6484 249 0 6 4 0 II d. C. Medicina Galenus De atra bile de Boer, W., Leipzig, Teubner, 1937. 7

Galenus - De atra bile

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΜΕΛΑΙΝΗΣ ΧΟΛΗΣ.

[104]    Περὶ μελαίνης χολῆς ἔνιοι μὲν ἐπὶ πλεῖον, ἢ ὡς ἐν τοῖς ἔργοις τῆς ἰατρικῆς τέχνης ἐστὶ χρήσιμον, ἐξέτειναν τὸν λόγον, ἔνιοι δὲ καὶ τοῦ δικαίου μέτρου καθεῖλόν τι, καθάπερ ἔνιοι παντάπασιν οὐδὲν εἶπον, οἷς ἄν τις μᾶλλον μέμψαιτο τῶν προσθέντων ἄχρηστόν τι. ῥᾷον γὰρ ἀφελεῖν τὸ περιττὸν τοῦ τὸ μηδόλως εἰρημένον αὐτὸν ἅπαν ἐξευρεῖν. Ἱπποκράτης μὲν οὖν μοι δοκεῖ τὸ χρήσιμον εἰς τὰ τῆς τέχνης ἔργα πρῶτος εἰπεῖν, ὥσπερ αὖ πάλιν Ἐρασίστρατος ὅλον παραλιπεῖν. οἱ δὲ περὶ Πλειστόνικόν τε καὶ Πραξαγόραν καὶ [105] Φιλότιμον ἐπὶ πλεῖστον ἐξεργασάμενοι τὸν περὶ τῶν χυμῶν λόγον ἔνια μέν μοι δοκοῦσι χρησίμως διορίσασθαι τῶν ἀδιορίστως Ἱπποκράτει γεγραμμένων, ἔνια δὲ καὶ ψευδῶς ἀποφήνασθαι. τῶν δὲ νεωτέρων ἰατρῶν ἄριστα γέγραπται περὶ μελαγχολίας τῷ Ἐφεσίῳ Ῥούφῳ. καί τις εὐλόγως ἂν φαίη μηδὲν ἐνδεῖν τοῖς κατὰ φύσιν ἀκούουσιν, οὐκ ἐριστικῶς ἀντιλέγειν προῃρημένοις, ὅπερ ἐπὶ πλεῖστον ἐζήλωσαν οὐκ ὀλίγοι τῶν νεωτέρων ἰατρῶν καὶ μάλιστα οἱ καλοῦντες ἑαυτοὺς Ἐρασιστρατείους τε καὶ Ἀσκληπιαδείους καὶ μεθοδικούς· ὧν ἔνιοι καὶ σοφίσματα συνέθεσαν ἐπιδεικνύναι πειρώμενοι τὸν περὶ τῶν χυμῶν λόγον ἄχρηστον εἶναι πρὸς τὰ τῆς ἰατρικῆς τέχνης ἔργα.

   πρῶτον οὖν ἡμεῖς, ὡς εἰθίσμεθα, τὸ χρήσιμον εἰπόντες, εἶτα ἐπὶ τὰ κατὰ ἀκολουθίαν τοῦδε ζητούμενα μεταβάντες οὐκ ὀκνήσομεν ὕστερον διαλύσασθαι τοὺς ἠρωτημένους λόγους τοῖς ἄχρηστον ἡγουμένοις εἶναι τὴν περὶ τοὺς χυμοὺς τέχνην. ὅπως δὲ μή τις ἀσάφεια [106] περὶ τὸν λόγον γίνοιτο, καθ' ἑκάστου ‹τοῦ› χυμοῦ φύσιν ἓν ὄνομα θέμενοι οὕτω πειρασόμεθα διὰ παντὸς ἑρμηνεύειν αὐτόν. οὐκ ἐνδέχεται δὲ πρᾶξαι καλῶς τοῦτο χωρὶς τοῦ διελθεῖν αὐτῶν τὰς ἰδέας. τοῦτο οὖν ἤδη πράξομεν ἀπὸ τοῦ γνωριμωτάτου πᾶσιν ἀνθρώποις ἀρξάμενοι χυμοῦ.

   Φαίνεται δὲ οὗτος, ἐάν τε ἀρτηρία τις ἐάν τε φλὲψ τρωθῇ, παραχρῆμα τῶν περιεχόντων αὐτὸν ἀγγείων ἐκχεόμενος, ἐρυθρότερος μὲν ἐκ τῶν φλεβῶν, ξανθότερος δὲ τοὐπίπαν ἐκ τῶν ἀρτηριῶν. ἀλλὰ πήγνυταί γε ἑκάτερος εὐθέως, οὐ μόνον ἐκπίπτων τοῦ σώματος, ἀλλὰ καὶ κατ' αὐτὸ περιεχόμενος ἔτι καθ' ὁντινοῦν τόπον. καὶ τήν γε πῆξιν αὐτοῦ τελευτῶσαν εἰς θρόμβον ὁρῶμεν· οὕτω γὰρ ἔθος τοῖς Ἕλλησιν ὀνομάζειν τὸ πεπηγὸς αἷμα. φαίνεται δὲ πηγνύμενον οὐ μόνον ἐν τοῖς κατὰ τὴν κοιλίαν τε καὶ τὰ ἔντερα χωρίοις, ἀλλὰ καὶ κατὰ τὴν κύστιν, ἐν ᾗ τὸ οὖρον ἀθροίζεται, καὶ κατὰ τὸν πνεύμονά τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν, ὥσπερ γε κἀν τῷ μεταξὺ πνεύμονός τε καὶ θώρακος, [107] ἔν τε ταῖς μήτραις ἐπὶ γυναικῶν. ἐπικρατεῖ μὲν οὖν ὡς τὸ πολὺ κατὰ τὸν χυμὸν τοῦτον ἡ ἐρυθρὰ χρόα, καὶ τό γε κάλλιστον αἷμα τοιοῦτον ἀκριβῶς ἐστι. φαίνεται δὲ ἐνίοτε καὶ ξανθότερον τοῦδε καὶ μελάντερον, ὥσπερ γε καὶ τῇ συστάσει παχύτερόν τε καὶ λεπτότερον. εὑρίσκεται δὲ ἐνίοτε καὶ τὸ τῶν φλεβοτομηθέντων αἷμα λεπτὴν ὑγρότητα περιέχον, ἥτις ἐν τῷ πήγνυσθαι διακρινομένη τὴν ἐπιπολῆς αὐτοῦ καταλαμβάνει χώραν. εὔλογον γὰρ δήπου κἀκ τοῦ ποτοῦ συναναφέρεσθαί τι τῷ γεννηθέντι κατὰ τὸ ἧπαρ αἵματι, τὴν ἔκκρισιν λαμβάνον ὕστερον, οὐ μόνον διὰ τῶν οὔρων, ἀλλὰ καὶ διὰ τῶν ἱδρώτων καὶ κατὰ τὴν καλουμένην ἄδηλον αἰσθήσει διαπνοήν. φαίνεται δὲ ἐνίοτε καὶ φλεγματώδης χυμὸς ἐποχούμενος τῷ αἵματι, καθάπερ γε καὶ σύμπαν ἱκανῶς παχύτερόν τε καὶ μελάντερον, ὡς ἐοικέναι πολλάκις ὑγρᾷ πίττῃ. καλεῖται μὲν οὖν καὶ τὸ ἐκ τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν ἐκχεόμενον, ὁποῖον ἂν ᾖ, μιᾷ προσηγορίᾳ τῇ τοῦ αἵματος [108] οὐδεμιᾶς τῶν εἰρημένων αὐτοῦ διαφορῶν ἴδιον ἐχούσης ὄνομα. καὶ πήγνυταί γε πᾶν αὐτίκα, κἂν εἰ σαρκῶδες μόριον ἄχρι βάθους διαιρεθὲν ἐκχυθῇ. παραπλήσιος δέ τις αἵματι παχεῖ καὶ μέλανι χυμὸς ἕτερος ὁρᾶται πολλάκις ἐκκρινόμενος ἐμούντων τε καὶ διαχωρούντων, οὐ μὴν πηγνύμενός γε, κἂν ἐπὶ πλεῖον ὁμιλῇ τῷ πέριξ ἀέρι. καὶ τούτου γε αὐτοῦ ποτὲ μὲν αἴσθησις γίνεται τοῖς ἐμοῦσιν ὀξέος τε ἅμα καὶ στρυφνοῦ, ποτὲ δὲ οὐδεμίαν ἔχοντος ἐμφανῆ ποιότητα, μήτε οὖν γλυκύτητα, καθάπερ τὸ αἷμα, μήτε πικρότητα, καθάπερ ἡ ξανθὴ χολή, μήτε ἁλυκότητα, καθάπερ ἐνίοτε τὸ φλέγμα καὶ τὸ αἷμα. πρόδηλον οὖν, ὅτι νοσῶδες μέν ἐστι τὸ ἁλυκὸν αἷμα καὶ τὸ φλέγμα. τοὐπίπαν δὲ τὸ μὲν αἷμα γλυκὺ φαίνεται, τὸ δὲ φλέγμα ἄποιον, καθάπερ ὕδωρ. ἀλλ' ἐκτρεπόμενόν γε τῆς κατὰ φύσιν ποιότητος οὐχ ἁλυκὸν μόνον, ἀλλὰ καὶ ὀξὺ γίνεται, μεταλαμβάνει δέ ποτε καὶ γλυκείας ποιότητος. ἀλλὰ καὶ τοῦτον τὸν χυμόν, ὁποῖος ἂν ᾖ, φλέγμα καλοῦσιν, εἰ μόνον [109] εἴη λευκὸς ἔχοι τε τὸ κοινὸν ἁπάντων χυμῶν γνώρισμα, τὸ μὴ πήγνυσθαι. πρόδηλον δέ, ὅτι διαφέρει μηδὲν ἁλμυρὸν ἢ ἁλυκὸν ὀνομάζειν ὁντινοῦν χυμόν· ἄμφω γὰρ τὰ ὀνόματα ταὐτὸ σημαίνει πρᾶγμα. ἔστι δὲ καὶ ἕτερος χυμός τις, ἀεὶ μὲν πικρὸς τοῖς ἐμοῦσιν αὐτὸν φαινόμενος, οὐκ ἀεὶ δὲ ξανθός, ἀλλ' ὠχρὸς ἔστιν ὅτε· καὶ παχύτερος διαπαντὸς ὁ ξανθὸς τοῦ ὠχροῦ φαίνεται. ὥστε ἐκ τούτου τεκμαίρονται προσηκόντως οἱ περὶ χυμῶν ἄριστα γνόντες ὑγρότητος ἐπιμιξίᾳ λεπτῆς καὶ ὑδατώδους τῇ συστάσει τὴν ξανθὴν χολὴν ὠχρὰν φαίνεσθαι. καλοῦσι δὲ ἔνιοι μὲν τὴν ὑγρότητα ταύτην ὑδατώδη, ἔνιοι δὲ ὀρρώδη τούτου τοῦ γένους οὖσαν, ἐξ οὗ τό τε οὖρόν ἐστι καὶ ὁ ἱδρώς. ὥσπερ δὲ μιγνυμένης τῆς λεπτῆς ὑγρότητος ἡ ξανθὴ χολὴ κατά τε τὴν χρόαν ὠχροτέρα καὶ κατὰ τὴν σύστασιν ὑγροτέρα γίνεται, οὕτως, ὅταν ἐπὶ πλέον αὕτη διαφορηθῇ, τῇ τῶν ὠμῶν ὠῶν λεκίθῳ παραπλησία φαίνεται καὶ διὰ τοῦτο καλεῖται λεκιθώδης. αὕτη μὲν οὖν ἡ χολή, κἂν ὠχρά, κἂν ξανθή, κἂν λεκιθώδης φαίνηται, τὴν γένεσιν [110] ἐν τοῖς ἀγγείοις ἴσχει. κατὰ δὲ τὴν γαστέρα πρασοειδής τις ἑτέρα γεννᾶται. καλοῦσι γὰρ οὕτως αὐτὴν ἀπὸ τῆς χρόας τῶν πράσων παρονομάσαντες, ὥσπερ γε καὶ τὴν ἰώδη παρὰ τὸ τῷ ἰῷ ὁμοιοῦσθαι. ὠνόμασται δὲ καὶ ἰσατώδης τις χολὴ παρὰ τὴν τῆς ἰσάτιδος χρόαν τῆς γλαυκῆς. αὗται πᾶσαι κοινὸν ἔχουσι τὸ ἀπαγεῖς διαμένειν. οὕτω γοῦν ἔνιοι καὶ τὴν ἐρυθρὰν χολὴν ὠνόμασαν, ἐγγὺς οὖσαν αἵματι λεπτῷ κατὰ τὴν σύστασιν, ἀλλ' ὅτι μὴ πήγνυται, διὰ τοῦτο χολὴν αὐτὴν προσαγορεύουσι. ταῦτα μὲν οὖν ἴσως ἐπὶ πλέον ἢ κατὰ τὴν προειρημένην πραγματείαν εἴρηται τῇ τε κοινωνίᾳ τοῦ λόγου καὶ τῷ χρησίμῳ τῆς γνώσεως, ἔτι τε τῷ συντόμῳ τῆς διδασκαλίας προτρεψάμενά με διελθεῖν ὑπὲρ αὐτῶν. ἐπὶ ‹δὲ› τὸν περὶ τῆς μελαίνης χολῆς λόγον ἐπανέλθωμεν.

   Ὅτι μὲν οὖν οὐ πήγνυται, διώρισται μὲν ἀπὸ τοῦ μέλανος αἵματος, οὐ μὴν ἤδη γε καὶ ἀπὸ τῶν μελάνων ἰδίως ὀνομαζομένων. ἐμεῖταί τε γὰρ καὶ διαχωρεῖται πολλάκις τοιαῦτα πάμπολυ διαφέροντα [111] τῆς μελαίνης χολῆς οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ ταῖς αἰσθηταῖς ποιότησιν. οὔτε γὰρ στρυφνότητος οὔτε ὀξύτητος μετέχει σαφῶς ταῦτα τῆς μελαίνης χολῆς κατά τε τὴν γεῦσιν ἐμφαινούσης τοῖς ἐμοῦσιν αὐτὴν καὶ κατὰ τὴν ὄσφρησιν οὐκ ἐκείνοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις. οὐ μὴν οὐδὲ ζυμοῖ τὴν γῆν, ὡς ἐκείνη. ἀλλ' εἰ καὶ κατὰ τοῦτο ἔοικεν ὄξει δριμυτάτῳ, τῷ παχυμερεῖ τῆς οὐσίας ἐναντιώτατα διάκειται καὶ διὰ τοῦτο, οἷς ἂν ὁμιλήσῃ τοῦ σώματος μέρεσιν ἄκρατος, ἑλκοῖ πάντως αὐτὰ διαβιβρώσκουσα. τὸ μὲν γὰρ ὄξος, ἅτε λεπτομερὲς ὄν, διεξέρχεται, τὸ δὲ τῆς μελαίνης χολῆς πάχος ἕδραν μόνιμον αὐτῇ παρέχον αἴτιον τῆς ἀναβρώσεως γίνεται. ὥσπερ δὲ τοῖς εἰρημένοις γνωρίσμασι σαφῶς διορίζεται τῶν μελάνων, εἴτε χυμῶν ἐθέλοις λέγειν, εἴτε διαχωρημάτων, εἴτε ἐδεσμάτων, ἡ μέλαινα χολή, οὕτω κἀν τῷ μήτε μυῖαν μήτε ἄλλο τι ζῷον ἐθέλειν αὐτῆς γεύεσθαι, καθάπερ οὐδὲ τῆς κατακοροῦς ἅλμης· οὐδὲ γὰρ ἐν ἐκείνῃ γε διαζῇ ζῷον, ὡς ἡ καλουμένη [112] νεκρὰ θάλασσα τεκμήριον. καὶ διὰ τοῦτο ἔοικεν ἡ γένεσις αὐτῆς ὀλέθριος ὑπάρχειν ὑπεροπτηθέντος τοῦ μέλανος χυμοῦ συμβαίνουσα. πολὺ δὲ δήπου τῆσδε τὴν ἐκ τῆς ξανθῆς χολῆς ὑπεροπτηθείσης γινομένην μέλαιναν ὀλεθριωτέραν εἶναι νομιστέον, ὅσῳπερ καὶ ὁ χυμὸς τοῦ χυμοῦ δραστικώτερος, ἡ ξανθὴ χολὴ τῆς οἷον ὑποστάθμης τοῦ αἵματος, ἣν ἀμόργῃ καὶ τρυγὶ παραπλήσιον ἔφασαν ἔχειν τὴν γένεσιν οἱ περὶ τὰ τῆς τέχνης ἔργα σπουδάσαντες. ἀλλ' ὥσπερ ἐπ' ἄλλων πολλῶν πραγμάτων, ὁμωνύμων μὲν ἀλλήλοις, ἐναντίας δὲ φύσεως ὄντων, ἡ τῆς προσηγορίας κοινότης ἔσφηλέ τινας, οὕτω κἀπὶ τῶν εἰρημένων δυοῖν χυμῶν ἔνιοι σφαλέντες ᾠήθησαν ἐπ' ἀγαθῷ πολλάκις ἐμεῖσθαί τι καὶ διαχωρεῖσθαι μέλαιναν χολήν. ἐγὼ δὲ ἐκ μειρακίου παρὰ Πέλοπι τῷ διδασκάλῳ μαθὼν ἑκατέρου τῶν χυμῶν τὰ γνωρίσματα κἄπειτα παραφυλάττων αὐτὰ δι' ὅλου τοῦ ἐμοῦ βίου μέχρι δεῦρο, τὸν μὲν τῆς ἀκριβοῦς μελαίνης χολῆς χυμὸν ὀλεθρίως [113] ἐκκρινόμενον ἐθεασάμην ἀεί, τὴν δὲ τῶν μελάνων κένωσιν οὐκ ὀλιγάκις ἐπ' ἀγαθῷ γινομένην.

   ἀρκεῖ μὲν οὖν καὶ τοῦτο γινώσκεσθαι μόνον εἰς τὰ τῆς τέχνης ἔργα, καὶ μάλιστα ἐάν γε μετὰ διορισμοῦ τῶν καιρῶν, ἐν οἷς ἐκκρίνεται, μάθῃ τις τοῦτον τὸν λόγον, ὃν ἐν τοῖς ἑξῆς διηγήσομαι· τῷ δὲ μήπω διὰ μακρᾶς πείρας ἐγνωκότι τὸ γινόμενον ἐφ' ἑκατέρᾳ τῇ κενώσει θαυμάζειν ἴσως ἢ ἀπιστεῖν εἰκός ἐστιν, εἰ τοῦ μοχθηροτάτου χυμοῦ κενουμένου βλάπτεται τὸ σῶμα· τοὐναντίον γὰρ εὔλογον εἶναι δόξει, τῶν βλαπτόντων ἐκκενουμένων ὑγιεινότατον αὐτὸ γίνεσθαι. κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ἡ τῶν μελάνων κένωσις. ἀλλ' ὁ διὰ μακρᾶς πείρας πεισθείς, ὡς ἄρτι μοι λέλεκται, γίνεσθαι, ῥᾳδίως εὑρήσει τὴν αἰτίαν τοῦ συμβαίνοντος, καὶ μάλισθ' ὅταν ἐθελήσῃ τὰ γεννῶντα τὴν μέλαιναν χολὴν εὑρεῖν, ὧν ἤδη μὲν ἡ ἀρχὴ τῆς εὑρέσεως εἴρηται, βέλτιον δὲ καὶ τὸ σύμπαν τοῦ λόγου προσθεῖναι.

   τοῦ γὰρ ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων εἰς ἧπαρ ἀναδιδομένου [114] χυμοῦ τὸ μέν τι λεπτομερέστερόν ἐστι τῇ συστάσει, τὸ δὲ παχυμερέστερον, ὥσπερ καὶ τῶν ἐδεσμάτων αὐτῶν αἱ οὐσίαι διαφέρουσι. γινωσκόντων δὲ ἡμῶν ἅπαντα τὴν διοικοῦσαν τὸ σῶμα φύσιν ἐπὶ σωτηρίᾳ τοῦ ζῴου πράττειν ὁρώντων τε καὶ τοὺς ἐκκριτικοὺς πόρους τῶν ἀχρηστοτέρων μορίων τῆς τροφῆς τε καὶ τοῦ ποτοῦ, θαυμαστὸν οὐδὲν εἶναι δοκεῖ καὶ τῆς ὑποστάθμης τοῦ αἵματος ἐπιτεχνήσασθαί τινα κένωσιν αὐτήν, ἥτις ὁποία μέν ἐστι καὶ διὰ τίνων γίνεται μορίων αὖθις ἐπισκεψόμεθα.

   Νυνὶ δὲ πρότερον, ἃ διὰ τῆς πείρας ἔγνωμεν, ἀρχὴν ποιησάμενοι τῆς διὰ τοῦ λόγου γενησομένης σκέψεως, ὅσα πεπείσμεθα χρόνῳ πολλῷ βασανίσαντες εὑρηκέναι, ταῦτα ἐροῦμεν. ὁρᾶται δὴ τὸ κατὰ τὰς φλεβοτομίας αἷμα παχύτερον καὶ μελάντερον ἐν ταῖς τῶν θερμῶν καὶ ξηρῶν σωμάτων κράσεσιν, ὥσπερ γε καὶ κατὰ τὰς τοιαύτας ὥρας τε καὶ χώρας καὶ καταστάσεις ἐπιτηδεύματά τε καὶ δίαιταν ἐν ἐδέσμασι [115] παχυχύμοις τε καὶ αὐχμώδεσιν, ὁποῖόν ἐστι φακὴ καὶ κοχλίαι καὶ κρέα ταύρεια καὶ τράγεια, καὶ μᾶλλον εἰ ταριχευθείη. τῆς τοιαύτης ὕλης ἐστὶ καὶ μέλας οἶνος παχύς τε καὶ αὐστηρός. οὕτω δὴ καὶ τῶν νοσημάτων ὅσα κατὰ θερμὴν καὶ ξηρὰν δυσκρασίαν γίνεται, καθάπερ οἱ καῦσοι, παχὺ καὶ μέλαν ἀποφαίνουσι τὸ αἷμα. τοιοῦτον δὲ αὐτὸ καὶ ὁ μακρὸς οὗτος λοιμός, ὁ ἐπὶ τοῦ Μάρκου θέρους γενόμενος, εἰργάζετο, καὶ τῶν γε διασωθέντων οὐκ ὀλίγοις ἔκκρισις διὰ τῆς κάτω γαστρὸς ἐγίνετο τῶν καλουμένων μελάνων ἐπὶ τῆς ἐννάτης ἡμέρας τοὐπίπαν ἢ ἑβδόμης ἢ ἑνδεκάτης. ὧν καὶ αὐτῶν ἐφαίνοντο διαφοραὶ πλείους, ἐνίων μὲν ἐγγυτάτω τῆς μελαίνης χολῆς ἡκόντων, ἐνίων δὲ οὔτε δῆξιν ἐν ταῖς διαχωρήσεσιν ἐχόντων οὔτ' ὀσμὴν δυσώδη, πολλῶν δὲ ἔτι ἐν τῷ μεταξὺ τούτων καθεστηκότων. ὅσοις δὲ τῶν σωθέντων ἡ διὰ τῆς κάτω γαστρὸς ἔκκρισις οὐκ ἐγένετο τοιαύτη, τὸ σῶμα πᾶν περιεξήνθησε μέλασιν ἐξανθήμασιν ὁμοίοις. ἐνίοτε δὲ καὶ οἷον λεπὶς [116] ἀπέπιπτε ξηραινομένων τε καὶ διαφορουμένων αὐτῶν, κατὰ βραχὺ δὲ ἐπὶ πλείοσιν ἡμέραις μετὰ τὴν κρίσιν. ὅσοι δὲ διεχώρησαν ἀκριβῆ τὴν μέλαιναν, ἀπέθανον ἅπαντες· ἐνδείκνυται γὰρ ἡ τοιαύτη κατωπτῆσθαι τὸ αἷμα. φαίνεται δὲ καὶ ἄλλα χωρὶς τοῦ πυρέξαι πολλοῖς ἐξανθήματα γινόμενα κατὰ τὸ δέρμα παχυνόμενόν τε καὶ ξηραινόμενον τὸ πλεονάζον τοῦ μελαγχολικοῦ χυμοῦ τῆς φύσεως ὠθούσης αὐτοῦ ἐκτός· ἐξ οὗ γένους ἐστὶ καὶ ὁ καλούμενος ἐλέφας. ὅταν δὲ ἅμα πυρετῷ γένηταί τι τοιοῦτον, τὸν ὀνομαζόμενον ἄνθρακα γεννᾷ τὸ κατασκῆψαν εἰς τὸ δέρμα τοῦ μελαγχολικοῦ χυμοῦ. χωρὶς δὲ πυρετοῦ κατασκήπτων, ὅταν μὲν αἵματι μεμιγμένος ᾖ, τὸν ἐλέφαντα γεννᾶν πέφυκεν, ὅταν δὲ μόνος, ἐν ἀρχῇ μὲν ὄγκον ἐργάζεται μέλανα, τῷ χρόνῳ δὲ εἰς τὸν καλούμενον καρκίνον τελευτᾷ, ἐπειδάν γε δριμύτερός τε καὶ κακοηθέστερος ᾖ διαβιβρωσκομένου τοῦ δέρματος, ὅταν δὲ ἐπιεικέστερος ἕλκους χωρὶς ἐργαζόμενος τὸν ὀνομαζόμενον κρυπτὸν [117] καρκίνον. ἐναργῶς γὰρ ἅπαντα τὰ τοιαῦτα πάθη καὶ μάλιστα ὁ καρκίνος ὑπὸ τοῦ μελαγχολικοῦ γίνεται χυμοῦ σαφῶς φαινομένων τῶν εἰς τὸ πεπονθὸς μόριον ἡκουσῶν φλεβῶν παχὺν καὶ μέλανα περιεχουσῶν χυμόν. ἐκκαθαίρειν μὲν γὰρ τὸ αἷμα διὰ παντὸς ἡ φύσις πειρᾶται διακρίνουσά τε τὸ μοχθηρὸν ἐξ αὐτοῦ κἀκ τῶν κυρίων μορίων ὠθοῦσα ποτὲ μὲν εἰς τὴν γαστέρα τε καὶ τὰ ἔντερα, ποτὲ δὲ εἰς τὴν ἐκτὸς ἐπιφάνειαν. ἀλλ' ὅσα μὲν τῶν τοιούτων λεπτομερεστέρας οὐσίας ἐστί, διεξέρχεται τὸ δέρμα, τινὰ μὲν κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν, ἔνια δὲ αἰσθητῶς, καθάπερ οἱ ἱδρῶτες· ὅσα δὲ παχύτερα, διεξελθεῖν μὲν οὐ δύναται τὴν πυκνότητα τοῦ δέρματος, ἐγκαταλαμβανόμενα δέ, τὰ μὲν θερμὰ τοὺς ἄνθρακας ἐργάζεται, τὰ δὲ μὴ τοιαῦτα τοὺς καρκίνους. ὅταν δὲ ἐπιεικὴς κατὰ τὰς ποιότητας ὁ μέλας ᾖ χυμὸς αἵματί τε συμμιγής, τοὺς ὑπερύθρους ἐλέφαντας ἐργάζεται· χρονίζοντες δὲ καὶ οὗτοι γίνονται μελάντεροι. πολλάκις δὲ ἡ φύσις [118] ἀναστομώσασα φλέβα τῶν κατὰ τὴν ἕδραν ἀγγείων ἐκκρίνει τὸν τοιοῦτον χυμὸν αἵματι μεμιγμένον, ἀφ' οὗ δὴ καὶ τοὔνομα τῷ συμπτώματι τίθενται τὴν αἱμορροΐδα. καὶ χρὴ καταμανθάνειν ἐπ' αὐτῆς, ὁποῖόν ἐστι τὸ ἐκκρινόμενον αἷμα, πότερον οἷον ἔχουσιν οἵ τε γυμναστικοὶ καὶ οἱ ἀθληταὶ καὶ τῶν ἰδιωτῶν οἱ τελέως ὑγιεινοί τε καὶ εὔχυμοι, ἢ μελάντερόν τε καὶ παχύτερον τοῦδε. καὶ μέντοι καὶ [ὡς] ἡ φύσις ἀποτίθεται τὸ τοιοῦτον αἷμα πολλάκις εἰς τὰς κατὰ τὰ σκέλη φλέβας, ὑφ' οὗ διατεινόμεναί τε καὶ διευρυνόμεναι κιρσώδεις ἀποτελοῦνται, καὶ μελαίνεταί γε τῷ χρόνῳ τὸ δέρμα τὸ κατὰ τὰς τοιαύτας φλέβας. ἐφ' ὧν δὲ αἵματος πλῆθος μόνον εἰσρέοι ἄνευ τοῦ μελαγχολικὸν ὑπάρχειν, ἀσθενεστέρας οὔσας φύσει τὰς τῇδε φλέβας ἀνευρύνει κατασκῆπτον, οὐδενὸς τοιούτου συμβαίνοντος ὡς ἐφ' ὧν γε ἂν τὸ μελαγχολικὸν αἷμα τοὺς κιρσοὺς ἐργάσηται· κίνδυνος γὰρ ἐπὶ τούτων ἐστίν, ἐὰν ἐκτέμῃ τις τὰς πεπονθυίας φλέβας, ἁλῶναι μελαγχολίᾳ. καὶ γὰρ τοῦτο πολλάκις ἑώραται γινόμενον οὐ μόνον κατὰ [119] τοὺς κιρσούς, ἀλλὰ καὶ κατὰ τὰς ὑπὸ τοῦ τοιούτου χυμοῦ γινομένας αἱμορροΐδας. ἕλκος δή τις ἔχων ἐν κνήμῃ χρόνῳ πολλῷ τὴν ὑπερκειμένην φλέβα κιρσωδεστέραν οὖσαν ἐκτμηθεὶς αὐτίκα μὲν ἐθεραπεύθη τὸ ἀρχαῖον ἕλκος, ὃ δὲ ἐκ τῆς τομῆς ἔσχεν ἐξαιρουμένης τῆς φλεβός, ἀνίατον ἔμεινεν. ὕστερον δέ ποτε μετ' ἐνιαυτὸν εἷς τῶν ἐν Περγάμῳ διδασκάλων ἡμῶν Στρατόνικος ὄνομα, μαθητὴς Σαβίνου τοῦ Ἱπποκρατείου, φλέβα τεμὼν ἐν ἀγκῶνι τοῦ ἀνθρώπου καὶ θεασάμενος ἐκκρινόμενον αἷμα παχὺ καὶ μέλαν ἐπαφεῖλε κατὰ τὴν ὑστεραίαν ὀλίγον, εἶτα κατὰ τὴν τρίτην τε καὶ τετάρτην ἡμέραν ὁμοίως ὀλίγον καθήρας τε μετὰ ταῦτα φαρμάκῳ μέλανα χυμὸν ἐκκενοῦντι καὶ τὴν δίαιταν αὐτῷ εὔχυμον παρασκευάσας ἐπὶ τὴν θεραπείαν τοῦ ἕλκους ἐτράπετο.

   Ὅτι μὲν οὖν ἐν ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις οἱ χυμοὶ περιέχονται πάντες, ἐνδείκνυται μὲν καὶ ἡ ποικιλία τῆς χρόας τε καὶ τῆς συστάσεως αὐτῶν, δηλοῖ δὲ καὶ τὰ νῦν εἰρημένα καὶ πρὸς τούτοις ὅσα [120] κατὰ τὸ Περὶ φύσεως ἀνθρώπου γέγραπται τῷ Ἱπποκράτει, περὶ ὧν ἐπὶ πλέον μὲν ἐν τῷ περὶ τῶν κατ' αὐτὸν στοιχείων διῆλθον, ἀναγκαῖον δέ ἐστι καὶ νῦν εἰπεῖν ἀρξάμενον ἀπὸ τῆς ῥήσεως αὐτοῦ τῆσδε· "Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωυτῷ αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. καὶ ταῦτά ἐστιν αὐτέῳ ἡ φύσις τοῦ σώματος καὶ διὰ ταῦτ' ἀλγέει καὶ ὑγιαίνει. ὑγιαίνει μὲν οὖν μάλιστα, ὅταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα δυνάμεως καὶ τοῦ πλήθους καὶ μάλιστα ἂν μεμιγμένα ᾖ. ἀλγέει δέ, ὅταν τι τούτων ἔλασσον ἢ πλέον ᾖ ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ ‹μὴ› μεμιγμένον ᾖ τοῖσι πᾶσιν. ἀνάγκη γάρ, ὅταν τι τουτέων χωρισθῇ καὶ ἐφ' ἑωυτοῦ στῇ, οὐ μόνον τοῦτο τὸ χωρίον, ὅθεν ἐξέστη, ἐπίνοσον γίνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν στῇ καὶ ἐπιχυθῇ ὑπερπιμπλάμενον, ὀδύνην τε παρέχειν καὶ [121] πόνον. καὶ γάρ, ὅταν τι τουτέων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις. ἢν δ' αὖ πάλιν εἴσω ποιήσηται τὴν κένωσιν καὶ τὴν ἀπόκρισιν καὶ τὴν μετάστασιν ἀπὸ τῶν ἄλλων, πολλή ‹γ'› αὐτῷ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ὅθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλεν." οὐκοῦν, ὅτι μὲν ὑγιαίνει τὸ ζῷον, ὅταν ἔχῃ ταῦτα συμμέτρως τῆς πρὸς ἄλληλα κράσεως, νοσεῖ δέ, ὅταν ἤτοι καθ' ὅλον τὸ σῶμα, τουτέστιν ἐν ἅπασι τοῖς ἀγγείοις, πλεονεξία τις ἐξ αὐτῶν ἢ καθ' ἕν τι γένηται μόριον, ὁ τοῖς ἔργοις τῆς τέχνης ὡμιληκὼς ἀληθεύειν φήσει τὸν Ἱπποκράτην. τὰ μὲν γὰρ ἐν ἑνὶ μέρει νοσήματα διὰ τὸν μελαγχολικὸν χυμὸν γινόμενα ὀλίγον ἔμπροσθεν διῆλθον, ἐδήλωσα δέ, ὅτι καὶ διὰ κιρσῶν ἄρσιν ἢ αἱμορροῖδος ἐμελαγχόλησαν ἕτεροι. καὶ κατὰ τὰ μὴ φαινόμενα δὲ μόρια κατὰ τὸ βάθος τοῦ σώματος εὔλογον ὅμοια πάθη γίνεσθαι τοῖς κατὰ τὸ δέρμα συνισταμένοις. οὐ γὰρ δήπου χολῆς μὲν ξανθῆς εἰς ἕν τι μόριον κατασκηψάσης ἐρυσίπελας γενήσεται. μελαίνης δὲ ἄνθραξ τε [122] καὶ καρκίνος, οὐ δήπου δὲ τὰ κατὰ τὸ βάθος τοῦ σώματος ἀδάμαντος ἔχει κατασκευήν, ἀλλὰ κἀκεῖνά γε τοῖς αὐτοῖς ὑπόκειται πάθεσιν. ἐφ' ὧν γοῦν οἷόν τέ ἐστι βεβαίως διαγνῶναι τὴν ἐργασαμένην αἰτίαν, ἐναργῶς ἐπὶ τούτων φαίνεται καὶ ξανθὴ καὶ μέλαινα χολὴ διαβιβρώσκουσαι τῶν ἐντέρων ἄλλοτε ἄλλο, καθ' ὅτιπερ ἂν μάλιστα στηριχθῶσιν, καί ποτε καὶ τελέως ἀνίατον ἐργαζόμεναι τὴν δυσεντερίαν. καὶ διὰ τοῦτο Ἱπποκράτης ἐν Ἀφορισμοῖς ἔγραψε· "Δυσεντερίη, ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον." ἐγὼ δὲ πρόσθεν εἶπον ἀνίατα πάντα εἶναι τὰ διὰ μέλαιναν χολὴν ἑλκωθέντα, πλὴν εἴ τις ἴασιν ἐθέλει καλεῖν, ὅταν ἐκκόψῃ τὸ πεπονθὸς μόριον ὅλον ἐν κύκλῳ περιτεμὼν ἄχρι τῶν ἀπαθῶν. ὥσπερ οὖν ἔντερον ἀβοηθήτως μὲν ὑπὸ μελαίνης ἑλκοῦται, δυσβοηθήτως δὲ ὑπὸ τῆς ξανθῆς χολῆς, δηλονότι καὶ τῶν ἄλλων μορίων ἕκαστον, ὅσα κατακέκρυπται μὲν ἐν βάθει, κυριώτερα δὲ μακρῷ τῶν ἐντέρων ἐστί, πρὸς τῷ καὶ τὴν θεραπείαν ἐπὶ μὲν τῶν ἐντέρων εὐκολωτέραν εἶναι τῶν ἐνιεμένων διὰ τῆς ἕδρας [123] φαρμάκων αὐτοῖς τοῖς πεπονθόσι προσπιπτόντων εὐθέως, ἐπὶ δὲ τῶν ἄλλων μορίων οὐδὲ τούτου ῥᾳδίως γενέσθαι δυναμένου. οὔκουν τὸ τυχὸν οὐδὲ μικρὸν τῆς τέχνης μέρος παρέλιπον ἀθεώρητον οἱ μηδὲν ἐπισκεψάμενοι περὶ μελαίνης χολῆς, ἔτι δὲ μᾶλλον οἱ μηδὲ περὶ τῆς ξανθῆς. ὅσοι δὲ μηδὲ περὶ τούτων ἐπεσκέψαντο μηδὲ περὶ φλέγματος, οὐδ' ἀριθμῆσαι δυνατόν, ὁπόσα παρέλιπον ἀναγκαῖα τῆς τέχνης θεωρήματα. περὶ μὲν οὖν τῆς μελαίνης χολῆς οὐδὲν ὅλως ὁ Ἐρασίστρατος ἔγραψε, περὶ δὲ τῆς ξανθῆς ὀλίγα τε ἅμα καὶ οὐδὲ ταῦτα πάντα ἀληθῆ. λέγει μὲν γὰρ οὕτω περὶ αὐτῆς. "Ἡ δὲ χολώδης ὑγρασία ὅτι μὲν ἀναγκαία ἐστὶν ἀποκρίνεσθαι, πολλὰ τῶν ἐπιγινομένων παθῶν μαρτυρεῖ· οἱ ἴκτεροί τε γὰρ καὶ αἱ περὶ τὸ ἧπαρ γινόμεναι φλεγμοναὶ καὶ ἄλλα πλείω. πότερον δὲ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται ἡ τοιαύτη ἢ μεμιγμένη ἐν τοῖς προσφερομένοις ἔξωθεν παραγίνεται, οὐδὲν χρήσιμον πρὸς ἰατρικὴν ἐπεσκέφθαι." ταῦτα μὲν ὁ Ἐρασίστρατος ἔγραψεν ἐν τῷ πρώτῳ τῶν καθόλου [124] λόγων περὶ τῆς ξανθῆς χολῆς. ἀντιλέγοντες δὲ αὐτῷ φασιν, ὡς, εἴπερ αὐτὸς ὁμολογεῖ βλάβην ἐργάζεσθαι τὴν ξανθὴν χολὴν πλεονάσασαν, ἄμεινον μὲν ἦν αὐτὴν μηδόλως γεννᾶσθαι, τοῦτο δὲ εἴπερ ἀδύνατον, ἀλλ' ὡς ὀλιγίστην. καὶ μὴν οὔτε γεννᾶσθαι δυνατόν ἐστι κωλύειν ὁντινοῦν οὔτε, εἴπερ τοῦτό γε δυνατόν, ἀλλὰ προνοεῖσθαί γε τοῦ βραχυτάτην αὐτὴν γενέσθαι χωρὶς τοῦ τὴν αἰτίαν τῆς γενέσεως ἐπίστασθαι τοῦ πράγματος δυνατόν. εἰ μὲν οὖν ἡ οὐσία τοῦ χυμοῦ τούτου κατά τε τὰ σιτία καὶ τὰ ποτὰ περιέχεται, πάντως δὲ δήπου διαφορᾶς οὔσης ἐν αὐτοῖς, τὰ μὲν πλέον αὐτῆς, τὰ δ' ἔλαττον ἔχει, τὰ δὲ ἴσως οὐδέν. εἰ δ' ἐν τῷ σώματι γεννᾶται, κατὰ τίνα τε μάλιστα μόρια γίνεται τοῦτο, καὶ τίνος αἰτίας ἐργαζομένης αὐτήν, ἀναγκαῖον ἐπίστασθαι τοὺς ἰατρούς. ἔζευκται δὲ ὁ λόγος οὗτος τῷ κοινῷ λόγῳ περὶ γενέσεως χυμῶν, ὑπὲρ ὧν οὐδ' ὅλως Ἐρασίστρατος ἔγραψεν, ὥσθ' ὅσον ἐπ' αὐτῷ μήτε τῶν ἐδεσμάτων ἡμᾶς ἐπίστασθαι, τίνα μὲν [125] εὔχυμά ἐστι, τίνα δὲ κακόχυμα, μήτε τῶν ἐπιτηδευμάτων, ἔτι δὲ μᾶλλον μηδὲ αὐτῆς τῆς φύσεως τῶν ἀνθρώπων. καίτοι γε ἐνίους ὁρῶμεν, ὅπως ἂν διαιτῶνται, πολὺν ἀθροίζοντας ἤτοι τὸν πικρόχολον ἤτοι τὸν μελαγχολικὸν ἢ τὸν τοῦ φλέγματος χυμόν. ὅτι γὰρ καὶ αὐτὸς αἴτιος γίνεται νοσημάτων οὐ σμικρῶν, ἐν ἑτέρῳ δέδεικται λόγῳ. ὡμολόγησε δὲ καὶ ὁ Ἐρασίστρατος αὐτὸς ὑπὸ τοῦ τοιούτου χυμοῦ γίνεσθαί τινα πάθη, καίτοι παντὶ τρόπῳ φυλαττόμενος αἰτιᾶσθαι τοὺς μοχθηροὺς χυμούς. ἀλλὰ τούς γε γλίσχρους καὶ παχεῖς αὐτὸς ἀπεφήνατο παραλύσεως αἰτίους γίνεσθαι γράψας οὕτως· "Τὸ μὲν οὖν πάθος συμβαίνει παρεμπτώσεως ὑγρῶν γινομένης εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα τὰ ἐν τοῖς νεύροις, δι' ὧν αἱ κατὰ τὴν προαίρεσιν κινήσεις συντελοῦνται." καὶ μετ' ὀλίγα "Ἡ δὲ παρέμπτωσισ", φησί, "γίνεται ἐκ τῆς τροφῆς, ὑφ' ἧς τὰ νεῦρα τρέφεται· αὕτη δὲ γλίσχρος καὶ ὅλκιμος καὶ δυσέκκριτοσ". ὅτι δὲ καὶ ἀποπληξίας καὶ ληθάργου καὶ ἐπιληψίας ἑτέρων τε πολλῶν ὁ τοιοῦτος χυμὸς ἀθροιζόμενος αἴτιός ἐστιν, οὐκ ἔτι εἶπεν.

[126]    Ἀλλ' οὐ πρόκειταί μοι νῦν τὴν τῶν ἄλλων χυμῶν δύναμιν ἐξηγήσασθαι περὶ μελαίνης χολῆς προθεμένῳ γράφειν, ἣν Ἱπποκράτης φησὶν ἀναγκαίαν μὲν ἔχειν τὴν γένεσιν, ὅπως δὲ μὴ γένοιτο πλείων, ἐδίδαξεν ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων ἀρξάμενος. ἔν τε γὰρ τοῖς ζῴοις, ὅσα θερμότερα καὶ ξηρότερα ταῖς κράσεσιν, φαίνεται γεννᾶσθαι πλέον, ἔν τε ταῖς θερμοτέραις ἅμα καὶ ξηροτέραις ὥραις τε καὶ χώραις καὶ καταστάσεσιν, ἐπιτηδεύμασί τε τοῖς μετὰ κόπων καὶ φροντίδων καὶ ἀγρυπνιῶν, ἐδεσμάτων τε τῶν παχυμερῶν καὶ ξηροτάτων. ἀλλὰ καὶ τὸ χρῶμα τοῦ σώματος παντὸς μελάντερόν τέ ἐστι τοῖς τὴν τοιαύτην πεφυκόσιν ἀθροίζειν χολὴν ἔν τε τοῖς καυσώδεσι νοσήμασιν, ὅσα χωρὶς ὑγρότητος ἔχει τὴν γένεσιν, ἐφ' ὧν κἂν αἱμορραγήσῃ ποτὲ ῥίς, στάξει μέλαν. τὰ μὲν οὖν τοιαῦτα φαινόμενα τὰς αἰτίας, ὑφ' ὧν ὁ μελαγχολικὸς χυμὸς γεννᾶται, ἐνδείκνυται. περὶ δὲ τῆς καθάρσεως αὐτοῦ ταυτὶ τὰ φαινόμενα τὴν ὁδὸν τῆς εὑρέσεως ὑπαγορεύει.

[127]    κακοπραγῶν ἐν χρόνῳ πλείονι σπλήν, εἴτε διὰ φλεγμονήν, εἴτε διὰ σκίρρον, εἴτε δι' ἀτονίαν ἀχροίας ἐργάζεται κατὰ πᾶν τὸ σῶμα, πρὸς τὸ μελάντερον ἐκτρεπόμενος. ἀλλὰ καὶ αὐτὸς ἀεὶ μελάντερός ἐστι τοῦ ἥπατος, καὶ μάλιστα ἐπὶ τῶν τῆς θερμῆς καὶ ξηρᾶς κράσεως ζῴων, ὁποῖα τὰ καρχαροδόντα πάντα ἐστίν, ὥσπερ γε πάλιν, ὁπόσα κράσεως ὑγροτέρας τε καὶ ψυχροτέρας ἢ κατ' ἐκεῖνα τετύχηκεν ὄντα, καθάπερ οἱ ὕες, οὐ πάνυ μέλας ὁ σπλὴν αὐτοῖς ἐστι. τοῖς δὲ βουσί, καὶ κατὰ φύσιν μὲν ἔχουσι, μελάντερος ὁ σπλήν ἐστιν, γηράσασι δὲ πολλαπλασίῳ δή τινι μελάντερος γίνεται. ἀλλὰ καὶ ἡ γεῦσις τοῦ σπλάγχνου τούτου, καίτοι γε ἑψομένου, φαίνεται στρυφνὸν ἔχουσά τι καὶ οὐδαμῶς ὅμοιον ἥπατι. διὰ τούτων μὲν οὖν ὑπαχθέντες οἱ ἄριστοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀπεφήναντο καθαίρεσθαι τὸ ἧπαρ ὑπὸ τοῦ σπληνός, ἕλκοντος εἰς ἑαυτὸν ὅσον ἰλυῶδες ἐν αἵματι. τοιοῦτον δὲ τοῦτό ἐστιν, ὡς ἔφην, ὁποῖον ἐν οἴνῳ μὲν ἡ τρύξ, ἐν ἐλαίῳ δὲ ἀμόργη. τοῖς δὲ νεωτέροις αἱρέσεις προστήσασθαι προελομένοις, ὥσπερ ἄλλα [128] λέλεκται πολλὰ ψευδῶς, οὕτω καὶ τὸ μηδὲν δεῖσθαι τὸν ἰατρὸν εἰς τὰ τῆς τέχνης ἔργα τῆς περὶ τοὺς χυμοὺς θεωρίας, καὶ πρῶτόν γε πάντων, ὅτι τὰ καθαίροντα φάρμακα μάτην ὠνόμασται καθαίροντα· κενωτικὰ γὰρ εἶναι ὁμοτίμως ἁπάντων τῶν ἐν τῷ σώματι χυμῶν, οὐ μόνον τῶν δοκούντων βλάπτειν. Ἱπποκράτης δέ, ὡς ὁμολογουμένῳ τῷ καθαίρειν αὐτὰ χρησάμενος, ἀποδείκνυσιν ἐν ἅπαντι τῷ τῆς ζῳῆς χρόνῳ περιέχεσθαι κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου τοὺς τέτταρας χυμούς· καὶ μήθ' ἡλικίαν εἶναί τινα, μήτε ὥραν τοῦ ἔτους, μήτε σώματος φύσιν, ἐν ᾗ μὴ πάντες εἰσίν. ἐκ γὰρ τοῦ τὰ μὲν τῆς ξανθῆς χολῆς ἑλκτικὰ φάρμακα κατὰ τοὺς ἰκτερικοὺς ὀνινάναι, τὰ δὲ ὑδραγωγὰ καλούμενα τοὺς ἀσκίτας ὑδέρους ἐκκενοῦν, κωλύειν δὲ αὐξάνεσθαι τοὺς ἐλέφαντάς τε καὶ καρκίνους τὰ τῶν μελάνων ἑλκτικά, δῆλον εἶναι τοῖς παλαιοῖς ἐφαίνετο τὸν οἰκεῖον ἑαυτῷ χυμὸν ἕκαστον τῶν καθαρτικῶν φαρμάκων ἕλκειν. εἰ δὲ ἀληθὲς ἦν ἅπαντας ἕλκεσθαι τοὺς [129] ἐν τοῖς ἀγγείοις περιεχομένους χυμούς, ἀλλοιουμένους ὑπὸ τοῦ φαρμάκου κατὰ τὴν ἐκείνου δύναμιν, ὅμοιον ἂν ἦν τὸ καθαρθῆναι διά τινος τῶν τοιούτων φαρμάκων τῷ φλεβοτομηθῆναι. τί ποτ' οὖν ὑδραγωγὸν φάρμακον ἐπὶ τῶν ὑδεριώντων δίδομεν, ἐνὸν τοῦ αἵματος ἐκκενῶσαι τέμνοντας φλέβα; διὰ τί δὲ πλεῖστον μὲν ἐπὶ τούτων ἐκκενοῦται τὸ ὑδατῶδες, ἐλάχιστος δὲ ὁ πικρόχολος χυμός, ἔμπαλιν δὲ ἐπὶ τῶν ἰκτεριώντων ὁ πικρόχολος χυμὸς μὲν πλεῖστος, ἐλάχιστος δὲ ὁ ὑδατώδης; διὰ τί δὲ ὠφελοῦνται μὲν οἱ τὸν ἀσκίτην ὕδερον ἔχοντες ὑπὸ τῶν ὑδραγωγῶν φαρμάκων, ὅταν συμμέτρως κενωθῶσιν, οὐδεὶς δὲ τῶν ὁμοτίμους εἶναι πεπεισμένων τὰς διὰ τῶν καθαρτικῶν κενώσεις ταῖς φλεβοτομίαις ἐτόλμησεν ἀφελεῖν αὐτῶν τοῦ αἵματος; ἀλλ' ἔνιοι μὲν καὶ διὰ τῶν ὑδραγωγῶν φαρμάκων τὰς κενώσεις ποιοῦνται, πάντες δὲ τοῖς οὐρητικοῖς χρῶνται. καίτοι κἀπὶ τούτων ἐχρῆν τοὺς φάσκοντας ὑπὸ τῶν νεφρῶν ἀλλοιούμενον τὸ αἷμα τὴν τῶν [130] οὔρων γένεσιν ἐργάζεσθαι φλεβοτομεῖν τοὺς ὑδερικοὺς μᾶλλον ἢ διὰ τῶν οὐρητικῶν θεραπεύειν. ἄμεινον γὰρ ἅπαξ τὸ περιττὸν ἀποχεῖν τοῦ πολλάκις ἐν πολλαῖς ἡμέραις κατὰ βραχὺ πράττειν αὐτό. γέγραπται δ' οὖν μοι καὶ πρὸς ταύτην τὴν δόξαν ἰδίᾳ καθ' ἓν ὑπόμνημα τὴν ἐπιγραφὴν ἔχον Πρὸς τὴν καινὴν δόξαν περὶ τῆς τῶν οὔρων διακρίσεως. εἶτα οὐχὶ καλῶς οἱ πολλοὶ τῶν ἀνθρώπων ἑαυτοὺς ἐπιτρέπουσι τοῖς ἀλόγῳ τριβῇ μᾶλλον ἢ λογικῇ διαστροφῇ τὴν τέχνην μεταχειριζομένοις; ὅπερ γὰρ εἰώθασι λέγειν ἔνιοι αὐτῶν, ἀληθέστατόν ἐστιν, ὡς πολλῷ βέλτιον αὐτοὶ γινώσκουσι τά τε τῶν ὑγιαινόντων καὶ τὰ τῶν νοσούντων διαιτήματα τῶν σοφιστικῶς ληρούντων· οἵ γε πρὸς τοῖς ἄλλοις ἔτι καὶ κατατρίβουσιν ἡμῶν τὸν βίον ἀναγινωσκόντων μὲν πρῶτον, ἃ γεγράφασιν οἱ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνες, εἶτα ἀκουόντων, ἃ συναγορεύοντες αὐτοὶ λέγουσιν, εἶτα ἀναγκαζομένων λύειν αὐτῶν τὰ σοφίσματα.

   Ἱπποκράτης μὲν οὖν φαίνεται καλός τε καὶ ἀγαθός τις [131] ἀνὴρ γεγονέναι, μὴ φιλοτιμίας ἢ φιλοδοξίας, ἀλλ' ἀληθείας ἐραστής. εἰ δὲ καὶ δόξης ἢ τιμῆς αὐτὸν ἐπιθυμῆσαι φαίη τις, ἀλλὰ καὶ κτήσασθαί γε αὐτὴν ῥᾷστον ἦν ἐκείνῳ τἀνδρὶ βουληθέντι τοῦτο φιλονεικεῖν ἐν λόγοις αἱρέσεσιν ἐνδόξοις ἑαυτοῦ πρεσβυτέραις· οὐδεμία γὰρ ἦν ἱκανῶς ἔνδοξος. οἱ δὲ μετ' αὐτὸν ἀπλήστως ὀρεχθέντες ἀδίκου δόξης αἱρέσεις ἰδίας συνεστήσαντο μοχθηρὰς ἀντιλογίας πρὸς τοὺς ἑαυτῶν πρεσβυτέρους ποιησάμενοι. καίτοι τινὲς ἐξ αὐτῶν ἤθους ἐπιεικοῦς οὐκ ἀμελῶς ἔχοντες, ἐν οἷς καὶ τὸν Ἐρασίστρατον ἄν τις οἰηθείη. ἀλλὰ καὶ τοῦτον ἡ πρὸς Ἱπποκράτην φιλονεικία μαχόμενα γράφειν ἑαυτῷ κατηνάγκασε. πῶς γὰρ οὐκ ἄν τις μαχόμενα φαίη προνοητικῶς ‹λέγων› τοῦ ζῴου τὴν φύσιν ἅπαντα διαπλάσασαν τὰ μόρια μάτην ἐν αὐτοῖς ὅλον τὸ τοῦ σπληνὸς σπλάγχνον πεποιηκέναι; πῶς δὲ οὐκ ἄν τις γνοίη τινὰς τῶν ὁμοδοξούντων αὐτῷ κατεγνωκότας φαίνεσθαι τῶν εἰρημένων τἀνδρὶ περὶ σπληνὸς καὶ διὰ τοῦτο τὸ σπλάγχνον φάσκοντας [132] τοῦτο προπαρασκευάζειν τῷ ἥπατι τὸν ἐκ τῶν σιτίων χυμὸν εἰς αἵματος χρηστοῦ γένεσιν, εἶθ' οἷον ἄλλο τι μεσεντέριον ποιοῦντας τῷ λόγῳ τὸ ἐπίπλοον, οὐ μὴν ἐννοοῦντάς γε, ὡς ἐχρῆν τὰς φλέβας ἐξ ἁπάντων τῶν ἐντέρων εἰς τοῦτο ἀναφέρειν τὸν τρόφιμον χυμόν, οὐκ ἐκ μόνης τῆς γαστρός;

   ὅτι δὲ φιλονεικῶν Ἐρασίστρατος, οὐ πεπεισμένος ἄχρηστον ἰατροῖς εἶναι τὴν περὶ τῶν χυμῶν θεωρίαν, οὔτε ἐν ᾧ μέρει τοῦ ζῴου γεννᾶται τὸ αἷμα διῆλθεν οὔθ' ὑπὸ τίνος αἰτίας οὔτε κατὰ τίνα τρόπον, ἐναργὲς τεκμήριόν ἐστι τὸ μηδενὸς τῶν διὰ μέλαιναν χολὴν ἢ ὅλως τὸν μελαγχολικὸν χυμὸν γινομένων παθῶν μνημονεῦσαι, καίτοι μὴ μόνον τῶν πρὸ αὐτοῦ φιλοσόφων τε καὶ ἰατρῶν, ἀλλὰ καὶ πάντων ἀνθρώπων ὀνομαζόντων τὸ πάθος μελαγχολικόν, ἐπιχειρούντων τε τῇ θεραπείᾳ δι' ἐλλεβόρου τοῦ λευκοῦ καθάρσεως. οὐδεὶς γὰρ οὕτως ἀπαίδευτός ἐστι τῶν ἐν Ἕλλησι τεθραμμένων, ὡς μήτε ἀνεγνωκέναι μήτε ἀκηκοέναι τὰς Προίτου θυγατέρας μανείσας ὑπὸ Μελάμποδος ἰαθῆναι καθαρθείσας οὕτως. ὥστε οὐ πρὸ διακοσίων [133] ἐτῶν ἢ τριακοσίων, ἀλλὰ πολὺ πλειόνων ἐνδόξου τῆς καθάρσεως ταύτης οὔσης καὶ πάντων τῶν ἐν τῷ μεταξὺ χρόνῳ κεχρημένων τῷ φαρμάκῳ βέλτιον ἦν ὁμόσε χωρήσαντα τὸν Ἐρασίστρατον ἐπιδεῖξαι μήτε μελαγχολίαν μήθ' ὅλως μηδεμίαν μανίαν ἐπὶ μελαίνῃ χολῇ γίνεσθαι, καθάπερ γε μηδὲ καρκίνον μηδὲ ἐλέφαντα μηδὲ τὰς θηριώδεις ἐν φρενίτισι παρακοπὰς μηδὲ κιρσοὺς μηδὲ αἱμορροΐδας, μηδὲ ὅτι πολλοὶ κατὰ τὰς ἀναιρέσεις αὐτῶν ἐμελαγχόλησαν. ἀλλ' οὐκ ἐτόλμησεν οὐδὲν τοιοῦτον εἰπεῖν αἰδούμενος, οἶμαι, καταγνωσθῆναι πρὸς τῶν ὡμιληκότων ἐπιμελῶς τοῖς ἔργοις τῆς τέχνης, ἐν οἷς τὰς ἐπιδείξεις οἱ παλαιοὶ τῶν ἰατρῶν, οὐκ ἐν λόγοις σοφιστικοῖς ἐποιοῦντο.

   φρασάτω τις οὖν μοι τῶν ἀπ' αὐτοῦ τὴν αἰτίαν τοῦ τὸν σπλῆνα μέλανα φαίνεσθαι τοῖς θερμοῖς καὶ ξηροῖς τῇ κράσει ζῴοις, ὡς μηδὲ βρωθῆναι δύνασθαι. ἐπὶ μὲν γὰρ τῶν ὑῶν, εἰ καὶ μὴ παραπλήσιος [134] ἥπατι κατὰ τὴν ἐδωδήν, ἀλλ' οὐκ ἄβρωτός ἐστιν· ἐπὶ δέ γε λεόντων καὶ λεαινῶν, παρδάλεών τε καὶ λεοπάρδων, ἄρκτων τε καὶ λύκων οἱ τὰς σάρκας αὐτῶν ἡδέως ἐσθίοντες ἀφίστανται τοῦ σπληνὸς ὡς ἀβρώτου. καίτοι γε, εἰ πρῶτος ἀπολαύει τῶν ἐσθιομένων τε καὶ πινομένων, ἐχρῆν οὖν αὐτὸν μάλιστα μέν, εἰ οἷόν τε, καὶ αὐτοῦ τοῦ ἥπατος ἐπιτηδειότερον εἰς ἐδωδὴν ὑπάρχειν, εἰ δὲ μή, ἀλλὰ μὴ χείρω γε πάντως.

   εἰρηκότος οὖν αὐτοῦ τοῦ Ἐρασιστράτου τοὺς περὶ τῶν τοιούτων λογισμοὺς ἀλλήλοις δεῖν ὁμολογεῖν πάντως οὐκ οἶδα ὅπως ὑπομένουσί τινες ἀποδέχεσθαι λόγους ὑπὸ τῶν φαινομένων ἐλεγχομένους, οὓς οὐδὲ οἱ πατέρες αὐτῶν αὐτοὶ διαπαντὸς ἠδυνήθησαν φυλάξαι. σιωπῶν γοῦν Ἐρασίστρατος περὶ τῆς οὐσίας τοῦ τρέφοντος χυμοῦ τὰ νεῦρα γράφειν αὐτὴν ἠναγκάσθη διὰ τὸ χρήσιμον εἰς τὴν τῶν παραλελυμένων ἴασιν, γλίσχρον εἶναι λέγων καὶ ὅλκιμον καὶ δυσέκκριτον τὴν τροφήν, ὑφ' ἧς τὰ νεῦρα τρέφεται. καὶ μὴν τοῦτό γε οὐκ ἄλλοθεν ἢ ἐκ τῶν φαινομένων περὶ τὰ νεῦρα συνελογίσατο. καὶ [135] γὰρ ἑψόμενα καὶ σηπόμενα τὴν διάλυσιν εἰς τὸν τοιοῦτον ἴσχει χυμόν, ἔν τε τῷ κατὰ φύσιν ἔχειν ἄναιμα τελέως ἐστίν. ἀλλ' εἰ μὴ συγχωρηθείη τῶν μορίων ἕκαστον οἰκείῳ τῆς ἰδίας οὐσίας τρέφεσθαι χυμῷ, τὸ πιστὸν οἰχήσεται τοῦ λόγου. καὶ μὴν εἴπερ οἰκεῖος ἕκαστον τῶν μορίων τρέφει χυμός, οὐκ ἐνδέχεται τὸν τῶν καρχαροδόντων ζῴων σπλῆνα γλυκεῖαν ἔχειν τὴν τροφήν. εἴπερ οὖν ἐπὶ τούτων μάλιστα φαίνεται σαφὴς ἡ ἰδέα τοῦ σπληνὸς ὡς ἂν τὴν στρυφνὴν καὶ ὀξεῖαν ἐναργῶς ἔχοντος ποιότητα, πρόδηλον ὅτι καὶ ὁ τρέφων αὐτὸν χυμός ἐστι τοιοῦτος. οὔκουν ἂν ἠμέλησεν ὁ δημιουργὸς τῶν τοιούτων ζῴων ἐκκαθαίρειν τοῦ αἵματος, ὅσον ἰλύς τις αὐτοῦ καὶ τρύξ ἐστι, καθάπερ οὐδὲ τὸ πικρόχολόν τε καὶ ὀρρῶδες περίττωμα. εἴπερ οὖν φαίνονται κατὰ τὸ σῶμα πάντες οἱ χυμοὶ περιεχόμενοι (τοῦτο γὰρ ὁ Ἱπποκράτης ἀπέδειξεν ἐκ τοῦ πάντας ἐκκρίνεσθαι τοῖς ὑγιαίνουσιν ἑλκομένους ὑπὸ τῶν οἰκείων ἑκάστου φαρμάκων), οὐκ ἂν ἠμέλησεν ἡ διαπλάττουσα τὰ ζῷα τέχνη ποιῆσαί τι τοῦ μελαγχολικοῦ [136] περιττώματος ἑλκτικὸν ὄργανον. οὐ μὴν οὐδὲ ἄλλο τι δυνατὸν ἐπινοῆσαι τοιαύτης ὑγρότητος οἰκεῖον μόριον ὑπερβάντας τὸν σπλῆνα. ἆρ' οὖν ἔτι ζητήσεις, διὰ τίνος ἀγγείου τὸ παχὺ τοῦθ' αἷμα φέρεται πρὸς αὐτόν, ἀπιστήσεις τε διὰ μιᾶς φλεβὸς οὐ τὸν σπλῆνα μόνον ἕλκειν, ἀλλὰ καὶ τὴν γαστέρα τὸν οἰκεῖον χυμὸν ἐν ταῖς μακροτέραις ἀσιτίαις, ἢ μεμνημένος ὧν ἀπεδείξαμεν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν οὔτε τούτων ζητήσεις οὐδέν, οὔτε πῶς διὰ τῶν αὐτῶν φλεβῶν ἐκ κοιλίας εἰς ὅλον τὸ ζῷον ἡ τροφὴ φέρεται, καταφέρεται δὲ πάλιν ἐπ' αὐτὴν διὰ τῶν αὐτῶν; ἔν τε γὰρ ταῖς ὑπὸ τῶν φαρμάκων καθάρσεσι, κἀπειδὰν ἡ φύσις ἐκκαθαίρῃ τὸ σῶμα κατὰ τὰς ἐν ταῖς νόσοις κρίσεις, ὥσπερ γε κἀπὶ τῶν ὑγιαινόντων πολλάκις, αὐτό γε τὸ χρηστότατον αἷμα φέρεται πρὸς τὴν γαστέρα θρέψον αὐτὴν ἐν ταῖς μακροτέραις ἀσιτίαις ἐκκρίνεταί τε διὰ τῶν αὐτῶν φλεβῶν ἐξ ὅλου τοῦ σώματος ἀθρόως ἐνίοτε πολλὰ τῶν περιττωμάτων. ἀποδέδεικται [137] περὶ τούτων ἁπάντων ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. καὶ χρὴ τὸν ἀντιλέγοντα μὴ πρὸς τὰ συμπεράσματα τῶν ἀποδείξεων ἐρωτᾶν λόγους, οὓς ἐν ἐκείνοις τοῖς γράμμασιν ἐξηλέγξαμεν ἀλλὰ τὰς ἡμετέρας ἀποδείξεις ἀποδεικνύναι ψευδεῖς ἤ, εἰ μηδὲν τούτων πράξειεν, σιωπᾶν αἰδούμενον, ὥσπερ Ἐρασίστρατος ἐποίησεν οὐδὲν μὲν οὐδαμόθι περὶ τῆς τῶν χυμῶν γενέσεώς τε καὶ δυνάμεως εἰπών, ἔνθα δὲ ἐπεχείρησε θεραπείαν γράψαι παραλύσεως, ἀναγκασθεὶς ἐμνημόνευσε τοῦ τρέφοντος τὰ νεῦρα χυμοῦ, καθάπερ γε κἀν τῷ δευτέρῳ Περὶ πυρετῶν ἐμαρτύρησε τοῖς παλαιοῖς οὐ κένωσιν ἁπλῶς ὀνομάσας τὴν διὰ τῶν καταμηνίων ἔκκρισιν, ἀλλὰ κάθαρσιν, ὥσπερ γε καὶ τὴν διὰ τῶν καθαιρόντων γινομένην φαρμάκων. οὕτω γάρ τοι καὶ τὴν λοχείαν κάθαρσιν ὠνόμασαν οἱ παλαιοὶ τῶν ἰατρῶν, οὐχ ἁπλῶς κένωσιν. ἐν γὰρ τῇ κυήσει τὸ χρηστότατον ἑλκούσης αἷμα τῆς διαπλαττούσης τε καὶ αὐξανούσης τὸ κύημα φύσεως, [138] ὑπολείπεται τὸ μοχθηρότατον ἐν ταῖς φλεψίν, ὃ μετὰ τὴν ἀποκύησιν ἀποκρίνεται, καθάπερ ἐν ἑκάστῳ μηνὶ τὸ περιττόν τε καὶ ἄχρηστον, οὐ κατὰ τὸ ποσὸν μόνον, ἀλλὰ καὶ κατὰ τὸ ποιόν· ὅπερ ὡς τὸ πολὺ μελάντερόν ἐστι τοῦ κατὰ φύσιν ἔχοντος αἵματος. οὕτω γοῦν ὁ Ἐρασίστρατος ἔγραψεν ἐν τῷ δευτέρῳ Περὶ πυρετῶν κατὰ τήνδε τὴν λέξιν· "Καλῶς οὖν ἔχει τὸν βουλόμενον ὀρθῶς ἰατρεύειν ἐν τοῖς κατ' ἰατρικὴν γυμνάζεσθαι καὶ μηδὲν τῶν γινομένων συμπτωμάτων περὶ τὸ πάθος ἀζήτητον ἀφεῖναι, ἀλλ' ἐπισκοπεῖσθαί τε καὶ πραγματεύεσθαι, κατὰ τίνα διάθεσιν ἕκαστον αὐτῶν γίνεται. συνέβη γάρ ποτε γυναίου ἐν πυρετοῖς ὄντος καὶ δοκοῦντος ἐλαφρῶς τε καὶ ἀκινδύνως ἔχειν μελάνων οὔρων ἔκκρισιν γίνεσθαι, οἷα τὰ φαυλότατα ἐν τοῖς σημείοις ἀναγράφεται, ζητουμένης τε τῆς ἐκκρίσεως κατὰ τίνα διάθεσιν γεγένηται ἐφαίνοντο τότε τῇ ἀνθρώπῳ καθήκειν αἱ ἡμέραι τῆς καθάρσεως, οὐ γενομένης δὲ ταύτης τῆς ἐκκρίσεως ἐπὶ τὴν κύστιν ὁρμὴν [139] λαβεῖν τὰ συνειλημμένα. καὶ διὰ τὴν τούτων ἔκκρισιν κουφισμὸν μᾶλλον ἄν τις ὑπέλαβε τῇ ἀνθρώπῳ ἢ δυσκολίαν γίνεσθαι· ὃ δὴ καὶ ἐπὶ τοῦ φαινομένου συνέβαινεν." οὐκοῦν ὅτι τὰ μέλανα πολλάκις οὐρεῖται τῆς ἐμμήνου καθάρσεως μὴ γενομένης ὅτι τε κουφίζεσθαι μᾶλλον ἐπ' αὐτῶν ἢ παροξύνεσθαι συμβαίνει τὰς οὕτω νοσούσας γυναῖκας ὅτι τε κάθαρσίς ἐστιν ἡ διὰ τῆς μήτρας κένωσις, ἐδήλωσεν ὁ Ἐρασίστρατος, εἰς διάγνωσίν τε τῆς παρούσης διαθέσεως εἰς πρόγνωσίν τε τῶν ἐσομένων χρήσιμον εἶναι τὸν λόγον, ὃν διῆλθεν, ὀρθῶς [δι]ἡγούμενος. ἐπὶ πάντων οὖν τῶν εἰρημένων μαρτυρεῖται τὸν μελαγχολικὸν χυμὸν ἐν ἀνθρωπείῳ σώματι γεννᾶσθαι, καθάπερ γε καὶ τὸν πικρόχολον καὶ τὸ φλέγμα. δέδεικται δὲ ἡμῖν ὁ μὲν τοῦ φλέγματος χυμὸς ἐκ τῶν φλεγματικῶν ἐδεσμάτων κατὰ τὴν πρώτην ἐν τῇ γαστρὶ πέψιν γενόμενος, ὥσπερ ὁ πικρόχολός τε καὶ ὁ μελαγχολικὸς ἐν ἥπατι, μεταβάλλων τε κατὰ τὴν ἐν τούτῳ πέψιν καὶ ὁ φλεγματικὸς εἰς αἷμα [140] καὶ διὰ τοῦτο μηδὲν γεγονὸς ἴδιον ὄργανον εἰς κάθαρσιν τοῦ φλέγματος, ὥσπερ αἵ τε κύστεις ἀμφότεραι καὶ ὁ σπλήν, αἱ μὲν τοῦ τε πικροχόλου καὶ τῶν ὀρρωδῶν περιττωμάτων, ὁ δὲ σπλὴν τοῦ μελαγχολικοῦ χυμοῦ. τὸ μὲν γὰρ ἐν τῇ γαστρὶ γεννώμενον συναναφέρεται τοῖς εἰς ἧπαρ ἀναδιδομένοις ἐκ τῶν ἐσθιομένων τε καὶ πινομένων χυμοῖς, ἅμα δὲ τούτοις πεττόμενον αἷμα γίνεται· τὸ δὲ ὑπολειπόμενον ἐν τοῖς κατὰ τὴν γαστέρα χωρίοις ὑπὸ τῆς καταρρεούσης ἐξ ἥπατος εἰς αὐτὰ χολῆς ἀπορρυπτόμενον ἐκκρίνεται διὰ τῆς κάτω γαστρός. Ἐρασίστρατος δέ, ὅτι μὲν ἐγίνωσκε ταῦτα, δῆλός ἐστιν ἐξ ὧν ἐν τοῖς θεραπευτικοῖς λογισμοῖς ἠναγκάσθη διὰ τὴν χρείαν αὐτῆς μνημονεῦσαι· σιωπῶν δὲ ἐν τοῖς πλείστοις κατάφωρος γίνεται συσκιάζειν τε καὶ κρύπτειν ἑκὼν προαιρούμενος, ὅσα περὶ τῶν χυμῶν ὀρθῶς εἴρητο τοῖς παλαιοῖς ἰατροῖς πρὸ αὐτοῦ. ἵνα γὰρ τὰ ἄλλα παραλιπόντες, οὗ κατὰ τὴν ἄρτι παραγεγραμμένην λέξιν ἐν παρέργῳ πως ἐμνημόνευσεν, ‹ἐν τοῖς› ἑξῆς ἐπιμνησθῶμεν, οὐκ ἂν ἔχοι τις εὔλογον [141] εἰπεῖν αἰτίαν τῆς σιωπῆς γράφοντος αὐτοῦ· "Συνέβη γάρ ποτε γυναίου ἐν πυρετῷ ὄντος καὶ δοκοῦντος ἐλαφρῶς τε καὶ ἀκινδύνως ἔχειν μελάνων οὔρων ἔκκρισιν γίνεσθαι, οἷα τὰ φαυλότατα ἐν τοῖς σημείοις ἀναγράφεται." οὐκοῦν ὅτι μὲν τοῖς ἔμπροσθεν ἰατροῖς ἐν τοῖς φαυλοτάτοις σημείοις ἐγέγραπτο μέλαν οὖρον, ἐπίστασθαί φησιν, ὡς ἀνεγνωκὼς δηλονότι τὰ περὶ οὔρων αὐτοῖς γεγραμμένα μεγίστην ἔχοντα δύναμιν ἐπὶ τοῖς ὀξέσι πυρετοῖς νοσοῦσιν. ἐχρῆν γοῦν αὐτὸν ἐν τῇ Περὶ πυρετῶν πραγματείᾳ, καὶ μάλιστά γε κατ' αὐτὸ τοῦτο τὸ δεύτερον, ἐν ᾧ ταῦτα ἔγραψεν, ἐπιπλέον ἐξειργάσθαι τὸν περὶ αὐτῶν λόγον. Ἱπποκράτης μὲν οὕτω κατὰ τὸ Προγνωστικὸν ἔγραψεν· "Οὖρον δὲ ἄριστον, ὅταν λευκή τε ἡ ὑπόστασις ᾖ καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ' ἂν κριθῇ ἡ νοῦσος. σημαίνει τε γὰρ ἀσφάλειαν καὶ τὸ νόσημα ὀλιχρόνιον ἔσεσθαι. εἰ δὲ διαλείποι καὶ ποτὲ μὲν καθαρὸν οὐρηθείη, ποτὲ δὲ ὑφίσταται λευκόν τε καὶ λεῖον, χρονιωτέρα γίνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής. εἰ δὲ εἴη τό τε οὖρον [142] ὑπέρυθρον καὶ ἡ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, σωτήριον δὲ κάρτα. κριμνώδεες δὲ ἐν τοῖσιν οὔροισιν ὑποστάστιες πονηραί, τουτέων δ' ἔτι κακίους αἱ πεταλώδεες. λεπταὶ δὲ καὶ λευκαὶ κάρτα φλαῦραι, τουτέων δὲ ἔτι κακίους αἱ πιτυρώδεες. νεφέλαι δὲ ἐμφερόμεναι τοῖσιν οὔροισι λευκαὶ μὲν ἀγαθαί, μέλαιναι δὲ φλαῦραι. ἔστ' ἂν δὲ πυρρόν τε ᾖ τὸ οὖρον καὶ λεπτόν, ἄπεπτον σημαίνει τὸ νόσημα. εἰ δὲ καὶ πολὺν χρόνον εἴη τοιοῦτον ἐόν, κίνδυνος μὴ οὐ δυνήσεται ὁ ἄνθρωπος διαρκέσαι, ἔστ' ἂν πεπανθῇ ἡ νοῦσος. θανατωδέστατα δὲ τῶν οὔρων ἐστὶ τά τε ὑδατώδεα καὶ δυσώδεα καὶ μέλανα καὶ παχέα. ἔστι δὲ τῇσι μὲν γυναιξὶ καὶ τοῖσιν ἀνδράσι τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δὲ παιδίοισι τὰ ὑδατώδεα. ὅσοι δ' ἂν οὖρα λεπτά τε καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ, τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία. καὶ τὰς λιπαρότητας [143] δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι· συντήξιος γὰρ σημεῖον. σκοπεῖν δὲ χρὴ τῶν οὔρων, ἐν οἷς αἱ νεφέλαι, ἤν τε κάτω ἔωσιν, ἤν τε ἄνω, καὶ τὰ χρώματα ὁκοῖα ἔχουσι καὶ τὰς μὲν κάτω φερομένας σὺν τοῖσι χρώμασιν οἷσι προείρηται ἀγαθὰς εἶναι καὶ ἐπαινέειν, τὰς δ' ἄνω σὺν τοῖσι χρώμασιν οἷσιν εἴρηται πονηρὰς εἶναι καὶ μέμφεσθαι. μὴ ἐξαπατάτω δέ σε, ἤν τι αὐτὴ ἡ κύστις νόσημα ἔχουσα τῶν οὔρων τι ἀποδιδῷ τουτέων. οὐ γὰρ τοῦ ὅλου σημεῖον, ἀλλ' αὐτῆς καθ' αὑτήν."

   ταῦτα γράψαντος Ἱπποκράτους καὶ μετ' αὐτὸν Διοκλέους τε καὶ Πραξαγόρου παραπλήσια τούτοις εὔλογον ἦν, εἴτε ἀληθεύουσιν, εἴτε ψεύδονται, τὸν Ἐρασίστρατον εἰρηκέναι τὸν λογισμὸν προσθέντα τῆς ἰδίας ἀποφάσεως, ὥσπερ γε καὶ περὶ τῶν ἐμουμένων τε καὶ διαχωρουμένων, ἐν οἷς ἐστι καὶ τὰ μέλανα καλούμενα καὶ πρὸς αὐτοῖς ἡ ἀκριβὴς μέλαινα χολή. καὶ γὰρ καὶ διορίσασθαί τι συγκεχυμένον [144] ἐν τῇ τῆς φωνῆς κοινωνίᾳ τῶν μελαγχολικῶν χυμῶν ἦν ἀναγκαῖον, ὅπερ ἐγὼ διειλόμην ἔμπροσθεν. Ἐρασίστρατος μὲν οὖν ὅλην τὴν περὶ τοὺς χυμοὺς τέχνην παρέλιπεν. ἐγὼ δὲ (οὐδὲ γὰρ περὶ πάντων ἐνταῦθα προειλόμην εἰπεῖν, ἀλλὰ περὶ μελαίνης χολῆς μόνης) ὅσα μὲν τῇ κοινωνίᾳ τοῦ λόγου καὶ περὶ τῶν ἄλλων ἔγραψα, δι' ἑτέρων ἐξείγρασμαι.

   Περὶ δὲ μελαίνης χολῆς τὰ διὰ μακρᾶς πείρας μοι βεβαίως ἐγνωσμένα προσθήσω νῦν χρήσιμα ἐσόμενα ἐκείνοις, ὅσοι τῆς ἰατρικῆς τέχνης οὐ τοὺς σοφιστικοὺς λόγους, ἀλλὰ τὰ ἔργα σπουδάζουσι. πάντα γάρ, ὅσα διὰ μελαγχολικὸν χυμὸν γίνεται πάθη, κατ' ἀρχὰς εὐθέως γενναίως καθαίρων τοῖς τὸν τοιοῦτον χυμὸν ἐκκενοῦσιν αὐξηθῆναι κωλύσεις μέχρι καὶ τῶν καρκίνων. ἄξιον δὲ θαυμάσαι τῶν ἤτοι γε ἀκόντων ἢ ἑκόντων σοφίσματα γραψάντων εἰς ἀναίρεσιν τοῦ μελαγχολικοῦ χυμοῦ. φασὶ γὰρ ἐπὶ τῶν παρὰ φύσιν ἐχόντων μόνων αὐτὸν γεννᾶσθαι μηδενὸς τῶν ἀκριβῶς εὐχύμων ἔχοντος ἐν τῷ σώματι μέλαιναν [145] χολήν. εἰ γοῦν, φασίν, ἀθλητῇ τινι ἄριστα διακειμένῳ δοίη τις φαρμάκου τοῦ νομιζομένου μέλαιναν χολὴν ἐκκενοῦν, ὄψεται κενουμένην αὐτήν, ὥσπερ, εἰ καὶ τῶν τὴν ξανθὴν χολὴν ἐκκαθαίρειν πεπιστευμένων προσενέγκοι τις, ἐκείνην ὄψεται κενουμένην. ᾧ καὶ δῆλον εἶναί φασιν, ὡς ἀλλοιουμένου τοῦ αἵματος ὑπὸ τῆς τοῦ φαρμάκου δυνάμεως ἡ εἰς τὰς χολὰς γίνεται μεταβολή· καθάπερ γε κἂν [εἰ] φλέγματος ἀγωγὸν δῷς, ὄψει, φασίν, καὶ τότε κενούμενον φλέγμα. παραπλησίως δὲ κἂν [εἰ] τὰ πεπιστευμένα τὸν λεπτὸν ἰχῶρα κενοῦν ἀναγκάσῃς προσενέγκασθαι τὸν εὐχυμότατον ἄνθρωπον, ὄψει καὶ τότε κενούμενον ὑδατώδη καὶ λεπτόν τινα ἰχῶρα. πρὶν μὲν οὖν ἀποδειχθῆναι τῶν καθαρτικῶν φαρμάκων ἕκαστον ἕλκειν ἕνα τινὰ χυμόν, οὗ πέφυκεν ὑπάρχειν ἑλκτικόν, ἔχει τι πιθανὸν ὁ λόγος αὐτῶν· ἀποδειχθέντος δὲ τούτου κατάφωρον αὐτῶν γίνεται τὸ ψεῦδος. ἐδείχθη γάρ, ὅτι τὸν [146] οἰκεῖον ἕκαστον ἕλκει χυμόν, ἐκ τοῦ τὰ μὲν τοῖς ὑδερικοῖς διδόμενα φάρμακα τοσαύτην ἐνίοτε ποιεῖσθαι κένωσιν, ὡς ὅλας λεκάνας πληροῦν, ἀνάλογον δὲ τῷ κενουμένῳ προσστέλλεσθαί τε τὴν γαστέρα καὶ κουφίζεσθαι σαφῶς τοὺς κάμνοντας εὐπνουστέρους τε γίνεσθαι, τὰ δὲ τοῖς ἰκτεριῶσι τὴν μὲν ξανθὴν χολὴν ἐκκενοῦν πολλήν, ὀνινάναι δὲ τοὺς πάσχοντας. εἰ δὲ ἔμπαλιν τὰ μὲν ὑδραγωγὰ φάρμακα δοίης τοῖς ἰκτεριώδεσι, τὰ δὲ χολαγωγὰ τοῖς ὑδεριώδεσιν, ἐλάχιστόν τε τὸν οἰκεῖον κενώσεις χυμόν, οὐ μόνον δὲ οὐδὲν ὠφελήσεις τοὺς κάμνοντας, ἀλλὰ καὶ βλάψεις μεγάλως, ὥσπερ εἰ καὶ φλεβοτομήσεις αὐτούς. καίτοι κατὰ τοὺς ἡγουμένους ὑπὸ τῶν καθαιρόντων φαρμάκων ἀλλοιοῦσθαι τοὺς ἐν τῷ σώματι χυμούς, ὡς ἂν ἕκαστον τῶν ἑλκόντων τὴν φύσιν ἔχῃ, τὸ καθῆραι τῷ φλεβοτομῆσαι τὴν ἴσην ἕξει δύναμιν. ὥσπερ οὖν ἡμεῖς ὑδραγωγὸν δόντες φάρμακον οἷς ἐστιν ὕδερος ἀσκίτης ἐκκενοῦμέν [147] γε τὸ πλεονάζον ὑγρόν, ὠφελοῦμέν τε τὸν κάμνοντα, οὕτω καὶ αὐτοὶ φλεβοτομίαν παραλαβόντες ἰδέτωσαν, εἰς ὅ τι τελευτᾷ τὸ βοήθημα. γελοῖοι δέ εἰσι κἀκ τοῦ μηδὲν εἶναι περὶ τὸ σῶμα περιεκτικὸν μελαίνης χολῆς ὄργανον, οἷον ἡ ἐπὶ τῷ ἥπατι κύστις ἐστὶ τῆς ξανθῆς χολῆς, ἡγούμενοι τεκμήριον ὑπάρχειν τοῦτο τοῦ μηδόλως ἐν τοῖς ἀκριβῶς ὑγιαίνουσι σώμασι τὸν μελαγχολικὸν εἶναι χυμόν. οὕτω γὰρ οὐδὲ τὸ φλέγμα συγχωρήσουσιν ἐν ἡμῖν εἶναι, καθάπερ οὐδὲ ἐν ταῖς περιστεραῖς τὴν ξανθὴν χολήν· οὐ γὰρ ἔχουσι τὴν ἐπὶ τῷ ἥπατι κύστιν, ὥσπερ οὐδ' ἄλλα τινὰ ζῷα. καὶ μέντοι καὶ παρὰ τὴν ὁμωνυμίαν ἑαυτούς, οὐ γὰρ ἡμᾶς γε, σοφίζονται τόν γε μελαγχολικὸν χυμόν, ὃν ἐν τοῖς ὑγιαίνουσι γεννᾶσθαί φαμεν, ἀκούοντες ἀεὶ κατὰ τῆς μελαίνης λέγεσθαι χολῆς, ἣν ἐν τῷ παρὰ φύσιν ἔχειν γεννᾶσθαί φαμεν. οὐ γὰρ ἡ αὐτὴ κατά γε τοὺς ἀκριβῶς ὑγιαίνοντάς ἐστι μέλαινα χολὴ καί τινας τῶν παρὰ φύσιν ἐχόντων, ἀμφοτέρας δὲ μελαγχολικὸν χυμὸν ὀνομάζειν [148] οὐδὲν κωλύει. εἴρηται δὲ περὶ τούτων ἤδη καὶ πρόσθεν. ἀλλὰ καὶ νῦν οὐδὲν χεῖρον ἀναμνῆσαι περὶ αὐτῶν ἐν βραχέσι κεφαλαίοις ἕνεκα τῶν λόγοις ψευδέσιν ἑαυτούς τε καὶ τοὺς μεμαθηκότας ἀκριβῶς τὴν Ἱπποκράτους γνώμην σοφιζομένων.