[1058] [Τί ἐστιν ἡ ἀντίδοτος καὶ πόθεν τὴν γένεσιν ἔχει ἡ θηριακή.] Τὰς ἰωμένας τὰ πάθη δυνάμεις οὐκ ἔξωθεν ἐπιτιθεμένας, ἀλλ' εἴσω τοῦ σώματος λαμβανομένας ἀντιδότους ὀνομάζουσιν οἱ ἰατροί. τρεῖς δ' αὐτῶν εἰσιν αἱ πᾶσαι διαφοραί. τινὲς μὲν γὰρ ἕνεκα τῶν θανασίμων προσφέρονται φαρμάκων, τινὲς δὲ τῶν ἰοβόλων ὀνομαζομένων θηρίων, τινὲς δὲ τοῖς ἐκ φαύλης διαίτης γιγνομένοις πάθεσιν ἀρήγουσιν. ἔνιαι δὲ τὰς τρεῖς ἐπαγγέλλονται χρείας, ὥσπερ καὶ ἡ θηριακὴ καλουμένη, [1059] συντεθεῖσα μὲν ὑπὸ Ἀνδρομάχου τοῦ ἰατροῦ, παρωσαμένη δὲ τὴν Μιθριδάτειον ὀνομαζομένην, καὶ αὐτὴν ἀπὸ τοῦ συνθέντος αὐτὴν οὕτω κληθεῖσαν. ὁ γάρ τοι Μιθριδάτης οὗτος, ὥσπερ καὶ ὁ καθ' ἡμᾶς Ἄτταλος, ἔσπευσεν ἐμπειρίαν ἔχειν ἁπάντων σχεδὸν τῶν ἁπλῶν φαρμάκων, ὅσα τοῖς ὀλεθρίοις ἀντιτέτακται, πειράζων αὐτῶν τὰς δυνάμεις ἐπὶ πονηρῶν ἀνθρώπων, ὧν θάνατος κατέγνωστο. τινὰ μὲν οὖν αὐτῶν ἀνεῦρεν ἐπὶ φαλαγγίων ἰδίως ἁρμόζοντα, τινὰ δὲ ἐπὶ σκορπίων, ὥσπερ ἐπὶ τῶν ἐχιδνῶν ἄλλα. καὶ ἐπὶ τῶν ἀναιρούντων φαρμάκων τὰ μὲν ἐπὶ ἀκονίτου, τὰ δὲ ἐπὶ λαγωοῦ τοῦ θαλαττίου, τὰ δ' ἐπ' ἄλλου τινὸς ἢ ἄλλου. πάντα δ' οὖν αὐτὰ μίξας ὁ Μιθριδάτης ἓν ἐποίησε φάρμακον, ἐλπίσας ἕξειν ἀρωγὸν ἐπὶ πᾶσι τοῖς ὀλεθρίοις. ὕστερον δὲ Ἀνδρόμαχος ὁ Νέρωνος ἀρχιατρὸς, ἔνια μὲν προσθεὶς, ἔνια δὲ ἀφελὼν, ἐποίησε τὴν θηριακὴν ὀνομαζομένην ἀντίδοτον, οὐκ ὀλίγην ἐχιδνῶν σάρκα μίξας τοῖς ἄλλοις, ἣν οὐκ εἶχεν ἡ Μιθριδάτειος. καὶ διὰ τοῦτο πρὸς [1060] μὲν τὰ τῶν ἐχιδνῶν δήγματα καλλίων ἐστὶν ἡ θηριακὴ τῆς Μιθριδάτειος ὀνομαζομένης· πρὸς τὰ ἄλλα δὲ οὐδὲν ἥττων ἡ Μιθριδάτειος, ἀλλ' ἔστιν ἐφ' ὧν καὶ βελτίων. οὐ τὴν αὐτὴν δὲ δύναμιν ἔχουσιν ἐπιλαμβανόμεναι καὶ προλαμβανόμεναι τῶν ἀναιρούντων φαρμάκων. ὃ γὰρ αὔταρκες αὐτῶν ἐστι μέγεθος εἰς τὸ μηδὲν παθεῖν προληφθέντων, τοῦτο αὐξηθὲν εἰς τετραπλάσιον ἢ πενταπλάσιον ἐπιδιδόμενον ὀνίνησι, καὶ οὐχ ἅπαξ γε τῆς ἡμέρας, ἀλλὰ δίς. εἰ δέ τις ἤτοι καθ' ἑκάστην τὴν ἡμέραν, ὡς ὁ καθ' ἡμᾶς γενόμενος αὐτοκράτωρ Αὐρήλιος Ἀντωνῖνος ἢ ὡς αὐτὸς ὁ Μιθριδάτης, λαμβάνοι τοῦ φαρμάκου, παντάπασιν ἀβλαβὴς ὑπὸ τῶν θανασίμων τε καὶ δηλητηρίων φαρμάκων ὀνομαζομένων ἔσται, ὥσπερ φασὶ καὶ τὸν Μιθριδάτην αὐτὸν, ἡνίκα προείλετο δι' ὀλεθρίου φαρμάκου μᾶλλον ἀποθανεῖν, ἢ ὑπὸ Ῥωμαίοις γενέσθαι, μηδὲν εὑρεῖν ἀνελεῖν αὐτὸν δυνάμενον. τὰ μὲν οὖν κατὰ Μιθριδάτην ἀκούομεν· αὐτοὶ δ' ἡμεῖς ἴσμεν κατὰ τὸν Ἀντωνῖνον, ὃς τὸ μὲν πρῶτον εἰς ἀσφάλειαν ἑαυτοῦ κατασκευάζων ἑκάστης [1061] ἡμέρας, ὅσον Αἰγυπτίου κυάμου μέγεθος ἐλάμβανεν, ἢ καταπίνων ἄνευ μίξεως ὕδατος ἢ οἴνου ἢ τοιούτου μιγνύς. ἐπεὶ δὲ συνέβαινεν αὐτῷ νυστάζειν καρωδῶς ἐν ταῖς ὁσημέραι πράξεσιν, ἀφεῖλε τὸν ὀπὸν τῆς μήκωνος. πάλιν οὖν αὐτὸν συνέβη διὰ τὸ πρόσθεν ἔθος, ὡς ἂν αὐτῷ τε φύσει ξηροτέρας ὄντι κράσεως, καὶ ξηραῖνον φάρμακον ἐκ πολλοῦ προσφερόμενον, τό γε πλεῖστον μέρος τῆς νυκτὸς ἄγρυπνον διατελεῖν, καὶ διὰ τοῦτο ἠναγκάσθη προσφέρεσθαι, καὶ τοῦ τὸν ὀπὸν ἔχοντος ἤδη πως κεχρονικότος. εἴρηται γάρ μοι πολλάκις ἤδη τὰ τοιαῦτα φάρμακα χρονίζοντα πρᾳότερον ἴσχειν αὐτόν. ἦν δὲ τηνικαῦτα διὰ τὸν Γερμανικὸν πόλεμον ἐν τοῖς περὶ τὸν Ἴστρον χωρίοις, ἐμοῦ παραιτησαμένου τὴν ἀποδημίαν ἐκείνην. ἐπεὶ δὲ τὴν ὑπὸ Δημητρίου τοῦ ἀρχιατροῦ σκευαζομένην ἀντίδοτον ἐπῄνει, μετὰ θάνατον αὐτοῦ γράψας Εὐφράτει τῷ καθολικῷ, παρ' οὗ τὰ πρὸς τὴν σύνθεσιν ἐλάμβανεν ἁπλᾶ φάρμακα, δηλῶσαι τίς αὐτῷ παρῆν τῶν λαμβανόντων σύνταξιν αὐτοκρατορικὴν, καὶ πυθόμενος ἐμὲ διὰ παντὸς αὐτῷ κατὰ πάσας τὰς συνθέσεις [1062] παραγεγονέναι, σκευάζεσθαι μὲν ἐκέλευσεν ὑπὸ ἐμοῦ τὴν ἀντίδοτον. ἀρεσθεὶς δὲ αὐτῇ μόνῃ, παραγενόμενος εἰς Ῥώμην, ἐπυνθάνετο κατὰ τίνα συμμετρίαν τῶν ἁπλῶν φαρμάκων σκευάζοιμι, κᾀγὼ τἀληθὲς αὐτῷ διῆλθον, ὡς οὐδὲν οὐδὲ τοὐλάχιστον, οὔτ' ἐνέλιπον, οὔτε προσέθηκα τῶν ἐμβαλλομένων ἐξ ἔθους παλαιοῦ τοῖς κατὰ τὴν αὐλὴν ἰατροῖς, ἐδήλωσά τε τὴν αἰτίαν, δι' ἣν ἀρέσκει μάλιστα αὐτῷ ἐμοὶ σκευασία, περὶ ἧς εἰπεῖν καὶ νῦν προθέμενος, ἐμνημόνευσα τῶν τότε πραχθέντων. ἅτε γὰρ ἑκάστης ἡμέρας λαμβάνων ὁ Ἀντωνῖνος ἅμα πολλῷ μέλιτι τοῦ φαρμάκου, ἀκριβέστατα διεγίνωσκε τήν τε κακίαν αὐτοῦ καὶ τὴν ἀρετήν.
[Πῶς ἂν καλλίστη σκευάζηται ἡ θηριακή.] Γίνεται δὲ κάλλιστον τοῦτο, καὶ τὰ ἄλλα σχεδὸν ἅπαντα φάρμακα, διὰ τὴν τῶν ἐμβαλλομένων ἀρετήν τε καὶ ἀναλογίαν τῆς πρὸς ἄλληλα δυνάμεως. οἱ πολλοὶ δ' οὐδὲ τὴν ἀρχὴν ἴσασι δοκιμάζειν ἕκαστον αὐτῶν καταμόνας, εἰς ὅσον ἥκει κακίας ἢ ἀρετῆς, ὥστ' οὐδὲ τὴν ἀναλογίαν τῆς πρὸς ἄλληλα δυνάμεως ἐπίστανται. καὶ διὰ τοῦτο βάλλοντες [1063] ἐνίοτε τὰ πλεῖστα τῶν φαρμάκων ἀσθενῆ, ἢ διὰ χρόνον, ἢ διὰ γένος, ἔμιξαν αὐτοῖς τῶν ἰσχυροτάτων. ἐμβαλὼν γοῦν τίς ποτε ἐκ τῶν Θηβῶν τῶν Αἰγυπτίων ὀπὸν ἰσχυρότατον ὄντα, παραπλήσιον Φιλωνείῳ φαρμάκῳ καὶ τῇ γεύσει καὶ τῇ δυνάμει τὴν ἀντίδοτον εἰργάσατο. σμύρναν δὲ αὖθις ἐμβαλὼν, ἰσχυρότατον ἅμα τοῖς πλείστοις ἀσθενέσιν, ἐπικρατηθῆναι τὴν ἀντίδοτον ὑπ' ἐκείνης ἐποίησε, καί τις ἄλλος ὅμως ἐν κρόκῳ ταὐτὸν ἥμαρτεν, ὁ δὲ ἐν σαγαπηνῷ, καθάπερ γε πάλιν ἄλλος ἐν ἀσφάλτῳ καὶ χαλβάνῃ. τινὲς δὲ καὶ δύο καὶ τρία τῶν οὕτως ἰσχυρῶν ἀσθενέσι τοῖς ἄλλοις μίξαντες ὑπ' ἐκείνων ἐπικρατουμένην τὴν ἀντίδοτον εἰργάσαντο. τὴν σκευασίαν μὲν οὖν αὐτὴν κᾂν ἅπαξ τις ἤδη δριμὺς ἄνθρωπος εὐκόλως μαθήσεται· τῶν δ' ἐμβαλλομένων φαρμάκων τὴν διάγνωσιν οὐχ ἅπαξ ἢ δὶς ἢ τρὶς, ἀλλὰ πάνυ πολλάκις ἑωρᾶσθαι δεῖται, κᾂν ἀκριβῶς ὑπό τινος δεικνύντος τε ἅμα καὶ λόγου διδάσκοντος, ὁποῖόν ἐστι τὸ ἄριστον ἐκμάθοι, τῷ δὲ χωρὶς τοῦ δείξαντος ἐξ ἀναγνώσεως βιβλίου τινὸς, ὁποῖα τά θ' Ἡρακλείδου [1064] τοῦ Ταραντίνου θηριακὰ καὶ Κρατεύα καὶ Διοσκορίδου καὶ Νίγρου καὶ Ἰόλλα καὶ Ῥούφου τοῦ Ἐφεσίου καὶ ἄλλων τινῶν ἐπὶ τὴν διάγνωσιν αὐτῶν ἥκοντι, πολὺ πλείονος αὐτοψίας δεῖ πρὸς τὸ διαγινώσκειν ἀκριβῶς ἑκάστου φαρμάκου τήν τε ἀρετὴν καὶ τὴν κακίαν. ἔνια μὲν γὰρ παραποιοῦσιν οἱ καπηλεύοντες οὕτω σαφῶς, ὡς καὶ τοὺς τριβακωτάτους ἐν αὐτοῖς λανθάνειν, ἐφ' ὧν κάλλιστόν ἐστιν αὐτῶν ἐκ πολλοῦ παρεσκευάσθαι διὰ φίλον ἀνόθευτον ἐκ τοῦ χωρίου, καθ' ὃ κάλλιστον γεννᾶται, πορίζεσθαι τὸ φάρμακον, ἢ ἅπαξ πορευθέντα παρασκευάσασθαι τὰ διαμεῖναι δυνάμενα πρὸς ὅλον τὸν βίον, ὁποία σχεδὸν [7] ἅπαντά ἐστι τὰ μεταλλικὰ καλούμενα. Κύπρον γοῦν ἱστορῆσαι βουληθεὶς ἐγὼ διὰ ταῦτα, φίλον τε ἔχων τὸν ἐν αὐτῇ πολὺ δυνάμενον, ἑταῖρον ὄντα τοῦ προεστῶτος τῶν μετάλλων ἐπιτρόπου Καίσαρος, καδμείαν τε πολλὴν ἐκεῖθεν ἐκόμισα καὶ διφρυγὲς καὶ σπόδιον καὶ πομφόλυγα χαλκῖτίν τε καὶ μίσυ καὶ σῶρυ καὶ χάλκανθον, ὥσπερ γε πάλιν ἐκ τῆς Παλαιστίνης Συρίας ὀποβάλσαμον ἀκριβές. [8] ἄσφαλτος μὲν γὰρ οὐδὲ δολωθῆναι δύναται πανούργως, ὥσπερ οὐδὲ ὁ τοῦ ὀποβαλσάμου καρπὸς ἢ τὸ ξυλοβάλσαμον. ἔπλευσα δὲ καὶ εἰς Λῆμνον, ἴσασι δὲ οἱ θεοὶ, δι' οὐδὲν ἄλλο ἢ διὰ τὴν Λημνίαν, εἴτε γῆν ἐθέλει τις ὀνομάζειν, εἴτε σφραγῖδα, λέλεκται δὲ περὶ αὐτῆς αὐτάρκως ἐν τῷ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐνάτῳ. ταύτην οὖν εἴτε Λημνίαν γῆν, εἴτε σφραγῖδα καλεῖν ἐθέλεις, παραποιοῦσιν, ὡς μηδένα δυνάσθαι διαγνῶναι τὴν ἀληθινὴν ἀπὸ τῆς παραπεποιημένης. καθάπερ γε τὸ καλούμενον Ἰνδικὸν Λύκιον, ἕτερά τε πολλὰ δυσκολωτάτην ἔχοντα διάγνωσιν ἀπὸ τῶν νενοθευμένων, ἃ χρὴ παρὰ τῶν εἰς τὰ χωρία πορευομένων, ἐπιτρόπων τε καὶ συγκλητικῶν ἀρξάντων τῆς χώρας ἀθροίζειν, ἢ καὶ τῶν κατοικούντων ἐν αὐτοῖς φίλων, ὥσπερ ἐμὲ ποιοῦντα τεθέασθε. κομίζεται γάρ μοι τὰ μὲν ἐκ τῆς μεγάλης Συρίας, τὰ δ' ἐκ τῆς Παλαιστίνης, τὰ δὲ ἐξ Αἰγύπτου, τὰ δὲ ἐκ Καππαδοκίας, ἐκ Πόντου δ' ἄλλα, καθάπερ γε καὶ Μακεδονίας τε καὶ τῶν πρὸς τὴν δύσιν χωρίων, ἔνθα Κελτοὶ καὶ Ἴβηρες, [9] οἵ τε κατὰ τὴν ἀντικειμένην χώραν οἰκοῦντες Μαυρούσιοι. τίνα μὲν οὖν ἐν ἑκάστῃ χώρᾳ γίνεται κάλλιστα φάρμακα, Διοσκουρίδης τε καὶ οἱ ἄλλοι γεγράφασιν ἀληθῶς. ἡμᾶς δ', ὡς ἔφην, χρὴ παρασκευάσασθαι καθ' ὃν εἴρηκα τρόπον αὐτὰ, καὶ μάλιστα ἐὰν ἐν Ῥώμῃ κατοικῶμεν, εἰς ἣν ἐξ ἁπάντων τῶν ἐθνῶν καθ' ἕκαστον ἐνιαυτὸν ἐξικνοῦνται πάμπολλα. τίνα δὲ καὶ κατ' αὐτὴν τὴν Ἰταλίαν τὰ μὲν αὐτοφυῶς γεννᾶται, τὰ δὲ κατασκευάζεται, καθάπερ ἐν Δικαιαρχίᾳ τῇ νῦν καλουμένῃ Ποτιόλοις, ἰὸς καὶ ψιμύθιον καὶ χαλκὸς καὶ λεπὶς χαλκοῦ καὶ ἄλλα τινὰ, κατὰ δὲ τὴν Ῥώμην αὐτὴν ἡ λιθάργυρος. ἔνια δὲ μόνον οὐχὶ καθ' ἑκάστην ἡμέραν κομίζεται, καθάπερ τά τ' ἐκ τῆς Σικελίας καὶ τῆς μεγάλης Λιβύης καθ' ἕκαστον ἐνιαυτὸν ὥρᾳ θέρους ἀπό τε Κρήτης πολλὰ, τῶν ἐκεῖ βοτανικῶν ἀνδρῶν ὑπὸ Καίσαρος τρεφομένων, οὐκ αὐτῷ Καίσαρι μόνῳ, ἀλλὰ καὶ πάσῃ τῇ Ῥωμαίων πόλει, πλήρη πεμπόντων ἀγγεῖα ταυτὶ τὰ πλεκτὰ καλούμενα, διὰ τὸ τῶν λυγῶν εἶναι πλέγματα. φέρεται δὲ ἀπὸ Κρήτης τὰ τοιαῦτα καὶ εἰς ἄλλα πολλὰ τῶν ἐθνῶν, ὡς μηδὲν τῶν ἀπ' αὐτῆς ἐνδεῖν, [10] μήτε βοτανῶν, μήτε καρπῶν, μήτε σπερμάτων, μήτε ῥιζῶν, μήτε χυλῶν. τὰ μὲν οὖν ἄλλα πάντα εἰλικρινῆ· νοθεύονται δὲ ἔνιοι τῶν χυλῶν, ἀλλὰ καὶ τοῦτο σπανίως γίνεται. διὰ γὰρ τὸ πλῆθος τῶν γενομένων βοτανῶν ἐν τῇ νήσῳ οὐ πάνυ τι πανουργεῖν ἐπιχειροῦσιν οἱ κατ' αὐτὴν βοτανικοὶ, οὐ μὴν οὐδ' ἡ καινουργία μεγάλη, καθάπερ ἐπ' ἄλλων, ἀλλ' ἀντὶ τοῦ χυλὸν ἀψινθίου μόνου ποιήσασθαι πρασίου μιγνύουσιν, ἤ τι τοιοῦτον παραποιοῦσι μικρὸν, ὥστε τοὺς ἐν Ῥώμῃ μυροπώλας ὠνουμένους καθ' ἕκαστον ἔτος τὰ πλήρη τῶν φαρμάκων ἀγγεῖα τὰ πλεκτὰ, πρῶτον μὲν ἕκαστον αὐτὸν διδάσκεσθαι γνωρίζειν, εἰ καὶ μὴ πρότερον ἑορακώς τις εἴη. πρὸς τούτῳ δὲ καὶ τὸ κάλλιστον ἐκ τῆς συνεχοῦς θέας, ὁποῖόν ἐστι διδάσκεσθαι. μεμνημένοι γὰρ ὧν ὠνήσαντο πέρυσι, ὅταν ἴδωσιν ἕτερον, ἄμεινον αὐτοῦ γνωρίζουσιν· ἐν μὲν ταῖς βοτάναις, ὅσαι μετὰ τοῦ καρποῦ προσκειμένου τοῖς ἀκρέμοσι κομίζονται, πολυκαρπότερον· εὐθαλέστερόν τε καὶ ἁδρότερον, ἐσφιγμένον τε κατὰ τὴν οἰκείαν οὐσίαν, ἔν τε τῷ χρόνῳ μὴ διαφθειρόμενον, ἐννοοῦντες [11] εἶναι κρεῖττον τῶν ἀτροφωτέρων τε καὶ ἀκαρποτέρων, ἀραιῶν τε καὶ κούφων καὶ διαφθειρομένων ταχέως. ὄνος γὰρ ἂν εἴη σαφῶς ὁ μηδὲν τούτων ἐννοῆσαι δυνάμενος. ὥσπερ γε καὶ κατὰ τὴν γεῦσίν τε καὶ ὄσφρησιν οὐδὲν χαλεπὸν ἐννοῆσαι τὸ ἄριστον, ἑορακότας πολλάκις ταὐτόν. ἐν ᾧ γὰρ τῶν ἄλλων διαφέρει κατ' ὀσμὴν ἢ γεῦσιν ἕκαστον τῶν φαρμάκων, ἐν ἐκείνῳ σφοδρυνόμενον πρωτεύει τῶν ὁμοειδῶν. οὕτω γοῦν καὶ τὸ μέλι λέγομεν ἄριστον εἶναι τὸ γλυκύτατόν τε καὶ δριμύτατον τῶν ἄλλων ἁπάντων, ἐπειδὴ τὸ γένος αὐτοῦ τὴν ἐν γλυκύτητι τοιαύτην ὑπεροχὴν ἔχειν φαίνεται. ὅταν οὖν ἐκ γλυκειῶν φύσει σταφυλῶν τὸ γλεῦκος εἰς ἥμισυ μέρος ἢ καὶ τρίτον ἑψηθείη, γλυκύτητι μὲν οὐδὲν ἀποδεῖ μέλιτος, ἀμβλὺ δ' ἐστὶ καὶ ἄδηκτον, ὥσπερ τὸ ὕδωρ· ἀλλ' οὐ τό γε μέλι τοιοῦτον· ἔχει γάρ τινα δριμύτητα μετὰ τῆς γλυκύτητος, ὥστε ἄριστόν ἐστι τὸ πρωτεῦον ἐν τούτοις, καὶ πρῶτά γε αὐτῶν τὰ γνωρίσματα τῆς οἰκείας ἀρετῆς ἐκ τούτων ἔσται. κατὰ συμβεβηκὸς δέ τι καὶ παρεπόμενον αὐτῇ κατὰ χροιὰν καὶ σύστασιν καὶ [12] ὀσμὴν καὶ τὴν οἷον ἀλληλουχίαν τῶν μορίων. ὠχρὸν μὲν οὖν ἐστι τῇ χροιᾷ, τῇ συστάσει δὲ οὔτε παχὺ καὶ θρομβῶδες οὔτε λίαν ὑγρὸν ἡνωμένον τε δι' ὅλου καὶ γλίσχρον, ὡς ἐάν γε βαστάσας ἀπ' αὐτοῦ τῷ δακτύλῳ ῥεῖν ἐπιτρέψῃς, κατατείνεσθαι συνεχὲς αὐτὸ, καθάπερ ἰξὸν, οὐ διασπώμενον, οὐδὲ ἀποῤῥηγνύμενον, ἀλλ' οὐ διὰ ταῦτ' ἔστιν ἄριστον, ἀλλ' ὅτι τὸ κατὰ τὴν οἰκείαν φύσιν ἄριστον μέλι ταῦτ' ἔχει συμβεβηκότα διὰ παντὸς ἑαυτῷ, καὶ διὰ τοῦτο γνωρίσματα γίνεται τοῦ βελτίστου. διὸ καὶ πολλάκις ἑωρᾶσθαί φημι δεῖν ἕκαστον τῶν ἁπλῶν φαρμάκων, ἵνα διὰ μνήμης ἔχωμεν εἰς ὅσον ἥκει δριμύτητος, ἢ γλυκύτητος, ἤ τινος τῶν ἄλλων αἰσθητῶν ποιοτήτων, ὧν τὸ ποσὸν ἀδύνατον λόγῳ δηλωθῆναι. προσέρχεται δέ τις καὶ ἄλλη κρίσις τῆς ἑκάστου φαρμάκου δυνάμεως ἐξ ἐμπειρίας πολυχρονίου, μηδὲν ὑπὸ τοῦ λόγου βοηθουμένη. τὸ γοῦν ἀπὸ Κνίδου κάλλιστον μέλι φαινόμενον οἷς εἶπον ἄρτι γνωρίσμασιν, ὡς ἐγγὺς εἶναι τῷ Θασίῳ τε καὶ Ὑμηττίῳ, κακίαν οὐ μικρὰν ἐνδείκνυται χρονίζον, εἰς οἰνώδη μεταβάλλον ποιότητα. παραπλήσιον [13] δέ τι πέπονθεν αὐτῷ καὶ τὸ Ῥόδιον. ὥστε τις ἐμβαλὼν τούτου τοῦ μέλιτος εἰς τὴν θηριακὴν εἶτα μετὰ γ΄ ἐνιαυτὸν εὑρὼν αὐτὴν οἰνίζουσαν, οὐ κατὰ τὴν γεῦσιν μόνον, ἀλλὰ καὶ κατὰ τὴν ὀσμὴν ἔδειξέ μοι, κᾀγὼ θεασάμενος εἶπον τὸ γεγονὸς αὐτῷ παρὰ τοῦ βεβλημένου μέλιτος, ὥστε θαυμάσαι τὸν ἄνθρωπον. ἔτι δὲ προσεπυθόμην, εἴ γε ἐπὶ πλέον ἥψησέ τε καὶ ἀπήφρισεν αὐτό. προσωμολόγει δὲ καὶ ταῦτα, καὶ διὰ τοῦτο ἐθαύμαζε μὲν ὥς τι σοφὸν ἀκηκοὼς παρ' ἐμοῦ, κατέγνω δὲ τῆς ἑαυτοῦ προπετείας, ἐπιχειρήσαντος σκευάζειν φάρμακον ἐκ μόνης τῆς γραφῆς. ἄλλως δ' ὀξώδη γενομένην, ἣν ἐσκεύασε θηριακὴν ἔδειξέ μοι, πυνθανόμενος τὴν αἰτίαν. ἀκούσας οὖν παρ' ἐμοῦ πλείονα τοῦ δέοντος ἐμβεβλῆσθαι οἶνον, καὶ τοῦτον οὐκ ἄριστον οὐδὲ παλαιὸν, ἴσως δὲ καὶ ἄρτου μὴ καλῶς κατεσκευασμένου, πλέον μεμίχθαι τῇ σαρκὶ τῶν ἐχιδνῶν, ὁμολογήσας οὕτως ἔχειν, ἑαυτοῦ κατέγνω τῆς προπετείας.
[Ὁποῖον δεῖ τὸν οἶνον ἐμβαλεῖν ταῖς ἀντιδότοις.] [14] Διὸ καὶ προνοητέον ἐστὶν οἶνον ἐμβαλεῖν τῷ γένει τοιοῦτον, ὁποῖος μὲν ἐκ τῆς ἐμπειρίας ἔγνωσται μονιμώτατος ὑπάρχειν, ἔπειτα δ' ἰσχυρὸν, ἔτεσι πλείοσιν ἤδη δεδωκότα βάσανον, ὡς οὐκ ἔτι μεταβληθήσοιτο. καὶ γάρ τοι καὶ ἀσθενέστατοί γε καὶ ὡς ἂν εἴποι τις ὑδατωδέστατοι τῶν οἴνων ἢ σφόδρα αὐστηροὶ, καὶ μάλιστα πάντων οἴνων ὀξυνόμενοι, φθάσαντες ἐν τοῖς πρώτοις ἔτεσιν ὀξυνθῆναι, διαμένουσι τοῦ λοιποῦ. χρόνος δὲ τῆς τοιαύτης κρίσεως ἄλλος ἄλλῳ οἴνων ἐστὶν, οὐ πολλῶν μὲν ἐτῶν τοῖς ὑδατώδεσιν· οὕτω δ' ὀνομάζουσι τοὺς λευκοὺς τῇ χρόᾳ καὶ λεπτοὺς τῇ συστάσει, καὶ μὴ πολλοῦ δεομένους ὕδατος ἐν τῷ κεράννυσθαι. πάντως δ' αὐτοῖς ὑπάρχει τοιούτοις οὖσιν, ὥσπερ οὐδ' ὅλως πλήττουσι τὴν κεφαλὴν, οὕτω μηδὲ θερμαίνειν σαφῶς τὸ σῶμα, μηδὲ πέψει τῇ κατὰ γαστέρα, καὶ φλέβας ἐναργῶς συντελεῖν τι, μηδὲ εὐτροφίᾳ συναίρεσθαι. τάχιστα πάντων οἴνων οὗτοι παλαιοῦνται. καλοῦσι δὲ οἱ περὶ ταῦτα δεινοὶ παλαιοῦσθαι τὸ μεταβάλλειν ἑτοίμως εἰς τὴν τοιαύτην ποιότητα τῶν παλαιουμένων. δριμύτης [15] δ' ἐστὶν αὕτη μετὰ τοῦ θερμαίνειν σαφῶς, ὕστερον δὲ καὶ πικρότης, εἰς ἣν μετέστη. ἐνίοτε δὲ καὶ τοὺς ὑδατώδεις οἴνους ἀφικνουμένους ἐστὶν ἰδεῖν, ὅταν γε μὴ φθάσωσιν ἐν τοῖς πρώτοις, ἢ τρισὶν, ἢ τέτρασιν ἔτεσιν ὀξυνθῆναι· τοῖς δ' ἰσχυροῖς τε ἅμα καὶ αὐστηροῖς καὶ λευκοῖς μετὰ πάχους οἴνοις καὶ μετὰ δεκαετίαν ἐνίοτε συνέπεσε μὴ καλῶς ἀποκειμένοις ὀξυνθῆναι. συνέβαινε δ' αὐτοῖς καὶ παλαιοῦσθαι χρόνῳ παμπόλλῳ· τοιοῦτοι κατὰ τὴν Ἰταλίαν εἰσὶν, ὅ τε Τιβουρτῖνος καὶ Σιγνῖνος καὶ Μάρσος καὶ Σουῤῥεντῖνος. ὁ μέντοι Τιβουρτῖνος καὶ Μάρσος αὐστηροί τε, καὶ ῥᾳδίως ὀξυνόμενοι κατὰ τὴν ἀπρονόητον ἀπόθεσιν. ὁ δὲ Σιγνῖνος ἰσχυρότερός τε τούτων ὑπάρχει, καὶ ἧττον ὀξύνεται καὶ παλαιωθεὶς κάλλιστος γίνεται. περὶ δὲ τοῦ Σουῤῥεντίνου τί δεῖ καὶ λέγειν; ἅπαντες γὰρ τοῦτ' ἤδη γινώσκουσιν ὡς σχεδὸν πρὸ κ΄ ἐτῶν ἔτι ἐστὶν ἄπεπτος. ἀκμάζει δὲ τοσούτων ἐτῶν γιγνόμενος, ἐπὶ πολύ τε παραμένει πότιμος, οὐκ εὐκόλως ἐκπικρούμενος, συνάμιλλος κατ' ἀρετὴν ὑπάρχων τῷ Φαλερίνῳ. ἐναντία δὲ τούτοις τοῖς οἴνοις οἱ ὑδατώδεις πάσχουσιν, ὅ τε Σαβῖνος καὶ ὁ Ἀλβανὸς [16] καὶ ὁ Γαυριανὸς ἐν τῷ Ποτιόλων λόφῳ γενόμενος, ὅ τε ἐν Νεαπόλει κατὰ τοὺς ὑποκειμένους αὐτῇ λόφους, Ἀμιναῖος μὲν ὀνομαζόμενος, ἀλλὰ λεπτὸς μὲν ὑπάρχων, οὐχ ὥσπερ οἱ κατὰ τὴν Σικελίαν τε καὶ Βιθυνίαν Ἀμιναῖοι, καίτοι κᾀν τούτοις τοῖς ἔθνεσιν ὀλίγος μὲν ὁ ὑδατώδης καὶ λεπτὸς οἶνος γεννᾶται, οὐ μὴν ἀποδεῖ γε οὔτε τοῦ Σαβίνου κατὰ τὴν Ἰταλίαν οὔτε κατὰ τὴν Ἀσίαν Ἀρσινίου τε καὶ Τιτακαζηνοῦ καὶ τοῦ παρ' ἡμῖν ὀνομαζομένου Τιβηνοῦ διὰ τὸ χωρίον ἐν ᾧ γεωργεῖται Τίβας ὀνομαζόμενον. οὗτοι πάντες ῥᾳδίως μεταβάλλονται πρὸς τὰς ἐναντίας ποιότητας, ἤτοι τὴν ὀξεῖαν ἢ τὴν πικρὰν, ἐν μὲν ἀρχῇ τὴν ὀξεῖαν, ἐὰν δὲ διαμένωσι, τὴν πικράν. πολὺ δὲ εἰς ἑκάτερα τὴν ἀλλοίωσιν αὐτοῖς συμβάλλεται τὸ χωρίον ἐν ᾧ κεῖνται. καταρχὰς μὲν ἄριστόν ἐστι τὸ ψυχρὸν, ὕστερον δὲ τὸ θερμὸν, ἢ πάλιν ἱκανῶς θερμὸν ἐξ ἀρχῆς, ὡς τό γε χλιαρὸν ὀξύνει ῥᾳδίως αὐτούς. ἐὰν δὲ ἐν τῷ ψυχρῷ κείμενοι διαμένωσιν ἔτεσι β΄ καὶ γ΄, τοὐντεῦθεν ἱκανῶς θερμαίνεσθαι δέονται, τοῦ χλιαροῦ δὲ χωρίου καὶ [17] τοῦ μέσου, κατὰ τὴν κρᾶσιν οὐδέποτε δέονται. τινές γε μὴν οὕτως ἀσθενεῖς εἰσι καὶ ὑδατώδεις, ὡς μηδ' ἐξ ἀρχῆς φέρειν τὸ ψυχρὸν, ἐφ' ὧν ὁ πατήρ μου πείρας ἕνεκεν εἰς θερμότατον οἶκον ἐμβαλὼν στοιβὴν πολλὴν καὶ θερμὴν ἐνέκρυψεν αὐτῇ πληρώσας κεράμια, καὶ τυχὼν τῆς ἐλπίδος οὐδέποτε ἔσχεν οἶνον ὀξυνόμενον, ἀλλὰ πάντας τάχιστα παλαιουμένους. ὅπως δ' ἄν τις οἴκημα παρασκευάσειε θερμὸν, ὡς ἐκεῖνος παρεσκεύασεν, καὶ δὴ φράσω. κατὰ τοὺς ἀγροὺς ἅπαντας παρ' ἡμῖν οἶκοι γίνονται μεγάλοι, τὴν μὲν ἑστίαν, ἐφ' ἧς καίουσι τὸ πῦρ, ἐν μέσοις ἑαυτῶν ἔχοντες, οὐ πολὺ δὲ αὐτῆς ἀπέχουσιν αἱ τῶν ὑποζυγίων στάσεις, ἤτοι κατ' ἀμφότερα τὰ μέρη, δεξιόν τε καὶ ἀριστερὸν, ἢ πάντως γε κατὰ θάτερον. εἰσὶ δὲ κρίβανοι συνεζευγμένοι ταῖς ἑστίαις κατὰ τὸ πρόσω μέρος ἑαυτῶν, ὃ πρὸς τὴν θύραν βλέπει τοῦ παντὸς οἴκου. τοιοῦτοι μὲν οὖν ἅπαντες οἱ κατὰ τοὺς ἀγροὺς οἶκοι κατασκευάζονται, κᾂν εὐτελεῖς ὦσιν. οἱ δ' ἐπιμελέστερον αὐτῶν κατασκευαζόμενοι κατὰ τὸν ἔνδον τοῖχον ἔχουσι τὴν κατ' ἄντικρυ τῇ θύρᾳ τεταγμένην ἐξέδραν. ἑκατέρωθεν δ' αὐτῆς κοιτῶνα, καθ' ὃν ἄνωθέν [18] ἐστιν ὑπερῶα οἰκήματα, καθάπερ καὶ κατὰ πολλὰ τῶν πανδοχείων ἐν κύκλῳ κατὰ τρεῖς τοίχους τοῦ οἴκου τοῦ μεγάλου, πολλάκις δὲ καὶ κατὰ τέτταρας. ἐκ τούτων οὖν τῶν οἰκημάτων τὸ μάλιστα σκεπόμενον ἑκατέρωθέν ἐστι, τὸ κατὰ τῆς ἐξέδρας ἐπικείμενον, ἐν ᾧ τὸν οἶνον ὁ πατήρ μου κατετίθετο, μετὰ τὸ κατὰ τοὺς πίθους ζέσαι. τὸ δὲ μονιμώτερον ἐπὶ τῶν κεραμίων ἀποτίθεται πρότερον, ὥσπερ καὶ τοὺς ἄλλους ἐστὶ παρ' ἡμῖν δι' ἔτους θερμαίνειν διόλου. ἀμείνων δὲ τῶν οἴκων ὁ πρὸς μεσημβρίαν μὲν ἐστραμμένος, ἀπεστραμμένος δὲ τὰς ἄρκτους. ἔστι δέ τις παρ' ἡμῖν γενομένη βοτάνη θαμνώδης, πάνυ θερμὴ καὶ δριμεῖα, καὶ ἀρωματίζον ἔχουσά τι, καλοῦσι δ' αὐτὴν οἱ ἐπιχώριοι κολυμβάδα, ἔνιοι δὲ στοιβὴν, ἐπιτηδειοτάτην οὖσαν εἰς φυλακὴν οἴνου. συντίθεται οὖν ἐν ταύτῃ τῇ βοτάνῃ τὰ κεράμια, καὶ τῶν οἴκων τῶν ὑπερώων τοῦ μέρους τὸν ἕνα τοῖχον διετίτρα τρήμασιν ἀξιολόγοις, ἐστραμμένοις εἰς τὸν μέγαν οἶκον, ἐν ᾧ τόν τε κρίβανον ἔφην εἶναι καὶ τὴν ἑστίαν, προμηθούμενος, διὰ τῶν τρημάτων εἰσιέναι θερμασίαν εἰς τὸν οἶκον, ἐν ᾧ τὰ [19] κεράμια κατετίθετο. ἔκ τε οὖν τῆς κατὰ τὸν μέγαν οἶκον θερμασίας ἡ ἀποθήκη θερμαινομένη, κᾀκ τῆς στοιβῆς θαλπομένη, διεφύλαττε πάντα τὸν οἶνον, ὡς μηδέποτε ὀξυνθῆναι. πρὸς δὲ τὸ μᾶλλον ἐπιτυγχάνειν, καὶ μηδέποτε ἁμαρτεῖν τοῦ σκοποῦ, τοῖς κεραμίοις ἐνέχει τὸν οἶνον οὐ καινοῖς, ἀλλ' ἐξ ὧν ἐκεκένωτό τις τῶν πεπαλαιωμένων. παραπλήσιον δ' οἷς εἴρηκα καὶ κατὰ τὴν Ἰταλίαν εἶδον ἐν τοῖς περὶ Νεάπολιν, καὶ τὸν γειτνιῶντα λόφον αὐτῇ τῇ χώρᾳ γενόμενον, ὃν ὀνομάζουσι Τριφύλλινον. ἐπυθόμην δὲ καὶ κατ' ἄλλα πολλὰ χωρία τῆς Ἰταλίας οὕτω θερμαίνεσθαι τὸν οἶνον, ἄλλ' ὅ γε τοιοῦτος, ὥσπερ μόνιμος, οὕτω καὶ κεφαλαλγὴς γίνεται, διὰ τὴν ἐκ τοῦ καπνοῦ προσερχομένην αὐτῷ ποιότητα. φευκτέον οὖν σοι τοὺς τοιούτους ἅπαντας οἴνους ἐν τοῖς συντιθεμένοις φαρμάκοις, ἃ μέλλομεν εἴσω τοῦ σώματος λήψεσθαι. κατὰ δὲ τὰς ἐμπλάστρους καὶ τὰ ἄλλα τὰ ἔξωθεν ἐπιτιθέμενα φάρμακα, καὶ τοῖς τοιούτοις, οὐδὲν κωλύει χρῆσθαι, μὴ παρόντων ἀρίστων. αἱρετέον οὖν εἰς τὰς ἀντιδότους οἴνους φύσει μονίμους, ὧν πρῶτος οὐκ εἰς τοῦτο μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν, ὁ Φαλερῖνός [20] ἐστιν. αἱρετέον δὲ καὶ τούτου τὸν μήπω πικρὸν ὑπὸ παλαιότητος, ὡς ἔνιοι καὶ κατὰ τοῦτο σφάλλονται τῶν τὴν θηριακὴν σκευαζόντων. ἀκηκοότες γὰρ ἀεὶ τὸν περιφερόμενον λόγον τοῦτον, ὡς τἄλλα πάντα γηρᾷ τῷ χρόνῳ πλὴν οἴνου, τὸν παλαιότατον ἐμβάλλουσιν, οὐδὲ τῆς ποσότητος ἔνιοι στοχαζόμενοι, διὰ τὸ μηδὲ γεγράφθαι τὴν συμμετρίαν αὐτοῦ κατὰ τὰς φαρμακίτιδας βίβλους. δυοῖν δ' ὄντοιν εἰδῶν αὐτοῦ, μηδὲν ἀλλήλων διαφερόντων ἀρετῇ, ἡδίονα τὴν ἀντίδοτον ὁ γλυκύτερος ἐργάζεται, καὶ καλοῦσιν αὐτὸν ἰδίως Φαυστιανόν. καθάπερ οὖν οἱ τὸν μεταβάλλοντα καὶ ὀξυνόμενον οἶνον ἐμβάλλοντες ἁμαρτάνουσιν, εἰ γὰρ καὶ μηδὲν ἔχον ἔγκλημα καθ' ἑαυτὸν ἀναμιχθείη τοῖς τῆς ἀντιδότου φαρμάκοις, ὀξύνεται πολλάκις, οὕτως ὁ παλαιότατος Φαλερῖνος, καὶ μάλισθ' ὅταν βραχὺ πλείων ληφθῇ, πικρὸν ἐργάζεται τὸ φάρμακον.
[Περὶ μέλιτος ταῖς ἀντιδότοις ἐμβληθῆναι δεομένου.] Εἷς δέ τις ἰατρὸς καὶ τὸ μέλι πάνυ παλαιὸν [21] ἐνέβαλεν ὁμοίως τῷ Φαλερίνῳ, κατὰ τοῖόνδε τινὰ λογισμόν. οἰνῶδές ποτε μέλι τι γέγονε τὸ κεκραμένον, ἔμπροσθεν ἄριστον αὐτὸ φαινόμενον. ἀσφαλέστερον οὖν ἔδοξε, καθάπερ ἐπ' οἴνου τοῦ τῷ μήκει τοῦ χρόνου κεκριμένου ὡς οὐ φθείροιτο, μῖξαι τῷ φαρμάκῳ. τὸ δὲ ἦν ἄρα διὰ τὸν χρόνον ὑπόπικρον, εἶτα καὶ τὴν ἕψησιν προσλαβὸν ἐπὶ πλέον γενομένην, ἔτι μᾶλλον ἐδείχθη πικρὸν, ὅπερ ἅπαντι μέλιτι τῷ παλαιοτέρῳ συμβαίνει κατὰ τὴν ἕψησιν. καὶ θαυμαστὸν οὐδὲν, ὅπου γε καὶ χωρὶς τῆς ἑψήσεως ἐν τῷ χρόνῳ πικρότερον ἀντὶ τοῦ γλυκυτέρου γίνεται. καὶ παρά γε τῷ ἐμῷ πατρὶ μέλι τι πικρὸν οὕτως ἦν, οἷον ἐν τῷ Πόντῳ γίνεται κατά τινα τῶν χωρίων, ἐν οἷς αἱ μέλιτται συνάγουσιν ἀπὸ τῶν ἀψινθίων. αὐτὸ τοῦτο δ' ἔφασκε τὸ μέλι τὸ παρὰ Ἀθηναίοις ἄριστον χρόνῳ παμπόλλῳ παλαιωθὲν γεγονέναι πικρόν. ἐπεὶ δ' ἄχρηστον ἐφάνη μοι, καὶ μετὰ τὴν τελευτὴν τοῦ πατρὸς ἄχρι νῦν φυλάττω, πικρότερον μὲν ἔτι καὶ μᾶλλον, ἢ τότε ἦν γεγονὸς, ὥσπερ γε καὶ μελάντερον, οὐ μὴν παχύτερόν γε πολλῷ. καὶ τοῦτ' ἔοικεν ἐξαίρετον [22] ὑπάρχον τῷ καλλίστῳ μέλιτι. καὶ γάρ τοι καὶ τὸ ἐν Ἐλεοῦντι τῆς Χεῤῥονήσου κατὰ τὴν χώραν ἐκείνην ἔνθα τὸ ἡρῷόν ἐστι τοῦ Πρωτεσιλάου γενόμενον μέλι, πάντ' ἔχον Ὑμηττίου μέλιτος, μέχρι πολλοῦ τὰ αὐτὰ, τῷ χρόνῳ προϊόντι, πρὸς τὸ παχύτερον γίνεσθαι, καὶ θρομβοῦται πολλάκις. μέλι μὲν οὖν πάντως ἐμβλητέον ἐστὶ τὸ κάλλιστον ταῖς ἀντιδότοις Ὑμήττιον ἢ Θάσιον ἢ πάντως γε Ἀττικόν· εἰ δὲ ἀποροῖμέν ποτε αὐτοῦ, τοῦ ἐν ταῖς Κυκλάσι νήσοις γινομένου, ὅ τί περ ἂν ὁμοιότατον ᾖ τούτῳ. γίνεται δὲ κατὰ τὸν Ἰσθμὸν μέλι ἀγαθὸν, καὶ καλεῖταί γε τοῦτο Ἰσθμιακὸν ἰδίως ἀπὸ τοῦ χωρίου, καθάπερ καὶ Τούβρεον καὶ αὐτὸ τὴν ἐπωνυμίαν ἔχον. ἔνδοξα μὲν οὖν ταῦτα. γίνεται δὲ καὶ κατ' ἄλλα χωρία κάλλιστον μέλι, διὰ βραχύτητα δ' ἅπαν δαπανώμενον ὑπὸ τῶν ἐγχωρίων, ὡς μὴ περιττεύειν εἰς ἄλλην χώραν ἐξάγεσθαι, καὶ διὰ τοῦτ' ἀγνοεῖσθαι. καὶ γὰρ οὖν ἐν τῇ παρ' ἡμῖν χώρᾳ τῇ μεταξὺ Περγάμου τε καὶ τῆς ἐπὶ θαλάττῃ πόλεως Ἐλαίας ἔστι τις λόφος θύμων μεστὸς, ἐν ᾧ κάλλιστον αἱ μέλιτται [23] συντιθέασι μέλι, δαπανώμενον αὐτόθι. κεῖται δὲ ὁ λόφος οὗτος ἀπὸ Περγάμου πορευομένῳ εἰς Ἐλαίαν ἐν τοῖς ἀριστεροῖς μέρεσιν, οὐ μὴν ἐγγὺς τῆς ὁδοῦ, καὶ κατὰ τὴν ὑπερκειμένην δὲ τῆς ἡμετέρας χώρας Μυσίαν, ἣν ὀνομάζουσι Βρῖττον, ἐθαύμασα θεασάμενος μέλι παραπλήσιον ἀκριβῶς Ἀττικῷ, καίτοι τοῦ ἄλλου μέλιτος ἀκριβῶς ἐν αὐτῷ φαυλοτάτου γενομένου. ἀλλὰ γὰρ κᾀκεῖ λόφος τις ἦν οὐ μέγας, πετρώδης ὅλως, θύμων τε καὶ ὀριγάνων μεστός. ἄλλοθι δὲ κυτίσου μὲν ἦν τὸ χωρίον μεστόν. ἐγεώργει δ' ὁ δεσπότης αὐτοῦ μέλι γλυκύτατον, ὡς ὑπερβάλλειν ἐν τούτῳ τὸ Ἀττικὸν, οὐ μὴν δριμύ γε, καὶ διὰ τοῦτο ταχέως μὲν ἀποστρέφον τοὺς χρησαμένους αὐτῷ, ταχέως δὲ ναυτίαν κινοῦν, εἰ καὶ βραχὺ πλέον ληφθείη. καὶ γὰρ οὖν καὶ τοῖς γράψασι περὶ τῆς κυτίσου ταῦθ' ὁμολογεῖται πᾶσιν, ὡς πλεῖστον μέλιτος ἐκ τῶν ἀνθέων αὐτῆς αἱ μέλιτται δρέπονται. θαμνῶδες δ' ἐστὶ φυτὸν ἡ κύτισος, εἰς ὕψος ἀνῆκον ὅσον αἱ μυῤῥίναι. εἴρηται δέ μοι ταῦτα χρησιμώτατα τοῖς μὴ μόνον ἐν Ῥώμῃ κατοικοῦσιν ἰατροῖς, εἰς ἣν τὰ πανταχόθεν [24] ἥκει καλὰ διὰ παντὸς ἔτους, ἀλλὰ καὶ τοῖς ἐν ἅπαντι μέρει τῆς οἰκουμένης, ὅπως εἰδότες τὰ γνωρίσματα τῶν ἀρίστων ἐκλέγοιντ' ἂν τῶν παρ' ἑαυτοῖς ἢ πάντως γε τῶν ἀστυγειτόνων ἢ ὁμοεθνῶν τὰ κάλλιστα. Φιλώνειον μὲν οὖν τις ἀντίδοτον ἤ τινα ἄλλην τῶν εὐτελῶν συντιθεὶς, οὐ πάνυ τι δεῖται τῶν εἰς ἄκρον ἀρίστων φαρμάκων. εἰ δὲ τὴν Μιθριδάτειον ἢ τὴν θηριακὴν ἤ τινα ἄλλην τῶν πολυμιγμάτων τε καὶ κιννάμωμον ἐχουσῶν συντιθείη, πάντων τῶν ἀρίστων δεῖται φαρμάκων. καὶ οὐκ ἂν εὐπορήσειεν ἐν ἄλλῳ χωρίῳ, καὶ διὰ τοῦτο ἐν Ῥώμῃ σκευάζουσι τὰς τοιαύτας ἀντιδότους οὐχ οἱ ἄριστοι μόνοι τῶν ἰατρῶν, ἀλλὰ καὶ οἱ μυροπῶλαι, πάντες μέντοι τῶν ἐν αὐταῖς ἁμαρτάνοντες ἔλαττον ἢ μεῖζον, ὅμως μὴ συντιθέντες ἄχρηστον φάρμακον. Ἀντωνίνου μὲν οὖν βασιλεύοντος τῶν πλουσίων ἡ θηριακὴ ἐσκευάζετο πολλοῖς, καὶ διὰ τοῦτο ἐνίοτε τῶν δυσπορίστων ἀπέλιπέ τινα θαυμαστὸν γὰρ ὅπως οἱ πλούσιοι τὰ τῶν αὐτοκρατόρων ζηλοῦσιν, ἢ βούλονταί γε φαίνεσθαι ζηλοῦντες. ἐπεὶ δ' ἐκεῖνος ἐξ ἀνθρώπων ἀπῆλθεν, [25] ὀλίγιστοι κατασκευάζουσι τὴν ἀντίδοτον ταύτην, ὥσπερ γε καὶ τὴν Μιθριδάτειον. ὡς οὖν ἐν Ῥώμῃ τῶν ἀρίστων φαρμάκων ἁπάντων εὐπορῆσαι μᾶλλόν ἐστιν, ἢ κατ' ἄλλο χωρίον, οὕτως ἐν αὐτῇ τῇ Ῥώμῃ Καίσαρι σκευάζων τις, ἔτι μᾶλλον εὐπορεῖ πάντων τῶν εἰς ἄκρον ἀρετῆς ἡκόντων, οἴνου μὲν τοῦ Φαλερίνου καὶ μέλιτος Ὑμηττίου, ὀποβαλσάμου τε τοῦ Συριακοῦ καλουμένου. διὰ δὲ τὸν τόπον ἐν ᾧ γεννᾶται πλεῖστόν τε καὶ κάλλιστον, ἕτερον ὄνομα δεύτερον ἔχον, τὸ Ἐγγαδηνὸν γὰρ ὀνομάζεται, κρεῖττον ὂν τῶν ἐν ἄλλοις χωρίοις τῆς Παλαιστίνης γινομένων. ὅσῳ δ' ὁ οἶνος ὁ Φαλερῖνος ἀμείνων ἐστὶ τοῦ κατὰ τὰ καπηλεῖα, τοσούτῳ τοῦ κατ' Αἴγυπτον γενομένου. τῷ τοίνυν ἐπισταμένῳ γνωρίζειν ἀκριβῶς ἑκάστου τῶν φαρμάκων τὴν ἀρετὴν ἐὰν ὑπάρξῃ Καίσαρι σκευάζειν ὡς ὑπῆρξεν ἐμοὶ, τὸ κάλλιστον σκευασθήσεται. κομιζομένων γὰρ τοῖς βασιλεῦσι τῶν ἀρίστων ἁπανταχόθεν, ἐξ αὐτῶν πάλιν τούτων τὸ κάλλιστον αἱρήσεται, ἔγωγέ τοι τῶν οἴνων τῶν Φαλερίνων ἑκάστου τὴν ἡλικίαν ἀναγινώσκων ἐπιγεγραμμένην τοῖς κεραμίοις, [26] εἰχόμην τῆς γεύσεως, ὅσοι πλειόνων ἐτῶν ἦσαν εἴκοσι, προερχόμενος ἀπ' αὐτῶν ἄχρι τῶν οὐδὲν ὑπόπικρον ἐχόντων. ὁ γὰρ παλαιὸς τῶν οὐδέπω πικρότητα προσειληφότων ἄριστός ἐστιν, ὡς ἐφ' ἡλικίᾳ. τοῦ δ' Ὑμηττίου μέλιτος ἐν ταῖς αὐτοκρατορικαῖς ἀποθήκαις ὄντος πολλοῦ, τοῦ διετοῦς γευομένου, ἐκλέγων ἐξ αὐτοῦ πάλιν τὸ γλυκύτατον καὶ δριμύτατον. ἄμεινον γὰρ τοῦτο τοῦ προσφάτου καὶ παλαιοτέρου. ἐπεὶ δ' οὐ μόνοις τοῖς βασιλικὴν ἀφθονίαν ἔχουσι τῆς τοιαύτης παρασκευῆς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν ἰατροῖς ὠφέλιμον εἶναι χρὴ τὴν γραφὴν, ὁ λόγος μοι γίνεται μακρότερος. αὐτίκα γέ τοι πολλὰ τῶν Ἀθήνησι πιπρασκομένων, ἔχει μόρια πολλὰ κατακεκρυμμένα μὲν ἐν τῷ βάθει, καὶ διὰ τοῦτο μὴ βλεπόμενα, δριμύτητα δὲ τῷ μέλιτι παρέχοντα, τῷ χρόνῳ δὲ ἐπιπολῆς γίνεται τὰ θύμα, καθάπερ καὶ τἄλλα ὅσα τῶν ἑτερογενῶν ἐμφέρεται τῷ μέλιτι, καὶ πολλὰ τῶν πιπρασκομένων ἐν Ῥώμῃ τοιαῦτα φαίνεται, πλὴν εἰ τρίβωνες ὄντες οἱ κομίζοντες αὐτὰ φθάσειαν ἀφελεῖν ὅσα τῶν θύμων ἐπεπόλασεν, ὡς τοὺς πολλοὺς ἐξαπατᾶσθαι γευομένους [27] τοῦ μέλιτος, ἐπικρατοῦσαν ἔχοντος τὴν τῶν θύμων ποιότητα. τοῦτο δ' οὐ γίνεται κατὰ τὸ μὴ δολωθέν. ἐάν ποτ' οὖν αἴσθῃ θύμου ὄζον τὸ μέλι, τὴν εἰρημένην ἄρτι πανουργίαν τεκμαίρου. τὸ γὰρ ἄριστον μέλι τὴν μὲν δριμύτητα τῶν θύμων ἐπισπᾶται, τὴν ὀσμὴν δ' οὐκ ἐκμάττεται, καθάπερ οὐδὲ τὸ τῆς γεύσεως σφοδρόν. περὶ μὲν οὖν τῆς μέλιτος ἀρετῆς αὐτάρκως εἴρηται. μέχρι γὰρ πόσου χρὴ ἕψειν αὐτὰ, ἐν τῷ τῆς σκευασίας εἰρήσεται λόγῳ. περὶ δὲ τῶν οἴνων λεκτέον ἐφεξῆς, ὅσα μικρῷ πρόσθεν ἀπελίπομεν.
[Ὅτι κατὰ πάσας τὰς χώρας ζητεῖν χρὴ τό τε μέλι καὶ τὸν οἶνον καὶ τὰς ἁπλᾶς δυνάμεις.] Ἐὰν γὰρ ἐν Ἀσίᾳ σκευάζων ἤ τινι τῶν ἐθνῶν τῶν ἄλλων δεηθῇς οἴνου χρησίμου τῷ φαρμάκῳ, τὴν μὲν χροιὰν ζητεῖν τὸν κιῤῥόν. οὐδεὶς γὰρ οὔτε τῶν μελάνων οὔτε τῶν λευκῶν, ἀλλ' οὐδὲ τῶν ἐρυθρῶν ἐπιτήδειος εἰς τὰς τοιαύτας ἀντιδότους ἐστὶ, τῇ συστάσει δὲ τὸν λεπτὸν, ὡς διαυγεῖσθαι, τῇ γεύσει δ', ὡς ἐπὶ τοῦ Φαλερίνου προείρηται, τὸν μηδέπω μὲν πικρὸν, οὐ μὴν ἄπεπτον ἔτι διὰ τὴν νεότητα.
[28] γράψω δέ σοι καὶ παράδειγμα τῶν τοιούτων οἴνων ὀνομαστὶ, τῶν γε κατὰ τὴν ἡμετέραν Ἀσίαν γενομένων, καὶ πρὶν αὐξηθῆναι τὴν Ῥωμαίων δύναμιν, ἔνδοξον γεγενῆσθαι τὸν Φαλερῖνον, οἱ παλαιοὶ τῶν ἰατρῶν ἔγραψαν τὰς προσηγορίας. εἰσὶ δ' οὗτοι τρεῖς ἐν Ἀσίᾳ. γεννᾶται δὲ ὁ μὲν ἐπῃνημένος ὑπ' αὐτῶν Ἀριούσιος ἐν Χίῳ, τὴν προσηγορίαν ἀπὸ τοῦ χωρίου κτησάμενος ἐν ᾧ γίνεται. καθάπερ καὶ ὁ Λέσβιος ἀπὸ τοῦ τῆς νήσου πάσης ὀνόματος. ὁ δὲ Τμωλίτης ἀπὸ τοῦ λόφου καθ' ὃν γίνεται. Τμῶλος γὰρ αὐτῷ τοὔνομα. δῆλον δ' ὅτι τὸν ἄριστον αὐτῶν τούτων ἐκλέγεσθαί σε χρὴ κατὰ τὰ προειρημένα γνωρίσματα, καθάπερ ἐπὶ τοῦ μέλιτος εἶπον. ὄντος γὰρ ἅπαντος σχεδὸν τοῦ κατὰ τὴν Ἀττικὴν καλοῦ, τούτου πάλιν αὐτοῦ τὸ Ὑμήττιόν ἐστι κάλλιστον, εἶτ' ἐπ' αὐτῷ τὸ Θάσιον. οὕτως οὖν καὶ τῶν οἴνων πολλῶν ὄντων τῶν ἐν Λέσβῳ γενομένων, ὁ κιῤῥὸς καὶ μὴ παχὺς, εὐώδης δὲ καὶ στύφων μὲν ἥκιστα, βραχυτάτην δὲ γλυκύτητα ἔχων, οὐ μὴν ἀσαφὲς τοῦτο, καλεῖται μὲν ἰδίως Λέσβιος. ἄριστος δέ ἐστιν ἐν Ἐρεσῷ [29] γεννώμενος τοιοῦτος, εἶτα δεύτερος ὁ ἐν Μηθύμνῃ, καὶ τρίτος ὁ ἐν Μιτυλήνῃ. τὸν ἄριστον οὖν ἐν τούτοις ἐκλέξῃ, τοῖς εἰρημένοις γνωρίσμασι κρίνων. ὃς γὰρ ἂν ἐν τοῖς εὐωδεστέροις ᾖ τοῦ παραλαμβανομένου, καὶ γλυκύτερος, καὶ κατὰ τὴν σύστασιν λεπτότερος, οὗτός ἐστιν ἄριστος. τοῦ μὲν οὖν Λεσβίου τοιοῦτο τὸ εἶδός ἐστιν, ὥσπερ γε καὶ τοῦ Ἀριουσίου, βραχεῖαν διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἐχόντων. οὐ μὴν τοῦτό γε Τμωλίτου, οὐδὲ τοῦ Φαλερίνου. δύο γὰρ αὐτῶν εἴδη, γλυκὺς μὲν ὁ ἕτερος, ὁ δὲ ἕτερος ὥσπερ οὐ γλυκὺς, οὕτως οὐδ' αὐστηρὸς, ἀλλ' ἐν τῷ μέσῳ κατά γε ταῦτα τῶν τε αὐστηρῶν καὶ τῶν γλυκέων οἴνων. ἐμβάλοις οὖν τῇ θηριακῇ τὸν γλυκὺν, οὐχ ὡς εἰς τὴν ὅλην τοῦ φαρμάκου δύναμιν ὄντα βελτίονα προαιρούμενος, ἀλλ' ἕνεκα τῆς ἐν τῷ γεύεσθαι χάριτος, ἧς χρὴ φροντίζειν ἐν τοῖς καταπινομένοις φαρμάκοις, ὅταν ἐν αὐτοῖς ἔχῃ πάμπολλα πικρὰ, καθάπερ ἡ Μιθριδάτειός τε καὶ ἡ θηριακή. καὶ τὰ ἄλλα δὲ πάντα φάρμακα διὰ πολλῆς πείρας κεκριμένα τοῖς ἰοβόλοις θηρίοις ἀντιτετάχθαι πικρὰ ταῖς ποιότησίν ἐστιν, ὡς κᾀν τῷ περὶ αὐτῶν λόγῳ [30] φανεῖται. Ὅμηρος δ', ὡς ἔοικεν, οἴεται καὶ τὰς ὀδύνας ἰώμενα τοιαῦτ' εἶναι πάντα. λέγει γοῦν οὕτως·
Ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
Χερσὶ, διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
Ἔσχ' ὀδύνας.
ἔμπειρον εἶναι συμβουλεύω τὸν ἰατρὸν, εἰ οἷόν τε πάντων φυτῶν. εἰ δὲ μὴ, ἀλλὰ τῶν πλείστων γε, καὶ ὧν ἡ χρεία πολλή. γένη δ' αὐτῶν, εἰ δὲ βούλει διαφορὰς ὀνομάζειν, αἵδε εἰσὶν, δένδρα καὶ θάμνοι καὶ πόαι καὶ ἄκανθαι καὶ φρύγανα. δυνάμενος γὰρ αὐτὰ γνωρίζειν ἀπ' ἀρχῆς εἰς τέλος, ἐν πολλοῖς τῆς γῆς εὑρήσεις τόποις, ὥσπερ κᾀγὼ κατὰ τὴν Ἰταλίαν εὗρον ἐν πολλοῖς χωρίοις, ὅσα μήτε φυόμενα μήτε αὐξανόμενα γνωρίζουσιν οἳ τὰ ξηρανθέντα μόνα διαγινώσκουσιν. οὐδεὶς γοῦν ἐστι τῶν μυροπωλῶν, ὃς οὐκ οἶδεν τὰς ἐκ Κρήτης κομιζομένας βοτάνας, ὥσπερ καὶ τοὺς καρποὺς αὐτῶν, ἀλλ' ἐν τοῖς προαστείοις Ῥώμης ἐξ αὐτῶν οὐκ ὀλίγας φυομένας παντάπασιν ἀγνοοῦσι, καὶ διὰ τοῦτο κατὰ τὸν καιρὸν, ἐν ᾧ τοὺς καρποὺς αὐτῶν ἐκφέρουσιν, [31] οὐκ ἐπιτηροῦσιν. ἐγὼ δ' εἶδον καὶ χαμαιπίτυν καὶ χαμαίδρυν καὶ θλάσπι καὶ κενταύριον, ὑπερικόν τε καὶ πόλιον, ἄλλα τε τοιαῦτα κατὰ τὸν καιρὸν ἐπιτηρῶν, ἀκμαῖα λαμβάνων, μήθ' ὑπερξηρανθέντα κατὰ τὸν θερινὸν ἥλιον, ἀλλὰ μηδὲ θᾶττον ἢ προσήκει ληφθέντα, τῶν καρπῶν ἀπέπτων ἔτι καὶ ἀτελῶν ὑπαρχόντων. ἡ γάρ τοι τῶν συνθέτων φαρμάκων ἀρετὴ ταῖς τῶν ἁπλῶν ἀρεταῖς ἕπεται, βραχείας τινὸς τῆς ἐν αὐτῇ τῇ σκευασίᾳ γιγνομένης διαφορᾶς, ἐφ' ἣν ἤδη μεταβήσομαι, προσγράψας τὴν συμμετρίαν τῶν μιγνυμένων ἀλλήλοις ἁπλῶν φαρμάκων. ἐπεὶ δ' ἔνιαι κακῶς εἰσι γεγραμμέναι, τινῶν μὲν ἐν τῷ τοῖς αἰτήσασι διδόναι τὰς γραφὰς ἑκοντὶ ψευδομένων, ἐνίων δὲ καὶ διαστρεφόντων ἃ παρά τινων ἔλαβον ἀντίγραφα. τὰ δὲ δὴ βιβλία τὰ κατὰ τὰς βιβλιοθήκας ἀποκείμενα, τὰ τῶν ἀριθμῶν ἔχοντα σημεῖα, ῥᾳδίως διαστρέφεται, τὸ μὲν πέντε ποιούντων ἐννέα, καθάπερ καὶ τὸ ο, τὸ δὲ ιγ, προσθέσει μιᾶς γραμμῆς, ὥσπερ γε καὶ ἀφαιρέσει μιᾶς ἑτέρας, διὰ τοῦτο ἐγὼ, καθάπερ ὁ Μενεκράτης ἔγραψε βιβλίον, ἐπιγράψας [32] ὁλογράμματα αὐτοκράτορος, καθότι τὰ μὲν ζ, διὰ δυοῖν γέγραπται συλλαβῶν, οὐ διὰ τοῦ ζ μόνον, τὰ δὲ κ διὰ τριῶν, οὐ διὰ τοῦ κ μόνον, τὰ δὲ τριάκοντα διὰ τεττάρων, οὐ διὰ τοῦ λ μόνον, καὶ τἄλλα ὁμοίως, οὕτω ποιήσω καὶ αὐτός. ἐπαινῶ δὲ καὶ τὸν Ἀνδρόμαχον ἐμμέτρως γράψαντα τὴν θηριακὴν αὐτὴν, ὥσπερ καὶ ἄλλοι τινές. ὁ δὲ Δαμοκράτης καὶ τἄλλα πάντα διὰ μέτρων ἔγραψεν ὀρθῶς ποιήσας. ἥκιστα γὰρ οἱ πανοῦργοι δύνανται διαστρέφειν αὐτά. καὶ πρῶτόν γέ σοι τὴν ἐκείνου γραφὴν ἔμμετρον ἐνταῦθα παραθησόμεθα.
[Ἀνδρομάχου πρεσβυτέρου θηριακὴ δι' ἐχιδνῶν, ἡ καλουμένη Γαλήνη.]
Κλῦθι πολυθρονίου βριαρὸν σθένος ἀντιδότοιο,
Καῖσαρ, ἀδειμάντου δῶτορ ἐλευθερίης.
Κλῦθι Νέρων, ἱλαρήν μιν ἐπικλείουσι, Γαλήνην,
Εὔδιον, ἣ κυανῶν οὐκ ὄθεται λιμένων.
[33] Οὐδ' εἴ τις μήκωνος ἀπεχθέα δράγματα θλίψας,
Χανδὸν ὑπὲρ στυγνῆς χεῖλος ἔχοι κύλικος.
Οὐδ' εἰ κωνείου πλήσοι γένυν, οὐκ ἀκονίτου,
Μέμψατο δ' οὐ ψυχροῦ χυλὸν ὑοσκυάμου.
Οὐ θερμὴν θάψον τε καὶ ὠκύμορον πόμα Μήδης,
Οὐδὲ μὲν αἱμηρῶν ἕλκεα κανθαρίδων.
Οὐ ζοφερῆς ἔχιός τε καὶ ἀλγεινοῖο κεράστου
Τύμματα, καὶ ξηρῆς διψάδος οὐκ ἀλέγοι.
Σκορπίος οὐκ ἐπὶ τήνδε κορύσσεται, οὐδὲ μὲν αὐτὴ
Ἀσπὶς, ἀδηρίτων ἰὸν ἔχουσα γόων.
Οὐ μὲν ἀπεχθόμενος καὶ δρύας ἀντιάσειε,
Καὶ κατὰ φωλειὸν θερμὸς ἔνερθε μένοι.
Οὐκ ἀλέγοι δρύϊνα ἂν ἀναίμακτον δ' ἔχει ἰὸν
Αἱμόῤῥους, τοιῷ δαμναμένη πόματι.
Οὐ μὲν ἀπεχθήεντα φαλάγγια σίνεται οὕτως
Ἀνέρα, φρικαλέον δ' ἄχθος ἔθηκε πόνων,
Οὐχ ὕδρος, οὐκ ἐπὶ χέρσον, ὅθ' ὕδατα καρκίνος αἴθει
Βοσκόμενος, θερμῆς ἤρξατο πρῶτον ἄλης,
[34] Χέρσυδρος, θανάτῳ πεπαλαγμένα χείλεα σύρων,
Ἀντόμενος, γλυκεροῦ τέρμα φέροι βιότου.
Τῇ πίσυνος λειμῶσι θέρους ἐπιτέρπεο Καῖσαρ,
Καὶ Λιβυκὴν στείχων οὐκ ἀλέγοις ψάμαθον.
Οὐδὲ μὲν ἀμφίσβαινα φέρει μόρον, οὐδέ τις ἤδη
Φρύνος ἐνὶ ξηροῖς βοσκόμενος πεδίοις.
Ῥεῖα δὲ καὶ στομάχοιο φέροις ἄκος οἰδήναντος,
Καὶ θοὸν ἰήσαις ἆσθμα κυλινδόμενον.
Ἢ ὁπόταν περὶ γαστρὶ κυκώμενον ἔνδοθι πνεῦμα
Κυμαίνῃ, κωφὸν κῦμα βιαζόμενον.
Ἢ ὅτ' ἐνὶ στροφάλιγγι ἀπηνέϊ κυμήνειεν
Ἔντερον, ἢ ταναοῦ σφυγμὸν ἔχωσι κόλου,
Ἢ ὁπόταν χολόεντες ὅλον δέμας, ἔξοχα δ' ὄσσε,
Καὶ μερόπων χροιὴν πάμπαν ἀνηνάμενοι,
Ἴκτερον ἱλάσκωνται ἀπηνέα, μηδ' ἐπὶ θοίνας,
Εἰ καί σφιν μακρὸν Ζεὺς πετάσειε πέρας
Νεύοιεν, μοῦνον δὲ κατηφέα θυμὸν ἔχοντες,
Φεύγωσι σφετέρων ἤθεα κηδομένων.
[35] Εἰ δέ που ἢ κακόεργον ἴδοις ἐπὶ σώμασιν ὦχρον,
Ῥύσαις ὑδρηλὴν νοῦσον ἐπεσσυμένην,
Καὶ φαέων ἀμβλεῖαν ἄφαρ λάμψειεν ὀπωπὴν
Τῷ, καὶ ἀρχομένης οὐκ ἀλέγοις φθίσιος.
Οἴη καὶ τετάνοιο καὶ ἀρχομένοιο τενόντων
Σπάσματος ἦρε βυθοῦ ἄχθος ὀπισθοτόνου,
Ἤτ' ἄρα καὶ θώρακος, ὅσην ὠτρύνατο χώρην,
Λοξὸς ἀναθλίβων πνεύμονα κοῦφον ὑμήν.
Ἢ ὅτε φρικαλέην τις ἔχοι περὶ κύστιν ἀνίην
Ἕλκεος, ἢ καί που δαμναμένοιο πόρου
Οὖρον ἐπιφράσσοιτο, ὅτ' ἔσχετο πολλάκι καυλὸς
Ὁρμὴν, ἢ κενεὴν σεύμενος ἐς Κυθέρην.
Νεφρῶν δ' ἡνίκα φῶτα κατ' ἰξύος ἄλγος ἐπείγοι,
Θαῤῥῶν τοιαύτην ἐξελάσεις ὀδύνην,
Καὶ μογερῶν στέρνων ἀπολύσεται ἔμπυον ἰλὺν,
Πινομένη πολλοὺς μέχρις ἐπ' ἠελίους.
Ἀλθαίνει, καὶ λοιμὸν ἀηδέα, πᾶσαν ἐπ' ἠὼ
Δύσπνοον, ἐκ τοίης παρθέμενος πόσιος,
[36] Καὶ κυνὸς ὑδροφόβην γενύων λυσσῶσαν ἐρινὺν
Φεύξεται εὐόδμῳ γαῦρος ἐπ' ἀντιδότῳ.
Τῆς δή τοι κυάμοιο, τὸν ἔτρεφεν εὔσκιον ὕδωρ,
Τέλμασι, καὶ πολλοῖς κρυπτόμενον πετάλοις
Νειλώου κυάμοιο, διὰ βάρος ἄμμιγα χεύας,
Θερμὸν ὕδωρ τρισσῶν κιρνάμενος κυάθων.
Πίνοιεν δ' ὅτε κοῖτον ἄγοι κνέφας, ἄλλοτε δ' ἠοῦς,
Ἄλλοτε καὶ διπλῆν ἐς πόσιν ὀρνύμενοι.
Ἠοῦς μὲν κεράσαιο παρηγορέων κακοῦ ὁρμὴν,
Ὅσσοις ἀλγεινὸς λάμπεται ἠέλιος.
Νυκτὶ δ' ὁμῶς ὅσσοις περ ἐπώδυνος ἕσπεται ὄρφνη,
Εὐνάστειραν ἔχοις τειρομένων πρόποσιν.
Ἰοβόλων δ' εἰ καί τις ὑπὸ γναμπτῆρι δαμείη,
Ἢ μογερὸν κυανοῦ πῶμα λάβοι θανάτου,
Ἴσην δ' ἐντύναιο κατ' ὀρφναίην τε καὶ ἠὼ,
Δαμναμένοις ἱλαρὴν παρθέμενος κύλικα.
Καί κεν ἀεὶ πνείοντας ἄγοις ἐπὶ κοῖτον ἑτοίμως
Γηθαλέους ταύτῃ Καῖσαρ ἀνωδυνίῃ.
[37] Πρῶτα μὲν ἀγρεύσαιτο κακήθεας ἐμπέραμος φὼς,
Τολμηρῇ μάρπτων χειρὶ θοοὺς ὄφιας.
Τοὺς ἤδη κρυεροῦ ἀπὸ χείματος, οὐκέτι γαίης
Κρύπτουσι στεινοὶ πάμπαν ἔνερθε μυχοὶ,
Εἰαρινὴν ἐφ' ἅλωα, χυτὸν βόσκονται ἂν ἄλσος
Διζόμενοι χλωροῦ σπέρμα λαβεῖν μαράθρου.
Ὀξυτέρην τὸ τίθησιν ἐφ' ἑρπυστῆρσιν ὀπωπὴν,
Πιαῖνον δειλοῖς ἄλγεα βουπελάταις.
Τῶν δ' αὐτῶν οὐράς τε καὶ ἰοβόλους ἀπὸ κόρσας
Τάμνοις, καὶ κενεὰς γαστέρας ἐξερύοις.
Οὖλα γὰρ ἀμφοτέρῳ φερέει ἐπὶ τύμμασι ἄχθη,
Λυγρὸν ὑπ' οὐραίην ἰὸν ἔχων φολίδα.
Τοὔνεκα οἱ τμήσαιο κατ' αὐχένα, ἠδὲ κατ' ἄκρα,
Ὅσσον πυγμαίης χειρὸς ἔνερθε βάθος.
Λοίγια δὲ σταλάουσι σὺν αἵματι, τῶν ἀπὸ πέζαν
Ἐκτὸς ἔχων, ἱλαρὴν δέρξεται ἀντολίην.
Ὁππότε δὴ τὰ γένοιτο, τότ' ἐν κεραμηΐδι χύτρῃ
Κατθέμενος πυρσοῦ σάρκας ἐπιφλεγέτω,
[38] Ὕδατι ἐγχεύσας ὅσσον ἄρκιον, καὶ ἀνήθου
Κλῶνας ἐχιδναίῃ σαρκὶ συνεψομένας.
Ἡνίκα δὲ σκολιαί γε ἀποῤῥείωσιν ἄκανθαι,
Καὶ κακὸν οἰδήνῃ νῶτον ὕπερθεν ἔχις
Ἐκτὸς ἕλοι, ζείοντα καταψύχων κυκεῶνα,
Ὄφρ' ἑκὰς ἐντύναις σάρκας ἀπεχθομένας
Ἑρπυστῶν τ' ἰόεντας ἀποῤῥίψειεν ἀκάνθας
Πάμπαν ὑπ' εὐδίφρου χειρὸς ἐλεγχομένας.
Αὐαλέου δ' ἐπὶ ταῖσι βάλοις εὐεργέος ἄρτου,
Ὅσσον τερσύναι σάρκα, δύναιτο τροχοὺς
Πλάσασθαι δ' ὅτε μίγδα κύτει περιαγέος ὅλμου
Θλασθείη, σκιεροῦ κάτθες ὑπὲρ δαπέδου.
Αὐτίκα δὲ σκίλλην τριχώδεσιν ἄμμιγα φλοιοῖς,
Σταιτὶ περιπλάσας, θάλπε κατὰ φλογιῆς
Ὄφρα κεν ὀπταλέην τε καὶ οὐ σκληρὴν περὶ κόρσην
Ἐντείναις σποδιῆς ἠρέμα δαιομένης,
Καί ῥ' ὅτε θαλπομένη ῥῆξαι σέλας ἔκτοθι πυρσοῦ
Κάτθεο, καὶ τρισσὴν σαρκὸς ἔχεις μερίδα,
[39] Ὄλμοις, καὶ στρυφνοῖο βάλοις δυοῖν ὀρόβοιο,
Ἐν δ' ὑπέρῳ μίξας συνδονέων μυχόθεν
Αἴνυσο, καὶ δινήεντας ἀνάπλασσε τροχίσκους,
Τοὺς δ' ἑκὰς ἠελίου ψύχεο τερσομένους.
Τῶν δ' ἤτοι δραχμὰς μὲν ὑπὸ πλάστιγγος ἀφέλκοις
Δοιὰς, τὴν πέμπτην παρθέμενος δεκάδα,
Ἥμισυ θηρείοιο βαλὼν τροχοειδέος ἄρτου,
Καὶ δολιχὸν σταθμῷ τόσσον ἔχοι πέπερι.
Ἶσα δ' ὀποῦ μήκωνος ἔχοι, καὶ μάγματος αὕτως,
Μάγματος ἡδυχρόου τόσσον ἐφελκομένου.
Δώδεκα δὲ ξηροῖο ῥόδου δραχμαῖσιν ἰσάζοις
Φύλλα, καὶ Ἰλλυρίην ἴριδα κατθέμενος,
Κυανέης μίξαιο μελιπτόρθου γλυκυρίζης
Τόσσον, καὶ γλυκερῆς σπέρματα βουνιάδος.
Σκόρδιον καὶ κεῖνον ὀπὸν μίσγοιο θυώδη,
Βαλσάμου Ἀσσυρίης ἔνδοθεν αἰνύμενος.
Τοῖς δ' ἐπὶ κιννάμωμον ἰσάζεο, μηδέ σε λήθῃ
Ἀγαρικὸν τούτοις ἰσοβαρὲς θέμεναι,
[40] Ἢ ἔτι καὶ σμύρνης καὶ εὐόδμου κόστοιο
Καὶ κρόκου, ὃν ἄντρον θρέψατο Κωρύκιον,
Καὶ κασίην, Ἰνδήν τε βάλοις εὐώδεα νάρδον,
Καὶ σχοῖνον νομάδων θαῦμα φέροις Ἀράβων,
Καὶ λίβανον μίσγοιο, καὶ ἀγλαϊὴν στήσαιο
Ἄμμιγα κυανέῳ κατθέμενος πεπέρει,
Δικτάμνου τε κλῶνας, ἠδὲ χλοεροῦ πρασίοιο,
Καὶ ῥῆον. στοιχὰς δ' οὐκ ἀπάνευθε μένοι,
Οὐδέ νυ πετροσέλινον. ἠδ' εὐώδης καλαμίνθη,
Δριμύ τε τερμίνθου δάκρυ λιβυστιάδος,
Ζιγγίβερι θερμὸν, κ' εὔκλωνον πενταπέτηλον,
Τὰς δοιὰς δραχμῶν πάντα φέροι τριάδας
Αὐτίκα, καὶ πολίου πίσυρας ὁλκὰς βαρυέσσας.
Ἠδὲ χαμαιζήλου πτόρθους ἄγοις πίτυος,
Καὶ στύρακος, μήου τε καὶ βοτρυόεντος ἀμώμου,
Καὶ νάρδου, Γαλάτης ἣν ἐκόμισσεν ἀνὴρ,
Λημνιάδος μίλτοιο, καὶ ἐκ Πόντοιο βάλοιο
Φοῦ, καὶ Κρηταίης σπέρμα χαμαιδρυάδος,
[41] Μαλαβάθρου καλὰ φύλλα, καὶ ὀπταλέην χαλκῖτιν,
Μίσγεσθαι ῥίζης οὐ δίχα γεντιάδος
Ἄνισον, χυλόν θ' ὑποκιστίδος, ἠδέ νυ καρπὸν
Βαλσάμου, λιπαρὸν κόμμι διῃνάμενος,
Καὶ μαράθρου σπέρμα, καὶ Ἰδαῖον καρδάμωμον,
Καὶ ψαφαρὸν στήσεις παρθέμενος σέσελι.
Δάκρυον εὖ μίσγοιο βαλὼν κυανωπὸν ἀκάνθης,
Θλάσπι σὺν τούτοις ἰσοβαρὲς τελέθοι.
Τόσσον δ' ὑπερικοῦ, τόσσον δ' ἐπιμίσγεται ἄμμι,
Καὶ σαγαπηνὸν ἄγοις τετράδα τοσσατίην,
Δοιὰς δ' εἰσάξεις, τά περ Ἴστριος ἔκβαλε κάστωρ
Μήδεα, καὶ λεπτὴν ῥίζαν ἀριστολόχου,
Δαύκου τε σπέρμα, καὶ αὐαλέην ἄσφαλτον
Ἰοβόλων κοίταις ἀντία δαιομένην.
Ἶσα δ' ὀποῦ πάνακος συμμίσγεο κενταυρίῳ,
Χαλβανίδος λιπαρῆς ἰσόμορον θέμενος.
Καὶ τὰ μὲν ἐν θυίῃ πολλῷ μαλθάσσεο οἴνῳ,
Ὅσσα περ ὑγροτέροις δάκρυσιν ἐμφέρεται.
[42] Κόψαι δ' εὖ λεπτῶς, τὰ δέ κεν ξυλοειδέα πάντα
Ἀκταίῳ μίσγοις συγκεράσας μέλιτι.
Ἱλήκοις ὃς τήνδε μάκαρ τεκτήναο Παίων,
Εἴτε σὲ Τρικκαῖοι δαῖμον ἔχουσι λόφοι,
Ἢ Ῥόδος ἢ Βουρίννα καὶ ἀγχιάλη Ἐπίδαυρος.
Ἱλήκοις, ἱλαρὴν δ' αἰὲν ἄνακτι δίδου
Παῖδα τεὴν Πανάκειαν. ὁ δ' εὐαγεέσσι θυηλαῖς
Ἱλάσεται τὴν σὴν αἰὲν ἀνωδυνίην.
[Ἀνδρομάχου νέου θηριακὴ δι' ἐχιδνῶν, ἡ καλουμένη Γαλήνη.] Ταῦτα μὲν ὁ πρεσβύτερος Ἀνδρόμαχος ἔγραψεν· ὁ δὲ υἱὸς αὐτοῦ κατὰ τὴν φαρμακῖτιν βίβλον, ἣν τῶν ἐντὸς ἐπιγράφει, ταύτην ἐποιήσατο τὴν γραφὴν, λέξει πεζῇ χρησάμενος. ἀντίδοτος ἡ καλουμένη Γαλήνη, πρὸς πᾶν πάθος ἐντοσθίδιον, μάλιστα πρὸς τὰ τοῦ στομάχου πάθη καὶ πρὸς τὰ θανάσιμα καὶ περιόδους. Ϛ Ἀρτίσκων σκιλλητικῶν μη΄. ἀρτίσκων θηριακῶν κδ΄. μάγματος ἡδυχρόου, πεπέρεως μέλανος, ἀνὰ κδ΄. ὀπίου κδ΄. ῥόδων ξηρῶν, σκορδίου Κρητικοῦ, βουνιάδος [43] σπέρματος, ἴρεως Ἰλλυρικῆς, ἀγαρικοῦ ποντικοῦ, κινναμώμου, γλυκυῤῥίζης χυλοῦ, ὀποβαλσάμου ἀνὰ ιβ΄. σμύρνης, κρόκου, ζιγγιβέρεως, ῥήου Ποντικοῦ, πενταφύλλου ῥίζης, νεπέτου, οὕτως οἱ Ῥωμαῖοι τὴν καλαμίνθην ὀνομάζουσι, πρασίου, πετροσελίνου, στοιχάδος, κόστου, πεπέρεως λευκοῦ, καὶ μακροῦ, δικτάμνου Κρητικοῦ, σχοίνου ἄνθους, λιβάνου, τερμινθίνης, κασσίας σύριγγος, νάρδου Ἰνδικῆς, ἀνὰ στ΄. πολίου Κρητικοῦ, σεσέλεως, στύρακος, θλάσπεως, ἄμμεως, χαμαίδρυος, χαμαιπίτυος, ὑποκιστίδος, χυλοῦ μαλαβάθρου, νάρδου Κελτικῆς, γεντιανῆς ῥίζης, ἀνίσου, μείου ἀθαμαντικοῦ, μαράθρου σπέρματος, Λημνίας μίλτου, χαλκίτεως ὀπτῆς, ἀμώμου, ἀκόρου, φοῦ Ποντικοῦ, βαλσάμου καρποῦ, ὑπερικοῦ, ἀκακίας, κόμμεως, καρδαμώμου, ἑκάστου δ΄. δαύκου σπέρματος, χαλβάνης, σαγαπηνοῦ, ὀποπάνακος, ἀσφάλτου, καστορίου, κενταυρίου λεπτοῦ, ἀριστολοχίας λεπτῆς, ἑκάστου β΄. μέλιτος Ἀττικοῦ ρν΄. τοῦ δὲ ὀρόβου π΄. ταῦτα γράψαντος Ἀνδρομάχου τοῦ νεωτέρου πεζῇ, πάρεστι τῷ μὴ νοοῦντι τῶν [44] εἰρημένων ὁτιοῦν ἐν τοῖς ἐλεγείοις τοῦ πρεσβυτέρου, τὴν εὕρεσιν ἐντεῦθεν ποιεῖσθαι. διὸ κᾀγὼ τῶν δοκούντων ἀσαφέστερον ἐν αὐτῷ λελέχθαι τὴν ἐξήγησιν οὐ προσέθηκα τὸ μῆκος τῆς γραφῆς εὐλαβούμενος. ἐθαύμασα δὲ ἓν μόνον τοῦ νεωτέρου Ἀνδρομάχου, γράψαντος ἐν τῷ καταλόγῳ τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν συντίθησι τὴν ἀντίδοτον ἀντὶ καλαμίνθης τὸν νέπετον, Ῥωμαῖοι γὰρ οὕτω ὀνομάζουσι τὴν καλαμίνθην. οὐκ ἐχρῆν δ' αὐτὸν ἑλληνιστὶ πάντα γράψαντα, τοῦτο μόνον ἐνθεῖναι Ῥωμαϊκὸν ὄνομα τοῖς Ἑλληνικοῖς. ἐν ἑνὶ μέντοι διαφωνεῖ πρὸς τὴν ἔμμετρον γραφὴν τῷ τὴν ἔμμετρον κδ΄. ἔχειν τοῦ μακροῦ πεπέρεως, τὴν δὲ πεζῇ γεγραμμένην στ΄. ἐπεὶ δ', ὡς ἔφην, πολλὰ τῶν ἀντιγράφων ἡμαρτημένας ἔχει τὰς ποσότητας τῶν φαρμάκων, διὰ τοῦτο α΄. μὲν ὁλογραμμάτως αὐτὰς ἔγραψα, μιμησάμενος τὸν Μενεκράτην· δεύτερον δὲ ἐπὶ τῷδε καὶ διὰ τῶν ἐμμέτρως γεγραμμένων. ἀσαφέστερον δὲ συγκειμένων τῶν τοῦ Ἀνδρομάχου ἐλεγείων ἄμεινον ἔδοξέ μοι τὰ Δαμοκράτους προσθεῖναι πάνυ σαφῶς ἡρμηνευμένα. [45] ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον ἔσται. νυνὶ δὲ ἐπειδὴ τῶν ἐμβαλλομένων εἰς τὴν ἀντίδοτον φαρμάκων ἁπλῶν εἴρηταί μοι πολλὰ, προσθεῖναι βέλτιον αὐτοῖς τὰ λείποντα.
[Ἀρτίσκων θηριακῶν σκευασία.] Τὰς ἐχίδνας οὐχ ὥσπερ ἔνιοι μέσου θέρους, οὐ μὴν οὐδ' ἄρτι τῆς φωλεᾶς παυσαμένας θηρεύειν προσῆκεν. ἐν μὲν γὰρ τῷ θέρει διψώδης ἡ σὰρξ αὐτῶν ἐστιν, ἐπὶ δὲ τῇ φωλεᾷ ξηρὰ καὶ ψυχρὰ καὶ ἄτροφος. κάλλιστος οὖν ἐστι καιρὸς ὁ μεταξὺ τούτων, ὃν καὶ αὐτὸς ὁ Ἀνδρόμαχος ἐδήλωσεν, ἡνίκα καὶ οἱ τῷ Διονύσῳ βακχεύοντες εἰώθασι διασπᾷν τὰς ἐχίδνας, παυομένου μὲν τοῦ ἦρος, οὔπω δ' ἠργμένου θέρους, ἢ εἰ χειμέριον ἐπὶ πολὺ τὸ ἔαρ γίγνοιτο, κατὰ τὴν ἀρχὴν τοῦ θέρους, οὐ κατὰ πολὺ τῆς τῶν πλειάδων ἐπιτολῆς. ὅσαι δὲ ἐγκύμονές εἰσι τῶν ἐχιδνῶν, παραιτεῖσθαι ταύτας. ἀποτέμνειν δὲ τάς τε κεφαλὰς καὶ τὰς οὐρὰς αὐτῶν. πρὸς γὰρ τῷ δοκεῖν ἰωδέστερα ταῦτ' εἶναι τὰ μόρια καὶ τὸ σκληροῖς, καὶ ὀλιγοσάρκοις ὑπάρχειν αὐτοῖς πρόσεστιν. αὔταρκες δ' ἐπὶ τῶν μεγάλων ἐχιδνῶν [46] τὸ ἀφαιρεθησόμενον ἑκατέρωθεν, εἶναι δακτύλων δ΄. ὅλον δὲ τὸ λοιπὸν σῶμα, τῶν μὲν ἐντέρων ἐξαιρεθέντων, ἀποδαρέντος δὲ τοῦ δέρματος, ὕδατι περιπλύναντα, ἐμβάλλειν κακάβῃ προσήκει καθαρὸν ὕδωρ, καὶ ἄνηθον χλωρὸν, ἀκμάζει γὰρ τηνικαῦτα, καὶ ἕψειν ἐπ' ἀνθράκων διακεκαυμένων, ἢ ξύλων ξηρῶν, ἃ καλοῦσιν ἄκαπνα. βέλτιον δ' αὐτὰ τὰ τῶν ἀμπέλων εἶναι κλήματα. προσεπεμβάλλειν δ' ἁλῶν, ἐὰν μὲν ἐν τῷ προσήκοντι καιρῷ λάβῃς τὰς ἐχίδνας, ἐλάχιστον, ἐὰν δὲ θέρους, μηδέν. φυλάττεσθαι δὲ τὰς ἐκ παραθαλαττίων χωρίων λαμβάνειν, ἤ τινος ἁλμυρᾶς ὑδάτων συστάσεως. διψώδης γὰρ ἡ ἀντίδοτος ἡ ἐκ τῶν τοιούτων ἐχιδνῶν γίνεται. καλῶς δὲ ἑψηθεισῶν αὐτῶν, ὥσπερ εἰ καί τις ἐσθίειν ἔμελλεν, ἐξαίρειν μὲν χρὴ τοῦ ὕδατος, ἀφαιρεῖν δὲ τὰς σάρκας, ἄνευ τοῦ συναφαιρεῖν τι τῶν ἀκανθῶν, καὶ ταύτας ἀκριβῶς λειώσαντα, μιγνύειν ἄρτου καθαρωτάτου, καλῶς ἐξηρασμένου βραχύ τι. πρὸ πάντων δ' εὔζυμός τε καὶ καλῶς ὠπτημένος ὁ ἄρτος ἔσται κριβανίτης, οὐκ ἰπνίτης. ἔνιοι μὲν οὖν ἥμισυ μέρος σταθμοῦ βάλλουσι [47] τοῦ ἄρτου, τινὲς δὲ τὸ τρίτον μέρος. ἐγὼ δὲ καὶ τέταρτον καὶ πέμπτον ἐνίοτε ἔβαλλον. εἰ μὴ γὰρ καλῶς ὠπτημένος εἴη, κίνδυνος ὀξύτητός τι προστρίψασθαι τῷ φαρμάκῳ. κάλλιον δὲ καὶ προεξηράνθαι τισὶν ἡμέραις ἐν οἴκῳ ξηρῷ τὸν οὕτως ὠπτημένον. μιχθέντων δὲ αὐτῶν καὶ λειωθέντων ἀκριβῶς, ὡς μηδεμίαν τῆς σαρκὸς τῶν ἐχιδνῶν ἀλείωτον ὑπολείπεσθαι, κυκλίσκους ἀναπλάττειν λεπτούς. οἱ γὰρ παχεῖς δυσξήραντοι γενόμενοι τὰς μὲν τῆς ἐχίδνης σάρκας σήπεσθαι συγχωροῦσι, τὸν δ' ἄρτον ὀξύνεσθαι. διὸ καὶ ξηρὸν λειοῦν τὸν ἄρτον ἄμεινόν ἐστιν, οὐχ ὡς οἱ πρὸ ἐμοῦ σκευάζοντες τῷ Καίσαρι συνετίθεσαν, ἐμβρέχοντες αὐτὸν τῷ τῶν ἐχιδνῶν ἀφεψήματι, κᾀγὼ μέχρι πολλοῦ τοῦτ' ἐποίουν, ἀλλ' ὕστερόν μοι βέλτιον ἔδοξεν εἶναι λειώσαντι τὸν ἄρτον οὕτως ἀναμιγνύναι τῇ σαρκὶ τῶν ἐχιδνῶν ἀκριβῶς προλελειωμένῃ, θᾶττον γὰρ οὕτως οἱ κυκλίσκοι ξηραίνονται, τὸν ξηρὸν ἄρτον, οὐ τὸν ὑγρὸν ἀναμιξάντων ἡμῶν. ἔστω δὲ καὶ ὁ οἶκος ἐν ᾧ ξηραίνεσθαι μέλλουσι, πάντως μὲν ὑπερῶος, ἐστραμμένος δὲ πρὸς μεσημβρίαν, ἢ [48] πάντως γε μὴ πρὸς ἄρκτον, ὅπως δέχηται τὰς ἡλιακὰς ἀκτῖνας ἐν πολλῷ χρόνῳ τῆς ἡμέρας, ἐν τοιούτῳ γὰρ ἀλύπως ξηρανθήσονται. μετὰ τὴν ἀνάπλασιν εὐθέως ἐν ἐκείνῳ τῷ μέρει τιθέντες, ἔνθα μὴ προσβάλλουσιν αἱ ἀκτῖνες τοῦ ἡλίου. στρέφεσθαι δὲ αὐτοὺς χρὴ συνεχῶς, ὅπως ὁμαλῶς ξηραίνωνται καθ' ἑκάτερον μέρος. εἰ μὴ γὰρ τοῦτο πράττοι τις, τὸ μὲν ἕτερον μέρος ὑπερξηρανθήσεται, τὸ δὲ ἕτερον, ὑγρὸν ἕως πολλοῦ διαμένον, σηπεδόνι περιπεσεῖν κινδυνεύσει, καὶ μετὰ τὸ ξηρανθῆναι δὲ κείσθωσαν ἄλλαις ἡμέραις πλείοσι κατὰ τὸν αὐτὸν οἶκον, ἔξω τῶν ἡλιακῶν ἀκτίνων στρεφόμενοι συνεχῶς. ἀρκεῖ δ' ὁ χρόνος οὗτος ὁ πλεῖστος ἡμερῶν ιε΄. μεθ' ἃς ἀποτίθεσθαί σοι καιρός ἐστιν, ἕως ἂν μέλλῃς σκευάζειν τὸ φάρμακον. ἡ δ' ἀπόθεσις ἐν ἀγγείῳ καττιτερινῷ ἢ ὑαλίνῳ ἢ χρυσῷ γινέσθω. τὸ μὲν οὖν ὑάλινον καὶ τὸ χρυσοῦν οὐδεμίαν ἔχει τὴν δόλωσιν, ὁ δὲ καττιτερινὸς μίξει μολύβδου δολοῦται. τὸν τοιοῦτον οὖν φεύγειν προσήκει, οὐ μόνον ἐπὶ ταύτης, ἀλλὰ καὶ τῶν ἄλλων ἀντιδότων ἁπασῶν, ὥσπερ γε καὶ τὸν ἐξ [49] ἀργύρου μὴ κεκαθαρμένου, τάχιστα γὰρ καὶ οὗτος ἰὸν ἐπιτρεφόμενον ἔχει. καλοῦσι δ' οἱ Ῥωμαῖοι τὸν κεκαθαρμένον ἄργυρον κάνδιδον. ἄμεινον δὲ μὴ μετὰ πολὺν χρόνον χρῆσθαι τοῖς ἀρτίσκοις, οὐ μὴν πολύ γέ τοι βλάπτονται, κᾂν μετ' ἐνιαυτὸν ἐμβληθῶσι, κᾂν μετὰ πλείονα χρόνον ἔτι τοῦδε. καλῶς γὰρ ξηρανθέντες ἐν ἀρχῇ καὶ τριῶν ἐτῶν καὶ τεττάρων ἀκμαῖοι παραμένουσιν, ἐάν γε καλῶς ὦσιν ἀποκείμενοι, καὶ καθαροῖς ὀθονίοις δι' ἡμερῶν τινων ἀπομάττοιτο τὸ ἐπιτρεφόμενον αὐτοῖς κονιορτῶδες. ἐὰν γὰρ προσμείνῃ τοῦτο χρόνῳ πλέονι, διατίτρησιν αὐτούς. εὔδηλον δ' ὅτι τοῦτο παθόντες ἄχρηστοι γίνονται, ὡς πρίν γε τοῦτο παθεῖν αὐτοὺς, κᾂν χρονίσωσιν ἱκανῶς διαμένουσι χρήσιμοι.
[Ἀρτίσκων σκιλλητικῶν σκευασία.] Εἴτε σκιλλητικοὺς, εἴτε σκιλλίνους ἐθέλοι τις ὀνομάζειν τοὺς διὰ σκίλλης σκευαζομένους ἀρτίσκους, ἢ κυκλίσκους, ἢ τροχίσκους, διαφέρει οὐδέν. οὐδὲν γὰρ βλάψεις τὸ φάρμακον, ὅπως ἂν ὀνομάζῃς, ἐάν γε ἐν τῇ συνθέσει μηδὲν ἁμάρτῃς. [50] ἐγὼ δέ σοι φράσω καὶ ταύτην σαφῶς. σκίλλαν εὔτροφον ἀναιρήσῃ μὲν ἐκ τῆς γῆς, ὁπόταν ἀκριβῶς αὐτῆς ξηρανθῇ τά τε φύλλα καὶ ὁ καυλός. περιελὼν δὲ τὸ φλοιῶδες, εἶτα περιπλάσας τὶ πυρῶν νέων καλλίστων ὡς ὅτι μάλιστα, μετὰ ταῦτα ὄπτησον ἐν θερμῇ τέφρᾳ πολλῇ, μέχρις ἂν ἀκριβῶς ὀστρακωθῇ τὸ περιπλασθὲν σταίς. εἰ δὲ καὶ κατὰ τὸ χωρίον ἐν ᾧ σκευάζεις, ἴπνος εἴη τις, ἐν ἐκείνῳ καταθέμενος ἅμα τοῖς ἄρτοις, ὅταν ξηρανθῇ τὸ σταὶς, ἀφελὼν αὐτὸ, λείωσον τὴν σκίλλαν. αὐτάρκως δ' ὠπτῆσθαι γνώσῃ, καὶ διὰ καταθέσεως κάρφους. ἑτοίμως γὰρ αὐτὸ καταδέχεται τὸ σῶμα τῆς σκίλλης, ἐπειδὰν καλῶς ὀπτηθῇ. λειωθείσης δὲ ἀκριβῶς αὐτῆς μίγνυε τὸ τῶν λευκῶν ὀρόβων ἄλευρον, ἰσχυρῶς γάρ ἐστι τὸ τῶν μὴ λευκῶν πικρόν. εὔδηλον δ' ὅτι σεσῆσθαι τοῦτο χρὴ λεπτῷ κοσκίνῳ, καὶ μετὰ ταῦτα ἀκριβῶς λελειῶσθαι, τῷ σταθμῷ δὲ ἡμιολίαν εἶναι χρὴ τὴν σκίλλαν. λέγω δὲ ἡμιολίαν, ὡς δύο μὲν ἀλεύρου μοίρας εἶναι, τρεῖς δὲ τῆς σκίλλης. ὡς δὲ ταὐτὸν λέγων ὁ νεώτερος Ἀνδρόμαχος, οὐκ οἶδεν ὅπως π΄. μὲν εἶναι δραχμὰς [51] βούλεται τοῦ ὀροβίνου ἀλεύρου, τῆς σκίλλης δὲ ρκ΄. ἤρκει γὰρ εἰπεῖν ἡμιόλιον. εἶτα λεπτοὺς κυκλίσκους ἐκ τῆς μίξεως ταύτης ἀναπλάσας ἐν οἴκῳ τίθει πρὸς μεσημβρίαν ἐστραμμένῳ, καθότι προείπομεν, οὐ μὴν ἐν αὐταῖς γε ταῖς αὐγαῖς τοῦ ἡλίου ξήραινε. καὶ τὰ ἄλλα τὰ προειρημένα περὶ τῶν θηριακῶν κᾀπὶ τούτων πρᾶττε.
[Ἡδυχρόου σκευασία.] Ἐν τῇ προγεγραμμένῃ συνθέσει τῆς θηριακῆς δυνάμεως ὁ Ἀνδρόμαχος, ὅπως μὲν χρὴ σκευάζειν τούς τε θηριακοὺς καὶ τοὺς σκιλλητικοὺς κυκλίσκους, δεδήλωκεν· ὅπως δὲ τὸ ἡδύχροον, οὐδὲν εἶπεν. καὶ ἄλλοι δὲ πολλοὶ τῶν γεγραφότων σύνθετα φάρμακα παρέλιπον εἰπεῖν τὴν σκευασίαν τοῦ ἡδυχρόου κατὰ τὴν περὶ τῆς θηριακῆς διήγησιν, ὥστε τις ἰατρὸς ἐν Ῥώμῃ τῶν μὴ τεθεαμένων σκευαζόμενον τὸ φάρμακον, ἐκ τῆς γραφῆς ἐπ' αὐτὸ παραγίνεσθαι τολμῶν, ἐζήτει παρὰ τοῖς μυροπώλαις ἡδύχροον, οἰόμενος εἶναι βοτάνην, ἤ τι τοιοῦτο τῶν ἁπλῶν φαρμάκων. ἐγὼ δὲ καὶ τοῦτο δηλώσω κατὰ [52] τὴν Ἀνδρομάχου διαδοχὴν τῶν Καίσαρι σκευαζόντων αὐτὸ μέχρι νῦν, ὅπως συντιθέασιν. ἵνα δὲ καὶ αὐτὴ δυσπαραποίητος ᾖ, διὰ λέξεως ἐμμέτρου δηλωθήσεται τοῖς ὑπογεγραμμένοις.
Ἡδυχρόου δέ τι μάγμα, μάρου μὲν ἔχει δύο δραχμὰς,
Ἴσας δ' αὖ ἀσάρου τε, καὶ ἀμαράκου, ἀσπαλάθου τε
Καὶ σχοίνου, καλάμου τ' εὐώδεος, ἐκ πόντου τε
Φοῦ, ξυλοβαλσάμου τ', ὀποβαλσάμου τε δραχμὰς τρεῖς,
Καὶ κιναμώμου εἰσὶν ἴσαι, καὶ κόστου ἐπ' αὐτῷ.
Σμύρνης θ' ἓξ δραχμὰς, καὶ φύλλου μαλαβάθροιο,
Ἴσον δ' αὖ Ἰνδῆς νάρδου ξανθοῦ τε κρόκοιο.
Καὶ μὴν καὶ κασίης ἴσαι, διπλαῖ δέ τ' ἀμώμου.
Λοιπὴ δ' ἐκ κραναῆς Χίου δραχμῆς βάρος εἴη,
Μαστίχη, οἴνῳ δ' αὖ Φαλερίνῳ φυρήσασθαι.
ὅταν ταῦτα μιχθῇ, κυκλίσκοι δηλονότι γίνονται παραπλήσιοι τοῖς θηριακοῖς τε καὶ σκιλλητικοῖς, καὶ ξηραίνονται [53] κατὰ τὸν αὐτὸν τρόπον. αὕτη μὲν ἐκ διαδοχῆς, ὡς ἔφην, εἰς ἡμᾶς ἦλθεν ἀπ' Ἀνδρομάχου σύνθεσις τοῦ ἡδυχρόου. διαφέρουσαι δ' ἄλλαι γεγραμμέναι πρὸς τινῶν εἰσιν, ὑπὸ μὲν τῶν ἐπιμεληθέντων ἐμπειρίας φαρμάκων ἐν τῷ σταθμῷ τῶν βαλλομένων διαλλάττουσαι. τινὲς δ' οὐδ' ὅλως ἔχουσι τὸ ἀμάρακον καὶ τὸ μάρον, ἔνιαι δὲ τὸ ἕτερον αὐτῶν ἔχουσαι μόνον. οὐδὲ γὰρ οἱ μυροπῶλαι πάντες αὐτὰ γινώσκουσι, διὰ τὸ μόνας ὠνεῖσθαι τὰς ἀπὸ Κρήτης κομιζομένας βοτάνας ἅμα τοῖς σπέρμασί τε καὶ χυλοῖς. ἐγὼ δὲ καὶ τὰς βοτάνας αὐτὰς ἠπιστάμην ἐν Ἀσίᾳ γεννωμένας, ἐν ἄλλοις μὲν χωρίοις ὀλίγας, ἐν Κυζίκῳ δὲ πλείστας, καὶ κατά γε τὴν Ἰταλίαν ὥσπερ ἄλλας τινὰς, οὕτω καὶ τὸ ἀμάρακον εἶδον γεννώμενον. ἀπολείπεται δὲ τὸ φυτὸν τοῦτο τοῦ μάρου πάμπολυ κατὰ τὴν εὐωδίαν. ἱκανῶς γὰρ εὐῶδες τὸ μάρον, καὶ τό γε καλούμενον ἀμαράκινον μύρον ἐν Κυζίκῳ σκευαζόμενον, ὅσον μὲν ἐπὶ τῇ προσηγορίᾳ, δόξειεν ἄν τις ἀμαράκου ἔχειν πλεῖστον, καὶ ἴσως οὕτως ὑπὸ τῶν παλαιῶν ἐσκευάζετο, νυνὶ δὲ τὸ μάρον ἐμβάλλουσι μόνον. [54] ἐγὼ μέντοι γευσάμενος τῆς πόας, εὑρών τε πικρότητα μὲν ἐν αὐτῇ παμπόλλην, δριμύτητα δὲ οὐ πολλὴν, παρεκάλεσά τινα τῶν συνήθως ἀμαράκινον σκευαζόντων, ἐπεμβάλλειν ἀμαράκου τῇ σκευασίᾳ τοσοῦτον ὅσον καὶ τοῦ μάρου. καί μοι τὸ σκευασθὲν οὕτως ἧττον μὲν εὐῶδες ἐφάνη, χείρω δ' οὐδὲν ἐνήργει. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἰρήσθω.
[Περὶ βασάνου τῆς ὡντινῶν δυνάμεων εἰλικρινείας.] Μεταβῶμεν δ' ἤδη πρὸς τὴν σκευασίαν ταύτης τῆς ἀντιδότου, κατὰ τὴν αὐτὴν τάξιν, ἑκάστου τῶν ἐμβαλλομένων αὐτῇ μνημονεύοντες, ἣν διὰ τῶν προγεγραμμένων ἐπῶν τῆς ἐλεγείας ὁ Ἀνδρόμαχος ἐποιήσατο, πεντήκοντα μὲν ἀξιῶν δραχμὰς δυοῖν δεούσας ἐμβάλλειν τῶν σκιλλητικῶν ἀρτίσκων, ὅπερ ταὐτόν ἐστι τῷ φάναι μη΄. τούτων δ' ἡμισείας, ὅπερ ἐστὶ κδ΄. δραχμὰς τῶν θηριακῶν, ὀπίου τε καὶ ἡδυχρόου καὶ μακροῦ πεπέρεως. περὶ μὲν οὖν τῶν γ΄. εἴρηται. τὸ δὲ μακρὸν πέπερι πανούργως κατασκευαζόμενον ἐλέγξεις διαβρέχων ὕδατι. λύεται γὰρ τὸ σκευασθὲν, ἄλυτον δὲ μένει τὸ αὐτοφυές. ἔστι δὲ αὐτὸ [55] βοτάνη τις ξανθὴ ἀπὸ τῆς Ξένης κομιζομένη παραπλησία ἰδεῖν, οὐ μὴν τῇ γεύσει γε ἐοικυῖα, διὸ καὶ ῥᾷστόν ἐστιν αὐτὴν διακρῖναι μακροῦ πεπέρεως. ἐλέγξεται δὲ καὶ τὸ σαγαπηνὸν καλούμενον ὕδατι βρεχόμενον, ἢ οἴνῳ. διαλύεται γὰρ εὐθὺς τὸ ἀληθινὸν, ἀτήκτου μένοντος τοῦ μὴ τοιούτου. εἴτε δ', ὡς οὐδέτερον ὄνομα τὸ σαγαπηνὸν ἐθέλεις λέγειν, εἴτε δ', ὡς ἀρσενικὸν, ὅλον τοῦτο καλῶν σαγαπηνὸν ὀπὸν, ἔστι γὰρ ὄντως ὀπὸς νάρθηκός τινος ὁμοίου τῷ πάνακι, διήνεγκεν οὐδέν. ἀλλ' ὁ μὲν τοῦ πάνακος ὀπὸς οὐδὲν ἔχει παραπλήσιον τῷ ἐν τῇ χαλβάνῃ λευκοτέρῳ. ἔστι δ' αὐτῆς τὸ μὲν ὄντως εἰς σαγαπηνὸν μεταπίπτον, ὅσον ἀφρῶδές τε καὶ κοῦφόν ἐστι, τὸ δὲ τῇ καλλίστῃ χαλβάνῃ σαγαπηνιζούσῃ. πυκνὸν δ' ἐστὶ τοῦτο, καὶ πολὺ μᾶλλον ἐσφιγμένον τῆς ἄλλης χαλβάνης. κεχρῆσθαι δ' αὐτῷ προσῆκεν, ὡς ἀρίστῳ μορίῳ χαλβάνης. ἐπεὶ δὲ μεταπίπτειν εἶπον ἐκ χαλβάνης εἰς σαγαπηνὸν, ὅσον ἂν ἀφρῶδες ἐν αὐτῷ, συστὰν καὶ λευκὸν, ἑτοίμως ἐν ὑγρῷ λύεται. προσθεῖναι μέντοι χρὴ τῷ λόγῳ καὶ μάλιστα διὰ τὴν [56] ὁμοιότητα τῆς μεταπτώσεως ἐκ τῆς ἀρίστης κασσίας εἰς κιννάμωμον. ἐθεασάμην γὰρ ἤδη πολλάκις ὑψηλῆς καὶ εὐθαλοῦς κασσίας ὡς εἰς θάμνου μέγεθος ἀνήκειν ἀκρέμονάς τινας ἀκριβῶς ὁμοίους κινναμώμῳ κατά τε τὴν ὄψιν καὶ τοῦ φλοιοῦ τὴν λεπτότητα, καὶ πρὸς τούτοις ἔτι τὰ βεβαιότατα γνωρίσματα κινναμώμου διὰ τῆς γεύσεώς τε καὶ ὀσφρήσεως γινόμενα. οὕτω δὲ καὶ κατὰ τὴν ἀρίστην σμύρναν ὀποκάλπασον εὑρίσκεται, διαφέρον σμύρνης, καὶ κατά γε τὰ τρία ταῦτα, λέγω δὲ τό τε σαγαπηνὸν καὶ τὸ ὀποκάλπασον καὶ τὴν κασσίαν, ἐν μὲν τῷ μεταξὺ γίνεταί τινα μηκέτι μένοντα, μήτε χαλβάνη, μήτε κασσία, μήτε σμύρνη, μηδέπω ἀκριβῆ τὴν ἰδέαν ἔχοντα σαγαπηνοῦ καὶ κινναμώμου καὶ ὀποκαλπάσου. διὸ καὶ πολλάκις χρὴ τεθεᾶσθαι τὸν μέλλοντα διαγιγνώσκειν καὶ διακρίνειν ἀλλήλων τὰ παραπλήσια· καθάπερ γε ἐπὶ τῶν ὁμοίων ἀλλήλοις παιδαρίων διδύμων οἱ μὲν ἀήθεις ὄντες οὐ δύνανται διακρίνειν τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου, ῥᾴστη δὲ ἡ διάγνωσις γίνεται τοῖς ὁμοδιαίτοις, οὕτως ἔχει κᾀπὶ τῶν φαρμάκων [57] ἁπάντων. ὁ γὰρ ἐντεθραμμένος αὐτοῖς καὶ πολλάκις ἑορακὼς εὑρίσκει τε καὶ γνωρίζει ῥᾳδίως τὰς παρὰ μικρὸν διαφοράς· ὁ δ' ἅπαξ ἢ δὶς ἑορακὼς ὡς ἀπαράλλακτον τεθέαται τῷ ἑτέρῳ τὸ ἕτερον, ἔχον ἐνίοτε σαφεστάτην διάκρισιν, ἐναργῶς φαινομένην τῷ πολλάκις ἑορακότι, ὥστε καὶ δι' ἑνὸς τῶν συμβεβηκότων αὐτοῖς γνωρίζεσθαι ῥᾳδίως. τὸ γοῦν ἐκ χαλβάνης σαγαπηνὸν οὐκ ἔχει τὴν ὀσμὴν τῆς ἰδιότητος τὴν αὐτὴν τῷ κυρίως ὀνομαζομένῳ σαγαπηνῷ. τὸ γὰρ ὑπὸ τῶν περὶ τὰ τοιαῦτα δεινῶν ὀνομαζόμενον ὀσμῆς εἶδος τραγίζον οὐκ ἀποτίθεται τὸ ἐκ τῆς χαλβάνης σαγαπηνόν. ἀλλὰ ἐπὶ μὲν τοῦ τοιούτου σαγαπηνοῦ καὶ τῆς χαλβάνης ταύτης οὐ μεγάλη τίς ἐστιν ἡ διαφορὰ πρὸς τὴν τοῦ φαρμάκου σύνθεσιν. ἄμφω γὰρ ἁρμόττει καὶ ἀντιτέτακται τοῖς ἰοβόλοις τε καὶ δηλητηρίοις, ἀλλ' ἧττον ἡ χαλβάνη τοῦ σαγαπηνοῦ. τὸ δὲ ὀποκάλπασον ἀναιρετικόν ἐστι, καὶ πολλοὺς κατά τινα τύχην ἐν τοῖς τῆς ἡμετέρας ζωῆς χρόνοις ἀποθανόντας οἶδα διὰ τὴν ἄγνοιαν τῆς ὀποκάλπασον ἐχούσης σμύρνης. ἐξεπίτηδες γὰρ ἔνιοι τῶν σκευαζόντων [58] αὐτὴν ὡς ἀρίστην ἔβαλον, ἐπειδὴ τοῖς κολλυρίοις ἐμβαλλομένην ὁρῶσι κάλλιστον οὖσαν φάρμακον, ἀδήκτως γὰρ διαφορεῖ τὸ πῦον. ἔστι δ' ὅτε καὶ ἀρχόμενον ὑπόχυμα λεπτὸν τῇ συστάσει, κᾂν εἰς ἔμπλαστρον δὲ, κᾂν εἰς κηρωτὴν, ἤ τι τῶν ἔξωθεν ἐπιτιθεμένων φαρμάκων διαφορητικῶν ἐμβάλῃς τὴν τοιαύτην σμύρναν, αὐξήσεις αὐτοῦ τὴν δύναμιν, ἀλλ' εἴσω τοῦ σώματος λαμβανομένη θανάσιμόν ἐστι φάρμακον. ταῦτα μὲν οὖν ἐπὶ πλέον εἴρηται διά τε τὴν ἀκολουθίαν τοῦ λόγου καὶ τὸ χρήσιμον τῆς θεωρίας.
[Περὶ τῶν ἐν τῇ τρίτῃ τάξει γεγραμμένων δυνάμεων.] Ἐπὶ δὲ τὴν ὑπὸ Ἀνδρομάχου τάξιν γεγραμμένην τῶν ἐμβαλλομένων ἁπλῶν φαρμάκων τῇ θηριακῇ καιρὸς ἐπανελθεῖν. γράφει οὖν τρίτην τάξιν φαρμάκων ἀνὰ ιβ΄. λαμβανόντων, ἃ προπαρασκευάσεις ἅπαντα δηλονότι κατὰ τὴν ἰδίαν ἀκμὴν ἐκλέγων, οἷον εὐθέως τὰ ῥόδα ξηραίνων μὲν, ὡς ἐπὶ τῶν ἀρτίσκων εἴρηται, τὰ κάλλιστα, λαμβάνων δ' αὐτῶν ἅπερ εὐοδμότατα πάντως ἐστὶ, καὶ μέντοι καὶ ἐρυθρότερα τῶν ἄλλων. φυλαττόμενος δὲ τοὺς [59] καταγείους οἴκους, ὡς μηδὲν αὐτοῖς φάρμακον ἀποτίθεσθαι, καὶ μάλιστα τοὺς ὑγροὺς αὐτῶν, ἐν οἷς εὐρὼς ἐν τάχει γίνεται. ἐφεξῆς δὲ τῆς Ἰλλυρικῆς ἴρεως ὁ Ἀνδρόμαχος ἀξιοῖ βάλλειν τοῖς ῥόδοις· οὗ λόγου μὴ παρέργως ἀκούσῃς, ὡς ὑπὲρ ἄλλου τινὸς φαρμάκου, περὶ ὧν ἐφεξῆς ἐρῶ, τὸ κάλλιστον ἐν ἑκάστῳ γένει διδάσκων ὁποῖόν ἐστι. πόλιον μὲν οὖν καὶ χαμαίδρυς εἰς Ῥώμην κομίζεται, βραχὺ βελτίων τῶν ἐν Ἰταλίᾳ γεννωμένων. ἔν τισι γὰρ τόποις τῶν Ἰταλικῶν οὐ πολύ τι λειπόμενα γεννᾶται κατ' ἐκεῖνα τῶν ἐτῶν, ἐν οἷς οὐκ ἐγίνετο σύμπαν τὸ ἔαρ ὑγρὸν, ὥσπερ πολλάκις γίνεται κατὰ τὸν τρόπον τοῦ θέρους. ἀλλ' ὅταν γε κατάστασις γίνηται ξηροτέρα, τοῖς πλείστοις τῶν ἀπὸ Κρήτης ὅμοια τὰ κατὰ τὴν Ἰταλίαν, ἢ οὐ πολύ γε λειπόμενα γεννᾶταί τινα, καθάπερ ἥ τε χαμαίδρυς καὶ ἡ χαμαιπίτυς καὶ τὸ ὑπερικὸν, ἥ τε γεντιανὴ, καὶ τὸ θλάσπι, καὶ ὁ μέλας ἐλλέβορος, ἕτερά τε τοιαῦτα. τὸ δὲ τῆς ἴρεως οὐχ οὕτως ἔχει. παραβαλλομένη γὰρ ἡ ἐκ τῆς μεγάλης Λιβύης, ἥπερ εἰς Ῥώμην φέρεται πλείστη, τοσοῦτον ἀπολείπεται [60] τῆς Ἰλλυρικῆς, ὅσον τὸ νεκρὸν σῶμα τοῦ ζῶντος, οὐ μὴν ἔν γε τοῖς ἄλλοις ἔθνεσιν οὕτω πολὺ φαίνεται λειπομένη. καὶ ταύτης γοῦν ἐκλέγου τὴν εὐωδεστέραν, ὥσπερ γε τῶν ἄλλων φαρμάκων. ἕκαστον γὰρ ἄριστόν ἐστι τὸ τὴν τοῦ γένους ἰδίαν ὀσμὴν ἰσχυροτάτην ἔχον, ὅπερ ἐκ τοῦ πολλὰ τεθεᾶσθαι γίνεται δῆλον ἑκάστῳ. καὶ μέντοι καὶ περὶ τῆς κατὰ τὴν γεῦσιν ποιότητος ὁμοίως τὸ ἴδιον ἐν ἑκάστῳ γένει πρωτεῦον ἄριστον ἀποφανεῖ τὸ φάρμακον, ἀδόκιμα δὲ καὶ τὰ λεπτότερα καὶ ἀτροφώτερα τῶν ὁμογενῶν. ἀμείνω γὰρ ἐν ἅπαντι γένει τὰ μὴ ῥυσὰ μηδὲ ἄτροφα, καθάπερ γε καὶ τὰ ὑπερβάλλοντα τῶν συμμέτρων χείρω τῶν εὔτροφόν τε καὶ ἐσφιγμένην τὴν σύστασιν ἐχόντων. διόπερ, ὡς ἔφην, ἑορακέναι χρὴ πολλὰ πολλάκις, καὶ μάλιστα τὰ κάλλιστα, καὶ πολλῷ χρόνῳ πεῖραν ἐκ γενετῆς σφῶν αὐτῶν παρεσχηκότα, καὶ συμφώνως ὑπὸ τῶν ἐμπείρων ὕλης ἰατρικῆς ἐπῃνημένα. πάντες γοῦν ἔγραψαν ἴριν μὲν ἀρίστην εἶναι τὴν ἐν Ἰλλυριοῖς γεννωμένην, πετροσέλινον δὲ τὸ Μακεδονικὸν, ἄσφαλτον δὲ τὴν Ἰουδαϊκὴν, [61] ὥσπερ γε καὶ ὀποβάλσαμον, ἐπί τε τῶν ἄλλων ὁμοίως, ὑπὲρ ὧν ἐφεξῆς κατὰ τὸν ἴδιον ἑκάστου λόγον οὐ παραλείψω τὴν ἀπὸ τῆς χώρας ἀρετήν. ἐφεξῆς δὲ γλυκυῤῥίζης τε χυλοῦ καὶ βουνιάδος ἀγρίας σπέρματος μνημονεύει, καλλίστων ἡμῖν ἀμφοτέρων ἐκ Κρήτης φερομένων, καὶ μάλιστα τῆς γλυκυῤῥίζης αὐτῆς τε καὶ τοῦ χυλοῦ. σκόρδιον δὲ κάλλιστον ἡμῖν ἐκ Κρήτης φέρεται. εὕροις δ' ἂν οὐ φαῦλον οὐδ' ἐν ἄλλοις τῶν ἐθνῶν. γέγραπται δ' ὑπό τινων ἀνδρῶν ἀξιολόγων, πολέμῳ νεκρῶν ἀτάφων ἡμέραις πλείοσι γενομένων, ὅσα τῶν σωμάτων ἐπὶ τοῦ σκορδίου κατὰ τύχην ἔκειτο, πολὺ τῶν ἄλλων ἀσηπτότερα διαμεῖναι, καὶ μάλιστα αὐτῶν ἐκεῖνα τὰ μόρια τοῦ σώματος, ὅσα τῆς πόας ἔψαυε τοῦ σκορδίου· καὶ δὴ καὶ πεπίστευται τοῖς σηπεδονώδεσιν ἰοῖς τῶν ζώων, καὶ φαρμάκων δηλητηρίοις ἀντιτετάχθαι. γέγραπται δὲ αὐτάρκως περὶ πάσης τῆς κατ' ἰατρικὴν ὕλης ἐν ε΄. βιβλίοις Διοσκορίδου, παρ' οὗ τά τε ἄλλα καὶ τὰς ὀσφρητὰς καὶ γευστὰς ποιότητας, αἷς γνωρίζεται μάλιστα καὶ διακρίνεται τὰ δοκιμώτερα φάρμακα [62] τῶν φαυλοτέρων, ἔνεστί σοι μανθάνειν. ἐπ' ἐνίων δὲ καὶ τὰς ὁρατὰς ποιότητας οὐ σμικρὰ συντελούσας εὑρήσεις. ἐμοὶ δ' οὐ πρόκειται κατὰ τὴν ἐνεστῶσαν πραγματείαν, ὅσα καλῶς ἑτέροις γέγραπται μεταφέρειν, ἀλλ' ἐξεργάσασθαι σαφῶς τὰ λείποντα.
[Περὶ τοῦ ὀποβαλσάμου τε καὶ κινναμώμου.] Ἐφεξῆς ὀποβαλσάμου τε καὶ κινναμώμου διὰ τῶν προγεγραμμένων ἐπῶν ἐμνημόνευσεν ὁ Ἀνδρόμαχος, ἐφ' ὧν ἐπὶ τοῖς γεγραμμένοις ὑπὸ τοῦ Διοσκορίδου γνωρίσμασι μέγιστόν ἐστι τεθεᾶσθαι πρότερον αὐτὰ κατὰ τί χωρίον ἕκαστον αὐτῶν ἄριστον γεννᾶται, καθάπερ ἐπειράθην ἐγὼ, γνοὺς πολυειδῶς παραποιούμενον ὀποβάλσαμον, ὡς εἶναι δυσδιάγνωστον, αὐτὸς ἰδεῖν ὀπιζόμενον αὐτὸ, καὶ σχεῖν ἐξ ἐκείνου, καθάπερ τινὰ κανόνα τῶν ἄλλων. ἔμαθον δὲ παραποιήσεις αὐτοῦ πολλὰς, ὡς καὶ τοὺς τριβακωτάτους λαθεῖν, ἃς οὐκ ἀξιῶ δημοσιεύειν τοὺς γνόντας, ὅπως μὴ κατὰ τὸ πάρεργον οἱ πονηροὶ μανθάνοντες αὐτὰς, ἐν ἔργῳ μεταφέροιεν ἐπὶ τὰς κακὰς πράξεις. οὐδὲ γὰρ οὐδὲ τὰς τῶν [63] δηλητηρίων φαρμάκων γραφὰς τοὺς δημοσιεύοντας ἐπαινῶ. τὰς γοῦν ὑπὸ τοῦ Διοσκορίδου τε καὶ τῶν ἄλλων, ὅσοι περὶ ὕλης ἔγραψαν ἑκάστου τῶν φαρμάκων, δοκιμασίας ἐπιφέροντες αὐτοῖς, ὅταν προσθῆτε τὴν ἰδίαν αὐτοψίαν ἐπὶ πολλῶν, ἀκριβῶς δυνήσεσθε διακρίνειν ἀλλήλων, ὅσα γε διακρίνεσθαι δύνανται. τινῶν γὰρ, ὡς ἔφην, ἢ οὐδ' ὅλως ἐστὶν ἢ οὐκ ἀκριβὴς ἡ διάκρισις, ἀλλὰ συγκέχυται τὰ γνωρίσματα τῶν πανούργως ἐσκευασμένων. περὶ δὲ κινναμώμου τἀναντία τοῖς εἰρημένοις ἐπὶ τοῦ ὀποβαλσάμου γινώσκω. πέπεισμαι γὰρ αὐτὸ πάντων εὐδιαγνωστότατον εἶναι τοῖς ἑορακόσι πολλάκις ἄριστον κιννάμωμον. τούτου δ' οὐχ οἷόν τέ τινα τυχεῖν, εἰ μή τις θεάσοιτο τὴν παρασκευὴν τῶν αὐτοκρατόρων κινναμώμων, σχεδὸν εἰς ἕξ που διαφορὰς γενικὰς ἡκόντων. ἔστι γὰρ κᾀν τούτοις αὐτοῖς ἀξιόλογος ὑπεροχὴ τοῦ καλλίστου πρὸς τὸ χείριστον, ὥσπερ κᾀν ταῖς κασσίαις, ὥστε τὴν καλλίστην κασσίαν ἀπολείπεσθαι βραχὺ τοῦ φαυλοτάτου κινναμώμου, καὶ ὅτι οὐ γίνεται μακροχρόνιος ἡ κατὰ τὴν χρῆσιν ἀρετὴ τοῦ κινναμώμου. οὐδὲ γὰρ μέχρι λ΄. [64] χρόνων ὁλόκληρον αὐτοῦ τὴν ἀπ' ἀρχῆς διασώζεσθαι δύναμιν. ληροῦσι δ' ἔνιοι τῶν τοιούτων φαρμάκων τὸ κιννάμωμον ἀγήρω διαμένειν φάσκοντες. οὐδὲ γὰρ ρ΄. οὐδὲ διακοσίων ἐτῶν μεταξὺ γεγενημένων, ἀλλ' ὀλίγων, ὡς πρὸς τοσοῦτον ἀριθμὸν, ἤδη τινὰ μεταβολὴν ἑόρακα τῷ παλαιοτέρῳ κινναμώμῳ γεγενημένην. Ἀντωνίνῳ γοῦν σκευάζων τὴν θηριακὴν ἐθεασάμην ἀγγεῖα πολλὰ ξύλινα, τὰ μὲν ἐπὶ Τραϊανοῦ ταῖς ἀποθήκαις ἐγκαθέντα μετὰ κινναμώμου, τὰ δὲ ἐπ' Ἀδριανοῦ, τὰ δὲ ἐπ' Ἀντωνίνου τοῦ μετὰ τὸν Ἀδριανὸν ἄρξαντος, καὶ πάντα γε τῷ ὁμογενεῖ κινναμώμῳ σαφῶς ἀλλήλων ὑπερεῖχε, κατά τε τὴν τῆς γεύσεως, καὶ τῆς ὀσφρήσεως ἀτονίαν καὶ εὐτονίαν, ὅσον καὶ τῷ χρόνῳ, καὶ μέντοι κομισθέντος ποτὲ ἐκ τῆς βαρβάρου, γλωττοκωμίου μακροῦ πηχέων δ΄. καὶ ἡμίσεος, ἐν ᾧ δένδρον ὅλον ἦν κινναμώμου τοῦ πρώτου γένους, ἐξ αὐτοῦ σύνθεσίν τινα τῷ αὐτοκράτορι Μάρκῳ Ἀντωνίνῳ ποιησάμενος, ὅλην εὗρον τὴν ἀντίδοτον ἱκανῶς τῶν ἄλλων ὑπερέχουσαν, ὥστε γευσάμενον αὐτῆς τὸν αὐτοκράτορα μὴ περιμεῖναι χρόνον, [65] ὥσπερ ἐπὶ τῶν ἄλλων, ἐν ᾧ πεφθήσεται τὸ φάρμακον, ἀλλ' εὐθέως χρῆσθαι, μηδὲ δύο μηνῶν ὁλοκλήρων ἐν τῷ μεταξὺ γενομένων. διαδεξαμένου δ' αὐτὸν Κομμόδου, μήτε τῆς θηριακῆς ἀντιδότου μήτε τοῦ κινναμώμου πεφροντικότος, ἐκείνου τε τοῦ δένδρου τὸ περιττὸν, ὅσον τ' ἄλλο μετὰ τοὺς Ἀδριανοῦ χρόνους ἐκομίσθη, διαπώλετο τὸ πᾶν, ὥστε τοῦ νῦν ὄντος ἡμῶν αὐτὸ κράτορος Σεβήρου, κελεύσαντος αὐτῷ κατὰ τὸν αὐτὸν τρόπον ὃν ἐσκεύαζον Ἀντωνίνῳ συνθεῖναι τὴν ἀντίδοτον, ἠναγκάσθην ἐκ τῶν ἐπὶ Τραϊανοῦ καὶ Ἀδριανοῦ κατατεθειμένων ἐκλέγειν, καί μοι σαφῶς ἀσθενέστερα γεγονέναι νῦν ἐφαίνετο, μηδὲ λ΄. πεπληρωμένων ἐτῶν τῶν μεταξύ. περὶ δ' οὖν τοῦ καλλίστου κινναμώμου προσθεῖναί τι τῷ λόγῳ βούλομαι τῶν ἀναγκαίων, εἶναι μὲν εὐωδέστατον, ἄῤῥητόν τέ τινα εὐωδίαν ὑπὲρ ἅπαντα τὰ ἄλλα ἔχειν, γευομένῳ δὲ θερμὸν ἱκανῶς, οὐ μὴν, ὥστε δάκνειν, λυπηρόν. τῇ χροιᾷ δὲ τοιοῦτον, ὡς εἴ τις μίξειε τὸ τοῦ γάλακτος χρῶμα τῷ φαιῷ, μετὰ βραχέος τοῦ κυανοῦ καλουμένου. λαβὼν δ' ὅσον ἐβουλόμην ἐξ αὐτοῦ, καθάπερ [66] εἰώθειν, ἀπεθέμην ὀλίγα παρ' ἐμαυτῷ κλώνια κατὰ τὴν ἀποθήκην, ἐν ᾗ πάντα μου τὰ τιμαλφέστατα κτήματα περιείχετο. κατακαυθείσης δ' αὐτῆς, ὁπότε καὶ τὸ τῆς Εἰρήνης τέμενος ἐκαύθη, καὶ τῶν ἄλλων πέντε διαφορῶν τοῦ κινναμώμου πᾶν ὅσον ἐκεκτήμην ἀπώλετο. τῷ μὲν οὖν νῦν ἡμῶν αὐτοκράτορι Σεβήρῳ τὴν ἀντίδοτον ἐσκεύασα, τῶν Ἀδριανείων ἐκλέξας κινναμώμων, περὶ ὧν καὶ αὐτῶν χρήσιμόν τι τοῖς ἀναγνωσομένοις ἔχων προσθεῖναι, διελθεῖν οὐκ ὀκνήσω. πολλὰ μὲν οὖν ἐστιν αὐτοῦ καὶ νῦν ἔτι τὰ σωζόμενα ξύλινα σκεύη. πάντα δ' ἔχει τῶν πολυῤῥίζων, ἢ πολυκλάδων, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ κινναμώμων τὰς διαφοράς. οὐδὲν δ' ὥσπερ πρέμνον εἰς πολλοὺς κλάδους σχιζόμενον εἰς μῆκος ἐκτέταται πλέον, ἀλλ' οἵα περὶ τῶν ἑλλεβόρων ἀμφοτέρων ἰδέα ἐστὶ, καὶ μᾶλλον ἔτι τοῦ καλουμένου μὲν δαμασωνίου, φερομένου δ' ἐκ Κρήτης ἡμῖν. ἕκαστον δ' αὐτῶν ἐστιν ἐξ ἑνὸς πυθμένος φυόμενον, οἷον θαμνίσκος τις, ὁ μὲν στ΄. ὁ δὲ ζ΄. τὰς ἐκφύσεις ἔχων, ἢ [67] βραχὺ πλείους, ἢ ἐλάττους, οὐκ ἴσων μὲν ἁπάντων κατὰ τὸ μῆκος, ἀλλὰ τὸ μέγιστον αὐτῶν οὐ μεῖόν ἐστιν ἡμίσεος ποδὸς Ῥωμαϊκοῦ. ἡ δ' ὅλη τῆς οὐσίας αὐτοῦ φύσις, παραπλησία πώς ἐστιν ἀρίστῃ κασσίᾳ, καλουμένῃ μὲν ὑπὸ τῶν κομιζόντων αὐτὴν ὀνόματι βαρβαρικῷ δισυλλάβῳ, τὴν μὲν πρώτην συλλαβὴν ἐκ τοῦ γ καὶ ι ἔχοντι, τὴν δὲ δευτέραν ἐκ τοῦ ζ καὶ ι. ταῦθ' ἡμῖν ἱκανὰ καὶ περὶ κινναμώμου λέλεκται.
[Περὶ τῆς τῶν ὑπολοίπων δυνάμεων δοκιμασίας τε καὶ ἐκλέξεως.] Γεγραμμένου δὲ ἐφεξῆς ἀγαρικοῦ δόλωσιν οὐδεμίαν ἐπιδεχομένου, τοῦτ' ἀρκέσει μόνον ἀκούειν, ὃ καὶ παρὰ τοῖς πρόσθεν εἴρηται, τὸ κουφότατον ἐν αὐτῷ κάλλιστον εἶναι· τὸ πυκνὸν δὲ καὶ βαρὺ καὶ ξυλῶδες φαυλότατον. ὅσον δ' ἐν τῷ μεταξὺ τούτων ἀφέστηκε τοῖς γνωρίσμασιν ἑκατέρου, τοσοῦτον καὶ τῇ δυνάμει. τὰ δὲ ἐφεξῆς τῶν προγεγραμμένων, ἥ τε σμύρνα καὶ ὁ κόστος, οὐ χαλεπὰ γνωρίσαι τοῖς ἤδη προεορακόσιν· εἰδέναι δὲ δεῖ [68] ἐπιτήδειον οὖσαν εἰς τὰς ἀντιδότους τὴν τρωγλοδύτιν λεγομένην σμύρναν· ἔνιοι δ' αὐτὴν ὀνομάζουσι Μιναίαν ἀπὸ χωρίου καθ' ὃ γεννᾶσθαί φασι τὴν καλλίστην. εὐοδμοτάτη δὲ ἔστω καὶ, ὡς πρόσθεν εἴρηται, μηδὲν ὀποκαλπαθίζον ἐχέτω. κρόκον δὲ τὸν κωρύκιον ἐπαινοῦσι μὲν ἅπαντες οἱ παλαιοὶ, μέχρι καὶ τῶν ποιητῶν· ἐγὼ δὲ ἀκριβῶς τό τε κωρύκιον ἄντρον ἐν ᾧ γεννᾶται, καὶ τὸν κρόκον αὐτὸν ἐθεασάμην, εὐτραφῆ μὲν, οὐ μὴν ὑπὲρ ἅπαντας τοὺς ἄλλους, οὔτ' ἰσχύϊ τῆς ἐν τῷ παραυτίκα ὀδμῆς οὔτ' ἐν τῷ μονίμῳ διαφέροντα. τούτοις δ' ἀξιῶ κρίνειν ὑμᾶς τὸν ἄριστον, οὐ τῷ κατὰ τὴν εὐτροφίαν ὑπερβάλλειν. πρόδηλον δ' ὅτι καὶ ξανθότατός ἐστιν, ὥσπερ εὐοδμότατος ὁ ἄριστος, καὶ χρόνῳ πλείονι παραμένων ἀκμαῖος. ἐπεὶ δὲ καὶ τούτου τίς ἐστι παραποίησις, οὐκ εὔγνωστος τοῖς μὴ πάνυ πολλάκις ἑορακόσι τὸν ἄριστον, ἄμεινον ἡμῖν ἐστιν ἐκ πολλοῦ προεωνημένοις αὐτὸν ἔχειν ἀποκείμενον ἐν ἐπιτηδείῳ τινὶ τῶν κατὰ τὴν οἰκείαν οἰκήματι, ὡς πρόσθεν εἴρηται. μέγιστον γάρ ἐστι δοκίμιον, ἐὰν παραμένῃ τοιοῦτος [69] ὢν ὁποῖος ἐλήφθη. τοῦ γὰρ νενοθευμένου καὶ ἡ χρόα καὶ ὀδμὴ διὰ ταχέων ἐκλύονται. περὶ δὲ κασσίας ἀναγκαῖόν ἐστι μοι μνημονεῦσαι τοῦ γεγραμμένου κατὰ πολλὰς τῶν φαρμακιτίδων βίβλων, ὡς ἄρα τοῖς ἀποροῦσι κινναμώμου διπλάσιος ὁ τῆς κασσίας σταθμὸς ἐμβλητέος ἐστί. σκώπτων γὰρ τοῦτο Σάτυρος ὁ διδάσκαλος ἡμῶν ἔλεγεν, ὡς Κοΐντου τῶν εὐπραπέλων λόγων ἕνα καὶ τόνδε λέγοντος, ὅμοιόν τι ποιεῖν τοὺς κελεύοντας διπλασίαν ἐμβάλλειν ἡμᾶς κασσίαν, ὅταν ἀπορῶμεν κινναμώμου τοῖς ἀξιοῦσιν, ὅταν μὴ σχῶμεν οἶνον Φαλερῖνον, ποιεῖν διπλάσιον πίνειν τοῦ πιπρασκομένου κατὰ τὰ καπηλεῖα, κᾂν ἄρτου ποτ' ἀπορῶμεν καθαροῦ, διπλάσιον ἐσθίειν τοῦ πιτυρίου καλουμένου. ἐμοὶ δ' ὁ λόγος οὗτος, ἢν μὲν περὶ ἑνός τινος αὐτοῦ καθ' αὑτὸ μόνου μέλλοντος εἰς χρῆσιν ἄγεσθαι, λέγηται, κατὰ πᾶν ἀληθής τε καὶ ἄμεμπτος εἶναι δοκεῖ, ἐν συνθέσει δὲ πολλῶν, οὐκέθ' ὁμοίως ἀληθής. ἓν μὲν γὰρ ὁτιοῦν εἰ δέοι προσενέγκασθαι, καθάπερ εἰ τύχοι ῥοῦν, ἢ ἀψίνθιον, ἢ ἴριν, ἢ γεντιανὴν, ἢ ὁτιοῦν ἄλλο τοιοῦτο φάρμακον, εἰ [70] διπλάσιον αὐτοῦ μοχθηρὸν ἀντὶ τοῦ καλλίστου προσφέροι τις, ἢ εἴσωθεν, ἢ ἔξωθεν ἐν τῷ σώματι, βλάψει διπλάσιον. ὅταν δὲ ἀναμίξαι δέῃ πολλοῖς τοῖς κατὰ μέρος ἕν τι κάλλιστον, αὐξήσειν τὴν τῶν ἄλλων δύναμιν ὑπισχνούμενον, ἂν ἀπορῶμεν τοῦ γενναιοτάτου, διπλασίῳ χρῆσθαι τῷ τὴν αὐτὴν ἔχοντι κατὰ γένος ἐπαγγελίαν, οὐδὲν ἂν εἴη χεῖρον, εἰ καὶ φαυλότερον φαίνοιτο τοῦ καλλίστου. ἔστι δ' ἡ κασσία πλησίον τοῦ κινναμώμου τῷ γένει. καὶ γὰρ καὶ γίνεταί ποτε κιννάμωμον ἐκ μεταβολῆς αὐτῆς, ὥστε ὅλον μὲν ὁρᾶσθαι τὸ οἷον δένδρον ἀκριβὲς κασσίαν. ἀκρέμονας δέ τινας ἐν αὐτῷ κινναμώμου, συνεχεῖς τοῖς κλάδοις τῆς κασσίας εὑρίσκεσθαι. παραπλήσιον δέ ἐστι τὸ τοιοῦτον οὐ τῷ κατὰ τοὺς οἴνους ἢ τοὺς ἄρτους, οἷα ὁ Κόϊντος ἔλεγεν, ἀλλὰ τῷ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις, ἐν οἰκοδομίαις, ἐν ναυπηγίαις, ἐν ἄρσεσι βαρέων σωμάτων, καὶ μεταφοραῖς, ἐν πόλεσιν, ἐν ἁπάσαις ταῖς βοηθείαις, ἐν αἷς τὸ δι' ἑνὸς ἰσχυροῦ γινόμενον, ὅταν οὗτος μὴ παρῇ, διὰ δυοῖν ἀσθενεστέρων ἐπιτελεῖται. ταῦτα μὲν οὖν ἐκ τοὐναντίου ἐπικεχειρήσθω [71] τῷ τοῦ Κοΐντου λόγῳ, πρὸς τῷ μὴ πάντῃ δοκεῖν ἀπόβλητον εἶναι τὴν πρόσταξιν τῶν ἀξιούντων, ἀντὶ τοῦ κινναμώμου διπλάσιον ἐμβάλλειν τῆς κασσίας. ἐγὼ μέντοι διὰ παντὸς ἐνέβαλον κινναμώμου. πᾶσι γὰρ οἷς ἐσκεύασα τὸ φάρμακον, ἢ φίλοις αὐτοκράτορσιν, ἢ πλουσίοις, οὐ χαλεπὸν ἦν τοῖς μὲν αἰτῆσαι παρὰ τοῦ βασιλέως, τοῖς δὲ καὶ πρίασθαι παρά τινος. τὸ δὲ προσθεῖναι τούτῳ ὅτι μηδ' ὁσάκις ἐσκεύασα τοῖς αὐτοκράτορσιν, ἠπόρησά ποτε κινναμώμου, προφανῶς ἐστι περιττόν. περὶ μέντοι τοῦ καρπησίου τὴν Κοΐντου γνώμην, ἣν οὐ παρὰ Σατύρου μόνον, ἀλλὰ καὶ ἄλλων μαθητῶν ἤκουσα τοῦ Κοΐντου, διελθεῖν ἄμεινον. ἐνέβαλλε γὰρ ἐκεῖνος, ὥς φασιν, ὅταν ἠπόρει κινναμώμου, τὸ καρπήσιον, ὡς οὐδὲν ἀπολειπόμενον εἰς δύναμιν ἀρίστης κασσίας, καὶ πλεῖστον γοῦν αὐτοῦ κομίσας ἐγὼ διὰ τοῦτο, κατὰ τὴν γενομένην μοι τῶν ἀντολικῶν χωρίων ὁδοιπορίαν ἐπιμελῶς κατατιθέμενος, ἔχω μέχρι νῦν πάμπολυ, διασῶζον ὀσμήν τε καὶ γεῦσιν, εἰ καὶ μὴ τὴν ἴσην τῇ πρόσθεν, ἀλλ' οὐκ ἐξίτηλόν γε παντάπασιν.
[72] ἔστι δ' ὁμοία μὲν τῷ καλουμένῳ φοῦ κατὰ γένος, ἰσχυροτέρα μέντοι, καί τι καὶ ἀρωματίζον ἔχουσα. πλεῖστον δ' ἐν τῇ Σίδῃ τῆς Παμφυλίας τὸ καρπήσιον τοῦτο γεννᾶται· διὰ τοῦτο καὶ εὐωνότατόν ἐστιν, ὡς εἴ τις ὑμῶν ἐκεῖ ποτε γένοιτο, λαμβανέτω πλεῖστον, εἰδὼς ἐπὶ πλείονα χρόνον ἐξαρκοῦν αὐτῷ. λεπτὰ δέ ἐστι τὰ κάρφη, παραπλήσια τοῖς ἀκρέμοσι τοῦ κινναμώμου, καὶ καλοῦσιν οἱ ἐπιχώριοι τὸ μὲν ἕτερον αὐτῶν λαέρκινον, τὸ δὲ ἕτερον τὸ πικρὸν, ὅπερ καὶ βέλτιόν ἐστιν. ἑκατέρου δὲ ἀπὸ τοῦ ὄρους ἡ ἐπωνυμία καθ' ὃ φύεται. πολὺ δ' ἔχων αὐτοῦ καὶ εἰς ἄλλα πολλὰ τῶν κατὰ μέρος ἐπειράθην, εἰς ἅπερ καὶ τοῦ καλουμένου φοῦ βάλλομεν. ἔστι γὰρ αὐτὸ παραπλήσιον μὲν, ἰσχυρότερον δὲ, καὶ ὡς ἔφην, ἔχον τι ποιότητος ἀρωματιζούσης ἐν ὀσμῇ τε καὶ γεύσει. τούτων δ' ἁπάντων ὧν περὶ κασσίας εἶπον ἀναγκαιότατόν ἐστι διορίσασθαι ποίαν ἐμβλητέον ἐστὶ κασσίαν, ἐπειδὴ τὴν μὲν Γιζὶ μάλιστα ἐπαινοῦσιν, ἐφεξῆς δὲ τὴν μοτὼ καλουμένην, εἰσὶ δὲ οἳ καὶ τὴν ἀρηβὼ καὶ τὴν δαφνῖτιν. ὅτι μὲν οὖν [73] ἡ Γιζὶ παραπλήσιον κινναμώμῳ κατὰ πάντα ἐστὶν εἴρηταί μοι καὶ πρόσθεν. ἡ γοῦν συνεχέστατα παρὰ τῶν περὶ τὰ τοιαῦτα δεινῶν, ὡς κιννάμωμον πιπρασκομένη, ταὐτοῦ γένους ἐστίν. ἀλλὰ τῆς γε συριγγίδος ὑπό τινων ὀνομαζομένης, ὁ νεώτερος Ἀνδρόμαχος ἐμβάλλειν ἀξιοῖ. πᾶσι δ' αὕτη γινώσκεται, καὶ γὰρ καὶ εὐωνοτάτη πάντων ἐστὶ, τὸν μὲν ἔξωθεν φλοιὸν, ὅνπερ καὶ σύριγγα καλοῦσιν, ἰσχυρὸν ἔχουσα κατ' ὀσμήν τε καὶ γεῦσιν, τὸ δ' ἔνδον ἀσθενέστατον, ὡς μηδεμίαν αὐτοῦ χρείαν ἡμῖν γίνεσθαι. διὰ μὲν οὖν τῶν προγεγραμμένων ἐλεγείων ἀδιορίστως εἴρηται τὸ τῆς κασσίας ὄνομα. κατὰ δὲ τὴν πεζῇ γεγραμμένην ὑπὸ τοῦ υἱέως αὐτοῦ πρόσκειται τῷ τῆς κασσίας ὀνόματι τὸ τῆς σύριγγος, ἥ τ' ἀπ' ἐκείνου μέχρι νῦν ἡμῖν παραδεδομένη διαδοχὴ τῶν σκευαζόντων τῷ αὐτοκράτορι, τὸ τῆς σύριγγος ὄνομα προσκείμενον ἔχει. ἐφεξῆς δὲ τῆς προγεγραμμένης ὁ Ἀνδρόμαχος Ἰνδικὴν νάρδον κελεύει βαλεῖν, ἥνπερ καὶ στάχυν ὀνομάζομεν νάρδου, καίτοι ῥίζαν οὖσαν, ἀπὸ τῆς πρὸς τοὺς ἀστάχυας ὁμοιότητος κατὰ τὴν μορφὴν, ἐφ' ἧς φυλάττεσθαι [74] χρὴ, μή πως ἀποδῷ τις ἡμῖν τὴν ἔκπλυτον ὀνομαζομένην. ἔστι δ' αὐτὴ τοῖς τὰ μύρα σκευάζουσι προϋπηρετηκυῖα κατὰ τὴν ἕψησιν αὐτῶν, ὡς εἰώθασιν, ἀκέραιος πιπρασκομένη. διὸ καὶ τὰς ὄμφας ὀνομαζομένας βαρβάρῳ γλώττῃ προσήκει λαμβάνειν, ὧν καὶ ἡ περιπεπλασμένη γῆ τῇ ῥίζῃ ἀφεψηθεῖσα τὴν ὀσμὴν ἔχει τῆς νάρδου. σχοῖνον δὲ ἐπὶ τούτοις τὴν ἐξ Ἀραβίας ἐμβάλλειν κελεύει, καλουμένην ὑπὸ τῶν πολλῶν, οὐκ οἶδ' ὅπως ἄνθος σχοίνου, καίτοι γ' ἡμῶν οὐ πάνυ τι τοῦ ἄνθους εὐπορούντων, ὅλης τῆς κομιζομένης πόας ἐπιβεβρωμένης πολλάκις ἄνωθεν ὑπὸ τῶν καμήλων· ἥδιστά τε γὰρ αὐτὴν νέμονται καὶ πλείστην ἔχουσιν ἐν ταῖς Ἀραβίαις ὁδοῖς γεννωμένην. ἔστι δ' εὔωνόν τε τὸ φάρμακον καὶ μόνῳ τῷ τῆς ὀσμῆς ἀκμαίῳ κρινόμενον, ἐπειδὴ διὰ ταχέων ἀποπνεῖ τὸ εὐῶδες αὐτῆς. ἐφεξῆς δὲ γράφοντος τοῦ Ἀνδρομάχου, καὶ λίβανον μίσγοιο καὶ ἀγλαΐην στήσαιο, τὴν ἀγλαΐην οὐ χρὴ ζητεῖν ἡμᾶς ὡς ἄλλου τινὸς φαρμάκου ὄνομα. διὰ γὰρ τῆς πεζῇ γεγραμμένης τῷ νεωτέρῳ Ἀνδρομάχῳ συνθέσεως τῆς ἀντιδότου [75] καὶ διὰ τῆς ἄχρι νῦν εἰς ἡμᾶς καθηκούσης παραδόσεως, οὔτε φαρμάκου τινὸς ὄνομά ἐστιν ἡ ἀγλαΐα· καὶ τὰς ιβ΄. ἕλκον τῷ σταθμῷ τὸ φάρμακον πάντα συμφώνως εἴρηται τῷ τε πρεσβυτέρῳ καὶ τῷ νεωτέρῳ Ἀνδρομάχω, καὶ οὐδὲν ἔξωθεν ἐκείνων πρόσκειται, καθ' οὗ τὸ τῆς ἀγλαΐας ὄνομα λέγεσθαί τις ἡγήσεται, ὥστ' ἴσως τὴν ἀγλαΐαν ἐπίθετον τοῦ λιβανωτοῦ τῷ συντιθέντι τὴν ἐλεγείαν ἔδοξε προσθεῖναι. ἐφεξῆς δὲ μέλανός τε πεπέρεως καὶ δικτάμνου καὶ πρασίου καὶ ῥήου μνημονεύει, γνωρίμων ἅπασι πραγμάτων. ἡ δ' ἐκ παραδόσεως ἡμῖν δεδομένη γραφὴ προσκείμενον ἔχει τοῦ πεπέρεως τὸ βαρύσταθμον. μεῖζον δ' ἐστὶ τοῦτο τοῦ ἄλλου πεπέρεως, καὶ τὸν φλοιὸν ἔχει λεπτότερόν τε καὶ ἧττον ῥυσσόν. ἐπὶ δὲ τοῦ ῥήου καὶ αὐτοῦ παραποίησις μέν ἐστιν, ἐπειδὴ εὐθέως ἐν τοῖς χωρίοις ἐν οἷς γεννᾶται, πρόσφατον ἔνιοι λαμβάνοντες αὐτὸ καὶ ἀφέψοντες, ὡς ἀνεῖναι τὸν χυλὸν, ἐκεῖνον μὲν ἑψήσαντες πέμπουσιν ἡμῖν, ὡς εἰλικρινῆ καὶ ἄμικτον ὕδατι. τὸ δὲ ῥῆον ξηράναντες ὡς οὐδὲ αὐτὸ προαφεψημένον ἀποστέλλουσι. διὰ τοῦτ' ἐπίστασθαι [76] χρὴ γνωρίζειν τὸ πανουργηθὲν, εὐγνωστότατον ὂν τοῖς ἑορακόσι τὸ αὐτοφυὲς ῥῆον. οὔτε γὰρ τὸ διὰ τῆς ὄψεως αὐτοῦ κρινόμενον πυκνὸν καὶ συνηγμένον ἔχει τῆς ὅλης οὐσίας, ἀλλ' ἔστιν ἀραιότερον, ἐν τῇ γεύσει τε τὴν στύφουσαν ποιότητα παντάπασιν ἀμυδρὰν, ἢ οὐδ' ὅλως ἔχει, καίτοι γε ἰσχυρὰν ἔχοντος τοῦ ἀκμαίου ῥήου, τίτραται μέντοι καὶ αὐτὸ ταχέως. στοιχὰς δὲ φύεται μὲν πολλὴ πολλαχόθι τῆς γῆς. πλείστης δ' οὔσης ἐν Κρήτῃ καὶ ταῖς Κυκλάσιν ὀνομαζομέναις νήσοις, ἀφ' οὗ καὶ τοὔνομα αὐτῇ κατὰ τὴν Ἰβηρικὴν θάλασσαν κειμέναις. εὐτροφωτέρα δέ ἐστι καὶ κρείττων ἡ ἐκ τῶν νήσων τῆς Κρητικῆς. πετροσέλινον γινώσκεται μὲν πᾶσιν ἐπῃνημένον τὸ Μακεδονικὸν, ὃ καὶ καλοῦσί τινες Ἐστρεατικὸν, ἀπὸ τοῦ χωρίου καθ' ὃ φύεται τὴν ἐπωνυμίαν αὐτῇ τιθέμενοι. παντελῶς δ' ὀλίγον ἐστὶ τὸ γεννώμενον ἐν ἐκείνῳ τῷ χωρίῳ, κρημνώδει τε ὄντι καὶ οὐ μεγάλῳ. τὸ δὲ Ἐστρεατικὸν Μακεδονικὸν ἐκ Μακεδόνων εἰς πάντα τὰ ἔθνη κομιζόμενον, ὀλίγον μὲν καὶ αὐτὸ κατὰ τὴν Μακεδόνων φύεται γῆν. ἀλλ' ὅπερ ἐπὶ τοῦ [77] μέλιτος καὶ τοῦ οἴνου τοῦ Φαλερίνου, τοῦτο καὶ ἐπὶ τοῦ πετροσελίνου συμβέβηκεν. εἰς ἅπασαν γὰρ σχεδόν γε τὴν οἰκουμένην οἱ ἔμποροι κομίζουσιν ὡς Ἀττικὸν μέλι καὶ οἶνον Φαλερῖνον, οὕτω καὶ Μακεδονικὸν πετροσέλινον, οὐ τοσούτου αὐτοῦ γεννωμένου, ὡς ἅπασι τοῖς ἔθνεσιν ἐξαρκεῖν, ἀλλ' ἐν Ἠπείρῳ πλεῖστον γεννᾶται πετροσέλινον, ὥσπερ ἐν ταῖς Κυκλάσι νήσοις τὸ μέλι. καὶ κομίζεταί γε τὸ μὲν ἐκ τῶν νήσων Ἀθήναζε, τὸ δὲ ἐξ Ἠπείρου πρότερον μὲν εἰς Μακεδονίαν, καὶ πλεῖστόν γε, καὶ σχεδὸν ἅπαν εἰς Θεσσαλονίκην, ἐκεῖθεν δ' ὡς Μακεδονικὸν ἐκφέρεται. καὶ κατὰ τὸν οἶνον δὲ τὸν Φαλερῖνον ὅμοιόν τι συμβέβηκεν. ἐν μικρῷ γάρ τινι χωρίῳ τῆς Ἰταλίας ὀλίγος γεννώμενος, ὡς δῆθεν αὐτὸς ἐκεῖνος ὢν εἰς ἅπασαν τὴν ὑπὸ Ῥωμαίοις γῆν εἰσκομίζεται, σκευαζομένων δ' ἄλλων οἴνων εἰς ὁμοίου πανουργίαν ὑπὸ τῶν περὶ ταῦτα δεινῶν. ἐὰν δ' ἀπορήσῃς ποτὲ Ἐστρεατικοῦ πετροσελίνου, μηδὲν ἡγοῦ χεῖρον ἔσεσθαί σοι τὸ τῆς θηριακῆς φάρμακον, ἐὰν ἕτερον ἐμβάλῃς. οὐ γὰρ ὡς δηλητηρίοις φαρμάκοις, ἢ ἰοβόλων θηρίων τοῖς [78] δήγμασιν ἐναντιοῦται, ἀλλ' ἐῤῥιμμένοις τοῖς ὑδερικοῖς, καὶ ὅσα πάθη ἄλλα τοιαῦτά ἐστιν, οὐ μὴν τῷ κυριωτάτῳ γε τῆς θηριακῆς ἐπαγγέλματι. ποιεῖ δ' αὐτὴν καὶ πικροτέραν δηλονότι τὸ Ἐστρεατικὸν πετροσέλινον, καὶ μάλιστα ἐὰν πρόσφατον ᾖ. διαφέρει γὰρ ὥσπερ δριμύτατον τῶν ἄλλων πετροσελίνων, οὕτω καὶ πικρότατον. τὴν δὲ τερμινθίνην οὐκ οἶδ' ὅπως τὴν ἐκ Λιβύης ἐμβάλλειν ἐκέλευσεν ὁ Ἀνδρόμαχος, ἀτιμάσας γε τὴν ἐκ τῆς Χίου προκεκριμένην σχεδὸν ὑπὸ πάντων. ἐπαινῶ μὲν γὰρ καὶ τὴν ἐκ τῆς Λιβύης κομιζομένην ἀρίστην. οὐ γὰρ δὴ πᾶσά γέ ἐστιν ἀρίστη, καθάπερ ἡ ἐκ Χίου. γίνεται δὲ καὶ κατὰ τὴν Ποντικὴν γῆν καί τισιν ἄλλοις ἔθνεσι καλλίστη τερμινθίνη ῥητίνη, ἀλλ' ὑπερέχει πασῶν ἡ Χία κατ' ὀσμήν τε καὶ γεῦσιν. ἐφεξῆς δὲ τῶν προγεγραμμένων ὁ Ἀνδρόμαχος ἐν τῇ συνθέσει τῆς θηριακῆς ἔγραψε, ζιγγίβερι καὶ πενταπέτηλον ὅπερ ἐστὶ πεντάφυλλον πόαν ἐμβάλλομεν, οὔτε παραποιούμενα φάρμακα καὶ πᾶσι γιγνωσκόμενα. μετὰ δὲ ταῦτα πολίου μνημονεύει πᾶσι γνωρίμου καὶ μηδὲν ἔχοντος ὅμοιον, εἶτα [79] χαμαιπίτυος, ἐφ' ἧς τοσοῦτον χρὴ προσθεῖναί με κατὰ τὸν λόγον, ὡς πολλαχόθι τῆς γῆς γεννᾶται, καὶ κατ' ὀδμὴν καὶ γεῦσιν ἀκμαιότερον τῆς ἐν τῇ Κρήτῃ. φέρεται δ' ἡμῖν ἐκεῖθεν, ὡς καὶ τοὺς Καίσαρι σκευάζοντας ἀεὶ τῇ Κρητικῇ χρῆσθαι, καίτοι καὶ κατ' αὐτὴν τὴν Ῥώμην ἐν τοῖς προαστείοις καὶ τὴν χαμαιπίτυν καὶ τὴν χαμαίδρυν εὗρον εὐοσμοτέρας τῶν ἀπὸ τῆς Κρήτης, ὅταν γε μὴ πολλῷ κατακλυσθῶσιν ὄμβρῳ. ἔτι τε καὶ τοῦτο χρὴ γινώσκειν, ὡς φερομένων ἀπὸ Κρήτης τῶν βοτανῶν, ἐνειλιγμένων χαρτίοις, οἷς ἐπιγέγραπται τὸ τῆς ἑκάστης βοτάνης ὄνομα, τινὲς μὲν ἁπλῆν ἔχουσι τὴν ἐπιγραφὴν, τινὲς δὲ μετὰ προσθήκης τῆς πεδιάδος. εὑρήσεις δὲ τὴν πεδιάδα γενναιοτέραν, καίτοι τῶν πλείστων βοτανῶν ἐν τοῖς πεδίοις ἀσθενεστέρων γεννωμένων. στύρακα δὲ δῆλον ὅτι τὸν ἐν τοῖς καλάμοις φερόμενον ἐκ Παμφυλίας, ἐμβάλλειν προσῆκεν, ὀλίγιστόν τε γεννώμενον καὶ τοσούτῳ διαφέροντα τοῦ πολλοῦ τούτου στύρακος, ὅσον ὁ Φαλερῖνος οἶνος τοῦ πιπρασκομένου κατὰ τὰ καπηλεῖα. λαμβάνειν δ' αὐτοῦ χρὴ [80] τὸν ὠχρότατον, εὔδηλον δ' ὅτι καὶ κατὰ ὀσμὴν οὗτός ἐστιν ἰσχυρότατος, καὶ κατὰ γεῦσιν οὐδὲν ἧττον. νάρδου δ' ἐφεξῆς ἐμνημόνευσεν ὁ Ἀνδρόμαχος, ὡς αὐτὸς προσέγραψε τῆς ἐκ Γαλατείας, ἣν συνήθως οἱ περὶ ταῦτα δεινοὶ Κελτικὴν ὀνομάζουσι. συγκέχυται γάρ πως τὰ τρία ταῦτα ὀνόματα καθ' ἑνὸς ἔθνους φερόμενα τοῦ Κελτικοῦ. καλοῦσι γοῦν αὐτοὺς ἔνιοι μὲν Γαλάτας, ἔνιοι δὲ Γάλλους, συνηθέστερον δὲ τὸ τῶν Κελτῶν ὄνομα. περὶ δὲ τῶν ἐφεξῆς γεγραμμένων τὸ μέν πού τι πρόσθεν εἴρηται, καθάπερ ἐπὶ Λημνίας γῆς καὶ μίλτου· καλεῖν δ' αὐτὴν ἄμεινον οὐ μίλτον, ἀλλὰ γῆν· ἔστι γάρ τις Λημνία μίλτος ἐν τῇ Μίλτῳ γεννωμένη, πρὸς ἄλλας χρείας ἐπιτήδειος, οὐ μὴν εἰς ἃς ἡ καλουμένη Λημνία σφραγίς. γέγραπται δὲ καὶ περὶ τούτων, ὥσπερ οὖν καὶ περὶ τῶν ἄλλων ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ. τὰ δ' ἐφεξῆς γεγραμμένα φάρμακα σχεδὸν ἅπαντα καὶ γινώσκεται πᾶσιν ἰατροῖς, καὶ πανουργίαν οὐκ ἐπιδέχεται. τινὰ δ' αὐτῶν σαφέστερον δηλοῦται διὰ τῆς πεζῇ γεγραμμένης θηριακῆς. καὶ τὸ
[81] Δάκρυον εὖ μίσγοιο, βαλὼν κυανωπὸν ἀκάνθης. δηλοῖ γὰρ τὴν ἐκ τῆς Αἰγυπτίας ἀκάνθης γεννωμένην ἀκακίαν. μόνον οὖν εἰπεῖν ἔτι περὶ θλάσπεως ἀναγκαῖόν ἐστιν, ἐπειδὴ καὶ σχεδὸν ἅπαντα ἐμβάλλουσι, τό τ' ἐκ Κρήτης φερόμενον καὶ τὸ πανταχόθι γεννώμενον, ὅπερ ἐστὶ τῇ χρόᾳ μὲν ὠχρόξανθον, τῷ σχήματι δὲ στρογγύλον πάνυ σμικρὸν, ὡς εἶναι κέγχρου πολλοστὸν μόριον. ἄμεινον δὲ τὸ ἀπὸ Καππαδοκίας κομιζόμενον ἐμβάλλειν, τῇ χρόᾳ μὲν ἐπὶ τὸ μελάντερον ἀποκεχωρηκὸς πάμπολυ, τῷ σχήματι δὲ οὐκ ἀκριβῶς στρογγύλον, καὶ τῷ μεγέθει πολλῷ γε μεῖζον ἢ κατὰ τὸ προειρημένον. ἔχον δὲ κατά τι μέρος ἑαυτοῦ, καὶ οἷον ἔνθλασμά τι μικρὸν, ἀφ' οὗ καὶ ὠνομάσθη θλάσπι. γεννᾶται δὲ ὥσπερ καὶ τοῦτο, οὕτω καὶ ἕτερον ἐν Καππαδοκίᾳ πάμπολυ. ὥστε οὐχ ἁπλῶς τὸ ἀπὸ Καππαδοκίας φερόμενον ἄριστόν ἐστιν, ἀλλὰ τὸ ἰδίως ἐν αὐτῷ γεννώμενον, ἀνόμοιον δὲ τῷ Κρητικῷ τε καὶ πολλαχόθι τῆς γῆς φυομένῳ. εἰ δέ τι καὶ ἄλλο μὴ σαφῶς εἴρηται διὰ τῶν ἐλεγείων μέτρων ὑπὸ τοῦ πρεσβυτέρου Ἀνδρομάχου, [82] τουτέστι κεκρυμμένον, γινώσκοντί σοι τὴν ἄνευ μέτρου γραφὴν ὑπὸ τοῦ υἱέως αὐτοῦ γεγραμμένην Ἀνδρομάχου, καθάπερ καὶ τὸ,
Ἀκταίῳ μίσγοις,
Συγκεράσας μέλιτι,
τουτέστι μέλιτι τῷ Ἀττικῷ. κενταύριον γοῦν κατὰ μὲν τὴν ἔμμετρον γραφὴν οὐ προσδιώρισται ποῖον λέγει, κατὰ δὲ τὴν πεζῇ γεγραμμένην πρόσκειται τὸ λεπτὸν, διὰ τὸ καὶ ἄλλων εἶναι κενταύριον ἁδρόν. οὕτω καὶ ἀριστολοχίας εἴρηται λεπτῆς, ἔστι γὰρ καὶ ἄλλη τις ἁδρὰν ἔχουσα τὴν ῥίζαν, ὥσπερ καὶ τρίτη τίς ἐστιν ἐπὶ ταῖσδε στρογγύλη.
[Περὶ τῆς σκευασίας τῆς θηριακῆς.] Εἴρηταί μοι καὶ πρόσθεν ὡς ἅπαξ μέν τις ἰδὼν σκευαζόμενον τὸ φάρμακον οὐκέτι δεήσεται θεάσασθαι δεύτερον, ἢ γ΄. εἰς δὲ τὴν διάκρισιν τῶν ἀρίστων ἐν ἑκάστῳ γένει φαρμάκου οὐχ ἅπαξ καὶ δὶς καὶ τρὶς, ἀλλὰ πάνυ πολλάκις ἑωρᾶσθαι χρὴ τὰ δόξαν ἔχοντα γεννᾶσθαι κάλλιστα καθ' ἑκάστην χώραν. ἔχειν δ' οὖν χρὴ καὶ πρὸς τὴν τούτων [83] χρῆσιν παραγγέλματα, περὶ ὧν εἴπομεν ἤδη καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἐν ὀλίγοις κεφαλαίοις περὶ πάντων ἐρῶ. τὰς μὲν ῥίζας ὧν ἂν ὦσι χρήσιμοι τεταμένον ἔχειν χρὴ τὸν φλοιὸν, οὐ ῥυσόν· ἀτρόφου γὰρ ῥίζης τοῦτο σημεῖον· τοὺς δὲ καρποὺς μετὰ τῶν ἀκρεμόνων τε καὶ βλαστημάτων ὀνομαζομένων εὐθαλεῖς, καὶ πολλοὺς ἅμα τοῖς περικαρπίοις· τὰ σπέρματα δὲ, ὥσπερ καὶ τὰς ῥίζας, εὔτροφα διὰ τοῦ τετάσθαι τὸν φλοιὸν γνωριζόμενα· τοὺς δὲ ὀποὺς καὶ τοὺς χυλοὺς μὴ κατεξηραμμένα ἐν τῷ χρόνῳ, μήτ' ἀμυδρὰς ἔχοντα ἑκάστου τὰς ἑαυτῶν ποιότητας, ὀσμῇ τε καὶ γεύσει κρινομένας. οἱ μὲν οὖν καρποὶ μετὰ τῶν βλαστημάτων τε καὶ περικαρπίων, ἀνθῶν τε καὶ φύλλων, ὅσα περ τούτων εἰς τὴν θηριακὴν ἐμβάλλονται. τῶν δὲ βοτανῶν, σκορδίου, καλαμίνθης, πρασίου, στοιχάδος, δικτάμνου, πολίου, χαμαίδρυος, χαμαιπίτυος, ὑπερικοῦ, κενταυρίου. αἱ ῥίζαι δὲ τῶνδε, ζιγγιβέρεως, ἴρεως, ῥήου, πενταφύλλου, κόστου, νάρδου Ἰνδικῆς, νάρδου Κελτικῆς, γεντιανῆς, μήου, ἀκόρου, φοῦ, ἀριστολοχίας λεπτῆς. σπέρματα δὲ ἐμβάλλεται τῷ φαρμάκῳ ταυτί. [84] βουνιάδος, πετροσελίνου, θλάσπεως, ἄμμεως, ἀνήθου, μαράθρου, δαύκου, καρδαμώμου. ταῦτα μὲν οὖν πάντα τὰ τρία γένη τοῖς Αἰγυπτίοις ὅλμοις ἐμβάλλειν προσήκει, ἐπειδὴ σκληρότατοι τυγχάνουσιν ὄντες, ὡς μηδὲν ἐν τῷ κόπτεσθαι τῆς ἑαυτῶν οὐσίας προστρίβεσθαι τοῖς κοπτομένοις. ἐμβαλλέσθω δὲ ἅμα τοῖσδε καὶ ταυτὶ, ἀρτίσκοι σκιλλητικοὶ, ἀρτίσκοι θηριακοὶ, ἡδυχρόου μάγμα, πεπέρεως τε τὸ μέλαν καὶ τὸ λευκὸν καὶ τὸ μακρὸν, καὶ ῥόδα ξηρὰ, καὶ πρὸς τούτοις ἀγαρικὸν, καὶ κρόκος ἐὰν ξηρὸς ᾖ, σφραγὶς, καὶ ἡ ὀπτὴ χαλκῖτις, ἄμωμόν τε καὶ κιννάμωμον, καὶ ἡ σῦριγξ τῆς κασσίας, ὅ τε τοῦ βαλσάμου ὀπὸς, ἥ τ' ἀκακίας, πλὴν εἰ μαλακή τις εἴη καὶ ὑγρὰ, τό τε καστόριον καὶ ἡ ἄσφαλτος, ἢ ὥς τινες ἀῤῥενικῶς ὁ ἄσφαλτος. εἴρηται γὰρ πολλάκις ὡς οὐδὲν χρὴ φροντίζειν τῆς τοιαύτης λεπτολογίας. οἴνῳ δὲ διαβραχέντα λελειώσθω σμύρνα καὶ κρόκος, ἐάν γε ἀσφαλέστερον εἶναί σοι δόξῃ, μὴ κόπτειν αὐτὸν ὑγρὸν ὄντα. πάντες δὲ οἱ ὀποὶ οἴνῳ διαβρεχέσθωσαν, ὥστε καὶ λυθῆναι καὶ πρὸς τὴν λείωσιν ἐπιτήδειοι γενέσθαι, ὁ τοῦ [85] σαγαπηνοῦ, ὁ τοῦ πάνακος, ὁ τῆς μήκωνος, ὃν δὴ καὶ μηκώεινόν τε καὶ ὄπιον ὀνομάζουσιν, ἥ τε ἀκακία, ὅταν ὑγροτέρα σοι δόξῃ, καὶ δύσκοπτος ὑπάρχῃ, ὅ τε τῆς ὑποκυστίδος χυλὸς καὶ ὁ τῆς γλυκυῤῥίζης. τὸ δὲ θλάσπι καὶ τὸ τῆς γογγυλίδος σπέρμα κατὰ μὲν τὰς πρώτας σκευασίας, ὥσπερ ἑώρων τοὺς πρὸ ἐμοῦ σκευάζοντας, καὶ αὐτὸς ἐνέβαλον ἅμα τοῖς κοπτομένοις εἰς ὅλμον, εἶτά ποτε θεασάμενος ἐμπεπλασμένα διὰ γλισχρότητα τῷ κύτει τοῦ ὅλμου, κατὰ θυίαν ἐδικαίωσα μόνα προλειώσας, ἐπιχέαι οἶνον ἐπ' ἐκεῖνα, μέχρις ἂν ἀκριβῶς ὅλα διαλυθῇ, καὶ μετὰ ταῦτα μιγνύναι τοῖς ἐν τῷ οἴνῳ ἰδίᾳ βεβρεγμένοις τε καὶ λελειωμένοις. καὶ τὸν λιβανωτὸν δὲ λειοῦν ἄμεινον ἰδίᾳ καθ' ἑαυτὸν ἐν θυείᾳ κούφως, ὡς μὴ πλατύνοιτο, κᾄπειτα διαττήσαντας ἔχειν ἕτοιμον ὡς ἐπιπάττειν, εἴπερ ἐθελήσειας, τοῖς μετὰ τοῦ οἴνου λελειωμένοις. τὸ δὲ κόμμι καὶ διαβρέχειν ἐν οἴνῳ ἀναγκαῖον καὶ λειοῦν αὐτό τε καθ' ἑαυτὸ καὶ μετὰ τοῦ λιβανωτοῦ. ταῦτα μὲν οὖν ἅπαντα καθ' ὃν εἴρηται τρόπον παρασκευαζέσθω, τὰ μὲν ἐν θυείᾳ μετὰ τὸ [86] εἶναι λελειωμένα, τὰ δὲ διηττημένα καὶ λελειωμένα ξηρά. κατὰ δὲ τὸν καιρὸν αὐτὸν τῆς ἁπάντων ἑνώσεως τηκέσθω μετὰ μέλιτος ἐν ἀγγείῳ διπλῷ πρώτη μὲν ἡ ῥητίνη, μετὰ ταύτην δὲ ὁ στύραξ καὶ ἡ χαλβάνη, προτεθλασμένα καὶ προκεκομμένα κατὰ τὸν ὅλμον ὑπέροις, ἢ μοχλοῖς σιδηροῖς, παρασταζομένου βραχυτάτου μέλιτος ὠμοῦ, καὶ μετὰ ταῦτα διὰ τῶν ἡμετέρων δακτύλων πλατυνόμενα, προσεμβαλλέσθω τὶ καὶ τοῦ μέλιτος τετηγμένῃ ῥητίνῃ, καὶ οὕτω πάλιν ἐπιτεθειμένου τοῦ πώματος τῷ ἀγγείῳ διαλυέσθω. βέλτιον γὰρ μηκέτι κινεῖν τὸ μέλι τούτων ἐμβληθέντων, ἀλλὰ πωμάσαντας τὸ ἐνεστηκὸς ἀγγεῖον τῷ ὕδατι τὴν ἕψησιν ποιεῖσθαι. τηκομένων δὲ τούτων ἐπεμβαλλέσθω τοῖς μετὰ τοῦ οἴνου λελειωμένοις τὰ ξηρὰ, καὶ ἀναμιγνύσθω μέχρι πάχους ἱκανοῦ, καὶ οὕτω μετὰ βραχὺ τετηγμένα χλιαρὰ παραχείσθω τοῖς ἐν τῇ θυείᾳ διὰ μεγάλου δοίδυκος, ἰσχυροῦ τινος ἀνδρὸς ἑνοῦντος. καὶ ἐπειδὰν ἑνωθῇ καλῶς ἤδη τέ πως παχὺ φαίνηται τὸ ἐξ αὐτῶν, ἐπεμβάλλειν τοῦ μέλιτος ἀφεψημένου τε μετρίως καὶ δηλονότι καὶ ἀπηφρισμένου, καὶ [87] μετὰ τοῦτο τῶν διηττημένων, εἶτ' αὖθις τοῦ μέλιτος, εἶτ' ἤδη μιγνύναι χλιαρὰ τὰ τηχθέντα, καὶ τρίβειν ἰσχυρῶς πάντα κατὰ τὴν μεγάλην θυείαν μεγάλῳ δοίδυκι, προσεμβαλλομένων ὅσα περιττὰ τῶν ξηρῶν ἐστι καὶ τοῦ μέλιτος. ὅταν δ' ὑπὸ τοῦ δοίδυκος ἑνωθῇ πάντα κατὰ τὴν θυείαν, ἐμβάλλειν ὅλμῳ τηνικαῦτα, καὶ διὰ μοχλῶν σιδηρῶν ἀκριβῶς καθαρῶν, ὡς μηδὲν ἔχειν ἰοῦ, κόπτειν συνεχῶς ἐπαλείφοντα τοὺς μοχλοὺς ὀποβαλσάμῳ, κατέχονται γὰρ ἐν τῷ γλίσχρῳ τοῦ φαρμάκου, καὶ δυσκόλως ὑπὸ τῶν κοπτόντων ἀναφέρονται. ὅπως οὖν ἑτοίμως ἀνύοιτο τὸ ἔργον, χρίειν ὀποβαλσάμῳ χρὴ τὰ τοῦ μοχλοῦ πέρατος συνεχῶς, εἰς αὐτὸ τοῦτο δαπανῶντα πᾶν αὐτό. βέλτιον δ' ἐν ἡλίῳ κόπτειν, ἑνοῦται γὰρ οὕτω θᾶττον ἅπαντα, καὶ τοῦτο πράξαντας σκεπάζειν χρὴ τὸν ὅλμον ἔχοντα τὸ φάρμακον ἐν αὐτῷ, καὶ μετὰ δ΄ ἡμέρας ἢ ε΄ κόπτειν ὁμοίως ἐν ἡλίῳ, καὶ τοῦτο ποιεῖν ἐκ διαλειμμάτων αὖθις καὶ αὖθις, ἡμερῶν στ΄ ἢ ζ΄ μέχρι δύο μηνῶν, ἢ πάντως μ΄ ἡμερῶν. ταῦτα μὲν οὖν [88] ὡς πρὸς τὴν ἀρετὴν τοῦ φαρμάκου γέγραπται πάντα. τὸ δὲ μέλαιναν αὐτὴν γίνεσθαι, τοῦτο γὰρ οὐκ οἶδ' ὅπως εἴθισται, καὶ ὅστις ἀποτυγχάνει τῆς χρόας ταύτης, καταγελᾶται, φυλακτέον μὲν ἡμῖν ἐστι, γνωστέον δὲ μηδὲν ἐκ τῆς χροιᾶς ὑπαλλάττεσθαι τῆς τοῦ φαρμάκου δυνάμεως. γίνεται δὲ ἡ ἀποτυχία διὰ τὴν κεκαυμένην χαλκῖτιν ξανθὴν καὶ πυῤῥὰν γινομένην. καὶ γὰρ ἐλάχιστον αὐτῆς ἐμβαλλόμενον ὅμως ἐπικρατεῖ κατὰ τὴν χροιάν. ὅπως οὖν μηδὲ κατ' αὐτὸ τοῦτο δοκῇ τις σφάλλεσθαι, προσεχέτω τὸν νοῦν οἷς ἐρῶ. τέτταρας μὲν τὰς πάσας δραχμὰς ἡ ἀντίδοτος λαμβάνει τῆς χαλκίτεως, ὀπτᾷν δὲ προσῆκεν αὐτὴν πολὺ πλέονα κατὰ τόνδε τὸν τρόπον. ἔμβαλε εἰς χυτρίδιον δραχμὰς τῆς ὠμῆς χαλκίτεως οὐχ ἥττους τῶν μ΄. κᾄπειτα διακεκαυμένοις ἄνθραξιν ἐντιθεὶς τὸ χυτρίδιον ἄνευ πωμάτων, ὅταν χυθῇ τὸ φάρμακον, ἐποχούμενόν τε θεάσῃ τὸ κουφότατον καὶ ἀφρωδέστατον, αἴρειν αὐτίκα, καὶ θέντα χαμαὶ μὴ καθάπερ εἰώθαμεν ἐνίοτε, παραπλησίως τοῖς τὸ πῦρ ἐξάπτουσιν, ἐμφυσᾷν αὐτῇ. θαυμαστὸν γὰρ ὅπως ἐν τῷδε τὸ πυῤῥὸν [89] τῆς χρόας ἴσχει καὶ ξανθὸν, ἀλλὰ μηδ' ἐν ἡλίῳ τιθέναι. ψυγείσης δὲ λαμβάνειν ὅσον ἀφρωδέστερον ἐποχεῖται, μηδὲν ἔχον ἐν ἑαυτῷ μήτε πυῤῥὸν μήτε ξανθὸν μήτε ὠχρὸν, εἶτ' ἐξ αὐτοῦ πείρας ἕνεκα λαβόντα βραχὺ καὶ λειώσαντα θεάσασθαι μή τι κατὰ τὴν λείωσιν ἐμφαίνοιτο τῶν εἰρημένων χρωμάτων. ἐὰν δὲ οἷον ἐλήφθη μένῃ πρασίζον, ἢ τεφρῶδες κατὰ τὴν χρόαν, ἐκ τούτου δ΄. ἐμβάλλειν. ὀλίγον γὰρ τὸ τοιοῦτον εὑρήσεις ἐν πολλῷ τῷ κεκαυμένῳ. τὰ μὲν οὖν ἀναγκαῖα πρὸς τὴν τῆς ἀντιδότου σύνθεσίν τε καὶ κατασκευὴν ἤδη λέλεκται πάντα. διαφωνησάντων δέ τι πρὸς τὴν γραφὴν ταύτην Δαμοκράτους τε καὶ Κρίτωνος, ἄμεινον ἔδοξέ μοι καὶ τὰ πρὸς ἐκείνων γεγραμμένα παραθέσθαι, καὶ πρότερον τὰ Δαμοκράτους, ἐπειδὴ καὶ τὴν χρῆσιν αὐτῆς ὅλην ἔγραψε σαφῶς. ἔστι δὲ δι' ἐμμέτρου λέξεως, ὡς εἴωθεν, ἥτις οὐ μόνον τὸ μνημονεύεσθαι ῥᾳδίως, ἀλλὰ καὶ τὸ μὴ παραποιεῖσθαι τὰς συμμετρίας ἀγαθὸν ἔχει. ἄρχεται τοίνυν ὁ Δαμοκράτης ἐν τῷ βιβλίῳ καθ' ὃ [90] τὰς ἀντιδότους γράφει, τόνδε τὸν τρόπον ἀπὸ τῆς κοινῆς χρήσεως αὐτῶν, καὶ τῆς κατὰ τὴν θηριακὴν ἰδέας.
Τὰς ἀντιδότους ἔχε προπαρεσκευασμένας,
Πρὸ πάντων θ' ἁπλῶς τὰ φαῦλα δηλητήρια,
Ὧν καὶ χάριν δοκοῦσιν εὕρεσιν λαβεῖν,
Καὶ τοῖς θανασίμοις ἀντιδώσεις φαρμάκοις.
Προδιδούς τι τοῖς ἔχουσιν ὑπόνοιάν τινα,
Μή τις μετὰ τροφὴν φάρμακον φαῦλον λάβῃ,
Ἐπὶ τῇ τροφῇ τε. προσφέρεσθαι δ' ὅταν δοκῇ,
Ἀναιρετικόν τις, μετὰ τροφὴν εἰληφέναι,
Ἐμέσαντι πάντως τὴν προσενεχθεῖσαν τροφὴν,
Καὶ δὶς δὲ διδόναι καὶ τρὶς αὐτὰς ἐπίτρεπε,
Ὅταν μένῃ σημεῖα φαύλων φαρμάκων.
Δώσεις δὲ καὶ τοῖς ἐντυχοῦσιν ἑρπετοῖς,
Τῶν ἰοβόλων τε θηρίων τοῖς δήγμασιν,
Ὕδρων, κεραστῶν, ἀσπίδων, καὶ διψάδων,
Καὶ τῶν ἐχιδνῶν, τῶν τε λυσσώντων κυνῶν.
Καὶ γὰρ τὰ τούτων ἐστὶ φαῦλα δήγματα,
[91] Τῶν τ' ἐν θαλάττῃ ἰοβόλων πάντων ἁπλῶς,
Καὶ τῶν τε λεπτῶν λεγομένων θηραφίων
Σφηκῶν, μελιττῶν, σκορπίων, ἀνθηδόνων,
Φαλαγγίων τε θανασίμων, καὶ μυγαλῆς.
Τῆς ἀντιδότου μὲν πλεῖον ἢ δραχμὴν μίαν,
Τοῦ καρύου τὸ μέγεθος, καὶ μικρῷ πλέον,
Κεκραμένων δὲ ζωρότερον κυάθων δέκα.
Οὐκ ἀρκέσει δὲ τοῖς κακῶς δεδηγμένοις
Ἅπαξ προσενεγκεῖν, ἀλλὰ διδόναι πολλάκις
Δεῖ, τοὺς θέλοντας ἐξαλεῖψαι τοὺς φόβους.
Δίδου δὲ πρὸς πάντα τὰ πάθη καὶ τὰς νόσους,
Ὅσαι φέρουσι τῷ χρόνῳ καχεξίας,
Τοὺς περιοδικοὺς πυρετούς τε καὶ ῥίγεα,
Μάλισθ' ὅσα μένει μετὰ πόνου πολὺν χρόνον,
Ἀποστάσεις φέροντα κυρίων τόπων,
Ταῖς πνευματουμέναις τε μήτραις, ἢ κόλον,
Ὅσοι τε κύστιν, ἢ νεφροὺς ἀλγήμασι
Χρονίοις ὀχλοῦνται, κᾂν μεθ' ἑλκῶν, ἢ λίθων.
[92] Δώσεις δὲ καὶ τοῖς ἡπατικοῖς αὐτὰς καλῶς,
Ἀνάγουσί τ' ἐκ τοῦ θώρακος αἷμα πολλάκις,
Καὶ τοῖς τρυγῶδες ἀναφέρουσι καὶ πύον,
Ὅθεν ἂν φέρηται τοῦτο, κᾂν ἐκ πνεύμονος.
Δίδου δὲ καὶ τοῖς ῥήγματα, ἢ καὶ σπάσματα
Ἐσχηκέναι λέγουσι τῶν ἐντός τινος,
Αἴρεις γὰρ αὐτῶν τοὺς φόβους τε τοὺς πόνους.
Προσενεγκέον δὲ τὴν τροφὴν μὴ ῥᾳδίως
Πέττουσι, κᾂν λάβωσιν ὀλίγην παντελῶς,
Ἀεὶ δ' ἀποξύνουσι, καὶ παραυτίκα
Ὅσοις τ' ἀνάγκη δι' ἀποδημίας μακρᾶς,
Χρῆσθαι πάνυ φαύλοις ὕδασι, καὶ τούτοις δίδου
Τῆς ἀντιδότου μὲν ὅσον ἄγειν τριώβολον,
Ὕδατος δὲ θερμοῦ τρεῖς κυάθους, ἢ τέσσαρας
Πρὸ τῆς τροφῆς, ὥραισι τρισὶν, ἢ πλείοσι.
Τοῖς δὲ περὶ κύστιν, ἐκ γλυκέος κεκραμένης,
Αἱμοπτυϊκοῖς τε καὶ στόμαχον ἡλκωμένοις.
Τοῖς ῥευματιζομένοις δὲ τὸν θώραχ' ὅλον
[93] Δώσεις, ἀφεψῶν εἰς ὕδωρ δεσμίδιον
Πολίου, τὸ μὲν βέλτιον, ἢ τοῦ Κρητικοῦ,
Ἢ καὶ Σκυθικοῦ τὸ κρεῖσσον, τοῦ Ποντικοῦ
Θᾶττον. στελεῖς γὰρ τὰς φορὰς τῶν ῥευμάτων,
Ἐν τρισὶ δὲ κυάθοις, ὡς προεῖπον, πρόσφερε.
Τινὲς δὲ καὶ τοῖς σφόδρα πονοῦσιν ὠτίον,
Ἀνέντες αὐτὴν ἐν γλυκεῖ τῷ Κρητικῷ
Εἰς τοὺς πόρους ἐνέθεσαν ἔριον διάβροχον.
Ἐχέτω δ' ὁ ποιεῖν ἀντίδοτον θέλων καλὴν,
Πάντα μὲν ἄκρως τὰ μίγματά τ' ἐξηρασμένα,
Τὸν λεγόμενόν τε θηριακὸν πεπονημένον
Ἀρτίσκον οὕτω γεγονόθ', ὡς ὑποδείξομεν.
Ἔστιν γὰρ οὗτος τῶν καλῶν ἐκ μιγμάτων.
Λαβὼν ἐχίδνας τὰς ἀληθεῖς τοῦ θέρους
Τὰς ἀρτιθήρους, τὰς μεγάλας ὡς εἴκοσι,
Μικρῷ τε πλείους, οὐ γάρ ἐστ' αὐτῶν πολὺ,
Ὃ δεῖ λαβόντας σκευάσαι τὸ φάρμακον,
Τῶν μὲν κεφαλῶν ἀπόκοψον, ὡς τρεῖς δακτύλους,
[94] Μικρῷ τε πλείους τῶν ἀπὸ τῆς οὐρᾶς μερῶν,
Πρῶτον κεφαλὰς μὲν, εἶτα τὰς οὐρὰς τότε.
Τοῦτο δὲ ποιεῖν δεῖ προσφάτων ζωσῶν τ' ἔτι,
Εἶτα περιδείρας ῥᾳδίως, ὡς ἐγχέλεις,
Ἔκβαλλέ τ' αὐτὸς καὶ τὸ λίπος αὐτῶν ἅπαν,
Πλύνας τε καθαρῶς, εἰς λοπάδιον ἐντίθει,
Ξηροῦ τ' ἀνήθου σύμμετρον δεσμίδιον,
Ὕδατος δέ τ' ἀρκοῦν παραχέας, ἕψει μέχρι
Ἡ σὰρξ ἀποστῇ ῥᾳδίως τῶν ὀστέων.
Τὸ λοπάδιόν τε βαστάσας ἀπὸ τοῦ πυρὸς,
Τῶν ὀσταρίων τὴν σάρκα καθαρὰν ἀπόβαλε,
Στήσας ἀκριβῶς ἰσοβαρῆ ταύτης σταθμὸν
Τῆς σαρκὸς, ἄρτου τοῦ καθαροῦ τοῦ πυρίνου,
Πρόσμισγε καὶ λείαινε, παραχέων βραχὺ
Τοῦ ζωμαρίου, ποιῶν τὰ λεπτὰ πέμματα,
Ξήραινε καὶ χρῶ θηριακοῖς ἀρτισκίοις.
Σκιλλητικοὺς δὲ σκευάσεις οὕτω πάλιν.
Τῷ πυραμητῷ σκίλλαν εὐμεγέθη λαβὼν,
[95] Λευκήν τε, κάθῃρον πάντα τὸν ξηρὸν φλοιὸν,
Πᾶσαν δὲ ῥίζαν τὴν ξυλώδη περίελε,
Σταιτί τε περιπλάσας ἔμβαλ' αὐτὴν εἰς ἴπνον.
Ὅταν δὲ νομίσῃς πάνυ καλῶς ὀπτὴν,
Τότε στήσας αὐτῆς ὅσον ἄγει λίτρας βάρος,
Ταύτῃ κατάμισγε λεπτοτάτῃ μίαν ἥμισυ
Λίτραν, ἀλεύρου γεγονότος πεφρυγμένων
Ὀρόβων ἐπ' ὀλίγον, καὶ παραχρῆμα λεοτριβῶν,
Ποίησον οὕτω λεπτὰ πάνυ κυκλίσκια,
Ξηρά τε γιγνόμενα, στῆσον ᾗ σοι φίλον·
Βαλεῖν τοιοῦτον μίγμα γεγονὸς μὴ πάνυ,
Τὴν θηριακήν τε λεγομένην, ἀπορῇς, φράσω,
Ἧι καὶ λέγουσι τὸν Μιθριδάτην χρώμενον,
Ὅτ' ἐγένετ' αὐτῷ θανάσιμα πιεῖν φάρμακα,
Ἅπασ' ἀνάγκη μετὰ τέκνων πολεμουμένων,
Αὐτὸν μὲν οὐ λαβεῖν τινος αἴσθησιν βλάβης.
Ξίφει δ' ἀναιρεθέντα περιγραφῆς τυχεῖν,
Τὰς δ' αὖ θυγατέρας ἀποβαλεῖν τῷ φαρμάκῳ.
[96] Σκεύαζε δ' αὐτὴν, σκιλλίνων κυκλισκίων
Δὶς εἴκοσι δραχμὰς, χἀτέρας δὶς τέσσαρας,
Ἀρτισκίων δὲ θηριακῶν δὶς δώδεκα,
Μέλανός τε πεπέρεως καὶ ὀπίου καὶ μάγματος
Ξηροῦ, πάλαι κληθέντος ἡδυχρόου μύρου,
Τῶν τ' ἐξ ἑκάστου μίγματος δὶς δώδεκα,
Ξηροῦ γλυκυῤῥίζου χυλαρίου δραχμὰς δέκα,
Καὶ δύ' ἐπὶ ταύταις, καὶ ῥόδων ξηρῶν ἴσας,
Καὶ κινναμώμου, καὶ ὀποβαλσάμου καλοῦ,
Ἧς τ' Ἰλλυριοὶ πέμπουσιν ἴσας ἴρεως,
Λευκοῦ τ' ἀγαρικοῦ, βουνιάδος τοῦ σπέρματος,
Τούτων ἑκάστου τὰς ἴσας δυώδεκα,
Καὶ Κρητικὸν σκόρδιον ἑνὶ τούτων ἴσον,
Σμύρνης, κρόκου, ῥᾶ, πετροσελίνου, στοιχάδος,
Ξηρᾶς καλαμίνθης, πενταφύλλου ῥιζίων,
Καὶ τοῦ πρασίου σπέρματος τῶν σφαιρίων,
Λευκοῦ πεπέρεως καὶ μακροῦ, τῆς Ἰνδικῆς
Νάρδου στάχυος, λιβάνου τε καὶ τερμινθίνης,
[97] Κόστου τε λευκοῦ, καὶ ἔτι δικτάμνου πόας,
Σχοίνου τε, μὴ τῶν καρφίων, τοῦ δ' ἄνθεος,
Ξηροῦ τ' ἀβρέκτου ζιγγιβέρεως τὰς ἴσας,
Κασίας μελαίνης τοῦ φλοιοῦ, τούτων πάλιν
Δὶς τρεῖς ἑκάστου μίγματος δραχμῆς σταθμῷ,
Πολίου τε καὶ φοῦ Ποντικοῦ, καὶ θλάσπεως,
Χαμαίδρυός τε καὶ στύρακος, καὶ κόμμεως,
Καὶ γεντιανῆς, καὶ ἀκόρου, μήου τ' ἔτι
Καὶ καρδαμώμου, καὶ μαράθρου τοῦ σπέρματος
Ὑποκυστίδος χυλοῦ τε, καὶ χαλκίτιδος
Ὀπτῆς, ὑπερικοῦ σπέρματος τοῦ Κρητικοῦ,
Χυλοῦ τ' ἀκακίας τῆς καλῆς ὑγρᾶς ἔτι,
Καθαρᾶς τε νάρδου Κελτικῆς, καὶ Λημνίας,
Χαμαιπίτυός τε καὶ ἄμμεως καὶ σεσέλεως,
Ἀνισαρίου τε σπέρματος πεφρυγμένου,
Βότρυός τ' ἀμώμου, μαλαβάθρου φύλλων ἴσας,
Πάντων δ' ἑκάστου δύο δραχμὰς ρ΄. ἐπιτίθει,
Καὶ βαλσάμου, καρποῦ τε τὰς αὐτὰς δύο.
[98] Τινὲς δὲ τούτων οὐ καλῶς ἀνὰ τέτταρας.
Ὀποπάνακος δὲ τοῦ δακρύου, καὶ χαλβάνης,
Δαύκου τε καθαροῦ σπέρματος τοῦ Κρητικοῦ,
Καὶ καστορίου, καὶ σαγαπηνοῦ προσφάτου,
Κενταυρίου τε Κρητικοῦ, μὴ προσφάτου,
Ἀριστολοχίας τε λεπτῆς ξηρᾶς καλῶς.
Τούτων ἑκάστου πάλιν δραχμὰς β΄. ἐπιτίθει
Ἴσον θ' ἑνὶ τούτων, στῆσον ἀσφάλτου καλῆς.
Τινὲς δ' ἀνὰ δύο φασὶν, ὅπερ οὐ βούλομαι.
Πολλάκι γὰρ αὐτὴν, ὡς ἔγραψ', ἐσκεύασα
Οἴνου Φαλερίνου τοῦ καλοῦ τὸ σύμμετρον,
Μέλιτος δέκα λίτρας Ἀττικοῦ τοῦ προσφάτου.
Τούτων δ', ἃ μέν ἐστι σπέρμαθ', ἃ δὲ χυλοί τινων,
Ἃ δ' ἐστὶ φύλλα καὶ δάκρυα καὶ ῥιζία,
Ἐλάχιστα δ' αὐτῶν κᾀν μετάλλοις γίνεται.
Χυλοὺς μὲν οὖν δάκρυα καὶ μεταλλικὰ
Οἴνῳ λέαινε, καὶ μέλιτος ποιῶν πάχος.
Τὰ λοίπ' ἀποδίδου ξηρὰ πάντα μίγματα,
[99] Κοπέντα καὶ σηθέντα λεπτῷ κοσκίνῳ,
Μίξας τ' ἐπιμελῶς αὐτὰ, παραχέων τότε,
Ζέσας δὶς ἢ τρὶς τὸ μέλι, καὶ δεύσας πάλιν
Ἀπόθου, φυλάττων μὴ ξυλίνοις ἀγγείοις,
Ὑαλίνοις δὲ μᾶλλον, κερατίνοις τε κᾀργυροῖς,
Καὶ κασσιτερινοῖς, καὶ κεραμίοις τε πυκνοῖς.
Δίδου τε πίνειν, μήτε γεγονὸς ἀρτίως
Τὸ φάρμακον, μήτε πάλιν ἐξηρασμένον,
Ὅπερ εἰ γένοιτο διὰ τὸ μῆκος τοῦ χρόνου,
Πάλιν ζέσας πρόσβαλλε μέλιτος σύμμετρον,
Συνεκλεάνας τ' ἐφ' ἱκανὸν τοῦτο χρόνον,
Εὔχρηστον ἕξεις τὴν ἄχρηστον τῷ χρόνῳ,
Πολλῷ δ' ἐλάττω τῆς κεκραμένης ἅπαξ.
[Θηριακῆς ἑτέρας σκευασία.] Ὅτι μὲν οὖν διαφωνοῦσί τινα πρὸς τὸν Ἀνδρόμαχον, Δαμοκράτης αὐτὸς ἐδήλωσεν εἰπὼν,
Τινὲς δὲ τούτων οὐ καλῶς ἀνὰ τέτταρας,
καὶ πάλιν.
[100] Τινὲς δ' ἀνὰ δύο φασὶν, ὅπερ οὐ βούλομαι, ὅτι δὲ καὶ σαφέστερον εἴρηται τῶν ὑπὸ Δαμοκράτους γεγραμμένων, καὶ τοῦτο πρόδηλον. οὔσης δὲ καὶ ἄλλης παρ' ἡμῖν καὶ αὐτοῦ ἐμμέτρου συνθέσεως τῆς θηριακῆς, ἔδοξέ μοι κᾀκείνην παραγράψαι, κατὰ τὴν ἐκ παραδόσεως τῶν ἐν αὐτῇ συμμετρίαν, διὰ τὸ σαφεστέραν τε καὶ συντομωτέραν εἶναι τῶν ἤδη γεγραμμένων.
Θηριακὴν ᾧδ' ἄν τις ἐπικεράσαιτο,
Δαύκου μὲν καρπὸς, πάνακός τ' ὀπὸς, ἀσφάλτου τε
Καὶ σαγαπηνὸν ἴσον, καὶ χαλβάνη, ἄμμι δ' αὖτις,
Λεπτὴ ἀριστολοχία, καὶ ὄρχις κάστορος εἴη,
Καὶ κενταυρίου κόμης ἶσον αὖτις ἐπ' αὐτοῖς
Διπλάσιον, στύρακός τε καὶ ἄμμεως, ἀνίσου τε
Καὶ φοῦ, καὶ πολίοιο κόμης, μήου τ' ἀκόρου τε.
Ἠδὲ χαμαιπίτυος καὶ φύλλα μαλαβάθροιο,
Ἔστω καὶ σφραγὶς Λήμνου, ἀπὸ χαλκίτεώς τε
Χυλὸν καὶ ξανθὸν ὑποκιστίδος αὖτις ἐπ' αὐτοῖς,
Κόμμι τε καὶ νάρδου Κελτῶν, ἀπὸ θλάσπεως λεπτῆς,
[101] Καὶ σεσέλεως τὸ σπέρμα, καὶ ἐκ Κρήτης μαράθροιο,
Καὶ καρδαμώμου, ἀπὸ πάντων τέτταρες ἔστων
Δραχμαὶ, σμύρνης δ' αὖ καὶ στοιχάδος, ἠδὲ πρασίου,
Κόστου, δικτάμνου τε δραχμὰς στ΄. ἔμβαλ' ἑκάστου,
Καὶ μὴν καὶ πεπέρεως μακροῦ, ἑτέρην δ' ἐπὶ τῇδε,
Ἀργεννὴν, ῥῆόν τε ἴσον, ξανθοῖό τε χάλτην.
Κωρυκίου τε κρόκου, καὶ ῥίζαν πενταπετήλου,
Καὶ δέ νυ, καὶ καλάμην, ἶσα σχοίνου τ' εὐώδους.
Τερμίνθου δ' ἀπὸ ῥητίνην, νάρδοιό τε ῥίζαν
Ἰνδῆς, καὶ κασίης σῦριγξ, λιβάνοιό τ' ἀμήτου
Χόνδροι, σπέρμα τε λεπτὸν ἐν οὔρεσιν ἀλδήσκοντος,
Πετροσελίνου μίσγε δραχμὰς στ΄. σταθμὸν ἰσάζων.
Διπλάσιον δ' ἔστω σκορδίου, γογγυλίδος τε
Σπέρματος ἀγροτέρης, ἴριδός τε, ῥόδων τε πέτηλα
Ξηρὰ, καὶ ἀγαρικὸν, ῥίζης ἐπὶ τοῖσι γλυκείης
Χυλὸς, καὶ βαλσάμου ὀπὸς, καὶ κινναμώμου,
Καὶ δριμὺ ζιγγίβερι δραχμὰς β΄. μάγματος ἔστω
Δὶς τόσον ἡδυχρόου, πεπέρεώς τε μέλανος, καὶ αὐτοὶ
[102] Ἀρτίσκοι θηρίων ἶσοι, μήκωνος ὀποῖο
Σταθμῷ, δὶς δέ τι τόσσον ἐν ἀρτίσκοις βάρος εἴη,
Πικρῆς ἐκ σκίλλης μέλιτος δ' ἐπὶ πᾶσι χέασθαι.
Ἡδυχρόου δέ τι μάγμα, μάρου μὲν ἔχει δύο δραχμάς.
Ἴσας δ' αὖτ' ἀσάρου, καὶ ἀμαράκου, ἀσπαλάθου τε,
Καὶ σχοίνου καλάμου τ' εὐώδεος, ἐκ πόντου τε
Φοῦ, ξυλοβαλσάμου τ' ὀποβαλσάμου τε δραχμὰς τρεῖς.
Καὶ κιναμώμου εἰσὶν ἴσαι, καὶ κόστου ἐπ' αὐτῷ.
Σμύρνης δ' ἓξ δραχμὰς καὶ φύλλα μαλαβάθροιο,
Ἴσον δ' αὖτ' Ἰνδῆς νάρδου, ξανθοῦ τε κρόκοιο.
Καὶ μὴν καὶ κασίης ἶσαι, διπλαῖ δέ τ' ἀμώμου.
Λοιπὴ δ' ἐκ κραναῆς Χίου δραχμῆς βάρος εἴη
Μαστίχη, οἴνῳ δ' αὖ Φαλερίνῳ φυράσασθαι. ὑπόλοιπον εἶναί μοι δοκεῖ πρὸς τὸ συμπεπληρῶσθαι τὴν περὶ τῆς θηριακῆς ἅπασαν διδασκαλίαν, ἐν οἷς ὁ Κρίτων ἤτοι διεφώνησε πρός τι τῶν πρόσθεν γεγραμμένων, ἢ προσέθηκέ τι τῶν παραλελειμμένων ὑπογράφειν.
[103] [Περὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμένων περὶ τῆς θηριακῆς, ἐν τῷ γ΄. τῶν φαρμακιτίδων βίβλων.] Ἐν μὲν τῇ συμμετρίᾳ τῶν φαρμάκων, βάλλει καὶ αὐτὸς κδ΄. τοῦ μέλανος πεπέρεως, ὥσπερ τοῦ μακροῦ στ΄. βάλλει δὲ καὶ χαλκίτεως κεκαυμένης δ΄. καὶ μέλιτος Ἀττικοῦ λίτρας ι΄. τὰ δὲ θηρία, περὶ τὰ τελευταῖα τοῦ ἔαρος κατὰ τὸ θέρος, ἢ τῷ τρυγητῷ κελεύει συλλέγειν εὐλαβούμενος δηλονότι τό τε τοῦ θέρους, μετὰ τὰ πρῶτα σύμπαντος, ἄχρι κυνὸς ἐπιτολῆς, καὶ τὸ μετὰ τοῦτο, ὃ καλοῦσί τινες ἰδίως ὀπώρας καιρὸν, ἡνίκα καὶ τοῖς ἀνθρώποις τὸ χολῶδες πλεῖστον ὑποτρέφεται. κατὰ δὲ τὸν τρυγητὸν, ὅπερ ἐστὶ τὸ μέσον τοῦ φθινοπώρου, συλλέγειν ἀξιοῖ καὶ συλλαμβάνειν ἐξ αὐτῶν τὰ μεγάλα καὶ εὔτροφα, καὶ ἕψειν μετὰ ἀνήθου μόνου. τὸ δὲ τῆς σαρκὸς αὐτῶν ἐκ δέκα θηρίων ἀθροισθὲν, μιγνύειν ἀξιοῖ σιλιγνίτου ἄρτου μίαν οὐγγίαν, καὶ οὕτως ἀναπλάττειν τοὺς καλουμένους ἀρτίσκους θηριακούς. τοὺς δὲ σκιλλητικοὺς τόνδε τὸν τρόπον σκευάζειν κελεύει. λαμβάνειν σκίλλας [104] ἐν τῷ πυραμητῷ, τηνικαῦτα γὰρ εἶναι μάλιστα ἀκμαίαν. εὔδηλον δ' ὅτι πυραμητὸν κέκληκε τὸν χρόνον, ἐν ᾧ τοὺς πυροὺς ἀμῶσιν, ὀπτῆσαι δ' αὐτὰς ἀποχρώντως ἐν ἴπνῳ κελεύει, περιπλασθείσας γύψῳ ἢ πηλῷ ἐγκρύπτειν πυρὶ, μέχρις ἂν αὐτάρκως ὀπτηθῶσι, εἶτα ἀνελομένους λαμβάνειν αὐτῶν τὸ ἐγκάρδιον, οὕτως γὰρ αὐτὸς ὠνόμασε, καὶ λεαίνειν τε μιγνύντας ὀρόβου μέρος ἓν τῷ διπλασίῳ τῆς σκίλλης, ἀναπλάσσειν τε μετὰ ταῦτα τροχίσκους, καὶ ψύχειν ἐν σκιᾷ. περὶ δὲ τῶν ἐν ὅλμῳ κοπτομένων φαρμάκων ἐπιμελῶς ἔγραψε, περιδεδέσθαι κελεύων δέρμα περὶ τὸν ὅλμον ἀσφαλῶς, κατὰ τὴν μεσότητα διατετρημένον τοσοῦτον, ὡς δύνασθαι μὴ μόνον τὸ κόπτον ἔλασμα διὰ τῆς ἐκτρήσεως καθίεσθαι, ἀλλὰ καὶ μετὰ τὸ ἀρθῆναι τὸ ἔλασμα, τὴν χεῖρα μετὰ τοῦ μύακος, ὥστε αἴρειν δι' αὐτοῦ τὸ κεκομμένον, καὶ ὀφεῖλον σήθεσθαι. δεήσει δὲ, φησὶ, καὶ ἄλλο δέρμα εἶναι, τὴν ἔκτρησιν ἔχον μικροτέραν, ὡς δι' αὐτῆς μόνον τὸ ἔλασμα καθίεσθαι πρὸς τὸ κόπτειν τὰ ἐν τῷ ὅλμῳ, καὶ τοῦτο ἐπιβεβλῆσθαι τῷ προτέρῳ ἄνωθεν. καὶ [105] μὴ εὐθέως ἀποκαλύπτειν αὐτὰ, πρὶν ἢ τὸ χνοῶδες καταστῆναι. κατὰ ταὐτὰ δὲ καὶ διαττώντων ἡμῶν διὰ τοῦ κοσκίνου κεκαλύφθαι κελεύει τὸ διαττώμενον ἄνωθεν, ὅταν τε καταστῇ ἡ κίνησις, τότε ἀνοίγεσθαι, κᾄπειτα αἰρόμενον τὸν κόσκινον ἀπομάττεσθαι πτεροῖς.
[106] [Περὶ τῶν Μιθριδατείων τε καὶ ἄλλων τινῶν Ἀνδρομάχου ἀντιδότων.] Ὁ περὶ τῆς θηριακῆς λόγος εἰς ὅλον βιβλίον ἐκταθεὶς, σύντομον ἐργάζεται τὸν περὶ ἄλλων ἀντιδότων λόγον, ἃς ἐν τῷδε τῷ γράμματι πρόκειταί μοι διελθεῖν, ἀπὸ τῆς Μιθριδατείου καλουμένης ἀρξαμένῳ, πρὸς μὲν τὰ πλεῖστα τῶν δηλητηρίων φαρμάκων δραστικωτέρας ὑπαρχούσης, ἀπολειπομένης δὲ ἐν τῇ τῶν ὑπ' ἐχίδνης δηχθέντων ἰάσει τῆς θηριακῆς ὀνομαζομένης. ἐπεὶ δὲ καὶ ταύτην καὶ σχεδὸν ἁπάσας τὰς ἀρίστας ἔγραψεν [107] ἐφεξῆς ὁ Ἀνδρόμαχος ἐν τῇ τῶν ἐντὸς φαρμάκων διδασκαλίᾳ, διὰ τοῦτο κᾀγὼ πάσας αὐτὰς, ὡς ἐκεῖνος ἔγραψεν, ἐφεξῆς παραθήσομαι.
[Ἀνδρομάχου ἀντίδοτοι.] Ἀντίδοτος Μιθριδάτειος, πρὸς τὰ θανάσιμα ἰδίως ποιοῦσα, καὶ πρὸς τὰ ἐντὸς πάθη πάντα. Ϛ Γλυκυῤῥίζης ζ΄ Ϛ΄΄. καὶ τετρώβολον, ὀπίου δ΄. ὀβολοὺς β΄. καστορίου στ΄. πολίου ε΄. ὀβολοὺς β΄. κόστου ε΄. καὶ ὀβολοὺς β΄. ναρδοστάχυος στ΄. ὀβολοὺς β΄. κασίας ε΄. ὀβολοὺς β΄. λιβάνου στ΄. σεσέλεως ε΄. ὀβολοὺς β΄. ὑποκυστίδος χυλοῦ στ΄. ἀκόρου β΄. σκορδίου στ΄. ὀβολοὺς β΄. φύλλου δ΄. γάλλου ε΄. τριώβολον. οἱ δὲ στ΄. κύφεως στ΄. ὀβολοὺς β΄. σμύρνης στ΄. κρόκου ζ΄. ὀβολοὺς β΄. κινναμώμου ζ΄. ὀβολοὺς β΄. στύρακος ε΄. ὀβολοὺς δ΄. δαύκου σπέρματος στ΄. τριώβολον, ζιγγιβέρεως ζ΄. ὀβολοὺς β΄. φοῦ Ποντικοῦ β΄. πετροσελίνου δ΄. ὀβολοὺς γ΄. νάρδου Κελτικῆς δ΄. μαράθρου σπέρματος δ΄. νάρδου Ἰνδικῆς δ΄. [108] ὑπερικοῦ β΄. ἀκακίας β΄. Γεντιανῆς δ΄. οἱ δὲ β΄. ἀνίσου γ΄. θλάσπεως στ΄. ὀβολοὺς δ΄. μήου ἀθαμαντικοῦ δ΄. οἱ δὲ β΄. ῥόδων ξηρῶν δ΄. κόμμεως β΄. καρδαμώμου δ΄. οἱ δὲ β΄. σχοίνου στ΄. ὀβολοὺς β΄. ὀποπάνακος στ΄. ὀβολοὺς β΄. ὀποβαλσάμου στ΄. ὀβολοὺς δ΄. χαλβάνης ζ΄. σκίγκου β΄. ὀβολοὺς β΄. τερμινθίνης στ΄. ὀβολοὺς β΄. οἴνου Χίου τὸ ἱκανὸν, μέλιτος Ἀττικοῦ ἑφθοῦ τὸ ἱκανόν.
[Ἄλλως ἡ Μιθριδάτειος ὡς Ἀντίπατρος καὶ Κλεόφαντος.] Ϛ Σμύρνης ζ΄ Ϛ΄΄. ὀβολοὺς δ΄. οἱ δὲ γ΄. νάρδου ἶσον, κρόκου ζ΄. ὀβολοὺς γ΄. ὀπίου δ΄. ὀβολοὺς β΄ Ϛ΄΄. στύρακος ε΄. καστορίου στ΄. ὀβολὸν ἕνα, κινναμώμου ζ΄. ὀβολοὺς γ΄. πολίου στ΄. ὀβολοὺς γ΄. σκορδίου ζ΄. ὀβολοὺς γ΄. ζιγγιβέρεως τὸ ἶσον, κόστου στ΄. ὀβολοὺς γ΄. πεπέρεως λευκοῦ ε΄. ὀβολοὺς β΄. πεπέρεως μακροῦ στ΄. ὀβολοὺς γ΄. σεσέλεως ε΄. ὀβολοὺς β΄. ἀβροτόνου ε΄. ὀβολοὺς β΄. πετροσελίνου ιδ΄. δαύκου σπέρματος στ΄. ὀβολοὺς γ΄. κασσίας ε΄. ὀβολοὺς γ΄. λιβάνου [109] στ΄. ὀβολοὺς β΄. ὑποκυστίδος χυλοῦ στ΄. ὀβολὸν α΄ Ϛ΄΄. νάρδου Κελτικῆς δ΄. μαράθρου σπέρματος δ΄. μαλαβάθρου φύλλων δ΄. νάρδου Ἰνδικῆς δ΄. ἀκόρου, φοῦ Ποντικοῦ, σαγαπηνοῦ, βαλσάμου καρποῦ, ὑπερικοῦ, Ἰλλυρίδος, ἀνὰ β΄. μίλτου Λημνίου στ΄. κύφεως, σκίγκου ὀσφύος, ἀνὰ στ΄. ἀκακίας, κόμμεως, καρδαμώμου, πελεκίνου, ἀνὰ β΄. θλάσπεως στ΄. ὀβολοὺς δ΄. Γεντιανῆς δ΄. οἱ δὲ γ΄. ἀνίσου γ΄. ῥόδων ξηρῶν δ΄. μήου ἀθαμαντικοῦ ἶσον, σχοίνου στ΄. ὀβολοὺς γ΄. ὀποπάνακος στ΄. χαλβάνης στ΄. ὀβολοὺς γ΄. ὀποβαλσάμου τὸ ἶσον, ἀριστολοχίας α΄. ὑσσώπου γ΄. πρασίου α΄. χαμαιπίτυος γ΄. λιβανωτίδος ε΄. τερμινθίνης στ΄. τριώβολον, μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, οἶνον μὴ βάλε.
[Ἀντίδοτος ἡ Ὀρβανοῦ λεγομένη τοῦ Ἰνδοῦ, πρὸς τὸ τὰ ἐντὸς βρέφη ἐκβάλλειν.] Ϛ Σμύρνης ιε΄. κρόκου ιστ΄. νάρδου Ἰνδικῆς ιστ΄. κινναμώμου, κασσίας, [110] πάνακος, ἀνὰ ιγ΄. ἀμώμου η΄. σκορδίου κε΄. ἐν ἄλλῳ ε΄. σχοίνου ἄνθους η΄. μήου ἀθαμαντικοῦ γ΄. ῥόδων χυλοῦ ιβ΄. ὀβολοὺς γ΄. φοῦ ε΄. ὀβολοὺς γ΄. ὑπερικοῦ ε΄. ζιγγιβέρεως στ΄. πεπέρεως μέλανος στ΄. πεπέρεως λευκοῦ η΄. στύρακος ε΄. ὀβολοὺς γ΄. μαράθρου ἀγρίου σπέρματος γ΄. ὀβολοὺς δ΄. πεπέρεως μακροῦ ε΄. οἱ δὲ στ΄. κόστου ζ΄. ὀβολοὺς γ΄. τριφύλλου σπέρματος ε΄. Γεντιανῆς δ΄. ἀριστολοχίας στρογγύλης δ΄. πολίου ε΄. τριφύλλου ῥίζης ε΄. ὀβολοὺς γ΄. καρδαμώμου ε΄. ἐχίου ῥίζης δ΄. λιβάνου δραχμὰς στ΄. πετροσελίνου δραχμὰς στ΄. φλόμου δραχμὰς στ΄. σεσέλεως δραχμὰς ε΄. κυμίνου Αἰθιοπικοῦ δραχμὰς γ΄. βαλσάμου καρποῦ δραχμὰς δ΄. νάρδου Κελτικῆς ζ΄. Λημνίας δραχμὰς δ΄. μηκωνείου δ΄. ὀβολοὺς γ΄. κάγχρυος σπέρματος δραχμὰς γ΄. κύφεως δραχμὰς δ΄. ἴρεως Ἰλλυρικῆς ἴσον, μανδραγόρου χυλοῦ δραχμὰς στ΄. ὀβολοὺς γ΄. σαγαπηνοῦ δραχμὰς δ΄. ὀποπάνακος δραχμὰς γ΄. ἀνίσου δραχμὰς δ΄. ὑποκυστίδος [111] χυλοῦ δραχμὰς στ΄. τερμινθίνης δραχμὰς ε΄. ὀβολοὺς γ΄. καστορίου δραχμὰς ε΄. ὀποβαλσάμου δραχμὰς ιστ΄. πηγάνου ἀγρίου σπέρματος δραχμὰς γ΄. χαλβάνης δραχμὰς δ΄. βουνιάδος σπέρματος ἶσον, ἐλαφείου μυελοῦ δραχμὰς στ΄. ὀβολοὺς γ΄. μύρου νάρδου δραχμὰς κ΄. αἵματος ἐριφείου ξηροῦ δραχμὰς ε΄. ὀβολοὺς τρεῖς, καὶ χηνείου ξηροῦ ἶσον, νήσσης αἵματος δραχμὰς γ΄. τριώβολον, βουφθάλμου Αἰγυπτίου χυλοῦ δραχμὰς η΄. οἴνου Χίου ἀθαμαντικοῦ τὸ ἱκανόν.
[Ἀντίδοτος πανάκεια δι' αἱμάτων, ᾗ χρῶμαι, πλείστην ἐπαγγελίαν ἔχουσα ἐκ τῶν Ἀφροδᾶ.] Ϛ Κινναμώμου η΄. ἀμώμου δ΄. κασσίας σύριγγος μελαίνης ιστ΄. κρόκου ιστ΄. σχοίνου ε΄. λιβάνου ε΄. πεπέρεως λευκοῦ δ΄. ὀβολοὺς γ΄. καὶ μακροῦ α΄. ὀβολοὺς γ΄. σμύρνης ια΄. ὀβολοὺς β΄. νάρδου Ἰνδικῆς ια΄. τετρώβολον, Κελτικῆς ιστ΄. ὀβολοὺς β΄. ῥόδων ξηρῶν στ΄. κόστου β΄. ὀβολοὺς γ΄ Ϛ΄΄. ὀποβαλσάμου δ΄. ὀβολοὺς β΄. ὀποῦ Κυρηναϊκοῦ γ΄. ἄλλοι δ΄ Ϛ΄΄. στοιχάδος ε΄. ὀβολοὺς [112] β΄. τριφύλλου ῥίζης δ΄. ἢ τοῦ σπέρματος γ΄. σκορδίου ἄνθους ια΄. ὀβολοὺς β΄. πολίου Κρητικοῦ στ΄. ὀβολοὺς β΄. ἀσάρου β΄. ἀκόρου γ΄. ὀβολοὺς γ΄ Ϛ΄΄. δαύκου σπέρματος τὸ ἴσον, ἀνίσου σπέρματος β΄. κυμίνου Αἰθιοπικοῦ ἴσον, ῥήου Ποντικοῦ ε΄. ὀβολοὺς γ΄ Ϛ΄΄. βουνιάδος σπέρματος ἀγρίας γ΄. ἢ γογγυλίδος σπέρματος ἴσον, φοῦ Ποντικοῦ β΄. μέλιτος ἑφθοῦ τὸ ἱκανόν.
[Ἀντίδοτος ἀσύγκριτος ἣν συνέθηκα, ποιοῦσα πρὸς πάντα τὰ ἐντὸς πάθη, ὡς Νικόστρατος.] Ϛ Ῥίζης γλυκείας, μαλαβάθρου φύλλου, ὀποβαλσάμου, ἀγαρικοῦ, κινναμώμου ἀνὰ ιγ΄. ζιγγιβέρεως, τριφύλλου σπέρματος, ἀμώμου, πηγάνου ἀγρίου σπέρματος, ἀρκευθίδων μὴ πεπείρων ξηρῶν ἀνὰ ιε΄. πετροσελίνου ἀνὰ η΄. ὀποῦ μήκωνος ἴσον, καστορίου, πεπέρεως μακροῦ, ὑποκυστίδος χυλοῦ, κύφεως ἀνὰ ιβ΄. ὀβολοὺς β΄. πολίου, πεπέρεως λευκοῦ, σεσέλεως, βδελλίου ἀνὰ ιε΄. ὀβολοὺς γ΄. σχοίνου ἄνθους, κόστου ἀνὰ ιβ΄ Ϛ΄΄. δαύκου σπέρματος, θλάσπεως ἀνὰ [113] ιγ΄. ναρδοστάχυος κδ΄. κασσίας μελαίνης ῥίζης ιστ΄. λιβάνου, πάνακος, ὀποπάνακος, ἀνὰ ιβ΄. ἀκόρου ε΄. σκορδίου ιζ΄. μαράθρου, νάρδου Κελτικῆς, Γεντιανῆς, ῥόδων ἄνθους, κόμμεως, ὀποῦ Κυρηναϊκοῦ, καρδαμώμου, ἀμμωνιακοῦ θυμιάματος, ἐχίου ῥίζης, ἀπαρίνης χυλοῦ, ἀνὰ η΄. σαγαπηνοῦ, ὑπερικοῦ, ἀκακίας χυλοῦ, ἴρεως Ἰλλυρικῆς, ἀνὰ ιδ΄. σμύρνης στακτῆς κ΄. κρόκου δραχμὰς λ΄. στύρακος δραχμὰς ια΄. ὀβολοὺς β΄. φοῦ, μήου, δικτάμνου, βουνιάδος σπέρματος, καλάμου ἀρωματικοῦ, ἀνὰ δραχμὰς η΄ ἢ ι΄. ἀνίσου, ἀσάρου, ἀγαρικοῦ, σκίγκου, ἀνὰ δραχμὰς στ΄. τερμινθίνης, ἀνὰ δραχμὰς ιδ΄. ὀβολοὺς δ΄. χαλβάνης δραχμὰς ε΄. νήσσης θηλείας αἵματος, ἐριφείου αἵματος, ἀνὰ δραχμὰς ζ΄. πεπέρεως μέλανος καὶ πεπέρεως μακροῦ, ἀνὰ κδ΄. κροκομάγματος ἴσας, πενταφύλλου ῥίζης, ὀριγάνου ἀγρίου, πρασίου, στοιχάδος, ἄμμεως, χαμαίδρυος, χαμαιπίτυος, κενταυρίου λεπτοῦ, ἀριστολοχίας λεπτῆς, ἀνὰ στ΄. λημνίας σφραγῖδος λ΄. χηνείου αἵματος, χελώνης [114] θαλασσίας, ῥήου Ποντικοῦ ἀνὰ ζ΄. μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν· ἡ πόσις κυάμου μέγεθος ἐν ὕδατι. ποιεῖ καὶ πρὸς τεταρταῖον, πρὸς δὲ τὰ θανάσιμα, ὡς οὐκ ἄλλη. Ἀντίδοτος Αἰλίου Γάλλου, ᾗ Καῖσαρ συμφώνως, ταύτῃ καὶ Χάρμης ἐχρήσατο, ποιοῦσα πρὸς τὰ θανάσιμα καὶ ἰοβόλα, κᾂν τόπον ἑρπετῶν καταῤῥάνῃς, φυγαδεύσεις. ποιεῖ πρὸς ῥεῦμα πᾶν ὀφθαλμῶν, καὶ τῶν λοιπῶν ἀναξηραίνουσα, δυσαρεστήματα λύει, πυρετοὺς χρονίους καὶ περιοδικούς. ποιεῖ δὲ καὶ ἐπὶ τῶν δυστραπέλως καθαιρομένων γυναικῶν, ἀλύπως ἔμβρυα ἐκκρίνει, ποιεῖ καὶ πρὸς φθισικούς. ἡ δόσις καρύου Ποντικοῦ μεθ' ὕδατος κυάθων δ΄. ἐπὶ δὲ τῶν ἐχεοδήκτων σὺν οἴνῳ. Ϛ Σμύρνης ιβ΄. κρόκου ιδ΄. νάρδου ιδ΄. σχοίνου ιβ΄. κινναμώμου β΄. ἀμώμου δ΄. χαλβάνης ια΄. τερμινθίνης ε΄. πεπέρεως λευκοῦ ι΄, καὶ μακροῦ λβ΄. κόστου η΄. λιβάνου ιβ΄. ὀποῦ μήκωνος ἶσον, σκορδίου ν΄. ἐν ἄλλῳ η΄. πολίου δ΄. ὑποκυστίδος χυλοῦ ιβ΄. πετροσελίνου ιη΄. σεσέλεως ιδ΄. δαύκου σπέρματος ιστ΄. ὀποβαλσάμου ιβ΄. ὀποπάνακος [115] ἴσον, καστορίου η΄. μέλιτος Ἀττικοῦ ξε. β΄. Ἀντίδοτος Ζωπύριος. Ϛ Κινναμώμου γ΄. σμύρνης στακτῆς ε΄. νάρδου ε΄. δίδοται καρύου Ποντικοῦ μέγεθος σὺν ὕδατι, κυάθοις τρισὶν ἐπ' ἐνιαυτόν.
[Περὶ τῆς Μιθριδατείου ἀντιδότου, ὡς Δαμοκράτης.] Ταύτας μὲν οὖν τὰς ἀντιδότους τὰς γεγραμμένας πάσας ὁ Ἀνδρόμαχος ἔγραψεν. ἐπεὶ δὲ τὰ διὰ μέτρων γεγραμμένα, καὶ πρὸς ἀκρίβειαν τῶν σταθμῶν τῶν φαρμάκων, καὶ πρὸς μνήμην ἐστὶ χρησιμώτατα, διὰ τοῦτο καὶ τὰς ὑπὸ Δαμοκράτους συγγεγραμμένας ἀξιολόγους ἀντιδότους ἐφεξῆς ὑπέταξα, τὴν ἀρχὴν ἀπὸ τῆς Μιθριδατείου ποιησάμενος.
[Αἱ ὑπὸ Δαμοκράτους ἀντίδοτοι γεγραμμέναι.] Ἀντίδοτος ἣν λέγουσι Μιθριδάτειόν τινες τῶν σφόδρα ἐπισήμων, δραστικὸν φάρμακον πρὸς πᾶν πάθος πᾶσάν τ' ἀντίδοτον εἶπον ποιεῖν.
Σμύρνης Ἀραβικῆς Τρωγλοδύτιδος δραχ. ι΄.
Κρόκου ι΄. ἀγαρικοῦ ι΄. ζιγγιβέρεως
[116] Ι΄. Κινναμώμου ι΄. ναρδοστάχυος
Ι΄. λιβάνου ι΄. θλάσπεως ι΄.
Καὶ σεσέλεως, ὀποβαλσάμου, σχοίνου τε καὶ
Στοιχάδος, κόστου, χαλβάνης, τερμινθίνης,
Μακροῦ πεπέρεως, καστορίου τε Ποντικοῦ,
Ὑποκυστίδος χυλοῦ τε, καὶ στύρακος καλοῦ,
Ὀποπάνακος, καὶ μαλαβάθρου φύλλων νέου,
Πάντων ἑκάστου τὰς ἴσας δὶς δ΄.
Κασίας μελαίνης ζ΄. πολίου ζ΄.
Λευκοῦ πεπέρεως ταὐτὸ, σκορδίου τ' ἴσον,
Τοῦ Κρητικοῦ δαύκου τε ταὐτὸν σπέρματος.
Ἴσας δ' ἔνι τούτων, βαλσάμου καρποῦ δραχμὰς,
Καὶ κύφεως τὸν αὐτὸν ἐνίοτε τούτων σταθμόν.
Τινὲς δὲ καὶ βδελλίου ἐπὶ τούτων ἴσον,
Νάρδου καθαρᾶς δὲ Κελτικῆς, καὶ κόμμεως,
Καὶ πετροσελίνου, καὶ ὀπίου, μηκωνείου,
Καὶ καρδαμώμου, καὶ μαράθρου τοῦ σπέρματος,
Καὶ Γεντιανῆς, καὶ ῥόδων φύλλων ἴσας,
[117] Ἀνὰ ε΄. δραχμὰς μικρὸν ἐπιῤῥεπέστερον.
Τοῦ Κρητικοῦ τε ταὐτὸ δικτάμνου μέρος,
Ἀνίσου τε καὶ ἀσάρου τε γ΄. δραχ.
Ἀκόρου τε καὶ φοῦ, καὶ σαγαπηνοῦ τὰς ἴσας,
Ἀθαμαντικοῦ μήου τε καὶ τῆς ἀκακίας,
Σκίγκου τε γαστρὸς, ὑπερικοῦ τε σπέρματος.
Τούτων ἴσα πάντων ἀνὰ β΄ Ϛ΄΄.
Ὁλκάδας, οἴνου τὸ μέτριον, καὶ μέλιτος
Τὸ σύμμετρον, ὡς τάσδ' ὁμοίως οὕτως σκεύασον. Ἐπεὶ οὖν κύφεως ἐμνημόνευσεν ὁ Δαμοκράτης, ὃ καὶ αὐτὸς κατασκευάζεται, διὰ τοῦτο καλῶς ἐποίησε, προσγράψας αὐτοῦ τὴν κατασκευὴν, ἐφεξῆς γεγραμμένην.
Τὸ κῦφι δ' οὐδέν ἐστιν οὐδὲ μίγμ' ἁπλοῦν,
Οὐδ' αὐτὸ γῆ φέρει τις, οὐδ' ὀπίζεται.
Αἰγύπτιοι δὲ τοῦτο τῶν θεῶν τισιν
Ἐπιθυμιῶσι σκευάσαντες, ὡς φράσω.
Λευκὴν λαβόντες σταφίδα τὴν λιπαρωτάτην,
Αἴρουσι τὸν φλοιόν τε καὶ τὸ σπέρμ' ἅπαν.
[118] Τὴν σάρκα δ' αὐτῆς λεοτριβήσαντες καλῶς
Ἱστᾶσι δραχμὰς Ἀττικὰς δὶς δώδεκα,
Τερμινθίνης τε ταὐτὸ τῆς κεκαυμένης,
Σμύρνης τε ιβ΄. κινναμώμου δ΄.
Σχοίνου ιβ΄. καὶ κρόκου μία, βδελλίου
Ὄνυχας δραχ. γ΄. ἀσπαλάθου β΄ Ϛ΄΄.
Ναρδοστάχυος γ΄. καὶ κασίας γ΄. τῆς καλῆς
Καθαρᾶς, κυπείρου γ΄. δραχμὰς, ἀρκευθίδων
Ἐκ τῶν μεγίστων καὶ λιπαρῶν ταύταις ἴσας,
Θ΄. δὲ καλάμου τοῦ μυρεψικοῦ δραχμὰς,
Μέλιτος τὸ μέτριον, παντελῶς οἴνου βραχὺ,
Βδέλλιον, οἶνον, σμύρναν εἰς θυΐδιον
Βαλόντες, εὖ τρίβουσιν ὡς μέλιτος πάχος
Ὑγροῦ ποιῆσαι, καὶ προσαποδόντες μέλι
Τὴν σταφίδα συντρίβουσιν, εἶτα λεῖα δὲ
Ἅπαντα καταμίξαντες ἐκ τούτου κύκλους
Βραχεῖς ποιοῦντες θυμιῶσι τοῖς θεοῖς.
[119] Ῥοῦφος μὲν οὕτω δεῖν ἔφασκε σκευάσαι,
Ἀνὴρ ἄριστος ἑκτικός τ' ἐν τῇ τέχνῃ.
Ἔνιοι δὲ κιννάμωμον οὐ σχόντες βαλεῖν
Μίσγουσι ταὐτὸ καρδαμώμου σπέρματος.
Χρῶνται δ' ὁμοίως τῇ πρὸ ταύτης συνθέσει.
Τινὲς δὲ καὶ τοῖς ἧπαρ ἢ τὸν πνεύμονα,
Ἢ καί τι ἕτερον σπλάγχνον ἐξηλκωμένοις
Πίνειν διδόασιν, ὡς δραχμὴν τοῦ φαρμάκου.
[Περὶ τριῶν ἀντιδότων ἀξιολόγων, δυοῖν πρὸς τὴν φθίσιν καὶ μιᾶς πρὸς τὰ δηλητήρια.] Μεμνημένου δὲ τοῦ Δαμοκράτους καὶ ἄλλων ἀντιδότων ἀξιολόγων, ἄμεινον ἔδοξέ μοι κᾀκείνας διὰ τὴν αὐτὴν χρείαν ἐν μέτρῳ γεγραμμένας ὑπ' αὐτοῦ παραθέσθαι. τὴν μὲν οὖν θηριακὴν ὀνομαζομένην ὅπως συντίθησιν ἐν τῷ πρὸ τούτου λόγῳ δεδήλωκα· νυνὶ δὲ τὰς ἐφεξῆς αὐτῆς γεγραμμένας παραθήσομαι.
Ἄλλη σφόδρα καλὴ πρὸς φθισικοὺς κεχρονισμένους,
Τούς θ' αἷμ' ἀνάγοντας, καὶ πυρέσσοντας λάθρα,
[120] Καὶ τοὺς ἔχοντας ἀσθενῆ θώρηκα,
Καὶ τοὺς στομαχικοὺς, ἡπατικοὺς, νεφριτικοὺς,
Καὶ πρὸς ἃ προεῖπον πάντα. τοῖς τρυφερωτέροις
Μᾶλλον προσηνὴς, ἀλλ' ἔλαττον δραστική.
Ταύτῃ λέγουσι τὸν Σεβαστὸν ἡδέως
Χρησάμενον ὑγιᾶ γεγονέναι ἐν βραχεῖ χρόνῳ,
Πλευροῖς τε καὶ θώρακι δυσχρηστούμενον.
Ἔχει δὲ ψυλλίου τε καὶ κασίας κιῤῥᾶς,
Ναρδοστάχυός τε, καὶ καθαρᾶς τῆς Κελτικῆς,
Καὶ κινναμώμου, καὶ κρόκου τοῦ προσφάτου,
Ἀνὰ ιβ΄ δραχμὰς, καὶ ὀποβαλσάμου δέκα,
Στακτῆς Ἀραβικῆς παχυτάτης ιστ΄.
Σχοίνου τε λεπτῆς, Λημνίας τε τῆς καλῆς,
Ῥᾶ Ποντικοῦ τε, πηγάνου τε σπέρματος,
Τὸ δ' ἄγριόν ἐστι πήγανον κρεῖττον πολὺ,
Καλοῦ τ' ἀμώμου καὶ ῥόδων ξηρῶν ἴσον,
Λευκοῦ τε πεπέρεως, βουνιάδος τοῦ σπέρματος.
Ἔστω δ' ἀγρίας τοῦτο, μὴ τῆς ἡμέρου,
[121] Τούτων ἀνὰ δραχμὰς δ΄. λιβάνου τε γ΄.
Ἴσον τε λιβάνῳ προσβαλεῖς τὸ Κρητικὸν
Δίκταμνον, ἱκανῶς ξηρὸν, ἀλλὰ πρόσφατον.
Ταὐτό τε κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος.
Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ,
Μόνον δὲ τὸ ψύλλιον εἰς ὅλμον βαλὼν,
Κόψον πολὺ πλέον, ἵνα λάβῃς ὅσον θέλῃς.
Ἅπαν γὰρ αὐτὸ λεπτὸν ἀδύνατον ποιεῖν.
Σκεύαζε δ' οὕτω, τὴν καλὴν στακτὴν βαλὼν
Εἰς πλατυτέραν θυείαν, οἴνου παραχέων
Λιπαροῦ Φαλερίνου τὸ μέτριον, λέαινέ τε
Ἐπ' ὀλίγον αὐτὰ, καὶ ὀποβάλσαμον τότε
Μιγνὺς, δίϋγρον τοῦτο δ' ἐστὶ χρήσιμον,
Παρεμπάσσων τε τὰ ξηρὰ πάντα μίγματα,
Ἄφες δ' ὀλίγον συμπιεῖν τὸ φάρμακον,
Τό, τε μέλι ζέσας, δὶς ἢ τρὶς αὐτῶν καταχέαι,
Ἑνῶν τε τὴν ἀντίδοτον ἀποθήσεις τότε,
Εἰς πυξίδ' οἵαν εἶπον ἔμπροσθεν βραχὺ,
[122] Διδοὺς ὁμοίως κᾀπὶ τῶν αὐτῶν παθῶν.
Ἄλλη σφόδρα καλὴ πρὸς ἃ εἶπον πάνθ' ἁπλῶς,
Φασὶν δ' ἀμείνω τήνδε πρὸς τὰ πνεύματα
Πολλοῖς χρόνοις λυποῦντα τὸν στόμαχον, ποιεῖν,
Καὶ βορβορυγμοὺς τοὺς ἐνοχλουμένους ἀεὶ,
Τῶν ἐντέρων, κώλου τε, καὶ τῆς γαστέρος.
Ποιεῖ δὲ καὶ γέρουσιν ὀξυωπίαν.
Τοῖς θηριοδήκτοις δ' ἐστὶ συμφορωτάτη.
Σκεύαζε δ' αὐτὴν, ταῦτ' ἔχων τὰ μίγματα.
Κυρηναϊκοῦ τοῦ καλοῦ δραχμὴν ὀποῦ,
Ἀκόρου τε καὶ φοῦ καστορίου τε καὶ ἀσάρου,
Καὶ καρδαμώμου σπέρματος καὶ κόμμεως,
Χυλοῦ τ' ἀκακίας, τῆς ἀρίστης ἴρεως,
Καθαροῦ σαγαπηνοῦ, ὑπερικοῦ τοῦ Κρητικοῦ,
Τούτων ἑκάστου β΄. δραχμὰς ῥεπέστερον,
Ὀποβαλσάμου τε τοῦ διαυγοῦς γ΄. δραχμὰς,
Ὀποβαλσάμῳ δὲ ταὐτὸ ψυλλίου βάρος,
Λευκοῦ τε πεπέρεως, πετροσελίνου, Κελτικῆς
[123] Στάχυός τε νάρδου, μαλαβάθρου φύλλου νέου
Αἰθιοπικοῦ τε, καὶ κυμίνου σπέρματος,
Ἀθαμαντικοῦ μήου τε, κἀμώμου καλοῦ,
Μήκωνος, ὀπίου, γεντιανῆς καὶ βαλσάμου,
Στήσας ἑκάστου δραχμὰς δ΄. σταθμῷ,
Στύρακος σταγόνας δὲ ε΄. καὶ τριώβολον.
Κόστου δὲ λευκοῦ καὶ σεσέλεως, θλάσπεως,
Κασίας μελαίνης ε΄. ἑκάστου β΄. ὀβολοὺς,
Σχοίνου τε, πολίου ἀνὰ ε΄. τριώβολον,
Καὶ Κρητικοῦ δὲ ταὐτὸ, δικτάμνου πόας
Ταύτης ἴσον, πρόσβαλλε σκορδίου σταθμόν.
Μακροῦ πεπέρεως καὶ λιβάνου καὶ Λημνίας
Σμύρνης, γλυκυῤῥίζης, χαλβάνης, τερμινθίνης,
Ξηροῦ τε νήσσης αἵματος, τοῦ προσφάτου,
Ὀποπάνακός τε καὶ μαράθρου τοῦ σπέρματος,
Ξηρῶν ῥόδων φύλλων, καὶ τῆς ὑποκιστίδος
Χυλοῦ καλῶς γεγονότος, ἀγαρικοῦ τ' ἴσα,
Τοῦ Κρητικοῦ δαύκου τε καθαροῦ σπέρματος,
[124] Ἀνισαρίου τε σπέρματος, σκίγκου τ' ἴσον,
Δὶς τρὶς ἑκάστου μίγματος βαλεῖς σταθμὸν,
Καὶ ζιγγιβέρεώς τε τοῦ ξηροῦ καλῶς,
Καὶ κινναμώμου καὶ κρόκου δὶς τέσσαρας,
Μέλιτός τε χρηστοῦ τὸν διπλοῦν πᾶσι σταθμὸν,
Οἴνου τε Χίου τοῦ καλοῦ τὸ σύμμετρον.
Ἢ τοῦ Φαλερίνου ταὐτὸ τοῦ κεχρονισμένου.
Σκεύαζε δ' αὐτὴν, ὡς προεῖπον δεῖν ποιεῖν,
Τὴν θηριακὴν ἀντίδοτον ἔμπροσθεν βραχὺ,
Διδόναι θ' ὁμοίως πᾶσιν, ὡς ἐκείνην ἔφην.
Ἄλλη δι' αἱμάτων ἀντίδοτος, ἥν φασίν τινες
Ποιεῖν ἄμεινον πρὸς τὰ δηλητήρια.
Ἔχει δὲ χηνὸς αἵματος ξηροῦ δύο,
Καὶ τρεῖς χελώνης τῆς θαλασσίας δραχμὰς,
Τὸ δ' αὐτὸ νήσσης, καὶ ἐρίφου γ΄. τὰς ἴσας.
Νήσσης δ' ἄμεινον αἷμα θηλείας δοκεῖ,
Στακτῆς Ἀραβικῆς παχυτάτης δραχμὰς ι΄.
Ναρδοστάχυός τε τὰς ἴσας σμύρνης δραχμὰς,
[125] Καὶ κινναμώμου τοῦ καλοῦ δὶς τρεῖς δραχμάς.
Ῥόδων δὲ φύλλων ξηροτάτων δὶς τέσσαρας,
Σχοίνου, λιβάνου, κόστου, μία ἑκάστου δραχμὴ,
Καὶ τρεῖς ἀμώμου, πεπέρεως λευκοῦ τὰς ἴσας,
Καὶ τοῦ μακροῦ δὲ πεπέρεως μίαν ἥμισυ,
Κρόκου δὲ δώδεκα καὶ κασίας δὶς δ΄.
Ῥίζης τριφύλλου ε΄. πολίου τὰς ἴσας,
Ὀποβαλσάμου τρεῖς, πετροσελίνου δ΄.
Ἀρκευθίδων τῶν λιπαρῶν, καὶ ἀκόρου δύο,
Ῥᾶ Ποντικοῦ, μήου τε, δικτάμνου δύο,
Τουτέστι ἀνὰ δύο, φοῦ τε τὰς αὐτὰς β΄.
Ἀμμωνιακοῦ τε ὡσαύτως θυμιάματος,
Μαράθρου δραχμὰς β΄. ἀγαρικοῦ δύο ἥμισυ,
Τρεῖς τοῦ πετραίου πηγάνου, δαύκου β΄.
Ἀνισαρίου τε καὶ ἀσάρου μίαν ἥμισυ,
Ἴσον δὲ τούτοις, τούτοις πάλιν
Ἴσον κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος,
Καὶ γ΄. δραχμὰς βουνιάδος ἀγρίας σπέρματος,
[126] Τούτοις προσαπόδος ε΄. σκορδίου δραχμὰς,
Τὸ Κρητικὸν δ' ἄμεινον ὡς προείπομεν,
Μέλιτος ἅπασι τοῦ καλοῦ διπλοῦν σταθμόν.
Ἅπαντα λεπτὰ λεῖα τὰ προειρημένα,
Ἑφθῷ τε τῷ μέλιτι δεύσας ἀποτίθου.
[Περὶ Χάρμου ἀντιδότου.] Μετὰ τὰς γεγραμμένας ἀντιδότους ἄχρι δεῦρο, τὴν Μιθριδάτειον ἔγραψεν ὁ Δαμοκράτης, ἣν ὀλίγον ἔμπροσθεν ἐγὼ παρεθέμην. ὑπερβὰς οὖν αὐτὴν, ὡς ἐφεξῆς γράφει, προσθήσω.
Ἀντίδοτος, ἥν φασιν οἱ νεώτεροι Χάρμην,
Θεραπεύει δὲ διαθέσεις κεχρονισμένας,
Ἃς οὐδὲν ὠφέλησεν ἕτερα φάρμακα.
Σμύρνης ἔχει δὲ τῆς καλῆς, ὀποβαλσάμου,
Ὑποκιστίδος χυλοῦ τε, καὶ λιβάνου καλοῦ,
Ὀποπάνακος καθαροῦ τε καὶ νέου κρόκου,
Τούτων ἑκάστου μίγματος δυοκαίδεκα.
Κόστου δὲ λευκοῦ, καστορίου τε Ποντικοῦ,
Τερμινθίνης τε τῆς καθαρᾶς, σχοίνου τ' ἴσον.
[127] Πάλιν δ' ἑκάστου μίγματος δὶς δ΄.
Βότρυός τ' ἀμώμου τέσσαρας, πολίου τ' ἴσας,
Καὶ κινναμώμου δ΄. πάλιν καλοῦ,
Δὶς τρεῖς δὲ δαύκου Κρητικοῦ τοῦ σπέρματος.
Τὸ δ' αὐτὸ δαύκῳ σεσέλεως τοῦ σπέρματος,
Κασσίας δὲ κιῤῥᾶς τοῦ φλοιοῦ δὶς θ΄.
Καὶ πετροσελίνου σπέρματος ταύταις ἴσας,
Μακροῦ πεπέρεως προσφάτου δὶς δώδεκα,
Τὸ γὰρ παλαιὸν σητοκόπον εὑρίσκεται,
Λευκοῦ ι΄. δραχμὰς, χαλβάνης καθαρᾶς ι΄.
Ναρδοστάχυος δὲ τῆς καλῆς ἑκκαίδεκα,
Δὶς δ' εἴκοσιν καὶ ε΄. Κρητικοῦ καλοῦ,
Καὶ προσφάτου. πρόσβαλλε σκορδίου δραχμὰς,
Τριπλοῦν δὲ μέλιτος πᾶσι τοῖς ξηροῖς βάρος.
Σκεύαζε δ' αὐτὸν, ὡς προεῖπον σκευάσαι.
Ἄλλας τε δυνάμεις καὶ διδοὺς αὕτως πάλιν.
Ταύτην ἐπώλει Χάρμης Ἀττικῶν δραχμῶν
Δὶς πεντακοσίων, οὐδ' ὅλην λίτραν διδοὺς,
[128] Ἐδόκει δὲ χάριτα διδόναι τοῖς ὠνουμένοις.
Τῶν δ' ἀξιοπίστων Χάρμιδός τις γνωρίμων
Ταύτην ἔφασκε τὴν γραφὴν δοκιμωτάτην.
Νάρδου δὶς η΄. στάχυος Ἰνδικῆς δραχμὰς,
Σμύρνης τε χρηστῆς, καὶ ὀπίου, μηκωνείου,
Ὑποκιστίδος τε χυλοῦ, καὶ ὀποβαλσάμου,
Ὀποπάνακός τε τοῦ καθαροῦ καὶ προσφάτου,
Καὶ καστορίου καὶ λιβάνου πάντων ἴσα,
Ἀνὰ ιβ΄. δραχμὰς δ΄. δὲ χαλβάνης,
Τερμινθίνης τε ε΄. πολίου τέσσαρας,
Κασίας μελαίνης τῆς καλῆς δὶς δ΄.
Λευκοῦ πεπέρεως β΄. δραχμὰς, μακροῦ μίαν
Καὶ β΄. ὀβολούς. κρόκου δὲ κωρυκίου ι΄.
Μίαν δὲ πρὸς ταύταισι καὶ δὶς δ΄.
Σχοίνου πάνυ λεπτῆς, τοῦ τ' ἀμώμου δ΄.
Β΄. κινναμώμου, σεσέλεως δραχμὰς δύο,
Δαύκου δραχμὰς στ΄. σπέρματος τοῦ Κρητικοῦ,
Καὶ πετροσελίνου σπέρματος δὶς θ΄.
[129] Δὶς δ΄. δὲ σκορδίου κόμης δραχ. ζ΄.
Βδέλλης ὄνυχός τε τῆς διαυγοῦς, ὡς δραχμὴν,
Μέλιτός τε λίτρας ε΄. καὶ μικρῷ πλέον.
Σκεύαζε δ' οὕτω, προδιαλύσας τοὺς ὀποὺς
Τῷ μέλιτι θερμῷ, τήν τε ῥητίνην καλῶς,
Τὰ ξηρὰ πάντα παραπλάσσεις σεσησμένα.
Οὕτω δ' ἑνώσας πάντα, δώσεις Ποντικοῦ
Καρύου τὸ μέγεθος τοῖς ὀφείλουσιν λαβεῖν.
[Περί τινων ἄλλων ἀντιδότων τῶν ὑπὸ Δαμοκράτους γεγραμμένον.]
Ἐφεκτικὴν δ' ἀντίδοτον εἰ βούλει ποιεῖν,
Αἵματος ἄνω τε καὶ κάτω πολλοῦ φορᾶς,
Ταύτην ἀκριβῶς σκευάσας, ἕξεις καλὴν,
Κρόκου Κιλικίου τοῦ καλοῦ καὶ προσφάτου
Δραχμὰς δὶς η΄. καὶ ὀπίου, μηκωνείου,
Λιβάνου τ' ἀτμήτου, καὶ καθαρᾶς σμύρνης ἴσον,
Πάντων ἑκάστου πάλιν δραχμὰς ιστ΄.
Φλοιοῦ δὲ ῥίζης μανδραγόρου δὶς δ΄.
[130] Ὑοσκυάμου δὲ σπέρματος τρὶς δ΄.
Τρὶς β΄. δραχ. μηκωναρίου τοῦ σπέρματος,
Τρεῖς κινναμώμου τοῦ καλοῦ δραχμὰς σταθμῷ.
Ῥοὸς δὲ χυλοῦ Παταρικῆς ἢ Συριακῆς
Τρὶς κε΄. καὶ ἑτέρας δὶς δώδεκα.
Σκεύαζε δ' οὕτω, τὸν κρόκον κεκαθαρμένον,
Ἀπόβρεχε δ' οἴνῳ Κρητικῷ λευκῷ γλυκεῖ
Δίδου β΄. τὸ πλεῖστον ἡμέρας. ὅταν ἴδῃς
Μαλακὸν ἄγαν εὔτριπτον εἰς ἴγδην βαλὼν,
Λέαινε τῷ δοίδυκι, καὶ λεῖον ποιῶν,
Πρόσβαλλε τὸν ὀπὸν τὸν λίβανον τῇ σμύρνῃ.
Χυλὸν δ' ὁμοίως κατ' ἰδίαν τὸν τῆς ῥοὸς
Διάβρεχε καὶ πρόσβαλλε τοῖς εἰρημένοις,
Καὶ πάλιν ἑνώσας λεῖα καὶ σεσησμένα,
Τὰ λοιπὰ πάντα προσαποδώσεις μίγματα,
Ἑφθοῦ τε μέλιτος Ἀττικοῦ βαλὼν βραχὺ,
Πάλιν λέανον ὡς γενέσθ' ἓν φάρμακον
Ἐκ τῆς θυΐδος εἰς ὑαλοῦν ἀγγεῖον,
[131] Καὶ κασσιτερινὸν μετακόμιζ' ἡνωμένον.
Δίδου δὲ τοῖς μὲν ἐκ φάρυγγος καὶ γαστέρος
Ἀνάγουσι καὶ θώρακος, ἔτι δὲ πνεύμονος,
Τριωβόλου τὸ πλῆθος, ἢ μικρῷ πλέον
Ἐν τρισὶ κυάθοις κράματος κεκραμένου.
Οἴνου δ' ἀπὸ μύρτων καὶ ὕδατος τοῦ ἀπολύτου,
Τοῖς ἀπὸ νεφρῶν οὐροῦσιν, ἢ τῆς κύστεως,
Δίδου λέον τε φαρμάκου κεκραμένου.
Ἀπὸ νήστεώς τε καταφέρει καὶ κώλου,
Λεπτῶν τε πάντων ἐντέρων τῆς θ' ὑστέρας,
Τοῦ φαρμάκου δίδου μὲν ὡς δραχμὴν μίαν.
Δι' ὕδατος ὀμβρίου δὲ τοῖς πυρουμένοις,
Ἀπυρέτοισι δὲ καὶ διὰ κράματος δίδου,
Ἤτοι δ' ἀπὸ μύρτων ἢ γλυκέος τοῦ Κρητικοῦ.
Εἰ δέ τις ἔχειν βούλοιτο μὴ πολυμίγματον
Ἀντίδοτον, ἀλλ' ἔχουσαν ὀλίγα μίγματα
Ταύτην ἀκριβῶς σκευάσας, ἕξει καλὴν
Πρὸς τοὺς ἀτόνους στομάχους τε καὶ ἀνορέκτους,
[132] Καὶ τοὺς καχέκτας, τούς τ' ἀπεπτοῦντας ταχύ.
Πρὸς πάνθ' ἁπλῶς ἀλγήματα, κύτος
Κεχρονισμένον τε καὶ κατασκευὴν ἔχον.
Ταύτῃ Τιβέριον τὸν Σεβαστὸν χρώμενον
Λέγουσιν, ἄλλην μὴ πεπωκέναι ποτέ.
Ἔχει δὲ μέλανος πεπέρεως πέντ' οὐγγίας,
Κροκομάγματος ιε΄. καὶ ῥόδων ι΄.
Σεσησμένα ταῦτα πάντα μέλιτ' ἀναλάμβανε.
Ἄλλη ποιοῦσα ταυτὰ τῇ προγεγραμμένῃ.
Ἔχει δὲ ῥόδων μὲν οὐγγίας δὶς τέσσαρας,
Κεκομμένα ταῦτα πάντα καὶ σεσησμένα,
Ἀναλάμβαν' ἑφθῷ μέλιτι τῷ λίαν καλῷ,
Δίδου καρύου τὸ μέγεθος τοῦ Ποντικοῦ,
Μετ' οἰνομέλιτος ἢ μελικράτου προσφάτου,
Ἑψημένου καλῶς τε καὶ πεφρισμένου,
Τοῖς θηριοδήκτοις, ἢ τὰ δηλητήρια
Πεπωκόσι προσένεγκε καρύου τὸ μέγεθος
Τοῦ βασιλικοῦ μεθ' ἑπτὰ κυάθων κράματος.
[133] Ῥοδίδος σκευή.
Αὐτὸν δ' ἐπιμελῶς δεῖ σε προδιασκευάσαι
Οὕτως ἀκριβῶς, ῥόδα λαβὼν τὰ πρόσφατα,
Τὸ φύλλον αὐτῶν ἐν σκιαῖς δυσὶ ψῦξον,
Ἢ τρισὶ τὸ πλεῖστον ἡμέραις, σήσας τε τρεῖς
Λίτρας, ἀπ' αὐτῶν ὅλμῳ κόπτων συμμέτρως,
Σχοίνου τε δραχ. κ΄. εὖ κεκομμένης
Σμύρνης δέκα δύο καὶ κρόκου δὶς τέσσαρας,
Προσέμπασον, καὶ κόπτε πάνθ' ὁμοῦ πάλιν
Ποιῶν κυκλίσκους εὐμεγέθεις, ψῦξον καλῶς,
Οὕτω θ' ὅσον δεῖ λάμβαν' εἰς τὸ φάρμακον.
Κροκομάγματος σκευασία.
Κροκόμαγμα δ' εἰ βούλοιο καλὸν ἔχειν ἄγαν,
Σκεύαζ' ἐπιμελῶς, Κιλικίου κρόκου δραχμὰς
Ἑκατὸν καταμίξεις, τῆς λιπαρᾶς σμύρνης ἅμα
Δὶς κε΄. καὶ ῥόδων ξηρῶν ἴσον,
Ἀμύλου δὲ ν΄. λευκοῦ κόμμεως
Ἴσας, ἄμυλον δὲ κόπτε σήσας ἐπιμελῶς,
[134] Πρόσβαλλ' ἀθάλασσον οἶνον εὐώδη βραχὺν,
Δεύσας ἐπιμελῶς κᾀναπλάσας ψῦξον κύκλους
Καὶ χρῶ δεόντως ὡς καλῷ κροκομάγματι.
Ἀντίδοτος προγνωστική.
Προγνωστικὴν δ' ἀντίδοτον οὕτως σκευάσεις,
Ἣν οἱ προλαβόντες ἂν λάβωσι θανάσιμον,
Ἐμέσουσιν αὐτὸν μετὰ τροφῆς παραυτίκα.
Οἱ δ' εὐλαβῶς ἔχοντες ὡς εἰληφότες,
Ἂν ἐπιλάβωσιν, ἐξεμοῦσι τὴν τροφὴν,
Σὺν τῷ μετ' αὐτῆς καταποθέντι φαρμάκῳ.
Ὁ δὲ μηδὲν ἄτοπον, μηδὲ δηλητήριον,
Συγκαταπεπωκὼς τοῖς δοθεῖσι σιτίοις,
Οὐ ναυτιάσει, καὶ καθέξει τὴν τροφήν.
Ποιεῖ δὲ ταὐτὸ φάρμακον καὶ πρὸς πόνους
Πλευρῶν, μεταφρένων, κύστεως, καὶ τῶν νεφρῶν,
Ἐπέχει τ' ἀλύπως αἷμα φερόμενον πολὺ
Ὅθεν ἂν ἐκφέρεται τοῦτο, κᾂν ἐκ πνεύμονος.
Σκεύαζε δ' οὕτω, Λημνίαν ἔχων καλὴν
[135] Ἀπαραχάρακτον, τὴν ὁμοίως εἰρημένην
Στήσας ἀπ' αὐτῆς δύ' ὀβολοὺς δραχμὴν μίαν,
Ἀρκευθίδων τε τῶν λιπαρῶν δραχ. β΄.
Λέαιν' ἐπὶ πολὺ, παραχέων χρηστὸν βραχὺ
Ἔλαιον ἱκανῶς πρόσφατόν τε καὶ γλυκὺ,
Διὰ μελικράτου δ' ὡς καρύου τοῦ Ποντικοῦ
Μέγεθος προσοίσεις, οἷς ἐχρῆν σε προσφέρειν.
Ἐπέχειν δὲ πλεῖον αἷμα φερόμενον θέλων,
Δι' ὀξυμέλιτος σφόδρα καθέφθου πρόσφερε.
[Περὶ τῶν ὑπ' Ἀσκληπιάδου γεγραμμένων κατὰ τὸ ε΄. τῶν ἐντὸς παθῶν, ὃ Ἄσωνος ἐπιγράφεται.] Καλεῖν μὲν οὖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς ἀντιδότους οὐ μόνον ὅσα πρὸς τὰ θανάσιμα φάρμακα διδόασιν, ἀλλὰ καὶ πρὸς τὰ τῶν ἰοβόλων θηρίων δήγματα, καὶ προσέτι πάθη, καὶ μάλιστα χρόνια, κατά τι τῶν σπλαγχνῶν, ἢ ἀποστήματα. τεμὼν δὲ τριχῇ τὴν διδασκαλίαν αὐτῶν ὁ Ἀσκληπιάδης, πρῶτα μὲν ἔγραψεν ὅσα φησὶ τοῖς κατὰ περίοδον πυρέττουσιν ἁρμόττειν, ἅμα τῷ καὶ συγχρίσματά [136] τινα, καλεῖ γὰρ οὕτως αὐτὸς, ἐφεξῆς προσγράψαι. ταῦτα μὲν οὖν ἅπαντα ληξιφάρμακα καὶ ληξιπύρετα καλεῖ· τὸ δὲ β΄. γένος αὐτῶν θηριακὰ φάρμακα, πρὸς λυσσοδήκτους καὶ σκορπιοδήκτους, ἔτι τε τούς τε ὑπὸ φαλαγγίων δεδηγμένους καὶ ἐχιδνῶν. τὸ δὲ τρίτον γένος τῶν φαρμάκων διχῇ τεμὼν καὶ αὐτὸ, τὸ μὲν ἕτερον αὐτῶν πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας ὀνομάζει. τὸ δ' ἕτερον προφυλακτικὸν θανασίμων φαρμάκων, οὐ κατὰ τὴν αὐτὴν τάξιν τῷ Ἀνδρομάχῳ τὴν διδασκαλίαν ποιησάμενος. ἐκεῖνος γὰρ, ὡς ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος εἴρηταί μοι κατὰ τὴν ἐντὸς ἐπιγραφομένην τῶν βιβλίων αὐτοῦ, προτάξας ἀντίδοτα πάντα, ἐφεξῆς γράφει τὰ πινόμενα φάρμακα πρὸς ἡντιναοῦν διάθεσιν, οὐ μόνον ἀποστημάτων ἢ θανασίμων φαρμάκων ἢ θηρίων ἰοβόλων, ἀλλὰ κᾂν ἔμβρυον ἐκβαλεῖν δέῃ, καὶ τοῦτο τὸ φάρμακον ἀντίδοτον ὀνομάζει, καὶ πρὸς σπάσματα καὶ ῥήγματα, καὶ συνελόντι φάναι πρὸς πάντα τὰ ἐντὸς πάθη, περὶ ὅ τι ἂν ᾖ μέρος τοῦ σώματος ἡ σύστασις αὐτῶν γεγενημένη.
[137] τὰ δὲ πρὸς τὰ τοιαῦτα πάθη πινόμενα φάρμακα καὶ ποτίσματα κέκληκεν ὁ Ἀσκληπιάδης ἐν τῷ δ΄. τῶν Ἄσωνος κατὰ τὸ τέλος αὐτὰ γεγραφώς. ὑστάτας μὲν οὖν ἔγραψεν ἀντιδότους ὁ Ἀσκληπιάδης ἐπὶ τῇ τελευτῇ τοῦ ἐν Ἄσωνος, τὰ πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας, ἢ προφυλακτικὰ τοῦ μηδὲν παθεῖν ὧν πίωσιν. ἐγὼ δὲ πρώτας ἐνταῦθα γράψαι τὰς τοιαύτας ἔγνωκα, διά τε τὴν πρὸς τὰς γεγραμμένας κοινωνίαν καὶ ὅτι πολύχρηστοι τυγχάνουσιν οὖσαι. καὶ γὰρ πρὸς τὰ ἀποστήματα καθ' ὁτιοῦν σπλάγχνον καὶ μόριον ἐν τῷ βάθει κείμενον ἁρμόττουσι, καὶ πρὸς ἀτονίαν αὐτῶν ἔνιαι, καὶ πρὸς κακοχυμίαν, ἀνωδυνίαν τε καὶ πέψιν ἀπέπτων χυμῶν, δι' ὅλης τῆς ἐπιφανείας κένωσιν ἄδηλον αἰσθήσει, καθάπερ καὶ τὰς αἰσθητὰς, δι' οὔρων καὶ διαχωρημάτων καὶ πτυσμάτων, ὅσα μετὰ βηχὸς συνεκκαθαίρει πνεύμονά τε καὶ θώρακα. τὰ πλεῖστα δ' αὐτῶν καὶ λεπτύνειν τοὺς παχεῖς χυμοὺς πέφυκε, καὶ τέμνειν, καὶ ἀποῤῥύπτειν τοὺς γλίσχρους, οἷς ἕπεται καὶ τὸ τὰς ἐμφράξεις [138] ὠφελεῖν, ὅσαι συνεχῶς μὲν καθ' ἧπαρ εἰώθασι γίνεσθαι, συνίστανται δὲ καὶ κατὰ τὰ ἄλλα σπλάγχνα καὶ μόρια· σκοπὸς γὰρ ἐπ' αὐτῶν ἐστι λεπτῦναί τε καὶ ἀποῤῥύψαι τοὺς χυμοὺς, ἀναστομῶσαί τε τὰ πεφραγμένα τῶν ἀγγείων πέρατα.
[Ἀσκληπιάδου πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας, ὡς αὐτὸς ἔγραψε κατὰ λέξιν.] [Πρὸς τὸν τῆς μήκωνος ὀπόν.] Τοῖς μὲν οὖν τὸν τῆς μήκωνος ὀπὸν πιοῦσι συνοίσει ὑδρέλαιον συνεχῶς θερμὸν διδόμενον πίνειν, καὶ ἀναγκαζόμενον ἐμεῖσθαι· ἢ θερμὸν ὕδωρ μετ' ὀξυμέλιτος διδόναι καὶ ἀναγκάζειν ἐμεῖν· ἁρμόσει δὲ καὶ διὰ κλυστῆρος τὴν κοιλίαν κενοῦν.
[Πρὸς μηκώνιον.] Τοῖς δὲ μηκώνειον πίνουσιν ἁρμόσει ἄκρατον πολὺ παραχρῆμα διδόμενον· ἢ πέπερι μετὰ οἴνου, ἢ κάρδαμον, ἢ καρδάμωμον. ἁρμόσει δὲ καὶ γάλα πίνειν ὄνειον ἢ βόειον καὶ τὰ περὶ τὴν κοιλίαν καταπλάττειν ἀλεύρῳ πυρίνῳ ἢ κριθίνῳ ἡψημένῳ μετ' οἴνου, καὶ κλύσμασι χρῆσθαι πρᾳοτέροις.
[139] [Πρὸς ἀκόνιτον.] Τοῖς δὲ ἀκόνιτον πεπωκόσι βοηθεῖ ποθὲν πήγανον χειροπληθὲς, λεανθὲν μὲν μετ' οἴνου ἀκράτου, καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς.
[Πρὸς ὑοσκύαμον.] Τοῖς δὲ τὸν ὑοσκύαμον πιοῦσι συμφέρει γάλα ποθὲν, μάλιστα μὲν ὄνειον· εἰ δὲ μὴ, ἄλλο κατ' ἰδίαν, καὶ μετὰ μελικράτου θερμοῦ.
[Πρὸς κορίανον.] Τοῖς δὲ χλωρὸν κορίανον πιοῦσι βοηθεῖ οἶνος ἄκρατος ποθεὶς καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς.
[Πρὸς λαγωὸν θαλάττιον.] Τοῖς δὲ λαγωὸν θαλάττιον εἰληφόσιν ἁρμόττει γάλα πίνειν μάλιστα μὲν ὄνειον, εἰ δὲ μή γε, βόειον ἢ αἴγειον. δοτέον δὲ καὶ καυλοὺς μαλάχης ἡψημένους ἐπιμελῶς φαγεῖν, ἢ γλήχωνος χειροπληθοῦς μετὰ γλυκέος τριβέντος πίνειν, ἢ κυκλαμίνου ῥίζαν τριβεῖσαν μετ' οἴνου· ἢ κεδρίας ὅσον ὀβολοῦ ἑνὸς, ἢ ἡμιώβολον, γλυκεῖ διεὶς πότιζε.
[Πρὸς τοξικόν.] Τοῖς δὲ τοξικὸν πιοῦσι βοηθεῖ οἶνος [140] πινόμενος γλυκύς, καὶ ῥόδινον ἔλαιον, καὶ αἴγειον αἷμα, καὶ σπέρμα βουνιάδος τριβὲν μετ' οἴνου.
[Πρὸς ἐφήμερον.] Τοῖς δ' ἐφήμερον πεπωκόσι βοηθεῖ χυλὸς πολυγόνου, ἢ ἀρνογλώσσου, ἢ ὀριγάνου, ἢ θύμου μέρος τι οἴνῳ διαλυθέν.
[Πρὸς δορύκνιον.] Τοῖς δὲ δορύκνιον πιοῦσι βοηθεῖ γάλα βόειον ποθὲν, καὶ γλυκὺ, καὶ ζωμὸς κογχυλίων.
[Πρὸς μύκητας.] Τοῖς δὲ μύκητας εἰληφόσι δοτέον ῥαφάνους ὠμὰς, ὥστε πλείστας ἐσθίειν· δοτέον καὶ οἶνον ἄκρατον καὶ κονίας κληματίνης ἀφέψημα, καὶ νίτρον λεανθὲν μετ' ὄξους· ἢ τρύγα οἴνου καύσας, καὶ τρίψας μεθ' ὕδατος δίδου πίνειν· ἢ ἀψίνθιον μετ' ὄξους· ἢ πήγανον λεῖον μετ' ὄξους· ποιεῖ δὲ καὶ αὐτὸ καθ' αὑτὸ ἐσθιόμενον πήγανον.
[Πρὸς ἰξίαν.] Τοῖς δὲ τὴν ἰξίαν πεπωκόσι βοηθεῖ ἀψίνθιον πινόμενον μετ' οἴνου καὶ καστορίου καὶ πηγάνου. συνοίσει δὲ καὶ ὀξύμελι ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ ὀρίγανον μετ' οἴνου. χρηστέον δὲ καὶ τῇ τοιαύτῃ [141] σκευασίᾳ. Ϛ πηγάνου στ΄. ῥητίνης δ΄. καστορίου β΄. χαμαιλέοντος κοχλιάρια γ΄. ταῦτα τρίψας καὶ ὄξει θερμῷ διαλύσας, πότιζε.
[Πρὸς βουπρήστην.] Τοῖς δὲ τὴν βουπρήστην πεπωκόσι βοηθεῖ διδόναι γλυκὺ πλεῖστον πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν· καὶ ζωμὸν καθηψημένον κρεῶν ὑῶν, καὶ θερμὸν γάλα, καὶ οὐκ ἄπληστα φαγεῖν. καὶ ἀφέψημα σύκων δοτέον πίνειν, ἢ νίτρου ἐρυθροῦ δ΄. λεάνας καὶ μίξας ὕδατι δίδου πίνειν.
[Πρὸς κανθαρίδας.] Τοῖς δὲ κανθαρίδας πεπωκόσι συμφέρει πίνειν γλυκὺ μετ' ἐλαίου, καὶ στέαρ ἑφθὸν ὕδατι διηθημένον, καὶ ἀναγκάζειν ἐμεῖν. συμφέρει δὲ καὶ γάλακτι πολλῷ ποτίζειν καὶ κώνους πλείονας τρώγειν· ἢ κώνους πλείστας τρίψας μετὰ μελικράτου δίδου πίνειν· ἢ πήγανον λεάνας καὶ ἰρίνῳ μύρῳ μίξας δίδου πίνειν· ἢ τῶν κανθαρίδων τὰ πτερὰ καὶ τοὺς πόδας σὺν μέλιτι τρίψας ἐκλείχειν δίδου.
[142] [Πρὸς ψίλωθρον.] Τοῖς δὲ ψίλωθρον πιοῦσι συμφέρει θερμῷ ἐλαίῳ ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ γάλα αἴγειον πίνειν, καὶ μαλάχης ἑφθῆς χυλὸν μετὰ μελικράτου θερμοῦ, ἢ μετ' ἐλαίου· ἢ ἰσχάδων ἀφέψημα μετ' ἐλαίου, ἢ σήσαμον μετ' οἴνου τρίψας δίδου πίνειν· ἢ κάρυα βασιλικὰ ε΄. λεάνας μετ' ἐλαίου δίδου· ἢ τέφρας κληματίνης ἀπήθημα δίδου πίνειν.
[Πρὸς λιθάργυρον.] Τοῖς δὲ λιθάργυρον πεπωκόσι βοηθεῖ πέπερι, σέλινον, σμύρνα μετ' οἴνου λειωθέντα, καὶ πινόμενα.
[Πρὸς γύψον.] Τοῖς δὲ γύψον πιοῦσι δοτέον πίνειν τέφρας κληματίνης ἀπήθημα, καὶ θύμον μεθ' ὕδατος τριβέντα.
[Πρὸς τὰς τοῦ γάλακτος ἐκθρομβώσεις.] Πρὸς δὲ τὰς τοῦ γάλακτος ἐκθρομβώσεις συμφέρει ποτίζειν ὄξος· διδόναι δὲ χρὴ καὶ πητυὰν μεθ' ὕδατος κρηναίου ἢ σιλφίου καὶ θείου τὸ ἴσον λεανθέντα μετ' ὀξυκράτου διδόναι πίνειν.
[143] [Πρὸς ταύρειον αἷμα.] Τοῖς δὲ ταύρειον αἷμα πιοῦσι συμφέρει ὄξος θερμὸν διδόναι πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν, ἢ σιλφίου ὀβολὸν, ἢ ἡμιωβόλιον, ἢ νίτρου διώβολον, διέντας οἴνῳ διδόναι πίνειν, ἢ ἐρινεῶν καρπὸν τρίψας μετ' ὄξους δίδου. ἁρμόσει δὲ καὶ τὴν κοιλίαν κενοῦν, καὶ θερμίνῳ ἀλεύρῳ, καὶ νίτρῳ, ἡψημένοις μετ' ὀξυμέλιτος καταπλάττειν.
[Πρὸς βδέλλας.] Τοῖς δὲ βδέλλας καταπιοῦσιν οἱ μὲν ἅλμην παρῄνουν πίνειν, οἱ δὲ χιόνα. ὁ δὲ Ἀσκληπιάδης λούειν παρῄνει, καὶ σπόγγον ἁπαλὸν ψυχρῷ δεύσαντα καθιέναι, ὥστε τὴν βδέλλαν ἐπιβᾶσαν τῷ σπόγγῳ κομίζεσθαι, καὶ ἔπειτα φακῆς χυλὸν ἐδίδου· τοὺς δὲ ἔξωθεν τοῦ τραχήλου τόπους τοῖς ψύχουσι καταπλάττειν παρῄνει. ὁ δὲ Μῦς Ἀπολλώνιος ὄξει δριμυτάτῳ ἐπότιζε, καὶ μετὰ ἅλμης ἐχρήσατο. ὁ δὲ χιόνα θερμήνας καὶ λύσας ἐχρήσατο, καὶ τοῖς κατὰ καιρὸν τὴν κοιλίαν καθαίρουσιν, ἐδεστοῖς τε καὶ ποτοῖς, πρὸς τὴν τῶν βδελλῶν ἔκκρισιν· συγκαταφέρεσθαι [144] γάρ φησι ταύτας τοῖς κατὰ τὴν κοιλίαν ἐκκρινομένοις πολλάκις.
[Πρὸς ψιμύθιον.] Τοῖς δὲ ψιμύθιον πιοῦσι συνοίσει ἐλαίῳ θερμῷ ποτίζεσθαι καὶ ἀναγκάζειν ἐμέσαι. συνοίσει δὲ καὶ γλυκὺ καὶ θερμὸν ποτίζεσθαι ὕδωρ, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ γάλα ὄνειον πίνειν διδόναι, καὶ μαλάχης ἑφθῆς χυλὸν, καὶ μελίκρατον θερμὸν, μετ' ἐλαίου ἀνακόψας δίδου πίνειν· ἢ ἀφέψημα ἰσχάδων μετ' ἄλλων δίδου πίνειν, κάρυα βασιλικὰ ε΄. λεάνας μετ' ἐλαίου, δίδου πίνειν· ἢ τέφρας κληματίνης ἀπήθημα δίδου. καὶ περὶ μὲν τῶν ἁπλῶν θανασίμων ἐπὶ τοσοῦτον εἰρήσθω. περὶ δὲ τῶν συνθέτων λεχθήσεται. ἐκτίθεσθαι δὲ τὰς τούτων σκευασίας μοχθηρόν μοι δοκεῖ, καίπερ πολλῶν ἐπιχειρησάντων ταῖς τούτων συγγραφαῖς, ὧς ἐστιν Ὀρφεὺς ὁ ἐπικληθεὶς Θεολόγος καὶ Ὦρος ὁ Μενδήσιος ὁ νεώτερος καὶ Ἡλιόδωρος ὁ Ἀθηναῖος τραγῳδιῶν ποιητὴς, καὶ Ἄρατος, καὶ ἄλλοι τινὲς τῶν τοιούτων συγγραφεῖς. τούτους μὲν οὖν ἄν τις θαυμάσειεν ἐμμέτρως ἐπιχειρήσαντας [145] ταῖς περὶ τούτων πραγματείαις· μέμψαιτο δ' ἂν εὐλόγως διὰ τὰ πράγματα. διδάσκειν γὰρ μᾶλλόν ἐστι καὶ προσάγειν τοὺς βουλομένους ἐπὶ κακῷ, τὸ πλησίον ἐπιχειρεῖν ταῖς τούτων σκευασίαις. οἱ γοῦν τῶν καλῶν τούτων ποιημάτων συγγραφεῖς τὴν παρὰ τοῖς πολλοῖς εὐλαβούμενοι καταδρομὴν, ἐναρχόμενοι τῆς τούτων παραδόσεως, τοὺς ἐντευξομένους πείθειν ἐπιχειροῦσιν ὡς οὐκ ἂν εἴησαν φαῦλοι τὸ ἦθος, οὐδὲ τῶν τοιούτων φθοροποιῶν διδάσκαλοι, ὥσπερ καὶ Ἡλιόδωρον ἐν τοῖς πρὸς Νικόμαχον ἀπολυτικοῖς ἐναρχόμενόν ἐστιν εὑρεῖν οὕτω γράφοντα.
Οὐ μὰ τὸν ἐν Τρίκκῃ πρηὺν θεὸν, οὐ μὰ τὸν ὑψοῦ
Ἠέλιον σπείροντα θεοῖς φαεσίμβροτον αἴγλην,
Οὐ μὰ θεῶν σκηπτοῦχον, ὑπερμενέα Κρονίωνα.
Οὔτε μέ τις δώροισι παρήγαγεν, οὔθ' ὑπ' ἀνάγκης,
Οὔτε χάριν φιλίης ἑτέρῳ κακὰ νεῖμαι ὑπέστην.
Ἀλλ' ὁσίας μὲν χεῖρας ἐς ἠέρα λαμπρὸν ἀείρω,
Καὶ κακίης ἀμόλυντον ἔχω κατὰ πάντα λογισμόν.
[146] Ἐκ τῶν λεγομένων πείθειν ἐπιχειροῦσι τοὺς ἐντευξομένους ταῖς τοιαύταις πραγματείαις, τὴν παρὰ τοῖς πολλοῖς καταδρομὴν εὐλαβούμενοι. ἀλλ' οὐδέ ἐστιν εἰπεῖν ὅτι διὰ τοῦτο χρὴ τὰς τῶν τοιούτων θανασίμων φαρμάκων σκευασίας εἰδέναι, πρὸς εὐχερῆ εὕρεσιν τοῦ βοηθηθῆναι τοῖς δυναμένοις· τοῦτο γάρ ἐστι ψεῦδος. ὁ γὰρ δυνάμενος τοῖς ὑπὸ τῶν ἁπλῶν θανασίμων βλαπτομένοις βοηθεῖν, ἕκαστον τῶν κατὰ μέρος ἐπὶ συμβαινόντων ἐποπτεύων, οὗτος ἂν εἴη ἄριστος προστάτης, καὶ τῶν ὑπὸ τῶν συνθέτων βλαπτομένων, εὐμηχάνως ἐκλαμβάνων ἕκαστον τῶν κατὰ τὴν τῶν συμπτωμάτων ἐπιπλοκὴν ἐξεχόντων. ἀνιτέον δὲ ἐπὶ τὸ προκείμενον. ἀδήλων γὰρ ὄντων τῶν βρωθέντων ἢ πωθέντων δηλητηρίων, χρὴ ὑδρέλαιον θερμὸν διδόναι, καὶ πολὺ πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν. χρήσιμον δ' ἂν εἴη καὶ τοὺς ὕπνους περιγράφειν, οὐ μὴν ἀλλὰ καὶ εἰς τὴν τούτων φυλακὴν χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.
[Προφυλακτικὰ θανασίμων φαρμάκων Ἀπολλωνίου Μυός.] Ϛ Πηγάνου φύλλα κ΄. κάρυα βασιλικὰ β΄. [147] ἁλὸς χόνδρον ἕνα, ἰσχάδας β΄. ταῦτα νήστει ἐσθίειν δίδου, καὶ κωλύει βλάπτεσθαι ὑπὸ τῶν θανασίμων.
[Ἀντίδοτος προφυλακτικὴ διδομένη.] Ϛ Ἀρκευθίδος β΄. Λημνίας σφραγῖδος β΄. καὶ διώβολον. ταῦτα τρίψας καὶ ἀναλαβὼν ἐλαίῳ ἀποτίθου. ἐπὶ δὲ τῆς χρήσεως καρύου Ποντικοῦ τὸ μέγεθος μεθ' ὑδρομέλιτος καὶ κυάθων β΄. προπίνειν. ταύτῃ Νικομήδης ὁ βασιλεὺς ἐχρῆτο, εἴ ποτε ὑπόπτους εἶχε τοὺς κεκληκότας. τὸ μὲν οὖν φάρμακον, μηδεμιᾶς τοιαύτης δυνάμεως ὑποκειμένης, κατὰ χώραν μένει. ἐπὰν δέ τι τῶν θανασίμων δοθῇ, ναυτίαν κινεῖ, καὶ ἐμεῖν ἀναγκάζει, ὥστε τὸ δοθὲν δηλητήριον ἐκκρίνεται τῇ ἀντιδότῳ.
[Ἀντίδοτος Κωδίου Τούκου, ᾗ καὶ Κρατερὸς ἐχρήσατο.] Ϛ Πρασίου, ἱερᾶς βοτάνης, πηγάνου ἀγρίου σπέρματος, σκορδίου, ῥάμνου ῥίζης τοῦ φλοιοῦ, ἑκάστου τὸ ἴσον, μέλιτι ἀναλάμβανε καὶ δίδου, πρὸς μὲν τὰ θηρία β΄. μετ' οἴνου, πρὸς δὲ τὰ θανάσιμα μετ' οἰνομέλιτος καὶ ἐλαίου.
[148] [Ἄλλη, ὡς Ἀπελλῆς.] Ϛ Δικτάμνου β΄. πολίου γ΄. πεπέρεως μακροῦ δ΄. πηγάνου ἀγρίου στ΄. σκορδίου γ΄. μέλιτι ἀναλάμβανε καὶ δίδου, καθάπερ εἴρηται. ἔστι δὲ καὶ πλευριτικὴ ἀγαθὴ ὀβολῶν γ΄. διδομένη. ἔμμηνά τε γυναιξὶ κατάγει ὁλκῆς μιᾶς διδομένη. Ἀντίδοτος Μιθριδάτου, ἀθανασία λεγομένη, πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. ποιεῖ στομαχικοῖς ἀποξύνουσιν τὴν τροφὴν, αἱμοπτυϊκοῖς, βήττουσι χρονίως, καὶ ἡπατικοῖς, καὶ σπληνικοῖς. ποιεῖ καὶ πρὸς τὰς περὶ κύστιν ἢ μήτρας διαθέσεις. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ Πεπέρεως λευκοῦ κόκκους μ΄. κόστου, μήου, ἀσάρου, ἀκόρου, δαύκου Κρητικοῦ σπέρματος, πετροσελίνου, νάρδου Ἰνδικῆς, λίθου νηστωρίτου ἀνὰ δ΄. κρόκου, σμύρνης ἀνὰ η΄. κινναμώμου, κασσίας ἀνὰ ιβ΄. μέλιτος Ἀττικοῦ ἑψημένου τὸ αὔταρκες. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μετ' οἰνομέλιτος κεκραμένου.
[Ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει.] Ϛ Ναρδοστάχυος, πεπέρεως λευκοῦ, κόστου, μήου, ἀσάρου, ἀκόρου, ὀποβαλσάμου, [149] δαύκου Κρητικοῦ σπέρματος, πετροσελίνου σπέρματος, ἑκάστου ἀνὰ δ΄. κρόκου, σμύρνης, σχοίνου ἄνθους ἀνὰ η΄. κινναμώμου, κασσίας ἀνὰ ιβ΄. μέλιτος τὸ ἀρκοῦν.
[Ἐν ἄλλαις ἔχει οὕτως.] Ϛ Πεπέρεως λευκοῦ κόκκους μ΄. κόστου, μήου, ἀκόρου, ἀγαρικοῦ, σκορδίου, δαύκου Κρητικοῦ, πετροσελίνου ἀνὰ δ΄. κρόκου, σμύρνης ἀνὰ η΄. κινναμώμου, κασσίας, σχοίνου ἄνθους ἀνὰ ιβ΄. μέλιτος τὸ αὔταρκες.
[Ἀμβροσία Φιλίππου Μακεδόνος, πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. ποιεῖ καὶ πρὸς τὰς ἐντὸς διαθέσεις.] Ϛ Στύρακος, χαλβάνης, πεπέρεως λευκοῦ καὶ μακροῦ, καὶ κινναμώμου, ἀνὰ β΄. σελίνου σπέρματος, ἀνίσου, σχοίνου ἄνθους, κόστου, κυμίνου Αἰθιοπικοῦ, σεσέλεως, κύφεως, ῥήου Ποντικοῦ, καρδαμώμου, ἀμώμου, νάρδου, σμύρνης, κασσίας ἀνὰ δ΄. πυρήνων καθαρῶν φοινίκων, καὶ καρύων τῆς σαρκὸς ἀνὰ στ΄. [150] κρόκου η΄. σταφίδας ἐκγεγιγαρτισμένας ιβ΄. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες. συντίθει κατὰ τρόπον.
[Ἀντίδοτος ζωπύριος. ποιεῖ πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἑρπετοῦ πληγήν.] Ἐπὶ ταύτης τοιοῦτόν τι φέρεται, ὅτι Ζώπυρος δι' ἐπιστολῆς προτρέπει τὸν Μιθριδάτην εἰς ἐπίκρισιν τῆς ἀντιδότου, μεταπεμψάμενος ἕνα τῶν κατακρίτων, τούτῳ θανάσιμον διδόναι φάρμακον, καὶ τότε παραινεῖ ἐπιπίνειν τὴν ἀντίδοτον. ἢ πρότερον διδόναι τὴν ἀντίδοτον, καὶ τότε τὸ θανάσιμον ἐπιπίνειν. τὸ δ' αὐτὸ παρῄνει καὶ ἐπὶ ἑρπετῶν ἢ καὶ τοξικῶν πράσσειν. τούτων γὰρ οὕτω γινομένων συνέβαινε τὸν ἄνθρωπον ἀδιάπτωτον εἶναι. ποιεῖ δὲ καὶ στομαχικοῖς πρὸς ὀξυρεγμίαν, αἱμοπτυϊκοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ἡπατικοῖς, σπληνικοῖς, ἐπιληπτικοῖς, νεφριτικοῖς. ὑγιάζει δὲ καὶ τὰς περὶ μήτραν ἢ κύστιν διαθέσεις. κατάγει τὰ ἐναποθνήσκοντα τῶν ἐμβρύων, κατεχόμενα δεύτερα. τὰ δὲ τῆς σκευασίας ἔχει γε οὕτως. Ϛ Ὀποβαλσάμου δ΄. νάρδου Ἰνδικῆς, σμύρνης Τρωγλοδύτιδος, σχοίνου ἄνθους, κινναμώμου, χαρακίου, [151] κόστου προσφάτου, πεπέρεως μακροῦ, ὑποκυστίδος, πολίου, πεπέρεως περεατικοῦ, σκορδίου, μήου Κρητικοῦ, καρδαμώμου ἀνὰ δ΄. λιβάνου ἄῤῥενος, χόνδρου ὀποβαλσάμου, δικτάμνου ἀνὰ στ΄. πετροσελίνου, κασσίας κιῤῥᾶς ἀνὰ ζ΄. κρόκου κωρυκίου η΄. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος, ἀπυρέτοις μετ' οἴνου, πυρέττουσι μεθ' ὑδρομέλιτος.
[Ἡ διὰ τῶν αἱμάτων πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν.] Ϛ Πεπέρεως μακροῦ καὶ λευκοῦ, κόστου, ἀκόρου, κρόκου, φοῦ, μήου, δικτάμνου Κρητικοῦ, ἀμμωνιακοῦ, ἀγαρικοῦ ἀνὰ β΄. ἀμώμου, ὀποβαλσάμου, πηγάνου ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ, ἀνίσου, νήσσης αἵματος, ἄῤῥενος καὶ θηλείας ξηροῦ, ἐριφείου αἵματος, χηνείου αἵματος, βουνιάδος ἀγρίας σπέρματος ἀνὰ γ΄. Γεντιανῆς, τριφυλλίου, σχοίνου ἄνθους, λιβανωτοῦ, ῥόδων ξηρῶν ἀνὰ δ΄. πετροσελίνου ε΄. πολίου Κρητικοῦ τὸ ἴσον, κινναμώμου στ΄. σκορδίου ἄνθους η΄. σμύρνης, νάρδου ἀνὰ ι΄. κρόκου [152] ιβ΄. κασσίας η΄. κόψας καὶ σήσας ἐπιμελῶς, ἀνάκοπτε μέλιτι Ἀττικῷ ἀφηψημένῳ, καὶ ἀνελόμενος εἰς πυξίδα ἀργυρᾶν, χρῶ ὡς μεγίστῳ φαρμάκῳ.
[Περὶ τῆς διὰ σκίγκου ἀντιδότου, περὶ θηριακῆς, καὶ ἑκατονταμιγμάτου.] Ἀντίδοτος Μιθριδάτου Εὐπάτορος, ἡ διὰ σκίγκου λεγομένη, ποιοῦσα πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ πρὸς πᾶσαν φθοροποιὸν ὕλην, καὶ παντὸς ἰοβόλου πληγὴν, καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις, καὶ πρὸς συλλήψεις συνεργεῖ, κατάγει ἔμμηνα· καὶ τὰ ἐναποθνήσκοντα ἔμβρυα, καὶ τὰ κατεχόμενα δεύτερα λύει, καὶ τοῖς κατὰ περίοδον πυρετοῖς βοηθεῖ, καὶ παρέτοις, τρομώδεσιν, ὀπισθοτονικοῖς, ἰσχιαδικοῖς, ποδαγρικοῖς, καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ Σκίγκου, σαγαπηνοῦ, ἀκόρου, φοῦ, ὑπερικοῦ, ἀκακίας, ἴρεως, μήου, κόμμεως ἀνὰ β΄. ῥόδων ξηρῶν, γεντιανῆς, καρδαμώμου ἀνὰ δ΄. μηκωναρίου σπέρματος ε΄. καὶ διώβολον, στύρακος η΄. πολίου, κασσίας μελαίνης, σεσέλεως, βδελλίου, βαλσάμου, πεπέρεως λευκοῦ [153] ἀνὰ ε΄. καὶ διώβολον, ὑποκυστίδος χυλοῦ, ὀποπάνακος, σμύρνης, λιβάνου ἄῤῥενος, καστορίου, πεπέρεως μακροῦ, κύφεως, μαλαβάθρου φύλλων ἀνὰ στ΄. σκορδίου, κόστου, σχοίνου ἄνθους, χαλβάνης, ῥητίνης τερμινθίνης ἀνὰ στ΄. καὶ διώβολον, νάρδου Συριακῆς, ὀποβαλσάμου, θλάσπεως, δαύκου Κρητικοῦ ἀνὰ στ΄. καὶ τριώβολον, κρόκου, κινναμώμου, ζιγγιβέρεως ἀνὰ στ΄. καὶ διώβολον, γλυκυῤῥίζης χυλοῦ, ἀγαρικοῦ, ἀνὰ ζ΄. καὶ τριώβολον, μέλιτος τὸ αὔταρκες, οἴνου καλοῦ τὸ ἀρκοῦν εἰς τὸ διαλῦσαι τοὺς χυλούς. συντίθεται δὲ τοῦτον τὸν τρόπον. κῦφι, ὑπόκιστις, σαγαπηνὸν, κόμμι, μηκώνειον, στύραξ, ὀποπάναξ ἐν οἴνῳ Χίῳ βρέχεται, μέχρι παντελῶς διαλυθῆναι, ἡμέραν καὶ νύκτα, τὰ δὲ λοιπὰ κόπτεται καὶ σήθεται λεπτῷ κοσκίνῳ, καὶ μίγνυται τοῖς ἀποβρεχθεῖσι καὶ λεανθεῖσιν. ἡ δὲ ὅλη σύνθεσις ἀναλαμβάνεται μέλιτι Ἀττικῷ ἀφηψημένῳ, ὡς πάχος ἔχειν· εἶτ' ἐπὶ πᾶσι βάλλομεν ὀποβάλσαμον, εἶτ' ἀνελόμενοι κατατίθεμεν εἰς ἄγγος ἀργυροῦν, καὶ ἡ χρῆσις εἰς πολλὰ, ἡ δόσις πρὸς δύναμιν. ἡμεῖς πρὸς [154] ἐπίτασιν τοῦ φαρμάκου, ἕνεκα τῆς τῶν ἐμμήνων ἐποχῆς, καὶ τῶν συλλημμάτων, ὥστε ἀκινδύνως φέρεσθαι, δικτάμνου Κρητικοῦ δ΄. ἀμμωνιακοῦ γ΄. πηγάνου ἀγρίου σπέρματος γ΄. κυμίνου Αἰθιοπικοῦ στ΄. τριφύλλου σπέρματος δ΄. βουνιάδος ἀγρίας δ΄. χαμαίδρυος δ΄. ῥᾶ Ποντικοῦ γ΄. ὀποῦ Κυρηναϊκοῦ β΄. τούτων προσβαλλομένων ἡ τοῦ φαρμάκου χρῆσις γίνεται πρὸς πολλὰ χρήσιμος· φθείρει γὰρ τετραμηνιαῖα, καὶ τριμηνιαῖα κατάγει.
[Μιθριδάτου θηριακή.] Ταύτῃ ὁ βασιλεὺς Μιθριδάτης ἀεὶ ἐχρῆτο προφυλακῆς χάριν θανασίμου. ἡνίκα γοῦν ὑπὸ Ῥωμαίων ἑάλω, δὶς πιὼν θανάσιμον, καὶ μὴ δυνηθεὶς ἀποθανεῖν, ξίφει ἑαυτὸν διεχρήσατο. πρὸς τὰ θανάσιμα δὲ τῶν φαρμάκων ποιεῖ, καὶ παντὸς ἰοβόλου πληγὴν, καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις. ταύτῃ ἐχρήσατο ὁ Ἀνδρόμαχος. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ Ἀρτίσκων σκιλλητικῶν μη΄. θηριακῶν ἀρτίσκων, πεπέρεως μέλανος, ἡδυχρόου μάγματος, ὀποῦ μήκωνος Σπανοῦ, ἀνὰ κδ΄. ῥόδων ξηρῶν, σκορδίου, σπέρματος βουνιάδος, ἴρεως Ἰλλυρικῆς, [155] ἀγαρικοῦ, κινναμώμου, γλυκυῤῥίζης χυλοῦ, ὀποβαλσάμου, ἀνὰ ιβ΄. λιβανωτίδος η΄. σμύρνης, κρόκου, ζιγγιβέρεως, ῥᾶ Ποντικοῦ, πενταφύλλου ῥίζης, καλαμίνθης ὀρεινῆς, πρασίου, πετροσελίνου, στοιχάδος, κόστου, πεπέρεως λευκοῦ, πεπέρεως μακροῦ, λιβάνου, ἀνὰ ὀβολοὺς β΄. κασσίας μελαίνης δ΄. κόστου α΄. κρόκου δ΄. πεπέρεως λευκοῦ μίαν, καὶ μακροῦ μίαν, Ἰλλυρίδος, σχοίνου, πολίου, σκορδίου, ῥόδων ξηρῶν, νήσσης αἵματος, ἀνὰ γ΄. μέλιτος Ἀττικοῦ ἑφθοῦ τὸ ἱκανόν.
[Ἀντίδοτος ἑκατονταμίγματος, ᾗ χρῶμαι, ἣν ἐσκεύασα Καίσαρι πρὸς πάντα, ἰδίως δὲ πρὸς τὰ θανάσιμα.] Ϛ Ἀβροτόνου β΄. ἥμισυ, ἀριστολοχίας κ΄. ἀκακίας δ΄. ἀρκευθίδων σαρκὸς ἴσον, κρόκου β΄. ἀσάρου δ΄. ἀνίσου γ΄. ἀμώμου στ΄. ἀγαρικοῦ γ΄. καρποῦ βαλσάμου β΄. βδελλίου γ΄. ὀβολοὺς γ΄. βαλαυστίου β΄. γεντιανῆς δ΄. γλυκείας χυλοῦ ἴσον, γογγυλίδος σπέρματος δ΄. ἐν ἄλλῳ η΄. γῆς Σαμίας μίαν, δαύκου σπέρματος [156] δ΄. δρακοντίου ῥίζης γ΄. ὀβολοὺς γ΄. ἐρυσίμου σπέρματος κ΄. ἴρεως Ἰλλυρικῆς β΄. σμύρνης ζ΄. ὀβολοὺς γ΄. ζιγγιβέρεως ἶσον, ἠρυγγίου ῥίζης δ΄. ὀβολοὺς β΄. θλάσπεως κ΄. κονύζης λεπτῆς στ΄. ἀκόρου στ΄. ὀβολοὺς γ΄. κυπέρου στ΄. κωνείου σπέρματος ἐπτισμένου α΄. ὀβολοὺς γ΄. ἄμμεως δ΄. κνίκου σπέρματος ζ΄. ὀβολοὺς β΄. κινναμώμου ζ΄. κόστου ζ΄. ὀβολοὺς β΄. κασσίας ε΄. ὀβολοὺς β΄. κενταυρίου χυλοῦ δ΄. ὀβολοὺς ε΄. καστορίου στ΄. καλάμου ἀρωματικοῦ β΄. οἱ δὲ δ΄. κόμμεως β΄. καρδαμώμου δ΄. κάγχρυος γ΄. ὀβολοὺς γ΄. κύφεως στ΄. χαλβάνης στ΄. ὀβολοὺς β΄. λιβανωτίδος φύλλων δ΄. ἐλελισφάκου ἴσον, λογχίτιδος σπέρματος β΄. ὀβολοὺς γ΄. λιθοσπέρμου γ΄. λιβάνου στ΄. τριώβολον, μαράθρου σπέρματος στ΄. ὀποῦ μήκωνος στ΄. μίλτου Λημνίας α΄. μαλαβάθρου ι΄. μήου στ΄. νήσσης αἵματος στ΄. νάρδου Συριακῆς στ΄. ὀβολοὺς γ΄. νάρδου Κελτικῆς η΄. ξυλοβαλσάμου γ΄. ὀποπάνακος ἴσον, ὀρμίνου σπέρματος η΄. ὀρόβων λευκῶν ἴσον, πανακείας ῥίζης στ΄. ὀποβαλσάμου γ΄. [157] πελεκίνου στ΄. πολίου ε΄. ὀβολοὺς β΄. πολυγόνου φύλλων θ΄. ἑλενίου ῥίζης ε΄. ὀβολοὺς γ΄. πετροσελίνου στ΄. ὀβολοὺς β΄. πενταφύλλου η΄. ὀποῦ πευκεδάνου τὸ ἴσον, πεπέρεως μέλανος ε΄. τριώβολον, καὶ λευκοῦ δ΄. ὀβολοὺς γ΄. καὶ μακροῦ α΄. σκίγκου δραχμὰς γ΄. τερμινθίνης β΄. ῥόδων ξηρῶν στ΄. σαγαπηνοῦ δραχμὰς η΄. στοιχάδος δ΄. στροβίλων πεφρυγμένων στ΄. σχοίνου δραχμὰς δ΄. ὀβολοὺς β΄. σταφίδος σαρκὸς δ΄. σεσέλεως δραχμὰς ε΄. ὀβολοὺς β΄. σταφυλίνου σπέρματος δ΄. χολῆς ταυρείας ε΄. χολῆς ἀρκείας ἴσον, χαμαιπίτυος γ΄. ψυλλίου σπέρματος δ΄. χαμαίδρυος ἶσον, σησάμου πεφρυγμένου στ΄. συμφύτου ῥίζης δραχμὰς β΄. σκορδίου κορύμβων δραχμὴν α΄. ὀβολοὺς δ΄. σταφίδος ἀγρίας δραχμὰς ε΄. στύρακος ε΄. ὀβολοὺς β΄. τριφύλλου καρποῦ ι΄. τορδύλου σπέρματος β΄. τευκρίου φύλλων, ὅ τινές φασιν εἶναι χαμαίδρυν, δραχμὴν μίαν, ὑποκυστίδος χυλοῦ δραχμὰς β΄ Ϛ΄΄. ὑπερικοῦ καρποῦ β΄. ὑοσκυάμου σπέρματος δραχμὰς β΄. ῥοῦ Ποντικοῦ β΄. [158] φοῦ η΄. ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα ε΄. τριώβολον· κοτυληδόνος ῥίζης α΄. ὀβολοὺς γ΄. οἴνου καὶ μέλιτος τὸ ἱκανόν. ἐγὼ οἶνον οὐ βάλλω.
[Ποικίλαι τῶν πολλῶν ἀντίδοτοι πρὸς πολλὰ καὶ διάφορα πάθη.] [Ἀντίδοτος Αἰλίου Γάλλου πρὸς ἄλλα καὶ πρὸς λυσσοδήκτους.] Ϛ Νάρδου Συριακῆς δ΄. σμύρνης η΄. κινναμώμου ιβ΄. κασσίας μελαίνης ἴσον, κρόκου η΄. κόστου δ΄. δαύκου σπέρματος ἴσον, μήου ἴσον, οἱ δὲ μίαν, πετροσελίνου δ΄. πεπέρεως λευκοῦ κόκκους μ΄. βαλσάμου καρποῦ δ΄. ἀκόρου, ἀσάρου ἀνὰ ἴσον, σχοίνου η΄. οἱ δὲ οὐ βάλλουσι. μέλιτος ἑφθοῦ τὸ ἱκανὸν, πλῆθος δίδοται ἐσθίειν.
[Ἄλλη ἀντίδοτος Αἰλίου Γάλλου πρὸς τὰ ἐντὸς πάθη ἐνεργής.] Ϛ Κινναμώμου στ΄. κρόκου β΄. ὀβολοὺς γ΄. πεπέρεως λευκοῦ δ΄. ὀβολοὺς β΄. καὶ μακροῦ δὲ γ΄. ὀβολοὺς γ΄. ὀπίου γ΄. νάρδου Ἰνδικῆς δ΄. σμύρνης δ΄. ὀβολοὺς β΄. ἀκόρου γ΄. νάρδου Κελτικῆς δ΄. στύρακος μίαν, ὀβολοὺς β΄. χαλβάνης δ΄. καστορίου [159] γ΄. ὀβολοὺς β΄. κόστου β΄. ὀβολοὺς β΄. μέλιτι φύρα, δίδοται καταπότια, τοῖς δὲ πότιμα. ἔστι δὲ πεπτικὴ καὶ ἀνώδυνος.
[Ἀρωματικὴ ἀρίστη Γάλλου ποιοῦσα πρὸς πάντα.] Ϛ Κινναμώμου οὐγγίας ἥμισυ, κασσίας α΄. κρόκου δραχμῆς ἥμισυ, ἀμώμου ε΄. μαλαβάθρου β΄. σμύρνης Ϛ΄΄. οἱ δὲ α΄. σχοίνου ἄνθους α΄. κόστου οὐγγίας τὸ ἥμισυ, πεπέρεως γ΄. μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν. ἐγὼ δὲ τοῦ κινναμώμου τὸ διπλοῦν, καὶ γίνεται καλλίων.
[Ἀμβροσία Ἀρχιβίου ἱερὰ, πρὸς πάντα τὰ ἐντὸς ποιοῦσα, ᾗ χρῶμαι.] Ϛ Ἀνίσου δ΄. σελίνου σπέρματος ἶσον, σμύρνης α΄. πάνακος α΄. κινναμώμου β΄. πικρολώτου σπέρματος β΄. κασσίας β΄. νάρδου β΄. κρόκου β΄. ὀβολοὺς γ΄. πεπέρεως τριώβολον, ὀπίου μήκωνος δ΄. μέλιτος τὸ ἀρκοῦν. γίνεται πότιμα πρὸς δυσεντερικοὺς μετὰ μυρτίτου κοτύλης τετάρτης καὶ ὕδατος, πρὸς ἧπαρ μετὰ μελικράτου κοτύλης ἡμισείας, πρὸς ἀγρυπνίαν καὶ ὀφθαλμίαν καὶ πλευρῖτιν μετὰ μελικράτου, πρὸς [160] δὲ κακοστομάχους μετὰ ῥοΐτου οἴνου κυάθους β΄. καὶ ὕδαδος ἴσον.
[Ἀντίδοτος Ἀντιπάτρου θηριακὴ, καὶ πρὸς ἀσπιδοδήκτους, προδιδομένη καὶ ἐπιδιδομένη, ᾗ χρῶμαι.] Ϛ Γεντιανῆς δ΄. τριφύλλου ῥίζης δ΄. καὶ τοῦ καρποῦ β΄. πολίου δ΄. ἀριστολοχίας λεπτῆς β΄. πευκεδάνου ῥίζης ἴσον, χαλβάνης β΄. πετροσελίνου δ΄. πηγάνου ἀγρίου γ΄. πυρέθρου α΄. σταφίδος ἀγρίας ἴσον, ἀκόρου γ΄. βρυωνίας ῥίζης β΄. πεπέρεως λευκοῦ ἴσον, καὶ μακροῦ γ΄. ἀμμωνιακοῦ θυμιάματος α΄. τριώβολον, φλόμου, ἰδαίου χαμαιπίτυος, χαμελαίας, πρασίου λεπτοῦ, κονύζης λεπτῆς, κυμίνου Αἰθιοπικοῦ, ὀποῦ μήκωνος, καστορίου, μαράθρου σπέρματος, ἀγαρικοῦ, κασσίας κιῤῥᾶς, σχοίνου ἀνθοὺς, ῥήου ἀνὰ β΄. δαύκου Κρητικοῦ α΄. ὀβολοὺς γ΄. ὀποπάνακος ἶσον, σαγαπηνοῦ β΄. ὀβολοὺς γ΄. ἀβροτόνου α΄. ὀβολοὺς γ΄. δικτάμνου ἴσον, στύρακος ἴσον, κινναμώμου γ΄. νάρδου γ΄. σμύρνης δ΄. λιβανωτοῦ α΄. κρόκου η΄. [161] ἀνίσου α΄. ὀποῦ Κυρηναϊκοῦ α΄. πιτυᾶς νεβροῦ γ΄. μέλι Ἀττικόν. ταύτης λαμβάνεται καρύου Ποντικοῦ μέγεθος εἰς προφυλακήν.
[Θηριακὴ Αἰλίου Γάλλου, ᾗ χρῶμαι, καλή.] Ϛ Βρυωνίας ῥίζης ιστ΄. τριφύλλου σπέρματος, ὀποπάνακος ἀνὰ η΄. ἀριστολοχίας λεπτῆς ιβ΄. λιβανωτίδος ῥίζης, ἴρεως Ἰλλυρικῆς, ζιγγιβέρεως, μηκωνείου ἀνὰ η΄. πηγάνου ἀγρίου σπέρματος ιβ΄. κυμίνου Αἰθιοπικοῦ ιστ΄. σμύρνης, κασσίας, καστορίου, σεσέλεως, ἠρυγγίου ῥίζης, ἑρπύλλου, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ στ΄. Μηδικοῦ ιβ΄. σαγαπηνοῦ στ΄. κρόκου ε΄. ἀλεύρου ὀροβίνου κδ΄. σὺν ὕδατι ἀνάπλαττε τριωβολιαίους τροχίσκους, δίδου σὺν οἴνῳ.
[Θηριακὴ ἄλλη Αἰλίου Γάλλου σφόδρα ἐνεργής.] Ϛ Τριφύλλου σπέρματος ιβ΄. ἀριστολοχίας στ΄. ἡδυχρόου μάγματος η΄. πενταφύλλου δ΄. ἐχίου βοτάνης στ΄. φιλοκράτου ε΄. σαγαπηνοῦ δ΄. πολίου στ΄. καστορίου γ΄. κρόκου η΄. σελίνου σπέρματος, ἀνίσου, [162] μαράθρου, πετροσελίνου, ἀνὰ στ΄. ὀποπάνακος δ΄. ὀποβαλσάμου στ΄. σεσέλεως δ΄. κυμίνου Αἰθιοπικοῦ ἢ Θηβαίου ε΄. σμύρνης, σκορδίου, φοῦ, μήου ἀνὰ στ΄. ἀλύσσου Κρητικοῦ σπέρματος στ΄. ὀροβίνου ἀλεύρου η΄. λεῖος οἶνος παραχεῖται Ἀριούσιος, ἀνάπλασσε τροχίσκους, ἀνὰ τετρώβολον, ἕνα δίδου σὺν οἴνῳ Χίῳ ἀθαλάσσῳ ἀκράτῳ, κοτύλῃ ἡμισείᾳ. Θηριακὴ πρὸς τοὺς ἐντὸς πόνους, Εὐκλείδου Παλατιανοῦ, ἣν ἐσκεύασεν, ὡς ἔλεγεν Εὐκλείδης, ἐπὶ ἀσπιδοδήκτων. ταῦτα καὶ πρὸς πλευριτικοὺς καὶ πρὸς τεταρταίους, προεμηκόσι, μέγεθος καρύου Ποντικοῦ· βήσσουσιν, ἀναφορικοῖς δι' ὕδατος, θηριοδήκτοις, σὺν οἴνῳ· πλευριτικοῖς καὶ αἷμα ἀνάγουσι μεθ' ὕδατος κυάθων β΄. καὶ ὄξους κυάθου ἑνός. Ϛ Καστορίου στ΄. ὀποπάνακος, σαγαπηνοῦ, σεσέλεως, κάγχρυος, χαμαίδρυος, χαμαιπίτυος πρασίου, ἀνὰ ιστ΄. στύρακος, ἀσφάλτου Ἰουδαϊκῆς, σμύρνης, ἀνὰ ζ΄. ὀποῦ μήκωνος η΄. μέλιτος λίτραν α΄. πότιζε θηριοδήκτους, εἰ οἷόν τε ἠμεμηκότας, μετὰ χυλοῦ [163] μελίης πλείονος· εἰ δὲ μὴ, μετ' οἴνου α΄. τοῦ φαρμάκου, ἢ καὶ πλέον· τεταρταϊκοῖς, καρύου μέγεθος, χρῶ.
[Θηριακὴ Ζήνωνος Λαοδικέως, ὡς Μηνουκιανὸς λαβὼν ἔδωκεν.] Ϛ Καρδαμώμου κεκαθαρμένου καὶ ἀφῃρημένου τῶν λοβῶν, ἑρπύλλου, σελίνου σπέρματος, βρυωνίας ῥίζης, τριφύλλου σπέρματος, ἀνίσου, πετροσελίνου, μαράθρου ῥίζης καὶ τοῦ σπέρματος, ἄμμεως, ἀριστολοχίας λεπτῆς, ὀροβίνου ἀλεύρου, ὀποπάνακος, ἴσον ἑκάστου· κόψας ἰδίᾳ μίσγε, ἀναλάμβανε οἴνῳ αὐστηρῷ, καὶ ποίει τροχίσκους τριωβολιαίους. ὅταν ξηρανθῶσιν ἐν σκιᾷ, ἐχέτωσαν τὸ τριώβολον. πότιζε ἕνα σὺν δραχμαῖς δυσὶν ὕδατος τρὶς τῆς ἡμέρας, καὶ ἅπαξ τῆς νυκτὸς ἕνα τροχίσκον. ὁτὲ δὲ πλεονάκις, καὶ μάλιστα τοὺς συνεχῶς ἀπεμοῦντας, ποτὲ καὶ διὰ μυκτήρων ἔγχει, ἐὰν μὴ δύνηται καταπίνειν, ἤδη καταφερομένοις, καὶ ἄλλως δυσχερεῖ συμπτώματι περιπεπτωκόσι. τοὺς δὲ μετὰ φλυκταινώσεως μελανουμένους τὸ δῆγμα καὶ ἄλλως ῥέοντας σάρκας ὡς ἕλκη κακοήθη ἔχοντας θεράπευε. Ἀντίδοτος πρὸς σπάσματα ποιοῦσα, καὶ [164] ῥήγματα, αἱμοπτοϊκοὺς, σπληνικοὺς, ἡπατικοὺς, τοὺς περὶ κύστιν εἰλεώδεις, στομαχικοὺς, κοιλιακοὺς, πνευματώδεις, ἰκτερικούς. πρὸς πάντας ἀγαθὴ διδόναι μέγεθος ἐλαίας μετ' οἰνομέλιτος. Ϛ Κινναμώμου, κόστου, ἀνὰ στ΄. νάρδου Συριακῆς κ΄. κρόκου, σμύρνης, μαλαβάθρου, ἀνὰ η΄. κασσίας ιβ΄. πεπέρεως λευκοῦ ι΄. λιβάνου δ΄. σχοίνου ιστ΄. νάρδου Ἰλλυρικῆς ιβ΄. Λημνίας κ΄. μήου, σεσέλεως, ἀνὰ η΄. σελίνου σπέρματος δ΄. στροβίλων ιβ΄. ἐρυσίμου στ΄. σικύου σπέρματος πεφωγμένου στ΄. τερμινθίνης γ΄. πετροσελίνου δ΄. ἀμώμου γ΄. σκορδίου, πολίου, ὀποβαλσάμου, γεντιανῆς, κυμίνου Αἰθιοπικοῦ, ἀνὰ ε΄. πηγάνου ἀγρίου σπέρματος γ΄. ἀνίσου, τραγακάνθης, ἀνὰ η΄. φοῦ, στοιχάδος, κνεώρου, ἀνὰ β΄. τὸ ἐρύσιμον δι' ὀθονίου ἐν ὕδατι ἕψησον, ὥστε τὸ φάρμακον ἀναλαβεῖν, μίξον πᾶσι λείοις, εἶτα ἐπέμβαλε τὴν τραγάκανθαν ὕδατι βεβρεγμένην, δίδου ἡλίκον κύαμον Αἰγύπτιον, μετὰ κυάθων δύο δι' ὕδατος, ἀπυρέτοις δι' οἰνομέλιτος. Ἀντίδοτος Μιθριδάτειος, ὡς Ξενοκράτης [165] παρὰ Νικοστράτῳ, πρὸς πάντα θανάσιμα, καὶ πρὸς θηριοδήκτους, δυσπεψίας, πνευματώσεις, στομαχικοὺς, κοιλιακοὺς, ἡπατικοὺς, σπληνικοὺς, ἰσχιαδικοὺς, νεφριτικοὺς, πλευριτικοὺς, περιπνευμονικούς. Ϛ Ὑποκιστίδος χυλοῦ στ΄. σκορδίου ε΄. καστορίου δ΄. πετροσελίνου ε΄. σεσέλεως α΄. λιβάνου στ΄. πολίου β΄. δαύκου Κρητικοῦ ι΄. πεπέρεως λευκοῦ α΄. ὀβολοὺς γ΄. καὶ μακροῦ α΄. κόστου δ΄. τριώβολον, κινναμώμου β΄. κρόκου ε΄. ὀβολοὺς γ΄. κασσίας μελαίνης δ΄. νάρδου η΄. σμύρνης η΄. σχοίνου δ΄. ἀμώμου β΄. χαλβάνης β΄. τερμινθίνης α΄. ὀβολοὺς γ΄. ὀποῦ μήκωνος κ΄. μέλιτι Ἀττικῷ δίδου, ὡς τὰς λοιπάς. Ἀντίδοτος τυραννὶς καλουμένη, ὡς Νεῖλος Ἀντιπάτρου, ποιοῦσα πρὸς λιθιῶντας, καὶ τοὺς πνιγομένους. ἐκβάλλει καὶ τὰ ἐγκατεχόμενα δεύτερα καὶ ἔμβρυα. ἐπιληπτικοῖς, ποδαγρικοῖς, ἀρθριτικοῖς, ἰσχιαδικοῖς, ἄγουσα παχέα οὖρα πλεῖστα. πότιζε κυάθου μέγεθος οἰνομέλιτι καὶ πρὸς τὰ θανάσιμα, θηριοδήκτοις οἴνῳ, ἐπιληπτικοῖς πυρέσσουσι, σὺν ὑδρομέλιτι.
[166] Ϛ Σκίγκου η΄. σμύρνης κη΄. Λημνίας μίλτου δ΄. νάρδου η΄. σχοίνου δ΄. κινναμώμου κδ΄. ῥίζης γλυκείας κη΄. σμύρνης κ΄. ἠρυγγίου κδ΄. ἀμώμου ιβ΄. καρδαμώμου η΄. κρόκου η΄. κεδρίδων μελαινῶν ιβ΄. μελιλώτου ιβ΄. ὑακινθίνου σπέρματος δ΄. πεπέρεως μακροῦ δ΄. καὶ λευκοῦ κόκκους πε΄. σφονδυλίου ιβ΄. στοιχάδος ε΄. πυρέθρου στ΄. μαλάχης ἀγρίας σπέρματος ιβ΄. λευκοΐου σπέρματος γ΄. ὀποβαλσάμου δραχμὰς στ΄. κόστου η΄. ὀβολὸν ἕνα, ἄμμεως δραχμὰς ιβ΄. κοτυληδόνος ῥίζης δραχμὰς ιδ΄. δαύκου σπέρματος ιβ΄. καρποβαλσάμου δ΄. ξυλοβαλσάμου δραχμὰς δ΄. κασσίας η΄. κυμίνου Αἰθιοπικοῦ δ΄. ὠκίμου σπέρματος η΄. ἀκόρου η΄. οἰνάνθης η΄. σελίνου σπέρματος ιβ΄. σαγαπηνοῦ η΄. καππάρεως ῥίζης δ΄. γεντιανῆς ιδ΄. περικλυμένου ῥίζης η΄. λιβάνου η΄. στύρακος α΄. κέγχρου ἀγρίας κδ΄. σμυρνίου ῥίζης δ΄. σισάρου σπέρματος η΄. ἀμμωνιακοῦ θυμιάματος ιστ΄. σεσέλεως δ΄. κάγχρυος δ΄. οἱ δὲ α΄. [167] Ἰλλυρίδος δ΄. ἀνίσου δ΄. χαμαιπίτυος ιε΄. χαμαίδρυος ἴσον, σμυρνίου σπέρματος η΄. ζιγγιβέρεως ιδ΄. κενταυρίου λεπτοῦ η΄. σταφυλίνου σπέρματος, μήου ἀνὰ η΄. καλάμου ῥίζης δ΄. μύρου καλοῦ κοτύλην α΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανόν.
[Πρὸς τεταρταίους, ὡς Ἅρπαλος.] Ϛ Σμύρνης δ΄. πεπέρεως μακροῦ ἢ λευκοῦ β΄. μηκωνείου β΄. καστορίου ὀβολοὺς γ΄ Ϛ΄΄. καρδαμώμου δ΄. σαγαπηνοῦ β΄. λεῖα σὺν ὕδατι ἀνάπλασσε τροχίσκους, ἀνὰ ὀβολοὺς β΄. τοῖς περιοδικοῖς σὺν οἴνου κυάθοις β΄. ἀδριανοῦ, ἢ ἀμιναίου, καὶ ὕδατος πηγαίου ἀφηψημένου κυάθοις δ΄. πυρέσσουσιν σὺν ὑδρομέλιτι. ποιεῖ δὲ καὶ πρὸς τὰς λοιπὰς περιόδους. ἐπεὶ δὲ καὶ πρὸς τοὺς δηχθέντας ἢ νυχθέντας ὑπό τινος τῶν ἰοβόλων ζώων, ἅμα τοῖς προγεγραμμένοις φαρμάκοις, ἐπέγραψαν οἱ περὶ τὸν Ἀσκληπιάδην τε καὶ Δαμοκράτην, διὰ τοῦτο κᾀμοὶ βέλτιον ἔδοξεν εἶναι κατὰ τὸ προκείμενον τοῦτο βιβλίον ἐφεξῆς αὐτὰ προσθεῖναι, καὶ πρῶτά γε τὰ τοῦ Ἀσκληπιάδου.
[168] [Τὰ ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένα κατὰ τὸ ε΄. τῶν Ἄσωνος, πρὸς τὰς ἐκ τῶν ἰοβόλων βλάβας.] [Πόμα λυσσοδήκτοις προφυλακτικὸν σφόδρα γενναῖον.] Ϛ Λυκίου Ἰνδικοῦ ὡς καλλίστου δίδου ὀβολοὺς γ΄. μεθ' ὕδατος, καὶ ἱερᾶς βοτάνης μικρόν τι παραπλέκων, δίδου ἐφ' ἡμέρας ἱκανάς. δίδου δὲ καὶ χωρὶς ὕδατος εἰς ὠὸν ῥοφητὸν βαλὼν τὸ λύκιον.
[Ἄλλη.] Ϛ Καστορίου α΄. ῥοδίνου λευκοῦ κύαθον, δίδου πίνειν δεύτερον τῆς ἡμέρας καὶ διαλείπων, κενοῦ ἀψινθίου ἀφεψήματι ἁλῶν ἐπεμβεβλημένων τοσούτων, ὥστε τὸ ἐνειμένον σφοδρότερον εἶναι. Ἀντωνίνου Κώου. Ἄλυσσον βοτάνην κόψας καὶ σήσας, ἀπόθου, ἐν τῇ χρήσει δίδου κοχλιάριον λυσσοδήκτοις, μεθ' ὕδατος καὶ ὑδρομέλιτος κυάθων γ΄. ἀπὸ α΄. ἡμέρας, καλὸν μὲν εἰ ἐπὶ ἡμέρας μ΄. εἰ δὲ μή γε, ἐπὶ τὰς πρώτας ἡμέρας ζ΄. ἄλυσσος δέ ἐστι βοτάνη τῷ πρασίῳ παρεμφέρουσα, τραχυτέρα δὲ, καὶ μᾶλλον ἀκανθώδης περὶ τὰ σφαιρία, ἄνθος δὲ φέρει κυανίζον. ταύτην χρὴ συλλέγειν ἐν τοῖς ὑπὸ κύνα καύμασι, καὶ ξηράναντας [169] κόπτειν, καὶ σήθειν, καὶ φυλάττειν ἀδιάπνευστον. Ἄλλη ἔνδοξος πάνυ. Ϛ Μιθρέου καρκίνων ποταμίων ἐπὶ κλημάτων λευκῆς ἀμπέλου κεκαυμένων καὶ τετριμμένων μύστρα ι΄. ῥίζης γεντιανῆς μύστρα γ΄. τερμινθίνης μύστρα β΄. δίδου δηχθεῖσιν εὐθέως μετ' οἴνου ἀκράτου παλαιοῦ κυάθων γ΄. ἢ ὀλίγῳ πλέονος, ἢ ἐλάττονος. δεῖ γὰρ παραμετρεῖν ταῖς ἡλικίαις καὶ τὴν δύναμιν τῶν δηχθέντων· δίδου ἐπὶ ἡμέρας γ΄. τοῖς δὲ ὕστερον τῆς α΄. ἡμέρας, ἢ τῆς β΄. ἢ καὶ τῆς γ΄. μέλλουσι λαμβάνειν τὸ φάρμακον, ἐπιμηχανητέον, ὥστε τὸ ἅπαξ διδόμενον τῆς ἡμέρας, τοῦτο τριπλοῦν, καὶ διπλοῦν τοῦ φαρμάκου διδόναι, ὁ γὰρ οἶνος αὐτάρκης. ἐκπληρώσαντα δὲ τὸ ἐλλεῖπον τῶν ἡμερῶν, διδόναι καρκίνων ποταμίων μύστρον ἓν, καὶ γεντιανῆς μύστρα β΄. ἐπ' ἄλλας ἡμέρας γ΄. μετ' οἴνου κυάθων γ΄. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον. τοῖς μὲν εὐθέως δηχθεῖσι διδόναι καρκίνων μύστρον, καὶ γεντιανῆς μύστρα β΄. καὶ οἴνου ἀκράτου κυάθους γ΄. καθ' ἑκάστην ἐπὶ ἡμέρας στ΄. εἰ δέ τις ἀφυστερήσει τῆς θεραπείας, εἰ μὲν δευτεραῖος εἴη, λαμβάνειν τοῦ φαρμάκου [170] τὸ διπλοῦν, ὁ γὰρ οἶνος αὐτάρκης. εἰ δὲ τριταῖος, λαμβανέτω τριπλοῦν. μετὰ δὲ ταῦτα τρὶς ἐπ' ἄλλας ἡμέρας λαμβανέτω, ὅπερ ἔθος ἔχει, καθ' ἑκάστην ἡμέραν λαμβάνειν. τὸ φάρμακον ποθὲν, ἱκανὴν ἀσφάλειαν ποιεῖ, ὥστε μὴ περιπεσεῖν τῷ ὑδροφόβῳ.
[Κρατίππου ἀνδρὸς, καὶ ἐπισήμου καὶ κυνοτρόφου.] Ϛ Καρκίνων κ΄. σμύρνης β΄. κρόκου α΄ Ϛ΄΄. γεντιανῆς α΄. πεπέρεως λευκοῦ κόκκους ι΄. οἴνου ὅσον ἐξαρκεῖ εἰς ἀνάληψιν. ἡ δόσις α΄. μετ' οἴνου κυάθων γ΄. κεκραμένου.
[Ἄλλη, ᾗ ἐχρήσατο Ἥρας ὁ Καππαδόκης.] Ϛ Σκορδίου β΄. πεπέρεως λευκοῦ β΄ Ϛ΄΄. ὀπίου γ΄. ὀποῦ Κυρηναϊκοῦ γ΄ Ϛ΄΄. κάγχρυος δ΄. γεντιανῆς, πηγάνου ἀγρίου σπέρματος, μίλτου Λημνίας, ἀνὰ ε΄. σμύρνης ζ΄· ὀποβαλσάμου η΄. σκεύαζε οἴνῳ, καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, ὕστερον ἐπιβαλὼν τὸ ὀποβάλσαμον, καὶ δίδου εὐτονωτέροις κυάμου Αἰγυπτίου. τὸ διπλοῦν, καὶ ὕδατος θερμοῦ κυάθους γ΄.
[Ἄλλη Αἰλίου Γάλλου, ὡς Βελχιόνιος ἔφη παρὰ Καίσαρος [171] εἰληφέναι.] Ϛ Πολίου, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ γ΄ Ϛ΄΄. κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ δ΄. γεντιανῆς, μίλτου Λημνίας, ἀνὰ ε΄. σμύρνης στ΄. ἢ ζ΄. ὀποβαλσάμου η΄. σκορδίου, πεπέρεως, ἀνὰ ιβ΄. μέλιτι ἀναλάμβανε.
[Ζήνωνος Λαοδικέως λυσσοδήκτοις. ἔστι δὲ καὶ θηριακὴ ἀγαθή.] Ϛ Πετροσελίνου σπέρματος, ἄμμεως, ἀνίσου, ἑρπύλλου, βρυωνίας ῥίζης, μαράθρου σπέρματος, ὀροβίνου ἀλεύρου, ἀριστολοχίας μακρᾶς, τριφύλλου σπέρματος, ὀποπάνακος, καρδαμώμου τῶν λοβῶν χωρὶς τῆς ἐντεριώνης, ἀνὰ δ΄. τὸν ὀποπάνακα οἴνῳ διαλύσας, ἔχε ἐν ἑτοίμῳ· τὰ δὲ ξηρὰ κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ, φυράσας καὶ τῷ ὀποπάνακι μίξας, ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ, καὶ δίδου λυσσοδήκτοις α΄. μετ' οἴνου ἀκράτου κυάθων γ΄. ἐπὶ ἡμέρας γ΄. τοῖς δὲ ἤδη κατισχομένοις δίδου μετὰ ὕδατος ψυχροῦ. τὸ φάρμακον εἰς Διόνυσον ἀναφέρεται τὸν Μιλήσιον.
[Κλαυδίου Ἀπολλωνίου φάρμακον ἐπιτετευγμένον λυσσοδήκτοις.
[172] ἔστι καὶ θηριακή.] Ϛ Τριφύλλου σπέρματος, μαράθρου ῥίζης, ἀνὰ στ΄. σκίλλης τῶν φύλλων ξηρῶν, ἀριστολοχίας μακρᾶς, ἀνὰ ε΄. σκίγκου, ἑρπύλλου κλάδων, ἀνὰ δ΄. καρδαμώμου κεκαθαρμένου, γλυκυῤῥίζης, ἀνὰ γ΄. ἄμμεως, πηγάνου ῥίζης, ἀνὰ β΄. ὀποπάνακος, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ α΄. οἴνου Φαλερίνου ξέστας γ΄. καὶ καρκίνων θαλασσίων κεκαυμένων λίτρας γ΄. εἰς τὸν οἶνον ἔα βρέχεσθαι, καὶ ὅταν συμπίωσι, λεάνας ἐπιμελῶς, ἔχε ἐν ἑτοίμῳ. τὰ δὲ ξηρὰ κόψας, καὶ σήσας λεπτῷ κοσκίνῳ, μίξας τοῖς καρκίνοις, ἀνάπλασσε τροχίσκους, καὶ δίδου τριώβολον μετ' οἴνου ἀκράτου κυάθου α΄ Ϛ΄΄. ἐπὶ ἡμέρας γ΄. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. συναπτέον δὴ τούτοις καὶ τὰς τῶν ἔξωθεν ἐπιτιθεμένας σκευασίας.
[Μενίππου πρὸς λυσσοδήκτους, ᾗ ἐχρήσατο Πέλοψ.] Ϛ Πίσσης Βρυττίας λίτραν α΄. ὀποπάνακος γο δ΄. ὄξους ξέστην ἕνα. διάλυε τὸν ὀποπάνακα καὶ ὄξους κυάθοις δ΄. καὶ τὸ λειπόμενον ὑγρὸν μετὰ τῆς πίσσης ἕψε, καὶ ὅταν ἀναλωθῇ ἐπίβαλλε τὸν ὀποπάνακα, καὶ τήρει μὴ ἀναζέσῃ· καὶ [173] ὅταν εὖ ἔχῃ, ἐμπλάσας ποίει σπλήνια εὐμεγέθη, καὶ κατὰ τοῦ δήγματος ἐπιτίθει. δεῖ δὲ τὸ ἕλκος παραφυλάττειν ἐπὶ ἡμέρας μ΄.
[Μενελάου λυσσοδήκτοις, ποιεῖ καὶ πρὸς αἰγίλωπας καὶ παντὸς ἑρπετοῦ πληγήν.] Ϛ Νίτρου ἐρυθροῦ β΄. τρυγὸς οἴνου κεκαυμένης ζ΄. ἀμμωνιακοῦ θυμιάματος ζ΄. στέατος αἰγείου λίτραν α΄. ἐλαίου λίτραν α΄ Ϛ΄΄. κηροῦ λίτρας β΄. ὕδατος ξέστην ἕνα. τρῖβε ἀμμωνιακὸν μεθ' ὕδατος, ὥστε γλοιοῦ σχεῖν τὸ πάθος· τὸ δ' ὑπολειπόμενον τοῦ ὕδατος ἕψε μετὰ νίτρου καὶ τῆς τρυγός. καὶ ὅταν συστῇ, ἐπίβαλλε τὰ τηκτά. καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἐπίβαλλε ἀμμωνιακὸν, καὶ ἑκάτερα εἰς θυείαν, καὶ καταμαλάξας ἐπιμελῶς ἀνελόμενος χρῷ. Λευκὴ Βαφούλλου, ἢ Ἥρα πρὸς λυσσοδήκτους ἔξωθεν ἐπιτιθεμένη, δίδοται καὶ καταπότιον ἐξ αὐτῆς καρύου Ποντικοῦ τὸ μέγεθος, καὶ καταπίνεται ἐπὶ ἡμέρας μ΄. καὶ μάλιστα τοῖς κεκρατημένοις, ῥύεται γὰρ τοῦ κινδύνου. ἐπιτίθεται δὲ τῷ τραύματι, καὶ παρὰ μίαν ἡ λύσις γίνεται, καὶ διὰ τοῦτο [174] δεῖ λύειν παρὰ μίαν, καὶ ἀποσπογγίζειν τὴν ἀπὸ τοῦ ἕλκους μελανίαν, καὶ τοῦτο ποιεῖν, ἄχρις οὗ λευκὸν παραμείνῃ τὸ φάρμακον. ἔχει δὲ οὕτως. Ϛ Κηροῦ Ποντικοῦ λίτρας β΄. λιθαργύρου, ψιμυθίου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ ξέστην ἕνα, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ β΄. λιβάνου ἄῤῥενος α΄. ἕψε τὴν λιθάργυρον ἐλαίῳ, καὶ ὅταν μεταβάλλῃ, κατάπασσε τὸ ψιμύθιον, καὶ ἐπίβαλλε κηρόν· καὶ ὅταν ἀμόλυντος γένηται, ὑφελὼν τὸ πῦρ, ἀποδίδου τὸν μυελὸν, ἐπιπάσσων σμύρναν, καὶ λιβανωτὸν, καὶ μαλάσσων χρῶ. ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει. Ϛ Κηροῦ λίτρας β΄. ψιμυθίου, λιθαργύρου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ ξέστην ἕνα, σμύρνης, λιβανωτοῦ, μυελοῦ ἐλαφείου, ἀνὰ α΄. ἐλαίου παλαιοῦ κοτύλην α΄.
[Ἐν ἄλλαις οὕτως ἔχει.] Ϛ Κηροῦ Ποντικοῦ λίτραν α΄. ψιμυθίου, λιθαργύρου, ἀνὰ γ΄. λιβάνου, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ γο Ϛ΄΄. α΄. ἐλαίου παλαιοῦ δ΄.
[Βασιλικὴ πρὸς λυσσοδήκτους, φάρμακον ἐπιτετευγμένον, [175] ὃ κωλύει περιπεσεῖν τῷ λεγομένῳ ὑδροφόβῳ. ταύτην Σεβαστὴ ἔσχε συγκειμένην ἀεί.] Ϛ Ἁλὸς ἀμμωνιακοῦ, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ β΄. ἐὰν δὲ μὴ παρῇ Κυρηναϊκὸς, τοῦ Συριακοῦ τὸ διπλοῦν. πιτυᾶς βάλλε λαγωοῦ δ΄. ἴρεως Ἰλλυρικῆς, καστορίου Κοντικοῦ, ἀνὰ ε΄. σύκων ὀλύνθων ὀποῦ πεπηγότος ξηροῦ, τὸ ἴσον. εἰ δὲ μὴ, ὑγροῦ τὸ διπλοῦν· στέατος ὑαίνης η΄. ῥητίνης τερμινθίνης θ΄. κυνὸς μελαίνης, ὑαίνης, ἀνὰ ια΄. κηροῦ Ποντικοῦ λστ΄. ἐλαίου παλαιοῦ κυάθους δύο, ὄξους σκιλλητικοῦ κυάθους γ΄. τὰ ξηρὰ τρῖβε μετ' ὄξους, τὰ δὲ τηκτὰ τήκεται, εἶτα ἐπιβάλλεται τοῖς τετριμμένοις, καὶ εἰς χρῆσιν ἐπιτήδειον γίνεται.
[Τὰ τῶν ἐντός τε καὶ τῶν ἐκτὸς πρὸς σκορπιοδήκτους φάρμακα.] [Πρὸς δὲ τὰς τῶν σκορπίων πληγὰς χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. σκορπιοδήκτοις καὶ πρὸς φαλαγγίων δήγματα ἐχρήσατο Διόφαντος.] Ϛ Ἀριστολοχίας δ΄. πεπέρεως β΄. ὀπίου α΄. πυρέθρου δ΄. ἀνάπλαττε τροχίσκους κυάμου [176] Αἰγυπτίου τὸ μέγεθος, καὶ δίδου καταπίνειν β΄. καὶ οἴνου ἀκράτου κυάθους β΄.
[Ἄλλο πρὸς σκορπίους καὶ τὰ δηκτά.] Ϛ Ἀριστολοχίας, ζιγγιβέρεως, ἀνὰ η΄. καλαμίνθης, πηγάνου ἀγρίου καρποῦ, ἀνὰ τριώβολον, πεπέρεως διώβολον. φύρα αἵματι χελώνης, καὶ ἀνάπλασσε τροχίσκους τριωβολιαίους, καὶ δίδου μετ' οἴνου ἀκράτου.
[Ἄλλο.] Ϛ Κυμίνου Αἰθιοπικοῦ, θείου ἀπύρου, πεπέρεως λευκοῦ, ἀνὰ β΄. καστορίου, σιλφίου, τριφύλλου, ἀνὰ α΄. οἴνῳ ἀνάπλασσε καὶ δίδου μετ' οἴνου ἀκράτου.
[Πρὸς τοὺς ἐπικινδύνως πεπληγμένους ὑπὸ σκορπίων, ἢ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ.] Ϛ Πηγάνου ἀγρίου καρποῦ, εὐζώμου καρποῦ, πυρέθρου, στύρακος, θείου ἀπύρου, ἀνὰ στ΄. καστορίου β΄. ἀνάπλασσε αἵματι χελώνης, καὶ δίδου τετρώβολον μετ' οἴνου ἀκράτου, ἢ ὄξους ἡμικοτυλίου.
[Ἀνώδυνον φάρμακον ἐπιτετευγμένον πρὸς σκορπίων καὶ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ποιεῖ καὶ ταῖς [177] δυστοκούσαις. ἐπιγράφεται δὲ Καλλίστη.] Ϛ Σμύρνης, καστορίου, στύρακος, ἀνὰ α΄. ὀπίου β΄. χαλβάνης γ΄. σελίνου σπέρματος ὀξύβαφον, ἀνίσου τὸ ἴσον, πεπέρεως κόκκους λ΄. ἀνάπλαττε δι' οἴνου, καὶ δίδου α΄. μετ' οἴνου κοτύλης μιᾶς. τὸ φάρμακον ἄγαν ἐστὶ καλόν.
[Ἀβασκάντου ἰατρεύοντος ἐν Λουγδούνῳ.] Ϛ Πεπέρεως λευκοῦ, κόκκους κ΄. καστορίου, ὀπίου, κρόκου, σμύρνης, ἴρεως Ἰλλυρικῆς, σταφίδος ἀγρίας, χαμαίδρυος, βρυωνίας ῥίζης, πυρέθρου, ἑκάστου τὸ ἴσον, οἴνῳ ἀνάπλαττε, καὶ δίδου α΄. μετ' οἴνου ἀκράτου κυάθους γ΄. Ἀντίδοτος σκορπιακὴ, καὶ ἀδιάπτωτος, μετὰ σπουδῆς ἡμῖν δοθεῖσα, ὑπό τινος τῶν τὴν Λιβύην οἰκούντων ταύτῃ χρωμένου· ἀπήλλαττε παντὸς κινδύνου τοὺς σκορπιοδήκτους. ἔστι δὲ προφυλακτικὴ ἀγαθή. πίνεται δὲ ὑπὸ τῶν μηδέπω πεπληγότων πρὸς ἀσφάλειαν τῶν ἐσομένων. Ϛ Θείου ἀπύρου, θείου ὀρυκτοῦ, ἀνὰ λίτρας β΄. πεπέρεως λευκοῦ δ΄. ὀποπάνακος, βράθυος, λιβάνου ἄῤῥενος ἀνὰ γ΄. ἀριστολοχίας στρογγύλης, πευκεδάνου, σμύρνης, κενταυρίου, ἑρπύλλου, [178] χαμαίδρυος, χαμαιπίτυος, σκορπιακῆς βοτάνης, ἀναγαλλίδος, ἀσφάλτου ἀνὰ β΄. γέγραπται δὲ ἐν τῇ γραφῇ, καὶ Ῥωμαϊστὶ ἑρβανικάτου κέστρου β΄. τουτέστι βετονικῆς, μυελοῦ ἐλαφείου, κροκοδείλου χερσαίου τῆς σαρκὸς, ἢ τοῦ λεγομένου σκίγκου, ἀνὰ α΄. ἕκαστον δὲ τῶν εἰρημένων κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, εἶθ' ὁμοῦ μίγνυται καὶ ἀδιάπνευστον φυλάττεται. ἐν δὲ τῇ χρήσει δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ οἴνου ἀκράτου κυάθους β΄. προφυλακτικῆς δὲ χάριν ἐπ' ἐνιαυτὸν πινέτωσαν, ὥστε ἀκινδύνως διάγειν τοὺς παθησομένους. δεῖ δὲ τοὺς ἀρχῇ πίνοντας τοῦτο τὸ φάρμακον ἕνεκεν προφυλακῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μήτε λούσασθαι μήτε συνουσιάζειν.
[Παρὰ Ζωΐλου, ᾗ ἐχρήσατο Ἐπαφρόδιτος ὁ Καρχηδόνιος. ἄπονον ποιεῖ παραχρῆμα, ἔστι δὲ καὶ προφυλακτικὴ ἀγαθὴ, ἐνιαυτὸν πινομένη.] Ϛ Θείου ἀπύρου λίτρας δ΄. λιβάνου λίτραν α΄. βράθυος, στοιχάδος, ἀριστολοχίας ἀνὰ στ΄. σμύρνης ε΄. μυελοῦ ἐλαφείου, ὀποπάνακος ἀνὰ δ΄. δικτάμνου Κρητικοῦ γ΄. ἀσφάλτου, ἑρπύλλου, [179] σκορδίου, ῥοῦ, τριφύλλου, κενταυρίου, χαμαίδρυος, πεπέρεως λευκοῦ, ἀβροτόνου, κέστρου, πολίου, πιτυῶν ἐριφείων, ἀναγαλλίδος ἀνὰ β΄. κροκοδείλου χερσαίου ι΄. σκεύαζε καθάπερ εἴρηται, καὶ δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ οἴνου ἀκράτου κύαθον. ποιεῖ δὲ καὶ πρὸς φυλακὴν, ἐνιαυτοῦ ἅπαξ δοθεῖσα.
[Ἐπίθεμα σκορπιοπλήκτων.] Ϛ Δάφνης φύλλα ἑψήσας μετ' οἴνου, καὶ τρίψας ἐπιτίθει, ἢ κρίνων τὰς ῥίζας τρίψας μετ' ὄξους, ἐπιτίθει.
[Ἄλλο.] Ϛ Ἀριστολοχίας ἐν οἴνῳ ἡψημένης, καὶ πηγάνου ἀκρεμόνων, καὶ νίτρου τὸ ἴσον τρίψας μετ' οἴνου, ἐπιτίθει.
[Ἄλλο.] Ϛ Καρκίνων ποταμίων, κάγχρυος, σταφίδος ἀγρίας, πηγάνου τὸ ἴσον μετ' οἴνου, ἐπιτίθει.
[Ἄλλο.] Ϛ Χαμαιμήλων, καὶ μελανθίου, καὶ νίτρου ἐρυθροῦ τὸ ἴσον, τρίψας μετ' ὄξους, ἐπιτίθει.
[Ἀραβᾶ Θηβαίου, ἐπιτετευγμένον φάρμακον, πρὸς σκορπίου πληγάς.] Ϛ Χαλβάνης, τερμινθίνης ἀνὰ β΄. [180] σταφίδος ἀγρίας, πυρέθρου, θείου ἀπύρου, ἀνὰ α΄. σμύρνης, πεπέρεως, ἀνὰ α΄ Ϛ΄΄. πίσσης ὑγρᾶς τὸ αὔταρκες.
[Διάφορα πρὸς τὰ τῶν φαλαγγίων δήγματα φάρμακα.] [Πρὸς φαλαγγίων δήγματα Χαρίτωνος ὀχλαγωγοῦ.] Ϛ Σπονδυλίου καρποῦ, καλαμινθίνης τὸ ἴσον, τρίψας ὁμοῦ, δίδου ὅσον α΄. μετ' οἴνου κυάθων β΄. πλεονάκις τῆς ἡμέρας. ταύτῃ Χαρίτων χρώμενος περιήκει τὰς πανηγύρεις, ἀρήγειν βουλόμενος τοῖς δακνομένοις.
[Ἄλλο. Σιμμία τοῦ Μηδίου.] Ϛ Ὀποῦ Κυρηναϊκοῦ, δαύκου Κρητικοῦ σπέρματος, ἡδυόσμου ξηροῦ, νάρδου Ἰνδικῆς, ἑκάστου τὸ ἴσον, ἀνάπλασσε δι' ὄξους, καὶ δίδου α΄. μετ' ὄξους κυάθων δ΄. καὶ πιόντα εἰς θερμὸν ὕδωρ κάθιε.
[Ἀνδρέου, πρὸς φαλαγγιοδήκτους.] Ϛ Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀπίου, βρυωνίας, χαλβάνης ἴσον ἑκάστου, ἀνάπλασσε μετ' οἴνου εὐώδους, καὶ διδοὺς α΄. μετὰ γλυκέος κοτύλης μίας.
[181] [Ἄλλο, σφόδρα γενναῖον.] Ϛ Κάγχρυος, πηγάνου ἀγρίου καρποῦ, πεπέρεως λευκοῦ, ἀσταφίδος ἀγρίας, σμύρνης, ἑκάστου α΄. κυπρίου ῥίζης β΄. ἀνάπλαττε μετ' οἴνου εὐώδους κυάθων δ΄. καὶ μέλιτος κύαθον α΄.
[Πρὸς φαλάγγια, καὶ σκορπίους, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ὡς ἐχρήσατο Διόφαντος.] Ϛ Καστορίου, πεπέρεως λευκοῦ, σμύρνης, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, οἴνῳ διαλύσας ἀνάπλαττε τροχίσκους καὶ διδοὺς τριώβολον μετ' οἴνου ἀκράτου κυάθων γ΄. ὡς Διόφαντος.
[Ἄλλη.] Ϛ Μανδραγόρου φλοιοῦ ῥίζης, πεπέρεως λευκοῦ, καστορίου, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, σκεύαζε, καὶ δίδου καθὰ προείρηται. Ἄλλη ἐκ τῶν Ἀπολλοδώρου, ἣν καὶ ὁ Ταραντῖνος ἐν τῷ πρὸς Ἀστυδάμαντα ἀναγράφει, πρὸς παντὸς θηρίου πληγὴν, καὶ τὰ σφοδρότατα τῶν ἀλγημάτων, καὶ πνίγας ὑστερικάς. Ϛ Κωνείου χυλοῦ, ὑοσκυάμου, ἀνὰ δ΄. καστορίου, πεπέρεως λευκοῦ, κόστου, σμύρνης, ὀπίου, ἀνὰ α΄. ταῦτα λεάνας καὶ ἐπιβαλὼν κυάθους β΄. γλυκέος, τρῖβε ἡλιάζων, ἕως συστραφῇ, [182] καὶ ἀνάπλαττε τροχίσκους κυάμου Ἑλληνικοῦ τὸ μέγεθος, καὶ δίδου μετ' οἴνου κυάθων β΄.
[Ἄλλη Ἡρακλείδου Ταραντίνου πρὸς φαλάγγια, καὶ παντὸς ἑρπετοῦ πληγὰς, τὸ δ' αὐτὸ πινόμενον βοηθεῖ.] Ϛ Κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, πεπέρεως λευκοῦ, σμύρνης, κόκκου κνιδίου, κόστου, πυρέθρου, ἀσταφίδος ἀγρίας, ἑκάστου τὸ ἴσον, κυπέρου διπλοῦν, ὄξει διαλύσας καὶ μέλιτι ἀναλαβὼν, ἐπιτίθει.
[Ἄλλη πρὸς φαλάγγια, καὶ παντὸς ἰοβόλου ἑρπετοῦ πληγήν.] Ϛ Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀποῦ Λιβυκοῦ, ἀνὰ δ΄. βρυωνίας ῥίζης, χαλβάνης ἴσον, ὄξει διαλύσας, καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει. τὸ δ' αὐτὸ καὶ πινόμενον σφόδρα βοηθεῖ. ἐπίθεμα πρὸς φαλαγγίων πληγὰς καὶ παντὸς ἑρπετοῦ. τὸ δ' αὐτὸ καὶ πινόμενον βοηθεῖ. τούτῳ Σιμμίας ὁ ὀχλαγωγὸς ἐχρήσατο. Ϛ Θείου ἀπύρου, χαλβάνης ἀνὰ δ΄. ὀποῦ Λιβυκοῦ, καρύων Ποντικῶν κεκαθαρμένων, ἀνὰ β΄. οἴνῳ διαλύσας καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει.
[183] [Ἄλλη.] Ϛ Πηγάνου ἀγρίου σπέρματος, ἀγρίας ἀσταφίδος, εὐζώμου σπέρματος, κάγχρυος, ἄγνου καρποῦ, κυπαρίσσου τῶν σφαιρίων, ἀνὰ ὀξύβαφον. ὄξει διαλύσας καὶ μέλιτι ἀναλαβὼν, ἐπίθες. τὸ δ' αὐτὸ καὶ πινόμενον βοηθεῖ.
[Φάρμακα πρὸς ἐχιοδήκτους, ἐν οἷς καὶ ἡ Ἀντιόχου θηριακὴ περιέχεται, ἣν Πλίνιός φησι παρὰ πυλῶν Ἀσκληπιοῦ ἀναγεγράφθαι.] Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. ἐπὶ δὲ τῶν ἐχιοδήκτων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.
[Πρὸς ἐχιοδήκτους Δωροθέου Ἡλίου.] Λέγει δὲ οὕτως. ποτήμασι μὲν οὖν ἐχρησάμην ἁπλοῖς τοῖς δι' ὄξους· ὄξος γὰρ ὅσον ἡμικοτύλιον θερμανθὲν καὶ ποθὲν ὠφελεῖ. Ϛ Ἀριστολοχίας ὅσον β΄. τοῦ φλοιοῦ ἐν οἴνῳ, ἢ ὄξει κοτύλας ἡμισείας. καὶ Ϛ Τριφύλλου καρποῦ ὅσον τριώβολον ἐν οἴνῳ κυάθου ἥμισυ. καὶ πάνακος τοῦ χειρωνείου β΄. ἐν ὄξει. καὶ πιτυᾶς νεβρείας α΄. ἐν οἴνῳ. καὶ χελώνης θαλασσίας ἐξηραμμένου αἵματος β΄. ἐν ὄξει.
[184] [Τῶν δὲ συνθέτων, ἡ μὲν παρ' Ἀπολλοδώρου τεθειμένη, καὶ ὑπὸ Σωστράτου ἐπαινουμένη, καὶ πάντων δὲ τῶν μετενεγκόντων παρ' αὐτοῦ, ἡ διὰ τοῦ αἵματος τοῦ χελώνης ἐστὶν ἥδε.] Ϛ Κυμίνου ἀγρίου σπέρματος ὀξύβαφον, χελώνης θαλασσίας αἵματος ξηροῦ δ΄. στατῆρας β΄. πιτυᾶς νεβροῦ, εἰ δὲ μὴ, λαγωοῦ γ΄. ἐριφείου αἵματος δ΄. πάντα μίξας, καὶ οἴνῳ βελτίστῳ ἀναλαβὼν, ἀπόθου. ἐν δὲ τῇ χρήσει λαβὼν ἐλαίας τὸ μέγεθος, τρίψας μετ' οἴνου, ὡς βελτίστου, κυάθου ἥμισυ δίδου πίνειν. ἐὰν δὲ ἀπεμέσει τὸ φάρμακον, πάλιν δίδου ἐλαίας τὸ ἥμισυ, καθὰ προείρηται, καὶ πάλιν εἰ ἀποβάλλειν, ἐκ τρίτου δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος, καθὰ προείρηται.
[Ἡ τοῦ ἀγροίκου ἐχιοδήκτου.] Ϛ Τριφύλλου, στάχυος, ὀρόβου ἠλεσμένου, πηγάνου ἀγρίου σπέρματος, ἀριστολοχίας στρογγύλης, ἀνὰ η΄. οἴνῳ διαλύσας ἀνάπλαττε τροχίσκους, καὶ δίδου α΄. μετ' οἴνου κυάθων γ΄. δὶς καὶ τρὶς τῆς ἡμέρας.
[185] [Ἄλλη τῶν παρ' Εὐδήμου ἐμμέτρως ἀναγεγραμμένη, θηριακὴ Ἀντιόχου τοῦ Φιλομήτορος, ἧς ἡ ἀρχὴ ἥδε.]
Ἴησιν μάθε τήνδε πρὸς ἑρπετὰ, ἣν Φιλομήτωρ
Νικήσας, πείρᾳ κέκρικεν Ἀντίοχος.
Τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως.
Μήου ἀπὸ ῥίζης ὁλκὴν διδραχμίαν ὀρύξας,
Σὺν τῷ δ' ἑρπύλλου κλῶνας ἰσοῤῥεπέας.
Σὺν δ' ὀπὸν ἐκ πάνακος στήσας ἴσον ἠδὲ τριφύλλου
Καρπὸν, ὅσον δραχμῆς σταθμὸν ἄγοντα δίδου,
Ἀνίσου, μαράθρου τε καὶ ἄμμιος, ἠδὲ σελίνου
Ἐξ ἑνὸς, ἓν πληρῶν σπέρματος ὀξύβαφον.
Σὺν δ' ὀρόβου λείου δύο ὀξύβαφ' ἔμπασ' ἀλεύρου,
Πάντα δ' ὁμοῦ Χίῳ νέκταρι συγκεράσας,
Κυκλοτερεῖς ἀνάπλασσε τροχοὺς, ἰσότητι μερίζων,
Ἡμιδραχμοῖο ῥοπῆς, ὄφρ' ἂν ἕκαστος ἔχῃ.
Χίῳ δ' ἐγκεράσας τάδε μίγματα, πικρὸν ἐχίδνης,
Ἡμίσεως δραχμὴν, ἰὸν ἀποσκεδάσεις.
[186] Τῷ δὲ ποτῷ καὶ δεινὰ φαλάγγια, καὶ σκολιοῖο
Σκορπίου ἐκφεύξῃ κέντρα φέροντ' ὀδύνας.
Τὰ δὲ κατὰ μέρος ἐστὶ ταῦτα. Ϛ Μήου ῥίζης, ἑρπύλλου, ὀποπάνακος, ἀνὰ β΄. τριφύλλου σπέρματος α΄. ἀνίσου, μαράθρου, ἄμμεως, σελίνου σπέρματος, ἀνὰ ὀξύβαφον, ἀλεύρου ὀροβίνου λεπτοτάτου ὀξύβαφα β΄. οἴνου παλαιοῦ εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ, ἀνάπλασσε τροχίσκους, καὶ ξήρανε ἐν σκιᾷ, καὶ δίδου τριώβολον μετ' οἴνου κυάθων γ΄.
[Ἡρακλείδου Ταραντίνου ἐννεαφάρμακος· ταύτην ἔθηκεν ἐν τῇ περὶ θηρίων αὐτοῦ πραγματείᾳ. ἔχει δὲ οὕτως.] Ϛ Σμύρνης τρωγλοδύτιδος, ὀποπάνακος, ὀποῦ μήκωνος, ἀνὰ β΄. βρυωνίας ῥίζης δ΄. ταύτην οἱ μὲν ψίλωθρον, οἱ δὲ ἄμπελον ἀγρίαν, οἱ δὲ μάδον, οἱ δὲ χειρωνείαν, οἱ δὲ κερκίδα καλοῦσιν. ἀριστολοχίας μακρᾶς τοῦ φλοιοῦ δ΄. καθόλου γὰρ τῶν ῥιζῶν χρησιμώτεροί εἰσιν οἱ φλοιοὶ μᾶλλον, ἤπερ ἐντεριῶναι. πυρέθρου ῥίζης δ΄. πηγάνου ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ, τριφύλλου σπέρματος, [187] ἀνὰ ὀξύβαφον, πάντα κόψας καὶ σήσας, ἀναλάμβανε ὄξει, ἐναποβεβρεγμένου κόμμεως, ὥστ' ἔχειν τι κολλῶδες, καὶ ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει δίδου τροχίσκου ἥμισυ, ἤτοι μετ' οἴνου, ἢ μετ' ὄξους ἐναφηψημένων πηγάνου φύλλων. ποίει τοῦτο πολλάκις τῆς ἡμέρας, ὥστε εἶναι τὴν τελείαν δόσιν τοῦ φαρμάκου β΄. πλεῖον γὰρ διδόμενον ἔμετον κινεῖ, ὥστε μὴ πλέον διδόναι παραινοῦμεν. ἐμέτου δὲ γενομένου πάλιν δοτέον πολλάκις τὸ φάρμακον τῆς ἡμέρας. δεῖ δὲ καὶ τρέφειν τὸν πεπονθότα, καὶ οἴνῳ κεκραμένῳ ποτίζειν, καὶ πολλάκις τοῦτο ποιεῖν. ἀλλὰ καὶ πυριᾷν ὕδατι πολλῷ, καὶ καταντλεῖν τοῖς ὠφελεῖν δυναμένοις. ἡ δὲ κατάκλυσις ἔστω τοῦ πεπονθότος τόπου κατάῤῥοπος.
[Δωροθέου φάρμακον ἐπιτετευγμένον πρὸς παντὸς ἑρπετοῦ πληγήν.] Ϛ Ῥίζης φλόμου θήλεως τοῦ φλοιοῦ, τριφύλλου καρποῦ, ἀνὰ α΄. ὀποπάνακος, ἑρπύλλου, μήου, νεβροῦ πιτυᾶς, ἀνὰ β΄. σελίνου σπέρματος, ἄμμεως, μαράθρου σπέρματος, ἀνίσου σπέρματος, ἀνὰ ὀξύβαφον, [188] ὀρόβων ἠλεσμένων β΄. τὰ ξηρὰ κόψας καὶ σήσας ἀναλάμβανε οἴνῳ Ἀριουσίῳ· ἐν τούτῳ διαλυθείσης τῆς πιτυᾶς καὶ τοῦ ὀποπάνακος, ἀνάπλαττε τροχίσκους, καὶ δίδου πρὸς δύναμιν· τοῖς μὲν ἤδη συντόνως κατεχομένοις α΄. καὶ οἴνου κοτύλην α΄. τοῖς δὲ ἄλλοις τριώβολον. ἐχρήσατο δὲ τῷ φαρμάκῳ καὶ πρὸς τὰς περὶ ἔντερα διαθέσεις, καὶ ὧν ἐβούλετο τὴν κύστιν ῥευματίζειν, καὶ πρὸς βῆχας, καὶ ἄλλας περιστάσεις, ὡς σφόδρα γενναίῳ. ἡ χρῆσις ἐπὶ μὲν τῶν ἰοβόλων μετ' οἴνου, ἐπὶ δὲ τῶν ἄλλων μεθ' ὕδατος. Ἄλλη Ὑβριστοῦ Ὀξυῤῥυγχίτου, φάρμακον ἐπιτετευγμένον πρὸς παντὸς ἰοβόλου πληγήν. ἀνεγράφη ὑπὸ Ἀπολλωνίου τοῦ Μεμφίτου. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ Ἀριστολοχίας, πάνακος, ἄγνου σπέρματος, ἀνὰ δ΄. κάγχρυος καὶ σμύρνης, πεπέρεως, σεσέλεως Μασσαλεωτικοῦ, νάρδου Ἰνδικῆς, καστορίου, κινναμώμου μέλανος, ὡς λεπτοτάτου, πεπέρεως μακροῦ, Κυρηναϊκοῦ ὀποῦ, ἴριδος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ β΄. ὑπερικοῦ α΄. πάντα κόψας, καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ, ἀνάπλασσε τροχίσκους, [189] οἴνῳ ἀθαλάσσῳ φυράσας, ξήραινε ἐν σκιᾷ, καὶ δίδου α΄. ἐν οἴνῳ ἀκράτῳ κοτύλης α΄. καὶ ὕδατος δ΄. ἐπιτίθει δὲ καὶ ἐπὶ τὸ δῆγμα θλάσας ἕνα τῶν τροχίσκων, καὶ οἴνῳ διαλύσας, καὶ προσβαλὼν ἀριστολοχίας τῆς καλῆς λείας, ὅσον β΄. καὶ ἀλφίτου πάλιν δ΄. ταῦτα συλλεάνας καὶ τρίψας ἐπιμελῶς, ἐπιτίθει ἔξωθεν σκεπάσας συκῆς φύλλῳ, καὶ ταινιδίῳ καταδήσας. Ἀντίδοτος θηριακὴ ἐχιοδήκτοις. ποιεῖ δὲ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγήν. ταύτην Γάλλος παραγενόμενος ἐκ τῆς Ἀραβίας ἔδωκε Καίσαρι, πολλοὺς τῶν συστρατευσαμένων αὐτῷ πληγέντας ἀπό τε λυσσοδήκτων καὶ σκορπίων, καὶ φαλαγγίων, καὶ τῶν ἄλλων ἑρπετῶν διασώσας. ἔχει δὲ οὕτως. Ϛ Ὀρόβων ἠλεσμένων κε΄. βρυωνίας ῥίζας ιστ΄. πηγάνου ἀγρίου σπέρματος ιβ΄. τριφύλλου καρποῦ, ἴρεως Καρχηδονίας, ὀποπάνακος, ἀριστολοχίας μακρᾶς, ὀποῦ μήκωνος, ζιγγιβέρεως, ἑκάστου η΄. κυμίνου Αἰθιοπικοῦ, σμύρνης, ἠρυγγίου, ὀποῦ Κυρηναϊκοῦ, κρόκου, ἑρπύλλου, κόστου, σαγαπηνοῦ, ἑκάστου στ΄. οἴνῳ Ἀμιναίῳ φυράσας, ἀνάπλαττε τροχίσκους, [190] καὶ δίδου πρὸς δύναμιν. ἔστω δὲ ἡ τελεία δόσις τριώβολον ἐξ οἴνου κοτύλης α΄. πρὸς δὲ τὰς λοιπὰς διαθέσεις μετ' οἰνομέλιτος.
[Ἐπίθεμα ἐχιοδήκτοις.] Ϛ Σαγαπηνοῦ, πεπέρεως, ὀποῦ Κυρηναϊκοῦ, ὀποπάνακος ἀνὰ μέρος ἓν, χαλβάνης, θείου ἀπύρου, ἀνὰ β΄. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, τοὺς δ' ὀποὺς διαλύσας, ἐπίβαλλε τοῖς ξηροῖς, καὶ ποίει ἐμπλάστρου τὸ πάχος, καὶ ἐπιτίθει κατὰ τῶν πληγῶν, ἔξωθεν δὲ τούτων φύλλα συκῆς ἢ κνίδης.
[Ἄλλο.] Ϛ Καρδαμώμου, ἠρυγγίου ῥίζης, θείου ἀπύρου, πεπέρεως, ἑκάστου μέρος ἓν, σμύρνης, χαλβάνης, ἀνὰ β΄. μέρη, σκεύαζε καθὰ προείρηται.
[Ἄλλο.] Ϛ Κενταυρίου, ἀριστολοχίας, πευκεδανοῦ ῥίζης, ἴσον ἑκάστου, κόψας, καὶ σήσας, καὶ ὄξει φυράσας, ἀναλάμβανε χαλβάνῃ, καὶ χρῶ καθὰ προείρηται.
[Ἄλλο.] Κάγχρυος, σταφίδος ἀγρίας, βρυωνίας ῥίζης, ἀριστολοχίας, ἑκάστου μέρος ἓν, σμύρνης, ὀποπάνακος, ἀνὰ μέρη β΄. ὄξει φυράσας ἀναλάμβανε, καθὰ προείρηται.
[191] [Ἀντίδοτοι Δαμοκράτους πρὸς ἑρπετὰ καὶ λυσσοδήκτους.] Ἐπεὶ δὲ τὰ ἔμμετρα τό τ' εὐμνημόνευτον ἔχει καὶ τὸ ἀναμάρτητον ἐν τῇ συμμετρίᾳ τῶν φαρμάκων, ἄμεινον ἔδοξεν εἶναί μοι καὶ τὰ Δαμοκράτους ἐνταῦθα γράψαι μέτρα, τόνδε τὸν τρόπον ἔχοντα.
Νυνὶ δ' ἀποδοῦναι βούλομαι τὰς δυνάμεις,
Μόνον θεραπεύειν ἰοβόλων δήγματα,
Ἔχεων, κεραστῶν, ἀσπίδων, καὶ χερσύδρων,
Πληγάς τε θηρίων, καὶ δήγματα
Σφηκῶν, μελιττῶν, σκορπίων, φαλαγγίων.
Σκεύαζε δ' οὕτως. ἴρεως δὶς δ΄.
Τῆς Ἰλλυρικῆς. τὸ δ' ἀπὸ ζιγγιβέρεως
Ὀποπάνακός τε καὶ ὀπίου, μηκωνίου,
Λιβανωτίδος ῥίζης τε, καὶ τοῦ Κρητικοῦ
Παντὸς τριφύλλου σπέρματος δὶς δ΄.
Ἀριστολοχίας τῆς μακρᾶς, καὶ πηγάνου
Σπέρματος ἀγρίου τε, τὰς ἴσας ἀνὰ δώδεκα,
Ἑκκαίδεκα ῥίζης λευκοτάτης βρυωνίας.
[192] Ἑρπυλλαρίου δὲ τῆς πόας καὶ σμυρνίου,
Καστορίοιό τε Ποντικοῦ πάντων ἴσα.
Ἠρυγγίου δὲ καὶ σελίνου σπέρματος
Αἰθιοπικοῦ μάλιστα, καί τι ἐπὶ προσφάτου
Δραχμὰς ἑκάστου γ΄. δύο ἐκ πάντων σταθμῶν,
Ὀρόβου τε λευκοῦ, τοῦ καθαροῦ δύο δώδεκα.
Ἅπαντα ταῦτα ξηρὰ καὶ σεσησμένα,
Ἀναλάμβαν' οἴνῳ καὶ ποιήσας σφαιρία,
Ἢ καὶ τροχίσκους, δὸς δραχμὴν πιεῖν μίαν,
Τοῦ φαρμάκου κοτύλην τε μὴ κεκραμένην,
Οἴνου λιπαροῦ, καλοῦ τε καὶ μὴ προσφάτου.
Ποιεῖ δὲ καὶ δι' ὕδατος ἀνεθὲν ἥμισυ
Τοῖς πνευματουμένοισι κῶλον, ἢ γαστέρα,
Δίχ' αἰτίας φανερᾶς τε τοῖς πονοῦσί τι.
Ἄλλη.
Σφόδρα ἀγαθὴ δύναμις, ᾗ καὶ χρωμένους
Πίνοντας αὐτοὺς οἶδα, δηχθέντας κακῶς
[193] Τοῖς ἀρτιθήροις ἔχεσι, τοῖς καλουμένοις
Ψυλλίοις. ἔθνος δέ φασι τοῦτο δυσπαθὲς
Φύσει νενομίσθαι πρὸς τῶν δακετῶν φόβους.
Ἑτέροις δὲ δόντας, σφόδρα κακῶς δεδηγμένοις.
Μελισσόφυλλον μαλακὸν ἐν σκιᾷ ψυγὲν,
Ξηρὸν γενόμενον κόψον, ἐκ τούτου λαβὼν
Δραχμὰς δὶς ὀκτὼ, πρόσβαλ' αὐτῷ στρογγύλης
Ἀριστολοχίας, ἢ μακρᾶς, δραχμὰς δέκα
Ξηρᾶς, χαμαίδρυος δὲ τὰς αὐτὰς δέκα,
Σμύρνης τε χρηστῆς Τρωγλοδύτιδος δραχμὰς δέκα.
Ταῦθ' ὁλμοκοπήσας, σῆθε λεπτῷ κοσκίνῳ,
Μέλιτός τε μέτριον προσβαλὼν αὐτοῖς, ἑνοῦ.
Δίδου τε δραχμῆς πλῆθος, ἢ μικρῷ πλέον
Ἐν ζωροτέροις κυάθοισι κράματα δέκα.
Τινὲς δὲ φύλλων τῶν μακρῶν καὶ προσφάτων
Τὸν χυλὸν ἀποθλίψαντες, ἶσον αὖ καλῷ
Οἴνῳ κατέμιξαν, καὶ ἔδοσαν πιεῖν αὐτίκα.
Πλῆθος τὸ πᾶν δὶς ε΄. κυάθους, ἢ βραχὺ
[194] Ἐλαττόνων, βραχύ τε δαψιλέστερον,
Τά τε φύλλα λεῖα κατέπλασαν τοῖς δήγμασι.
Ἄλλη.
Πρὸς θηρίων μὲν πάντων ἰὸν ἑρπετῶν
Μάλιστα δ' ἔχεων φάρμακον δραστήριον.
Ἔχε δὲ διὰ παντὸς πιτυὰν ἀποκειμένην
Νεβρῶν ἐλάφου, καὶ μὲν ἂν τὴν πρόσφατον.
Τῆς γὰρ παλαιᾶς ἐστὶν εὐστομαχωτέρα,
Ταύτης δραχμῶν τὸ πλῆθος ἐν κυάθοις δυσὶν
Οἴνου Φαλερίνου καὶ ὕδατος τοῦ συμμέτρου
Κεράσας, προσένεγκε τοῖς σφόδρα δεδηγμένοις,
Κέλευε τούτοις γρηγορεῖν, καὶ περιπατεῖν.
Ἂν ἐπιτρέπωσιν οἱ δεδηγμένοι τόποι,
Εἰς τὰ βαλανεῖά τ' εἰσιέναι χρόνους τινὰς
Μένοντας ἐν τούτοισι, καὶ μετ' οὐ πολὺ
Πάλιν ὡς προεῖπον, λαμβάνειν τὴν πιτυάν.
Ἐκ τοῦ γένους τε τῶν πρὸς τοὺς θανασίμους.
[195] Ἄλλη.
Ἀντίδοτός ἐστι πρὸς τὰ τῶν λυσσώντων κυνῶν,
Δήγματα φέροντα παρακοπὰς ὑλακτικὰς,
Φόβους ἀλόγους τε παντὸς ὑγροῦ καὶ ποτοῦ,
Ὡς κᾂν ἴδωσι παντελῶς ὕδωρ βραχὺ,
Τρόμοισι καὶ σπασμοῖσι κατέχοντ' αὐτίκα,
Ἐν ἀγρυπνίαις τε καὶ παρακοπαῖς συνεχέσι
Διάγοντες, ἀποθνήσκουσι συντομώτατα.
Κἂν τῷ παραχρῆμα δ' ἐκφύγωσι τοὺς φόβους,
Μένει τὰ τοιαῦτα κατὰ χρόνους συμπτώματα
Ἄφνω γενόμενα τοῖς πάλαι δεδηγμένοις.
Πρὸς τοὺς φόβους οὖν τῶν τοιούτων δηγμάτων
Ἱερὰν ἔχε πάντως ἀντίδοτον παρακειμένην.
Οἱ γὰρ πιόντες, ὡς ἐρῶ, ταύτην ἐγὼ,
Εἰς οὐδὲν ἄτοπον ἐμπεσοῦνται ῥᾳδίως.
Σκεύαζε δ' αὐτὴν, καρκίνους τοὺς ποταμίους
Ἐπὶ κληματίδων κατάκαιε λευκῆς ἀμπέλου,
Τήρει τε λειῶν ἐπιμελῶς ἐν πυξίδι,
[196] Καὶ γεντιανῆς τὴν ῥίζαν εὖ σεσησμένην
Ἐν πυξίδι δ' ἑτέρᾳ τῆς δὲ χρείας γενομένης
Κατάπασον οἴνου τρισὶ κυάθοις ἡδέος,
Μύστρα δὲ β΄. μακρὰ τῆς σποδοῦ τῶν καρκίνων,
Τῆς γεντιανῆς δ', ὡς ἔφην, λελεασμένης
Ἓν μύστρον, οὕτως ἐκπιεῖν κέλευ' ἄθρουν
Τρισὶν καθεξῆς ἡμέρας νήστει διδούς.
Πρώτην κατὰ τύχην δ' ὑστερήσας ἡμέραν,
Ἄλλαις δυσίν τε προσφέρων ἁπλοῦν μέτρον
Διπλοῦν προσοίσεις δεύτερον τῷ φαρμάκῳ,
Εἰς τρεῖς δὲ κυάθους, ὡς ἔφην, οἴνου βαλὼν
Ἢ κᾀν τρισίν γε τοῖς σφοδρῶς δεδηγμένοις,
Τῆς γεντιανῆς δ' αὖ μόνοις τρισὶν δοκεῖ
Τριωβόλου τὸ πλῆθος ὁλκῆς προσφέρειν
Λείας ἐπιμελῶς ἡμέραις δυσὶν εἴκοσιν
Ἐν ζωροτέροις κυάθοις τρισὶν, ἢ μικρῷ πλέον.
Ἄλλη.
Καὶ τοῦτο πρὸς τοὺς ὑδροφόβους δεδοικότας
[197] Ἔλεγε διὰ πείρας γεγονέναι Νικήρατος.
Αὐτῷ τε καὶ φίλοις κρίνειν δυναμένοις,
Τὰ τῶν παραδόξων φαρμάκων ἰδιώματα.
Λυκίου κρατίστου Παταρικοῦ τριώβολον,
Τοῦ δ' Ἰνδικοῦ βέλτιστον ἂν ᾖ σοι παρὸν,
Διδόναι προσέταττεν ἡμέρας δυσὶν εἴκοσι,
Νήστεσι δι' ὕδατος, ὥσπερ εἶπον ἀρτίως.
Λέγεται δὲ ποιεῖν ταῦτα καὶ Βρεττανικῆς
Δοθεὶς ὁμοίως χυλὸς, ὥσπερ τὸ Λύκιον.
Καὶ τοῦτο δ' ἱκανῶς παρ' ἐνίοις θαυμάζεται,
Ἄρκτου χολῆς β΄. μύστρα καταμίξας δυσὶν
Ὕδατος κυάθοις, πρόσφερ' ἐπὶ τρεῖς ἡμέρας,
Μήπω λαβοῦσι τὴν τροφὴν, ὄρθρον τ' ἄγαν.
Πρὸς λυσσοδήκτους ἔχε μάλισθ' ὅπου πολὺς
Εἰς τὸ πάθος ἐμπίπτει καὶ λυσσᾷ κύων.
Ἔμπλαστρος ᾗ χρῶμαι πρὸς τὸν τῶν δηγμάτων
Ἰχῶρ', ἀρέσκει τὶ πέλιόν τ', ἢ καὶ μέλαν
Τοῖς τραύμασιν πρόσεστι, τοῦτο περικνίσας
[198] Ἐπίβαλλε τὴν ἔμπλαστρον ἐπὶ χρόνον πολὺν,
Δι' ἡμερῶν τὸ τραῦμα πλατύτερον ποιῶν,
Ἑλκοῦν δυναμένῳ φαρμάκῳ ἐσχαρωτικῷ,
Ποιοῦσαν ἀμέλει καὶ πρὸς ἄλλων θηρίων
Τῶν ἰοβόλων πληγάς τε καὶ τὰ δήγματα,
Ἀκίδων τε φαύλοις φαρμάκοις βεβλαμμένων,
Καὶ πρὸς κακοήθη πάντα ἐξηλκωμένα,
Τῆς γῆς μελαίνης κᾀμπελίτιδος δραχμὰς
Δὶς κε΄. καὶ λιθαργύρου καλῆς
Σταθμὸν τὸν αὐτὸν, ταὐτό τ' ἀσφάλτου βάρος
Ἴσας τ' ἐλαίου. τοῖς τρισὶν τούτοις δραχμὰς
Τῆς Ἀττικῆς τε προπόλεως δὶς εἴκοσι,
Ἀριστολοχίας, συμφύτου τ' ἀνὰ τέσσαρας,
Δὶς δύο πρασίου, καὶ ἑλενίου τὰς ἴσας,
Χαμαιλέοντος τέσσαρας, τρεῖς σμυρνίου.
Τὸ δ' αὐτὸ λευκῆς ἴρεως ξηρᾶς καλῆς.
Τρεῖς δ' ὀμφακίνης κηκίδος, ἓξ στυπτηρίας,
Πολίου τε ταὐτὸ, χαλβάνης τ' ὀβολοῦ πλέον,
[199] Λιβάνου τ' ἀτμήτου ιβ΄. ὁλκῆς ἥμισυ,
Χαλκίτεως ὀπτῆς τε τέσσαρας δραχμὰς,
Κενταυρίου λεπτοῦ τε δραχμὰς τρὶς β΄.
Δὶς πέντε καὶ δέκα μέλιτος Ἀττικοῦ νέου.
Σκεύαζε δ' αὐτὴν ἐπιμελῶς αὐτὸς παρών.
Καὶ γὰρ σφόδρ' εἰ καὶ κατακαίεται ταχὺ,
Τὴν ἀμπελῖτιν καὶ λιθάργυρον βαλὼν,
Εἰς λοπάδα καινὴν εὐμεγέθη προσέμβαλε,
Λεῖον ἔλαιον ἕψε μαλθακῷ πυρὶ,
Ὅταν δ' ἴδῃς ῥυπῶδες, ἔμπασον τότε
Στυπτηρίαν, χαλκῖτιν, ἑτέραν δῆτ' ἔχων
Χύτραν τε, τῆκε τὸ μέλι καὶ τὴν χαλβάνην,
Πρόπολίν τε καὶ τὰ λοιπὰ τηκτὰ μίγματα
Κατάχει μετρίως ζέοντα τῆς λιθαργύρου,
Καὶ συζέσας ἐπ' ὀλίγον, ὅταν ἴδῃς ὅτι
Ἔμπλαστρος ἔσται ἀμόλυντος, ἐμπάσσεις τότε
Τὰς πόας τε καὶ τὰ λοιπὰ ῥιζία,
Ἄρας τε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
[200] Ψῦξον, διακινῶν ἐπ' ὀλίγον τὸ φάρμακον,
Συνεκμαλάσσων χερσὶν εὐτονωτέραις,
Ἀπόθου, φυλάττων δέρματ' ἐσκεπασμένην,
Καὶ τῶν ἀκίδων τῶν πεφαρμακευμένων,
Τὰ τραύματ' ἔγνω ταὐτὰ ποιεῖν ἑρπετοῖς
Τῶν ἰοβόλων τε θηρίων τοῖς δήγμασι.
Διὸ καὶ θεραπείας ἐστὶν ὁμογενὴς τρόπος,
Καὶ γὰρ ἐπὶ τούτοις σάρκα τὴν τετρωμένην
Ταχέως περικόπτειν σμιλίῳ δεῖ, καὶ πυρὶ
Συκίας τ' ἐπιβάλλειν εἰ δυνατὸν τοῖς τραύμασι,
Τοῖς δριμέσιν τε φαρμάκοις καὶ καυστικοῖς,
Τηρεῖν τὸ τραῦμα πλείονας χρόνους πλατὺ,
Ὥσπερ ὑπέδειξα θᾶττον ἐν συντάγματι
Ἑτέρῳ, γραφέντι τοῖς θέλουσι φάρμακα
Ποιεῖν ὅσα καύσοις σμιλίῳ τε γίγνεται.
Χρῆσθαι δὲ καὶ ταῖς ἀντιδότοις ποτήμασι
Τοῖς ἐχιοδήκτοις, ἃς ἐκέλευσα προσφέρειν,
Καὶ πητύας δὲ τῶν νεβρῶν αὐτοῖς δίδου,
Καὶ γεντιανῆς, ὡς ἔφην, δεῖ προσφέρειν
[201] Τοῖς λυσσοδήκτοις, καὶ τὰ λοίφ', ὡς εἴπομεν
Ποεῖν ἐπ' ἐκείνων ταῦτα, καὶ τοῖς δ' ἁρμόττει
Ὀπόν τε Κυρηναῖον αὐτοῖς προσφέρειν.
Οὗ μὴ παρόντος δὲ, διδόναι καὶ Μηδικὸν
Ὀβολοῦ τὸ πλῆθος μεθ' ὕδατος κυάθων δυοῖν,
Τῆς γεντιανῆς δ' ὅσον ἄγει τριώβολον,
Χυλὸς δ' ἀμείνων ἐστὶ τῆς ῥίζης πολύ.
[Αἱ ὑφ' Ἥρα γεγραμμέναι ἀντίδοτοι θηριακαὶ, ὧν καὶ ἡμεῖς πεπειράμεθα.] Θηριακὴ ᾗ ἐχρήσατο Μάρκος ὁ αὐτοκράτωρ. Ϛ Τριφύλλου ἀσφαλτώδους σπέρματος μέρος ἓν, ἀριστολοχίας στρογγύλης μέρος ἓν, πηγάνου ἀγρίου μέρος ἓν, ὀρόβου ἠλεσμένου μέρος ἓν, οἴνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους δ΄. δίδου ἕνα μετ' οἴνου καὶ ἐλαίου.
[Ἀντίδοτος ἄλλη ποιοῦσα πρὸς τὰ αὐτὰ, λίαν καλῶς.]
Ἴησιν μάθε τήνδε πρὸς ἑρπετὰ, ἣν Φιλομήτωρ
Νικήσας πείρᾳ κέκρικεν Ἀντίοχος.
[202] Μήου ἀπὸ ῥίζης ὁλκὴν διδραχμίαν ὀρύξας,
Σὺν τῷ δ' ἑρπύλλου κλῶνας ἰσοῤῥεπέας.
Σὺν δ' ὀπὸν ἐκ πάνακος στήσας, ἴσον ἠδὲ τριφύλλου
Καρπὸν, ὅσον δραχμῆς σταθμὸν ἄγοντα δίδου,
Ἀνίσου, μαράθρου τε καὶ ἄμμιος, ἠδὲ σελίνου
Ἐξ ἑνὸς, ἓν πληρῶν σπέρματος ὀξύβαφον.
Σὺν δ' ὀρόβου λείου δύο ὀξύβαφ' ἔμπασ' ἀλεύρου,
Πάντα δ' ὁμοῦ Χίῳ νέκταρι συγκεράσας,
Κυκλοτερεῖς ἀνάπλασσε τροχοὺς, ἰσότητι μερίζων,
Ἡμιδραχμοῖο ῥοπῆς, ὄφρ' ἂν ἕκαστος ἔχῃ.
Χίῳ δ' ἐγκεράσας τάδε μίγματα, πικρὸν ἐχίδνης,
Ἡμίσεως δραχμὴν, ἰὸν ἀποσκεδάσεις.
Τῷ δὲ ποτῷ καὶ δεινὰ φαλάγγια, καὶ σκολιοῖο
Σκορπίου ἐκφεύξῃ κέντρα φέροντ' ὀδύνας.
Ἡ αὐτὴ ἠκριβωμένη ταῖς συσταθμίαις. Ϛ Μήου Κρητικοῦ β΄. τριφύλλου σπέρματος β΄. ἑρπύλλου ξηροῦ δ΄. μαράθρου δ΄. ἄμμεως δ΄. σελίνου σπέρματος δ΄. ὀροβίνου ἀλεύρου η΄. λεῖα ποιήσας, ἀναλάμβανε [203] οἴνῳ Χίῳ, καὶ ποίει τροχίσκους τριωβολιαίους, καὶ δίδου ἕνα μετ' οἴνου. Ἄλλη θηριακὴ πρὸς σκορπίων πληγὰς, καὶ ὅσα τῶν δακνόντων, ἰοῦ ἕνα ἀφιέναι δοκεῖ, καὶ πρὸς ῥήγματα καὶ σπάσματα, ἐμπνευματώσεις κώλου, καὶ πρὸς πολλὰ τῶν ὁμοίων. ταύτην τὴν δύναμιν Γάλλος ἐκ τῆς Ἀραβίας παραγενόμενος Καίσαρι ἔδωκε, πολλοὺς αὐτῇ τῶν συστρατευσαμένων διασώσας. Ϛ Βρυωνίας λευκῆς ῥίζης η΄. τριφύλλου σπέρματος δ΄. ἴρεως, χαλκίτιδος ἀνὰ δ΄. ἀριστολοχίας λεπτῆς δ΄. λιβανωτίδος ῥίζης δ΄. ὀποῦ μήκωνος δ΄. ζιγγιβέρεως δ΄. πηγάνου ἀγρίου σπέρματος στ΄. ἑρπύλλου γ΄. κυμίνου Αἰθιοπικοῦ γ΄. ἠρυγγίου ῥίζης γ΄. ὀρόβου ἀλεύρου λευκοῦ ι΄. οἴνου Χίου ἀθαλάσσου τὸ ἱκανὸν, ἀνάπλασσε τροχίσκους, ἀνὰ δραχμιαίους, καὶ δίδου μετ' οἴνου ἀκράτου κοτύλης.
[Ἄλλη πρὸς ἐχιοδήκτους.] Μελίας φύλλα κόψας, καὶ ἐκθλίψας τὸν χυλὸν, δίδου μετ' οἴνου πίνειν, καὶ τοῖς φύλλοις τοῖς ἀποτεθλιμμένοις τὸ τραῦμα κατάπλασσε.
[Ἄλλη πρὸς φαλαγγιοδήκτους.] Ἑνὶ τροχίσκῳ τῆς [204] τρυγόνος μίσγε πεπέρεως κόκκους ιγ΄. σπέρματος φύλλου κόκκους μ΄. ἐξ οἴνου κράματος πότιζε θερμοῦ ἐπὶ ἡμέρας γ΄.
[Ἄλλη ὁμοίως ποιοῦσα.] Ϛ Ἀριστολοχίας Κρητικῆς μακρᾶς α΄. κυμίνου Αἰγυπτίου τριώβολον, πηγάνου ἀγρίου σπέρματος στ΄. ὀποῦ Κυρηναϊκοῦ γ΄ Ϛ΄΄. μίλτου Λημνίας ι΄. σμύρνης ζ΄. ὀποβαλσάμου η΄. πεπέρεως λευκοῦ β΄ Ϛ΄΄. κάγχρυος δ΄. κόψας καὶ σήσας, φύρα μέλιτι, καὶ δίδου δι' ὕδατος θερμοῦ κυάμου Αἰγυπτίου τὸ μέγεθος. ἐὰν δ' εὐτονώτερον θελήσῃ χρήσασθαι, διπλοῦν δίδου.
[Ἄλλη μετὰ τὰς πρώτας γεγραμμένας ἀντιδότους θηριακή.] Οὐκ οἶδ' ὅπως ἀτάκτως πρὸς ἰσχιαδικοὺς ποτήματα γράψας β΄. μετὰ ταῦτα πάλιν ἔγραψεν ἀντιδότους, τὴν Ζωπύριον ὀνομαζομένην, καὶ ἄλλην θινὰ πολυμίγματον ἅπασι τοῖς θανασίμοις ἁρμόττουσαν, ὥς φησι, προλαμβανομένην τε καὶ ἐπιλαμβανομένην. ἁρμόττει δὲ καὶ λυσσοδήκτοις, καὶ πλευριτικοῖς, καὶ τοῖς ἐντὸς ἀλγήμασιν ἅπασιν, ὥσπερ γε καὶ τοῖς γυναικείοις πάθεσι, καὶ μετὰ ταύτην [205] πάλιν ἑτέραν πολύχρηστον ἔγραψεν ἐξ ρ΄. συγκειμένην, ἐξαιρέτως δὲ, ὥς φησι, πρὸς τὰ θανάσιμα καὶ τοὺς πνιγομένους ὑπὸ ψιμμυθίου. εἶτα μετὰ ταύτας τὴν διὰ τῆς Λημνίας μίλτου, περὶ ἧς ἤδη καὶ πρόσθεν ἔγραψα, παραγράψας τὰ Δαμοκράτους ἔπη. τὴν ἄλλην οὖν παραλιπὼν, τὴν ἐξ ρ΄. συγκειμένην, ἀρκεσθήσομαι τῇ τε Ζωπυρίῳ καὶ τῇ μετ' αὐτὴν γεγραμμένῃ. καὶ προσέτι τὴν διὰ τῆς Λημνίας μίλτου παραλιπὼν τὴν ἑκατονταμίγματον. ἡ αὐτὴ γὰρ ἐστὶ τῇ ὑπ' Ἀνδρομάχου γεγραμμένῃ Ζωπύριος ἀντίδοτος, ποιοῦσα πρὸς ἅπαντα, ἰδιαίτερον δὲ πρὸς τὰ θανάσιμα καὶ πρὸς ἡπατικοὺς, καὶ τὰς ἐμπνευματώσεις τῆς κοιλίας, καὶ τὰς ἀρχομένας παρεγχύσεις, καὶ μάλιστ' ἐφ' ὧν ἐστι πλέον πνεῦμα, τὸ παρακείμενον. Ϛ Σμύρνης ε΄. νάρδου Συριακῆς ε΄ Ϛ΄΄. κρόκου δ΄ Ϛ΄΄. σχοίνου ἄνθους β΄ Ϛ΄΄. κασσίας δ΄. κινναμώμου γ΄. πεπέρεως λευκοῦ α΄ Ϛ΄΄. λιβάνου α΄. ὀβολὸν α΄. κόστου α΄. μέλιτι Ἀττικῷ ἀναλάμβανε, καὶ ποιῶν τροχίσκους καρύου Ποντικοῦ τὸ μέγεθος, δίδου μετ' οἰνομέλιτος ἢ μεθ' ὕδατος.
[206] Ἄλλη ἀντίδοτος, ποιοῦσα πρὸς πάντα τὰ θανάσιμα, καὶ προλαμβανομένη, καὶ ἐπιλαμβανομένη. ποιεῖ καὶ πρὸς λυσσοδήκτους. ποιεῖ δὲ καὶ πρὸς πλευριτικοὺς, καὶ τὰ ἐκτὸς ἀλγήματα· εὐθετεῖ δὲ καὶ πρὸς τὰ γυναικεῖα ἀλγήματα καὶ πάθη. Ϛ Γλυκυῤῥίζης στ΄. καὶ ὀβολὸν α΄ Ϛ΄΄. δαύκου Κρητικοῦ σπέρματος στ΄. ὀβολὸν α΄ Ϛ΄΄. ὀπίου δ΄. ὀβολοὺς β΄. καστορίου β΄. ὀβολὸν ἕνα, πεπέρεως μακροῦ στ΄. τετρώβολον, κόστου στ΄. ὀβολοὺς β΄. ναρδοστάχυος στ΄. ὀβολὸν α΄ Ϛ΄΄. κασσίας μελαίνης ε΄. ὀβολοὺς β΄. λιβάνου ἄῤῥενος α΄ Ϛ΄΄. σεσέλεως ε΄. ὀβολοὺς β΄. σκορδίου στ΄. ὀβολοὺς β΄ Ϛ΄΄. ὑποκυστίδος χυλοῦ στ΄. ἀκόρου β΄. μαλαβάθρου φύλλων στ΄. ὀβολὸν ἕνα, σαγαπηνοῦ β΄. βαλσάμου καρποῦ ε΄. ὀβολοὺς β΄. σμύρνης στ΄. κρόκου ζ΄. ὀβολοὺς β΄. στύρακος στ΄. κινναμώμου ζ΄. ὀβολοὺς β΄. ζιγγιβέρεως ζ΄. ὀβολοὺς β΄. πεπέρεως λευκοῦ ε΄. ὀβολοὺς β΄. φοῦ ε΄. πετροσελίνου δ΄. νάρδου Κελτικῆς δ΄. ὀβολοὺς β΄ Ϛ΄΄. ὑπερικοῦ β΄. ἀκακίας χυλοῦ β΄. γεντιανῆς δ΄. Ἰλλυρικῆς [207] β΄. ἀνίσου γ΄. θλάσπεως στ΄. ὀβολοὺς β΄ Ϛ΄΄. ῥόδων ξηρῶν δ΄. μήου β΄. κόμμεως β΄. καρδαμώμου δ΄. σχοίνου ἄνθους στ΄. ὀβολοὺς β΄. ὀποπάνακος ζ΄. ὀποβαλσάμου στ΄ Ϛ΄΄. χαλβάνης γ΄. ὀβολοὺς β΄. τερμινθίνης στ΄. ὀβολοὺς β΄. ἀγαρικοῦ ζ΄ Ϛ΄΄. κύφεως στ΄. βδελλίου στ΄. σκίγκου β΄. ἀμώμου γ΄. πολίου ε΄. ὀβολοὺς β΄. δικτάμνου στ΄. πηγάνου ἀγρίου σπέρματος δ΄. σφραγῖδος Λημνίας β΄ Ϛ΄΄. ἐρυσίμου δ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε, καὶ μέλιτι Ἀττικῷ.
[Ἄλλη ἀντίδοτος· ποιεῖ καὶ πρὸς θανάσιμα, προδιδομένη καὶ ἐπιδιδομένη, καὶ οὐδὲν ἐμποδίζουσα πρὸς τὰ λοιπὰ διδόμενα φάρμακα· ὅταν δὲ δοθῇ, ναυτίαν κινεῖ, ὥστε ἀναβάλλεσθαι πᾶν τὸ φθαρτικόν.] Ϛ Μίλτου σφραγῖδος Λημνίας α΄. ὀβολοὺς β΄. ἀρκευθίδων β΄. λεῖα τρίψας, ἀναλάμβανε ἐλαίῳ καλλίστῳ, καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος σὺν οἰνομέλιτι.
[Ἐκ τῶν Ἀφροδᾶ πρὸς ὑδροφόβους.] Ϛ Λαθυρίδος [208] οὐγγίας α΄. καστορίου γ΄. λειώσας, δίδου μετὰ κοτύλης δραχμῆς ῥοδίνου πίνειν.
[Καταπότιον τοῦ αὐτοῦ ὑδροφοβικόν.] Ϛ Καστορίου α΄ Ϛ΄΄. λαθυρίδων κόκκους θ΄. δίδου.
[Ἄλλως, παρὰ Νικοστράτου.] Ϛ Καστορίου η΄. λυκίου Ἰνδικοῦ δ΄. γεντιανῆς β΄. καρκίνων κεκαυμένων α΄ Ϛ΄΄. μέλιτι μίξας δίδου.
[Πρὸς δὲ ὑδροφόβον, θαυμαζόμενον.] Εἰ ὕδωρ εἰς ὃ ἀποκαταῤῥίπτουσιν οἱ σιδηρουργοὶ τὰ σιδηρᾶ, ἀγνοοῦντος τοῦ τεχνίτου δίδοται, λίαν θαυμάζεται. τοῖς δὲ ἤδη φοβουμένοις τὸ ὕδωρ, ἵνα πίῃ, ὑπόθες τῷ ποτηρίῳ ῥάκος ἀπὸ ἀφέδρου, καὶ πίεται. ποιεῖ δὲ καὶ γεντιανὴ καθ' ἑαυτὴν, κοχλιάρια γ΄. σὺν ὕδατι.
[Ἀμαράντου Γραμματικοῦ πρὸς ποδαλγικοὺς, ᾧ καὶ αὐτὸς ἐχρῆτο.] Ϛ Ῥήου Ποντικοῦ ι΄. πεπέρεως λευκοῦ η΄. πετροσελίνου, ἀγαρικοῦ, ὑπερικοῦ, ἀκόρου, ἠρυγγίου, ἀνὰ ιστ΄. καρδαμώμου, θλάσπεως, ἀκακίας, γλυκείας χυλοῦ β΄. ῥόδων ξηρῶν, ἀνὰ ιδ΄. μαράθρου σπέρματος [209] β΄. ἀριστολοχίας μακρᾶς β΄. καὶ στρογγύλης, ὀξυμυρσίνης καρποῦ, ἀνὰ γ΄. σελίνου σπέρματος γ΄. βουνιάδος ἀγρίας σπέρματος γ΄. ζιγγιβέρεως γ΄. γεντιανῆς στ΄. σκίγκου β΄. λιβανωτοῦ ε΄. φοῦ Ποντικοῦ γ΄. ἐρυσίμου στ΄. ἴρεως Ἰλλυρικῆς ιγ΄. κασσίας, λιγυστικοῦ, σχοίνου ἄνθους, ναρδοστάχυος, σίου, σκορπιούρου, ἀνὰ στ΄. μέλιτος τὸ ἱκανόν. δίδου μέγεθος Ποντικοῦ καρύου ἐπ' ἐνιαυτόν.
[Ἄλλο, ᾧ ἐγὼ χρῶμαι.] Ϛ Χαμαίδρυος οδ΄. σκορδίου γ΄. πετροσελίνου γ΄. καρδαμώμου γ΄. πρασίου, γεντιανῆς ἀνὰ δ΄. κενταυρίου δ΄ Ϛ΄΄. ἀριστολοχίας στρογγύλης ἴσον, μέλιτος τὸ ἱκανόν. δίδου Ποντικοῦ καρύου μέγεθος σὺν ὕδατι ἐπ' ἐνιαυτόν.