[164] Ταύτην οἰ Ῥωμαῖοι κάσταν ὀνομάζουσι· Παιωνία ἐκλήθη διὰ τὸ τὸν Παίωνα ταύτην εὑρηκέναι. αὕτη διώκει δαίμονας, θεραπεύει πᾶν πάθος ζῴου σὺν τῇ τροφῇ κοπεῖσα καὶ μιγνυμένη. ἀπελαύνει καὶ θηρίων ἰοβόλων ἀπειλὴν οἰνομέλιτι διδομένη, ῥύεται δὲ καὶ τοὺς ἀπὸ φαρμάκων δηλητηρίων προειλημμένους ἐσθιομένη· φορουμένη δὲ οὐκ ἐᾷ τινα τῷ φοροῦντι προσενενέγκαι δηλητήρια· ἐκπίπτει γὰρ ἀπὸ τοῦ προσάγοντος. τιθεμένη δὲ ἐν χωρίοις ἀποστρέφει χάλαζαν καὶ ἰριούβας καὶ μεγάλους χειμῶνας. καὶ ἐν πλοίοις δεσμουμένη ἀποδιώκει γνόφον καὶ κίνδυνον τοῦ βλάπτοντος ἀστέρος. διατηρεῖ δὲ πάντα ἄνθρωπον ἄνοσον φορουμένη, ἀποτρέπει καὶ λοιμικὴν νόσον, καὶ πᾶς αὐτὴν δαίμων φοβεῖται καὶ φρυάσσει· ἀνάκειται γὰρ τῷ ἀρχαγγέλῳ [165] τῷ ὄντι τεταγμένῳ ἐπὶ τῶν δαιμόνων. ἰᾶται δὲ καὶ πάντα ἄνθρωπον ἀπὸ μολυσμοῦ καὶ προχυμάτων καὶ βασκανίας. ῥύεται δὲ καὶ πάσης νόσου καὶ ἀπειλῆς ἀέρων ἐν ὁδῷ. ἡ δὲ χρῆσις αὐτῆς· κεκομμένης καὶ μετὰ μέλιτος προσφερομένης τοῖς ἡπατικοῖς καὶ σπληνικοῖς καὶ κοιλιακοῖς διδομένη, καὶ λιθιῶσιν ἐν οἴνῳ, τοῖς δὲ πυρέσσουσιν ἐν ὕδατι, τοῖς δὲ ἰσχιαδικοῖς καὶ τὰ νεῦρα ἀλγοῦσι μετὰ ἐλαίου ἀφέψῶν. τοῖς δὲ ληθαργικοῖς καὶ ὀνειρώττουσι περίαπτε μετὰ ἐλλεβόρου λευκοῦ, τοῖς δὲ κωλικοῖς περίαπτε μετὰ κοραλλίδος βοτάνης καὶ κολίταλα· ταῖς δὲ ἔχουσαις ὄλισθον περίαπτε ἀμύγδαλα τὰ μεμυκότα.
Παιωνία ἄρρην ἢ γλυκυσίδη. οἱ δὲ πρωτόροβον, οἱ δὲ ὀροβάδιον, οἱ δὲ ὀρόβαξ, οἱ δὲ αἱμάγωγον, οἱ δὲ μονιένιον, οἱ δὲ λαύραντα, Ῥωμαῖοι κάσταν ‹καλοῦσι›. φύλλα ἔχει ἡ μὲν ἄρρην βασιλικῷ καρύῳ ὅμοια, ἡ δὲ θήλεια ὑπέσχισται τὰ φύλλα ὥσπερ σμυρνίον, λωβοὺς δέ τινας ἀνίησιν ἐπ' ἄκρου τοῦ καύλου ἀμυγδάλου ὁμοίους, ὧν ἀνοιχθέντων εὑρίσκονται ἐρυθροὶ κόκκοι μικροὶ ἐμφερεῖς τοῖς τῆς ῥοᾶς, ἐν μέσῳ δὲ μέλανες, ἐμπόρφυροι ε΄ ἢ Ϛ΄. ῥίζα δὲ τῆς μὲν ἄρρενος περὶ δακτύλου πάχος, μῆκος δὲ σπιθαμῆς, γευομένῳ στύφουσα. ἐπὶ δὲ τῆς θηλείας παραφυάδας ὥσπερ βαλάνους ἔχουσα ἐν τῇ ῥίζᾳ ζ΄ ἢ η΄ ὡς ἀσφόδελος. δίδοται ξηρὰ ἢ ῥίζα γυναιξὶ ταῖς μὴ ἐκ τόκου καθαιρομέναις, κινεῖ δὲ καὶ καταμήνια ἀμυγδάλου μέγεθος πινομένη. τοῖς τε κατὰ γαστέρα ὀδυνήμασι βοηθεῖ ποθεῖσα ἐν οἴνῳ, ὠφελεῖ δὲ καὶ νεφριτικοὺς καὶ ἰκτερικοὺς καὶ κύστιν ἀλγοῦντας. ἑψηθεῖσα δὲ ἐν οἴνῳ καὶ πινομένη κοιλίαν ἵστησι. τοῦ δὲ καρποῦ ι΄ ἢ ιβ΄ κόκκοι πυρροὶ ποθέντες οἴνῳ μέλανι αὐστηρῷ ῥοῦν τὸν ἐρυθρὸν ἵστησι, στομαχικοῖς τε καὶ δακνομένοις ἐσθιόμενοι βοηθοῦσι καὶ ὑπὸ τῶν παιδίων πινόμενοι καὶ ἐσθιόμενοι ἀρχὴν λιθιάσεως παραιτοῦνται· οἱ δὲ μέλανες καὶ πρὸς τοὺς ἐφιαλτῶν πνιγμοὺς καὶ ὑστερικὰς πνιγὰς καὶ ὀδύνας μήτρας ἐν μελικράτῳ οἴνῳ ὅσον ιε΄ κόκκοι πινόμενοι ποιοῦσι. φύεται δὲ ἐν ὑψηλοτάτοις [καὶ] ὄρεσι καὶ ἀκρωτηρίοις.
Καὶ ἡ θήλεια τὰ αὐτὰ ποιεῖ. ποιεῖ δὲ καὶ πρὸς τὸ μὴ λυσσᾶν μήτε [166] ἄνθρωπον, μήτε κύνας. δίδοται δὲ ἐν τροφῇ ὀρνέων. τὴ(ν) κόρυζαν ἀπελαύνει παραβαλλομένη ἐν τροφῇ. τοὺς δὲ καταδεδεσμένους ὑπὸ φαρμακείας λῦσον οὕτως· ἀφεψήσας ὕδατι τὰ φύλλα λοῦσον τῷ ἀφέψηματι τὸν κάμνοντα καὶ πότισον καὶ περίαψαι αὐτῷ τὴν ῥῖνα. λαμβάνεται δὲ οὕτως· ἁγνεύσας ἡμέρας γ΄ ἀσπάζου αὐτην τὴν βοτάνην ἐλθὼν πρωὶ εἰς αὐτὴν καὶ λέγε τρίς· "Χαῖρε ἱερὰ βοτάνη παιωνία, ὅτι σὺ βασιλεὺς πασῶν τῶν βοτανῶν". ἡλίου δὲ δύνοντος ἐπὶ τρεῖς ἡμέρας λέγε τὰ αὐτά, εἶτα τῇ δ΄ ἡλίου ὄντος ὑπὲρ γῆν ἐκ τετραγώνου σκάπτε ἀπὸ πηχέως ἀπέχων τῆς βοτάνης, καὶ ἀνάδησον αὐτῆς τοὺς κλάδους, εἶτα σκάψας ἐπιμελῶς ἀν(α)βάστασον ἐκ ῥιζῶν τὴν βοτάνην, ἢ προσδήσας αὐτῇ κύνα, τύπτε αὐτόν, ἵνα ἀνασπάσῃ, καὶ ἀπόθου ἐν ὀθονίῳ καθαρῷ καὶ εἰς τὸν βόθρον βάλλε μελίκρατον ἑρμείαν καὶ ῥίνισμα χρυσοῦ καὶ ἀργύρου καὶ μὴ περικάλυπτε δὲ τὸν τόπον τῇ γῇ. αὐτὴν δὲ βαστάσας κόμιζε εἰς τὴν οἰκίαν σου καὶ ἀπόθου ἱερατικῶς ἐπὶ τρίποδα ἐστεμμένην ἄνθεσι τοῖς τοῦ καιροῦ, καὶ ἄντικρυς ποιήσας ἄνθρακας ἄτμιζε ἀρώμασι παντοίοις, καὶ λέγε τὸν λόγον τοῦτον· "Λόγε ἀένναε κόσμου καὶ οὐρανὲ καὶ ῥωσμένη καὶ Ἥλιε πανδερκῆ ἐνθάδε εὐμενήσατε ἐπὶ τῆς ἱερᾶς καὶ ἐνδόξου παιωνίας, ὅπως μοι πάνυ μέν(ῃ) μετὰ τῆς ὑμετέρας δυνάμεως, καὶ μή με φύγῃ, ἀλλ' ἔχοιμι αὐτὴν ἐπὶ σωτηρίᾳ παντὸς ἀνθρώπου καὶ εὐρωστίᾳ, καὶ ἐνδυναμώσατε αὐτὴν εἰς πᾶσάν μοι πρᾶξιν· ὅπου ἄν εἰμι ἐν κόσμῳ ὅς ἐστιν ὑπήκοός μοι, ἔστω μετ' ἐμοῦ, κύριε Θεὲ Ἰάω Ἰάω."
Ἐὰν δὲ γυναικὸς μήτρα μὴ κατέχῃ τὸ σπέρμα, τὸ ἐσπαρμένον ἐν τῇ γῇ θεῖον βλάστημα ζωννύσθω. τῇ δὲ μὴ βουλομένῃ τεκεῖν τὸ κεχηνὸς σπέρμα μετὰ ῥύπου ἡμιόνου περίαπτε. ταῖς δὲ ἐν ὀδύναις. τικτούσαις ἢ κινδυνευούσαις τὸ κεχηνὸς σπέρμα τῆς βοτάνης ἐν ἐλαίῳ ἀλειφέσθωσαν τὴν ὀσφὺν καὶ τὸ ὑπογάστριον καὶ τέξονται.
[167] Τρωγλοδύτης στρουθίον ἐστὶ πάντων τῶν ὀρνέων μικρότερον, πλὴν τοῦ λεγομένου βασιλίσκου, ἐν φραγμοῖς μάλιστα διαιτώμενον, ὅπερ ὠπτόν τε καὶ ὠμὸν τεταριχευμένον ἐσθιόμενον τοὺς ἐν νεφροῖς λίθους θρύπτει, καὶ καυθέντος δὲ αὐτοῦ ἡ τέφρα πινομένη τὸ αὐτὸ δρᾷ.