[1] TZETZAE scholion in Crameri anecd. Oxon. t. III p. 367, 7 Διονύσιος ὁ Ἁλικαρνασσεὺς φησίν· ἁγνεύεται τὸ στόμα τῷ Δημοσθένει.
[2] SCHOLION Aeschinis or. III 1 τὴν παράταξιν ὅση γεγένηται p. 315 Sch. δοκεῖ δὲ τραγικώτερον κεχρῆσθαι εὐθὺς ἐν ἀρχῇ τῇ μεταφορᾷ, πολιτικώτερον δὲ ὑπὸ Δημοσθένους εἰρῆσθαι τὸ αὐτὸ νόημα ἐν τῷ τῆς παραπρεσβείας εὐθὺς ἐν ἀρχῇ, ἔχον οὕτως 'ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ καὶ παραγγελία γέγονε' καὶ τὰ ἑξῆς.
argumentum or. III p. 352 R. μέμψαιτο δ' ἄν τις τὸ προοίμιον ὡς τραγικὸν καὶ περιττὸν καὶ ἐπιλόγῳ μᾶλλον ἐοικός.
scholion ibid. p. 353 R. ὅρα δὲ πῶς ἐπιλογικῶς ἤρξατο ἀπὸ συνηγόρων ἐκβολῆς, ὥσπερ καὶ ὁ Δημοσθένης. cf. schol. or. I 69 ἀξιοῦσι τινὲς μέμφεσθαι τῷ ῥήτορι ἐν ἀγῶνι συνηγόρων ἐκβολὴν ποιησαμένῳ, δέον ἐν ἐπιλόγῳ.
[3] SCHOLION Aeschinis or. III 90 πλείους τραπόμενος τροπὰς τοῦ Εὐρίπου p. 331 Sch. ἔστι δὲ τὸ κῶλον χαριεντισμός. ἐπαινοῦσι δὲ τοῦτο τὸ κῶλον οἱ κριτικοὶ λέγοντες σωφρόνως αὐτὸ πεφράσθαι καὶ οὐ κούφως.
[4] SCHOLION LAVR. Aeschinis or. III 180 τὰ σώματα παρακαταθέμενοι p. 346 Sch. ἐπιλαμβάνεται δὲ Διονύσιος, ὅτι τὸ παρακαταθέσθαι φυλακῆς πλείον' ἔνδειξιν ἔχει, ἐπὶ δὲ τῶν σωμάτων τὸ ἐναντίον γίγνεται, διαφθείρονται γὰρ ἔσθ' ὅτε. οὐκοῦν κακῶς ἐχρήσατο τῇ λέξει ὁ Αἰσχίνης.
[5] SCHOLION LAVR. Aeschinis or. III 189 τοῖς μὲν πύκταις ἔστιν ὁ ἀγὼν πρὸς ἀλλήλους, τοῖς δ' ἀξιοῦσι στεφανοῦσθαι πρὸς αὐτὴν τὴν ἀρετήν p. 347 Sch. ὁ Διονύσιος ἐπιλαμβάνεται. οὐ γάρ. φησί, νικῆσαι βουλόμεθα τὴν ἀρετήν, ὡς τοὺς ἀνταγωνιστάς.