[58] Ἡ μὲν δὴ τῶν παθῶν ἐν ἑκάστου ψυχῇ διάγνωσίς τε καὶ θεραπεία κατὰ τὴν εἰρημένην ὁδὸν ἐν τῷ πρὸ τούτου γράμματι λέλεκται, περὶ δὲ τῶν ἁμαρτημάτων ἐφεξῆς ἂν εἴη ῥητέον. ἄρχομαι οὖν καὶ νῦν ἀρχὴν ἀρίστην, ὡς ἅπαντες ὁμολογοῦσιν, εἰ καὶ μὴ διὰ τῶν ἔργων ἐπιδείκνυνται, τί ποτε λέγουσιν "ἁμάρτημα" λόγῳ διελθών, ὅπως ἡμῖν ἀμφιβολία μηδεμία κατὰ τὸν ἑξῆς λόγον ὑπολείποιτο, [59] δεικνὺς ὥς γ' εἰώθασι χρῆσθαι τῇ φωνῇ ταύτῃ πάντες Ἕλληνες ἐνίοτε μὲν ἰδίως ἐπὶ τῶν κατὰ κρίσιν οὐκ ὀρθὴν γιγνομένων, ὡς εἶναι τοῦ λογιστικοῦ μόνου τῆς ψυχῆς, ἐνίοτε δὲ κοινῶς, ‹ὡς› καὶ τῆς ἀλόγου δυνάμεως ἅπτεσθαι .... ‹ὅτι μὲν οὖν ἥ τε ψευδὴς καὶ ἡ προπετής ἐσ›τι συγκατάθεσις ἁμάρτημα, συνωμολόγηται πᾶσι, ὅτι δὲ καὶ ἡ ἀσθενής, οὐκέτι. μεταξὺ γὰρ δοκεῖ τισιν ἄμεινον εἶναι τίθεσθαι τὴν ἀσθενῆ συγκατάθεσιν ἀρετῆς τε καὶ κακίας. ἀσθενῆ δὲ λέγουσι συγκατάθεσιν, ὅταν μηδέπω πεπεικότες ὦμεν ἡμᾶς αὐτοὺς οὕτως ἀληθῆ τήνδε τινὰ δόξαν ὑπάρχειν, ὡς τὸ πέντε δακτύλους ἔχειν, εἰ τύχοι, καθ' ἑκατέραν χεῖρα καὶ ‹τό›· τὰ δὶς δύο τέτταρα εἶναι. ἴσως μὲν ‹γὰρ› ἐπὶ πρεσβύτου δι' ὅλου τοῦ βίου σχολάσαντος ‹ἐν› εὑρέσει τῶν ἀληθῶν ἁμάρτημ' ἂν εἴη συγκαταθέσθαι τινὶ τῶν ἀπόδειξιν ἐπιστημονικὴν ἐχόντων ἀσθενῶς. ἐπιστήμη γοῦν ἐστι τοῦ γεωμετρικοῦ τοιαύτη περὶ τὰ δεδιδαγμένα διὰ τῶν Εὐκλείδου στοιχείων, ὁποία τῶν πολλῶν ἐστι τοῦ τὰ δὶς δύο τέτταρα εἶναι.
[60] τὴν δ' αὐτὴν ἐπιστήμην ἔχει καὶ περὶ τῶν ἐφεξῆς τούτοις διδασκομένων σφαιρικῶν θεωρημάτων, ὥσπερ γε καὶ τῶν κατ' αὐτὰ ἀναλυομένων ἁπάντων, ἔτι τε τῶν κωνικῶν καὶ τῶν γνωμονικῶν. ἐὰν οὖν ἀμφιβάληται βραχὺ καὶ μὴ βεβαίαν ‹ἐν› αὐτοῖς ἔχῃ συγκατάθεσιν, ἣν κατάληψιν ὀνομάζουσί τινες, ἁμάρτημα εἶναι τοῦτο συγχωρήσειεν ἄν τις ὡς γεωμετρικοῦ δηλονότι τἀνθρώπου. τοῦ μέντοι κατὰ τὸν βίον ἁμαρτάνοντος ἐν τοῖς περὶ ἀγαθῶν τε καὶ κακῶν γνώσεώς τε καὶ κτήσεως καὶ φυγῆς αἱ μοχθηραὶ δόξαι συνίστανται καὶ ‹ἡ› ψευδὴς συγκατάθεσις ἢ προπετὴς ἢ ἀσθενής. ἐνταῦθα οὖν ἤδη κίνδυνος ὡς μικρὸν [ἅμα] ἁμάρτημα μέγιστον ‹βλάπτει›, ἐὰν ψευδῶς συγκαταθώμεθα τῇ περὶ τῶν ἀγαθῶν τε καὶ κακῶν δόξῃ. κατὰ μὲν τοὺς Ἀκαδημαϊκούς τε καὶ Πυρρωνείους οὐ συγχωροῦντας ὧν ζητοῦμεν ἀπόδειξιν ἐπιστημονικὴν ἔχειν ἡμᾶς, ἅπασα συγκατάθεσις ἐξ ἀνάγκης μέν ἐστι προπετής, ἐνδέχεται δὲ αὐτὴν εἶναι καὶ ψευδῆ, καὶ ‹τὰς› τῶν ἀποφαινομένων φιλοσόφων ὑπὲρ ἀγαθῶν τε καὶ κακῶν ἀλλήλαις μαχομένας [61] δόξας οὐκ ἐγχωρεῖν φασιν ἁπάσας ἀληθεῖς εἶναι, δύνασθαί γε μὴν ἴσως εἶναι ψευδεῖς ἁπάσας, ὡς μήθ' ἡδονὴν τὸ ἀγαθὸν εἶναι μήτ' ἀοχλησίαν μήτ' ἀρετὴν ἢ τὴν κατ' αὐτὴν ἐνέργειαν ἢ ὅλως ὁτιοῦν ἄλλο τῶν εἰρημένων τοῖς φιλοσόφοις.
πρῶτον οὖν ἐπισκέψασθαι δεῖ τὸν ἀναμάρτητον εἶναι βουλόμενον, εἰ ἔστιν ἀπόδειξις ἀδήλου πράγματος, ‹εἶθ'› ὅταν εὕρῃ, ζητῆσαι μὴ κατὰ τὸ πάρεργον αὐτὸν μόνον, ἀλλ' ἐν [τῷ] χρόνῳ συχνῷ μετὰ τῶν ἀληθεστάτων ἀνδρῶν καὶ φύσει συνετῶν καὶ γεγυμνασμένων ἐν θεωρίαις λογικαῖς, ὁποία τίς ἐστιν ἡ ἀποδεικτικὴ μέθοδος, εἶθ', ὅταν πεισθῇ τις αὐτὴν εὑρηκέναι, μετὰ τοῦτο χρόνῳ πολλῷ πάλιν ἀσκηθῆναι, πρὶν ἐπὶ τὴν τῶν μεγίστων ἰέναι ζήτησιν, ἣ διὰ τοῦ ἀγαθοῦ, ὅπερ δὴ καὶ τέλος ὀνομάζουσι τοῦ βίου, κτηθέντος εὐδαίμονας ἡμᾶς ἢ μακαρίους ἢ ὅπως ἂν ἄλλως ὀνομάζειν ἐθέλῃ τις ἐργάζεται.
Ἆρ' οὖν, ὦ πρὸς θεῶν, οἱ χωρὶς τοῦ πεῖσαι πρότερον ἑαυτούς, [62] ὅτι τὴν ἀποδεικτικὴν μέθοδον ἴσασιν, ἐπιχειροῦντες εὑρέσει μεγίστων πραγμάτων οὐ φανερῶς εἰσι προπετεῖς; ἐμοὶ μὲν καὶ πάνυ δοκοῦσι· παραπλήσιον γάρ τι ποιοῦσι τοῖς πρὸ τοῦ πεῖσαι σφᾶς αὐτοὺς ἱκανῶς ἐπὶ τῶν ἀριθμῶν γεγυμνάσθαι τολμῶσιν ἀποφαίνεσθαί τι περὶ λογιστικῶν ἢ ἀριθμητικῶν θεωρημάτων. ὥσπερ οὖν τούτους ἀναγκαῖόν ἐστι σφάλλεσθαι πολλαχόθι, κατὰ τὸν αὐτὸν τρόπον, ὅσοι πρὸ τοῦ γυμνάσασθαι κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ἐπιχειροῦσιν ἀποδεικνύειν, ἀδύνατον αὐτοῖς μὴ σφαλῆναι. ὅτι μὲν γὰρ ἔνιοι τῶν ψευδῶν λόγων πείθουσί τινας, εὔδηλον ἐκ τοῦ πλήθους τῶν αἱρέσεων, ὅτι δ' οὐκ ἂν ἔπειθον ὡς ἀληθεῖς, εἰ μή τις ἦν αὐτοῖς ὁμοιότης, οὐδὲ τοῦτ' ἄδηλον. καὶ οὐ σμικράν γε χρὴ νομίζειν εἶναι τὴν ὁμοιότητα· ῥᾷστα γὰρ ἂν ἐφωράθη τοσούτῳ χρόνῳ βασανιζομένη πρὸς ἀνδρῶν ἀξιολόγων τε καὶ πολλῶν. ὅπερ οὖν Ἱπποκράτης ἐπὶ τῶν κατὰ τὴν ἰατρικὴν πραγματείαν εἶπε, τοῦτο φαίνεται καὶ κατὰ φιλοσοφίαν ὑπάρχειν. Ἱπποκράτης δ' εἶπε τὰς ὁμοιότητας πλάνας καὶ [63] ἀπορίας ἐργάζεσθαι καὶ τοῖς ἀγαθοῖς ἰατροῖς. ὥστ' οὐ μόνον τῶν ἐπιτυχόντων ἰατρῶν ἐν ταῖς ὁμοιότησι σφαλλομένων, ἀλλὰ καὶ τῶν ἀρίστων οὐκ ἀπεικός ἐστι καὶ τοῖς ἀγαθοῖς φιλοσόφοις ἐν τοῖς κατὰ φιλοσοφίαν ἀπορίας τε καὶ πλάνας γίγνεσθαι. ‹ὥσ›περ ‹γὰρ› τὰς ὁμοιότητας τῶν διδύμων οἱ συνήθεις μὲν ἑτοίμως διαγιγνώσκουσιν, οἱ δ' ἀήθεις οὐ δύνανται, κατὰ τὸν αὐτὸν λόγον οὐδὲ τὰς ἐν τοῖς λόγοις ὁμοιότητας ὅσοι μὴ πάνυ τρίβωνες λόγων ὑπάρχουσι μηδ' ἑκάστης ἡμέρας, ὥσπερ οἱ τῶν διδύμων ἀδελφοί, ὁμοδίαιτοί τε καὶ ἐθάδες, ἱκανοὶ διαγιγνώσκειν εἰσίν. ἓν μὲν δὴ πρῶτον τοῦθ' ἁμάρτημα ‹καὶ› μέγιστόν ἐστι τῶν προπετῶς ἀποφηναμένων τι περὶ τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἀγαθῶν τε καὶ κακῶν ἐκ φιλαυτίας ἢ ἀλαζονείας ἢ δοξοσοφίας ἢ φιλοτιμίας φυόμενον· ἐνίους μὲν γὰρ ἀναπεπεικότας ἑαυτοὺς ‹ὁρῶμεν›, ὡς ὀρθῶς δοξάζουσιν, ἐνίους δὲ τιμῆς ἕνεκεν ἢ πρὸς χρηματισμὸν τοὺς πέλας μὲν ἀναπείθοντας, αὐτοὺς δ' ὑπόπτως ἔχοντας ὑπὲρ ὧν λέγουσιν. ἁμαρτάνουσι ‹δ'› ἑκάτεροι δῆλον ὅτι, [64] γιγνώσκοντες μὲν οἱ δεύτεροι, καὶ εἴη ἂν αὐτῶν ἐμπαθὲς τὸ κακόν, ἀγνοοῦντες δ' οἱ πρότεροι, καὶ εἴη ἂν αὖ καὶ τούτων τὸ σφάλμα κατὰ τὸ καλούμενον ἰδίως ἁμάρτημα.
καλῶς οὖν ποιήσουσιν οὗτοι τῶν Αἰσώπου πηρῶν ἀναμνησθέντες ἐπιτρέψαντες κρῖναι τὰς ἑαυτῶν δόξας ἑτέροις, οὐ μὰ Δία τοιούτοις, οἷοί περ αὐτοὶ τυγχάνουσιν ὄντες, οὐ μόνον ἀγύμναστοι μεθόδων ἀποδεικτικῶν, ἀλλὰ καὶ τῶν ἄλλων μαθημάτων, ἐν οἷς ἡ ψυχὴ θήγεται, γεωμετρίας, ἀριθμητικῆς, λογιστικῆς, ἀρχιτεκτονίας, ἀστρονομίας, ἔνιοι δ' αὐτῶν οὐδὲ ῥήτορος οὐδὲ (τὸ προχειρότατον δὴ τοῦτο) γραμματικοῦ διδασκαλίας τυχόντες, ἀλλ' οὕτως ἀγύμναστοι περὶ λόγους ὄντες, ὡς μὴ παρακολουθεῖν οἷς ἀκούουσιν ὑφ' ἡμῶν λεγομένοις. ἅπερ ἐγὼ κατανοήσας, ὅταν εἴπω τινὰ λόγον, ἀξιῶ παρ' αὐτῶν ἀκοῦσαι τὰ ῥηθέντα· φαίνονται γὰρ ὄντως, καθάπερ οἱ ὄνοι τῆς λύρας, οὕτως καὶ αὐτοὶ μηδ' ὅλως οἷς εἶπον ἠκολουθηκότες· ἀλλ' ὅμως καὶ αὐτοὶ θράσους ἢ τόλμης εἰς τοσοῦτον ἥκουσιν, ὡς μηδὲ καταγελώμενοι [65] πρὸς τῶν [πρὸς] τὰ γράμματα μεμαθηκότων ἐπὶ τῷ μὴ δύνασθαι διελθεῖν ἃ ἤκουσαν αἰδεῖσθαι, νομίζειν δὲ τὴν μὲν ἀλήθειαν ἑαυτοῖς ἐγνῶσθαι, τοὺς ‹δὲ› πεπαιδευμένους μάτην ἀπολωλεκέναι τὸν χρόνον. ἀλλ' οὐ τούτους ἐλπίζων ὠφελήσειν ἐπὶ τόνδε τὸν λόγον ἧκον· οὐδὲ γάρ, εἰ βουληθεῖεν, οἵ γε πλείους αὐτῶν ὠφεληθῆναι [ἄν] τι δυνήσονται, μηδὲ τὴν ἡλικίαν ἐπιτήδειον ἔτι πρὸς παίδευσιν ἔχοντες. ὅστις δὲ φύσει συνετός ἐστι καὶ μέχρι τούτου γοῦν ἐγυμνάσατο κατὰ τὴν πρώτην παιδείαν, ὡς, ἅπερ ἂν ἀκούσῃ, μάλιστα μὲν ἀπὸ στόματος αὐτίκα δύνασθαι λέγειν, εἰ δὲ μή, γράψαι γε δύνασθαι, βοήθειαν ἕξει τόνδε τὸν λόγον, ἤν γ' ὄντως ἀληθείας ὀρεχθῇ. τοῦτο γὰρ ἐπ' ἐκείνῳ σύμπαν ἐστί, καὶ χρὴ πεφυκέναι μὲν πρῶτον ‹πρὸς ἀλήθειαν›, εἶτα δεῖ καὶ παιδείαν τεθράφθαι χρηστήν. τῷ δὲ μήτε φύντι πρὸς ἀλήθειαν ἐν ἐπιτηδεύμασί τε μοχθηροῖς καὶ ἀσελγέσι τραφέντι παντάπασιν ἀδύνατόν ἐστιν ὀρεχθῆναί ποτ' ἀληθείας ἢ ἐξ αὑτοῦ λαβόντι τὴν τοιαύτην [66] ὁρμὴν ἢ ὑπ' ἄλλου προτραπέντι. οὔκουν οὐδ' ἐγώ ποτ' ἐπηγγειλάμην ὠφελήσειν τὸν τοιοῦτον, ἀλλ', ὡς ἔφην, ὃς ἂν ἀληθείας ᾖ φίλος, ἐκείνῳ τὴν ὁδὸν ἐπιδεῖξαι, καθ' ὅσον οἷός τ' εἰμί, πειράσομαι, ζητήσας μὲν αὐτὴν ἐν ὅλῳ τῷ βίῳ, πεπεικὼς δ' ἐμαυτὸν ἣν ἐρῶ νῦν εἶναι μόνην.
Ἀξιῶ γάρ, ἔφην, ἐκμαθόντας ὅσα περὶ τῆς ἀποδεικτικῆς μεθόδου γέγραπται τοῖς πρὸ ἡμῶν ἐπ' ἄλλων πραγμάτων πρότερον αὐτῆς λαβεῖν πεῖραν, εἰ ὄντως εὑρίσκει τι τῶν ζητουμένων, εἶναι δὲ τῶν τοιούτων πραγμάτων ‹τὴν› φύσιν ἱκανὴν μαρτυρῆσαι τοῖς εὑροῦσιν αὐτά, καθάπερ ἐπὶ τῷ τὴν δοθεῖσαν εὐθεῖαν εἰς τὰ ἐπιταχθέντα μέρη διελεῖν.
ἴσως δ' οὐ νοοῦσιν οἱ παντάπασιν ἀμαθεῖς ὅ τι ποτὲ λέγεται. ἐγὼ δὲ καθάπερ ὄνοις αὐτοῖς ἐπιχειρήσω σαφέστερον εἰπεῖν. εὐθεῖαν μὲν δοθεῖσαν ὁ λόγος λέγει τὴν προτεθεῖσαν ἐπί τινος ἀκριβῶς ὁμαλοῦ ἐπιπέδου, τὰ δ' ἐπιταχθέντα μέρη ‹τὰ› κατὰ τὴν βουλὴν τοῦ προβαλόντος, εἴτ' εἰς πέντε διελεῖν ἴσα τὴν προτεθεῖσαν εὐθεῖαν εἴτ' εἰς ἑπτὰ κελεύσειεν εἴτ' εἰς εἴκοσιν ἢ ἑκατόν. ἐὰν γὰρ εὑρὼν μέθοδον [67] ἰδίαν ἢ παρ' ἑτέρου διδαχθείσῃ χρώμενος εἰς ὅσαπερ ἂν ἐθέλῃς μέρη τὴν προτεθεῖσαν εὐθεῖαν διορίσῃς, αὐτὸ μαρτυρήσει σοι τὸ πρᾶγμα, φανεῖταί τε ἅπαντα τὰ μέρη τῆς οὕτω διαιρεθείσης ἀκριβῶς ἴσα, φανεῖται δὲ καὶ τὰ ‹λοιπὰ› τοιαῦτα πάντα προβλήματα βεβαίως εὑρημένα δι' αὐτῶν τῶν ἐναργῶς φαινομένων, οἷον ὅταν περιγράψαι τῷ δοθέντι τετραγώνῳ κύκλον ἐπιταχθῶμεν, κατὰ ταὐτὰ δὲ καὶ τῷ δοθέντι κύκλῳ περιγράψαι τετράγωνον ἢ ἐγγράψαι ‹καὶ› πάλιν περὶ τὸ δοθὲν πεντάγωνον ἰσόπλευρόν τε καὶ ἰσογώνιον κύκλον περιγράψαι· ἐὰν γάρ τις ἕκαστον τῶν τοιούτων δι' ἧς ἔμαθεν μεθόδου περιγράψαι παραχρῆμα δυνηθῇ, πρὸς αὐτοῦ τοῦ πράγματος μαρτυρήσεται τὸ ζητούμενον εὑρηκώς. οὐ μὴν εἰ γέγονεν ἢ ἀγέννητος ὁ κόσμος ἐστί, δύναται τὸ πρᾶγμα αὐτὸ μαρτυρῆσαι, καθάπερ οὐδὲ εἰ πεπερασμένον ἢ ἄπειρον τὸ πᾶν ἢ πόσος ὁ τῶν κυμάτων ἀριθμός· οὐδὲν γὰρ τῶν τοιούτων ζητημάτων ὑπ' αὐτοῦ τοῦ δοκοῦντος εὑρίσκεσθαι πράγματος ἐπικρίνεται, καθάπερ, ἐὰν ἐπιταχθῇς τῷ κύκλῳ δωδεκάγωνον [68] ἰσόπλευρόν τε καὶ ἰσογώνιον ‹περιγράψαι ἢ ἐγγράψαι,› εὐθέως τοῦτο ποιήσει· καὶ γὰρ ἐγγραφόμενόν τε καὶ περιγραφόμενον ἐναργῶς ὁρᾶται, ὥσπερ γε καὶ ὁ κύκλος ἐγγραφόμενός τε καὶ περιγραφόμενος τῷ τοιούτῳ πολυγώνῳ. ὅταν ‹οὖν› εὕρωμεν ἀποδεικτικὴν μέθοδον, ‹ἣ› ἐπὶ ‹τὸ› ζητούμενον ἡμᾶς ἄγει μαρτυρεῖταί τε πρὸς αὐτοῦ τοῦ πράγματος ἐναργῶς, βασάνους ‹οὐ› σμικρὰς ἐκ τοῦδε τῆς κατ' αὐτὴν ἀληθείας ἕξομεν, ὥστε τολμῆσαί ποτε χρήσασθαι κἀπὶ τῶν ‹μὴ› δυναμένων αὐτῇ μαρτυρεῖν ἐναργῶς. οὔκουν ἀξιῶ τινα περὶ τῶν μεγίστων πραγμάτων εὐθέως ἀποκινδυνεύειν, εἰ δὲ δὴ μέγιστά ἐστι τὰ πρὸς εὐδαιμονίαν ἄγοντα, προγεγυμνάσθαι πρότερον ἐν ὕλαις πραγμάτων ἐλεγχούσαις μὲν τὸν ψευδῶς οἰόμενον εὑρηκέναι [δὲ] τὰ ζητούμενα, μαρτυρούσαις δὲ τοῖς ἀληθῶς εὑρηκόσιν. τοιαύτη δὲ μέθοδος ἡ κατὰ γεωμετρίαν ἐστὶν ἀριθμητικήν τε καὶ λογιστικὴν ἀστρονομίαν τε καὶ ἀρχιτεκτονίαν· ἑνὶ γὰρ ὀνόματι τῷ τῆς ἀρχιτεκτονίας ὑπογράφω καταγραφὰς ὡρολογίων καὶ κλεψυδρῶν ὑδροσκοπίων τε καὶ μηχανημάτων [69] ἁπάντων, ἐν οἷς ἐστι καὶ ‹τὰ› πνευματικὰ προσαγορευόμενα. μαρτυρεῖ γοῦν ἅπαντα ταῦτα τοῖς εὑρίσκουσιν αὐτά, καθάπερ κἀν τῇ ἀστρονομίᾳ· καὶ γὰρ ταῦτα πρὸς αὐτῶν τῶν ἐναργῶς φαινομένων ἐπικρίνεται βασανίζεταί ‹τε› καὶ μαρτυρεῖται, εἴ γε δὴ τῶν ἐναργῶς φαινομένων ἐστὶν ἔκλειψις ἡλίου καὶ σελήνης ὅσα τε κατὰ τοὺς ἀπλανεῖς καὶ πλανήτας ἀστέρας ὁρᾶται.
οἶδα δὲ ὅτι δάκνονται τὴν ψυχὴν ἅπαντες ἐπὶ τοῖς λόγοις τούτοις, ὅσοι προβεβηκότες ἤδη κατὰ τὴν ἡλικίαν οὐκέτι καιρὸν ἔχουσι χρόνῳ πολλῷ βασανίσαι τὴν ἀποδεικτικὴν μέθοδον ἐπὶ πραγμάτων ἐναργῶς αὐτῇ μαρτυρῆσαι δυναμένων. ἤτοι γάρ, ὡς ἔφην, διὰ φιλαυτίαν ἢ διὰ δοξοσοφίαν ἢ φιλοτιμίαν ἢ φιλοδοξίαν ἢ ἀλαζονείαν ἢ χρηματισμὸν ἔνιοι μὲν αὑτούς, ἔνιοι δ' ἄλλους ἀναπείθουσιν ἐπίστασθαί τι βέβαιον. οὐδὲν οὖν ἐστι θαυμαστόν, ἐν ταῖς ἰδίαις ἕκαστον διατριβαῖς τοὺς φοιτητὰς ἀναπείθειν, ἐνίους μὲν ὀνώδεις ὄντας φύσει, [70] τινὰς δὲ δριμεῖς μέν, ἀλλ' ἀγυμνάστους ἐν τοῖς πρώτοις μαθήμασιν· συμφέρει γάρ, οἶμαι, διδασκάλοις ἀλαζόσι τοιούτους ἔχειν μαθητάς, ὡς ὅ γε συνετὸς φύσει καὶ προγεγυμνασμένος ἐν τοῖς μαθήμασιν εὐθέως αὐτῶν καταφρονεῖ, καθάπερ κἀγὼ πολλῶν διδασκάλων ἔτι μειράκιον ὢν ὑπερεφρόνησα, τολμώντων μὲν ἀποφαίνεσθαί τινα μαχόμενα τοῖς ἐπιστημονικῶς ἀποδεδειγμένοις ἐν γεωμετρίᾳ, γιγνωσκόντων ‹δ'› αὐτῶν οὐδ' εἴδωλον ἀποδείξεως.
ἐὰν οὖν ἐξέλῃς τοῦ μέλλοντος ἀλήθειαν ζητήσειν ἀλαζονείαν φιλαυτίαν φιλοτιμίαν φιλοδοξίαν δοξοσοφίαν φιλοχρηματίαν, ἐφ' ἣν εἶπον ὁδόν, ἀφίξεται πάντως ‹τ'› ἐν αὐτῇ [τε] προγυμνασάμενος, οὐ μησίν, ἀλλ' ἔτεσί ποθ' ὕστερον ζητήσει τὰ πρὸς εὐδαιμονίαν τε καὶ κακοδαιμονίαν ἄγειν δυνάμενα δόγματα. τὸν δ' ὑπό τινων παθῶν, οἵων εἶπον, οἰστρούμενον πρὸς μὲν τὴν οὕτως μακρὰν ὁδὸν ὀκνῶ ‹προτρέπειν›, ἐκείνους δὲ μισῶ ‹ὡς› ἐπίβουλόν τι καὶ διάβολον κατασκευάζοντας ‹εἰς ἡμᾶς.› τούτοις γὰρ εἰώθασι προκαταλαμβάνειν [71] τοὺς ἑαυτῶν μαθητάς, ὡς μηδ' ὑπομεῖναί ποτε [τὸ] παρασχεῖν τὰ ὦτα τοιούτοις λόγοις, ὁποίους ἐγὼ μέχρι δεῦρο προὐχειρισάμην. ἑτοιμότατον δ' ἐστὶν πείθεσθαι μειρακίοις ἀπαιδεύτοις διδασκάλῳ τῷ ἐροῦντι σεμνῷ προσώπῳ ῥᾴστην ὁδὸν ἐπὶ σοφίαν ‹τὴν› ὑφηγημένην παρὰ π‹ᾶ›σι τοῖς Κυνικοῖς ὀνομαζομένοις· καὶ γὰρ καὶ οὗτοι σύντομον ἐπ' ἀρετὴν ὁδὸν εἶναί φασι τὸ σφέτερον ἐπιτήδευμα. τινὲς δ' αὐτῶν ἐλέγχοντες οὐκ ἐπ' ἀρετήν, ἀλλὰ δι' ἀρετῆς ἐπ' εὐδαιμονίαν ὁδὸν εἶναι φάσκουσι τὴν Κυνικὴν φιλοσοφίαν. ἀλλ' ἕτεροί γ' ἀληθέστερον αὐτῶν ἀποφαινόμενοι σύντομον ἐπ' ἀλαζονείαν ὁδὸν εἶναί φασι δι‹ὰ τὴν› ἀμαθῆ τῶν τοιούτων ἀνθρώπων τόλμαν. ὥσπερ οὖν οἱ Κυνικοὶ πάντες, οὕς γε δὴ τεθέαμαι κατὰ τὸν ἐμαυτοῦ βίον, οὕτω καὶ τῶν φιλοσοφεῖν ἐπαγγελλομένων ἔνιοι φεύγειν ὁμολογοῦσι τὴν ἐν τῇ λογικῇ θεωρίᾳ γυμνασίαν. εἶθ' ὅταν ἡμῶν ἀπαλλαχθῶσιν, οὐκ ἀξιοῦσι διαλέγεσθαι τοῖς ἐπιτυγχάνουσιν ἀνθρώποις, αἰπόλοις καὶ βουκόλοις καὶ σκαπανεῦσι καὶ θερισταῖς, ὅτι μὴ παρακολουθοῦσιν, ὥς φασι, τοῖς [72] λεγομένοις ἀγύμναστοι περὶ λόγους ὄντες, ὥσπερ ‹ἂν› αὐτοὶ γεγυμνασμένοι ποτὲ κατὰ τὰ πρῶτα μαθήματα καὶ οὐκ ‹ἐξ›αίφνης περὶ τέλους βίου ‹καὶ εὐδαιμονίας τε› καὶ κακοδαιμονίας ἀκούσαντες τοῦ διδασκάλου λόγους τινὰς ἀποδεικτικούς, ὡς ἐκεῖνος ἐνόμιζε, πεισθέντες δὲ δι' ἀγυμνασίαν αὐτοῖς. εἰ γάρ, ὡς ἔφην, αἱ ὁμοιότητες τῶν ψευδῶν λόγων πρὸς τοὺς ἀληθεῖς αἰτίαι τῶν ψευδῶν δογμάτων εἰσί, τὰς δ' ὁμοιότητας οἱ μάλιστα τετριμμένοι καθ' ἑκάστην ὕλην πραγμάτων ἀκριβῶς διαγιγνώσκουσιν, ἀναγκαῖόν ἐστι τὸν ἐξαίφνης προσελθόντα κρίσει λόγων ἀδυνατεῖν διαγνῶναί τε καὶ διακρῖναι τοὺς ψευδεῖς ἀπὸ τῶν ἀληθῶν.
ἐναργὲς δὲ τούτου τεκμήριόν ἐστι τὰ καλούμενα σοφίσματα, λόγοι τινὲς ὄντα ψευδεῖς μέν, εἰς ὁμοιότητα ‹δὲ› τῶν ἀληθῶν πεπανουργημένοι. τὸ μὲν οὖν ψεῦδος αὐτῶν πρόδηλον φαίνεται διὰ τοῦ συμπεράσματος οὐκ ὄντος ἀληθοῦς. ἐπεὶ δὲ οἱ ψευδεῖς λόγοι πάντως ἤτοι τῶν λημμάτων ἔχουσί τι ψευδὲς ἢ τὸ συμπέρασμα κακῶς ἐπιφερόμενον, [73] οὐ φαίνεται δὲ προχείρως ταῦτα κατὰ τὰ σοφίσματα, διὰ τοῦτο δύσοπτα τοῖς ἀγυμνάστοις περὶ λόγους. ὅπου τοίνυν ὁμολογουμένου τοῦ ψευδῆ τὸν λόγον εἶναι διὰ τὸ φαίνεσθαι πᾶσιν ἐναργῶς τὸ συμπέρασμα αὐτοῦ ψευδὲς ὅμως ἡ λύσις ἀπορεῖται τοῖς ἀγυμνάστοις, ἀσφαλὲς ‹ἂν› αὐτοῖς εἴη πάντας ὑποπτεύειν λόγους, συγκατατίθεσθαι δὲ μηδενὶ πρότερον, ἄχριπερ ἂν ἀκριβῶς ἑαυτοὺς πείσωσιν ἱκανοὶ γιγνώσκειν εἶναι τὰς ὁμοιότητας τῶν ψευδῶν λόγων πρὸς τοὺς ἀληθεῖς. πείσουσι δὲ προβάλλειν σοφίσματα ἐπιτρέποντες τοῖς βουλομένοις τῇ πείρᾳ γνῶναι τὴν διάνοιαν αὐτῶν.
ἆρ' οὖν ἄλλο τι συμβουλεύουσιν, οἳ γυμνάζειν ἀξιοῦσιν ἐν τῇ τῶν σοφισμάτων λύσει τοὺς μαθητάς; οὐδαμῶς οὐδὲν ἄλλο. τῆς ‹γὰρ› λύσεως οὔσης, ὡς ἔφην, ἐν τῷ φράσαι τὴν πρὸς τὸν ἀληθῆ λόγον ὁμοιότητα ‹τοῦ› ψευδοῦς, ἀναγκαῖόν ἐστι προμεμαθηκέναι περὶ τῆς τῶν ἀληθῶν λόγων φύσεως. ὁ γὰρ ἐν ἐκείνοις γυμνασάμενος ὡς ἀκριβῶς θ' ἅμα καὶ ταχέως γιγνώσκειν αὐτῶν τὸ εἶδος οὐ χαλεπῶς ἂν ἔτι διαγιγνώσκοι τοὺς ψευδεῖς. ἐγὼ ‹δὲ› τοῦτ' ἔδειξα μειράκια [74] προγεγυμνασμένα ἐν μαθήμασι διδάξας γνωρίζειν ἀληθεῖς λόγους ἀξιώσας τε προβάλλειν αὐτοῖς σοφίσματα τοὺς βουλομένους τῶν παρόντων. αὐτίκα γὰρ ἐγνώρισε τὴν ἀτοπίαν αὐτῶν ἤτοι ‹κατὰ› τὸ σχῆμα γεγενημένην οὐκ ὂν συλλογιστικὸν ἢ κατά ‹τι› τῶν λημμάτων ψευδὲς ὄν, ὥστε κἀκ τούτου φανῆναι σαφῶς τοῖς δοξοσόφοις τούτοις πρεσβύταις, ὅσοι σοφίσματα λύειν ἀδυνατοῦσιν, ὅτι διὰ τὴν ἄγνοιαν τῶν ἀληθῶν λόγων τοῦτο πεπόνθασιν. εἶτ' οὐκ ἐσχάτης καταγνώσεως ἄξιοί εἰσι διὰ προπετῆ συγκατάθεσιν ἐν κακοδαίμονι βίῳ γενόμενοι; ἡ γὰρ περὶ τέλους δόξα ψευδὴς ὡμολόγηται πᾶσι πρὸς κακοδαιμονίαν ἄγειν. οὕτω δ' ἀγύμναστοί τινές εἰσι περὶ διαγνώσεως ἀληθῶν τε καὶ ψευδῶν λόγων, ‹ὡς› ἐνίοτε πιστούμενοί τινος [ἀγνοεῖν] ἀλήθειαν δόξης ἀγνοοῦσι μέν, ὅτι λόγον ἐνδεχόμενον εἰρήκασιν ὡς φαινομένων ἐναργῶς ὧν δοξάζουσι, κελεύουσι δ' ἡμᾶς ἕπεσθαί τε καὶ πείθεσθαι χωρὶς ἀποδείξεως, πολλάκις δὲ μόνης ἐνδείξεως δεομένου τοῦ λόγου δι' ἀποδείξεως ἐπιχειροῦσιν αὐτὸν πιστοῦσθαι. τινὲς δ' [75] οὐδ' ὅπῃ διαφέρει τὸ ‹τῆς› ἐνδείξεως ‹δεόμενον› καὶ τὸ πρώτως τε καὶ ἐξ αὑτοῦ πιστὸν ‹μαθόντες› ὅμως ἐπιχειροῦσιν ἀποφαίνεσθαι περὶ πραγμάτων ἀκριβοῦς ἐπισκέψεως ‹μὴ› γινομένης. καὶ ταῦτα πεπόνθασι πολλοὶ τῶν ἤδη γεγηρακότων ἐν φιλοσοφίᾳ.
τί οὖν, ὦ πρὸς θεῶν; ἡ τῶν τοιούτων ἀμάθειά τε καὶ δοξοσοφία δοκεῖ σοι δύνασθαι θεραπευθῆναι ῥᾳδίως; ἢ ὅστις μὲν ἐσκίρρωται ἐτῶν ἤδη τριῶν ἢ τεττάρων, ἄλυτον ἔχει τὸν σκίρρον, ἡ δὲ τῶν τοιούτων γερόντων ψυχὴ τὸν τῆς ἀμαθείας τε καὶ δοξοσοφίας σκίρρον ἐτῶν τριάκοντα καὶ τετταράκοντα ἔχουσα δύναται λυθῆναι; θές, εἰ βούλει, καὶ δύνασθαι, καὶ σκέψαι, πότερον ἡμερῶν ἢ μηνῶν ἢ ἐτῶν ἡ τοῦ τοιούτου σκίρρου θεραπεία δεῖται. μὴ τοίνυν θαύμαζε, διὰ τί πολλοῖς τῶν φιλοσοφεῖν ἐπαγγελλομένων οὐδ' ὅλως ἀξιῶ διαλέγεσθαι· ‹οὐ› χείρους γὰρ αὐτῶν οἶδα πάντας ἰδιώτας ‹τούς› γε καὶ συνετοὺς φύσει καὶ πεπαιδευμένους τὴν παρ' Ἕλλησιν ἐξ ἀρχῆς εὐδοκιμοῦσαν παιδείαν. οὗτοι μὲν ‹γὰρ ....› καὶ γνωρίζουσι ῥᾳδίως, οἷά τίς ‹τ'›, [76] ἐναργῶς ἀκολουθεῖ, τῶν δ' ὡς ἐριζόντων ἢ προσποιουμένων [μὲν] μὴ γνωρίζειν ὅσα τοῖς δόγμασιν αὐτῶν ἐναντιοῦται πολλάκις ἐπειράθην· περὶ γοῦν τῶν ἑπομένων ἑκάστῳ τέλει βίων μυριάκις ἤδη λόγων ἡμῖν γεγονότων πρὸς πολλοὺς τῶν φιλοσόφων οἱ μὲν ἄλλοι πάντες ‹ὅσοι› διὰ τὸ πεπαιδεῦσθαι τὴν πρώτην παιδείαν ὀξεῖς εἰσι τὴν διάνοιαν αὐτοί τε τοὺς ἀκολούθους ‹ἑκάστῳ τέλει› βίους ἔλεγον ἡμῶν τὸν λόγον γνωρίζοντες ‹καὶ .....· οἱ δ'›, ὡς εἴρηται, γεγηρακότες ἐν δοξοσοφίᾳ μόνοι τἀναντία λέγοντες, εἶτα καταγελώμενοι πρὸς ἁπάντων τῶν παρόντων εἰς λοιδορίας αὐτῶν ἐτρέποντο.
ἀλλὰ τὰ μὲν ἐζητημένα πολλάκις ἡμῖν ἅμα πολλοῖς ἀνδράσι Περὶ τῶν ἀκολούθων ἑκάστῳ τέλει βίων ἐν ἑτέροις ὑπομνήμασιν ἔχεις· καὶ δῆλον ὅτι πολλὰ παραδείγματα τῶν ἁμαρτημάτων ὧν ἁμαρτάνουσιν ἐν αὐτοῖς γέγραπται. πάντα γὰρ ὅσα καθ' ὅλον τὸν βίον ἐναντίως ἀλλήλοις πράττουσίν [ὅσα] τε καὶ λέγουσιν οἱ ἀπὸ τῶν διαφόρων [77] αἱρέσεων ἀναγόμενοι, κατὰ κρίσιν ψευδῆ γίγνεται καὶ πρόδηλόν γ' ἐστίν, ὡς κακῶς τε γίγνεται πάντα καὶ ἁμαρτήματά ἐστι τὰ κατὰ πᾶσαν αἵρεσιν πλημμελήματα τῆς ἀληθοῦς εὑρηκυίας οὐ μόνον τὸ τέλος, ἀλλὰ καὶ τὸν ἀκόλουθον αὐτῷ βίον. ἔνθα καὶ σαφῶς ὅπῃ διαφέρει πάθος ἁμαρτήματος, ἔνεστί σοι μαθεῖν. ὁ μὲν γὰρ εὐεργετεῖν, εἰ οὕτως ἔτυχε, τοὺς ἀνθρώπους δόγμα θέμενος, ὡς ἀληθές τι τέλος ὂν εὐεργετῆσαί τινας, ἐκλείπων τὴν βοήθειαν ἢ δι' ὕπνον ἢ ἀργίαν ἢ φιληδονίαν ἤ τι τοιοῦτον κατὰ πάθος ἐσφάλη. κεκρικὼς δέ τις ἑαυτῷ μόνῳ τὰς ἡδονὰς ἢ τὴν ἀοχλησίαν ἐκπορίζειν, ἀποσχόμενος δὲ διὰ τοῦτο πολίταις ἢ οἰκείοις ἀδικουμένοις βοηθῆσαι διὰ μοχθηρὰν δόξαν, οὐ διὰ πάθος ἥμαρτεν.
Ἀρχὴ μὲν οὖν ἐστι παμπόλλων ἁμαρτημάτων ἡ περὶ τέλους ὑπόληψις ψευδής· φύεται γὰρ ὥσπερ ἐκ ῥίζης τινὸς ταύτης τὰ κατὰ μέρος ἁμαρτήματα. δύναται δέ τις ἐν τῇ περὶ τέλους δόξῃ μὴ σφαλεὶς [78] ἔν τινι τῶν κατὰ μέρος σφαλῆναι, μὴ συνεὶς τῆς ἀκολουθίας. ἐπὶ πλέον δέ σοι, καθάπερ ἔφην ἄρτι, τὰς ἀκολούθους πράξεις ἑκάστῳ τέλει δι' ἑτέρων ὑπομνημάτων ἤθροισα. νυνὶ δὲ τὰ κεφάλαια μόνα τῶν ἁμαρτημάτων εἴπω, ἃ καὶ βέλτιον εἶναι νομίζω πάλιν ἀναλαβεῖν ἕνεκα τοῦ σύνοψίν τινα τῶν προκειμένων εὐμνημόνευτον γενέσθαι. ἐπειδὴ γὰρ ἐν τῇ περὶ τέλους σκέψει τὸ κῦρός ἐστι τῆς ἀνθρωπίνης εὐδαιμονίας, εἰκότως ἐπὶ τὴν ζήτησιν αὐτοῦ πάντες ἧκον οἱ τιμήσαντες ἑαυτούς· [προπετέως] ἀπεφήναντο δὲ προπετῶς ἤτοι πάντες ἢ χωρὶς ἑνός, ‹ὃς› οὐδ' αὐτός ἐστι φανερὸς ἄνευ τοῦ κρῖναι τὰς ἀποδείξεις, εἴτ' ὄντως εἰσὶν ἀποδείξεις εἴτ' ἐκείνοις φαίνονται· τὸν οὖν ἐπιτηροῦντα καὶ παραφυλάττοντα τὰς ἰδίας ἁμαρτίας αὐτὸ τοῦτο χρὴ πρῶτον ἐννοῆσαι, τὸ δίκαιον εἶναι πάντως, ἐπιμελῶς τε καὶ ἀκριβῶς ἀκούσαντα τῶν οἰομένων ἀποδεδειχέναι τὰ ζητούμενα, μετὰ ταῦτα κρίνειν αὐτὰ πειρᾶσθαι, πάλιν κἀνταῦθα παρ' αὐτῶν ἀκούσαντα, τίνα [79] τίθενται κριτήρια τῆς ἐν λόγοις ἀληθείας, εἶτα καὶ πάλιν αὐτὰ ταῦτα ποῖα εἶναι χρὴ βουλευσάμενον αὐτὸν ἐπισκεψάμενόν τε, μή τι πάλιν ἕτερον εἰσάγουσι κριτήριον ἄλλου κριτηρίου δεόμενον, εἶτ' ἐπ' ἐκείνῳ πάλιν ἄλλου, καὶ τὴν εἰς ἄπειρον ἔκπτωσιν ὑποπτεύσαντα μετὰ πολλῆς ἀσφαλείας ἐν χρόνῳ πολλῷ σὺν τοῖς ἀληθεστάτοις αὐτῷ φανεῖσιν ἀνδράσιν οὕτως ἐπισκέψασθαι, τί πρῶτον ἁπάντων ἐστὶ κριτήριον, ὃ δῆλον † καί τινα λαβὴν ἄκριτον χρὴ καταλαβόντα μεμνῆσθαι πᾶσιν ἀνθρώποις. ὁμολογούμενον δ' ἦν αὐτὸ καὶ χωρὶς κρίσεως ἱκανὸν ἐνδείκνυσθαι τὴν αὐτὴν δύναμιν ἐπὶ [τοῦτο] πάσης ἀποδείξεως οὕτως τε ‹τὸ› λοιπὸν ἐπ' αὐτὸ βλέποντα πάντ' ἀνάγειν τὰ κατὰ μέρος, ὅπερ ἀνάλυσιν ἐκάλεσαν ἔνιοι τῶν φιλοσόφων, ὡς ἄνοδόν τινα ‹διὰ› τῶν μεταξὺ γιγνομένην ἐπὶ τὸ πρῶτον κριτήριον. ἅτε δ' ὄντος τούτου ἱκανῶς χαλεποῦ πράγματος, ὡς ἔργῳ πολλάκις ἔμαθες ἐπὶ τῶν δοξοσόφων ἀσχημονούντων τε καὶ καταγελωμένων διὰ τὸ μηδὲ τὰ τυχόντα τῶν ζητουμένων δύνασθαι πρὸς τὸ πρῶτον ἀνάγειν κριτήριον, ἑαυτῷ [80] χρὴ παρακολουθεῖν τὸν ἐπιστημονικὸν γενέσθαι βουλόμενον, ἐπὶ πολλῶν τῶν κατὰ μέρος, ὡς ἔμπροσθεν ἔφην, γυμναζόμενον, ἃ μαρτυρῆσαι δύναται τοῖς εὑρίσκουσιν αὐτά· τοιαῦτα δ' ἐστὶ τὰ κατὰ τὴν ἀριθμητικήν τε καὶ γραμμικὴν θεωρίαν, αἷς οἷον ἐπιβάσεσιν ἀστρονομία καὶ ἀρχιτεκτονία χρῆται.
Φέρε γὰρ (ἵνα σαφηνείας ἕνεκα τῶν ‹ἐξ› ἀρχιτεκτονίας τι λέξω παράδειγμα), πόλεως κτιζομένης προκείσθω τοῖς οἰκήσουσιν αὐτὴν ἐπίστασθαι βούλεσθαι, μὴ στοχαστικῶς ἀλλ' ἀκριβῶς, ἐφ' ἑκάστης ἡμέρας, ὁπόσον τε παρελήλυθεν ἤδη τοῦ χρόνου τοῦ κατ' αὐτήν, ὁπόσον θ' ὑπόλοιπόν ἐστιν ἄχρι δύσεως ἡλίου. τοῦτο ‹τὸ› πρόβλημα κατὰ τὴν ἀναλυτικὴν μέθοδον ἐπὶ τὸ πρῶτον ἀναχθῆναι χρὴ κριτήριον, εἰ μέλλοι τις εὑρήσειν αὐτὸ καθ' ὃν ἐμάθομεν τρόπον ἐν τῇ γνωμονικῇ πραγματείᾳ, πάλιν ‹θ'› ἑξῆς ἐκείνου τὴν αὐτὴν ὁδὸν ὑπεναντίως ἰόντος συντεθῆναι, καθότι καὶ τοῦτ' ἐμάθομεν ἐπὶ τῆς αὐτῆς πραγματείας.
[81] εὑρεθείσης δ' οὕτω καθόλου τε καὶ κοινῆς ὁδοῦ καὶ γνόντων ἡμῶν, ὅτι διὰ γραμμῶν τοιάνδε τὴν μέτρησιν τῶν μερῶν τοῦ χρόνου τῆς ἡμέρας ἀναγκαῖόν ἐστι ποιεῖσθαι, μεταβῆναι προσήκει ἐπὶ τὰ μέλλοντα σώματα δέξασθαι τὴν τῶν γραμμῶν καταγραφὴν ‹καὶ› τὸν γνώμονα καὶ πρῶτον μὲν ζητῆσαι, τίνα σχήματα σωμάτων ἐπιτήδεια πρὸς τὴν εὑρημένην καταγραφήν ἐστιν, εἶτα καθ' ἕκαστον αὐτῶν ἐξ ἀναλύσεώς τε καὶ συνθέσεως εὑρεῖν, ὁποία ἂν αὕτη γίγνοιτο, κἀπειδὰν ἡ λογικὴ μέθοδος ἐναργῆ τὴν πίστιν ἡμῖν ἐνδείξηται τῆς τῶν προκειμένων εὑρέσεως, ἑξῆς ἐπὶ τὸ πράττειν ἔργῳ τὰ δι' αὐτῆς εὑρεθέντα παραγενομένους ἐπισκέψασθαι πάλιν, ὅπως ἂν ἐπιφάνειαν ὁμαλὴν ἐργασώμεθα τοῦ μέλλοντος καταγράφεσθαι σώματος, εὑρόντας δὲ τοῦτ' ἐξ ἀναλύσεώς τε καὶ συνθέσεως, εἶτα κατασκευάσαντάς τι τοιοῦτον σῶμα, διὰ τίνων ὀργάνων αὐτὸ δεῖ καταγράψαι, ζητῆσαι καὶ πάλιν ἐξ ἀναλύσεώς τε καὶ συνθέσεως εὑρεθέντων αὐτῶν πειρᾶσθαι κατασκευάσαι τοιαῦτα τὸ εἶδος, οἷάπερ ἡ μέθοδος ἐδίδαξεν, εἶτα ποιήσαντας ἐφεξῆς [82] καταγραφὴν ἐπὶ πολλῶν σχημάτων καὶ δοῦναι τοῖς ἀνθρώποις ἔργῳ πειραθῆναι, ‹εἰ› γεγονὸς ἤδη τὸ προβληθέν. ὅταν γὰρ ἥ τε πρώτη γραμμὴ τὴν ‹πρώτην› ἀκτῖνα δέχηται τοῦ ἡλίου, κατὰ ταὐτὰ δὲ καὶ τὴν τελευταίαν ἡ ὑστάτη, καὶ τοῦτ' ἐπὶ πάντων φαίνηται τῶν καταγεγραμμένων ὡρολογίων ἡλιακῶν, ἤδη μέν πως ἕν τι γνώρισμα ἕξομεν ἐναργὲς τοῦ τὸ προβληθὲν εὑρῆσθαι· δεύτερον δὲ πάλιν [δ' ἄλλο], ὅταν ἀλλήλοις ‹τὰ› καταγραφέντα πάντα συμφωνῇ, καὶ τρίτον, ὅταν ὕδατος ὁμαλὴς ῥύσις αὐτοῖς μαρτυρῇ. καὶ γὰρ τοῦθ' ὁ λόγος εὑρίσκει κριτήριον ἐσόμενον τῆς τῶν καταγεγραμμένων ὡρολογίων ἀληθείας.
ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἀγγεῖον τρήσας ἐξ ἧς ἂν ὕλης ἐθέλῃς γεγονός, ἐπίθες ὕδατι καθαρῷ τὴν πρώτην ἀκτῖνα τοῦ ἡλίου θεασάμενος· εἶθ' ὅταν σοι τὸ καταγεγραμμένον ὡρολόγιον ἀγγείλῃ ‹τὴν› πρώτην ὥραν ἠνύσθαι, σημηνάμενος ὅσον ἐπληρώθη τοῦ ἀγγείου μέρος ὑπὸ τοῦ ὕδατος, εἶτ' ἐκκενώσας εὐθέως αὐτὸ πάλιν ἐπίθες ἐπὶ ταὐτὸν ὕδωρ. ὅταν δὲ τὴν δευτέραν ὥραν ἀγγείλῃ τὸ ἡλιακὸν ὡρολόγιον, [83] ἐπίσκεψαι τὸ ἀγγεῖον· εἶθ' ὅταν εὕρῃς ἐν αὐτῷ τὸ ὕδωρ ἐπὶ τὸ αὐτὸ μέρος ἀφιγμένον, ‹ὡς› κατὰ τὴν πρώτην ὥραν ἐσημαίνου, ταχέως ἐκχέας αὖθις ‹ἐπίθες› κατ' αὐτοῦ τοῦ ὕδατος ‹καὶ› ἐπισκέπτου πάλιν, εἰ μέχρι τῆς τρίτης ὥρας ἐνδείκνυσι τὸ ὡρολόγιον ἐπὶ τὴν αὐτὴν χώραν ἀφικνεῖσθαι τοῦ ἀγγείου τὸ ὕδωρ, ἐφ' ἣν κατὰ τὴν πρώτην καὶ κατὰ τὴν δευτέραν. ὅταν οὖν εὕρῃς οὕτως γεγονός, ἐκχέας αὖθις ἐπίθες ἄχρι τῆς τετάρτης ὥρας, ἰδών τε πάλιν ἐπὶ τὸ αὐτὸ μέρος τοῦ ἀγγείου τὸ ὕδωρ ἀναβεβηκὸς ἐκχέας αὐτὸ παραχρῆμα πάλιν ἐπιθεὶς ὁμοίως ἐξέταζε κατὰ τὴν πέμπτην ὥραν. ὅταν καὶ ‹κατὰ› ταύτην εὕρῃς ἐπὶ τὴν αὐτὴν χώραν ἀφιγμένον τὸ ὕδωρ, εἶτα καὶ κατὰ τὴν ἕκτην τε καὶ κατὰ τὰς ἐφεξῆς ἄχρι τῆς δωδεκάτης, εἰ μὴ παντελῶς ἀγνὼς εἶ, πεισθήσῃ καλῶς καταγεγράφθαι τὸ ὡρολόγιον, εἴ γε τὸ προκείμενον ἐπεδείξατο. προκείμενον ‹δ'› ἦν εἰς δώδεκα μοίρας ἴσας νεμηθῆναι τὸν χρόνον τῆς ὅλης ἡμέρας. ἀλλὰ τοῦτον μὲν τὸν ἀριθμὸν ὡς χρησιμώτατον προείλοντο· καὶ γὰρ ἥμισυ ἔχει καὶ [84] τρίμοιρον καὶ τέταρτον ἕκτον τε καὶ δωδέκατον, ἅπερ οὐδεὶς ἄλλος ἔχει πρὸ αὐτοῦ καθάπερ οὐδὲ μετ' αὐτὸν ἄχρι τοῦ εἰκοστοῦ τετάρτου. τοῦτον μὲν ὡς μακρὸν παρῃτήσαντο, σύμμετρον δ' εἶναι κρίναντες τὸν δωδέκατον ‹εἰς› τοσαῦτα μέρη τὸν χρόνον τῆς ὅλης ἡμέρας ἔτεμον· ὅτι δὲ χρήσιμός ἐστιν ἡ τοιαύτη τομή, τῇ πείρᾳ βασανίσαντες αὐτῇ ‹γ'› ἄλλοι τε πολλοὶ καὶ Ῥωμαῖοι χρῶνται τὴν οὐσίαν ἅπασαν, ὅταν διατίθωνται, διαιροῦντες [δ'] εἰς δώδεκα μέρη καὶ τῶν ἐν τῷ βίῳ σταθμῶν τε καὶ μέτρων εἰς δώδεκα μοίρας τέμνοντες τὰ πλεῖστα. σὺ δ' εἰ κελεύεις, καταγράψομαί σοι κατὰ τὴν μέθοδον ὡρολόγιον, εἴτ' εἰς ‹δώδεκα› τὴν ὅλην ἡμέραν διαιρεῖν ἐθελήσεις, εἴτ' εἰς ἄλλον τινὰ τῶν ἐφεξῆς ἀριθμῶν. εὑρήσεις γὰρ ἐπ' ἐκείνου πάλιν ὃ προὔβαλον γεγονὸς ἔκ τε τοῦ συμφωνεῖν τὴν διὰ τῶν τετρημένων ἀγγείων ἐκμέτρησιν κἀκ τοῦ πάντ' ἀλλήλοις ὁμολογεῖν ‹τὰ› καταγεγραμμένα, πρός τ' ‹ἐκ› τοῦ τὰς τελευταίας ἐν αὐτοῖς γραμμὰς ὁρίζειν τὰ πέρατα τῆς ἡμέρας.
οὕτω δὲ καὶ κλεψύδρας καταγραφὴν ὁ λόγος εὗρεν ἀναλυτικῇ [85] μεθόδῳ ζητήσας, ἧς πάλιν ἡ βάσανος ἐναργής ἐστι καὶ τοῖς ἰδιώταις. ἡ γὰρ ἀνωτάτω γραμμὴ ‹ἡ› δωδεκάτην ὥραν σημαίνουσ' ἡμέρας μέγιστον μὲν ὕψος ἔχει, καθ' ὃ μέρος ἡ κλεψύδρα τὴν μεγίστην ἡμέραν ἐκμετρεῖ, βραχύτατον δὲ καθ' ὃ τὴν ἐλαχίστην, ἐν τῷ μέσῳ δ' ἀμφοῖν ἐστιν ἡ τὰς ἰσημερινὰς μετροῦσ' ἡμέρας· τὸ δὲ μεταξὺ τῶν [ἰσημερινῶν] τμημάτων ἐπὶ τοῦ χείλους τοῦ ‹τῆς› κλεψύδρας δηλοῖ σοι τὰς ‹μετὰ τὰς› εἰρημένας τέτταρας ἡμέρας. ἀφ' ὧν τμημάτων ὁρμηθεὶς τὸ μὲν ἐφεξῆς τῷ σημαίνοντι τὴν μεγίστην εὑρήσεις δηλοῦν, ἄχρι τίνος μέρους τῆς ὑψηλῆς γραμμῆς ἐπὶ τῇ κλεψύδρᾳ τὸ ὕδωρ ἀναβήσεται ‹τῇ ἐφεξῆς ἡμέρᾳ› τῆς δωδεκάτης ὥρας συμπληρουμένης. τὸ δὲ μετ' ἐκεῖνα πάλιν τρίτον ἀπὸ τῆς [δωδεκάτης] τροπῆς ‹τὴν τρίτην› ἡμέραν σοι δηλώσει, τὸ δ' ἐφεξῆς τὴν τετάρτην. ἐπεξιών τε κατὰ τὸν αὐτὸν τρόπον πάσας τοῦ ἐνιαυτοῦ τὰς ἡμέρας εὑρήσεις μετροῦσαν τὴν μίαν ἐκείνην ἐν τῇ κλεψύδρᾳ γραμμήν, ἣν ὑψηλοτάτην ἔφην εἶναι. καὶ μέντοι καὶ τὰς ἄλλας γραμμάς, ὅσαι τῆς ὑψηλοτάτης εἰσὶν ταπεινότεραι, ‹τὰς› ἄλλας ὥρας ἐκμετρούσας εὑρήσεις, τὴν πρώτην [86] μὲν ἀπὸ τῆς δωδεκάτης ἐν ἁπάσαις τοῦ ἐνιαυτοῦ ταῖς ἡμέραις τὴν ἑνδεκάτην ὥραν σημαίνουσαν ἐν διαφέρουσιν αὐτῆς μέρεσιν, ὡς ἐπὶ τῆς ὑψηλοτάτης προείρηται, τὴν δ' ἐφεξῆς ἐκείνης [τε] τὴν ‹δεκάτην› ὥραν δηλοῦσαν ὡσαύτως κατὰ διαφέροντα μέρη καὶ τὴν ἐφεξῆς γε πάλιν ‹τὴν› ἐνάτην καὶ ‹τὰς λοιπὰς τὴν› ὀγδόην τε καὶ τὰς ἄλλας ἄχρι τῆς κατωτάτης γραμμῆς, ‹ἣ› τὴν ὥραν πρώτην εὑρίσκει, ‹καθάπερ› ἐπὶ τῶν ἡλιακῶν ὡρολογίων φαίνεται· συμπεπληρωμένου ‹δὲ› τοῦ κατὰ τὴν κλεψύδραν ὕδατος ὥσπερ γε ἡ πρώτη καὶ αἱ λοιπαὶ μέχρι τῆς δωδεκάτης ἀλλήλαις μὲν ἴσαι καθ' ἑκάστην ἡμέραν ἡντινοῦν φαίνονται, ταῖς δὲ ἄλλαις ἄνισοι ταῖς προγεγενημέναις τε καὶ μελλούσαις.
εἶτα τὴν τοιαύτην μέθοδον εὑρίσκειν οὐκ ἐπεθύμησας, ὦ οὗτος, τί ποτ' ἐστίν; οὐκ ᾔσθου τῆς ἐν αὑτῷ δοξοσοφίας, ἀμαθὴς ὅστις ὢν τούτων τῶν προβλημάτων οὐδὲν ἂν εὕροις ἐνιαυτῷ, βέλτιον δὲ εἰπεῖν, ὅλῳ τῷ βίῳ; οὐδὲ γὰρ εὗρεν αὐτὰ βίος ἀνδρὸς ἑνός, ἀλλὰ κατὰ σμικρὸν προῆλθεν ἡ γραμμικὴ θεωρία πρῶτον μὲν τῶν στοιχειωδῶν ἐν αὐτῇ θεωρημάτων ζητηθέντων αὐτῇ, ὁπότε δ' εὑρέθη ταῦτα, προσθέντων [87] [αὐτῶν] αὐτοῖς τῶν ἐφεξῆς γενομένων ἀνδρῶν τὴν θαυμασιωτάτην θεωρίαν, ἣν ἀναλυτικὴν ἔφην ὀνομάζεσθαι, καὶ γυμνασάντων ἑαυτούς τε καὶ τοὺς βουληθέντας ἐπὶ πλεῖστον ἐν αὐτῇ· καίτοι μηδὲν ἔχουσι δεῖξαι χειρούργημα τοιοῦτον, οἷα μέχρι δεῦρο διῆλθον ἐπί τε τῶν ἡλιακῶν ὡρολογίων καὶ ‹τῶν› κλεψυδρῶν.
ἀλλ' οὐκ ἦσαν οὔτε προπετεῖς οὔτ' ἀλαζόνες οἱ τὰ τοιαῦτα ζητήσαντες ὁμοίως τοῖς ἐπαγγελλομένοις σοφίαν ἢ ζητεῖν ἢ εὑρηκέναι, τιμήσαντες δ' ἑαυτοὺς τὴν ἀληθεστάτην τιμὴν ὠρέχθησαν, ἣν εἶχον ἐν τῇ ψυχῇ δύναμιν ἀρίστην, ταύτην ἀσκῆσαί τε καὶ εἰς τέλος ἀγαγεῖν. εὔδηλον, ὅτι τὴν λογικὴν λέγω, ἧς γυμναζομένης τε καὶ τὴν οἰκείαν εὐεξίαν λαμβανούσης εὐφραίνονται μειζόνως ‹ἢ› οἱ ταῖς διὰ τοῦ σώματος ἡδοναῖς δουλεύοντες. οὐδὲ γάρ τοι διαφέρομεν ἄλλῃ τινὶ δυνάμει τράγων καὶ σκυλάκων ὑῶν τε καὶ προβάτων καὶ ὄνων, οὐδ' ἄλλη τις θεωρία μειζόνως εὐφραίνει τὴν ψυχὴν ἀνδρὸς εὐφυοῦς [88] τῆς ἀναλυτικῆς, ὅταν γέ τις ἐν αὐτῇ προέλθῃ. κατ' ἀρχὰς μὲν γὰρ ἐπίπονός ἐστιν, ὥσπερ καὶ αἱ ἄλλαι σχεδὸν ἅπασαι. καίτοι κἂν εἰ μηδεμίαν εὐφροσύνην εἶχε, ‹δι'› αὐτό γε τὸ μέλλειν αὐτῇ χρῆσθαι πρὸς τὰ μέγιστα καλῶς ‹ἂν› εἶχεν ἀσκηθῆναι κατ' αὐτὴν ἐξαίρετον ἔχουσαν, ὡς ἔφην, τὸ μαρτυρεῖσθαι πρὸς αὐτῶν τῶν εὑρημένων [εὐφρανθέν], ὅπερ οὐκ ἔστιν ἐν τοῖς κατὰ φιλοσοφίαν εὑρισκομένοις. καὶ διὰ τοῦτο τοῖς προπετῶς ἐν αὐτῇ φλυαροῦσιν ἔξεστιν ἀναισχυντεῖν· οὐ γάρ, ὥσπερ ὁ κακῶς καταγράψας ὡρολόγιον ἢ κλεψύδραν ὑπ' αὐτοῦ τοῦ πράγματος ἐλέγχεται προφανῶς, οὕτω καὶ τοῖς ἐν φιλοσοφίᾳ θεωρήμασιν ἐναργής ἐστιν ὁ ἔλεγχος, ἀλλ' ἔξεστι λέγειν, ὥσπερ ἂν ἐθέλῃ τις, ὅταν γε ἅπαξ ἀναισχύντως ἄνευ μεθόδου λογικῆς ὑπ' αὐτῶν τῶν πραγμάτων διδάσκεσθαι ‹δια›τείνωνται. ἀλλ' εἰ μὲν ἐκείνοις μόνοις διελέχθη τὰ πράγματα λαβόντα φωνήν, εὐλόγως ἀλαζονεύονται, σιγώντων δ' αὐτῶν ἀεὶ καὶ μήθ' ἡμῖν μήτ' ἐκείνοις διαλεγομένων εὔδηλον ὅτι μόνος ὁ ἐν ἡμῖν λόγος εὑρήσει τὴν τῶν [89] πραγμάτων φύσιν. ἐπιδειξάσθω τοίνυν πρότερον εὑρίσκειν αὐτὴν δυνάμενος ἐν πράγμασιν ἐναργῶς αὐτῷ μαρτυροῦσιν, εἰπάτω τε μέθοδον ἡμῖν, ᾗ πᾶν ἀναλυτικῆς ὑποπίπτει πρόβλημα, καὶ δειξάτω προκρίνας τὰς ὁμοιότητας τῶν ἀληθῶν τε καὶ ψευδῶν λόγων, οὗ δυνατὸν φωρᾶσαι τὴν κακίαν, ‹ἢ› οὐκ ἂν ἔτι πιστὸς ἐπὶ τῶν ἀδήλων εἴη.
ταῦτα πάντες ἄνθρωποι καλῶς φασι λέγεσθαι πλὴν τῶν δοξοσόφων τε καὶ προπετῶν, οἷς ἡ ἐπὶ τὴν ἀλήθειαν ὁδὸς οὐ μακρά τίς ἐστιν οὐδ' ἀνάντης, ὁποίαν Ἡσίοδος ἐπὶ τὴν ἀρετὴν εἶναί φησιν, ἀλλὰ σύντομος καὶ βραχεῖα, μᾶλλον δ' οὐδ' ὅλως ἐστίν. εἰ γὰρ αὐτὰ τὰ πράγματα διδάσκει τὴν ἑαυτῶν φύσιν ἅπαντας ἀνθρώπους, οὐ χρὴ κατατρίβεσθαι γυμναζομένους ἐν ταῖς λογικαῖς μεθόδοις. ἆρ' οὖν, ὦ δοξοσοφώτατοι, κἂν τοῦτό γε συγχωρήσαιτ' εἶναι πρόδηλον ἡμῖν τοῖς ἄλλοις, ὁπόσοι μήπω τὴν ὑμετέραν σοφίαν ἐσμὲν σοφοί, τὸ πάντας ἀνθρώπους ἐγνωκέναι δεῖν ἁπάντων πραγμάτων τὴν ἀλήθειαν, εἴπερ ἡ φύσις αὐτῶν ἱκανὴ διδάσκειν ἐστὶν ἑαυτήν; ἀναδύονται πάλιν, ὅταν [90] οὕτως ἐρωτηθῶσι, καί φασιν οὐ πάντας ὑπὸ τῶν πραγμάτων διδάσκεσθαι. τίνες οὖν εἰσιν οἱ διδασκόμενοι πάλιν ἐρωτώντων ἡμῶν ἑαυτοὺς μόνους φασίν· τί γὰρ ἔχουσιν εἰπεῖν ἄλλο φυλάττειν γε τὴν ἐξ ἀρχῆς ἀλαζονείαν προῃρημένοι;
ἀλλ' οὐχ ἡμεῖς γε πιστεύομεν αὐτοῖς ἀποφαινομένοις, ὃ βούλονται. διὰ τί γάρ, ὦ πρὸς θεῶν, μόνοις αὐτοῖς τὰ πράγματα τὴν αὑτῶν φύσιν ἐπιδείκνυται; πότερον ὅτι μόνοι μηδὲν τῶν πρώτων μαθημάτων μεμαθήκασιν; ἀλλὰ ψεῦδος τοῦτο· καὶ γὰρ ἄλλοι πολλοὶ τούτων οὐδὲν ἔμαθον. ἀλλ' ὅτι τὴν λογικὴν ψυχῆς δύναμιν ἤσκησαν ἐν μαθήμασιν ἔργῳ μαρτυρεῖν δυναμένοις αὐτοῖς; καὶ μὴν οὐδέποθ' ἥψαντο τοιαύτης θεωρίας. ἴσως δὲ φήσουσι μόνοι τε γενέσθαι συνετοὶ καὶ βλέπειν ἐπιβλητικῶς τὰ πράγματα, καθάπερ Λυγκεὺς τὰ κατὰ γῆς. τί ποτ' οὖν, εἰ οὕτως αὐτῶν ἐστιν ὀξυδερκὴς ἡ ψυχή, καταγελαστότατοι πάντων εἰσὶν ἐν τοῖς τοιούτοις προβλήμασιν, ὧν ἡ εὕρεσις αὐτὴ μαρτυρεῖ τοῖς [91] εὑρίσκουσιν ἀληθῶς αὐτά; τούτων γὰρ ἂν οὐδὲν οὐδέποτ' αὐτῶν οὐδεὶς εὑρεῖν ἠδυνήθη, ὅπου γε καὶ τῶν εὑρηκότων λεγόντων καὶ διδασκόντων οἱ μὲν ἄλλοι μανθάνουσιν, ἐκεῖνοι δὲ μόνοι δι' ἀγυμναστίαν καὶ βραδυτῆτα ψυχῆς ‹μὴ μανθάνουσιν›. εἰ δὲ παρακολουθοῦσιν [ἐμέ] (καί τις ἐξ αὐτῶν κατὰ τύχην παρακολουθήσειεν ‹ἄν›), ἀλλ' εἰπεῖν γε τὸ εἰρημένον οὐ δύνανται.
τίς οὖν μείζων τυφλότης εἰς τὴν τῶν ἰδίων ἁμαρτημάτων γνῶσίν ἐστι τῆς τοιαύτης τῶν τοιούτων, ὅταν ἄνθρωποι τῶν ἐπιτυγχανόντων ἑαυτοὺς ὁρῶντες ἀφυεστέρους εἴς τε τὸ νοῆσαι καὶ μνημονεῦσαι καὶ τὰ δι' ἀριθμητικῆς τε καὶ γεωμετρίας ἀρχιτεκτονίας τε καὶ ἀστρονομίας εὑρισκόμενα, τὰ ‹τῆς› φιλοσοφίας εὑρηκέναι νομίζωσιν οὕτω ῥᾳδίως, ὡς ἀποφαίνεσθαι τολμᾶν αὐτὰ δεικνύναι τὰ πράγματα χωρὶς ἀποδείξεως καὶ μεθόδου λογικῆς; ὅτι δ' ἑκόντες ἑαυτοὺς κολακεύουσιν, οὐκ ἀλήθειαν ζητοῦσιν, ἔνεστί σοι γνῶναι κἀκ τοῦ κατὰ γνώμην ἕκαστον αὐτῶν ἀνατείνεσθαι παρὰ τοῖς φοιτηταῖς ἅπαντάς τε διαβάλλειν τοὺς ἄλλους ὡς ἐσφαλμένους. ἐγὼ [92] δ' ‹εἰ› συνάγοιμ' αὐτοὺς εἰς ταὐτόν, οὐχ ὑπομένουσιν, ἀλλὰ τὴν αἰδῶ τινος καταπροτείνονται καὶ φάσκουσι μὴ δύνασθαι φθέγξασθαι παρόντων ἀνθρώπων πλειόνων· καίτοι τινὲς αὐτῶν ἀκροατὰς ἔχουσιν ἑκάστης ἡμέρας ὁ μὲν εἴκοσιν, ὁ δὲ τριάκοντα καί ποτε καὶ πλείονας, οὐκ αἰσχυνόμενοι λέγειν ἐπ' αὐτοῖς. ἀλλ' ὅταν ἐγὼ μὲν τρεῖς ἢ τέτταρας ἀξιώσω παρεῖναι τῷ συλλόγῳ Πλατωνικοὺς καὶ τρεῖς ἢ τέτταρας Ἐπικουρείους ἴσους τε τὸν ἀριθμὸν ἄλλους Στωϊκούς τε καὶ Περιπατητικοὺς ἢ τρεῖς πρὸς τούτοις ἢ τέτταρας Ἀκαδημαϊκοὺς ἢ Σκεπτικούς, ὡς γίνεσθαι πάντας ἐκ φιλοσοφίας ἀνθρώπους εἴκοσιν ἄλλους τε πρὸς αὐτοῖς τοσούτους τῶν γεγυμνασμένων μὲν ἐν μαθήμασι τὴν λογικὴν δύναμιν, ἀγνοούντων δὲ τοὺς κατὰ φιλοσοφίαν λόγους, οὐδεὶς αὐτῶν ὑπομένει τηνικαῦτα τὸ τοιοῦτον συνέδριον.
εἰ δέ γέ ποτ' ἀναγκασθέντες ὑπὸ τῶν ἐλευθέρων μὲν αἱρέσεως, γεγυμνασμένων ‹δὲ› ἐν λόγοις ὑπομείνειαν ἀπαντῆσαι τοιούτοις συνεδρίοις, φιλονεικούντων μὲν αὐτῶν ἐπὶ τούτοις, ἑλιττόντων δὲ τοὺς αὐτοὺς λόγους πολλάκις μὲν ἧκεν ἐν τούτοις καὶ γεωμετρικός, [93] ἧκον δὲ καὶ τῶν ἰατρῶν ἔνιοι καὶ ἄλλοι τινὲς τῶν φιλολόγων ἀνδρῶν καὶ πεπαιδευμένων ἐν τοῖς μαθήμασιν οὔτε δὴ τέχνην ἐργαζομένων δι' εὐπορίαν κτημάτων οὔτε δουλευόντων αἱρέσει τινὶ τῶν κατὰ φιλοσοφίαν. ὥσπερ εἴωθα, καὶ τότε κρῖναι τοὺς λόγους ἠξίωσα, καί τις ἐξ αὐτῶν ἔφη κάλλιστ' ἂν κριθῆναι τὴν ἀμφισβήτησιν, εἰ πορευθέντες εἰς ὃ λέγουσιν οὗτοι περιέχειν τὸν κόσμον κενὸν εἰδεῖμεν ἐν αὐτῷ σαφῶς, εἴτ' ἐν μιᾷ χώρᾳ πέφυκε μένειν εἴτε καὶ φέρεσθαι πρὸς ἄλλον τινὰ τόπον ὅπερ ἂν ἐν αὐτῷ τεθῇ σῶμα. τοὺς μὲν ἄλλους πάντας ἤρεσε τὰ λεχθέντα, μόνοι δ' οὐκ ἐπαύοντο φιλονεικοῦντες ἀλλήλοις καὶ ἡμῖν οἱ φιλόσοφοι μὴ δυνάμενοι διακρῖναι τοὺς ἐνδεχομένους λόγους ἀπὸ τῶν ἀναγκαίων· ἐνδέχεται μὲν γὰρ καὶ μένειν ἐν τῷ κενῷ καθ' ἕνα τόπον ἕκαστον τῶν σωμάτων, ἐνδέχεται δὲ καὶ μὴ μένειν ἀναγκαίαν ἀπόδειξιν οὐδετέρας τινὸς αἱρέσεως ἐχούσης.
Καιρὸς οὖν ἥκειν ἐδόκει φθέγξασθαί τι κἀμέ, βραχεῖαν μὲν [94] ἐλπίδα τοῦ φράξαι τὴν δοξοσοφίαν ἔχονθ', ὡς μὴ καταλείπειν ἀπείραστον, ἡγούμενον μέντοι εἶναι μηδ' αὐτὸ τοῦτο βραχύ. καὶ τοίνυν, ἔφην, ὡμολόγηται μὲν ἡ ἀπὸ τῶν ἐναργεστάτων ἀρχὴ πάσης ἀποδείξεως, ἀλλ' εὐθὺς ἡ πρώτη μετάβασις ἀπ' αὐτῶν ἐπὶ τὸ τῶν ἀδήλων οὐ συγχωρεῖται μὲν ὑπὸ τῶν Ἀκαδημαϊκῶν τε καὶ Σκεπτικῶν, ἡμῖν δὲ τοῦτο μὲν ἀλλήλοις συγχωρεῖται, ἄλλο δ' εὑρισκόμεθα τὴν ἐκείνων ἀπορίαν κρατύνοντες.
ὄντων γὰρ ἐναργῶν τῶν ‹μὲν› πρὸς νόησιν, τῶν δὲ πρὸς αἴσθησιν ἀλλήλοις ἐνίοτε δοκεῖ μάχεσθαι ταῦτα. καὶ πρῶτά γε τοῦτ' αὐτὸ γεγυμνασμένου δεῖται τοῦ δείξοντος οὐδέποτ' ἀλλήλοις αὐτὰ διαφέρεσθαι. δεύτερον ἐπὶ τῷδε μέγιστόν ἐστιν, ἀπὸ τῶν ‹μὴ› ἐναργῶς φαινομένων χωρίζειν τὰ τοιαῦτα. τινὲς γὰρ ὑπὸ προπετείας τοῖς μηδέπω φαινομένοις ἐναργῶς ὡς τοιούτοις συγκατατιθέμενοι σφάλλονται. καὶ τί θαυμάζεις, ἔφην, εἰ κατὰ ‹τὰ› πρὸς διάνοιαν ἐναργῆ τοῦτο συμβαίνει τοῖς προπετέσιν, ὁρῶν αὐτὸ κἀπὶ τῶν πρὸς αἴσθησιν [95] ἐνίους πάσχοντας ἑκάστης ἡμέρας; ἐξ ἀπόπτου γοῦν θεασάμενοι παραγενόμενόν τινα Δίωνά φασιν, εἰ οὕτως ἔτυχεν, εἶναι τὸν ἀφικνούμενον, ὡς βεβαίως εἰδότες, ὥστ' ἐνίοτε πλησίον ὀφθεὶς ὁ παραγενόμενος ἐφάνη Θέων, οὐ Δίων ὑπάρχων. εἰ μὲν οὖν ἀπαράλλακτος ἡ φαντασία τῶν πόρρωθεν ὁρωμένων ἐστὶ καὶ τῶν ἐγγύθεν, οἱ διαφωνοῦντες ἀλλήλοις ἐπὶ τῶν πόρρωθεν ὁρωμένων οὔτ' ἐλέγξουσιν οὔτ' ἐλεγχθήσονταί ποτε· εἰ δ' ἐστὶν ἄλλη ‹μὲν› ἐνάργεια τῶν πλησίον ὁρωμένων, ἄλλη δὲ αὖ τῶν οὐ πλησίον, †οισι πειρωμένων τὴν ἐκ τοῦ πλησίον γιγνομένην εἰκότως σφάλλονται.
τοῦτ' οὖν αὐτὸ πρῶτον ἀναμνήσθητι, πρὶν ἐπὶ τὰ πρὸς διάνοιαν ἐναργῆ μετιέναι, ‹εἴ τι› εἶπες καὶ σύ ποτε προπετῶς· ὅρα τόνδε τινὰ τὸν προσιόντα, φέρε Μένιππον, ὃς ὁπόθ' ἧκε πλησίον ἐγνώσθη Θεόδωρος ὤν, ἢ δι' ὅλου τοῦ βίου σαυτὸν ἀπέσχες ἀπὸ τῆς τοιαύτης συγκαταθέσεως, ἣν ὀνομάζουσι πρόπτωσίν τε καὶ προπέτειαν; ἐγὼ μὲν σοὶ λέγω μόνῳ· οὐδεὶς ἔχει με δεῖξαι τοιοῦτόν ποτ' ἐσφαλμένον οὐδέν. ἐκ μειρακίου γὰρ ἀπέχειν ἐμαυτὸν εἴθισα προπετοῦς συγκαταθέσεως, [96] ὥσπερ ἐν τοῖς πρὸς αἴσθησιν οὕτω κἀν τοῖς πρὸς λόγον φαινομένοις· ἐφ' ἃ μεταβὰς ἤδη πάλιν ἀναμνησθῆναί σε κἀνταῦθα παρακαλῶ μηδενὶ ψευδῶς συγκαταθέμενον αὐτῶν, ὥσπερ ἑκάστης ἡμέρας ὁρῶ παμπόλλους τῶν φίλων ἐνίους μὲν ἑνὶ τῶν εἰπόντων ὁτιοῦν ‹οὐ› πιστεύσαντας, εἰ δὲ δύο καὶ τρεῖς ἢ τέτταρες εἴποιεν ταὐτόν, οὐκ ἀντέχοντας, ἄλλους ‹δὲ› πάντως συγκατατιθεμένους ἑνί, προπετῶς δὲ καὶ ‹δυοῖν καὶ› τρισὶν ἢ τέτταρσιν, ἄνευ τοῦ διορίσασθαι, πότερον ἐνδέχεται πάντας αὐτοὺς ἐκ μιᾶς αἰτίας κοινῆς ἀληθεύειν ἢ ψεύδεσθαι πάντας ἐκ μιᾶς αἰτίας κοινῆς. βέλτιον οὖν ἐνταῦθα βραδύνειν, ὥσπερ ἐγὼ ποιῶ, κἂν ὅτι μάλιστά με καλῶσιν ἐπισκώπτοντες ἄπιστον οἱ προπετῶς συγκατατιθέμενοι. τῶν φίλων γοῦν τινές εἰσιν, οἳ πυθόμενοι παρά τινος ἀφῖχθαι τόνδε τινὰ τῶν ἀποδημούντων ἤγγειλαν μὲν ἡμῖν ἥκοντα τὸν ἄνθρωπον, ἠλέγχθησαν δὲ ψευδόμενοι. οἷς ὅταν ἐπιτιμήσω, τοσοῦτον δέουσιν εἰς τὰ μέλλοντα παρασκευάζειν ἑαυτοὺς ἀσφαλεστέρους, [97] ὥστ' ἀγανακτοῦσι πρός με καί φασιν αὐτοὶ μὲν οὐκ εἶναι τῆς ψευδολογίας αἴτιοι (πιστεῦσαι γὰρ εἰπόντι τῷδέ τινι), τὸ δ' ἁμάρτημα ἐκείνου μόνου γεγονέναι, μὴ βουλόμενοι ᾐτιᾶσθαι [τὸ] προστιθέντες [εἰς] ἑαυτοὺς ἁπάσαις ταῖς προπετέσι συγκαταθέσεσιν. εἰ μὲν γάρ, ὥσπερ ἐγὼ λέγειν εἴωθα τόνδε μοί τινα περὶ τοῦδέ ‹τινος› τόδε τι διηγήσασθαι, καὶ αὐτοὶ κατὰ τὸν αὐτὸν τρόπον ἐποιοῦντο τοὺς λόγους, οὐκ ἂν ἐψεύδοντο. νῦν δ' ἐν τῷ πιστεύειν τῷ λέγοντι σφαλέντες οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ σφᾶς αὐτοὺς συνεπέδειξαν αὐτῷ ψευδομένους, ἐνόν γ' αὐτοῖς οὐκ ἀποφαινομένοις εἰπεῖν ἀφῖχθαι τόνδε τινὰ τῶν ἀποδημούντων φίλων, ἀλλ' ἀκηκοέναι παρὰ τοῦδέ ‹τινοσ›. ὁπότ' οὖν ἐπὶ τοσούτων πραγμάτων, ἃ μικρὸν ὕστερον αὐτοὺς ἐλέγχει ψευδομένους, οὐ παύονται προπετῶς συγκατατιθέμενοι, τί χρὴ νομίζειν ἐπὶ τῶν ἀδήλων αὐτοῖς ‹συμβήσεσθαι› ὄντων δυσκολωτέρων προσάπτεσθαι; εὐκολώτερον μὲν γάρ ἐστιν ἑνὸς ἀεὶ μνημονεύειν τοῦ παραμένειν ‹πᾶσι τοῖς φαινομένοις› ἐναργῶς ἐν ἀκριβεῖ, χαλεπώτατον δέ, διότι τοῦτ' [98] αὐτὸ ποιεῖν οὐκ ἐθέλουσιν οἱ πολλοί.
καὶ ζητοῦντί γέ μοι τὴν αἰτίαν τῆς προπετείας αὐτῶν, εἰ μὴ ἄρα πλεονεξία, ‹ἡ δοξοσοφία› κατεφάνη πάντ' ἐργάζεσθαι τὰ τοιαῦτα. τὸ γὰρ ταχέως ὁτιοῦν ἢ δι' αἰσθήσεως ἢ διὰ νοήσεως εὑρίσκειν ἐπαινούμενον ὁρῶντες οἴονται βελτίους ἑαυτοὺς ἐπιδείξειν τῶν πέλας ἐν τῷ τάχει τῆς γνώσεως, ‹οὐ μὴν τό γε τῆς γνώσεως› τάχος, ἀλλ' ἀγνοίας ἐπιδείκνυνται. ταῦτα μὲν οὖν, ἔφην, εἰρήσθω μοι κοινῇ πρὸς ἅπαντας, ὅσοι προπετῶς ἀποφαίνονται.
Πάλιν ‹δ'› ἐπὶ τούσδε τοὺς φιλοσόφους ἔλθωμεν ἀποφαινομένους προπετῶς περὶ τῶν ἐν τῷ κενῷ σωμάτων ἑστώτων ἢ κάτω φερομένων. ὁ μὲν γὰρ ἀρχιτέκτων οὗτος οὐκ ἂν ἀπεφήνατο, πρὶν εἰς αὐτὸ τὸ κενὸν ἐξελθὼν τοῦ κόσμου τῇ πείρᾳ βασανίσαι τὸ πρᾶγμα καὶ θεάσασθαι σαφῶς, εἴτε μένει κατὰ τὸν αὐτὸν τόπον ἕκαστον τῶν ἐν αὐτῷ σωμάτων εἴτε καὶ μεθίσταται. τοιαύταις γὰρ ἀρχαῖς εἰς τὰς ἀποδείξεις οἶδα χρώμενον αὐτὸν ἐναργέσι τε καὶ ἀναντιλέκτως ὑπὸ πάντων [99] ὁμολογουμέναις. ὑμεῖς δ' οἱ φιλοσοφοῦντες ὧν οὐδεμίαν ἐναργῆ γνῶσιν ἔχετε, ταῦθ' ὡς ἐναργῶς γνωσθῆναι δυνάμενα ‹ἀποφαίνεσθε προπετῶς, ὡς› ἤκουσα πρῴην ἀμφισβητούντοιν δυοῖν φιλοσόφοιν· ἐδόκει γὰρ αὐτῶν τῷ μὲν ἑτέρῳ τὸ ὕδωρ τῶν ξύλων βαρύτερον εἶναι, τῷ δ' ἑτέρῳ τὰ ξύλα τοῦ ὕδατος, ἑκάτερός τε λόγους ἔλεγε μακροὺς βλέπων ἄνω καὶ κάτω. κεφάλαιον δ' ἦν τοῦ μὲν ἑτέρου τῶν φιλοσόφων, τὴν πεπιλημένην οὐσίαν βαρυτέραν εἶναι καὶ διὰ τοῦτο τὰ ξύλα τοῦ ὕδατος, τοῦ δ' ἑτέρου, †τὴν ἔλαττον ἔχειν κενὸν τὸ ὕδωρ. καὶ ταῦτ' ἔλεγον διὰ μακρὰν ἐξηκόντων λόγων οὐκ ἀποδεικτικῶν ποιούμενοι τὰς πίστεις, ὥσπερ ἀδύνατον ὂν αἰσθήσει διαγνῶναι τὸ πρᾶγμα, καθάπερ ἡμᾶς οἶσθα ποιοῦντας. οἱ φιλόσοφοι λέγειν ἔτι βουλόμενοι ἠρώτησαν αὐτόν, ὅστις ὁ τρόπος εἴη, καθ' ὃν ἐναργῶς διαγινώσκεται, πότερον εἴη βαρύτερον· οὐ γὰρ δὴ διὰ ζυγοῦ γε δυνατὸν ἔφασαν γενέσθαι τοῦτο, καθάπερ οὐδὲ δι' ἀγγείου πληρουμένου· [100] στῆσαι μὲν γὰρ οἷόν τ' εἶναι τὸ ξύλον, οὐ μὴν πληρῶσαι τό γ' ἀγγεῖον ἐξ αὐτοῦ, τὸ ‹δ'› ὕδωρ αὐτὸ πληροῦν δύνασθαι. τοιαῦτ' οὖν αὐτῶν λεγόντων, ὥσπερ εἰώθασι, γελάσας ὁ ἀρχιτέκτων ἔφη· "τοιοῦτοι διὰ παντὸς ὑμεῖς, οἱ δοξόσοφοι, πάντες ἐστέ, τὰ μὲν ἔξω τοῦ κόσμου γιγνώσκειν οἰόμενοι, περὶ ὧν εἰκάσαι μέν ἐστιν ἐνδεχόμενον, γνῶναι δ' ἐπιστημονικῶς οὐκ ἐγχωρεῖ, τὰ δὲ τοιαῦτα καὶ τοῖς τυχοῦσιν ἐνίοτε γιγνωσκόμενα παντάπασιν ἀγνοοῦντες, ὥσπερ καὶ τοῦτ' αὐτὸ τὸ νῦν προκείμενον, ὕδατός τε καὶ ξύλων σταθμὸν ἀντεξετάσαι." δεηθέντων οὖν ἁπάντων τῶν παρόντων εἰπεῖν τὸν ἀρχιτέκτονα, πῶς ἐπιστημονικῶς καὶ βεβαίως ἀντεξετασθήσεται τὸ τοῦ ξύλου βάρος τῷ τοῦ ὕδατος, ὁ μὲν διῆλθεν ἐν τάχει τε καὶ σαφῶς, ὡς ἅπαντας τοὺς παρόντας νοῆσαι πλὴν μόνων τῶν φιλοσόφων. ἐκείνοις δὲ καὶ δεύτερον ἠναγκάσθη καὶ τρίτον εἰπεῖν τὸν αὐτὸν λόγον, ἔστε μόγις ἐνόησαν.
[101] ὁ μὲν ‹οὖν› ἀρχιτέκτων "εἰκότωσ", ἔφη, "λέγουσι πάμπολλοι πλὴν δοξοσοφίας οὐδὲν τούτοις ὑπάρχειν, οἵ γε ἀνόητοι μὲν ἐν τοῖς γνωστοῖς ἅπασιν ἐλέγχονται, δοξόσοφοι δ' ἐν τοῖς ἀγνώστοισ". ἐγὼ δὲ διαδεξάμενος αὐτοῦ τὸν λόγον εὐλόγως ἔφην τοῦτο συμβαίνειν αὐτοῖς, οἵ, πῶς χρὴ μεταβαίνειν ἀπὸ τῶν ἐναργῶς γιγνωσκομένων ἐπὶ τὸ τῶν ἀδήλων οὐδέποθ' ὑπέμειναν ἀσκηθῆναί τε καὶ μαθεῖν ἐπὶ πραγμάτων μαρτυρῆσαι μὲν τοῖς εὑροῦσιν αὐτὰ δυναμένων, ἐλέγξαι δὲ τοὺς οὐχ εὑρόντας. "ἵνα δ'", ἔφην, "γελάσητε καὶ γνῶτε τὸν τῦφον αὐτῶν ὁπηλίκος ἐστί, διελθεῖν ὑμῖν ἕν τι καὶ δύο βούλομαι, περὶ ὧν ἀποφαίνονται προπετῶς οἱ τὰς ὀφρῦς ἀνεσπακότες οὗτοι. καὶ πρῶτόν γε τοῦτο λέγω, μάλιστ' ἐπειδὴ ‹τῶνδε› τῶν Περιπατητικῶν τις ἀφῖκται [τῶν] φιλοσόφων ἕνα τε τὸν κόσμον τοῦτον εἶναι πεπεισμένων ἔξωθέν τ' αὐτοῦ μηδὲν εἶναι κενόν, ὥσπερ οὐδ' ἔνδον. διαφέρει γε μήν", ἔφην, "τῶνδε τῶν φιλοσόφων διττὴν διαφορὰν ἑκάτερος [102] τούτων" (ἐδείκνυον δὲ τόν τε Στωϊκὸν καὶ τὸν Ἐπικούρειον), "ὁ μὲν γὰρ Στωϊκὸς οὐκ ἔνδον εἶναί τι κενὸν ‹λέγων›, ἔξωθεν δὲ τοῦ κόσμου ὑπάρχειν αὐτό. ταῦτα δ' ἄμφω συγχωρῶν ὁ Ἐπικούρειος ἐν ἄλλῳ τινὶ διαφέρεται πρὸς αὐτούς· οὐ γὰρ ‹ἕνα› ὁμολογεῖ ‹τὸν› κόσμον εἶναι τόνδε, καθάπερ ὁ Στωϊκὸς οἴεται, κατά γε τοῦτο τοῖς Περιπατητικοῖς ὁμοδοξῶν, ἀλλ', ὥσπερ γε καὶ τὸ κενὸν ἄπειρον τῷ μεγέθει φησὶν ὑπάρχειν, οὕτω καὶ τοὺς ἐν αὐτῷ κόσμους ἀπείρους τῷ πλήθει. ἐγὼ δ' ἤκουσα μέν, ἃ λέγουσιν οἱ τρεῖς συναγορεύειν βουλόμενοι τοῖς ἰδίοις ὀνείροις, ἀκριβῶς δ' οἶδα μηδένα λόγον ἀποδεικτικὸν ἔχοντας αὐτούς, ἀλλ' ἐνδεχομένους τε καὶ εἰκότας, ἐνίοτε δὲ μηδὲ τοιούτους. γνώσεσθε δ' ὅτι μὴ ψεύδομαι παρακαλέσαντες εἰπεῖν τιν' ἀπόδειξιν ἕκαστον αὐτῶν εἰς [τ]αὐτὸ τοῦτο ‹τὸ› προκείμενον." οὗτοι οὖν ἔλεγον, ἅπερ ἴσμεν ἐν τοῖς βιβλίοις αὐτῶν γεγραμμένα· πᾶσι δὲ τοῖς παροῦσι σαφῶς ἐφαίνετο μηδεὶς ἀναγκαστικὸν λόγον εἰπὼν μηδ' ἀποδείξεως γραμμικῆς ἐχόμενον, ἀλλ' ἐξ ἐπιχειρημάτων [103] συγκείμενον, οἵοις οἱ ῥήτορες χρῶνται.
ἀλλὰ γὰρ περὶ πλουσίων ὁ λόγος. ἐφ' ἡμᾶς οὖν αὐτοὺς ἔλθωμεν, ὅσοι μὴ πλουτοῦμεν, ἀνερωτήσωμέν τε πάλιν ἕνα τῶν σοφῶν, εἰ δίκαιόν ἐστιν ἑαυτοὺς ἀναγορεύειν ἐγνωκότας μόνους τὴν ἀλήθειαν ‹τοὺς› ὑπὸ πάντων τῶν ἄλλων καταγινωσκομένους ἰδιωτῶν τε καὶ φιλοσόφων. τὸ γάρ τοι δεινότατον, ἔφην, τοῦτ' ἐστίν, ὅτι τῶν φιλοσόφων ἕκαστος, ἂν ἔξω θέῃ τῆς οἰκείας ποίμνης, ὑπ' οὐδενὸς ἐπαινεῖται. τίνα τοίνυν εἰκός ἐστι μᾶλλον ἐγνωκέναι τὴν ἀλήθειαν, [ἄλλον δὴ] τὸν τοὺς φιλοσόφους ἅπαντας ὑπομένοντα κριτὰς πλὴν αὐτῶν τῶν φαινομένων, ὑπομένοντα δὲ καὶ τοὺς ἀπὸ τῶν λογικῶν τεχνῶν ἁπασῶν ἀριθμητικοὺς λογιστικοὺς γεωμέτρας ἀστρονόμους ἀρχιτέκτονας νομικοὺς ῥήτορας γραμματικοὺς μουσικούς, ἢ τὸν ὑφ' ἑαυτοῦ κρινόμενόν τε καὶ στεφανούμενον, ‹ὃς› ὑπὸ τῶν ἄλλων κριτῶν, ‹εἰ› ὑπομείνειε δοκιμάζεσθαι, μηδεμιᾶς ψήφου μεταλαμβάνεται;
τοσαῦτα καὶ περὶ ‹τῶν› ἁμαρτημάτων πρὸς τὸ παρὸν εἰρήσθω.