7717 293 3 37 21 0 II d. C. Medicina Galenus Adversus Lycum libellus" Kühn, C.G., Leipzig, Knobloch, 1826 Rist. 1965, Hildesheim, Olms. 20

Galenus - Adversus Lycum libellus

ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΛΥΚΟΝ.

ὅτι μηδὲν ἡμάρτηται κατὰ τὸν ἀφορισμόν, οὗ ἡ ἀρχή·

"τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν."

[196]    Ἀνεμέσητον μὲν δήπου καὶ Λύκῳ καὶ παντὶ τῷ βουληθέντι πρὸς Ἱπποκράτην γράφειν· ἔτι δ' ἀνεμεσητότερον οἶμαι τοῖς δυναμένοις ἀπολύσασθαι τὰ κακῶς εἰρημένα πρὸς αὐτὸν ἐγκλήματα, καθάπερ ἐν δικαστηρίῳ τοῖς ἀναγνωσομένοις ἀμφοτέρων τὰ γράμματα τὴν ἀπολογίαν ποιήσασθαι, καὶ μάλισθ' ὅταν ὁ μὲν ἐγκαλῶν πρὶν μαθεῖν τὰ λεγόμενα θρασύνηται, τῷ δ' ἀπολογουμένῳ πεπαιδεῦσθαι κα‹λῶς ὑπάρχῃ› [197] τὰ τοῦ παλαιοῦ δόγματα. Λύκος τοίνυν ἔγραψε μὲν ἐξηγητικὰ τῶν Ἱπποκράτους ἀφορισμῶν ὑπομνήματα, λωβᾶται δὲ τοῖς δόγμασι τἀνδρὸς ἑκατέρωθεν, οἷς τε ψέγειν καὶ οἷς ἐπαινεῖν τινα τῶν ὑπ' αὐτοῦ λεγομένων οἴεται καὶ δι' ὧν ἀντιλέγειν ἐπιχειρεῖ. τά τε γὰρ ἐπαινούμενα Λύκου φαντάσματά ἐστιν, οὐχ Ἱπποκράτους δόγματα, δι' ὧν τε ἀντιλέγει, δῆλός ἐστι μηδὲ τὰ στοιχεῖα τῆς Ἱπποκράτους τέχνης ἐπιστάμενος. ὅτῳ δ' οὐκ ἔστι τῶν στοιχείων ἐπιστήμη, σχολῇ γ' ἂν οὗτος εἰς τὰς συλλαβὰς εἰδείη τῆς τέχνης ἐκείνης ἢ τῶν ἀπ' αὐτῆς. εἰ μὲν οὖν ἐγὼ πρῶτος ἢ μόνος ἔλεγον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ τῶν ζῴων σώματα συγκεῖσθαι νομίζειν Ἱπποκράτην, τάχα ἂν ἴσως εὐλαβέστερον ἐνεκάλουν Λύκῳ πρὶν γνῶναι τὰ στοιχεῖα τῆς Ἱπποκράτους τέχνης ἐπιχειροῦντι τῶν συγγραμμάτων αὐτοῦ γράφειν ἐξηγήσεις. οὔτε γὰρ ὅσοι δόγμασιν ἐναντίοις ἐνετράφησαν οὔθ' ὅσοι μηδὲ τὰ πρῶτα γιγνώσκουσι τῆς τέχνης [χρήσιμα] εὔλογον ἐξηγεῖσθαι τοὺς ἀφορισμούς, ἀλλ' οἵπερ μεμαθήκασι μὲν ἐκ τῆς παιδικῆς ἡλικίας, ἐπαινοῦσι [198] δὲ ἥδιον ἢ ψέγουσιν αὐτοῦ τὰ δόγματα. Λύκος δὲ εἰς τοσοῦτον ἄρα τῆς Ἱπποκράτους τέχνης ἀμαθής ἐστιν, ὥστ' ἐγὼ ‑ θεοὺς ἅπαντας ἐπόμνυμι ‑ τὰς πρώτας τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων αὐτοῦ ἐξηγήσεις ἀναγνοὺς [ἀφορισμῶν] οὐκέθ' ὑπέμεινα τὸ λοιπὸν τοῦ βιβλίου γνῶναι τοσοῦτον ‹δοκοῦντος› τῆς γνώμης ἁμαρτάνειν τοῦ παλαιοῦ. τῶν ἑταίρων δέ τινος ἀξιώσαντος ἐπακοῦσαί γε τῶν εἰς τόνδε τὸν ἀφορισμὸν ὑπ' αὐτοῦ γεγραμμένων, ἐν ᾧ φησι "τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν", εἶτα πολλῶν καὶ ἄλλων παρακαλεσάντων ἀπολογήσασθαι πρὸς τὰς κατηγορίας, οὕτως ἀναγκασθεὶς ἐπὶ τόνδε τὸν λόγον ἧκον.

   Ἵνα δὲ τοῖς ὑπ' ἐκείνου λεγομένοις ‹καὶ τοῖς› ὑπ' ἐμοῦ δὲ μέλλουσι πρὸς αὐτὰ ῥηθῆναι ῥᾷον ἀκολουθήσωσιν οἱ δικάσοντες ἡμῖν, ἀναγκαῖον ἔσται μοι βραχέα προειπεῖν. ὅτι μέν ἐστι θερμὸν ἐν ἡμῖν, ἐναργῶς ἅπασι φαίνεται, πότερον δ' ἐκ κινήσεως τοῦτο τῆς κατὰ τὴν καρδίαν [199] καὶ τὰς ἀρτηρίας ἔχει τὴν γένεσιν ἤ, καθάπερ αὐτὸ τὸ κινεῖσθαι τῇ καρδίᾳ σύμφυτον ὑπάρχει, τὸν αὐτὸν τρόπον καὶ ἡ θερμασία, διαπεφώνηται τοῖς ἰατροῖς. ἀλλ' ὅστις γε βούλεται μαθεῖν ἐπιστημονικῶς ἀρχὰς τοῖς ζῴοις ἅπασι γενέσεως εἶναι τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἓν ἔχει βιβλίον ὑπ' ἐμοῦ γεγραμμένον, ἐν ᾧ τὴν Ἱπποκράτους γνώμην ἐξηγοῦμαί τε ἅμα καὶ ἀποδεικνύω. τοῦτο μὲν δὴ τὸ βιβλίον ἐπιγέγραπται Περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων. ἕτερα δὲ ἐφεξῆς ἐστιν αὐτοῦ τὰ Περὶ κράσεων, ἐν οἷς δείκνυμι, τίνα μὲν τῶν σωμάτων πλείονα μοῖραν ἐν ἑαυτοῖς ἔχει τοῦ θερμοῦ στοιχείου, τίνα δ' ἐλάττονα, καὶ ὡς διὰ τοῦτ' αὐτὸ τὰ μὲν θερμότερα φύσει, τὰ δὲ ψυχρότερα γέγονεν. ἅπασι γὰρ ἡμῖν ὑπάρχει τὸ θερμὸν στοιχεῖον ἔμφυτον ἐκ τῆς πρώτης ἀρχῆς, ἣν ἐκ σπέρματός τε καὶ καταμηνίου κεκτήμεθα. διαφέρομεν δ' ἀλλήλων ἐν τῷ μᾶλλόν τε καὶ ἧττον εἶναι θερμοί· ἀλλ' εἰσί γέ τινες ὅροι τούτου τοῦ πλάτους, ὧν ἐπέκεινα τῆς κράσεως ἐξικομένης ἤτοι νοσεῖν ἡμῖν ἀναγκαῖόν ἐστιν ἢ διαφθείρεσθαι. καὶ γὰρ ἐπὶ πλέον ψυχθέντες ἐν νοσήματι ψυχρῷ καθιστάμεθα [200] καὶ θερμανθέντες ἔξω τοῦ κατὰ τὴν ὑγείαν πλάτους εἰς πυρετὸν ἀγόμεθα. καὶ τοίνυν καὶ τῶν πυρετῶν αὐτῶν ἔνιοι μὲν ἀκριβῶς εἰσι ξηροί, καθάπερ οἱ ἀκριβῶς ἑκτικοί, τινὲς δὲ ἐσχάτως ὑγροί, καθάπερ οἱ τυφώδεις ἢ ‹οἱ› ἑλώδεις ὀνομαζόμενοι. εἰ δ' οὐ χαίρει ‹τις› τοῖς οὕτω καλουμένοις ἢ κατ' ἄλλου πράγματος ἐπιφέρειν εἴθισται τὰς εἰρημένας προσηγορίας, ἐν τῷδε τῷ λόγῳ διηγήσομαι τοὺς ὑγροὺς πυρετοὺς ὁποίους εἶναί φημι· ‹δι' ὧν› ἱδροῦσιν οἱ κάμνοντες ἀπὸ ‹τῆς› πρώτης ἡμέρας ἐν [δ'] αὐτοῖς ‹τοῖς› ἱδρῶσιν ἢ μετρίως ἢ οὐδὲν ὀνινάμενοι, τούτους ὑγροὺς ἐγὼ τοὺς πυρετοὺς ὀνομάζω, ξηροὺς δὲ ἔμπαλιν ἐκείνους καλῶ τῶν πυρετῶν, οἷς δίψα σφοδρὰ καὶ γλῶττα ξηρὰ καὶ δέρμα σκληρὸν οἷόνπερ βύρσα καὶ πολὺς αὐχμὸς ἐν ἅπαντι τῷ σώματι. καὶ μὴν καὶ ἕτεροί τινές εἰσι πυρετοὶ τὴν διαπνοὴν ὅλου τοῦ σώματος ἔχοντες ἀνιαρὰν τοῖς ἁπτομένοις, ὡς νύττεσθαί τε καὶ δάκνεσθαι δοκεῖν, διχῶς καὶ τούτου γιγνομένου, ποτὲ μὲν ἀερώδους ξηροῦ τοῦ προσπίπτοντος ἡμῖν, ἔστι δ' ὅτε ὑγροῦ πως φαινομένου, καθάπερ ἀτμοῦ τινος. τοιαύταις ἰδέαις ἀλλήλων [201] διαφέρουσι καὶ τῶν ὑγιαινόντων αὐτῶν αἱ κράσεις, ἃς δὴ καὶ δυσκράτους εἶναί φαμεν ἐπανορθούμεθά τε καθ' ὅσον οἷόν τε τὴν φυσικὴν δυσκρασίαν αὐτῶν. ἔστι γὰρ καὶ τοῦτο μόριον οὐ σμικρὸν τῆς ὑγιεινῆς τέχνης. ὅσα δὲ εὔκρατα φύσει τῶν σωμάτων ἐστίν, οὐδὲν τοιοῦτον ἁπτομένοις ἐμφαίνει. σύμμετρα γὰρ ἀκριβῶς ἐστιν, ὡς μήτ' ἐνδεῖν αὐτοῖς τὸ θερμόν, οἷα γέρουσιν ἢ τοῖς ἐψυγμένοις, μήθ' ὑπερβάλλειν, ὡς τοῖς ἀμετρότερον πονήσασιν ἢ διατρίψασιν ἐπὶ πλέον ἐν ἡλίῳ θερινῷ. πολὺ δὲ δὴ μᾶλλον οὐδὲ τὸ δάκνον ἢ ἀνιαρὸν ἡ τούτων ἔχει θερμασία.

   σαφηνείας δὲ ἕνεκα τῶν λεγομένων οὐδὲν ἂν εἴη χεῖρον ἀναμνησθῆναί σε βαλανείων, ἐν οἷς ἓν μέν ἐστι δήπου τὸ τῶν εὐκράτων εἶδος, αἱ δυσκρασίαι δὲ πολλαί. μία μὲν γὰρ δυσκρασία βαλανείου ψυχροτέρου τῆς χρείας ὑπάρχοντος, ἑτέρα δὲ εἰ μέχρι τοῦ λυπεῖν ἤδη θερμανθείη, τρίτη δ' ἄλλη καθ' ἣν οὔθ' ὡς ψυχρότερον οὔθ' ὡς θερμότερον αἰτιώμενοι πλῆρες ἀτμοῦ φαμεν ὑπάρχειν καὶ κατὰ τοῦτο μεμφόμεθα. τίς γὰρ οὐκ [202] οἶδεν, εἴ γε ὅλως ἄνθρωπός ἐστιν, ὡς εὔκρατόν ἐστι μὲν καὶ ὕδωρ πολλάκις, ἔστι δ' ὁμοίως αὐτῷ καὶ ἀὴρ καὶ ἀτμός. οὕτω γοῦν καὶ λίθος εὔκρατος ἐν αὐτοῖς τοῖς βαλανείοις γίγνεται, καθ' οὗ κυλινδεῖσθαι δυνατόν, οὔτε θερμασίαν ὑπερβάλλουσαν οὔτε ψύξιν αἰτιώμενον οὔτ' αὐχμὸν ἢ πλῆθος ὑγρότητος. ὥσπερ οὖν ἐν ὕδατι καὶ λίθῳ καὶ ἀέρι σύμμετρος γίγνεται θερμότης, οὕτως καὶ κατὰ τὸν ἀτμόν, ὃς ἐπειδὰν εὔκρατος ὢν ἐμπλήσῃ τὸ βαλανεῖον, οἱ λουόμενοι δυσχεραίνουσι μὲν καὶ μέμφονται τὸ τοιοῦτον λουτρόν, ψυχρότερον δὲ ἢ θερμότερον οὐκ ὀνομάζουσιν, ὡς, εἴ γε καὶ τοιοῦτόν τι ποιεῖ, διττὴν ποιοῦνται τὴν κατηγορίαν τοῦ βαλανείου ψυχρὸν εἶναι φάσκοντες αὐτὸ καὶ μεστὸν ἀτμοῦ, καθάπερ γε καὶ θερμὸν αὖθις ἀμέτρως σὺν ἀτμῷ δαψιλεῖ. μὴ τοίνυν ἐπιλανθανώμεθα τούτων μηδὲ τὰ κοινῇ πᾶσιν ἀνθρώποις γιγνωσκόμενα διαφθείρωμεν ὑπὸ περιττῆς σοφίας, ἣν ἐπιδείκνυνταί τινες, ἀλλὰ μεμνημένοι τῶν βαλανείων, ἐπειδὰν ἀκούσωμέν τινος ἐπὶ ζῴου λέγοντος ὡς ἔστι τούτου μὲν εὔκρατον [203] τὸ θερμόν, τούτου δὲ δύσκρατον, οὐκ ἐπ' ἄλλο τι μεταφέρωμεν τὴν διάνοιαν, ἀλλ' ἐφ' ὅπερ ἅπαντες οἱ τὰς κοινὰς ἐννοίας διασῴζοντες ἄνθρωποι καθ' ἑκάστην ἡμέραν ἐν ἄλλοις τε πολλοῖς καὶ μέντοι γε καὶ τοῖς βαλανείοις ὧν ἐμνημόνευσα. θερμὸν γοῦν εἶναί φασι τὸ βαλανεῖον καὶ ψυχρόν, εἶτ' αὖθις ἀτμοῦ πλῆρες ἢ ξηρὸν καὶ αὐχμῶδες ἑκάστῳ τῶν ὀνομάτων ἴδιόν τι δηλοῦντες πρᾶγμα. πρὸς τοίνυν τοῖς εἰρημένοις ἕτερόν τι βαλανεῖόν ἐστι καπνοῦ πλῆρες καὶ ναὶ μὰ τὸν Δία γε τούτου πολυειδεστάτου· ἕτερος μὲν ὁ ἐκ δρυΐνων ξύλων, ἕτερος δὲ ὁ ἐκ συκίνων ἢ ἐλαΐνων ἐστὶ καὶ καθ' ἕκαστόν γε δένδρον ἄλλος καὶ ἄλλος. ἀλλ' οὐδέπω δέομαι τῶν κατὰ μέρος διαφορῶν. ἀρκεῖ γάρ μοι τήν γε πρώτην ὅλον [γε] τὸ γένος τοῦτο μιᾷ κλήσει τε καὶ νοήσει περιλαμβάνοντι καπνώδη τὸν ἀέρα φάναι τοῦ βαλανείου, μηδ' ἐνταῦθα μεμφόμενον αὐτοῦ θερμασίαν ἢ ψύξιν ἢ ὥσπερ γε μεμφόμενον αὖθις, εἰ οὕτως ἔτυχε, κατ' ἄμφω, καὶ ὡς θερμὸν τὸ βαλανεῖον καὶ ὡς καπνῶδες.

[204]    ἐάσας οὖν ἤδη τὰ βαλανεῖα τῶν καθ' ἑκάστην ἡμέραν ἐν ταῖς οἰκίαις ἡμῖν συμβαινόντων ἀναμνήσθητί μοι· ποτὲ μὲν ὑγρότητα τῶν οἴκων ἐν οἷς ἔσμεν, ἔστι δ' ὅτε ἄμετρον ψύξιν ἢ θερμότητα μεμφόμεθα. πότερον οὖν ὁμοίως μεμφόμεθα τὸν κατὰ τὸν οἶκον ἀέρα τοῖς ὑπὸ κύνα καύμασι, κἀπειδὰν καπνοῦ πληρωθῇ, ἢ κἀνταῦθα ὥσπερ ἐν τοῖς βαλανείοις ἔστιν ὅτε κατὰ μὲν τὴν θερμασίαν διαλλάττουσιν οὐδέν; ἔστι δ' αὐτῶν ὁ μὲν αὐτὸ δὴ τοῦτο μόνον, ἀὴρ θερμός, ὁ δὲ σὺν τούτῳ καπνώδης, εἶτα ὁ μέν γε θερμὸς ἀὴρ οὐδέποτε προκαλεῖται δάκρυον, τῷ καπνώδει δ' ἀεὶ ὑπάρχει τοῦτο, κἂν μετρίως θερμὸς ᾖ, ὥστε ἐναργῶς ἐνταῦθα κατάδηλόν ἐστι τὸ δακνῶδες θερμὸν οὐ τῷ μᾶλλον θερμαίνειν, ἀλλ' ἑτέρῳ τινὶ διαλλάττον. ἐγγυτάτω γοῦν φλογὸς μεγίστης ἀκάπνου στάντες θερμαινόμεθα μὲν οὕτω πολλάκις, ὡς ἐγγὺς μὲν ἥκειν τοῦ καίεσθαι, δάκνεται δ' οὐδεὶς οὐδὲ δακρύει τοὺς ὀφθαλμοὺς ὡς ἀπὸ καπνοῦ. θαυμαστὸν οὖν, εἴ τις [205] ἐπὶ καπνοῦ καὶ φλογὸς αἰσθάνεται τῆς διαφορᾶς, ἐπὶ δὲ τῶν ἡμετέρων σωμάτων ἀναίσθητός ἐστιν ἐνίοτε μὲν ἰσχυροτάτης θερμασίας οἷον φλογός, ἐνίοτε δὲ ἀνιαρᾶς καὶ δακνώδους οἷόνπερ καπνοῦ. θαυμάζω δὲ οὐδὲν ἧττον, εἰ μὴ συγχωρεῖ τὰς κατὰ τὸ θερμὸν ἐν τοῖς ζῴοις δυσκρασίας ἀνὰ λόγον ἔχειν ταῖς κατὰ τὰ βαλανεῖα καὶ τὰς οἰκίας· ὡς οὖν ἐν ταῖς οἰκίαις ἄλλος μὲν ἀήρ ἐστιν οἴκου καπνώδους, ἄλλος δὲ ἁπλῶς θερμοῦ, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἕτερος τούτων ἐναργῶς ἐστιν, ἐν ᾧ πλῆθός ἐστι καιομένων λύχνων ἢ δᾳδὸς ἅμα λιγνύι. καὶ τοίνυν καὶ καλοῦμεν, ὥσπερ τὸν ἕτερον ἀέρα καπνώδη, λιγνυώδη τοῦτον ἐξ ὑπεροπτήσεως ὕλης γενόμενον. ἡ γάρ τοι λιγνὺς ταύτῃ τοῦ καπνοῦ διενήνοχε, καίτοι γε ἀμφοῖν περιττωμάτων ὑπαρχόντων φλογός, [ὅτι] ᾗ λιγνύς ἐστι μὲν κατωπτημένης ὕλης γεώδους ἀναθυμίασις, καπνὸς δὲ οὔθ' ὑπερωπτημένης οὔτε γεώδους, ἀλλ' ἡμικαύστου τε καὶ συμμιγοῦς ἐξ ὑγρᾶς καὶ γεώδους οὐσίας. ὅστις οὖν ἐπαιδεύθη νομίμως ἐν Ἱπποκρατείοις δόγμασιν, ἔμαθεν οὗτος, ὡς τῆς ὀνομαζομένης ἤδη συνήθως [206] ἅπασι τοῖς ἰατροῖς ἀδήλου διαπνοῆς ἣν διαπνεῖται τὰ σώματα, τὸ μὲν τοιοῦτόν ἐστιν οἷον ἀτμός, ἕτερον δὲ οἷον ἀὴρ ξηρός, ἕτερον δὲ σὺν αἰσθηταῖς ὑγρότησιν ἐκπῖπτον.

   αὕτη μὲν ἡ ῥῆσίς ἐστι τῶν ὑπὸ τοῦ Λύκου γεγραμμένων εἰς κατασκευὴν τοῦ "μηδὲν διαφέρειν ἕτερον ἑτέρου θερμόν", οὐκ ἀναμένουσα τὸν ἔξωθεν ἔλεγχον, ἀλλ' ἑαυτὴν καταβάλλουσα. τί γὰρ δὴ καί φησι; τὸ θερμόν, ᾗ νενόηται θερμόν, οὐδεμίαν ἔχει παραλλαγὴν πρὸς ἕτερον θερμόν. εἰ μὲν οὖν οὐδὲν ἐν τῷ λόγῳ σημαίνει τὸ ᾗ νενόηται θερμόν, ἐξαιρείσθω τελέως αὐτοῦ. σημαῖνον δέ τι σαφῶς ἐνδείκνυται ταύτῃ μὲν μὴ διαφέρειν τὸ θερμὸν τοῦ θερμοῦ, καθ' ἕτερον δέ τι διαφέρειν. εἰ μὲν γὰρ οὐδαμῇ διαφέρει, περιττῶς πρόσκειται τὸ ᾗ· εἰ δ' ἄλλῃ μέν πῃ διαφέρει, ταύτῃ δ' οὐ διαφέρει, καθ' ὃ διαφέρει, [207] κατὰ τοῦτο νοείσθωσαν αἱ διαφοραί, ὡς εἴ γε καθ' ὃ λέγεται μόνον ἕκαστον σκοποῖτο, πάντων τῶν πραγμάτων ἀναιρήσεις τὰς διαφοράς. τὸ ζῷον, ᾗ νενόηται ζῷον, οὐδὲν ἑτέρου διαφέρει ζῴου. τὸ φυτόν, ᾗ νενόηται φυτόν, οὐδὲν ἑτέρου διαφέρει φυτοῦ. τὸ δένδρον, ᾗ νενόηται δένδρον, οὐδὲν ἑτέρου διαφέρει δένδρου. ἆρ' οὖν οὔκ εἰσι τοῦ ζῴου διαφοραί, τὸ πτηνὸν καὶ πεζὸν καὶ νηκτὸν καὶ τὸ ἔνυδρον καὶ ἔγγειον καὶ ἀέριον ἢ τὸ θνητὸν καὶ ἀθάνατον ἢ τὸ λογικὸν καὶ ἄλογον ἢ τὸ ἥμερον καὶ [τὸ] ἄγριον ἢ τὸ δειλὸν καὶ ἄλκιμον ἢ τῶν ἄλλων ὧν ἴσμεν ἕκαστον; τί γὰρ δεῖ μακρολογεῖν; οὕτω τῶν φυτῶν τὸ μὲν δένδρον, τὸ δὲ θάμνος, τὸ δὲ ἄκανθα, τὸ δὲ πόα, τὸ δὲ φρύγανον. ἢ καὶ πάντων, καθ' ὃ νενόηται, ζῴων μηδεμίαν ἐχόντων διαφορὰν ὅμως καὶ ταύτας ἁπάσας ἃς εἴρηκα καὶ πρὸς ταύταις ἑτέρας οὐκ ὀλίγας ἀληθῶς ἄν τις εἴποι ζῴου διαφοράς; οὕτως δὲ κἀπὶ τῶν φυτῶν. οὐ γὰρ φυτόν γε φυτοῦ διενήνοχε τῷ τὸ μὲν εἶναι λογικὸν αὐτῶν, τὸ δὲ ἄλογον οὐδὲ τῷ πτηνὸν ἢ πεζὸν οὐδὲ τῶν ἄλλων [208] τῶν εἰρημένων οὐδεμιᾷ διαφορᾷ, καθάπερ οὐδὲ ζῷον ζῴου διαφέρει τῷ τὸ μὲν εἶναι θάμνος, τὸ δὲ ἄκανθα, τὸ δὲ δένδρον, τὸ δὲ πόα, τὸ δὲ φρύγανον, τὸ δὲ †κέδρος, ἀλλ' ἐν τῷ γένει τῶν φυτῶν ἡ τοιαύτη τομή. ἀλλὰ καὶ νοσημάτων διαφορὰς αὐτὸς ὁ Λύκος γράφει παμπόλλας, καίτοι γε οὐδὲν διαφέρει νόσημα νοσήματος, ᾗ νόσημά ἐστιν, ὥσπερ οὐδὲ σύμπτωμα συμπτώματος, ᾗ σύμπτωμά ἐστιν, ἀλλ' ὅμως καὶ τὰς τούτων διαφορὰς ὁ Λύκος ἐπιχειρεῖ γράφειν, ὥσπερ γε καὶ τὰς τῆς πλευρίτιδος ἑκάστου τε τῶν ἄλλων νοσημάτων. καίτοι γε πλευρῖτις πλευρίτιδος, ᾗ πλευρῖτίς ἐστιν, οὐδὲν διαφέρει, ἀλλ' ὅμως ἡ μέν τις εἰς τὴν κλεῖν ἔχει περαινομένην τὴν ὀδύνην, ἡ δ' εἰς τὸ ὑποχόνδριον. οὕτω δὲ καὶ μετὰ μὲν τοῦ κεχρῶσθαι τὸ πτύελον ἡ ἑτέρα τῶν πλευριτίδων, ἑτέρα δ' ἐναντία τῇδε καλουμένη πρὸς ἐνίων ἄπτυστος ἄλλαι τε πολλαὶ διαφοραί, καθ' ἃς ὑπαλλάττεσθαι συμβαίνει καὶ τὴν θεραπείαν. ἀλλὰ καὶ [209] ταύτας τῶν πυρετῶν αὐτῶν τὰς διαφορὰς ὁ Λύκος ἐκδιδάσκειν πειρᾶται, καίτοι ‹γ'›, εἴτε κατὰ πλεονεξίαν θερμασίας ἡ γένεσις αὐτοῖς ἐστιν εἴτε κατὰ τὸ δακνῶδες τῆς ποιότητος, οὐδεμία γενήσεται διαφορὰ πυρετοῦ πρὸς πυρετόν, ᾗ πυρετός ἐστιν.

   οὕτως οὖν ἀπαίδευτον ἐρωτᾷ λόγον ὁ Λύκος, ὥστε οὐκ αἰσθάνεται τὰς τέχνας ἁπάσας ἀναιρῶν. ἐν γάρ τοι τῇ γνώσει τῶν διαφορῶν ἑκάστου τῶν ὄντων αἱ τέχναι συνίστανται. καὶ τοῦτο ἐπὶ πλεῖστον μὲν κἀν τῷ [περὶ] Φιλήβῳ διῆλθεν ὁ Πλάτων εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος· ἐφύλαξε δ' αὐτοῦ τὴν γνώμην Ἀριστοτέλης ‹καὶ› Θεόφραστος, Χρύσιππος καὶ Μνησίθεος, καὶ οὐδεὶς ὅστις οὐ διῆλθεν ἐν τῷ περὶ τέχνης γράμματι τὸν αὐτὸν λόγον. ἔστι δ' ἡ μὲν πρώτη ῥῆσις ὑπὲρ τῆς κατὰ τὰς τέχνας συστάσεως τοῦ Πλάτωνος εἰρημένη τοιάδε· "φωνὴ μὲν ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα καὶ ἄπειρος αὖ πλήθει πάντων τε καὶ ἑκάστου. ‑ τί μήν; ‑ καὶ οὐδὲν ἑτέρῳ γε τούτων ἐσμέν πω σοφοί, [210] οὔθ' ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν οὔθ' ὅτι τὸ ἕν· ἀλλ' ὅτι πόσα τέ ἐστι καὶ ὁποῖα, τοῦτ' ἔστι τὸ γραμματικὸν ἕκαστον ποιοῦν ἡμῶν; ‑ ἀληθέστατα. ‑ καὶ μὴν καὶ τὸ μουσικὸν ὃ τυγχάνει ποιοῦν, τοῦτ' ἔστι ταὐτόν. ‑ πῶς; ‑ φωνὴ μέν που καὶ [τὸ] κατ' ἐκείνην τὴν τέχνην ἐστὶ μία ἐν αὐτῇ. ‑ πῶς δὲ οὔ; ‑ δύο δὲ θῶμεν βαρὺ καὶ ὀξὺ καὶ τρίτον ὁμότονον. ἢ πῶς; ‑ οὕτως. ‑ ἀλλ' οὔπω σοφὸς ‹ἂν› εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ εἰδὼς δέ, ὥς ‹γε› ἔπος εἰπεῖν, εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ. ‑ οὐ γὰρ οὖν. ‑ ἀλλ', ὦ φίλε, ἐπειδὰν λάβῃς τά τε διαστήματα ὁπόσα ἐστὶ τὸν ἀριθμὸν τῆς φωνῆς, ὀξύτητός τε πέρι καὶ βαρύτητος, ‹καὶ› ὁποῖα καὶ τοὺς ὅρους τῶν διαστημάτων καὶ τὰ ἐκ τούτων ὅσα συστήματα γέγονεν, ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας, ἔν τε ‹ταῖς› κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, ἃ δι' ἀριθμῶν μετρηθέντα δεῖν [211] αὖ φασι ῥυθμοὺς καὶ μέτρα ἐπονομάζειν καὶ ἅμα ἐννοεῖν, ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν ἅμα σκοπεῖν. ὅταν γὰρ [αὐτὰ] ταῦτά τε λάβῃς οὕτως, τότε ἐγένου σοφός, ὅταν τ' ἄλλο τῶν ‹ὄντων› ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων περὶ τούτου γέγονας." ἤρκει μὲν οὖν καὶ ταῦτα παρὰ Πλάτωνος ἀκοῦσαι τοῖς ἔχουσι νοῦν ἀκροαταῖς εἰς ἔνδειξιν ἁπασῶν τεχνῶν συστάσεως· οὐ γὰρ οἷόν τε γενέσθαι τεχνικὸν οὐδὲ περὶ ἑνὸς ἄνευ τοῦ γνῶναι τὰς αὐτοῦ διαφοράς· ἀλλ' οὐδὲν χεῖρον, ὥσπερ ὁ Πλάτων αὐτὸς οὐκ ἠρκέσθη τῷ κεφαλαίῳ τοῦ λόγου μόνῳ, παραδείγματα δὲ προσέθηκε σαφηνείας ἕνεκεν, τὴν γραμματικήν τε καὶ μουσικήν, οὕτως καὶ ἡμᾶς ἓν ἔτι προσθεῖναι παράδειγμα, τέχνης μὲν γραφικῆς, ὕλης δ' ὑποκειμένης αὐτῇ χρωμάτων. ἔξεστι γὰρ δήπου λέγειν κἀνταῦθα, τὸ χρῶμα τοῦ χρώματος, ᾗ χρῶμά ἐστιν, οὐδὲν διαφέρει, καὶ κατὰ ταῦτ' ἀναιρεῖν ἁπάσας τὰς ἐν αὐτοῖς διαφοράς, ὅπερ ἀμέλει καὶ ὁ Πλάτων αὐτὸς ἐν ἀρχῇ τοῦ Φιλήβου δεδήλωκε. διαιρουμένῳ γὰρ τῷ Σωκράτει τὰς ἡδονὰς ὁ διαλεγόμενος οὐ συνεχώρει διαφέρειν ἀλλήλων [212] ἁπάσας αὐτάς, καθ' ὅσον εἰσὶν ἡδοναί, φάσκων ὁμοιοτάτας αὐτὰς ὑπάρχειν, ἀλλ' ὅ γε Σωκράτης ἀπαντᾷ τῷ λόγῳ τῷδε· "καὶ γὰρ χρῶμα, ὦ δαιμόνιε, χρώματι κατά γε αὐτὸ τοῦτο οὐδὲν διοίσει τὸ χρῶμα εἶναι πᾶν, τό γε μὴν μέλαν τῷ λευκῷ πάντες γιγνώσκομεν ὡς πρὸς τῷ διάφορον εἶναι καὶ ἐναντιώτατον ‹ὂν› τυγχάνει. καὶ δὴ καὶ σχῆμα σχήματι κατὰ ταὐτόν· γένει μέν ἐστι πᾶν ἕν, τὰ δὲ μέρη τοῖς μέρεσιν αὐτοῦ τὰ μὲν ἐναντιώτατα ἀλλήλοις, τὰ δὲ διαφορότητα ἔχοντα μυρίαν που τυγχάνει. καὶ πολλὰ ἕτερα οὕτως ἔχοντα εὑρήσομεν, ὥστε τούτῳ γε τῷ λόγῳ μὴ πίστευε, τῷ πάντα τὰ ἐναντιώτατα ἓν ποιοῦντι." αὕτη μὲν ἡ περὶ χρωμάτων τε καὶ σχημάτων ῥῆσις, ἡ δὲ περὶ τῶν ἡδονῶν ἥδε· "ἥδεσθαι μέν φαμεν τὸν ἀκολασταίνοντα ἄνθρωπον, ἥδεσθαι δὲ καὶ τὸν σωφρονοῦντα αὐτῷ τῷ σωφρονεῖν· ἥδεσθαι δ' αὖ καὶ τὸν ἀνοηταίνοντα καὶ [213] ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστόν, ἥδεσθαι δ' αὖ καὶ τὸν φρονοῦντα αὐτῷ τῷ φρονεῖν, καὶ τούτων τῶν ἡδονῶν ἑκατέρας πῶς ἄν τις ὁμοίας ἀλλήλαις εἶναι λέγων οὐκ [ἂν] ἀνόητος φαίνοιτ' [ἂν] ἐνδίκως;" ὥσπερ δὲ τῶν ἡδονῶν τὰς διαφορὰς ὁ Πλάτων ἐν μὲν τῇδε τῇ ῥήσει διὰ βραχέων ἐνεδείξατο, καθ' ὅλον δὲ τὸ βιβλίον ἐπὶ πλεῖστον διῆλθεν, οὕτως τῶν τεχνῶν ἐν δυοῖν βιβλίοιν, τῷ Σοφιστῇ τε καὶ Πολιτικῷ· ἆρ' οὖν ἐπιστημῶν μὲν καὶ ἡδονῶν εἰσι διαφοραὶ πολλαὶ καὶ χρωμάτων καὶ σχημάτων καὶ τῶν ἐν ταῖς φωναῖς τόνων, ὡσαύτως δὲ καὶ ἡλικιῶν καὶ ὡρῶν καὶ χωρῶν καὶ νόσων ἁπάντων τε τῶν ἄλλων, ἐν μόνοις δὲ τοῖς θερμοῖς ἤτοι γ' οὔκ εἰσιν ὅλως ἢ ἀδύνατοι γιγνώσκεσθαι τοῖς ἀνθρώποις; καὶ μὴν ὅ γε τοῦ Λύκου λόγος ἀναιρεῖ τοῦ θερμοῦ τὰς διαφοράς, ὡς οἴεται μὲν αὐτοῦ μόνου, κατὰ δὲ τὴν ἀλήθειαν ἅμα τοῖς ἄλλοις ἅπασιν, εἴ γε ἡ τοῦ λόγου δύναμις ὁμοίως ἀντεπεκτείνεσθαι δύναται. καὶ γὰρ δὴ κἀπὶ τῶν ὑγρῶν αὐτῶν ἐφεξῆς ἐρῶ τάδε, μηδὲ ταῦτα διαφέρειν ἀλλήλων λέγων, καθόσον ὑγρά. τὸ δὲ δὴ μέγιστον αὐτοῦ τῶν ἁμαρτημάτων, ὅτι [214] καὶ τὰς τέχνας ἁπάσας ἀναιρεῖ τὴν σύστασιν ἐχούσας ἐν ταῖς τῶν εἰδῶν διαφοραῖς. ὁ μὲν οὖν Πλάτων ἐν κεφαλαίῳ γε προειπὼν ὑπὲρ τῆς τῶν τεχνῶν συστάσεως ἐπὶ παραδείγματος [τε] διῆλθε τὸν λόγον ἐπιδεικνὺς ὅπως ἡ γραμματικὴ συνέστη τέχνη γνωσθείσης τῆς ἐν ταῖς φωναῖς διαφορᾶς. ὁ δὲ τοῦ Λύκου λόγος ἀναιρεῖ δηλονότι καὶ ταύτην τὴν τέχνην καὶ τὴν μουσικὴν ὁμοίως αὐτῇ καὶ τὰς ἄλλας ἁπάσας, ἀξιῶν τῷ ᾗ νενόηται τόδε τι μίαν ἔχειν ἐν αὐτῷ διαφοράν. θέασαι γοῦν ὅπως ἀναιρήσει πρώτην μὲν τὴν περὶ τὰ γράμματα τέχνην ὁ λόγος αὐτοῦ, μετὰ δὲ ταῦτα καὶ τὰς ἄλλας ἁπάσας· δοκεῖ μοι ἀδύνατον καὶ ἀμήχανον εἶναι τὴν φωνὴν ταύτην γε σκοποῦντι ᾗ νενόηται (κατ' αὐτὴν λέγω τὴν ἐκφώνησιν), πρὸς ἑτέραν ἂν φωνὴν παραλλαγὴν ἔχειν, κατά τινα ἰδιότητα παραλλάττουσαν κατὰ ποιότητα ἐν τῇ ἐκφωνήσει κειμένην. οὗτος ὁ λόγος ὁ αὐτός ἐστι πάντῃ τῷ κατὰ τὴν ἀρχὴν γεγραμμένῳ τῆς ῥήσεως τῷ Λύκῳ καὶ δι' αὐτῶν γε περαίνεται τῶν ἐκείνου ῥημάτων ἁπάντων, ἑνὸς μόνου τοῦ κατὰ τὸ θερμὸν [215] ὀνόματος εἰς τὸ τῆς φωνῆς μεταβεβλημένου, ὥστ', εἴπερ ἐκεῖνος ὑγιής, καὶ οὗτος· ἀλλὰ μὴν οὐχ ὑγιὴς οὗτος, ὥστ' οὐδ' ἐκεῖνος, εἰ μή τι ἄρα νομίζουσιν οἱ τὰ τοῦ Λύκου φρονοῦντες οὐδὲ τὴν ε φωνὴν ἑτέραν εἶναι τῆς ο, διαφέρειν δὲ τὴν ο τῆς ω. εἰ δὲ καὶ ταύτας ἑτέρας ἀλλήλων ὁμολογήσομεν εἶναι καὶ πρὸς ταύταις καὶ τὴν α καὶ τὴν ι καὶ τὴν υ καὶ τῶν ἄλλων ἁπάντων γραμμάτων, αὗται μὲν ἔσονται τέτταρες ἐπὶ ταῖς εἴκοσιν. ἡ γνοῦσα δ' αὐτῶν τὴν διαφορὰν τέχνη γραμματική, καθάπερ γε καὶ μουσικὴ τέχνη περὶ τὴν ἐν ταῖς φωναῖς ὀξύτητα καὶ βαρύτητα, καίτοι καὶ ταύτας οὐδὲν ἧττον ὁ τοῦ Λύκου λόγος ἀναιρεῖ. φωνὴ γὰρ φωνῆς, ᾗ φωνή, διαφέρει οὐδέν, ἀλλ' ὅμως ὁ μὲν τῆς μέσης φθόγγος ὀξύτερος μέν ἐστι τόνῳ τῆς λιχανοῦ τῶν μέσων, βαρύτερος δὲ τόνῳ τῆς παραμέσης. αὐτῶν δ' ἐκείνων πάλιν ὁ μὲν τῆς λιχανοῦ τῆς παρυπάτου τῶν μέσων ὀξύτερος τόνῳ. ὁ δὲ τῆς παραμέσης βαρύτερος [ἡμι]τόνῳ τῆς τρίτης τῶν διεζευγμένων. εἶτ' ἐκείνων αὖθις ὀξύτεροί τε καὶ βαρύτεροι κἄπειτ' ἐκείνων αὖθις ἕτεροι, μέχρις ἂν ἐπὶ τὸν ὀξύτατόν τε καὶ [216] βαρύτατον ἁπάντων ἀφικνώμεθα φθόγγον. ἀλλ' ὁ θαυμασιώτατος Λύκος οὐκ αἰσθάνεται ταῦτα πάντα ἀναιρῶν ἐν τῷ λέγειν 'δοκεῖ μοι ἀδύνατον καὶ ἀμήχανον εἶναι τὸ θερμὸν ταῦτά γε σκοποῦντι, ᾗ νενόηται (κατ' αὐτὴν λέγω τὴν θάλψιν), πρὸς ἕτερον αὖ θερμὸν παραλλαγὴν ἔχειν.' καλόν, εἰ μηδὲ χρῶμα χρώματος, ᾗ χρῶμά ἐστι, διαφέρειν εἰπὼν ἀναρεῖ τὴν γραφικὴν τέχνην, ἐρυθρόν γε τι παραθεμένην χρῶμα καὶ λευκὸν καὶ μέλαν καὶ ξανθὸν ὅσα τε ἄλλα τοιαῦτα. πολὺ γὰρ δήπου πιθανώτερος ὁ λόγος αὐτοῦ περὶ χρωμάτων ἐστὶν ὁ λεγόμενος ἢ νῦν εἴρηται περὶ τοῦ θερμοῦ. θερμὸν μὲν γὰρ θερμοῦ διαλλάττειν φαμέν, οὐ μὴν ἐναντίον γε ὑπάρχειν πάντῃ, χρῶμα δὲ χρώματος οὐ διαφέρει μόνον, ἀλλὰ καὶ τὴν φύσιν ἐναντιώτατόν ἐστι τοῦ λευκοῦ τὸ μέλαν.

[217]    'Καὶ πῶς ἐγχωρεῖ', φήσειεν ἂν ὁ Λύκος, 'ἐναντίον εἶναι τῷ χρώματι, καθ' ὃ νενόηται χρῶμα ὄν;' καὶ ἀληθεύσει γε ναὶ μὰ τοὺς θεούς, ὅσον ἐπὶ χρώματος [ναὶ] τὸ χρῶμα μηδὲν ἡγούμενος ἕτερον ἑτέρου διαφέρειν, ἀλλ' ὥσπερ τοῦτο ἀληθές, οὕτω κἀκεῖνο, τὸ λευκὸν τοῦ μέλανος οὐ μόνον διαφέρειν, ἀλλὰ καὶ τοσοῦτον διαφέρειν, ὡς ἐναντιώτατον εἶναι. καὶ πῶς ἐγχωρεῖ, τάχα φήσουσιν οἱ τὰ τοῦ Λύκου πρεσβεύοντες, ἅμα μὲν εἶναι ταὐτόν, ἅμα δὲ ἐναντιώτατον τῷ μέλανι ‹τὸ› λευκόν; οἷς ἡμεῖς ἀποκρινούμεθά τι γε τοσοῦτον, ὡς, εἴπερ οὐκ ἐγχωρεῖ τὸ λευκὸν ἐναντίον θ' ἅμα καὶ ταὐτὸν εἶναι τῷ μέλανι, τὸ ἕτερον αὐτοῖν αἱρείσθωσαν. ὁ μὲν γὰρ Πλάτων οἴεται δυνατὸν εἶναι, καθάπερ γε καὶ Ἀριστοτέλης καὶ Θεόφραστος, ἕτερον ἑτέρῳ ταὐτὸν ὂν τῷ γένει, τοσαύτην ὅμως ἔχειν τὴν ἐν εἴδει διαφοράν, ὡς ἐναντιώτατον ὑπάρχειν. οὗτοι δ' [218] εἰ μὴ νομίζουσιν ἀληθεύειν ἄμφω τὼ λόγω, τὸν ἐναργέστερον ἑλέσθωσαν. ἐναργέστερος δέ ἐστιν, ὅσῳ καὶ πᾶσιν ἀνθρώποις ὁμολογούμενος ἐναντίον εἶναι τὸ λευκὸν τῷ μέλανι. καὶ μήν, εἴπερ ἀληθές ἐστι τοῦτο, νομίζουσι δὲ αὐτοὶ μὴ δύνασθαι τοὺς λόγους ἀμφοτέρους ἀληθεύεσθαι, τόν τε ἐναντίον εἶναι φάσκοντα τὸ λευκὸν τῷ μέλανι καὶ τὸν ταὐτόν, οὐκ ὀρθῶς ἐροῦσιν μηδὲν διαφέρειν, ᾗ χρῶμά ἐστιν, τὸ λευκὸν τοῦ μέλανος. ὁ μὲν οὖν ἐν τῷ τοῦ Πλάτωνος γράμματι διαλεγόμενος τῷ Σωκράτει συγγνωστὸς ἦν ἴσως, κωλύων τὸν Σωκράτην διαιρούμενον ἡδονὴν ἡδονῆς διαφορᾷ. οὐ γὰρ ἦν που βιβλίον οὐδὲν τοιοῦτον διδάσκον, ὡς ἐγχωρεῖ πολλὰ πολλοῖς ὄντα τῷ γένει ταὐτὰ διαφέρειν ὅμως εἰς τοσοῦτον, ὡς ἐναντιωτάτην ἀλλήλοις ἰδέαν τε καὶ φύσιν ἔχειν. ἐπεὶ δ' ὑπὸ Πλάτωνος ὁ Φίληβος ἐγράφη διδάσκων τἀληθές, εἰ μὲν οὐδ' ὅλως ἀνέγνω τὸ βιβλίον ὁ Λύκος, ἄγαμαι τῆς παιδείας τὸν Λύκον. εἰ δ' ἀναγνοὺς οὐκ ἐνόησε, θαυμάζω τῆς συνέσεως. εἰ δὲ νοήσας οὐκ ἐπείσθη, μακαρίζω τῆς [219] κρίσεως. ὦ πρὸς τοῦ Διός, ἐρωτᾷ τις λόγον οὐδὲ τὰ πρῶτα μαθὼν τῆς διαλεκτικῆς, ἔστι τις ἀπάνθρωπος Ἕλλην ἰατρὸς ἢ γραμματικὸς ἢ ῥήτωρ ἢ φιλόσοφος ἢ ὅλως ὁστισοῦν ἄλλος ἀντιποιούμενος λόγων, ὃς οὐκ ἀνέγνω τὸν Πλάτωνος Φίληβον; καίτοι τί λέγω τὸν Φίληβον; οὐ γὰρ ἐν τούτῳ μόνῳ τὸν προκείμενον λόγον Πλάτων ἐδίδαξεν, ἀλλὰ καὶ δι' ἄλλων πολλῶν ἐπεμνήσθη βιβλίων, ὧν ἐχρῆν μόνον κἂν ἕν γέ τι τὸν θαυμασιώτατον Λύκον ἀνεγνωκέναι, ἀντιποιούμενον λόγων ἐπιστημονικῶν. αἰσχρὸν γὰρ Ἱπποκράτην διελέγχειν ἐπιχειροῦντα καὶ λόγους ἐπερωτῶντα περαντικούς, ὡς νομίζει, μηδὲ τὰ πρῶτα φαίνεσθαι μεμαθηκότα τῶν ἐν ταῖς φιλοσόφοις διατριβαῖς.

   ἀλλὰ νὴ Δία θαυμαστὸν αὐτοῦ τὸ περὶ τῶν ὑγρῶν ἐστι παράδειγμα. καὶ γὰρ ταῦτα βούλεται μηδὲν ἀλλήλων διαφέρειν, ᾗ πάντα ἐστὶν ὑγρά· καθ' ὃ μέντοι τὰ μὲν ὀξέα, τὰ δὲ στρυφνά, τὰ δ' ἁλμυρά, τὰ δὲ γλυκέα, ταύτῃ διαλλάττει, οὐκ ἀκούει δὲ ἐν τούτοις αὐτὸς ἑαυτοῦ. λέγων γὰρ ᾗ διαφέρει τὰ ὑγρά κατασκευάζειν οἴεται μηδεμίαν ἐν αὐτοῖς εἶναι διαφοράν, ἀλλὰ μάτην μὲν Ἱπποκράτην διαφορὰν εἰρηκέναι, μάτην [220] δὲ Θεόφραστον ὅλην πραγματείαν γεγραφέναι Περὶ χυλοῦ, καίτοι καὶ αὐτὸ τοῦτο τοὔνομα ὁ χυλὸς ὑγροῦ διαφοράν τινα ἐνδείκνυται. ἀλλ' ὅμως καίτοι διαφορά τις οὖσα ‹τοῦ› ὑγροῦ πάλιν αὖθις τέμνεσθαι πέφυκεν εἰς ἑτέρας διαφοράς. οὐ μὴν θαυμαστὸν εἰς τοσοῦτον ἀπαιδευσίας ἥκοντα Λύκον, ὡς νομίζειν ἐν ὄξει στύφουσαν εἶναι ποιότητα, τοιαύτην τολμῆσαι πρὸς Ἱπποκράτην γράφειν ἀντιλογίαν. τὰ γὰρ οὕτως ἐναργῆ καὶ Διοσκορίδης ὁ Ἀναζαρβεὺς ἐγίγνωσκεν οἵ τ' ἄλλοι πάντες οἱ τὰ περὶ ὕλης ὑπομνήματα γράψαντες. ὀνομάζουσι γοῦν ἐν τούτοις τὰ μὲν ἁλυκά, τὰ δὲ ἁλμυρά, τὰ δὲ πικρά, τὰ δὲ γλυκέα, τὰ δὲ αὐστηρά, τὰ δὲ στρυφνά, τὰ δὲ στύφοντα, τὰ δὲ δριμέα, τὰ δὲ ὀξέα. Λύκος δ' ὁ θαυμασιώτατος ἤτοι οὐδ' ὅλως γιγνώσκει διαφέρουσαν ὀξεῖαν ποιότητα στυφούσης ἢ πεπήρωται τὴν γεῦσιν, ὡς μηδ' ὅλως αἰσθάνεσθαι τῶν ἐν τοῖς χυμοῖς διαφορῶν. ἔοικε γοῦν ὡς ἀπίου καὶ μεσπίλου καὶ μήλου καὶ κυδωνίου τοῦ ὄξους αἰσθάνεσθαι, καίτοι γε πάντων [221] ἀνθρώπων ἔνια μὲν τῶν μήλων ὀξέα καλούντων, ἔνια δὲ στύφοντα, γλυκέα δὲ ἄλλα, καθάπερ οἶμαι καὶ ῥοιὰς ὀξείας τε καὶ στυφούσας καὶ γλυκείας. ἐν μέν γε τοῖς οἴνοις ὡς ἀρετὴ κακίας ἀφώρισται στύψις ὀξύτητος· εὐγενεῖς μὲν γὰρ οἱ στύφοντες· ὀξὺς δ' οὐδεὶς κατὰ φύσιν, ἀλλ' εἰ καὶ μικρὸν αὐτῷ προσέλθοι τοιαύτης ποιότητος, ὑποπτεύομεν αὐτίκα τὴν εἰς ὄξος αὐτοῦ μεταβολήν. ἴσως οὖν ὁ Λύκος οὐδ' ὀξυλάπαθον οὐδ' ὀξυαλίδα λαπάθου τε καὶ θριδακίνης διεγίγνωσκεν, οἷς στυφούσης μὲν ποιότητος οὐδὲ τοὐλάχιστον ὑπάρχει, τῆς δὲ ὀξείας δαψιλῶς μετέσχηκεν ἄμφω. θαυμαστὸν οὖν, εἰ ταῦτα μὲν ἀπὸ τῆς ὀξείας ποιότητος ὠνόμασται, τὸ δὲ ὄξος αὐτὸ μὴ μετέσχηκεν αὐτῆς. ἀλλ' ὁ μηδὲ τὰς κοινὰς αἰσθήσεις ἀποσῴζων Λύκος ἐγκαλεῖν Ἱπποκράτει τολμᾷ. †πάλιν οὖν ἔγνω τὴν παρὰ τοῖς φυσικοῖς ζήτησιν ὑπὲρ τοῦ τῶν χυμῶν ἀριθμοῦ. κατὰ τοῦτο γὰρ οὐδέν, ὡς ἔοικε, διαφέρει χυμὸς χυμοῦ, καθ' ὅσον χυμός ἐστιν. ἡδέως ἂν οὖν ἤκουσα, τίνος τῶν ὄντων εἰσὶν αἱ τοιαῦται [222] διαφοραί, γλυκὺς ὀξὺς δριμὺς πικρὸς ἁλυκὸς ἁλμυρὸς στρυφνὸς αὐστηρὸς στύφων λιπαρός. εἰ μὴ γὰρ χυμῶν, ἴσως ἤτοι φωνῶν ἢ χρωμάτων ἢ ὀδμῶν ἢ διὰ τῆς ἁφῆς εἰς γνῶσιν ἥκουσι. παρὰ ταύτας γὰρ οὐκ ἔχομεν ἄλλην αἴσθησιν, ἀλλ' εἰσὶν αἱ πᾶσαι πέντε, γεῦσις καὶ ἀκοὴ καὶ ὄψις καὶ ὄσφρησίς τε καὶ ἁφή. διαγινώσκομεν δὲ ὥσπερ καὶ ταῖς ἄλλαις ἄλλα τῶν αἰσθητῶν, οὕτως τῇ γεύσει καὶ τοὺς χυμούς. ὡς δὲ ἐν τοῖς ὑγροῖς αἱ διαφοραὶ πολλαί, κατὰ τὸν αὐτὸν τρόπον κἀν ταῖς αἰσθήσεσι. καίτοι γε ᾗ αἰσθήσεις εἰσίν, οὐ διαφέρουσιν, ἀλλ' ὁ διαλεκτικώτατος Λύκος οὐκ ἐάσει λέγειν ἡμᾶς οὔτ' ἐν τοῖς χυμοῖς εἶναι τὰς εἰρημένας διαφοράς, οὐδ' ἐν ταῖς αἰσθήσεσιν ἃς ἅπαντες γιγνώσκουσιν, οὔτ' ἐν τοῖς χρώμασι καὶ λευκὸν καὶ μέλαν καὶ φαιὸν καὶ ξανθὸν καὶ πυρρὸν ἐρυθρόν τε καὶ φοινικοῦν καὶ κυανοῦν. οὐδὲν γὰρ χρῶμα χρώματος ᾗ χρῶμά ἐστι διαφέρει. μαίνονται τοίνυν ἅπαντες ἰατροὶ καὶ φιλόσοφοι χρωμάτων μὲν ἡγούμενοι διαφορὰς εἶναι τὰς εἰρημένας, χυμῶν δὲ τὸν ὀξὺν καὶ πικρὸν καὶ δριμὺν [223] ὅσους τ' ἄλλους ὀλίγον ἔμπροσθεν εἶπον, ὥσπερ καὶ τῶν αἰσθήσεων αὐτῶν. οὔτε γὰρ χρῶμα χρώματος, ᾗ χρῶμά ἐστι, διαφέρει, ὡς οὐδ' αἴσθησις αἰσθήσεως, οὔτε χυμὸς χυμοῦ, καθάπερ οὐδὲ πυρετὸς πυρετοῦ, μὴ [δὲ] ὅτι θερμὸν θερμοῦ. μαίνονται τοίνυν οἱ γράψαντες ἰατροὶ πυρετῶν διαφορὰς πολλὰς καὶ τὸν καῦσον καὶ τὸν λειπυρίαν καὶ τὸν ἠπίαλον καὶ τὸν τυφώδη καὶ τὸν λοιμώδη καὶ τὸν ἡμιτριταῖον ἀμφημερινόν τε καὶ τριταῖον καὶ τεταρταῖον. ἀλλὰ καὶ αὐτὸς ὁ Λύκος ἑτέρωθι γράφει πυρετῶν διαφορὰς ὥσπερ γε καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων πραγμάτων.

   Τί ποτ' οὖν δόξαν αὐτῷ νῦν ἐπελάθετο τοῦ τέμνειν ἕκαστον τῶν ἄλλων εἰς τὰς οἰκείας διαφοράς, ὅς γε 'καὶ περὶ τοῦ τῶν ἀχύρων ἐξαπτομένου πυρός, ᾧ χρῆσθαι τοῖς τὸν χρυσὸν ἐργαζομένοις ἔθος, οὐδεμίαν εἶναι νομίζει διαφορὰν [ἀλλὰ] πρὸς τὸ τῶν ἄλλων ὑλῶν· οὐδὲ γὰρ τὸ πῦρ τοῦ πυρός, ᾗ πῦρ ἐστι, ‹διαφέρειν, ἀλλὰ› κατὰ τὸ [224] μᾶλλόν τε καὶ ἧττον. ἰσχυρὸν γὰρ εἶναί τι καὶ ἀσθενὲς πῦρ συγχωρεῖ, καὶ τό γε τῶν ἀχύρων ἀσθενέστατον εἶναι νομίζων εὐταμίευτον εἶναί φησι πρὸς τὴν ἐργασίαν τοῦ χρυσοῦ. διατήκεσθαι γὰρ αὐτὸν καὶ διαρρεῖν ἰσχυροτέρᾳ πλησιάζοντα φλογί.' ἀλλ', ὦ βέλτιστε Λύκε, φαίη τις ἂν οἶμαι πρὸς αὐτόν, εἰ τῶν φυσικῶν φιλοσόφων ἠκηκόεις ζητούντων, ὅπως αἱ φλόγες γεννῶνται, κατανενοήκεις ἂν οἶμαι τὰς ἐν αὐταῖς διαφοράς. ἐγὼ τοίνυν, ὅσον οἷόν τε διὰ βραχυτάτων ἐπιτέμνεσθαι λόγον οὐ μικρόν, ἐξηγήσομαί σοι περὶ αὐτῶν. ὁρᾷς οἶμαι τῆς καιομένης ὕλης ἀναθυμίασίν τινα γιγνομένην ἐν διεσπασμένοις ἀπ' ἀλλήλων μορίοις, ὧν μεταξύ τις ἀὴρ ἀπολαμβανόμενος ἐξ ἀνάγκης μὲν δήπου θερμαίνεται. παμπόλλην δὲ ἴσχει διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. ἀλλὰ καὶ τὰ διαλείμματα τῶν ἀναφερομένων σωμάτων οὐκ ἴσα πάσαις ταῖς φλοξίν ἐστιν, ὥσπερ οὐδ' αὐτῆς τῆς ἀναθυμιάσεως [225] ἡ φύσις, ἀλλὰ καὶ μεγέθει καὶ σμικρότητι διενήνοχεν ἀλλήλων τὰ τῆς καιομένης ὕλης ἀνε‹νεχ›θέντα μόρια καὶ πυκνότητι καὶ μανότητι καὶ τῷ τὰ μὲν ἡμίκαυτα, τὰ δ' οἷον ὁλόκαυτα ὑπάρχειν, ἢ ὅλως τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον ἐκπυροῦσθαι. ὅταν οὖν ταῦτα φαίνηται τοσαύτην ἔχοντα τὴν διαφορὰν ὅ τε ἀὴρ ὁ δεδεγμένος αὐτὰ ποτὲ μὲν μᾶλλον ὑπ' αὐτῶν ἐκτεθερμασμένος ᾖ, ποτὲ δ' ἧττον, ἀναγκαῖον οἶμαι παμπόλλην γε ποικιλίαν γίγνεσθαι καὶ διαφορὰν οὐκ ὀλίγην τῆς φλογός. ἡ γὰρ τῆς μείξεως ἀνομοιότης τὸ πλῆθος τῶν διαφορῶν ἐργάζεται.

   Ὥσπερ δὲ τὰ περὶ τοῦ πυρὸς ἀμαθῶς εἴρηται τῷ Λύκῳ, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον κἀπειδὰν φάμενος τριχῶς νενοῆσθαι τὸ πολὺ θερμὸν ἕκαστον τῶν σημαινομένων ἐπεξέρχηται. τὸ μὲν γάρ τι κατὰ τὴν οὐσίαν φησὶν νενοῆσθαι πολὺ θερμόν, τὸ δέ τι κατὰ τὴν ἐπίτασιν τῆς ποιότητος, τὸ δέ τι κατὰ τὴν ἰσχὺν τῆς οἰκείας [226] ἐνεργείας. ἀλλ' οὔτε κατὰ τὴν οὐσίαν εἶναι τοῖς αὐξανομένοις πολὺ θερμὸν ἐπὶ σμικρῷ γε τῷ τοῦ σώματος ὄγκῳ οὔτε κατὰ τὴν τῆς ποιότητος αὔξησιν· οὐ γὰρ φαίνεται θερμότερον τῶν ἀκμαζόντων. ἐν μὲν δὴ τῇ τῶν οἰκείων ἔργων ἰσχύι συγχωρεῖ μὲν ὑπερέχειν τὸ τῶν αὐξανομένων θερμόν, ἀλλ' οὐ κυρίως λέγεσθαι. ἔστι μὲν οὖν [ἡ] ῥῆσις αὐτοῦ, δι' ἧς ταῦτα δηλώσει βέλτιστα, ἀλλ' ἐγώ μοι δοκῶ, καθάπερ ἐπὶ τῆς προγεγραμμένης ἔπραξα, καὶ νῦν οὕτω ποιήσειν. οὖσαν γὰρ κἀκείνην μακροτάτην οὐχ ὅλην ἔγραψα, μόνον δὲ τὸ ἐπικαιρότατον αὐτῆς ἐξέλεξα. γιγνέσθω τοίνυν κἀπὶ ταύτης οὕτως καὶ γραφέσθω τὸ χρησιμώτατον εἰς τὸ προκείμενον μέρος αὐτῆς (ὁ μὲν ἕτερος οὖν μοι τῶν λόγων καὶ δὴ πέρας ἔχει, ἐπὶ δὲ τὸν λοιπὸν ἂν ἀφικοίμην. δύο γὰρ δήπου μέμνησθέ με προθέμενον εὐθὺς ἐπιζητήσεις ἐν ἀρχῇ, μίαν μὲν τὴν εἰ ὀρθῶς προσέθηκεν Ἱπποκράτης τὸ ἔμφυτον, ἄλλην δὲ εἰ ὀρθῶς εἶπε πλεῖστον εἶναι [227] τοῖς αὐξανομένοις τὸ θερμόν. τῆς δ' ἑτέρας οὖν ζητήσεως ἐκτετελεσμένης ἐπὶ ταύτην ἂν λοιπὸν τραποίμην καὶ ἐπιχειρήσαιμι ἀνασκοπεῖσθαι, εἰ ὀρθῶς λέλεκται πλεῖστον εἶναι τοῖς αὐξανομένοις τὸ θερμόν)· κατὰ δὴ τὸ ἐξετάζειν [οὖν] ἕτερον πρὸς ἕτερον θερμὸν τριττὰ τυγχάνει ὄντα τὰ ἐπιζητήσεως δεόμενα καὶ μάλα πολὺ κεχωρισμένα ἀλλήλων. ἓν μέν τί ποτέ ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερμόν, ἕτερον δέ τί ποτέ ἐστι ‹τὸ› ἄλλο ἄλλου θερμότερον, καὶ τρίτον τί ποτ' ἐστι ‹τὸ› ἄλλο ἄλλου θερμὸν ἰσχυρότερον. εἰ μὲν οὖν τύχοι τις ἐρόμενος ἡμᾶς, ποῖόν τί ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερμόν, τὸ ἀνὰ λόγον ὀφείλομεν ἀποκρίνεσθαι, ὡς κἂν πρὸς τὸν ἕτερον ἐρόμενον, ποῖόν τί ἐστιν ἕτερον ἑτέρου ὑγρὸν πλεῖον, ἀποκρινοίμεθα. ὥσπερ γὰρ ἐνταῦθα πρὸς τὸ εἰρημένον ἐπερώτημα οὐκ ἔστιν ἄλλο τι ὀρθῶς ἀποκρίνασθαι ἀλλ' ἢ μόνον τοῦτο τὸ τῇ οὐσίᾳ ὑπερβάλλειν ‹τὸ πλέον καὶ διπλασίῳ› πλείονος ἀμέλει ὑγροῦ ἄν τις εἴποι εἶναι τὸν ἀμφορέα τοῦ ἡμίσεως, οὕτω [δὲ] κἀπὶ τοῦ θερμοῦ, εἰ τὴν αὐτήν τις ἐρώτησιν ἐρωτῴη ταύτην, ποῖόν ἐστι πλέον τοῦ ἑτέρου [228] θερμόν, οὐκ ἂν ἄλλο τι ὀρθῶς ἀποκρινοίμεθα ἢ τὸ τῇ οὐσίᾳ πλέον διὰ τὸ οὐσίας ὑπάρχειν πλείονος δηλονότι καὶ παρήκειν ‹εἰς› τόπον πλείονα. καὶ οὐδὲν ἄν γε κωλύσει ταὐτὸν καὶ πλεῖον εἶναι θερμὸν καὶ ἐπ' ἔλαττον θερμόν, ὥσπερ γε καὶ τὸ πλεῖον τῇ οὐσίᾳ ὑγρὸν δύναιτ' ἂν ἐπ' ἔλαττον εἶναι κεχυμένον. πρὸς μὲν οὖν τό γε ἐπερώτημα τοῦτο ὀρθῶς ἄν τις ἀποκρίναιτο· πρὸς δ' αὖ ἐκεῖνο τὸ ποῖόν ἐστιν ἕτερον ἑτέρου θερμότερον ἀποκρίνασθαι ὀρθῶς ἔστι τὸ κατὰ τὴν θάλψιν ἐπιτεταμένον μᾶλλον, κἂν ἐπὶ οὐσίας ἐλάττονος τύχῃ ὄν, ὥσπερ γε πρὸς τὸν ἐρόμενον, ὁποῖόν τί ἐστιν ἕτερον ἑτέρου λευκότερον, ἔστιν ἀποκρίνασθαι ὀρθῶς τὸ ἐπιτεταμένον μᾶλλον κατὰ τὴν ποιότητα τὴν λευκήν. κατὰ γοῦν τοῦτο κἂν ἐν βραχεῖ ὄγκῳ τύχῃ οὖσα χιών, λευκοτέραν ‹ἄν› τις φαίη αὐτὴν εἶναι οὑτινοσοῦν ἄλλου λευκοῦ, ὥσπερ γε καὶ πρὸς τὸν ἐρόμενον, ποῖόν τί ἐστι τὸ ἕτερον ἑτέρου ὑγρότερον, ἀποκρίνασθαι ἔστιν ὀρθῶς τὸ μᾶλλον κεχυμένον, οἷον τὸ ὕδωρ τοῦ μέλιτος καὶ τῆς πίττης, κἂν τὸ μὲν ὕδωρ ἐν πάνυ βραχείᾳ οὐσίᾳ θεωρῆται, τὸ δὲ μέλι καὶ ἡ πίττα ἐν ὑπερβολῇ. οὕτω δὲ καὶ [229] ‹πρὸς› τὸν περὶ τοῦ θερμοῦ ἐρόμενον, ποῖόν τί ἐστιν ἕτερον ἑτέρου θερμότερον, ὀρθῶς ἔστιν ἀποκρίνασθαι τὸ μάλιστα ἐπιτεταμένον κατὰ τὴν θάλψιν, οἷον τὸ πῦρ, κἂν ἐπ' ὀλίγης οὐσίας θεωρῆται, ἕτερον δέ τί που θερμὸν καὶ χλιαρὸν ἀντεξεταζόμενον τούτου τυγχάνῃ ἐπὶ πλείονος οὐσίας ὑπάρχον. πρὸς μὲν οὖν ταῦτα αἵδ' ἀποκρίσεις εἰσί· πρὸς δὲ τὸν ἀναπυνθανόμενον, ποῖόν τί ἐστι τὸ ἕτερον ‹τοῦ› ἑτέρου ἰσχυρότερον θερμόν, οὐκέθ' ὁμοία ταῖς πρόσθεν ‹ἡ› ἀπόκρισις. οὔτε γὰρ τὸ κατὰ τὴν θάλψιν ἐπιτεταμένον μᾶλλον ἀποκρινούμεθα οὔτε τὸ ἐπ' οὐσίας θεωρούμενον πλείονος, ἀλλὰ τὸ κατὰ τὴν ἄνυσιν τοῦ ἔργου ὑπερβάλλον. συνίσταιτο δ' ἂν ὅπερ λέγω οὕτως· ἔργα δήπου τὰ τοῦ θερμοῦ πολλά ἐστι. χεῖται γάρ τινα τούτῳ, καὶ ἄλλα συνίστησι καὶ μεταβάλλει μάλα πολλὰ καὶ ὡς κατὰ μέρος εἰπεῖν ἐπὶ τῶν ἡμετέρων σωμάτων πέττει τὴν τροφὴν ἐν γαστρὶ καὶ τοῖς ἐντέροις καὶ εἰς τὸ σῶμα ἀνάγει τὴν κατεργασίαν καὶ [πρὸς σῶμα] ἀλλοιοῖ καὶ προσφύει τοῖς ἡμετέροις σώμασιν αὐτὴν κατά γε τὴν θρέψιν καὶ τὴν αὔξησιν. ἔστιν οὖν ἰσχυρότερον ἕτερον ἑτέρου θερμὸν τὸ μᾶλλον παρέχεσθαι [230] ταῦτα δυνησόμενον. τὸ δὲ τυγχάνον ὂν οὐχὶ πάντως τὸ ἤτοι κατὰ τὴν ποιότητα ἐπιτεταμένον ἢ κατὰ τὴν οὐσίαν πλεῖον. πολλάκις γὰρ τὸ ἔλαττον τῇ οὐσίᾳ καὶ τὸ ἔλαττον τῇ θάλψει ἀνυσιμώτατον πρὸς τὸ ἔργον ἐστίν. ὡς γὰρ τὸ πρότερον εἴπομεν ὑμῖν, πρὸς τὴν ἀπόδοσιν τῶν οἰκείων ἔργων οὐ τὸ μάλιστα ἐπιτεταμένον ἐστὶν ἰσχυρότερον, ἀλλὰ τὸ μάλιστα σύμμετρον, ὡς τό γε ἐπιταθὲν κατ' αὐτὴν τὴν θάλψιν ἐνίοτε καὶ βλάβος τοῖς ἔργοις γίγνεται, καί μοι τούτου πιστώματα ἱκανά, ἃ πρόσθεν ὑμῖν ἐγὼ διεξῆλθον περὶ τῆς ἰδιότητος τοῦ θερμοῦ λέγων. τούτων ὧδε ἐχόντων καὶ τριῶν ὄντων, ὥσπερ προείρηκα, τῶν ἐπιζητουμένων κατὰ τὸ ἀντεξετάζειν ἕτερον πρὸς ἕτερον θερμόν, ἐπειδὰν Ἱπποκράτης φῇ ἐνταῦθα ἔχειν τὰ αὐξανόμενα τὸ θερμὸν πλεῖστον τὸ ἔμφυτον, τῶν τριῶν ἕν, ἢ κυρίως χρώμενος ταύτῃ τῇ φωνῇ ψεῦδός τι εἴρηκεν ἢ κακῶς κέχρηται τῇ φωνῇ καὶ ψεῦδός τι εἴρηκεν ἢ ἵνα ἀληθές τι δόξῃ εἰρηκέναι [231] χρὴ ‹συγχωρεῖν› αὐτὸν οὐ καλῶς τῇ φωνῇ κεχρῆσθαι. εἰ μὲν γὰρ λέγει πλεῖστον εἶναι τὸ θερμὸν τοῖς αὐξανομένοις οἷον κατὰ τὴν οὐσίαν, ὡς ἂν καὶ τὸ ὑγρόν τις φαίη πλεῖστον εἶναι τὸν ἀμφορέα, οὐ τὸ διπλάσιον τούτου, τῇ μὲν φωνῇ ὀρθῶς δόξει κεχρῆσθαι, ψεῦδος δέ τι πολλὴ ἀνάγκη ἐστὶν αὐτὸν εἰρηκέναι. οὐ γάρ ἐστι τῇ οὐσίᾳ τὸ ἐπὶ τῶν αὐξανομένων θερμὸν πλεῖστον, ὅτι οὐδὲ ὁ τοῦ σώματος ὄγκος μείζων ἐστὶν ἐπὶ τούτων ἢ ἐπὶ τῶν ἀκμαζόντων τε καὶ γερόντων. τὸ δ' ἔμφυτον θερμὸν παντὶ παρεκτέταται τῷ σώματι. εἰ δ' αὖ πλείονα λέγει τοῖς αὐξανομένοις καὶ ταύτην τὴν θάλψιν ἐπιτεταμένην ἴσως τούτων θερμοτέραν, ὡς ἂν καὶ φαίη τις βουλόμενος εἰπεῖν τὴν χιόνα λευκοτέραν εἶναι ἄλλου του τῶν λευκῶν, μὴ λευκοτέραν εἶναι αὐτὴν μηδὲ μᾶλλον λευκήν, ἀλλὰ πλεῖον εἶναι τὸ λευκὸν τοῦδε λευκοῦ, κατ' ἀμφότερα δόξει ἁμαρτάνειν Ἱπποκράτης, κατά τε τὸ μὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ἄλλως ψεῦδός τι λέγειν· κατὰ μὲν τὸ μὴ καλῶς κεχρῆσθαι τῇ [232] φωνῇ διαμαρτάνειν ἂν δοκοίη, ὅτι τὴν ἐπ' οὐσίας πλείονος ταττομένην φωνὴν ταύτην ἔταξεν, ἐθέλων σημῆναι ποιότητα ἐπιταττομένην μᾶλλον ὑπάρχειν τῇ θάλψει. ψεῦδος δέ τι ἂν δοκοίη εἰρηκέναι, ὅτι οὐ μάλιστα ἐπιτεταμένον τὸ θερμὸν τοῖς αὐξανομένοις κατὰ τὴν ποιότητα, οὐ δεόντως θερμοτέρου ἐπὶ τῆσδε τῆς ἡλικίας τοῦ θερμοῦ ἢ ἐπ' ἄλλης τινός. ὁ δὲ ἔφη εἶναι μάλιστα ἐπιτεταμένον ἐπὶ τῶν αὐξανομένων· ὅτι δὲ τοῦτο ψεῦδος τυγχάνει ὂν τὸ μάλιστα ἐπιτετάσθαι τοῖς αὐξανομένοις τὸ θερμόν, ῥᾴδιόν ἐστι πάντα ἐπιστῆσαι. οὐδὲν γὰρ ἂν εὑρεθείη γνώρισμα κατὰ τὸ σῶμα ὑπάρχον ἐπὶ τῶν αὐξανομένων τῆς μάλιστα κατὰ τὴν θάλψιν ἐπιτάσεως τοῦ θερμοῦ. τὸ γὰρ εἰρημένον ὑπὸ τούτου ἐν τῷ Περὶ φύσεως ἀνθρώπου συγγράμματι εἰς τέκμαρσιν τοῦ πλεῖστον εἶναι τοῖς αὐξανομένοις τὸ θερμὸν ἠλίθιον παντελῶς. τῷ γὰρ πρώτῳ χρόνῳ θερμότερον ἀποφαίνει εἶναι τὸν ἄνθρωπον, τεκμαιρόμενος τῇ αὐξήσει πλείστῃ τηνικαῦτα συντελουμένῃ. οὐ γὰρ ἂν πρὸς βίαν, φησί, καὶ παρὰ φύσιν ἀνεφέρετο ἡ τροφὴ πρὸς ἐναντίον τῷ αὐτῆς [233] βάρει ἐν τῷ αὔξεσθαι τὸ σῶμα, εἰ μή τι ἰσχυρὸν τὸ ἐπαναγκάζον εἴη. τῷ γὰρ τοιούτῳ οὐ τὸ μᾶλλον ἐπιτετάσθαι κατὰ τὴν θάλψιν τὸ θερμόν ἐστι γνώρισμα, ἀλλὰ τὸ ἰσχυρότερον εἶναι. τὸ δὲ ἰσχυρότερον, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, οὐ τοιοῦτον ἦν, οἷον τὸ μάλιστα ἐπιτεταμένον κατὰ τὴν αὐτοῦ ποιότητα, ἀλλὰ τὸ μάλιστα σύμμετρον πρὸς τὸ ἔργον· ὅπου δ' οὖν ταῦτα ταύτῃ ἔχει, εἴπερ οὕτως λέγει Ἱπποκράτης· "τὰ αὐξανόμενα τὸ θερμὸν ἔχει πλεῖστον τὸ ἔμφυτον", κατ' ἀμφότερα διαμαρτάνει, κατά τε τὸ μὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ψεῦδός τι ἄλλως εἰρηκέναι. εἰ δ' ὡς τὸ τρίτον εἶπον, λέγει πλεῖστον εἶναι τοῖς αὐξανομένοις τὸ θερμὸν ἐν ἴσῳ τῷ ἰσχυρότατον πρὸς τὴν ἄνυσιν τοῦ ἔργου, ὅπερ γίγνεται ἐκ τοῦ μάλιστα σύμμετρον εἶναι, οὐχὶ δέ γε ἐκ τοῦ ἤτοι τῇ οὐσίᾳ πλεῖον ὑπάρχειν ἢ αὐτῇ τῇ θάλψει ἐπιτετάσθαι μάλιστα, τῇ μὲν ἂν φωνῇ δοκοίη ‹οὐ› καλῶς κεχρῆσθαι, ὅτι πλεῖστον εἶπεν εἶναι τὸ θερμὸν δέον φάναι ἰσχυρότατον, τὸ μέντοι εἰρημένον ὀρθῶς λελέχθαι δοκοίη ἄν. εἴπερ γὰρ αἱ αὐξήσεις [234] ὑπὸ τοῦ ἐμφύτου γίγνονται θερμοῦ, ὥσπερ οὖν ἐρεῖ ὁ λόγος, ἀμήχανον καὶ ἀδύνατον μὴ ἰσχυρότατον εἶναι αὐτὸ ἐπὶ τῶν αὐξανομένων. καί μοι εἰς τοῦτο καλῶς ἂν εἴη λελεγμένον τὸ ἐκ τοῦ Περὶ φύσεως ἀνθρώπου συγγράμματος· 'ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ σῶμα πρὸς βίην ' ... ἰσχυρότατον ἔχειν τὸ θερμὸν αὐτῆς, οἵα καὶ ἡ τοῦ Λύκου ῥῆσις εἰς μῆκος μὲν ἐκτεταμένη, πλέον δὲ οὐδὲν ἑρμηνεύουσα τῶν ὑπ' ἐμοῦ προειρημένων. εἰ μὲν γὰρ τῷ τῆς οὐσίας ὄγκῳ παραμετρῶν ὁ Ἱπποκράτης πλέον ἔφησεν εἶναι τοῖς αὐξανομένοις τὸ θερμόν, ἁμαρτάνειν αὐτὸν οἴεται μικροτέρου σαφῶς τοῖς παιδίοις ὑπάρχοντος τοῦ σώματος. εἰ δὲ τὸ κατὰ τὴν θάλψιν ἐπιτεταμένον, πάλιν αὖ καὶ τούτῳ μάχεσθαί φησι τὸ φαινόμενον. εἰ δὲ τὸ κατὰ τὴν ἐνέργειαν ἰσχυρότερον, ἀληθὲς μέν τι λέγεσθαι συγχωρεῖ, κεχρῆσθαι δὲ οὐ καλῶς αὐτὸν ἀποφαίνει τῇ λέξει. χρῆναι γὰρ οὐ πλέον, ἀλλ' ἰσχυρότερον ὡς πρὸς τὴν ἐνέργειαν εἰρῆσθαι τὸ τῶν αὐξανομένων θερμόν.

[235]    Ἀλλ', ὦ βέλτιστε Λύκε, φαίη τις ἂν οἶμαι πρὸς αὐτὸν ἀπολογούμενος ὑπὲρ ὧν ἐπηρεάζει τὸν Ἱπποκράτην μὴ ταῦτ' εἶναι μοχθηρὰ τὰ λεγόμενα. εὐθὺς οὖν τὸ κατὰ τὴν οὐσίαν πλέον θερμὸν οὐχ ἁπλῶς κρίνεται τῷ τοῦ παντὸς ὄγκῳ σώματος, ἀλλ', ὡς αὐτὸς ὁ Λύκος ἔλεγεν ἑτέρωθι, 'μέγιστον ἐγκέφαλον ἔχειν τὸν ἄνθρωπον', οὐχ ἁπλῶς λαμβάνων τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τοῦ ζῴου πρὸς τὸ ζῷον. ὥσπερ οὖν οὕτω σμικρὸν παιδίον ἐλέφαντος τοῦ μεγίστου μείζονα τὸν ἐγκέφαλον ἔχειν φησίν, οὐ τῷ τοῦ σώματος ὄγκῳ μόνῳ προσέχων τὸν νοῦν, ἀλλὰ προστιθεὶς αὐτῷ τὸ κατὰ τὴν ἀναλογίαν, οὕτω κἀπὶ τοῦ θερμοῦ σώματος ἐχρῆν πεποιηκέναι, σκεψάμενον ὁποῖόν τι τῶν ἐν ἡμῖν σωμάτων ἔμφυτον ὑπάρχει, τουτέστιν ἀρχέγονον. αὐτὸς γὰρ ἐπίσταται τοὔνομα καὶ γεγραμμένον ἐν τοῖς Ἱπποκρατείοις βιβλίοις καὶ συνημμένον ἐκεῖνο τὸ σῶμα τὸ ἐξ ἀρχῆς ὑπάρχον τοῖς γεννωμένοις, τουτέστιν ἐξ οὗ τὴν πρώτην ἔσχηκε γένεσιν. ἆρ' οὖν ἄλλο τι τοῦτ' ἐστὶ πλὴν καταμηνίου [236] καὶ σπέρματος; ἐγὼ μὲν οὐδὲν οἶδα τρίτον, ἀλλ' ἐπείπερ ἡ τοῦ σώματος οὐσία τοῖς γεννωμένοις ἐκ τούτων ἐστὶ τῶν ἀρχῶν, ἡ μὲν ἀκριβῶς πρώτη σύστασις οὐκ ἐκ πλείστων ἂν εἶναι λέγοιτο τῶν εἰρημένων σωμάτων, ἀλλ' ἐκ μόνων. καίτοι τί λέγω τὴν πρώτην ἀκριβῶς; εἰ γὰρ ἀναμνησθείημεν, ὁποίαν τινὰ διηγήσατο τὴν ἑκταίαν γονὴν Ἱπποκράτης, εἰσόμεθα σαφῶς ἔτι διαμένον ἐν αὐτῇ τὸ ἔμφυτον σῶμα· πρὶν γὰρ ὀστοῦ τινα φύσιν ἢ φλεβὸς ἢ ἀρτηρίας ἢ νεύρου ἢ χόνδρου ἢ συνδέσμου ἐν τῷ κυήματι φαίνεσθαι, μόνον αὐτοῖς ὑπάρχει θερμὸν σῶμα τὸ ἔμφυτον. ἀδιάπλαστος γάρ τις σὰρξ μαλακὴ παραπλήσιος αἵματος θρόμβῳ διαδέχεται τὴν πρώτην τοῦ κυήματος ἰδέαν, ἐν αὐτῇ τινας ἔχουσαν, καθάπερ Ἱπποκράτης ὠνόμασεν, οἷον αἱμάλωπας ἐκ τῆς τοῦ σπέρματος οὐσίας τῆς ἐν αὐτῇ λευκότητος ὑπαρχούσης, ὕστερον δ' ἐκ πολλῆς τῆς ἀλλοιώσεως συνεχῶς γιγνομένης ὀστοῦ τις ὑπογραφὴ καὶ χόνδρου καὶ συνδέσμου καὶ νεύρου καὶ ἀρτηρίας καὶ φλεβὸς ἀποτελεῖται, [237] καθ' ὃν ἤδη χρόνον μένον ἔτι τὸ ἔμφυτον θερμὸν σῶμα τοῖς κυουμένοις ἐστίν, ἀλλὰ πλεῖστον ἀεί τε καὶ μᾶλλόν ἐστιν, ὅσον αὐξάνεται τὰ κυούμενα. τὸ μὲν ἔμφυτον αὐτῶν σῶμα θερμόν, ὅπερ ἦν αἷμα καὶ σπέρμα, μεῖον γίγνεται. ποικιλία δὲ ἐπικτήτων προσγίγνεται σωμάτων. οὐδὲν γὰρ τῶν εἰρημένων τοῖς ζῴοις ἔμφυτόν ἐστιν, ἀλλ' ἐπίκτητα πάντα καὶ εἴπερ ὅλον οἷόν τ' ἦν γενέσθαι ποτὲ ζῷον ὄστινον ἢ νεύρινον, ἐφθείρετ' ἂν οὕτως τὸ ἔμφυτον θερμόν. ἀλλὰ τοῦτο μὲν ἀδύνατον, ἐπικρατεῖν δὲ τὴν τῶν ὀστῶν καὶ χόνδρων καὶ συνδέσμων καὶ νεύρων καὶ ἀρτηριῶν καὶ φλεβῶν οὐσίαν ἐγχωρεῖ. τὰ γοῦν εἰς ἔσχατον γῆρας ἀφικόμενα τῶν ζῴων ἐλαχίστην ἔχοντα τὴν αἱματώδη φύσιν ὀλίγου δεῖν ἐξ ὀστῶν μόνων καὶ νεύρων ὑμένων τε καὶ συνδέσμων ἀρτηριῶν τε καὶ φλεβῶν καὶ χόνδρων σύγκειται. ἐκ γὰρ πάντων τῶν τοῦ ζῴου μορίων ‹μόνη μὲν› ἡ σὰρξ αἱματώδης ἐστίν, ἣν ἐλαχίστην ἔχει τὰ γεγηρακότα καὶ ταύτην ὀλίγαιμόν τε καὶ σκληράν. τῶν δ' ἄλλων τῶν εἰρημένων μορίων οὐδὲν αἱματῶδες ὑπάρχει. οὔκουν ἁπλῶς χρὴ τῷ τῆς οὐσίας ὄγκῳ μετρεῖν τὸ ποσὸν [238] τοῦ συμφύτου σώματος, ὅπερ ἐπὶ τῆς δραστικωτάτης τῶν ἐν αὐτῷ ποιοτήτων ἔμφυτον ὠνόμασται θερμόν, ἀλλὰ παραβάλλοντας τοῖς οὐκ ἐμφύτοις σκοπεῖσθαι τὴν ἀναλογίαν. ὡς γὰρ ἐν τῷ βαλανείῳ πολὺν ἀτμὸν ἢ νὴ Δία καπνὸν ἤ τι τοιοῦτον ἕτερον εἶναί φαμεν οὐ [γὰρ] πρὸς τὸ μέγεθος ἀναφέροντες ἁπλῶς τῶν οἴκων, ἀλλὰ πρὸς τὸν οἰκεῖον ἀέρα τῶν βαλανείων, οὕτως καὶ κατὰ τὸν ἄνθρωπον ἐροῦμεν ἤτοι πλείστην εἶναι τὴν οὐσίαν ἢ ὀλίγην τοῦ ἐμφύτου θερμοῦ, παραβάλλοντες τοῖς οὐκ ἐμφύτοις σώμασιν· αἱματωδέστατα γὰρ ἅπαντα ἔχει τὸ βρέφος ἄχρι ‹τοῦ› καὶ τοῖς ὀστοῖς ἐμφαίνεσθαί τι τοιοῦτον. ἔμπαλιν δὲ οἱ γέροντες ἀναιμότατα πάντ' ἔχουσιν ἄχρι τῶν σαρκῶν· καὶ γὰρ ταύταις ἐλάχιστον αἵματος ὑπάρχει. ἀλλ' ἢν ἔμφυτον σῶμα θερμὸν ‹ᾖ› τὸ αἷμα, περαίνοιτ' ἂν ἡμῖν ἐκ τῶνδε πλεῖστον μὲν εἶναι τὸ ἔμφυτον θερμὸν σῶμα τοῖς αὐξανομένοις, ἐλάχιστον δὲ τοῖς γεγηρακόσιν· οὕτω δὲ καὶ τὸ σπέρμα συγκείμενον ἔκ τε τῆς ὀρρώδους ὑγρότητος καὶ τοῦ πνεύματος, οὗ κατ' αὐτὴν ἐλάχιστον μὲν ἐν τοῖς γεγηρακόσι, πλεῖστον δ' ἐστὶν ἐν τοῖς τῶν [239] αὐξανομένων σώμασι, καὶ τούτων μάλιστα ἐν τοῖς νεωτάτοις, ὡς ἐν τοῖς Περὶ σπέρματος ὑπομνήμασιν ἐπεδείξαμεν, εἰ γοῦν ἀπορήσεις, εἰ ῥᾳδίως ἀναλίσκεται καὶ διαρρεῖ τὸ σῶμα τῶν αὐξανομένων. καὶ μὴν ἐπί γε τῶν ἄλλων οὐκ ἀγνοεῖς ὕδωρ μὲν θερμὸν ἢ ἔλαιον ἤ τι τῶν οὕτως ὑγρῶν ἐλαχίστῳ χρόνῳ διαφορούμενον ὅλον, οὔτε δὲ γῆν οὔτε λίθον οὔτ' ἄλλο τῶν ψυχρῶν φύσει καὶ ξηρῶν. δύο μὲν γάρ εἰσιν ἐν ἅπασι τοῖς οὖσιν ἐπιτηδειόταται ποιότητες εἰς διαφόρησιν, ὑγρότης καὶ θερμότης, δύο δὲ ἔμπαλιν εἰς διαμονήν, ξηρότης τε καὶ ψυχρότης, ὥστ' οὐδὲν θαυμαστόν, εἰ τὰ μὲν τῶν παιδίων σώματα διά τε τὴν ὑγρότητα καὶ θερμότητα ῥᾳδίως διαπνεῖται, τὰ δὲ τῶν γερόντων οὐ ῥᾳδίως ὑπὸ ξηρότητος καὶ ψύξεως πεπηγυῖαν ἐχόντων τὴν οὐσίαν. ὥστ', ὦ βέλτιστε Λύκε, περὶ ὧν ἐχρῆν ἐπιτιμηθῆναί σε, περὶ τούτων ἐγκαλεῖς. ἀγνοῶν γοῦν ἐφάνης ἕν τι τῶν πρώτων μαθημάτων, ὃ μηδεὶς τῶν εἰσηγμένων νομίμως ἀγνοεῖ. πολλὴν μὲν γὰρ οὐσίαν ἁπλῆν ὁ τοῦ σώματος ὄγκος κρίνει, σύνθετον [240] δὲ ἐκ διαφερόντων ὑπάρχουσαν ἡ τῶν μιχθέντων ἀναλογία, καθάπερ καὶ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων μορίων. οὕτω γοῦν καὶ οἱ μειγνύντες οἶνον ὕδατι τοῦ πιεῖν ἕνεκεν ἤτοι πλείονα τὸν οἶνον λέγουσιν ἢ τὸ ὕδωρ ἢ οὐδέτερον, ὅταν εἰς συμμετρίαν κράσεως ἥκωσιν. ἔμπληκτος δ' οὐδεὶς οὕτως ἐστίν, ὡς ἐμβαλὼν εἰς οἴνου πίθον ὕδατος κοτύλην πλέον εἶναι λέγειν ἐν τῷ πίθῳ τὸ ὕδωρ τοῦ κατὰ τὸ μικρὸν ποτήριον, ὅταν, ‹εἰ› οὕτως ἔτυχεν, ἐν ἐκείνῳ τριῶν ὄντων κυάθων ὁ μὲν εἷς ὕδατος, οἱ δὲ δύο ὑπάρχωσιν οἴνου. Λύκος δέ, ὡς οἶμαι, καὶ τὴν τετραφάρμακον ὀνομαζομένην δύναμιν ἐκ κηροῦ καὶ στέατος καὶ πίττης καὶ ῥητίνης ἴσων ἁπάντων συντεθειμένων οὐ φήσει πλείονα τὴν πίτταν ἔχειν, ἐὰν διπλασίαν τις ἐμβάλῃ τῶν ἄλλων. ἀλλὰ κἀνταῦθα ἐπισκέψεται, πότερον πίθος ὅλος ἐστὶ μεστὸς τῆς τετραφαρμάκου δυνάμεως ἢ μικρόν τι λεκάριον, εἶτα τὸν πίθον ἐρεῖ πολὺ πλείονα τὴν πίτταν ἔχειν τοῦ λεκαρίου, κἂν ὁ μὲν ἐξ ἴσων ᾖ τῶν τεττάρων, ἡ πίττα δ' ὑπάρχῃ διπλασία τῶν ἄλλων [241] ἐν τῷ λεκαρίῳ. τοιγαροῦν ἅπαντα τὰ τοιαῦτα ἁμαρτήματα τῶν πολλῶν μὴ δυναμένων †ἐστὶ διακρῖναι τὸ κατ' ἀναλογίαν καὶ μίξιν πολὺ τοῦ κατὰ τὸ κοινὸν μέτρον ἁπλῶς οὕτω λεγομένου, οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἐφ' ὃν ὁ Λύκος ἐνεκάλεσεν Ἱπποκράτει; ἥ τε γὰρ οὐσία τοῦ ἐμφύτου θερμοῦ πλείστη τοῖς αὐξανομένοις ἐστὶν ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν, ἥ τε σὺν αὐτῇ ποιότης ὡσαύτως, ἐπειδήπερ ἀχώριστοι τῶν οὐσιῶν εἰσιν αἱ οἰκεῖαι ποιότητες, ὥσπερ γε ‹αὐ›τῶν καὶ αἱ δυνάμεις. οὕτω γοῦν κἂν εἰς τὴν τετραφάρμακον ἐμβάλῃς πλείονα τῆς τῶν ἄλλων ἀναλογίας τὴν πίτταν, οὐ τὴν οὐσίαν μόνον αὐτῆς, ἀλλὰ καὶ τὴν ποιότητα καὶ τὴν δύναμιν ἐρεῖς ἐνεῖναι πλείονα καὶ διὰ τοῦτο καὶ τὸ ὑγρὸν μέρος τῆς πίττης ηὐξῆσθαι. δῆλον οὖν ὅτι κατὰ τὰ τρία τοῦ πολλοῦ σημαινόμενα τὰ πρὸς τοῦ Λύκου γεγραμμένα πλείων ἥ τε πίττα λεχθήσεται κατὰ τὴν τετραφάρμακον εἶναι τό τ' ἔμφυτον θερμὸν τοῖς ζῴοις, ἔτι δὲ μᾶλλον, ἐφ' ὧν οὐ κέκραται δι' ὅλων ἀλλήλων ὅλα τὰ μειγνύμενα, κατάδηλόν ἐστι τὸ κατὰ τοὺς τρεῖς τρόπους οὓς ὁ Λύκος εἶπεν ἕτερον [242] ἑτέρου λέγεσθαι πλέον, ὥσπερ ἐπὶ τοῦδε τοῦ φαρμάκου τῶν συνηθεστάτων ὄντος, ὃ σύγκειται μὲν ἐξ ἴρεως καὶ ἀριστολοχίας καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ λιβανωτοῦ, πάντων ἀλλήλοις ἴσων τῷ σταθμῷ, δύναιτ' ἄν τις τὸ ἓν ἐξ αὐτῶν διπλάσιον ἐργασάμενος ἀναμεῖξαι τοῖς ἄλλοις ἴσοις, οἷον, εἰ τύχοι, τὴν ἀριστολοχίαν. ἀληθὲς οὖν ἐστι κατὰ τὴν αὐτῶν μίξιν εἰπεῖν, ὅτι καὶ τῇ οὐσίᾳ καὶ τῇ ποιότητι καὶ τῇ ἐνεργείᾳ πλείων ἐστὶ καὶ κρατεῖ τῶν ἄλλων ἡ ἀριστολοχία. ταὐτὸν δὴ τοῦτο κἀπὶ τοῦ βαλανείου τις ‹ἂν› εἴποι μὴ μόνον ἔχοντος ἐν ἑαυτῷ τὸν εὐκρατότατον ἀέρα, προσειληφότος δέ τι καὶ καπνοῦ καὶ ἀτμοῦ. δύναται γὰρ ἐκ τούτων ποτὲ μὲν ὁ καπνὸς εἶναι πλείων, ποτὲ δὲ ὁ ἀτμός, ὥσπερ γε καὶ ὁ κατὰ φύσιν ἀὴρ τοῦ βαλανείου. τὸ δ' ἁπλῶς οὕτως πλέον κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν λέγομεν ᾧ καὶ τὴν ποιότητα συναύξεσθαι καὶ τὴν ἀπ' αὐτῆς ἐνέργειαν ἀναγκαῖόν ἐστιν. ὑποκείσθω γοῦν εἶναι τὴν οὐσίαν τοῦ καπνοῦ πλείονα τῆς τῶν ἄλλων δυοῖν· ὀρθῶς ἐρεῖς τηνικαῦτα καὶ τὴν ποιότητα τοῦ καπνοῦ τῆς τῶν ἄλλων ποιότητος εἶναι πλείονα καὶ τὴν ἐνέργειαν, [243] ὁμολογουμένως δὲ οὐ πλείονα γίγνεσθαι ποιότητα ποιότητος, ἀλλὰ σφοδροτέραν, ὥσπερ γε καὶ ἀμυδροτέραν, οὐκ ἐλάττω, παμπόλλης οὔσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν ὅλῳ τῷ βίῳ καὶ κατὰ πάσας τὰς τέχνας. καὶ τί δεῖ τῶν ἄλλων μνημονεύειν ἔχοντας ἐναργῶς τοῦ λόγου μαρτύριον ἐπ' αὐτῶν τῶν πυρετῶν, οὓς ὁσημέραι πάντες ποτὲ μὲν μείζονας ἢ ἐλάττονας ἀλλήλων γεγονέναι φασί, ποτὲ δὲ ἔλαττον ἢ πλέον πυρέττειν τόνδε τοῦδε καὶ τὸν αὐτὸν χθὲς ἢ σήμερον. οὕτως οὖν ὑποκειμένου λέγεσθαι τοῦ κατὰ τὴν ποιότητα πλείονος οὐδὲν θαυμαστόν, ἐν ᾧ βαλανείῳ πλείων ἐστὶν οὐσία καπνοῦ, καὶ τὴν ποιότητα φάναι γεγονέναι πλείονα καὶ τὴν ἐνέργειαν, εἰ μὲν κυρίως ὀνομάζομεν ἰσχυροτέραν τε καὶ σφοδροτέραν, εἰ δὲ καταχρώμενοι μείζονά τε καὶ πλείονα. δήξεται γὰρ δηλονότι τοὺς ὀφθαλμοὺς ὁ καπνός, εἰς ὅσον αὐξάνεται κατὰ τὴν οὐσίαν, ὥστ' ἀεὶ ταῖς οὐσίαις συναυξανομένων τῶν οἰκείων αὐταῖς ποιοτήτων καὶ τῶν ἐνεργειῶν ἀληθῶς ἂν εἴποι τις ἐν τῷ τοιούτῳ βαλανείῳ πλεῖστον εἶναι τὸν καπνόν. ὑποκείσθω δὲ πάλιν ἔλαττον μὲν [244] ἀτμοῦ τε καὶ καπνοῦ κατὰ τὸ βαλανεῖον ὑπάρχειν, ἡ δ' οἰκεία τοῦ ἀέρος οὐσία πλείστη ‹φαίνεται› κατὰ τὴν ἀναλογίαν οὖσά τε καὶ γιγνομένη τοῦ τοῖς ζῴοις ἐμφύτου θερμοῦ. λεχθήσεται γὰρ καὶ νῦν ἐν τῷ βαλανείῳ πλεῖστον εἶναι τὸ οἰκεῖον θερμόν. ἆρ' οὖν ἀποδεῖ τι τούτου τὸ κατὰ τοὺς ἐν τῷ ζῴῳ χυμούς, ἐξ ὧν ἀτμιζόντων ἡ προσπίπτουσα θερμασία τοῖς ἁπτομένοις ἔξωθέν ἐστιν; ἄλλη μὲν γὰρ ἀπὸ τοῦ αἵματος ἀνάπτεται θερμότης, ἄλλη δὲ ἀπὸ τοῦ φλέγματος, ἄλλη δὲ ἀπὸ τῆς ξανθῆς ἢ μελαίνης χολῆς. ἐπὶ μὲν οὖν τῶν παίδων ἡ οὐσία τοῦ αἵματος πλείστη κατὰ τὴν τῆς μίξεως ἀναλογίαν· (τούτου γὰρ ἀναμιμνῄσκειν ἀεὶ δεῖ καθάπερ ὑπὸ ληθάργου κατεχομένους τοὺς τὰ τοιαῦτα ληροῦντας, ὁποῖα Λύκος ἔγραψεν)· ἥ τε συναυξανομένη ποιότης οὖσα χρηστὴ καὶ φίλιος, οὐκ ἀνιαρὰ καὶ δακνώδης τοῖς ἁπτομένοις ἥ τ' ἐνέργεια καθ' ἣν αἱ πέψεις οὐ κνισώδεις γίνονται οὐδ' ὀξώδεις ὡς ἐπὶ φλέγματος.

   κατὰ πάντας οὖν τοὺς τρόπους, ὦ γενναιότατε Λύκε, τοῖς αὐξανομένοις πλέον ἐστὶ τὸ ἔμφυτον θερμόν, ὥστ' οὐδὲν Ἱπποκράτης ἥμαρτεν, [245] ἀλλὰ σὺ μᾶλλον ἐξηλέγχθης ἐπηρεάζων. ἐνεδείξω γὰρ ἐξ ὧν ἔγραψας οὐδ' ὅλως εἰσηγμένος ὑπὸ διδασκάλων τῶν Ἱπποκρατείων ἐπαΐειν τι δογμάτων ἐγκαλῶν τε προφανῶς οἷς οὐδ' ὅλως οἶσθα τήν τ' ἀντιλογίαν ἀμαθεστάτην ποιούμενος ἐφωράθης τε δι' αὐτῆς ἀνατρέπειν ἐγχειρῶν ἁπάσης τέχνης σύστασιν, ἀγνοῶν γε ἃ περὶ τούτων ἔγραψε Πλάτων πολλάκις, ἐναντία δὲ λέγων σαυτῷ λυμαινόμενός τε τοῖς νέοις ὅσοι καθάπερ σὺ λογικῆς θεωρίας ἀγυμνάστως ἔχοντες ἀγνοοῦσι διακρίνειν ἀληθεῖς λόγους ψευδῶν. ἐφ' ἅπασι δὲ τούτοις τολμηρότατός τε ἅμα καὶ φλύαρος ὤφθης ἐπιχειρήσας γράφειν ἐξηγήσεις τῶν ὑφ' Ἱπποκράτους εἰρημένων ἄνευ τοῦ μεμαθηκέναι πρότερον αὐτά.