμαι. Ϛ λιθαργύρου λίτρας ζ΄. ψιμυθίου δραχμὴν α΄. ὀπίου γο γ΄. θείου ἀπύρου οὐγγίας γ΄. κρόκου οὐγγίας γ΄. σὺν γλυκεῖ ἀναλάμβανε, χρῶ σὺν γλυκεῖ. Γλαυκίου πολύχρηστος. Ϛ στυπτηρίας ὑγρᾶς ρ΄. σμύρνης η΄. κρόκου η΄. σὺν γλυκεῖ ἀναλάμβανε πρὸς ἐρυσιπέλατα καλός. Ϛ ἀκακίας [836] η΄. μίσυος δ΄. ὀπίου β΄. λιβάνου δ΄. σὺν ὄξει ἀναλάμβανε. ποιεῖ καὶ πρὸς ἕρπητας. ἄλλος πρὸς τὰ αὐτὰ ποιῶν. Ϛ ὀπίου δ΄. ἀκακίας δ΄. διφρυγοῦς δ΄. σχιστῆς δ΄. ἀναλάμβανε σὺν ὕδατι, χρῶ σὺν ὄξει. ἄλλος πρὸς ἐρυσιπέλατα. Ϛ ψιμυθίου η΄. θείου ἀπύρου δ΄. μηκωνείου β΄. πηγάνου φύλλων β΄. σχιστῆς δ΄. κιμωλίας β΄. ἀμύλου β΄. μέλι καὶ ὄξος. πρὸς ἕρπητας ὁ Τιβερίου Καίσαρος. Ϛ διφρυγοῦς, μηκωνείου, σχιστῆς, ἀκακίας ἀνὰ οὐγγίας γ΄. ὄξει ἢ ὕδατι ἀναλαμβάνων χρῶ. ἡ κερανίτος πολύχρηστος. Ϛ ἀῤῥενικοῦ λβ΄. ἀριστολοχίας λβ΄. οἱ δὲ η΄. ἴρεως λβ΄. κηκίδος ιστ΄. οἱ δὲ η΄. στυπτηρίας στρογγύλης στ΄. χαλκίτεως στ΄. λεπίδος χαλκοῦ ιστ΄. χαλκάνθου η΄. ῥητίνης ξηρᾶς η΄. ὄξους χοᾶς δ΄. λείου, τοῖς ὑπὸ κύνα καύμασι, χαλκῇ θυείᾳ καὶ δοίδυκι. ἐὰν δὲ μὴ ἔχῃς θυείαν χαλκῆν, λεπίδος βάλλε μνᾶν α΄. ὅ ἐστι ρ΄. τροχίσκος Βιθυνὸς καλούμενος κατεσκευασμένος ἐν Σικελίᾳ. πρὸς νομὰς, σύριγγας, πτερύγια, σὺν κηρωτῇ διπλῇ [837] πρὸς ἕρπητας, ἐρυσιπέλατα καὶ ἄλλα. Ϛ σιδίων στ΄. κηκίδος στ΄. ἴρεως Ἰλλυρικῆς δ΄. ἀριστολοχίας στ΄. χαλκάνθου γ΄. στυπτηρίας σχιστῆς στ΄. χαλκίτεως στ΄. μίσυος γ΄. νίτρου β΄. λιβάνου β΄. καδμείας στ΄. λεπίδος χαλκοῦ δραχμὰς δ΄. χρυσοκόλλης β΄. ὄξους, τοῖς ὑπὸ κύνα σκεύαζε. τροχίσκος πρὸς κονδυλώματα καὶ τὰς ἐν δακτύλῳ φλεγμονὰς καὶ πτερύγια. Ϛ λιβάνου, ἀκακίας, στίμμεως ἑκάστου ἀνὰ β΄. ἰοῦ, σμύρνης, ὀπίου, μήκωνος, κόμμεως, νάρδου Κελτικῆς ἑκάστου ἀνὰ β΄. μετὰ οἴνου αὐστηροῦ λεαίνων περίχριε.
[Ξηρὰ πολυειδὴς διὰ τῶν προγραφέντων δηλουμένη πρὸς τί ἕκαστον ἁρμόττει. τὰ ὑπ' Ἀνδρομάχου γεγραμμένα κατὰ τὸ τέλος τῶν ἐκτός.] Ξηρὸν σηπτὸν, ἄδηκτον. Ϛ σανδαράχης β΄. ἀῤῥενικοῦ β΄. ἀσβέστου δ΄. μάννης δ΄. λείοις χρῶ. ἴσχαιμος ᾗ χρῶμαι. Ϛ χαλκίτεως, μίσυος, μάννης ἀνὰ δ΄. οἱ δὲ δύο, λείοις χρῶ. ξανθὴ ᾗ χρῶμαι. Ϛ χαλκίτεως ρ΄. χαλκάνθου ν΄. μίσυος ὀπτοῦ [838] κε΄. χαλκοῦ κεκαυμένου ιβ΄ Ϛ΄΄. λείοις χρῶ. ἴσχαιμος μεγάλη. Ϛ μίσυος Κυπρίου ζ΄. χαλκάνθου ζ΄. φλοιοῦ πίτυος δ΄. μάννης, λιβάνου δ΄. λεπίδος χαλκοῦ δ΄. χαλκοῦ κεκαυμένου ιε΄. χαλκίτεως ιε΄. ἀσβέστου η΄. οἱ δὲ μ΄. γύψου πεφωγμένου δ΄. οἱ δὲ ε΄. λείοις χρῶ. ἴσχαιμος Ἀφροδᾶ. Ϛ χαλκίτεως στ΄. μάννης λιβάνου β΄. ῥητίνης τερμινθίνης φρυκτῆς ἀνὰ δ΄. χρῶ λείοις πρὸς αἱμοῤῥοΐδας. ἄλλο, ὡς Ἁρπόκρας. Ϛ σανδαράχης β΄. ἀρσενικοῦ δ΄. ἀσβέστου η΄. τροχίσκους ποίει λεαίνων σὺν ὕδατι ἡμέρας μ΄. καὶ οὕτως περίχριε. πρὸς αἱμοῤῥοΐδας ᾗ χρῶμαι. Ϛ ἀρσενικοῦ η΄. σανδαράχης η΄. ἐλατηρίου δ΄. θαψίας β΄. χρυσοκόλλης δ΄. ἀσβέστου δ΄. λείοις χρῶ. ξηρὸν ἐκ τῶν Γάλλου, πολύχρηστον πρὸς πτερύγια. Ϛ λιθαργύρου η΄. ἰοῦ ι΄. λείοις χρῶ, ἐπαινεῖται. πρὸς πτερύγια καλή. Ϛ χαλκίτεως, ἰσχάδων κεκαυμένων, σιδίων ῥοᾶς, λεπίδος χαλκοῦ, ἴσον ἑκάστου. ἐπὶ τῆς χρήσεως μίσγε μέλι ἑφθὸν, ἐμπλαστρῶδες ποιῶν ἐπίθες. παρ' ἡμέραν λῦε περιμάσσων καὶ μὴ καταντλῶν, μηδὲ καταπάσσων.
[839] ἀνθηρὰ ᾗ χρῶμαι. Ϛ σανδαράχης λβ΄. οἱ δὲ ιστ΄. σχιστῆς, σμύρνης, μάγματος κρόκου ἀνὰ ιστ΄. ἴρεως δραχμὰς ιστ΄. κυπέρου ξστ΄. ἀνθηρὰ παρὰ Μάγνου. Ϛ κασσίας κδ΄. σχιστῆς δ΄. κηκίδος δ΄. σώρεως δ΄. μίσυος δ΄. σανδαράχης δραχμὰς η΄. σιδίων δραχμὴν α΄. σμύρνης ὀβολοὺς δ΄. κινναμώμου ὀβολοὺς δ΄. κρόκου β΄. μυρίκης καρποῦ β΄. λείοις χρῶ. ξηρὸν κεφαλικόν. Ϛ ἴρεως δ΄. λιβάνου β΄. πάνακος β΄. ἀριστολοχίας β΄. λείοις χρῶ καὶ πρὸς νομάς. ἐπουλοῦν ξηρόν. Ϛ ὀστρέων κεκαυμένων β΄. μάννης δραχμὴν α΄. καδμείας ὀβολοὺς γ΄. λείοις χρῶ καὶ πρὸς νομάς. ἄλλο ἐπουλοῦν ξηρόν. Ϛ πίτυος φλοιοῦ στ΄. μάννης στ΄. ἀριστολοχίας στ΄. κισσήρεως δ΄. ῥητίνης δ΄. ἴρεως Ἰλλυρικῆς ιβ΄. λείοις χρῶ. ἄλλο ἐπουλοῦν καὶ πρὸς κακοήθη. Ϛ πίτυος φλοιοῦ στ΄. κέρατος ἐλαφείου κεκαυμένου δ΄. καδμείας κβ΄. ψιμυθίου δ΄. μάννης δ΄. ἰοῦ ξυστοῦ β΄. λείοις χρῶ. [840] ἄλλο. Ϛ κηκίδων δ΄. ψιμυθίου η΄. σμύρνης δ΄. λιθαργύρου η΄. σκωρίας μολύβδου δ΄. λείοις χρῶ. τὸ τῆς Μαίας καλὸν πρὸς κονδυλώματα καὶ ῥαγάδας. Ϛ κηκίδος η΄. μολυβδαίνης η΄. σμύρνης δ΄. ψιμυθίου δ΄. λείοις χρῶ. ὀνήτωρ εἰς ἅπαντα. Ϛ ἴρεως δὲ ἀντὶ τῆς μολυβδαίνης, λιθαργύρου δύο μέρη ἔμβαλλε, τῶν λοιπῶν δὲ ἀνὰ μέρος ἕν. ξηρὸν σηπτὸν Λεκανίου Ἀρείου. Ϛ ἀρσενικοῦ λίτραν α΄. ἀσβέστου β΄. ἐν ὕδατι τρῖβε ἐπὶ ἡμέρας λ΄. ἀλλάσσων δὶς τῆς ἡμέρας τὸ ὕδωρ ἐν ἡλίῳ, εἶτα ἀναξηράνας χρῶ. ἐγκάθισμα πρὸς αἱμοῤῥοΐδας τὸ Φανίου. χαλκάνθου, στυπτηρίας σχιστῆς, χαλκίτεως, μίσυος ὠμοῦ, σανδαράχης ἀνὰ δραχμὰς δ΄. λεῖα πάντα ἔχε. ἐπὶ τῆς χρήσεως οὖρον παλαιὸν ταριχηρὸν ἀνδρὸς ἑνὸς, μέτρῳ ξε. β΄. βάλε εἰς ὀστρακίνην λεκάνην, τοῦ δὲ φαρμάκου ιβ΄. προσέγχεον τοῦ οὔρου, ὥστε ἀεὶ τοὺς δύο ξέστας τηρεῖσθαι. τούτῳ χρῶ ἐγκαθίζων ἐπὶ ἡμέρας ζ΄. ἐν ταύταις γὰρ ἐνεργεῖ. ὅταν δὲ γλοιῶδες γένηται τῇ ὑποστάθμῃ, περίχριε τὸ δακτύλιον. ξηρὸν σάρκας ἐπουλοῦν, ἄδηκτον, ὡς Ἁρπόκρας. [841] Ϛ σανδαράχης, χρυσοκόλλης, ἀρσενικοῦ τὸ ἴσον ἑκάστου καὶ πρὸς κακοήθη ποιεῖ. πρὸς νομὰς ὁ Ἀσκληπιὸς λεγόμενος. Ϛ χαλκίτεως, ἀρσενικοῦ τὸ ἴσον, ἀσβέστου τὸ διπλοῦν. ἔχει δὲ καὶ σανδαράχης ἴσην πρὸς τὰ ἄλλα. πρὸς τὰ ἐν δακτυλίῳ, στυπτηρίας ὑγρᾶς ἡλίκον κάρυον, σὺν μέλιτος κυάθοις δυσὶν ἑψήσας χρῶ. ξηρὸν πρὸς νομὰς ᾧ χρῶμαι. Ϛ λεπίδος, ἀῤῥενικοῦ, χάρτου κεκαυμένου, μολύβδου κεκαυμένου ἀνὰ δ΄. θείου ἀπύρου ε΄. λεάνας χρῶ. ἄλλως. Ϛ λεπίδος, ἀρσενικοῦ, θείου, μολύβδου κεκαυμένου, χαλκοῦ ἀνὰ δ΄. σανδαράχης δ΄. ἰοῦ δραχμὴν α΄. χάρτου κεκαυμένου δ΄. χρῶ σὺν ῥοδίνῳ ἢ μέλιτι. Κρίσπου τὸ εὐῶδες πρὸς νομάς. Ϛ λεπίδος β΄. ἀῤῥενικοῦ β΄. σανδαράχης β΄. κηκίδος δ΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχμὴν α΄. χαλκάνθου β΄. χάρτου κεκαυμένου δ΄. λείοις χρῶ. πρὸς νομὰς Ἀντιπάτρου. Ϛ χρυσοκόλλης οὐγγίας στ΄. ἀῤῥενικοῦ οὐγγίας στ΄. ξηρῷ καὶ σὺν ῥοδίνῳ. ἄλλο, ὡς Ἀλκιμίων. Ϛ ἀρσενικοῦ β΄. λεπίδος γ΄. χρυσοκόλλης δραχμὴν α΄. ξηρῷ [842] καὶ σὺν ῥοδίνῳ. ὑδαρὲς, ἐπουλοῖ σὺν κηρωτῇ ῥοδίνῃ. ἄλλο Πουπλίου πρὸς νομάς. Ϛ ἀσβέστου δ΄. ἀρσενικοῦ, λεπίδος, χαλκίτεως, σανδαράχης ἀνὰ δραχμὴν α΄. λείοις χρῶ. ἔνιοι σανδαράχης δραχμὴν α΄. τὸ διὰ τῶν φυτῶν πρὸς νομὰς καλόν. Ϛ σιδίων, χρυσοκόλλης, ἀλόης ἀνὰ δ΄. ἀῤῥενικοῦ, σανδαράχης ἀνὰ β΄. σχιστῆς δ΄. χαλκίτεως δραχμὰς δ΄. σμύρνης ξηρᾶς η΄. ἐλαίας ξηρᾶς φύλλων η΄. λεπίδος η΄. λείοις χρῶ. ἄλλο Ἀλκιμίωνος. Ϛ ὀξυμυρσίνης η΄. σιδίων ιβ΄. ἐλαίας φύλλων ιβ΄. μύρτων μελάνων ιβ΄. καὶ τῶν λεπύρων ιβ΄. ἀκανθίνης σποδοῦ η΄. σικυΐνης σποδοῦ ιστ΄. ὄρχεως βοτάνης η΄. ξηρῷ σὺν μέλιτι. τὸ χρυσοῦν ᾧ χρῶμαι. Ϛ σιδίων κε΄. στυπτηρίας σχιστῆς ι΄. χαλκάνθου η΄. μίσυος η΄. λεπίδος ιστ΄. κηκίδος ιε΄. μελαντηρίας τῆς ἀπὸ ἥλων ἐσκευασμένης ε΄. χαλκίτεως η΄. χαλκοῦ κεκαυμένου η΄. λείοις χρῶ, ἐπὶ πολὺ λεάνας σὺν ὄξει. πρόσφατον πρακτικώτερόν ἐστι πρὸς νομὰς, ὡς Φιλῖνος, μεταβλητικὸν, πυοποιόν. Ϛ ἀφρονίτρου [843] λίτρας β΄. μέλιτος λίτρας β΄. φυράσας τὸ ἀφρόνιτρον, τῷ μέλιτι καῦσον, εἶτα λεάνας πρόσμισγε. ἴρεως Ἰλλυρικῆς οὐγγίας στ΄. λεάνας χρῶ καὶ σὺν μέλιτι. ξηρὸν σηπτόν. Ϛ ἀρσενικοῦ, σανδαράχης ἀνὰ β΄. ἀσβέστου δ΄. οἱ δὲ γ΄. λείοις χρῶ. ἄλλο. Ϛ ἀσβέστου, ἀρσενικοῦ, χαλκάνθου ἀνὰ δ΄. λέαινε σὺν ὕδατι θερμῷ ἐπὶ πλεῖστον καὶ ἀναξηράνας καὶ λεάνας χρῶ. ξηρὸν σηπτὸν τὸ Μελίτωνος. Ϛ ἀρσενικοῦ, σανδαράχης, ἀσβέστου, κισσήρεως ἀνὰ δ΄. τρῖβε ἐν ὕδατι ἐπὶ ἡμέρας λ΄. ἀλλασσομένου τοῦ ὕδατος, πάσῃ ἡμέρᾳ ξηράνας, λείοις χρῶ. ξηρὸν πρὸς αἱμοῤῥοΐδας, ὡς Ἀπολλώνιος Ταρσεὺς γνώριμος, καλόν. Ϛ χαλκίτεως κεκαυμένης, λεπίδος, ἀρσενικοῦ κεκαυμένου, χαλκάνθου ἀνὰ δ΄. διφρυγοῦς β΄. σώρεως κεκαυμένης ὀβολοὺς τέσσαρας, λιθαργύρου κεκαυμένης ὀβολοὺς δ΄. σχιστῆς δ΄. χαλκοῦ κεκαυμένου δ΄. λείοις χρῶ.
[Τὰ ὑπ' Ἀσκληπιάδου γεγραμμένα ξηρὰ κατὰ τὸ ε΄. τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ὁ μὲν Ἀνδρόμαχος [844] ἀνέμιξε τὰ κατὰ πάθος ἁρμόττοντα ξηρὰ τοῖς κατὰ τὰ πεπονθότα. διωρισμένως δ' ὑπ' Ἀσκληπιάδου γέγραπται κατὰ τὸ ε΄. ἰδίαις μὲν προγραφαῖς δηλούμενα τὰ κατὰ πάθος, ἰδίαις δὲ καὶ τὰ μετὰ τόπου πεπονθότος. ἄνευ μὲν γὰρ τόπου γέγραπται πρὸς αὐτοῦ τὰ ἐπουλωτικὰ καὶ τὰ ἐσχαρωτικὰ καὶ τὰ πρὸς νομὰς ἁρμόττοντα καὶ ἄνθρακας καὶ τὰ καλούμενα ἴσχαιμα. μετὰ τόπου δὲ πεπονθότος, ὅσα πρὸς πολύποδα καὶ ὀζαίνας καὶ τὰς ἐκ μυκτήρων αἱμοῤῥαγίας καὶ τὰς ἐν στόματι νομὰς καὶ οὖλα πλαδῶντα καὶ τὰς ἐπὶ τῶν γενείων ὀχθώδεις ἐπαναστάσεις καὶ πρὸς παρωνυχίας καὶ πτερύγια καὶ πρὸς τὰς ἐν δακτυλίῳ ῥαγάδας καὶ πρὸς τὰς αἱμοῤῥοΐδας. ἔνια δὲ καὶ τὴν ὁμωνυμίαν ἔσχηκεν ἀπὸ τοῦ πεπονθότος. ἁρμόττει δὲ καὶ τοῖς ἄλλοις μέρεσιν, ὁποῖα καὶ τὰ κεφαλικὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἐστιν, ἁρμόττοντα μὲν ἐξαιρέτως ἐν τοῖς ὀστοῖς, δυνάμενα δὲ καὶ τὰς ἐν ὅλῳ τῷ σώματι γιγνομένας ἐλκώσεις σαρκοῦν. ἐπὶ γὰρ τῆς κεφαλῆς οὐχ ὡς κεφαλῆς ἁρμόττειν μάλιστα πέφυκεν. ἀμέλει καὶ χωρὶς τοῦ γεγυμνῶσθαι τὸ ὀστοῦν, οὐδὲν αὐτῶν χρῄζομεν, ἀλλ' ἐπὶ τῶν γεγυμνωμένων, [845] ἐπειδὴ τὴν τῶν λιπαινόντων φαρμάκων χρῆσιν εὐλαβούμεθα, τοῖς ξηροῖς μόνοις χρώμεθα, φεύγοντες τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἔμμοτα, διὰ μοτῶν ἐγχριομένων προσφερόμενα. καθάπερ δὲ ἐπὶ τῆς κεφαλῆς γεγυμνωμένων τῶν ὀστῶν ἡ χρῆσις αὐτῶν ἐπιτήδειός ἐστι μάλιστα, κατὰ τοῦτο κᾀπὶ τῶν ἄλλων ἁπάντων ὀστῶν τῶν γεγυμνωμένων εἴτε βραχίων εἴτε πῆχυς εἴτε κερκὶς εἴτε μηρὸς εἴτε κνήμη τύχοι. διὸ κᾀγὼ τὰ ὑπ' Ἀσκληπιάδου γεγραμμένα ξηρὰ μέλλων ἐφεξῆς γράφειν, εὑρὼν αὐτὸν ἁπάντων πρῶτα γεγραφότα τὰ κεφαλικὰ καὶ αὐτὸς γράψω πρῶτα διὰ τὸ μὴ μόνον ἐπὶ τῶν ἐν τῇ κεφαλῇ γεγυμνωμένων ὀστῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὁμοίως πεπονθότων, ὑπάρχειν αὐτὰ χρήσιμα. δεύτερα δ' ἐπ' αὐτοῖς γράψω τὰ ἐπουλωτικὰ, τὰ μεταξὺ πάνθ' ὑπερβὰς, ὅσα τόπου πεπονθότος ἐφάπτεται. μετὰ δὲ τὰ ἐπουλωτικὰ τὰ ἐφεξῆς ἅπαντα κατὰ τὴν προειρημένην ἄρτι μοι τάξιν. ἔνια μέντοι τῶν ξηρῶν τούτων φαρμάκων διττὴν ἔχει χρῆσιν, ὡς καὶ ξηροῖς αὐτοῖς δύνασθαι χρῆσθαι καὶ μιγνυμένοις ἑτέροις τισὶν, ὡς καὶ αὐτὸς Ἀσκληπιάδης ἐπισημαίνεται.
[846] [Ξηρὰ κεφαλικά.] Ξηρὸν κεφαλικὸν ᾧ ἐχρήσατο Λεύκιος ὁ καθηγητής. ἀφίστησι λεπίδας, ἀνάγει ὀστᾶ ἐφθορότα καὶ τὰ κοῖλα σαρκοῖ. τὸ φάρμακόν ἐστιν ἀλιπές. Ϛ ἴρεως Ἰλλυρικῆς δ΄. πάνακος δ΄. ἀριστολοχίας β΄. μάννης β΄. ἄλλοι χωρὶς ἀριστολοχίας. ἅπαντα κόπτε καὶ σῆθε, χρῶ κατ' ἰδίαν καὶ μετὰ μέλιτος. τὸ διὰ τοῦ σιλφίου. τὰ τετυλωμένα ὑπεκτήκει καὶ τὰ ῥυπαρὰ ἀνακαθαίρει καὶ τὰ κοῖλα πληροῖ τῶν ἑλκῶν, τοὺς ὑπολειπομένους χιτωνίσκους ὑπεκτήκει. Ϛ ῥητίνης πιτυΐνης ξηρᾶς ιβ΄. κισσήρεως ἢ σώρεως ὀπτῆς κατεσβεσμένης οἴνῳ η΄. ἴρεως Ἰλλυρικῆς η΄. ἀριστολοχίας η΄. σιλφίου ν΄. χαλκοῦ λεπίδος β΄. λιβάνου δ΄. ξηρῷ καὶ μετὰ μέλιτος. ἐν ἄλλαις γραφαῖς σίλφιον οὐκ ἔχει. τὸ διὰ τῶν ὀρόβων Ξενοκράτους. Ϛ ὀρόβων κιῤῥῶν ἀλεύρου η΄. Ἰλλυρικῆς ι΄. μάννης ε΄. ἀριστολοχίας ε΄. λεπίδος ε΄. λείοις χρῶ καὶ μετὰ μέλιτος. ἐν ἄλλαις γραφαῖς βρυωνίας ῥίζης η΄. μάννης ιβ΄. λεπίδος ιβ΄. ἴρεως ιβ΄. ὀρόβου ι΄. ἀριστολοχίας μακρᾶς [847] ιε΄. τὸ διὰ τῆς Σεραπιάδος ἐπιγραφόμενον, ἀφίστησι λεπίδας καὶ σαρκοποιεῖ, τῶν ἄγαν ἐστὶν ἀναξηραντικῶν. Σεραπιάδος τῆς ὄρχεως η΄. ἴρεως Ἰλλυρικῆς η΄. πρασίου ξηροῦ η΄. ὀρόβου ἀλεύρου ι΄. ἀριστολοχίας ν΄. ξηρῷ καὶ μετὰ μέλιτος. Τρύφωνος κεφαλικόν. ἀφίστησι λεπίδας. Ϛ πίτυος φλοιοῦ στ΄. λεπίδος χαλκοῦ στ΄. κισσήρεως κεκαυμένης στ΄. μάννης λιβάνου, ἀριστολοχίας, ἴρεως Ἰλλυρικῆς, ῥητίνης πιτυΐνης ἀνὰ δ΄. σμύρνης, ἀλόης ἀνὰ β΄. ξηρῷ καὶ μετὰ μέλιτος. ἐν δὲ ταῖς Ἀθηναίου γραφαῖς χωρὶς πίτυος φλοιοῦ ἔστι τὸ φάρμακον. ἔχει δὲ καὶ κηκίδος τὸ ἴσον ἐν τῷ μαννίνῳ.
[Ξηρὰ ἐπουλωτική.] Περὶ πάντων ἑλκῶν προσφάτων, παλαιῶν, εὐθεραπεύτων, δυσθεραπεύτων ἔν τε τοῖς τῆς θεραπευτικῆς μεθόδου βιβλίοις εἴρηται κατὰ τὸ γ΄ καὶ δ΄ καὶ ε΄. ὑπόμνημα καὶ κατὰ ταύτην τὴν πραγματείαν ἐν τοῖς ἔμπροσθεν, ἐπιδεικνύντος μου τῶν μὲν ἄνευ περιστάσεως ἁπάσης ἑλκῶν κοίλων τὰ σαρκωτικὰ φάρμακα δυνάμεως εἶναι [848] ῥυπτικῆς ἀδήκτου. τὰ δ' ἐπουλωτικὰ ξηραντικώτερα μετὰ τοῦ στύφειν ἀδήκτως, τὰ καθαιρετικὰ τῶν ὑπερσαρκούντων θερμὰ καὶ δριμέα. καὶ μέντοι καὶ τίνα κάλλιστα νομίζω τῶν ἐπουλωτικῶν εἶναι, προείρηταί μοι διὰ τῆς θεραπευτικῆς μεθόδου, καθ' ἣν ἁπάντων παθῶν τῆς ἰάσεως αἱ μέθοδοι δελήλωνται καὶ τῶν εἰς ἕλκη διαφερουσῶν ἔμπροσθεν ἐν τῇδε τῇ νῦν προκειμένῃ. ὁ δ' Ἀσκληπιάδης ἔγραψε φάρμακα, καθάπερ καὶ ὁ Ἀνδρόμαχος ἐπουλωτικὰ, μὴ προσδιορισάμενος πότερον ἀπεριστάτων ἑλκῶν ἢ τῶν ἰδίως δυσεπουλώτων λεγομένων, ἃ διαφέρειν ἀλλήλων ἐδείχθη πλείοσι διαφοραῖς, ἴδιον ἑκάστης ἐχούσης σκοπὸν τῆς θεραπείας. ἔν τισι μέντοι προσγεγράφασιν ὅτι καὶ πρὸς κακοήθη, ἢ πάλιν, ὅτι πρὸς κονδυλώματα καὶ ῥαγάδας. ὁ δ' Ἀσκληπιάδης καίτοι μᾶλλον τοῦ Ἀνδρομάχου τοὺς ὁρισμοὺς εἰωθὼς προστιθέναι, παρέλιπεν ἐπὶ τῶν ἐπουλωτικῶν. ἀλλ' ἐξ ὧν ἐγὼ διῆλθον, ἔν τε τῇ θεραπευτικῇ πραγματείᾳ καὶ τῇ νῦν ἐνεστώσῃ δῆλον ἔσται τοῖς προσέχουσι τὸν νοῦν, ὅπως ἑκάστῳ τῶν γεγραμμένων χρηστέον. ξηρὰ ἐπουλωτική.
[849] [Ἀσκληπιάδου σποδοειδὴς ἐκ τῶν Μάγνου.] Ϛ Ἀσβέστου στ΄. μάννης λιβάνου δ΄. λεπίδος δ΄. ἄλλως. ἀσβέστου ιβ΄. λεπίδος δ΄. μάννης δ΄. ὡς δὲ Ἀρχίβιος. Ϛ λεπίδος η΄. καὶ μάννης η΄. ἢ δ΄. ἐν ἄλλαις γραφαῖς η΄. ἀσβέστου. ὡς δὲ Ἡλιόδωρος, ἀσβέστου η΄. μάννης λιβάνου η΄. λεπίδος δ΄. κιῤῥὸν ἐπουλωτικόν. Ϛ μίσυος ὀπτοῦ η΄. λεπίδος χαλκοῦ ι΄. μάννης στ΄. λείοις χρῶ.
[Μάγνου ἐπουλωτικόν.] Ϛ Διφρυγοῦς δ΄. λεπίδος δ΄. Ἰλλυρίδος β΄. μάννης δραχμὰς β΄. λείοις χρῶ. τὸ διὰ τῆς κισσήρεως. Ϛ κισσήρεως ὀπτῆς οἴνῳ κατεσβεσμένης δραχμὰς η΄. λεπίδος δ΄. μάννης δ΄. ἴρεως δραχμὰς δ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δ΄. λείοις χρῶ. ἄλλη Πτολεμαίου γνωρίμου, ποιεῖ καὶ πρὸς τὰ δυσαλθῆ. Ϛ πίτυος φλοιοῦ στ΄. καδμείας ὀπτῆς δραχμὰς η΄. λεπίδος δραχμὰς δ΄. κέρατος ἐλαφείου κεκαυμένου δ΄. μάννης δραχμὰς δ΄. λείοις χρῶ. ἐν ἄλλαις γραφαῖς ἔχει, μολύβδου κεκαυμένου καὶ πεπλυμένου [850] δραχμὰς δ΄. μολυβδαίνης η΄. ξηρὰ ἐσχαρωτική. λέλεκται καὶ περὶ τούτων ὅτι δριμείας εἰσὶ καὶ καυστικῆς δυνάμεως, ὥστε καὶ ἡ χρῆσις αὐτῶν ἐπί τε τῶν δι' ὑπερβάλλουσαν ὑγρότητα καὶ δυσκρασίαν τοῦ πεπονθότος μορίου γίνεται καὶ διὰ τὰς ἐγγιγνομένας ἐνίοις μέρεσι σηπεδόνας. ἐσχαρωτικὰ Ἀσκληπιάδου. μήλινον Λευκίου καθηγητοῦ, ἐσχαρωτικὸν καὶ τύλων ἐκκοπτικὸν, καταπασσόμενον καὶ προσθλιβόμενον ἐν πυρῆνι μύλης. ἔστι δὲ κατασταλτικὸν καὶ τῶν δυσαλθῶν ἐπουλωτικὸν, εἴ τις ἐπὶ λεπτῶν χρήσαιτο τῷ φαρμάκῳ, τῷ δὴ λεγομένῳ χνοῒ χρώμενος. Ϛ χαλκίτεως ὠμῆς η΄. καδμείας δ΄. νῆστις σιέλῳ ἀναλάμβανε ἐπὶ τοσοῦτον, ὥστε αὐτὸ μόνον νοτίσαι τὸ φάρμακον, εἶτα συνάγαγε καὶ πωμάσας ἔα μήλινον γενέσθαι, καὶ ξηράνας ἐν σκιᾷ κούφως περιφέρων τὸν τριβέα ἀναλάμβανε καθὼς προείρηται. παρ' ἄλλοις καλεῖται τὸ φάρμακον φαιόν. ἀναλαμβάνεται δὲ ὄξει δριμυτάτῳ καὶ ξηραίνεται καὶ λεαίνεται. ἐν ἄλλαις γραφαῖς, ὥσπερ Εὔνομος ὁ Ἀσκληπιάδης ἐχρήσατο, [851] ἔχει δὲ οὕτως. Ϛ χαλκίτεως ιβ΄. καδμείας στ΄. σανδαράχης στ΄. ὄξει ἀναλαμβάνεται. ἄλλο. Ϛ χαλκίτιδος ὀπτῆς, χαλκάνθης ὀπτῆς, καδμείας ὀπτῆς, ἑκάστου τὸ ἴσον καὶ νῆστις ἀναλάμβανε σιέλῳ. εὔτονον ἐπιγραφόμενον. Ϛ χαλκίτεως ὀπτῆς η΄. χαλκάνθου η΄. σανδαράχης η΄. καδμείας η΄. ξηρῷ κατάπασσε. τὸ διὰ τῶν δ΄. Ϛ χαλκίτεως ὀπτῆς δ΄. μίσυος ὀπτῆς δ΄. διφρυγοῦς δ΄. χαλκάνθης ὀπτῆς δ΄. χρῶ. ἐσχαρωτικὸν σφόδρα γενναῖον. Ϛ στυπτηρίας σχιστῆς ιστ΄. χαλκάνθου ιστ΄. κηκίδων ιστ΄. μίσυος Κυπρίου ιστ΄. σώρεως δ΄. λείοις χρῶ.
[Ἐπιτετευγμένον, ὡς Εὔνομος.] Ϛ Μίσυος ξενικοῦ ιστ΄. σώρεως ιβ΄. χαλκοῦ κεκαυμένου β΄. λίθου σχιστοῦ κεκαυμένου η΄. χαλκάνθου δ΄. σανδαράχης δ΄. στυπτηρίας σχιστῆς δ΄. λείοις χρῶ καταπάσσων καὶ προσθλίβων τῷ πυρῆνι. πρὸς νομάς. τὰ σηπεδονώδη τῶν ἑλκῶν, ὅταν ἐπινέμηται τοὺς πέριξ τόπους, ὀνομάζουσιν ἰδίως νομὰς, καὶ δῆλον ὅτι τῶν σφοδροτάτων φαρμάκων αἱ τοιαῦται [852] δέονται διαθέσεις, ἀμέλει καὶ καυστηρίοις ἐπ' αὐτῶν χρώμεθα πολλάκις. πρὸς νομὰς Ἀσκληπιάδου. Λευκίου καθηγητοῦ πρὸς νομάς. Ϛ θείου ἀπύρου β΄. ἀρσενικοῦ β΄. λεπίδος β΄. χαλκοῦ κεκαυμένου, ὥστε χρῶσαι, ξηρῷ καὶ μετὰ μέλιτος.
[Πουπλίου τοῦ καθηγητοῦ.] Ϛ Ἀρσενικοῦ δ΄. λεπίδος β΄. ἐλατηρίου α΄. χάρτου ὥστε χρῶσαι. ὡς δὲ Εὔνομος ἐχρήσατο. Ϛ ἀρσενικοῦ δ΄. λεπίδος δ΄. θείου ἀπύρου β΄. ἐλατηρίου β΄. χάρτου κεκαυμένου ὥστε χρῶσαι. ἐν ἄλλαις γραφαῖς, σανδαράχης δ΄. λεπίδος στ΄. ἀῤῥενικῆς δ΄. ἐλατηρίου β΄. χάρτου κεκαυμένου δ΄. ἐκ τῶν Ἀρείου πρὸς νομὰς, ἥτις καὶ τὰ ῥυπαρὰ ἀνακαθαίρει χωρὶς δήξεως ἀνιεμένη ῥοδίνῳ. ποιεῖ καὶ πρὸς τὰς ἐν μήτρᾳ ἀναβρώσεις. ἔδωκε Θεότροπος. Ϛ ἀρσενικοῦ δ΄. χάρτου κεκαυμένου δ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δ΄. λεπίδος χαλκοῦ δ΄. ἕκαστον τρῖβε κατ' ἰδίαν, εἶθ' ὁμοῦ μίξας χρῶ πρὸς τὰς προειρημένας διαθέσεις. ὡς [853] δὲ Πτολεμαῖος ἐχρήσατο. Ϛ μολύβδου κεκαυμένου, ἀρσενικοῦ, λεπίδος, χάρτου κεκαυμένου ἀνὰ δ΄. θείου ἀπύρου β΄. λείοις χρῶ. ὡς δὲ Ἀπελλῆς. φάρμακον ἐπιτετευγμένον διὰ χάρτου ἐπιγραφόμενον πρὸς νομάς. οὐ μόνον δὲ ἵστησιν, ἀλλὰ καὶ κωλύει ἀρχομένην. ποιεῖ δὲ καὶ δυσεντερικοῖς ἐγχυματιζόμενον διὰ ῥοδίνου. ἐπειδὰν δὲ, φησὶν, ἐγχυματιζόμενον δυσεντερικοῖς ἀναδάκνηται, ὕποπτον εἶναι τὴν νομήν. τὰ δὲ τῆς συνθέσεως ἔχει οὕτως. Ϛ χάρτου κεκαυμένου, μολύβδου κεκαυμένου καὶ χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου, ἀρσενικοῦ, λεπίδος στομώματος ἑκάστου ἴσον, θείου ἀπύρου τὸ ἥμισυ, λείοις χρῶ ἢ μετὰ μέλιτος ἢ ῥοδίνου Μοσχίωνος πρὸς νομάς. Ϛ ἐλατηρίου δραχμὰς β΄. χάρτου κεκαυμένου δραχμὰς β΄. λεπίδος χαλκοῦ δραχμὰς δύο, ἀρσενικοῦ δραχμὰς δ΄. ἰοῦ σκώληκος δραχμὴν α΄. ἁλὸς ἀμμωνιακοῦ δραχμὴν μίαν, λείοις χρῶ μετὰ ῥοδίνου.
[Εὐῶδες Λευκίου καθηγητοῦ.] Ϛ Λεπίδος δ΄. κηκίδος δραχμὰς δ΄. σανδαράχης β΄. ἀρσενικοῦ δραχμὰς β΄. σμύρνης δραχμὴν α΄. χαλκάνθου δραχμὴν α΄. λιβάνου [854] β΄. ἐλατηρίου α΄. χάρτου κεκαυμένου ὥστε χρῶσαι. ὡς δὲ ἡμεῖς. Ϛ λεπίδος η΄. κηκίδος η΄. σμύρνης η΄. σανδαράχης δ΄. ἀρσενικοῦ δ΄. ἐλατηρίου δ΄. λιβάνου γ΄. χαλκάνθου γ΄. χάρτου ὥστε χρῶσαι. ὡς δὲ Πρασίων. Ϛ ἀρσενικοῦ β΄. λεπίδος β΄. χαλκάνθου δραχμὴν α΄. σανδαράχης β΄. σμύρνης δραχμὴν α΄. λιβάνου α΄. κηκίδων δραχμὴν α΄. χάρτου δ΄. λείοις καὶ μετὰ ῥοδίνου. Ἡρακλείδης δὲ ταύτην εἶχε τὴν γραφήν. Ϛ κηκίδων στ΄. ἀρσενικοῦ δ΄. σανδαράχης δ΄. λεπίδος δ΄. λιβάνου γ΄. χαλκάνθου γ΄. σμύρνης μιναίας β΄. χάρτου η΄. ὡς δὲ Κλεόβουλος. Ϛ λεπίδος β΄. σανδαράχης β΄. ἀρσενικοῦ β΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχμὴν α΄. χαλκάνθου δραχμὴν α΄. κηκίδος α΄. χάρτου ὥστε χρῶσαι.
[Πρὸς ἄνθρακας.] Ὁ ἄνθραξ ἕλκος ἐστὶν, ἐσχάραν ταχὺ ποιοῦν, μετὰ φλεγμονῆς ἰσχυρᾶς τοῦ πέριξ μορίου παντὸς, ὥστε καὶ πυρετοὺς ἐπιφέρεσθαι σφοδροὺς [855] καὶ κινδύνους ἐσχάτους, ὥστε χρὴ κατ' αὐτῆς μὲν τῆς ἐσχάρας ἰσχυρὸν τιθέναι φάρμακον, καὶ τούτων γε ὁποῖα πρὸς νομὰς ἁρμόζειν εἴρηται, τὰ δὲ πέριξ καταπλάσσειν καταπλάσμασιν ὁμαλὴν ἔχουσι δύναμιν, ὡς ἀποκρούεσθαί τε καὶ μετρίως ἐμψύχειν καὶ διαφορεῖν. ἀλλὰ περὶ μὲν τῶν καταπλασμάτων ἐν τῇ περὶ τούτων πραγματείᾳ λέλεκται· νυνὶ δὲ τῶν ὑπ' Ἀσκληπιάδου γεγραμμένων μνημονεύσομεν. πρὸς ἄνθρακας τὰ ὑπ' Ἀσκληπιάδου. ἡ τοῦ Μασσαλιώτου. ταύτην ἐξέθηκε τῇ πόλει πρὸς τὴν δύναμιν, διὰ τὸ τοὺς ἄνθρακας ἐπιπολάζειν καὶ πολλοὺς ἀφαιρεῖσθαι. Ϛ χρυσοκόλλης δ΄. νίτρου ὀπτῆς δ΄. λίθου Ἀσίου δ΄. ἀρσενικοῦ δ΄. σανδαράχης δ΄. μίσυος ὀπτοῦ δ΄. χαλκίτεως δ΄. στυπτηρίας σχιστῆς δ΄. διφρυγοῦς δ΄. τρίψαντες καθ' ἓν καὶ ὁμοῦ ἀποτιθέμεθα εἰς ἀγγεῖον χαλκοῦν Κύπριον. ἐπὶ δὲ τῆς χρήσεως ἐπιτίθεμεν προσθλίβοντες τῷ πλάτει τῆς μήλης, ἕως μελανθῇ ὁ ἄνθραξ, εἶτ' ἐπιτίθεμεν ἐπάνω τὴν ὑπογεγραμμένην χλωράν. ἔστι δὲ αὕτη. Ϛ λιβάνου α΄. ἰοῦ ξυστοῦ δραχμὴν α΄. λεπίδος χαλκοῦ δραχμὴν [856] μίαν, στυπτηρίας σχιστῆς ὀβολοὺς τέσσαρας, ἁλὸς ἀμμωνιακοῦ ὀβολοὺς τέσσαρας, κηροῦ δραχμὰς ζ΄. ὀβολοὺς τρεῖς, ῥητίνης πιτυΐνης ξηρᾶς δραχμὰς ιε΄. ἐλαίου παλαιοῦ κοτύλην α΄. τὰ ξηρὰ τρῖβε ἐν ἡλίῳ μετὰ ὄξους. τὰ δὲ τηκτὰ τῆκε καὶ κατέρα καὶ ἀνακόψας ἀνελόμενος χρῶ. παρὰ Δημοσθένει τῷ Μασσαλιώτῃ τῷ τε φάρμακον συντιθέντι ἐλαίου ἔχει κοτύλας δύο. [Ἀπίωνος πρὸς ἄνθρακας.] Ϛ Νίτρου ἐρυθροῦ, ἀρσενικοῦ, σανδαράχης, χαλκίτεως, χαλκάνθου, διφρυγοῦς, ἑκάστου τὸ ἴσον, ὄξει λειοτριβῶν καὶ ξηράνας καὶ πάλιν τρίψας χρῶ. Ἀπολλωνίου ὀργανικοῦ. Ϛ χρυσοκόλλης δραχμὴν μίαν, στυπτηρίας σχιστῆς δραχμὴν α΄. καὶ στρογγύλης δραχμὴν μίαν, σανδαράχης δραχμὴν μίαν, ὤχρας δραχμὴν α΄. μίσυος ὠμοῦ δραχμὴν α΄. χαλκάνθου δραχμὴν α΄. λείοις χρῶ. ἡ ἀνθίζουσα Μάγνου πρὸς σηπεδόνας, νομὰς, ἄνθρακας, πτερύγια, ὦτα πυοῤῥοοῦντα, ποιεῖ καὶ πρὸς τὰς ἐν τῷ στόματι νομάς. Ϛ στυπτηρίας σχιστῆς η΄. χαλκίτεως στ΄. σανδαράχης γ΄. σιδίων ῥοᾶς ξηρῶν β΄. χαλκάνθου α΄. [857] μίσυος β΄. νίτρου β΄. ὀμφακίνου ξηροῦ β΄. χρῶ ξηρῷ καὶ μετὰ μέλιτος. ἄλλο Διοδώρου. Ϛ κηκίδος ὀμφακίνης δ΄. μίσυος β΄. χαλκίτεως β΄. ἀρσενικοῦ β΄. σανδαράχης β΄. στυπτηρίας σχιστῆς, χαλκάνθου, λίθου Ἀσίου, διφρυγοῦς, νίτρου ἐρυθροῦ ἀνὰ α΄. λείοις κατάπασσε παραπτόμενος πυρῆνι μήλῃ. ἴσχαιμος Ἀσκληπιάδου. Λευκίου καθηγητοῦ φάρμακον ἐπιτετευγμένον. Ϛ χαλκίτεως ιστ΄. μάννης ιβ΄. τερμινθίνης ὄξει πεφυρμένης, ξηροῖς κατάπασσε τοὺς αἱμοῤῥαγοῦντας τόπους. ἐν ἄλλαις δύο εὑρήκαμεν γραφαῖς μᾶλλον. Ϛ χαλκίτεως η΄. μάννης ιστ΄. τερμινθίνης πεφρυγμένης ιστ΄. ὡς δὲ Διοσκορίδης ὁ Ταρσεὺς ἔδωκεν Ἀρείῳ τῷ Ἀσκληπιαδείῳ θαυμαστῶς κατέχον τὰς αἱμοῤῥαγίας. Ϛ χαλκίτεως η΄. μάννης ιστ΄. ῥητίνης ξηρᾶς η΄. γύψου η΄. τὰ μὲν ἄλλα κόπτεται καὶ σήθεται καὶ μίγνυται καὶ ἀποτίθεται εἰς χαλκῆν πυξίδα. ἐπὶ δὲ τῆς χρήσεως ἴσον τοῦ φαρμάκου τῇ γύψῳ μίγνυται. ἐκ τῶν Ἡρακλείδου πρὸς αἱμοῤῥοΐδας. τούτῳ ἐχρήσατο πρὸς [858] τὰς τῶν μυκτήρων αἱμοῤῥαγίας, ἔριον καταβάπτων καὶ συστρέφων ὥσπερ ἐλλύχνιον. Ϛ σιδίων ὀξείας ῥοιᾶς οὐγγίας γ΄. στυπτηρίας Αἰγυπτίας οὐγγίας δ΄. χαλκίτεως γο α΄. λείοις χρῶ. ἐπὶ δὲ τῶν μυκτήρων ἔριον πληρώσας τοῦ φαρμάκου ἐντίθει. ὁ λεγόμενος Ἡρακλῆς πρὸς αἱμοῤῥαγίας. τούτῳ ἀντὶ καυτηρίου ἐχρήσατο, ἔστι δὲ ἐσχαρωτικόν. ποιεῖ καὶ πρὸς πτερύγια, καταστέλλει πᾶσαν ἐξοχὴν, ὀστᾶ ἀνάγει, ἀφίστησι λεπίδας. Ϛ σώρεως δ΄. χαλκάνθου δ΄. χαλκίτεως κεκαυμένης δ΄. ῥοὸς βυρσοδεψικοῦ δ΄. λείοις χρῶ. ἴσχαιμον ἐπιτετευγμένον. Ϛ μίσυος ξενικοῦ στ΄. χαλκάνθου στ΄. πίτυος φλοιοῦ δ΄. χαλκίτεως δ΄. μάννης δ΄. ἄλλοι κ΄. γυψοῦ δ΄. λείοις χρῶ. ἄλλο. Ϛ λιβάνου γο α΄. μίσυος ξενικοῦ δ΄. κηκίδων ὀμφακίνων δ΄. χαλκίτεως δ΄. φελλῶν κεκαυμένων η΄. ῥοῦς βυρσοδεψικῆς δ΄. λείοις χρῶ.
[859] Τὰς πολυχρήστους ὀνομαζομένας ἐμπλάστρους, ἐπειδὴ πολλαῖς διαθέσεσιν ἁρμόττουσι, διελόμενος, ἐν μὲν τῷ πρὸ τούτου γράμματι τὰς δυναμένας ἅμα τοῖς ἄλλοις οἷς ἐπαγγέλλονται καὶ τὰ δυσθεράπευτα τῶν ἑλκῶν ἰᾶσθαι, συνήθροισα. νυνὶ δ' ἐφ' ἕτερον γένος τῶν πολυχρήστων ἐμπλάστρων μεταβήσομαι πρὸς ἄλλα τε πολλὰ ποιούσης ἑκάστης καὶ μέντοι καὶ πρὸς τὰ σηπόμενα τῶν μορίων, [860] ἑτέρας ὄντα διαθέσεως, ταῦτα τῶν ἰδίως δυσθεραπεύτων ὀνομαζομένων ἑλκῶν. ἐπὶ μὲν γὰρ τούτων ἡ σηπεδὼν ἐπινέμεται καὶ διὰ τοῦτο καλοῦσι τὰς διαθέσεις ταύτας οἱ πολλοὶ τῶν ἰατρῶν νομὰς, ἐπ' ἐκείνων δὲ περιγέγραπται καθ' ἓν χωρίον ἄνευ σηπεδόνος, ὥστε καὶ τὰς φαγεδαίνας ὀνομαζομένας ἀνεσθίειν μὲν τὰ συνεχῆ, χωρὶς μέντοι τοῦ σήπειν αὐτὰ καὶ πυρετοὺς ἐπιφέρειν, ὅπερ εἴωθεν ἀκολουθεῖν τοῖς μετὰ σηπεδόνος νομώδεσι. κεφάλαιον δὲ τῆς ἰάσεως ἦν, ἐπὶ μὲν τοῦ προειρημένου γένους τῶν δυσθεραπεύτων ἑλκῶν, ἃ καὶ χειρώνεια καλοῦσιν, εὑρεῖν φάρμακα, καθόσον οἷόν τε μὴ δάκνοντα μὲν, ἰσχυρῶς δὲ ξηραίνοντα. ταυτὶ δὲ τὰ νῦν γραφησόμενα δακνώδη πάντ' ἐστὶν, εἴ τις αὐτοῖς ἀκράτοις ἄνευ τοῦ μιχθῆναι κηρωτῇ χρῷτο. μιγνύμενα δὲ κηρωτῇ καθῇραι μὲν ἕλκος ῥυπαρὸν καὶ σαρκῶσαι δύναται καί τινα καὶ διαφορῆσαι σκληρότητα καὶ τάσιν, οὐ μὴν τὰ δυσθεράπευτά γε ἰᾶσθαι. δηλοῖ δ' αὐτῶν τὴν δύναμιν τὰ πάθη πρὸς ἃ πεπίστευται παραλαμβάνεσθαι καλῶς· ὃ καὶ κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον καὶ νῦν ἐρῶ, μεμνῆσθαι [861] χρὴ τῶν γεγραμμένων ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ, κατὰ μὲν τὰ πρῶτα βιβλία τὴν μέθοδον εἰπόντος μου, καθ' ἣν εὑρίσκονται τῶν φαρμάκων αἱ δυνάμεις, μετὰ τοῦ καὶ γυμνάσασθαι κατ' αὐτὴν ἐπὶ παραδειγμάτων πλειόνων, ἐν δὲ τοῖς ἑξῆς ἑκάστου κατ' ὄνομα μνημονεύσαντος. ὁ γὰρ ἐκείνων μεμνημένος εὐκόλως παρακολουθήσει τῷ λογισμῷ τῶν συνθέντων ταυτὶ τὰ φάρμακα τὰ νῦν ἡμῖν προκείμενα καὶ δηλονότι καὶ αὐτὸς ἕτερα συνθήσει, καθ' ὃν ἂν χρόνον ἀπορῇ τῶν ἤδη προπεπειραμένων. πολλὰ γὰρ τοιαῦτα συμβαίνει πολλοῖς ἐν ἀποδημίαις, ταῖς τε ἄλλαις καὶ μάλιστα ταῖς κατὰ πλοῦν, ὅπου γε καὶ κατὰ χώραν μενόντων ἀπώλετό τινων ἡ παρασκευὴ τῶν φαρμάκων, ἐξ ὧν ἐθεράπευον τοὺς δεομένους, ὥσθ' ὑπὸ λύπης αὐτοὺς συντακέντας ἀποθανεῖν. ἄριστον μὲν οὖν ἤδη τοῖς πεῖραν δεδωκόσι φαρμάκοις χρῆσθαι κατὰ τὴν εἰρημένην μέθοδον. εἰ δ', ὡς ἔφην, ἀπορήσαιμέν ποτε τούτων, ἕξιν ἔχειν αὐτοὺς τοιαύτην, ὡς δύνασθαι συντιθέναι παραπλήσια τοῖς ἤδη δεδωκόσιν ἱκανὴν πεῖραν, ὥσπερ πολλάκις κᾀμὲ ὁρᾶτε πράττοντα [862] κατά γε τὰς ἀποδημίας καὶ ἄλλως. ἔνια γοῦν τῶν αὐτοσχεδιασθέντων ἐν τοιαύταις περιστάσεσι βασανισθέντα τῇ πείρᾳ τῶν ἐνδοξοτάτων οὐδὲν ἐφάνη χείρω. τὴν μὲν γὰρ πρώτην αὐτῶν σύνθεσιν ἐκ στοχασμοῦ τεχνικοῦ ποιούμεθα, μετὰ ταῦτα δὲ ἀπὸ τῆς πείρας, ἐνίων μὲν φανέντων δοκιμωτάτων, ἐνίων δ' ἀπολειπομένων τοῦ σκοποῦ, δευτέρα πάλιν ἐπανόρθωσις γίνεται. καὶ τρίτη δ' ἐνίοτε πρὸς τὸ τέλειον ἄγουσα τῆς ἐπαγγελίας αὐτά. χωρὶς δὲ τῆς εἰρημένης μεθόδου κατά τε τὰ πρόσθεν ὑπομνήματα καὶ κατὰ τῆς θεραπευτικῆς πραγματείας, χρήσασθαί τε τοῖς ἔμπροσθεν εἰρημένοις ὀρθῶς ἀδύνατον, αὐτόν τε συνθεῖναι παραπλησίως ἐκείνοις ἔτι γε ἀδυνατώτερον. ἤδη τοίνυν ἄρξομαι τῶν τοιούτων ἐμπλάστρων. τὴν διὰ βοτανῶν γεγράφασιν ἅπαντες σχεδὸν οἱ τὰς ἐνδόξους ἐμπλάστρους ἀθροίσαντες ἐν γραφαῖς βίβλου μιᾶς ἢ πλειόνων, οὐ πολὺ διαφερόμενοι τῇ συμμετρίᾳ τῶν μιγνυμένων φαρμάκων ἁπλῶν. ἄρξομαι δὴ κᾀνταῦθα τῶν τῷ Κρίτωνι γεγραμμένων, πρῶτον μνημονεύων ἃς Κρίτων ἔγραψεν ἐμπλάστρους ἐν τῷ δ΄. περὶ τῶν ἁπλῶν φαρμάκων αὐτῇ λέξει.
[863] [Ἡ διὰ βοτανῶν Κρίτωνος.] Ἡ διὰ βοτανῶν, ᾗ χρῶμαι, ποιεῖ πρὸς καρκινώματα, σηπεδόνας· χοιράδας εἰς διαπύησιν ἄγουσα καὶ ἐξιποῦσα λέπρας ἀφίστησι καὶ δοθιῆνας διαλύει, ποδαγρικοῖς ἁρμόζει, πώρους διαλύει, ἡ αὐτὴ κεφαλικὴ ἄνευ ἀνατρήσεως λεπίδας ἀφίστησιν, ἀνάγει ὀστᾶ, ἐπιξύει δὲ τὰ ὀστᾶ ἐπὶ ποσὸν, ἡ αὐτὴ πρὸς τὰ νεότρωτα πρὸς νομὰς ἔμμοτος ἀνακαθαίρει, πληροῖ σὺν ῥοδίνῃ κηρωτῇ ἑνὸς μέρους πρὸς δύο κηρωτῆς μέρη, ἐνίοτε δὲ γ΄ ἢ δ΄. μιγνυμένου. σὺν δὲ μυρσίνῃ κηρωτῇ δυσὶ μέρεσιν ἣ τρισὶν ἐπουλοῖ. Ϛ βοτανῶν ἐξ ἀνύδρων τόπων παραθαλασσίων, ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης νστ΄. μήκωνος κερατίτιδος νστ΄. πρασίου νστ΄. ὑοσκυάμου φύλλων ἁπαλῶν νστ΄. ταύτας εἰς ὅλμον βαλὼν, κόπτε ἕως θλασθῇ καὶ διαλυθῇ, μόνον μὴ τὸν χυλὸν αὐτῶν δαπανήσῃς, ἔπειτα βαλὼν εἰς θυείαν τρῖβε. ἐν ἄλλῃ δὲ θυείᾳ ἔχε λεπίδος ἐρυθροῦ χαλκοῦ κε΄. μάννης η΄. ῥητίνης πιτυΐνης ξηρᾶς ιστ΄. ἀλόης ιστ΄. σχιστῆς δ΄. [864] στρογγύλης δ΄. ταῦτα λέαινε ἐν ἡλίῳ ὥστε γλοιοῦ πάχος ἔχειν σὺν ὄξει, ἔπειτα μίξας τὰς βοτάνας τρῖβε μέχρις ὅταν καλῶς ἑνωθῇ, εἶτα κηρωτὴν ποίησον ἐκ Χίου κηροῦ ρ΄. οἱ δὲ μνᾶν α΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ζέσας μίσγε. Ἥρας οὕτως. τινὲς δὲ τὰς δύο ἀναγαλλίδας βάλλουσι, τινὲς δὲ καὶ χρυσοκόλλης καὶ γῆς Ἐρετριάδος καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ ἀρσενικοῦ, σχιστοῦ ἀνὰ δ΄. ἃ δὲ περὶ τῆς ἐμπλάστρου ταύτης Ἀσκληπιάδης γέγραφε καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ δεδήλωται, παραπλήσιά πως ὄντα τούτοις, διὸ καὶ περιττὸν ἔδοξέ μοι γράφειν αὖθις αὐτὰ, μέλλοντί γε τὸν κοινὸν λόγον ὑπὲρ αὐτῶν διέρχεσθαι νῦν. ὁ γάρ τοι πρῶτος συνθεὶς τὸ φάρμακον τοῦτο, βοτάναις ἐχρήσατο δριμείαις εἰς τὸ διαφορῆσαι σφοδρῶς τοὺς ἐν τοῖς πεπονθόσι μέρεσι μοχθηροὺς χυμοὺς, διὰ τοῦτο γοῦν καὶ ἐξ ἀνύδρων καὶ παραθαλασσίων τόπων εἶναι κελεύει, ἐναντίας δ' αὐταῖς ἄλλας ψυχρᾶς δυνάμεως, ἕνεκα τοῦ παρηγορῆσαι τὸ σφοδρὸν τῶν δριμέων, οἷαί πέρ εἰσιν ὅ τε ὑοσκύαμος καὶ ἡ μήκων. ἔχουσι γάρ τι καὶ πραϋντικὸν ὀδυνῶν, ναρκώδη ψύξιν ἐντιθεῖσαι [865] τοῖς πλησιάζουσι. νάρκη δὲ μετρίη ὀδύνης λυτικὴ, φησὶν Ἱπποκράτης. προσέθηκε δὲ καὶ τῶν μεταλλικῶν τήν τε λεπίδα τοῦ χαλκοῦ καὶ τὴν σχιστὴν στυπτηρίαν, ὑπὲρ ὧν ἔμπροσθεν εἶπον, ὅπερ ἑκάτερον τῶν φαρμάκων ἁρμόττει κακοήθεσιν ἕλκεσιν. ἀλόην δ' ἐκ τῶν στυφόντων καὶ ξηραινόντων ἀδήκτως φαρμάκων ἔμιξε καὶ τὴν μάνναν τῶν πεσσόντων τε καὶ παρηγορούντων καὶ διαπυϊσκόντων. τὴν δὲ πιτυΐνην ὡς ὕλην εἰς ἐμπλάστρου γένεσιν, ὥσπερ γε καὶ τὸν κηρὸν καὶ τὸ ἔλαιον, ἅμα δὲ καὶ τούτῳ συμβαίνει πραΰνεσθαι δι' αὐτῶν τὸ σφοδρὸν τῶν δριμέων φαρμάκων. ἥ γε μὴν πιτυΐνη ῥητίνη καὶ τὸ ξηραίνειν ἔχει καὶ ὅσῳ περ ἂν ξηροτέρα τοσούτῳ μᾶλλον οἵαν περ ἀξιοῖ βάλλειν. ἐνίους δέ φησι μεμιχέναι τῷ φαρμάκῳ καὶ χρυσοκόλλης καὶ γῆς Ἐρετριάδος, ἀμφοτέρων τὰ δυσθεράπευτα τῶν ἑλκῶν ἰωμένων. ἔμπαλιν δὲ τούτοις ἅλες ἀμμωνιακοὶ καὶ τὸ καλούμενον ἀρσενικὸν ἐρεθίζειν ἕλκη πέφυκεν ὑπὸ δριμύτητος, ἀλλὰ καὶ τοῖς σηπεδονώδεσιν ἁρμόττει. καὶ διὰ τοῦτο πρὸς μὲν τὰ χειρώνεια τῶν ἑλκῶν οὐ πάνυ τι χρήσιμόν ἐστι τὸ προκείμενον [866] ἐν τῷ λόγῳ φάρμακον. ἐφ' ὧν δὲ σηπεδών τις ὑπάρχει, παῦσαι ταύτην ἐπιτήδειόν ἐστι, διαφοροῦν τοὺς ἐργαζομένους αὐτὴν ἰσχῶρας. ἡ δ' αὐτὴ δύναμις τοῦ φαρμάκου καὶ τὰς χοιράδας ἰᾶται. ἐπεὶ δὲ ῥυπτικά τινα τῶν ἐμβεβλημένων ἐστὶν ἐν αὐτῷ, διὰ τοῦτο καὶ λέπρας καθαίρει. σκοπὸς μὲν γὰρ ἐπὶ τοῦ παθήματος τούτου τὸ οἷον ἀπολεπίσαι τὸ κατεσκληρυσμένον τοῦ δέρματος. ἐργάζεται δὲ τοῦτο τὰ ὑπερξηραίνοντα μετὰ τοῦ ῥύπτειν. εἰ μὲν γὰρ εἰς τὸ κατὰ φύσιν ἐπανελθεῖν ἠδύνατο τοῦ δέρματος ἡ διάθεσις, οὐκ ἄν τις τὸ κατεξηρασμένον ὑπερεξήραινεν. ἐπεὶ δὲ οὐχ οἷόν τέ ἐστι τὸ ἤδη λεπρῶδες ἰαθῆναι, δεύτερος ἂν εἴη σκοπὸς, ὅσπερ ἐπὶ πάντων τῶν ἀνιάτων ἐστὶ κοινὸς, ἐκκόψαι τοῦ σώματος τὸ ἀνίατον. ἐκκόπτεται δὲ ποτὲ μὲν σιδήρῳ, ποτὲ δὲ πυρὶ, ποτὲ δὲ φαρμάκῳ ἤτοι καυστικοῖς ἢ διαφορητικοῖς τε ἅμα καὶ ῥυπτικοῖς, ὁποῖόν ἐστι τὸ προκείμενον νῦν. ὥσπερ οὖν οὗτος ὁ λόγος κοινός ἐστιν ἐπὶ πάσης λέπρας, οὕτως καὶ ὁ περὶ τῆς σαρκώσεως. ἐπεὶ γὰρ, ὡς ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου δέδεικται, τὰ σαρκωτικὰ καλούμενα φάρμακα δυνάμεώς ἐστιν ἀδήκτου [867] ῥυπτικῆς. ὅσα δὲ τῆς ὕλης ταύτης ἐστὶν, εἰς τουτὶ τὸ νῦν ἡμῖν προκείμενον ἐν τῷ λόγῳ φάρμακον, ἔχει μὲν τὸ ῥυπτικὸν, οὐκ ἔχει δὲ τὸ ἄδηκτον· διὰ τοῦτο μίγνυμεν αὐτοῖς ὑγρὰν κηρωτὴν ἐκ κηροῦ καὶ ῥητίνης συγκειμένην τετηκότων ἐν ἐλαίῳ. ὁ μὲν γὰρ κηρὸς καὶ τὸ ἔλαιον ὥσπερ ἀμβλυτικὰ δριμυτήτων ἐστὶν, οὕτως ἐμπλαστικὰ καὶ διὰ τοῦτο ῥύπου γεννητικά. ἡ ῥητίνη δὲ τὸ ἄδηκτον ἔχουσα τὸ ἐμπλαστικὸν οὐκ ἔχει, ῥυπτικῆς οὖσα δυνάμεως ἕλκεσι μὲν ἤδη δακνώδους, τοῖς δὲ ἀνελκώτοις ἀδήκτου. τὴν δ' ἐν τῇ μίξει συμμετρίαν στοχαστικῶς μὲν πρὸ τῆς πείρας, ἐπιστημονικῶς δὲ μετὰ τὴν πεῖραν εὑρήσομεν ἅμα τῷ γινώσκειν, ὅτι τὸ μὲν καθαρὸν ἕλκος ἀκριβῶς ἀδήκτου δεῖται δυνάμεως τοῦ ῥυπτικοῦ, τὸ δὲ ῥυπαρὸν ἰσχυροτέρου. τούτου γὰρ ὁ ῥύπος ἐστὶ πρόβλημα, τὸ καθαρὸν δὲ γυμνὸν ὁμιλεῖ τῷ ψαύοντι. καὶ μέντοι καὶ τῶν σωμάτων αὐτῶν τὰ μὲν αἰσθητικωτέραν ἔχει τὴν οὐσίαν τὰ δὲ δυσαισθητικωτέραν, καὶ τὰ μὲν μαλακωτέραν, τὰ δὲ σκληροτέραν. διὰ τοῦτο οὖν καὶ ὁ Κρίτων ἐπὶ τοῦ προκειμένου φαρμάκου πρὸς ἓν μέρος [868] αὐτοῦ ποτὲ μὲν δύο μέρη τῆς κηρωτῆς, ἐνίοτε δὲ τρία ἢ τέτταρα κελεύει μιγνύειν, οὐ μὴν διωρίσατο πότε μὲν τὰ δύο μέρη, πότε δὲ τὰ πλείω χρὴ μιγνύειν, ὡς τοῦ χρησομένου τῷ φαρμάκῳ τριβήν τινα ἔχοντος ἤδη κατὰ τὴν τέχνην καὶ λογίσασθαι δυναμένου τὰ λεγόμενα νῦν ὑπ' ἐμοῦ. διὰ ῥοδίνου μέντοι ἐσκευάσθαι τὴν κηρωτὴν βέλτιον, οὐ μὴν πολλή γε ἡ ὑπεροχὴ κατὰ τὰ τοιαῦτα τῶν ἑλκῶν ἐστιν, εἰ καὶ δι' ἐλαίου τακείη. τὸ γάρ τοι ῥόδινον ἐπὶ τῶν ἐχόντων τι φλεγμονῶδες, ἄμεινον ἐλαίου. τὰ σαρκωθησόμενα δὲ πάντως ἐστὶν ἀφλέγμαντα. καλῶς δὲ προσεγράψατο ὁ Κρίτων ἐπὶ τῶν ἐπουλώσεως δεομένων ἑλκῶν διὰ μυρσίνου χρῆναι τὴν κηρωτὴν ἐσκευάσθαι, στύψεως γάρ ἐστιν ἐκείνοις χρεία. ταῦτ' ἀρκεῖ κατά γε τὸ παρὸν εἰρῆσθαι περί τε τῶν σαρκωτικῶν καὶ τῶν ἐπουλωτικῶν φαρμάκων. ἡ μὲν γὰρ τῆς χρήσεώς τε καὶ συνθέσεως αὐτῶν μέθοδος ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν εἴρηται· ἡ δὲ ἐπὶ τῶν κατὰ μέρος ὑλῶν γυμνασία τῆς νῦν οὖσα πραγματείας κατὰ τὸ μετὰ τοῦτο βιβλίον εἰρήσεται.
[869] [Ἔμπλαστρος διὰ σκίλλης.] Ἄλλην ἐφεξῆς τῇδε τῆς αὐτῆς κατὰ γένος δυνάμεως ἔγραψεν ὁ Κρίτων ἔμπλαστρον αὐτοῖς ὀνόμασιν ὧδε. Ϛ χαλκίτεως, ἀριστολοχίας στρογγύλης ἀνὰ λ΄. οἱ δὲ ιε΄. ἴρεως λ΄. οἱ δὲ ιε΄. πιτυΐνης ξηρᾶς λ΄. οἱ δὲ ιε΄. ἀμμωνιακοῦ ιε΄. σμύρνης ιε΄. στύρακος ιε΄. λεπίδος ἐρυθροῦ χαλκοῦ ιε΄. σκίλλης ὀπτῆς ρη΄. ὄξος δριμύτατον τρῖβε ἐπὶ ἡμέρας μ΄. τοῖς ὑπὸ κύνα καύμασι. τὴν δὲ λεπίδα πρῶτον καὶ τὸν στύρακα κατ' ὀλίγον ἐξ ἑκατέρου αὐτῶν, εἶτα ἀμμωνιακὸν καὶ χαλκὸν καὶ τὴν σκίλλαν ἐπιβαλὼν, ἵνα κατεργασθῇ, εἶτα τὴν ῥητίνην κατ' ὀλίγον, μετὰ ταῦτα τὴν σμύρναν, εἶθ' ὅταν ταῦτα λεῖα ᾖ, τὰ λοιπὰ ξηρά. ἐκπληρωθεισῶν δὲ τῶν ἡμερῶν, κηρωτὴν ποίει τοιαύτην. κηροῦ λίτρας ε΄. οἱ δὲ σμ΄. τερμινθίνης λίτραν α΄. οἱ δὲ λ΄. ἐλαίου ξέστας β΄ Ϛ΄΄. οἱ δὲ κοτύλας στ΄ χαλβάνης λ΄. πίσσης ὑγρᾶς λ΄. ἐσχάτην ἀποδίδου τὴν χαλβάνην, εἶτα ψύξας ἀναλάμβανε ἐπιμελῶς. αὕτη μὲν ἡ σύνθεσις τοῦ φαρμάκου. περὶ δὲ τῆς χρήσεως αὐτοῦ τάδε [870] γράφει κατὰ λέξιν ὁ Κρίτων. ἐν τῇ χρήσει ἀκράτῳ μὲν χρῶ τῷ φαρμάκῳ, ἐπὶ καταγμάτων ἐν κεφαλῇ καὶ συρίγγων καὶ νομῶν καὶ ὑπερσαρκωμάτων καὶ πρὸς ἀνευρυσμὸν στομίων καὶ πρὸς ὑποφοράν. ἀνιεμένην δὲ θέλων αὐτὴν ποιῆσαι, ἵνα γένηται σαρκωτική τε καὶ ἐπουλωτικὴ, μέρει ἑνὶ τοῦ φαρμάκου ιβ΄. μέρη πρόσβαλε κηρωτῆς ῥοδίνης. ἐπὶ δὲ τῶν πυρικαύτων ἑνὶ μέρει η΄. πρόσβαλε. ταῦτα δὲ περὶ τῆς χρήσεως τοῦ φαρμάκου καλῶς ἔγραψεν ὁ Κρίτων, ὡς δριμεῖ μὲν αὐτῷ καὶ ἀναστομωτικῷ καὶ διαφορητικῷ καὶ διὰ τοῦτο καὶ ξηραντικῷ χρησάμενος ἐπὶ συρίγγων καὶ ὑπερσαρκωμάτων καὶ ἐπὶ σηπεδόνων, τουτέστι νομῶν, καὶ πρὸς ἀνευρυσμὸν στομίων, ὥσπερ ἐστὶν ἐπὶ κόλπων τῶν στενοστόμων. ἐπὶ δὲ τῶν ἐν κεφαλῇ καταγμάτων, ὅταν χωρὶς ἀνατρήσεως ἐπιχειρῶμεν αὐτὰ θεραπεύειν, ἔστι δὲ τὰ τοιαῦτα μὴ διασχόντα μέχρι μηνίγγων. ἕνεκα δὲ τοῦ σαρκῶσαι μιγνὺς τῆς ῥοδίνης κηρωτῆς μέρη ιδ΄. μέχρι συνουλώσεως. ἄμεινον δὲ εἰπεῖν μέχρι πληρώσεως τῆς ἐν τοῖς ἕλκεσι κοιλότητος. ἐξ ἀνάγκης γὰρ τὰ νομώδη τῶν ἑλκῶν, ὅπερ ἔφην εἶναι ταὐτὸν ἐν τῷ σηπεδονώδει, θεραπευόμενα πρὸς τῶν ἰσχυρῶν [871] φαρμάκων ἐστὶν, ὁποῖον καὶ τὸ προκείμενον, πρῶτον μὲν ἀποῤῥύπτει τὰ σηπόμενα μόρια καὶ κατὰ τοῦτο γίνεται κοῖλα. μετὰ δὲ τὸ παύσασθαι τὴν σηπεδόνα καθάρσεώς τε καὶ πληρώσεως δεῖται, κᾀπειδὰν πληρωθῇ, τηνικαῦτα καὶ τῶν ἐπουλούντων. αὐτὸ δὲ τὸ φάρμακον, ὅταν μήπω κηρωτῇ μιχθῇ, δριμὺ τυγχάνον, οὐ μόνον ἀδύνατόν ἐστι σαρκοῦν, ἀλλὰ καὶ καθαίρει τὰ ὑπερσαρκοῦντα, καθάπερ αὐτὸς ὁ Κρίτων ἔφη. καὶ τούτου γε μάλιστα μεμνῆσθαι προσήκει λελεγμένου καὶ κατὰ τὴν πρὸ ταύτης ἔμπλαστρον, ἣν διὰ τῶν βοτανῶν ὠνόμασεν, ὅτι πάντα τὰ ἐκ τῶν θερμαινόντων καὶ τῶν ῥυπτικῶν συγκείμενα, κᾂν ἰσχυρῶς ᾖ δριμέα, κηρωτῇ μιγνύμενα σαρκωτικὰ γίνεται. τινὲς δὲ ἀπογινώσκουσιν αὐτῶν, ὅταν ἤτοι διπλασία τὴν κηρωτὴν μίξαντες ὁρῶσιν ἔτι δάκνουσαν οὕτως, ὡς μὴ δύνασθαι σαρκοῦν, ὥσπερ ἐπὶ ταύτης ἔχει τῆς ἐμπλάστρου. πολὺ γὰρ οὖσα δριμυτέρα τε καὶ δακνωδεστέρα τῆς διὰ βοτανῶν ἄχρηστος εἰς τὰς σαρκώσεις ἐστὶ, κᾂν τετραπλάσιον μιχθῇ τῇ κηρωτῇ. συνετοῦ μὲν τοίνυν ἐστὶ χρεία καὶ τετριμμένου περὶ τὴν τῶν [872] τοιούτων φαρμάκων χρῆσιν, ἐν ἀρχῇ μὲν εὐθέως ἐπινοοῦντος ποσαπλὰ δεῖται μίγνυσθαι τῇ κηρωτῇ, μετὰ δὲ τὴν πρώτην χρῆσιν ἔτι δριμυτέρου τοῦ φαρμάκου φανέντος ἢ ὥστε σαρκοῦν δύνασθαι, στοχάσασθαι πόσον ἔτι προσθεῖναι δεῖ τῆς κηρωτῆς, ὥσπερ ἐπὶ τῆς προκειμένης ὁ Κρίτων ἐποίησε. μὴ γάρ τοι δόκει κατὰ πρῶτον εὐθέως στοχασμὸν εὑρεῖν αὐτὸν ὡς χρὴ δωδεκαπλάσιον μίγνυσθαι τὴν κηρωτὴν, ἀλλ' ὅτι πλέονα μὲν τῆς μιγνυμένης τῇ διὰ τῶν βοτανῶν ἔγνω, τὸ δ' ὅσον πλέονα μετὰ τὸν πρῶτον στοχασμὸν εὗρεν. εἰ γὰρ ὀκταπλασίου μιχθείσης ἔτι δακνῶδες ἐφαίνετο, δεκαπλασίως ἐνέμιξεν, ὥσπερ γε εἰ καὶ δεκαπλάσιον, ἐπὶ τὴν δωδεκαπλάσιον ἧκεν. ἐπεὶ δ', ὡς ἔφην, παρά τε τὸ πλῆθος τοῦ ῥύπου καὶ τὴν ὑγρότητα τοῦ ἕλκους τό τε εὐαίσθητον καὶ δυσαίσθητον τῶν συμπασχόντων, ἔτι τε τὴν μαλακότητα καὶ τὴν σκληρότητα τῆς τοῦ σώματος ἕξεως, ὑπαλλάττεσθαι χρὴ τὴν ποσότητα τῆς μιγνυμένης κηρωτῆς, ὅπερ εἴρηται πολλάκις, ἐννοεῖν ἡμᾶς δεῖ μεμνημένους τὴν ποσότητα τῆς χρήσεως ἐν τοῖς τοιούτοις γράφεσθαι, πᾶσιν εὐπετοῦς ἐφ' ἑκάτερα [873] τῆς ἐντεῦθεν ὁδοῦ πρὸς τὰ ἄλλα γιγνομένης ἄχρι τῶν ἄκρων. ἄκρα δὲ λέγω τὰ πρὸς ἁπάντων τῶν ὁμογενῶν σκοπῶν συμπληρώματα, περὶ ὧν ἓν εἰπόντος μου παράδειγμα νῦν ὑμᾶς χρὴ διὰ παντὸς αὐτοῦ μεμνημένους, μηκέτι ἀξιοῦν πολλάκις ἀκούειν ὑπὲρ αὐτοῦ. φημὶ δὴ σκοποὺς ὁμογενεῖς εἶναι τοῦ μὲν πλείστην μίγνυσθαι τὴν κηρωτὴν τό τε καθαρὸν εἶναι καὶ ξηρὸν τὸ ἕλκος, εὐαίσθητόν τε τὸ τοῦ θεραπευομένου σῶμα καὶ μαλακόν. τοῦ δὲ ἐλαχίστην ὑγρότητά τε πολλὴν κατὰ τὸ ἕλκος καὶ ῥύπον καὶ σκληρὸν καὶ δυσαίσθητον τὸ τοῦ κάμνοντος σῶμα. καλῶς μέντοι πᾶσι τοῖς συντεθεῖσιν αὐτὸ διαφορητικοῖς οὖσιν ἡ τοῦ χαλκοῦ λεπὶς ἐμίχθη ξηραντικὸν οὖσα φάρμακον, ἔχουσα δ' οὐκ ὀλίγον ἐν αὐτῇ στύψεως. οὐ μόνον δὲ ἐπὶ ταύτης τῆς ἐμπλάστρου γινώσκειν ὑμᾶς χρὴ διὰ μίξεως πολλῆς κηρωτῆς σαρκωτικήν τε τὴν ἔμπλαστρον καὶ ἐπουλωτικὴν τῶν μὴ κακοήθων ἑλκῶν γινομένην, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπασῶν, ὅσαι τῆς αὐτῆς εἰσι δυνάμεως, ἐφεξῆς δ' αὐταῖς ἔγραψεν ὁ Κρίτων, τήν γε δι' ἀκόνης ᾗ χρῆσθαί φησιν αὐτὸς καὶ οὕτως ἐκέλευσε συντιθέναι.
[874] [Ἡ δι' ἀκόνης.] Ἡ δι' ἀκόνης ἐν χρήσει ἡμῖν οὖσα ποιεῖ πρὸς τὰ χρόνια πάντα καὶ ἰδίως πρὸς κεφαλαλγίαν ἐπὶ τὸ μέτωπον ἐπιτιθεμένη καὶ πρὸς πλευροῦ ἀλγήματα χρόνια, πρὸς ποδαγρικοὺς, ἰσχιαδικοὺς, ὤμων πόνους, ὀδονταλγίας, τοῖς τετριμμένοις μέρεσιν ἐντιθεμένη. κατασπᾷ καὶ ἔμμηνα ἐπάνω τοῦ κτενὸς ἐπιτιθεμένη. βοηθεῖ δὲ καὶ τοῖς τὸν στόμαχον ἀλγοῦσι καὶ ῥευματιζομένοις καὶ τροφὴν μὴ κρατοῦσιν, ἔστι δὲ καὶ πάγχρηστος χωρὶς κατακαύματος καὶ τῶν μὴ ἀνεχομένων δριμέος φαρμάκου· ἁρμόζει καὶ πρὸς σκληρίαν ἥπατος καὶ σπληνὸς καὶ πρὸς χοιράδας καὶ πρὸς ἰσχιαδικούς. ἰδίως δὴ χρῆσις ἐπ' αὐτῶν γιγνέσθω ἡμέραις ἑπτά. ἐὰν δὲ τρυφεροὶ ὦσι, πέντε, ὕδατος τὸ μέρος ἢ ἐλαίου μὴ ἁπτέσθω, ἕως οὗ ψυδρακώσῃ καὶ ἰχῶρας ἐπισπάσηται παχεῖς, εἶτα λύσας τῇ λευκῇ κηρωτῇ δι' ὕδατος χρῶ, ἐὰν δὲ πρακτικώτερον ἐθέλῃς, τῇ διὰ πεπέρεως ἀκόνῃ. Ϛ κηροῦ, χαλβάνης, τερμινθίνης, πιτυΐνης φρυκτῆς, ἐλαίου δαφνίνου, ἐλαίου παλαιοῦ ἀνὰ λίτραν α΄. λεπίδος χαλκοῦ λίτραν α΄ Ϛ΄΄. [875] ἰοῦ γο στ΄. ἀμμωνιακοῦ θυμιάματος γο α΄. νάπυος, ἀδάρκης, θείου ἀνὰ γο α΄. ἀβροτόνου, κενταυρίου, χαλκάνθου, ἁλὸς ἀμμωνιακοῦ, λιβάνου, ἁλὸς κοινοῦ, στυπτηρίας στρογγύλης, λιθαργύρου, προπόλεως, κόκκου Κνιδίου ἀνὰ γο γ΄. πάντα ὁμοῦ κόψας καὶ σήσας ἀναλάμβανε τοῖς στυπτικοῖς μετὰ τῶν ἐλαιῶν. αὕτη μὲν ἡ τῆς προκειμένης ἐμπλάστρου σύνθεσις οὐ μικρῶς διαφέρουσα τῆς προγεγραμμένης θερμότητι. νᾶπυ γοῦν ἔχει καὶ ἀδάρκην, θεῖόν τε καὶ κόκκον Κνίδιον εἰς τοσοῦτον ἥκοντα θερμότητος, ὡς ἑλκοῦν οἷς ἂν ἐπὶ πλέον ὁμιλήσῃ. καὶ δάφνινον δὲ τῶν ἱκανῶς θερμαινόντων ἐστὶ καὶ μετὰ ταῦτα χάλκανθός τε καὶ οἱ ἅλες. ἐμάθετε δὲ ὅτι καὶ στύψεως ταῦτα μετέχει, βραχείας μὲν οἱ ἅλες, πολλῆς δὲ ὁ χάλκανθος. ἀλλὰ καὶ περὶ τῆς μίξεως τῶν στυφόντων φαρμάκων τοῖς διαφορητικοῖς εἴρηται πρόσθεν ἐπὶ τῶν πολυχρήστων ἐμπλάστρων. ὅλως γὰρ οὐδὲν δύναται γενέσθαι πολύχρηστον, εἰ μὴ καὶ τῆς ἐναντίας δυνάμεως μετέχει. ἄν τε γὰρ ἁπλῶς διαφορητικὴ δύναμις ᾖ μόνη, πρὸς ἓν εἶδος ἁρμόσει παθῶν, ὃ διαφορεῖσθαι προσῆκεν, ἄν τε [876] στυπτικῆς, πρὸς ἓν ἕτερον, ἐφ' οὗ τὸ ἐπιῤῥέον ἀναστέλλειν προσήκει. διὸ τὰ μὲν στύφοντα τοῖς ἀρχομένοις ἐξ ἐπιῤῥοῆς ὑγρῶν γεννᾶσθαι πάθεσιν ἁρμόττει. τὰ δὲ διαφοροῦντα χωρὶς τῆς τῶν στυφόντων μίξεως, ἐφ' ὧν σωμάτων οὐδὲν ἐπιῤῥυῆναι δύναται διὰ τὸ προκεκενῶσθαι, ὡς ἐάν γε περιουσία τις ᾖ χυμῶν, οὐ μόνον διαφορεῖται τὸ περιεχόμενον ὑγρὸν ἐν τοῖς πεπονθόσιν, ἀλλὰ καὶ παραγίνεται πρὸς αὐτὰ τῶν διαφορούντων ἕλκειν πεφυκότων ὑφ' ἑαυτὰ, καθάπερ τὰ περιεχόμενα ψαύοντα τῶν ὑγρῶν, οὕτως καὶ τὰ κατὰ βάθος ὄντα τοῦ σώματος. εὐλόγως δὴ μίγνυται τοῖς διαφορητικοῖς, τά τε σταλτικὰ καὶ ἀποκρουστικὰ προσαγορευόμενα, τοῦ μὲν ἐπὶ τὴν σύνθεσιν αὐτῶν ἀφικομένου τῷ λογισμῷ τούτῳ χρησαμένου, τῆς πείρας δὲ μαρτυρούσης τῷ λογισμῷ. εἰκότως οὖν κατὰ τὸ προκείμενον φάρμακον, καίτοι σκοπὸν ἔχοντος θερμῆναί τε καὶ ξηρᾶναι καὶ διὰ τοῦτο καὶ ψύδρακας ποιεῖν, ἐμίχθη τι καὶ τῶν στυφόντων, ἀλλ' οὐχ ἱκανά γε πρὸς πολλὰ θερμαίνοντα σφοδρῶς φάρμακα, δύο ταῦτα χάλκανθος καὶ ἅλες, ἀλλὰ καὶ λεπὶς χαλκοῦ κατὰ τὸν αὐτὸν [877] ἐμίχθη λογισμὸν ἥ τε στυπτηρία, διὰ τὸ σφοδρῶς στύφειν καὶ τοὔνομα λαβοῦσα τοῦτο. ἄλλη. ἄλλην ἔμπλαστρον ἔγραψεν ὁ Κρίτων ἐνδοξοτάτην, ἣν ὀνομάζει Μεσιανὴν, ἕτερον ὕλης ἔχουσα γένος τῆς προγεγραμμένης καὶ τῆς μελλούσης ὑπ' ἐμοῦ γραφήσεσθαι νῦν ἐφεξῆς, ἣν αὐτὸς ὁ Κρίτων ἀνίκητον ὀνομάζει, συγκειμένην ἐκ δριμέων τῶν πλείστων φαρμάκων, οὐκ οὔσης τῆς Μεσιανῆς τοιαύτης, ὡς μετὰ ταῦτα δειχθήσεται κατὰ τὸν οἰκεῖον αὐτῆς καιρόν. καὶ μέντοι καὶ κεφαλικὰς ἄλλας ὀνομάζων, ὧν ἡ καθόλου δύναμις ὀλίγον ὕστερον εἰρήσεται, γράψας ἐφεξῆς τῇ Μεσιανῇ τὴν καλουμένην, μετὰ ταῦτα ἀνίκητον ὑφ' ἑαυτοῦ γράφει, παραπλησίας δυνάμεως οὖσαν τῇ προγεγραμμένῃ, ἣν δι' ἀκόνης ἐκάλει. ἔχει δὲ ἡ περὶ αὐτῆς λέξις τοῦ Κρίτωνος ὧδέ πως αὐτοῖς ὀνόμασιν. ἡ ἀνίκητος ἐν χρήσει ἡμῖν οὖσα. ἔστι δὲ πάγχρηστος, ἐπισπᾶται, ῥήσσει, ἀνακαθαίρει, κολλᾷ, ἐξιποῖ, διὰ σπληνίου καὶ παραθέσεως σωλήνων καὶ ἀνιεμένη ἔχουσα πάντοτε πηλὸν δι' ὀξελαίου. διαχεῖ δὲ καὶ τὰς σκληρίας καὶ ταῖς συνολκαῖς τῶν νεύρων βοηθεῖ, ἐπιτιθεμένη χωρὶς [878] ἐμβροχῆς, ἵνα μὴ περιψύχωνται. καὶ ἐν μέρει ἀλείμματος ποιεῖ ἀνιεμένη ὡς ἄκοπος. παύει γὰρ καὶ τοὺς ἐν ἀρχαῖς τῶν νόσων κόπους καὶ τοὺς ἐξ ἀδήλης αἰτίας. ἔστι δὲ καὶ μάλαγμα ἐπὶ τῶν ἀκρωτηρίων ἐν μεγάλοις σπληνίοις ἐπιτιθεμένη. ἔστι δὲ καὶ ἐναίμων κολλητικὴ, ἐπειδὰν ῥαφῇ ἢ ἀγκτηριασθῇ, πτύγματος ἐκ μόνου ὄξους προσεπιτιθεμένου τῷ σπληνίῳ, θέρους μὲν ψυχροῦ, χειμῶνος δὲ θερμοῦ. ποιεῖ καὶ πρὸς τὰ ἐν τοῖς πέλμασι καὶ πρὸς κόμματα, σηπεδόνας τε καὶ περὶ δακτύλους διαθέσεις καὶ τὰ σὺν τραύμασι κατάγματα. ἔνεστι μήτε σαρκωτικῷ μήτε ἐπουλωτικῷ ἑτέρῳ χρῆσθαι, ἀλλὰ μόνῃ πιστεύειν. ποιεῖ καὶ πρὸς ἀνθρωπόδηκτα καὶ κυνόδηκτα καὶ θηριόδηκτα. μέγιστον δ' ἐστὶν αὐτῆς ἐπάγγελμα τὸ τὰ ἐν κατακαλύψει ἀποστήματα ἐν κώλῳ καὶ περιτοναίῳ μὴ ἐᾷν γίνεσθαι, ὅταν γε μὴ φθάσῃ πυωθῆναι ἢ γενόμενα λεπτοποιῆσαι καὶ εἰς ἔντερα συῤῥῆξαι. ἐπιτίθεσθαι δὲ δεῖ τῷ τόπῳ σπλήνιον καὶ ἐπάνω πίλημα ἐξ ὀξελαίου θερμοῦ καὶ ἐμβρέχειν δὶς τῆς ἡμέρας. μὴ λῦε δὲ εἰ μὴ διὰ τριῶν ἢ τεσσάρων ἡμερῶν, εἶτα μετὰ τὸ πυριᾶσαι, [879] ἀτμίδα πάλιν ἐπιτίθει. ἐπεκλήθη δὲ ἀνίκητος διὰ τὰ θαυμαστὰ καὶ πολλὰ αὐτῆς ἔργα. Ϛ λεπίδος χαλκοῦ νη΄. πυρέθρου, σταφίδος ἀγρίας, κόκκου κνιδείου, νάπυος σπέρματος, κάγχρυος, περιστερᾶς κόπρου, ἀριστολοχίας λεπτῆς, ἰοῦ, κυπέρου, εὐζώμου σπέρματος, κυμίνου ἀνὰ ιστ΄. νίτρου λβ΄. ἁλὸς ἀμμωνιακοῦ λβ΄. δαφνίδων ρκ΄. μάννης ρκ΄. ἴρεως ρκ΄. ὄξους δριμέος ξε. ιστ΄. ἑψήματος ἰσχάδων κυάθους δ΄ Ϛ΄΄. κόψας καὶ σήσας ἅπαντα ὁμοῦ λειοτρίβει σὺν τῷ ὄξει ἐν τοῖς ὑπὸ κύνα καύμασιν. ξηροῦ δὲ καὶ χλωροῦ γενομένου πρόσβαλε τὸ τῶν σύκων ἀφέψημα, καὶ συμμαλάξας ἀναιροῦ καὶ ἀποτίθει εἰς χύτραν χαλκῆν ἐρυθροῦ χαλκοῦ. τὸ δ' ἕψημα τῶν ἰσχάδων ἔχει οὕτως. Ϛ ἰσχάδων λιπαρῶν λι. ε΄. ὕδατος ξε. στ΄. ἕψε ἕως ἂν περιλειφθῶσι ξε. β΄. ἡ δὲ χρῆσίς ἐστιν ἓν μέρος τοῦ φαρμάκου ὄξει ἀνιεμένου, ὡς γλοιῶδες γενέσθαι πρὸς ἓξ τοῦ ῥητινοκήρου. ἔστι δὲ τὸ μὲν ἄκρατον ῥητινόκηρον κηροῦ μέρος ἓν, ῥητίνης φρυκτῆς μέρη τρία σὺν ἐλαίῳ ὀλίγῳ τετηκότα· τὸ δὲ μέσον [880] κηροῦ μέρος ἓν, ῥητίνης μέρη δύο· τὸ δ' ἀνειμένον καὶ εὔκρατον κηροῦ μέρος ἓν, ῥητίνης μέρος ἕν· τὸ δ' ἐκλελυμένον κηροῦ μέρη δύο, ῥητίνης μέρος ἕν· τὸ δ' ὑπερανειμένον κηροῦ μέρη τρία, ῥητίνης μέρος ἕν. ἱστορεῖται καὶ ἐπ' ἀγρίου λειχῆνος ἡρμοκέναι ἄκρατον ἐπιῤῥιφέν. ταῦτα μὲν ὁ Κρίτων ἔγραψεν αὐτοῖς ὀνόμασιν. ἐγὼ δὲ ἀπὸ τοῦ τελευταίου τῶν εἰρημένων αὐτῷ τὴν ἀρχὴν ποιήσομαι τοῦ λόγου. τοὺς ἀγρίους λειχῆνας ὀνομάζουσιν, ὅταν ὑπὸ μὲν τῶν ἀσθενῶς ξηραινόντων φαρμάκων ὁρῶσιν αὐτοὺς μηδὲν ὠφελουμένους, ὑπὸ δὲ τῶν ἰσχυρῶς ἐρεθιζομένους. χρεία τοίνυν ἐπ' αὐτῶν ἐστι φαρμάκου δραστηρίου μὲν ἱκανῶς, οὐ μὴν δακνώδους σφοδρῶς, ὅπερ, ὡς ἔφην, ἐκ στοχασμοῦ τεχνικοῦ συντεθὲν ὑπὸ τῆς πείρας βασανίζεται. σύγκειται δὲ τὸ προκείμενον φάρμακον ἐκ πολλῶν δριμέων λεπτομερῶν τε καὶ διαφορητικῶν. ἔχει δέ τινα καὶ τῶν ἀδήκτως ῥυπτικῶν καί τινα τῶν ἐπ' ὀλίγον στυφόντων. τὰ μὲν οὖν δριμέα τῶν ἐν αὐτῷ πύρεθρόν τε καὶ νᾶπυ καὶ κόκκος κνίδειος καὶ ἡ τῆς περιστερᾶς κόπρος, ἰός τε καὶ δαφνὶς καὶ νίτρον, εἶθ' ἅλες ἀμμωνιακοὶ [881] καλούμενοι καὶ πρὸς αὐτοῖς ὄξος τὸ δριμύ. τοιοῦτον γὰρ ἀξιοῖ βάλλειν. τὰ δὲ ῥυπτικὰ τελέως μὲν ἄδηκτά ἐστιν ἴρις τε καὶ ἀριστολοχία καὶ τούτων ἔτι μᾶλλον, ὡς ἐκ τοῦ γένους τῶν ἤδη πεπτικῶν εἶναι, μάννα, γενναιότερον δὲ κάγχρυ καὶ σταφὶς ἀγρία. τούτων δ' ἔτι γενναιότερον κύμινόν τε καὶ τὸ τοῦ εὐζώμου σπέρμα. τὸ δὲ κύπερον ἔστι μὲν ἀδήκτως ξηραντικὸν, ἔχει δέ τι καὶ στυπτικὸν, ὥσπερ καὶ ἡ τοῦ χαλκοῦ λεπὶς, ἰσχυρὸν οὖσα φάρμακον. ἔδει γὰρ, ὡς πρόσθεν ἐδείχθη, μετέχειν τι καὶ τῆς στυπτικῆς δυνάμεως τὸ φάρμακον τοῦτο, καὶ διὰ τοῦτό γε λεπὶς ἐμίχθη δαψιλής. εἰ δὲ καὶ ἡ μάννα ὄντως εἴη μάννα καὶ μὴ λιβανωτὸς, εἴη ἂν καὶ αὕτη στυπτικὸν ἔχουσά τι. βέβληται δὲ καὶ αὕτη δαψιλεστέρα πολὺ τῆς λεπίδος, εἰκότως, ἵνα πραΰνῃ τὸ σφοδρὸν τῶν δριμέων φαρμάκων, μετὰ τοῦ πέττειν τὰ κατὰ τὸν πεπονθότα τόπον ὑγρά. πραϋντικώτατον δὲ καὶ πεπτικώτατον ἅμα τῷ διαφορεῖν πώς ἐστι τὸ τῶν ἰσχάδων ἀφέψημα. ταῦτ' οὖν ἅπαντα μιχθέντα πολύχρηστον εἰκότως εἰργάσατο τὸ φάρμακον. εἰς δὲ τὸ δραστήριον αὐτῶν μέγιστα [882] συντελεῖ τὸ ὄξος, ἐν ᾧ κελεύει λειοῦσθαι τὰ φάρμακα κατὰ τὸν θερινὸν ἥλιον. πάντα γὰρ τὰ οὕτω σκευασθέντα λεπτομερῆ γίγνεται καὶ διὰ τοῦτο μέχρι τοῦ βάθους τῶν σωμάτων ἡ δύναμις αὐτῶν καταδύεται.
[Περὶ τῶν ὑπὸ τοῦ Ἥρα γεγραμμένων τοῦ αὐτοῦ γένους ἐμπλάστρων.] Τὴν μὲν διὰ τῶν βοτανῶν, ἣν ὅπως ὁ Κρίτων σκευάζει προὔγραψα, καὶ αὐτὸς ὁ Ἥρας ὁμοίως σκευάζει, καθότι καὶ ὁ Κρίτων ἐμνημόνευσεν αὐτοῦ. διαφέρεται δὲ ἐν τῇ διὰ σκίλλης σκευασίᾳ. τοῦ μὲν γὰρ ἀμμωνιακοῦ καὶ τῆς σμύρνης καὶ τῆς πιτυΐνης ῥητίνης καὶ τοῦ στύρακος καὶ τῆς λεπίδος καὶ τῆς σκίλλης τοσοῦτον μιγνύει τοῖς ἄλλοις ὁ Κρίτων ὅσον ὁ Ἥρας. ἐπὶ δὲ τῆς ἀριστολοχίας καὶ τῆς ἴρεως διαφέρεται. γράψαντος γὰρ τοῦ Ἥρα ἀριστολοχίας στρογγύλης λ΄. ἴρεως ξηρᾶς λ΄. οἱ δὲ ιε΄. καὶ μετὰ ταῦτα πάλιν ὁ Κρίτων οὕτως ἔγραψεν. Ϛ ἀριστολοχίας λ΄. ἴρεως λ΄. ἄλλοι μ΄. ἐπὶ τῷ τέλει τῆς σκευασίας τοῦ Ἥρα γράψαντος. ἐκπληρωθεισῶν δὲ τῶν ἡμερῶν, κηρωτὴν ποίει τοιαύτην. Ϛ κηροῦ λίτρας ε΄. οἱ δὲ μ΄. τερμινθίνης λίτραν α΄. οἱ δὲ λ΄. ἐλαίου παλαιοῦ [883] ξέστας β΄ Ϛ΄΄. οἱ δὲ κοτύλας στ΄. ἐμοὶ δ' οὐκ ἀρέσκει ἀντὶ τῶν ε΄. λιτρῶν τοῦ κηροῦ μιγνύναι τῷ φαρμάκῳ σμ΄. ποτὲ μὲν γὰρ ἀντὶ τῆς λίτρας ρ΄. γράφουσιν αὐτοὶ, ποτὲ δὲ ἀντὶ τῆς μνᾶς, οὐδέποτε δὲ λίτραν οὕτως μικρὰν οὐδεὶς ἔγραψεν, ὡς μη΄. εἶναι. τοῦτο γὰρ συμβαίνει βαλλομένων σμ΄. ἀντὶ τῶν ε΄. λιτρῶν. ὡσαύτως δὲ οὐδὲ ἀντὶ τῆς λίτρας τῆς τερμινθίνης λ΄.
[Ἡ Σεραπίωνος.] Καὶ ταύτην ἔγραψεν ὁ Κρίτων ἐν τῇ φαρμακίτιδι βίβλῳ κατὰ τήνδε τὴν λέξιν. ἡ Σεραπίωνος, ἥν τινες Αἰγυπτίαν, οἱ δὲ Ἀφροδίτην καλοῦσι. ποιεῖ δὲ πρὸς πᾶν τραῦμα καὶ δεῖ αὐτῇ ἐπιμένειν μὴ ἀπελπίζοντας. ποιεῖ πρὸς νύγματα καὶ σκόλοπας καὶ παρωτίδας, κατατίτρησίν τε καὶ φύματα καὶ ἐξιποῦσα παρακολλᾷ, ποιεῖ καὶ πρὸς πᾶσαν σκληρίαν καὶ πρὸς ἐπινυκτίδας καὶ πρὸς ἐπιφορὰν τῶν ἄρθρων καὶ πρὸς τὰ θλάσματα τῶν ὤτων, ποιεῖ καὶ πρὸς τὰ πρεσβυτικὰ καὶ χειρώνεια καὶ παχύχειλα ἕλκη. Ϛ ἐλαίου παλαιοῦ κο. γ΄. λιθαργύρου σ΄. ἀμμωνια[884]κοῦ θυμιάματος ρξη΄. ῥητίνης κολοφωνίας, πιτυΐνης ξη΄. κηροῦ ρξη΄. χαλβάνης κ΄. ἰοῦ ν΄. οἱ δὲ κ΄. σμύρνης δ΄. οἱ δὲ η΄. ἕψε λιθάργυρον, ἔλαιον ἕως μετρίως δοκῇ συνεστράφθαι, εἶτ' ἄρας τὴν λοπάδα προσέμβαλλε ἀμμωνιακὸν, εἶτα ῥητίνην, εἶτα κηρόν. τήξας δὲ ἓν ἕκαστον αὐτῶν προσεχόντως, ἵνα μὴ προσκαῇ, ἄρας πάλιν χαλβάνην ἀποδίδοθι καὶ ἰὸν, εἶτα ἐπιθεὶς ἐπὶ τὸ πῦρ, ἕως μηλίνη γένηται καὶ εὐσύστατος, ἕψε. ἔσχατον δὲ ἄρας τὴν σμύρναν ἀποδίδου καὶ κινήσας κατάχεε, ἀναλαμβάνων ἐν δέρματι ἀποτίθεσο.
[Ὡς Ἀνδρόμαχος ἔγραψε τὰς προειρημένας ἐμπλάστρους.] Τρεῖς συνθέσεις ἔγραψεν ὁ Ἀνδρόμαχος ταύτης τῆς ἐμπλάστρου, τὴν πρώτην μὲν βραχὺ διαφωνοῦσαν τῇ προγεγραμμένῃ Κρίτωνος, ἐφεξῆς δ' ἄλλας β΄. πλέονα διαφωνίαν ἐχούσας. ἡ δὲ ἐπαγγελία τοῦ φαρμάκου καὶ ἡ σκευασία γέγραπται καλῶς ἔμπροσθεν ὑπὸ τοῦ Κρίτωνος· ὁ δ' οὖν Ἀνδρόμαχος οὕτως ἔγραψε περὶ αὐτῆς. ἡ διὰ τῶν βοτανῶν.
[885] Ϛ ἀναγαλλίδος τῆς τὸ κυάνεον ἄνθος ἐχούσης νστ΄. πρασίου νστ΄. μήκωνος ἀγρίου νστ΄. ὑοσκυάμου χλωροῦ νστ΄. λεπίδος κε΄. λιβάνου η΄. ῥητίνης ξηρᾶς ιστ΄. ἀλόης ιστ΄. σχιστῆς δ΄. κηροῦ μνᾶν α΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ὄξους. πολλοὶ μὲν τῶν δύο ἀναγαλλίδων ἔβαλλον εἰς τὴν διὰ τῶν βοτανῶν, Θεόκριτος δὲ καὶ γῆς Ἐρετριάδος καὶ χρυσοκόλλης καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ ἀρσενικοῦ ἀνὰ δ΄.
[Ἄλλαι ἔμπλαστροι τοῦ αὐτοῦ γένους, περὶ ὧν ὁ Ἀνδρόμαχος ἔγραψεν.] Πρὸς γαγγραίνας καὶ σηπεδόνας καὶ νομὰς παλαιὰς καὶ κακοήθεις, Ἰσιδώρου Ἀντιοχέως. Ϛ λιθαργύρου δ΄. ἰοῦ ξυστοῦ η΄. ἐλαίου κυάθους στ΄. Τάλιος Αἴλιος κυάθους ιβ΄. καὶ ἰοῦ σκώληκος. τὴν δὲ λιθάργυρον καὶ τὸν ἰὸν λεῖα ἐμβαλὼν εἰς χύτραν καὶ ἐπιχέας ἐλαίου κυάθους τρεῖς, ἕψε ἐπὶ πυρὸς μαλακοῦ, κινῶν σπάθῃ ξυλίνῃ, ἕως ἂν γένηται χλωρὰ, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς καὶ εἰς θυείαν κατεράσας τρῖβε ἕως ἐστὶ θερμὸν [886] ἐπὶ πλέον. εἶτα πάλιν εἰς τὴν χύτραν ἐπιχέας τοῦ ἐλαίου κυάθους γ΄. κινῶν μὴ προσκαῇ, ἕως ἂν γένηται μηλίνη, ἕψε καὶ πάλιν κατακενώσας τρῖβε ὡς κολλύρια. καὶ πάλιν ἀνελόμενος εἰς τὴν χύτραν ἕψε κινῶν, ἕως ἂν γένηται ἐρυθρὰ, καὶ κατακενώσας εἰς θυείαν πάλιν τὸ τρίτον τρῖβε ἐπὶ πλέον καὶ πάλιν τὸ τέταρτον ἕψε εἰς τὴν χύτραν, ἵνα συστραφῇ, καὶ πάλιν ἕως ἐστὶ θερμὴ κατεράσας καὶ τρίψας ἀνελοῦ καὶ ἀπόθου εἰς πυξίδα ἐρυθρὰν καὶ χρῶ πρὸς τὰ εἰρημένα. ἐφεξῆς δὲ τῇ προγεγραμμένῃ περὶ ἑτέρας ἐμπλάστρου κατὰ λέξιν οὕτως ἔγραψεν ὁ Ἀνδρόμαχος. ὑγρὰ ἔμπλαστρος πρὸς νομὰς ᾗ χρῶμαι καὶ ἄλλα πολλά. Ϛ κηροῦ η΄. ῥητίνης τερμινθίνης η΄. στέατος ταυρείου τεθεραπευμένου δ΄. χαλκίτεως β΄. λεπίδος χαλκοῦ γ΄. μάννης λιβάνου β΄. κηκίδος ὀμφακίνης δ΄. ἐλαίου μυρσίνου κοτύλας ε΄. τὰ ξηρὰ σὺν ὄξει καὶ μέλιτι, εἶθ' οὕτως τὰ τηκτὰ καταχεῖται.
[Πολύχρηστοι φαιαί. πρὸς τὰ τῆς τέχνης ἔργα χρείαν εἶναι μεθόδου τε καὶ ἀσκήσεως] Ὅτι τῶν βοηθημάτων [887] ἔνια μὲν ὁ λόγος εὑρίσκει μόνος, ἔνια δὲ ἡ πεῖρα, καὶ αὕτη τοῦ λόγου μὴ χρῄζουσα, τινὰ δ' ἀμφοῖν ἀλλήλοις συνεργούντων δεῖται, πολλάκις ὑμῖν ἐπιδέδεικται, καὶ πρός γε τούτοις ὅτι τὰ διὰ λόγου καὶ πείρας εὑρισκόμενα στοχαστικῇ μὲν ὁδῷ χρῆται πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν, ἐλπισθέντα δὲ τῷ λόγῳ βεβαιοῦται τῇ πείρᾳ· καὶ μέντοι καὶ ὡς τῆς στοχαστικῆς ἐλπίδος οὐκ ὀλίγη ἐστὶν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἡ διαφορὰ, καθάπερ καὶ καθ' ὅλον τὸν βίον. οὐ γὰρ ὁμοίως ἐλπίζομεν ὑετὸν ἔσεσθαι κατά γε τὰς χειμερινὰς τροπὰς καὶ τὴν τοῦ κυνὸς ἐπιτολήν. ἐν μὲν γὰρ ταῖς χειμεριναῖς τροπαῖς σπανιάκις οὐ γίνεται, κατὰ δὲ τὴν τοῦ κυνὸς ἐπιτολὴν σπανιάκις γίνεται. πάντων δὲ τῶν κατὰ τὰς τέχνας ἔργων ὑπὸ συνεχοῦς ἀσκήσεως ἀκριβουμένων οὐκ ἀρκεῖ τὸ καθόλου μόνον ἐν αὐταῖς καταμαθεῖν, ἀλλὰ κᾀν τοῖς κατὰ μέρος ἐνεργῆσαι χρὴ πολλάκις. ἡ γὰρ διὰ τῶν ἀτελῶν ἐνεργειῶν ἄσκησις ὁδός ἐστιν ἐπὶ τὴν τῶν τελείων κτῆσιν. διὰ τοῦτ' οὖν κᾀγὼ κατὰ πάσας τὰς πραγματείας, ἃς ὑμῖν τοῖς ἑταίροις ἀξιώσασιν ἐποιησάμην, οὐκ ἠρκέσθην μόνον τοῖς καθόλου θεωρήμασιν, ἀλλὰ καὶ γυμνάσματα [888] πολλὰ προσέγραψα, δι' ὧν ἤλπιζον ὑμῖν ἐναργοστέραν τε καὶ βεβαιοτέραν ἔσεσθαι τὴν γνῶσιν αὐτῶν. ὥσπερ οὖν ἐπὶ τῶν ἄλλων ἁπάντων μερῶν τῆς ἰατρικῆς, οὕτω κᾀπὶ τῆς τῶν νευροτρώτων θεραπείας ἔγραψα, πρώτην μὲν ὑμῖν ἐπιδείξας τὴν λογικὴν ὁδὸν εἰς τὴν τῶν βοηθημάτων εὕρεσιν. ἐφεξῆς δὲ ταύτῃ τὰς ὕλας, ἐν αἷς τὰς εὑρεθείσας ὑπὸ τοῦ λόγου δυνάμεις ἐμάθετε περιεχομένας. ἐν γὰρ τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν ια΄. τὸν ἀριθμὸν οὖσι τὰς ἐν ταῖς κατὰ μέρος ὕλαις δυνάμεις ἁπάσας γε ἢ τὰς πλείστας χρησιμωτάτας ἔγραψα. πρὸς γάρ τοι τὴν εὐπορίαν τῶν βοηθημάτων ἐδείχθη τοῦτ' ἀναγκαῖον ὑπάρχειν, οὐ μόνον δὲ εἰς τὸ δύνασθαι καὶ ὑμᾶς αὐτοὺς ἄνευ τῶν ἐσκευασμένων φαρμάκων ἐν ἀπορίαις εὐπορεῖν τῶν βοηθημάτων, ὡς Ἐρασίστρατός ποτε τοῦ τῶν βοτανῶν εὐπόρησε χυλοῦ μὴ παρόντος αὐτοῦ στοματικοῦ φαρμάκου κατὰ τὸ χωρίον ἐκεῖνο τῆς ὁδοιπορίας, ἀλλὰ κᾂν αὐτῶν συνθέντων ἀπολέσητε τὰς γραφὰς, ὅμως ὑμᾶς αὐτοὺς δύνασθαι [889] συντιθέναι παραπλήσια τοῖς ἀπολομένοις. καὶ μέντοι καὶ πρὸς τὸ καλῶς χρῆσθαι τοῖς ὑφ' ἑτέρων ἡυρημένοις ἡ διὰ τῆς προκειμένης πραγματείας ἄσκησις ὠφέλιμός ἐστι. τί δεῖ λέγειν ὅτι καὶ πρὸς τὸ διακρίνειν δύνασθαι τά τε περιττῶς ἐμβεβλημένα τοῖς συνθέτοις φαρμάκοις καὶ κατὰ τοὐναντίον, ὅσα παραλέλειπται τοῖς πρώτοις συντιθεῖσιν; ὡς ἐπὶ τῶν κατὰ τὸ γ΄. βιβλίον ἔδειξα τὸν λόγον ποιούμενος, ἐπὶ τῶν τοῖς νευροτρώτοις ἁρμοττόντων, ὡσαύτως δὲ καὶ νῦν ἐπιδείξω, γυμνάζων ὑμᾶς ἐπὶ τοῖς ὑπὸ τῶν ἐμοῦ πρεσβυτέρων ἰατρῶν ἡυρημένοις. ἡ μὲν γὰρ καθόλου μέθοδος οὔτε μετὰ διορισμῶν ἀκριβῶς οὔτ' ἄνευ διορισμῶν ἐλλιπῶς ἐγράφη τινὶ τῶν πρόσθεν, ἀλλ' οὐδὲ φάρμακον ἐπαγγελλόμενον ἰᾶσθαι τοὺς νυγέντας νεῦρον ὑπό τινος ὀξέος, οἷαί πέρ εἰσιν αἱ βελόναι καὶ τὰ γραφεῖα τῶν παιδίων, ἔγραψέ τις αὐτὸ τοῦτο μόνον ἄριστα ποιεῖν δυνάμενον, ἐμοῦ πλῆθος οὐκ εὐαρίθμητον ἐν τῷ προειρημένῳ γράμματι διελθόντος αὐτῶν. πολύχρηστα μέντοι φάρμακα γράψαντες ἀξιόλογά τινες αὐτῶν, ὅσοι γε ἐπιμελέστεροι πρὸς τοῖς ἄλλοις οἷς ἐπαγγέλλονται [890] ποιεῖν αὐτὰ προσέθηκαν, ἐνίοτε μὲν ὡς καὶ τοῖς νευροτρώτοις ἐστὶν ὠφέλιμα, ποτὲ δὲ ὡς ταῖς τῶν νεύρων τε καὶ μυῶν διακοπαῖς, ἔστι δὲ ὅτε καὶ νύξεσιν αὐτῶν ἢ θλάσεσιν ἀρήγειν ἔφασαν αὐτά. ὑμῖν δὲ ἐξ ὧν ἐμάθετε πάρεστι γνωρίζειν πρὸ τῆς πείρας εἴτε δυνατά τις ἐπαγγέλλεται περὶ ὧν ἔγραψεν εἴτ' ἀδύνατα. πάρεστι δὲ καὶ τὰ χωρὶς ὧν πέφυκε ποιεῖν γεγραμμένα φάρμακα γνωρίζειν ὑμῖν, ἐφ' ὧν ἐστι χρηστέον αὐτοῖς. ἵνα γοῦν ὡς ἐπὶ παραδείγματος ἄρξωμαί τινος ἐμπλάστρου φαρμάκου πολυχρήστου, ἐπὶ δευτέρου τῇ τάξει γεγραμμένου κατὰ τὴν φαρμακωνῖτιν Ἀνδρομάχου βίβλον, ἣν ἐποιήσατο τῶν ἔξωθεν τῷ σώματι προσφερομένων, ἄνευ τοῦ δηλῶσαι πρὸς τίνα μάλιστα χρηστέον αὐτῇ, γυμνάσασθαι πάλιν ὑμῖν πάρεστιν, ὅπως χρὴ γνωρίζειν ἐκ τῶν γεγραμμένων φαρμάκων ἁπλῶν, τὴν δύναμιν τοῦ συνθέτου.
[Φαιὰ Αἰγυπτία Ἀνδρομάχου.] Ὁ μὲν γὰρ Ἀνδρόμαχος οὕτως ἔγραψε κατὰ λέξιν. ἡ φαιὰ Αἰγυπτία. Ϛ λιθαργύρου μδ΄. κίκεως κο. στ΄. κηροῦ ρμδ΄. ἀμμωνιακοῦ θυμιάματος οβ΄. τερμινθίνης λστ΄. ἐρίων κεκαυμένων [891] ιη΄. λεπίδος στομώματος η΄. λεπίδος χαλκοῦ η΄. ἀριστολοχίας η΄. λιβάνου η΄. ἔνιοι δὲ σμύρνης δ΄. ὀποπάνακος β΄. θαλάσσης ν΄. εἰς ἐμβροχὴν κηροῦ. αὕτη μὲν ἡ γραφὴ τοῦ φαρμάκου καλοῦ καὶ πολυχρήστου κατὰ ἀλήθειαν ὄντος, ἀλλὰ αὐτός γε παρέλιπεν εἰπεῖν ἐπὶ τίνων αὐτῷ χρηστέον. εἰ μὲν οὖν προειρηκὼς ἑκάστου γε τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν, ὥσπερ ἡμεῖς ἐποιήσαμεν ἐν ὑπομνήμασιν ἕνδεκα, μέθοδόν τέ τινα γεγραφὼς καθόλου συνθέσεως φαρμάκων, ὡς ἐγὼ κατὰ τὸ πρὸ τοῦδε τοῦ βιβλίου πεποίημαι, προὔβαλλε ζῶσι τοῖς ἑτέροις τοιαύτας γραφὰς ἕνεκα γυμνασίας, ὅπως ἀποκρίνοιντο πρὸς τίνα παθήματα δύναται χρήσιμον ὑπάρχειν, ἐπῃνέσαμεν ὄντως αὐτοῦ τὴν διδασκαλίαν. ἐπεὶ δ' οὐδὲν τούτων ἐποίησε, παντοίως ἄν τις αὐτῷ μέμψαιτο. διὰ τοῦτο οὖν εἰκότως αἱ φαρμακίτιδες αὐτοῦ βίβλοι παμπόλλων φαρμάκων ἀρίστων ἔχουσαι συνθέσεις ἠμέληνται τοῖς ἰατροῖς. ἐν γὰρ τοῖς χιλίοις εἷς τις δοκεῖ τὸ τέλος ἔχειν τῆς τέχνης, οἱ δ' ἄλλοι [892] τοῖς ἰδιώταις ὡσαύτως ἀγαπῶσιν, ἐὰν τοῖς σαφῶς γεγραμμένοις φαρμάκοις ὀρθῶς χρῆσθαι δύνωνται. καὶ τί δεῖ λέγειν περὶ τῶν τοιούτων ἰατρῶν; ὅπου δὲ καὶ τῶν ἐμπειρικῶν ὀνομαζομένων ἔνιοι καίτοι ἀξιόλογοι διὰ τῶν τῆς τέχνης ἔργων ὀφθέντες, ὅμως ἀγνοεῖν φασιν ᾧτινι λογισμῷ τῶν συνθέτων φαρμάκων ἕκαστον εὕρηται, καὶ τί λέγω λογισμῷ; τὴν ἀρχὴν γὰρ οὐ λογισμῷ φασιν εὑρῆσθαι τῶν τοιούτων οὐδέν. ἄχρηστος οὖν αὐτοῖς ἐστιν ἡ τῆς φαιᾶς ταύτης ἐμπλάστρου γραφὴ, τὸ χρῶμα μόνον ἐν τῷ προγράμματι διδασκούσης χωρὶς τῆς κατὰ δύναμιν ἐπαγγελίας, ἣν ἄμεινον ἦν γεγράφθαι πρὸ τοῦ χρώματος. ἐπεὶ τοίνυν ὁ Ἀνδρόμαχος εἰπεῖν παρέλιπε τὴν δύναμιν αὐτῆς, ἡμεῖς εὑρεῖν πειραθῶμεν ἐκ τῆς τῶν μιγνυμένων φαρμάκων ἰδέας τε καὶ δυνάμεως. ἡ μὲν δὴ λιθάργυρος ὅτι τῆς μέσης οὖσα κράσεως ἐν τῷ θερμαίνειν καὶ ψύχειν ἀποκεχώρηκε βραχὺ πρὸς τὸ ξηραίνειν ἐμάθετε. καὶ μέντοι καὶ τὴν χρείαν αὐτῆς εἰς τὰς ἐμπλάστρους ἔγνωτε διττὴν ὑπάρχουσαν, εἰ μὲν ἄτηκτος μείνειεν, ὡς ὕλης μόνον, εἰ δὲ τακείη καὶ ὡς ξηραίνειν δυναμένης [893] καὶ μᾶλλον εἰ ἐπὶ πλέον ἑψηθείη. νυνὶ μέντοι ζήτημά ἐστι ἐπὶ πόσον ἑψηθήσεται, κο. στ΄. γράψαντος τοῦ Ἀνδρομάχου μίγνυσθαι χρῆναι τοῦ κίκεως, ὅπερ ἐστὶν ἐλαίου κικίνου. πόσων γὰρ οὐγγιῶν τὴν ἐκ τῆς Ῥωμαϊκῆς λίτρας εἶναι βούλεται κοτύλην, οὐκ ἐδήλωσε· καίτοι βέλτιον ἦν ἐν Ῥώμῃ βεβιωκότα λιτρῶν μὲν καὶ ξεστῶν καὶ οὐγγιῶν μεμνῆσθαι, παραλιπεῖν δὲ τὸ τῆς κοτύλης ὄνομα ταῖς ἔξω τῆς Ἰταλίας πόλεσιν Ἑλληνικαῖς ὑπάρχον ἐν χρήσει. εἰ μὲν οὖν ἐν ἁπάσαις αὐταῖς ταὐτὸ ἦν ὄνομα τῆς κοτύλης, οὐδὲν ἂν ἦν ζήτημα. νυνὶ δὲ ἐπειδὴ παμπόλλη διαφορὰ κατὰ τὸ ποσὸν ἐν αὐταῖς ἐστιν, ἐχρῆν αὐτὸν εἰπεῖν ἤτοι γε ὅτι τὴν Ἀττικὴν λέγω κοτύλην ἢ τὴν Ἀλεξανδρεωτικὴν ἢ τὴν Ἐφεσίαν ἤ τινα ἄλλην. οἱ μὲν οὖν πλεῖστοι τῶν γραψάντων περὶ μέτρων καὶ σταθμῶν θ΄. φασὶν οὐγγιῶν τῶν ἐκ τῆς Ῥωμαϊκῆς λίτρας τὴν ὑπὸ τῶν ἰατρῶν ἐν τοῖς φαρμακίτισι βιβλίοις γεγραμμένην κοτύλην. ἄλλοι δὲ τὴν τῶν ιβ΄. φασὶν οὐγγιῶν ὑπ' αὐτῶν λέγεσθαι, καθάπερ ἐν Ῥώμῃ τὴν λίτραν τοῦ ἐλαίου συνήθως ὀνομάζουσιν. ἤδη δέ τινος ἤκουσα λέγοντος [894] γο ιστ΄. Ῥωμαϊκὰς ἔχειν τὴν ἐν ταῖς φαρμακίτισι βίβλοις γεγραμμένην ὑπὸ τῶν ἰατρῶν κοτύλην, οὐ μικρὰ δέ ἐστι διαφορὰ πρὸς τὴν τοῦ φαρμάκου δύναμιν ἢ μεγάλας ἐμβάλλειν ἢ μικρὰς τὰς κοτύλας. ἐγὼ γοῦν ἐν τῇ Ῥώμῃ τὴν τοῦ ἐλαίου καλουμένην λίτραν, ἣν διὰ τῶν κατατετμημένων κεράτων μετροῦσιν, ἔστησά ποτε βουλόμενος μαθεῖν ὁπόσον ἔχει σταθμὸν τοῦ βάρους. εὗρον δὲ καὶ ταῖς σταθμικαῖς δέκα οὐγγίαις ἴσας τὰς μετρικὰς τοῦ ἐλαίου ιβ΄. διὸ γράφειν ἐχρῆν ἐπιμελέστερον ἐν ταῖς φαρμακίτισι βίβλοις τοὺς ἰατροὺς, ὁποίας τινὰς κελεύουσι βάλλεσθαι τὰς οὐγγίας ἢ τὰς λίτρας τῶν ὑγρῶν φαρμάκων, πότερα τὰς μετρικὰς ἢ τὰς σταθμικάς. πρόδηλον γὰρ, ὅτι τῶν ὑγρῶν τούτων σωμάτων, ὥσπερ καὶ τῶν στερεῶν, τὰ μέν ἐστι βαρύτερα, τὰ δὲ κουφότερα. καὶ λέλεκταί μοι κατὰ λόγον ἕτερον ἑκάστου τῶν εἰς τὰ φάρμακα βαλλομένων ὑγρῶν ὁ σταθμὸς, ἀλλὰ νῦν γε τὸ προκείμενον ἀναλάβωμεν. τὰς γάρ τοι τρεῖς κοτύλας, εἰ μὲν ἐξ ἐννέα τις οὐγγιῶν μετρικῶν ἑκάστην θείη, τὰς μὲν τρεῖς οὐγγιῶν ἑπτὰ καὶ κ΄. ἐργάσεται. τεμνομένης [895] δὲ ἑκάστης αὐτῆς εἰς η΄. δραχμὰς, τὰς δραχμὰς ἕξουσι διακοσίας ιστ΄. εἰ δὲ ἐκ τῶν ιβ΄. οὐγγιῶν ἑκάστην κοτύλην ὑπάρχειν ὑπόθοιτο, γενήσονται μὲν στ΄. καὶ λ΄. οὐγγίαι, δραχμαὶ δὲ σπη΄. τεμνομένης εἰς η΄. δραχμὰς ἑκάστης οὐγγίας. πεπείραμαι δ' ἐγὼ πολλάκις ἐν ἐλαίῳ λιθάργυρον ἑψηκὼς τὴν μὲν σύμμετρον αὐτῆς μίξιν ἴσην τῇ σταθμικῇ λίτρᾳ τῆς λιθαργύρου, τῇ μετρικῇ δὲ τοῦ ἐλαίου γίγνεσθαι. εἰ δὲ ἐμβάλλοι τις ἔλαιον πλέον, ἑψομένην τε δηλονότι πλείονι χρόνῳ, ξηραντικωτέραν γίγνεσθαι. ἐπὶ δὲ τῶν λευκῶν ἐμπλάστρων διὰ τὸ χρῶμα μίγνυμεν καὶ τὸ ψιμύθιον τῇ λιθαργύρῳ, τοὐπίπαν ἴσον ἴσῃ κατὰ τὸν σταθμόν. ἐμβάλλεται δὲ ἡ κοτύλη τῶν θ΄. οὐγγιῶν, ὡς πρὸς τὴν σταθμικὴν λίτραν τῆς λιθαργύρου, βουλομένοις φυλάττειν τὸ χρῶμα, διὰ τὸ τὴν πλείονα ἕψησιν ἐργάσασθαι μελαντέραν τὴν λιθάργυρον, ἀλλ' ἧττον ἐχέκολλον γίνεται τὸ φάρμακον, ἐλαίου βληθέντος ὀλίγου. διό τινες ἔμιξαν ἤτοι τὴν τερμινθίνην ῥητίνην ἢ τὴν κολοφωνίαν καλουμένην τὴν διαυγῆ, καθ' ὅσον οἷόν τε πειρώμενοι μήτε τὴν χρόαν βλάψαι μήτε τὴν δύναμιν τοῦ φαρμάκου, [896] προσθεῖναί τε τῆς ῥητίνης μίξει τὸ δυσαπόπτωτον αὐτῇ, διὰ τὸ ψαθυρὸν γίνεσθαι τὸ φάρμακον, ἂν ἐν ἐλαίῳ τοσούτῳ τοσοῦτον ἕψηται τῆς λιθαργύρου τε καὶ τοῦ ψιμυθίου. τινὲς δὲ κατὰ τὸν αὐτὸν λόγον ἐνέβαλον ἑψημένῳ τῷ φαρμάκῳ τὸν λευκὸν κηρόν. τῇ μέντοι διπλάσιον ἐχούσῃ τὸ ἔλαιον λιθαργύρῳ, κᾂν μηδὲν ἐπεμβάλλῃς ῥητινῶδες ἢ κηρῶδες, ὑπάρξει τὸ ἐχέκολλον ἐκ τῆς ἑψήσεως, καὶ πολύ γε μᾶλλον, ἐὰν τριπλάσιον μίξῃς τὸ ἔλαιον τῇ λιθαργύρῳ, τουτέστιν ἐὰν τρεῖς μετρικὰς ἐλαίου μίξεις τρισὶ σταθμικαῖς τῆς λιθαργύρου. εἰκὸς οὖν ἐστι τὸν Ἀνδρόμαχον θ΄. τῶν μετρικῶν οὐγγιῶν ἀξιοῦν ἐμβάλλεσθαι τὸ κίκινον ἔλαιον, ὡς γίγνεσθαι τῶν ἓξ κοτυλῶν οὐγγίας νδ΄. μετρικὰς, ὅπερ ἐστὶ ταὐτὸν λίτρας μετρικαῖς Ῥωμαϊκαῖς δ΄. καὶ Ϛ΄΄. εὔδηλον δ' ὅτι μὴ παρόντος ποτὲ ἡμῖν τοῦ κικίνου τὸ παλαιὸν ἔλαιον ἀντ' αὐτοῦ παραληψόμεθα. καὶ τὸ σικυώνιον δ' ἐγὼ πολλάκις ἐνέβαλον εἰς τὰς διαφορητικὰς ἐμπλάστρους, κᾀκείνου μὴ παρόντος, ἕτερον ἔλαιον αὐτοσχεδιάσας, ὅμοιον ἐκείνοις εἰργασάμην, ἐναφεψήσας αὐτῷ ῥίζας σικύου ἀγρίου καὶ βρυωνίου [897] καὶ ἀλθαίας. ὅτι δὲ διαφορητικόν τε καὶ μαλακτικὸν εἶναι βούλεται τὸ προκείμενον φάρμακον ὁ Ἀνδρόμαχος εὔδηλον ἐκ τοῦ κίκινον ἔλαιον ἐμβάλλειν αὐτῷ καὶ πλεῖστον ἀμμωνιακὸν θυμίαμα. τῇ γὰρ λιθαργύρῳ τὸν μὲν κηρὸν ἴσον εἶναι βούλεται τῷ σταθμῷ, τὸ δ' ἀμμωνιακὸν Ϛ΄΄. καίτοι κατὰ πολλὰς τῶν ἐνδόξων ἐμπλάστρων οὐχ ἡμίσεος, ἀλλὰ δ΄. μέρους ἢ ε΄. καὶ πολλάκις ἑβδόμου τε καὶ ὀγδόου καί ποτε δεκάτου βαλλομένου τοῦ φαρμάκου τούτου κατὰ τὸν σταθμὸν, ὡς πρὸς τὴν λιθάργυρον. περὶ δὲ τοῦ κηροῦ μεμαθήκαμεν ὡς ὕλης ἔχει τάξιν ἐν ταῖς τῶν τοιούτων φαρμάκων συνθέσεσιν, οὐ δυνάμεως δραστηρίου συντέλειαν. ὑπάρχει δὲ καὶ αὐτῷ βραχεῖά τις δύναμις μαλακτικὴ, ἀλλ' οὐ διὰ ταύτην ἐν τῷ προκειμένῳ φαρμάκῳ παρείληπται, καθάπερ οὐδ' ἡ τερμινθίνη ῥητίνη, καίτοι πολὺ πλαστικωτέρα κατὰ δύναμιν οὖσα τοῦ κηροῦ. καὶ γὰρ μαλάττει μᾶλλον αὐτοῦ καὶ προσέτι θερμαίνει καὶ διαφορεῖ, τοῦ κηροῦ μηδ' ἕτερον ἔχοντος τούτων. ἀλλὰ τὸ ἀμμωνιακὸν θυμίαμα μόνον ἐμβληθὲν αὐχμηρὸν ἐργάσεται τὸ φάρμακον. ὡς δ' εἰς [898] ἐμπλαστροποιΐαν, οὐδὲ γὰρ χεῖρον οὕτως ὀνομάσαι, χρήσιμός ἐστιν ὅ τε κηρὸς καὶ ἡ ῥητίνη. τὸ γάρ τοι μαλάττειν τε καὶ διαφορεῖν ὑπάρχει τῷ φαρμάκῳ κᾀκ μόνου τοῦ ἀμμωνιακοῦ πρωτεύοντος μὲν ἐν τοῖς μαλακτικοῖς, ἐναμίλλου δὲ καὶ τοῖς διαφορητικοῖς ὄντος. ἀναμνησθέντες δὲ τῶν ἐν τῷ ε΄. τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως εἰρημένων, ὁποίαν τινὰ τὴν κρᾶσιν εἶναι χρὴ τοῖς τοιούτοις φαρμάκοις, οὐδὲν ἔτι δεηθήσεσθε νεωτέρας διδασκαλίας. αἱ μὲν γὰρ πρῶται δυνάμεις δραστικαὶ τοῖς φαρμάκοις εἰσὶν ἐν θερμότητι καὶ ψυχρότητι καὶ ὑγρότητι καὶ ξηρότητι· δεύτεραι δὲ αἵ τε μαλακτικαὶ καὶ διαφορητικαὶ καὶ ἀποκρουστικαὶ καὶ ἑλκτικαὶ καὶ πεπτικαί τε καὶ ῥυπτικαὶ καὶ σηπτικαὶ, καθάπερ γε καὶ τρίται κολλητικαὶ τραυμάτων, ἐπουλωτικαί τε καὶ σαρκωτικαί. καὶ τὸ συγκείμενον οὖν ἐξ ἐλαίου κικίνου καὶ ἀμμωνιακοῦ θυμιάματος φάρμακον ἱκανόν ἐστι διαφορεῖν τε καὶ μαλάττειν καὶ δηλονότι καὶ ξηραίνειν, ὕλην ἐπιτηδείαν προσειληφὸς τὸν κηρόν τε καὶ τὴν ῥητίνην καὶ τὴν ἐπὶ τὸ πλέον ἑψημένην λιθάργυρον. ἐπεμβάλλειν δ' αὐτῷ κελεύει [899] καὶ τῶν κεκαυμένων ἐρίων καὶ ἀριστολοχίας, διαφορητικωτάτων τε καὶ ξηραντικωτάτων φαρμάκων, ἐφ' οἷς πεπτικοῦ καὶ παρηγορικοῦ φαρμάκου μνημονεύει τοῦ λιβανωτοῦ. εἰ δὲ καὶ τῆς σμύρνης ἐμβάλλοιμέν τι καὶ ὀποπάνακος, ἐνίους γάρ φησι καὶ τούτων τι μιγνύναι τῷ φαρμάκῳ, τὴν μὲν σμύρναν ἴσμεν οὐκ ἀγεννῶς θερμαίνουσάν τε καὶ ξηραίνουσαν, τὸν δὲ ὀποπάνακα καὶ γενναιότερον ἔτι ταῦτ' ἄμφω δρῶντα καὶ προσέτι λεπτυντικῆς τε καὶ διαφορητικῆς ὄντα δυνάμεως. ἀλλὰ τούτου μὲν ὀλίγιστον ἐμβάλλεται, δεδιότος οἶμαι τοῦ προσθέντος αὐτὸ τὴν δριμύτητα τοῦ φαρμάκου καὶ βουλομένου μὴ μόνον διαφορητικήν τε καὶ μαλακτικὴν ἐργάσασθαι τὴν ἔμπλαστρον, ἀλλὰ καὶ τραύμασιν ἐπιτηδείαν. διὰ τοῦτο οὖν αὐτῷ καὶ τὴν λεπίδα τοῦ χαλκοῦ τε καὶ τοῦ στομώματος ἔμιξε, φάρμακα στυπτικὴν ἔχοντα δύναμιν ἅμα τῷ ξηραίνειν ἰσχυρῶς. διὰ γοῦν τὴν τούτων μίξιν ἐπί τε τῶν ἐναίμων τραυμάτων ἄλλων θ' ἑλκῶν οὐκ ὀλίγων ἀγαθὸν γίγνεται φάρμακον ἡ προκειμένη κατὰ λόγον ἔμπλαστρος Αἰγυπτία. καὶ μέντοι καὶ πρὸς ἀποστήματα καὶ πάνθ' [900] ὅσα διαφορεῖσθαι δεῖται, πολλάκις ἀκηκόατε τὰ μὲν ἅμα τοῖς διαφορητικοῖς φαρμάκοις ἔχοντά τι καὶ τῶν στυπτικῶν ἀσφαλέστερα γίγνεσθαι, τὰ δὲ χωρὶς τῶν στυφόντων δραστικώτερα μὲν, οὐκ ἀσφαλῆ δέ. πολλάκις γὰρ ἐπισπᾶται ῥεύματα πληθωρικοῦ τοῦ θεραπευομένου σώματος ὄντος ἢ κακοχύμου. κενὸν δ' εἴπερ εἴη τὸ σῶμα καὶ ἀπέριττον, ἑτοιμότερον ἀφικνεῖται τοῦ τέλους τὰ διαφορητικώτερα φάρμακα μόνα παραλαμβανόμενα χωρὶς τῶν στυπτικῶν. ὀλίγοις δὲ προσφερόμενα ἐπὶ τοιούτοις σώμασι τὰ φάρμακα διὰ τοῦτο ἀσφαλέστερον ἔδοξεν εἶναι μιγνύναι τι καὶ τῶν ἀποκρουστικῶν. οὕτω τοι καὶ τῇ διὰ τῶν ἁλῶν ἐμπλάστρῳ διαφορητικῇ προσέθεσάν τινες χαλκάνθου βραχὺ, καίτοι καὶ τῶν ἁλῶν αὐτῶν ἐχόντων τι στυπτικόν. τὸ τοίνυν προκείκενον φάρμακον εὕρηται μὲν διαφορητικὸν ἰσχυρῶς, ὡς καὶ πῦον ἤδη τό γε μὴ πάνυ πολὺ, χωρὶς τοῦ διατρῆσαι τὸ δέρμα, διαφορεῖν δύνασθαι, μαλακτικὸν δὲ τῶν σκιῤῥουμένων τε καὶ ὁπωσοῦν σκληρυνομένων, κολλητικὸν δὲ μεγάλων τραυμάτων, ὥσπερ γε καὶ τῶν ἤδη κακοηθευομένων ἑλκῶν ἐπουλωτικὸν [901] ἁπάντων τε τῶν ἄλλων παθημάτων, ὅσα διαφορητικῆς τε ἅμα καὶ ἀποκρουστικῆς μετρεῖται δυνάμεως, ἐν οἷς ἐστι καὶ τὰ κατὰ τοῦ μετώπου ῥευματιζομένων ὀφθαλμῶν ἐπιτιθέμενα, καλούμενα δὲ ὑπὸ τῶν ἰατρῶν ἀνακολλήματα. ταὐτὸν δὲ τοῦτο τὸ φάρμακον ἐπιτήδειον ἔσται καὶ τοῖς γεγυμνωμένοις νεύροις, εἰ καὶ τετμημένα κατά τι μέρος αὐτῶν τύχοι. τὰ γάρ τοι διακεκομμένα τὸν ἐκ τῆς συμπαθείας οὐκ ἔχοντα κίνδυνον ἔτι καὶ τὴν αἴσθησιν ἀφαιρεῖται τῶν ὑποκειμένων ἑαυτῷ σωμάτων, εἰς ἃ κατίσχεται. δεῖταί γε μὴν καὶ ταῦτα τοιούτου φαρμάκου. τὰ γὰρ ὑγραίνοντα σήπει ῥᾳδίως αὐτὰ, διὰ τοῦτο καὶ οἱ ξηραντικοὶ κυκλίσκοι, καίτοι στύφοντες ἱκανῶς, ὅμως ἁρμόττουσι τοῖς γεγυμνωμένος νεύροις, ἅ γε μήπω φθάσαντα πρὸς τὴν ἀκμὴν τῆς φλεγμονῆς ἀφίκετο. ταῦτα γὰρ ἀγανακτεῖ καὶ παροξύνεται πρὸς τῶν τοιούτων φαρμάκων. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ προήκοντι τῷ λόγῳ ῥηθήσεται· περὶ δὲ τῆς προκειμένης ἐμπλάστρου τὰ λείποντα τῷ λόγῳ προσθῶμεν. ἐπεὶ δὲ οἱ πολλοὶ τῶν ἰατρῶν ἀγνοοῦντες ἐπιτιθέασι τὰς τοιαύτας ἐμπλάστρους σκληρὰς, ἄμεινον ἐμμότους ποιῆσαι τήξαντας [902] ἢ κατὰ τὴν σκευασίαν εὐθὺς ἐργάσασθαι μαλθακάς. ἔπειτα δὲ ὅταν ἐπὶ μεγάλων διαιρέσεων, ἐν αἷς γεγύμνωται νεῦρα, πειραθῶσιν αὐτῶν, ἐλπίζουσιν ἐπὶ τῶν νυγμάτων ἔσεσθαι πολὺ μᾶλλον ὠφελίμους, ἀγνοοῦντες κᾀνταῦθα μέγιστόν τι θεώρημα, περὶ οὗ διελέχθην ἤδη διδάσκων ὑμᾶς ἐν τῷ λόγῳ μὲν πρῶτον ἐξεῦρον, εἶθ' ὑπὸ τῆς πείρας ἔγνων βεβαιούμενα, διὰ τοῦτο καὶ νῦν ἀναμιμνήσκω. πολὺ γὰρ θερμοτέρων τε καὶ διαφορητικωτέρων δέονται φαρμάκων αἱ νύξεις τῶν νεύρων ἤπερ ὅταν ὅλον γυμνωθῇ, τραύματος ἀξιολόγου γενομένου. τὰ γάρ τοι γυμνωθέντα τὰς τῶν δριμέων τε καὶ θερμῶν πάνυ φαρμάκων ἐπιθέσεις οὐ φέρει διὰ τὴν δῆξιν, ἀλλὰ τῶν χαλαστικῶν καὶ διαφορητικῶν δεῖται μεμιγμένων συμμέτρως τοῖς στύφουσι φαρμάκοις. ἀλλὰ καὶ ὅτι βέλτιόν ἐστι τὰ πέριξ τοῦ τραύματος καταλαμβάνειν τοῖς δριμέσι τε καὶ λεπτομερέσι καὶ διαφορητικοῖς ἱκανῶς, ὁποῖόν ἐστι τὸ διὰ τοῦ εὐφορβίου. ἐγὼ μὲν οὖν ἐτεκμηράμην τὴν προκειμένην ἔμπλαστρον ἱκανὴν εἶναι ποιεῖν ἃ προείρηκα, καὶ σκευάσας ταύτην εὗρον τὴν πεῖραν μαρτυροῦσαν. ὕστερον [903] δέ ποτε καὶ ταῖς Ἀσκληπιάδου τε καὶ Κρίτωνος ἐντυγχάνων φαρμακίτισι βίβλοις ἔγνων αὐτοὺς γεγραφότας, οὐχ ὥσπερ καὶ Ἀνδρόμαχος ἀδιορίστως, ἀλλὰ μετὰ διορισμῶν σαφῶς ἥν τινα δύναμιν ἔχει. διά τε οὖν τοῦτο καὶ διότι διαφωνοῦσιν ἐν τῇ σκευασίᾳ, κατά τινα τῷ Ἀνδρομάχῳ, κάλλιον ἔδοξέ μοι προσγράψαι καὶ τὰς ἐκείνων αὐτῶν λέξεις, ἔπειθ' οὕτως εἰπεῖν τι καὶ περὶ τῆς ἐν τῇ συνθέσει τοῦ φαρμάκου διαφωνίας αὐτῶν.
[Περὶ τῶν γεγραμμένων ὑπ' Ἀσκληπιάδου καὶ Κρίτωνος περὶ τῆς προκειμένης ἐμπλάστρου.] Περὶ τῆς ὑπ' Ἀνδρομάχου γεγραμμένης Αἰγυπτίας ἐμπλάστρου ὁ Ἀσκληπιάδης οὕτως ἔγραψεν. Ἀνδρομάχου Αἰγυπτία ἄναιμος, τραυματική. ποιεῖ πρὸς νεύρων καὶ μυῶν διακοπὰς, ποιεῖ πρὸς νύγματα, περιθλάσεις, παρατρίματα, λυγίσματα. ἔστι δὲ καὶ ὀφθαλμιώντων παρακόλλημα. ποιεῖ κεφαλαλγικοῖς καὶ πρὸς πολλὰς διαθέσεις χρήσιμόν ἐστι τὸ φάρμακον. Ϛ λιθαργύρου, κηροῦ ἀνὰ ρμδ΄. ἀμμωνιακοῦ θυμιάματος οβ΄. τερμινθίνης λστ΄. ἐρίων οἰσυπηρῶν κεκαυμένων [904] ιη΄. λεπίδος χαλκοῦ η΄. λεπίδος στομώματος η΄. λιβάνου η΄. ἀριστολοχίας στρογγύλης η΄. κίκεως κο. γ΄. ταῦτα προειπὼν ὁ Ἀσκληπιάδης ἐφεξῆς γράφει τὸν τρόπον τῆς ἑψήσεως, οὐδὲ τοῦτο τὸ μέρος τῆς συνθέσεως ἐπὶ τῶν ἐμπλάστρων φυλάξαντος τοῦ Ἀνδρομάχου, παραλέλειπται γὰρ ἐν ἁπάσαις σχεδόν. ἀλλὰ περὶ μὲν τῶν ἑψήσεων εἴρηται μὲν οὐκ ὀλίγα κατὰ τὸ δ΄. γράμμα καὶ νῦν εἰρήσεται μετ' ὀλίγον. ἄξιον δὲ ἐπισκέψασθαι τὸ τῆς διαφωνίας, ἣν ἐν τῇ ποσότητι τῶν ἁπλῶν φαρμάκων ἐποιήσατο πρὸς τὸν Ἀνδρόμαχον ὁ Ἀσκληπιάδης. οὐ γὰρ ἓξ κοτύλας τοῦ κίκεως, ὥσπερ ὁ Ἀνδρόμαχος, ἀλλὰ τρεῖς ἐμβάλλειν ἀξιοῖ, κατὰ δὲ τὴν ἀριστολοχίαν οὐδὲν προδιορισαμένου τοῦ Ἀνδρομάχου, προσέθηκεν αὐτὸς τὸ στρογγύλην, ὥσπερ γε καὶ κατὰ τὸ κεκαυμένον ἔριον τὸ οἰσυπηρόν. τὸν μέντοι σταθμὸν ἴσον ἐμβάλλει τῷ Ἀνδρομάχῳ. γράφει γοῦν οὕτως. Ϛ ἐρίων οἰσυπηρῶν κεκαυμένων ιη΄. ἀριστολοχίας στρογγύλης η΄. ἃ δ' ἐπὶ τέλει προσέθηκεν ὁ Ἀνδρόμαχος οὐδὲ ὅλως ἔγραψεν ὁ Ἀσκληπιάδης, οὔτε περὶ τῆς [905] σμύρνης οὔτε περὶ τοῦ ὀποπάνακος εἰπών τι, πολὺ δὲ μᾶλλον οὐδὲ περὶ τῆς θαλάσσης, ἃ σαφῶς προγράψαντος τοῦ Ἀνδρομάχου, θαλάσσης εἰς ἐμβροχὴν κηροῦ ν΄. τοῦτο γὰρ οὔτε ὁ Ἀσκληπιάδης οὔτε ὁ Κρίτων προσέγραψε. τὴν μέντοι ἀριστολοχίαν τὴν στρογγύλην ὁ Κρίτων ὁμοίως τῷ Ἀσκληπιάδῃ βάλλει, καθάπερ καὶ τῶν οἰσυπηρῶν ἐρίων τάς τε ιη΄. ἐλαίου τε κικίνου, κατὰ λέξιν γὰρ οὕτως ἔγραψε κοτύλας στ΄. ἡ δὲ ἕψησις τῆς ἐμπλάστρου παρὰ μὲν Ἀσκληπιάδου γέγραπται τόνδε τὸν τρόπον. ἕψε λιθάργυρον καὶ κίκινον ἕως συστραφῇ, εἶτα τὰς λεπίδας, καὶ ὅταν εὔχρους γένηται, τὰ λοιπὰ ἐπίβαλλε. παρὰ δὲ τῷ Κρίτωνι τόνδε τὸν τρόπον. ἕψε λιθάργυρον μετὰ κικίνου, ἕως μέλιτος σχῇ τὸ πάχος. τούτου δὲ γενομένου ἐπίπασσε τὰς λεπίδας καὶ συνέψε ἐφ' ἱκανὸν, ἕως ἀμόλυντος γένηται, ἔπειτα τερμινθίνην καὶ κηρὸν, ἡνωμένοις δὲ ἀμμωνιακὸν προμαλαχθὲν παρὰ πυρὶ τοῖς δακτύλοις. βαστάζων δὲ ἤδη ἀπὸ τοῦ πυρὸς ἔμπασσε τῶν οἰσυπηρῶν ἐρίων τὴν κόνιν, μετέπειτα ἐπὶ τέλει τὸν λίβανον, εἶθ' οὕτως ἀναιροῦ. καὶ περὶ [906] τῆς ἐπαγγελίας δὲ τοῦ φαρμάκου ἐπιμελέστερον ὁ Κρίτων ἔγραψε κατὰ λέξιν οὕτως. Αἰγυπτία τηροῦσα χωρὶς φλεγμονῆς πᾶσαν διαίρεσιν καὶ πᾶν θλάσμα. εὐθετεῖ δὲ καὶ πρὸς πᾶν δῆγμα τῶν θηρίων, ὠφελεῖ δὲ καὶ τὰς γιγνομένας φλεγμονὰς χωρὶς ἑλκῶν. ἀγαθὴ δὲ καὶ πρὸς πόνους νεύρων καὶ μυῶν τοὺς δίχα φανερᾶς αἰτίας γινομένους.
[Ἄλλη Ἀνδρομόχου φαιά.] Ἔγραψε καὶ ἄλλας φαιὰς ὁ Ἀνδρόμαχος ὁμογενεῖς πως τῇ προγεγραμμένῃ. καλεῖ δὲ τὴν μὲν ἑτέραν Ἀθηνᾶν, τὴν δὲ ἑτέραν νυγματικήν. ἔστι δὲ ἡ μὲν Ἀθηνᾶ τῆς νυγματικῆς πρὸς πλέονας διαθέσεις ἁρμόττουσα καὶ μάλιστα τὰς μεθ' ἑλκῶν, ἐπεὶ ποικιλωτέρα τέ ἐστι καὶ στυφόντων φαρμάκων ἔτι μᾶλλον μετέχει. ἡ δὲ νυγματικὴ χαλαστικωτέρα τε καὶ ἀνωδυνωτέρα ταύτης ἐστί. περὶ μὲν οὖν τῆς προτέρας τῶν εἰρημένων φαρμάκων οὕτως ἔγραψε κατὰ λέξιν. φαιὰ Ἀθηνᾶ. Ϛ λιθαργύρου ρ΄. τερμινθίνης λστ΄. κηροῦ κε΄. μίλτου Σινωπικῆς κδ΄. ἀμμωνιακοῦ θυμιάματος λστ΄. χαλβάνης ιβ΄. ἀλόης η΄. διφρυγοῦς η΄. κεκαυμένου χαλκοῦ [907] στ΄. μαστίχης στ΄. ἀριστολοχίας ε΄. προπόλεως ε΄. μάννης στ΄. λεπίδος χαλκοῦ στ΄. λίθου Ἀσίου γ΄. τριφύλλου σπέρματος β΄. συμφύτου ῥίζης α΄. καὶ τετρώβολον, ἐλαίου κοτύλας δ΄. περὶ τῆς ἑτέρας φαιᾶς αὐτοῖς ὀνόμασιν οὕτως ἔγραψεν ὁ Ἀνδρόμαχος. φαιὰ νυγματική. Ϛ ἀμμωνιακοῦ η΄. κηροῦ νεοῦ η΄. τερμινθίνης γ΄. χαλκοῦ κεκαυμένου η΄. πίσσης ξηρᾶς μ΄. ὡς δὲ Ζήνων μνᾶς Ϛ΄΄. τέταρτον, λιθαργύρου δ΄. ἀλόης Ἰνδικῆς β΄. ἀριστολοχίας β΄. χαλβάνης β΄. ἰοῦ α΄. οἱ δὲ β΄. λιβάνου β΄. ἐλαίου χειμῶνος κοτύλας δ΄. θερείας ὄγδοον, ὄξους κοτύλης ἥμισυ, εἰς ἄνεσιν τοῦ ἀμμωνιακοῦ. καὶ ἄλλας δὲ πολλὰς ἔγραψεν ἅμα ταύταις ὁ Ἀνδρόμαχος ἐμπλάστρους, οὐδὲν ἄλλο προσθεὶς αὐταῖς ἢ τὸ τοῦ χρώματος ὄνομα, συγκειμένας ἐκ τῶν ἐναντίων ταῖς δυνάμεσι φαρμάκων, ἀλλὰ τινὲς μὲν αὐτῶν ἐπικρατοῦν ἔχουσι τὸ χαλαστικόν τε καὶ ἀνώδυνον, τινὲς δὲ διαφορητικόν τε καὶ ῥυπτικὸν, τινὲς δὲ τὴν στύψιν· ὥστε καὶ ἡμᾶς χρὴ πάσαις [908] αὐταῖς θαῤῥοῦντας ἐπιτηδείως ἑκάστῃ χρῆσθαι, πρὸς μὲν τὰ δυσεπούλωτα καὶ κακοήθη τῶν ἑλκῶν ταῖς στυπτικὸν ἐχούσαις πλέον· ἔνθα δὲ παρηγορῆσαί τε καὶ χαλάσαι πρόκειται· ταῖς τὸ χαλαστικόν· ἔνθα δὲ ἑλκύσαι τε καὶ διαφορῆσαι, ταῖς τὰ θερμαίνοντα καὶ πρὸς ἑαυτὰς τὰς ἐν βάθει διαθέσεων ἐπισπώμενα μοχθηρὰς ὑγρότητας. ἐνίαις δὲ καὶ τοῦτο προσγέγραπται. φαιὰ λιτὴ ᾗ χρῶμαι. τρεῖς γὰρ ἐφεξῆς οὐ πολυμιγμάτους ἔγραψε τοιαύτας, ὧν καὶ αὐτῶν τὴν σύνθεσιν ἔδοξέ μοι βέλτιον εἶναι προσγράψαι κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ. φαιὰ λιτὴ ᾗ χρῶμαι. Ϛ λιθαργύρου κδ΄. κίκεως κοτύλην α΄. χαλκοῦ κεκαυμένου δ΄. μάννης δ΄. ῥητίνης δ΄. κολοφωνίας η΄. ἄλλη ἀνώδυνος Ἰσιδώρου. Ϛ λιθαργύρου λστ΄. κηροῦ λστ΄. ἐλαίου κοτύλην α΄ Ϛ΄΄. ῥητίνης κολοφωνίας ιε΄. λεπίδος χαλκοῦ θ΄. μάννης ν΄. ἕψε. ἄλλη ᾗ χρῶμαι. Ϛ λιθαργύρου ρμδ΄. ῥητίνης ξηρᾶς ρμδ΄. λεπίδος κδ΄. ἐλαίου κοτύλας γ΄. ὥσπερ δὲ ταύταις ταῖς προγεγραμμέναις τρισὶ προσέγραψε, ταῖς μὲν ὅτι [909] χρῆται αὐτὸς, ταῖς δὲ ὅτι ἀνώδυνός ἐστιν, οὕτως ἑτέραις μαρτυρεῖ, θηριακὰς αὐτὰς ὀνομάζων. ἡ γοῦν ἀπὸ τῆς ἀρχῆς τρίτη κατὰ λέξιν οὕτως γέγραπται. θηριακὴ ᾗ χρῶμαι. καὶ μετὰ ταύτην ἄλλη πάλιν, ἧς πρόγραμμά ἐστι τοιοῦτον, Εὐπατόριος θηριακή. ἀλλὰ περὶ μὲν τῶν θηριακῶν ἐν τοῖς ἑξῆς εἰρήσεται. νυνὶ δὲ περὶ τῶν φαιῶν ἔτι τῶν ὑπ' Ἀνδρομάχου γεγραμμένων εἰπεῖν βούλομαι, μεμφόμενος αὐτῷ διότι τάς τε ἐπαγγελίας αὐτῶν παρέλιπεν εἰπεῖν καὶ τὰς σκευασίας. εὐθέως γοῦν τῇ πρώτῃ πασῶν γεγραμμένῃ τῶν φίλων τις ἰατρῶν ἐχρήσατο πάμπολλα ποιούσῃ. καὶ γὰρ ἐπουλωτικὴ τῶν δυσεπουλώτων ἐστὶ καὶ μάλισθ' ὅταν τετυλωμένα καὶ σκληρὰ χείλη περιέχῃ τὸ ἕλκος. ἁρμόττει δὲ καὶ πρὸς σηπεδόνας καὶ πρὸς σύριγγάς τε καὶ κόλπους καὶ τὰ μεγάλα τραύματα καὶ ὅλως ἐστὶ πολύχρηστος. ἡ δὲ τῶν συντιθέντων αὐτὴν φαρμάκων συμμετρία κατὰ τόδε γέγραπται. Ϛ λιθαργύρου ρμδ΄. ἐλαίου κοτύλας ε΄. ἀσβέστου μη΄. λιβάνου μη΄. χαλκοῦ κεκαυμένου μη΄. τερμινθίνης μη΄. ἀριστολοχίας μη΄. πίσσης δραχμὰς ἐνενήκοντα ἓξ, κηροῦ δραχμὰς ἐνενήκοντα ἓξ, ἀμμωνιακοῦ δραχμὰς [910] ἐνενήκοντα ἕξ. οὕτως μὲν ὁ Ἀνδρόμαχος ἔγραψεν. ἔξεστί σοι καὶ δι' ἐλάττονος συμμετρίας αὐτὴν σκευάζειν, ἑκάστου τῶν εἰρημένων τέταρτον μόριον μιγνύντα. γενήσεται γὰρ ἡ σύνθεσις τοιάδε. Ϛ λιθαργύρου λστ΄. ἀσβέστου δὲ καὶ χαλκοῦ κεκαυμένου καὶ λιβανωτοῦ καὶ τερμινθίνης καὶ ἀριστολοχίας τὸ τρίτον ἑκάστου σταθμῷ τῆς λιθαργύρου, τουτέστι ιβ΄. εἶτα πίσσης καὶ κηροῦ καὶ ἀμμωνιακοῦ θυμιάματος, ἑκάστου τὸ διπλάσιον τῶν εἰρημένων πέμπτων φαρμάκων, τῆς ἀριστολοχίας λέγω καὶ τερμινθίνης καὶ λιβάνου καὶ χαλκοῦ κεκαυμένου καὶ ἀσβέστου. χρὴ δὲ τὴν ἄσβεστον ἀκατάσβεστον δηλονότι καὶ πρόσφατον εἶναι, οὕτω τὸ φάρμακον καὶ πρὸς τὰ σηπεδονώδη χρήσιμον γίνεται. ἅπαντα δὲ διὰ δραχμῶν γράψας ὁ Ἀνδρόμαχος τὰ φάρμακα κάλλιον ἂν ἐπεποιήκει κατὰ τὴν αὐτὴν συμμετρίαν καὶ τοῦ ἐλαίου μνημονεῦσαι, ὡς ἕλκειν τὸ βαλλόμενον δραχμὰς τοσάσδε ἢ εἰ μὴ τοῦτο. πάντως γοῦν ἐχρῆν αὐτὸν τῆς Ῥωμαϊκῆς λίτρας μνημονεῦσαι. νυνὶ δὲ κοτύλην γράφει, τὴν συνήθη περὶ τοῦ μέτρου τούτου καταλιπὼν ἡμῖν [911] ἀμφιβολίαν, εἴτ' ἐννέα μετρικῶν οὐγγιῶν, εἴτε δώδεκα βούλεται τὴν κοτύλην εἶναι. κατὰ δὲ τὴν ἐμὴν γνώμην ἡ μὲν τελεία συμμετρία τὰς γο στ΄. τοῦ σταθμοῦ λαμβανέτω, διὰ τὸ τὴν Ῥωμαϊκὴν λίτραν ἕλκειν γο ιβ΄. κατὰ δὲ τὸ δ΄. ἂν σκευάσῃς, εὔδηλος ἡ ἀναλογία. εὔδηλον δὲ καὶ ἐὰν δραχμὰς εἴπῃ τις εἰς τὴν τελείαν συμμετρίαν λαμβάνεσθαι υπ΄. διὰ τὸ τὴν σταθμικὴν οὐγγίαν η΄. δραχμὰς ἕλκειν. καὶ ἄλλη δέ τίς ἐστιν ἐν ταῖς φαιαῖς ὑπ' Ἀνδρομάχου γεγραμμένη, λαμβάνουσα καὶ αὕτη τὴν ἀκατάσβεστον τίτανον, ὁμογενὴς τῇ προγεγραμμένῃ. προγράφει δ' αὐτῆς, φαιὰ Εὐβούλου καὶ σκευάζει κατὰ τὴν ὑπογεγραμμένην συμμετρίαν. Ϛ λιθαργύρου λίτραν α΄. κηροῦ μνᾶν α΄. χαλκοῦ κεκαυμένου ιβ΄. ἰοῦ ιβ΄. τερμινθίνης ιβ΄. ῥητίνης ξηρᾶς ιστ΄. ἀμμωνιακοῦ θυμιάματος η΄. λιβάνου ιβ΄. ὀποπάνακος η΄. ἐλαίου κοτύλας δ΄. ὄξους κοτύλας δ΄. ἔν τισι τῶν ἀντιγράφων κοτύλης Ϛ΄΄. γέγραπται καὶ δηλονότι διττῶς ἔξεστιν αὐτὴν σκευάζειν, εἰδότα τὸ πλέον ὄξος ἰσχυρότατον ἐργάζεσθαι [912] τὸ φάρμακον. καὶ μὴν καὶ ἄλλην φαιὰν, ἧς αὐτὸ τοῦτο προέγραψεν. ἄλλη φαιά. ἔγραψεν ὁ Ἀνδρόμαχος ἀξιόλογον ἑκάστου, τοῦτ' ἔστι τὸ φάρμακον διὰ θαλάσσης σκευαζόμενον, ἐπὶ τῶν παραπλησίων ταῖς προγεγραμμέναις ἁρμόττειν δυνάμενον. ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ τοιάδε. Ϛ λιθαργύρου μνᾶς Ϛ΄΄. κηροῦ μνᾶς Ϛ΄΄. χαλκίτεως τέταρτον, λεπίδος χαλκοῦ ιστ΄. λιβάνου η΄. τερμινθίνης τέταρτον ὄγδοον. λέγει δὲ δηλονότι τῆς μνᾶς, ἀμμωνιακοῦ θυμιάματος τέταρτον, θαλάσσης κοτύλην μίαν, οἱ δὲ κοτύλης ἥμισυ, κίκεως κοτύλας γ΄. τὸ ἀμμωνιακὸν σὺν τῇ θαλάσσῃ. ταῦτα μὲν ὁ Ἀνδρόμαχος ἔγραψεν, ἄχρι τοσούτου τὴν σκευασίαν μνημονεύσας, ὥστ' εἰπεῖν ὅτι τὸ ἀμμωνιακὸν σὺν τῇ θαλάσσῃ προδιαβρέχεται δηλονότι. περὶ δὲ τῆς χαλκίτεως καὶ τῆς λεπίδος οὐδὲν ἔγραψε, καίτοι καὶ τούτων δυναμένων μετὰ τῆς θαλάττης λειοῦσθαι, καθάπερ γε καὶ συνέψεσθαι τῇ λιθαργύρῳ καὶ τῷ κηρῷ καὶ τῇ τερμινθίνῃ. ἵνα τοίνυν μήτ' ἄλλην φαιὰν ζητῆτε παρὰ μηδενὶ τῶν ἄλλων, προσθήσω ἄλλας δύο γεγραμμένας ὑπὸ τοῦ Ἀνδρομάχου. καλεῖ [913] δ' αὐτῶν τὴν μὲν ἑτέραν τοῦ Φθειρογράφου, ἣν διὰ τούτων συγκεῖσθαί φησι. Ϛ λιθαργύρου ρ΄. ῥητίνης δραχμὰς ν΄. ἀμμωνιακοῦ θυμιάματος λ΄. κηροῦ ν΄. ἰοῦ ξυστοῦ δραχμὰς ιβ΄. λεπίδος χαλκοῦ β΄. ἀριστολοχίας η΄. κενταυρίου ῥίζης δραχμὰς η΄. ἐλαίου κοτύλας β΄. τὴν δὲ τοῦ Ἰρίωνος οὕτως συγκεῖσθαί φησι. Ϛ λιθαργύρου ρμδ΄. πίσσης ξηρᾶς ρμδ΄. τερμινθίνης δραχμὰς οβ΄. ἀμμωνιακοῦ θυμιάματος οβ΄. μάννης, λιβάνου ἀνὰ ρβ΄. στέατος μοσχείου ρμδ΄. κηροῦ δραχμὰς λστ΄. ἀριστολοχίας θ΄. χαλκοῦ κεκαυμένου δραχμὰς θ΄. ἰοῦ ξυστοῦ θ΄. χαλβάνης θ΄. ὀποπάνακος δραχμὰς θ΄. ὄξους κοτύλης Ϛ΄΄. ἐλαίου κοτύλην α΄ Ϛ΄΄. κίκεως ἴσον, εὔδηλον ὅτι τὴν λιθάργυρον καὶ τὴν πίσσαν καὶ τὸ μόσχειον στέαρ διπλάσιον βούλεται τῷ σταθμῷ τῆς τερμινθίνης εἶναι καὶ τοῦ θυμιάματος καὶ τοῦ λιβάνου, τετραπλάσιον δὲ τοῦ κηροῦ. τῆς δ' ἀριστολοχίας καὶ τοῦ κεκαυμένου χαλκοῦ καὶ τοῦ ἰοῦ καὶ τῆς χαλβάνης καὶ τοῦ ὀποπάνακος ἑκκαιδεκαπλάσιον. καὶ τοῦτο τὸ φάρμακον ἱκανῶς ἐστι πολύχρηστον, ὥσπερ καὶ τὰ ἄλλα τὰ [914] προγεγραμμένα, καὶ χρῆσθαι δεῖ πᾶσιν αὐτοῖς θαῤῥοῦντα. Ἑλλησποντία, ὡς Ἀνδρόμαχος. ἔνδοξον οὖσαν καὶ ταύτην τὴν ἔμπλαστρον ἔγραψεν ὁ Ἀνδρόμαχος ἐν ταῖς φαιαῖς ἐν τῇδε τῇ συμμετρίᾳ. Ϛ λιθαργύρου ρ΄. πίσσης ν΄. λαδάνου κε΄. ἰοῦ ξυστοῦ η΄. χαλκοῦ κεκαυμένου η΄. λεπίδος β΄. ἐλαίου παλαιοῦ σ΄.
[Ἑλλησποντία Ἥρα.] Ἐπεὶ δὲ διαφέρεται πρὸς τὸν Ἥραν ἐν τῇ τοῦ φαρμάκου συνθέσει ὁ Ἀνδρόμαχος, ἔδοξέ μοι καὶ τὰ ὑπὸ τοῦ Ἥρα γεγραμμένα προσθεῖναι, κατὰ λέξιν οὕτως ἔχοντα. Ἑλλησποντία διαπνευστικὴ, ἀφλέγμαντος. πρὸς χοιράδας, φύγεθλα, παρωτίδας ἐπιτεθὲν τὸ σπληνίον ἐπισπᾶται, πυοποιεῖ, ῥήσσει, κολλᾷ καὶ καθόλου ποιεῖ ἐπὶ πάντων τῶν πυρικαύτων, παρηγορεῖ δὲ καὶ ποδαγρικούς. Ϛ ἐλαίου παλαιοῦ ρ΄. πίσσης ξηρᾶς δραχμὰς ν΄. λαδάνου κε΄. λιθαργύρου ρ΄. ἰοῦ ξυστοῦ δραχμὰς η΄. χαλβάνης δ΄. τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου λειοτριβήσας ἕψε. ἡνίκα δὲ συστρέφεται, πρόσβαλλε τὴν πίσσαν [915] καὶ τὸν ἰὸν, εἶτα λάδανον καὶ τὴν χαλβάνην καὶ οὕτως κατεράσας εἰς θυείαν, μάλασσε καὶ χρῶ. τινὲς δὲ ὑπὲρ τοῦ εὔχρουν αὐτὴν γενέσθαι καὶ φαιὰν, μίσγουσι καὶ λεπίδος η΄. ἄλλως γὰρ γίνεται μελαντάτη. ταύτῃ καὶ ἐπὶ ποδαγρῶν ἐχρησάμην πολλάκις καὶ ἐποίησεν ἄκρως. δεῖ δὲ δᾳδίοις ἀντὶ ξύλων χρῆσθαι. πρόδηλον δ' ὅτι διαφωνοῦσιν οἱ ἄνδρες ἐν μὲν τοῖς ἄλλοις βραχύ τι, κατὰ δὲ τὴν τοῦ ἐλαίου συμμετρίαν πάμπολυ. διπλάσιον γὰρ ἢ κατὰ τὸν Ἥραν ὁ Ἀνδρόμαχος ἐμβάλλει. δύναται δὲ καὶ ἑτέρως σκευάζεσθαι, γινωσκόντων ἡμῶν ἐὰν μὲν πλεῖον ἔλαιον ἐμβληθῇ, χρονιωτέραν γενέσθαι τὴν ἕψησιν δηλοῖ, αὐτό τε τὸ φάρμακον γενήσεσθαι ξηραντικώτερον. ἐὰν δὲ ἔλαττον, ἀντέχειν τε τὴν ἕψησιν ἐσομένην καὶ τὸ φάρμακον ἧττον ἔσεσθαι ξηραντικόν
[Αἱ ὑπὸ Δαμοκράτους γεγραμμέναι πολύχρηστοι. Τυρία ἀνεπίδετος.]
Τούτοις ἀκολούθως βούλομ' ἐμπλάστρων φράσαι,
Ἀνεπιδέτων χρήσεις τε καὶ τὰς συνθέσεις.
Ποιοῦσι πρὸς τὰς μὴ μεγάλας διαιρέσεις,
[916] Καὶ πρὸς τὰ μείζω σαρκὸς αὐτῆς τραύματα,
Τά τ' ἐξ ἐπιπολῆς τῶν τετραπόδων δήγματα,
Αἳ καὶ δοθιῆνας διαφοροῦσι προσφάτους.
Στομοῦσι δὲ τοὺς ἔχοντας ἤδη καὶ πύον,
Κομιζόμεναί τε τὰς ἐπ' αὐτοῖς ἐσχάρας
Τάχιστ' ἐπουλώσουσι δίχα χειρουργίας.
Καὶ τῷ μετώπῳ ἐπιτεθεῖσαι ῥεύματα
Ὀφθαλμιώντων ῥᾷστ' ἐπίσχουσιν μόναι.
Τούτου δ' ἀμείνω τοῦ γένους πρώτην φράσω
Ἔμπλαστρον, εὐπόριστον, εὔχρουν, δραστικὴν,
Καλῶ δὲ Τυρίαν. λαμβάνει γὰρ πορφύρας
Τὸ χρῶμα Τυρίας, ἂν γένηθ' ὃν δεῖ τρόπον.
Σκεύαζε δ' οὕτως. τῆς καλῶς λιθαργύρου
Ἔμβαλλε λίτρας ε΄. καὶ κηροῦ α΄.
Καὶ πιτυΐνης γ΄. τῆς λιπαρᾶς καὶ ἀξύλου.
Ἰοῦ δὲ χαλκοῦ τοῦ καλοῦ καὶ χαλβάνης,
Χαλκοῦ τε κεκαυμένου καὶ λεπίδος καλῆς
[917] Τέσσαρας ἑκάστου μίγματος βάλλ' οὐγγίας.
Λιπαροῦ δ' ἐλαίου ιε΄. λίτρας καὶ μίαν.
Ἕψει δὲ τὴν ἔμπλαστρον οὕτως ἐπιμελῶς,
Βαλὼν μετ' ἐλαίου λειοτάτην λιθάργυρον,
Εἰς κεραμίαν τε μείζω καὶ καινὴν χύτραν,
Ἀνάτριβε χερσὶν, εἶτα κίνει καὶ σπάθῃ,
Ἕψε τ' ἐπὶ λάβρας καὶ διηνεκοῦς φλογός.
Ὅταν δὲ μέλιτος λαμβάνῃ τὴν σύστασιν,
Ἰόν τε καὶ τὴν λεπίδα προσβαλὼν, ἄφες
Ἕψεσθ' ἐφ' ἱκανόν. εἶτα χαλκὸν πρόσβαλε.
Πάλιν τ' ἀφεὶς ἐπὶ ταχὺν ἕψεσθαι χρόνον,
Ἀπόχεον ὀλίγον χύτρας τοῦ φαρμάκου.
Ψύξας τ' ἀνάτριψον χερσὶ καὶ τοῖς δακτύλοις,
Εὔχρουν τ' ἰδὼν καὶ σκληρὸν, οὕτως πρόσβαλε
Τὴν πιτυΐνην καὶ κηρόν. εἶθ' ἡνωμένων
Πάντων ἐπιμελῶς, πάλιν ἀπόσταξον βραχύ.
Κᾂν μὲν βλέπῃς εὔχρουν τε καὶ κεκραμένην,
Ἄρον παραχρῆμα τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
[918] Καὶ χαλβάνην πρόσβαλλε προμεμαλαγμένην.
Ἂν δ' ᾖ παρὰ πολὺ σκληρότερον τὸ φάρμακον,
Ἔλαιον αὐτῷ πρόσβαλ' εἰς εὐκρασίαν
Οὕτω κατηθῶν, εἶτ' εἰς ἕτερον ἀγγεῖον
Ψυχρὸν, μάλασσε χερσὶ καὶ οὕτως τ' ἀποτίθου.
Ἄλλην ὑπογράψω τῇ πρὸ ταύτης ὁμογενῆ.
Ποιεῖ δὲ πρὸς ἃ εἶπον ἔμπροσθεν πάθη,
Πάντων ἐπουλοῖ κρεῖττον αὕτη φαρμάκων,
Ἕλκη δυσαλθῆ καὶ τυλώδη καὶ χρόνια.
Τἀν τῷ προσώπῳ γινόμεν' ἐξανθήματα
Αὕτη θεραπεύει δίχα τινὸς δηγμοῦ κακοῦ,
Ἕδρας τ' ἐχούσας ῥαγάδας καὶ σκληρίας
Τὰς κονδυλώδεις καὶ τύλους ἀποβάλλεται.
Σκεύαζε δ' οὕτως. μνᾶν λιθαργύρου καλῆς.
Μνᾶ δέ ἐστι λίτρα καὶ τρίτον λίτρας μέρος.
Κηροῦ δὲ καλοῦ Ποντικοῦ μνᾶς ἥμισυ,
Ἰοῦ τέταρτον μνᾶς, μέρος ξυστοῦ καλοῦ,
Χαμαιλέοντος μέλανος ὄγδοον μέρος.
[919] Ῥίζα δέ ἐστιν ἡ καλὴ ἡ Κρητικὴ,
Τὸ α΄. εἶτα Κιλίκιος. παλαιοῦ
Τε ἐλαίου μνᾶς ἐπιῤῥεπέστερον βραχὺ
Ἐὰν δὲ μὴ παρῇ, κέχρησο προσφάτῳ.
Ἕψει δὲ λείαν, τὴν λιθάργυρον βαλὼν
Καὶ πᾶν ἔλαιον εἰς χύτραν, κινῶν σπάθῃ.
Ὅταν δὲ συστῇ καὶ γένηται μηλίνη,
Ἰὸν παράπασον, εἶτα κηρὸν πρόσβαλε,
Τήξας τε τοῦτον, βαστάσας τ' ἀπὸ τοῦ πυρὸς
Χαμαιλέοντος ὀλίγον παράπασον.
Ὅταν δ' ἑνωθῇ πάντα καὶ ψυγῇ ποσῶς,
Κατέρασον εἰς θυείαν, οὕτως τε ἀποτίθου.
Αἰγυπτία.
Αἰγυπτία τηροῦσα χωρὶς φλεγμονῆς
Πᾶσαν διαίρεσιν καὶ πάντα θλάσματα,
Καὶ δήγματα πάντων τετραπόδων, τῶν θ' ἑρπετῶν,
Ὅσαι τ' ἐγένοντο χωρὶς ἑλκῶν φλεγμοναὶ,
Πόνους τε νεύρων καὶ μυῶν δίχ' αἰτίας.
[920] Ταύτην ἐπαινῶν Ἀνδρόμαχος ἐν φαρμάκοις
Ἔχων μεγίστην ἕξιν ἐδίδου φίλοις.
Εἶναι δὲ δραχμὰς ἔλεγε μὲν λιθαργύρου
Τρὶς μ΄. καὶ ἑτέρας δὶς ιβ΄.
Κηροῦ δὲ λευκοῦ Ποντικοῦ ταύταις ἴσας,
Ἀμμωνιακοῦ δὲ τοῦ καθαροῦ τρὶς κ΄.
Καὶ δώδεκ' ἄλλας, λιβάνου δὲ δὶς δ΄.
Λεπίδος δὲ χαλκοῦ καὶ λεπίδος στομώματος,
Πάλιν δ' ἑκάστου μίγματος δὶς δ΄.
Τερμινθίνης τε τῆς καθαρᾶς τρὶς ιβ΄.
Δέκ' ὀκτὼ δ΄. ἐλαίου κικίνου κοτύλας μέτρῳ,
Ἐρίων ιη΄. τῶν ῥυπαρῶν κεκαυμένων.
Καίειν δ' ἔφασκεν αὐτὰ τοῦτον τὸν τρόπον,
Εἰς λοπάδα καινὴν ἢ χύτραν πλατύστομον
Ἐνθέντα ἔριον οἰσυπηρὸν δαψιλὲς,
Τὸ σῶμα προχρίσαντ' ἢ γύψῳ ἢ κόνει,
Ἢ γῇ κεραμικῇ, μεθ' ὕδατος μεμιγμένη
Ἐν πυρὶ λάβρῳ καίοντα, ὅταν ᾖ ῥάδιον,
[921] Κόψαντα σῆσαι. τό γε δοκεῖν καλῶς ἔχειν,
Καίειν δ' ὁμοίως αὐτὰ κᾀν τοῖς κριβάνοις,
Κᾀν τοῖς ἴπνοις τοῖς ἄγαν πεπυρωμένοις,
Οὕτως τε λειῶν, λάμβανε ὃν δεῖ σταθμόν.
Ἑψεῖν δὲ κελεύει λειοτάτην λιθάργυρον,
Καὶ πᾶν κίκινον καὶ μίξαντ' ἐν καινῇ χύτρᾳ,
Μέλιτός γε πάχος γενομένου τοῦ φαρμάκου,
Λεπίδα παραπάσσειν καὶ συνεψεῖν ἐφ' ἱκανὸν,
Ἕως ἂν γένηται ἀμόλυντον, βάλλειν τότε
Τερμινθίνην καὶ κηρὸν, εἶθ' ἡνωμένοις
Ἀμμωνιακὸν μαλαχθὲν ὑπὸ τῶν δακτύλων.
Μέλλοντα δ' αἴρειν τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
Λεῖον προσεμπάττειν λίβανον, ἐμβάλλειν τε
Καὶ τῶν οἰσυπηρῶν τὴν κόνιν παρ' ἐσχάτην,
Πρὸ τοῦ λιβανωτοῦ δὲ μικρὸν ὕστερον.
Τινὲς δὲ βουλόμενοι τοῦτο τὸ φάρμακον
Ἴδιον λέγεσθαι, βαστάσαντες τὴν μίαν
[922] Λεπίδος μιᾶς βάλλουσι τὰς ἑκκαίδεκα,
Χρῶνται δὲ χαλκοῦ λεπίδος, οὐ στομώματος.
Ἄλλη.
Οὐδέν τι χεῖρον τῆς προτέρας Αἰγυπτίας,
Ποιοῦσα ταὐτὰ, ποτὲ δὲ καὶ κρεῖττον, παχὺ
Ἂν σκευάσῃ τις ἐπιμελῶς τὸ φάρμακον,
Χρήσηται αὐτῷ μὴ παρέργως πρὸς ταὐτά.
Ἔχει δ' ἐλαίου ε΄. λίτρας, κικίνου ἴσας,
Λιθαργύρου δὲ τέσσαρας χρυσίτιδος,
Λεπίδος δὲ χαλκοῦ μη΄. δραχμὰς,
Τερμινθίνης τε τῆς καλῆς τρὶς ιβ΄.
Μάννης, λιβάνου τε ταὐτὸ τῇ τερμινθίνῃ,
Ἀμμωνιακοῦ δὲ τοῦ καθαροῦ λίτρας β΄.
Κηροῦ δὲ λευκοῦ Ποντικοῦ λίτρας β΄ Ϛ΄΄.
Ἕψε δ' ἔλαιον, λεπίδα, τὴν λιθάργυρον,
Ἕως συνέλθῃ καὶ γένητ' εὔχρουν ἄγαν,
Σκληρά θ' ἱκανῶς ἔμπλαστρος, εἶθ' οὕτως βαλεῖν
Τερμινθίνην καὶ κηρὸν, εἶτα δακτύλοις
[923] Ἀμμωνιακὸν μαλαχθὲν, εἶτα τὴν χύτραν
Ἀπὸ τοῦ πυρὸς ζέουσαν ἄρας, τότε βαλεῖς
Τὴν μάνναν, ἤδη ψυχομένου φαρμάκου.
Ἐποίησα ταύτην πολλάκις λιθαργύρου
Χωρὶς, μολυβδαίνης ἐμβαλὼν καλῆς ἴσον,
Ἥδιστά τ' ἐχρησάμην πρὸς ἃ προείπομεν.
Πεποιημένην τε χρώματος βελτίονος.
[Περὶ τῶν διαφορητικῶν καὶ ἐπισπαστικῶν ἐμπλάστρων.] Οἱ τὰς τῶν συνθέτων φαρμάκων δυνάμεις γράψαντες ἐκάλεσάν τινας τῶν ἐμπλάστρων ἐπισπαστικὰς, ὥσπερ ἑτέρας διαφορητικάς. ἐνίαις δ' αὐτῶν ἑκάτερον ἐμαρτύρησαν ἐπισπᾶσθαί τε καὶ διαφορεῖν. καὶ γὰρ πλησίον ἀλλήλων εἰσὶν αἱ δυνάμεις, ἥ θ' ἑλκτικὴ τῶν ἐκ τοῦ βάθους, ἥ τε διαφορητικὴ τῶν ἑλχθέντων. αἵ τε γὰρ ἕλκουσαι καὶ διαφοροῦσί τι πάντως, αἵ τε διαφοροῦσαι καὶ ἕλκουσιν. ἀλλ' ἐπικρατεῖ κατὰ μὲν τὰ διαφορητικὰ τῶν φαρμάκων ἡ διαφορητικὴ δύναμις, κατὰ δὲ τὰ ἑλκτικὰ ἡ ἑλκτική. σύγκεινται μὲν οὖν ἑλκτικαὶ διὰ τῶν ἁπλῶν φαρμάκων, ὅσαι [924] δύναμιν ἔχουσιν, ἐκ τοῦ βάθους ἐπὶ τὸ δέρμα τὰς περιουσίας τῶν ὑγρῶν ἐπισπᾶσθαι, αἱ διαφορητικαὶ δὲ ἐκ τῶν διαφορεῖν τὸ ἑλχθὲν πεφυκυιῶν. ἵνα δὲ ἔμπλαστρος γένηται, καθάπερ ἐν τοῖς ἔμπροσθεν ἐῤῥέθη, τῷ μὲν γὰρ λιθαργύρου μίγνυται, τῷ δὲ ῥητίνης, τῷ δὲ κηροῦ, τῷ δὲ ἐλαίου, τῷ δὲ πίττης, οὔτε διαφορητικὴν δύναμιν ἀξιόλογον οὔθ' ἑλκτικὴν ἐχόντων τῶν τοιούτων, ὥσπερ ἢ πρόπολις ἢ τίτανος ἢ μυελὸς ἢ χαλβάνη ἢ τὸ τῆς Ἀσίας πέτρας ἄνθος ἢ ἀφρὸς νίτρου ἢ ἀφρόνιτρον ἢ ὄξος ἢ κονία στακτὴ, πέπερί τε καὶ νᾶπυ καὶ στρουθίον, οἵ τ' ἐδώδιμοι τῶν ἁλῶν, οἵ τε ἀμμωνιακοὶ καὶ πρὸς τούτοις ἄλλα πολλὰ, περὶ ὧν τῆς δυνάμεως ἐν τῇ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ λέλεκται. νυνὶ δὲ τὰς πεῖραν ἱκανὴν ἤδη δεδωκυίας ἐμπλάστρους ἐρῶ, τοσοῦτον ἔτι περὶ αὐτῶν εἰπὼν, ὡς ἔνιοι καὶ τῶν στυφόντων φαρμάκων τοῖς ἐπισπαστικοῖς προσέμιξαν εὐλαβούμενοι τὸ γιγνόμενον, ἐφ' ὧν ἔσται περιουσία χυμῶν. ἕλκουσι γὰρ ἐνίοτε πλέον ἢ προσῆκεν, ὡς μὴ μόνον ἐκ τῶν κατὰ τὸ θεραπευόμενον μέρος ἐν βάθει τὴν ὁλκὴν, ἀλλὰ κᾀκ τῶν [925] πέριξ ἁπάντων ποιεῖσθαι. λέλεκται δέ μοι καὶ πρόσθεν ἐν τῷ τῶν σαρκωτικῶν δυνάμεων λόγῳ τὰς ἐπισπαστικάς τε καὶ διαφορητικὰς, ὥσπερ γε καὶ τὰς ἐπὶ μᾶλλον ἢ χρὴ ῥυπτούσας ἁπάσας, γίγνεσθαι σαρκωτικὰς μίξει κηρωτῆς, ἐφ' ὧν μὲν ἡ δύναμις ἰσχυρὰ πλέονος, ἐφ' ὧν δὲ ἀσθενὴς ἐλάττονος. ἐὰν δὲ φθάσῃ τὸ σύνθετον ἐπισπαστικὸν ἢ διαφορητικὸν φάρμακον ἔχειν τι καὶ στυπτικὸν, οὐ χρὴ τῷ τοιούτῳ φαρμάκῳ χρῆσθαι σαρκωτικῷ, διὰ τὸ τὰς στυπτικὰς δυνάμεις εἰς μὲν τὰς κολλήσεις τῶν τραυμάτων τε καὶ κόλπων καὶ τὰς ἐπουλώσεις τῶν ἑλκῶν εἶναι χρησίμους, εἰς δὲ τὰς σαρκώσεις ἀχρήστους. εἴρηται γὰρ ἱκανῶς ἡμῖν ἤδη περὶ τούτου.
[Αἱ ὑπ' Ἀνδρομάχου γεγραμμέναι διαφορητικαί τε καὶ ἐπισπαστικαί. ἁλυκὴ πρὸς πολλά.] Ϛ Ἁλῶν κοινῶν λίτρας δ΄. λεπίδος χαλκοῦ γο δ΄. μάγματος λίτρας Ϛ΄΄. μάννης λίτραν α΄. κηροῦ λίτρας ιδ΄. κυπρίνου ἐλαίου λίτρας ιστ΄. ὄξος. ἄλλη Θευδᾶ σαρκοφάγου πρὸς κακοήθη, σύριγγας, τερηδόνας, χοιράδας. Ϛ ῥητίνης τερμινθίνης γο δ΄. [926] λιβάνου γο δ΄. κηροῦ γο δ΄. λιθαργύρου γο α΄. οἱ δὲ ἀρσενικοῦ ἴσον ἀντὶ τῆς λιθαργύρου, λεπίδος ἐρυθρᾶς γο δ΄. ἰοῦ ξυστοῦ γο η΄. ἁλὸς ἀμμωνιακοῦ γο στ΄. ὄξους κοτύλην α΄. ἐγὼ πλέον ἐλαίου κοτύλην α΄. οἴνου κοτύλην α΄. ὄξους σκιλλητικοῦ κοτύλην. ἄλλη διαφορητικὴ Κανδίδου ᾗ χρῶμαι. Ϛ τερμινθίνης λίτρας γ΄. κηροῦ λίτραν ν΄. χαλβάνης οὐγγίας β΄. νίτρου οὐγγίας β΄. Ἀσίου οὐγγίας β΄. λιβάνου λίτρας δ΄. μυελοῦ ἐλαφείου γο δ΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας Ϛ΄΄. προπόλεως οὐγγίας γ΄. ἐλαίου δαφνείου οὐγγίας στ΄. στέατος ταυρείου λίτρας ἥμισυ, τὰ ξηρὰ κατὰ τῶν τηκτῶν. ἄλλη πρὸς χοιράδας παρὰ Νυμφοδότου. Ϛ Ἀσίου λίθου η΄. ἀφρονίτρου η΄. ἀσβέστου ιστ΄. στέατος μοσχείου ιστ΄. κηροῦ κδ΄. τερμινθίνης λβ΄. ἄλλη διαφορητικὴ βρογχοκήλων, ᾗ Κλήμης Σερτώριος ἐθεραπεύθη καὶ πρὸς σκληρίας. Ϛ λιθαργύρου ν΄. πιτυΐνης ῥητίνης μ΄. ἐλαίου παλαιοῦ κοτύλας ι΄. χαλβάνης δ΄. ἐν ἄλλῳ γο α΄. χαλκοῦ κεκαυμένου κ΄. ἀμμω[927]νιακοῦ θυμιάματος μ΄. σχιστῆς δ΄. μάννης λιβάνου δ΄. κηροῦ ν΄. ἐσχάτην τὴν χαλβάνην καὶ τὴν μάνναν. ἄλλη ἡ διὰ τῶν ἀσπίδων διαφορητικὴ χοιράδων καὶ πρὸς ποδάγρας. Ϛ τερμινθίνης, λίθου Ἀσίου, ἀσφάλτου ἀνὰ τξ΄. ἀφρονίτρου, μοσχείου, κηροῦ, δαφνίδων, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ τμ΄. λίθου πυρίτου π΄. ἀσβέστου ρη΄. ἄλλως μνᾶν α΄. ἀσπίδων σποδοῦ ρμ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ἐσχάτην τὴν σποδὸν, ψυγέντος τοῦ φαρμάκου, εἰ δὲ μὴ, ἀπόλλυται. ἄλλη ἐπισπαστικὴ ἡ τοῦ Σαρκευθίτου. Ϛ τερμινθίνης μνᾶν α΄. κηροῦ μνᾶν α΄. νίτρου μνᾶς β΄. βδελλίου λβ΄. ἀμμωνιακοῦ θυμιάματος λβ΄. ἐλαίου κοτύλας β΄. θαλάσσης ἢ ἅλμης κοτύλας β΄. μίλτου λβ΄. ἄλλη ἡ Κτησιφῶντος, ἃ μὲν διαλύων, τὰ δὲ συνάγων καὶ ῥύπτων. Ϛ ἀφρονίτρου λίτραν α΄. μάννης λιβάνου λίτραν α΄. κονίας στακτῆς λίτραν α΄. τινὲς καὶ ὄξους λίτραν α΄. ἄλλη δι' ἁλῶν ἐπισπαστική. Ϛ ἁλῶν κοινῶν π΄. ψιμυθίου π΄. ἐλαίου παλαιοῦ κοτύλας μ΄. ἄλλως γ΄. χαλκάνθου [928] κδ΄. ὄξους κοτύλης ἥμισυ. ἄλλο ἡ δι' ἁλῶν ἄλλως. Ϛ ψιμυθίου η΄. ἁλῶν κοινῶν ν΄. ἐλαίου παλαιοῦ κοτύλας η΄. ἄλλως β΄. ἀριστολοχίας η΄. προπόλεως ι΄. ταύτην Σίλων ἐπῄνει. ἄλλη ἡ διὰ πελαγίας γῆς διαφορητική. Ϛ λιθαργύρου μνᾶς δ΄. γῆς πελαγίας τέταρτον, ἁλὸς ἀμμωνιακοῦ τέταρτον, ψιμυθίου τέταρτον, κηροῦ τέταρτον, ὄξους κοτύλην α΄. ἐλαίου κοτύλας δ΄. ἄλλη ἡ τοῦ Κυρτοῦ ἐπισπαστική. Ϛ ἴρεως Ἰλλυρικῆς ν΄. μάννης ν΄. τερμινθίνης ν΄. ἀφρονίτρου ν΄. κισσήρεως ν΄, ἀμμωνιακοῦ θυμιάματος κε΄. χαλβάνης ιστ΄. ἄλλως στ΄. κάγχρυος ιβ΄. ἥμισυ, κηροῦ ρ΄. οἱ δὲ η΄. ἐλαίου κοτύλην α΄. ἄλλη ἡ διὰ δαφνίδων. Ϛ ῥητίνης, νίτρου πυῤῥοῦ, κηροῦ νέου, δαφνίδων, κολοφωνίας, στέατος μοσχείου, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ ο΄. κυπρίνου κοτύλης ἑκκαιδέκατον, τινὲς δὲ ἰξοῦ ν΄. ἄλλη ἐπισπαστικὴ Ἁρπάλου. Ϛ ἀμμωνιακοῦ θυμιάματος η΄. κηροῦ δ΄. ἴρεως δ΄. μάννης δ΄. πεπέρεως δ΄. θείου ἀπύρου δ΄. κισσήρεως δ΄. [929] τερμινθίνης η΄. ἐλαίου ὀλίγον. ἄλλη ἐπισπαστικὴ Ἁρπάλου. Ϛ τερμινθίνης μνᾶς η΄. κισσήρεως ιε΄. νίτρου ιστ΄. ἀμμωνιακοῦ θυμιάματος ιστ΄. κηροῦ δ΄. ἐλαίου βραχὺ, μίλτου, ὥστε χρῶσαι τὰ ξηρὰ σὺν ὄξει. ἄλλη. Ϛ σινάπεως δ΄. νίτρου δ΄. κηροῦ η΄. τερμινθίνης λ΄. δαφνίδων δ΄. ἀσβέστου δ΄. ἐλαίου κοτύλας ἑκκαιδέκατον, κυπρίνου η΄. ἄλλη πῦον διαφοροῦσα. Ϛ κηροῦ, τερμινθίνης ῥητίνης, πίσσης ξηρᾶς, στέατος μοσχείου, νίτρου πυῤῥοῦ, δαφνίδων, ἀσβέστου, κισσήρεως, ἀμμωνιακοῦ θυμιάματος, ἑκάστου ἴσον. ἄλλη Κοδάμου ἢ Νικοδήμου βασιλέως. Ϛ κηροῦ ρ΄. νίτρου πυῤῥοῦ ρ΄. ῥητίνης φρυκτῆς ρ΄. ἀμμωνιακοῦ θυμιάματος κε΄. προπόλεως κε΄. ἰξοῦ δρυΐνου ιβ΄. ἥμισυ, ἐλαίου ξέστην α΄. κονίας στακτῆς ξέστην α΄. ἄλλη διαφορητικὴ μελικηρίδων. Ϛ ἐλαίου παλαιοῦ ρ΄. λιθαργύρου α΄. ἀμμωνιακοῦ θυμιάματος, χαλβάνης ἀνὰ ιθ΄. ἄλλη. Ϛ λιθαργύρου ρ΄. ἁλῶν κοινῶν ξ΄. ἐλαίου παλαιοῦ κοτύλας στ΄. ἄλλως α΄. ἄλλη ἐπισπαστικὴ [930] καὶ διαφορητικὴ πολύχρηστος. Ϛ λιθαργύρου λίτραν α΄. ψιμυθίου λίτραν α΄. χαλβάνης λίτραν α΄. ἁλὸς ὀρυκτοῦ λίτρας Ϛ΄΄. ἰοῦ ξυστοῦ λίτρας ἥμισυ, ἐλαίου ξέστας γ΄. χαλκάνθου γο β΄. ἄλλη διαφορητικὴ ἡ διὰ τοῦ στρουθίου. Ϛ λιθαργύρου λίτρας β΄. ἐλαίου λίτρας γ΄. ψιμυθίου γο δ΄. πίσσης γο δ΄. τερμινθίνης γο δ΄. κηροῦ γο β΄. μάννης γο γ΄. ἀριστολοχίας γο β΄. στρουθίου γο β΄. κηκίδων γο γ΄. οἴνου καλοῦ κοτύλας γ΄. οἶνον ἔσχατον κατάῤῥαινε. ἄλλη διαφορητικὴ, ὡς Σκριβώνιος. Ϛ λιθαργύρου λίτρας ε΄. ἐλαίου λίτρας ε΄. πιτυΐνης ξηρᾶς λίτρας ε΄. προπόλεως λίτρας η΄. τῆς δρυΐνης γο γ΄. ἄλλη ἐπισπαστικὴ καὶ διαφορητική. Ϛ κηροῦ νέου ρ΄. ῥητίνης πιτυΐνης ξηρᾶς ρ΄. νίτρου ρ΄. ἐλαίου κοτύλας γ΄. τινὲς λιβάνου ρ΄. κονίας στακτῆς κοτύλας γ΄. πρὸς σκληρίας δὲ μίσγεται ἀμμωνιακοῦ θυμιάματος ιβ΄. χαλβάνης ἴσον, ἰοῦ ξυστοῦ, προπόλεως, δρυΐνης ἴσον. ἄλλη πρὸς χοιράδας Μινουκιανοῦ, ᾗ χρῶμαι κατὰ κόρας. Ϛ τερμινθίνης λίτραν α΄. κηροῦ λίτρας η΄. προπόλεως λίτραν α΄. χαλβάνης λίτρας η΄. ἰξοῦ δρυΐνου λίτρας η΄. τήξας ταῦτα, [931] ἔμπασσε τρυγὸς κεκαυμένης γο β΄. ἀφρονίτρου λίτρας η΄. εἶτα θεὶς ἀπ' ἀνθρακιᾶς, πρόσβαλε ἐλαίου κοτύλας γ΄. εἶτα καθελὼν ἔμπασσε σικύου ἀγρίου ῥίζης γο α΄. ξιφίου ῥίζης γο δ΄. Ἀσίου ἄνθους γο δ΄. ἄλλη Ἀντιπάτρου. Ϛ νίτρου λίτραν α΄. τερμινθίνης λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. ὕδατος ξέστην α΄. καὶ πλεῖον, ὅταν ἑψόμενον μὴ πομφολύξῃ, πρόσβαλε ἀμμωνιακοῦ θυμιάματος γο β΄. χαλβάνης γο α΄. βδελλίου γο α΄. λιβάνου γο β΄. σανδαράχης γο β΄. λίθου Ἀσίου γο β΄. ὁ Ἄσιος καὶ ἡ σανδαράχη σὺν ἐλαίῳ ὀλίγῳ λεαίνεται, τὰ τηκτὰ ἀναξύεται καὶ μίσγεται τοῖς ξηροῖς. ἄλλη διαφορητικὴ Ἀντιπάτρου. Ϛ μολυβδαίνης τ΄. κηροῦ ρν΄. τερμινθίνης λ΄. χαλκίτεως στ΄. χαλβάνης η΄. σμύρνης η΄. μάννης η΄. ἐλαίου χειμῶνος κοτύλας δ΄. θερείας κοτύλας γ΄. ἄλλη Ξενοκράτους ἀνώδυνος, διαφορητικὴ, ὡς Κάστος, ἡ Πολυστόμου πρὸς ποδάγρας. Ϛ ψιμυθίου ρν΄. κηροῦ λίτρας γ΄. τερμινθίνης λ΄. ἀφρονίτρου λ΄. ἐλαίου παλαιοῦ κοτύλας γ΄. ἄλλη διαφορητικὴ μελικηρίδων, Ἀλεξάνδρου. Ϛ ἁλὸς Σπανοῦ λίτραν α΄. λιθαργύρου λίτραν α΄. [932] ψιμυθίου λίτραν α΄. κηροῦ γο α΄. τερμινθίνης γο α΄. χαλβάνης ἢ καὶ ὀποπάνακος γο β΄. σινάπεως γο στ΄. ἐλαίου παλαιοῦ λίτρας γ΄. ὄξους ξέστας η΄. ἄλλη, Ὑγεία διαφορητικὴ καὶ ἐπισπαστικὴ πρὸς μαστοὺς διὰ ἰξοῦ. Ϛ λιθαργύρου λίτρας β΄. ἐλαίου λίτρας β΄. ἰξοῦ δρυΐνου γο δ΄. κηκίδων γο δ΄. ἄλλη κενωτικὴ πύων, ὡς Ἀσκληπιάδης χωρὶς συῤῥήξεως. Ϛ ῥητίνης λίτρας β΄. κηροῦ λίτρας β΄. νίτρου λίτρας η΄. βουτύρου λίτραν α΄. στέατος λεοντείου λίτρας στ΄. ἐλαίου παλαιοῦ λίτραν α΄. τῆκε ὁμοῦ, καθ' ἡμέραν χρῶ ἐμπλάσσων τοῦ φαρμάκου. ἄλλη ἐξιπωτικὴ ὑγρῶν καὶ ἀποστημάτων, μάλιστα ἐν γόνασι καὶ ἄρθροις, ἄτερ τομῆς ἕλκουσα, ἀφλέγμαντος καὶ τραυματική. Ϛ μολύβδου σκωρίας ρ΄. τερμινθίνης ρ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ἐσχάτην ῥητίνην. ἄλλη διαφορητικὴ καὶ συῤῥήσσουσα καὶ ἐπουλωτικὴ, προκλητικὴ, ᾗ χρῶμαι. Ϛ ἰξοῦ δρυΐνου ξ΄. πίσσης ν΄. ἀμμωνιακοῦ θυμιάματος ρ΄. κηροῦ ν΄. ῥητίνης φρυκτῆς [933] ιε΄. λίθου πυρίτου ι΄. χαλβάνης η΄. μάννης δ΄. ἴρεως Ἰλλυρικῆς δ΄. κάγχρυος δ΄. κόπρου περιστερῶν δ΄. ἔν τισι καὶ μέλιτος κοτύλας δ΄. ἔν τισι καὶ προπόλεως κ΄. τὰ τηκτὰ τήξας, ἔμπασσε τοῖς ξηροῖς.
[Αἱ ὑπ' Ἀσκληπιάδου γεγραμμέναι ἐπισπαστικαί.] Λευκὴ ἐπισπαστική. ποιεῖ πρὸς χοιράδας καὶ παρωτίδας καὶ τὰ κατὰ μέρος ἀποστήματα, ποιεῖ πρὸς σύριγγας καὶ αἰγίλωπας, ὥστε χωρὶς τομῆς ἀπαλλάττειν, ποιεῖ πρὸς τὰ ῥευματικὰ καὶ δυσαλθῆ, ποιεῖ ὑδρωπικοῖς. Ϛ λιθαργύρου π΄. ψιμυθίου π΄. ἁλῶν π΄. ἐλαίου παλαιοῦ ξέστην α΄. τρῖβε ἅλας, ψιμύθιον, λιθάργυρον, ἐπιβάλλων τούτοις τὸ ἔλαιον, ἔπειτα μίξας ἐπιμελῶς καὶ βαλὼν εἰς ἄγγος κεραμοῦν, ἕψε κινῶν συνεχῶς μέχρις ἀμολύντου, καὶ εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας ἀνελόμενος χρῶ. ἄλλη. Ϛ λιθαργύρου ρ΄. ψιμυθίου ι΄. ἁλῶν ν΄. ἐλαίου κοτύλας γ΄. κηροῦ ν΄. τερμινθίνης ιβ΄. σκεύαζε κατὰ [934] τρόπον. ἄλλη. Ϛ μάννης ιστ΄. στυπτηρίας σχιστῆς η΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ἄλλη. Ϛ λιθαργύρου λίτραν α΄. ψιμυθίου λίτραν α΄. ἁλῶν ὀρυκτῶν λίτραν α΄. κηροῦ ν΄. τερμινθίνης κε΄. μάννης ιστ΄. στυπτηρίας σχιστῆς η΄. ἐλαίου παλαιοῦ κοτύλην α΄ Ϛ΄΄. ἄλλη Λευκίου πρὸς τὰς προειρημένας διαθέσεις, φάρμακον ἐπιτετευγμένον. ποιεῖ πρὸς τὰ ῥευματικὰ τῶν ἑλκῶν καὶ τὰ χρόνια καὶ δυσαλθῆ. Ϛ λιθαργύρου ρ΄. ψιμυθίου δραχμὰς ρ΄. ἁλὸς ἀμμωνιακοῦ ρ΄. χαλκάνθου ρ΄. πιτυΐνης ρ΄. ἐλαίου παλαιοῦ ξέστας γ΄. ὄξους ξέστην α΄. κηροῦ ν΄. σκεύαζε κατὰ τρόπον. ἄλλη Ὑγιεινὴ, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ λιθαργύρου ρ΄. ψιμυθίου ρ΄. ἁλῶν ρ΄. στυπτηρίας ὑγρᾶς ρ΄. ἐλαίου παλαιοῦ ξέστας ι΄. ὄξους ξέστην α΄. κηροῦ λίτρας Ϛ΄΄. ῥητίνης τερμινθίνης λίτρας Ϛ΄΄. σκεύαζε κατὰ τρόπον. ἄλλη μέλαινα ἐπισπαστικὴ, πρὸς χοιράδας ποιεῖ, παρωτίδας καὶ τὰ κατὰ μέρος ἀποστήματα, διαλύει πᾶσαν σκληρίαν. ἔστι δὲ καὶ μάλαγμα [935] ἀγαθὸν, ὡς ἐχρήσατο Ἀντώνιος ὁ ῥιζοτόμος. ποιεῖ πρὸς τὰς περὶ ἄρθρων διαθέσεις. Ϛ ἁλῶν ὀρυκτῶν λίτραν α΄. λιθαργύρου λίτραν α΄. γλοιοῦ καθαρωτάτου λίτρας τέσσαρας καὶ χαλβάνης ν΄. τρῖβε ἅλας, λιθάργυρον, εἶτα ἐπιβαλὼν τὸν γλοιὸν ἀνάκοπτε φιλοπόνως, καὶ βαλὼν εἰς ἄγγος κεραμοῦν καὶ θεὶς ἐπὶ τὸ πῦρ ἕψε κινῶν συνεχῶς, καὶ ὅταν ἀμόλυντον γένηται, ἄρας ἀπὸ τοῦ πυρὸς, ἐπίβαλλε τὴν χαλβάνην, κοπεῖσαν ὑπέρῳ ξυλίνῳ καὶ ὅταν διαλυθῇ, κατεράσας εἰς θυείαν καὶ ἀνακόψας χρῶ. ἄλλη, ᾗ ἐχρήσατο Ἀνδρόμαχος, ποιεῖ πρὸς χοιράδας, παρωτίδας καὶ τὰς ἐπὶ τῶν μασθῶν σκληρίας καὶ τὰ κατὰ μέρος ἀποστήματα, τὸ περικείμενον ὑγρὸν ἐπισπᾶται καὶ κόλπους παρακολλᾷ. ποιεῖ πρὸς σύριγγας, αἰγίλωπας, ποιεῖ πρὸς ῥευματικὰ τῶν ἑλκῶν χρόνια καὶ δυσαλθῆ. Ϛ ψιμυθίου π΄. ἁλῶν ὀρυκτῶν π΄. χαλκάνθου ιβ΄. ἐλαίου παλαιοῦ κοτύλας γ΄. ὄξους κοτύλας δ΄. ἕψε λειοτάτως ἅλας, ψιμύθιον μετὰ τοῦ ἐλαίου καὶ κίνει μέχρις ἀμολύντου καὶ ὅταν εὖ ἔχῃ, ἄρας ἀπὸ τοῦ [936] πυρὸς, ἐπίβαλλε τὴν χάλκανθον λειανθεῖσαν μετὰ ὄξους καὶ μικρὸν ἐπιῤῥαίνων συνεχῶς καὶ προσέχων μὴ ἀναζέσῃ, ἔπειτα εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας, ἀνελόμενος χρῶ.
[Αἱ ὑπ' Ἀσκληπιάδου γεγραμμέναι διαφορητικαὶ κατὰ τὴν ἐκείνου λέξιν.] Τῶν δὲ ὄγκων διαλυθέντων καὶ εἰς ὑγρὸν ἀναδοθέντων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. κηρίνη Κτησιφῶντος πρὸς χοιράδας, γαγγλία, παρωτίδας καὶ τὰς ἐπὶ τῶν μασθῶν ἀποστάσεις ὡς οὐδὲν ἄλλο τῶν φαρμάκων τούς τε ὄγκους διαλύει, τό τε παρακείμενον πᾶν ὑγρὸν κομίζεται διὰ τῶν ἀραιωμάτων καὶ τοὺς κόλπους παρακολλᾷ. ποιεῖ πρὸς σύριγγας, αἰγίλωπας, ὥστε χωρὶς τομῆς ἀπαλλάττειν. ἔστι δὲ καὶ μάλαγμα ἀγαθὸν, ἰσχιαδικοῖς, ποδαγρικοῖς, ἀρθριτικοῖς μετὰ τοὺς παροξυσμοὺς ἐπιτιθέμενον, τῆς ὅλης διαθέσεως ἀπαλλάττειν, τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ κηροῦ λίτραν α΄. τερμινθίνης λι. α΄. νίτρου λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. ὕδατος κο. α΄. τρῖβε νίτρον καὶ ὕδωρ, ὥστε παντελῶς διαλυθῆναι καὶ βαλὼν εἰς ἄγγος κεραμοῦν καὶ θεὶς [937] ἐπὶ τὸ πῦρ ἕψε πωμάσας τὸ ἄγγος καὶ ἐκ διαλειμμάτων κινῶν. ὅταν δὲ ὁ πολὺς ψόφος ἀπολήξῃ, ἐπίβαλλε τὰ τηκτὰ, κινῶν συνεχῶς μέχρις ἀμολύντου, εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας ἀνελόμενος χρῶ ἢ σκεύαζε κατὰ τρόπον τοῦτον. τὰ τηκτὰ τήκεται καὶ ὅταν διαλυθῇ, ἐπιβάλλομεν τούτοις τὸ νίτρον λεανθὲν μετὰ τοῦ ὕδατος καὶ κατὰ μικρὸν ἐπιβάλλοντες καὶ κινοῦντες συνεχῶς καὶ προσέχοντες μὴ ἀναζέσῃ. ἄλλη, ᾗ ἐχρήσατο Μενεκράτης, ἰδίως ἐπὶ τῶν χοιράδων καὶ ταῖς ἐπὶ τῶν μασθῶν σκληρίαις, κατατίτρησι γὰρ αὐτὰς καὶ τὸ περικείμενον ὑγρὸν ἐκκρίνει καὶ τοὺς κόλπους παρακολλᾷ καὶ εἰς οὐλὴν ἄγει. Ϛ κηροῦ λίτραν α΄. ῥητίνης τερμινθίνης λίτραν α΄. ῥητίνης ξυλώδους λίτραν α΄. χαλβάνης λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. ἀφρονίτρου λίτραν α΄. σμύρνης τέφρας ξε. α΄. ὃς ἄγγει γο γ΄. τὰς ῥητίνας βαλὼν εἰς ἄγγος χαλκοῦν ἢ κεραμοῦν καὶ θεὶς ἐπὶ τὸ πῦρ τῆκε καὶ διαλύσας ἐκ τούτων, ὅσον ἐξαρκεῖ διαλῦσαι τὴν χαλβάνην, ἔπειτα ὁμοῦ τὰ τηκτὰ μίξας ἕψε μέχρις ἀμολύντου, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς, ἔα ψυγῆναι καὶ τούτοις ἐπίβαλλε [938] ἀφρόνιτρον καὶ κινῶν συνεχῶς καὶ ἀνακόψας ἐπίβαλλε ταῖς τεφραῖς λειοτάταις, καὶ ἀναμίξας ἀνελόμενος χρῶ, λύων διὰ ε΄. εἶτα διὰ τρίτης, ἕως κατατρηθῇ τὰ περὶ τοὺς ὄγκους, εἶτα καθ' ἡμέραν λύων θεράπευε. ἄλλη, ἡ διὰ τοῦ ἀφρονίτρου, ὑπὸ τινῶν δὲ Διονυσία λεγομένη, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς προειρημένας διαθέσεις, ᾗ ἐχρήσατο Λάργος. Ϛ κηροῦ λίτραν α΄. τερμινθίνης λίτραν α΄. μάννης λίτραν α΄. ἀφρονίτρου λίτραν α΄. ἐλαίου ξε. α΄. ὕδατος πηλοποιϊκοῦ ξε. α΄. μίσυος ὠμοῦ γο β΄. συντίθει κατὰ τρόπον. ἄλλη ἡ διὰ τοῦ Ἀσίου, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ κηροῦ λίτραν α΄. τερμινθίνης λίτραν α΄. νίτρου λίτραν α΄. λιβάνου ἡμίλιτρον, λίθου Ἀσίου ἄνθους ἡμίλιτρον, ἐλαίου κυπρίνου ἡμίλιτρον, ὕδατος πηλοποιϊκοῦ τὸ αὔταρκες, τὰ ξηρὰ διαλύεται πηλοποιϊκῷ, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος καὶ λεαίνεται φιλοπόνως. τὰ δὲ τηκτὰ τήκεται καὶ ψύχεται καὶ τοῖς λεανθεῖσιν ἐπιβάλλεται, ἀνακόψαντες καὶ ἀνελόμενοι χρώμεθα. ἄλλη Ἀσιανὴ τοῦ Νεαπολίτου, ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ κηροῦ [939] λι. α΄ Ϛ΄΄. νίτρου ἐρυθροῦ λίτραν α΄. λίθου Ἀσίου ἄνθους λίτραν α΄ Ϛ΄΄. μάννης ἡμίλιτρον, σμύρνης γο γ΄. ἐλαίου παλαιοῦ λίτραν α΄. ὕδατος πηλοποιϊκοῦ κο. α΄. σκεύαζε κατὰ τρόπον. ἄλλη, ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ κηροῦ ρ΄. τερμινθίνης ρ΄. νίτρου ἀφροῦ λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. μάννης λιβάνου λίτραν α΄. λίθου Ἀσίου ἄνθους ἡμίλιτρον, χαλβάνης ιβ΄. προπόλεως ιβ΄. ἀμμωνιακοῦ θυμιάματος ιβ΄. ὕδατος πηλοποιϊκοῦ τὸ αὔταρκες. ἄλλη κιῤῥὰ ἐκ τῶν Δαμοκράτους, ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ λιθαργύρου λίτραν α΄. ψιμυθίου λίτραν α΄. ἁλὸς ὀρυκτοῦ λίτραν α΄. μίλτου σινωπίδος ἡμίλιτρον, κηροῦ γο β΄. χαλβάνης γο β΄. τερμινθίνης γο β΄. ἐλαίου παλαιοῦ κο. γ΄. ὄξους, ὥστε τὴν Σινωπίδα λῦσαι, σκεύαζε κατὰ τρόπον. ἄλλη, ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ λιθαργύρου λίτραν α΄. ψιμυθίου λίτραν α΄. ἁλὸς ὀρυκτοῦ λίτραν α΄. μίλτου Σινωπίδος ἡμίλιτρον, κηροῦ γο δ΄. χαλβάνης γο β΄. ῥητίνης τερμινθίνης γο β΄. ἐλαίου παλαιοῦ κο. γ΄. ὄξους, ὥστε τὴν Σινωπίδα διαλῦσαι, σκεύαζε κατὰ [940] τρόπον. ἄλλη ἡ διὰ τῆς μαστίχης, ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ κηροῦ λίτραν α΄. μαστίχης, μάννης λιβάνου, Σινωπίδος, ἀφρονίτρου ἀνὰ ἡμίλιτρον, ἐλαίου μυρσίνου γο γ΄. θαλάσσης κο. γ΄. ἄλλη ἡ τοῦ Νεαπολίτου, ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ λιθαργύρου λίτραν α΄. ψιμυθίου λίτραν α΄. ἁλῶν ὀρυκτῶν λίτραν α΄. μίλτου Σινωπίδος ἡμίλιτρον, κηροῦ ἡμίλιτρον, πιτυΐνης ἡμίλιτρον, χαλβάνης γο β΄. ἐλαίου κο. γ΄. ὄξους τὸ ἱκανόν.
[Αἱ ὑπὸ Δαμοκράτους γεγραμμέναι διαφορητικαί.]
Ἔμπλαστρος ἀγαθὴ διαφοροῦσα, μηλίνη,
Τὰς μὴ παλαιὰς χοιράδας τῶν παιδίων,
Τὰς περὶ μύας τε καὶ τὸ δέρμα σκληρίας
Καὶ τὰς μενούσας φλεγμονὰς πλέω χρόνον,
Πληροῖ τε σάρκα καὶ εἰς ἐπούλωσιν ἄγει.
Σκευάζεται δ' οὕτως· καλῆς λιθαργύρου
Τὸ πολὺ λίτραν, ψιμυθίου ἡμίλιτρον,
Τούτοις παραδίδωσι λίτραν νέου
[941] Ἐλαίου λιπαροῦ, τὴν λιθάργυρον βαλὼν,
Ἕψε μετ' ἐλαίου καὶ ῥυπῶδες τῷ πάχει
Ποιῶν, προσαπόδος ψιμυθίου λεῖον τότε.
Ὅταν δ' ἴδῃς ἀμόλυντον, εὔκρατόν τ' ἄγαν,
Μικρῷ γε μᾶλλον σκληροτέραν, προσέμβαλε
Κηροῦ, πιτυΐνης, ὧν τακέντων, τὴν χύτραν
Ἀπὸ τοῦ πυρὸς ζέουσαν ἄρας, τότε
Βάλλ' ἀμμωνιακὸν, χερσὶ καὶ τοῖς δακτύλοις
Πλατυνθεὶς, ὡς εἴωθε. κηρὸς παρὰ πυρὶ,
Ἔπειτα κινῶν τῇ σπάθῃ τὸ φάρμακον,
Καὶ πάλιν μαλάσσων χερσίν· οὕτως ἀποτίθου. Ἄλλη.
Ἄλλη πρὸς πάντα ταῦτα. τὰς δὲ χοιράδας
Μᾶλλον διαφορεῖ, τοὺς πονοῦντας δ' ὠφελεῖ,
Ἔχοντας εὐλάβειαν εἰς ἀπόστασιν
Ὑποχονδρίου μετά τινος ὄγκου καὶ φόβου.
Μέλαινα δ' οὖσα, σκευασίαν ταύτην ἔχει,
Πίσσης διΰγρου καὶ ξηρᾶς λίτρας β΄.
[942] Πυκνῆς τε ὑελώδους πρόσβαλ' ἀσφάλτου β΄.
Φρυκτῆς πιτυΐνης δ΄. κηροῦ δὲ γ΄.
Λιβάνου δὲ λίτραν α΄. καὶ μέρος τρίτον,
Χαλκοῦ δὲ λεπίδος οὐγγίας δὶς δ΄.
Κοινοῦ ἐλαίου προσφάτου ε΄. οὐγγίας,
Λεῖε λίβανόν τε καὶ λεπίδα, παρεγχέων
Ὄξους τὸ μέτριον καὶ λεάνας ἐπιμελῶς
Πάχος ποιήσας μέλιτος, ἕψησον τότε
Κηρόν τε καὶ τὰ λοιπὰ μετ' ἐλαίου νέου,
Οὕτως τε κατάχει θερμὰ τῶν λελεασμένων,
Μίξας τ' ἐπιμελῶς πάντα χερσὶν εὐτόνως,
Ἀποτίθου, φυλάττων δέρματι σκεπασμένην,
Ποιεῖ γὰρ ἐπίπαγόν τε καὶ τραχύνεται.
Αἱ δι' ἁλῶν διαφορητικαὶ Δαμοκράτους.
Σκεύαζε καὶ τοῦτ', ὡς κράτιστον φάρμακον.
Καλοῦ ψιμυθίου καὶ καλῆς λιθαργύρου,
Λίτρας ἑκάστης καὶ ἁλῶν δέκ' οὐγγίας.
Ἅλας δέ ἐστι πᾶν τὸ λευκὸν εἰς φάρμακον
[943] Ἰκανῶς εὔχρηστον, ἀλλὰ βέλτιον πολὺ
Ἀμμωνιακόν τε καὶ καθαρὸν θαλάσσιον,
Καὶ τρὶς ἐλαίου πολυετοῦς λίτρας σταθμόν.
Ἕψε δὲ ἔλαιον καὶ τὰ λοιπὰ ὁμοίως λεῖα,
Ἕως γένηται σκληρότερα μαλάγματος,
Ἀποκείμενα γὰρ γίγνεται μαλακώτερα.
Ἄλλη.
Ἄλλη ἀμείνων, διαφορεῖ γὰρ σκληρίας.
Πασῶν ἄμεινον τὰς ἄγαν κεχρονισμένας,
Καὶ βρογχοκήλας καὶ μεγάλας μελικηρίδας,
Τὰς δυσμεταβόλους χοιράδας, τάς τ' ἀγκύλας.
Σκεύαζε δ' οὕτως, ἁλὸς λειοτάτου λίτραν,
Δύο τε λιτοῦ ψιμυθίου καὶ χαλβάνης
Οὐγγίας β΄. τὸ δ' αὐτὸ καθαρᾶς προπόλεως,
Ἀριστολοχίας, χαλβάνης ἴσον μέρος,
Καλοῦ τ' ἐλαίου πολυετοῦς λίτρας β΄.
Ἂν δ' ᾖ παχύτατον πρόσβαλε ἄλλην μίαν,
Ἕψει δ' ὁμοίως καὶ καλῶς κεκραμένην.
[944] Ἀπὸ τοῦ πυρὸς βάσταζε καὶ λείαν τότε
Ἀριστολοχίαν παραπάσεις, προσεμβαλὼν
Μεμαλαγμένην πρόπολίν τε καὶ τὴν χαλβάνην.
Ἄλλη διαφορητικὴ Δαμοκράτους δι' ἀσβέστου.
Λίαν ἀγαθὴ, διαφοροῦσα χοιράδας,
Στέλλουσα πᾶν οἴδημα καὶ τὰς ἥπατος,
Ἡ σπληνός γ' ὑδαρεῖς διαθέσεις ἰωμένη,
Οὔρων ἄγουσα δαψιλεῖς τὰς ἐκκρίσεις,
Τὰς ἰσχιάδας λύει τε τὰς κεχρονισμένας.
Ταύτῃ Οὐλβιανὸς εὐφυὴς νεανίας
Χρώμενος, ὠφέλει πολλοὺς πάνυ.
Ἔχει δὲ λίτραν Ποντικοῦ κηροῦ μίαν,
Μίαν τε φρυκτῆς καὶ μίαν τῆς πιτυΐνης,
Ἀσβέστου τε προσφάτου οὐγγίαν α΄.
Στυπτηρίας τε σχιστῆς οὐγγίαν α΄.
Ἴσον δ' ἑνὶ τούτων ἀῤῥενικοῦ τοῦ Ποντικοῦ.
Τούτοις παραχέας ὄξος εὐῶδες, βραχὺ
Λέαινε ἐφ' ἱκανὸν ἐν θυείᾳ μείζονι,
[945] Κηρῷ δὲ ῥητίνῃ τε προσβαλὼν βραχὺ
Ἔλαιον, τήξας ἐπὶ πυρὸς λάβρου φλογὸς,
Μιγνύς τ' ἐπιμελῶς πάντα καὶ μαλάγματα
Ποιῶν τ' ἀμολύντου τὸ πάχος, ἔχ' ἀποκείμενον.
Χρώμενος ἐφ' ὧν δεῖ προσφάτῳ τῷ σπληνίῳ.
Ἔλεγε δ' ὁ Κράτιστος καὶ πατὴρ τοῦ φαρμάκου,
Καὶ πρὸς νόσων τε τῶν μακρῶν ἀπαλλαγὰς,
Εὔχρηστον εἶναι καὶ καλὸν τὸ φάρμακον,
Ἐφ' ὧν τε χρόνιος φλεγμονὴ σπλάγχνων τινὸς
Ὑποχόνδριον πεποίηκε σκληρὸν ἢ μέγα
Σφόδρ' ὠφελεῖν, ἱδρῶτας γὰρ ἐπιφέρει
Καὶ τὰς σκληρίας λύει τῶν ὑποχονδρίων,
Ἀπαλλαγάς τε τῶν νόσων ποιεῖ ταχὺ,
Καὶ τὰς ἐποχὰς δὲ τῶν φυσικῶν καταμηνίων
Ἄγει βραχείαις ἡμέραις ἐπικείμενον.
Ἐγὼ δ' ἀφαιρῶν τὴν τίτανον, στυπτηρίαν
Διπλῆν ἔβαλλον καὶ τὸ φάρμακον ποιοῦν
Ἄμεινον ἔγνων, οὐ ποιοῦν τὰ ψυδράκια.
[946] Μαλάγματα καλοῦσιν οἱ ἰατροὶ τὰ τῶν ἐσκληρυσμένων σωμάτων παρὰ φύσιν μαλακτικὰ, θερμῆς μὲν ἅπαντα κράσεως ὄντα μετρίας, οὐ μὴν ξηραίνοντά γε, καθάπερ οὐδὲ ὑγραίνοντα σαφῶς. μέσα γάρ πως ὄντα τά γε ἀκριβῶς μαλακτικὰ τῶν ὑγραινόντων τε καὶ ξηραινόντων, οἷον χύσιν τινὰ τῆς οὐσίας τῶν σκληρυνομένων ἐργάζεται. καλεῖται δὲ μαλακτικὰ, κᾂν ἐφ' ἑτέρων βραχὺ παραλλάττῃ [947] πρός τε τὸ ξηραίνειν καὶ ὑγραίνειν, ἐὰν μόνον αὐτοῖς ὑπάρχῃ τὸ χεῖν τὴν ὑποκειμένην οὐσίαν, ὧν ψαύει μορίων, ὃ γίνεται δηλονότι διὰ τὸ μετρίαν αὐτοῖς εἶναι θερμότητα, καὶ ὅτι γε μετὰ τὸ χυθῆναι τὴν σκληρότητα τῶν διαφορητικῶν ἐστι χρεία φαρμάκων εἴρηται κατά τε τὸ ε΄. τῆς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως καὶ τὸ ιδ΄. τῆς θεραπευτικῆς μεθόδου. ἡ μὲν οὖν ἀρίστη θεραπεία τῶν σκληρυνομένων, ἃ δὴ καὶ σκιῤῥοῦται μὴ θεραπευθέντα διὰ τῆς κατὰ μέθοδον ἰατρικῆς, γίνεται τοῦ θεραπεύοντος θεωροῦντος ἐπὶ πόσον ἡ τοῦ θεραπευομένου σώματος οὐσία προήκει φύσεως παρὰ τὴν σύμμετρον ὑγρότητα καὶ ξηρότητα, καθάπερ γε καὶ τὴν τοῦ πάθους αὐτοῦ σύστασιν, εἰς ὅσον ηὔξηται, καὶ πρὸς τούτοις ἐν αὐτοῖς τοῖς μαλάττουσι φαρμάκοις τὸ μᾶλλόν τε καὶ ἧττον. εἰς ταῦτα γὰρ ἀποβλέποντί σοι στοχαστικὴ μὲν, ἀλλὰ μετὰ τέχνης ἡ πρώτη χρῆσις τοῦ μαλακτικοῦ ἔσται φαρμάκου. μετὰ δὲ μίαν ἢ β΄. ἡμέρας εἴτ' ἐπιτεῖναι προσῆκεν, εἴτ' ἐκλῦσαι τὴν δύναμιν τοῦ φαρμάκου νοήσεις, ὡς ἐπί τε τῶν ἔμπροσθεν εἴρηται καὶ [948] κατὰ τὴν θεραπευτικὴν μέθοδον. οἱ μὲν οὖν ἰατροὶ συνέθεσαν φάρμακα μαλακτικὰ καὶ διαφορητικὰ ὡς πρὸς ἀμφοτέρους ἀποβλέποντες τοὺς σκοποὺς, τόν τε τῆς χύσεως τοῦ ἐσκληρυσμένου καὶ σκιῤῥουμένου μορίου, τόν τε τῆς διαφορήσεως, οὐκ ἐναλλὰξ ἑκατέρῳ χρώμενοι, καθάπερ ἐμὲ πράττοντα βλέπετε πολλάκις, ἀλλ' ἀεὶ τὰ δύο διὰ τοῦ συνθέτου φαρμάκου ποιοῦντα. εὔδηλον δ' ὅτι κατὰ τὴν μίξιν ἤτοι τὰ μαλάττοντα πλέονά ἐστιν ἢ τὰ διαφοροῦντα, καὶ τό γε μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς οὐκ ὀλίγον. εὔδηλον δὲ ὅτι πολλάκις ἴσα ταῖς δυνάμεσι μίγνυνται, καὶ χρὴ καθάπερ ἐπὶ τῶν ἄλλων φαρμάκων, οὕτως κᾀπὶ τούτων παρασκευάσασθαι τῷ βουλομένῳ καλῶς ἰατρεύειν πλείω φάρμακα τῶν ὁμογενῶν, ἢ πάντως γε δύο μίγνυσθαι, τό τε ἰσχυρότατον ἐν τῷ γένει καὶ τὸ μετριώτατον, ἵνα ἐκ τῆς διαφόρου μίξεως αὐτῶν ἐπικαίρου γενομένης ἐργάζηται τὰ μεταξὺ τῶν ἄκρων πάμπολλα φάρμακα. οὐ γὰρ τὴν αὐτὴν ἔχει δύναμιν τὸ στέαρ βδελλίῳ τε καὶ στύρακι καὶ ἀμμωνιακῷ θυμιάματι, καθάπερ οὐδὲ αὐτῶν τῶν στεάτων τὸ χήνειόν τε [949] καὶ ὀρνίθειον ἢ παρδάλειον ἢ λεόντειον ἡ ὑαίνης ἤ τινος ἄλλου ζώου. κατὰ γὰρ τὴν κρᾶσιν τοῦ ζώου καὶ τὸ στέαρ ἐστι, τῶν μὲν θερμοτέρων θερμαντικώτερον, τῶν δὲ ξηροτέρων ξηραντικώτερον, καὶ γινώσκουσί γε οἱ πολλοὶ τῶν ἰατρῶν ἰσχυρότατον μὲν εἶναι κατ' ἄμφω, λέγω δὴ τὸ θερμαίνειν τε καὶ διαφορεῖν, τὸ τοῦ λέοντος στέαρ. ἐγγὺς δὲ αὐτῷ τὸ τῶν παρδάλεων, ὡς ὀλίγον ἔχειν τὸ μαλακτικόν. ἥττονα δὲ ἐν τῷ θερμαίνειν τε καὶ διαφορεῖν ἔχει τὸ χήνειον τὴν δύναμιν, ἔχει δέ τι πλέον ἐν τῷ μαλάττειν. ἀνάλογον δὲ ἀφέστηκε τοῦδε καὶ τὸ τῶν ἀλεκτορίδων. τούτοις μὲν οὖν ἅπασι καὶ τὸ λεπτομερέστερον εἶναι τῶν ἐν τοῖς τετράποσι ζώοις ὑπάρχει. διαφορὰ δὲ πάλιν ἐν ἐκείνοις ἐστὶ παμπόλλη, τοῦ μὲν ὑείου μαλακωτάτου τε καὶ ὑγροτάτου καὶ διὰ τοῦτο ἀσθενεστάτου τῶν ἄλλων ὄντος, ὡς ἁρμόττειν ἐπὶ σωμάτων μὲν ἁπαλῶν, οἷα τὰ τῶν γυναικῶν ἐστι καὶ παίδων καὶ εὐνούχων καὶ τῶν ἁβροδιαίτων ἀνδρῶν ἐν σκιατροφίᾳ καὶ ἀγυμνασίᾳ καὶ λουτροῖς πλείοσι ποτίμων ὑδάτων ἐκτεθηλυσμένα. τὸ δὲ τῶν αἰγῶν τε καὶ βοῶν, εἰς ὅσον ἰσχυρότερον τοῦ τῶν ὑῶν ἐστιν, εἰς τοσοῦτον σώμασί [950] τε καὶ φύσει σκληροτέροις καὶ τοῖς σκιῤῥωδεστέροις τῶν σκληροτέρων ἁρμόττει. τὸ δὲ τῶν ταύρων καὶ τράγων ἐπὶ τῶν ἰσχυροτέρων σωμάτων τε καὶ παθῶν. ἡ δὲ αὐτὴ καὶ τοῖς ἄλλοις ὑπάρχει πρὸς ἄλληλα διαφορὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. ἄρξομαι δὲ ἀπὸ τῶν ἀσθενεστέρων, πρότερον ὑπὲρ τοῦ κατὰ τὴν σκληρότητα καὶ σκίῤῥωσιν πάθους προειπών. κοινοῦ γὰρ συμβεβηκότος τοῖς φλεγμαίνουσι καὶ τοῖς σκληρυνομένοις τοῦ κατὰ τὴν ἐπέρεισιν τῶν δακτύλων ἀντιβατικοῦ, διορίζεται τὰ πάθη τῷ τ' ἐπωδύνῳ καὶ τῷ ἀνωδύνῳ, τοῦτο γὰρ οὐκέτι κοινὸν ἀμφοῖν. ὥσπερ δὲ ἐν τοῖς ἄλλοις ἅπασιν ὅσα μεταπίπτειν εἰς ἄλληλα πέφυκεν, ἔνεστι μεθόριον ἀμφοτέρων ἠρέμα μέτοχον, οὕτως καὶ τῶν φλεγμονωδῶν ὄγκων πρὸς τοὺς ἄνευ φλεγμονῆς σκίῤῥους, οἷοί περ οἱ τῶν ἐσκληρυσμένων εἰσὶν, ὑπάρχει τις ἐν τῷ μεταξὺ διάθεσις, ἀνώδυνος μὲν, εἰ μὴ τοὺς δακτύλους ἐπερείδοις, ὀδυνωμένη δὲ τοῦτο πραττόντων, ἣν σαφοῦς τε καὶ συντόμου διδασκαλίας ἕνεκα ἤτοι φλεγμονὴν σκιῤῥώδη λεκτέον ἢ σκίῤῥον φλεγμονώδη, μὴ προσέχοντας ἐνταῦθα τῷ [951] κατὰ τὸν ὄγκον μεγέθει. τῆς γὰρ ἰδέας τῶν παθῶν ἐστιν, οὐ τοῦ καθ' ἕτερον αὐτῶν ποσοῦ φλεγμονὴ καὶ σκίῤῥος ὀνόματα, μεγάλης μὲν φλεγμονῆς γενομένης ἢ διὰ τὸ τοῦ φλεγμαίνοντος μορίου μέγεθος ἢ διὰ τὴν τοῦ παρὰ φύσιν ὄγκου, μικρᾶς δὲ τῆς ἤτοι μικρὸν τόπον κατειληφυίας ἢ βραχὺν ὄγκον ἐχούσης. εἰρήσεται δὲ νῦν ἐμοὶ μικρᾶς φλεγμονῆς καὶ μικροῦ σκίῤῥου θεραπεία, καθάπερ καὶ μεγάλης τε καὶ μεγάλου, κατὰ τὰς τῶν παθῶν ἰδέας. νοηθήσεται γὰρ ἐκ τούτων καὶ τῶν ἑτέρων λεγομένων μεγάλων τε καὶ μικρῶν ἡ θεραπεία. φλεγμονῆς μὲν οὖν μεγάλης διὰ καταπλασμάτων ἴασις γίνεται καί τινων ὑγρῶν φαρμάκων. τῆς δὲ μικρᾶς, ὅταν σκιῤῥώδει σκληρότητι μιχθῇ, καὶ διὰ καταπλασμάτων μὲν ἔστιν ὅτε, καὶ διὰ φαρμάκων δὲ κηρωτοειδῶν τε καὶ ὑγρῶν, ἔτι τε τῶν μαλακτικῶν ἐμπλάστρων. διὰ τοιούτων δὲ καὶ τῆς μικρᾶς σκληρότητος ἡ ἴασις γίνεται, ἀλλ' ἐπὶ ταύτης μὲν ἁπλοῦς ὁ σκοπὸς, ὥσπερ καὶ τῆς φλεγμονῆς συνισταμένης. ἐπὶ δὲ τῆς ἐχούσης φλεγμονώδους τι σκληρότητος σύνθετος καὶ ὁ σκοπὸς γίγνεται.
[Περὶ τῆς παρύγρου.] Καὶ διὰ τοῦτο [952] καὶ φάρμακον σύνθετόν πώς ἐστιν, οἷον καὶ τοῦτο τὸ πᾶσι γινωσκόμενον, ἐπῃνημένον δὲ μεγάλως ὑπ' ἄλλων τέ τινων καὶ μάλιστα τοῦ Ἥρα, τὸ καλούμενον πάρυγρον. ἰᾶται γὰρ τοῦτο βραχεῖαν ἔτι φλεγμονὴν ἔχον τὸ μόριον, οὐ μετὰ πολὺν χρόνον τῆς σκευασίας, ἀλλ' εὐθέως ἐπιτιθέμενον. σκληρότητα δὲ ἀνώδυνον ἐπικτωμένου τοῦ πεπονθότος μορίου, κᾂν ἔτι βραχεῖ χρονιώτερον ᾖ τοῦ προσφάτου, χρήσιμον ὑπάρχει. καθάπερ γε καὶ ἂν ἀπηλλαγμένον παντάπασι τὸ πεπονθὸς μόριον τῆς φλεγμονώδους διαθέσεως, ἄμεινον ἐπ' αὐτῷ τὸ χρονιώτερον φάρμακον. ἀνάλογον δὲ δηλονότι τῇ τῆς σκληρότητος ἐπιτάσει συναύξεσθαι τὸν χρόνον προσήκει τοῦ φαρμάκου, τὸ μέντοι λίαν ἐσκληρυσμένον μόριον οὐδὲ τὸ χρόνιον μαλάξει φάρμακον. μικτὴν γὰρ ἐπαγγελίαν τε καὶ δύναμιν ἔχει τοῦτο δὴ τὸ πάρυγρον ὀνομαζόμενον, ὅτι καὶ τὴν ὕλην μικτήν. εἴ γε τὸ μὲν ὕειον στέαρ καὶ ὁ κηρὸς ἀσθενέστατα τῶν μαλακτικῶν ἐστι, λιθάργυρος δὲ καὶ ψιμύθιον οὐδὲν ἔχει μαλακτικὸν, ὡς ἐμάθομεν. ὁ δὲ ἐπαινέσας τὸ φάρμακον τοῦτο μάλιστα πάντων Ἥρας ἐκ τῶνδε συντίθησιν [953] αὐτὸ κατὰ τήνδε τὴν λέξιν. Ϛ στέατος προσφάτου ὑείου ἐξινισμένου οὐγγίας μδ΄. κηροῦ οὐγγίας κδ΄. ψιμυθίου οὐγγίας στ΄. λιθαργύρου οὐγγίας στ΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν, χρόνῳ δὲ συνίσταται. καθάπερ γε καὶ κηρὸν καὶ στέαρ ὕειον ἔφην ἀσθενοῦς εἶναι δυνάμεως μαλακτικῆς, οὕτω κᾂν ἐλαίῳ μίξῃς βραχύ τι κηροῦ, τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν κηρέλαιον ποιήσεις. εἶναι δὲ χρὴ δηλονότι τὸ ἔλαιον οὔτε τὸ καλούμενον ὀμφάκινόν τε καὶ ὠμοτριβὲς οὔτε τὸ θαλλοὺς ἐλαιῶν ἐν τῇ ἐργασίᾳ προσειληφός.
[Αἱ τῶν μαλακτικῶν φαρμάκων κατὰ γένος διαφοραὶ καὶ δυνάμεις.] Τὰ μὲν οὖν οὕτως ἀσθενῆ μαλακτικὰ καὶ τὰς μικρὰς θεραπεύει φλεγμονάς· τὰ δὲ τούτων ἀτονώτερα, τὰς ἄνευ φλεγμονῆς βραχείας σκληρότητας. τὰ δ' ἔτι τούτων ἰσχυρότερα τὰς μείζους, ὥσπερ καὶ τὰ τῆς ἐγγὺς ἡκούσης σκίῤῥου σκληρότητος ἰατικὰ, δραστικώτατά ἐστιν, ὁποῖον ὑπάρχει τό τε τῶν μυελῶν γένος ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφερόντων, ὡς ἐφεξῆς διαιρήσω, [954] τό τε τῶν βδελλίων ἀμφοῖν, Ἀραβικοῦ τε καὶ Σκυθικοῦ, τό τε τῶν στυράκων. καὶ γὰρ καὶ τούτων δραστικώτατος ὁ κατὰ τὴν χρόαν ὠχρὸς, ὅσπερ καὶ κάλλιστος ἐν Παμφυλίᾳ γεννᾶται. ὁ δὲ ἐπὶ τὸ φαιότερον ἀποκεχωρηκὼς τοῦδε πολλαχόθι τε γίνεται καὶ τῇ δυνάμει πολὺ τοῦ κατὰ τὸν ὠχρὸν ἀπολείπεται. ῥέπει δ' οὖν καὶ οὗτος αὐτὸς ἐν τῷ χρονίζειν ἐπὶ τὸ χρυσίζον χρῶμα. τούτῳ μὶν οὖν εἰς τὰς ἀντιδότους χρώμεθα διὰ τὸ σπανίζειν, ὥστε αὐτοκράτορί γε σκευάζων ὁτιοῦν διὰ στύρακος ἀεὶ τούτῳ χρήσῃ. κᾂν τῶν πλησίον τις ᾖ μεγαλόφρων εἰς δαπάνην φαρμάκων, κᾀκείνῳ συνθήσεις ἐκ τοιούτου στύρακος τὸ φάρμακον. ἐπὶ τῶν ἄλλων δὲ τοῦ φαιοτέρου τὸν ἄριστον ἐκλέξῃ, τῇ τε ὀσμῇ κρίνων μάλιστα καὶ τῇ χρόᾳ, φαυλότερος γὰρ ὁ μελάντερος. ἔστι δὲ τῶν ἰσχυρῶς μαλαττόντων τὰ σκιῤῥούμενα, τὸ καλούμενον ἀμμωνιακὸν θυμίαμα καὶ μᾶλλον αὐτοῦ τὸ λιπαρόν τε καὶ νέον. τούτων δὲ ἧττον μὲν, ἀλλὰ καὶ αὐτὰ δραστήρια αἴγειόν τε καὶ βόειον. ἐν αὐτοῖς δὲ τούτοις τὸ μὲν τῶν τράγων καὶ ταύρων ἰσχυρότερα, τὸ δὲ τῶν βοῶν καὶ τῶν αἰγῶν ἀσθενέστερα μὲν τούτων, οὐκ ἄπρακτα δὲ οὐδὲ [955] αὐτά. τὸ δὲ τῶν ἐρίφων τε καὶ μόσχων ἔτι καὶ τούτων αὐτῶν ἀσθενέστερα, δραστικώτερα δὲ ὅμως ἐστὶ τοῦ χοιρείου. διαφορητικωτέραν δὲ τούτων δύναμιν, οὐ μαλακτικωτέραν ἔχει τὸ λεόντειον καὶ παρδάλειον, ὑαίνης τε καὶ χηνὸς, ὅσῳ καὶ λεπτομερεστέραν ἔχει τὴν οὐσίαν αἰγείου τε καὶ βοείου στέατος. τὸ δὲ τῶν ἀλεκτορίδων ἐν τῷ μεταξὺ τοῦ τε χηνείου καὶ τοῦ ὑείου τέτακται. καθάπερ γε καὶ τῶν μυελῶν ἄριστος μὲν ὁ τῶν μόσχων. καὶ ῥητίναι μὲν ὅσαι μὴ δριμεῖαν ἔχουσι τὴν ὀσμὴν, μιγνύμεναι τῶν εἰρημένων τινὶ τὸ μὲν ἐχέκολλον τοῖς συντιθεμένοις φαρμάκοις παρέχονται, τὸ δὲ μαλακτικὸν αὐτῶν οὐκ ἀναιροῦσιν, ἐπιτηδειοτάτη δὲ ἥ τε Χία καλουμένη καὶ ἡ λάριξ ἐστί. μετὰ ταύτας δὲ ἡ πευκίνη καὶ μετ' ἐκείνην ἡ ἐλατίνη. δριμεῖα δὲ ἡ στροβιλίνη σφοδρῶς ἐστιν, ἀλιπὴς δὲ καὶ ξηραίνουσα μεγάλως ἡ πιτυΐνη, καλοῦσι δ' αὐτὴν ἰδίως φύσημα. ταύτας μὲν οὖν φευκτέον ἐστί. τῇ Χίᾳ δὲ καὶ τῇ ἐλατίνῃ χρηστέον οὐκ αὐταῖς καθ' ἑαυτὰς, ἀλλὰ μετὰ κηροῦ καί τινος τῶν ἄλλων, ὅ τι ἂν ἁρμόττειν δοκῇ τῇ διαθέσει. καὶ πίττα δὲ Βρυτία τὴν αὐτὴν ἔχει δύναμιν, ὡς ἂν ἐχέκολλόν τι καὶ λιπαρὸν ἔχουσα. τὴν [956] δὲ ἄλλην πίτταν οὐ μικτέον, ὥσπερ οὐδὲ τὴν ἄσφαλτον, ἐπὶ πλέον γὰρ ἥκουσι ξηρότητος. ἐμάθομεν δὲ ὅτι καὶ τὰ ξηραίνοντα τοῖς μαλάττουσίν εἰσιν ἐναντία. ἐπεὶ δὲ τὴν πευκίνην καὶ φρυκτὴν ῥητίνην εἰώθασι καὶ Κολοφωνίαν ὀνομάζειν, ἰστέον ὅτι καὶ ἄλλη τίς ἐστι Κολοφωνία παραπλήσιος τῇ Χίᾳ μαστίχῃ, μαλακτικὸν ἔχουσά τι, καθάπερ ἐκείνη τε καὶ ὁ λιβανωτός. ὑπάρχει δέ τι καὶ τῇ Αἰγυπτίᾳ μαστίχῃ μαλακτικὸν, ἀλλὰ τὸ πλέον αὐτῆς τῆς δυνάμεως πεπτικόν τε καὶ διαφορητικὸν ὑπάρχει. καὶ τῷ λιβάνῳ τόδε τι μαλακτικὸν ὑπάρχει, ἀλλὰ τοῦτο μὲν ἑψόμενον ἔστι χρήσιμον, ὥσπερ καὶ τὸ τῆς τήλεως σπέρμα, καὶ γὰρ καὶ τοῦτο μαλάττει καλῶς ἑψηθὲν, ἔτι δὲ καὶ μᾶλλον εἰ στέατι μιχθείη. τὰ δὲ χωρὶς ἑψήσεως διὰ τὸ ξηρὸν τῆς συστάσεως ἀνίεσθαι δεόμενα καὶ τήκεσθαι καὶ δύεσθαι καὶ λύεσθαι τῶν ἐλαιωδῶν τινος δεῖται. τοιαῦτα δ' ἐστὶν αὐτὸ τὸ ἔλαιον, ὅταν μηδὲν ἔχῃ στύψεως, ὅ τε ἐκ τῶν βαλανείων γλοιὸς, ἔτι τε τὸ καλούμενον σούσινον, καὶ πρὸς αὐτῷ πολλῷ μᾶλλον ἔτι τὸ Κομμαγηνόν. ἔτι δὲ καὶ τὸ βούτυρον ἐξ αὐτῆς τάξεως [957] τό τε τῆς ἀλθαίας ἀφέψημα καὶ τὸ τῆς τήλεως. μεταξὺ δὲ τῶν οὕτω μαλακῶν καὶ τῶν ἰσχυροτάτων, ὁποῖα τό τε βδέλλιόν ἐστι καὶ ὁ στύραξ, τό γε ἀμμωνιακὸν θυμίαμα τὴν αὐτὴν δύναμιν, ἥνπερ καὶ πρόπολις ἔχει. τοῦ γε μὴν βδελλίου καὶ τοῦτο διοριστέον, ὅτι τὸ Σκυθικὸν ἄμεινον εἰς ταῦτα μακρῷ θατέρου τοῦ Ἀραβικοῦ, καὶ μάλιστα ὅταν ᾖ νέον τε καὶ μαλακὸν, ὃ καὶ λιπαρὸν ὀνομάζουσιν. ἔθος γὰρ καὶ τοῦτό ἐστιν ἐν τοῖς νεωτέροις ἰατροῖς ἐπὶ τῶν τοιούτων φαρμάκων τὸ μαλακτικώτερον λέγειν καὶ ὑγρότερον. ἔστι δὲ δηλονότι καὶ ὑγρότερον τοῦτο. καὶ ἡ χαλβάνη δὲ καὶ ὁ καλούμενος ὀποπάναξ πρὸς τῷ διαφορεῖν ἔχει τι καὶ μαλακτικόν. ὑπερέχει δὲ τῷ μὲν διαφορεῖν ὀποπάναξ, τῷ δὲ μαλάττειν τε καὶ πέττειν ἡ χαλβάνη. τοιαύτη μέν τίς ἐστι μαλακτικῶν φαρμάκων ἡ δύναμις. σὺ δ' ὅταν ἤτοι τι τῶν γεγραμμένων ἐν ταῖς φαρμακίτισι βίβλοις ἐξετάσῃς τε καὶ κρίνῃς ἢ συντιθῇς αὐτὸς, ἀκηκοὼς ἄρτι τὰς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖς φαρμάκοις διαφορὰς, ἀκηκοὼς δὲ καὶ τὰς τῶν σωμάτων τε καὶ παθῶν, τὰ μὲν ἰσχυρὰ τοῖς ἰσχυροῖς, τὰ δὲ ἀσθενῆ τοῖς ἀσθενέσι προσάξεις.
[958] ἐν δὲ τῷ μετὰ τὸ πρόσθεν ἐπιτεθὲν ἕτερον ἐπιτιθέναι, καταντλεῖν ἔλαιον ἁπλοῦν, λιπαρὸν ἁρμόττει τῷ πεπονθότι μορίῳ. τῶν δὲ ἐχεκόλλων ὀνομαζομένων φαρμάκων οὐδὲν ἀφελεῖν χρὴ, πρὶν αὐτόματον ἀποστῆναι, ἀλλὰ κᾂν λούηταί τις, ἐᾷν ἐπικεῖσθαι. φυλάττεσθαι δὲ καὶ τὰ τῶν φαρμάκων ὑδάτων λουτρὰ καὶ μάλιστα ὅσα χαλκανθώδη τε καὶ στυπτηριώδη καὶ θειώδη· ταῦτα μὲν ἱκανὰ συνετοῖς ἀνδράσι καί τινα τριβὴν κατὰ τῆς τέχνης ἔργα κεκτημένοις.
[Αἱ τῶν μαλακτικῶν φαρμάκων κατ' εἴδη διαφοραὶ καὶ δυνάμεις.] Ἐπεὶ δὲ οὐ πάντες εἰσὶ τοιοῦτοι καὶ πρόκειται κατὰ τήνδε τὴν πραγματείαν, οὐχ ὥσπερ ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου, μόνην εἰπεῖν τὴν μέθοδον, ἀλλ' ἅμα παραδείγματι τῶν κατὰ μέρος ἑνί τε καὶ δευτέρῳ, προστεθῆναι δεῖ καὶ τὰ πείρᾳ προκείμενα φάρμακα, ἃ πρόσκειται τοῖς πρὸ ἡμῶν ἐν τῷ φαρμακευτικῷ μέρει τῆς τέχνης ἐνδόξοις, ἐπὶ τὰς κατ' εἴδη διαφορὰς ἐπὶ τῶν μαλακτικῶν φαρμάκων ἀφίξομαι τὴν ἀρχὴν ἀπὸ τῶν μαλακωτάτων ποιησάμενος [959] αὐτοῖς, ἃ καὶ τὰς μικρὰς ἰᾶται φλεγμονάς. τῶν συνθέτων μαλακτικῶν τὰ μέν ἐστιν, ὡς ἂν εἴποι τις, ἀσθενέστερα κατὰ τὴν πρώτην τάξιν. ἔνια δὲ οὐ πολλῷ τούτων ἰσχυρότερα κατὰ δευτέραν, καί τινα κατὰ γ΄. ἕτερα. καὶ πρὸς αὐτοῖς κατὰ δ΄. ἄλλα. χρῆσθαι δὲ προσῆκεν, ὡς προείρηται, πρὸς μὲν τὰς βραχείας σκληρότητας καὶ τὰ μαλακὰ σώματα τοῖς τῆς πρώτης τάξεως. πρὸς δὲ τὰ τούτων ἰσχυρότερα σώματά τε καὶ πάθη τοῖς τῆς δευτέρας, ὥσπερ γε καὶ τοῖς τῆς τρίτης καὶ τῆς τετάρτης ἀνάλογον. ὑπογράφουσι δὲ καὶ τὰ καθ' ἑκάστην αὐτῶν ἰδίᾳ.
[Μαλακτικὰ φάρμακα πρώτης τάξεως.] Βούτυρον ἢ ῥητίνη ἡ Κολοφωνία καὶ κηρὸς λευκὸς, μὴ παλαιὸς, ἴσα τῷ σταθμῷ τὰ γ΄. τηκόμενα μετ' ἀλλήλων, μαλακτικὰ πρώτης τάξεώς ἐστι. καὶ ἡ πάρυγρος, ὅταν ᾖ πρόσφατος, ἡ χρονισθεῖσα δὲ διαφορητικωτέρα γίνεται, ἀσθενεστάτη δὲ τῶν μαλακτικῶν, κηρὸς μετὰ βουτύρου τακεὶς ἢ διὰ σουσίνου ἢ Κομμαγηνοῦ. καὶ τούτων ἀσθενέστερόν ἐστι τὸ καλούμενον κηρέλαιον, ὅταν εἰς λίτραν ἐλαίου χαλαστικοῦ μηδεμίαν [960] ἔχοντος στύψιν ἐμβληθῶσι κηροῦ οὐγγίαι ιβ΄. ἢ ἑκκαίδεκα. καὶ αἱ διὰ τῶν ὠῶν δὲ κηρωταὶ βραχύ τι χαλαστικὸν ἔχουσι. ἰσχυρότεραι δὲ τούτων, ἀλλὰ ἀσθενεῖς ἔτι καὶ αὗται κηρωταὶ, αἱ δι' οἰσύπου καὶ ῥητίνης καὶ κηροῦ, τηκομένων ἴσῳ τῷ σταθμῷ. ἐὰν δὲ ᾖ παλαιότερά πως αὐτὰ, δεήσεται μίξεως ἐλαίου τινὸς τῶν χαλαστικῶν ἢ σουσίνου ἢ Κομμαγηνοῦ ἢ στέατος ὑείου ἢ ὀρνιθείου ἢ χηνείου. μαλακτικὰ φάρμακα δευτέρας τάξεως. ὡς ἐν τοῖς ἁπλοῖς φαρμάκοις, ἐποιήσαμεν τέσσαρας τάξεις τῶν ὁμογενῶν, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς ὁριζούσας, ἐνίων δ' ἔφην ἀμφίβολον εἶναι τὴν δύναμιν, εἴτ' ἐπὶ τελευτῇ τῆς πρώτης τάξεως εἴτ' ἐν ἀρχῇ τῆς δευτέρας, θετέον ἐστὶ τὴν δύναμιν αὐτῶν, ὡσαύτως καὶ περὶ τῆς δευτέρας τε καὶ τρίτης τῶν τε ταύταις ἐφεξῆς. ἐπ' ἐνίων δὲ θαῤῥήσας ἀποφαίνεσθαι τινὰ μὲν ἐν ἀρχῇ τῆσδε, τινὰ δὲ ἐπὶ τῇ τελευτῇ τῆσδε τῆς τάξεως ἔφην ὑπάρχειν, ὥσπερ ἔνια χωρὶς προσθήκης ἤτοι τῆς πρώτης ἢ τῆς δευτέρας ἢ τῆς γ΄. ἢ τῆς δ΄. τάξεως ἔφην εἶναι. πολλῆς δὲ πείρας τῆς κατὰ μέρος ἐπὶ πολλῶν τε σωμάτων καὶ [961] παθῶν αἱ τοιαῦται τῶν ἀποφάσεων δέονται, διὸ κᾂν μετ' ἐμέ τις ὁμοίως ἐμοὶ φιλόπονός τε καὶ ζηλωτικὸς ἀληθείας γένηται, μὴ προπετῶς ἐκ δυοῖν ἢ τριῶν χρήσεων ἀποφαινέσθω. πολλάκις γὰρ αὐτῷ φανεῖται διὰ τῆς μακρᾶς πείρας, ὥσπερ ἐφάνη κᾀμοὶ, ὅτι τὰ κατὰ τὴν δευτέραν τάξιν εἰρημένα εἰς τὴν γ΄. ἀρχομένην μετατεθῆναι δεῖ ἢ κατὰ τὴν ἀρχὴν ἁπλῶς τῆς γ΄. ἅτε γὰρ καὶ τῶν σωμάτων τῆς διαφορᾶς, οἷς προσάγεται τὰ φάρμακα καὶ τῶν παθῶν αὐτῶν οὐκ ὀλίγην ἐχόντων ἐν τῷ μᾶλλόν τε καὶ ἧττον τὴν ὑπεροχὴν, χαλεπώτατόν ἐστιν ἐπὶ πᾶσιν ἀπόφασιν ποιήσασθαι μίαν, ἐξ ἐπιμέτρου δὲ καὶ αὐτῶν τῶν φαρμάκων τῶν ἁπλῶν οὐ μικρὰν ἐχόντων διαφοράν. ἐμοῦ δὲ ἐπὶ τῶν ἀρίστων καθ' ἕκαστον εἶδός τε καὶ γένος ἀποφηναμένου τὴν δύναμιν, ἐὰν ἐπὶ τοῦ χειρίστου ποιήσηταί τις τήνδε διὰ τῆς πείρας ἐξέτασιν, ποιήσεται μὲν ψευδῶς, οὐ διώρικε δὲ τὰς τῆς δυνάμεως αὐτῶν τάξεις. ἀσφαλέστατον οὖν ἐστι, τὴν αὐτῶν τῶν φαρμάκων πρὸς ἄλληλα διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον [962] ἀκριβῶς γράφειν, ὥσπερ ἐπί τε τῶν ἄλλων ἐποίησα καὶ νῦν ποιήσω.
[Διαφόρους γίγνεσθαι διαφορὰς ἐν τῷ μᾶλλόν τε καὶ ἧττον κατὰ τὴν μαλακτικὴν τοῦ Μνασαίου ἔμπλαστρον κατὰ διάφορον τῶν ἁπλῶν ποσότητά τε καὶ ἡλικίαν καὶ ἕψησιν.] Κατὰ γάρ τοι τὴν δευτέραν τάξιν τῶν μαλακτικῶν οὐχ ἥκιστα ἄν τις θείη τὴν ὑπὸ τοῦ Μνασαίου συντεθεῖσαν ἔμπλαστρον, ὁμολογούντων μὲν ἁπάντων ἀλλήλοις τῶν μνημονευσάντων αὐτῆς, ἐξ ἐλαίου τοῦ παλαιοῦ καὶ λιθαργύρου καὶ στέατος ὑείου. διαφερομένων δὲ ἔν τε τῇ ποσότητι τούτων ἑκάστου καὶ τῷ τινὰς μὲν ἐκ προσφάτου στέατος, ἐνίους δὲ ἐκ παλαιοῦ συντιθέναι τοῦ καλουμένου πρὸς ἁπάντων ἤδη συνήθως ἀξουγγίου. ἐπὶ γάρ τοι τούτοις ἡ ἀσθενεστάτη γένοιτ' ἂν ἐκ λιθαργύρου καὶ στέατος ὑείου καὶ ἐλαίου, μηδετέρου παλαιοῦ. ἡ δ' ἰσχυροτέρα ἐλαίου μὲν αὐτῶν παλαιοῦ, θατέρου δὲ νέου βληθέντος. ἡ δὲ ταύτης ἰσχυροτέρα παλαιῶν ἀμφοτέρων. κατὰ μὲν οὖν τὸ νέον ἢ παλαιὸν βάλλεσθαι τὸ ἔλαιον καὶ τὸ στέαρ αἱ διαφοραὶ δ΄. [963] ἔσονται ποτὲ μὲν ἀμφοῖν νέων, ποτὲ δὲ ἀμφοῖν παλαιῶν, ποτὲ δὲ τοῦ μὲν ἐλαίου παλαιοῦ, τοῦ στέατος δὲ προσφάτου ἢ τοὐναντίον, ἐλαίου μὲν προσφάτου, παλαιοῦ δὲ στέατος ἐμβαλλομένου. κατὰ δὲ τὴν πρὸς ἄλληλα συμμετρίαν αὐτῶν τῶν τριῶν ἁπλῶν φαρμάκων ἕτεραι πλείους. ἤτοι γὰρ ἴσα τῷ σταθμῷ καὶ μέτρῳ μίγνυται τὰ τρία καὶ πολλοί φασι τὴν ὑπ' αὐτοῦ τοῦ Μνασαίου συντεθεῖσαν ἐκ τριῶν ἴσων συγκεῖσθαι ἢ τὰ δύο μὲν ἴσα, τὸ τρίτον δὲ οὐκ ἴσον ἀλλ' ἔλαττον ἢ πλέον ἢ τῶν τριῶν ἀνίσων μιγνυμένων. εὔδηλον οὖν ὅτι πολλαὶ γενήσονται διαφοραί. πλέονος μὲν γὰρ τῆς λιθαργύρου βληθείσης μαλακώτερον τῇ δυνάμει γενήσεται τὸ φάρμακον, ἐλάττονος δὲ ἰσχυρότερον. καὶ μαλακτικώτερον μὲν, εἰ τοῦ στέατος ἐμβάλλοιμεν πλέον, διαφορητικώτερον δ' εἰ τοῦ ἐλαίου. καὶ γὰρ αὖ καὶ ἄλλο τι προσέρχεται πλέονος ἐμβληθέντος ἐλαίου, μεγάλην ἔχοντος δύναμιν εἰς τὸ διαφορητικώτερον ἐργάσασθαι τὸ φάρμακον. ἔστι δὲ τοῦτο, καθάπερ εἴρηταί μοι κατὰ τὸν α΄. λόγον, εἰ ἐπὶ πλέον ἑψήσεις. ἐὰν γοῦν μόνην τὴν λιθάργυρον ἑψήσεις ἐν ἐλαίῳ πλέονι, ξηραντικώτερον ἔσται τὸ φάρμακον. ἐν [964] πλέονι δὲ ἑψήσεις πλέον ἐλαίου βαλὼν, εἴ γε μέλλοι σύστασιν ἕξειν ἐμπλάστρου. ὡς εἴ γε τούτου μὴ φροντίζοι τις, ἀλλὰ ἴσῳ χρόνῳ τό θ' ἧσσον ἔχον ἐλαίου κατὰ τὸ πλέον ἑψήσει, πρόδηλον ὅτι μαλακτικώτερον ἔσται κατὰ τὴν δύναμιν, ᾧ πλέον ἔλαιον μέμικται, καθάπερ εἰ καὶ ὠμήν τις ἄκοπον τὴν λιθάργυρον ἐλαίῳ μίξας βούλοιτο χρῆσθαι. διό περ ὃ πολλάκις ἤδη μοι λέλεκται, μεμνῆσθαι διὰ παντὸς αὐτοῦ κελεύω, μὴ καθάπερ ἔνιοι τὰς ἀποφάσεις ἁπλῶς ὑπὲρ τῶν φαρμάκων ποιοῦνται καὶ ἡμᾶς οὕτω πράττειν, βελτίονα λέγοντας ἁπλῶς εἶναι τήνδε τὴν σύνθεσιν τοῦ φαρμάκου τῆσδε. δύναται γὰρ ἑκάτερα πρὸς διαφέροντα κατ' εἴδη πάθη καλῶς συγκεῖσθαι, καί ποτε πρὸς ταὐτὸ κατὰ διαφέροντας τοὺς καιρούς. ταῦτα τοίνυν ἅπαντα τὰ νῦν εἰρημένα μοι προακούσας τις, οὐ φιλόπονος μόνον ἢ μνήμων, ἀλλὰ καὶ φύσει συνετὸς ὢν, ὠφελίμως ἀναγνώσεται τὰ μετὰ διορισμῶν γεγραμμένα τε καὶ γραφησόμενά μοι. καὶ λέξω δέ σοι τοὺς διορισμοὺς ἐπὶ τῶν προκειμένων φαρμάκων ἐν προσθήκῃ τριῶν ἢ τεττάρων συλλαβῶν γινομένους, [965] ὁποίαν προσθήκην ἐπὶ τοῦ προκειμένου κατὰ τὸν ἐνεστῶτα λόγον φαρμάκου τοῦ Μνασαίου φαίνεται πεποιημένος ὁ Ἀνδρόμαχος. ἐν γὰρ τῷ καταλόγῳ τῶν μηλίνων ἐμπλάστρων ἑνδεκάτην τῇ τάξει γράψας αὐτὴν οὐχ ἁπλῶς εἰπεῖν ἠρκέσθη, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν εἰρημένων, ἄλλῃ καὶ ἄλλῃ προγράφων αὐτῶν, ἀλλὰ προσέθηκε τὸ ἁπαλή. τοῦτ' οὖν ἠξίουν αὐτὸν ἐπὶ πασῶν πεποιηκέναι καὶ κατ' αὐτάς γε τὰς μηλίνας ἦρχθαι μὲν ἀπὸ τῆς ἁπαλωτάτης, μεταβάντα δὲ ἀπ' αὐτῆς ἐπὶ τὴν ἰσχυροτέραν ὀλίγῳ δεδηλωκέναι, προσγράψαντα βραχεῖ μέν τινι ταύτης ἰσχυροτέραν εἶναι τὴν δευτέραν, ἐκείνης δ' αὖ πάλιν ἰσχυροτέραν εἶναι τὴν τρίτην, εἶτ' ἐκείνης τὴν δ΄. ὥσπερ αὖ πάλιν, εἴ τινα ἴσην ᾤετο δύναμιν ἔχειν, αὐτὸ τοῦτο προσγράψαι, ἢ εἴπερ εὐλαβοῖτο κινδυνεύειν ἔν γε ταῖς τοιαύταις ἀποφάσεσιν, ἀλλὰ τά γε ἁπλᾶ μαλακτικὰ φάρμακα προδιδάξαι, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς διορισάμενον, ὅπως ὁ ἀναγινώσκων ἐφεξῆς τὰς ὑπ' αὐτοῦ γεγραμμένας μαλακτικὰς ἐμπλάστρους πολλὰς, ἰσχυροτέραν μὲν εἶναι γνωρίζῃ τὴν διὰ στύρακος, ἀμμωνιακοῦ τε καὶ βδελλίου καὶ προπόλεως καὶ χαλβάνης, στέατός τε [966] ταυρείου καὶ τραγείου καὶ τῶν μυελῶν συγκειμένην, ἀσθενῆ δὲ τὴν μηδὲν τούτων ἔχουσαν, ἀλλ' ἤτοι πάντα ἀσθενῆ κατὰ τὴν δύναμιν, ἢ τούτων μὲν αὐτῶν ἰσχυρότερα, μέσα δὲ ταῖς κράσεσί τε καὶ δυνάμεσιν ἢ μετὰ τοῦ μεμίχθαι τοῖς ἀσθενέσιν ἕν τι τῶν ἰσχυρῶν ἢ δύο. δῆλον γὰρ ὅτι τὸ μεταξὺ πλάτος ἐν ἅπασι τοῖς φαρμάκοις οὐκ ὀλίγον ἐστὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον, ἐπὶ κοινῇ δυνάμει πάντων αὐτῶν γενικῶς νοουμένῃ, καθ' ἣν ὁμογενῆ τε καὶ ὁμοειδῆ τὰ φάρμακα λέγεται, καθάπερ γε ἕτερα διαφέροντα γενικαῖς ἢ εἰδικαῖς διαφοραῖς. ὁπότε οὖν ταῦτά μοι διωρίσθη καί τις ἐξ αὐτῶν ὁρμώμενος οὐ χαλεπῶς δυνήσεται διαγινώσκειν τά τε δύναμιν ἰσχυροτέραν ἔχοντα καὶ τὰ μαλακωτέραν, τὴν ἱστορίαν αὐτῶν ἤδη ποιήσομαι, τὰς γεγραμμένας τοῖς ἐμπειροτάτοις τῶν φαρμάκων ἀνδράσιν, εἴτ' ἐμπλάστρους ὀνομάζειν ἐθέλοις εἴτε μαλάγματα, γράψας ἐφεξῆς. ἄρξομαι δ' ἀπὸ τῶν ὑπ' Ἀσκληπιάδου γεγραμμένων ἐν τῷ δ΄. τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.
[967] [Τὰ ὑπ' Ἀκληπιάδου μαλάγματα.] Ἀμυθάωνος μάλαγμα πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις λύει πᾶσαν σκληρίαν, ποιεῖ καὶ πρὸς τὰ δυσκίνητα τῶν ἄρθρων. Ϛ ἀμμωνιακοῦ θυμιάματος γο λστ΄. κηροῦ γο λστ΄. τερμινθίνης γο η΄. βδελλίου γο η΄. λιβανωτοῦ οὐγγίας δ΄. σμύρνης γο δ΄. χαλβάνης γο η΄. κυπρίνου κο. δ΄. βρέχεται σμύρνα, λίβανος, βδέλλιον οἴνῳ, τὸ δὲ ἀμμωνιακὸν ὄξει λύεται. πάντα δὲ κόπτεται, τοῦ ὑπέρου χριομένου τῷ κυπρίνῳ μέχρι παντελοῦς διαλύσεως. τοῦτο τὸ φάρμακον τῶν παλαιῶν ἐστι καὶ ἐνδόξων, ὥσπερ καὶ τὸ μετὰ τοῦτο γεγραμμένον ὑπὸ τοῦ Ἀσκληπιάδου, κατὰ τόνδε τὸν τρόπον. διάσμυρνον ἀπολοφόνιον, φάρμακον ἐπιτετευγμένον. πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις διαλύει πᾶσαν σκληρίαν, ποιεῖ ἡπατικοῖς, σπληνικοῖς, νεφριτικοῖς, ποιεῖ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν πρὸς τὰς τῶν ἄρθρων ὀδύνας καὶ κατοχὰς ποιεῖ. Ϛ κηροῦ γο ιστ΄. τερμινθίνης γο ιστ΄. ἀμμωνιακοῦ θυμιάματος γο ιστ΄. βδελλίου γο ιστ΄. σμύρνης γο ιστ΄. προπόλεως γο ιστ΄. [968] ἴριδος γο ιστ΄. στύρακος γο ιστ΄. ἰρίνου μύρου ὑποστάθμης ὅσον ἐξαρκεῖ, οἴνου εὐώδους τὸ ἱκανὸν, σκεύαζε καθὰ προείρηται. καὶ τὸ μετὰ τοῦτο δὲ γεγραμμένον ὑπὸ τοῦ Ἀσκληπιάδου φάρμακον ἀξιολογώτερον μὲν ὑπάρχει τῶν ὑπογεγραμμένων, ἧττον δὲ ἐκείνων εἰς τὴν τῶν ἐσκληρυσμένων λύσιν. ἄλλο Διοσκορίδου φάρμακον ἐπιτετευγμένον πρὸς τὰ δυσκίνητα κῶλα καὶ πρὸς ἀγκύλας διαλύει πᾶσαν σκληρίαν, ποιεῖ καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις καὶ πρὸς τὰς ἐν βάθει ἀποστάσεις. Ϛ κηροῦ μνᾶν α΄. ῥητίνης φρυκτῆς μνᾶς ἥμισυ, χαλβάνης μνᾶς ἥμισυ, ἴριδος Ἰλλυρικῆς μνᾶς ἥμισυ, ἰρίνου ὑποστάθμης τὸ ἱκανὸν, οἴνου ὅσον ἐξαρκεῖ, κοπτόν ἐστι τὸ φάρμακον, σκεύαζε καθὰ προείρηται. τὸ μετὰ τὸ προειρημένον φάρμακον ἐφεξῆς γεγραμμένον ὑπὸ Ἀσκληπιάδου ταὐτὸν ὑπάρχει τῷ ὑπὸ τοῦ Ἥρα γεγραμμένῳ κατὰ τὸ τέλος τῆς φαρμακίτιδος αὐτοῦ βίβλου, βραχεῖαν δέ τινα διαφορὰν ἐν τῇ συμμετρίᾳ τῶν τεττάρων ἔχει φαρμάκων ἁπλῶν, ὡς ἔσται φανερὸν, ὅταν ἀμφότερα γραφῇ. πρότερον δὲ μνημονεύσω τοῦ ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένου, [969] κατὰ λέξιν οὕτως ἔχοντος. Λευκίου καθηγητοῦ πρὸς ἀγκύλας ἐπιγραφόμενον. ποιεῖ πρὸς τὰς ἐν βάθει ἀποστάσεις, ποιεῖ καὶ πρὸς τὰς τῶν νεύρων συνολκὰς καὶ τὰς τῶν ἄρθρων κατοχὰς, ἃς ἀγκύλας καλοῦμεν. ποιεῖ ὀπισθοτονικοῖς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. ἔστι δὲ καὶ ἄκοπον ἀγαθὸν, διαλυόμενον ἰρίνῳ ἢ κυπρίνῳ ἢ δαφνίνῳ. ποιεῖ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ σκληρώματα. Ϛ βδέλλου ιστ΄. στέατος μοσχείου ιστ΄. ἀμμωνιακοῦ θυμιάματος ιστ΄. ἴρεως Ἰλλυρικῆς ιστ΄. ὀποπάνακος η΄. χαλβάνης η΄. κάγχρυος η΄. στύρακος η΄. λιβάνου η΄. πεπέρεως κόκκους ρξ΄. ἰρίνου μύρου ὑποστάθμης ὅσον ἐξαρκεῖ, κηροῦ, τεμινθίνης ἀνὰ ἡμίλιτρον, οἴνου τὸ ἱκανὸν, κοπτόν ἐστι τὸ φάρμακον, σκεύαζε καθὰ προείρηται. ὅπῃ τοίνυν ὁ Ἥρας διεφώνησεν ἐν τῇ τῶν ἁπλῶν συμμετρίᾳ πρὸς τὸν Ἀσκληπιάδην, ὡς ὑπεσχόμην, ἤδη δηλώσω. πρῶτον ἁπάντων ἔγραψεν ὁ Ἀσκληπιάδης φάρμακον βδέλλου ὁλκὰς ιστ΄. ὁ δὲ Ἥρας οὐ βδέλλου, ἀλλὰ βδελλίου ὁλκὰς π΄. πενταπλάσιαι [970] δέ εἰσιν αὗται τῶν ιστ΄. δηλονότι. ἐφεξῆς δὲ στέατος μοσχείου ὁλκὰς ιστ΄. γράψαντος τοῦ Ἀσκληπιάδου, πενταπλασίας ὁ Ἥρας ἔγραψεν, ὡς καὶ τοῦ βδελλίου. πενταπλάσιαι γὰρ δηλονότι αἱ π΄. δραχμαὶ τῶν ι΄. καὶ στ΄. εἰσί. τρίτον ἐπὶ τοῖς γεγραμμένοις ὁ Ἀσκληπιάδης ἔγραψε φάρμακον, ἀμμωνιακὸν θυμίαμα καὶ τούτου τὰς ιστ΄. ἀξιῶν βάλλεσθαι. κατὰ τὴν ἀναλογίαν οὖν τῶν ἔμπροσθεν ἐχρῆν καὶ τὸν Ἥραν π΄. γεγραφέναι . ἔγραψε δ' οὐ τοσαύτας, ἀλλὰ ρ΄. ὥστε πλέονας ἐνέβαλεν κ΄. ἄλλο δ' ἐπὶ τοῖς προγεγραμμένοις φαρμάκοις ἔγραψεν ὁ Ἀσκληπιάδης, οὕτως εἰπὼν, ἴρεως Ἰλλυρικῆς ιστ΄. ἐφύλαξε δὲ τούτου τὴν ἀναλογίαν ὁ Ἥρας π΄. γράψας. ἐπὶ τοῖς προγεγραμμένοις φαρμάκοις ἔγραψεν ὁ Ἀσκληπιάδης ὀποπάνακος η΄. ἐφύλαξε δὲ καὶ τὴν πρὸς τοῦτο ἀναλογίαν ὁ Ἥρας μ΄. γράψας ἕκτου φαρμάκου, χαλβάνης ἐμνημόνευσεν ὁ Ἀσκληπιάδης η΄. ἐμβαλών. ἐφύλαξε καὶ τὴν πρὸς αὐτὴν ἀναλογίαν ὁ Ἥρας, πενταπλασίαν ἀξιῶν ἐμβάλλεσθαι. πενταπλάσιαι γάρ εἰσιν αἱ μ΄. τῶν η΄. ἕβδομον φάρμακον ὁ Ἀσκληπιάδης ἔγραψεν οὕτως. κάγχρυος [971] η΄. ἐχρῆν οὖν καὶ τὸν Ἥραν, εἴπερ ἐφύλαττε τὴν ἀναλογίαν, μ΄. βάλλειν, νυνὶ δὲ οὐχ οὕτως, ἀλλὰ διπλασίας ιστ΄. γὰρ αὐτὸς γέγραφεν. ὀγδόου στύρακος ὁ Ἀσκληπιάδης μέμνηται η΄. ἐμβαλών. ἐφύλαξε τὴν ἀναλογίαν τούτου ὁ Ἥρας, πενταπλάσιον ἐμβαλών. ἔνατον φάρμακον ἔγραψεν ὁ Ἀσκληπιάδης, λιβανωτοῦ η΄. ἐμβαλὼν αὐτοῦ, ὁ δὲ Ἥρας οὐ πενταπλάσιον, ἀλλὰ διπλάσιον ἀξιοῖ. δεκάτου δὲ πεπέρεως ἐμνημόνευσεν ὁ Ἀσκληπιάδης ρξ΄. κόκκους ἐμβαλὼν, ᾧ πάλιν συμφώνως ὁ Ἥρας φ΄. ἔβαλεν. ἔν τισι τῶν ἀντιγράφων οὐκ οἶδ' ὅπως κ΄. εἰσὶ γεγραμμένοι, καθάπερ ἐν ἑτέροις ρη΄. ἑνδέκατον ἔγραψεν ὁ Ἀσκληπιάδης κηρὸν, ὥσπερ καὶ ιβ΄. τὴν τερμινθίνην ῥητίνην ἑκατέρου βάλλειν ἀξιῶν ἡμίλιτρον. ἐχρῆν οὖν καὶ τὸν Ἥραν εἴπερ ἐφύλαττε τὴν ἀναλογίαν, πενταπλάσιον ἐμβάλλειν ἑκατέρων, ὅπερ ἦν ἀνὰ λίτρας β΄. ἔτι καὶ ἥμισυ προσκείμενον τῆς λίτρας. ὁ δὲ οὐχ οὕτως, ἀλλ' ἑκατέρου τρεῖς λίτρας ἀξιοῖ βάλλειν καὶ οὐγγίας δ΄. εὔδηλον οὖν ὅτι τοῦ μὲν κάγχρυος ὁ Ἥρας ἐμβάλλει [972] διπλάσιον τῆς ἀναλογίας, ὥσπερ καὶ τοῦ λιβανωτοῦ. τοῦ δὲ ἀμμωνιακοῦ θυμιάματος ἐπλεόνασεν ἐν τῷ τετάρτῳ μέρει, καθάπερ γε καὶ τῆς τερμινθίνης ῥητίνης μετὰ τοῦ κηροῦ γ΄. καὶ γὰρ ἐπὶ τούτων ἐπλεόνασε τῷ τρίτῳ μέρει καὶ κατὰ τοῦτο παραπλησίαν ἐποίησε τὴν ὅλην σύνθεσιν τοῦ φαρμάκου τῇ τοῦ Ἀσκληπιάδου. πλεονάσας γὰρ ἐν τῇ τοῦ κάγχρυος συμμετρίᾳ μηδὲν ἔχοντος μαλακὸν, ἀλλὰ μόνον διαφορητικὸν, συνηύξησεν αὐτῷ καὶ τὰ μαλακτικὰ, τόν τε λιβανωτὸν καὶ τὸν κηρὸν καὶ τὴν τερμινθίνην. τοῦτο μὲν οὖν τὸ φάρμακον Λευκίου μὲν ὀνομάζει τοῦ καθηγητοῦ Ἀσκληπιάδης, ὅπῃ δὲ διαφέρεται τῷ Ἥρᾳ διῆλθον. ἐσχάτης δὲ τάξεώς ἐστι τῶν μαλακτικῶν, οὐ γὰρ ἂν εὕροις αὐτοῦ μαλακτικώτερον τῶν σκιῤῥουμένων. ἐστόχασται δὲ ὁ συνθεὶς αὐτὸ καὶ τοῦ διαφορεῖν τὸ περιεχόμενον ἐν τοῖς σκιῤῥουμένοις. τὰ δὲ ἄλλα φάρμακα τὰ πρὸ αὐτοῦ βραχὺ πλεονεκτεῖ τῶν προγεγραμμένων. ἐν αὐτοῖς δὲ περιέχεται καὶ τὰ τμητικὰ τῶν πεπαχυμμένων καὶ γλίσχρων χυμῶν, ἃ πολλάκις γίγνεται χρήσιμα τοῖς σκιῤῥουμένοις ὄγκοις, ὅταν ὑπὸ γλίσχρων χυμῶν ἡ σκίῤῥωσις αὐτῶν κατασκευάζηται. μετρίως [973] μὲν οὖν ὁ ὀποπάναξ λεπτύνει. καλοῦσι δὲ οὕτως τὴν ῥίζαν τοῦ πάνακος, οὗ τὸν καυλὸν ὀπίζοντες τὸν ὀποπάνακα ποιοῦσιν, ἔστι γὰρ ῥυπτικῆς, οὐ τμητικῆς δυνάμεως. τέμνει δὲ καὶ ῥύπτει καὶ διαφορεῖ σφοδρῶς οὐ μόνον χυμοὺς πεπαχυμμένους τε καὶ γλίσχρους, ἀλλὰ καὶ αὐτὰ τὰ στερεὰ σώματα, μετ' αἰγείας κόπρου τὸ ὄξος, ἅτινα πρόσκειται τῷ μετὰ τὸ προκείμενον φάρμακον ἐφεξῆς γεγραμμένῳ, ὅ φησιν Ἀλκιμίωνος ἐπιγεγράφθαι. γράφει μὲν οὖν περὶ τοῦ προτέρου τόνδε τὸν τρόπον. ἄλλο μάλαγμα Μάρκου Τελεντίου Ἀσκληπιάδου, σφόδρα γενναῖον πρὸς τὰς προειρημένας διαθέσεις. μάλιστα δὲ ποιεῖ πρὸς τὰς τῶν μητρῶν ἐμπνευματώσεις, ἐπιγραφόμενον τὸ φάρμακον Ἀσκληπιάδειον διὰ τὸ ἀναφέρεσθαι εἰς τὸν Βιθυνὸν Ἀσκληπιάδην. Ϛ σμύρνης γ΄. ἄλλως γο γ΄. ὀποπάνακος ἡμίλιτρον, κηροῦ λίτραν α΄ Ϛ΄΄. χαλβάνης γο γ΄. μάννης ἡμίλιτρον, ἀμμωνιακοῦ θυμιάματος ἡμίλιτρον, ῥητίνης φρυκτῆς λίτραν α΄ Ϛ΄΄. ὄξους κοτύλην α΄. χρηστέον δ' αὐτῷ καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. ἄλλο Ἀλκιμίωνος ἐπιγραφόμενον. Ϛ κηροῦ λίτραν α΄. [974] ἥμισυ, ῥητίνης κολοφωνίας λίτραν α΄ Ϛ΄΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄ Ϛ΄΄. χαλβάνης οὐγγίας γ΄. σμύρνης γο γ΄. λιβάνου γο γ΄. ὀποπάνακος λίτραν α΄ Ϛ΄΄. προπόλεως οὐγγίας γ΄. ὄξους ξέστας β΄. αἰγείας κόπρου γο γ΄. τρῖβε ἀμμωνιακὸν, ὄξους ἐπιβαλὼν ξε. α΄. εἶτα ἐπίβαλλε τούτοις σμύρναν, λίβανον, ὀποπάνακα καὶ πάλιν λέαινε. τὴν δὲ πρόπολιν κόπτε μετὰ τὴν χαλβάνην. τὸν δὲ κηρὸν καὶ τὴν ῥητίνην ἕψε, ἐπιβαλὼν ἐλαίου κοτύλας β΄. καὶ ὅταν συστραφῇ, ἐπίβαλλε πρόπολιν καὶ χαλβάνην, κινῶν συνεχῶς. καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ψυγῆναι, καὶ ἀποξύσας ἐπίβαλλε τοῖς λεανθεῖσι καὶ μίξας, ἀνελόμενος χρῶ. ἐπὶ τῷ προγεγραμμένῳ μαλάγματι γέγραπται κατὰ τὸ Ἀσκληπιάδου βιβλίον ἕτερον, ὀλίγον μὲν ἔχον μαλακτικῆς δυνάμεως, τὸ πλέον δὲ θερμαντικῆς. ἔχει δὲ οὐ μόνον γεντιανῆς χυλὸν, ἀλλὰ καὶ τοὺς ὀποὺς, τόν τε τοῦ πευκεδάνου καὶ τὸν τοῦ σαγαπηνοῦ, θερμαίνοντα σφοδρῶς φάρμακα. μέμικται δ' αὐτῷ καὶ ἀφρόνιτρον καὶ λίθου Ἀσίου ἄνθος, λεπτυντικῆς [975] τε καὶ τμητικῆς δυνάμεως φάρμακα. τὸ δὲ θεῖον τὸ ἄπυρον ὅτι θερμαίνει, πάντες ἴσασι, καθάπερ γε καὶ τὸν πισσίτην οἶνον. ὑπογράψω δὲ καὶ τοῦτο τὸ φάρμακον αὐτῇ τοῦ Ἀσκληπιάδου λέξει. μάλαγμα φαρμιανὸν ἐπιγραφόμενον πρὸς τὰς προειρημένας διαθέσεις. μάλιστα δὲ ποιεῖ πλευριτικοῖς, καὶ γὰρ παραχρῆμα λύει τοὺς πόνους ἐπιτιθέμενον ἐν αὐτοῖς τοῖς παροξυσμοῖς. δεῖ δὲ μετὰ τὴν ἐπίθεσιν τοῦ φαρμάκου ἐρεύθου περὶ τοὺς τόπους γενομένου βαστάζειν τὸ σπλήνιον καὶ πάλιν διαστήσαντας ἐπιθεῖναι, λύει καὶ τὰς κεχρονισμένας διαθέσεις. Ϛ κηροῦ λίτρας ε΄. ἢ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας γ΄. φρυκτῆς γο γ΄. ἢ λίτραν α΄. τερμινθίνης λίτραν α΄. λιβάνου λι. α΄ Ϛ΄΄. σμύρνης γο στ΄. ἀλόης γο στ΄. οἰσύπου γο γ΄. γεντιανῆς χυλοῦ γο γ΄. ὀποῦ πευκεδάνου γο γ΄. ἢ ὀποπάνακος γο στ΄. σαγαπηνοῦ γο δ΄. ἀφρονίτρου οὐγγίας στ΄. λίθου Ἀσίου ἄνθους γο στ΄. προπόλεως γο γ΄. θείου ἀπύρου γο δ΄. οἴνου πισσίτου ξέστας ε΄. ἕψε δὲ πισσίτην καὶ τὸν χυλὸν τῆς γεντιανῆς, τὰ δὲ τηκτὰ τήξας ἔα ψυγῆναι. τὸ δὲ ἀμμωνιακὸν καὶ τὸν λίβανον [976] καὶ τὴν σμύρναν καὶ τὴν ἀλόην συντρίψας καὶ βαλὼν εἰς θυείαν, ἐπίβαλλε τούτοις τὸ ὑγρόν. καὶ ὅταν διαλυθῇ, τρῖβε φιλοπόνως. τὰ δὲ ξηρὰ κόψας καὶ σήσας ἐπίβαλλε τοῖς λεανθεῖσι, καὶ ἀνακόψας ἐπιμελῶς ἐπίβαλλε τούτοις τὰ τηκτὰ ἀναζεθέντα χωρὶς ἐγκηρίδων. καὶ μίξας, ἀνελόμενος χρῶ. μετὰ τὸ προειρημένον ἐφεξῆς ἔγραψεν ὁ Ἀσκληπιάδης ἕτερον μάλαγμα παραπλησίως αὐτῷ κατὰ τήνδε τὴν λέξιν. ἄλλο τὸ τοῦ Νεαπολίτου, ἐσκευάσθη Ἀκυλίᾳ Σεκουνδίλλῃ. Ϛ οἴνου πισσίτου ξέστας στ΄. κηροῦ λίτρας στ΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας γ΄. φρυκτῆς λίτρας γ΄. τερμινθίνης λίτραν α΄ Ϛ΄΄. λιβάνου λίτραν α΄ Ϛ΄΄. σμύρνης γο στ΄. ἀλόης γο στ΄. ἀφρονίτρου γο στ΄. λίθου Ἀσίου ἄνθους οὐγγίας στ΄. γεντιανῆς χυλοῦ τῆς ῥίζης γο στ΄. σαγαπηνοῦ γο δ΄. θείου ἀπύρου γο δ΄. προπόλεως γο δ΄. πάνακος ῥίζης γο γ΄. σαμψύχου γο γ΄. πεπέρεως λευκοῦ γο γ΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται.
[Τὰ ὑπ' Ἀνδρομάχου γεγραμμένα μαλάγματα.] Μάλαγμα σκληρὸν καὶ ξηρόν. Ϛ πίσσης λίτρας γ΄. κηροῦ [977] λίτρας β΄. ῥητίνης λίτραν α΄. χαλβάνης γο β΄. ἀμμωνιακοῦ θυμιάματος γο β΄. μάννης γο δ΄. ὄξους ξε. γ΄. πευκεδάνου χυλοῦ τῆς ῥίζης γο στ΄. οἰσύπου γο δ΄. ἄλλως. Ϛ πίσσης λίτρας δ΄. κηροῦ λίτρας β΄. ῥητίνης λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. μάννης λίτραν α΄. χαλβάνης γο στ΄. ἕτεροι λίτραν α΄. ὄξους ξέστας γ΄. ἄλλη Ἀριστοκλέους. Ϛ πίσσης λίτρας δ΄. κηροῦ λίτρας η΄. ῥητίνης φρυκτῆς λίτρας δ΄. τερμινθίνης λίτρας δ΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας β΄. γο η΄. χαλβάνης λίτραν α΄. οὐγγίας δ΄. ἄλλο τὸ πρὸς ἀγκύλας. Ϛ βδελλίου ιστ΄. λιβάνου ιστ΄. ἀμμωνιακοῦ θυμιάματος η΄. ὀποπάνακος η΄. χαλβάνης η΄. στέατος μοσχείου ιστ΄. πεπέρεως κόκκους ρξ΄. στύρακος η΄. κάγχρυος ιστ΄. ἴρεως Ἰλλυρικῆς ιστ΄. τερμινθίνης μνᾶς ἥμισυ, κηροῦ μνᾶς ἥμισυ, κυπρίνου κοτύλας δ΄. οἴνου τὸ ἱκανόν. τὸ διὰ μελιλώτου. Ϛ νάρδου Κελτικῆς ι΄. κυπέρεως η΄. καρδαμώμου η΄. ἴρεως Ἰλλυρικῆς η΄. σμύρνης η΄. κρόκου δ΄. μελιλώτου κε΄. ἀμμωνιακοῦ θυμιάματος [978] η΄. τερμινθίνης ν΄. κηροῦ νέου ρ΄. κυπρίνου κοτύλης ἥμισυ, ὄξους τὸ ἱκανόν. τινὲς ἀμμωνιακοῦ θυμιάματος ρ΄. πρὸς τὰ ἐντὸς πάντα. ἡ διὰ σπερμάτων. Ϛ ἀμμωνιακοῦ θυμιάματος ν΄. κηροῦ ν΄. τερμινθίνης ν΄. τήλεως κε΄. στέατος ταυρείου τεθεραπευμένου κε΄. ἴρεως Ἰλλυρικῆς κε΄. νίτρου κε΄. μέλιτος κοτύλας στ΄. ὄξους κοτύλην α΄. πάνακος κε΄. κυπρίνου ὀλίγον. ὡς δὲ Φιλωνίδης. Ϛ τήλεως σπέρματος, ἀνίσου σπέρματος, στύρακος, ῥυπαροῦ βδελλίου, μάννης, λιβάνου, καρδαμώμου, κυπέρου νέου. πάνακος ῥίζης, ἴρεως Ἰλλυρικῆς, ἀφρονίτρου, ἑκάστου ἀνὰ κε΄. ἀμμωνιακοῦ θυμιάματος, τερμινθίνης ἀνὰ ν΄. στέατος ταυρείου ξ΄. μελιλώτου ξ΄. κηροῦ β΄. ἄλλως ρ΄. μέλιτος κοτύλης ἥμισυ. οἴνου κοτύλην α΄. ἄλλο, ὡς Ἁρπόκρας. Ϛ τήλεως, νίτρου, πάνακος, ἴρεως ἀνὰ δραχμὰς η΄. τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος, κηροῦ ἀνὰ ρ΄. στέατος ταυρείου ρ΄. ἄλλως ν΄. μέλιτος λι. α΄. ὄξους ξέστας β΄. σελίνου σπέρματος, κυμίνου, μαράθρου ἢ ἀνίσου [979] ἀνὰ ν΄. μελιλώτου ν΄. οἱ δὲ κε΄. σαμψύχου ν΄. καρδαμώμου, ἄμμεως ἀνὰ ν΄. κυπρίνῳ ἀναλάμβανε. τὸ διὰ σαμψύχου πρὸς πολλά. Ϛ κηροῦ νέου, δαφνίδων, τήλεως λείας, σαμψύχου, ἑκάστου ἀνὰ ρ΄. τερμινθίνης ρν΄. νίτρου λβ΄. πεπέρεως λβ΄. οἱ δὲ δεκαὲξ, κυπέρου ιστ΄. κυπρίνου κοτύλας β΄. ἢ στυρακίνου. τὸ διὰ δαφνίδων. Ϛ κηροῦ οε΄. πίσσης Βρυτίας οε΄. δαφνίδων οε΄. νίτρου οε΄. ῥητίνης φρυκτῆς οε΄. χαλβάνης ιβ΄. ἀμμωνιακοῦ θυμιάματος ιβ΄. κάγχρυος ιβ΄. ἄμμεως ιβ΄. πεπέρεως λευκοῦ ιστ΄. κυπρίνου στ΄. ἢ κο. στ΄. ἄλλο μάλαγμα εὔχρουν, πολύχρηστον. Ϛ κηροῦ λίτραν α΄. ῥητίνης φρυκτῆς λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος γο στ΄. στυπτηρίας ὑγρᾶς γο στ΄. ἁλὸς ἄνθους γο στ΄. τινὲς ἰξοῦ γο στ΄. τὸ Ἀπολλοφάνους. Ϛ κηροῦ π΄. ἀμμωνιακοῦ θυμιάματος π΄. βδελλίου π΄. ἴρεως Ἰλλυρικῆς π΄. ῥητίνης τερμινθίνης μ΄. μάννης λιβάνου μ΄. ἰρίνῳ συγκόπτεται. τὸ διὰ στυπτηρίας [980] ἄλλως. Ϛ κηροῦ ρ΄. πίσσης ν΄. στυπτηρίας ὑγρᾶς κε΄. ἐγὼ δὲ ν΄. ἰξοῦ ν΄. πρὸς ἰσχιαδικοὺς καλόν. Ϛ πηγάνου ἀγρίου σπέρματος, σιλφίου, δαφνίδων, ἀφρονίτρου, ἀβροτόνου, κολοκυνθίδος, καρδαμώμου, ἄμμεως ἀνὰ δ΄. πηγάνου χλωροῦ, πίσσης, τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος, κηροῦ, στέατος ἀνὰ η΄. χαλβάνης στ΄. ὀποπάνακος δ΄. θείου ἀπύρου δ΄. πρὸς σπληνικούς. Ϛ κηροῦ μνᾶν α΄. ῥητίνης μνᾶν α΄. ἀμμωνιακοῦ θυμιάματος μνᾶς ἥμισυ, στυπτηρίας ὑγρᾶς ν΄. γλοιοῦ κοτύλην α΄. καππάρεως ῥίζης ν΄. καλαμίνθης ῥίζης ν΄. μυροβαλάνου μάγματος ν΄. ὄξος εἰς τὰ ξηρὰ, ἔλαιον εἰς τὰ τηκτὰ χρῶ. μάλαγμα πολύχρηστον. Ϛ νάπυος δ΄. μάννης β΄. πηγάνου δ΄. ἀφρονίτρου δ΄. καππάρεως ῥίζης στ΄. ἀμμωνιακοῦ θυμιάματος δ΄. μυροβαλάνου κε΄. κενταυρίου τοῦ λεπτοῦ δ΄. ἢ ζ΄. λίθου Ἀσίου ἄνθους δ΄. τήλεως δ΄. καρδαμώμου δ΄. κηροῦ οε΄. ῥητίνης ρ΄. μέλιτος κοτύλας στ΄. ἰρίνου ὑποστάθμης κοτύλην α΄. ὄξους εἰς τὸ ἀμμωνιακὸν [981] κοτύλας β΄. τὸ Πολυάρχιον ἐκ τῆς ἐπιστολῆς. Ϛ κυπέρου μνᾶν α΄. καρδαμώμου ἴσον, μάννης ἴσον, κηροῦ ἴσον, τερμινθίνης φρυκτῆς μνᾶν α΄ Ϛ΄΄. ὑγρᾶς μνᾶς γ΄. κυπρίνου τὸ ἱκανόν. ἐγὼ βδελλίου μνᾶν α΄. ἡ δευτέρα γραφή. Ϛ κυπέρεως μνᾶν α΄. καρδαμώμου τὸ ἴσον, βδελλίου ἴσον, λιβάνου ἴσον, βαλσάμου ἴσον, κηροῦ μνᾶν α΄ Ϛ΄΄. ῥητίνης φρυκτῆς μνᾶς δ΄. κυπρίνου κο. στ΄. οἴνου εὐώδους κοτύλην α΄ Ϛ΄΄. ὡς δὲ ἐγὼ χρῶμαι. Ϛ κυπέρεως μνᾶν α΄. καρδαμώμου ἴσον. ἀμώμου ἴσον, βδελλίου ἴσον, κηροῦ μνᾶν α΄ Ϛ΄΄. ῥητίνης φρυκτῆς, τερμινθίνης μνᾶς δ΄. κυπρίνου κοτύλην α΄. κασσίας, κινναμώμου, ἀμμωνιακοῦ θυμιάματος, νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης ἀνὰ μνᾶς δ΄. οἴνου εὐώδους ὅσον ἐξαρκεῖ. μάλαγμα πρὸς πολλὰ ποιοῦν Ἀπολλωνίου. Ϛ κηροῦ, πίσσης, ῥητίνης φρυκτῆς ἀνὰ ρκε΄. νίτρου, λιβάνου ἀνὰ ν΄. στέατος μοσχείου καὶ ταυρείου, βουτύρου ἀνὰ οε΄. οἰσύπου ιε΄. ὕδατος κυάθους στ΄. μάλαγμα πρὸς ἡπατικοὺς καλόν. Ϛ ἀμμωνιακοῦ θυμιάματος ρμδ΄. οἱ δὲ ρβ΄. βδελλίου ρμδ΄. κρόκου ιβ΄. σμύρνης ιβ΄. κηροῦ ρμδ΄. [982] οἱ δὲ ρ΄. ὄξους κοτύλης δ΄. κυπρίνου κοτύλην α΄. ἐγὼ δὲ κοτύλας ι΄. μάλαγμα πρὸς ῥευματισμὸν στομάχου καὶ ἐντέρων. Ϛ οἰνάνθης οὐγγίαν α΄. φοινικοβαλάνου σαρκὸς οὐγγίας β΄. ἀκακίας οὐγγίαν α΄. ῥόδων οὐγγίαν μίαν, ὀμφακίου γο δ΄. ἀλόης γο δ΄. κηκίδος οὐγγίας δ΄. στυπτηρίας στρογγύλης γο δ΄. πίσσης γο δ΄. κηροῦ γο γ΄. οἱ δὲ λιβάνου, μυρσίνου γο γ΄. οἶνον εἰς τὰ ξηρά. πρὸς ὑδρωπικοὺς καὶ ἐμπνευματώδεις. Ϛ πίσσης ὑγρᾶς λίτραν α΄. κηροῦ λίτραν α΄. νίτρου γο στ΄. θείου ἀπύρου γο στ΄. στυπτηρίας σχιστῆς γο στ΄. ἄλλο μάλαγμα πρὸς ἰσχιαδικοὺς καὶ ἄλλα πολλά. Ϛ κηροῦ οβ΄. τερμινθίνης μη΄. ἀμμωνιακοῦ θυμιάματος λβ΄. προπόλεως μγ΄. χαλβάνης λστ΄. βδελλίου κε΄. κρόκου ε΄. ὀποπάνακος ιβ΄. νίτρου ἀφροῦ λ΄. μύρῳ ἰρίνῳ κόπτων χρῶ. ἄλλο μάλαγμα Ἀνδρείου πολύχρηστον. Ϛ πυρέθρου η΄. κόκκου κνιδείου η΄. ἁλὸς ἀμμωνιακοῦ η΄. σικύου ἀγρίου ῥίζης η΄. ῥητίνης πευκίνης η΄. τερμινθίνης η΄. κηροῦ λ΄. ὀποῦ συκαμίνου ιβ΄. οἱ δὲ ι΄. [983] ἀφρονίτρου κ΄. λιβάνου ξε΄. βδελλίου ι΄. ἀμμωνιακοῦ θυμιάματος ι΄. οἱ δὲ κ΄. σμύρνης ι΄. ἀριστολοχίας ι΄. οἱ δὲ κ΄. πεπέρεως λευκοῦ ι΄. καὶ μακροῦ ι΄. ξυλοβαλσάμου ι΄. καρδαμώμου ι΄. οἰσύπου ιε΄. ἐβίσκου ῥίζης ι΄. ξιφίου ῥίζης ι΄. στύρακος ι΄. καππάρεως ῥίζης ι΄. ἴρεως Ἰλλυρικῆς ι΄. ἀλόης Ἰνδικῆς ι΄. χαλβάνης ι΄. ἰξοῦ δρυΐνου ι΄. οἱ δὲ ιβ΄. στέατος χηνείου η΄. ῥητίνης ξηρᾶς ιβ΄. ὑποστάθμης ἴρεως τὸ ἱκανόν. ἄλλο Ἀμυθάωνος πρὸς θώρακος καὶ ὑποχονδρίων καὶ στομάχου ἀλγηδόνας καὶ πρὸς ἀγκύλας καὶ ἀποστήματα, καὶ σκληρίας μαλάσσει. Ϛ ἀμμωνιακοῦ θυμιάματος ν΄. κηροῦ κ΄. βδελλίου ν΄. ῥητίνης τερμινθίνης κ΄. ἴρεως Ἰλλυρικῆς ι΄. χαλβάνης ε΄. τὸ βδέλλιον οἴνῳ διαχεῖται καὶ ἀμμωνιακὸν, εἶτα καὶ τὰ τηκτὰ καταχεῖται καὶ συλλεαίνεται, ἰρίνου προσμεμιγμένου. μάλαγμα Ἀντιπάτρου πρὸς κωλικοὺς καὶ πάντα τὰ ἐντός. Ϛ σιλφίου β΄. ἐλελισφάκου δ΄. κασσίας δ΄. μελανθίου δ΄. σταφίδος ἀγρίας δ΄. χαλβάνης δ΄. στρουθίου δ΄. θείου ἀπύρου [984] δ΄. πάνακος ζ΄. προπόλεως ζ΄. πυρέθρου ζ΄. ἀμμωνιακοῦ θυμιάματος ζ΄. νίτρου ζ΄. Ἀσίου ἄνθους κε΄. κηροῦ ρν΄. ῥητίνης ρν΄. ἐλαίου κοτύλην α΄. ἄλλο μάλαγμα Καλλινίκου ἐκ τῶν Πακκίου πρὸς πάντα. Ϛ κηροῦ νέου ρ΄. ἀμμωνιακοῦ θυμιάματος, τερμινθίνης, βδελλίου διαυγοῦς ἀνὰ ν΄. ὑοσκυάμου σπέρματος λ΄. ὀποῦ μήκωνος κ΄. μελιλώτου, σμύρνης, ἀριστολοχίας, πεπέρεως, γεντιανῆς, στύρακος, ἑκάστου ἀνὰ ιε΄. λιβάνου η΄. κρόκου η΄. ἐλαίου κοτύλην α΄. μήκωνος λευκῆς σπέρματος μη΄. στροβίλων κ΄. ἄλλο μάλαγμα λευκόπυρον. Ϛ τερμινθίνης λίτρας δ΄. κηροῦ λίτρας γ΄. ἀμμωνιακοῦ θυμιάματος γο στ΄. χαλβάνης γο β΄. ὀποπάνακος γο β΄. μάννης οὐγγίας β΄. στέατος ταυρείου γο β΄. κυπρίνου ὀλίγον.
[Ἄλλο ἔμπλαστρον μάλαγμα καλὸν Κρίσπου.] Ϛ σμύρνης, ὀποπάνακος, χαλβάνης ἀνὰ γο στ΄. πάνακος ῥίζης, μάννης λιβάνου, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ λίτρας β΄. ἄλλως α΄. κηροῦ, ῥητίνης φρυκτῆς ἀνὰ λίτρας γ΄. ὄξους κοτύλας β΄ [985] ἢ ξε. β΄. ἄλλο πρὸς ἰσχιαδικοὺς καὶ κεφαλαλγικοὺς καὶ πρὸς πάντα τὰ χρόνια ἀλγήματα. Ϛ κηροῦ κδ΄. ἀμμωνιακοῦ θυμιάματος ζ΄. τερμινθίνης ζ΄. θαψίας χυλοῦ η΄. ἐλαίου κοτύλην α΄. ἄλλο πρὸς ὑδρωπικοὺς, Κλεοφάντου. Ϛ κηροῦ, ῥητίνης πευκίνης, ἀφρονίτρου ἀνὰ ρ΄. χαλβάνης ιβ΄. προπόλεως ιβ΄. ἀμμωνιακοῦ θυμιάματος ιβ΄ Ϛ΄΄. κυπρίνου κο. β΄. ὄξους κο. β΄. ἄλλο ἀνώδυνον Νικοστράτου πρὸς ποδάγραν. Ϛ κηροῦ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος γο στ΄. ὀποπάνακος γο δ΄ Ϛ΄΄. μηκωνείου γο γ΄. κύπρινον εἰς τὸ συγκόψαι. ἄλλο πρὸς λειποδέρμους Ἐπιδαύρου. Ϛ θαψίας ῥίζης γ΄. πεπέρεως μέλανος ἢ μακροῦ α΄. στέατος μοσχείου ιβ΄. λιβάνου δ΄. ξυλοβαλσάμου β΄. ῥητίνης ιστ΄. κηροῦ η΄. τὰ τηκτὰ κατάχει κατὰ τῶν ξηρῶν. ἄλλο μάλαγμα παρὰ Ἀσκληπιάδου, ἀνώδυνον, ποιοῦν παραχρῆμα ἄπονον. Ϛ κηροῦ Τυῤῥηνικοῦ μνᾶν α΄. στέατος ταυρείου, στέατος χηνείου, μυελοῦ ἐλαφείου, τερμινθίνης ἀνὰ μνᾶν α΄. χαλβάνης μνᾶς ἥμισυ, οἰσύπου γο δ΄. ῥοδίνου [986] κοτύλας δ΄. μύρου τηλίνου κοτύλην α΄. ἐλαίου καλοῦ κοτύλην α΄. ταῦτα πυρὶ μαλακῷ τῆξον, ἐλαφρῶς κινῶν. ἔστω δὲ ἐν ἑτοίμῳ κεκομμένα λεῖα, ἴρεως Ἰλλυρικῆς χοίνικες β΄. ἀριστολοχίας χοῖνιξ α΄. ὑποκυστίδος λείας χοίνικος ἥμισυ, κηκίδος λείας χοίνικες β΄. μάννης χοῖνιξ α΄. βδελλίου χοῖνιξ α΄. κινναμώμου, κρόκου Κιλικίου, σμύρνης, κασσίας, νάρδου Ἰνδικῆς, σχοίνου ἄνθους, καλάμου ἀρωματικοῦ, ἀμώμου, πεπέρεως, ῥοὸς χυλοῦ, χελώνης θαλασσίας αἵματος, ἀνδροσαίμου βοτάνης, πυρέθρου, ἑκάστου ἀνὰ λε΄. ὄξους παλαιοῦ κοτύλην α΄. εἰς τὸ αὐτὸ ἀναμίξας πάσας τὰς δυνάμεις μάλασσε καὶ σύγκοπτε, ἕως ἂν ὅλκιμον καὶ καταπεπονημένον γένηται, καὶ ἀπόθου. ποιεῖ καὶ πρὸς τοὺς θώρακος καὶ πνεύμονος ῥευματισμοὺς καὶ τοὺς τὸ βρέγμα τῆς κεφαλῆς ἀλγοῦντας, ἀπόνους παραχρῆμα ποιεῖ. καλεῖται δὲ Ἀσκληπιὸς ἡ δύναμις. ἰσχιαδικὸν καλὸν πάνυ πρὸς ἰσχιαδικοὺς παρὰ Ἥρα Καππάδοκος. Ϛ πίσσης ὑγρᾶς κοτύλας γ΄ ἢ β΄. κηροῦ λίτραν α΄. πιτυΐνης λίτραν α΄. θείου ἀπύρου [987] λίτραν α΄. νίτρου λίτραν α΄ Ϛ΄΄. σταφίδος ἀγρίας ξε. α΄. πυρέθρου λίτραν α΄. τρυγὸς κεκαυμένου λίτρας β΄. καρδαμώμου ξε. α΄. χαλβάνης ἡμίλιτρον. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο μάλαγμα Βακχείου, ᾧ Καῖσαρ ἐχρήσατο. Ϛ στέατος ὑείου μνᾶς β΄. κηροῦ μνᾶς β΄. ἑλενίου, καλάμου ἀρωματικοῦ, πάνακος ῥίζης, ἁλὸς ὀρυκτοῦ ἢ ἀμμωνιακοῦ ἀνὰ ι΄. βδελλίου διαυγοῦς, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ μνᾶς β΄. σχοίνου ἄνθους, ἴρεως ἀνὰ μνᾶν α΄. λιβανωτοῦ, πεπέρεως, χαλβάνης ἀνὰ κε΄. ἡ ἕψησις, ὡς ἡ καρδαμήλειος. ἄλλο μάλαγμα τὸ χρυσοῦν πρὸς ἀρθριτικούς. Ϛ ῥητίνης στροβιλίνης λίτρας β΄. ἀξουγγίου, χαλβάνης ἀνὰ ιβ΄. κηροῦ κδ΄. δαφνείου ιβ΄. ἕψε ὡς οἶδας. ἄλλο μάλαγμα πρὸς πλευρῶν ἄλγημα. Ϛ κυπέρου, καρδαμώμου, μάννης, ἀμμωνιακοῦ θυμιάματος, τερμινθίνης, κηροῦ, ἰρίνου ἀνὰ λίτραν α΄. ἕψε τὸ ἀμμωνιακὸν ἰδίᾳ, λέαινε τὰ τηκτὰ, τήξας σὺν κυάθῳ ἰρίνου, ἐπίπασσε τὸ ἀμμωνιακὸν, εἶτα τὰ ξηρὰ μίξον, ἰρίνῳ βάπτων τὰς χεῖρας. ἄλλο μάλαγμα Κλονιακοῦ εὔχρουν. Ϛ [988] ἀῤῥενικοῦ γο γ΄. στυπτηρίας σχιστῆς ἴσον, ἀσβέστου τὸ ἴσον, ῥητίνης φρυκτῆς λίτρας γ΄. κηροῦ ἴσον, ὄξους εἰς τὰ ξηρὰ, ἐλαίου εἰς τὰ τηκτὰ γο η΄. χρῶ καὶ ἐπὶ σπληνικῶν.
[Δαμοκράτους μάλαγμα.] Ἐπεὶ καὶ πρὸς μνήμην ἐστὶ χρήσιμα τὰ διὰ μέτρων γεγραμμένα καὶ τὰς συμμετρίας τῶν φαρμάκων ἀκριβῶς φυλάττει, διὰ τοῦτο καὶ τὰ Δαμοκράτους εἴωθα προσγράφειν, ἐν οἷς ἐστι καὶ τοῦτο προσγεγραμμένον.
Χρεία δὲ πάντως καὶ μαλάγματος καλοῦ
Τοῖς σφόδρα φιλιάτροισιν ἔσται πολλάκις
Πρὸς σπάσματα μυῶν μεγάλα καὶ πρὸς ῥήγματα
Ἄρθρων. ἔτι δὲ καὶ λυγίσματα,
Νεύρων παχυσμοὺς καὶ μυῶν τὰς σκληρίας
Μετὰ φλεγμονῆς, πρὸς μέντοι καὶ τὰ δήγματα,
Πρὸς ταῦτα τοῦτό ἐστι δραστικώτατον.
Αἴρει δὲ καὶ λειχῆνας αὐτὸ καὶ λέπρας,
Ἐπικείμενον τὸ πλεῖστον ἡμέρας ι΄.
Ἀλλαττόμενον παρὰ μίαν ἢ β΄. ἡμέρας.
[989] Πίσσης διαυγοῦς ξηροτάτης λίτρας β΄.
Μίαν πιτυΐνης καὶ μίαν κηροῦ καλοῦ,
Ἀμμωνιακοῦ καὶ στυπτηρίας ὑγρᾶς πάλιν
Μίαν ποίει, δριμυτάτου ὄξους β΄.
Ξέστας μετρήσας, ἔχε παρεσκευασμένον.
Κατὰ τὸ σπάνιον δὲ χαλβάνης β΄. οὐγγίας
Τινὲς προσέβαλλον, βουλόμενοι τὰς σκληρίας
Θᾶσσον μαλάξαι τὰς ἐχούσας καὶ χρόνον.
Σκεύαζε δ' οὕτως, ἀπολαβὼν ὄξους τρίτον,
Ἀμμωνιακοῦ κατάχει τε καὶ στυπτηρίας,
Καὶ λεῖα ποιῶν ἐν θυείᾳ μείζονι,
Πάχος ποίησον μέλιτος ὑγροῦ προσφάτου.
Πίσσαν δὲ καὶ τὸ λοιπὸν ἐν καινῇ χύτρᾳ
Ἕψησον, ὡς πᾶν παρ' ἐλάχιστον ἐκφρυγῇ,
Οὕτως κατάχει τε τῶν καλῶς λελεασμένων
Ἐν τῇ θυείᾳ κἀνάκοφθ' ἕως λάβῃ
Ξανθὸν τὸ χρῶμα μηλίνῃ προσεμφερές.
Μῖξαι δὲ πάντως βουλόμενος καὶ χαλβάνην.
[990] Μετὰ κηροῦ ταύτην πιτυΐνην τε προσβαλεῖς,
Ἄρας μετ' ὀλίγον τὴν χύτραν ἀπὸ τοῦ πυρός.
Τινὲς δὲ προσβάλλουσι μάννης σταθμὸν ἴσον,
Τὴν στυπτηρίαν αἴροντες ἐκ τοῦ φαρμάκου.
Καὶ χρώμενοι πρὸς τὰ τοιαῦτα, προσφάτους
Κολλῶσι ταύτῃ τῇ δυνάμει διαιρέσεις.
Τούτῳ δὲ κέχρησο κἀπὸ πρώτης ἡμέρας,
Ἐφ' ὧν προεῖπον, ὅταν ἔχωσιν εὐλαβῶς,
Πρὸς τὰς ἀμυχάς τε καὶ τὰ ταύταις ἑπόμενα.
Τῷ σπληνίῳ δ' ἄνωθεν ὄξει διάβροχον
Σπόγγον ἐπίβαλλε κἀπίδει πεπιεσμένως,
Οὕτως ἐπιῤῥίψεις αὐτὸ καὶ τοῖς σπληνικοῖς.
Ἐφ' ὧν δ' ὑπονοεῖς τὸν σκίῤῥον σπλάγχνῳ τινὶ
Ἐσόμενον, ἀδεῶς κέχρησο τῷ μαλάγματι.
Μετὰ τοῦτο τὸ φάρμακον ὁ Δαμοκράτης ἔγραψε τὴν διὰ τῶν ἁλῶν, ἀρξάμενος αὐτῆς οὕτως.
Ἂν ἐπιμένῃ τούτων τινὶ πλείοσι χρόνοις,
Σκεύαζε καὶ τοῦθ', ὡς κάλλιστον φάρμακον.
[991] Εἶτα μετὰ τοῦτο καὶ ἄλλο δι' ἁλῶν γράφει καὶ μετ' ἀμφότερα πάλιν ἄλλο, χοιράδας δὲ διαφορεῖν ἐπαγγελλόμενον καὶ ἥπατος καὶ σπληνὸς ὑδερώδεις διαθέσεις. ἐμοὶ δὲ ἄμεινον ἔδοξεν, ἐν ταῖς διαφορητικαῖς ἐμπλάστροις ταῦτα γράψαι τὰ φάρμακα.
[Περὶ τῶν χαλαστικῶν φαρμάκων.] Καλεῖταί τινα χαλαστικὰ φάρμακα συνήθως ἅπασι σχεδόν τι τοῖς νεωτέροις ἰατροῖς, ἐφ' ὧν, ὡς καὶ τοὔνομα μὲν δείκνυσι, χαλᾷ τὰ τετανυμένα μόρια. τὸ γὰρ κεχαλάσθαι τῷ συντετάσθαι κατὰ τοὐναντίον λέγεται. γέγραπται γοῦν που καὶ ὑφ' Ἱπποκράτους ᾧδε. δέρματος σκληροῦ μάλθαξις, συντεταμένου χάλασις. εἰ μὲν οὖν κυρίως τις χρῷτο τοῖς ὀνόμασι, μαλακτικὰ τῶν ἐσκληρυσμένων σωμάτων εἶναί τινα φήσει φάρμακα, τὰ λυτικὰ δηλονότι τῆς σκληρότητος αὐτῶν, ὥσπερ γε καὶ χαλαστικὰ τὰς τῆς τάσεως ἰατικά. συμβαίνει δὲ ἐπὶ ταῖς φλεγμοναῖς τετάσθαι τὸ δέρμα, ποτὲ μὲν ὑπὸ τοῦ ὑποκειμένου ὄγκου τὸ σύμπτωμα τοῦτο λαμβάνον, ἐνίοτε δὲ καὶ αὐτὸ συμφλεγμαῖνον, οὐ μὴν ἡ οὐσία τῆς φλεγμονῆς [992] ἡ σκληρότης ἐστὶ τοῦ φλεγμαίνοντος μέρους, ἀλλὰ τοὐναντίον ἅπαν, ὡς ἐν τοῖς περὶ αὐτῆς λόγοις δείκνυμεν, ὑγρότης. ἐν δὲ τοῖς σκιῤῥουμένοις οὐχ ὑγρότης ἐστὶν ἡ ἐπικρατοῦσα κατὰ τὸ πεπονθὸς μόριον, ἀλλ' ἡ σκληρότης. ἀμφοτέρων δὲ τῶν παθῶν ὁμογενής πώς ἐστιν ἡ γένεσις καὶ ἡ ἴασις. γεννᾶται γὰρ ἐξ ἐπιῤῥοῆς, ἰᾶται δὲ κενωθέντων αὐτῶν. οὐ μὴν ὅ γε τρόπος τῆς κενώσεως ἐπ' ἀμφοῖν ὁ αὐτὸς, ἀλλὰ ὡς ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ δέδεικται, καθ' ἣν καὶ τῶν ἄλλων ἁπάντων παθῶν ἡ τῆς ἰάσεως εἴρηται μέθοδος, ἐπὶ μὲν τῶν φλεγμαινόντων μορίων ἥ τε ἀποκρουστικὴ ποιότης τῶν φαρμάκων ὠφέλιμός ἐστι κατὰ τοὺς πρώτους χρόνους, ἥ τε διαφορητικὴ μέχρι παντός. κατὰ δὲ τοὺς σκίῤῥους ἡ διαφορητικὴ μόνη χωρὶς τῆς ἀποκρουστικῆς. τὰ μὲν οὖν τελέως σκιῤῥωθέντα τελέως ἐστὶν ἀνίατα. διαγινώσκειν δ' αὐτὰ χρὴ τῷ μηδεμίαν αἴσθησιν ὑπολείπεσθαι τοῖς πεπονθόσι μέρεσιν. ἐφ' ὧν δ' ἐστὶ μὲν αἴσθησις, ἀλλ' ἀμυδρὰ, θεραπεύεται ταῦτα διὰ φαρμάκων διαφορούντων μὲν δηλονότι τὸ παχυνθὲν ὑγρὸν, οὐ μὴν ἰσχυρῶς γε καὶ ἀθρόως [993] τοῦτο ποιούντων, ὡς τὰ διαφορητικὰ ποιοῦσι φάρμακα. καλοῦσι δὲ ἐπισπαστικά τε καὶ ἐξιπωτικὰ τὰ τοιαῦτα. θαυμάζειν δ' οὐ χρὴ τὴν μετάπτωσιν εἰς σκληρότητα γιγνομένην ἐκ τῶν φλεγμαινόντων, ὅταν ἅμα τό τε ἐπιῤῥυὲν ὑγρὸν ᾖ παχύτερόν τε καὶ γλίσχρον, ἥ τε ἴασις διὰ φαρμάκων γένηται ξηραινόντων σφοδρῶς. ὡς γὰρ κᾀπὶ τῶν ἐκτὸς αὐτῷ μὲν ὁμιλοῦντα τῷ πυρὶ πολλὰ τῶν σωμάτων φρύγεται, δι' ὕδατος δὲ ἀναμαλάττεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν φλεγμαινόντων ἡ κατὰ τὸν πεπονθότα τόπον ὑγρότης ὑπὸ μὲν τῶν θερμαινόντων τε καὶ ξηραινόντων ἰσχυρότερον φαρμάκων ὑπολειπόμενον ἴσχει τι γλίσχρον καὶ παχὺ, διαφορηθέντος τοῦ λεπτοῦ. καὶ τούτῳ τῷ τρόπῳ κατά τε τὰς ἀρθρίτιδας οἱ πῶροι γίγνονται καὶ κατὰ τὰς νεφρίτιδας οἱ λίθοι. ἐὰν δέ ποτε τὸ φλεγμονὴν ἐργασόμενον ῥεῦμα λεπτὸν ᾖ κατὰ τὴν σύστασιν, ἥ τε ἴασις αὐτοῦ διὰ τῶν ξηραινόντων καὶ θερμαινόντων γένηται φαρμάκων, οὐδὲν ὑπολείπεται σκιῤῥῶδες. οὐχ ἥκιστα δὲ καὶ τὰ σφοδρῶς ψύχοντά τε καὶ στύφοντα τοὺς σκίῤῥους εἴωθεν ἐργάσασθαι. καὶ πολλοὺς ἐξ ἐρυσιπελάτων ἀμέτρως παθόντων ταῦτα σκιῤῥώδεις [994] ὄγκους ἔχοντας θεώμεθα διὰ τὴν ἀμαθίαν τῶν θεραπευτάντων αὐτοὺς ἰατρῶν. πρώτη μὲν οὖν διαφορὰ τῶν τε τὰς φλεγμονὰς θεραπευσάντων φαρμάκων ἐστὶ καὶ τῶν τοὺς σκίῤῥους ἡ εἰρημένη. ἑτέρα δὲ ἡ διὰ τὴν συνεζευγμένην ὀδύνην τοῖς φλεγμαίνουσιν οὐκ ἀνεχομένην ἰσχυρὸν φάρμακον προσφέρεσθαι τῷ πεπονθότι μορίῳ. σὺν ὀδύνῃ γὰρ ἐνεργεῖ ταῦτα, φθανόντων ὀδυνᾶσθαι τῶν φλεγμαινόντων διὰ τὸ πάθος καὶ διὰ τοῦτο μαλακωτάτων φαρμάκων δεομένων. τὰ σφοδρότερα δὲ πρὸς τῷ μὴ λύειν ἢ παρηγορεῖν τὰς ὀδύνας, ἔτι καὶ παροξύνοντα, μείζονας ἐργάζεται τὰς φλεγμονάς. πρώτη μὲν οὖν χρῆσις ἐπὶ τῶν ὀδυνωμένων φλεγμονῶν ἐστιν ἡ διὰ τῶν ὑγρῶν ἱκανῶς φαρμάκων, ἅμα τῷ μετρίως θερμαίνειν. ἐφεξῆς δὲ ἡ διὰ τῶν ἠρέμα παχυτέρων τε καὶ ξηραντικωτέρων. ἡ τρίτη δὲ διὰ τῶν χαλαστικῶν ὀνομαζομένων, ἅ τινες ἐν τοῖς μαλάγμασι γράφουσιν. ἔστι δὲ αὐτῶν μαλακτικώτατα μὲν ὅσα κηρωτοειδῆ ταῖς συστάσεσιν, ὅταν διὰ βουτύρου καὶ κηροῦ καὶ στεάτων, ἐλαίου τε χαλαστικοῦ συντίθεται. μίγνυται δὲ τούτοις οἰσύπου τε καὶ ῥητίνης καὶ [995] πίσσης ὀλίγον, ὥσπερ γε καὶ λιβανωτὸς καὶ χαλβάνη καί τι καὶ τῆς Ἰλλυρικῆς ἴρεως. ἡυρέθη δὲ ὑπὸ Μενεκράτους, ὡς αὐτός τε λέγει καὶ ἄλλοι τινὲς αὐτῷ μαρτυροῦσιν, ἡ διὰ χυλῶν ὀνομαζομένη τῶν μηκέτι ὀδυνωμένων ἰσχυρῶς φλεγμονῶν, ἰατικὸν φάρμακον. ἐπιγέγραπται δὲ τὸ βιβλίον, ἐν ᾧ γέγραπται τὸ φάρμακον, αὐτοκράτωρ ὁλογράμματος· αὐτοκράτωρ μὲν, ἐπειδὴ τούτῳ προσπεφώνηται, ὁλογράμματος δὲ διότι χωρὶς χαρακτήρων ὅλαις ταῖς συλλαβαῖς γέγραπται β΄. καὶ γ΄. καὶ δ΄. καὶ ε΄. καὶ τῶν ἄλλων ἀριθμῶν ἕκαστος, ἤτοι ῥητίνης ἢ πίσσης ἤ τινος ἄλλου φαρμάκου. τοῦτο δ' ἔπραξεν ὁ Μενεκράτης, ἐπειδὴ πολλάκις οὐ μόνον ἀκόντων ἁμαρτάνεσθαι συμβαίνει κατὰ τὰς γραφὰς, ἀλλὰ καὶ διὰ φθόνον ἑκόντων ἐνίων, τὸ μὲν ο γράμμα θ ποιούντων διὰ μέσης τῆς στρογγύλης γραμμῆς ἑλκυσθείσης ἑτέρας ἐγκαρσίας, τὸ δὲ ἰῶτα γράμμα προστεθείσης ἑτέρας ὁμοίως ἐγκαρσίας, ὥσπερ καὶ ἀποξυσθείσης μιᾶς γραμμῆς ἐκ τοῦ γράμμα καὶ ῥῶ τὸν χαρακτῆρα τοῦ ἰῶτα καταλείπεσθαι συμβαίνει. κατὰ τὸν αὐτὸν δὲ τρόπον ἐκ πολλῶν γραμμάτων τῶν μὲν προσθέσει, τῶν δὲ συνθέσει, τῶν δ' ἀφαιρέσει, [996] συμβαίνει τὴν ἀλλοίωσιν γενέσθαι τῶν δηλούντων αὐτὰ χαρακτήρων. ἀλλ' οὐδέν γε πλέον εἰργάσατο πρὸς τὸν ἑξῆς χρόνον ὁ Μενεκράτης, τῶν ἐγγραφομένων αὐτοῦ τὴν βίβλον, οὐχ ὁλογραμμάτους τὰς προσηγορίας τῶν ἀριθμῶν γραφόντων, ἀλλὰ διὰ τῶν δηλούντων αὐτὰ χαρακτήρων. εἰκότως οὖν ηὐδοκίμησε τὰ Δαμοκράτους βιβλία τῶν φαρμάκων εἰς μέτρα γραφέντα, καὶ εἴπερ ἅπαντα τὸν τρόπον τοῦτον ἐγέγραπτο, κάλλιστον ἂν ἦν. ἐπεὶ δ' οὐκ ὀλίγα τῶν δοκίμων φαρμάκων παραλέλειπται, διὰ τοῦτο καὶ τῶν ἄλλων φαρμακιτίδων βίβλων δεόμεθα, δι' ὧν ἔγραψαν ἔνιοι ποικίλων φαρμάκων συνθέσεις. ἀλλ' ἥ γε διὰ τῶν χυλῶν ὑπὸ Μενεκράτους εὑρεθεῖσαι διὰ τῶνδε τῶν τριμέτρων στοιχείων ὑπὸ Δαμοκράτους γέγραπται, μετά τινων μὲν καὶ ἄλλων, ὁμοίως ἑαυτῇ προγεγραμμένων αὐτῆς δυοῖν.
[Διὰ χυλῶν Δαμοκράτους ὑπὸ Μενεκράτους.]
Εἰπόντες οὖν ἔμπροσθε πῶς τὰ τραύματα
Δίχα φλεγμονῆς μένοντα κολληθήσεται,
Ἑξῆς ἐροῦμεν πῶς τὰ φλεγμαίνοντ' ἄγαν
[997] Δυνατὸν θεραπεύειν φαρμάκοις ἔσται καλῶς.
Ὅταν μυὸς τρωθέντος ἢ νεύρων τινῶν
Ἢ καὶ νυγέντος ὑμένος ἐγγὺς ὀστέου,
Μετὰ τὴν τετάρτην ἡμέραν πυκνοὶ πόνοι
Καὶ φλεγμοναὶ, πυρετοί τε μετὰ συμπτωμάτων,
Πολλῆς ἀγρυπνίας, παρακοπῆς, δίψους σφοδροῦ,
Ξηρότητος γλώττης γένηται πρόσθεσις,
Καθ' ἡμέραν ῥέποντα πρὸς τὰ χείρονα.
Ἰχὼρ τρυγώδης, λεπτὸς, ἐρυθρὰ τραύματα.
Τά τ' ἐγγὺς αὐτῶν πάντ' ἔχοντα σώματα
Ὀργὰς, διατάσεις, φλεγμονὰς, οἰδήματα,
Τότε μὴ κατάπλασσε ποικίλοις καταπλάσμασιν.
Ἔθος γάρ ἐστι τοῦτο ποιεῖν τοῖς νέοις,
Ἵν' ἐκφυγόντες τὰς ἀκμὰς τῶν φλεγμονῶν
Τοῖς συκοφάνταις μὴ παρέχωσιν αἰτίαν.
Δεῖ δὲ τὸν ἔχοντα τῆς ἰδίας πίστιν τριβῆς
Καὶ συγκαταβαίνειν τοῖς νοσοῦσ' εἰς τοὺς φόβους,
Μὴ περιμένοντα τὴν τύχην καὶ τὴν φύσιν.
[998] Σκεύαζε τοίνυν πρὸς ἃ προείρηται πάθη
Καὶ τοῖς ποδαγρικοῖς ἁρμόζον τὸ φάρμακον,
Ἐν παντὶ καιρῷ τοῖς νοσοῦσ' ἐπικείμενον,
Τοῖς γὰρ διαλείμμασιν μὲν εὐκινησίαν
Παρέχον ἑτοίμην. καὶ τὸ μὴ πώροις ταχὺ
Πυκναῖς τ' ἐπιβολαῖς παρενοχλεῖσθαι ῥᾳδίως.
Ἐν ταῖς καταρχαῖς δ' οὐκ ἐῶν μεγέθη λαβεῖν,
Ἐν ἀκμαῖς δὲ τὰς παρακμὰς ποιοῦν ταχὺ,
Ἂν μὴ μεταβαίνῃ ῥᾳδίως τις ἐφ' ἕτερα.
Τὸ δὲ φάρμακον σκεύαζε τοῦτον τὸν τρόπον,
Λιθαργύρου μὲν λειοτάτου, χρυσίτιδος
Λίτρας β΄. βαλὼν, τέσσαρας δ' ἀξυγγίου
Ἄγαν παλαιοῦ, μίαν δὲ καὶ μιᾶς λίτρας
Τρίτον ἐλαίου πολυετοῦς καὶ παχυτάτου
Καὶ μὴ δυσώδους, μὴ μέλανος, μὴ τραχέος,
Οὕτω γὰρ ἔσται δραστικὸν τὸ φάρμακον.
Τήξας δ' ἐπιμελῶς ἐν λοπάδι τἀξούγγιον,
Ἔπαιρ' ἀπ' αὐτοῦ τοὺς ὑμένας καὶ τοὺς ἅλας,
[999] Ἠθμῷ διηθῶν εἰς ἑτέραν μείζω χύτραν,
Καὶ προσβαλὼν ἔλαιον ἀνάζεσον πάλιν,
Μὴ πᾶν δ' ἔλαιον, ἀλλὰ τὰ δύ' αὐτοῦ μέρη,
Τὸ τρίτον δ' ὑπολιπὼν, ἔχ' ἐν ἑτοίμῳ κείμενον,
Ἂν ἐπειχθῇς προσβάλλειν, ἵν' ᾖ σοι παρόν.
Ἔσται δὲ χρεία πάντως ἐν χειμῶνί γε,
Ὅταν ᾖ γεγονὸς τῷ μακρῷ χρόνῳ παχὺ
Τὸ βαλλόμενον ἔλαιον εἰς τὸ φάρμακον,
Λιθάργυρόν τε τῶν ζεόντων κατάπασσε,
Ἕψε ἐπὶ μαλακῷ καὶ διηνεκεῖ πυρὶ,
Κινῶν σπάθῃ, βέλτιον ἂν ᾖ τῇ πευκίνῃ.
Ὅταν δὲ ἐπὶ χρόνον μέτριον ἑψούμενον
Τὸ φάρμακον λάβῃ μὲν ἐμπλάστρου πάχος,
Λάβῃ δ' ὁμοίως δυσωδίαν φαρμάκου,
Ἔπαιρε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
Ποιῶν μὲν βραχὺ σκληροτέραν ἐν τῷ θέρει,
Μαλακὴν δὲ τῷ χειμῶν', ἀμόλυντον δ' ὅμως,
Κίνει δ' ὁμοίως ἕως μετρίως ὑποψυγῇ,
[1000] Εἶτα πάλιν χερσὶ σκληροτέραις πρόσπασσε πᾶν
Μαλαχθὲν, οὕτως μεταφέρειν ἐκ τῆς χύτρας.
Ὅταν δ' ᾖ χρεία, πάλιν μαλάττειν εὐτόνως,
Μαλακῷ τ' ἐπιμελῶς ἐμπλάσαντας δέρματι,
Οὕτως ἐπιβάλλειν εὐμεγέθη τὰ σπλήνια.
Ταύτην δὲ τὴν ἔμπλαστρον εἰ βούλει ποτὲ
Μᾶλλον ποιεῖν πρὸς νεῦρα παχέα καὶ μύας
Σκληρούς τε μασθοὺς, ἄρθρα τ' ἐξῳδηκότα,
Μαλάχης ἀγρίας τῶν ῥιζῶν λίτραν βαλὼν
Καθαρῶν τε, προσφάτων τε καὶ συντεμὼν
Εἰς δακτυλιδίους, τῷ τε μήκει καὶ πάχει
Τόμους ἐπίβαλλε τοῖς ζέουσ' ἐν τῇ χύτρᾳ.
Ὅταν δὲ πᾶσαν ἀνθρακωθέντ' ἀποβάλῃ
Τὴν ἰκμάδα καὶ τὴν δύναμιν τὸ φάρμακον,
Ἔπαρον ἠθμῷ τῆς μαλάχης τὰ ῥίζια,
Λείαν δ' ἐπιπάσας τὴν λιθάργυρον, τότε
Ἕψησον, ὡς προεῖπον πρόσθεν, καὶ πάλιν
Ἀπόθου θ' ὁμοίως καὶ τὸν αὐτὸν χρῶ τρόπον.
[1001] Τοῦτο δὲ ἑκατέρας φησὶ τὰς ἀρετὰς ἔχειν
Ὁ πρῶτος εὑρὼν Μενεκράτης τὸ φάρμακον,
Ἀνὴρ κράτιστος, ἑκτικὸς πρὸς τὴν τέχνην.
Καὶ γὰρ φυλάττει τὰ νεότρωτα τραύματα
Δίχα φλεγμονῆς, κολλᾷν τε τὰ διῃρημένα
Ἔπεισεν ἡμᾶς καὶ τὰ φλεγμαίνοντ' ἄγαν
Ἕλκη θεραπεύειν, τούς τε τρωθέντας μύας,
Δίχα τινὸς ἄλλου τῶν βοηθεῖν δυναμένων
Καταπλασμάτων, σπόγγων τε καὶ τῶν ἐμβροχῶν.
Ποιεῖ δὲ πάνθ' ὅσ' ἔμπροσθεν εἶπον ποιεῖν
Τὴν διὰ λιθαργύρου τε καὶ ἀξουγγίου.
Εἶναι δ' ἄριστον πεσσὸν ἐν κεχρονισμέναις,
Ἐν προσφάτοις τε φλεγμοναῖς τῆς ὑστέρας,
Ἕλκη τε πληροῦν κοῖλα, ῥοδίνῳ μύρῳ
Διεθεῖσα ἢ καλῷ γε μυρσίνῳ ἀπουλοῦν.
Καθόλου τε πᾶν κατάπλασμα καὶ φάρμακον
Ἔξωθεν ἐπ' αὐτῶν φήσ' ἐπιῤῥιπτούμενον,
Περισσὸν εἶναι τοῖς τε ταύτῃ χρωμένοις.
[1002] Ἔστι δ' ἀναγραφῆς ἄξιον τὸ φάρμακον.
Ἤδη δὲ πιστόν ἐστι καὶ τοῖς βασκάνοις,
Λέγει δὲ ποιεῖν αὐτὸ τοῦτον τὸν τρόπον.
Ἑπτὰ μὲν ἐλαίου τοῦ θέρους λίτρας σταθμῷ.
Ἐν ἄλλῳ εὗρον ἥμισυ τοῦ ἐλαίου
Τοῦ λιπαροῦ καὶ προσφάτου ἀξουγγίου.
Ἐννέα δὲ τοῦ χειμῶνος, ὥς φησιν, βάλεις,
Ἓξ δὲ μόνον λειοτάτης λιθαργύρου.
Ξέστου δ' ἔφασκε τήλεως μέρος ἥμισυ.
Ταὐτὸν λινοσπέρμου τε τοῦ κεκαυμένου.
Μαλάχης τ' ἀγρίας ἔλεγε γ΄. λίτρας σταθμῷ,
Ῥίζης ἐχούσης χυλὸν ἔτι τὸν πρόσφατον,
Ἕψειν δι' ὕδατος μὲν ξέστας η΄. μέτρῳ,
Εἰς λοπάδα καινὴν κεραμίαν πλατύστομον,
Ῥίζης βάλλοντα τῆς μαλάχης κεκαθαρμένης,
Τετμημένης, λεπτῆς τε καὶ τεθλασμένης,
Τῆλιν πεπλυμένην, τό τε λινόσπερμον καλῶς.
Ὅταν δὲ χυλωθῇ τε καὶ πάχος λάβῃ,
[1003] Δι' ὀθονίου τὸν χυλὸν ἀποθλίψας ἔχε,
Στήσας δὲ τὰς δ΄. λίτρας σταθμῷ
Μιγνύς τ' ἔλαιον, πᾶν ἕψει ἐπ' ἀνθράκων.
Ὅταν δὲ λεπταὶ πομφόλυγες ἐκ μειζόνων
Πυκναί τ' ἐπαναστῶσι τοῖς ἐν τῇ χύτρᾳ
Πρόσπασσε λείαν τὴν λιθάργυρον, τότε
Ἕψε τε μαλακῷ καὶ διηνεκεῖ πυρὶ,
Ἕως ὅ τε χυλὸς τῷ λίπει συνεκφρυγεὶς,
Τὸ φάρμακον ἔμπλαστρος ἔσται μηλίνη,
Εὔχρους, ἀμόλυντος, ἀλλὰ μὴ σκληρὰ πάνυ.
Ταύτην ἐφευρὼν τοῖς παλαιοῖς φαρμάκοις,
Ἔλεγε διὰ χυλῶν εὐλόγως τὸ φάρμακον. Ἄλλο.
Καὶ τοῦτο δέ ἐστιν ὁμογενὲς τὸ φάρμακον,
Εἰ καὶ δι' ἑτέρων μιγμάτων σκευάζεται.
Ποιεῖ γὰρ ἀμέλει πρὸς ἃ προεῖπον, πάνθ' ἁπλῶς
Τά τ' ὠμὰ καὶ δύσπεπτα καὶ δυσμετάβολα,
[1004] Τὰ κατὰ μυῶν ὑμένων τε μεγάλα τραύματα.
Λύει γὰρ αὐτῶν τὰς ὠτειλὰς ῥᾳδίως
Ἀρθριτικοῖς τε πᾶσ' ἐπιῤῥιπτούμενον,
Παρηγορήσει τοὺς κεχρονισμένους τόπους.
Ἔχει δὲ πίσσης ξηροτάτης λίτρας β΄.
Καθαροῦ τε κηροῦ Ποντικοῦ λίτρας β΄.
Πάλιν τερμινθίνης τε καὶ τῆς καθύγρου
Λίτρας β΄. μάννης λιβάνου τ' ἀδόλου λίτραν
Ἥμισυ δὲ λίτρας ἤ τι βραχυῤῥεπέστερον
Λευκοῦ, λιπαροῦ μάλιστα, βουτύρου νέου.
Τὰ μὲν ἄλλ' ἐπὶ πολὺ τῆκε καὶ λάβρῳ πυρὶ
Συνεχῶς, ἐπιβλέπων ἢν ἀμόλυντον τυγχάνῃ
Τὸ φάρμακον τριβόμενον ὑπὸ τῶν δακτύλων.
Οὗ περ γινομένου, βαστάσας ἀπὸ τοῦ πυρὸς,
Τοῖς τηκομένοις τὴν μάνναν οὕτω κατάπασον,
Κινῶν ἐπὶ πολὺ τῇ σπάθῃ τὸ φάρμακον.
Οὕτω ψυγέν τε καὶ μαλαχθὲν, ἀποτίθου
[1005] Ῥόδινόν τε ταύτῃ τῇ δυνάμει τὸ πρόσφατον
Πολὺ καταμίξας, χρήσῃ καὶ πρὸς κοῖλ' ἄγαν
Ἄσαρκά θ' ἕλκη καὶ τενόντων φλεγμονὰς
Δυσμεταβόλως τ' ἔχοντα πρὸς λευκὸν πύον.
[Περὶ ἀκόπων.] Τὴν τῶν ἀκόπων φαρμάκων ἐπαγγελίαν ἐνδείκνυται καὶ αὐτὸ τοὔνομα αὐτῶν. κόπους δ' ὀνομάζουσιν οἱ ἄνθρωποι τὰς ἐκ τῶν πολλῶν ἢ σφοδρῶν κινήσεων γιγνομένας διαθέσεις τοῖς σώμασιν, ἤτοι γ' ὅλοις ἢ κατὰ τὰ μᾶλλον πονήσαντα μόρια. λυπηραὶ δ' εἰσὶν αἱ διαθέσεις αὗται, μάλιστα μὲν τοῖς κινουμένοις, ἤδη δὲ καὶ τοῖς ἡσυχάζουσιν, ὅσαι σφοδρότεραι. ὕστερον δὲ καὶ τοῖς ἰατροῖς εἰθίσθη, κᾂν μὴ πρὸς κόπους ᾖ τὸ φάρμακον ὑπ' αὐτῶν συγκείμενον, ἀλλ' ἤτοι πρὸς ὀδύνην χρονίζουσαν ἐν τῷ βάθει τοῦ σώματος ἢ δυσκινησίαν ἢ δυσαισθησίαν ἢ σκληρότητα μορίου ἢ τάσιν ἢ ὄγκον σκιῤῥώδη καλεῖν ὁμοίως, ἄκοπα καὶ τὰ τοιαῦτα πάντα, μόνον ἐὰν ἔχῃ τὴν καθ' ὑγρότητα σύστασιν ὁμοίαν τοῖς ἀκόποις, ἥτις ἐστὶ παραπλησία [1006] ταῖς ὑγραῖς κηρωταῖς, ὁποίαις κᾀπὶ τῶν ἐξαρθρημάτων τε καὶ καταγμάτων χρώμεθα. τῆς γὰρ τοιαύτης συστάσεως ὑγρότατον μέν ἐστι τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν κηρέλαιον. ἐφεξῆς δ' αὐτοῦ τὰ ἄκοπα χρίσματα καὶ μετὰ ταῦτα παχυτέραν ἔχουσα σύστασιν ἡ τῶν ὑγρῶν κηρωτὴ, εἶθ' ἡ τῶν ἁπαλῶν τε καὶ μαλακῶν ὀνομαζομένων. ὑστάτη δὲ ἡ τῶν ἀμολύντων, ὁμοία τῇ τῶν καλουμένων ἰδίως ἐπιθεμάτων· οἷς ἐφεξῆς ἐστιν ἡ τῶν ἐμπλάστρων σύστασις, ἐχουσῶν καὶ τούτων αὐτῶν, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον οὐ μικρὰν διαφορὰν, ὥστ' ἔνιοι τῶν ἰατρῶν, κηρωτομαλάγματά τινα προσηγόρευσαν, ἀπὸ τῆς συστάσεως μόνης οὕτως ὀνομάσαντες, ὅσα τῶν ἐπιτιθεμένων φαρμάκων οὐκέτι μέν ἐστιν ὑγρὰ, σκληρὰ δὲ εἰς τοσοῦτον οὐδέπω, καθάπερ αἱ ἔμπλαστροι. οὐσῶν οὖν ἁπασῶν τῶν εἰρημένων διαφορῶν δηλωτικῶν οὐ τῆς δυνάμεως τῶν φαρμάκων, ἀλλὰ τῆς κατὰ τὴν σύστασιν ἰδέας· τῶν ἀκόπων προσηγορία, πάλαι μὲν ἐσήμανε τὴν δύναμιν τῶν φαρμάκων, ὕστερον δὲ τὴν σύστασιν. καὶ διὰ τοῦτο ἠναγκάσθησαν ἅμα διορισμοῖς ὀνομάζειν αὐτὰ, [1007] τουτὶ μὲν ἄκοπον, χαλαστικὸν, τουτὶ δὲ μαλακτικὸν ἢ θερμαντικὸν ἢ ἀνώδυνον ἢ μετασυγκριτικὸν προσαγορεύσαντες, ὥσπερ γε καὶ πρὸς τόδε τι πάθος ἁρμόττειν, οἷον ἰσχιάδα, παράλυσιν, πλευρῶν ὀδύνην ἢ κοινῇ πρὸς ἁπάσας ὀδύνας. αὐτοφυὲς μὲν οὖν ἐστι φάρμακον ἁπλοῦν, ἀρωγὸν ἅπασι κόποις τὸ ἔλαιον, ὃ καὶ χωρὶς προσθήκης ὀνομάζομεν, ἐπειδὴ καὶ μόνον ἦν τοῖς παλαιοῖς χρόνοις, ὕστερον δὲ τό τε κίκινον ἔλαιον αὐτῷ προσετέθη παρά γε ὑμῖν. ἐν Αἰγύπτῳ γὰρ καὶ τοῦτο παλαιὸν ἦν καὶ μετὰ τὸ κίκινον αὖθις ἄλλα, τό τε ῥαφάνινον καὶ τὸ σινάπινον καὶ τὸ σησάμινον, ἕτερά τε τοιαῦτα, καθάπερ καὶ παρ' ἡμῖν κρίνινόν τε καὶ μαστίχινον καὶ σχίνινον, ὅσα τε τούτων ποικιλώτερα μέχρι καὶ τῶν μύρων. εὔδηλον οὖν ὅτι τὰ παρὰ τοῖς παλαιοῖς ἄκοπα καλούμενα φάρμακα, πάνθ' ὑγρὰ ταῖς συστάσεσιν ἀναγκαῖον εἶναι, τοὺς μὲν ἐπιπολῆς κόπους ἐλαίου μόνου θεραπεύοντος, τοὺς δὲ καὶ διὰ βάθους καὶ σφοδροτέρους, μετά τινος τῶν ἐμβαλλομένων αὐτῷ χαλαστικῶν φαρμάκων, θερμαίνειν συμμέτρως πεφυκότων, ὥσπερ ἡ χαλβάνη τε καὶ ἡ ῥητίνη [1008] τερμινθίνη καὶ πρὸς αὐτῇ κολοφωνία τέ τις ὀνομαζομένη καὶ φρυκτή. θερμότεραι δὲ τούτων ἐλατίνη τέ ἐστι καὶ στροβιλίνη, βραχὺ δὲ τῆς τερμινθίνης ἡ λάριξ ὑπάρχει θερμοτέρα. μίγνυται δὲ τὰ τοιαῦτα πάντα χαλαστικοῖς ἐλαίοις, ὁποῖόν ἐστι τὸ Σαβῖνον, ἐπεμβαλλομένου ποτὲ καὶ κηροῦ. χρίσμα δὲ ἄκοπόν ἐστιν ἐπὶ τῶν ἤδη διὰ βάθους ἀλγούντων καὶ τὸ διὰ τοῦ σπέρματος τῆς ἐλάτης, χαμαιμήλου τε καὶ ἀνήθου καὶ ἄνθους αἰγείρου περὶ ὧν ἐφεξῆς ἐροῦμεν ὅπως σκευάζεται. καὶ τὸ σούσινον δὲ καὶ τὸ γλεύκινον καὶ τὸ κομμαγηνὸν ἐκ τῶν ἀκόπων χρισμάτων ἐστὶν, ὅσα τε διὰ πιμελῆς καὶ στέατος συντίθεται μετριώτατα μὲν χαλῶντος τοῦ ὑείου, μᾶλλον δὲ τούτων τὸ ἀλεκτορίδων καὶ τούτου μᾶλλον ἔτι τὸ χήνειον. ἰσχυρότερον δὲ στέαρ ἐστὶν ὡς θερμαίνειν σφοδρότερον ἤδη καὶ διὰ τοῦτο καὶ διαφορεῖν ἱκανῶς τὸ λεόντειόν τε καὶ παρδάλειον. ἐν δὲ τῷ μέσῳ τούτων ἐστὶ καὶ βοείου τε καὶ αἰγείου τὸ τῶν ἀλωπέκων τε καὶ τῆς ὑαίνης. ταῦτα μὲν οὖν ἅπαντα κατὰ γένος ἐστὶ τῶν κυρίως ὀνομαζομένων ἀκόπων, ἀλλήλων διαφέροντα τῷ μᾶλλόν τε καὶ ἧττον θερμαίνειν, ὥστ' ἔνια καὶ τὸ γένος [1009] ὅλον ἐκπεπτωκέναι δόξει τῶν ἀκόπων χρισμάτων, ἐπὶ τῶν μαλακῶν σωμάτων ἐξεταζόμενα, καίτοι τοῖς σκληροτέροις, ὁποῖα τὰ τῶν ἀγροίκων ἐστιν, ὠφελιμώτατα φαινόμενα. λέλεκται γὰρ καὶ πολλάκις, ὡς τὰ σκληρὰ σώματα τῶν ἰσχυροτέρων ἀνέχεται φαρμάκων. ὅσα δὲ μαλακὰ καὶ ὑγρὰ, καθάπερ τὰ τῶν παίδων καὶ γυναικῶν καὶ εὐνούχων, οὐ φέρει τὴν τῶν τοιούτων φαρμάκων δύναμιν. εὔδηλον δ' ὅτι καὶ τὰ μυράκοπα καλούμενα τῶν ἀκόπων μιγνυμένων τοῖς μύροις γίγνεται, μηδέν τι βελτίω τῶν ἄλλων ὄντα, πλὴν κατὰ τὴν εὐωδίαν. ὥσπερ οὖν εἴωθα τοῖς πρεσβυτέροις διὰ μακρᾶς πείρας βεβασανισμένα γράφειν, οὕτω καὶ νῦν πράξω τὴν ἀρχὴν ἀπὸ τῶν ὑπ' Ἀσκληπιάδου γεγραμμένων ποιησάμενος.
[Τὰ ὑπ' Ἀσκληπιάδου γεγραμμένα κατὰ τὸ δ΄. τῶν ἐκτὸς, ἄκοπά τε καὶ μυράκοπα.] Ἄκοπα πρὸς τὰς ἐκ κόπων ἀηδίας ποιεῖ καὶ νευρικαῖς συμπαθείαις. ἐχρήσατο δὲ Θεμίσων. τὸ φάρμακόν ἐστι σφόδρα καλόν. Ϛ σαμψύχου ξέστην α΄. λιβανωτίδος ξέστην α΄. τήλεως ξέστην α΄. καρδαμώμου [1010] ξέστου ἥμισυ, βράθυος ξέστου ἥμισυ, οἴνου γλυκάζοντος ξέστας γ΄. ἐλαίου Βεναφράνου λίτρας γ΄. κηροῦ λίτρας β΄. τὰ ξηρὰ βαλὼν εἰς τὸν οἶνον ἔα βρέχεσθαι ἐπὶ γ΄. ἡμέρας, τῇ δ' ἐπιούσῃ βαλὼν τὸ ἔλαιον καὶ κινήσας ἐπιμελῶς καὶ θεὶς ἐπ' ἀνθράκων, ἕψε κινῶν. καὶ ὅταν συνεχῶς ἀναβράσῃ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τὸν κηρὸν κατακνήσας καὶ εἰς τοῦτο ἐπιβαλὼν καὶ πάλιν ἐπιθεὶς ἐπὶ τὸ πῦρ, ἕψε. καὶ ὅταν τακῇ ὁ κηρὸς, ἄρας ἀπὸ τοῦ πυρὸς, ἔα ψυγῆναι, καὶ ἀναψύξας ἀπόθου εἰς ἄγγος ὑέλινον ἢ κασσιτέρινον καὶ χρῶ, ποτὲ μὲν ἀκράτῳ, ποτὲ δὲ καὶ ἀνιεμένῳ ἑνὶ τῶν μύρων. ἄλλο. Ϛ σαμψύχου ξέστην α΄. λιβανωτίδος ξέστην α΄. τήλεως ξέστην α΄. δάφνης ἀκρεμόνων λίτρας ἓξ, σχοίνου ἄνθους γο γ΄. οἴνου παλαιοῦ ξέστας γ΄. ἐλαίου γλυκέος ξέστας γ΄. σικύου ἀγρίου τῆς ῥίζης, νάρδου Κελτικῆς ἀνὰ λίτρας ἥμισυ, κηροῦ λίτρας γ΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο φάρμακον ἐπιτετευγμένον. ποιεῖ καὶ παρέτοις, τρομώδεσι καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. ἐχρήσατό γε Μήνιος Ῥοῦφος. ποιεῖ ποδαγρικοῖς, ἀρθριτικοῖς, ἰσχιαδικοῖς, [1011] ὥστε τῆς ὅλης ἀπαλλάττειν διαθέσεως. ἡ χρῆσις ἐν διαλείμμασιν. ἐν δὲ τοῖς παροξυσμοῖς ἀνιεμένῳ χρώμεθα τῷ φαρμάκῳ. Ϛ σαμψύχου ξε. β΄. τήλεως ξε. α΄. λιβανωτίδος ξε. α΄ Ϛ΄΄. μελιλώτου ξέστην α΄. Ἰλλυρικῆς λίτραν α΄. κυπέρου λίτραν α΄. βράθυος λίτραν α΄. κάγχρυος λίτραν α΄. καρδαμώμου ἡμίλιτρον, σχοίνου ἄνθους ἡμίλιτρον, κασσίας ἡμίλιτρον, ἀβροτόνου ἡμίλιτρον, μύρτων καρποῦ ἡμίλιτρον, δάφνης καρποῦ ἡμίλιτρον. πάντα θλάσας καὶ βαλὼν εἰς ἄγγος διπλοῦν μυρεψικὸν, ἐπίβαλλε οἴνου τμωλίτου ξε. η΄. ἔα βρέχεσθαι ἐπὶ ἡμέρας γ΄. εἶτ' ἐπίβαλλε ἐλαίου Σαβίνου λίτρας ιστ΄. ἰρίνου λίτραν α΄. σχινίνου λίτραν α΄. Συριακοῦ λίτραν α΄. γλευκίνου λίτραν α΄. μυρσίνου λίτραν α΄. δαφνίνου λίτραν α΄. καὶ θεὶς ἐπὶ τὸ πῦρ ἕψε, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας τῶν ἡψημένων, ἐξέρα εἰς ἕτερον ἀγγεῖον καὶ πάλιν ἕψε, χωρὶς τῶν ἀφεψημένων, ἐπιβαλὼν κηροῦ ἡμίλιτρον, ῥητίνης λάρικος λίτραν α΄. σμύρνης στακτῆς ἀνὰ λίτραν α΄. τακέντων δὲ τούτων, χρῶ καθὰ προείρηται. ἄλλο. Ϛ σαμψύχου λίτρας β΄. τήλεως ξε. β΄. λιβανωτίδος ξε. β΄. βράθυος [1012] λίτρας β΄. ξε. β΄. μελιλώτου λίτρας β΄. κυπέρου λίτραν α΄. ἴρεως Μακεδονικῆς λίτραν α΄. κάγχρυος λίτραν α΄. καρδαμώμου λίτραν α΄. καλάμου ἀρωματικοῦ ἡμίλιτρον, σχοίνου ἄνθους ἡμίλιτρον, κασσίας σύριγγος, κόστου, ἐλελισφάκου ἀνὰ ἡμίλιτρον, δαφνίδων ἡμίλιτρον, σικύου ἀγρίου τῆς ῥίζης ἡμίλιτρον, μυρσίνης ἀκρεμόνων ἡμίλιτρον, οἴνου Τμωλίτου εὐώδους ξέστας η΄. ἐλαίου Σαβίνου λίτρας κδ΄. ἰρίνου λίτραν α΄, κυπρίνου λίτραν α΄. σχινίνου λίτραν α΄. γλευκίνου λι. α΄. μυρσίνου λι. α΄. ἀμμωνιακοῦ ἢ ἀμαρακίνου λίτραν α΄. ἡδυχρόου λίτραν α΄. μαλαβαθρίνου λίτραν α΄. σμύρνης στακτῆς λίτραν α΄. ὀποβαλσάμου λίτραν α΄. κηροῦ λίτρας ιε΄. τὰ ξηρὰ βρέχεται, καθάπερ προείρηται ἐπὶ ἡμέρας τρεῖς καὶ τούτοις ἐπιβάλλεται τὸ ἔλαιον καὶ τὰ πολλὰ τῶν μύρων. τὸ δὲ μαλαβάθρινον καὶ ἀμαράκινον καὶ ἡδύχροον καὶ ἡ στακτὴ καὶ τὸ ὀποβάλσαμον ἔσχατα φυλάττεται, ὥστε κατὰ τὴν τοῦ φαρμάκου σκευασίαν, ἤδη τοῦ κηροῦ τακέντος, ταῦτα ἐπιβάλλεσθαι. πῶς δὲ χρὴ σκευάζειν καὶ τίνι τρόπῳ χρηστέον τῷ φαρμάκῳ ἤδη δεδήλωται. ἄκοπον τὸ διὰ τοῦ μέλιτος [1013] ἐπιγραφόμενον. ποιεῖ πρὸς τὰς κοπώδεις ἀηδίας καὶ τὰς τῶν νεύρων συνολκάς. ποιεῖ ὀπισθοτονικοῖς, κυνικῶς σπωμένοις, λέγεται τετράμυρον. Ϛ μέλιτος γο γ΄. ἰρίνου γο γ΄. ῥοδίνου γο γ΄. κυπρίνου γο γ΄. γλευκίνου γο γ΄. κηροῦ γο γ΄. τερμινθίνης γο γ΄. ἕψε χωρὶς τὸ μέλι. τὰ δὲ τηκτὰ τῆκε καὶ βαλὼν εἰς θυείαν ἀνάκοπτε ὁμοῦ πάντα καὶ λεάνας ἀνελόμενος χρῶ. ἄλλο. Ϛ κυπρίνου, ἰρίνου, ῥοδίνου, γλευκίνου, ἑκάστου κοτύλας στ΄. κηροῦ κδ΄. τερμινθίνης η΄. μέλιτος στ΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο καλεῖται ληξοπύρετον. Ϛ ῥοδίνου κοτύλας δ΄. ἰρίνου δ΄. γλευκίνου δ΄. κυπρίνου κοτύλας δ΄. κηροῦ ιβ΄. τερμινθίνης ιδ΄. σμύρνης στακτῆς δ΄. μέλιτος ἑφθοῦ ιστ΄. σκεύαζε καθὰ προείρηται. ἄλλο ἐκ τῶν Ἀφροδισέως. Ϛ ῥοδίνου κοτύλας δ΄. ἰρίνου κοτύλας δ΄. κυπρίνου κοτύλας δ΄. κηροῦ ιβ΄. γλευκίνου κοτύλας δ΄. στέατος χηνείου ιβ΄. τερμινθίνης δ΄. στακτῆς δ΄. ὀποβαλσάμου β΄. μέλιτος ἑφθοῦ η΄. σκεύαζε κατὰ τρόπον. ἄλλο ἄκοπον δυσῶδες λεγόμενον πρὸς [1014] τὰς διαθέσεις τὰς προειρημένας. Ϛ κηροῦ η΄. τερμινθίνης η΄. χαλβάνης στ΄. ἀμμωνιακοῦ θυμιάματος στ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. μυελοῦ ἐλαφείου η΄. σκεύαζε κατὰ τρόπον καὶ χρῶ καὶ ἀκράτῳ καὶ ἀνιεμένῳ. ἄλλο πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. Ϛ ῥητίνης τερμινθίνης νστ΄. κηροῦ κη΄. ἀμμωνιακοῦ θυμιάματος λβ΄. χαλβάνης λβ΄. μυελοῦ ἐλαφείου κδ΄. μέλιτος ἑφθοῦ κδ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ἀμμωνιακὸν ὄξει διαλύεται. ἄλλο. Ϛ κηροῦ κδ΄. τερμινθίνης κδ΄. χαλβάνης στ΄. ἀμμωνιακοῦ θυμιάματος στ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. μυελοῦ ἐλαφείου η΄. στύρακος ιστ΄. σκεύαζε κατὰ τρόπον. ἄλλο. Ϛ κηροῦ κδ΄ ἢ κη΄. τερμινθίνης ιστ΄. χαλβάνης στ΄. στύρακος η΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. μέλιτος κο. α΄ Ϛ΄΄. μυελοῦ ἐλαφείου η΄. ἁλὸς ἄνθους ὅσον ἐξαρκεῖ, ὄξει τὸ ἀμμωνιακὸν διάλυε. ἄλλο ἰσχιαδικοῖς, ὀπισθοτονικοῖς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. Ϛ κηροῦ γο στ΄. τερμινθίνης λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος γο α΄. ὀποπάνακος [1015] γο β΄. χαλβάνης γο β΄. μυελοῦ ἐλαφείου γο β΄. μυελοῦ ταυρείου γο β΄. οἰσύπου γο β΄. ἐλαίου ἰρίνου κο. α΄. μέλιτος γο γ΄. σκεύαζε κατὰ τρόπον. ἄλλο πρὸς τὰς ἄγαν κοπώδεις διαθέσεις καὶ τὰς τῶν νεύρων συνολκάς. Ϛ κηροῦ ν΄. τερμινθίνης κε΄. ἀφρονίτρου στ΄. οἰσύπου στ΄. μέλιτος ἑφθοῦ στ΄. ἀμμωνιακοῦ θυμιάματος στ΄. μυελοῦ ἐλαφείου στ΄. χαλβάνης στ΄. στέατος ταυρείου στ΄. δαφνίδων ξηρῶν στ΄. ἐλαίου κοτύλην α΄. οἴνου ἀθαλάσσου κοτύλην α΄. σκεύαζε κατὰ τρόπον. ἄλλο Ἀκουντιανὸν ἐπιγραφόμενον. Ϛ κηροῦ γο β΄. χαλβάνης γο γ΄. νίτρου γο γ΄. τερμινθίνης ὑγρᾶς γο γ΄. οἰσύπου γο β΄. στέατος ταυρείου οὐγγίας β΄. ἐλαίου κυπρίνου γο δ΄. ἐλαίου μηλίνου γο δ΄. ἰρίνου γο δ΄. μέλιτος γο δ΄. ἐλαίου κοινοῦ γο στ΄. ἐλαίου παλαιοῦ γο δ΄. ἀμμωνιακοῦ θυμιάματος γο α΄. λιβάνου γο α΄. σκεύαζε κατὰ τρόπον. ἄλλο. Ϛ ἐλαίου παλαιοῦ ξε. α΄ Ϛ΄΄. τερμινθίνης λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος γο β΄. κηροῦ ἡμίλιτρον, χαλβάνης γο γ΄. [1016] οἰσύπου γο β΄. λιβάνου γο α΄. ἰοῦ γο β΄. μέλιτος κοτύλας β΄. ἄλλως γο δ΄. μυελοῦ ἐλαφείου γο γ΄. στέατος χηνείου γο β΄. οἴνου κοτύλας β΄. ἀφρονίτρου γο β΄. σκεύαζε κατὰ τρόπον. ἄλλο χλωράκοπον. ποιεῖ ὀπισθοτονικοῖς, ἰσχιαδικοῖς, παρέτοις, τρομώδεσι. Ϛ σμύρνης δ΄. ἀμμωνιακοῦ θυμιάματος δ΄. λιβάνου δ΄. νίτρου δ΄. ἰοῦ δ΄. ὀποπάνακος οὐγγίας ι΄. χαλβάνης οὐγγίας δ΄. τερμινθίνης λίτρας β΄. κηροῦ λίτρας β΄. μαλαβαθρίνου μύρου, ξέστου ἥμισυ, κυπρίνου, ξέστου ἥμισυ, ὄξους ὅσον ἐξαρκεῖ, ἀμμωνιακὸν, σμύρναν, νίτρον διάλυε, καὶ ὅταν αὐτὰ διαλυθῇ, ἐπίβαλλε τούτοις ὀποπάνακα, χαλβάνην. λεανθεῖσι τούτοις ἐπίβαλλε τὰ τηκτὰ καὶ μίξας ἀνελόμενος χρῶ. ἄλλο. Ϛ σμύρνης δ΄. τερμινθίνης λίτρας β΄. κηροῦ β΄. ἀμμωνιακοῦ θυμιάματος, λιβάνου, νίτρου, ἰοῦ ἀνὰ δ΄. μύρου μηλίνου ξέστου ἥμισυ, κυπρίνου οὐγγίας γ΄. ἰρίνου γο γ΄. ἐλαίου παλαιοῦ ξέστας γ΄. ὀποπάνακος γο γ΄. χαλβάνης γο δ΄. ὄξους τὸ ἱκανὸν, σκεύαζε καθὰ προείρηται. ἄλλο πρὸς τὰς κεχρονισμένας διαθέσεις, [1017] σφόδρα γενναῖον. Ϛ κηροῦ μνᾶν α΄. ἐλαίου παλαιοῦ ξέστας δ΄. τερμινθίνης λίτραν α΄. σμύρνης οὐγγίας δ΄. λιβάνου, ὀποπάνακος, σικύου ἀγρίου ῥίζης, ἰοῦ, νίτρου ἀνὰ οὐγγίας δ΄. πεπέρεως λευκοῦ γο β΄. χαλβάνης οὐγγίας δ΄. μυελοῦ ἐλαφείου οὐγγίας δ΄. μύρου κυπρίνου οὐγγίας δ΄. μύρου ἰρίνου οὐγγίας δ΄. μύρου μηλίνου οὐγγίας δ΄. πηγάνου χλωροῦ τῶν ἀκρεμόνων οὐγγίας γ΄. ὄξους τὸ ἱκανόν. σικύου ἀγρίου τὰς ῥίζας καὶ τὸ πήγανον ἕψε μετὰ τοῦ ὄξους, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας ἐπίβαλλε τοῖς ξηροῖς, καὶ λεάνας ἐπιμελῶς ἀναλάμβανε τοῖς τηκτοῖς καὶ χρῶ ποτε μὲν ἀκράτῳ τῷ φαρμάκῳ, ἔστι δὲ ὅτε καὶ ἀνιεμένῳ. τοῦτο δὲ γίνεται κατὰ λόγον τῶν ὑποκειμένων διαθέσεων. ἄλλο Βάσσου φάρμακον ἐπιτετευγμένον. τούτῳ αὐτῷ χρησάμενος πρότερον παραλυθεὶς διεσώθη. Ϛ ἐλαίου μυρσίνου οὐγγίας δ΄. κυπρίνου οὐγγίας δ΄. ἐλαίου παλαιοῦ λίτραν α΄ Ϛ΄΄. χαλκάνθου λίτραν α΄ Ϛ΄΄. κηροῦ λίτραν α΄. τερμινθίνης λίτραν α΄ Ϛ΄΄. χαλβάνης γο γ΄. μάννης οὐγγίας δ΄. ὀποπάνακος οὐγγίας β΄. βρυωνίας ῥίζης γο δ΄. ἰοῦ οὐγγίας δ΄. ἀφρονίτρου οὐγγίας δ΄. πεπέρεως [1018] γο β΄. πυρέθρου οὐγγίας δ΄. στέατος ἐρίφου γο στ΄. εὐφορβίου οὐγγίας δ΄. ὄξους τὸ ἱκανὸν, ἕψε βρυωνίαν, πύρεθρον μετὰ ὄξους, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας καὶ τοῖς ξηροῖς ἐπιβαλὼν καὶ λεάνας ἐπιμελῶς ἀναλάμβανε τοῖς τηκτοῖς. ἡ χρῆσις δεδήλωται. ἄλλο τὸ διὰ τοῦ καστορίου παρέτοις καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις. Ϛ οἰσύπου γο γ΄. μυελοῦ ἐλαφείου οὐγγίας δ΄. τερμινθίνης γο γ΄. ἀμμωνιακοῦ θυμιάματος γο β΄. χαλβάνης οὐγγίας β΄. καστορίου γο β΄. πεπέρεως λευκοῦ γο β΄. εὐφορβίου οὐγγίας β΄. ἀδάρκης γο β΄. νίτρου ἀφροῦ οὐγγίας β΄. ὀποπάνακος γο β΄. ἐλαίου στυρακίνου γο α΄. ἐλαίου ἰρίνου γο β΄. ἐλαίου παλαιοῦ κο. α΄. κηροῦ λίτραν α΄ Ϛ΄΄. συντίθει κατὰ τρόπον. ἄλλο, ᾧ ἐχρήσατο Βάσσος, παραλυθεὶς πολλῷ χρόνῳ καὶ τῆς τοιαύτης νόσου ἀπηλλάγη. Ϛ ἐλαίου μυρσίνου γο δ΄. μηλίνου γο δ΄. κυπρίνου γο δ΄. ἐλαίου παλαιοῦ ἡμίλιτρον, κηροῦ λίτραν μίαν, τερμινθίνης ἡμίλιτρον, χαλβάνης γο ε΄. λιβάνου οὐγγίας δ΄. ὀποπάνακος γο β΄. ἰοῦ γο β΄. βρυωνίας ῥίζης γο δ΄. ἀφρονίτρου γο δ΄. πεπέρεως [1019] γο β΄. πυρέθρου γο β΄. στέατος ἐρίφου γο στ΄. εὐφορβίου γο α΄. ὄξους τὸ αὔταρκες. ἡ σύνθεσις κοινὴ τῶν τοιούτων φαρμάκων. ἄλλο σύγχρισμα ποδαγρικῶν, ἀρθριτικῶν τὸ διὰ τῶν ἁλῶν ἀπαλλάττει τῆς ὅλης διαθέσεως. ἡ χρῆσις καθ' ἡμέραν. Ϛ ἁλῶν ῥυπαρῶν, τουτέστιν αὐτῆς τῆς γῆς λίτραν α΄. στυπτηρίας σχιστῆς λίτραν α΄. τρυγὸς οἴνου Ἰταλικοῦ ξε. α΄. λίθου Ἀσίου ἄνθους γο δ΄. τρῖβε τὰ ξηρὰ φιλοπόνως καὶ τὴν τρύγα ἐπιβαλὼν καὶ λεάνας ἐπιμελῶς ἐπίβαλλε τοῖς λεανθεῖσιν ἐλαίου παλαιοῦ ξε. α΄. καὶ ἀνακόψας, ἀνελόμενος χρῶ. ἐν ἄλλαις γραφαῖς ἀναλαμβάνεται μέλιτι Ἀττικῷ. ἄλλο. Ϛ ἁλῶν ῥυπαρῶν γο γ΄. στυπτηρίας σχιστῆς οὐγγίας γ΄. λίθου Ἀσίου τοῦ ἄνθους οὐγγίας γ΄. λιβανωτοῦ οὐγγίας ἥμισυ ἢ γο στ΄. σμύρνης οὐγγίας ἥμισυ ἢ γο στ΄. τρυγὸς οἴνου Ἰταλικοῦ ξέστου ἥμισυ, σκεύαζε καθὰ προείρηται. ἄλλο σύγχρισμα τὸ συντεθὲν Πατρόκλῳ Καίσαρος ἀπελευθέρῳ ἀπαλλάττει τῆς ὅλης διαθέσεως. ἡ χρῆσις καθ' ἡμέραν καὶ πρωῒ πρὸ βαλανείου καὶ μετὰ τὸ βαλανεῖον καὶ περὶ ἑσπέραν. λαβόντας χρὴ τοῦ φαρμάκου ὅσον ἐξαρκεῖ διαλύσαντας ἀλείφειν [1020] τοὺς πόδας καὶ ἀνατρίβειν χωρὶς περιθλάσεως. Ϛ λιβάνου ι΄. πεπέρεως λευκοῦ ι΄. ἀφρονίτρου η΄. σμύρνης δ΄. ἀμμωνιακοῦ θυμιάματος στ΄. ὄξους τὸ ἱκανὸν, ἐλαίου κυπρίνου κο. α΄ Ϛ΄΄. τὰ ξηρὰ κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, τὰ δὲ λοιπὰ ὄξει διαλύεται καὶ λεαίνεται, εἶθ' ὁμοῦ πάντα μίγνυται καὶ λεανθεῖσιν ἐπιβάλλεται τὸ κύπρινον, ἀνελόμενοι δὲ χρώμεθα. ἄλλο. Ϛ λιβάνου η΄. σμύρνης η΄. ἀμμωνιακοῦ θυμιάματος η΄. στυπτηρίας σχιστῆς, πεπέρεως λευκοῦ ἀνὰ η΄. νίτρου η΄. ὄξους τὸ ἱκανὸν, ἐλαίου κυπρίνου κο. β΄. κηροῦ ἡμίλιτρον. τὰ τηκτὰ τήκεται καὶ τοῖς λεανθεῖσιν ἐπιβάλλεται. ἄλλο τὸ τοῦ Νεαπολίτου, φάρμακον ἐπιτετευγμένον ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ποδαγρικοῖς, ἀπαλλάττει τῆς ὅλης διαθέσεως. Ϛ λιβάνου οὐγγίας β΄. πεπέρεως λευκοῦ οὐγγίας β΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας β΄. σμύρνης οὐγγίας β΄. λίθου Ἀσίου ἄνθους οὐγγίας β΄. στυπτηρίας σχιστῆς οὐγγίας β΄. νίτρου οὐγγίας β΄. κενταυρίου χυλοῦ οὐγγίας β΄. τρυγὸς οἴνου Ἰταλικοῦ ξε. α΄. ἐλαίου κυπρίνου, δαφνίνου, μυρσίνου, στυρακίνου, κηροῦ [1021] ἀνὰ λίτραν α΄. τερμινθίνης ἡμίλιτρον, χαλβάνης οὐγγίαν α΄. ὀποπάνακος οὐγγίας ἥμισυ, τὰ τηκτὰ κατὰ τῶν λεανθέντων. ἄλλο. συνετέθη Δομιτίῳ Νιγρίνῳ, ἀπαλλάττει τῆς ὅλης διαθέσεως. Ϛ σμύρνης στακτῆς οὐγγίας β΄. λιβάνου οὐγγίας β΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίαν α΄. νίτρου ἐρυθροῦ ἢ ἁλῶν ῥυπαρῶν οὐγγίας β΄. στυπτηρίας σχιστῆς οὐγγίας β΄. λίθου Ἀσίου ἄνθους οὐγγίας β΄. κολοκυνθίδος ἐντεριώνης γο β΄. μανδραγόρου χυλοῦ γο β΄. μέλιτος γο β΄. εὐφορβίου οὐγγίας β΄. μύρου κροκίνου οὐγγίας στ΄. μηλίνου οὐγγίας στ΄. στυρακίνου οὐγγίας στ΄. μαλαβαθρίνου οὐγγίας στ΄. δαφνίνου οὐγγίας στ΄. γλευκίνου οὐγγίας στ΄. ἡδυχρόου οὐγγίας στ΄. ἀμαρακίνου γο στ΄. στέατος φώκης γο στ΄. μὴ παρόντος τούτου, χρηστέον μυελῷ ἐλαφείῳ παλαιοτάτῳ, κηροῦ λίτραν α΄. χαλβάνης γο α΄. τερμινθίνης ἡμίλιτρον, ὀποπάνακος οὐγγίας ἥμισυ, τρυγὸς οἴνου Ἰταλικοῦ ξέστην α΄. σκεύαζε καθὼς ἄνω εἴρηται. ταύτῃ τῇ σκευασίᾳ χρηστέον ἐπὶ τῇ Σαβερνίῳ Οὐαλέντι σκευασθείσῃ ποδάρκῃ, ἥτις ἐπιγράφεται [1022] Πομπηίου πολυτελής. τὸ διὰ τῆς αἰγείρου, ἰσχιαδικοῖς, ἀρθριτικοῖς, παρετικοῖς, τρομώδεσι, ποιεῖ καὶ πρὸς χρῆσιν καθημερινήν. Ϛ αἰγείρου ἀκρεμόνων μνᾶν α΄. σικύου ἀγρίου ῥίζης λίτρας δ΄. κασσίας σύριγγος λίτρας β΄. μύρου κροκίνου λίτρας β΄. κρόκου γο γ΄. οἴνου εὐώδους ξε. ιβ΄. ἐλαίου Σαβίνου ξε. ι΄. σαμψύχου λίτρας δ΄. κηροῦ λίτρας δ΄. τοὺς ἀκρέμονας τῆς αἰγείρου κόψας ἐπιμελῶς, ἔχε ἐν ἀγγείῳ διπλῷ μυρεψικῷ καὶ τούτοις ἐπίβαλλε σάμψυχον, ῥίζαν σικύου κόψας παχυμερῶς καὶ τούτοις ἐπίβαλλε τὸν οἶνον καὶ πάντα ἔα βρέχεσθαι ἐπὶ ἡμέρας θ΄. τῇ δ' ἐπιούσῃ ἐπιβαλὼν τὸ ἔλαιον καὶ ἀνακόψας ἐπιμελῶς ἕψε, πυρὶ χρώμενος μαλακῷ. ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας καὶ τούτῳ ἐπιβαλὼν κηρὸν κατακεκνησμένον καὶ μυελὸν λεανθέντα καὶ θεὶς ἐπὶ τὸ πῦρ ἕψε· ὅταν δὲ τακῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἐπίβαλλε τὸ κρόκινον, κινῶν συνεχῶς. τὸ δὲ κρόκινον λεάνας, ἀναλάμβανε αἵματι χερσαίας χελώνης, ὥστε ἔχειν ἐλαίου παλαιοῦ τὸ πάχος. σφάζεται δὲ ἡ χελώνη κατὰ τὴν κατακλεῖδα καλάμῳ ἀποξανθέντι ἀμφότερα τὰ μέρη. τὰ δὲ τηκτὰ τῷ [1023] κρόκῳ ἐπιβαλὼν καὶ ἀνακόψας, ἀνελόμενος χρῶ. τὸ φάρμακον ἀπαλλάττει τῆς ὅλης διαθέσεως. μᾶλλον δὲ βέλτιον γίνεται, εἰ προσλάβοι τοῦ τῆς χελώνης αἵματος δαψιλῶς. ἄλλο, ποιεῖ πρὸς τὰς ἐκ περιψύξεως ἀηδίας καὶ τὰς ἐκ πληγῶν περιθλάσεις. Ϛ αἰγείρου ἀκρεμόνων μνᾶν α΄. σικύου ἀγρίου ῥίζης λίτρας δ΄. κασσίας σύριγγος λίτρας β΄. μυελοῦ ἐλαφείου λίτρας β΄. κρόκου λίτρας γ΄. οἴνου εὐώδους ξε. ιβ΄. ἐλαίου λίτρας ι΄. σαμψύχου λίτρας δ΄. κηροῦ λίτρας δ΄. αἵματος χερσαίας χελώνης ὅσον ἂν βάλῃς, ὠφελήσεις τὸ φάρμακον, σκεύαζε καθὰ προείρηται. ἄλλο ἄκοπον τὸ διὰ τῶν φρύνων. τούτῳ ἐχρήσατο ἀνὴρ ξυστικὸς καὶ ἀκόπῳ καὶ μαλάγματι καὶ τῆς ὅλης ἀπηλλάγη διαθέσεως. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ ἐλαίου παλαιοῦ Σαβίνου λίτρας γ΄. σικύου ἀγρίου ῥίζης λίτρας γ΄. κηροῦ λίτρας γ΄. ἀποχύματος λίτρας γ΄. στέατος ὑείου παλαιοῦ λίτρας γ΄. βατράχων φρυνίχων τῶν μεγάλων ἀριθμῷ γ΄. ἢ εἰ μή γε, τῶν μικρῶν ε΄. μυελοῦ ἐλαφείου γο γ΄. ἀφρονίτρου γο γ΄. θείου ἀπύρου γο γ΄. ἐλαίου δαφνίνου οὐγγίας γ΄. ἐλαίου ἰρίνου γο γ΄. μύρου μαλαβαθρίνου [1024] λίτραν α΄. σαμψύχου λίτραν α΄. τὰς ῥίζας τέμνων εἰς παχέα καὶ βαλὼν σὺν τῷ σαμψύχῳ εἰς τὸ ἔλαιον καὶ θεὶς ἐπ' ἀνθράκων ἕψε καὶ ὅταν ἀναξηρανθῶσιν αἱ ῥίζαι, ἔκθλιβε τὸ ὑγρὸν καὶ τὰς μὲν ῥίζας καὶ τὸ σάμψυχον ἀπόῤῥιπτε. τοὺς δὲ βατράχους καθεὶς εἰς σπυρίδιον πλεκτὸν καὶ τούτου τὰ χείλη συῤῥάψας καὶ θεὶς εἰς τὸ ἐκθλιβὲν ἔλαιον καὶ πάλιν θεὶς τὸ ἀγγεῖον ἐπὶ τὸ πῦρ, πωμαζόμενον. ἱκανοῦ δὲ διαστήματος γενομένου, ὥστε τοὺς βατράχους ἀποτακῆναι, τὸ σπυρίδιον βαστάσας καὶ τὸ ὑγρὸν ἐκθλίψας ῥῖπτε τὸ σπυρίδιον. τῷ δ' ὑπολειφθέντι ἐλαίῳ ἐπίβαλλε τὰ τηκτὰ κινῶν συνεχῶς. ἔσχατον ἐπίβαλλε μυελὸν καὶ χαλβάνην καὶ ὅταν διαλυθῇ ἄρας ἀπὸ τοῦ πυρὸς καὶ ποσῶς ἐάσας ψυγῆναι κατάπασσε τὰ ξηρὰ κοπέντα καὶ σησθέντα λεπτοτάτῳ κοσκίνῳ κινῶν συνεχῶς καὶ εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας, ἐπίβαλλε μαλαβαθρίνου μύρου λίτραν α΄ Ϛ΄΄. καὶ ἀνακόψας, ἀνελόμενος εἰς ἀγγεῖον μολυβδοῦν, ἀδιάπνευστον φύλαττε. χρηστέον δὲ τῷ φαρμάκῳ, ὅτε μὲν ὡς μαλάγματι παρακμῆς γενομένης. ἔστι δ' ὅτε καὶ συγχρίσματι. [1025] λαβόντες γὰρ τοῦ φαρμάκου ὅσον ἐξαρκεῖ, διαλύσαντες μύρῳ καὶ ποιήσαντες κηρωτῆς ὑγρᾶς τὸ πάχος χρώμεθα. ἄλλο τὸ τοῦ Ἁλιέως, φάρμακον ἐπιτετευγμένον, ἐν ᾧ Ἁλιεὺς διατρίβων καὶ ὑπὸ τοῦ πάθους συνεχόμενος ἐπὶ τοσοῦτον, ὥστε τὸ σωμάτιον διαστραφῆναι, ἐχρήσατο τῷ φαρμάκῳ καὶ τῆς ὅλης ἀπηλλάγη διαθέσεως. ἐδόθη ἡ σκευασία, Οὐαλερίῳ Παυλίνῳ. ἔχει δὲ οὕτως. Ϛ ἐλαίου Σαβίνου λίτρας γ΄. αἰγείρου ἀκρεμόνων λίτραν α΄. μὴ παρόντων τῶν ἀκρεμόνων, χρηστέον σαμψύχῳ, ὥστε εἶναι τῆς σαμψύχου διπλοῦν. ἔχει δὲ καὶ σαμψύχου λίτραν α΄. κυπρίνου λίτραν α΄. ἰρίνου λίτραν α΄. μαστίχης λίτραν α΄. σμύρνης στακτῆς ἡμίλιτρον, κηροῦ λίτρας γ΄. ἀποχύματος λίτρας γ΄. λίπους ὑείου λιπαροῦ λίτρας γ΄. θείου ἀπύρου γο γ΄. νίτρου ἀφροῦ γο γ΄. χαλβάνης λίτρας γ΄. μυελοῦ ἐλαφείου γο δ΄. χελωνῶν χερσαίων ι΄. τὸ αἷμα ἐμβάλλειν χρὴ, σκευασθέντι τῷ φαρμάκῳ καὶ ἤδη τριβομένῳ. σκευάζειν δὲ δεῖ, καθάπερ εἴρηται. ἐν δὲ τῇ χρήσει τοῦ φαρμάκου, αἴροντας χρὴ λίτραν α΄. τούτῳ ἐπιβάλλειν ἡδύσματος χάριν ὀποβαλσάμου γο γ΄. [1026] καὶ μύρου μαλαβαθρίνου γο α΄. τοῦτο πρὸς τὰς καθ' ἡμέρας χρήσεις, οὕτως σκευάζεται. ἄλλο τὸ τοῦ Ἁλιέως. παραπεποιημένον ὑπὸ Οὐαλερίου Παυλίνου. Ϛ κηροῦ λίτρας γ΄. σικύου ἀγρίου ῥίζης λίτρας γ΄. ἀποχύματος λίτρας γ΄. στέατος ὑείου λιπαροῦ λίτρας γ΄. ἐλαίου Σαβίνου λίτρας γ΄. κυπρίνου λίτραν α΄. σουσίνου λίτραν α΄. κροκίνου λίτραν α΄. μαστίχης λίτραν α΄. στακτῆς ἡμίλιτρον, μυελοῦ ἐλαφείου λίτραν α΄ Ϛ΄΄. χαλβάνης λίτραν α΄ Ϛ΄΄. φρύνους ε΄. σαμψύχου ἢ αἰγείρου ἀκρεμόνων λίτρας γ΄. θείου ἀπύρου γο γ΄. ἀφρονίτρου γο γ΄. χελωνῶν πλειόνων τὸ αἷμα. σκεύαζε καθὰ προείρηται. ἄλλο Φλαβίου Κλήμεντος, φάρμακον ἐπιτετευγμένον. τούτῳ ἴσμεν ἀνθρώπους διεστραμμένους ὅλον τὸ σῶμα ὑπὸ ποδάγρας καὶ χειράγρας χρησαμένους, ἐπὶ τοσοῦτον σωθέντας, ὥστε ἀλωβήτους περιπατῆσαι. Ϛ ἐλαίου Σαβίνου λίτρας ιβ΄. σικύου ἀγρίου τῆς ῥίζης λίτρας ιβ΄. κηροῦ λίτραν α΄. τερμινθίνης λίτραν α΄. μυελοῦ ἐλαφείου λίτραν α΄. χαλβάνης λίτραν α΄. βατράχους ἀριθμῷ στ΄. τὸ ἔλαιον διαιροῦμεν καὶ ὅπου μὲν ἑψοῦμεν τοὺς βατράχους, ὅπου δὲ τὰς ῥίζας, ἔπειτα τὸ [1027] ὑγρὸν διυλίσαντες, χρώμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν, χρώμεθα δὲ τῷ φαρμάκῳ ὡς ἀκόπῳ. τοῦτο τὸ φάρμακον Οὐαλερίῳ Παυλίνῳ τρόπον τοῦτον προσβάλλοντες τῇ γραφῇ, σαμψύχου λίτραν α΄ Ϛ΄΄. μύρου κροκίνου λίτραν α΄. μαλαβαθρίνου λίτραν α΄. ὀποβαλσάμου γο γ΄. χελωνῶν ι΄. τὸ αἷμα, μυελοῦ ἐλαφείου λίτρας β΄. χαλβάνης λι. β΄. στέατος ὑείου παλαιοῦ λι. γ΄. ἀποχύματος λίτραν α΄. κηροῦ λίτρας γ΄ Ϛ΄΄. θείου ἀπύρου γο α΄. ἀφρονίτρου γο δ΄. φρύνους γ΄. χελωνῶν ιε΄. τὸ αἷμα καὶ ἀντὶ τοῦ κροκίνου Συριακοῦ λίτραν α΄. σαμψύχου λίτραν α΄ Ϛ΄΄. σκεύαζε κατὰ τρόπον. ἄλλο Πομπηΐου Σαβίνου, ἐπιγράφεται πολυτελές. ἐσκευάσθη Ἀβουρνίῳ Οὐάλεντι, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ποδαγρικοῖς, τρομώδεσι καὶ πρὸς πᾶσαν νευρικὴν διάθεσιν. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ σαμψύχου λίτρας β΄. τήλεως λίτρας β΄. μελιλώτου λίτραν α΄. λιβανωτίδος λίτραν α΄. βράθυος λίτραν α΄ Ϛ΄΄. κάγχρυος λίτραν α΄. κυπρίνου λίτραν α΄. ἀβροτόνου λίτραν α΄. καρδαμώμου ἡμίλιτρον, δαφνίδων ἡμίλιτρον, οἴνου εὐώδους ξέστας κδ΄. μύρου ἰρίνου λίτρας [1028] ιε΄. κυπρίνου λίτρας β΄. δαφνίνου, γλευκίνου, μαλαβαθρίνου ἀνὰ λίτρας β΄. Συριακοῦ λίτρας β΄. κηροῦ λίτρας β΄. τερμινθίνης λίτραν α΄. χαλβάνης γο β΄. ὀποπάνακος γο γ΄. ἀμμωνιακοῦ θυμιάματος κεκαθαρμένου γο δ΄. πεπέρεως μακροῦ, νίτρου ἐρυθροῦ, λίθου Ἀσίου ἄνθους, κολοκυνθίδος ἐντεριώνης, στυπτηρίας σχιστῆς ἀνὰ γο δ΄. λιβάνου γο δ΄. κενταυρίου γο δ΄. μανδραγόρου χυλοῦ, σμύρνης στακτῆς, μέλιτος ἑφθοῦ ἀνὰ γο δ΄. φρύνους βατράχους μεγάλους ἀριθμῷ ἓξ, χελωνῶν χερσαίων ι΄. τὸ αἷμα. τὸ φάρμακον σκευάζεται ποικίλως. τὰ μὲν ἀρωματικὰ καὶ ξηρὰ κόψαντες εἰς παχέα καὶ βαλόντες εἰς ἄγγος διπλοῦν μυρεψικὸν καὶ τούτοις ἐπιβαλόντες οἶνον, ἐῶμεν βρέχεσθαι ἐπὶ ἡμέρας γ΄. τῇ δὲ δ΄. ἄραντες τοῦ οἴνου ὅσον ἐξαρκεῖ, τούτῳ διαβρέχομεν, ἀμμωνιακὸν θυμίαμα, λιβάνον, χαλβάνην, ὀποπάνακα καὶ τοὺς λοιποὺς χυλοὺς, ταῦτα διαλυθέντα λεαίνομεν, λεανθεῖσι τούτοις ἐπιβάλλομεν κεκομμένα καὶ σεσησμένα, στυπτηρίαν, νίτρον ἐρυθρὸν, κολοκυνθίδα, λίθου Ἀσίου ἄνθος, πέπερι καὶ τὰ λοιπὰ τῶν ξηρῶν λεαίνομεν, τούτοις ἐπιβάλλομεν [1029] σμύρναν στακτὴν καὶ τὸ μέλι. τούτων οὕτω σκευασθέντων, ἐπιβάλλομεν τοῖς ἐν τῷ οἴνῳ βρεχομένοις, πάντα τὰ ὑγρὰ καὶ θέντες ἐπὶ τὸ πῦρ ἕψομεν, κινοῦντες συνεχῶς. καὶ ὅταν τὸ πολὺ τοῦ οἴνου δαπανηθῇ, ἐκθλίβομεν τὸ ὑγρὸν καὶ εἰς τοῦτο καταθέντες τοὺς βατράχους, καθὼς ἄνω προείρηται, ἕψομεν καὶ τότε τὰ τηκτὰ ἐπιβάλλομεν, τακέντων δὲ τούτων, ἄραντες ἀπὸ τοῦ πυρὸς, ἐπιβάλλομεν τοῖς λεανθεῖσι καὶ ἀνακόψαντες, ἀνελόμενοι χρώμεθα. ἄλλο ἄκοπον μετασυγκριτικόν. ἰσχιαδικοῖς, ἀρθριτικοῖς, παρέτοις, τρομώδεσιν. ἐχρήσατο Ἰούλιος Σεκοῦνδος. ἀνασκεύαζε τὰς κεχρονισμένας διαθέσεις, ποιεῖ καὶ κεφαλαλγικοῖς. Ϛ ἀδάρκης γο β΄. σμύρνης στακτῆς γο β΄. ἀφρονίτρου γο β΄. εὐφορβίου, ὀποβαλσάμου ἀνὰ οὐγγίας β΄. στυρακίνου μύρου λίτραν α΄. τὰ ξηρὰ κόπτε καὶ σῆθε καὶ τούτοις ἐπίβαλλε σμύρναν στακτὴν, ὀποβάλσαμον καὶ ἀνακόψας ἀναλάμβανε τῷ στυρακίνῳ καὶ χρῶ, ποτὲ μὲν ἀκράτῳ, ποτὲ δὲ ἀνειμένῳ τῷ φαρμάκῳ καὶ πέψει συνεργεῖ. ἄλλο, Ὀρφίτῳ συνετέθη. τούτῳ χρώμενος ἀπηλλάγη τῆς περὶ τὸν θώρακα διαθέσεως ὀχληρᾶς καὶ πολυχρονίου [1030] γενομένης. Ϛ ἀδάρκης γο β΄. σμύρνης στακτῆς γο β΄. ἀφρονίτρου γο γ΄. εὐφορβίου γο Ϛ΄΄. ἄλλως γο στ΄. μαλαβαθρίνου μύρου λίτραν α΄. φουλιάτου Ῥωμαϊστὶ λεγομένου ἡμίλιτρον, κηροῦ γο β΄. ὀποβαλσάμου γο β΄. σκεύαζε κατὰ τρόπον. ἄλλο τὸ τοῦ Νεαπολίτου, Ἀγρίππᾳ συνετέθη. Ϛ ἀδάρκης, ἀφῃρημένων τῶν καλάμων, οὐγγίας γ΄. εὐφορβίου γο γ΄. ἄλλως στ΄. ἀφρονίτρου γο γ΄. στακτῆς οὐγγίας γ΄. ὀποβαλσάμου οὐγγίας γ΄. μύρου μαλαβαθρίνου α΄. λίτραν α΄. φουλιάτου α΄. ἡμίλιτρον, ἡδυχρόου ἡμίλιτρον, κροκίνου ἡμίλιτρον, νάρδου Ἀσιανῆς Θυατειρηνῆς τῆς α΄. ἡμίλιτρον, κηροῦ γο γ΄. σκεύαζε κατὰ τρόπον. ἄλλο μυράκοπον βασιλικὸν πρὸς τὰς κεχρονισμένας διαθέσεις καὶ πέψεις συνεργεῖ. Ϛ καλάμου ἀρωματικοῦ γο γ΄. καρποβαλσάμου γο γ΄. ἀμώμου οὐγγίας γ΄. καρδαμώμου γο γ΄. σχοίνου ἄνθους γο γ΄. κασσίας ῥοδιζούσης οὐγγίας γ΄. μελιλώτου γο γ΄. σαμψύχου γο γ΄. βράθυος οὐγγίας γ΄. τήλεως γο γ΄. κυπέρου γο γ΄. νάρδου γο γ΄. πεπέρεως λευκοῦ οὐγγίας γ΄. σμύρνης Τρωγλοδύτιδος ἡμίλιτρον, [1031] εὐφορβίου, ἀδάρκης, νίτρου ἀνὰ ἡμίλιτρον, οἴνου Φαλερίνου ξε. ιστ΄. μύρου μαλαβαθρίνου πρώτης σκευασίας λίτρας β΄. νάρδου α΄. συνθέσεως λίτραν α΄. φουλιάτου α΄. λίτραν α΄. ὀποβαλσάμου λίτραν α΄. κροκίνου λίτραν α΄. στυρακίνου α΄. λίτραν α΄. ἀμυγδαλίνου λίτραν α΄. Κομμαγηνοῦ λίτραν α΄. γλευκίνου λίτραν α΄. ἰρίνου λίτραν α΄. ἡδυχρόου λίτρας β΄. ἀμαρακίνου α΄. λίτραν β΄. ἕψε μυρεψικῶς. τὸ φάρμακον σφόδρα ἐστὶ καλὸν, ἐσκευάσθη Κέλερι πριμιπιλαρίῳ, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς, παρέτοις, τρομώδεσι, πρὸς σπάσματα, ῥήγματα καὶ πρὸς τὰς τῶν σπλάγχνων σκιῤῥώδεις διαθέσεις καὶ πέψει συνεργεῖ, ἐπιχριόμενον τῷ στόματι τῆς κοιλίας καὶ τοῖς μεταφρένοις. ἄλλο συνετέθη Ἀκυλίᾳ Σεκουνδίλλῃ. Ϛ εὐφορβίου, ὀποβαλσάμου, σμύρνης στακτῆς ἀνὰ γο β΄. νίτρου ἀφροῦ γο γ΄. κηροῦ γο α΄. μύρου μαλαβαθρίνου λι. α΄. φουλιάτου ἡμίλιτρον, κροκίνου ἡμίλιτρον, νάρδου μύρου ἡμίλιτρον, ἡδυχρόου ἡμίλιτρον, ἀμαρακίνου ἡμίλιτρον, σκεύαζε κατὰ τρόπον. ἤρκει μὲν τὰ προγεγραμμένα. καὶ γὰρ ἐπιμελῶς ὁ Ἀσκληπιάδης τάς τε σκευασίας αὐτῶν [1032] ἔγραψε καὶ τὰς χρήσεις, ὁ δὲ Ἀνδρόμαχος ἀμελέστερον, ὡς εἴωθεν, οὐδὲ πρὸς ὅ τι ποιεῖν ἕκαστα αὐτῶν πέφυκεν ἐπισημηνάμενος, ἀλλ' ἡμῖν ἐπιτρέπων, ὡς πρὸς τεχνίτας γὰρ ἀεὶ πεποίηται τὰς γραφάς. ἐπεὶ δ' ἔνια τῶν ἀκόπων ἀλλήλοις ὄντα παραπλήσια, κατὰ συμμετρίας διαφέρει, διὰ τοῦτο καὶ ταῦτα προέγραψα, δυναμένων τῶν ἀναγινωσκόντων ἐξ ὧν ὁ Ἀσκληπιάδης ἐδίδαξε καὶ περὶ τούτων λογίσασθαι ποῖα τῶν ἀκόπων πρὸς ποῖα πάθη μάλιστα ἁρμόσει. λέγω δὲ κἀγὼ, μετὰ τὸ διελθεῖν καθόλου τινὰς λόγους περὶ αὐτῶν, ἐξ ὧν μεθοδικώτερον ἐπὶ τὰς χρήσεις αὐτῶν οἱ προσέχοντες τὸν νοῦν τοῖς λεχθησομένοις ἀφίξονται.
[Τὰ ὑπ' Ἀνδρομάχου ἄκοπα γεγραμμένα.] Ἄκοπον χλωρὸν τὸ τοῦ Ἁλιέως. Ϛ κηροῦ, τερμινθίνης, ἐλαίου παλαιοῦ ἀνὰ λίτραν α΄ Ϛ΄΄. ἀφρονίτρου γο δ΄. χαλβάνης γο γ΄. ἰοῦ ξυστοῦ γο γ΄. ὀποπάνακος γο στ΄. ἀμμωνιακοῦ θυμιάματος γο γ΄. μάννης γο γ΄. ὄξους γο β΄. μηλίνου γο β΄. κυπρίνου γο β΄. ἰρίνου γο β΄. αἰγείου στέατος γο α΄. ἄλλο ἄκοπον καλόν. Ϛ κηροῦ λίτρας ιστ΄. ἀφρονίτρου η΄. [1033] δαφνίδας ἀριθμοῦ η΄. πεπέρεως λευκοῦ α΄. κροκομάγματος τὸ ἱκανὸν, μυελοῦ ἐλαφείου β΄. σμύρνης α΄. κηροῦ α΄. οἴνου ῥοδιακοῦ α΄. ὄξους ὀλίγον εἰς τὰ ξηρά. ἄλλο τὸ Βάσσου τοῦ Στωϊκοῦ. Ϛ σικύου ἀγρίου ῥίζης λίτραν α΄. καστορίου γο β΄. μυελοῦ ἐλαφείου γο στ΄. ἐλαίου παλαιοῦ λίτρας β΄. κηροῦ λίτραν α΄. ἀφρονίτρου γο γ΄. δαφνίδων ξε. β΄. πηγάνου χλωροῦ δέσμην χειροπληθῆ, λιβανωτίδος ἴσον, ἐλαίου Σαβίνου παλαιοῦ λίτρας ι΄. τῷ ἐλαίῳ αἱ ῥίζαι ἐναφεψοῦνται καὶ αἱ βοτάναι, εἶτα ἐκθλίβονται, εἶτα τὰ τηκτὰ καταχεῖται. ἄλλο. Ϛ ὀποπάνακος γο α΄. ῥητίνης γο α΄. ῥητίνης πιτυΐνης λίτρας β΄. κηροῦ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος γο στ΄. οἰσύπου γο β΄. ἐλαίου παλαιοῦ ξε. α΄ Ϛ΄΄. ἁλὸς ἄνθους γο β΄. ἄλλο. Ϛ κηροῦ λίτραν α΄. μυελοῦ ἐλαφείου γο β΄. μύρου Βαβυλωνίου λίτραν α΄. ἡδυχρόου λίτραν α΄. στακτῆς λίτραν α΄. μαλαβάθρου γο α΄. νάρδου γο α΄. ὀποβαλσάμου γο στ΄. ἐν θαλάσσῃ τὸν μυελὸν τῆκε ἢ ἐν ἅλμῃ, θεραπεύσας τὰ τηκτὰ ὁμοῦ, ἔσχατον ὀποβάλσαμον. ἐὰν δὲ ὑγρὸν ᾖ τὸ ἄκοπον, κηροῦ πλεῖον ἀπόδος. ἄλλο ἄκοπον [1034] Κουαδράτου. Ϛ ἰρίνου μύρου γο α΄. κηροῦ γο α΄. κυπρίνου γο α΄. δαφνίνου γο α΄. ἐλαίου παλαιοῦ γο γ΄. τερμινθίνης οὐγγίαν α΄. μυελοῦ ἐλαφείου γο α΄. οἰσύπου γο α΄. πεπέρεως γο α΄. νίτρου δ΄. θείου ἀπύρου δ΄. πυρέθρου δ΄. μέλιτος γο α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο τὸ δυσῶδες ἄκοπον. Ϛ τερμινθίνης νστ΄. κηροῦ κη΄. οἰσύπου στ΄. μέλιτος στ΄. μυελοῦ ἐλαφείου στ΄. ἀμμωνιακοῦ θυμιάματος στ΄. χαλβάνης στ΄. ἀφρονίτρου στ΄. ἔστιν ὅτε ὀποπάνακος στ΄. δαφνίδων στ΄. ἐλαίου παλαιοῦ ξέστην α΄. οἴνου κοτύλας β΄. τινὲς καστορίου γ΄. ἄλλο τὸ διὰ σαμψύχου. Ϛ κηροῦ λίτραν α΄. ἐλαίου ὀμφακίνου ξέστας γ΄. σαμψύχου ξέστην α΄. τήλεως ξέστην α΄. οἴνου παλαιοῦ ξε. δ΄. μαλάχης δέσμην, λινοζώστεως δέσμην, σικύου ἀγρίου ῥίζας. ἄλλο, ὡς Ἀντίμαχος. Ϛ σαμψύχου νέου, λιβανωτίδος, ἀσπαλάθου, βράθυος ὅ ἐστιν ἕρβα σαβίνα, τήλεως ἀνὰ ξέστας β΄. κηροῦ λίτραν α΄. οἴνου παλαιοῦ ξέστας γ΄. γλευκίνου ξέστας γ΄. ἄλλο παρὰ Φιλοκλέους. Ϛ ἐλαίου [1035] ἀφηψημένου ἐπὶ πολὺ, ῥιζῶν σικύου ἀγρίου ξέστας γ΄. κηροῦ μνᾶν μίαν, τερμινθίνης μνᾶν α΄. μυελοῦ ἐλαφείου κε΄. χηνείου στέατος κε΄. χαλβάνης ιβ΄ Ϛ΄΄. σαμψύχου ξε. α΄. λιβανωτίδος ξέστην α΄. ταῦτα ἔσχατα λεαίνεται σὺν οἴνῳ εὐώδει καὶ συμμίσγεται, γίνεται δὲ μάλαγμα κηροῦ πλείονος μιγέντος. ἄλλο ἄκοπον ἐπιτετευγμένον, ὡς Ἀφροδᾶς. Ϛ ἀφρονίτρου γ΄. πεπέρεως κόκκους μ΄. καὶ μακροῦ τὸ ἴσον, λιβάνου ιστ΄. ταῦτα τρίψας, ἐπίχεε οἴνου εὐώδους Χίου ἢ Ῥοδίου κο. α΄. μέλιτος θ΄. εἶτα τῆκε ἐν λοπάδι, κηροῦ Τυῤῥηνικοῦ ιβ΄. στέατος ταυρείου μβ΄. ἄλλο, ὃ ἦν Ἀσφαλαρτήσιος. Ϛ κροκομάγματος δ΄. μυελοῦ ἐλαφείου ιβ΄. οἰσύπου στ΄. στέατος χηνείου ἢ ὑείου ιβ΄. τερμινθίνης ιβ΄. ἰρίνου ιη΄. κυπρίνου, γλευκίνου ἀνὰ ιη΄. τῆκε τὸ μέλι, εἶτα μίσγε τοῖς ξηροῖς καὶ συλλεάνας ὁμοῦ τοῖς ἐν τῇ θυείᾳ χρῶ. ἄλλο ἄκοπον τὸ βαρβαρικὸν, δι' εὐφορβίου πρὸς ἰσχιαδικοὺς καὶ πρὸς ἄλλα πολλά. Ϛ ὀποπάνακος γο α΄. Τυῤῥηνικοῦ γο α΄. τερμινθίνης γο β΄. χαλβάνης [1036] γο α΄. ἀμμωνιακοῦ θυμιάματος γο β΄. εὐφορβίου γο β΄. καστορίου γο β΄. πεπέρεως λευκοῦ γο β΄. μυελοῦ ἐλαφείου γο δ΄. οἰσύπου γο δ΄. λιμνηστρίδος γο Ϛ΄΄. στυρακίνου, δαφνίνου, ἀμαρακίνου ἀνὰ γο γ΄. ἐλαίου παλαιοῦ ξε. β΄. ἡδυχρόου γο στ΄. σκευάσας χρῶ, ποιεῖ πρὸς ἀπηλπισμένας νεύρων διαθέσεις, ἰδίως δὲ καὶ πρὸς ἰσχιαδικούς. ἄλλο ἄκοπον ᾧ Ἀρούντιος Ἀκύλας ἐθεραπεύθη. πρὸς ἰσχιάδα ποιοῦν καὶ πρὸς πᾶσαν νεύρων περίτασιν. Ϛ ὀποπάνακος οὐγγίας β΄. χαλβάνης γο α΄. τερμινθίνης οὐγγίας β΄. πεπέρεως λευκοῦ, καστορίου ἀνὰ γο β΄. οἰσύπου γο δ΄. κασσίας γο δ΄. μυελοῦ ἐλαφείου γο δ΄. κηροῦ λίτραν α΄. στυρακίνου οὐγγίας στ΄. ἰρίνου οὐγγίας στ΄. δαφνίνου οὐγγίας στ΄. ἐλαίου παλαιοῦ λίτραν α΄. εὐφορβίου οὐγγίας β΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας β΄. τὸ εὐφόρβιον μετ' ὀλίγου μέλιτος ἀνάμιξον. ἄλλο ἄκοπον τὸ τοῦ Γλυτοῦ, ὡς Φιλόξενος ὁ γραμματικός. Ϛ κηροῦ λίτρας β΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. χαλβάνης λίτραν α΄ Ϛ΄΄. στύρακος λίτραν α΄. βδελλίου λίτραν α΄. σμύρνης γο β΄. λιβάνου γο θ΄. οἰσύπου Ἀττικοῦ λίτραν α΄. [1037] προπόλεως λίτραν α΄. ῥητίνης τερμινθίνης λίτραν α΄. ἐλαίου παλαιοῦ λίτρας β΄. κυπρίνου, ἰρίνου μύρου, ἀμυγδαλινοῦ ἀνὰ λίτρας β΄. Συριακοῦ λίτρας γ΄. ὀποπάνακος λίτραν α΄. σκεύαζε. ἄλλο ἄκοπον χλωρὸν, ὡς Κλήμης Σερτώριος ᾧ χρῶμαι. Ϛ ἰοῦ ξυστοῦ οὐγγίας στ΄. ῥητίνης φρυκτῆς οὐγγίας δ΄. ἐλαίου μυρσίνου λίτραν α΄. σχινίνου λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. δαφνίνου λίτρας β΄· Συριακοῦ λίτραν α΄. γλευκίνου λίτρας γ΄. στέατος ἀρνείου γο γ΄. κηροῦ Ποντικοῦ λίτρας γ΄. χαλβάνης λίτραν α΄. μυρσίνης ἁπαλῶν φύλλων, πηγάνου φύλλων χλωρῶν, λιβανωτίδος χλωρᾶς, δάφνης φύλλων ἁπαλῶν ἀνὰ οὐγγίας στ΄. βοτάνης σαλβίας ἡμίλιτρον. τὰ χλωρὰ κόπτε καὶ τοῖς ἐλαίοις ἔμβρεχε νύκτα καὶ ἡμέραν, εἶτα ἐφέψε μετὰ τῶν τηκτῶν. ἀπὸ τοῦ πυρὸς ὅταν λάβῃς, τὸν ἰὸν βάλλε καὶ διηθήσας, ἀπόθου, ποιεῖ πρὸς πάντα πόνον νεύρων. ἄλλο ἄκοπον θερμαντικὸν, ὡς Κάστος πρὸς χρονίους διαθέσεις, σπασμούς. Ϛ πισσελαίου ξε. α΄. Συριακοῦ μύρου τὸ ἴσον, ἴρεως Ἰλλυρικῆς ἴσον, τερμινθίνης λίτραν α΄. ἀξουγγίου λίτραν α΄. ξύσματος πλοίου οὐγγίαν α΄. [1038] κινῶν ἕψε πηγάνῳ χλωρῷ. ἄλλο ἄκοπον, τὸ Ὠρίωνος τοῦ κτενιστοῦ καλόν. Ϛ κηροῦ λίτρας στ΄. προπόλεως λίτρας ε΄. ἴρεως Ἰλλυρικῆς λίτρας δ΄. τερμινθίνης λίτρας δ΄. ὀποπάνακος λίτρας γ΄. ἐλαίου παλαιοῦ λίτρας δ΄. χαλβάνης λίτρας β΄. ἐλαίου σχινίνου λίτρας γ΄. μυρσίνου λίτρας γ΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. μυελοῦ ἐλαφείου λίτρας γ΄. οἰσύπου λίτρας στ΄. δαφνίδων λίτραν α΄. στυρακίνου λίτρας γ΄. ἀμυγδαλινοῦ λίτρας γ΄. στέατος μοσχείου λίτρας γ΄. καὶ λεοντείου λίτραν α΄ Ϛ΄΄. ὀποβαλσάμου λίτραν α΄ Ϛ΄΄. σκεύαζε ἐπιμελῶς. ἄλλο μυράκοπον καλόν. Ϛ μαλαβάθρου, ἡδυχρόου, νάρδου κροκίνου Βαβυλωνίου ἀνὰ ἡμίλιτρον, στακτῆς γο στ΄. ὀποβαλσάμου γο στ΄. κηροῦ γο στ΄. Κομμαγηνοῦ γο στ΄. ἀλόης γο β΄. μέλιτος γο γ΄. σκεύασον. ἄλλο μυράκοπον, ᾧ χρῶμαι. κηροῦ λευκοῦ γο β΄. στέατος χηνείου ἠρωματισμένου γο α΄. στέατος ταυρείου ἠρωματισμένου γο α΄. στέατος λεοντείου ἠρωματισμένου γο β΄. κροκοδείλου ἠρωματισμένου γο α΄. μυελοῦ ἐλαφείου γο α΄. ἁλὸς ἀμμωνιακοῦ γο β΄. πεπέρεως λευκοῦ οὐγγίας β΄. λιβανωτοῦ οὐγγίαν α΄. κινναμώμου οὐγγίας γ΄. [1039] ἀφρονίτρου οὐγγίαν α΄. ἴρεως Ἰλλυρικῆς ξέστας β΄. νάρδου μύρου ξε. α΄. μαλαβάθρου Ἀλεξανδρίνου ξέστας β΄. στακτῆς λίτρας β΄. Συριακοῦ κροκίνου λίτρας β΄. μέλιτος λίτρας δ΄. ὀποβαλσάμου ξέστην α΄. Κομμαγηνοῦ λίτρας β΄. σκεύαζε, ὡς οἶδας. ἄλλο μυράκοπον. Ϛ κηροῦ Τυῤῥηνικοῦ οὐγγίας στ΄. ἀμμωνιακοῦ οὐγγίας δ΄. εὐφορβίου λίτρας δ΄. πεπέρεως λευκοῦ γο δ΄. λιμνηστρίδος οὐγγίας δ΄. μάγματος μαλαβάθρου οὐγγίας στ΄. ὀποβαλσάμου λίτραν α΄. μαλαβάθρου λίτραν α΄. στακτῆς γο στ΄. φουλιάτου οὐγγίας στ΄. νάρδου λίτρας γ΄.
[Γλευκίνου σκευασίαι.] Γλευκίνου σκευασία, ὡς Ἀνδρόμαχος. ἐφεξῆς τῶν προγεγραμμένων ἀκόπων, ὁ Ἀνδρόμαχος ἔγραψε γλευκίνου σκευασίαν, οὐ κακῶς ἐπιζεύξας αὐτὴν τοῖς ἀκόποις χρίσμασιν· ἀνωδυνώτατον γάρ ἐστι καὶ ἀκοπώτατον. γράφεται δὲ παρὰ αὐτοῦ κατὰ λέξιν οὕτως. γλευκίνου σκευασία, ᾗ χρῶμαι. Ϛ σμύρνης λίτρας β΄. νάρδου Ἰνδικῆς λίτρας β΄. κόστου λίτρας γ΄. στύρακος λίτραν α΄. βδελλίου, σαμψύχου, ξυλοβαλσάμου, σχίνου, καρδαμώμου, σπάθης, [1040] ἴρεως Ἰλλυρικῆς, μίσυος, ἀσάρου ἀνὰ λίτρας β΄. μελιλώτου λίτραν α΄. νάρδου Κελτικῆς λίτραν α΄. ἀσπαλάθου, καλάμου ἀνὰ ἡμίλιτρον, ἀριστολοχίας μακρᾶς λι. α΄ Ϛ΄΄. λιβανωτίδος σπέρματος ξε. β΄. λιβάνου λίτρας γ΄. κασσίας λίτρας γ΄. τήλεως ξε. β΄. σφάγνου λίτρας β΄. ἀμώμου λίτρας β΄. φλοιοῦ λιβάνου λίτραν α΄. ῥόδων ξηρῶν λίτρας β΄. βράθυος γο στ΄. μαράθρου λίτρας β΄. βαλσάμου καρποῦ λίτρας β΄. κρόκου γο γ΄. δαφνίδων λίτραν α΄. πεπέρεως λευκοῦ λίτραν α΄. ὀποβαλσάμου γο γ΄. μαλαβάθρου φύλλων λίτρας δύο, στροβίλους χλωροὺς δύο, πηγάνου χλωροῦ γο β΄. ἁλὸς ἀμμωνιακοῦ δ΄. νίτρου δ΄. οἴνου παλαιοῦ ξε. ιβ΄. γλεύκους καλοῦ κεράμια β΄ Ϛ΄΄. ἐλαίου παλαιοῦ λίτρας ε΄. σκεύαζε ἡμέρας μ΄. ταῦτα γράψας ὁ Ἀνδρόμαχος, οὐκέτι τὸν τρόπον τῆς σκευασίας, ὥσπερ ὁ Κρίτων ἐποίησεν. ἔτι δὲ καὶ πόσων εἶναι βούλεται λιτρῶν Ἰταλικῶν τὸ κεράμιον ἢ ξεστῶν οὐκ ἐδήλωσεν. γλευκίνου σκευασία, ὡς Κρίτων ἐν τῷ δευτέρῳ τῶν κοσμητικῶν. ὁ Κρίτων ἐν τῷ τέλει τοῦ βιβλίου τὴν σκευασίαν ἔγραψε τοῦ γλευκίνου, κατὰ τήνδε τὴν λέξιν. [1041] γλεύκινον δύναμιν ἔχει θερμαντικὴν, ἀνετικήν. ποιεῖ πρὸς τὰς ἐν ὑστέρᾳ διαθέσεις καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν, τούτου δὲ αἱ σκευασίαι πολλαί. ἡ δὲ λεγομένη ἁπλῆ ἔχει οὕτως. Ϛ γλεύκους προσφάτου Μαρωνείας σταφυλῆς μετρητὴν βαλὼν εἰς ἀγγεῖον κασσιτερινὸν ἕψε ἐπ' ἀνθράκων, καὶ ὅταν τρὶς ἢ τετράκις ἀναζέσῃ, ἐξεράσας εἰς ὀστράκινον μετρητὴν, τίθει ἐν ἡλίῳ καὶ ἐπίβαλλε ἐλαίου λευκοῦ ὀμφακίνου χοᾶς στ΄. σχίνου μνᾶς στ΄. οἱ δὲ μνᾶς Ϛ΄΄. νάρδου τὸ ἴσον, καλάμου τὸ ἴσον, ἀσπαλάθου τὸ ἴσον, ἐλάτης μνᾶν α΄· κυπέρου μνᾶν α΄. καρδαμώμου μνᾶς η΄. ἀμώμου τὸ ἴσον, μελιλώτου γο ε΄. ἔστω δὲ πάντα λεῖα, ἔπειτα συγκινήσας ἐπὶ ἡμέρας η΄. καὶ τὸ γλεῦκος ἀποκαθάρας χρῶ. γλευκίνου σκευασία, ὡς Διοσκορίδης ἐν τῷ α΄. περὶ ὕλης. Διοσκορίδης δ' οὕτως ἔγραψε. γλεύκινον δὲ σκευάζεται τὸ ἁπλοῦν, ἔκ τε ὀμφακίνου καὶ σχίνου καὶ νάρδου Κελτικῆς καὶ καλάμου καὶ σπάθης καὶ ἀσπαλάθου καὶ μελιλώτου καὶ κόστου καὶ γλεύκους συμπεριτριβομένων μέσων στεμφύλων τῷ ἔχοντι ἀγγείῳ τὰ ἀρώματα καὶ τὸν οἶνον καὶ [1042] τὸ ἔλαιον, κινεῖται δὲ ἐπὶ ἡμέρας λ΄. δὶς τῆς ἡμέρας, εἶτα ἐκπιεσθὲν ἀποτίθεται. δύναμιν δὲ ἔχει θερμαντικὴν, μαλακτικὴν, ἀνεκτικὴν, ποιοῦσαν πρὸς τὰ ῥίγη καὶ τὰ νευρικὰ πάντα καὶ τὰ ἐν ὑστέρᾳ. παντὸς δὲ ἀκόπου μᾶλλον ὠφελεῖ, μαλακτικὸν ὄν. γλευκίνου σκευασία, ὡς Ἥρας. ἐπεὶ δὲ σαφέστερον αὐτῶν ἔγραψεν ὁ Ἥρας τὴν τοῦ γλευκίνου σκευασίαν, ἐπὶ τῷ τέλει τῆς φαρμακίτιδος βίβλου καὶ τὴν ἐκείνου γραφὴν παραθήσομαι κατὰ λέξιν οὕτως. ἐλαίου γλευκίνου σύνθεσις ποιοῦντος πρός τε τὰς ψύξεις καὶ τὰ νευρικὰ μάλιστα, ὠφελεῖ τοὺς ὀπισθοτονικοὺς καὶ ἐμπροσθοτονικοὺς, θερμὸν δι' ἐρίου καθαροῦ ἐλαίῳ βεβρεγμένου, ἐπιῤῥιπτομένου τοῖς τόποις. Ϛ ἐλαίου Βενεφράνου λίτρας ση΄. ἄλλως σν΄. οἴνου Φαλερίνου παλαιοῦ εὐώδους ξέστας γ΄. γλεύκους ἀμιναίου ξε. ρη΄. ἑλενίου λίτρας ιβ΄. σπάθης λίτρας ε΄. ἀσπαλάθου λίτρας ε΄. ἡδυσάρου λίτρας β΄ Ϛ΄΄. μητρῴας ἀρτεμισίας λίτρας β΄ Ϛ΄΄. κυπέρου λίτρας β΄. σμύρνης λίτρας γ΄. οἱ δὲ λίτραν α΄. πεπέρεως λευκοῦ λίτρας β΄ Ϛ΄΄. σπλάγχνου λίτρας β΄ Ϛ΄΄. ξυλοβαλσάμου λίτρας β΄ Ϛ΄΄. ἀριστολοχίας μακρᾶς [1043] λίτραν α΄. γο γ΄. μυρσίνης φύλλων ξηρῶν γο α΄. λιβανωτίδος ξηρᾶς γο ε΄. δάφνης φύλλων ξηρῶν γο ιβ΄. βδελλίου λίτρας β΄ Ϛ΄΄. ἴρεως Ἰλλυρικῆς λίτρας β΄ Ϛ΄΄. στύρακος λίτραν α΄. γο γ΄. κασσίας ξηρᾶς λίτραν α΄. γο γ΄. λαδάνου λίτραν α΄. γο γ΄. καρδαμώμου λίτραν α΄. γο γ΄. κρόκου λίτραν α΄. γο γ΄ Ϛ΄΄. βαλσάμου καρποῦ λίτρας β΄ Ϛ΄΄. λιβάνου λίτρας ε΄. κροκομάγματος λίτρας ε΄. πάνακος λίτραν α΄. γο γ΄. καλάμου ἀρωματικοῦ λίτρας ε΄. ἀσάρου λίτρας β΄ Ϛ΄΄. κασσίας μελαίνης λίτρας β΄ Ϛ΄΄. ἀμώμου σταφυλῆς λίτραν α΄. γο γ΄. σχοίνου ἄνθους λίτρας ε΄. κόστου λίτρας ε΄. γο γ΄. νάρδου Κελτικῆς λίτρας ε΄. μελιλώτου λίτραν α΄. γο γ΄. σαμψύχου λίτραν α΄. γο γ΄. ῥόδων ξηρῶν λίτραν α΄. γο γ΄. τήλεως λίτρας Ϛ΄΄. ἢ λίτρας β΄ Ϛ΄΄. ὀποβαλσάμου ἀγγεῖα μικρὰ ε΄. μαλαβάθρου μύρου λίτραν α΄. κόψας τὰ ξηρὰ καὶ ἀραιοτέρῳ κοσκίνῳ σήσας βρέχε ἐν οἴνῳ. βδέλλιον καὶ ἂν μὴ ξηρὸν ᾖ καὶ αὐτὸ κόπτε· ἐὰν δὲ λιπαρὸν εἴη, τῷ οἴνῳ αὐτὸ διάλυε ὁλμοκοπῶν. βαλὼν εἰς μικρὸν ἀγγεῖον μυρεψικὸν κασσιτερινὸν, πωμάσας [1044] ἐπιμελῶς ἔα ἐπὶ δώδεκα ἡμέρας καὶ δώδεκα νύκτας. συγχρονισάτω δὲ τὸ γλεῦκος καθαρῶς σταφυλῆς ἐκτεθλιμμένης, ἵνα μηδὲν ἔχῃ δρόσου. βαλὼν δὲ τὸ γλεῦκος εἰς μέγα χαλκεῖον, ὥστε καὶ εἰς τὸ ζέμα τοῦ γλεύκους χώραν ἔχειν, ἐπιβάλλειν πάντα ἐν τῷ οἴνῳ βεβρεγμένα καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον δὶς τῆς ἡμέρας ἐν σπάθῃ μυρεψικῇ σαλευέσθω ἐπὶ ὥραν. ἡ δὲ σπάθη ἀπομασσέσθω ἐπιμελῶς, ἵνα μὴ τὸ προσμεῖναν ἐν αὐτῇ ὀξῦσαν βλάπτῃ τὸ φάρμακον πάλιν καταθείσης τῆς σπάθης. ἐσκευάσθω δὲ τὸ σκεῦος πώματι καὶ ἄνωθεν κεντρῶσι πλείοσι καὶ περιδείσθω ἐπιμελῶς. ὑποκείσθω δὲ τῷ ἀγγείῳ σπείρα. ὅταν δὲ ἡμέραι ιε΄. διέλθωσι, τὸ ἀμμωνιακὸν καὶ αὐτὸ τὸ ἄμωμον ἀποδιδόσθω, ὁλοσχερέστερον κεκομμένον. λ΄. δὲ ἡμέρας ἐν διπλῷ ἀγγείῳ ἐπ' ἀνθράκων δύο ἢ τρία ζέματα δεῖ ἐνδιδόναι, τῷ μύρῳ ἀποδιδόντας καὶ τὸ ὀποβάλσαμον. καθελόντας δὲ τὸ ἀγγεῖον καὶ ψύξαντας ἐπὶ ποσὸν ἀποχεῖν τὸ μύρον. τὰ δὲ λοιπὰ σπυριδίοις ὡς ἔστι θερμὰ ἐκθλίβειν, τὸ μὲν πρῶτον διὰ χειρῶν, εἶτα διὰ πιεστῆρος ποιήσαντάς τι διὰ τὸ μύρον ἀποβάλλειν εἰς [1045] αὐτὸ τὸ μαλάβαθρον, ἐὰν μύρον βάλωμεν κεχυμένον ἐπὶ θερμοῦ ὕδατος καὶ ἀνακινεῖν τῇ σπάθῃ, ἵνα μιγῇ, εἶτα ἐάσαντας μίαν ἡμέραν καὶ ἀποτίθεσθαι ἐν ὑελίνοις ἀγγείοις ὀστρακίνοις κόμμι κεχρισμένοις.
[Τὰ ὑπὸ Ἥρα γεγραμμένα ἄκοπα.] Ἄκοπον πρὸς παραλυτικοὺς καὶ καθόλου πρὸς πᾶν ἄλγημα. Ϛ πηγάνου χλωροῦ λίτραν α΄. γλήχωνος ξηροῦ λίτραν α΄. κυπέρου λίτραν α΄. νίτρου ν΄. τήλεως λίτραν α΄. λινοζώστεως ξηρᾶς λίτραν α΄. πρασίου λίτραν α΄. λιβανωτίδος λίτραν α΄. ἀριστολοχίας λίτραν α΄. ἀμυγδάλων πικρῶν λελεπισμένων μοδίου Ϛ΄΄. ἴρεως λίτρας β΄. τερμινθίνης λίτρας β΄. δαφνίδων λίτρας β΄. σικύου ἀγρίου ῥίζης λίτρας β΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας β΄. βράθυος λίτρας β΄. ἐλλεβόρου λευκοῦ λίτρας στ΄. μυρσίνης χλωρᾶς λίτρας γ΄. δάφνης φύλλων ξηρῶν λίτρας γ΄. κηροῦ λίτρας δ΄. βδελλίου λίτρας δ΄. οἴνου κο. β΄. ἐν ἄλλῳ τοῦ οἴνου χοᾶς ιβ΄. ἐλαίου χοεῖς δ΄. κόψας τὰ ὀφείλοντα κοπῆναι ἁδρομερῶς, ἐπίχεε ὕδωρ καὶ ἔμπαλιν τὰ κεκομμένα, προσεπίχεε δὲ καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον [1046] καὶ ἔασον ἐννυκτερεῦσθαι καὶ τῇ ἑξῆς ἡμέρᾳ ἕψε, ἕως ταῦτα ἐμπλέοντα καθεψηθῇ καὶ προσλάβῃ τὸ ἔλαιον τὴν ἀπὸ τῶν ἑψημένων ποιότητα. ταῦτα δὲ γίνεται ἅπαντα χρόνῳ. εἶτα ἄρας καὶ θλίψας τὰ σκύβαλα, προσέμβαλε τὸν κηρὸν καὶ τὴν ῥητίνην καὶ τὸ βδέλλιον. ἄλλο χλωράκοπον πρὸς ἰσχιάδας καὶ παραλύσεις. τούτῳ ἐχρησάμην ἐπὶ Φόρτῃ. Ϛ ῥητίνης τερμινθίνης λίτραν α΄. μάννης γο δ΄. χαλβάνης γο δ΄. ἀφρονίτρου γο δ΄. ἀμμωνιακοῦ θυμιάματος γο δ΄. ὀποπάνακος γο δ΄. στέατος αἰγείου γο στ΄. ἰοῦ γο ε΄. κυπρίνου κο. α΄. ἰρίνου κο. α΄ Ϛ΄΄. μηλίνου γο δ΄. Συριακοῦ γο γ΄. πεπέρεως γο γ΄. τινὲς δὲ οὐγγίας δ΄. ἐλαίου παλαιοῦ ξε. α΄ Ϛ΄΄. ἀδάρκης γο α΄. ὄξους τὸ αὐταρκέστατον. τὸν ἰὸν καὶ τὸν ὀποπάνακα καὶ τὸ ἀφρόνιτρον σὺν τῷ ὄξει λειοτρίβει, τὰ δὲ λοιπὰ τήξας κατάχει. ἄλλο ἄκοπον πρὸς ἰσχιάδας χρονίας, πρὸς ἀγκύλας καὶ παραλύσεις, ἔστι λίαν ἐνεργές. Ϛ ἐλαίου παλαιοῦ καὶ ἰρίνου λίτρας στ΄. καὶ δαφνίνου λίτρας στ΄. πυρακείνου λίτρας στ΄. κηροῦ λίτρας στ΄. τερμινθίνης γο β΄. εὐφορβίου [1047] γο β΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας γ΄. καστορίου γο β΄. ὀποπάνακος γο β΄. χαλβάνης οὐγγίας β΄. μυελοῦ ἐλαφείου γο β΄. πεπέρεως γο β΄. τὰ τηκτὰ τήξας κατὰ τῶν ξηρῶν κατάχει καὶ ἑνώσας χρῶ. ἄλλο ἄκοπον πρὸς ἰσχιάδας καὶ καθόλου πρὸς πάντα. Ϛ σμύρνης μέρος ἓν, πυρέθρου μέρους Ϛ΄΄. λείοις παράχει γλεύκινον, ὥστε γλοιῶδες γενέσθαι τὸ φάρμακον, ἐπὶ δὲ τῆς χρείας ῥόδινον παραμιγνὺς χρῶ·
[Δαμοκράτους ἀκόπων σκευασίαι.]
Ὄντος δὲ πολλοῦ τοῖς φιλιάτροις λόγου
Ἀκόπων ἁπάντων χρήσεως καὶ μυρακόπων,
Φράσω τίν' ἐστὶ ταῦτα καὶ πῶς ὠφελεῖ,
Πῶς τε καθ' ἓν αὐτῶν σκευάσαι δεῖ φάρμακον.
Ποιεῖ μὲν οὖν ἅπαντα πρὸς νεύρων πόνους,
Σαρκός τε πάσης καὶ μυῶν, ὅσους κόπος
Καθεῖξεν ἢ ψῦξις ἢ δίχ' αἰτίας
Φανερᾶς ἐγένετο. τοῖς δ' ὅμοι' ἀλγήματα
Καὶ δυσπαθείας δεῖ φέρειν ταῦτα πολλάκις,
[1048] Τοῖς εὐαλώτοις ψύξεσίν τε καὶ κόποις,
Ἂν χρησάμενός τις πρότερον, οὕτως ἐξίῃ
Ἐπὶ τὰς δι' ἀνάγκην τοῦ βίου λειτουργίας,
Σαρκοῖ τ' ἀτροφοῦντά τινα μέρη τοῦ σώματος
Ἄν τις ἀναχρίῃ μετὰ τροφὴν τὰ πεπονθότα,
Καὶ δυσαναλήπτοις ἁρμόσει, γέρουσί τε
Χειμῶνος αὐτοῖς χρωμένοις εἰς ἑσπέραν.
Ὅσα δὲ ποιεῖ τῶν ἀκόπων, δι' ἑτέρων
Ἐροῦμεν, ὑποτάξαντες αὐτῶν ταῖς γραφαῖς
Ἢ καὶ προθέντες τῆς γραφῆς τὸ χρήσιμον.
Νυνὶ δὲ φήσω πῶς τὸ πρῶτον δεῖ ποιεῖν.
Ἀμμωνιακοῦ μὲν γὰρ γο ι΄.
Εἴτ' οὐγγίας ἐθέλει τις εἴτ' ἄλλον σταθμὸν,
Τὸ δ' αὐτὸ λιβάνου, χαλβάνης δὲ δ΄.
Ἐλαφείου μυελοῦ δ΄. καὶ δ΄.
Τῆς Ἀττικῆς πέμπουσι ταὐτὸν οἰσύπου,
Τερμινθίνης τε τῆς διαυγοῦς δ΄.
Μέλιτος καλοῦ τε προσφάτου πάλιν ι΄.
[1049] Ἴσον τε τούτῳ Ποντικοῦ κηροῦ σταθμὸν,
Στέατός τε χηνὸς προσφάτου μαλακοῦ ι΄.
Οἴνου Φαλερίνου ε΄. κοτύλας ἢ βραχὺ
Ἐλάττονας ἢ καὶ βραχὺ δαψιλεστέρας,
Παλαιοῦ τ' ἐλαίου τοῦ καλοῦ δὶς κ΄.
Πειρῶ δὲ τοῦτο μὴ δυσῶδες προσβαλεῖν,
Οὕτως γὰρ ἔσται προσφιλὲς τοῖς χρωμένοις.
Σκεύαζε δ' οὕτως. ἐν θυείᾳ μείζονι
Λίβανον καταθλάσας εἰς βραχεῖς χόνδρους πάνυ
Ἀμμωνιακόν τε παραχέων οἶνον εὐθέως,
Ἀφείς τε ταῦτα διαβραχῆναι συμμέτρως,
Λέαινε τῷ δοίδυκι καὶ μέλιτος πάχος
Ποιῶν, ἀποδίδου τὸ μέλι καὶ τὴν οἴσυπον
Καὶ τὸν ἐλάφειον μυελὸν, εἶτα ταῦθ' ἑνῶν
Ἐν τῇ θυείᾳ, τῆκε κηρὸν ἐν χύτρᾳ
Καὶ πᾶν ἔλαιον καὶ στέαρ καὶ χαλβάνην
Τερμινθίνην τε καὶ τακῆναι πάντ' ἀφεὶς,
Κατὰ τῶν ἐνόντων τῇ θυείᾳ καταχέων,
[1050] Καὶ μικρὰ δοίδυκι κινήσας, ἵν' ὑποψυγῇ,
Ταῖς χερσὶν ἀνάτριβε τότε ταῦτα πάνθ' ὁμοῦ,
Ἕως ἂν ἑνωθῇ πάντα καὶ μέλιτος λάβῃ
Ὑγροῦ καλοῦ τε τὸ πάχος, οὕτως τ' ἀποτίθου
Εἰς κασσιτερινὸν σκεῦος ἢ καὶ πύξινον,
Χρώμενος ἐπιμελῶς, ὡς κρατίστῳ φαρμάκῳ.
Ἔστιν δὲ καὶ γυναιξὶ συμφορώτατον
Ὅσαις ἐγένετο φλεγμονὴ τῆς ὑστέρας
Τὰς σκληρίας φέρουσα καὶ σκίῤῥου φόβον,
Ἐφ' ὧν κέλευε πεσσαρίῳ τὸ φάρμακον
Ἐγχρισθὲν οὕτως προστιθέναι ταῖς ὑστέραις.
Ποιεῖ δὲ τοῦτο καὶ πρὸς ὠτίων πόνους
Τοὺς χωρὶς ἕλκους, τοὺς σφοδροὺς δίχα ῥεύματος,
Σεργητικοῦ δὲ μῖξον ἰρίνου μύρου
Μέρος δ΄. ἢ γ΄. τῷ φαρμάκῳ,
Θερμῷ τε δεύσας ἔριον ἔνθες τῷ πόρῳ. Ἄλλο.
Καὶ χλωράκοπον τοῦτο δραστικὸν πάνυ,
[1051] Διὸ ταῖς καταρχαῖς τῶν πόνων μᾶλλον ποιεῖ,
Ἀρθριτικοῖς τε καὶ ποδαγρικοῖς συμφέρει,
Πρὸ τῶν βαλανείων τριβομένοις τῷ φαρμάκῳ,
Πόδας τε καὶ τὰ νεῦρα τὰ πεπαχυσμένα.
Οὕτω γὰρ ἔγνων γενομένους ὑγιεῖς τινας.
Ἔχει δὲ λιβανωτοῦ καλοῦ λίτραν α΄.
Ἀμμωνιακοῦ δὲ θυμιάματος λίτρας β΄.
Ἀφρονίτρου τε λευκοτάτου λίτραν α΄.
Τὸ δ' αὐτὸ καθάρας οἰσύπου τῆς Ἀττικῆς,
Σμύρνης τε χρηστῆς, χαλβάνης τῆς ἀξύλου,
Ὀποπάνακός τε τοῦ καθαροῦ. τούτων καθ' ἓν
Στήσας ἐπιμελῶς γο δὶς δ΄.
Εὐφορβίου γο δ΄. τοῦ προσφάτου,
Ἴσας τε ταύταις τραχέος λιμνησίου.
Καλοῦσι δὲ τοῦτ' ἀδάρκην, οἱ τὰ μίγματα
Ἐν Ἰταλίᾳ πωλοῦντες οἵ τ' ὠνούμενοι,
Κηροῦ σφόδρα καλοῦ Ποντικοῦ λίτρας β΄.
Τερμινθίνης τε τῆς καθαρᾶς λίτρας β΄ Ϛ΄΄.
[1052] Δαφνίνου ἐλαίου καὶ κυπρίνου καὶ γλευκίνου
Λίτραν μίαν ἑκάστ', ἰρίνου Σεργητικοῦ,
Παλαιοῦ δ' ἐλαίου, σχινίνου τε προσφάτου,
Τούτων ἑκάστου δύο πάλιν λίτρας σταθμῷ,
Ὄξους τὸ μέτριον. τούτῳ καὶ τὰ μίγματα
Τὰ ξηρὰ τρίψας ἐπὶ τὸν αὐτάρκη χρόνον,
Λείου ἐπιμελῶς προσβαλεῖς, τήξας μύρα,
Κηρόν τε, χαλβάνην τε καὶ τερμινθίνην,
Ὀπόν τε πάνακος, τἄλλα θ' ὑγρὰ μίγματα,
Καὶ κατακενώσας θερμὰ καὶ ζέοντ' ἔτι
Κατὰ τῆς θυείας. τῶν γ' ἐν αὐτῷ μιγμάτων
Ἀνάτριβε τῷ δοίδυκι χειρί τ' εὐτόνως,
Καὶ πάνθ' ἑνώσας ἀποτίθου τὸ φάρμακον
Εἰς πυξίδ' οἵαν εἶπον ἔμπροσθεν βραχύ.
Θαῤῥῶν δ' ἐπὶ πάντων κέχρησο τῶν κεχρονισμένων. Ἄλλο.
Καὶ τοῦτο δ' ἄκοπον εὐπόριστον καὶ καλὸν,
Καὶ μάλιστα χειμῶνος, ἔν γε ταῖς ὁδοῖς
Τοῖς εὐαλώτοισιν βοηθεῖν δυνάμενον.
[1053] Ἔχει δὲ καθαροῦ χαλβάνου γ΄. γο.
Ὀποπάνακος δὲ προσφάτου γο μίαν.
Ἄνθους ἁλὸς γ΄. οἰσύπου δὲ δ΄.
Ἀμμωνιακοῦ θυμιάματος τοῦ καλοῦ
Λίτρας η΄. κηροῦ λίτραν α΄. πιτυΐνης πεφρυγμένης,
Τῆς μὴ δυσώδους γο δὶς δ΄.
Λίτραν τ' ἐλαίου τοῦ Σαβίνου δὶς δ΄.
Πλεῖόν τε τοῦ χειμῶνος, ὡς λίτραν βάλ' εἰς
Οἴνου Φαλερίνου μέλανος γο ι΄.
Σκεύαζε δ' οὕτως. ἐν θυείᾳ
Ἀμμωνιακὸν κατάθλασον, εἶτ' οἶνον βαλὼν,
Διάβρεξον ὀλίγον καὶ λεάνας ἐπιμελῶς,
Πρόσβαλλ' ἁλὸς ἄνθους καὶ τὸν οἴσυπον τότε,
Εἶτ' ἐκλεαίνων καὶ μέλιτος ποιῶν πάχος,
Τὰ τηκτὰ τήξας, ὕστερον τὴν χαλβάνην
Καὶ τὸν ὀποπάνακα προσβαλὼν τῆξον πάλιν,
Κατάχει τε τῶν ἔμπροσθε λείων γεγονότων
Ἐν τῇ θυείᾳ καὶ καλῶς ἡνωμένων,
[1054] Οὕτω τε μίξας θερμὸν ἔτι τὸ φάρμακον
Ταῖς χερσὶν, ἀπόθου εἰς ὑελοῦν ἀγγεῖον.
Ἄλλο μυράκοπον.
Καὶ μυράκοπον δὲ τοῦτο τῶν ἄγαν καλῶν.
Ἡδὺ γὰρ ὑπάρχει καὶ βοηθεῖ δραστικῶς
Πρὸς τοὺς πόνους, οὓς εἶπον ἔμπροσθεν βραχύ.
Στακτῆς δὲ ἔχει τῆς καλῆς τρεῖς οὐγγίας,
Ὀποβαλσάμου γ΄. καὶ μέλιτος γ΄. Ἀττικοῦ,
Κηροῦ τε καθαροῦ Ποντικοῦ γ΄. κροκίνου,
Μύρου δὲ Συριακοῦ γο δ΄.
Ἀμμωνιακοῦ λευκοτάτου, λείου τε ἁλός.
Γο β΄. μίαν δὲ καὶ ἓν μέρος
Τερμινθίνης λευκῆς τε καὶ κεκαθαρμένης,
Τοῦ κινναμώμου δὲ καὶ μαλαβάθρου λίτραν
Μίαν προσαπόδος καὶ μέρος λίτρας τρίτον.
Ἂν μὴ παρῇ δὲ μαλάβαθρόν σοι κατὰ τύχην,
Πρόσβαλλε νάρδου ταὐτὸ τῆς Γαγγίτιδος.
Μύρον δὲ τοῦτο τῶν μετρίως ἐστὶν καλῶν,
[1055] Ἱκανῶς δὲ φαρμακῶδες, ὡς οὐκ ἄλλο τι.
Ἢ ταὐτὸν ὁμοίως ἰρίνου Σεργητικοῦ,
Ἢ Κυζικηνοῦ, τοῦτο δὲ ἀμαρακίνου.
Τούτοις δὲ χρήσει μὴ παρόντος, ὡς ἔφην,
Τοῦ μαλαβάθρου. μέτριον γὰρ οἶμαι μυράκοπον,
Οὐδὲν ἔλαττον ὠφελοῦν τοὺς χρωμένους.
Σκεύαζε δ' οὕτως. ἀναλεάνας ἐπιμελῶς
Πρόσβαλλε τὸ μέλι καὶ λεάνας συμμέτρως,
Στακτήν τε μίξας κὠποβάλσαμον, πάλιν
Λέαινε ἐπιμελῶς καθαρὰν τερμινθίνην,
Κηρόν τε καὶ τὸ κρόκινον εἰς διπλοῦν βαλὼν
Ἀγγεῖον ὕδατι τῆκε τὰ προειρημένα,
Περὶ δεῖλον ἐν ἑτέρᾳ χύτρᾳ.
Τήξας δὲ ταῦτα παρέγχει μαλάβαθρον,
Καὶ πάνθ' ἑνώσας συμμέτρως, ὡς μὴ ζέσαι,
Βάσταζε τὸ διπλοῦν σκευάριον ἐκ τῆς χύτρας,
Ψύξας τ' ἐπιμελῶς καὶ ξύσας τὸ φάρμακον,
Προσεμβαλών τε τοῖς πρότερον εἰρημένοις
Ἐν τῇ θυείᾳ πάλιν λέαιν' ἕως καλῶς
[1056] Ἅπαν ἑνωθῇ καὶ γένηθ' ἓν φάρμακον.
Εἰ δ' αὐτὸ βούλει δραστικώτερον ποιεῖν
Πρὸς τὰ νεῦρά τε καὶ τὰ κεχρονισμένα
Καὶ τὰς διαθέσεις τάς τε τῶν μυῶν τάσεις,
Εὐφορβίου τε καλοῦ καὶ ἔτι προσφάτου
Γο β΄. τῷ παντὶ κατάμιξον σταθμῷ,
Τοῖς θ' ἁλσὶ καὶ τῷ μέλιτι τῷ τ' ὀποβαλσάμῳ
Συνεκλεάνας πρότερον αὐτάρκει χρόνῳ.
Οὕτως δ' ἑνώσας πάντα τὰ προειρημένα,
Εἰς πυξίδ' ἀπόθου ἢ εἰς ὑελοῦν ἀγγεῖον,
Ἀπὸ τῶν βαλανείων μᾶλλον αὐτῷ χρώμενος.
Βασιλεῖ δὲ ποιῶν καὶ Σεβαστῷ μυράκοπον.
Σκεύαζε ῥᾷστα τοῦτο καὶ χωρὶς πυρὸς
Ἔχον ὀποβαλσάμου μέτρον ὡς γ΄. οὐγγίας.
Καὶ τοῦ κρατίστου δὲ μαλαβάθρου γο
Ιε΄. κινναμώμου τοῦ καλοῦ ταὐτὸ,
Κηροῦ δ' ἀνόσμου λευκοτάτου δραχμὰς ι΄.
[1057] Σκεύαζε δ' αὐτὸ μαλαβάθρου τρίτον μέρος.
Καὶ κηρὸν εἰς ἐλάχιστα κατατετμημένον,
Εἰς ἀργυρᾶν ἔμβαλε λεπτὴν φιάλην.
Τήξας ἐφ' ὕδατος θερμοτάτου ψύξας ξύσον,
Καὶ προσβαλὼν λεῖα ἐν τῷ ὀποβαλσάμῳ
Καὶ κινναμώμῳ, τρῖβε πάλιν ἑνῶν ἅπαν,
Τότε λοιπὸν αὐτοῖς μαλάβαθρον παρεγχέας,
Τρίβων ἕνωσον χερσὶν, οὕτω τ' ἀποτίθου
Εἰς ἀργυροῦν σκευάριον ἢ ὑελοῦν παχὺ,
Οὕτως γὰρ ἕξεις ἀσφαλῶς τὸ φάρμακον.
Τρίτον δὲ λίτρας προσβαλὼν Γαγγιτικῆς,
Νάρδου ποιήσεις γλυκύτερον τὸ φάρμακον.
Καὶ κρεῖσσον πρὸς τὰς διαθέσεις τὰς προσφάτους
Σύγχρισμα. ἂν μὴ παρῇ δὲ κιννάμωμον, οὐ βαλὼν
Ἕξεις ἐλαχίστως μεῖον, ἀλλ' ὄντως καλὸν,
Καὶ παντὸς ἄλλου μυρακόπου κρεῖσσον πολύ.
Εἰ δ' αὐτὸ βούλει δραστικώτερον ποιεῖν
[1058] Πρὸς ἃς προεῖπον διαθέσεις, Ἀτλαντικοῦ
Εὐφορβίου πρόσβαλλε δραχμὰς δ΄.
Ἔσται γὰρ οὕτως ἡδὺ καὶ δραστήριον,
Κᾂν ᾖ δι' ὀλίγων μιγμάτων συγκείμενον.
Τινὰς δ' ἐπέγνων στέασι πολλοῖς χρωμένους
Μυελοῦ τε πολλοῦ καί τινων ἀρωμάτων,
Ὀποῖς τε καὶ μύροισι κἀλαίοις τισὶν,
Οἷς πάλιν ἀμέλει χρησάμενος ἔγνων ὅτι
Ἀπειροκάλων τοιαῦτα καὶ μὴ κεκρικότων
Τὰ μίγματα, τάς τε ἁπλὰς τούτων φύσεις.