[643] Τί ποτε σημαίνει τὸ τοῦ κώματος ὄνομα παρ' Ἱπποκράτει; πότερον τὴν εἰς ὕπνον καταφοράν, ὥς τινες τῶν ἐξηγησαμένων ἔφασαν; ‹ἢ› ὕπνον αὐτόν; ἤ, καθάπερ ἄλλοι, τὴν ὑπνώδη καταφοράν; καὶ γὰρ καὶ οὕτως ὠνόμασάν τινες, ἐν συνθέτῳ προσηγορίᾳ τὴν ἐξήγησιν ποιησάμενοι· τινὲς δὲ οὐδὲν μὲν τούτων, τὴν ληθαργικὴν δὲ καταφορὰν κῶμα πρὸς τἀνδρὸς ὀνομάζεσθαί φασιν.
παρὰ μὲν τῶν ἄλλων παλαιῶν οὐδεμία γένοιτ' ἂν μεγάλη μαρτυρία· [644] καὶ γὰρ εἰ ὅτι μάλιστα καθ' ἑτέρου πράγματος ἐκεῖνοι τοὔνομα φέρουσιν, οὐδὲν κωλύει τὸν Ἱπποκράτην διαφερόντως χρῆσθαι. αὐτίκα παρὰ τῷ ποιητῇ δόξειεν ἂν ὕπνον δηλοῦν τοὔνομα·
ἦ με μάλ' αἰνοπαθῆ μαλακὸν περὶ κῶμ' ἐκάλυψεν
καὶ
ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα.
ἀλλ' οὐχ Ἱπποκράτης οὕτω φαίνεται χρώμενος, εἴ γε καὶ μετὰ ἀγρυπνίας πολλάκις τὸ κῶμα γίγνεσθαί φησι καὶ φρενιτικοῖς συνεδρεύειν. ἐν ἀρχῇ μὲν τοῦ Προρρητικοῦ τάδε γράφει· "οἱ κωματώδεες ἐν ἀρχῇσι ‹γινόμενοι› μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες ἆρά γε φρενιτικοί εἰσιν;" ἐν δὲ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν (‹ἵν'› ἀπό τινων τῶν ὁμολογουμένων αὐτοῦ γνησίων βιβλίων λάβωμεν τὰς μαρτυρίας) ὧδέ πώς φησιν· "ἑνδεκάτῃ κατενόει, κωματώδης δ' ἦν, οὖρα πολλά, λεπτά, μέλανα, ἄγρυπνος." εἶτ' ἐφεξῆς ταῦτά φησι· "τὰ τῶν οὔρων ἦν διὰ τέλους μέλανα καὶ λεπτά, ὑδατώδεα, κῶμα παρείπετο, ἀπόσιτος, ἄγρυπνος, ἄθυμος." ἐν πάσαις γὰρ ταῖς εἰρημέναις [645] ῥήσεσιν ἀγρυπνίας καὶ κώματος φαίνεται μνημονεύων. ἕτερον δ' ἄρρωστον αὖθις γράφων ἐν τῷ αὐτῷ βιβλίῳ φησί· "τούτῳ διὰ τέλους, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλία ταραχώδης, οὖρα λεπτά, μέλανα, κωματώδης, ἄγρυπνος." ὥστ' ἄντικρυς εἶναι δῆλον, ὅτι μηδ' ὕπνον μηδὲ καταφορὰν παρ' αὐτῷ δηλοῖ τὸ τοῦ κώματος ὄνομα.
διὰ τοῦτο, οἶμαι, τινὲς τῶν ἐξηγητῶν ἀπὸ τοῦ κωμάζειν φασὶ τοὺς κωματώδεις ὠνομάσθαι· ἐγρηγορέναι μὲν γὰρ καὶ τοὺς κωμάζοντας, ἐγρηγορέναι δὲ καὶ τοὺς κωματώδεις· καὶ νὴ Δί', ὥσπερ οἱ κωμάζοντες οὐ πάνυ τι κατανεύουσιν, ‹οὕτως οὐδὲ› τοὺς κωματίζοντας (καὶ μάλιστα τοῖν ὀφθαλμοῖν· ὑγρούς τε γὰρ εἶναι καὶ ἐρυθροὺς καὶ ἀστηρίκτους καὶ ἐνδεδυμένους), ἀλλὰ τὸ πᾶν ἀμφοτέροις σῶμα σφαλερὸν ἐν ταῖς κινήσεσι καὶ ἀκρατές· αὐτὸν διὰ τοῦτο καὶ τὸν Ἱπποκράτην περὶ τῆς ὅλης συνδρομῆς ἀπορεῖν, εἴτε χρὴ φρενιτικοὺς αὐτοὺς ὀνομάζειν εἴτ' ἄλλο τι· φρενιτικοὺς μὲν γὰρ εὐλαβεῖσθαι καλεῖν μηδέπω παραπαίοντας, ἅπαντα δ' ὁρῶντα συμπτώματα φρενιτικὰ (καὶ γὰρ κεφαλήν, ὀσφύν, ὑποχόνδριον καὶ τράχηλον ἀλγοῦντα ‹ὅσα τε ἄλλα φρενιτικοῖς οὖσιν [646] αὐτοῖς πρόσεστι›) μήτε σφάλμα τι μήτ' ἄγνοιαν μήτ' ἀπορίαν μηδεμίαν ὑποστέλλεσθαι.
ταῦθ' ὡς μὲν οὐκ ἔχει πιθανῶς, οὐδεὶς ‹ἂν› ἀντείποι· οὐδὲ μὴν ἱκανῶς ἐμοὶ γοῦν οὐδὲ μετὰ ἀποδείξεως εἰρῆσθαι δοκεῖ. ἐχρῆν γὰρ ἐξ Ἱπποκράτους αὐτοῦ τὴν ἐξήγησιν ποιεῖσθαι τῆς λέξεως, ἵνα μὴ μόνον ὅτι πιθανῶς εἴρηται λέγειν ἔχωμεν, ἀλλ' ὅτι καὶ κατὰ τὴν ἐκείνου γνώμην. οὐ γὰρ ἡγοῦμαι τοῦτο χρῆναι σκοπεῖσθαι μόνον τὸν ἀγαθὸν ἐξηγητήν, εἰ πιθανῶς ἢ ἀληθῶς εἴρηκεν, ἀλλ' εἰ καὶ τῆς γνώμης ἔχεται τοῦ συγγραφέως. ὅπερ οὐκ ἔνι τῷ πρόσθεν λόγῳ.
καίτοι γε μέρος τι τῆς περὶ τοὔνομα γνώμης τοῦ παλαιοῦ δέδεικται διὰ τῶν ῥήσεων, ἐν οἷς ἀγρυπνίαν τὸ κῶμα γνοὺς ἐφαίνετο, καί τις ἴσως ἔχειν ἤδη τὸ πᾶν δόξειεν ἄν· ἀλλ', ἂν βραχὺ περιμείνας ἀκούσῃ ἐκ τοῦ αὐτοῦ βιβλίου τοῦ τρίτου τῶν Ἐπιδημιῶν ῥήσεων ἑτέρων, οὐχ ὅπως τὸ πᾶν, ἀλλ' οὐδὲ τὸ ἥμισυ τοῦ παντὸς ἑαυτὸν εὑρήσει γιγνώσκοντα.
Σκόπει γοῦν, ἐπί τινος ἀρρώστου γυναικὸς ἃ λέγει· "ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, Ἱκέτεω γυναῖκα, πῦρ ἔλαβεν· ἀρχομένη [647] κωματώδης καὶ πάλιν ἄγρυπνος." φαίνεται γὰρ διαστέλλων κατὰ ἀντίθεσιν τὸ κῶμα τῆς ἀγρυπνίας ὡς ἐναντία. αὖθις δ' ἐν τῇ λοιμώδει καταστάσει· "κωματώδεισ", φησίν, "ἐπὶ πολλοῖς καὶ πάλιν ἄγρυπνοι." καὶ μετ' ὀλίγα· "διὰ παντὸς δὲ τοῖς πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο ἢ μικροὺς καὶ λεπτοὺς ὕπνους κοιμᾶσθαι." καὶ πάλιν· "ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς, κατ' ἀρχὰς συνεχής, καυσώδης, ἀρχόμενος κωματώδης καὶ πάλιν ἄγρυπνος." ἐν ἅπασι γὰρ τούτοις ἀντιτίθησι τὴν ἀγρυπνίαν τῷ κώματι, συνήθως οὖν οὕτως ἑρμηνεύων· μυριάκις γοῦν εὑρήσεις αὐτόν, ὅταν ἐναντίων πραγμάτων μνημονεύῃ, τὸν τρόπον τοῦτον γράφοντα, μᾶλλον δὲ οὐδέποτ' ἄλλως. οἷον ἐκ πολλῶν ὀλίγα παραγράψω ἐκ ταὐτοῦ βιβλίου· κάλλιον γὰρ ἐξ ἑνὸς εἶναι δοκεῖ πάντα τὰ παραδείγματα λαβεῖν.
δύο γυναῖκας ἀναγράφων πρὸ τῆς λοιμώδους καταστάσεως, ἐπὶ [648] μὲν τῆς προτέρας φησίν· ‹"πέμπτῃ πάντα παρωξύνθη, πολλὰ παρέλεγε καὶ πάλιν ταχὺ κατενόει"›, ἑξῆς δ' ἐν τῷ λοιμῷ πολλοὺς ἀρρώστους γράφει, πρῶτον δὲ ἁπάντων, οὗ μικρὸν πρόσθεν ἐμνημόνευσα, ποικίλως τε καὶ ἀνωμάλως νοσήσαντα καὶ πολλὰς πολλάκις ἐπὶ τἀναντία μεταβολὰς ποιησάμενον· ἄρχεται δὲ τοῦτον τὸν τρόπον· "ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς." ἀλλ' οὐδὲν εἰς τὸν παρόντα λόγον χρεία ‹τῶν› πρώτων ἡμερῶν, ὧν δὲ χρῄζω, τούτων μνημονεύσω. "ἑνδεκάτῃ ἵδρωσεν οὐ δι' ὅλου, περιέψυξεν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη"· σαφῶς γὰρ ‹τῷ "περιέψυξε" τὸ "ἀνεθερμάνθη"
[649] ἐναντίον. ἑξῆς δέ· "τριακοστῇ τετάρτῃ ἄπυρος, κοιλίη οὐ ξυνίστατο, καὶ πάλιν ἀνεθερμάνθη. τεσσαρακοστῇ› ἄπυρος, κοιλίη ξυνέστη χρόνον οὐ πολύν, ἀπόσιτος, μικρὰ ‹πάλιν› ἐπύρεξεν." ὅρα δὲ καὶ τὰ ἐφεξῆς πάλιν· "εἰ γάρ τι διαλείποι καὶ διακουφίσαι, πάλιν ταχὺ ὑπέστρεφεν"· ἐναντίον γὰρ τῷ διακουφίσαι τὸ ὑποστρέψαι. "καὶ τὰ κατὰ κοιλίην", φησί, "συνιστάμενα καὶ πάλιν διαλυόμενα"· τὸ γὰρ συνίστασθαι τῷ διαλύεσθαι ἐναντίον. ἑξῆς δ' ἑτέραν ἄρρωστον ἐκτιθέμενος· "ὀγδόῃ", φησί, "πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας, καὶ πάλιν ταχὺ κατενόει." καὶ πάλιν ἑξῆς· "εἰκοστῇ μικρὰ περιέψυξεν, καὶ ταχὺ πάλιν ἀνεθερμάνθη." καὶ αὖθις πάλιν· "ἑβδόμῃ καὶ εἰκοστῇ ἄπυρος, κοιλίη ξυνέστη· οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πολύν, πυρετοὶ [650] δὲ πάλιν παρείποντο." εἶτ' ἐφεξῆς· "καὶ τὰς ἑπομένας ἄφωνος, καὶ πάλιν διελέγετο."
ἀλλὰ τί δεῖ μακρολογεῖν ἁπάντων μνημονεύοντα μυρίων μυριάκις ὄντων; οὕτω πολὺ παρ' αὐτῷ τὸ τοιοῦτον εἶδος τῆς ἑρμηνείας, ὡς, ὅταν λέγῃ "κωματώδης καὶ πάλιν ἄγρυπνοσ", ἐναργῶς ἀντιτίθησι τῇ ἀγρυπνίᾳ τὸ κῶμα. καὶ μὴν 'ἀγρυπνίᾳ' καὶ καταφορὰν ‹εἰς› ὕπνον ἔχεις ἀντιθεῖναι· οὐδὲν ἄλλο τοίνυν θάτερον ἀναφαίνεται πάλιν ἐκ τοῦ κώματος σημαινόμενον. τί δέ, ὅταν λέγῃ "κατεῖχε δὲ ἢ τὸ κῶμα συνεχές, οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι"; καὶ γάρ ἐστιν καὶ τὸ τοιοῦτον εἶδος τῆς ἑρμηνείας ἴδιον Ἱπποκράτει, ἐπισημαίνεσθαι ταύτῃ συνέπεσθαι μὲν εἰωθότα, νῦν δ' οὐχ ἑπόμενα παρὰ λόγον· οἷον ὅταν εἴπῃ "οἱ μὲν οὖν καῦσοι ἐλάχιστοί τε ἐγένοντο, καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν· οὔτε γὰρ αἱμορραγίη, ‹εἰ› μὴ πάνυ μικρὰ καὶ ὀλίγοισιν, οὔτε παράληροι". καὶ μετ' ὀλίγα "οὐδ' ἀποθανόντα οὐδένα οἶδα τότε καύσῳ οὐδὲ φρενιτικὰ τότε γενόμενα". δι' ἃ λάβρον ἐκ ῥινῶν αἱμορραγεῖν, ἅπτεσθαι τῆς διανοίας, ὀξεῖς σχεῖν κινδύνους μηδὲν ἀπαντῆσαι [651] τηνικαῦτα ὁμοίως ἐπισημαίνεται. καὶ τὸ ἐπιφερόμενον δὲ "οὐδὲ φρενιτικὰ οἶδα τότε γενόμενα" κατὰ τὸν αὐτὸν εἴρηται λόγον. ἐπεὶ γὰρ ταῖς αὐταῖς καταστάσεσι καὶ τοῖς αὐτοῖς αἰτίοις οἵ τε καῦσοι καὶ ‹αἱ› φρενίτιδες ἀμέλει κατὰ τὴν ὥραν πλεονάζουσι τὴν θερινὴν καὶ ἐν χωρίοις θερμοτέροις καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων καὶ ἐν φύσεσι θερμοτέραις καὶ διαιτήμασιν ὡσαύτως καὶ ἐπιτηδεύμασιν, ‹καὶ› τὰ φρενιτικὰ πλεονάζειν ἀξιοῦν ἦν, ὡς παράλογον ἐπισημήνασθαι τὸ ἀπαντῆσαν 'φρενίτιδες μὲν οὐδ' ὅλως ἐγένοντο, καῦσοι δὲ πολλοί'.
κατὰ τὴν αὐτὴν γνώμην εἴρηται καὶ ταῦτα· "ἦν δ' ἡ κατάστασις τῶν γινομένων καύσων ὧδε· ἀρχόμενοι κωματώδεες, ἀσώδεες, φρικώδεες, ‹πυρετὸς ὀξύς, οὐδὲ διψώδεες› λίην οὐδὲ παράληροι"· καὶ μετ' ὀλίγον "οὔτε γὰρ ᾑμορράγει καλῶς οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγένετο κρίσιμος." ἐκεῖνα δὲ πῶς εἴρηται "ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖς ἑτερόρροπα, καὶ ἐξ ἀμφοτέρων τοῖσι πλείστοισιν [652] ἀπείροισιν ὀρθοστάδην, ἔστι δ' οἷς μικρὰ ἐπεθερμαίνοντο, κατέσβη πᾶσιν ἀσινέως, οὐδ' ἐξεπύησεν οὐδέν, ὥσπερ τὰ ἐξ ἄλλων προφάσεων"; ὄντως γὰρ παράλογον μηδὲν ἐκπυῆσαι καὶ οὐκ εἰθισμένον πάντως. εἶτ' ἐπιφέρει· "ἦν δ' ὁ τρόπος αὐτῶν χαῦνα, μεγάλα, ‹κεχυμένα›, οὐ μετὰ φλεγμονῆσ"· παράλογον γὰρ χωρὶς φλεγμονῆς ἅπασι γενέσθαι τὰς περὶ τὰ ὦτα ἀποστάσεις.
ὥστε ‹φέρων› πάλιν κἀνταῦθα τὸ κῶμα φαίνεται ‹κατὰ τῆς› καταφορᾶς τῆς ὑπνώδους, ὅταν λέγῃ· "ἦν δὲ τὸ κῶμα συνεχές, οὐχ ὑπνῶδεσ"· ὡς γὰρ ὑπνῶδες εἶναι δέον αὐτὸ καὶ ὡς τοιοῦτον ἀεὶ γιγνόμενον εἶτα νῦν παραλόγως οὐ γιγνόμενον ἐπισημαίνεται. τί δ', ὅταν ἐν ταὐτῷ βιβλίῳ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐπὶ τοῦ "Πυθίωνοσ" εἴπῃ "ἐννάτῃ κωματώδης, ἀσώδης, ὅτε διεγείροιτο"; σαφῶς γὰρ κἀνταῦθα τὸ κῶμα καταφοράν τινα δηλοῦν ἔοικεν.
ἀλλ' οὐχ οἷόν τε, φασίν, ἅμα καταφέρεσθαι καὶ ἀγρυπνεῖν. ταῦτα γὰρ οἱ θαυμαστοὶ λέγουσιν ἐξηγηταί, μὴ γιγνώσκοντες, ὅτι δύο εἰσὶν εἴδη καταφορᾶς, ‹ὡς› οἵ τε δοκιμώτατοι τῶν ἰατρῶν γεγράφασι καὶ αὐτὰ τὰ γιγνόμενα μαρτυρεῖ. [662] ἀποροῦντος φανερῶς τοῦ Ἱπποκράτους καὶ μὴ τολμῶντος ἀποφήνασθαι βεβαίως ὑπὲρ αὐτῶν, ὥσπερ ἀμέλει πολλάκις φαίνεται ποιῶν.
ἀρκέσει δ' ἓν ἢ δύο παραδείγματα χάριν τοῦ μὴ διατρίβειν ἐπὶ πλέον ἐν οὕτω σαφεῖ πράγματι. ἐν μὲν οὖν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν φησι· "μετὰ δὲ ταῦτα δυσεντεριώδεες ἐγένοντο· ἆρά γε, ὅτι οὔρησαν ὑδατώδεα; σκεπτέον." ἐνταῦθα τὸ "σκεπτέον" προσκείμενον οὐδὲ τὸν ἀναιδέστατον ἄλλως ἀκούειν ἐάσει τοῦ ‹"ἆρα"› συνδέσμου πλὴν ὡς ἀπορητικοῦ· ‹ὡς εὐλαβούμενος γάρ φησιν οὕτωσ›. ἐν δὲ τῷ ἕκτῳ τῶν Ἐπιδημιῶν "τὸ ‹μετ' οὔρησιν› σύναγμα", φησί, "παιδίοις ‹μᾶλλον›· ἆρά γε, ‹ὅτι› ἔνθερμα;" ἐν αὐτῷ δὲ τῷ Προρρητικῷ "ἐν φρενιτικοῖς λευκὴ διαχώρησις κακόν· ἆρά ‹γε› ἐπὶ τούτοις καὶ νωθρότης;" καὶ πάλιν [663] "ἀφωνίη πνεύματος ἐν τοῖς πνιγομένοις οὐ πρόχειρον πονηρόν. ἆρά γε καὶ παρακρουστικοῖς οὐ τοιόνδε;" εἰ τοίνυν χρὴ κεφαλὴν ἐπιδοῦναι τῷ λόγῳ, καὶ μήτ' ἄλλος τις τῶν Ἑλλήνων οὕτως κέχρηται τῷ "ἆρα" συνδέσμῳ μήθ' Ἱπποκράτης αὐτός, ὡς ἐγὼ νῦν ἔδειξα, μέμψαιτ' ἄν τις, οἶμαι, τοὺς ἐξηγησαμένους ὡς οὐκ ἀπορητικὸν σύνδεσμον.
Καίτοι χαλεπώτερον ἐμαυτῷ τὸν λόγον ἐπίσταμαι ποιῶν. διωρισμένης γὰρ τῆς ὑπνώδους καταφορᾶς ἀπὸ τῆς οὐχ ὑπνώδους φρενίτιδος οὔσης, πῶς ἂν ἔτι δεόντως ἀπορῶν φαίνοιτο καὶ ‹μὴ› βεβαίως ἀποφαινόμενος φρενιτικοὺς εἶναι τοὺς τοιούτους; ἀλλ' (ἧττον γὰρ ἐμοὶ μέλει τῆς ἐν τοῖς λόγοις χαλεπότητος ἢ τῆς ἀληθείας) ὅτι τε ἀπορητικός ἐστιν ὁ σύνδεσμος ὁμολογῶ καὶ δείξω τὴν αἰτίαν, δι' ἣν οὐκ ἐτόλμησε φρενιτικοὺς εἶναι τοὺς τοιούτους ἀποφήνασθαι ὁ Ἱπποκράτης, ἀλλ' ἔτι ἀπορεῖ.
τὸ γὰρ "ἐν ἀρχῇσι" προσκείμενον τὴν πᾶσαν ἔχει τοῦ λόγου δύναμιν, ὃ παραλείπουσιν οἱ πολλοὶ τῶν ἐξηγητῶν ὥσπερ μάτην προσγεγραμμένον. παραπλήσιον γάρ τι συμβαίνει πολλῶν ἀρχομένοις νοσημάτων, [664] οἷον ἔν τισι τῶν μεθυσθέντων ἔστιν ἰδεῖν γιγνόμενον· ὅταν μὲν κωματώδεις ὦσι, καὶ σφάλλονται καὶ βαρῶσι τὴν κεφαλὴν καὶ μηδ' εἰ βιάζοιντο διαίρειν δύνανται τὰ βλέφαρα, δι' αὐτὸ δ' αὖ πάλιν τοῦτο τὸ βάρος ὑπνοῦν ἀδυνατοῦσιν ἀσώμενοι καὶ στρεφόμενοι καὶ ῥιπτοῦντες ἑαυτοὺς καὶ μεταβάλλοντες ἄλλοτε εἰς ἄλλο σχῆμα. ταῦτα γὰρ ἔστιν ἰδεῖν πολλάκις ἐπὶ τῶν μεθυσθέντων γιγνόμενα, πληρωθείσης αὐτῶν ἐν τῇ μέθῃ τῆς κεφαλῆς, εἶτα ὑπὸ τοῦ βάρους ἅμα τ' εἰς κῶμα κατασπώσης ἅμα τε ὕπνον κωλυούσης.
οὕτως οὖν καὶ πλήθους ἀπέπτου τὴν κεφαλὴν κατειληφότος ἄγρυπνοί τε ἅμα καὶ κωματώδεις εἰσίν. καὶ τοῦτο κατ' ἀρχὰς γενόμενον ἔστιν ὅτε μὲν ἐπέφθη καλῶς, ὥσπερ κἂν ἐξ οἴνου τοιοῦτον εἴη γεγονός (ἀλλ' οὕτως μὲν οὔτε λήθαργος οὔτε φρενῖτις ἠκολούθησεν), ἔστιν ὅτε ‹δὲ› δριμὺ γενόμενον εἰς φρενῖτιν ἐτελεύτησε. πολλοῖς δ' αὖ τὸ μὲν λεπτότερον ἢ πεφθὲν ἢ διαφορηθὲν ἐκενώθη, ὑπέμεινε δὲ τὸ παχύτερον, καὶ οὕτω λήθαργος ἐπεγένετο.
προεληλυθότος μὲν τοῦ τοιούτου νοσήματος ἡ τοιαύτη διάθεσις, ὡς μὲν ἡμεῖς ἐδείξαμεν, ἐγγὺς ἤδη φρενίτιδος, ὡς δὲ οἱ τὸ μικτὸν [665] πάθος ἐκ ληθάργου καὶ φρενίτιδος εἰσάγοντες ὑπολαμβάνουσιν, ἐκείνῳ δόξειεν ἂν εἶναι συγγενεστέρα. πότερον δ' ἤδη τοὺς οὕτως ἔχοντας ὀνομάζειν χρὴ φρενιτικοὺς ἢ ὀλίγον ὕστερον ἔσεσθαι ‹προσδοκᾶν›, τοῦθ' ἑτέρας ἂν εἴη σκέψεως οὔτ' ὠφελούσης τι τὰ νῦν προκείμενα καὶ ἄλλως οὐκ εὖ διατε‹θείσης διὰ› τοῦ "εἰσίν", ὃ καὶ τινὲς μὲν προσγράφουσι τῷ "ἆρα φρενιτικοί", τινὲς δὲ οὔ.