[961] Τῶν τοὺς σφυγμοὺς τρεπόντων αἰτίων τὰ μὲν τῆς γενέσεως αὐτῶν ἐστιν αἴτια, τὰ δὲ τῆς ἀλλοιώσεως μόνον· τῆς γενέσεως μὲν ἥ τε χρεία δι' ἣν γίνονται καὶ ἡ δύναμις ὑφ' ἧς καὶ τὰ ὄργανα δι' ὧν διατείνονται, τῆς δ' ἀλλοιώσεως τὰ λοιπὰ πάντα τά τε προηγούμενα καλούμενα καὶ τὰ τούτων ἔτι προκατάρχοντα. τριττὸν γὰρ δὴ τὸ γένος τῶν αἰτίων οὐκ ἐν σφυγμοῖς μόνον, ἀλλὰ κᾀν τοῖς ἄλλοις ἅπασιν, ἓν μὲν τὸ πρῶτόν τε καὶ κυριώτατον, ὃ δὴ καὶ [962] συνεκτικὸν καλοῦσιν, ἀπὸ τοῦ συνέχειν αὐτῶν τὴν οὐσίαν ὠνομασμένον, ὅπερ, ὡς ἔμπροσθεν ἐῤῥέθη, γενέσεως αἴτιον. τὰ δ' ἄλλα δύο γένη τοῦ μὲν γίνεσθαι τοὺς σφυγμοὺς ἀναίτια, τοῦ δὲ γεγενημένους τρέπειν αἴτια. πάχος γοῦν χυμῶν, ἢ πλῆθος, ἢ γλισχρότης, ἢ δριμύτης ποιεῖν μὲν οὐ δύνανται σφυγμοὺς, ἀλλοιοῦν δὲ δύνανται. οὕτω δὲ καὶ ψυχρὸν λουτρὸν, ἢ θερμὸν, καὶ χειμὼν καὶ θέρος καὶ ὅλως κρύος καὶ θάλπος, ἀλλοιώσεως μὲν σφυγμῶν αἴτια, γεννήσεως δ' οὐκ ἔστι. ταυτὶ μὲν οὖν τὰ νῦν εἰρημένα προκαταρκτικὰ λέγεται, τὰ δ' ἔτι τούτων ἔμπροσθεν τὰ κατὰ τοὺς χυμοὺς προηγούμενα. καθόλου γὰρ εἰπεῖν ὅσα μὲν ἔξωθεν ὄντα τοῦ σώματος ἀλλοιοῖ τι τῶν κατ' αὐτὸ προκαταρκτικὰ λέγεται, προκατάρχοντά γε δὴ τῶν ἐν τῷ σώματι διαθέσεων. αὗται δὲ αἱ διαθέσεις ὅταν τὰ συνεκτικὰ τρέπωσι, προηγούμεναι γίνονται αὐτῶν αἰτίαι. φέρε γὰρ ὑπὸ προσπεσόντος ἔξωθεν ψυχροῦ πυκνωθῆναι μὲν τὸ δέρμα, διὰ δὲ τὴν τούτου πύκνωσιν ἐπισχεθῆναι τὴν κατὰ φύσιν διαπνοὴν, ἐπισχεθεῖσαν δ' ἀροισθῆναι, κᾄπειθ' οὕτως ἐξάψαι πυρετὸν, ἐφ' ᾧ τὴν χρείαν [963] τῶν σφυγμῶν ἀλλοιωθῆναι, καὶ διὰ τοῦτο καὶ τοὺς σφυγμοὺς, ἐνταῦθα προκαταρκτικὸν μὲν αἴτιον τὸ προσπεσὸν ἔξωθεν ψυχρὸν, τὰ δ' ἄλλα πάντα τὰ μέχρι τῆς χρείας τῶν σφυγμῶν προηγούμενα. διὰ μέσων οὖν τῶν προηγουμένων τὸ προκαταρκτικὸν αἴτιον, ἀλλοιῶσαν τὴν χρείαν τῶν σφυγμῶν ἓν οὖσαν τῶν συνεκτικῶν αἰτίων, ἔτρεψεν οὕτω καὶ αὐτοὺς τοὺς σφυγμούς. οὐ γὰρ ἐνδέχεται τραπῆναι μέν τινα συνεκτικὴν αἰτίαν, ἄτρεπτον δὲ μεῖναι τὸ πρὸς αὐτῆς ἀποτελούμενον. πρὶν δ' ἐπί τι τῶν συνεκτικῶν διαδοθῆναι τὴν ἀλλοίωσιν, ἀδύνατον τραπῆναι τοὺς σφυγμούς. διὸ καὶ κυριώτατα καὶ μάλιστα καὶ πρῶτα ταῦτ' αἴτια τῶν σφυγμῶν, τὰ δ' ἄλλα πάντα διὰ ταῦτα. τῷ γὰρ τὴν ἔξωθεν γεγενημένην ἀλλοίωσιν εἰς τὰ συνεκτικὰ διαδίδοσθαι σφυγμῶν αἴτια λέγεται, κατά γε τὴν ἰδίαν τε οὐσίαν καὶ φύσιν οὐδαμῶς τρέπειν αὐτοὺς δυνάμενα. χρὴ τοίνυν ὅστις βούλεται τὴν περὶ τοὺς σφυγμοὺς τέχνην ἱκανὸς γενέσθαι γυμνάσασθαι πολυειδῶς ἐν ἅπασι τοῖς γένεσι τῶν αἰτίων, ὥσθ' ἑνὸς οὑτινοσοῦν αὐτῷ προτεθέντος ἔχειν εἰπεῖν τὴν γενομένην ἐν τοῖς σφυγμοῖς ἀλλοίωσιν. ἀρχὴ δὲ τῆς γυμνασίας ἀρίστη τὰς συνεκτικὰς αἰτίας ἐπισκέπτεσθαι, καθότι γεννᾷν [964] ἑκάστη πέφυκε σφυγμόν. ᾧ γὰρ λόγῳ τῆς γενέσεως αὐτῶν ἐξηγοῦνται, τούτῳ καὶ τῆς ἀλλοιώσεως. αἱ γὰρ κατὰ τὸ ποσὸν καὶ ποιὸν ἐν ταῖς αἰτίαις διαφοραὶ τὰς κατὰ τὸ [4] ποσόν τε καὶ ποιὸν ἐν τοῖς σφυγμοῖς ἐργάζονται διαφοράς.
Φαίνεται δὴ διὰ παντὸς ἡ καρδία μετὰ πασῶν τῶν ἀρτηριῶν τὴν σφυγμικὴν καλουμένην κίνησιν, ἔστ' ἂν περιῇ τὸ ζῶον, κινουμένη, ἀποθανόντος δ' οὔτε τῶν ἀρτηριῶν οὐδεμίαν οὔτ' αὐτὴν τὴν καρδίαν ἔστιν ἰδεῖν ἔτι σφύζουσαν. ᾧ δῆλον ὡς ἦν τις αἰτία τέως ὑφ' ἧς ἐκινοῦντο· τίς δ' αὕτη χαλεπὸν εὑρεῖν. ὁ μὲν γὰρ τὴν ἔμφυτον θερμασίαν, ὁ δὲ τὸν τόνον, ὁ δὲ τὴν ἰδιότητα τῆς κράσεως, ὁ δὲ τὴν ὅλην κατασκευὴν τῶν σωμάτων, ὁ δὲ τὸ πνεῦμα μόνον, ὁ δέ τινα τούτων, ὁ δὲ καὶ πάνθ' ἅμα φησί. ἤδη δέ τινες ἀσώματον εἰσηγήσαντο δύναμιν, οἰκείοις ὀργάνοις τῆς κινήσεως τοῖς εἰρημένοις χρωμένην ἤτοι πᾶσιν ἤ τισιν ἤ τινι. ταύτην οὖν τὴν αἰτίαν τὴν δημιουργοῦσαν τοὺς σφυγμοὺς, [5] ἥ τις ἂν ᾖ, κᾂν τὴν οὐσίαν αὐτῆς ἀγνοῶμεν, ἀπὸ τοῦ δύνασθαι σφυγμοὺς ἐργάζεσθαι δύναμιν αὐτὴν ἐκαλέσαμεν, ὥσπερ, οἶμαι, καὶ πᾶσαν ἑτέραν δύναμιν ἀπὸ τοῦ δύνασθαι ποιεῖν ὅπερ ἂν δύνηται καλεῖν εἰθίσμεθα. τίνος γὰρ ἡ δύναμίς ἐστι καὶ τὴν νόησιν αὐτῆς ἐν τῷ πρὸς τὶ κεκτήμεθα, καὶ διὰ τοῦτο οὕτως αὐτὴν ὀνομάζομεν, ὅταν τὴν οὐσίαν ἀγνοοῦμεν. ὅταν δὲ ῥώμην, ἢ ἀρετὴν δυνάμεως λέγομεν, ἢ αὖ πάλιν ἀῤῥωστίαν τε καὶ κακίαν, ὡς πρὸς τὴν ἐνέργειαν ἀκούειν χρὴ τούτων τῶν ὀνομάτων. ἡ γὰρ δραστική τε καὶ ποιητικὴ καὶ δημιουργικὴ τῆς ἐνεργείας αἰτία ποτὲ μὲν βέλτιον ὡς πρὸς ταύτην, ποτὲ δὲ χεῖρον διάκειται. καὶ διὰ τοῦτο νῦν ἄμεινον, αὖθις δ' εἰ τύχοι χεῖρον ἡ ἐνέργεια συντελεῖται. τὸ μὲν οὖν βέλτιον ὡς πρὸς τοὖργον ἔχειν τὴν δύναμιν ἀρετή τε καὶ ῥώμη, τὸ δὲ χεῖρον ἀῤῥωστία τε καὶ κακία. περὶ μὲν δὴ τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως ἀρκεῖ καὶ ταῦτα διαγινώσκειν εἴς γε τὰ παρόντα.
Περὶ δὲ τῆς χρείας αὐτῶν ἀναμνησθῆναι χρὴ τῶν ἐν ἑτέροις ἐποδεδειγμένων, ὅτι φυλακῆς ἕνεκα [6] τῆς καθ' ὅλον τὸ σῶμα θερμασίας γεγόνασιν ἐμψύχοντές τε ταύτην καὶ εἴ τι λιγνυῶδες ἐκ τῆς τῶν χυμῶν συγκαύσεως ὑποτρέφοιτο, τοῦτ' εὐθέως ἀποκρίνοντες. εἴρηται δ' ἐν ἐκείνοις ὡς καὶ τῇ γεννήσει τοῦ ψυχικοῦ πνεύματος συντελοῦσι.
Λοιπὴ δὲ καὶ τρίτη σφυγμῶν γενέσεως αἰτία συνεκτικὴ τὸ σῶμα τῶν ἀρτηριῶν ἐστιν αὐτό. πᾶσα γὰρ δύναμις ἐνεργοῦσά τινος ἕνεκεν ὀργάνων ἐπιτηδείων δεῖται πρὸς τοὖργον. ἦν δ' ἐπιτήδειον ὄργανον πρὸς τὰ παρόντα τὸ στεγανὸν μὲν τοῖς χιτῶσι, κοῖλον δ' ἔνδοθεν, οἷόν περ τὸ τῶν ἀρτηριῶν ἐστι. ὡς οὖν οἱ κατὰ τὰς πόλεις οὗτοι δημιουργοὶ, σκυτοτόμοι τε καὶ χαλκεῖς καὶ γραφεῖς, δι' ὀργάνων τινῶν ἐπιτελοῦσι τὸ σφέτερον ἔργον, οὕτως ἡ τοὺς σφυγμοὺς ἐργαζομένη δύναμις δι' ὀργάνων τῶν ἀρτηριῶν τὸ ἑαυτῆς ἔργον, τὴν φυλακὴν τῆς ἐμφύτου θερμασίας, ἀποτελεῖ, τοσόνδε μόνον τῶν ἄλλων διαφέρουσα δημιουργῶν ὅτι τοῖς ὀργάνοις ἐνδέδεται καὶ δι' ὅλων αὐτῶν ἅπασα διελήλυθεν, οὐκ ἔξωθεν ἅπτεται καθάπερ ἐκεῖνοι. καὶ τοίνυν ἐπειδὰν μὲν τὴν ψύχουσαν οὐσίαν ἕλκῃ, διαστέλλεται τὸ σῶμα τῶν [7] ἀρτηριῶν, ἐπειδὰν δὲ τὸ αἰθαλῶδες ἐκκρίνῃ, συστέλλεται. πλεονεκτεῖ δὲ ποτὲ μὲν ἡ τοῦ διαστέλλεσθαι, ποτὲ δὲ ἡ τοῦ συστέλλεσθαι χρεία, πάντως δ' ἕπεται θατέρῳ μέρει τῆς κινήσεως τὸ λοιπόν. κατὰ ταύτας δὲ τὰς αἰτίας τῶν σφυγμῶν γινομένων ἀνάγκη πάσας τὰς τροπὰς αὐτῶν ἕπεσθαι ταῖς τῶν αἰτίων ἀλλοιώσεσιν, ὥστε τὰς πρώτας μὲν καὶ γενικωτάτας τοσαύτας εἶναι διαφορὰς σφυγμῶν ὅσαι περ καὶ τῶν αἰτίων. τῆς μὲν δὴ δυνάμεως αἱ διαφοραὶ ῥώμη τε καὶ ἀῤῥωστία ἐστὶ, τῆς δ' ἐμφύτου θερμασίας ἐκπύρωσίς τε καὶ κατάψυξις, τοῦ δὲ τῶν ἀρτηριῶν χιτῶνος σκληρότης τε καὶ μαλακότης καὶ πρὸ τούτων ἁπάντων αἱ καθ' ἕκαστον γένος τῶν εἰρημένων συμμετρίαι. ἀλλ' αἱ μὲν συμμετρίαι τοὺς κατὰ φύσιν ἐργάζονται σφυγμοὺς τοὺς μέσους τῶν ὑπερβαλλόντων, αἱ δ' ἀμετρίαι τοὺς παρὰ φύσιν. αἱ μὲν ἄλλαι σαφεῖς, ἡ δὲ κατὰ τὴν εὐρωστίαν τῆς δυνάμεως ἔχει τι ζητήσεως ἄξιον, ὃ προϊὼν ὁ λόγος διασκέψαιτο. ῥώμη μὲν οὖν δυνάμεως σφοδρὸν ἐξ ἀνάγκης ἐργάζεται τὸν σφυγμὸν, ἀῤῥωστία δ' ἀμυδρὸν καὶ σκληρότης μὲν ὀργάνων σκληρὸν, μαλακότης [8] δὲ μαλακόν. οὐ μὴν ἐπί γε ταῖς αὐξήσεσιν ἢ ταῖς μειώσεσι τῆς κατὰ φύσιν θερμασίας ἓν εἶδος σφυγμῶν ἐξ ἀνάγκης ἕπεται ταὐτὸν ἀεί. οὔτε γὰρ ὁ ταχὺς, ὥς τισιν ἔδοξεν, οὔθ' ὁ μέγας οὔθ' ὁ πυκνὸς ἐκπυρουμένης ἀεὶ γίνονται τῆς φύσεως οὔθ' ὁ βραδὺς ἢ μικρὸς ἢ ἀραιὸς σβεννυμένης, ἀλλ' οἱ περὶ τούτων ἀμφισβητοῦντες ὁμοίως ἁμαρτάνουσι Ἀρχιγένει πρὸς Μάγνον διαφερομένῳ περὶ τάχους σφυγμοῦ, ὡς οὐχ ὑπὸ ῥώμης μᾶλλον ἢ ἀῤῥωστίας γίνεται δυνάμεως. οὐδετέρα μὲν γὰρ ἐξ ἀνάγκης ἕπεται, μᾶλλον μήν ἐστιν οἰκεῖον τάχος μὲν ῥώμῃ τε δυνάμεως καὶ πλήθει θερμασίας καὶ προσέτι μαλακότητι τῶν ὀργάνων, βραδύτης δὲ τοῖς ἐναντίοις· ὡσαύτως δὲ καὶ μέγεθος μὲν ἰσχυρᾷ δυνάμει καὶ πλήθει θερμασίας καὶ μαλακοῖς ὀργάνοις ἐστὶν οἰκεῖον, μικρότης δὲ τοῖς ἐναντίοις· ὡσαύτως δὲ καὶ πυκνότης οὐδενὶ μὲν τῶν εἰρημένων ἐξ ἀνάγκης ἕπεται, μᾶλλον μήν ἐστιν οἰκεία δυνάμεως ἀῤῥωστίᾳ, πλήθει δὲ θερμασίας, ὀργάνων δὲ σκληρότητι. καὶ ἀραιότης δὲ κατὰ ταὐτὰ τοῖς ἐναντίοις οἰκεία μᾶλλον, οὐ μὴν ἐξ ἅπαντος [9] ἑπομένη. πειράσομαι δ' ἀποδεῖξαι τῶν εἰρημένων ἕκαστον ἀναλαβὼν τὸν λόγον ἐπ' ἀρχήν.
Πλείονος θερμασίας ἠθροισμένης ἐν τῷ σώματι μείζονος μὲν χρῄζειν ἀνάγκη τὸ ζῶον τῆς ἀναπνοῆς, μειζόνων δὲ καὶ σφυγμῶν, ᾧ δὲ λόγῳ μειζόνων, τούτῳ καὶ θαττόνων τε καὶ πυκνοτέρων· ὡς γὰρ οἱ διψῶντες οὐ τὸ πολὺ μόνον, ἀλλὰ καὶ ταχέως καὶ πυκνῶς προσφέρονται τὸ πόμα, οὕτως καὶ οἱ τῆς ἐμψυχούσης οὐσίας δεόμενοι πολλήν θ' ἅμα ταύτην καὶ ταχέως καὶ πυκνῶς ἐπισπῶνται· καὶ τοῦτο δὴ οὖν ἔφαμεν οἰκείους εἶναι σφυγμοὺς πλήθει θερμασίας, τόν τε μέγαν καὶ τὸν ταχὺν καὶ τὸν πυκνὸν, οὐ μὴν δ' ἐξ ἀνάγκης γ' ἑπομένους αὐτῇ. χρῄζει γὰρ, ἵνα τοιοῦτοι γενηθῶσι, δυνάμεως μὲν ἐῤῥωμένης, ὀργάνων δὲ μαλακῶν· εἰ γὰρ ἀσθενὴς ἡ δύναμις ἢ σκληρὸν ᾖ τὸ ὄργανον, οὔτε μεγάλους αὐτοὺς οὔτε ταχεῖς ἐνδέχεται γενέσθαι, τοῦ μὲν ὀργάνου διὰ σκληρότητα δυσπειθοῦς γινομένου τῇ κινούσῃ δυνάμει, τῆς δυνάμεως δ' αὐτῆς δι' ἀῤῥωστίαν ἀδυνατούσης ἐξαίρειν τὰς ἀρτηρίας εἰς ὅσον προσήκει. χρὴ τοίνυν συνεργεῖν ἀλλήλοις τὰ τρία γένη τῶν αἰτίων, ἵν' ὁ σφυγμὸς ταχὺς ἢ μέγας [10] ἀποτελεσθῇ, τὴν μὲν χρείαν τῆς γενέσεως αὐτῶν ἐπείγουσαν, τὴν δὲ δύναμιν εὐεκτοῦσαν, τῶν δ' ἀρτηριῶν τοὺς χιτῶνας μαλακοὺς, ἢ πάντως γε μὴ σκληροὺς ὄντας. ὡς γὰρ καὶ ὠθεῖν ἢ μέγα προβαίνειν οὔθ' οἱ πάνυ γέροντες οὔθ' οἱ μικροὶ παῖδες δύνανται, κᾂν ἔτι μάλιστα χρῄζωσιν ἠπειγμένης κινήσεως, οὕτως οὐδ' ἡ ἄῤῥωστος δύναμις οὔτε ταχέως οὔτ' εἰς μέγα τὰς ἀρτηρίας ἐξαίρειν δύναται, κᾂν δέηται. ὥσπερ δὲ πάλιν ἡ μὲν μαλακὴ κύστις ἑτοίμως εἰς πολὺ διαστέλλεται, ἡ σκληρὰ δὲ οὐδ' εἰ πάνυ σφόδρα βιάζοιο, οὕτω καὶ τῶν ἀρτηριῶν ὁ χιτὼν ὁ μὲν μαλακὸς ῥᾳδίως ἐπὶ πλέον ἐξαίρεται, κᾂν ἄῤῥωστος ἡ δύναμις ᾖ, ὁ δὲ σκληρὸς ἀντιτείνεταί τε καὶ ἀντιβαίνει τῇ κινούσῃ δυνάμει, κᾂν σφοδρότατα περὶ αὐτὸν ἐνεργοῦσα τύχῃ. μέθοδος δὲ καὶ κατὰ τούτων ἁπάντων μία, τῆς ἐξεταζομένης αἰτίας μόνης ὑπαλλαττομένης, τῶν δ' ἄλλων ἐν ταὐτῷ μενουσῶν, τὴν διάκρισιν ποιεῖσθαι τῆς ἀλλοιώσεως τῶν σφυγμῶν. εἰ γὰρ ἅμα πολλῶν ὑπηλλαγμένων ἐπισκέπτοιο, πρῶτον μὲν ἄδηλον, ἢ διὰ τὸ πασῶν ὁμοῦ συνιουσῶν ἀθρόον κεφάλαιον ἡ τροπὴ γέγονεν, [11] ἢ διά τινα μίαν ἐξ αὐτῶν. ἔπειτα δ' εἰ καὶ συγχωρηθείη διὰ μίαν, ἥ τίς ἐστιν αὕτη μία ἐξ αὐτῶν οὐδέπω δῆλον. ἂν γοῦν αὐξηθῇ μὲν ἡ θερμασία μόνη, φυλάττοιντο δὲ ἥ τε δύναμις καὶ οἱ χιτῶνες τῶν ἀρτηριῶν ἄτρεπτοι, μείζους τε καὶ θάττους ἐξ ἀνάγκης οἱ σφυγμοὶ γενήσονται καὶ συναυξηθήσονταί γε τῷ πλήθει τῆς θερμασίας ἄχρι περ ἂν ἐπὶ τὴν μεγίστην ἀφίκωνται διαστολήν. τάχιστοι δὲ οὐδὲ νῦν οὐδέ ποτε φανοῦνται πρὶν τὴν θερμασίαν ὑπὲρ τὴν μεγίστην αὐξηθῆναι διαστολήν. τότε δ' ὑπὲρ τὴν μεγίστην αὔξεται διαστολὴν, ὅταν ἐνδεῶς ὑπ' αὐτῆς ἀναψύχηται. τὸ τοίνυν λεῖπον ἐπανισοῖ τηνικαῦτα τῷ τάχει τῆς κινήσεως, καὶ οὕτως οἱ σφυγμοὶ τάχιστοι γίνονται. ἀρκεῖ δ' οὐδὲ ταῦτα τῇ μεγάλως ἐκπυρωθείσῃ, ἀλλ' ὃν ἡσύχασε πρότερον χρόνον μεταξὺ τῶν κινήσεων, ἤδη καὶ τοῦτον συντέμνει. πολλάκις δ' οὕτως βραχὺν ἀπέφηνεν, ὡς συνεχεῖς ἀλλήλαις δοκεῖν εἶναι τὰς κινήσεις, μηδαμῆ σχιζομένας ἡσυχίᾳ· τοῦτο δ', ὅταν ἐσχάτως ἐκκαυθῇ, γίνεται. τριῶν γὰρ ὄντων τρόπων ἐπικουρίας ἐν ἁπάσαις ὑπερβολαῖς πᾶσιν ὁμοῦ χρῆται. καὶ γὰρ πλείστης ἀπολαύει τῆς ἐμψυχούσης αὐτὴν οὐσίας καὶ τάχιστα καὶ συνεχέστατα. τούτων [12] δὲ τὸ μὲν πρῶτον μεγίστους ποιεῖ τοὺς σφυγμοὺς, τὸ δὲ δεύτερον ταχίστους, τὸ δὲ τρίτον πυκνοτάτους. οὔτε γὰρ, ὅταν ἱκανῶς ἀναψύχηται τῷ μεγέθει τῆς διαστολῆς, κατεπείγει τὸ τάχος, οὔθ' ὅταν αὐτάρκως ὑπ' ἀμφοῖν ὠφελῆται, τὴν κυκνότητα. θατέρου δ' αὐτῶν ἀεὶ τὸ λεῖπον ἐπανισοῖ θατέρῳ, τοῦ μὲν μεγέθους τῷ τάχει, τοῦ δὲ τάχους τῇ πυκνότητι. καθόλου γὰρ φάναι πυκνότητος σφυγμῶν αἰτία μία τὸ τῆς προτέρας ἐνεργείας ἐνδεὲς, γίνεται δὲ τοῦτο καὶ δι' ἄλλας μὲν αἰτίας, ἃς ἑξῆς ἐροῦμεν, ἀτὰρ οὖν καὶ διὰ πλῆθος θερμασίας, ὡς νῦν ἀποδέδεικται. καὶ σχεδὸν ἤδη πέρας ἔχει τὸ προκείμενον. ἐδείχθη γὰρ ὡς οὐκ ἐξ ἀνάγκης ἕπεται πλήθει θερμασίας μέγας καὶ ταχὺς καὶ πυκνὸς σφυγμὸς οὐδεὶς, οἰκεῖοι δ' εἰσὶν αὐτῇ μάλιστα μὲν ὁ μέγας καὶ ταχὺς, ἤδη δέ ποτε καὶ ὁ πυκνὸς κατά τι συμβεβηκός.
Εἴη δ' ἂν, οἶμαι, δῆλον, ἤδη καὶ περὶ τῶν ἐν ταῖς ἐνδείαις τῆς ἐμφύτου θερμασίας ἑπομένων σφυγμῶν. καὶ γὰρ καὶ ταύταις ἐξ ἀνάγκης μὲν οὐδεὶς ἕπεται, οἰκεῖοι δ' εἰσὶν μάλιστα μὲν ὅ τε μικρὸς καὶ βραδὺς, ἤδη δὲ καὶ [13] ὁ ἀραιός. ὥσπερ γὰρ οὔτε πολλῆς οὔτε ταχείας τῆς ἐμψύξεως ἡ φθάνουσα κατεψύχθαι δεῖται φύσις, οὕτως οὐδὲ δι' ὀλίγου. ταὐτὸν δ' ἐστὶ τὸ μὲν δι' ὀλίγου τῷ πυκνῷ, τὸ δὲ διὰ μακροῦ τῷ ἀραιῷ.
Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, τὸ ἀναβληθὲν ὀλίγῳ πρότερον ἐφ' ὅσον εἰς τὰ παρόντα χρήσιμόν ἐστι διασκεψάμενοι τὸ συνεχὲς τοῦ λόγου περαίνωμεν. τοῦ μὲν γὰρ μεγάλου τε καὶ μικροῦ σφυγμοῦ μέσος τίς ἐστιν ὁ κατὰ φύσιν τε καὶ σύμμετρος, ᾧ παραβάλλοντές τε καὶ παραμετροῦντες τοὺς ἄλλους ἅπαντας, ὅσοι μὲν ἂν μείζους ὦσιν αὐτοῦ, τούτους μὲν μεγάλους ὀνομάζομεν, τοὺς δ' ἐλάττους μικρούς. κατὰ ταὐτὰ δὲ καὶ τοῦ ταχέος τε καὶ βραδέος ὁ μέσος τε καὶ σύμμετρος ὁ κατὰ φύσιν ἔχων ἐστὶν, καὶ τοῦ πυκνοῦ δὲ καὶ τοῦ ἀραιοῦ καὶ προσέτι σκληροῦ καὶ μαλακοῦ κατὰ τὸν αὐτὸν λόγον οἱ μέσοι κατὰ φύσιν. οὐ μὴν ἀμυδροῦ τε καὶ σφοδροῦ μέσος ὁ κατὰ φύσιν εἶναι δοκεῖ. ἐῤῥωμένης γὰρ ἔργον δυνάμεως ὁ σφοδρὸς σφυγμὸς, ὥσπερ οὖν καὶ ὁ ἀμυδρὸς ἀῤῥώστου. τὸ δ' ἐῤῥῶσθαι ταύτην οὐ παρὰ φύσιν δήπουθεν, ἀλλὰ τοῦτο μὲν ἀρετή τε καὶ κατὰ φύσιν, [14] ἡ δ' ἀῤῥωστία τῆς δυνάμεως κακία τε καὶ παρὰ φύσιν. ὅσον δ' ἐν τῷ μεταξὺ ῥώμης τε καὶ ἀῤῥωστίας, ὁδός ἐστιν ἀπὸ θατέρου πρὸς θάτερον ἐν μεθορίῳ που τεταγμένον ἀμφοῖν, τοσούτῳ μὲν βέλτιον ἀῤῥωστίας, ὅσῳ χεῖρον εὐρωστίας, τοσούτῳ δ' αὖ πάλιν εὐρωστίας χεῖρον, ὅσῳ βέλτιον ἀῤῥωστίας. οὔκουν ἐνταῦθά φασι χρῆναι τὸ κατὰ φύσιν ζητεῖν, ἀλλ' ἐν τῷ ἄκρῳ τε καὶ εὐρώστῳ, τούτου δ' ἔγγονον ὑπάρχειν τὸν σφοδρὸν σφυγμόν. εἰσὶ δ' οἳ τοῦτο μὲν ἀληθὲς εἶναι συγχωροῦσιν, ἀμφισβητοῦσι δὲ πρὸς τὸ καθόλου καὶ φάσκουσι τὸν κατὰ φύσιν σφυγμὸν τὸν ἐν τούτῳ μὲν τῷ γένει γίνεσθαι καὶ αὐτὸν ὑπὸ τῆς ἄκρας τε καὶ ἀρίστης ἕξεως, ὥσπερ οὖν κᾀν τοῖς ἄλλοις ἅπασι γένεσιν, οὐ μὴν ἄκρον γε καὶ ἔσχατον ὑπάρχειν, ἀλλ' εἶναί τινα τῶν οὐ κατὰ φύσιν ἕτερον τούτου σφοδρότερον. ἴδιον γάρ τι συμβεβηκέναι τούτῳ τῷ γένει τῶν σφυγμῶν παρὰ τἄλλα πάντα φασὶ, διὸ καὶ τὴν ἀπορίαν τε καὶ τὰ σφάλματα τοῖς μὴ δυναμένοις αὐτὸ συνιδεῖν ἀπηντηκέναι. γίνεσθαι μὲν γὰρ εὐρωστούσης τῆς δυνάμεως τὸν σφοδρὸν σφυγμὸν, εἶναι μέντοι τι καὶ τούτου [15] μέτρον τῆς σφοδρότητος, οὗ προσωτέρω χωρῶν ἐξίσταται τοῦ κατὰ φύσιν. ἐν γοῦν τοῖς θυμοῖς, φασὶ, καὶ πολλάκις ἐν τοῖς γυμνασίοις καὶ ταῖς οἰνοποσίαις εὑρίσκεσθαι σφοδρότερον τοῦ κατὰ φύσιν κινουμένας τὰς ἀρτηρίας, ὁμολογεῖσθαι δὲ πρὸς ἁπάντων τὸν ὡς ἀκριβῶς κατὰ φύσιν ἔχοντα σφυγμὸν ἐπὶ ζώου θεωρητέον, ἐν ἠρεμίᾳ καθεστηκότος ἁπασῶν τῶν μεγάλων τε καὶ ἰσχυρῶν ἀλλοιώσεων. ἰσχυρὰ δὲ ἀλλοίωσις ἡ ἐκ θυμοῦ καὶ γυμνασίου καὶ οἴνου, οὐκ οὖν τοῦτον εἶναι τὸν κατὰ φύσιν, ἀλλ' ὡς ἂν ἐῤῥωμένης τε ἅμα τῆς φύσεως καὶ πρὸς μηδενὸς τῶν ἔξωθεν αἰτίων βιαίως ταραττομένης γίνεται. οὕτως δὲ πὼς μὲν εἶναι μέσον, πὼς δὲ οὐκ εἶναι τὸν κατὰ φύσιν ἐν τούτῳ τῷ γένει σφυγμόν. καθόσον μὲν γὰρ αὐτοῦ εἰσί τινες ἕτεροι σφοδρότεροι σφυγμοὶ, καὶ νὴ Δία ἕτεροί γ' ἧττον σφοδροὶ, κατὰ τοσοῦτον μὲν εἶναι μέσον, καθόσον δὲ τριῶν οὐσῶν διαφορῶν ἐν τούτῳ τῷ γένει, σφοδρότητός τε καὶ ἀμυδρότητος καὶ τῆς ἀμφοῖν μεσότητος, οὐκ ἐκ τῆς μεσότητός ἐστιν, ἀλλὰ ἐκ μιᾶς τῶν ἀκροτάτων, κατὰ τοσοῦτον οὐκ ἔτι εἶναι μέσον. ὅλον οὖν τὸ λοιπὸν οἶμαι [16] περὶ αὐτοῦ καλῶς ἂν ἅμα καὶ ἀληθῶς ῥηθῆναι τὸν κατὰ φύσιν ἐν τούτῳ τῷ γένει σφυγμὸν μέσον ἐν θατέρῳ τῶν ἄκρων εὑρίσκεσθαι διαφορῶν. εἰσὶ δ' οἳ καὶ πρὸς τοῦτ' ἀντιλέγουσιν, οὐ γίνεσθαι σφοδροὺς ἐν τοῖς εἰρημένοις καιροῖς τοὺς σφυγμοὺς, ἀλλὰ φαίνεσθαι φάσκοντες, ἐξαπατᾶσθαι δὲ τοὺς ἀμελέστερον ἁπτομένους ὑπὸ τοῦ προσγινομένου τάχους αὐτοῖς καὶ μεγέθους, ἔστι δ' ὅτε καὶ ὕψους, ὥσπερ ἐν τοῖς θυμοῖς· δῆλον δὲ ὡς τῆς τοιαύτης διαφωνίας ἡ κρίσις εἰς τὴν διάγνωσιν ἀναφέρεται. τίς οὖν ἡ ἀληθὴς διάγνωσις; χρὴ γὰρ ἀποφήνασθαι τὸ φαινόμενον ἡμῖν. ἐπὶ μὲν ταῖς τῶν οἴνων πόσησι, ταῖς γοῦν μετρίαις, οἱ σφυγμοὶ σαφῶς ὥσπερ μείζους καὶ θάττους, οὕτω καὶ σφοδρότεροι γίνονται, ἐπὶ μέντοι τοῖς θυμοῖς τε καὶ τοῖς μετρίοις γυμνασίοις οὐκ ἔθ' ὁμοίως σαφῶς, ἀλλ' εἰ ἄρα καὶ προσγίνεταί τι σφοδρότητος αὐτοῖς, ὀλίγον τοῦτο καὶ δυσδιάγνωστόν ἐστιν. ὅπως δ' ἂν ἔχοι τὸ ἀληθὲς, οὐδὲν κωλυόμεθα περαίνειν τὸ προκείμενον, αὐτὸ τοῦτο μόνον ζητοῦντες, εἰ μέγεθος καὶ τάχος σφυγμῶν οἰκεῖα δυνάμεως ἐῤῥωμένης, ὅπερ εἶναι φαίνεται [17] τοῖς μὴ παρέργως σκοπουμένοις ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως. ὡμολογημένου γὰρ τοῦ διαστέλλεσθαι τὰς ἀρτηρίας ὑπὸ δυνάμεως εὔλογον ἐπὶ πλέον ἐξαίρειν μὲν αὐτὰς τὴν ἰσχυρὰν, ἐπ' ὀλίγον δὲ τὴν ἀσθενῆ, καὶ θᾶττον μὲν τὴν ἰσχυρὰν, βραδύτερον δὲ τὴν ἀσθενῆ, ὥσπερ οὖν ἐφ' ἡμῶν αὐτῶν ἔχει βαδιζόντων τε καὶ θεόντων καὶ ἐρεσσόντων καὶ σκαπτόντων καὶ ὁτιοῦν ἄλλο δρώντων. ὁ γὰρ ἰσχυρότερος ἐν τούτοις οὐ μείζονα μόνον, ἀλλὰ καὶ θάττονα τὴν ἐνέργειαν ἐπιδείκνυται, τῶν γ' ἄλλων ὡσαύτως ἀμφοτέροις ἐχόντων. εἰ γὰρ ὁ μὲν ἀσθετέστερος ἐπείγοιτο πρὸς τῆς χρείας ἐς τὴν ἐνέργειαν, ὁ δ' ἰσχυρότερος ἤτοι μηδὲν αὐτῆς ὅλως ἢ ὡς ἐλαχίστης δέοιτο, θᾶττον ἂν οὕτως ὁ ἀσθενέστερος ἐνεργήσειεν. ἀλλ' οὐ χρὴ κατὰ τοῦτον τὸν τρόπον παραβάλλειν, ἀλλ' ὡς καὶ πρόσθεν ἐῤῥέθη, τῶν μὲν ἄλλων ἁπάντων ὁμοίως ἀμφοῖν ὑπαρχόντων, καθ' ἓν δ' ὁτιοῦν μόνον ὅπερ ἂν ἑκάστοτε τύχῃ ζητούμενον τῆς ὑπαλλαγῆς γενομένης· οἷον εἰ καὶ λῃστῶν ἐπιόντων φεύγειν δεήσειεν, οὐκ ἴσα δήπουθεν διαβαίνοντες. οὐδ' ἐν ὁμοίῳ τῷ τάχει δραμοῦνται νεανίσκος ἰσχυρὸς καὶ γέρων ἀσθενής. εἰ μέντοι παραβάλλεις κίνησιν [18] γέροντος ἔφοδον λῃστῶν δεδιότος νεανίσκου κινήσει ῥᾳθύμως ἐν ἄστει βαδίζοντος, ὠκυτέρα τε καὶ μείζων οὕτως ἡ τοῦ γέροντος φανεῖταί σοι, οὐχ ὅτι δύναται θᾶττον κινεῖσθαι τοῦ νέου καὶ μᾶλλον τὰ κῶλα μεταφέρειν, ἀλλ' ὅτι δεῖται κινήσεως ἠπειγμένης διὰ τὸν φόβον, ὑφ' οὗ καταναγκαζόμενος ἁπάσῃ χρῆται πρὸς τοὖργον τῇ δυνάμει. τῷ νεανίσκῳ δὲ τὰ μὲν τῆς δυνάμεως ῥωμαλεώτερα, ἀλλ' οὐδὲν αὐτῆς δεῖται πρὸς τὴν ἐνέργειαν, ὡς εἴ γε δεηθείη παραπλησίως τῷ γέροντι, τοσούτῳ θᾶττόν τε καὶ μᾶλλον ἐνεργήσει ὅσῳ καὶ τὰ τῆς δυνάμεως αὐτῷ βελτίω. ἄξιον οὖν ἐνταῦθα μέμψασθαι καὶ Ἀρχιγένει καὶ Μάγνῳ καὶ πολύ γε μειζόνως τῷ Ἀρχιγένει. ὁ μὲν γὰρ εἰ καὶ μὴ πᾶν τὸ ἀληθὲς, ἀλλὰ μέρος τι καλῶς κατεῖδεν, ὁ δ' Ἀργιγένης δέον τὸ λεῖπον προσθεῖναι καὶ τὸ καλῶς ηὑρημένον ἀνατρέπειν πειρᾶται, γράφων ὡδί· δίκαιον γὰρ αὐτὴν παραθέσθαι τὴν λέξιν· ἐπὶ μὲν οὖν τῶν ἀρτιγενῶν μικρὸς παντελῶς ὁ σφυγμός ἐστι καὶ οὐ σφοδρὸς, καὶ πυκνὸς ἄγαν καὶ ταχύς. Μάγνος δὲ οὐκ εἶναι ταχὺν αὐτόν φησι, δι' ὅλου συστῆσαι βουλόμενος τὸ [19] μὴ οἰκεῖον ἀσθενείᾳ τὸν ταχὺν σφυγμὸν εἶναι, ἀλλὰ τὸν πυκνόν. ἔστι γὰρ καὶ τὰ τηλικαῦτα ἀσθενῆ καὶ μικρὸν ὁ Ἀρχιγένης προελθὼν, ἐμοὶ μὲν οὐ κατὰ τὴν ἰσχὺν, φησὶ, τὸ τάχος δοκεῖ κεῖσθαι, ὅταν εὕρω ἐπὶ χολερικῶν καὶ ἐπὶ καρδιακῶν συνῃρημένην τὴν κίνησιν τῶν ἀρτηριῶν. ἡ μὲν οὖν λέξις ἡ τοῦ Ἀρχιγένους τοιάδε, πιθανὴ πάνυ καὶ παρακρούσασθαι ῥᾳδίως δυναμένη τὸν ἀκροατὴν, ὡς ἂν ἐξ ὧν οἱ πολλοὶ τῶν ἰατρῶν ἐπιδιδόασι λημμάτων συλλογιζομένη. πάντες γὰρ ὀλίγου δεῖν ὁμολογοῦσι τὸν ἐπὶ τῶν χολερικῶν τε καὶ καρδιακῶν σφυγμὸν ταχὺν ὑπάρχειν. ὑφ' ἡμῶν δ' ἱκανῶς ἐν τῷ πρώτῳ περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν εἴρηται περὶ τάχους τε καὶ βραδύτητος, ἕτερον μὲν δεικνύντων τὸν ταχὺν, ἕτερον δὲ τὸν ὀλιγοχρόνιον σφυγμόν· ὡσαύτως δὲ καὶ περὶ τῆς βραδύτητος, ἕτερον μὲν τὸν βραδὺν, ἕτερον δὲ τὸν πολυχρόνιον. οὔκουν ἔτι περὶ τῶν αὐτῶν ἐνταῦθα λέγειν προσῆκεν, ἀλλὰ τοῦ συμπεράσματος μόνου μνημονεύσαντας ὡς ἐν τοῖς προειρημένοις πάθεσιν οἱ σφυγμοὶ βραχυχρόνιοι μέν εἰσιν, οὐ μὴν καὶ ταχεῖς, οὕτως ἐπὶ τὸ προκείμενον ἐπανιέναι. περανθήσεται γὰρ οὐδὲν ἔτι [20] τῷ Ἀρχιγένει, μὴ συγχωρηθέντων τῶν ἐν τοῖς χολερικοῖς καὶ καρδιακοῖς πάθεσι σφυγμῶν ταχέων ὑπάρχειν. καίτοι κᾂν ἓν τοῦτο συνεχωρεῖτο, σημεῖον μὲν ἀσφαλὲς οὐκ ἐγίνετο ῥώμης δυνάμεως τὸ τάχος, οἰκεῖον δ' αὐτῆς ὑπάρχειν οὐκ ἐκωλύετο, διωρισμένου γε ἤδη σαφῶς πρὸς ἡμῶν ὡς τινὲς μὲν ἐξ ἀνάγκης ἕπονται σφυγμοὶ ταῖς συνεκτικαῖς αἰτίαις, τινὲς δ' οἰκεῖοι μέν εἰσιν αὐταῖς, οὐ μὴν ἀναγκαίως ἀκολουθοῦσι. ὧν μὲν γὰρ σφυγμῶν μιᾶς αἰτίας ἡ γένεσις χρῄζει, ταύτῃ διὰ παντὸς ἀκολουθήσουσιν οὗτοι. καὶ σημεῖον γὰρ ἄκρον ἔσονται τῆς αἰτίας ὁ σφοδρὸς μὲν τῆς ἐῤῥωμένης δυνάμεως, ὁ δ' ἀμυδρὸς τῆς ἀῤῥώστου. ὧν δ' εἰ μὴ πλείους συνέλθοιεν αἰτίαι, οὐχ οἷόν τε τὴν γένεσιν συστῆναι, τούτους οἰκείους μὲν εἶναι ταῖς αἰτίαις ἐροῦμεν, οὐ μὴν καὶ δηλοῦν τινα ἐξ ἀνάγκης αὐτῶν μίαν. ὡσαύτως δ' εἰ καὶ πρὸς μιᾶς αἰτίας γίγνοιτό ποτε σφυγμὸς, ἀλλὰ μὴ τῆς αὐτῆς διὰ παντὸς, οἰκεῖος μὲν ἔσται πάσαις ταῖς ποιούσαις αἰτίαις, οὐ μὴν δηλώσει γε βεβαίως αὐτῶν οὐδεμίαν. οὐδὲ γὰρ εἰ τάχος σφυγμῶν, ἐξ ἀνάγκης καὶ ῥώμη δυνάμεως, ἀλλ' ἔστι μὲν ὅτε πλείων ἡ [21] χρεία τῆς γενέσεως τοῦ ψυχικοῦ πνεύματος, ἔστι δ' ὅτε πλεονεξία θερμασίας, ἢ ὀργάνων μαλακότης, ἤ τινα τούτων, ἢ πάνθ' ἅμα. κατὰ ταὐτὰ δὲ καὶ εἰ μέγεθος σφυγμῶν, ἤτοι ῥώμη δυνάμεως ἢ δαπάνη πλείων ψυχικοῦ πνεύματος, ἢ πλεονεξία τῆς ἐν τῇ καρδίᾳ θερμασίας, ἢ ὀργάνων μαλακότης, ἤ τινα τούτων, ἢ καὶ πάντα. Μάγνος μὲν οὖν φήσας οἰκεῖον μὲν εἶναι δυνάμεως ἐῤῥωμένης τὸ τάχος οὐδὲν ἁμαρτάνει. γίνεται γάρ ποτε καὶ διὰ ταύτην ὠκύτερος ὁ σφυγμός. Ἀρχιγένης δ' ἁμαρτάνων ἀντιλέγει, πρῶτον μὲν ὅτι καταψεύδεται τοῦ φαινουμένου τοὺς ὀλιγοχρονίους σφυγμοὺς πάντας ταχεῖς εἶναι νομίζων, ἔπειτα δ' ὅτι κᾂν ταχεῖς ὦσιν, οἴεται περαίνεσθαι τὸ μηδαμῶς οἰκείους αὐτοὺς ὑπάρχειν ἐῤῥωμένης δυνάμεως, φανερῶς ψεῦδος ὄν. οὐδὲ γὰρ ὡς οὐδέποτε γίνονται σφυγμοὶ ταχεῖς δι' εὐρωστίαν δυνάμεως, ἀλλ' ὡς οὐ διὰ παντὸς ὑπ' ἐκείνης μόνης, περαίνοιτ' ἂν, εἰ καὶ τοὺς προειρημένους σφυγμοὺς ταχεῖς εἶναι συγχωρήσαιμεν. εἰ δ' οὐκ οἰκείους μόνης ἐῤῥωμένης δυνάμεως τοὺς ταχεῖς σφυγμοὺς [22] ὁ Μάγνος ἐνόμιζεν, ἀλλ' ὡς καὶ σημείοις ἐχρῆτο διὰ παντὸς, ἐσφάλλετο. οὐ γὰρ εἰ τάχος σφυγμῶν, ἤδη καὶ ῥώμη δυνάμεως, ἀλλ' ὡς εἴρηται πρόσθεν, ἤτοι τῆς χρείας ἐπειγούσης ἢ τῶν ὀργάνων μαλακωτέρων γινομένων θᾶττον αἱ ἀρτηρίαι κινοῦνται. πότ' οὖν ἕπεται ῥώμῃ δυνάμεως τὸ τάχος καὶ πότε πλήθει θερμασίας, ἢ δαπάνῃ ψυχικοῦ πνεύματος, ἢ ὀργάνων μαλακότητι, βέλτιον ἦν εὑρόντα τὸν Ἀρχιγένην προσθεῖναι τῷ τοῦ Μάγνου λόγῳ. τέλειος γὰρ ἂν οὕτως ἐγένετο καὶ διαρκὴς εἰς ἁπάσας τὰς διαγνώσεις. ἐπεὶ τοίνυν ἐκεῖνος αὐτὸ παρέλιπε, καί τοι πρόσθεν ὑφ' Ἡροφίλου κεκινημένον, ἡμεῖς οἷς καλῶς ὅ τε Μάγνος ἔγραψε καὶ ἔτι μᾶλλον ὁ Ἡρόφιλος τὸ λεῖπον προσθέντες τελείαν τὴν διδασκαλίαν τῆς διαγνώσεως τῶν τὸ τάχος ἐργαζομένων αἰτίων ποιησόμεθα. πρότερον δ' ὑπομνῆσαι χρὴ τῶν ἐν τῷ δευτέρῳ περὶ διαγνώσεως σφυγμῶν εἰρημένων, ἵνα τοῖς σημαινομένοις ὑπὸ τῶν ὀνομάτων ἑπόμενοι μηδὲν παρακούωμεν ἐν τῷ λόγῳ. ταχεῖς γὰρ δὴ λέγομεν εἶναι τοὺς σφυγμοὺς, ὡσαύτως δὲ καὶ βραδεῖς, οὐ τοῖς νοσοῦσι μόνον, ἀλλὰ καὶ τῶν [23] ὑγιαινόντων ἔστιν οἷς, καὶ φύσει γε τοῦτο αὐτοῖς ὑπάρχειν φαμὲν, ὥσπερ οὖν ἑτέροις, οἳ ἂν ἄριστα τῆς κατασκευῆς τοῦ σώματος ἔχωσιν, οὔτε βραδεῖς οὔτ' ὠκεῖς, ἀλλὰ συμμέτρους ὑπάρχειν φύσει τοὺς σφυγμούς. τοῖς δ' αὐτοῖς τούτοις οὐδὲ μεγάλους, οὐδὲ μικροὺς, ἀλλὰ τοὺς μέσους ἀμφοῖν τοὺς συμμέτρους, οὐδὲ πυκνοὺς, ἢ ἀραιοὺς, ἀλλὰ καὶ τοὺς ἐν τούτῳ γένει συμμέτρους. ἐπὶ τούτου τοίνυν πρότερον, τοῦ τὴν ἀρίστην κατασκευὴν ἔχοντος, ὁ λόγος προΐτω. καὶ γὰρ δὴ οἷον κανών τις καὶ μέτρον ὁ τοιοῦτος ἁπάντων ἐστὶ τῶν ἄλλων ἀνθρώπων. μεγάλους γὰρ καὶ μικροὺς καὶ ταχεῖς, καὶ βραδεῖς καὶ τοὺς ἀνάλογον τούτοις ὠνομασμένους καθ' ἕκαστον γένος σφυγμοὺς, τοὺς τὰς ὑπερβολὰς δηλοῦντας, οὐ πρὸς ἄλλον τινὰ ἢ τοῦτον ἀναφέροντες ὀνομάζομεν. ὁ δὴ τοιοῦτος ἄνθρωπος εἰ θερμότερος ἑαυτοῦ γένοιτο καὶ τοῦτο μόνον ἀλλοιωθείη, τὴν μὲν σφοδρότητα τῶν σφυγμῶν οὐκ ἂν ὑπαλλάξειεν, ἀλλ' οὐδὲ τὸ κατὰ σκληρότητα, ἢ μαλακότητα γένος, εἰς μέγεθος μέντοι καὶ τάχος ὑπαλλάξει πάντως, ἔστι δ' ὅτε καὶ εἰς πυκνότητα παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ηὐξῆσθαι τὴν θερμασίαν. ὀλίγῳ μὲν γάρ τινι θερμότερος [24] ἑαυτοῦ γενόμενος ἐναργῶς μὲν ἕξει μείζους τοὺς σφυγμοὺς, οὐ μὴν καὶ θάττους ἐναργῶς. εἰ δ' ἐπὶ πλέον αὐτῷ τὰ τῆς θερμασίας αὐξηθείη, συναυξηθήσεται μὲν αὐτῷ καὶ τὸ τῶν σφυγμῶν μέγεθος ἀνάλογον, ἐπίδηλον δ' ἔσται καὶ τὸ τάχος. ἐπὶ πλεῖστον δ' αὐξηθείσης τῆς θερμασίας μέγιστοι μὲν οἱ σφυγμοὶ γενήσονται, τάχιστοι δὲ οὐδέπω, ἀλλ' ὡς καὶ πρόσθεν ἐῤῥέθη, τότε πρῶτον, ὅταν ὑπὲρ τὴν μεγίστην αὐξηθῇ διαστολήν. τηνικαῦτα δ' ἤδη καὶ ἡ πυκνότης ἐναργῶς διαγινώσκεται. τοὺς δὲ περὶ τούτων τῶν φαινομένων λογισμοὺς τοὺς μὲν ἤδη φθάνομεν εἰρηκέναι, τοὺς δ' οὐ χαλεπὸν ἐκ τῶν εἰρημένων ἀνευρίσκειν. εἰ μέντοι ψυχρότερος ἑαυτοῦ ὁ τοιοῦτος ἄνθρωπος γένοιτο, πρώτη μὲν ἡ ἀραιότης ἐναργῶς φαίνεται, δευτέρα δ' ἡ βραδύτης, τρίτη δ' ἡ μικρότης. καί τινι τάχ' ἂν δόξειε μάχεσθαι τὰ φαινόμενα καὶ ἀλλήλοις καὶ ταῖς ὑποτεθείσαις αἰτίαις. χρὴ γὰρ, ὥσπερ ἐπὶ τῆς θερμασίας πρῶτον μὲν τὸ μέγεθος, δεύτερον δὲ τὸ τάχος, τρίτη δ' ἡ πυκνότης ἦν, οὕτω καὶ ἐπὶ τῆς ψύξεως πρώτην μὲν γίνεσθαι τὴν μικρότητα, δευτέραν δὲ τὴν βραδύτητα, τρίτην δὲ τὴν ἀραιότητα. τίς οὖν ἡ λύσις τῆς ἀπορίας; [25] ὅτι τῆς δυνάμεως ἐῤῥωμένης, κᾂν τὰ τῆς χρείας ἐλάττω βραχεῖ γένηται, τὴν μὲν πρώτην ἐνέργειαν οὔτε μικρὰν οὔτε βραδεῖαν ἀναγκαῖον γενέσθαι, τὴν δευτέραν μέντοι μετὰ πλείονα χρόνον, εἰ τὰ τῆς χρείας μὴ ἐπεῖγον εὔλογον ὑπάρξεσθαι. ὡς γὰρ καὶ ὅτ' ἤπειγεν ἐκέντριζέ τε καὶ ἀνίστη τὴν δύναμιν ἐπὶ τὴν ἐνέργειαν, οὕτως οὖν ὅτ' οὐκ ἐπείγει, μέχρι πλείονος ἡσυχάζειν ἐπιτρέπει. ἂν μέντοι πλείων ἡ ψύξις γένηται καὶ διὰ τοῦτο τὰ τῆς χρείας ἱκανῶς ἐκλυθῇ, συνεκλυθήσεται μὲν οὕτως καὶ τὸ τάχος τῆς κινήσεως, μικροτέρα δ' εὐθὺς ἔσται καὶ ἡ διαστολὴ, ἐπὶ πλεῖστον δὲ προϊούσης τῆς ψύξεως ἀραιοτάτους μὲν, οὐ μὴν καὶ βραδυτάτους τε καὶ μικροτάτους ἀνάγκη γενέσθαι τοὺς σφυγμοὺς, ἀλλ' ἀρκεῖ βραδυτέρους ἀεὶ καὶ μικροτέρους τῶν κατὰ φύσιν γίνεσθαι. τελέως γὰρ βραδεῖς ἢ μικροὶ τῆς δυνάμεως ἐῤῥωμένης οὐκ ἄν ποτε γένοιντο, κᾂν τὰ τῆς χρείας ἱκανῶς ἐκλυθῇ. ταῦτα δὲ φαίνεται κᾀπὶ τῶν ἄλλων ἐνεργειῶν ὡσαύτως ἔχοντα. αὐτίκα γοῦν ἐπὶ τῆς βαδίσεως, αὐξηθείσης μὲν τῆς χρείας, τοῦτ' ἔστιν εἰ δεήσειε καθ' ἑκάστην ἡμέραν πολλοὺς διανύειν σταδίους, καὶ θᾶττον καὶ μεῖζον προβαίνομεν καὶ τὰς ἐν ταῖς καταγωγαῖς [26] διατριβὰς ὀλιγοχρονίους ποιούμεθα. μειωθείσης δ' εἰς τὸ τοσοῦτον, ὡς εἰ τύχοι πεντεκαίδεκα μόνους ἀνύειν δεῖ ἑκάστης ἡμέρας σταδίους, ἐν μὲν ταῖς καταγωγαῖς ἐπὶ πλεῖστον διατρίβομεν, οὐ μὴν εἰς ἔσχατον βραδύτητός τε καὶ μικρότητος ἐκλύομεν τὴν ἐνέργειαν. ὡσαύτως δ' ἔχει κᾀπὶ τῆς ἀναπνοῆς. ἀλλὰ περὶ μὲν ταύτης ἐν τοῖς περὶ δυσπνοίας αὐτάρκως εἴρηται.
Περὶ δὲ τῶν σφυγμῶν αὖθις ἀναλαβόντες εἴπωμεν ὡς ἐπειδὰν μὲν ἢ διὰ θερμασίαν μόνην, ἢ διὰ ψύξιν ἀλλοιῶνται, μηδενὸς τῶν ἄλλων αἰτίων τῶν συνεκτικῶν ἀρχαίας φύσεως ἐξισταμένων ἀνάγκη τὴν ἀλλοίωσιν αὐτῶν οἵαν εἰρήκαμεν γενέσθαι. ἡνίκα δὲ μὴ μόνον τὰ τῆς χρείας, ἀλλ' ἤδη καὶ τὰ τῆς δυνάμεως ὑπαλλάττηται, τέσσαρες μὲν οὕτως ἅπασαι συζυγίαι διάφοροι γίνονται, καθ' ἑκάστην δ' αὐτῶν ὧδέ πως αἱ ἀρτηρίαι φαίνονται κινούμεναι, κατὰ μὲν τὴν ἀῤῥωστοτέραν ἅμα καὶ θερμὴν, εἰ μὲν ἐπιπλέον ὑπ' ἀμφοτέρων τῶν αἰτίων δυναστεύοιτο, ἥ τε δύναμις ἱκανῶς ἄῤῥωστος εἴη καὶ τὸ θερμὸν πυρῶδες, μικροὶ καὶ βραδεῖς οἱ σφυγμοὶ καὶ πυκνότατοι γίνονται. μετρίας δ' [27] οὔσης τῆς βλάβης πυκνοὶ μὲν ὁμοίως, σύμμετροι δὲ κατὰ τὴν διάστασιν καὶ τὴν κίνησιν. τί δή ποτε πυκνοὶ μὲν ὁμοίως, μικροὶ δ' οὐκ ἔθ' ὁμοίως, οὐδὲ βραδεῖς; ὅτι τῆς ἐσχάτης πυκνότητος οὐδέν ἐστι πυκνότερον, ἵν' ὁμοίως ἔχωσιν ἀμφότεροι. εἰ δέ γε καὶ ταύτης δυνατὸν ἦν ἑτέραν γενέσθαι πυκνοτέραν, ἔσχον ἂν πάντως αὐτὴν οἱ ἀσθενέστατοι ὅσον ἐπί γε τῷ μηδέπῳ τὴν χρείαν πληροῦν. διὰ τί δ' ἐπὶ ταῖς μετρίαις βλάβαις τῆς τε δυνάμεως ἅμα καὶ τῆς θερμασίας οἱ σφυγμοὶ πυκνοὶ μὲν γίνονται, μικροὶ δ' οὐκ ἔτι οὐδὲ βραδεῖς, ἀλλὰ σύμμετροι; ἢ ὅτι τῆς δυνάμεως ἀῤῥωστούσης μὲν, οὐ μὴν εἰς τοὔσχατον συνῃρημένης, σύμμετρος διαστολὴ καὶ κίνησις γένοιτ' ἄν ποτε, καθάπερ καὶ τῶν ἀσθενεστέρων μὲν ἀνθρώπων, ἐπειγομένων δὲ πρὸς τῆς χρείας ἡ σύμμετρος βάδισις. ὃ γὰρ τοῖς ἰσχυροῖς ἄνευ μεγάλης ἀνάγκης, τοῦτο τοῖς ἀσθενεστέροις ἀναγκαζομένοις γίνεται. τοῖς δ' αὐτοῖς τούτοις καὶ τὸ συνεχῶς ἐνεργεῖν, ὁπόταν ὑπὸ τῆς χρείας ἐπείγωνταί τε καὶ οἷον βιάζωνται, συμβαίνει. ἀλλ' οὗτοι μὲν εἰ καὶ μόγις, ἀλλ' οὖν πληροῦσί γε τὴν χρείαν. οἱ δ' ἐσχάτως ἀσθενεῖς, κᾂν ὅτι μάλιστα προθυμηθῶσιν, ὅσον πλεῖστον δύνανται προσθεῖναι [28] μεγέθους τε καὶ τάχους καὶ πυκνότητος ταῖς ἐνεργείαις, οὐδ' οὕτως ἐκπληροῦσι τὴν χρείαν. ὅτι δ' ἀμυδρὸν ἅπαντες ἔχουσιν οἱ ἀσθενεῖς τῇ δυνάμει τὸν σφυγμὸν ἔμπροσθεν εἴρηται, καὶ εἰς τοσοῦτόν γ' ἀμυδρὸν εἰς ὅσον καὶ τὰ τῆς δυνάμεως πεπόνθασιν. περὶ μὲν δὴ τῆς διὰ πλῆθος θερμασίας καὶ ἀῤῥωστίας δυνάμεως κακοσφυξίας ἱκανὰ καὶ ταῦτα. μεταβῶμεν δ' ἐπὶ τὴν ἑτέραν συζυγίαν τὴν ἐξ ἀῤῥωστίας τε καὶ καταψύξεως συγκειμένην· ἐφ' ἧς ἀμυδρὸς μὲν εἰς τοσοῦτον εἰς ὅσον ἂν καὶ τὰ τῆς δυνάμεως ἔχῃ κακῶς ὁ σφυγμὸς γίνεται, μικρὸς δὲ καὶ βραδὺς, ὥσπερ καὶ οἱ ἐπὶ τῆς προτέρας συζυγίας, οὐ μὴν ὁμοίως γ' ἐκείνοις εἰς ἐσχάτην ἀφικνεῖται πυκνότητα, πλὴν εἴ ποθ' ἡ δύναμις ἐσχάτως εἴη κεκμηκυῖα, δῆλον ὡς σμικρότατος ἐπὶ τῶν τοιούτων ὁ σφυγμὸς ἔσται, καὶ διαλείπων τε καὶ ἐκλείπων τὰ πολλά. μετρίως μέντοι τῆς δυνάμεως ἀῤῥωστούσης, ἰσχυρᾶς δὲ τῆς καταψύξεως οὔσης, πυκνὸς οὐδόλως ὁ σφυγμὸς γίνεται, ὡς ἂν πληρουμένης τῆς χρείας αὐτάρκως καὶ πρὸς τῆς τοιαύτης δυνάμεως. τρίτη δὲ συζυγία σφυγμῶν ἀλλοιώσεως αὐξανομένης ὁμοῦ θερμασίας τε καὶ δυνάμεως, ἐν ᾗ σφοδότατοι μὲν καὶ [29] μέγιστοι, τάχιστοι δ' οὐκ ἔθ' ὁμοίως οἱ σφυγμοὶ γίνονται, πυκνότατοι δὲ τὰ πολλὰ μὲν οὐκ ἐναργῶς, ἔστιν ὅτε μέντοι καὶ σαφῶς ὑπὲρ τὸ κατὰ φύσιν εἰσί. καὶ γίνεται τοῦτο, ὅταν ἐπὶ πλεῖστον αὐξηθῇ τὰ τῆς θερμασίας. τηνικαῦτα γὰρ καίτοι μέγιστος ὁ σφυγμὸς καὶ ταχὺς, ὅμως οὐχ ὑπηρετεῖ τῇ χρείᾳ διὰ τὸ πλῆθος τῆς θερμασίας. ἡ δὲ λοιπὴ καὶ τετάρτη συζυγία τῆς κατὰ τοῦτο τὸ γένος τῶν σφυγμῶν ἀλλοιώσεως, ὅταν εἰς ταὐτὸν ἀφίκηται ῥώμη τε δυνάμεως καὶ θερμασίας ἔνδεια. γίνονται δ' οὗτοι σύμμετροι μὲν τῷ μεγέθει, βραδύτεροι μέντοι καὶ ἱκανῶς ἀραιοὶ καὶ μάλιστα ὅταν ἐπὶ πλέον ἡ ψύξις κρατῇ. βραχείας γὰρ οὔσης τηνικαῦτα τῆς τῶν σφυγμῶν χρείας καὶ πάσης πληρουμένης ῥᾳδίως τῷ μεγέθει τῆς διαστολῆς, εὐλόγως ἐπὶ πλεῖστον ἡσυχάζουσιν αἱ ἀρτηρίαι. ὡς γὰρ ὅτ' ἤπειγεν ἡ χρεία συνεχὴς ἡ κίνησις αὐτῶν ἦν, οὕτω νῦν ὅτ' ἐκλύεται διὰ μακροῦ γίνεται. τὸ μέντοι τῆς διαστάσεως αὐτῶν ποσὸν οὐ κωλύεται σαφῶς οὐδ' ἐναργῶς διὰ τὴν εὐρωστίαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ ἡ βραδύτης ἐπὶ πολὺ κρατεῖ διὰ τὴν αὐτὴν αἰτίαν. ἐῤῥωμένη γὰρ ἡ δύναμις σώζεται τὰ κατὰ φύσιν τῆς κινήσεως μέτρα, κᾂν ἡ [30] χρεία μὴ καλῇ. μεγάλως μὲν γὰρ δεῖ τὴν χρείαν ἐκλυθῆναι τῆς ψύξεως ἰσχυρῶς κρατούσης, ἵν' ὁ σφυγμὸς ἐναργῶς γένηται μικρότερος. ὡς τὰ πολλὰ δὲ τὴν κατὰ φύσιν σώζει ποσότητα τῆς διαστάσεως, ἢ ὀλίγῳ γέ τινι, καὶ οὐ πάνυ σαφεῖ γίνεται μικρότερος, ἐπὶ πλέον μέντοι βραδύτερος, ἢ μικρότερος ἐν ταῖς καταψύξεσι φαίνεται, παραπλησίως τοῖς βαδίζουσιν, ὅταν μὴ δέωνται τῆς κινήσεως ἠπειγμένης. ἧττον γὰρ οὗτοι τοῦ μεγέθους τῆς βαδίσεως ἀφαιροῦσιν ἢ τοῦ τάχους. καὶ εἰ δεήσειε δέ ποτε θᾶττον αὐτοὺς βαδίσαι, τῷ μεγέθει πλέον ἢ τῷ τάχει προστιθέασι. προσέχειν δ' ἐνταῦθα χρὴ τὸν νοῦν ἀκριβῶς τῷ λεγομένῳ, μή τι παρακούσωμεν αὐτοῦ καὶ δόξωμεν ἐπὶ πάσης διαθέσεως τὴν κατὰ μέγεθος τε καὶ μικρότητα τροπὴν πλείονα γίνεσθαι τῆς κατὰ τάχος καὶ βραδύτητα. πλείων μὲν γὰρ οὐ γίνεται διὰ παντὸς, ἑτοιμοτέρα μέντοι, καὶ διὰ τοῦτο καὶ προτέρα. τὴν γὰρ ἀπὸ τοῦ συμμέτρου μετάστασιν εἰς μέγεθος καὶ μικρότητα ῥᾷόν ἐστιν ἰδεῖν γινομένην τῆς εἰς τὸ τάχος καὶ βραδύτητα. προελθούσης μέντοι τῆς τροπῆς εἰς ἀξιόλογον μέγεθος, ἐὰν ἔτι συμβαίνῃ τὴν [31] θερμασίαν αὐξάνεσθαι, τὸ τάχος τηνικαῦτα ἐπιδίδωσιν ἀθρόως. καὶ τοῦτ' εὐλόγως συμβαίνει, καθάπερ καὶ πρόσθεν εἴπομεν. εἰς γὰρ τὸ πληρῶσαι τὴν χρείαν ἀρκεῖ τῇ καρδίᾳ τὸ μέγεθος τῆς διαστολῆς αὐξάνειν, οὐδὲν δεομένῃ καὶ τὸ τάχος ἀνάλογον αὐτῷ συναυξάνειν. ὅταν δ' ἤδη τὸ μέγεθος μὲν ἀξιόλογον ᾖ, εἶτα δὲ καὶ τὰ τῆς χρείας ἐπείγῃ, τότε καὶ τῷ τάχει τὸ λεῖπον πᾶν προστίθησιν· εἰ δὲ μηδὲ τοῦτ' ἀρκοίη, συνεχεῖς ποιεῖται τὰς κινήσεις, ὅπερ ἐστὶ ταὐτὸν τῷ πυκνός. ἀλλὰ περὶ μὲν τούτων ἱκανὰ καὶ ταῦτα.
Μεταβάντες δ' αὖθις ἐπὶ τὰς τῶν ὀργάνων διαφορὰς ἐπισκεψώμεθα πρῶτον μὲν τοὺς οἰκείους ἑκατέρας αὐτῶν σφυγμοὺς, ἔπειτα δ' ἤδη καὶ τὰς μετὰ τῶν ἄλλων αἰτίων ὑπαλλάξεις, ὥσπερ ὀλίγῳ πρόσθεν ἐποιήσαμεν. ὅτι μὲν οὖν ἐπειδὰν σκληρότερον καὶ μαλακώτερον ἑαυτοῦ γένηται τὸ τῆς ἀρτηρίας σῶμα, καὶ τοὺς σφυγμοὺς αὐτοὺς ἢ σκληροὺς ἢ μαλακοὺς ἀπεργάζεται πρότερον εἴρηται, καὶ οὐ δεῖται μακροτέρων λογισμῶν τὸ τοιοῦτον, ὑπὸ πάντων τῶν ἐναργῶν μαρτυρούμενον, ὡς κατὰ τὴν τοῦ πλήττοντος φύσιν καὶ ἡ τῆς πληγῆς ἀποτελεῖται ποιότης. ὅτι δὲ καὶ μέγεθος μὲν ταῖς [32] μαλακότησι τῶν ὀργάνων, μικρότης δὲ ταῖς σκληρότησιν οἰκεία, λέλεκται μέν τι καὶ περὶ τούτων ἔμπροσθεν, εἰρήσεται δὲ καὶ νῦν διὰ τὴν ἀκολουθίαν τοῦ λόγου. τὸ μὲν μαλακὸν ὄργανον ἑτοίμως ἐκτεινόμενον πάντη ῥᾳδίως διαστέλλεται, τὸ δὲ σκληρὸν οὐκ ἄνευ μεγάλης βίας. ἕπεται δὲ τῷ μὲν ἑτοίμῳ τῆς διαστολῆς τὸ μέγεθος, τῷ δ' ἀντιβατικῷ τε καὶ δυσπαθεῖ σμικρότης. ὡσαύτως δὲ καὶ τάχος μὲν τῷ προτέρῳ, βραδύτης δὲ τῷ δευτέρῳ γένει, οὐ μὴν κατὰ τὴν αὐτὴν ἀναλογίαν μεγέθει τε καὶ μικρότητι. θάττων μὲν γὰρ ὀλίγῳ, παμπόλλῳ δὲ μείζων ὁ ἐπὶ μαλακότητι τῶν ὀργάνων σφυγμὸς τοῦ διὰ σκληρότητα. τὸ γὰρ ὑμενῶδες τοῦ σώματος τῆς ἀρτηρίας, κᾂν σκληρότερόν ποτε γένοιτο, πρὸς μὲν τὸ τάχος τῆς κινήσεως ἕτοιμόν τε καὶ εὐπειθὲς, εἰς δὲ τὸ μέγεθος τῆς διαστολῆς ἁπάντων ἀφυέστατον, εἴ γε χρὴ ῥᾳδίως ἐκτείνεσθαι πάντη τὸ μεγίστην διαστολὴν ποιησόμενον. τοιοῦτον δ' ἐστὶ τὸ μαλακόν. καὶ ὅταν ἐπὶ πλεῖστον ἐκστῇ τοῦ κατὰ φύσιν ἢ εἰς μαλακότητα, ἢ εἰς σκληρότητα τὸ τῶν ἀρτηριῶν σῶμα, βραδύτερος ὁ μαλακὸς σφυγμὸς τοῦ σκληροῦ γίνεται. [33] τὸ μὲν γὰρ βραχεῖ τοῦ κατὰ φυσὶν μαλακώτερον σῶμα τοῦ βραχεῖ σκληροτέρου, διότι πρὸς τὸ μέγεθος τῆς διαστολῆς εὐπειθέστερόν ἐστι, διὰ τοῦτο καὶ πρὸς τὸ τάχος τῆς κινήσεως, τὸ δ' ἐπὶ πλεῖστον ἐκλυθὲν εἰς μαλακότητα καὶ οἷον καταῤῥέον τε καὶ καταπῖπτον εἰς ἑαυτὸ δι' ὑπερβολὴν ὑγρότητος οὔτ' εἰς τὸ μέγεθος τῆς διαστολῆς ὁμοίως ἕτοιμον οὔτ' εἰς τὸ τάχος τῆς κινήσεως, καὶ κατὰ τοῦτο ἀπολείπεται τῷ τάχει τοῦ σκληροῦ, μεγέθει δὲ καὶ νῦν ἔτι πλεονεκτεῖ οὐ τοῦ σκληροῦ μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ κατὰ φύσιν. αἱ μέντοι τοιαῦται διαθέσεις, ἐν αἷς εἰς ἄμετρον ὑπερβολὴν ἥκουσιν αἱ ἀρτηρίαι σκληρότητος ἢ μαλακότητος, οὐκ ἄνευ καὶ τῆς τῶν ἄλλων συνεκτικῶν αἰτίων γίνονται μεταβολῆς. οὔτε γὰρ τὴν δύναμιν εὔρωστον ἔτι μένειν οἷόν τε οὔτε τὴν θερμασίαν ἐν τοῖς κατὰ φύσιν ὅροις. ὅθεν οὖν αὐτῆς μόνης ἤτοι μαλακότητος ἢ σκληρότητος ἄνευ τῶν ἄλλων αἰτίων τοὺς οἰκείους σφυγμοὺς ἀποφαινώμεθα, μείζους μὲν καὶ θάττους ἐπὶ ταῖς μαλακότησιν ἐροῦμεν, ἐλάττους δὲ καὶ βραδυτέρους ἐπὶ ταῖς σκληρότησι γίνεσθαι, καὶ ἐπὶ πλέον γε μείζους ἢ ὠκυτέρους [34] δι' ἣν εἴπομεν ἔμπροσθεν αἰτίαν, πυκνότητι δὲ καὶ ἀραιότητι τοσοῦτον ἀλλήλων τε καὶ συμμέτρου παραλλάττειν, ὅσον ἐκ τοῦ μεγέθους ἢ τῆς μικρότητος ἢ τοῦ τάχους ἢ τῆς βραδύτητος ἐξίστανται τοῦ κατὰ φύσιν. ἐῤῥέθη δὲ καὶ πρόσθεν ὡς ἔστιν αἰτία μία καθόλου πυκνότητος ἐνεργειῶν ἁπασῶν, ὅταν ἐλλιπέστερον τῆς χρείας ἑκάστης συντελῆται. τῶν μὲν οὖν σκληρῶν ὀργάνων ἡ διαστολὴ μικρότερα καὶ διὰ τοῦτ' ἐλλιπεστέρα τῆς χρείας ἡ ἐνέργεια, τῶν δὲ μαλακῶν τοὐναντίον ἀξιόλογος μὲν ἡ διαστολὴ, πληροῦται δ' ἱκανῶς ἡ χρεία. εὐλόγως οὖν τοῖς μὲν σκληροῖς σφυγμοῖς αἱ πυκνότητες, τοῖς δὲ μαλακοῖς αἱ ἀραιότητες ἕπονται. εἰ δὲ συνδράμοι ποτὲ τῇ μὲν σκληρότητι ψύξις, τῇ δὲ μαλακότητι θερμασία, γένοιντ' ἂν οὕτω οἱ σκληροὶ σφυγμοὶ τῶν μαλακῶν ἀραιότεροι. κατὰ συμπλοκὴν δέ τιν' ἤδη τῶν ἐν τοῖς συνεκτικοῖς αἰτίοις διαφορῶν ἡ τοιαύτη τῶν σφυγμῶν ἀλλοίωσις γίνεται. ἐπεὶ δὲ κατὰ τὴν ἀκολουθίαν αὐτὴν τοῦ λόγου πρώτης ἐμνημονεύσαμεν τῆς κατὰ σκληρότητα καὶ ψύξιν συζυγίας, τὸ πᾶν ἤδη περὶ αὐτῆς λεγέσθω. σκληρότερον γὰρ τὸ σῶμα τῶν ἀρτηριῶν γενόμενον ἅμα τῇ ψύξει τῆς ἐμφύτου [35] θερμασίας τοὺς σφυγμοὺς ποιήσει μικροτέρους τε καὶ βραδυτέρους τῶν κατὰ φύσιν· εἰ μὲν ἡ σκληρότης κρατοίη, μικροτέρους πλέον ἢ βραδυτέρους, εἰ δ' ἡ ψύξις, ἔμπαλιν βραδυτέρους πλέον ἢ μικροτέρους. οὕτω δὲ καὶ πυκνοτέρους μὲν, εἰ ἡ σκληρότης πλεονεκτοίη τῆς ψύξεως, ἀραιοτέρους δὲ, εἰ ἡ ψύξις κρατοίη· εἰ δ' ἴση καθ' ἑκάτερον αὐτῶν ἡ εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ γένοιτο, τοσούτῳ μικροτέρους ὅσῳ καὶ βραδυτέρους· ἀραιότητι δὲ ἢ πυκνότητι τῶν κατὰ φύσιν οὐδὲν ἀλλοιοτέρους. ὅσον γὰρ ἡ χρεία τῆς γενέσεως αὐτῶν ἀφεῖλε διὰ τὴν ψύξιν, τοσοῦτον καὶ τοῦ ποσοῦ τῆς διαστολῆς καὶ τοῦ χρόνου τῆς κινήσεως συγκαθεῖλεν. οὔκουν δεῖται συνεχέστερον κινεῖν τὰς ἀρτηρίας ἡ φύσις, ὥσπερ ἐν τοῖς πλείστοις τῶν μικρῶν σφυγμῶν, ἐφ' ὧν ἐλλιπεστέρα τῆς χρείας ἡ διαστολὴ, εἰ μέντοι ἡ σκληρότης μὲν ἱκανὴ, ὀλίγη δ' εἴη παντελῶς ἡ ψύξις, αὐτὸ δὲ τοῦτο ἔσται τηνικαῦτα τὸ προειρημένον, τὸ τῆς χρείας ἐλάττονα γινομένην τὴν διαστολὴν συνεχεῖς τὰς κινήσεις ἐργάσασθαι, ὥσπερ οὖν εἰ καὶ τοὔμπαλιν γένοιτο παμπόλλη μὲν ἡ ψύξις, ἐλάττων δ' ἐλαχίστῳ τοῦ κατὰ φύσιν ἡ σκληρότης. ἀνάγκη γὰρ τότε τοὺς σφυγμοὺς [36] ἀραιοτέρους ἐπὶ πλέον ἢ μικροτέρους γενέσθαι, ὅτι καὶ τὰ τῆς χρείας ἐπὶ πλέον ἠλάττωται τοῦ ποσοῦ τῆς διαστολῆς. τοιαύτη μέντοι ἡ πρώτη συζυγία τῶν αἰτίων. δευτέρα δ' ἦν ἐφ' ἧς ἐκράτει μαλακότης ἅμα θερμότητι. τρεῖς δ' ἀνάγκη κᾀνταῦθα γενέσθαι τὰς πρώτας διαφορὰς, ποτὲ μὲν ὁμοίως εἴς τε μαλακότητα καὶ θερμότητα τῆς τροπῆς γενομένης, ποτὲ δὲ ἤτοι τῆς μαλακότητος ἢ τῆς θερμότητος κρατούσης. εἰ μὲν οὖν ὅσον ἡ μαλακότης, τοσοῦτον καὶ ἡ θερμότης τοῦ κατὰ φύσιν ἐξίστατο, μεγάλους ἀνάγκη καὶ ταχεῖς γίνεσθαι τοὺς σφυγμοὺς, πυκνοὺς δ' οὐκ εὐθέως, ἀλλ' ὅταν ἡ χρεία τῆς γενέσεως αὐτῶν ὑπὲρ τὸ μέγεθος ᾖ τῆς διαστολῆς. εἰ δ' ἡ μαλακότης κρατοίη, πλεονεκτήσει καὶ μέγεθος τοῦ τάχους· εἰ δ' ἡ θερμότης κρατοίη, οὐκ ἔθ' ἁπλῶς ἀποφήνασθαι δυνατὸν, ἀλλὰ χρὴ διορίσασθαι. παμπόλλης μὲν γὰρ οὔσης τῆς θερμασίας, ὡς μὴ πληροῦσθαι τὴν χρείαν ὑπὸ τῆς ἐνεργείας, πλέον ὠκυτέρους ἢ μεγάλους ἀνάγκη γίνεσθαι τοὺς σφυγμοὺς, εὐθὺς δὲ δηλονότι καὶ πυκνούς· ὅταν δ' ἱκανῶς ἀπολαύῃ τῆς χρείας ἡ φύσις, εἰς ὅσον μεγάλους, εἰς τοσοῦτον καὶ ταχεῖς. τρίτη δ' ἂν εἴη συζυγία τῶν κατὰ [37] ταῦτα τὰ γένη τὸν σφυγμὸν ἀλλοιούντων αἰτίων, ὅταν εἰς ταὐτὸν ἥκῃ σκληρότης θερμότητι. μεγάλης μὲν οὖν τῆς καθ' ἑκάτερον εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γινομένης οἱ σφυγμοὶ τάχιστοι μὲν ἔσονται καὶ πυκνότατοι, μικρότατοι δ' οὐκ ἔτι, πλὴν εἰ καὶ τὰ τῆς δυνάμεως ἔχοι κακῶς, ὅπερ οὐχ ὑπόκειται νῦν, ἀλλ' ἥττους μὲν τῶν κατὰ φύσιν, οὐ μὴν εἰς ἔσχατόν γε μικρότητος ἥκοντες. εἰ μέντοι τὰ τῆς θερμασίας ἀμέτρως ἔχοι, τὸ δ' ὄργανον μὴ πάνυ σκληρὸν, ἀλλ' ὀλίγῳ γέ τινι τοῦ συμμέτρου παραλλάττον, οὐχ ὅπως ἐλάττων τοῦ κατὰ φύσιν ἡ διαστολὴ τῶν ἀρτηριῶν, ἀλλὰ καὶ μείζων γένοιτ' ἄν. οἰκείων γὰρ ὄντων σφυγμῶν τῇ μὲν σκληρότητι τῶν ὀργάνων τοῦ μικροῦ, τῇ δ' ἀμετρίᾳ τῆς θερμασίας τοῦ μεγάλου, κατὰ λόγον ἐν τοιαύταις διαθέσεσιν ὁ σφυγμὸς μέγας γίγνεται, συνεξομοιούμενος τῷ κρατοῦντι, ὥσπερ ὅταν ἡ σκληρότης κρατῇ, μικρός· ταχὺς μέντοι πάντως ὁπότερον ἂν τῶν αἰτίων πλεονεκτῇ, καὶ πολὺ μᾶλλον, ὅταν ἡ θερμασία. τηνικαῦτα δὲ καὶ ἡ πυκνότης ἐπιφανεστέρα. λοιπὴ δ' ἂν εἴη συζυγία κατὰ τὰ νῦν προκείμενα γένη τῶν σφυγμῶν, ὅταν εἰς ταὐτὸν ἀφίκηται μαλακότητι ψύξις. ὄντος δὲ κᾀνταῦθα τοῦ μὲν μεγάλου [38] σφυγμοῦ ταῖς μαλακότησιν οἰκείου, τοῦ δὲ μικροῦ ταῖς ψύξεσιν, ὁπότερον ἂν αὐτῶν πλέον ἐξίστηται τῆς φύσεως, ἐκείνῳ συνεξομοιοῦσθαι τοὺς σφυγμοὺς ἀναγκαῖον. ὥστε μεγάλοι μὲν τῆς μαλακότητος τῶν ὀργάνων κρατούσης, μικροὶ δ' ἐν ταῖς ψύξεσιν ἔσονται, σύμμετροι δ', ὅταν ὅσον εἰς μέγεθος ὑπὸ τῆς μαλακότητος αὔξωνται, τοσοῦτον καθαιρῶνται πρὸς τῆς ψύξεως εἰς μικρότητα. καθόλου γὰρ εἰπεῖν οὐκ ἐπὶ τῶν νῦν προκειμένων μόνων αἰτίων, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων τῶν παρὰ φύσιν οἱ σύμμετροι γίνονται σφυγμοὶ, τῶν εἰς τἀναντία τρεπόντων αὐτοὺς ἑκατέρων ὁμοίως δυναμένων, καὶ δόξαν γε ψευδῆ τοῦ κατὰ φύσιν διακεῖσθαι τοὺς οὕτω νοσοῦντας οἱ πολλοὶ τῶν ἰατρῶν ἴσχουσιν. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς δι' αὐτῶν προγνώσεως ἐπὶ πλέον εἰρήσεται· τὸ δὲ νῦν εἶναι τοῦτ' ἀρκεῖ μόνον ἐνδεδηλωμένον, ὅσον τῆς προκειμένης πραγματείας ἴδιον, ὡς πάντες μὲν οἱ κατὰ φύσιν σφυγμοὶ μέσοι τῶν ὑπερβολῶν εἰσι καὶ σύμμετροι, οὐ μὴν ἅπαντές γε οἱ σύμμετροι κατὰ φύσιν. [39] ἀραιοὶ μέντοι καὶ βραδεῖς οἱ τοιοῦτοι σφυγμοὶ πάντες εἰσὶ, καὶ μᾶλλον ὅταν ἡ ψύξις κρατῇ.
Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, ἐπαλλάξωμεν ἑξῆς τὰς ἀπὸ τῶν ὀργάνων διαφορὰς ταῖς ἀπὸ τῆς δυνάμεως, ἐκεῖνο πρότερον ἀναμνήσαντες, ὡς ὅσα πλεονεξίᾳ θερμασίας ἕπεται πάθη σφυγμῶν, τοσαῦται καὶ χρεῖαι γενέσεως ψυχικοῦ πνεύματος. ὀργάνων οὖν σκληρότης ἅμα μὲν ἀσθενείᾳ δυνάμεως μικροὺς καὶ βραδεῖς καὶ πυκνοὺς ἀποτελεῖ τοὺς σφυγμοὺς, ἅμα δὲ ῥώμῃ μικροὺς μὲν καὶ πυκνοὺς, οὐ μὴν καὶ βραδεῖς, ἀλλ' ἔστιν ὅτε πολὺ τοῦ κατὰ φύσιν ὠκυτέρους. ὅσον γὰρ διὰ τὴν σκληρότητα τῶν ὀργάνων ἐλλιπὲς τῷ συμμέτρῳ τῆς διαστολῆς, τοσοῦτον ἀναπληροῦται πρὸς τοῦ τάχους τε καὶ τῆς πυκνότητος. εἰ δέ γε μαλακὸν μὲν εἴη τὸ ὄργανον, ἐῤῥωμένη δ' ἡ δύναμις, μείζονες μὲν ἐπιφανῶς οἱ σφυγμοὶ γίνονται, ὀλίγῳ δέ τινι βραδύτεροι καὶ ἀραιότεροι. εἰ δ' ἀῤῥωστία δυνάμεως συνέλθοι μαλακότητι τῶν ὀργάνων, ἴσης μὲν ἀμφοτέρων καὶ μετρίας ἅμα τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γενομένης, σύμμετροί τε καὶ πάνυ [40] τοῖς κατὰ φύσιν ὡσαύτως ἔχοντες οἱ σφυγμοὶ φαίνονται, πλὴν ὅσα μαλακότητι διαλλάσσουσιν, ἀμέτρου δ' ἱκανῶς μικροὶ καὶ βραδεῖς καὶ πυκνοὶ γίνονται. ὡσαύτως δ', εἰ καὶ τὰ τῆς ἀῤῥωστίας κρατοίη πολλῷ. καὶ γὰρ οὖν καὶ τότε μικροὶ καὶ βραδεῖς καὶ πυκνοὶ γίνονται. τῆς μέντοι μαλακότητος κρατούσης ἐγγύς τι τῶν κατὰ φύσιν οἱ σφυγμοὶ φαίνονται. βραχεῖ γὰρ ἀπολειπομένη τοῦ κατὰ φύσιν ἡ δύναμις οὐ κωλύεται διαφυλάττειν οὔτε τὸ ποσὸν τῆς διαστολῆς οὔτε τὸ ποιὸν τῆς κινήσεως, ὥσπερ ὅταν ὀργάνων συμπέσῃ σκληρότητι. τηνικαῦτα μὲν γὰρ κωλύεται ἡ διαστολή. πυκνοῦνται δὲ ἐξ ἀνάγκης εἰς τοσοῦτον οἱ σφυγμοὶ εἰς ὅσον ἐλλιπὴς ἑκάστη γίνεται τῶν ἐνεργειῶν. ὅταν δ' ἡ μὲν δύναμις ἐπ' ὀλίγον ἀσθενῇ, μαλακοὶ δ' οἱ χιτῶνες ὦσιν οἱ τῶν ἀρτηριῶν, οὔτε βραδυτέρας γενομένης τῆς κινήσεως οὔτε μικροτέρας τῆς διαστολῆς καὶ διὰ τοῦθ' ἱκανῶς τῆς χρείας πληρουμένης, οὐδ' εἰς πυκνότητά τις γένηται μεταβολὴ τῶν σφυγμῶν.
Λοιπὸν δ' ἂν εἴη πάσας ὁμοῦ συμπλέξαι τὰς τῶν συνεκτικῶν αἰτίων διαφοράς· γίνονται δὲ τὸν ἀριθμὸν [41] ὀκτώ· δύο μὲν, ὅταν ἐκλυθείσης ἅμα τῆς τε δυνάμεως καὶ τῆς χρείας ποτὲ μὲν μαλακώτερον αὐτοῦ γένηται τὸ ὄργανον, ποτὲ δὲ σκληρότερον, δύο δ' ἄλλαι τῆς μὲν δυνάμεως ἐκλυθείσης, τῆς δὲ χρείας ἐπιταθείσης, τῶν δ' ὀργάνων ἢ μαλακῶν ἢ σκληρῶν γενομένων, καὶ ἄλλαι δύο τῆς μὲν δυνάμεως ἐῤῥωμένης, τῆς χρείας δὲ ἐκλελυμένης ἅμα τῇ τῶν ὀργάνων ὑπαλλαττομένῃ διαφορᾷ. δύο δὲ λοιπαὶ τῆς μὲν δυνάμεως ἐῤῥωμένης, τῆς δὲ χρείας ἐπιτεταμένης, ἅμα τῇ προειρημένῃ τῶν ὀργάνων διαφορᾷ. ἐκλυθείσης μὲν οὖν τῆς δυνάμεως ἅμα καὶ τῆς χρείας εἰς μικρότητα μὲν καὶ βραδύτητα πάντως οἱ σφυγμοὶ τρέπονται καθ' ἑκατέραν τῶν ὀργάνων τὴν διαφορὰν, πυκνοῦνται δ' οὐκ ἐξ ἀνάγκης, ὥσπερ οὐδ' ἀραιοῦνται, ἀλλὰ τούτων ἑκάτερον αὐτοῖς ἐν μέρει προσγίνεται παρά τε τὴν τῶν ὀργάνων διαφορὰν καὶ τὸ ποσὸν τῆς βλάβης καθ' ἑκάστην τῶν συνεκτικῶν αἰτίων. ὀλίγης μὲν γὰρ οὔσης τῆς ἐν τῇ δυνάμεν βλάβης καὶ τῶν ὀργάνων μὴ πάνυ σκληρῶν ὑπαρχόντων οὐδεμία γίνεται κατὰ πυκνότητα σφυγμῶν ἀλλοίωσις. ἐῤῥέθη γὰρ καὶ πρόσθεν ὅτι μὴ τοὺς σφυγμοὺς μόνους, ἀλλὰ καὶ πάσας ἁπλῶς τὰς ἐνεργείας πυκνοῦσθαι συμβαίνει [42] διὰ τὸ καθ' ἑκάστην αὐτῶν ἐλλιπές· τὸ δ' ἐλλιπὲς ὡς τῇ χρείᾳ μετρεῖται, καὶ τοῦτ' εἴρηται πρόσθεν. ὅταν οὖν ἐκλυθῇ μὲν αὐτὴ, βραχεῖα δ' ᾖ τῆς δυνάμεως ἡ βλάβη, τηνικαῦτα μὲν οὐκ ἂν ἐλλιπὴς ἡ ἐνέργεια γένοιτο, πλὴν εἰ δι' ὀργάνων ἄμετρον σκληρότητα. ἐὰν τοίνυν μεγάλως μὲν ἡ δύναμις βλαβῇ, μετρίως δ' ἡ χρεία ἐκλυθῇ, σκληρὰ δ' ἱκανῶς ἀποτελεσθῇ τὰ ὄργανα, μικροτέρους ἀνάγκη γίνεσθαι τοὺς σφυγμοὺς τῆς χρείας, καὶ διὰ τοῦτ' ἐλλιπῆ τὴν ἐνέργειαν, εἰς ὅσον δ' ἐλλιπεστέραν, εἰς τοσοῦτον καὶ πυκνοτέραν. ἀλλὰ καὶ αὐτὴν τὴν μικρότητά τε καὶ βραδύτητα τῶν τοιούτων σφυγμῶν οὐχ ὡσαύτως ἔχειν διὰ παντὸς οἷόν τε. περὶ γὰρ τὸ μᾶλλόν τε καὶ ἧττον ἤτοι τὴν δύναμιν ἢ τὴν χρείαν βεβλάφθαι ἀνάγκη καὶ αὐτοὺς τοὺς σφυγμοὺς ἢ μᾶλλον ἢ ἧττον εἰς μικρότητά τε καὶ βραδύτητα μεταβάλλεσθαι. μικρότεροι μὲν γὰρ καὶ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως γίνονται καὶ διὰ τὴν χρείαν ἐκλελυμένην καὶ διὰ τὴν τῶν ὀργάνων σκληρότητα, ἀλλ' ἧττόν τε καὶ μᾶλλον πάσχουσι τοῦτο παρὰ τὸ ποσὸν τῆς ἀλλοιώσεως ἑκάστου τῶν αἰτίων, ἢ κατὰ μόνας, ἢ κατὰ σύνδυο, ἢ πάντων ὁμοῦ βεβλαμμένων. [43] κατὰ μόνας μὲν, ὅταν μικρότατος ὁ σφυγμὸς γένηται, ἤτοι τῶν ὀργάνων σκληροτάτων ἀποτελεσθέντων ἢ τῆς δυνάμεως ἀῤῥωστούσης ἐσχάτως ἀρκεῖ γὰρ καὶ τὸ ἕτερον αὐτῶν ὁποτερονοῦν, ὡς εἴρηται, βλαβὲν μικρότερον ἐργάσασθαι τὸν σφυγμόν· κατὰ σύνδυο δὲ, ὥσπερ ὅταν ἐσχάτως μὲν γένηται μικρὸς, οὐκ εἰς ἔσχατον δὲ βλάβης ἥκῃ τι τῶν εἰρημένων αἰτίων, ἀλλ' ἑκάτερον αὐτῶν τοσοῦτον ἀπολείπηται τῆς ἄκρας βλάβης, ὥστε τὸν ἐξ ἀμφοῖν ἀποτελούμενον σφυγμὸν ὁμοίως ἠλλοιῶσθαι τῷ διὰ θάτερον ἐσχάτως βεβλαμμένῳ. οὕτω δὲ καὶ εἰ τὰ τρία γένη τῶν αἰτίων εἰς ἑνὸς σφυγμοῦ γένεσιν συνδράμοι, ποιήσειεν ἄν ποτε τηλικαύτην ἀλλοίωσιν, ὅση καὶ δι' ἓν ἐξ αὐτῶν ἄκρως βεβλαμμένον ἐγένετο. καὶ χρὴ τούτου μεμνῆσθαι παρὰ πάντα τὸν λόγον, ὅπως μή τις ἐξαπατηθεὶς τὴν ἐξ ἁπάντων τῶν αἰτίων ἐσχάτως βεβλαμμένων γινομένην ἀλλοίωσιν ἐξ ἀνάγκης ἡγῆται μείζονα τῆς ἐξ ἑνὸς ὑπάρχειν. ἀρκεῖ γὰρ, ὡς εἴρηται, δι' ἓν ὁτιοῦν αἴτιον ἀκριβῶς βεβλαμμένον εἰς ἐσχάτην ἀλλοίωσιν ἀφικέσθαι τοὺς σφυγμούς. ἡ γοῦν τῆς δυνάμεως εἰς τοὔσχατον κατάπτωσις [44] μικροτάτους ἐργάζεται τοὺς σφυγμοὺς, κᾂν μαλακοὶ μὲν οἱ χιτῶνες οἱ τῶν ὀργάνων ὑπάρχωσιν, ἐπείγῃ δὲ ἡ χρεία, ὥστε καὶ τούτου πάλιν ἐν τῷ καθόλου μεμνῆσθαι χρήσιμον, ὡς πολλάκις μὲν εἰς τὴν τῶν ἐσχάτων σφυγμῶν γένεσιν πλειόνων αἰτίων δεῖ, πολλάκις δ' ἓν ἀπόχρη. μέγιστος μὲν γὰρ οὐ γένοιτο δι' εὐρωστίαν ἄκραν δυνάμεως, εἰ μὴ καὶ τἄλλα συντελῇ, μικρότατος δ' ἄν ποτε γένοιτο δι' ἀῤῥωστίαν. καὶ τό γε τούτου θαυμασιώτερον, τῶν λοιπῶν αἰτίων πολλάκις τὸν ἐναντιώτατον σφυγμὸν οἰκεῖον ἐχόντων, καὶ καθ' ἓν ἐξ αὐτῶν τὸ κρατοῦν ἡ τροπὴ γίνεται. κρατεῖ δ' ἄλλο, νῦν μὲν εἰ τύχοι, δυνάμεως ἀῤῥωστία, δι' ἣν μικρότατος ὁ σφυγμὸς ἐγένετο, αὖθις δ' ὀργάνων σκληρότης, καὶ αὖθις πάλιν χρείας κατάλυσις. ὥσπερ γὰρ ἀῤῥωστούσης ἐσχάτως τῆς δυνάμεως οὐκ ἂν οὔθ' ἡ μαλακότης τῶν ὀργάνων οὔθ' ἡ τῆς χρείας ἔπειξις αὐξήσει τὸ μέγεθος, οὕτω καὶ κατασκληρυνθέντων τῶν ὀργάνων οὐδὲν οὔθ' ἡ δύναμις ἐῤῥωμένη συντελέσει πρὸς τὸ μέγεθος οὔθ' ἡ τῆς χρείας ἔπειξις. ὥσπερ δὲ δι' ἓν αἴτιον ἐσχάτως βεβλαμμένον ἐσχάτη σφυγμῶν ἀλλοίωσις γίνεται [45] πολλάκις, οὕτως ἔστιν ὅτε πάντων ἅμα τῶν αἰτίων εἰς ἑνὸς σφυγμοῦ γένεσιν συντελούντων οὐδέπω τὴν ἐσχάτην ἀλλοίωσιν ἔσχηκεν ὁ πρὸς αὐτῶν ἀποτελούμενος. εἰ γὰρ ἅμα μὲν ἄῤῥωστος ἡ δύναμις, ἅμα δὲ ἡ σκληρότης μὲν τῶν ὀργάνων, ἔκλυσις δὲ τῆς χρείας, οὐδ' οὕτως ἀναγκαῖον μικρότατον γενέσθαι τὸν σφυγμὸν, καίτοι πάντων τῶν εἰρημένων αἰτίων μικρὸν γεννᾷν πεφυκότων. ἀλλ' ἐὰν μήτε ἓν ὁτιοῦν ἐξ αὐτῶν εἰς ἔσχατον ἥκῃ βλάβης μήτε τὸ ἐξ ἁπάντων ἀθροιζόμενον κεφάλαιον ἴσον ᾖ τῇ καθ' ἓν μεγίστῃ κακώσει, τὸν σφυγμὸν οὐκ ἐνδέχεται γενέσθαι μικρότατον. ὅπερ οὖν ἔφην, οὐδὲν οὕτω σκοπεῖν χρὴ κατὰ τὰς ἀλλοιώσεις τῶν σφυγμῶν, ὡς τὸ ποσὸν τῆς βλάβης τῶν αἰτίων. ἀλλὰ τοῦτο μὲν κᾀν τοῖς περὶ τῆς δι' αὐτῶν προγνώσεως ἐροῦμεν, ἐν δὲ τῷ παρόντι λόγῳ μεταβῶμεν ἐπὶ τὴν τρίτην τε καὶ τετάρτην συζυγίαν τῶν ὀκτὼ τῶν προειρημένων, ἐνταῦθά που καταλιπόντες ἤδη τὸν περὶ τῶν πρώτων δυοῖν λόγον. εἰ γάρ τι καὶ παρεῖται κατὰ ταύτας, ῥᾳδίως ἐκ τῶν προειρημένων ἂν εὑρεθήσεται. ὅταν οὖν ἀῤῥωστῇ μὲν ἡ δύναμις, ἐπείγῃ δ' ἡ χρεία, [46] σκληρὸν δ' ᾖ τὸ ὄργανον, μάλιστα μὲν εἰς πυκνότητα, δεύτερον δ' εἰς μικρότητα, τρίτον δ' εἰς βραδύτητα τὴν τροπὴν τῶν σφυγμῶν εὑρήσεις γινομένην, οὐ μήν γ' ἐξ ἀνάγκης οὔτε διὰ παντὸς οὔτε καθ' ἕκαστον αὐτῶν ὁτιοῦν οὔθ' ἅμα συμπίπτει πάντα. μεγάλης μὲν γὰρ οὔσης καθ' ἕκαστον τῶν αἰτίων τῆς βλάβης, μικρότατοι καὶ πυκνότατοι καὶ βραδεῖς οἱ σφυγμοὶ γίνονται· βραδεῖς μὲν, ὅτι καὶ ἡ δύναμις ἀσθενὴς, μικρότατοι δὲ διά τε ταύτην καὶ διὰ τὴν τῶν ὀργάνων σκληρότητα. ὅτι δὲ τοιοῦτοι, διὰ τοῦτο καὶ πυκνότατοι, καὶ πολὺ μᾶλλον, ὡς ἂν τῆς χρείας ἐπειγούσης. καὶ τοίνυν καὶ χωρὶς ταύτης ἀῤῥωστία δυνάμεως ὀργάνων σκληρότητι συνελθοῦσα ἱκανὴ μικροτάτους τε καὶ πυκνοτάτους ἐργάσασθαι τοὺς σφυγμοὺς, ἐξ ἐπιμέτρου δὲ τούτοις τὸ ἀπὸ τῆς χρείας βίαιον προσιὸν εἰς ὄλεθρον μὲν οὐ μικρὰ συντελεῖ, πυκνοτέρους δ' οὐκ ἂν ἔτι τοὺς σφυγμοὺς ἐργάσαιτο. καὶ γὰρ καὶ χωρὶς ταύτης ἦσαν ἤδη πυκνότατοι. εἰ μέντοι βραχεῖα μὲν ἥ τε τῶν ὀργάνων εἴη βλάβη καὶ ἡ τῆς δυνάμεως, πολλὴ δ' ἡ χρεία τῆς γενέσεως αὐτῶν, οὔτε μικρότεροι τῶν κατὰ φύσιν οὗτοί γε οὔτε βραδύτεροι γένοιντ' ἂν, ἀλλ' ἔστιν ὅτε [47] θάττους μὲν σαφῶς, μείζους δὲ κᾂν μὴ σαφῶς, ἀλλ' ἴσοι γε ἐναργῶς τοῖς κατὰ φύσιν. ἐπειγούσης γὰρ ἱκανῶς τῆς χρείας, κᾂν ἀῤῥωστοτέρα τοῦ κατὰ φύσιν ἡ δύναμις ᾖ, κινεῖται ταχέως. πολὺ δ' ἂν μᾶλλον ηὔξησε τὸ μέγεθος τοῦ τάχους, εἰ μὴ πρὸς τῆς σκληρότητος ἐκωλύετο. νυνὶ δὲ διὰ τοῦτ' ἐπιδηλότερον γίνεται τὸ τάχος τοῦ μεγέθους, ὅτι τὸ μὲν οὐδὲν ἐμποδίζει βραχεῖ σκληρότερον ἑαυτοῦ γενόμενον τὸ ὄργανον, τῷ μεγέθει δ' ἐναντιοῦται μάλιστα πάντων, πυκνοὶ δ' ἐπὶ τῶν τοιούτων οἱ σφυγμοὶ γίνονται τῷ μὴ πληροῦσθαι τὴν χρείαν. εἰ δέ γε βραχεῖα καὶ ταύτης ἡ εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ γένοιτο, παντελῶς ὀλίγη τε καὶ δυσδιάγνωστος ἔσται καὶ ἡ πυκνότης, πληροῦται γὰρ αὐτάρκως τηνικαῦτα τῷ τάχει τε καὶ τῷ μεγέθει καὶ καθόλου φάναι χρὴ παραβάλλειν ἐπὶ τῆς τοιαύτης συζυγίας τῷ ποσῷ τῆς χρείας τὴν ὑπὸ τῆς δυνάμεως διὰ τῶν ὀργάνων ἀποτελουμένην ἐνέργειαν. ὅσον γὰρ ἀπολείπεται τῆς χρείας ἡ ἐνέργεια, τοσοῦτον ἐπιδίδωσιν εἰς πυκνότητα. μικρότεροι δ' αὖ πάλιν εἰς τοσοῦτον καὶ βραδύτεροι γίνονται τοῖς οὕτω διακειμένοις εἰς ὅσον ἂν ἤτοι τὰ τῆς δυνάμεως ἢ τὰ τῶν ὀργάνων [48] ἐξίστηται τοῦ κατὰ φύσιν. ἀλλὰ περὶ μὲν τῆς τρίτης ἐπαλλάξεως τῶν αἰτίων ἱκανὰ καὶ ταῦτα· περὶ δὲ τῆς τετάρτης συζυγίας ἤδη λεκτέον, ἐφ' ἧς ἄῤῥωστος μὲν ἡ δύναμις, ηὔξηται δ' ἡ χρεία σὺν τῇ τῶν ὀργάνων μαλακότητι. δῆλον οὖν κᾀπὶ ταύτης ὡς εἰ μὲν ἡ κατὰ τὴν χρείαν αὔξησις παμπόλλη γένοιτο, βραχὺ δ' ἀπολείποιτο τοῦ κατὰ φύσιν ἥ τε δύναμις καὶ τὰ ὄργανα, πολὺ μᾶλλον εἰς μέγεθος ἤπερ εἰς τὸ τάχος ἐπιδώσουσιν οἱ σφυγμοί. κατὰ μὲν γὰρ τὴν πρὸ ταύτης εἰρημένην συμπλοκὴν ἡ σκληρότης τῶν ὀργάνων ἀντέπραττε τῷ μεγέθει τῆς διαστολῆς, κατὰ δὲ τὴν νῦν προκειμένην οὐχ ὅπως ἀντιπράττει πρὸς τὴν διαστολὴν ἡ μαλακότης αὐτῶν, ἀλλὰ καὶ συνεργεῖ πάντων μάλιστα. μείζων οὖν ἐναργῶς ἔσται τοῦ κατὰ φύσιν ὁ σφυγμὸς, οὐ μὴν ὁμοίως γε καὶ θάττων ἐναργῶς. ἔσται δὲ καὶ πυκνότερος ὁ τοιοῦτος σφυγμὸς τοῦ κατὰ φύσιν, οὐ μὴν ὡσαύτως, οὐδ' οὕτως τῷ κατὰ τὴν τρίτην συζυγίαν, ὅτι νῦν ἡ χρεία μᾶλλον ἢ κατ' ἐκείνην πληροῦται. εἰ δὲ τὰ μὲν ἀπὸ τῆς χρείας τε καὶ τῆς δυνάμεως ὀλίγῳ τινι παραλλάττοιτο τοῦ κατὰ φύσιν, ἡ δ' εἰς μαλακότητα τροπὴ τῶν ὀργάνων εἴη συχνὴ, [49] πλησίον τῶν κατὰ φύσιν ἐν ταῖς τοιαύταις διαθέσεσιν οἱ σφυγμοὶ γενήσονται καὶ τῷ ποσῷ τῆς διαστολῆς καὶ τῷ ποιῷ τῆς κινήσεως καὶ τῷ χρόνῳ τῆς ἡσυχίας, ἑνὶ δὲ μόνῳ τῷ μαλακῷ τῆς προσβολῆς, τοῦτο γὰρ ἴδιον ἀχώριστον αὐτῶν, διαλλάξουσι τῶν κατὰ φύσιν. εἰ δὲ τὰ τοῦ μὲν ἀπὸ τῆς χρείας τε καὶ τῶν ὀργάνων μὴ μεγάλην ἔχοι τὴν ἐκτροπὴν, ἡ δύναμις δ' ἰσχυρῶς κάμνοι, μικροὶ μὲν ἱκανῶς καὶ πυκνοὶ, μετρίως δ' ἂν εἶεν οἱ τοιοῦτοι βραδεῖς. ἀρκεῖ καὶ περὶ ταύτης τῆς συμπλοκῆς τοσαῦτα. μεταβῶμεν δ' ἐπὶ τὰς ἑξῆς δύο, κοινὸν μὲν ἐχούσας τήν τε ῥώμην τῆς δυνάμεως καὶ τὴν χρείαν τῆς γενέσεως τῶν σφυγμῶν ἐκλελυμένην, διαφερούσας δ' ἐν τοῖς ὀργάνοις. ἡ μὲν δὴ ἑτέρα αὐτῶν, ἐφ' ᾗ σκληρὸν μὲν τὸ ὄργανον, εὐρωστία δ' ἐστὶ δυνάμεως, ἐλάττων δ' ἡ χρεία, μικροτέρους μὲν πάντως ἐργάζεται τοὺς σφυγμοὺς, οὐ μὴν οὔτε βραδυτέρους οὔτε πυκνοτάτους ἐξ ἀνάγκης. ἀλλ' εἰ μὲν ἱκανῶς ἐκλυθείη τὰ τῆς χρείας, μετρίως τῶν ὀργάνων ἐσκληρυσμένων, οὐ μικρότεροι μόνον, ἀλλὰ καὶ βραδύτεροι σαφῶς καὶ ἀραιότεροι γενήσονται. εἰ δὲ πλείων ἡ τῶν ὀργάνων εἴη κάκωσις ἤπερ [50] ἡ τῆς χρείας, μικρὸς ἱκανῶς ὁ τοιοῦτος σφυγμὸς γίνεται καὶ διὰ τοῦτο πυκνὸς, διὰ δὲ αὐτὸ τοῦτο καὶ ἧττον βραδὺς τοῦ κατὰ τὴν προτέραν διάθεσιν. εἰ γὰρ μήθ' ἡ χρεία πληροῦται καὶ ἡ δύναμις εὔρωστός ἐστιν, οὐκ ἄρ' ἀξιολόγως γένοιτο βραδύς. οὐ πληροῦται δ' ἡ χρεία διὰ τὴν μικρότητα διαστολῆς. αὕτη δ' εἵπετο τῇ σκληρότητι τῶν ὀργάνων. μαλακὰ δ' εἴπερ ἦν, οὐκ ἂν ἐλάττων σαφῶς τοῦ κατὰ φύσιν ὁ σφυγμὸς ἦν, πλὴν εἰ μὴ μεγάλως ἠλάττωτο τὰ τῆς χρείας. καὶ πάντως ἂν εἰς τοσοῦτον ἀραιότερος ἐφαίνετο, εἰς ὅσον ἂν καὶ τὰ τῆς χρείας καθῄρητο. καὶ μέντοι καὶ βραδὺς σαφῶς μὲν ἐπὶ ταῖς ἀξιολόγοις τῆς χρείας ὑπαλλαγαῖς, οὐ σαφῶς δ' ἐπὶ ταῖς ἐλάττοσι. ἀλλ' ἤδη καὶ περὶ τούτων τῶν συμπλέξεων αὐτάρκως διειλεγμένοι τῶν ὑπολοίπων δυοῖν μνημονεύσωμεν, ἐφ' ὧν αὐξηθείσης μὲν τῆς χρείας, ῥωσθείσης δὲ τῆς δυνάμεως οἱ χιτῶνες τῶν ἀρτηριῶν ποτὲ μὲν μαλακοὶ, ποτὲ δὲ σκληροὶ γίνονται. μαλακῶν μὲν δὴ ὄντων αὐτῶν πάντως μὲν οἱ σφυγμοὶ μεγάλοι τε καὶ ταχεῖς γενήσονται, πυκνοὶ δ' οὐκ ἐξ ἅπαντος, ἀλλ' ὅταν ἐξαίσιος ἡ τῆς χρείας αὔξησις ᾖ. τηνικαῦτα γὰρ οὔτε τὸ μέγεθος τῆς διαστολῆς οὔτε τὸ τάχος τῆς κινήσεως [51] ἱκανὰ πληροῦν τὴν χρείαν. ὀλίγης δ' οὔσης τῆς ὑπερβολῆς ἀποχρώντως ὑπηρετεῖ καὶ τὸ μέγεθος μόνον. εἰ μέντοι σκληροὶ γενηθεῖεν οἱ τῶν ἀρτηριῶν χιτῶνες, πολυειδῶς ἐν ταῖς τοιαύταις διαθέσεσιν οἱ σφυγμοὶ τρέπονται. βραχείας μὲν γὰρ οὔσης τῆς σκληρότητος, ἀξιολόγου δὲ τῆς κατὰ τὴν χρείαν ὑπαλλαγῆς καὶ μείζους καὶ θάττους καὶ πυκνότεροι τῶν κατὰ φύσιν ἔσονται. ἴσης δὲ καθ' ἑκάτερον τῶν αἰτίων τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γενομένης, καὶ μηδὲ πάνυ τι μηδ' ἑτέρας ἰσχυρᾶς, ἴσοι μὲν τοῖς κατὰ φύσιν, ὠκύτεροι δὲ καὶ πυκνότεροι γίνονται. εἰ δ' ἰσχυρὰ βλάβη καὶ τῆς χρείας καὶ τῶν ὀργάνων γένοιτο, τῶν μὲν σκληρυνθέντων ἐπὶ μᾶλλον, τῆς δ' ἐπειγούσης ἀμετρότερον, θάττους μὲν ἂν ἔτι καὶ νῦν εἶεν τῶν κατὰ φύσιν, μικρότεροι δὲ καὶ πυκνότεροι.
Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, λοιπὸν ἂν εἴη προχειρισάμενον ἕνα τινὰ σφυγμὸν ἐπ' αὐτοῦ διδάξαι τὸ χρήσιμον τῆς αὐτοῦ γυμνασίας. ἔστω δὴ ὁ ταχὺς, ὃν οἰκεῖον ῥώμης τε καὶ δυνάμεως ἐλέγομεν ὑπάρχειν καὶ χρείας ἐπειγούσης καὶ ὀργάνων μαλακότητος. πῶς οὖν οὗτος [52] εὑρεθεὶς ἐφ' ἑνὸς ἀῤῥώστου διορισθήσεται, πηνίκα μὲν ὑφ' ἑνὸς τῶν εἰρημένων αἰτίων, πηνίκα δ' ὑπὸ δυοῖν, ἢ καὶ πάντων γίνεται; τόνδε τὸν τρόπον. ἐπειδὴ τῆς μὲν ἰσχυρᾶς δυνάμεως ὁ σφοδρὸς ἀχώριστός ἐστι, τῶν δὲ μαλακῶν ὀργάνων ὁ μαλακὸς, ὅταν μὲν χωρὶς ἀμφοτέρων τούτων τὸ τάχος, ἐκ τῆς χρείας ἐπειγούσης μόνης γίνεται, ὅταν δὲ μετὰ θατέρου, πάντως μὲν καὶ ἐπ' ἐκείνου, τοῦτο γνώρισμα παρέχοντος, ἐξ ἀνάγκης δὲ καὶ διὰ τὴν τῆς χρείας αὔξησιν. ἐδείχθη γὰρ ἔμπροσθεν ὡς οὐχ οἷόν τε γενέσθαι ταχεῖς σφυγμοὺς, ὥσπερ οὐδὲ μεγάλους ἄνευ τοῦ τὴν χρείαν καλεῖν. ὁπόσον μὲν οὖν τι μετέβαλεν εἰς ῥώμην, ἢ εἰς ἀῤῥωστίαν ἡ δύναμις, ἐκ τῶν ἰδίων αὐτῆς σφυγμῶν ἔνεστι διαγινώσκειν. οὕτω δὲ καὶ περὶ τῶν ὀργάνων τῆς ποιότητος. καὶ γὰρ καὶ ταύτης ἐνδεικτικοὺς ἔχομεν σφυγμούς. ὁπόσον δὲ ἡ χρεία τῆς γενέσεως αὐτῶν, τεκμήρασθαι χρὴ συλλογιζόμενον ἐκ τῆς κατὰ τὸ μέγεθός τε καὶ τὴν πυκνότητα καὶ τὸ τάχος μεταβολῆς. εἰ γὰρ καὶ μέγιστος καὶ πυκνότατος ἅμα αὐτὸς εἴη καὶ τάχιστος, ἐσχάτως ἐπείγεται τῆς χρείας· εἰ δ' ἁπλῶς μέγας τε καὶ [53] θάττων βραχεῖ, μὴ μέντοι μέγιστός τε καὶ πυκνὸς, οὐκ ἂν εἴη μεγάλη τῆς χρείας ἡ μεταβολὴ πρὸς τῷ καὶ ἀπὸ τῶν ἄλλων γνωρισμάτων χωρὶς τῶν σφυγμῶν δύνασθαι προγινώσκεσθαι τὰ τῆς χρείας πῶς ἔχει. εἴτε γὰρ θερμασίας εἴη πλῆθος εἴτε δαπάνη τοῦ ψυχικοῦ πνεύματος, οὐ χαλεπὸν διορίσασθαι. ἡ μὲν γὰρ θερμασία τὴν ἁφὴν οὐκ ἂν λάθοι, τὰ πολλὰ δὲ καὶ τῷ τῆς δυσπνοίας ἤδη σαφέστατα γνωρίζεται καὶ δίψει καὶ τῇ ἔνδον αἰσθήσει τοῦ κάμνοντος. ἡ δὲ τοῦ ψυχικοῦ πνεύματος ἀνάλωσις ἔν τε τοῖς γυμναζομένοις καὶ διαφορουμένοις καὶ τοῖς εἴσω ῥεύμασι γίνεται, ὧν οὐδὲν λάθοι τὸν ἰατρόν. οὐδὲ χρὴ νῦν ἡμᾶς ἐπὶ πλέον ὑπὲρ αὐτῶν λέγειν, οὐ γὰρ τῆς ἄρτι προκειμένης πραγματείας ὅτι μὴ πάρεργον, ἀλλὰ τῆς προγνωστικῆς ἐστιν ὁ τοιοῦτος λόγος. ἐμνημονεύσαμεν δ' αὐτοῦ νῦν ἐνδείξασθαι τοῖς περὶ τὸν Ἀρχιγένην βουλόμενοι, πρὸς τοῖς περὶ τῆς γενέσεως τοῦ ταχέος σφυγμοῦ κακῶς αὐτοῖς εἰρημένοις, ὡς οὐ χαλεπόν ἐστιν ἐξευρίσκειν ἑκάστοτε τὴν ποιήσασαν αἰτίαν. ἔσται δὲ καὶ διὰ τῶν ἑξῆς ἔτι σαφέστερον ταὐτὸ τοῦτο, περὶ τῶν ὑπολοίπων [54] σφυγμῶν τῆς γενέσεως εἰ διέλθοιμεν πρότερον, οἷον τῶν τε ἀτάκτων καὶ ἀρύθμων καὶ ἀνωμάλων καλουμένων, καὶ μάλιστα εἰ καὶ κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας εἶεν τοιοῦτοι.
[55] Περὶ μὲν οὖν τοῦ σφοδροῦ σφυγμοῦ καὶ τοῦ σκληροῦ καὶ τοῦ μεγάλου καὶ προσέτι ταχέος τε καὶ πυκνοῦ καὶ τῶν ἐναντίων αὐτοῖς διὰ τοῦ πρώτου δεδήλωται λόγου, τίς θ' ἡ γένεσις ἑκάστου καὶ πόσων αἰτίων δεῖται καὶ πῶς ἀλλήλοις συμπραττόντων καὶ τίνες μὲν ἐξ ἀνάγκης αὐτῶν ἕπονται ταῖς γεννώσαις αἰτίαις, τίνες δ' οἰκεῖοι μέν εἰσιν αὐταῖς, οὐ μὴν ἀναγκαίαν γε τὴν ἀκολουθίαν ἔχουσιν. ἑξῆς δ' ἂν εἴη περὶ τῶν ὑπολοίπων σφυγμῶν τῆς γενέσεως διελθεῖν, καὶ πρῶτόν γε τῶν ἀνωμάλων. [56] ἐπεὶ δὲ τούτων οἱ μὲν ἐν μιᾷ κινήσει τῆς ἀρτηρίας τὴν ἰσότητα διαφθείρουσι, οἱ δ' ἐν πλείοσιν, ἥν περ δὴ καὶ συστηματικὴν ἀνωμαλίαν ἔθος ἐστὶ τοῖς ἰατροῖς ὀνομάζειν, καὶ ἔστιν αὕτη πολὺ σαφεστέρα τῆς καθ' ἕνα μόνον σφυγμὸν γινομένης, κάλλιον ἂν εἴη περὶ προτέρας ταύτης ποιήσασθαι τὸν λόγον. ἕπονται δὴ πάντες οἱ τοιοῦτοι σφυγμοὶ καθόλου μὲν φάναι ταῖς τε τῆς καρδίας ἀνωμάλοις δυσκρασίαις καὶ κακώσεσιν ὀργάνων ἢ δυνάμεων. ἢ γὰρ ἐμφράξεσιν, ἢ θλίψεσιν, ἢ σκληρότησιν, ἢ πλήθεσιν ἐπιγίνονται, πλήθους νῦν ἀκουομένου τοῦ πρὸς τὴν δύναμιν μετρουμένου. οὐ μὴν ἀρκεῖ τοῦτο μόνον γιγνώσκειν ὑπὲρ αὐτῶν, ἀλλὰ χρὴ τά τε κατὰ μέρος ἅπαντα διορίσασθαι καὶ τὴν οἰκείαν ἀπόδειξιν ἑκάστῳ προσθεῖναι. τριῶν οὖν ὄντων συνεκτικῶν αἰτίων γενέσεως σφυγμῶν, ὀργάνου καὶ δυνάμεως καὶ χρείας, διὰ μὲν τὴν τῆς χρείας ἀλλοίωσιν οὐχ οἷόν τε γενέσθαι τὴν ἐν τοῖς σφυγμοῖς ἀνωμαλίαν συστηματικὴν ἐναργῆ. οὐδὲ γὰρ ἐξαίφνης, οὐδὲ ἀθρόως εἰς τοσοῦτόν ποτε μεταβάλλειν ἐγχωρεῖ τὴν χρείαν, ὥστε εἰ τύχοι τὸν σφυγμὸν τὸν πρότερον μὲν γενέσθαι μέγαν, ἢ ταχὺν, ἢ πυκνότερον, τὸν δὲ δεύτερον [57] μικρὸν, ἢ βραδὺν, ἢ ἀραιόν. εἴτε γὰρ αὔξησις εἴη τῆς κατὰ φύσιν θερμότητος, εἴτε μείωσις, εἴτε πλείων εἴτε ἐλάττων δαπάνη τοῦ ψυχικοῦ πνεύματος, οὐδὲν τούτων ἀθρόαν οὕτως ἴσχοι μεταβολὴν, ὡς τοὺς σφυγμοὺς ἀνίσους ἐργασθῆναι. μάθοις δ' ἂν ἀκριβῶς ἐκ τῶν γινομένων παροξυσμῶν ἐν ἅπασι τοῖς ἐπιεικέσι πυρετοῖς, οἷον τοῖς τ' ἐπὶ βουβῶσι καὶ τριταίοις τοῖς ἀκριβέσι καὶ τοῖς δι' ἔγκαυσιν, ἢ ψύξιν, ἢ ὁτιοῦν ἄλλο τοιοῦτον. ἅπας γὰρ ὁ ἀπὸ τῆς ἀρχῆς αὐτῶν ἕως τῆς ἀκμῆς χρόνος ἀνάλογον τῇ κατὰ θερμασίαν αὐξήσει καὶ τοὺς σφυγμοὺς εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα τρέπων οὐδέποτε τὸν δεύτερον σφυγμὸν τοῦ προτέρου σαφῶς ἐνδείκνυται διαφέροντα. ἀλλ' εἰ μὲν χρόνον τινὰ συχνὸν διαλείποις καὶ μείζων ἐναργῶς καὶ θάττων καὶ πυκνότερος φαίνεται, παραυτίκα δ' οὐδὲ ἀλλοιότερος, πλὴν εἰ συνέλθοι ποτὲ τῶν προειρημένων τι, ἢ πλῆθος λέγω τὸ πρὸς τὴν δύναμιν νοούμενον, ἢ σφήνωσις, ἢ θλίψις, ἢ σκληρότης ὀργάνων, ἢ τῆς καρδίας αὐτῆς δυσκρασία τις ἀνώμαλος, ἅπερ οὐκ ἔτ' ἐπιεικοῦς νοσήματος. καὶ γάρ τοι καὶ αὐτοῖς τοῖς ὑγιαίνουσιν, [58] ὅταν ἤτοι λουσάμενοι τύχωσιν ἢ γυμνασάμενοι, δαπανωμένου μὲν τοῦ πνεύματος, αὐξανομένης δὲ τῆς θερμασίας, μείζους καὶ θάττους καὶ πυκνότεροι τῶν κατὰ φύσιν οἱ σφυγμοὶ φαίνονται, σαφῆ δὲ οὐδέποτε ὁ δεύτερος τοῦ προτέρου τὴν διαφορὰν ἴσχει. ὅστις δ' ἀνωμάλους καὶ τοὺς τοιούτους εἶναι λέγει σφυγμοὺς, κᾂν μὴ φαίνωνται, τῆς μὲν ἐν τοῖς ὀνόμασι συνηθείας ὑπερορᾷ, σοφώτερον δ' οὐδὲν διδάσκει· οὐδὲ γὰρ οὓς ἂν ὁ λόγος ἐξεύρῃ κατά τινα συλλογισμὸν ἀνίσους, τούτους ἀνωμάλους εἰώθαμεν καλεῖν, ἀλλ' οὓς ἂν ἐναργῶς αἰσθήσει διαγινώσκοιμεν ὄντας τοιούτους. καλείτω δὲ οὖν, εἰ βούλοιτό τις, καὶ τούτους ἀνωμάλους, ἀλλ' ἐκεῖνό γ' ἴστω, ὡς οὐδεμία τῶν αἰσθητῶν ἀνωμαλιῶν διὰ τὴν τῆς χρείας ἀλλοίωσιν γίνεται. τάχα μὲν οὖν ἤρκει καὶ τοσαῦτ' εἰς ἔνδειξιν τοῦ μηδέποτε τὴν συστηματικὴν καλουμένην ἀνωμαλίαν ἀλλοιώσει χρείας ἕπεσθαι. προσκείσθω δ' ἔτι τὸ κατὰ τοὺς θυμοὺς ἐνίοτε φαινόμενον, ἐπειδὴ καὶ οὗτοι τῆς ἐμφύτου θερμασίας οἷον ζέσις τις εἶναι δοκοῦσιν. ἀνώμαλοι τοίνυν καὶ τούτοις οἱ σφυγμοὶ γίνονταί ποτε, κατὰ μὲν τὸν ἴδιον αὐτῶν λόγον οὐδαμῶς, ἦσαν γὰρ ἂν ἀεὶ τοιοῦτοι, φόβου δέ τινος [59] συνδραμόντος αὐτοῖς. εὐλόγως δὴ τηνικαῦτα ποικίλοι τε καὶ ἀνώμαλοι φαίνονται, ὡς ἂν οὐ μόνον ὑπὸ διαφερόντων αἰτίων, ἀλλὰ καὶ τῇ φύσει ἐναντίων ἀλλοιούμενοι. διὰ μὲν γὰρ τὴν τῆς ἀντιτιμωρήσεως ὄρεξιν ὑψηλοὶ καὶ μεγάλοι καὶ ταχεῖς καὶ σφοδροὶ, διὰ δὲ τὴν τοῦ τι παθεῖν μᾶλλον ἢ δρᾶσαι προσδοκίαν μικροὶ καὶ ταπεινοὶ καὶ ἀμυδροὶ καὶ βραδεῖς γίνονται. ἐναλλὰξ οὖν ἀλλήλοις ἑκάτεροι φαίνονται κατὰ τὴν τοῦ κρατοῦντος αἰτίου φύσιν ὑπαλλαττόμενοι. κρατεῖ δὲ ποτὲ μὲν ὁ θυμὸς μᾶλλον, ποτὲ δὲ τὸ δέος. ἀλλὰ καὶ αὐτὸς ὁ φόβος, ὁ γοῦν ἰσχυρὸς, ἀνωμάλους ἐργάζεται τοὺς σφυγμοὺς κακώσει δυνάμεως, μὴ ἀλλοιώσει χρείας. πῶς οὖν ἡ δύναμις κακουμένη τοὺς σφυγμοὺς ἀνωμάλους ἐργάζεται; τοῦτο γὰρ ἐφεξῆς ἐστιν εἰπεῖν. τῷ μὴ πάντη τῶν ὀργάνων κρατεῖν, ὡς ὅταν γε κρατῇ, πάντας ὁμοίους τε καὶ ἴσους ἀποτελεῖ. εἰ δέ που σφάλλει περὶ τὴν ἐνέργειαν, οἷον ὀκλάσασα, διαφθείρει ταύτῃ τὴν ἰσότητα. χρὴ δὲ προσέχειν ἀκριβῶς τῷ λεγομένῳ τὸν νοῦν, ἵνα μή τις οἰηθῇ πάσῃ κακώσει δυνάμεως ἐξ ἀνάγκης ἕπεσθαι τὴν συστηματικὴν ἀνωμαλίαν. οὐ γὰρ οὕτως ἔχει. ἀλλ' ὅταν μὲν κατὰ τὸν ἑαυτῆς λόγον ἀῤῥωστῇ, σπανίως [60] ποτὲ τοὺς σφυγμοὺς ἀνωμάλους ἀποτελεῖ. ὅταν δ' αὐτὴ μὲν ἰσχυρὰ καθ' ἑαυτὴν ᾖ, βαρύνηται δ' ὑπὸ πλήθους, ἢ δυσπειθῆ παντάπασιν ἔχῃ τὰ ὄργανα, τηνικαῦτα τὴν εἰρημένην ἀνωμαλίαν ἐργάζεται. μαθεῖν δ' ἔνεστιν ὃ βούλομαι σαφέστερον διὰ παραδείγματος. ἀναμνησθῶμεν γὰρ δυοῖν ἀνθρώπων βαδιζόντων ἀτρέμα. ἔστω δὲ ὁ μὲν ἕτερος ἰσχυρότατός τε ἅμα καὶ νεώτατος, ἀλλὰ βασταζέτω μέγιστον φορτίον, ὁ δ' ἕτερος μηδὲν ὅλως βασταζέτω, πάνυ δ' ἀσθενὴς ἔστω διὰ νόσον, ἢ γῆρας. οὔτ' αὖ μέγα προβαίνοντες οὔτε ταχέως οὗτοι, καὶ ταύτῃ μηδὲν ἀλλήλων διαφέροντες εἰς τὴν ἐνέργειαν ἐκείνῳ διοίσουσι, ᾗ τὰ πολλὰ μὲν ὡσαύτως ὁ ἀσθενὴς βαδιεῖται, διαφερόντως δὲ καὶ ἀνωμάλως καὶ ἄλλοτε ἀλλοίως ὁ ἰσχυρός. ὁ μὲν γὰρ οὐδ' εἰ προθυμηθείη δυνατός ἐστιν ἢ μεγάλην ἢ ταχεῖάν ποτε τὴν ἐνέργειαν ποιήσασθαι, ὁ δ' ἰσχυρὸς τὰ πολλὰ μὲν καὶ αὐτὸς ὁμοίως, ἔστι δ' ὅτε πλέονι προθυμίᾳ χρησάμενος καὶ θᾶττον καὶ μᾶλλον ἐνήργησε. πρὸς γοῦν ὀλίγον, εἶτ' αὖθις ὑπὸ τοῦ φορτίου κινηθεὶς εἰς τὴν ἐξ ἀρχῆς βραδύτητά τε καὶ μικρότητα τῆς ἐνεργείας ὑπηνέχθη. ταὐτὸν δὴ τοῦτο συμπίπτει καὶ τῇ διὰ [61] τῶν ἀρτηριῶν ἐνεργείᾳ. καταπεπτωκυίας μὲν γὰρ εἰς ἱκανὴν ἀσθένειαν τῆς δυνάμεως, ἀμυδροὶ καὶ μικροὶ καὶ βραδεῖς οἱ σφυγμοὶ γίνονται. εἰ δ' ἐῤῥωμένη μὲν εἴη κατὰ τὸν ἑαυτῆς λόγον, ὑπὸ δέ τινος πλήθους βαρύνοιτο, ποικίλους οὕτω καὶ ἀνωμάλους ἀποτελεῖ, τοὺς πλείστους μὲν ἀμυδροὺς καὶ βραδεῖς καὶ μικροὺς, ὅταν ἰσχυρῶς βαρυνθῇ, τοὺς πλείστους δ' αὖ πάλιν σφοδροὺς καὶ ταχεῖς καὶ μεγάλους, ὅταν ἐπ' ὀλίγον. ὁπόταν δὲ μήτ' ἰσχυρὰ πάνυ μήτ' ἄγαν ἐπιεικὴς ἡ κάκωσις γένηται, ἐγγύς τι τῷ πλήθει τοὺς ἐναντίους, ὡς μήτε πλείους ἔχειν εἰπεῖν μήτ' ἐλάσσους ἢ τοὺς σφοδροὺς τῶν ἀμυδρῶν, ἢ τοὺς μεγάλους τῶν μικρῶν, ἢ τοὺς ταχεῖς τῶν βραδέων. οὕτω μὲν αἱ τῆς δυνάμεως βλάβαι τοὺς σφυγμοὺς ἀνωμάλους ἐργάζονται· αἱ δὲ τῶν ὀργάνων τόνδε τὸν τρόπον· ὅταν αἱ περικείμεναι χῶραι τῆς ἀρτηρίας ἕνεκα τοῦ διαστελλομένας αὐτὰς ἐκδέχεσθαι καταληφθῶσιν ὑπό τινος ἑτέρου σώματος, ἀνάγκη στενοχωρουμένας τούτῳ τὰς ἀρτηρίας ἀδυνατεῖν αὐτάρκως διαστέλλεσθαι. τὸ καθ' ἑκάστην οὖν ἐνέργειαν ἐλλιπὲς ἀθρόον ἕν ποτε κεφάλαιον ἀξιόλογον ἀποτελεῖ, ὥστε πολὺ τῆς χρείας ἀπολείπεσθαι τὴν ἐνέργειαν. [62] τότε δ' ἤδη καὶ ἡ δύναμις ἀναγκάζεται βιαίως τε καὶ σφοδρῶς ἐνεργεῖν, ἀποσείσασθαι καὶ διώσασθαι σπεύδουσα τὰ περικείμενα τοῖς ὀργάνοις αὑτῆς καὶ κωλύοντα τὰς κινήσεις. κᾀν τούτῳ μείζονά τε τῶν ἔμπροσθεν ἀνάγκη καὶ σφοδρότερον καὶ ὠκύτερον γενέσθαι τὸν σφυγμόν. πυκνότερος δ' ἂν οὐ νῦν πρῶτον, ἀλλ' εὐθὺς ἐξ ἀρχῆς ἐγένετο. δέδεικται γὰρ ἐν τῷ πρὸ τούτου λόγῳ ταῖς ἐλλιπεστέραις τῆς χρείας ἐνεργείαις ἐξ ἀνάγκης ἑπομένη πυκνότης σφυγμῶν. εἰ μὲν οὖν τὴν ἴσην ὁρμὴν ἡ δύναμις ἐπὶ τούτων ἐφύλαττεν ἐν ἁπάσαις ἐφεξῆς διαστολαῖς, ὁμοίως ἂν ἀεὶ μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς ἐγίνοντο, νυνὶ δ', οὐ γὰρ φυλάττει, ἀλλὰ πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς φέρεται κίνησιν, ἐν τούτῳ πολυειδής τε καὶ συνεχὴς ἡ ἀνωμαλία γίνεται. τοῦ δὲ μὴ φυλάττειν αἴτιόν ἐστι τὸ μηδὲν ἀνύουσαν αὐτὴν μέγα κάμνειν ματαίως. εἰ μὲν οὖν ὑγρότης εἴη τις περικεχυμένη ταῖς ἀρτηρίαις ταῖς σφοδραῖς καὶ βιαίαις κινήσεσιν ὠθουμένη, μεταῤῥεῖν ἄλλοτ' εἰς ἄλλους ἀναγκάζεται τόπους, ἔστ' ἂν ἤτοι κατά τινα πόρον ἐνεχθεῖσα τὸν ἐξοχετεῦσαι δυνάμενον αὐτὴν, ἐκπέσῃ τοῦ σώματος, ἢ καὶ λεπτυνθεῖσα τῷ χρόνῳ ἢ καὶ τελέως εἰς [63] ἀτμοὺς λυθεῖσα διαπνευσθείη. κᾀν τούτῳ τέως ἀνάγκη ποικίλην τε καὶ συνεχῆ γίνεσθαι τὴν ἀνωμαλίαν, μήτ' ἴσων τὸ πλῆθος ἐν παντὶ τῷ μεταξὺ χρόνῳ τῶν ὑγρῶν φυλαττομένων μήτε τὰς αὐτὰς στενοχωρούντων ἀρτηρίας, ἀλλ' ἐξ ἀκυρωτέρων πολλάκις μορίων εἰς τὰ κυριώτερα, κᾀκ τούτων αὖθις εἰς ἀκυρώτερα μεθισταμένων. εἰ δ' ἤτοι φλεγμονή τις ἢ ἀπόστασις, ἢ σκίῤῥος εἴη τὸ πάθημα τῶν περικειμένων ταῖς ἀρτηρίαις σωμάτων ὑφ' οὗ θλίβονταί τε καὶ στενοχωροῦνται, διὰ μακροτέρων οὕτως ἀνάγκη χρόνων τοῖς ἴσοις σφυγμοῖς παρεμπίπτειν τοὺς ἀνίσους. ἀεὶ γὰρ τὰ αὐτὰ μόρια τῶν αὐτῶν ἀρτηριῶν θλίβεται πρὸς τῶν αὐτῶν, ἢ ἴσων τοῖς μεγέθεσιν, ἢ καὶ παραπλησίων ὄγκων. γίνεται δέ ποτε καὶ διὰ πλῆθος αἵματος, ἤτοι ταῖς φλεψὶν ἢ ταῖς ἀρτηρίαις αὐταῖς ἐγκεχυμένου, ἀνωμαλία σφυγμῶν. ἀλλ' αὕτη γε ταῖς φλεβοτομίαις τάχιστα καθίσταται. τὸ μὲν γὰρ ἐν ταῖς φλεψὶ πλῆθος, ὡς ἂν παρακειμένων ἑαυταῖς ἀρτηριῶν, θλῖβόν τε καὶ στενοχωροῦν αὐτὰς, ὁμοίως τῷ παρὰ φύσιν ὄγκῳ κενωθὲν ταῖς φλεβοτομίαις αὐτίκα μὲν συγκαθεῖλε τὸν ὄγκον τῶν φλεβῶν, εὐθὺς δὲ καὶ ταῖς ἀρτηρίαις χώραν εὐπετῆ πρὸς τὴν κίνησιν [64] παρέσχεν, ἐφ' ᾗ τὴν κατὰ φύσιν ἐνέργειαν ἀκώλυτον λαβοῦσαι τὴν ὁμαλότητα τῶν σφυγμῶν ἅμ' αὐτῇ τὴν κατὰ φύσιν ἀνεκτήσαντο. τὸ δ' ἐν ταῖς ἀρτηρίαις αὐταῖς αἷμα, τοῦτο μὲν ὅπως ἐνίσταται ταῖς ὁδοῖς τοῦ πνεύματος οὐδὲ λόγου δεῖται, καὶ μάλιστα ἢν καὶ παχύ πως, ἢ γλίσχρον, ἢ κᾀν τοῖς ἐσχάτοις αὐτῶν πέρασιν ἐσφηνωμένον εἴη. τηνικαῦτα γὰρ οὔθ' ἕλκειν οὔτ' ἐκπέμπειν τὸ πνεῦμα δυνάμεναι πολυειδῆ θ' ἅμα καὶ χαλεπωτάτην ἐργάζονται τὴν ἀνωμαλίαν, καὶ μάλισθ' ὅταν ἤτοι τῆς καρδίας αὐτῆς ἐγγὺς ἢ καὶ πόῤῥω μὲν ἀλλ' ἐν κυρίοις μέρεσιν ἡ σφήνωσις τῶν ἐμφραττόντων χυμῶν γίνηται. καθόλου τοίνυν εἰπεῖν ἢ θλιβομένων ἰσχυρῶς τῶν ἀρτηριῶν, ἢ ἐμφραττομένων ἀνωμαλία τις γίνεται περὶ τοὺς σφυγμοὺς, κᾂν μηδὲν ἡ δύναμις πέπονθεν. εἰ μέντοι καὶ ἡ δύναμις ἔχει φαύλως ἐπὶ τῇ τοιαύτῃ τῶν ὀργάνων διαθέσει, παντί που δῆλον ὡς πολυειδεστέραν ἀνάγκη γενέσθαι τὴν ἀνωμαλίαν, ὥσπερ γε καὶ εἰ κατὰ τὴν καρδίαν αὐτὴν ἀνώμαλος ὑπάρχει δυσκρασία, περὶ ἧς ἅπαντα τὸν λόγον ἀκριβώσαιμι ἐν τῇ προγνωστικῇ πραγματείᾳ. εἰ δὲ τὰ μὲν τῶν ὀργάνων ἔχοι καλῶς, ἡ δύναμις δ' ἀσθενὴς εἴη μεγάλως, [65] ἡ προειρημένη μὲν οὐκ ἂν εἴη, ἡ μέντοι μύουρος ὀνομαζομένη γένοιτ' ἂν ἀνωμαλία. κατὰ γὰρ τὴν ἐπιβολὴν τῶν δακτύλων ἡ δύναμις νικωμένη μικροτέρους ἀεὶ καὶ ἀμυδροτέρους ἐργάζεται τοὺς σφυγμούς. ἀποδείξεως δ' οὐκ ἔτι δεῖ τῷ λόγῳ. δέδεικται γὰρ ἐν τοῖς περὶ διαγνώσεως αὐτάρκως. ἀλλ' ὃ χρὴ προσθεῖναι χρήσιμον εἰς τὰ παρόντα, τοῦτο προσκείσεται.
Τὴν ἀσθένειαν τῆς τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως οὐκ ἴσην ἐν πάσαις ταῖς διαθέσεσι ὑπάρχειν ἀναγκαῖον, ἀλλὰ πάμπολυ δή τι τὸ μᾶλλόν τε καὶ ἧττον ὑπάρχειν. ἡ μὲν δὴ πρώτη καὶ βραχεῖα μικροτέρους μὲν καὶ ἀμυδροτέρους, οὐ μήν γε μυούρους ἐργάζεται τοὺς σφυγμούς· ἡ δὲ ἐπὶ ταύτῃ τοσούτῳ μείζων, ὡς ἤδη καὶ τοὺς ἐπιβαλλομένους δακτύλους ἄχθος εἶναι τῇ δυνάμει, τῶν μυούρων ἐστὶ σφυγμῶν ἀποτελεστική. διττῆς δ' οὔσης ἐν αὐτοῖς διαφορᾶς, οἱ μὲν γὰρ αὐτῶν εἰς τὴν ἐξ ἀρχῆς κίνησιν ἐπανέρχονται καὶ καλοῦσιν αὐτοὺς μυούρους παλινδρομοῦντας, οἱ δ' αὐτόθι που καταστρέφουσιν, ἰστέον ὡς οἱ μὲν πρότεροι μικροτέραν [66] δείκνυνται τὴν ἀσθένειαν. ἀναμάχεται γάρ πως ἡ δύναμις ἔτι καὶ οἷον ἀθροίζουσα καὶ συστρέφουσα πολλάκις ἑαυτὴν αὔξει μὲν τὸ μέγεθος οὕτω τῶν σφυγμῶν, αὔξει δὲ καὶ τὸν τόνον. οἱ μέντοι καταμένοντες ἐν ἐσχάτῃ μικρότητι καὶ μηκέτ' ἐπανερχόμενοι μειζόνως ἢ κατὰ τούτους ἐμφαίνουσι λελύσθαι τὴν δύναμιν, ὥσπερ εἰ καὶ τελέως ἐκλείποιεν, ἐσχάτην τινὰ τὴν ἀῤῥωστίαν ἐνδείξονται. ὅτι μέντοι τούτων ἁπάντων ἡ διάγνωσις ἐπικειμένων τῶν δακτύλων ταῖς ἀρτηρίαις καὶ μηδόλως αἰρομένων γίνεται παντί που πρόδηλον. εἰ γὰρ αἴροντες αὐτοὺς, εἶτα μετ' ὀλίγον ἐπιφέροντες εὑρίσκομεν καθ' ἑκάστην ἐπιβολὴν ἐκλελοιπυῖαν τὴν κίνησιν, ἀσφυξίαν τε τοῦτο καλοῦμεν παντελῆ καὶ οὐκ ἐκλείποντα σφυγμόν. πολὺ δ' οἶμαι διαφέρειν ἀσφυξίαν ἐκλείποντος σφυγμοῦ. ἡ μὲν γὰρ οἷον στέρησις ἁπάσης τῆς ἐνεργείας, πρὸς γοῦν τὴν αἴσθησιν, ὁ δ' ἐξ ἡμισείας ἀπώλεια. ὁπόταν οὖν ἐπιβάλλοντι μέν σοι τοὺς δακτύλους ἡ κίνησις ἐμφαίνηται, φυλάττοντι δ' ἐπικειμένους ἐκλυθεῖσα κατὰ βραχὺ παύσηται παντάπασι, τοὺς μὲν σφυγμοὺς τοὺς τοιούτους ἐκλείποντας ὀνομάζειν, τὴν διάθεσιν δ' ἡγεῖσθαι μέσην τῆς τε τῶν μυούρων [67] σφυγμῶν καὶ τῆς παντελοῦς ἀσφυξίας, ὅσῳ δὲ τῶν μυούρων χαλεπωτέραν, τοσούτῳ τῆς ἀσφυξίας ἐπιεικεστέραν. τρεῖς μὲν οὖν αὗται διαθέσεις τῷ ποσῷ τῆς βλάβης διαφέρουσαι. τετάρτη δ' ἡ τῶν παλινδρομούντων μυούρων ἡ πασῶν ἐπιεικεστάτη. πέμπτη δ' ἔτι προσκείσθω ταύταις ἡ τῶν διαλειπόντων, προηγουμένη δηλονότι τῆς τῶν ἐκλειπόντων. ὃ γὰρ ἐφ' ἑνὸς, ἢ δυοῖν, ἢ ὅλως ἀριθμοῦ τινος σφυγμῶν ἦν, τοῦθ' ἡ τῶν ἐκλειπόντων ἐπὶ πάντων ἐργάζεται. πρόδηλοι δὲ καὶ αὐτῶν τῶν διαλειπόντων αἱ διαφοραί. μείζονες μὲν γὰρ αἱ βλάβαι τῆς δυνάμεως, ὅταν πλείονες, ἐλάττονες δ', ὅταν ὀλιγώτεραι κινήσεις ἐκλείπωσιν. ἡ δὲ τῶν παρεμπιπτόντων καλουμένων σφυγμῶν διάγνωσις ἐναντία τῇ τῶν διαλειπόντων ἐστίν· εἶεν δ' ἂν δηλονότι καὶ οὗτοι τῶν ἀνωμάλων ἐν ἀθροίσματι, καὶ γίνονται τῆς δυνάμεως ἐῤῥωμένης μὲν, ἀλλ' ὑπὸ πλήθους χυμῶν ἢ ἐμφράξεως ὀργάνων ἐνοχλουμένης. ὡς οὖν, ἵνα διώσηται τὰ λυποῦντα, μείζονας πολλάκις καὶ σφοδροτέρους καὶ ὠκυτέρους ἐργάζεται τοὺς σφυγμοὺς, οὕτω καὶ πλέονες ἐν ταῖς τοιαύταις διαθέσεσι μάλιστα καὶ ὑψηλοὶ [68] γίνονται σφυγμοὶ, καὶ διὰ τοῦτο κριτικῆς ἐκκρίσεώς εἰσι σημεῖα. οὐ μόνον δὲ δι' ἀῤῥωστίαν δυνάμεως ὁ διαλείπων γίνεται σφυγμὸς, ἀλλὰ καὶ δι' ἔμφραξιν ὀργάνων ἰσχυρὰν, ἢ θλίψιν τινὰ καὶ στενοχωρίαν, ὅταν μηδ' ὅλως εἰς ἑαυτὰς ἕλξαι τι δυνηθῶσιν αἱ ἀρτηρίαι. περὶ μὲν οὖν τῆς ἐν ἀθροίσματι τῶν σφυγμῶν ἀνωμαλίας ἱκανὰ καὶ ταῦτα.
Περὶ δὲ τῆς καθ' ἕνα λεκτέον ἐφεξῆς. εἰσὶ δὲ ταύτης πάμπολλαι μὲν αἱ κατὰ μέρος διαφοραί. πειρατέον δ' ἡμῖν εἰς τὰς καθόλου πάσας ἀναγαγεῖν, ὧν σαφῶν γενομένων, κᾂν εἴ τι τῶν κατὰ μέρος ὑπολείποιτο, ῥᾳδίως ἐκ τῶν προειρημένων εὑρεθήσεται καὶ τὰ λοιπά. καὶ ἥ γ' ἀρχὴ τῷ λόγῳ ἡ αὐτὴ γιγνέσθω ἥπερ κᾀν τῷ περὶ διαφορᾶς αὐτῶν. ἠρξάμεθα δ' ἐν ἐκείνῳ διαιρούμενοι τῆς κινήσεως αὐτῆς πρῶτον τὴν ἀνωμαλίαν, ἤτοι διακοπτομένης ἢ συνεχοῦς μενούσης, ἢ ἐπανερχομένης. καὶ τοίνυν ἐννέα διαφορὰς ἐδιδάξαμεν γινομένας, ὁπόταν διαστελλομένης τῆς ἀρτηρίας ἡσυχία τις ἐν τῷ μέσῳ γινομένη τὴν ὅλην διαστολὴν εἰς τρεῖς τέμνῃ χρόνους. ἑξῆς οὖν ὑπὲρ ἑκάστης αὐτῶν ἐνταῦθα σκεψώμεθα τὰς [69] αἰτίας ζητοῦντες, καὶ πρῶτόν γε τῆς πρώτης ἐν αὐταῖς ῥηθείσης, ὅταν ὠκέως ἀρξαμένη τῆς κινήσεως ἡ ἀρτηρία, κᾄπειτα μικρὸν ἡσυχάσασα τὸ λεῖπον τῇ διαστολῇ μετὰ ταῦτα προσθῇ βραδέως κινηθεῖσα. γίνεται γὰρ τοῦτο μὲν χρείας ἐπειγούσης, τῆς δυνάμεως δὲ ὑπηρετούσης μὲν ὅσον ἐφ' ἑαυτῇ, κωλυομένης δ' ἤτοι δι' ὀργάνων βλάβην ἢ πλῆθος ἀξιόλογον· ἐπεὶ εἴ γε μὴ διεκόπτετό ποτε τῆς ἡσυχίας ἡ διαστολὴ, πάντως ἂν ἦν μεγάλη. τοιαύτη δ' οὐκ ἂν γένοιτο χωρὶς τοῦ καὶ τὴν χρείαν καλεῖν καὶ τὴν δύναμιν ὑπηρετεῖν. ὅτι δὲ οὐκ ἐνδέχεται μικρὰν διαστολὴν ἡσυχίᾳ μεσολαβεῖσθαι μάθοις ἂν ἐννοήσας ὡς οὐδεὶς τῶν μικρῶν σφυγμῶν εἰς δύο αἰσθητὰ μόρια τμηθῆναι δύναται. οὗτος δέ γε ὑπὲρ οὗ νῦν ὁ λόγος εἰς δύο τέτμηται σαφεῖς σφυγμοὺς, τόν τε πρὸ τῆς ἡσυχίας, τὸν ταχὺν, καὶ τὸν ἐπὶ ταύτῃ, τὸν βραδύν. εἰ μὲν δὴ καὶ ἑκάτερος αὐτῶν ἀξιόλογον ἔχοι μέγεθος, οὗτος ἂν ὅλος εἴη τῶν μεγίστων· εἰ δὲ μὴ, ἀλλ' οὐ μικρός γε πάντως ἐστὶ, κᾂν ἐκ μικρῶν δυοῖν συννοῆται. δηλοῖ δὲ τὴν ῥώμην τῆς δυνάμεως καὶ τὸ τῆς προτέρας κινήσεως τάχος, ὥσπερ γε καὶ τὸ τῆς [70] χρείας ἐπεῖγον ἡ μετὰ τὴν ἡσυχίαν κίνησις ἐνδείκνυται, οὐ γὰρ ἄνευ τούτου συνεπλήρωσεν ἄν ποτε τὴν ἐξ ἀρχῆς ὁρμὴν ἡ δύναμις, ἀλλ' ἔνθα πρῶτον ἐπεσχέθη κινουμένη, κατέπαυσεν ἂν ἐνταῦθα τὴν διαστολὴν, μικρὸν ἕνα τοῦτον ἐργασαμένη σφυγμόν· ὥσπερ οὖν καὶ φαίνεται μυριάκις ἐν ταῖς συστηματικαῖς ἀνωμαλίαις μικρὸς γινόμενος ὁ σφυγμὸς οὐ τῷ μὴ δύνασθαι κινεῖσθαι τὴν δύναμιν, ἀλλὰ τῷ κωλύεσθαι. πολλάκις οὖν τὸν ἐφεξῆς αὐτῷ μέγιστον εἰργάσατο συστρέψασα καθάπερ ἂν εἴποι τις ἑαυτὴν καὶ οἷον ἀθροίσασα καὶ ἀνακτησαμένη καὶ παντὶ τῷ τόνῳ βιαίως χρησαμένη. ἐνὸν οὖν αὐτῇ καὶ νῦν ἐργάσασθαί τι τοιοῦτον, οὐκ ἐργασαμένη τὴν χρείαν ἐπείγειν ἐνεδείξατο. πόθεν οὖν ὅτι πλῆθος ἄμετρον, ἢ θλίψις ὀργάνων, ἢ ἔμφραξις ἐμποδίζουσι τὴν κίνησιν; πρῶτον μὲν ἐκ τοῦ τήν τε δύναμιν ἐῤῥῶσθαι καὶ τὴν χρείαν ἐπείγειν, οὐ γὰρ ἂν ἔτι λοιπὸν οὐδὲν εἴη τῆς βλάβης αἴτιον ἔξω τῶν εἰρημένων, ἔπειτα δὲ κᾀξ αὐτῆς τῆς φύσεως αὐτῶν. εἴτε γὰρ πλῆθος εἴη τὸ βαρῦνον, οὐκ ἀδύνατον ἐν τῷ μέσῳ τῆς διαστολῆς στᾶσαν τὴν δύναμιν καὶ οἷον [71] ἀναπαυσαμένην οὕτω τὸ λεῖπον προσθεῖναι, εἴτ' ἔμφραξις τῶν ὀργάνων ἰσχυρὰ, ἢ θλίψις τις βίαιος, ἴσχεσθαι τὴν κίνησιν εἰς τοσοῦτον εὔλογον εἰς ὅσον ἀποῤῥεῖ τοῦ πληρώσοντος πνεύματος τὴν χώραν τῆς διαστολῆς. ἀλλ' ἐπεὶ τὸ τελέως ἴσχεσθαι τοῦ τελέως ἀποκεκλεῖσθαι τὰς ὁδοὺς τοῦ πνεύματος ἐνδεικτικόν ἐστιν, διὰ τοῦτο καὶ τὴν θλίψιν καὶ τὴν ἔμφραξιν ἰσχυρὰν εἶναί φαμεν. τοῦτο μὲν δὴ κοινὸν ἁπασῶν τῶν ἐφ' ἡσυχίας τεμνομένων διαστολῶν, ἴδια δὲ ἑκάστης αὐτῶν τὰ νῦν λεχθησόμενα· τῆς μὲν πρώτης ἱκανῶς βαρύνεσθαι τὴν δύναμιν ὑπὸ τοῦ πλήθους, ὅταν γε διὰ πλῆθος ὁ σφυγμὸς γίνηται τοιοῦτος. ἡ γὰρ ὑστέρα κίνησις ἡ μετὰ τὴν ἡσυχίαν οὐκ ἂν ἄλλως ἐγένετο βραδεῖα, τῆς προτέρας οὔσης ὠκείας, εἰ μὴ ἐνενίκητό τε καὶ ἰσχυρῶς ἐβεβάρητο πρὸς τοῦ πλήθους ἡ δύναμις. ἔμπαλιν δ' ἐπὶ τῆς δευτέρας ἔχει διαφορᾶς, ἐφ' ἧς ἀμφότερα τὰ μέρη τῆς κινήσεώς ἐστι ταχέα. φαίνεται γὰρ ἀναφέρουσα καὶ διασώζουσα τὸν τόνον ἡ δύναμις καὶ διαμαχομένη τῷ πλήθει. μέση δ' ἀμφοῖν ἐστι δηλονότι διάθεσις ἐφ' ἧς καὶ ἡ κίνησις ἡ δευτέρα μέση ταχείας τε καὶ [72] βραδείας, ὅπερ ἐστὶ σύμμετρος. αὗται μὲν οὖν τρεῖς διαφοραὶ τῶν ἡσυχίᾳ σχιζομένων διαστολῶν. ἕτεραι δὲ τρεῖς, ὅταν τῆς προτέρας κινήσεως βραδείας γινομένης ἡ δευτέρα τὰς τρεῖς τρέπηται τροπὰς, ἤτοι βραδεῖα, ἢ ὠκεῖα, ἢ σύμμετρος γινομένη, καὶ δηλονότι καὶ ταύταις χειρίστη μὲν ἐφ' ἧς αἱ κινήσεις ἄμφω βραδεῖαι, πολὺ δ' ἐπιεικεστέρα ταύτης ἐφ' ἧς ἡ δευτέρα ταχεῖα, μέση δ' ἀμφοῖν ἐφ' ᾗ σύμμετρος. οὕτω δὲ κᾂν εἰ τῆς πρώτης κινήσεως συμμέτρου γινομένης ἡ δευτέρα τὰς τρεῖς τρέποιτο τροπὰς, ἐπιεικεστέραν μὲν ἐνδείξεται διάθεσιν ἡ ὠκεῖα κίνησις, ὀλεθριωτέραν δ' ἡ βραδεῖα, μέσην δ' ἡ σύμμετρος. πασῶν δὲ τῶν ἐννέα διαφορῶν, ὑφ' ἧς τινος ἂν αἰτίας γίνωνται, χειρίστη μὲν ἡ ἀμφοτέρας ἔχουσα τὰς κινήσεις βραδείας, ἐπιεικεστάτη δ' ἡ ἀμφοτέρας ταχείας, μέση δ' ἐφ' ἧς ἀμφότερα σύμμετρα, καὶ ἄλλαι δὲ μεταξὺ τῆς τε μέσης καὶ τῶν ἄκρων ἑκατέρας ἀνάλογον. ἀλλὰ καὶ χρόνος οὗτος ὁ τῆς ἡσυχίας ὅσῳ περ ἂν πλείων γίγνηται καθ' ἑκάστην τῶν εἰρημένων ἐννέα διαφορῶν, τοσούτῳ χαλεπώτερος. ἔμπαλιν δὲ τῶν κινήσεων ὁ χρόνος αὐξανόμενος ἐπιεικεστέραν ἐμφαίνει τὴν διάθεσιν. ὡσαύτως [73] δὲ καὶ τὸ τῶν διαστολῶν ἀμφοτέρων μέγεθος ἄριστον. ὥσπερ οὖν ἡ μικρότης χείριστον, οὕτω δὴ καὶ ἡ μὲν σφοδρότης ἄριστον, ἡ δ' ἀμυδρότης χείριστον. εἰ δ' ἅπανθ' ἅμα συνέλθοι τὰ εἰρημένα κακὰ περὶ ἕνα σφυγμὸν, οὗτος ἂν ὁ χείριστος εἴη αὐτῶν, ὥσπερ εἰ καὶ πάντα τὰ ἐπιεικέστατα ὁ βέλτιστος. ὁ μὲν γὰρ, εἴτε πλῆθος εἴη τὸ βαρῦνον τὴν δύναμιν, νενικῆσθαί φησιν αὐτὴν ἀξιολόγως, εἴτε ἔμφραξίς τις ἐν ταῖς ἀρτηρίαις, ἐν κυρίαις μὲν ταύταις καὶ οὐ πόῤῥω τῆς ἀρχῆς, μεγάλην δὲ καὶ αὐτὴν τὴν ἔμφραξιν ἐπιδείκνυται, εἴτε θλίψις τις καὶ στενοχωρία, πᾶσαν ὀλίγου δεῖν κατειλῆφθαι δηλοῖ τὴν χώραν τῶν ἀρτηριῶν. ὁ δ' ἐπιεικέστατος ἐν αὐτοῖς, ἐφ' οὗ δηλονότι καὶ αἱ κινήσεις ἀμφότεραι ταχεῖαί τε καὶ μεγάλαι καὶ σφοδραὶ καὶ ὁ χρόνος ὁ τῆς ἡσυχίας βραδὺς τὴν μὲν δύναμιν κρατεῖν τοῦ πλήθους ἐνδείξεται, τὰς δ' ἐμφράξεις τε καὶ θλίψεις τῶν ἀρτηριῶν ἢ μικρὰς, ἢ οὐκ ἐν κυρίοις, ἢ πόῤῥω τῆς ἀρχῆς. ταῦτα μὲν οὖν τῆς καλουμένης ἰδίως προγνωστικῆς θεωρίας ἔχεται, τῇ κοινωνίᾳ τοῦ λόγου συναναγραφέντα.
[74] Μεταβάντες δ' ἤδη σκεψώμεθα περὶ τῶν συνεχῆ μὲν τὴν κίνησιν ὅλης αὐτῆς τῆς διαστολῆς ἐχόντων σφυγμῶν, οὐ μὴν ἰσοταχῆ γε πᾶσαν. εἴρηται δὲ καὶ περὶ τούτων ἱκανῶς ἐν τῷ περὶ διαφορᾶς τῶν σφυγμῶν, ὁπόσαι μὲν αἱ πᾶσαι τούτου τοῦ γένους διαφοραὶ γίνονται, πόσοι δὲ καὶ οἱ καθ' ἑκάστην αὐτῶν σφυγμοί. ὥστε οὐδὲ τούτων τὸν ἀριθμὸν ἔτι χρὴ νῦν ἐπεξιέναι, ἀλλ' ἐπὶ τὰς αἰτίας αὐτῶν ἰτέον, ὡς οἷόν τε καὶ ταύτας ἐν τῷ καθόλου διεξιόντας, ὑπὲρ τοῦ βραχύτερον γίνεσθαι τὸν ἅπαντα λόγον. ὅσοι μὲν δὴ αὐτῶν ἀπὸ τῆς ἀρχῆς ἄχρι τοῦ τέλους εἰς τάχος διαδιδόασιν, ἧττον βαρύνεσθαι τὴν δύναμιν ἐμφαίνουσιν, ὅσοι δ' ἔμπαλιν, μᾶλλον. οὐ μὴν λυομένης γε τῆς δυνάμεως οὐδεὶς τούτων γίνεται. μεγάλοι γὰρ ἅπαντές εἰσι καὶ μάλισθ' ὅσον εἰς διαστήματα τρία καὶ χρόνους τρεῖς, ἢ τέτταρας αἰσθητοὺς ἐγχωρεῖν οἷόν τε τὴν κίνησιν. ἴδιον δὲ τῶν ἀθρόαν εἰς τἀναντία ποιουμένων τὴν μεταβολὴν τὸ μὴ τῆς δυνάμεως μόνης βαρυνομένης, ἀλλὰ καὶ ἔμφραξιν, ἢ θλίψιν ὀργάνων γίνεσθαι. λέγω δ' εἰς τἀναντία ποιεῖσθαι μεταβολὴν ἀθρόως, εἰ κινούμενοι [75] ταχέως ἐξαιφνίδιον ἐγένοντο βραδεῖς, ἢ ἔμπαλιν ἐκ βραδείας τῆς πρόσθεν κινήσεως ὠκεῖς. γίγνονται γὰρ οὗτοι δι' ἐμφράξεις μέν τινας καὶ στενοχωρίας, ἀλλ' ἧττον χαλεπὰς τῶν διαλειπόντων, καὶ τῆς δυνάμεως δ' αὐτῆς ὑπὸ πλήθους βαρυνομένης, ἀλλ' ἧττον ἢ ἐν τοῖς διαλείπουσιν· οὐ γὰρ ἴσον δή που τὸ κακόν ἐστιν ἢ ὑπαλλαγῆναι τὴν κίνησιν, ἢ κωλυθῆναι. οἱ γὰρ κατὰ μέρος μέντοι τούτου τοῦ γένους τῆς ἀνωμαλίας σφυγμοὶ πῆ ποτ' ἀλλήλων διαφέρουσι καὶ τίνες μέν εἰσιν αὐτῶν ὀλεθριώτεροι, τίνες δὲ καὶ αὐτοὶ καὶ ἐπιεικέστεροι, ῥᾴδιον μὲν καὶ αὐτόν τινα τῶν ἐντυγχανόντων ἐξευρεῖν κᾀξ ὧν ἐπὶ τῶν διαλειπόντων εἰρήκαμεν ὡρμημένον. εἰρήσονται μέντοι καὶ πρὸς ἡμῶν ἐν τοῖς περὶ τῆς διὰ σφυγμῶν προγνώσεως. ὁ γάρ τοι παρὼν λόγος οὐδὲν αὐτῶν ἔτι δεῖται, ὡς κατὰ τὸ κοινὸν τοῦ γένους κοινὰς καὶ τὰς τῆς γενέσεως ἐχόντων αἰτίας, ἃς δὴ νῦν πέπαυμαι λέγων.
Ἀλλ' ἐπὶ τὸ λοιπὸν ἔτι γένος τῆς καθ' ἓν μόριον τῆς ἀνωμαλίας, οὓς δικρότους ὀνομάζομεν σφυγμοὺς, ἤδη μετιτέον. ἐλέγομεν δ' αὐτοὺς ἐξ ἀνάγκης εἶναι κλονώδεις. [76] οὔκουν οἷόν τε τὰς αἰτίας αὐτῶν ἐξευρεῖν ἀκριβῶς, πρὶν τὰς τοῦ κλονώδους ἐπιμελῶς διασκέψασθαι. γίνεται τοίνυν οὗτος, ὅταν ἡ μὲν δύναμις εὔρωστος ᾖ, τὸ δ' ὄργανον σκληρὸν, ἐπείγῃ δ' ἡ χρεία. εἰ γὰρ ἕν τι τούτων ἐκλείπει, κλονώδης οὐκ ἂν γένοιτο. τὸ γάρ τοι συνέχον αὐτοῦ τὴν γένεσιν ἔστι βίαιος διαστολὴ σκληρᾶς ἀρτηρίας. οὐ γὰρ ἂν ἄλλως κραδαίνοιτό τε καὶ διασείοιτο πάντῃ, μὴ οὐκ ἀμφοτέρων τούτων συνελθόντων. εἴτε γὰρ ἡ ἀρτηρία μόνη σκληρυνθείη, μὴ μέντοι βιάζοιτο διαστέλλειν αὐτὴν ἡ δύναμις ἐπὶ πλεῖστον, οὐκ ἂν οὐδεὶς δή που γένοιτο κλόνος, ἀλλ' αὐτὸ δὴ τοῦτο μόνον ὁ καλούμενος σκληρὸς σφυγμός. εἰ δ' ἐπὶ πλεῖστον μὲν ἡ δύναμις ἐθέλοι διαστέλλειν τὰς ἀρτηρίας, αἱ δ' ἕποιντο μαλακότητι συμμέτρῳ, μέγας μὲν ἂν οὕτως, ἀλλ' οὔ τί γε κλονώδης, οὔθ' ὅλως σκληρὸς ἔσται. εἴπερ οὖν μέλλει κλονώδης ἔσεσθαι, δῆλον ὡς διαστέλλειν αὐτὰς ἡ δύναμις ἐπὶ πλεῖστον ἢ πεφύκασι βιάζεται. ἀλλ' οὐκ ἂν εἰ μὴ πρὸς τῆς χρείας ἐπειγούσης ἠναγκάζετο, βιαίως ἄν ποθ' ὥρμησεν ἐνεργεῖν ἡ δύναμις. ὥστ' εὐλόγως ἐῤῥῶσθαι μὲν ἔφαμεν χρῆναι τὴν δύναμιν, ἐσκληρύνθαι δὲ τὰς ἀρτηρίας, ἐπείγειν δὲ τὴν [77] χρείαν. αὐτὴν δὲ ταύτην τὴν ἔπειξιν ὑπὸ τίνος ποτε αἰτίας γίγνεται λεκτέον. οὐδὲ γὰρ οὐδὲ τοῦτο χρὴ παραλιπεῖν. ἔστι δὲ μία μὲν, ὡς ἂν οὕτω τις εἴποι, προσεχὴς αἰτία, πολλαὶ δ' αὐτῆς δημιουργοί. τίς οὖν ἡ μία καὶ τίνες αἱ πολλαί; ἡ μία μὲν, ὅταν ἀπλήρωτος ἡ χρεία μένῃ πρὸς τῆς ἐνεργείας, αἱ πολλαὶ δὲ ταύτης ποιητικαὶ καθόλου μὲν φάναι δυνάμεως ἀῤῥωστία καὶ ὀργάνων δυσπάθεια καὶ τῆς χρείας αὔξησις. ἀλλ' ἐπὶ τοῦ νῦν προκειμένου γένους τῶν σφυγμῶν ἀφελεῖν χρὴ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, ἐδείχθη γὰρ ἐῤῥῶσθαι. λοιπὸν οὖν ἤτοι τῆς χρείας αὐξανομένης ἢ τῶν ὀργάνων ἀπειθούντων, ἢ καὶ ἀμφοῖν ἅμα συνελθόντων ἐλάττων ἡ διαστολὴ τῆς χρείας ἐν τοῖς κλονώδεσιν ἔσται σφυγμοῖς. ἀλλ' ἡ μὲν χρεία τῇ πλεονεξίᾳ τῆς θερμότητος, ἢ τῇ δαπάνῃ τοῦ ψυχικοῦ πνεύματος αὐξάνεται, δυσπαθῆ δὲ γίνεται ὄργανα δι' ἐμφράξεις, ἢ θλίψεις, ἢ σκληρότητας. αὗται δὲ αἱ σκληρότητες ἢ φλεγμαινόντων, ἢ σκιῤῥουμένων, ἢ σκληρυνομένων ἢ ξηραινομένων, ἢ ψυχομένων, ἢ τεινομένων γίνονται τῶν ὀργάνων. καὶ οὕτως ἤδη πάσας εὑρίσκομεν τὰς αἰτίας τῶν κλονωδῶν σφυγμῶν τῆς γενέσεως. ἡ γάρ τοι δύσκρατος ἀνωμαλία προϊοῦσα μὲν [78] αὐξήσει τὸν κλόνον, οὐ μὴν αἰτία γε αὐτῶν ἐστι τῆς γενέσεως. ἀλλὰ ἡ κατὰ διαφέροντα μόρια τῆς ἀρτηρίας ἀνωμαλία τῶν σφυγμῶν ταῖς τοιαύταις ἕπεται προσεχῶς δυσκρασίαις. ἔνθα μὲν γὰρ ὑγρότερόν θ' ἅμα καὶ θερμότερον ᾖ τὸ μόριον τῆς ἀρτηρίας, ἐνταῦθα καὶ μείζονος καὶ θάττονος τοῦ σφυγμοῦ γινομένου, ἔνθα δ' ἂν ἤτοι ψυχρότερον ἢ ξηρότερον, ἐνταῦθ' ἐλάττονός τε καὶ βραδυτέρου. καὶ δὴ καὶ προσεξορμᾶται μὲν εἰς τὴν κίνησιν τὸ πρότερον εἰρημένον, ὕστερον δ' ἄρχεται τὸ δεύτερον, ὥστε κατὰ τοῦτο μὲν καὶ τοὺς κλονώδεις συναυξήσει, προσεχὲς δ' αἴτιον γενήσεται τῆς κατὰ διαφέροντα μόρια τῶν ἀρτηριῶν ἀνωμάλου κινήσεως. ὁ τοίνυν δίκροτος καλούμενος σφυγμὸς, ἤδη γάρ ποτε καὶ περὶ τούτου λέγωμεν, ᾧδέ πως γίνεται. ὅταν τοῦ μέρους τῆς ἀρτηρίας, ᾧ τὴν ἁφὴν ἐπιβάλλομεν, σκληρότερα καὶ ψυχρότερα, καὶ διὰ τοῦτο δυσκινητότερα τὰ ἑκατέρωθεν, ὧν οὐκ ἁπτόμεθα, γένηται, κᾄπειτα προεξορμῆσαν αὐτῶν εἰς τὴν διαστολὴν τὸ μέσον ἀντισπάσῃ πάλιν ἔσω καὶ αὖθις συνεξαίρῃ, δὶς ἀνάγκη πλήττεσθαι τὴν ἁφήν. ὁ μὲν οὖν τοιοῦτος σφυγμὸς δίκροτός ἐστι μόνον, [79] οὐ μέντοι καὶ κλονώδης σαφῶς. ἕτερος δέ τις ἅμα καὶ κλονώδης ἱκανῶς ἐστι καὶ δίκροτος γίνεται κατὰ τοιόνδε τινὰ τρόπον. ὅταν κλονωδῶς ἀναφερομένης τῆς ἀρτηρίας, ὅσον μὲν ὑπὸ τῷ δέρματι μόνῳ γυμνὸν ἑτοίμως ἀναφέρηται, τὰ δ' ἑκατέρωθεν τοῦδε βαρύνηται διὰ πάχος ἢ πλῆθος τῶν ἐπικειμένων σωμάτων, ὡς μηδὲ τὴν κίνησιν αὐτῶν ὑποπίπτειν τοῖς ἁπτομένοις, ἀνάγκη τηνικαῦτα τοῦ φανεροῦ μέρους ἤδη παντὸς ἀνηνεγμένου, τὰ μὴ φαινόμενα τὰ ἑκατέρωθεν ἔτ' ἀναφέρεσθαι, καὶ οὕτω φθάνον καταφέρεσθαι τὸ μέσον, αὖθις συνεξαίρεσθαι τοῖς ἑκατέρωθεν. ὥστ' ἐπανέρχεσθαί τε καὶ προσπίπτειν ἐκ δευτέρου τοῖς ἔξωθεν ἁπτομένοις. εὔδηλον οὖν ὅτι δίκροτος ὁ τοιοῦτος ἔσται, ταύτῃ πλεονεκτῶν τοῦ κλονώδους μόνον, ὅτι κατὰ μεγάλα μόρια τῆς ἀρτηρίας τὴν ἀνωμαλίαν τῆς κινήσεως ἐκτήσατο. τοῦ μὲν γὰρ ὑποπίπτοντος τοῖς δακτύλοις ἅπαντος ὁμοίως κινουμένου, πλὴν ὅσα κλονεῖται, τῶν δ' ἑκατέρωθεν αὐτοῦ διαφερόντων, ὁ δίκροτος γίνεται, τῷ κλονώδει δὲ μόνῳ οὐδὲν πλέον ὑπάρχει τοῦ κραδαίνεσθαι καὶ διασείεσθαι κατὰ μικρὸν ἅπαντα τὰ μόρια, [80] τὴν δὲ ἐν οὕτω μεγάλοις μέρεσι διαφορὰν τῆς κινήσεως ὥσπερ ὁ δίκροτος οὐκ ἔχει. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὡς ὁ δίκροτος ἔσθ' ὅτε μὲν ἐπὶ δυσκρασίᾳ γίνεται μεγάλῃ καὶ σκληρότητι βραχείᾳ τῆς οὕτω κινουμένης ἀρτηρίας, ἔσθ' ὅτε δ' ἐπὶ σκληρότητι μεγάλῃ μετά τινος δυσκρασίας ἢ πάχους ἢ πλήθους χυμῶν τε καὶ σαρκῶν.
Ὁ μέντοι δορκαδίζων καλούμενος κοινὸν μὲν ἔχει πρὸς τὸν δίκροτον τὸ δὶς πλήττειν, οὐ κοινὴν δὲ τὴν αἰτίαν. οὔτε γὰρ τῆς σκληρότητος τῶν ὀργάνων οὔτε τῆς δυσκρασίας ἐξ ἀνάγκης ἐφάπτεται, ἀλλ' ὅταν ἡ δύναμις ὅσον μὲν ἐφ' ἑαυτῇ σώζῃ τὸν κατὰ φύσιν τόνον, ἴσχηται δὲ τῆς κινήσεως, ἤτοι διὰ πλῆθος ἄμετρον, ἢ δι' ἔμφραξιν, ἢ θλίψιν τῶν ὀργάνων, ἡσυχία τηνικαῦτα διακόπτει τὴν διαστολήν. δεόντως ἄρα τὸ δεύτερον μέρος αὐτῆς τὸ μετὰ τὴν ἡσυχίαν εὐρωστότερον φαίνεται τοῦ πρὸ τῆς ἡσυχίας. ἀθροίσασα γὰρ ὡς ἂν εἴποι τις ἑαυτὴν καὶ συλλέξασα καὶ ῥώσασα καὶ ἀνακτησαμένη ἡ τέως νενικημένη δύναμις ἐπιτίθεται [81] σφοδρότερον, ἐκνικῆσαί τε καὶ διώσασθαι τὰ λυποῦντα σπεύδουσα. καὶ δὴ καὶ δρᾷ τοῦτο πολλάκις. ἢν δέ ποτε καὶ κατὰ τὴν δευτέραν ὁρμὴν νικηθῇ, χείρων μὲν ἂν οὕτως εἴη τοῦ δορκαδίζοντος ὁ τοιοῦτος σφυγμὸς, ἀνώνυμος δέ ἐστι. καίτοι τινὲς ἅπαντας τούτους, ὧν τὸ συνεχὲς τῆς διαστολῆς ἡσυχία διακόπτει, δορκαδίζοντας καλοῦσιν. ἡμῖν δὲ ὀνομάτων γὰρ οὐδὲν μέλει, πλὴν ὅσα τοῦ σαφοῦς τῆς διασκαλίας ἕνεκα.
Δεδηλωμένου τοῦ πράγματος ἤδη σαφῶς ἐφ' ἕτερον εἶδος ἀνωμάλων σφυγμῶν ἰτέον ἐστὶν, οὓς καλοῦσιν κυματώδεις ποτὲ καὶ σκωληκίζοντας. ἐδείχθη γὰρ οὖν καὶ περὶ τούτων ὅτι τῷ ποσῷ μόνῳ διαφέρουσιν ἓν εἶδος ἄμφω κεκτημένοι. καί εἰσι δηλονότι τῶν κατὰ διαφέροντα μόρια τῆς ἀρτηρίας ἐν μιᾷ διαστολῇ τὴν ἀνωμαλίαν ἐχόντων. αἰτίαι δ' αὐτῶν τῆς γενέσεως ἀῤῥωστία τῆς δυνάμεως, ἢ πλῆθος χυμῶν, ἢ μαλακότης ὀργάνων ἐσχάτη. ὅταν μὲν γὰρ ἀπὸ τῆς ἀρχῆς διϊκνούμενος εἰς τὰς κατὰ μέρος ἀρτηρίας ὁ τόνος ἰσοσθενῶς ὅλον ἐξαίρειν ἀδυνατῇ τὸ ἀγγεῖον, ἐν τούτῳ [82] τὸ μὲν ἐγγυτέρω τῆς ἀρχῆς πρότερον ἄρχεται τῆς κινήσεως, τὸ ποῤῥωτέρω δ' ὕστερον. εἰ μὲν οὖν ὁμαλῶς τὸ τοιοῦτον γίγνοιτο δι' ὅλων τῶν ἀρτηριῶν, ἀεὶ τὸ πρότερον αὐτοῦ μόριον πρότερον φανεῖται κινούμενον, ὡς εἰ καὶ ῥέοντός τινος ἀκωλύτως δι' αὐτῶν ἤτοι πνεύματος ἢ ὑγροῦ τοὺς σφυγμοὺς ἐπιτελεῖσθαι συνέβαινε. καὶ τοῦτ' Ἐρασίστρατος μὲν ἀεὶ γίνεσθαί φησι, καταψευδόμενος τοῦ φαινομένου, τῶν δ' ἄλλων οὐδεὶς μὴ ὅτι ἰατρῶν, ἀλλὰ μηδὲ τῶν φιλοσόφων ἢ ἰδιωτῶν. ἅπασι γὰρ ἐναργῶς φαίνεται ἅπαντα τὰ μόρια τῶν ἀρτηριῶν ἐν ταὐτῷ χρόνῳ διαστελλόμενα, σπανίως δὲ καὶ οὐδὲ κατὰ φύσιν ἔτι τὸ τὰ μὲν ἐγγυτέρω τῆς καρδίας πρότερον φαίνεσθαι κινούμενα, τὰ δ' ἀπωτέρω δεύτερα. οὐ μὴν ἤδη γέ πως κυματώδης, ἢ σκωληκίζων ὁ τοιοῦτος σφυγμὸς, ἀλλ' ὅταν αὐτῷ προσγένηται τὸ διὰ τῶν ἀρτηριῶν ῥεῖν φανταζόμενον, ἴσχεσθαί πη καὶ μένειν καὶ ἡσυχάζειν δοκεῖν, εἶτ' αὖθις ῥεῖν, καὶ πάλιν ἴσχεσθαι, καὶ τοῦτο γίγνεσθαι δι' ὅλης τῆς ἀρτηρίας, ὁ τοιοῦτος σφυγμὸς ἤτοι κυματώδης ἢ σκωληκίζων ἐστί. περιγραφομένων γὰρ ἀεὶ τῶν κατὰ μέρος κινήσεων ἡσυχίας, τὴν οἷον κυμάτων διαδοχὴν ἢ σκώληκος διέρποντος [83] φαντασίαν γίνεσθαι συμβαίνει. εἰ μὲν οὖν ὑπὸ πλήθους βαρύνοιτο, τοῦτ' ἴσχει καὶ διακόπτει καὶ διασχίζει τὸν τόνον, ἔνθα ἂν ᾖ πλεῖστον ἠθροισμένον, καὶ οὕτω πολλαὶ διαστολαὶ γίνονται δίκην κυμάτων ἀλλήλας ἐκδεχόμεναι, καθ' ὅ τι ἂν ὁ τόνος σχισθῇ, τῆς ἀκινησίας ἐνταῦθα περιγραφούσης τὸ κῦμα. εἰ δὲ καὶ χωρὶς ὑγρότητος ἡ δύναμις αὐτὴ μόνη κάμνοι, πᾶσαν μὲν ἀθρόως ἀδυνατοῦσα διαστέλλειν τὴν ἀρτηρίαν, κατὰ μόρια δὲ ἐργαζομένη τοῦτο, γένοιντ' ἂν καὶ οὕτως οἷον κυμάτων τινῶν περιγραφαὶ πολλαὶ, διαδεχομένων ἀλλήλας τῶν διαστολῶν. τό γε μὴν διάφορον τούτων γε τῶν σφυγμῶν καὶ τῶν διὰ πλῆθος γινομένων μέγεθός ἐστι. καὶ διὰ τοῦτο σκωληκίζοντες μὲν οὗτοι διὰ τὴν μικρότητα, κυματώδεις δ' ἐκεῖνοι διὰ τὸ μέγεθος ὠνομάσθησαν. αἰτία δὲ τοῖς μὲν ἡ τῆς δυνάμεως ἀῤῥωστία, τοῖς δ' ἡ περὶ τῆς ὑγρότητος πλεονεξία. καὶ μὴν καὶ διὰ μαλακότητα τῶν ὀργάνων ἐσχάτην γίνονται οἱ τοιοῦτοι σφυγμοὶ, παραπλησίου τοῦ συμβαίνοντος τῷ κατὰ τὰς μαλακὰς καὶ νεαρὰς ῥάβδους, ὧν αἰρομένων ἐξ ἄκρου τὰ μέν τινα τῶν μερῶν, καὶ μάλιστα τὰ πλησίον [84] τῆς λαβῆς συνεξαίρεται, τὰ δέ τινα λυγιζομένων αὐτῶν ἔτι μένει ταπεινὰ κᾀν τῷ κάτῳ. οὐ μὴν ἔν γε ταῖς σκληραῖς καὶ ξηραῖς ῥάβδοις φαίνεταί τι τοιοῦτον, ἀλλ' ὁμοτόνως ἅπασα καθ' ὅ τι ἂν αὐτῆς λαβόμενος ἐξαίρειν ἐθέλοις συνεξαίρεται. τοιοῦτον δέ τι συμπέπτωκε καὶ ταῖς ἀρτηρίαις, ὅταν ὑγρότητι πολλῇ διάβροχοι γενηθῶσιν. οὐκ ἔτι γὰρ δέχονται τὸν ἀπὸ τῆς ἀρχῆς τόνον ὁμοίως ἅπασι τοῖς μορίοις, ἀλλ' οἷον λυγιζόμεναι καὶ κλώμεναι πολλαχόθι διακόπτουσι, κᾀν τούτῳ τὰ πολλὰ μὲν κυματώδης, ἔστι δ' ὅτε καὶ σκωληκίζων ὁ σφυγμὸς ἔσται. σὺν μὲν γὰρ ἐῤῥωμένῃ τῇ δυνάμει κυματώδης, μεγάλα γὰρ ἐξαίρειν οὕτω δύναται μέρη τῶν ἀρτηριῶν, σὺν ἀῤῥωστοτέρᾳ δὲ σκωληκίζων, ἐκ μικροῦ δηλονότι διαστήματος τηνικαῦτα νικωμένου τοῦ τόνου. ἀλλ' εὐθὺς ἀνάγκη τοῦτον ἀνώμαλόν τε ἄλλως καὶ προσέτι καὶ διαλείποντα γενέσθαι, καθάπερ καὶ ἐπὶ τῶν ὑδεριώντων ἔχει. ἐφ' ὧν ἔτι μὲν ἀντέχοντος τοῦ τόνου, καθάπερ καὶ ἐν τοῖς περὶ αὐτῶν λόγοις ἐφεξῆς εἰρήσεται, πλατὺς καὶ κυματώδης ἐστὶ, νικωμένου δὲ πολυειδῶς ἀνώμαλος γίνεται.
[85] Ἀλλ' ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, τῶν μυούρων ἐφεξῆς μνημονεύσωμεν, ἀσθενείᾳ τῆς τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως ἑπομένων. ὅταν γὰρ ὁ ἀπὸ τῆς καρδίας ἐπὶ τὰς κατὰ μέρος ἀρτηρίας διήκων τόνος ἀεὶ καὶ μᾶλλον ἐν τοῖς ποῤῥωτέρω μέρεσιν ἐκλύηται, μικροτέρας οὕτω καὶ ἀμυδροτέρας ἀναγκαῖον γίνεσθαι τὰς ἐν αὐτοῖς κινήσεις. πῶς οὖν ἐν τοῖς ἐγγυτέρω μέρεσι τῆς ἀρχῆς εὑρηκέναι τινές φασιν ἐνίοτε τὰς ἐλάττους κινήσεις; οὐκέτι γὰρ οἷόν τε λέγειν ἐπὶ τούτων ὡς ὁ παρὰ τῆς ἀρχῆς τόνος ἐν τοῖς ἐγγυτέρω μᾶλλον ἢ ἐν τοῖς ποῤῥωτέρω διαλύεται. ἐμοὶ μὲν δοκοῦσιν ἢ διὰ τὴν τῆς θέσεως τῶν ἀρτηριῶν ἀνωμαλίαν οὕτως φαντασθῆναι, ἢ εἰ καὶ ὄντως ἀληθεύουσιν, εἰς δυσκρασίας ἀνωμαλίαν ἀναφέρειν χρὴ τῶν τοιούτων σφυγμῶν ἁπάντων τὴν γένεσιν, ἵν' ἡ παρὰ τῆς ἀρχῆς εἰς τὰς ἀρτηρίας ἐκτεταμένη δύναμις τοῖς μὲν εὐκράτοις αὐτῶν μορίοις εὐλόγως βέλτιον ᾖ χρωμένη, τοῖς δυσκράτοις δὲ χεῖρον. ὑπὸ γὰρ ἴσου τε καὶ ταὐτοῦ τόνου τὸ μὲν ὑγρότητί τε καὶ θερμότητι μετρίᾳ κεκραμένον ὄργανον ἑτοιμότερόν τε καὶ μᾶλλον κινεῖται, [86] τὸ δ' αὐχμῶδες ἢ ὑγρὸν ὑπερβαλλόντως, ἢ ψυχρὸν, ἀργότερόν τε καὶ ἧττον.
Ἆρ' οὖν καὶ τοὺς οἷον ἐπινενευκότας τε καὶ περινενευκότας σφυγμοὺς ὡσαύτως φυσιολογήσομεν, ἢ δύνανται μὲν ἴσως ποτὲ καὶ οὕτως γενέσθαι; πολλὰ μὴν ἐναργῶς ἐφάνησαν ἐμοὶ γοῦν δι' ἑτέρας γιγνόμενοι προφάσεις. ὅταν μὲν γὰρ ἡ δύναμις ἄῤῥωστος ᾖ, σύντηξις δὲ τῶν περικειμένων ταῖς ἀρτηρίαις σωμάτων, καθ' ὅ τι ἂν αὐτῶν μάλιστ' ἐκτετηκὸς, καὶ διὰ τοῦτο κουφότατον ὂν, ἡ κίνησις ἀνακύψαι δυνηθῇ, κατὰ τοῦτο μάλιστα καὶ τὸ μέγεθος αὐτῆς ἐμφαίνεται. παραβαλλομένη γὰρ ἡ ἐν τούτῳ διαστολὴ ταῖς ἑκατέρωθεν μικροτέραις οὔσαις μύουρον κατ' ἄμφω τὰ μέρη τὴν κίνησιν ἀποφαίνει. τοῦτο δ' ἐν ταῖς ἰσχυροτάταις δυνάμεσιν οὐκ ἐνδέχεται γενέσθαι, χρὴ γὰρ ἀκίνητον αὐτὴν εἶναι, καὶ μὴ φέρειν τὸ βάρος τῶν ἐπικειμένων σωμάτων, ἵν' αἰσθητὴν ποιήσῃ τὴν ὑπεροχὴν τῆς ἐν τῷ γυμνοτέρῳ μορίῳ διαστάσεως παρὰ τὰς ἐν τοῖς βεβαρημένοις.
[87] Πῶς οὖν ἡ παρὰ τὴν θέσιν τῆς ἀρτηρίας ἀνωμαλία γίνεται τῶν σφυγμῶν; τοῦτο γὰρ ἔτ' ἐνδεῖν ἔοικε τῷ λόγῳ. πῶς δ' ἄλλως ἢ ὥσπερ Ἱπποκράτης εἶπε καθόλου περὶ πάσης ἡμᾶς διδάσκων διαστροφῆς; καὶ γὰρ καὶ ἡ τῆς μήτρας ὡσαύτως καὶ αἱ τῆς ῥάχεως καὶ τῶν μυῶν γίνονται, τεινομένων εἰς ἐκεῖνα τὰ μέρη τῶν σωμάτων εἰς ἅπερ καὶ διαστρέφεται. τῷ δ' εἶναι πολλὰς τὰς τεινούσας αἰτίας δυσφώρατον τὸ καθόλου τοῖς πλείστοις τῶν ἀρχαίων ἰατρῶν ἐγένετο. καὶ γὰρ φλεγμοναὶ καὶ σκίῤῥοι καὶ ἀποστήματα καί τινων ἀπέπτων φυμάτων γένεσις καὶ ὅλως ἅπαντες οἱ παρὰ φύσιν ὄγκοι τείνειν πρὸς ἑαυτοὺς δύνανται τὰ συνεχῆ, ἤδη δὲ καὶ σκληρότης αὐχμώδης καὶ ψύξις ἄμετρος ὅμοιόν τι πήξει δρῶσα καὶ σπασμώδης σύντασις, ὧν ἄλλοτ' ἄλλο διαστρέφει τὰς ἀρτηρίας. μάλιστα δὲ τὴν ἀνώμαλον δυσκρασίαν ἡγητέον διαστρέφειν.
Ἀλλ' ἐπεὶ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, προσθεῖναι χρὴ τὸν περὶ τοῦ σπασμώδους σφυγμοῦ λόγον, ᾧ τὸ μὲν ὄνομα πρέπον ἀπό τε τῆς ἰδέας αὐτῆς [88] καὶ τοῦ παθήματος ὃ δηλοῦν πέφυκε. τείνεσθαι μὲν γὰρ ἐπ' ἄμφω τὰ πέρατα δόξεις τὴν ἀρτηρίαν καὶ μικρὸν ὕστερον σπασμὸς τὸν ἄνθρωπον καταλαμβάνει. τί οὖν δὴ τὸ ἄπορον ἐνταῦθα καὶ τίνος ἕνεκα προβέβληται; εἰ μὲν ἡ καρδία καθάπερ ἀρτηριῶν, οὕτω καὶ νεύρων ἐστὶν ἀρχὴ, οὔτ' ἄπορον οὐδὲν καὶ μάτην προβέβληται· εἰ δ' ἄλλη μὲν ἀρχὴ νεύρων, ἄλλη δ' ἀρτηριῶν, καὶ ταῖς μὲν σφυγμὸς ἐνέργεια, τοῖς δ' αἴσθησίς τε καὶ κίνησις ἑκούσιος, ὥσπερ οὐκ ἔστι τῶν ἐνεργειῶν αὐτοῖς οὐδεμία μετουσία, οὕτως οὐδὲ τῶν παθημάτων ἔσται τις κοινωνία. ἢ κακῶς τοῦτο καὶ ψευδόμενοι λέγουσιν, ὅσοι γε δοκοῦσιν οὐκ εἶναι σφίσιν ἐπιμιξίαν; ὁ γάρ τοι πατὴρ τοῦ δόγματος ὁ θεῖος ἐκεῖνος Ἱπποκράτης, σύῤῥοια μία, φησὶ, σύμπνοια μία, πάντα πᾶσι συμπαθέα, φύσις κοινή. ἢ γὰρ ἂν, εἰ μὴ τοῦτ' ἦν, δύο ἤστην οὕτω ζῶα καὶ οὐχ ἓν ἕκαστος ἡμῶν. νυνὶ δὲ καρδία μὲν ἀρτηρίας ἐγκεφάλῳ μεγάλας ἐκπέμπει δεσμὸν τῆς κοινωνίας, νεῦρα δ' ἐγκέφαλος καρδίᾳ, κᾂν εἰ μὴ μεγάλα, τὸ γοῦν ἐκ τοῦ λόγου πρόσταγμα διαστέλλειν δυνάμενα. οὕτω δὲ καὶ ταῖς κατὰ μέρος ἀρτηρίαις αἱ παρὰ τῶν νεύρων ἶνες εἰς κοινωνίαν ἔρχονται, δι' ὧν οὐκ [89] ἔργων μόνων, ἀλλὰ καὶ παθημάτων ἀλλήλοις μεταδιδόασι. καὶ οὐδὲν ἔτι θαυμάσιον, εἰ τοῦ νευρώδους γένους ἅπαντος ἑνουμένου ταῖς ἀρτηρίαις, ἡ κοινωνία τοῦ παθήματος ἐμφαίνεται, τῶν γε κατὰ μέρος ἀποφύσεων ἀλλήλαις ἐπιμιγνυμένων, καὶ τῶν ἀρχῶν, ὡς εἴρηται, ξυνημμένων.
Ἀλλὰ γὰρ ἐπεὶ καὶ τὰ περὶ σπασμώδους εἴρηται σφυγμοῦ, τὸ λοιπὸν ἔτι προσθετέον ἡμῖν ἐστιν εἰς τὴν περὶ τῶν ἀνωμάλων ἁπάντων φυσιολογίαν. λείπεται δ', ὡς οἶμαι, πῶς ὑψηλοὶ καὶ ταπεινοὶ καὶ πλατεῖς καὶ στενοὶ καὶ μακροὶ καὶ βραχεῖς γίνονται σφυγμοί. πλεῖστοι γὰρ δὴ οὗτοι καὶ μάλιστα ποικίλλουσι τὰς ἀνωμαλίας πάσας τάς τε καθ' ἕνα σφυγμὸν καὶ πολὺ δὴ μᾶλλον τὰς ἐν ἀθροίσματι. συμβαίνει δή τι τοιοῦτον ἐν τῷ διαστέλλεσθαι τὰς ἀρτηρίας, ἐπί τε τοῖς ὑγιαίνουσιν ἅπασιν καὶ τοῖς πλείστοις τῶν νοσούντων τῆς ἄνω περιφερείας αὐτῆς μᾶλλον αἰσθανόμεθα κινουμένης ἢ τῶν ἐν τοῖς πλαγίοις μερῶν. ἡ μὲν γὰρ ἐγγυτέρω τῆς ἁφῆς ἡμῶν ἐστι καὶ δι' ἐλαττόνων ὁμιλεῖ σωμάτων, τὰ δ' ἑκατέρωθεν αὐτῆς αὐτά τε πλέον ἄπεστι [90] καὶ πλείω περιβέβληται τὰ διὰ μέσου σώματα. καὶ τοίνυν αὐτὸς ὁ κατὰ φύσιν σφυγμὸς, ἂν ἀκριβῶς ἐξετάζῃ τις, ὑψηλότερός ἐστιν, ἀπολειπομένης μὲν ἀεὶ τῆς εἰς τὸ πλάτος ἐν αὐτῷ κινήσεως, πλεονεκτούσης δὲ τῆς εἰς ὕψος. ἀλλ' ἐπεὶ μέτρον οὗτος ἡμῖν καὶ κανὼν ἁπάντων τῶν ἄλλων, οὔθ' ὑψηλὸν οὔτε στενὸν ὀνομάζομεν αὐτὸν, ἀλλ' ὥσπερ οὖν πρέπει καὶ δίκαιόν ἐστιν, σύμμετρόν τε καὶ μέσον ἁπασῶν τῶν ὑπερβολῶν. εἰθισμένοι δὲ τούτῳ καὶ συντεθραμμένοι καὶ πολλάκις εὑρίσκοντες αὐτὸν οὐκ ἐπὶ τῶν ὑγιαινόντων μόνων, ἀλλὰ καὶ ἐπὶ τῶν νοσούντων, ῥᾳδίως γνωρίζομεν τοὺς ἀπολειπομένους ἢ ὑπερβάλλοντας αὐτὸν καθ' ἡντιναοῦν τῶν διαστάσεων. καὶ γάρ τοι καὶ ὁ μακρὸς καὶ ὁ βραχὺς ὡς πρὸς τοῦτον λέγονται. καὶ ὅστις μὴ εἴθισται τῷδε, οὐχ ὅπως ὑψηλοῦ καὶ ταπεινοῦ καὶ πλατέος καὶ στενοῦ γένοιτ' ἂν ἀκριβὴς γνώμων, ἀλλ' οὐδὲ μακροῦ καὶ βραχέος. ὡς οὖν ἄνθρωπόν τινα πάντη σύμμετρον εἶναί φαμεν οὐ τῇ προχείρῳ κατὰ τὴν αἴσθησιν ἰσότητι τὸ μῆκος τῷ πλάτει καὶ βάθει παραβάλλοντες, ἀλλὰ τῇ κατὰ δύναμιν· οὐδεὶς γὰρ οὕτως εὑρεθείη βραχὺς ὡς ἀπολείπεσθαι τὸ μῆκος τοῦ πλάτους· οὕτω καὶ [91] σφυγμὸν σύμμετρον ὀνομάζομεν, τὴν κατὰ φύσιν ἀναλογίαν τε καὶ συμμετρίαν κανόνα τῆς ἰσότητος, οὐ τὴν αἴσθησιν ποιούμενοι. πάντως δὲ ἐν αὐτῷ τὸ μὲν μῆκος ὑπερέχει τοῦ βάθους, τοῦτο δ' αὖ τοῦ πλάτους. αὐτὴν μὲν γὰρ εἰ νοήσαιμεν καθ' αὑτὴν τὴν ἀρτηρίαν, γυμνὴν ἁπάντων τῶν περικειμένων σωμάτων, ἴσον ἔσται τὸ πλάτος τῷ βάθει. μᾶλλον δ' οὐδ' εἰπεῖν ἕξομεν ἐπί γε τῆς τοιαύτης τουτὶ μὲν εἶναι τὸ πλάτος, τουτὶ δὲ βάθος, ἀλλ' ὥσπερ ὅμοιον ἑαυτῷ πάντη τὸ σῶμα κυκλοτερὲς ἀκριβῶς ὑπάρχει, οὕτω καὶ τῶν διαστημάτων οὐδεμία διαφορά. τεθείσης μέντοι κατά τινος ἑτέρου σώματος αὐτῆς, κάτω μὲν ἂν ἤδη λέγοιτο καθ' ὧν στηρίζεται μορίων, ἄνω δὲ τὸ κατ' ἄντικρυ, τὸ δ' ἐν τῷ μέσῳ τῶν διαστημάτων κάτωθεν μὲν ἄνω νοοῦσιν ὕψος, ἄνωθεν δὲ κάτω βάθος. ἔνθα δ' ὕψος καὶ πλάτος, ἐνταῦθα θάτερον τῶν διαστημάτων βάθος καὶ πλάτος. εἰ δὲ μὴ μόνον στηρίζοιτο κατά τινος, ἀλλὰ κᾀκ τῶν πλαγίων αὐτῶν καὶ προσέτι τῶν ἄνω περιλαμβάνοι τινὰ σώματα, παντί που δῆλον ὡς τὰ δι' ἐλαττόνων σκεπασμάτων ἡμῖν ὁμιλοῦντα μόρια σαφεστέραν [92] ἐνδείξεται τὴν κίνησιν ἤπερ τὰ διὰ πλειόνων. ἀλλὰ μὴν ὧν γέ ἐστιν ἀρτηριῶν ἡ θέσις ὑπὸ τῷ δέρματι, τοιαῦται δ' εἰσὶν ὧν ἐφαπτόμεθα τοὺς σφυγμοὺς διαγινώσκοντες, τούτων τὸ μὲν ἄνω διὰ μόνου τοῦ δέρματος ἡμῖν ὁμιλεῖ, τὰ δ' ἑκατέρωθεν εἰς ὅσον ἀποχωρεῖ πρὸς τὸ πλάγιον εἰς τοσοῦτο διὰ μακροτέρου τε τοῦ διαστήματος πλεόνων τε τῶν ἐν τῷ μέσῳ σωμάτων. καὶ διὰ ταύτην τὴν ἀνάγκην ὑψηλότερος μὲν ἀεὶ πᾶς σφυγμός ἐστιν ὁ κατὰ φύσιν, εἰ παραβάλλοις ἀλλήλοις τὰ διαστήματα. λέγεται δὲ σύμμετρος καὶ κανὼν τῶν ἄλλων ὁμοίως τῷ Πολυκλείτου κανόνι. ὡς γὰρ ἐκείνῳ παραβάλλοντες τοὺς ἄλλους ἀνδριάντας ἁδροὺς, ἢ ἰσχνοὺς, ἢ πλατεῖς, ἢ στενοὺς, ἤ τι τῶν ἄλλων ἀμετριῶν ὄνομα προσαγορεύομεν, οὕτω καὶ τοὺς σφυγμοὺς τῷ κατὰ φύσιν ἀντεξετάζοντες ὑψηλοὺς, ἢ ταπεινοὺς, ἢ πλατεῖς, ἢ στενοὺς, ἢ μακροὺς, ἢ βραχεῖς, ἢ ἁδροὺς, ἢ ἰσχνοὺς, ἢ μεγάλους, ἢ μικροὺς ὀνομάζομεν. τίνες οὖν αἰτίαι τῆς γενέσεως αὐτῶν; τοῦτο γὰρ εἰπεῖν προὔκειτο. πρόχειρον μὲν ἦν ἤτοι δυσκρασίαν ἀνώμαλον αἰτιᾶσθαι τῶν ὀργάνων, ἢ διαστροφὴν ἐν τῇ θέσει. δέδεικται γὰρ ὅπως ἐν ταῖς τοιαύταις διαθέσεσιν [93] αἱ κινήσεις ἀνώμαλοι φαίνονται. ἀλλ' ἐγὼ τοὺς μὲν ὑψηλοὺς ἔν τε τοῖς θυμοῖς καὶ πρὸ τῶν κρίσεων εὑρίσκω γινομένους, τοὺς δὲ πλατεῖς τοὐπίπαν ἐπὶ ταῖς κριτικαῖς ἐκκρίσεσιν. οὐκ ἔτι δὲ δύναμαι δυσκρασίαν ὀργάνων ἢ διαστροφὴν θέσεως αἰτιάσασθαι μόνας, γένοιτο γὰρ ἄν ποτε καὶ διά τι τούτων, ἀλλ' αἱ πλεῖσται διαθέσεις ἐφ' ὧν οἱ τοιοῦτοι φαίνονται σφυγμοὶ τῶν εἰρημένων αἰτίων ἐκτός εἰσιν. οὔτε γὰρ ἀνωμαλία κράσεως, ἤγουν εἰς τοσοῦτο τὴν φύσιν ὑπαλλάττουσα τῶν ὀργάνων, ὡς ἀνωμάλους ἐργάσασθαι τοὺς σφυγμοὺς, οὔθ' ἡ τῆς θέσεως ἐξαλλαγὴ δύναιτ' ἂν συστῆναί ποτε χωρὶς μεγάλης βλάβης ἢ χρόνου μακροῦ ὧν οὐδὲν οὔτε τοῖς θυμουμένοις οὔτε τοῖς ἤδη κεκριμένοις οὔτε τοῖς ὅσον οὐδέπω κριθησομένοις ὑπάρχει, ἀλλ' ἐστὶ τὸ γινόμενον ἐπ' αὐτῶν τοιοῦτο· μείζονα τὸν σφυγμὸν ἐργάζεται τοῖς θυμουμένοις τε καὶ κριθησομένοις, οὐ μὴν ὅσον γε μεῖζόν τι γίγνεται, τοσοῦτον καὶ φαίνεται. τῇ μὲν γὰρ εἰς ὕψος κινήσει τε καὶ διαστολῇ τῆς ἀρτηρίας ὅσον προσέρχεται φαίνεται πᾶν, τῇ δ' εἰς τὸ πλάγιον τὸ πλεῖστον ἀφανίζεται, κατὰ τὸν αὐτὸν, οἶμαι, λόγον καθ' ὃν καὶ τοῖς ἄνευ περιστάσεώς τινος [94] ὑγιαίνουσιν ἀεὶ πλεονεκτεῖν ἐδείκνυτο ἡ εἰς ὕψος κίνησις. μεμνημένοι τοιγαροῦν τῆς τότε καταστάσεως τῶν σφυγμῶν οὓς συμμέτρους ὀνομάζομεν, εἶτα νῦν εὑρίσκοντες ἱκανὸν μὲν εἰς ὕψος, οὐχ ἱκανὸν δ' εἰς πλάτος, ἀλλ' ἤτοι παντάπασιν ὀλίγον ἢ οὐδὲν ὅλως ἐπιδεδωκυῖαν τὴν κίνησιν, εὐλόγως ὑψηλοὺς ὀνομάζομεν τοὺς τοιούτους σφυγμοὺς, εἰ μέν τι καὶ τῷ πλάτει σαφὲς προσεγένετο, μεγάλους ἅμα καὶ ὑψηλοὺς καλοῦντες, εἰ δ' οὐδὲν ὅλως αἰσθητὸν, ὑψηλοὺς μόνον, εἰ δ' εἰς ἄμφω μὲν ηὐξήθησαν ὕψος, τε καὶ πλάτος, οὐκ ἀξιόλογος δ' ἡ τοῦ ὕψους εἴη παρὰ τὸ πλάτος ὑπεροχὴ, μεγάλους μόνον τοὺς τοιούτους ὀνομάζοντες. ὅταν γὰρ ἐν ταὐτῷ λόγῳ τὸ προσαυξόμενον ὕψος ὑπερέχει τοῦ πλάτους, ᾧ κᾀν τῷ κατὰ φύσιν ὑπερέχῃ, τὴν αὐτὴν ἰδέαν τῷ συμμέτρῳ κληθέντι διασώζειν ἀνάγκη τὸν νῦν γινόμενον. οὐκ οὖν ὑψηλὸς, ὥσπερ οὐδ' ἐκεῖνος, ἀλλὰ μείζων μόνον αὐτοῦ φαίνεται. τῶν γὰρ ταὐτὸν εἶδος διασωζόντων οὐκ ἐνδέχεται τὸν μὲν σύμμετρον, τὸν δ' ὑψηλὸν καλεῖν, ἀλλ' εἴπερ πάντη κατὰ τὴν αὐτὴν ἀναλογίαν ὁ ἕτερος ηὐξήθη, μείζονα μόνον. καὶ γὰρ οὖν καὶ περὶ τοῦ μήκους ὡσαύτως ἔχει. κατὰ μὲν γὰρ τὴν αὐτὴν [95] ἀναλογίαν καὶ τοῦτο συναυξανόμενον τῷ βάθει τε καὶ τῷ πλάτει τὸν ὅλον σφυγμὸν, ὡς ἤδη λέλεκται, μείζονα φαίνεσθαι ποιεῖ. οὔκουν ἴσων ἁπλῶς δεῖ τῶν ἐπαυξανομένων ἐν τοῖς τρισὶ διαστήμασι κινήσεων, ἀλλ' ἀνάλογον ἴσων, ἵν' ὁ σφυγμὸς μείζων γένηται. τοῖς οὖν εἰθισμένοις τῇ τοῦ κατὰ φύσιν ἀναλογίᾳ ῥᾳδίως τὸ προσιὸν, ὅσον ἔξω τοῦ λόγου, γνωρίζεται. καὶ τοιαῦται μέν τινές εἰσιν αἱ γενέσεις τῶν προκειμένων σφυγμῶν, ἑξῆς δ' ἂν εἴη τὰς αἰτίας εἰπεῖν δι' ἃς ἢ σώζεσθαι τὴν φυσικὴν ἀναλογίαν ἐπ' αὐτῶν, ἢ διαφθείρεσθαι πέφυκε. σώζεται μὲν οὖν, ὅταν μηδεμία μεγάλη τοῦ κατὰ φύσιν εἰς πολυσαρκίαν, ἢ λεπτότητα τῆς ἕξεως γένηται μεταβολὴ, ἀλλὰ μηδὲ ξηρότης ἄμετρος, ἢ ὑγρότης, ἤ τις ἀνάγκη μεγάλη ἐσχάτης διαστολῆς. φθείρεται δὲ καὶ συγχεῖται διά τι τούτων παρὸν, οἷον αὐτίκα τὰ μὲν ἄλλα πάντα καλῶς ἐχέτω, μεγάλην δ' οὕτως ἡ δύναμις ἐπειγέσθω ποιήσασθαι διαστολὴν, ὡς μὴ χωρεῖσθαι τὸν ὄγκον αὐτῆς ὑπὸ τῶν περιεχουσῶν τὰς ἀρτηρίας χωρῶν. ἀνάγκη γὰρ ἐν τῇ τοιαύτῃ καταστάσει τὸν σφυγμὸν ὑψηλὸν φανῆναι, [96] κᾂν μηδὲν τῶν ἄλλων ἔχῃς μέμψασθαι. ἄχρι γὰρ ἂν εἰς τοσοῦτον αἴρηται μέγεθος ἡ διαστολὴ τῆς ἀρτηρίας, ὡς μηδέπω στενοχωρεῖσθαι μηδαμοῦ, τὴν κατὰ φύσιν ἐν τοῖς τρισὶ διαστήμασιν ἀναλογίαν ἀποσώζει. στενοχωρηθεῖσα δὲ τοσοῦτον τοῦ κατ' ἐκείνην τὴν διάστασιν ἀφεῖλεν ὅσον ἔτυχε κωλυθεῖσα τοῦ πρόσω. διὰ τοῦτο τοῖς θυμουμένοις, κᾂν ἄμεμπτον ἔχωσι τὴν ἕξιν, ὁ σφυγμὸς ὑψηλὸς γίνεται. τὸ γὰρ τῆς διαστολῆς ἐσχάτως ἄμετρον οὐδ' ἡ τοιαύτη πέφυκεν ἕξις ἀλύπως ἀνέχεσθαι, ἀλλ' ἤδη θλίβεται κάτωθέν τε κᾀκ τῶν πλαγίων ἡ ἀρτηρία. μόνον οὖν ὅσον γυμνὸν αὐτῆς ὑπὸ τῷ δέρματι τὴν θέρμην ἅπασαν ἐκδέχεται, ὅταν δ' ἐν τοῖς ἄλλοις μὲν ἅπασιν ἡ διαστολὴ κωλυθῇ, τὸ δ' ἄνω μόνον αὐτῆς ἀπαραπόδιστον φυλαχθῇ, πλεονεκτεῖν ἀνάγκη τῶν ἄλλων τὴν κατ' ἐκεῖνο κίνησιν, ὅπερ ἦν οὐδὲν ἄλλο ἢ ὑψηλὸς σφυγμός. ἐπεὶ δὲ τοῖς θ' ὑγιαίνουσιν ἅπασι καὶ τῶν νοσούντων τοῖς πλείστοις ταῖς μεγίσταις διαστολαῖς τῶν ἐπιπολῆς ἀρτηριῶν ὧν ἁπτόμεθα τὰ μὲν ἄλλα πάντα μόρια θλίβεταί τε καὶ στενοχωρεῖται καὶ κωλύει τὰς καθ' αὑτὰ κινήσεις, τὰ δ' εἰς ὕψος ἀνέχοντα μόρια πᾶσαν ἐλευθέραν τε καὶ ἀπαραπόδιστον [97] ἐπιδέχεται τὴν διαστολὴν, διὰ τοῦτο καὶ τοῖς ἰατροῖς τετήρηταί τε καὶ γέγραπται τῶν θυμουμένων σφυγμὸς ὑψηλός. ἢ γὰρ οὐκ εἶδον τὸ σπάνιον, ἢ ἀμελῶν εἶδον, ἢ τοῦτον οἰκεῖον ἐνόμιζον ἑκάστου τῶν παθῶν σφυγμὸν, ὃν καὶ συνεδρεύοντα αὐτοῖς ἑώρων πλειστάκις. εἰσὶ δ' οἳ καὶ σιωπῶσιν ἑκόντες τὸ σπάνιον, ὅταν ἀπορῶσι τῆς αἰτίας, ἀλλὰ τούτου μὲν ἕνεκα κᾂν μέμψαιτό τις αὐτοῖς, τῶν ἄλλων ἁπάντων συγγνώμην νείμας. μύρια γὰρ οὕτως ἄξια γινώσκεσθαι σιωπηθήσεται. χρὴ δὲ τὸν ἀληθείας ἐραστὴν ἅπαν ἀκριβῶς τὸ φανὲν ἐκδιηγεῖσθαι, κᾂν ἀπορῇ τῆς αἰτίας. τί δὴ οὖν τὸ φαινόμενόν ἐστι; πολλοῖς τῶν ἰσχνῶν καὶ οὐ πάνυ τὴν δύναμιν εὐρώστων οἱ σφυγμοὶ θυμουμένοις μεγάλοι μὲν, οὐκέτι δὲ καὶ ὑψηλοὶ φαίνονται. τίς γοῦν καὶ ἡ τοῦδε αἰτία, οὐδὲ γὰρ οὐδὲ πόῤῥω που τῶν ἐξ ἀρχῆς ὑποκειμένων ἔοικεν ὑπάρχειν, εἴ γε δὴ τὴν ῥώμην τῆς δυνάμεως τηλικαύτην ἐλέγομεν εἶναι δεῖν ἐν τοῖς ὑψηλοῖς σφυγμοῖς, ὡς δύνασθαι μὲν ἐργάσασθαι μεγίστην διαστολὴν, μὴ χωρεῖσθαι δὲ ὑπὸ τῶν περιεχουσῶν [98] τὰς ἀρτηρίας χωρῶν. εἰ γὰρ τοῦτο, παντί που δῆλον ὡς ἐν ταῖς προειρημέναις διαθέσεσιν οὐκ ἐγχωρεῖ γίνεσθαι τὸν σφυγμὸν ὑψηλὸν, μήτε τῆς δυνάμεως εὐρωστούσης καὶ τῶν περὶ τὰς ἀρτηρίας χωρῶν εὐρυτάτων διὰ τὴν ἔκτηξιν γεγενημένων. ἐπεὶ δὲ καὶ τοῦτο θᾶττον ἢ κατὰ τὴν προσδοκίαν εὕρηται, δῆλον οἶμαι σὺν αὐτῷ καὶ τὸ τῶν πλατέων γεγενῆσθαι σφυγμῶν. ὁπόταν γὰρ ἀπολείπηταί πως ἡ δύναμις τῆς κατὰ φύσιν εὐρωστίας, εὐρύτης δ' ἀξιόλογος ᾖ χωρῶν, προσγένηται δέ τι βάρος ἐκ τῶν ἄνωθεν μερῶν ταῖς ἀρτηρίαις, πλατύτερος ὁ τοιοῦτος σφυγμὸς φαίνεται τῷ συμμέτρῳ παραβαλλόμενος. τὸ δὲ βάρος τοῦτο τὸ προσγινόμενον πολλάκις μὲν ἡ τοῦ δέρματός ἐστιν αὐτοῦ ῥυσσότης, ὥσπερ ἐπὶ τῶν γερόντων ἔχει καὶ τῶν ἰσχνῶν μὲν, οὐ μὴν τῶν κατεξηρασμένων γε τὴν ἕξιν, ἐξ οὗ γένους εἰσὶν οἱ κεκριμένοι προσφάτως, πολλάκις δὲ δι' ὑγρότητα, καὶ μάλισθ' ὅταν αὐτὰ τὰ σώματα τῶν ἀρτηριῶν γεγένηται διάβροχα, καθάπερ ἐν τοῖς ὑδέροις. καταῤῥεῖ γὰρ αὐτῶν τὰ ἐπ' ἄκρου τοῦ ὕψους τεταγμένα μόρια καὶ φέρεται κάτω τὰ μὲν εἰς αὐτὴν τῶν ἀρτηριῶν τὴν κοιλότητα, τὰ δ' εἰς τὰ πλάγια. τοσοῦτον οὖν [99] ἀνάγκη τῆς εἰς ὕψος ἀνόδου κωλύεσθαι τοὺς σφυγμοὺς, ὅσον ὑπεῤῥύη κάτω τὸ νῶτον τῆς ἀρτηρίας. καὶ δὴ καὶ πλεονεκτεῖν διχόθεν ἀναγκαῖον ἤδη τὸ πλάτος ἔκ τε τῶν εἰς τὰ πλάγια παραῤῥεόντων τῆς ἀρτηρίας μερῶν θλιβόντων τε καὶ διὰ τοῦτο πλατυνόντων τὰ κάτω κᾀξ ὧν αὐτὸ τὸ ὕψος ἔφθανε κεκολοῦσθαι. ἤρκει δ', οἶμαι, καὶ θάτερον αὐτῶν τὸν σφυγμὸν ἀποφῆναι πλατὺν, ἢ μειωθὲν τὸ ὕψος, ἢ αὐξηθὲν τὸ πλάτος. ἐπεὶ δ' ἄμφω συνέπεσε, διὰ τοῦτ' ἐναργὴς καὶ ἀξιόλογος ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ πλατύτης ἐμφαίνεται. πῶς οὖν ὁ μακρὸς καλούμενος γίνεται σφυγμός; εὑρίσκεται γάρ ποτε τοῖς μὲν τέσσαρσι δακτύλοις ἡ κίνησις ὑποπίπτουσα, στενὴ μέντοι καὶ ἀμαυρὰ εἰς τοσοῦτον ὡς χορδῆς ἔμφασιν εἶναι λεπτῆς, ἢ καὶ τοῦτο χαλεπὸν οὐδὲν ἐξευρεῖν ἐξ αὐτῶν ὧν εἴπομεν ὁρμωμένους; εἴτε γὰρ οἷον ἰσχνῆς τινος χορδῆς εἴτε οἷον τριχὸς ἡ προσβολὴ φαίνοιτο, σκληρότης ἐξ αὐτοῦ μεγάλη τις ἐμφαίνεται τοῦ χιτῶνος τῶν ἀρτηριῶν. ἀλλ' οὐ μόνη· οὕτω μὲν γὰρ ἂν σκληρὸς ἁπλῶς ἦν ὁ σφυγμός. ἐπεὶ δὲ καὶ στενὸς καὶ ταπεινός ἐστιν, ἀναγκαῖον ἀῤῥωστοτέραν [100] εἶναι τὴν δύναμιν ἢ ὥστε διαστέλλειν βιαίως, δυσπειθὲς ὑπὸ σκληρότητος ὄργανον. τί δ' οὖν εἰ τοῦτ' ἐστιν ἀληθὲς, οὐχὶ καὶ βραχὺς εὐθέως ὁ τοιοῦτος γίνεται σφυγμός; ἢ καὶ τούτου τὴν αἰτίαν εὑρήσομεν ἀναμνήσαντες τὰς διαθέσεις ἐφ' ὧν οἱ τοιοῦτοι γίνονται σφυγμοί; τίνες οὖν αἱ διαθέσεις; ἡ μὲν ἕξις τοῦ σώματος λεπτὴ, περιτεταμένον δὲ καὶ ξηρότερόν πως τὸ δέρμα. εἴπερ οὖν τὸ χαλαρὸν ἅμα καὶ παχὺ κατακρύπτει πολὺ τῆς κινήσεως, τὸ λεπτὸν καὶ τεταμένον ἀκριβῶς ἅπαν διασώζει. καὶ δῆλον ἤδη γέγονεν ὡς χρὴ συνελθεῖν λεπτότητα μὲν ὅλης τῆς ἕξεως, ξηρότητα δὲ τοῦ δέρματος, σκληρότητα δὲ τῶν ὀργάνων, ἀῤῥωστίαν δὲ τῆς δυνάμεως, ἀλλ' οὐκ ἐσχάτην. ἄσφυκτος γὰρ ἂν οὕτως ἦν ὁ ἄνθρωπος, οὐ μακρόσφυκτος. οὐδὲ ὅλως γὰρ εἰς αἰσθητὴν ἐξαίρει κίνησιν ἡ παντελῶς ἐκλελυμένη δύναμις μὴ ὅτι τὸ σκληρὸν ἀγγεῖον, ἀλλ' οὐδὲ τὸ μαλακόν. ὁ μὲν οὖν οὕτως μακρὸς σφυγμὸς κατὰ ἐξοχήν τινα προσαγορεύεται, λεπτὸς δ' αὐτῷ καὶ ἰσχνὸς ὄνομα τό γε ἴδιον, ὁ δ' ἁπλῶς καὶ κυρίως μακρὸς, ᾧ μὴ συνεπινοεῖται τῶν ἑτέρων δυοῖν διαστάσεων τὸ ποσὸν, ἤτοι διὰ λεπτότητα τοῦ σώματος ἢ δι' οἰκεῖον μέγεθος [101] ἀποτελεῖται τοιοῦτος· ὁ δὲ δὴ βραχὺς, ὅταν καθ' ἓν ὁτιοῦν μόριον μικρὸν ἡ ἀρτηρία μόνῳ τῷ δέρματι σκέπηται, τὸ δ' ἑκατέρωθεν ἐκείνου πᾶν αὖθις ἀθρόως εἰς τὸ βάθος δύηται. τότε γὰρ ἀνάγκη ἐπιπολῆς μόριον αὐτῆς τὸ ὑπὸ τῷ δέρματι σαφῆ τὴν κίνησιν ἅπασαν ἐνδείκνυσθαι, τὰ δ' ἐν τῷ βάθει πολλῶν ἐπίπροσθεν ὄντων σωμάτων κατακρύπτεσθαι. τοῦτο δὲ φύσει μὲν πολλοῖς ὑπάρχει, κατὰ διαθέσεις μέντοι νοσώδεις ὀλίγοις, ὅταν ἐν τῇ διαθέσει διαστοφή τις τῆς ἀρτηρίας γένηται, καὶ μικρὸν μὲν ἐπιφανὲς αὐτῆς ᾖ μόριον, τὰ δ' ἄλλα πάντα πρὸς τὸ βάθος ἔσω κατασπασθῇ. ἔστι δὲ καὶ ὁ τοιοῦτος σφυγμὸς τῶν κατ' ἐξοχὴν λεγομένων βραχέων, ἐπεὶ τό γ' ἴδιον ὄνομα καὶ τοῦδε παχὺς καὶ ἁδρός. ὁ δ' ἁπλῶς βραχὺς ἢ πολυσαρκίας, ἢ μικρότητος ἔγγονος ὑπάρχει. εἴρηταί μοι σχεδὸν ὑπὲρ ἁπάντων ἤδη τῶν ἀνωμαλίαν ἐργαζομένων αἰτίων, εἰ γάρ τι καὶ παραλέλειπται μικρὸν, οὐδὲν ἂν εἴη χαλεπὸν ἐκ τῶν εἰρημένων ἀνευρίσκειν.
Περὶ δὲ τῶν ἀτάκτων τε καὶ τεταγμένων ἤδη ῥητέον. ἐπεὶ τοίνυν ἀνώμαλοι πάντες εἰσὶν οἱ τοιοῦτοι σφυγμοὶ, [102] καθάπερ καὶ ἐν τοῖς περὶ διαφορᾶς αὐτῶν δεδήλωται, διαλλάττουσι δὲ τῷ τοὺς μὲν ἐν περιόδοις τισὶ διασώζειν τὴν ἰσότητα, τοὺς δὲ πάντη συγχέειν, ἓν κοινὸν κατὰ πάντων αὐτῶν ἐν βραχεῖ τόδε χρὴ διαγινώσκειν, ὡς τῆς αἰτίας, ἥ τις ἂν ἑκάστοτε τὴν ἀνωμαλίαν ἐργάζηται, ἐστηριγμένης μὲν ἐν τοῖς τεταγμένοις, ἀστηρίκτου δ' ἐν τοῖς ἀτάκτοις οὔσης. καὶ μέντοι καὶ τῆς φύσεως, εἴπερ τι ἄλλο, καὶ ἡ τάξις οἰκεῖον, ὥσπερ οὖν καὶ ἡ ὁμαλότης. ἐὰν οὖν θάτερον αὐτῶν συγχυθῇ, μικροτέραν ἐνδείκνυται τὴν βλάβην, ἐὰν δ' ἄμφω, μείζονα, συγχεῖται δ' ἄμφω μὲν ἐν τοῖς ἀτάκτοις, θάτερον δ' ἐν τοῖς τεταγμένοις μὲν, ἀνωμάλοις δὲ δηλονότι.
Τὰ δ' ἐν ταῖς τῶν ῥυθμῶν ἐξαλλαγαῖς αἴτια, ταῦτα γὰρ ὑπόλοιπα διελθεῖν, οὐ χαλεπῶς ἂν οὐδ' αὐτά τις εὑρίσκοι τῶν ἐξ ἀρχῆς ἐχόμενος. εἴπερ γὰρ ὀρθῶς ἡμῖν ἀποδέδεικται κατὰ μὲν τὰς διαστολὰς τῶν ἀρτηριῶν ἕλκεσθαί τις ἀερώδης οὐσία, κατὰ δὲ τὰς συστολὰς ἐκκρίνεσθαι τὸ περιττόν τε καὶ οἷον καπνῶδες τῆς ἐκ τῶν χυμῶν συγκαύσεως, ἀναγκαῖον ἔσται τῆς μὲν τοῦ διαστέλλεσθαι χρείας ἐπειγούσης μείζω τε καὶ θάττω γίνεσθαι τὴν διαστολὴν, τῆς δὲ τοῦ [103] συστέλλεσθαι τὴν συστολήν. ταῦτ' ἄρα καὶ τῶν ἡλικιῶν ἐν αἷς μὲν πλείστη δαπάνη χυμῶν, αὗται δ' εἰσὶν αἱ μέχρι τῆς ἀκμῆς, ἐν ταύταις μὲν ὀλίγον ἀπολείπεται ἡ διαστολὴ τῆς συστολῆς, ἐν αἷς δ' ἐλαχίστη, τοῦτο δ' ἐν ταῖς πρεσβυτικαῖς γίνεται, παρὰ πολὺ πλείων ἐν ταύταις ὁ τῆς συστολῆς ἐστι χρόνος τοῦ τῆς διαστολῆς, εἰ γάρτοι καθ' ὅλον τὸ σῶμα διαπνοὴ τῆς συστολῆς τῶν ἀρτηριῶν ἔργον ἐστίν. ἐν μὲν γὰρ ταῖς διαστολαῖς ἕλκουσιν εἰς ἑαυτὰς, ὥσπερ οὖν διὰ τῶν ἄλλων ἁπάντων στομάτων, οὕτω καὶ διὰ τῶν εἰς τὸ δέρμα περαιουμένων. οὐκ οὖν ἐκκρίνεταί τι τηνικαῦτ' ἐκ τοῦ σώματος, ἀλλ' εἴσω μᾶλλον πάντως ἕλκεται. ἐν δ' αὐταῖς ταῖς συστολαῖς ἔμπαλιν ἐκκρίνεται μὲν, ἕλκεται δ' οὐδέν. ὅτι δ' ἐν αἷς ἡλικίαις οὐκ εἰς τὸ τρέφεσθαι μόνον, ἀλλὰ καὶ εἰς τὸ αὔξεσθαι κατεργάζεται τοὺς χυμοὺς ἡ φύσις, ἐν ταύταις ἀνάγκη καὶ τὰ περιττώματα πλείω γίνεσθαι, πρόδηλόν ἐστιν. ἀνάλογον γὰρ ἀεὶ τῷ ποσῷ τῶν κατεργαζομένων χυμῶν τὸ ποσόν ἐστι τοῦ περιττώματος. ἔνθα οὖν ἡ πλείστη κατεργασία, πλεῖστον ἐνταῦθα καὶ τὸ περίττωμα, ἔνθα δ' ἂν πλεῖστον περίττωμα, συνεχοῦς τε ἅμα τούτῳ καὶ πολλῆς δεῖται [104] τῆς ἐκκρίσεως, ὥσπερ, οἶμαι, καὶ ἐν τοῖς κατὰ τὴν γαστέρα τε καὶ τὴν κύστιν ἔχει περιττώμασιν. ἀλλὰ τὰς μὲν τούτων ἐκκρίσεις ταῖς αἰσθήσεσι διαγινώσκομεν, τὰς δὲ τῶν ἐν ταῖς ἀρτηρίαις ὁ λόγος ἐξευρίσκει. καὶ οὐκ οἶδ' εἴ τις ἢ οὐ καὶ διὰ τῆς ἐκτὸς ἐπιφανείας ὁμολογήσει κενοῦσθαι τὰς ἀρτηρίας, ἢ οὐ καθ' ὃν εἴπομεν τρόπον. ἀποδέδεικται δ' εἰς ὅσον ἐχρῆν ὑπὲρ αὐτῶν ἐν τῷ περὶ χρείας σφυγμῶν. εἰς δὲ τὸν παρόντα λόγον ἀρκεῖ καὶ τὰ νῦν εἰρημένα.
[105] Τὰς μὲν ἀπὸ τῶν πρώτων τε καὶ κυριωτάτων αἰτίων ἀλλοιώσεις τῶν σφυγμῶν ὁ πρόσθεν λόγος αὐτάρκως ἐξηγήσατο, τὰς δ' ἀπὸ τῶν ἄλλων ἁπάντων, ὅσαι μὴ δι' ἑαυτῶν ἄντικρυς, ἀλλὰ τῷ τὰ πρῶτα τρέπειν αἴτια σφυγμῶν λέγεται, νῦν ἐπέξιμεν. ἐπεὶ δὲ τούτων τὰ μέν ἐστι παρὰ φύσιν, τὰ δὲ κατὰ φύσιν, τὰ δὲ ἐν τῷ μεταξὺ τούτων, ἃ δὴ καὶ οὐ φύσει καλοῦσιν, εὔλογον ἀπὸ τῶν κατὰ φύσιν ἄρξασθαι, καὶ τάξιν γε τὴν αὐτὴν ἐπιθεῖναι τῷ λόγῳ ἥν περ κᾀν τῷ τοῖς εἰσαγομένοις γεγραμμένῳ πεποιήμεθα. τά τε [106] γὰρ ἄλλα καὶ γένοιτ' ἂν ἐξήγησίς θ' ἅμα τῶν ὀρθῶς ἐν αὐτῷ λεγομένων ἔνδειξίς τε τῶν εὐλόγως παραλελειμμένων, παραλέλειπται δὲ τὰ μὲν ὅλως, τὰ δ' ἐν τῷ μὴ διορίσασθαι. πᾶν γὰρ ὅσον ἔμελλεν ἀσαφὲς ἔσεσθαι τοῖς ἀρχομένοις τῆς θεωρίας, ἐδόκει χρῆναι παραλιπεῖν. παραλέλειπται δ' οὐχ ἥκιστα καὶ ὁ τῆς αἰτίας λογισμός. ἄμεινον γὰρ ἦν τοῖς εἰσαγομένοις ἐπ' αὐτῶν τῶν ἔργων γυμνάσασθαι πρότερον ἐμπειρικῶς, ἔπειθ' ὕστερον ἅπασαν ἐκδιδαχθῆναι τῷ λόγῳ τὴν οὐσίαν τοῦ πράγματος. ὡς τοίνυν γεγυμνασμένοις αὐτοῖς καὶ μανθάνειν τοὺς τελειοτέρους λόγους δυναμένοις ἥδε ἡ πραγματεία σύγκειται, διὰ μὲν τῶν προτέρων δυοῖν ὑπομνημάτων εἰς ὅσον αὔταρκες ὑπὲρ τῶν συνεκτικῶν ὀνομαζομένων αἰτίων διαλεχθεῖσα, διὰ δ' αὖ τῶν λοιπῶν δυοῖν, τούτου τε καὶ τοῦ μετ' αὐτὸν, περὶ τῶν ἄλλων ἁπάντων ἐκδιδάξουσα. ἀρκτέον δὲ ἤδη τοῦ λόγου προχειριζομένους ἑκάστην ῥῆσιν τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένων, ἔπειτ' ἐξηγουμένους. εἴη δ' ἂν ἡ πρώτη τῶν εἰς τὸν παρόντα λόγον ἐπιτηδείων ἥδε.
[107] Ἄνδρες μὲν οὖν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ καὶ σφοδρότερον ὡσαύτως πολλῷ καὶ βραδύτερον ὀλίγῳ καὶ ἀραιότερον ἱκανῶς τὸν σφυγμὸν ἔχουσιν.
Ἡ μὲν λέξις αὕτη. καὶ διότι πρῶτος οὗτος ὁ λόγος ἐπειτηδειότερος ἦν λέγεσθαι δι' ἐκείνου τοῦ γράμματος δεδήλωται. ὥστε, οὐ γὰρ ἔθος ἡμῶν περὶ τῶν αὐτῶν γράφειν πολλάκις, ἐπὶ τὰς αἰτίας ἰτέον ἤδη καὶ δεικτέον τὴν ἀνάγκην τῆς φύσεως τοῦ πράγματος, δι' ἣν οὕτω μὲν ἀνδράσιν, οὕτω δὲ γυναιξὶν ἔχει τὰ κατὰ τοὺς σφυγμούς. ᾧδ' οὖν. ἐπειδὴ θερμότερόν ἐστι καὶ ξηρότερον τὸ ἄῤῥεν τοῦ θήλεος, ὡς καὶ τοῖς ἀρίστοις τῶν ἔμπροσθεν ἰατρῶν τε καὶ φιλοσόφων εἴρηται, καὶ ἡμῖν δὲ δι' ἑτέρων ἀποδέδεικται, τήν τε χρείαν ἀναγκαῖον ἤδη τῆς τῶν σφυγμῶν γενέσεως καὶ τὴν τῶν ὀργάνων κατασκευὴν ἑτεροίως ἔχειν αὐτοῖς· εἰ δὲ τοῦτο, καὶ αὐτοὺς τοὺς σφυγμούς. ἐδείχθη γὰρ ἐν τοῖς ἔμπροσθεν λόγοις ὡς πλήθει θερμασίας οἰκεῖός ἐστιν ὁ μέγας σφυγμός. εἴπερ οὖν θερμότερον τὸ ἄῤῥεν τοῦ θήλεος, εὐθὺς ἂν καὶ μείζους ἔχοι τοὺς σφυγμοὺς, καὶ εἰ πολλῷ θερμότερον, [108] πολλῷ μείζους. ἀλλὰ μὴν καὶ θερμότερον καὶ πολλῷ θερμότερόν ἐστιν, ὥστε καὶ μείζους καὶ πολλῷ μείζους ἕξει τοὺς σφυγμούς. ἀλλ' ὅτι μὲν θερμότερον ἔκ τε τῶν περὶ κράσεων ἡμῖν ἤδη γεγραμμένων καὶ τῶν ἔτι πρότερον τοῖς παλαιοῖς εἰρημένων αὐτάρκως ἀποδέδεικται· ὅτι δὲ καὶ πολλῷ, τοῦτ' οὐκέτι οὔτε ὑμεῖς οὔτε ἄλλος τις ἀπέδειξε. νῦν οὖν ἀποδεικνύσθω, ἢ οὐδέπω πιστὸς ὁ σύμπας λόγος. πρῶτον μὲν ἀναμνησθῆναι χρὴ τοῦ προκειμένου τῇ λέξει καὶ πᾶσαν αὐτὴν ἀναγνῶναι, καθ' ἕκαστον ὄνομα προσέχοντα τὸν νοῦν. τί γάρ φησιν; ἄνδρες μὲν οὖν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ τὸν σφυγμὸν ἔχουσι. τί δὴ τοῦτ' ἔστι τὸ ἐπίπαν ἐπιμελῶς χρὴ διασκέψασθαι. οὐ γὰρ δὴ μάτην γε πρόσκειται, ἀλλ' ἔστιν ἐν αὐτῷ τὸ πᾶν κῦρος τοῦ λόγου. τῷ γὰρ μήτε ἐξ ἀρχῆς εὐθὺς ὡσαύτως ἅπαντας ἡμᾶς κεκρᾶσθαι μήτ' ἐπιτηδεύμασι μήτε διαίταις ὁμοίαις κεχρῆσθαι τὸ καθόλου τῆς ἀποφάσεως διαφθείρεται, δυναμένης ποτὲ γυναικὸς εὑρεθῆναι μὴ ὅτι πολλῷ μικρότερον, ἀλλὰ μηδὲ μικρὸν ὅλως, μηδ' ἴσον, ἀλλὰ καὶ σαφῶς μείζονά τινων ἀνδρῶν ἐχούσης [109] τὸν σφυγμόν. ἄνδρα γάρ μοι νόει φλεγματικώτερον φύσει, ψυχρὰ δ' ἂν ἥδε κρᾶσις εἴη καὶ ὑγρὰ παραβαλλομένη γυναικὶ χολωδεστέρᾳ φύσει, τοῦτ' ἔστι θερμοτέρᾳ τε καὶ ξηροτέρᾳ. ἀρκείτω δὲ μὴ τοῦτο μόνον, ἀλλ' ὁ μὲν τὸν Πόντον, ἡ δὲ τὴν Αἴγυπτον ἐποικείτω, καὶ σκιατροφείσθω μὲν καὶ ἀργείτω καὶ διατεθρύφθω κατὰ τὴν δίαιταν ὁ ἀνὴρ, θυραυλείτω δ' ἡ γυνὴ καὶ γυμναζέσθω πολλὰ καὶ μετρίως διαιτάσθω, μείζων ὁ τῆς τοιαύτης γυναικὸς ἢ ὁ τοῦ ἀνδρὸς ἔσται σφυγμός. ἀλλ' ἐὰν ἐν τῇ φύσει διαιτώμενον ἑκάτερον φυλάξῃς καὶ τὴν οἰκείαν κρᾶσιν ἐξ ἀρχῆς κεκραμένον ἑνί τε χωρίῳ καὶ ταὐτῷ χρώμενον, οὐ μείζων μόνον, ἀλλὰ καὶ πολὺ μείζων ὁ τοῦ τοιούτου ἀνδρὸς σφυγμὸς γένοιτ' ἄν. ὅσον μὲν γὰρ ἐπὶ τῇ φυσικῇ κράσει μείζων ἁπλῶς, οὐ μὴν πολλῷ μείζων γένοιτ' ἄν. ἐπεὶ δὲ τὸ ἀπὸ τῶν οἰκείων ἐπιτηδευμάτων ἑκατέρῳ προσέρχεται διάφορον, ἡ μὲν γὰρ ἀταλαίπωρον, ὁ δὲ ἐν πόνοις πλείοσι διαιτᾶται, πολὺ δή τι θερμότερος ὁ ἀνὴρ οὕτω γίνεται καὶ διὰ τοῦτο τοὺς σφυγμοὺς πολλῷ μείζους ἴσχει τῆς γυναικός. πρόσκειται δὲ τὸ ἐπίπαν [110] ἐν τῇ ῥήσει τοῖς εὐφυεστέροις τῶν εἰσαγομένων οἷον κέντρον τι, διεγεῖρόν τε καὶ παρορμῶν ἐπὶ τὴν ἔρευναν ἁπάσης τοῦ πράγματος τῆς φύσεως. εὐθὺς γὰρ καὶ περὶ τῆς κατὰ φύσιν ἐν ἀνδρὶ καὶ γυναικὶ διαφορᾶς ἐννοήσουσί τε καὶ πᾶν ἐπιβλέψουσιν τὸ κατὰ πάντα ζῶα γένος ἄῤῥεν ὡς ἰσχυρότερόν ἐστι τοῦ θήλεος, καὶ ὡς τῷ μὲν θήλει τὸ κύειν τε καὶ θηλάζειν καὶ ὅλως ἐκτρέφειν τὰ γεννηθέντα κατὰ φύσιν, τῷ δ' ἄῤῥενι τό τε τροφὰς ἐκπορίζειν αὐτοῖς καὶ ὑπερμαχεῖν ἐπιβουλευομένοις, ἐξ ὧν εἴσονται τὴν μὲν ὡς ἄῤῥενος ἀεὶ πρὸς θῆλυ διαφορὰν μείζονας ἁπλῶς τοὺς σφυγμοὺς ἐργαζομένην, τὴν δ' ὡς ἀνδρὸς πρὸς γυναῖκα πολλῷ μείζονας. οὕτω δὲ καὶ σφοδροτέρους μὲν ἁπλῶς ὅσον ἐπὶ τῇ φύσει τοὺς τῶν ἀῤῥένων σφυγμοὺς, πολὺ μέντοι σφοδροτέρους τοὺς τῶν ἀνδρῶν παρὰ τὰς γυναῖκας, ὅτι τοῖς μὲν αὐξάνεσθαι τὸν φυσικὸν τόνον ἐν τοῖς πόνοις ἀνάγκη, ταῖς δ' ἀργούσαις ἐκλύεσθαι. εἰ δὲ καὶ μηδὲν τούτων αὐτός τις ἐξεύροι σαφῶς, ἀλλ' εἰς ὑπόνοιάν γε αὐτῶν ἀφίκοιτ' ἂν ζητῶν, ἢ τοὔσχατόν γε οἷον διψῶν ὧν ἐπιθυμεῖ μὲν εὑρεῖν, οὐδέπω δ' εὕρηκεν, ἐπὶ τὸν [111] διδάξαι δυνάμενον ἀφικόμενος, τάχιστά τε ἂν οὕτω μάθοι καὶ μάλιστα μνημονεύσειεν. ἀλλὰ ταῦτα μὲν οὕτως. ἡ δὲ ῥώμη τῆς δυνάμεως ἡ τοῖς ἄῤῥεσιν ὑπάρχουσα δοίη ἄν τι καὶ αὐτὴ τοῖς σφυγμοῖς μεγέθους, ὥστ' οὐ μόνον διὰ τὸ πλῆθος τῆς θερμασίας, ἀλλὰ καὶ διὰ τὴν ῥώμην οἱ τῶν ἀῤῥένων σφυγμοὶ μείζους γενήσονται. δέδεικται γὰρ οὖν καὶ τοῦτ' ἐν τῷ πρώτῳ λόγῳ, τὸ ταῖς εὐρώστοις δυνάμεσι τοὺς μεγάλους σφυγμοὺς οἰκείους ὑπάρχειν. ἆρ' οὖν ταύτῃ μόνον ἄνδρες γυναικῶν εἰς σφυγμῶν αἰτίας διαλλάττουσιν, ἢ καὶ τὸ περὶ τῆς ἕξεως τοῦ σώματος τοῖς ἑκατέροις πάμπολυ προσέρχεται; τοῖς μὲν γὰρ ὅλον σῶμα εὔπνουν τε καὶ καθαρὸν καὶ ἀπέριττον καὶ ἄθλιπτον, ταῖς δὲ τἀναντία στεναὶ μὲν αἱ μεταξὺ τῶν ἀγγείων χῶραι, πιμελῆς αὐτὰς καὶ σαρκὸς μαλακῆς καί τινων φλεγματωδῶν περιττωμάτων καταλαμβανόντων, πυκνόν τε καὶ δύσπνουν τὸ σῶμα καί τινες συστάσεις πολλαχόθι τοῦ σώματος ἀργῶν καὶ παχέων καὶ ἀπέπτων ὑγρῶν, ὑφ' ὧν ἁπάντων θλίβεσθαί τε καὶ στενοχωρεῖσθαι τὰς ἀρτηρίας αὐτῶν ἀναγκαῖον, οὔσας καὶ φύσει πολὺ τοῖς [112] ὄγκοις ἐλάττους, ὥστε πάντη πάντοθεν εἰς μικρότητα σφυγμῶν αὐτοῖς παρεσκευάσθαι τὴν ἕξιν. ἓν δὲ μόνον εἰς τὸ μέγεθος ἐπιτήδειον ἔχουσαι τὴν μαλακότητα τῶν ὀργάνων, οὐδὲν οὐδ' ἀπὸ ταύτης ὀνίνανται· πρῶτον μὲν, ὅτι πλείω τε καὶ ἰσχυρότερα τὰ τῆς μικρότητος αἴτια γίνεται, δεύτερον δ', ὅτι πολλὴ μὲν ἡ παρ' ἐκεῖνα διαφορὰ τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας, ἐλαχίστη δ' ἡ διὰ τὴν μαλακότητα τῶν ὀργάνων. οὐ γὰρ οὕτω ξηρότερον λέγεται τὸ τῶν ἀνδρῶν σῶμα τοῖς τῶν γυναικῶν παραβαλλόμενον, ὡς ἂν εἰ τύχοι λίθος τις εἴη πηλοῦ ξηρότερος, οὐδ' ἂν εὕροις ἐν αὐτοῖς τοῖς χιτῶσι τῶν ἀρτηριῶν πολλὴν τὴν ὑπεροχὴν, ἀλλὰ καὶ τὸ τῶν ἀνδρῶν ὄργανον οὕτως ἔχει κατασκευῆς, ὡς εὐπειθὲς εἶναι πρὸς τὴν ἐνέργειαν. εἰ δὲ καὶ μεγάλη τις ἦν ὑπεροχὴ καὶ πολλῷ τὸ τῆς γυναικὸς ὄργανον ὑπῆρχε μαλακώτερον, αὐτὸ δὴ τοῦτο μικροτέρους ἂν εἰργάσατο τοὺς σφυγμούς. ἔνθα μὲν γὰρ οὐδέν ἐστι τὸ βαρῦνον, ἢ θλῖβον, ἢ στενοχωροῦν, ἐνταῦθα τὸ μαλακώτερον ὄργανον ἐπιτηδειότερον εἰς μέγεθος διαστολῆς, ἔνθα δ', ὡς ἔμπροσθεν ἐπὶ τῆς γυναικείας ἕξεως ἐῤῥέθη, τὰ θλίβοντα [113] καὶ βαρύνοντα καὶ στενοχωροῦντα πολλὰ, ἐνταῦθα τὸ μαλακώτερον ὄργανον ἀφυέστερον εἰς τὴν διαστολὴν, ὡς ἂν ῥᾷον ὑπὸ πάντων τῶν λυπούντων νικώμενον. ὅτι μέντοι ταῦτα πάντα περὶ τῶν ἄριστα μὲν κατεσκευασμένων σωμάτων, οἰκείως δὲ ταῖς κατασκευαῖς διαιτωμένων λέγεται, δῆλον μὲν κᾀξ ὧν ἤδη προειρήκαμεν· ὁ μέντοι σύμπας καὶ τέλειος ὑπὲρ αὐτῶν λόγος ὁ μετ' ἀποδείξεως περαινόμενος ἐν τῷ δευτέρῳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως γέγραπται. ὥστε κᾀκείνην τὴν πραγματείαν ἀναγνωστέον ἐστὶ τοῖς ὀρθῶς μέλλουσι μετιέναι τὰ περὶ τοῦ σφυγμοῦ. καὶ μέντοι καὶ περὶ τοῦ ταχέος σφυγμοῦ διὰ τοῦ τρίτου τῶν ὑπομνημάτων ἐκείνων ἀποδέδεικται, πηλίκον ἁμαρτάνουσιν οἱ πλεῖστοι τῶν ἰατρῶν εἰς τὴν διάγνωσιν αὐτῶν βραχυχρόνιον εὐθὺς καὶ ταχὺν εἶναι νομίζοντες. ἀμέλει καὶ τὸν τῆς γυναικὸς σφυγμὸν, ἕνεκα γάρ τοι τῶν νῦν προκειμένων ἐμνημόνευσα τῶν ἐν ἐκείνοις ἀποδεδειγμένων, ἱκανῶς ταχὺν εἶναι νομίζουσιν. ὁ δ' ἐστὶ μὲν θάττων, οὐ μὴν ἀξιολόγῳ γέ τινι καὶ μεγάλῃ διαφορᾷ τοῦ τῶν ἀῤῥένων ὑπερέχει. τὸ μὲν οὖν ἀληθὲς τοῦτο καὶ γέγραπται καλῶς τοῖς εἰσαγομένοις, βραχεῖ βραδύτερος ὁ [114] τῶν ἀνδρῶν εἶναι σφυγμὸς τοῦ τῶν γυναικῶν, οὐ μὴν ἥ γ' αἰτία πρόσκειται, καθάπερ οὐδ' ἄλλῳ τινὶ τῶν ἐκεῖ γεγραμμένων. ἀλλὰ νῦν εἰρήσεται. ὅσον μὲν ἐπὶ τῷ καὶ τὴν δύναμιν ἀῤῥωστοτέραν εἶναι καὶ τὴν θερμασίαν ἐλάττονα τὴν τῶν γυναικῶν, ἐχρῆν καὶ τὸν σφυγμὸν εἶναι βραδύτερον, ἀμφοτέροις γὰρ τοῖς εἰρημένοις αἰτίοις οἰκεῖος ὁ τοιοῦτος ἐδείχθη. ἀλλ' ἐπεὶ πολλῷ μικρότερός ἐστι καὶ διὰ τοῦτο καὶ τὸ τῆς χρείας οὐχ ἱκανῶς πληροῦται, προστίθησιν ὅσον δύναται τῷ τάχει. τοῦτο γὰρ ὁ πρῶτος λόγος ἔδειξεν ἀναγκαῖον ὑπάρχειν, καὶ ὅστις οὐ μέμνηται τῶν ἐν ἐκείνῳ γεγραμμένων, μάτην καὶ τούτοις ἐντυγχάνει. εἰ μὲν οὖν τὸ προσιὸν τοῦ τάχους τοσοῦτον ἦν ὡς αὐτάρκως ἅπασαν τὴν χρείαν πληροῦν, οὐδὲν ἂν ἔδει πυκνότητος· ἐπεὶ δὲ πολλῷ μὲν ἀπολείπεται τῆς χρείας ἡ ἐνέργεια διὰ τὴν μικρότητα τῆς διαστολῆς, βραχὺ δ' ἐπωφελεῖται διὰ τὸ τάχος, ἀναγκαῖον ἤδη πυκνὸν ἀξιολόγως γενέσθαι τὸν σφυγμόν. καὶ γὰρ καὶ τοῦτο διὰ τοῦ πρώτου δέδεικται λόγου. γυναῖκες μὲν οὖν ἀνδρῶν οὕτω διαφέρουσι τοῖς σφυγμοῖς, τὸ δ' ἄῤῥεν βρέφος τοῦ θήλεος ἀνάλογον μὲν, οὐ μὴν πάντῃ γε ὡσαύτως, ἀλλ' ὡς ἔμπροσθεν εἴπομεν. [115] ἁπλῶς γὰρ μείζονα καὶ σφοδρότερον καὶ ἀραιότερον, οὐκέτι δὲ καὶ πολλῷ τὸν σφυγμὸν ἔχει τὸ ἄῤῥεν τοῦ θήλεος. περὶ μὲν δὴ τούτων ἀρκεῖ καὶ ταῦτα. μεταβῶμεν δ' ἐπὶ τὴν ἑξῆς ῥῆσιν περὶ τῆς κατὰ τὴν κρᾶσιν διαφορᾶς διδάσκουσαν.
Οἱ δὲ φύσει θερμοὶ μείζονα μὲν καὶ ὠκύτερον καὶ πυκνότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ.
Καὶ οὗτος ὁ λόγος ἐν ἑαυτῷ περιέχει ζήτημα μέγιστον, ᾧ μηδ' ἐπιβάλλειν τις δύναται τὴν διάνοιαν τῶν εἰσαγομένων, εἰ μὴ πάνυ συνετὸς ὑπάρχει. τῶν γὰρ φύσει θερμῶν τοὺς μὲν ὑγροὺς εἶναι λέγουσι, τοὺς δὲ ξηρούς. ἐχρῆν οὖν οὐχ ἁπλῶς εἰρῆσθαι τῶν φύσει θερμῶν τοὺς σφυγμοὺς, ἀλλὰ πρότερον μὲν τῶν μεθ' ὑγρότητος, δεύτερον δὲ τῶν μετὰ ξηρότητος. οὐ γὰρ δὴ πάντες οἱ θερμοὶ φύσει τοὺς αὐτοὺς ἔχουσι σφυγμοὺς, ἀλλὰ καὶ τρίτοι τινές εἰσιν, εὔκρατοι μὲν ὅσον ἐφ' ὑγρότητι καὶ ξηρότητι, δύσκρατοι δ' ὅσον ἐπὶ θερμότητι. καὶ ὡς οὐκ ὀρθῶς αὐτοὺς παρεῖδον ὅσοι πρὸ ἡμῶν διείλοντο τὰς κράσεις ἀποδέδεικται διὰ τῶν γραφέντων ἡμῖν περὶ κράσεων ὑπομνημάτων. τούτους δὴ καλεῖν ἔθος [116] ἐστὶ θερμοὺς, τοὺς τῶν τεττάρων δυνάμεων, μίαν μόνην ταύτην ὑπὲρ τὰς ἄλλας ἔχοντας. οὗτοι τοίνυν εἰς ὅσον θερμότεροι τῶν εὐκράτων εἰσὶν εἰς τοσοῦτον καὶ μείζονας καὶ ὠκυτέρους καὶ πυκνοτέρους ἔχουσι τοὺς σφυγμούς. καὶ ἡ αἰτία πρόδηλος τοῖς μεμνημένοις τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων. ἀλλὰ διὰ τί σφοδροτέρους οὐ πολλῷ τοὺς τοιούτους εἴπομεν σφυγμούς; καίτοι γ' ἐν τῷ πρώτῳ λόγῳ τῆσδε τῆς πραγματείας ἀποροῦντες, εἰ δύναται γενέσθαι σφοδρότερος ὁ σφυγμὸς ἄνευ τοῦ τὴν δύναμιν εἰς ῥώμην ὠφεληθῆναι· ὅτι τοῖς εἰσαγομένοις οἱ τοιοῦτοι πάντες σφυγμοὶ σφοδρότεροι φαίνονται. παράκειται γάρ πως ὁ ταχὺς ἅμα καὶ μέγας σφυγμὸς κατά γε τὴν ἀδιάρθρωτον φαντασίαν τῷ σφοδρῷ, ὥστε καί τινες καὶ αὐτῶν τὰ συγγράμματα καταλελοιπότων ἡμῖν ἰατρῶν οὐδ' ἄλλον τινὰ σφοδρὸν ἔφασαν εἶναι σφυγμὸν ἢ τὸν ἐκ μεγέθους τε καὶ τάχους σύνθετον. οὐκ οὖν ἐχρῆν τοῖς εἰσαγομένοις κινεῖν τηλικαῦτα ζητήματα. συμφέρει γὰρ αὐτοῖς ἐπὶ πολλῶν τὸ ἀδιόριστόν τε καὶ συγκεχυμένον μᾶλλον τοῦ διηρθρωμένου, ὅταν γε βαθείας τοῦτο δέηται θεωρίας καὶ λόγων μακρῶν καὶ χρόνου πολλοῦ. ἀλλ' ἡμεῖς [117] ἐν τῷ πρώτῳ λόγῳ τῆσδε τῆς πραγματείας αὐτάρκως περὶ τούτου διειλεγμένοι, μέλλοντες δὲ κᾀν τοῖς ἑξῆς ὅταν ὁ περὶ τῶν ῥυθμῶν ἀφίκηται λόγος, αὖθις ἐρεῖν τι, κατὰ μὲν τὸ παρὸν ἐνταυθοῖ καταπαύσομεν τὴν ἐξήγησιν, ἑτέραν δ' ἤδη λέξιν προχειριούμεθα.
Οἱ δ' ἰσχνότεροι μείζονα μὲν καὶ ἀραιότερον πολλῷ, σφοδρότερον δ' ὀλίγῳ. φύσει μὲν οὖν οὕτως διαφέρουσιν.
Πάλιν ἐνταῦθα τοὺς ἰσχνοτέρους ἀκουστέον ἄνευ τινὸς ἄλλης διαθέσεως. εἰ γὰρ ἤτοι τῆς κράσεως ὑπαλλαγείσης, ἢ τῆς δυνάμεως, ἢ διά τι πάθος ἰσχνότερος γένοιτο, σύνθετος ἡ τροπὴ τῶν σφυγμῶν ἔσται, καὶ οὐκ ἔτι διὰ μόνην τὴν ἰσχνότητα. ἰσχνότης οὖν αὐτὴ μόνη κατὰ ἑαυτῆς λόγον εὐρυτέρας μὲν τὰς χώρας τῶν ἀρτηριῶν ἐργαζομένη, κουφότερα δὲ τὰ ἐπικείμενα σώματα, μέγεθος ἱκανὸν προσδίδωσι τοῖς σφυγμοῖς. ἔνθα δ' ἂν ἴσης τῆς χρείας μενούσης αὐξάνηται τὸ μέγεθος, ἀραιοτέρους ἐνταῦθα ἀναγκαῖον γίνεσθαι τοὺς σφυγμοὺς εἰς τοσοῦτον εἰς ὅσον καὶ μείζονας. μείζους δ' ἦσαν πολλῷ, γένοιντ' ἂν οὖν οὕτω καὶ ἀραιότεροι πολλῷ. σφοδρότεροι δὲ τοσοῦτον φανοῦνται ὅσῳ διὰ λεπτοτέρων [118] ὁμιλοῦσι τοῖς ἁπτομένοις σωμάτων. οὐκ οὖν τῷ προσκτᾶσθαί τινα τόνον, ἀλλὰ τῷ μᾶλλον ὃν ἔχουσιν ἐνδείκνυσθαι, τοιοῦτοι φαίνονται. περὶ δὲ τάχους καὶ βραδύτητος, οὐδὲν ὑπὲρ αὐτῶν εἴρηται, οὐδὲν γὰρ εἰς οὐδέτερον τούτων ἐκ τῆς ἰσχνότητος προσλαμβάνουσιν, ἀλλ' ὡσαύτως ἔχουσι τοῖς παχυτέροις, ὅταν καὶ ῥώμης καὶ χρείας αὐτοῖς ὡσαύτως ἔχωσιν. ἑξῆς δὲ περὶ τῶν ἡλικιῶν ᾧδέ πως γέγραπται.
Τρέπονται δὲ κατὰ μὲν τὰς ἡλικίας ᾧδέ πως. ὁ μὲν τοῦ νεογενοῦς παιδίου πυκνότατος, ὁ δὲ τοῦ γέροντος ἀραιότατος, οἱ δ' ἐν τῷ μεταξὺ πάντες ἀνάλογον, ἐφ' ὅσον ἂν ἢ παιδίου ἢ γέροντος ἐγγύτεροι τυγχάνουσιν ὄντες. ὡσαύτως δὲ τάχιστος μὲν ὁ τοῦ παιδὸς, βραδύτατος δ' ὁ τοῦ γέροντος, οἱ δὲ τῶν ἄλλων ἡλικιῶν ἐν τῷ μεταξύ. πολλῷ δὲ μείζων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς κατὰ τάχος. ἐν δὲ τῇ κατὰ σφοδρότητα καὶ μέγεθος διαφορᾷ μέγιστος μὲν ὡς ἐν ἡλικίαις ὁ τῶν ἀκμαζόντων, μικρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ βραχεῖ [119] μείζων ὁ τῶν παιδίων, καὶ σφοδρότατος μὲν ὁ τῶν ἀκμαζόντων, ἀμυδρότατος δὲ ὁ τῶν γερόντων, μέσος δ' αὐτῶν ὁ τῶν παιδίων.
Ὅτι πυκνότης καὶ ἀραιότης σφυγμῶν κατὰ διττὸν νοεῖται τρόπον, ἑτέρως μὲν ὑπὸ τῶν καὶ τῆς συστολῆς αἰσθάνεσθαι λεγόντων, ἑτέρως δ' οἷς ἀναίσθητος αὕτη, σαφέστερον μὲν ἐν τοῖς περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν εἴρηται λόγοις, οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ τῷ τοῖς εἰσαγομένοις γεγραμμένῳ δεδήλωται, καὶ ἠξιοῦμέν γε αὐτοὺς ὡς ἐπ' ἀναισθήτῳ πρότερον γυμνάσασθαι τῆς συστολῆς. ἔστι μὲν οὖν ἀκριβέστερόν τε ἅμα καὶ μακρῷ χρησιμώτερον ἐν τῷ τῶν ἠρεμιῶν ποσῷ συνίστασθαι νομίζειν τοῦτο τὸ γένος τῶν σφυγμῶν· οὕτω γὰρ ἡμῖν καὶ τὰ κατὰ τοὺς ῥυθμοὺς εἰς ἀκριβῆ διάγνωσιν ἀφίξεται. ἀλλ' ἐπεὶ τοὐπίπαν αἱ διαθέσεις αἱ πυκνὸν ἢ ἀραιὸν ἐργαζόμεναι τὸν σφυγμὸν ἑκατέραις αὐτῶν ταῖς αἱρέσεσι τοιοῦτον φαίνεσθαι ποιοῦσιν, εἴη ἂν καὶ ὁ τῆς αἰτίας λογισμὸς κοινὸς ἀμφοῖν. ἀλλ' ἄμεινον αὐτὸν ἐπὶ τὸ ἀληθέστερον ἀνάγοντας, κατ' ἐκεῖνο προϊέναι τῷ λόγῳ, τῆς γε νῦν δὴ προκειμένης ἡμῖν πραγματείας μηκέτι τῶν εἰσαγομένων στοχαζομένης, ἀλλ' ἅπαν τὸ ἀληθὲς ἐκδιδασκούσης.
[120] οἱ τοίνυν παῖδες ἔχοντες μὲν καὶ τὸ θερμὸν οὐκ ὀλίγον, οὐδὲ τῆς ἐμψυχούσης αὐτὸ χρῄζουσιν οὐσίας ὀλίγης, καὶ διὰ τοῦτο μεγάλων δέονται τῶν σφυγμῶν. ἔχοντες δὲ καὶ τὴν τῶν χυμῶν δαπάνην πλείστην, ὡς ἂν οὐκ εἰς θρέψιν μόνον, ἀλλὰ καὶ εἰς αὔξησιν ὑπηρετοῦσαν, ἐν ταῖς κατεργασίαις αὐτῶν ἀναγκαίως ἀθροίζουσιν ἐν ὅλῳ τῷ σώματι πλῆθος ἀτμωδῶν τε καὶ ὡς ἂν εἴποι τις λιγνυωδῶν περιττωμάτων, ὥστε καὶ διὰ ταῦτα τῆς συστολῆς τῶν ἀρτηριῶν δέονται μεγίστης, καὶ μέντοι καὶ τὴν τοῦ ψυχικοῦ πνεύματος οὐσίαν οὐ τρέφεσθαι μόνον, ὡς τοῖς τελείοις, ἀλλὰ καὶ συναυξάνεσθαι τοῖς ὀργάνοις ἀναγκαῖον. ὥστε καὶ διὰ ταύτην μειζόνων δεήσονται τῶν διαστολῶν, καὶ σχεδὸν εἰς ἴσον ἥκει τοῖς βρέφεσιν ἡ τοῦ συστέλλεσθαι τὰς ἀρτηρίας χρεία τῇ τοῦ διαστέλλεσθαι. πλεῖστα μὲν γὰρ τὰ περιττώματα καὶ διὰ τοῦτο μεγίστης δεόμενα τῆς συστολῆς, τὸ θερμὸν δ' εἰ καὶ μὴ πλεῖστον ἁπλῶς, ἀλλά τοι καὶ διὰ τὴν τοῦ ψυχικοῦ πνεύματος αὔξησιν ἥκει τῇ τοῦ πλείστου χρείᾳ θερμοῦ τῆς διαστολῆς αὐτοῖς. ὅσον γὰρ τῶν νεανίσκων ἀπολείπεται τοῦ πλεονάζοντος ἐν ἐπικτήτῳ θερμότητι, τοῦτο ἐκ τῆς διὰ τὸ [121] πνεῦμα χρείας προσέρχεται. μεγίστων οὖν ἅμα καὶ ταχίστων οἱ παῖδες ἀμφοτέρων χρῄζουσι τῶν κινήσεων καὶ διὰ τοῦτ' ἐλλιπεστέρα τῆς χρείας ἐστὶν ἐπ' αὐτῶν ἡ ἐνέργεια. καὶ γὰρ εἰ ὅτι μάλιστα ταχεῖς εἰσι καὶ μεγάλοι, ἀλλ' οὐδέπω τῆς χρείας ἀξίως. ἀναγκαῖον οὖν ἐν τούτῳ πυκνὰς γίνεσθαι τὰς κινήσεις, ἐπὶ δὲ τῶν γερόντων ἐναντία πάντα, τὸ μὲν θερμὸν ὀλίγον, ἀνάλογον δὲ τούτῳ καὶ ἡ τῶν οἷον αἰθαλωδῶν περιττωμάτων γένεσις καὶ ἡ τοῦ πνεύματος τοῦ ψυχικοῦ θρέψις, ὥστε ἐναντίους αὐτοῖς εὔλογον εἶναι καὶ τοὺς σφυγμοὺς, μικροὺς καὶ βραδεῖς καὶ ἀραιούς. ἀναμνησθῆναι δ' ἐνταῦθα χρὴ τῶν ἐν τῷ δευτέρῳ περὶ διαγνώσεως σφυγμῶν εἰρημένων, ἵν' ἴδωμεν ἐκ τίνος ἀπατώμενοι πολλοὶ τῶν ἰατρῶν μικροὺς ὑπέλαβον εἶναι τοὺς τῶν παιδίων σφυγμοὺς, καὶ ὅτι μεγάλοι μέν εἰσιν, εἰ τοῖς ὄγκοις τῶν ἀρτηριῶν αὐτοὺς παραβάλλοις, μικροὶ δὲ, εἰ κατὰ τὴν πρόχειρον ἐξετάζοις φαντασίαν, τοῦτ' ἔστιν, εἰ τὸ ποσὸν τῆς διαστάσεως μόνον ἐν αὐτοῖς σκοποῖο, τοῖς τῶν ἀκμαζόντων παραβάλλων. οὐ μὴν μεγίστους γ' ἔχουσιν οἱ παῖδες τοὺς σφυγμοὺς, οὐδ' εἰ πρὸς [122] τοὺς ὄγκους τῶν ἀρτηριῶν ἐξετάζοις αὐτούς. τὸ γὰρ μήτε τὴν δύναμιν ἥκειν εἰς ἄκρον ῥώμης αὐτοῖς καὶ τὸ στενοχωρεῖσθαί τε καὶ θλίβεσθαι τοὺς χιτῶνας τῶν ἀρτηριῶν ἔτι μαλακοὺς ὄντας ἀφαιρεῖται πολὺ τῆς μεγίστης διαστολῆς. ὅμως μὴν ἔτι τηλικοῦτός ἐστιν αὐτοῖς ὁ σφυγμὸς, ὡς ὑπὲρ τὸν μέσον ὑπάρχειν, τῷ τάχει δ' ὡσαύτως ἔχει κατά τε τὴν διαστολὴν καὶ συστολὴν, ὅτι καὶ ἡ χρεία τῶν κινήσεων ἀμφοτέρων ἴση, οὐχ ὥσπερ ἐπὶ τῶν γερόντων· εἰς ὅσον γὰρ ἡ τοῦ συστέλλεσθαι χρεία λείπεται τῆς τοῦ διαστέλλεσθαι εἰς τοσοῦτον καὶ ἡ συστολὴ τῆς διαστολῆς ἐστι βραδυτέρα. λείπεται δ' εὐλόγως τοῖς πρεσβύταις, ὅτι βραχὺ παντελῶς ἢ οὐδὲν ἐκ τῆς τῶν χυμῶν συγκαύσεως γίνεται περίττωμα διὰ τὴν ἀῤῥωστίαν τοῦ θερμοῦ, καὶ ὅτι μήτε ἀξιολόγως τρέφονται μήτε ὅλως αὐξάνονται. ἡ μέντοι τοῦ διαστέλλεσθαι χρεία καὶ εἰ μὴ μεγάλη, μέτριος γοῦν ἔτι μένει τοῖς πρεσβύταις, ῥιπίζεσθαι μὲν γὰρ δεῖται τὸ ἔμφυτον θερμὸν καὶ τρέφεσθαι τὸ πνεῦμα τὸ ψυχικόν. πολὺ δὲ πλείων ἡ εἰς ἀραιότητα τροπὴ τῶν γερόντων τῆς εἰς βραδύτητα, διὰ τὸ τὴν χρείαν τῶν σφυγμῶν οὐ μόνον πληροῦσθαι τελέως ὑπὸ τῆς [123] ἐνεργείας, ἀλλὰ καὶ κατὰ τὸν ἑαυτῆς λόγον ἐκλελύσθαι παντελῶς. μακροτάτην οὖν εὔλογον ἐν τούτῳ γίνεσθαι τὴν ἡσυχίαν, ὥσπέρ γε καὶ ὅτε οὐκ ἐπληροῦτο μετὰ τοῦ μεγάλως ηὐξῆσθαι, συνεχεῖς ἠνάγκαζεν εἶναι τὰς κινήσεις. ὅτι γὰρ ἐπὶ τῶν βρεφῶν οὐκ ηὔξηται μόνον εἰς ἔσχατον ἡ χρεία τῆς γενέσεως τῶν σφυγμῶν, ἀλλὰ καὶ τῆς μεγίστης διαστολῆς, ἣ μόνη τάχ' ἂν ἐπλήρωσε τὴν χρείαν, οὐκ ὀλίγον ἀφῄρηται, πρότερον εἴρηται, εἶναι τὸ ἀφαιρούμενον εἰπόντων ἡμῶν ὅσον ἥ τε δύναμις ἀπολείπεται τῆς ἄκρας ῥώμης καὶ βαρύνεται καὶ στενοχωρεῖται τὰ ὄργανα, μαλακὰ δι' ὑγρότητα τοῖς τηλικούτοις ὄντα. καὶ γὰρ οὖν καὶ τοῦτ' ἔμπροσθεν εἴπομεν, ὡς αἱ μαλακότητες τῶν ὀργάνων αἱ μὲν χωρὶς τοῦ θλίβεσθαι καὶ βαρύνεσθαι καὶ στενοχωρεῖσθαι μεγέθεσι σφυγμῶν συντελοῦσιν, αἱ δὲ σὺν τούτοις μικρότησι, καὶ μάλισθ' ὅταν ἡ δύναμις ἐνδεέστερον ἔχῃ τόνου. εἰς ὅσον δὲ μεταπέπτωκεν ὁ τῶν γερόντων σφυγμὸς ἐκ τῆς τῶν παιδίων πυκνότητος εἰς ἀραιότητα, σχεδὸν εἰς τοσοῦτο καὶ ἡ τῆς συστολῆς κίνησις ἐκ τοῦ τάχους εἰς τὴν βραδύτητα. καὶ ἡ αἰτία πρόδηλος, εἴγε [124] δὴ τελέως ἐκλελύσθαι τὴν χρείαν τῆς συστολῆς ἐν ταῖς τοιαύταις ἡλικίαις ὀρθῶς ἐλέγομεν, οὐ μὴν εἴ γε τῆς διαστολῆς χρεία τελέως ἀπόλωλεν, ὡς καὶ τοῦτο ἐδείξαμεν. ὅθεν ἧττόν ἐστιν ἡ ἐν ταύτῃ κίνησις βραδεῖα τῆς ἐν τῇ συστολῇ. ταύτης δ' ἦν διαγνωστικὸς ὁ εἰσαγόμενος μόνης. ὥστ' εὐλόγως ἐῤῥήθη πλείων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς κατὰ βραδύτητα. ἀλλὰ νῦν γε τὸ λεῖπον πᾶν ἤδη προσδιώρισται περί γε αὐτῆς ταύτης τῆς διαφορᾶς, καὶ προσέτι τῆς κατὰ τοὺς ἐν ταῖς ἡλικίαις ῥυθμοὺς μεταβολῆς, ὑπὲρ ὧν, ἀσαφέστερον εἶναι νομίσαντες ἢ κατὰ τοὺς εἰσαγομένους τὸν λόγον, οὐδὲν εἰρήκαμεν. ὡς γὰρ περὶ τῆς πυκνότητος, οὕτω καὶ περὶ τῶν ῥυθμῶν διτταὶ γεγόνασιν αἱρέσεις, τῶν μὲν δὴ μηδόλως αἰσθάνεσθαι λεγόντων τῆς συστολῆς, τὸν τῆς διαστολῆς χρόνον τῷ λοιπῷ παντὶ παραβαλλόντων, ὃς οὐκ ἐκ τῆς συστολῆς μόνον, ἀλλὰ κᾀκ τῶν δυοῖν ἠρεμιῶν σύγκειται, τῶν δὲ καὶ ταύτης αἰσθάνεσθαι φασκόντων ἐν τοῖς τῶν κινήσεων χρόνοις τοὺς ῥυθμοὺς συνιστάντων. ὅσῳ δὲ ἀκριβεστέρα ἥδε ἡ αἵρεσις καὶ εἰς τὰς προγνώσεις χρησιμωτέρα, δῆλον ἔσται πολὺ μᾶλλον ἐν τῇ μελλούσῃ γράφεσθαι πραγματείᾳ. οὐκ ἄδηλος [125] δ' οὐδὲ νῦν ἐστιν, εἰ μὴ παρέργως τις ἤκουσε τῶν εἰρημένων. ἐκ τῶν αὐτῶν δὲ καὶ τὰς ἐν ταῖς ἡλικίαις διαφορὰς τῶν ῥυθμῶν, παρ' ἥν τινα γίγνονται τὴν αἰτίαν ἐξευρίσκειν οὐδὲν ἔτι χαλεπόν. ἐπειδὴ γὰρ πλείστη μὲν ἑκατέρας τῶν κινήσεων τῆς ἀρτηρίας χρεία τοῖς βρέφεσιν, ἐλαχίστη δὲ τοῖς γέρουσιν, ὁ δ' ἐν τῷ μεταξὺ χρόνος πᾶς τῶν ἡλικιῶν ἐκλύει μὲν ἀμφοτέρας τὰς χρείας, ἀλλὰ μᾶλλον τὴν τῆς συστολῆς, εὐλόγως ὅσῳ περ ἂν ἀποχωρῶσι τῶν βρεφῶν, ὡς ἐπὶ τοὺς γέροντας, ἀμφοτέρας μὲν ἕξουσιν ἀεὶ τὰς κινήσεις βραδυτέρας, ἀλλὰ μᾶλλον τῆς συστολῆς. ἐκ τούτων δὲ αἱ κατὰ τὰς ἡλικίας γίνονται τῶν ῥυθμῶν διαφοραὶ, περὶ ὧν ἐπὶ πλέον ἐροῦμεν ἐν τοῖς περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως ὑπομνήμασιν. ἀλλὰ καὶ διὰ τί σφοδρότατος μὲν ὁ τῶν ἀκμαζόντων, ἀμυδρότερος δ' ὁ τῶν γερόντων, εὔδηλον· ἰσχυροτάτη μὲν γὰρ ἡ δύναμις ἐν τοῖς ἀκμάζουσιν, ἀσθενεστάτη δ' ἐν τοῖς γέρουσιν. οὕτω δὲ καὶ ἐν ταῖς ἄλλαις ἡλικίαις, ὡς ἂν ἰσχύος ἔχωσιν, ἢ ἀσθενείας, οἱ σφυγμοὶ, διοίσουσιν ἀμυδρότητί τε καὶ σφοδρότητι.
Κατὰ δὲ τὰς ὥρας, ἦρος μὲν τὰ μέσα [126]μεγίστους καὶ σφοδροτάτους, ὡς ἐν ὥραις, τάχει δὲ καὶ πυκνότητι συμμέτρους, ὡσαύτως δὲ καὶ φθινοπώρου τὰ μέσα. προϊὸν δὲ τὸ μὲν ἔαρ ἀφαιρεῖ τι μεγέθους καὶ σφοδρότητος, ποστίθησι δὲ τῷ τάχει καὶ τῇ πυκνότητι. καὶ τέλος ἡνίκα ἂν ἐπιλάβοι τὸ θέρος, ἀμυδροὶ καὶ μικροὶ καὶ ταχεῖς καὶ πυκνοὶ γίνονται. τὸ δὲ φθινόπωρον προϊὸν ἁπάντων ἀφαιρεῖ μεγέθους, σφοδρότητος, τάχους, πυκνότητος. ὥστε τοῦ χειμῶνος ἐπελθόντος εἰς μικρότητα καὶ ἀμυδρότητα καὶ βραδύτητα καὶ ἀραιότητα τετράφθαι. ἔοικε δὲ τὰ μὲν πρῶτα τοῦ ἦρος τοῖς ὑστάτοις τοῦ φθινοπώρου, τὰ δ' ὕστατα τοῖς πρώτοις, καὶ τὰ μὲν πρῶτα τοῦ θέρους τοῖς ὑστάτοις τοῦ θέρους, τὰ δὲ τοῦ χειμῶνος πρῶτα τοῖς ὑστάτοις τοῦ χειμῶνος, ὡς ὅσα θέρους μέσου καὶ μέσου χειμῶνος ἴσον ἐφ' ἑκάτερον ἀφέστηκεν, ὁμοίως τρέπειν. μέσον δὲ θέρος ἐστὶν ᾗ μὲν ὡσαύτως, ᾗ δὲ ἐναντίως ἔχει μέσῳ χειμῶνος. μικροὶ μὲν γὰρ καὶ ἀμυδροὶ καθ' ἑκάτερον, ὠκεῖς δὲ καὶ πυκνοὶ θέρους, καὶ βραδεῖς καὶ ἀραιοὶ χειμῶνος. οὐ μὴν οὕτως μικροὶ θέρους, ὡς χειμῶνος, ἀλλ' ἥττων θέρους, οὐδ' οὕτως ἀμυδροὶ χειμῶνος ὡς θέρους, ἀλλ' ἧττον χειμῶνος.
[127] Καὶ τὰ κατὰ τὰς ὥρας εἰς τρεῖς ταύτας αἰτίας ἀνάγεται, τὴν χρείαν, τὴν δύναμιν, τὰ ὄργανα. παρὰ γὰρ τὸ διαφερόντως ἔχειν ἕκαστον τούτων ἐν αὐτοῖς καὶ αἱ τῶν σφυγμῶν ἀλλοιώσεις γίνονται. τοῦ μὲν οὖν ἦρος ἐν τοῖς μέσοις εὐκρατοτάτη κατάστασίς ἐστι τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὅθεν καὶ τὰ σώματα ὑγιεινά. τούτου γὰρ ἀεὶ χρὴ μεμνῆσθαι, μάλιστα ἐφ' ὧν αὐτὸς ζῶν διάκειται, καὶ ταῖς δυνάμεσιν εὐρωστότατα, καὶ ταῖς θερμασίαις εὐκρατότατα, καὶ τοῖς ὀργάνοις ὄντα συμμετρότατα, ὡς ἂν μήθ' ὑγρότητι περιττῇ τεγγόμενα, μήθ' ὑπὸ ξηρότητος αὐχμοῦντα, μήθ' οἷον πεφρικότα τε καὶ πεπηγότα τῷ κρύει, μήθ' οἷον ἐκλελυμένα τε καὶ παρειμένα τῷ θάλπει. ταῦτ' ἄρα καὶ οἱ σφυγμοὶ μέγιστοί τε καὶ σφοδρότατοι γίνονται τοῖς ἄριστα κατεσκευασμένοις δηλονότι σώμασιν. ὅτι γὰρ ἐπὶ τῶν τοιούτων αἱ κατὰ τὰς ἡλικίας καὶ ὥρας καὶ χώρας καὶ τὰ ἄλλα τὰ παραπλήσια τροπαὶ τῶν σφυγμῶν ἐγράφησαν τοῖς ἰατροῖς αὐτάρκως, ἐν ἄλλοις τε καὶ τῷ δευτέρῳ περὶ σφυγμῶν διαγνώσεως ἐπιδέδεικται. ἀλλὰ καὶ τοῖς οὕτως ἔχουσιν οἱ σφυγμοὶ μεγάλοι καὶ σφοδροὶ γενήσονται, διὰ τοῦ πρώτου δεδήλωται [128] λόγου. οὗτοι γὰρ οἰκεῖοι δυνάμεως ἐῤῥωμένης καὶ χρείας συμμέτρου καὶ ὀργάνων κατὰ φύσιν ἐχόντων. ὡς εἴ γε τὰ τῆς χρείας ἦν ἀμετρότερα, οὐ μεγάλοι μόνον καὶ σφοδροὶ, ἀλλὰ καὶ ταχεῖς ἂν ἐγίνοντο. καὶ εἰ ἐπὶ πλέον ἄμετρα, ὡς μὴ πληροῦσθαι πρὸς τῆς ἐνεργείας αὐτὴν, εὐθὺς ἄν τις καὶ εἰς πυκνότητα μεταβολὴ προσεγίγνετο. ἀλλ' ἐπεὶ τὰ τῆς χρείας ἔχει συμμέτρως, οὔτ' εἰς τάχος οὔτ' εἰς πυκνότητα γίνεται τις τροπή. πρόσκειται δὲ τῷ λόγῳ τὸ, ὡς ἐν ὥραις, δεόντως. οὐ γὰρ ἁπλῶς μέγιστοι καὶ σφοδρότατοι τηνικαῦτα γίνονται, πολλῷ γὰρ αὐτῶν ἐν ταῖς φύσεσιν ἕτεροι σφοδρότεροί τε καὶ μείζους εὑρίσκονται, ἀλλ' ὡς ταῖς ἄλλαις ὥραις παραβαλλόμενοι οἱ σφυγμοὶ τοιοῦτοι γίνονται μεσοῦντος τοῦ ἦρος. θέρους μὲν γὰρ ἐπιτείνεται μὲν τὰ τῆς χρείας, ἐκλύεται δὲ τὰ τῆς δυνάμεως. ὥστε διὰ μὲν ταύτην ἀφαιροῦσί τι τῆς εἰρημένης σφοδρότητος, ὡσαύτως δὲ καὶ τοῦ μεγέθους, ἀλλ' ἔλαττον. ἡ γὰρ τῆς χρείας ἔπειξις προστίθησί τι. διὰ τοῦτο δέ τι καὶ τῷ τάχει καὶ τῇ πυκνότητι πρόσεισιν ἀξιόλογον. χειμῶνος δ' αὖ πάλιν τἀναντία ἢ τοῦ θέρους ἐστὶν, ἰσχυροτέρα μὲν ἡ δύναμις, πλὴν οὐκ εἰς τοσοῦτον εἰς ὅσον [129] ἦρος, ἐκλέλυται δὲ καὶ ἡ χρεία τῆς τῶν σφυγμῶν γενέσεως. ὅθεν ἀμυδροὶ μὲν μᾶλλον ἢ τοῦ ἦρος, σφοδροὶ δὲ μᾶλλον ἢ τοῦ θέρους οἱ ἐν τῷ χειμῶνι σφυγμοὶ, μέσοι πως ὄντες ἀμφοτέρων τῶν ὡρῶν, ὅτι καὶ ἡ δύναμις ἐν τῷ μέσῳ, ἱκανῶς μέντοι μικροὶ διὰ τὸ καὶ τὴν δύναμιν ἀπολείπεσθαί τι τῆς ἄκρας εὐρωστίας καὶ τὴν χρείαν ἀξιολόγως ἐκλελύσθαι. διὰ δὲ τὴν αὐτὴν ταύτην ἔκλυσιν καὶ βραδεῖς καὶ ἀραιοί. μεμνῆσθαι δὲ χρὴ πάλιν κᾀνταῦθα τῶν ὑφ' Ἱπποκράτους εἰρημένων, ἃ δι' ἑτέρων ἐξηγησάμεθα. χρεία γὰρ αὐτῶν ἐστιν ἐπί τε τῶν κατὰ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τὰς χώρας καὶ τὰς καταστάσεις καὶ πάντα τὰ τοιαῦτα μεταβολῶν, ἵνα μή τις ἐναντίον με λέγειν αὐτῷ νομίσῃ. οὐδὲ γὰρ ἐκεῖνος ἁπλῶς εἶπε, τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ θέρμον, ἀλλὰ, τὸ ἔμφυτον, προσέθηκεν, ὡς ἂν ἕτερον εἰδὼς θερμὸν ἐπίκτητον, ᾧ πλεονεκτοῦσιν οἱ ἀκμάζοντες. εὔκρατον μὲν γὰρ τὸ ἔμφυτον θερμὸν, ἄκρατον δὲ καὶ οἷον πυρῶδες ἤδη τὸ ἐπίκτητον. οὕτω δὲ καὶ αἱ κοιλίαι, φησὶ, χειμῶνος καὶ ἦρος θερμόταται φύσει. οὐχ ἁπλῶς οὖν οὐδὲ αὗται θερμόταται, [130] ἀλλὰ τῷ ἐμφύτῳ θερμῷ. ἐν δὲ τῷ θέρει τούτου μὲν ἥκιστα μετέχουσι, κρατεῖ δ' ἐν αὐταῖς τὸ ἐπίκτητόν τε καὶ αὐχμῶδες θερμὸν, ὃ συντήκει μᾶλλον ἢ τρέφει τὸ σῶμα, καὶ τὰς ἐνεργείας μὴ ὅτι κρείττους, ἀλλ' οὐδ' ὁμοίας ἐργάζεται ταῖς ἐπὶ τοῦ συμμέτρου γινομέναις. ταῦτ' οὖν μεμνημένοις τοῖς ἀναγινώσκουσιν οὔτ' ἐν τοῖς παροῦσι λόγοις οὔτ' ἐν τοῖς ἔπειτα δόξει τις εἶναι πρὸς Ἱπποκράτους διαφωνία. ἑξῆς δὲ περὶ τῶν χωρῶν τε καὶ καταστάσεων γέγραπται τοῖς εἰσαγομένοις. καὶ ἔστιν ὁ λόγος σαφὴς ἐκ τῶν ἤδη προειρημένων καὶ τὴν αἰτίαν ἔχων γνωριμωτάτην. ὥστε αὐτὴν μόνην παραγράψω τὴν ῥῆσιν. ἔστι δὲ ἥδε.
Παρὰ δὲ τὰς χώρας ὡσαύτως ταῖς ὥραις ἐν μὲν ταῖς ἄγαν θερμαῖς οἷον μέσου θέρους, ἐν δὲ ταῖς ἄγαν ψυχραῖς οἷον χειμῶνος, ἐν δὲ ταῖς εὐκράτοις ἦρος, ἀνάλογον δὲ καὶ ταῖς μεταξύ. καὶ τῶν ἄλλων δὲ καταστάσεων τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ μὲν θερμαὶ ταῖς θερμαῖς ὥραις, αἱ δὲ ψυχραὶ ταῖς ψυχραῖς, αἱ δὲ μέσαι ταῖς μέσαις τοῦ ἦρος ἐοίκασιν.
[131] Ἐν δὲ τῷ κύειν οἱ σφυγμοὶ μείζονες καὶ πυκνότεροι καὶ ὠκύτεροι γίνονται, τὰ δ' ἄλλα φυλάττουσιν.
Ἐπὶ τῶν κυουσῶν οὐδὲν παρήλλακται τῶν πρόσθεν ἢ τὰ τῆς χρείας. ἥ τις δ' ἂν ἥδε ᾖ, πάντως ἐπιτείνεταί τε καὶ προσαύξεται μηκέτι τῆς γυναικὸς ἑαυτῇ μόνον ἀναπνεῖν τε καὶ σφύζειν, ἀλλὰ καὶ τῷ κυουμένῳ δεομένης. ὥστ' εὐλόγως ὠκύτεροι μὲν καὶ μείζονες ἔσονται καὶ πυκνότεροι, οὐ μὴν σφοδρότεροί γε, ἢ ἀμυδρότεροι, ἢ σκληρότεροι, ἢ μαλακώτεροι, κατ' αὐτόν γε τὸν τοῦ κύειν λόγον. οὐδὲ γὰρ ὅσον ἐπὶ τούτῳ τὰ τῆς δυνάμεως τῶν ὀργάνων ταῖς κυούσαις ὑπαλλάττεται.
Εἶεν δ' ἂν, εἴπέρ τι ἄλλο, καὶ ὕπνοι κατὰ φύσιν. τρέπουσι δὲ καὶ οὗτοι τοὺς σφυγμοὺς, ἀρχόμενοι μὲν μικροτέρους καὶ ἀμυδροτέρους καὶ βραδυτέρους καὶ ἀραιοτέρους ἐργαζόμενοι, προϊόντες δὲ βραδύτητα ἐπιτείνουσι καὶ ἀραιότητα καὶ μάλιστα μετὰ τροφήν. μείζους δὲ γίνονται καὶ σφοδρότεροι, χρονίσαντες δὲ πάλιν τρέπονται εἰς ἀμυδρότητα, φυλάττουσι δὲ βραδύτητα καὶ ἀραιότητα.
[132] Τίς μὲν ἡ αἰτία δι' ἣν ἐν τοῖς ὕπνοις αἱ πέψεις ἀμείνους οὐ τῶν κατὰ γαστέρα μόνον, ἀλλὰ καὶ τῶν κατὰ τὰς φλέβας τε καὶ ἀρτηρίας καὶ πᾶσαν τοῦ ζώου τὴν ἕξιν, οὐ τοῦ παρόντος καιροῦ διελθεῖν. οὐδὲ γὰρ ὡμολόγηται πᾶσι τοῖς ἰατροῖς περὶ τῆς αἰτίας, ἥ τις δ' ἂν ᾖ. τοῦτο δ' οὖν ἤδη καθόλου περὶ αὐτῆς ἀποφαινόμεθα, ὡς ἡ δύναμις ἡ τὰς πέψεις ἐργαζομένη εἴσω μᾶλλον ἑαυτὴν καὶ πρὸς τὸ βάθος ἐπιστρέφει κατὰ τοὺς ὕπνους. διά γ' οὖν τὴν ἔσω κίνησιν καὶ ὅτι περὶ τὴν ὕλην ἐνεργεῖ, τὸ μὲν πρῶτον οἷον ἀῤῥωστοτέρα καὶ βεβαρημένη γίνεται, μικρὸν δὲ ὕστερον ἀπολαύουσα τῆς τροφῆς, ἣν κατεργάζεται, ῥώννυταί τε αὕτη καὶ τὸ θερμὸν αὐξάνει τὸ ἐν τῷ ζώῳ, ὥσπέρ γε καὶ οἱ τὰ ψυχρὰ σιτία προσενεγκάμενοι παραχρῆμα μὲν ψυχροτέρων ἑαυτῶν αἰσθάνονται, καὶ πολλοί γε αὐτῶν καὶ φρίττουσι καὶ ῥιγοῦσι φανερῶς, μικρὸν δὲ ὕστερον θερμότεροι γίνονται. εἰ μὲν δὴ τὸ ἔμφυτον θερμόν ἐστι τὸ πέττον τὰς τροφὰς, καὶ τούτου κρατοῦσαι κινήσεις, ὡς Ἱπποκράτης ὑπελάμβανεν, αἱ μὲν ἔξω τὴν ἐγρήγορσιν, αἱ δὲ ἔσω τὸν ὕπνον ἐργάζονται, ῥᾷστ' ἂν ἡμῖν ἐφυσιολογεῖτο τὰ κατὰ τὰς ἐν [133] τοῖς ὕπνοις τῶν σφυγμῶν ἀλλοιώσεις. εἰ δ' ἄλλη τις δύναμίς ἐστιν ἡ ταύτης δημιουργὸς, ἀλλὰ τῷ γε δεδιδάχθαι συμπάσχειν ἀλλήλοις ἁπάσας τὰς διοικούσας τὸ ζῶον δυνάμεις οὐδὲν θαυμαστὸν οὐδὲ τὴν φυσικὴν ταύτην δύναμιν συνδιατίθεσθαί πως ἐκείνῃ. ἀλλ' εἰ τοῦθ' ἅπαξ συγχωρηθείη, τὸ ῥώννυσθαι καὶ αὖθις χείρω γίνεσθαι τὴν σφυγμοὺς ἐργαζομένην δύναμιν, εὔπορος ὁ τῆς αἰτίας λογισμός. ἐν μὲν γὰρ ταῖς ἀρχαῖς τῶν ὕπνων βαρυνομένης τε καὶ χείρονος γινομένης αὐτῆς μικροτέρους καὶ ἀμυδροτέρους εὔλογον γίνεσθαι τοὺς σφυγμοὺς, μετ' ὀλίγον μέντοι ῥωσθείσης τἀναντία μείζονάς τε καὶ σφοδροτέρους. τί δήποτ' οὖν καὶ βραδύτεροι καὶ ἀραιότεροι γίνονται; Ἐρασίστρατος μέν φησι διὰ τὴν ἠρεμίαν τῶν κατὰ προαίρεσιν κινήσεων, ἣν καὶ τοῦτο πέττειν καλῶς, οὐκ αὐτοὺς τοὺς ὕπνους αἰτιᾶται. Ἱπποκράτης δὲ καὶ ὅσοι τὸ θερμὸν ἔσω συννεύειν ἐν τοῖς ὕπνοις φασὶ, σχεδὸν δ' εἰσὶν ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων οἱ δοκιμώτατοι, ταῖς τούτου μειώσεσί τε καὶ αὐξήσεσι καὶ διαφερούσαις κινήσεσιν ἀνοίσουσι τὰς αἰτίας. ἔλαττον μὲν γὰρ ἑαυτοῦ [134] γίνεσθαι καὶ οἷον καταπνίγεσθαι φήσουσιν ἐμπεσὸν ἀθρόως εἰς τὸ πλῆθος τῆς ἐντὸς ὕλης, ὥσπέρ γε καὶ τὸ πῦρ, ὅταν εἴς τι πλῆθος ξύλων σεσωρευμένων ἐμπέσῃ. ὥσπερ δὲ αὐτὸ τοῦτο τὸ πῦρ, ὅταν ἐγκρατὲς τῆς ὕλης γένηται, ῥώννυταί τε καὶ εἰς μέγεθος αἴρεται, οὕτω καὶ τὸ ἔμφυτον θερμὸν, ὅταν ἀπολαύσῃ τῆς τροφῆς, κατεργασάμενον τοὺς χυμοὺς οἷς ἐνέπεσεν ἑαυτοῦ τε πλέον ἤδη καὶ ῥωμαλεώτερον γίνεται. ἀλλ' οὐδέπω βραδύτητος, οὐδ' ἀραιότητος αἰτίας εἰρήκαμεν. ἄλλως δ' ἔχει τὸ ἀληθὲς, ἐμοὶ γοῦν κριτῇ. ἐπειδὴ τοῖς κοιμωμένοις ἡ μὲν ἔξω κίνησις τοῦ θερμοῦ μεμείωται, κρατεῖ δ' ἡ ἔσω, τὴν μὲν συστολὴν εὔλογον γίνεσθαι θάττονα, τὴν δὲ διαστολὴν βραδυτέραν. ἀτὰρ οὖν καὶ φαίνεται γινόμενον ᾧδε, καὶ ὅσοι μὴ παρακολουθοῦσι τῇ συστολῇ τῶν ἀρτηριῶν, ἀλλ' ἐκ μόνης τῆς διαστολῆς τὰς διαγνώσεις ποιοῦνται, βραδὺν ἁπλῶς ἀποφαίνονται τῶν κοιμωμένων τὸν σφυγμόν. ὁ δ' ἐστὶν οὐ βραδὺς ἁπλῶς, ἀλλὰ κατὰ θάτερον μέρος τῶν κινήσεων βραδὺς, ὅλος δὲ οὐδὲ μᾶλλον βραδὺς ἢ ταχύς. οὗ γὰρ ἡ μὲν διαστολὴ βραδεῖα, ταχεῖα δ' ἡ συστολὴ, τούτων οὐδέτερον ἁπλῶς χρὴ λαλεῖν, οὔτε ταχὺν οὔτε βραδὺν, [135] ἀλλὰ διοριζόμενον τοῖς μορίοις, ὥσπερ Ἱπποκράτης ἐπὶ τῆς ἀναπνοῆς ἐποίει. καὶ μὲν δὴ καὶ μικρὸς κατὰ θάτερόν ἐστι τῶν ἑαυτοῦ μορίων τοῖς κοιμωμένοις ὁ σφυγμός. ἐπιπλεῖστον μὲν γὰρ συστέλλεται, διαστέλλεται δ' οὐκ ἐπὶ πλεῖστον, ἀλλ' ὅσον ἀνάγκη τὴν ἐναντίαν ἀποδοῦναι κίνησιν τῇ συστολῇ. κινεῖται μὲν οὖν κατ' ἴσου διαστήματος ἡ ἀρτηρία διὰ παντὸς ἔν τε τῷ συστέλλεσθαι καὶ τῷ διαστέλλεσθαι, πλὴν εἰ μεταβάλλοι ποτὲ ἐξαίφνης τὸν ῥυθμόν· ἀλλὰ τοῖς ὅροις ὅθεν τε ἄρχεται καὶ οἷς τελευτᾷ διαλλάττει. πλεονεκτούσης μὲν γὰρ τῆς ἔσω κινήσεως, εἰς ἐσχάτην δ' ἐρχομένης σύμπτωσιν, ἐντεῦθέν τε πάλιν ἀρχομένης τῆς ἔξω, τὴν διαστολὴν οὐκέτ' ἐπιπλεῖστον ποιεῖται, κρατούσης δ' αὖ πάλιν τῆς ἐκτὸς κινήσεως, ἀσθενοῦς δ' οὔσης τῆς ἐναντίας, οὐκ ἔτι μὲν ἀπὸ τῆς ἐσχάτης ἄρχεται συμπτώσεως ἐν τῷ διαστέλλεσθαι, τελευτᾷ δ' εἰς ἔσχατον μέγεθος. ἐντεῦθεν δὲ πάλιν ὑπαρξαμένης τῆς ἔσω κινήσεως, τὴν τελευτὴν τῆς συστολῆς, ὅθενπερ ἤρξατο διαστέλλεσθαι, ποιεῖται. καὶ οὕτως οἷον δίαυλόν τινα τῶν κινήσεων ἀεὶ ποιουμένη ποτὲ μὲν ἔσω μᾶλλον, [136] ποτὲ δὲ ἔξω φέρεται. τοῖς οὖν μόνοις αἰσθανομένοις τῆς διαστολῆς ἀναγκαῖον ἐν τοῖς ὕπνοις τὸν σφυγμὸν φαίνεσθαι καὶ μικρὸν καὶ βραδύν. ἀναγκαῖον δὲ τοῖς αὐτοῖς τούτοις, ὡς ἂν καὶ ἀγυμναστοτέροις οὖσι περὶ τὰς διαγνώσεις, ὀλίγον μέν τι φαίνεσθαι τῆς κατὰ τὴν διαστολὴν κινήσεως, λανθάνειν δὲ τὸ πλεῖστον. ἐπὶ γὰρ τῆς οὕτως κινουμένης ἀρτηρίας οὐδ' οἱ σφόδρα γεγυμνασμένοι τοῖς ἔσω πέρασι τῶν κινήσεων ἀκολουθοῦσιν, ἀλλὰ καὶ τῆς συστολῆς καὶ αὐτοὺς ἡ τελευτὴ λανθάνει καὶ τῆς διαστολῆς ἡ ἀρχή. ὥστε τούς γε ἀγυμνάστους ἀμήχανον ὅσον εἰκὸς ἐκφεύγειν τῆς κινήσεως, τὴν μὲν συστολὴν σχεδὸν ἅπασαν, μέρος δ' οὐκ ἐλάχιστον οὐδὲ τῆς διαστολῆς. ὅσον δ' ἂν ἐκφύγῃ τῆς κινήσεως, ἀναίσθητον τοῖς ἁπτομένοις γενόμενον, τῷ χρόνῳ τῆς ἡσυχίας προσγενόμενον, ἀραιὸν ποιεῖ φαίνεσθαι τὸν σφυγμὸν, ἐπεὶ, πρός γε τὴν ἀλήθειαν αὐτὴν, οὐδαμῶς ἀραιότερος ὁ τῶν κοιμωμένων ἐστὶ σφυγμὸς, ὥσπερ οὐδ' ἡ ἀναπνοή. ἀλλὰ σαφῶς μὲν κᾀπὶ ταύτης ἡ ἐκπνοὴ πλεονεκτεῖ, μετ' ἐκφυσήσεως γινομένη, τῆς δ' ἡσυχίας ὁ χρόνος οὐδὲν προσαυξάνεται. εἴρηταί μοι σχεδὸν ἤδη τὸ σύμπαν ὕπνων πέρι, σαφηνείας δ' ἕνεκα προσκείσεται τὸ ὑπόλοιπον. ὁ σφυγμὸς ὁ τῶν κοιμωμένων [137] κατὰ μὲν τὴν ἐκτὸς ἠρεμίαν ὅμοιός ἐστι τοῖς τῶν ἐγρηγορότων, κατὰ δὲ τὴν ἐντὸς ἱκανὸν φαίνεται διαλλάττειν, οὐκέτ' ἀκολουθούσης ἡμῶν τῆς αἰσθήσεως τοῖς ἔσω πέρασι τῶν κινήσεων. ἀλλὰ καὶ μικρότερός ἐστι καὶ ἀμυδρότερος ἢ ὁ τῶν ἐγρηγορότων, καὶ μάλιστα κατ' ἀρχὰς εὐθὺς, ὕστερον γὰρ αὐτῷ προσέρχεταί τι μεγέθους τε καὶ σφοδρότητος. ἀλλὰ καὶ βραδὺς μὲν ἐν ταῖς διαστολαῖς, ταχὺς δὲ ἐν ταῖς συστολαῖς ἐστι, καὶ ὅλως εἴσω μᾶλλον κινεῖται. ὥστε καὶ σφοδρὸν αὐτὸν ἐν ταῖς συστολαῖς εἰπὼν οὐκ ἂν ἁμάρτοις. καὶ γὰρ οὖν καὶ τὸ περίττωμα τῆς τῶν χυμῶν ἐργασίας τὸ οἷον αἰθαλῶδες ἐκκρίνειν ἐφίεται σφοδρότερον ἡ ἀρτηρία κατὰ τοὺς ὕπνους, ὡς ἂν πλέον τότε γινόμενον, ὥστε καὶ διὰ τοῦτο τὰ τῆς ἔσω κινήσεως πλεονεκτεῖ. ὅταν μέντοι καταπαύσηται μὲν ἡ ἐργασία τῶν χυμῶν, μένῃ δ' ὑπνώττων ὁ ἄνθρωπος, ἄμετρος ἂν δήπουθεν ὁ τοιοῦτος ὕπνος εἴη, μικρότεραι δ' αἱ κινήσεις ἑκάτεραι καὶ βραδεῖαι καὶ ἄῤῥωστοι καὶ ἀραιαὶ γίνονται κατὰ λόγον. ὕπνος γὰρ, ὡς καὶ τῶν ποιητῶν ἔστιν ἀκοῦσαι λεγόντων, ἀδελφός ἐστι θανάτου, καὶ ἓν αὐτῷ κοινὸν ὑπάρχει μόνον πρὸς τοὺς ζῶντας, ἡ περὶ τὴν τροφὴν [138] ἐργασία, τὰ δ' ἀλλὰ πάντα τοῖς ἀποθνήσκουσιν ὅμοια, μὴ βλέπειν, μὴ ἀκούειν, μὴ φρονεῖν, μὴ νοεῖν, μὴ λαλεῖν, ἀναίσθητον, ἀκίνητον, ἀλόγιστον ἐῤῥίφθαι. ἂν τοῦτο τοίνυν, ὃ κοινὸν ἔτι μόνον ἔχει πρὸς τοὺς ζῶντας, ἀπόλλυται, τί ἄλλο ἢ ὀρθῶς ἐπὶ θάνατον ὁδὸς ἂν λέγοιτο; καὶ γὰρ οὖν καὶ ὅτι πρώτη μέν ἐστι καὶ κατὰ φύσιν ἡ ἔξω τε καὶ ἀφ' ἑαυτοῦ κίνησις τῷ θερμῷ, δευτέρα δ' ἡ εἴσω τε καὶ εἰς ἑαυτὸ, διὰ τὴν τροφὴν γινομένη, πολλάκις ἤδη φθάνομεν εἰρηκέναι. ὅταν οὖν μήτε περὶ τὴν τροφὴν ἔτι πραγματεύηται μηδὲν μήτε τῆς ἔξω οἰκείας ἀναμιμνήσκηται κινήσεως, ἀλλ' ἀργὸν ἑκατέρωθεν ᾖ, θανάτῳ δηλονότι πελάσει. καὶ λύεται μὲν ὁ τόνος αὐτοῦ καὶ διὰ τοῦτο ἀμυδρὸς ὁ σφυγμὸς γίνεται, καταλύεται δ' ἡ κίνησις καὶ διὰ τοῦτο μικρὸς καὶ βραδὺς καὶ ἀραιός. κᾂν ἐπὶ πλέον γε προέλθῃ μικρότητός τε καὶ βραδύτητος καὶ ἀραιότητος, ἐγγὺς ἂν ἥκοι τοῦ μηδόλως κινεῖσθαι. τοῦτο δ' ἦν ὁ θάνατος. οὕτω μὲν ἔχει πάντα τὰ κατὰ τοὺς ὕπνους. εἰ δ' Ἀρχιγένης μὲν πρὸς τοῖς εἰρημένοις καὶ πληρεστάτους φησὶ φαίνεσθαι τοὺς σφυγμοὺς, Ἀπολλωνίδης δὲ [139] κενωτάτους, οὔ μοι δοκεῖ μηκύνειν ἔτι δεῖν ἡμᾶς περί γε τῶν τοιούτων, ἱκανῶς ἀποδεδειχότας ἐν ταῖς ἔμπροσθεν πραγματείαις ὡς μάτην τοῦτο τὸ γένος τῶν σφυγμῶν οἱ μεθ' Ἡρόφιλον ἐπεισήγαγον, ὥσπερ καὶ ἄλλα πολλά. καὶ θαυμαστὸν οὐδὲν ἐν πράγματι μηδόλως διαγινωσκομένῳ τἀναντία λέγειν Ἀρχιγένην τε καὶ Ἀπολλωνίδην, οὐ γὰρ αἰσθήσεως κοινῆς τὸ πάθος, ἀλλὰ φαντασμάτων ἰδίων ἑκάτερος ἔγραψεν.
Τῶν δ' ἐξ ὕπνου μεταπεπτωκότων εἰς ἐγρήγορσιν ἐν μὲν τῷ παραχρῆμα μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς καὶ πυκνοὶ καί τινα κλόνον ἔχοντες, μετ' ὀλίγον δ' εἰς συμμετρίαν ἔρχονται.
Οὐχ ὡσαύτως εἰς ὕπνον ἐξ ἐγρηγόρσεως κᾀξ ὕπνου πάλιν εἰς ἐγρήγορσιν μεταπίπτομεν, ἀλλὰ τὸ μὲν κατὰ βραχὺ πάντως, τὸ δ' ἀθρόως ὡς τὸ πολὺ γίνεται. καὶ γὰρ ἐνύπνια ταραχώδη καὶ φωνήσας τις καὶ ψοφήσας καὶ ἁψάμενος τοῦ κοιμωμένου ταχεῖάν τε κᾀξαίφνης εἰργάσατο τὴν μετάπτωσιν. τοιγάρτοι καὶ οἱ προγεγραμμένοι σφυγμοὶ τοῖς μὲν οὕτω μεταπίπτουσιν ἐναργέστατα φαίνονται, [140] οὐ μὴν οὐδ' ἐπὶ τῶν ἄλλων, ἐφ' ὅσων αὐτῇ πρὸς τοὐκτὸς κινήσει τῆς ἐμφύτου θερμασίας ἡ ἐγρήγορσις ἐγένετο, λανθάνουσι τοὺς γεγυμνασμένους. ὁ μὲν γὰρ ὕπνος γίνεται τῆς ἐμφύτου θερμασίας ἤτοι διὰ κάματόν τινα καὶ ξηρότητα πλέονα πρὸς τὴν τροφὴν ἐπιστραφείσης ἢ δι' ἀμετρίαν ὑγρότητος ἀδυνατούσης ἐκτὸς ἀποτείνεσθαι. ἔστι δ' ὁ μὲν πρότερος ὑγιεινός τε καὶ κατὰ φύσιν, ὁ δὲ δεύτερος ῥηθεὶς οἷος ὁ ἐν κώμασί τε καὶ ληθάργοις, ᾧ πάλιν ἀντίκειται ἡ ἐν φρενίτισί τε καὶ ταῖς παρὰ φύσιν ἀγρυπνίαις ἁπάσαις ἐγρήγορσις, ὑπερξηρανθείσης τε τῆς ἐμφύτου θερμασίας τηνικαῦτα καὶ οἷον ἐκπυρωθείσης καὶ διὰ τοῦτο καὶ ἐκτὸς ἀμέτρως κινουμένης. ἀλλὰ τὰς μὲν παρὰ φύσιν διαθέσεις, ἃς οὐδ' ἐγρήγορσιν, οὐδ' ὕπνον, ἀλλ' ἀγρυπνίαν καὶ κῶμα κάλλιον ὀνομάζειν ἐστὶν, ἐατέον ἔν γε τῷ παρόντι. τῶν δ' ὕπνων τῶν κατὰ φύσιν ὥσπερ οὖν καὶ τῶν ἐγρηγόρσεων ἡ γένεσις οἵα πρόσθεν εἴρηται, δεομένου μὲν ἅμα καὶ ἀποροῦντος ὑγρότητος δαψιλοῦς τοῦ κατὰ φύσιν ἐν τοῖς ζώοις θερμοῦ καὶ διὰ τοῦτο συνιόντος εἰς τὰ σπλάγχνα καὶ τὴν γαστέρα τῶν ὕπνων γινομένων, αὐτάρκως δ' ἀπολαύσαντος [141] ταύτης, ὡς ἤδη τὴν κατὰ φύσιν ἔχειν ποιότητα, τῆς ἐγρηγόρσεως ἀποτελουμένης· ἐν ᾧ δὴ καιρῷ τὰς μεταπτώσεις γινομένας ἀναγκαῖόν ἐστιν ἔχειν τι βίαιον. ἐν γὰρ τῇ κατεργασίᾳ τῆς τροφῆς ὑγρότητος ἀτμώδους πολλῆς ὑποτρεφομένης κατά τε τὸ θερμὸν αὐτὸ καὶ τοὺς πόρους καὶ πάντα τὰ μεταξὺ σώματα μέχρι τῆς ἐκτὸς ἐπιφανείας, οὐκέτ' εὐπετὴς ὁμοίως ἡ ἐπὶ τὰ ἐκτὸς κίνησίς ἐστι τῷ θερμῷ. δεῖται τοίνυν, ἵνα ταύτην ἀποσείσηταί τε καὶ διώσηται καὶ τοὺς πόρους ἐκκαθάρῃ καὶ πάντῃ πόριμον ἑαυτῷ τὸ σῶμα παράσχῃ, σφοδρῶν καὶ βιαίων τῶν πρώτων κινήσεων. ὅταν δὲ εὔπνουν ἤδη τοῦτο καὶ καθαρὸν ἔχῃ, τῆς κατὰ φύσιν ἀναμιμνήσκεται συμμετρίας. διὰ ταῦτα τοίνυν ἐν μὲν τῷ παραχρῆμα τοῖς ἐπεγερθεῖσιν ἐκ τῶν ὕπνων οἱ σφυγμοὶ μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς γίνονται καὶ προσέτι βραχύ τι κλόνου προσλαβόντες διὰ τὸ βίαιον τῆς κινήσεως, ὀλίγῳ δ' ὕστερον εἰς τὴν κατὰ φύσιν ἐπανέρχονται συμμετρίαν. ἑξῆς δὲ τούτων περὶ τῶν ἐπικτήτων σχέσεων τοῦ σώματος γέγραπται τοῖς εἰσαγομένοις, σχέσεις μὲν αὐτὰς ὀνομασάντων ἡμῶν, ὥσπερ καὶ Ἱπποκράτης ἐν τῷ περὶ τῶν ἄρθρων εἰπὼν, διαφέρει μέντοι [142] τι καὶ σχέσις σώματος. σφυγμοὺς δ' ἐφ' ἑκατέρας αὐτῶν γραψάντων ἡμῶν, τοὺς ἐναργῶς φαινομένους, ὧν τὰς αἰτίας οὐ χαλεπὸν ἂν εἴη νῦν προσθεῖναι, τοῖς εἰρημένοις ἑπομένῳ. ἃ γὰρ ἐπὶ τῶν φυσικῶν διαφορῶν τοῦ σώματος, ταῦτα κᾀπὶ τῶν ἐπικτήτων ῥηθήσεται. ὥστ' οὐ χρὴ μηκύνειν, ἀλλὰ μόνον αὐτὴν γράψαι τὴν ἐκεῖθεν ῥῆσιν, ὑπομνήσεως ἕνεκεν τῶν πραγμάτων, ἔχουσαν ᾧδε.
Αἱ δ' ἐπίκτητοι σχέσεις τοῦ σώματος ὁμοίως ταῖς φυσικαῖς τρέπουσι τοὺς σφυγμούς. ὁ μὲν γὰρ ἰσχνὸς γενόμενος εὔσαρκος ἀνάλογον τῷ τοιούτῳ φύσει τὸν σφυγμὸν ἴσχει· ὁ δ' εὔσαρκος ἰσχνὸς γενόμενος τοῖς ἰσχνοῖς φύσει παραπλήσιον. δῆλον δ' ὅτι χωρὶς τοῦ τὴν δύναμιν ὑπαλλάττεσθαι τὴν κατ' ἰσχνότητα καὶ εὐσαρκίαν διαφορὰν ἐξετάζειν χρὴ, καὶ ἐπὶ τῶν ἄλλων δὲ ἁπάντων ὡσαύτως, ὥστε καθ' ἓν μόνον ὑπὲρ οὗ τὸν λόγον ἑκάστοτε ποιούμεθα τὴν τροπὴν γεγονέναι. ἅπερ δ' ἐπὶ τῶν εὐσάρκων εἴρηται, ταῦτα καὶ ἐπὶ τῶν παχέων εἰρῆσθαι χρὴ δοκεῖν ἐπιτεταμένα μᾶλλον.
[143] Οὕτω μὲν ἐν ἐκείνοις περὶ τῶν σχέσεων τοῦ σώματος διώρισται. πρόσκειται δὲ καὶ περὶ τῶν κράσεων ὡσαύτως. καὶ μόνον ἀρκέσει κᾀπὶ τούτων παραγράψαι τὴν ῥῆσιν ὑπομνήσεως ἕνεκα, τόνδε τὸν τρόπον ἔχουσαν.
Καὶ αἱ κράσεις δὲ τοῦ σώματος αἱ ἐπίκτητοι ταῖς φυσικαῖς κράσεσιν ἀνάλογον τρέπουσι τοὺς σφυγμούς.
Καὶ δηλονότι κᾀνταῦθα, καθὰ καὶ περὶ τῶν ὡρῶν εἴπομεν, ὡς αἱ μὲν θερμαὶ ταῖς θερμαῖς, αἱ δὲ ψυχραὶ ταῖς ψυχραῖς ἐοικότας ἐργάζονται σφυγμούς. ἡ γὰρ καθ' ὑγρότητα καὶ ξηρότητα διαφορὰ τῶν κράσεων ἐν ταῖς σχέσεσι τοῦ σώματος περιείχετο. ταῖς μὲν γὰρ ξηραῖς αἱ ἰσχνότητες, ταῖς δ' ὑγραῖς αἱ παχύτητες οἰκεῖαι. δέδεικται δὲ ταῦτα ἐν τοῖς περὶ κράσεων, ὥσπέρ γε καὶ ὅτι σκληρότης μὲν τοῦ σώματος ταῖς ξηραῖς κράσεσιν, μαλακότης δὲ ταῖς ὑγραῖς ἕπεται. καὶ διὰ τοῦτο καὶ ὁ σφυγμὸς ταῖς μὲν σκληρὸς, ταῖς δὲ μαλακός.
Ἑξῆς δ' ἂν εἴη λέγειν τὰς ἄλλας τροπὰς τὰς [144] ἐπὶ τοῖς οὐ φύσει γινομένας αἰτίοις. γυμνάσια κατ' ἀρχὰς μὲν καὶ μέχρι τοῦ μετρίου σφοδροὺς καὶ μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς τοὺς σφυγμοὺς ἐργάζεται, πολλὰ δὲ καὶ ὑπὲρ τὴν δύναμιν τοῦ πονοῦντος μικροὺς καὶ ἀμυδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς ἐσχάτως, ὑπερβαλλόντως δ' ἄμετρα καὶ ὥστε μόγις ἔτι κινεῖσθαι δύνασθαι, καὶ διὰ μακρῶν ἀναπαύσεων ἢ μηδόλως, ἀλλ' ἱκανῶς ἐκλελύσθαι, πάνυ μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, εἰ δὲ εἰς διάλυσιν τῆς δυνάμεως καταστρέφοι, τοὺς ἐκείνης ἰδίους. εἰρήσεται δὲ μικρὸν ὕστερον ὁποίους διαλυομένη δύναμις ἐργάσεται σφυγμούς.
Αὕτη μὲν ἡ ῥῆσις ἡ ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένη. προσκείσεται δὲ νῦν καὶ ἡ αἰτία. ἐν τοῖς γυμνασίοις ἡ μὲν δύναμις ἅπαντι χρῆται τῷ τόνῳ καὶ διὰ τοῦτο οἱ σφυγμοὶ σφοδροὶ γίνονται· τὰ δὲ τῆς χρείας αὐξάνεται καὶ διὰ τοῦτο καὶ μεγάλοι καὶ ταχεῖς. καὶ ἐπειδὴ διχῶς αὐξάνεται, τῇ τε τοῦ πνεύματος δαπάνῃ καὶ τῇ τῆς θερμασίας αὐξήσει, διὰ τοῦτο καὶ πυκνοὶ γίνονται, μὴ πληρουμένης αὐτάρκως τῆς [145] χρείας πρὸς τοῦ μεγέθους τε καὶ τοῦ τάχους αὐτῶν. τὰ δ' ὑπὲρ τὴν δύναμιν τοῦ γυμναζομένου μικροὺς μὲν καὶ ἀμυδροὺς διὰ τὴν ταύτης ἀῤῥωστίαν, πυκνοὺς μὲν ἔτι διὰ τὴν τῆς χρείας ἔπειξιν, οὐ μὴν ταχίστους διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, ἀλλ' ἀντὶ τούτων πυκνοτάτους, καὶ παρ' ὅσον ἡ ἐνέργεια πάμπολυ τῆς χρείας ἀπολείπεται. ὅταν δ' ἐπὶ τοσοῦτόν τις ἀναγκάζηται πονεῖν ὥστε μὴ μόνον ὑπὲρ τὴν δύναμιν εἶναι τοὺς πόνους, ἀλλὰ καὶ συνεχῶν τῶν μεταξὺ διαναπαύσεων δεῖσθαι, καταψύχεται μὲν ἐν τῷ τοιούτῳ τὸ σύμπαν σῶμα, οἱ σφυγμοὶ δὲ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ἀμυδροὶ καὶ μικροὶ, διὰ δὲ τὴν ψύξιν οὔτ' ὠκεῖς οὔτε πυκνοί. πρόδηλος γὰρ ὁ λογισμὸς τῷ μεμνημένῳ τῶν πρώτων.
Λουτρὰ θερμὰ μὲν μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ σφοδροὺς, ἔστ' ἂν ᾖ σύμμετρα· τὰ δ' ἄμετρα μικρούς τε καὶ ἀμυδροὺς, ὠκεῖς δ' ἔτι καὶ πυκνούς. εἰ δ' ἐν τούτῳ παύσαιτο, μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιούς.
[146] Ἐν τοῖς βαλανείοις, ὅταν γε κατὰ καιρὸν παραλαμβάνηται, πάντως τις ὠφέλεια γίνεται τῷ σώματι. ἤτοι γὰρ κεκμηκότες, ἢ τεθερμασμένοι, ἢ ἐψυγμένοι, ἢ ἐξηρασμένοι, ἢ ἄσης τινὸς ἢ ἀνωμάλου κράσεως αἰσθανόμενοι, ἢ κενώσεως χρῄζοντες, εἰς ταῦτα παραγινόμεθα. ἀλλ' ἐν τοῖς εἰρημένοις ἅπασι καιροῖς εἰς εὐκρασίαν μὲν ἐπανέρχεται τὸ σῶμα, βελτίων δ' ἡ δύναμις γίνεται, πρόσκαιρος δέ τις αὐξάνεται θερμασία, καί τι διαφορεῖται πνεύματος ἅμα τοῖς ἱδρῶσι. ὥστ' εὐλόγως τά γε σύμμετρα λουτρὰ τὰ θερμὰ τοιαύτην τροπὴν ἐργάζεται σφυγμῶν, οἵαν ἀπεδείξαμεν γίνεσθαι τῆς τε δυνάμεως ὠφελουμένης καὶ τῆς χρείας αὐξανομένης. τὰ δ' ἄμετρα πρόδηλον ὡς τὴν μὲν δύναμιν ἐκλύει, τὴν χρείαν δ' ἀμέτρως ἐπαύξει, καὶ διὰ τοῦτο πυκνοτάτους ἐργάζεται, ταχεῖς δ' ὁμοίως τοῖς πρόσθεν, ὅταν γε μὴ εἰς ἔσχατον ἥκῃ καταπτώσεως ἡ δύναμις. οὕτω γὰρ ἂν οἱ μυρμηκίζοντες καλούμενοι γένοιντο. εἰ δ' ἀμέτροις βαλανείοις χρησάμενοι παύσαιντο καὶ μηκέτι λούοιντο, δῆλον ὅτι καὶ ἡ ἕξις κατέψυκται καὶ ἡ δύναμις καταλέλυται. [147] ὥστε καὶ ἡ τροπὴ τῶν σφυγμῶν τοιαύτη γένοιτ' ἂν οἵαν ἐδείξαμεν ἐν τῷ πρώτῳ λόγῳ δυνάμεως ἀῤῥωστίᾳ καὶ χρείας ἀκολουθεῖν ἐκλύσει. τοῦτο γὰρ ἐν τῷ παρόντι μόνον ἀρκέσει, τὸ δεικνύναι, πῶς ἐξ ἑκάστου τῶν προηγουμένων τε καὶ προκαταρχόντων αἰτίων εἰς τὰ πρῶτα καὶ κυριώτατα καὶ συνεκτικὰ κληθέντα διικνεῖται ἡ τροπή. τὸ δ' ὅπως ἐπ' ἐκείνοις ἀνάγκη τοὺς σφυγμοὺς ἀλλοιωθῆναι διὰ τοῦ πρώτου δεδήλωται λόγου.
Ψυχρὰ δὲ λουτρὰ παραχρῆμα μὲν μικροὺς καὶ ἀμυδροτέρους καὶ βραδεῖς καὶ ἀραιοὺς, εἰς ὕστερον δὲ οἷον ἄν τι καὶ τύχῃ ἐργασάμενα. πάντως γὰρ ἢ ναρκώσει, ἢ ῥώσει. ναρκώσαντα μὲν οὖν καὶ καταψύξαντα μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, ἐκθερμήναντα δὲ καὶ ῥώσαντα μεγάλους μὲν καὶ σφοδροὺς, τάχει δὲ καὶ πυκνότητι συμμέτρους.
Τὰ ψυχρὰ λουτρὰ παραυτίκα μὲν ἐμψύχει πάντως, εἰς ὕστερον δὲ ἤτοι ῥώννυσιν ἢ καταλύει τὴν δύναμιν μετὰ καταψύξεως. τοῦτο γάρ ἐστι τὸ ναρκᾷν. ὥστε καὶ αἱ τροπαὶ [148] τῶν σφυγμῶν ἀνάλογον ταῖς εἰρημέναις αἰτίαις. ὅπερ δ' οὐχ οἷόν τ' ἦν προσδιορίσαι τοῖς εἰσαγομένοις, νῦν εἰρήσεται. ἡ ἔσω κίνησις τῶν ἀρτηριῶν ἐπὶ ταῖς ψυχρολουσίαις πλεονεκτεῖ τῆς ἔξω, ὡς ἂν καὶ τοῦ θερμοῦ ταύτῃ μᾶλλον ἐν τῷ παραυτίκα κινουμένου. καὶ εἰ δυνατὸν ἦν ἔσωθεν ἅψασθαι τῶν ἀρτηριῶν, πάντα τὰ τέως ἐν ταῖς διαστολαῖς φαινόμενα νῦν ἀνεφάνη κατὰ τὰς συστολὰς, τὸ μέγεθος, τὸ τάχος, ἡ σφοδρότης. ἐπεὶ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῶν ἐν ταῖς διαστολαῖς φαινομένων τοὺς σφυγμοὺς ὅλους οὕτως ὀνομάζομεν· μικροὺς μὲν, ὅτι πολὺ μείων ἡ ἐν τοῖς τοιούτοις καιροῖς διαστολὴ τῆς ἔμπροσθεν· οὕτω δὲ καὶ βραδεῖς, ὅτι καὶ ἡ κίνησις ἐκλέλυται σαφῶς. ἀλλὰ καὶ ἀραιοὺς, ὅτι καὶ οἱ ἄλλοι πάντες, ἐφ' ὧν ἡ ἔσω πλεονεκτεῖ κίνησις, ἐφαίνοντο τοιοῦτοι τοῖς τῆς συστολῆς οὐκ αἰσθανομένοις. καὶ ἡ αἰτία πρόσθεν εἴρηται. ἀμυδροὺς δὲ οὐχ ἁπλῶς εἴπομεν, ἀλλ' ἀμυδροτέρους ἐγράψαμεν, ἐνδεικνύμενοι διὰ τῆς λέξεως τὴν βραχύτητα τῆς εἰς τοῦτο μεταβολῆς.
Σιτία πολλὰ μὲν, ὥστε βαρῦναι τὴν [149] δύναμιν, ἀνωμάλους τε καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἐργάζεται. Ἀρχιγένης δέ φησιν, ὠκυτέρους πλέον ἢ πυκνοτέρους. τὰ δὲ σύμμετρα μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ σφοδρούς. τὰ δ' ἐλάττω ἢ ὡς τρέφειν αὐτάρκως οὐχ ὁμοίως τοῖς συμμέτροις, ἀλλ' ἐλάττονά τε τὴν τροπὴν ἐργάζεται καὶ μέχρι χρόνου βραχέος.
Καθ' ἕκαστον κεφάλαιον τῶν ἐν τῷδε τῷ γράμματι προβαλλομένων ἐνὸν ἡμῖν πρῶτον μὲν τὰ τοῖς ἄλλοις ὑπὲρ αὐτῶν δόξαντα λέγειν, ἔπειθ' ὡς οὐκ ὀρθῶς ὑπέλαβον ἀντιλέγειν, οὐ ποιοῦμεν οὕτως, ἀλλ' εὐθὺς ἐπ' αὐτὸ τὸ δόκιμόν τε καὶ ἀληθὲς ἐρχόμεθα, τὸ μέγεθος τῆς πραγματείας ὡς ἔνι μάλιστα ἐπιτέμνειν σπεύδοντες. ὅπου γὰρ καὶ νῦν αὕτη καθ' ἑαυτήν ἐστι μακρὰ, τί χρὴ νομίζειν, εἰ καὶ τὰς τῶν ἔμπροσθεν δόξας προσέλαβεν μετὰ τῆς δεούσης ἀντιλογίας; ἆρ' οὐκ εἰς ἀπέραντόν τι μῆκος ἐκταθήσεται; ὅτῳ μέντοι καὶ σχολῆς τῆς πρὸς τὰ μαθήματα καιρὸς καὶ προθυμία τὰς δόξας τῶν ἰατρῶν ἁπάσας ἀναλέγεσθαι, τούτῳ σαφῶς οἶδα τήνδε τὴν πραγματείαν ἐπιβάθραν τινὰ ἐσομένην εἰς τὸ καὶ καθ' ἑαυτὸν ἐξευρεῖν ὅπῃ μὲν ἀληθεύουσιν, ὅπῃ δὲ καὶ σφάλλονται.
[150] καὶ μέντοι καὶ ἡμῖν αὐτοῖς ἑτέρωθι γέγραπται πολλὰ τοῖς οὕτω προειρημένοις συντελέσοντα. περί γέ τοι τοῦ νῦν προκειμένου σκέμματος, ἐν οἷς ὑπὲρ τῆς Ἐρασιστράτου περὶ τοὺς σφυγμοὺς τέχνης ἐσκοπούμεθα, σαφῶς οἶμαι δεδεῖχθαι τὸ μοχθηρὸν τῆς δόξης. ἀλλὰ καὶ ὅσα διαφερόμεθα πρὸς τοὺς ἄριστα δοκοῦντας ἐγνωκέναι τὰ κατὰ τοὺς σφυγμοὺς, καὶ ταῦτά μοι δοκεῖ συνετὸς ἀνὴρ ἐκ τῶν ἐνθάδε γεγραμμένων ὁρμώμενος οὐ χαλεπῶς διαιτήσειν. εὑρήσει γὰρ αὐτῶν τὰ πλεῖστα τὰ μὲν ἐν τῇ λέξει μόνῃ, τὰ δ' ἐν τῷ τῶν διορισμῶν ἀκριβεῖ συνιστάμενα, καθάπερ καὶ ταυτὶ τὰ νῦν προκείμενα· γράφοντος γὰρ Ἀρχιγένους οὕτω περὶ τῆς βαρυνούσης τὴν δύναμιν τροφῆς· ἡ δὲ τῷ θλίβειν ἀμυδροτέρους καὶ μικροτέρους, ταχυτέρους τε πλέον ἢ πυκνοτέρους. ἡμεῖς οὐχ οὕτως, ἀλλὰ πῶς ἐγράψαμεν; σιτία πολλὰ μὲν, ὥστε βαρῦναι τὴν δύναμιν, ἀνωμάλους τε καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἐργάζεται. καὶ ὅτῳ μέλει τῶν ἔργων τῆς τέχνης, οὐκ ἐπὶ τῶν σιτίων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπασῶν διαθέσεων ἐν αἷς ἡ δύναμις βαρύνεται τοὺς σφυγμοὺς ἀνωμάλους [151] εὑρήσει. καὶ τοῦτό γ' ἐστὶν αὐτὸ τὸ διορίζον τὴν ἄῤῥωστον δύναμιν τῆς βαρυνομένης. εὐθὺς δ' αὐτῷ συνεμφαίνεται καὶ τὸ ποσὸν τῆς βλάβης. εἰ μὲν γὰρ ἐν πολλοῖς τοῖς μεγάλοις τε καὶ σφοδροῖς ὀλίγοι τινὲς εὑρίσκοιντο μικροὶ καὶ ἀμυδροὶ, βραχεῖα ἡ βλάβη τῆς δυνάμεως· εἰ δ' ἔμπαλιν ὀλίγοι μὲν οἱ μεγάλοι καὶ σφοδροὶ, πολλοὶ δ' οἱ μικροὶ καὶ ἀμυδροὶ γίνοιντο, μεγάλως ἐπὶ τῶν τοιούτων διαθέσεων ἡ δύναμις κάμνει βαρυνομένη. μικροὶ δὲ καὶ ἀμυδροὶ σφυγμοὶ διαπαντὸς γίνονται μηδενὸς αὐτοῖς τῶν ἐναντίων παρεμπίπτοντος, οὐκ ἐν ταῖς βαρυνομέναις, ἀλλ' ἐν ταῖς διαλυομέναις δυνάμεσιν. ἔστ' ἂν δὲ κατὰ μὲν τὴν ἰδίαν οὐσίαν εὐρωστῶσι, βαρύνωνται δ' ὑπό του καὶ θλίβωνται, πάντως παρεμπίπτουσιν οἱ σφοδροὶ καὶ ἀμυδροὶ σφυγμοὶ, κᾂν ἐν ἐσχάτῳ βλάβης ὑπάρχωσιν. ὀλιγώρως οὖν ὁ Ἀρχιγένης ἀμυδροτέρους τε καὶ μικροτέρους γράφει γίνεσθαι τοὺς ἐπὶ ταῖς βαρυνομέναις ὑπὸ τῶν σιτίων δυνάμεσι σφυγμούς. καταλυομένης γὰρ οὗτοι καὶ οὐ θλιβομένης δυνάμεώς εἰσι γνωρίσματα. ὥσπερ δ' ἐν ταῖς κατὰ μέγεθός τε καὶ σφοδρότητα διαφοραῖς ἀνώμαλοι τυγχάνουσιν ὄντες, οὕτω κᾀν ταῖς κατὰ πυκνότητα καὶ τάχος. [152] οὐκ οὖν οὐδὲ τοῦτ' ἔχω συμβαλεῖν ὅπως ἔγραψεν ὁ Ἀρχιγένης, θάττονας αὐτοὺς πλέον ἢ πυκνοτέρους ὑπάρχειν, εἰ μὴ ἄρα τοῦτο βούλεται δηλοῦν, ὡς ἀνωμάλων ὄντων αὐτῶν ὅμως πλείους εἰσὶν οἱ ταχεῖς τῶν βραδέων ἢ οἱ πυκνοὶ τῶν ἀραιῶν. καίτοι οὐδὲ τοῦτο ἀληθές ἐστιν ἁπλῶς οὕτω καὶ ἀδιορίστως λεγόμενον. ἀλλ' αἱ μὲν ἐλάττους βλάβαι ταχεῖς μᾶλλον ἢ πυκνοὺς, αἱ δὲ μείζους ἔμπαλιν ἐπὶ πλέον πυκνοὺς ἢ ταχεῖς ἀπεργάζονται τοὺς σφυγμούς. ἡ δ' αἰτία πρόδηλος ἐκ τῶν ἐν τῷ πρώτῳ βιβλίῳ δεδειγμένων, εἴ γε τάχος μὲν οἰκεῖον εὐρώστου δυνάμεως, πυκνότης δ' ἀῤῥώστου. καὶ τῶν ἄλλων δὲ τῶν ἐφεξῆς εἰρημένων ὁ τῆς αἰτίας λογισμὸς πρόδηλος, εἴ τις τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων εἴη μεμνημένος.
Οἶνος τὰ μὲν ἄλλα παραπλησίως σιτίοις τρέπει τοὺς σφυγμοὺς, διαφέρει δὲ τῷ τε παραχρῆμα τὴν τροπὴν ἐργάζεσθαι καὶ τῷ πρότερον παύεσθαι τὴν ἀπ' οἴνου τῆς ἀπὸ σιτίων, καὶ τῷ τὸ τάχος πλέον αὔξειν καὶ τὸ μέγεθος ἤπερ τὴν σφοδρότητα καὶ πυκνότητα. σχεδὸν γὰρ [153] ὅσῳ σφοδροτέραν τε καὶ διαρκεστέραν ἰσχὺν ἡ σύμμετρος τροφὴ παρέχει, τοσούτῳ καὶ τὸ μέγεθος ὁ οἶνος ἐξαίρει.
Καὶ οὗτος ὁ λόγος αὐτὸς αὑτὸν ἐξηγεῖται, τὰ πρὸς ἁπάντων εἰρημένα τῶν ἰατρῶν ὑπὲρ οἴνου δυνάμεως ἀναμιμνήσκων ἡμᾶς. ἔστι γὰρ ἡ ἀπ' αὐτοῦ πρόσθεσις ταχεῖα, διότι καὶ ὑγρὸς καὶ θερμός. ὅσοι γὰρ ταχείης, φησὶ, προσθέσιος δέονται, ὑγρὸν ἴημα. ὅταν οὖν καὶ ποδηγῆται πρὸς τῆς θερμότητος ἡ ὑγρότης, ἔτι δὴ καὶ μᾶλλον. ἀλλὰ καὶ τῶν ἀθρόως καὶ ταχέως τρεφόντων ταχεῖα καὶ ἡ διαχώρησις γίνεται. διὰ τοῦτο οὖν ὥσπερ ταχεῖα, οὕτω καὶ βραχυχρόνιος ἡ ἀπὸ τοῦ οἴνου προσθήκη τοῖς σώμασιν. εὐδιάπνευστος γάρ. ὅτι δὲ διὰ μὲν τὸ τρέφειν ὁμοίως τοῖς σιτίοις ἀλλοιώσει τοὺς σφυγμοὺς, διὰ δὲ τὸ θερμαίνειν μᾶλλον ἢ ἐκεῖνα μέγεθός τε καὶ τάχος ἐπιφανέστερον αὐτοῖς προσθήσει, τοῖς μεμνημένοις τῶν ἐν τοῖς πρώτοις ὑποδείγμασι λελεγμένων ἄντικρυς δῆλον. τῶν δ' ἑξῆς λεγομένων διὰ τῆς εἰσαγωγῆς οὐδενὸς ἄδηλος ἡ αἰτία τῷ μεμνημένῳ τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων. [154] ὑπερβάντες οὖν αὐτῶν τὰ πολλὰ, μόνον τῶν ἀσαφεστέρας ἐχόντων αἰτίας μνημονεύσωμεν, ὧν ἓν καὶ τόδε ἐστίν. τί δή ποτε χολέραις μὲν καὶ ῥεύμασιν ἰσχυροῖς κοιλίας καὶ τῷ καλουμένῳ γυναικείῳ ῥῷ καὶ πᾶσι τοῖς ἐκ τοῦ κενοῦν τὸ σῶμα καταλύουσι τὴν δύναμιν οἱ σκωληκίζοντες ἕπονται σφυγμοὶ, ταῖς δ' ὑπὸ κακοήθους πυρετοῦ καταλυομέναις δυνάμεσιν οἱ μυρμηκίζοντες ἕπονται; ἢ ὅτι βραδὺν εἶναι δεῖ καὶ ἀραιὸν τὸν σφυγμὸν πάντως, ἵν' ᾖ σκωληκίζων, οὔτε γὰρ οἷόν τε τὸ πρότερον τῆς ἀρτηρίας μόριον πρότερον φαίνεσθαι κινούμενον οὔθ' οἷον περιγραφάς τινας γίνεσθαι πολλὰς ἐν μιᾷ διαστολῇ, μὴ οὐ βραδείας τε ἅμα καὶ ἀραιᾶς οὔσης τῆς κινήσεως. ἐν δὲ τοῖς ὀξέσι πυρετοῖς, ἐξ ἀνάγκης γὰρ οἱ κακοήθεις ὀξεῖς, οὐκ ἀνέχεται τὸ πλῆθος τῆς θερμασίας οὔτε βραδὺν ἐσχάτως οὔθ' ὅλως ἀραιὸν γίνεσθαι τὸν σφυγμόν. ἀλλὰ βραδὺς μέν ἐστιν, ἢ πάντως γε οὐ ταχὺς ὁ ἐν ταῖς καταλυομέναις δυνάμεσι, κᾄν τινες ἁμαρτάνωσιν περὶ τὴν διάγνωσιν αὐτοῦ, οὐ μὴν ἐσχάτως γε βραδὺς, ἀραιὸς δ' οὐδ' ὅλως, ἀλλ' ἀεὶ πυκνὸς, καὶ ὅταν τὰ τῆς θερμασίας [155] ἐπείγῃ, πάνυ σφόδρα πυκνός. καιρὸς εἶναί μοι δοκεῖ καὶ τουτονὶ τὸν τρίτον λόγον ἐνταυθοῖ καταπαύσειν. ἐν δὲ τῷ τετάρτῳ τὰ λείποντα προσθήσομεν, ἀπὸ τῶν ψυχικῶν παθῶν ἀρξάμενοι.
[156] Τῶν ἀλλοιούντων τοὺς σφυγμοὺς αἰτίων ὅσα μὲν δι' ἑαυτὰ τὴν τροπὴν ἐργάζεται συνέχοντα τὴν γένεσιν αὐτῶν, καὶ διὰ τοῦτο συνεκτικὰ κεκλημένα, διὰ τῶν προτέρων δυοῖν ὑπομνημάτων ἐγράψαμεν· ὅσα δὲ ἐκείνων προηγεῖται, τὰ μὲν ἐν αὐτοῖς τῶν ζώων τοῖς σώμασιν ὑπάρχοντα, τὰ δ' ἔξωθεν προσπίπτοντα, ταῦτα ἐν τοῖς ἐχομένοις δύο προθέμενοι διελθεῖν, ἐπειδὴ καὶ διὰ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου περὶ τῶν σφυγμῶν ἐφθάσαμεν εἰρη[157]κέναι περὶ αὐτῶν ἐν κεφαλαίοις τε καὶ χωρὶς ἀποδείξεως, ἄμεινον ἐκρίναμεν εἶναι καὶ νῦν αὐτῶν μνημονεύοντες αὐτοῖς ὀνόμασιν ἅμα μὲν ἐπιδιορίζειν ἀκριβέστερον, ἅμα δὲ καὶ τὰς αἰτίας ἀποδοῦναι. διὰ μὲν οὖν τοῦ τρίτου γράμματος τὸν περὶ τῶν ἡλικιῶν τε καὶ χωρῶν καὶ ὡρῶν καὶ φύσεων καὶ προσέτι τῶν καλουμένων ἐπιτηδευμάτων, ἐδεσμάτων τε καὶ πομάτων ἐποιησάμεθα λόγον· ἐν δὲ τούτῳ τῷ τετάρτῳ τε καὶ ὑστάτῳ τῆς προκειμένης πραγματείας ὄντι περὶ τῶν παρὰ φύσιν αἰτίων ὁ λόγος ἡμῖν ἔσται, τὴν ἀρχὴν μὲν ἀπὸ τῶν ψυχικῶν παθῶν ποιησαμένοις, ἐφεξῆς δὲ καὶ περὶ τῶν σωματικῶν διελθοῦσι. προσγράψομεν δὲ κᾀνταῦθα καθ' ἕκαστον κεφάλαιον τὰς ῥήσεις ἐκ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου βιβλίου.
Θυμοῦ μὲν ὑψηλός ἐστιν ὁ σφυγμὸς καὶ μέγας καὶ σφοδρὸς καὶ ταχὺς καὶ πυκνός.
Καὶ τὰ περὶ θυμοῦ λεγόμενα δῆλα τῷ μεμνημένῳ τῶν ἔμπροσθεν. ὑπὲρ οὗ δὲ οὐδέπω πρότερον ἀπεφηνάμεθα, νῦν μὲν ἀναγκαῖον ἤδη προσθεῖναι, πότερον φαίνεται μόνον σφοδρότερος ὁ τῶν θυμουμένων σφυγμὸς, ἢ ὄντως τοιοῦτος γίνεται. κατελίπομεν γὰρ αὐτὸ, [158] καίτοι διελθόντες ἐπὶ πλέον ἐν τῷ πρώτῳ λόγῳ, σχεδὸν ἄκριτον. οὐδὲ γὰρ οὕτως ἄν τις ἐπείσθη τότε, λεγόντων ἡμῶν ὅτι μὴ φαίνεται μόνον, ἀλλὰ καὶ γίνεται σφοδρότερος, ὡς νῦν προσθήσεται, προακηκοὼς ἐν τῷ μεταξὺ λόγῳ πολλὰ συντελοῦντα πρὸς τὴν πίστιν καὶ μάλιστα τὰ περὶ τῶν ἀνωμαλιῶν εἰρημένα. φαίνεται γὰρ ἐναργῶς ἐναλλὰξ ἐν ταύταις ὁ σφυγμὸς ἀμυδρὸς καὶ σφοδρὸς γινόμενος, οὐ δήπου τῆς δυνάμεως οὕτω ταχέως εἰς ἀῤῥωστίαν τε καὶ ῥώμην μεταπιπτούσης, ἀλλὰ διαμαχομένης μὲν τοῖς λυποῦσιν αἰτίοις, οὐκ ἀεὶ δ' αὐτῶν κρατούσης. ἐναργέστατα δ' ἐπὶ τῶν ἀγαθῶν κρίσεων οἱ σφυγμοὶ γίνονται σφοδροὶ, ἐπεγειρούσης τηνικαῦθ' ἑαυτὴν τῆς δυνάμεως ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα. φαίνεται δὲ τοῦτο κᾀπὶ τῆς ψυχικῆς δυνάμεως γινόμενον, οὐ μόνης τῆς ζωτικῆς. ἐκλελυμένοι γοῦν τινες ἐσχάτως ἢ διὰ γῆρας, ἢ διὰ νόσον, ἢ διά τινα προηγησάμενον κάματον, εἶτ' ἐξαίφνης θεασάμενοι λῃστῶν ἔφοδον, ἢ πολεμίων, ἢ θηρίου τινὸς, ἔδραμον ὠκέως ἀποφεύγοντες τὸ δεινὸν οὐδὲν ἧττον τῶν ἰσχυρῶν. οὕτω δὲ καὶ διὰ σεισμὸν τινὲς ἐκπηδήσαντες [159] τῶν οἰκιῶν, ἢ δι' ἐμπρησμὸν, ὠκύτατα διαθέουσιν, ἔμπροσθεν μόλις ὑπὸ τῆς ἀῤῥωστίας προβαίνοντες. ἐν ἅπασιν οὖν τοῖς τοιούτοις δῆλόν ἐστιν ὡς αἱ διοικοῦσαι τὸ ζῶον δυνάμεις ἀνάγκης τινὸς καταλαβούσης σφοδρότερον ἐνεργοῦσι, καὶ οὐ χρὴ θαυμάζειν οὐδ' εἰ ἐν τοῖς θυμοῖς τοῦτο γίνεται. καὶ γὰρ φαίνεται καὶ λόγον ἔχειν, ὥσπερ οὖν καὶ γυμναζομένων καὶ ὁπωσοῦν ἀνδριζομένων οὐκ εἰς μέγεθος μόνον, ἀλλὰ καὶ εἰς σφοδρότητα τοὺς σφυγμοὺς ἰδεῖν ἔστιν τρεπομένους.
Ἡδονῆς δὲ μέγας καὶ ἀραιὸς καὶ βραδὺς, οὐ μὴν σφοδρότητί γε διάφορος.
Διαχεῖται γὰρ τὸ θερμὸν τοῖς ἡδομένοις εἰς ἅπαν τὸ σῶμα καὶ ἡ ἐκτὸς αὐτοῦ κρατεῖ κίνησις, ὥσπερ τοῖς λυπουμένοις ἡ ἐντός. εὐλόγως οὖν μείζων μὲν αὐτῶν ὁ σφυγμὸς γίνεται, σφοδρότερος δ' οὐκ ἔτι. οὔτε γὰρ ἐπίκτητός τις προσγίνεται διὰ τὸ πάθος οὔτ' ἰσχυροτέρας ἐνεργείας χρεία. δῆλον δ' ὡς ἐπὶ τῆς κατὰ τὸν ἴδιον λόγον τῆς συμμέτρου ἀλλοιούσης τοὺς σφυγμοὺς ἡδονῆς εἴρηται ταῦτα. πολλάκις γὰρ κατὰ συμβεβηκὸς καὶ οἱ ἐναντίοι γίνονται σφυγμοὶ, τῆς [160] ἡδονῆς ἀμέτρου γινομένης, καὶ διὰ τοῦτο καταλυούσης τὴν δύναμιν. ἀλλὰ τότε γε οἱ ἐπὶ καταλύσεως δυνάμεως γίνονται σφυγμοί. προείρηται γὰρ ὡς τὰ σφοδρότερα τῶν παθῶν καθ' ἑαυτὰ τὴν ὅλην τῶν σφυγμῶν ἀλλοίωσιν ἐργάζεται.
Λύπης δὲ μικρὸς καὶ ἀμυδρὸς καὶ βραδὺς καὶ ἀραιός.
Καὶ ἡ λύπη μετά τε καταψύξεως γίνεται καὶ τῆς ἔσω τοῦ θερμοῦ κινήσεως. εὐλόγως οὖν ἐπ' αὐτῆς οἱ ἐναντίοι σφυγμοὶ τοῖς προειρημένοις ἕπεσθαι ταῖς ἡδοναῖς ἀποτελοῦνται.
Φόβου δὲ τοῦ μὲν ὑπογυίου καὶ σφοδροῦ ταχὺς καὶ κλονώδης καὶ ἄτακτος καὶ ἀνώμαλος, τοῦ δὲ ἤδη κεχρονισμένου οἷος ὁ τῆς λύπης.
Ὁ φόβος ἐν μὲν τῷ παραυτίκα πολλοῖς ταραχὴν τῆς διανοίας ἐργαζόμενος εὐλόγως εἰς ἀνωμαλίαν τρέπει τοὺς σφυγμούς. εἴρηται γὰρ ἔμπροσθεν ὑπὲρ τούτου. ἐν δὲ τῷ χρόνῳ τοῖς τῆς λύπης ἐξομοιοῖ, οὐδὲ γὰρ οὐδ' ἄλλό τι λύπης γίνεται χρονίζων φόβος. ἅπασι δὲ τούτοις χρονίζουσιν, ἢ σφοδροῖς [161] ἄγαν γενομένοις οἷοι διαλυομένης τῆς δυνάμεως ἕπονται σφυγμοί. καὶ γὰρ καὶ λύει τὴν δύναμιν ἅπαντα ταῦτα, συντόμως μὲν ὅσα ἰσχυρὰ, χρονίως δὲ τἀναντία. τοῦτο δὲ καὶ μικρῷ πρόσθεν ἐκ τῶν ἐπὶ ταῖς ἡδοναῖς λεχθέντων ἐδηλοῦτο. καὶ νῦν προσγέγραπται διά τε τὸ κατὰ τὴν εἰσαγωγὴν ἐφεξῆς ἐκείνων εἰρῆσθαι καὶ διὰ τὸ περὶ τῶν ὁμοίων ἁπάντων ἀποφήνασθαι καθόλου προσήκειν. ἐξηγήσεως δὲ περισσοτέρας οὐ δεῖται τὰ λεγόμενα, ἀλλ' ἐπὶ τὰ συνεχῆ μεταβαίνωμεν ἤδη.
Ἄλγημα δὲ τὸ τρέπον τοὺς σφυγμούς· τρέπει δὲ τὸ ἰσχυρὸν, ἢ ἐν κυρίοις μορίοις, ὡς καὶ ἡ φλεγμονή· μικρὸν μὲν ὂν ἔτι καὶ ἀρχόμενον μείζονα καὶ σφοδρότερον καὶ ὠκύτερον καὶ πυκνότερον τὸν σφυγμὸν ἐργάζεται, αὐξηθὲν δὲ καὶ ἰσχυρὸν πάνυ γενόμενον, ὡς ἀδικεῖν ἤδη τὸν ζωτικὸν τόνον, μικρότερον καὶ ταχὺν καὶ πυκνόν. καὶ ὅσῳ ἂν ἐγχρονίζῃ μᾶλλον, ἢ σφοδρότερος γίνηται, τῶν εἰρημένων ἕκαστον ἐπιτείνει. τὸ δὲ ἤδη διαλῦον τὴν δύναμιν καὶ [162] εἰς ἀμυδρότητα καὶ μικρότητα καὶ τάχους ψευδῆ φαντασίαν καὶ ὑπερβάλλουσαν πυκνότητα τὴν τροπὴν ἐργάζεται.
Ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων τῶν λυπούντων, οὕτω καὶ τῶν ἀλγημάτων ἡ δύναμις ἐπεγείρειν πέφυκεν ἑαυτὴν καὶ διαμάχεσθαι καὶ διωθεῖσθαι πᾶν τὸ διοχλοῦν, ὅθεν εὐλόγως εἰς μέγεθος καὶ τάχος καὶ σφοδρότητα τρέπει τοὺς σφυγμούς. εἰ μέντοι μηδὲν ἀνύσειεν, ἐν τῷδε δῆλον ὡς ἐκ περιττοῦ κάματος αὐτῇ καὶ κατάλυσις τοῦ τόνου γίνεται, καὶ οὕτως εἰς ἀμυδρότητα μεταπίπτουσιν αἱ κινήσεις, ἡττηθείσης πρὸς τῶν λυπούντων τῆς δυνάμεως. διὰ τί δὲ τάχους ψευδῆ φαντασίαν εἴπομεν, ἐν τῷ τρίτῳ περὶ τῆς διαγνώσεως εἴρηται. καὶ μέντοι καὶ διὰ τί τοῖς μικροῖς σχεδὸν ἅπασι σφυγμοῖς ἔζευκται πυκνότης, ἐν τῷ πρώτῳ λόγῳ τῶνδε τῶν ὑπομνημάτων ἀποδέδεικται.
Φλεγμονῆς σφυγμὸς ὁ μὲν κοινὸς ἁπάσης οἷον ἐμπρίων ἐστὶν, ὡς δοκεῖν τὸ μέν τι διεστάλθαι τῆς ἀρτηρίας, τὸ δὲ μὴ, σκληροτέρας δηλονότι φαινομένης αὐτῆς. ἔχει δέ τι καὶ κλονῶδες σφυγμὸς οὗτος καὶ ταχὺς [163] μέν ἐστι καὶ πυκνὸς, οὐκ ἀεὶ δὲ μέγας. ὁ δὲ ἴδιος ἑκάστης ὁ μὲν τῆς ἀρχομένης μείζων τοῦ κατὰ φύσιν καὶ σφοδρότερος καὶ ὠκύτερος καὶ πυκνότερος, ὁ δ' αὐξανομένης ἔτι ταῦτά γε προσαυξάνει πάντα, καὶ σαφῶς τε ἤδη σκληρότερός ἐστι καὶ κλονωδέστερος· τῆς δ' ἀκμαζούσης σαφέστερος μὲν ἔτι καὶ σκληρότερος καὶ κλονωδέστερος, μικρότερος δὲ ἢ πρόσθεν, οὐ μὴν ἀμυδρότερός γε, πλὴν εἰ μὴ ὑπὲρ τὴν δύναμιν εἴη τὸ πάθος. ἀλλὰ καὶ πυκνότατος γίνεται καὶ ταχύς· εἰ δ' ἱκανῶς χρονίζοι καὶ ἤδη σκληρύνοιτο σκιῤῥωδῶς, πρὸς τοῖς εἰρημένοις ἰσχνότης σφυγμοῦ καὶ σκληρότης γίνεται. ταῦτ' ἐπὶ τῆς τὸν ἐν ὅλῳ τῷ ζώῳ σφυγμὸν τρεπούσης φλεγμονῆς, ἢ διὰ τὸ μέγεθος, ἢ διὰ τὸ κύριον τοῦ μέρους ἐν ᾧ συνέστη. τῆς δὲ μὴ συγκινούσης τὸ πᾶν ὅ γ' ἐν τῷ φλεγμαίνοντι μέρει σφυγμὸς οἷος εἴρηται. ἐπιτείνεται δὲ καὶ ἀνίεται τῶν εἰρημένων ἕκαστον ἢ παρὰ τὸ ποσὸν τῆς φλεγμονῆς, ἢ παρὰ τὴν αὐτοῦ τοῦ φλεγμαίνοντος ὀργάνου φύσιν. τὰ μὲν γὰρ νευρωδέστερα μέρη σκληροτέρους καὶ μᾶλλον ἐμπρίοντας καὶ μικροτέρους τοὺς σφυγμοὺς ἐργάζεται, τὰ δὲ φλεβωδέστερα καὶ ἀρτηριωδέστερα τοὺς ἐναντίους. [164] αὐτῶν δὲ τούτων μείζων ὁ ἐν τοῖς ἀρτηριώδεσι καὶ ῥᾳδίως ἀνώμαλος καὶ ἄτακτος γενόμενος. δῆλον οὖν ἤδη καὶ ὁ τῶν τὸ ἧπαρ φλεγμαινόντων σφυγμὸς, οἷος ἂν εἴη, καὶ ὁ τῶν τὸν σπλῆνα καὶ ὁ τῶν τοὺς νεφροὺς, ἢ τὴν κύστιν, ἢ τὸ κῶλον, ἢ τὴν γαστέρα καὶ πλευριτικῶν καὶ περιπνευμονικῶν καὶ πάντων ἁπλῶς εἰπεῖν ὧν τῇ τοῦ μέρους φλεγμονῇ πυρετὸς ἕπεται, πλὴν ὅσα διὰ τὴν τῶν συμπτωμάτων φύσιν, τῶν τε ἐξ ἀνάγκης ἑπομένων αὐτοῖς καὶ τῶν κατὰ τύχην συνδραμόντων, ὡς ἂν ἕκαστον τρέπειν δύνηται. καὶ τὸν σφυγμὸν ἐπὶ τοσοῦτον ἀλλοιοῦσθαι συμβήσεται, μικτῆς τροπῆς ἐν αὐτῷ γινομένης τῆς τε κατὰ τὸν λόγον τῆς φλεγμονῆς καὶ ἣν ἡ τοῦ τόπου φύσις, ἢ τοῦ παρόντος συμπτώματος ἐργάζεται. σπασθῆναι μὲν γὰρ τοῖς τὰς φρένας φλεγμαίνουσιν ἕτοιμον, πνιγῆναι δὲ τοῖς τὸν πνεύμονα, συγκοπῆναι δὲ τοῖς τὸ στόμα τῆς γαστρὸς, ἀτροφῆσαι δὲ τοῖς τὸ ἧπαρ, ἀπεπτῆσαι δὲ τοῖς τὴν κοιλίαν, ἐπισχεθῆναι δὲ τὰ οὖρα τοῖς τοὺς νεφρούς. καὶ τὰ μὲν αἰσθητικώτερα μέρη καὶ διὰ τὰς ὀδύνας τρέπει τοὺς σφυγμοὺς, τὰ δὲ ἀναισθητότερα κατὰ [165] τὴν διάθεσιν μόνην. ἐκ τούτων οὖν ἁπάντων πολυειδεῖς αἱ ἀλλοιώσεις γίνονται τῶν ἐπὶ ταῖς φλεγμοναῖς σφυγμῶν. καὶ ὡς χρὴ διορίζειν αὐτὰς εἴρηται μὲν ἐν ἑτέροις τελέως, εἴρηται δὲ καὶ νῦν εἰς ὅσον τοῖς εἰσαγομένοις χρήσιμον.
Καὶ ἡ μὲν ῥῆσις ἐκ τῆς εἰσαγωγῆς αὕτη, σαφῶς ἐκδιδάσκουσα τὴν ὑπὸ τῶν φλεγμονῶν γινομένην ἀλλοίωσιν ἐν τοῖς σφυγμοῖς. ὅπως δὲ τὰ πρῶτα καὶ συνέχοντα τὴν γένεσιν αὐτῶν αἴτια διατιθέμενα πρὸς τῆς φλεγμονῆς τὴν εἰρημένην τροπὴν ἐργάζεται, λέγειν ἂν ἑπόμενον εἴη, τὴν ἀρχὴν ἔνθεν ποιησαμένους. παντὶ τῷ φλεγμαίνοντι μορίῳ δύο ταῦτ' ἐξ ἀνάγκης συμβέβηκε, θερμότερον τοῦ κατὰ φύσιν ὑπάρχειν καὶ τετάσθαι. ταῦτ' οὖν ἄμφω παντὶ τῷ σώματι μεταδίδωσιν, ὅταν ἤτοι κύριον ὑπάρχῃ τὸ μέρος ἢ μεγάλην ἱκανῶς ἔχῃ τὴν φλεγμονήν. ἀλλ' ἡ μὲν καθ' ὅλον τὸ ζῶον πλεονεξία τῆς θερμασίας πυρετός ἐστιν, καὶ δῆλον ὡς τὴν χρείαν οὗτος ἀλλοιώσει τῶν σφυγμῶν· ἡ δ' ἐκ τοῦ φλεγμαίνοντος τάσις διαδίδοται καὶ εἰς τὰς ἀρτηρίας. διὰ ταύτην μὲν δὴ σκληρότερος ὁ σφυγμὸς ἔσται, καὶ μᾶλλόν γε σκληρότερος ἐπὶ τοῖς νευρώδεσι μορίοις, ὅτι καὶ τείνεται ταῦτα τῶν ἄλλων μᾶλλον [166] ἐν ταῖς φλεγμοναῖς, ὡς ἂν ἤδη φύσει τεταμένα, καὶ συντείνειν ἑαυτοῖς τὰ συνεχῆ μᾶλλον πέφυκεν, ὡς ἂν ἰσχυρότερα. ἡ δὲ τῆς θερμασίας πλεονεξία ταχὺν ἐνεδείκνυτο καὶ μείζονα κατὰ τὸν ἑαυτῆς λόγον ἐργαζομένη τὸν σφυγμόν. ἐπειδὰν δὲ ἐλλείπῃ τι τῇ χρείᾳ, τηνικαῦτα ἤδη καὶ πυκνόν. εὐλόγως οὖν σκληρότερος ἅπασι τοῖς ἐπὶ φλεγμονῇ πυρέττουσιν ὁ σφυγμὸς γίνεται καὶ προσέτι γε διὰ τὴν δυσκρασίαν τὴν ἐν ταῖς ἀρτηρίαις ἀνώμαλος κατὰ μίαν προσβολήν· καὶ δῆλον ὡς ἀμφοῖν συνελθόντων τὸ εἰρημένον ὑπό τινων εἶδος ἔσται τῷ σφυγμῷ, τὸ οἷον ἐμπρῖον τὴν ἁφήν. οὕτω γὰρ ἀνάγκη φαντασιοῦσθαι τὸν ἁπτόμενον ὀργάνου σκληροῦ, τὴν προσβολὴν ἀνώμαλον ἔχοντος. ἔστι δ', ὡς εἴρηται, θάττων ἐπιφανῶς, καὶ εἰ μὴ ἀντιβαίνοι γε ἡ σκληρότης, καὶ μείζων σαφῶς. εἰ δ' ἀντιβαίνοι κατά τι, τοσούτῳ προσλήψεται κλονώδους κινήσεως ὅσῳ ἀφῃρέθη τοῦ μεγέθους. ὅτι δ' ἐν τούτῳ καὶ πυκνότερον ἔσται τοσοῦτον ὅσον οὐχ ἱκανῶς ἐπλήρωσε τὴν χρείαν ἡ διαστολὴ, καὶ τοῦτο τῷ μεμνημένῳ τῶν ἐν τοῖς ἔμπροσθεν ἀποδεδειγμένων πρόδηλον· ὥσπέρ γε καὶ ὅτι τοῖς ἴσοις μεγέθεσι [167] τῶν φλεγμονῶν οὐκ ἴση τῶν σφυγμῶν ἀλλοίωσις ἕπεται, ἀλλ' ἐν μὲν τοῖς φλεβώδεσιν μέρεσιν αἱ φλεγμοναὶ μείζους ἐργάζονται σφυγμοὺς, ἐν δὲ τοῖς νευρώδεσιν ἐλάττους, ὥσπερ καὶ σκληροτέρους τε καὶ μᾶλλον ἐμπρίοντας. οὐδὲ γὰρ τούτων ἀσαφὲς οὐδὲν, εἰ μνημονεύοιμεν ὅτι μειζόνως τείνεσθαι τὰς ἀρτηρίας ἀναγκαῖον ὑπὸ τῶν νευρωδῶν μορίων φλεγμαινόντων. τὰ δ' ἀρτηριώδη μέρη δῆλον ὡς καὶ ταῦτα τό τε πλῆθος τῆς ἐν ταῖς ἀρτηρίαις θερμασίας, ὡς ἂν θερμοτέραις οὔσαις, ἐπὶ μᾶλλον παραυξήσει, καὶ διὰ τοῦτο μεγίστους ἀναγκάζει γίνεσθαι τοὺς σφυγμούς. καὶ εἴ τις ἀνωμαλία συνίσταιτο καθ' ὁντιναοῦν λόγον, ἐπιφανέστερον αὐτὴν ἀποδείξει. δύο γὰρ, εἴ τι μεμνήμεθα, τὰς πρώτας αἰτίας ἐδείκνυμεν ἀνωμαλίας σφυγμῶν, ἀῤῥωστίαν τε τῆς κινούσης δυνάμεως τὰς ἀρτηρίας, διὰ πλῆθος βαρῦνον, καὶ προσέτι τῶν ὀργάνων αὐτῶν τὰς διαθέσεις, ἐμφράξεις δή τινας καὶ σφηνώσεις καὶ τάσεις καὶ θλίψεις. οὐδὲν οὖν θαυμαστὸν ἀνωμάλους ἐπὶ τοῖς ἀρτηριώδεσι μορίοις φλεγμαίνουσι τοὺς σφυγμοὺς ἀποτελεῖσθαι, τῆς τε δυνάμεως τῆς ἐργαζομένης αὐτοὺς ῥᾷον ἐν τοῖς τοιούτοις καμνούσης, αὐτῶν τε τῶν ὀργάνων κακῶς διακειμένων. τὰ δ' [168] ἄλλα τὰ εἰρημένα διὰ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου βιβλίου ταῖς ἐπὶ φλεγμονῇ τροπαῖς τῶν σφυγμῶν ὑπάρχειν οὐδεμιᾶς ἐξηγήσεως δεῖσθαι νομίζω. μεταβαίνειν οὖν ἤδη καιρὸς ἐπί τινα τῶν ἑξῆς ῥήσεων.
Τῶν μὲν πλευριτικῶν ταχὺς καὶ πυκνὸς καὶ οὐ λίαν μέγας. δόξειε δ' ἂν καὶ σφοδρός. ὁ δ' ἐστὶν οὐκ ἀμυδρὸς μὲν, οὐ μὴν ἤδη καὶ σφοδρὸς, ὅσον ἐπὶ τῷ πάθει. τοῦτο γὰρ ἐπὶ πάντων μεμνῆσθαι χρὴ, τὸ δεῖν ἐφ' ἑκάστου τῶν πραγμάτων, ὅσον ἐπ' ἐκείνῳ, τὴν τροπὴν ἐξετάζειν, διορίζοντα τὸ διά τι ἄλλο καὶ μὴ δι' ἐκεῖνο συμβεβηκός. ὁ τοίνυν τῶν πλευριτικῶν σφυγμὸς νευρωδεστέραν πως καὶ σκληροτέραν ἐργαζόμενος τὴν ἀρτηρίαν, ὡς ἂν εἰς σφοδρότητα τρέπων, ἀπατᾷ τοὺς ἀγυμνάστους, οὐ δυναμένους διακρῖναι σκληρὰν πληγὴν σφοδρᾶς. οὕτω δὲ καὶ ἄλλας διαφορὰς σφυγμῶν ἀδυνατοῦντες διακρίνειν οἱ πολλοὶ τάχ' ἂν ἴσως μέμψαιντο τοῖς ἐνταῦθα γεγραμμένοις, ἐξ ὧν αὐτοὶ συνιᾶσι τῶν ὀρθῶς λεγόντων καταγινώσκοντες. ἀλλ' οὐ χρὴ μηκύνειν ἐν τῷ νῦν λόγῳ περὶ αὐτῶν. γέγραπται γὰρ ἡμῖν ἰδίᾳ περὶ [169] τῆς τῶν σφυγμῶν διαγνώσεως. ἀσκεῖν οὖν παρακελεύομαι τόν τε λογισμὸν ἅμα καὶ τὴν ἁφὴν, ὡς ἐπ' αὐτῶν τῶν ἔργων γνωρίζειν δύνασθαι τὴν ἁφὴν τοὺς σφυγμοὺς, οὐ λόγῳ διακρίνειν μόνον. ἀρχὴ δὲ τῆς ἐπὶ τῶν ἔργων τριβῆς ἡ διὰ τῶν λόγων διδασκαλία. καὶ γάρ τοι καὶ τῆς πυκνότητος τὸ ποσὸν οὐχ οἷόν τε ἑρμηνεῦσαι, καί τοι μεγάλην ἔχει διαφορὰν ἡ ὑπερβαίνουσα τὸ εἰθισμένον μέτρον πλευρίτιδος, ἢ ἐλλείπουσα. τὰς γὰρ ὑπερβολὰς εἰς περιπνευμονίαν μεθισταμένης ἢ συγκοπὴν ἀπειλούσης ἀνάγκη γίνεσθαι, τὰς δ' ἐνδείας εἰς καταφορὰν ἢ νεύρων τελευτᾷν βλάβην. οὕτω δὲ καὶ τὸ τῆς ἀνωμαλίας εἶδος τὸ ἐμπρηστικὸν, ἴδιον οὐχ ἥκιστα πλευρίτιδος ὑπάρχον, ἀνιέμενον μὲν μαλακῆς καὶ οὐχ ἥκιστα πεφθησομένης, ἐπιτεινόμενον δὲ χαλεπῆς καὶ δυσπέπτου γνώρισμα πλευρίτιδος. αἱ τοιαῦται σὺν ἀσθενεῖ τῇ δυνάμει ὀξέως κινδυνώδεις, σὺν ἰσχυρᾷ δὲ ἢ χρονίως ἐπέφθησαν, ἢ εἰς ἐμπύημα μετέπεσον, ἢ φθινώδης αὐτὰς μαρασμὸς διεδέξατο. τῆς μὲν οὖν πεπτομένης ὁ σφυγμὸς πᾶσαν ἀποτίθεται [170] κατὰ βραχὺ τὴν παρὰ φύσιν τροπὴν, τῆς δ' εἰς ἐμπύημα μεταβαλλούσης οἱ τῶν ἐμπυημάτων ἴδιοι γίνονται, κατὰ ταῦτα δὲ καὶ τοῖς φθινωδῶς μαρανθησομένοις οἱ τῶν μαρασμῶν.
Αὕτη μὲν ἐκ τῆς εἰσαγωγῆς ἡ ῥῆσις, αὐτὰ τὰ φαινόμενα συμπίπτειν τοῖς πλευριτικοῖς ἐκδιδάσκουσα, οὐ μὴν τὰς αἰτίας ἔτι ἐκδιηγουμένη. νῦν οὖν λεγέσθωσαν. ἡ πλευρῖτις τοῦ ὑπεζωκότος τὰς πλευρὰς ὑμένος ἐστὶ φλεγμονὴ, καὶ διὰ τοῦτο πυρέττουσι μὲν ὀξέως, ὡς ἂν πλησίον κειμένης τῆς καρδίας· ὅτι δ' οὕτω πυρέττουσι, ταχὺς αὐτοῖς ὁ σφυγμός· ὅτι δὲ καὶ νευρῶδες τὸ πεπονθὸς μόριον, ἐπιφανῶς σκληρός· ἐπεὶ δὲ τοῦτο, διὰ τοῦτο καὶ μικρότερος ἢ κατὰ τὴν ἀξίαν τοῦ πυρετοῦ. δεόντως οὖν καὶ πυκνὸς ἀποτελεῖται, τῆς μὲν θερμασίας δεομένης μεγέθους σφυγμῶν, τῆς σκληρότητος δ' οὐχ ὑπακουούσης. ἐδείχθη δ' ἐν τοῖς ἔμπροσθεν ὅσον ἂν ἐλλίπῃ τῇ χρείᾳ τὸ μέγεθος τοῦ σφυγμοῦ, τοῦτ' ἐκ τῆς πυκνότητος ἀναπληρούμενον. ἄνισος δ' ἐπ' αὐτῶν ἡ πυκνότης, ὅτι καὶ τῶν ἐργαζομένων τὴν φλεγμονὴν χυμῶν οὐχ ἓν εἶδος. εἰ μὲν οὖν χολωδέστεροι τύχοιεν ὄντες, ὅ τε πυρετὸς [171] ὀξύτερος ἂν γένοιτο καί τις ἀκολουθήσει βλάβη τῆς δυνάμεως· εἰ δὲ φλεγματωδέστεροι, πρᾳότερος μὲν ὁ πυρετὸς, ἑτοιμότερος δ' εἰς καταφοράν. ἀεὶ μὲν γὰρ ἐπὶ πλευρίτισι καὶ περιπνευμονίαις ἡ κεφαλὴ κακοῦται, τῶν ἐν ταῖς φλεγμοναῖς σηπομένων χυμῶν ἐκδεχομένη τὴν λιγνύν. ἀλλ' ὅταν μὲν ὁ σηπόμενος χυμὸς ᾖ χολώδης, ἀτμίζων δριμὺ, καθάπερ αἰθάλην τινὰ, δάκνει τοῦτο καὶ διαβιβρώσκει καὶ ἐρεθίζει τὰ κατὰ τὸν ἐγκέφαλον, καὶ οὕτως εἰς παραφροσύνην ἄγει. φλεγματώδης δ' ὑπάρχων, οὐ καπνῷ δριμεῖ παραπλήσιος, ἀλλ' ἀχλύϊ τινὶ παχείᾳ καὶ θολερᾷ, καθάπερ τι νέφος ἐπὶ τὴν κεφαλὴν ἀναπέμπων ὑγραίνει τε τοῦτο καὶ βαρύνει τὸν ἐγκέφαλον, ἀναγκάζει τε καταφέρεσθαι, καὶ καρώδη γίνεσθαι τὸν ἄνθρωπον. εὐλόγως οὖν ἡ μὲν εἰς πλείονα πυκνότητα τροπὴ τῶν σφυγμῶν ἢ περιπνευμονίαν, ἢ συγκοπὴν ἐπιφέρει περιπνευμονίαν μὲν ἐπιλαμβανούσης ἀεὶ καὶ βλαπτούσης τὰ συνεχῆ τῆς ἐν τῇ πλευρᾷ φλεγμονῆς, ὡς ἂν ὑπὸ θερμοῦ καὶ ζέοντος καὶ ῥᾳδίως κινουμένου χυμοῦ γεγενημένης· συγκοπὴν δ' αὖ κακώσει τῆς δυνάμεως ἤτοι διὰ νεύρων βλάβην, ἢ καταφορὰν, ὅταν ἐκ τῶν φλεγματωδῶν χυμῶν ἀτμιζόντων ὁ ἐγκέφαλος [172] πληρωθῇ. καὶ γὰρ αὖ καὶ οὗτος εἰ μὲν ἀπώσασθαι δυνηθείη τὸ βλάπτον εἰς τὰς ἀποφύσεις, ἡ τῶν νεύρων ἀκολουθεῖ κάκωσις· εἰ δ' ἀδυνατήσειεν, ἡ καταφορά. τοῖς μὲν οὖν τοιούτοις χυμοῖς ἀραιότεροι, τοῖς δ' ἐναντίοις τοῖς χολώδεσι πυκνότεροι τοῦ συνήθους μέτρου τῆς πλευρίτιδος οἱ σφυγμοὶ συμπίπτουσιν. τὸ δὲ δὴ μέσον ἀμφοῖν ἐστιν ἀραιότητός τε καὶ πυκνότητος ἐν πλευρίτιδι μέτρον, ὅταν αἱματικὸς ὁ τὸ πάθος ἐργαζόμενος ὑπάρχῃ χυμός. οὕτω δὲ καὶ τὸ τῆς σκληρότητος ὑπάρχον μέσον ἐπί γε τῷ τοιούτω χυμῷ καὶ τῇ μέσῃ κατὰ τὸ μέγεθος γίνεται φλεγμονῇ. ἐπιτείνεται δ' ἤτοι διὰ μέγεθος ὑπερβάλλον φλεγμονῆς, ἢ χολώδεις χυμοὺς, ὥσπερ γε καὶ καθαιρεῖται διὰ τἀναντία. δῆλον δὲ ὡς καὶ τοῖς σκληροῖς σφυγμοῖς ἐναργέστερον ἀκολουθήσει τὸ ἐμπρηστικὸν εἶδος τῆς προσβολῆς.
Ἔστι δὲ τῶν ἐμπύων ὁ σφυγμὸς ἄρτι μὲν ἀρχομένων οἷος ὁ τῆς ἀκμαζούσης φλεγμονῆς· αὕτη γὰρ καὶ αὐτῶν τῶν ἐμπυημάτων ἐστὶν ἀρχή· ἔσθ' ὅτε δὲ καὶ ἀνώμαλος καὶ ἄτακτος, ἑκτικὸς δὲ πᾶσιν. ἤδη δὲ τοῦ πύου παρακειμένου τἄλλα μὲν παραπλήσιος, ἀλλ' ὁμαλώτερος, [173] ἐν δὲ ταῖς ῥήξεσιν ἀμυδρότερος, πλατύτερος, βραδύτερος, ἀραιότερος.
Τοὺς ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος εὐρυχωρίᾳ πλῆθός τι πύον περιεχόμενον ἔχοντας ἔνιοι μὲν ἐμπύους, οἱ δ' ἐμπυϊκοὺς ὀνομάζουσι. γίνονται δὲ οὗτοι διὰ μέγεθος τῆς ἐν ταῖς πλευραῖς φλεγμονῆς εἰς πῦον μεταβαλλούσης. ἔστι δ' ὅτε καὶ περιπνευμονίαις ἀκολουθοῦσι. ἤδη δὲ καὶ πάντας οἷς σπλάγχνον τι φλεγμῆναν ἐξεπύησεν, ἐμπύους ὀνομάζουσιν. ὁ τοίνυν προγεγραμμένος περὶ τῶν ἐμπύων λόγος ἐκ τῆς εἰσαγωγῆς μάλιστα μὲν ἐπὶ τῶν πρώτων εἰρημένων, ἤδη δὲ κᾀπὶ τῶν ἄλλων ἁπάντων ἀληθής. εἰς πῦον γάρτοι μεταβαλλούσης τῆς φλεγμονῆς ἀναγκαῖον ἀνωμαλίαν γέ τινα καὶ ἀταξίαν ἐν τοῖς σφυγμοῖς γενέσθαι, διά τε τὴν τῶν ὀργάνων κάκωσιν καὶ τὴν τῆς δυνάμεως ἀσθένειαν. ἐξ ἐπιμέτρου δὲ προσέρχεται ἡ οἷον διαμάχη τῆς φύσεως πρὸς τὸ σύμπτωμα. τὸ γὰρ ἐκ τῆς σήψεως ὑγρὸν, ὡς ἂν ἄλλοτ' ἀλλαχόσε μεταῤῥέον ἀτάκτως, ἅμα μὲν ἐμποδὼν ἵσταται ταῖς διεξόδοις τοῦ πνεύματος, ἅμα δ' ἐπεγείρει τὴν φύσιν ἀπώσασθαι τὰ λυποῦντα, [174] κᾀν τούτῳ μεγάλοι τε καὶ ὑψηλοὶ καὶ ταχεῖς οἱ σφυγμοὶ γίνονται. μικρὸν ὕστερον δὲ ἤτοι καμνούσης ἐν τῇ διαμάχῃ τῆς δυνάμεως ἢ κατά τι μόριον ἐμφράξεως ἰσχυροτέρας γινομένης, εἰς τἀναντία μεταπίπτουσι, μέχρις ἂν ἡ ζωτικὴ δύναμις ἑαυτὴν ἐπεγείρουσα πρὸς τὸ διωθεῖσθαι τράπηται τὰ λυποῦντα, κᾀν τούτῳ πάλιν ὑψηλότεροι καὶ σφοδρότεροι τῶν ἔμπροσθεν οἱ σφυγμοὶ ἀποτελοῦνται. συνεχοῦς οὖν τῆς τοιαύτης μεταβολῆς γινομένης, ἀνωμαλία τέ τις ἐξ ἀνάγκης ἐν αὐτοῖς συνίσταται καὶ ἀταξία, καὶ ταῦτα παραμένει διηνεκῶς, ἄχρις ἂν ἡ ῥῆξις γένηται. διὰ τοῦτο καὶ ἑκτικὸς αὐτῶν ὁ σφυγμὸς εἴρηται. δηλωτικὸν γάρ ἐστι τοῦτο τὸ ὄνομα παρὰ τοῖς νεωτέροις ἰατροῖς τοῦ διὰ παντὸς μένειν αὐτὸν ὅμοιον, καὶ μὴ κατὰ περιόδους οἷον καταβολάς γέ τινας ποιεῖσθαι, καὶ αὖθις διαλείμματα, καθάπερ ἐν τοῖς ἄλλοις πυρετοῖς. παραμένει γὰρ ὁ προειρημένος σάλος ἐν τῇ κινήσει τῶν ἀρτηριῶν, ἄχρις ἂν ἡ ῥῆξις γένηται. ῥαγέντος μέντοι τοῦ διαπυΐσκοντος μορίου, δῆλος ὡς τἀναντία πάντα γενήσεται. καὶ χρὴ μεμνῆσθαι τῶν ἐν τῷ δευτέρῳ λόγῳ περί τε πλατέος εἰρημένων καὶ ὑψηλοῦ σφυγμοῦ, καὶ μὴ περὶ πάντων ἐθέλειν [175] ἀκούειν πολλάκις. ἐπὶ γάρ τοι ταῖς ῥήξεσι τῶν ἐμπυημάτων ἥ τε τάσις ἤδη τῶν ἀγγείων παύεται καὶ ἡ δύναμις ἐν τῇ διαμάχῃ κέκμηκε, καὶ ἰσχνὸς ὁ ἄνθρωπος ἐξ ἀνάγκης γέγονεν. ὧν συνελθόντων ὁ πλατὺς ἐγένετο σφυγμός. αὔξει δ' αὐτοῦ μάλιστα τὴν ὡς πρὸς τὴν αἴσθησιν φαντασίαν ἡ πρὶν ῥαγῆναι τῶν ἀρτηριῶν εἰς ὕψος ἄνοδος. ἐκείνης γὰρ ἔτι μεμνημένοι, καὶ παραμετροῦντες αὐτῇ τὰ νῦν φαινόμενα, πλατὺν ἱκανῶς ἀποτελεῖσθαι τὸν σφυγμὸν ὑπολαμβάνομεν.
Ἑξῆς ἐστιν ὁ περὶ τῶν μαραινομένων λόγος, ἐφ' οὗ καὶ αὐτοῦ προγράψαντες ὅσα πρὸς τὴν τῆς αἰτίας εὕρεσίν ἐστι χρήσιμα, μετὰ ταῦθ' ὑπογράψομεν τὴν ἐκ τῆς εἰσαγωγῆς ῥῆσιν. ὠνόμασται δὲ τὸ πάθος ἀπὸ τῶν φλογῶν τῶν μαραινομένων. ἐνδείᾳ δ' αὗται τροφῆς ἀποσβέννυνται. ὅταν οὖν κατὰ τὸν αὐτὸν λόγον ἡ σύμφυτος τοῖς ζώοις θερμασία μαραίνηται, τοὺς σφυγμοὺς ἀναγκαῖον ἀμυδροὺς ὑπάρχειν, ὡς ἂν ἐξ ἀνάγκης ἀῤῥώστου τοῖς οὕτως ἔχουσι τῆς δυνάμεως ἀποτελουμένης. διὰ δὲ ταὐτὸ τοῦτο καὶ μικροὶ γίνονται. καὶ μὴν καὶ τάχος ἔχειν τι φαίνονται, τῷ καὶ τοῦτ' ἀχώριστον εἶναι τῶν πυρεττόντων. ἐπεὶ καὶ πυρέττουσι μὲν, ἄῤῥωστοι [176] δ' εἰσὶ τὴν δύναμιν καὶ διὰ τοῦτο καὶ τὸν σφυγμὸν ἔχουσι μικρὸν, ἀναγκαῖον αὐτοῖς ἐστι καὶ πυκνὸν ἔχειν. ἐδείχθη γὰρ καὶ τοῦτ' ἐν τοῖς ἔμπροσθεν λόγοις. ἀῤῥωστίᾳ δὲ δυνάμεως ἐδείκνυτο καὶ ὁ περινενευκὼς ἕπεσθαι σφυγμὸς, μύουρος ὢν καθ' ἑκάτερα τὰ μέρη. δῆλον δ' ὡς καὶ διὰ παντὸς ὅμοιον ἑαυτῷ τὸν σφυγμὸν ἔχουσιν οἱ τοιοῦτοι, τῆς διαθέσεως οὐκ ἐκ τῶν ὑγρῶν, ἢ τοῦ πνεύματος ὁρμωμένης, ἀλλ' ἐν αὐτοῖς τοῖς στερεοῖς ὑπαρχούσης. ὅλη γὰρ ἐπὶ τούτων ἡ ἕξις τοῦ σώματος οἷον ἄνθραξ τις γέγονε. καὶ διὰ τοῦτο ἑκτικοὺς οἱ νεώτεροι τῶν ἰατρῶν ὀνομάζουσι τοὺς τοιούτους σφυγμούς. ἐφ' ὧν δ' ἤδη τελείως ἀποσβέννυται τὸ θερμὸν, ἐπὶ γερόντων δὲ μάλιστα τοῦτο συμπίπτει, καὶ ἀραιότερος ὁ σφυγμὸς γίνεται. καλεῖ δὲ τὸν τοιοῦτον μαρασμὸν ὁ Φίλιππος ἐκ νόσου γῆρας, καὶ συμπίπτει μάλιστα μὲν τοῖς παρηβῶσιν, ἐνίοτε καὶ τοῖς ἔτι ἀκμάζουσι. καὶ καλῶς ὑπὲρ αὐτῶν γέγραπται τῷ Φιλίππῳ ὅτι τούτων ἡ διάθεσις οὐ τοῖς ἀκριβῶς διαπύροις ἄνθραξιν ἔοικεν, ἀλλὰ τοῖς οὕτω σβεννυμένοις ὡς εἰς τέφραν ἤδη μεταβάλλειν. ἀρκεῖ ταῦτα τῷ γε νοῦν [177] ἔχοντι πρὸς τῷ παρακολουθῆσαι τοῖς ἑξῆς. ὑπογράψομεν οὖν ἤδη τὴν ἐκ τῆς εἰσαγωγῆς λέξιν.
Ὁ δὲ τῶν μαραινομένων οὐ καθ' ἓν εἶδος σφυγμὸς τρέπεται. χρὴ γοῦν καθόσον ἐνδέχεται διαφοραῖς εὐδήλοις διορίσασθαι περὶ αὐτῶν. οἱ μὲν δὴ ταῖς μὴ λυθείσαις φλεγμοναῖς κατὰ βραχὺ συναπομαρανθέντες ἀμυδροὺς καὶ θάττονας καὶ πυκνοὺς ἄγαν καὶ μυούρους κατὰ μέγεθος ἐν μιᾷ πληγῇ τοὺς σφυγμοὺς ἴσχουσιν, οὓς Ἀρχιγένης ἐπινενευκότας τε καὶ περινενευκότας καλεῖ, σαφῶς δηλοῦν βουλόμενος τὸ κατὰ τὴν διαστολὴν βραχὺ μετὰ τῆς τῶν ἑκατέρωθεν περάτων οἷον ἐπινεύσεως. οὐ γὰρ ὡς ἀποκεκομμένων ἀθρόως, ἀλλ' ὡς ἐπικεκαμμένων τῶν ἑκατέρωθεν μερῶν εἰς βραχὺ συνέσταλται, μύουρος ὢν τῷ μεγέθει καὶ καθ' ἑκάτερα τὰ μέρη. τοῦτο μὲν οὖν οὐ τούτοις μόνοις, ἀλλὰ καὶ τοῖς πλείστοις τῶν ὁπωσοῦν μαραινομένων ὑπάρχει, τοῖς μὲν διὰ φλεγμονὰς πᾶσιν, ἤδη δὲ καὶ τῶν ἄλλων πολλοῖς, εἰ μή τι ἄρα κᾀκεῖνοι διά τινας φλεγμονὰς λανθανούσας μαραίνονται. καὶ εἴη ἂν οὗτος τῶν ἐπὶ φλεγμοναῖς μαραινομένων ἴδιος, οὐδενὶ τῶν [178] ἄλλως μαρανθέντων ὑπάρχων. ἑκτικὸς δὲ πᾶσι τοῖς μαραινομένοις ὁ σφυγμός ἐστι καὶ τοῦτ' αὐτοῖς κοινότατον. ἐν δευτέρῳ δ' ἡ κατὰ τὸ μέγεθος τῆς διαστολῆς ἀνωμαλία μυουρίζουσα. καὶ γὰρ καὶ τοῦτο τοῖς πλείστοις ὑπάρχει. τρίτον δὲ τὸ τῆς πυκνότητος. ὑπάρχει γὰρ καὶ τοῦτο πᾶσι μὲν τοῖς ἐπὶ φλεγμοναῖς μαρανθεῖσιν ἀχώριστον, ἅπασί τε τοῖς ἐπὶ καρδιακαῖς, ἢ στομαχικαῖς συγκοπαῖς ὀξέως κινδυνεύσασιν, εἶτα ὑπὸ οἴνου πόσεως διαφυγοῦσι μὲν τὴν ὀξύτητα, μαρανθεῖσι δὲ τῷ χρόνῳ, εἰ μή τι ἄρα καὶ τούτους φήσειέ τις ἐπὶ μικραῖς φλεγμοναῖς ἀδήλοις ἡμῖν ἀπόλλυσθαι. καὶ γάρ τινες αὐτῶν τὸν ἐπινενευκότα σφυγμὸν ἔχουσιν, εἰ μή τι ἄρα πάλιν τούτους μὲν ἐπὶ φλεγμονῇ, τοὺς δ' ἄλλους χωρὶς φλεγμονῆς μαραίνεσθαί φασι. τοῦτο μὲν δὴ ἄπορον. ἔχουσι δ' οὖν οὗτοι σφυγμὸν ἑκτικὸν, ἀμυδρὸν, πυκνὸν ἄγαν, καί τινες αὐτὸν ἐπινενευκότα καλοῦσι. δευτέρα μὲν αὕτη διαφορὰ σφυγμῶν τοῖς μαραινομένοις. ἄλλη δὲ τρίτη τὸν ἀραιὸν ἰσχόντων, ἀλλὰ καὶ τούτοις πάντως ὅ τε προηγησάμενος πυρετὸς [179] ἐπύκνωσεν αὐτοὺς, τῆς τε δυνάμεως ἡ ἐσχάτη λύσις ἱκανῶς πυκνοῖ. τοὐν μέσῳ δὲ πάντων πυρετῶν ἀποψυχθέντων, μηδέπω δὲ ἀπολλυμένων αὐτῶν, τὴν εἰς ἀραιότητα τροπὴν εἰργάσατο. τοῦτο τὸ εἶδος τοῦ μαρασμοῦ πρεσβυτικῆς ἡλικίας ἴδιον, ἡνίκ' ἂν μάλιστα τῶν κατὰ πνεύμονα καὶ θώρακα πεπονθός τι τύχοι. οὗτοι τὴν πυρεκτικὴν σκληρότητα τοῦ σφυγμοῦ φυλάττουσι, κᾂν ἀραιὸς ᾖ. παντελῶς δ' ὀλίγοις τῶν μαραινομένων εἰς ἄλλην ἀνωμαλίαν ὁ σφυγμὸς τρέπεται, πλὴν τῆς εἰρημένης κατὰ τὸ μέγεθος.
Ὁ δὲ τῶν φθισικῶν ὀνομαζομένων σφυγμὸς μικρὸς καὶ ἀμυδρός ἐστι καὶ μαλακὸς, καὶ ταχὺς συμμέτρως καὶ ἑκτικός.
Ἑξῆς περὶ τῶν φθισικῶν ὀνομαζομένων ὁ λόγος ἐστί. μικρὸν μὲν καὶ ἀμυδρὸν ἐχόντων τὸν σφυγμὸν, ἀῤῥωστίᾳ τῆς δυνάμεως, οὐ μὴν ἱκανῶς γε ταχὺν, ὥσπερ οἱ πολλοὶ τῶν πυρεττόντων, ὅτι μηδὲ περικαῆ πυρέττουσι πυρετόν. ἑκτικὸν δὲ καὶ οὗτοι τὸν σφυγμὸν ἔχουσιν, ὅτι καὶ τὸν πυρετόν. ἀπὸ γοῦν τοῦ κατειληφότος τὴν ὅλην ἕξιν τοῦ σώματος αὐτῶν πυρετοῦ ὁ σφυγμὸς οὗτος ὀνομάζεται. [180] ἑξῆς δὲ τούτων ἐν τῷ τοῖς εἰσαγομένοις γεγραμμένῳ βιβλίῳ περὶ τῶν περιπνευμονικῶν ὁ λόγος ἐστί. προσγράψαι δὲ κᾀνταῦθα τὴν ῥῆσιν ἄμεινον εἶναί μοι δοκεῖ, τοιαύτην ὑπάρχουσαν.
Ὁ δὲ τῶν περιπνευμονικῶν μέγας ἐστὶ καὶ ἀμυδρὸς καὶ μαλακὸς, ὁμοίως τῷ τῶν ληθαργικῶν, πλὴν ὅσα πλεονάζει τῇ ἀνωμαλίᾳ, τῇ τε κατὰ μίαν πληγὴν καὶ τῇ συστηματικῇ καλουμένῃ· κατὰ μὲν τὴν μίαν πληγὴν οἷον διακεκομμένος τε καὶ κυματιζόμενος καὶ δίκροτος ἔσθ' ὅτε γινόμενος, ἐν δὲ τῇ συστηματικῇ, τάς τε ἄλλας διαφορὰς ἔχων καὶ ποτὲ μὲν διαλείπει, ποτὲ δὲ παρεμπίπτει.
Ἡ μὲν ῥῆσις αὕτη, τὰ συμπίπτοντα τοῖς περιπνευμονικοῖς ἀκριβῶς ἐκδιδάσκουσα. τὰς δ' αἰτίας αὐτῶν οὐ χαλεπὸν ἐξευρίσκειν τῷ μεμνημένῳ τῶν ἐν τοῖς πρώτοις ὑπομνήμασιν ἀποδεδειγμένων. οὐδὲν γὰρ θαυμάσιον οὔτε μέγαν εἶναι τὸν σφυγμὸν αὐτῶν οὔτε ἀμυδρὸν οὔτ' ἀνώμαλον ἐπὶ φλεγμοναῖς τοῦ πνεύμονος, οὕτω μὲν χαύνου καὶ μαλακοῦ σπλάγχνου, καὶ μεστοῦ κενῶν χωρίων μυρίων, οὕτω δὲ πλησίον [181] τῆς καρδίας κειμένου. διότι μὲν γὰρ χαῦνον καὶ μαλακὸν καὶ πολύκενον, ὑπὸ φλεγματικωτέρου τε καὶ παχυτέρου τὴν σύστασιν αἵματος, εἰς φλεγμονὴν ἄγεται, τοῦ λεπτοῦ καὶ χολώδους ὡς τὰ πολλὰ διαῤῥέοντός τε καὶ σφηνωθῆναι μηδαμῶς κατὰ τὸ σπλάγχνον δυναμένου. τὸ δὲ τοιοῦτον ῥεῦμα, λέγω δὲ τὸ φλεγμονικὸν, διαβρέχει μὲν τὸν χιτῶνα τῶν ἀγγείων, διαλύει δὲ τὸν τόνον τῆς ἐν αὐτοῖς δυνάμεως, καὶ οὕτω μεγάλους τε ἅμα καὶ ἀμυδροὺς ἀποτελεῖ τοὺς σφυγμούς. ὅτι δὲ καὶ τῆς καρδίας ἐγγὺς τὸ σπλάγχνον, ἡ ἀνωμαλία πολυειδὴς γίνεται. θλίψεσι γὰρ ἀρτηριῶν καὶ σφηνώσεσι καὶ ὅλως πληθωρικαῖς διαθέσεσιν ἐδείξαμεν ἕπεσθαι τὴν ἀνωμαλίαν, καὶ μᾶλλον, ἐπειδὰν ἐγγὺς ὦσι τῆς καρδίας. ὅτι δ' ἐν ταῖς περιπνευμονίαις θλίβονται καὶ βαρύνονται καὶ σφηνοῦνται καὶ ἀῤῥωστοῦσιν αἱ ἀρτηρίαι τοῦ πνεύμονος, οὐ δεῖ λόγου. διὰ τοῦτο δὲ καὶ ὁ δίκροτος ἐπ' αὐτῶν σφυγμὸς σπανίως γίνεται, καίτοι τῆς γ' ἄλλης ἀνωμαλίας πολλῆς συμπιπτούσης, ὅτι δεῖ τοὐπίπαν τῷ δικρότῳ προσεῖναί τι σκληρότητος ἀγγείου. ταύτην δ' ἐκ φλεγματικοῦ ῥεύματος οὐχ οἷόν τε κτήσασθαι. τοῦ γὰρ χολωδεστέρου τὸ [182] συνάγειν καὶ ξηραίνειν καὶ τείνειν καὶ σκληρύνειν ἔργον. ἐπεὶ τοίνυν σπανίως τοῦτο διοχλεῖ τῷ πνεύμονι, δῆλον ὡς καὶ ἡ σκληρότης σπανίως ἔσται· εἰ δὲ τοῦτο, καὶ ὁ δίκροτος σφυγμός. ὅτι δὲ παρὰ τὸ τῆς βλάβης μέγεθος ἤτοι διαλείποντες ἢ παρεμπίπτοντες ἔσονται σφυγμοὶ, καὶ τοῦτ' ἐν τῷ δευτέρῳ λόγῳ δεδήλωται. καὶ ὅστις οὐ μέμνηται ἐκείνων, μάτην καὶ ταῦτα ἀναλέγεται. μεμνημένῳ δὲ περιττοτέρας ἐξηγήσεως οὐχ ἡγοῦμαι δεῖν ἔτι. καὶ γὰρ τὰ τούτοις ἐφεξῆς εἰρημένα διὰ τῆς εἰσαγωγῆς ὑπὲρ τῶν περιπνευμονικῶν οὐκ ἔχει τὰς αἰτίας ἀσαφεῖς τῷ μεμνημένῳ τῶν πρώτων, ἀλλ' ἀπόχρη κᾀνταῦθα τὴν ῥῆσιν αὐτὴν παραγράψαι μόνον.
Πυρεττόντων δὲ ἁπάντων τῶν περιπνευμονικῶν ὀξέως, καί τι καὶ κωματῶδες ἐχόντων, ὁπότερον ἂν αὐτῶν ἐπικρατῇ, κατ' ἐκεῖνον μάλιστα τὸ ποσὸν τῆς πυκνότητος εὑρίσκεται. πυρετωδεστέρας μὲν γὰρ ὑπαρχούσης τῆς περιπνευμονίας, ἱκανῶς πυκνὸς ὁ σφυγμὸς, κωματωδεστέρας δὲ ἧττον πυκνός.
[183] Ὁ δὲ τῶν ληθαργικῶν σφυγμὸς ὅμοιος ὢν τῷ τῶν περιπνευμονικῶν κατὰ μέγεθος καὶ ἀσθένειαν καὶ μαλακότητα βραδύτερός ἐστιν αὐτοῦ καὶ ἀραιότερος καὶ ἧττον ἀνώμαλος, διαλείπων μᾶλλον ἢ παρεμπίπτων. γίνεται δ' ἔστιν ὅτε καὶ δίκροτος. ἀεὶ μέντοι κυματώδης ἐστὶν ἔν γε ταῖς βαθείαις καταφοραῖς, ἐφ' ὧν ταῦτα λέγεται. τῶν γὰρ συμπεπληρωμένων ἅπασι τοῖς ἑαυτῶν γνωρίσμασι νοσημάτων τοὺς σφυγμοὺς διέξιμεν, ἵνα καὶ τῶν ἐλλειπόντων κατά τι καὶ μηδέπω τελέων ἱκανῶς γνωρίζειν δυνηθῶμεν τὸ μέγεθος, ὅσον τε ἤδη ἔχουσι καὶ ὅσον οἷόν τε προσγενέσθαι αὐτοῖς.
Ὅτι καὶ ὁ λήθαργος ἐπὶ φλεγματώδει γίνεται χυμῷ, δέδεικται καὶ τοῦτ' ἐν τοῖς ἰδίοις ὑπὲρ τῶν νοσημάτων λόγοις. ὥστε καὶ εὐλόγως ὁ σφυγμὸς ὁμοιότατός ἐστι τῷ τῶν περιπνευμονικῶν, βραδύτερος εἰς τοσοῦτον εἰς ὅσον ἀποκεχώρηκε τῆς καρδίας οὐκ ὀλίγον ὁ ἐγκέφαλος. ὁ γὰρ δὴ πνεύμων τῇ γειτνιάσει τῇ πρὸς ἐκείνην εὐλόγως ὠκυτέρους τε καὶ πυκνοτέρους ἀπεργάζεται τοὺς σφυγμοὺς, ἐπειδὰν θερμότερος ᾖ. ὅτι δὲ καὶ ἀνωμάλους μᾶλλον εὔλογον [184] γίνεσθαι διὰ τὴν γειτνίασιν, οὐδὲ τοῦτο ἄδηλον τοῖς μεμνημένοις τῶν πρώτων. διὰ τοῦτο δὲ καὶ διαλείπων ἐστὶν ἢ παρεμπίπτων μᾶλλον ὁ τῶν ληθαργικῶν σφυγμός. ἐπὶ πλέον γὰρ ψυχρότερον, καὶ ὡς ἂν εἴποι τις νεκρωδέστερον τοῦ τῆς περιπνευμονίας ἐστὶ τὸ τοῦ ληθαργικοῦ νόσημα. ψυχρᾶς δ' ἦν οἰκεῖος διαθέσεως καὶ δυνάμεως ἐπὶ πλέον ἀπεψυγμένης ὁ διαλείπων σφυγμός.
Ὁ δὲ τῶν φρενιτικῶν σφυγμὸς μικρός ἐστι· σπανιώτατα δ' ὤφθη ποτὲ μέγας, καὶ τόνου μετρίως ἔχει καὶ σκληρὸς καὶ νευρώδης ἐστὶ καὶ πυκνὸς ἄγαν καὶ ταχύς. ἔχει δέ τι καὶ κυματῶδες. ἐνίοτε δὲ καὶ ὑποτρέμειν σοι δόξει· ποτὲ δὲ καὶ ἀποκεκόφθαι σπασμωδῶς. τὸ γὰρ τῶν πυρετῶν ἴδιον ἐν τῷ τάχει σύμπτωμα μάλιστα οὗτος ἐναργῶς ἐκτήσατο κατ' ἀμφότερα τῆς διαστολῆς τὰ πέρατα, καὶ μᾶλλον τὸ ἔξω. ἔστι δὲ καὶ τὸ τῆς κατὰ τὴν θέσιν ἀνωμαλίας εἶδος εὑρεῖν ἐν αὐτῷ σφοδρῶς γενόμενόν ποτε. ἀλλὰ καὶ ὅλη σοι δόξει πολλάκις ἡ ἀρτηρία, καταλιποῦσα τὸν ἑαυτῆς τόπον ἄνω φέρεσθαι, κλονωδῶς ἀναβραττομένη μᾶλλον ἢ σφυγμωδῶς διαστελλομένη. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ [185] κάτω χωρεῖν, κατασπωμένη μᾶλλον ἢ συσπωμένη. τὸ δ' ἄγαν αὐτῆς πυκνὸν ἐφεδρεύουσαν ἀπειλεῖ συγκοπήν.
Οὐδ' ἐνταῦθα χαλεπὸν οὐδὲν ἐξευρεῖν τὰς τῶν εἰρημένων αἰτίας τῷ γιγνώσκοντι μὲν ὡς ἐπὶ χολώδει χυμῷ φρενῖτις γίνεται, καθάπερ ἐπὶ φλεγματώδει λήθαργος, εἰδότι δὲ ὅτι καὶ κατὰ μὲν αὐτὸν τὸν ἐγκέφαλον ὁ λήθαργος μᾶλλον ἔχει τὴν γένεσιν, ἡ φρενῖτις δὲ κατά τε τὴν λεπτὴν μάλιστα μήνιγγα καὶ τὸ διάφραγμα. τούτων γάρ τις μεμνημένος καὶ ὅτι μικροὶ καὶ ὅτι σκληροὶ κατὰ λόγον οἱ σφυγμοὶ γίνονται μαθεῖν οὐ δεῖται. καὶ μὴν εἰ θερμὸν μὲν τὸ πάθος, μικροὶ δ' οἱ σφυγμοὶ, πάντως δήπου καὶ πυκνοί. δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς τὸ τῆς προτέρας διαστολῆς ἐλλιπὲς εἰς πυκνότητα τρέπει τοὺς σφυγμούς. ὥσπερ δ' ὁ περιπνευμονικὸς σπανίως ποτὲ δίκροτος γίνεται, διότι σκληρότητος ἥκιστα μετέχει, οὕτως ὁ φρενιτικὸς κυματώδης σπανιώτατα γίνεται, διότι καὶ αὐτὸς ἥκιστα μετέχει μαλακότητος. τὸ δ' ὑποτρέμειν ὅτι δυνάμεώς ἐστιν ἀῤῥωστούσης γνώρισμα δέδεικται δι' ἑτέρων. ὅταν οὖν ἡ ἐν ταῖς ἀρτηρίαις δύναμις ἐπιπλέον διαστέλλειν αὐτὰς ἐγχειρῇ, δεῖται γὰρ τούτου διὰ τὸ πλῆθος [186] τῆς θερμασίας, ἔπειτα μὴ δύνηται διὰ τὴν σκληρότητα τοῦ χιτῶνος, ὑποτρέμειν πως ὁ σφυγμὸς δοκεῖ. καὶ δῆλον ὡς τηνικαῦτα μάλιστα γίνεται τὸ τοιοῦτον, ἐπειδὰν καὶ συγκοπήσεσθαι μέλλωσιν, ὥσπερ ἐπειδὰν σπασθήσεσθαι, σπασμώδης ἐστὶ καὶ ἡ τῶν σφυγμῶν κίνησις. τὸ δ' ἀποκεκόφθαι σπασμωδῶς τὴν κίνησιν καὶ μὴ κατὰ βραχὺ παύεσθαι διὰ παντὸς ὑπάρχει τοῖς φρενιτικοῖς, ὡς ἂν καὶ τῆς θερμότητος ἐπικρατούσης καὶ τῶν ὀργάνων σκληρῶν ὑπαρχόντων. ὀρεγομένης γὰρ ἔτι τῆς δυνάμεως διαστέλλειν τὰς ἀρτηρίας, ἡ τῶν χιτώνων ἀντιβαίνει σκληρότης, κᾀντεῦθεν τὸ βίαιον καὶ τὸ οἷον σπασμωδῶς ἀποκεκομμένον. οὕτω δὲ σκληρότης καὶ ἡ ἀρχὴ τοῦ διαστέλλεσθαι τὰς ἀρτηρίας ἐξαιφνίδιός τέ τις καὶ ἀθρόα ὥσπερ ἐκθορνυμέναις γίνεται μᾶλλον, οὐ κατὰ βραχὺ διαστελλομέναις. οὕτω δὲ καὶ τοῖς ἐπὶ φλεγμονῇ πυρέττουσιν ἅπασι, τοῖς μὲν μᾶλλον, τοῖς δ' ἧττον φαίνεται τὸ τοιοῦτο συμβαῖνον, οὐκ ἐν τῷ πέρατι μόνον τῆς κινήσεως, ἀλλὰ κατὰ τὴν ἀρχὴν εὐθύς. αἰτία δὲ κοινὴ τούτων ἁπάντων ἡ τῆς χρείας τῶν σφυγμῶν αὔξησις, ἅμα τῇ τοῦ χιτῶνος σκληρότητι. ὅταν γὰρ ἐπείγῃ μὲν ἡ χρεία, καὶ διὰ τοῦθ' [187] ἡ δύναμις ὡς ἐπὶ μεγάλην τε καὶ ταχεῖαν ἐξορμᾷ διαστολὴν, ἀντιβαίνει δ' ἡ τῶν ὀργάνων σκληρότης, ἀνάγκη τὴν προειρημένην ἰδέαν ταῖς κινήσεσι συμπίπτειν. ἀλλὰ καὶ ὅτι διὰ τὴν αὐτὴν ταύτην ξηρότητά τε καὶ σκληρότητα καὶ τάσιν τῶν ἀγγείων ἀνώμαλος ὁ σφυγμὸς φαίνεται κατὰ τὴν θέσιν οὐδὲν θαυμαστὸν ἐννοεῖν τοῖς μεμνημένοις τῶν ἔμπροσθεν. ὥσπερ οὔθ' ὅτι τὸ λίαν πυκνὸν ἐφεδρεύουσαν ἀπειλεῖ συγκοπήν. ἀῤῥώστου γὰρ δυνάμεως ἡ πυκνότης ἔγγονος ἐδείκνυτο.
Ἐφεξῆς ὁ λόγος ἐστὶ περὶ τοῦ μικτοῦ δοκοῦντος εἶναι πάθους ἔκ τε φρενίτιδος καὶ ληθάργου καὶ διὰ τοῦτο καὶ τοὺς σφυγμοὺς ἐν τῷ μέσῳ τῆς ἑκατέρου τῶν παθῶν ἔχοντος ἰδέας. ἥτις μὲν δὴ τοῦδε τοῦ πάθους ἐστὶν ἡ φύσις, ἐν ἑτέροις δεδήλωται· διότι δ' εὔλογον αὐτῷ καὶ τοὺς σφυγμοὺς ἔχειν μικτοὺς, ὡς ἂν καὶ αὐτῷ μικτῷ φύσιν ὑπάρχοντι, θαυμάσιον οὐδέν. ὥστέ τις τοῦτο γινώσκων οὐδὲν ἔτι δεῖται λόγου πλείονος. ἀλλ' ἀρκεῖ μοι κᾀνταῦθα παραγράψαι τὴν ἐκ τῆς εἰσαγωγῆς ῥῆσιν, ᾧδέ πως ἔχουσαν.
[188] Ἔστι δέ τι καὶ ἄλλο πάθος, ὃ εἴτε μέσον αὐτὸ ληθάργου καὶ φρενίτιδος χρὴ νομίζειν, ὡς οὐδ' ἑτέρῳ ταὐτὸν ὂν, εἴτε κοινὸν ἀμφοῖν, ὡς μικτὸν ἔκ τε τῶν τῆς φρενίτιδος εἰδῶν ἔκ τε τῶν τοῦ ληθάργου, τοῦτο μὲν ἰδίᾳ σκεψόμεθα· περὶ δὲ τῶν σφυγμῶν νῦν αὐτοῦ ἐροῦμεν. καὶ ἵνα μὴ ὥσπερ αἴνιγμά τι προσβεβλημένον εἴη, τοῖς συνεδρεύουσιν αὐτὸ δηλώσω. τὰ μὲν πολλὰ μύουσι τοῖς ὀφθαλμοῖς καὶ ὑπνώδεις εἰσὶ καὶ ῥέγχουσιν. αὖθις δ' αὖ ἐπὶ πλεῖστον ἀτενὲς ὁρῶντες διετέλεσαν ἀσκαρδαμυκτὶ, παραπλησίως τοῖς κατόχοις. καὶ εἰ πυνθάνοιό τι καὶ εἰ διαλέγεσθαι βιάζοιο, δυσχερεῖς ἀποκρίνασθαι καὶ ἀργοὶ, τὰ πολλὰ δὲ παραφόρως φθεγγόμενοι καὶ οὐκ ὀρθῶς ἀποκρινόμενοι καὶ ληροῦντες εἰκῆ. τοιοῦτον μέν ἐστι τὸ πάθος, ὃ νῦν βούλομαι δηλοῦν τοῖς συνεδρεύουσι γνωρισθὲν, ἀπορίᾳ οἰκείου ὀνόματος. οἱ σφυγμοὶ δ' αὐτοῦ ταχεῖς μὲν καὶ πυκνοὶ, παραπλησίως φρενιτικοῖς, ἀλλ' ἧττον. οὕτω δὲ καὶ ἰσχύος ἧττον ἐκείνων ἔχουσιν, πλατεῖς δὲ καὶ βραχεῖς, καὶ τὸ κατὰ τὴν ἔξω κίνησιν, ἀθρόως ἀποκεκομμένον οὐκ ἔχοντες, ἀλλ' ἑτέρῳ μὲν [189] τρόπῳ καθάπερ εἴσω σπεύδοντες ὑποφεύγουσιν, ἐπιταχύνοντες τὴν συστολὴν, καὶ οἷον ὑποκλέπτοντες τῷ τὴν διαστολὴν, οὐ μὴν ὅμοιοί γε κατ' αὐτὴν τῷ τῶν φρενιτικῶν. τὸ γὰρ οἷον ἀποκεκομμένον οὐκ ἔχουσιν.
Οἱ δὲ τῶν κατόχων σφυγμοὶ, κατόχους γὰρ αὐτοὺς καὶ κατεχομένους ἐκάλουν οἱ παλαιοὶ, κατοχὴν δὲ καὶ κατάληψιν οἱ νεώτεροι τὸ πάθος ὀνομάζουσιν, ἐοίκασι μὲν τὰ ἄλλα τοῖς ληθαργικοῖς, μεγέθους τε χάριν καὶ βραδύτητος καὶ ἀραιότητος, ὥσπερ καὶ ὅλον τὸ πάθος τοῦ πάθους οὐ πόῤῥω τὴν ἰδέαν ἐστὶν, οὐ μὴν ἀσθενὴς ὁ τῶν κατόχων σφυγμὸς, οὐδὲ μαλακὸς, ἀλλ' ἐν τούτοις δὴ καὶ πάνυ διαφέρει, ὥστε κᾀν τῷ λύεσθαι μὲν καὶ οἰδίσκεσθαι τὴν ὅλην ἕξιν τοῖς ληθαργικοῖς, ἐσφίχθαι δὲ καὶ συνέχεσθαι τοῖς κατόχοις. οὕτω δὲ καὶ ἀνωμαλίᾳ καὶ ὁμαλότητι διαφέρουσιν ἀλλήλων. ὁμαλὸς γὰρ ὁ τῶν κατόχων σφυγμὸς, ἀνώμαλος δὲ ὁ τῶν ληθαργικῶν. Ἀρχιγένης δέ φησι τὸν τῆς ἀρτηρίας τόπον ἰδίως ἐπ' αὐτῶν θερμότερον εὑρίσκεσθαι, καθάπερ τοῖς σπασθησομένοις μετὰ καταφορᾶς.
[190] Σύμπαντα σχεδὸν τἄλλα ταὐτὰ τοῖς κατόχοις ἐστὶ πρὸς τοὺς ληθάργους, πλὴν τοῦ διοιδίσκεσθαί τε καὶ οἷον νεκροῦσθαι τὴν ἕξιν. ὅθεν καὶ οἱ σφυγμοὶ τήν τε ἀμυδρότητα καὶ τὴν μαλακότητα παραλλάττουσαν ἴσχουσι, τὴν μὲν, ὅτι μήπω τῆς δυσκρασίας ὅλην τὴν ἕξιν διαδεδυκυίας ἡ δύναμις εὔρωστός ἐστι, τὴν μαλακότητα δὲ οὐδ' αὐτὴν ἔχουσιν, ὅτι μηδὲ τὸν χιτῶνα τῆς ἀρτηρίας ἤδη μαλακόν. ὁ δὲ τῆς ἀρτηρίας τόπος οὐκ ἀεὶ μὲν ἐναργῶς, ἐμοὶ γοῦν ἐφάνη θερμότερος, ὡς τὰ πολλὰ μέντοι σαφῶς εὑρίσκεται θερμότερος. αἴτιον δὲ κᾀν τούτῳ τῷ πάθει κᾀν τοῖς ἄλλοις, ἐν οἷς ταὐτὸν εὑρίσκεται σύμπτωμα, τὸ τὴν ψύξιν τῆς ἕξεως οὐχ ὁμοίως ἧφθαι τῶν ἀρτηριῶν. πολλὰ γὰρ τοιαῦτα συμπίπτει ταῖς ἀνωμάλοις δυσκρασίαις. φαίνεται τοίνυν θερμότερος ὁ τῶν ἀρτηριῶν τόπος τῶν πέριξ, ἐνίοτε μὲν αὐτῷ τῷ θερμανθῆναι μᾶλλον, ἐνίοτε δὲ τῷ τῶν περικειμένων ἧττον ἐψύχθαι.
Τῶν δὲ σπωμένων αὐτὸ μὲν τὸ σῶμα τῆς ἀρτηρίας συνῆχθαι δοκεῖ, καὶ πανταχόθεν ἐστεγνῶσθαι, οὐχ ὡς τεθλιμμένον ὑπό τινος, ἢ στενοχωρούμενον, οὐ μὴν οὐδ' ὡς πεφρικὸς, οἷον τὸ πυρεκτικὸν, καὶ μάλισθ' ὡς ἐν ἐπισημασίαις, [191] οὐδ' ἐν ἐπισημασίαις, οὐδ' ὡς διὰ σκληρότητα δυσεπέκτατον, οἷον τὸ ἐπὶ χρόνου μήκεσι, καὶ μάλιστα σὺν ἁμαρτήμασιν, ἢ σπλάγχνων κακώσεσιν, ἀλλ' ὡσανεὶ σῶμα νευρῶδες κοῖλον, οἷον ἔντερον, ἤ τι παραπλήσιον ἐξ ἀμφοτέρων τῶν περάτων τεταμένον. οὕτω δὲ καὶ ἡ κίνησις ἀνώμαλος, ἄνω καὶ κάτω μεθισταμένης τῆς ἀρτηρίας, ὥσπερ χορδῆς. οὐδὲ γὰρ διαστολῆς ἢ συστολῆς ἔμφασίς ἐστιν, ἀλλὰ κλόνῳ μᾶλλον ἔοικεν, οἷον ἐκπηδώσης ἄνω καὶ αὖθις εἴσω σπωμένης. καὶ οὐδὲ διακεκριμένως τοῦτο πασχούσης, ἀλλ' ἑνὶ χρόνῳ πολλάκις τὸ μέν τι μέρος αὐτῆς ἄνω φέρεσθαι δοκεῖ, καθάπερ ἐκτοξευόμενον, τὸ δὲ ἔσω φέρεσθαι, καθάπερ ὑπό τινος ἑλκόμενον· καὶ τὸ μὲν ταχέως κινεῖσθαι, τὸ δὲ βραδέως. δοκεῖ δὲ καὶ σφοδρὸς εἶναι καὶ μέγας ὁ τῶν σπωμένων σφυγμός. ὁ δ' ἔστι μὲν οὔτ' ἄῤῥωστος οὔτε μικρὸς, οὐ μὴν ἐφ' ὅσον φαντάζεται σφοδρὸς, ἢ μέγας. ἐξαπατᾷ γὰρ ἡ πληγὴ, διὰ μὲν τὴν τάσιν εὔρωστος φαινομένη, διὰ δὲ τὸν κλόνον ἐκπηδητική. ὅθεν καὶ ὑψηλότερος ἔσθ' ὅτε φαίνεται καὶ οἷον ψόφον τινὰ τραχὺν ἀποτελεῖ πρὸς τὴν ἁφήν. [192] καὶ οὐκ ἄν τινα λάθοι τῶν ἠσκημένων ὁ σφυγμὸς οὗτος. οὐδενὶ γὰρ ἔοικεν οὔτε κατὰ τὴν ἐφ' ἑκάτερα τάσιν οὔτε τὸ σπασμῶδες τῆς κινήσεως. μιγνυμένου δ' αὐτοῦ τῷ τῆς καταφορᾶς, δυσφορώτατος ἡ κίνησις, καὶ μόνῳ τῷ καθ' ἑαυτὸν ἑκάτερον γνωρίζειν ἀκριβῶς ἐσκεμμένῳ δυνατὸν καὶ τὴν μίξιν ἐπιγνῶναι.
Ἡ μὲν ῥῆσις ἡ ἐκ τῆς εἰσαγωγῆς αὕτη. πρόδηλος δὲ τῶν εἰρημένων ἡ αἰτία τῷ μεμνημένῳ διότι συμπάσχουσιν ἀλλήλαις αἱ ἀρχαί.
Παραλύσεως σφυγμὸς μικρὸς καὶ ἀμυδρὸς καὶ βραδύς ἐστι, καὶ τισὶ μὲν αὐτῶν καὶ ἀραιὸς, τισὶ δὲ καὶ πυκνὸς μὲν, ἀλλ' ὑποδιαλείπων ἀτάκτως.
Μικρὸς μὲν καὶ βραδύς ἐστιν ὁ τῶν παραλελυμένων σφυγμὸς, ὅτι ψυχρὸν τὸ πάθος· ἀμυδρὸς δὲ, ὅτι καὶ ἡ δυνάμις ἀῤῥωστοτέρα. μείζονος δὲ τῆς ἐν αὐτῷ γενομένης καταλύσεως πυκνὸς ἅμα καὶ ἀνώμαλος καὶ ὑπολείπων ἀτάκτως. εἴρηται δ' ἐν τοῖς ἔμπροσθεν ἡ αἰτία κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων.
[193] Ἐπιλήπτων δὲ καὶ ἀποπλήκτων οἱ σφυγμοὶ παραπλήσιοι. ὅσα οὖν περὶ τῶν ἐπιλήπτων εἰρήσεται, τοσαῦτα καὶ περὶ τῶν ἀποπλήκτων εἰρήσεσθαι χρὴ δοκεῖν, ἐπιτεταμένα μᾶλλον. ἐν μὲν δὴ τῷ μετρίως ἐνοχλεῖσθαι καὶ μηδέπω τῆς φύσεως ἱκανῶς ἰσχυρότερον εἶναι τὸ πάθος οὐδεμίαν εὔδηλόν ἐστιν εὑρεῖν τροπὴν ἐν μεγέθει καὶ σφοδρότητι καὶ τάχει καὶ πυκνότητι καὶ σκληρότητι. μόνον δὲ ὥσπερ τεταμένη καθ' ἑκάτερόν ἐστιν ἡ ἀρτηρία τοῖς σπωμένοις εἰκότως. εἰ δ' ἰσχυρὸν εἴη τὸ πάθος, ὡς βαρύνειν τὴν δύναμιν, ἀνωμαλίαν τέ τινα λαμβάνει καὶ τάσιν ἰσχυρὰν καὶ μικρότερος καὶ ἀμυδρότερος γίνεται καὶ ἀραιὸς καὶ βραδὺς, μεγάλως δὲ θλῖψαν καὶ καταβαλὸν τὴν δύναμιν ἀμυδροὺς καὶ μικροὺς καὶ πυκνοὺς ἐργάζεται.
Ἡ μὲν ῥῆσις αὕτη. τοσούτῳ δὲ οὐ δεῖ νεωτέρας ἐξηγήσεως τοῖσδε τοῖς σφυγμοῖς εἰς εὕρεσιν αἰτίας, ὥστε καὶ μαρτυρεῖ σαφῶς τοῖς ἐν τῷ πρώτῳ καὶ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένοις.
Ὁ τῶν συναγχικῶν σφυγμὸς τάσιν μέν [194] τινα παραπλησίαν ἔχει τῷ σπασμώδει, μέγας δ' ἐστὶ καὶ κυματώδης, ὡς ὁ τῶν περιπνευμονικῶν, καὶ ὁπότερον ἂν ἐν αὐτῷ μεγάλως ἐπικρατῇ, κατ' ἐκεῖνο χρὴ προσδοκᾷν τὴν μετάπτωσιν. εἰ μὲν τὸ περιπνευμονικὸν εἶδος ἐπικρατήσειεν, εἰς περιπνευμονίαν· εἰ δ' αὖ τὸ σπασμῶδες, εἰς σπασμὸν ἡ συνάγχη τελευτήσει, ὅσοι δ' ἂν ἐξ αὐτῶν ἰσχυρῶς πνίγωνται, μικρὸς τούτοις καὶ ἀραιὸς ὁ σφυγμὸς γίνεται· τελευτώντων δὲ ἤδη πυκνὸς καὶ ἀνώμαλος.
Πάσῃ μὲν φλεγμονῇ τὴν ἀρχὴν εἰς συμπάθειαν ἀγούσῃ κοινὸν σύμπτωμα τείνειν τὸν σφυγμόν. ἀλλὰ μᾶλλον τοῦτο δρῶσιν αἵ τε τῶν νευρωδῶν σωμάτων καὶ ὅσα πλησίον εἰσὶ τῆς ἀρχῆς. ταῦτά τοι καὶ ὁ τῶν συναγχικῶν σφυγμὸς οὐκ ἂν ἄνευ μὲν τάσεως, ἀλλ' ἤτοι πλέον ἢ ἧττον αὐτῆς μετέχει. γίνεται γὰρ τοῦτο διά τε τὸν ἐπιῤῥέοντα χυμὸν, ἢ χολωδέστερον, ἢ φλεγματικώτερον ὑπάρχοντα, καὶ διὰ τὶν τῶν ὀργάνων αὐτῶν τῶν ἐν τῷ τραχήλῳ διαφοράν. τὰ μὲν γὰρ νευρωδέστερά τε καὶ συντονώτερα τείνει μᾶλλον τὸν σφυγμόν· ὅσα δὲ σαρκώδη τε καὶ χαῦνα, κυματωδέστερον ἀπεργάζεται [195] ταῦτα. τὰ δ' ἄλλα τῆς λέξεως δῆλα, πλὴν τοῦ κατὰ τὸ τέλος εἰρημένου, τοῦ μικρὸν μὲν καὶ ἀραιὸν γίνεσθαι τοῖς πνιγομένοις ἐξ αὐτῶν τὸν σφυγμὸν, ἐπὶ τελευτῇ δὲ πυκνὸν καὶ ἀνώμαλον. ἔχει γὰρ οὕτως. ἐν μὲν ταῖς ἀρχαῖς τοῦ πνίγεσθαι μικρότεραι καὶ ἀραιότεραι τῶν ἀρτηριῶν αἱ διαστολαὶ γίνονται, τῆς τε δυνάμεως ἀῤῥωστούσης ἤδη, καὶ τῆς χρείας μειουμένης. ἐφεξῆς δ' ὅταν ἤδη πλησίον ὦσι θανάτου, πειρᾶται ἡ δύναμις ἐπισπᾶσθαι συνεχέστερον, ὡς ἂν καὶ τῆς οὐσίας ἤδη τοῦ ψυχικοῦ πνεύματος ἐλλειπούσης. ἀῤῥωστοῦσα δὲ μικρὰς μὲν ἐξ ἀνάγκης ἐργάζεται τὰς διαστολάς· ὅτι δὲ μικρὰς, διὰ τοῦτο καὶ πυκνάς. εἴρηται γὰρ ὑπὲρ τούτου ἔμπροσθεν. εἶτ' ἐξαίφνης ὡσπερεὶ πεδηθεῖσα, πολλάκις μὲν ἔστη, πολλάκις δ' ἐμέλησε στῆναι. τούτων δὲ τὸ μὲν ἕτερον διαλείποντα, τὸ δ' ἕτερον ἀραιὸν ἐργάζεται τὸν σφυγμόν· ἄμφω δ' ἀνώμαλον ἐν τῇ κατὰ τοῦτο τὸ γένος διαφορᾷ.
Ὀρθοπνοίας ὀξείας σφυγμὸς ἀνώμαλος ἄτακτος, ὑπεκλείπων, καὶ τῆς μὲν μέσης τῇ κακίᾳ πυκνὸς, [196] τῆς δ' ἐσχάτως βιαίας βραδὺς καὶ ἐκλείπων, τῆς δ' ἀναιρούσης ἤδη πυκνὸς καὶ ἀμυδρός.
Τοῦ χρονίου νοσήματος, ὃ δὴ προσαγορεύουσιν ὀρθόπνοιαν, ὀξεῖς εἰσιν οἱ παροξυσμοὶ, καθάπερ καὶ τῆς ἐπιληψίας. ἔν τε οὖν τούτοις, οὐχ ἥκιστα δὲ κᾀν ταῖς ἄλλαις ἁπάσαις ὀρθοπνοίαις ταῖς ὁπωσοῦν ἐξαιφνίδιον γινομέναις οἱ σφυγμοὶ πάντως μὲν ἀνώμαλοί τε καὶ ἄτακτοι καὶ ὑπεκλείποντες γίνονται, διὰ τὰς ὀλίγον ἔμπροσθεν εἰρημένας αἰτίας. ἤδη δὲ παρὰ τὰς διαφορὰς τῆς κακίας ἢ πυκνοὶ μᾶλλον ἢ ἀραιοί. ταχεῖς μὲν γὰρ οὐδέποτε, διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. ἐν μὲν δὴ τῇ μέσως μοχθηρᾷ πυκνὸς μᾶλλον ἅμα τῷ καὶ ἀνώμαλος εἶναι δηλονότι καὶ ὑπεκλείπων. ἐν ἀρχῇ γὰρ τοῦ λόγου ταῦθ' ὡς ἀχώριστα προείρηται. διότι δὲ πυκνὸς γίνεται τῆς χρείας μὲν ἐπειγούσης, τῆς δυνάμεως δ' ἀῤῥωστούσης, ἐν τοῖς ἔμπροσθεν εἴρηται. καὶ μὲν δὴ καὶ ἤδη νεκρουμένης τῆς δυνάμεως βραδὺς ἅμα καὶ ἐκλείπων. ἄμφω γὰρ ταῦθ' ὑπάρχει τῇ μηκέτι κινεῖσθαι δυναμένῃ. κατ' αὐτὸ δὲ τὸ ἀποθνήσκειν ἤδη βιαιοτάτης μὲν τῆς τοῦ πνεύματος [197] ἐπιζητήσεως τῇ φύσει γινομένης, ἀῤῥωστούσης δὲ δηλονότι τῆς δυνάμεως, ἐπὶ τὸ κινεῖσθαι μὲν ἔρχεται τῆς χρείας καταναγκαζούσης, οὐ δυναμένης δ' εἰς τοσοῦτον ἐξαίρειν τὴν ἀρτηρίαν εἰς ὅσον ἡ χρεία ποθεῖ, πυκνοὺς ἐξ ἀνάγκης ἐργάζεται τοὺς σφυγμούς. καὶ τοῦτ' ἐπ' ὀλίγον τινὰ χρόνον ἅπαν ὅσον εἶχε δυνάμεως ἐπιδειξαμένη τελέως εὐθὺς ἀποσβέννυται.
Ὑστερικῆς πνίξεως ἀποτεταμένος ἐστὶ σπασμωδῶς καὶ ἀραιός. τῆς δ' ὀλεθρίας πυκνὸς, ἄτακτος καὶ ὑπεκλείπων.
Οὐδ' ἐπὶ ταύτης ἄπορος ἡ αἰτία τῷ μεμνημένῳ τῶν πρόσθεν. διὰ μὲν γὰρ τὸ πεπονθὸς ὄργανον νευρῶδες ὑπάρχον εὐλόγως ἀποτείνεται σπασμωδῶς ὁ σφυγμός. ὅτι δὲ τὸ πάθος ψυχρὸν, ἡ ἀραιότης συνεδρεύει. καταλυομένης δ' εἰς ἔσχατον ἤδη τῆς δυνάμεως εὐλόγως πυκνοῦταί τε καὶ ἀνώμαλος ἅμα καὶ ὑπεκλείπων γίνεται. προείρηται γὰρ ἤδη καὶ περὶ τούτων, ὡς ὅταν ἐπείγῃ μὲν ἡ χρεία, κακῶς δ' ἡ δύναμις ἔχῃ, τοιοῦτον ἀνάγκη γίνεσθαι τὸν σφυγμόν.
Στόμαχος πεπονθὼς, οὕτω γὰρ καλείσθω καὶ ὑφ' ἡμῶν ἐν τῷ παρόντι τὸ στόμα τῆς κοιλίας διὰ τὴν [198] τῶν πολλῶν συνήθειαν, οὐ καθ' ἓν εἶδος τρέπει τὸν σφυγμὸν, ἀλλ' ὁ μὲν φλεγμαίνων μόνον, οἷον ἐπὶ φλεγμονῇ νευρώδους σώματος εἴπομεν γίνεσθαι, τὴν τροπὴν τοιαύτην ἐργάζεται· ὁ δὲ θλιβόμενος, ἢ δακνόμενος, ἢ ἀλύων, ἢ λύζων, ἢ ἐμετικὸς, ἢ ναυτιώδης, ἢ ἀνόρεκτος, ἢ ὀδυνώμενος, κατὰ τὸ τοῦ συμπτώματος εἶδος. αἱ μὲν γὰρ δήξεις καὶ οἱ ἔμετοι καὶ αἱ ναυτίαι καὶ οἱ λυγμοὶ καὶ ὁ ἀλυσμὸς ἰσχυρῶς πυκνοῦσι σὺν τῷ μικρὸν καὶ ἀμυδρὸν ἐργάζεσθαι καί τισι μετρίως θάττονα. θλίψις δὲ μόνη χωρὶς τούτων τινὸς καὶ ἀραιὸν καὶ βραδὺν καὶ μικρὸν καὶ ἀμυδρόν. ἡ δὲ τοιαύτη θλίψις ἐπί τε τροφαῖς βαρυνούσαις γίνεται, μηδεμίαν ἐχούσαις ἰσχυρὰν δύναμιν, ἀλλ' αὐτῷ μόνῳ τῷ ποσῷ διοχλούσαις, καί τισιν ὑγροῖς συῤῥυεῖσιν εἰς αὐτὸν ἀδήκτοις. εἰ δὲ καὶ ψύχοιτο πρὸς αὐτῶν, τότε δὴ καὶ μάλιστα τοιοῦτος ὁ σφυγμὸς ἔσται. καὶ ὁ τῶν βουλιμιώντων τοιοῦτός ἐστιν. αἱ μὲν οὖν εἰς πυκνότητα τρέπουσαι διαθέσεις ἅπασαι χρονίζουσαι ἢ σφοδρότεραι γινόμεναι τὸν σκωληκίζοντα σφυγμὸν ἐργάζονται, αἱ δ' εἰς ἀραιότητα πρὸς τῷ τὰς εἰρημένας διαφορὰς ἐπιτείνειν [199] τοιοῦτόν τι σὺν αὐταῖς εἶδος ἐν τῇ καθ' ἕνα σφυγμὸν ἀνωμαλίᾳ γεννῶσιν, ὡς εἰς πολλὰ δοκεῖν τεθρύφθαι τὸ σῶμα τῆς ἀρτηρίας, ὡς μὴ καὶ συνεχὲς εἶναι. καὶ οἷον ψάμμου προσπιπτούσης αἴσθησις γίνεται τῇ ἁφῇ κατὰ τὴν διαστολήν.
Ἡ μὲν ἐκ τῆς εἰσαγωγῆς ῥῆσις αὕτη. τὰς δ' αἰτίας τῶν εἰρημένων, ὅσα μὲν πάνυ σαφεῖς εἰσι τοῖς μεμνημένοις τῶν ἔμπροσθεν, οὐ δέομαι λέγειν· ὅσαι δ' ἀσαφέστεραι, ῥηθήσονται. δυνάμεως γὰρ ἀῤῥωστούσης τῆς μὲν κατὰ τὸν ἑαυτῆς λόγον ἐπὶ δυσκρασίᾳ δηλονότι, τῆς δὲ διά τι τῶν ἔξωθεν ἤτοι βαρυνομένης ἢ ἐρεθιζομένης κακοήθως, ἐπὶ μὲν ταῖς βαρυνομέναις μικρὸς καὶ βραδὺς καὶ ἀραιὸς ὁ σφυγμὸς γίνεται, μικρὸς μὲν ὡς ἂν τῆς δυνάμεως κεκακωμένης, βραδὺς δὲ διά τε τοῦτο καὶ τῆς χρείας ἐκλελυμένης· ψυχραὶ γὰρ αἱ βαρύνουσαι τὴν δύναμίν εἰσι διαθέσεις· διὰ τοῦτο δὲ καὶ ἀραιὸς, ἐδείχθη γὰρ ἐκλυομένης τῆς χρείας τοιοῦτος γινόμενος· ἐπὶ δὲ ταῖς ἐριθιζούσαις μόνον καὶ λυπούσαις τὴν δύναμιν διαθέσεσιν, μικρὸς μὲν κᾀπὶ ταύταις καὶ ἀμυδρὸς διὰ τὴν κάκωσιν τῆς δυνάμεως, πυκνὸς δὲ διότι καὶ ἀμυδρός· ἔστι δ' ὅτε καὶ βραχεῖ θάττων. ὥσπερ γὰρ καὶ ἡμεῖς αὐτοὶ [200] πολλάκις ἀσθενέστεροι γινόμενοι, κᾄπειτα διά τινα χρείαν ἐπειχθέντες ἐπὶ πλεῖστον μὲν διαβαίνειν τοῖς σκέλεσιν ἀδυνατοῦμεν, εἰς ὅσον δ' οἷοί τέ ἐσμεν ἀναγκάζομεν ἡμᾶς αὐτοὺς θᾶττόν τε καὶ πυκνότερον προβαίνειν, οὕτω καὶ ἡ τὰς ἀρτηρίας κινοῦσα δύναμις, ὅταν ἐπείγηται μὲν ὑπὸ τῆς χρείας εἰς τὰς κινήσεις, ἀσθενὴς δ' ᾖ, μεγάλας μὲν οὐχ οἵα τέ ἐστι ποιεῖσθαι τὰς διαστολὰς, ἐπ' ὀλίγον δέ πως ὠκυτέρας, πυκνὰς μὲν εἰς τοσοῦτον εἰς ὅσον ἐνδεέστερον τῆς χρείας αἱ διαστολαὶ γίνονται. κατὰ λόγον οὖν ταῖς μὲν εἰς πυκνότητα τρεπούσαις στομαχικαῖς διαθέσεσιν τὸν σφυγμὸν ἐπιτεινομέναις ὁ σκωληκίζων καλούμενος ἐπιγίνεται, καταλυομένης γὰρ ἦν οὗτος οἰκεῖος δυνάμεως, ταῖς δ' εἰς ἀραιότητα οἷον διατεθρυμμένος, ἀνωμάλου δυσκρασίας αὐτῶν τῶν ὀργάνων ἔγγονος ὑπάρχων.
Ὑδέρων σφυγμοὶ, τοῦ μὲν ἀσκίτου μικρὸς καὶ πυκνότερος καὶ ὑπόσκληρος σύν τινι τάσει· τοῦ δὲ τυμπανίτου μακρότερος, οὐκ ἄῤῥωστος, θάττων, πυκνὸς, ὑπόσκληρος σύν τινι τάσει· τοῦ δὲ κατὰ σάρκα κυματώδης, πλατύτερος, μαλακός.
[201] Ὁ ἀσκίτης ὕδερος ἐν τοῖς κατὰ τὴν γαστέρα χωρίοις ἀθροίζων ὑδατώδους ὑγροῦ πλῆθος οὐκ ὀλίγον, εἰς συμπάθειαν ἄγει τὰς μεγάλας ἀρτηρίας, ὡς τείνειν τε ἅμα καὶ βαρύνειν καὶ καταψύχειν· τείνειν μὲν ἅμα τοῖς ἄλλοις τοῖς τῇδε· βαρύνειν δὲ διὰ τὸ βάρος· ψύχειν δὲ διὰ τὴν περιττὴν ὑγρότητα. διὰ μὲν δὴ τὴν τάσιν εὐλόγως τὸν σφυγμὸν ποιεῖ ὑπόσκληρον σύν τινι τάσει, διὰ δὲ τήν τε τῆς δυνάμεως κάκωσιν καὶ τὴν κατάψυξιν μικρότερον. εἰς ὅσον δὲ μικρότερον τοῦ δέοντος εἰς τοσοῦτον καὶ πυκνότερον, καὶ μᾶλλον ὅταν σὺν πυρετῷ. ὁ δὲ τυμπανίας ὕδερος ἧττον μὲν βαρύνει τὰς μεγάλας ἀρτηρίας, καὶ ὅλως τὴν δύναμιν, οὐχ ἧττον δὲ τείνει. διὰ τοῦτο οὖν ὑπόσκληρος μὲν σύν τινι τάσει, καθάπερ ἐν τοῖς ἀσκίταις ὁ σφυγμὸς γίνεται, θάττων δ' ἐκείνων καὶ ἧττον ἄῤῥωστος, πυκνὸς δὲ κατὰ τὰς αὐτὰς αἰτίας ἐκείνῳ, μακρότερος δὲ διὰ τὴν κουφότητα τῶν ἐπικειμένων ταῖς ἀρτηρίαις σωμάτων. ἐδείχθη γὰρ ἐν τῷ δευτέρῳ λόγῳ βραχὺς μὲν ὁ σφυγμὸς γινόμενος, ἐπειδὰν τῷ βάρει τε καὶ πλήθει τῶν ἐπικειμένων τε καὶ περικειμένων αὐταῖς σωμάτων θλίβωνται, μακρὸς δὲ ἐκ τῶν ἐναντίων [202] αἰτίων, ὧν ἐστι κεφάλαιον ἡ κουφότης τῶν ἐπικειμένων, ἣ κᾀν τοῖς τυμπανίαις γίγνεται. πνεύματος γὰρ ὑποπιμπλᾶσιν ὅλον τὸ σῶμα. λοιπὸς δ' ὁ κατὰ σάρκα τε καὶ ἀνὰ σάρκα προσαγορευόμενος, ὑγρότητι πολλῇ διαβρέχων ὅλην τὴν ἕξιν, ὡς τοὺς χιτῶνας τῶν ἀρτηριῶν ἐργάζεται μαλακοὺς, οὕτω καὶ τοὺς σφυγμοὺς μαλακούς τε καὶ κυματώδεις καὶ πλατυτέρους ἀποφαίνεται.
Ἐλεφαντιώντων σφυγμὸς μικρὸς, ἀμυδρὸς, βραδὺς, πυκνός.
Ὁ τῶν ἐλεφαντιώντων σφυγμὸς οὐκ εὐθὺς ἐξ ἀρχῆς, ἀλλ' ἐπειδὰν ἐπὶ πλεῖστον ἥκωσι κακώσεως, ὡς ἄῤῥωστον αὐτοῖς εἶναι τὴν δύναμιν, μικρὸς καὶ ἀραιὸς καὶ βραδὺς καὶ πυκνὸς ἀποτελεῖται. ἐδείχθησαν γὰρ οἵδε δυνάμεως ἅμα ψύξει κεκακωμένης οἰκεῖοι.
Ἰκτέρων ἄνευ πυρετοῦ μικρότερος, σκληρότερος, πυκνότερος, οὐκ ἀμυδρὸς, οὐ ταχύς.
Ὁ τῆς ξανθῆς χολῆς χυμὸς ἔχει τι φύσει ξηραντικὸν, ὥσπερ ἅλμη καὶ θάλαττα, καὶ διὰ τοῦτ' οὖν καὶ τὸν χιτῶνα τῶν ἀρτηριῶν σκληρότερον ἐργαζόμενος, ἅμα [203] αὐτῷ καὶ τὸν σφυγμὸν ἀποφαίνει σκληρότερον, εὐθὺς δὲ καὶ μικρότερον, ἀδυνατούντων δηλονότι τελέως διαστέλλεσθαι τῶν σκληρῶν ὀργάνων. ὥστ' εὐλόγως εἰς ὅσον τοῦ προσήκοντος γίνεται μικρότερος εἰς τοσοῦτο καὶ πυκνότερος, οὐ μὴν ἀμυδρός γε. οὐ γὰρ ἄῤῥωστος ἡ δύναμις. οὐ μὴν οὐδὲ ταχὺς, ὅτι χωρὶς πυρετῶν· ὡς τοῖς γε μετὰ πυρετῶν καὶ ταχὺς, διὰ τὴν τῆς χρείας ἔπειξιν.
Τῶν δ' ἐλλέβορον εἰληφότων ὀλίγον μὲν πρὸ τῶν ἐμέτων, ἡνίκα ἂν θλίβωνται, πλατὺς, ἀραιὸς, ἀμυδρότερος, βραδύτερος. ἐμούντων δὲ καὶ σπαραττομένων ἀνώμαλος καὶ ἄτακτος. ἤδη δὲ βελτιόνων γινομένων τεταγμένος μὲν, ἀλλ' ἔτι ἀνώμαλος, ἧττον δὲ ἢ πρόσθεν. ἐγγὺς δὲ τοῦ κατὰ φύσιν ἐλθόντων ὁμαλὸς καὶ μείζων τοῦ πρόσθεν καὶ σφοδρότερος. ὅσοι δ' ἐξ αὐτῶν συγκόπτονται καὶ σπῶνται καὶ λύζουσι, μικρὸς τούτοις καὶ ἀμυδρὸς καὶ ἄτακτος καὶ θάττων καὶ πυκνὸς ἄγαν. τοῖς δὲ πνιγομένοις αὐτῶν μικρὸς [204] καὶ ἀμυδρὸς καὶ ἄτακτος καὶ ἀνώμαλος, οὐ μὴν πυκνὸς, οὐδὲ ταχὺς, ἀλλ' ἔτι βραδύνειν μᾶλλον. ἐμφαίνει δέ τι καὶ κυματῶδες καὶ πλατὺ καί ποτε τάσιν τινὰ τῆς ἀρτηρίας βραχεῖαν.
Οὐδ' ἐπὶ τῶν ἐλλέβορον εἰληφότων ἀλόγως οἱ σφυγμοὶ θλιβομένων ἔτι βραδύτεροι καὶ ἀραιότεροι καὶ ἀμυδρότεροι γίνονται. πάσης γὰρ θλίψεως ἦσαν οὗτοι κοινοί. τὸ δ' ἴδιον αὐτῶν ἐστιν ἡ πλατύτης, ἣν ἐκ τοῦ τὸ πνεῦμα πᾶν εἴσω μετὰ τῆς θερμασίας ἕλκεσθαι συμβαίνει γίνεσθαι. τῆς μὲν γὰρ πρὸς τὰ πέρατα κινουμένης δυνάμεως οἰκεῖος σφυγμὸς ὁ ὑψηλὸς, τῆς δ' ὀκλαζούσης τε καὶ ἀντισπωμένης ἐπὶ τὸ ἐντὸς ὁ ταπεινός. οὗτος οὖν ἐστιν ὁ καὶ τὴν τοῦ πλάτους ἀποτελῶν φαντασίαν. τὰ δ' ἄλλα τὰ συμπίπτοντα αὐτοῖς εὔδηλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων.